Caricamento in corso...
Caricamento in corso...
imm
Metrica

Visualizza metrica

Evidenzia note
Velocità (1-5)  

PresentazioneIstruzioni

Τὴν πολλοῖς δήμοισι πάρος, πολλαῖς δὲ πόλεσσι

δόξαν φωνήεσσαν ἐνὶ σκηναῖσι λαβοῦσαν

παντοίης ἀρετῆς ἐν μίμοις, εἶτα χοροῖσι,

πολλάκις ἐν θυμέλαις, ἀλλ' οὐχ οὔτω δὲ θανούση,

τῇ δεκάτῃ Μούσῃ τὸ λαλεῖν σοφὸς Ἡρακλείδης,

μίμαδι Βασσίλλῃ στήλην θέτο βιολόγος φώς.

Ἡ δὴ καὶ νέκυς οὖσα ἴσην βίου ἔλλαχε τίμην

μουσικὸν εἰς δάπεδον σῶμ' ἀναπαυσαμένη.

Ταῦτα οἱ σύσκηνοι σου λέγουσιν·

Εὐψύχει Βασσίλλα· οὐδεὶς ἀθάνατος.