7679 700 0 20 0 250 438-420 a. C. Tragedia Sophocles Trachiniae Dain, A., Paris, Les Belles Lettres, 1955. Rist. 1967 121

SOPHOCLES - Trachiniae - ΤΡΑΧΙΝΙΑΙ

ΔΗΙΑΝΕΙΡΑ

Λόγος μέν ἐστ' ἀρχαῖος ἀνθρώπων φανεὶς

ὡς οὐκ ἂν αἰῶν' ἐκμάθοις βροτῶν, πρὶν ἂν

θάνῃ τις, οὔτ' εἰ χρηστὸς οὔτ' εἴ τῳ κακός·

ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,

   5ἔξοιδ' ἔχουσα δυστυχῆ τε καὶ βαρύν,

ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως

ναίουσ' ‹ἔτ'› ἐν Πλευρῶνι νυμφείων ὄκνον

ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.

Μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,

  10ὅς μ' ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,

φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ' αἰόλος

δράκων ἑλικτός, ἄλλοτ' ἀνδρείῳ τύπῳ

βούκρανος, ἐκ δὲ δασκίου γενειάδος

κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.

  15Τοιόνδ' ἐγὼ μνηστῆρα προσδεδεγμένη

δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,

πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.

Χρόνῳ δ' ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,

ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς,

  20ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης

ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων

οὐκ ἂν διείποιμ', οὐ γὰρ οἶδ', ἀλλ' ὅστις ἦν

θακῶν ἀταρβὴς τῆς θέας, ὅδ' ἂν λέγοι·

ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ

  25μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.

Τέλος δ' ἔθηκε Ζεὺς Ἀγώνιος καλῶς,

εἰ δὴ καλῶς· λέχος γὰρ Ἡρακλεῖ κριτὸν

ξυστᾶσ' ἀεί τιν' ἐκ φόβου φόβον τρέφω,

κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει

  30καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.

Κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,

γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,

σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ·

τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων

  35ἀεὶ τὸν ἄνδρ' ἔπεμπε λατρεύοντά τῳ.

Νῦν δ' ἡνίκ' ἄθλων τῶνδ' ὑπερτελὴς ἔφυ,

ἐνταῦθα δὴ μάλιστα ταρβήσασ' ἔχω.

Ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,

ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ' ἀνάστατοι

  40ξένῳ παρ' ἀνδρὶ ναίομεν, κεῖνος δ' ὅπου

βέβηκεν οὐδεὶς οἶδε, πλὴν ἐμοὶ πικρὰς

ὠδῖνας αὑτοῦ προσβαλὼν ἀποίχεται.

Σχεδὸν δ' ἐπίσταμαί τι πῆμ' ἔχοντά νιν·

χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ' ἤδη δέκα

  45μῆνας πρὸς ἄλλοις πέντ' ἀκήρυκτος μένει.

Κἄστιν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ

δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ

θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.

ΔΟΥΛΗ ΤΡΟΦΟΣ

Δέσποινα Δῃάνειρα, πολλὰ μέν σ' ἐγὼ

  50κατεῖδον ἤδη πανδάκρυτ' ὀδύρματα

τὴν Ἡράκλειον ἔξοδον γοωμένην·

νῦν δ', εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν

γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τόσον·

πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ

  55ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,

μάλιστα δ' ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς

νέμοι τιν' ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;

Ἐγγὺς δ' ὅδ' αὐτὸς ἀρτίπους θρῴσκει δόμους,

ὥστ', εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,

  60πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ' ἐμοῖς λόγοις.

ΔΗ. Ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα

μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ

δούλη μέν, εἴρηκεν δ' ἐλεύθερον λόγον.

ΥΛΛΟΣ

Ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.

  65ΔΗ. Σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου

τὸ μὴ πυθέσθαι ποῦ 'στιν αἰσχύνην φέρει.

ΥΛ. Ἀλλ' οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.

ΔΗ. Καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;

ΥΛ. Τὸν μὲν παρελθόντ' ἄροτον ἐν μήκει χρόνου

  70Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.

ΔΗ. Πᾶν τοίνυν, εἰ καὶ τοῦτ' ἔτλη, κλύοι τις ἄν.

ΥΛ. Ἀλλ' ἐξαφεῖται τοῦδέ γ', ὡς ἐγὼ κλύω.

ΔΗ. Ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;

ΥΛ. Εὐβοῖδα χώραν φασίν, Εὐρύτου πόλιν,

  75ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι.

ΔΗ. Ἆρ' οἶσθα δῆτ', ὦ τέκνον, ὡς ἔλειπέ μοι

μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;

ΥΛ. Τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.

ΔΗ. Ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν,

  80ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γ' ὕστερον

τὸν λοιπὸν ἤδη βίοτον εὐαίων' ἔχειν.

Ἐν οὖν ῥοπῇ τοιᾷδε κειμένῳ, τέκνον,

οὐκ εἶ ξυνέρξων, ἡνίκ' ἢ σεσώσμεθα

  85κείνου βίον σώσαντος, ἢ οἰχόμεσθ' ἅμα;

ΥΛ. Ἀλλ' εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ

βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·

νῦν δ' ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς

ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.

  90Νῦν δ' ὡς ξυνίημ', οὐδὲν ἐλλείψω τὸ μὴ

πᾶσαν πυθέσθαι τῶνδ' ἀλήθειαν πέρι.

ΔΗ. Χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γ' εὖ

πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.

ΧΟΡΟΣ

Ὃν αἰόλα νὺξ ἐναριζομένα             Str. 1.

  95τίκτει κατευνάζει τε φλογιζόμενον

Ἅλιον, Ἅλιον αἰτῶ

τοῦτο καρῦξαι τὸν Ἀλκμή-

νας, πόθι μοι πόθι μοι ναί-

ει ποτ', ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,

ἢ ποντίας αὐλῶνας, ἢ δισσαῖσιν ἀπείροις κλιθείς,

εἴπ', ὦ κρατιστεύων κατ' ὄμμα.

Ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι             Ant. 1.

τὰν ἀμφινεικῆ Δηϊάνειραν ἀεί,

 105οἷά τιν' ἄθλιον ὄρνιν,

οὔποτ' εὐνάζειν ἀδακρύ-

των βλεφάρων πόθον, ἀλλ' εὔ-

μναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ

ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι κακὰν

δύστανον ἐλπίζουσαν αἶσαν.

Πολλὰ γὰρ ὥστ' ἀκάμαντος             Str. 2.

ἢ νότου ἢ βορέα τις

κύματ' ‹ἂν› εὐρέϊ πόντῳ

 115βάντ' ἐπιόντα τ' ἴδοι·

οὕτω δὲ τὸν Καδμογενῆ

‹ς›τρέφει, τὸ δ' αὔξει βιότου

πολύπονον ὥσπερ πέλαγος

Κρήσιον· ἀλλά τις θεῶν

 120αἰὲν ἀναμπλάκητον Ἅι-

δα σφε δόμων ἐρύκει.

Ὧν ἐπιμεμφομένα σ' αἰ-             Ant. 2.

δοῖα μέν, ἀντία δ' οἴσω·

φαμὶ γὰρ οὐκ ἀποτρύειν

 125ἐλπίδα τὰν ἀγαθὰν

χρῆναί σ'· ἀνάλγητα γὰρ οὐδ'

ὁ πάντα κραίνων βασιλεὺς

ἐπέβαλε θνατοῖς Κρονίδας·

ἀλλ' ἐπὶ πῆμα καὶ χαρὰ

 130πᾶσι κυκλοῦσιν, οἷον Ἄρ-

κτου στροφάδες κέλευθοι.

Μένει γὰρ οὔτ' αἰόλα             Ep.

νὺξ βροτοῖσιν οὔτε Κῆρες οὔτε πλοῦτος,

ἀλλ' ἄφαρ βέβακε, τῷ δ' ἐπέρχεται

 135χαίρειν τε καὶ στέρεσθαι.

Ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω

τάδ' αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε

 140τέκνοισι Ζῆν' ἄβουλον εἶδεν;

ΔΗ. Πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει

πάθημα τοὐμόν· ὡς δ' ἐγὼ θυμοφθορῶ

μήτ' ἐκμάθοις παθοῦσα, νῦν δ' ἄπειρος εἶ.

Τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται

 145χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ,

οὐδ' ὄμβρος, οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,

ἀλλ' ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον

ἐς τοῦθ' ἕως τις ἀντὶ παρθένου γυνὴ

κληθῇ λάβῃ τ' ἐν νυκτὶ φροντίδων μέρος

 150ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη·

τότ' ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν

πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.

Πάθη μὲν οὖν δὴ πόλλ' ἔγωγ' ἐκλαυσάμην·

ἓν δ', οἷον οὔπω πρόσθεν, αὐτίκ' ἐξερῶ.

 155Ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ

ὡρμᾶτ' ἀπ' οἴκων Ἡρακλῆς, τότ' ἐν δόμοις

λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην

ξυνθήμαθ' ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτὲ

πολλοὺς ἀγῶνας ἐξιὼν οὕτω φράσαι,

 160ἀλλ' ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.

Νῦν δ', ὡς ἔτ' οὐκ ὤν, εἶπε μὲν λέχους ὅ τι

χρείη μ' ἑλέσθαι κτῆσιν, εἶπε δ' ἣν τέκνοις

μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,

χρόνον προτάξας, ὡς τρίμηνος ἡνίκα

 165χώρας ἀπείη κἀνιαύσιος βεβώς,

τότ' ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ,

ἢ τοῦθ' ὑπεκδραμόντα τοῦ χρόνου τέλος

τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.

Τοιαῦτ' ἔφραζε πρὸς θεῶν εἱμαρμένα

 170τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,

ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε

Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη.

Καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου

τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·

 175ὥσθ' ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ

φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν

πάντων ἀρίστου φωτὸς ἐστερημένην.

ΧΟ. Εὐφημίαν νῦν ἴσχ', ἐπεὶ καταστεφῆ

στείχονθ' ὁρῶ τιν' ἄνδρα πρὸς χαρὰν λόγων.

 180ΑΓΓΕΛΟΣ

Δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων

ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον

καὶ ζῶντ' ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης

ἄγοντ' ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.

ΔΗ. Τίν' εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;

 185ΑΓ. Τάχ' ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν

ἥξειν, φανέντα σὺν κράτει νικηφόρῳ.

ΔΗ. Καὶ τοῦ τόδ' ἀστῶν ἢ ξένων μαθὼν λέγεις;

ΑΓ. Ἐν βουθερεῖ λειμῶνι πρόσπολος θροεῖ,

Λίχας ὁ κῆρυξ, ταῦτα· τοῦ δ' ἐγὼ κλύων

 190ἀπῇξ', ὅπως τοι πρῶτος ἀγγείλας τάδε

πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.

ΔΗ. Αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;

ΑΓ. Οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι·

κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς

 195κρίνει παραστάς, οὐδ' ἔχει βῆναι πρόσω·

τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων

οὐκ ἂν μεθεῖτο, πρὶν καθ' ἡδονὴν κλύειν.

Οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ

ξύνεστιν· ὄψει δ' αὐτὸν αὐτίκ' ἐμφανῆ.

 200ΔΗ. Ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν' ἔχεις,

ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.

Φωνήσατ', ὦ γυναῖκες, αἵ τ' εἴσω στέγης

αἵ τ' ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ' ἐμοὶ

φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.

 205ΧΟ. Ἀνολολύξεται δόμος ἐφεστίοι-

σιν ἀλαλαῖς ὁ μελλόνυμ-

φος, ἐν δὲ κοινὸς ἀρσένων

ἴτω κλαγγὰ τὸν εὐφαρέτραν

 210Ἀπόλλω προστάταν· ὁμοῦ δὲ

παιᾶνα, παιᾶν' ἀνάγετ', ὦ παρθένοι,

βοᾶτε τὰν ὁμόσπορον

Ἄρτεμιν Ὀρτυγίαν,

ἐλαφαβόλον, ἀμφίπυρον,

 215γείτονάς τε Νύμφας.

Ἀείρομ' οὐδ' ἀπώσομαι

τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.

Ἰδού μ' ἀναταράσσει

‹εὐοῖ› εὐοῖ μ'

 220ὁ κισσὸς ἄρτι βακχίαν

ὑποστρέφων ἅμιλλαν.

Ἰὼ ἰὼ Παιάν· ἴδ', ὦ φίλα γύναι.

τάδ' ἀντίπρῳρα δή σοι

βλέπειν πάρεστ' ἐναργῆ.

 225ΔΗ. Ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ' ὄμματος

φρουρὰ παρῆλθε τόνδε μὴ λεύσσειν στόλον·

χαίρειν δὲ τὸν κήρυκα προὐννέπω, χρόνῳ

πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.

ΛΙΧΑΣ

Ἀλλ' εὖ μὲν ἵγμεθ', εὖ δὲ προσφωνούμεθα,

 230γύναι, κατ' ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς

πράσσοντ' ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.

ΔΗ. Ὦ φίλτατ' ἀνδρῶν, πρῶθ' ἃ πρῶτα βούλομαι

δίδαξον, εἰ ζῶνθ' Ἡρακλέα προσδέξομαι.

ΛΙ. Ἔγωγέ τοί σφ' ἔλειπον ἰσχύοντά τε

 235καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.

ΔΗ. Ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.

ΛΙ. Ἀκτή τις ἔστ' Εὐβοιίς, ἔνθ' ὁρίζεται

βωμοὺς τέλη τ' ἔγκαρπα Κηναίῳ Διί.

ΔΗ. Εὐκταῖα φαίνων ἢ 'πὸ μαντείας τινός;

 240ΛΙ. Εὐχαῖς, ὅθ' ᾕρει τῶνδ' ἀνάστατον δορὶ

χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.

ΔΗ. Αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ' εἰσὶ καὶ τίνες;

οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.

ΛΙ. Ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν

 245ἐξείλεθ' αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.

ΔΗ. Ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον

χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;

ΛΙ. Οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον

κατείχεθ', ὥς φησ' αὐτός, οὐκ ἐλεύθερος,

 250ἀλλ' ἐμποληθείς· τοῦ λόγου δ' οὐ χρὴ φθόνον,

γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.

Κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ

ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει,

χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν

 255ὥσθ' ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν

ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους

ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.

Κοὐχ ἡλίωσε τοὔπος, ἀλλ' ὅθ' ἁγνὸς ἦν,

στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν

 260τὴν Εὐρυτείαν· τόνδε γὰρ μεταίτιον

μόνον βροτῶν ἔφασκε τοῦδ' εἶναι πάθους·

ὃς αὐτὸν ἐλθόντ' ἐς δόμους ἐφέστιον,

ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις

ἐπερρόθησε, πολλὰ δ' ἀτηρᾷ φρενί,

 265λέγων χεροῖν μὲν ὡς ἄφυκτ' ἔχων βέλη

τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,

φώνει δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου

ῥαίοιτο· δείπνοις δ' ἡνίκ' ἦν ᾠνωμένος,

ἔρριψεν ἐκτὸς αὐτόν. Ὧν ἔχων χόλον,

 270ὡς ἵκετ' αὖθις Ἴφιτος Τιρυνθίαν

πρὸς κλιτὺν ἵππους νομάδας ἐξιχνοσκοπῶν,

τότ' ἄλλοσ' αὐτὸν ὄμμα, θἀτέρᾳ δὲ νοῦν

ἔχοντ', ἀπ' ἄκρας ἦκε πυργώδους πλακός.

Ἔργου δ' ἕκατι τοῦδε μηνίσας ἄναξ,

 275ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος,

πρατόν νιν ἐξέπεμψεν, οὐδ' ἠνέσχετο

ὁθούνεκ' αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ

ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,

Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·

 280ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.

Κεῖνοι δ' ὑπερχλίοντες ἐκ γλώσσης κακῆς,

αὐτοὶ μὲν Ἅιδου πάντες εἴσ' οἰκήτορες,

πόλις δὲ δούλη· τάσδε δ' ἅσπερ εἰσορᾷς

ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον

 285χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς

ἐφεῖτ', ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.

Αὐτὸν δ' ἐκεῖνον, εὖτ' ἂν ἁγνὰ θύματα

ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,

φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου

 290πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.

ΧΟ. Ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,

τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.

ΔΗ. Πῶς δ' οὐκ ἐγὼ χαίροιμ' ἄν, ἀνδρὸς εὐτυχῆ

κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;

 295πολλή 'στ' ἀνάγκη τῇδε τοῦτο συντρέχειν.

Ὅμως δ' ἔνεστι τοῖσιν εὖ σκοπουμένοις

ταρβεῖν τὸν εὖ πράσσοντα μὴ σφαλῇ ποτε.

Ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,

ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης

 300χώρας ἀοίκους ἀπάτοράς τ' ἀλωμένας,

αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως

ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.

Ὦ Ζεῦ Τροπαῖε, μή ποτ' εἰσίδοιμί σε

πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,

 305μηδ', εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι·

οὕτως ἐγὼ δέδοικα τάσδ' ὁρωμένη.

Ὦ δυστάλαινα, τίς ποτ' εἶ νεανίδων;

ἄνανδρος, ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν

πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.

 310Λίχα, τίνος ποτ' ἐστὶν ἡ ξένη βροτῶν;

τίς ἡ τεκοῦσα, τίς δ' ὁ φιτύσας πατήρ;

ἔξειπ'· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα

βλέπουσ', ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.

ΛΙ. Τί δ' οἶδ' ἐγώ; τί δ' ἄν με καὶ κρίνοις; ἴσως

 315γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.

ΔΗ. Μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;

ΛΙ. Οὐκ οἶδα· καὶ γὰρ οὐδ' ἀνιστόρουν μακράν.

ΔΗ. Οὐδ' ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;

ΛΙ. Ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.

 320ΔΗ. Εἴπ', ὦ τάλαιν', ἀλλ' ἡμὶν ἐκ σαυτῆς· ἐπεὶ

καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ' ἥτις εἶ.

ΛΙ. Οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου

χρόνῳ διοίσει γλῶσσαν, ἥτις οὐδαμὰ

προὔφηνεν οὔτε μείζον' οὔτ' ἐλάσσονα,

 325ἀλλ' αἰὲν ὠδίνουσα συμφορᾶς βάρος

δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν

διήνεμον λέλοιπεν. Ἡ δέ τοι τύχη

κακὴ μὲν αὐτῇ γ', ἀλλὰ συγγνώμην ἔχει.

ΔΗ. Ἡ δ' οὖν ἐάσθω, καὶ πορευέσθω στέγας

 330οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς

τοῖς οὖσι λύπην πρός γ' ἐμοῦ διπλῆν λάβοι·

ἅλις γὰρ ἡ παροῦσα. Πρὸς δὲ δώματα

χωρῶμεν ἤδη πάντες, ὡς σύ θ' οἷ θέλεις

σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.

 335ΑΓ. Αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασ', ὅπως

μάθῃς ἄνευ τῶνδ' οὕστινάς τ' ἄγεις ἔσω,

ὧν τ' οὐδὲν εἰσήκουσας ἐκμάθῃς γ' ἃ δεῖ·

τούτων ἔχω γὰρ πάντ' ἐπιστήμην ἐγώ.

ΔΗ. Τί δ' ἐστί; τοῦ με τήνδ' ἐφίστασαι βάσιν;

 340ΑΓ. Σταθεῖσ' ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος

μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.

ΔΗ. Πότερον ἐκείνους δῆτα δεῦρ' αὖθις πάλιν

καλῶμεν, ἢ 'μοὶ ταῖσδέ τ' ἐξειπεῖν θέλεις;

ΑΓ. Σοὶ ταῖσδέ τ' οὐδὲν εἴργεται, τούτους δ' ἔα.

 345ΔΗ. Καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.

ΑΓ. Ἁνὴρ ὅδ' οὐδὲν ὧν ἔλεξεν ἀρτίως

φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ' ἢ νῦν κακός,

ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.

ΔΗ. Τί φῄς; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς·

 350ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ' ἔχει.

ΑΓ. Τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ' ἐγώ,

πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης

ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ' ἕλοι

τήν θ' ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν

 355μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,

οὐ τἀπὶ Λυδοῖς οὐδ' ὑπ' Ὀμφάλῃ πόνων

λατρεύματ', οὐδ' ὁ ῥιπτὸς Ἰφίτου μόρος,

ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.

Ἀλλ' ἡνίκ' οὐκ ἔπειθε τὸν φυτοσπόρον

 360τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,

ἔγκλημα μικρὸν αἰτίαν θ' ἑτοιμάσας,

ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ

τὸν Εὔρυτον τῶνδ' εἶπε δεσπόζειν θρόνων,

κτείνει τ' ἄνακτα πατέρα τῆσδε καὶ πόλιν

 365ἔπερσε. Καί νιν, ὡς ὁρᾷς, ἥκει δόμους

ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,

οὐδ' ὥστε δούλην· μηδὲ προσδόκα τόδε·

οὐδ' εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.

Ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,

 370δέσποιν', ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.

Καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων

ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,

ὥστ' ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,

οὐχ ἥδομαι, τὸ δ' ὀρθὸν ἐξείρηχ' ὅμως.

 375ΔΗ. Οἴμοι τάλαινα, ποῦ ποτ' εἰμὶ πράγματος;

τίν' εἰσδέδεγμαι πημονὴν ὑπόστεγον

λαθραῖον, ὤ, δύστηνος· ἆρ' ἀνώνυμος

πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;

ΑΓ. Ἦ κάρτα λαμπρὰ καὶ κατ' ὄνομα καὶ φύσιν,

 380πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ

Ἰόλη 'καλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ

βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.

ΧΟ. Ὄλοιντο μή τι πάντες οἱ κακοί, τὰ δὲ

λαθραῖ' ὃς ἀσκεῖ μὴ πρέποντ' αὐτῷ κακά.

 385ΔΗ. Τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις

τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.

ΧΟ. Πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ' ἂν σαφῆ

λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.

ΔΗ. Ἀλλ' εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.

 390ΑΓ. Ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;

ΔΗ. Μίμν', ὡς ὅδ' ἁνὴρ οὐκ ἐμῶν ὑπ' ἀγγέλων,

ἀλλ' αὐτόκλητος ἐκ δόμων πορεύεται.

ΛΙ. Τί χρή, γύναι, μολόντα μ' Ἡρακλεῖ λέγειν;

δίδαξον, ὡς ἕρποντος, εἰσορᾷς, ἐμοῦ.

 395ΔΗ. Ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν

ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.

ΛΙ. Ἀλλ' εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ' ἐγώ.

ΔΗ. Ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς;

ΛΙ. Ἴστω μέγας Ζεύς, ὧν γ' ἂν ἐξειδὼς κυρῶ.

 400ΔΗ. Τίς ἡ γυνὴ δῆτ' ἐστὶν ἣν ἥκεις ἄγων;

ΛΙ. Εὐβοιίς· ὧν δ' ἔβλαστεν οὐκ ἔχω λέγειν.

ΑΓ. Οὗτος, βλέφ' ὧδε. Πρὸς τίν' ἐννέπειν δοκεῖς;

ΛΙ. Σὺ δ' εἰς τί δή με τοῦτ' ἐρωτήσας ἔχεις;

ΑΓ. Τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σ' ἱστορῶ.

 405ΛΙ. Πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως

κόρην, δάμαρτά θ' Ἡρακλέους, εἰ μὴ κυρῶ

λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.

ΑΓ. Τοῦτ' αὔτ' ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις

δέσποιναν εἶναι τήνδε σήν;

ΛΙ.              Δίκαια γάρ.

 410ΑΓ. Τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,

ἤν γ' εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;

ΛΙ. Πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;

ΑΓ. Οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.

ΛΙ. Ἄπειμι· μῶρος δ' ἦ πάλαι κλύων σέθεν.

 415ΑΓ. Οὔ, πρίν γ' ἂν εἴπῃς ἱστορούμενος βραχύ.

ΛΙ. Λέγ', εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.

ΑΓ. Τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους,

κάτοισθα δήπου;

ΛΙ.     Φημί, πρὸς τί δ' ἱστορεῖς;

ΑΓ. Οὔκουν σὺ ταύτην, ἣν ὑπ' ἀγνοίας ὁρᾷς,

 420Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;

ΛΙ. Ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν

σοὶ μαρτυρήσει ταῦτ' ἐμοῦ κλύειν παρών;

ΑΓ. Πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων

ἀγορᾷ πολύς σου ταῦτά γ' εἰσήκουσ' ὄχλος.

 425ΛΙ. Ναί,

κλύειν γ' ἔφασκον· ταὐτὸ δ' οὐχὶ γίγνεται

δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.

ΑΓ. Ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων

δάμαρτ' ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;

ΛΙ. Ἐγὼ δάμαρτα; Πρὸς θεῶν, φράσον, φίλη

 430δέσποινα, τόνδε τίς ποτ' ἐστὶν ὁ ξένος.

ΑΓ. Ὃς σοῦ παρὼν ἤκουσεν ὡς ταύτης πόθῳ

πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία

πέρσειεν αὐτήν, ἀλλ' ὁ τῆσδ' ἔρως φανείς.

ΛΙ. Ἅνθρωπος, ὦ δέσποιν', ἀποστήτω. Τὸ γὰρ

 435νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.

ΔΗ. Μή, πρός σε τοῦ κατ' ἄκρον Οἰταῖον νάπος

Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.

Οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ,

οὐδ' ἥτις οὐ κάτοιδε τἀνθρώπων ὅτι

 440χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.

Ἔρωτι μὲν γοῦν ὅστις ἀντανίσταται

πύκτης ὅπως ἐς χεῖρας οὐ καλῶς φρονεῖ.

Οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,

κἀμοῦ γε· πῶς δ' οὐ χἀτέρας οἵας γ' ἐμοῦ.

 445Ὥστ' εἴ τι τὠμῷ τ' ἀνδρὶ τῇδε τῇ νόσῳ

ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,

ἢ τῇδε τῇ γυναικί, τῇ μεταιτίᾳ

τοῦ μηδὲν αἰσχροῦ μηδ' ἐμοὶ κακοῦ τινος.

Οὐκ ἔστι ταῦτ'. Ἀλλ' εἰ μὲν ἐκ κείνου μαθὼν

 450ψεύδῃ, μάθησιν οὐ καλὴν ἐκμανθάνεις·

εἰ δ' αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν

θέλῃς γενέσθαι χρηστός, ὀφθήσῃ κακός.

Ἀλλ' εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ

ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.

 455Ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·

πολλοὶ γάρ, οἷς εἴρηκας, οἳ φράσουσ' ἐμοί.

Κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ

τὸ μὴ πυθέσθαι, τοῦτό μ' ἀλγύνειεν ἄν·

τὸ δ' εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας

 460πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;

κοὔπω τις αὐτῶν ἔκ γ' ἐμοῦ λόγον κακὸν

ἠνέγκατ' οὐδ' ὄνειδος ἥδε τ' οὐδ' ἂν εἰ

κάρτ' ἐντακείη τῷ φιλεῖν, ἐπεί σφ' ἐγὼ

ᾤκτιρα δὴ μάλιστα προσβλέψασ', ὅτι

 465τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,

καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος

ἔπερσε κἀδούλωσεν. Ἀλλὰ ταῦτα μὲν

ῥείτω κατ' οὖρον· σοὶ δ' ἐγὼ φράζω κακὸν

πρὸς ἄλλον εἶναι, πρὸς δ' ἔμ' ἀψευδεῖν ἀεί.

 470ΧΟ. Πείθου λεγούσῃ χρηστά, κοὐ μέμψῃ χρόνῳ

γυναικὶ τῇδε, κἀπ' ἐμοῦ κτήσῃ χάριν.

ΛΙ. Ἀλλ', ὦ φίλη δέσποιν', ἐπεί σε μανθάνω

θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,

πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.

 475Ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει·

ταύτης ὁ δεινὸς ἵμερός ποθ' Ἡρακλῆ

διῆλθε, καὶ τῆσδ' οὕνεχ' ἡ πολύφθορος

καθῃρέθη πατρῷος Οἰχαλία δορί.

Καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,

 480οὔτ' εἶπε κρύπτειν οὔτ' ἀπηρνήθη ποτέ·

ἀλλ' αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν

μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,

ἥμαρτον, εἴ τι τήνδ' ἁμαρτίαν νέμεις.

Ἐπεί γε μὲν δὴ πάντ' ἐπίστασαι λόγον

 485κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν,

καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους

οὓς εἶπας ἐς τήνδ' ἐμπέδως εἰρηκέναι·

ὡς τἄλλ' ἐκεῖνος πάντ' ἀριστεύων χεροῖν

τοῦ τῆσδ' ἔρωτος εἰς ἅπανθ' ἥσσων ἔφυ.

 490ΔΗ. Ἀλλ' ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,

κοὔτοι νόσον γ' ἐπακτὸν ἐξαρούμεθα

θεοῖσι δυσμαχοῦντες. Ἀλλ' εἴσω στέγης

χωρῶμεν, ὡς λόγων τ' ἐπιστολὰς φέρῃς,

ἅ τ' ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,

 495καὶ ταῦτ' ἄγῃς. Κενὸν γὰρ οὐ δίκαιά σε

χωρεῖν προσελθόνθ' ὧδε σὺν πολλῷ στόλῳ.

ΧΟ. Μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί·             Str.

καὶ τὰ μὲν θεῶν

 500παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,

οὐδὲ τὸν ἔννυχον Ἅιδαν,

ἢ Ποσειδάωνα τινάκτορα γαίας·

ἀλλ' ἐπὶ τάνδ' ἄρ' ἄκοιτιν

‹τίνες› ἀμφίγυοι κατέβαν πρὸ γάμων;

 505τίνες πάμπληκτα παγκόνιτά τ' ἐξ-

ῆλθον ἄεθλ' ἀγώνων;

Ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου             Ant.

φάσμα ταύρου,

 510Ἀχελῷος ἀπ' Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἄπο

ἦλθε παλίντονα Θήβας

τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,

παῖς Διός· οἳ τότ' ἀολλεῖς

ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·

 515μόνα δ' εὔλεκτρος ἐν μέσῳ Κύπρις

ῥαβδονόμει ξυνοῦσα.

Τότ' ἦν χερός, ἦν δὲ τόξων πάταγος,             Epod.

ταυρείων τ' ἀνάμιγδα κεράτων·

 520ἦν δ' ἀμφίπλεκτοι κλίμακες,

ἦν δὲ μετώπων ὀλόεντα πλήγματα

καὶ στόνος ἀμφοῖν.

Ἁ δ' εὐῶπις ἁβρὰ

τηλαυγεῖ παρ' ὄχθῳ

 525ἧστο, τὸν ὃν προσμένουσ' ἀκοίταν.

Ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω·

τὸ δ' ἀμφινείκητον ὄμμα νύμφας

ἐλεινὸν ἀμμένει·

κἀπὸ ματρὸς ἄφαρ βέβαχ'

 530ὥστε πόρτις ἐρήμα.

ΔΗ. Ἦμος, φίλαι, κατ' οἶκον ὁ ξένος θροεῖ

ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ' ἐξόδῳ,

τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,

τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,

 535τὰ δ' οἷα πάσχω συγκατοικτιουμένη.

Κόρην γάρ, οἶμαι δ' οὐκέτ', ἀλλ' ἐζευγμένην,

παρεισδέδεγμαι, φόρτον ὥστε ναυτίλος,

λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός·

καὶ νῦν δύ' οὖσαι μίμνομεν μιᾶς ὑπὸ

 540χλαίνης ὑπαγκάλισμα· τοιάδ' Ἡρακλῆς,

ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,

οἰκούρι' ἀντέπεμψε τοῦ μακροῦ χρόνου.

Ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι

νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·

 545τὸ δ' αὖ ξυνοικεῖν τῇδ' ὁμοῦ τίς ἂν γυνὴ

δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;

Ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,

τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ

ὀφθαλμὸς ἄνθος, τῶν δ' ὑπεκτρέπει πόδα·

 550ταῦτ' οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς

ἐμὸς καλῆται, τῆς νεωτέρας δ' ἀνήρ.

Ἀλλ' οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν

γυναῖκα νοῦν ἔχουσαν· ᾗ δ' ἔχω, φίλαι,

λυτήριον λώφημα, τῇδ' ὑμῖν φράσω.

 555Ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ

θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,

ὃ παῖς ἔτ' οὖσα τοῦ δασυστέρνου παρὰ

Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,

ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς

 560μισθοῦ πόρευε χερσίν, οὔτε πομπίμοις

κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.

Ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον

ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,

φέρων ἐπ' ὤμοις, ἡνίκ' ἦν μέσῳ πόρῳ,

 565ψαύει ματαίαις χερσίν· ἐκ δ' ἤϋσ' ἐγώ,

χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν

ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας

στέρνων διερροίζησεν· ἐκθνῄσκων δ' ὁ θὴρ

τοσοῦτον εἶπε· "Παῖ γέροντος Οἰνέως,

 570τοσόνδ' ὀνήσῃ τῶν ἐμῶν, ἐὰν πίθῃ,

πορθμῶν, ὁθούνεχ' ὑστάτην σ' ἔπεμψ' ἐγώ·

ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν

σφαγῶν ἐνέγκῃ χερσὶν ᾗ μελαγχόλους

ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,

 575ἔσται φρενός σοι τοῦτο κηλητήριον

τῆς Ἡρακλείας, ὥστε μήτιν' εἰσιδὼν

στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον."

Τοῦτ' ἐννοήσασ', ὦ φίλαι, δόμοις γὰρ ἦν

κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,

 580χιτῶνα τόνδ' ἔβαψα, προσβαλοῦσ' ὅσα

ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.

Κακὰς δὲ τόλμας μήτ' ἐπισταίμην ἐγὼ

μήτ' ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ.

Φίλτροις δ' ἐάν πως τήνδ' ὑπερβαλώμεθα

 585τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ' Ἡρακλεῖ,

μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ

πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.

ΧΟ. Ἀλλ' εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,

δοκεῖς παρ' ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.

 590ΔΗ. Οὕτως ἔχει γ' ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν

ἔνεστι, πείρᾳ δ' οὐ προσωμίλησά πω.

ΧΟ. Ἀλλ' εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ' εἰ δοκεῖς

ἔχειν ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.

ΔΗ. Ἀλλ' αὐτίκ' εἰσόμεσθα, τόνδε γὰρ βλέπω

 595θυραῖον ἤδη· διὰ τάχους δ' ἐλεύσεται.

Μόνον παρ' ὑμῶν εὖ στεγοίμεθ'· ὡς σκότῳ

κἂν αἰσχρὰ πράσσῃς, οὔποτ' αἰσχύνῃ πεσῇ.

ΛΙ. Τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,

ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.

 600ΔΗ. Ἀλλ' αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,

ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,

ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον

δώρημ' ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.

Διδοὺς δὲ τόνδε φράζ' ὅπως μηδεὶς βροτῶν

 605κείνου πάροιθεν ἀμφιδύσεται χροΐ,

μηδ' ὄψεταί νιν μήτε φέγγος ἡλίου

μήθ' ἕρκος ἱερὸν μήτ' ἐφέστιον σέλας,

πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς

δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.

 610Οὕτω γὰρ ηὔγμην, εἴ ποτ' αὐτὸν ἐς δόμους

ἴδοιμι σωθέντ' ἢ κλύοιμι πανδίκως,

στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς

θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.

Καὶ τῶνδ' ἀποίσεις σῆμ', ὃ κεῖνος εὐμαθὲς

 615σφραγῖδος ἕρκει τῷδ' ἐπὸν μαθήσεται.

Ἀλλ' ἕρπε καὶ φύλασσε πρῶτα μὲν νόμον,

τὸ μὴ 'πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·

ἔπειθ' ὅπως ἂν ἡ χάρις κείνου τέ σοι

κἀμοῦ ξυνελθοῦσ' ἐξ ἁπλῆς διπλῆ φανῇ.

 620ΛΙ. Ἀλλ' εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην

βέβαιον, οὔ τοι μὴ σφαλῶ γ' ἐν σοί ποτε,

τὸ μὴ οὐ τόδ' ἄγγος ὡς ἔχει δεῖξαι φέρων

λόγων τε πίστιν ὧν ἔχεις ἐφαρμόσαι.

ΔΗ. Στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι

 625τά γ' ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.

ΛΙ. Ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.

ΔΗ. Ἀλλ' οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν

προσδέγματ', αὐτὴν ὡς ἐδεξάμην φίλως.

ΛΙ. Ὥστ' ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.

 630ΔΗ. Τί δῆτ' ἂν ἄλλο γ' ἐννέποις; δέδοικα γὰρ

μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,

πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.

ΧΟ. Ὦ ναύλοχα καὶ πετραῖα             Str. 1.

θερμὰ λουτρὰ καὶ πάγους

 635Οἴτας παραναιετάοντες,

οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν,

χρυσαλακάτου τ' ἀκτὰν Κόρας,

ἔνθ' Ἑλλάνων ἀγοραὶ

Πυλάτιδες κλέονται,

 640ὁ καλλιβόας τάχ' ὑμῖν             Ant. 1.

αὐλὸς οὐκ ἀναρσίαν

ἀχῶν καναχὰν ἐπάνεισιν,

ἀλλὰ θείας ἀντίλυρον μούσας.

Ὁ γὰρ Διός, Ἀλκμήνας κόρος,

 645σεῦται πάσας ἀρετᾶς

λάφυρ' ἔχων ἐπ' οἴκους·

ὃν ἀπόπτολιν εἴχομεν παντᾶ             Str. 2.

δυοκαιδεκάμηνον ἀμμένουσαι

χρόνον, πελάγιον, ἴδριες οὐ-

 650δέν· ἁ δέ οἱ φίλα δάμαρ

τάλαινα‹ν› δυστάλαινα καρδίαν

πάγκλαυτος αἰὲν ὤλλυτο·

νῦν δ' Ἄρης οἰστρηθεὶς ἐξέλυσ'

ἐπιπόνων ἁμερᾶν.

 655Ἀφίκοιτ' ἀφίκοιτο· μὴ σταίη             Ant. 2.

πολύκωπον ὄχημα ναὸς αὐτῷ,

πρὶν τάνδε πρὸς πόλιν ἀνύσει-

ε, νασιῶτιν ἑστίαν

ἀμείψας, ἔνθα κλῄζεται θυτήρ·

 660ὅθεν μόλοι πανίμερος,

τῷ Πειθοῦς παγχρίστῳ συγκραθεὶς

ἐπὶ προφάνσει θηρός.

ΔΗ. Γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω

πεπραγμέν' ᾖ μοι πάνθ' ὅσ' ἀρτίως ἔδρων.

 665ΧΟ. Τί δ' ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;

ΔΗ. Οὐκ οἶδ'· ἀθυμῶ δ' εἰ φανήσομαι τάχα

κακὸν μέγ' ἐκπράξασ' ἀπ' ἐλπίδος καλῆς.

ΧΟ. Οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;

ΔΗ. Μάλιστά γ'· ὥστε μήποτ' ἂν προθυμίαν

 670ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.

ΧΟ. Δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβῇ.

ΔΗ. Τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,

γυναῖκες, ὑμῖν, θαῦμ' ἀνέλπιστον μαθεῖν.

Ὧι γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως

 675ἔχριον ἀργῆτ', οἰὸς εὐείρῳ πόκῳ,

τοῦτ' ἠφάνισται διάβορον πρὸς οὐδενὸς.

τῶν ἔνδον, ἀλλ' ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,

καὶ ψῇ κατ' ἄκρας σπιλάδος· ὡς δ' εἰδῇς ἅπαν

ᾗ τοῦτ' ἐπράχθη, μείζον' ἐκτενῶ λόγον.

 680Ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος πονῶν

πλευρὰν πικρᾷ γλωχῖνι προὐδιδάξατο,

παρῆκα θεσμῶν οὐδέν, ἀλλ' ἐσῳζόμην,

χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.

Καί μοι τάδ' ἦν πρόρρητα καὶ τοιαῦτ' ἔδρων·

 685τὸ φάρμακον τοῦτ' ἄπυρον ἀκτῖνός τ' ἀεὶ

θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,

ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.

Κἄδρων τοιαῦτα· νῦν δ', ὅτ' ἦν ἐργαστέον,

ἔχρισα μὲν κατ' οἶκον ἐν δόμοις κρυφῇ

 690μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,

κἄθηκα συμπτύξασ' ἀλαμπὲς ἡλίου

κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.

Εἴσω δ' ἀποστείχουσα δέρκομαι φάτιν

ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.

 695Τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως

τῆς οἰὸς ᾧ προὔχριον ἐς μέσην φλόγα,

ἀκτῖν' ἐς ἡλιῶτιν· ὡς δ' ἐθάλπετο,

ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,

μορφῇ μάλιστ' εἰκαστὸν ὥστε πρίονος

 700ἐκβρώματ' ἂν βλέψειας ἐν τομῇ ξύλου.

Τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς ὅθεν

προὔκειτ' ἀναζέουσι θρομβώδεις ἀφροί,

γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ

χυθέντος εἰς γῆν Βακχίας ἀπ' ἀμπέλου.

 705Ὥστ' οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω,

ὁρῶ δ' ἔμ' ἔργον δεινὸν ἐξειργασμένην.

Πόθεν γὰρ ἄν ποτ', ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ

ἐμοὶ παρέσχ' εὔνοιαν, ἧς ἔθνῃσχ' ὕπερ;

οὐκ ἔστιν· ἀλλὰ τὸν βαλόντ' ἀποφθίσαι

 710χρῄζων ἔθελγέ μ'· ὧν ἐγὼ μεθύστερον,

ὅτ' οὐκέτ' ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.

Μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι

γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·

τὸν γὰρ βαλόντ' ἄτρακτον οἶδα καὶ θεόν,

 715Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ

φθείρει τὰ πάντα κνώδαλ'· ἐκ δὲ τοῦδ' ὅδε

σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας

πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.

Καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,

 720ταὐτῇ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα·

ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,

ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.

ΧΟ. Ταρβεῖν μὲν ἔργα δείν' ἀναγκαίως ἔχει,

τὴν δ' ἐλπίδ' οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.

 725ΔΗ. Οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν

οὐδ' ἐλπὶς ἥτις καὶ θράσος τι προξενεῖ.

ΧΟ. Ἀλλ' ἀμφὶ τοῖς σφαλεῖσι μὴ 'ξ ἑκουσίας

ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.

ΔΗ. Τοιαῦτα δ' ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ

 730κοινωνός, ἀλλ' ᾧ μηδέν ἐστ' οἴκοι βαρύ.

ΧΟ. Σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,

εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ

πάρεστι μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.

ΥΛ. Ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σ' ἓν εἱλόμην,

 735ἢ μηκέτ' εἶναι ζῶσαν, ἢ σεσωσμένην

ἄλλου κεκλῆσθαι μητέρ', ἢ λῴους φρένας

τῶν νῦν παρουσῶν τῶνδ' ἀμείψασθαί ποθεν.

ΔΗ. Τί δ' ἐστίν, ὦ παῖ, πρός γ' ἐμοῦ στυγούμενον;

ΥΛ. Τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ' ἐμὸν λέγω

 740πατέρα, κατακτείνασα τῇδ' ἐν ἡμέρᾳ.

ΔΗ. Οἴμοι, τίν' ἐξήνεγκας, ὦ τέκνον, λόγον;

ΥΛ. Ὃν οὐχ οἷόν τε μὴ τελεσθῆναι· τὸ γὰρ

φανθὲν τίς ἂν δύναιτ' ‹ἂν› ἀγένητον ποεῖν;

ΔΗ. Πῶς εἶπας, ὦ παῖ; τοῦ πάρ' ἀνθρώπων μαθὼν

 745ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φῄς;

ΥΛ. Αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν

πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.

ΔΗ. Ποῦ δ' ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;

ΥΛ. Εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.

 750Ὅθ' εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,

νίκης ἄγων τροπαῖα κἀκροθίνια,

ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον

Κήναιον ἔστιν, ἔνθα πατρῴῳ Διὶ

βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·

 755οὗ νιν τὰ πρῶτ' ἐσεῖδον ἄσμενος πόθῳ.

Μέλλοντι δ' αὐτῷ πολυθύτους τεύχειν σφαγὰς

κῆρυξ ἀπ' οἴκων ἵκετ' οἰκεῖος Λίχας,

τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·

ὃν κεῖνος ἐνδύς, ὡς σὺ προὐξεφίεσο,

 760ταυροκτονεῖ μὲν δώδεκ' ἐντελεῖς ἔχων

λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθ' ὁμοῦ

ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.

Καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενὶ

κόσμῳ τε χαίρων καὶ στολῇ κατηύχετο·

 765ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο

φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,

ἱδρὼς ἀνῄει χρωτὶ καὶ προσπτύσσετο

πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,

χιτὼν ἅπαν κατ' ἄρθρον· ἦλθε δ' ὀστέων

 770ὀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας

ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.

Ἐνταῦθα δὴ βόησε τὸν δυσδαίμονα

Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,

ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·

 775ὁ δ' οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης

δώρημ' ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.

Κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος

σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,

μάρψας ποδός νιν ἄρθρον ᾗ λυγίζεται

 780ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν·

κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου

κρατὸς διασπαρέντος αἵματός θ' ὁμοῦ.

Ἅπας δ' ἀνηυφήμησεν οἰμωγῇ λεώς,

τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·

 785κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.

Ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος

βοῶν, ἰύζων· ἀμφὶ δ' ἐκτύπουν πέτραι,

Λοκρῶν ὄρειοι πρῶνες Εὐβοίας τ' ἄκραι.

Ἐπεὶ δ' ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ

 790ῥιπτῶν ἑαυτόν, πολλὰ δ' οἰμωγῇ βοῶν,

τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος

σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον

οἷον κατακτήσαιτο λυμαντὴν βίου,

τότ' ἐκ προσέδρου λιγνύος διάστροφον

 795ὀφθαλμὸν ἄρας εἶδέ μ' ἐν πολλῷ στρατῷ

δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ·

"Ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,

μηδ' εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·

ἀλλ' ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς

 800ἐνταῦθ' ὅπου με μή τις ὄψεται βροτῶν·

εἰ δ' οἶκτον ἴσχεις, ἀλλά μ' ἔκ γε τῆσδε γῆς

πόρθμευσον ὡς τάχιστα, μηδ' αὐτοῦ θάνω."

Τοσαῦτ' ἐπισκήψαντος, ἐν μέσῳ σκάφει

θέντες σφε πρὸς γῆν τήνδ' ἐκέλσαμεν μόλις

 805βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα

ἢ ζῶντ' ἐσόψεσθ' ἢ τεθνηκότ' ἀρτίως.

Τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ' ἐμῷ

καὶ δρῶσ' ἐλήφθης, ὧν σε ποίνιμος Δίκη

τείσαιτ' Ἐρινύς τ'· εἰ θέμις δ', ἐπεύχομαι·

 810θέμις δ', ἐπεί μοι τὴν θέμιν σὺ προὔβαλες,

πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ

κτείνασ', ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.

ΧΟ. Τί σῖγ' ἀφέρπεις; οὐ κάτοισθ' ὁθούνεκα

ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;

 815ΥΛ. Ἐᾶτ' ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν

αὐτῇ γένοιτ' ἄπωθεν ἑρπούσῃ καλῶς·

ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν

μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;

Ἀλλ' ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν

 820τὠμῷ δίδωσι πατρί, τήνδ' αὐτὴ λάβοι.

ΧΟ. Ἴδ' οἷον, ὦ παῖδες, προσέμειξεν ἄφαρ             Str. 1.

τοὔπος τὸ θεοπρόπον ἡμῖν

τᾶς παλαιφάτου προνοίας,

ὅ τ' ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι

 825δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων

τῷ Διὸς αὐτόπαιδι·

καὶ τάδ' ὀρθῶς ἔμπεδα

κατουρίζει. Πῶς γὰρ ἂν ὁ μὴ λεύσσων

 830ἔτι ποτ' ἔτ' ἐπίπονον ἔχοι θανὼν λατρείαν;

Εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ             Ant. 1.

χρίει δολοποιὸς ἀνάγκα

πλευρά, προστακέντος ἰοῦ,

ὃν τέκετο θάνατος, ἔτρεφε δ' αἰόλος δράκων,

 835πῶς ὅδ' ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,

δεινοτάτῳ μὲν ὕδρας

προστετακὼς φάσματι,

μελαγχαίτα τ' ἄμμιγά νιν αἰκίζει

 840φόνια δολιόμυθα κέντρ' ἐπιζέσαντα;

Ὧν ἅδ' ἁ τλάμων ἄοκνος             Str. 2.

μεγάλαν προσορῶσα δόμοις βλάβαν

νέων ἀϊσσόντων γάμων, τὰ μὲν οὔτι

προσέβαλεν, τὰ δ' ἀπ' ἀλλόθρου

 845γνώμας μολόντ' ὀλεθρίαισ‹ι› συναλλαγαῖς

ἦ που ὀλοὰ στένει,

ἦ που ἀδινῶν χλωρὰν

τέγγει δακρύων ἄχναν.

 850Ἁ δ' ἐρχομένα μοῖρα προφαίνει δολί-

αν καὶ μεγάλαν ἄταν.

Ἔρρωγεν παγὰ δακρύων,             Ant. 2.

κέχυται νόσος, ὦ πόποι, οἷον ‹ἐξ›

ἀναρσίων οὔπω ‹ποτ' ἄνδρ'› ἀγακλειτὸν

 855ἐπέμολε‹ν› πάθος οἰκτίσαι.

Ἰὼ κελαινὰ λόγχα προμάχου δορός,

ἃ τότε θοὰν νύμφαν

ἄγαγες ἀπ' αἰπεινᾶς

τάνδ' Οἰχαλίας αἰχμᾷ.

 860Ἁ δ' ἀμφίπολος Κύπρις ἄναυδος φανε-

ρὰ τῶνδ' ἐφάνη πράκτωρ.

ΗΜΙΧΟΡΙΟΝ Α΄

Πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς

οἴκτου δι' οἴκων ἀρτίως ὁρμωμένου;

 865Τί φημί·

ΗΜΙΧΟΡΙΟΝ Β΄

Ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ

κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.

ΧΟ. Ξύνες δὲ

τήνδ' ὡς ἀήθης καὶ συνωφρυωμένη

 870χωρεῖ πρὸς ἡμᾶς γραῖα σημαίνουσά τι.

ΤΡ. Ὦ παῖδες, ὡς ἄρ' ἡμὶν οὐ σμικρῶν κακῶν

ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.

ΧΟ. Τί δ', ὦ γεραιά, καινοποιηθὲν λέγεις;

ΤΡ. Βέβηκε Δῃάνειρα τὴν πανυστάτην

 875ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.

ΧΟ. Οὐ δή ποθ' ὡς θανοῦσα;

ΤΡ.             Πάντ' ἀκήκοας.

ΧΟ. Τέθνηκεν ἡ τάλαινα;

ΤΡ.            Δεύτερον κλύεις.

ΧΟ. Τάλαιν' ὀλεθρία, τίνι τρόπῳ θανεῖν σφε φῄς;

ΤΡ. Σχετλιώτατα πρός γε πρᾶξιν.

 880ΧΟ. Εἰπὲ τῷ μόρῳ, γύναι, ξυντρέχει.

ΤΡ. Αὑτὴν διηίστωσεν.

ΧΟ. Τίς θυμός, ἢ τίνες νόσοι

τάνδ' αἰχμᾷ βέλεος κακοῦ

ξυνεῖλε; Πῶς ἐμήσατο

 885πρὸς θανάτῳ θάνατον

ἀνύσασα μόνα;

ΤΡ.      Στονόεντος

ἐν τομᾷ σιδάρου.

ΧΟ. Ἐπεῖδες, ὦ ματαία, τάνδ' ὕβριν;

ΤΡ. Ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.

 890ΧΟ. Τίς ἦν; πῶς; φέρ' εἰπέ.

ΤΡ. Αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.

ΧΟ. Τί φωνεῖς;

ΤΡ.   Σαφηνῆ.

ΧΟ. Ἔτεκεν ἔτεκεν μεγάλαν

ἁ νέορτος ἅδε νύμφα

 895δόμοισι τοῖσδ' Ἐρινύν.

ΤΡ. Ἄγαν γε· μᾶλλον δ', εἰ παροῦσα πλησία

ἔλευσσες οἷ' ἔδρασε, κάρτ' ἂν ᾤκτισας.

ΧΟ. Καὶ ταῦτ' ἔτλη τις χεὶρ γυναικεία κτίσαι;

ΤΡ. Δεινῶς γε· πεύσῃ δ', ὥστε μαρτυρεῖν ἐμοί.

 900Ἐπεὶ παρῆλθε δωμάτων εἴσω μόνη

καὶ παῖδ' ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια

στορνύνθ', ὅπως ἄψορρον ἀντῴη πατρί,

κρύψασ' ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,

βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσ' ὅτι

 905γένοιτ' ἐρήμη, κλαῖε δ' ὀργάνων ὅτου

ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·

ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,

εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,

ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,

 910αὐτὴ τὸν αὑτῆς δαίμον' ἀνακαλουμένη

καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οἰκίας.

Ἐπεὶ δὲ τῶνδ' ἔληξεν, ἐξαίφνης σφ' ὁρῶ

τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.

Κἀγὼ λαθραῖον ὄμμ' ἐπεσκιασμένη

 915φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις

τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.

Ὅπως δ' ἐτέλεσε τοῦτ', ἐπενθοροῦσ' ἄνω

καθέζετ' ἐν μέσοισιν εὐνατηρίοις,

καὶ δακρύων ῥήξασα θερμὰ νάματα

 920ἔλεξεν· "Ὦ λέχη τε καὶ νυμφεῖ' ἐμά,

τὸ λοιπὸν ἤδη χαίρεθ' ὡς ἔμ' οὔποτε

δέξεσθ' ἔτ' ἐν κοίταισι ταῖσδ' εὐνήτριαν."

Τοσαῦτα φωνήσασα συντόνῳ χερὶ

λύει τὸν αὑτῆς πέπλον ᾧ χρυσήλατος

 925προὔκειτο μαστῶν περονίς, ἐκ δ' ἐλώπισεν

πλευρὰν ἅπασαν ὠλένην τ' εὐώνυμον.

Κἀγὼ δρομαία βᾶσ', ὅσονπερ ἔσθενον,

τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.

Κἀν ᾧ τὸ κεῖσε δεῦρό τ' ἐξορμώμεθα,

 930ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ

πλευρὰν ὑφ' ἧπαρ καὶ φρένας πεπληγμένην.

Ἰδὼν δ' ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας

τοὔργον κατ' ὀργὴν ὡς ἐφάψειεν τόδε,

ὄψ' ἐκδιδαχθεὶς τῶν κατ' οἶκον οὕνεκα

 935ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.

Κἀνταῦθ' ὁ παῖς δύστηνος οὔτ' ὀδυρμάτων

ἐλείπετ' οὐδέν, ἀμφί νιν γοώμενος,

οὔτ' ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν

πλευρὰν παρεὶς ἔκειτο πόλλ' ἀναστένων,

 940ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,

κλαίων ὁθούνεκ' ἐκ δυοῖν ἔσοιθ' ἅμα

πατρός τ' ἐκείνης τ' ὠρφανισμένος βίον.

Τοιαῦτα τἀνθάδ' ἐστίν· ὥστ' εἴ τις δύο

ἢ καί τι πλείους ἡμέρας λογίζεται,

 945μάταιός ἐστιν· οὐ γὰρ ἔσθ' ἥ γ' αὔριον,

πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.

ΧΟ. Πότερα πρότερον ἐπιστένω;             Str. 1.

πότερα τέλεα περαιτέρω,

δύσκριτ' ἔμοιγε δυστάνῳ;

 950Τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις,             Ant. 1.

τάδε δὲ μένομεν ἐπ' ἐλπίσιν·

κοινὰ δ' ἔχειν τε καὶ μέλλειν.

Εἴθ' ἀνεμόεσσά τις             Str. 2.

γένοιτ' ἔπουρος ἑστιῶτις αὔρα,

 955ἥτις μ' ἀποικίσειεν ἐκ τόπων, ὅπως

τὸν Δῖον ἄλκιμον γόνον

μὴ ταρβαλέα θάνοι-

μι μοῦνον εἰσιδοῦσ' ἄφαρ·

ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις

 960χωρεῖν πρὸ δόμων λέγουσιν

ἄσπετόν τι θαῦμα.

Ἀγχοῦ δ' ἄρα κοὐ μακρὰν             Ant. 2.

προὔκλαιον, ὀξύφωνος ὡς ἀηδών.

Ξένων γὰρ ἐξόμιλος ἥδε τις στάσις·

 965πᾷ δ' αὖ φορεῖ νιν, ὡς φίλου

προκηδομένα, βαρεῖ-

αν ἄψοφον φέρει βάσιν.

Αἰαῖ, ὅδ' ἀναύδατος φέρεται.

Τί χρὴ θανόντα νιν ἢ καθ'

 970ὕπνον ὄντα κρῖναι;

ΥΛ. Οἴμοι ἐγὼ σοῦ,

πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.

Τί πάθω; τί δὲ μήσομαι; οἴμοι.

ΠΡΕΣΒΥΣ

Σίγα, τέκνον, μὴ κινήσῃς

 975ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος·

ζῇ γὰρ προπετής· ἀλλ' ἴσχε δακὼν

στόμα σόν.

ΥΛ.     Πῶς φῄς, γέρον; ἦ ζῇ;

ΠΡ. Οὐ μὴ 'ξεγερεῖς τὸν ὕπνῳ κάτοχον,

κἀκκινήσεις κἀναστήσεις

φοιτάδα δεινὴν

 980νόσον, ὦ τέκνον.

ΥΛ.      Ἀλλ' ἐπί μοι μελέῳ

βάρος ἄπλετον· ἐμμέμονε‹ν› φρήν.

ΗΡΑΚΛΗΣ

Ὦ Ζεῦ,

ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν

 985κεῖμαι πεπονημένος ἀλλήκτοις

ὀδύναις; Οἴμοι ‹μοι› ἐγὼ τλάμων·

ἡ δ' αὖ μιαρὰ βρύκει. Φεῦ.

ΠΡ. Ἆρ' ἐξῄδησθ' ὅσον ἦν κέρδος

σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι

 990τῷδ' ἀπὸ κρατὸς

βλεφάρων θ' ὕπνον;

ΥΛ.          Οὐ γὰρ ἔχω πῶς ἂν

στέρξαιμι κακὸν τόδε λεύσσων.

ΗΡ. Ὦ Κηναία κρηπὶς βωμῶν,

ἱερῶν οἵαν οἵων ἐπί μοι

 995μελέῳ χάριν ἠνύσω, ὦ Ζεῦ·

οἵαν μ' ἄρ' ἔθου λώβαν, οἵαν·

ἣν μή ποτ' ἐγὼ προσιδεῖν ὁ τάλας

ὤφελον ὄσσοις, τόδ' ἀκήλητον

μανίας ἄνθος καταδερχθῆναι.

1000Τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης

ἰατορίας, ὃς τήνδ' ἄτην

χωρὶς Ζηνὸς κατακηλήσει;

θαῦμ' ἂν πόρρωθεν ἰδοίμην.

Ἒ ἔ,             Str.

1005ἐᾶτέ μ‹ε›, ˉ˘ˉ, ἐᾶτέ με δύσμορον

ὕστατον εὐνάσαι, ἐᾶτέ με δύστανον.

Πᾶ μου ψαύεις; ποῖ ‹ποῖ› κλίνεις;

Ἀπολεῖς μ', ἀπολεῖς.

Ἀνατέτροφας ὅ τι καὶ μύσῃ.

1010Ἧπταί μου, τοτοτοῖ, ἥδ' αὖθ' ἕρπει. Πόθεν ἔστ', ὢ

πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ

πολλὰ μὲν ἐν πόντῳ, κατά τε δρία πάντα καθαίρων

ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι

οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;

1015Ἒ ἔ,

οὐδ' ἀπαράξαι ‹τις› κρᾶτα βίᾳ θέλει

ˉ˘˘ˉ˘ˉ

ˉ˘˘ˉ μολὼν τοῦ στυγεροῦ; Φεῦ φεῦ.

ΠΡ. Ὦ παῖ τοῦδ' ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει

ἢ κατ' ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε· σοί τε γὰρ ἅμμα

1020ἓν πλέον ἢ δύ' ἐμοῦ σῴζειν.

ΥΛ.                Ψαύω μὲν ἔγωγε,

λαθίπονον δ' ὀδυνᾶν οὔτ' ἔνδοθεν οὔτε θύραθεν

ἔστι μοι ἐξανύσαι· βιότου τοιαῦτα νέμει Ζεύς.

ΗΡ. ‹Ἒ ἔ,›             Ant.

Ὦ παῖ, ποῦ ποτ' εἶ; Τᾷδέ με, τᾷδέ με

1025πρόσλαβε κουφίσας. Ἒ ἔ, ἰὼ δαῖμον.

Θρῴσκει δ' αὖ, θρῴσκει δειλαία

διολοῦσ' ἡμᾶς

1030ἀποτίβατος ἀγρία νόσος.

Ὦ Παλλὰς ‹Παλλάς›, τόδε μ' αὖ λωβᾶται. Ἰὼ παῖ,

τὸν φύτορ' οἰκτίρας ἀνεπίφθονον εἴρυσον ἔγχος,

παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δ' ἄχος ᾧ μ' ἐχόλωσεν

σὰ μάτηρ ἄθεος, τὰν ὧδ' ἐπίδοιμι πεσοῦσαν

1040αὕτως, ὧδ' αὕτως, ὥς μ' ὤλεσεν ˉ˘˘ˉˉ.

‹Ἒ ἔ,›

Ὦ Διὸς αὐθαίμων, ὦ γλυκὺς Ἀΐδας,

εὔνασον, εὔνασόν μ'

ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.

ΧΟ. Κλύουσ' ἔφριξα τάσδε συμφοράς, φίλαι,

1045ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.

ΗΡ. Ὦ πολλὰ δὴ καὶ θερμὰ καὶ λόγῳ κακὰ

καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·

κοὔπω τοιοῦτον οὔτ' ἄκοιτις ἡ Διὸς

προὔθηκεν οὔθ' ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοὶ

1050οἷον τόδ' ἡ δολῶπις Οἰνέως κόρη

καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων

ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.

Πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας

βέβρωκε σάρκας, πλεύμονός τ' ἀρτηρίας

1055ῥοφεῖ ξυνοικοῦν· ἐκ δὲ χλωρὸν αἷμά μου

πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας

τὸ πᾶν ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.

Κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ' ὁ γηγενὴς

στρατὸς Γιγάντων, οὔτε θήρειος βία,

1060οὔθ' Ἑλλάς, οὔτ' ἄγλωσσος, οὔθ' ὅσην ἐγὼ

γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·

γυνὴ δέ, θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν,

μόνη με δὴ καθεῖλε φασγάνου δίχα.

Ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,

1065καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.

Δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν

ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα

εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης, ὁρῶν

λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.

1070Ἴθ', ὦ τέκνον, τόλμησον, οἴκτιρόν τέ με

πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος

βέβρυχα κλαίων· καὶ τόδ' οὐδ' ἂν εἷς ποτε

τόνδ' ἄνδρα φαίη πρόσθ' ἰδεῖν δεδρακότα,

ἀλλ' ἀστένακτος αἰὲν εἱπόμην κακοῖς·

1075νῦν δ' ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.

Καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,

σκέψαι δ' ὁποίας ταῦτα συμφορᾶς ὕπο

πέπονθα· δείξω γὰρ τάδ' ἐκ καλυμμάτων·

ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,

1080ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.

Αἰαῖ, ὦ τάλας, αἰαῖ,

ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ' αὖ,

διῇξε πλευρῶν, οὐδ' ἀγύμναστόν μ' ἐᾶν

ἔοικεν ἡ τάλαινα διάβορος νόσος.

1085Ὦναξ Ἀΐδη, δέξαι μ',

ὦ Διὸς ἀκτίς, παῖσον·

ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,

πάτερ, κεραυνοῦ. Δαίνυται γὰρ αὖ πάλιν,

ἤνθηκεν, ἐξώρμηκεν. Ὦ χέρες, χέρες,

1090ὦ νῶτα καὶ στέρν', ὦ φίλοι βραχίονες,

ὑμεῖς ἐκεῖνοι δὴ καθέσταθ' οἵ ποτε

Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα,

λέοντ', ἄπλατον θρέμμα κἀπροσήγορον,

βίᾳ κατειργάσασθε, Λερναίαν θ' ὕδραν,

1095διφυῆ τ' ἄμικτον ἱπποβάμονα στρατὸν

θηρῶν, ὑβριστήν, ἄνομον, ὑπέροχον βίαν,

Ἐρυμάνθιόν τε θῆρα, τόν θ' ὑπὸ χθονὸς

Ἅιδου τρίκρανον σκύλακ', ἀπρόσμαχον τέρας,

δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων

1100δράκοντα μήλων φύλακ' ἐπ' ἐσχάτοις τόποις·

ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,

κοὐδεὶς τροπαῖ' ἔστησε τῶν ἐμῶν χερῶν.

Νῦν δ' ὧδ' ἄναρθρος καὶ κατερρακωμένος

τυφλῆς ὑπ' ἄτης ἐκπεπόρθημαι τάλας,

1105ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος,

ὁ τοῦ κατ' ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.

Ἀλλ' εὖ γέ τοι τόδ' ἴστε, κἂν τὸ μηδὲν ὦ

κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε

χειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,

1110ἵν' ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι

καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτεισάμην.

ΧΟ. Ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ

ἕξουσαν, ἀνδρὸς τοῦδέ γ' εἰ σφαλήσεται.

ΥΛ. Ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,

1115σιγὴν παρασχών, κλῦθί μου νοσῶν ὅμως·

αἰτήσομαι γάρ σ' ὧν δίκαια τυγχάνειν.

Δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνῃ

θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς

χαίρειν προθυμῇ κἀν ὅτοις ἀλγεῖς μάτην.

1120ΗΡ. Εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν

οὐδὲν ξυνίημ' ὧν σὺ ποικίλλεις πάλαι.

ΥΛ. Τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς

νῦν ἐστιν οἷς θ' ἥμαρτεν οὐχ ἑκουσία.

ΗΡ. Ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ

1125τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;

ΥΛ. Ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.

ΗΡ. Οὐ δῆτα, τοῖς γε πρόσθεν ἡμαρτημένοις.

ΥΛ. Ἀλλ' οὐδὲ μὲν δὴ τοῖς γ' ἐφ' ἡμέραν ἐρεῖς.

ΗΡ. Λέγ', εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.

1130ΥΛ. Λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής.

ΗΡ. Πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.

ΥΛ. Αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.

ΗΡ. Οἴμοι· πρὶν ὡς χρῆν σφ' ἐξ ἐμῆς θανεῖν χερός;

ΥΛ. Κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.

1135ΗΡ. Δεινοῦ λόγου κατῆρξας· εἰπὲ δ' ᾗ νοεῖς.

ΥΛ. Ἅπαν τὸ χρῆμ', ἥμαρτε χρηστὰ μωμένη.

ΗΡ. Χρήστ', ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;

ΥΛ. Στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν

ἀπήμπλαχ', ὡς προσεῖδε τοὺς ἔνδον γάμους.

1140ΗΡ. Καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;

ΥΛ. Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν

τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.

ΗΡ. Ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·

ὄλωλ' ὄλωλα, φέγγος οὐκέτ' ἔστι μοι.

1145Οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵν' ἕσταμεν.

Ἴθ', ὦ τέκνον· πατὴρ γὰρ οὐκέτ' ἔστι σοι·

κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,

κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς

μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ

1150φήμην πύθησθε θεσφάτων ὅσ' οἶδ' ἐγώ.

ΥΛ. Ἀλλ' οὔτε μήτηρ ἐνθάδ', ἀλλ' ἐπακτίᾳ

Τίρυνθι συμβέβηκεν ὥστ' ἔχειν ἕδραν,

παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσ' αὐτὴ τρέφει

τοὺς δ' ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·

1155ἡμεῖς δ' ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ,

πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.

ΗΡ. Σὺ δ' οὖν ἄκουε τοὔργον· ἐξήκεις δ' ἵνα

φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλῇ.

Ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι

1160πρὸς τῶν πνεόντων μηδενὸς θανεῖν ὕπο,

ἀλλ' ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.

Ὅδ' οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν

πρόφαντον, οὕτω ζῶντά μ' ἔκτεινεν θανών.

Φανῶ δ' ἐγὼ τούτοισι συμβαίνοντ' ἴσα

1165μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,

ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ

Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην

πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,

ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν

1170ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ

λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς·

τὸ δ' ἦν ἄρ' οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ·

τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.

Ταῦτ' οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,

1175δεῖ σ' αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον,

καὶ μὴ 'πιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,

ἀλλ' αὐτὸν εἰκάθοντα συμπράσσειν, νόμον

κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.

ΥΛ. Ἀλλ', ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν

1180τοιάνδ' ἐπελθών, πείσομαι δ' ἅ σοι δοκεῖ.

ΗΡ. Ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι.

ΥΛ. Ὡς πρὸς τί πίστιν τήνδ' ἄγαν ἐπιστρέφεις;

ΗΡ. Οὐ θᾶσσον οἴσεις μηδ' ἀπιστήσεις ἐμοί;

ΥΛ. Ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.

1185ΗΡ. Ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα ‑

ΥΛ. Ἦ μὴν τί δράσειν; Καὶ τόδ' ἐξειρήσεται;

ΗΡ. Ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.

ΥΛ. Ὄμνυμ' ἔγωγε, Ζῆν' ἔχων ἐπώμοτον.

ΗΡ. Εἰ δ' ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.

1190ΥΛ. Οὐ μὴ λάβω, δράσω γάρ· εὔχομαι δ' ὅμως.

ΗΡ. Οἶσθ' οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;

ΥΛ. Οἶδ', ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.

ΗΡ. Ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε

σῶμ' αὐτόχειρα, καὶ ξὺν οἷς χρῄζεις φίλων,

1195πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς

κείραντα, πολλὸν δ' ἄρσεν' ἐκτεμόνθ' ὁμοῦ

ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,

καὶ πευκίνης λαβόντα λαμπάδος σέλας

πρῆσαι. Γόου δὲ μηδὲν εἰσίτω δάκρυ,

1200ἀλλ' ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ

τοῦδ' ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σ' ἐγὼ

καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.

ΥΛ. Οἴμοι, πάτερ, τί εἶπας; Οἷά μ' εἴργασαι.

ΗΡ. Ὁποῖα δραστέ' ἐστίν· εἰ δὲ μή, πατρὸς

1205ἄλλου γενοῦ του μηδ' ἐμὸς κληθῇς ἔτι.

ΥΛ. Οἴμοι μάλ' αὖθις, οἷά μ' ἐκκαλῇ, πάτερ,

φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.

ΗΡ. Οὐ δῆτ' ἔγωγ', ἀλλ' ὧν ἔχω παιώνιον

καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.

1210ΥΛ. Καὶ πῶς ὑπαίθων σῶμ' ἂν ἰῴμην τὸ σόν;

ΗΡ. Ἀλλ' εἰ φοβῇ πρὸς τοῦτο, τἄλλα γ' ἔργασαι.

ΥΛ. Φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.

ΗΡ. Ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;

ΥΛ. Ὅσον γ' ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν·

1215τὰ δ' ἄλλα πράξω κοὐ καμῇ τοὐμὸν μέρος.

ΗΡ. Ἀλλ' ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι

χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.

ΥΛ. Εἰ καὶ μακρὰ κάρτ' ἐστίν, ἐργασθήσεται.

ΗΡ. Τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;

1220ΥΛ. Ἰόλην ἔλεξας, ὥς γ' ἐπεικάζειν ἐμέ.

ΗΡ. Ἔγνως. Τοσοῦτον δή σ' ἐπισκήπτω, τέκνον·

ταύτην, ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν

βούλει, πατρῴων ὁρκίων μεμνημένος,

προσθοῦ δάμαρτα, μηδ' ἀπιστήσῃς πατρί·

1225μηδ' ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ

κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβοι ποτέ,

ἀλλ' αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.

Πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντ' ἐμοὶ

σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.

1230ΥΛ. Οἴμοι. Τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,

τὸ δ' ὧδ' ὁρᾶν φρονοῦντα τίς ποτ' ἂν φέροι;

ΗΡ. Ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.

ΥΛ. Τίς γάρ ποθ', ἥ μοι μητρὶ μὲν θανεῖν μόνη

μεταίτιος σοί τ' αὖθις ὡς ἔχεις ἔχειν,

1235τίς ταῦτ' ἄν, ὅστις μὴ 'ξ ἀλαστόρων νοσοῖ,

ἕλοιτο; κρεῖσσον κἀμέ γ', ὦ πάτερ, θανεῖν

ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.

ΗΡ. Ἁνὴρ ὅδ' ὡς ἔοικεν οὐ νεμεῖν ἐμοὶ

φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ

1240μενεῖ σ' ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις.

ΥΛ. Οἴμοι, τάχ', ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.

ΗΡ. Σὺ γάρ μ' ἀπ' εὐνασθέντος ἐκκινεῖς κακοῦ.

ΥΛ. Δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.

ΗΡ. Οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.

1245ΥΛ. Ἀλλ' ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ;

ΗΡ. Οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.

ΥΛ. Πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;

ΗΡ. Ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.

ΥΛ. Τοιγὰρ ποήσω, κοὐκ ἀπώσομαι, τὸ σὸν

1250θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε

κακὸς φανείην σοί γε πιστεύσας, πάτερ.

ΗΡ. Καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν

ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν

σπαραγμὸν ἤ τιν' οἶστρον, ἐς πυράν με θῇς.

1255Ἄγ' ἐγκονεῖτ', αἴρεσθε· παῦλά τοι κακῶν

αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.

ΥΛ. Ἀλλ' οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,

ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.

ΗΡ. Ἄγε νυν, πρὶν τήνδ' ἀνακινῆσαι

1260νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος

λιθοκόλλητον στόμιον παρέχουσ',

ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον

τελέουσ' ἀεκούσιον ἔργον.

ΥΛ. Αἴρετ', ὀπαδοί, μεγάλην μὲν ἐμοὶ

1265τούτων θέμενοι συγγνωμοσύνην,

μεγάλην δὲ θεῶν ἀγνωμοσύνην

εἰδότες ἔργων τῶν πρασσομένων,

οἳ φύσαντες καὶ κλῃζόμενοι

πατέρες τοιαῦτ' ἐφορῶσι πάθη.

1270Τὰ μὲν οὖν μέλλοντ' οὐδεὶς ἐφορᾷ,

τὰ δὲ νῦν ἑστῶτ' οἰκτρὰ μὲν ἡμῖν,

αἰσχρὰ δ' ἐκείνοις,

χαλεπώτατα δ' οὖν ἀνδρῶν πάντων

τῷ τήνδ' ἄτην ὑπέχοντι.

1275ΧΟ. Λείπου μηδὲ σύ, παρθέν', ἀπ' οἴκων,

μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,

πολλὰ δὲ πήματα ‹καὶ› καινοπαθῆ·

κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.