Pagina principale

Testi poetici con lettura metrica
Caricamento in corso...
Caricamento in corso...
Metro
Visualizza metrica
PresentazioneIstruzioni

κήδεα μὲν στονόεντα Περίκλεες οὔτέ τις ἀστῶν

μεμφόμενος θαλίῃς τέρψεται οὐδὲ πόλις·

τοίους γὰρ κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης

ἔκλυσεν, οἰδαλέους δ' ἀμφ' ὀδύνῃς ἔχομεν

πνεύμονας. ἀλλὰ θεοὶ γὰρ ἀνηκέστοισι κακοῖσιν

ὦ φίλ' ἐπὶ κρατερὴν τλημοσύνην ἔθεσαν

φάρμακον. ἄλλοτε ἄλλος ἔχει τόδε· νῦν μὲν ἐς ἡμέας

ἐτράπεθ', αἱματόεν δ' ἕλκος ἀναστένομεν,

ἐξαῦτις δ' ἑτέρους ἐπαμείψεται. ἀλλὰ τάχιστα

τλῆτε, γυναικεῖον πένθος ἀπωσάμενοι.