118917 5360 0 1 0 0 XII d. C. Chronographia Joannes Zonaras II Epitome historiarum (lib. 13-18) Büttner-Wobst, T., Bonn, Weber, 1897. 57

Joannes Zonaras - Epitome historiarum (lib. 13-18)

[3]   Οὕτω μὲν οὖν, ὡς εἴρηται, τῆς τοῦ πατρὸς βασιλείας ὁ μέγας Κωνσταντῖνος διάδοχος γέγονεν, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος καὶ ἐν ὀρθοδόξοις ἐπισημότατος. ὃς ἐκ τῆς μακαρίας Ἐλένης γεγέννητο τῷ πατρί, περὶ ἧς διαφωνοῦσιν οἱ συγγραφεῖς καὶ παρ' αὐτοῖς τὰ περὶ ταύτης οὐχ ὡμολόγηται. οἱ μὲν γὰρ τῷ Κώνσταντι νόμῳ γάμου φασὶν αὐτὴν συνοικεῖν, ἀποπεμφθῆναι δέ, τοῦ Μαξιμιανοῦ Ἑρκουλίου, ὡς ἔμπροσθεν εἴρηται, τὴν οἰκείαν παῖδα τὴν Θεοδώραν τούτῳ κατεγγυήσαντος καὶ ἀναδείξαντος Καίσαρα· οἱ δὲ οὐ γαμετὴν αὐτὴν γενέσθαι νόμιμον τοῦ Κώνσταντος ἱστόρησαν, ἀλλὰ πάρεργον ἐρωτικῶν ἐπιθυμιῶν, καὶ ἐξ ἐκείνου τοῦτον δὴ συλλαβέσθαι τὸν Κωνσταντῖνον.

[2]    Διαδεξάμενος δὲ τὴν βασιλείαν τὴν πατρικὴν ἦρχε τῆς Βρεττανίας τε καὶ τῶν Ἄλπεων καὶ ἐπὶ ταύταις τῶν Γαλλιῶν, ἔτι τῇ τῶν Ἑλλήνων θρησκείᾳ προσκείμενος καὶ τοῖς χριστιανοῖς ἀντικείμενος, παρὰ Φαύστας τῆς γαμετῆς εἰς ζῆλον τῆς τῶν εἰδώλων τιμῆς ἐκκαλούμενος. θυγάτηρ δ' ἦν ἡ Φαῦστα τοῦ Μαξιμιανοῦ· αὐτὸς γὰρ καὶ ὁ πατὴρ ἀδελφαῖς συνῴκουν δυσί.

   Τριῶν δ' ὄντων τῶν βασιλέων, αὐτοῦ Κωνσταντίνου καὶ Λικιννίου καὶ Μαξεντίου, ὃς ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ ἐκράτει, ὁ Μαξέντιος οὗτος οὐχ ὡς βασιλεύς, ἀλλ' ὡς τύραννος ἄντικρυς διῆγε, πλεῖστα δεινὰ καὶ ἄτοπα τοῖς ὑπ' αὐτοῦ τυραννουμένοις ἐπάγων, ὡς ἤδη μοι ἀναγέγραπται. ἃ μὴ φέροντες οἱ ἐν τῇ Ῥώμῃ διαπέμπονται πρὸς τὸν Κωνσταντῖνον, ἀπαλλάξαι σφᾶς τῆς τυραννίδος τοῦ Μαξεντίου δεόμενοι. ἐντεῦθεν πρὸς καθαίρεσιν αὐτοῦ διανίσταται καὶ στρατεύει καὶ πρὸς τὴν Ῥώμην χωρεῖ· ὁ δέ γε Μαξέντιος ἐπὶ πολὺ μὲν ἐντὸς καθῆστο τειχῶν, μὴ ἀντεπεξιὼν τοῖς πολιορκοῦσιν αὐτόν, [3] ὥστε καὶ σκώμματα κατ' αὐτοῦ πεποιῆσθαι ὑπό τινων. ὀψὲ δέ ποτε ἀντιπαρετάξατο, γοητείαις κεχρημένος καὶ δι' ἀνατομῆς βρεφῶν μαντευόμενος καὶ ἄλλα πράττων ἀθέμιτα, ἃ δέος ἐνεποίει τῷ Κωνσταντίνῳ. ἀγωνιῶντι γοῦν διὰ ταῦτα τύπος αὐτῷ σταυρικὸς μεσούσης ἡμέρας δι' ἀστέρος ἐφάνη κατ' οὐρανὸν καὶ γραφὴ περὶ τὸν σταυρὸν Ῥωμαϊκοῖς στοιχείοις, δι' ἀστέρων καὶ αὐτοῖς τυπουμένοις καὶ φράζουσιν "ἐν τούτῳ νίκα." ἐκ χρυσοῦ τοίνυν αὐτίκα σχεδιάσας σταυρὸν κατὰ τὸν φανέντα τύπον αὐτῷ καὶ τοῦτον κελεύσας τῆς στρατιᾶς αὐτοῦ προπορεύεσθαι, τοῖς τοῦ Μαξεντίου συρρήγνυται καὶ ὑπερτερεῖ, ὡς τοὺς πλείους τῶν ὑπ' ἐκείνῳ στρατευομένων ἀναιρεθῆναι, τοὺς δὲ λοιποὺς εἰς φυγὴν ἀπιδεῖν. οἷς καὶ αὐτὸς ὁ Μαξέντιος συναποδιδράσκων καὶ ἐν τῇ γεφύρᾳ γενόμενος τοῦ Τιβέριδος τῇ καλουμένῃ Βουλβίᾳ, σὺν τῷ ἵππῳ κατὰ τοῦ ποταμοῦ ἐξωλίσθησε καὶ ἀπώλετο. καὶ ὁ μὲν οὕτω διέφθαρτο· οἱ δέ γε Ῥωμαῖοι τῆς ἐκείνου τυραννίδος ἀπαλλαγέντες τὰς πύλας τῆς [4] Ῥώμης ἀναπετάσαντες εἰσεδέξαντο τὸν Κωνσταντῖνον λαμπρῶς καὶ ὡς ἐλευθερωτὴν αὐτὸν τῆς πόλεως εὐφήμουν καὶ ἀπεσέμνυνον, καὶ στήλην αὐτῷ ἐν τῇ τῆς Ῥώμης ἀγορᾷ στῆσαι κοινῶς ἐψηφίσαντο. ὁ δὲ τὸ τοῦ σταυροῦ σημεῖον ἐγκεχειρισμένην τὴν στήλην αὐτοῦ πλασθήσεσθαι διετάξατο· καὶ δόγματα δὲ μὴ κολάζεσθαι διὰ τὴν θρησκείαν τοὺς τὸν Χριστὸν σεβομένους ὡς θεὸν ἐκπεφώνηκεν.

   Οὕτω δὲ καὶ τῆς Ἰταλίας καὶ τῆς Ῥώμης αὐτῆς προστεθείσης τῇ βασιλείᾳ αὐτοῦ, αὐτός τε καὶ Λικίννιος ὁ ἐπ' ἀδελφῇ γαμβρὸς αὐτοῦ κατελείφθησαν βασιλεῖς. ὁ γὰρ Λικίννιος τόν τε τοῦ Μαξιμίνου υἱὸν καὶ τὴν θυγατέρα ἀπέκτεινε καὶ λοιπὸν ἑκάτερος τούτων τὸν ἕτερον ὑπεβλέπετο· ᾤετο γὰρ ἕκαστος τοῦ ἑνὸς ἐπιλείποντος αὐτὸς μόνος ἔσεσθαι μόναρχος, μὴ ὄντος τοῦ ἀμφισβητήσοντος περὶ τῆς ἀρχῆς.    Οἱ μὲν οὖν οὕτω τὸν Λικίννιόν φασιν ἐγκρατῆ γενέσθαι τῆς Γαλλερίου μερίδος, κοινωνὸν παρ' ἐκείνου προσληφθέντα, ὡς εἴρηται· οἱ δὲ τῆς τοῦ Κωνσταντίνου ἀδελφῆς παρ' αὐτοῦ συζυγείσης αὐτῷ, λέγουσι τοὺς στρατιώτας τῷ Κωνσταντίνῳ χαριζομένους Καίσαρα αὐτὸν ἀνειπεῖν, καὶ παρ' ἐκείνου σταλῆναι αὐτὸν τῷ Μαξιμίνῳ ἀντιπαραταξόμενον, νενικηκότι δ' ἐκεῖνον καὶ κατατροπωσαμένῳ ἐκχωρῆσαι τῆς βασιλείας ἐκείνῳ, [5] μὴ ἐνοχλεῖν χριστιανοῖς ἐπισκήψαντα, μὴ μέντοι τὰς ἐντολὰς τηρῆσαι αὐτόν, ἀλλὰ λυττῆσαι κατὰ χριστιανῶν, οὐδὲν ἧττον τῶν πρὸ αὐτοῦ, εἰ μὴ καὶ μᾶλλον. πᾶσαν γὰρ ὑπερβολὴν ὑπερελάσαι ὠμότητος· πρὸς ἄλλαις δ' αἰτίαις τῶν πρὸς ἀλλήλους διαφορῶν καὶ ταύτην γενέσθαι.

   Κινήσας οὖν κατὰ Λικιννίου τὴν στρατιὰν ὁ Κωνσταντῖνος καὶ πολλάκις αὐτῷ συμβαλών, τέλος νικᾷ. εἶτα σπένδεται τούτῳ διὰ τὴν ἀδελφήν, καὶ τὴν ἀρχὴν αὐτὸν οὐκ ἀφείλετο, ἀλλ' ἐπὶ συνθήκαις αὖθις αὐτῆς αὐτῷ παρεχώρησεν· ὁ δὲ ἄπιστος ὢν οὐκ ἐτήρησε τὰς συμβάσεις· ὅθεν καὶ πάλιν αὐτῷ ὁ Κωνσταντῖνος ἐπολέμησε καὶ νικήσας εἷλε τό τε Βυζάντιον καὶ τὴν Χρυσόπολιν. ὁ δέ γε Λικίννιος εἰς Νικομήδειαν ἔφυγε, καὶ ἡ ἀδελφὴ τοῦ Κωνσταντίνου προσελθοῦσα αὐτῷ ἐδέετο ὑπὲρ τοῦ ἀνδρὸς τηρηθῆναι αὐτῷ τὴν ἀρχήν. ὡς δὲ πρὸς τοῦτο οὐκ ἔσχηκε τὸν ἀδελφὸν κατανεύοντα, περὶ τῆς ἐκείνου σωτηρίας προσῆγε τὴν δέησιν· καὶ ἔπεισε τὸν ὁμαίμονα. πρόσεισιν αὐτῷ ὁ Λικίννιος ἐν σχήματι ἰδιωτικῷ, καὶ εἰς Θεσσαλονίκην ἐνδιατρίβειν [6] ἰδιωτεύων κελεύεται. καὶ ὁ μὲν ἐκεῖσε διῆγεν· οἱ δέ γε στρατιῶται ᾐτιῶντο τὸ σώζεσθαι τὸν Λικίννιον, ἄπιστον φανέντα πολλάκις καὶ παραβάτην τῶν συνθηκῶν· διὸ καὶ τῇ συγκλήτῳ διὰ γραμμάτων τοῦ βασιλέως ἡ περὶ τούτου ἀνετέθη βουλή. τινὲς μὲν οὖν τοῖς στρατιώταις ἐνδοθῆναι παρὰ τῆς γερουσίας ἱστόρησαν ὃ σφίσι δοκεῖ ἐπὶ τῷ Λικιννίῳ διαπράξασθαι, κἀκείνους ἐν Θεσσαλονίκῃ αὐτὸν ἀναιρῆσαι ἢ πλησίον Σερρῶν ἀπιόντα ποι. ἄλλοι δὲ οὐδὲ ἐν Θεσσαλονίκῃ αὐτόν φασι διατρίβοντα ἠρεμῆσαι, τυραννίδα δὲ μελετᾶν· καὶ τοῦτο γνόντα τὸν βασιλέα Κωνσταντῖνον στεῖλαι τοὺς αὐτὸν ἀναιρήσοντας.

   Λέγεται δὲ ἐν ταῖς πρὸς αὐτὸν μάχαις ἢ ταῖς πρὸς Μαξέντιον θεάσασθαί τινα τὸν Κωνσταντῖνον ἱππότην καὶ ὡπλισμένον τὸν τοῦ σταυροῦ τύπον ἀντὶ σημαίας ἐπιφερόμενον καὶ τῆς αὐτοῦ προπορευόμενον παρατάξεως. καὶ αὖθις ἐν Ἀδριανουπόλει δύο ὤφθησαν αὐτῷ νεανίαι τὰς τῶν ἐναντίων συγκόπτοντες φάλαγγας. καὶ περὶ τὸ Βυζάντιον δὲ νυκτὸς καθευδόντων ἁπάντων φῶς ὤφθη αὐτῷ περιαστράψαν τὸν τοῦ οἰκείου [7] στρατεύματος χάρακα. ἐκ τούτων οὖν εἰς ἔννοιαν ἐνήγετο τοῦ θεόθεν αὐτῷ τὰς εὐτυχίας καὶ τὰς νίκας προσγίνεσθαι.

   Οὕτω δὲ μοναρχήσας ὁ Κωνσταντῖνος καὶ Φλάβιος ὠνομάσθη καὶ οὕτω πως ἐχρημάτιζε Φλάβιος Κωνσταντῖνος καὶ ἐν Ῥώμῃ διῆγε, τῆς μὲν τῶν εἰδώλων θρησκείας οὐκ ἀποστάς, τὰ περὶ Χριστοῦ δὲ μυούμενος καὶ ἤδη παραδεχόμενος. σώματος δὲ νοσεροῦ καὶ πλεῖστα φύοντος ἐκ κακοχυμίας καὶ ὕλης μοχθηρᾶς ἐξανθήματα τυχών, ὡς λώβην ταῦτα παρὰ τῶν ἰατρῶν ὀνομάζεσθαι καὶ λέπρᾳ παρεικάζεσθαι καὶ τὴν τούτων θεραπείαν ἀπαγορεύεσθαι, εὗρε τοὺς ἱερεῖς τοῦ ἐν τῷ Καπιτωλίῳ Διὸς οὐκ ἄλλως λέγοντας τεύξεσθαι θεραπείας αὐτὸν εἰ μὴ ἐν παίδων νηπίων ἔτι ἀτμίζοντι λούσαιτο αἵματι. αὐτίκα τοίνυν ἐκ πάσης τῆς ὑπ' ἐκεῖνον χώρας συνῆκτο τὰ νήπια, καὶ ἡμέρα ὥριστο τῆς τούτων σφαγῆς. καὶ ὁ βασιλεὺς ἀπῄει τότε τῷ αἵματι τῶν παίδων λουσόμενος εἰς τὸ Καπιτώλιον. αἱ δὲ τούτων [8] μητέρες προϊόντος αὐτοῦ γοερὰς ἠφίουν φωνὰς καὶ ὠλόλυζον. ὧν ἀκούσας ἐκεῖνος ἤρετο "τί τοῦ θρήνου τὸ αἴτιον;" καὶ μαθὼν τὰς μητέρας θρηνεῖν τῶν βρεφῶν, ὥσπερ ἐκ μέθης ἀνενεγκών, "τὸ μὲν τῆς πράξεως" εἶπεν "ἀνόσιον πρόδηλον, ἄδηλον δέ γε τὸ ἀποτέλεσμα· εἰ δὲ καὶ τοῦτο ἦν ἀναμφίβολον, κρεῖσσον πάσχειν ἐμὲ ταῖς νόσοις ταλαιπωρούμενον ἢ τοσούτων βρεφῶν καταψηφιεῖσθαι ἀπώλειαν καὶ ῥομφαίᾳ λύπης τὰς τῶν μητέρων αὐτῶν διελάσαι ψυχάς." καὶ ταῦτα εἰπὼν ἐπανῆλθεν, ἀποδοθῆναι ταῖς μητράσι προστάξας τὰ νήπια, καὶ χρήματα δὲ δοθῆναι αὐταῖς, ἵν' ἀντίρροπον ἕξουσιν ἢ καὶ διπλασίονα τὴν χαράν, ὅτι τε ζῶντα τὰ ἔκγονα ἀπειλήφασι καὶ ὅτι ἐπὶ τούτοις καὶ χρήματα προσειλήφασι.

   Ταῦτα δὲ διαπραξαμένῳ νυκτὸς αὐτῷ ἐδοξάτην ἄνδρε παρεστάναι διττώ, Πέτρος εἶναι καὶ Παῦλος λέγοντες οἱ ἀπόστολοι τοῦ Χριστοῦ, καὶ "εἰ σωματικῆς" ἔλεγον "καὶ ψυχικῆς ὑγείας βούλει τυχεῖν, τὸν ἐπίσκοπον μετακάλεσαι Σίλβεστρον, [9] κἀκεῖνός σοι καὶ τὴν λύμην ἀκέσεται τῆς σαρκὸς καὶ ζωῆς ἀνωλέθρου καταξιώσει σε." ἐπὶ τούτοις ὁ βασιλεὺς τοῦ ὕπνου ἀνενεγκὼν στέλλει τοὺς μεταπεμψομένους σὺν αἰδοῖ τὸν ἐπίσκοπον. καὶ παραγενομένῳ τῷ ἱερῷ Σιλβέστρῳ "εἰπέ μοι" ἔφη, "ἐπίσκοπε· θρησκεύονται παρ' ὑμῖν θεοὶ Πέτρος καὶ Παῦλος ὀνομαζόμενοι;" ὁ δὲ "εἷς ἡμῖν θεὸς γινώσκεται" ἀπεκρίνατο, "Πέτρος δὲ καὶ Παῦλος θεράποντες ἐκείνου καὶ ὑπηρέται εἰσίν." ἑξῆς οὖν ὁ βασιλεὺς διηγεῖται αὐτῷ τὸ ἐνύπνιον, καὶ τὸ καθ' ἡμᾶς παρ' αὐτοῦ μυεῖται μυστήριον καὶ βαπτίζεται. καὶ ἄνεισιν ἐκ τῆς παναγοῦς κολυμβήθρας ὑγιὴς ὅλος, καὶ αὐτίκα ἄδειάν τε κηρύττει χριστιανοῖς καὶ τοὺς ναοὺς σφίσιν ἀναπετάννυσι καὶ νέους ἐφίησιν ἀνεγείρεσθαι. κλείει δὲ τοὔμπαλιν τὰ τεμένη τῶν ψευδωνύμων θεῶν, ἀδεῶς τε θεσπίζει προσιέναι τοὺς βουλομένους τῇ πίστει τοῦ Χριστοῦ. βιάζεσθαι μὲν γὰρ οὐδένα ἔλεγε βούλεσθαι, τοὺς δ' ἑκόντας προστιθεμένους τῷ Χριστῷ ἀποδέχεσθαι.

   Ὁ μὲν οὖν οὕτω τῇ πίστει τοῦ Χριστοῦ προσελήλυθε· τὸ κήρυγμα δ' ἐπλατύνετο καὶ παρρησία τοῖς χριστωνύμοις ἐδίδοτο. [10] προσίασιν οὖν τῇ τοῦ βασιλέως μητρὶ Ἰουδαῖοι, ἠπατῆσθαι λέγοντες τὸν βασιλέα καὶ ἔργῳ θεοφιλεῖ ἔργον ἀναμίξαι θεομισές, θεοφιλὲς μὲν τὴν τῶν εἰδώλων καθαίρεσιν ὀνομάζοντες, θεομισὲς δὲ τὴν πίστιν τὴν εἰς Χριστόν· μόνον γὰρ εἶναι θεὸν ἀληθῆ τὸν παρ' αὐτῶν θρησκευόμενον· τὸν Ἰησοῦν δὲ ἄνθρωπον οἱ ἀλιτήριοι κακοῦργον ἀπεκάλουν καὶ γόητα. ἀναφέρει ταῦθ' ἡ μήτηρ τῷ βασιλεῖ καὶ υἱῷ· ὁ δὲ διαλεχθῆναι δεῖν ἔκρινεν ἐπ' ἀκροάσει αὐτοῦ καὶ τῶν τῆς γερουσίας λογάδων τοὺς ταῦτα λέγοντας Ἰουδαίους τῷ Ῥώμης ἐπισκόπῳ Σιλβέστρῳ καὶ τοῖς περὶ αὐτόν, ἵν' οὕτω γνοίη τίνα τὰ παρὰ τῶν Ἰουδαίων εἰσὶν εἰσαγόμενα. γέγονεν ἡ διάλεξις· ἔδοξαν οἱ λόγοι τοῦ ἱεροῦ Σιλβέστρου ἐπικρατέστεροι. ἐκ διαλεκτικῆς δυνάμεως ὑπερτερεῖν οἱ Ἰουδαῖοι τὸν Σίλβεστρον ἔλεγον, σημείων ἐζήτουν ἐπίδειξιν. μᾶλλον δέ τις παρ' αὐτοῖς γόης ἀνὴρ Ζαμβρῆς καλούμενος βοῦν ἐνεχθῆναι ἠξίου, διὰ τούτου λέγων μέλλειν ἐνδείξασθαι τὴν δύναμιν τοῦ οἰκείου θεοῦ. προσήχθη ὁ βοῦς· πεπλησίακεν αὐτῷ ὁ Ζαμβρῆς, ὑπεψιθύρισέ τι αὐτῷ εἰς τὸ οὖς. κἀκεῖνος μέγα τι καὶ γοερὸν μυκησάμενος καὶ τρόμῳ συνδινηθεὶς [11] καταπέπτωκε καὶ νενέκρωτο. ηὔχουν ἐπὶ τούτῳ οἱ Ἰουδαῖοι, τὸ τοῦ σφετέρου θεοῦ ὄνομα μὴ στέγειν λέγοντες τὸν ἀκούοντα. "τί δέ;" φησὶν ὁ Σίλβεστρος, "ὁ λέγων τοῦτο τῷ ζῴῳ πρὸς οὖς οὐκ ἀκούει τοῦ λεγομένου; πῶς οὖν οὐ θνήσκει κἀκεῖνος; καὶ ὁ Ζαμβρῆς "οὐ λόγων" ἔφη "στροφῆς τε καὶ πιθανότητος ἄρτι χρεία, ἀλλ' ἔργων, ἐπίσκοπε." "εἰ οὖν τὸν παρὰ σοῦ νεκρωθέντα τοῦτον ταῦρον" ὁ Σίλβεστρος εἶπε "ζωώσω αὐτὸς τῇ τοῦ Χριστοῦ ἐπικλήσει, οὐκ ἄν τι μεῖζον δόξω ποιεῖν καὶ μεγάλην ἀποδείξω τὴν δύναμιν τοῦ Χριστοῦ;" κἀκεῖνος κατέθετο καὶ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως εὐθὺς ἐξωμόσατο, εἰ τὸν ταῦρον ἴδοι ἀναβιώσαντα, τὸν Χριστὸν ὁμολογῆσαι θεόν. καὶ ὁ Σίλβεστρος εἰς οὐρανὸν ἀτενίσας καὶ τὸν κύριον ἐπικαλεσάμενος ἔστη τοῦ ταύρου ἐγγὺς καὶ τὴν φωνὴν ἐπάρας ἐβόησεν "εἰ θεὸς ἀληθής ἐστιν ὃν ἐγὼ κηρύττω Χριστόν, ἔγειραι, ταῦρε, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου." αὐτίκα γοῦν κινηθεὶς ὁ ταῦρος ἀνέθορε. καὶ οἱ παρόντες "μέγας ὁ τοῦ Σιλβέστρου θεός" ἐξεβόησαν. Ἰουδαῖοι δὲ καταπλαγέντες τῷ θαύματι τοῖς ποσὶ τοῦ ἁγίου προσέπιπτον καὶ ἱκέτευον ἱλεώσασθαι αὐτοῖς τὸν θεὸν καὶ τοῦ θείου σφᾶς ἀξιῶσαι βαπτίσματος. καὶ ἡ ἀοίδιμος δὲ τοῦ βασιλέως μήτηρ, ἀμύητος [12] οὖσα, ἠξίου καὶ μυηθῆναι καὶ βαπτισθῆναι· τυχοῦσα τοίνυν τοῦ ἐφετοῦ καὶ τὸν ἀληθῆ ἐπιγνοῦσα θεόν, τοὺς τόπους οὓς οἱ ὡραῖοι πόδες Χριστοῦ, ὡς εἰρήνην εὐαγγελισαμένου, διώδευσαν, θεάσασθαι ἐπεθύμησε. καὶ συμπαραλαβοῦσα τὸν θεσπέσιον Σίλβεστρον εἰς Ἱεροσόλυμα παραγέγονε· καὶ τὸ τοῦ κυρίου προσκυνήσασα μνῆμα καὶ τὸν θεῖον εὑρηκυῖα σταυρόν, ἐν ᾧ προσεπάγη σωματικῶς ὁ θεὸς ἡμῶν, ναούς τε δομησαμένη πολυτελεῖς πρὸς τὸν υἱὸν καὶ βασιλέα ἐπανελήλυθεν.

   Υἱοὺς δ' ἐκ Φαύστας τῆς τοῦ Μαξιμιανοῦ θυγατρὸς ὁ βασιλεὺς ἐγείνατο τρεῖς, Κωνσταντῖνον, Κωνστάντιον καὶ Κώνσταντα, καὶ θυγατέρα Ἐλένην, ἣ τῷ Ἰουλιανῷ συνῴκησεν ὕστερον. εἶχε δὲ καὶ ἐκ παλλακῆς υἱὸν ἕτερον, Κρίσπον καλούμενον, τῶν ἄλλων αὐτοῦ υἱέων πρεσβύτερον, ὃς καὶ παρὰ τῷ πρὸς Λικίννιον πολέμῳ πολλάκις ἠρίστευσε. τούτῳ ἡ μητρυιὰ [13] Φαῦστα ἐπιμανεῖσα ἐρωτικῶς, ἐπεὶ μὴ εὐπειθοῦς ἐκείνου ἐτύγχανε, κατεῖπε πρὸς τὸν πατέρα ὡς ἐρῶντος αὐτῆς καὶ βιάσασθαι πολλάκις ἐπιχειρήσαντος. διὸ καὶ θάνατον ὁ Κρίσπος παρὰ τοῦ πατρὸς κατεδικάσθη, πεισθέντος τῇ γαμετῇ. ὡς δ' ἔγνω μετέπειτα ὁ αὐτοκράτωρ τὸ ἀληθές, καὶ τὴν γυναῖκα ἐκόλασε διά τε τὸ ταύτης ἀκόλαστον καὶ τὸν φόνον τὸν τοῦ παιδός. εἰσαχθεῖσα γὰρ ἐν λουτρῷ ἡ Φαῦστα σφοδρῶς ἐκκαυθέντι ἐκεῖ τὴν ζωὴν βιαίως ἀπέρρηξε.

   Σαρματῶν δὲ καὶ Γότθων κατὰ τῆς Ῥωμαίων ὑπηκόου κεκινημένων καὶ τὴν Θρᾳκῴαν μοῖραν ληιζομένων, διανίσταται κατ' αὐτῶν Κωνσταντῖνος ὁ μέγιστος· καὶ τὴν Θρᾴκην καταλαβὼν τοῖς βαρβάροις συρρήγνυται καὶ κατ' αὐτῶν ἵστησι λαμπρότατον τρόπαιον.

   Κατὰ δὲ θεῖον χρησμὸν βουληθεὶς ἀνεγεῖραι πόλιν, ὡς ἂν αὐτὴν ἐπὶ τῷ οἰκείῳ καλέσῃ ὀνόματι, πρότερον μὲν ἐν Σαρδικῇ ταύτην κτίσαι προέθετο· εἶτα ἐν Σιγαίῳ (τὸ δὲ τῆς Τρῳάδος ἐστὶν ἀκρωτήριον), ἔνθα καὶ θεμελίους αὐτὸν καταβαλέσθαι φασί. καὶ αὖθις ἐν Χαλκηδόνι τὴν πόλιν ἤρξατο ἀνιστᾶν. λέγεται δὲ [14] καθίπτασθαι ἀετοὺς καὶ τὰ τῶν οἰκοδόμων ἁρπάζειν σπαρτία· τὸν μεταξὺ δὲ διιπταμένους πορθμὸν ῥίπτειν αὐτὰ κατὰ τὸ Βυζάντιον. τοῦτο γοῦν πολλάκις γενόμενον ἀπηγγέλη τῷ βασιλεῖ· καὶ οὐκ ἐδόκει τυχαίως γίνεσθαι τὸ γινόμενον, ἀλλά τι διὰ τούτου τὸ θεῖον παραδηλοῦν. ἐφίσταται γοῦν αὐτὸς τῷ Βυζαντίῳ ὁ αὐτοκράτωρ, τὸν τόπον κατασκοπῶν ἀρέσκεται, μετατίθησι τὸν σκοπόν, μετάγει τοὺς τεχνίτας ἐκ Χαλκηδόνος ἐκεῖ, τὴν πόλιν φιλοτίμως οἰκοδομεῖ, Κωνσταντινούπολιν αὐτὴν ἐπὶ τῷ ὀνόματι τῷ οἰκείῳ καλεῖ, καὶ ἀνατίθησιν αὐτὴν τῇ παρθένῳ καὶ θεομήτορι.

   Ἤδη δ' ἀπαρτισθείσης τῆς πόλεως, κατὰ τὴν ἑνδεκάτην τοῦ Μαΐου μηνὸς τελεῖται τὰ ταύτης γενέθλια εἴτουν ἐγκαίνια, ἔτους ἐνισταμένου πεντακισχιλιοστοῦ ὀκτακοσιοστοῦ τριακοστοῦ ὀγδόου. ὅτε, ὥς τινες ἱστορήκασι, τὸν ἀστρονόμον καλέσας Οὐάλεντα, τῶν τότε περὶ τὴν τέχνην ταύτην ἐσχολακότων τὸν ἀκριβέστερον, ἐκέλευσεν ἐπὶ τῷ γενεθλίῳ τῆς πόλεως συντάξαι [15] θεμάτιον, ἵν' ὁπόσους μέλλοι διαμεῖναι αὕτη γνοίη ἐνιαυτούς. ὁ δὲ εἰς ἑξακοσίους καὶ ἐνενήκοντα πρὸς τοῖς ἓξ ἐνιαυτοὺς διαρκέσαι αὐτὴν ἀπεφοίβασεν· οἵπερ ἤδη καὶ παρερρυήκεσαν πρὸ πολλοῦ. ἢ γοῦν ἐψευσμένην ὑποληπτέον τὴν τοῦ Οὐάλεντος πρόρρησιν καὶ διημαρτημένην τὴν τέχνην ἢ ἐκεῖνα νομιστέον ἐκεῖνον εἰπεῖν τὰ ἔτη, ἐν οἷς τὰ τῆς πολιτείας ἔθη ἐτηρεῖτο καὶ ἡ κατάστασις καὶ ἡ γερουσία τετίμητο καὶ οἱ ταύτης ἤνθουν πολῖται καὶ ἔννομος ἦν ἐπιστασία, τὸ κράτος δὴ τὸ βασίλειον, ἀλλ' οὐκ ἄντικρυς τυραννίς, ἴδια τὰ κοινὰ τῶν κρατούντων λογιζομένων καὶ εἰς οἰκείας ἀπολαύσεις χρωμένων αὐτοῖς, καὶ τούτων ἐνίας οὐκ εὐαγεῖς, καὶ δωρουμένων οἷς βούλονται τὰ δημόσια καὶ οὐ ποιμένων τρόπον τοῖς ὑπηκόοις προσφερομένων, κειρόντων τὸ περιττὸν τῆς τριχὸς καὶ πεφεισμένως ἐμφορουμένων τοῦ γάλακτος, ἀλλὰ δίκην λῃστῶν αὐτὰ καταθυόντων τὰ πρόβατα καὶ τῶν σαρκῶν ἐμφορουμένων ἢ καὶ αὐτοὺς ἐκμυζώντων τοὺς μυελούς.

   Ἡ μὲν οὖν πόλις οὕτω παρὰ τοῦ εὐσεβοῦς ἐκείνου βασιλέως ἀνῳκοδόμητο κατὰ τὸ πάλαι Βυζάντιον. τὸ δὲ Βυζάντιον πόλις καὶ πρῴην ἐτύγχανεν οὐ τῶν ἀνωνύμων ἢ τῶν ἀσήμων, ἀλλὰ καὶ πλήθεσι πολιτῶν εὐθηνουμένη καὶ πλούτῳ [16] καὶ ἀνδρῶν γενναιότητι καὶ τειχῶν ἐρυμνότητι, καὶ τοσοῦτον ὡς ἐπὶ τρεῖς ἐνιαυτοὺς ἐπὶ Σευήρου τοῦ ἐν Ῥώμῃ τῇ παλαιᾷ βασιλεύσαντος παρὰ Ῥωμαίων πολιορκεῖσθαι καὶ πολλὰ παρὰ τῶν πολιορκουμένων ὑποστῆναι αὐτούς, ὡς ἐν τοῖς περὶ Σευήρου μοι προϊστόρηται.

   Περὶ δὲ τῆς τῶν Βυζαντίων δυνάμεως καὶ τῆς τῶν τειχῶν ὀχυρότητος ταῦτα ὁ Δίων ἐν τοῖς περὶ Σευήρου φησί· "Τείχη δὲ τὸ Βυζάντιον καρτερώτατα εἶχεν· ὅ τε γὰρ θώραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο πλαξὶ χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι δοκεῖν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκείμενοι καὶ θυρίδας πέριξ ἐπαλλήλους ἔχοντες ἦσαν. καὶ τὰ μὲν πρὸς τὴν ἤπειρον τείχη ἐς μέγα ὕψος ἦρτο, τὰ δὲ πρὸς θάλασσαν ἧττον ὑψοῦτο, οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἁλύσεσιν ἦσαν καὶ αἱ χηλαὶ αὐτῶν πύργους ἐφ' ἑκάτερα πολὺ προέχοντας ἔφερον. πλοῖα δ' ἦσαν τοῖς Βυζαντίοις [17] πεντακόσια, τὰ μὲν πλεῖστα μονήρη, ἔστι δ' ἃ καὶ διήρη, καί τισιν αὐτῶν καὶ ἐκ τῆς πρῴρας καὶ ἐκ τῆς πρύμνης πηδάλια ἤσκητο, καὶ κυβερνήτας ναύτας τε διπλοῦς εἶχον, ὅπως καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι μὴ ἀναστρεφόμενοι καὶ τοὺς ἐναντίους ἔν τε τῷ πρόσπλῳ καὶ τῷ ἀπόπλῳ αὐτῶν σφάλλωσι." πρὸς τούτοις ἐπάγει ὁ Δίων, ὡς ἑπτὰ ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι καθεστηκότες πρὸς τὴν θάλασσαν ἦσαν· τούτων δ' εἰ μέν τις ἄλλῳ τῳ προσέμιξεν, ἥσυχος ἦν· εἰ δὲ δὴ τῷ πρώτῳ τι ἐνεβόησεν ἢ καὶ λίθον προσέρριψεν, αὐτός τε ἐλάλει ἔκ τινος μηχανῆς καὶ τῷ δευτέρῳ τὸ αὐτὸ παρεδίδου ποιεῖν, καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλήλους, ἀλλ' ἐν τῷ μέρει πάντες παρὰ τοῦ πρὸ αὐτοῦ ὁ ἕτερος τήν τε φωνὴν καὶ τὴν ἠχὴν διεδέχοντο.

   Τοιαύτη μὲν οὖν τοῦ Βυζαντίου πάλαι ἡ πόλις ἐτύγχανεν· ὁ δὲ ἀοίδιμος Κωνσταντῖνος πολλαπλασίαν αὐτὴν ἐξειργάσατο. καὶ [18] ναοὶ δὲ ἐν αὐτῇ παρ' αὐτοῦ καθιδρύθησαν καὶ πολλὰ πρὸς κόσμον ταύτης γεγόνασιν, ἐπὶ πᾶσι δὲ καὶ ὁ κυκλοτερὴς κίων ὁ πορφυροῦς, ὃν ἐκ Ῥώμης, ὡς λόγος, κομισθέντα κατὰ τὴν ἀγορὰν ἔστησεν, ἣ κατέστρωται λιθίναις πλαξίν, ἀφ' ὧν Πλακωτὸν παρωνόμασται· καὶ ἐπ' αὐτοῦ χάλκεον ἐνίδρυσεν ἄγαλμα, θαῦμα ἰδέσθαι διά τε τὴν τέχνην διά τε τὸ μέγεθος. τὸ μὲν γὰρ πελώριον ἦν, ἡ δὲ ἀκρίβειαν ἐδείκνυ χειρὸς ἀρχαίας μικροῦ πλαττούσης καὶ ἔμπνοα· λέγεται δὲ τοῦ Ἀπόλλωνος εἶναι στήλη τὸ ἄγαλμα καὶ μετενεχθῆναι ἀπὸ τῆς ἐν τῇ Φρυγίᾳ πόλεως τοῦ Ἰλίου. ὁ δὲ θειότατος αὐτοκράτωρ ἐκεῖνος εἰς οἰκεῖον ὄνομα τὸ ἄγαλμα ἔστησε, τῇ κεφαλῇ τούτου τινὰς τῶν ἥλων ἐναρμοσάμενος, οἳ τὸ σῶμα τοῦ κυρίου προσεπαττάλευσαν τῷ σωτηρίῳ σταυρῷ· ὃ καὶ μέχρις ἡμῶν διήρκεσεν ἐπὶ τοῦ κίονος ἑστηκός. πέπτωκε δὲ βασιλεύοντος Ἀλεξίου τοῦ Κομνηνοῦ, ἀνέμου πνεύσαντος βιαίου τε καὶ σφοδροῦ· κἀκεῖνό τε συντέτριπτο καὶ πολλοὺς τῶν ἐκεῖ παρατυχόντων συνέτριψε. καὶ τὸ Παλλάδιον δὲ ἀπὸ τῆς Τροίας μετήνεγκε καὶ ἐν τῇ Πλακωτῇ καὶ τοῦτο ἔστησεν ἀγορᾷ.

[19]    Ἄλλοις τε οὖν, ὡς εἴρηται, πολλοῖς τὴν πόλιν ὁ μέγας Κωνσταντῖνος ἐκόσμησε καὶ πρότερον ἐπισκοπὴν ὂν τὸ Βυζάντιον τῆς ΘρᾳκικῆϚ Ἡρακλείας, ὡς ὑπὸ Σευήρου τοῖς Πειρινθίοις ὑποτεθὲν μετὰ τὴν ἅλωσιν, ὡς ἐν τοῖς περὶ Σευήρου ἱστόρηται, εἰς τιμὴν ἀνήγαγε πατριαρχικήν, τῇ πρεσβυτέρᾳ Ῥώμῃ τὰ πρεσβεῖα τηρήσας διὰ τὴν πρεσβυγένειαν καὶ τὸ τὴν βασιλείαν ἐκεῖθεν ἐνταῦθα μετενεχθῆναι. ἦν δὲ τότε τοῦ Βυζαντίου ἐπίσκοπος Μητροφάνης ὁ ἱερώτατος, υἱὸς Δομετίου ἀδελφοῦ Πρόβου τοῦ βασιλέως γενόμενος· ὅσπερ δὴ ὁ Δομέτιος ἐξ ἀπιστίας εἰς πίστιν μετενεχθεὶς καὶ διὰ τοῦτο τὴν Ῥώμην λιπών, εἰς τὸ Βυζάντιον παραγέγονε καὶ εἰς τὴν τῆς ἐπισκοπῆς ἀνήχθη περιωπήν. μεθ' ὃν Πρόβος υἱὸς αὐτοῦ ἕτερος εἰς τὸν ἀρχιερατικὸν τοῦτον ἱδρύεται θρόνον, ὃν Μητροφάνης ὁ ἀδελφὸς διεδέξατο.

   Ἐπὶ τούτου τοῦ αὐτοκράτορος καὶ ὁ Ἄρειος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἱερεὺς ἐγνωρίζετο, κτίσμα τολμήσας εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον καὶ οὐσίας ἑτέρας καὶ οὐ συναΐδιον τῷ πατρί, οὐκ αὐτὸς γεννήτωρ τῆς αἱρέσεως γεγονώς. πρῶτος [20] γὰρ Ὠριγένης πρὸς ἄλλαις πλείσταις δόξαις διεφθαρμέναις καὶ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ κτιστὸν καὶ ἀλλότριον εἶναι τῆς οὐσίας τῆς πατρικῆς εἰσηγήσατο καὶ μὴ δυνάμενον ὁρᾶν τὸν πατέρα, καὶ αὐτὸν δὲ τὸν υἱὸν ἀόρατον εἰσῆγε τυγχάνειν τῷ πνεύματι, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξερευγόμενος ταυτὶ τὰ ἀπόφημα, ἀλλ' ἦσαν ἐν μόνοις γράμμασι κείμενα σεσίγηντό τε καὶ οὔπω δεδημοσίευντο· ὁ Ἄρειος δὲ εἰς προῦπτον ταῦτα προήνεγκε καὶ ἐπὶ τῶν δωμάτων ἐκήρυξε καὶ πολλοὺς εἰς ἀσέβειαν ὑπεσκέλισε θορύβων τε καὶ σχισμάτων τὰς ἐκκλησίας· ἐνέπλησεν. ὃ γνοὺς ὁ εὐσεβέστατος βασιλεὺς ἐκεῖνος ἐν Νικαίᾳ τῇ Βιθυνῶν συνελθεῖν τοὺς τῶν ἐπαρχιῶν ἐπισκόπους ἐκέλευσε καί, ἀθροισθέντων τι΄ καὶ η΄ ἁγίων πατέρων, ἐν οἷς ἦσαν καὶ ἱερεῖς τινες καὶ διάκονοι, ἀλλὰ μέντοι καὶ μοναχοί (ὅτε καὶ ὁ μέγας Ἀθανάσιος ἐκεῖ παρῆν τῷ τῶν διακόνων ἔτι κατειλεγμένος ὢν τάγματι) καὶ αὐτὸς ὁ χριστιανικώτατος βασιλεὺς ἀφίκετο πρὸς τὴν Νίκαιαν καὶ συγκαθίσας τοῖς ἱεροῖς πατράσιν ἐκείνοις ἐπέτρεπε ζητῆσαι τὰ παρὰ τοῦ Ἀρείου λεγόμενα καὶ διαγνῶναι εἴ τι τῆς ὀρθῆς ἐκκλίνουσι δόξης. οἱ δὲ ζητήσαντες καὶ ἀκριβῶς ἐξετάσαντες τὸν μὲν [21] υἱὸν ὁμοούσιον καὶ ὁμότιμον καὶ συναΐδιον ἐδογμάτισαν τῷ πατρί, τὸν Ἄρειον δὲ καὶ τοὺς ἐκείνῳ ὁμόφρονας τῆς τῶν ὀρθοδόξων ὁμηγύρεως ἐξεκήρυξαν.

   Ἦν δὲ τῶν τὰ Ἀρείου πρεσβευόντων καὶ ὁ Παμφίλου Εὐσέβιος, τῆς ἐν Παλαιστίνῃ Καισαρείας τυγχάνων ἐπίσκοπος, ὃς μετέπειτα λέγεται ἀποστῆναι τῆς τοῦ Ἀρείου δόξης καὶ ὁμογνωμονῆσαι τοῖς συναΐδιον τὸν υἱὸν καὶ ὁμοούσιον τῷ πατρὶ δογματίζουσι καὶ δεχθῆναι παρὰ τῶν θείων πατέρων εἰς κοινωνίαν. οὕτω μὲν οὖν ταῦθ' ἱστορούμενα παρά τινων εὕρηται· ἀμφίβολα δ' ἐκεῖνος αὐτὰ δι' ὧν ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ εὕρηται συγγραψάμενος τίθησι. πολλαχοῦ γὰρ ἐν τῷ εἰρημένῳ συγγράμματι ἀρειανίζων καταλαμβάνεται, αὐτίκα περί που τὴν ἀρχὴν τοῦ βιβλίου τὸν Δαβὶδ εἰσάγων λέγοντα "αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν," φησὶ τὸν μὲν πατέρα καὶ ποιητὴν ὡς ποιητὴν πανηγεμόνα νομίζεσθαι βασιλικῷ προστάττοντα νεύματι, τὸν δὲ τούτου δευτερεύοντα θεῖον λόγον ταῖς πατρικαῖς ὑπουργοῦντα ἐπιταγαῖς. [22] καὶ μετά τινα λέγει τοῦτον ὡσανεὶ τοῦ πατρὸς ὑπάρχοντα δύναμιν καὶ σοφίαν καὶ τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας καὶ ἀρχῆς ἐμπεπιστευμένον. καὶ αὖθις μετ' ὀλίγα καὶ ὅτι ἔστιν οὐσία τις προκόσμιος ζῶσα καὶ ὑφεστῶσα ἡ τῷ πατρὶ καὶ θεῷ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν δημιουργίαν ὑπηρετησαμένη, καὶ ὁ Σολομὼν λέγει προσώπῳ τῆς τοῦ θεοῦ σοφίας "κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ" καὶ ἑξῆς. καὶ μεθ' ἕτερα πλείονα φάσκει "καὶ ἐπὶ πᾶσι τούτοις, οἷα θεοῦ λόγον προόντα καὶ πρὸ αἰώνων ἁπάντων οὐσιωμένον, τὴν σεβάσμιον τιμὴν παρὰ τοῦ πατρὸς εἰληφότα, προσκυνεῖσθαι ὡς ἂν θεόν." ταῦτα καὶ ἕτερα τοῖς ἀρειανίζουσι δόγμασι δεικνύουσιν ὁμόφρονα τὸν Εὐσέβιον, εἰ μή τις φαίη πρὸ τῆς ἐπιστροφῆς αὐτῷ πονηθῆναι τούτων τὴν συγγραφήν. εὕρηται γὰρ ἐν τῷ πρακτικῷ τῆς πρώτης συνόδου ὑπερμαχῶν τοῦ ὀρθοῦ δόγματος.

   Ἡ μὲν οὖν ἁγία σύνοδος τὸ ὁμοούσιον καὶ συναΐδιον ἐπὶ [23] τοῦ υἱοῦ δογματίσασα καὶ τὸ θεῖον αὐτίκα τῆς πίστεως ἐξέθετο σύμβολον περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεολογήσασα ἐν αὐτῷ καὶ μέχρι τοῦ "οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος," τὸ τούτου τέλος ποιησαμένη. ἡ γὰρ περὶ τοῦ ἁγίου πνεύματος θεολογία μετέπειτα προσετέθη ἐν τῇ δευτέρᾳ συνόδῳ τῆς περὶ τούτου γενομένης ζητήσεως, ἣ κατὰ Μακεδονίου συνῆκτο.

   Ὁ δ' ἰσαπόστολος αὐτοκράτωρ ἐπὶ τῇ τῶν πατέρων ὁμονοίᾳ ἡσθεὶς ἐδεξιοῦτο αὐτούς. καί τινων τῆς ὑπὲρ τοῦ σωτῆρος ὁμολογίας φερόντων τὰ στίγματα ἐν τοῖς σώμασι, κατησπάζετο τὰ πεπηρωμένα τούτων μέλη καὶ μόρια καὶ αὐτοὺς διὰ τὰς πηρώσεις αὐτῶν ἐμακάριζε. δοθέντων δὲ λιβέλλων αὐτῷ κατά τινων ἐπισκόπων, οὔτ' ἀνέγνω τούτους οὔτ' εἰς ζήτησιν ἤνεγκεν, ἀλλ' ἐνώπιον ἁπάντων πυρὶ αὐτοὺς ἀπετέφρωσεν, ἐπειπὼν ὅτι "κἂν αὐτόπτης ἐγενόμην ἀρχιερέως τινὸς ἁμαρτάνοντος, τῇ πορφυρίδι μου ἂν αὐτὸν συνεκάλυψα." ἐκεῖθεν εἰς τὸ παρ' αὐτοῦ κτισθὲν βασίλειον ἄστυ τοὺς θείους ἐκείνους μεταγαγὼν πατέρας καὶ τῆς ἐξ αὐτῶν εὐλογίας ἀξιώσας αὐτὸ καὶ χειροτονηθῆναι παρασκευάσας ἐν αὐτῷ δεύτερον πατριάρχην [24] τὸν ἱερὸν Ἀλέξανδρον (ὁ γὰρ ἀοίδιμος Μητροφάνης μετήλλαξε τὴν ζωήν), ἀφῆκεν ἕκαστον εἰς τὴν οἰκείαν ἀπελθεῖν παροικίαν, τιμαῖς τε καὶ δωρεαῖς αὐτοὺς φιλοφρονησάμενος.

   Ἡ δὲ τοῦ βασιλέως μήτηρ ἡ μακαρία Ἐλένη εἰς γῆρας βαθὺ καταντήσασα (ὀγδοήκοντα γὰρ λέγεται ζῆσαι ἐνιαυτούς) πρὸς τὰς οὐρανίους ἀπῆρε μονάς, ἣν ὁ υἱὸς βασιλικῶς ἐθησαύρισεν. ἐκεῖνος δὲ κατὰ Περσῶν ἐκστρατεύων τριήρεσι κομίζεται εἰς τὴν Σωτηρόπολιν, ἣ νῦν ὀνομάζεται Πύθια· καὶ τοῖς ἐκεῖ χρησάμενος θερμοῖς ὕδασιν, ἔνθα καὶ φάρμακον πιεῖν δηλητήριον λέγεται παρὰ τῶν ἑτεροθαλῶν αὐτῷ κερασθὲν ἀδελφῶν, εἰς Νικομήδειαν παραγίνεται· ὅπου καὶ τετελεύτηκε, νοσήσας ἐφ' ἱκανόν, ἐτῶν γεγονὼς πέντε πρὸς τοῖς ἑξήκοντα, βασιλεύσας δ' ἐκ τούτων τριάκοντα πρὸς δυσίν, ἐνδεόντων δύο μηνῶν. ὃν ὁ υἱὸς Κωνστάντιος ἐξ Ἀντιοχείας παραγενόμενος (ἐκεῖ γὰρ ἦν τοῖς Πέρσαις ἀντιμαχόμενος) ἔτι ζῶντα εὑρὼν ἐκήδευσε μεγαλοπρεπῶς καὶ ἐν τῷ τῶν ἁγίων ἀποστόλων κατέθετο [25] ἱερῷ, ἐν ἰδιαζούσῃ μέντοι στοᾷ, ἣν ἐπὶ ταφῇ τοῦ πατρὸς αὐτὸς ᾠκοδόμησεν.

   Ἱστόρηται δὲ ὁ ἀοίδιμος ἐκεῖνος αὐτοκράτωρ ἀφειδῶς τε τὰ χρήματα ἀναλίσκειν καὶ ταῦτα πορίζειν ἑαυτῷ ἀφειδέστερον, ὡς μὴ μεγαλοπρέπειαν κρίνεσθαι τὸ περὶ τὰς δαπάνας φιλότιμον, ἄντικρυς δέ ‑ ἀλλὰ μή τι φαῦλον ἐρῶ περὶ τοῦ θείου ἐκείνου ἀνδρός. ὅθεν καὶ ὁ βέβηλος Ἰουλιανὸς ἐν τῷ περὶ τῶν Καισάρων λόγῳ αὐτοῦ ἀποσκώπτων ὥσπερ εἰς τὸν εὐσεβέστατον τουτονὶ βασιλέα διὰ τὸ πολυδάπανον πλάττεται τὸν Ἑρμῆν διαλεγόμενόν οἱ καὶ τί ἂν εἴη γνώρισμα βασιλέως ἀγαθοῦ πυνθανόμενον, κἀκεῖνον πρὸς τὸ ἐρώτημα λέγοντα πολλὰ κεκτῆσθαι τὸν αὐτοκράτορα χρῆναι καὶ ἀναλίσκειν πολλά. λέγεται δὲ μηδὲ λόγοις ἀνομίλητος εἶναι, ἀλλὰ καὶ περὶ τούτους ἐσπουδακέναι οὔτι μεῖον τῶν ὅπλων. κἀντεῦθεν αὐτῷ τὴν γλῶτταν γενέσθαι πρὸς διάλεξιν εὔθηκτον, καί τινας ἴυγγας προσεῖναι αὐτῇ κατακηλούσας τὰς τῶν ἀκροατῶν ἀκοάς. ἀναγέγραπται δὲ καὶ μισοπόνηρος εἶναι καὶ εἰωθὼς λέγειν μηδὲν τῶν ἁπάντων τῆς τῶν [26] κοινῶν πραγμάτων καταστάσεως ἕνεκεν τὸν κρατοῦντα φείδεσθαι δεῖν, μηδ' αὐτῶν τῶν οἰκείων μελῶν. τοῖς δὲ μεταβαλλομένοις ἐκ πονηρίας φιλανθρώπως διατιθέμενος ἔλεγεν ὅτι τὸ νοσοῦν μέλος ἀποκοπτέον καὶ σεσηπός, ἵνα μὴ καὶ τοῖς ὑγιαίνουσι λυμανεῖται, οὐ μέντοι τὸ ὑγείας ἤδη τυχὸν ἢ καὶ ὑγιαζόμενον.

   Καὶ ὁ μὲν τρισόλβιος βασιλεὺς ἐκεῖνος πρὸς τὰς αἰωνίους μετετέθη σκηνάς· ἡ δὲ τῶν Ῥωμαίων ἡγεμονία εἰς τοὺς τρεῖς ἐκείνου παῖδας μεμέριστο ξύμπασα, ὡς μέν τινες συνεγράψαντο, παρὰ τοῦ πατρὸς αὐτοῖς διανεμηθεῖσα, ὡς δ' ἕτεροι, καθ' ἑαυτοὺς ταύτην αὐτῶν διελομένων μετὰ τὴν ἀποβίωσιν τοῦ πατρός. οὕτω δ' ἱστόρηται προβῆναι παρὰ σφίσιν ἡ διανέμησις· τῷ μὲν Κώνσταντι προσκληρωθῆναι τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην αὐτὴν τὴν Ἀφρικήν τε καὶ Σικελίαν καὶ τὰς λοιπὰς τῶν νήσων, ἀλλὰ μέντοι καὶ τὸ Ἰλλυρικὸν καὶ τὴν Μακεδονίαν καὶ σὺν τῇ Ἑλλάδι τὴν Πελοπόννησον· τῷ δὲ Κωνσταντίνῳ τὰς Κοττίας [27] Ἄλπεις σὺν ταῖς Γαλλίαις προσνεμηθῆναι (Κοττίαι δὲ ὠνομάσθησαν ἀπὸ Κοττίου, βασιλέως τῶν τόπων τούτων γενομένου) καὶ τὸ Πυρηναῖον κλίμα μέχρι τῶν Μαύρων τῶν τῷ πορθμῷ διωρισμένων τῷ τοῦ Ὠκεανοῦ· τοῦ Κωνσταντίου δὲ λάχος γενέσθαι ὅσα κατὰ τὴν ἑῴαν μοῖραν ἦσαν Ῥωμαίοις ὑπήκοα, καὶ πρὸς τούτοις τὴν Θρᾴκην σὺν τῇ πόλει τῇ πατρικῇ.

   Οὕτω δὲ τοῦ μερισμοῦ τῆς ἀρχῆς προβάντος, ὁ μὲν Κωνστάντιος εἰς τὴν ἑῴαν ἐχώρησεν, ἐκστρατεύων κατὰ Περσῶν. ὁ γὰρ τούτων ἡγεμονεύων Σαπώρης, τὸν θάνατον τοῦ μεγάλου γνοὺς Κωνσταντίνου, κατὰ τῶν ὑπὸ Ῥωμαίοις τελούντων ἐπιὼν καὶ ληιζόμενος οὐκ ἐπαύετο. ὁ δὲ Κωνσταντῖνος τῷ Κώνσταντι ἐπεφύετο, τὴν διανέμησιν τῶν χωρῶν αἰτιώμενος καὶ ἢ παραχωρῆσαι μέρους αὐτῷ τῆς ἀρχῆς ἀπαιτῶν ἢ ἀναδάσασθαι τὰς βασιλείας ἄμφω ζητῶν. ὡς δ' ἐκεῖνος τῆς ἤδη γεγονυίας διανεμήσεως εἴχετο καὶ τῶν αὐτῷ προσκληρωθέντων ἀντείχετο καὶ οὐδὲ τοῦ βραχίστου παρεχώρει τῷ ἀδελφῷ, ὅπλα κατ' αὐτοῦ ἦρεν ὁ Κωνσταντῖνος καὶ ἐπῆλθε τῷ λάχει τοῦ Κώνσταντος. ὁ δὲ ἐν Δακίᾳ ἀποδημῶν καὶ τὴν κίνησιν τοῦ [28] Κωνσταντίνου μαθών, στράτευμα κατ' αὐτοῦ πέμπει καὶ στρατηγούς, καὶ αὐτὸς ὅσον ἤδη μετὰ πλείονος στρατιᾶς ἐπιστῆναι ἐπαγγειλάμενος. οἱ γοῦν πεμφθέντες ἐγγὺς τοῦ Κωνσταντίνου γενόμενοι λόχους καθίζουσι καὶ συμβαλόντες αὐτῷ φεύγειν ὑπεκρίνοντο. τῶν δὲ τοῦ Κωνσταντίνου διωκόντων αὐτούς, ἐξόπισθεν αὐτῶν οἱ λοχῶντες γενόμενοι κατὰ νώτων αὐτοῖς ἐπιτίθενται, καὶ οἱ φεύγοντες ἐπιστραφέντες μέσον περιέσχον αὐτούς· καὶ πολὺ τῆς τοῦ Κωνσταντίνου διέφθαρτο στρατιᾶς κἀκεῖνος αὐτός. τοῦ γὰρ ἵππου τρωθέντος αὐτῷ καὶ διὰ τὸ τραῦμα σφαδάζοντος καὶ ἀνασκιρτῶντος, ἐκπέπτωκε τῆς ἕδρας ὁ Κωνσταντῖνος καὶ ἀνῃρέθη πολλὰ δεξάμενος τραύματα, οὔτε τυχὼν τῆς ἐφέσεως καὶ αὐτὴν προσζημιωθεὶς τὴν ζωήν, καὶ ὅτι ἀδίκων ἦρξε, καὶ τὴν οἰκείαν τῆς ἀρχῆς μοῖραν ἀποβαλών. καὶ γέγονε καὶ τῆς ἑσπερίου λήξεως ἐπικράτεια ὑφ' ἑνὶ τῷ Κώνσταντι βασιλεῖ. εἶτα κἀκεῖνος εἰς ἀλλοκότους ἐκκυλισθεὶς ἔρωτας καὶ ἐκδεδιῃτημένην ζωήν, ὑπὸ Μαγνεντίου ἐπεβουλεύθη καὶ ἀθλίως ἀπώλετο, Μαγνεντίου, ὃν ἐκεῖνος ἐκ στάσεως στρατιωτικῆς περιέσωσε κινδυνεύοντα, ἤδη τῶν στρατιωτῶν κατ' [29] ἐκείνου ἠρκότων τὰ ξίφη καὶ διαχειρίσασθαι αὐτὸν ὡρμηκότων.

   Ὁ Κωνστάντιος δὲ περὶ τὴν ἑῴαν διατρίβων τοῖς Πέρσαις ἐμάχετο, Σαπώρου τοῦ ἔθνους, ὡς εἴρηται, βασιλεύοντος· ὃς Ναρσῆ μὲν ἦν υἱός, οὐ μέντοι ἐξ ἐπισήμου γυναικός. ἐκ γὰρ τῆς πρωτευούσης τῶν αὐτοῦ γαμετῶν τρεῖς ἐγένοντο τῷ Ναρσῇ παῖδες, Ἀδαρνάρσης καὶ Ὁρμίσδας καὶ τρίτος ἕτερος. τελευτήσαντος δὲ Ναρσοῦ ὁ πρεσβύτερος τῶν τριῶν τούτων Ἀδαρνάρσης τῆς ἀρχῆς διάδοχος γέγονεν. ὠμὸς δὲ λίαν τυγχάνων καὶ ἀπηνὴς κἀντεῦθεν μισούμενος ὑπὸ τῶν Περσῶν, τῆς βασιλείας ἐκπέπτωκεν.

   Εἰρήσθω δέ τι καὶ τῆς ἐκείνου γνωμικῆς ὠμότητος γνώρισμα. σκηνή ποτε τῷ πατρὶ αὐτοῦ διεκομίσθη ἐκ Βαβυλῶνος δέρμασιν ἐγχωρίοις ποικιλώτερον εἰργασμένη. ταύτην ἐκταθεῖσαν ἄρτι θεώμενος ὁ Ναρσῆς ἠρώτησε τὸν Ἀδαρνάρσην, παιδίον ἔτι τυγχάνοντα, εἰ ἀρέσκει αὐτῷ ἡ σκηνή. ὁ δὲ ἀπεκρίνατο, εἰ κρατήσει τῆς βασιλείας, κρείττω ταύτης ποιήσειν ἐξ ἀνθρώπων δορᾶς. οὕτω νηπιόθεν ἐνέφαινε τὴν ὠμότητα.

[30]    Τούτου τοίνυν οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, Σαπώρης εἰς τὴν ἀρχὴν ἀντεισῆκτο. καὶ ὃς εὐθὺς τὸν μὲν ἕτερον τῶν ἀδελφῶν ἐξετύφλωσε, τὸν Ὁρμίσδαν δὲ δεσμήσας ἔμφρουρον εἶχεν. ἡ δέ γε μήτηρ ἐκείνου καὶ ἡ γυνὴ χρήμασι δεξιωσάμεναι τοὺς φρουρούς, εἰς ἐπίσκεψιν ἐκείνου παρεχωρήθησαν εἰσελθεῖν. καὶ εἰσελθοῦσαι ῥίνην αὐτῷ παρέσχον, ἵνα ταύτῃ τὰ σιδήρεα διακόψῃ δεσμά, ὑποθέμεναι καὶ ὅσα δέοι μετὰ ταῦτα ποιεῖν ἵππους τε αὐτῷ καὶ τοὺς συναποδράσοντας ἑτοιμάσασαι. εἶτα τοῖς φρουροῖς ἡ ἐκείνου σύνευνος δεῖπνον παρέθετο δαψιλές· οἱ δὲ καὶ βρωμάτων ἐμφορηθέντες καὶ τοῦ ἀκράτου σπάσαντες ἀκρατέστερον ἐλήφθησαν ὕπνῳ βαρεῖ. ὁ δ' Ὁρμίσδας κοιμωμένων ἐκείνων καὶ τὰ δεσμὰ τῇ ῥίνῃ διέκοψε καὶ τῆς φρουρᾶς ἐξελθὼν ᾤχετο καὶ πρὸς Ῥωμαίους ἀπέδρα καὶ ὑπεδέχθη φιλοτιμότατα. ὁ δὲ Σαπώρης ἐῴκει τῇ φυγῇ ἐκείνου ἐφήδεσθαι, οἷα τὸν ἐξ ἐκείνου ἀποσκευασάμενος φόβον· οὐ μόνον γὰρ ἐκδοθῆναί οἱ τὸν φυγάδα οὐκ ἐξεζήτησεν, ἀλλὰ καὶ τὴν γυναῖκα αὐτῷ ἐντίμως ἐξέπεμψεν. ἦν δὲ ὁ Ὁρμίσδας καὶ πολὺς τὴν ἰσχὺν καὶ ἀκοντιστὴς περιδέξιος, ὡς ἐν [31] τῷ πάλλειν κατά τινος τὸ ἀκόντιον προλέγειν, ὅπου βαλεῖ τὸν πολέμιον. οὗτος τοίνυν τῷ Κωνσταντίῳ κατὰ τῶν ὁμοφύλων συνεστρατεύετο, ἄρχειν ταχθεὶς ἱππέων ἴλης πολλῆς. ὁ βασιλεὺς δὲ Κωνστάντιος πολλάκις τοῖς Πέρσαις συμβαλὼν τὴν ἥττονα μοῖραν εἶχε καὶ πολλοὺς τῶν οἰκείων ἀπέβαλε. καὶ τῶν Περσῶν δὲ πλεῖστοι πεπτώκασι καὶ αὐτὸς ὁ Σαπώρης ἐτέτρωτο.

   Οὕτω μέντοι τῶν ἐπὶ Πέρσας πολέμων συνενεχθέντων τῷ βασιλεῖ Κωνσταντίῳ, μαθὼν ταῦτα Μαγνέντιος, ὃς ἐκ πατρὸς μὲν γεγέννητο Βρεττανοῦ, ἐν τοῖς προτίκτορσι δ' ἐστρατεύετο εἶτα καὶ κόμης ὠνομάσθη ταγμάτων δύο Ῥωμαϊκῶν, τυραννῆσαί τε καὶ πρῴην ἐπιθυμῶν τότε μᾶλλον ἔθετο τῷ σκοπῷ, ὅτι ἀτυχοῦντα περὶ τὸν Περσικὸν πόλεμον ἤκουε τὸν Κωνστάντιον, καὶ εὐκαιρίαν ἔκρινε τηνικαῦτα τοῦ ἐπικεχειρηκέναι τῇ τυραννίδι. καὶ πλασάμενος τὰ ἑαυτοῦ ἑορτάζειν γενέθλια ἐν Αὐγουστούλῳ τῇ πόλει συνεκάλεσε τοὺς ἐξόχους τῆς πόλεως τοῦ συμποσίου αὐτοῦ συμμεθέξοντας, τοὺς μὲν καὶ [32] συνίστορας αὐτῷ τοῦ σκοποῦ, τοὺς δὲ καὶ ἀμετόχους τοῦ σκέμματος. καὶ παρέτεινε τὸν πότον ἕως ἑσπέρας. ἐξαναστὰς δὲ τοῦ συμποσίου αἴφνης εἰς τὸν κοιτῶνα εἰσέδραμε καὶ πρόεισιν ἐκεῖθεν μετὰ βραχὺ ἐν σχήματι βασιλείας σὺν δορυφόροις πολλοῖς, ὃ τοὺς μὴ συνειδότας αὐτῷ τὴν πρᾶξιν ἐτάραξεν. ἐκεῖνος δὲ διαλεχθεὶς τοῖς παροῦσι τοὺς μὲν ἔπεισε συνθέσθαι αὐτῷ, ἐνίους δέ γε καὶ ἐβιάσατο. καὶ συμπαραλαβὼν αὐτοὺς εὐθὺς εἰς τὰ βασίλεια ἄπεισι καὶ διανομὰς χρημάτων πεποίητο ταῖς τε πύλαις τῆς πόλεως ἐπέστησε φύλακας, ἐνταλθέντας τοῖς μὲν εἰσιοῦσι τὴν εἴσοδον συγχωρεῖν, ἐξιέναι δὲ μηδένα παραχωρεῖν, ἵνα μὴ τέως τὸ τόλμημα κηρυχθῇ. καὶ αὐτίκα στέλλει τοὺς τὸν Κώνσταντα ἀναιρήσοντας, πρὶν ἢ γνοίη τὸ τόλμημα. ὁ δὲ περὶ θήραν ἠσχόλητο. καὶ γὰρ ἐμεμήνει περὶ τὰ κυνηγέσια καὶ ταῦτα ἀρθρίτιδι προσπαλαίων διηνεκεῖ, ἣν ἐξ ἡδονῶν ἀμετρίας ἐνόσησεν ἀκολάστως βιούς· ἢ καὶ ἐν προσχήματι θήρας εἰς ὕλας ἐγκατεδύετο μετὰ τῶν περὶ αὐτὸν μειρακίσκων καὶ νεανίσκων, οἳ ἐκείνῳ διὰ κάλλος συνελέγοντο καὶ ᾠκείωντο ἐκαλλωπίζοντό τε περιεργότερον καὶ λίχνοις ἦσαν ὀφθαλμοῖς, ἀκολασίας ἐμπύρευμα, κἀκείνῳ ἐτύγχανον, ὡς λέγεται, παιδικά. [33] ἀλλὰ καὶ ἐπὶ πλέον ταῖς ὕλαις διέτριβεν, ἐκκλίνων τὴν μετὰ τῶν κοσμίων ἀνδρῶν συνδιαγωγήν. παρὰ τὸν Ῥοδανὸν τοίνυν ποταμὸν οἱ παρὰ Μαγνεντίου σταλέντες γενόμενοι μετὰ τὴν θήραν ὑπνώττοντα τὸν Κώνσταντα διεχρήσαντο καὶ τοὺς ἐκείνῳ δὲ συνόντας ὀλίγους ὄντας ἀπέκτειναν. οἱ δὲ μὴ οὕτω φασὶ γενέσθαι τὴν ἐκείνου ἀναίρεσιν, γνῶναι δ' ἐκεῖνον τὴν κατ' αὐτοῦ ἐπανάστασιν καὶ μονωθέντα, καταλιπόντων αὐτὸν τῶν περὶ αὐτόν, ναῷ προσφυγεῖν. κἀκεῖ τὰ τῆς βασιλείας παράσημα ἀπεκδύσασθαι κἀκεῖθεν ἐκβληθέντα ἀναιρεθῆναι, ἑπτακαιδέκατον ἔτος ἀνύσαντα παρὰ τῇ ἀρχῇ, τῆς δ' ἡλικίας ἤδη παρεληλυθότα τριακοστόν. λέγεται δὲ ἄρτι γεννηθέντος αὐτοῦ ἐπιτρέψαι τοῖς ἀστρολόγοις τὸν πατέρα αὐτοῦ ἐπὶ τῷ τούτου γενεθλίῳ ποιῆσαι θεμάτιον, κἀκείνους πρὸς ἄλλοις οἷς περὶ αὐτοῦ προειρήκασι καὶ τοῦτο εἰπεῖν ὡς ἐν ταῖς ἀγκάλαις τῆς αὐτοῦ μάμμης ἀναιρεθήσεται. ὃ θανούσης ἐκείνης καὶ διέπαιζεν ὁ Κώνστας· τὸ δ' εἰς ἔργον ἀποβεβήκει, καὶ ἡ τῶν ἀστρολόγων οὐ διήμαρτε πρόρρησις, κἂν ὑπῆρξε λοξή. ἐν γὰρ πολίχνῃ [34] Ἐλένῃ καλουμένῃ εἰς ὄνομα τῆς βασιλίσσης ἐκείνης ὁ Κώνστας ἀνῄρητο.

   Ὁ μὲν οὖν οὕτω βεβιωκὼς ἀσελγῶς οὕτως οἰκτρῶς ἐστέρητο τῆς ζωῆς· ὁ δὲ Μαγνέντιος κατὰ ῥοῦν αὐτῷ τῶν τῆς τυραννίδος χωρησάντων πραγμάτων ἐσπούδασε τῶν τὰς ἀρχὰς ἐχόντων τοὺς λογιμωτάτους ἐκ μέσου ποιήσασθαι. καὶ γραφὰς πλασάμενος πρὸς αὐτοὺς ὡς ἐκ τοῦ Κώνσταντος σταλείσας αὐτοῖς μετακαλουμένου τούτους δῆθεν πρὸς ἑαυτόν, καθ' ὁδὸν λοχήσας πλείστους ἀπέκτεινε, μηδὲ τῶν οἰκείων συνωμοτῶν φειδόμενος, ἀλλὰ καὶ τούτους διαφθείρων.

   Καὶ ὁ μὲν ἐν τοιούτοις ἦν, ἑαυτῷ κρατύνων τὴν τυραννίδα· τῷ δὲ Κωνσταντίῳ τὸν θάνατον πυθομένῳ τοῦ ἀδελφοῦ ἐμερίζετο ἡ διάνοια ἐννοουμένῳ πότερον ἂν προτιμήσαιτο τὸ Πέρσαις ἀντικαθίστασθαι κείρουσι τὰ Ῥωμαίοις ὑπήκοα ἢ τούτων κατά γε τὸ παρὸν ἀμελῆσαι καὶ χωρῆσαι κατὰ τοῦ τυραννήσαντος, ἵνα καὶ τὸν τοῦ συγγόνου τίσαιτο φόνον καὶ ἑαυτῷ προσποιήσαιτο τὰ ἑσπέρια.

[35]    Ταῦτα τοῦ Κωνσταντίου σκοποῦντος καὶ διαμέλλοντος, ὁ Σαπώρης, ἐπεὶ κἀκείνῳ πρὸς γνῶσιν ἦλθον τὰ συμβεβηκότα περὶ τὸν Κώνσταντα, ἐπιτίθεται τῷ καιρῷ καὶ σὺν βαρεῖ στρατεύματι κατὰ τῶν ὑποκειμένων Ῥωμαίοις ἔπεισι χωρῶν τε καὶ πόλεων· καὶ πολλὴν μὲν ἐληίσατο χώραν, ἀλλὰ μέντοι καὶ φρούρια εἷλε καὶ τέλος ἐπολιόρκει τὴν Νίσιβιν, ἣ πάλαι μὲν τῇ τῶν Ἀρμενίων διέφερε βασιλείᾳ, ἐπὶ δὲ Μιθριδάτου, ὃς Τιγράνου τοῦ τῶν Ἀρμενίων τότε κρατοῦντος γαμβρὸς ἦν καὶ ἐξ ἐκείνου τὴν πόλιν εἰλήφει, ὑπὸ Ῥωμαίων ἑάλω πολιορκίᾳ. ἐν ταύτῃ γὰρ ὁ Σαπώρης ἐλθὼν πᾶσαν ἐκίνησε μηχανὴν ἵνα αὐτῷ ἡ πόλις ἁλῷ· κριούς τε γὰρ προσῆγε τοῖς τείχεσι καὶ διώρυχας ὑπογαίους πεποίητο, ἀλλὰ πρὸς πάντα γενναίως ἀντικαθίσταντο οἱ πολιορκούμενοι. καὶ τὸν ποταμὸν δέ, ὃς διὰ μέσης ἔρρει τῆς πόλεως, μετωχέτευσεν, ἵνα δίψει πιεζόμενοι οἱ τῆς πόλεως προδοῖεν αὐτῷ τὴν πόλιν. τοῖς δὲ ἀφθονία ἦν ὑδάτων καὶ ἐκ φρεάτων καὶ ἐκ πηγῶν. ὡς δ' εἰς οὐδὲν αὐτῷ κατήντησαν ἀνύσιμον αἱ ἐπίνοιαι, ἕτερόν τι αὐτῷ μεμηχάνητο. [36] ἀναδραμὼν τὸν ποταμόν, ὅς, ὡς εἴρηται, διὰ τῆς πόλεως ἔρρει, καὶ πρὸς φάραγγας γεγονώς, ἔνθα ὁ χῶρος, δι' οὗ διέρρει, ἐστένωτο, ἀπέφραξε τὸν τόπον καὶ ἐπέσχε τὸ ῥεῦμα αὐτοῦ. τοῦ δ' ὕδατος πλημμυρήσαντος, ἀθρόον τὰ φραγνύντα τὴν τοῦ ὕδατος διέξοδον ἐξελὼν ἀφῆκε τὸ ῥεῦμα κατὰ τῆς πόλεως· τὸ δὲ πολύ τε σεσωρευμένον καὶ σὺν βίᾳ σφοδρᾷ τῷ τείχει προσπεσὸν μέρος ἐκείνου κατήραξεν. οὐκ εὐθὺς δὲ ὁ βάρβαρος εἰσέδυ τὴν πόλιν, ἀλλ' ὡς ἤδη ἁλωθείσης αὐτῆς, ἐπεὶ καὶ πρὸς ἑσπέραν ἦν ὁ καιρός, εἰς αὔριον παραλήψεσθαι τὴν πόλιν, μή τινος ἀντιβαίνοντος, ὑπερέθετο. οἱ δ' ἐν τῇ πόλει πρὸς μὲν τὸ ῥῆγμα τοῦ τείχους ἐθορυβήθησαν, ὡς δ' εἶδον τοὺς Πέρσας ὑπερθεμένους τὴν εἴσοδον, ἄϋπνοι τὴν νύκτα διατελέσαντες πολυχειρίᾳ τὸν τόπον ὠχύρωσαν, τεῖχος ἐντὸς ἀνεγείραντες ἕτερον. ὅπερ ἕωθεν ὁ Σαπώρης ἰδὼν ἀμελείᾳ οἰκείᾳ τὸ ἀτύχημα ἐπεγράφετο. ἀλλ' οὐδ' οὕτω τῆς πολιορκίας ἀφίστατο. πολλὰ δὲ καὶ ἕτερα κατὰ τῆς πόλεως ἐπινοησάμενος καὶ πλείστους τῶν οἰκείων ἀποβαλών (ὑπὲρ γὰρ τὰς εἴκοσι χιλιάδας κινδυνεῦσαι λέγεται τοῦ Περσικοῦ στρατεύματος πολιορκουμένης Νισίβεως) μετ' αἰσχύνης ἀνεχώρησεν. ἤδη [37] γὰρ καὶ Μασσαγέται τῇ Περσίδι ἐπήλθοσαν καὶ αὐτῇ ἐλυμαίνοντο. Κωνστάντιος δὲ ὁ βασιλεὺς τὴν μὲν Νίσιβιν κατωχύρωσε καὶ τοὺς πολίτας αὐτῆς ἀνεκτήσατο, αὐτὸς δέ, ἀνακωχῆς ἤδη τῇ ἑῴᾳ γενομένης ἐκ τῶν Περσῶν, πρὸς τὰ ἑσπέρια ὥρμησε. καί οἱ ἀγγέλλεται Βετρανίων κοινοπραγήσας τῷ Μαγνεντίῳ. τῶν γὰρ παρ' Ἰλλυριοῖς ἄρχων οὗτος στρατευμάτων τυγχάνων καὶ μαθὼν τοῦ Μαγνεντίου τὴν ἐπανάστασιν καὶ τὸν φόνον τοῦ Κώνσταντος οὐχ ὑπεῖξε τῷ τυραννήσαντι, ἀλλὰ καὶ αὐτὸς ἑτέρωθεν τυραννίδι ἐπικεχείρηκε. τῷ Κωνσταντίῳ δ' ἐπιστέλλων ἔλεγε τῷ τυράννῳ ἀντικαθίστασθαι καὶ αὐτὸν ἀφικέσθαι εἰς ἐκείνου κατάλυσιν κατήπειγεν. ἐπὶ συνθήκαις οὖν ὁ Βετρανίων καὶ ὁ Μαγνέντιος ἀλλήλοις σπεισάμενοι πρέσβεις ἄμφω κοινῶς πρὸς τὸν Κωνστάντιον στέλλουσιν, ἀξιοῦντες αὐτὸν καταθέσθαι τὰ ὅπλα καὶ τὴν πρώτην ἔχειν τιμήν. περὶ γοῦν τὴν τῆς Θρᾴκης Ἡράκλειαν ἐντυχόντες οἱ πρέσβεις τῷ αὐτοκράτορι τὰ μεμηνυμένα οἱ ἀπήγγειλαν. ὁ δὲ ἐν φροντίδι διὰ ταῦτα γενόμενος, νυκτὸς ἐπιγενομένης ὄναρ ὁρᾷ τοιοῦτον. ἐδόκει τὸν πατέρα [38] αὐτῷ παρεστάναι, τὸν υἱὸν αὐτοῦ τὸν Κώνσταντα κατέχοντα τῇ χειρί, καὶ λέγειν αὐτῷ· "Κωνστάντιε, ἰδοὺ Κώνστας ὁ σὸς ἀδελφός, πολλῶν δὲ βασιλέων ἀπόγονος, ὃς ἐκ τυράννου διώλετο. χρή σε τοίνυν τούτῳ τε τιμωρῆσαι καὶ τὴν ἀρχὴν μὴ παρόψεσθαι διακοπτομένην μήτε τὴν πολιτείαν ἀνατρεπομένην, σπεῦσαι δὲ τὴν τυραννίδα καθελεῖν καὶ μὴ περιιδεῖν τὸν ἀδελφὸν ἀνεκδίκητον." ἐπὶ τούτοις διυπνισθεὶς ὁ Κωνστάντιος τοὺς μὲν πρέσβεις κατέσχε καὶ φρουρᾷ παραδέδωκεν· αὐτὸς δ' αὐτίκα μηδὲν μελλήσας εἰς Σαρδικὴν παραγίνεται. καὶ ὁ Βετρανίων τὴν ἀνέλπιστον ἐπιδημίαν πτήξας τοῦ Κωνσταντίου ὡς δεσπότῃ προσυπηντήκει αὐτῷ, τάς τε προτέρας καταλείψας βουλὰς καὶ τὰς συνθήκας ἀθετήσας τὰς πρὸς Μαγνέντιον. καὶ ὁ Κωνστάντιος δὲ αὐτὸν γνησίως προσήκατο καὶ ὁμοδίαιτον ἐποιήσατο. τὰ γὰρ τῆς βασιλείας ἀποδυσάμενος ὁ Βετρανίων γνωρίσματα ἐν ἰδιώτου στολῇ τῶν τοῦ βασιλέως ποδῶν ἐπελάβετο. ὁ δὲ περιεπτύξατό τε τὸν Βετρανίωνα καὶ πατέρα ὠνόμασε καὶ χεῖρα ὀρέγων αὐτῷ καὶ ὑποστηρίζων πρεσβύτην ὄντα σύνδειπνον [39] ἐποιήσατο· εἶτα ἡ Προῦσα αὐτῷ (πόλις δ' αὕτη τῶν Βιθυνῶν) εἰς κατοικίαν ἀφώριστο καὶ χωρία πρὸς χορηγίαν τῶν ἐπιτηδείων ἀπονενέμητο. ἔνθα τρυφῶν ἐπὶ ἓξ ἐνιαυτοὺς τὴν ζωὴν ἐξεμέτρησε.

   Καὶ τὰ μὲν περὶ Βετρανίωνα εἰς τοιοῦτον κατηντήκασι τέλος· ὁ δὲ αὐτοκράτωρ Κωνστάντιος πρὸς Μαγνέντιον ὥρμητο. ὁ δὲ ἐν Μεδιολάνῳ διῆγε, τὸν ἀδελφὸν Δεκέντιον ἀνειπὼν Καίσαρα καὶ στείλας αὐτὸν τὰς Γαλλίας φυλάξοντα. ἐν τούτοις δ' αὖθις ὁ Σαπώρης ἀδείας δραξάμενος, τὰ πρὸς ἕω ἐπόρθησε καὶ λείαν λαβὼν καὶ δορυαλώτους πολλοὺς ἐπανέζευξεν. οὕτω δ' ἑκατέρωθεν ὁ βασιλεὺς περιστοιχιζόμενος ταῖς ἐκ τῶν πολέμων φροντίσι Γάλλον τὸν οἰκεῖον ἐξάδελφον τιμήσας τῇ ἀξίᾳ τοῦ Καίσαρος καὶ τὴν ἑαυτοῦ ἀδελφὴν Κωνσταντίαν κατεγγυήσας αὐτῷ εἰς τὴν ἑῴαν ἐξέπεμψε, τὰς ἐφόδους τὰς Περσικὰς ἀνακόψοντα.

   Ὁ μὲν οὖν Γάλλος Καῖσαρ τὸν τρόπον τοῦτον ἀναρρηθεὶς ἐπὶ τὴν ἑῴαν ἀπῄει, καὶ τὴν σύζυγον ἐπαγόμενος· ὁ δέ γε [40] Κωνστάντιος εἰς τὸν κατὰ Μαγνεντίου ἀνεχώρησε πόλεμον. ἵνα δὲ μὴ μάχαις ἐμφυλίοις καὶ σφαγαῖς ἀλλήλων οἱ Ῥωμαῖοι μιαίνοιντο, δεῖν ἔκρινεν εἰς συμβάσεις τὸν τύραννον προκαλέσασθαι. στέλλει τοίνυν πρὸς αὐτὸν ἄνδρας τῶν ἐπιφανῶν καὶ γράμματα δ' ἐγχαράττει αὐτῷ, συγγνώμην διδοὺς ἐπὶ τῷ τολμήματι, εἰ τῶν ὅπλων ἀπόσχοιτο, καὶ παραχωρῶν αὐτῷ τῶν Γαλλιῶν, ἵνα τούτων ἄρχῃ καὶ ταύταις περιορίζηται. ὁ δὲ οὐδέν τι φρονῶν μέτριον οὐ προσήκατο τὰ παρὰ τοῦ Κωνσταντίου ἀπραγμόνως αὐτῷ παρεχόμενα, ἀλλὰ τὸν πόλεμον εἵλετο· καὶ μᾶλλον σὺν τάχει πρὸς τοῦτον ἐχώρησεν, ὅτι Σιλβανός, εἷς τις τῶν αὐτοῦ ταξιάρχων, μετὰ πλήθους ὁπλιτῶν ἐκεῖνον λιπὼν Κωνσταντίῳ προσῆλθε τῷ αὐτοκράτορι. ἤδη δὲ πλησιασάντων ἀλλήλοις καὶ ἀντιστρατοπεδευσαμένων, ὅ τε Κωνστάντιος τοὺς οἰκείους στρατιώτας λόγοις διήγειρεν εἰς ἀλκὴν καὶ ὁ Μαγνέντιος τοὺς ἑαυτοῦ παρεκάλει ἄνδρας φανῆναι πιστούς τε καὶ ἀγαθούς, πολλὰ σφίσιν ἐπαγγελλόμενος. ἀντιπαραταξάμενοι δὲ τὸ μὲν πλεῖστον τῆς ἡμέρας ἀπρακτοῦντες διήγαγον, μηδενὸς τῷ ἀντιπαρατεταγμένῳ μέρει ἐπεξιόντος. ὁ δὲ Μαγνέντιος καὶ γοητείαις ἐχρήσατο· γυνὴ γάρ τις μάγος παρθένον αὐτῷ σφαγιάσαι ὑπέθετο [41] καὶ οἴνῳ τὸ ταύτης αἷμα προσμίξαι καὶ δοῦναι τοῖς στρατιώταις αὐτοῦ ἀπογεύσασθαι, ἐπὶ τούτοις ἐκείνης ἐπῳδὰς εἰπούσης τινὰς καὶ δαιμόνων ἐπικαλουμένης ἐπικουρίαν. ἄρτι δὲ τῆς ἡμέρας κλινάσης ἀλλήλοις συνερράγησαν τὰ στρατεύματα, καὶ πολλὰς τῆς μάχης σχούσης μεταβολὰς τέλος ἡ νίκη τῷ Κωνσταντίῳ ἐπεμειδίασε, καὶ μέχρι βαθείας νυκτὸς συνεκόπτοντο οἱ τοῦ Μαγνεντίου καὶ ἀπώλλυντο· οὕτω δὲ τῆς τοῦ πολέμου ῥοπῆς τῷ τυράννῳ συνενεχθείσης, εἰς φυγὴν ἐκεῖνος ἀπεῖδεν. ἵνα δὲ μὴ τοῖς βασιλικοῖς παρασήμοις φεύγων γνωρίζοιτο, ἀποτίθεται ταῦτα καὶ ἰδιωτικὴν ἀναλαμβάνει στολὴν καὶ τῷ βασιλείῳ ἵππῳ τὰ παράσημα ἐπιθέμενος ἄνετον ἀφῆκε τρέχειν αὐτόν, ἵνα νομίζοιτο πρὸς τῶν ὁρώντων τὸν ἵππον θέοντα τοῦ ἐπιβάτου χωρὶς ἀνῃρημένος αὐτὸς καὶ μὴ καταδιώκοιτο πρός τινων. ὁ μὲν οὖν οὕτω διέδρα· ἕωθεν δὲ ὁ Κωνστάντιος ἐπί τινος ἀναβὰς λόφου καὶ τὴν παρακειμένην πεδιάδα, ἀλλὰ μὴν καὶ τὸν παραρρέοντα ποταμὸν νεκρῶν ἰδὼν γέμοντα, εἰς φανερὰ κατήνεκτο δάκρυα, οὐ μᾶλλον διὰ τὴν νίκην ἡδόμενος ὅσον διὰ τὸν τῶν πεσόντων δακνόμενος ὄλεθρον. λέγονται γὰρ ἐκ μὲν [42] τῶν ἐκείνου περὶ τριάκοντα πεσεῖν χιλιάδας, ἁπασῶν ἀριθμουμένων εἰς ὀγδοήκοντα, ἐκ δὲ τῶν Μαγνεντίου τριάκοντα καὶ ἓξ οὐσῶν χιλιάδων διαφθαρῆναι τὰς εἴκοσι πρὸς ταῖς τέσσαρσιν. αὐτίκα τοίνυν τοὺς μὲν ἀνῃρημένους τῶν πεσόντων ταφῆς ἀξιωθῆναι πάντας ἐκέλευσε, μὴ διακρινομένων τῶν οἰκείων ἢ τῶν πολεμίων, τοὺς δ' ἔτι ἐμπνέοντας ἐπιμελείας τυχεῖν καὶ ἰατρικῆς θεραπείαϚ.

   Διαδρὰς δέ, ὡς εἴρηται, Μαγνέντιος τούς τε περισωθέντας ἐκ τῶν οἰκείων ἤθροιζε καὶ ἄλλους συνέλεγε καὶ αὖθις ἐπαναλαμβάνειν ἑαυτὸν ἐπειρᾶτο. ἔστειλε δὲ καὶ πρὸς τὸν Κωνστάντιον συγκλητικόν τινα πρεσβεύσοντα, ὃν ὁ Κωνστάντιος οἰηθεὶς τῷ τῆς πρεσβείας ὀνόματι κατασκοπήσοντα καὶ τὰ κατ' αὐτὸν περιεργασόμενον, περιώρισεν. ὁ δὲ Μαγνέντιος ἐπισκόποις αὖθις εἰς πρεσβείαν ἐχρήσατο, συγγνωμονηθῆναι ζητῶν, ἵν' ἐν στρατιώτου μοίρᾳ τῷ βασιλεῖ συστρατεύοιτο. ἀλλ' οὐδὲν πρὸς τὴν πρεσβείαν ταύτην ἀνταπεκρίνατο ὁ Κωνστάντιος, ἀφῆκε δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπελθεῖν. κἀκεῖνος ἀπῄει κινήσας [43] τὸ στράτευμα, καὶ πολλοὶ τῶν ὑπὸ Μαγνέντιον αὐτῷ προσῄεσαν ἑαυτούς τε καὶ τὰ φρούρια ἐγχειρίζοντες. Μαγνέντιος δὲ ἀπογνοὺς τοῦ συγγνώμης τυχεῖν πρὸς πόλεμον ἡτοιμάζετο καὶ ἐν Γαλλίαις διάγων πλήθη συνήθροιζεν. ἵνα δὲ φροντίσι περιβάλῃ τὸν αὐτοκράτορα καὶ ἐξ ἑαυτοῦ ἀντιπερισπάσῃ πρὸς ἕτερα, ἔπεμψέ τινα τῶν ἑαυτῷ οἰκείων εἰς Ἀντιόχειαν, ἀναιρήσοντα τὸν Γάλλον. καὶ ὁ πεμφθεὶς διὰ τὸ ἀνύποπτον εἰς καλύβην τινὸς κατέλυσε γραὸς παρὰ τῷ Ὀρόντῃ ποταμῷ πεπηγμένην (ὃς Ὀφίτης πρῴην καλούμενος, ὥς τινες ἱστοροῦσιν, Ὀρόντης ἐπεκλήθη μετέπειτα, τοῦ υἱοῦ Καμβύσου τοῦ Περσῶν βασιλέως εἰς αὐτὸν ἐμπεσόντος, καλουμένου Ὀρόντου) ‑ ἤδη γοῦν παρὰ τοῦ Μαγνεντίου σταλεὶς τὴν κατὰ τοῦ Γάλλου ἐξαρτύσας ἐπιβουλὴν καὶ πολλοὺς τῶν ἐκεῖ προσποιησάμενος ὁπλιτῶν, ἑσπέρας παρὰ τῇ τῆς γραὸς καλύβῃ τῶν συνιστόρων τισὶ συνδειπνῶν ἀδεέστερον αὐτοῖς ὡμίλει περὶ ὧν ἐβουλεύοντο, καταφρονῶν τῆς γραὸς ὡς ἀπράγμονος καὶ μηδὲ συνιείσης διὰ τὸ γῆρας τῶν λεγομένων. ἡ δὲ φύσεως, ὡς ἔοικεν, ἐντρεχεστέρας τυγχάνουσα [44] ἐῴκει μὲν μηδ' ἀκούειν τῶν λεγομένων, πάντα δὲ συνετήρει καθ' ἑαυτήν. καὶ ἐπεὶ ὁ ξένος αὐτῆς οἰνωθεὶς ὕπνωσεν, ἐκείνη λάθρᾳ τῆς καλύβης ὑπεξελθοῦσα παρὰ τὴν πόλιν ἀφίκετο καὶ πάντα καταγγέλλει τῷ Καίσαρι. παρ' οὗ σταλέντες τινὲς συνέσχον αὐτοῦ τὸν ἐπίβουλον, ὃς ἐν ἀνάγκῃ καταστὰς τὸ ἅπαν δρᾶμα ἐξέφηνε. καὶ οὕτω τὴν ἐπιβουλὴν ὁ Γάλλος διέφυγεν, ἐκεῖνον κολάσας καὶ τοὺς ἐκείνῳ συνίστορας.

   Τούτων οὕτω συμβεβηκότων ὁ Μαγνέντιος αὖθις πρὸς μάχην ηὐτρέπιστο καὶ συμβαλὼν τοῖς τοῦ Κωνσταντίου ἡττᾶται καὶ φεύγει. οἱ γοῦν αὐτῷ συμφυγόντες στρατιῶται, ἐπεὶ μηδαμόθεν ἑώρων αὐτοῖς σωτηρίας ἐλπίδα περιλιπῆ, καὶ μάταιον κρίναντες κινδυνεύειν ὑπὲρ ἀπεγνωσμένου ἀνδρός, ἐκδοῦναι αὐτὸν τῷ βασιλεῖ ἐβουλεύσαντο. καὶ περιστάντες τὴν οἰκίαν, ἔνθα κατέκειτο, ἐν σχήματι φρουρῶν ἐφρούρουν αὐτόν, ἵνα μὴ λάθῃ σφᾶς ἐκφυγών. ὡς δ' ἔγνω τὴν αὐτῶν διάνοιαν ὁ Μαγνέντιος καὶ ἐν ἀφύκτοις ἑαυτὸν περιειλημμένον, ἐξ ἀπονοίας μεμηνότος ἔργον, ὡς λόγος, εἰργάσατο, τοὺς μεθ' ἑαυτοῦ πάντας συγγενεῖς τε καὶ φίλους ἀνῃρηκώς· εἶτα καὶ Δισιδερίῳ τῷ [45] ἀδελφῷ πληγὰς πολλὰς διὰ ξίφους ἐπήνεγκεν, οὐ μέντοι τις αὐτῶν θανάσιμος ἦν. καὶ ταῦτα πράξας καὶ ἑαυτὸν ἀνεῖλεν, ἵνα μὴ παραδοθῇ πρὸς τῶν αὐτὸν φυλασσόντων Κωνσταντίῳ τῷ αὐτοκράτορι καὶ χρονιώτερον κολασθῇ. καὶ Δεκέντιος δὲ ὁ ἀδελφὸς αὐτοῦ, ὃν προεχειρίσατο Καίσαρα, ἐν Γαλλίαις ὢν καὶ πρὸς τὸν ἀδελφὸν ἑτοιμαζόμενος ἀφίξεσθαι σύμμαχος, ὡς τὸν ἐκείνου ἐπύθετο ὄλεθρον, ἀπογνοὺς ἀγχόνῃ ἐχρήσατο. ὁ δὲ παρὰ τοῦ Μαγνεντίου πληγὰς δεξάμενος ἐκείνου ὁμαίμων ὁ Δισιδέριος, τὸν θάνατον ἐκφυγὼν καὶ ἀναρρωσθεὶς ἀπὸ τῶν πληγῶν, τῷ Κωνσταντίῳ προσῆλθεν ἐθελοντής. οὕτω δὲ τῆς τοῦ Μαγνεντίου τυραννίδος διαλυθείσης, ὅσα ἐκεῖνος κατεῖχε, καὶ ταῦτα ὑπὸ τὸν Κωνστάντιον γέγονε, καὶ ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς μόνος γέγονεν ἐγκρατής.

   Τὰ μὲν οὖν ἑσπέρια εἰρήνην ἦγον ἐντεῦθεν· τὰ δὲ τῆς ἑῴας ἐταράττετο μοίρας. ὁ Γάλλος γὰρ τῷ εὐτυχήματι ἐπαρθείς, ἐπεὶ ἐν Ἀντιοχείᾳ ἐγένετο, βαρὺς τοῖς ὑπ' αὐτὸν προσεφέρετο, κακουμένοις πολυειδῶς πρὸς αὐτοῦ, ἔχοντος καὶ τὴν ὁμόζυγα πρὸς τοῦτο αὐτὸν ἐρεθίζουσαν. δείσας οὖν ὁ Κωνστάντιος [46] μὴ κινηθεῖεν εἰς ἀποστασίαν οἱ ὑπ' ἐκείνου κακούμενοι καὶ ἐμφυλίου πολέμου δεήσῃ αὐτῷ, Δομιτιανόν, ἄνδρα ἐπιφανῆ τε καὶ γηραιόν, ἔπαρχον πραιτωρίων, προχειρισάμενος εἰς Ἀντιόχειαν ἔστειλεν, ἐντειλάμενος τῷ ἀνδρὶ ἐν ἀπορρήτοις εὐφυῶς πως τὸν Γάλλον ὑπελθεῖν καὶ πεῖσαι ἀφίξεσθαι πρὸς αὐτόν. ὁ δὲ εἰς Ἀντιόχειαν παραγεγονὼς καὶ πάνυ ἀδεξίως τὸ πρᾶγμα μετεχειρίσατο, ἀναφανδὸν ἐπιτάξας τῷ Καίσαρι πορεύεσθαι πρὸς τὸν αὐτοκράτορα καὶ ἀπειλήσας, εἰ μὴ πείθοιτο, τὰς σιτήσεις τῶν ὑπ' αὐτὸν ἐπισχεῖν. τούτοις εἰς θυμὸν ἐκεῖνος παροξυνθείς, καὶ ἄλλως εὐκίνητος ὢν πρὸς ὀργήν, συνέσχε τὸν ἔπαρχον καὶ φρουροὺς αὐτῷ στρατιώτας ἐπέστησε. Μοντίου δὲ τοῦ κοιαίστωρος αἰτιωμένου τὴν πρᾶξιν καὶ εἰς σαφῆ τυραννίδα ταύτην ἀνάγεσθαι λέγοντος, ἔτι χαλεπήνας ὁ Καῖσαρ, ἀλλὰ καὶ πρὸς τῆς γυναικὸς ἐξαφθεὶς εἰς ὀργὴν ὡς καταφρονούμενος, καὶ αὐτὸν ὑπὸ δεσμοῖς ἐποιήσατο τὸν κοιαίστωρα καὶ τοῖς στρατιώταις καὶ ἄμφω παρέδωκεν. οἱ δὲ ἄμφω τὼ ἄνδρε συνδήσαντες ἔσυραν διὰ τῆς ἀγορᾶς καὶ ᾐκίσαντο καὶ τέλος ἐνέβαλον εἰς τὸν ποταμὸν καὶ διέφθειραν.

   Ταῦτα μαθὼν ὁ Κωνστάντιος ἔπεμψε τοὺς ἄξοντας τὸν [47] Γάλλον ὡς ἑαυτόν. ὁ δὲ τὴν γυναῖκα προέπεμψεν ἐξευμενισομένην τὸν ἀδελφόν· ἣν ὁδοιποροῦσαν ἔτι τὸ τέλος ἐκ νόσου κατέλαβε τῆς ζωῆς. γνοὺς οὖν τὸν τῆς ἀδελφῆς ὁ Κωνστάντιος θάνατον αὐτίκα στείλας γυμνοῖ τὸν Γάλλον τοῦ ἀξιώματος καὶ ὑπερόριον τίθησιν. εἶτα στέλλει καὶ τοὺς αὐτὸν ἀναιρήσοντας, παρὰ τῶν περὶ αὐτὸν πρὸς τοῦτο ἐρεθισθείς. μεταμεληθεὶς δ' αὖθις ἑτέρους στέλλει τοὺς εἴρξοντας τὴν ἀναίρεσιν· οὓς ἀνέπεισαν οἱ τῷ Γάλλῳ ἐχθραίνοντες, καὶ μᾶλλον ὁ εὐνοῦχος Εὐσέβιος, τὴν τοῦ πραιποσίτου διέπων ἀρχὴν καὶ μέγα παρὰ τῷ Κωνσταντίῳ δυνάμενος, μὴ πρότερον ἀπαγγεῖλαι τοῖς τὸν Γάλλον ἐνταλθεῖσι κτανεῖν τὴν βασιλικὴν μεταμέλειαν πρὶν ἂν γνοῖεν ἀνῃρημένον τὸν ἄνθρωπον.

   Ὁ μὲν οὖν ἀνῄρητο· τῶν πέραν δὲ τοῦ Ῥήνου βαρβάρων ταῖς Γαλλίαις ἐπικειμένων, ἐκπέμπεται Σιλβανὸς ἀνακόψων αὐτῶν τὰς ὁρμάς, ἀνὴρ στρατηγικώτατος καὶ ἄριστος τὰ πολέμια. διαβολαῖς δὲ κατ' αὐτοῦ πιστεύσας ὁ βασιλεύς (εἶχε γὰρ ἐπικλινεῖς τὰς ἀκοὰς πρὸς διαβολάς) ἐβυσσοδόμευε δεινὰ κατὰ τοῦ ἀνδρός. ὃ γνοὺς ἐκεῖνος πρὸς ἀποστασίαν ἀπέκλινε καὶ σχῆμα [48] Καίσαρος ἑαυτῷ περιέθετο· οὐκ ἐπὶ μακρὸν δὲ τῇ ἀποστασίᾳ ἐχρήσατο. σταλεὶς γὰρ Οὐρσικῖνος ἐκεῖ καὶ χρήμασι τῶν ἐκείνου στρατιωτῶν τινας ὑποφθείρας, δι' ἐκείνων ἀνεῖλε τὸν Σιλβανὸν καὶ τὴν ἀποστασίαν κατέπαυσε.

   Τῷ μέντοι Κωνσταντίῳ ἀναζευγνύντι ἀπὸ τῶν ἑσπερίων καὶ ἐπανιόντι πρὸς τὸ Βυζάντιον ἐκ τῶν Περσῶν πρέσβεις περὶ τὸ Σίρμιον συνηντήκασιν, ἐσταλμένοι παρὰ Σαπώρου, ἀπαιτοῦντος ἀποδοθῆναι Πέρσαις τὴν Μεσοποταμίαν καὶ Ἀρμενίαν, ἵν' οὕτω παύσαιντο Ῥωμαίοις μαχόμενοι· ταύτας γὰρ τὰς χώρας ἀνέκαθεν ἐκ προγόνων αὐτοῖς διαφέρειν· εἰ δ' οὐ πείθοιτο, δηλοῦντος τῷ αὐτοκράτορι ὑπὸ τῷ Ἄρει δικαστῇ ποιήσασθαι τὴν τῆς ὑποθέσεως ζήτησιν. πρὸς ταῦτα ἀνταπέστειλεν αὐτῷ ὁ Κωνστάντιος θαυμάζειν, εἰ ἐπελάθετο, ὅτι Πέρσαι Μακεδόσιν ἐδούλευσαν καὶ ὅτι Μακεδόνων Ῥωμαίοις ὑποταγέντων καὶ οἱ ἐκείνοις δουλεύοντες ὑπήκοοι Ῥωμαίοις ἐγένοντο. τούτοις ὁ Σαπώρης παροξυνθεὶς πρὸς πόλεμον ἀπεῖδε. καὶ αὖθις εἰς πολιορκίαν κατέστη Νισίβεως. ὡς δ' οὐδὲν ἐπέραινε κατ' αὐτῆς, ἀπέστη καὶ ἑτέρων ἀπεπειρᾶτο. ὡς δὲ κἀκείνων ἀπεκρούσθη, εἰς Ἄμιδαν κατηντήκει καὶ ταύτης ἐκράτησε.

[49]    Κωνστάντιος δὲ μὴ οἷός τε ὢν τὴν ὅλην διευθύνειν μόνος ἀρχήν, τοσαύτην οὖσαν ὡς ἐξ ἄκρων σχεδὸν περάτων γῆς εἰς ἄκρα πέρατα καταντᾶν, ἐξ Ἀθηνῶν τὸν τοῦ Γάλλου ὁμαίμονα τὸν Ἰουλιανὸν μετακαλεσάμενος Καίσαρά τε ἀνεῖπε καὶ Ἐλένην αὐτῷ τὴν οἰκείαν συνῴκισεν ἀδελφήν. λέγεται δὲ τῇ μητρὶ αὐτοῦ κυούσῃ αὐτὸν ἐνύπνιον γενέσθαι καὶ δόξαι τὸν Ἀχιλλέα τεκεῖν. ἡ δὲ διυπνισθεῖσα καὶ τὸ ὄναρ διηγουμένη τῷ ἀνδρὶ ἔτεκε τοῦτον μήτ' ὠδίνων σχεδὸν ἐπ' αὐτῷ πειραθεῖσα καὶ τεκοῦσα πρὶν ἢ γνοίη ὡς μέλλει τίκτειν. ἐντεῦθεν μεγάλας ἐπ' αὐτῷ ἐσχηκότες ἐλπίδας οἱ τούτου γονεῖς Εὐσεβίῳ τῷ Νικομηδείας αὐτὸν παραδεδώκασι παρ' αὐτοῦ μυηθησόμενον τὴν θείαν γραφήν. Καίσαρα δὲ τοῦτον ἀναγορεύσας ὁ αὐτοκράτωρ Κωνστάντιος εἰς Γαλλίας ἐξέπεμψε μετ' ὀλίγων πάνυ στρατιωτῶν, ὡς ὑπόνοιαν ἐντεῦθεν ἐγγίνεσθαι ὅτι οὐ κοινωνὸν τῆς ἀρχῆς ὁ Κωνστάντιος εἵλετο τὸν Ἰουλιανόν, ἀλλ' εἰς ἐπιβουλῆς [50] αὐτῷ πρόφασιν τὸ σχῆμα περιέβαλε τὸ τοῦ Καίσαρος, ἵν' ὑπὸ τῶν πολεμίων διαφθαρῇ, μὴ ἔχων δύναμιν πρὸς τὸν κατ' ἐκείνων πόλεμον ἀξιόχρεων. ὁ δὲ ἀπελθὼν καὶ ἀγαθῇ τύχῃ χρησάμενος συμβάλλει τοῖς πολεμίοις καὶ ἀνελπίστως νικᾷ. καὶ αὖθις ἑαυτοὺς ἀνακτησαμένων τῶν πολεμίων, προσμίγνυται αὐτοῖς καὶ τρόπαιον ἵστησι, πολλῶν μὲν ἀναιρεθέντων, πολλῶν δ' ἀπολομένων ἐν τῷ παραρρέοντι ποταμῷ, καὶ ζωγρηθέντων οὐκ ἐλαττόνων. ὅτε καὶ ἕνδεκα φασὶ χιλιάδας αἰχμαλώτων Ῥωμαίων τῶν τῆς αἰχμαλωσίας ἀπολυθῆναι δεσμῶν, ἡττηθέντων τῶν πολεμίων. εἶτα καὶ Ἀλαμαννοῖς πολεμήσας καὶ κατὰ τούτων ηὐτύχησε καὶ δεηθέντων αὐτοῦ τῷ ἔθνει ἐσπείσατο, λύσαντι τῆς δουλείας τοὺς παρ' αὐτοῖς ὄντας δορυαλώτους Ῥωμαίους.

   Τούτοις οὖν ὁ Καῖσαρ Ἰουλιανὸς ἐπαρθεὶς καὶ ὑπερφρονήσας, ὡς δ' ἔνιοι συνεγράψαντο, ὅτι καὶ δεδιὼς τὸν Κωνστάντιον βασκαίνοντά οἱ διὰ τὰ εὐτυχήματα, μὴ κατὰ τὸν ἀδελφὸν Γάλλον καὶ αὐτὸν ὑπεξαγάγῃ τοῦ ζῆν, εἰς ἀποστασίαν ἀπεῖδε [51] καί τινας τῶν ὑπ' αὐτὸν ταξιαρχῶν ὑπελθὼν δι' ἐκείνων τὸ στρατιωτικὸν παρεκίνησε, καὶ συστὰν ἀνεῖπεν αὐτὸν Αὔγουστον. εἶτα ξιφήρεις ἐπιστάντες αὐτῷ, ὡς δῆθεν μὴ προσιεμένῳ τὴν τῆς βασιλείας ἀνάρρησιν, ἠπείλουν διαχειρίσασθαι αὐτόν, εἰ μὴ πείθοιτο. οὕτω δὲ τάχα καὶ ἄκων τῇ τοῦ στρατιωτικοῦ πλήθους ὑπείξας ὁρμῇ, προσήκατο τὴν ἀρχήν. ζητουμένου δὲ διαδήματος, ἵν' αὐτίκα τούτῳ ταινιωθείη, ἐκεῖνος μὲν μὴ ἔχειν ἐξώμνυτο· τινῶν δὲ κόσμον αἰτούντων γυναικεῖόν τινα, ἵν' ἐκ τούτου σχεδιασθείη διάδημα, παρῃτήσατο τοῦτο ὁ Ἰουλιανὸς ὡς ἀπαίσιον οἰωνόν. ἐπεὶ δέ τις τῶν ταξιάρχων χρύσεον ἐφόρει στρεπτόν, λίθους ἔχοντα χρυσοδέτους, τοῦτον λαβόντες τῇ ἐκείνου προσήρμοσαν κεφαλῇ. ὁ δὲ Πεντάδιον τὸν μάγιστρον τῶν βασιλικῶν τάξεων σὺν ἑτέροις ἀπέστειλε πρὸς Κωνστάντιον, ἐπιστείλας αὐτῷ καὶ ἀπολογούμενος, ὡς οὐχ ἑκὼν προήχθη πρὸς τὴν τῆς βασιλείας ἀνάρρησιν, βιασθεὶς δ' ὑπὸ στρατιωτῶν μὴ βουλομένων στρατεύεσθαι ὑπὸ Καίσαρι, ἀλλ' ὑπὸ βασιλεῖ [52] καὶ ἵν' ἔχοιεν ἐξ αὐτοῦ ἀξίας τῶν πόνων τὰς ἀμοιβὰς ἀπαιτεῖν, καὶ ἀξιῶν δέξασθαι τὴν τῆς ἀρχῆς κοινωνίαν εἰς ὠφέλειαν ἐσομένην τῇ πολιτείᾳ, ἐπαγγελλόμενός τε καὶ τοὺς ἁμιλλητηρίους ἵππους ἐξ Ἰσπανίας, ὡς ἔθος, καὶ τοὺς ἐπιλέκτους ἄνδρας ἐκ τῶν Γαλλιῶν στέλλειν αὐτῷ. ταῦτ' ἐπιστείλας οὐ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιγραφῇ προσεγράψατο, ἀλλὰ Καίσαρα, ἵνα μὴ τῇ ἐπιγραφῇ προσοχθίσας ὁ Κωνστάντιος τὴν ἐπιστολὴν ἀποπέμψηται. ταύτης τῷ βασιλεῖ Κωνσταντίῳ κομισθείσης κατὰ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν διατρίβοντι, ἐκεῖνος οὐδὲν ὑπ' ὀργῆς ἀπεκρίνατο. ἀλλὰ τὴν μὲν στρατείαν κατὰ Περσῶν τοῖς στρατιώταις ἐκήρυξε, πρὸς δὲ τὸν Ἰουλιανὸν Λεωνᾶν τὸν κοιαίστωρα ἔστειλεν, ἐπιστείλας αὐτῷ καὶ αἰτιώμενος ὅτι μὴ ἀνέμεινε τὴν γνώμην αὐτοῦ, καὶ εἰς ὕβριν ἐκείνου μᾶλλον ἀνάγων ἢ ἑαυτοῦ τὸ μὴ κρίσει τοῦ τὴν ἐξουσίαν ἔχοντος, ἀλλ' ἀτάκτῳ θορύβῳ στρατιωτῶν δέξασθαι αὐτὸν τὴν τοῦ Αὐγούστου κλῆσιν, καὶ συμβουλεύων ἀποσχέσθαι τοῦ μὴ [53] προσηκόντως γενομένου καὶ εἰς τὸ πρότερον ἐπανελθεῖν σχῆμα, ὃ παρ' αὐτοῦ εἴληφε. τῷ μέντοι κοιαίστωρι ἐπέτρεψε καὶ τοὺς τὰς ἀρχὰς ἐκεῖσε ἀνύοντας παραλῦσαι τῆς ἐξουσίας καὶ αὐτὸν τὸν πραιτωρίων ἔπαρχον ἑτέρους τε εἰς ταύτας ἐγκαταστῆσαι, οὓς ἐκεῖνος εἰς ἑκάστην ὠνόμασεν. ἀπελθὼν οὖν ὁ κοιαίστωρ πρὸς τὸν Ἰουλιανὸν τοὺς λόγους αὐτῷ τοῦ Κωνσταντίου ἀπήγγειλεν. οἱ δ' ἦσαν ὅτι "ἔδει σε μεμνῆσθαι ὅσων ὀφειλέτης μοι εἶ, οὐ μόνον ὅτι σε Καίσαρα ἀνηγόρευσα, ἀλλ' ὅτι καὶ ὀρφανὸν ἐν παιδικῇ γενόμενον ἡλικίᾳ ἀνεθρεψάμην, αὐτὸς προσλαβόμενος." ὁ δ' ὑπολαβὼν τῷ κοιαίστωρι ἔφη "τίς δέ μοι, ὦ βέλτιστε, ἐν τοιαύτῃ ἡλικίᾳ τὴν ὀρφανίαν ἐπήνεγκεν; ἢ οὐχὶ ὁ τῶν ἐμῶν γονέων φονεύς; εἶτα οὐκ οἶδε τούτων ἀναμιμνήσκων με ἀναξαίνων τὸ τραῦμα καὶ χαλεπώτερον ἐργαζόμενος;" ἐπελθὼν δὲ καὶ τὸ πρὸς αὐτὸν ἐπιστόλιον ὁ Ἰουλιανὸς πρὸς τὴν συμβουλὴν τοῦ ἀποθέσθαι τὸ βασίλειον σχῆμα καὶ αὖθις ἑλέσθαι τὸ Καίσαρος, ἔφη πρὸς τὸν κοιαίστωρα ὅτι "ποιήσω τοῦτο, ἀλλὰ γνώμῃ τῶν στρατευμάτων." ὁ δέ γε κοιαίστωρ φοβηθείς, ὡς, εἰ τοῖς στρατιώταις τοῦτο ἐκφήνειεν ὁ Ἰουλιανός, παρὼν [54] αὐτὸς διασπασθήσεται παρ' αὐτῶν, ἐδεῖτο μή τι τούτων τῷ στρατιωτικῷ κοινώσασθαι ὄχλῳ. ἀπογνοὺς μέντοι δυνήσεσθαί τι τῶν αὐτῷ προστεταγμένων ἀνύσαι, ὑπέστρεψε μετὰ γραμμάτων τοῦ τυραννήσαντος, ἀναιδῶς ὀνειδιζόντων τὸν αὐτοκράτορα καὶ ἐπιπληττόντων ὡς πλεῖστα ἐξαμαρτόντα κατὰ τοῦ γένους αὐτοῦ καὶ ἀπειλούντων αὐτὸν γενήσεσθαι τιμωρὸν τῶν ἀδίκως παθόντων.

   Καὶ ὁ μὲν ἀπῄει πρὸς τὸν Κωνστάντιον· ὁ τύραννος δὲ πολλοὺς εἰδὼς ἐν τοῖς αὐτῷ συνοῦσι τὰ Κωνσταντίου φρονοῦντας πάντας ἐκεῖθεν ἐξήλασεν, αὐτὸς δὲ πρὸς ἐμφύλιον ἡτοιμάζετο πόλεμον. ἐν τούτοις καὶ ἡ αὐτοῦ γυνὴ τελευτᾷ, ὡς μέν τινές φασι, τίκτουσα παρ' αὐτῷ, ὡς δ' ἕτεροι, ἤδη ἐκβεβλημένη. ἐκεῖνος δὲ τοὺς στρατιώτας συναγαγὼν ἐπὶ τὸν ἐμφύλιον ἠρέθιζε πόλεμον καὶ συνεβούλευε δεῖν αὐτοὺς κατὰ τοῦ Κωνσταντίου χωρῆσαι καὶ μὴ μένειν ἐκεῖνον κατ' αὐτῶν ἐπελθεῖν. ἤδη δὲ τὴν εἰς Χριστὸν ἐξομοσάμενος πίστιν ηὐλαβεῖτο διὰ τοῦτο τοὺς στρατιώτας, εἰδὼς σχεδὸν ξύμπαντας χριστιανούς. διὸ συσκιάζων τὴν ἑαυτοῦ κακίαν ἕκαστον ἐκέλευε θρησκεύειν ὡς βούλοιτο. αὐτὸς δὲ τῆς γενεθλίου τοῦ Σωτῆρος [55] ἡμέρας ἐφεστηκυίας εἰσῆλθεν εἰς τὸν ναὸν καὶ προσκυνήσας, ἵν' ὁμόδοξος τοῖς στρατιώταις δοκῇ, ἀπῆλθεν. ἐπέστησε δὲ καὶ ταῖς ἀρχαῖς οὓς ἐκεῖνος ἠβούλετο· καὶ οὕτως ᾔει πρὸς τὸν ἐμφύλιον πόλεμον. ἔλεγε δὲ μὴ κατὰ τοῦ Κωνσταντίου χωρεῖν, ἀλλ' ἐθέλειν εἰς ἓν συνελθεῖν τὰ ἑῷα στρατεύματα καὶ τὰ ἑσπέρια, ἵν' ὁμοῦ γενόμενα τὸν αὐτῶν ἐκλέξωνται βασιλεύσοντα. ηὔχει δὲ καὶ προεγνωκέναι τὴν ἡμέραν καθ' ἣν τεθνήξεται ὁ Κωνστάντιος, ἐν ὀνείρῳ αὐτὴν μυηθεὶς δι' ἐπῶν ταῦτα φραζόντων·

   Ζεὺς ὅταν εἰς πλατὺ τέρμα μόλῃ κλυτοῦ ὑδροχόοιο,

   παρθενικῆς δὲ Κρόνος μοίρης βαίνῃ ἐπὶ πέμπτης

   εἰκοστῆς, βασιλεὺς Κωνστάντιος Ἀσίδος αἴης

   τέρμα φίλου βιότου στυγερὸν καὶ ἐπώδυνον ἕξει. τέθνηκε δὲ ὁ Κωνστάντιος τὰ μὲν τῶν Περσῶν λιπών (ἐπεὶ καὶ ὁ ἐκείνων βασιλεὺς ἐπ' οἶκον ἀνεχώρησε), κατὰ δὲ τοῦ τυραννήσαντος ἐπιών. φροντίσι γὰρ πολλαῖς συνεχόμενος κἀντεῦθεν [56] συνεχεῖ ληφθεὶς πυρετῷ χολήν τε ἀναγαγὼν μέλαιναν ἐτελεύτησεν ἐν Μόψου κρήνῃ (κεῖται δὲ αὕτη κατὰ τὴν τοῦ Ταύρου ὑπώρειαν), ἐπὶ τρισίν, ὡς λέγεται, μεμφόμενος ἑαυτῷ, τῷ φόνῳ τῶν συγγενῶν (οὐ γὰρ τὸν Γάλλον μόνον ἀπέκτεινεν, ὡς εἴρηται ἤδη, ἀλλὰ καὶ τοὺς ἀδελφοὺς τοῦ οἰκείου πατρός), τῇ ἀναρρήσει τοῦ Ἰουλιανοῦ καὶ τῇ καινοτομίᾳ τῆς πίστεως.

   Ἦν δὲ ὁ αὐτοκράτωρ οὗτος εὐμενὴς μὲν τοῖς ὑπηκόοις, δικαιοσύνῃ δὲ περὶ τὰς κρίσεις στοιχῶν, περὶ τὴν δίαιταν ἐγκρατής, ἐν ταῖς τῶν ἡγεμονιῶν καὶ ταῖς τῶν ἀξιωμάτων διανομαῖς τοῦ προσήκοντος στοχαζόμενος, μηδένα τῇ γερουσίᾳ συντάσσων, ὃς οὐ παιδείας μετείληχεν οὐδὲ ἤσκητο πρὸς τὸ λέγειν καὶ ᾔδει γράφειν ἐμμέτρως τε καὶ πεζῶς. περὶ δὲ τὴν πίστιν ὑπῆρχεν οὐκ εὐαγής· οὐ γὰρ τῇ πατρικῇ εὐσεβείᾳ ἐστοίχησεν, ἀλλὰ προσέθετο τοῖς ἀρειανίζουσι σπουδῇ τοῦ τῶν βασιλικῶν εὐνούχων πρωτεύοντος Εὐσεβίου· ὅθεν καὶ τὸν θεῖον Ἀλέξανδρον, ὃς μετὰ τὸν ἱερὸν Μητροφάνην πατριάρχης τῆς νέας Ῥώμης κεχειροτόνητο, ἠνάγκαζεν εἰς κοινωνίαν τὸν Ἄρειον δέξασθαι, ὁ δὲ οὐ κατένευε· διὸ καὶ σύνοδον ὁ βασιλεὺς συγκροτηθῆναι προσέταξεν. ὥριστο οὖν τῇ συνόδῳ ἡμέρα· καὶ [57] ὁ Ἀλέξανδρος κατὰ τὴν ἑσπέραν ἐκείνην εἰς τὸ θυσιαστήριον εἰσελθὼν καὶ πρηνῆ καταβαλὼν ἑαυτὸν ἐδέετο τοῦ θεοῦ μὴ παραχωρῆσαι τὸν λύκον, τὸν Ἄρειον δηλαδή, εἰς τὴν ποίμνην αὐτοῦ εἰσελθεῖν "ἢ ἐμὲ πρότερον τῆς ζωῆς ἀπόλυσον" ἔλεγε. ταῦτα περιπαθῶς ἠντιβόλει σὺν δάκρυσιν. ἕωθεν οὖν ἄρτι τῆς συνόδου συνισταμένης ὁ Ἄρειος ἀπῄει μέγα φρονῶν. καὶ ἀπιὼν νύττεται τὴν γαστέρα πρὸς ἔκκρισιν κοιλίας καὶ κύστεως. παρεκκλίνας τε τῆς ὁδοῦ κεκάθικεν ἀποσκυβαλίσασθαι τὸ περίττωμα· συνεξερρύη δὲ τῇ κόπρῳ καὶ τὰ ἔγκατα τοῦ δειλαίου, βιαίως ἀπορρήξαντος τὴν ζωήν.

   Ὁ μέντοι πατριάρχης Ἀλέξανδρος εἴκοσι πρὸς τρισὶν ἀρχιερατεύσας ἐνιαυτοὺς μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη παρὰ τῶν ὀρθοδόξων εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως Παῦλος ὁ ὁμολογητής. ἐπανελθὼν δ' ὁ Κωνστάντιος ἐξ Ἀντιοχείας μεθίστησι τοῦ θρόνου αὐτὸν καὶ ἀντικαθίστησι τὸν Νικομηδείας Εὐσέβιον, αἱρεσιώτην Ἀρείου τυγχάνοντα. ὁ δὲ ἅγιος Παῦλος τῷ πάπᾳ τῆς Ῥώμης προσελθὼν Ἰουλίῳ καὶ ὑπ' αὐτοῦ εἰς τὸν θρόνον καταστὰς Κωνσταντινουπόλεως αὖθις ὑπὸ Κωνσταντίου διώκεται καὶ σταλεὶς ὑπερόριος ὑπὸ Ἀρειανῶν [58] ἀναιρεῖται. τοῦ δ' Εὐσεβίου θανόντος ὁ πνευματομάχος παρὰ τῶν Ἀρειανῶν εἰς τὸν τῆς νέας Ῥώμης θρόνον ἀνάγεται Μακεδόνιος, ὃς ὑπερφρονήσας μετήνεγκε τὸ ἱερώτατον σῶμα τοῦ ἐν ἁγίοις Κωνσταντίνου ἐκ τοῦ τῶν ἁγίων ἀποστόλων ναοῦ εἰς τὸ τοῦ ἁγίου μάρτυρος Ἀκακίου θεῖον τεμένισμα. διόπερ ἐξώργιστο ὁ Κωνστάντιος καὶ πρὸς τὴν πατρικὴν πόλιν ἐπανελθὼν τὸν Μακεδόνιον ἔτος ἓν ἠνυκότα τοῦ θρόνου κατέσπασέ τε καὶ ὑπερώρισε, καθίδρυσε δ' ἐν αὐτῷ τὸν Εὐδόξιον, τὰ τοῦ Ἀρείου πρεσβεύοντα, ἐπὶ δέκα ἐνιαυτοὺς ἀρχιερατεύσαντα. μετεκόμισε δ' αὖθις τὸ σῶμα τοῦ οἰκείου πατρὸς εἰς τὸν τῶν ἁγίων ἀποστόλων ναόν.

   Οὗτος δὴ οὖν ὁ Κωνστάντιος καὶ τὰ τῶν ἁγίων ἀποστόλων ἱερώτατα σώματα Ἀνδρέου τε καὶ Λουκᾶ διὰ τοῦ δουκὸς Ἀλεξανδρείας, ὕστερον δὲ καὶ καλλινίκου μάρτυρος Ἀρτεμίου, εἰς τὸ πατρῷον ἀνεκόμισεν ἄστυ καὶ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἀπεθησαύρισε τοῦ θυσιαστηρίου ἐντός.

   Γαμετὴ δὲ αὐτῷ ἦν Εὐσεβία, ἣ ἐπὶ κάλλει γέγονε περιβόητος. περὶ δὲ τὸν γαμέτην ἠτύχησε μαλθακὸν ὄντα καὶ τὰ [59] πρὸς ἀφροδίτην νωθέστερον ἐκ νόσων τε καὶ ἐκ φύσεως. ὅθεν κατὰ βραχὺ φθίνουσα τοῦ Κωνσταντίου προτέθνηκεν, ἄπαις διὰ βίου μείνασα· ὡς δέ τινες λέγουσι, καὶ μητρομανίας νοσήματι περιπεσοῦσα ἐξέλιπε. λέγεται δὲ καὶ πρὸς τὸ ἱππεύειν καὶ ἀκοντίζειν περιδέξιος ὁ Κωνστάντιος εἶναι καὶ λόγοις ὡμιληκέναι, ὡς ἔπος δύνασθαι συντιθέναι.

   Ἀγγελθείσης δὲ τῷ Ἰουλιανῷ τῆς τοῦ Κωνσταντίου τελευτῆς τὰ μὲν στρατεύματα Αὔγουστον αὐτὸν ἀνευφήμησαν, ἐκεῖνος δὲ τὸ βασιλικὸν ἀμείψας σχῆμα καὶ πενθῆρες ἐνδὺς σκυθρωπάζων ὦπτο. καὶ δημόσιον ἐπὶ τῷ τελευτήσαντι βασιλεῖ κατ' ἔθος πεποίηκε πένθος. εἶτα ἐπὶ τὸ Βυζάντιον ὥρμησε· καί οἱ προσυπήντησεν ἡ σύγκλητος καὶ ὁ δῆμος καὶ σὺν εὐφήμοις φωναῖς προῆλθεν εἰς τὰ βασίλεια, καὶ τῆς τῶν κοινῶν διοικήσεως ἥψατο. τὸ δὲ τοῦ Κωνσταντίου σῶμα τὸ σὺν ἐκείνῳ στρατιωτικὸν καὶ οἱ ἄρχοντες ἐπ' ὀχήματος εἰς Κωνσταντινούπολιν διεκόμισαν· ὃ καὶ ὁ Ἰουλιανὸς προσυπήντησε καὶ παρέπεμψε, περιελόμενος τῆς κεφαλῆς τὸ διάδημα. κατετέθη δὲ [60] ὁ τοῦ τελευτήσαντος νεκρὸς αὐτοκράτορος ἐν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ.

   Πολλοὺς δὲ τῶν περὶ τὰ βασίλεια ὁ Ἰουλιανὸς τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ ὑπερώρισε καὶ τῶν οὐσιῶν ἀπεστέρησε. ταῖς δὲ λοιπαῖς τῆς βασιλείας διοικήσεσι καὶ τὸ δικάζειν συνέταττε. ποτὲ γοῦν δικάζων τινὶ κεκλοφέναι κατηγορουμένῳ δημόσια χρήματα καὶ τὴν κλοπὴν ἀρνουμένῳ, ἐπεὶ ὁ κατήγορος "τίς" ἔφη "βασιλεῦ, ἐπ' ἐγκλήματι δίκην ὑπόσχῃ, εἰ ἐξ ἀρνήσεως ὠφελοῖντο οἱ αἰτιώμενοι;" ἐκεῖνος ἀνταπεκρίνατο "καὶ τίς ἔσται ἀναίτιος, εἰ ἐλέγχων ἄνευ πιστεύοιντο οἱ κατήγοροι;" ἐχρημάτιζε δὲ καὶ πρέσβεσιν ἐκ διαφόρων ἐθνῶν σταλεῖσι πρὸς τὸν Κωνστάντιον. καὶ τὰ στρατεύματα δὲ ἐπεσκέπτετο καὶ ἐξήταζε, τὸ πολύ τε τῆς βασιλικῆς θεραπείας ἀπεπέμψατο. κουρέα τε ζητήσας, ὡς προσῆλθεν αὐτῷ τοῦ Κωνσταντίου κουρεὺς πολυτελῶς ἐσταλμένος, κουρέα ζητεῖν εἶπεν, ἀλλ' οὐ συγκλητικόν, καὶ αὐτὸν ἀπεπέμψατο. καὶ μάγειρον δὲ τῶν βασιλικῶν ἐν ἐσθῆτι λαμπροτέρᾳ τῆς ὑπουργίας αὐτοῦ θεασάμενος καὶ τὸν ἑαυτοῦ μετεπέμψατο μάγειρον κατὰ μάγειρον ἐσταλμένον· καὶ ἤρετο τοὺς παρόντας, πότερον αὐτῶν κρίνοιεν μάγειρον. τῶν [61] δὲ τὸν εὐτελῶς εἰπόντων ἐσκευασμένον, παρῃτήσατο τὸν λοιπόν. ταῦτα δ' ἐποίει δόξαν θηρῶν ἐκ τοῦ δοκεῖν ἀπέριττος καὶ ὄντως φιλόσοφος. τοῖς στρατιώταις δὲ διανείμας χρήματα εἰς τὸν κατὰ Περσῶν ἡτοιμάζετο πόλεμον.

   Αὐτοκράτωρ δὲ γεγονὼς καὶ ἑαυτῷ τὴν ἀρχὴν κρατυνάμενος αὐτίκα εἰς προῦπτον ἐξερράγη ἑλληνισμόν. ἐξωμόσατο μὲν γὰρ πρότερον, ὡς εἴρηται, τὰ χριστιανῶν, οὐ μὴν εἰς τοὐμφανὲς ἐκρῆξαι τὴν ὠδῖνα τῆς ἀσεβείας ἐτόλμησε. λέγεται γὰρ ὅτι ἔρωτα τρέφων τῆς βασιλείας καὶ ὡς ὑπὸ σποδιᾷ τοῦτον κρύπτων ἐν τῇ ψυχῇ μάντεσι προσῄει καὶ γόησιν, εἰ τοῦ κράτους τεύξεται πυνθανόμενος, καὶ παρ' ἐκείνων διέφθαρτο καὶ μετήνεκτο εἰς ἑλληνισμόν. τυχὼν δὲ τοῦ κράτους τοῖς ἀνεφίκτοις κρίμασι τοῦ θεοῦ πολλοὺς εἰργάσατο μάρτυρας· οὕτω γὰρ ἐξεμάνη κατὰ χριστιανῶν ὡς καὶ κωλύειν αὐτοὺς μαθημάτων μετέχειν Ἑλληνικῶν, μὴ δεῖν λέγων μύθους αὐτὰ ὀνομάζοντάς τε καὶ διαβάλλοντας τῆς ἐξ αὐτῶν ὠφελείας ἀπολαύειν καὶ δι' αὐτῶν ὁπλίζεσθαι κατ' αὐτῶν. ὅθεν τῶν παίδων τῶν χριστωνύμων εἱργομένων μετιέναι τοὺς ποιητὰς ὁ Ἀπολινάριος [62] λέγεται εἰς τὴν τοῦ Ψαλτηρίου ὁρμηθῆναι παράφρασιν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος εἰς τὴν ποίησιν τῶν ἐπῶν, ἵν' ἀντὶ τῶν Ἑλληνικῶν μαθημάτων ταῦτα οἱ νέοι μανθάνοντες τήν τε γλῶσσαν ἐξελληνίζωνται καὶ τὰ μέτρα διδάσκωνται.

   Οὗτος καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνεγεῖραι ναὸν τοῖς Ἰουδαίοις ἐπέτρεψε. κἀκείνων σπουδῇ πολλῇ καὶ μεγάλαις δαπάναις τῆς οἰκοδομῆς ἀρξαμένων καὶ ὀρύττειν τὴν γῆν εἰς καταβολὴν θεμελίων ἐπιχειρούντων πῦρ λέγεται τῶν ὀρυγμάτων ἀθρόον ἀναδιδόμενον καταφλέγειν τοὺς σκάπτοντας, ὡς ἀναγκασθῆναι αὐτοὺς τῆς οἰκοδομῆς ἀποσχέσθαι. Εὐσέβιον δὲ τὸν εὐνοῦχον ὡς τὸν φόνον τοῦ ἀδελφοῦ αὐτοῦ Γάλλου κατεργασάμενον ἔκτεινε καὶ τοὺς ἄλλους πάντας εὐνούχους τοῦ παλατίου ἐξήλασε. διιόντα δέ ποτε τὸν παραβάτην περὶ Χαλκηδόνα ὁ ταύτης ἐπίσκοπος Μάρις ἀλάστορα καὶ ἀρνησίχριστον ἐκάλει. ὁ δὲ τὸ ἀνεξίκακον προσποιούμενος "ἄπιθι" εἶπε "ταλαίπωρε [63] καὶ ἀποκλαίου σου τῶν ὀμμάτων τὴν πήρωσιν" (ἦν γὰρ πάσχων ταύτην ἐξ ἐπιχύσεως). ὁ δὲ "εὐχαριστῶ τῷ σωτῆρί μου Χριστῷ" ἀντεπήνεγκεν, "ὅτι μου προεμηθεύσατο μὴ ἰδεῖν τὸ ἀναιδές σου καὶ ἀσεβέστατον πρόσωπον."

   Κατὰ Περσῶν δὲ τὴν στρατιὰν κινήσας κατήντησεν εἰς Ταρσὸν τῆς Κιλικίας πόλιν ἐπιφανῆ· ἔνθα γενομένῳ Ἀρτέμιος προσῆλθεν ὁ τοῦ Ἀσκληπιοῦ ἱερεύς ‑ ἦν γὰρ ἐν Αἰγαῖς (πόλις δὲ καὶ αὗται τῆς Κιλικίας) περίφημον Ἀσκληπιοῦ ἱερόν ‑ καὶ ᾔτησεν αὐτὸν τοὺς κίονας, οὓς ἔτυχεν ἀφελόμενος ἐκ τούτου τοῦ ἱεροῦ ὁ ἀρχιερεὺς τοῦ λαοῦ τῶν χριστιανῶν καὶ ἐποικοδομήσας αὐτοῖς οἰκεῖον ναόν, ἀποκαταστῆναι αὖθις τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ. καὶ ὁ παραβάτης αὐτίκα τοῦτο γενέσθαι προσέταξε δαπάναις τοῦ ἐπισκόπου. μόλις οὖν οἱ Ἕλληνες καὶ πόνοις πολλοῖς καὶ ἀναλώμασι πλείστοις ἕνα τῶν κιόνων καθελόντες καὶ μέχρι τῆς φλιᾶς τῆς πύλης τῆς ἐκκλησίας σὺν μηχανήμασιν ἀγαγόντες, καὶ χρόνῳ συχνῷ περαιτέρω προενεγκεῖν ἐκεῖνον οὐκ ἠδυνήθησαν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρησαν. τοῦ δὲ Ἰουλιανοῦ θανόντος αὖθις αὐτὸν ὁ ἐπίσκοπος ἀνορθώσας ῥᾷστα εἰς τὸν τόπον τὸν ἑαυτοῦ ἐπανήγαγε.

[64]    Γενομένου δὲ τοῦ Ἰουλιανοῦ εἰς Ἀντιόχειαν καὶ συνεχῶς προϊόντος εἰς τὸ τῆς Δάφνης χωρίον, ἐν ᾧ τοῦ Ἀπόλλωνος ἄγαλμα, ἔργον τι πρὸς τέχνην θαυμάσιον, ἵδρυτο, καὶ θυσίας αὐτῷ ποιοῦντος, οἱ Ἀντιοχεῖς ἀποσκώπτοντες εἰς αὐτὸν θύτην ἔλεγον καὶ οὐ βασιλέα σφίσιν ἐπιδημῆσαι. καὶ διὰ τὸ καθειμένον ἔχειν ἐκεῖνον τὸν πώγωνα τράγον αὐτὸν ὠνόμαζον οἱ αὐτοὶ καὶ πρὸς σχοίνων πλοκὴν ἔλεγον αὐτὸν ἐπιτήδειον. ὁ δὲ ἀντεπισκώπτων αὐτοῖς εἰς βλακείαν καὶ θρύψιν καὶ τρυφερότητα ἔλεγε μὴ παρέχειν τοῖς Ἀντιοχεῦσι τὸν πώγωνα εἰς σχοίνων πλοκήν, ἵνα μὴ τῇ τούτου τραχύτητι θλιβεῖεν αἱ χεῖρες αὐτῶν· πρὸς οὓς καὶ λόγον ἔγραψεν, ὃς ἐπιγέγραπται Ἀντιοχικὸς ἢ Μισοπώγων. ἔθυε δὲ τῷ Δαφναίῳ Ἀπόλλωνι ἑκατόμβας ὅλας, χρησμὸν ζητῶν ἐξ αὐτοῦ. ὡς δ' ἦν τὸ εἴδωλον ἐκεῖνο κωφόν, οἱ νεωκόροι τὴν αἰτίαν τῆς σιωπῆς ἀπαιτούμενοι διὰ τοὺς κειμένους ἐκεῖ νεκροὺς σιωπᾶν τὸ ἄγαλμα ἔλεγον. ἦσαν γὰρ ἐκεῖ ἑτέρων τε μαρτύρων κείμενα λείψανα καὶ τοῦ ἱερομάρτυρος δὲ Βαβύλα. πάντα τοίνυν μετατεθῆναι ἐκεῖθεν προσέταξεν Ἰουλιανός. ὡς δὲ μετηνέχθησαν, σκηπτὸς ἐνσκήψας [65] νυκτὸς τῇ Δάφνῃ καὶ τὸν ναὸν καὶ τὸ ἄγαλμα ἀπετέφρωσεν. οἰηθεὶς οὖν ἐξ ἐπιβουλῆς χριστιανῶν γενέσθαι τὸν ἐμπρησμὸν ὁ ἀλάστωρ ἐκεῖνος καὶ ἐκμανεὶς τὰς τῶν πιστῶν ἐκκλησίας ἀπέκλεισεν. ὑπ' αὐτοῦ καὶ ὁ μέγας Ἀρτέμιος ἐκολάσθη μὲν ὡς χριστιανός, ἐπήνεκτο δὲ αὐτῷ ὁ τοῦ Γάλλου φόνος αἰτίαμα, καὶ οἱ πρεσβύτεροι Εὐγένιος καὶ Μακάριος ὑπὸ τούτου κολασθέντες τῶν μαρτυρικῶν στεφάνων κατηξιώθησαν, καὶ οἱ ἐκ Περσίδος πρὸς αὐτὸν σταλέντες πρεσβείας χάριν Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ καὶ πολλοὶ ἄλλοι.

   Στρατεύσας δὲ κατὰ Περσῶν πρότερον μὲν εὐτύχησε καὶ πόλεις εἷλέ τινας καὶ πολλοὺς ἀνεῖλε καὶ λείας πολλῆς καὶ αἰχμαλώτων ἐκράτησε καὶ Κτησιφῶντα ἐπολιόρκει. εἶτ' ἀθρόον τῶν πραγμάτων αὐτῷ εἰς τὸ χεῖρον περιτραπέντων αὐτός τε καὶ τοῦ στρατεύματος τὸ πλέον ἀπώλετο. οἱ γὰρ Πέρσαι ἀπογνόντες καὶ εἰς ὄλεθρον ἑαυτοὺς εἰσωθεῖν προφανῆ ἐβουλεύοντο, ἵνα τι κατεργάσωνται τοὺς Ῥωμαίους δεινόν. δύο γοῦν ἐν σχήματι αὐτομόλων τῷ βασιλεῖ προσερρύησαν καὶ νίκην αὐτῷ κατὰ Περσῶν, εἰ ἕποιτο αὐτοῖς, ἐπηγγέλλοντο. ἐᾶσαι γὰρ [66] τὸν ποταμὸν αὐτῷ συνεβούλευον καὶ τὰς τριήρεις ἃς ἐπήγετο κατακαῦσαι καὶ τὰ ἄλλα πλοῖα τὰ φορτηγά, ἵνα μὴ τούτοις οἱ πολέμιοι χρήσαιντο, αὐτῶν δ' ἡγουμένων δι' ἑτέρων ὁδῶν ἀγαγεῖν τὰ στρατεύματα ἀκινδύνως τε καὶ δι' ὀλίγου τὰ τῆς Περσίδος κατειληφέναι ἐνδότερα καὶ εὐμαρῶς κυριεῦσαι αὐτῆς. τούτοις φρενοβλαβῶς ὁ ἀλιτήριος ἐκεῖνος πεισθείς, καὶ ταῦτα πολλῶν λεγόντων αὐτῷ καὶ αὐτοῦ τοῦ Ὁρμίσδου δόλον εἶναι τὸ πρᾶγμα, πῦρ ἐνέβαλε ταῖς ναυσὶ καὶ πάσας κατέκαυσε πλὴν δυοκαίδεκα. ἦσαν δὲ τριήρεις μὲν ἑπτακόσιαι, φορτηγοὶ δὲ τετρακόσιαι. ἤδη δ' ἐκείνων ἐκτεφρωθεισῶν, ἐπεὶ πολλοὶ τῶν ταξιαρχῶν ἐνέδραν καὶ δόλον ἐνίσταντο εἶναι τὰ παρὰ τῶν αὐτομόλων ἐκείνων λεγόμενα, μόλις που κατένευσεν ἐτασθῆναι τοὺς ψευδαυτομόλους· οἳ ἐτασθέντες βασάνοις ἐξέφηναν τὸ ἀπόρρητον.

   Οἱ μὲν οὖν οὕτως ἀπατηθῆναί φασι τὸν Ἰουλιανόν, οἱ δὲ ἀπειπάμενον λέγουσι τὴν πρὸς Κτησιφῶντα πολιορκίαν δι' ὀχυρότητα καὶ ὅτι καὶ τῷ στρατεύματι τὰ ἀναγκαῖα ἐπέλιπον, ἐπανόδου μνησθῆναι· ἀπιοῦσι δὲ ἐπιφανῆναι τοὺς Πέρσας ὄπισθεν [67] καὶ τοὺς οὐραγοῦντας ταράττειν· τοὺς Γάλλους δ' ὀπισθοφυλακοῦντας ἀντιτάξασθαι τοῖς πολεμίοις γενναιότερον καὶ πολλοὺς αὐτῶν ἀνελεῖν, οὐ τῶν τυχόντων μόνον, ἀλλὰ καὶ τῶν παρ' ἐκείνοις ἐπιφανῶν. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων οἱ Ῥωμαῖοι σφοδρῶς ἐπιέζοντο. Ἰουλιανὸς δ' ἐν ἀπορίᾳ τοῦ τί δεῖ πράττειν καὶ ὅθεν ἐπανιέναι χρεὼν καταστάς, εἵλετο διὰ τῆς ὀρεινῆς τὴν πορείαν ποιήσασθαι. τοῦτο οἱ Πέρσαι κατανοήσαντες καὶ εἰς ταὐτὸν ἀθροισθέντες τοῖς Ῥωμαίοις ἐπέθεντο· καὶ κατὰ μὲν τὸ εὐώνυμον κέρας ἐκράτουν Ῥωμαῖοι, κατὰ δέ γε τὸ δεξιὸν ἠλαττοῦντο. ὃ γνοὺς Ἰουλιανὸς ἀμύνειν τοῖς ἡττωμένοις ἠπείγετο. ἔτυχε δὲ διὰ βάρος καὶ τὴν ἐκ τοῦ ἡλίου φλόγωσιν (θέρους γὰρ ἦν ὥρα) τὸν θώρακα ἐκδυσάμενος. ἐν μέσοις οὖν τοῖς πολεμίοις γενόμενος δόρατι βάλλεται κατὰ τῆς πλευρᾶς. λέγεται δὲ ὅτι σφοδροῦ τότε πνεύσαντος πνεύματος ἀχλὺς βαθεῖα τοῦ ἀέρος τοῦ ἐκεῖ κατεσκέδαστο· τὰ γὰρ πλήθη τῶν στρατευμάτων πολὺν ἐκίνουν κονιορτόν, ὡς μηδὲ γινώσκειν οὔθ' ὅποι εἰσὶν οὔθ' ὅ, τι πράττοιεν· ἄδηλον δ' εἶναι ὅθεν ἡ αὐτὸν πλήξασα αἰχμὴ κατ' ἐκείνου ἐβέβλητο, εἴθ' ὑπὸ πολεμίου εἴθ' ὑπό τινος τῶν αὐτοῦ εἴτ' ἐκ θειοτέρας δυνάμεως· [68] ᾄδεται γὰρ καὶ ταῦτα. διό φασιν αὐτὸν ἐκ τοῦ καταρρέοντος τοῦ τραύματος αἵματος κοίλῃ δεξάμενον τῇ χειρὶ καὶ τοῦ ἀέρος τοῦτο κατασκεδάσαντα εἰπεῖν "κορέσθητι, Ναζωραῖε."

   Καὶ ὁ μὲν οὕτως ἀσεβῶς ζήσας βιαίως τὴν ψυχὴν ἐξηρεύξατο, βασιλεύσας ἔτη δύο. τὸ δὲ σῶμα αὐτοῦ ἡ στρατιὰ εἰς Ταρσὸν τῆς Κιλικίας κομίσασα ἔθαψεν ἐν προαστείῳ τῆς πόλεως· οὗ τῷ τάφῳ καὶ τόδε τὸ ἐπίγραμμα ἐπεγράφη·

   Κύδνῳ ἐπ' ἀργυρόεντι ἀπ' Εὐφρήταο ῥοάων

   Περσίδος ἐκ γαίης ἀτελευτήτῳ ἐπὶ ἔργῳ

   κινήσας στρατιὴν τόδ' Ἰουλιανὸς λάχε σῆμα,

   ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής. ὕστερον δὲ ἀνεκομίσθη εἰς τὴν βασιλίδα τῶν πόλεων.

   Ἦν δ' ἐκεῖνος περὶ δόξαν ἐπτοημένος καὶ ἐπὶ τοῖς τυχοῦσιν ἐπαινεῖσθαι βουλόμενος, ἐφ' οἷς δ' ἐσφάλλετο διορθούμενος [69] παρὰ τῶν φίλων οὐκ ἤχθετο. ἦν δὲ καὶ παντοδαπῆς σοφίας μετειληχὼς καὶ μάλιστα τῆς περιττοτέρας, περὶ τὴν δίαιταν ἐγκρατής, ὥστε καὶ τὰ φυσικὰ ταῦτα διαφυγγάνειν, ἐρυγὰς καὶ τὰς ἐκκρίσεις τὰς διὰ στόματος. ἔλεγε δὲ χρῆναι τὸν φιλόσοφον, εἰ οἷόν τε, μηδὲ ἀναπνεῖν. φασὶ δὲ αὐτὸν ἐν Ἀντιοχείᾳ ὄντα ὄναρ ἰδεῖν νεανίαν ξανθὸν τὴν κόμην εἰρηκότα αὐτῷ ὡς "ἐν Φρυγίᾳ τελευτῆσαί σε δεῖ." ὅτε οὖν ἐπλήγη, ἤρετο τοὺς παρόντας ὅπως ὁ τόπος καλοῖτο· ὡς δ' ἤκουσε Φρυγίαν καλεῖσθαι αὐτόν, ἀνέκραξεν "ὦ ἥλιε, ἀπώλεσας Ἰουλιανόν." λέγεται δὲ κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν ἐτελεύτησεν ἐν Ἀντιοχείᾳ γνωσθῆναι τὸν θάνατον αὐτοῦ. τινὰ γὰρ τῶν τῆς τάξεως τοῦ ἐκεῖσε δικαστηρίου, Ἕλληνα κἀκεῖνον καὶ τῆς αὐτῆς θρησκείας τῷ παραβάτῃ, διανυκτερεύοντα περὶ τὴν φυλακὴν τοῦ ἀρχείου συνθήκην ἀστέρων ἐν οὐρανῷ θεάσασθαι γράμματα ἐκτυποῦσαν λέγοντα "σήμερον ἐν Περσίδι Ἰουλιανὸς ἀναιρεῖται." σημειωθείσης οὖν τῆς ἡμέρας, μετὰ ταῦτα ἐγνώσθη ὅτι κατ' ἐκείνην τὴν ἡμέραν ἀνῄρητο. καὶ ὁ μὲν τριάκοντα πρὸς ἑνὶ [70] βιώσας ἐνιαυτοὺς οὕτως ὡς εἴρηται ἀπεβίω. ὁ δὲ διὰ τῶν ἀστέρων τὴν ἐκείνου προμυηθεὶς τελευτὴν ἀφορμὴν ἔσχε πρὸς εὐπιστίαν τὸ ὅραμα.

   Τελευτήσαντος δὲ Ἰουλιανοῦ ψήφῳ κοινῇ Ἰοβιανὸς εἰς τὴν αὐταρχίαν προυκέκριτο, τότε χιλιαρχῶν, ἀνὴρ εὐσεβής, υἱὸς Βαρωνιανοῦ χρηματίσαντος κόμητος. ὁ δ' ἦν τὴν βασιλείαν ἀπαναινόμενος· καὶ τὴν αἰτίαν ἐρωτηθεὶς ἐξεβόησε χριστιανὸς εἶναι καὶ μὴ ἀνέχεσθαι βασιλεύειν στρατοῦ ἑλληνίζοντος. καὶ εὐθὺς ὁμοφώνως ὡς ἐκ συνθήματος ἅπαντες ἀντεβόησαν εἶναι χριστιανοί. καὶ οὕτως ἐκεῖνος δεξάμενος τὴν ἀρχὴν τοῖς Πέρσαις ἐσπείσατο, οὐ προσηκούσας Ῥωμαίοις σπονδὰς ἐξ ἀνάγκης πεποιηκώς. τῆς γὰρ Νισίβεως καὶ Σιγγάρας, πόλεων περιφανῶν, ἐξέστη αὐτοῖς, μετοικίσας τοὺς κατοίκους τῶν πόλεων· ὑφ' ὧν θρηνούντων καὶ ἀναίδην ἐβλασφημεῖτο. ἀλλὰ καὶ χωρῶν αὐτοῖς πολλῶν παρεχώρησε καὶ δικαίων Ῥωμαίοις ἀνηκόντων ἀνέκαθεν. καὶ ὁμήρων δοθέντων ἑκατέρωθεν, οὕτως ἐβεβαιώθησαν αἱ σπονδαί. ἐντεῦθεν ἀναζευγνύντες οἱ Ῥωμαῖοι σπάνει τῶν ἀναγκαίων περιπεπτώκασιν, ὡς μηδὲ ὕδατος εὐπορεῖν.

[71] μόλις γοῦν εἰς τὴν τῆς Κοίλης Συρίας Ἀντιόχειαν ὁ Ἰοβιανὸς καταντήσας τοὺς τῶν χριστιανῶν ἱερεῖς, ὅσοι τε ἐπὶ Κωνσταντίου καὶ ὅσοι ἐπὶ τοῦ παραβάτου τῶν ἐκκλησιῶν ἐξηλάθησαν, εἰς αὐτὰς ἐπανήγαγε καὶ πρὸ τῶν ἄλλων τὸν μέγαν Ἀθανάσιον ἐπὶ Ἀλεξάνδρειαν. ἐξ Ἀντιοχείας δὲ εἰς Ταρσὸν γεγονὼς καὶ τὸ μνῆμα κοσμήσας τοῦ Ἰουλιανοῦ ἐπανῄει· καὶ εἰς Ἄγκυραν τῆς Γαλατίας γεγονὼς κἀκεῖθεν ἀπάρας καὶ σταθμὸν προελθὼν εἰς Δαδάστανά τε καταλύσας αἰφνίδιον τετελεύτηκεν, ὡς μὲν ἔνιοι συνεγράψαντο, ἀρτιφυεῖς μύκητας δηλητηρίους φαγών (ἦν γὰρ λιτὸς περὶ δίαιταν), ὡς δ' ἕτεροι, χειμῶνος ὄντος ἐν οἰκήματι κατέδραθε νέον ἐμπεπλασμένῳ κονίᾳ, καὶ διὰ τὸ τοῦ ψύχους πολὺ ἀνθράκων ἀναφθέντων ἐντὸς ἀτμὶς ἐκ τῆς κονίας πυρουμένης ἀνεδόθη πολλή, καὶ δι' αὐτῆς ἀπεπνίγη κοιμώμενος μηδ' αἰσθόμενος τῆς πνιγμονῆς, ἐξ οἴνου καρηβαρῶν· πολλῷ γὰρ λέγεται κεχρῆσθαι ἀκράτῳ. καὶ οὐδὲ ἡ γυνὴ αὐτοῦ ἔφθη τοῦτον θεάσασθαι, καὶ ταῦτα εἰς ὑπαντὴν αὐτοῦ προελθοῦσα μετὰ βασιλικῆς πομπῆς σὺν τῷ υἱῷ αὐτῆς Βαρωνιανῷ.    Θανόντος μέντοι τοῦ Ἰοβιανοῦ οἱ στρατιῶται σκυθρωπάζοντες τὴν Νίκαιαν κατειλήφασι καὶ γεγονότες ἐκεῖ περὶ βασιλέως [72] ἐβουλεύοντο. καὶ οἱ μὲν τόνδε, οἱ δὲ τόνδε ὠνόμαζον, οἱ πλείους δ' ἐπὶ τῷ Σαλουστίῳ ὑπάρχῳ τῶν πραιτωρίων τυγχάνοντι ὡμοφώνησαν. ὁ δ' ἀπηνήνατο, τὸ γῆρας εἰς παραίτησιν προβαλόμενος. αἰτουμένων δὲ τὸν τούτου υἱὸν οὐ κατένευσε, διὰ νεότητα καὶ γνώμης ἀφέλειαν κρίνας ἐκεῖνον πρὸς ἀρχὴν τοιαύτην ἀνεπιτήδειον. διὸ μετὰ τῶν ἄλλων καὶ αὐτὸς ὁ Σαλούστιος βασιλέα καὶ ἀπόντα Οὐαλεντινιανὸν ἐψηφίσατο.

   Ὁ μέντοι Ἰοβιανὸς εὐσεβὴς ἦν περὶ τὸ δόγμα καὶ ἀγαθοθελής. οἴνου δ' ἥττητο καὶ ἀφροδισίων· καὶ τὴν τοῦ σώματος ἀναδρομὴν εὐμήκης ἐτύγχανε καὶ γραμμάτων οὐκ ἄπειρος. ὃς ὀπίσω ποτὲ τοῦ Ἰουλιανοῦ πορευόμενος ὡς χιλίαρχος ἐν τόπῳ κατάντει προϊόντος ἐπάτησε τὸ κράσπεδον τῆς πορφυρίδος αὐτοῦ. ὁ δέ, εἴτ' ἐκ τούτου διάδοχον αὐτοῦ τὸν Ἰοβιανὸν ἐτεκμήρατο εἴτ' ἐκ μαντείας ἔγνω τοῦτό τινος, εἶπεν "αἴθε κἂν ἄνθρωπος." ἦρξε δὲ οὐδ' ὅλους μῆνας ὀκτώ· ὁ μέντοι νεκρὸς αὐτοῦ εἰς τὸ Βυζάντιον ἀνακομισθεὶς ἐν τῷ τῶν ἁγίων ἀποστόλων ἐτάφη ναῷ, ὅπου μετὰ ταῦτα συνετάφη καὶ ἡ γυνὴ [73] αὐτοῦ Χαριτώ. ἔθανε δὲ Ἰοβιανὸς τρίτον ἄγων τῆς ἡλικίας ἔτος ἐπὶ τριακοστῷ.

   Οὕτω μὲν οὖν, ὡς εἴρηται, Οὐαλεντινιανὸς ἐψήφιστο βασιλεύς. ἀχθεὶς δὲ καὶ ἀναρρηθεὶς καὶ τὰ βασιλικὰ περιέθετο σύμβολα. ὁ δὲ Σαλούστιος, ὅτι σπουδὴν ἐνεδείξατο ἀναρρηθῆναι αὐτόν, ἀμοιβὴν ᾔτει τῶν τῆς ἐπαρχότητος ἀνεθῆναι φροντίδων. καὶ ὁ βασιλεύς "διὰ τοῦτο" εἶπε "τοσούτων μοι πραγμάτων ἐπεφόρτισας ὄγκον, ἵν' αὐτὸς μηδ' ἐφάπτοιο τούτου;" ὥρμητο δὲ Οὐαλεντινιανὸς ἐκ Παιονίας· ἦν δ' εὐσεβὴς τὰ πρὸς τὸν θεόν· διὸ καὶ ὑπερορίᾳ αὐτὸν ὁ Ἰουλιανὸς κατεδίκασεν· εἶτα τριβοῦνον ἀριθμοῦ τῆς ὑπερορίας ἀνακληθέντα ἐποίησεν. οὗτος καὶ τὴν ἰσχὺν γενναιότατος καὶ τὴν γνώμην ἦν δικαιότατος. διὸ καὶ τῶν ἀρχὰς τότε μετιόντων πολλοὺς ὡς ἀδίκους ἐτιμωρήσατο, τὸν κρατοῦντα λέγων ἀπαιτεῖσθαι δικαιοσύνης πρὸ τῶν ἄλλων φροντίζειν.

   Οὗτος κοινωνὸν τῆς βασιλείας Οὐάλεντα τὸν ἀδελφὸν προσελάβετο καὶ τὴν ἑῴαν μοῖραν αὐτῷ πιστεύσας αὐτὸς ἐν τοῖς [74] ἑσπερίοις διέτριβε καὶ πολέμους κατὰ βαρβάρων συγκροτήσας πολλοὺς τρόπαια κατ' ἐκείνων ἐστήσατο. εἶχε δὲ πρὸ τῆς βασιλείας υἱὸν κεκλημένον Γρατιανόν, ὃς αὐτῷ ἐκ τῆς γαμετῆς Σευήρας ἐγένετο· ὃν καὶ ἀνηγόρευσεν αὐτοκράτορα. ἔγημε δὲ καὶ δευτέραν γυναῖκα, ἔτι περιούσης καὶ τῆς προτέρας, Ἰουστῖνα ἦν ἡ δευτέρα, ἐξ ἧς καὶ τὸν νέον ἐγείνατο Οὐαλεντινιανὸν καὶ θυγατέρας Ἰοῦσταν, Γράταν καὶ Γάλλαν.

   Ἐπὶ τούτου τελευτήσαντος Εὐδοξίου τοῦ κακοδόξου τῆς νέας Ῥώμης ἀρχιερέως ἀντεισήχθη Δημόφιλος ὁμόδοξος τυγχάνων τῷ πρὸ αὐτοῦ· ὃς ἐπ' ἔτεσι δώδεκα τῆς ἐκκλησίας ἐκράτησεν. οὗτος ὁ βασιλεὺς καὶ τὸν μέγαν Ἀμβρόσιον ἐπίσκοπον τῆς Μεδιολάνων προεχειρίσατο πόλεως. μαθὼν δὲ περὶ τοῦ ἀδελφοῦ Οὐάλεντος ὅτι τῆς Ἀρειανικῆς ἀντιποιεῖται αἱρέσεως καὶ πάντας βιάζει ταύτῃ συντίθεσθαι, διὰ γραμμάτων ἐπιπλήττει αὐτὸν καὶ ἀποστῆναι παραινεῖ τῆς αἱρέσεως. ὁ δὲ τοῦ οἰκείου θελήματος οὐκ ἀφίστατο καὶ μᾶλλον κατὰ τῶν ὀρθοδόξων ἐξηγριαίνετο.

   Ῥοδανὸς δέ τις πραιπόσιτος παρὰ Οὐαλεντινιανῷ μέγα ἠδύνατο. κατ' αὐτοῦ προσῆλθε γυνή τις Βερνίκη καλουμένη [75] τῷ βασιλεῖ Οὐαλεντινιανῷ ἀδικίαν ἐπεγκαλοῦσα τῷ πραιποσίτῳ. ἐρευνήσας γοῦν ὁ αὐτοκράτωρ καὶ γνοὺς μὴ ψεύδεσθαι τὴν γυναῖκα, προσκαλεσάμενος τὸν πραιπόσιτον θεραπεῦσαι κεκέλευκε τῇ γυναικὶ τὸ ἀδίκημα. κἀκεῖνος τῇ παρρησίᾳ τῇ πρὸς τὸν βασιλέα θαρρῶν οὐδένα λόγον ἔθετο τῆς ἀδικουμένης. προσῆλθεν οὖν καὶ αὖθις τῷ βασιλεῖ ἡ γυνή· καὶ ὃς μαθὼν μήτινα θέσθαι φροντίδα τῆς γυναικὸς τὸν πραιπόσιτον, αὐτίκα γυμνοῖ μὲν ἐκεῖνον τοῦ ἀξιώματος, κελεύει δὲ δεθέντα ἐν τῷ θεάτρῳ περιαχθῆναι, ἀγῶνος ἱππικοῦ ἀγομένου, κηρύκων αὐτοῦ προαγόντων καὶ τὸ εἰς τὴν γυναῖκα βοώντων ἀδίκημα καὶ τοῦ βασιλικοῦ κελεύσματος τὴν παρακοήν· καὶ μετὰ τὴν περιαγωγὴν καὶ τὸ κήρυγμα ἐκεῖ παρευθὺ καυθῆναι αὐτόν. καὶ ὁ μὲν τοιοῦτον εὕρατο τέλος· ἡ δὲ πᾶσα ἐκείνου περιουσία τῇ γυναικὶ διὰ βασιλείου παρακεχώρητο γράμματος.

   Ἐξέλιπε δὲ ὁ βασιλεὺς οὗτος ἐν Γαλλίαις διάγων, ἀπολαύσας χρόνου μακροῦ· ἐβίω γὰρ ἔτη πρὸς τέσσαρσιν ὀγδοήκοντα, ἕνδεκα τούτων βασιλεύσας ἐνιαυτοὺς καὶ τὸν υἱὸν Γρατιανὸν τῆς βασιλείας τῶν ἑσπερίων διάδοχον καταλελοιπώς.

   Οὐάλης δὲ τῶν ἀρειανιζόντων ὑπερμαχῶν ὡς ὁμογνώμων αὐτοῖς τοὺς ὀρθοδόξους ἐδίωκε καὶ πολλὰ ἐπήνεγκεν αὐτοῖς [76] τὰ δεινά, τῇ οἰκείᾳ συζύγῳ Δομνίκᾳ πειθόμενος. καί ποτε ἐν Νικομηδείᾳ διάγοντι προσῆλθον αὐτῷ εἰς πρεσβείαν ἐκ τοῦ τῶν ὀρθοδόξων συστήματος ἄνδρες ἱερατικοὶ ὀγδοήκοντα, οὓς ἅπαντας σὺν τῷ πλοίῳ, δι' οὗ ἐκομίζοντο, καυθῆναι προσέταξε. καὶ κατεφλέχθησαν ἅπαντες ἐν μέσῃ τῇ θαλάσσῃ σὺν τῇ νηὶ ἄχρι Δακιβύζης διαρκεσάσῃ. ὧν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος μέμνηται, λέγων "πρεσβυτέρων ἐμπρησμοὶ θαλάττιοι." οὐ μόνον δὲ τοὺς ὀρθοδόξους ἐκόλαζεν, ἀλλὰ καὶ τὰς ἐκκλησίας ἁπάσας ἀπένεμε τοῖς Ἀρειανοῖς, τοὺς ὀρθοδόξους ἐπισκόπους ἐκδιώκων αὐτῶν. λέγεται γοῦν καὶ τῆς ἐν Νικαίᾳ καθολικῆς ἐκκλησίας ἐκδιωχθέντας τοὺς τοῦ ὀρθοῦ δόγματος τῷ μεγάλῳ προσελθεῖν Βασιλείῳ, κἀκεῖνον πρεσβεῦσαι περὶ τούτου πρὸς τὸν Οὐάλεντα, τὸν δὲ μὴ πείθεσθαι, καὶ τὸν μέγαν φάναι Βασίλειον ὡς "ἐπιτρεπτέον, ὦ βασιλεῦ, τὴν περὶ τούτου κρίσιν [77] τῷ θεῷ, καὶ κλεισθήτω μὲν ἀσφαλῶς ὁ ναός, ἐκτὸς δ' ἑστῶτες οἱ τὰ Ἀρείου φρονοῦντες δείσθωσαν τοῦ θεοῦ. καὶ εἰ μὲν αὐτομάτως αὐτοῖς ἀνοιχθῇ ὁ ναός, ἐχέτωσαν αὐτόν· εἰ δὲ μὴ ἀνοιγῇ, ἐπιτρεπτέον καὶ ἡμῖν δεηθῆναι τοῦ θεοῦ. καὶ εἰ μὲν αὐτομάτως ἀναπετασθῶσιν αἱ πύλαι, νομιστέον ἐκ θεοῦ προσκληρωθῆναι ἡμῖν τὸ θεῖον τεμένισμα· εἰ δὲ οὐδ' ἡμῖν τὸ ἱερὸν ἀνοιγῇ, καὶ οὕτως ἀνείσθω αὐτὸ τοῖς ἀρειανίζουσιν." ἤρεσε ταῦτα τῷ βασιλεῖ καὶ γενέσθαι οὕτως ἐπέτρεψεν. ἐκλείσθη οὖν πάντοθεν ὁ ἐν Νικαίᾳ ναός. ἐδέοντο οἱ ἀρειανίζοντες καὶ ἠδολέσχουν ἐφ' ἱκανόν, ὁ δὲ ναὸς οὐκ ἠνέῳκτο. ὀψὲ δέ ποτε τῶν αἱρετικῶν μεταστάντων οἱ ὀρθόδοξοι τοῦ μεγάλου Βασιλείου προϊσταμένου αὐτῶν τῆς δεήσεως ἤρξαντο· καὶ αὐτίκα τῶν κλείθρων διαρραγέντων καὶ τῶν μοχλῶν αἱ πύλαι διέστησαν ἀπ' ἀλλήλων καὶ τῆς εἰσόδου τοῖς πιστοῖς παρεχώρησαν.

   Οὗτος ὁ βασιλεὺς Ἕλλησι μὲν ἐδίδου θυσίας ποιεῖν καὶ Ἰουδαίοις προσέκειτο· τοῖς δ' ὀρθοδόξοις μόνοις ἀντέκειτο. Σκυθῶν δὲ τὴν Θρᾳκῴαν καὶ Μακεδονικὴν κατατρεχόντων χώραν ἐξῄει τούτοις ἀντιταξόμενος. ὅτε καὶ ὁ μέγας πατὴρ [78] Ἰσαάκιος ἐφ' ἵππῳ αὐτῷ ἐντυχών "ἀπόδος" ἔφη "τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις, ὦ βασιλεῦ, καὶ ἴσθι ὡς ἐπανήξεις νενικηκώς· εἰ δὲ κατὰ θεοῦ στρατεύῃ, οὐκ ἐπανήξεις ἐκεῖθεν." ὠργίσθη ἐπὶ τούτοις ὁ δυσσεβέστατος βασιλεὺς καὶ φρουρεῖσθαι προστάττει τὸν ἅγιον, ἕως ἐπανελεύσεται. ὁ δὲ "εἰ σὺ ὑποστρέψεις" ἔφη "οὐ λελάληκεν ἐν ἐμοὶ ὁ θεός." καὶ ἐν ὀνείρῳ δὲ ἐθεάσατο ὁ Οὐάλης ἄνδρα τινὰ λέγοντα αὐτῷ·

   τάχος βάδιζε πρὸς Μίμαντα τὸν μέγαν,

   ἔνθα μόρος σε δεινὸς ἁρπάζει, τάλαν. διυπνισθεὶς οὖν ἐπυνθάνετο τίς ἂν εἴη ὁ Μίμας. καί τις τῶν λόγοις ἐσχολακότων (τοιοῦτοι γὰρ τοῖς βασιλεῦσι συμπαρωμάρτουν τε καὶ ᾠκείωντο, ὡς εἴθε καὶ νῦν) ἔφη αὐτῷ ὄρος εἶναι τῆς Ἀσίας τὸν Μίμαντα πρὸς τῇ θαλάσσῃ κείμενον. τούτου δὲ καὶ τὸν Ὅμηρον ἐν Ὀδυσσείᾳ μεμνῆσθαι λέγοντα "παρ' ἠνεμόεντα Μίμαντα." καὶ ὃς ἔφη "τίς οὖν μοι ἀνάγκη τὸ ὄρος τοῦτο καταλαβεῖν κἀκεῖσε θανεῖν;" στρατεύσας οὖν κατὰ Σκυθῶν καὶ περὶ τὴν Θρᾴκην αὐτοῖς συμβαλὼν αἰσχρῶς ἡττήθη καὶ φεύγων ἐν οἰκήματι κατεκρύφθη· παρ' ᾧ ἀχυρώδης σεσώρευτο συρφετός. τῶν οὖν Σκυθῶν μετὰ τὴν ἧτταν τοῦ βασιλέως [79] τὴν χώραν ἐκείνην ληιζομένων καὶ ἐμπιπρώντων καὶ τὰς οἰκίας, κἀκεῖνο τὸ οἴκημα καταπέπρηστο, καὶ ὁ Οὐάλης διέφθαρτο ἐν αὐτῷ. ὁ μέντοι ἅγιος Ἰσαάκιος καθειργμένος τὴν κατάφλεξιν τοῦ Οὐάλεντος ἐγνώκει τῷ πνεύματι καὶ εἶπε τοῖς παρατυχοῦσιν ἐκεῖ ὡς "Οὐάλης ἄρτι θνήσκει διὰ πυρός." σημειωθείσης οὖν τῆς ἡμέρας ἐγνώσθη μετὰ ταῦτα μὴ πλανηθῆναι τὸν ἅγιον. μετὰ δὲ τὴν τῶν βαρβάρων ἐκεῖθεν ὑπαναχώρησιν τὸ σῶμα τοῦ βασιλέως ἀναζητούντων τινῶν, εὑρέθη τάφος ἐν τῇ οἰκίᾳ, ἐν ᾗπερ ἐκεῖνος ἐκέκαυτο, παλαιοῦ τινος ἔχων ἐπίγραμμα

   "ἐνταῦθα Μίμας Μακεδὼν στρατηγέτης."

   Τούτῳ τῷ βασιλεῖ ἐπανέστη Προκόπιος ὁ ἀνεψιὸς Ἰουλιανοῦ καὶ ἐκράτησε τοῦ Βυζαντίου. προδοθεὶς δὲ παρὰ τῶν οἰκείων καὶ προσδεθεὶς ἐκ τῶν σκελῶν δύο δένδροις βίᾳ κλιθεῖσι, τῶν δένδρων ἀνεθέντων διεσπάσθη ὁ δείλαιος. καθῃρέθη δὲ τότε καὶ τὰ τείχη τῆς πόλεως Χαλκηδόνος, ὡς τῶν αὐτῆς πολιτῶν τὰ Προκοπίου φρονούντων· ὧν καθαιρουμένων εὑρέθη πλὰξ ἐν τοῖς θεμελίοις αὐτῶν ἔχουσα γεγραμμένα ταυτί·

[80]    ἀλλ' ὅτε δὴ Νύμφαι ἱερὸν κατὰ ἄστυ χορείην

   τερπόμεναι στήσονται ἐϋστεφέας κατ' ἀγυιάς,

   καὶ τεῖχος λουτροῖσι πολύστονον ἔσσεται ἄλκαρ,

   δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων

   ἄγρια μαργαίνοντα, κακὴν ἐπιειμένα ἀλκήν,

   Ἴστρου Κιμμερίοιο πόρον διαβάντα σὺν αἰχμῇ

   Σκυθικὴν ὀλέσει χώραν καὶ Μυσίδα γαῖαν.

   Θρηικίης δ' ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν

   αὐτοῦ κεν βιότοιο τέλος καὶ πότμον ἐπίσποι. ὁ μὲν οὖν Οὐάλης τῇ τῶν τειχῶν τῆς Χαλκηδόνος ὕλῃ εἰς οἰκοδομὴν ὁλκοῦ ἐχρήσατο ὕδατος, ὃν ἀγωγὸν ἡ δημώδης ὀνομάζει φωνή, καὶ τοῦτον Οὐάλεντα ἐπωνόμασε, δι' οὗ πεποίηκεν εἰς τὴν πόλιν ὕδωρ εἰσάγεσθαι, ἵν' ἀφθονία ὕδατος εἴη αὐτῇ καὶ πρὸς ἄλλην χρῆσιν καὶ πρὸς λουτρά. ὁ δὲ τῆς πόλεως ἔπαρχος Νυμφαῖον ἐν τῷ καλουμένῳ Ταύρῳ κατεσκευάκει, τὰς ἐκ τοῦ τῶν ὑδάτων ὁλκοῦ χάριτας ἐκ τούτου παραδεικνύς. οἷς εἵπετο καὶ ἡ τῶν βαρβάρων ἐπέλευσις κατὰ τὰ γεγραμμένα [81] ἐν τῇ πλακί, οἳ ἐληίσαντο μὲν τὴν Θρᾴκην, περὶ δὲ αὐτὴν κατηναλώθησαν ὕστερον.

   Ἐπὶ τούτου δὴ τοῦ Οὐάλεντος λέγεται Λιβάνιος ὁ σοφιστὴς καὶ Ἰάμβλιχος ὁ Πρόκλου διδάσκαλος ἀλεκτορομαντείαν ποιῆσαι, ζητοῦντες γνῶναι τὸν μετὰ τὸν Οὐάλεντα βασιλεύσοντα. ἡ δὲ τοιαύτη, ὡς λόγος, ἐστίν. ἐν κόνει τὰ κδ΄ γράφονται γράμματα, καὶ τούτων ἑκάστῳ σίτου κόκκος ἢ κριθῆς ἐπιτίθεται. εἶτ' ἀλέκτωρ ἀφίεται, ἐπᾳδομένων ἐπὶ τούτοις τινῶν ἐπῳδῶν, καὶ κατασκοπεῖται ἐκ τίνων στοιχείων λαμβάνει κόκκους. καὶ ταῦτα συντιθέμενα δήλωσιν ποιεῖσθαι τοῦ ζητουμένου δοξάζεται. τοῦτο τοίνυν κἀκεῖνοι τότε ποιήσαντες εἶδον λαβόντα τὸν ἀλέκτορα τὸν ἐν τῷ θ κόκκον καὶ τὸν ἐν τῷ ε, τὸν ἐν τῷ ο καὶ τὸν ἐν τῷ δ. ἔδοξεν οὖν ἀμφίβολον τὸ δηλούμενον· ἢ γὰρ Θεόδωρον ἐδόκει δηλοῦν ἢ Θεοδόσιον ἢ Θεόδοτον. τοῦτο μαθὼν ὁ Οὐάλης πολλοὺς τῶν τοιούτοις κεκλημένων ὀνόμασιν ὑποπτεύσας ἀπώλεσεν. ἐζήτει δὲ καὶ αὐτοὺς τοὺς τὴν μαντείαν ποιήσαντας. ὅθεν τὴν ἐκείνου δείσας ὠμότητα ὁ Ἰάμβλιχος φάρμακον δηλητήριον [82] πεπωκώς, ὥς τινες ἱστορήκασιν, ἑαυτὸν τοῦ ζῆν ὑπεξήγαγεν. ἦν γὰρ δυσπαραίτητος τὰς ὀργὰς ὁ Οὐάλης· ὅθεν καὶ ἔλεγεν ὡς "ὁ ταχὺ μεταθέμενος τῆς ὀργῆς καὶ τοῦ δικαίου ἂν μετάθοιτο τάχιστα." οὗτος ἔτη βεβασίλευκε δέκα ἐπὶ τρισὶ καὶ μῆνας τέσσαρας καὶ ἀξίως τῆς οἰκείας δυσσεβείας διέφθαρτο.

   Γρατιανὸς δὲ ὁ υἱὸς Οὐαλεντινιανοῦ καὶ Οὐαλεντινιανὸς ὁ νέος ὁ τούτου ἀδελφὸς τῆς Ῥωμαϊκῆς ἀρχῆς γεγόνασιν ἐγκρατεῖς· μόνος μὲν γὰρ ὁ Γρατιανὸς παρὰ τοῦ πατρὸς ἀνερρήθη, ὥσπερ ἤδη ἱστόρηται. ὅτε δὲ ὁ Οὐαλεντινιανὸς ἐτελεύτησεν, οὐ παρῆν οὗτος ἐπὶ τῷ θανάτῳ τῷ τοῦ πατρός. ἡ γοῦν στρατιὰ τηνικαῦτα τὸν νέον Οὐαλεντινιανὸν βασιλέα ἀνεῖπε τετραετῆ τότε τυγχάνοντα. ἐπανελθὼν δ' ἐκ τῆς ἀποδημίας Γρατιανὸς τοὺς μὲν στρατιώτας ἐκάκισε καί τινας αὐτῶν καὶ ἐκάκωσε, κολάσας τοὺς τῆς τοῦ ἀδελφοῦ πρωτουργοὺς ἀναρρήσεως, ὡς ἄτερ γνώμης αὐτοῦ βασιλέως ὄντος ἄλλον ἀναγορεύσαντας. τὸν δὲ ἀδελφὸν αὐτὸν συνάρχειν οὐ παρῃτήσατο, ἀλλὰ κοινωνὸν τῆς βασιλείας προσείλετο. οὗτος ὁ βασιλεὺς τὸν πατέρα ἐζήλωσεν [83] εἰς εὐσέβειαν. ὅθεν καὶ τῷ θείῳ Οὐάλεντι συμμαχίαν αἰτήσαντί ποτε κατὰ τῶν Σκυθῶν ἐξ αὐτοῦ οὐ παρέσχετο, γράψας αὐτῷ ὡς "οὐ δεῖ τῷ ἐχθρῷ τοῦ θεοῦ συμμαχεῖν." τοῖς δ' ἐξελαθεῖσι ποιμέσι τῶν οἰκείων ἐκκλησιῶν διὰ δόγματος ἐφῆκε τὴν εἰς αὐτὰς ὑπονόστησιν.

   Τῶν δὲ Σκυθῶν μετὰ τὴν Οὐάλεντος ἧτταν ἐξογκωθέντων τὸ φρόνημα καὶ τήν τε Θρᾴκην ληιζομένων καὶ τὰ περὶ αὐτὴν καὶ ἀκαθέκτων ὄντων τὸν ἐξ Ἰσπανίας μετεκαλέσατο Θεοδόσιον (ἡ δ' Ἰσπανία τῆς Εὐρωπαίας Ἰβηρίας ἐστὶ πόλις ἡ διαφορωτάτη τῶν ἐν αὐτῇ), ἄνδρα γενναιότατόν τε καὶ εὐσεβέστατον. τοῦτον οὖν προχειρισάμενος στρατηγὸν μετὰ στρατιᾶς κατὰ βαρβάρων ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ νικήσας τρόπαιον ἤρατο, πλήθους μὲν Σκυθικοῦ κατασφαγέντος ἐν τῷ πολέμῳ πολλοῦ, τῶν δὲ λοιπῶν εἰς φυγὴν τραπέντων, καὶ τῶν μὲν ἀπολλυμένων ἐν τῷ καταλαμβάνεσθαι, τῶν δ' ὑπ' ἀλλήλων διαφθαρέντων ἐν τῇ φυγῇ. πάντων τοίνυν σχεδὸν τῶν βαρβάρων ἐκείνων ἀπολωλότων τὴν στρατιὰν ἐκεῖ καταλείψας ὁ Θεοδόσιος, αὐτὸς πρὸς τὸν Γρατιανὸν τῆς νίκης ἧκεν αὐτάγγελος [84] ἐν Παιονίᾳ τότε διάγοντα. ἀπαγγείλας δὲ τὴν νίκην τῷ βασιλεῖ καὶ τὸν τῶν βαρβάρων εὐαγγελισάμενος ὄλεθρον ἠπιστεῖτο διά τε τὸ τοῦ ἔργου ταχὺ καὶ τὸ δυσμαχώτατον τῶν Σκυθῶν. ἐπεὶ δ' ἔγνω τὸ ἀληθὲς καὶ τὴν τῶν βαρβάρων φθορὰν ὁ αὐτοκράτωρ πεπληροφόρητο, καὶ ἐθαύμασε τὸν ἄνδρα τῆς τε ταχυτῆτος καὶ τοῦ ἀριστεύματος ἕνεκα καὶ ἐπῄνεσεν. ἤδη δὲ καὶ τῆς Οὐάλεντος μοίρας προσκτηθείσης αὐτῷ μετὰ τὴν ἐκείνου φθορὰν ἀπιδὼν πρὸς τὸ ἄπειρον σχεδὸν τῆς ἀρχῆς καὶ συνιδὼν ὡς οὐχ οἷός τ' ἂν εἴη αὐτὸς μόνος τὴν τοσαύτην ἰθύνειν ἀρχήν, βασιλέα τῆς νέας Ῥώμης ἀναγορεύει τὸν Θεοδόσιον, ἅμα μὲν τῆς ἀριστείας αὐτὸν ἀμειβόμενος, ἅμα δὲ καὶ μηδένα κρίνας ἕτερον εἰς κοινωνίαν τῆς ἀρχῆς τούτου κρείττω ἐσόμενον. τὴν γοῦν ἑῴαν ἅπασαν καὶ τὴν Θρᾴκην αὐτῷ ἀναθέμενος ἐκεῖνος ἑαυτῷ ἀπεκλήρωσε τὰ ἑσπέρια. καὶ ἐπὶ τὰς Γαλλίας γενόμενος ἀνῃρέθη δόλῳ ὑπὸ Ἀνδραγαθίου τοῦ στρατηγοῦ, βασιλεύσας μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν ἐπὶ ἐνιαυτοὺς ἕξ.

   Τοῦ δὲ Γρατιανοῦ τελευτήσαντος κατελείφθη βασιλεὺς αὐτοκράτωρ [85] τῶν ἑσπερίων ὁ νέος Οὐαλεντινιανός, μήπω δὲ πρόσηβος γεγονώς. ὃς ὑποφθαρεὶς παρὰ τῆς μητρὸς Ἰουστίνης ἀρειανιζούσης τῷ τῶν Ἀρειανῶν συνέθετο δόγματι καὶ τοῖς ὀρθοδόξοις ἀντέκειτο. ἐπαναστάντος οὖν αὐτῷ τοῦ Μαξίμου καὶ τυραννίδι ἐπιχειρήσαντος καὶ ἐν μάχαις ὑπερτερήσαντος ἔγραψε πρὸς τὸν βασιλέα Θεοδόσιον τὰ συμβάντα, συμμαχίαν αἰτούμενος. κἀκεῖνος μὴ δεῖν θαυμάζειν ἀντέγραψεν εἰ ὁ δοῦλος ὑπερτερεῖ δεσπότου κατεξαναστὰς τοῦ τὸν οἰκεῖον ἀθετοῦντος δεσπότην καὶ κτίσμα καὶ δοῦλον καλοῦντος τὸν κτίστην καὶ τῷ πατρὶ ὁμοούσιον καὶ ὁμότιμον. ἀπελθὼν δὲ εἰς συμμαχίαν αὐτοῦ τόν τε Μάξιμον συλλαβὼν ἀνεῖλε καὶ τὸν στρατηγὸν Ἀνδραγάθιον, ὃς ἐδολοφόνησε τὸν Γρατιανόν.

   Εἶτ' αὖθις Εὐγένιος ἐπανέστη κατὰ τοῦ νέου Οὐαλεντινιανοῦ καὶ τυραννίδι ἐπέθετο. φοβηθεὶς οὖν Οὐαλεντινιανὸς ἀγχόνῃ τοῦ βίου ἑαυτὸν ὑπεξήγαγε. καὶ μαθὼν τὴν Εὐγενίου τυραννίδα Θεοδόσιος ἐξεστράτευσε κατ' αὐτοῦ. καὶ εἰς Θεσσαλονίκην ἐλθὼν μετὰ τοῦ στρατεύματος ἐκεῖνος μὲν ὑβρίσθη [86] ὑπὸ τῶν Θεσσαλονικέων, ὁ δὲ ἔπαρχος ἐφονεύθη, στασιάσαντος τοῦ δήμου δι' αἰτίας τινάς. τότε μὲν οὖν ἐπὶ τῇ τοῦ λαοῦ κινήσει ἔδοξεν ἀνεξικακῆσαι ὁ βασιλεύς· μετὰ δὲ ταῦτα ἱππικὸν ἀγῶνα ἐκήρυξε καὶ τοῦ λαοῦ ἀθροισθέντος ἐπὶ τὸ θέατρον περιέστησεν αὐτοῖς τὰ στρατεύματα καὶ κατετόξευσαν τὸν δῆμον καὶ κατηκόντισαν, ὥστε θανεῖν ἐξ αὐτῶν ἄχρι τῶν πεντεκαίδεκα χιλιάδων. καὶ οὕτως ἐκπλήσας ὁ Θεοδόσιος τὸν θυμόν, ἐκεῖθεν ἀπάρας εἰς τὴν πόλιν τῶν Μεδιολάνων ἀφίκετο. ὅπου καὶ ἠλέγχθη παρὰ τοῦ μεγάλου Ἀμβροσίου καὶ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν οὐ συγκεχώρητο. καὶ οὐ πρότερον ἐφῆκεν αὐτῷ τὴν εἰς τὸ θεῖον τέμενος εἴσοδον, εἰ μὴ νόμον ἔθετο τὰς ψήφους τὰς φονικὰς μὴ πρότερον ἐκβιβάζεσθαι, πρὶν ἂν παρέλθοιεν μετὰ τὴν ψῆφον ἡμέραι τριάκοντα. τοῦτο δ' ἐποίησε διὰ τὸ τοῦ βασιλέως ὀξύρροπον εἰς θυμόν, ἵνα διὰ τῶν τριάκοντα ἡμερῶν τοῦ θυμοῦ καταστορεννυμένου ἀπαθῶς ἐπισκέπτηται τὰς ψήφους καὶ τὰς μὲν ἐννόμους κυροῖ, τῶν δὲ δι' ὀργὴν ἴσως ἐψηφισμένων ἀργίαν καταψηφίζηται. τῷ δὲ τυράννῳ [87] Εὐγενίῳ συμμίξας ἐν ταῖς Γαλλίαις ὁ Θεοδόσιος νικᾷ τε αὐτὸν καὶ συλλαμβάνει καὶ ἀναιρεῖ.

   Οὗτος ὁ βασιλεὺς ἰδιωτεύων εἶχε γυναῖκα εὐσεβῆ καὶ σώφρονα καὶ φιλόπτωχον τὴν Πλακίλλαν, ἐξ ἧς αὐτῷ ἐγεννήθησαν Ὀνώριος καὶ Ἀρκάδιος· ἣν καὶ Αὐγούσταν ἐποίησε. μετὰ δὲ τὴν βασιλείαν θανούσης αὐτῆς ἔγημε Γάλλαν τὴν Οὐαλεντινιανοῦ τοῦ μεγάλου θυγατέρα.

   Ἀποδημοῦντος δὲ τοῦ βασιλέως εἰς τὰ ἑσπέρια οἱ Ἰουδαῖοι τὸν τῆς πόλεως ἔπαρχον Ὀνωράτον δεξιωσάμενοι κτίζουσι συναγωγὴν ἐν τοῖς Χαλκοπρατίοις πολυτελῆ, ἐκείνου παραχωρήσαντος· ἦν γὰρ τὰ Ἑλλήνων πρεσβεύων. ὁ δὲ τῆς πόλεως δῆμος ἀγανακτήσας ἐπὶ τούτῳ ἐβλασφήμει τὸν ἔπαρχον· καὶ ὃς ἐν οὐδενὶ λόγῳ τὰς βλασφημίας πεποίητο. μὴ φέρων οὖν ὁ λαὸς πῦρ ἐνίησι νυκτὸς τῇ συναγωγῇ καὶ ταύτην ἐμπίπρησι. γράφει οὖν περὶ τούτου τῷ βασιλεῖ Θεοδοσίῳ ὁ ἔπαρχος. κἀκεῖνος ἐπιτιμᾷ τοῖς τολμήσασι τὸν ἐμπρησμὸν τῆς συναγωγῆς ἔκτισιν τῶν ἀναλωμάτων τῶν εἰς αὐτὴν καὶ ἐφίησιν αὖθις κτισθῆναι [88] αὐτήν. τοῦτο μαθὼν ὁ μέγας Ἀμβρόσιος, τοῦ βασιλέως τῇ πόλει Μεδιολάνων ἐνδημοῦντος καὶ κατά τινα τῶν δεσποτικῶν ἑορτῶν εἰς τὴν ἐκκλησίαν ἀφικομένου, ἤρξατο λέγειν "ἵνα τί, βασιλεῦ, τὸν ἐξ ἰδιώτου σε βασιλέα ποιήσαντα καὶ τὴν οἰκείαν ἐγχειρίσαντα ποίμνην, ἣν τῷ ἑαυτοῦ ἐκτήσατο αἵματι, καὶ ταινιώσαντά σου τὴν κεφαλὴν αὐχμῶσαν πρῴην, αὐτὸς ὑβρίζεις, τοὺς ἀθετοῦντας αὐτὸν τῶν ἐπεγνωκότων προτιμοτέρους τιθέμενος καὶ δίκας εἰσπράττων ὑπὲρ Ἰουδαίων χριστιανοὺς καὶ βίαν αὐτοῖς ἐπάγων ἐν μέσῃ τῇ πόλει, ἐν ᾗ κηρύττεται ὁ Χριστὸς καὶ προσκυνεῖται σταυρός, συναγωγὴν οἰκοδομῆσαι τοῖς χριστοκτόνοις;" καὶ ὁ βασιλεὺς πρὸς τὸν ἔλεγχον αἰδεσθεὶς ἔφη "καὶ δώσομεν, ὦ ἐπίσκοπε, τοῖς δήμοις ἀτάκτως καὶ ἀναιδῶς εὐνομουμέναις πόλεσιν ὅσα βούλονται δρᾶν;" "ἀλλ' οὐδὲ τοῦτο δοτέον, ὦ βασιλεῦ," ὁ ἱερὸς Ἀμβρόσιος ἀντεπήνεγκε "τὸ συναγωγὰς ἔχειν τοὺς Ἰουδαίους ἐν μέσῳ πόλεως εὐσεβοῦς καὶ βλασφήμους εὐχὰς ἀναπέμπειν ἐπ' ἀκροάσει θεοσεβῶν. μὴ σύγε τοῦτο θεσπίσαις, ὀρθοδοξότατε Αὔγουστε." τούτοις [89] ὁ Θεοδόσιος μαλαχθεὶς τοῖς Βυζαντίοις τε ἀνῆκε τὸ ἐπιτίμιον καὶ συναγωγὴν ἐντὸς τῆς βασιλίδος τῶν πόλεων τοὺς Ἰουδαίους ἔχειν ἀπείρηκε.

   Τοῖς Ἀντιοχεῦσι δὲ φόρων ἐπιταχθέντων νέων, κινηθεὶς ὁ δῆμος εἰς ἀγανάκτησιν διὰ τὸ καινὸν τῆς εἰσπράξεως εἰκόνας τῆς προτέρας γαμετῆς τοῦ βασιλέως Θεοδοσίου ἐν τῇ ἀγορᾷ τῆς πόλεως αὐτῶν ἱσταμένας κατέσπασε καὶ ἔσυρεν ἐν ταῖς δημοσίαις ὁδοῖς. διόπερ ὀργισθεὶς ἐκεῖνος τά τε δίκαια τῆς πόλεως ἀφείλετο καὶ τῇ ἐκ γειτόνων Λαοδικείᾳ ταύτην ὑπέταξε καὶ τοὺς αὐτῆς πολίτας διαθήσειν ἠπείλει κακῶς· καὶ διέθετο ἄν, εἰ μὴ Φλαβιανὸς ὁ τότε τῆς Ἀντιοχείας ἀρχιερεὺς τῷ βασιλεῖ προσελθὼν ἐπρέσβευσε καὶ ἐνδοῦναι αὐτὸν πεποίηκε τοῦ θυμοῦ. ὅτε καὶ ὁ μέγας πατὴρ ὁ Χρυσόστομος Ἰωάννης τοὺς Ἀνδριάντας ἐπιγραφομένους λόγους συνέγραψε, τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας τυγχάνων πρεσβύτερος.

   Τότε καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος, κεκρυμμένως πρῴην διδάσκων τοὺς ὀρθοδόξους ἐν τῷ τῆς ἁγίας Ἀναστασίας [90] ναῷ διὰ τὴν τῶν αἱρετικῶν ἀναίδειαν καὶ θρασύτητα, τοῦ βασιλέως Θεοδοσίου τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις ἀνεικότος καὶ τοὺς ἀρειανίζοντας ἐκδιώξαντος παρρησίᾳ τόν τε υἱὸν ὁμοούσιον ἐκήρυττε τῷ πατρὶ καὶ τὸ ἅγιον πνεῦμα θεὸν ἀμφοῖν συμπροσκυνούμενον καὶ συνδοξαζόμενον. ὁ γὰρ Μακεδόνιος, ὃς καὶ πατριάρχης ἐπ' ὀλίγον, ὡς ἤδη ἱστόρηται, τῆς Κωνσταντινουπόλεως γέγονε, θεὸν αὐτὸ λέγεσθαι οὐκ ἠνείχετο, ἀλλ' οὐδ' ἰσοσθενὲς τῷ πατρὶ καὶ τῷ υἱῷ οὔτε μὴν ὁμοούσιον. διὸ καὶ ἡ δευτέρα τότε συγκεκρότητο σύνοδος, τοῦ βασιλέως προστάξαντος, ἑκατὸν καὶ πεντήκοντα συναθροισθέντων θεοφόρων πατέρων ἐν τῇ βασιλευούσῃ τῶν πόλεων, ὧν προεξῆρχον ἐν τοῖς ἀγῶσιν ὁ θεολόγος καὶ ὁ μέγας Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος καὶ ὁ ἱερὸς Ἀμφιλόχιος, τῆς Ἰκονιέων προεστὼς ἐκκλησίας, οἳ τὸ πνεῦμα τὸ ἅγιον καὶ θεὸν ἐδογμάτισαν καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ ὁμοούσιόν τε καὶ ὁμοδύναμον καὶ τὸν Μακεδόνιον καὶ τοὺς ὁμοδοξοῦντας αὐτῷ τῆς καθολικῆς ἐκκλησίας ἐξέκοψαν, καὶ εἰς τὸ ἅγιον σύμβολον τὴν περὶ τοῦ ἁγίου πνεύματος προσέθεντο συγγραφήν, ἀπὸ τοῦ "καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον" μέχρι τέλους, καὶ τὰ ἐν τῇ πρώτῃ συνόδῳ δογματισθέντα [91] ἐπεβεβαίωσαν. ὅτε καί τινες τῶν ἐπισκόπων βασκήναντες τῷ θεολόγῳ τοῦ θρόνου χάριν τῆς Κωνσταντινουπόλεως οὐ κανονικῶς εἶπον αὐτὸν ἐπιβεβηκέναι τοῦ θρόνου, ὡς ἑτέρῳ πρότερον ἐπικηρυχθέντα. διὸ καὶ τὸν συντακτήριον ὁ ἅγιος συγγραψάμενος καὶ δημοσίᾳ ἀνεγνωκὼς ἐξέστη τοῦ θρόνου καὶ εἰς τὴν οἰκείαν πατρίδα τὴν Ναζιανζὸν ἐπανῆλθε. κεχειροτόνητο δὲ τῆς Κωνσταντινουπόλεως πατριάρχης Νεκτάριος, συγκλητικὸς ἀνὴρ καὶ πολιτικὰς ἀρχὰς ἠνυκώς. τότε καὶ ὁ θρόνος τῆς νέας Ῥώμης δευτέραν τάξιν ἔλαχε, μετὰ τὴν πρεσβυτέραν Ῥώμην ταχθείς, τῶν ἑτέρων δὲ προκριθείς.

   Ἀλλὰ καὶ ὁ μέγας Ἀμφιλόχιος τότε ἠξίου τὸν βασιλέα ἐξελαθῆναι τῆς πόλεως τοὺς Ἀρειανούς, οἷα τὸν υἱὸν τοῦ θεοῦ βλασφημοῦντας, ἢ τέως μὴ παραχωρεῖσθαι συνάξεις ποιεῖν. ὡς δὲ νωθῆ πρὸς τοῦτο ἑώρα τὸν Θεοδόσιον, φυλάξας καιρόν, ὅτε καὶ ὁ Ἀρκάδιος συνεδριάζων ἦν τῷ πατρί, εἰσῆλθε καὶ τῷ μὲν βασιλεῖ τὴν προσήκουσαν ἀπένειμε καὶ πρόσρησιν καὶ προσκύνησιν, πρὸς δὲ τὸν Ἀρκάδιον ἀμελῶς οὕτως ἔφη "χαίροις καὶ σύ, παιδίον." χαλεπήναντος δὲ τοῦ βασιλέως ἐπὶ τῇ καταφρονήσει [92] τοῦ υἱοῦ, εἶτά φησιν ὁ ἅγιος "σὺ μὲν ἄνθρωπος ὢν τὴν τοῦ παιδὸς ἀτιμίαν τοῦ σοῦ πρᾴως οὐκ ἤνεγκας. οἴει δὲ τὸν θεὸν τοὺς τὸν ἐκείνου μονογενῆ παῖδα βλασφημοῦντας μὴ βδελύττεσθαί τε καὶ ἀπεχθάνεσθαι μηδ' ὀργίζεσθαι κατὰ τῶν ἐκχωρούντων ἐκείνοις τοῖς ὀρθοδόξοις συναναστρέφεσθαι καὶ διαφθείρειν πολλούς;" θαυμάσας οὖν ἐπὶ τῇ μεθόδῳ τοῦ ἁγίου ὁ βασιλεὺς δόγματι τοὺς τῶν αἱρετικῶν συλλόγους κεκώλυκε.

   Τὸν τελευταῖον δὲ τυραννήσαντα καθελόντι Εὐγένιον τούτῳ τῷ βασιλεῖ ἡ τῶν Ῥωμαίων ἀρχὴ περιελήλυθε ξύμπασα, καὶ ἀναγορεύει τοὺς δύο υἱοὺς αὐτοῦ βασιλεῖς. θέλων δὲ καὶ τῆς ἐν λόγοις μετασχεῖν αὐτοὺς παιδείας καὶ τῆς ἐν ἤθεσιν, ἐκ Ῥώμης ἤγαγε τὸν μέγαν Ἀρσένιον διάκονον ὄντα τῆς ἐκεῖ ἐκκλησίας, ἐπὶ σοφίᾳ τε καὶ ἀρετῇ περιβόητον· καὶ αὐτῷ τοὺς παῖδας παρέδωκε, μὴ ὡς βασιλεῦσιν αὐτοῖς, ἀλλ' ὡς ἰδιώταις καὶ τοῖς τυχοῦσι προσφέρεσθαι ἐντειλάμενος, καὶ μαστίζειν, εἰ ἀμελοῦντας ὁρῴη ἢ παρεξιόντας τι τοῦ καθήκοντος, καὶ ὡς οἰκείοις τούτοις κεχρῆσθαι παισί. τιμῆς δὲ μεγάλης ἠξίωσε τὸν Ἀρσένιον καὶ χρήμασι κατεπλούτισεν. ὁ δὲ τοὺς παῖδας παραλαβὼν [93] ἐκείνους μὲν ἐπὶ θρόνων ἐκάθιζεν, αὐτὸς δ' ἑστὼς ἐπλήρου τὴν διδασκαλίαν αὐτοῖς. καί ποτε ἀθρόον αὐτοῖς ὁ βασιλεὺς ἐπιστὰς καὶ τοὺς μὲν καθημένους εὑρών, ἱστάμενον δὲ τὸν Ἀρσένιον, ἠγανάκτησε, καὶ τοὺς μὲν παῖδας τῶν θρόνων ἐξαναστήσας, καθίσας δὲ τὸν Ἀρσένιον, οὕτω διδάσκειν αὐτοὺς διετάξατο. καὶ ἦσαν ἔκτοτε οἱ μὲν παρεστῶτες τῷ διδασκάλῳ, ὁ δὲ διδάσκων καθήμενος. ποτὲ τοίνυν παρασφαλέντι τῷ Ἀρκαδίῳ μάστιγας ἐνέτεινεν ὁ διδάσκαλος. ὁ δὲ μηνιῶν διὰ ταύτας αὐτῷ ἐπιβουλὴν συντίθησι κατ' αὐτοῦ καὶ κτεῖναι τὸν ἄνδρα διεμελέτησε καὶ τὸν σφαγέα ἡτοίμαζε. γνοὺς δὲ τὸ μελετώμενον ὁ Ἀρσένιος λάθρᾳ τῶν βασιλείων ὑπανεχώρησε καὶ εἰς τὴν Σκῆτιν ἀπελθὼν τὴν μονήρη ζωὴν ὑπῆλθε καὶ ἰσάγγελος γέγονε. πολλὴν δὲ αὐτοῦ θέμενος ζήτησιν ὁ βασιλεὺς Θεοδόσιος οὐκ ἔγνω ὅποι γῆς ἦν.

   Νοσήσας δὲ ὁ βασιλεὺς οὗτος ἐν Μεδιολάνοις μετήλλαξε τὴν ζωήν, ἑπτακαίδεκα ἔτη τὴν βασιλείαν ἰθύνας ἐπὶ πέντε μησί, μερίσας δὲ ταύτην τοῖς δυσὶν υἱέσιν αὐτοῦ, καὶ τῷ μὲν Ἀρκαδίῳ τὴν νέαν ἀπονείμας Ῥώμην καὶ τὸ ἑῷον τμῆμα, τῷ [94] Ὀνωρίῳ δὲ τὴν πρεσβυτέραν Ῥώμην προσκληρώσας καὶ τὰ ἑσπέρια.

   Ἦρχεν μὲν οὖν ἑκάτερος τούτων τῆς ἀπονεμηθείσης μοίρας αὐτῷ, καὶ γνόντες ὡς ἐν τῇ Σκήτει μονάζων ὁ μέγας Ἀρσένιος ἦν, πλειστάκις αὐτῷ ἐπεστάλκασιν εὔχεσθαι ἀξιοῦντες ὑπὲρ αὐτῶν. ὁ δέ γε Ἀρκάδιος καὶ ἰδίᾳ τῷ ἁγίῳ ἐπέστειλε, παρακαλῶν συγγνώμην νεῖμαι αὐτῷ διὰ τὴν κατ' αὐτοῦ ἐπιβουλήν, καὶ ἐπέτρεπε λαβεῖν αὐτὸν τὸν τῆς Αἰγύπτου πάσης δασμὸν καὶ χρήσασθαι ὡς αὐτῷ πρὸς βουλῆς. ὁ δὲ μέγας Ἀρσένιος ἀντεπιστεῖλαι μὲν τοῖς αὐτοκράτορσιν οὐκ ἠθέλησε, τοῖς δ' εἰς αὐτὸν ἀποσταλεῖσιν εἰπεῖν αὐτοῖς ἐνετείλατο ὅτι "ὁ θεὸς συγχωρήσει ὑμῖν καὶ τὰ αὐτοῦ πράττειν ποιήσει θελήματα· ἐμοὶ δὲ ἤδη νεκρωθέντι τῷ κόσμῳ τὰ χρήματα ἄχρηστα."

   Οὗτος ὁ βασιλεὺς Ἀρκάδιος ἐν τῇ Θρᾴκῃ πόλιν οἰκοδομήσας Ἀρκαδιούπολιν αὐτὴν ἐπωνόμασε καὶ τὸν ἐν Ξηρολόφῳ ἀνήγειρε κίονα καὶ ἐπ' αὐτοῦ ἀνδριάντα οἰκεῖον ἐνίδρυσε.

[95]    Τοῦ πατριάρχου δὲ Κωνσταντινουπόλεως Νεκταρίου θανόντος τὸν χρυσοῦν τὴν γλῶτταν Ἰωάννην ἐξ Ἀντιοχείας ἀγαγὼν τῆς μεγάλης πατριάρχην τῆς νέας Ῥώμης προβάλλεται. νωθὴς δὲ ὢν καὶ τὴν γνώμην πέρα τοῦ δέοντος μαλθακὸς ὑπὸ τῆς γαμετῆς κατήρχετο Εὐδοξίας. ἡ δὲ ἦν γύναιον ἰταμὸν καὶ χρημάτων ἡττώμενον ἔρωτος, κἀντεῦθεν καὶ ἀδικώτατον. ὅθεν καὶ παρὰ τοῦ μεγάλου πατρὸς ἀνακοπτόμενον τῆς ὁρμῆς ἔστι δ' οὗ καὶ ἐπιτιμώμενον ἠρέθιστο εἰς ὀργὴν καὶ ἀμύνασθαι τὸν ἅγιον ἔσπευδεν. εὑροῦσα δὲ καὶ τὸν Ἀλεξανδρείας Θεόφιλον τῆς κακίας αὐτῆς συνεργὸν πείθει τὸν Ἀρκάδιον ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐκβέβλητο καὶ ἀπήγετο ὑπερόριος· ὁ δὲ τῆς πόλεως δῆμος, οἱ μὲν ἐθρήνουν, οἱ δὲ ἐστασίαζον. ὃ γνοὺς ὁ νωθὴς Ἀρκάδιος στέλλει κατὰ τάχος τὸν Ἰωάννην ἀνακαλούμενος καὶ ἐπαναχθεὶς αὖθις ἀπεδόθη τῇ ἐκκλησίᾳ. ὁ δὲ ἀδούλωτος ὢν οὐκ ἐπαύετο κατὰ τῶν ἀδικούντων τὴν γλῶτταν κινῶν. ἡ δὲ βασιλὶς Εὐδοξία ἑαυτῇ τὰς περὶ ἀδικίας διδασκαλίας [96] προσαρμόττουσα (ἤλεγχε γὰρ αὐτὴν ἡ συνείδησις τοιαύτην οὖσαν) ἐμηνία καὶ τοὺς θυμοὺς ἐξέκαιε κατὰ τοῦ μεγάλου πατρός. καὶ πάλιν, ἵνα τὰ ἐν μέσῳ παρῶ, πείθει τὸν γαμέτην, ἕλκουσα τοῦτον ὥσπερ ἐκ φορβειᾶς, ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐξώσθη τυραννικῶς καὶ εἰς χώρας ἀπήγετο ἐπικινδύνους καὶ εἰς πορρωτάτω κειμένας ἐσχατιάς, πολλῶν πειραθεὶς κατὰ τὴν ὁδὸν δυσχερῶν, ἃ τῆς ἐκείνου χρυσέας γλώττης ἐν ἐπιστολαῖς ἔξεστιν ἀκούειν διηγουμένης. καταντήσας δ' εἰς Κουκουσὸν κἀκεῖθεν εἰς Πιτυοῦντα ἀπαγόμενος, ἐν Κομάνοις γενόμενος ἐκεῖ τὴν ζωὴν ἐξεμέτρησεν, ἐτῶν γεγονὼς δύο τε καὶ πεντήκοντα, ἀρχιερατεύσας τῆς βασιλίδος τῶν πόλεων ἔτη πέντε πρὸς τῷ ἡμίσει. οὐκ ἐπενύσταξε μέντοι ἡ θεία δίκη, ἀλλὰ ταχέως μετῆλθε τὴν τριτάλαιναν ἐκείνην βασίλισσαν. οὔπω γὰρ τρεῖς παρῆλθον μῆνες μετὰ τὸν θάνατον τοῦ Χρυσοστόμου πατρὸς καὶ βιαίῳ περιπέπτωκε μόρῳ. κυούσης γὰρ τὸ ἔμβρυον τέθνηκε, καὶ ὠδῖνες ἐκείνην συνεῖχον δριμεῖαι· σαπέντος δ' ἔνδον ἐκείνου καὶ ἡ νηδὺς τῆς βασιλίσσης [97] μετέσχε τῆς σήψεως, καὶ οὕτως ἀθλίως μετήλλαξε τὴν ζωήν. τοῦ μέντοι χρυσορρήμονος ἐκείνου πατρὸς ἐκβληθέντος τῆς ἐκκλησίας ἀντεισάγεταί τις Ἀρσάκιος καὶ ἐπὶ δύο ἐπισκοπήσας ἐνιαυτοὺς θνήσκει· μεθ' ὃν κεχειροτόνητο Ἀττικός.

   Τῆς δὲ Εὐδοξίας προτεθνηκυίας τοῦ ὁμευνέτου καὶ αὐτοκράτορος, καὶ αὐτὸς οὐ μετὰ μακρὸν ἐπαπῆλθεν αὐτῇ ὁ Ἀρκάδιος, βασιλεύσας μετὰ τὸν θάνατον Θεοδοσίου τοῦ οἰκείου πατρὸς ἔτη τεσσαρεσκαίδεκα καὶ μῆνας τρεῖς πρὸς ἡμέραις τισί. λέγεται δὲ τῆς Εὐδοξίας τυγχάνειν ὁ εἰς τὰ λεγόμενα Πιττάκια ἑστὼς κίων. θνήσκων δὲ ὁ Ἀρκάδιος τὸν υἱὸν ἑαυτοῦ τῆς βασιλείας διάδοχον κατέλιπε Θεοδόσιον τὸν μικρὸν λεγόμενον πρὸς ἀντιδιαστολὴν τοῦ πάππου αὐτοῦ ἢ ὅτι ἐν παιδικῇ πάνυ ἐτύγχανεν ἡλικίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος· ἑπτὰ γὰρ ἦν τότε μόνον ἐνιαυτῶν.

   Ἀλλ' ἀναβεβλήσθω τὰ περὶ τούτου· τὰ δὲ κατὰ τὸν Ὀνώριον ὁ λόγος ἐν ἐπιτομῇ διεξιέτω.

   Οὗτος βασιλεὺς τῆς πρεσβυτέρας Ῥώμης καταλειφθεὶς [98] παρὰ τοῦ πατρὸς ἐν νεωτάτῃ τῇ ἡλικίᾳ (δεκαέτης γὰρ ἦν), ὑπὸ ἐπίτροπον ἐτέλει γνώμῃ τοῦ πατρὸς τὸν Στιλίχωνα, ἄνδρα τῶν ἐν τῇ Ῥώμῃ πρωτεύοντα καὶ τὴν τῶν κοινῶν πραγμάτων ἐγκεχειρισμένον διοίκησιν. ἄγεται τοίνυν τὴν τούτου θυγατέρα Μαρίαν εἰς γαμετήν. ἧς θανούσης λέγεται τὴν ἀδελφὴν αὐτῆς Θερμαντίαν γῆμαι ἐν ἀτελεῖ τυγχάνουσαν ἡλικίᾳ. κἀκείνη δὲ ταχὺ ἐτελεύτησεν.

   Οὗτος ἀβέλτερος ὢν παρὰ τῶν ἐν τῇ Ῥώμῃ μεμίσητο δυνατῶν. καὶ γνοὺς ἐπιβουλευόμενος εἰς Ῥάβεννάν τε μεταναστεύσας λέγεται διαπέμψασθαι πρὸς Ἀλάριχον τὸν ἄρχοντα τοῦ τῶν Οὐανδήλων ἢ Γότθων ἔθνους, ἀξιῶν αὐτὸν κατὰ τῆς Ῥώμης στρατεύσασθαι, ἀμύνασθαι θέλων οὕτως τοὺς τῆς Ῥώμης πολίτας διὰ τὸ μῖσος τὸ πρὸς αὐτόν. καὶ ἐπελθεῖν μὲν τῇ Ῥώμῃ τὸν Ἀλάριχον, μὴ μέντοι πορθῆσαι αὐτήν, ἀλλὰ σπείσασθαι τοῖς Ῥωμαίοις, λαβόντα ὅσα ἐν τοῖς βασιλείοις εὑρέθησαν χρήματα καὶ τὴν ἀδελφὴν Ὀνωρίου τὴν Πλακιδίαν, καὶ ὑπονοστῆσαι. παραδοῦναι δὲ τὴν κόρην Κωνσταντίῳ τινὶ κόμητι ἐπὶ τῷ φυλάσσεσθαι· τὸν δὲ προσειληφότα αὐτὴν ἀποδρᾶναι [99] καὶ κομίσαι τῷ ἀδελφῷ αὐτῆς, κἀκεῖνον συζεῦξαι ταύτην αὐτῷ, τετιμηκότα συγκλητικόν, εἶτα καὶ βασιλέα ἀναγορεῦσαι· γονῆς γὰρ οἰκείας ἄμοιρος ἦν Ὀνώριος. σφαγῆναι δὲ μετὰ μικρὸν τὸν Κωνστάντιον, γειναμένης αὐτῷ παῖδας τῆς Πλακιδίας, Οὐαλεντινιανὸν καὶ Ὀνωριάδα.

   Οἱ μὲν οὖν οὕτω ταῦθ' ἱστοροῦσιν· ἕτεροι δὲ σφαγῆναι μὲν λέγουσι τὸν Στιλίχωνα, ἀπεχθάνεσθαι δὲ τοὺς ἐν τῇ Ῥώμῃ τῷ Ὀνωρίῳ, καὶ τὸν εἰς Ῥάβενναν μετοικήσασθαι. τὸν δὲ Ἀλάριχον τῆς ἀβελτηρίας ἐκείνου καταφρονήσαντα ἐπιστρατεῦσαι τῇ Ῥώμῃ καὶ ταύτην πολιορκίᾳ ἑλεῖν· ἁλούσης δὲ ἐπιστῆναι τῷ Ὀνωρίῳ τινὰ δεδακρυμένον, ἀπαγγέλλοντα ὡς "ἑάλω ὑπὸ Ἀλαρίχου ἡ Ῥώμη." τὸν δὲ πρὸς τὴν ἀγγελίαν συγκλονηθέντα σπασμῷ τὸ σῶμα καὶ τὼ μηρὼ πατάξαντα ταῖν χεροῖν φάναι "ἕως ἄρτι ὧδε ἦν ἡ Ῥώμη, πῶς οὖν ἑάλω;" συνέντα δὲ τὸν ἀγγελέα καὶ μέγα στενάξαντα εἰπεῖν ὡς "περὶ τῆς πόλεως λέγω καὶ οὐ περὶ τῆς ὄρνιθος." ἦν γὰρ τῷ βασιλεῖ τούτῳ ἀλεκτορὶς ὑπερμεγέθης, ᾗ ἐγεγήθει, ἣν ὠνόμαζε Ῥώμην, δι' ἣν καὶ ἀνῴμωξεν, ἐκείνην νομίσας ἑαλωκέναι.

[100]    Ὑδέρῳ δὲ περιπεπτωκὼς ὁ Ὀνώριος θνήσκει, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ δυσκλεῶς ἐκ τούτων τριάκοντα.

   Ἰωάννης δέ τις τυραννήσας ἐν Ῥώμῃ τὴν ἐκείνου ἀδελφὴν Πλακιδίαν μετὰ τῶν δύο τέκνων αὐτῆς, Οὐαλεντινιανοῦ τε καὶ Ὀνωριάδος, ἐκεῖθεν ἐξήλασεν.

   Ὁ δὲ μικρὸς Θεοδόσιος ἐν Κωνσταντινουπόλει διάγων παρὰ τῆς οἰκείας ἀνήγετο ἀδελφῆς τῆς Πουλχερίας ἐπιμελῶς τρεφόμενός τε καὶ παιδευόμενος. μηδενὸς ἐπανισταμένου αὐτοῖς φόβῳ τοῦ τῶν Περσῶν βασιλεύοντος Ἰσδιγέρδου. ὁ γὰρ Ἀρκάδιος τελευτῶν ἐπίτροπον τοῦ οἰκείου υἱοῦ, παιδὸς ἔτι, ὡς εἴρηται, ὄντος, ἔγραψεν ἐν διαθήκαις τὸν Ἰσδιγέρδην· ὃς τῆς διαθήκης κομισθείσης αὐτῷ ἔστειλεν Ἀντίοχον τῶν παρ' αὐτῷ εὐνούχων τὸν ἐντιμότερον, φύλακα τοῦ βασιλέως Θεοδοσίου καὶ κηδεμόνα ἐσόμενον, παραινέσας διὰ γραμμάτων τοὺς ἄρχοντας ὑπείκειν τῷ σφετέρῳ βασιλεῖ· εἰ δὲ μὴ οὕτω ποιοῖεν, ἀπειλήσας αὐτοῖς αὐτὸς ἐπιστῆναι εἰς ἐκδίκησιν τοῦ παιδός.

   Τούτῳ τοίνυν ἤδη τελεῖν ἠργμένῳ εἰς μείρακας ἡ ἀδελφὴ [101] Πουλχερία μνηστεύεται τὴν ἐξ Ἀθηνῶν Εὐδοκίαν, κάλλους μὲν ἔχουσαν περιττῶς, σοφίας δὲ μετασχοῦσαν παντοδαπῆς. ἣ θυγάτηρ μὲν ἦν Λεοντίου τινὸς φιλοσόφου Ἀθήνηθεν ὡρμημένου, Ἀθηναῒς δ' ὠνομάζετο. ὃς γνοὺς ἐξ ἐπιστήμης εὐτυχῆσαι μέλλουσαν τὴν θυγατέρα λαμπρῶς, διατιθέμενος τὴν μὲν περιουσίαν αὐτοῦ τοῖς υἱοῖς καταλέλοιπε· δύο δ' ἦσαν Οὐαλλέριος καὶ Γενέσιος· τῇ δὲ θυγατρὶ ἑκατὸν χρυσίνους μόνους δοθῆναι ἐπέσκηψε, γράψας ἀρκεῖν αὐτῇ τὴν τύχην αὐτῆς. τῶν γοῦν συγγόνων αὐτῆς σφετερισαμένων τὴν πατρικὴν οὐσίαν ἡ Ἀθηναῒς νόμιμον τὸ οἰκεῖον ἀπῄτει λάχος· καὶ ἠξίου τοὺς ἀδελφοὺς μὴ κατὰ τὰς τοῦ πατρὸς διαθήκας ἀδίκους οὔσας ποιεῖν. οἱ δὲ καὶ τῆς οἰκίας αὐτὴν ἐξῶσαν τῆς πατρικῆς. δεξαμένη τοίνυν αὐτὴν ἡ πρὸς μητρὸς θεία ἀνελήλυθεν εἰς Κωνσταντινούπολιν, καὶ τῆς Πουλχερίας ἐδέοντο, διηγούμεναι τὴν ὑπόθεσιν. ἰδοῦσα δ' ἐκείνη τὴν κόρην περικαλλῆ καὶ νεάζουσαν ἤρετο εἰ ἀπείρατος ἔτι ἀνδρός ἐστι· καὶ γνοῦσα τοῦτο βαπτίζει αὐτὴν ἔτι οὖσαν ἀμύητον καὶ Εὐδοκίαν μετονομάσασα τῷ ἀδελφῷ ταύτην Θεοδοσίῳ συζεύγνυσι καὶ διαδήματι ταινιοῖ καὶ Αὐγούσταν καλεῖ.

   Γήμας δὲ ταύτην ὁ Θεοδόσιος τὸν Ἀντίοχον, ὃς τῶν βασιλικῶν [102] εὐνούχων ὑπῆρχεν ὁ κράτιστος καὶ πάντα συνεκύκα δυναστεύων, οὐ παραδυναστεύων, ἀποσκευάζεται. καὶ οὕτως παραλύεται ὁ Ἀντίοχος τῆς τοῦ πραιποσίτου τιμῆς, ἀφαιρεῖται δὲ καὶ πᾶσαν τῆν ὕπαρξιν· αὐτὸς δὲ κείρεται κληρικὸς εἰς τὸν ἐν Χαλκηδόνι ναὸν τῆς πανευφήμου μάρτυρος Εὐφημίας καὶ θνήσκει μετ' οὐ πολύ.

   Ἡ δὲ βασιλὶς Εὐδοκία μετακαλεῖται τοὺς ἀδελφοὺς καὶ μηδὲν αὐτοῖς μηνίσασα, ἀλλὰ χάριτας μᾶλλον ὁμολογήσασα, ὡς οὐκ ἂν τυχοῦσα τῆς βασιλείας, εἰ μὴ παρ' αὐτῶν ἐξώσθη καὶ διὰ τοῦτο εἰς τὴν Κωνσταντινούπολιν πεπόρευτο, τὸν μὲν Γενέσιον ἔπαρχον τῶν Ἰλλυριῶν διὰ τοῦ βασιλέως πεποίηκε, τὸν δὲ Οὐαλλέριον ἐτίμησε μάγιστρον.

   Ὁ μέντοι πατριάρχης Ἀττικὸς Ἰουδαῖόν τινα παράλυτον εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ διὰ παραινέσεων ἀγαγὼν τοῦ θείου λουτροῦ κατηξίωσε καὶ ὑγιῆ ἐκ τῆς κολυμβήθρας ἐξήγαγεν. οὗτος καὶ τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ὄνομα ἐν τοῖς τῆς ἐκκλησίας διπτύχοις ἐνέγραψε, μὴ πρότερον ἐγγραφέν· Ὠριγενιαστὴς γὰρ ὁ εὐσεβέστατος ἐκεῖνος πατὴρ καὶ ἐκαλεῖτο καὶ ἐνομίζετο. θανόντος δὲ Ἀττικοῦ, ὃς εἴκοσιν ἔτη τοῦ τῶν πιστῶν προέστη [103] συστήματος, χειροτονεῖται Σισίννιος καὶ ἐπὶ δύο ἔτη τὴν ἀρχιερωσύνην κατεσχηκὼς τὴν ζωὴν ἐξεμέτρησε κατὰ τὸ εἰκοστὸν δεύτερον ἔτος τῆς βασιλείας Θεοδοσίου. καὶ ἀντεισήχθη Νεστόριος, ὃς ἐπὶ τρισὶν ἀρχιερατεύσας ἐνιαυτοῖς ἐδίδασκε τὴν ἁγίαν παρθένον Μαρίαν θεοτόκον μὴ λέγειν, ψιλὸν ἄνθρωπον τὸν Χριστὸν δογματίζων καὶ αὐτῷ ἐνοικῆσαι τὸν υἱὸν τοῦ θεοῦ φλυαρῶν ὡς ἑνὶ τῶν προφητῶν, καὶ εἰς δύο διαιρῶν αὐτὸν οὐ σάρκα λαβεῖν ἐκ τῶν ἁγνῶν αἱμάτων τῆς θεομήτορος τὸν τοῦ θεοῦ λόγον ἀπισχυρίζετο, ἀλλὰ ἄλλον μὲν εἶναι τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον, ἄλλον δὲ τὸν Χριστὸν θέσει υἱοποιηθέντα καὶ χάριτι θεωθέντα. ταῦτα δὲ μαθόντες οἱ τῶν λοιπῶν πατριαρχικῶν προεστῶτες θρόνων, ὁ τῆς Ῥώμης Κελεστῖνος, Κύριλλος ὁ Ἀλεξανδρείας, Ἰωάννης Ἀντιοχείας, Ἰουβενάλιος Ἱεροσολύμων, ἀναφέρουσι πρὸς τὸν ἄνακτα Θεοδόσιον καὶ τὴν Πουλχερίαν, αἰτούμενοι σύνοδον ἀθροισθῆναι καὶ γυμνασθῆναι τὰ παρὰ τοῦ Νεστορίου δογματιζόμενα. συγκροτηθείσης οὖν ἐν Ἐφέσῳ συνόδου διακοσίων πατέρων, ἧς ἐξῆρχεν ὁ ἁγιώτατος Κύριλλος, ἐπέχων καὶ τὸν τόπον Κελεστίνου τοῦ Ῥώμης, [104] μὴ δυνηθέντος συνελθεῖν δι' ἀσθένειαν, τὰ τοῦ Νεστορίου κατεξητάσθησαν δόγματα καὶ ἀπεβλήθησαν ὡς κακόδοξα· ἡ δὲ ἁγία παρθένος θεοτόκος ἀπεδείχθη καὶ φρονεῖσθαι καὶ λέγεσθαι, καὶ ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀνάνδρως υἱὸς τοῦ θεοῦ καὶ θεὸς παρὰ τῶν ἱερῶν ἐκείνων πατέρων κεκήρυκτο. πρὸς τρανοτέραν δὲ τῆς πίστεως ὁμολογίαν καὶ τῆς δυσσεβείας τοῦ Νεστορίου σαφέστερον ἔλεγχον καὶ δώδεκα συντάξας κεφάλαια ὁ ἱερώτατος Κύριλλος τῆς ὀρθῆς δόξης ὑπομνήματα τῇ ἐκκλησίᾳ παρέδωκεν. ὁ δὲ Νεστόριος ἀπεβλήθη καὶ τοῦ τῶν ὀρθὰ φρονούντων ἀρχιερέων ἀπεκινήθη χοροῦ. μετὰ τρίτην δὲ τῆς συνόδου ἡμέραν ἐφίστανται τῇ Ἐφέσῳ ὅ τε Ἀντιοχείας Ἰωάννης καὶ ὁ Κύρου ἐπίσκοπος Θεοδώρητος καὶ ὁ Ἐδέσης Ἴβας καὶ ἕτεροι καί, ὅτι μὴ καὶ τὴν αὐτῶν παρουσίαν ἀνέμειναν οἱ τῆς συνόδου, ὀργισθέντες κατὰ τοῦ μεγάλου Κυρίλλου ὡς τῶν ἄλλων ἐξάρχοντος, τήν τε τοῦ Νεστορίου καθαίρεσιν ᾐτιάσαντο καὶ ἐκείνῳ θέμενοι τοῦ τε θείου Κυρίλλου καὶ Μέμνονος τοῦ Ἐφέσου καθαίρεσιν ἐψηφίσαντο. ὁ Θεοδώρητος δὲ καὶ κατὰ [105] τῶν ιβ΄ κεφαλαίων τῶν τοῦ Κυρίλλου ἐχώρησε καὶ εἰς ἀνατροπὴν αὐτῶν συνέταξεν ἕτερα, πρὸς ἃ πάλιν ὁ μέγας ἀντηγωνίσατο Κύριλλος, οὐκ ὀρθῶς δογματίζειν ἐλέγχων τὸν Θεοδώρητον. κατεγνώσθησαν δὲ παρὰ τῆς συνόδου ὅ τε Ἀντιοχείας καὶ οἱ λοιποὶ καὶ τῶν ὀρθοδόξων ἠλλοτριώθησαν. οὕτως οὖν τούτων ἐχόντων καὶ κατ' ἀλλήλων γενομένων τῶν ἐπισκόπων καὶ σχίσματος ὄντος μέσον αὐτῶν, ὁ βασιλεὺς Θεοδόσιος ἀφικέσθαι πάντας ἐκέλευσεν εἰς Κωνσταντινούπολιν· καὶ παραγενομένων, ἐνώπιον τοῦ βασιλέως ἡ ζήτησις γέγονε, καὶ καθῃρέθη Νεστόριος καὶ εἰς τὴν ἑῴαν ὑπερωρίσθη, τοῦ Ἀντιοχείας καὶ τοῦ Θεοδωρήτου συμφρονησάντων τῇ ἱερᾷ συνόδῳ, ὡς διὰ λύπην καὶ ἔριν ἀντικαθισταμένων τὸ πρότερον. τοῦ δὲ Νεστορίου πολλοὺς διαστρέφοντος, ὁ Ἀντιοχείας Ἰωάννης ἀναφορὰν περὶ τούτου πρὸς τὸν αὐτοκράτορα ἐποιήσατο, ἀξιῶν μετενεχθῆναι αὐτὸν ἀλλαχοῦ. καὶ ἀπηνέχθη ὁ δείλαιος εἰς Ὄασιν, χώραν οὖσαν τῆς Ἀραβίας λυπρὰν καὶ ὑπὸ ἀνέμων καταπνεομένην φθοροποιῶν. ἀντεισήχθη δὲ εἰς τὴν τῆς νέας Ῥώμης ποιμαντικὴν Μαξιμιανὸς τῆς ἐκκλησίας πρεσβύτερος. καὶ μετὰ τοῦτον ἐπὶ διετίαν ἀρχιερατεύσαντα Πρόκλος ὁ τοῦ Χρυσοστόμου μαθητὴς [106] πατριάρχης προεχειρίσθη ὑπὸ Σισιννίου τοῦ πατριάρχου πρῴην ἐπίσκοπος χειροτονηθεὶς Κυζίκου, μὴ δεχθεὶς δὲ παρὰ τῶν ἐκεῖ ἕτερον ἑλομένων ἀρχιερέα καὶ τὸν μεταξὺ χρόνον σχολάζων. οὗτος τοίνυν τῷ θρόνῳ τῆς Κωνσταντίνου ἐνθρονισθεὶς ἀξιοῖ τὸν βασιλέα τὸ σῶμα τοῦ Χρυσοστόμου ἐκ Πιτυσῦντος ἀνακομισθῆναι καὶ μὴ μένειν καὶ θανόντα τὸν ἅγιον ὑπερόριον. πείθεται τούτῳ ὁ βασιλεύς, καὶ ἀνακομίζεται ὁ τοῦ ἁγίου νεκρὸς καὶ ὑποδέχεται μεθ' ὑπερβαλλούσης τιμῆς καὶ κατατίθεται ἐντὸς τοῦ θυσιαστηρίου τοῦ τῶν ἁγίων ἀποστόλων περιωνύμου ναοῦ.

   Βουληθεὶς δὲ ὁ βασιλεὺς Θεοδόσιος τὰ τείχη μεταθεῖναι τῆς πόλεως καὶ μείζονα τὴν ταύτης θέσθαι περιοχήν, Κύρῳ τῷ ἐπάρχῳ τὸ ἔργον ἀνέθετο· καὶ ὃς σπουδῇ πολλῇ καὶ προθυμίᾳ χρησάμενος ἀνήγειρε τὸ χερσαῖον τεῖχος ἀπὸ θαλάσσης ἕως θαλάσσης δι' ἑξήκοντα ἡμερῶν. ὁ γοῦν δῆμος τῆς πόλεως ἐπί τε τῷ ἔργῳ ἡσθεὶς καὶ τῆς ταχυτῆτος ὑπερθαυμάσας τὸν ἔπαρχον ἐξεβόησε δημοσίᾳ "Κωνσταντῖνος ἔκτισε, Κῦρος ἀνενέωσε." διὸ φθονηθεὶς παρὰ τοῦ βασιλέως καὶ ὑποπτευθείς, καὶ ἄκων κείρεται κληρικός, εἶτα καὶ Σμύρνης ἐπίσκοπος γίνεται.

[107]    Τοῦ πατριάρχου δὲ Πρόκλου θανόντος μετὰ δωδέκατον ἔτος ἐξ ὅτου προέστη τοῦ ἐν Κωνσταντινουπόλει ὀρθοδόξου λαοῦ, ὁ θεῖος Φλαβιανὸς εἰς τὸν ἐκείνου θρόνον ἐγκαθιδρύεται. ὅτε καὶ ὁ Εὐτυχὴς ἀρχιμανδρίτης ὢν ἐδογμάτιζε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ τὰς δύο φύσεις τηρῆσαι μετὰ τὴν ἐνανθρώπησιν, ἀλλ' εἰς μίαν φύσιν ἄμφω συγκραθῆναι καὶ συμφυρθῆναι. τοῦτον ἀδιόρθωτον μένοντα ὁ Φλαβιανὸς τοῦ τῆς ἐκκλησίας ἐξέκοψε σώματος, ἵνα μὴ τῆς λύμης καὶ τῷ ὑγιαίνοντι μεταδῷ. πρόσεισιν οὖν ὁ Εὐτυχὴς Χρυσαφίῳ τῷ ἐκτομίᾳ ὁμοδοξοῦντι αὐτῷ καὶ πλεῖστα δυναμένῳ παρὰ τῷ βασιλεῖ· καὶ ὃς πείθει τὸν Θεοδόσιον ἐπιτρέψαι τῷ μετὰ τὴν τοῦ ἁγιωτάτου Κυρίλλου μετάστασιν τῆς Ἀλεξανδρείας τὸν θρόνον διέποντι Διοσκόρῳ παραγενέσθαι εἰς Ἔφεσον μεθ' ἑτέρων ἐπισκόπων καὶ τὰ κατὰ τὸν Εὐτυχῆ γυμνάσαι, παρόντος καὶ τοῦ Φλαβιανοῦ. οὗτος οὖν ὁ Διόσκορος τοῦ Εὐτυχοῦς τυγχάνων ὁμόδοξος καὶ ἄλλους ἐπισκόπους προσειληφὼς ὁμογνώμονας εἰς Ἔφεσον παραγίνεται καὶ κυροῖ τὰ παρὰ τοῦ Εὐτυχοῦς εἰσαγόμενα. ἀντιλέγοντος δὲ τοῦ ἱερωτάτου Φλαβιανοῦ, οἷά τις ἄγριος ὄνος ἀναθορὼν ὁ [108] Διόσκορος λὰξ τῷ στέρνῳ ἐνέθορε τοῦ εὐσεβοῦς ἐκείνου ἀνδρὸς καὶ πὺξ αὐτὸν κατὰ κόρρης τύπτων οὐκ ἀνῆκεν ἕως τοῦ συνεδρίου ἐξώθησε. καὶ ὁ μὲν ἅγιος μετὰ τρίτην ἡμέραν ἐκ τῆς τοῦ στέρνου πληγῆς μετήλλαξε τὴν ζωήν, ἐν δύο ἐνιαυτοῖς τὸν ἀρχιερατικὸν κοσμήσας θρόνον τῆς νεωτέρας Ῥώμης. ὁ δὲ Διόσκορος τοὺς ἐκεῖ παρόντας ἐπισκόπους ὑποσημήνασθαι ἐβιάσατο τῷ παρ' αὐτοῦ ἐκτεθέντι ὅρῳ· ἡ γὰρ τοῦ δηλωθέντος εὐνούχου δυναστεία στρατιώτας ἐνόπλους ἐκεῖ παρεῖναι ἐποίησε καὶ τοὺς ἀντιλέγοντας ἐκφοβεῖν. Δόμνος δὲ ὁ τῆς Ἀντιόχου ὑπεσημήνατο μὲν καὶ αὐτὸς συναρπαγείς, εἶτα κατεβόα τοῦ Διοσκόρου καὶ τὸν ὅρον διέβαλλεν ὡς ἀσεβείας μεστόν. ταῦτα μαθὼν ὁ βασιλεὺς Θεοδόσιος καὶ τὰ κατὰ τὸν Φλαβιανὸν γνοὺς ἐν αἰτίαις πεποίητο τὸν Χρυσάφιον καὶ ὠργίζετο. δείσας δὲ ὁ Διόσκορος ὑποτίθησιν αὐτῷ πεῖσαι τὸν βασιλέα πατριάρχην Κωνσταντινουπόλεως προχειρίσασθαι Ἀνατόλιον τὸν αὐτοῦ ἀποκρισιάριον, ἵνα καὶ τὸν Εὐτυχῆ δέξηται πρὸς κοινωνίαν καὶ τὰ κατὰ τὸν μακάριον Φλαβιανὸν μείνῃ ἀνεξερεύνητα. πείθει τοίνυν ὁ ἐκτομίας τὸν βασιλέα, εὐάγωγον ὄντα, καὶ χειροτονεῖται πατριάρχης ὁ Ἀνατόλιος.

[109]    Οὗτος ὁ εἰρημένος Χρυσάφιος τῆς εὐκολίας τοῦ κρατοῦντος κατατρυφῶν ἔπεισεν αὐτόν, καὶ τὴν βασίλισσαν Εὐδοκίαν προσειληφὼς συνεργόν, τὴν Πουλχερίαν τῆς τῶν πραγμάτων μετενεγκεῖν διοικήσεως. καὶ ἡ μὲν τῶν ἀνακτόρων ὑποχωρήσασα καθ' ἑαυτὴν ἔζη τε καὶ ἐν τῷ Ἑβδόμῳ ἡσύχαζεν. ὁ δὲ βασιλεὺς εἰς ἑαυτὸν ὀψὲ καὶ μόλις ἐλθὼν καὶ τὴν κατὰ τοῦ μακαρίτου Φλαβιανοῦ μιαιφονίαν ἀναλογισάμενος καὶ τὰ κατὰ τὴν Πουλχερίαν καὶ πάντων αἴτιον τὸν βέβηλον ἐκεῖνον εὐνοῦχον εὑρών, εἰς δίκαιον κατ' αὐτοῦ κινεῖται θυμὸν καὶ τοῦ μὲν ὑπερορίαν καταψηφίζεται καὶ δημεύει τὴν οὐσίαν αὐτοῦ, τὴν δὲ ἀδελφὴν μετακαλεσάμενος συγγνώμην ᾔτει καὶ τὴν τῶν πραγμάτων διοίκησιν αὖθις αὐτῇ ἐνεχείρισεν.

   Ἦν δὲ ἡ Πουλχερία συνετωτάτη, καὶ πολλὰ τῶν ἐλαττωμάτων τοῦ ἀδελφοῦ τὰ μὲν ἐπηνώρθου, τὰ δὲ συνεκάλυπτε. λέγεται γοῦν ἀπροσέκτως τὸν βασιλέα τοῦτον ὑποσημαίνεσθαι τὰς γραφάς. ἡ δὲ παρῄνει αὐτῷ μὴ πᾶν τὸ προσαγόμενον βεβαιοῦν, ἀλλὰ τὰ γεγραμμένα προεπισκέπτεσθαι. ὁ δὲ διεβεβαιοῦτο μήτι παρά του κακουργεῖσθαι· εἰδέναι γὰρ αὐτὸς τὰ γραφόμενα ἀπισχυρίζετο. εἰς ἔλεγχον τοίνυν τῆς νωθρᾶς γνώμης [110] τοῦ ἀδελφοῦ τοιόνδε τι τῇ Πουλχερίᾳ ἐπινενόηται. ἔγγραφον ἐξ ἐκείνου συντίθησι πράσεως, ὡς αὐτῇ τὴν Αὐγούσταν Εὐδοκίαν πωλήσαντος· καὶ ὡς ἕτερόν τι αὐτῷ προσαγαγοῦσα τὸ ὠνητήριον ἔπεισε βεβαιῶσαι τῇ οἰκείᾳ ὑπογραφῇ· εἶτα μετακαλουμένην παρ' ἐκείνου τὴν Εὐδοκίαν ἀπιέναι οὐκ εἴα. ἐρομένου δὲ τὴν αἰτίαν τοῦ αὐτοκράτορος, τὸ πρατήριον ἡ Πουλχερία αὐτῷ ἐνεφάνισε καὶ οὕτως ἤλεγξεν αὐτὸν πολλὰ ὑποσημαίνεσθαι, ἃ οὔτε οἶδεν οὔτ' ἴσως βούλεται γίνεσθαι.

   Τότε μὲν οὖν τῆς πεπλασμένης ἐκείνης πράσεως σχολασάσης, ἡ βασιλὶς ἀποκατέστη τῷ αὐτοκράτορι. μετέπειτα δ' αἰτίας συμβάσης τινός, ἀπέστερξε τὴν Αὐγούσταν ὁ βασιλεύς· ἡ δ' αἰτία· μῆλον ὑπερφυὲς εἰς ὄγκον ἐκομίσθη τῷ βασιλεῖ. ὁ δὲ τοῦτο θαυμάσας τῇ βασιλίδι ἀπέστειλε, κἀκείνη τῷ Παυλίνῳ τὸ μῆλον δέδωκεν· (ἦν δὲ λόγιος ὁ ἀνήρ, κἀντεῦθεν τῇ βασιλίσσῃ ᾠκείωτο). ὁ δὲ τὸ τοῦ μήλου μέγεθος ἀγασθεὶς καὶ ἀγνοῶν περὶ αὐτοῦ προσάγει τοῦτο τῷ βασιλεῖ. ἐκεῖνος δ' ἐπέγνω τὸ προσαχθὲν καὶ κρύψας αὐτὸ τὴν γυναῖκα ἠρώτησεν ὅποι τὸ σταλὲν αὐτῇ μῆλόν ἐστιν. ἡ δὲ φαγεῖν εἶπε τοῦτο, [111] δείσασα μὴ ὁ ἀνὴρ ὑποπτεύσῃ ὃ ἐκεῖνος ἤδη ὑπώπτευσεν. ὁ δ' ἔτι προσήρετο ἐπιτατικώτερον· ἡ δ' αὖθις μεθ' ὅρκου φαγεῖν τὸ μῆλον ἀπισχυρίζετο. ἐξάγει τοῦτο μεστὸς ὁ αὐτοκράτωρ ὀργῆς. καὶ ἡ μὲν ἐπ' αὐτοφώρῳ ἑάλω μὴ ἀληθεύουσα· τῷ δὲ τὰ τῆς ὑπονοίας ἐστήρικτο. κἀντεῦθεν κτείνεται μὲν ὁ Παυλῖνος ἐξ ὑπονοίας ψευδοῦς, ἡ δ' Εὐδοκία μεμίσητο. καὶ ᾔτησεν ἀπελθεῖν εἰς Ἱεροσόλυμα· ἔνθα δὴ ἀπελθοῦσα σὺν πλούτῳ βαθεῖ ναούς τε ἐδείματο καὶ πολλὰ τοῖς πενομένοις καὶ τοῖς ἐκεῖ μοναστηρίοις δέδωκεν. ἐκεῖθεν δ' ἐπανελθοῦσα αὖθις μετὰ θάνατον τοῦ ἀνδρὸς ἐκεῖσε ἀφίκετο κἀκεῖ τετελεύτηκεν. οἵα δὲ περὶ λόγους ἦν αὕτη δηλοῦσι τὰ λεγόμενα Ὁμηρόκεντρα. Πατρικίου γάρ τινος ἐπιχειρήσαντος τῷ σπουδάσματι, ἀτελὲς δὲ καταλιπόντος αὐτὸ καὶ οἷον εἰπεῖν ἀνοργάνωτον, ἐκείνη καὶ εἰς τέλος ἤγαγε καὶ ὠργάνωσεν, ὡς καὶ ἡ παρ' ἐκείνης διὰ στίχων ἡρωικῶν τῷ πονήματι γενομένη ἐπιγραφὴ τοῖς ταύτην ἐπιοῦσι παρίστησι.

   Θνήσκει δὲ ὁ βασιλεὺς Θεοδόσιος πεντηκοντούτης γενόμενος καὶ σχεδὸν ἅπαντας οὓς ἐβίω ἐνιαυτοὺς βασιλεύσας, βραχεῖς [112] μὲν πάνυ σὺν τῷ πατρί, τοὺς δ' ἄλλους καθ' ἑαυτόν. τὴν δ' αἰτίαν τῆς αὐτοῦ τελευτῆς οἱ μὲν νόσον γεγονέναι φασίν, οἱ δ' ἐν θήρᾳ οἱ ἐλαύνοντι συμπεσεῖν τὸν ἵππον ἱστόρησαν καὶ πληγέντων αὐτῷ καιρίων μερῶν μετ' ὀλίγον θανεῖν. ἦν δὲ λογικῆς παιδείας οὐκ ἀνομίλητος, ἀλλὰ καὶ τῶν ἄλλων μετεσχηκὼς μαθηματικῶν βίβλων καὶ τῆς ἀστρονομίας αὐτῆς ἀπεγεύσατο· ἱππεύειν καὶ τοξεύειν εἰς ἄκρον ἤσκητο, καὶ πρὸς τὴν γραφικὴν δὲ καὶ τὴν πλαστικὴν δεξιῶς εἶχεν. ἐπιεικὴς δὲ τὸν τρόπον γενόμενος μαλθακῶς πρὸς μεταχείρισιν πραγμάτων διέκειτο· ὅθεν καὶ οἱ παρ' αὐτῷ δυνηθέντες ἐκτομίαι πολλὰ τῶν οὐ δεόντων εἰργάσαντο, ὁ Ἀντίοχος καὶ μετ' ἐκεῖνον Ἀμάντιος καὶ τελευταῖος Χρυσάφιος.

   Ἐν τοῖς χρόνοις δὲ τούτου τοῦ βασιλέως, Πρόκλου τοῦ πατριάρχου λιτανεύοντος σὺν τῷ κλήρῳ καὶ πλείστῳ μέρει τοῦ πλήθους τῆς πόλεως, ἄφνω παιδίον αἴρεται ἐναέριον. τοῦ δὲ λαοῦ θαμβουμένου καὶ ἐπὶ πλεῖστον βοῶντος τὸ "Κύριε ἐλέησον," αὖθις κατάγεται τὸ παιδίον, λέγον μυηθῆναι μὴ δεῖν προστίθεσθαι τῷ Τρισαγίῳ τὸ "ὁ σταυρωθεὶς δι' ἡμᾶς."

[113]    Ὁ μὲν οὖν Θεοδόσιος τέθνηκε· Πουλχερία δὲ μήπω πολλοῖς γνωσθείσης τῆς τοῦ αὐτοκράτορος τελευτῆς τὸν Μαρκιανὸν μετεπέμψατο, ἄνδρα γηραιὸν ἤδη, χρηστὸν δὲ τοὺς τρόπους καὶ σώφρονα, καὶ ἀπαγγέλλει αὐτῷ τοῦ βασιλέως τὸν θάνατον καί φησιν ὡς "σὲ παρὰ πάντας εἰς βασιλέα προκέκρικα, εἴ μοι δῴης πληροφορίαν τηρῆσαί μου τὴν παρθενίαν ἀνέπαφον, ἣν τῷ θεῷ ἀνατέθεικα." τοῦ δὲ συνθεμένου μετακαλεῖται τὸν πατριάρχην καὶ τὴν βουλὴν καὶ ἀναγορεύει τοῦτον καὶ ταινιοῖ διαδήματι.

   Ἦν δὲ ὁ Μαρκιανὸς οὔτε τῶν ἐπιφανῶν πρῴην οὔτε τῶν ἐκ γένους λαμπροῦ, ἀλλὰ στρατιώτης ἁπλῶς· ὅς ποτε εἰς ἐκστρατείαν σὺν τῷ οἰκείῳ τάγματι ἀπιὼν κατὰ τὴν Λυκίων ἐπαρχίαν ἐνόσησε καὶ τῶν ὁμοταγῶν ἀπελείφθη. ξενισθεὶς οὖν ἐκεῖ παρά τισι δυσὶν ἀδελφοῖς, ὧν τῷ μὲν ἡ κλῆσις Ἰούλιος, τῷ δ' ἑτέρῳ Τατιανός, καὶ τῆς νόσου ῥαΐσας, θηρεύσων ἔξεισι σὺν τοῖς ξενισταῖς. ἐν δὲ τῷ θηρεύειν γεγονότες κατάκοποι κατὰ γῆς ἀνεκλίθησαν, ἑαυτοὺς ἀναπαύσοντες, καὶ ὕπνωσαν περὶ μεσημβρίαν. τὸν ὕπνον δὲ πρὸ τῶν ἄλλων ὁ Τατιανὸς ἀποτιναξάμενος [114] ἀετὸν ὁρᾷ διαπεπετασμέναις ταῖς πτέρυξι κατασκιάζοντα τὸν Μαρκιανὸν καὶ τὸν ἐκ τῆς ἡλιακῆς ἀκτῖνος ἀφαιρούμενον καύσωνα. θαυμάσας οὖν ἠρέμα διυπνίζει τὸν ἀδελφὸν καὶ τὸ καινὸν ὑποδείκνυσι· κἀκεῖνος οὖν ἐξεπέπληκτο. ἐδοξάτην οὖν καὶ ἄμφω τὼ ἄνδρε βασιλείας εἶναι σημαντικὸν τὸ ὑπὸ τοῦ ἀετοῦ γεγονὸς εἰς Μαρκιανόν, καὶ διεγερθέντι τοῦ ὕπνου αὐτῷ τὴν βασιλείαν προκαταγγέλλουσι, καὶ μεμνῆσθαι αὐτῶν ἀξιοῦσιν ὅτε τεύξεται τῆς ἀρχῆς· καὶ δόντες αὐτῷ νομίσματα διακόσια ἀπιέναι ἀφῆκαν. αὖθις οὖν σὺν Ἄσπαρι στρατευόμενος κατὰ Οὐανδήλων πόλεμον ἀραμένῳ, αἰχμάλωτος σὺν ἑτέροις πλείστοις ἑαλωκώς, ἐν αὐλῇ τινι μετὰ τῶν συναιχμαλώτων πεφρούρητο. ἄνωθεν δὲ ὁ τῶν Οὐανδήλων ἀρχηγὸς προκύψας ἐπεσκόπει τοὺς αἰχμαλώτους, καὶ ὁρᾷ κἀκεῖνος κοιμώμενον τὸν Μαρκιανόν, καὶ ἀετὸν ἄνωθεν αὐτοῦ διηρμέναις ταῖς πτέρυξι σκιὰν αὐτῷ ἐργαζόμενον. κἀκεῖνος τοίνυν εἰς βασιλείαν τείνειν τὸ ὅραμα οἰωνίσατο καὶ μεταπεμψάμενος τὸν Μαρκιανὸν ἀπῄτησεν αὐτόν, εἰ βασιλεύσειε, μὴ πολεμεῖν Οὐανδήλοις· τοῦ δὲ συνθεμένου ἀπέλυσεν αὐτὸν τῆς εἱρκτῆς. οὕτω μὲν οὖν πρὸ μακροῦ τὴν βασιλείαν αὐτῷ προεσήμαινεν ὁ θεός· τότε δ' εἰς ἔργον ἐκβεβήκασι τὰ προσημαινόμενα. καὶ αὐτίκα [115] μετακαλεῖται τοὺς ξενίσαντας αὐτὸν ἀδελφοὺς καὶ εὐαγγελισαμένους αὐτῷ τὴν ἀρχήν, καὶ τὸν μὲν Τατιανὸν ἔπαρχον τῆς πόλεως ἀναδείκνυσιν, Ἰουλίῳ δὲ τὴν τῶν Ἰλλυριῶν ἀρχὴν ἐνεχείρισε. γέγονε δὲ περὶ πάντας χρηστός.

   Κατὰ τοὺς χρόνους τούτους τὸν ἐν Βλαχέρναις ναὸν τῆς θεοτόκου ἡ Πουλχερία ἀνήγειρε· καὶ ἡ τετάρτη γέγονε σύνοδος, Λέοντος τοῦ πάπα Ῥώμης καὶ Ἀνατολίου τοῦ πατριάρχου τῆς νέας Ῥώμης αἰτησαμένων τὸν βασιλέα Μαρκιανὸν μὴ μεῖναι ἀζήτητα τὰ κατὰ τὸν Ἀλεξανδρείας Διόσκορον καὶ τὸν Εὐτυχῆ καὶ ὅσα παρ' αὐτῶν εἰς τὸν ἱερώτατον ἐτολμήθη Φλαβιανόν. ὡρίσθη τοίνυν σύνοδον γενέσθαι, καὶ συνηθροίσθησαν εἰς τὸν ἐν Χαλκηδόνι ναὸν τῆς ἁγίας μάρτυρος Εὐφημίας θεοφόροι πατέρες ἑξακόσιοι καὶ τριάκοντα. ἐξῆρχον δὲ τούτων Λέων ὁ πάπας Ῥώμης καὶ ὁ Κωνσταντινουπόλεως Ἀνατόλιος καὶ Ἰουβενάλιος Ἱεροσολύμων. συνήθροιστο δὲ τὸ τῶν πατέρων πλῆθος κατὰ Διοσκόρου καὶ Εὐτυχοῦς, ἑτεροούσιον ἡμῖν τὴν σάρκα τὸν κύριον Ἰησοῦν Χριστὸν φορέσαι μυθολογούντων καὶ [116] μίαν φύσιν αὐτὸν ὑπάρχειν, ὡς ἐντεῦθεν τῇ θεότητι τὰ παθήματα προσαρμόττεσθαι. οὓς καθεῖλόν τε καὶ ἀνεθεμάτισαν οἱ θεῖοι πατέρες, τὴν ἑαυτῶν κακοδοξίαν παραιτήσασθαι μὴ θελήσαντας. ἐδέξαντο δὲ τόν τε Θεοδώρητον καὶ τὸν Ἴβαν, ἀναθεματίσαντας τὸν Νεστόριον καὶ ἅπερ αὐτοὶ ἐκδεδώκασι πρὸς ἔριν κεφάλαια, ἐκύρωσαν δὲ καὶ τὰς πρότερον τρεῖς συνόδους καὶ τὸ ἅγιον σύμβολον ἐπεκράτυναν, ἀναθέματι καθυπαγαγόντες τούς τε υἱῶν δυάδα εἰσάγοντας καὶ τοὺς παθητὴν δογματίζοντας τὴν θεότητα καὶ τοὺς κρᾶσιν καὶ σύγχυσιν ἐπὶ τῶν δύο φύσεων φρονεῖν ἢ καὶ λέγειν τολμῶντας, ἢ δύο μὲν εἶναι φύσεις πρὸ τῆς ἑνώσεως ἐπὶ Χριστοῦ, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας καὶ τοὺς οὐράνιον ἤ τινος ἑτέρας οὐσίας μυθεύοντας τὴν προσληφθεῖσαν ἐξ ἡμῶν τῷ κυρίῳ μορφήν. ἐδογμάτισαν δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι καὶ θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν ὁμοούσιον κατὰ τὴν ἀνθρωπότητα καὶ ὅμοιον κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἕνα τὸν αὐτὸν ἐν δύο [117] φύσεσιν, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, σωζομένων τῶν ἰδιωμάτων φύσεως ἑκατέρας καὶ εἰς ἓν πρόσωπον συντρεχόντων καὶ μίαν ὑπόστασιν.

   Τούτων οὖν πᾶσι τοῖς θεοφορήτοις ἐκείνοις δεδογμένων πατράσι, παρόντος καὶ τοῦ εὐσεβοῦς βασιλέως Μαρκιανοῦ, ὁ Διόσκορος προστάξει βασιλικῇ εἰς Γάγγραν ὑπερόριος στέλλεται· ὁ γὰρ Εὐτυχὴς προτέθνηκε δυστυχῶς. ἀντὶ δὲ Διοσκόρου τῆς Ἀλεξανδρείας ἐπίσκοπος ἐχειροτονήθη Προτέριος, ἀνὴρ ἱερώτατος καὶ ὀρθοδοξότατος.

   Τῶν δὲ τοῦ Εὐτυχοῦς καὶ Διοσκόρου τῶν αἱρεσιωτῶν ἀνὰ τὴν πόλιν στρεφομένων καὶ διαχλευαζόντων τὰ ὑπὸ τῆς συνόδου δογματισθέντα, κἀκ τῆς βασιλικῆς δυναστείας λεγόντων τὸ κράτος τῇ συνόδῳ περιεῖναι, καὶ οὐκ ἐκ τῆς ἀληθείας, καὶ τὴν οἰκείαν συνιστᾶν πειρωμένων ἔτι κακοδοξίαν, ὁ πατριάρχης Ἀνατόλιος ἐκκλησιάσας τούς τε αὐτῷ ὁμογνώμονας καὶ τοὺς ἀντιδοξοῦντας ἔφη πρὸς τοὺς ἐναντίους "ἐπεὶ ἔτι τῆς οἰκείας δόξης ἀντέχεσθε καὶ οὐ πείθεσθε μὴ δοξάζειν ὀρθῶς, ἀλλ' αἰτιᾶσθε ἡμᾶς ὡς τὸ Νεστορίου παραδεχομένους δόγμα, δύο φύσεις ἐπὶ τοῦ σωτῆρος κηρύττοντας, ἑκατέρας τηρούσης ἀσυγχύτους τὰς ἰδιότητας, ἐπιτρεπτέον, εἰ δοκεῖ, τῷ θεῷ τὴν περὶ [118] τούτου διάκρισιν, καὶ γραφήτω μὲν παρ' ὑμῶν ἐν τόμῳ τὸ ὑμέτερον περὶ τῆς πίστεως φρόνημα, γραφήσεται δὲ καὶ παρ' ἡμῶν τὸ ἡμέτερον· καὶ ἄμφω τὼ τόμω ἐν τῇ λάρνακι τεθήτων τῆς πανευφήμου μάρτυρος Εὐφημίας, καὶ ταύτῃ τὴν κρίσιν δοτέον τῶν ὀρθῶν καὶ διαστρόφων δογματιστῶν." ἤρεσε ταῦτα καὶ τοῖς αἱρετικοῖς, καὶ οἱ τόμοι γεγράφαται καὶ ὁ κλείων λίθος τὴν λάρνακα αἴρεται καὶ οἱ χάρται τῷ στήθει τῆς μάρτυρος ἐπιτίθενται καὶ ὁ λίθος αὖθις τῇ λάρνακι ἐπενήνεκται καὶ σφραγίζεται ὑπ' ἀμφοῖν τοῖν μεροῖν. τὸ δ' ἐντεῦθεν ἱκεσίαι πρὸς θεὸν καὶ δεήσεις παννύχιοι ἀποκαλύψαι τίς αὐτῷ τῶν δοξῶν καταθύμιος καὶ τίς ἀποβλητέα δοκεῖ. καὶ μετὰ τρίτην ἡμέραν συνέρχονται, μηδὲ τοῦ βασιλέως ἀπολειφθέντος, καὶ ἀνοιγείσης τῆς λάρνακος (τῶν θαυμασίων σου, κύριε), εὑρέθη ὁ μὲν τῶν αἱρετικῶν τόμος ἐν τοῖς ποσὶ τῆς μάρτυρος κείμενος, ὁ δέ γε λοιπὸς τῇ δεξιᾷ ταύτης χειρὶ κατεχόμενος, ἣν ἐκτεῖναι λέγεται πρὸς τὸν βασιλέα καὶ τὸν πατριάρχην, τὸν τόμον αὐτοῖς ἐγχειρίζουσα. οἱ μὲν οὖν τὸ ὀρθὸν πρεσβεύοντες δόγμα ἦσαν ἐν κρότοις, οἱ δὲ τούτοις ἑτερογνώμονες κατηφιῶντες καὶ σκότος [119] ὑπ' αἰσχύνης περιχυθέντες ἀπήλθοσαν· τινὲς δ' ἐκ τούτων καὶ πρὸς τὸ ὀρθόδοξον μετεβάλοντο.

   Κατὰ τὸν τότε χρόνον καὶ ἡ βασιλὶς Πουλχερία θνήσκει εὐσεβῶς τε καὶ εὐκλεῶς καὶ ἐπ' ἐλπίσι χρησταῖς. πάντα γὰρ τὸν πλοῦτον αὐτῆς διένειμε πένησι καὶ τῷ πρὸς τούτους ἐλέῳ τὸν τοῦ θεοῦ ἐκτήσατο ἔλεον.

   Οὐαλεντινιανὸς δὲ ὁ ἀνεψιὸς Ὀνωρίου, οὗ ἄνω που ἐπεμνήσθημεν ὡς ἐκ τῆς ἀδελφῆς αὐτοῦ γεννηθέντος τῆς Πλακιδίας, βασιλεύων ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ ἄγεται εἰς γυναῖκα Εὐδοξίαν τὴν παῖδα τοῦ νέου Θεοδοσίου. ἐκδεδιῃτημένως δὲ βιώσκων καὶ ἀσελγῶς τὴν μὲν οἰκείαν γαμετὴν εἴα, καίτοι κάλλους εὖ ἔχουσαν, ἀλλοτρίαις δὲ συνεφθείρετο· ἐκέχρητο δὲ καὶ μαντείαις καὶ γοητείαις. οὕτω δὲ βιώσκων οὐκ εὐαγῶς, ἀποβιώσκει ἐλεεινῶς. Μάξιμος γὰρ εἷς τῶν ἐν τῇ Ῥώμῃ πατρικίων, ἔγγονος δὲ τοῦ πάλαι τυραννήσαντος Μαξίμου, ὃν ὁ μέγας κατεπολέμησε Θεοδόσιος, ἔνδον τῶν βασιλείων γενόμενος, ἐν αὐτοῖς τὸν Οὐαλεντινιανὸν ἀποσφάττει καὶ τῇ Εὐδοξίᾳ βίᾳ συμμίγνυται καὶ τῆς βασιλείας κρατεῖ. ἡ δὲ τοῦ πατρὸς αὐτῆς Θεοδοσίου [120] θανόντος καὶ τῆς Πουλχερίας ἐκμετρησάσης τὸ ζῆν ἐκδίκησιν ἑτέρωθεν μὴ ἐλπίζουσα, διαπέμπεται πρὸς Γιζέριχον τῶν Οὐανδήλων ῥῆγα καλούμενον καὶ τῆς τοῦ Μαξίμου τυραννίδος ἀπαλλαγῆναι ἐκλιπαρεῖ· καὶ ὃς ἔπεισι τῇ Ῥώμῃ σὺν στόλῳ καὶ δυνάμει πολλῇ. καὶ ὁ Μάξιμος ἀπέδρα ταύτης καὶ κτείνεται παρὰ τῶν συνόντων αὐτῷ. ὁ δὲ Γιζέριχος ἀπόνως τῆς Ῥώμης κρατεῖ, καὶ τὸν πλοῦτον αὐτῆς συγκομισάμενος ἅπαντα, καὶ τὰ τῶν θείων ναῶν ἀναθήματα ἐκ χρυσοῦ πεποιημένα καὶ λίθοις κοσμούμενα, καί τινα τῶν παρὰ Τίτου κομισθέντων ἐξ Ἱεροσολύμων σκευῶν τοῦ ἐκεῖσε ναοῦ, εἰργασμένα καὶ αὐτὰ ἐκ χρυσοῦ, λαβὼν καὶ τὴν Εὐδοξίαν σὺν ταῖς δύο θυγατράσιν αὐτῆς, ἐπανῆλθεν εἰς Ἀφρικήν. καὶ τὴν μὲν τῶν θυγατέρων αὐτῆς, τὴν Εὐδοκίαν, τῷ πρεσβυτέρῳ τῶν οἰκείων υἱῶν Ὀνωρίχῳ συνέζευξε, τὴν δέ γε Πλακιδίαν μαθὼν ἀνδρὶ κατηγγυῆσθαι τῷ πατρικίῳ Ὀλυβρίῳ, ἐτήρει σὺν τῇ μητρὶ Εὐδοξίᾳ· ἔνθα δύο διαγαγοῦσα ἐνιαυτοὺς ἡ βασιλὶς Εὐδοξία ἐπανῆλθεν εἰς τὸ Βυζάντιον μετὰ τῆς θυγατρὸς αὐτῆς Πλακιδίας, Μαρκιανοῦ βασιλεύοντος. ἡ γὰρ Εὐδοκία σὺν τῷ ἀνδρὶ κατελείφθη, ᾧ συμβιώσασα [121] ἔτη ἓξ καὶ δέκα καὶ παῖδα τεκοῦσα Ἰλδέριχον, ὅτι τοῖς Ἀρειανοῖς ὁμόδοξος ἦν ὁ ἀνὴρ αὐτῆς, ἤχθετο τὴν μετ' ἐκείνου συμβίωσιν. καὶ λαβομένη καιροῦ καὶ αὐτὴ εἰς τὴν Κωνσταντινούπολιν μεταχωρεῖ, ἤδη τῆς μητρὸς αὐτῆς θανούσης· εἶτα εἰς τὰ Ἱεροσόλυμα ἄπεισι, κἀκεῖ τελευτᾷ.

   Μαρκιανὸς δὲ θνήσκει ἓξ βασιλεύσας ἔτη καὶ μῆνάς τινας, ὡς μέν τινες λέγουσι, νοσήσας, ὡς δ' ἕτεροι, φαρμαχθεὶς νεύσει τοῦ πατρικίου Ἄσπαρος, πρεσβύτης γενόμενος καὶ ζήσας ἐπὶ μακρόν. ἐπιεικὴς δὲ τὴν γνώμην ὢν καὶ πρὸς τοὺς ὑπηκόους χρηστὸς ἔλεγε μὴ δεῖν ὅπλα βασιλέα κινεῖν, ἕως εἰρηνεύειν ἐξόν. μέγα δὲ τότε δυνάμενος ὁ πατρίκιος Ἄσπαρ οὐχ ᾑρετίσθη βασιλεῦσαι παρὰ τοῦ δήμου τῆς πόλεως, ὅτι τῆς Ἀρείου ἦν μετέχων αἱρέσεως. διὸ τὸν Λέοντα αὐτὸς ἐβασίλευσεν, ὡς μέν τινες ἱστόρησαν, αὐτοβούλως, ὡς δ' ἕτεροι, παρὰ τοῦ δήμου τὴν ἐξουσίαν λαβών, ὃν κτήσεων αὐτοῦ, ὡς λέγεται, προνοούμενον ἀπῄτησε Καίσαρα στέψαι θάτερον τῶν υἱῶν αὐτοῦ. καὶ τοῦτο ἐπαγγειλάμενον εἰς τὴν τῆς βασιλείας περιωπὴν ἀνεκόμισεν. ἔνιοι δὲ τριβοῦνον εἶναι αὐτόν φασι καὶ τῶν ἐν Σηλυβρίᾳ [122] τελῶν ἄρχοντα. καὶ οἱ μὲν ἐκ Θρᾳκῶν τὸ γένος ἕλκειν αὐτὸν λέγουσιν, ἄλλοι δὲ ἐκ Δακῶν τῶν ἐν Ἰλλυριοῖς.

LIBER QVARTVS DECIMVS.

   Ἄρτι δὲ καταστάντος τοῦ Λέοντος αὐτοκράτορος ὁ Ἄσπαρ ἐπέκειτο βιάζων αὐτὸν Καίσαρα ποιῆσαι θάτερον τῶν υἱῶν αὐτοῦ κατὰ τὴν ὑπόσχεσιν. ἀναβαλλομένου δ' αὐτοῦ ὁ Ἄσπαρ τῆς βασιλικῆς ἁλουργίδος ἁψάμενος ἔφη "βασιλεῦ, τὸν ταύτην ἀμπεχόμενον ψεύδεσθαι οὐ χρεών·" καὶ ὃς ἀνθυπήνεγκεν "ἀλλ' οὐδὲ βιάζεσθαι καὶ ἄγεσθαι ὡς ἀνδράποδον." μέχρι δὲ τέλους ἀντέχειν μὴ οἷός τε ὤν, εἴκων ἀνάγκῃ Καίσαρα ποιεῖ ἀπὸ πατρικίου τὸν τοῦ Ἄσπαρος παῖδα, Ἀρδαβουρίου δὲ ἀδελφόν. τοῦτο καὶ τῇ συγκλήτῳ ἔδοξεν ἀποθύμιον καὶ τὸν δῆμον τῆς πόλεως εἰς στάσιν ἐκίνησεν. ἐδεδίεσαν γὰρ μὴ εἰς τὸ γένος τοῦ Ἄσπαρος περιστάντος τοῦ κράτους παρρησίας αὖθις λαβόμενοι οἱ Ἀρειανοὶ πλείονα κακὰ τῶν προτέρων εἰς τοὺς ὀρθοδόξους [123] ἐνδείξωνται. συνελθόντες οὖν οἱ τοῦ κλήρου καὶ οἱ μονάζοντες καὶ τοῦ δήμου τῆς πόλεως ὅσον ὑγιῶς ἐφρόνει περὶ τὴν πίστιν, ἐδέοντο τοῦ βασιλέως ὁμόφρονα σφίσι Καίσαρα προχειρίσασθαι. ὁ δὲ τότε μὲν οἷς τε εἶπε καὶ οἷς ἐποίησε τὴν στάσιν κατηύνασε. μεταξὺ δὲ παραρρυέντος καιροῦ, ἐπιβουλεύοντας αὐτῷ γνοὺς τοὺς περὶ τὸν Ἄσπαρα, κἀκεῖνον καὶ τὸν Ἀρδαβούριον ἔκτεινεν. Ἰσοκάσιον δὲ τὸν κοιαίστωρα λόγιον ἄνδρα, διαβληθέντα ἐπ' ἄλλοις τέ τισι καὶ ἐπὶ ἑλληνισμῷ, τῆς ἀξίας γυμνώσας τῷ ἐπάρχῳ παρέδωκεν εἰς ἐξέτασιν· εἰσαγομένῳ δ' εἰς τὸ δικαστήριον ἐν σχήματι κατακρίτου ἔφη αὐτῷ ὁ ἔπαρχος "ὁρᾷς, Ἰσοκάσιε, ἐν οἵᾳ εἶ καταστάσει;" ὁ δέ "ὁρῶ" εἶπε "καὶ οὐ ξενίζομαι ὅτι ἄνθρωπος ὢν ἀνθρωπίναις περιπέπτωκα συμφοραῖς· σὺ δὲ δίκασον ἐπ' ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί." τούτων ἀκούσας ὁ δῆμος τὸν μὲν βασιλέα εὐφήμησε, τὸν δ' Ἰσοκάσιον ἐξαρπάσαντες εἰς τὴν ἐκκλησίαν ἀπήγαγον· βαπτισθέντα δὲ τοῦτον μαθὼν ὁ κρατῶν ἥσθη.

   Οὗτος ὁ βασιλεὺς εἶχε γυναῖκα κεκλημένην Βηρῖναν, ἐξ [124] ἧς ἐγένοντο αὐτῷ θυγατέρες δύο, Ἀριάδνη καὶ Λεοντία· ὧν τὴν μὲν τῷ Ζήνωνι κατηγγύησε, τὴν δὲ Λεοντίαν συνέζευξε τῷ πατρικίῳ Μαρκιανῷ, υἱῷ Ἀνθεμίου τοῦ βασιλεύσαντος ἐν τῇ Ῥώμῃ.

   Ἐπὶ τούτου τοῦ βασιλέως γέγονεν ἐν τῇ νέᾳ Ῥώμῃ φρικωδέστατος ἐμπρησμός, ὃς ἀπὸ θαλάσσης ἕως θαλάσσης, ἀπὸ τοῦ ἀρκτῴου δηλαδὴ μέρους ἕως τοῦ μεσημβρινοῦ, τὴν πόλιν διέζωσεν, εἰς μῆκος δὲ διεξῆλθεν ἀπὸ τοῦ Βοοσπορίου μέχρι τοῦ ναοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ Καλυβίτου, πρὸς δὲ νότον ἀπὸ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ μέχρι τοῦ ναοῦ τῶν μεγάλων μαρτύρων Σεργίου καὶ Βάκχου· ἐν δὲ τῷ μέσῳ τῆς πόλεως ἀπὸ τῶν Λαύσου ἕως τοῦ Ταύρου τὰ ἐν μέσῳ πάντα κατέκαυσεν. ὅτε λέγεται καὶ ὁ Ἄσπαρ διαθέειν τὰς ἀγυιὰς ἀγγεῖον ὕδατος πλῆρες ἐπὶ τῶν ὤμων φέρων καὶ τὸν δῆμον παρακαλῶν ὁμοίως ποιεῖν, ἵνα τὸ πῦρ κατασβέσωσι, καὶ διδοὺς ἑκάστῳ ὑπὲρ μισθοῦ νόμισμα ἀργυροῦν. διήρκεσε δὲ τὸ πῦρ ἐκεῖνο τὴν πόλιν νεμόμενον ἐφ' ἡμερῶν τετρακτύν, καὶ κατέκαυσε [125] πρὸς τοῖς ἄλλοις τόν τε ἐν τῷ Σενάτῳ καλουμένῳ μέγιστον οἶκον, εἰς ὃν ἥ τε γερουσία καὶ οἱ λογάδες συνερχόμενοι ἐβουλεύοντο, καὶ αὐτὸς ὁ βασιλεύων, ὅτε στολὴν ὑπατικὴν ἀνελάμβανεν, ἔργον περιφανὲς καὶ ὑπέρλαμπρον, καὶ τὸ καλούμενον Νυμφαῖον, οἶκον ἕτερον ἀντικρὺ κείμενον τοῦ προρρηθέντος οἴκου, εἰς τὸ τοὺς γάμους γίνεσθαι ἐν αὐτῷ χρηματίζοντα τῶν μὴ κεκτημένων οἴκους χωροῦντας πλῆθος ἐν ἑαυτοῖς· καὶ ἕτερον οἶκον ἐν τῷ Ταύρῳ βασιλικὸν πολυτελῆ τε καὶ μέγιστον· καὶ ἐπὶ τούτοις ναοὺς περιφανεστάτους καὶ ἰδιωτικὰς οἰκίας τῶν λαμπροτέρων πολλάς.

   Τούτου κρατοῦντος λέγεται καὶ σεισμὸν γενέσθαι σφοδρότατον ἐν Ἀντιοχείᾳ, ὡς μικροῦ τὴν πόλιν ἐκείνην πᾶσαν καταπεσεῖν. ὑσθῆναι δὲ καὶ σποδὸν ἐν τῇ Βυζαντίδι πολλήν, ὥστε καὶ εἰς παλαιστὴν αὐτὴν ὑψωθῆναι. ἐκ τούτου δὲ δεδειλιακότα τὸν βασιλέα τῆς πόλεως ἐξελθεῖν καὶ διατρίβειν ἐπὶ πολὺ κατὰ τὸν ἅγιον Μάμαντα.

   Οὗτος βασιλεύσας στρατοπεδάρχην προεχειρίσατο Ῥουστίκιον, ἄνδρα γενναῖόν τε καὶ στρατηγικώτατον· θανόντος δ' ἐκείνου [126] τὸν τῆς βασιλίσσης Βηρίνης ὁμαίμονα Βασιλίσκον ἀνθείλετο. ὃς σὺν στόλῳ πολλῷ κατὰ Γιζερίχου στρατεύσας ἐν Ἀφρικῇ ἡττήθη λίαν αἰσχρῶς καὶ τὸ πλεῖον τοῦ στόλου ἀπέβαλεν, ὡς μέν τινες ἱστοροῦσιν, ἐκ κακοβουλίας καὶ τοῦ μὴ στρατηγικῶς διαθεῖναι τὸν πόλεμον, ὡς δ' ἕτεροι, ἐκ προδοσίας· χρήματα γὰρ αὐτὸν λαβεῖν πλεῖστά φασι παρὰ Γιζερίχου, καὶ τοῦ πολέμου συρραγέντος στρέψαι τὴν στρατηγίδα τριήρη, καὶ πρύμναν κρουσάμενον εἰς φυγὴν τραπέσθαι, κἀντεῦθεν θάρσος μὲν ἐνεικέναι τοῖς ἐναντίοις, τῶν δ' οἰκείων καταβαλεῖν τὰ φρονήματα, καὶ τὸν μὲν ἐπανελθεῖν δυσκλεῶς μετ' ὀλίγων, τοὺς δὲ λοιποὺς ἐν τῇ ναυμαχίᾳ πεσεῖν.

   Τούτῳ τῷ βασιλεῖ ἔγγονος ἐξ Ἀριάδνης τῆς θυγατρὸς ἐγεννήθη καὶ Ζήνωνος, ὃν Λέοντα ὀνομάσας ἐκεῖνος βασιλικῷ ταινιοῖ διαδήματι ἐπὶ πάνυ νηπίᾳ τῇ ἡλικίᾳ. τὸν γὰρ Ζήνωνα τῇ βασιλείᾳ μὴ προσήκοντα ἔκρινεν, ὅτι μήτε τὴν γνώμην εἶχε βασιλικὴν μήτε μὴν εἶδος ἄξιον τυραννίδος, ἀλλὰ καὶ τὴν ὄψιν ἦν εἰδεχθέστατος καὶ τὴν ψυχὴν εἶχε τῆς ὄψεως χείρονα. διὰ τοῦτό τινες ἱστοροῦσιν ἀναιρεθῆναι τὸν Ἄσπαρα καὶ τὸν Ἀρδαβούριον [127] παρὰ τοῦ αὐτοκράτορος Λέοντος, θέλοντος τὸν θυγατριδὴν αὐτοῦ τὸν μικρὸν Λέοντα βασιλεύειν, φοβουμένου δ' ἐκείνους ὡς μέγα δεδυνημένους, μήποτε τῆς νηπιότητος ἐκείνου καταφρονήσαντες τὴν ἀρχὴν σφετερίσωνται.

   Ἐπὶ τούτου τοῦ βασιλέως καὶ ἡ τιμία τῆς ὑπεραγίας θεοτόκου ἐσθὴς εἰς Κωνσταντινούπολιν ἐκομίσθη ἐκ Παλαιστίνης, καὶ ἀπετέθη ἐν τῷ παρ' αὐτοῦ δομηθέντι ναῷ ἐν Βλαχέρναις ἐν ἀργυρέᾳ σορῷ· δι' ἣν καὶ ὁ ναὸς Ἁγία σορὸς κατωνόμασται.

   Τοῦ πατριάρχου δὲ θανόντος Ἀνατολίου, ὃς ἐπ' ἔτη τῆς ἐκκλησίας προέστη ὀκτώ, Γεννάδιος χειροτονεῖται. τούτου δὲ ἐνιαυτοῖς τὴν ἐκκλησίαν ἰθύναντος δέκα ἐπὶ τρισί, καὶ τὴν ζωὴν ἐκμετρήσαντος, ἀντεισήχθη Ἀκάκιος.

   Καὶ ὁ βασιλεὺς δὲ Λέων νοσήσας ἐξέλιπεν, ὀκτωκαίδεκα βασιλεύσας ἐνιαυτούς, τὸν μικρὸν Λέοντα διάδοχον τῆς βασιλείας καταλιπών. κεκόσμητο δὲ καὶ ἄλλαις μὲν ἀρεταῖς, ἐπέλαμπε δ' ἐκείνῳ μάλιστα τὸ φιλοίκτιστον, εἰωθότι λέγειν ὅτι "ὥσπερ ὁ ἥλιος οἷς ἐπιλάμπει, τῆς θέρμης αὐτοῦ μεταδίδωσιν, οὕτω δεῖ καὶ τὸν βασιλέα, οἷς ἂν ἐπιβλέψῃ, οἴκτου αὐτοὺς ἀξιοῦν."

[128]    Καταλειφθεὶς οὖν ὁ μικρὸς Λέων νηπιάζων ἔτι, ἐφ' ἕνα ἐνιαυτὸν ἐπεβίω τῇ βασιλείᾳ, καὶ νήπιος ἐπαπῆλθε τῷ πάππῳ τὸν ἑαυτοῦ πατέρα τὸν Ζήνωνα βασιλέα καταλιπών, αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα.

   Ἦν δὲ ὁ Ζήνων ἐξ ἔθνους αἰσχίστου τοῦ τῶν Ἰσαύρων, αἴσχιστος καὶ αὐτὸς καὶ τὴν μορφὴν καὶ τὴν ψυχὴν γεγονώς, καὶ οὐχ ὡς βασιλεὺς τὴν ἀρχὴν ἀνύων, ἀλλ' ὡς ἄντικρυς τύραννος. ἦν δὲ τούτῳ καὶ ἀδελφὸς Κόνων καλούμενος καὶ τὸν ἀδελφὸν εἰς κακίαν ὑπερβαλλόμενος, αἵμασι χαίρων καὶ σφαγαῖς ἀνθρώπων ἡδόμενος. κατὰ τούτου τοῦ Ζήνωνος ἐν Θρᾴκῃ διατρίβων ὁ τῆς βασιλίσσης Βηρίνης ὁμαίμων ὁ δηλωθεὶς Βασιλίσκος ἀνταίρει χεῖρα, τῆς Βηρίνης συναιρομένης αὐτῷ κἀκ τῆς συγκλήτου τινῶν. δειλὸς δὲ ὢν ὁ Ζήνων καὶ ἄνανδρος φεύγει αὐτίκα σὺν Ἀριάδνῃ τῇ γυναικὶ ἐν Ἰσαυρίᾳ πρὸς τοὺς ὁμογενεῖς.

   Καὶ ὁ Βασιλίσκος ἐν τῷ Κάμπῳ ἀναγορεύεται βασιλεὺς καὶ τὴν οἰκείαν γαμετὴν Ζηνωνίδα Αὐγούσταν ἔστεψε καὶ Μάρκον τὸν υἱὸν προεχειρίσατο Καίσαρα. ἦν δὲ καὶ οὗτος τούς τε τρόπους οὐδὲν βελτίων τοῦ Ζήνωνος καὶ περὶ τὸ σέβας οὐκ [129] ὀρθῶς διακείμενος. τῆς γὰρ Εὐτυχοῦς καὶ Διοσκόρου μετεῖχε καὶ οὗτος αἱρέσεως, παρὰ τῆς γαμετῆς εἰς ταύτην προβιβασθείς, καὶ σφόδρα τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε, καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον τυραννικῷ γράμματι ἄκυρον εἶναι τεθέσπικε. καὶ τὸν πατριάρχην τῆς νέας Ῥώμης Ἀκάκιον τοῦτο ψηφίσασθαι συνοδικῶς ἐβιάζετο. ἀλλὰ τὸ ὀρθόδοξον πλῆθος τῆς πόλεως συνελθὸν εἰς τὴν ἐκκλησίαν καὶ τὸν Βασιλίσκον ἐκακηγόρησε καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν ἐκάλεσε. διὰ ταῦτα τοίνυν ὁ Βασιλίσκος παρὰ τοῦ δήμου καὶ τῆς γερουσίας μεμίσητο.

   Ἔπεμψε δὲ κατὰ Ζήνωνος μετὰ δυνάμεως Ἴλλον καὶ Τροκοῦνδον· οἳ ἐπελθόντες ἐπολιόρκουν αὐτόν. ὅτι δὲ πολλὰ αὐτοῖς ὁ Βασιλίσκος ἐπαγγειλάμενος οὐκ ἐπιτελεῖς τὰς ὑποσχέσεις πεποίητο, καὶ ἡ σύγκλητος δὲ βαρυνομένη τὸν Βασιλίσκον διὰ τὴν κακίαν αὐτοῦ ἔγραψε τοῖς εἰρημένοις ἀνδράσι τὰ παρ' ἐκείνου δρώμενα, προσέθεντο τῷ Ζήνωνι, καὶ ἀντὶ πολεμίων φίλοι αὐτῷ γεγόνασι καὶ συνέριθοι· καὶ λαβόντες αὐτὸν ἐπανῄεσαν.

[130] ὁ δὲ Βασιλίσκος Ἁρμάτιον τὸν οἰκεῖον ἀνεψιὸν μετὰ τῶν Θρᾳκικῶν ταγμάτων στέλλει κατὰ τοῦ Ζήνωνος· καὶ ὃς συναντήσας αὐτῷ περὶ Νίκαιαν καὶ χρήμασιν ὑποφθαρείς, πρὸς δὲ τοῖς καὶ ὑποσχέσει τοῦ Καίσαρα στεφθῆναι τὸν υἱὸν αὐτοῦ Βασιλίσκον, τῷ Ζήνωνι προσχωρεῖ. κἀντεῦθεν ἐλθὼν εἰς τὴν Κωνσταντινούπολιν ὁ Ζήνων ἐδέχθη ὑπό τε τῆς συγκλήτου καὶ τοῦ λαοῦ. καὶ ὁ Βασιλίσκος τῇ ἐκκλησίᾳ προσπέφευγε μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, ὅθεν ἐξῆλθε πληροφορίαν λαβὼν ὡς οὐ στερηθήσεται τῆς ζωῆς. καὶ ἀπήχθησαν εἴς τι φρούριον, ἔνθα λέγεται εἰς πύργον κατακλεισθῆναι σὺν τοῖς φιλτάτοις καὶ διαφθαρῆναι λιμῷ. ἕτεροι δὲ ἀναιρεθῆναι αὐτοὺς ἐν τῷ ἀπάγεσθαι λέγουσιν. ὁ Ζήνων δὲ καὶ τὴν ἑαυτοῦ πενθερὰν τὴν βασιλίδα Βηρῖναν ἐξώρισεν. ὁ γοῦν Βασιλίσκος εἴτε ὡς εἴρηται εἴτ' ἄλλως ἐπὶ δύο τυραννήσας ἐνιαυτοὺς διώλετο.

   Οὗ κρατοῦντος ἐμπρησμὸς ἐν Κωνσταντινουπόλει ἐγένετο μέγιστος, ἐκ τῶν Χαλκοπρατίων ἀρξάμενος καὶ πάντα τὰ προσεχῆ τούτοις νεμηθεὶς καὶ ἀποτεφρώσας, τάς τε τῶν δημοσίων [131] πλατειῶν στοὰς καὶ τὰς αὐταῖς ἐπικειμένας οἰκοδομάς, ἀλλὰ μὴν καὶ αὐτὴν τὴν κεκλημένην Βασιλικήν, καθ' ἣν καὶ βιβλιοθήκη ἐτύγχανε δώδεκα μυριάδας βιβλίων ἀποκειμένων ἐν αὐτῇ ἔχουσα· ἐν οἷς ἀναγράφεται εἶναι καὶ δράκοντος ἔντερον, μήκους ὂν ποδῶν ἑκατὸν εἴκοσιν, ἔχον ἐγγεγραμμένα χρυσοῖς γράμμασι τὰ τοῦ Ὁμήρου ποιήματα, τήν τε Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, οὗ καὶ ὁ Μάλχος τὰ περὶ τούτων τῶν βασιλέων συγγραφόμενος μέμνηται. διέφθειρε δὲ τὸ πῦρ ἐκεῖνο καὶ τὴν ἐν τοῖς Λαύσου τῆς πόλεως ἀγλαΐαν καὶ τὰ ἐκεῖ ἐνιδρυμένα ἀγάλματα τῆς τε Σαμίας Ἥρας καὶ τῆς Λινδίας Ἀθηνᾶς καὶ τῆς Κνιδίας Ἀφροδίτης, τὰ κατὰ τέχνην περιβόητα ἀφιδρύματα, καὶ μέχρι τοῦ Φόρου ἐπέδραμε.

   Ζήνων δὲ αὖθις τῆς ἐξουσίας δραξάμενος τὸν μὲν τοῦ Ἁρματίου υἱὸν προεχειρίσατο Καίσαρα, πληρῶν τὴν ὑπόσχεσιν, αὐτὸν δὲ τὸν Ἁρμάτιον στρατηλάτην· καὶ μετ' ὀλίγον τὸν μὲν Ἁρμάτιον ἔκτεινε, λέγων ὅτι "ὥσπερ εἰς τὸν Βασιλίσκον οὐκ ἐφύλαξε πίστιν, οὐδ' εἰς ἐμὲ πάντως φυλάξει αὐτήν." τὸν δὲ υἱὸν ἐκείνου τὸν Καίσαρα πεποίηκε κληρικόν. ἀνεῖλε δὲ καὶ τὸν Ἴλλον τὸν μάγιστρον, τυραννίδι ἐπιχειρήσαντα, ὅτι ἔγνω [132] ἐπιβουλευόμενος παρὰ τῆς βασιλίσσης Ἀριάδνης, εἰδότος καὶ Ζήνωνος, ἀλλὰ μὴν καὶ Πελάγιον τὸν πατρίκιον, ἄνδρα λογιώτατόν τε καὶ δικαιότατον, τῷ μὲν δοκεῖν, ἑλληνισμὸν αὐτῷ ἐγκαλῶν, τῇ δ' ἀληθείᾳ, τοὺς ἐλέγχους ἐκκλίνων αὐτοῦ· γνώμης γὰρ ὢν ἐλευθέρας ἤλεγχε τὰς ἀνοσίους πράξεις αὐτοῦ. καὶ ἄλλους δὲ πλείστους ἄνδρας τῶν περιφανῶν ὁ ἔχθιστος Ζήνων ἀπώλεσε καὶ εἰς αἱρέσεις ἀπέκλινε καὶ ἀθεμίτους πράξεις καὶ διεφθαρμένην ζωήν· καὶ οὕτω βιοὺς βιαίως ἀπερράγη τοῦ ζῆν. ὁ δὲ τρόπος τῆς τούτου τελευτῆς ἀντιλέγεται· οἱ μὲν γὰρ γαστριζόμενον αὐτόν φασι καὶ μεθύοντα τῶν τε φρενῶν ἐξίστασθαι καὶ καταπίπτοντα μηδὲν διαφέρειν νεκροῦ. μισούμενον δὲ καὶ ὑπ' αὐτῆς τῆς γαμετῆς αὐτοῦ Ἀριάδνης, οὕτως οἰνωθέντα ποτὲ ὡς ἤδη θανόντα λάρνακι τῶν βασιλικῶν ἐντεθῆναι παρ' ἐκείνης, καὶ αὐτίκα τὸν ἐπιπωματίζοντα ταύτην μέγιστον λίθον ἐπιτεθῆναι αὐτῇ· τὸν δὲ ἀνανήψαντα βοᾶν μὲν καὶ ὀλοφύρεσθαι ἔνδοθεν, μήτινος δ' ἐπιστρεφομένου, οἰκτρῶς ἐκεῖσε θανεῖν. οἱ δὲ νοσήσαντά φασι καὶ περιωδυνίαις βαλλόμενον [133] σφοδροτάταις δόκησιν τοῖς ὁρῶσιν ὡς τέθνηκε παρασχεῖν καὶ οὕτως ἐντεθῆναι τῷ τάφῳ καὶ ἐν αὐτῷ τεθνάναι γοώμενον καὶ τοὺς οἰκείους ἀνακαλούμενον, τῆς Ἀριάδνης μήτινι συγχωρούσης ἀνοῖξαι τὸ μνῆμα ἢ ὅλως ἐπιστροφὴν ἐκείνου ποιήσασθαι.

   Οὕτω δὲ θανόντος οἰκτρότατα Ζήνωνος, ἡ Ἀριάδνη τὸν Δίκορον Ἀναστάσιον σελεντιάριον ὄντα, τῶν χαμαιζήλων δὲ τοῦτο ἀξιωμάτων, εἰς τὴν βασιλείαν ἀνήγαγε, γνώμῃ καὶ τῆς γερουσίας καὶ τοῦ στρατεύματος, Οὐρβικίου τοῦ ἐκτομίου, μέγα τότε δυναμένου, σπουδάσαντος εἰς τὴν τούτου ἀνάρρησιν. Δίκορος δ' ἐκαλεῖτο ὁ Ἀναστάσιος, ὅτι ἀνομοίας ἀλλήλαις τὰς κόρας εἶχε τῶν ὀφθαλμῶν· τῇ μὲν γὰρ ἦν τὸ χρῶμα μελάντερον, ἡ δὲ λαιὰ πρὸς τὸ γλαυκότερον ἐχρωμάτιστο. μέλλοντα δὲ στεφθῆναι αὐτὸν ἀπῄτησεν ἔγγραφον ὁμολογίαν τῆς πίστεως καὶ τοῦ μήτι παρακινῆσαι τῶν τῆς ἐκκλησίας δογμάτων ὁ πατριάρχης Εὐφήμιος.

   Μετὰ γὰρ Ἀκάκιον, κάκιστον τοῖς ὀρθοδοξοῦσι γενόμενον καὶ τὴν ἐκκλησίαν ἔτη κατεσχηκότα δέκα πρὸς τοῖς ἑπτὰ καὶ θανόντα, Φραβίτας κεχειροτόνητο πατριάρχης, ὁμόδοξος Ἀκακίῳ [134] καὶ Ζήνωνι. μετὰ δὲ τρεῖς μῆνας πρὸς τῷ ἡμίσει καὶ οὗτος ἀπήλλαξε τὴν ζωήν, καὶ προέστη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως ὁ Εὐφήμιος, ὅσιος ἀνὴρ καὶ ὀρθοδοξότατος. ὃς τοῦ Μογγοῦ Πέτρου ὄνομα τὸν θρόνον τῆς μεγάλης Ἀντιοχείας ἁρπάσαντος λῃστρικῶς τῶν διπτύχων ἀπήλειψεν ὡς αἱρετικοῦ. ἀντενέγραψε δὲ τὴν Φήλικος κλῆσιν τοῦ πάπα Ῥώμης, ἀνδρὸς ὀρθοδόξου καὶ καθαψαμένου διὰ γραμμάτων τοῦ τε Ζήνωνος καὶ τοῦ Ἀκακίου, ὅτι τῷ Μογγῷ ἐκοινώνουν Πέτρῳ, τῆς Εὐτυχοῦς καὶ Διοσκόρου ὄντι αἱρέσεως, μάλιστα δὲ καὶ καθαιρέσεως λίβελλον στείλαντος Ἀκακίῳ, διὸ καὶ τὸ ὄνομα αὐτοῦ ὁ Ἀκάκιος ἐκ τῶν διπτύχων ἀπήλειψεν. οὗτος τοίνυν ὁ πατριάρχης Εὐφήμιος ἔγγραφον ἰδιόχειρον τοῦ Ἀναστασίου δεξάμενος ὡς δέχεται τὰ τῆς ἐκκλησίας δόγματα καὶ τὰ παρὰ τῆς ἐν Χαλκηδόνι συνόδου ὁρισθέντα φυλάξει πάντα, στέφει αὐτόν. ὁ δὲ αὐτίκα τὴν Ἀριάδνην μνηστεύεται καὶ γραφὴν ποιεῖται βασίλειον ἀφιεῖσαν τὰ μέχρι τότε τῷ δημοσίῳ παρά τινων ὀφειλόμενα. ἤδη δὲ τεσσαρακοστῆς παραρρυείσης ἡμέρας [135] μετὰ τὴν ταφὴν Ζήνωνος, καὶ τοὺς γάμους ἐτέλεσε. δασμοῦ δὲ τοὺς ὑπηκόους πιέζοντος τοῦ λεγομένου χρυσαργύρου, καὶ τοῦτον ἐξέκοψεν. ἦν δὲ ὁ τοῦ χρυσαργύρου δασμὸς τοιοῦτος· ἅπαντες καὶ προσαῖται καὶ πένητες καὶ πᾶσα πόρνη καὶ ξύμπαντες ἀπελεύθεροι ἐν ἀγροῖς τε καὶ πόλεσι διατρίβοντες εἰσφέρειν ἠναγκάζοντο τῷ δημοσίῳ τέλος ἐτήσιον· καὶ ὑπὲρ ἵππων καὶ ἡμιόνων καὶ βοῶν ὄνων τε καὶ κυνῶν ἐπράττετο φορολόγημα, ὑπὲρ ἀνθρώπων μὲν ἑκάστου νόμισμα ἀργυροῦν, τὸ δ' αὐτὸ καὶ ὑπὲρ ἵππου, ἡμιόνου τε καὶ βοός, ὑπὲρ ὄνου δὲ καὶ κυνὸς φόλεις ἕξ· καὶ ἦν διὰ ταῦτα συντριβὴ τῶν ἀνθρώπων καὶ ὀδυρμὸς πανταχοῦ. ἀλλὰ ταύτην ἐκκόψας τὴν εἰσφορὰν ὁ βασιλεὺς Ἀναστάσιος καὶ αὐτὰς τὰς περὶ ταύτης καταγραφὰς ἐναντίον τοῦ δήμου κατέκαυσεν ἐν τῷ Ἱππικῷ· καὶ ἦν μὲν ἐν τούτοις φιλότιμος καὶ τὴν τῶν πολιτικῶν πραγμάτων διοίκησιν καλῶς μετερχόμενος. τὰς γὰρ πολιτικὰς ἀρχὰς ὠνίους παρεχομένας τὸ πρὶν ἐκεῖνος ἀμίσθους ἐδίδου. περὶ δὲ τὴν εἰς τὸ [136] θεῖον δόξαν οὐκ ἀγαθὸς ἦν· ἀποκλίνας γὰρ εἰς τὴν τῶν Συγχυτικῶν αἵρεσιν τῶν μίαν φύσιν δοξαζόντων ἐπὶ τοῦ σωτῆρος μετὰ τὴν ἕνωσιν τῶν διττῶν φύσεων, πολλὰ τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε καὶ ἀδυσώπητος ἦν τοῖς τούτων προϊσταμένοις. τόν τε γὰρ πατριάρχην Εὐφήμιον ἐξώρισε, μὴ πειθόμενον ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον, πρότερον μετὰ δόλου τὸ οἰκεῖον ἔγγραφον ἀφελόμενος, ἢ βίᾳ, ὡς ἕτεροι λέγουσι, καὶ τὸν μετ' ἐκεῖνον Μακεδόνιον, ἱερὸν ἄνδρα, μὴ καταδεξάμενον συνθέσθαι αὐτῷ, εἰς Εὐχάϊτα ὑπερώρισε. μεθ' ὃν ἀντεισήχθη Τιμόθεος ὁμόφρων τῷ βασιλεῖ.

   Λογγῖνος δὲ ὁ ἀδελφὸς Ζήνωνος, τυραννίδι ἐπιθέμενος, ἐχειρώθη παρὰ Ἀναστασίου, καὶ περιωρίσθη εἰς Ἀλεξάνδρειαν, ἔνθα καὶ πρεσβύτερος χειροτονηθεὶς ἔθανε. καὶ τοὺς Ἰσαύρους δὲ πολλοὺς ἐν τῇ βασιλίδι τῶν πόλεων διατρίβοντας ταύτης ἐξήλασεν· οὓς προσλαβόμενος ὁ μάγιστρος Λογγῖνος, οὐχ ὁ τοῦ Ζήνωνος ἀδελφός, ἀλλ' ἕτερος, καταστασιάζει καὶ πολλὰ τῆς ἑῴας ἐληίσατο· κατεπολεμήθη δέ, καὶ οἱ μετ' αὐτοῦ διεφθάρησαν βάρβαροι.

   Τότε λέγεται καὶ Θευδέριχος ὁ τῆς Ἀφρικῆς ἡγεμών, Ἀρειανὸς [137] ὤν, διάκονόν τινα ὀρθόδοξον αὐτῷ πάνυ ᾠκειωμένον καὶ διὰ θεραπείαν αὐτοῦ εἰς ἀρειανισμὸν μεταθέμενον ἀποκτεῖναι, εἰπὼν ὡς "ἐπεὶ τῷ θεῷ οὐκ ἐτήρησας πίστιν, μᾶλλον οὐ τηρήσεις ταύτην ἐμοί." Ἀναστασίου δὲ τοῦ τῆς πρεσβυτέρας Ῥώμης πάπα θανόντος, καὶ τοῦ λαοῦ μερισθέντος, καὶ τῶν μὲν Λαυρέντιόν τινα ψηφισαμένων, τῶν ὀρθοδόξων δὲ Σύμμαχον, κἀντεῦθεν πρὸς ἀλλήλους στασιαζόντων, ὁ εἰρημένος Θευδέριχος, τῆς Ῥώμης τότε κρατῶν, ἀφίκετο πρὸς αὐτήν, καὶ σύνοδον ἀθροίσας τὸν μὲν Σύμμαχον ἐπίσκοπον εἶναι τῆς Ῥώμης ἐκύρωσεν, ἀπήλασε δὲ τὸν Λαυρέντιον.

   Κατὰ τούτους τοὺς χρόνους ἱστορεῖται τὸ τῶν Βουλγάρων ἔθνος τὸ Ἰλλυρικὸν καὶ τὴν Θρᾴκην καταδραμεῖν, μήπω πρὶν γινωσκόμενον. τῶν δὲ Ἀγαρηνῶν τὴν ἑῴαν ληιζομένων, σπονδὰς πρὸς αὐτοὺς ἐποιήσατο Ἀναστάσιος. τοῦ μέντοι Θρᾳκὸς Βιταλιανοῦ τυραννίδι ἐπικεχειρηκότος, Μυσούς τε καὶ Σκύθας προσεταιρισαμένου, καὶ ἅμα τούτοις τὰ περὶ τὴν βασιλίδα ληιζομένου τῶν πόλεων, ἀλλὰ μὴν καὶ στόλῳ κατ' αὐτῆς ἐπελθόντος, ἀντικατέστη τούτῳ διὰ Μαριανοῦ τοῦ ὑπάρχου ὁ Ἀναστάσιος, [138] καὶ ναυμαχίας γενομένης ἔκ τινος μηχανῆς παρὰ Πρόκλου τοῦ πάνυ γεγενημένης (τότε γὰρ ἤνθει ἐπὶ φιλοσοφίᾳ καὶ ἐν τοῖς μηχανήμασι, τά τε τοῦ περιβοήτου ἐν τούτοις Ἀρχιμήδους ἅπαντα διελθὼν καὶ αὐτὸς ἐκείνοις προσεξευρών) τὸ ναυτικὸν τῶν ἐναντίων κατεπολεμήθη. κάτοπτρα γὰρ ᾄδεται χαλκεῦσαι πυρφόρα ὁ Πρόκλος, καὶ ταῦτα ἐκ τοῦ τείχους τῶν πολεμίων νεῶν ἀπαιωρῆσαι κατέναντι, τούτοις δὲ τῶν τοῦ ἡλίου ἀκτίνων προσβαλουσῶν πῦρ ἐκεῖθεν ἐκκεραυνοῦσθαι καταφλέγον τὸν νηίτην τῶν ἐναντίων στρατόν, καὶ τὰς νῆας αὐτάς, ὃ πάλαι τὸν Ἀρχιμήδην ἐπινοῆσαι ὁ Δίων ἱστόρησε, τῶν Ῥωμαίων τότε πολιορκούντων Συράκουσαν.

   Ἀναστάσιος δὲ σπουδαστὴς τῆς Εὐτυχοῦς αἱρέσεως ὤν, ἐβουλήθη προσθεῖναι εἰς τὸ Τρισάγιον τὸ "ὁ σταυρωθεὶς δι' ἡμᾶς." ἔστειλεν οὖν διὰ τοῦτο εἰς τὴν ἐκκλησίαν τὸν λογοθέτην τε καὶ τὸν ἔπαρχον· οἳ ἐν τῷ ἄμβωνι ὡς ἐπ' ὀκρίβαντος στάντες διαγγέλλειν ἤρξαντο τὸ πρόσταγμα τὸ βασιλικόν. κινεῖται τοίνυν ὅσον τοῦ πλήθους ὀρθόδοξον, καὶ διασπάσαι τοὺς ἄνδρας ὡρμήκεσαν. ἀλλ' οἱ μὲν μόλις τὴν δημοτικὴν μανίαν ἐξέφυγον, τὸ δέ γε πλῆθος εἰς θυμὸν ἐκκαυθὲν κατὰ [139] τῶν οἰκιῶν ἐπῆλθον τῶν εἰρημένων ἀνδρῶν. καὶ τὰς μὲν καθῃρήκασι, τὰ δ' ἐν αὐταῖς διηρπάκασι καὶ πολλοὺς ἀνεῖλον, καὶ εἰς τὸν βασιλέα ἐξύβριζον, τὸν δὲ Βιταλιανὸν ὡς βασιλέα εὐφήμουν, καὶ πολλοὺς οἴκους ἐνέπρησαν καὶ πλείστους ἐφόνευσαν· καί τινα μοναχὸν πλησίον ὄντα τῆς παρὰ τοῦ Ἀναστασίου κτισθείσης κινστέρνης τῆς Μωκισίας καλουμένης, καὶ διὰ τιμῆς τῷ βασιλεῖ τούτῳ ἀγόμενον, κτείναντες, ἀλλὰ μὴν καί τινα μονάζουσαν ἐγκεκλεισμένην ἐγγὺς τῆς πόρτης τῆς Ξηροκέρκου ἀνελόντες, ὡς πίστιν καὶ εἰς αὐτὴν κεκτημένου τοῦ βασιλέως, καὶ συνδήσαντες ἄμφω τὰ σώματα ἔσυραν, εἶτα κατέκαυσαν.

   Ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως Ἀλαμούνδαρος ὁ τῶν Ἀγαρηνῶν φύλαρχος κατηχηθεὶς παρὰ ὀρθοδόξων ἐπίστευσέ τε καὶ ἐβαπτίσατο. πρὸς ὃν ὁ Σευῆρος ἐπισκόπους ἔστειλε δύο, σπεύδων εἰς τὴν ἰδίαν αἵρεσιν ἑλκύσαι αὐτόν. τῶν γοῦν ἐπισκόπων διδασκόντων αὐτὸν εἰς μίαν φύσιν τὰς δύο τοῦ Χριστοῦ συγχυθῆναι φύσεις, κἀντεῦθεν συναγομένου τοῦ [140] συμπαθεῖν τῇ σαρκὶ τοῦ κυρίου καὶ τὴν θεότητα, ἐκεῖνος ἐλέγξαι θέλων ἄτοπα λέγοντας καὶ διδάσκοντας ἄπιστα, παρεσκεύασέ τινα τῶν οἰκείων παρόντων τῶν ἀνιέρων ἐπισκόπων ἐκείνων πρὸς οὖς τι αὐτῷ ἀπαγγεῖλαι. τοῦ δὲ ποιήσαντος τὸ ἐπιταχθὲν ὁ Ἀλαμούνδαρος ἐσκυθρώπασε καὶ λυπεῖσθαι ὑπεκρίθη. ἐρομένων δὲ τῶν ἐπισκόπων ὅτου χάριν συγκέχυται καὶ τί ἂν εἴη τὸ ἀγγελθέν, ἐκεῖνος ἔφη ἀγγελθῆναι αὐτῷ τὸν ἀρχάγγελον θανεῖν Μιχαήλ. τῶν δὲ ψευδῆ τὴν ἀγγελίαν διατεινομένων τυγχάνειν, ἀδύνατον γὰρ εἶναι θανεῖν τὸν ἀρχάγγελον, ὑπολαβὼν ὁ φύλαρχος εἶπεν "εἰ οὖν ἄγγελος οὐ θνήσκει, πῶς καθ' ὑμᾶς ἡ θεότης ἔπαθέ τε καὶ ἔθανε τῇ σαρκὶ συγκραθεῖσα καὶ εἰς μίαν φύσιν ἀποτελεσθεῖσα;" τούτοις οἱ ἐπίσκοποι ἐκεῖνον μὲν ἐθαύμασαν τῆς συνέσεως· αὐτοὶ δὲ ἀπογνόντες ὡς οὐκ ἄν ποτε μετενεγκεῖν αὐτὸν δυνηθεῖεν εἰς τὴν δόξαν αὐτῶν, ὑπεχώρησαν.

   Τῶν δὲ Βουλγάρων αὖθις τὸ Ἰλλυρικὸν καταδραμόντων ἀντετάξαντο τούτοις τινὲς τῶν Ῥωμαίων ταξιαρχῶν μετὰ τῶν ὑπ' αὐτοὺς ταγμάτων. ἐκείνων δὲ ἐπῳδαῖς χρησαμένων καὶ γοητείαις, ἡττήθησαν αἰσχρῶς οἱ Ῥωμαῖοι καὶ πλὴν ὀλίγων [141] ἅπαντες διεφθάρησαν. ὧν τὴν φθορὰν κομήτης ἀστὴρ προεμήνυσε καὶ κόρακες πορευομένων αὐτῶν ὑπεριπτάμενοί τε καὶ προηγούμενοι καὶ οἱ σαλπιγκταὶ ἀντὶ ἐνυαλίου ἠχῆς περιπαθές τι καὶ θρηνῶδες ἠχήσαντες.

   Τοῦ δ' ἄνωθεν ῥηθέντος Τιμοθέου πολλὰ τοῖς ὀρθοδόξοις ἐνδειξαμένου κακὰ καὶ τελευτήσαντος, Ἰωάννης ὁ Καππαδόκης τῆς ἐκκλησίας ἐνεχειρίσθη τὴν προστασίαν, ἔτη δύο ταύτης προστάς. τέθνηκε δὲ καὶ ἡ βασιλὶς Ἀριάδνη.

   Λέγεται δὲ ἐν τοῖς χρόνοις τῆς βασιλείαϚ Ἀναστασίου ἄγαλμα τῆς Τύχης τῆς πόλεως ἐν εἴδει γυναικὸς ἐκ χαλκοῦ πεποιημένον, θάτερον τῶν ποδῶν ἐντὸς νηὸς ἐχούσης πρὸ αὐτῆς ἑστώσης καὶ ὁμοίας ὕλης ἐξειργασμένης, ἵστασθαί που τῆς πόλεως. τούτου δῆτα τοῦ τῆς νηὸς εἰκονίσματος ἢ τῷ χρόνῳ μογήσαντος ἢ ἐξ ἐπιβουλῆς μέρη τινὰ θραυσθέντα ἀφῄρηντο. οὐκέτι οὖν φορτηγοὶ νῆες προσώρμουν εἰς τὸ Βυζάντιον, ἀλλὰ πλησίον ἰοῦσαι βίαις πνευμάτων ἀνείργοντο, καὶ εἰ μὴ νῆες μακραὶ καὶ πολλοῖς ἐρέταις κινούμεναι τοὺς φόρτους ἐκείνων [142] εἰς τὴν πόλιν ἐκόμιζον, τάχα ἂν λιμῷ οἱ ἐν αὐτῇ κατηνάλωνται. τοῦτο ἐπὶ καιρὸν κρατῆσαν τοῖς τῶν κοινῶν φροντισταῖς διὰ φροντίδος ἐγένετο. ὑπετοπάσθη τοίνυν παρά του τὸ αἴτιον, καὶ προσήγγελτο τοῖς οἷς ἡ τῶν τῆς πόλεως ἀνεῖτο φροντίς· καὶ τὰ θραύσματα τῆς νηὸς ἐκείνης ζητηθέντα εὑρέθησαν καὶ ταύτῃ ἀποκατέστησάν τε καὶ συνηρμόσθησαν, καὶ ὁ πλοῦς ἦν τοῖς πλοίοις ἀκώλυτος καὶ μεστὴ τούτων εἰσπλεόντων ἡ θάλασσα. ἵνα δὲ γνοῖεν εἰ τοῦτο τοῦ τῶν πλοίων εἴσπλου κώλυμα ἦν, ἀφῄρηντο αὖθις τὰ μέρη τῆς νηὸς ἐκείνης· καὶ ὅσαι τῶν νεῶν ἔτι ἦσαν εἰσπλέουσαι, πνεύματος αὖθις βίᾳ γεγόνασιν ὀπισθόρμητοι. ἐντεῦθεν ἐβεβαιώθησαν ἐκ τοῦ θραυσθῆναι τὴν χαλκῆν νῆα ἐκείνην τὴν κωλύμην γίνεσθαι τοῦ εἰς τὴν πόλιν εἴσπλου τῶν πλοίων τῶν φορτηγῶν, καὶ τὴν ναῦν ἐκείνην ἐπιμελείας ἀξιώσαντες ἀνεκαίνσαν.

   Πρὸ μικροῦ δὲ τῆς τελευτῆς αὐτοῦ Ἀναστάσιος, ἐπιβουλῆς αὐτῷ μηνυθείσης, συνέσχε πολλούς, σὺν οἷς καὶ Ἰουστῖνον καὶ Ἰουστινιανόν, καὶ ἦν γνώμης ἀπολέσαι αὐτούς· ἐκωλύθη δὲ [143] κατ' ὄναρ φοβεροῦ τινος ἀνδρὸς δόξαντος παραστῆναι αὐτῷ καὶ εἰπεῖν "Ἰουστίνῳ καὶ Ἰουστινιανῷ μηδὲν ἐργάσῃ κακόν· μέλλει γὰρ ἕκαστος αὐτῶν ὑπουργῆσαι τῷ θεῷ ἐν καιροῖς ἰδίοις·" ὅθεν ἀφῆκεν αὐτοῖς τὸ τῆς καθοσιώσεως ἔγκλημα. καὶ αὖθις δὲ ὄναρ ἰδεῖν λέγεται ὁ βασιλεὺς Ἀναστάσιος ἄνδρα τινὰ φοβερὸν τόμον κατέχοντα καὶ λέγοντα πρὸς αὐτόν "ἰδού, διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω τῆς ζωῆς σου ἔτη τεσσαρεσκαίδεκα." ἔχων δὲ κεχρησμοδοτημένον ὁ Ἀναστάσιος ὅτι ἐκ κεραυνοῦ θανεῖται, τὸ λεγόμενον Θολωτὸν ἐδομήσατο καὶ ἐν αὐτῷ διῆγεν, ἀλλ' οὐδέν τι τούτου ἀπώνατο. βροντῶν γάρ ποτε καταρρηγνυμένων φρικωδεστάτων καὶ ἀστραπῶν ἐκτριβομένων ἐκεῖθεν πολλῶν, ἐκεῖνος δειμαίνων εἰς δίαιταν ἐκ διαίτης μετέβαινε καὶ ἐκ θαλάμου εἰς θάλαμον ὑπεδύετο. καὶ οὕτως ἐν ἑνὶ τῶν βασιλικῶν κοιτώνων εὑρέθη κείμενος τεθνεώς, ζήσας μὲν ἔτη ὀγδοήκοντα καὶ ὀκτώ, βασιλεύσας δ' ἐξ αὐτῶν κ΄ καὶ ζ΄ ἐπὶ μησὶ τρισίν.

   Ἐν τοῖς χρόνοις τούτοις γέγονε σεισμὸς φοβερώτατος, καὶ [144] ἐν μὲν τῷ Βυζαντίῳ ἐν διαφόροις τόποις συμπτώματα συμβεβήκασιν· ἡ μεγάλη δὲ Ἀντιόχεια σχεδὸν ἅπασα κατεπτώθη, καὶ οἱ ταύτης οἰκήτορες τοῖς συμπτώμασι κατεχώσθησαν.

   Οὗτος ὁ Ἀναστάσιος ἔκτισε τὸ Μακρὸν τεῖχος οὕτω λεγόμενον καὶ ἀπὸ τῆς μεγάλης θαλάσσης διῆκον ἄχρι τῆς Σηλυβρίας διὰ τὰς ἐφόδους τῶν τε Μυσῶν ἤγουν Βουλγάρων καὶ τῶν Σκυθῶν. ἔστησε δὲ καὶ στήλην οἰκείαν ἐν τῷ τοῦ Ταύρου κίονι ἐκ χαλκοῦ, τῆς πρῴην ἐν αὐτῷ ἱσταμένης πεσούσης, ἣ τοῦ μεγάλου Θεοδοσίου ἐτύγχανε.

   Καὶ ὁ μὲν ὧδε βασιλεύσας ὧδε κατέλυσε τὴν ζωήν· ἀνερρήθη δὲ βασιλεὺς Ἰουστῖνος ὁ Θρᾷξ, γονέων μὲν ἐκφὺς ἀσήμων καὶ ἀφανῶν, καὶ αὐτὸς τὸ πρότερον αὐτουργῶν ἢ βουκόλος τυγχάνων καὶ συφορβός, εἶτα εἰς τύχην μεταταξάμενος στρατιωτικὴν καὶ φθάσας μέχρι ταγματαρχίας καὶ κόμης γενόμενος. μετὰ δέ γε τὴν τελευτὴν Ἀναστασίου, βουλῆς προτεθείσης περὶ προχειρίσεως βασιλέως ὁ εὐνοῦχος Ἀμάντιος, ὃς καὶ πραιπόσιτος ἦν καὶ μέγα δεδύνητο, θέλων Θεοκριτιανόν [145] τινα οἰκεῖον ὄντα αὐτῷ βασιλεῦσαι, χρήματα τῷ Ἰουστίνῳ παρέσχε διανεμεῖν τοῖς στρατιώταις, ἵν' ἐκεῖνον ἕλωνται βασιλέα. ὁ δὲ τὰ χρήματα διανείμας ἑαυτῷ τὴν βασιλείαν προεμνηστεύσατο καὶ παρὰ τῶν στρατιωτῶν καὶ τοῦ δήμου εἰς τὴν τῆς αὐταρχίας ἀνήχθη περιωπήν. Ἀμάντιος δὲ ἐν δεινῷ πεποίητο τοῦ Ἰουστίνου τὸ σόφισμα καὶ αὐτῷ ἐπεβούλευε σὺν ἑτέροις τῶν ἐπιφανεστέρων, ὃν γνωσθέντα ὁ Ἰουστῖνος ἀνεῖλε σὺν Ἀνδρέᾳ τῷ κουβικουλαρίῳ καὶ τῷ Θεοκριτιανῷ. οὗτος ὁ Ἀμάντιος, ὅτε ὁ Ἀναστάσιος καθ' ὕπνους ἐθεάσατο τὸν ἄνδρα τὸν τόμον φέροντα καὶ ἀπαλείψαντά τινας τῶν τῆς ζωῆς αὐτοῦ χρόνων, ὄναρ εἶδεν ὅτι ἐνώπιον τοῦ βασιλέως ἱσταμένῳ αὐτῷ χοῖρος ἐπῆλθε μέγας καὶ εἰς γῆν κατήραξεν αὐτὸν καὶ ἀνάλωσεν. οὗτος τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐδομήσατο· διὸ καὶ τὴν κλῆσιν ἐκείνου σώζει, τοῦ Ἀμαντίου καλούμενος.

   Ὀρθοδοξότατος δὲ ὢν Ἰουστῖνος, δόγμα ἐξέθετο τὴν ἐν Χαλκηδόνι πάντας σέβεσθαι σύνοδον καὶ τοὺς αὐτὴν συστησαμένους [146] ἑξακοσίους τριάκοντα ἁγίους πατέρας τοῖς ἱεροῖς ἐγγραφῆναι διπτύχοις πασῶν τῶν ἐκκλησιῶν. γαμετὴν δ' ἔχων Λουπικίαν κεκλημένην ἔστεψεν αὐτὴν καὶ Αὐγούσταν ἀνηγόρευσεν, Εὐφημίαν μετονομάσας. τούτῳ Βιταλιανός, ὃς ἐστασίασεν ἐπὶ Ἀναστασίου, πάνυ ᾠκείωτο καὶ στρατηλάτης προεχειρίσθη, ἀλλὰ μὴν καὶ ὑπάτευσε καὶ μέγα τι παρὰ τῷ Ἰουστίνῳ ἠδύνατο. ὀρθόδοξος δ' ὢν τὸν Σευῆρον ἐκδιωχθῆναι τοῦ θρόνου τῆς Ἀντιοχείας καὶ ἀναιρεθῆναι προσέταξεν· ὃ γνοὺς ἐκεῖνος ἀπέδρα εἰς Αἴγυπτον μεθ' ἑτέρων ὁμογνωμόνων καὶ ταύτην ἐτάραξαν, τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον εἰσαγαγόντες. Σευήρου δὲ διαδράντος, Παῦλος ὁ ξενοδόχος τῶν Εὐβούλου Ἀντιοχείας προεχειρίσθη ἐπίσκοπος· καὶ πάντας δὲ τοὺς ἄδικον ὑπερορίαν ὑποστάντας ἐπὶ Ἀναστασίου ὁ Ἰουστῖνος κατήγαγεν.

   Ἐν τοῖς τούτου χρόνοις ἀστὴρ ἐφάνη κομήτης ἐν τῇ ἀνατολῇ, κάτω τὰς ἀκτῖνας ἀφιείς, ὃν πωγωνίαν οἱ μετεωρολογοῦντές φασι· καὶ ὁ Βιταλιανὸς ἐδολοφονήθη παρὰ τῶν Βυζαντίων, μηνιώντων αὐτῷ ὡς πολλοὺς ἀνελόντι, ὅτε ἐπανέστη κατὰ Ἀναστασίου.

[147] οἱ δὲ προστάξει τοῦ βασιλέως Ἰουστίνου καὶ Ἰουστινιανοῦ φασιν ἀναιρεθῆναι αὐτὸν ἐν τῷ Παλατίῳ, θέλοντα καὶ αὐτοῦ τοῦ κρατοῦντος κατάρχειν· στρατηλάτης δὲ τῶν στρατευμάτων Ἰουστινιανὸς προκεχείριστο. Ἰωάννου δὲ τοῦ Καππαδόκου θανόντος, ὃς πατριάρχης ἦν Κωνσταντινουπόλεως, κεχειροτόνητο Ἐπιφάνιος τῆς ἐκκλησίας ταύτης πρεσβύτερος· καὶ Ὁρμίσδα τοῦ πάπα Ῥώμης μετηλλαχότος τὸ ζῆν, Ἰωάννης τοὺς τῆς ἐκκλησίας Ῥωμαίων διεδέξατο οἴακας.

   Ἔχθρας δὲ Ῥωμαίοις πρὸς Πέρσας οὔσης, ὁ βασιλεὺς Ἰουστῖνος πρὸς τὸν ῥῆγα τῶν Οὔννων ἔστειλε πρέσβεις καὶ δῶρα, συμμαχίαν αἰτῶν κατὰ τῶν Περσῶν· καὶ ὃς συνέθετο. καὶ τοῦ Περσῶν δὲ βασιλέως Κουάδου τὸν αὐτὸν ῥῆγα περὶ συμμαχίας ἀξιώσαντος, ἐκεῖνος συμμαχῆσαι αὐτῷ ἐπηγγείλατο· καὶ ἀπῆλθε πρὸς Πέρσας μετὰ λαοῦ, κατὰ Ῥωμαίων ἀντιταξόμενος. ὁ μέντοι βασιλεὺς Ἰουστῖνος περὶ εἰρήνης πρεσβείαν στείλας πρὸς τὸν τῶν Περσῶν βασιλέα, μὴ πιστεύειν τοῖς Οὔννοις αὐτῷ ἔγραψεν, ὡς ὅρκους μετὰ Ῥωμαίων περὶ συμμαχίας ποιησαμένοις καὶ χρήματα λαβοῦσι πολλὰ καὶ βουλομένοις [148] προδοῦναι αὐτοὺς ἐν πολέμου καιρῷ. ὁ δὲ Κουάδης τὸν ῥῆγα εἰ χρήματα παρὰ Ῥωμαίων εἴληφεν ἤρετο· τοῦ δὲ καταθεμένου, ἀληθεύειν τὸν Ἰουστῖνον ὑπέλαβε καὶ αὐτίκα τὸν μὲν ἀνεῖλε καὶ τοὺς Οὔννους σχεδὸν ἅπαντας, εἰ μή τινες ὀλίγοι διαδράντες ἐσώθησαν, τοῖς δὲ Ῥωμαίοις ἐσπείσατο καὶ τὸν Ἰουστῖνον ἐπίτροπον Χοσρόου τοῦ νεωτέρου τῶν υἱῶν αὐτοῦ ἐποιήσατο. τούτῳ γὰρ τὴν τῶν Περσῶν κατελίμπανε βασιλείαν, τοὺς πρεσβυτέρους παραβλεπόμενος. ὁ δὲ βασιλεὺς τὴν ἐπιτροπὴν παρῃτήσατο. ὁ μέντοι Λαζῶν ἀρχηγὸς Τζάθος ἀποστατήσας Περσῶν, προσερρύη τῷ Ἰουστίνῳ καὶ βαπτισθείς, υἱός τε τοῦ βασιλέως ὀνομασθεὶς καὶ βασιλεὺς Λαζῶν ἀναγορευθείς, γυναικί τε συζευχθεὶς ἑνὸς τῶν συγκλητικῶν θυγατρί, εἰς τὴν ἑαυτοῦ χώραν ἐπανελήλυθε. τοῦτο αἴτιον αὖθις μάχης Ῥωμαίοις καὶ Πέρσαις ἐγένετο, ὡς τοῦ βασιλέως Ῥωμαίων τοὺς αὐτοῖς ὑπείκοντας σφετεριζομένου. τότε καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν ἐν Νεγρᾷ τῇ πόλει συμβέβηκε. Κουάδης δὲ τοὺς ἐν τῇ αὐτοῦ ἀρχῇ τυγχάνοντας Μανιχαίους ἐφόνευσεν ἅπαντας καὶ τὸν αὐτῶν ἐπίσκοπον καὶ τὰς βίβλους κατέκαυσεν, ὅτι ἕνα τῶν υἱῶν αὐτοῦ [149] τὴν μυσαρὰν αὐτῶν διδάξαντες αἵρεσιν τὰ αὐτῶν φρονεῖν παρεσκεύασαν.

   Ἡ δὲ πόλις Ἀνάζαρβος ἢ Ἀνάβαρζα, τῆς δευτέρας Κιλικίας οὖσα μητρόπολις, τότε ὑπὸ σεισμοῦ συνεπτώθη· καὶ ἡ Ἔδεσα, πόλις οὖσα περιφανὴς τῆς Ὀσροηνῶν ἐπαρχίας, κατεκλύσθη, τοῦ μέσον αὐτῆς ῥέοντος ποταμοῦ πλημμυρήσαντος, κεκλημένου Σκιρτοῦ, καὶ τούς τε τῆς πόλεως οἴκους καταβαλόντος καὶ παρασύραντος καὶ τοὺς αὐτῆς ἐνοικοῦντας οὓς μὲν συγχώσαντος τοῖς συμπτώμασιν, οὓς δὲ καταποντίσαντος. μεθ' ἡμέρας δέ γε τοῦ ὕδατος ἐλαττωθέντος, εὑρέθη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ πλὰξ λιθίνη ἐν ἱερογλυφικοῖς γράμμασιν αὐτῇ ἐγκεκολαμμένοις λέγουσα ταῦτα "Σκιρτὸς ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις." καὶ τῆς Πομπηιουπόλεως τὸ ἥμισυ κατεπόθη, μέσον ῥαγείσης τῆς πόλεως, καὶ τῶν ἀνθρώπων πολλοὶ ἐν τῷ χάσματι ἔτι ζῶντες ἀπωλοφύροντο καὶ οὐδεὶς ἠδύνατο ἀνελέσθαι αὐτούς. καὶ γυνή τις ἐκ Κιλικίας τότε ἐγένετο [150] γιγαντώδης καὶ τὴν ἀναδρομὴν τοῦ σώματος καὶ τὴν λοιπὴν διαρτίαν· παντὸς γὰρ εὐμήκους ἀνδρὸς εἰς πῆχυν ὅλον ὑπερανίστατο· ηὐρύνετο δὲ τοὺς ὤμους τε καὶ τὰ στέρνα ἐπὶ πολύ, καὶ τἄλλα δ' εἶχε τῷ μήκει τε καὶ τῷ πλάτει ἀνάλογα, τὸ εἶδος λέγω καὶ τὴν φωνὴν καὶ τῶν βραχιόνων καὶ τῶν πήχεων τὴν στερρότητα καὶ τὸ μέγεθος καὶ τὸ τῶν δακτύλων ἁδρὸν καὶ ὅσα τούτοις ἑπόμενα.

   Ἰουστινιανοῦ δὲ στρατηλάτου, ὡς εἴρηται, μετὰ θάνατον Βιταλιανοῦ προβληθέντος, ἐκείνῳ ἀνεῖτο ἡ πᾶσα διοίκησις. καί ποτε τῶν τὰς ἡγεμονίας ἐχόντων δεομένων τοῦ βασιλέως κοινωνὸν τῆς βασιλείας ἑλέσθαι τὸν στρατηλάτην, ἐκεῖνος τῆς ἁλουργίδος ἁψάμενος "δι' εὐχῆς ὑμῖν ἤτω" φησί "μὴ νεώτερον ταύτην περιβαλέσθαι." καὶ τότε μὲν οὕτω τὴν ἐκείνων δέησιν διεκρούσατο. οἱ δ' αὖθις μετ' οὐ πολὺ ψήφισμα ἔθεντο τὴν τοῦ νωβελισίμου ἀξίαν τῷ Ἰουστινιανῷ ἐπιψηφιζόμενον καὶ τὸν βασιλέα ᾐτοῦντο κυρῶσαι τὸ ψηφισθέν· καὶ ὃς εἴξας γράμμασιν οἰκείοις τοῦτο ἐκύρωσε. τραύματος δ' οἱ γενομένου περὶ τὴν κνήμην κλινήρης ἦν. ὡς δ' ἡ νόσος ἐκραταιοῦτο καὶ ἀμφίβολον [151] ἦν αὐτῷ τὸ βιώσιμον, μετακαλεῖται τὸν πατριάρχην Ἐπιφάνιον, μεταπέμπεται δὲ τοὺς ἐν τέλει, καὶ βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ἀναδείκνυσιν, αὐτὸς τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. καὶ εἰς τὸ τῆς ἱππηλασίας θέατρον τοῦ δήμου τῆς πόλεως ἀθροισθέντος, ἔξεισι πρὸς αὐτοὺς ἐστεμμένος ὁ Ἰουστινιανός, καὶ παρὰ πάντων εὐφημισθεὶς ἐπανῆκεν εἰς τὰ βασίλεια, τεσσαράκοντα καὶ πέντε τότε τυγχάνων ἐνιαυτῶν. αὐτίκα δὲ καὶ ἡ γαμετὴ αὐτοῦ Θεοδώρα ἀνερρήθη Αὐγούστα. καὶ μετ' ὀλίγον τῷ Ἰουστίνῳ ἐπέλιπεν ἡ ζωή, βασιλεύσαντι ἔτη ἐννέα ἐφ' ἡμέραις εἴκοσι.    Καὶ ὁ μὲν εὐσεβῶς βασιλεύσας ἀπῆλθεν· ἄρξαντος δὲ Ἰουστινιανοῦ οὐκ εἰς μοναρχίαν ἡ βασιλεία κατέστη, ἀλλ' εἰς διπλοῦν τὸ κράτος μεμέριστο· οὐδὲν γὰρ ἧττον τοῦ κρατοῦντος, εἰ μὴ καὶ μᾶλλον, ἡ κοινωνὸς αὐτῷ τοῦ βίου δεδύνητο. ἦν δὲ ὁ βασιλεὺς οὗτος ῥᾷστος μὲν πρὸς ἔντευξιν καὶ ἀναπεπταμένας εἶχε τὰς ἀκοὰς πρὸς διαβολήν, ὀξὺς δὲ πρὸς ἄμυναν, ἀφειδὴς πρὸς χρημάτων ἐξάντλησιν καὶ πρὸς συλλογὴν αὐτῶν [152] ἀφειδέστερος. τὰ μὲν γὰρ ἀνήλισκεν εἰς οἰκοδομάς, τὰ δὲ ἵν' αὐτῷ κατορθοῖντο ὅσα οἱ ἐτύγχανε πρὸς βουλῆς, τὰ δὲ εἰς πολέμους καὶ τὰς πρὸς τοὺς ἀνθισταμένους ταῖς ἑαυτοῦ θελήσεσιν ἔριδας. ὅθεν ἀεὶ χρημάτων δεόμενος ἐξελέγετο ταῦτα ἐκ τρόπων οὐκ εὐαγῶν καὶ χάριτας ᾔδει τοῖς προφάσεις αὐτῷ τοῦ ἀργυρολογεῖν ἐφευρίσκουσι. καὶ οὐχ ὁ μὲν οὕτω διέκειτο, ἡ δὲ βασιλὶς ἠλαττοῦτο κατά τι τοῦ αὐτοκράτορος ἢ πρὸς ἐξουσίαν ἢ πρὸς χρημάτων κτῆσιν ἐκ τρόπου παντός. ἠδύνατο μὲν γὰρ πολλῷ τῷ μέσῳ τοῦ ξυνευνέτου ἐπέκεινα, ἦν δὲ καὶ ποριμωτάτη πρὸς εὕρεσιν καινοτέρων καὶ πολυτρόπων ἐπινοιῶν. ἐντεῦθεν τοῖς ὑπηκόοις διχόθεν αἱ συμφοραί· οἵ τε γὰρ ἐτήσιοι δασμοὶ ἐπὶ μεῖζον ἐξῄροντο καὶ καινοὶ προσεπινενόηντο. καὶ οἱ μὲν ὡς μὴ περὶ τὴν εἰς τὸ θεῖον δόξαν ὀρθῶς διακείμενοι, οἱ δὲ ὡς ἀκολάστως βιοῦντες ἐκολάζοντο καὶ τὰς περιουσίας ἀφῄρηντο, οἱ δὲ διὰ τὰς πρὸς ἀλλήλους διαφοράς, καὶ ἄλλοι ἐξ ἄλλων τρόπων καὶ ἕτεροι ἐξ ἑτέρων. πάντας γὰρ ἀπαριθμεῖν μακρᾶς ἂν δέοιτο συγγραφῆς.

   Κατὰ δὲ τὸ πέμπτον ἔτος τῆς βασιλείας αὐτοῦ ἀστέρος [153] ὤφθη φαῦσις κομήτου, ὃς λαμπαδίας ὠνόμασται, ὡς ἄνω τὰς ἀκτῖνας ἱείς, ὃς ἐφ' ἡμέρας εἴκοσι φαίνων διήρκεσεν. ἔθετο δὲ καὶ πρὸς τοὺς Πέρσας σπονδάς. καὶ τὰ μὲν κατὰ τὴν ἑῴαν εἰρήνευον, τὴν δὲ πόλιν κατέτρυχον ἐμφύλιοι πόλεμοι, καὶ τὸ κάλλος αὐτῆς καὶ τὴν ἀγλαΐαν, ὅση περιελέλειπτο ἀπὸ τοῦ ἐν τῇ βασιλείᾳ τοῦ Λέοντος γεγονότος ἐμπρησμοῦ, διεφθάρκασι. μίσους γὰρ ἐμφύντος τοῖς δήμοις κατὰ τοῦ αὐτοκράτορος καὶ τῆς βασιλίσσης δι' ἅπερ εἴρηται, ὡμονόησαν ἄμφω τὰ μέρη, τό τε Βένετον καὶ τὸ Πράσινον, καίτοι ἀεὶ ἀλλήλοις ἐναντιούμενα, καὶ στάσεως ἤρξαντο. ὁ δέ γε κρατῶν μοῖράν τινα βαρβάρων τῶν καλουμένων Αἰλούρων αὐτοῖς ἐπαφεὶς στῆσαι τὴν στάσιν οὕτως ἐπικεχείρηκεν. ἡ δ' ἀνῆπτο μᾶλλον· μάχης γὰρ συρραγείσης μέσον τῶν δήμων καὶ τῶν βαρβάρων κατὰ τὸ λεγόμενον Μίλιον, καὶ πιπτόντων πολλῶν ἑκατέρωθεν, οἱ τῆς ἐκκλησίας καταπαῦσαι τὴν στάσιν καὶ τὸν πόλεμον σπεύδοντες τὰς παναγεῖς τῶν θείων εὐαγγελίων βίβλους ἀράμενοι καὶ τοῦ σωτῆρος ἡμῶν σεβάσμια ἐκτυπώματα εἰς μέσους τοὺς μαχομένους συνώθησαν ἑαυτούς, οἰόμενοι αἰδεσθέντας ἐκείνους τὰ ἅγια καταθέσθαι τὰ ὅπλα καὶ ἀποσχέσθαι τοῦ μάχεσθαι· ἀλλ' [154] οἱ βάρβαροι τῶν ἁγίων φροντίσαντες οὐδ' ὁπωστιοῦν τούς τε δήμους συνέκοπτον καὶ οὐδὲ τῶν ἱερῶν ἢ τῶν ταῦτα φερόντων ἐφείδοντο. τοῦτο τοῖς τῆς πόλεως εἰς ἐρεθισμὸν τῆς στάσεως γέγονε, καὶ ὥσπερ αὐτῷ τῷ θείῳ ἀμύνοντες εἰς ἀπόνοιαν ἐξήφθησαν πλείονα, καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες ἐκ τῶν ὑπερῴων ἐμάχοντο, λίθοις καὶ κεράμοις καὶ παντὶ τῷ προστυχόντι βάλλουσαι ἄνωθεν τὴν βάρβαρον ἐκείνην πληθύν. οἱ δὲ μανίᾳ ληφθέντες καὶ ἀμύνασθαι τὰ γύναια θέλοντες, πῦρ ἐνιᾶσι τοῖς οἴκοις, ἐξ ὧνπερ ἐβάλλοντο. πνεύματος δὲ σφοδροῦ πνέοντος τηνικαῦτα, ἡ φλὸξ ἦρτο ταχέως ἀέριος καὶ πολλὰς μεγίστας τε καὶ καλλίστας οἰκοδομὰς κατῃθάλωσε καὶ ἀγάλματα κατέφλεξεν ἀρχαίων ἀνδρῶν ἐπισήμων ἐπὶ σοφίᾳ καὶ ἐπ' ἀνδρείᾳ καὶ τοῖς διὰ χειρῶν καὶ συνετῶν βουλευμάτων ἀνδραγαθήμασι, καὶ ἐπὶ πᾶσιν αὐτὸ τὸ θεῖον τέμενος τοῦ μεγάλου ναοῦ, ὃν βασιλεὺς Κωνστάντιος ἐδομήσατο, καὶ τὸ τῆς ἁγίας Εἰρήνης, καὶ τὸν τοῦ Εὐβούλου ξενῶνα καὶ τὴν τοῦ Παλατίου Χαλκόστεγον, ἥτις ἦν ἡ νῦν καλουμένη Χαλκῆ, καὶ εἱρκτὴν χρηματίζουσαν καὶ τὸ τοῦ Σευήρου λουτρὸν τὸ λεγόμενον Ζεύξιππον καὶ ἄλλα πολλὰ κόσμον καὶ θαῦμα τῇ πόλει καὶ τῇ βασιλείᾳ [155] περιποιούμενα. τότε τοίνυν ὁ βασιλεὺς ἑτέρως καταστορέσαι τὴν στάσιν διανενόητο· καὶ ἀνελθὼν εἰς τὸ θέατρον διαλεχθῆναι τοῖς δήμοις βεβούλευτο, καὶ πέμψας ἐκεῖ τὸ δημοτικὸν μετεστέλλετο. τὸ δ' οὐκ ἠνείχετο προσελθεῖν, ἀλλὰ καὶ ἀλλήλοις παρεκελεύοντο φυλάξασθαι τὸ ἱππήλατον θέατρον, ἵνα μὴ ὡς ἐν εἱρκτῇ συγκλεισθεῖεν αὐτῷ καὶ τοῦ θυμοῦ τῶν κρατούντων γέγονε παρανάλωμα. ἐντεῦθεν εἰς τὴν ἀγορὰν διαθέοντες, ἕτερον βασιλέα ἑαυτοῖς ἐβουλεύσαντο προχειρίσασθαι καί τινα συγγενῆ τοῦ βασιλέως Ἀναστασίου περισχόντες Ὑπάτιον, πῇ μὲν ἄκοντα, πῇ δέ γε καὶ πεπεισμένον, εἰς τὸν τοῦ μεγάλου Κωνσταντίνου Φόρον ἀπάγουσι, καὶ ἐπὶ ἀσπίδος αὐτὸν μετάρσιον ἄραντες ἀναγορεύουσι βασιλέα καὶ τὸ τῶν ἵππων ἐκεῖθεν ἁμιλλητήριον καταλαμβάνουσι θέατρον, εὐφημοῦντες αὐτόν, καὶ πορφυρίδα ἐζήτουν καὶ στέφος. ἐν τούτοις τῶν δήμων ἀσχολουμένων, ἴσχυσαν οἱ περὶ τὸν βασιλέα πλείστων χρημάτων διανομαῖς ὑποσῦραι τῶν Βενέτων πολλούς, καὶ οὕτως τὴν τῶν δήμων ὁμόνοιαν διαστήσαντες χωρῆσαι κατ' ἀλλήλων αὐτοὺς πεποιήκασι. τότε τοίνυν ἀθρόον ἐκ τῶν βασιλείων οἱ προκοιτοῦντες [156] τῶν κρατούντων ἐξέθορον ἔνοπλοι, κἀκ τῆς πόλεως ἕτεροι στρατιῶται καὶ οἱ βάρβαροι ἐπεισέφρησαν, καὶ τὰ πλήθη ὡς χόρτον ἄνευ φειδοῦς ἐξεθέριζον, ἤδη καὶ πρὸς ἄλληλα στασιάσαντα· μεστὸν γὰρ ἦν ἀνθρώπων τὸ θέατρον, τῶν μὲν τῆς τῶν στασιαζόντων μοίρας, τῶν δέ γε πλειόνων κατὰ θέαν τῶν γινομένων καὶ τῆς τοῦ Ὑπατίου ἀναρρήσεως ἠθροισμένων. τὸν δὲ Ὑπάτιον συλλαβόντες καὶ Πομπήιον τὸν ἀδελφὸν αὐτοῦ τῷ βασιλεῖ προσήγαγον, οἳ καὶ ἀνῃρέθησαν καὶ αἱ περιουσίαι αὐτῶν ἐδημεύθησαν. τῶν δ' ἐκ τοῦ δήμου ἀναιρεθέντων εἰκάσθη εἶναι ὁ ἀριθμὸς ὡσεὶ τεσσαράκοντα χιλιάδες. οὐχὶ τῶν εἰρημένων δὲ δύο ἀνδρῶν μόνων ἐδημεύθησαν αἱ περιουσίαι, ἀλλὰ καὶ ἑτέρων πλειόνων συγκλητικῶν· κἀκεῖνοι δὲ πολυειδῶς ἐκολάσθησαν.

   Ἐν δὲ τῇ στάσει ταύτῃ, ὡς εἴρηται, τῆς μεγάλης ἐκκλησίας καυθείσης, ἧς δομήτωρ ἦν ὁ Κωνστάντιος, ἑτέραν πολλῷ μείζω καὶ περιφανεστέραν ὁ βασιλεὺς Ἰουστινιανὸς ἀπήρξατο καινουργεῖν, τῆς οἰκοδομῆς αὐτῆς ἀρχθείσης κατὰ τὸ ϚϚμ΄ ἔτος, ἰνδικτιῶνος πεντεκαιδεκάτης ἐνισταμένης ἐν Φευρουαρίῳ μηνί. [157] οὐ μόνου δὲ τοῦ ἱεροῦ τούτου δόμου τῆς δομήσεως ὁ βασιλεὺς ἐκεῖνος ἀπήρξατο, ἀλλὰ καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἀπείρων χρημάτων δεόμενος τὰς τυπωθείσας ἀνέκαθεν ἐν ἑκάστῃ τῶν πόλεων δίδοσθαι σιτήσεις τοῖς ἐν αὐταῖς διδασκάλοις τῶν λογικῶν τεχνῶν ὑποθήκαις τοῦ ἐπάρχου ἐξέκοψε. καὶ οὕτω τῶν ἐν ταῖς πόλεσι διδασκαλείων ἐσχολακότων ἀγροικία τῶν ἐν αὐταῖς κατεκράτησε.

   Κατά γε μὴν τὸ ἑπτακαιδέκατον ἔτος τῆς βασιλείας αὐτοῦ καὶ ὁ κίων ὁ μέγας, ὃς ἐν τῷ προαυλίῳ τοῦ μεγάλου ναοῦ καθίδρυται, τετελείωτο, ἐν ᾧ οἰκεῖον ἀνδριάντα ἔφιππον οὗτος ὁ βασιλεὺς ἀνεστήλωσεν, ἔνθαπερ πρὶν ἕτερος ἵστατο κίων τοῦ μεγάλου Θεοδοσίου φέρων στήλην ἐξ ἀργύρου πεποιημένην παρὰ τοῦ ἐκείνου παιδὸς Ἀρκαδίου, ἕλκουσαν σταθμὸν λιτρῶν ἑπτακισχιλίων τετρακοσίων, ἣν καθελὼν ἐκεῖνος μετὰ τοῦ κίονος καὶ τὸν ἄργυρον ἀφελόμενος τὸν νῦν ὁρώμενον μετὰ τῆς οἰκείας στήλης ἀνήγειρε κίονα. ἀλλὰ καὶ ὁλκὸν μέγιστον ἐκ μολίβδου ἐξειργασμένον, δι' οὗ τὸ ὕδωρ εἰς τὴν πόλιν εἰσήγετο, καταλέλυκε, πολλῆς ἐν ταῖς οἰκοδομαῖς τῆς ὕλης ταύτης δεόμενος. [158] καὶ κλόνος δὲ τότε τῆς γῆς συνέβη σφοδρότατος, ἐξ οὗ συνεπτώθη τῆς Κυζίκου τὸ ἥμισυ.

   Ἱστορεῖται δέ τις τότε τῷ Βυζαντίῳ ἐπιδημῆσαι ἕλκων κύνα τερατουργόν· πολλῶν γὰρ εἰς θέαν αὐτοῦ συνηγμένων, ἐδίδουν πλείους ἐκ τούτων τοὺς ἑαυτῶν δακτυλίους, καὶ πάντες ὁμοῦ πρὸ τοῦ κυνὸς κατετίθεντο. ὁ δ' ἐκελεύετο πρὸς τοῦ κυρίου αὐτοῦ ἑκάστῳ παρεσχηκέναι τὸν ἴδιον, καὶ τῷ στόματι λαμβάνων αὐτοὺς καθ' ἕνα ἀπλανῶς ἑκάστῳ τὸν οἰκεῖον προσένεμε. καὶ αὖθις προσετάττετο δεῖξαι τίς μὲν εὔπορος ἦν, τίς δὲ πένης ἢ τίς πόρνη τῶν γυναικῶν ἢ ποία χήρα, τίς δὲ συνεζευγμένη ἀνδρί, καὶ ἕτερα τοιαῦτα, καὶ πάντα ἐδείκνυεν ἀνεπισφαλῶς, ἑκάστου πρὸς τὸ ἐρώτημα τὸ ἱμάτιον κατέχων τῷ στόματι.

   Τῷ μέντοι δεκάτῳ ἔτει τῆς ἀρχῆς Ἰουστινιανοῦ τοῦ πατριάρχου Ἐπιφανίου θανόντος ὁ Τραπεζοῦντος Ἄνθιμος εἰς τὸν ἱερατικὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετατίθεται. οὗτος ὁ βασιλεὺς καὶ κατὰ τῶν ἀνδρομανῶν πολὺς ἔπνευσε καὶ πλείστους διὰ ταύτην τὴν αἰτίαν ἐκόλασε, τὴν αἰδῶ τούτων [159] ἐκτέμνων. καὶ πρὸς τὸν ἐρόμενον "διὰ τί ταύτῃ τοὺς ἀρρενοφθόρους κολάζεις;" ἔφη "εἰ δ' ἄρα ἱεροσυλήκασιν, οὐκ ἂν τὴν χεῖρα τούτων ἀπέτεμον;" οὗτος καὶ τὸν μέγαν ἐν τῇ Πηγῇ ναὸν τῆς Θεοτόκου ἀνήγειρε καὶ τὸ τῶν σεπτῶν μαρτύρων ἱερὸν Σεργίου καὶ Βάκχου καὶ ἄλλας οἰκοδομὰς πολλὰς ἐποιήσατο, καὶ γέφυραν ἔκτισε κατὰ τὸν Σάγγαριν ποταμόν, ἐν ᾗ καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγένετο τόδε·

   καὶ σὺ μεθ' ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων

   ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,

   Σαγγάριε, κρατερῇσι ῥοὰς ἁψῖσι πεδηθείς,

   οὕτως ἐδουλώθης κοιρανικῇ παλάμῃ,

   ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρής,

   κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. καὶ ἡ βασιλὶς Θεοδώρα τότε τὸν τῶν ἁγίων ἀποστόλων περιώνυμον ναὸν ἐδομήσατο. ἦν μὲν γὰρ καὶ πρῴην τοῖς ἀποστόλοις ἐκεῖσε ναός, παρὰ Κωνσταντίου τοῦ υἱοῦ τοῦ μεγάλου [160] Κωνσταντίνου δεδομημένος, οὐχ οἷος δ' ὁ νῦν ἐστι, πολλῷ δὲ τούτου καὶ πρὸς κάλλος καὶ πρὸς ὄγκον λειπόμενος.

   Ὀνωρίου δέ ποτε τῆς πρεσβυτέρας βασιλεύοντος Ῥώμης, μεταναστὰν τὸ τῶν Οὐανδήλων ἔθνος καὶ εἰς Ἰσπανίαν ἐλθὸν κἀκεῖθεν εἰς Λιβύην περαιωθὲν σὺν τῷ οἰκείῳ ῥηγὶ Γονδιγίσγλῳ κατέσχε ταύτην. ἐφ' υἱοῖς δὲ δυσὶ τούτου θανόντος, ὧν ἅτερος Γόνδαρις, ὁ δὲ λοιπὸς ἐκαλεῖτο Γιζέριχος, εἰς μόνον τὸν Γιζέριχον ἡ ἀρχὴ περιέστη, τοῦ Γόνδαρι τελευτήσαντος. οὗτος οὖν ὁ Γιζέριχος τήν τε Καρτάγεναν παρειλήφει καὶ τὴν Ῥώμην αὐτήν, καὶ ἐπὶ τριάκοντα καὶ ἐννέα τῶν Οὐανδήλων ἡγεμονεύσας ἐνιαυτοὺς ἀπέτισε τὸ χρεών. ὃν Ὀνώριχος ὁ υἱὸς διεδέξατο, ὑφ' οὗ πλεῖστα δεινὰ τοῖς ὀρθοδόξοις ἐπήχθησαν, ἀρειανίζειν πάντας καταναγκάζοντος. ὃς ἐπ' ἔτη ἄρξας ὀκτὼ ἐπὶ διαδόχῳ Γουνδαμούνδῳ τῷ υἱωνῷ τελευτᾷ. καὶ οὗτος δὲ βαρὺς τοῖς ὀρθοδόξοις γενόμενος, κατέλυσε τὴν ζωὴν ἐπὶ ἐνιαυτοὺς [161] τὴν ἀρχὴν κατασχὼν δυοκαίδεκα. εἶτα Τρασαμοῦνδος τῶν Οὐανδήλων γέγονεν ἡγεμών, καὶ οὗτος Ἀρειανός, οὐ κολάζων τοὺς ὀρθοδόξους, μόνον μέντοι ἀποστρεφόμενος· καὶ τούτου δὲ ἔτη εἴκοσι καὶ ἑπτὰ διαγαγόντος ἐν τῇ ἀρχῇ καὶ τὸ βιώσιμον ἐκμετρήσαντος, εἰς Ἰλδέριχον ἡ ἡγεμονία μετέπεσεν, ὃς Γιζερίχου ἦν υἱωνὸς ἐξ Ὀνωρίχου τοῦ ἐκείνου παιδός. οὔτε δὲ χριστιανοῖς χαλεπῶς προσεφέρετο καὶ πᾶσι πρᾷος ἐτύγχανεν, ἅτε καὶ μαλθακοῦ τυχὼν ἤθους ἐκ φύσεως, ὅθεν ἦν καὶ πρὸς πολέμους νωθέστερος. οὗτος δὴ ὁ Ἰλδέριχος συνήθης γέγονε τῷ Ἰουστινιανῷ ἔτι ἰδιωτεύοντι. Γελίμερ δέ τις ὁμογενὴς Ἰλδερίχου, ἀνὴρ κακοήθης, δραστήριος δὲ καὶ νεωτερίσαι δεινότατος, ἐπέθετο τυραννίδι· καὶ τὸν οἰκεῖον κατασχὼν δεσπότην εἱρκτῇ παραδίδωσι καὶ τοὺς ὅσοι ἐκείνῳ ᾠκείωντο. ἀποτριβόμενος δ' οἷον τὸ τῆς τυραννίδος αἰτίαμα, γράφει πρὸς Ἰουστινιανὸν ὡς οὐ τῆς ἀρχῆς ἐρῶν ταύτης ἐδράξατο, ἀλλ' ὅτι Ἰλδέριχος ἀποπεφύκει πρὸς τὴν ταύτης διοίκησιν. ὁ δὲ βασιλεὺς ἀνταπέστειλε τῷ Γελίμερι ὡς οὐκ ἀνέξεται, εἰ μὴ τῷ τυραννηθέντι μὲν βοηθήσει, τὸν δὲ τυραννήσαντα τιμωρήσεται. [162] διὸ τὸν πατρίκιον Βελισάριον ἐκ τῆς ἑῴας μεταστειλάμενος, ἐκεῖ γὰρ ἦν ὁ ἀνὴρ τοῖς Πέρσαις μαχόμενος, εἰς Λιβύην μετὰ χειρὸς βαρείας καὶ στόλου πέμπει πολλοῦ, ταῖς δυνάμεσιν ἁπάσαις ἐπιστήσας αὐτὸν ἀρχιστράτηγον αὐτοκράτορα, ᾧ καὶ ὁ Καισαρεὺς συμπαρωμάρτει Προκόπιος, ὃς τὰ περὶ τῶν ἐκεῖ πολέμων ἱστόρησε πλατυκώτερον. καταπλεύσας οὖν εἰς Λιβύην ὁ Βελισάριος χάρακα βάλλεται. ὁ δὲ Γελίμερ τοῦτο μαθὼν ἐντέλλεται τῷ ἀδελφῷ Ἀματᾷ τόν τε Ἰλδέριχον καὶ τοὺς αὐτοῦ συγγενεῖς, οὓς ἐμφρούρους κατεῖχεν, αὐτίκα κτεῖναι. καὶ οἱ μὲν ἀνῄρηντο. Γελίμερ δὲ συμβαλὼν τῷ Βελισαρίῳ καὶ τραπεὶς τῆς τε Καρχηδόνος ἐξέπεσε καὶ τῶν ἄλλων καὶ πάσης τῆς Λιβύης ἐκράτησε Βελισάριος καὶ τῇ βασιλείᾳ Ῥωμαίων ὑπέταξεν, ἐνενήκοντα καὶ πέντε ἐνιαυτοὺς τῶν Οὐανδήλων κυριευσάντων αὐτῆς. συνέσχε δὲ ζωὸν καὶ αὐτὸν τὸν Γελίμερα σὺν γαμετῇ καὶ τέκνοις αὐτοῦ. λέγεται δὲ πολιορκουμένῳ αὐτῷ μετὰ τῶν οἰκείων ἐν χώρᾳ λυπρᾷ τῇ τῶν Μαυρουσίων ἐπιλεῖψαι [163] τὰ ζωαρκῆ, τὸν δὲ ἐπιστεῖλαι τῷ ταγματάρχῳ, ὃν ὁ Βελισάριος τῇ πολιορκίᾳ ἐπέστησεν, ἀξιοῦντα στεῖλαί οἱ ἄρτον ἕνα καὶ κιθάραν καὶ σπόγγον. καὶ ὃς συνιδεῖν οὐκ ἔχων ὅτου χάριν αἰτοῦνται παρὰ τοῦ Γελίμερος τὰ αἰτούμενα, τὸν τῆς γραφῆς ἠρώτησε κομιστήν· ὁ δὲ τὸν μὲν ἄρτον εἶπεν αἰτεῖν ἐπιθυμῶν τοῦτον ἰδεῖν, ἐπεὶ μὴ εἶδεν ἐξότου τῆς Καρχηδόνος ἐκπέπτωκε, τῶν βαρβάρων, παρ' οἷς ἦν, κακοβίων ὄντων, τὸν δὲ σπόγγον, ἵνα τούτῳ τῶν ὀμμάτων ἐκμάσσῃ τὰ δάκρυα, τὴν δὲ κιθάραν, ἵνα ταύτῃ τὰς οἰκείας συμφορὰς ἀποκλαύσηται. ἑαυτὸν δὲ ὅμως παραδοὺς τοῖς πολιορκοῦσι μετὰ τῶν συνόντων ἤχθη πρὸς Βελισάριον, καὶ ἐγέλα πρὸς αὐτὸν εἰσαγόμενος, ὡς τοῖς ὁρῶσιν ἐξεστηκέναι δοκεῖν αὐτὸν διὰ τὴν τοῦ πάθους ὑπερβολήν. ἦν δ' ἑτεροῖόν τι τὸ γινόμενον. ἀναλογιζόμενος γὰρ εἰς οἵαν τύχην ἐξ οἵας κατήντησε καὶ γέλωτος ἄξια κεκρικὼς τὰ ἀνθρώπινα, ἐγέλα ταῦτα. Βελισάριος δὲ καὶ αὐτὸν καὶ τοὺς τῶν Οὐανδήλων ἄρχοντας ἐντίμως ἐφύλασσε, κομισθησομένους τῷ βασιλεῖ. παρειλήφει δὲ καὶ Σικελίαν καὶ τὴν Σαρδώ, νῆσος δὲ καὶ αὕτη, καὶ τὰ μέχρι Γαδείρων ὑφ' ἑαυτὸν ἐποιήσατο, [164] καὶ οὕτως ἐπανῆλθεν εἰς τὸ Βυζάντιον καὶ τιμῆς μεγάλης παρὰ τοῦ βασιλέως ἠξίωτο, ἄγων αὐτόν τε τὸν Γελίμερα σὺν γυναικὶ καὶ τέκνοις καὶ συγγενέσι καὶ πᾶσαν τὴν θεραπείαν αὐτοῦ. εἶτα καὶ θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγε, τελουμένης ἁμίλλης ἵππων ἐν τῷ θεάτρῳ, αὐτοῦ τε τοῦ κρατοῦντος, ὡς ἔθος, προκαθημένου καὶ τῆς γερουσίας παρούσης καὶ τοῦ δήμου παντός. καὶ προῄει μὲν ἐκ τῆς τῶν ἵππων ἀφετηρίας ὁ ἀρχιστράτηγος τῆς πορφυρίδος τοῦ Γελίμερος παρεπομένου ἐχόμενος τῇ χειρί· συμπαρωμάρτουν δ' αὐτῷ καὶ οἱ τῶν τάξεων στρατηγοὶ καὶ ταγματάρχαι καὶ λοχαγοὶ καὶ οἱ τοῦ Γελίμερος συγγενεῖς. ἤδη δ' ἐφθακὼς ἔναντι τοῦ κρατοῦντος ὁ Βελισάριος πείθει τὸν Γελίμερα εἰς τοὔδαφος καταβαλεῖν ἑαυτὸν καὶ οὕτως ἀπονεῖμαι τῷ βασιλεῖ τὴν προσκύνησιν. ὁ δ' ἐποίει τὸ προσταττόμενον, καταχεόμενος δάκρυσι. καὶ αὐτὸς δὲ ὁ Βελισάριος προσούδισεν ἑαυτόν, ἐνδεικνύμενος τῷ Γελίμερι ὅτι οὐχ ὡς αἰχμάλωτος ἐκεῖνος τοῦτο ποιῆσαι ἀπῄτητο, ἀλλ' ὅτι οὕτω νενόμισται προσκυνεῖσθαι τῶν Ῥωμαίων τοὺς βασιλεῖς, καὶ οἱονεὶ κουφίζων αὐτῷ τὸ δυστύχημα. καὶ τὴν ἴσην δὲ τῇ βασιλίσσῃ προσκύνησιν [165] ἀπονείμαντα τὸν Γελίμερα καταγωγὴ δέχεται λαμπρὰ καὶ θεραπεία βασιλικὴ προετοιμασθεῖσα αὐτῷ. μεθ' ἡμέρας δέ τινας αὖθις ἱππηλασίας ἀγομένης κατὰ τὸ θέατρον, τὰ λάφυρα τοῦ πολέμου διὰ μέσης τῆς πόλεως κομιζόμενα εἰσήγοντο εἰς τὸ στάδιον, ἀκόντια καὶ θρόνοι καὶ φορεῖα καταστεγῆ γυναικεῖα, χρυσοῦ τὰ πάντα πεποιημένα καὶ λίθοις τιμαλφέσιν ἐπικοσμούμενα, καὶ κλίνη ὁμοία καὶ χρυσόπαστοι τάπητες καὶ σκεύη τὰ ταῖς τραπέζαις ὑπηρετούμενα, τὰ μὲν ἐκ χρυσοῦ εἰργασμένα, τὰ δ' ἐξ ἀργύρου πεποιημένα, καὶ ἐκπώματα χρύσεά τε καὶ λιθοκόλλητα καὶ ἁλουργεῖς ἐσθῆτες καὶ πέπλοι παρόμοιοι καὶ βασίλειοι στέφανοι καὶ κόσμοι γυναικῶν διάλιθοί τε καὶ περιμάργαροι καὶ ἄλλα πλεῖστα καὶ ἀριθμὸν σχεδὸν ὑπερβαίνοντα, καὶ ἐπὶ πᾶσι λάρνακες ἑπτὰ χρυσίου μεσταὶ καὶ βίβλοι τῶν θείων εὐαγγελίων, χρυσῷ περιλαμπόμεναι πάντοθεν καὶ λίθων παντοίοις γένεσι ποικιλλόμεναι. τὰ μὲν οὖν τοῦ θριάμβου ἦσαν ἐν τούτοις. Βελισάριος δὲ καὶ ὑπατείας ἠξίωτο.

   Ἤδη δὲ τοῦ τῶν Οὐανδήλων πολέμου καταλυθέντος στέλλεται παρὰ τοῦ βασιλέως εἰς Ῥώμην, ταύτην τε καὶ πᾶσαν αὐτῷ [166] τὴν Ἰταλίαν παραστησόμενος, ὑπὸ Γότθων κατεχομένην, ὧν Θευδάτος ἦν ἡγεμών. τοῦτο μαθὼν ὁ Θευδάτος Ἀγαπητὸν τὸν Ῥώμης μέγαν ἀρχιερέα, ἄνδρα θεσπέσιον, στέλλει τῷ βασιλεῖ πρεσβευσόμενον. ὁ δὲ καταλαβὼν τὸ Βυζάντιον καὶ τῷ Ἰουστινιανῷ ἐντυχὼν πρῶτον περὶ θεοῦ καὶ τῆς εἰς αὐτὸν διαλέγεται πίστεως καὶ τὴν εἰς τὸν θρόνον τῆς νέας Ῥώμης ἀναγωγὴν Ἀνθίμου ὑπ' αἰτίαν πεποίητο, ὅτι τε μὴ κανονικῶς ἐκ Τραπεζοῦντος, ἣ τῶν εἰς τὸν Πολεμωνιακὸν πόντον κειμένων πόλεων τυγχάνει μητρόπολις, εἰς τὴν Κωνσταντινούπολιν μετήνεκτο, καὶ ὅτι καὶ τῆς Σευήρου κακοδοξίας μετέσχηκεν. ὁ δ' αὐτοκράτωρ σπουδῇ τῆς βασιλίδος τὸν Ἄνθιμον τῆς ἀρχιερατικῆς ἀξιώσας καθέδρας τῆς Κωνσταντινουπόλεως, τῆς οἰκείας ἀντείχετο πράξεως. ἐνισταμένου δ' ἔτι τοῦ θείου Ἀγαπητοῦ, καὶ ἠπείλει αὐτῷ, κύριος εἶναι λέγων πράττειν ὃ βούλοιτο. ὡς δ' ἐπεγέλα ἀπειλοῦντι τῷ βασιλεῖ ὁ ἀρχιερεὺς καὶ ἡδέως ἂν δέξασθαι τὴν σφαγὴν ἀντεπῆγε καὶ μακάριος εἶναι, εἰ τοιούτου τέλους ἀξιωθείη, ᾐδέσθη ὁ αὐτοκράτωρ καὶ μεταβαλὼν [167] ὑπὸ ζήτησιν τὴν πρᾶξιν καθίστησι. καὶ ἀντεῖπον μέν τινες τῶν ἀρχιερέων τῷ πάπᾳ Ῥώμης Ἀγαπητῷ, τῇ βασιλίσσῃ χαριζόμενοι, παρ' ἧς καὶ χρήμασιν ὑπεφθάρησαν· πάντων δ' ἐκεῖνος τῇ ἀληθείᾳ συνηγορῶν ὑπερτέρησε. καὶ ὁ Ἄνθιμος τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως ἐκβέβλητο, ἔτος ἓν ἀπολαύσας αὐτοῦ, τοῦ βασιλέως αἰδεσθέντος τὸν ἱερώτατον πάπαν καὶ τὴν ἀλήθειαν. ἀντεισήχθη δὲ Μηνᾶς, ἀνὴρ εὐσεβέστατος, αὐχῶν μὲν πατρίδα τὴν κατ' Αἴγυπτον Ἀλεξάνδρειαν, ἐκφὺς δ' ἑνὸς τῶν ἐν ταύτῃ ἐπιφανῶν, καὶ λόγων οὐκ ὢν ἀνομίλητος, καὶ μάλιστά γε τῶν θειοτέρων. οὕτω δὲ τῆς ἀρχιερωσύνης Μηνᾶς ὁ θεῖος τυχὼν ἢ μᾶλλον ἐκείνης εὐτυχησάσης αὐτόν, σύνοδον μερικὴν συγκροτεῖ σὺν τῷ πάπᾳ Ἀγαπητῷ καὶ ἀναθέματι περιβάλλει Σευῆρον καὶ Εὐτυχῆ καὶ Πέτρον καὶ τὸν Ἁλικαρνασέα Ἰουλιανὸν καὶ τὸν Ἄνθιμον ὡς ἐκείνοις ὁμόφρονα. ἔτι δ' ἐν τῷ Βυζαντίῳ διάγων ὁ ἱερώτατος πάπας Ἀγαπητὸς μετήλλαξε τὴν ζωήν. ὁ μέντοι Μηνᾶς ἐπὶ δέκα καὶ ἓξ τὴν ἐκκλησίαν εὐσεβῶς ἰθύνας ἔτη τὸν βίον κατέλυσε· καὶ ἀνήχθη εἰς τὴν [168] ἀρχιερατικὴν καθέδραν τῆς νέας Ῥώμης Εὐτύχιος, προστὰς ὀρθοφρόνως τῆς ἐκκλησίας ἐνιαυτοὺς δυοκαίδεκα. ἐφ' οὗ καὶ ἡ πέμπτη συνήθροιστο σύνοδος τῶν ἑκατὸν ἑξήκοντα καὶ πέντε ἁγίων πατέρων, ὧν ἐξῆρχε Βιγίλιος πάπας Ῥώμης καὶ ὁ εἰρημένος Εὐτύχιος καὶ ὁ Ἀλεξανδρείας Ἀπολινάριος. συνήθροιστο δὲ κατὰ Ὠριγένους καὶ τῶν ἀλλοκότων ἐκείνου δοξῶν καὶ τῶν τὰ ἐκείνου πρεσβευσάντων Διδύμου καὶ Εὐαγρίου, οἵτινες τῶν ψυχῶν προΰπαρξιν ἐδογμάτιζον καὶ τέλος τῆς κολάσεως ἔλεγον καὶ τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν καὶ ἕτερα πλείονα, οὓς καὶ ἀναθέματι σὺν τοῖς αὐτῶν ὑπέβαλε δόγμασιν, ἀλλὰ καὶ τὸν Μομψουεστίας Θεόδωρον τὰ Νεστορίου φρονοῦντα, ἢ μᾶλλον ἐκείνου γεγονότα διδάσκαλον, καὶ τοῦ βασιλέως Ἰουστινιανοῦ παρόντος ἐν τῇ συνόδῳ καὶ συνευδοκοῦντος οἷς οἱ θεῖοι πατέρες ἐκεῖνοι θεοφιλῶς ᾠκονόμησαν.

   Ἀλλὰ ταῦτα μὲν ταύτῃ συνήνεκτο. ὁ Βελισάριος δὲ εἰς [169] Ἰταλίαν ἐκπλεύσας πρῶτον μὲν πολιορκίᾳ λαμβάνει Νεάπολιν, εἶτα καὶ εἰς αὐτὴν τὴν Ῥώμην ἐπιδημήσας, ὁμοῦ μὲν δυνάμει, ὁμοῦ δὲ καὶ τῇ τῶν ἀστῶν εὐνοίᾳ, γέγονε καὶ ταύτης ἐντός· ὁ γὰρ τῶν Γότθων ἄρχων Θευδάτος ἐν Ῥαβέννῃ διάγων ἐτύγχανε. καὶ Μεδιόλανα δὲ ἡ πόλις κατεσχέθη παρὰ Ῥωμαίων. τῶν δὲ Γότθων αὖθις πολιορκούντων αὐτὴν ὁ βασιλεὺς τὸν Ναρσῆν μετὰ δυνάμεως ἐπαρῆξαι τῷ Βελισαρίῳ ἀπέστειλεν. ἦν δὲ ὁ Ναρσῆς ἐκτομίας, ἄλλως μέντοι γενναῖός τε καὶ στρατηγικώτατος καὶ τοῖς κρατοῦσιν ᾠκειωμένος. ἀλλήλοιν οὖν μὴ συμφωνοῦντε τούτω τὼ διττὼ στρατηγώ (ὁ μὲν γὰρ Βελισάριος ἑαυτῷ τῶν κατορθωμάτων ἤθελε τὸ πᾶν ἐπιγράφεσθαι, ὁ δέ γε Ναρσῆς οὐκ ἠνείχετο ὑπ' ἐκεῖνον τετάχθαι δοκεῖν) διῃρέθησαν, καὶ ὁ μὲν ἄλλῃ, ὁ δ' ἄλλῃ διετίθουν τὸν πόλεμον, διὸ καὶ ἐσφάλησαν ἔν τισι. τῶν γὰρ Μεδιολάνων οἱ ταῦτα φρουροῦντες βασιλικοὶ τῶν ἀναγκαίων ἔνδειαν προβαλλόμενοι τοῖς Γότθοις ἐξέστησαν, καὶ τάχα καὶ εἰς μεῖζόν τι κακὸν ἐτελεύτησεν ἂν ἡ ἔρις ἀμφοῖν, εἰ μὴ ὁ βασιλεὺς τὸν Ναρσῆν διὰ γραμμάτων πρὸς ἑαυτὸν μετεστείλατο.

[170]    Ἐντεῦθεν μόνος αὖθις ὁ Βελισάριος στρατηγῶν πᾶσαν τὴν Ἰταλίαν καὶ τὰς αὐτῆς πόλεις ὑφ' ἑαυτὸν ἐποιήσατο καὶ τοσοῦτον τοῖς βαρβάροις καὶ φοβερὸς καὶ ἐράσμιος γέγονεν ὡς τῆς σφῶν ἀρχῆς αὐτὸν ἀξιοῦν καὶ βασιλέα ἱκετεύειν αὐτὸν γενήσεσθαι σφῶν καὶ ἑαυτοὺς καὶ τὰ σφέτερα πάντα ἀνατιθεμένων αὐτῷ. ὁ δὲ "οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ" ἔφη "βασιλεὺς αὐτὸς κληθῆναι ἀνέξομαι," ὡς περὶ τούτων ὁ Καισαρεὺς Προκόπιος, αὐτῷ τότε συστρατευόμενος, ἔγραψεν. ἐντεῦθεν τοίνυν ἐπίφθονος γεγονὼς διαβάλλεται πρὸς τὸν βασιλέα ὡς βασιλείας ἐρῶν· καὶ ὃς αὐτὸν ἐκεῖθεν μετεκαλέσατο ὡς εἰς τὴν ἑῴαν στρατεύσοντα καὶ τὸν Μηδικὸν ἐμπιστευθησόμενον πόλεμον. τελευτᾷ μέντοι καὶ ἡ Αὐγούστα Θεοδώρα, ἐπιβιοῦσα τῇ βασιλείᾳ ἔτη εἴκοσι πρὸς ἑνὶ καὶ μησὶ τρισί. τῆς δὲ μεγάλης ἐκκλησίας ἀπαρτισθείσης ἤδη καὶ καθιερωθείσης, συνέβη πεσεῖν ἐκ σεισμοῦ τὴν πρὸς ἀνατολὴν μεγάλην σφαῖραν τοῦ τοιούτου ναοῦ, ἣ πεσοῦσα τό τε κιβώριον τῆς ἁγίας τραπέζης καὶ αὐτὴν ἐκείνην τὴν παναγῆ τράπεζαν καὶ τὸν ἄμβωνα συνέτριψεν· ὅθεν λέγεται καὶ τὸν τροῦλον προστάξει τοῦ βασιλέως καθαιρεθῆναι, [171] καὶ αὖθις ἀνεγερθῆναι ἐπὶ πόδας εἴκοσι καὶ πέντε μετεωρότερον, καὶ καθιερωθῆναι παρὰ Εὐτυχίου πατριάρχου τὸ δεύτερον.

   Ἐπὶ τούτου τοῦ βασιλέως καὶ τὸ κῆτος ἑάλω, ὃ εἰς πεντήκοντα καὶ ἐπέκεινα Βυζαντίοις ἠνώχλει ἐνιαυτούς, ὃ πορφύριον ἐκάλουν, οὐκ ἀεὶ μὲν φαινόμενον, ἀλλ' ἐκ διαλειμμάτων. ὅτε δ' ἐφαίνετο, πολλὰς μὲν τῶν νηῶν ὑποβρυχίους ἐτίθει, πολλοῖς δὲ φθορᾶς αἴτιον ἀνθρώποις ἐγίνετο, καθ' οὗ πολλαῖς μὲν ἐχρήσαντο μηχαναῖς, πᾶσαι δ' ἔμενον ἄπρακτοι, ἑάλω μέντοι δελφῖνας διῶκον. οἱ μὲν γὰρ ἐκεῖνο φεύγοντες τῇ γῇ προσεπέλαζον, τὸ δὲ τὴν κατ' ἐκείνων ὁρμὴν οὐκ ἀνέκοπτεν, ἕως ἄγχιστά πῃ τῆς γῆς γεγονὸς ἰλύι βαθείᾳ καὶ τελματώδει ἐμπέπτωκεν. ἔνθα δὴ τῷ πηλῷ προσεπέπλαστο καὶ τοῦ τέλματος οὔπως ἔτι ἀναδῦναι δεδύνητο. ὃ τοῖς περιοίκοις γνωσθὲν ὥπλισεν αὐτοὺς κατὰ τοῦ θαλαττίου τούτου θηρός, καὶ ἀξίναις αὐτὸ συγκόψαντες καὶ πελέκεσιν ἀπέκτειναν. εἶτα σχοίνους τῶν ἁδροτέρων τούτου ἐξάψαντες ζεύγεσι βοῶν αὐτὸ τῆς θαλάσσης ἐξείλκυσαν. ἦν δὲ τὸ μῆκος μὲν αὐτοῦ τριάκοντα πήχεων, ἐς δέκα δ' ηὐρύνετο, ὡς ὁ Καισαρεὺς Προκόπιος καὶ περὶ τούτου ἱστόρησεν.

[172]    Ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως κατὰ τὸν αὐτὸν συγγραφέα καὶ τὰ τῶν Σηρῶν νήματα, ἡ μέταξα δηλαδή, παρὰ Ῥωμαίοις γίνεσθαι ἤρξατο. ἤγετο μὲν γὰρ ἐν Περσῶν ὠνουμένη δι' ἐμπόρων παρὰ Ῥωμαίους. τὸ τῆς μετάξης χρῆμα οὐκ ᾔδεισαν μέντοι οὔθ' ὅπως γίνοιτο οὔθ' ὅτι νήματα σκωλήκων ἐστί. μοναχοὶ δὲ δύο τινὲς πρὸς τὸ Βυζάντιον ἐξ Ἰνδίας ἀφικόμενοι τὴν ταύτης γένεσιν ἀφηγήσαντο καὶ ὑπισχνοῦντο κομίσαι τῶν σκωλήκων ἐκείνων γόνον, ᾠὰ ὄντα τὸν ὄγκον βραχύτατα, καὶ δεῖξαι Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται θαλπόμενα καὶ εἰς σκώληκας μεταμείβονται, καὶ ὅπως δημιουργοῦσι τὴν μέταξαν, τὴν φύσιν σχόντα διδάσκαλον. τούτους τοίνυν τοὺς μοναχοὺς ὁ βασιλεὺς Ἰουστινιανὸς δωρεαῖς τε πρὸς τὸ παρὸν καὶ πρὸς τὸ μέλλον λαμπραῖς ὑποσχέσεσι πρὸς τὸ ἔργον ἐπέρρωσεν. οἱ δὲ τά τε τῶν Σηρῶν ᾠὰ μετεκόμισαν ἐς Βυζάντιον καὶ εἰς σκώληκας ταῦτα μετήμειψαν κόπρῳ ἐνθέμενοι καὶ ταύτῃ θερμήναντες καὶ συκαμίνων ἔθρεψαν φύλλοις [173] καὶ μέταξαν εἰργάσαντο δι' αὐτῶν, κἀντεῦθεν τοῦ λοιποῦ τοῖς Ῥωμαίοις ἐγνώσθη ὅπως ἐργάζοιτο μέταξα.

   Ἐπιβουλῆς δὲ παρὰ πολλῶν μελετωμένης μηνυθείσης τῷ βασιλεῖ, καὶ ὁ πατρίκιος Βελισάριος κατηγορήθη μετέχειν αὐτῆς, καὶ ἀφείλετο μὲν ὁ βασιλεὺς τοὺς δορυφόρους αὐτοῦ ξύμπαντας, ἐκεῖνον δ' ἐν τῷ οἴκῳ αὐτοῦ ἀφῆκε τηρούμενον· τελευτήσαντος δὲ ἡ τούτου περιουσία τοῖς βασιλικοῖς ἀπονενέμητο θησαυροῖς. Ἰουστινιανὸς δὲ περὶ τὰ τελευταῖα αἱρέσει ἁλώσιμος γεγονὼς τῇ τῶν Ἀφθαρτοδοκητῶν, οἳ οὐ φθαρτὴν τὴν σάρκα προσλαβεῖν τὸν κύριον, ἀλλ' ἄφθαρτον ἅμα τῇ προσλήψει εἶναι αὐτὴν δογματίζουσιν, οὕτω πιστεύειν ἅπαντας ἔσπευδεν, ἀντιλέγοντα δ' αὐτῷ καὶ ἀντιδιατιθέμενον τὸν πατριάρχην Εὐτύχιον ὑπερόριον ἔθετο εἰς Ἀμάσειαν, καὶ προεχειρίσθη πατριάρχης ὁ ἀπὸ σχολαστικῶν Ἰωάννης, Ἀντιοχείας ὢν ἀποκρισιάριος. ἐτελεύτησε δ' οὕτω φρονῶν Ἰουστινιανός, βασιλεύσας ἔτη τριάκοντα καὶ ὀκτώ, μῆνας ἑπτά, ἡμέρας τρισκαίδεκα, τῷ ἀνεψιῷ αὐτοῦ Ἰουστίνῳ τὴν βασιλείαν καταλιπών, ὃς κουροπαλάτης τετίμητο.

   Ἦν δὲ οὗτος τὸ γένος Ἰλλυριός, τὴν φύσιν εἰς ἅπαντα [174] περιδέξιος, τὴν γνώμην δὲ μεγαλόψυχος· ὃς εὐσεβὴς ὢν τοὺς παρὰ τοῦ Ἰουστινιανοῦ δομηθέντας ἐπεκόσμει ναοὺς καὶ τὰς ἁψῖδας ἄμφω τῷ ναῷ τῷ ἐν Βλαχέρναις προσέθετο ἐκ καινῆς, ὡς εἶναι τοῦτον σταυροειδῆ· καὶ τὸν ἐν τῷ ὀρφανοτροφείῳ ναὸν τῶν κορυφαίων ἀποστόλων πολυτελῶς ἐδομήσατο καὶ τὸν τῶν θείων Ἀναργύρων ναὸν ἐν τοῖς Βασιλίσκου· καὶ τὸν τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλης καὶ τὸν τοῦ Παλατίου Χρυσοτρίκλινον καὶ τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεντος ἀνεκαίνισε, καὶ πλείονα δ' ἕτερα.

   Ἦν δὲ τούτου γαμετὴ Σοφία, ἣν καὶ Αὐγούσταν ἔστεψεν, ἧς ὀνόματι καὶ τὸν λιμένα τῶν Σοφιῶν ᾠκοδόμησε καὶ βασίλεια πρὸ τῆς πόλεως, Σοφιανὰς δι' ἐκείνην καὶ ταῦτα καὶ τὸν τόπον κατονομάσας, ἐν οἷς καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγένετο τόδε·

   ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει

   πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπ' ἠιόνων,

   χρύσεα συλλέκτρῳ τάδ' ἀνάκτορα θῆκεν ἀνάσσῃ

   τῇ πολυκυδίστῃ θεῖος ἄναξ Σοφίῃ.

[175]    ἄξιον, ὦ Ῥώμη μεγαλόκρατες, ἀντία σεῖο

   κάλλος ἀπ' Εὐρώπης δέρκεται εἰς Ἀσίην. αὕτη ἡ βασιλὶς Σοφία ἀκριβωσαμένη πάντας τοὺς δανειστὰς καὶ ὅσα τινὲς αὐτοῖς ὤφειλον εἴτε δι' ἐγγράφων ἢ καὶ δι' ἐνεχύρων, κατέβαλε μὲν αὐτοῖς τὰ δάνεια οἴκοθεν, ἔλαβε δὲ τὰ ἐνέχυρα καὶ τὰ ἔγγραφα, καὶ τὰ μὲν ἐνέχυρα τοῖς δεσπόταις ἀπέδωκε, τὰ δ' ἔγγραφα ἐξηφάνισε. νοσεροῦ δὲ τυχὼν σώματος ὁ βασιλεὺς οὗτος καὶ διὰ τοῦτο μὴ συνεχῶς προϊών, τοὺς ἀδικεῖν βουλομένους, ὡς μηδενὸς ὄντος τοῦ ἐκδικοῦντος, ἀδεεστέρους ἐποίησε. καί ποτε προελθὼν ἠνωχλήθη παρὰ πολλῶν ὡς ἀδικουμένων. γέγονεν οὖν ἡ τῶν ἀδικουμένων ἐκδίκησις διὰ φροντίδος αὐτῷ. φροντίζοντι δὲ περὶ τούτου πρόσεισί τις ἐπαγγελλόμενος, εἰ ἔπαρχος γένοιτο καὶ κατὰ πάντων αὐτῷ ἐξουσία δοθῇ, δι' ὡρισμένου καιροῦ μήτινα εὑρεθῆναι τὸν ἀδικούμενον. ἡσθεὶς οὖν τῇ ὑποσχέσει ταύτῃ ὁ βασιλεὺς τὸν ἄνδρα ἐκεῖνον προεχειρίσατο ἔπαρχον. ὁ δὲ προκαθίσας, [176] προσελθόντος αὐτῷ τινος καὶ αἰτιωμένου τῶν ἐπισημοτέρων συγκλητικῶν ἕνα, μετεκαλέσατο τὸν αἰτιώμενον· ἀλλ' οὐκ ἀπήντησεν ἐκεῖνος. εἶτα καὶ δεύτερον ἔθετο μήνυμα πρὸς αὐτόν· ὁ δὲ καὶ τούτου καταφρονήσας εἰς τὸ βασιλικὸν ἀπῄει συμπόσιον· ἔτυχε γὰρ κεκλημένος πρὸς τοῦτο. ὡς δὲ τοῦτο ἔγνω ὁ ἔπαρχος, ἀπῆλθε κἀκεῖνος εἰς τὰ ἀνάκτορα καὶ εὗρεν ἤδη συνιστάμενον τὸ συσσίτιον καί φησι πρὸς τὸν βασιλέα "ὑπεσχόμην σοι, βασιλεῦ, διὰ τόσου καιροῦ μηδένα καταλιπεῖν ἀδικούμενον· τοῦτο δὲ πάντως μοι ἀνυσθήσεται, εἰ καὶ τὴν ἐκ τοῦ κράτους σου ἐπικουρίαν ἔχω καὶ τὴν ῥοπήν· εἰ δὲ μᾶλλον αὐτὸς τῶν ἀδικούντων ἀντιποιῇ καὶ φιλίως αὐτοῖς διακείμενος συνεστιωμένους ἔχεις, οὐδέν μοι ἔσται ἀνύσιμον· ἢ γοῦν μὴ μεταδίδου παρρησίας αὐτοῖς ἢ παῦσόν με τῆς ἀρχῆς." καὶ ὁ βασιλεύς, "εἰ αὐτὸς ἐγώ εἰμι" φησίν "ἀδικῶν, ἐξανάστησόν με ἐντεῦθεν." αὐτίκα τοίνυν ὁ ἔπαρχος τὸν αἰτιώμενον ἐκεῖνον ἐκ τῆς πανδαισίας ἐξαναστήσας καὶ εἰς τὸ δικαστήριον καταστήσας καὶ τῷ κατ' αὐτοῦ λέγοντι συνδικάσας αὐτόν, καὶ γνοὺς ἀδικοῦντα, ἐκεῖνον μὲν ἐκόλασε ταῖς εἰς σῶμα πληγαῖς, τῷ δὲ ἀδικουμένῳ ἐκ τῆς ἐκείνου ὑπάρξεως πολλαπλάσιον ἀποκατέστησε τὸ ἀδίκημα. ὅθεν δείσαντες οἷς ἦν προαίρεσις πλεονεκτική, τοῦ ἀδικεῖν ἀνεστάλησαν καὶ τοῖς ἠδικημένοις εἰς συμβάσεις ἐχώρησαν.

[177]    Αἱ δὲ πρὸς Πέρσας σπονδαὶ ἐπὶ τούτου τοῦ βασιλέως ἐλύθησαν· δασμὸν γὰρ ἐνιαύσιον λίτρας πεντακοσίας τῶν Ῥωμαίων διδόντων αὐτοῖς, ἵνα τὰ σφίσιν ἀγχίθυρα τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἀβλαβῆ φυλάσσωνται φρούρια, ὁ Ἰουστῖνος οὗτος ἐπονείδιστον εἶναι τὸ φορολογεῖσθαι παρὰ Περσῶν Ῥωμαίους λέγων, ἐπέσχε τὸ χρυσίον. διαπρεσβευσάμενος δὲ πρὸς Ἀρέθαν τὸν Αἰθιόπων βασιλέα ἔπεισεν αὐτὸν τὰ πλησιάζοντα τοῖς Αἰθίοψι τῆς τῶν Περσῶν ἐπικρατείας καταδραμεῖν καὶ ληίσασθαι· διὸ καὶ αὖθις μέσον Περσῶν καὶ Ῥωμαίων ἀνερρίπιστο πόλεμος. στρατηγὸν οὖν τῆς ἀνατολῆς ὁ βασιλεὺς τὸν πατρίκιον Μαρτῖνον προχειρισάμενος ἔπεμψε κατ' αὐτῶν, καὶ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ συνέστη πόλεμος, καὶ πολλοὶ μὲν ἀμφοτέρωθεν ἔπεσον, νικῶσι δ' ὅμως Ῥωμαῖοι. ὁ δὲ τῶν Περσῶν κρατῶν Ὁρμίσδας Ἀρδαμάνην ἔπεμψε μετὰ βαρείας δυνάμεως τὰ ὑπὸ Ῥωμαίους ληίσασθαι· ὃς πολλὴν ἐπελθὼν χώραν Ῥωμαϊκὴν καὶ λείαν πλείστην ἐξ αὐτῆς ἡρπακὼς ἐπανῆλθε, τοῦ πατρικίου Μαρτίνου μὴ τολμήσαντος αὐτῷ ἀντεπεξελθεῖν. [178] ἃ μαθὼν ὁ βασιλεὺς ἐν συμφορᾷ ἐποιήσατο καὶ τὸν μὲν Μαρτῖνον τὴν στρατηγίαν ἀφείλετο, Ἀρχελάῳ δὲ αὐτὴν ἐνεπίστευσε, καὶ πρὸς Ὁρμίσδαν σπονδὰς ἔθετο αὖθις. ἐκ δὲ τῆς διὰ ταῦτα λύπης νόσῳ φρενίτιδι περιπέπτωκεν, ἤλγει δὲ καὶ τοὺς πόδας. ἀμοιρῶν μέντοι γονῆς οἰκείας, ἔφθη τὸν κόμητα τῶν ἐξκουβίτων Τιβέριον υἱοποιησάμενος καὶ Καίσαρα ἀνειπών. ἀνεθεὶς δὲ τῆς νόσου προσεκαλέσατο τὸν πατριάρχην Εὐτύχιον (θανόντος γὰρ τοῦ ἀπὸ σχολαστικῶν Ἰωάννου, πάλιν οὗτος ἐπανήχθη καὶ εἰς τὸν θρόνον ἀποκατέστη τὸν ἀρχιερατικόν), συναθροίσας δὲ καὶ τὴν σύγκλητον καὶ τὸν κλῆρον τῆς ἐκκλησίας βασιλέα τὸν Τιβέριον ἀνηγόρευσεν, ἐπ' ἀκροάσει πάντων αὐτῷ ἐντειλάμενος τὰ πρὸς θεὸν εὐσεβεῖν, τοὺς ὑπηκόους εὐεργετεῖν, τοὺς ἀδικουμένους ἐκδικεῖν, τοῖς στρατιώταις μὴ ἐνδιδόναι πλεονεκτεῖν, μὴ μέγα ἐπὶ τῇ ἁλουργίδι φρονεῖν, τοῖς εὐποροῦσιν ἀπολαύειν τῶν οἰκείων ἀνεπιφθόνως παραχωρεῖν, τοῖς μὴ ἔχουσιν ὡς δύναμις ἐπαρκεῖν, τὴν βασιλίδα καὶ πρῴην κυρίαν αὐτοῦ προσηκόντως τιμᾶν. ταῦτα παραινέσας καὶ συμβουλεύσας ὁ Ἰουστῖνος τῷ Τιβερίῳ ὁ μὲν ἐξέλιπε.

[179]    Τῷ δ' ἡ βασιλεία περιελέλειπτο, στεφθέντι ὑπὸ Εὐτυχίου τοῦ πατριάρχου. ἔχων δὲ γαμετὴν ὁ Τιβέριος Ἀναστασίαν Αὐγούσταν αὐτὴν ἀνηγόρευσεν, ἣ δύο αὐτῷ θυγατέρας ἐγείνατο, Χαριτὼ καὶ Κωνσταντῖναν. Σοφία δὲ ἡ πρῴην βασίλισσα τῶν ἀνακτόρων ὑπαπελθοῦσα εἰς τὰ ὁμώνυμα ἑαυτῇ κατῳκίσθη βασίλεια, βασιλικὴν αὐτῇ τοῦ Τιβερίου δόντος ὑπηρεσίαν, ὡς οἰκείᾳ μητρί. οὗτος ὁ αὐτοκράτωρ καὶ πρὸς Ὁρμίσδαν πρεσβείαν ἐποιήσατο, ἀνανεῶν τὰς σπονδάς. ὁ δὲ τὴν ἀνανέωσιν οὐ προσήκατο· διὸ καὶ ὁ Τιβέριος πρὸς τὸν κατὰ Περσῶν πόλεμον πολλὴν ἡτοίμαζε στρατιὰν καὶ Ἰουστινιανὸν τῶν ἐπισήμων τινὰ τῆς ἀνατολῆς προὐβάλετο στρατηγόν, ὃς ἐπὶ Πέρσας χωρήσας, ἐπεὶ πλησίον αὐτῶν ἐστρατοπεδεύσατο, εἰς λόγους ἧκε πρὸ παρατάξεως καὶ ἔπεισεν αὐτοὺς σπείσασθαι Ῥωμαίοις ἐπὶ τριετίᾳ. ἤδη δὲ τοῦ τρίτου παραρρυϊσκομένου ἐνιαυτοῦ Ὁρμίσδας ὁ τῶν Περσῶν ἀρχηγὸς σὺν ταῖς αὐτοῦ δυνάμεσιν [180] ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. τοῦτο εἰς δειλίαν ἐνέβαλε τὰ ἐκεῖ Ῥωμαίων στρατεύματα· διαλεχθεὶς δὲ τούτοις ὁ σφέτερος στρατηγὸς θάρσος ἅπασιν ἐνεποίησε, καὶ τὴν πρὸς Ὁρμίσδαν μάχην ὑπέστησαν. καὶ μέχρι μέν τινος ταῖς ἐκ τόξων κεχρημένοι βολαῖς ἐδόκουν ὑπερτερεῖν, τῶν Ῥωμαίων ταῖς ἀσπίσι καταφραγνύντων ἑαυτοὺς καὶ μὴ ἀντεπεξιόντων. ἐπεὶ δ' ἔγνωσαν οἱ Ῥωμαῖοι ἤδη κεκενῶσθαι τὰς φαρέτρας τοῖς ἐναντίοις, συνησπικότες ἀλλήλοις καὶ ἀλαλάξαντες ἐνυάλιον ἐπῆλθον τοῖς Πέρσαις κατὰ συστάδην, ἀγχεμάχοις ὅπλοις αὐτοὺς ἀμυνόμενοι. οἳ οὐδὲ πρὸς βραχὺ τὴν ὁρμὴν αὐτῶν ὑπομείναντες τρέπονται, καὶ ἀναιροῦνται μὲν οἱ πλείους· τὸ δὲ στρατόπεδον αὐτῶν διαρπάζεται· καὶ ἡ μὲν βασιλικὴ τοῦ Ὁρμίσδου σκηνὴ καὶ ἡ ἀποσκευὴ ἐκείνου πᾶσα καὶ οἱ ἐλέφαντες τῷ βασιλεῖ ὑπεξῄρηντο, τὰ δ' ἄλλα τοῖς στρατιώταις εἰάθησαν. καὶ οἱ Ῥωμαῖοι πρὸς τὰ ἐνδότερα τῆς Περσίδος ἐχώρησαν καὶ χώραν πολλὴν αὐτῆς ἐληίσαντο. τότε καὶ τὸ τῶν Βλαχερνῶν λοετρὸν οἰκοδομεῖν ὁ Τιβέριος ἤρξατο καὶ πολλοὺς ναοὺς καὶ δημοσίους οἴκους, ξενῶνάς φημι καὶ γηρωκομεῖα, ἀνενεώσατο καὶ τὸν Χρυσοτρίκλινον [181] παρὰ Ἰουστίνου δομηθέντα προσεπεκόσμησεν. Εὐτυχίου δὲ τοῦ πατριάρχου ἐπὶ τέσσαρας ἐνιαυτοὺς τὸ δεύτερον τὸν θρόνον τῆς Βυζαντίδος κοσμήσαντος καὶ ἐκλελοιπότος, χειροτονεῖται πατριάρχης διάκονος τῆς μεγάλης ἐκκλησίας Ἰωάννης ὁ νηστευτής, ἀνὴρ ἱερώτατος. τοὺς δ' εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσαχθέντας δορυαλώτους Πέρσας ἅπαντας μεταμφιάσας ὁ βασιλεὺς μεγαλοπρεπῶς εἰς τὰ οἰκεῖα ἀφῆκεν ἐπανελθεῖν· οὓς ἀνελπίστως οἱ προσήκοντες θεασάμενοι ὑπερεθαύμασαν καὶ δι' ἐπαίνων τὸν βασιλέα πεποίηντο. ἐπὶ τούτου τοῦ βασιλέως ὁ Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχηγὸς ᾐτήσατο σταλῆναι αὐτῷ οἰκοδόμους, ἵνα αὐτῷ δομήσωνται λοετρόν. σταλέντων δὲ γέφυραν παρὰ τὸν Δάνουβιν ᾠκοδόμησε, βιασάμενος πρὸς τοῦτο αὐτούς, ἵνα δι' αὐτῆς ἀπόνως περαιούμενος τὴν ὑπὸ Ῥωμαίους ληίζηται. ἐξ ἐθνικῶν δὲ πλῆθος ἐς χιλιάδας δώδεκα συνιστάμενον [182] ἀθροίσας νέων καὶ σφριγώντων ἀνδρῶν, ἐπὶ τῷ ἑαυτοῦ ὀνόματι τούτους συνεκρότησε στράτευμα, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας Μαυρίκιον τὸν κόμητα τῶν φοιδεράτων καὶ ὑποστράτηγον Ναρσῆν τὸν κουβικουλάριον ἐκπέπομφε κατὰ τῶν Περσῶν. πολέμου δὲ συρραγέντος τὸ Ῥωμαϊκὸν ὑπερτέρησε στράτευμα καὶ πόλεις τῶν βαρβάρων καὶ πολλὴν χώραν ἀφείλετο. ὑποστρέψαντα δὲ τὸν Μαυρίκιον μετὰ τιμῆς ὁ βασιλεὺς ὑπεδέξατο καὶ κηδεστὴν ἐπὶ τῇ θυγατρὶ Κωνσταντίνᾳ αὐτὸν ἐποιήσατο. τὴν δ' ἑτέραν τὴν Χαριτὼ τῷ στρατηγῷ συνέζευξε Γερμανῷ καὶ ἄμφω δὲ τετίμηκε Καίσαρε. νόσῳ δὲ φθινάδι περιπεσών, ἐν τῷ τριβουναλίῳ φοράδην ἐκκομισθεὶς ἐκεῖ τὸν οἰκεῖον γαμβρὸν Μαυρίκιον ἀναρρηθῆναι βασιλέα πεποίηκε παρουσίᾳ τοῦ πατριάρχου Ἰωάννου καὶ τῆς συγκλήτου βουλῆς. οὕτω δ' ὑπὸ τῆς νόσου κατείργαστο ὡς μηδὲ δύνασθαι τοῖς συνειλεγμένοις ὁμιλῆσαι· διὸ καὶ διὰ γραφῆς τούτοις τὸ ἑαυτοῦ παρέστησε βούλημα. ὑποστρέψας δ' ἐκεῖθεν εἰς τὰ βασίλεια τὴν ζωὴν ἐξεμέτρησε, βασιλεύσας ἔτη τρία, μῆνας δέκα καὶ ἡμέρας ὀκτώ.

[183]    Ὁ δέ γε Μαυρίκιος τῆς τῶν κοινῶν διοικήσεως εἴχετο, στεφθεὶς ὑπὸ τοῦ πατριάρχου Ἰωάννου τοῦ νηστευτοῦ. ἦν δέ, ὅτε τῆς αὐταρχίας ἐπέβη, ἐτῶν τεσσαράκοντα πρὸς τρισίν. ἐγράφετο δ' ἐν τοῖς συμβολαίοις Μαυρίκιος ὁ καὶ Τιβέριος. Χαγάνος δέ, ὁ τῶν Ἀβάρων ἀρχηγός, τὸ Σίρμιον χειρωσάμενος ἐζήτησε προστεθῆναι ταῖς ὀγδοήκοντα χιλιάσι ταῖς ἐτησίως αὐτῷ παρεχομέναις καὶ ἑτέρας εἴκοσι· καὶ ὁ βασιλεὺς εἰρηνεύειν ἐθέλων τὴν προσθήκην ταύτην ἐποίησεν. ὁ δὲ καὶ ἐλέφαντα ᾔτησε, μήπω τὸ ζῷον ἰδών. τὸν μείζονα τοίνυν ὧν εἶχεν ὁ βασιλεὺς αὐτῷ πέπομφεν. ὁ δὲ Χαγάνος ἀπληστευόμενος ἢ προφάσεις τοῦ μὴ εἰρηνεύειν ζητῶν, ἑτέρας εἴκοσι χιλιάδας ταῖς ἑκατὸν προστεθῆναι ἀπῄτησε. μὴ καταδεξαμένου δὲ καὶ ταύτην τὴν προσθήκην τοῦ βασιλέως ἐστράτευσε κατὰ Ῥωμαίων ἐκεῖνος καὶ πόλεις πολλὰς τοῦ Ἰλλυρικοῦ ἐχειρώσατο· ἠπείλει τε καὶ τὸ Μακρὸν καταστρέψαι τεῖχος. στείλας οὖν πρέσβεις πρὸς τὸν βάρβαρον ὁ Μαυρίκιος σπονδὰς ἔθετο. ὁ μέντοι Χαγάνος [184] ἄπληστος καὶ ἄπιστος ὤν, δόλῳ κατὰ Ῥωμαίων ἐγίνετο, αὐτὸς μὲν ἡσυχάζων, ἔθνη δέ τινα τῶν Σκλαβηνῶν παρασκευάσας τὴν ὑπὸ Ῥωμαίους ληίζεσθαι, οἳ καὶ μέχρι τοῦ Μακροῦ τείχους πεφθάκασιν. ὁ βασιλεὺς δὲ Κομεντίολον στρατηγὸν προβαλόμενος καὶ δι' αὐτοῦ τοῖς βαρβάροις ἀθρόως ἐπεξελθών, τῶν Ῥωμαϊκῶν αὐτοὺς ὁρίων ἀπήλασεν, ἀναιρεθέντων πολλῶν, καὶ τὴν λείαν ὅσην ἔλαβον καὶ τοὺς αἰχμαλώτους ἐπανεσώσατο. Φιλιππικῷ δὲ τὴν ἰδίαν συζεύξας ἀδελφὴν κατὰ Περσῶν αὐτὸν σὺν βαρεῖ στρατεύματι ἐξαπέστειλεν. ὁ δὲ ἄγχιστα τῇ Νισίβει γενόμενος κἀκεῖθεν ἐμβαλὼν τῇ Περσίδι, ἤλασεν ἐκεῖθεν λείαν πολλὴν καὶ ἐπανιὼν τῇ τῶν Μήδων χώρᾳ προσέβαλε καὶ ταύτης οὐ μείω τινὰ ληισάμενος ἐπανῆλθεν ἐς τὰ Ῥωμαίων. καὶ αὖθις δὲ τοῖς Περσικοῖς ἐπελθὼν χωρίοις ὁμοίως εὐτύχησε. νοσήσας μέντοι εἰς Μαρτυρόπολιν παραγίνεται, κἀκεῖθεν ἐπανῆκεν εἰς τὸ Βυζάντιον. ἐτέχθη δὲ τῷ Μαυρικίῳ υἱός, ὃν ὠνόμασε [185] Θεοδόσιον. Φιλιππικὸς δὲ καὶ πάλιν κατὰ Περσῶν ἐξεστράτευσε καὶ τὸ περὶ αὐτὸν στρατιωτικὸν ἠρώτησεν εἰ πρόθυμοι τοῖς Πέρσαις εἶεν μαχέσασθαι. οἱ δὲ καὶ ὅρκοις τὸ πρόθυμον αὐτῶν ἐβεβαίουν. ὡς οὖν συνέβαλον τοῖς ἐναντίοις, μέχρι μέν τινος ἀντεῖχον οἱ βάρβαροι· ἐπεὶ δὲ τοὺς ἵππους πλήττειν αὐτῶν ὁ στρατηγὸς τοῖς οἰκείοις παρεκελεύσατο καὶ πολλοὶ τῶν ἵππων πληττόμενοι ἔπιπτον, ἐτράπη τὸ Περσικόν· καὶ τὸ μὲν ἥττητο κραταιῶς καὶ πολὺ τούτου μέρος διέφθαρτο· οἱ Ῥωμαῖοι δὲ λαμπρῶς νενικήκασι καὶ ζῶντας τῶν πολεμίων περὶ δισχιλίους συνέλαβον. Ὁρμίσδας δὲ ὁ τῶν Περσῶν ἀρχηγὸς Βαρὰμ προχειρισάμενος στρατηγὸν συμβαλεῖν Ῥωμαίοις ἐκέλευσεν. ὁ δὲ συμβαλὼν ἡττᾶται· ὃ γνοὺς Ὁρμίσδας γυναικείαν ἐσθῆτα στέλλει αὐτῷ καὶ τὴν στρατηγίαν ἀφείλετο καὶ τῷ ὑποστρατήγῳ αὐτοῦ διὰ γραφῆς ἐνετείλατο τὸν Βαρὰμ ἀνελεῖν. ὁ δὲ οἷ κακοῦ γέγονεν ἐννοήσας, γράμματα ὡς ἐξ Ὁρμίσδου αὐτῷ σταλέντα [186] ἐπλάσατο, ὀργὴν ἐμφαίνοντα κατὰ παντὸς τοῦ στρατεύματος, καὶ συναθροίσας αὐτὸ τά τε γράμματα εἰς ἐπήκοον ἀναγνωσθῆναι πεποίηκε καὶ αὐτὸς αὐτοὺς ἀνεμίμνησκε τῆς ἀπηνείας Ὁρμίσδου καὶ τῆς ὠμότητος καὶ διὰ τούτων ἀντᾶραι χεῖρας ἠρέθισε κατὰ τοῦ σφῶν ἀρχηγοῦ. ἐπελθόντες οὖν ἀθρόον αὐτῷ κατέσχον καὶ ἐνέβαλον εἰς εἱρκτήν. ὁ δὲ ὑποθέσθαι αὐτοῖς περὶ τῆς τῶν Περσῶν ἀρχῆς ἠξίου ἅττα τῷ ἔθνει γινώσκει συμφέροντα, καὶ συνεβούλευε μὴ τὸν Χοσρόην υἱὸν αὐτοῦ ὄντα προκριθῆναι εἰς τὴν ἀρχήν, ἄπληστον ὄντα καὶ ἄδικον, ὑβριστήν τε καὶ ἀλαζονικώτατον, ἀλλ' ἕτερον υἱὸν αὐτοῦ προχειρισθῆναι τοῦ ἔθνους ἄρχειν. ἀντιπεσόντων δὲ τοῖς λόγοις τούτου ἐνίων τῶν ἐν ὑπεροχαῖς καὶ κατ' αὐτοῦ τοὺς Πέρσας ἐκμηνάντων, ὁ μὲν υἱὸς αὐτοῦ, ὃν εἰς τὴν ἀρχὴν ἐκεῖνος προέκρινε, καὶ ἡ μήτηρ ἐκείνου ἐνώπιον αὐτοῦ ἀνῃρέθη παρὰ τοῦ πλήθους, καὶ αὐτὸς δὲ ἐξεκόπη τὰ ὄμματα καὶ οὕτω καθείρχθη. ὁ δέ γε Χοσρόης εἰς τὴν ἀρχὴν ᾑρέθη παρὰ τοῦ ἔθνους παντός· καὶ μέχρι μέν τινος φιλοφρόνως πρὸς τὸν πατέρα διέκειτο, τῆς μὲν φρουρᾶς οὐ λύσας αὐτόν, πᾶσαν δὲ θεραπείαν αὐτοῦ ἐκεῖσε [187] ποιούμενος. ὁ δὲ οὐδὲν τῶν παρὰ τοῦ υἱοῦ αὐτῷ στελλομένων προσίετο, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον τὰς φιλοφροσύνας ἠμείβετο. θυμῷ οὖν διὰ ταῦτα ληφθεὶς ὁ Χοσρόης, ῥοπάλοις ἐκέλευσε κατὰ τῶν λαγόνων τυπτόμενον τὸν πατέρα θανεῖν. τοῦτο μῖσος ἐγγενέσθαι τοῖς Πέρσαις κατὰ Χοσρόου ἐποίησεν· ὁ δὲ κατὰ Βαρὰμ ἐξεστράτευσε, καὶ ὑποπτεύσας τινὰς τῶν παρ' αὐτῷ μεγιστάνων τῷ Βαρὰμ προσκεῖσθαι ἀνεῖλεν αὐτούς. τοῦ δὲ στρατεύματος κατ' αὐτοῦ στασιάσαντος, δείσας ἐκεῖνος μετά τινων ὀλίγων ἀποδιδράσκει καὶ πρὸς Ῥωμαίους ἀφίκετο. ὃ μαθὼν ὁ Μαυρίκιος κελεύει τῷ στρατηγοῦντι τῆς χώρας ὑποδέξασθαι τὸν Χοσρόην βασιλικαῖς θεραπείαις καὶ δεξιώσεσι. στέλλει δὲ Ναρσῆν μετὰ στρατευμάτων συμμαχῆσαι Χοσρόῃ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς τὴν οἰκείαν ἀρχήν. συμβαλὼν τοίνυν ὁ Ναρσῆς τῷ Βαρὰμ νίκην ἤρατο περιφανῆ, πολλοὺς μὲν τῶν Περσῶν ἀνελών, ζωγρήσας δὲ περὶ ἑξακισχιλίους, οὓς τῷ Χοσρόῃ προσήγαγεν· ὁ δὲ κατηκόντισεν ἅπαντας. ὅσοι δ' ἐν τοῖς ζωγρηθεῖσιν ἦσαν τοῦ Τούρκων ἔθνους τῷ Βαρὰμ συμμαχοῦντες, τούτους ἀνέπεμψεν εἰς Μαυρίκιον, ὧν πολλοὶ [188] ἐπὶ τῶν μετώπων σταυροὺς ἔφερον, καταστιχθέντων αὐτοῖς τῶν ἐπισκυνίων καὶ μέλανος ἐγχεθέντος τοῖς στίγμασιν εἰς τύπον σταυροῦ. οἳ περὶ τούτου ἐρωτώμενοι ἔλεγον πρὸ καιροῦ ἱκανοῦ λοιμῷ τὸ γένος αὐτῶν διαφθείρεσθαι, τινὰς δὲ τῶν παρ' αὐτοῖς χριστιανῶν ὑποθέσθαι τοῦτο αὐτοῖς, καὶ μηδένα τῶν τοῦτο πεποιηκότων κινδυνεῦσαι ἐκ τοῦ λοιμοῦ. ὁ μὲν οὖν Βαρὰμ ἡττηθεὶς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο· ὁ δὲ Χοσρόης εἰς τὴν ἰδίαν ἀρχὴν καὶ χώραν ἐπανελήλυθε. λέγεται δὲ πρὸ τῆς νίκης, τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἄλλως διατιθέναι σκεπτομένου τὸν πόλεμον, τὸν Χοσρόην ἐνίστασθαι μὴ κατὰ τὸ δοκοῦν ἐκείνῳ συγκροτῆσαι τὴν μάχην, ἀλλ' ἄλλον ὑποτιθέναι τρόπον· τὸν δὲ στρατηγὸν ἀσύμφορον εἶναι λέγειν τὸ οὕτω μαχέσασθαι, καὶ τὸν Χοσρόην τοῦ σκοποῦ μὴ μεθίεσθαι, ὥστε παροξυνθέντα τὸν στρατηγὸν ἀποσκῶψαι πρὸς τὸν Χοσρόην, ἀστρατήγητον αὐτὸν εἰπόντα καὶ ἀδαῆ πολεμικῶν παρατάξεων. τὸν δὲ δηχθέντα ἐπὶ τοῖς σκώμμασιν, ὄντα δὲ καὶ ἐν γνώσει τῆς [189] κατὰ τοὺς ἀστέρας κινήσεως κἀντεῦθεν αὐχοῦντα γινώσκειν τὰ μέλλοντα, φάναι "εἰ μὴ ὑπὸ τῶν πραγμάτων ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρσησας, στρατηγέ, τὸν μέγαν βασιλέα βάλλειν τοῖς σκώμμασιν. ὅτι δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἄκουσον τί δῆτα τοῖς θεοῖς ἐς ὕστερον μεμελέτηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, ἐς τοὺς Ῥωμαίους ὑμᾶς δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ῥωμαϊκῆς χώρας τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐτῶν Ῥωμαῖοι Πέρσας δουλαγωγήσετε." τούτων δὲ διηνυσμένων τὴν ἀνέσπερον ἡμέραν ἐνδημῆσαι ἀνθρώποις. ἀλλὰ ταῦτα μὲν ταύτῃ.

   Ὁ δὲ αὐτοκράτωρ Μαυρίκιος τὸν υἱὸν Θεοδόσιον ἀνηγόρευσε βασιλέα κατὰ τὸ πάσχα στεφθέντα ὑπὸ τοῦ πατριάρχου Ἰωάννου. καὶ τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα μαρτύρων πρῴην ἀρχθέντα κτίζεσθαι παρὰ Τιβερίου, ἀτελῆ δὲ καταλειφθέντα, αὐτὸς ἀνεπλήρωσεν. εἰρήνης δὲ γεγονυίας πρὸς Πέρσας, τὰς δυνάμεις ἐξ ἑῴας ἐπὶ τὴν Θρᾴκην μετήνεγκε καὶ αὐτὸς [190] ἐξῆλθε τῆς Βυζαντίδος τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα θεάσασθαι. ὅτε καὶ ὁ ἥλιος ἐσκιάσθη, καὶ γυνή τις ἐν Θρᾴκῃ παιδίον ἔτεκεν οὔτε ὀφθαλμοὺς οὔτε βλέφαρα ἔχον οὔτε χεῖρας οὔτε βραχίονας, ἰχθύος δὲ οὐραῖον πρὸς τῷ ἰσχίῳ προβεβλημένον. τοῦ μέντοι Χαγάνου τῇ Θρᾴκῃ ἐπελθόντος μετὰ πλήθους ἀπείρου, ὁ τῶν Ῥωμαίων στρατηγὸς Πρίσκος δείσας εἰς τὸ φρούριον Τζουρουλοῦ συνέκλεισεν ἑαυτόν. ὁ δὲ βάρβαρος πολιορκεῖν αὐτὸ ἡτοιμάζετο. τότε κατεστρατήγησεν ἐκείνου Μαυρίκιος τρόπῳ τοιούτῳ· γράμμα πρὸς Πρίσκον συντίθησιν ἀντέχειν αὐτὸν παραινοῦν· μικρὸν γὰρ ὅσον τοὺς βαρβάρους μετ' αἰσχύνης ἀναχωρῆσαι. στέλλεσθαι γὰρ πλοῖα εἰς τὴν χώραν αὐτῶν σὺν στρατεύματι ληίσασθαι τὰς οἰκίας αὐτῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν δορυαλώτους ἑλεῖν. τοῦτο τὸ γράμμα δίδωσί τινι, ἐπισκήψας αὐτῷ περιπεσεῖν τοῖς βαρβάροις ἐν τῷ πρὸς Πρίσκον δῆθεν πορεύεσθαι. οὗ γενομένου, τὴν ἐπιστολὴν ὁ βάρβαρος ἀναγνοὺς καὶ δείσας περὶ τοῖς οἰκείοις, [191] σπένδεται πρὸς Πρίσκον ἐπὶ δώροις ὀλίγοις καὶ ἄπεισιν. ἔκτισε δὲ Φιλιππικὸς ἐν Χρυσοπόλει μονὴν ἐπ' ὀνόματι τῆς Θεοτόκου καὶ οἶκον ἐν ταύτῃ λαμπρότατον, ἵν' ἐν αὐτῷ τὸν Μαυρίκιον ὑποδέχοιτο.

   Ὁ δέ γε Κωνσταντινουπόλεως πατριάρχης Ἰωάννης ὁ νηστευτὴς τὸν βίον λιπὼν πρὸς τὰς ἀϊδίους μετέστη μονάς, κοσμήσας τὸν ἀρχιερατικὸν θρόνον ἐπὶ ἔτη τρισκαίδεκα καὶ ἐπέκεινα. προεχειρίσθη οὖν πατριάρχης Κυριακός, ἱερεὺς καὶ οἰκονόμος τῆς ἐκκλησίας τῆς μεγάλης. ὑφ' οὗ ὁ τῆς ὑπεραγίας θεοτόκου ναός, ὃς τῆς Διακονίσσης λέγεται, ᾠκοδόμηται. καὶ Πέτρος, ὁ τοῦ Μαυρικίου ὁμαίμων, τὸν ναόν, ὃς τοῦ Ἀρεοβίνδου καλεῖται, τῇ θεοτόκῳ ἀνήγειρε. Σοφία δὲ ἡ βασιλὶς καὶ ἡ Αὐγούστα Κωνσταντῖνα στέμμα προσήνεγκαν τῷ βασιλεῖ λίθοις ὑπερτίμοις καὶ μαργάροις ὑπερφυέσι κεκοσμημένον. ὁ δὲ τοῦτο λαβὼν ἀνέθετο τῷ θεῷ, τῇ ἐκκλησίᾳ προσαγαγών.

   Ὁ Χαγάνος μέντοι καὶ αὖθις πρὸς τὰ Ῥωμαίων ἐχώρησε. καὶ τούτῳ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἀντιταττομένων, ποτὲ [192] μὲν ἐκράτει, ἐνίοτε δ' ἥττητο. ἐν μιᾷ δὲ ἡμέρᾳ υἱοὶ αὐτοῦ ἑπτὰ ἐκ νόσου λοιμικῆς καὶ πυρετοῦ ἐτελεύτησαν. Κομεντίολον δὲ στείλας ὁ βασιλεὺς κατὰ Χαγάνου μετὰ πολυπληθοῦς στρατιᾶς λέγεται ἐντείλασθαι αὐτῷ προδοῦναι τοῖς ἐναντίοις τὸ στρατιωτικὸν διά τινας στάσεις καὶ ἀταξίας τούτοις μνησικακῶν. καὶ συμβαλὼν τοῖς βαρβάροις ἀσυντάκτως ὁ Κομεντίολος, αὐτὸς μὲν μετὰ τῶν περὶ αὐτὸν εἰς φυγὴν ἐτράπη, πρὸς τοῦτο προπαρασκευασάμενος. τῶν δὲ λοιπῶν οἱ μὲν ἔπεσον, οἱ δ' ἐζωγρήθησαν. εἶναι δὲ τοὺς ζωγρηθέντας φασὶ περὶ δώδεκα χιλιάδας. καὶ ὁ Χαγάνος τῇ νίκῃ ταύτῃ ἐξογκωθεὶς ἄχρι τοῦ Μακροῦ τείχους ἀφίκετο. συλλέξας δὲ ὁ βασιλεὺς λαὸν εἰς φυλακὴν τοῦ τείχους τούτους ἐκπέπομφεν. ἐκ δὲ τῆς λοιμικῆς νόσου οὐ μόνοι οἱ τοῦ Χαγάνου υἱοί, ὡς εἴρηται, ἔθανον, ἀλλὰ καὶ πλῆθος τῶν Ἀβάρων πολύ· ὅθεν ἀθυμήσας ὁ βάρβαρος ἔσπευδεν εἰς τὰ οἰκεῖα ἐπαναζεῦξαι. δηλοῖ οὖν τῷ Μαυρικίῳ ἐξωνήσασθαι τοὺς αἰχμαλώτους, ἓν ἐφ' ἑκάστῳ διδόντι νόμισμα· ὁ δὲ βασιλεὺς οὐ κατένευσε. καὶ ὁ Χαγάνος ᾔτησε λαβεῖν εἰς ἕκαστον τῶν αἰχμαλώτων ἀνὰ ἥμισυ τοῦ νομίσματος. ὁ δὲ [193] οὐδὲ οὕτως τοὺς ἁλόντας ἠθέλησε πρίασθαι, τὸ μέν τι ἐκ φειδωλίας (ἥττητο γὰρ χρημάτων), τὸ δέ τι τοῖς στρατιώταις μνησικακῶν. ἐκμανεὶς οὖν ὁ βάρβαρος πάντας ξίφεσιν ἐξεθέρισε καὶ ἀνέζευξεν. ἐντεῦθεν πᾶσι μῖσος κατὰ τοῦ βασιλέως ἐφύετο καὶ πρὸς πάντων ἐλοιδορεῖτο. ὁ δὲ στρατὸς κατὰ Κομεντιόλου ἀναφορὰν ἐποιήσατο, ὡς προδόντος ἐν τῷ πολέμῳ τὸ στρατιωτικόν. τοῖς δὲ τὴν ἀναφορὰν ταύτην ποιουμένοις συνῆν καὶ ὁ στρατιώτης Φωκᾶς καὶ ἀναιδῶς τῷ βασιλεῖ διελέγετο, ὡς τυπτηθῆναι παρά τινων. ὁ δὲ βασιλεὺς μὴ προσσχὼν τοῖς κατὰ τοῦ Κομεντιόλου αἰτιάμασιν ἀπράκτους τοὺς αὐτὸν αἰτιωμένους ἀνέπεμψε. λιτανεύοντος οὖν τοῦ βασιλέως στάσις ἠγέρθη παρὰ τοῦ δήμου, καὶ λίθοι κατ' αὐτοῦ παρά τινων ἠκοντίσθησαν· ὧν ζήτησιν ὁ βασιλεὺς ποιησάμενος καί τινας εὑρηκὼς ἐκόλασε. τῷ γε μὴν υἱῷ αὐτοῦ Θεοδοσίῳ κατηγγύησε τὴν θυγατέρα Γερμανοῦ πατρικίου, τοῦ πατριάρχου Κυριακοῦ τὴν ἐπὶ τῷ γάμῳ πληρώσαντος τελετήν. μοναχὸς δέ τις ξίφος κατέχων γυμνὸν ἀπὸ τοῦ Φόρου μέχρι τῆς Χαλκῆς προελήλυθεν, ἐν [194] φόνῳ μαχαίρας λέγων τεθνήξεσθαι τὸν Μαυρίκιον. ὁ δὲ βασιλεὺς τὸ ἐπὶ τοῖς αἰχμαλώτοις ἀνόμημα ἀναλογισάμενος ἱκέτευε τὸν θεὸν ἐν τῇ παρούσῃ ζωῇ τὴν ὑπὲρ τούτου δίκην ἐκτῖσαι καὶ πανταχοῦ διεπέμψατο, ἀξιῶν πάντας τοῦτο αἰτεῖν τὸν θεόν. φήμης δὲ κρατούσης ὅτι τοῦ μέλλοντος αὐτὸν διαδέξασθαι ἐκ τοῦ φ στοιχείου τὸ ὄνομα ἄρχεται, τὸν γαμβρὸν αὐτοῦ Φιλιππικὸν τοῦτον ᾤετο εἶναι. καὶ ἦν αὐτῷ δι' ὑποψίας ὁ ἄνθρωπος καὶ διομνύμενος μήποτέ τι κατὰ νοῦν τοιοῦτον βαλέσθαι, οὐκ ἔπειθεν. ὄναρ δέ ποτε τῷ βασιλεῖ θεαθὲν τὴν κατὰ τοῦ Φιλιππικοῦ ἔλυσεν ὑποψίαν. τὸ δ' ὄναρ· ἐδόκει πλῆθος παρεστάναι πολὺ τῷ ἄνωθεν τῆς Χαλκῆς πύλης τοῦ σωτῆρος Χριστοῦ ἐκτυπώματι καὶ καταβοᾶν τοῦ βασιλέως, φωνὴν δ' ἐκ τῆς εἰκόνος γενέσθαι, παραστῆναι καὶ τὸν Μαυρίκιον, καὶ τὸν αὐτίκα ἀχθῆναι καὶ ἐρωτᾶσθαι ὅποι βούλεται τὴν ἔκτισιν ἀποδοῦναι τοῦ ἀνομήματος οὗ καὶ εἰς τοὺς αἰχμαλώτους εἰργάσατο, ἐν τῷ νῦν αἰῶνι ἢ ἐν τῷ μέλλοντι. τὸν δὲ "ἐνταῦθα" φάναι, "φιλάνθρωπε δέσποτα." καὶ ἀκοῦσαι φωνῆς λεγούσης "παράδοτε οὖν αὐτὸν παγγενῆ Φωκᾷ τῷ στρατιώτῃ." διυπνισθεὶς τοίνυν ἐκ [195] τῆς ἀγωνίας ὁ βασιλεὺς καὶ τὸν Φιλιππικὸν μετακαλεσάμενος πρῶτα μὲν συγγνώμην ᾔτει, ὡς μάτην ὑπονοῶν κατ' αὐτοῦ, εἶτα ἤρετο εἰ ἐν τοῖς Ῥωμαϊκοῖς τάγμασιν οἶδε στρατιώτην Φωκᾶν. ὁ δὲ εἰδέναι ἀνταπεκρίνατο καὶ τοῦτον εἶναι τὸν πρὸ μικροῦ σταλέντα παρὰ τῆς στρατιᾶς, "ὅς σοι καὶ ἰταμώτερον διελέγετο." καὶ ὁ βασιλεὺς οἷός ἐστιν ὁ ἀνὴρ τὴν ἡλικίαν καὶ τὸ ἦθος προσήρετο· καὶ ὁ Φιλιππικὸς νέον εἶναι τὸν Φωκᾶν εἶπε, τὸν δὲ τρόπον θρασὺν καὶ δειλόν. πρὸς τοῦτο δὲ ὁ βασιλεὺς ἀντεφθέγξατο "εἰ δειλὸς καὶ φονεύς" καὶ διηγήσατο τὸ ὄναρ αὐτῷ. ἐφάνη δὲ τότε καὶ κομήτης ἀστὴρ ὁ λεγόμενος ξιφίας. τῷ γοῦν ἀδελφῷ αὐτοῦ Πέτρῳ στρατηγοῦντι τότε ἐπιστέλλει ὁ βασιλεὺς διαβάντι τὸν Ἴστρον μετὰ τῆς στρατιᾶς ἐκεῖθεν αὐτῇ τὰ πρὸς τὴν χρείαν πορίζεσθαι. ἦν δὲ τοῦτο διὰ φιλαργυρίαν οἰκονομούμενον, ἵνα ληιζόμενον τὸ ὁπλιτικὸν ἀποτρέφοιτο καὶ αὐτὸς κερδήσοι τὸ στρατιωτικὸν σιτηρέσιον. τοῦτο στάσιν τῇ στρατιᾷ ἐνεποίησε· καὶ αὐτίκα βασιλεὺς παρ' αὐτῶν ὁ Φωκᾶς ἀνηγόρευτο· ἐτύγχανε δ' ὢν ἑκατόνταρχος. ὁ δὲ στρατηγὸς Πέτρος τοῦτο μαθὼν ἔφυγε καὶ τῷ βασιλεῖ αὐτάγγελος τοῦ γεγονότος ἐγένετο. ὁ δὲ καὶ τῶν ἐν τῇ πόλει στασιαζόντων [196] ὑπεξῆλθε τῶν ἀνακτόρων καὶ δρόμωνι ἐμβεβηκὼς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἀπέδρα· τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον πρὸς Χοσρόην ἀπέστειλεν, ἵνα ἀπομνημονεύσας ἐκεῖνος τῶν παρὰ Μαυρικίου γενομένων αὐτῷ κἀκεῖνος εἰς αὐτὸν τὰ ἴσα ἐνδείξηται. ὡς δ' ἐγνώσθη τῷ πλήθει ἡ τοῦ βασιλεύοντος ὑποχώρησις, καὶ τὴν στάσιν ἐπὶ μεῖζον ἦρε καὶ τὸν Μαυρίκιον δυσφημεῖσθαι διὰ τῆς ἀγορᾶς παρεσκεύασεν.

   Ἤδη δὲ τοῦ Φωκᾶ μὴ πόρρω τῆς Βυζαντίδος τυγχάνοντος, οἱ τοῦ δήμου τῶν Πρασίνων ἐξῄεσαν εὐφημοῦντες αὐτόν. ὃς σὺν αὐτοῖς ἐν τῷ Ἑβδόμῳ παραγενόμενος, ἐκεῖ παρὰ τοῦ πατριάρχου ταινιοῦται τὴν κεφαλήν· καὶ εἰσελθὼν εἰς τὰ βασίλεια καὶ τὴν γυναῖκα Λεοντίαν Αὐγούσταν εὐθὺς ἀνηγόρευσε τῶν δήμων παρόντων· ὅτε διὰ τόπους, ἐν οἷς ἵσταντο, ἀμφιβολίας γενομένης τοῖς Πρασίνοις καὶ τοῖς Βενέτοις, στασιάζειν ἤρξαντο κατ' ἀλλήλων. πέμψας δέ τινας ὁ Φωκᾶς κατευνάζειν αὐτοῖς τὴν στάσιν ἐπεχείρει. ἑνὸς οὖν τῶν σταλέντων τὸν τῶν Βενέτων ὑβρίσαντος δήμαρχον καὶ τοῦτον ὠθήσαντος, μὴ ἐνεγκόντες οἱ τοῦ δήμου τοῦτο ἔκραζον "ἄπιθι, μάθε κατάστασιν, ὁ Μαυρίκιος ζῇ." ἐντεῦθεν ὁ τύραννος εἰς τὸν τοῦ Μαυρικίου φόνον [197] ἠρέθιστο· καὶ ἀχθέντος εἰς τὸν ἐν Χαλκηδόνι τοῦ Εὐτροπίου λιμένα προανῃρέθησαν ἐπ' ὄψεσιν αὐτοῦ οἱ παῖδες αὐτοῦ. ὁ δὲ "δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου" ἐφ' ἑκάστῳ ἐφθέγγετο, γενναίως φέρων τὴν συμφοράν. ἔδειξε δὲ μᾶλλον τὴν τοῦ ἀνδρὸς γενναιότητα καὶ τὸ φέρειν εὐγνωμόνως τὸν πειρασμὸν ὕστατον αὐτοῦ παιδίον καὶ ὑπομάζιον· τῆς γὰρ αὐτὸ τιθηνούσης, ἵνα μὴ πάντῃ τὸ γένος τοῦ Μαυρικίου ἐξόληται, ὑποκλεψάσης τὸ τιθηνούμενον, ἀντιδούσης δὲ τὸ οἰκεῖον πρὸς τὴν σφαγήν, ὁ Μαυρίκιος τὸ ἑαυτοῦ ἐνεχθῆναι ἐζήτησεν. εἶτα καὶ αὐτὸς μεγαλοψύχως ἐδέξατο τὴν σφαγήν. λέγεται δὲ καὶ τὸν υἱὸν αὐτοῦ Θεοδόσιον ἀπιόντα πρὸς Χοσρόην κατασχεθῆναι καὶ ἀχθέντα πρὸς Φωκᾶν ἀναιρεθῆναι καὶ τὴν βασίλισσαν Κωνσταντῖναν καὶ τὰς τρεῖς θυγατέρας αὐτῆς, καὶ ταφῆναι ἐν τῷ ναῷ τοῦ ἁγίου Μάμαντος, τῷ πλησίον τοῦ τείχους, ὃν ἔκτισε Φαρασμάνης ἐκτομίας, ἐπὶ τοῦ κοιτῶνος γεγονὼς Ἰουστινιανοῦ. ἐπεγράφησαν δὲ τῷ τάφῳ αὐτῆς τὰ ἡρωελεγεῖα ταῦτα·

[198]    ἅδ' ἐγὼ ἡ τριτάλαινα καὶ ἀμφοτέρων βασιλήων

   Τιβερίου θυγάτηρ, Μαυρικίου δὲ δάμαρ,

   ἡ πολύπαις βασίλεια καὶ ᾗ δείξασα λοχείῃ

   ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη,

   κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ

   δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς.

   τῆς Ἑκάβης ἔτλην πολὺ χείρονα, τῆς Ἰοκάστης,

   αἲ αἲ τῆς Νιόβης ἔμπνοός εἰμι νέκυς.

   ναὶ ναὶ τὸν γενέτην· τί μάτην τὰ νεογνὰ ἔκτειναν

   ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα;

   ἁμετέροις πετάλοισι κατάσκιος οὐκέτι Ῥώμη·

   ῥίζα γὰρ ἐκλάσθη Θρηικίοις ἀνέμοις. ἔθανε δὲ Μαυρίκιος ἐτῶν ἑξήκοντα καὶ τριῶν, εἴκοσι βασιλεύσας ἐνιαυτούς.

[199]    Φωκᾶ δὲ κρατήσαντος ὁ Ναρσῆς ἀπεστάτησε καὶ κατέσχε τὴν Ἔδεσαν. προστάξει δὲ Φωκᾶ Γερμανὸς τῷ Ναρσῇ ἀντιμαχεσάμενος συμμαχουμένῳ παρὰ Χοσρόου ἡττήθη· καὶ πληγεὶς μεθ' ἡμέρας τέθνηκε. μετὰ δὲ ταῦτα καταφυγὼν εἰς τὴν Ἱερὰν πόλιν Ναρσῆς καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ Φωκᾶ τοῦ μαγίστρου Δομεντζιόλου πίστεις ἐνόρκους λαβὼν πρὸς Φωκᾶν ἀπεστάλη. ὁ δὲ μηδὲν τοὺς ὅρκους ὑποσταλεὶς πυρὶ αὐτὸν παραδέδωκεν. οὗτος ὁ Ναρσῆς τὸν τοῦ ἁγίου Παντελεήμονος ναὸν ἐδομήσατο καὶ τὸν τῶν ἁγίων μαρτύρων Πρόβου, Ταράχου καὶ Ἀνδρονίκου, καὶ τὸν ἐκεῖ ξενῶνα. οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ τὸν ἀδελφὸν Μαυρικίου Πέτρον ἀνεῖλε, καὶ Γερμανόν, τὸν πενθερὸν Θεοδοσίου τοῦ υἱοῦ Μαυρικίου, καὶ τὴν θυγατέρα τοῦ Γερμανοῦ καὶ πᾶσαν τὴν Μαυρικίου συγγένειαν. Φιλιππικὸς δὲ κείρεται κληρικὸς καὶ εἰς τὴν αὐτοῦ μονὴν ἐν Χρυσοπόλει διέτριβε. καὶ ἄλλους δὲ πολλοὺς ἔκτεινεν ὁ Φωκᾶς καὶ ποιναῖς ἀπηνέσιν ἐκόλαζε. Κυριακοῦ δὲ τοῦ πατριάρχου ἐκλιπόντος μετὰ ἐνιαυτοὺς ἕνδεκα ἐξότου προεχειρίσθη, πατριάρχης ἐγένετο Θωμᾶς σακελλάριος καὶ τῆς μεγάλης ἐκκλησίας [200] διάκονος. πολυειδῆ μέντοι τότε κακὰ τοὺς Ῥωμαίους κατέλαβεν. ἐν μὲν γὰρ τῇ ἑῴᾳ Πέρσαι τὴν Συρίαν καὶ Παλαιστίνην καὶ Φοινίκην ὑφ' ἑαυτοὺς ἐποιήσαντο. τὴν Ἀρμενίαν δὲ καὶ Καππαδοκίαν καὶ τὴν Παφλαγονίαν καὶ Γαλατίαν κατέδραμον καὶ μέχρι Χαλκηδόνος προήλθοσαν, ἅπαντα ληιζόμενοι. ἐν δὲ τῇ Εὐρώπῃ Ἄβαροι τὴν Θρᾴκην ἐδῄωσαν, καὶ τὰ Ῥωμαϊκὰ στρατόπεδα, ἃ ἐν ἀμφοτέροις ἦσαν τοῖς τμήμασι, διεφθάρησαν· καὶ ἄλλως δὲ πολλὴ τῶν ἀνθρώπων θνῆσις ἐγένετο καὶ ἀφορία καρπῶν καὶ ζῴων φθορὰ ἐκ βαρυτάτων χειμώνων. ἐπὶ πᾶσι δὲ ὁ ἀλάστωρ Φωκᾶς ἐν ἵππων ἁμίλλῃ τῶν δήμων πρὸς αὐτόν τι ἀποσκωψάντων, ἐκμανεὶς πολλοὺς μὲν ἀνεῖλε, πολλοὺς δὲ ἠκρωτηρίασεν, ἐνίους μέντοι καὶ κατεπόντωσε, πλείστους δὲ καὶ τῷ ἐπάρχῳ παρέδωκεν, ἵνα κολάσῃ αὐτούς, οἳ ἐν τῷ πραιτωρίῳ καθείρχθησαν. οἱ δὲ ὄχλοι ὁμοῦ γενόμενοι ἐνέπρησαν τὸ πραιτώριον, καὶ οἱ καθειργμένοι διέφυγον.

   Ἑβραῖοι δὲ στασιάσαντες ἐν Ἀντιοχείᾳ κατὰ χριστιανῶν [201] ἀνεῖλον τῶν Ἀντιοχέων πολλοὺς καὶ αὐτὸν δὲ τὸν πατριάρχην τῆς πόλεως Ἀναστάσιον καὶ τὸν νεκρὸν αὐτοῦ κατέκαυσαν ἐν τῇ ἀγορᾷ. στείλας δὲ ὁ Φωκᾶς οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠκρωτηρίασε καὶ τῆς πόλεως ἐξεδίωξεν. ὁ μέντοι πατριάρχης Θωμᾶς ἐπὶ τρία ἔτη καὶ μῆνας δύο τῆς ἐκκλησίας προστὰς ἐτελεύτησε, καὶ ἀντεισήχθη Σέργιος, τῆς μεγάλης ἐκκλησίας διάκονος.

   Τὴν θυγατέρα δὲ ὁ Φωκᾶς Δομνεντίαν Πρίσκῳ τῷ στρατηλάτῃ συνέζευξε καὶ μετὰ τοὺς γάμους ἱππικὸν ἀγῶνα ἄγων ἐθεάσατο σὺν ταῖς αὐτοῦ εἰκόσι καὶ τοῦ Πρίσκου καὶ τῆς αὐτοῦ γυναικὸς Δομνεντίας ἱσταμένας εἰκόνας, καὶ ἐκμανὴς γεγονὼς ἐκτμηθῆναι τοὺς δημάρχους ἐκέλευσε. δεηθέντων δὲ τῶν δήμων μόλις ἀφῆκεν αὐτούς. ἐκ ταύτης οὖν τῆς αἰτίας ὁ Πρίσκος δεδοικὼς περὶ τῇ ζωῇ, ἅμα δὲ καὶ τὴν κατὰ πάντων τοῦ Φωκᾶ τυραννίδα μισῶν, ἐζήτει καταλῦσαι τὸν τύραννον. ὢν δὲ ὁ Φωκᾶς γυναικομανής τε καὶ μέθυσος καὶ ὠμὸς καὶ αἱμοχαρὴς ἐμισήθη παρὰ πάντων. καὶ στρατηγοῦντος ἐν Ἀφρικῇ καὶ Λιβύῃ Ἡρακλείου, τοῦ πατρὸς τοῦ βασιλεύσαντος Ἡρακλείου, [202] οἱ τῆς συγκλήτου καὶ αὐτὸς ὁ Πρίσκος ὁ στρατηλάτης διεπέμποντο πρὸς αὐτόν, δεόμενοι ἀπαλλαγῆναι τῆς τυραννίδος Φωκᾶ. ἦν δὲ τῷ εἰρημένῳ στρατηγῷ Ἡρακλείῳ ὑποστράτηγος Γρηγορᾶς τις τῶν ἐπισήμων. οὗτοι γοῦν ἄμφω συμπνεύσαντες στέλλουσι κατὰ τοῦ τυράννου τοὺς ἰδίους υἱούς, ὁ μὲν Ἡράκλειος τὸν Ἡράκλειον πολλαῖς ναυσὶ καὶ πλῆθος στρατιωτῶν πλοϊζόμενον, ὁ δὲ πατρίκιος Γρηγορᾶς τὸν Νικήταν πεζοποροῦντα σὺν ἱππόταις πολλοῖς καὶ πεζῇ στρατιᾷ, ἐπὶ συνθήκαις τοῦ τὸν προκαταλαβόντα τὴν ὑπερκειμένην τῶν πόλεων καὶ καθελόντα τὸν τύραννον τῆς βασιλείας ἀξιωθήσεσθαι. ταῦτα μαθὼν ὁ Φωκᾶς τὴν τοῦ Ἡρακλείου μητέρα καὶ τὴν μνηστὴν Εὐδοκίαν, ἣν ἐξ Ἀφρικῆς ἐμνηστεύσατο, θυγατέρα οὖσαν τοῦ τῆς χώρας ἐκείνης πρωτεύοντος, κατασχὼν κατέκλεισεν ἐν μονῇ. προκατέλαβε τοίνυν Ἡράκλειος καὶ προσώρμισε τῷ λιμένι τῶν Σοφιῶν καὶ μάχης συγκροτηθείσης ὑπερέσχε τῶν τοῦ Φωκᾶ. συνήργητο γὰρ καὶ ὑπὸ τοῦ Κρίσπου τὴν τοῦ ἐπάρχου τότε μετιόντος ἀρχήν. Φώτιος δὲ τῶν ἐπιφανῶν ὑπάρχων, οὗ τὴν γυναῖκα ὁ τύραννος βίᾳ ἐμοίχευσε, σὺν πλήθει στρατιωτῶν καταλαβὼν τὰ βασίλεια κατέσπασε τοῦ θρόνου τὸν τύραννον (οἱ γὰρ περὶ αὐτὸν ἀπογνόντες τῶν βασιλείων ὑπανεχώρησαν) καὶ ἀποδύσας [203] τὴν πορφυρίδα φαιὰν ἐσθῆτα ἐνέδυσε καὶ δέσμιον τῷ Ἡρακλείῳ παρέστησεν. ὁ δὲ ἰδὼν αὐτὸν ἔφη "οὕτως, ἄθλιε, τὰ τῆς πόλεως διῴκησας πράγματα;" καὶ ὁ Φωκᾶς ἀπονοίᾳ κάτοχος ὢν ἀπεκρίνατο "σὺ δὲ κρειττόνως μᾶλλον διοικήσεις αὐτά;" ὀργισθεὶς δὲ ὁ Ἡράκλειος λὰξ ἐκείνῳ ἐνέθορε καὶ ἐκτμηθῆναι προσέταξεν. οἱ μὲν οὖν αὐτίκα αὐτὸν ἀναιρεθῆναι ἱστόρησαν, οἱ δὲ πρότερον αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναί φασιν, εἶτα καὶ τὰ αἰδοῖα διὰ τὴν ἐκείνου ἀσέλγειαν καὶ ὅτι πολλῶν ᾔσχυνε γαμετάς, καὶ οὕτως αὐτοῦ τὴν κεφαλὴν ἐκκοπῆναι, τὸ δὲ δύστηνον σῶμα καυθῆναι κατὰ τὸν Βοῦν· ἔνθα κάμινος ἦν, ὡς λέγεται, ἐκ χαλκοῦ κατεσκευασμένη, σχῆμα βοὸς ἔχουσα, ἥπερ ἐκ Περγάμου κεκόμιστο, ἐξ ἧς καὶ ὁ τόπος ὠνόμαστο. καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἄλλοι τῶν ᾠκειωμένων αὐτῷ ἀνῃρέθησαν.

   Τῷ μὲν οὖν κακίστῳ Φωκᾷ τοιοῦτον τέλος τῆς τυραννίδος ἐγένετο, ἔτη κατορχησαμένῳ τῆς βασιλείας ὀκτώ. Ἡράκλειος δὲ ὑπὸ Σεργίου τοῦ πατριάρχου στεφθεὶς αὐτίκα καὶ τὴν Εὐδοκίαν τὴν μνηστὴν ταινιοῖ, καὶ ἅμα τά τε βασίλεια στέφη καὶ τοὺς γαμηλίους στεφάνους ἐδέξαντο, ὥστε κατὰ τὴν αὐτὴν ἡμέραν [204] καὶ βασιλεῖς ἄμφω χρηματίσαι αὐτοὺς καὶ νυμφίους. οἱ δέ γε Πέρσαι τὴν ἑῴαν κατέτρεχον καὶ τὰς μὲν τῶν χωρῶν ὑφ' ἑαυτοὺς ἐποιοῦντο, τὰς δὲ ἐληίζοντο· καὶ ἡ Ῥωμαϊκὴ στρατιὰ προσβάλλουσα τούτοις ἥττητο καὶ διώλλυτο βραχέων τινῶν περισωθέντων φυγῇ. καὶ τὴν Εὐρώπην οἱ Ἄβαροι καὶ οἱ Σκύθαι ἠρήμωσαν. διὸ καὶ ἠπόρει ὁ βασιλεὺς Ἡράκλειος ὅ, τι καὶ δράσει. ἐπισκεψάμενος γὰρ τοὺς στρατιωτικοὺς καταλόγους πάνυ τούτους εὗρε βραχεῖς, ἁπάντων σχεδὸν ἐν τοῖς πολέμοις ἀναλωθέντων. ἐκ γὰρ τῶν ἐπὶ Μαυρικίου τὸν Φωκᾶν ἀναγορευσάντων εἰς πολλὰς χιλιάδας ἀριθμουμένων δύο μόνοι στρατιῶται περιλειφθέντες εὑρέθησαν. στρατολογήσας οὖν Κρίσπον στρατηγὸν Καππαδοκίας προβάλλεται καὶ στέλλει τοῦτον ἐκεῖ.

   Γίνεται δὲ αὐτῷ ἐκ τῆς Αὐγούστης Εὐδοκίας, ἣν καὶ Φαβίαν ὠνόμασε, θυγάτηρ Ἐπιφανία. εἶτα καὶ υἱὸς ἐτέχθη ὁ μικρὸς Ἡράκλειος καὶ νέος Κωνσταντῖνος κληθείς, καὶ ἄμφω δὲ τὼ παῖδε βασιλικῷ διαδήματι τεταινίωκε. καὶ μετ' ὀλίγον ἡ γαμετὴ αὐτοῦ ἡ Αὐγούστα Εὐδοκία τὸν βίον ἀπέλιπεν. ἐκφερομένου [205] δὲ τοῦ ταύτης νεκροῦ βασιλικῶς διὰ τῆς ἀγορᾶς κόρη τις προκύπτουσα βάρβαρος τυχαίως ἀπέπτυσε, καὶ τὸ πτύσμα εἰς τὴν κλίνην, δι' ἧς ἐξεφέρετο ἡ Αὐγούστα, κατήνεκτο· καὶ συλληφθεῖσα ἡ κόρη ἐκαύθη, προσενεχθεῖσα τῇ θανούσῃ λίαν οἰκτρὸν ἐπιτάφιον. ὁ δέ γε Ἡράκλειος ἔγημε Μαρτῖναν τὴν ἀδελφόπαιδα καὶ Αὐγούσταν αὐτὴν ἀνηγόρευσε.

   Τοῦ μέντοι Χοσρόου καὶ τῶν Περσῶν ἀκρατῶς φερομένων καὶ πάντα λεηλατούντων, πρέσβεις ὁ βασιλεὺς πρὸς αὐτὸν ἔστειλε, κόρον λαβεῖν ποτε τῆς τῶν ἀνθρώπων φθορᾶς ἀξιῶν καὶ σπείσασθαι ἐπὶ συνθήκαις ἐτησίων δασμῶν. ὁ δὲ τὴν πρεσβείαν οὐ προσήκατο. πάλιν οὖν ἑτέρα πρεσβεία πρὸς αὐτὸν εἰρήνην ἐξαιτουμένη. ὁ δὲ Πέρσης ὑπερηφάνους καὶ βλασφήμους τὰς ἀποκρίσεις πεποίηκε, λέγων μὴ ἄν ποτε φείσασθαι τῶν χριστιανῶν, εἰ μὴ τὸν ἐσταυρωμένον ἀρνήσαιντο καὶ σεβασθῶσι τὸν ἥλιον. ἀπογνοὺς οὖν τὴν εἰρήνην ὁ βασιλεὺς ἐπιστρατεῦσαι διενοεῖτο κατὰ Περσῶν· διὸ καὶ ἔσπευδε θέσθαι πρὸς τὸν Χαγάνον σπονδάς, μὴ ἀφιστάμενον τοῦ τὴν Θρᾴκην ληίζεσθαι. στείλας τοίνυν πρὸς αὐτὸν εἰρήνην ᾔτει· καὶ ὁ βάρβαρος οὐκ ἀνένευσεν. ἡσθεὶς οὖν ὁ βασιλεὺς ἐξῆλθε τῆς πόλεως [206] καὶ ἔξω τοῦ Μακροῦ τείχους ηὐλίσατο μετὰ τῆς βασιλικῆς πολυτελείας καὶ δορυφορίας καὶ χρημάτων πολλῶν, ἃ τῷ Χαγάνῳ δῶρα ἐκόμιζεν. ὁ δὲ βάρβαρος ἀλογήσας τῶν ὅρκων τε καὶ τῶν συνθηκῶν ὥρμησε τὸν βασιλέα συσχεῖν. ἀλλὰ τούτου μὲν οὐκ ἐπέτυχεν (ἔφθη γὰρ διαδράς), τὴν μέντοι βασιλικὴν ἀποσκευὴν καὶ τὴν δορυφορίαν, ἀλλὰ μὴν καὶ τὰ χρήματα καὶ δορυαλώτων χιλιάδας πολλὰς κατὰ πᾶσαν ἄδειαν εἰληφὼς ὑπέστρεψεν. αὖθις οὖν ὁ Ἡράκλειος πρεσβείαν ἔθετο πρὸς αὐτόν, ἐπεγκαλῶν αὐτῷ ἀπιστίαν καὶ πρὸς εἰρήνην αὐτὸν ἐφελκόμενος· ὁ δὲ σπένδεται. καὶ ὁ βασιλεὺς τῆς βασιλευούσης ἀπάρας τῶν πόλεων ἀφίκετο εἰς Καισάρειαν, ἔνθα καὶ ὁ Κρίσπος ἦν στρατηγῶν· οὗ νοσοῦντος ἢ τοῦτο προσποιουμένου πρὸς αὐτὸν ἀπῄει ὁ βασιλεύς, ἐπισκεψόμενος καὶ βουλευσόμενος περὶ τῶν πρακτέων. ὁ δὲ αὐτὸν ὀλιγώρως ἐδέχετο, μήτε προσυπαντῶν μήτε μὴν τῆς κλίνης ἐξανιστάμενος κἀν ταῖς ὁμιλίαις ἀλαζονικώτερόν πως διατιθέμενος. Ἡράκλειος δὲ συνίει μὲν τὸ γινόμενον καὶ καταφρονούμενος ἤχθετο, ὑπεκρίνετο δὲ μήτ' [207] ἄχθεσθαι μήτε συνιέναι τῆς ὀλιγωρίας τοῦ Κρίσπου τῆς κατ' αὐτοῦ. ἐν τούτῳ ἀγγέλλεται αὐτῷ ἡ Αὐγούστα τεκοῦσα υἱόν. καὶ τὰ μὲν στρατεύματα τῷ Κρίσπῳ καταλελοίπει, αὐτὸς δ' ἐπανῆλθεν εἰς τὸ Βυζάντιον. τοῦ Νικήτα μέντοι τοῦ υἱοῦ τοῦ πατρικίου Γρηγορᾶ εἰσεληλυθότος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν, ὁ βασιλεὺς αὐτὸν ἐν τιμῇ μεγάλῃ πεποίητο, ἀδελφὸν αὐτὸν ὀνομάζων. ἐπανέζευξε δὲ καὶ ὁ Κρίσπος ἐκ τῆς στρατείας. συλλόγου τοίνυν τῆς συγκλήτου γενομένου καὶ τοῦ πατριάρχου παρόντος, ὡς μέλλοντος βαπτίσαι τὸν τοῦ βασιλέως υἱόν, φησὶ πρὸς τοὺς παρόντας ὁ βασιλεύς "ὁ ὑβρίζων τὸν βασιλέα τίνος ἐστὶν ἄξιος;" οἱ δὲ ἀπεκρίναντο "οὐ ζῆν ἐστιν ἄξιος· πάσης γὰρ φιλανθρωπίας ἑαυτὸν ἀνάξιον ἔθετο." καὶ ὁ βασιλεὺς τὰ παρὰ τοῦ Κρίσπου κἀκείνου παρόντος κατέλεγεν· εἶτα πρὸς ἐκεῖνον ἐπιστραφεὶς ἔφη "ὃς γαμβρὸν οὐκ ἐποίησας, οὐδὲ φίλον ἂν ποιήσεις ποτέ." ἐκέλευσεν οὖν αὐτὸν κληρικὸν γενέσθαι. ἐκ δὲ Μαρτίνης τῆς ἀνεψιᾶς αὐτοῦ ἔσχε δύο υἱούς, Φάβιον, ὃν καὶ Ἡρακλωνᾶν ὠνόμασε, καὶ Δαβὶδ τὸν λοιπόν.

   Τοῦ δὲ Χοσρόου πάντα ληιζομένου καὶ ἀφανίζοντος ὑφ' span class="cit">[208] ἑαυτὸν δὲ καὶ τὴν Παλαιστίνην πεποιηκότος καὶ τὴν Ἱερουσαλὴμ πολιορκίᾳ ἑλόντος, λέγεται ἄπειρόν τι πλῆθος ἀναιρεθῆναι χριστιανῶν. ἐξωνούμενοι γὰρ αὐτοὺς εὐώνως οἱ Ἰουδαῖοι ἐφόνευον, ὧν περὶ μυριάδας ἐννέα φασὶ συγκορυφοῦσθαι τὸν ἀριθμόν. τὸν δέ γε πατριάρχην τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ τὰ τίμια τοῦ σταυροῦ ξύλα οἱ Πέρσαι λαβόντες εἰς Περσίδα ἤγαγον. ἀπορῶν οὖν ὁ βασιλεὺς ἀναλόγου τοῖς ἐναντίοις στρατεύματος, πρὸς δὲ καὶ χρημάτων, ἄργυρον μὲν καὶ χρυσὸν ἐδανείσατο ἔκ τε τῆς μεγάλης ἐκκλησίας καὶ τῶν λοιπῶν εὐαγῶν οἴκων καὶ διὰ τούτων ἔκοψε νόμισμα. λαὸν δ' ἐκ τῶν θεμάτων συνέλεγε καὶ τούτους πρὸς πολεμικὴν ἐμπειρίαν ἐγύμναζε καὶ συμμάχους προσεκαλέσατο. ἐξελθὼν οὖν μετὰ τὴν ἑορτὴν τοῦ πάσχα τῆς πόλεως καὶ προσβαλὼν Σαρβάρῳ τῷ τοῦ Χοσρόου ἀρχισατράπῃ μετὰ βαρείας δυνάμεως κατὰ Ῥωμαίων σταλέντι, τρέπεται τοῦτον καὶ τὰ στρατεύματα αὐτοῦ συγκόπτει καὶ μαχαίρας ἔργον ποιεῖ.

   Ἐν τούτοις παρασπονδήσας ὁ Χαγάνος ἐπῆλθε τῇ Βυζαντίδι, καὶ πρὸ τοῦ τείχους αἱ δυνάμεις αὐτοῦ ἐστρατοπεδεύσαντο, δῃοῦσαι σύμπαντα τὰ ἐκτός. ὅθεν οἵ τε τῆς πόλεως καὶ ὁ πατριάρχης καὶ ὁ πατρίκιος Βῶνος (τούτους γὰρ ἄμφω κηδεμόνας [209] τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου καταλελοίπει καὶ τῶν κοινῶν πραγμάτων διοικητὰς ἀποδημῶν ὁ Ἡράκλειος) ἑτοιμασάμενοι πλῆθος ἀνδρῶν γενναίων κατὰ τῶν βαρβάρων ἀφροντιστούντων, ὡς μὴ παρόντος στρατεύματος, ἀπροσδοκήτως ἐξέπεμψαν καὶ πολλὰς αὐτῶν χιλιάδας διέφθειραν. οἱ δέ γε περιλειφθέντες αἰσχρῶς φεύγοντες ἐς ἤθη τὰ ἑαυτῶν ὑπενόστησαν.

   Ἡράκλειος δὲ πάλιν ἑτέρῳ σατράπῃ μετὰ τριάκοντα χιλιάδων κατ' αὐτοῦ πεμφθέντι παρὰ Χοσρόου συμμίξας, καὶ τοῦτον ἐτρέψατο καὶ τοὺς μετ' αὐτοῦ σχεδόν τι πάντας Ἄιδι προΐαψεν. οἱ δέ γε περιλειφθέντες ὑποστρέψαντες καὶ τὰ συμβεβηκότα τοῖς ὁμογενέσιν ἀπηγγελκότες, καὶ πρῴην διὰ μίσους ἄγοντας τὸν Χοσρόην μᾶλλον αὐτοὺς μισεῖν αὐτὸν ἐξηρέθισαν. Ἡράκλειος δὲ καὶ εἰς τὴν ἐνδοτέρω Περσίδα εἰσέβαλε καὶ τάς τε πόλεις καθῄρει καὶ τὰ τεμένη τοῦ Πυρὸς αὐτῷ τῷ τιμωμένῳ παρ' αὐτοῖς συνδιέφθειρε. μαθὼν δὲ ἀνῃρημένους οὓς ἔστειλε πρεσβευτάς, ὠργίσθη καὶ οὐκ ἐφείδετο ἀναιρῶν τε καὶ πυρπολῶν καὶ καταστρέφων τὰ ἐν ποσίν. ὁ μέντοι Χοσρόης, τοῦ βασιλέως τὴν Περσίδα ληιζομένου καὶ κατατρέχοντος, εἰς Κτησιφῶντα [210] κατέφυγε. διαβληθέντος δὲ πρὸς αὐτὸν τοῦ ἀρχισατράπου Σαρβάρου ὡς τὰ τῶν Ῥωμαίων φρονοῦντος, αὐτῷ δὲ λοιδορουμένου, ἐπιστέλλει τῷ ὑποστρατήγῳ αὐτοῦ τὸν Σάρβαρον ἀνελεῖν. τοῦ δὲ τὴν ἐπιστολὴν ταύτην κομίζοντος ἐν τῷ ἀπιέναι συλληφθέντος παρὰ Ῥωμαίων καὶ ἀπαχθέντος εἰς τὸ Βυζάντιον, γνόντες τὰ ἐν αὐτῇ γεγραμμένα οἱ τῶν κοινῶν πραγμάτων διοικηταὶ στέλλουσι ταύτην καὶ τὸν αὐτῆς κομιστὴν πρὸς τὸν Σάρβαρον· καὶ ὃς τὰ γεγραμμένα ἀναγνοὺς καὶ τοῦ γραμματοφόρου πυθόμενος καὶ μαθὼν τὴν γνώμην Χοσρόου, ἑτέραν πλάττει ἐπιστολήν, κελεύουσαν αὐτόν τε καὶ πολλοὺς σατράπας ἀναιρεθῆναι καὶ τοὺς τοῦ στρατεύματος προύχοντας. πείθει δὲ καὶ τὸν τὴν ἐπιστολὴν τοῦ Χοσρόου κομίσαντα λέγειν ὅτι παρὰ Χοσρόου ταύτην ἔλαβε τὴν ἐπιστολήν. συναγαγὼν οὖν τοὺς τῶν ταγμάτων ἡγεμονεύοντας ἐν ἐπηκόῳ πάντων τὴν ἐπιστολὴν ἀναγνωσθῆναι πεποίηκε. θυμοῦ τοίνυν πλησθέντες οἱ τῶν ταγμάτων ἐξάρχοντες κοινῇ συνέθεντο τῷ βασιλεῖ προσελθεῖν.

   Ἐπὶ τούτοις καὶ ἕτερόν τι συμβέβηκεν, ὃ τὸν Χοσρόην [211] διώλεσε· παῖδας γὰρ ἔχων πολλούς, τὸν ἁπάντων πρεσβύτερον Σιρόην παραγκωνιζόμενος ἠβουλήθη διάδοχον τῆς ἀρχῆς ἕτερον ποιήσασθαι, καλούμενον Μερδασάν. ὃ γνοὺς ὁ Σιρόης καί τινας τῶν σατραπῶν ὑποποιησάμενος, ἐπιτίθεται τῷ πατρί, δεσμεῖ τε τοῦτον καὶ χρυσὸν αὐτῷ πολὺν παρατίθησι καὶ λίθων τῶν πολυτίμων σωρούς, "διὰ ταῦτα" λέγων "Ῥωμαίοις τοὺς Πέρσας ἐξεπολέμωσας καὶ ἀλλήλοις μάχεσθαι καὶ διαφθείρεσθαι κατηνάγκαζες· ἀπόλαυε τοίνυν τῶν ἐφετῶν σοι." εἶτα τὸν υἱὸν αὐτοῦ Μερδασάν, ᾧ τὴν τῶν Περσῶν ἀνετίθει ἀρχήν, ἀνεῖλε πρὸ ὀφθαλμῶν αὐτοῦ, ἀλλὰ μὴν καὶ τοὺς ἄλλους παῖδας αὐτοῦ καὶ ἐπὶ πᾶσι κἀκεῖνον. ἐγκρατὴς οὖν τῆς τῶν Περσῶν ἀρχῆς γεγονὼς διαπέμπεται πρὸς Ἡράκλειον, τὸν τοῦ Χοσρόου ὄλεθρον αὐτῷ εὐαγγελιζόμενος· καὶ σπεισάμενος αὐτῷ πάντας τοὺς ἐν Περσίδι αἰχμαλώτους Ῥωμαίους ἐλευθέρους ἀφῆκε καὶ τὰ τίμια ξύλα τοῦ σωτηρίου σταυροῦ αὐτῷ ἀποδέδωκε καὶ τὸν πατριάρχην τῆς Ἱερουσαλὴμ Ζαχαρίαν. καὶ ὁ βασιλεὺς αὖθις πάντας τοὺς παρὰ Ῥωμαίων κατεχομένους Πέρσας ἀπελθεῖν ἀφῆκε πρὸς τοὺς οἰκείους. ταῦτα ἐν ἓξ ἔτεσιν ἀνύσας Ἡράκλειος καὶ ἀποκαταστήσας τῇ Ἱερουσαλὴμ τὰ τίμια ξύλα καὶ [212] τὸν πατριάρχην αὐτόν, τῷ ἑβδόμῳ ἐπανῆλθεν εἰς τὰ βασίλεια, μετ' εὐφημίας καὶ κρότων δεχθεὶς καὶ λαμπρότητος παρά τε τῆς γερουσίας καὶ τοῦ πλήθους τῆς πόλεως.

   Γενομένῳ δὲ τῷ βασιλεῖ Ἡρακλείῳ κατὰ τὴν Ἱερουσαλὴμ ὁ τῶν Ἰακωβιτῶν καθολικὸς προσελήλυθεν, ὃν ἐκεῖνοι πατριάρχην ὠνόμαζον. τούτῳ τοίνυν ὁ βασιλεὺς αἰτίαν προσῆπτεν, ὅτι τὴν ἐν Χαλκηδόνι μὴ δέχοιτο σύνοδον μηδὲ δύο φύσεις ἐν Χριστῷ ἡνωμένας ὁμολογεῖ, λέγων ὡς εἴ γε τὴν σύνοδον δέξοιτο καὶ δύο φύσεις ἀσυγχύτους ἐπὶ τοῦ σωτῆρος ὁμολογήσει, ὁμόδοξον αὐτὸν ἡγήσοιτο καὶ τῆς Ἀντιοχέων ἐκκλησίας πατριάρχην προβάλοιτο. ὁ δὲ δεινὸς ὢν καὶ πονηρίας μεστός, ἵνα μὴ ἀτευκτήσῃ τῆς βασιλικῆς ὑποσχέσεως, τήν τε σύνοδον ὑποκεκριμένως ἐδέξατο καὶ δύο φύσεις ἐπὶ Χριστοῦ λέγειν ἡνωμένας κατέθετο. περὶ δέ γε τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν ἐπυνθάνετο, εἰ διττὰ ταῦτα λέγειν χρεὼν ἢ ἑνιαῖά τε καὶ μοναδικά. ὁ δὲ αὐτοκράτωρ γράφει περὶ τούτου δὴ τοῦ ζητήματος πρὸς τὸν Κωνσταντινουπόλεως Σέργιον. κἀκεῖνος πάλαι τὰ [213] τῆς Μονοθελητῶν πρεσβεύων αἱρέσεως, μίαν φυσικὴν θέλησιν καὶ μίαν ἐνέργειαν δεῖν δογματίζειν ἐπὶ Χριστοῦ τῷ βασιλεῖ ἀνταπέστειλεν. ἀλλὰ καὶ Κῦρον ἐρωτήσας τὸν Φάσιδος τῷ Σεργίῳ εὕρηκεν ὁμογνώμονα. τούτοις καὶ αὐτὸς ὑπαχθεὶς ὁ Ἡράκλειος τῆς δόξης γίνεται ταύτης καὶ ἀνατροπὴν ποτίζεται θολερὰν παρὰ τῶν μισθωτῶν, ἀλλ' οὐ ποιμένων ἐκείνων. τοῦ Σωφρονίου μέντοι τοῦ ἱεροῦ τοῦ ἐν Ἱεροσολύμοις ἀρχιερατεύοντος τοὺς ὑφ' ἑαυτὸν ἀρχιερεῖς συναθροίσαντος καὶ συνοδικῶς ἀποδείξαντος τοὺς μίαν λέγοντας θέλησιν καὶ ἐνέργειαν ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ μίαν ἄντικρυς καὶ φύσιν κηρύττειν, σύμψηφον δὲ σχόντος ἐπὶ τούτῳ καὶ τὸν τὸν θρόνον τῆς πρεσβυτέρας Ῥώμης διέποντα Ἰωάννην, ὁ βασιλεὺς προέθετο πρόγραμμα μήτε ἑνιαίαν ἐνέργειαν μήτε διττὴν ἐν Χριστῷ δογματίζεσθαι· ὃ καταγέλαστον οὐ τοῖς ὀρθόφροσιν ἐδόκει μόνον, ἀλλὰ καὶ τοῖς Σευήρου ὁμόφροσι. Σεργίου δὲ τοῦ τὸν θρόνον ἔχοντος Κωνσταντινουπόλεως τὴν ζωὴν καταστρέψαντος, Πύρρος αὐτὸν διεδέξατο, τὰ αὐτὰ ἐκείνῳ δοξάζων καὶ τὰ Σευήρου καὶ Κύρου σέβων τε καὶ κυρῶν.

[214]    Ὑποστρέφοντι δὲ τῷ βασιλεῖ τούτῳ ἐκ τῆς Περσίδος τροπαιοφόρῳ πρόσεισι Μωάμεθ ὁ τῶν Σαρακηνῶν φύλαρχος, οὐκ ἐκ γένους τὸ φυλαρχεῖν κληρωσάμενος (τῶν γὰρ ἀσήμων ἐτύγχανεν ὤν), ἀλλὰ πονηρίᾳ τοῦτο κτησάμενος. πένης γὰρ ὢν παρά τινι γυναικὶ πλουσίᾳ χήρᾳ ἐθήτευεν, ἣν ἔγημε, γοητείαις ὑπαγαγὼν εἰς ἔρωτα ἑαυτοῦ. ἐπιληψίας δὲ νοσήματι συνεχόμενος καὶ κατὰ καιροὺς αὐτῷ τοῦ πάθους προσβάλλοντος πίπτων καὶ τῶν φρενῶν ἐξιστάμενος, ἀθυμίας αἴτιος τῇ ἑαυτοῦ κυρίᾳ καὶ γαμετῇ καὶ αἰσχύνης ἐγίνετο. ὁ δὲ αὐτός τε πονηρὸς ὢν καί τινι δὲ μοναχῷ πονηροτέρῳ ἑαυτοῦ ἐντετυχηκὼς διὰ κακοπιστίαν φυγαδευθέντι τῆς Βυζαντίδος καὶ παρ' αὐτοῦ διδαχθείς, ἔλεγε τῇ γυναικὶ τὸν Γαβριὴλ τὸν ἀρχάγγελον οὐρανόθεν αὐτῷ φοιτῶντα ἀπόρρητά τινα μυεῖν, μὴ φέρειν δὲ τὴν τούτου θέαν καὶ διὰ τοῦτο ἰλιγγιᾶν καὶ φόβῳ συνέχεσθαι καὶ πρὸς γῆν κατακλίνεσθαι. ταῦτα δ' εἶχεν αὐτῷ συμμαρτυροῦντα καὶ τὸν μοναχὸν ἐκεῖνον τὸν δόλιον καὶ τῇ γυναικὶ λέγοντα ὅτι ὡς ἀληθῶς πᾶσι τοῖς προφήταις οὗτος ὁ Γαβριὴλ ἐπιπέμπεται. [215] ἐντεῦθεν ἡ γυνὴ ἀποσκευαζομένη τὸ ὄνειδος, ἐγκαυχωμένη δὲ μᾶλλον ὡς συνοικοῦσα προφήτῃ, τὸν λόγον τοῦτον εἰς τὰς λοιπὰς γυναῖκας προήνεγκε, καὶ οὕτως ὄνομα προφήτου παρὰ τοῖς ὁμοφύλοις ὁ μυσαρὸς ἐκεῖνος ἐκτήσατο. θανούσης δὲ τῆς γυναικὸς ἐκείνης, τῶν ἐκείνης κληρονόμος γενόμενος καὶ φύλαρχος καὶ διδάσκαλος καὶ νομοθέτης τοῦ ἔθνους τῶν Ἰσμαηλιτῶν ἐχρημάτισε, τοὺς μὲν λόγοις ἀπατῶν, τοῖς δὲ μὴ εὐχερῶς αὐτῷ πειθομένοις τὸ ξίφος ἀνατεινόμενος καὶ ὑποκλίνεσθαί οἱ ἐκβιαζόμενος. ἤδη γὰρ καὶ χεῖρα περὶ ἑαυτὸν συνήγαγεν ἱκανήν. οὗτος οὖν ἐκ τῆς Αἰθρίβου προϊὼν προσῆλθε τῷ βασιλεῖ, χώραν αἰτῶν εἰς κατοίκησιν, καὶ ἔλαβεν. ὃν δ' εἴρηται τρόπον τὸ ἔθνος ἅπαν κατασοφισάμενος καὶ ὑφ' ἑαυτὸν ποιησάμενος τὴν Συρίαν κατέδραμέ τε καὶ ἐληίσατο καὶ τῶν Ῥωμαϊκῶν χωρῶν πολλὰς ἐξεπόρθησε· καὶ ἔκτοτε οὐκ ἐπαύσατο τὸ τῶν Ἰσμαηλιτῶν γένος τὴν Ῥωμαίων ἅπασαν γῆν κατατρέχον καὶ ληιζόμενον.

   Ἡράκλειος δέ, ὡς εἴρηται, εἰς τὴν τῶν Μονοθελητῶν ἐκκυλισθεὶς αἵρεσιν νόσῳ περιπίπτει ὑδερικῇ. λέγεται δὲ καὶ τὸ αἰδοῖον αὐτοῦ στρεφόμενον ἄνω τὸ οὖρον πέμπειν, καὶ εἰ μὴ [216] σανὶς ἐν τῷ ἤτρῳ αὐτοῦ ἐτίθετο, κατὰ τοῦ προσώπου αὐτοῦ τὸ ἐκκρινόμενον ἀνεδίδοτο· ὃ συμβαίνειν ἐδόκει διὰ τὴν ἔκθεσμον μίξιν τῆς ἀδελφόπαιδος. θνήσκει οὖν ὁ βασιλεὺς οὗτος κατὰ τὸν τριακοστὸν πρῶτον χρόνον τῆς βασιλείας αὐτοῦ.

   Καὶ μεταβαίνει ἡ αὐταρχία πρὸς τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον, ἧς βραχύ τι ἀπώνατο. ἕνα γὰρ μοναρχήσας ἐνιαυτὸν φαρμάκῳ διώλετο παρὰ Μαρτίνης αὐτῷ κερασθέντι τῆς μητρυιᾶς τε ὁμοῦ καὶ ἐξαδέλφης αὐτοῦ· ᾧ γυνὴ συνῴκιστο Γρηγορία, θυγάτηρ τοῦ πατρικίου Νικήτα, ἐξ ἧς υἱὸς αὐτῷ Κώνστας ἐγένετο. ἦν δὲ ὁ Κωνσταντῖνος περὶ τὴν πίστιν ὀρθός, τὴν βασιλείαν πατρόθεν διαδεξάμενος, οὐ μέντοι καὶ τὸ κακόδοξον. διὸ λέγεται τῆς κατ' ἐκείνου ἐπιβουλῆς καὶ τὸν Πύρρον συμμετέχειν τὸν τῆς Κωνσταντινουπόλεως πρόεδρον.

[217]    Τούτου δ' οὕτω τὸν βίον καταλύσαντος Μαρτῖνα σὺν τῷ Ἡρακλωνᾷ τῷ παιδὶ τῆς βασιλείας ἀντέσχοντο, ἀλλὰ καὶ οὗτοι ταχέως τῆς ἀρχῆς ἐκπεπτώκασι. μισηθεῖσα γὰρ ἡ Μαρτῖνα παρὰ τῆς γερουσίας διὰ τὸν φόνον τοῦ Κωνσταντίνου κατασπᾶται μὲν τῶν βασιλείων, ἐπαναστάσης αὐτῇ τῆς συγκλήτου, ἐκτέμνεται δὲ τὴν γλῶσσαν αὐτή, τὴν ῥῖνα δὲ ὁ Ἡρακλωνᾶς ἔτι δεκέτης ὤν, καὶ ἀμφοῖν ὑπερορία καταψηφίζεται. καὶ ὁ Πύρρος τῆς ἐκκλησίας ἐκβάλλεται καὶ φυγὴν κατακρίνεται.

   Καὶ εἰς μὲν τὸν βασίλειον θρόνον Κώνστας ὁ ἔγγονος Ἡρακλείου, υἱὸς δὲ Κωνσταντίνου καθίζεται παρὰ τῆς συγκλήτου, εἰς δὲ τὸν ἀρχιερατικὸν Παῦλος ἀντικαθίσταται. καὶ οὗτος δὲ ὡμογνωμόνει τοῖς πρὸ αὐτοῦ, Σεργίῳ καὶ Πύρρῳ δηλαδή. ὁ γοῦν αὐτοκράτωρ Κώνστας τἄλλα μὲν οὐκ ἀχρεῖος γέγονε βασιλεύς, περὶ δὲ τὸ σέβας τῷ πάππῳ ὡμοίωτο. καὶ οὗτος γὰρ τὴν τῶν Μονοθελητῶν ἐδόξασεν αἵρεσιν. διὸ τόν τε σοφώτατον [218] ἄνδρα τὸν θειότατον Μάξιμον καὶ τοὺς αὐτοῦ φοιτητὰς καὶ ἄμφω ἐκόλασε καὶ Μαρτῖνον τὸν ἁγιώτατον πάπαν τῆς Ῥώμης ὑπερορίᾳ κατέκρινεν, ἐν ᾗ καὶ ἀπέθανεν. ὃς σὺν τῷ ἀοιδίμῳ πατρὶ Μαξίμῳ παραγενομένῳ ἐν Ῥώμῃ σύνοδον ἀθροίσας ἀρχιερέων ἀναθέματι τοὺς τὰ Μονοθελητῶν φρονοῦντας ὑπέβαλε· καὶ ἄλλους δὲ πολλοὺς τῶν ὀρθοδόξων ὁ Κώνστας ἐτιμωρήσατο μὴ θελήσαντας ὑποκύψαι τῷ αὐτοῦ μονοθελήτῳ θελήματι.

   Ἤδη δὲ τῶν Σαρακηνῶν μέγα δεδυνημένων καὶ πολλὰς τῶν Ῥωμαίων ὑποφόρους χώρας καὶ νήσους σφετερισαμένων, ὁ τούτων ἀρχηγὸς Μαυίας πολεμιστηρίους νῆας πλείστας πηξάμενος ἐπιθέσθαι διεμελέτα τῇ Ῥωμαίων ἡγεμονίᾳ. ὅπερ ὁ Κώνστας μαθὼν καὶ αὐτὸς στόλον ἑτοιμάσας εἰς τὸ τῆς Λυκίας κατῆρε νεώριον, ὀνομαζόμενον Φοίνικα· οὗ γενομένων καὶ τῶν Ἀγαρηνῶν ναυμαχία τῇ ἑξῆς γενήσεσθαι ἔμελλεν. ὁρᾷ οὖν ὁ βασιλεὺς κατὰ τὴν νύκτα ἐκείνην ἐνύπνιον ὅτι ἐν Θεσσαλονίκῃ ἦν. ὃ τῶν λογίων τινὶ κοινωσάμενος ἤκουσεν ἥττης εἶναι τὸ ὄναρ [219] δηλωτικόν, "ἄλλῳ θὲς τὴν νίκην" δηλοῦν· ὃ καὶ γέγονε. ναυμαχίας γὰρ γενομένης ὑπερέσχον οἱ ἀντιπόλεμοι, καὶ τοσοῦτος γέγονε φόνος Ῥωμαίων ὡς ἐκ τοῦ αἵματος πορφυρωθῆναι τὴν θάλασσαν. ὁ δὲ βασιλεὺς ἐσθῆτα φαύλην ἐνδὺς καὶ εἰς πλοῖον ἐμβεβηκὼς τὸ παρατυχὸν μετά τινων ὀλίγων διέδρα καὶ εἰς τὸ Βυζάντιον διασέσωστο. οἱ Ἀγαρηνοὶ δὲ μηδενὸς ἔτι αὐτοῖς ἐναντιουμένου ὁμόσε κατὰ πάντων ἐχώρουν. τότε καὶ τὴν νῆσον Ῥόδον ὑφ' ἑαυτοὺς ποιησάμενοι τὸν ἐν αὐτῇ περίπυστον κολοσσὸν καθῃρήκασιν, οὗ τὸν χαλκὸν Ἰουδαῖος πριάμενος ἔμπορος ἐννακοσίαις καμήλοις λέγεται τοῦτον μετενεγκεῖν. ἀλλ' ἐπί τινα καιρὸν ἡ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων θρασύτης ἀνεστάλη ποσῶς· γεγόνασι γὰρ κατ' ἀλλήλων διαφερόμενοι περὶ ἀρχηγοῦ. οἱ μὲν γὰρ τὸν Μαυίαν ᾑροῦντο, οἱ δὲ τὸν Ἀλήμ, γαμβρὸν τοῦ Μουχούμετ γενόμενον. εἶτα καὶ σπονδὰς ἔθεντο ἐπὶ δύο ἐνιαυτοὺς πρὸς Ῥωμαίους, καταδεξαμένους φόρους τελεῖν. γέγονε δὲ αὐταρχοῦντος τοῦ Κώνστα κλόνος τῆς γῆς καὶ πολλαὶ χῶραι τῆς Ῥωμαίων ἡγεμονίας κακῶς ἔπαθον καὶ πνεῦμα βίαιον ἔπνευσεν ἄλλοτε καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέβαλε.

[220]    Τοῦ πατριάρχου δὲ Παύλου δώδεκα ἐνιαυτοὺς ἀνοσίως προστάντος τῆς ἐκκλησίας, εἶτα θανόντος, εἰσάγεται πάλιν ὁ Πύρρος εἰς τὴν ποιμαντικὴν τοῦ λαοῦ Κωνσταντινουπόλεως, τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ Κώνσταντος. οὗτος γὰρ ὁ Πύρρος ἐξωσθείς, ὡς εἴρηται, τῆς ἐκκλησίας εἰς Ῥώμην ἀφίκετο καὶ ἐλεγχθεὶς παρὰ τοῦ ἁγίου Μαξίμου κακῶς δοξάζων ὑπεκρίθη μετατεθῆναι τῆς δόξης τῶν Μονοθελητῶν, καὶ ἀπαιτηθεὶς παρὰ τοῦ τότε πάπα λίβελλον περὶ πίστεως δέδωκε καὶ ἐδέχθη. εἶτα τῆς Ῥώμης ὑποχωρήσας καὶ εἰς Ῥάβενναν ἀπελθὼν ἐγνώσθη τῆς αἱρέσεως μὴ ἐκστάς. ὅθεν ὁ πάπας τοῦτο μαθὼν καὶ τοὺς ὑπ' αὐτὸν ἐπισκόπους ἀθροίσας καθαίρεσιν αὐτοῦ τελείαν κατεψηφίσατο. οὗτος οὖν τὸ δεύτερον μῆνας τέσσαρας τὸν θρόνον τῆς Κωνσταντίνου κατεσχηκὼς τέθνηκε· καὶ προεχειρίσθη πατριάρχης Πέτρος, ὁμόδοξος καὶ οὗτος τοῖϚ πρὸ αὐτοῦ, καὶ ἐπὶ δώδεκα τῆς ἐκκλησίας ἄρξας ἐνιαυτοὺς θνήσκει. μεθ' ὃν προέστη τῶν ὀρθοδόξων Θωμᾶς, τῆς ὀρθῆς ἐχόμενος δόξης, ὃς μετὰ δύο ἔτη καὶ μῆνας ἑπτὰ τὸν βίον μετηλλαχὼς Ἰωάννην ἔσχε διάδοχον.

   Οὗτος ὁ βασιλεὺς Κώνστας τὸν ἴδιον ἀνεῖλεν ὁμαίμονα Θεοδόσιον καὶ ἐμισήθη ὑπὸ τῶν τῆς πόλεως διά τε τοῦτο καὶ [221] διὰ τὰ εἰς τὸν πάπαν Μαρτῖνον καὶ τὸν μέγαν γενόμενα Μάξιμον. ἀπῆρεν οὖν τοῦ Βυζαντίου καὶ εἰς Σικελίαν κατῆρε, διάγων περὶ Συράκουσαν, βουλόμενος καὶ τὴν βασιλείαν εἰς τὴν πρεσβυτέραν Ῥώμην μετενεγκεῖν. ἔλεγε γὰρ δεῖν μᾶλλον τὰς μητέρας ἢ τὰς θυγατέρας τιμᾶν. διὸ καὶ τὴν βασίλισσαν καὶ τοὺς υἱοὺς αὐτοῦ (τρεῖς δ' ἦσαν, Κωνσταντῖνος, Ἡράκλειος καὶ Τιβέριος) μετεκαλεῖτο πρὸς ἑαυτόν. ἀλλὰ τοῦτο μέν τινες τῶν ᾠκειωμένων αὐτῷ διεκώλυσαν. ἄλλοι δέ φασι τὸ πλῆθος τῆς πόλεως μὴ παραχωρῆσαι αὐτοῖς τῆς πρὸς ἐκεῖνον ἀφίξεως. ὁ δέ γε Κώνστας ἓξ ἐν Σικελίᾳ διαγαγὼν ἔτη, ἐκεῖθεν οὐκ ἐπανῆλθεν· ἐπιβουλευθεὶς γὰρ παρὰ τῶν περὶ αὐτὸν λουόμενος ἐπλήγη καιρίως τὴν κεφαλὴν μετὰ τοῦ ἀντλήματος, ᾧ αὐτοῦ κατεχεῖτο τὸ ζέον ὕδωρ, καὶ ἀπέθανεν, ἄρξας Ῥωμαίων ἐνιαυτοὺς ἑπτά τε καὶ εἴκοσι.

   Τούτου δὲ θανόντος τὸ μετ' αὐτοῦ στρατιωτικὸν εὐθὺς Ἀρμένιόν τινα, Μιζίζιον ὄνομα, ἀγαλματίαν ὄντα καὶ ὡραιότατον, βασιλέα προεχειρίσαντο. ὅπερ ἀκούσας ὁ τῶν Κώνσταντος [222] υἱέων πρεσβύτερος ὁ Πωγωνάτος κληθείς, ὃς καὶ τῷ τῆς βασιλείας κεκόσμητο διαδήματι, στεφθεὶς παρὰ τοῦ πατρός, μετὰ στόλου μεγάλου τὴν Σικελίαν κατέλαβε καὶ τόν τε Μιζίζιον χειρωσάμενος ἀνεῖλε καὶ τοὺς τὸν φόνον κατεργασαμένους αὐτῷ τοῦ πατρὸς καὶ πρὸς τοῖς ἄλλοις καὶ τὸν πατρίκιον Ἰουστινιανὸν τὸν πατέρα Γερμανοῦ τοῦ πατριάρχου· αὐτὸν δὲ τὸν Γερμανὸν ἐκτομίαν ἐποίησεν, ἤδη παρηβηκότα καὶ ὑπερβεβηκότα τὴν ἡλικίαν, καθ' ἣν εὐνουχίζεσθαι δεδοκίμασται. λειοπώγων δ' ὢν ὅτ' ἀπεδήμησεν οὗτος ὁ βασιλεύς, ἐκδικήσων τὸν φόνον τὸν τοῦ πατρός, καθειμένον ἔχων ἐπανῆγε τὸν πώγωνα· διὸ ἐξ ἐκείνου Πωγωνάτος παρὰ τῶν πολιτῶν ἐπεκέκλητο.

   Οἱ δὲ τοῦ θέματος τῶν ἀνατολικῶν εἰς Χρυσόπολιν ἀφικόμενοι ἐβόων δεῖν καὶ τοὺς λοιποὺς δύο συγγόνους τοῦ Κωνσταντίνου στεφθῆναι, λέγοντες ὅτι "ὥσπερ εἰς τριάδα πιστεύομεν, οὕτως καὶ παρὰ τῶν τριῶν ἡμᾶς χρεὼν βασιλεύεσθαι." ὁ γοῦν Κωνσταντῖνος στείλας πρὸς αὐτοὺς πληροῦν τὴν αἴτησιν αὐτῶν ἐπηγγέλλετο καὶ τοὺς τοῦ λαοῦ προεξάρχοντας μετεκαλεῖτο, ἵν' αὐτῶν ἐνώπιον ἡ τῶν αὐτοῦ ἀδελφῶν ἀνάρρησις γένηται. ἐλθόντας δ' εἰς τὸ Βυζάντιον ἀνεῖλεν ὡς στασιώδεις αὐτούς· ὃ [223] γνόντες οἱ ἄλλοι μεστοὶ δέους ὑπενόστησαν εἰς τὰ ἑαυτῶν. καὶ ἀμφοῖν δὲ τῶν ἀδελφῶν αὐτοῦ τὰς ῥῖνας ἀπέτεμεν.

   Οἱ δὲ τῆς Ἄγαρ ἀπόγονοι οὐ διέλιπον τὴν ὑπὸ Ῥωμαίους ἅπασαν καὶ πεζῇ καὶ πλοϊζόμενοι δῃοῦντες καὶ ληιζόμενοι. εἶτα στόλῳ βαρεῖ καὶ κατ' αὐτῆς ἐπῆλθον τῆς βασιλίδος τῶν πόλεων καὶ ναύσταθμον τοῦ σφετέρου στόλου πεποίηντο ἀπὸ τοῦ πρὸς δύσιν ἀκρωτηρίου τοῦ κατὰ τὸ Ἕβδομον μέχρι τοῦ Κυκλοβίου. στόλῳ δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἀνθοπλισάμενος καθ' ἑκάστην αὐτοῖς ἀντετάσσετο, καὶ ναυμαχίαι ἐγίνοντο ἐξ ὥρας ἐαρινῆς μέχρι δὴ φθινοπωρινῆς. ὡς δ' οὐδὲν οἱ βάρβαροι ἤνυον, ἀπάραντες τὴν Κύζικον κατειλήφασι καὶ ταύτην ἑλόντες ἐν αὐτῇ τὸν χειμῶνα διήγαγον. ἅμα δ' ἔαρι αὖθις τὴν Κωνσταντίνου κατέλαβον, καὶ αὖθις ναυμαχίαι συχναί. τριβομένου δὲ τοῦ καιροῦ, ἐπεὶ κατέλαβε τὸ μετόπωρον, τῇ Κυζίκῳ καὶ πάλιν τὸν οἰκεῖον στόλον οἱ τῆς Ἄγαρ ἐνώρμισαν· καὶ τοῦτο οὕτως εἰς ἕβδομον ἐποίουν ἐνιαυτόν. ἀπογνόντες οὖν, μᾶλλον μέντοι [224] καὶ πλῆθος ἀποβαλόντες πολύ, καὶ τῶν νηῶν ζημιωθέντες τὰς πλείονας (τότε γὰρ καὶ τὸ ὑγρὸν ἐπινενόητο πῦρ, Καλλινίκου τινὸς ἀρχιτέκτονος ἀπὸ Συρίας ἐλθόντος καὶ τοῦτο σκευάσαντος), μετ' αἰσχύνης καὶ λύπης πολλῆς ἀνθυπέστρεφον. ἤδη δὲ τοῦ περιλειφθέντος βαρβαρικοῦ στόλου γενομένου κατὰ τὸ Σύλαιον, καταιγὶς πνευμάτων σκληρὰ τούτῳ προσπεσοῦσα τὸν μὲν κατέδυσε, τὸν δὲ συνέτριψεν, ἀκταῖς προσαράξασα. ἐπιθεμένου δὲ αὐτῷ καὶ τοῦ τῶν Κιβυρραιωτῶν στρατηγοῦ, ἅπας διώλετο. κατὰ γῆν δ' αὖθις ἑτέρα στρατιὰ τῶν Ἀράβων Ῥωμαϊκῷ προσβαλοῦσα στρατεύματι ἥττητο, ὥστε πεσεῖν, ὡς λέγεται, τριάκοντα χιλιάδων οὐ μείονας. ἐντεῦθεν οἱ Σαρακηνοὶ γνόντες ὡς οὐδὲν σφίσι τῶν ἐν ἐλπίσιν ἀνύσιμον, μᾶλλον μέντοι καὶ δείσαντες μὴ αὐτοῖς οἱ Ῥωμαῖοι ἐπέλθωσι, σπείσασθαι ἐβουλεύθησαν, καὶ στέλλει πρέσβεις ὁ Μαυίας πρὸς βασιλέα, εἰρήνην αἰτούμενος. καὶ ὁ βασιλεὺς πρὸς ταύτην κατένευσε καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Πιτζιγαύδην καλούμενον ἔπεμψεν, ὡς συνετὸν ἄνδρα [225] καὶ γλῶτταν περὶ τὸ λέγειν ἔχοντα εὔστροφον, τὰς τῶν σπονδῶν συνθήκας πληρώσοντα. ὃς ἀπελθὼν πρὸς τοὺς Ἄραβας δεχθείς τε φιλοτιμότατα, τὰ τῆς εἰρήνης ἔθετο σύμφωνα καὶ δι' ἐγγράφων αὐτὴν ἐπὶ τριάκοντα ἐνιαυτοὺς ἐβεβαίωσε, τῶν Ἀράβων καταθεμένων διδόναι τῇ βασιλείᾳ Ῥωμαίων δασμὸν ἐνιαύσιον χρυσίου χιλιάδας τρεῖς καὶ δούλους ὀκτὼ καὶ ἵππους τῶν παρ' αὐτοῖς δοκίμων τοσούτους. οἱ μὲν οὖν τῆς Ἄγαρ οὕτω τῆς εἰρήνης ἔτυχον. οἱ δὲ κατὰ τὴν ἑσπέραν τῶν Ῥωμαίων πολέμιοι ταῦτα μαθόντες, κἀκεῖνοι καταλῦσαι τοὺς πολέμους σπουδὴν ἔθεντο καὶ πρέσβεις πρὸς τὸν βασιλέα μετὰ δώρων ἐστάλκασι, καὶ πρὸς αὐτοὺς ἡ εἰρήνη κεκύρωτο.

   Καὶ ἠρεμία πολέμων ἐγένετο καὶ κατὰ τὴν ἑῴαν λῆξιν καὶ τὴν ἑσπέριον.    Θανόντος δὲ τοῦ πατριάρχου Ἰωάννου προκεχείριστο Κωνσταντῖνος καὶ μετὰ δύο ἔτη ἐξέλιπε· καὶ ἀνάγεται εἰς τὸν ἀρχιερατικὸν τοῦτον θρόνον Θεόδωρος. ὃς μετὰ δύο ἐνιαυτοὺς ἐκβληθεὶς διάδοχον ἔσχε Γεώργιον.

   Ὀρθόδοξος δὲ ὢν ὁ Κωνσταντῖνος ἐσπούδασεν ἑνῶσαι [226] τὰς ἐκκλησίας διεσχισμένας διὰ τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπὸ τῶν χρόνων τῆς βασιλείας Ἡρακλείου τοῦ προπάππου αὐτοῦ. διὸ καὶ σύνοδον οἰκουμενικὴν ἀθροισθῆναι κελεύει ἐν Κωνσταντινουπόλει, ἧς ἡγοῦντο τοῦ πάπα Ῥώμης Ἀγάθωνος τοποτηρηταί, Γεώργιος δὲ Κωνσταντινουπόλεως καὶ Θεοφάνης Ἀντιοχείας. Ἀλεξανδρείας γὰρ οὐκ ἦν πατριάρχης οὐδ' Ἱεροσολύμων, ὅτι ὑπὸ τοὺς Σαρακηνοὺς αἱ πόλεις αὗται ἐτύγχανον. ἕκτη δὲ οὖσα ἡ σύνοδος αὕτη ἐκύρωσε δύο θελήσεις καὶ δύο ἐνεργείας ἐπὶ τοῦ σωτῆρος Χριστοῦ καὶ λέγεσθαι καὶ πιστεύεσθαι, παρουσιάζοντος καὶ τοῦ αὐτοκράτορος, ἀναθεματισθέντων τῶν τὴν μίαν φρονούντων θέλησιν καὶ ἐνέργειαν Θεοδώρου τοῦ τῆς Φαρὰν ἐπισκόπου, Ὀνωρίου Ῥώμης, Κύρου Ἀλεξανδρείας, Σεργίου, Πύρρου, Παύλου καὶ Πέτρου Κωνσταντινουπόλεως, Μακαρίου Ἀντιοχείας καὶ Στεφάνου τοῦ φοιτητοῦ αὐτοῦ καὶ ‹Πολυχρονίου› τοῦ χρονίου τὴν κακίαν καὶ νηπιόφρονος γέροντος.

   Τὸ δὲ τῶν Βουλγάρων ἔθνος εἰς τὰς Ῥωμαϊκὰς χώρας τὰϚ πέραν τοῦ Ἴστρου γενόμενον ταύταις ἀκρατῶς ἐλυμαίνετο. [227] ἐκστρατεύει τοίνυν κατ' αὐτῶν ὁ βασιλεὺς Κωνσταντῖνος κατὰ γῆν τε καὶ θάλασσαν, στόλον πολὺν ἐκ τῆς θαλάσσης εἰσαγαγὼν εἰς τὸν Δάνουβιν. οἱ δὲ βάρβαροι τὴν τῶν Ῥωμαίων ἰδόντες παρασκευὴν ἐδειλίασαν καὶ εἰς ὀχύρωμά τι ποταμοῖς στεφανούμενον καὶ τενάγεσι κατακλείσαντες ἑαυτοὺς ἠρέμουν· ἀλλ' οὐδ' ἡ Ῥωμαϊκὴ στρατιὰ τούτοις προσέβαλεν. ἐφ' ἡμέραις οὖν τισιν οὕτω διατιθεμένων τῶν ἐναντίων ἀμφοῖν, μαλακίαν οἱ βάρβαροι τῶν Ῥωμαίων κατέγνων. ἐπισυμβέβηκε δὲ καί τι ὃ θάρσος ἐκείνοις ἐνῆκε τῆς προτέρας δειλίας ἀντίθετον. ὁ γὰρ βασιλεὺς ἐκ ποδαλγίας νοσήσας καὶ δριμυτέραις ἀλγηδόσι βαλλόμενος, λουτροῖς χρησόμενος σὺν πέντε δρόμωσι μετὰ τῆς θεραπείας εἰς Μεσημβρίαν (χώρα δ' ὑπὸ Ῥωμαίους τελοῦσα αὕτη ἐστί) τὸν ἔκπλουν πεποίητο, τὴν στρατιὰν καὶ τοὺς στρατάρχας ἐκεῖσε καταλιπὼν καὶ ἐπισκήψας πρὸς τοὺς βαρβάρους ἀκροβολίζεσθαι, ἵν' οὕτως αὐτοὺς εἰς πόλεμον ἐπισπάσωνται. φήμης δὲ γενομένης εἰς τὸ στρατόπεδον φόβῳ τῶν πολεμίων διαδιδράσκειν τὸν αὐτοκράτορα, αἰσχρῶς ἅπαντες μηδενὸς διώκοντος ἔφευγον. τοῦτο τοῖς Βουλγάροις ἀπροσδοκήτως γενόμενον μένος ἐνέπνευσε καὶ παρέθηξεν εἰς ἀλκήν, καὶ ὀπίσω διώκοντες πολλοὺς μὲν [228] ἀνῄρουν, οὐ μείους δ' ἐζώγρησαν καὶ τὸν Ἴστρον περαιωθέντες ἐν τῇ Ῥωμαίων ἐπήξαντο τὰς σκηνάς· καὶ οὐ διέλιπον ἐξ ἐκείνου τὴν ὑπὸ Ῥωμαίους ἅπασαν ληιζόμενοι. ὅθεν βιασθεὶς ὁ κρατῶν σπονδὰς ἔθετο πρὸς αὐτοὺς ἐπὶ συνθήκαις τοῦ δασμὸν αὐτοῖς καταβάλλειν ἐτήσιον, εἰς αἰσχύνην τῆς τῶν Ῥωμαίων ἀρχῆς. καὶ ἦν οὕτως πάντοθεν εἰρηνεύοντα τοῖς Ῥωμαίοις τὰ πράγματα ἕως τῆς τελευτῆς τοῦδε τοῦ αὐτοκράτορος. ἐτελεύτησε δὲ ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἰουστινιανῷ, βασιλεύσας ἐνιαυτοὺς ἑπτακαίδεκα.

   Ἦν δὲ Ἰουστινιανός, ὅτε τῆς ἀρχῆς ἐπέβη, μειρακίσκος ἓξ ἐπὶ δέκα ἐνιαυτοῖς. αὐτοβούλως οὖν τῇ διοικήσει κεχρημένος τῆς βασιλείας πολλοῖς τὴν Ῥωμαίων ἡγεμονίαν κακοῖς περιέβαλεν. οἱ γὰρ Μαρδαῗται τὰς τοῦ Λιβάνου καταλαβόντες περιωπὰς τοῦ Πωγωνάτου κρατοῦντος φοβεροὶ τοῖς Ἄραψιν ἦσαν· διὸ καὶ σπονδὰς ἐκεῖνοι πρὸς Ῥωμαίους ᾐτήσαντο καὶ τούτων, ὡς εἴρηται, τετυχήκασι. τούτου δὲ τοῦ αὐτοκράτορος ἄρτι τῶν σκήπτρων ἐπειλημμένου, ὁ τότε τῶν Ἀράβων ἡγεμονεύων Ἀβιμέλεχ [229] (ὁ γὰρ Μαυίας ἔφθη θανών) πέμψας προσκυρωθῆναι τὴν εἰρήνην ἐζήτησεν, ἀξιῶν τοὺς Μαρδαΐτας μεταστῆναι ἐκ τοῦ Λιβάνου καὶ ὑπισχνούμενος τούτου γενομένου διδόναι Ῥωμαίοις ἡμερήσιον φόρον χρυσοῦ νομίσματα χίλια καὶ δοῦλον καὶ ἵππον τῶν παρ' αὐτοῖς ἐκκρίτων. ἐπὶ τούτοις οὖν ἀνανεωθεισῶν τῶν σπονδῶν, καὶ τῶν Μαρδαϊτῶν εἰς δώδεκα χιλιάδας ἀνδρῶν μαχίμων ἀριθμουμένων μεταστάντων ἐκ τοῦ Λιβάνου, τὸ τῶν Ἀράβων ἔθνος τοῦ ἐξ ἐκείνων δέους ἀπαλλαγὲν πολλῶν τὴν Ῥωμαίων ἡγεμονίαν ἐνέπλησε συμφορῶν.

   Στείλας δὲ τὸν στρατηγὸν Λεόντιον ὁ Ἰουστινιανὸς ὑπέταξε δι' αὐτοῦ τὴν Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν καὶ χώρας ἑτέρας. οὗτος ὁ βασιλεὺς ἔλυσε καὶ τὰς πρὸς τοὺς Βουλγάρους σπονδάς, μὴ ἀνεχόμενος δασμοὺς παρέχειν αὐτοῖς. ἐκστρατεύσας δὲ κατὰ τὰ ἑσπέρια πολλὰ τῶν Σθλαβικῶν ἐθνῶν ὑπηγάγετο, τὰ μὲν ἑκόντα, ἔνια δὲ πολέμου νόμῳ· ἐξ ὧν καὶ νέον συνεστήσατο σύνταγμα. κατ' ἐκλογὴν γὰρ εἰληφὼς ἐκ τούτων ἄνδρας γενναίους τε καὶ νεάζοντας εἰς χιλιάδας τριάκοντα, λαὸν [230] αὐτοὺς ἐκάλεσε περιούσιον. οἷς γεγηθώς τε καὶ πεποιθὼς καὶ τὰς πρὸς τοὺς Ἄραβας συνθήκας παρέλυσεν, αἰτίαν ἐσχηκὼς ὅτι σταλὲν τὸ τοῦ ἐτησίου φόρου χάραγμα οὐ Ῥωμαϊκὸν εἶχε σφράγισμα, ἀλλὰ νέον Ἀράβιον. οὐδὲ γὰρ ἐξῆν ἐν χρυσῷ νομίσματι χαρακτῆρα ἕτερον ἐντυποῦσθαι ἢ τὸν τοῦ βασιλέως Ῥωμαίων. ἐστράτευσεν οὖν κατ' αὐτῶν οὐ τοσοῦτον ταῖς Ῥωμαϊκαῖς συντάξεσι τεθαρρηκὼς ὅσον τῷ νέω τούτῳ καὶ περιουσίῳ λαῷ. τῶν δὲ Ἀράβων τὰς σπονδὰς αἰτουμένων μὴ ἀθετῆσαι μηδὲ τὰς ἐγγράφους παραβῆναι συνθήκας καὶ τὸν θεὸν ἐπιμαρτυρομένων, ὃς μέσος παραληφθεὶς αὐτὰς ἐμπεπέδωκε, καὶ ἐκδικητὴν καλούντων αὐτὸν κατὰ τῶν τῆς μάχης αἰτίων, ὁ βασιλεὺς τὰ ὦτα πρὸς ταῦτα βύσας πρὸς μάχην ἡτοίμαστο. οἱ γοῦν Ἄραβες δόρατι τὸ τῶν σπονδῶν προσδήσαντες ἔγγραφον καὶ ὥσπερ σημαίαν ἄραντες τοῦτο τοῦ σφῶν στρατεύματος προερχόμενον, συρρήγνυνται τοῖς Ῥωμαίοις· καὶ αὐτίκα ἐκ τοῦ περιουσίου λαοῦ αἱ εἴκοσι χιλιάδες πρὸς τοὺς Ἄραβας ηὐτομόλησαν, ὃ τοῖς Ῥωμαίοις δειλίας γέγονεν αἴτιον, τοῖς δ' ἐναντίοις ἐνῆκε θάρσος. καὶ ἥττηντο μὲν οἱ Ῥωμαῖοι, ἡ νίκη δ' ἐπεμειδία τοῖς Ἄραψιν· οἳ τοῖς φεύγουσιν ἐφεπόμενοι ἀνῄρουν οὓς κατελάμβανον, ὡς καὶ ἀριθμοῦ κρείττους σχεδὸν ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων πεσεῖν. αἰσχρῶς δὲ διαφυγὼν ὁ βασιλεὺς [231] μετ' ὀλίγων τὸν ὄλεθρον, ἐπεὶ κατὰ τὸν Λευκάτην ἐγένετο, τοὺς περιλειφθέντας ἐκ τοῦ περιουσίου λαοῦ τῶν Σθλαβικῶν ἀναιρεθῆναι πάντας προσέταξε· καὶ πάντες ἐκεῖ ξίφεσι συγκοπέντες ἐρρίφησαν εἰς τὴν θάλατταν. καὶ ὁ μὲν εἰς τὸ Βυζάντιον παραγεγονὼς οἰκοδομαῖς προσησχόλητο. οὗτος γὰρ τὸν μέγιστον τῶν πρὸς ἀνίσχοντα ἥλιον βασιλείων ᾠκοδόμησε τρίκλινον, ὃς καὶ τῇ αὐτοῦ καλεῖται κλήσει μέχρι τοῦ νῦν λεγόμενος Ἰουστινιάνειος. οἱ δὲ τῆς Ἄγαρ ἀδεῶς ἐξ ἐκείνου ταῖς τῶν Ῥωμαίων χώραις ἐπέβαινον· καὶ ὁ τῆς Ἀρμενίας ἐπιστατῶν Σαββάτιος ὁ πατρίκιος τὴν ἧτταν τοῦ βασιλέως μαθὼν τοῖς Ἄραψι προσεχώρησε καὶ τὴν Ἀρμενίαν αὐτοῖς παραδέδωκε. καὶ οὐκ ἐπαύοντο ἅπασαν τὴν ἑῴαν δῃοῦντες καὶ τοὺς χριστωνύμους αἰχμαλωτίζοντες.

   Ἦν δὲ τῷ βασιλεῖ τούτῳ ἐκτομίας Στέφανος, τὸ μὲν γένος ἐκ βαρβάρων ἕλκων, ἀπηνὴς δὲ καὶ ὑπὲρ βαρβάρους καὶ λίαν ὠμότατος. οὗτος παρ' αὐτῷ πλεῖστα δεδυνημένος καὶ σακελλάριος προεβλήθη· καὶ βαρὺς ἦν ἅπασιν οὐκ ἐν εἰσπράξεσι [232] μόνον, ἀλλὰ μέντοι καὶ ἐν κολάσεσι, καὶ οὐ τοὺς τυχόντας μόνον ἐκόλαζεν, ἀλλὰ καὶ τῶν ὑπερλίαν ἥπτετο, ὡς καὶ αὐτὴν τυπτῆσαί ποτε τὴν μητέρα τοῦ βασιλεύοντος. καί τινα δὲ μοναχὸν Θεοδόσιον, ἔγκλειστον πρὶν ὄντα, γενικὸν ὁ βασιλεὺς προεβάλετο, καὶ ἦν οὐδ' οὗτος ἥττων εἰς κακίαν τοῦ ἐκτομίου Στεφάνου. πολλῶν οὖν παρ' αὐτῶν δεινῶν ἐπενηνεγμένων τῷ πολιτεύματι, μισητὸς ἅπασιν ὁ Ἰουστινιανὸς ἔδοξε. τὸν γοῦν στρατηγὸν Λεόντιον ἐξ ὑπονοίαϚ τοῦ τῆς βασιλείας ἐφίεσθαι καθείρξας ἐπὶ δύο ἐνιαυτούς, ὕστερον ἐκβαλὼν στρατηγὸν Ἑλλάδος ἐποίησεν. ὁ δὲ Παύλῳ τινὶ μοναχῷ ἀστρολογίαν μετιόντι καὶ τὴν βασιλείαν χρησμοδοτοῦντι αὐτῷ φησιν ὡς "ἐγὼ ἤδη ἄπειμι πρὸς Ἑλλάδα· οἶδα δὲ ὅτι ὁ βασιλεὺς στελεῖ τοὺς ἀναιρήσοντάς με ὀπίσω μου. ἃ δὲ σύ μοι προύλεγες, οἴχονται." ὁ δὲ "μὴ δειλανδρήσῃς" ἔφη, "ἀλλ' ἐπιχείρησον τῇ πράξει, καὶ οὐκ ἀστοχήσεις τοῦ ἐφετοῦ." παραλαβὼν οὖν ὁ Λεόντιος τοὺς οἷς ἐθάρρει καὶ τὰς δημοσίας διαρρήξας εἱρκτὰς τοὺς καθειργμένους ἐξήγαγεν, εἰς πλῆθος περιισταμένους πολύ, οἳ καὶ εἰς τὸ μέγα παρελθόντες τέμενος τοῦ θεοῦ, πολλῶν καὶ ἄλλων συνεισρυέντων, [233] ὕβριζον μὲν τὸν Ἰουστινιανόν, εὐφήμουν δὲ τὸν Λεόντιον, συνεργοῦντος καὶ Καλλινίκου τοῦ πατριάρχου. ἐκεῖθεν δ' εἰς τὸ ἱππήλατον μεταχωρήσαντες θέατρον τὰ ὅμοια διεπράττοντο, καὶ τὸν Ἰουστινιανὸν τῶν ἀνακτόρων ἐξαγαγόντες κατὰ τὴν Σφενδόνην ἐρρινοτόμησαν καὶ εἰς Χερσῶνα ἔθεντο ὑπερόριον, ἐνιαυτοὺς ἑξκαίδεκα τῆς βασιλείας κρατήσαντα. τὸν δ' ἐκτομίαν Στέφανον, τὸν σακελλάριον δηλαδή, καὶ τὸν μοναχὸν Θεοδόσιον τὸν γενικὸν συλλαβόμενοι καὶ σχοίνους ἐξάψαντες τῶν ποδῶν αὐτῶν, σύροντες διὰ τῆς ἀγορᾶς εἰς τὸν Βοῦν ἀπήγαγον καὶ κατέκαυσαν.

   Τούτων δὲ γενομένων ὁ Λεόντιος τῆς βασιλείας ἐκράτησεν, ἐφ' οὗ οἱ Ἄραβες τὰς Ῥωμαϊκὰς κατατρέχοντες χώρας πολλοὺς αἰχμαλώτους ἐλάμβανον, εἶτα καὶ τὴν Ἀφρικὴν ὑφ' ἑαυτοὺς ἐποιήσαντο. στέλλει τοίνυν τοῦτο μαθὼν ὁ βασιλεὺς Λεόντιος ἕνα τῶν πατρικίων Ἰωάννην, ἄνδρα δραστήριον, μετὰ τοῦ στόλου παντὸς τῇ Ῥωμαίων ἡγεμονίᾳ τὴν Ἀφρικὴν ἀνασώσασθαι· ὃς καὶ πολέμῳ τοὺς ἐκεῖ τρεψάμενος Ἄραβας τὴν Ἀφρικὴν αὐτῶν ἠλευθέρωσε κἀκεῖ παρεχείμασε, γράψας τὰ πεπραγμένα τῷ βασιλεῖ καὶ τὸ ποιητέον ἀναμένων ἐπιταγῆναι αὐτῷ. ὁ δὲ τῶν [234] Ἀγαρηνῶν πρωτοσύμβουλος (οὕτω γὰρ ἐκάλουν τοὺς σφῶν προεξάρχοντας) τὰ κατὰ τὴν Ἀφρικὴν συμβεβηκότα μαθὼν καὶ ἐν δεινῷ τὴν ἐκ ταύτης ποιούμενος ἔκπτωσιν, στόλον ἑτοιμάζει βαρύτατον καὶ στέλλει αὖθις τὴν Ἀφρικὴν ἀνακαλεσόμενος. πρὸς ὃν ὁ ῥηθεὶς πατρίκιος Ἰωάννης ναυμαχῆσαι μὴ ἐξαρκῶν τοῦ λιμένος ἐξέστη καὶ ἐπανήρχετο πρὸς τὸν βασιλέα, αἰτήσων πλείονα δύναμιν. γενομένου δὲ κατὰ τὴν Κρήτην τοῦ Ῥωμαϊκοῦ στόλου, οἱ τοῦ λαοῦ προϊστάμενοι, πῇ μὲν δι' αἰσχύνης ποιούμενοι τὸ ὑποχωρῆσαι τῆς Ἀφρικῆς τοῖς πολεμίοις ταύτης παραχωρήσαντες, πῇ δὲ καὶ δεδοικότες τὴν τοῦ βασιλέως ὀργήν, πείθουσι τὸ ναυτικὸν εἰς ἀποστασίαν ἐκκλῖναι καὶ δυσφημῆσαι τὸν Λεόντιον, εὐφημῆσαι δὲ βασιλικῶς τὸν Ἀψίμαρον τῶν Κιβυρραιωτῶν ὄντα δρουγγάριον, ὃν αὐτίκα καὶ Τιβέριον μετωνόμασαν. οὗτος οὖν ἅμα τῷ στόλῳ καταλαβὼν τὸ Βυζάντιον ἐν Συκαῖς τὰ σκάφη προσώρμισεν. ὁ δέ γε Λεόντιος τὴν τῆς πόλεως φυλακὴν διὰ φροντίδος πεποίητο. ἀλλά τινες τῶν ἐπαρχεωτῶν ἀρχόντων τὸ κατὰ Βλαχέρνας τεῖχος φυλάσσειν λαχόντες, ἐκεῖθεν εἰσήγαγον τὸν Ἀψίμαρον, καὶ ταῦτα μεθ' ὅρκων φρικτῶν τὰς κλεῖς ἐμπιστευθέντες τῶν τοῦ τείχους ἐκείνου πυλῶν. εἰσελθόντες οὖν οὕτως οἱ τοῦ στόλου τὰς οἰκίας τῶν πολιτῶν [235] ἐληίσαντο. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντιον ἀφείλετο τῆς ῥινὸς καὶ ὑπὸ φυλακὴν ἐποιήσατο, βασιλεύσαντα ἔτη τρία, τοὺς δὲ αὐτῷ συναιρομένους ἐκ τῶν ἀρχόντων τυπτήσας καὶ τῶν ὑπαρχόντων στερήσας ὑπερορίους ἐποίησε.

   Καὶ ὁ μὲν Ἀψίμαρος ἢ Τιβέριος οὕτω τῆς βασιλείας ἐκράτησεν, αὐτίκα δὲ τὸν ἴδιον ἀδελφὸν Ἡράκλειον πάντων τῶν ἱππικῶν καὶ πεζῶν στρατευμάτων στρατηγὸν μονώτατον προβαλόμενος στέλλει πρὸς ἕω τοῖς Ἀγαρηνοῖς ἀντιτάττεσθαι. κατέδραμον οὖν τὴν Συρίαν Ῥωμαῖοι καὶ μέχρι Σαμοσάτων ἀφίκοντο, τὰ πέριξ ἅπαντα προνομεύσαντες, καὶ πολλοὺς σφόδρα τῶν Ἀγαρηνῶν διεχρήσαντο, καὶ δορυαλώτουϚ ἑλόντες πλείστους καὶ λείαν ἄλλην ἀμύθητον φόβον μέγαν τοῖς Ἄραψιν ἐνεποίησαν. Βαάνης δέ, ᾧ Ἑπταδαίμων ἐπίκλησις, τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψι προύδωκεν. εἶτα οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Ἀγαρηνῶν στασιάσαντες ἐκείνους μὲν ἔκτειναν, πρὸς δὲ τὸν Ἀψίμαρον διεπέμψαντο καὶ Ῥωμαίους αὖθις εἰς τὴν [236] χώραν ἐδέξαντο. ἀλλ' ὁ Μοάμεδ κατ' αὐτῶν ἐπελθὼν ὑπὸ τοὺς Ἀγαρηνοὺς καὶ πάλιν τὴν Ἀρμενίαν πεποίηκε καὶ τοὺς τῶν Ἀρμενίων προέχοντας ζῶντας κατέκαυσε. τότε καὶ κατὰ τῆς Κιλικίας Ἀγαρηνοὶ ἐπεστράτευσαν, οἷς συμβαλὼν ὁ τοῦ βασιλέως ὁμαίμων Ἡράκλειος τοὺς μὲν πλείονας μαχαίρας ἔργον εἰργάσατο, τοὺς δὲ λοιποὺς ζωγρήσας δεσμίους τῷ κρατοῦντι ἐξέπεμψε. Φιλιππικὸν δὲ τὸν υἱὸν τοῦ πατρικίου Νικηφόρου βασιλειῶντα, ὅτι κατ' ὄναρ ἔδοξε τὴν αὐτοῦ κεφαλὴν σκιάζεσθαι ὑπὸ ἀετοῦ, εἰς Κεφαληνίαν ἐξώρισεν.

   Ἰουστινιανὸς δὲ ἐν Χερσῶνι, ὡς εἴρηται, περιορισθεὶς ἠδυνήθη διαδρᾶναι ἐκεῖθεν καὶ τῷ Χαζάρων ἀρχηγῷ Χαγάνῳ προσελθεῖν καὶ δεχθεὶς παρ' ἐκείνου φιλοτιμότατα τὴν ἀδελφὴν αὐτοῦ ἔγημε Θεοδώραν καὶ μετ' ὀλίγον ἐκεῖθεν ἀπελθὼν εἰς ἄλλην χώραν μετὰ τῆς αὐτοῦ διέτριβε γυναικός. καὶ ὁ Ἀψίμαρος διεπέμψατο πρὸς τὸν Χαγάνον, χρήματα δώσειν αὐτῷ πολλὰ ὑπισχνούμενος, εἰ στείλειεν αὐτῷ τὴν τοῦ Ἰουστινιανοῦ [237] κεφαλήν. καὶ ὃς συνέθετο καὶ δύο τινὰς τῶν ᾠκειωμένων αὐτῷ στείλας ἐν ἀπορρήτοις ἐνετείλατο τὸν Ἰουστινιανὸν ἀνελεῖν· ὃ διὰ δούλου μαθοῦσα ἡ Θεοδώρα τῷ ἀνδρὶ καταγγέλλει. ὁ δὲ τοὺς ἐνταλθέντας αὐτὸν ἀνελεῖν ἰδίᾳ προσκαλεσάμενος ἕκαστον ἀγχόνῃ στερίσκει τοῦ· ζῆν καὶ τὴν μὲν Θεοδώραν εἰς Χαζαρίαν ἐξέπεμψεν, αὐτὸς δὲ εἰς ἁλιάδα ἐμβεβηκὼς ἀπέπλευσε, πρὸς Τέρβελιν ἀπιὼν τὸν τῶν Βουλγάρων ἐξάρχοντα. κλύδωνος δὲ μεγάλου κατειληφότος αὐτὸν ἐν τῷ πλέειν, καταδῦναι τὸ πλοιάριον ἐκινδύνευε. τῶν δὲ συμπλεόντων ἐπαγγείλασθαι τῷ θεῷ συμβουλευόντων αὐτῷ, εἰ περισωθείη καὶ τὴν ἀρχὴν ἀπολήψοιτο, μή τι κακὸν τοῖς κατ' αὐτοῦ γενομένοις ἐπενεγκεῖν, ἐκεῖνος "εἰ φείσομαι τούτων" ἔφη "τινός, αὐτίκα καταποντισθείην ὡδί." περισωθεὶς οὖν καὶ τῷ τῶν Βουλγάρων ἄρχοντι προσελθὼν καὶ πλεῖστα παρασχών, ἄλλα μέντοι καὶ παρέχειν ἐπαγγειλάμενος, εἰ παρ' αὐτοῦ καταχθείη πρὸς τὴν προγονικὴν βασιλείαν, καὶ τὴν θυγατέρα αὐτῷ συζεῦξαι καθυποσχόμενος, σὺν ἐκείνῳ μετὰ βαρβαρικῆς βαρείας δυνάμεως τὴν ὑπερκειμένην κατειλήφει τῶν πόλεων καὶ πρὸ τῶν τειχῶν στρατοπεδευσάμενος [238] ἀπεπειρᾶτο τῶν πολιτῶν, αὐτοῖς ἐκ τοῦ τείχους προκύπτουσιν ὁμιλῶν. οἱ δὲ οὐ μόνον αὐτὸν οὐ προσίεντο, ἀλλὰ καὶ ὕβρεις αὐτοῦ κατέχεον πλημμελεῖς. νυκτὸς οὖν διὰ τοῦ ἀγωγοῦ εἰσδὺς ἐντὸς ἀνέδυ τῆς πόλεως καὶ ταύτης ἐγένετο ἐγκρατής. ὁ δὲ Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φυγὼν κατελήφθη.

   Τῷ μὲν οὖν τῶν Βουλγάρων ἄρχοντι δῶρα πολλὰ παρασχὼν καὶ συνθήκας εἰρήνης μετ' αὐτοῦ ποιησάμενος ἀπελθεῖν αὐτὸν παρεσκεύασεν. τοῦ δὲ Ἀψιμάρου καὶ Ἡρακλείου τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς αὐτὸν ἀχθέντων, ἀλλὰ μὴν καὶ τοῦ Λεοντίου, τὸν μὲν Ἡράκλειον σὺν ἄλλοις πλείοσιν ἐν ξύλοις παρὰ τοῖς τείχεσιν ἀπῃώρησε, τὸν Ἀψίμαρον δέ γε καὶ τὸν Λεόντιον δεσμίους διὰ τῆς ἀγορᾶς περιαγαγὼν καὶ θεατρίσας ἱππικοῦ ἀγομένου, ῥιφέντας ὑπὸ τοὺς πόδας αὐτοῦ κατὰ τῶν τραχήλων πεπάτηκε, καὶ οὕτως ἐκτμηθῆναι τὰς αὐτῶν κεφαλὰς ἐν τῷ Κυνηγίῳ προσέταξεν, ἑπτὰ τοῦ Ἀψιμάρου ἐνιαυτοὺς βασιλεύσαντος. τὸν δὲ πατριάρχην Καλλίνικον πρότερον αὐτοῦ πηρώσας [239] τὰ ὄμματα εἰς Ῥώμην ἔθετο ὑπερόριον. Κῦρον δέ τινα μοναχὸν ἔγκλειστον πατριάρχην προυβάλετο, ὃς αὐτῷ τὴν εἰς τὴν βασιλείαν ἀποκατάστασιν προεφοίβασε. πολὺ δὲ πλῆθος ἔκ τε τοῦ δημοτικοῦ καὶ τοῦ στρατιωτικοῦ τότε διέφθειρεν οὗτος ὁ βασιλεύς, τοὺς μὲν φανερῶς, ἐνίους μέντοι καὶ ἀφανῶς. στείλας δ' εἰς Χαζαρίαν ἤγαγε τὴν γυναῖκα αὐτοῦ Θεοδώραν, ἤδη αὐτῷ τεκοῦσαν υἱόν, ὃν Τιβέριον κατωνόμασε, κἀκείνην δὲ καὶ τὸ παιδίον τοῦ τῆς βασιλείας ἀξιώσας ὀνόματος καὶ ἄμφω ἔστεψε. λύσας δὲ τὰς πρὸς τοὺς Βουλγάρους σπονδὰς κατ' αὐτῶν ἐξεστράτευσε σὺν ἱππικαῖς τε καὶ πεζικαῖς δυνάμεσι καὶ σὺν στόλῳ πολλῷ, καὶ ἀπῆλθε πρὸς τὴν Ἀγχίαλον. τὸ μὲν οὖν πρῶτον δείσαντες οἱ Βούλγαροι εἰς τὰ ὄρη ἀνέδραμον, ἐκεῖθεν δὲ ἀσυντάκτως ὁρῶντες τὴν τῶν Ῥωμαίων στρατιὰν σκηνουμένην καὶ ἀπροσέκτως εἰς χορτασμάτων συλλογὴν σκιδναμένην, ἀνεθάρσησαν καὶ ἐπελθόντες αὐτοῖς πολλοὺς μὲν ἀνεῖλον, οὐ μείους δὲ ᾐχμαλώτευσαν καὶ ἵππον συνέσχον πολλήν. ὁ μέντοι βασιλεὺς σὺν τοῖς περιλειφθεῖσιν εἰς τὸ ἐκεῖ συνεκλείσθησαν φρούριον. εἶτα τοὺς ἵππους πάντας νευροκοπήσαντες, ἵνα μὴ τούτους λάβοιεν οἱ πολέμιοι, τοῖς τοῦ στόλου σκάφεσιν [240] ἐμβεβηκότες ἐπανῆλθον εἰς τὸ Βυζάντιον σὺν αἰσχύνῃ πολλῇ. μηνιῶν δὲ τοῖς ἐν Χερσῶνι, ὅτι ἐκεῖ περιωρισμένον αὐτὸν γνόντες νεωτερίζοντα ἠβουλήθησαν ἀνελεῖν, στέλλει τριήρεις καὶ δρόμωνας καὶ νῆας ἑτέρας τῶν φορτηγῶν σὺν στρατεύματι πλείστῳ καὶ δυσὶ στρατηγοῖς, ἐντειλάμενος αὐτοῖς μὴ φείσασθαί τινος τῶν ἐκεῖ, ἀλλὰ πάντας συγκόψαι τοῖς ξίφεσιν. οἳ σὺν οὐδενὶ πόνῳ (οὐ γὰρ ἀντέστησαν οἱ τῶν ἐν Χερσῶνι πόλεων κάτοικοι) παραλαβόντες αὐτοὺς ἅπαντας σχεδὸν ἀνῃρήκασι, μόνης τῆς νεαζούσης ἡλικίας μέχρι μειρακίων φεισάμενοι. ὃ μαθὼν Ἰουστινιανός, ὅτι μὴ καὶ τούτους ἀνεῖλον, ἐξώργιστο, καὶ πρὸς αὐτὸν ἀποσταλῆναι παρεκελεύσατο. ἀποσταλέντας δὲ καταποντισθῆναι ἐν τῇ θαλάσσῃ συνέβη τοὺς πλείονας, καὶ ἔδοξε τοῦτο τῷ βασιλεῖ καταθύμιον. καὶ οὐδ' οὕτω τῆς κατ' ἐκείνων μανίας ἐμπέπληστο, ἀλλ' ἠπείλει καὶ αὖθις στελεῖν καὶ οὕτω τὴν χώραν ἐξερημῶσαι ὡς καὶ τὰς πόλεις καθελεῖν καὶ ἀροτριᾶσαι. διὰ ταῦτα οἱ ἔτι περιλειφθέντες ἐν Χερσῶνι καὶ οἱ τούτων περίοικοι ἀποστατήσαντες Φιλιππικὸν τὸν τοῦ Βαρδάνη, [241] ὃν ὁ λόγος ἱστόρησε παρὰ τοῦ Ἀψιμάρου εἰς Κεφαληνίαν περιορισθῆναι, ἄρτι ἀνακληθέντα ἐκ τῆς ὑπερορίας καὶ ἐπανιόντα πρὸς τὴν Κωνσταντινούπολιν, κἀκεῖ γενόμενον βασιλέα ἀναγορεύουσι, καὶ τοῦ σφῶν ἄρχοντος Ἡλία συμπράττοντος. ἃ μαθὼν Ἰουστινιανὸς τοὺς μὲν τοῦ Ἡλία παῖδας ἐν τῷ κόλπῳ κατέσφαξε τῆς μητρός, ἐκείνην δὲ δούλῳ αὐτῆς Ἰνδῷ μαγείρῳ συνέζευξεν. εἶτα στόλον ἑτοιμασάμενος στέλλει κατὰ Χερσῶνος, ἐντειλάμενος τῷ τοῦ στόλου κατάρχοντι ἡβηδὸν ξύμπαντας ἀνελεῖν. ἤδη δὲ καταλαβόντος τὴν Χερσῶνα τοῦ ναυτικοῦ καὶ πολιορκοῦντος αὐτὴν ἧκον Χάζαροι τοῖς Χερσωνίταις ἐπικουρήσοντες. ἐντεῦθεν ἡ μὲν πολιορκία ἐλέλυτο, οἱ δὲ τοῦ στόλου μὴ τολμῶντες πρὸς τὸν βασιλέα ἐπανελθεῖν τοῦ μὲν βλασφημίας κατέχεον, τὸν δὲ Βαρδάνην ὡς βασιλέα εὐφήμησαν. καιροῦ δὲ παραρρυέντος συχνοῦ, ὅτι μηδὲν αὐτῷ ἐκ τοῦ στόλου μεμήνυτο, [242] ὁ βασιλεὺς ὑποτοπήσας συμβῆναί τι φερόμενον κατ' αὐτοῦ, ἐξώρμησε τῆς Βυζαντίδος καὶ ἕως Σινώπης ἐλθὼν ὁρᾷ τὸν στόλον εὐθὺ τῆς πόλεως πλοϊζόμενον· αὐτίκα τοίνυν γέγονε καὶ αὐτὸς ὀπισθόρμητος. τοῦ δὲ Φιλιππικοῦ εὐπλοήσαντος καὶ προκαταλαβόντος τὴν μεγαλόπολιν, ἐκεῖνος ἐν τῷ Δαματρύϊ ἐσκήνωσε. πρὸς ὃν ὁ εἰρημένος Ἡλίας ἀποσταλεὶς ἠδυνήθη πεῖσαι τὸ μετὰ Ἰουστινιανοῦ στρατιωτικὸν ἀποστῆναι αὐτοῦ καὶ προσρυῆναι Φιλιππικῷ. καταλειφθεὶς τοίνυν παρὰ τῶν στρατιωτῶν Ἰουστινιανὸς χειροῦται καὶ χερσὶν οἰκείαις εὐθὺς ὁ Ἡλίας ἀφεῖλε τὴν αὐτοῦ κεφαλήν. ὁ δὲ τούτου παῖς ὁ Τιβέριος μετὰ τῆς πρὸς μητρὸς μάμμης Ἀναστασίας (ἡ γὰρ μήτηρ αὐτοῦ Θεοδώρα ἔφθη θανεῖν) τῷ ἐν Βλαχέρναις ναῷ προσφυγὼν εἰσέδυ τὸ θεῖον θυσιαστήριον καὶ ὑπὸ τὴν παναγῆ γενόμενος τράπεζαν, ἑνὸς τῶν ταύτην ἀνεχόντων στυλίσκων δεδραγμένος ἱκέτευε μὴ θανεῖν. ἀλλ' οἱ σταλέντες εἰς ζήτησιν αὐτοῦ ἐξελκύσαντες τοῦ θυσιαστηρίου τὸν παῖδα μαχαίρᾳ τούτου τὸν λαιμὸν ὡς βοσκήματος ἀπέτεμον ἀπηνῶς.

   Ἤδη δὲ τῆς βασιλείας τυχὼν ὁ Φιλιππικὸς κατὰ τῆς ἕκτης οἰκουμενικῆς συνόδου ὡπλίσατο, καὶ σύνοδον ἀθροίσας [243] ὁ μάταιος ἠκύρωσεν ὅσον τὸ κατ' αὐτὸν δι' αὐτῆς τὴν ἁγίαν ἐκείνην σύνοδον. λέγεται γὰρ ἄρτι τοῦ Λεοντίου τῶν σκήπτρων ἐπειλημμένου χρησμοδοτῆσαι τούτῳ δὴ τῷ Φιλιππικῷ τὴν εἰς τὸν βασίλειον θρόνον ἀναγωγὴν μοναχόν τινα ἔγκλειστον ὄντα ἐν τῇ τοῦ Καλλιστράτου μονῇ καὶ τῆς προρρήσεως αἰτῆσαι μισθὸν τὴν τῆς ἕκτης συνόδου ἀθέτησιν (ἦν γὰρ τῆς τῶν Μονοθελητῶν ὁ μοναχὸς ἐκεῖνος αἱρέσεως), καὶ τὸν ὑποσχέσθαι. τὴν μὲν οὖν οἰκουμενικὴν ἕκτην σύνοδον ἠκύρωσεν, ὡς ἐδόκει. αὐτὸς δὲ σωροὺς χρημάτων ἐκ παλαιοτέρων θησαυρισθέντας αὐτοκρατόρων ἐν τοῖς βασιλείοις εὑρὼν εἰς οὐδὲν δέον τούτοις χρησάμενος τὰ πλείω διεσκόρπισε διὰ βραχέος καιροῦ· καὶ τάχα καὶ ἅπαντα κατηνάλωσεν ἄν, εἰ ἐπὶ πλέον τῇ βασιλείᾳ προσέμεινεν. ἐν μὲν γὰρ τῷ λέγειν ἐδόκει ῥητορικώτατος μὴ ἀμοιρῶν τε συνέσεως, ἐν δὲ τῷ πράττειν ἦν ξυμπάντων ἀσυνετώτερος [244] καὶ πάμπαν ἀδέξιος. Κῦρον δὲ τὸν πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας, ἐπὶ ἓξ ἔτη ἐν ταύτῃ διαγαγόντα, Ἰωάννην ὁμόδοξον ἑαυτῷ προεβάλετο. οἱ μέντοι Βούλγαροι τὴν Θρᾴκην ἅπασαν ληισάμενοι μέχρι τῆς πόλεως κατέδραμον ἅπαντα, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους λαβόντες σχεδὸν ὑπὲρ ἀριθμὸν ὑπενόστησαν. ἀλλὰ μὴν καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον ὁμοίως οἱ τῆς Ἄγαρ διέθεντο.

   Δύο δὲ παρελθόντων ἐνιαυτῶν καὶ μηνῶν τινων, ἐξότου τῆς βασιλείας ἐκράτησεν, ἱππήλατον ἐπιτελέσας ἀγῶνα καὶ ἐν τῷ τοῦ Ζευξίππου μετὰ τὸν ἀγῶνα λουσάμενος λοετρῷ, συσσίτους τινὰς τῶν τῆς συγκλήτου πεποίητο, ὡς δ' ἔνιοι λέγουσι, τοὺς ἐν τῇ τῶν ἵππων ἁμίλλῃ νικήσαντας. κατακείμενος οὖν ἐν τῷ συμποσίῳ παρά τινων τῶν τῆς γερουσίας κατασχεθεὶς τυφλοῦται. ταῦτα δ' ἐπράχθη κατὰ τὸ σάββατον τῆς πεντηκοστῆς. τῇ δ' ἑξῆς κατ' αὐτὴν δηλαδὴ τὴν πεντηκοστὴν ἀθροισθέντες οἵ τε τῆς συγκλήτου βουλῆς καὶ ὁ δημώδης ὄχλος Ἀρτέμιον τὸν πρωτοασηκρῆτις προχειρίζονται αὐτοκράτορα, μετονομάσαντες Ἀναστάσιον.

[245]    Ἦν δὲ οὗτος ὁ βασιλεὺς καὶ λόγοις παντοίοις ὡμιληκὼς καὶ πραγμάτων διοικήσεσιν ἐντριβέστατος. οὗτος τὸν πατριάρχην Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπάσας θρόνου ὡς μὴ ὀρθόδοξον ἔτη τρία τῆς ἐκκλησίας κρατήσαντα, μετατίθησιν ἐκ Κυζίκου ἐπὶ τὴν ἱερὰν καθέδραν τῆς βασιλίδος τῶν πόλεων Γερμανόν, ὃν ἄνωθί που ὁ λόγος ἱστόρησε παρὰ Κωνσταντίνου τοῦ Πωγωνάτου τῶν παιδογόνων ἀφαιρεθῆναι μορίων. μαθὼν δὲ ὅτι ἐξ Ἀλεξανδρείας ἐπὶ Φοινίκην πλοῖα προσώρμισαν, ἵνα ξύλα ἐκεῖθεν κομίσωνται ναυπηγήσιμα, στόλον ἑτοιμάσας ἀπέστειλε κατ' αὐτῶν, κελεύσας καὶ τοὺς τῶν θεμάτων στόλους εἰς τὴν νῆσον κατᾶραι Ῥόδον κἀκεῖ ἑνωθῆναι καὶ οὕτως ἐκπλεῦσαι κατὰ τῶν ἐναντίων, προβαλόμενος ἄρχοντα τοῦ στόλου παντὸς Ἰωάννην τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας διάκονον καὶ γενικὸν λογοθέτην. πάντων οὖν εἰς τὴν Ῥόδον συναθροισθέντων ὁ διάκονος Ἰωάννης πρὸς ἔκπλουν ἡτοίμαστο, οἱ δὲ τοῦ στόλου, καὶ μᾶλλον οἱ τοῦ θέματος τοῦ Ὀψικίου, οὐκ [246] ἦσαν πειθήνιοι· οὐ γὰρ καλῶς πρὸς τὸν κρατοῦντα διέκειντο, ἐπεὶ μηδ' ἐκεῖνος τῇ πλευστικῇ στρατιᾷ κεχρημένος ἦν δεξιῶς. ὡς δὲ πρὸς τὴν ἐκείνων ἀπείθειαν ὁ διάκονος ἀρχικώτερον διετέθη καὶ δριμύτερον αὐτοῖς προσεφέρετο, εἰς στάσιν τούτους ἠρέθισε καὶ τὸν βασιλέα δυσφημήσαντες αὐτὸν ἀνεῖλον εὐθύς. καὶ πρόσω χωρεῖν ἀφέμενοι οἱ μὲν ἀπῄεσαν οἴκαδε, οἱ δὲ πρὸς τὸ Βυζάντιον ὥρμησαν· καὶ ἐν τῷ Ἀτραμυτίῳ γενόμενοι Θεοδόσιόν τινα πράκτορα τῶν δημοσίων τελῶν, ἰδιώτην ἄνδρα, ἄκοντα λαβόντες ἀνηγόρευσαν αὐτοκράτορα. ταῦτα μαθὼν ὁ Ἀρτέμιος στόλον ἡτοίμασε καὶ τῇ πόλει ἐπέστησε φυλακήν, αὐτὸς δ' ἐν Νικαίᾳ διῆγε τῇ μητροπόλει τῶν Βιθυνῶν. οἱ δὲ στασιασταὶ διά τε γῆς καὶ θαλάσσης ἀφίκοντο εἰς Χρυσόπολιν, [247] καὶ μέχρι μέν τινος ναυμαχίαι ἐγίνοντο· εἶτα περαιωθεὶς εἰς Θρᾴκην ὁ Θεοδόσιος διὰ τοῦ τείχους τῶν Βλαχερνῶν ἐκ προδοσίας εἰς τὴν μεγαλόπολιν εἰσελήλυθε, καὶ τοῦ σὺν αὐτῷ ναυτικοῦ τε καὶ στρατιωτικοῦ εἰσρυέντος ἐν ταύτῃ πολλὰ τῶν ἐν ταῖς οἰκίαις χρημάτων ἡρπάγησαν. τοὺς δὲ ὑπὲρ Ἀρτεμίου ἀντεχομένους τῶν ἀρχόντων συλλαβόμενοι καὶ τὸν πατριάρχην Γερμανὸν παραλαβόντες ἀπῆλθον εἰς Νίκαιαν, δεικνύντες τῷ Ἀρτεμίῳ ὅτι ἡ πόλις ἤδη παρελήφθη καὶ τὰ βασίλεια. καὶ ὃς τὸ μοναδικὸν μεταμφιασάμενος σχῆμα καὶ πίστεις λαβὼν μή τι περαιτέρω παθεῖν, παρέδωκεν αὐτοῖς ἑαυτὸν καὶ ἐν Θεσσαλονίκῃ περιωρίσθη, βασιλεύσας ἕνα ἐνιαυτὸν ἐπὶ μησὶ τρισίν.

   Ἦν δὲ Θεοδόσιος ἤθους μὲν χρηστοῦ καὶ βίου σεμνοῦ, ἀπράγμων δ' ἀνὴρ καὶ πρὸς πραγμάτων διοίκησιν καὶ ταῦτα βασιλείας σφόδρα γε ἀποπεφυκώς. Λέων δὲ ὁ καὶ Κόνων, παρὰ τοῦ Ἀρτεμίου στρατηγὸς τῶν ἀνατολικῶν προβληθείς, [248] ὑπὲρ τοῦ Ἀρτεμίου δῆθεν φρονῶν, οὐχ ὑπεῖξε Θεοδοσίῳ, σύμπνουν ἔχων καὶ τὸν τῶν Ἀρμενιακῶν στρατηγὸν Ἀρτάβασδον τὸν Ἀρμένιον. ἄρας οὖν ἐκεῖθεν μετὰ τῶν ὑπ' αὐτὸν ταγμάτων εἰς Νικομήδειαν ἔρχεται, ἔνθα τὸν τοῦ βασιλέως Θεοδοσίου υἱὸν εὑρηκὼς καὶ αὐτὸν μετὰ τῆς βασιλικῆς ἀποσκευῆς χειρωσάμενος, ἀφίκετο εἰς Χρυσόπολιν. ὁ Θεοδόσιος δὲ ἀπραγμόνως τῆς βασιλείας ἐξέστη αὐτῷ εἰς κληρικὸν καρεὶς μετὰ τοῦ υἱοῦ, πληροφορίαν λαβὼν μή τι ἕτερον ὑποστῆναι. καὶ ὁ μὲν ἡσύχως ἐβίω τὸ λοιπὸν τῆς ζωῆς, βασιλεύσας δύο ἐνιαυτούς.

LIBER QVINTVS DECIMVS.

   Λέων δὲ τοῦ τῆς βασιλείας ὀνόματος ἀναξίως ἠξίωτο· ᾧ πατρὶς μὲν ἦν Ἰσαυρία, ἐκεῖθεν δὲ μετοικισθεὶς μετὰ τῶν [249] τεκόντων παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ μήπω τῆς ἀρχῆς ἐξωσθέντος, ἐν Μεσημβρίᾳ τῇ Θρᾳκικῇ πεποίητο τὰς διατριβάς. καθαιρεθέντος δὲ τοῦ Ἰουστινιανοῦ τῆς ἀρχῆς, εἶτα ἐπανερχομένου μετὰ Βουλγάρων εἰς τὸ τὴν βασιλείαν αὖθις ἀναλαβεῖν, ὁ Λέων ὑπαντήσας αὐτῷ δῶρα προσήνεγκε. καὶ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν αὐτίκα ἐτίμησε καὶ βασιλεύσας τὸ δεύτερον αὐτὸν ᾠκειώσατο. εἶτα ἔσταλτο παρ' αὐτοῦ πρὸς τοὺς Ἀλανούς, συγκινήσων αὐτοὺς κατὰ τῶν Ἀβασγῶν ἀποστάντων τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ Ἀβασγοί, ὡς ὁ Καισαρεὺς Προκόπιος ἱστορεῖ, δυοῖν ὁμοφύλοιν ἦσαν ὑπήκοοι, τῷ μὲν κρατοῦντι τῆς πρὸς ἀνίσχοντα ἥλιον μοίρας αὐτῶν, τῷ δὲ τῆς τετραμμένης πρὸς δύνοντα. καὶ ἄμφω δὲ τούτω τὼ ἄρχοντε ὑπὸ φιλοχρηματίας κακῶς ἐχρῶντο τῷ ἔθνει· ὅσους γὰρ ἂν παῖδας εὕρισκον ὡραίους καὶ τὸ εἶδος καλοὺς καὶ τὴν ἄλλην τοῦ σώματος φύσιν δεξιούς, βίᾳ τῶν τοκέων ἀφέλκοντες καὶ τῶν παιδογόνων μορίων σιδήρῳ στερίσκοντες, ἐκείνους μὲν πολλῶν χρημάτων Ῥωμαίοις [250] ἐπίπρασκον περὶ τοὺς ἐκτομίας ἐπτοημένοις ἀεί· τοὺς δὲ τούτων πατέρας εὐθὺς ἔκτεινον, ἵνα μή ποτε μηνιῶντες διὰ τοὺς παῖδας βουλεύσωνται κατ' αὐτῶν ἐπανάστασιν. καὶ ἦν παρ' αὐτοῖς τὸ παῖδα τεκεῖν ἀγαθὸν τὴν ὄψιν δυστύχημα μέγιστον, τῆς τῶν παίδων εὐπρεπείας ἀλλασσομένοις τὸν θάνατον. καὶ οὕτω μὲν τοῖς Ἀβασγοῖς οἱ σφῶν προσεφέροντο ἄρχοντες. Ἰουστινιανὸς δὲ ὁ πρῶτος στείλας παρ' αὐτοῖς ἕνα τῶν ἐν τοῖς βασιλείοις εὐνούχων σφίσιν ὁμογενῆ (πολλοὶ γὰρ περὶ τὰ Ῥωμαίων ἀρχεῖα τοιοῦτοι ἐστρέφοντο) ἀπεῖπε τοῖς ἡγεμόσι τῶν Ἀβασγῶν μηκέτι μηδένα τὴν ἀρρενωπίαν ἐκτέμνεσθαι βιαζόμενον· τελευτήσειν γὰρ τὴν πρᾶξιν αὐτοῖς εἰς κενόν, μηδενὸς Ῥωμαίων πρίασθαι βουλησομένου τοὺς ἐκτομίας αὐτῶν. τοῦτο τοῖς Ἀβασγοῖς ἀσμενέστατα προσεδέδεκτο, καὶ τῇ ἐπιταγῇ τοῦ βασιλέως Ῥωμαίων θαρρήσαντες τοῦ λοιποῦ πρὸς τοὖργον τοῦτο τοῖς ἄρχουσιν αὐτῶν οὐχ ὑπέκυπτον, κἀκεῖνοι δὲ πρὸς τὴν πρᾶξιν ἦσαν νωθέστεροι. εἶτα καὶ ἄμφω τοὺς αὐτῶν ἀρχηγοὺς καθελόντες ἤθελον βιοτεύειν αὐτόνομοι. μέχρι μέντοι τότε καὶ τῆς τῶν χριστιανῶν θρησκείας ἦσαν ἀμύητοι, ἄλση δὲ καὶ ὕλας ἐσέβοντο καὶ τὰ δένδρα τούτοις ἐξ ἀφελείας βαρβαρικῆς [251] εἰς θεοὺς ἐνομίζοντο. Ἰουστινιανὸς δὲ μεταθεῖναι σφᾶς πρὸς τὴν εὐσέβειαν σπούδασμα ἔθετο καὶ στείλας παρ' αὐτοῖς ἱεροὺς ἄνδρας δι' αὐτῶν εἰς ἐπίγνωσιν αὐτοὺς μετήνεγκε τοῦ θεοῦ. εἶτα καὶ θεῖον ἐν Ἀβασγοῖς τῆς θεοτόκου ἐδείματο τέμενος καὶ ἱερεῖς ἐγκατέστησε καὶ οὕτως εἰς ἤθη τὰ τῶν χριστιανῶν αὐτοὺς μετήγαγεν ἐκ τῶν πάνυ βαρβαρικῶν. ἐντεῦθεν ὑπ' οὐδενὸς ἀρχομένων τῶν Ἀβασγῶν οἱ βασιλεῖς Ῥωμαίων ἔστελλον ἄρχοντας, καὶ ὑπ' ἐκείνων αὐτοῖς διῃτῶντο τὰ πράγματα. χωρησάντων δὲ τῶν στελλομένων εἰς ἀδικίας καὶ τυραννικώτερον χρωμένων αὐτοῖς, δείσαντες μὴ πάντῃ δουλωθῶσι Ῥωμαίοις, ἀφίστανται καὶ οὐκέτι δέχεσθαι ἄρχοντα Ῥωμαίων ἐβούλοντο. διὰ τοῦτο τίσασθαι θέλων αὐτοὺς ὁ ῥινότμητος Ἰουστινιανὸς στέλλει τὸν σπαθάριον Λέοντα πρὸς τοὺς Ἀλανούς, οὓς Ἀλβανοὺς ὁ Προκόπιος γράφει, χρήμασι πλείστοις κατὰ τῶν Ἀβασγῶν ὁμόρων ὄντων αὐτοῖς, ὁπλίσαι τούτους βουλόμενος. ἐκεῖ τοίνυν ὁ Λέων γενόμενος καὶ συχνοὺς διατρίψας [252] ἐνιαυτούς, ὀψὲ καὶ μόλις ἐπανελήλυθε, μήτε τὸν Ἰουστινιανὸν εὑρηκώς (ἀνῄρητο γάρ), μήτε μὴν τὸν Φιλιππικόν (καθῄρητο γὰρ πηρωθείς, ὡς εἴρηται, καὶ τὰ ὄμματα). πρόσεισιν οὖν Ἀρτεμίῳ βασιλεύοντι τότε· ὁ δὲ καὶ προσήκατο αὐτὸν εὐμενῶς καὶ στρατηγὸν τοῦ τῶν ἀνατολικῶν προεχειρίσατο θέματος. τούτῳ γοῦν, ὡς εἴρηται, δῆθεν ἀμύνων ἀντῆρε χεῖρα κατὰ Θεοδοσίου καὶ τῶν σκήπτρων γέγονεν ἐγκρατής (ὦ θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος) καὶ αὐτίκα τὴν θυγατέρα τῷ Ἀρταβάσδῳ συνῴκισε, κουροπαλάτην αὐτὸν τιμήσας. Μάσαλμας δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς ἐξ Ἀβύδου σὺν μεγάλῳ στρατεύματι πρὸς Θρᾴκην περαιωθεὶς πολὺ μὲν τῆς Θρᾳκῴας ἐληίσατο χώρας, τῇ δὲ βασιλευούσῃ τῶν πόλεων προσβαλὼν χάρακα παρὰ τοῖς κατὰ χέρσον αὐτῆς ἐπήξατο τείχεσι, καὶ ἦν αὐτὸς μὲν ἐντεῦθεν ταύτην πολιορκῶν, ἐκ δὲ θαλάσσης σὺν στόλῳ [253] μεγάλῳ ὁ ἀρχισατράπης Σολιμᾶς. ἀλλὰ τὰς μὲν νῆας αὐτῶν τάς τε πολεμιστηρίους τάς τε μὴν φορτηγοὺς τῷ ὑγρῷ πυρὶ Ῥωμαῖοι κατετροπώσαντο, ὥστε πολλοὺς τῶν ναυάρχων, ὧν οὔπω ταῖς ναυσὶ τὸ ὑγρὸν τοῦτο προσήγγισε πῦρ, ἀπογνόντας προσρυῆναι τῷ βασιλεῖ. τὸ μὲν οὖν πλεῖον τοῦ ναυτικοῦ τῶν Ἀράβων οὕτω διώλετο. τοῖς δὲ κατὰ Βιθυνίαν αὐτῶν ληιζομένοις ἐντυχόντα στρατεύματα Ῥωμαίων πεζὰ πολλοὺς διεφθάρκασιν, ὥστε κἀκείνους δείσαντας ἀποδρᾶναι. τοὺς δὲ κατὰ Θρᾴκην τυγχάνοντας Ἄραβας λιμὸς ἐπίεζε κραταιός, ὅθεν οὐδενὸς τῶν θνησκόντων ζῴων ἀπείχοντο. λέγεται δὲ καὶ σαρκῶν ἀνθρωπείων αὐτοὺς ἅψασθαι. ἀλλὰ καὶ νόσος αὐτοῖς ἐνέσκηψε λοιμικὴ καὶ διέφθειρε παμπληθεῖς. καὶ Βούλγαροι δὲ τούτοις ἐπελθόντες πολλὰς χιλιοστύας αὐτῶν, ὥς τινες ἀναγράφουσι, μαχαίρας ἔθεντο παρανάλωμα.

   Ὁ δὲ τῆς Σικελίας στρατηγὸς Σέργιος τὴν τῶν Ἀράβων κατὰ τῆς πόλεως ἐπέλευσιν γνοὺς καὶ ὡς ἐν ἀκαταστασίᾳ τὰ Ῥωμαίων τυγχάνουσι, τυραννίδι καὶ αὐτὸς ἐπεχείρησε· καὶ οὐχ [254] ἑαυτὸν τῆς βασιλείου ἠξίωσε κλήσεως, ἀλλά τινα Γρηγόριον τῶν ὑπηρετουμένων αὐτῷ ἀναρρηθῆναι παρὰ τοῦ λαοῦ βασιλέα πεποίηκε, μετονομάσας τὸν ἄνδρα Τιβέριον, ὃς γνώμῃ τοῦ Σεργίου καί τινας εἰς ἀρχὰς προεβίβασε. ταῦτ' ἀγγελθέντα τῷ Λέοντι διανέστησαν αὐτὸν τῷ τυραννήσαντι ἀντιτάξασθαι, καὶ Παῦλον τὸν τῶν βασιλικῶν ἱπποκόμων ἐπιστατοῦντα (χαρτουλάριον ἡ Ῥωμαίων οἶδε τοῦτον λέγειν φωνή) πατρίκιον τιμήσας καὶ στρατηγὸν Σικελίας ὀνομάσας στέλλει κατὰ τοῦ ἀποστάτου, προστάγματα πρὸς τοὺς τῶν χωρῶν ἄρχοντας ἐγχειρίσας αὐτῷ συναίρεσθαι τῷ Παύλῳ κελεύοντα, καὶ πρὸς τὴν ἐν Σικελίᾳ δὲ στρατιὰν γραφὴν ἐγχαράξας δηλοῦσαν καλῶς ἔχειν Ῥωμαίοις τὰ πράγματα, ἤδη τῶν Ἀράβων ἡττημένων καὶ κατατροπωθέντων, διὰ τοῦ Παύλου καὶ ταύτην τοῖς στρατιώταις ἐκπέπομφε. καταλαβόντα τοίνυν τὴν Σικελίαν τοῦτον ἀνωιστὶ καὶ εἰσελθόντα εἰς τὴν Συράκουσαν μαθὼν ὁ Σέργιος εὐθὺς ἀπέδρα [255] καὶ πρὸς Λογγιβαρδίαν ἐφοίτησε. τοῦ δὲ Παύλου προσομιλήσαντος τῷ στρατιωτικῷ καὶ τὸ γράμμα τὸ βασίλειον ἀναγνόντος αὐτῶν εἰς ἐπήκοον, εὐθὺς ἐκεῖνοι τὸν μὲν βασιλέα εὐφήμησαν, τὸν δὲ Γρηγόριον καὶ τοὺς περὶ αὐτὸν δεσμίους τῷ Παύλῳ παρέδοσαν. καὶ ὃς τὸν μὲν Γρηγόριον ἀνεῖλε, τοὺς δ' ἐκείνου ὑπασπιστὰς μαστίξας καὶ τὴν κόμην ἀποθρίξας αὐτοῖς ὑπερορίᾳ κατέκρινεν. ὁ δὲ Σέργιος πληροφορίαν λαβὼν μή τινος πειραθῆναι κακοῦ, πρὸς τὸν Παῦλον ἐκ Καλαβρίας ἀφίκετο. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν οὕτωϚ ἠρέμησαν.

   Οἱ δὲ τὴν πόλιν πολιορκοῦντες Ἄραβες, παθόντες μᾶλλον ἢ δράσαντες, ἐπανελθεῖν εἰς τὰ οἰκεῖα ὡρμήκεσαν καὶ εἰς τὰς περιλειφθείσας ἐμβάντες νῆας ἀπῄεσαν. λαίλαπι δὲ περιπεσόντες σφοδρῷ πάντες ἀπώλοντο σὺν ταῖς οἰκείαις τριήρεσι, δέκα μόνων νηῶν περιλειφθεισῶν, ὧν αἱ μὲν πέντε παρὰ Ῥωμαίων ἑάλωσαν, αἱ δὲ λοιπαὶ διαφυγοῦσαι τῆς συμφορᾶς ἀπήλθοσαν ἄγγελοι.

   Ἐτέχθη δὲ τῷ Λέοντι σκύμνος ὠμότερος τοῦ πατρὸς καὶ τήν τε μητέρα τούτου κεκλημένην Μαρίαν ἔστεψεν ὁ Λέων [256] καὶ τὸν υἱὸν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐβάπτισε, Κωνσταντῖνον ὀνομάσας αὐτόν. ὅτε λέγεται κόπρον αὐτὸν ἐκκρῖναι τῇ θείᾳ κολυμβήθρᾳ καταδυόμενον, κἀντεῦθεν ἐπονομασθῆναι Κοπρώνυμον, καὶ τὸν ἁγιώτατον πατριάρχην Γερμανὸν εἰπεῖν ὅτι "σημεῖον τοῦτό ἐστι τοῦ τῇ ἐκκλησίᾳ καὶ τοῖς εὐσεβεῖν ᾑρημένοις μέγα τὸ παιδίον τοῦτο χρηματίσαι κακόν."

   Ὁ δὲ μάγιστρος Νικήτας ὁ Ξυλινίτης τῶν ὑπερλίαν τυγχάνων ὑπέθετο τῷ Ἀρτεμίῳ ἐν Θεσσαλονίκῃ τυγχάνοντι τοῖς Βουλγάροις προσελθεῖν καὶ συνεργίᾳ τούτων ἀπολήψεσθαι πάλιν τὴν βασιλείαν. καὶ ὃς πείθεται καὶ μετὰ πλήθους Βουλγάρων ἧκεν εἰς τὸ Βυζάντιον, οἰόμενος παρὰ τοῦ λαοῦ προσδεχθήσεσθαι. τῶν δὲ τῆς πόλεως μὴ ἐπιστρεφομένων αὐτοῦ, οἱ Βούλγαροι τοῦτον πολλῶν χρημάτων τῷ Λέοντι προύδωκαν. καὶ οἱ μὲν ἀπῆλθον· ὁ δὲ σὺν τῷ Ξυλινίτῃ ἀνῄρητο, καὶ ἡ τοῦ Ξυλινίτου κτῆσις οὖσα πολλὴ δεδήμευτο ξύμπασα. καὶ ἄλλοι δὲ τῶν συνωμοτῶν τοῦ Ἀρτεμίου ἐκτάνθησαν, πρὸς οἷς καὶ ὁ τῆς Θεσσαλονίκης ἀρχιερεύς.

   Εἶτα τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον ὁ Λέων βασιλέα πεποίηκε, [257] παρὰ τοῦ ὁσιωτάτου Γερμανοῦ τῆς ἐπὶ τῇ ταινιώσει τελετῆς τελεσθείσης. ἐντεῦθεν ὁ Λέων ἄρχεται τοῦ θεομαχεῖν καὶ κατὰ τῶν σεπτῶν εἰκόνων ἐλύττησε. καὶ τὸν πατριάρχην μεταπεμψάμενος Γερμανὸν μὴ δεῖν ἔλεγε τὰς εἰκόνας τιμᾶσθαι· εἰδωλολατρίαν γὰρ τὴν τούτων ἀπεκάλει προσκύνησιν. ὁ δὲ θεῖος ἐκεῖνος ἀνήρ "εὐφήμει, βασιλεῦ," ἔφη "καὶ μὴ οὕτω φρόνει· ἀσεβὲς γὰρ ἄντικρυς τὸ ἐννόημα· καὶ οἶδα μὲν ᾀδόμενον τὸ μέλλειν κινηθῆναι ταύτην τὴν αἵρεσιν. ἀλλὰ μὴ σύγε εἴης ὁ ταύτης εἰσαγωγεύς· Κόνων γάρ τις ὀνομαζόμενος ταύτης μέλλειν κατάρξασθαι λέγεται." καὶ ὃς ὑπολαβὼν αὐτίκα φησίν "οὐκοῦν ἐγώ εἰμι· Κόνων γὰρ παρὰ τῶν γονέων νηπιόθεν ὠνόμασμαι." τὸν μὲν οὖν ἀοίδιμον Γερμανὸν μὴ πεισθέντα συνθέσθαι τῇ γνώμῃ αὐτοῦ, μᾶλλον μὲν οὖν καὶ γενναιότατα ἀντιλέγοντα καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐλέγχοντα τῆς ἐκκλησίας ἐξώθησεν, ἔτη ταύτην ἰθύναντα πεντεκαίδεκα, Ἀναστάσιον δέ τινα εἰς πατριάρχην ἑαυτῷ ὁμόφρονα προχειρίζεται. τοῦ δ' οὖν οὕτω φρονῆσαι τὸν Λέοντα καὶ εἰς τοῦτο προελθεῖν ἀσεβείας ἥκω τὴν αἰτίαν ἐρῶν.

   Ἰζὶθ τῶν Ἀράβων ἄρτι γέγονεν ἀρχηγός· καὶ τούτῳ προσίασιν [258] Ἐβραῖοι δύο τὸ ἐπιτήδευμα γόητες, οἱ δὲ ἀστρολογίαν ἔλεγον μετιέναι κἀντεῦθεν εἰδέναι τὰ μέλλοντα, καὶ τῷ Ἄραβι τὴν ἀρχὴν ἐπηγγέλλοντο καὶ τὴν ζωὴν πολυχρόνιον, εἰ τῶν ἐκκλησιῶν τῶν χριστωνύμων τὰ τοῦ Χριστοῦ καὶ τῆς αὐτὸν τεκούσης ἐκβαλεῖ τὰ ἐκτυπώματα. καὶ ὁ βάρβαρος οὐκ ἠμέλλησεν, ἀλλ' ἐκ πάντων τῶν ἐν τῇ ὑπ' αὐτὸν τελούσῃ χώρᾳ ναῶν τὰς σεπτὰς εἰκόνας ἠφάνισε. καὶ ἡ θεία δίκη τοῦτον μετῆλθεν οὐκ εἰς μακράν. οὔπω γὰρ παρῆλθεν ἐνιαυτὸς καὶ ὁ δείλαιος τὴν ζωὴν ἐζημίωτο. ὁ δὲ τούτου παῖς τῆς ἀρχῆς διάδοχος γεγονὼς τοὺς ψευδομάντεις ἐκείνους ἐζήτει, τῆς εἰς τὸν τεκόντα ἀπάτης τίσασθαι προθυμούμενος. ἀλλ' ἔφθησαν ἐκεῖνοι φυγεῖν ἐκεῖθεν καὶ εἰς Ἰσαυρίαν κατήντησαν. ἔνθα περιτυχόντες τούτῳ τῷ Λέοντι, νεανίᾳ τυγχάνοντι, βαναύσῳ τὸ ἐπιτήδευμα, τὴν τῶν Ῥωμαίων προμαντεύονται βασιλείαν. τοῦ δὲ πρὸς τὴν οἰκείαν ἀφορῶντος τύχην, ἀφεστηκυῖαν πάνυ που πόρρω τοιαύτης ἀρχῆς, καὶ τοῖς ἐκείνων διαπιστοῦντος χρησμοῖς, ἐκεῖνοι συμβήσεσθαι τὴν πρόρρησιν ἀπισχυρίζοντο κραταιῶς καὶ ἀπῄτουν αὐτὸν δι' ὅρκου πληροφορῆσαι αὐτούς, ὅτε τύχοι τῆς βασιλείας, δοῦναι σφίσιν ὃ ἂν αἰτήσωνται. καὶ [259] ὃς ὄμνυσιν ἦ μὴν τῆς βασιλείας τυχὼν ἐντελῆ αὐτῶν ποιῆσαι τὴν αἴτησιν. ὁ μὲν οὖν ὃν εἴρηται τρόπον τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐκράτησεν. οἱ δὲ τούτῳ ταύτην προμαντευσάμενοι ἔννατον ἤδη ἔτος τῆς αὐταρχίας ἀνύοντι προσῆλθον αὐτῷ καὶ ᾔτουν ἀποδοῦναι αὐτοῖς τῆς προρρήσεως τὸν μισθόν. καὶ ὁ Λέων ἕτοιμος ἦν πρὸς τοῦτο καὶ λέγειν ἠξίου τί τὸ αἰτούμενον. καὶ ἡ βέβηλος ἐκείνη τῶν Ἰουδαίων δυὰς "οὔτε πλοῦτον" εἶπε "δοθῆναι ἡμῖν ἐξαιτούμεθα οὔτε πρὸς δόξης ἀναχθῆναι περιωπὴν οὔθ' ἕτερόν τι τῶν τῆς βασιλείας λαμπρῶν, ἀλλ' ἢ μόνον τὸ τὰ τοῦ Ναζωραίου καὶ τῆς αὐτὸν τεκούσης περιαιρεθῆναι πάντοθεν ἐκτυπώματα." καὶ ὃς ἀβέβαιος ὢν περὶ τὴν πίστιν, ὥσπερ τι τῶν εἰκαίων καὶ ῥᾴστων τοῦτο ποιῆσαι συνέθετο· καὶ τοῦ δεκάτου ἄρτι ἐνιαυτοῦ τῆς αὐτοῦ τυραννίδος ἀρξάμενος καὶ τοῦ θεομαχεῖν ἤρξατο καὶ μετὰ φρικώδους βρυχήματος κατὰ τῶν σεπτῶν εἰκόνων ἐχώρησε καὶ διωγμὸν βαρύτατον ἤγειρε πολλούς τε ἀνθεστηκότας τῇ ἐξαγίστῳ γνώμῃ αὐτοῦ ἐκόλασε καὶ μάρτυρας ἀπειργάσατο. πρὸς δὲ τοῖς ἄλλοις οἷς κατὰ τῶν εὐσεβούντων εἰργάσατο καὶ τοῦτο πεποίηκεν. οἶκος ἦν ἐν τῇ καλουμένῃ Βασιλικῇ ἔγγιστα τῶν Χαλκοπρατίων βασίλειος, [260] ἐν ᾧ καὶ βίβλοι τῆς τε θύραθεν σοφίας καὶ τῆς εὐγενεστέρας καὶ θειοτέρας πολλαὶ ἐναπέκειντο. ἦν δ' οὗτος ἀνέκαθεν τοῦ προύχοντος ἐν λόγοις κατοικητήριον, ὃν οἰκουμενικὸν ἐκάλουν διδάσκαλον· ὃς καὶ δώδεκα εἶχεν ἑτέρους συνοικοῦντας αὐτῷ, κἀκείνους τῆς λογικῆς παιδείας μετέχοντας κατὰ τὸ ἀκρότατον. τούτοις καὶ σιτήσεις ἀνεῖντο δημόσιαι, καὶ παρ' αὐτοῖς ἐφοίτων οἷς ἔμελε λογικῆς παιδείας καὶ γνώσεως, οὓς καὶ ὁ βασιλεύων συμβούλους ἐν τοῖς πρακτέοις πεποίητο. τούτους οὖν εἰ ἕλοι καὶ τῆς αὐτοῦ ποιήσαιτο γνώμης, ἔκρινε τὸ πᾶν κατεργάσασθαι. καὶ τοὺς ἄνδρας μεταστειλάμενος τὴν περὶ τῶν σεβαστῶν εἰκόνων γνώμην αὐτοῦ τὴν πονηρὰν αὐτοῖς ἐκοινώσατο. οἱ δὲ οὐχ ὅσον οὐχ ὡμοδόξουν αὐτῷ, ἀλλὰ καὶ αὐτὸν μεταστῆσαι τῆς γνώμης ταύτης ἐπεχείρουν ὁλοσχερῶς, πῇ μὲν καταψῶντες τὸν θῆρα τὸν λεοντώνυμον καὶ κατεπᾴδοντες αὐτοῦ τὰ σωτήρια, πῇ δὲ γενναιότερον ἀντιβαίνοντες καὶ διελέγχοντες τὴν ἀσέβειαν. ὁ δὲ ὡσεὶ ἀσπὶς ἔβυε τὰ ὦτα καὶ φωνῆς ἐπᾳδόντων οὐκ ἤκουεν οὐδ' ἐφαρμακεύετο παρὰ τῶν σοφῶν. πολλάκις οὖν αὐτοῖς προσῳμιληκὼς καὶ τὴν αὐτῶν μετάθεσιν ἀπογνούς, τοὺς [261] μὲν ἀφῆκεν εἰς τὴν σφετέραν πορευθῆναι διατριβήν, τὸν οἶκον ἐκεῖνον δηλαδὴ τὸν βασίλειον, αὐτὸς δὲ κελεύσας εὔπρηστον ὕλην συναχθῆναι πολλὴν καὶ πέριξ τοῦ οἴκου τεθεῖσαν ἀναφθῆναι νυκτός, οὕτω τόν τε οἶκον σὺν ταῖς βίβλοις καὶ τοὺς σοφοὺς ἐκείνους ἄνδρας καὶ σεβασμίους κατέκαυσε.

   Διὰ ταῦτα ὁ τῆς πρεσβυτέρας Ῥώμης τότε τὴν ἐκκλησίαν ἰθύνων Γρηγόριος τῆς πρὸς τὸν τῆς νέας Ῥώμης προεδρεύοντα καὶ τοὺς ἐκείνῳ ὁμόφρονας ἀποστὰς κοινωνίας, ἐκείνους μὲν σὺν τῷ βασιλεῖ συνοδικῷ καθυπέβαλεν ἀναθέματι, τοὺς δὲ μέχρι τότε τῇ βασιλείᾳ κομιζομένους ἐκεῖθεν φόρους ἐπέσχε, τοῖς Φράγγοις σπεισάμενος· οὐ γὰρ τοῦ τῶν Ῥωμαίων γένους οἱ Φράγγοι, ἀλλὰ Γερμανικὸν ἔθνος τούτους εἶναί φησι τὴν ποικίλην ἱστορίαν ὁ Καισαρεὺς Προκόπιος συνταξάμενος, περὶ τὸν Ῥῆνον ποταμὸν καὶ τὸν Ῥοδανὸν καὶ τὰς ἐκεῖσε λίμνας πάλαι κατῳκημένον. τοῦ δὲ Βελισαρίου στρατηγοῦντος Ῥωμαίων ἐπὶ τοῦ προτέρου Ἰουστινιανοῦ καὶ Γότθοις ἀντιπαλαμωμένου περὶ Ἰταλίας καὶ τῶν ἐν ταύτῃ πόλεων καὶ τῆς Ῥώμης αὐτῆς [262] (παρὰ γὰρ τῶν Γότθων κατείχοντο), τότε καὶ τούτους ἱστορεῖ τῇ Ἰταλίᾳ ἐπεμβαλεῖν. τοὺς μέντοι Γότθους μὴ οἵους τε ὄντας καὶ Ῥωμαίοις καὶ Φράγγοις ἀντικαθίστασθαι πρὸς τοὺς Φράγγους θέσθαι σπονδὰς καὶ τὸν πρὸς ἐκείνους διαλύσασθαι πόλεμον, παρακεχωρηκότας αὐτοῖς τῶν Γαλλιῶν, ὅσαιπερ αὐτοῖς προσεγένοντο. καὶ τὴν πρᾶξιν ταύτην καὶ αὐτὸν ἐπιρρῶσαι τὸν Ἰουστινιανόν, δεηθέντων τῶν Φράγγων, πραγματευόμενον τὸ μὴ Ῥωμαίοις πολεμοῦσι πρὸς Γότθους ἐναντιοῦσθαι τοὺς Φράγγους, ἀλλ' εἶναι τὰ πρὸς Ῥωμαίους τούτοις διὰ τὴν ἐπίρρωσιν φίλια. κἀντεῦθεν τοὺς Γερμανοὺς Μασσαλίαν τε τὴν Φωκαέων ἀποικίαν καὶ τὰ ἐπὶ θαλάσσῃ χωρία σχεῖν ἅπαντα καὶ τῆς ἐκεῖ κρατῆσαι θαλάσσης, πολλὰ δὲ καὶ τῶν Βενετίων κατασχεῖν. οὕτως οὖν οἱ Φράγγοι πεπλησιακότες τοῖς Ἰταλοῖς οὐ διέλιπον ἔκτοτε ἐπιόντες τοῖς ἐκεῖσε Ῥωμαίοις καὶ τὰ ὑπ' αὐτοὺς ληιζόμενοι. ἀποστατήσας οὖν, ὡς εἴρηται, τῆς τοῦ βασιλέως ὑπακοῆς ὁ πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν τοῖς Φράγγοις ἐσπείσατο, πρότερον πολλάκις σπεύσας διὰ γραμμάτων τὸν Λέοντα τῆς μισοθεΐας μετενεγκεῖν καὶ μεταπεῖσαι [263] τὰς ἱερὰς εἰκόνας σεβάζεσθαι· ἀλλ' ἐδόκει σμήχειν Αἰθίοπα. οὐ μόνον γὰρ ὀρθὸν οὐδέν τι ἐφρόνησεν, ἀλλὰ καὶ ἐκμανεὶς κατὰ τῶν ὀρθοδόξων πολλοὺς ἐκόλασε καὶ ὁμολογίας στεφάνων ἠξίωσε. τούς τε Καλαβροὺς καὶ τοὺς Σικελοὺς φόροις νέοις ἐβάρυνε, κεφαλητίωνα τελεῖν κατὰ τοὺς Ἰουδαίους δογματίσας αὐτοὺς καὶ τὰ ἐν αὐτοῖς τικτόμενα ἄρρενα ἀπογράφεσθαι.

   Ἤδη δὲ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου τελοῦντος εἰς μείρακας, ζεύγνυσιν αὐτῷ γαμετὴν τὴν θυγατέρα Χαγάνου τοῦ τῶν Σκυθῶν ἡγεμονεύοντος, βαπτίσας αὐτὴν καὶ ὀνομάσας Εἰρήνην. ἥτις οὐ συνυπήχθη τῇ τοῦ ἀνδρὸς κακοδοξίᾳ, ἀλλὰ μυηθεῖσα τὸ δόγμα τὸ εὐσεβὲς ἔμεινεν ἀμετάτρεπτος. σεισμοῦ δὲ συμβεβηκότος σφοδροῦ κατὰ τὸ Βυζάντιον ναοί τε πολλοὶ καὶ οἰκίαι συνέπεσον καὶ πλῆθος ἀνθρώπων συγκέχωστο τοῖς συμπτώμασιν. ὅτε καὶ ἡ τοῦ Ἀρκαδίου στήλη ἐν τῷ τοῦ Ξηρολόφου κίονι ἱδρυμένη κατέπεσε καὶ ὁ ἐν τῇ Χρυσῇ πόρτῃ ἀνδριὰς τοῦ μεγάλου Θεοδοσίου, ἀλλὰ μὴν καὶ τὰ κατὰ τὴν χέρσον τείχη τῆς πόλεως, ἥ τε τοῦ Νικομήδους πόλις καὶ πρὸς [264] ταύτῃ ἡ Νίκαια αἱ μητροπόλεις αἱ Βιθυνιακαί. τὴν γοῦν τῶν τειχῶν κατάπτωσιν ὁ τύραννος Λέων κέρδους μελετήσας θέσθαι λαβήν, διεκηρυκεύσατο πρὸς τὸν δῆμον τῆς πόλεως ὡς "ὑμεῖς οὐκ ἂν δυνηθείητε ταχέως ἀνεγεῖραι τὰ τείχη· ἀσύμφορον δ' ὑμῖν ἐπὶ πολὺ μένειν τὴν πόλιν ἀτείχιστον. διὸ προστέτακται παρ' ἡμῶν προσθήκην ἐν τοῖς δημοσίοις φόροις γενέσθαι φόλεις εἴκοσι καὶ τέσσαρας ἐφ' ἑκάστῳ νομίσματι, ἵνα τούτων τῷ βασιλικῷ ταμείῳ παρεχομένων τὰ ὑποκλάσαντα τῶν τειχῶν ἀνακαινισθῶσιν ἐξ ἀναλωμάτων βασιλικῶν." ἔκτοτε τοίνυν καὶ μέχρι τοῦδε ἡ εἴσπραξις ἐπεκράτησεν αὕτη.

   Οὕτως οὖν ἐπὶ κακῷ τῆς πολιτείας ὁ δείλαιος Λέων βασιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι δυσεντερίαν νοσήσας ἀθλίως τὴν ψυχὴν ἐξηρεύξατο.

   Διεδέξατο δὲ τὴν τῶν Ῥωμαίων ἀρχὴν μετὰ τῆς πατρικῆς δυσσεβείας ὁ δυσώνυμος ἐκείνου υἱός, οὐ κατὰ τῶν σεπτῶν εἰκόνων λυττήσας μόνον, ἀλλὰ καὶ γοητείαις προσκείμενος καὶ ἱερείων ἀνατομαῖς καὶ νεκυομαντείαις καὶ ἀρρητοποιίαις καὶ [265] ὅλως οὐδενὸς κακοῦ ἀπεχόμενος, καὶ ποικίλος ὢν τὴν κακίαν καὶ οὐ μονοειδής. οὐ γὰρ χριστιανός, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος ἐτύγχανεν ὤν, ἀλλ' ἀσεβείας τις κυκεὼν καὶ οἷα τὰ Λιβυκὰ θηρία ἱστόρηται φύεσθαι ἐκ μίξεως ἑτερογενῶν, πολυειδῆ καὶ σύμμικτα τὴν ἰδέαν καὶ τὴν θηριωδίαν γεννώμενα· διὰ ταῦτα πρὸς πάντων μεμίσητο.

   Καὶ κατὰ τὸ δεύτερον ἔτος τῆς τυραννίδος αὐτοῦ (οὐ γὰρ φαίην ἂν βασιλείας) ἐκστρατεύσας κατὰ Ἀράβων καὶ ἐν τῷ θέματι τοῦ Ὀψικίου γενόμενος, οὗ δὴ θέματος τὴν ἀρχὴν ὁ γαμβρὸς αὐτοῦ περιέζωστο ὁ κουροπαλάτης Ἀρτάβασδος, ἐπεβούλευε τούτῳ δὴ τῷ οἰκείῳ γαμβρῷ. οἵ τε γὰρ τοῦ δήμου καὶ οἱ τῆς γερουσίας, ἀλλὰ μέντοι καὶ τὸ στρατιωτικόν, ἀπεχθανόμενοι τῷ Κωνσταντίνῳ, ὡς εἴρηται, τῷ Ἀρταβάσδῳ ὀρθοδόξῳ τυγχάνοντι τὴν βασιλείαν ἐπεψηφίζοντο. γνοὺς τοίνυν τὴν ἐπιβουλὴν ὁ Ἀρτάβασδος καὶ διαλεχθεὶς τῷ λαῷ ἐπιτίθεται τῷ Κωνσταντίνῳ. ἀλλ' ἔφθη διαφυγεῖν ὁ Κοπρώνυμος καὶ εἰς τὸ Ἀμόριον προσφυγεῖν καὶ διαπεμψάμενος πρὸς τὸν τοῦ ἀνατολικοῦ στρατηγὸν τὸν Λαγκηνὸν [266] καὶ πρὸς τὸν τοῦ Θρᾳκησίου, τὸν Σισινάκιον, λαμπραῖς ὑποσχέσεσι πέπεικεν αὐτοὺς συμμαχῆσαι αὐτῷ. ἐντεῦθεν ἐμφύλιοι πόλεμοι καὶ ὑπ' ἀλλήλων οἱ Ῥωμαῖοι ἐφθείροντο. ἕκαστοι γὰρ τοῦ σφετέρου βασιλέως ἀντείχοντο, ἐπείπερ ἀνερρήθη ἤδη καὶ ὁ Ἀρτάβασδος βασιλεύς. κατὰ δὲ τὴν τῶν πόλεων βασιλεύουσαν τῶν δημοσίων οἰκονόμος πραγμάτων παρὰ τοῦ Κωνσταντίνου ὁ μάγιστρος Θεοφάνης εἰάθη, ὃς τῷ Ἀρταβάσδῳ προσκείμενος καὶ γραφὴν ἐξ ἐκείνου δεξάμενος δημοσίᾳ θανεῖν τὸν Κωνσταντῖνον ἐκήρυξε καὶ τὸν Ἀρτάβασδον ὑπὸ τῶν στρατευμάτων αἱρεθῆναι εἰς βασιλέα. καὶ οὕτως ὁ δῆμος τῆς πόλεως εἰς τὴν μεγάλην ἐκκλησίαν συναθροισθεὶς τὸν μὲν Κωνσταντῖνον ἀναθέματι καθυπέβαλον, εὐφήμουν δὲ τὸν Ἀρτάβασδον, τούτοις συνευδοκοῦντος καὶ τοῦ πατριάρχου Ἀναστασίου. δεχθεὶς δὲ ὁ Ἀρτάβασδος καὶ παρὰ πάντων βασιλεὺς ἀναγορευθείς, αὐτίκα τὰς σεβασμίας εἰκόνας πανταχοῦ ἀνεστήλωσεν. ὁ δὲ πατριάρχης Ἀναστάσιος διώμνυτο λέγειν αὐτῷ τὸν Κοπρώνυμον ὅτι "ὁ Χριστὸς οὐχ υἱός ἐστι τοῦ θεοῦ, ἄνθρωπος δὲ ψιλὸς γεννηθεὶς ἐκ τῆς Μαρίας, ὡς ἐγὼ ἐκ τῆς ἐμῆς μητρὸς ἐτέχθην Μαρίας." ἐξελθόντος οὖν τῆς μεγαλοπόλεως τοῦ Ἀρταβάσδου, [267] μάχαι πάλιν ἐγίνοντο. ὁ δὲ Κωνσταντῖνος ἐκ Χαλκηδόνος περαιωθεὶς τὴν πόλιν ἐπολιόρκει, περὶ τὰ χερσαῖα τείχη βαλόμενος χάρακα. προσβαλὼν δὲ τούτῳ καὶ ἡττηθεὶς ὁ Ἀρτάβασδος τῆς πόλεως ἐντὸς συνέκλεισεν ἑαυτὸν καὶ τοῦ ταύτην φρουρεῖσθαι ἀσφαλῶς ἐπεμέλετο. τοῦ δὲ Κοπρωνύμου θαλασσοκρατοῦντος καὶ μὴ ἐῶντος τὰς φορτηγοὺς ὁλκάδας ἐν τῇ πόλει καταίρειν, λιμὸς τοὺς ἐν ταύτῃ ἐπίεζεν, ὥστε πολλοὺς ἐκ τούτου διόλλυσθαι. καὶ τὸν τοῦ Ἀρταβάσδου υἱὸν Νικήταν συνέσχε καὶ πεδήσας ἐδείκνυεν αὐτὸν τῷ πατρί. εἶτα προσβαλὼν αὖθις τῇ πόλει ταύτης ἐκράτησεν. ὁ δὲ Ἀρτάβασδος ἀποδρὰς εἰς φρούριόν τι τοῦ θέματος Ὀψικίου συνέκλεισεν ἑαυτὸν καὶ κατασχεθεὶς πηροῦται τοὺς ὀφθαλμοὺς σὺν τοῖς δυσὶν υἱέσιν αὐτοῦ. τῶν δὲ τῷ Ἀρταβάσδῳ συμμαχησάντων πολλοὶ ἀνῃρέθησαν παρὰ τοῦ Κοπρωνύμου, καὶ πρὸ τῶν ἄλλων Βακτάγγιος ὁ πατρίκιος, τῶν ἐπισήμων ἀνήρ, οὗ τὴν γυναῖκα μετὰ πλείστους ἐνιαυτοὺς ἐβίασεν ὁ τύραννος ἀπελθεῖν εἰς τὴν Χώραν, ἔνθα ἐκεῖνος ἐτέθαπτο, καὶ ἀνασκάψαι τὰ τοῦ ἀνδρὸς αὐτῆς [268] ὀστᾶ καὶ δι' ἑαυτῆς ἀπενεγκεῖν αὐτὰ καὶ ῥῖψαι εἰς τὰ Πελαγίου, ἔνθα ἐρρίπτοντο οἱ κατάκριτοι. ἁμίλλης δὲ τελουμένης ἵππων, τὸν Ἀρτάβασδον καὶ τοὺς παῖδας αὐτοῦ ἐν μέσῳ τῷ θεάτρῳ διαγαγὼν ἐθριάμβευσεν. ἀλλὰ μὴν καὶ τὸν πατριάρχην Ἀναστάσιον ἀπὸ τοῦ Διιππίου εἰσαχθῆναι κελεύσας ὄνῳ ἐφεζόμενον ἀντιστρόφως, ἵν' ὁρᾷ πρὸς οὐράν, ἀτίμως οὕτω καὶ αὐτὸν ἐθριάμβευσε πρότερον δημοσίως τυφθέντα, ὥστε τὴν πρόρρησιν τοῦ ἀοιδίμου πατριάρχου Γερμανοῦ εἰς ἔργον ἐκβῆναι. ὄπισθεν γάρ ποτε τοῦ εἰρημένου πατριάρχου βαδίζοντος τοῦ Ἀναστασίου καὶ πατήσαντος τὸ ἐκείνου ὠμόφορον, στραφεὶς ὁ ἱερὸς Γερμανὸς ἔφη "μὴ σπεῦδε· τὸ Διίππιόν σε ἐκδέχεται." ὃν καὶ μετὰ τὴν ἄτιμον περιαγωγὴν ὡς ὁμόφρονά οἱ τῆς ἐκκλησίας αὖθις κρατεῖν καὶ ἱερᾶσθαι παρακεχώρηκε.

   Τῶν Ἀράβων δὲ διαφερομένων ἀλλήλοις καὶ μάχαις ἐμφυλίοις ἀσχολουμένων, ἀδείας λαβόμενος ὁ Κοπρώνυμος ἐκστρατεύει κατὰ Συρίας καὶ λαμβάνει τὴν Γερμανίκειαν. σεισμοῦ δὲ γενομένου κατὰ Παλαιστίνην καὶ Συρίαν μεγίστου, πολλαὶ καὶ ἐκκλησίαι καὶ μοναστῶν κατέπεσον καταγώγια καὶ οἰκίαι καὶ μυριάδες ἀνθρώπων ἀπώλοντο. ἀλλὰ καὶ ἐκ νόσων φθορὰ [269] πολλὴ τῶν ἀνθρώπων συμβέβηκε κατά τε Σικελίαν καὶ Καλαβρίαν καὶ καθ' Ἑλλάδα καὶ χώρας ἑτέρας, ἣ καὶ ἕως αὐτοῦ τοῦ Βυζαντίου κατήντησε· καὶ τοσοῦτον ἦν τὸ τῶν θνησκόντων πλῆθος ὡς μὴ οἷόν τε εἶναι τοὺς θνήσκοντας ἐκκομίζεσθαι· διὸ ἁμάξαις αὐτοὺς κατὰ πλείονας ἐπιτιθέντες ἐξέφερον. τῷ μέντοι Κοπρωνύμῳ ἡ τοῦ Χαγάνου θυγάτηρ ἔτεκε παῖδα, ὃν ὠνόμασε Λέοντα καὶ ἀνηγόρευσε βασιλέα, στεφθέντα διὰ Ἀναστασίου τοῦ ὁμοδοξοῦντος αὐτῷ πατριάρχου.

   Ἐκράτησε δὲ ὁ Κωνσταντῖνος τῆς Θεοδοσιουπόλεως καὶ τῆς Μελιτηνῆς, ὅθεν ὑπερφρονήσας σφοδρότερον κατὰ τῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως ἔπνευσε, δόγματα ἐκτιθέμενος, δι' ὧν τὸν συρφετώδη ὄχλον ὑπέσυρεν ἕπεσθαι τῷ αὐτοῦ ἀσεβεστάτῳ φρονήματι. τότε καὶ ὁ πατριάρχης Ἀναστάσιος ἀσεβῶς τῆς ἐκκλησίας κατορχησάμενος ἐπὶ χρόνους εἴκοσι πρὸς τοῖς τέσσαρσι κατέστρεψε τὴν ζωήν. ὁ δὲ Κοπρώνυμος ἐπισκόπων ὁμοφρόνων αὐτῷ πολλῶν συναγωγὴν ποιησάμενος, ὧν κατῆρχε Θεοδόσιος ὁ Ἐφέσου καὶ Παστιλᾶς ὁ Πέργης, δι' αὐτῶν ἃ ἐβούλετο ἐδογμάτισε, μή τινος ἢ ἐκ Ῥώμης τῆς πρεσβυτέρας.

[270] ἢ ἐκ τῶν ἄλλων παρόντος πατριαρχῶν· καὶ τὴν τοιαύτην συνδρομὴν τῶν ἀνιέρων ἐκείνων σύνοδον οἰκουμενικὴν καλέσαι οὐκ ἀπενάρκησε. μεθ' ὧν εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναὸν ἀφικόμενος καὶ ἐν τῷ ἄμβωνι ἀναβεβηκὼς Κωνσταντῖνόν τινα μοναχόν, ἐπίσκοπον Συλαίου γενόμενον, ἀναβιβάσας ἐκεῖ ἐξεφώνησε "Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη." καὶ μετ' ὀλίγας ἡμέρας ἐν τῷ φόρῳ παραγενόμενος ὁ τύραννος οὗτος μετὰ τοῦ πατριάρχου αὐτοῦ καὶ τῶν ὁμογνωμονούντων αὐτῷ ἐπισκόπων, ἐνώπιον παντὸς τοῦ λαοῦ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν ἀπηγόρευσαν, εἰδωλολάτρας τοὺς ταύτας σεβομένους καλέσαντες, καὶ ἀναθέματι καθυπέβαλον τόν τε ἀοίδιμον Γερμανὸν καὶ τὸν ἐκ Κύπρου Γεώργιον πατριάρχην τῆς Κωνσταντίνου γενόμενον καὶ τὸν μέγαν ἐπὶ σοφίᾳ καὶ ἀρετῇ Ἰωάννην τὸν Δαμασκηνόν, ὃς πολλάκις τὸν θεομάχον ἤλεγξε τοῦτον καὶ τὸν αὐτοῦ πατέρα δι' ἐπιστολῶν ἀσεβεῖν.

   Ἐκστρατεύσας δὲ κατὰ Βουλγάρων ὁ Κωνσταντῖνος καὶ συμβαλὼν αὐτοῖς καὶ πολλοὺς ἀποβαλὼν οὐ τῶν τυχόντων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπισήμων καὶ στραταρχῶν, μεθ' ἥττης ἐπανέζευξεν.

[271]    Ἀνέκαθεν δὲ χριστιανοὶ παρὰ τοῖς Ἀγαρηνοῖς τοὺς τῶν δασμῶν μεταχειριζόμενοι κώδικας (οὐ γὰρ οἴδασιν ἀριθμεῖν ἐκεῖνοι, ἀλλ' οὐδὲ γράφειν ψήφους λεπτάς, τρίτα φημὶ καὶ τέταρτα καὶ ὄγδοα καὶ δωδέκατα καὶ τὰ τούτων ἔτι λεπτότερα), φθόνῳ τότε τὴν τούτων μεταχείρισιν ἐκωλύθησαν. μὴ δυνηθέντων δὲ τῶν τῆς Ἄγαρ δι' ἑαυτῶν τὸ τοιοῦτον ἀνύειν ἔργον, αὖθις τὴν τῶν γραφῶν τούτων οἰκονομίαν ἐνεχειρίσθησαν.

   Ὁ μέντοι δυσώνυμος τύραννος Ἀνδρέαν τινὰ μοναχόν, Καλυβίτην λεγόμενον, ὅσιον ἄνδρα, ἐλέγχοντα αὐτὸν καὶ ἀσεβῆ καλοῦντα, καὶ ἄλλον Ἰουλιανὸν καὶ Οὐάλεντα μαστιζόμενον ἔκτεινεν.

   Οἱ Βούλγαροι δὲ τοὺς αὐτῶν ἀρχηγούς, οἳ ἐκ σειρᾶς κατήγοντο ἡγεμονικῆς, ἀνελόντες ἕτερον εἵλοντο μὴ τῇ ἡγεμονίᾳ προσήκοντα, Τελέτζην καλούμενον. ἐπιστρατεύσας δὲ κατ' αὐτῶν ὁ βασιλεὺς διά τε γῆς καὶ θαλάσσης καὶ γενόμενος κατὰ τὴν Ἀγχίαλον κἀκεῖ συμβαλὼν αὐτοῖς, τοῦ πολέμου ἐξ ὥρας πέμπτης τῆς ἡμέρας ἕως ἑσπέρας ἐπικρατήσαντος, καὶ πεσόντων πολλῶν ἑκατέρωθεν, ὅμως μέντοι νικᾷ· καὶ ὁ μὲν τῶν Βουλγάρων [272] ἀρχηγὸς ἀπέδρα, φόνος δὲ πολὺς τῶν βαρβάρων ἐγένετο, καὶ οὐ μείους ἐλήφθησαν δορυάλωτοι, πολλοὶ δὲ καὶ τῷ βασιλεῖ προσεχώρησαν. κἀντεῦθεν ἐπαρθεὶς θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγεν, αὐτὸς μὲν πανοπλίτης διιὼν μεθ' ὡπλισμένης τῆς στρατιᾶς, τοὺς δὲ αἰχμαλώτους δεσμίους ἄγων, τοῖς ὅπλοις αὐτοῦ τὴν νίκην, ἀλλ' οὐ τῇ θείᾳ δυνάμει ἐπιγραφόμενος. καὶ μετὰ τὸν θρίαμβον τοὺς αἰχμαλώτους πάντας ἀναιρεθῆναι προσέταξε.

   Γέγονε δὲ χειμὼν ἐν ταῖς ἡμέραις τῆς αὐταρχίας αὐτοῦ μέγας, ὥστε μὴ μόνον τοὺς ποταμοὺς ἐκ τοῦ ψύχους κρυσταλλωθῆναι διόλου, ἀλλὰ καὶ αὐτὴν τὴν θάλασσαν τὴν ἀρκτῴαν ἐπὶ στάδια πάνυ πολλὰ καὶ τὸν τοῦ Στενοῦ πορθμὸν καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν. εἶτ' αὖθις τῷ κρυστάλλῳ χιόνος ἐπιπεσούσης κἀκείνης ἐκ τοῦ κρύους συμπιληθείσης καὶ κρυσταλλωθείσης, πεζοποροῦντες οἱ ἄνθρωποι διῄεσαν τὸν πορθμὸν τοῦ Στενοῦ καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν, ἀχθοφοροῦντά τε ὑποζύγια καὶ βόες ἁμάξας ἕλκοντες σὺν φόρτῳ πολλῷ. τοῦτο δὲ καὶ ἐν ταῖς ἄλλαις θαλάσσαις τότε γενέσθαι [273] λέγεται. εἶτα τοῦ ἀέρος θαλφθέντος διῄρητο τῶν κρυστάλλων τὸ συνεχὲς καὶ εἰς τμήματα διακέκοπτο. πνεῦμα δὲ πνεῦσαν ἀθρόον σφοδρόν τε καὶ βίαιον ἤλαυνε διὰ τῆς θαλάσσης τὰ τμήματα οὐδὲν ἀπεοικότα βουνῶν μεγάλων ἢ νήσων πολυπλέθρων τινῶν· οἷς καὶ ζῷα ἄγριά τε καὶ χειροήθη συνεπεπήγεσαν πεδηθέντα τῷ κρυστάλλῳ καὶ ἀποψύξαντα. τούτων τῶν κρυστάλλων τινὰ τοῖς παράλοις τῆς πόλεως τείχεσι τῇ βίᾳ τῶν ἀνέμων καθ' ὑδάτων μετὰ ῥύμης σφοδρᾶς κυλινδούμενα ὡς προσήραττον, κατέβαλον εὐθὺς τὰ προσαραττόμενα, καὶ οὐ τὰ τείχη μόνον ἠρίπωντο, ἀλλὰ καὶ οἰκίαι τούτοις πλεῖσται συγκατεσείοντο. καὶ αὐχμὸς δ' ἐπὶ τούτου πολὺς συνέβη, ὡς καὶ τοὺς ἀεννάους ποταμοὺς ξηρανθῆναι καὶ τὰς πηγὰς τελείως ἐπιλιπεῖν. οὐδὲν δ' ἐκ τούτων ἐβελτιώθη ἡ ἀσύνετος ἐκείνου ψυχή, ἀλλὰ τὸν πατριάρχην αὐτοῦ προσκαλεσάμενος ἔφη ἐν ἀπορρήτοις αὐτῷ "εἰπέ μοι, εἰ χριστοτόκον τὴν Μαρίαν καλοῦμεν, τίς ἐκ τούτου ἔσεται βλάβη;" ὁ δὲ αὐτίκα εἰς ἱκετείαν [274] ἐτράπετο λέγων "μὴ τοῦτο ἄλλοτε ἢ πρὸς ἄλλον ἐκφήνῃς, ὦ βασιλεῦ· τοῦ Νεστορίου γάρ ἐστι τὸ ἐννόημα. ἢ οὐκ οἶδας ὅπως ἐκεῖνος παρὰ πάσης στηλιτεύεται ἐκκλησίας πιστῶν καὶ ἀναθέματι κατακέκριται;" ὁ δὲ ἀνταπεκρίθη αὐτῷ ὅτι "οὐχ ὡς οὕτω φρονῶν εἶπον τοῦτο, ἀλλὰ μαθεῖν ἐθέλων ἠρώτησα." ἐς τοσοῦτον δ' ἐξηνέχθη θεομαχίας ὡς καὶ τὰ τῶν ἁγίων λείψανα παραδιδόναι πυρὶ καὶ τὸ ἅγιος κελεῦσαι μήτε ἐπὶ τῆς θεοτόκου λέγεσθαι μήτε μὴν ἐπί τινος τῶν εὐαρεστησάντων θεῷ, ἀλλ' ὁ ἀπόστολος Πέτρος καὶ Παῦλος λέγειν καὶ ὁ μάρτυς Γεώργιος ἢ ὁ Θεόδωρος καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. τῆς δὲ τῶν ἀνιέρων ἀρχιερέων συναγωγῆς, περὶ ἧς ἤδη μοι εἴρηται, γραφῇ τὰ παρ' αὐτῶν ἀσεβῶς δογματισθέντα παραδιδόντων, τόμον συνοδικὸν αὐτὰ καλέσας ὁ ἀσεβέστατος ἀπῄτει ἀρχιερεῖς τε πάντας καὶ τῶν μοναζόντων τοὺς διαβοήτους ἐπ' ἀρετῇ ταῦτα ὑποσημήνασθαι. εἰ γὰρ καὶ διωγμὸν κατὰ τῶν μοναχῶν βαρύτατον ἔθετο, ὡς μή τινα σχεδὸν ἐν τῇ πόλει περιλειφθῆναι ἢ τέως δημοσιεύειν μονάζοντα, ἀλλ' ἔτι ἦσαν πολλοὶ κρυπτόμενοι καὶ ἕτεροι τῆς πόλεως ἐκτὸς πεποιημένοι τὴν ἄσκησιν. [275] ὅσοι μὲν οὖν φόβῳ τῆς ἐκείνου θηριωδίας ὑπέκυπτον καὶ τὴν ἄθεον ἐκείνην ἐβεβαίουν γραφήν, ζῆν εἰῶντο καὶ ἀπαθεῖς ἀφεῖντο, ὅσοι δὲ μὴ ἐπείθοντο, πικραῖς κολάσεσι καὶ βιαίοις θανάτοις τοῦ ζῆν ἐστερίσκοντο. ὅτε καὶ ὁ μέγας ἐν ἀσκηταῖς καὶ ἐν ἀθληταῖς περιβόητος Στέφανος, μὴ πεισθεὶς ὃν ἐκεῖνος ἐκάλει τόμον δέξασθαί τε καὶ βεβαιῶσαι, πολλὰ παθὼν τέλος ἀνῄρητο ἀπηνῶς καὶ συρόμενος ἐκ τῆς τοῦ πραιτωρίου εἱρκτῆς ἄχρι τῶν Πελαγίου ἐκεῖ μετὰ τῶν κατακρίτων ἐρρίφη, ὅπου τέμενος ἦν τοῦ μάρτυρος Πελαγίου, ὃ καθελὼν ὁ μισόθεος καὶ βόθρον ὀρύξας βαθύτατον ἐκεῖ τοὺς καταδίκους ῥιπτεῖσθαι προσέταξε. πολλοὺς δὲ καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς συγκλήτου βουλῆς διὰ τὴν τιμὴν τῶν ἁγίων εἰκόνων ἐτιμωρήσατο καὶ ὅρκον ἐκ πάντων ἀπῄτησε μή τινα σέβας νέμειν ταῖς θείαις εἰκόσιν, ἀλλὰ καὶ ἐξ αὐτοῦ Κωνσταντίνου, ὃν αὐτὸς τῆς ἐκκλησίας προέστησε, τὸν ὅρκον τοῦτον ἀπῄτησε, καὶ ὃς ἐν τῷ ἄμβωνι ἀναβὰς ὤμοσε.

   Κατὰ Βουλγάρων δὲ μετὰ στόλου πολλοῦ ἐξελθὼν εἰς [276] Ἀγχίαλον τὰς νῆας προσώρμισε, καὶ πνεύσαντος ἀνέμου σφοδροῦ συνετρίβησαν σχεδὸν ἅπασαι, καὶ πλήθη πολλὰ τοῦ τε ναυτικοῦ καὶ τοῦ στρατιωτικοῦ ἀπώλοντο ἐν τοῖς ὕδασιν· ὅθεν ἄπρακτος ἐπανῆλθεν.

   Ἐκμαινόμενος μέντοι κατὰ τῶν μοναχῶν, ἱππηλασίας ἀγομένης ἐν τῷ θεάτρῳ, πολλοὺς αὐτῶν κατασχὼν ἐθριάμβευσε διὰ τοῦ θεάτρου περιαγαγών, ἄσεμνα ἐν ταῖς χερσὶ κατέχοντας γύναια. καί τινας τῶν ἐπισήμων ἀρχόντων τοὺς μὲν φθόνῳ δι' ὡραιότητα καὶ ῥωμαλεότητα, τοὺς δὲ ὅτι τὰς ἀρρητοποιίας αὐτοῦ μοναχοῖς ἐξηγόρευον, συκοφαντήσας ὡς κατ' αὐτοῦ βουλευομένους, δύο μὲν τῶν ἐπισημοτέρων τὰς κεφαλὰς ἐξέτεμε, τοῖς δὲ λοιποῖς ἐκκόψας τὰ ὄμματα περιγραπτοῖς αὐτοὺς ὁρίοις συνέκλεισεν, ἔνθα κατ' ἐνιαυτὸν πέμπων ἑκατὸν βουνεύροις ᾔκιζεν ἕκαστον. ἀλλὰ καὶ τὸν παρ' αὐτοῦ προβληθέντα πατριάρχην τὸν Κωνσταντῖνον ἑνὶ τῶν ἀρχόντων τούτων συνομιλεῖν εἰπὼν καὶ λέγειν κατ' αὐτοῦ καὶ κατηγόρους τινὰς εἰς ἔλεγχον αὐτοῦ παρεσκεύασε· καὶ ἀρνουμένου ἐκείνου ὀμόσαι [277] τοὺς κατηγόρους πεποίηκε. τούτων δὲ γεγονότων ὑπερόριος ὁ πατριάρχης ἐγένετο. ἕτερον δὲ προεβάλετο πατριάρχην ὁ τύραννος ἐκτομίαν τινὰ Νικήταν, οὐδ' ἐξ ἐλευθέρων, ἀλλ' ἐκ δούλων ἕλκοντα τὴν τοῦ γένους σειρὰν οὐδ' ἀναγνῶναι δυνάμενον· ἦν γὰρ περὶ τὴν γυναικωνῖτιν ἐσχολακώς. εἶτα ἐκ τῆς ὑπερορίας ἀχθέντα τὸν Κωνσταντῖνον καὶ ἀπηνέστατα αἰκισθέντα, ὡς μηδὲ βαδίζειν δύνασθαι, εἰς τὴν μεγάλην ἐκκλησίαν ὡς ἄχθος τι βασταζόμενον ὁ τύραννος μετακομισθῆναι κεκέλευκε. καί τινος τὰ κατ' αὐτοῦ ἀναγινώσκοντος αἰτιάματα, παρουσίᾳ πλήθους πολλοῦ ἐπὶ τούτῳ συναθροισθέντος, καὶ τοῦ νέου πατριάρχου Νικήτα ἐν τῷ συνθρόνῳ καθημένου καὶ ἀκροωμένου αὐτῶν, ἐκεῖνος κατὰ κόρρης ἐπαίετο καὶ οὕτως ἐπὶ πολὺ ἐμπαροινηθεὶς τέλος ἀναθεματίζεται καὶ ψιλωθεὶς τὴν κεφαλὴν καὶ τὸν πώγωνα, ἀλλὰ μέντοι καὶ τὰς ὀφρύας, καὶ ὄνῳ ἐποχηθείς, ἱπποδρομίας τελουμένης εἰσάγεται εἰς τὸ θέατρον, ἀτίμως θριαμβευόμενος καὶ ἐμπτυόμενος καὶ κόνει παττόμενος. ἐπὶ τούτοις τινὰς τῶν ἀρχόντων στείλας ὁ τύραννος ἠρώτησεν [278] αὐτὸν τί δοκεῖ αὐτῷ περὶ τῆς αὐτοῦ πίστεως καὶ περὶ τῆς συνόδου. ὁ δὲ ἐκμειλισσόμενος τὴν ἐκείνου ὠμότητα ἀπεκρίθη καὶ καλῶς πιστεύειν αὐτὸν καὶ ἀκριβῶς δογματίσαι τὴν σύνοδον· καὶ ταῦτα εἰπὼν ὁ τρισάθλιος εἰς τὸ Κυνήγιον ἀπαχθεὶς ἀπετμήθη τὴν κεφαλήν.

   Καθ' ἑκάστην δὲ τῇ κατὰ τῶν ἐκκλησιῶν καὶ τῶν μοναστηρίων μανίᾳ προσετίθει ὁ βέβηλος. ἀκόλαστος δὲ ὢν καὶ τρεῖς γυναῖκας ἠγάγετο, καὶ ἐκ μὲν τῆς πρώτης ἔσχε παῖδα τὸν Λέοντα, ὃν καὶ τοῦ τῆς βασιλείας ὀνόματος κατηξίωσεν, ἐκ δὲ τῶν ἄλλων Χριστοφόρον, Νικηφόρον τε καὶ Νικήταν. καὶ τοὺς μὲν δύο Καίσαρας ἔστεψε, τὸν δὲ Νικήταν ἐτίμησε νωβελίσιμον. καὶ τῷ πρώτῳ υἱῷ αὐτοῦ καὶ βασιλεῖ ἠγάγετο γυναῖκα ἐξ Ἀθηνῶν καὶ ἐμνηστεύσατο ταύτην αὐτῷ, στέψας αὐτὴν Αὐγούσταν καὶ καλέσας Εἰρήνην, ἐξ ἧς ἐτέχθη τῷ Λέοντι παῖς Κωνσταντῖνος ὀνομασθείς.

   Αὖθις δὲ ὁ Κοπρώνυμος μετὰ σφόδρα πολλῶν τριηρῶν καὶ δρομώνων κατὰ Βουλγάρων ἐξώρμησε, βουλόμενος διὰ [279] τοῦ Ἴστρου εἰς Βουλγαρίαν ἐμβαλεῖν. εἶτα δεδειλιακὼς ἀναζεῦξαι διεμελέτα. οἱ Βούλγαροι δὲ δείσαντες πέμψαντες πρὸς αὐτὸν σπονδὰς θέσθαι πρὸς εἰρήνην ἐζήτησαν καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις τοῦ μήτε Βουλγάρους τὰ Ῥωμαίων ληίζεσθαι μήτε μὴν Ῥωμαίους ἐπιέναι κατὰ Βουλγάρων. καὶ ἐπὶ τούτοις ἐπανελήλυθε. τινὲς δὲ τῶν Βουλγάρων δώροις ὑποσυρέντες παρὰ τούτου τοῦ αὐτοκράτορος ἐν ἀπορρήτοις ἐδήλουν αὐτῷ τὰ τῷ ἄρχοντι σφῶν βουλευόμενα· οἳ μεμηνύκασι τῷ Κωνσταντίνῳ ὅτι βούλεται ὁ σφέτερος ἀρχηγὸς λαὸν ἐκπέμψαι κατά τινος τῶν Ῥωμαϊκῶν χωρῶν, ἵν' ἐκεῖθεν λείαν κομίσαιτο. καὶ ὃς κατασκόπους στείλας, ὅτε ὥρμησαν ἐκ Βουλγαρίας οἱ ληισόμενοι, ἕτοιμος ὢν αἰφνίδιον ἐπεκδραμὼν κατ' αὐτῶν τοὺς μὲν διέφθειρε, τοὺς δὲ καὶ ἐζώγρησε, καὶ μετ' αἰχμαλωσίας πολλῆς ἐπανέστρεψε καὶ πάλιν ἔνοπλος ἐθριάμβευσεν. εἶτα πολλὰς τριήρεις ἑτοιμασάμενος κατὰ Βουλγάρων ἐκπέπομφε, καὶ κατὰ Μεσημβρίαν γενομέναις αὐταῖς κλύδων ἐκ πνευμάτων βιαίων ἐμπεσὼν σχεδὸν ἁπάσας κατέδυσεν. ὁ τῶν Βουλγάρων [280] δὲ ἀρχηγὸς Τελέριχος ὑποπτεύσας ὑπὸ τῶν οἰκείων μεμηνύσθαι τῷ βασιλεῖ τὰ αὐτῷ βουλευόμενα, μὴ εἰδὼς δὲ τίνες οὗτοι, κατασοφίζεται τὴν τοῦ Κοπρωνύμου κουφότητα καὶ ἐξ αὐτοῦ μανθάνει τὸ ἀγνοούμενον. γράφει γὰρ δι' ἀπορρήτων βούλεσθαι προσελθεῖν αὐτῷ καὶ ἠξίου δηλῶσαί οἱ εἴ τινας ἔχει φίλους ἐκ τῶν παρὰ Βουλγάροις ἐξόχων, ἵν' ἐκείνοις θαρρήσειε τὸ ἀπόρρητον καὶ σὺν ἐκείνοις ἀφίκοιτο πρὸς αὐτόν. ὁ δὲ παχύς, ὡς ἔοικεν, ὢν οὐ συνῆκε τὸ σκέμμα τὸ βάρβαρον, ἀλλ' ἀνοήτως τοὺς αὐτῷ προσκειμένους εὐθὺς ἐξεκάλυψε. καὶ ὁ βάρβαρος συλλαβὼν αὐτοὺς ὠμῶς ἁπαξάπαντας καὶ ἀπηνῶς διεχρήσατο. καὶ αὖθις δὲ κατὰ Βουλγάρων ὁ αὐτοκράτωρ οὗτος τὸ λοίσθιον ἐξεστράτευσε, καὶ κατὰ τὴν ἐν Θρᾴκῃ Ἀρκαδιούπολιν στρατοπεδευομένου οἱ πόδες αὐτοῦ ἀπηνθράκωντο, ὅθεν αὐτὸν λαῦροι πυρετοὶ καὶ φλογώδεις ἐξέκαιον, ὡς μηδὲν τούτων μηδὲ παρὰ ἰατρῶν ἐπινοεῖσθαι ἀλέξημα. ἐκεῖθεν ἐπὶ κλίνης φερόμενος μέχρι Σηλυβρίας κατήντησεν, ὅθεν διὰ τριήρους κεκόμιστο, βοῶν ὡς "ζῶν ἔτι τῷ πυρὶ παραδέδομαι." ἄρτι δὲ φθάσας εἰς τὸ Στρογγύλον τοῦ μεμεθυσμένου θείου ξυροῦ [281] ὁ δείλαιος ἐπειράθη καὶ βιαίως ἐκεῖ τὸν βίον κατέστρεψε, χιλιάδας τῶν ὀρθοδόξων πολλὰς ἀνελών, καὶ μάλιστα μοναστῶν, καὶ τὰ τούτων ἀσκητήρια τὰ μὲν πυρὸς θέμενος παρανάλωμα, τὰ δὲ καθελών, τὰ δὲ κοινώσας, ὥσπερ καὶ τὴν τοῦ Δαλμάτου λεγομένην μονήν, ἀρχαίαν οὖσαν καὶ τῶν ἐν Κωνσταντινουπόλει πρεσβυτέραν πασῶν, ἀφ' ἧς ἀπελάσας τοὺς μοναχοὺς στρατιωτῶν αὐτὴν πεποίηκε καταγώγιον. οὐ μόνον δὲ κατὰ τῶν ζώντων ἐλύττησεν, ἀλλὰ καὶ εἰς τοὺς τοῦ Χριστοῦ μάρτυρας καὶ τοὺς ἄλλως αὐτῷ εὐαρεστήσαντας ἐμπαροινῶν οὐκ ἐπαύετο, μηδὲν αὐτοὺς δύνασθαι λέγων καὶ συκίνην ἐπικουρίαν τὰς τούτων πρεσβείας ἀποκαλῶν καὶ τὰ τούτων ἅγια λείψανα τὰ μὲν ἀτίμως καταχωννύς, τὰ δὲ ποιῶν ὑποβρύχια, ἔνια δὲ καὶ ἀποτεφρῶν, ὥσπερ καὶ τὸ τῆς πανευφήμου μάρτυρος Εὐφημίας ἅγιον σῶμα. διττοὶ δὲ περὶ τούτου φέρονται λόγοι· ὁ μὲν γὰρ πυρίκαυστον αὐτὸ λέγει δόξαι ποιήσασθαι τὸν μιαρὸν ἐκεῖνον Κοπρώνυμον, κύνας καὶ ὄνους αὐτῷ συνεμπρήσαντα [282] καὶ τὴν τέφραν λικμήσαντα, μὴ μέντοι αὐτῷ εἰς ἔργον ἐκβῆναι τὸ βούλημα· φθῆναι γὰρ τοὺς ὀρθοδόξους μαθόντας τὸ βουλευόμενον ἀφελέσθαι τὸ τῆς μάρτυρος σῶμα ἐκ τῆς σοροῦ καὶ μεταθεῖναι αὐτό, ἕτερον δὲ νεκρὸν ἐνθεῖναι αὐτῇ, κἀκεῖνον παρὰ τοῦ ἀλιτηρίου ἐκείνου παραδοθῆναι πυρί· ὁ δ' ἕτερος οὐ καυθῆναι, καταποντωθῆναι δὲ λέγει τὸ σῶμα τῆς μάρτυρος σὺν τῇ λάρνακι· τὴν δὲ χάριτι θείᾳ κυβερνωμένην προσοκεῖλαι τῇ νήσῳ Λήμνῳ καὶ ὑπὸ τῶν ἐν τῇ νήσῳ πιστῶν γνωσθεῖσαν κατατεθῆναι ἐκεῖ, ἐπὶ δὲ Εἰρήνης καὶ Κωνσταντίνου αὖθις ἀνακομισθῆναι εἰς τὴν ὑπερκειμένην τῶν πόλεων ἐντίμως καὶ μεγαλοπρεπῶς.

   Ὁ μὲν οὖν οὕτως αἰσχρῶς βιώσας οὕτως ἀπεβίω βιαιότατα, ὡς ἱστόρηται, μοναρχήσας ἔτη τριάκοντα ἐπὶ τέσσαρσι καὶ μησὶ τρισί, τούτοις καὶ τῶν δύο ἐνιαυτῶν συναριθμουμένων, οὓς ὁ Ἀρτάβασδος ἦρξε τούτου περιγενόμενος.

   Ἐκράτησε δὲ τῆς βασιλείας ὁ τούτου υἱὸς Λέων ὁ ἐκ τῆς [283] Χαζάρας, νοσῶν τὴν αὐτὴν κἀκεῖνος ἀσέβειαν, εἰ καὶ κατ' ἀρχὰς εὐσεβεῖν ὑπεκρίνετο καὶ τοὺς μοναχοὺς τιμᾶν, ὥστε καί τινας τῶν μοναστῶν ἀρχιερεῖς τότε γενέσθαι ἐν ταῖς προβαθμιωτέραις τῶν μητροπόλεων. πολλὰ δὲ χρήματα ἐν τοῖς δημοσίοις εὑρὼν θησαυροῖς, ἃ ὁ πατὴρ αὐτοῦ κακῶς συνήγαγε καὶ ἀπεθησαύρισε, τούτοις καταχρησάμενος ἐξευμενίσατο τὸ ὑπήκοον καὶ τῇ ἐπιπλάστῳ θεοσεβείᾳ. ἀθροισθέντες οὖν οἱ τῆς πόλεως κἀκ τῶν θεμάτων πολλοὶ ᾐτοῦντο χαριζόμενοι δῆθεν αὐτῷ ἀναγορευθῆναι τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. ὁ δέ, εἰ τοῦτο βούλονται, ὀμόσαι αὐτοὺς ἀπῄτησεν ὡς οὐ δέξονταί ποτε ἄτερ αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ σπέρματος αὐτῶν ἕτερον βασιλέα. καὶ ὤμοσαν ἅπαντες, οὐχ οἱ τῆς συγκλήτου βουλῆς καὶ οἱ τοῦ στρατεύματος, ἀλλὰ καὶ ὁ δημώδης ὄχλος καὶ ἔμποροι καὶ οἳ τῶν ἐργαστηρίων προεστήκεσαν, καὶ ἔγγραφα περὶ τούτων ἐξέθεντο. ταῦτα μὲν οὖν κατὰ τὴν ἕκτην ἡμέραν τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους τοῦ σωτῆρος γεγόνασι. τῷ δὲ μεγάλῳ σαββάτῳ τὸν ἑαυτοῦ ἀδελφὸν Εὐδόκιμον νωβελίσιμον ὁ βασιλεὺς προεβάλετο καὶ κατ' αὐτὴν τὴν τοῦ πάσχα κυριακὴν ἔστεψε τὸν υἱὸν αὐτοῦ, τοῦ πατριάρχου τὴν κατ' ἔθος [284] πεποιηκότος εὐχήν. τεθνηκότος δὲ τοῦ πατριάρχου Νικήτα τοῦ ἐκτομίου, ὃς ἦν προεδρεύσας τῆς Κωνσταντινουπόλεως ἔτη τεσσαρεσκαίδεκα, χειροτονεῖται πατριάρχης Παῦλος ὁ Κύπριος, ἀναγνώστης ὢν καὶ ὀρθόδοξος.

   Εὑρὼν δέ τινας τῶν ἐπισήμων τοῦ παλατίου ταῖς θείαις εἰκόσι προσκύνησιν ἀπονέμοντας, τὴν ἀλωπεκῆν ἀποδὺς τὸν ἐντὸς κρυπτόμενον ἐδημοσίευσε λέοντα ὠμότατά τε αὐτοὺς αἰκισάμενος καὶ διὰ τῆς ἀγορᾶς ἐν ἀτίμῳ πομπῇ περιαγαγών, πρότερον ψιλώσας αὐτοὺς τῶν τριχῶν, οὕτως εἰς τὸ πραιτώριον ἐναπέθετο, ὅπου τινὲς αὐτῶν καὶ τὴν ψυχὴν τῷ κυρίῳ παρέθεντο. πέμπτον δ' ἀνύσας τῆς αὐταρχίας ἐνιαυτὸν ἐτελεύτησεν. ἐρασθεὶς γὰρ τοῦ στέμματος, ὅπερ ὁ Μαυρίκιος τῷ θεῷ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἀνέθετο, καὶ τοῦτο λαβὼν καὶ τῇ κεφαλῇ περιθέμενος εὐθὺς ἐλήφθη σφοδρῷ πυρετῷ, καὶ οὗτος αὐτὸν τῆς ζωῆς ὑπεξήγαγε.

[285]    Τοῦ δὲ θανόντος ἡ Αὐγούστα Εἰρήνη σὺν τῷ υἱῶ Κωνσταντίνῳ δέκατον ἐνιαυτὸν τῆς ἡλικίας ἀνύοντι τὴν βασίλειον ἀρχὴν διεδέξαντο. ἦσαν δὲ ἄμφω τῶν σεβασμίων εἰκόνων προσκυνηταί, ἀλλ' οὔπω τοὺς πόδας τῇ βασιλείᾳ βεβαίως ἐρείσασί τινες αὐτοῖς ἐπεβούλευσαν, ἵνα τὸν Καίσαρα Νικηφόρον τὸν τοῦ θανόντος βασιλέως Λέοντος ἀδελφὸν βασιλεύσωσι. γνωσθείσης δὲ τῆς συνωμοσίας τοὺς μὲν τῆς ἐπιβουλῆς μετασχόντας αἰκισαμένη ἡ βασιλὶς καὶ τὴν τρίχωσιν αὐτοῖς ἀποθρίξασα ὑπερορίαν τούτων κατεψηφίσατο, τοὺς δὲ τοῦ ἀνδρὸς αὐτῆς ἀδελφοὺς τούς τε Καίσαρας καὶ τοὺς νωβελισίμους καρῆναι παρασκευάσασα καὶ ἱερωσύνης ἀξιωθῆναι καὶ μεταδοῦναι τῷ λαῷ τῶν ἁγιασμάτων ἐποίησε κατὰ τὴν ἑορτὴν τῆς τοῦ σωτῆρος γεννήσεως. ἐκείνη δὲ σὺν τῷ υἱῷ προελήλυθε μετὰ τῆς συνήθους τοῖς βασιλεῦσι δορυφορίας καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ γενομένη τὸ στέμμα, ὃ ἐκεῖθεν ἀφείλετο ὁ ἀνὴρ αὐτῆς, προσήνεγκε, κόσμῳ πλείονι τοῦτο ἐπικοσμήσασα. ἔστειλε δὲ καὶ κατὰ τῶν Ἀράβων στράτευμα, ἵνα ἀνακόπτῃ τὰς ἐκείνων ἐπιδρομάς. ἐξελθόντες οὖν ἐπὶ λεηλασίαν Ἀγαρηνοὶ συναντῶνται παρὰ τῆς σταλείσης Ῥωμαϊκῆς στρατιᾶς καὶ τρέπονται καὶ ἀναιροῦνται [286] πολλοί. ἐν δέ γε τῇ Θράκῃ κατὰ τὸ Μακρὸν τεῖχος τότε τις ὀρύττων λάρνακι ἐντυγχάνει λιθίνῃ ἀνθρώπου φερούσῃ νεκρὸν καὶ γράμματα ἐγκεκολαμμένα ἐχούσῃ λέγοντα "Χριστὸς μέλλει γεννᾶσθαι ἐκ παρθένου, καὶ πιστεύω εἰς αὐτόν· ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν βασιλέων πάλιν, ἥλιε, ὄψει με." βουληθεῖσα μέντοι ἡ βασιλὶς Εἰρήνη γυναῖκα μνηστεύσασθαι τῷ υἱῷ, ἔπεμψε πρὸς Κάρουλον τὸν ῥῆγα τῶν Φράγγων, τὴν ἐκείνου παῖδα τῷ οἰκείῳ μνωμένη παιδί. εἶτα τὸ τοιοῦτον κῆδος καταλιποῦσα διὰ φόβον καὶ φιλαρχίαν, ἵνα μὴ δύναμιν ὁ υἱὸς αὐτῆς περιβάληται τὴν τῶν Φράγγων διὰ τὴν ἀγχιστείαν, ἐξ ἑῴας ἤνεγκε κόρην· ἣν οἱ μὲν ἐκ τοῦ τῶν Ἀρμενιακῶν θέματος λέγουσιν, ἕτεροι δ' ἐκ Παφλαγόνων, οὖσαν τοῦ ἐπὶ ἐλεημοσύνῃ διαβοήτου Φιλαρέτου θυγάτριον, καὶ ταύτην τῷ Κωνσταντίνῳ συνέζευξεν ἄκοντι καὶ τὸν γάμον αὐτῆς ἀποστέργοντι, ὅτι τὴν τοῦ Καρούλου παῖδα ἐκτόπως ἀγαγέσθαι ἐβούλετο.

   Ἀαρὼν δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς κατὰ Ῥωμαίων στρατεύσας [287] μέχρι Χρυσοπόλεως ἦλθεν. ὁ δὲ Κωνσταντῖνος στράτευμα πέμψας τὴν λίμνην Βανῆς δι' αὐτοῦ κατέσχε· καὶ τοῦτο μαθόντες οἱ Ἄραβες σπείσασθαι Ῥωμαίοις ᾐτήσαντο. ἀπελθόντες οὖν οἱ τῶν κοινῶν διοικηταὶ πρὸς τὸν Ἀαρών, ἵνα συνθήκας ποιήσωσι, καὶ μὴ φροντίσαντες πρότερον ὁμήρους τῶν παρ' ἐκείνοις ἀναγκαίων λαβεῖν, κατεσχέθησαν παρ' αὐτοῦ καὶ ἐν πέδαις καθείρχθησαν. ὅθεν βιασθέντες οἱ κρατοῦντες διὰ τοὺς ἄρχοντας ἐσπείσαντο, συνθέμενοι φόρους διδόναι τοῖς Ἄραψιν. οἱ μὲν οὖν ἐπὶ τοιαύταις συνθήκαις ἀνέζευξαν. ἡ δὲ βασίλισσα Ἐλπίδιον τὸν πατρίκιον στρατηγὸν Σικελίας προεχειρίσατο· εἶτα μαθοῦσα ὅτι τὰ τῶν Καισάρων φρονεῖ, ἔστειλε τοὺς ἄξοντας ἐκεῖθεν αὐτόν. τῶν δὲ Σικελιωτῶν μὴ παραχωρησάντων τοῖς σταλεῖσι λαβεῖν τὸν Ἐλπίδιον, ἡ Εἰρήνη θυμῷ ληφθεῖσα τὴν ἐκείνου γυναῖκα καὶ τοὺς παῖδας μαστίξασα καὶ τῶν τριχῶν ἀφελομένη ἐν τῷ πραιτωρίῳ καθεῖρξε· κατ' ἐκείνου δὲ ἐκπέπομφε στράτευμα, εὐνοῦχον αὐτοῖς ἐπιστήσασα τῶν πιστοτάτων αὐτῇ. πολέμων δὲ συνεχῶν γενομένων, τρέπεται ὁ Ἐλπίδιος καὶ ἀπέδρα εἰς Ἀφρικὴν καὶ τοῖς Ἄραψι προσεχώρησεν. οἱ δὲ [288] τοῦτον δεξάμενοι βασιλικὴν ταινίαν αὐτῷ περιέθεντο, καὶ ὡς βασιλεὺς ἀνηγόρευτο, εἰ καὶ μηδὲν αὐτῷ κατὰ σκοπὸν προεχώρησε.

   Τῆς δὲ περὶ τῶν Ἀράβων φροντίδος ἀπαλλαγεῖσα διὰ τὴν εἰρήνην ἡ βασιλὶς ἐξῆλθε σὺν τῷ υἱῷ κατὰ Θρᾴκην, δύναμίν τε πολλὴν ἐπισυρομένη καὶ ὄργανα μουσικά· καὶ ἀπελθοῦσα εἰς Βερόην καὶ τὸ ἐν αὐτῇ φρούριον ἀνοικοδομήσασα καὶ Εἰρηνόπολιν αὐτὸ ὀνομάσασα, ἀλλὰ μὴν καὶ τὴν Ἀγχίαλον δειμαμένη καὶ ἕως Φιλιππουπόλεως προελθοῦσα ὑπέστρεψε.

   Τοῦ δὲ πατριάρχου Παύλου νοσήσαντος καὶ τῆς ἐκκλησίας ὑποχωρήσαντος καὶ ἀποκαρέντος, ἡ βασιλὶς μετὰ τοῦ υἱοῦ αὐτῆς προσῆλθεν αὐτῷ, αἰτιώμενοι αὐτὸν τῆς ὑποχωρήσεως. ὁ δὲ "εἴθε" εἶπε "μηδὲ τὴν ἀρχὴν ἐπὶ τοῦ θρόνου τῆς ἀρχιερωσύνης ἐκάθισα, τῆς ἐκκλησίας τυραννουμένης καὶ σχίσματος ὄντος μέσον αὐτῆς καὶ τῶν ἄλλων καθολικῶν θρόνων." εἶτ' αὖθις ἐκ τῆς συγκλήτου λογάδας ἀπέστειλεν, ἐρωτῶσα ὅ,τι ἂν εἰς δέον οἰκονομηθείη. ὁ δὲ ἀπεκρίνατο ὡς "εἰ μὴ διὰ συνόδου καθολικῆς τὸ σφάλμα διορθωθῇ καὶ τῶν ἐκκλησιῶν προβαίη ἕνωσις, [289] οὐκ ἔστιν ὑμῖν σωτηρία." καὶ οἱ συγκλητικοί, "διὰ τί οὖν" εἶπον "αὐτὸς ἐν τῷ χειροτονεῖσθαι συνέθου τὰς εἰκόνας μὴ προσκυνεῖν;" ὁ δὲ ἀντεπήγαγε "διὰ τὴν τῶν κρατούντων μανίαν καὶ τὴν ὑμετέραν ἀπήνειαν. ἀλλὰ διὰ τοῦτο θρηνῶ καὶ διὰ μετανοίας πρὸς τοὺς οἰκτιρμοὺς κατέφυγον τοῦ θεοῦ, δεόμενος μὴ ὡς ἀρχιερεὺς κριθῆναι." ὁ μὲν οὖν ἐν τούτοις τὸν βίον κατέλυσεν· οἱ δὲ κρατοῦντες τὸν ἀοίδιμον Ταράσιον ἀσηκρῆτις ὄντα πατριάρχην προεχειρίζοντο, καὶ ὁ λαὸς ἅπας ἐπεψηφίζετο. ὁ δὲ ἀνένευε, μὴ δύνασθαι λέγων προστῆναι τῆς ἐκκλησίας ἀπεσχισμένης τῶν λοιπῶν τυγχανούσης ἐκκλησιῶν καὶ ὑπ' ἐκείνων ὑποβαλλομένης τῷ ἀναθέματι. ἐγκειμένων δὲ καὶ τῶν βασιλέων καὶ τοῦ λαοῦ, "εἰ συντίθεσθε" εἶπε "σύνοδον οἰκουμενικὴν ἀθροισθῆναι καὶ τῶν ἐκκλησιῶν γενήσεσθαι ἕνωσιν, δέξομαι καὶ αὐτὸς τὴν προχείρισιν." συνθεμένων δὲ πρὸς τοῦτο πάντων, ἐχειροτονήθη ὁ θεῖος Ταράσιος καὶ στέλλει αὐτός τε καὶ οἱ κρατοῦντες εἴς τε τὴν πρεσβυτέραν Ῥώμην, Ἀδριανοῦ ἐν αὐτῇ προεδρεύοντος, καὶ εἰς τοὺς λοιποὺς πατριάρχας, ζητοῦντες [290] σταλῆναί τινας παρ' αὐτῶν τοὺς ἐπὶ τῇ συνόδῳ παρουσιάσοντας· καὶ παρὰ πάντων ἐστάλησαν. ἀθροισθέντων δὲ καὶ τῶν λοιπῶν ἀρχιερέων καὶ μοναχῶν ἐν Νικαίᾳ τῆς Βιθυνίας καὶ ὁ πατριάρχης ἐξῆλθε Ταράσιος, καὶ συνέστη ἐκεῖ οἰκουμενικὴ σύνοδος ἑβδόμη, καὶ ἐκυρώθη τὰς σεπτὰς εἰκόνας καὶ προσκυνεῖσθαι καὶ σεβάζεσθαι, ἀναθέματι δὲ κατεκρίθησαν καὶ οἱ τρεῖς οἱ τῆς ἐν Κωνσταντινουπόλει προεδρεύσαντες ἐκκλησίας, ὅ τε Ἀναστάσιος καὶ ὁ Κωνσταντῖνος καὶ ὁ Νικήτας, καὶ τόμῳ τὰ τῇ ἱερᾷ συνόδῳ δόξαντα ἐνεγράφησαν. ἐκ δὲ Νικαίας εἰς τὴν τῶν πόλεων βασιλεύουσαν ἐνδημήσαντες οἱ τῆς συνόδου καὶ ἐν τοῖς βασιλείοις γενόμενοι, προκαθημένων καὶ τῶν βασιλευόντων, εἰς ἐπήκοον πάντων τὸν τόμον ἀνέγνωσαν· ὃς καὶ παρὰ τῶν κρατούντων κεκύρωτο ὑποσημηναμένων αὐτόν, καὶ οὕτως τὰ ἱερὰ ἐκτυπώματα ἐν τοῖς θείοις ναοῖς ἀνεστήλωντο, καὶ αἱ ἐκκλησίαι ἅπασαι ἥνωντο.

   Τὰ μὲν οὖν μέχρι τοῦδε παρὰ τῆς βασιλίσσης καὶ τῶν αὐτῇ προσῳκειωμένων τὰ τῆς βασιλείας ἰθύνοντο. ἤδη δὲ τὸν [291] μείρακα παρελάσας ὁ βασιλεὺς Κωνσταντῖνος καὶ εἰς νεανίαν τελεῖν ἠργμένος (εἰκοσαέτης γὰρ ἦν) καὶ ὁρῶν ἅπαντα παρὰ τῆς μητρὸς οἰκονομούμενα καὶ Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τὰ πάντα δυνάμενον ἑαυτὸν δὲ μηδενὸς ἀξιούμενον λόγου, ἤχθετο καὶ μετά τινων τῶν τε τῆς συγκλήτου βουλῆς καὶ τῶν ὑπηρετουμένων αὐτῷ ἐμελέτησε τὸν Σταυράκιον τῆς ἀρχῆς καθελεῖν καὶ ποιήσασθαι ὑπερόριον. γνωσθέντος δὲ τοῦ βουλεύματος, τοὺς μὲν τοῦ βασιλέως θεράποντας τοὺς αὐτῷ συμμετέχοντας τύψασα πάντας καὶ ψιλώσασα τῶν τριχῶν ἡ βασίλισσα ἄλλους ἄλλῃ ἐξώρισε, τοὺς δ' ἐκ τῆς συγκλήτου ἀτιμίᾳ περιβαλοῦσα τοὺς μὲν ἀπροΐτους τῶν ἰδίων οἴκων εἶναι κεκέλευκε, τῶν δὲ καὶ ὑπερορίαν κατεψηφίσατο. ἀλλὰ μὴν καὶ τὸν υἱὸν αἰκισαμένη καὶ λοιδορησαμένη προϊέναι κεκώλυκε. τὰ δὲ στρατεύματα ὀμνύειν ἠνάγκαζε μὴ δέξασθαι τὸν υἱὸν αὐτῆς εἰς αὐταρχίαν, ζώσης ἐκείνης. καὶ οἱ μὲν ἄλλοι καὶ ἄκοντες ὤμνυον, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν οὐχ ὑπέκυψαν, [292] ἀλλὰ καὶ βασιλέα γινώσκειν εἶπον τὸν Κωνσταντῖνον, καὶ πρὸ τῆς μητρὸς ἐξ ἀρχῆς ἀναγορευόμενον, καὶ οὕτως αὖθις αὐτὸν ἤθελον εὐφημεῖσθαι. ταῦτα ἡ Εἰρήνη μαθοῦσα ἔστειλε τὸν σπαθάριον Ἀλέξιον καὶ δρουγγάριον τῆς βίγλας τὸν Μωσηλέ, ἵν' αὐτοὺς εἰς τὸ αὐτῆς μετάθηται θέλημα. οἱ δὲ τὸν μὲν στρατηγὸν ἑαυτῶν συνέσχον ὑπὸ φρουράν, τὸν δὲ Μωσηλὲ ἄρχοντα τοῦ θέματος εἵλοντο καὶ μόνον τὸν Κωνσταντῖνον εὐφήμησαν αὐτοκράτορα. ἐντεῦθεν ὁρμηθέντες καὶ οἱ τῶν ἄλλων θεμάτων μόνον τὸν Κωνσταντῖνον ἀνηγόρευον βασιλέα, καὶ ἀθροισθέντες κοινῇ ἐκεῖνον μόνον ἀνεκήρυττον αὐτοκράτορα. δείσασα δὲ τὴν τῶν ταγμάτων ὁμόνοιαν ἡ Εἰρήνη προήνεγκε τὸν υἱόν. ὁ δὲ αὐτίκα τὸν Σταυράκιον αἰκισάμενος καὶ τοὺς ἐντιμοτέρους τῶν θεραπόντων τῶν μητρικῶν ὑπερώρισεν, αὐτὴν δὲ τὴν μητέρα τῶν βασιλείων ἐντίμως καταγαγὼν εἰς τὸν οἶκον αὐτῆς, ὃν ἐν τοῖς Ἐλευθερίου ἐδείματο, διάγειν ἐκέλευσε.

   Καὶ τὰ μὲν οὕτως ἔσχον· ἐμπρησμοῦ δὲ συμβάντος ὁ μέγας τρίκλινος τῶν ἱερῶν ἀνακτόρων ὁ Θωμαΐτης λεγόμενος ἔργον γέγονε τοῦ πυρός, ὅτε λέγονται καυθῆναι καὶ τὰ σχεδιάσματα [293] τῆς ἐξηγήσεως τῆς θείας γραφῆς, ἃ ὁ χρυσοῦς τὴν γλῶτταν συνεγράψατο Ἰωάννης, ἐκεῖσέ που ἀποκείμενα.

   Ὁ δέ γε βασιλεὺς Κωνσταντῖνος κατὰ Βουλγάρων ἐξεστράτευσε, τοῦ Καρδάμου τοῦ ἔθνους ἀρχηγετοῦντος· μικρᾶς δὲ προσβολῆς γενομένης ἀμφοῖν τοῖν ἀντιθέτοιν μεροῖν δειλία ἐνέσκηψε. καὶ ὁ μὲν βασιλεὺς ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν, οἱ δὲ Βούλγαροι εἰς τὰ ἤθη τὰ ἑαυτῶν. ἀλλὰ καὶ κατὰ Ἀράβων ὁρμήσας οὐδέν τι λόγου ἄξιον ἤνυσε.

   Παρακληθεὶς δὲ ὑπὸ τῆς μητρὸς καὶ τῶν ἐν τέλει τινῶν αὖθις ἀνάγει ταύτην εἰς τὰ βασίλεια καὶ ἑαυτῷ συνευφημεῖσθαι παραχωρεῖ· καὶ πάντα μὲν τὰ τῶν θεμάτων τάγματα ἐδέξαντο τὴν τῆς Εἰρήνης αὖθις ἀνάρρησιν, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν ἀντέπιπτόν τε καὶ ἐστασίαζον καὶ ἐπεκαλοῦντο τὸν πρῴην αὐτῶν, ὡς εἴρηται, στρατηγήσαντα Ἀλέξιον τὸν Μωσηλέ. ἔφθη γὰρ ὁ βασιλεὺς ἐκεῖθεν μεταπεμψάμενος καὶ τιμήσας πατρίκιον εἶχε μεθ' ἑαυτοῦ, φήμης ἐπικρατούσης μέλλειν βασιλεῦσαι τὸν ἄνδρα. διὰ ταύτην τοίνυν καὶ ὅτι παρὰ τῶν στασιαζόντων [294] ἐπεκαλεῖτο, δείσας ὁ βασιλεὺς καθεῖρξεν ἐν τῷ πραιτωρίῳ αὐτόν, τύψας πρότερον καὶ τὴν κόμην περιελών. τοῦ δὲ τῶν Βουλγάρων ἀρχηγετοῦντος ὡρμηκότος κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας, ἀσυντάκτως ὁ βασιλεὺς αὐτῷ ἐπελθὼν ἡττᾶται καὶ πλῆθος πολὺ στρατευομένων ἀπόλλυσιν, ἀλλὰ μὴν καὶ τῶν μεγιστάνων πολλούς. αἱ δὲ στρατιωτικαὶ συντάξεις ἀθροισθεῖσαι κατὰ τὴν μεγαλόπολιν ἐβουλεύοντο βασιλεῦσαι τὸν ἀπὸ Καισάρων Νικηφόρον τὸν τοῦ Κωνσταντίνου πατράδελφον. ἀλλὰ τὸ σκέμμα οὐκ ἔλαθε· διὸ αὐτὸς μὲν ὁ Νικηφόρος ἐξεκόπη τὰ ὄμματα· ὁ δέ γε Χριστοφόρος καὶ ὁ Νικήτας ὁ Ἄνθιμός τε καὶ ὁ Εὐδόκιμος τῶν γλωσσῶν ὑπέστησαν ἐκτομήν. ἀλλὰ καὶ τὸν Μωσηλὲ τὸν Ἀλέξιον ὁ βασιλεὺς ἐξετύφλωσεν, ὑποθήκαις ταῦτα μητρικαῖς ἐργασάμενος. οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν τὴν τοῦ Ἀλεξίου μαθόντες τύφλωσιν, τὸν σφέτερον στρατηγὸν ἐποίησαν ἔμφρουρον. ἦν δ' οὗτος ὁ Καμουλιανὸς ὁ πατρίκιος. ὡς οὖν ἀνηνέχθη τοῦτο τῷ βασιλεῖ, στέλλει κατ' αὐτῶν σὺν δυνάμει Κωνσταντῖνον τὸν Ἀρτασήραν καὶ τὸν Χρυσόχειρα, στρατηγὸν τῶν Βουκελλαρίων τυγχάνοντα. καὶ κροτηθέντος πολέμου [295] πολλοὶ μὲν ἔπεσον ἀμφοτέρωθεν, τρέπονται δὲ οἱ βασιλικοί, καὶ ἀμφοῖν ζωγρηθέντων τῶν στρατηγῶν, οὓς οἱ Ἀρμενιακοὶ αὐτίκα ἐτύφλωσαν. εἶτα ὁ κρατῶν αὐτὸς κατ' αὐτῶν ἐξεστράτευσε καὶ χειροῦται αὐτούς, καὶ τοὺς μὲν προὔχοντας ἀναιρεῖ, τοῖς δὲ λοιποῖς δημεύσει τῶν ὑπαρχόντων ἐπιτετίμηκε. χιλίους δὲ τῶν ἐκ τῆς αὐτῶν μητροπόλεως δεσμήσας καὶ ἐς μεγαλόπολιν ἐνεγκών, τὰς ὄψεις τε σφῶν καταστίκτους ποιήσας ἐν γράμμασι, μέλανος ἐγχεομένου τοῖς στίγμασιν (ἔλεγε δὲ ἡ γραφὴ "Ἀρμενιακὸς ἐπίβουλος"), διέσπειρε τούτους ἐν Σικελίᾳ καὶ ἐν ἄλλαις νήσοις.

   Τὴν δ' ἑαυτοῦ γυναῖκα Μαρίαν ἀποστέρξας ὁ βασιλεὺς ἀποκαρῆναι ταύτην ἐξεβιάσατο, συμβουλῇ, ὡς λέγεται, τῆς μητρὸς αὐτοῦ, ἵν' ὑπὸ πάντων μισηθείη καὶ εἰς αὐτὴν ἡ τῆς βασιλείας ἀντιπεριενεχθείη διοίκησις. κἂν γὰρ συνῆν τῷ υἱῷ περὶ τὰ ἀνάκτορα, ἀλλ' οὐ συμμετεῖχε τῆς ἐξουσίας, μόνης δέ γε τῆς εὐφημίας, λίαν δ' ἐνόσει τὸ φίλαρχον. μεταμφιασαμένης οὖν τῆς τοῦ κρατοῦντος συμβίου καὶ περιβαλομένης ἀκούσης [296] ἀντὶ τῆς βασιλείου στολῆς μοναζούσης ἄμφια μέλανα, Θεοδότην τινὰ κουβικουλαρέαν ἐκεῖνος ἠγάγετο, Αὐγούσταν στέψας αὐτήν.

   Καὶ κατὰ τῶν Ἀράβων ἐπιστρατεύσας τρόπαιον ἵστησι. τοῦ μέντοι Καρδάμου, ὃν ὁ λόγος τῶν Βουλγάρων ἐγνώρισεν ἀρχηγόν, φόρους ἀπαιτοῦντος αὐτῷ τελεῖσθαι παρὰ Ῥωμαίων καὶ περὶ τούτων διαπεμψαμένου πρὸς τὸν κρατοῦντα, ἢ τὴν Θρᾴκην ἄχρι τῆς πόλεως ἀπειλοῦντος ληίσασθαι, ἐκεῖνος κόπρον ὑποζυγίων τῷ βαρβάρῳ ἀπέστειλεν, ἐπιστείλας αὐτῷ ὅτι "γέρων εἶ καὶ μὴ κοπιάσῃς ἐνταῦθα ἐρχόμενος· ἐγὼ δὲ μᾶλλον ἐλεύσομαι ἐπὶ σέ." καὶ αὐτίκα τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνάμεις ἀπῄει κατὰ Βουλγάρων, καὶ ἤδη πλησίον ἀλλήλων γενομένων τῶν στρατευμάτων καὶ τοῦ βασιλέως εἰς μάχην προκαλουμένου τοὺς βαρβάρους, ὁ Κάρδαμος σὺν τοῖς οἰκείοις ἀποδειλιάσας στρατεύμασι φυγὰς ᾤχετο. ἀλλὰ καὶ οἱ Ἄραβες κατὰ τοῦ Ἀμορίου χωρήσαντες οὐδέν τι ἔσχον πρὸς τὴν πόλιν ἀνύσιμον, λείαν δὲ λαβόντες ὑπέστρεψαν.

[297]    Πλάτων δὲ ὁ καθηγητὴς τῆς τοῦ Σακουδίωνος μονῆς τῷ πατριάρχῃ Ταρασίῳ κοινωνεῖν οὐκ ἠνείχετο, ὅτι ἐκεῖνος τὸν βασιλέα εἰς κοινωνίαν ἐδέξατο τὴν ἑαυτοῦ γυναῖκα καταλιπόντα καὶ ἑτέρᾳ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς συνοικήσαντα· μοιχείαν γὰρ ὠνόμαζε τὸ γενόμενον. ὃν ὁ βασιλεὺς ἀγαγὼν ἐν τῷ παλατίῳ καθεῖρξεν· ἡ δὲ τούτου μήτηρ ἀντεποιεῖτο τοῦ Πλάτωνος, ὅτι κατῄσχυνε τὸν υἱὸν αὐτῆς. ἐκδημήσας δὲ τῆς πόλεως ὁ κρατῶν μετὰ τῆς οἰκείας μητρὸς εἰς Προῦσάν τε γεγονὼς καὶ μαθὼν τεχθῆναί οἱ παιδίον ἄρρεν, ἐκεῖ τὴν μητέρα καταλιπὼν σπουδαίως ὑπέστρεψεν. ἡ δὲ λαβομένη ἀδείας τοὺς τῶν ταγμάτων ἄρχοντας δωρεαῖς τε καὶ ὑποσχέσεσιν ὑποποιησαμένη πέπεικε συνθέσθαι καθελεῖν μὲν τὸν υἱὸν αὐτῆς, αὐτῇ δὲ μόνῃ τὴν αὐταρχίαν περιποιήσασθαι. καὶ συνθεμένων εὐκαιρίαν ἐζήτει. τέθνηκε δὲ τὸ τεχθὲν παιδίον τῷ βασιλεῖ, ὅπερ ὠνόμασε Λέοντα, καὶ ἐθρηνήθη παρὰ τοῦ πατρός. οἱ δὲ τῆς κατ' αὐτοῦ ἐπιβουλῆς συνίστορες τῇ μητρὶ αὐτοῦ δείσαντες μὴ τοῦ καιροῦ τριβομένου καὶ ὑπερτιθεμένης τῆς πράξεως γνωσθῶσι [298] καὶ κατασχεθέντες ἀπόλωνται, σπεύσαντες συνέσχον ἐν τῷ παλατίῳ τὸν βασιλέα καὶ περὶ ὥραν ἐννάτην τοὺς ὀφθαλμοὺς αὐτοῦ ὠμότατα ἐξορύττουσι, προνοούμενοι μὴ μόνον τοῦ φωτὸς στερηθῆναι αὐτόν, ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς. ὅτε συνέβη ἐφ' ἡμέρας ἑπτακαίδεκα μὴ λάμψαι τὸν ἥλιον, ἀλλ' ἀλαμπεῖς εἶναι καὶ σκοτώδεις τὰς ἡμέρας ἐκείνας, οὐκ οἶδα εἴτε τυχαίως οὕτω συμβὰν εἴτε καὶ διὰ τὴν τοῦ Κωνσταντίνου τύφλωσιν, ὡς τηνικαῦτα τοῖς ἀνθρώποις ἐδόκει, οἷα τῆς θείας προνοίας νεμεσησάσης τῷ πάθει, ὡς ἐκ μητρὸς εἰς υἱὸν γενομένῳ. καὶ ὁ μὲν οὕτω τοὺς ὀφθαλμοὺς ἐξωρώρυκτο κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν ἐκεῖνος τὸν θεῖον αὐτοῦ Νικηφόρον καὶ τὸν Μωσηλὲ ἐξετύφλωσε καὶ τῶν λοιπῶν, ὡς εἴρηται, τὰς γλώσσας ἀπέτεμε, πέντε μεταξὺ παρεληλυθότων ἐνιαυτῶν. ἡ δὲ Εἰρήνη καὶ αὖθις τῆς μοναρχίας ἐπείληπτο.

   Καὶ ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τοῦ πάπα θανόντος Ἀδριανοῦ Λέων κεχειροτόνητο, ἀνὴρ αἰδοῖος καὶ τιμιώτατος. οἱ δὲ τῷ θανόντι Ἀδριανῷ προσήκοντες στασιάσαι τὸν λαὸν ἠρέθισαν [299] κατ' αὐτοῦ καὶ συσχόντες αὐτὸν ἐλωβήσαντό οἱ τὰ ὄμματα, ἀλλ' οὐκ ἐξετύφλωσαν. οἱ γὰρ ἐπιτραπέντες τὴν τύφλωσιν ἐφείσαντο τοῦ ἀνδρὸς αὐτὸν κατοικτείραντες καὶ ἔξωθεν ἐλυμήναντο τοῖς αὐτοῦ ὀφθαλμοῖς, τοῦ δὲ φωτὸς αὐτὸν οὐκ ἐστέρησαν. ὃς μετέπειτα τῷ τῶν Φράγγων ῥηγὶ προσρυεὶς Καρούλῳ παρ' ἐκείνου εἰς τὸν τῆς Ῥώμης ἀποκατέστη θρόνον καὶ τοὺς ἐχθροὺς ἀντημύνατο, ἐξότου καὶ ἡ Ῥώμη ὑπὸ τοὺς Φράγγους ἐγένετο, τοῦ Καρούλου ταινιωθέντος ὑπὸ τοῦ Λέοντος καὶ βασιλέως Ῥωμαίων ὀνομασθέντος. ἐπὶ γὰρ τοῦ προτέρου Ἰουστινιανοῦ τῇ Ἰταλίᾳ ἐπῆλθον οἱ Φράγγοι, ἐκ γένους ὄντες τῶν Γερμανῶν, ὡς ἄνω που εἴρηται, καὶ ἦσαν τοῖς Ῥωμαίοις πολέμιοι. ἐπὶ δὲ Λέοντος τοῦ Ἰσαύρου ὁ τότε πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν ἀποστὰς τοῦ ὑπείκειν τῷ ἀσεβεῖ βασιλεῖ ἐκείνῳ καὶ δασμοφορεῖν καὶ τοῦ κοινωνεῖν τοῖς ἀσεβῶς προεστῶσι τῆς ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, ἐσπείσατο τοῖς Φράγγοις καὶ τὰς πρὸς ἐκείνους μάχας κατέλυσεν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης ὁ πάπας Λέων καὶ εἰς τὴν Ῥώμην αὐτοὺς εἰσεδέξατο, [300] καὶ οὕτω τῆς Ἰταλίας πάσης καὶ τῆς Ῥώμης αὐτῆς ἐκυρίευσαν.

   Τῆς Εἰρήνης δὲ μοναρχησάσης, ὡς λέλεκται, οἱ ἀνδράδελφοι αὐτῆς καθειργμένοι τυγχάνοντες ἠδυνήθησαν τῇ μεγάλῃ προσελθεῖν ἐκκλησίᾳ, παρά τινων νεωτεριστῶν πρὸς τοῦτο ἀναπεισθέντες. Ἀέτιος οὖν ὁ εὐνοῦχος, μέγα τότε παρὰ τῇ βασιλίσσῃ δυνάμενος, ἀπελθὼν καὶ πίστεις αὐτοῖς παρασχὼν ὡς οὐδὲν δεινὸν πείσονται, ἐξήνεγκε τῆς ἐκκλησίας αὐτοὺς καὶ εἰς Ἀθήνας ἀπήχθησαν ὑπερόριοι. κἀκεῖ διαγόντων αὐτῶν τινὲς τῶν τῆς Ἑλλάδος προσῆλθον τῷ ἄρχοντι τῶν Σθλαβικῶν ἐθνῶν, δεόμενοι αὐτοῦ ἐξαγαγεῖν αὐτοὺς καὶ ἕνα προχειρίσασθαι βασιλέα καὶ ἀναγαγεῖν αὐτὸν εἰς τὴν βασιλίδα τῶν πόλεων. μηνυθέντος δὲ τούτου τῇ βασιλίδι, προστάξει ἐκείνης ἀπετυφλώθησαν ἅπαντες.

   Ὁ δὲ τῶν Φράγγων ἀρχηγὸς Κάρουλος βασιλεὺς Ῥωμαίων παρὰ τοῦ πάπα Λέοντος, ὡς εἴρηται, ἀναγορευθεὶς πρέσβεις ἔπεμψε πρὸς τὴν Εἰρήνην, ζητῶν συζευχθῆναι αὐτῇ κατὰ συμβίωσιν γαμικήν. καὶ οὐδ' ἐκείνῃ τοῦτο ἀβούλητον ἔδοξε, καὶ [301] γέγονεν ἄν, εἰ μὴ ὁ ἐκτομίας Ἀέτιος παραδυναστεύων πᾶσαν ἐκίνησε μηχανὴν εἰς τὸ μὴ ἀποτελεσθῆναι τὴν συζυγίαν. οὗτος γὰρ μέγα δυνάμενος ἐν τοῖς βασιλείοις τὸν οἰκεῖον ὁμαίμονα Λέοντα ἀξιῶσαι τῆς βασιλείας διὰ μελέτης πεποίητο, ὃς δὴ Λέων διὰ σπουδῆς τοῦ Ἀετίου μόνος αὐτὸς στρατηγὸς Θρᾴκης καὶ Μακεδονίας προὐβέβλητο· ὁ δέ γε Ἀέτιος τῶν ἑῴων ἦρχε θεμάτων τοῦ Ὀψικίου καὶ τῶν ἀνατολικῶν, κἀντεῦθεν ὑπερφρονήσας τῶν ἐν τέλει περιεφρόνει καὶ ἀλαζονικῶς αὐτοῖς προσεφέρετο. οἱ δὲ τούτοις ἀχθόμενοι βούλευμα κατὰ τῆς βασιλίσσης συνέθεντο καὶ τὸν πατρίκιον Νικηφόρον καὶ γενικὸν λογοθέτην παραλαβόντες βαθείας νυκτὸς ἦλθον εἰς τὴν Χαλκῆν, τῆς βασιλίσσης Εἰρήνης νοσούσης καὶ ἐν τῷ οἴκῳ αὐτῆς τῷ ἐν τοῖς Ἐλευθερίου κειμένης· εἶπον οὖν τοῖς ἐκεῖσε φυλάττουσι παρὰ τῆς βασιλίσσης σταλῆναι, ἵνα βασιλέα τὸν Νικηφόρον ἀναγορεύσωσιν, ὡς ἂν οὕτω παύσηται ὁ πατρίκιος Ἀέτιος βιαζόμενος αὐτὴν τὸν ἑαυτοῦ σύγγονον προχειρίσασθαι βασιλέα. πιστεύσαντες οὖν τοῖς ταῦτα λέγουσι πατρικίοις τῶν περιφανῶν οὖσι, καὶ αὐτοὶ τὸν Νικηφόρον σὺν ἐκείνοις εἰς βασιλέα εὐφήμησαν, [302] καὶ οὕτω παραχωρηθέντες εἰς τὸ μέγα εἰσῆλθον ἀνάκτορον. εἶτα δι' αὐτῆς τῆς νυκτὸς ὄχλον ἀθροίσαντες σύγκλυδα διὰ πάσης τῆς ἀγορᾶς πρὸ τῆς ἡμέρας τὴν τοῦ Νικηφόρου πεποίηντο ἀναγόρευσιν καὶ τῷ τῆς Εἰρήνης οἴκῳ, καθ' ὃν διῆγε τότε, φρουρὰν περιέστησαν. ἡμέρας δὲ ἤδη ἐπιφαυούσης εἰς τὰ πρὸς ἕω βασίλεια μεταγαγόντες αὐτὴν καὶ κατακλείσαντες, εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκοντο, ἵν' ἐκεῖ ταινιωθείη ὁ Νικηφόρος καὶ αὐτοκράτωρ ἀναρρηθείη· ὃ δὴ καὶ γέγονε.

   Τῇ γοῦν ἑξῆς ἡμέρᾳ πρὸς τὴν βασίλισσαν ἧκεν, οὖσαν ὑπὸ φρουρούς, ἄκων προαχθῆναι λέγων εἰς τὴν ἀρχὴν τὴν βασίλειον, μηδὲ γὰρ εἶναι αὐτῷ πρὸς βουλῆς, καὶ θαρρεῖν αὐτὴν ἀναπείθων, ὡς οὐδενὸς ἀτυχήσουσαν τῶν παρὰ δούλου ὀφειλομένων πρὸς δέσποιναν γίνεσθαι. ἠξίου δὲ τοὺς βασιλικοὺς ὑποδεῖξαι πάντας αὐτῷ θησαυρούς. ἡ δὲ "τὰ κατ' ἐμὲ" φησὶ πρὸς αὐτὸν "ἀναθεμένη θεῷ τὴν μὲν ἔκπτωσιν τῆς βασιλείας [303] ἐπιγράφω ταῖς ἁμαρτίαις μου, τὴν δὲ σὴν ἀνάρρησιν λογιζομένη ἀπὸ θεοῦ ὡς ἐξ ἐκείνου προβληθέντα σε προσκυνῶ, καὶ ἀξιῶ φείσασθαί μου τῆς ἀσθενείας καὶ ἐᾶσαι διάγειν με ἐν τῷ οἴκῳ μου." κἀκεῖνος "εἰ μή τι ἀποκρύψεις τῶν τεθησαυρισμένων ἐν ἀποκρύφοις, ἔσται σοι καὶ τοῦτο" φησί "καὶ εἴ τι σοί ἐστι πρὸς ἀρέσκειαν ἕτερον," καὶ ὅρκον ἐξ αὐτῆς περὶ τούτου ἀπῄτησεν. ἡ δὲ ὤμοσε καὶ πλεῖστα ὑπέδειξε. καὶ ὃς αὐτίκα εἰς τὴν νῆσον αὐτὴν ὑπερώρισεν, ἣ τοῦ Πρίγκιπος ἐπωνόμασται, ἐν ᾗ μονὴν ὑπῆρχε δομησαμένη. ἦν γὰρ ὁ Νικηφόρος φιλοχρηματώτατος λίαν ἀπληστότατός τε καὶ ἀπιστότατος καὶ κακίας πάσης, ὡς εἰπεῖν, καταγώγιον. καὶ οὐδ' ὑποκριθῆναι πρὸς βραχὺ τέως ἠνέσχετο πρὸς τοὺς ὑπηκόους χρηστότητα, ἀλλ' αὐτίκα πάσης ἀδικίας τὰ πάντα ἐπλήρωσε. καὶ οὐδὲ τῶν συναραμένων αὐτῷ εἰς τὸ βασιλεῦσαι ἐφείσατο, ἀλλὰ τὸν μὲν Τριφύλλιον φαρμάκῳ ἀνεῖλε, τὸν δὲ πατρίκιον Βαρδάνην καὶ στρατηγὸν τῶν ἀνατολικῶν, ᾧ Τοῦρκος ἦν ἐπίκλησις, ἀναγορευθέντα εἰς βασιλέα παρὰ τῶν ἑῴων ταγμάτων εἴτε θέλοντα εἴτε ἄκοντα (λέγεται γὰρ ἀμφότερα), εἶτα μεταμεληθέντα [304] καὶ πίστεις ἀπαθείας παρ' αὐτοῦ εἰληφότα μοναχόν τε γενόμενον καὶ εἰς τὴν νῆσον τὴν λεγομένην Πρώτην διαπεραιωθέντα, ὅπου ἦν δειμάμενος μοναστήριον, στείλας κρυφίως τινάς, ὡς δοκεῖν ἀγνοοῦντος αὐτοῦ πεπρᾶχθαι τὸ ἔργον, ἐστέρησε τοῦ φωτὸς καὶ λυπεῖσθαι ἐσχηματίζετο καὶ ἐξώμνυτο ἀμέθεκτος εἶναι τοῦ τοιούτου τολμήματος. τὸν δὲ τῆς Εἰρήνης υἱὸν τὸν Κωνσταντῖνον προσελάβετο καὶ ὑπεποιεῖτο, ἵν' αὐτῷ ὑποδείξῃ κρυπτόμενα χρήματα. κἀκεῖνος ὑπέδειξεν ἐν τοίχῳ συνεκτισμένα πολλά. συνεὶς δὲ ὁ βασιλεὺς Νικηφόρος ἀχθομένους αὐτῷ ἅπαντας καὶ δείσας μὴ τὴν Εἰρήνην αὖθις ἐγγὺς οὖσαν λαβόντες εἰς τὴν βασιλείαν ἐπαναγάγωσιν, εἰς Λέσβον αὐτὴν ὑπερόριον ἔθετο καὶ φρουροὺς ἐπιστήσας αὐτῇ, ἔνθα τῇ λύπῃ καταποθεῖσα τὴν ζωὴν ἐξεμέτρησεν. ἔστεψε δὲ καὶ τὸν υἱὸν αὐτοῦ Σταυράκιον ὁ Νικηφόρος, εἰδεχθῆ τε λίαν ὄντα καὶ ἀφελῆ καὶ μήτε εἶδος μήτε μὴν γενναιότητα μήτε σύνεσιν ἔχοντα τυραννίδος ἐπάξια.

[305]    Τοῦ μέντοι πατριάρχου Ταρασίου τὸν βίον μετηλλαχότος κατὰ τὴν πρώτην ἑβδομάδα τῶν νηστειῶν, Νικηφόρος ὁ ἀοίδιμος ψήφῳ κοινῇ κατὰ τὴν τοῦ πάσχα κυριακὴν πατριάρχης κεχειροτόνητο, ἀσηκρῆτις τυγχάνων, Πλάτωνος καὶ Θεοδώρου τοῦ γεγονότος ἡγουμένου τῆς τοῦ Στουδίου μονῆς στασιασάντων διὰ τὴν τοῦ μάκαρος ἐκείνου χειροτονίαν, ὅτι ἀθρόως ἐκ λαϊκῶν εἰς τὴν ἐπισκοπὴν προκεχείριστο, καίτοι τούτου πολλάκις πραχθέντος. οὓς καὶ ἀπελάσαι τῆς πόλεως ὁ βασιλεὺς ἐβουλεύσατο, οὐ μὴν καὶ εἰς ἔργον τὸ βούλευμα ἤνεγκεν. εἰσὶ δ' οἳ λέγουσι σκῆψιν εἶναι τὸ στασιάσαι αὐτοὺς διὰ τὸ ἐκ λαϊκῶν γενέσθαι πατριάρχην τὸν ἱερὸν Νικηφόρον, τὸ δ' ἀληθὲς αἴτιον φιλαρχίαν εἶναι. ἠβούλοντο γὰρ τῆς ἐκκλησίας ἐγκρατεῖς γενέσθαι καὶ τοῦ ἀρχιερατικοῦ τῆς Κωνσταντινουπόλεως ἐπιβῆναι θρόνου περὶ πλείστου πεποίηντο. τῷ δὲ υἱῷ αὐτοῦ Σταυρακίῳ ἀγαγέσθαι γυναῖκα ὁ βασιλεὺς βουληθεὶς Θεοφανὼ τὴν Ἀθηναίαν, προσγενῆ τῆς βασιλίσσης Εἰρήνης οὖσαν καὶ ἤδη κατηγγυημένην [306] ἀνδρί, διαζεύξας αὐτοῦ ἀθέσμως τῷ Σταυρακίῳ συνέζευξε.

   Πανσπερμία δὲ παντοδαπῆς κακίας οὗτος τυγχάνων ὁ αὐτοκράτωρ οὐ διέλιπεν ἄλλα ἐπ' ἄλλοις εἰς συντριβὴν τῶν ὑπηκόων ἐπινοούμενος. ὀλίγων δ' ἐπιμνησθήσομαι, τὰ πολλὰ παρεῶν, ἵν' ὡς ἐκ πλήρους πίθου γεῦμα ταῦτα τοῖς τῇ ἱστορίᾳ ἐντυγχάνουσιν ἔσοιντο. στρατεύεσθαι τοὺς ἀπόρους ἐκ τῶν θεμάτων ἐθέσπισε καὶ παρὰ τῶν ὁμοχώρων ὅπλα τε αὐτοῖς χορηγεῖσθαι καὶ ἀναλώματα καὶ τὰ τῶν ἀπόρων τέλη τοὺς εὐποροῦντας εἰσπράττεσθαι, ὃ ἀλληλέγγυον ὠνομάσθη. ἐπόπτας προὐβάλλετο, ἐπισκήπτων ἐπαύξειν σφᾶς τὰ δημόσια, ἀπαιτεῖσθαι δὲ καὶ ὑπὲρ χαρτιατικοῦ ἐπὶ τῷ νομίσματι δύο κεράτια. οἳ καὶ τὰ κρείττω τῶν ἀκινήτων ἐκ τῶν δεσποτῶν ἀφαιρούμενοι τῷ δημοσίῳ ἀφώριζον. τούτου καὶ ἡ τοῦ καπνικοῦ ἐπίθεσις ἐννόημα κάκιστον, ἐπαχθέντος τοῖς τῶν ἐκκλησιῶν καὶ πτωχείων γηρωκομείων τε καὶ μοναστηρίων παροίκοις καὶ παντὶ [307] μήτε γῆν ἔχοντι μήτε τέλος, καὶ τὸ τοὺς ἐξ ἀπόρων ὅπως δήποτε εἰς εὐπορίαν μετενεχθέντας χρήματα ἀπαιτεῖσθαι, ὡς εὑρετὰς θησαυρῶν, καὶ τὸ τοὺς τῶν νηῶν κτήτορας ἀναγκάζεσθαι γῆν ὠνεῖσθαι ἀπὸ τοῦ δημοσίου, ἀνθρώπους οὐδ' ὅ,τι ἐστὶ γεωργία γινώσκοντας· καὶ τοῦτο ἐπὶ τῶν ἐν τοῖς θέμασιν οἰκούντων ναυκλήρων ἐγίνετο. τοῖς δ' ἐν Κωνσταντινουπόλει νηῶν κτήτορσι προσερρίπτει ἀνὰ δώδεκα λίτρας ἑκάστης χρυσίου, ἵνα τόκον καταβάλοι τῷ δημοσίῳ, τῶν ἄλλων βαρῶν τῶν τοῖς πλοίοις ἐπικειμένων ἐπέκεινα. καὶ οὓς δ' ἂν ἔμαθε τῶν ἐμπόρων ἢ ἐργαστηρίων προϊσταμένων πολλῶν εὐπορεῖν, στέλλων ἀφῃρεῖτο τὰ χρήματα, πολλοστόν τι μέρος ἐκείνοις ἐῶν, οἷον καὶ ἐπί τινι πράτῃ κηρίων εἰργάσατο. μαθὼν γὰρ τὸν ἄνδρα ἐκεῖνον κύριον εἶναι χρημάτων πολλῶν μεταπέμπεται αὐτὸν καὶ "ἐπίθες σου" φησί "τὴν χεῖρα τῇ κεφαλῇ μου καὶ ὄμοσον κατ' αὐτῆς πόσον σοι χρυσίον ἐστί." τοῦ δὲ βιασθέντος τοῦτο ποιῆσαι καὶ ὀμόσαντος ἑκατὸν ἔχειν λίτρας, ἐνεχθῆναι ταύτας παρεκελεύσατο. ὡς οὖν ἐκομίσθησαν, "οὐ χρεία σοι τοσούτου" εἶπε "χρυσοῦ." δέκα γοῦν λίτρας αὐτῷ ἐπιτρέψας λαβεῖν τὰς λοιπὰς αὐτὸς ᾠκειώσατο, ὁμοδίαιτον αὐτὸν τηνικαῦτα πεποιηκώς, [308] ἐνενήκοντα χρυσίου λιτρῶν τὸ συναριστῆσαι τῷ βασιλεῖ οὐχ ἑκόντα πριάμενον.

   Τοιαῦτα πολλὰ ὁ Νικηφόρος κατὰ τῶν ὑπηκόων ἐπινοῶν (ἦν γὰρ ποριμώτατος ἐν τοιούτοις) πᾶσαν αὐτοῖς ἐπήνεγκε κάκωσιν καὶ ὑπὸ πάντων μεμίσητο. ὅθεν ἄγνωστός τις ἀνὴρ ξίφος ποτὲ λαβὼν ἐν χεροῖν εἰσέδραμε τὰ βασίλεια, ἀνελεῖν τὸν βασιλέα τοῦτον ζητῶν. τινῶν δ' ἐπιδραμόντων αὐτῷ, τοὺς μὲν ἔπληξε τῷ ξίφει, αὐτὸς δὲ συσχεθεὶς καὶ βασάνοις ἐκδοθεὶς οὐδέν τι κατά του ἐξέφηνεν, ἀλλὰ παρακεκόφθαι τὰς φρένας ὑποκριθεὶς κατάκλειστος γέγονε. Μανιχαίοις δὲ καὶ τοῖς καλουμένοις Ἀθιγγάνοις ἐν χρησμοῖς τε καὶ οἰωνίσμασι καὶ τελεταῖς ἀπορρήτοις ἐκέχρητο. κἀντεῦθεν εἰς τὰς χώρας τὰς Ῥωμαϊκὰς εἰσεφθάρησαν, καὶ πολλοὶ τῶν ἀβελτέρων εἰς τὴν πίστιν ὑπ' αὐτῶν διεφθάρησαν.

   Οἱ δὲ τῆς Ἄγαρ πολλάκις ἐπιστρατεύοντες κατὰ Ῥωμαίων ἐκάκουν τὰς χώρας, εἷλον δὲ σὺν ἄλλοις καὶ τὴν Εὐχάϊταν. καὶ οὗτοι μὲν τὰ πρὸς ἀνίσχοντα ἥλιον ἐληίζοντο, οἱ δὲ Βούλγαροι τὰ ἑσπέρια. ἐπιστρατεῦσαι τοίνυν κατὰ Βουλγάρων ὁ [309] βασιλεὺς ἐβουλεύσατο· καί τινος τῶν οἰκειοτάτων αὐτῷ συμβουλεύοντος αὐτῷ ἐνδοῦναι τοῖς ὑπηκόοις τὴν κάκωσιν, "πάντες γάρ" ἔφη "καταβοῶσιν ἡμῶν καί, εἴ τι τῶν ἀπαισίων συμβαίη ἡμῖν, πάντες ἐπιχαρήσονται τῇ πτώσει ἡμῶν," ἐκεῖνος ἔφη ὡς "ὁ θεὸς ἐσκλήρυνε τὴν καρδίαν μου κατὰ τὴν τοῦ Φαραώ· μὴ οὖν ἐκδέχου τι ἀγαθὸν τοῖς ὑπὸ χεῖρά μου ἐξ ἐμοῦ." συναθροίσας οὖν τὰ τάγματα πάντοθεν καὶ εἰς Βουλγαρίαν παραγενόμενος, τοῦ Κρούμου τοῦ ἔθνους ἀρχηγετοῦντος, τὸ μὲν πρῶτον εὐτύχησεν, ὥστε καὶ τὴν τοῦ Κρούμου παρειληφέναι αὐλήν (οὕτω γὰρ τὴν τοῦ σφῶν ἀρχηγοῦ οἱ Βούλγαροι ἐκάλουν κατοίκησιν), καὶ τοῖς ἐκείνου ταμείοις σφραγῖδας ἐπιβαλεῖν, ὡς ἤδη γενομένοις αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων διὰ σκύλων ἁρπαγὴν τιμωρήσασθαι. τοῦ δὲ Κρούμου ἀποδεδειλιακότος καὶ ἱκετεύοντος φείσασθαι τοῦ ἔθνους καὶ ἐφ' οἵαις ἂν βούλοιτο συνθήκαις σπείσασθαι αὐτῷ, ὀγκωθεὶς ἐκεῖνος τῷ εὐτυχήματι τὰς σπονδὰς οὐ προσήκατο. ἀπογνοὺς οὖν ὁ Κροῦμος καὶ τὸν περὶ ψυχῆς ἤδη λογιζόμενος θέειν, τὰς ἑαυτοῦ δυνάμεις συναγαγὼν καὶ λόγοις παρακλητικοῖς παρακροτήσας αὐτούς, ἔπεισι νυκτὸς ἔτι οὔσης κατὰ τῆς τῶν Ῥωμαίων παρεμβολῆς [310] ἀφυλάκτως κοιμωμένων ἁπάντων (μὴ γὰρ ἄν ποτε τολμῆσαι συμμίξαι αὐτοῖς τοὺς βαρβάρους ἐξ ἀπονοίας πολλῆς ᾤοντο)· καὶ αὐτίκα κατὰ τῆς βασιλείου σκηνῆς ὡρμήκεσαν, καὶ ἀναιρεῖται μὲν ὁ Νικηφόρος, τὸ δ' ὅπως ἠγνόηται. λέγεται δὲ καὶ παρὰ τῶν οἰκείων ἀναιρεθῆναι ἢ πρωτουργησάντων τὴν ἐκείνου σφαγὴν ἢ τῶν μὲν βαρβάρων καταρξαμένων, τῶν δὲ Ῥωμαίων ἐπεξεργασαμένων τὸν φόνον τὸν τοῦ ἀλάστορος. τιτρώσκεται δὲ καὶ ὁ Σταυράκιος μεταξὺ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ τοῦ τένοντος, καὶ ἀναιροῦνται πολλοὶ μὲν τῶν ἐν ὑπεροχαῖς, τῶν ἐν τέλει, τῶν ἐν στρατηγίαις, τῶν ἐν ἀξιώμασι, τῶν δ' ἄλλως στρατευομένων καὶ τῶν τῆς βασιλικῆς ὑπηρεσίας καὶ τῶν λοιπῶν θεραπόντων οὐδὲ ἀριθμητοί. διαρπάζεται δὲ ξύμπασα ἡ τοῦ βασιλέως ἀποσκευὴ καὶ ἅπαν τὸ τῶν Ῥωμαίων χαράκωμα, καὶ περιγίνεται τοῖς βαρβάροις καὶ πλοῦτος συχνὸς καὶ ὅπλα πολλὰ καὶ ἵππος μυρία. μόλις δ' οὖν ὁ Σταυράκιος περισώζεται καὶ ὅσοις ἡ νὺξ παρέσχε λαθεῖν λόχμας ὑποδῦσι καὶ ἕλη [311] καὶ τοιαῦτά τινα. τὸν δὲ τοῦ βασιλέως Νικηφόρου νεκρὸν λαβὼν ὁ Κροῦμος καὶ τὴν κεφαλὴν ἐκτεμὼν ἐφ' ἡμέρας μέν τινας ἐφ' ὕψους ἀνήρτησε, θεατρίζων ταύτην καὶ ἐμπομπεύων τῷ κατορθώματι. εἶτα τὸ τῆς κορυφῆς ὀστοῦν ἀποδιελὼν καὶ γυμνώσας τοῦ δέρματος ἀργύρῳ τε περιδύσας, ὡς κύλικι τούτῳ ἐκέχρητο, οἶνόν τ' ἐγχέων αὐτῷ πίνειν ἐδίδου τοῖς ὑπ' αὐτόν. ἀγγελθέντος δ' ἐν Βυζαντίῳ τοῦ τῶν Ῥωμαίων ὀλέθρου καὶ τῆς τοῦ βασιλέως σφαγῆς, θρῆνος μὲν ἦν πανταχόσε πολὺς καὶ ὠλόλυζον οἱ τοῖς ἀνῃρημένοις προσήκοντες· κουφισμὸν δ' ἐποίει τῆς συμφορᾶς ἡ τοῦ κρατοῦντος ἀπώλεια.

   Ὁ μὲν οὖν Νικηφόρος κάκιστος γεγονὼς ἀπώλετο αἴσχιστα. ὁ δέ γε Σταυράκιος πεπληγμένος φυγὼν εἰς Ἀδριανούπολιν διασώζεται, ἔνθα καὶ αὐτοκράτωρ ἀνερρήθη τῶν ἐν ἀρχαῖς ἐνίων σπουδῇ, καὶ κακῶς ἐκ τοῦ τραύματος διακείμενος εἰς τὴν μεγαλόπολιν εἰσελήλυθεν. ἐπεβούλευε δὲ τῷ κουροπαλάτῃ Μιχαήλ, ᾧ Ῥαγγαβὲ τὸ ἐπώνυμον, γαμβρῷ αὐτοῦ ὄντι ἐπὶ Προκοπίᾳ [312] τῇ ἀδελφῇ, βουλόμενος τὴν βασιλείαν τῇ ἑαυτοῦ συμβίῳ καταλιπεῖν. γνόντες δὲ τὴν τοῦ Σταυρακίου μελέτην οἱ τῆς συγκλήτου βουλῆς καὶ τοὺς περιλειφθέντας ἐκ τῶν ταγμάτων ἀθροίσαντες, κατ' ὄρθρον ἤδη τῆς νυκτὸς οὔσης ἀναγορεύουσι τὸν κουροπαλάτην Μιχαὴλ αὐτοκράτορα· καὶ αὐτίκα τὴν κόμην κειράμενος ὁ Σταυράκιος περιβολὴν ἑαυτῷ μοναχικὴν περιέθετο.

   Ὁ δὲ Μιχαὴλ μεθ' ἡμέραν εἰς τὴν μεγάλην ἐκκλησίαν παραγενόμενος ὑπὸ τοῦ πατριάρχου Νικηφόρου τεταινίωται βασιλικῷ διαδήματι, ἀπαιτηθεὶς παρ' αὐτοῦ πρότερον ἔγγραφον ἐπαγγελίαν τοῦ μή τι παρακινῆσαι τῶν τῆς ἐκκλησίας θεσμῶν μηδ' ἐν αἵμασι χρανθῆναι χριστιανῶν. μετὰ δέ τινας ἡμέρας καὶ τὴν τοῦ βίου κοινωνὸν Προκοπίαν Αὐγούσταν ἀνηγόρευσέ τε καὶ ἔστεψεν. εὐσεβὴς δὲ τυγχάνων τὴν γνώμην τε ἐλευθέριος τούς τε πρὸς τοῦ Νικηφόρου ἠδικημένους καὶ τὰς συζύγους τῶν ἐν τῷ πολέμῳ πεσόντων στρατιωτῶν παρεμυθήσατο [313] χρημάτων διανομαῖς. καὶ τὴν γαμετὴν δὲ Σταυρακίου Θεοφανὼ καρεῖσαν τὴν κόμην καὶ μέλαιναν ἐνδυσαμένην στολὴν χρήμασι πολλοῖς ἐδωρήσατο καὶ οἶκον εἰς κατοικίαν αὐτῇ προσαπένειμεν, ὃν εἰς μοναζουσῶν μετεποίησε καταγώγιον, ἔνθα καὶ ὁ Σταυράκιος τέθαπται, θανὼν ἐκ τῆς πληγῆς ἣν ὁ λόγος ἐδήλωσε, δύο μῆνας μόνους αὐταρχήσας ἐπὶ ἡμέραις ἕξ. ἥτις μονὴ ἐξ ἐκείνου ἐκλήθη τοῦ Σταυρακίου ὠνομασμένη, βαρβαριζομένου δὲ τοῦ ὀνόματος παρὰ τοῦ συρφετώδους ὄχλου λέγεται τὰ Βρακά, παρά τινων δὲ τὴν ἀληθῆ κλῆσιν ἀγνοησάντων, μεταγόντων δὲ δῆθεν ταύτην πρὸς τὸ ἑλληνικώτερον, ὀνομάζεται τὰ Ἐβραϊκά. καθειργμένους δ' εὑρὼν τοὺς τῆς μονῆς τοῦ Στουδίου ἡγουμενεύσαντας, τὸν Πλάτωνα λέγω καὶ τὸν Θεόδωρον, ἀλλὰ μὴν καὶ τὸν τούτου ὁμαίμονα Ἰωσὴφ τὸν τῆς Θεσσαλονίκης ἀρχιεπίσκοπον καὶ τῶν τῆς εἰρημένης μονῆς μοναχῶν τοὺς λογιμωτέρους, ὡς μὴ κοινωνοῦντας, καθώσπερ ἱστόρηται, τῷ πατριάρχῃ καὶ τῇ ἐκκλησίᾳ, ἔσπευσεν ἑνῶσαι αὐτοὺς [314] καὶ μέντοι καὶ ἥνωσε. καὶ τὸν υἱὸν δὲ Θεοφύλακτον ὁ βασιλεὺς οὗτος τῆς βασιλικῆς ἠξίωσε κλήσεως καί οἱ διὰ τοῦ πατριάρχου διάδημα περιέθετο. εἶτα κατὰ Βουλγάρων ληιζομένων τὴν Θρᾳκῴαν μοῖραν ἐκστρατεύσας, στασιάσαντα κατ' αὐτοῦ τῶν ταγμάτων τινά, ὡς καὶ εἰς ὕβρεις χωρῆσαι κατὰ τὸ προφανές, λόγοις μειλιχίοις καὶ δώροις φιλοτίμοις κατηύνασε καὶ εἰς τὰ βασίλεια ἐπανέζευξεν. ἀνακαινίσαι δὲ ζητούντων πολλῶν τὴν κατὰ τῶν σεπτῶν εἰκόνων μανίαν, τινὰς συλλαβὼν καὶ μετρίως πως αἰκισάμενος, δι' αὐτῶν καὶ τοὺς λοιποὺς κατεπτόησε καὶ παύσασθαι παρεσκεύασε. μοναχὸν δέ τινα εὐλαβείας τάχα σκηνὴν ἐνδεικνύμενον εὑρηκὼς εἰκόνα τῆς θεομήτορος ἀποξέσαντα, τῆς γλώσσης ἀφείλετο.

   Τῶν Ἀγαρηνῶν δὲ τὴν ἑῴαν αὖθις ληιζομένων, ὁ τῶν ἀνατολικῶν στρατηγὸς ὁ Ἀρμένιος Λέων τούτοις συμβαλὼν ἀνεῖλέ τε περὶ δισχιλίους καὶ ἵππους καὶ ὅπλα εἰς πλῆθος ἐξ αὐτῶν ἐλαφυραγώγησε. Κροῦμος δὲ ὁ τῶν Βουλγάρων ἄρχων διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, εἰρήνην ζητῶν ἐπὶ συνθήκαις [315] ταῖς ἐπὶ Θεοδοσίου τοῦ Ἀτραμυτηνοῦ καὶ Γερμανοῦ πατριάρχου. καὶ εἰ μὴ οὕτω τὴν εἰρήνην ὁ αὐτοκράτωρ αἱρήσεται, ἠπείλει κατὰ Μεσημβρίας χωρῆσαι, καὶ τοῦ τῶν χριστωνύμων ὀλέθρου αἴτιον εἶναι τὸν μὴ τὴν εἰρήνην αἱρούμενον. ἀλλὰ συμβουλῇ τῶν περὶ αὐτὸν τὰς σπονδὰς ἐπὶ ταῖς συνθήκαις ἐκείναις ὁ βασιλεὺς οὐ προσήκατο, καὶ ὁ Κροῦμος κατὰ Μεσημβρίας ἐχώρησεν, ἑλεπόλεις ἐπαγόμενος. Ἄραψ γάρ τις μηχανικὸς καὶ περὶ ταύτας δεξιὸς προσῆλθε τῷ Νικηφόρῳ ποτὲ καὶ τῷ θείῳ βαπτίσματι τελεσθείς, μὴ τυχὼν δὲ προνοίας ἀξιολόγου διὰ τὴν ἐκείνου γλισχρότητα, εἶτα καὶ ἐπεγκαλέσας ἐκείνῳ διὰ τὸ ἀπρονόητον, ἐτύφθη σφοδρότατα. ἐξ ἀπονοίας οὖν τοῖς Βουλγάροις προσκεχωρήκει, καὶ δι' αὐτοῦ πᾶσαν οἱ βάρβαροι μηχανὴν ἐργάζεσθαι μεμαθήκασιν. οὕτως οὖν εὐπορήσαντες ἑλεπόλεων, οὐκ ἐχρόνισαν εἰς τὴν τοῦ κατὰ Μεσημβρίαν ἄστεος πόρθησιν. τοῦ δὲ βασιλέως τὸν πατριάρχην μετακαλεσαμένου καὶ τῶν ἀρχιερέων τινὰς καὶ προθεμένου βουλὴν περὶ τῶν μετὰ Βουλγάρων σπονδῶν καὶ εἰ χρὴ ἐκδοῦναι τῷ Κρούμῳ τοὺς ἐκεῖθεν Ῥωμαίοις προσπεφευγότας (καὶ τοῦτο γὰρ πρὸς τοῖς ἄλλοις ἐπὶ ταῖς σπονδαῖς ἐζήτει ὁ βάρβαρος), ὁ μὲν πατριάρχης καὶ οἱ ἀρχιερεῖς συνεβούλευον ἐκδοθῆναι τοὺς πρόσφυγας, κρεῖσσον [316] κρίνοντες εἶναι παθεῖν μετρίους τινὰς ἢ πλήθη πάσχειν ἀνάριθμα. οἱ δὲ περὶ τὸν βασιλέα καὶ ὁ Στουδίτης Θεόδωρος τὰς σπονδὰς ἀπηγόρευον, λέγοντες μὴ δεῖν ἐκδιδόναι τοὺς πρόσφυγας. αἱ μὲν οὖν πρὸς τοὺς Βουλγάρους σπονδαὶ ἐντεῦθεν κεκώλυντο. ἦν γὰρ ὁ αὐτοκράτωρ οὗτος τὸν μὲν τρόπον χρηστὸς καὶ τὴν πίστιν ὀρθός, περὶ δὲ πραγμάτων οἰκονομίαν νωθὴς καὶ τοῖς ὑπερέχουσι τῶν ἀρχόντων ὅπῃ ἂν ἄγοιτο ῥᾳδίως ἑπόμενος.

   Κομήτης δ' ἀστὴρ ἐφάνη τότε σχηματισθεὶς εἰς εἴδη διάφορα, ὧν λέγεται εἶναι καὶ ἀνθρώπου σχῆμα χωρὶς κεφαλῆς.

   Οἱ Βούλγαροι μέντοι τῆς Μεσημβρίας κρατήσαντες πολλὰ ἐν ταύτῃ εὑρήκασι, μετὰ τῶν ἄλλων δὲ καὶ τοῦ ὑγροῦ πυρὸς οὐκ ἐλάχιστον. αἰχμαλώτων δ' ἐπανελθόντων τινῶν, μαθὼν ἐκ τούτων ὁ βασιλεὺς βούλεσθαι τὸν Κροῦμον τὴν Θρᾴκην ληίσασθαι, ἐξῆλθε τῆς πόλεως. ὅθεν οὐδὲν ὧν ἐμελέτα δράσας ὁ βάρβαρος, ἀλλὰ καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλὼν ὑπενόστησε· [317] καὶ ὁ βασιλεὺς τὰς Ῥωμαϊκὰς δυνάμεις πάντοθεν συναθροίσας εἰς Θρᾴκην αὖθις ἐξῆλθε, συνεπομένης αὐτῷ καὶ τῆς Αὐγούστας ἄχρι τῶν Κιδόκτου. ὅθεν δυσχερᾶναν τὸ στρατιωτικὸν ἐλοιδορεῖτο τῷ αὐτοκράτορι. εἶτα ἡ μὲν Αὐγούστα ἐπανελήλυθεν, ὁ δὲ Μιχαὴλ περιεπόλει τὴν Θρᾴκην, μηδέν τι πράττων στρατηγικὸν ἤ τι κατὰ τῶν ἐναντίων οἰκονομούμενος· καὶ ἦσαν τοῖς τῆς χώραϚ οἰκήτορσι τὰ στρατεύματα οὐχ ἧττον τῶν βαρβάρων εἰς προνομήν. καὶ ὁ Κροῦμος δὲ τῶν οἰκείων ἀπάρας ἠθῶν ταῖς βασιλικαῖς παρεστρατοπεδεύσατο παρατάξεσι. μάχης οὖν συγκροτηθείσης ἡττῶνται Ῥωμαῖοι, τοῦ στρατηγοῦ τῶν ἀνατολικῶν Λέοντος τοῦ ἐξ Ἀρμενίων αἰτίου τῆς ἥττης γεγενημένου. οὗτος γὰρ τῆς βασιλείας ἐρῶν καὶ πρὸς τὴν στρατιὰν διαβάλλων τὸν Μιχαὴλ ὡς ἄνανδρόν τε καὶ ἀστρατήγητον, ἄρτι τοῦ πολέμου συγκροτηθέντος, τὰ ὑπ' αὐτὸν τάγματα ἕπεσθαί οἱ ἐγκελευσάμενος λειποτακτήσας ἀπῄει φυγάς. τοῦτο καὶ τοὺς ἄλλους ἔτρεψεν εἰς φυγήν, ὥστε τὸν Κροῦμον μηδὲ πιστεύειν τῷ γινομένῳ διὰ τὸ λίαν παράλογον, ἀλλὰ λόχον [318] ἡγεῖσθαι τοῦτο καὶ τοὺς ἀμφ' αὐτὸν ἐπισχεῖν. ὡς δ' ἑώρα τοὺς Ῥωμαίους φεύγοντας ἀκόσμως καὶ ἀκρατῶς, τότε τοῖς οἰκείοις διώκειν ἐγκελευσάμενος φόνον πλεῖστον εἰργάσατο στρατιωτῶν τε καὶ στρατηγῶν. μόλις δ' ὁ βασιλεὺς εἰς τὴν Κωνσταντίνου μετ' ὀλίγων τινῶν φυγῇ διασώζεται, τοῦ χάρακος καὶ τῆς σκηνῆς τῆς βασιλικῆς γεγονότων τοῖς βαρβάροις διάρπαγμα. ἐντεῦθεν ὁ Λέων ἀδείας δραξάμενος καὶ τοὺς κοινωνοὺς τῶν βουλευμάτων αὐτῷ διασπείρας εἰς τὰ περιλειφθέντα τῶν στρατευμάτων λέγοντας ἐξ ἀφελείας τῶν κρατούντων ἡττᾶσθαι Ῥωμαίους καὶ δεῖσθαι τὰ πράγματα γενναίου ἀνδρός, οἷος ὁ τῶν ἀνατολικῶν στρατηγὸς Λέων ἐστίν, εἰς στάσιν τοὺς στρατιώτας ἠρέθισε· καὶ τὸν μὲν βασιλέα κακῶς ἔλεγον, τὸν Λέοντα δὲ βασιλικῆς εὐφημίας ἠξίουν, τὴν ἐκείνου περιστάντες σκηνήν. ἀκκιζομένου δ' αὐτοῦ καὶ παραιτουμένου δῆθεν τὴν αὐταρχίαν, ὁ τραυλὸς Μιχαὴλ τάγματος ἄρχων τὸ ξίφος σπασάμενος, τοῦτο δὲ καὶ ἄλλοις ποιεῖν ὑποθέμενος τῆς συνωμοσίας μετέχουσι, πείθουσι τάχα καὶ ἄκοντα τὴν ἀνάρρησιν τὸν Λέοντα δέξασθαι. ὡς οὖν ἠγγέλη ταῦτα τῷ Μιχαήλ, εὐθὺς οὔτε πρὸς ἀντικατάστασιν ὥρμησεν οὔτε τῆς βασιλείας ἀντιποιήσασθαι ἐδοκίμασεν, [319] ἀλλὰ τὰ τῆς βασιλείας παράσημα τῷ Λέοντι ἐξαπέστειλεν. ἐλθόντος δ' ἐκείνου εἰς τὰ βασίλεια ὁ Μιχαὴλ ἅμα τῇ συζύγῳ καὶ τοῖς παισὶ πρὸς τὸν ἐν τῷ Φάρῳ ναὸν ἱκέτης εἰσέδραμεν. ἀποσπασθέντες δ' ἐκεῖθεν, ὁ μὲν Μιχαὴλ εἰς τὴν Πρώτην λεγομένην νῆσον ἀπάγεται καὶ μοναχὸς γεγονὼς ἐκεῖ κατεβίω. τὸν δὲ παῖδα τούτου τὸν Θεοφύλακτον, ὃς καὶ ἀναρρήσεως, ὡς ἔφημεν, κατηξίωτο, τῶν παιδογόνων μορίων ἀφείλετο καὶ σὺν τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ὑπερορίους ἐποίησε.

   Τῷ μὲν οὖν Μιχαὴλ ἐς τοῦτο τὰ τῆς ἀρχῆς ἐτελεύτησεν, δύο ἐνιαυτοὺς βασιλεύσαντι. ὁ δὲ Λέων εἰς τὰ βασίλεια εἰσελθὼν αὐτίκα ἐκδυσάμενος ὃ περιέκειτο φάρος τῷ τραυλῷ Μιχαὴλ ἐνεχείρισε, κἀκεῖνος εὐθὺς αὐτὸ ἠμφιάσατο, ὃ πολλοῖς σημεῖον ἐκρίθη τοῦτον μέλλειν ἔσεσθαι τῷ Λέοντι τῆς βασιλείας διάδοχον. οὐ τοῦτο δὲ μόνον τῆς διαδοχῆς σημαντικὸν τοῦ κράτους συνέβη τῷ Μιχαήλ, ἀλλὰ καὶ ὄπισθεν τοῦ Λέοντος πορευόμενος βασιλικὴν ἐσθῆτα μεταμφιασαμένου, τὸ ταύτης πεπάτηκε κράσπεδον· [320] τοῦτο καὶ τῷ Λέοντι οὐκ ἀγαθὸν οἰώνισμα ἔδοξε. τούτοις δὲ καὶ ἀμφοῖν ἡ βασιλεία προείρητο. ὁ γὰρ ἄνωθι ῥηθεὶς Βαρδάνιος ὁ στρατηγὸς καὶ πατρίκιος πρὸ τοῦ τυραννίδι ἐπικεχειρηκέναι, στρέφων αὐτὴν κατὰ νοῦν, εἴς τινα μοναχὸν ἐν τῷ Φιλομηλίῳ ἀσκούμενον καὶ προλέγειν τὰ μέλλοντα πιστευόμενον ἀπελθών, ἐκείνῳ τὸ ἀπόρρητον ἀνεκάλυψε καὶ εἰ ἔσται αὐτῷ ἐπιτελὲς τὸ βούλευμα ἐπυνθάνετο. ὁ δὲ ἀπηγόρευσεν αὐτῷ τὴν ἐγχείρησιν, φάμενος ὡς οὔτε τεύξῃ τοῦ ἐφετοῦ καὶ στερηθήσῃ καὶ τῆς περιουσίας καὶ τοῦ φωτός. ἐπὶ τούτοις ὁ μὲν ἀπῄει περίλυπος· ὁ Λέων δὲ οὗτος καὶ ὁ τραυλὸς Μιχαὴλ καί τις ἕτερος Θωμᾶς αὐτῷ τὸν ἵππον παρέστησαν. ἄνωθεν δὲ προκύψας ὁ μοναχὸς καὶ τούτους ἰδών, μετακαλεῖται τὸν στρατηγὸν καί φησι "σοὶ μέν, ὡς εἴρηκά σοι, οὐ δίδωσιν ὁ θεὸς τῆς βασιλείας τυχεῖν· τῶν δὲ τὸν ἵππον σοι παραστησάντων τοὺς δύο, τὸν Λέοντα καὶ τὸν Μιχαήλ, ἴσθι καὶ ἄμφω τῆς βασιλείας κρατήσοντας. ὁ δ' ἕτερος ἐπιχειρήσει μὲν καὶ ἑαυτῷ περιθήσει διάδημα, οὐ τεύξεται δὲ τῶν κατὰ σκοπόν, [321] ἀλλ' ἀπολεῖται κακῶς." ὁ μὲν οὖν ταῦτα προείρηκεν. ὁ δὲ Βαρδάνιος ἀπιστήσας αὐτῷ τυραννίδι ἐπικεχείρηκε· τὸ δ' ὅπως οὐκ ἔτυχε τῆς βασιλείας, ἀλλὰ καὶ ἐξεκόπη τὰ ὄμματα καὶ τοῦ πλούτου ἐστέρητο, ἤδη μοι προϊστόρηται. βασιλεύσας δὲ ὁ Λέων τὸν Μιχαὴλ μὲν τὸν τραυλὸν πατρίκιον ἐτίμησε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς, τὸν δέ γε Θωμᾶν, ὃς καὶ αὐτὸς ἦν εἷς τῶν τῷ Βαρδανίῳ τότε τὸν ἵππον παραστησαμένων, τουρμάρχην τοῦ τάγματος τῶν φοιδεράτων προεχειρίσατο.

   Τῶν μέντοι Βουλγάρων τὴν Θρᾴκην ληιζομένων, διεπρεσβεύσατο πρὸς τὸν αὐτῶν ἀρχηγὸν ὁ Λέων περὶ σπονδῶν. ὁ δὲ τῇ νίκῃ τῇ ἔναγχος ὀγκωθεὶς τὴν πρεσβείαν τὴν περὶ τῶν σπονδῶν οὐ προσήκατο. οὐκοῦν ἐξεστράτευσεν ὁ βασιλεὺς κατ' αὐτοῦ, καὶ αὖθις ἡ νίκη τοῖς βαρβάροις ἐπεμειδία, καὶ εἰς φυγὴν ἀπιδόντων Ῥωμαίων, ἐδίωκον οἱ βάρβαροι ὄπισθεν καὶ καταφρονητικῶς διακείμενοι οὐ κατὰ κόσμον οὐδ' εὐσυντάκτως ἐδίωκον, ἀλλὰ ἄλλοσέ ποι ἄλλοι σκεδαννύμενοι. τοῦτο κατανοήσας ὁ βασιλεύϚ (ἔτυχε γὰρ ἐπὶ μετεώρου τόπου ἑστώς) καὶ [322] τοὺς περὶ αὐτὸν λόγοις παραθήξας παρακλητικοῖς καὶ παρορμήσας εἰς πόλεμον ἐπεισέφρησε κατὰ βαρβάρων μετὰ γενναίου ψυχῆς παραστήματος, καὶ τῇ ἀθρόᾳ μεταβολῇ δείματι τοὺς πολεμίους ἐνέβαλε πανικῷ, καὶ ἀνῄρηντο μὲν πλείους, ᾐχμαλώτιστο δὲ καὶ πλῆθος πολύ. μικροῦ δὲ καὶ αὐτὸς ὁ Κροῦμος ἀνῄρητο ἂν βληθεὶς καὶ τοῦ ἵππου ἐκπεπτωκώς, εἰ μὴ περιστάντες αὐτὸν οἱ περὶ αὐτὸν καὶ συνησπικότες εἰς ἵππον ἀνέλαβον ἕτερον, καὶ οὕτως ᾤχετο ἀποδράς. ἐντεῦθεν ὁ βασιλεὺς τροπαιοφόρος κατέλαβε τὰ βασίλεια καὶ λείαν ἄγων πολλὴν οὐ πολὺ τὸ ἐν μέσῳ καὶ τῆς κατὰ τῶν σεβασμίων εἰκόνων λύττης ἀπήρξατο· ὅθεν δὲ τῇ μανίᾳ ταύτῃ γέγονε κάτοχος αὐτίκα δὴ διηγήσομαι.

   Τῷ ἤδη ῥηθέντι μοι μοναχῷ, ὃς περὶ ἑαυτοῦ ὡς μέλλει τῆς βασιλείας ἔσεσθαι ἐγκρατὴς προηγόρευσε, τῆς προρρήσεως ἀποτιννὺς ἀμοιβήν, δῶρα ἐκπέμπει διά τινος τῶν οἰκειοτάτων αὐτῷ. ὁ δὲ πεμφθεὶς οὐκ ἐκείνῳ ἐνέτυχεν (ἔφθη γὰρ ὁ μοναχὸς ἐκεῖνος τὴν ζωὴν μεταθέμενος), ἕτερον δ' εὑρηκὼς τῇ ἐκείνου κατοικίᾳ σκηνούμενον, ὡς ἐκείνῳ, μὴ γινώσκων τὸν ἄνδρα, τούτῳ προσεληλύθει. ὁ δέ (ἦν γὰρ τὰ τῶν εἰκονομάχων [323] πρεσβεύων καὶ τῆς αἱρέσεως διάπυρος ἐραστής) οὔτε τὰ δῶρα προσήκατο καὶ τὸν τούτων κομιστὴν ἀπεπέμψατο, ἐξ εἰδώλων προσκυνητοῦ μή τι λαβεῖν ἀνέχεσθαι φάμενος καὶ τῆς βασιλείας καὶ τῆς ζωῆς διὰ βραχέος ἐπαπειλῶν τῷ βασιλεῖ στέρησιν, εἰ μὴ τοῦ προσκυνεῖν τοῖς εἰδώλοις ἀπόσχοιτο, τὰς σεπτὰς εἰκόνας οὕτω καλῶν. ταῦτα παρὰ τοῦ σταλθέντος ἀγγελθέντα τῷ Λέοντι ἔμφροντιν αὐτὸν πεποιήκασι· καὶ κοινοῦται τὰ μηνυθέντα τῶν οἱ συνήθων τινὶ τῷ Μελισσηνῷ Θεοδότῳ, ὃς τοῖς εἰκονομάχοις αἱρεσιώτης ἐτύγχανεν ὤν. δόλῳ τοίνυν ἐκεῖνος τὸν Λέοντα μέτεισι καί τινα μοναχὸν ἑαυτῷ γινώσκων ὁμόδοξον, τούτῳ συνεβούλευε κοινώσασθαι τὴν ὑπόθεσιν, καὶ ὃ ἂν ἐκεῖνος ὑπόθηται, τοῦτο ποιῆσαι· εἶναι γὰρ τὸν ἄνδρα μεστὸν χαρίτων πνευματικῶν καὶ προορῶντα τὰ μέλλοντα καὶ προλέγοντα. ὡς οὖν εἶδε τὸν βασιλέα συνθέμενον τοῖς λόγοις αὐτοῦ, ἄπεισι πρὸς τὸν μοναχὸν ὁ Θεόδοτος καὶ προλέγει αὐτῷ τὴν ὡς αὐτὸν τοῦ βασιλεύοντος ἐν ἰδιώτου σχήματι ἄφιξιν καὶ ὅτου χάριν ἐλεύσεται καὶ μυσταγωγεῖ τοῦτον ὅσα τῷ βασιλεῖ διαλέξεται. εἶτα νυκτὸς ἄπεισιν ὁ βασιλεὺς πρὸς τὸν μοναχὸν μεταμφιασάμενος, [324] ἵνα μὴ διαγνωσθείη ὢν βασιλεύς· συμπαρῆν δέ οἱ καὶ ὁ Θεόδοτος. ὁ δὲ μοναχὸς ἐκεῖνος, οἷα δῆθεν προμυηθεὶς ἐκ τοῦ πνεύματος τὸ πλαττόμενον, ὡς βασιλέα προσεῖπε τὸν Λέοντα καὶ "μὴ κρύπτε σου" φησί "τὸ ἀξίωμα μηδ' ἀπατᾶν θέλε τὴν ἡμῶν οὐθενότητα. ἴσθι δὲ μὴ περὶ τὸ σέβας ὀρθῶς διακείμενος, ἀλλ' ἄντικρυς εἰδωλολατρῶν καὶ αὐτὸς καὶ ἅπαν σοι τὸ ὑπήκοον. εἰ μὲν οὖν περιαιρήσεις τὰ εἴδωλα τῶν ἐκκλησιῶν, ἔσται σοι καὶ ἡ ζωὴ καὶ ἡ βασιλεία πολυετής τε καὶ εὐτυχής· εἰ δὲ μὴ τοῦτο, ἀλλ' ἔλπιζε ταχεῖαν τὴν στέρησιν καὶ ἀμφοῖν, καὶ πρὸς ταύτῃ σε κολάσεις αἰώνιοι διαδέξονται." καὶ ὁ μὲν εἴρηκε ταῦτα· ὁ δὲ Λέων θαυμάσας τὸν μοναχὸν τῆς δῆθεν προγνώσεως (οὐδὲ γὰρ ἔγνω τοῦ Θεοδότου τὸ τύρευμα), ἥλω τοῖς ἐκείνου λόγοις καὶ κατὰ τῶν θείων ἐκτυπωμάτων σφοδρότατα ἔπνευσε, δόγματι τούτων πάντοθεν καθαίρεσιν καταψηφισάμενος. ἤθελε μέντοι καὶ τὸν πατριάρχην ἔχειν ὁμόψηφον· ὁ δὲ καὶ ἀντέλεγεν ἰσχυρῶς καὶ ἀσεβὲς ἐξήλεγχε τὸ δόγμα καὶ λόγοις καὶ γράμμασιν· ὁ θειότατος οὗτος ἦν Νικηφόρος. διὸ καὶ ὑπερορίαν αὐτοῦ κατακρίνει. λέγεται δὲ προαισθέσθαι τοῦ Λέοντος τὸ κακότροπον ὁ ἀοίδιμος Νικηφόρος καὶ ὡς ἔσται [325] τοῖς ὀρθοδόξοις σκόλοψ καὶ κυδοιμοῦ ταῖς ἐκκλησίαις λαβή. ἐν γὰρ τῷ περιτιθέναι τῇ αὐτοῦ κεφαλῇ τὸ διάδημα δόξαι ἀκάνθας ἐμπαγῆναι αὐτοῦ τῇ χειρί. ὁ μὲν οὖν ἀπήγετο πρὸς Προικόνησον ὑπερόριος. ὁ δὲ τοῦ μεγάλου Ἀγροῦ καθηγούμενος ὁ ὁμολογητὴς Θεοφάνης τῷ πνεύματι τὴν ἐκείνου δίοδον ἐγνωκώς (οὐ γὰρ ἑώρα τὸν ἅγιον), κηροὺς ἀνάψας καὶ θυμιῶν ἐδεξιοῦτο αὐτόν· κἀκεῖνος αὖθις ἐκ τῆς νηὸς προσκυνήμασιν ἠμείβετο τὸν προπέμποντα, μήθ' ὁρῶν μήτε μέντοι ὁρώμενος. θαυμαζόντων δὲ τῶν σύμπλων τῷ πατριάρχῃ καὶ πυθομένων τίνι τὰς προσκυνήσεις ἀφοσιοῖ, ἐκεῖνος ἔφη τῷ ὁμολογητῇ Θεοφάνει τῷ τοῦ μεγάλου Ἀγροῦ καθηγητῇ, προειπὼν τὴν ὁμολογίαν· οὔπω γὰρ ἔφθη τότε ταύτης ἀξιωθείς.

   Ἐκβληθέντος δ' οὕτω τῆς ἐκκλησίας τοῦ σεπτοῦ Νικηφόρου, ὁ Μελισσηνὸς ἀντεισήχθη Θεόδοτος, ᾧ διώνυμον τὸ ἐπώνυμον· ἐλέγετο γὰρ καὶ Κασσιτηρᾶς. ὅθεν δὲ γνωστὸς τῷ Λέοντι γέγονεν οὐ χρεὼν καταλιπεῖν ἀνιστόρητον.

[326]    Τοῦ Μιχαὴλ τοῦ Ῥαγγαβὲ βασιλεύοντος γύναιόν τι τῶν περὶ τὴν γυναικωνῖτιν τῶν βασιλείων κάτοχον μανίᾳ γινόμενον κατὰ τὰς σεληνιακὰς περιόδους, ἐβόα πρὸς τὸν αὐτοκράτορα "κάτελθε, τῶν ἀλλοτρίων ἐξίστασο." τοῦτο δ' οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις ἐγίνετο καὶ τὸν βασιλέα ἐτάραττε. συνήθει δ' ὄντι τῷ Θεοδότῳ τούτῳ κοινοῦται τὰς τοῦ γυναίου βοάς· καὶ ὅς "ὅταν ληφθῇ" φησίν "ἡ γυνὴ τῇ μανίᾳ καὶ βοᾷ τὰ συνήθη, χρὴ ἐρωτᾶσθαι παρά του τίνι προσήκουσι τὰ βασίλεια καὶ ὅπως ἐκεῖνος καλοῖτο ἢ οἷός ἐστι τὴν μορφὴν καὶ εἴ τι ἄλλο ἐκείνῳ πρόσεστι γνώρισμα." ἔδοξεν οὖν συμβουλεύειν καλῶς· καὶ αὐτὸς πιστεύεται τὴν ἐρώτησιν· καὶ ἡ παιδίσκη μανεῖσα πάλιν ἐβόα κατὰ τὸ σύνηθες· ὁ δὲ ἠρώτα. κἀκείνη καὶ τοὔνομα τοῦ Λέοντος ἀπεφοίβασε καὶ τὴν ἰδέαν καὶ ὅτι "εἰ ἄρτι κατὰ τὴν ἀκρόπολιν ἀπελεύσῃ, ἄνδρε σοὶ διττὼ συναντήσονται, καὶ θατέρῳ τούτων, ὃν ἡμίονος φέρει, προσήκουσι τὰ βασίλεια." τούτων ἀκούσας ὁ Θεόδοτος οὐδὲν μὲν τῷ βασιλεῖ πεποίηκεν ἔκπυστον, ἀλλὰ μανίας ἔλεγεν εἶναι ῥήματα τὰ τῆς παιδίσκης, μή τι σαφὲς προμηνύοντα. αὐτὸς δὲ πορευθεὶς κατὰ τὴν ἀκρόπολιν καὶ τῷ Λέοντι ἐντυχὼν καὶ τὰ γνωρίσματα, ἃ τὸ [327] γύναιον εἰρήκει, φωράσας, ἰδίᾳ τὸν ἄνδρα παραλαβὼν καὶ πίστεις δεδωκώς τε καὶ εἰληφώς, προμηνύει τὴν βασιλείαν αὐτῷ, ὡς ἐξ ἐπιπνοίας θειοτέρας αὐτὴν μυηθείς, καὶ ᾔτει μετὰ τὴν ἔκβασιν κείσεσθαί οἱ μισθὸν τῆς προρρήσεως. οὗτος ὁ τρόπος ἐγνώρισε καὶ ᾠκείωσε τῷ Λέοντι τὸν Θεόδοτον, καὶ ἔσχεν εἰς ἀντάμειψιν τῆς προρρήσεως μετὰ τὸν ἱερὸν Νικηφόρον τὸν θρόνον τῆς Κωνσταντινουπόλεως. ὦ θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος· μετὰ τίνα τίς;

   Ἄρτι δ' ἀναξίως τῆς ἱερᾶς καθέδρας ἐπιβὰς ὁ ἀνόσιος, ἐπεὶ σύμπνουν καὶ τὸν κρατοῦντα ἐκέκτητο, πεπαρρησιασμένως τὴν κατὰ τῶν ἁγίων εἰκόνων τόλμαν μετεχειρίζετο. καὶ ὁ Λέων δὲ ὡς θηρίον τοῖς τὰς σεπτὰς στηλογραφίας τιμᾶν ἐθέλουσι προσεφέρετο. ἠγρίαινε γὰρ τοῦτον αὐτός τε ὁ Θεόδοτος καὶ ὁ τῶν τῷ βασιλικῷ κοιτῶνι κεκληρωμένων τηνικαῦτα ὢν χορολέκτης, ὃν πρωτοψάλτην καλεῖν παρέλαβεν ἡ συνήθεια. οὗτος γὰρ τῆς τῶν εἰκονομάχων αἱρέσεως τὴν θολερὰν ἀνατροπὴν εἰς κόρον πιὼν ἠρέθιζε τὸν βασιλέα πανταχόθεν τὰς [328] εἰκόνας περιελεῖν. καί ποτε τῶν τοῦ Ἠσαΐου θείων φωνῶν ἀναγινωσκομένων ἐπ' ἐκκλησίας, αἳ λέγουσι "τίνι ὡμοιώσατε κύριον; μὴ εἰκόνα ἐποίησε τέκτων ἢ χρυσοχόος ὁμοίωμα κατεσκεύασεν αὐτῷ;" καὶ τὰ ἐφεξῆς, προσελθὼν τῷ βασιλεῖ πρὸς οὖς ἔφη "πρόσσχες τῷ προφήτῃ, ὦ δέσποτα, καὶ τούτῳ πείθου." ἐντεῦθεν ἀπηρυθριασμένως ὁ Λέων τῆς αἱρέσεως εἴχετο καὶ τοὺς μὴ τῇ ἀσεβείᾳ αὐτοῦ ὑποκύπτοντας διασπαράσσειν καὶ λαφύσσειν ἠπείγετο· βαρὺς δὲ καὶ ἄλλως καὶ ἀπαραίτητος τὴν ὀργὴν τοῖς πταίουσιν ἦν καὶ ἐπὶ μετρίοις πταίσμασι βαρείας κολάσεις ἀποφαινόμενος. τοιοῦτος μὲν ἦν ὁ Λέων περὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἄλλως προσκεκρουκότας αὐτῷ.

   Τέως δ' οὖν περὶ τὴν τῶν κοινῶν διοίκησιν οὐ νωθὴς ἦν, ἀλλὰ καὶ λίαν ἐγρήγορε καὶ τοὺς ἀδικοῦντας ἀνέστελλε. δεηθέντος γοῦν τινος, ὡς τοῦ γυναίου αὐτοῦ παρά του τῶν τῆς συγκλήτου ἁρπαγέντος, προσθεμένου δὲ καὶ τῷ ἐπάρχῳ προσελθεῖν, μὴ μέντοι τυχεῖν ἐκδικήσεως, ἐπεὶ τὸ ἔγκλημα ἀποδέδεικτο, τὸν ἔπαρχον ἔπαυσεν εὐθὺς τῆς ἀρχῆς, τὸν δὲ τὴν [329] ἁρπαγὴν πλημμελήσαντα ἐξέδοτο νομίμως κολασθησόμενον. ἄρχοντας δὲ καὶ στρατιωτικοὺς καὶ πολιτικοὺς ἀριστίνδην προεχειρίζετο καὶ τὰς τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν ἡγεμονίας οὔτε χρημάτων ὠνίους προὐτίθει οὔτε πρὸς χάριν ἐδίδου μὴ πρὸς ἀρχὰς πεφυκόσιν ἀνδράσιν ἢ χρημάτων ἥττοσι καὶ τούτοις προδιδοῦσι τὸ δίκαιον.

   Μιχαὴλ δὲ ὁ τραυλὸς ὁ ἐξ Ἀμορίου ἐπὶ μέγα τύχης ἀρθείς, πρὸς δὲ ταῖς ἄλλαις κακίαις καὶ γλῶσσαν ἔχων ἀκόλαστον, διεβλήθη τῷ βασιλεῖ ὡς κακὰ κατ' αὐτοῦ βυσσοδομεύων καὶ τεκταινόμενος. καὶ ἡ διαβολὴ πρὸ τῆς ἡμέρας ἐγένετο, ἐν ᾗ τὴν ἐν σαρκὶ τοῦ κυρίου γένναν ἑορτάζειν ἡ ἐκκλησία παρέλαβεν. αὐτίκα τοίνυν ὁ μὲν συνελήφθη· ὁ δὲ βασιλεὺς τῶν κατ' αὐτοῦ μηνυθέντων ἐξεταστὴς προεκάθισεν. ἐλέγχεται παρὰ τῶν κατηγορούντων ὁ Μιχαήλ, συντίθεται καὶ αὐτός, κατακρίνεται θάνατον, καὶ θάνατον τὸν διὰ πυρός. ἀπήγετο καυθησόμενος, καὶ τόπος τῆς τιμωρίας ἀφώριστο ἡ τοῦ ἐν τοῖς βασιλείοις λουτροῦ κάμινος. εἵπετο καὶ ὁ βασιλεύς, ἢ μὴ πιστεύων ἑτέρῳ τὴν κατὰ τοῦ Μιχαὴλ ἐπεξέλευσιν ἢ ἐφηδόμενος τῷ [330] ὀλέθρῳ αὐτοῦ. ἡ δέ γε βασίλισσα τοῦτο γνοῦσα τὴν πρᾶξιν ἐκώλυσε, πῇ μὲν δεομένη τοῦ ξυνευνέτου ὑπερθέσθαι διὰ τὴν ἑορτὴν τοῦ κατακρίτου τὴν κόλασιν, πῇ δὲ καὶ θρασύτερον προσφερομένη αὐτῷ καὶ ἄθεον λέγουσα, ὅτι μὴ ὑποστέλλεται τὴν τοῦ φρικώδους μυστηρίου ἡμέραν τῆς τοῦ σωτῆρος γεννήσεως. τούτοις τὸ σκληρὸν ἐκείνου μαλάξασα πέπεικεν ἀνεῖναι τότε τῷ Μιχαὴλ τὴν ἀπώλειαν· ὁ δὲ πρὸς τὴν εὐνέτειραν ἔφη "ἰδοὺ πέπεισμαί σοι, ἀλλά γε σὺ γνώσῃ καὶ τὰ τέκνα τὰ σὰ ὅσα ὑμῖν ἐκ τούτου συμβήσονται." ὁ μὲν οὖν Μιχαὴλ οὕτω τὸν ὄλεθρον ὑπεξέφυγε· θαυμάσαιτο δ' ἄν τις ὅθεν ὁ Λέων προεῖπε τὸ γενησόμενον· οὐ γὰρ πάντως αὐτὸ ἐκ θειοτέρας ἐπιπνοίας προέγνωκε. πῶς γὰρ θεομαχῶν ἐκεῖνος, καὶ ἄλλως ἀνὴρ ὢν αἱμάτων καὶ βίου μὴ παθῶν καθαρεύοντος; λέγεται προεγνῶσθαι αὐτῷ παρά του χρησμοδοτηθὲν ὅτι κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ τῆς ἀρχῆς ἐκπεσεῖται καὶ τῆς ζωῆς. ἀλλὰ καί τί φασι τῇ τῶν ἀνακτόρων βιβλιοθήκῃ βιβλίον ἐναποκεῖσθαι, ἐν ᾧ καὶ χρησμοὶ περὶ τῶν βασιλέων [331] ἦσαν καὶ μορφαὶ ἐνεγράφοντο ἀνθρώπων τε καὶ θηρῶν, καὶ μετὰ τῶν ἄλλων ἐκεῖ καὶ λέων θὴρ ἐχρωμάτιστο, ᾧ κατὰ νώτου τὸ στοιχεῖον τὸ χῖ ἐγκεχάρακτο· ἀνὴρ δ' ἦν ἐξόπισθεν τοῦ θηρὸς δόρατι διὰ τοῦ χῖ διελαύνων τὸν λέοντα. ἡ μὲν οὖν βίβλος εἶχε ταυτί, καὶ ἦσαν, ὡς ἐδόκει, Σιβύλλεια χρησμῳδήματα. τὸ δὲ τῆς εἰρημένης χρωματουργίας δυσερμήνευτον ὃν ὁ τότε κοιαίστωρ, ὡς λέγεται, διεσάφησεν, εἰπὼν κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ βασιλέα μέλλειν ἀναιρεθῆναι. τὸ μὲν γὰρ θηρίον βασιλέα δηλοῦν, τὸ δὲ χῖ τὴν εἰρημένην ἡμέραν αἰνίττεσθαι, τὸ δὲ διὰ μέσου τοῦ χῖ τῷ λέοντι τὸ δόρυ ἐμπήγνυσθαι τὸ κατ' αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τὸν βασιλέα κτανθήσεσθαι. ταῦτα τὸν βασιλέα ἐτάραττεν, ἀλλὰ μὴν αὐτὸν καὶ τὸ τῆς μητρὸς ἐξεδειμάτου ἐνύπνιον. ἔδοξε γὰρ ἐκείνῃ ἐν τῷ ναῷ τῆς θεομήτορος εἶναι τῷ ἐν Βλαχέρναις καὶ ὁρᾶν γυναῖκά τινα προπεμπομένην ἀνδράσι λευχείμοσι καὶ πλῆρες αἱμάτων τὸ δάπεδον τοῦ ναοῦ ἀκοῦσαί τε τῆς δορυφορουμένης [332] ἐκείνης κελευούσης αἵματος ἄγγος τι πλησθῆναι καὶ δοθῆναι τῇ τοῦ βασιλέως μητρί. τῆς δὲ μὴ προσιεμένης τὸ προσφερόμενον, φάναι τὴν περιφανῆ γυναῖκα ἐκείνην "ὁ δὲ σὸς υἱὸς τοὺς ἐμὲ τιμῶντας αἱμάτων ἐμπίπλησι καὶ τὸν θεὸν καὶ υἱόν μου εἰς ὀργὴν κινῶν οὐ συνίησι." ταῦτα εἶδεν ἡ μήτηρ τοῦ Λέοντος καὶ τῷ υἱῷ ἀπήγγειλε τὸ ἐνύπνιον καὶ ἐδέετο παύσασθαι τοῦ κατὰ τῶν σεπτῶν εἰκόνων τολμήματος, ἀλλ' ἐξεκεκώφει ὁ δείλαιος καὶ θεομαχῶν οὐκ ἐπαύετο. ὦπτο δὲ καὶ ὁ θεῖος πατριάρχης Ταράσιος καθ' ὕπνους τινὶ ἤδη τῆς ἐπικήρου ταύτης ζωῆς μεταστάς, ἐπιβοώμενός τινα Μιχαὴλ καὶ ἐπελθεῖν τῷ Λέοντι καὶ κτεῖναι τοῦτον ἐγκελευόμενος. ἀλλὰ καὶ ἡ ἐν τῷ Φιλομηλίῳ μοναχοῦ προαγόρευσις καὶ ἄλλ' ἄττα ὑπέθραττε τὸν Λέοντα καὶ ἐδείμαινε. τέως δ' οὖν κλοιοῖς τοὺς πόδας τοῦ Μιχαὴλ ἐνδησάμενος τὸν μὲν τῷ παπίᾳ φρουρηθησόμενον παραδέδωκεν, αὐτὸς δὲ τὴν κλεῖδα κατεῖχε τοῦ σιδηρέου δεσμοῦ. ἔμφροντις δὲ τὴν νύκτα διάγων οὐκ εἶχε τὸν [333] ὕπνον τοῖς ὄμμασιν αὐτοῦ ἐφιζάνοντα. διὸ καὶ ἀπῄει πρὸς τὸ τοῦ παπίου διαιτητήριον καὶ ὁρᾷ τὸν μὲν Μιχαὴλ ἐπὶ κλίνης καθεύδοντα, τὸν δὲ παπίαν ἐπ' ἐδάφους κατακλινόμενον. ἢ γὰρ τιμῶν τὸν Μιχαὴλ ὁ παπίας τοῦτο πεποίηκεν ἢ καὶ συνίστωρ ὤν, ὡς ἐδόκει, τῆς κατὰ τοῦ βασιλέως βουλῆς. ὡς οὖν εἶδε ταῦτα καὶ τὸν Μιχαὴλ ὕπνον ὑπνώττοντα βαθύν τε καὶ νήδυμον καὶ οἷος ἀφρόντιδι ἔοικεν, ὑπέστρεφε μηνιῶν καὶ τὴν ὀργὴν ὑπεδήλου τῇ κινήσει τῇ τῆς χειρός. τῶν μὲν οὖν ἄλλων οὐδεὶς τὴν παρουσίαν τοῦ βασιλέως ᾔσθετο, εἷς δέ τις τῶν τοῦ παπίου καὶ ἔγνω τοῦτον ἐλθόντα καὶ ὑπνώττειν προσποιησάμενος ἑώρα ὅσα ἐποίησε καὶ ὡς ὠργίσθη καὶ ὡς ἠπείλησε, καὶ πάντα σφίσιν ἀπήγγειλεν. οἱ δὲ φόβῳ ληφθέντες ὅπως ἂν ἐκφύγοιεν τὸ μήνιμα τοῦ βασιλέως ἐφρόντιζον. καὶ ὁ Μιχαὴλ τῷ παπίᾳ φησὶν ὡς "εἰ βούλει αὐτός, οὐ τὸν κίνδυνον ἐκφευξόμεθα μόνον, ἀλλὰ καὶ τὰ μελετώμενα ἡμῖν εἰς ἔργον ἐκβήσεται." καὶ ὅς "τὸ παριστάμενόν σοι πρᾶττε" φησίν, "ἐμὲ [334] δ' ἕξεις ὅπῃ βούλει ἑπόμενον." ἐγχαράττει τοίνυν αὐτίκα γραφὴν πρὸς τούς οἱ τῶν βουλευμάτων μετέχοντας, ἀπειλῶν ὡς εἰ μὴ τάχος ἐλεύσονται καὶ τὰ βεβουλευμένα θῶνται ἐπιτελῆ (εἶναι γὰρ τοῦτο ῥᾴδιον, ὡς αὐτὸς ᾠκονόμησε), πάντας ἀνακαλύψει τῷ βασιλεῖ καὶ οὐκ αὐτὸς μόνος τοῦ κινδύνου μεθέξει. ταύτην τὴν ἐπιστολὴν ἐγχειρήσας τῷ παπίᾳ ἐνετείλατο στεῖλαί τινα ἐξ αὐτῆς τὸν τὴν ἐπιστολὴν ὑποδείξοντα τοῖς συνίστορσιν, ἕκαστον εἰπὼν ἐξ ὀνόματος, καὶ ὑποθησόμενον νυκτὸς φοιτῆσαι πρὸς τὰ ἀνάκτορα μεταμφιασαμένους ἐν σχήματι κληρικῶν καὶ ξιφίδια κεκρυμμένα βαστάζοντας. οἱ μὲν οὖν ἧκον ὡς ἐνετάλθησαν· ἄρτι δὲ περὶ ὄρθρον τῆς νυκτὸς γενομένης ἧκον οἱ βασιλικοὶ ψάλται, τὰς ᾠδὰς ᾄσοντες τὰς ἑωθινάς. τούτοις ὁ παπίας καὶ τοὺς τοῦ Μιχαὴλ συνίστορας συνεισήγαγε, καὶ οἱ μὲν ἐν γωνίᾳ τινὶ καὶ σκότῳ συνεκρύπτοντο· οἱ ψάλται δὲ τοὺς ὕμνους ᾖδον. ἤδη δὲ τούτων ὑπερμεσούντων καὶ ὁ βασιλεὺς [335] εἰς τὸν ναὸν ἐπεδήμησε καὶ διάτορον ἔχων φθόγγον, βαρύτατον δὲ καὶ σὺν τραχύτητι ταῖς ἀκοαῖς εἰσδυόμενον, ᾤετο εὐφωνεῖν καὶ εἶναι μελῳδικώτατος καὶ κατάρχεσθαι τῶν ὕμνων εἰώθει. τότε τοίνυν στὰς ἐξεφώνησε,

   τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ. καὶ αὐτίκα τῆς γωνίας οἱ κατ' αὐτοῦ μελετήσαντες καὶ τοῦ σκότους ἐξέθορον, τὰ ξίφη σπασάμενοι· ὁ δὲ συνεὶς τὸ δρώμενον εἰσέδραμε τὸ θυσιαστήριον, καὶ οἱ αὐτοῦ δὲ ἀναιρέται ἐφείποντο, κἀκεῖ πρὸς αὐτῶν πολλαῖς κατατρωθεὶς ταῖς πληγαῖς καὶ τὴν χεῖρα ἀποτμηθεὶς τέλος ἀφῄρητο καὶ τὴν κεφαλήν, βασιλεύσας ὠμῶς τε καὶ ἀσεβῶς ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε. καὶ ὁ μὲν ἐκείνου νεκρὸς εἰς τὸν Ἱππόδρομον συρόμενος ἔρριπτο. ὁ δὲ Μιχαὴλ ἔτι τοὺς πόδας ὢν σιδηρόδετος (ἡ κλεὶς γὰρ οὐχ εὕρητο τῶν δεσμῶν αὐτίκα, τοῦ Λέοντος αὐτὴν ἐγκόλπιον φέροντος) εὐφημήθη καὶ προσεκυνήθη ὡς βασιλεύς. εἶτα τῶν σιδήρων θραυσθέντων εἰς τὴν μεγάλην ἐκκλησίαν [336] ἀφίκετο, ταινιωθησόμενος διαδήματι, τὴν μιαιφονίαν παρ' οὐδὲν λογισάμενος. τὴν δὲ τοῦ Λέοντος γαμετὴν καὶ τοὺς παῖδας (τέσσαρες δ' ἦσαν· Σαββάτιος, ὃς ἐν τῷ ἀναγορεύεσθαι μετωνόμαστο Κωνσταντῖνος, Βασίλειός τε καὶ Γρηγόριος καὶ τέταρτος Θεοδόσιος) τῶν βασιλείων καταγαγών, τὴν μὲν ἐν τῇ μονῇ καθεῖρξε τῶν Δεσποτῶν, τοὺς δὲ εἰς τὴν Πρώτην καλουμένην νῆσον περιορίσας ἅπαντας τῆς ἀρρενωπίας ἐστέρησε. καὶ ὁ μὲν Θεοδόσιος ἔθανεν, ὁ δὲ Κωνσταντῖνος ἀφωνίᾳ κάτοχος γέγονε· δι' ἣν ἐδέετο θερμότατα τοῦ θεοῦ, ἀλλὰ μὴν καὶ τοῦ μεγάλου πατρὸς Γρηγορίου τοῦ θεολόγου, ἐνδελεχῶς τῷ αὐτοῦ προσφοιτῶν ἐκτυπώματι, περιαιρεθῆναι τὴν ἀφωνίαν αὐτοῦ· τῇ γὰρ ἐκπτώσει τῆς βασιλείας καὶ τῆς πατρικῆς κακοδοξίας οἱ παῖδες τοῦ Λέοντος συνεξέπεσον. ἔδοξεν οὖν ποτε ὁ ἅγιος ἐπιστῆναι αὐτῷ, κελεύων ἀναστῆναι καὶ ἀναγνῶναι τὸ "πάλιν Ἰησοῦς ὁ ἐμός." ὁ δὲ πεπιστευκὼς τῷ ῥήματι εἰσῆλθεν ἐπ' [337] ἐκκλησίας καὶ ἀνέγνω μή τινος αὐτοῦ παρεμποδίζοντος τῇ φωνῇ. εἰ δὲ καὶ περιγραπτοῖς ὁρίοις τὴν σύζυγον, ὡς εἴρηται, καὶ τοὺς παῖδας τοῦ Λέοντος περιέγραψεν, ἀλλ' οὐκ ἀχορηγήτους κατέλιπε, τινὰς δὲ τῶν κτήσεων αὐτῶν αὐτοῖς προσαπένειμεν, ἵν' ἐκ τούτων τὰ πρὸς χρείαν πορίζοιντο· καί τινας δὲ πρὸς ὑπηρεσίαν αὐτοῖς ἐδωρήσατο.

   Ὥρμητο δὲ ὁ Μιχαὴλ οὗτος ἐξ Ἀμορίου, πόλεως τῆς ἄνω Φρυγίας, ἐν ᾗ Ἰουδαῖοί τε καὶ Ἀθίγγανοι καὶ ἀσεβῶν ἑτέρων πληθὺς ἐγκατῴκιστο· καί τις ἐκ τούτων ἦν ἐκεῖσε σύμμικτος αἵρεσις, ἧς συμμετέχειν καὶ οὗτος ὁ Μιχαὴλ λέγεται. καὶ ἡ αἵρεσις τὸ μὲν θεῖον βάπτισμα δέχεται, τὴν δὲ Μωσαϊκὴν διαταγὴν διδάσκει τηρεῖν, ἐκτὸς τοῦ περιτέμνεσθαι τὴν ἀκροβυστίαν. εἶχε δὲ καὶ Ἰουδαῖόν τινα κατ' οἶκον παιδοτριβοῦντα αὐτόν· ὅθεν οὐκ ἦν τι παρ' αὐτῷ εὑρεῖν ἀκραιφνές, ἀλλ' ἦν, ὡς εἰπεῖν, ὁ ἄνθρωπος πανσπερμία αἱρέσεων. διὸ καὶ τῷ λόγῳ ἀπήχθετο, ὡς εἰς ἀνατροπὴν ὄντι τῆς κακοδοξίας αὐτοῦ.

[338]    Ἀπορίᾳ δὲ συζῶν ἐκ νεότητος ἐστρατεύετο· ποτὲ τοίνυν τῷ ταγματάρχῃ προσελθὼν περί του ἐδέετο. τῷ δὲ ἔτυχέ τις Ἀθίγγανος παρεστὼς καί φησι πρὸς τὸν στρατηγὸν ἐν ἀπορρήτοις τὸν λόγον ποιούμενος ὡς "βασιλεύσει Ῥωμαίων οὗτος, ὅς σου δέεται νῦν." καὶ ὃς αὐτίκα τῷ μαντεύματι θέμενος οἰκειοῦται τὸν Μιχαὴλ καὶ κηδεστὴν ποιεῖται ἐπὶ τῇ θυγατρί.

   Ἄρτι δὲ τῇ αὐταρχίᾳ ἐπιπηδήσαντος τοῦ Μιχαήλ, ὡς ἱστόρηται, ὁ ἱερώτατος Νικηφόρος ὑπερόριος ὢν ἐπιστέλλει αὐτῷ, ἀξιῶν τὴν τῶν εἰκόνων γενήσεσθαι ἀναστήλωσιν. ὁ δὲ μήτε τι καινοτομήσειν ἔφη περὶ τὴν πίστιν μήτε τὴν τῆς ἐκκλησίας ἀλλοιῶσαι κατάστασιν, ἀλλὰ μηδὲ βιάσασθαί τινα περὶ τοῦ θείου δοξάζειν παρ' ὃ βούλεται. ἐν λόγοις δ' ἔμεινε ταῦτα· οὐ μετὰ πολὺ γὰρ τὴν γνώμην ἔδειξε τὴν οἰκείαν καὶ κατὰ τῶν ὀρθοδόξων ἐχώρησε, καὶ πολλοὺς καὶ ἄλλους δεινοῖς περιέβαλε, πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸν θεῖον Μεθόδιον καὶ τὸν τῆς Σάρδεων [339] ἀρχιερατεύοντα τὸν Εὐθύμιον ἐξορίᾳ παρέπεμψε διὰ τὴν τῶν ἁγίων εἰκόνων τιμήν. εἶτα τὸν μὲν Μεθόδιον καθείργνυσι κατὰ τὸν Ἀκρίταν· τὸν ἀοίδιμον δ' Εὐθύμιον μαρτυρικῷ τελειοῖ θανάτῳ, ἀφειδῶς μαστιζόμενον διὰ τοῦ υἱοῦ αὐτοῦ Θεοφίλου. ἐζήλου δ' ἐν ἅπασι τὸν Κοπρώνυμον καὶ τοῖς Ἰουδαίοις προσέκειτο τά τε σάββατα νηστεύειν προσέταττε. τῇ ἀναστάσει τε ἀπιστῶν διετώθαζε τὰ μέλλοντα ἀγαθὰ καὶ τοὺς προφήτας διέσυρε καὶ δαίμονας οὐκ εἶναι διεβεβαιοῦτο· πορνείαν τε οὐχ ἁμάρτημα ἥγητο καὶ τὸν ἐπὶ πᾶσι θεὸν ὀμνύειν διεκελεύετο. τῷ τε Ἰούδᾳ σωτηρίαν ἐπεφήμιζε καὶ τὸ πάσχα οὐ κατὰ καιρὸν ἑορτάζεσθαι ἐδογμάτιζε. ταῦτα μὲν οὖν ἐκ πολλῶν ὀλίγα τῆς ἐκείνου κακίας ἢ καὶ ἀνοίας γνωρίσματα ξυγγεγράφαται.

   Ὁ δὲ λόγος τὰ τότε ξυμβεβηκότα διδότω τῇ ἱστορίᾳ· τὰ δ' ἦσαν ἐμφύλιοι πόλεμοι. ὁ δὲ τούτων κατάρξας Θωμᾶς ἦν, εἷς τῶν τριῶν τυγχάνων ἀνδρῶν, περὶ ὧν ἐν τῷ Φιλομηλίῳ μοναχὸς τῷ Βαρδανίῳ προέφησε τοὺς μὲν δύο ἐπιβήσεσθαι [340] τῆς βασιλείου ἀρχῆς, τὸν δέ γε τρίτον (ὃς οὗτος ἦν ὁ Θωμᾶς) ἐπιχειρῆσαι μὲν τυραννίδι καὶ ἑαυτῷ περιθέσθαι διάδημα, μὴ μέντοι καὶ τῆς βασιλείας τυχεῖν. οὗτος τοίνυν, ὡς ἤδη μοι εἴρηται, ἄρχων καταστὰς τοῦ τάγματος τῶν φοιδεράτων παρὰ τοῦ Λέοντος, ὡς ἔγνω τὸν εὐεργέτην ἀναιρεθέντα παρὰ τοῦ Μιχαήλ, τῷ μὲν δοκεῖν τιμωρῶν ἐκείνῳ, τῷ δ' ὄντι τὴν βασιλείαν καραδοκῶν ἀνταίρει τῷ Μιχαὴλ καὶ συναλίσας δύναμιν οὐκ εὐκαταφρόνητον ἅπασαν σχεδὸν τὴν ἑῴαν μοῖραν ἐσφετερίσατο καὶ τοὺς δημοσίους φόρους αὐτῷ κομίζεσθαι παρεσκεύαζε. καὶ πολὺς ἐντεῦθεν γενόμενος ἐπῆλθε καὶ τοῖς Ἀγαρηνοῖς, ἀδεέστερον τότε πᾶσαν ληιζομένοις χώραν καὶ τὰς νήσους αὐτὰς διὰ τὸν ἐμφύλιον πόλεμον. καὶ ἐπελθὼν ἀνέκοψε τῆς φορᾶς καὶ ἀνακόψας παρεστρατοπεδεύσατο καὶ ἐς λόγους ἦλθεν αὐτοῖς καὶ ἥκων εἰς λόγους ἐσπείσατο ἐπὶ συνθήκαις τοῦ Ῥωμαϊκῶν ὁρίων παραχωρῆσαι αὐτοῖς, εἰ τῆς βασιλείας ἐγκρατὴς γένοιτο. οὕτω δὲ ταῦτα διοικησάμενος καὶ τὴν κεφαλὴν ἀνεδήσατο ταινίᾳ βασιλικῇ καὶ αὐτοκράτωρ ἀνερρήθη κατὰ τὴν Ἀντιόχειαν παρὰ τοῦ τότε τὸν θρόνον αὐτῆς τὸν πατριαρχικὸν [341] ἔχοντος· Ἰὼβ δ' ἐκεῖνος ἐκέκλητο. κἀκεῖθεν ὁρμηθεὶς σὺν μεγάλῳ στρατεύματι (ἔτυχε γὰρ συμμάχων οὐκ Ἀγαρηνῶν μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων ἐθνῶν πλειόνων) τῇ τυραννίδι κραταιότερον ἐπεχείρησεν. ἦν δὲ ὁ Θωμᾶς οὗτος οὐ τῶν εὐπατριδῶν, ἀλλὰ καὶ τῶν λίαν ἀσήμων καὶ τούτων βαρβάρων, καὶ ἀπορίᾳ σύντροφος τῇ ἐσχάτῃ, ὥστε καὶ δουλεύειν μισθοῦ. ἀναχθεὶς δ' ὑπὸ τῆς τύχης, ὡς εἴρηται, καὶ τυραννίδι ἐπιχειρήσας τήν τε κλῆσιν μετέθετο, Κωνσταντῖνον ἑαυτὸν ὀνομάσας καὶ κοινωνὸν τῆς βασιλείας, ὡς ᾤετο, προσελάβετο, υἱὸν εἰσποιητὸν οἰκειωσάμενός τινα. τοῦ δὲ Μιχαὴλ στρατιὰν κατ' αὐτοῦ ἐσταλκότος, συμβαλὼν ἐκεῖνος αὐτῇ τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ φυγάδας ἀπέφηνεν. ἐντεῦθεν κραταιότερον τῆς τυραννίδος ἐπείληπτο καὶ στόλον ἐξαρτυσάμενος, ἀλλὰ μὴν καὶ τὸ βασιλικὸν ναυτικὸν ὑφ' ἑαυτὸν ποιησάμενος ἐξ Ἀβύδου πρὸς τὴν Θρᾴκην ἐπεραιώθη καὶ τὰ τῆς ἑῴας ἅπαντα σχεδὸν ὑπηγάγετο, ἄνευ μέντοι τοῦ θέματος τοῦ Ὀψικίου, οὗ ὁ Κατάκυλας ἐστρατήγει, καὶ τοῦ τῶν Ἀρμενιακῶν· ὁ Ὀλβιανὸς δὲ τὴν στρατηγίδα τούτου εἶχεν [342] ἀρχήν, ὃς δὴ λοχήσας καὶ τὸν τῷ τυράννῳ εἰσποιηθέντα υἱὸν κατασχὼν ἀνεῖλεν εὐθύς.

   Γενόμενος δ' ἐν τῇ Θρᾴκῃ, ὡς εἴρηται, ὁ Θωμᾶς προστιθεμένους αὐτῷ τοὺς ξύμπαντας ἔσχηκεν. αὖθις οὖν τοῦ βασιλέως κατά τε γῆν αὐτῷ συμμίξαντος καὶ κατὰ θάλασσαν, καὶ ἄμφω τὰς στρατιὰς ὁ τύραννος ἐτρέψατό τε καὶ διεσκέδασεν, υἱοθετήσατο δ' ἕτερον, τοῦ πρώτου κτανθέντος, ὡς εἴρηται, Ἀναστάσιον μὲν καλούμενον, μοναχὸν δ' ὄντα, καὶ τὸ μὲν σχῆμα τὸ θεῖον ἀποδυσάμενον, στολὴν δὲ κοσμικὴν μεταμφιασάμενον. ἐς τοῦτο δ' ἧκεν ἀπορίας ὁ Μιχαὴλ ὡς σιδηρᾶν ἐκτεῖναι σειρὰν ἐξ ἀκροπόλεως εἰς τὸ κατ' ἀντιπέραν πολίχνιον, ἵν' ἄβατα τοῖς τοῦ τυράννου φυλάττοιτο τὰ ἐντός. ἀλλ' ὁ Θωμᾶς ὁμοῦ τῇ πόλει προσέβαλε κατὰ γῆν τε καὶ κατὰ θάλασσαν, τὴν σιδηρᾶν ἐκείνην ῥᾷστα διαρρήξας σειράν, καὶ ᾤετο, εἰ μόνον φανείη, τοὺς ἐν τῇ πόλει διὰ τὴν πρὸς τὸν κρατοῦντα ἀπέχθειαν εὐχερῆ τὴν εἴσοδον αὐτῷ παρασχεῖν. ἐπεὶ δ' ἐρρωμένους εὕρηκε τοὺς ἐντὸς πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τῶν ἐλπίδων ἐψεύσθη, τότε μὲν ἀνεχώρησε καὶ βάλλεται χάρακα κατὰ τὸ τῶν θείων Ἀναργύρων ἱερώτατον τέμενος· ὁ τόπος δὲ τὰ Παυλίνου [343] ὠνόμαστο. ἡμερῶν δέ τινων διαγενομένων καὶ κατὰ χέρσον αὖθις καὶ κατὰ θάλασσαν ἐπήνεγκε τῇ πόλει τὸν πόλεμον, ἑλεπόλεις τε καὶ κλίμακας ἐπαγόμενος. ὡς δ' ἑώρα τὰ τῆς σπουδῆς αὐτῷ πανταχόθεν ἀνήνυτα, τότε μὲν τὴν ψυχρὰν ἐκτρεπόμενος Θρᾴκην (χειμὼν γὰρ ἦν) τὴν στρατιὰν αὐτοῦ ταῖς χώραις διένειμεν, ἐν ταύταις σχολάσουσαν καὶ τὴν τοῦ χειμῶνος ἐκφευξομένην δριμύτητα. ἄρτι δὲ τοῦ ἔαρος ἐφεστῶτος καὶ πάλιν προσῆγε καὶ ἀμφοτέρωθεν τῇ πόλει τὴν στρατιὰν καὶ περιεκύκλου τὰ τείχη τῷ τε πεζῷ στρατεύματι καὶ τῷ ναυτικῷ. ἤδη δὲ καὶ τῷ Μιχαὴλ ἡτοίμαστο καὶ στόλος καὶ στράτευμα. λόγοις οὖν παρακλητικοῖς τοὺς οἰκείους παραθαρρύνας ὁ βασιλεὺς ἀθρόον ἐκ πλειόνων πυλῶν ἐξάγει τούτους καὶ συρρήγνυται τῷ τοῦ τυράννου λαῷ. οἱ δὲ τῷ αἰφνιδίῳ καὶ τῷ θάρσει τῶν ἐπιόντων ἀποδεδειλιακότες τὰ νῶτα μετέβαλον καὶ ἔπεσον πολλοί, καὶ ἡ νίκη τῶν ἐκ τῆς πόλεως ἦν. τὰ μὲν οὖν κατὰ χέρσον οὕτω συνηνέχθη τῷ ἀποστάτῃ· οὐ μὴν ἀλλ' οὐδὲ τὰ κατὰ θάλασσαν κάλλιον ἔσχεν αὐτῷ. τὰς γὰρ βασιλικὰς τριήρεις τὸ τοῦ τυράννου ναυτικὸν θεασάμενον ἐπιούσας [344] αὐτῷ οὐχ ὑπήνεγκεν, ἀλλ' εὐθὺς τὴν συμπλοκὴν μὴ θαρρῆσαν εἰρεσίᾳ συχνῇ πρὸς τὴν χέρσον κατήγοντο, καὶ οἱ μὲν ἀπεδίδρασκον, οἱ δὲ τῷ Μιχαὴλ αὐτομολοῦντες προσῄεσαν. ὁ δ' ἀποστάτης ἔτι τῆς τυραννίδος ἀντείχετο καὶ οὔτε τὸν χάρακα ἔλυσε καὶ τὸ ἐν Ἑλλάδι ἑτοιμασθὲν αὐτῷ ναυτικὸν μετεπέμψατο· καὶ τόδε παρῆν κατὰ Βυρίδας νεωλκησάμενον. ὃ γνόντες οἱ τοῦ στόλου τοῦ Μιχαὴλ νυκτὸς αὐτοῖς ἐπιτίθενται καί τινας μὲν ᾑρήκασι τῶν πολεμίων νηῶν, ἑτέρας δὲ τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. κατὰ γῆν δὲ συχναὶ μὲν ἐγίνοντο προσβολαί, Θεοφίλου τοῦ υἱοῦ τοῦ βασιλέως τοῦ λαοῦ προεξάρχοντος· ἀγχώμαλα δὲ τοῖς ἐναντίοις ἦσαν τὰ πράγματα καὶ οὐδενὶ μέρει καθαρῶς ἡ νίκη ἐπεμειδίασεν. ἐν τοσούτῳ δέ τι συμβὰν τῷ Θωμᾷ τὰ πράγματα ἔσφηλε· τῆς γὰρ φήμης πανταχοῦ τὴν τοῦ Θωμᾶ κηρυξάσης ἀποστασίαν καὶ τὴν πολιορκίαν τῆς πόλεως, Μορτάγων ὁ τῶν Βουλγάρων κατάρχων σπονδὰς ἐπὶ τοῦ Λέοντος τριακοντούτεις θέμενος καὶ φιλίως τότε Ῥωμαίοις ἔχων, αὐτεπάγγελτος ἧκε συμμαχήσων τῷ βασιλεῖ καὶ στρατοπεδεύεται [345] κατὰ τὰ Κιδόκτου. τοῦτο τὸν ἀποστάτην ἐθρόησε. κρίνας δὲ ἀσύμφορον ἑαυτῷ ἅμα τε καὶ πολιορκεῖν καὶ τοῖς Βουλγάροις ἀντιστρατεύσασθαι (μερισθείσης γὰρ αὐτῷ τῆς δυνάμεως οὐκ ἀξιόμαχον ἑαυτὸν οὐδετέρῳ τυγχάνειν ᾤετο), κατὰ τῶν Βουλγάρων ἐχώρησε παντὶ τῷ στρατεύματι καὶ συμβαλὼν ἡττᾶται καὶ πολλοὺς μὲν ἀποβάλλει τῶν ἑαυτοῦ, τοὺς μὲν φθαρέντας, τοὺς δὲ καὶ ἁλόντας. ὅσοι δὲ τόν τε βαρβαρικὸν ἀκινάκην ἐξέφυγον καὶ τὴν αἰχμαλωσίαν διέφυγον, τὸ μέλλον καραδοκοῦντες ἡσύχαζον. οἱ Βούλγαροι δὲ τοὺς αἰχμαλώτους καὶ λείαν πολλὴν ἐπαγόμενοι ἀνεζεύγνυον τῇ νίκῃ γαυρούμενοι. ταύτην τὴν ἧτταν τοῦ ἀποστάτου ὅσον ἐκ τοῦ στόλου αὐτοῦ περιελέλειπτο ἐγνωκὸς πρὸς τὸν Μιχαὴλ ηὐτομόλησεν. ἐν τοιούτοις δὲ ὁ τύραννος γεγονὼς καὶ πάντῃ ἐξασθενήσας, ὅμως ἔτι τοῦ πολιορκεῖν οὐκ ἀφίστατο, ἀλλὰ μηδὲν ἀνύων ἀπανίσταται μὲν τῆς προσεδρείας τῆς πόλεως, ἄπεισι δὲ πορρωτέρω, καί τινα τόπον εὑρὼν ἐπιτήδειον ἐν τούτῳ βάλλεται χάρακα, κἀκεῖθεν ὁρμώμενος ἐληίζετο τῆς πόλεως τὰ προάστεια καὶ τὰς τούτων ἐκεράιζε χάριτας. ἐπῆλθε τοίνυν τούτῳ ὁ Μιχαήλ, καὶ μάχης συγκροτηθείσης οἱ τοῦ Θωμᾶ ἑκόντες ἐτράπησαν εἰς [346] φυγήν, καὶ οἱ μὲν τῷ βασιλεῖ προσερρύησαν, οἱ δ' ἐπὶ τὰ ἑαυτῶν ἀπῄεσαν ἕκαστοι. ὁ δέ γε τύραννος μετὰ βραχίστων εἰς Ἀδριανούπολιν ἄπεισι, καὶ ὁ Μιχαὴλ αὐτῷ κατ' ἴχνος ἀκολουθεῖ καὶ πολιορκεῖ τὴν πόλιν οὐχ ἑλεπόλεσιν, ἀλλὰ σπάνει τῶν ἀναγκαίων. καὶ οἱ τῆς πόλεως τῷ λιμῷ πιεζόμενοι ἀμνηστίαν τῶν ἐπταισμένων ἐκ τοῦ βασιλέως ᾐτήσαντο καὶ ταύτης τυχόντες δεσμοῦσι τὸν Θωμᾶν καὶ παραδιδόασι τῷ Μιχαήλ. ὁ δὲ ἀφαιρεῖται αὐτοῦ χεῖρας καὶ πόδας καὶ ὄνῳ ἐπιβιβάσας θριαμβεύει τὸν ἄτιμον θρίαμβον. εἶτα περὶ συνιστόρων πυνθάνεται, καὶ πολλοὺς ἂν ἐκεῖνος ἐξέφηνεν, εἰ μὴ ὁ Ἑξαβούλιος ὁ πατρίκιος τὴν ὁρμὴν τοῦ βασιλέως ἀνέκοψε, φάμενος μὴ χρῆναι πιστεύειν κατὰ τῶν φίλων ἐχθροῖς. ὁ δέ γε Θωμᾶς ἄλλοτε ἄλλαις τιμωρίαις ὑποβαλλόμενος βιαιότατα κατέλυσε τὴν ζωήν. καὶ ὁ τούτου δὲ εἰσποιητὸς υἱὸς εἰς τὸ τῆς Βιζύης πολίχνιον προσφυγών, παρὰ τῶν οἰκούντων τὸ φρούριον δεθεὶς προσήχθη τῷ βασιλεῖ καὶ ὁμοίως τῷ πεπλασμένῳ πατρὶ κολασθεὶς βιαίως καὶ αὐτὸς ἀπέρρηξε τὴν ψυχήν. [347] ἡ μὲν οὖν τοῦ Θωμᾶ ἐπανάστασις τοῦτον τὸν τρόπον κατηύναστο. αἱ δὲ Θρᾳκικαὶ πόλεις αἱ πάραλοι κἀκείνου παρελθόντος ἔτι τῆς στάσεως εἴχοντο, καὶ μᾶλλον τῶν ἄλλων τὸ Πάνιον καὶ ἡ Πείρινθος (οὕτω γὰρ πάλαι ὠνόμαστο ἡ Ἡράκλεια) μίσει τῷ πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ τὸ μὲν Πάνιον σεισμῷ τοῦ τείχους αὐτοῦ πεσόντος ἑάλω, ἡ δ' Ἡράκλεια διὰ τῆς θαλάσσης γέγονεν ἁλωτή. ταῦτα τοίνυν κατορθώσας ὁ Μιχαὴλ ἐπάνεισι τροπαιοφορῶν καὶ ἱππικοῦ τελουμένου ἀγῶνος τοὺς τῷ Θωμᾷ τὴν τυραννίδα συμπράξαντας ὄνοις ἐφεζομένους εἰσαγαγὼν εἰς τὸ θέατρον ὑπερορίαν αὐτῶν κατεδίκασε, μή τι πλέον κολάσας αὐτούς, εἰ μὴ δύο τινὰς τὸν Χοιρέαν καὶ τὸν Ζαγορηνόν, μὴ πειθομένους μηδὲ μετὰ τὴν κατάλυσιν τοῦ Θωμᾶ παραδοῦναι τὰ φρούρια, ἃ κατεῖχον, ἑλὼν καὶ ἀνασκολοπίσας ἀπέκτεινε.

   Τῇ γοῦν ἀποστασίᾳ τῇ τοῦ Θωμᾶ καὶ τοῖς ἐμφυλίοις πολέμοις τῶν Ῥωμαϊκῶν ἀσχολουμένων δυνάμεων ἄδειαν εὑρηκότες πᾶσαν οἱ πρὸς ἑσπέραν Ἀγαρηνοί, οἳ τὸν τῆς Ἰβηρίας [348] οἰκοῦσι κόλπον καὶ λέγονται Ἰσπανοί, τῷ σφετέρῳ προσίασιν ἀρχηγῷ, ὃν αὐτοὶ καλοῦσιν ἀμερμουμνῆν, καὶ ᾐτοῦντο ἀποικίαν στείλασθαι, διὰ πλῆθος στενοχωρούμενοι. κἀκεῖνος κατένευσε, καὶ τούτους παραλαβὼν σὺν τριήρεσιν ἀπέπλευσε, τὰς ὑπὸ Ῥωμαίους νήσους περιιών τε καὶ ληιζόμενος. ὡς δ' ἧκε καὶ εἰς τὴν Κρήτην καὶ τὸ ταύτης ἔγνωκε πάμφορον, τοὺς μὲν πλείστους εἰς λείαν ἐκπέπομφεν, αὐτὸς δὲ μετ' ὀλίγων εἰς φυλακὴν δῆθεν παραλειφθεὶς τῶν νηῶν πῦρ ἐνέβαλε κατ' αὐτῶν καὶ πάσας ἐνέπρησε. τεθορυβημένων δὲ τῶν Ἀγαρηνῶν διὰ τοῦτο καὶ τὴν αἰτίαν ζητούντων, ὁ Ἀπόχαψ (οὕτω γὰρ ὁ σφῶν ὠνόμαστο ἀρχηγός) "ἀποικίαν ᾐτεῖσθε" φησίν· "ἰδοὺ τοίνυν χώρα ῥέουσα μέλι καὶ γάλα καὶ ταύτην κατασχόντες οἰκήσατε." ἐκείνων δὲ εἰπόντων "καὶ τὰ φίλτατα ποῦ;" ὁ Ἀπόχαψ "ἐνταῦθα γυναῖκές εἰσιν" ἀνθυπήνεγκεν, "ἐξ ὧν γενήσονται καὶ παῖδες ὑμῖν οὐ μετὰ μακρόν." τούτοις πεισθέντες οἱ ἐκ τῆς Ἄγαρ τήν τε νῆσον ὑφ' ἑαυτοὺς ἐποιήσαντο καὶ τοὺς αὐθιγενεῖς ἐδουλώσαντο. ὅτε καὶ Κύριλλος ὁ Γορτύνης ἐπίσκοπος ἀθλήσας ὑπὲρ Χριστοῦ μαρτυρίου κεκόμιστο στέφανον.

[349]    Θανούσης δὲ τῆς συζύγου τῷ βασιλεῖ ἐκεῖνος ὑπεκρίνετο μὲν ἐς τὸ προφανὲς δευτέροις ὁμιλῆσαι γάμοις μὴ βούλεσθαι, κρύβδην δὲ πρὸς τοὺς ἐξόχους τῆς γερουσίας διεπέμπετο ἀξιοῦσθαι παρ' αὐτῶν ἑτέραν τοῦ βίου κοινωνὸν εἰσοικίσασθαι. καὶ ἡ σκῆψις ὡς εὐπρεπής· δεινὸν γὰρ ἔφασαν εἶναι ἡμᾶς μὲν βασιλεύεσθαι παρὰ σοῦ, τὰς δ' ἡμῶν συνοίκους βασιλίδος στερίσκεσθαι. ὁ δὲ πρότερον μὲν ἀκκιζόμενος τὴν ἀξίωσιν οὐ προσίετο· λιπαρούντων δ' ἐκείνων πίστεις ἐξ αὐτῶν ἀπῄτει, εἰ βούλοιντο ἀγαγέσθαι αὐτὸν βασιλίδα, ὡς καὶ μετὰ θάνατον αὐτοῦ βασίλισσαν ταύτην ἕξουσι καὶ τὰ ἐκ ταύτης αὐτῷ φυησόμενα ὡς βασιλέας τιμήσουσι. ταῦτα δὲ τῶν τῆς συγκλήτου ἐγγράφως αὐτῷ ἐπαγγειλαμένων, κἀκεῖνος αὐτοῖς προσεποιήσατο πείθεσθαι καὶ εἰσοικίζεται γυναῖκά τινα, θυγατέρα λεγομένην γενέσθαι τοῦ βασιλεύσαντος Κωνσταντίνου, ὃν ἡ μήτηρ, ὡς ἤδη ἔμπροσθεν εἴρηται, ἐξετύφλωσεν. ἦν δ' αὕτη κεκαρμένη πρὸ πλείονος καὶ ἐν τῇ νήσῳ τῇ Πρίγκιπος ταῖς ἀσκουμέναις ἐκεῖ [350] μοναχαῖς ἐκ πρώτης τριχὸς συγκατείλεκτο, καὶ ἡ κλῆσις τῇ γυναικὶ Εὐφροσύνη.

   Τοῦ πατριάρχου δὲ Θεοδότου θανόντος, ὃς ἓξ ἔτη ἀσεβῶς τῆς ἐκκλησίας ἐκράτησεν, Ἀντώνιος προεχειρίσθη, ᾧ Κασσυματᾶς τὸ ἐπώνυμον· καὶ οὗτος δὲ τὴν περὶ τὴν πίστιν δόξαν διέστραπτο.

   Ὁ μέντοι βασιλεὺς στόλον ἐκπέμπει κατὰ τῶν τὴν Κρήτην κατασχόντων Ἀγαρηνῶν. ἥττητο δέ, καὶ οἱ περιλειφθέντες ἐπανῆλθον τῆς ἥττης αὐτάγγελοι. εἶτ' αὖθις ἕτερον πολὺ ναυτικὸν ἑτοιμασάμενος ἔστειλε, τούτῳ στρατηγὸν ἐπιστήσας τὸν Κρατερόν, ὃς συμβαλὼν τοῖς ἐν Κρήτῃ Ἀγαρηνοῖς πρότερον μὲν εὐτύχησε, πολλοὺς ἐκείνων καὶ ζωγρήσας καὶ ἀνελών. εἶτα τῇ νίκῃ τεθαρρηκὼς κἀκεῖνος καὶ ὁ ὑπ' ἐκεῖνον λαός, ὡς ἤδη τῶν ἐναντίων ἐκνενευρισμένων καὶ μὴ ἄν ποτε προσβαλεῖν αὐτοῖς τολμησόντων, ἀνέσει ἑαυτοὺς καὶ πότοις ἐξέδωκαν ἀφυλάκτως καὶ ὕπνωττον κατὰ τὴν νύκτα ἐκείνην σὺν ῥᾳστώνῃ πολλῇ. ἅπερ κατανοήσαντες οἱ πολέμιοι νυκτὸς αὐτοῖς ἐπῆλθον μετὰ μεγίστου ἀλαλαγμοῦ καὶ πάντας διέφθειραν, ὡς μικροῦ μηδ' ἄγγελον περιλειφθῆναι τῆς συμφορᾶς. καὶ αὐτὸς γὰρ ὁ [351] τοῦ στόλου ἐξάρχων ὁ Κρατερὸς ἐν πλοίῳ ἐμπορικῷ φυγὰς ἀπιὼν κατελήφθη καὶ ἀνεσκολοπίσθη. ἕτερος δέ τις αὖθις Ὠορύφας καλούμενος ναυτικὸν πιστευθεὶς ἕτερον ἐπῄει τὰς νήσους καὶ ταῖς πειρατικαῖς ναυσὶ τῶν Ἀγαρηνῶν συνεπλέκετο καὶ τὴν τούτων ῥύμην τὴν πρὸς προνομὴν ἀνέκοπτε καὶ τοὺς ἐν Κρήτῃ τοῦ προτέρου θράσους ἀνέστειλε.

   Καὶ κατὰ Σικελίαν δὲ στάσις ἑτέρα κεκίνητο. ἀνὴρ γάρ τις Εὐφήμιος λαοῦ κατάρχων τινὸς ἔρωτι περιμανεῖ μοναζούσης ἐλήφθη τινός, καὶ ταύτην ἅρπαγμα τίθεται. ἐζήτει τοίνυν τοῦτον ὁ στρατηγός, διὰ τὸ ἁμάρτημα κολασθησόμενον. ὁ δὲ διὰ τοῦτο τῷ τῆς Ἀφρικῆς ἀμηρᾷ φυγὼν προσελήλυθε καί οἱ προδοῦναι τὴν Σικελίαν ὑπισχνεῖτο καὶ φόρους αὐτῷ παρέχειν πολλούς, εἰ βασιλεὺς ἀναρρηθείη Ῥωμαίων. καὶ ὁ μὲν τὴν ἔφεσιν ἐκείνου πληροῖ καὶ δύναμιν αὐτῷ δίδωσι βαρεῖαν. ὁ δ' Εὐφήμιος αὐτῷ τὴν Σικελίαν προδίδωσι· καὶ ἡ μὲν ὑπὸ τοὺς Ἀγαρηνοὺς τὸν τρόπον τοῦτον ἐγένετο. ὁ δ' Εὐφήμιος [352] οὐ μετὰ μακρὸν δίκην ἐκτίνει τῆς οἰκείας παρανομίας καὶ ἀπονοίας καὶ στερίσκεται τῆς ζωῆς, ἀναιρεθεὶς βιαιότατα.

   Ὁ βασιλεὺς δὲ Μιχαὴλ ἐπὶ ἔτη ὀκτὼ καὶ μῆνας ἐννέα ἀπολαύσας τῆς βασιλείας νεφρίτιδι νόσῳ καὶ ἐπισχέσει τῶν οὔρων ἢ δυσεντερίᾳ (λέγεται γὰρ καὶ ἄμφω) κατέστρεψε τὴν ζωήν, τῷ υἱῷ Θεοφίλῳ τὴν βασιλείαν καταλιπών. ἐπ' ἐκείνου δὲ καὶ ἡ Δαλματία τῆς τῶν Ῥωμαίων ἀρχῆς ἀφηνίασε. λέγεται δὲ καὶ ἀρχαῖον εἶναι χρησμὸν οὑτωσί πως περιέχοντα·

   ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί,

   ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων

   δύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν. καὶ ἦν ὡς ἀληθῶς ἐκεῖνος λίαν φιλοχρυσότατος.

   Αὐταρχήσας δὲ ὁ Θεόφιλος πρῶτον ἐποιήσατο ἔργον τὴν κόλασιν τῶν τῷ πατρὶ αὐτοῦ συναραμένων εἰς τὸ τῆς βασιλείας τυχεῖν καὶ ἀνελόντων τὸν Λέοντα. καὶ ἵνα μή τις αὐτῶν διαλάθοι, [353] ἀθροίσας τὴν γερουσίαν ἅπασαν περὶ τὰ βασίλεια, ἐντολὴν ἔφη πληροῦν πατρικήν. ἐκεῖνον γὰρ βούλεσθαι μὲν ἀξίως ἀμείψασθαι τοὺς συνεργοὺς καὶ συμπράκτορας τῆς βασιλείας αὐτῷ, μὴ μέντοι καιρὸν ἐσχηκέναι ἐπιτελὲς ποιῆσαι τὸ βούλευμα, πρότερον μὲν πολέμοις ἀπασχολουμένῳ, εἶτα νοσήσαντι καὶ τὸν βίον ἐκλελοιπότι. ἐντείλασθαι δέ οἱ τὴν ὀφειλὴν αὐτοῖς ἀποδοῦναι φιλότιμον. καὶ προετρέπετο τοῖς τῷ πατρὶ ἐπὶ τῇ καθαιρέσει τοῦ Λέοντος συμπονήσασι τῶν ἄλλων διακριθῆναι. οἱ δὲ μὴ συνέντες τὸ σκαιωρούμενον ἰδίᾳ στάντες "ἡμεῖς ἐσμέν" εἶπον "οἱ τῷ πατρὶ τῷ σῷ συμμαχήσαντες." καὶ ὃς αὐτίκα τὸ τῆς ὑποκρίσεως περιελὼν προσωπεῖον καὶ "ἱνατί τῷ χριστῷ κυρίου φονίους ἐπηνέγκατε χεῖρας" ἔφη "καὶ οὐ μόνον ἀνθρωποκτόνοι γεγόνατε, ἀλλὰ καὶ βασιλέως αὐτόχειρες;" αὐτίκα τοίνυν ἐπιστραφεὶς πρὸς τὸν ἔπαρχον "τούτους" εἶπε "παραλαβὼν ἀπόδος αὐτοῖς ἀξίας ἀμοιβὰς τοῦ τολμήματος." καὶ οἱ μὲν παρὰ τοῦ ἐπάρχου κολασθέντες ἀνδροφόνων ἔδοσαν δίκας. ὁ Θεόφιλος δὲ καὶ τὴν μητρυιὰν ἀπελάσας τῶν βασιλείων εἰς τὴν προτέραν αὐτῆς μονὴν ἐν τῇ τοῦ Πρίγκιπος νήσῳ [354] ἀπήγαγε, μηδὲν ἀποναμένην τῶν ὅρκων, οὓς ὁ Μιχαὴλ περὶ αὐτῆς ἐκ τῆς συγκλήτου ἀπῄτησε.

   Γυναῖκα δ' ἑαυτῷ εἰσοικίσασθαι βουληθεὶς ὁ Θεόφιλος, πολλὰς πολλαχόθεν ὡραίας κόρας συνήγαγεν, ἐν αἷς ἦν καὶ ἡ Εἰκασία, παρθένος καὶ τὸ εἶδος καλὴ καὶ τῶν λοιπῶν ὑπερφέρουσα καὶ λόγοις ὡμιληκυῖα καὶ τὸ γένος ἐπίσημος. περιῄει γοῦν ταύτας θεώμενος καὶ μῆλον κατέχων χρυσοῦν, ἵν' αὐτὸ ἐπιδῷ τῇ δοξάσῃ αὐτῷ ἀρεστῇ· ἐπεὶ δὲ ἦλθε κατὰ τὴν Εἰκασίαν περιιών, θαυμάσας ἐκείνην τῆς ὡραιότητος ἔφη "ἐκ γυναικὸς ἐρρύη τὰ φαῦλα." ἡ δ' ἠρέμα καὶ μετὰ σεμνοῦ ἐρυθήματος εὐστόχως πως ἀπεκρίνατο "ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττω." ὁ δὲ καταβροντηθεὶς ὥσπερ τῷ τῆς παρθένου λόγῳ τὴν μὲν παρῆλθε, τὸ μῆλον δὲ τὸ χρυσοῦν τῇ ἐκ Παφλαγονίας Θεοδώρᾳ παρέσχετο. ἡ δ' Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν ἐδείματο, ἣ τὴν ἐκείνης κλῆσιν ἔσχεν ἐπίκλησιν, καὶ ἐν αὐτῇ μονάσασα ἑαυτῇ ἔζη καὶ τῷ θεῷ, τῆς [355] λογικῆς παιδείας μὴ ἀλογήσασα. ὅθεν καὶ συγγράμματα ἐκείνης εὑρίσκονται εὐπαιδευσίας χαρίτων οὐκ ἄμοιρα. καὶ ἡ μὲν οὕτω διέθετο τὰ καθ' ἑαυτὴν καὶ ἀτευκτήσασα βασιλέως φθαρτοῦ τῷ παμβασιλεῖ ἑαυτὴν ἐμνηστεύσατο καὶ ἀντὶ γεηρᾶς βασιλείας τὴν ἐπουράνιον ἐκληρώσατο. ὁ βασιλεὺς δὲ Θεόφιλος τὴν Θεοδώραν ἑαυτῷ συνοικίζει καὶ ὁμοῦ ταύτην καὶ τῷ γαμηλίῳ στεφάνῳ καὶ τῷ βασιλικῷ ταινιοῖ διαδήματι καὶ τοὺς γάμους τελεῖ.

   Δικαιοσύνην δὲ μετιὼν τοῖς ἀδικοῦσιν ἦν ἐπαχθὴς καὶ κολαστὴς αὐτῶν ἀπαραίτητος. ἑκάστης οὖν ἑβδομάδος ἀπῄει διὰ τῆς ἀγορᾶς ἔφιππος μετὰ δορυφορίας βασιλικῆς εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναόν. εἰ γὰρ καὶ ταῖς θείαις εἰκόσιν τιμὴν οὐκ ἔνεμεν, ἀλλά γε τῷ σωτῆρι Χριστῷ καὶ τῇ θεομήτορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. ἀπιὼν οὖν καὶ οὕτω δημοσιεύων παρεῖχεν ἑαυτὸν τοῖς προσιοῦσιν εὐπρόσιτον καὶ περὶ τῶν ὠνίων ἐφρόντιζε καὶ ὅπως ἕκαστον τούτων πιπράσκεται ἐπολυπραγμόνει καὶ ἐπυνθάνετο. καὶ εἰ πολλοῦ τινα πιπρασκόμενα εὕρισκε, τὸν ἔπαρχον περὶ τούτου ἀνέκρινε καὶ ἢ καταγινώσκων αὐτοῦ ἔπαυε [356] τῆς ἀρχῆς ἢ ἐπιπλήττων διώρθου. οὕτω γοῦν ποτε διιόντι αὐτῷ προσῆλθε γυνὴ ἀδικεῖσθαι λέγουσα παρὰ τοῦ δρουγγαρίου τῆς βίγλας (οὗτος δ' ἦν σύγγονος τῆς Αὐγούστης, καλούμενος Πετρωνᾶς), οἰκεῖν γὰρ αὐτῷ ἐν γειτόνων, τὸν δὲ τὰς ἑαυτοῦ διαίτας ὑψοῦντα τῇ αὐτῆς οἰκίᾳ ἐπισκοτεῖν. ἡ μὲν οὖν ταῦτα ἐπενεκάλει τῷ Πετρωνᾷ· ὁ δὲ πρὸς τοῦ βασιλέως μετακληθεὶς καὶ τί ἂν λέγοι τὸ γύναιον ἐρωτώμενος, ματαιάζειν ἔφη αὐτό. καὶ ὁ βασιλεύς "μηκέτι μου δεηθείη περὶ τούτου" φησί "καὶ οὐκ ἔσται σοι πρὸς καλοῦ." καὶ τῇ γυναικὶ ἐνετείλατο πρὸς τὸν Πετρωνᾶν ἀφικέσθαι καί, εἰ μὴ τὴν βλάβην θεραπευθείη, αὖθις αὐτῷ προσελθεῖν. προσῄει τῷ Πετρωνᾷ ἡ γυνή· ὁ δὲ οὐδὲν αὐτῇ τοῦ κακοῦ θεράπευμα ἔθετο. ἡ δ' ἀπογνοῦσα δι' ὄχλου γέγονε καὶ αὖθις τῷ βασιλεῖ· καὶ ὃς αὐτίκα τῶν τῆς συγκλήτου τισὶν ἀπελθεῖν ἐπέταξε καὶ κατασκοπῆσαι εἰ βλάπτοιτο ἡ γυνή. οἱ δὲ ἀπῆλθον εὐθὺς καὶ τὴν βλάβην ἔγνων καὶ ταύτην ἀπήγγειλαν. καὶ ὁ βασιλεὺς ἔτι ἐπ' ἀγορᾶς προϊών, [357] αὐτοῦ που στάς, γυμνωθῆναι τὸν Πετρωνᾶν καὶ τυφθῆναι καὶ στέρνα καὶ νῶτα προσέταξε, τὰ δ' ὑπ' αὐτοῦ δομηθέντα πρὸς βλάβην τῆς γυναικὸς καθαιρεθῆναι καὶ ταύτῃ προσκληρωθῆναι καὶ τὰς ὕλας καὶ τὸν τόπον αὐτόν. τοῦτο μὲν οὖν τοῦ περὶ τὸ δίκαιον ζήλου τοῦ Θεοφίλου εἴρηται γνώρισμα. εἰρήσθω δέ τι καὶ ἕτερον τῆς τε δικαιοπραγίας ἐκείνου καὶ τῆς περὶ τὸ ὑπήκοον προνοίας σημαντικόν. προσώρμισέ ποτε τῷ περὶ τὰ ἀνάκτορα λιμένι φορτὶς βάρει τῶν ἀγωγίμων πεφορτισμένη καὶ τούτῳ μέχρις ἐσχάτου ζωστῆρος καταβεβαπτισμένη. ἔτυχε δὲ προκύψας ὁ βασιλεὺς ἄνωθεν, καὶ θαυμάσας τὴν ναῦν διά τινος τῶν αὐτῷ ἑπομένων τίνος ἂν εἴη ἐπύθετο. ὡς δὲ τῆς Αὐγούστης εἶναι μεμάθηκε καὶ ὡς ἄρτι ἀνήχθη ἐξ ἐμπορίας, ἣν ἐν τοῖς τῆς Συρίας οἱ πρὸς τῆς βασιλίσσης σταλέντες ἐποιήσαντο μέρεσιν, εἴ τι μὲν τοῖς τοῦ πληρώματος τῆς νηὸς πρόσεστιν, ἐξενεγκεῖν αὐτοῖς αὐτίκα ἐκέλευσε, τῶν δὲ τῆς Αὐγούστης ἅψασθαι μηδενός. ὡς δὲ τοῦτο γέγονε καὶ τοὺς ἄνδρας ἐκεῖθεν ἀπήλασεν, ὑγρὸν κατ' αὐτῆς ἐπήνεγκε πῦρ καὶ αὐτόφορτον κατενέπρησε καὶ τῇ βασιλίσσῃ ἐλοιδορήσατο, "βασιλέα με" λέγων [358] "ἀναδείξαντος τοῦ θεοῦ, σὺ βιάζῃ ποιῆσαί με ναύκληρον. ἴσθι δὲ ὅτι τοῖς ἰδιώταις τὸ ἐμπορεύεσθαι προσκεκλήρωται, ἵν' ἐκεῖθεν τὰς πρὸς τὸ ζῆν πορίζοιντο ἀφορμάς. εἰ δ' ἡμεῖς μετὰ τῆς βασιλικῆς εὐετηρίας καὶ τὰ ἐξ ἐμπορίας ἑαυτοῖς περιποιεῖσθαι πειρώμεθα, πόθεν ἂν οἱ τῆς τύχης τῆς ἰδιώτιδος τὰ ζωαρκῆ συμπορίσαιντο;"

   Τῇ δὲ βασιλίσσῃ πατρὶς ἦν ἡ χώρα τῶν Παφλαγόνων, πατέρες δ' αὐτῇ Μαρῖνος καὶ Θεοκτίστη τῶν εὖ γεγονότων ἐν τῇ χώρᾳ τῇ κατ' αὐτούς, εὐσεβεῖς δὲ ἄμφω καὶ τῶν σεβασμίων εἰκόνων προσκυνηταί. τῆς δὲ Θεοδώρας τῷ βασιλεῖ συζυγείσης καὶ ἡ μήτηρ αὐτῆς Θεοκτίστη, ἣ καὶ Φλωρῖνα ἐπωνομάζετο, ζωστὴ καὶ πατρικία τετίμητο. ᾤκει δὲ κατὰ τὴν μονὴν τῶν Γαστρίων, ὡς δέ τινες λέγουσι καὶ τὴν μονὴν αὐτὴν ἐκείνη ἐδείματο. ὡς γοῦν πρὸς μάμμην ἀπήγοντό ποτε πρὸς αὐτὴν τὰ τοῦ βασιλέως θυγάτρια, ἦσαν δὲ πέντε, καὶ αἱ κλήσεις ἐκείνων αὗται, Θέκλα καὶ Ἄννα, Ἀναστασία τε καὶ σὺν Πουλχερίᾳ Μαρία. ἡ δὲ δωρήμασι τὰς παῖδας ἐδεξιοῦτο καὶ [359] ἰδίᾳ παραλαμβάνουσα παρῄνει τὰς ἁγίας εἰκόνας σεβάζεσθαι, καὶ ἐκ κιβωτίου σεβάσμια ἐκφέρουσα ἐκτυπώματα προσκυνεῖν αὐτὰ παρεσκεύαζε τὰς θυγατριδᾶς καὶ ἀσπάζεσθαι, καὶ ταῖς κεφαλαῖς αὐτῶν ἐπετίθει καὶ ταῖς προσόψεσι. καί ποτε ἐκεῖθεν ἐπανηκούσας τὰς παῖδας ἠρώτα ὁ βασιλεὺς τί παρὰ τῆς μάμμης αὐταῖς γένοιτο καὶ τίνα παρ' ἐκείνης αὐταῖς λέγοιτο. αἱ μὲν οὖν λοιπαὶ ἐσιώπων, ἡ Πουλχερία δὲ νηπιάζουσα ἔτι τἄλλα τε διηγεῖτο ψελλιζούσῃ φωνῇ καὶ προσεπῆγεν ὡς εἴη τῇ μάμμῃ νινία ἐν κιβωτίῳ, τὰς εἰκόνας οὕτω καλοῦσα, "καὶ ταῦτα τῇ κεφαλῇ καὶ τοῖς προσώποις ἡμῶν ἐπιτίθησι καὶ ἀσπάζεσθαι δίδωσιν." ἐντεῦθεν τὰς σεπτὰς εἰκόνας γνοὺς διδάσκεσθαι προσκυνεῖν τὰς αὐτοῦ θυγατέρας παρὰ τῆς μάμμης, οὐκέτι πρὸς αὐτὴν ἀπάγεσθαι τὰς παῖδας παρακεχώρηκεν, ἕτερον δὲ οὐδὲν λυπηρὸν εἰς τὴν Θεοκτίστην εἰργάσατο, αἰδούμενος ἐκείνην διὰ τὸ κῆδος καὶ πλέον διὰ τὴν ἀρετήν, ἣ καὶ πολλάκις ἤλεγχε τοῦτον, ὅτι τοὺς ὀρθοδόξους ἐκόλαζε καὶ ταῖς ἱεραῖς εἰκόσιν ἐνύβριζε, καὶ διὰ ταῦτα ἀπεχθῶς διακεῖσθαι πρὸς αὐτὸν ἐπληροφόρει πᾶν τὸ ὑπήκοον. τοιοῦτον δή τι καὶ περὶ τὴν βασιλίδα ἐγένετο. ἦν τι παρὰ τοῖς ἀνακτόροις ἀνθρώπιον καὶ τοῦ [360] νοῦ πάσχον καὶ τῆς γλώσσης παρακοπήν, καὶ ἦν οἷον ἄθυρμά τι τῷ βασιλεῖ· τῷ δὲ τοιούτῳ τυγχάνοντι ἦν καὶ ἡ γυναικωνῖτις βατή. καί ποτε τὸν τῆς Αὐγούστης εἴσεισι θάλαμον· ἡ δ' ἔτυχε τότε ἁγίας εἰκόνας ἀσπαζομένη καὶ προσκυνοῦσα (ἐτίμα γὰρ διαφερόντως ἀγνοίᾳ τοῦ ξυνευνέτου), τὸ δ' ἀνθρωπάριον ἐκεῖνο τὰ θεῖα θεασάμενον ἐκτυπώματα, "τί ταῦτα;" ἤρετο τὴν βασίλισσαν. ἡ δὲ ἀφελῶς πως πρὸς ἐκεῖνο "ταῦτα" εἶπε "τὰ καλά μου νινία." ἐκεῖθεν οὖν ἐξελθὸν τὸ παράφορον ἐκεῖνο ἀνδράριον εὗρε τὸν Θεόφιλον ἑστιώμενον. ἤρετο οὖν ὁ βασιλεὺς αὐτὸν ὅθεν ἥκει. ὁ δὲ παρὰ τῇ μάννᾳ πορευθῆναι ἀντέφησεν (οὕτω γὰρ ἐκάλει τὴν δέσποιναν) καὶ ἔχειν αὐτὴν ἔλεγε νινία καλά. εἰκόνας οὖν εἶναι τὰ νινία ὑποτοπήσας ὁ βασιλεὺς ἐξώργιστο καὶ πρὸς τὴν βασιλίδα πνέων θυμοῦ καὶ ὕβρεις ἐκείνης κατέχεε καὶ εἰδωλολάτριν ὠνόμαζε, τὰ εἰρημένα παρὰ τοῦ Δένδερι διηγούμενος· οὕτω γὰρ τὸ παρακεκομμένον ἐκεῖνο ἐκαλεῖτο ἀνθρώπιον. ἡ δὲ σοφῶς τὸν ἄνδρα κατεσοφίσατο· "οὐ γὰρ εἰκόνας εἶδεν ὁ Δένδερις" ἔλεγεν, "ἀλλὰ τῷ κατόπτρῳ [361] μου ἐνατενιζούσης τὰς ἐκεῖθεν ἀντανακλωμένας ἑώρα μορφὰς καὶ ταύτας νινία ὠνόμασεν." οὕτω πιθανῶς τὸν λόγον συμπλάσασα τὴν ὀργὴν τοῦ βασιλέως ἐμάλαξε καὶ τὸν θυμὸν κατεστόρεσεν.

   Ἦν δὲ τοῖς εὐσεβέσι λίαν βαρύς, σπεύδων πάντας τῆς οἰκείας δυσσεβείας ποιήσασθαι κοινωνούς, καὶ ὥσπερ τοῦ δικαίου διάπυρος ἦν ζηλωτής, οὕτω καὶ τῆς εὐσεβείας, ὡς ἐκείνῳ ἐδόκει, καὶ ἀποστῆσαι τῆς τῶν εἰκόνων τιμῆς ἐφιλονείκει περιμανῶς τὸ ὑπήκοον. ἐντεῦθεν ἐκόλαζε πλείστους, τῆς εἰδωλομανίας, ὡς ἔλεγεν ἀκολάστῳ γλώσσῃ, αὐτοὺς ἀφιστῶν, καὶ πολλοὺς εἰργάσατο ὁμολογητάς.

   Ἰωάννην δὲ τὸν σύγκελλον, ὃς αὐτοῦ διδάσκαλος γέγονε καὶ τῆς δυσσεβείας ἦν κοινωνός, πρὸς τοὺς Ἀγαρηνοὺς ἐξαπέστειλεν, ἐπιδείξασθαι σφίσι τὸν πλοῦτον τῆς βασιλείας Ῥωμαίων βουλόμενος. στέλλει δ' αὐτὸν σὺν χρήμασι μάλα πολλοῖς, ὧν τὰ μὲν δῶρα πέπομφε τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ, τὰ δὲ εἰς ὑπηρεσίαν τῷ πεμφθέντι ἀπένειμεν, ἐν οἷς καὶ διττὰ ἐτύγχανον χερνιβόξεστα χρύσεά τε καὶ διάλιθα καὶ τέχνης ἀκριβοῦς ἐνδεικνύμενα [362] χάριτας. τούτων δὲ πάντων ἐπέκεινα λέγεται δοῦναι αὐτῷ καὶ χρυσοῦ χαράγματος κεντηνάρια τεσσαράκοντα, ἵν' ἔχοι δωρεῖσθαι τῶν Ἀγαρηνῶν οἷς βούλοιτο φιλοτίμως καὶ δαψιλῶς κἀντεῦθεν τοὺς βαρβάρους ἐκπλήττοι, λογιζομένους ὡς εἰ τοσοῦτον οἱ τοῦ ἄνακτος εὐποροῖεν, αὐτὸς ἐκεῖνος πόσου ἂν εἴη κύριος πλούτου. ἀφικόμενος οὖν εἰς τὴν τοῦ Βαγδᾶ πόλιν ὁ σύγκελλος (αὕτη δ' ἐστὶν ἡ παλαιὰ Βαβυλών) καὶ τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ εἰς θέαν ἐλθὼν καὶ διαλεχθεὶς καὶ τὰ ἐκ βασιλέως δῶρα προσαγαγών, καὶ διὰ ταῦτα καὶ διὰ τὴν τοῦ λόγου δύναμιν (ἦν γὰρ εἰς διάλεξιν περιδέξιος) καὶ ἐτιμᾶτο καὶ ἐθαυμάζετο. πλέον δ' ἐξεθάμβησε τοὺς βαρβάρους φιλοτιμότατα πρὸς αὐτοὺς διακείμενος. εἰ γάρ τινες ἐκείνῳ προσῄεσαν ἢ παρὰ τοῦ σφετέρου στελλόμενοι ἄρχοντος ἢ κατά τινα χρείαν ἄλλην, χρήμασιν αὐτοὺς ἐδεξιοῦτο μεγάλοις, ὡς καὶ χαίρειν καὶ τεθηπέναι τοὺς ταῦτα λαμβάνοντας. ὁμέστιον δέ ποτε τοῦτον τοῦ ἀμερμουμνῆ ποιουμένου, τὸ ἓν τῶν χρυσῶν ἐκείνων χερνιβοξέστων εἶχεν ἐκεῖ, ὕδωρ αὐτῷ ἐπιχέων κατὰ χειρός· [363] τοῦτο γοῦν ἀμελῶς κείμενον (οὕτω γὰρ ποιῆσαι τοῖς αὐτοῦ θεράπουσιν ἐνετείλατο, ἵν' ἀπόληται) παρά του ἐκλάπη. ὡς δὲ ζητούμενον οὐκ ἦν, οἱ βάρβαροι θροῦν ἤγειραν, καὶ τὸ πολύτιμον ἐκείνου καὶ τὸ κάλλος θαυμάζοντες. ὁ δὲ μὴ μέλειν αὐτῷ περὶ τοῦ ἀπολομένου εἰπὼν τοῖς μὲν βαρβάροις ἔκπληξιν ἐνεποίησε, τοιούτου χρήματος καὶ ἀφροντιστοῦντα ὁρῶσιν αὐτόν, τοῖς δ' ἑαυτοῦ θεράπουσι τὸ ἕτερον ἐνεγκεῖν προετρέπετο, ὃ κομισθὲν εἰς πλέον θάμβος τοὺς βαρβάρους ἐνῆκεν. ἀντιφιλοτιμούμενος δὲ καὶ ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς πολλοῖς τὸν Ἰωάννην ἐδεξιοῦτο δωρήμασι καὶ ἐπὶ πᾶσιν αὐτῷ αἰχμαλώτους παρέσχετο ἑκατόν, ἀμφιάσας αὐτοὺς λαμπροτέροις ἐσθήμασιν. ἐπανελθὼν οὖν ἐκεῖθεν ὁ Ἰωάννης καὶ τῷ βασιλεῖ τὰ ἐκεῖ διηγούμενος καὶ τῶν ἀρχικῶν οἰκιῶν σχήματά τε καὶ ποικιλίαν, εἰς ἔρωτα κεκίνηκε τοιαῦτα δομήσασθαι. καὶ μέντοι ἐπέταξεν ἐν τῷ Βρύαντι δείμασθαί οἱ ἀνάκτορα τοῖς ἐν Συρίᾳ ἐοικότα ἐν ἅπασι· καὶ ὃς ἐπιστατῶν τοῖς τούτων δομήτορσι καὶ σχήματα διδάσκων καὶ μέτρα εὔρους τε καὶ μήκους καὶ ὕψους ταχὺ τὰς οἰκοδομὰς ἐξεπέρανεν.

[364]    Οὗτος ὁ βασιλεὺς καὶ τὰ πάραλα τείχη τῆς πόλεως πεπονηκότα τότε καὶ ἐκ τῆς τοῦ χρόνου παραρροῆς καὶ ἔκ τινων συμπτωμάτων ἑτέρων ἀνεκαίνισε μεγαλοπρεπῶς, εἰς ὕψος πλέον ἢ πρότερον ἦσαν ἐπάρας αὐτά· καὶ ξενῶνα μέγιστον εἰς ὄνομα οἰκεῖον ἀνήγειρεν, ἐν τόπῳ οὗ πρότερον ἦν ἑταιρουσῶν γυναικῶν καταγώγιον.

   Ἦν δὲ καὶ περὶ τὰ ἀφροδίσια ἐγκρατής, ὡς ἅπαξ ποτὲ ἔρωτι παιδίσκης ἁλῶναι ὑπηρετουμένης τῇ βασιλίδι τὴν ὥραν διαπρεποῦς, τῆς Θεοδώρας δὲ διὰ τοῦτο ἀλγούσης, ἐπόμνυσθαί φασιν ἐκεῖνον μὴ ἄλλοτε μηδ' ἑτέρας πεῖραν λαβεῖν γυναικὸς καὶ ἐπὶ τῷ ὀλισθήματι δάκνεσθαι καὶ συγγνώμην ἐξ ἐκείνης αἰτεῖν. ἀλλὰ ταῦτα ἡ περὶ τὰς σεπτὰς εἰκόνας αὐτοῦ μανία εἰς οὐδὲν ἐποίει λογίζεσθαι. ἐλύττα γὰρ ἄντικρυς καὶ πλέον ἐμεμήνει τῶν πρὸ αὐτοῦ καὶ ὠμότερος τῶν τιμητῶν τῶν ἱερῶν ἐκτυπωμάτων ἦν κολαστής, ἀλλὰ μὴν καὶ τῶν γραφαῖς τυπούντων αὐτά. ὅθεν καί τινα μοναχὸν Λάζαρον, περιβόητον ὄντα τηνικαῦτα περὶ τὴν γραφικήν, ἀπηνῶς αἰκισάμενος καθεῖρξεν εἰς δεσμωτήριον· ὡς δὲ ἐκ τῶν πληγῶν ἐκεῖνος ῥαΐσας αὖθις [365] τὰς χεῖρας ἁγίων εἰκόνων ἐδίδου γραφαῖς, πέταλα ὁ τύραννος ἐκέλευσεν ἐκπυρωθέντα σιδήρεα τοῖς τοῦ Λαζάρου ἐπιτεθῆναι καρποῖς, ἵνα μὴ τοὺς πόνους τῶν καρπῶν αὐτοῦ οἱ εὐσεβοῦντες ἔχοιεν προσκυνεῖν. ὁ μὲν οὖν ὑπέστη ταύτην ὑπὲρ τῶν σεβαστῶν εἰκόνων τὴν κόλασιν, ἐψεύσθη δὲ τῶν ἐλπίδων ὁ τύραννος. λέγεται γὰρ μετὰ τὴν κόλασιν τῆς εἱρκτῆς ἐκβληθεὶς ὁ ὁμολογητὴς ἐκεῖνος, ἔτι τὰς πληγὰς φέρων ἐν ταῖς χερσί, τῆς θείας χάριτος συνεφαπτομένης αὐτῷ εἰκόνας διαχαράξαι σεπτάς, μετὰ δὲ τὴν τοῦ τυράννου κατάλυσιν τὸ ἐν τῇ Χαλκῇ τοῦ σωτῆρος ἐκτύπωμα γράψαι, καὶ οἷον ἄρτι ὁρᾶται, ἀναστηλῶσαι αὐτό, τῆς πρῴην οὔσης θείας εἰκόνος ἐκεῖ πάλαι ἀποξεσθείσης. οὗτος καὶ τοὺς αὐταδέλφους ἄμφω καὶ ὁμολογητὰς τὸν Θεοφάνη καὶ τὸν Θεόδωρον, ἐλέγξαντας τὴν ἐκείνου δυσσέβειαν ἐκ χρήσεων προφητικῶν τε καὶ γραφικῶν, πρῶτον μὲν σφοδρῶς κατῃκίσατο, εἶτα καὶ τὰς ὄψεις αὐτῶν κατέστιξε καὶ ταῖς στιγμαῖς μέλαν ἐπέχεε, γράμματα δ' ἐτύπουν τὰ στίγματα· τὰ δ' ἦσαν ἴαμβοι οὗτοι·

[366]    πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν,

   ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες

   ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης,

   ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ

   σκεύη πονηρὰ δεισιδαίμονος πλάνης.

   ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας

   πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως,

   ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται.

   πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες

   οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας.

   ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν

   κατακρίνονται καὶ διώκονται πάλιν. πολλοὺς δὲ καὶ ἄλλους ὁ διώκτης οὗτος ἀνέδειξεν ὁμολογητὰς καὶ τέλει μαρτυρικῷ παραδέδωκεν, οὓς ἀπαριθμεῖν ἑτέρας ἂν εἴη πραγματείας καὶ ἄλλου καιροῦ.

   Ἐφιλοτιμεῖτο δὲ καὶ μελῳδεῖν· λέγονται μὲν οὖν καὶ ἕτερα[367] ἐκείνου ποιήματα, πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸ κατὰ βαϊοφόρον ᾀδόμενον στιχερὸν τὸ "ἐξέλθετε, ἔθνη, ἐξέλθετε καὶ λαοί."

   Πέντε δὲ θυγατέρων πατὴρ γεγονὼς παιδὸς ἔτι οὐκ ἔτυχεν ἄρρενος· τῶν δὲ θυγατέρων ὑπερηγάπα τὴν νεωτέραν Μαρίαν ὠνομασμένην, ἐφ' ᾗ καὶ κηδεστὴν ἐποιήσατο Ἀλέξιον τὸν λεγόμενον Μωσηλέ, ἄνδρα ἐξ Ἀρμενίων τοῦ γένους τῶν Κρινιτῶν, ἐν ἀκμῇ τῆς ἡλικίας καὶ τὴν ὄψιν χαρίτων μεστόν, ὃν πρότερον μὲν ἄλλοις ἐτίμησεν ἀξιώμασιν, εἶτα ἀνεῖπε καὶ Καίσαρα. συνάψας δ' ἐκεῖνον τῇ θυγατρὶ καὶ οὕτω τιμήσας σὺν στρατεύμασι πρὸς Λογγιβαρδίαν ἐξέπεμψεν. οὕτω δὲ ὑψωθεὶς οὐκ ἔμελλε τὸν φθόνον φυγεῖν. διεβέβλητο γοῦν πρὸς τῶν βασκαινόντων ὡς τῆς βασιλείας ἐρῶν· οὐκ ἔδρα δὲ κατὰ τοῦ Καίσαρος ἡ διαβολή, ἕως ἡ τοῦ βασιλέως θυγάτηρ τοῖς ζῶσιν ἠρίθμητο. ἐπεὶ δ' υἱὸς ὁ Μιχαὴλ ἐτέχθη τῷ βασιλεῖ καὶ ἡ τοῦ Καίσαρος ἐτεθνήκει εὐνέτειρα, ἐκεῖνος εὐθὺς μετετάξατο, καὶ κείρεται μὲν τὴν τρίχα ἑκών, ἀμφιέννυται δὲ τριβώνιον καὶ τοῖς μονάζουσι κατατάττεται καὶ τὸ τοῦ Ἀνθεμίου λεγόμενον ἐδείματο ἀσκητήριον, ἐν ᾧ διάγων τὸν βίον κατέλυσε καὶ ἐτάφη ἐκεῖ.

[368]    Τῶν δὲ Ἀράβων ταῖς Ῥωμαϊκαῖς ἐπελθόντων χώραις ὁ Θεόφιλος ἐξεστράτευσε κατ' αὐτῶν, ἔχων μεθ' ἑαυτοῦ τὸν Θεόφοβον καὶ τὸν Μανουήλ. τὼ δ' ἤστην ἄνδρε καὶ γενναίω καὶ ἀγαθὼ τὰ πολεμικά, ὧν ὁ μὲν Μανουὴλ δῆλος ἅπασιν ἦν καὶ τοῖς ἐναντίοις αὐτοῖς πολλάκις τε στρατηγήσας καὶ πρωτοστράτωρ τοῦ βασιλέως Μιχαὴλ τοῦ Ῥαγγαβὲ γεγονώς. ὁ δὲ Θεόφοβος γένους μὲν κατήγετο Περσικοῦ, ἐτράφη δ' ἐν τῇ βασιλίδι τῶν πόλεων καὶ παρ' αὐτῇ διῆγεν, ἀφανὴς ὢν καὶ μηδὲ γινωσκόμενος. λέγεται δὲ τὸν πατέρα αὐτοῦ ἐκ τῆς παρὰ Πέρσαις βασιλικῆς ἐκφῦναι φυλῆς· ἐκλελοιπότων δὲ τοῖς Πέρσαις τῶν ἐκ τοῦ βασιλείου γένους, μαθεῖν αὐτοὺς ὡς ἔστι παρὰ Ῥωμαίοις ἀνὴρ ἐκ γένους ἕλκων βασιλικοῦ τὴν σειράν, καὶ ἀφικέσθαι ζήτησιν ποιουμένους αὐτοῦ. ὡς δ' εὑρέθη ζητούμενος, γέγονεν ἐντεῦθεν γνωστὸς καὶ τῷ βασιλεῖ καὶ εἰς μέγα τύχης ἀνήχθη, πατρίκιος τιμηθεὶς καὶ τῇ τοῦ βασιλέως συνοικισθεὶς ἀδελφῇ. τούτοις οὖν τοῖς εἰρημένοις ἀμφοῖν ἀνδράσι πεποιθὼς ὁ Θεόφιλος ἀντεπῆλθε τοῖς ἐναντίοις. ὡς οὖν ἀλλήλων [369] ἄγχιστα ἐπήξαντο τοὺς χάρακας τὰ στρατεύματα, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς Ἰμβραήλ, ἕνα τῶν ὑπ' αὐτὸν στρατηγῶν μετὰ λαοῦ μυριάδων ὀκτὼ εἰς ἀντιπαράταξιν τοῦ Ῥωμαϊκοῦ στρατεύματος καταλελοιπώς, αὐτὸς μετὰ τῶν ἄλλων ἀνεχώρησεν, ἢ δειλαινόμενος ἢ ἀλαζονευόμενος. συμβαλόντων δὲ τῶν στρατευμάτων πολλοὶ μὲν ἑκατέρωθεν ἔπιπτον, τέλος δὲ πρὸς ὑπαγωγὴν ἐκλίθησαν αἱ σχολαί, καὶ κἂν ἥλω καὶ ὁ βασιλεὺς αὐτός, εἰ μὴ Θεόφοβος μετὰ τοῦ περὶ αὐτὸν Περσικοῦ στρατεύματος καὶ χειρὶ ἐβοήθησε καὶ στρατηγήματι τοὺς τῆς Ἄγαρ κατεσοφίσατο. τότε μὲν οὖν ἐπανέζευξεν ἐς τὴν Κωνσταντίνου ὁ βασιλεύς.

   Τῷ δ' ἐφεξῆς αὖθις ἔτει στρατεύει καὶ συμμίξας τοῖς ἐκ τῆς Ἄγαρ ἐπικρατέστερος γίνεται, καὶ πολὺ μὲν πλῆθος αὐτῶν πέπτωκε, πλείους δ' ἑάλωσαν δορυάλωτοι, ἐν οἷς ἦν καί τις ἀνὴρ τῷ τῶν σχολῶν δομεστίκῳ γνώριμος καὶ μαρτυρούμενος [370] ὑπ' αὐτοῦ ὡς καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος καὶ εὐφυῶς ἱππαζόμενος καὶ δύο μεταχειριζόμενος δόρατα. θριάμβου τοίνυν ἐπὶ τῇ νίκῃ καταγομένου ἐν ἱππηλασίας ἀγῶνι, τὸν ἐπαινούμενον ἐκεῖνον Ἀγαρηνὸν ἱππάσασθαι καὶ τὰ δύο μεταχειρίσασθαι δόρατα ἐκέλευσεν ὁ κρατῶν. καὶ ὃς ἐπεδείκνυτο κατὰ τὸ κέλευσμα τοῖς ὁρῶσι τὸ ἀμφοτεροδέξιον. καὶ ὁ βασιλεὺς τοῦτον ἐπῄνει τε καὶ ἐθαύμαζεν. ὁ γοῦν Κρατερός Θεόδωρος, ὃς μετ' ὀλίγον τῷ μαρτυρικῷ κατεκοσμήθη στεφάνῳ, τῶν τεσσαράκοντα δύο μαρτύρων εἷς ὤν, παρεστὼς τότε τῷ Θεοφίλῳ ἐχλεύαζε τὸν Ἀγαρηνόν. ὀργῆς δ' ἐπὶ τῇ χλεύῃ πλησθεὶς ὁ κρατῶν "σὺ δ'" ἔφη "ὦ θηλυδρία (ἐκτομίας γὰρ ὁ Κρατερὸς ἐτύγχανεν ὤν) ἐνδείξῃ τοιοῦτόν τι;" καὶ ὁ Κρατερὸς "δύο μὲν δόρατα στρέφειν οὐκ ἤσκησα, ὅτι μηδὲ δεῖ τῇ μάχῃ παιγνίων, ἀλλὰ σπουδῆς, ἓν δὲ μεταχειριζόμενος, σὺν θεῷ δ' εἰρήσθω, τοῦτον καταβαλῶ." ἐκμανεὶς δ' ἐπὶ τῷ λόγῳ ὁ βασιλεὺς καὶ ὀμόσας καθ' ἑαυτοῦ "ἦ μήν" ἔφη "τεθνήξῃ, εἰ μὴ [371] αὐτίκα τοῦτον καταβαλεῖς." ὁ δὲ μὴ ὑπερθέμενος καὶ συνεμαχέσατο τῷ Ἀγαρηνῷ καὶ τοῦ ἵππου κατέβαλε.

   Πάλιν οὖν τῷ βασιλεῖ στρατεία κατὰ τῶν Ἀγαρηνῶν, καὶ πάλιν μάχη, καὶ τὸ τῆς μάχης τέλος τοῖς Ῥωμαίοις οὐκ ἀγαθόν. μικροῦ γὰρ ἀπήχθη ἂν καὶ ὁ βασιλεὺς δορυάλωτος παρὰ τῶν Ἰσμαηλιτῶν κυκλωθείς. ὡς δ' ἔγνω τοῦτο ὁ Μανουήλ, ἐμβοησάμενος τοὺς περὶ αὐτὸν μέσον εἰσελαύνει τῶν πολεμίων καὶ τῷ βασιλεῖ φησίν "ἀκολούθει μοι·" ἵστατο γὰρ ἐκ δειλίας ἀπεγνωκώς. ὁ δὲ τὴν δειλίαν ἐπιχρωννύς, μὴ βούλεσθαι φυγεῖν ἔφη καταλιπὼν τὸν λαόν. ἐπεὶ δὲ πολλάκις ἐξελθεῖν τῆς μάχης παρακαλούμενος, ὥσπερ πεπεδημένος τῇ πτοίᾳ εἱστήκει, ὁ Μανουὴλ τὸ ξίφος σπασάμενος "εἰ μὴ ἕποιό μοι" φησίν, "αὐτίκα σε ἀνελῶ· κρεῖσσον γάρ σε θανεῖν ἢ ληφθῆναι τοῖς ἐναντίοις αἰχμάλωτον καὶ τοιοῦτον αἶσχος τῇ πολιτείᾳ Ῥωμαίων περιποιήσασθαι." ταύταις οὖν ταῖς τοῦ Μανουὴλ ἀπειλαῖς μόλις τῆς ἐκ τοῦ φόβου νάρκης λυθεὶς καὶ ἀκολουθήσας αὐτῷ, διεσώθη· ὅθεν σωτῆρα τὸν ἄνδρα ἐκάλει καί οἱ τὰ σῶστρα δαψιλῶς [372] ἀπετίννυεν. οὐκ εἰς μακρὰν δὲ αἱ τῶν βασκάνων γλῶσσαι τὴν γνώμην τοῦ βασιλέως κατὰ τοῦ Μανουὴλ εἰς τοὐναντίον ἐτρέψαντο. διέβαλον γὰρ αὐτὸν ὡς τυραννίδι ἐπιχειροῦντα, καὶ ἤδη ταῖς διαβολαῖς ἐπέπειστο ὁ Θεόφιλος καὶ τὸν Μανουὴλ ἐκτυφλῶσαι διανενόητο. γνοὺς δ' ἐκεῖνος τὸ μελετώμενον ἀπέδρα καὶ ἀγχοῦ που γενόμενος τοῖς Ἀγαρηνοῖς δηλοῖ τῷ αὐτῶν ἀρχηγῷ ὅστις ἐστὶ καὶ ὡς, εἰ λήψεται πίστεις μὴ βιασθῆναι τὴν οἰκείαν θρησκείαν ἐξομόσασθαι, προσελεύσεταί οἱ. ὁ δὲ αὐτίκα πίστεις τε δίδωσι καὶ περιχαρῶς αὐτὸν ὑποδέχεται. καὶ ὁ Μανουὴλ ἐκεῖσε γενόμενος καὶ στράτευμα πιστευθεὶς πολλὰς ἀριστείας κατὰ Περσῶν εἰργάσατο καὶ μεγάλα τρόπαια ἔστησε καὶ ἐφιλεῖτο παρὰ τῶν τῆς Ἄγαρ καὶ ἐθαυμάζετο. ὁ δὲ Θεόφιλος καὶ ἐλυπεῖτο διὰ τὸν Μανουὴλ καὶ ἐφρόντιζεν ὅπως αὐτὸν ἐκεῖθεν μετακαλέσεται. πίστεις οὖν αὐτῷ καὶ δι' ὅρκου καὶ δι' ἐγγράφου χρυσοσημάντου μετά τινος μοναχοῦ στείλας [373] ἐπανελθεῖν προετρέπετο. καὶ ὃς ἐπανῆλθε, τὸ δ' ὅπως διηγητέον· ἔστι γὰρ οὐκ ἄχαρι πρὸς διήγησιν. ἐντυχὼν τῷ τὰς πίστεις ἐκ βασιλέως αὐτῷ κομίζοντι μοναχῷ καὶ συνθέμενος ὑποστρέψαι, πρόσεισι τῷ τῶν Ἰσμαηλιτῶν ἀρχηγῷ καὶ αἰτεῖται στράτευμά οἱ δοθῆναι, ἵνα κατὰ τὴν Καππαδοκίαν γενόμενος ἀνταποδοίη τοῖς εἰς τὸν βασιλέα κατειποῦσιν αὐτοῦ (ἐκεῖ γὰρ ἔλεγεν οἰκεῖν τοὺς κατηγόρους αὐτοῦ), ἠξίου δὲ τὸν ἀρχηγὸν τῶν Ἀγαρηνῶν καὶ τὸν υἱὸν αὐτοῦ συνεκπέμψαι αὐτῷ, "ἵνα σοι τοῦτον" λέγων "γυμνάσω πρὸς τὰ πολέμια." ὁ δὲ πείθεται καὶ τὸν οἰκεῖον αὐτῷ συνεκπέμπει υἱόν· ἐθάρρει γὰρ τῷ Μανουὴλ καὶ ἐπίστευε. κἀκεῖνος ἀπῄει, καὶ ἤδη τοῖς Ῥωμαϊκοῖς ἐγγίσας ὁρίοις τὸν τοῦ ἄρχοντος τῶν ἐκ τῆς Ἄγαρ υἱὸν συμπαραλαβὼν μετ' ὀλίγων Σαρακηνῶν ἐξῄει δῆθεν πρὸς κυνηγέσιον, πολλῶν αὐτῷ θεραπόντων συνεπομένων. ὡς γοῦν ἐντὸς χώρας Ῥωμαίων ἐγένετο, τῷ υἱῷ τοῦ Ἰσμαηλίτου περιπλακείς, "σὺ μέν" ἔφη "τέκνον, ὑπόστρεφε πρὸς τὰ σά, ἐγὼ δὲ πρὸς Ῥωμαίους πορεύσομαι." ἐπανελθὼν δ' εἰς τὴν μεγαλόπολιν [374] περιχαρῶς ἐδέχθη παρὰ τοῦ αὐτοκράτορος καὶ μάγιστρος αὐτίκα τετίμητο· καὶ ἐκ τοῦ ἁγίου βαπτίσματος τὸν τοῦ βασιλέως υἱὸν Μιχαὴλ ἐδέξατο, ὃν ὁ πατὴρ καὶ διαδήματι ἔστεψε καὶ βασιλέα Ῥωμαίων ἀνεῖπε.

   Τοῦ πατριάρχου δὲ Ἀντωνίου τὴν ζωὴν καταστρέψαντος, ὃς ἔτη τῆς ἐκκλησίας ἐκράτησε δεκατρία, Ἰωάννης, ὃν ὁ λόγος ἤδη προείρηκε διδάσκαλον γενέσθαι τοῦ Θεοφίλου καὶ συναιρεσιώτην, προχειρίζεται πατριάρχης, ὃν καὶ Ἰαννῆν ἐκάλουν οἱ τότε, καὶ διὰ τὴν αἵρεσιν καὶ διὰ γοητείας· ἦν γὰρ αὐταῖς ἐντριβής. τὸν δὲ ἱερώτατον Μεθόδιον, ὃς ὕστερον καὶ τὸν πατριαρχικὸν ἐκόσμησε θρόνον, μὴ πειθόμενον συνθέσθαι τῇ κακοδοξίᾳ αὐτοῦ, μετὰ μαστίξεις πολλὰς καὶ τῶν σιαγόνων αὐτοῦ σύνθλασιν καὶ τῶν ὀδόντων ἐκρίζωσιν, εἰς τὴν Πάνορμον νῆσον, ἣ νῦν τοῦ Ἀντιγόνου καλεῖται, ὁ δυσσεβὴς ὑπερορίζει Θεόφιλος καὶ ἐντὸς καθείργνυσι μνήματος μετὰ δύο λῃστῶν· ὧν τοῦ ἑνὸς θανόντος, ὅσην ὁ ἅγιος ἐκ τῆς δυσώδους τοῦ τεθνεῶτος ἀποφορᾶς ὑπήνεγκε βίαν καὶ ἀηδίαν οὐκ ἄν τις [375] λόγος ἱκανῶς διαγράψαιτο. ἐκεῖ τοίνυν ἐγκεκλεισμένου τοῦ ἀοιδίμου ἐκείνου πατρός, καὶ οἱ αὐτάδελφοι, ὅ τε Θεοφάνης καὶ ὁ Θεόδωρος, μετὰ τὴν τῶν προσώπων κατάστιξιν ὑπεροριζόμενοι καὶ κατὰ τὸν Κάρτα λιμένα καταλύσαντες διά τινος ἁλιέως συνήθους τῷ Μεθοδίῳ ἐπιστέλλουσι ταῦτα·

   τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ,

   ναίοντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον,

   γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. οἷς πάλιν διὰ τοῦ αὐτοῦ ἁλιέως ὁ ὅσιος ἀνταπέστειλε·

   τοὺς ταῖς βίβλοισιν οὐρανοῦ κλησιγράφους

   καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους

   προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. ἕβδομον δ' ἔτος διανύσας ἐν τῷ τάφῳ ὁ ἅγιος, εἶτα ἐκβληθεὶς ἐκεῖθεν ἐν τοῖς ἀνακτόροις κατεκέκλειστο, μηδενὸς αὐτὸν ὁρῶντος [376] ἢ μόνου τοῦ ὑπηρετοῦντος αὐτῷ καὶ τοῦ βασιλέως. φιλοπονῶν γὰρ ὁ Θεόφιλος καὶ ἀναγινώσκων ἠρώτα τὸν ἱερὸν Μεθόδιον περὶ ὧν ἀμφιβάλλων ἦν· διὸ καὶ ἐν ταῖς ἀποδημίαις ἀεὶ συνόντα εἶχεν αὐτόν.

   Ἔαρος δ' ἐπιστάντος κατὰ τῶν Ἀγαρηνῶν ὁ βασιλεὺς καὶ πάλιν ἦρε τὰ ὅπλα καὶ πολλὰ τῆς Συρίας ἐξεπόρθησε καὶ πόλεων ἐκράτησε καὶ αὐτῆς τῆς Σωζοπέτρας, ἣ πατρὶς ἐτύγχανε τοῦ ἀμερμουμνῆ, καὶ ταῦτα πολλὰ δεομένου ἐκείνου φείσασθαι τῆς πατρίδος αὐτοῦ. ὁ μὲν οὖν βασιλεὺς ἀνέζευξεν εὐτυχῶς. ὁ Θεόφοβος δὲ καταλειφθείς, ὥστε τὰ τῶν στρατευμάτων οἰκονομήσασθαι, ἐπεὶ τὸ τῶν Περσῶν ὑστέρησε σιτηρέσιον (στράτευμα γὰρ ἦν τῷ βασιλεῖ Περσικόν), περιαλγησάντων διὰ τοῦτο τῶν Περσῶν, βασιλεὺς παρ' αὐτῶν ἀνερρήθη καὶ ἄκων, μᾶλλον δὲ καὶ παρακαλῶν αὐτοὺς μεθεῖναι τῆς ἀπονοίας, μὴ καὶ ἑαυτοὺς καὶ αὐτὸν ἐσχάτοις κακοῖς περιβάλωσιν· ἀλλ' οὐκ ἔπειθε. στέλλει οὖν πρὸς τὸν βασιλέα, τοῦτο τοὺς Πέρσας ἀποκρυψάμενος, γνωρίζων τὸ γεγονὸς καὶ μηδέν τι κατ' αὐτοῦ ὑποπτεύειν [377] πληροφορῶν. καὶ ἐπανελθὼν πρόσεισι τῷ βασιλεῖ, αὐτὸς μὲν ἀποδεχθεὶς εὐμενέστατα καὶ τὴν προτέραν εὐετηρίαν ἀπειληφώς. καὶ οἱ Πέρσαι δὲ συγγνώμης πάντες ἠξίωντο καὶ οὐδέν τι αὐτοῖς ἐπήνεκτο ἕτερον ἢ ὅτι οὐχ ὁμοῦ πάντες εἶναι εἰάθησαν, ἀλλ' ἐς μυριάδας συναγόμενοι τρεῖς διῃρέθησαν, καὶ ἑκάστῳ θέματι χιλιάδες δύο ἀπενεμήθησαν, ὥστε τοῖς τῶν θεμάτων στρατηγοῖς καὶ ὑποκεῖσθαι καὶ πείθεσθαι. τὰ μὲν οὖν περὶ τοὺς Πέρσας καὶ τὸν Θεόφοβον ἦσαν ἐν τούτοις.

   Τοῦ δὲ ἀμερμουμνῆ τοσοῦτον καθήψατο ἡ τῆς αὐτοῦ πατρίδος ἐκπόρθησις ὡς μὴ ἀνεκτὴν εἶναι αὐτῷ τὴν ζωήν, εἰ μὴ ἀμύνοιτο δι' αὐτὴν τὸν Θεόφιλον. μαθὼν οὖν πατρίδα εἶναι αὐτοῦ τὸ Ἀμόριον, ἐπ' αὐτὸ στρατεύσασθαι ἔγνωκε. καὶ ὁ βασιλεὺς τοῦτο γνοὺς αὐτὸ κατωχύρωσεν ἄλλως τε καὶ στρατευμάτων ἀποστολῇ, ὧν ἦρχον Θεόδωρος ὁ Κρατερός, οὗ πρὸ μικροῦ ἡ ἱστορία ἐμνήσθη, καὶ οἱ λοιποί, οἳ καὶ τὸν τοῦ μαρτυρίου δρόμον ἐξήνυσαν παρὰ τοῖς Ἀγαρηνοῖς, τεσσαράκοντα καὶ δύο πάντες τυγχάνοντες. ἐξῆλθε δὲ καὶ ὁ βασιλεὺς ὑπαντιάσων [378] τοῖς ἐκ τῆς Ἄγαρ, καὶ ὁ μὲν τῷ τοῦ ἀμερμουμνῆ υἱῷ συμβαλὼν μετὰ στρατιᾶς ἀξιομάχου ἥκοντι τρέπεται. νυκτὸς δ' ἐπιγενομένης ὁ Μανουὴλ τὰς φυλακὰς τοῦ στρατοπέδου περιιὼν ἤκουσέ τινων τῶν Περσῶν περὶ προδοσίας τοῖς Ἀγαρηνοῖς διαλεγομένων (συνίει γὰρ τὴν τούτων διάλεκτον) καὶ τοῦτο τῷ βασιλεῖ ἀπηγγέλκει καὶ πέπεικεν ἐξαναστῆναι τοῦ στρατοπέδου κατὰ τὸ περίορθρον. καὶ ὁ μὲν ἀπῄει ὅλον ἐνδοὺς τῷ ἵππῳ τὸν χαλινόν. ὁ δ' ἀμερμουμνῆς ἐξ ἐκείνου ἀμερίμνως τῇ τοῦ Ἀμορίου ἐπικεχειρήκει πολιορκίᾳ καὶ ἐνδελεχέστατα τὰς προσβολὰς τῇ πόλει πεποίητο· ἤνυε δ' οὐδέν, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζομένων, ὥστε καὶ ἀπελπίσαι τὴν ταύτης ἅλωσιν τοὺς Ἀγαρηνούς· καὶ ἀπηλλάγησαν ἂν καὶ ἡ πόλις οὐκ ἂν ἐπεπόρθητο, εἰ μή τις τῶν ἔνδον δι' ἔριν τινὰ ἐκμανεὶς προδότης ταύτης ἐγένετο, ᾧ Βοϊδίτζης ἦν τὸ ἐπώνυμον. ἁλόντος δὲ τοῦ ἄστεος, ὅσος οὖν ἀνῃρέθη λαὸς οὐκ ἔστιν εἰπεῖν. γυναῖκες δὲ καὶ παῖδες καὶ μειρακίσκοι εἰς πολλὰς χιλιάδας συναριθμούμενοι [379] ἀπήχθησαν δορυάλωτοι καὶ οἱ τῶν ἐκεῖ στρατηγούντων ἔξοχοι, Κάλλιστός τε καὶ Κωνσταντῖνος καὶ ὁ Κρατερὸς Θεόδωρος οἱ πατρίκιοι, καὶ ἄλλοι πολλοὶ τῶν ἐν στρατηγίαις διαπρεπόντων καὶ περιφανῶν ἐξ ἀξιωμάτων τιμῆς. ταῦτα μαθὼν ὁ Θεόφιλος (ἐν γὰρ τῷ Δορυλαίῳ διῆγε) πρέσβεις πρὸς τὸν τῶν Ἰσμαηλιτῶν ἐκπέπομφεν ἀρχηγόν, ἀποδοθῆναι αὐτῷ τοὺς ἐπιφανεῖς τῶν ἁλόντων αἰτῶν καὶ τοὺς αὐτῷ κατὰ γένος προσήκοντας κεντηναρίων πρὸς τέσσαρσιν εἴκοσιν. ὁ δὲ τοὺς πρέσβεις ἰταμῶς ἀπεπέμψατο, "ἀνόητος ἂν εἴην" εἰπών, "εἰ περὶ χίλιά μοι τῆς ἐν στρατείᾳ δαπάνης κεντηνάρια γεγονυίας αὐτὸς τοσαῦτα λαβὼν ἀποδοίην τοὺς αἰχμαλώτους." ὡς δὲ ἐπανῆλθον οἱ πρέσβεις ἄπρακτοι, οὕτω ἡ συμφορὰ καθίκετο τῆς τοῦ Θεοφίλου ψυχῆς ὡς μηδὲν αὐτῷ πρὸς ταύτην εὑρίσκεσθαι [380] παρηγόρημα, ἀλλὰ καὶ τροφῆς ἀποσχέσθαι καὶ μή τι πόμα προσίεσθαι ἢ μόνον ὕδωρ ψυχρότατον καὶ οἷον τὸ ἐκ χιόνος· τούτῳ δὲ χρώμενος συνεχῶς ἐπέπληκτο τὰ ἐντὸς καί οἱ δυσεντερίας νόσος ἐνέσκηψε. καταλαβὼν δὲ τὰ βασίλεια καὶ ἤδη γνοὺς ἑαυτῷ τὴν σωτηρίαν ἀνέλπιστον, μετακαλεῖται τὴν σύγκλητον καὶ ἠξίου πίστιν εἰς τὴν σύζυγον καὶ τὸν παῖδα ἐνδείξασθαι καὶ διατηρῆσαι σφίσι τὴν ἀρχὴν τὴν βασίλειον· οἱ δὲ κατετίθεντο. τούτων δὲ γεγονότων οὕτως, ὁ βασιλεύς, καὶ πρῴην ἐξ ὅτουπερ ἀνερρήθη παρὰ τῶν Περσῶν βασιλεὺς ὁ Θεόφοβος, ὕποπτον αὐτὸν ἡγούμενος, ἔθετο μᾶλλον τῇ ὑπονοίᾳ καὶ διὰ τὴν προδοσίαν, ἣν ἐμελέτων οἱ Πέρσαι ποιήσασθαι, ὡς ἤδη μοι γέγραπται, τῶν ἐνδιαβαλόντων τὸν ἄνδρα, ὑποθήκαις ἐκείνου ταῦτα τοὺς Πέρσας δρᾶν ἰσχυριζομένων. ὡς ἤδη τῇ νόσῳ τὸ σῶμα τοῦ αὐτοκράτορος δεδαπάνητο καὶ ἐξέλιπεν ἡ ἰσχύς, δείσας μὴ αὐτοῦ θανόντος ἐπίθοιτο τυραννίδι, καθείργνυσιν αὐτὸν περὶ τὰ βασίλεια, καὶ ἐπεὶ τὴν ζωὴν ἑαυτοῦ ἐκ [381] λεπτοῦ μίτου ἠρτῆσθαι διέγνωκε καὶ ἄρτι ἐκλείπειν, ἀναιρεθῆναι κεκέλευκε τὸν Θεόφοβον καὶ κομισθῆναί οἱ τὴν αὐτοῦ κεφαλήν· ἧς κομισθείσης ἐπιθεῖναι λόγος αὐτῇ τὴν χεῖρα τὸν βασιλέα καὶ ἁψάμενον τῶν ταύτης τριχῶν ἐπειπεῖν, "ὡς ἀπὸ τοῦδε οὔτε ἐγὼ Θεόφιλος οὔτε σὺ Θεόφοβος." καὶ ἐπὶ τούτοις ἐξηρεύξατο τὴν ψυχήν, βασιλεύσας ἐνιαυτοὺς δυοκαίδεκα ἐπὶ μησὶ τρισί, πολλὰ τὴν σύμβιον καὶ τὸν ἐπὶ τοῦ κανικλείου Θεόκτιστον παραδυναστεύοντα τότε ἀξιώσας μὴ παραχωρῆσαι τὰς σεπτὰς ἀναστηλωθῆναι εἰκόνας, μηδὲ τὸν πατριάρχην Ἰωάννην τῆς ἐκκλησίας διωχθῆναι.

LIBER SEXTVS DECIMVS.

   Ὁ μὲν οὖν Θεόφιλος ἐπὶ τούτοις ἀπεβίω, ἡ δὲ τῆς βασιλείας ἀρχὴ πρὸς τὸν ἐκείνου μετεβιβάσθη παῖδα τὸν Μιχαήλ, ἔτι παιδίον τυγχάνοντα, ᾧ καὶ ἐπιτρόπους ὁ πατὴρ καταλέλοιπε τὸν μάγιστρον Μανουὴλ καὶ τὸν πατρίκιον Θεόκτιστον. τὴν δὲ τῶν πραγμάτων διοίκησιν ἡ βασιλὶς Θεοδώρα μετεχειρίζετο, [382] καὶ πρῶτον αὐτῇ γέγονε σπούδασμα ἡ τοῦ διωγμοῦ τῶν ὀρθοδόξων διὰ τὰ σεπτὰ ἐκτυπώματα λώφησις, καὶ τοῦ πατρικίου Θεοκτίστου συνευδοκοῦντος. ὁ γὰρ Μανουὴλ οὐκ ἦν τῇ τῆς αἱρέσεως καθαιρέσει συγκάταινος· διὸ καὶ ἀνεβάλλετο ἡ πρᾶξις. ἀλλὰ γὰρ θραύει νόσῳ τοῦτον ἡ πρόνοια, καὶ ἡ νόσος ἦν κραταιὰ καὶ ἀπέγνωστο αὐτῷ ἡ ζωή. μοναχῶν δέ τινων εἰς ἐπίσκεψιν ἀφικομένων αὐτοῦ καὶ ὅπως ἔχει πυνθανομένων, ἐκεῖνος λεπτῇ καὶ ἀδρανεῖ τῇ φωνῇ ὅσον ἤδη ἐκλείπειν ἀνταπεκρίνατο. οἱ δέ "εἰ σύνθοιο" ἔφησαν "τῇ τῶν εἰκόνων συνευδοκῆσαι τιμῇ καὶ τὴν βασίλισσαν εἰς τοῦτο παρακροτῆσαι, οὐκ εἰς μακρὰν ἔσται σοι καὶ ῥῶσις σώματος καὶ σωτηρία ψυχῆς." καὶ ὁ μὲν ἐπηγγείλατο, καὶ ἡ νόσος ἠσθένει καὶ ὁ Μανουὴλ ἀνερρώννυτο. ἤδη δὲ τὴν ὑγείαν ἀπολαβὼν πρόσεισι τῇ βασιλίσσῃ καὶ περὶ τῶν σεβαστῶν εἰκόνων ὡμίλει καὶ τὴν αὐτῶν κατήπειγεν ἀναστήλωσιν, ταῦτα καὶ τῆς μητρὸς αὐτῆς καὶ τῶν συγγόνων πρεσβευόντων τῶν πατρικίων. ἡ δὲ ξυρὸς ἦν εἰς ἀκόνην. καὶ [383] πρότερον μὲν τοὺς ἐν ὑπερορίαις παραπεμφθέντας παρὰ τοῦ Θεοφίλου καὶ τοὺς καθειργμένους καὶ τοὺς ἄλλαις κακώσεσι προσπαλαίοντας πάντας ἀνῆκεν. εἶτα καὶ ζήτησιν γενέσθαι προσέταξε περὶ τῆς αἱρέσεως, καὶ γενομένης ἡ τῶν ὀρθοδόξων ὑπερέσχε πληθύς. πρὸ τῆς ζητήσεως δὲ τὸν ψευδώνυμον πατριάρχην τὸν γόητα Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπᾷ θρόνου, ἀθέσμως ἐπιβεβηκότα τούτου ἐπὶ ἐνιαυτοὺς ἕξ, ἀντεισάγει δὲ τὸν ἱερὸν καὶ θεῖον Μεθόδιον. καὶ αὐτοῦ προεστῶτος τοῦ τῶν ὀρθοδόξων πληρώματος ἡ ζήτησις γέγονε καὶ ἡ τῶν ἁγίων ἐκτυπωμάτων εἰς τοὐμφανὲς προσκύνησίς τε καὶ ἀναστήλωσις. ὅτε φασὶ τὴν βασίλισσαν θερμότατα δεηθῆναι τοῦ τε πατριάρχου καὶ τῶν ἄλλων ἀρχιερέων καὶ μοναχῶν κοινὴν προσενεγκεῖν δέησιν τῷ θεῷ ὥστε σωτηρίας τυχεῖν τὸν βασιλέα καὶ ξυνευνέτην αὐτῆς· καὶ μέντοι καὶ θερμότατα δεηθῆναι αὐτοὺς τοῦ θεοῦ, καὶ τὸν μὴ παριδεῖν τὴν αἴτησιν τῶν θεραπόντων αὐτοῦ, ἀλλ' ἀξιῶσαι συγγνώμης τὸν βασιλέα Θεόφιλον. ᾄδεται ταῦτα καὶ τοῖς ἀφορῶσι πρὸς τὸ φιλάνθρωπον τοῦ θεοῦ καὶ [384] δέχεται καὶ πιστεύεται. ἀπιστήσει γὰρ οὐδεὶς ἢ ὅστις οὐ μέγα οἴεται δύνασθαι τὰς τῶν ἁγίων ἐντεύξεις τὰς πρὸς θεόν, οὐδ' ἀντιμετρεῖν οἶδε τὴν τοῦ θεοῦ ἀγαθότητα πρὸς τὰ ἀνθρώπινα ἀγνοήματα. ἡ μὲν οὖν τῶν ἁγίων εἰκόνων οὕτω γέγονεν ἀναστήλωσις. ὁ δὲ καθαιρεθεὶς πατριάρχης Ἰωάννης ἢ Ἰαννῆς ἐν μονῇ τινι περιορισθεὶς καὶ εὑρηκὼς ἐκεῖ εἰκόνα τοῦ σωτῆρος Χριστοῦ καὶ τῆς αὐτὸν ἀσπόρως τεκούσης, τὰ ὄμματα τῶν σεβασμίων ἐκτυπωμάτων ἐξώρυξεν. ὃ μαθοῦσα ἡ βασιλὶς καὶ ζῆλον θεῖον ζηλώσασα τοὺς τοῦ ἀσεβοῦς ἐκείνου ἐκκοπῆναι προσέταξεν ὀφθαλμούς· ἀλλ' οὐκ εἰς ἔργον ἐξέβη τὸ πρόσταγμα, τῇ βασιλίδι τὴν δικαίαν ὀργὴν καταπραϋνάντων τινῶν. πέμψασα δὲ σκυτάλῃ τοῦτον ᾐκίσατο, τῶν αἰκισμῶν παραταθέντων μέχρις ἑκατοντάδος διπλῆς.

   Ἀλλὰ καὶ οὕτως ἔχων ὁ γόης καὶ οἱ ὁμοδοξοῦντες αὐτῷ καὶ τῇ αὐτῇ καθαιρέσει ὑποβληθέντες ἠρεμεῖν οὐκ ἠνείχοντο. συσκευάζουσι δὲ κατὰ τοῦ ἱεροῦ Μεθοδίου σκαιώρημα τῆς αὐτῶν ἀπονοίας ἢ κακονοίας μᾶλλον ἐπάξιον. γύναιον γάρ τι [385] αἰσχρὸν χρυσίου δόσει πολλοῦ ὑποφθείραντες κατηγορῆσαι πεπείκασι τοῦ ἀοιδίμου ἐκείνου ἀνδρὸς ὡς συμφθαρέντος αὐτῷ. καὶ τῆς κατηγορίας οἱ προὔχοντες τῆς συγκλήτου παρῆσαν ἐξετασταί. καὶ παρῆκτο τὸ γύναιον λέγον ὅσα παρὰ τῶν ἀσεβῶν ἐκείνων συκοφαντῶν προκατήχητο καὶ εἰς πρόσωπον ἐλέγχον δῆθεν τὸν ἅγιον. ὁ δὲ τέως μὲν ἡσυχίαν ἦγεν· ὡς δὲ σκυθρωπάζον ἑώρα τῆς ἐκκλησίας τὸ πλήρωμα, καὶ πρὸ τῶν ἄλλων τὸν μάγιστρον Μανουήλ, ἀνίσταται μέν, αἴρει δ' ἐπ' ὄψει πάντων ταῖς χερσὶ τὸ κράσπεδον τῆς περιβολῆς καὶ ἀπογυμνοῖ τὴν αἰδῶ· ἡ δὲ ἦν κατεψυγμένη πάντῃ καὶ μαρασμὸν ἀπό τινος συμβάματος ὑπομείνασα, ὡς δῆλον εἶναι μὴ δύνασθαι ταύτην πρὸς ἀφροδίσια ἐνεργεῖν. τοῦτο τοῖς μὲν ὀρθόφροσι χαρμονῆς καὶ θάμβους ἐγένετο αἴτιον, τοῖς δὲ συκοφάνταις αἰσχύνης καὶ ἀθυμίας πολλῆς. ὡς δ' ἠρωτᾶτο ὁ ἅγιος ὅθεν ὁ τῶν αἰδοίων αὐτῷ συμβέβηκε μαρασμός, ὁ αἰδοῖος ὄντως ἐκεῖνος "ἐστάλην" εἶπε "ποτὲ κατά τινα χρείαν εἰς Ῥώμην, κἀν ταύτῃ διάγοντι πύρωσίν μοι τῆς σαρκὸς ὁ δαίμων ἐπήνεγκε, καὶ ἦν τὸ πάθος σφοδρότερον καὶ ἡ τοῦ ἔρωτος οὐκ ἔληγε [386] φλεγμονή, ἀλλ' ὁσημέραι ἀκμαιότερον ἐξεκάετο. δείσας οὖν περὶ τῷ σώφρονι λογισμῷ, μήποτε τῇ σαρκὸς ἀνάγκῃ ὑποσυρῇ, πρόσειμι τῇ κορυφαίᾳ τῶν ἀποστόλων δυάδι Πέτρῳ καὶ Παύλῳ, καὶ ταύτης ἐδεόμην ἀμῦναί μοι κινδυνεύοντι. ὑπνώττων τοίνυν νυκτὸς ὁρῶ τὼ ἄνδρε μοι ἐφεστῶτε, καὶ ὁ Πέτρος ἔδοξέ μοι τοῖς δακτύλοις ἅψασθαι τῆς αἰδοῦς καὶ λέγειν μὴ πτοεῖσθαι, πῦρ δέ μοι ἐδόκει τὰ παιδογόνα μόρια βόσκεσθαι, ὡς ἐκ τῆς ἀλγηδόνος καὶ τὸν ὕπνον ἀνεῖναί με. ἔκτοτε οὖν μοι τὰ μόρια ταῦτα νενέκρωται καὶ πύρωσις οὐκέτι μοι παρηνώχλησε." ταῦτα ὁ μάγιστρος Μανουὴλ καὶ θεασάμενος καὶ πυθόμενος αὐτίκα τὴν γυναῖκα παραστησάμενος ἠρώτα ὅθεν εἰς τὴν κατὰ τοῦ ἁγίου συκοφαντίαν ὥρμητο, καὶ ἠπείλει, εἰ μὴ πᾶσι θεῖτο τὴν ἀλήθειαν ἔκδηλον, αὐτίκα βασάνοις αὐτὴν παραδοῦναι, δι' ὧν ἂν ἐκβιασθείη ἐκκαλύψαι λαμπρῶς τὸ σκαιώρημα. ἡ δὲ οὐδὲν ἀπεκρύψατο, ἀλλὰ καὶ τοὺς τοῦ δράματος ἀπήγγειλε πρωτουργοὺς καὶ τὴν ἑαυτῆς ἀπάτην καὶ τοῦ χρυσίου τοῦ μὲν τὴν δόσιν, τοῦ δὲ τὴν ὑπόσχεσιν. ἔμελλον οὖν οἱ κακοῦργοι ταῖς τῶν [387] συκοφαντῶν ὑποβληθῆναι ποιναῖς, ἀλλ' ὁ μέγας Μεθόδιος αὐτοὺς τῆς τιμωρίας ἐρρύσατο· καὶ τὰ μὲν οὕτω γέγονεν.

   Ὁ δὲ τῶν Βουλγάρων ἄρχων γυναικὶ τὴν τῶν Ῥωμαίων βασιλείαν καὶ παιδὶ νεαρῷ κυβερνωμένην μαθὼν στέλλει τινὰς τῶν αὐτοῦ ἀπειλῶν ἀφίστασθαι τῶν σπονδῶν καὶ ἆραι ὅπλα κατὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. πρὸς ταῦτα τοίνυν δηλοῖ αὐτῷ ἡ βασίλισσα ὡς "ἀντιτάξομαί σοι πάντως κἀγώ, καὶ εἰ μὲν θεοῦ διδόντος ὑπερέξω, ἔσῃ νικηθεὶς ὑπὸ γυναικός, καὶ ὅσον σοι τὸ τῆς αἰσχύνης ὑπόγυον λόγισαι· εἰ δὲ νικήσεις ἴσως αὐτός, οὐκ ἔσται σοι σεμνὸν τὸ εὐτύχημα γυναῖκα νικήσαντι." ὡς οὖν ταῦτα τῷ βαρβάρῳ ἠγγέλθησαν, ἀνέστειλαν αὐτῷ τὴν ὁρμήν, καί οἱ συμφέρον ἔκρινεν ἀνανεώσασθαι τὰς σπονδάς· καὶ αὗται ἀνεκαινίσθησαν. ἀδελφὴ δὲ τοῦ ἄρχοντος Βουλγαρίας αἰχμαλωτισθεῖσά ποτε καὶ ἐν τοῖς βασιλείοις διάγουσα τῷ θείῳ τε ἐτελέσθη βαπτίσματι καὶ γραμμάτων ἐν μυήσει ἐγένετο. ταύτην ὁ ἀδελφὸς ἀναδοθῆναί οἱ ἠξίωσε· καὶ ἡ μὲν ἐδόθη αὐτῷ, ὁ δ' ἀντέδωκεν ἄνδρα τῶν λογίμων Θεόδωρον τὸν Κουφαρᾶν. [388] ἡ δὲ τοῦ τῶν Βουλγάρων ἄρχοντος ἀδελφὴ ἀφικομένη πρὸς τὸν ὁμαίμονα ἐνῆγεν αὐτὸν εἰς τὴν τῶν χριστιανῶν θρησκείαν διὰ παντὸς αὐτῷ περὶ αὐτῆς διαλεγομένη καὶ τὰ χριστιανῶν μυστήρια ἐκθειάζουσα. ὁ δὲ ταῦτα καὶ παρὰ τοῦ Κουφαρᾶ προκατήχητο, ἀλλ' οὔπω ἐπέπειστο τῶν πατρίων ἀποστῆναι ἐθῶν. λιμὸς δὲ τοῖς Βουλγάροις συμβὰς καὶ αὐτὸν καὶ τὸ ἔθνος εἰς θεοσέβειαν μετερρύθμισεν. ὁ μὲν γὰρ τὸ ἔθνος ἅπαν ἐπίεζε, καὶ οὐκ ἦν ἀποφυγὴ τοῦ κακοῦ, φθορὰ δὲ τοῦ ἔθνους ἐγίνετο, καὶ ὁ σφῶν ἀρχηγὸς ἦν διὰ τοῦτο περιαλγής, καὶ ἀπορήσας εἰς τὸν παρὰ τῆς ἀδελφῆς αὐτῷ καταγγελλόμενον καταφεύγει θεὸν καὶ τοῦτον τοῦ λιμοῦ λυτῆρα καὶ τῆς τοῦ ἔθνους φθορᾶς ἐπεκέκλητο. ὡς δ' ἐνεργὴς ἦν ἡ ἐπίκλησις καὶ τῶν κακῶν ἀπηλλάγησαν, ἔγνω τοῦ ἐπικληθέντος τὴν δύναμιν καὶ ἀξιοῖ σταλῆναι αὐτῷ τινα τὸν τὸ μυστήριον αὐτὸν μυήσοντα τῶν χριστιανῶν καὶ τελέσοντα τῷ θείῳ βαπτίσματι. καὶ ἀπεστάλη μὲν ἀρχιερεὺς πρὸς αὐτόν· ὁ δὲ καὶ ἐμυήθη καὶ ἐβαπτίσθη. οἱ Βούλγαροι δὲ ὡς τῆς πατρίου δόξης ἀποστάντος κατεξανίστανται τοῦ σφῶν ἀρχηγοῦ καὶ ἐζήτουν αὐτὸν ἀνελεῖν. [389] ὁ δὲ τῷ τοῦ σταυροῦ σημείῳ θαρρήσας προπορευομένῳ αὐτοῦ νικᾷ τοὺς ἀντιστάτας αὐτῷ, καὶ οὕτω πάντες εἵλοντο τὰ τῶν χριστιανῶν. εἶτα διεπρεσβεύσατο ὁ τούτων ἐξάρχων πρὸς τὴν βασίλισσαν, αἰτῶν γῆς αὐτῷ παραχωρηθῆναι Ῥωμαϊκῆς, στενοχωρεῖσθαι γὰρ τὸ ἔθνος αὐτοῦ, καὶ ἀϊδίους σπονδὰς πρὸς Ῥωμαίους καὶ ὁμαιχμίαν ἐπαγγελλόμενος. καὶ ἡ βασιλὶς τὴν αἴτησιν ἐξεπλήρωσε καί οἱ τῆς ἀπὸ τῆς λεγομένης Σιδηρᾶς παρεχώρησε χώρας, ἣ τὰ Ῥωμαίων καὶ Βουλγάρων διώριζε πρίν, μέχρι τῆς Δεβελτοῦ· ἣν λαχόντες οἱ Βούλγαροι κεκλήκασι Ζαγορᾶν. κἀντεῦθεν εἰρήνη γέγονε περὶ τὰ ἑσπέρια.

   Κατὰ δὲ τὴν ἑῴαν τὸ τῶν Μανιχαίων γένος ἦν παμπληθές, οἳ καὶ Παυλικιάνοι ἀγροικότερον πρὸς τοῦ δημώδους ὄχλου καλοῦνται, ἐκ Παύλου καὶ Ἰωάννου τῆς κλήσεως συγκειμένης αὐτοῖς· τὼ δ' ἄνδρε τούτω παρὰ Μανιχαίοις ἐγενέσθην ὀνομαστώ, εἰ καὶ μὴ ἤστην αἱρεσιάρχα καὶ τῆς κακοδοξίας γεννήτορε, ζηλωτὰ δὲ ταύτης καὶ σπουδαστὰ διαφερόντως καὶ κήρυκε. καὶ τούτους τοίνυν ἡ βασιλὶς εἰς νοῦν ἐβάλετο μεταγαγεῖν [390] εἰς ὀρθοδοξίαν ἐκ τῆς αἱρέσεως καὶ στέλλει τοὺς τοῦτο σπεύσοντας ἄνδρας τῶν ἐπιφανεστέρων. οἱ δὲ ἀδεξίως τὸ πρᾶγμα καὶ ἀφυῶς μεταχειρισάμενοι οὐ μόνον ἀνήνυτον ἔθεντο τὴν σπουδήν, ἀλλὰ καὶ εἰς ἀποστασίαν ὁρμῆσαι τὸ γένος ὅλον εἰς μυριάδας πολλὰς ἐβιάσαντο. ὃ καὶ τοῖς ἐξ Ἰσμαὴλ συμμιγνύμενον κατὰ Ῥωμαίων σὺν αὐτοῖς ἐστρατεύετο, καὶ πολλῶν γέγονεν αὐτοῖς αἴτιον συμφορῶν.

   Ὁ δέ γε βασιλεὺς Μιχαὴλ τὸν μείρακα παρελάσας καὶ νεανίσκοις ἄρτι καταλεγόμενος ἤσχαλλε παρ' ἄλλοις τὴν τῆς βασιλείας βλέπων διοίκησιν, ἠρέθιστο δὲ καὶ πρὸς τοῦ πρὸς μητρὸς θείου τοῦ Βάρδα τῆς αὐταρχίας πρὸς ἔρωτα· εἷς δ' ἦν καὶ οὗτος τῶν ἐπιτρόπων τοῦ Μιχαήλ. διαφορᾶς δέ ποτε τῷ μαγίστρῳ Μανουὴλ γενομένης πρὸς τὸν λογοθέτην τοῦ δρόμου Θεόκτιστον (καὶ ἄμφω δὲ συνεπιτρόπω τοῦ βασιλέως ἐτυγχανέτην), ὁ Μανουὴλ τῶν ἀνακτόρων ὑποχωρεῖ (ἦν γὰρ ἐκεῖ διαιτώμενος) καὶ εἰς τὸν οἰκεῖον οἶκον μεταχωρεῖ κἀκεῖθεν εἰς τὰ βασίλεια ἀπιὼν τῶν διοικήσεων εἴχετο. τοῦτο τῷ Βάρδᾳ θυμηρέστατον ἔδοξεν· ἀποσκευάσασθαι γοῦν καὶ τὸν Θεόκτιστον [391] διὰ σπουδῆς αὐτῷ ἦν· βασιλειῶν γὰρ ἐδεδοίκει τοῦτον ὥς οἱ πρὸς τοὖργον ἀντιστησόμενον. τῷ βασιλεῖ τοίνυν παιδαγωγὸς ἦν, ἀνδράριόν τι φαῦλον καὶ πονηρόν, ὃν δι' ἐφέσεως εἶχεν ὁ βασιλεὺς ἀξιώματι τῶν λαμπροτέρων τιμῆσαί τινι, καὶ ἐποιεῖτο περὶ τούτου πρὸς τὴν μητέρα ἀξίωσιν. ὁ δὲ Θεόκτιστος μὴ δεῖν ἔλεγε μείζονι τὸν παιδαγωγὸν τῆς ἑαυτοῦ καταστάσεως τιμηθῆναι τιμῇ, ἵνα μὴ ἀτιμοῖντο τὰ ἀξιώματα. ἐντεῦθεν δι' ἔχθρας ἦν τῷ παιδαγωγῷ ὁ Θεόκτιστος. τοῦτο τοίνυν ὁ Βάρδας τῆς οἰκείας σπουδῆς προυστήσατο σύστασιν καὶ διὰ τοῦ παιδαγωγοῦ ποικίλας διαβολὰς ἐνήχει τοῖς τοῦ βασιλέως ὠσὶ καὶ τὴν ἐλαφρίαν αὐτοῦ κατὰ τοῦ Θεοκτίστου ὑπέκνιζε καὶ τέλος ἐκ μέσου αὐτὸν ποιήσασθαι ὑποτίθησι. τοῦτο δὲ μὴ ἂν ἄλλως γενήσεσθαι ἀνυστόν, εἰ μὴ ἀναιρεθείη ὁ ἄνθρωπος· ζῶντος γὰρ ἀνθέξεσθαί τε αὐτοῦ τὴν βασιλίδα καὶ περιέξεσθαι. ὡς γοῦν ὁ τοῦ ἀνδρὸς κεκύρωτο θάνατος, ἐπιτετήρητο ἐκ τῶν τῆς βασιλίδος ἐξιὼν θαλάμων (ἦν γὰρ ἀναφέρων αὐτῇ περὶ ἀναφορῶν τε καὶ διοικήσεων) κἀκεῖθεν ἐξιόντι καθιᾶσιν αὐτῷ τὸν σφαγέα. ὁ δὲ γυμνὸν ἰδὼν τὸ ξίφος ἠρμένον καθ' ἑαυτοῦ, [392] σκάμνον εἰσέδυ, καὶ ὁ σφαγεὺς κατὰ τῆς αὐτοῦ γαστρὸς τὸ ξίφος ὠθεῖ, καὶ τοῦ Βάρδα ξίφος ἐσπασμένου καὶ ἀνασείοντος καὶ ἀπειλοῦντος πλήξειν αὐτῷ τὸν ἀμυνοῦντα τῷ θνήσκοντι. ὁ μὲν οὖν Θεόκτιστος ἀνῄρητο ὥσπερ εἴρηται· ἡ δέ γε βασιλὶς ὡς ἔγνω τὸ γεγονός, ἐξέθορε τοῦ θαλάμου γοωμένη καὶ τῷ υἱῷ λοιδορουμένη καὶ τῷ ὁμαίμονι, ἐπαρωμένη τε καὶ ἀμφοῖν τοιούτῳ τέλει τὸν βίον ὑπεξελθεῖν. ὁ δὲ Βάρδας ἐπισυνάπτων κακὸν τῷ κακῷ καὶ τὰ πρὸς τὴν οἰκείαν μελέτην οἰκονομούμενος, καὶ αὐτὴν τὴν βασιλίδα Θεοδώραν συνεβούλευσε τῶν ἀνακτόρων κατενεγκεῖν. ἡ δὲ συνεῖσα τὸ βουλευόμενον ἀντιστῆναι οὐχ ᾑρετίσατο, ἵνα μὴ σφαγαὶ ἀνθρώπων συμβῶσι. μεταπεμψαμένη δέ γε τοὺς τῆς βουλῆς, "αὐτὴ μέν" ἔφη "τῶν βασιλείων ἐξίσταμαι· ἵνα δὲ μὴ ἔχῃ λέγειν ὁ βασιλεὺς ὡς κενὰ θησαυρῶν τὰ ταμιεῖα εὕρηκε τὰ βασίλεια, διὰ τοῦτο ὑμῖν τὰ τεθησαυρισμένα δηλῶ·" καὶ αὐτίκα τοὺς ταμίας εἰπεῖν ἐκέλευε [393] τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου τὸν ἀριθμόν. οἱ δὲ χίλια μὲν καὶ ἐνενήκοντα χρυσίου ἔχειν κεντηνάρια κατετίθεντο, ἀργύρου δὲ ὡσεὶ τρισχίλια κεντηνάρια. ἡ δὲ βασιλίς "πρὸς τούτοις" ἔφη "καὶ ἄλλος πλοῦτος πολὺς καὶ παντοδαπὸς τεθησαύρισται·" καὶ ταῦτα εἰποῦσα τῶν ἀνακτόρων ἀπῆλθεν.

   Ὁ δέ γε Μιχαὴλ τῆς αὐταρχίας ἐγκρατὴς γεγονὼς ταχὺ τὸν τοσοῦτον διεσκόρπισε πλοῦτον, μίμοις καὶ κόλαξι καὶ ἡνιόχοις τοῦτον καταπροέμενος καὶ ὅλαις ἁμάξαις, τὸ τοῦ λόγου, αὐτὸν ἐκκενῶν. ὃς ἐπεὶ τὰ ταμιεῖα κεκένωτο, ὁ δὲ καιρὸς ἐφίστατο τῆς τοῖς ἀξιώμασιν ἀνηκούσης διανομῆς, καὶ οὐκ εἶχεν ὅθεν ταύτην ποιήσεται, τὴν πλάτανον τὴν χρυσῆν καὶ τοὺς διττοὺς λέοντας καὶ τοὺς τοσούτους γρῦπας καὶ τὰ ὄργανα, ἐκ χρυσοῦ ἅπαντα εἰργασμένα, εἰς κόσμον ὄντα τῆς βασιλείας, ἔκπληξιν δ' ἐμποιοῦντα τοῖς ἐξ ἐθνῶν, χωνεύσας δέδωκεν εἰς τὸ κοπῆναι νομίσματα δι' αὐτῶν. ἀλλὰ μέντοι καὶ ἐπὶ βασιλικαῖς στολαῖς τοῦτο ἐποίησεν, ὧν τινα ἐκείνου φθαρέντος ἔτι περισωζόμενα ὁ μετ' αὐτὸν βασιλεύσας Βασίλειος ἀνεκομίσατο, [394] τρία μόνα κεντηνάρια εὑρηκὼς ἐκ τῆς ἀπηριθμημένης ποσότητος.

   Τὴν ἑαυτοῦ δὲ μητέρα ὁ Μιχαὴλ τῶν βασιλείων ὑποχωρήσασαν οὐκ εἴασεν ἠρεμεῖν, ἀλλ' ὑποθήκαις τοῦ Βάρδα πέμψας ἀποκείρει καὶ αὐτὴν καὶ τὰς ἀδελφὰς καὶ ἐν τῷ οἴκῳ τῶν Καριανοῦ περιορίζει καὶ ὅσα προσῆν ἀφαιρεῖται. τούτοις ἡ Θεοδώρα πληγεῖσα τὴν ψυχὴν μεταχωρεῖ πρὸς τὰς ἐκεῖθεν μονάς, ὀλίγον τῇ συμφορᾷ ἐπιζήσασα. αἱ δὲ θυγατέρες αὐτῆς καὶ τοῦ βασιλέως ὁμαίμονες ἤντλουν τὰ αὐταῖς ἐπενηνεγμένα κακά, ἃς ὁ Μακεδὼν μετὰ ταῦτα Βασίλειος τῆς βασιλείας ἐπιλαβόμενος πρὸς τὴν τῆς πρὸς μητρὸς αὐταῖς μάμμης μονήν, ἣ Γαστρία καλεῖται, ἀπήγαγε. τῆς δὲ τοῦ βασιλέως μητρός, ὡς εἴρηται, τῶν ἀνακτόρων ἐκστάσης, ἡ πᾶσα τῆς βασιλείας διοίκησις ὑπὸ τὸν Βάρδαν ἐγένετο, τιμηθέντα κουροπαλάτην πρὸς τοῦ ἀνεψιοῦ.

   Εἶτα ἐκστρατεύει ὁ Μιχαὴλ κατὰ τῶν Ἀγαρηνῶν, ἄρτι [395] πρώτως ὑπηνήτης γινόμενος, καὶ πόλιν αὐτῶν τὰ Σαμόσατα (αὕτη δὲ τῶν παρευφρατιδίων ἐστί) πολιορκεῖν ἐπεχείρησεν. οἱ δ' Ἰσμαηλῖται τῆς πόλεως τὰς πύλας τοῖς πολιορκοῦσιν ἐπιζυγώσαντες ἐντὸς ἔμενον, δόκησιν διδόντες αὐτοῖς ὡς δειλαινόμενοι ἔνδον τοῦ περιβόλου συνέκλεισαν ἑαυτούς. τοῦτο τοὺς Ῥωμαίους εἰς θράσος ἤνεγκε, καὶ ἀπερισκέπτως ἐσκήνωντο καὶ ἀφυλάκτως ἐσκίδναντο. ἐπὶ τρισὶ δ' ἡμέραις ὑποκριθέντες δειλίαν οἱ ἐκ τῆς Ἄγαρ ἀθρόον τὰς πύλας ἀναπετάσαντες μετὰ ῥύμης σφοδρᾶς καὶ ἀλαλαγμοῦ τῷ τῶν Ῥωμαίων ἐπίασι χάρακι· καὶ οὐδεὶς ὑπέστη τὴν τούτων ὁρμήν, πρὸς δρασμὸν δ' οἱ πάντες ἀπεῖδον καὶ καταλαμβανόμενοι οἱ μὲν ἀνῃροῦντο, οἱ δ' ἐζωγροῦντο. ὅτε καὶ οἱ Μανιχαῖοι τοῖς Ἰσμαηλίταις συμμαχοῦντες πολλοὺς τῶν ἐπιφανῶν ἐζώγρησαν στρατηγῶν καὶ χρημάτων αὐτοὺς μεγάλων ἀπέδοντο. τότε τοίνυν μικροῦ καὶ ὁ βασιλεὺς ἂν ἐλήφθη αὐτός, εἰ μὴ τῇ ταχυτῆτι τοῦ ἵππου τοὺς πολεμίους ὑπεκδραμὼν διασέσωστο. ἐλήφθη δὲ τὸ στρατόπεδον καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἡ πρὸς ὑπηρεσίαν τοῦ βασιλέως ἀποσκευὴ καὶ τἆλλα πάντα διήρπαστο. τότε μὲν οὖν ὑπέστρεψεν ὁ Μιχαήλ.

[396]    Αὖθις δὲ τοὺς Ἀγαρηνοὺς ἐπιόντας ταῖς τῶν Ῥωμαίων χώραις μαθὼν ἔξεισι κατ' αὐτῶν μετὰ βαρυτέρας δυνάμεως. οἳ διὰ δυσόδων τόπων, ἐπιτόμων δέ, διελθόντες ἀπροσδόκητοι τῷ Ῥωμαίων ἐπῆλθον στρατῷ καὶ τρέπονται τοῦτον. ἥλω δ' ἂν καὶ ὁ βασιλεύς, εἰ μὴ ὁ μάγιστρος Μανουὴλ τῶν σχολῶν τυγχάνων δομέστικος αὐτὸν διεσώσατο.

   Οἱ δ' ἐναντίοι κακοῦντες τὰ Ῥωμαίων οὐκ ἔληγον. στέλλεται γοῦν κατ' αὐτῶν ὁ τοῦ βασιλέως μητράδελφος ὁ Πετρωνᾶς μετὰ Ῥωμαϊκῶν δυνάμεων αὐτοῖς ἀντιτάξασθαι. ὁ δὲ οὐκ ἐθάρρει συμβολήν, ἀλλ' ἐδειλία τὸν πόλεμον. μαθὼν οὖν ἐν ὄρει τινὶ μοναχὸν ἀσκούμενον τὴν ἀρετὴν διαβόητον καὶ προορῶντα τὰ μέλλοντα, ἄπεισι πρὸς αὐτὸν καὶ ἐρωτᾷ εἰ τῷ πολέμῳ ἐπιχειρήσειε· καὶ ὃς ἐπιτρέπει καὶ νίκην αὐτῷ ἐπαγγέλλεται. ἀπῆλθε τοίνυν ὁ Πετρωνᾶς καὶ τοῖς ἐναντίοις προσέβαλε, καὶ ἡττᾶται μὲν ἡ τῶν Ἀγαρηνῶν στρατιά, πίπτει δὲ ὁ ταύτης κατάρχων Ἄμερ. ὁ δὲ τούτου υἱὸς ἐκ τοῦ πολέμου ἀπών (εἰς γὰρ λείαν ἐτύγχανεν ἀποδεδημηκώς) τὴν ἧτταν καὶ τὴν φθορὰν μαθὼν τοῦ πατρὸς ἀπεδίδρασκεν, ἀλλὰ καὶ οὗτος ἐν τῷ δρασμῷ συλληφθεὶς παρεδόθη τῷ στρατηγῷ. λέγεται δὲ πρὸ τοῦ πολέμου [397] τούτου ὁ Ἄμερ τῶν αἰχμαλώτων πυθέσθαι τινὸς ὅπως ὁ τόπος ἐν ᾧ ἐστιν ἡμῖν ἡ παρεμβολὴ καλοῖτο καὶ ὅπως ὁ παραρρέων λέγεται ποταμὸς καὶ τίνος ἡ ὅλη ἐκείνη χώρα ἔτυχε κλήσεως. ὡς δὲ τὴν μὲν χώραν Λαλακάωνα εἶπεν ἐκεῖνος κεκλῆσθαι, Πτώσαντα δὲ τὸν τόπον τοῦ χάρακος καὶ Γύρην τὸν ποταμόν, ἐκεῖνος ἐκ τῶν ὀνομάτων τούτων οἰωνισάμενος ἔφη τὰς κλήσεις ταύτας οὐκ αἴσιον αὐτῷ τὸ τοῦ πολέμου τέλος παραδηλοῦν. λαοῦ μὲν γὰρ κάκωσιν ἐκάλει τὸν Λαλακάωνα, πτῶσιν δὲ σημαίνειν τὸν Πτώσαντα, γυρωθῆναι δὲ μέλλειν ὑπὸ τῶν ἐναντίων αὐτοὺς ἐκ τῆς τοῦ ποταμοῦ κλήσεως ἐμαντεύετο. τὰ μὲν οὖν τῆς νίκης οὕτως εἶχον τῷ Πετρωνᾷ· ὁ δὲ τροπαιοφόρος ἐπανῆκεν εἰς τὸ Βυζάντιον καὶ ὑπεδέχθη μετὰ τιμῆς καὶ τῶν σχολῶν προεβλήθη δομέστικος. ἤδη γὰρ ὁ μάγιστρος Μανουὴλ ἀπεβίω. μετὰ βραχὺ δὲ καὶ αὐτὸς ἀπέτισε τὸ χρεών.

   Τούτους δὲ πάντας ὁ Βάρδας ἀποσεισάμενος τὴν μὲν τῶν πραγμάτων διοίκησιν, ὡς ἠβούλετο, διετίθετο. ὁ γὰρ Μιχαὴλ οὐδενὸς ἐπεστρέφετο, μόνοις δὲ θεάτροις καὶ ἱππηλασίαις ἐσχόλαζεν, [398] οὐκ ἄλλων ἡνιοχούντων, αὐτοῦ δ' ἐκείνου τοῦ αὐτοκράτορος καὶ ἁρματηλατοῦντος τοῦ Αὐγούστου, καὶ ἀγωνιζομένου τοῦ βασιλέως καὶ ἀντὶ τῆς βασιλείου στολῆς ἐνδεδυκότος ἡνιόχου σκευήν. οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινόν, ἀλλ' ὅτι καὶ τοὺς ἐν ἀξιώμασι καὶ τιμαῖς ὑπερέχοντας τοὺς μὲν αὐτῷ συναγωνίζεσθαι, τοὺς δ' ἀνταγωνίζεσθαι ἐν ταῖς τῶν ἵππων ἁμίλλαις καὶ ἁρματηλατεῖν κατηνάγκαζε. ποτὲ τοίνυν αὐτὸς μὲν ἠμφίεστο τὸ χρῶμα τὸ βένετον, ὁ δὲ τοῦ δρόμου λογοθέτης τὸ πράσινον, καὶ ἕτεροι τῶν ἐπιφανεστέρων τὰ ἕτερα· καὶ ἤδη τῶν ἁρμάτων ἐπέβησαν. ἐν τούτῳ δὲ γράμματα τῷ πρωτονοταρίῳ τοῦ δρόμου παρά του πεφθακότος ἄρτι ἐνεχειρίσθησαν, ὡς ἐν τοῖς Μελαγγείοις ἐστρατοπεδεύσαντο οἱ Σαρακηνοὶ διαγγέλλοντα· ταῦτα δ' εἰσὶν ἃ νῦν ἀγροικότερον καλεῖται Μαλάγινα. ὁ γοῦν πρωτονοτάριος σκυθρωπάσας ἐπὶ τῇ ἀγγελίᾳ προσῆλθε τῷ βασιλεῖ καὶ ταῦτα ἐδίδασκε καὶ ὑπεδείκνυ τὰ γράμματα. ὁ δὲ ὀργίλον τι καὶ μανικὸν αὐτῷ ἐνιδών "ἐν [399] τοιούτῳ μοι" ἔφη "ἀγῶνι ὄντι καὶ τὸν μέσον εὐώνυμον καταστήσασθαι σπεύδοντι αὐτός, μάταιε, περὶ Σαρακηνῶν ἐπιδρομῆς διαλέγῃ μοι;" τοιοῦτος ὁ θαυμάσιος ἐκεῖνος ἦν βασιλεὺς καὶ οὕτω περὶ τῶν κοινῶν πραγμάτων καὶ τῆς βασιλείας ἐφρόντιζεν.

   Ἐκείνου δὲ τοῦτον διακειμένου τὸν τρόπον, ὁ Βάρδας ἔστρεφε τὰ πάντα καὶ ἦγεν ὅπῃ ἦν αὐτῷ πρὸς βουλῆς, καὶ εἰς τὴν τοῦ Καίσαρος ἀναβεβήκει τιμὴν καὶ ἑαυτῷ τὴν βασιλείαν ἐμνᾶτο καὶ εὐκαιρίαν ἐζήτει, ἵν' αὐτῆς ἐπιτεύξοιτο. οὐδὲν δέ οἱ εἴργαστο ἀγαθὸν ἢ τὸ τῶν λόγων φροντίδα θέσθαι πολλήν. ἠμέλητο γὰρ τὰ τῆς φιλοσοφίας καὶ ἀπέσβη σχεδὸν ἐς τὸ παντελές, ὡς μηδ' ἔναυσμά τι περιλειφθῆναι αὐτῆς. τοῦτο δὲ ἡ τῶν κρατούντων εἴργαστο ἀλογία. ὁ δὲ καὶ διατριβὰς ἑκάστῃ ἀφώρισε τῶν ἐπιστημῶν καὶ διδασκάλους προυστήσατο καὶ σιτήσεις δημοσίας τούτων ἑκάστῳ ἀπένειμεν· ἐπὶ πᾶσι δὲ διδάσκαλον [400] ἐγκατέστησε τὸν φιλόσοφον Λέοντα, οὗ κλέος ἐπὶ σοφίᾳ πολύ, ὃς καὶ τῷ βασιλεῖ Θεοφίλῳ γέγονεν ἔντιμος ἐκ τρόπου τοιοῦδε. πολλῶν αὐτῷ φοιτητῶν ὄντων, ἕνα συνέβη τούτων τοῖς Σαρακηνοῖς γενέσθαι ἁλώσιμον, ᾧ τὰ τῆς γεωμετρίας μεμύητο ἀκριβῶς, καὶ οὗτος τῶν παρὰ τοῖς βαρβάροις ἐπισήμων τινὶ δουλεύειν ἀπονενέμητο. ἦν δ' ὁ τότε τῶν ἐκ τῆς Ἄγαρ προεστηκὼς φιλολογῶν καὶ φιλοσόφων θεωρημάτων ἐπιμελῶς ἀκροώμενος, πλέον δὲ τῶν ἄλλων ταῖς γεωμετρικαῖς μεθόδοις προσκείμενος. ἐφοίτα δὲ καὶ ὁ τοῦ αἰχμαλώτου δεσπότης παρὰ τὸ ἀκροατήριον, καί ποτε αὐτῷ καὶ ὁ αἰχμάλωτος εἵπετο, καὶ τῶν διδασκόντων ἀκούσας καὶ σχήματα τούτους ἰδὼν διαχαράττοντας γεωμετρικὰ ἀρχήν τε τὸ τρίγωνον παντὸς εἶναι διδάσκοντας σχήματος, ὥστ' ἐξ αὐτοῦ ἅπαν σχῆμα συνίστασθαι καὶ εἰς αὐτὸ ἀναλύεσθαι, καὶ ὡς πάντων ὁ κύκλος τῶν ἰσοπεριμέτρων αὐτῷ καὶ ἰσοπλεύρων ἐστὶ πολυχωρητότερος καὶ ἄλλα τοιαῦτα, ἤρετο τὸν ἑαυτοῦ κύριον ὁ αἰχμάλωτος εἰ πύθοιτο τῶν διδασκάλων περὶ ὧν διδάσκουσι· καὶ ὃς ἐπέτρεψεν. ὁ δὲ τοὺς λόγους τῶν διδασκομένων ἐζήτει σαφηνίσαι αὐτούς. οἱ δ' ἠπόρουν [401] πρὸς τοῦτο· καὶ ὁ ἀρχηγὸς τῶν Ἀγαρηνῶν προσκαλεσάμενος τὸν αἰχμάλωτον, "σὺ δ'" ἔφη "δύναιο ἂν ἀποδοῦναι τοὺς λόγους τούτους;" κἀκεῖνος κατέθετο. "οὐκοῦν λέξον" εἶπε. καὶ ἀρξάμενος ὁ αἰχμάλωτος ἐσαφήνιζεν ἕκαστον καὶ λόγους ἀπεδίδου καὶ τὰς αἰτίας κατέλεγε. καὶ οἱ ἀκούοντες ἐν συνέσει τῶν λεγομένων ἐγίνοντο καὶ ὀξύτερον ἐπέβαλλον τοῖς θεωρήμασι, καὶ σφίσιν ηὐρύνετο ἡ διάνοια καὶ τὸν ἄνδρα ἐθαύμαζον ἤροντό τε εἰ καὶ ἄλλους ἔχει τοιούτους ἡ Κωνσταντίνου. ὁ δὲ "πολλούς" ἔφη "κρείττους ἐμοῦ κέκτηται, ἕνα δὲ τῶν ἁπάντων διδάσκαλον, ἄνδρα ἐν τοῖς τῆς φιλοσοφίας λόγοις παντὶ ἀπαράμιλλον." ἔρωτι τοίνυν ἀκούσας ταῦτα ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς ἑάλω τοῦ διδασκάλου ἐκείνου καὶ ἤθελεν ἐλθεῖν εἰς θέαν τούτου καὶ εἰς ἀκρόασιν· καὶ ἐγχαράξας ἐπιστολὴν πρὸς τὸν ἄνδρα παρακαλοῦσαν ἀφικέσθαι καὶ μεταδοῦναι αὐτῷ τῆς σοφίας αὐτοῦ, διὰ τοῦ αἰχμαλώτου στέλλει αὐτήν, φιλοτίμως τοῦτον δεξιωσάμενος. ὡς δέ οἱ ἐκεκόμιστο ἡ γραφή, δείσας μὴ αἰτιαθείη ὡς γράμμα δεξάμενος ἐξ ἐχθρῶν, τῷ λογοθέτῃ τοῦ δρόμου ἐγχειρίζει τὸ ἐπιστόλιον καὶ παρίστησι τὸν αἰχμάλωτον, κἀκεῖνος τὴν ὑπόθεσιν διηγήσατο. ἐντεῦθεν γνώριμος [402] ὁ φιλόσοφος Λέων τῷ Θεοφίλῳ ἐγένετο καὶ εὐεργετεῖται καὶ δημοσίᾳ διδάσκειν προτρέπεται, εἶτα καὶ ἀρχιερεὺς χειροτονεῖται Θεσσαλονίκης. θανόντος μέντοι τοῦ Θεοφίλου, καὶ τῶν εἰκονομάχων ἀρχιερέων καθαιρέσει ὑποβληθέντων, καὶ ὁ Λέων οὑτοσὶ συγκαθῄρητο, ὅτι μὴ τιμὴν ταῖς θείαις εἰκόσιν ἀπένεμε. τοῦτον οὖν ὁ Βάρδας σχολάζοντα εὑρηκὼς τῶν λοιπῶν διδασκάλων ἐπέκεινα ἔταξε καὶ οὕτως ἀναθηλῆσαι τοὺς λόγους ἐποίησε, καὶ εἰς ἐπίδοσιν προήνεγκεν οὐ διὰ μακροῦ. καὶ τοὺς νόμου δὲ τοὺς πολιτικοὺς ἀνηβῆσαι πεποίηκε, φοιτῶν αὐτὸς εἰς τὰ δικαστήρια, ἤδη καὶ τῆς τούτων γνώσεως σχεδὸν ἐκλελοιπυίας παντάπασιν.

   Ἡ μὲν οὖν περὶ τὰς ἐπιστήμας καὶ τὰ μαθήματα τοῦ Βάρδα σπουδὴ ἀξιέπαινος, τὰ δ' ἄλλα καὶ λίαν ψεκτὰ καὶ κατάπτυστα. τοῦ γὰρ ἱεροῦ Μεθοδίου ἔτη τὴν ἐκκλησίαν ἰθύναντος καὶ πρὸς τὰς ἀϊδίους μεταστάντος μονάς, ὁ μοναχὸς Ἰγνάτιος τῆς ἐκκλησίας προέστη, ὃς θυγατριδὴς μὲν ἦν Νικηφόρου [403] τοῦ βασιλέως τοῦ ἀπὸ γενικῶν, υἱὸς δὲ Μιχαὴλ βασιλέως τοῦ Ῥαγγαβέ, καὶ μετὰ τὴν ἐκ τῆς βασιλείας ἀπόπτωσιν τοῦ πατρὸς αὐτοῦ παρὰ τοῦ Λέοντος ἐκτομίας γενόμενος, ἐκείρατό τε τὴν τρίχα καὶ ἐπὶ μακρὸν ἀσκητικοῖς ἱδρῶσι τὸ σαρκίον ἐδάμασεν, ὃν ἡ βασιλὶς Θεοδώρα τὰ τῆς βασιλείας ἰθύνουσα εἰς τὸν ἀρχιερατικὸν τῆς Κωνσταντινουπόλεως ἀνήγαγε θρόνον. οὗτος τοίνυν ὁ θεῖος τὸν Καίσαρα Βάρδαν τὴν γαμετὴν ἀναιτίως ἀποπεμψάμενον, συμφθείρεσθαι δὲ λεγόμενον τῇ νύμφῃ τῇ ἑαυτοῦ, τῶν ἱερῶν ἐπιβῆναι περιβόλων ἐκώλυεν. ὁ δὲ διὰ τοῦτο τῆς ἐκκλησίας μεθίστησι τὸν ἀρχιερέα καὶ πολλὰ κακώσας τέλος ἐγκλείει τάφῳ. εἶτ' ἐκεῖθεν ἐξενεγκὼν εἰς Μιτυλήνην τὴν νῆσον ὑπερορίζει. καὶ οὐ τοῦτον μόνον οὕτω διέθετο, ἀλλὰ καὶ πλείους ἄλλους τῶν ἀρχιερέων, ὅσοι τῷ Ἰγνατίῳ γεγόνασι σύμψηφοι αὐτὸν ἀφορίσαντι· προχειρίζεται δὲ πατριάρχην τὸν Φώτιον, ἄνδρα τῶν ἐπισήμων πρωτοασηκρῆτις τότε τυγχάνοντα καὶ ἐν λόγοις ὀνομαστότατον. ὡς δ' ἔτυχε παρεῖναι καὶ τοποτηρητὰς τοῦ πάπα Ῥώμης κατὰ τῶν εἰκονομάχων [404] σταλέντας, κἀκείνους ὁ Βάρδας πείθει τῆς ἑαυτοῦ γενέσθαι γνώμης. ἐν γοῦν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ ἀθροισθέντες ἄγουσι καὶ τὸν ἱερώτατον Ἰγνάτιον ἐκ τῆς ὑπερορίας καὶ ποιοῦνται τοῦτον ὑπὸ καθαίρεσιν. καὶ ταῦτα μὲν ὧδέ πῃ συμβέβηκε.

   Τὸ δ' ἔθνος τῶν Ῥῶς Σκυθικὸν ὂν τῶν περὶ τὸν Ταῦρον ἐθνῶν στόλῳ τὰ τοῦ Εὐξείνου πόντου κατέτρεχε καὶ αὐτῇ Βυζαντίδι ἐπιέναι διεμελέτα. ἀλλ' οὐκ εἰς ἔργον ἤχθη σφίσι τὸ βούλευμα, κωλυσάσης τοῦτο τῆς προνοίας τῆς ἄνωθεν, ἣ καὶ ἄκοντας αὐτοὺς ἀπράκτους, μᾶλλον δὲ καὶ θείου πειραθέντας μηνίματος, ἀπελθεῖν ᾠκονόμησεν.

   Ἀλλὰ καὶ οἱ ἐκ Κρήτης Ἀγαρηνοὶ τὰς Κυκλάδας νήσους καὶ τὰ παράλια ἐληίζοντο. καὶ κλόνοι δὲ σφοδρότατοι τῆς γῆς συμβεβήκασιν, ὧν ὁ φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς τοῦ σωτῆρος ἡμῶν τὴν γῆν συνέσεισεν ἀναλήψεως. τούτων δ' οὐδὲν τῶν ἱππηλάτων ἀγώνων ἀπήγαγε τὸν Μιχαὴλ καὶ τῆς περὶ τούτους σπουδῆς, ἐν τῇ κατὰ τὸ Στενὸν τοποθεσίᾳ τῇ τοῦ ἁγίου Μάμαντος καλουμένῃ αὐτοῦ ἐκείνου αὐτουργοῦντος τὰ ἱππηλάσια.

[405] ὅθεν καὶ τοὺς φρυκτοὺς ἔπαυσεν, οὓς οἱ πάλαι βασιλεῖς ἐπενόησαν, ἵνα μὴ ἀθρόον οἱ ἐκ τῆς Ἄγαρ ταῖς χάραις τῶν Ῥωμαίων εἰσβάλλοντες ληίζωνται τὰ ἐν ποσὶ καὶ τοὺς ἀνθρώπους αἰχμαλωτίζωσι. διὰ ταῦτα ἐν τῇ Ταρσῷ ἐπὶ λόφου μετεώρου τινὸς ἐδομήσαντο φρούριον, Λοῦλον κεκλημένον, καὶ οἱ ἐν τούτῳ πυρσὸν ἀνῆπτον, ἡνίκα ἔγνων ἐπιδρομὴν Ἰσμαηλιτῶν, ὃν ὁρῶντες οἱ ἐν τῷ Ἀργαίῳ βουνῷ ἄλλον ἐποίουν πυρσόν, καὶ οἱ κατὰ τὸν Ἴσαμον ἕτερον, τοῖς δὲ κατὰ τὸν Αἰγιαλὸν ἰδοῦσι τοῦτον ᾔρετο ἄλλος, καὶ τοῖς κατὰ τὸν Μίμαντα ἕτερος, καὶ οἱ κατὰ τὸν Κύριζον αὖθις ἐφρυκτώρουν, καὶ οἱ κατὰ τὸν Μώκιλον ὁμοίως ἐπύρσευον, καὶ ἐπὶ πᾶσιν ἐν τῷ τοῦ ἁγίου Αὐξεντίου βουνῷ πυρσὸς ᾔρετο. οὓς ὁρῶντες οἱ ἐν ταῖς χώραις διὰ βραχέος εἰς ὀχυρώματα συνέκλειον ἑαυτοὺς καὶ τὰς τῶν βαρβάρων λεηλασίας ἐξέκλινον. ἐκ δὲ τοῦ ἁγίου Αὐξεντίου τῷ βασιλεύοντι τῆς τῶν δυσμενῶν ἐπιδρομῆς ἐδίδοτο [406] γνῶσις. ἵνα τοίνυν μὴ ἀνακόπτοιτο τῶν ἱππηλάτων ἀγώνων, ἐν καιρῷ τούτων πολλάκις τῶν πυρσῶν αἰρομένων, τῶν τῇ βασιλίδι γειτονούντων πυρσῶν σχολὴν κατεψηφίσατο.

   Κατεγίνωσκε δὲ καὶ τῶν πρότερον βασιλευσάντων, ὅτι μὴ λιτότητι ἔχαιρον, σοβαρότητος δ' ἀντεποιοῦντο καὶ ὄγκου βασιλικοῦ. ὅθεν αὐτὸς μετριότητα δοκῶν μετιέναι συνήντησέ ποτε γυναικὶ ἄρτι λουσαμένῃ καὶ οἴκαδε ὑπονοστούσῃ, καὶ τοῦ ἵππου ἀποβὰς ἀπῄει μετὰ τῆς γυναικὸς σὺν ὀλίγοις τισὶ νεανίαις, οἳ τῶν ἀπορρήτων συμμετεῖχον αὐτῷ, καὶ ἐν τῇ οἰκίᾳ αὐτῆς γεγονὼς καὶ συμμετασχὼν τραπέζης αὐτῇ πεζοπορῶν ἀπῄει πρὸς τὰ ἀνάκτορα. καὶ ὁ μὲν ἐν τοῖς τοιούτοις ὡς μέγα τι κατορθῶν [407] ἐβρενθύετο, τοῖς δ' ἄλλοις ἀνοηταίνειν ἐκρίνετο καὶ μῖσος ὑπέτρεφον κατ' αὐτοῦ. οὐχ ἥκιστα δὲ μισητὸς ἐδόκει διὰ τοὺς παρατρεφομένους αὐτῷ ἐναγεῖς νεανίας, οἳ πρὸς ἅπαν κακὸν αὐτὸν ὑπεξέκαιον· οἳ καὶ ἀρχιερεῖς ἔπλαττον ἑαυτοὺς καὶ τὴν ἀναίμακτον ἱερουργίαν τελεῖν ὑπεκρίνοντο, καὶ αὐτὸν τὸν Μιχαὴλ συνιερουργοῦντα δῆθεν ἔχοντες ἑαυτοῖς, παίζοντες ἐν οὐ παικτοῖς ὄξος τε μιγνύντες καὶ σίνηπι καὶ σκεύεσι χρυσέοις καὶ λιθοκολλήτοις παρ' αὐτοῦ χορηγουμένοις τὸ κρᾶμα ἐγχέοντες μετεδίδουν τούτων τοῖς συμμύσταις αὐτῶν καὶ συμπαίστορσιν. ἀλλ' ἅπαντα καταλέγειν τὰ τοῦ τοιούτου χοροῦ, οἷς συνθιασώτης καὶ αὐτὸς ὁ βασιλεὺς ἐτύγχανεν ὤν, πολλῆς ἂν εἴη λέσχης καὶ ἀηδίας οὐχ ἥκιστα.

   Ἥκει δ' ὁ λόγος τὴν τοῦ Βάρδα διηγησόμενος ἀποβίωσιν καὶ τὴν τοῦ κρατοῦντος αὐτοῦ καὶ πρὸ τούτων τὴν τοῦ Βασιλείου τοῦ Μακεδόνος οἰκείωσιν πρὸς τὸν Μιχαήλ· ὃς ἐκ Μακεδονίας μὲν ἦν, ἔφυ δὲ πατέρων ἀσήμων καὶ ἀφανῶν, εἰ καί [408] τις τῶν τὰ περὶ αὐτοῦ ἐξιστορησάντων ἐκ τοῦ τῶν Ἀρσακιδῶν αὐτὸν γένους κατάγεσθαι τερατεύεται. τοῦ Κρούμου δέ (τῶν Βουλγάρων δ' ἦν οὗτος ἀρχηγός) τὴν Ἀδριανούπολιν κατασχόντος, καὶ οἱ τούτου γεννήτορες αἰχμάλωτοι γεγονότες εἰς τὴν ἐκείνων χώραν μετήχθησαν, ἀρτιγενὲς τοῦτον καὶ ὑπομάζιον φέροντες. τοῦ Κρούμου δὲ ἀποβεβιωκότος ἤδη ἕτερος τῆς ἀρχῆς τῶν Βουλγάρων ἐπείληπτο, ὃς πολλάκις ἐν πολέμοις τοῖς πρὸς Ῥωμαίους θραυσθεὶς σπονδὰς πρὸς τὸν τότε κρατοῦντα Ῥωμαίων πεποίητο, καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶσαι συνέθετο, καὶ μέντοι καὶ κατὰ τὰς συνθήκας πεποίηκεν. ἐφήβου δ' ἦν ἡλικίας τότε ἁψάμενος ὁ Βασίλειος. νηπιόθεν μέντοι πολλὰ σημεῖα γενέσθαι φασὶ τὴν βασιλείαν αὐτῷ προσημαίνοντα, ὧν ἓν ἦν καὶ τὸ ῥηθησόμενον. νήπιος μὲν ἦν ὁ Βασίλειος, οἱ δὲ τούτου γονεῖς περὶ θέρος ἠσχόληντο καὶ τὸ νήπιον ὑπνῶττον ὑπὸ τὸν ἥλιον ἔκειτο· ἀετὸς δὲ πετόμενος πρόσγειος ἡπλωμέναις ταῖς πτέρυξι τῷ βρέφει σκιὰν ἐσχεδίαζεν. ἡ δὲ μήτηρ ὡς εἶδε τὸν ἀετὸν τῷ παιδὶ προσεγγίζοντα, ἦρέ τε τὴν φωνὴν καὶ προσέδραμε τῷ υἱῷ καὶ λίθοις τὸν ἀετὸν ἀπεδίωκε. [409] τῆς δὲ πρὸς τὸ ἔργον χωρησάσης αὖθις ὁ ἀετὸς προσῄει τῷ βρέφει κοιμωμένῳ, ἐπιτελῶν τὸ λειτούργημα. καὶ ἡ μήτηρ πάλιν τε τεθορύβητο καὶ αὐτὸν ἀπεδίωκεν. ὡς δὲ πολλάκις τοῦτο ἐγένετο, εἰς συναίσθησιν ἧκε καὶ χρηστὸν ὑπείληφε τὸ πρᾶγμα οἰώνισμα. ἤδη δὲ αὐτοῦ ὑπερβεβηκότος τὸν μείρακα, ὁ πατὴρ μὲν κατέλυσε τὴν ζωήν, ἡ δὲ μήτηρ αὐτοῦ πρὸς τῇ πενίᾳ καὶ τοῖς τῆς χηρείας κακοῖς ἐπιέζετο. ὁ δὲ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων μὴ εὐπορῶν, ἔγνω μισθῷ πρὸς ὑπηρεσίαν ἑαυτὸν ἐκδοῦναί τινι· καὶ ἄρας ἔρχεται πρὸς τὴν μεγαλόπολιν. ὀψίας δὲ τὴν τῆς πόλεως εἰσελθὼν πύλην, ἣ καλεῖται Χρυσεία, παρὰ τῷ ναῷ τοῦ ἁγίου Διομήδους κατέλυσεν οὔπω μονῇ τότε τυγχάνοντι· καὶ πεσὼν ἔξω τοῦ τεμένους κατέδαρθε. νυκτὸς δὲ τῷ τοῦ ναοῦ νεωκόρῳ ὄναρ ὁ μάρτυς ἐφίσταται καὶ τὸν βασιλέα ἐντὸς εἰσαγαγεῖν ἐγκελεύεται. ὁ δὲ ἐξελθὼν καὶ τὸν Βασίλειον εὑρὼν ἐπὶ ψιλοῦ τοῦ ἐδάφους ὑπνώττοντα, φάντασμα [410] εἶναι τὸν ὄνειρον ὑπείληφε μάταιον. ὡς δὲ καὶ αὖθις τὸ αὐτὸ ἐδόκει ὁ ἅγιος ἐγκελεύεσθαι, ὁ δὲ καὶ πάλιν ἐξελθὼν οὐχ ἕτερον εὗρεν ἢ τὸν Βασίλειον, ὑπέστρεψεν ὑπειληφὼς τὰ αὐτά. ἐκ τρίτου τοίνυν ὁ μάρτυς τῷ νεωκόρῳ ἐφίσταται καὶ προτρέπεται αὐτὸν εἰσαγαγεῖν τὸν ἐκτὸς κατακείμενον· "οὗτος γάρ ἐστιν" ἔφη "ὁ βασιλεύς." ἐξελθὼν οὖν ὁ νεωκόρος ἀνίστησι τὸν Βασίλειον καὶ ξενίζει τοῦτον παρὰ τῇ κατοικίᾳ αὐτοῦ καὶ μεταδίδωσιν ὧν εὐπόρει. ἦν δὲ τῷ νεωκόρῳ ὁμαίμων τὴν ἰατρικὴν μετιὼν καὶ τῷ Θεοφιλίτζῃ ὑπηρετῶν. ὁ δὲ Θεοφιλίτζης οὗτος τῷ Καίσαρι Βάρδᾳ καὶ τῷ βασιλεῖ Μιχαὴλ κατὰ γένος ᾠκείωτο, διὰ τὸ τῆς ἡλικίας βράχιστον ὑποκοριζόμενος καὶ Θεοφιλίτζης καλούμενος. τούτῳ τοίνυν τῷ ἀδελφῷ ὁ νεωκόρος τὸ ἀπόρρητον ἐκκαλύψας ἐνύπνιον ἠξίωσε συστῆσαι τοῦτόν τινι τῶν ἀρχόντων εἰς ὑπηρέτησιν. ὁ δὲ τῷ οἰκείῳ κυρίῳ τοῦτον συνίστησι. πρότερον δὲ τὸ περὶ τῆς βασιλείας δι' ὀνειράτων χρησμῴδημα τῷ Βασιλείῳ ἀνεκάλυψαν ἄμφω τὼ ἀδελφὼ καὶ μεμνῆσθαι σφῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ ὅρκοις αὐτὸν προκατέλαβον. ἡσθεὶς οὖν ὁ Θεοφιλίτζης ἐπὶ τῷ Βασιλείῳ (ἦν γὰρ εὐειδής τε καὶ εὐμήκης καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος, βαθεῖάν τε τρέφων κόμην καὶ ταύτην οὔλην) τοῖς οἰκείοις [411] ἱπποκόμοις τοῦτον ἐπέστησε· πρωτοστράτορα τοῦτον οἶδεν ὀνομάζειν ἡ διάλεκτος ἡ κοινή. ἐζητήθη δὲ καὶ τῷ βασιλεῖ γενναῖός τις ἱπποκόμος καὶ περὶ τὴν ὑπηρεσίαν ταύτην εὐφυῶς διακείμενος. κεκόμιστο γάρ ποθεν ἵππος τῷ βασιλεῖ Μιχαήλ, εἰς πᾶσαν μὲν ἀρετὴν ἵππῳ πρέπουσαν ἐπιτήδειος, σκληραύχην δὲ καὶ μὴ ῥᾳδίως ἀναβαινόμενος. τούτου εἰς θέαν ἥκων ὁ βασιλεὺς ἀναβῆναί τινι τοῦτον ἐπέτρεπε. πλειόνων δ' ἐπικεχειρηκότων, ἐκεῖνος ἐθρασύνετό τε καὶ ἐγαυρία καὶ τὸν ἀναβαίνοντα ἀπεσείετο. ἐχαλέπηνεν ἐπὶ τούτοις ὁ βασιλεὺς καὶ ὅτι μὴ ἔχοι ἱπποκόμον περιδέξιον ἤσχαλλε. παρὼν δὲ ὁ Θεοφιλίτζης ἔχειν εἶπεν αὐτὸς τοιοῦτον, καί "εἰ βούλει" φησί, "βασιλεῦ, παρίτω." καὶ ὃς ἐπέτρεψε· καὶ ὁ Βασίλειος μετεκέκλητο καὶ τοῦ χαλινοῦ τοῦ ἵππου λαβόμενος καὶ περιποππύσας καὶ καταψήσας αὐτὸν κούφως τε μετεωρίσας ἑαυτὸν ἐπιβέβηκε καὶ [412] παρακαλπάσας μικρόν, εἶτα καὶ ὅλον αὐτῷ τὸν ῥυτῆρα ἐνδέδωκέ τε καὶ ἐξιππάσατο. ἥσθη τούτοις ὁ βασιλεὺς καὶ τὸν Βασίλειον προσελάβετο καὶ τοῖς βασιλικοῖς ἱπποκόμοις συνέταξε καὶ προϊὼν καὶ πρωτοστράτορα τὸν ἄνδρα ἐτίμησεν (ἡ ἀξία δὲ τῶν ἐπισήμων καὶ τῶν ᾠκειωμένων τῷ βασιλεῖ)· καὶ ἐπεδίδου καθ' ἑκάστην ἡ περὶ τὸν Βασίλειον τοῦ βασιλέως διάθεσις, καὶ τοσοῦτον ὡς καὶ εἰς φθόνον κινῆσαι τὸν Καίσαρα.

   Ποτὲ δὲ τῆς τοῦ βασιλέως μητρὸς συνεστιωμένης τῷ βασιλεῖ ὁ πρωτοστράτωρ εἰσεκλήθη Βασίλειος τοῦτο τοῦ βασιλέως κελεύσαντος. καὶ ἡ βασίλισσα συνεχῶς αὐτῷ ἐνητένιζε καὶ ἑώρα τὸν ἄνδρα περιεργότερον, εἶτα καὶ ἀπεφοίβασε τοῦτον εἶναι τὸν ὀλετῆρα τοῦ γένους αὐτῆς, ἔκ τινων σημείων τοῦτο γνοῦσα, ὡς ἔλεγε, πάλαι αὐτῇ γνωρισθέντων ἐκ τοῦ οἰκείου ἀνδρός. ἀλλὰ τῷ Μιχαὴλ ταῦτα λῆρος ἐδόκει καὶ οὐδὲν ἀπῆγεν αὐτὸν τῆς εὐνοίας τῆς περὶ τὸν Βασίλειον, ἤδη δὲ καὶ παρακοιμώμενον αὐτὸν προεβάλετο. καὶ τοῦτο δὲ τῆς κατὰ τοῦ Βασιλείου βασκανίας ἐπίδοσις τῷ Καίσαρι γέγονε, καὶ ἐπεβούλευε τῷ ἀνδρὶ καὶ παρ' αὐτοῦ ἀντεπεβουλεύετο.

[413]    Ἐκστρατείας δὲ κατὰ τῶν τὴν Κρήτην ἐχόντων Ἀγαρηνῶν κηρυχθείσης τῷ Μιχαήλ, ὁ Καῖσαρ πρὸς τὸν τῆς θεοτόκου νεὼν τὸν τῶν Ὁδηγῶν κεκλημένον ἀπῆλθε, τῇ θεομήτορι συνταξόμενος· καὶ ἤδη τῷ θυσιαστηρίῳ αὐτοῦ προσεγγίσαντος ἐξ οὐδεμιᾶς ἐμφανοῦς αἰτίας ἡ χλαμὺς τῶν ὤμων αὐτοῦ ἐξωλίσθησεν. ὅπερ σημεῖον καὶ τῷ Καίσαρι καὶ τοῖς ἰδοῦσιν ἀπαίσιον ἔδοξε. πολλῶν δὲ τὸν βασιλέα κακιζόντων, ὅτι πᾶσαν ἐνέδωκε τὴν ἐξουσίαν τῷ Καίσαρι, ὥστε ἐκεῖνον ἅττα βούλεται πράττειν καὶ πολλὰ παρὰ τὸ δέον ποιεῖν, τῇ τῶν ὀνειδῶν ἐνδελεχείᾳ ἔδοξέ ποτε μικρὸν ἀνανῆψαι τοῦ βαθυτάτου κάρου ἐκεῖνος ὁ ἀβέλτερος ἄνθρωπος καί τινα τῶν ᾠκονομημένων τῷ Καίσαρι καὶ διωρθοῦτο καὶ ἀνεσκεύαζεν· ὃ τῷ Βάρδᾳ οὐκ ἦν ἀνεκτόν, ἀλλ' ἐπὶ τούτῳ καὶ ἐβαρυθύμει. ἐκστρατεύσαντος δὲ τοῦ βασιλέως, ὡς εἴρηται, καὶ ὁ καῖσαρ ἐκείνῳ συνεξεστράτευσε, [414] καὶ πυκνὰς κατ' αὐτοῦ τῷ Μιχαὴλ ὁ Βασίλειος καὶ οἱ περὶ ἐκεῖνον πεποίηντο τὰς διαβολάς, καὶ κεκύρωτο διὰ ταύτας ἡ κατ' ἐκείνου ἐπιβουλή. πολλὴν δὲ δύναμιν περιβεβλημένου τοῦ Καίσαρος, οἱ τὴν ἐπιβουλὴν ἀρτύοντες ἐδειλαίνοντο. πρωίας δέ ποτε τοῦ Βάρδα ἐκ τῆς οἰκείας σκηνῆς προελθόντος μετὰ λαμπρότητος καὶ δορυφορίας πολλῆς καὶ τῷ βασιλεῖ προσελθόντος, συγκαθίσαντός τε καὶ συνομιλοῦντος αὐτῷ, ὁ Βασίλειος ὄπισθεν αὐτοῦ ἑστηκὼς τὴν χεῖρα ἐπέσειεν, ἀπειλῶν ὥσπερ τῷ Καίσαρι. ὁ δὲ κατά τινα χρείαν ἑτέραν ἀθρόον ἐπιστραφεὶς καὶ ἰδὼν τὴν χεῖρα τοῦ Βασιλείου καὶ συνεὶς τὸ δηλούμενον, τοῖς ποσὶ τοῦ βασιλέως ἐπέρριψεν ἑαυτόν. ὤκνουν δ' οἱ κατ' αὐτοῦ συνομοσάμενοι τὴν ἐγχείρησιν, μέχρις αὐτὸς ὁ Βασίλειος πρῶτος αὐτῷ τὸ ξίφος ἐπήνεγκεν. οὕτω γὰρ καὶ οἱ ἄλλοι ἀναθαρσήσαντες μεληδὸν τὸν Βάρδαν περιστάντες συνέκοψαν, καὶ τῷ μὲν τοιοῦτον τὸ τέλος τῆς βιοτῆς συνεκύρησεν.

   Ὁ δέ γε βασιλεὺς τῆς ἐκστρατείας ἀφέμενος εἰς τὸ Βυζάντιον ἐπανέζευξε καὶ ζεύγνυσι τῷ Βασιλείῳ Εὐδοκίαν τὴν θυγατέρα τοῦ Ἴγκηρος, ἥτις αὐτῷ τῷ κρατοῦντι πρῴην ἐπαλλακεύετο· [415] εἶτα καὶ βασιλέα τοῦτον ἀνεῖπεν αὐτὸς ἐν τῇ μεγάλῃ παραγενόμενος ἐκκλησίᾳ καὶ διὰ τοῦ πατριάρχου Φωτίου περιθεὶς αὐτῷ τὸ διάδημα. τίκτεται δὲ τῷ Βασιλείῳ ἐκ τῆς Εὐδοκίας παιδίον ἄρρεν ὁ Λέων, ὃ τοῦ Μιχαὴλ μᾶλλον εἶναι ἐλέγετο, ὡς ἐγκύου τῆς Εὐδοκίας οὔσης ὅτε τῷ Βασιλείῳ συνῴκιστο.

   Ἱππηλασίαις δὲ καὶ συμποσίοις ἀεὶ σχολάζων ὁ Μιχαὴλ καὶ συνεχῶς μεθυσκόμενος καὶ τῶν φρενῶν ἐξιστάμενος, ἃς οὐδὲ νήφων ἔρρωτο, εἰς φόνον ἑαυτοῦ τὸν Βασίλειον ἐξηρέθισεν. ἐκ γὰρ ἵππων ἀγῶνος ἐν τῷ ἁγίῳ Μάμαντι τελεσθέντος, ἐν ᾧ αὐτὸς ἡνιόχησε καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ νενίκηκεν, ἐπὶ δεῖπνον ἀνακλιθέντος συνανεκλίνετο καὶ ὁ Βασίλειος καὶ ἡ Εὐδοκία. Βασιλικῖνος δέ τις τῆς βασιλείου τριήρους πρῴην ἐρέτης ὤν, διὰ δὲ σώματος ὡραιότητα προσληφθεὶς παρὰ τοῦ κρατοῦντος καὶ τούτῳ οἰκειωθείς, παρεστὼς τότε δειπνοῦντι τῷ βασιλεῖ ἐξεθείαζεν αὐτόν, ὡς εὐφυῶς ἄγαν καὶ ἐντέχνως ἡνιοχήσαντα. ὁ δέ (ἤδη γὰρ ἠκρατίσατο καὶ τὸν νοῦν ἐκτεθόλωτο) [416] ἡσθεὶς τοῖς ἐπαίνοις ἐδίδου αὐτῷ τὰ φοινικόχροα πέδιλα καὶ προσέταττεν ὑποδήσασθαι καὶ βασιλέα ἀνεῖπε. τοῦ δὲ εὐλαβουμένου καὶ πρὸς τὸν Βασίλειον ἐνορῶντος, ὁ βασιλεὺς ἐχαλέπαινεν. ὁ δὲ Βασίλειος ἐνένευσεν αὐτῷ πεισθῆναι καὶ ὑποδήσασθαι· καὶ ὃς λαβὼν ὑπεδήσατο. ὁ δὲ βασιλεὺς τῷ Βασιλείῳ ἔφη χολούμενος "τούτῳ μᾶλλον ἢ σοὶ τὰ τῆς βασιλείας παράσημα ἐπεοίκασιν. ἢ οὐκ ἔξεστί μοι, ὡς σὲ βασιλέα πεποίηκα, ποιῆσαι καὶ ἕτερον;" ἐντεῦθεν δεδοικὼς ὁ Βασίλειος καὶ περὶ τῇ βασιλείᾳ καὶ τῇ ζωῇ δρᾶσαι πρὸ τοῦ παθεῖν ἐμελέτησεν, ἑτέροις τε τὸ μελέτημα κοινωσάμενος, ἐπεὶ αὖθις ἐν δείπνῳ ἀκρατοποσίαις χρησάμενος ὁ Μιχαὴλ ἤδη κεκάρωτο καὶ ἑαυτοῦ κοιτῶνι ἐν τοῖς κατὰ τὸν ἅγιον Μάμαντα βασιλείοις χειραγωγούμενος ἀνεκέκλιτο καὶ ὕπνῳ βαθυτάτῳ κατείληπτο, πρῶτον μὲν ἐξιὼν ὁ Βασίλειος τὰ κλεῖθρα τοῦ βασιλικοῦ κοιτῶνος κατέαξεν, ἵνα μὴ κλεῖσαι τὰς θύρας οἱ περὶ τὸν κοιτῶνα στρεφόμενοι δύναιντο, εἶτα καὶ τοὺς συνωμότας παραλαβὼν ἄπεισι. τῶν δὲ προκοιτούντων ὀλίγων ὄντων καὶ κωλύειν ἐπιχειρούντων, [417] θόρυβος ἤρθη, καὶ διυπνίσθη ὁ βασιλεύς. εἰσελθόντος δέ τινος τῶν σὺν τῷ Βασιλείῳ καὶ τὸ ξίφος ἠρκότος κατὰ τοῦ Μιχαήλ, ἐκεῖνος τὰς χεῖρας ἦρε, καὶ ἄμφω ταύτας πλήξας ἀπέκοψε καὶ ὑπέστρεψε πρὸς τοὺς ἄλλους. ὁ δὲ μὴ φυγεῖν οἷός τε ὢν ἀκροσφαλῶς ἐκ τοῦ οἴνου βαίνων καὶ τῇ μέθῃ συμποδιζόμενος, ἔκειτο δεινῶς ἀπολοφυρόμενος, καί τις ἕτερος τῶν περὶ τὸν Βασίλειον ἔτι ζῶντα τοῦτον ἰδὼν εἰσεπήδησε καὶ κατὰ τῶν στέρνων αὐτοῦ τὸ ξίφος ὠθήσας ἐπὶ τὴν γαστέρα τοῦτο προήνεγκεν, ὡς ἐκπεσεῖν αὐτῆς καὶ τὰ ἔγκατα.

   Τῷ μὲν οὖν Μιχαὴλ οὕτως ἐπιλέλοιπε τὸ βιώσιμον ἀξίως τῆς αὐτοῦ βιοτῆς. ὁ δὲ Βασίλειος αὐτίκα εἰς τὰ βασίλεια παρεγένετο καὶ τούτων γενόμενος ἐγκρατὴς ἔπεμψε τῶν τοῦ κοιτῶνός τινα κηδεῦσαι τὸν Μιχαήλ. ὃς ἀπελθὼν εὗρε τὸν δείλαιον ἵππου ἐγκεκορδυλημένον σαγίσματι καὶ ἀπαγαγὼν αὐτὸν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως ἔθαψεν. ὃς σὺν τῇ μητρὶ μὲν ἐβασίλευσεν ἔτη δέκα καὶ τέσσαρα, ἓν δ' ἐπὶ δέκα ἦρξε μόνος αὐτός.

   Ἤδη δὲ τῆς βασιλείας δραξάμενος ὁ Βασίλειος καὶ παρὰ [418] πάντων αὐτοκράτωρ ἀναρρηθεὶς τοὺς βασιλικοὺς παρόντων τῶν τῆς συγκλήτου λογάδων ἀνέῳξε θησαυρούς, ἐν οἷς οὐδὲν ἕτερον εὕρητο ἢ μόνα χρυσίου κεντηνάρια τρία. βουλῆς οὖν προτεθείσης ἐψήφιστο παρὰ πάντων τοὺς ἐξ οὐδεμιᾶς χρήματα λαβόντας εὐλόγου λαβῆς ἀναδιδόναι ταῦτα ἢ τό γε δὴ μετριώτερον τὰ ἡμίση. καὶ ἀκολούθως τῇ ψήφῳ τὰ ἡμίση ἐπράττετο, καὶ οὐ μείω τριακοσίων ἐντεῦθεν κεντηναρίων τὸ ταμεῖον τὸ βασιλικὸν εἰσωδίασεν.

   Εἰς δὲ τὴν μεγάλην ἐκκλησίαν ἐν ἑορτῇ ἀπελθὼν ὁ Βασίλειος καὶ τῆς ἀναιμάκτου θυσίας μετασχεῖν βουληθεὶς ἐκωλύθη παρὰ τοῦ πατριάρχου Φωτίου, ἀνδροφόνον ἀποκαλοῦντος αὐτόν. ὀργισθεὶς οὖν διὰ τοῦτο σύνοδον συνήθροισε καὶ τὸν Φώτιον τῆς ἐκκλησίας ἐξώθησεν, ὡς τάχα παρανόμως τοῦ Ἰγνατίου κατασπασθέντος τοῦ θρόνου τοῦ ἀρχιερατικοῦ παρὰ Βάρδα τοῦ Καίσαρος, καὶ αὐτοῦ μὴ κανονικῶς ἐκείνου ζῶντος τοῦ θώκου τοῦ θείου ἐπιβατεύσαντος, Πάτροκλον τοῦτο πρόφασιν προβαλλόμενος. ἀνάγει οὖν πάλιν εἰς τὴν τῆς ἀρχιερωσύνης περιωπὴν τὸν θεῖον Ἰγνάτιον.

[419]    Ἄρτι δὲ τῶν σκήπτρων ἐπειλημμένου αὐτοῦ ἀνταίρουσιν αὐτῷ χεῖρα τῶν πατρικίων τινὲς Γεώργιος καὶ Συμβάτιος, οἳ καὶ ληφθέντες ταῖς εἰς σῶμα ποιναῖς ἐκολάσθησαν. ἔστεψε δὲ βασιλεῖς καὶ Κωνσταντῖνον καὶ Λέοντα τοὺς υἱοὺς αὐτοῦ, μετέπειτα δὲ καὶ τὸν τρίτον Ἀλέξανδρον. τὸν δὲ τέταρτον Στέφανον πατριάρχην βουλόμενος προχειρίσασθαι, νεώτατον ὄντα τότε, τῷ κλήρῳ τῆς τοῦ θεοῦ ἐκκλησίας καταριθμεῖ. τὰς δέ γε θυγατέρας αὐτοῦ τέσσαρας οὔσας τῇ βασιλικῇ μονῇ τῆς ἁγίας Εὐφημίας κατέταξε.

   Κατὰ δὲ τῶν ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν ἐκστρατεύσας ἡττήθη, καὶ πολλοὶ μὲν ἔπεσον, καὶ ἑάλω δ' ἂν καὶ αὐτός, εἰ μὴ ὁ Ἀβάστακτος Θεοφύλακτος ὁ πατὴρ τοῦ μετὰ ταῦτα βασιλεύσαντος τοῦ Ῥωμανοῦ τοῦ Λακαπηνοῦ αὐτὸν διεσώσατο. ἐπανελθὼν δὲ εἰς τὴν μεγαλόπολιν τὸν γαμβρὸν αὐτοῦ Χριστοφόρον κατὰ τῶν Ἀγαρηνῶν εἰς τὴν Κρήτην ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ τρεψάμενος τὸ θράσος σφῶν ἐταπείνωσεν. ἐξεστράτευσε δὲ καὶ κατὰ τῶν ἐν τῇ ἑῴᾳ μοίρᾳ Ἀγαρηνῶν ὁ [420] αὐτοκράτωρ Βασίλειος καὶ κατὰ τῶν Μανιχαίων ὧν ἐξῆρχεν ὁ Χρυσόχειρ καλούμενος, καὶ φρούριά τινα κατασχὼν καὶ λείαν ἐλάσας ἐπεχείρησε μὲν πολιορκῆσαι καὶ τὴν Τεφρικὴν τὴν αὐτῶν μητρόπολιν, γνοὺς δὲ ταύτην καὶ προσεδρείας δεομένην πολλῆς καὶ ἄλλως δυσάλωτον, ἄρας ἐκεῖθεν ἀπῄει· καὶ τὸν Εὐφράτην εὑρὼν πολὺν ῥέοντα, ζεύξας τοῦτον ναυσὶ διεπέρασε καὶ πολλὰ τῶν ἐκεῖ ληισάμενος καὶ φρούρια ἑλὼν ἕτερα καὶ τοῖς μὲν τῶν βαρβάρων σπεισάμενος, τοὺς δὲ προσκεχωρηκότας αὐτῷ δεξάμενος, εἰς τὴν τῶν πόλεων προκαθημένην ἐπανελήλυθε καὶ διὰ μέσης θριαμβεύσας τῆς πόλεως εἰς τὰ βασίλεια ἐπανῆκεν. ὁ δὲ τῶν Μανιχαίων προεστηκὼς ὁ Χρυσόχειρ κατὰ τῶν Ῥωμαϊκῶν ἐπῄει χωρῶν καὶ αὐτὰς ἐληίζετο. στέλλει τοίνυν ὁ βασιλεὺς κατ' αὐτοῦ τὸν δομέστικον τῶν σχολῶν. ὅτι δὲ μὴ ἀξιόχρεων ἐπήγετο δύναμιν, κατὰ συστάδην αὐτῷ συμβαλεῖν οὐκ ἔκρινε δεῖν. ὅπῃ δὲ παρείκοι, τοῖς αὐτοῦ συμπλεκόμενος σκιδναμένοις καὶ ποιουμένοις καταδρομὰς ἐκάκου αὐτοὺς καὶ οὐκ ἀδεῶς εἴα ποιεῖσθαι τὰς ἐκδρομὰς καὶ τὰς λεηλασίας. διὸ καὶ ἣν ἤδη ἴσχυσε λαβεῖν λείαν ὁ Χρυσόχειρ [421] ἐπαγόμενος οἴκαδε ἐπανέστρεφεν. ὁ δὲ δομέστικος τῶν σχολῶν δύο στρατηγοῖς ἐνετείλατο παρέπεσθαί οἱ μετὰ τῶν περὶ αὐτοὺς ταγμάτων καὶ μὴ ἐᾶν τοὺς βαρβάρους σκίδνασθαι καὶ λεηλατεῖν. ἑσπέρας δὲ τοῦ μὲν Χρυσόχειρος καὶ τῶν περὶ αὐτὸν αὐλισαμένων ἐν ὑπωρείᾳ, τῶν δὲ Ῥωμαίων τὰ μετέωρα προκατειληφότων, ἔρις ἐνέπεσε περὶ πρωτείων καὶ τοῦ τίνες ἂν εἶεν ἀγαθοὶ μᾶλλον τὴν ἰσχὺν τοῖς ἀμφοῖν τῶν στρατηγῶν στρατιώταις. ὡς δ' ἕκαστοι ἑαυτοὺς κρειττονεύειν τῶν ἄλλων ἐμεγαλαύχουν, εἷς τις λῦσαι τὴν ἔριν σφίσι βουλόμενος "ἵνα τί μάτην" φησί "συστρατιῶται θρασυνόμεθα, ἐνὸν μὴ λόγοις, ἀλλ' ἔργοις ἄρτι φανῆναι τίνες ἄνδρες εἰσὶν ἀγαθοὶ τῶν πολεμίων παρόντων;" ἔδοξεν οὖν ἡ βουλὴ τοῦ ἀνδρὸς ἀγαθὴ καὶ αὐτίκα τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ τῷ αἰφνιδίῳ καταπλαγέντες νῶτα τοῖς βάλλουσιν ἔτρεψαν, καὶ τῆς διώξεως ἐπὶ πολὺ γενομένης κατεστρώθη τὸ μεταξὺ πεδίον νεκροῖς, καὶ αὐτὸς δὲ ὁ Χρυσόχειρ ἔπεσε τότε, καὶ πολλοὶ δ' ἐζωγρήθησαν καὶ τῷ βασιλεῖ ἐστάλησαν δέσμιοι, καὶ αὐτὴ δ' ἡ κεφαλὴ τοῦ Χρυσόχειρος.

   Ἰγνατίου δὲ τοῦ πατριάρχου μεταστάντος εἰς τὰς ἐκεῖθεν [422] μονάς, ὃς ἕνδεκα ἔτη τὰ πάντα τοὺς τῆς ἐκκλησίας ἴθυνεν οἴακας, ὁ Φώτιος τὸ δεύτερον παρὰ τοῦ Βασιλείου εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον ἀνάγεται. ἐπιβουλὴ δὲ συσκευαζομένη κατὰ τοῦ βασιλέως οὐκ ἔλαθεν. ὅθεν ὁ μὲν ἐξάρχων αὐτῆς Ῥωμανὸς ὁ Κουρκούας ἐξεκόπη τὰ ὄμματα, οἱ δὲ τούτῳ συνομοσάμενοι αἰκισθέντες καὶ καρέντες τὴν τρίχωσιν ὑπερορίαν κατεδικάσθησαν.

   Ἤδη δὲ τοῦ ἔαρος ἀναλάμποντος ἐκστρατεύει κατὰ τῆς Συρίας τὸν ἕνα τῶν υἱῶν τὸν Κωνσταντῖνον ἔχων μεθ' ἑαυτοῦ καὶ εἷλε τῶν φρουρίων τινά, ἔνιοι δὲ προσεχώρησαν αὐτῷ διὰ τὴν τῶν ἄλλων ἅλωσιν δειλιάσαντες. εἶτα τῇ Γερμανικείᾳ προσβάλλει καὶ τὰ προάστεια δῃώσας αὐτῆς ἀφίκετο πρὸς πόλιν τὴν Ἄδαταν καὶ ταύτην ἐπολιόρκει. ὀλιγώρως δὲ πρὸς τὴν πολιορκίαν διακειμένων τῶν πολιτῶν αὐτῆς ἤρετο αὐτοὺς ὁ Βασίλειος ὅτῳ πεποιθότες οὐ προσέρχονταί οἱ, ἤδη τῆς πόλεως ἁλισκομένης. καί τις τῶν χρόνῳ προβεβηκότων φησὶν ἀκριβῶς εἰδέναι ὡς "οὐχ ὑπὸ σοῦ πέπρωται τὴν πόλιν ἁλῶναι νυνί, [423] ἀλλ' ὑφ' ἑτέρου τῶν ἐξ ὀσφύος καταγομένων τῆς σῆς Κωνσταντίνου τὴν κλῆσιν." τοῦ δὲ βασιλέως τὸν υἱὸν ἐπιδείξαντος καί "οὗτος ὁ Κωνσταντῖνός ἐστι" φήσαντος, ὁ γηραιὸς ἐκεῖνος "οὐχ οὗτος" εἶπεν "ὁ Κωνσταντῖνός ἐστιν, ὑφ' οὗ ἡμῶν ἡ πόλις ἁλώσεται, ἕτερος δέ τις τῶν ἀπογόνων τῶν σῶν." μηνίσας οὖν ἐπὶ τοῖς τοῦ πρεσβύτου προμαντεύμασιν ὁ Βασίλειος κραταιότερον τῇ πολιορκίᾳ ἐπέθετο. ἐπεὶ δὲ οὐδὲν ἤνυε, καὶ ψῦχος δὲ γεγονὸς ἐλύπει σφόδρα τὸ στράτευμα, τὴν πολιορκίαν λιπὼν ἐπανόδου ἐμέμνητο, τοὺς αἰχμαλώτους ἀναιρεθῆναι προστάξας, ἵνα μὴ φυλακῆς δέωνται ἤ τι νεωτερίσωσιν ἀδείας λαβόμενοι.

   Οἱ δ' ἐκ Ταρσοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ τὰς Ῥωμαϊκὰς κατέτρεχον χώρας, οἷς ἀντεπιὼν ὁ στρατηλάτης Ἀνδρέας τὰς ὁρμὰς αὐτῶν ἀνέκοπτεν. ἐπιστείλαντος δὲ αὐτῷ τοῦ ἀμηρᾶ τῆς Ταρσοῦ ὡς "οὐδέν σε ὁ τῆς Μαρίας υἱὸς ὀνήσει κατὰ σοῦ ἐπιόντος μου," ἐκεῖνος τὴν βλάσφημον ἐπιστολὴν εἰκόνος τῆς θεομήτορος ἐξηρτήσατο, "ἀνταπόδος τῷ ἀλαζόνι" λέγων "ὦ δέσποινα, τοῦ φρυάγματος τὰ ἐπίχειρα." καὶ ταῦτα εἰπὼν ἐχώρει [424] κατὰ τοῦ βλασφημήσαντος, καὶ μάχης κροτηθείσης τρέπονται οἱ πολέμιοι, καὶ γίνεται τούτων φόνος πολύς, καὶ αὐτὸς δὲ ὁ ἀμηρᾶς ἀποσφάττεται, μετρίων διαφυγόντων τινῶν. φθονηθεὶς δὲ ὁ στρατηλάτης διεβέβλητο ὡς δυνάμενος καὶ τὴν Ταρσὸν ἐξελεῖν οὐκ ἠθέλησε. διὸ ἀφαιρεῖται μὲν τὴν ἀρχὴν ὁ βασιλεὺς ἀπ' αὐτοῦ, δίδωσι δὲ ταύτην τῷ Στυππειώτῃ ἐπαγγελλομένῳ καὶ τὴν Ταρσὸν ἐκπορθῆσαι καὶ ἄλλα πλείω κατωρθωκέναι νεανιευομένῳ· ὃς οὐ μόνον ὧν ηὔχει οὐδὲν κατωρθώκει, ἀλλὰ καὶ δυστυχήματι περιπέπτωκεν ἐξ ἀμελείας καὶ ἀπερισκέπτου σκηνώσεως. γνόντες γὰρ οἱ βάρβαροι τὸ ἐκείνου στρατόπεδον ἀφυλάκτως ἔχον, νυκτὸς αὐτῷ ἐπιτίθενται καὶ ἀναιροῦσι πολλούς, οἱ πλείους δ' ὑπ' ἀλλήλων συμπατούμενοι διεφθείροντο· καὶ οὕτως ὑπερέσχον οἱ ἐκ τῆς Ἄγαρ. ἀλλὰ τὰ μὲν ἑῷα τοῦτον ἔσχε τὸν τρόπον, χειρόνως δὲ διέκειντο τὰ ἑσπέρια.

   Ἥ τε γὰρ τοῖς Ῥωμαίων βασιλεῦσιν ὑπήκοος Ἰταλία καὶ τὰ πλεῖστα τῆς Σικελίας ὑπόφορα τοῖς Καρχηδονίοις ἐπὶ τῆς βασιλείας τοῦ Μιχαὴλ γεγόνασιν, ἀλλὰ μὴν καὶ ἄλλα τῶν ἐθνῶν [425] πλείονα. στόλον γὰρ ἐξαρτύσαντες οἱ ἐκ Καρχηδόνος Ἀγαρηνοὶ πολλὰ μὲν εἷλον πολίσματα, τέλος δ' ἐπολιόρκουν καὶ τὸ Ῥαούσιον. στέλλουσιν οὖν οἱ Ῥαούσιοι πρεσβείαν πρὸς τὸν βασιλέα Βασίλειον, ἐπικουρίαν παρ' αὐτοῦ ἐξαιτούμενοι· καὶ ὃς ἑκατὸν αὐτοῖς πολεμιστηρίους νῆας ἐκπέπομφεν, ἃς ἐπιέναι σφίσι μαθόντες οἱ πολιορκοῦντες Ἀγαρηνοὶ λύσαντες τὴν πολιορκίαν τοῦ Ῥαουσίου τῇ Λογγιβαρδίᾳ προσέβαλον· καὶ τὸ ἄστυ τῆς Βάρεως εἷλον καὶ οὕτω κεχρημένοι ὁρμητηρίῳ πάσης τῆς Λογγιβαρδίας ἐκράτησαν. γνόντα δὲ καὶ τὰ λοιπὰ ἔθνη τὰ παρὰ τῶν Ἀγαρηνῶν τούτων, ὡς εἴρηται, πιεζόμενα τὸ γεγονὸς κατὰ τὸ Ῥαούσιον, καὶ ὅτι τὴν ἐκ βασιλέως συμμαχίαν δείσαντες οἱ πολέμιοι τῆς πολιορκίας ἀπέστησαν, πρεσβεύουσι καὶ αὐτοὶ συμμαχίαν αἰτοῦντες καὶ ἑαυτοὺς τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑποτιθέμενοι. καὶ ὁ βασιλεὺς τὴν πρεσβείαν προσήκατο καὶ ἐπεκούρησε [426] τοῖς αἰτήσασι διά τε τοῦ προειρημένου στόλου καὶ διὰ τοῦ τῶν Φράγγων ῥηγός. ἐπέστειλε γὰρ ἐκείνῳ συλλαβέσθαι τοῦ κατὰ τῶν Ἀγαρηνῶν πολέμου τῷ τῶν Ῥωμαίων στρατεύματι· ὑφ' ὧν ἡ τῶν Ἀγαρηνῶν κατεπολεμήθη στρατιὰ καὶ ὁ ἀρχηγὸς αὐτῶν ἑάλω σουλδάνος καλούμενος, ὃν ὁ ῥὴξ τῶν Φράγγων ἐν Καπύῃ ἀπήγαγεν. ὅπου δύο διατρίψας ἐνιαυτοὺς οὐκ ὤφθη παρά του μειδιάσας οὐδέποτε, ὥστε τὸν ῥῆγα θαυμάζειν καὶ εἴ τις ἀπαγγείλῃ αὐτῷ γελῶντα τὸν βάρβαρον, δώσειν τι ἐπαγγέλλεσθαι τῆς ἀγγελίας μισθόν. εἶπεν οὖν τίς ποτε ἰδεῖν τὸν σουλδάνον γελάσαντα. καλέσας οὖν τὸν βάρβαρον ὁ ῥὴξ τὴν αἰτίαν τοῦ γέλωτος ἤρετο. ὁ δὲ τροχὸν εἶπεν ἁμάξης ὁρᾶν, οὗ τὸ μὲν πρόσγειον ἦν, τὸ δ' ἦρτο μετέωρον, εἶτα τὸ μὲν μετέωρον κατῆκτο πρὸς γῆν, τὸ δὲ πρόσγειον μετεώριστο. "οὕτω δ' εἰκάσας καὶ τὰ ἀνθρώπινα πράγματα κινεῖσθαι καὶ μεταφέρεσθαι ἐξεγέλασα, λογισάμενος ὡς οὐκ ἀδύνατον οὕτω διατεθῆναι καὶ τὰ κατ' ἐμαυτόν, καὶ ὥσπερ ἐξ ὕψους κατηνέχθην εἰς ταπεινότητα, οὕτως αὖθις ἴσως ἐκ χθαμαλότητος εἰς ὕψος ἐπαρθῆναι καὶ γενέσθαι μετάρσιος." ταῦτα μὲν εἶπεν ἐκεῖνος. ὁ δὲ ῥὴξ καὶ τὴν τῶν λόγων ἀλήθειαν εἰς νοῦν εἰληφὼς [427] καὶ τὸν σουλδάνον τῆς μεταβολῆς κατοικτείρας ᾠκειώσατό τε αὐτὸν καὶ παρρησίας μετέδωκε, καὶ συνετὸν τὸν ἄνδρα οἰόμενος ἐκοινώνει καὶ βουλευμάτων αὐτῷ. ὁ δὲ περίεργος ὢν δόλῳ τὸν ῥῆγα μετέρχεται. ὁ μὲν γὰρ ῥὴξ τήν τε Καπύην καὶ τὸν Βενεβενδὸν τὰς πόλεις νέον κτησάμενος, ἐδεδοίκει περὶ αὐταῖς μήποτε τῆς ἐλευθερίας ἀντιποιήσωνται. ὁ δὲ βάρβαρος ἐκεῖνος τοῦτ' ἐγνωκὼς πρόσεισι τῷ ῥηγὶ καί φησιν "εἰ βούλει σοι τὴν τῶν πόλεων τούτων ἀρχὴν βεβαίαν προσεῖναι, τοὺς λογιμωτέρους τῶν ἐν αὐταῖς μετάγαγε ἀλλαχοῦ, καὶ οὐκέτι τὸ πλῆθος καθ' ἑαυτὸ γεγονὸς οὐδὲν φρονήσει νεώτερον." συνοίσουσαν οὖν τὴν συμβουλὴν ὁ ῥὴξ οἰηθεὶς ἔθετο τῷ σκοπῷ, καὶ ἀσυμφανῶς δεσμὰ ἐχαλκεύοντο. εἶτα καὶ τοῖς ἐξόχοις τῶν ἐν ταῖς πόλεσιν ὡμίλει ὁ πονηρὸς ἐκεῖνος ἀνὴρ καὶ ὥσπερ φιλικώτερον προσεφέρετο καὶ ἐν ἀπορρήτοις λέγει αὐτοῖς ὡς "ὁ ῥὴξ βούλεται τοὺς ἀξιολογωτέρους τῶν πολιτῶν ὑπὸ δεσμοῖς ποιησάμενος εἰς τὴν ἑαυτοῦ χώραν μεταγαγεῖν, καὶ πίστεις," [428] ἔφη, "τῶν λόγων τὸ τὰς σιδηρέας ἁλύσεις χαλκεύειν καὶ χειροπέδας καὶ ἄλλα δεσμά." τοῦτο τοίνυν ἐκεῖνοι ἀληθὲς εὑρηκότες, εὐνοεῖν αὐτοῖς αὐτὸν ὑπειλήφασι, καὶ ἐξελθόντι πρὸς κυνηγέσιον τῷ ῥηγὶ τὰς πύλας τῶν πόλεων ἐπεζύγωσαν καὶ οὐκέτι τοῦτον ἐντὸς εἰσεδέξαντο. καὶ ὁ μὲν ἀπῆλθε πρὸς ἑαυτόν, ὁ δὲ σουλδάνος παρὰ τῶν πολιτῶν ἐκείνων ἀντιμισθίαν εὕρατο τὴν ἐλευθερίαν. ἀπελθὼν οὖν καὶ τὴν πρότερον ἀρχὴν αὖθις κατακτησάμενος, ἐκστρατεύει κατὰ τῶν εἰρημένων πόλεων τῆς τε Καπύης καὶ τῆς Βενεβενδοῦ. οἱ δὲ τῇ πολιορκίᾳ πιεζόμενοι στέλλουσι πρὸς τὸν ῥῆγα, συγγνωμονῆσαι σφίσι καὶ συμμαχῆσαι θερμῶς ἐξαιτούμενοι. ὡς δ' ἐκεῖνος τὴν πρεσβείαν οὐ προσήκατο, ἐπιχαίρειν εἰπὼν τῇ ἀπωλείᾳ αὐτῶν, πρὸς τὸν βασιλέα Βασίλειον ἑτέραν πρεσβείαν ἐστάλκασι, παρακαλοῦντες ἐπαρῆξαι αὐτοῖς κινδυνεύουσι. καὶ ὃς ὑπέσχετο, καὶ ὁ πρεσβευτὴς ἐπανῄει, θαρρεῖν παρεγγυήσων τοῖς συμπολίταις αὐτοῦ. ἑάλω δ' ὑπὸ τῶν πολεμίων, καὶ μαθὼν ὁ σουλδάνος ὅπῃ τε ἦν καὶ οἷα κομίζει τοῖς ἀστοῖς εὐαγγέλια, φησὶ πρὸς αὐτόν "εἰ ζῆν ἐθέλεις, ἀπαγορεῦσαι τὸν βασιλέα τὴν συμμαχίαν τοῖς πέμψασί σε ἀπάγγειλον ἐκ τοῦ τείχους προκύπτουσιν· εἰ γὰρ μὴ οὕτω [429] ποιήσεις, ἴσθι αὐτίκα δὴ τεθνηξόμενος. ὁ δὲ συνέθετο ποιήσειν ὡς ἐνετέλλετο· καὶ στὰς πρὸ τοῦ τείχους δέσμιος κατεχόμενος ἔφη καὶ τὴν πρεσβείαν ἀνύσαι καὶ ἥξειν ὅσον ἤδη ἐκ βασιλέως βοήθειαν· καὶ ὁ μὲν ταῦτα λέγων τοῖς ξίφεσι κατετέτμητο. ὁ δὲ σουλδάνος τὴν τῆς πόλεως ἀπελπίσας ἅλωσιν ὑπεχώρησε.

   Καὶ ὁ τῆς Ταρσοῦ δὲ ἀμηρᾶς Ἐσμὰν μετὰ πλοίων μεγάλων, ἃ κουμπάρια τοῖς ἐκ τῆς Ἄγαρ ὠνόμασται, τῇ πόλει τοῦ Εὐρίπου προσέβαλεν· ἤνυσε δὲ οὐδέν, ἀλλ' αὐτός τε ἀπώλετο καιρίως πληγεὶς καὶ τὸ πλέον τῆς στρατιᾶς αὐτοῦ. ἀλλὰ μέντοι καὶ ὁ τῆς Κρήτης κρατῶν Σαὴτ ὁ Ἀπόχαψ ἕτερον στόλον ἑτοιμασάμενος Φώτιόν τινα δραστήριον ἄνδρα τούτῳ ἐπέστησεν, ὃς τά τε παράλια τοῦ Αἰγαίου καὶ τὰς νήσους ἐκάκου. ᾧ συναντήσας ὁ τῶν Ῥωμαίων στόλος, οὗ ναύαρχος ἦν ὁ τῶν πλωίμων δρουγγάριος ὁ πατρίκιος Νικήτας ὁ Ὠορύφας, πολλὰς μὲν τῶν πολεμίων νηῶν τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσε καὶ τοὺς ταύταις [430] ἐμπλέοντας, πολλοὺς δὲ μαχαίρας ἔθετο ἔργον καὶ πλείους ὑποβρυχίους ἐποίησεν. ὅσοι δὲ τὸν πολυειδῆ τοῦτον ἔφυγον κίνδυνον, αἰσχρῶς ἀποδράντες ἐσώθησαν. οὐκ ἠγάπων μέντοι σωζόμενοι· πειρατικὰς δὲ νῆας ἑτοιμασάμενοι τὴν Πελοπόννησον καὶ τὰς ἐκεῖ κατέτρεχον νήσους. ἀλλ' αὖθις αὐτοῖς ὁ ῥηθεὶς τοῦ στόλου δρουγγάριος ἔπεισι· τῷ γὰρ λιμένι προσορμίσας τῶν Κεγχρεῶν καὶ τὰ πολέμια πλοῖα περὶ Μεθώνην καὶ Πύλον καὶ Πάτρας ἐμφιλοχωρεῖν ἐγνωκώς, διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ ταχέως διαγαγὼν τὰς τριήρεις ἐν τῇ ξηρᾷ ἐπιτίθεται τοῖς πολεμίοις ἀνωιστί· καὶ τῷ ἀνελπίστῳ ἐκπεπληγμένων αὐτῶν τὰς μὲν τῶν λῃστρικῶν νηῶν ἐπυρπόλησε, τὰς δὲ καὶ αὐτάνδρους κατέδυσε, καὶ αὐτοῦ τῶν πολεμίων ἐξηγουμένου Φωτίου ἀναιρεθέντος. οὕτω μὲν οὖν καὶ ὁ τῶν Κρητῶν ἀπώλετο στόλος.

   Ἐξ Ἀφρικῆς δ' ἕτεραι νῆες αὖθις ἑξήκοντα παμμεγέθεις ἐξώρμησαν καὶ τῇ ὑπὸ Ῥωμαίους καὶ αὐταὶ ἐλυμαίνοντο καὶ μέχρι Κεφαληνίας καὶ Ζακύνθου προήλθοσαν. στέλλεται τοίνυν [431] ναυτικὸν κατ' αὐτῶν, ναυαρχοῦντα τὸν Νάσαρ ἔχον. πολλῶν δ' ἐκ τῶν περὶ τὴν εἰρεσίαν πονούντων ἀποδρασάντων, αἱ τριήρεις ἦσαν ἡμίκενοι· διὸ καὶ ὁ ναύαρχος οὐκ ἔκρινε δεῖν οὕτω συμμίξαι τοῖς πολεμίοις, ἀλλ' ἀναφέρει τῷ βασιλεῖ τὸ συμβάν, καὶ οἱ λειποτάκται ζητηθέντες ταχὺ κατεσχέθησαν. ἵνα δὲ καὶ φόβον ἐμποιήσῃ τῷ ναυτικῷ καὶ μηδένα κολάσῃ χριστιανόν, τριάκοντα τῶν ἐν εἱρκταῖς φρουρουμένων Ἀγαρηνῶν ἐκβληθῆναι κελεύει νυκτός, καὶ περιχρῖσαι μὲν ἀσβόλῃ τὰς ὄψεις αὐτῶν, ὡς ἂν μὴ ἐπιγινώσκοιντο, εἶτα καὶ αἰκίσασθαι σφᾶς καὶ διὰ τῆς ἀγορᾶς περιαγαγεῖν ἀνασκολοπισθῆναί τε ἀπαχθέντας εἰς Πελοπόννησον. οὗ γενομένου οἱ τοῦ στόλου ναυτικοὶ ἐξεδειματώθησαν καὶ οὕτω τοῖς ἐναντίοις ἐπῆλθον νυκτὸς καὶ τρόπαιον ἤραντο, τῶν μὲν ἀπολομένων, τῶν δὲ ἑαλωκότων. εἶτα καὶ εἰς Σικελίαν διέβησαν καὶ τὰς ἐκεῖ πόλεις, ὅσαι τοῖς Καρχηδονίοις διέφερον, ἐκάκωσάν τε καὶ ἐξεπόρθησαν.

   Καὶ οἱ ἐκ μεσημβρίας δὲ Ἄραβες ἐσχολακέναι τὸν Ῥωμαϊκὸν μαθόντες στόλον, τὰ τῆς Φοινίκης καὶ τῆς Συρίας ναυσὶ [432] προσπλέοντες ἐκάκουν παράλια. ὁ γὰρ βασιλεύς, ὅτι Μιχαὴλ ἀνεῖλε τὸν πρὸ αὐτοῦ βασιλεύοντα, οἷον ἐξιλασκόμενος τὸν θεόν, πολλαχοῦ τῆς βασιλίδος τῶν πόλεων τῷ ἀρχιστρατήγῳ Μιχαὴλ ναοὺς ἐδείματο ἐκ καινῆς· καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀνακτόροις ἐδομήσατο τούτῳ πολυτελές τε καὶ πολυδάπανον τέμενος, ὃ καὶ Νέαν ἐκκλησίαν ἐκάλεσεν. ἐν τούτοις οὖν τοῖς δομήμασι τῶν πλωίμων ἀσχολουμένων, καὶ τῶν νώτων αὐτῶν οὐκ ἀφισταμένων ἀπὸ τῶν ἄρσεων, τῶν τε χειρῶν αὐτῶν ἐν τοῖς κοφίνοις δουλευουσῶν, ὁ στόλος ἐσχόλασε· διὸ καὶ οἱ Ἀγαρηνοὶ ἀδεῶς, ὡς εἴρηται, τὰ παράλια ἐληίζοντο καὶ οὐ μόνα ταῦτα ἐκάκουν, ἀλλὰ καὶ τὴν Συράκουσαν ἐξεπόρθησαν. ὁ δὲ βασιλεὺς ταῖς οἰκοδομαῖς τὸ ναυτικὸν τοῦ στόλου κατέτρυχε, καὶ τῷ προφήτῃ Ἠλιοὺ τῷ Θεσβίτῃ ναὸν ἀνεγείρας· ἐτίμα γὰρ τοῦτον διαφερόντως καὶ ᾤετο προσληφθήσεσθαί ποτε παρ' αὐτοῦ καὶ τῷ πυρίνῳ συνεπαρθήσεσθαι ἅρματι. ὅμως μέντοι τὴν ἅλωσιν καὶ κατασκαφὴν τῆς Συρακούσης μαθὼν ἔστειλε τοὺς ἀντικαταστησομένους τοῖς ἀλιτηρίοις Ἀγαρηνοῖς· ἀλλ' οὐδὲν ἤνυστο. εἶτα τὸν Φωκᾶν Νικηφόρον μετὰ δυνάμεως ἀξιομάχου [433] ἐκπέπομφεν, ἄνδρα γενναιότατον ὁμοῦ καὶ στρατηγικώτατον, ὃς καὶ πολλὰ κατὰ τῶν Ἄγαρ ἐκγόνων ἐστήσατο τρόπαια.

   Ὅτε δὲ τῷ Θεοφιλίτζῃ, ὡς εἴρηται, ἐξυπηρέτει οὗτος ὁ βασιλεύς, συγκατῆλθεν ἐκείνῳ εἰς Πελοπόννησον καὶ εἰς τὸν τοῦ ἁγίου ἀποστόλου Ἀνδρονίκου ναὸν εἰσῆλθε σὺν τῷ κυρίῳ αὐτοῦ. ἦν δ' ἐκεῖσε προσμένων μοναχός τις ἀντιποιούμενος ἀρετῆς, ὃς τοῦ μὲν Θεοφιλίτζη οὐδεμίαν φροντίδα πεποίητο, τὸν δὲ Βασίλειον θεασάμενος καὶ ἐξυπανέστη καὶ προσεκύνησε καὶ φιλοφρόνως ἐδεξιώσατο. γυνὴ δέ τις χήρα ἐν τῇ χώρᾳ ἐκείνῃ τυγχάνουσα καὶ τῶν ἐγχωρίων πρωτεύουσα πλούτῳ τε περιρρεομένη πολλῷ, συνήθης οὖσα τῷ μοναχῷ καὶ μαθοῦσα τὸ γεγονός, μετεπέμψατο τοῦτον καὶ ἤρετο πῶς τὸν μὲν Θεοφιλίτζην ἄρχοντα περιφανῆ καὶ τοῖς βασιλεῦσι κατὰ γένος προσήκοντα οὔτε προσρήσεως οὔτε δεξιώσεώς τινος κατηξίωσε, τῷ δ' ἐκείνῳ ὑπηρετοῦντι καὶ προσεφώνησε καὶ τιμῆς μετέδωκεν οὐκ ἀναλογούσης τῇ καταστάσει αὐτοῦ, ἀλλὰ καὶ λίαν ὑπερβαλλούσης αὐτήν. εἴκαζε γάρ, εἰδυῖα τὸν μοναχόν, μὴ ἀλόγως [434] ποιῆσαι τὸ γεγονός. ὁ δέ "τὸν μὲν Θεοφιλίτζην ἰδιώτην" εἶπεν "ἑώρων, βασιλέα δὲ τὸν Βασίλειον, καὶ διὰ τοῦτο καὶ ὡς βασιλέα τὸν ἄνδρα τετίμηκα. ἴσθι γὰρ ὡς πρὸς τοῦ θεοῦ βασιλεὺς ἐκεῖνος ἀφώρισται." ταῦτα ἀκούσασα ἡ γυνή, ἐπεὶ νοσήσας ἐκεῖ κατελείφθη ὁ Βασίλειος, ἀπάραντος ἐκεῖθεν τοῦ κυρίου αὐτοῦ, προσελάβετό τε αὐτὸν εἰς τὸν οἶκον αὐτῆς καὶ θεραπείας ἠξίωσε καὶ ἀναρρωσθέντα εἰσποιητὸν ἀδελφὸν τῷ υἱῷ αὐτῆς γενέσθαι πέπεικε καὶ χρήματα παρέσχεν· εἶτα καὶ τὴν βασιλείαν αὐτῷ προαγορεύει, καὶ ὅτε τεύξεται τῆς ἀρχῆς, μὴ ἐπιλαθέσθαι τοῦ παιδὸς αὐτῆς ἀξιοῖ μήτ' αὐτῆς, εἰ τοῖς ζῶσιν ἔτι συγκαταλέγοιτο. ὁ μὲν οὖν Βασίλειος ἐπὶ τούτοις ἀπῆλθεν. ἐκείνη δὲ βασιλεύσαντος ἄρτι πρὸς τὴν βασιλίδα τῶν πόλεων μετὰ τοῦ υἱοῦ παρεγένετο, δῶρα προσαγαγοῦσα πολυτελῆ καὶ πολλά· ἣν ἐντίμως ὁ βασιλεὺς προσεδέξατο καὶ τὸν υἱὸν αὐτῆς, ὃν ἀδελφὸν ἐκ πνευματικῆς διαθέσεως, ὡς εἴρηται, ἔσχηκε, πρωτοσπαθάριον τετίμηκε.

   Σεισμῶν δὲ διαφόρων συμβάντων, ἐξ ὧν πολλοὶ ναοὶ διερράγησαν, ὁ βασιλεὺς αὖθις αὐτοὺς ἀνωρθώσατο· οὐ μὴν ἀλλὰ [435] καὶ τὴν δυτικὴν μεγάλην ἁψῖδα τῆς τοῦ θεοῦ λόγου Σοφίας ῥαγεῖσαν καὶ πεσεῖν τυγχάνουσαν προσδοκήσιμον μηχαναῖς τεχνιτῶν συνέσφιγξέ τε καὶ ἥδρασε.

   Καὶ τῶν Ἰουδαίων πολλοὺς δόσεσι χρημάτων καὶ ὑποσχέσεσι χριστιανοὺς γενέσθαι πέπεικε· καὶ τῷ ἔθνει τῶν Ῥῶς σπεισάμενος εἰς ἐπίγνωσιν ἐλθεῖν τοῦ καθ' ἡμᾶς μυστηρίου πεποίηκε. συνθεμένοις γὰρ βαπτισθῆναι ἀρχιερεὺς αὐτοῖς ἐστάλη παρὰ τοῦ αὐτοκράτορος. οἱ δὲ μεταθέσθαι μέλλοντες ἐκ τῆς οἰκείας θρησκείας εἰς τὴν καθ' ἡμᾶς ὤκνουν τε καὶ ἐδίσταζον καί "εἰ μή τι θαῦμα ἴδοιμεν" εἶπον πρὸς τὸν ἀρχιερέα "οἷα πολλὰ διδάσκεις αὐτὸς γενέσθαι πρὸς τοῦ Χριστοῦ, οὐκ ἄν ποτε δέξασθαι πεισθείημεν τὸ δόγμα τὸ σόν." καὶ ὅς "αἰτήσασθε" εἶπεν "ὃ βούλεσθε." κἀκεῖνοι "τὴν βίβλον" εἶπον "ἣ τὰ περὶ τοῦ Χριστοῦ διδάσκει, βλητέον εἰς πῦρ· καὶ εἰ διαμείνῃ ἀνάλωτος, πίστις ἔσται ταῦτα ἡμῖν ἀληθῶς εἶναι θεὸν τὸν παρὰ σοῦ κηρυττόμενον." συνέθετο ποιῆσαι τουτὶ ὁ ἐπίσκοπος· ἀνήφθη πυρκαϊά, ἦρε πρὸς οὐρανὸν ὁ ἀρχιερεὺς τὰς χεῖράς τε καὶ τὰ [436] ὄμματα· "δόξασόν σου" εἶπε "τὸ ὄνομα, Χριστὲ ὁ θεός." ἐνέθετο τῇ πυρκαϊᾷ τὸ ἱερὸν εὐαγγέλιον· τὸ δὲ χρονίσαν ἐν τῇ φλογὶ ἀδιαλώβητον ἔμεινεν. οἱ βάρβαροι ἐξεπλάγησαν, ἐπίστευσαν τῷ κηρύγματι καὶ τελεσθῆναι κατήπειγον τῷ θείῳ βαπτίσματι. ταῦτα μὲν οὖν ταύτῃ συμβέβηκεν.

   Ὁ δ' εἷς τῶν τοῦ βασιλέως υἱῶν ὁ Κωνσταντῖνος, ὃν καὶ μᾶλλον τῶν ἄλλων ἐφίλει, νοσήσας ἐξέλιπε· καὶ ὁ αὐτοκράτωρ βαρέως τὸν ἐκείνου ἤνεγκε θάνατον καὶ ἦν ἀπαράκλητος καὶ ἐζήτει ζῶντα τοῦτον ἐμφανισθῆναι αὐτῷ. ἦν δέ τις μοναχὸς Θεόδωρος, ᾧ Σανταβαρηνὸς τὸ ἐπώνυμον· οὗτος τῷ βασιλεῖ προσῳκείωτο εἰς ἄκρον ἐναρέτου βίου αὐτὸν ἐφθακέναι πιστεύοντι, ὡς ἐντεῦθεν καὶ σημεῖα ἐργάζεσθαι· οὗτος τοίνυν ὁ Σανταβαρηνός, ὃς καὶ τῆς μητροπόλεως Εὐχαΐτων ἐχρημάτισε πρόεδρος, λέγεται δεῖξαι τῷ βασιλεῖ τὸν τεθνηκότα υἱὸν αὐτοῦ ζῶντα δῆθεν. ἐν γὰρ λόχμῃ τινὶ φαντάσαι τὸν Κωνσταντῖνον ἔφιππον τῷ οἰκείῳ συναντῆσαι πατρί· ᾧ καὶ περιπλακῆναι δόξας ὁ βασιλεὺς καὶ καταφιλῆσαι, οὐκέτι τοῦτον ἑώρακε. καὶ ἄλλα δὲ τοιαῦτα ποιήσας ὁ Σανταβαρηνὸς καὶ τούτοις ἐκπλήξας τὸν [437] βασιλέα ὅλον εἰς ἑαυτὸν περιήγαγεν, ὡς πίστιν εἰς αὐτὸν κεκτῆσθαι καὶ κατὰ μηδὲν αὐτῷ ἀπιστεῖν. καὶ ὁ μὲν βασιλεὺς οὕτω διέκειτο πρὸς τὸν Σανταβαρηνόν. ὁ δὲ Λέων, ὁ δεύτερος τῶν τοῦ βασιλέως υἱῶν ἤδη νεανίας γενόμενος καὶ γυναικὶ συζυγεὶς τῇ θυγατρὶ τοῦ Μαρτινακίου καὶ ἀναρρηθεὶς βασιλεὺς παρὰ τοῦ πατρὸς αὐτοῦ, τῷ Σανταβαρηνῷ οὐκ ἠρέσκετο, ἀλλὰ φαρμακὸν ἀπεκάλει καὶ γόητα καὶ ἀπατῶντα τὸν αὐτοκράτορα. τούτοις ἐκεῖνος ὥς τισι κέντροις πληττόμενος εἰς ἄμυναν διανίσταται καὶ πλασάμενος εὔνοιαν πρὸς τὸν Λέοντα "νεανίαν ὄντα σε" λέγει "ὦ βασιλεῦ, καὶ τῷ πατρὶ συνθηρῶντα καὶ συνιππεύοντα δεῖ σε καὶ ἐγχειρίδιον ἐπιφέρεσθαι, ἵνα τούτῳ καὶ κατὰ θηρίου χρήσῃ ὁπότε δέοι καὶ τῷ πατρί σου ἴσως ὀρέξῃ κατὰ καιρὸν ἢ τυχὸν καὶ ἐπιβουλεύοντας ἀμυνῇ." ὁ δὲ μὴ φωράσας τὸν δόλον ξιφίδιον ἔνδον φέρειν τοῦ ὑποδήματος ἐπείσθη κατὰ τὴν συμβουλήν. τούτῳ τοίνυν τῷ ξιφιδίῳ ὁ Σανταβαρηνὸς κατὰ τοῦ Λέοντος χρᾶται εἰς ἄμυναν καὶ τῷ βασιλεῖ "ἐπιβουλεύει σοι" φησίν "ὁ υἱός σου, καὶ τούτου δεῖγμα τὸ φέρειν, ὅτε σοι συνθηρᾷ, κεκρυμμένον ξιφίδιον." ἐξῆλθεν [438] οὖν εἰς κυνηγέσιον ὁ Βασίλειος καὶ ὁ Λέων παρείπετο τῷ πατρί· εὑρέθη τὸ ἐγχειρίδιον κεκρυμμένον ὑπὸ τὸ πέδιλον, ἔδοξεν ἀληθεύειν ὁ κατειπών, ἀπολογούμενος ὁ κατηγορούμενος οὐ προσίετο· ἐξώργιστο κατὰ τοῦ υἱοῦ ὁ πατήρ, ἐγκλείει τοῦτον τῶν βασιλικῶν θαλάμων ἑνὶ καὶ τὰ τοῦ κράτους ἀφαιρεῖται παράσημα, ὡς δέ τινες ἱστοροῦσι, καὶ τὰ ὄμματα τῷ υἱῷ πηρῶσαι διεμελέτα, παρὰ τοῦ Σανταβαρηνοῦ πρὸς τοῦτο ἐρεθιζόμενος· καὶ ἔργον ἂν ἐγένετο τὸ μελέτημα, εἰ μὴ ὁ πατριάρχης καὶ τῆς συγκλήτου οἱ προὔχοντες πολλὰ δεηθέντες τοῦ βουλεύματος τὸν βασιλέα μετέστησαν. τέως δ' οὖν ἐπέμενεν ἡ ὀργή, καὶ ὁ Λέων ἔμφρουρος ἦν, καὶ χρόνος ἐτρίβη συχνός· συνευωχεῖτο δ' ὁ βασιλεὺς τῶν τῆς συγκλήτου τισί· τοῦτο δὲ κατὰ καιροὺς ὡρισμένους ἐκ συνηθείας ἐγένετο παλαιᾶς. ἦν δ' ἐν τῷ οἴκῳ, καθ' ὃν ἐγίνετο τὸ συμπόσιον, ζῷον ἐν κλωβῷ ᾐωρημένον τῶν μιμηλῶν, καλούμενον ψιττακός· τοῦτό τινος ὀδυρομένου καὶ ἀνακαλουμένου τὸν Λέοντα συνεχῶς ἀκοῦον ἐμιμήσατο τὴν φωνὴν καί "Λέων Λέων" ἐβόα πυκνά. τὰς γοῦν φωνὰς ταύτας τοῦ ὄρνιθος οἱ τῷ βασιλεῖ συνεστιώμενοι λαβὴν εὑρόντες [439] τῆς ὑπὲρ τοῦ Λέοντος παρακλήσεως ἀνέστησάν τε τοῦ συμποσίου καὶ δακρύων πλησθέντες "εἶτα" φασίν "οὐκ εἰς κατηγορίαν ἔσται ἡμῖν τὸ ζῷον τοῦτο, ὦ βασιλεῦ, ὅτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τῆς μετὰ τοῦ κράτους σου πανδαισίας ἐπαπολαύοντες ἀμνημονοῦμεν ἐκείνου, ἐπὶ χρόνον ἤδη καθειργμένου πολύν; ἄνες, δέσποτα, τὴν κατ' ἐκείνου ὀργὴν καὶ λῦσον αὐτῷ τὴν φρουρὰν καὶ πρόσβλεψον εὐμενὲς ἢ μᾶλλον πρόσιδε ὡς πατήρ." τούτοις ὁ βασιλεὺς ἐχάλασε τὴν κατὰ τοῦ υἱέος ὀργὴν καί οἱ ἐσπείσατο καὶ τὴν τιμὴν ἀπέδωκε τὴν βασίλειον.

   Εἰς θήραν δὲ ἀπελθὼν ἐλάφῳ ἐντυγχάνει τὸ μέγεθος ὑπερφυεῖ καὶ εἰς ὕψος ἠρμένα κέρατα φέροντι, καὶ τοῦτον ἐδίωκε καὶ πλησιάσας αὐτῷ ἦρε τὴν χεῖρα ξιφήρη πλῆξαι τὸ ζῷον βουλόμενος. τὸ δὲ τοῖς κέρασιν ἠμύνετο τὸν διώκοντα, καί τινος τῶν αὐτοῖς παραφυομένων ὄζων ἐμβληθέντος τῇ ζώνῃ τοῦ βασιλέως μετέωρος ἐκεῖνος ἐφέρετο, ᾐωρημένος τοῦ ζῴου τοῖς κέρασι· καὶ τάχα ἂν ἠνάλωτο, εἰ μή τις φθάσας καὶ ξίφει τεμὼν τὴν ζώνην αὐτὸν διεσώσατο. ᾧ καὶ σῶστρα καλὰ δέδωκεν ὁ ὑπ' ἐκείνου σωθεὶς τὴν τῆς κεφαλῆς ἐκτομήν, καὶ ἡ [440] σκῆψις ὡς εὐπρεπής· "ὅτι ξίφος" ἔφη, "ἐπὶ βασιλέα γυμνώσειε," μὴ λογισάμενος ὅτι ὑπὲρ βασιλέως ἦρκε τὸ ξίφος ὁ ἄνθρωπος καὶ ἀμοιβῆς μᾶλλον ἦν ἄξιος καὶ δωρημάτων βασιλικῶν. καὶ ὁ μὲν οὕτως ἀπώνατο τῆς ὑπὲρ τοῦ βασιλέως σπουδῆς. ὁ δὲ πληγεὶς καὶ τὸ σῶμα τῷ κέρατι καὶ περιδινηθεὶς τὰ σπλάγχνα ἐπεβίω μέν, ἀλλ' οὐκ εἰς μακρόν· ἀπεβίω δ' ἐντεῦθεν, συμβασιλεύσας μὲν τῷ Μιχαὴλ ἔτος ἕν, αὐταρχήσας δ' ἐννεακαίδεκα, τῷ υἱῷ Λέοντι τὴν βασιλείαν λιπών, ὄντι πρεσβυτέρῳ τῶν περιόντων υἱῶν.

   Αὐτοκράτωρ δὲ γεγονὼς ὁ Λέων αὐτίκα πρὸς ἄμυναν διανέστη τοῦ Σανταβαρηνοῦ. ὑποπτεύων δὲ ὡς ἀντιλήψεται τούτου ὁ πατριάρχης Φώτιος, φιλίως πρὸς αὐτὸν διακείμενος, αἰτίας πλάττει κατὰ τοῦ πατριάρχου καὶ ἐξωθεῖ τῆς ἐκκλησίας αὐτὸν καὶ ἐν τῇ τῶν Ἁρμονιανῶν περιορίζει μονῇ, πατριάρχην δὲ Στέφανον προεχειρίσατο, τὸν οἰκεῖον ὁμαίμονα· καὶ ὅτι μὴ ἦν Ἡρακλείας ἀρχιερεύς, ὑπὸ τοῦ πρωτοθρόνου κεχειροτόνητο. ἀχθῆναι δ' ἐξ Εὐχαΐτων ἐκέλευσε τὸν Σανταβαρηνόν· τῆς ἐκεῖ [441] γὰρ ἐκκλησίας προήδρευε. πέμψας δὲ εἰς τὴν ἐν Χρυσοπόλει μονὴν τοῦ Φιλιππικοῦ, ὅπου ὁ βασιλεὺς Μιχαὴλ ἐτέθαπτο, ἐξάγει τὸ σῶμα τούτου ἐκ τῆς σοροῦ καὶ μετὰ προπομπῆς πολλῆς καὶ βασιλείου τιμῆς εἰς τὸν τῶν ἁγίων ἀποστόλων ναὸν κατατίθησιν ἐν λάρνακι μαρμαρίνῃ, καὶ τῶν ἀδελφῶν αὐτοῦ παρόντων ἐπὶ τῇ προπομπῇ, τοῦ τε Ἀλεξάνδρου καὶ τοῦ πατριάρχου. τῇ δὲ τοῦ Ζαούτζη Στυλιανοῦ θυγατρὶ συμφθειρόμενος ἔτι ζώσης Θεοφανοῦς τῆς αὐτοῦ γαμετῆς τὸν πατέρα ταύτης μάγιστρον ἐτίμησε καὶ λογοθέτην τοῦ δρόμου, μετέπειτα μέντοι καὶ βασιλεοπάτορα, αὐτὸς τὸ ὄνομα εὑρών.

   Ἐξ ἐμπρησμοῦ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ πυρποληθέντος, ὁ βασιλεὺς οὗτος αὐτὸν ἀνεκαίνισεν. ἤδη δὲ καὶ ὁ Σανταβαρηνὸς ἤχθη καὶ εἰς τὰ ἐν ταῖς Πηγαῖς ἐφρουρεῖτο βασίλεια, ἔνθα πέμψας ὁ βασιλεὺς καὶ ἀφειδῶς αὐτὸν αἰκισάμενος ἐν Ἀθήναις ὑπερόριον ἔθετο. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ πέμψας ἐκεῖ ἐξέκοψε τὰ ὄμματα αὐτοῦ. μετὰ δὲ πλείους ἐνιαυτοὺς τῆς ὑπερορίας τε τὸν ἄνθρωπον ἐπανήγαγε καὶ προνοίας ἠξίωσεν.

[442]    Ὁ δὲ Λογγιβαρδίας δοὺξ Ἀγίων, τοῦ ῥηγὸς Φραγγίας τυγχάνων γαμβρός, ἐπεὶ τὸν θάνατον τοῦ Βασιλείου ἐπύθετο, τὰς πρὸς Ῥωμαίους συνθήκας ἠθέτησε καὶ τὴν χώραν ἅπασαν ᾠκειώσατο. διὸ τὸν ἐπὶ τῆς τραπέζης ἔπεμψεν ὁ βασιλεὺς κατ' αὐτοῦ μετὰ τῶν δυτικῶν ταγμάτων· ὃς συμμίξας αὐτῷ ἡττήθη καὶ πάντας σχεδὸν οὓς ἐπήγετο ἀπεβάλετο, μόλις αὐτὸς διαδράς. τοῦ δὲ πατριάρχου Στεφάνου ἐκλελοιπότος Ἀντώνιος προκεχείριστο πατριάρχης, ὃς Καυλέας ὠνόμαστο.

   Τῶν δὲ Βουλγάρων ἐνσπόνδων ὄντων καὶ ἐμπορίας ποιουμένων μετὰ Ῥωμαίων, οἱ τοῖς τελωνήμασιν ἐφεστῶτες ἄδικα αὐτοὺς εἰσέπραττον τέλη. τοῦτο τῷ αὐτῶν ἄρχοντι Συμεὼν λαβὰς ζητοῦντι τοῦ κατὰ Ῥωμαίων πόλεμον ἄρασθαι εἰς πρόφασιν ἤρκεσε. καὶ μέντοι καὶ ἤρατο· καὶ Ῥωμαϊκὸν αὐτῷ ἀνθοπλισάμενον στράτευμα ἥττητο, καὶ πολλοὶ μὲν ἔπεσον τῶν Ῥωμαίων καὶ ὁ στρατηλάτης αὐτός· πολλοὶ δ' ἑάλωσαν, ὧν τὰς ῥῖνας ὁ Συμεὼν ἐκτεμὼν ἐπανελθεῖν ἀφῆκε πρὸς τὸ Βυζάντιον. τούτοις περιαλγήσας ὁ βασιλεὺς δώροις τοὺς Τούρκους [443] ἔπεισε τοὺς περὶ τὸν Ἴστρον, οἳ καὶ Οὖγγροι καλοῦνται, τοῖς Βουλγάροις ἐπεξελθεῖν καὶ ὅση δύναμις κακῶσαι αὐτούς. καὶ αὐτὸς δὲ ὁ βασιλεὺς διά τε θαλάσσης καὶ διὰ γῆς ἡτοίμαστο ὅπλα κινῆσαι κατὰ τῶν Βουλγάρων, τῷ πατρικίῳ Νικηφόρῳ τῷ Φωκᾷ τὸν κατ' αὐτῶν ἀναθέμενος πόλεμον, δομέστικον τῶν σχολῶν αὐτὸν προβαλόμενος. πρὸ τοῦ πολέμου δὲ τὸν κοιαίστωρα στέλλει ὁ αὐτοκράτωρ πρὸς Συμεὼν περὶ εἰρήνης πρεσβεύσοντα. ὁ δὲ βάρβαρος δόλῳ τοῦτον ὑποτοπήσας ἐλθεῖν καθείργνυσι καὶ δεσμεῖ καὶ τῷ Φωκᾷ ἀντεμάχετο. ἐκείνου δὲ περὶ τοῦτον ἀσχολουμένου οἱ Οὖγγροι τὴν χώραν αὐτοῦ ἐληίσαντο. διὸ τὸν Φωκᾶν λιπὼν κατ' ἐκείνων ἐξώρμησε καὶ συμβαλὼν αὐτοῖς ἥττητο, πολλῶν μὲν σφαγέντων Βουλγάρων, πλειόνων δ' ἁλόντων, αὐτοῦ δὲ τοῦ Συμεὼν μόλις ἐν Δοροστόλῳ φυγόντος· τοῦτο δ' ἡ Δρίστρα ἐστί. τοὺς δ' αἰχμαλώτους Βουλγάρους ὁ βασιλεὺς παρὰ τῶν Οὔγγρων ἐπρίατο καὶ ὁ Συμεὼν περὶ εἰρήνης ἱκέτευε. καὶ πιστεύσας τοῖς λόγοις ἐκείνου ὁ βασιλεὺς τὸν Χοιροσφάκτην ἀπέστειλε σπονδὰς ποιησόμενον, [444] ὃν ὁ βάρβαρος κατέσχε τε καὶ ἐδέσμησεν. αὐτὸς δὲ τοῖς Τρύρκοις ἐπῆλθε καὶ ἐτρέψατό τε αὐτοὺς καὶ τῇ χώρᾳ σφῶν ἐλυμήνατο. εἶτα ἐπέστειλε τῷ Λέοντι μὴ ἄν ποτε σπείσασθαι, εἰ μὴ τοὺς αἰχμαλώτους Βουλγάρους λήψοιτο πρότερον· καὶ τούτους λαβὼν οὐκ ἐσπείσατο. ὁ γοῦν βασιλεὺς τοῖς τε τάγμασι τοῖς ἑῴοις καὶ τοῖς ἑσπερίοις ὁμοῦ συνελθοῦσι κατὰ τῶν Βουλγάρων ἐχρήσατο, ἀλλ' ἡττήθησαν ἅπαντα τῷ Συμεὼν προσβαλόντα. καὶ τὰ μὲν τῶν Βουλγάρων τοῦτον εἶχε τὸν τρόπον.

   Ὁ δὲ βασιλεὺς ἐν ἀγροῖς τισι τῇ τοῦ Ζαούτζη συνὼν θυγατρὶ τῇ Ζωῇ ἐπεβουλεύθη παρά τινων. αἰσθομένης δὲ τῆς Ζωῆς ἐκ θροῦ τὴν ἐπιβουλὴν καὶ διυπνισάσης τὸν βασιλέα κοιμώμενον, αὐτίκα ἐκεῖνος ἐπανῆλθεν εἰς τὰ βασίλεια καὶ οὕτω διέφυγε τὴν ἐπιβουλήν. ἄρτι δὲ τῆς βασιλίδος θανούσης Θεοφανοῦς τὴν εἰρημένην Ζωὴν ὁ βασιλεὺς Αὐγούσταν ἀνηγόρευσε καὶ νόμιμον ἔθετο γαμετὴν τὴν πρὶν αὐτοῦ παλλακήν, ἣ ἐπ' ὀλίγον τῆς εὐτυχίας ἀπώνατο· ἐνιαυτὸν γὰρ ἕνα ἐπὶ μησὶν ὀκτὼ τῇ βασιλείᾳ ἐπιβιώσασα τέθνηκεν. ἑτέρα δ' αὖθις ἐπιβουλὴ [445] μηνύεται τῷ βασιλεῖ, ἣν ἐμελέτα ἐπείκτης Βασίλειος, τοῦ Ζαούτζη τυγχάνων ἀνεψιός. ὃς τὸ ἀπόρρητον τῷ ἐκτομίᾳ Σαμωνᾷ ἐκοινώσατο, ὅρκοις πρότερον βεβαιώσαντι ὡς ἀνέκφορον τηρήσει τὸ λεχθησόμενον. ἦν δὲ ὁ Σαμωνᾶς ἐξ Ἀγαρηνῶν καὶ μαθὼν τὸ κατὰ τοῦ κρατοῦντος μελέτημα εὐθὺς ἐκφέρει πρὸς αὐτὸν τὸ μυστήριον. καὶ κατεσχέθη μὲν ὁ Βασίλειος καὶ οἱ συνίστορες τοῦ βουλεύματος, ὁ δὲ Σαμωνᾶς ἐτιμήθη πρωτοσπαθάριος καὶ ᾠκειώθη τῷ βασιλεῖ.

   Ἠγάγετο δὲ καὶ τρίτην ὁ Λέων εὐνέτειραν, ἣ Εὐδοκία μὲν ἐκαλεῖτο, ἐκ δὲ τοῦ Ὀψικίου τὸ γένος εἷλκε καὶ τὴν ὥραν ἦν περιττή. ἀλλὰ καὶ αὕτη βραχύ τι συνεζήκει τῷ βασιλεῖ· συλλαβοῦσα γὰρ καὶ πρὸς τῷ τεκεῖν γενομένη σὺν τῷ τεχθέντι ἀπέθανεν. ἔχων δὲ δι' ἐφέσεως οὗτος ὁ αὐτοκράτωρ παῖδα ἐσχηκέναι, μᾶλλον μέντοι καὶ κεχρηματισμένον ἐσχηκὼς τοῦτο (ἦν γὰρ ἐραστὴς σοφίας παντοδαπῆς καὶ αὐτῆς δῆτα τῆς ἀπορρήτου, ἣ δι' ἐπῳδῶν μαντεύεται τὰ ἐσόμενα, καὶ περὶ τὰς τῶν ἀστέρων δ' ἐσχολάκει κινήσεις καὶ τὴν ἐκ τούτων ἀποτελεσματικὴν ἐπιστήμην μετήρχετο, καὶ εὕρισκεν ὡς ἕξει παῖδα τῆς βασιλείας [446] διάδοχον) καὶ τετάρτην ἄγεται γαμετὴν τὴν Καρβωνοψῖναν Ζωήν. οὐκ εὐθὺς μέντοι αὐτῇ τοῦ τῆς βασιλείας μετέδωκεν ἀξιώματος, ἀλλ' ἐφ' ἱκανὸν αὐτῷ συμβιοῦσα ἦν ἀταινίωτος, μέχρις οὗ παιδίον ἐξ αὐτῆς ἐτέχθη τῷ βασιλεῖ, ὃ παρὰ τοῦ πατριάρχου Νικολάου τοῦ θείου κατηξιώθη βαπτίσματος. τοῦ γὰρ Ἀντωνίου τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως ἐπιζήσαντος ἔτη καὶ μεταθεμένου τὴν ζωήν, ὁ μυστικὸς Νικόλαος πατριάρχης κεχειροτόνητο. μετὰ δὲ τὸν τοῦ υἱοῦ αὐτοῦ τοκετόν, ὃν Κωνσταντῖνον ὠνόμασεν ὁ βασιλεύς, καὶ τὴν σύνευνον αὐτοῦ ἀνηγόρευσε. διὰ γοῦν τὸν τέταρτον γάμον ἀφώριστο παρὰ τοῦ πατριάρχου ὁ Λέων. τιμῶν δὲ τὴν πρώτην αὐτοῦ γαμετὴν τὴν μακαρίαν Θεοφανὼ τέμενος ἀνήγειρεν εἰς ὄνομα ἐκείνης ἔγγιστα τοῦ τῶν ἁγίων ἀποστόλων ναοῦ, ἐν ᾧ καὶ τὸν νεκρὸν ἐκείνης κατέθετο. καὶ ἐπ' ὀνόματι τοῦ ἁγίου Λαζάρου ναὸν ἐδείματο ἕτερον, εἰς ὃν καὶ τὸ ἱερὸν ἐκείνου σῶμα ἀπεθησαύρισεν ἐκ τῆς Κύπρου μετενεχθέν, ἀλλὰ μὴν καὶ τὸ τῆς Μαγδαληνῆς Μαρίας. ἀσχολουμένων δὲ ταῖς οἰκοδομαῖς τῶν πλωίμων καὶ τοῦ στόλου μὴ πλέοντος, τὸ τῶν Ἀγαρηνῶν ναυτικὸν [447] τὸ Ταυρομένιον ἐξεπόρθησε καὶ τὴν νῆσον κατέσχε Λῆμνον, καὶ πολλὴ τῶν ἀνθρώπων ἐν αὐτοῖς συνέβη φθορά.

   Προόδου δὲ κατὰ τὴν πεντηκοστὴν γενομένης τοῦ βασιλεύοντος εἰς τὸν τοῦ ἁγίου Μωκίου ναὸν κατὰ τὸ ἔθος ὁ βασιλεὺς οὗτος ἐποιήσατο τὴν προέλευσιν· καί τις ἤδη ταῖς κιγκλίσι τοῦ θυσιαστηρίου τοῦ αὐτοκράτορος πλησιάζοντος ἐξώρμησεν ἐκ τοῦ ἄμβωνος βάκτρον μετὰ χεῖρας ἔχων βαρύτατον καὶ κατὰ τῆς βασιλικῆς ἐπήνεγκεν αὐτὸ κεφαλῆς· καὶ συνέτριψεν ἂν αὐτήν, εἰ μὴ τῇ ᾐωρημένῃ λυχνίᾳ προσαράξαν τὸ βάκτρον ἀφῄρητο ταύτῃ τῆς καταφορᾶς τὴν σφοδρότητα. τέως δ' οὖν αἷμα τῆς τοῦ βασιλέως κεφαλῆς καταρρέον θόρυβον τοῖς ἄρχουσιν ἐνεποίησεν· ὅτι δ' οὐ παρῆν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ βασιλέως αὐτάδελφος, ὑπόληψις παρὰ τοῖς πλείοσιν ἐπεκράτησε τῆς ἐπιβουλῆς αὐτὸν μὴ εἶναι ἀμέθεκτον. ὁ δὲ τὸ τόλμημα ποιήσας βασάνοις ὑποβληθεὶς καὶ μηδένα μηνύσας συνίστορα χεῖρας ἀπετμήθη καὶ πόδας καὶ τέλος παρεδόθη πυρί. ὁ δὲ μοναχὸς Μάρκος ὁ τὸ τετραῴδιον τοῦ μεγάλου σαββάτου ἀναπληρώσας ἔφη παρὼν πρὸς τὸν βασιλέα "τοῦτο [448] προείρηται παρὰ τοῦ Δαβὶδ εἰρηκότος· 'ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.' ἴσθι οὖν, βασιλεῦ, ὡς ἀπὸ τοῦδε χρόνον βασιλεύσεις δεκαετῆ." καὶ ὁ λόγος ἔργον ἐγένετο· ἔθανε γὰρ ὁ Λέων μετὰ δέκα ἐνιαυτοὺς κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν ἐπλήγη τότε τὴν κεφαλήν.

   Ὁ ἤδη δὲ ῥηθεὶς Σαμωνᾶς παρὰ τῷ βασιλεῖ μεγάλα δυνάμενος πλοῦτόν τε δαψιλῆ περιβαλόμενος, καὶ τοῦτον λαβὼν εἰς τοὺς Ἀγαρηνούς, ὅθεν ὥρμητο, ἀπεδίδρασκεν. ἀλλ' ἑάλω τὸν Ἅλυν διαπερῶν· ὁ δὲ εἰς τὸν ἐν Σιριχᾷ σταυρὸν ἔλεγεν ἀπιέναι, τοῦτο εὐχὴν ποιησάμενος· ὃν λαβὼν Κωνσταντῖνος ὁ τοῦ Δουκὸς Ἀνδρονίκου υἱὸς εἰς τὸ Βυζάντιον ἐπανήγαγεν. ὁ δὲ βασιλεὺς ἔτι τηρῶν τῷ Σαμωνᾷ τὴν πρῴην διάθεσιν ἐνετείλατο τῷ Κωνσταντίνῳ, εἰ ἐρωτηθείη ἐνώπιον τῆς συγκλήτου περὶ τοῦ Σαμωνᾶ, μὴ εἰπεῖν ὅτι ἀπεδίδρασκεν, ἀλλ' ὅτι εἰς τὸν ἐν Σιριχᾷ ἀπῄει σταυρόν. τῇ δ' ἑξῆς τῆς συγκλήτου παρούσης ἤρετο μεθ' ὅρκων ἐπαγωγῆς τὸν Κωνσταντῖνον ὁ βασιλεὺς εἰ ἔφευγεν ὁ Σαμωνᾶς· ὁ δὲ διὰ τοὺς ὅρκους ψεύσασθαι μὴ θελήσας εἶπεν ὅτι εἰς τὴν οἰκείαν πατρίδα τὴν Μελιτηνὴν [449] ἀπῄει. ὁ βασιλεὺς δὲ τὸν μὲν Κωνσταντῖνον μετ' ὀργῆς ἀπεπέμψατο, τὸν δὲ Σαμωνᾶν μετὰ ταῦτα τῆς προτέρας ἠξίωσεν οἰκειώσεως, εἶτα καὶ πατρίκιον ἐτίμησε καὶ παρακοιμώμενον προεβάλετο· ὃς εἰς πολλὰ τῶν οὐ καθηκόντων τὸν αὐτοκράτορα προεβίβαζεν, ὧν ἓν καὶ τὸ βιάσασθαι τὸν πατριάρχην δέξασθαι αὐτὸν καὶ τοῦ ἀφορισμοῦ ἀπολῦσαι. μεταπεμψάμενος οὖν τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐδεῖτο δεχθῆναι. ὡς δ' ἐκεῖνος ἦν ἀδυσώπητος, ἐκ τῶν βασιλείων αὐτίκα διαπερᾶται πρὸς τὴν Ἱέρειαν, κἀκεῖθεν πεζοποροῦντα εἰς τὸ ἐν Γαλακρήναις ἄγουσιν αὐτὸν μοναστήριον, ὃ αὐτὸς ἐδομήσατο, ἔτη προστάντα τῆς ἐκκλησίας ἕνδεκα. προεχειρίσθη δὲ πατριάρχης ὁ σύγκελλος Εὐθύμιος, ἀνὴρ ἱερός, ὃς καὶ βουλόμενον τὸν βασιλέα νόμῳ θεσπίσαι ἄγεσθαι κατὰ ταὐτὸν τὸν βουλόμενον γυναῖκας δύο ἢ καὶ τρεῖς ἄχρι τεττάρων πάσῃ σπουδῇ διεκώλυσε.

   Τῶν δὲ Ἀγαρηνῶν ναυσὶ τὰς τῶν Ῥωμαίων ληιζομένων χώρας, ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην τοῦ δρόμου τοῦ στόλου προβαλόμενος ἀρχηγὸν κατὰ τῶν ἐκ τῆς Ἄγαρ ἀπέστειλεν, [450] ἐντειλάμενος αὐτῷ καὶ τὸν Δοῦκα προσλαβέσθαι Ἀνδρόνικον. ὁ δὲ δόλιος Σαμωνᾶς ἄσπονδον ἔχων ἔχθραν κατὰ τοῦ γένους τοῦ Δουκικοῦ ὑποτίθησί τινι τῶν φίλων τοῦ Ἀνδρονίκου δηλῶσαι αὐτῷ μὴ συμπλεῦσαι τῷ Ἱμερίῳ, ἐκκόψαι οἱ τὰ ὄμματα μέλλοντι κατὰ βασίλειον πρόσταγμα. διὸ οὐκ ἐπείσθη τῷ Ἱμερίῳ συνελθεῖν ὁ Ἀνδρόνικος, ὅθεν καὶ μόνος ἐκεῖνος ναυμαχήσας ἐκράτησε καὶ τοῦ τῶν πολεμίων περιεγένετο ναυτικοῦ. ἐντεῦθεν ἀπεγνωκὼς ὁ Ἀνδρόνικος συγγενεῖς τε καὶ δούλους αὐτοῦ προσλαβόμενος κατέσχε τὴν Κάβαλαν, ὀχυρόν τι φρούριον τοῦ Ἰκονίου οὐ πάνυ τι διακείμενον μήκοθεν. ὁ δὲ Σαμωνᾶς οὐ διέλιπε τὸν βασιλέα ἐρεθίζων καὶ εἰς ὀργὴν παρακινῶν κατὰ τοῦ ἀνδρός. μαθὼν δ' ἐκεῖνος καὶ τὴν τοῦ πατριάρχου Νικολάου ἐκ τῆς ἐκκλησίας ἐξώθησιν καὶ πάντοθεν ἀπογνοὺς πανοικεσίᾳ τοῖς Ἀγαρηνοῖς προσελήλυθεν. ὁ δὲ βασιλεὺς τοῦτο γνοὺς ὑπερήλγησεν, ἐναντίον ἕξειν τὸν ἄνδρα ἀνθ' ὑπερμάχου πτοούμενος. γραφὴν τοίνυν ἐγχαράττει βασίλειον, δι' ἧς τῷ Ἀνδρονίκῳ καὶ ἀμνηστία τῶν πραχθέντων ἐπρυτανεύετο καὶ [451] ὑπονόστησις ἐπετρέπετο καὶ πολλῶν δόσις ἐπήγγελτο ἀγαθῶν. ταύτην ἐμβαλόντες κηρῷ τὴν γραφὴν καὶ λαμπάδι τὸν κηρὸν ἀπεικάσαντες Σαρακηνῷ τῶν αἰχμαλώτων ἑνὶ τῆς εἱρκτῆς ἐκβληθέντι ἐγχειρίζουσιν, ἐντειλάμενοι τῷ Ἀνδρονίκῳ δοῦναι αὐτήν. τοῦτον δὴ τὸν Ἀγαρηνὸν ὁ Σαμωνᾶς μετακαλεσάμενος ἐν ἀπορρήτοις φησὶ πρὸς αὐτόν "οἶδας ὅτι τὸν ὄλεθρον τῆς Συρίας ὅλης φέρεις ἐν ταῖς χερσίν; ἵνα γοῦν καὶ τὴν πατρίδα σώσῃς καὶ τοὺς ὁμογενεῖς, τὸν κηρὸν τοῦτον ἐγχείρισον τῷ οὐζήρ." ὁ δὲ πεποίηκεν ὡς παρήγγελτο· καὶ γνόντες οἱ τῆς Ἄγαρ τὴν δύναμιν τῆς γραφῆς καὶ τὸν Ἀνδρόνικον δεσμοῦσι καὶ πάντας τοὺς σὺν αὐτῷ. ὁ μὲν οὖν Ἀνδρόνικος ἐν τοῖς δεσμοῖς τὸν βίον κατέλυσε, τινὲς δὲ τῶν σὺν αὐτῷ τὴν ἐκ τῶν δεσμῶν μὴ στέγοντες κάκωσιν τὴν πίστιν ἑαυτῶν ἐξωμόσαντο. ὁ Κωνσταντῖνος δὲ καί τινες τῶν σὺν αὐτῷ τῆς εἱρκτῆς ἐκφυγόντες πρὸς τὰ Ῥωμαίων ἀπῄεσαν καὶ τοὺς καταδιώκοντας αὐτοὺς [452] Ἀγαρηνοὺς γενναίως τρεψάμενοι διεσώθησαν. ὃν ὁ βασιλεὺς ἐδέξατό τε περιχαρῶς καὶ ἐδεξιώσατο μεγαλοπρεπῶς καὶ διαφερόντως ἐτίμησεν· εἶτα καὶ πρὸς αὐτὸν ἔφη "μὴ ἀπατάτω σε, Κωνσταντῖνε, τὸ ὄνομα, μηδ' οἴου τῆς βασιλείας τυχεῖν, ὡς Κωνσταντίνου Ῥωμαίων μέλλοντος ἄρξειν· ἴσθι γὰρ ἀκριβῶς τοῦτον εἶναι τὸν υἱὸν τὸν ἐμόν. σὺ δὲ εἰ μὲν ἣν ἔλαχες Σπάρταν κοσμεῖς, ἔσται σοι εὖ· εἰ δὲ νεωτερίσεις καὶ τυραννίδι ἐπιχειρήσεις, ἔσο βεβαίως εἰδὼς ὡς διὰ τῆσδε τῆς πύλης (τὴν πρὸς δύσιν οὖσαν τοῦ Χρυσοτρικλίνου δείξας αὐτῷ) ἡ κεφαλή σου τοῦ λοιποῦ σώματος χωρὶς εἰσαχθήσεται." ὃ καὶ γέγονεν ὕστερον.

   Ἐκ δὲ Μελιτηνῆς ἐλθόντων τινῶν, ἐν οἷς ἦν καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ, ὑπεδέξατο τούτους ἐντίμως ὁ βασιλεὺς καὶ εἰς τὴν μεγάλην ἐκκλησίαν μὴ δεόντως ἀπίστους ὄντας εἰσήγαγεν. ἰδὼν δὲ ὁ τοῦ Σαμωνᾶ πατὴρ ἣν εἶχεν ὁ υἱὸς αὐτοῦ τιμὴν ἐν τοῖς βασιλείοις, καὶ τὸν πλοῦτον ὃν περιέκειτο, ἤθελε συνδιάγειν αὐτῷ. ἐκωλύθη δὲ παρ' ἐκείνου, τὴν οἰκείαν θρησκείαν τηρεῖν συμβουλεύοντος καὶ εἰς τὴν πατρίδα ἐπανελθεῖν· "εἰ δὲ καὶ αὐτός" ἔφη "τύχω καιροῦ, ὑπονοστήσω πρὸς σέ."

[453]    Τῆς δ' ἑορτῆς τῆς πεντηκοστῆς ἐνστάσης ἔστεψε τὸν υἱὸν αὐτοῦ ὁ βασιλεὺς καὶ ἀνηγόρευσε βασιλέα. ἐκτομίαν δ' ἔχων θεράποντα ὁ μυσαρὸς Σαμωνᾶς Κωνσταντῖνον ὀνομαζόμενον, ἐκ δὲ Παφλαγονίας γενόμενον, τῇ δεσποίνῃ τοῦτον δέδωκεν εἰς ὑπηρεσίαν. ἐπεὶ δὲ τῇ βασιλίσσῃ καὶ αὐτῷ τῷ κρατοῦντι λίαν ὁ Κωνσταντῖνος ᾠκείωτο, εἰς βασκανίαν ὁ βέβηλος ἠρέθιστο Σαμωνᾶς καὶ πρὸς τὸν βασιλέα κατεῖπεν αὐτοῦ ὡς ἐρωμένου τῇ βασιλίσσῃ. ζηλοτυπήσας οὖν ὁ Λέων ἀποκαρῆναι τοῦτον προσέταξε μοναχόν· καὶ μετ' οὐ πολὺ ἄγει τοῦτον καὶ ἀποδυθῆναι κελεύσας τὰ μοναχικὰ ἄμφια καὶ κοσμικὴν περιβαλέσθαι στολὴν μᾶλλον ἢ πρότερον αὐτὸν ᾠκειώσατο. οὐκ ἀνεκτὰ δ' ἦσαν ταῦτα τῷ Σαμωνᾷ. γράφει τοίνυν λοίδορόν τι γραμμάτιον διά τινος τῶν αὐτοῦ, καὶ τοῦτο ῥιπτεῖ ἔνθα ὁ βασιλεὺς διελεύσεσθαι ἔμελλεν· ὅπερ εὑρὼν ἐκεῖνος καὶ ἀναγνοὺς ἤλγησέ τε καὶ τὸν πεποιηκότα ἐζήτει. εἷς οὖν τις τῶν συνειδότων τὴν πρᾶξιν ταύτην τῷ Σαμωνᾷ τοῦτον εἶναι τὸν ἐργάτην τοῦ λοιδόρου βιβλίου τῷ κρατοῦντι ἐδήλωσεν. ἐκλείψεως [454] μέντοι τότε τῆς σελήνης συμβάσης, τὸν μητροπολίτην Συνάδων ὁ βασιλεὺς μετεπέμψατο, περὶ ταύτης πευσόμενος. ὃν ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἤρετο περὶ τῆς ἐκλείψεως· κἀκεῖνος ἔφη ὅτι "σὸν τὸ τῆς σελήνης πάθημα σημαίνει δυστύχημα· εἰ δὲ τοῦ Ἰουλίου τρισκαιδεκάτη παρελεύσεται πρὸ τοῦ παθεῖν, ἐκφεύξῃ καὶ σὺ τὸ δυστύχημα." εἶτα καὶ πρὸς τοῦ βασιλέως ὁ Συνάδων ἐρωτηθεὶς ἀπεκρίνατο ὡς "εἰς τὸ δεύτερον μετὰ σὲ πρόσωπον ἐνσκήψει ἡ κάκωσις." δεύτερον δὲ πρόσωπον ὁ βασιλεὺς τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἀλέξανδρον ἔκρινεν, ἀλλ' ἐσφάλη περὶ τὴν κρίσιν· ἔδει γάρ ποτε τῷ κακίστῳ Σαμωνᾷ γενέσθαι κακῶς. μαθὼν οὖν ὡς ἐκεῖνος ἦν ὁ τοῦ λοιδόρου βιβλίου πατήρ, ἐξωθεῖ μὲν τῶν βασιλείων αὐτὸν καὶ ἀποκείρει καὶ περιγραπτοῖς ὁρίοις καθείργνυσι. καὶ ταῦτα γέγονε, μήπω τῆς τρισκαιδεκάτης τοῦ Ἰουλίου παραρρυείσης. παρακοιμώμενος δὲ ἀντὶ τοῦ Σαμωνᾶ ὁ παρ' ἐκείνου βασκαινόμενος Κωνσταντῖνος καὶ ἐπιβουλευόμενος προκεχείριστο, ᾧ καὶ μονὴν ὁ βασιλεὺς ἐδομήσατο ἐν ταῖς Νοσσιαῖς.

[455]    Νοσήσας δὲ ὁ Λέων κοιλιακὸν νόσημα τοσοῦτον κατειργάσθη τὴν δύναμιν ὡς μηδὲ δυνηθῆναι διαλεχθῆναι τῇ συγκλήτῳ περὶ νηστείας τὴν συνήθη διάλεξιν, ἣ καλεῖται σελέντιον. ὅμως ὀλίγα τινὰ ταύτῃ διαλεχθεὶς καὶ ἀξιώσας αὐτοῦ μεμνῆσθαι καὶ πίστιν εἰς τὴν αὐτοῦ σύμβιον τηρεῖν καὶ εἰς τὸν υἱόν, καὶ τελευταίαν ταύτην προσλαλιὰν πρὸς αὐτὴν ποιεῖσθαι εἰπὼν οὐκ αὐτίκα ἐξέλιπεν, ἀλλὰ μέχρι τοῦ Μαΐου διήρκεσε. τότε δὲ τελευτῶν τὴν αὐταρχίαν τῷ ἀδελφῷ κατέλιπεν Ἀλεξάνδρῳ καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκεν, ἀξιώσας ἐπιμελεῖσθαι αὐτοῦ καὶ ἀνάγειν βασιλικῶς καὶ αὐτοκράτορα καταλιπεῖν· ὅν, φασί, βλέπων ἐρχόμενον πρὸς αὐτὸν ἤδη ἐκλείπων, φάναι "ἴδε ὁ κακὸς καιρὸς μετὰ τοὺς δεκατρεῖς μῆνας." ἐβασίλευσε δὲ ὁ Λέων ἔτη εἴκοσι καὶ πέντε ἐπὶ μησὶ τισίν.

   Ἀλέξανδρος δὲ ἅμα τε τοὺς πόδας ἤρεισε τῇ ἀρχῇ καὶ ἅμα τὸν πατριάρχην Νικόλαον ἐκ Γαλακρηνῶν ἀγαγὼν εἰς τὸν τῆς Κωνσταντινουπόλεως θρόνον ἀνήγαγε τὸ δεύτερον, καταγαγὼν [456] τὸν Εὐθύμιον καὶ ἐπὶ βήματος τὴν τούτου ποιήσας καθαίρεσιν, ἐνυβρισάντων εἰς τὸν ἄνδρα πολλὰ τῶν προσκειμένων τῷ Νικολάῳ, εἶτα καὶ ὑπερόριον ποιήσας αὐτόν. αὐταρχήσας δὲ ὁ βασιλεὺς οὑτοσὶ οὐδὲν ἐοικὸς εἰργάσατο βασιλεῖ, ἀλλὰ τρυφαῖς καὶ θήραις καὶ ἀσελγείαις ἐξέδωκεν ἑαυτόν, τὰ δὲ τῆς βασιλείας καὶ κοινὰ πράγματα ἀνθρώποις ἀνέθετο ἀγύρταις καὶ τοῖς ἐκ τριόδων, οὓς πρὸ τῆς μοναρχίας ἐπιρρήτων εἶχε πράξεων κοινωνούς, ὧν ἕνα Βασιλίτζην λεγόμενον καὶ διάδοχον τῶν σκήπτρων διενοεῖτο ποιήσασθαι· τὸν γὰρ ἀδελφόπαιδα Κωνσταντῖνον καὶ ἰδιωτεῦσαι ἐβούλετο καὶ τῶν παιδογόνων ἀφελέσθαι μορίων. καὶ εἰ μὴ ταχὺ τὸ τέλος αὐτῷ τῆς ζωῆς ἐπελήλυθε καὶ οὕτως αὐτῷ παρὰ τῆς ἄνω προνοίας ἐσφάλησαν τὰ βουλεύματα, τάχα ἂν ὅσον τὸ ἐπ' ἐκείνῳ καὶ εἰς ἔργον ἐξέβησαν. γοήτων δὲ πυνθανόμενος εἰ ἐς μῆκος αὐτῷ τὰ τῆς ζωῆς προελεύσεται, ἤκουσεν ἐξ ἐκείνων ὡς ἔσται αὐτῷ μακροχρόνιον τὸ βιώσιμον, εἰ τῷ ἐν θεάτρῳ συΐ, ὃς ἐκ χαλκοῦ πέπλασται, ὀδόντας καὶ αἰδοῖα περίθοιτο. "σὸν γὰρ οὗτος" ἔλεγον [457] "στοιχεῖόν ἐστιν, ἀντίος ἱστάμενος Λέοντι τῷ σῷ ἀδελφῷ," οὐδὲν ἕτερον κρίνοντες ὑγιὲς ἢ τὸ συῒ τοῦτον ἀπεικάσαι τὸν αὐτοκράτορα, διὰ τὸ περὶ γαστέρα κεχηνέναι τε καὶ συσσίτια καὶ ἀκολασίαις προσκεῖσθαι διηνεκῶς. πιστεύσας οὖν τοῖς λόγοις ἐκείνων ὁ καὶ χοίρων ἀνοητότερος τὰ λείποντα ταῦτα τῷ χαλκουργήματι ἐξειργάσατο.

   Τοῦ μέντοι τῶν Βουλγάρων ἀρχηγετοῦντος τοῦ Συμεὼν εἰ τὴν εἰρήνην ἀσπάζοιτο ἐρωτῶντος διά τινων ὑπ' αὐτοῦ πεμφθέντων, ὁ Ἀλέξανδρος ἀτίμως τε τοὺς πεμφθέντας ἐδέξατο καὶ ὑπερηφάνως ὡμίλησε καὶ ὑπερόγκως ἠπείλησεν. ὅθεν ὁ Συμεὼν τὴν ὕβριν μὴ ἐνεγκὼν κατὰ Ῥωμαίων ὡπλίσατο.

   Συμποσίοις δὲ καὶ μέθαις διόλου προστετηκὼς ὁ Ἀλέξανδρος, ἅπαξ ἀριστήσας μετὰ λουτρὸν καὶ κοίλῃ χρησάμενος τῇ γαστρὶ καὶ ἀπλήστως ἀκρατισάμενος σφαιρίσαι προέθετο· καὶ κατατείνας τὸ σῶμα τῇ ἱππασίᾳ καὶ ταῖς τῆς σφαίρας ἐκτραχηλίσεσι ῥῆξιν ὑπέστη, καὶ αἷμα διά τε τῆς ῥινὸς κενώσας καὶ τῆς αἰδοῦς μετὰ μίαν ἡμέραν ἐξέλιπεν, ἐπιτρόπους τῷ ἀνεψιῷ καὶ τῆς βασιλείας διοικητὰς γράψας τόν τε πατριάρχην [458] Νικόλαον καὶ τὸν μάγιστρον Στέφανον καὶ τὸν μάγιστρον Ἰωάννην τὸν Ἐλαδᾶν τόν τε ῥαίκτωρα Ἰωάννην καὶ δύο τῶν ὑπ' αὐτοῦ προαχθέντων ἐκ τύχης ἀγυρτίδος εἰς συγκλητικὴν ἀξίαν καὶ εἰς πατρικιότητα, τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπωλον.

   Ὁ οὖν Ἀλέξανδρος ἐνιαυτὸν ἕνα καὶ μῆνα τὴν βασίλειον διαπεττεύσας ἀρχὴν κατέλυσε τὴν ζωήν· τὸ δὲ κράτος ἐς Κωνσταντῖνον τὸν υἱὸν τοῦ Λέοντος περιέστη, παῖδα ἔτι τυγχάνοντα κομιδῇ· ἕβδομον γὰρ ἔτος αὐτῷ τῆς ἡλικίας ἠνύετο. ὁ μέντοι τοῦ Δουκὸς Ἀνδρονίκου υἱὸς ὁ Κωνσταντῖνος, δομέστικος ὢν τῶν σχολῶν καὶ τὴν τοῦ Ἀλεξάνδρου ἐνωτισάμενος τελευτήν (ἀπεδήμει γὰρ τῆς βασιλίδος τῶν πόλεων), τὸ μέν τι ὃν ἔκρυπτεν ὑπὸ σποδιᾷ σπινθῆρα τοῦ ἔρωτος τῆς βασιλείου ἀρχῆς ἀνακαλύπτων τε καὶ ἀναρριπίζων, τὸ δὲ καὶ ὑπ' ἄλλων πρὸς τοῦτο ἐρεθιζόμενος (ὧν εἷς εἶναι λέγεται καὶ ὁ πατριάρχης Νικόλαος, μήπω γὰρ τῆς τοῦ Ἀλεξάνδρου διαθήκης ἀναγνωσθείσης οὐκ ᾔδει καὶ αὐτὸς καταλελειμμένος ἐπίτροπος) τυραννίδι ἐπικεχείρηκε. καὶ τοὺς ἐκκρίτους τῶν στρατευμάτων παραλαβὼν [459] τῷ Βυζαντίῳ ἐπιδεδήμηκε καὶ διά τινος πυλίδος νυκτὸς εἰσελθὼν τὴν τοῦ Ἱπποδρόμου πύλην μετὰ λαμπάδων καταλαμβάνει, τινὰς καὶ τῶν συγκλητικῶν προσεταιρισάμενος, πολλοῦ καὶ δημώδους ὄχλου συναθροισθέντος, οἳ καὶ ὡς βασιλέα αὐτὸν εὐφήμουν καὶ ἀνηγόρευον. τῶν δ' ἐντὸς τὰς πύλας μὴ ἀνοιγνύντων, ὁ πρωτοστράτωρ τοῦ Κωνσταντίνου ταῖς χερσὶ πεποιθὼς καὶ θρασύτερον προσαράξαι τὰς πύλας καὶ καταβαλεῖν βιαζόμενος νύττεται λόγχῃ παρά του τῶν ἔνδον διά τινος ἀμυχῆς. καὶ ὁ μὲν ἦν αὐτίκα νεκρός. ὁ δέ γε Κωνσταντῖνος ἐκεῖθεν εἰς τὸ τῶν ἵππων ἄπεισιν ἁμιλλητήριον θέατρον, εἶτα εἰς τὴν λεγομένην ἦλθε Χαλκῆν καὶ ἄχρι τῶν Ἐξκουβίτων προῆλθεν. ὁ δὲ τῶν ἐπιτρόπων εἷς ὁ μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκ τῶν ἑταιρειῶν καὶ τῶν πλωίμων συλλέξας τινὰς ἀντικαταστῆναι τῷ τυραννοῦντι αὐτοὺς ἐξαπέστειλε. καὶ συμπλοκῆς γενομένης πολλοὶ πεπτώκασιν ἑκατέρωθεν· ἔσφακτο δὲ καὶ Γρηγορᾶς ὁ τοῦ Δουκὸς υἱὸς καὶ ὁ ἀνεψιὸς αὐτοῦ Μιχαὴλ καὶ Κουρτίκιος ὁ Ἀρμένιος. τούτοις οὖν περιαλγήσας ὁ Κωνσταντῖνος καὶ τὸ οἰκεῖον ἐπιρρῶσαι προθυμούμενος σύνταγμα τὸν ἵππον ἤλαυνε, συμμίξαι θέλων τοῖς ἔμπροσθεν· ἐστρωμένου [460] δὲ τοῦ ἐδάφους πλαξὶν ὑπολισθήσας ὁ ἵππος ἔπεσε καὶ τὸν ἀναβάτην κατήνεγκε· καί τις εὐθὺς αὐτῷ ἐπελθὼν ἐξέτεμε τὴν αὐτοῦ κεφαλὴν καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ προσήνεγκε, διὰ τῆς δυτικῆς τοῦ Χρυσοτρικλίνου πύλης εἰσελθών, κατὰ τὴν πρόρρησιν τοῦ βασιλεύσαντος Λέοντος. ὅτι δὲ οὐ τεύξεται τῆς βασιλείας ὁ Δοὺξ Κωνσταντῖνος καὶ ἑτέρωθεν τοῖς περὶ τὸν βασιλέα ἐπέγνωστο. ἦν γάρ τις τελώνης Νικόλαος, ὃς χρεώστης πολλῶν χρημάτων τῷ δημοσίῳ γενόμενος πρὸς τοὺς Ἰσμαηλίτας κατέφυγε καὶ τὴν πίστιν ἐξομοσάμενος ἀστρολογίαν μετῄει. οὗτος τῷ λογοθέτῃ τοῦ δρόμου ἀπεστάλκει γραμμάτιον· ἡ δὲ τούτου περίληψις ἦν τοιαύτη· "μὴ φοβηθῆτε ἀπὸ τοῦ Δουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως καὶ εὐθέως ὀλοθρευθήσεται." καὶ ἡ μὲν ἀποστασία ἐπέπαυτο· ὁ δὲ τοῦ Κωνσταντίνου πενθερὸς ὁ μάγιστρος Γρηγορᾶς καὶ Λέων ὁ Χοιροσφάκτης τῇ μεγάλῃ ἐκκλησίᾳ προσπεφοιτήκασιν, οὓς ἐκβαλόντες τοῦ θείου τεμένους μοναχοὺς ἀπέκειραν οἱ ἐπίτροποι ἐν τῇ τοῦ Στουδίου μονῇ. ἄλλους δ' αἰκισάμενοι ἐθριάμβευσαν, ἑτέροις τὰ ὄμματα ἐξεπήρωσαν, ἐνίων δὲ τὰς κεφαλὰς ἀπέτεμον, [461] καὶ ἄλλους ἐκ Χρυσοπόλεως μέχρι τοῦ Λευκάτου ἀνεσκολόπισαν. καὶ ἄλλοι δὲ πλείους τῆς τῶν ἐπιτρόπων ἐξουσίας γεγόνασιν ἂν παρανάλωμα, εἰ μή τινες τῶν δικαστῶν τῆς πρὸς τὰς τιμωρίας ῥοπῆς αὐτοὺς ἀνεχαίτισαν, εἰπόντες "πῶς τοιαῦτα ποιεῖτε ὑμεῖς κελεύσεως ἄτερ βασιλικῆς, ἐπεὶ παῖς ὢν ὁ βασιλεὺς τοῖς πραττομένοις οὐ συναινεῖ;" ἀποκείραντες δὲ οἱ ἐπίτροποι καὶ τὴν τοῦ Κωνσταντίνου γυναῖκα καὶ τὸν υἱὸν Στέφανον ἐκτομίαν ποιήσαντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῶν ἀπεστάλκασι τούτους. οἱ δὲ τοῦ βασιλέως ἐπίτροποι, ὅ τε πατριάρχης καὶ οἱ λοιποί, ἐναυθεντοῦντες τοῖς πράγμασι πολλὰ τῶν οὐ δεόντων ἐποίουν, καὶ πρὸς ἀλλήλους δὲ διεφέροντο, τῶν μὲν τάδ' εἰσαγόντων, τῶν δὲ τὰ ἀντίθετα· καὶ ἦν ἡ τούτων διοίκησις πολυαρχία τις, ἀλλ' οὐ μοναρχία.

   Ὁ δὲ Βούλγαρος Συμεών, ὡς μὴ βασιλέως ἐπιστατοῦντος τοῖς πράγμασι, ῥᾳδίως ἐλπίσας κρατῆσαι τῆς βασιλίδος τῶν πόλεων ἔπεισι κατὰ ταύτης μετὰ πλείστης δυνάμεως καὶ ἔξω στρατοπεδεύεται τῶν ταύτης τειχῶν καὶ πολιορκῆσαι ταύτην διανενόητο. ἰδὼν δὲ τὸ τῶν τειχῶν κρατερὸν καὶ τὸ πλῆθος [462] τὸ ἐπ' αὐτῶν καὶ τῶν ἐν τοῖς τείχεσι μηχανημάτων τὸ δαψιλές, ἰλιγγιάσας μετέπεσεν εἰς τὸ Ἕβδομον, ζητῶν σπείσασθαι. ὁ γοῦν πατριάρχης καὶ οἱ λοιποὶ τῶν ἐπιτρόπων λαβόντες τὸν βασιλέα εἰς τὰ ἐν Βλαχέρναις ἦλθον βασίλεια, ὅπου καὶ ὁ Συμεὼν παρεγένετο, ὁμήρους δοὺς καὶ λαβών, καὶ τῷ πατριάρχῃ κλίνας τὴν κεφαλὴν ηὐλογήθη παρ' ἐκείνου καὶ συνειστιάθη τῷ βασιλεῖ. εἶτα μὴ ἀρεσθεὶς ταῖς συνθήκαις ἐπανῆλθεν ἀσύμβατος, δώροις δεξιωθεὶς καὶ αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ.

   Ἀνακαλουμένου δὲ διόλου τὴν ἑαυτοῦ μητέρα τοῦ βασιλέως καὶ ἐπὶ ταύτῃ δακρύοντος (ἔφθη γὰρ ταύτην τῶν ἀνακτόρων καταγαγεῖν ὁ Ἀλέξανδρος) ἠναγκάσθησαν αὐτὴν ἀναγαγεῖν οἱ ἐπίτροποι. ἡ δὲ ἀνελθοῦσα τῆς διοικήσεως εἴχετο, προσλαβοῦσα καὶ τὸν παρακοιμώμενον Κωνσταντῖνον καὶ τοὺς αὐταδέλφους ἄμφω τοὺς Γογγυλίους· καὶ πρῶτον μὲν τὸν πατριάρχην ἀπάγει τῶν βασιλείων, εἶτα καὶ τοὺς τοῦ Ἀλεξάνδρου θεράποντας ἐξωθεῖ, τὸν ῥαίκτωρα, τὸν Βασιλίτζην καὶ τὸν [463] Γαβριηλόπωλον, ἀλλὰ μέντοι καὶ τοὺς λοιπούς. Κωνσταντῖνος δὲ ὁ παρακοιμώμενος τὰ πάντα ἠδύνατο.

   Ὁ μέντοι Βούλγαρος Συμεὼν τὴν Θρᾴκην κατέτρεχέ τε καὶ ἐληίζετο καὶ ἐν τῇ Ἀδριανουπόλει βάλλεται χάρακα, πολιορκίᾳ ταύτην ἐλπίζων ἑλεῖν. ὡς δ' ἑώρα ἑαυτῷ κενόσπουδον τὸ ἐγχείρημα, ἑτέρως τὴν ἅλωσιν τῆς πόλεως μέτεισι. χρήμασι γάρ τινας τῶν φυλάκων αὐτῆς ὑποφθείρας ἐκ προδοσίας αὐτὴν ἐξεπόρθησεν. ἀλλὰ ταύτην μετέπειτα πάλιν ὑπὸ Ῥωμαίους ἡ τῆς βασιλίσσης σπουδὴ ἐποιήσατο. μὴ φέρουσα δὲ τὰς κατὰ τῆς Θρᾳκῴας χώρας πυκνὰς ἐπελεύσεις τοῦ Συμεὼν σπένδεται τοῖς ἐξ Ἰσμαὴλ καὶ τά τε ἑῷα τάγματα καὶ τὰ ἑσπέρια συναθροίσασα τῷ μαγίστρῳ Λέοντι τῷ Φωκᾷ τῶν σχολῶν δομεστίκῳ τυγχάνοντι τὸν κατὰ τοῦ Συμεὼν ἀνέθετο πόλεμον. ὃς καὶ μάχην συνάψας ἡττᾷ τοὺς Βουλγάρους περιφανῶς καὶ φόνον αὐτῶν ποιεῖται πολύν. κατάκοπος δὲ γεγονὼς καὶ ἱδρῶτι διάβροχος κἀντεῦθεν λειποθυμῶν, ἐπί τινι πηγῇ τοῦ ἵππου ἀποβὰς ἀνέψυχεν ἑαυτόν. ἐν τούτῳ δὲ ὁ ἵππος αὐτοῦ τὰς τοῦ κατέχοντος αὐτὸν χεῖρας διαφυγὼν ἐν τῷ τοῦ στρατοπέδου πεδίῳ ἐκρόαινεν ἀναβάτου χωρίς. ἐπίσημος δὲ τυγχάνων εἰς δειλίαν ἐνέβαλε τὰ στρατεύματα οἰηθέντα πεσεῖν τὸν δομέστικον, [464] καὶ τοῦ μὲν πολέμου ἀπέσχοντο καὶ τῆς διώξεως ἔστησαν, θόρυβος δ' ἔσχεν αὐτούς. ὁ δέ γε Συμεὼν ἐκ περιωπῆς τινος ὁρῶν τὸ συμβεβηκὸς περὶ τὰ στρατεύματα τοῖς περὶ αὐτὸν ἐγκελεύεται καὶ κατὰ Ῥωμαίων ἐξώρμησε καὶ τεθορυβημένοις αὐτοῖς ἐμβαλὼν εἰς φυγὴν ἅπαντας ἀθρόον ἐτρέψατο· καὶ τοὺς μὲν οἱ Βούλγαροι διώκοντες ἔκτεινον, οἱ δ' ὑπ' ἀλλήλων ἀπώλλυντο συμπατούμενοι. ὁ δὲ τῶν σχολῶν δομέστικος μόλις εἰς Μεσημβρίαν διαδρᾶναι δεδύνητο· πολλοὶ δὲ καὶ τῶν στρατηγῶν καὶ ταγματάρχαι τότε ἐφθάρησαν.

   Ἰωάννης δὲ ὁ Βογᾶς ἐστάλη Πατζινάκους εἰς συμμαχίαν ἀγαγεῖν κατὰ τῶν Βουλγάρων, καὶ ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνός, δρουγγάριος ὢν τῶν πλωίμων, ὡρίσθη μετὰ τοῦ στόλου παραπλεῖν, ἅμα μὲν εἰς συνεργίαν τοῦ τῶν σχολῶν δομεστίκου, ἅμα δὲ καί, εἰ ἀχθεῖεν σύμμαχοι παρὰ τοῦ Βογᾶ, διαπεραιώσασθαι σφᾶς. ἧκεν οὖν ὁ Βογᾶς μετὰ τῶν συμμάχων. στάσεως δ' ἐμπεσούσης αὐτῷ τε καὶ τῷ Λακαπηνῷ, ὁρῶντες οἱ Πατζινάκοι αὐτοὺς πρὸς ἀλλήλους διαπληκτιζομένους [465] καὶ ἀμελῶς περὶ τὴν αὐτῶν διακειμένους διάβασιν εἰς τὰ ἑαυτῶν ἐπανήλθοσαν. οἱ μὲν οὖν οὕτω ταῦτά φασι καὶ τὴν ἧτταν τῶν Ῥωμαίων ἐντεῦθεν συμβῆναι, μὴ τυχόντων τῆς συμμαχίας, οἱ δὲ ἀλλοίως τὸ πρᾶγμα ἱστόρησαν· ἡττήσαντος γάρ φασι τοῦ Φωκᾶ τοὺς βαρβάρους καὶ διώκοντος, φήμην γενέσθαι ὡς ὁ δρουγγάριος τῶν πλωίμων ἄπεισι σὺν τῷ στόλῳ, τὴν βασιλείαν παραληψόμενος· τοῦτο δὲ τῷ δομεστίκῳ πεσὸν εἰς ὦτα ἐκταράξαι αὐτόν, ὡς ἀποσχέσθαι μὲν τῆς διώξεως, ἐπανελθεῖν δ' εἰς τὸν χάρακα, τὰ τῆς φήμης ἀκριβωσόμενον, κἀντεῦθεν παλίντροπον γενέσθαι τὸν πόλεμον· φυγεῖν μὲν γὰρ τοὺς Ῥωμαίους, ἀπόδρασιν τῆς μάχης οἰηθέντας τὴν εἰς τὸν χάρακα τοῦ δομεστίκου ἀπέλευσιν, τοὺς δὲ Βουλγάρους ἐκ τῆς φυγῆς ἐπαναστραφέντας διώκειν αὐτούς. τὴν δὲ πρὸς τὸν χάρακα τοῦ δομεστίκου ὑποστροφὴν τῆς βασιλείας ἐπιθυμία πεποίηκεν. ἐρῶν γὰρ αὐτῆς ἔσπευδεν, εἰ ἀληθὲς ἦν τὸ τὸν δρουγγάριον ἀπιέναι, προκαταλαβεῖν αὐτὸς καὶ οἰκειώσασθαι τὴν ἀρχήν. μετὰ δὲ τὴν ἧτταν ἐπανελθόντων τοῦ τε Λακαπηνοῦ καὶ τοῦ Βογᾶ, ἐζητήθη τὰ μέσον αὐτῶν, καὶ κατεκρίθη ὁ Ῥωμανὸς πηρωθῆναι τὰ ὄμματα, ὡς αἴτιος τῆς ἥττης ἢ κακούργως ἢ ῥᾳθύμως γενόμενος, ἀλλ' ἐκεῖνον μὲν τῆς ψήφου ταύτης ἐξήρπασάν τινες μέγα παρὰ τῇ βασιλίσσῃ δυνάμενοι.

[466]    Ὁ δὲ Βούλγαρος Συμεὼν τῇ νίκῃ ἐξογκωθεὶς ἐπῄει κατὰ τῆς βασιλευούσης τῶν πόλεων. ἀντικατέστη δὲ αὐτῷ πάλιν ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς· καὶ μάχης συγκροτηθείσης ἐν Κατασύρταις οἱ βάρβαροι ἥττηντο.

   Πολλῶν δὲ καὶ τούτων περιφανῶν ἔρωτα τρεφόντων τῆς βασιλείας, μᾶλλον τῶν ἄλλων περὶ τὸν ταύτης ἐφλέγμαινεν ἔρωτα ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς, πεποιθὼς μὲν καὶ ἑαυτῷ διὰ τὸ γένος καὶ διὰ τὴν ἰσχύν, οὐχ ἥκιστα δὲ τῷ παρακοιμωμένῳ Κωνσταντίνῳ τῷ ἐκτομίᾳ, τὰ πάντα τότε παρὰ τοῖς ἀνακτόροις ἰσχύοντι, οὗ ἐπ' ἀδελφῇ κηδεστὴς ἐτύγχανεν ὤν. ταῦτα τοίνυν ὁρῶν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγὸς καὶ δείσας περὶ αὐτῷ, πείθει τοῦτον τὸν τοῦ στόλου δρουγγάριον τὸν εἰρημένον Ῥωμανὸν οἰκειώσασθαι καὶ φύλακα προσλαβέσθαι. ἐγχαράττει τοίνυν βιβλίον ὁ βασιλεὺς οἰκειόγραφον καὶ στέλλει τῷ δρουγγαρίῳ. ὁ δὲ τοῦτο δεξάμενος ὑπέσχετο τὴν τοῦ παρακοιμωμένου δυναστείαν, εἰ οἷόν τε, καθελεῖν. καί ποτε τοῦ παρακοιμωμένου, ἔνθα ὁ στόλος ὥρμιστο, παραγενομένου καὶ ἐπισπέρχοντος ἐκπλεῦσαι αὐτόν, ὁ δρουγγάριος δουλικώτερον [467] αὐτῷ προσυπήντησε καὶ μεθ' ὑποστολῆς ὡμίλει καὶ περὶ τὰς τριήρεις ἠρέμα πως προεβίβαζεν. ὡς δὲ τῇ ναυαρχίδι προσήγγισεν ἑτοίμους ἔχων ἄνδρας παρεπομένους αὐτῷ γενναίους τε καὶ πολλούς, "ἄρατε τοῦτον" εἶπεν. οἱ δὲ συσχόντες αὐτὸν εἰς τὴν τριήρη ἐνέθεντο, τῶν περὶ αὐτὸν αὐτίκα διασπαρέντων. τοῦτο τῇ βασιλίδι ἐνωτισθὲν εἰς θόρυβον αὐτὴν καὶ τοὺς ἐν τέλει ἐνέβαλε. πέμπει τοίνυν πρὸς τὸν Ῥωμανὸν ἐρωτῶσα τί ἂν εἴη τὸ γεγονός. ἀλλὰ τὸ ναυτικὸν λίθοις τοὺς πεμφθέντας ἐδίωξαν. τῇ δ' ἑξῆς τὸν πατριάρχην ὁ βασιλεὺς μετακαλεσάμενος καὶ τὸν μάγιστρον Στέφανον ἔπεμψε τοὺς ἐκ τῶν βασιλείων τὴν αὐτοῦ μητέρα κατάξοντας. τῆς δὲ τῷ υἱῷ προσφυείσης μετὰ δακρύων, εἰς οἶκτον ἐκεῖνος ἐκλίθη καὶ ἀφῆκεν αὐτήν, εἰς ἑαυτὸν δὲ τὴν ἐξουσίαν μετήνεγκε καὶ προεχειρίσατο δομέστικον τῶν σχολῶν τὸν Γαριδᾶν Ἰωάννην τὸν μάγιστρον. ὁ δὲ δρουγγάριος ὁ Λακαπηνός, ἐξαρτύσας τὸν στόλον ὥσπερ εἰς ναυμαχίαν κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ τοῖς βασιλείοις προσέπλευσεν εἰς τὸν Βουκολέοντα. καὶ ὁ μὲν πατριάρχης καὶ ὁ μάγιστρος Στέφανος εὐθὺς ἐκ τῶν ἀνακτόρων [468] ἐξέστησαν, ὁ δὲ Ῥωμανὸς ὅρκους πρότερον τελέσας φρικωδεστάτους μήποτε κατὰ τοῦ βασιλέως φρονῆσαι μηδ' ἐπιθέσθαι τῇ βασιλείᾳ, ἀνῆλθεν εἰς τὰ βασίλεια· καὶ εἰς τὸν ἐν τῷ Φάρῳ ναὸν τῷ Κωνσταντίνῳ συνεισελθὼν καὶ πίστεις δούς τε καὶ εἰληφὼς μέγας ἑταιρειάρχης προβάλλεται. ἐπέστειλε δὲ τῷ Φωκᾷ ὁ βασιλεὺς μὴ ἀθυμῆσαι μηδ' ἀπογνῶναι, προσμεῖναι δὲ μικρόν, ὡς μελλούσης αὐτῷ γενέσθαι προνοίας μετὰ βραχύ.

   Ὁ δὲ Ῥωμανὸς τὴν ἑαυτοῦ θυγατέρα Ἐλένην μνηστεύεται τῷ βασιλεῖ Κωνσταντίνῳ, καὶ τῇ τρίτῃ τοῦ πάσχα τετέλεστο τὰ γαμήλια, τοῦ πατριάρχου Νικολάου τὴν ἱερολογίαν ποιήσαντος· καὶ αὐτίκα τετίμηται βασιλεοπάτωρ ὁ Ῥωμανός, μέγας δ' ἑταιρειάρχης Χριστοφόρος ὁ τούτου υἱός. ταῦτα δὲ μαθὼν ὁ Φωκᾶς τυραννίδι ἐπέθετο, Κωνσταντῖνον τὸν παρακοιμώμενον προσλαβόμενος καὶ ἑτέρους τῶν ἀρχόντων καὶ διαβεβαιούμενος ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου πράττειν ὃ πράττει. ὁ Ῥωμανὸς δὲ γραφὴν γεγραφὼς ἀνατροπὴν περιέχουσαν τῆς τοῦ Φωκᾶ προφάσεως καὶ ταύτην τῇ τοῦ βασιλέως ὑποσημασίᾳ καὶ χρυσῇ σφραγῖδι βεβαιωσάμενος, πέμπει ταύτην παρὰ τὸ μετὰ τοῦ Φωκᾶ στράτευμα μετά τινος γυναίου ἑταιρικοῦ. κἀκεῖνο [469] πολλοῖς τὴν χρυσοσήμαντον ὑποδεικνύον λάθρᾳ γραφὴν πολλοὺς καταλιπεῖν πεποίηκε τὸν Φωκᾶν καὶ προσχωρῆσαι τῷ βασιλεῖ. ὁ δὲ Φωκᾶς ἐν Χρυσοπόλει γενόμενος καὶ καταλειφθεὶς ὑπὸ τοῦ μετ' αὐτοῦ πλήθους τῷ βασιλεῖ προσφοιτήσαντος ἐτράπετο εἰς φυγὴν καὶ ἔν τινι χωρίῳ γενόμενος, ὅπερ παρὰ τῶν ἐγχωρίων Γοηλέων κατωνομάζετο, συλλαμβάνεται καὶ τυφλωθεὶς εἰσάγεται εἰς τὴν βασιλεύουσαν· καὶ τοῦτο τέλος τῇ αὐτοῦ τυραννίδι ἐγένετο. ἀλλὰ μὴν καὶ ἑτέρα ἐπιβουλὴ κατὰ τοῦ βασιλέως συνέστη· νεανίας γάρ τινες καθῆκαν κατ' αὐτοῦ θηρῶντος, ἵνα αὐτῷ ἐν τῇ θήρᾳ ἐπίθωνται. ἀλλ' ἐγνώσθη τὸ βούλευμα, καὶ οἱ πρωτουργοὶ ἐκολάσθησαν.

   Ἐξεβλήθη δὲ τῶν βασιλείων καὶ ἡ τοῦ βασιλέως μήτηρ Ζωή, ὡς ἐπιβουλεύουσα δῆθεν τῷ βασιλεοπάτορι, καὶ ἀπεκάρη ἐν τῇ τῆς ἁγίας Εὐφημίας μονῇ. τῇ δὲ κδ΄ τοῦ Σεπτεβρίου μηνὸς εἰς τὴν τοῦ Καίσαρος ἀξίαν ἀνήχθη ὁ Ῥωμανὸς καὶ κατὰ τὸν Δεκέμβριον τῷ τῆς βασιλείας διαδήματι τεταινίωτο παρὰ τοῦ πατριάρχου Νικολάου τοῦ Κωνσταντίνου δῆθεν ἐπιτροπῇ.

   Καὶ ὁ μὲν Λακαπηνὸς Ῥωμανὸς οὕτω τῆς ἀναρρήσεως ἔτυχεν, οὐκ ἠγάπα δὲ ταύτης τυχὼν αὐτός, ἀλλὰ μετὰ βραχὺ [470] καὶ τὴν οἰκείαν ὁμευνέτιν τὴν Θεοδώραν ταινιοῖ, εἶτα καὶ τὸν υἱὸν Χριστοφόρον, προαιρέσει μὲν τῷ δοκεῖν τοῦ Κωνσταντίνου, τῇ δ' ἀληθείᾳ βιαζομένου ἀσχάλλοντός τε πρὸς οὓς ἐθάρρει καὶ ἐν συμφορᾷ τιθεμένου τὰ πραττόμενα, μὴ θαρροῦντος δὲ ἀντερεῖν. ἐπιβουλῆς δὲ κατὰ τοῦ Ῥωμανοῦ γενομένης, ἧς ὁ σακελλάριος πρωτουργὸς ἦν Ἀναστάσιος, ὡς τῷ Κωνσταντίνῳ δῆθεν ἀμύνων, ἐγνώσθη τὰ κατ' αὐτήν, καὶ οἱ μὲν συνίστορες, ὡς ἔδοξε τῷ Ῥωμανῷ, ἐκολάσθησαν, ὁ δὲ σακελλάριος ἀπεκάρη. ἣν δὲ πρόφασιν ἔσχεν ὁ Ῥωμανὸς τοῦ ὑποβιβάσαι τὸν Κωνσταντῖνον ἑαυτοῦ, μέχρι τότε πρῶτον εὐφημούμενον ἐν ταῖς ἀναρρήσεσιν.

   Ὁ Συμεὼν δὲ κατὰ τῆς πόλεως ἐκπέμπει στρατόν· ἵνα δὲ μὴ ἐλθόντες τὰς πρὸ τῆς πόλεως διαφθείρωσιν ἀγλαΐας, ἔπεμψε καὶ ὁ Ῥωμανὸς τοὺς ἀντιταξομένους αὐτοῖς. καὶ τῶν Βουλγάρων ἐπελθόντων αὐτοῖς πίπτουσι μὲν καὶ τῶν ἀρχόντων πολλοί, τῶν δέ γε στρατιωτῶν οἱ μὲν εἰς τὰς τριήρεις σπεύδοντες ἐμβῆναι παραπλεούσας εἰς τὴν θάλασσαν ἐξωλίσθαινον καὶ ὑπὸ κυμάτων ἐφέροντο, οἱ δὲ ὑπὸ τῶν πολεμίων διώλλυντο, οἱ δὲ καὶ ζῶντες συνελαμβάνοντο. οὕτω δὲ διατεθείσης τῆς Ῥωμαϊκῆς στρατιᾶς κατὰ τὰς Πηγάς, τά τε ἐκεῖ ὄντα ἀνάκτορα οἱ Βούλγαροι ἐπυρπόλησαν καὶ τἄλλα ὅσα ἐν τῷ αἰγιαλῷ [471] τοῦ κατ' ἀντικρὺ τῆς πόλεως ἦσαν διακειμένου πορθμοῦ. θανούσης δὲ τῆς τοῦ Ῥωμανοῦ συμβίου τῆς Αὐγούστης Θεοδώρας ἡ τοῦ βασιλέως Χριστοφόρου γυνὴ Σοφία τοῦ τῆς Αὐγούστης ἠξιώθη ὀνόματος.

   Ὁ τῶν Βουλγάρων δ' ἐξηγούμενος Συμεὼν τῇ Ἀδριανουπόλει προσέβαλε καὶ ταύτην ἐπολιόρκει. ἤνυσε δ' ἂν οὐδέν, εἰ μὴ τοῖς ἔνδον ἐπιλελοίπει τὰ ἐπιτήδεια· βιαζόμενοι γὰρ τῷ λιμῷ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν τοῖς πολεμίοις παρέδωκαν. τότε μέντοι καὶ ὁ ἐκ Τριπόλεως Λέων μετὰ δυνάμεως ναυτικῆς κατὰ Ῥωμαίων ἐχώρησεν· ἀλλὰ τούτῳ περὶ τὴν νῆσον Λῆμνον τριήρεις ἐπελθοῦσαι Ῥωμαϊκαὶ τοὺς μὲν Ἀγαρηνοὺς σχεδόν τι ξύμπαντας διεφθάρκασι, τὰς δὲ νῆας αὐτῶν ὑποβρυχίους ἐποίησαν, μόλις τοῦ Τριπολίτου φυγεῖν ἐξισχύσαντος. καὶ ὁ Βούλγαρος δὲ Συμεὼν τά τε κατὰ Μακεδονίαν καὶ τἀπὶ Θρᾴκης σὺν βαρεῖ στρατεύματι ἐληίζετο καὶ παρὰ τὴν πόλιν ἐλθὼν ἀγχοῦ τῶν Βλαχερνῶν πεποίητο τὴν παρεμβολὴν καὶ τῷ βασιλεῖ Ῥωμανῷ ἐζήτησεν ἐντυχεῖν. καὶ τὴν ἔντευξιν ὁ βασιλεὺς ᾑρετίσατο καὶ κατὰ τὸν τοῦ Κοσμιδίου αἰγιαλὸν ὁ μὲν βασιλεὺς σὺν [472] τῷ στόλῳ ἀφίκετο, ὁ δέ γε Συμεὼν μετὰ τῆς οἰκείας παρεγένετο στρατιᾶς, καὶ ὡμίλησαν· καὶ ὁ βασιλεὺς μεγαλοπρεπῶς τῷ Συμεὼν ἐδωρήσατο. ἀσύμβατοι δὲ ἀπ' ἀλλήλων διέστησαν, ὃ καὶ δυὰς ἔδοξε δηλῶσαι ἀετῶν. φασὶ γὰρ ἄνωθεν αὐτῶν διαπτῆναι τούτους καὶ ἀλλήλοις συμμίξαι μετὰ κλαγγῆς, εἶτ' εὐθὺς διαστῆναι ἀλλήλων, τοῦ μὲν ἐπὶ τὴν πόλιν ἀποπτάντος, τοῦ δ' ἐπὶ Θρᾴκην κινήσαντος τὸ πτερόν.

   Ὁ βασιλεὺς δὲ Ῥωμανὸς ἀπληστευσάμενος ἐπὶ τῇ τῆς βασιλείας ἀρχῇ καὶ ὥσπερ ἐπιλελησμένος τῶν ὅρκων, οὓς ὠμωμόκει καθ' ἱερῶν, καὶ μὴ ἀρκούμενος ὅτι ἑαυτὸν καὶ τὸν τῶν υἱέων πρεσβύτερον ἠξίωσε διαδήματος, καὶ τοὺς λοιποὺς δύο τῶν παίδων αὐτοῦ βασιλικῶς τεταινίωκεν, εἶτα καὶ τὸν ἐκ τοῦ Χριστοφόρου γενόμενον αὐτῷ υἱωνόν, καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀντὶ βασιλείας εἰς πολυαρχίαν μετήνεγκε. τῷ τελευταίῳ δὲ τῶν υἱῶν αὐτοῦ Θεοφυλάκτῳ τὸν θρόνον τὸν ἀρχιερατικὸν τῆς βασιλίδος τῶν πόλεων μνηστευόμενος ἀπέκειρε κληρικόν, διὰ τοῦ πατριάρχου προχειρισθέντα καὶ σύγκελλον. τοῦ πατριάρχου δὲ Νικολάου ἔτη τρισκαίδεκα τὸ δεύτερον τῆς ἐκκλησίας κρατήσαντος καὶ μεταθεμένου τὴν βιοτήν, ὁ μητροπολίτης [473] Ἀμασείας Στέφανος εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετήνεκτο.

   Ὁ μέντοι τῶν Βουλγάρων ἄρχων ὁ Συμεών, ἀνὴρ ὢν αἱμάτων, ἡσυχίαν ἄγειν οὔποτε ὅλως προῄρητο· ὅθεν κατὰ τοῦ ἔθνους τῶν Χροβάτων ἐστράτευσεν, ἀλλ' ἥττητο ὑπ' ἐκείνων, κἀν ταῖς τῶν ὀρῶν δυσχωρίαις τὸ οἰκεῖον ἀπέβαλε στράτευμα. ἐν τούτῳ δὲ πρόσεισί τις τῷ βασιλεῖ Ῥωμανῷ, λέγων τὴν ἄνωθεν τῆς ἐν τῷ Ξηρολόφῳ ἁψῖδος καθιδρυμένην στήλην καὶ πρὸς τὰ ἑσπέρια ἀποβλέπουσαν εἰς τὸν Συμεὼν ἐστοιχειῶσθαι τὸν Βούλγαρον, καὶ εἰ τὴν ταύτης ἀποτέμῃ τις κεφαλήν, ἕψεται τῇ ἐκτομῇ τοῦ Συμεὼν ἡ φθορά. ὁ μὲν οὖν εἶπε ταῦτα, καὶ ἡ κεφαλὴ τῆς στήλης οὐκ εἰς μακρὰν ἐξετέτμητο, καὶ τῷ Συμεὼν αὐθωρὸν ἐπέλιπε τὸ βιώσιμον, ληφθέντι καρδιωγμῷ, ὡς μετὰ ταῦτα ἐγνώσθη τῷ βασιλεῖ ἀκριβωσαμένῳ τῆς ἐκείνου τελευτῆς τὸν καιρόν. ὡς δ' ἐξ ἀνθρώπων ὁ Συμεὼν ἀπελήλυθεν, ἡ τῶν Βουλγάρων ἀρχὴ πρὸς Πέτρον τὸν ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς αὐτῷ τεχθέντα περιελήλυθεν. ὅς, ἐπεὶ καὶ λιμῷ τὸ τῶν Βουλγάρων ἔθνος ἦν πιεζόμενον καὶ τὰ πέριξ [474] ἔθνη μὴ κατ' αὐτοῦ ὁρμήσαιεν ἐδεδίει καὶ πρὸ τῶν ἄλλων Ῥωμαίους, στέλλει πρὸς τὸν βασιλέα, σπονδὰς ποιησόμενος, εἰ δ' αἱροῖτο, καὶ κῆδος εἰς ἑαυτόν. ὡς δὲ τῷ βασιλεῖ καὶ ἄμφω καταθύμια ἔδοξε τὰ αἰτούμενα, καὶ αὐτὸς ὁ Πέτρος ἀφίκετο, καὶ γεγόνασι μὲν συνθῆκαι περὶ σπονδῶν, συνήφθη δὲ αὐτῷ πρὸς συμβίωσιν γαμικὴν καὶ ἡ τοῦ βασιλέως ἐγγόνη, ἣ ἐκ τοῦ πρεσβυτέρου τῶν υἱῶν αὐτοῦ τοῦ Χριστοφόρου γεγέννητο.

   Ὁ δὲ βασιλεὺς Ῥωμανὸς οὐκ ἀρκοῦν ἡγούμενος ὅτι ἑαυτοῦ τὸν βασιλέα Κωνσταντῖνον ὑπεβίβασε, λαβὴν ἐζήτει καὶ τὸν Χριστοφόρον προθεῖναι αὐτοῦ· καὶ παρεσκεύασε τὴν τῶν Βουλγάρων πληθὺν ἐν τῷ τοῦ γάμου καιρῷ στασιάσαι, ζητοῦσαν τὸν Χριστοφόρον πρὸ τοῦ Κωνσταντίνου ἀναγορεύεσθαι, καὶ διὰ τὴν στάσιν δῆθεν οἰκονομῶν τι παρεχώρησε τὸ αἰτούμενον γίνεσθαι. εἶτα μήτε τὸ θεῖον δείσας, ὃ τὰς ὁμολογίας αὐτῷ ἐμπεπέδωκε, μήτ' αἰδεσθεὶς τὸ ὑπήκοον, καὶ ἄμφω τοὺς ἄλλους υἱεῖς αὐτοῦ τοῦ Κωνσταντίνου προτέρους εὐφημεῖσθαι πεποίηκε, καὶ ὁ πρῶτος πέμπτος ἐγένετο, καὶ εἰ μὴ ὁ μικρὸς Ῥωμανὸς ὁ τοῦ Χριστοφόρου υἱὸς ἔφθη θανών, κἀκεῖνος ἂν [475] αὐτοῦ προτετίμητο. ἦν οὖν ὁ αὐθιγενὴς βασιλεὺς καὶ ᾧ κατὰ κλῆρον ἡ βασιλεία διέφερεν ὥσπερ παρέγγραπτος. ἀλλ' ἐπὶ τούτοις ἡ δίκη οὐκ ἐπενύσταξεν· ἀναβεβλήσθω δ' ἡ περὶ τούτων διήγησις.

   Ὁ Ἀμασείας δὲ Στέφανος ἔτη τρία διαγαγὼν ἐν τῷ θρόνῳ τῆς ὑπερκειμένης τῶν πόλεων ἐτελεύτησε, καὶ ἐχειροτονήθη Τρύφων τις μοναχὸς ἐπὶ συνθήκαις τοῦ μετὰ χρόνον ὡρισμένον ἑκὼν ἐκστῆναι τοῦ θρόνου τῷ τοῦ βασιλέως υἱῷ τῷ Θεοφυλάκτῳ· ἦν γὰρ ἔτι μειράκιον. γέγονε δ' ἐν τοῖς χρόνοις τούτοις χειμών τε ἀφόρητος λιμός τε σφοδρότατος καὶ ἐμπρησμὸς φρικωδέστατος. ὅτε καὶ ὁ βασιλεὺς Χριστοφόρος τὴν ζωὴν ἐξεμέτρησεν. ἤδη δὲ τοῦ ὡρισμένου καιροῦ παραρρυέντος ὁ πατριάρχης Τρύφων οὐ μεθίετο τοῦ θρόνου τοῦ ἀρχιερατικοῦ κατὰ τὰ συγκείμενα, ἀλλ' ὅλαις χερσὶ τῆς ἀρχιερωσύνης ἀντείχετο. καὶ ὁ βασιλεὺς ἠνιᾶτο διὰ τὴν ἀπάτην, ὡς ἐμπαιχθείς. ὁ γοῦν Καισαρείας χαρίσασθαι τῷ βασιλεῖ προθυμούμενος δόλῳ μέτεισι τὴν τοῦ πατριάρχου ἀφέλειαν καὶ φίλου προσωπεῖον ἑαυτῷ περιθέμενος τῷ πατριάρχῃ φησίν "ἡ μὲν κατὰ σοῦ τοῦ κρατοῦντος ἐπίθεσις σφοδρά, ἀλλ' ἐπιλείπουσιν αὐτῷ αἰτιάματα [476] ὑπὸ καθαίρεσίν σε τιθέμενα, καὶ λοιπὸν εἰς τὸ μηδὲ ὅλως εἰδέναι σε γράμματα οἱ κατὰ σοῦ περιίστανται. ἀλλὰ σπεῦσον καὶ τούτου τοὺς μελετῶντας κατὰ σοῦ ἀποκρούσασθαι. διαλύσεις δὲ τούτοις τὸ σπούδασμα, εἰ ἐνώπιον πολλῶν χάρτην λαβὼν τὸ ὄνομα ἐγχαράξεις τὸ σὸν καὶ τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα. καὶ τούτου ἀποκομισθέντος τῷ βασιλεῖ οὐκέτι κατὰ σοῦ αἰτίαμα περιλέλειπται." ὁ μὲν οὖν συνεβούλευσε ταῦτα· ὁ δὲ ἐπείθετο καὶ πολλῶν παρόντων ἀγράφῳ χάρτῃ ταῦτ' ἐγεγράφει· "Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης." καὶ λαβὼν τὸν χάρτην ὁ Καισαρείας ἀπῄει ἐμφανίσων τοῦτον τῷ βασιλεῖ. ἔγγραφον οὖν ἐν αὐτῷ παραιτήσεως ὡς ἐκ τοῦ πατριάρχου ἄνωθι τῆς ὑπογραφῆς ἐξυφαίνεται, καὶ ὡς παραιτησάμενος τῆς ἐκκλησίας ἐκβάλλεται, καὶ ὁ τοῦ βασιλέως υἱὸς πατριάρχης κεχειροτόνηται.

   Στόλος δὲ Ῥωσικὸς ἐπῆλθε κατὰ τῆς πόλεως, καὶ ὁ στόλος οὐ χιλιόναυς, ὡς λέγεται, ἀλλ' εἰς πεντεκαίδεκα χιλιάδας τὰ τούτου πλοῖα ἠρίθμηντο. τούτοις περὶ τὸν Φάρον προσορμισθεῖσιν ἀντίπρῳρος ἔστη στόλος Ῥωμαϊκὸς καὶ ἀθρόον αὐτοῖς προσβαλὼν ἐτρέψατο τοὺς βαρβάρους καὶ πολλὰ τῶν πλοίων [477] τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσεν. ὅσα δέ γε περιελέλειπτο πρὸς ἕω περαιωθέντα, τῷ πατρικίῳ Βάρδᾳ ἐνέκυρσε τῷ Φωκᾷ, στρατιωτικοῦ στρατηγοῦντι συντάγματος, ὃς πρὸς συλλογὴν τῶν ἀναγκαίων πολλοὺς ἐξιόντας τῶν πλοίων καταλαμβάνων ἀνῄρει. ἀλλὰ καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας ἑτέροις ἐντυγχάνων κατὰ ζήτησιν τῶν ἐπιτηδείων ἐκβαίνουσι τῶν νηῶν καὶ ἐζώγρει καὶ μαχαίρας ἔργον ἐτίθετο. οὕτω δὲ καὶ διὰ θαλάσσης καὶ διὰ γῆς παθόντες κακῶς οὐκέτι τῶν πλοίων ἐξώρμουν. ὡς δὲ τὰ πρὸς τροφὴν αὐτοῖς παντάπασιν ἐπιλέλοιπεν, ἐπανελθεῖν ἐς τὰ οἰκεῖα διανενόηνται καὶ ἤδη τοῦ ἔκπλου κατήρξαντο. ἀλλ' αὖθις αὐτοῖς αἱ τριήρεις ἐπέθεντο, καὶ δὶς οἱ βάρβαροι κατεναυμαχήθησαν, ὡς ὀλίγας πάνυ τῶν σφετέρων νηῶν ἐκφυγεῖν καὶ ἀνθυπονοστῆσαι πρὸς τοὺς οἰκείους, ἀγγέλους γενομένους ἐκείνοις τῆς συμφορᾶς. καὶ οἱ μὲν Ῥῶς παθόντες πλέον κακῶς ἢ δεδρακότες τῆς κατὰ Ῥωμαίων ἀπέσχοντο ἐπιθέσεως.

   Καὶ οἱ Ἀγαρηνοὶ δὲ διὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ Κουρκούα καὶ τοῦ ἀδελφοῦ Θεοφίλου (πάππος δὲ [478] ὁ Θεόφιλος τοῦ μετέπειτα τῆς βασιλείας κρατήσαντος Ἰωάννου) ἥττηντό τε πολλάκις καὶ τεταπείνωντο καὶ πόλεις οὐκ ἐλαχίστας ὧν κατεῖχον ἀφῄρηντο.

   Ὁ δὲ βασιλεὺς Ῥωμανὸς εἰς συναίσθησιν τάχα δόξας ἐλθεῖν τῆς ἐπιορκίας καὶ τῆς τῶν συνθηκῶν παραβάσεως, ἃς πρὸς τὸν βασιλέα Κωνσταντῖνον πεποίητο, δι' εὐποιιῶν ἔσπευδεν ἐξιλεώσασθαι τὸν θεόν. καὶ διαδόσεις μὲν καὶ ἀλλοίας ἐτίθετο, ἐπὶ δὲ ταύταις καὶ τὰ παρὰ τῶν ἐν τῇ πόλει χρεωστούμενα τοῖς δανεισταῖς ἀποδοὺς τοὺς ὀφειλέτας ἀπέλυσε τοῦ βάρους τῆς ὀφειλῆς, καὶ τὰ γραμματεῖα λαβὼν ἐν μέσῃ τῇ ἀγορᾷ πυρὶ κατῃθάλωσεν· εἰς ἐννεακαίδεκα δὲ κεντηνάρια τὰ τῶν ὀφειλῶν ἠριθμήθησαν. παρέσχε καὶ τὰ ἐνοίκια τῶν κατὰ τὴν μεγαλόπολιν οἰκούντων μισθωτικῶς. τοὺς μὲν οὖν ὀφειλέτας ὠφέλουν ταῦτα, τῷ δέ γε Ῥωμανῷ μικρὸν ἢ οὐδὲν οἶμαι λυσιτελεῖν, ὅτι τε ἀλλότρια ἐτύγχανον τὰ διδόμενα (δημόσια γάρ) καὶ ὅτι τὴν βασιλείαν ἁρπάσας καὶ ταύτην κατέχων καὶ ἀπολαύων αὐτῆς καὶ τὸν ᾧ προσῆκε ταύτης ἀποστερῶν ἑαυτῷ μὲν ἀπεκλήρου τῆς βασιλικῆς εὐκληρίας τὰ ξύμπαντα, ταῖς δ' εὐποιίαις ῥανίδα μικρὰν ἀπεμέριζε, τοιοῦτόν τι πράττων οἷον ἄν τις, εἰ [479] βοῦν ἀπελάσας τοῦ γείτονος καὶ καταθύσας αὐτὸν τοὺς μὲν πόδας ἄκρους διένειμε πένησι, τὸ σῶμα δ' ὅλον αὐτὸς ἐθοινήσατο. ἀλλὰ ταῦτα κατ' ἀνθρωπίνην κρίσιν· εἰ δέ τις πρὸς τὴν θείαν ἀποβλέψειεν ἀγαθότητα, οὐδὲ ταῦτ' ἂν ἴσως εἴποι ἀσυντελῆ.

   Τούτου τῶν σκήπτρων κρατοῦντος καὶ τὸ ἀχειρότευκτον ἐκτύπωμα τοῦ σωτῆρος Χριστοῦ τὸ θεῖον χειρόμακτρον ἐκομίσθη πρὸς τὴν προκαθημένην τῶν πόλεων. εἶχε μὲν γὰρ τέως τοῦτο ἡ Ἔδεσα· ἡ δὲ ἁλῶναι παρὰ Ῥωμαίων πολιορκούντων αὐτὴν ἐκινδύνευεν· ἵν' οὖν φύγοιεν οἱ Ἐδεσηνοὶ τὴν ἐκπόρθησιν, λύτρον ταύτης τὸ θεῖον παρέσχον ἐκτύπωμα. ἀφίκετο δὲ τότε καὶ ἐξ Ἀρμενίας μειρακίσκων δυὰς συμφυῶν, τοῦ ἑνὸς δὲ θανόντος ἐτμήθη ἡ συμφυΐα παρ' ἰατρῶν· ἀλλ' οὐδὲν τὸν περίλοιπον ὤνησε, μικρὸν δ' ἐπιβιώσας τῷ ἀδελφῷ κἀκεῖνος ἐξέπνευσεν.

[480]    Ὅπως μὲν οὖν μηδὲν αὐτῷ προσήκουσαν τὴν βασιλείαν ὁ Ῥωμανὸς ἐσφετερίσατο καὶ τοὺς αὐτοῦ παῖδας τῆς βασιλικῆς ἠξίωσε τιμῆς τε καὶ κλήσεως καὶ ὅπως ἑαυτὸν καὶ τοὺς παῖδας τῶν πρωτείων ἠξίωσε, τὸν δ' ἐγγενῆ τῆς βασιλείας διάδοχον Κωνσταντῖνον πολλοστὸν ἔθετο πάντων ὑποβιβάσας, ἤδη μοι προϊστόρηται. ἥκει δὲ νῦν ὁ λόγος προσθήσων καὶ τὰ ἑξῆς καὶ δείξων ὡς κἂν βραδύτερον ἴσως μέτεισι τοὺς ἀδικοῦντας ἡ πρόνοια, μετανοίας αὐτοῖς ἐπιμετροῦσα καιρόν, ἀλλά γε τοῦ κακοῦ μὴ ἀπεχομένους μέτεισι σχολαίῳ ποδὶ καὶ δίκας εἰσπράττεται. ἤνυε μὲν οὖν ὁ Ῥωμανὸς αὐταρχῶν εἰκοστὸν καὶ ἕκτον ἐνιαυτόν· ὁ δὲ Κωνσταντῖνος, ὅπως ἑαυτῷ τὴν βασιλείαν ἐπανασώσηται, διὰ παντὸς ἔστρεφε κατὰ νοῦν, καὶ ἵνα τὸ ἐφετὸν αὐτῷ διαπράξηται, δι' ἑτέρων ἐπεγείρει τῷ πατρὶ τοὺς υἱοὺς ἢ μᾶλλον τὸν ἕνα τὸν Στέφανον. ὁ γὰρ Κωνσταντῖνος σταθηροτέρας τυγχάνων φρενὸς τὴν προσβολὴν οὐ προσήκατο. ὁ δὲ προσεταιρισάμενος καὶ ἄλλους ἐπέθετο τῷ πατρὶ καὶ κατασχὼν αὐτὸν ἐν τῇ νήσῳ τῇ Πρώτῃ περιώρισε καὶ ἀπέκειρεν, αὐτὸς δὲ τῆς βασιλικῆς ἀντεποιήσατο διοικήσεως σὺν τῷ γαμβρῷ καὶ [481] τῷ ἀδελφῷ· ἀλλ' οὐκ ἦν ὁμοφρονῆσαι τοὺς τρεῖς. ἔν τισιν οὖν διεφέροντο καὶ ἀλλήλοις ἀντέλεγον· κἀντεῦθεν ἀλλήλους ὑπώπτευον καὶ κατασπάσαι τῆς βασιλείας τὸν Κωνσταντῖνον ὁ Στέφανος διὰ φροντίδος ἐτίθετο καὶ ὁ Κωνσταντῖνος αὖθις τὸν Στέφανον. ἀλλ' ἦν ὁ Κωνσταντῖνος πρὸς τοὖργον ὀξύτερος πάνυ, πρὸς τοῦτο καὶ τῆς συζύγου Ἐλένης ἐπισπερχούσης αὐτόν. προσλαβόμενος τοίνυν καί τινας τῶν στρατιωτικῶν ἀρχόντων κατέσχε καὶ ἄμφω τοὺς ἀδελφοὺς συναριστοῦντας αὐτῷ, καὶ αὐτίκα τὸν μὲν εἰς τὴν νῆσον τὴν Πάνορμον ἐξαπέστειλεν (ἡ τοῦ Ἀντιγόνου αὕτη ἐστίν), τὸν δὲ εἰς τὴν καλουμένην Τερέβινθον, καὶ κληρικοὺς καὶ ἄμφω ἀπέκειρεν. εἶτ' ἐκεῖθεν μεταχθῆναι μέλλοντες ἐζήτησαν εἰς ὄψιν ἐλθεῖν τῷ πατρί· οὓς ἰδὼν ἐκεῖνος εἶπεν "υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν." ἐκεῖθεν οὖν ὁ μὲν Στέφανος ἐν Προικονήσῳ περιωρίσθη, κἀκεῖθεν εἰς Ῥόδον κἀκ ταύτης εἰς Μιτυλήνην μετετέθη· τῷ δὲ Κωνσταντίνῳ ἡ Σαμοθρᾴκη περιγραπτὸν ἐγένετο ὅριον. [482] ὃς ἀποδρᾶναι δοκιμάσας πολλάκις καὶ διὰ τοῦτο φαρμάκῳ τὸν πρωτεύοντα τῶν φυλάκων αὐτοῦ ἀνελὼν ἀνῃρέθη παρὰ τῶν ἄλλων. ὁ δὲ Στέφανος ἐν Λέσβῳ ἀπεβίω, ἐννεακαίδεκα διαγαγὼν ἐνιαυτοὺς παρ' αὐτῇ. ὁ δὲ τούτων πατὴρ ἐν τῇ Πρώτῃ τὴν ζωὴν ἐξεμέτρησε· καὶ οὕτω τούτων ἕκαστον ἡ δίκη μετῆλθεν.

   Ἄρτι δὲ τῆς μοναρχίας ὁ Κωνσταντῖνος τυχὼν καὶ τῷ υἱῷ Ῥωμανῷ διάδημα περιέθετο, τοῖς τε συναραμένοις αὐτῷ εἰς τὴν τῶν βασιλευόντων καθαίρεσιν ἀμοιβὰς ἐκτιννὺς τὸν μὲν Φωκᾶν Βάρδαν μάγιστρον ἐτίμησε καὶ δομέστικον προεχειρίσατο τῶν σχολῶν τῆς ἀνατολῆς. ἀμφοῖν δὲ τῶν τοῦ Βάρδα υἱῶν τὸν μὲν Νικηφόρον τὸν ὕστερον βασιλεύσαντα τῶν ἀνατολικῶν προεβάλετο στρατηγόν, τὸν δὲ Λέοντα τῆς Καππαδοκίας καὶ τοὺς ἄλλους ἄλλως ἠμείψατο. τὸν δὲ τοῦ Στεφάνου τοῦ βασιλέως υἱὸν Ῥωμανὸν ἐκτομίαν ἐποίησεν, ἀλλὰ μὴν καὶ Βασίλειον, τὸν νόθον υἱὸν τοῦ γέροντος Ῥωμανοῦ, ὃν ἐγείνατο δούλῃ τινὶ συμφθαρείς. τὸν δὲ τοῦ Χριστοφόρου υἱὸν Μιχαὴλ ἀπέκειρε κληρικόν.

   Ἦν δὲ ὁ Κωνσταντῖνος τὰ πρὸς θεὸν εὐσεβὴς καὶ λόγοις προσκείμενος, ὡς ἔστι καταμαθεῖν ἐκ συγγραμμάτων αὐτοῦ, [483] ἀλλὰ μέντοι καὶ ἐξ ἐπιστολῶν, ἃ κἂν μὴ πρὸς τέχνην ἠκρίβωνται τὴν ῥητορικήν, ἀλλά γε σχήμασι ταύτης καί τισιν ἰδέαις ποικίλλονται. ἐδίδου δὲ καὶ ῥυθμοῖς ἑαυτὸν καὶ μέτροις παντοδαποῖς· γνοίη δέ τις τοῦτο ἐξ ὧν ἐπὶ θανούσῃ αὐτῷ τῇ κοινωνῷ τοῦ βίου ἐμμέτρως ἐθρήνησεν. ἐπεμελήθη δὲ καὶ τῆς φιλοσοφίας αὐτῆς, ἐπιλελησμένης ἤδη σχεδόν, ἀλλὰ μέντοι καὶ τῶν ἐπιστημῶν διδασκάλους ἐπιστήσας καὶ ἀναζωπυρήσας ἐκλειπούσας αὐτάς. καὶ ταῦτα μὲν τῆς κρείττονος μοίρας ἐκείνῳ προσῆν. περὶ δὲ τὴν τῆς βασιλείας διοίκησιν διέκειτο μαλθακώτερον, δύσοργός τε καὶ βαρύμηνις τοῖς πταίουσιν ἦν καὶ κολαστὴς ἀπαραίτητος οἴνῳ τε τοῦ αὐτάρκους ἐκέχρητο πλείονι. καὶ ἀρχαιρεσιάζων οὐ τοὺς ἀξίους ἐφίστα ταῖς στρατηγίαις ἢ ταῖς τῆς πολιτείας ἀρχαῖς, ἀλλὰ τοὺς μοχθηροτέρους καὶ ἀδοκίμους καὶ οὓς ἡ βασιλὶς καὶ ὁ παρακοιμώμενος εἰσῆγον Βασίλειος, ὠνίους χρημάτων τιθέμενοι τὰς ἀρχάς. ἀλλ' οὕτω μὲν τὰ τῆς βασιλείας, εἰ καὶ μὴ ἐν πᾶσι καλῶς, ᾠκονόμητο. ἐπιβουλαὶ δὲ κατὰ τοῦ κρατοῦντος ἐμελετήθησαν· ἡ μὲν παρὰ τοῦ παρακοιμωμένου Θεοφάνους, πολλοὺς καὶ ἄλλους συνίστορας [484] ἔχοντος καὶ βουλομένου τὸν Ῥωμανὸν ἐπαναγαγεῖν ἐκ τῆς Πρώτης εἰς τὰ βασίλεια· ἡ δὲ παρ' ἑτέρων, τὸν Στέφανον ἐκ Λέσβου λαβεῖν μελετησάντων καὶ ἀποκαταστῆσαι τῇ βασιλείᾳ. ἀλλὰ καὶ ἄμφω τὰς ἐπιβουλὰς ὁ Κωνσταντῖνος ἐφώρασε καὶ τοὺς μὲν συνωμότας ἐκόλασε, τοὺς δὲ βασιλειῶντας ὑπ' ἀσφαλεστέραν ἔθετο τήρησιν.

   Τῶν Τούρκων δέ (τοὺς δ' Οὔγγρους οὕτω καλεῖσθαι καὶ πρῴην εἰρήκαμεν) τὰ Ῥωμαίων ληιζομένων ἐπί τινα καιρὸν ἠρεμῆσαι τὸ ἔθνος συμβέβηκεν. ὁ γὰρ τούτων ἀρχηγετῶν Βολοσουδὴς κεκλημένος καὶ ἕτερος δ' αὖθις Γυλᾶς, καὶ αὐτὸς μέρους ἄρχων, προσηλθέτην τῷ βασιλεῖ· καὶ ἕκαστος αὐτῶν τοῦ θείου τῆς παλιγγενεσίας ἠξιώθη λουτροῦ καὶ τὸ καθ' ἡμᾶς ἐμυήθη μυστήριον, καὶ πατρίκιος ἐτιμήθη ἑκάτερος, καὶ κατηντλήθησαν χρήμασι καὶ οὕτως ἐπανῆλθον εἰς τὰ ἤθη τὰ ἑαυτῶν, λαβόντες καὶ ἀρχιερέα, δι' οὗ πολλοὶ πρὸς ἐπίγνωσιν τοῦ θεοῦ μετηνέχθησαν. ἀλλ' ὁ μὲν Γυλᾶς καὶ τῇ πίστει ἐνέμεινε καὶ τὴν εἰρήνην ἐτήρησεν. ὁ δὲ λοιπὸς τὰς πρὸς θεὸν συνθήκας ἠθετηκὼς αὖθις κατὰ Ῥωμαίων ὡπλίζετο, τοῦτο δὲ καὶ κατὰ Φράγγων ποιῆσαι ἐπιχειρήσας ἑάλω καὶ ἀνεσταύρωτο. καὶ ἡ [485] τοῦ κατὰ Ῥωμαίων ἐκπλεύσαντος Ῥῶς γαμετὴ Ἔλγα, τοῦ ξυνευνέτου αὐτῆς τελευτήσαντος, προσῆλθε τῷ βασιλεῖ καὶ βαπτισθεῖσα τιμηθεῖσά τε, ὡς ἐχρῆν, ὑπενόστησεν. ἐφρόντιζε δὲ ὁ αὐτοκράτωρ, ἤδη θανούσης τῆς τῷ υἱῷ αὐτοῦ Ῥωμανῷ συζυγείσης θυγατρὸς τοῦ τῶν Φράγγων ῥηγὸς Οὔγωνος, ἑτέραν ἀγαγέσθαι αὐτῷ γαμετήν, καὶ συνοικίζει αὐτῷ κόρην, τύχης μὲν χαμερποῦς ἢ καὶ χυδαίας, εἴποιεν ἄν τινες, καπήλων γὰρ ἐκφῦναι ταύτην φασί, τὸ δὲ εἶδος εὐπρεπεστάτην, ἄντικρυς ἄγαλμα πλασθεῖσαν παρὰ τῆς φύσεως, ἥτις Ἀναστασὼ καλουμένη Θεοφανὼ μετωνόμαστο.

   Ἔτει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου αὐταρχίας ὁ πατριάρχης Θεοφύλακτος ἀπεβίω, ἐπὶ ἔτη τρία καὶ εἴκοσιν ἀρχιερατεύσας· ἑξκαίδεκα δὲ ἦν ἐνιαυτῶν, ὅτε τῆς ἀρχιερωσύνης ἀθέσμως ἠξίωτο. ὅθεν καὶ ὑπὸ παιδαγωγοὺς ἐτέλει ὁ πατριάρχης, ἕως αὐτῷ ὁ πατὴρ ἐβασίλευεν· εἶτα τούτους ἀποσεισάμενος πολλὰ τῶν οὐ δεόντων ἢ τῶν ἀπειρημένων, εἰπεῖν οἰκειότερον, διεπράττετο, ἱππομανῶν τε καὶ κυνοτροφῶν καὶ θήραις προσκείμενος [486] καὶ τὰ τούτοις πράττων ἀκόλουθα. ἔτρεφε δὲ καὶ ἵππων σφοδρότατον ἔρωτα καὶ εἶχε θηλείας ἵππους πάνυ πολλάς. μία τοίνυν αὐτῶν ἡ τῶν λοιπῶν ἐπισημοτέρα κατὰ γαστρὸς ἔχουσα ἔτυχε τεκοῦσα κατὰ τὴν ἱερὰν τῆς μεγάλης πέμπτης ἡμέραν· καὶ λειτουργοῦντι τότε τῷ πατριάρχῃ ἧκέ τις κομίζων περὶ τοῦ τοκετοῦ εὐαγγέλια. ὁ δὲ ὑπερήσθη καὶ τὴν θείαν ἱερουργίαν συντεμὼν σπουδῇ πρὸς τὸ Κοσμίδιον ἀπελήλυθεν (ἐκεῖ γὰρ εἶχον αἱ ἵπποι αὐτοῦ τὰς διατριβάς) καὶ τὸν νεογνὸν πῶλον ἑωρακὼς ὑπενόστησεν εἰς τὴν ἐκκλησίαν καὶ τὴν τῶν ἁγίων παθῶν τοῦ σωτῆρος Χριστοῦ ἐτέλεσε τελετήν. κατέστρεψε δὲ τὴν ζωὴν ἐξ ἱππασίας· θρασύτατα γὰρ ἱππαζόμενος καὶ πρὸς τεῖχός τι τῶν παραθαλασσίων προσαραχθεὶς αἷμα διὰ στόματος ἀνήγαγε, κἀντεῦθεν ἐπὶ δύο ἔτη νοσήσας, εἶθ' ὑδέρῳ περιπεσών, ἀπεβίω. καὶ προεχειρίσθη πατριάρχης Πολύευκτος, μοναχὸς ἐκτομίας καὶ λόγῳ διαπρέπων καὶ ἀρετῇ· καὶ ὃς παρὰ τοῦ Καισαρείας κεχειροτόνητο. ὁ γὰρ Ἡρακλείας προσκεκρουκὼς κατά τι τῷ βασιλεῖ ἐκωλύθη τοῦ προνομίου [487] αὐτοῦ· καὶ τοῦτο τοῖς φιλοσκώμμοσιν εὕρητο κατὰ τοῦ πατριάρχου αἰτίαμα. ἐπεὶ δ' ἐχειροτονήθη, τῷ βασιλεῖ ἐντυχὼν καταδρομὴν ἐποιήσατο τῶν συγγενῶν τοῦ γέροντος Ῥωμανοῦ καὶ ἀναστεῖλαι τὴν τούτων πλεονεξίαν παρῄνει. ὅπερ οὔτ' αὐτὸς ἀνεπαχθῶς ἤκουσε καὶ ἡ βασιλὶς Ἐλένη, παρὰ τοῦ ἐκτομίου Βασιλείου, ὃς μετέπειτα παρακοιμώμενος γέγονε, προβιβασθεῖσα ἠρέθισε κατὰ τοῦ πατριάρχου τὸν αὐτοκράτορα καὶ ἐζήτει λαβήν, δι' ἧς αὐτὸν τὴν ἀρχιερωσύνην ἀφέληται. τότε δὲ καὶ ἡ τιμία χεὶρ τοῦ Προδρόμου εἰς τὴν ὑπερκειμένην ἀπεκομίσθη τῶν πόλεων ἐξ Ἀντιοχείας διά τινος διακόνου Ἰώβ.

   Τῶν δ' ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν τὰ παράλια τῆς Ῥωμαίων ἡγεμονίας ληιζομένων ὁ βασιλεὺς στόλον ἑτοιμασάμενος, ὃν πλεῖσται συνίστων νῆες πολεμιστήριοι, κατ' ἐκείνων ἐκπέπομφεν. ἀλλ' ἐσφάλησαν τὰ τοῦ στόλου τῇ τοῦ ναυαρχοῦντος ἀπειρίᾳ καὶ ἀμελείᾳ. καὶ τὸ μὲν πλεῖον τοῦ πληρώματος τῶν νηῶν ἀπώλετο, τὸ μὲν ἑαλωκός, τὸ δὲ μαχαίρας ἔργον γενόμενον, πολλοστὸν δὲ διασέσωστο. καὶ αὐτὸς δ' ἂν ἑάλω ὁ ναύαρχος, εἰ μὴ περὶ αὐτὸν συστάντες οἱ αὐτοῦ θεράποντες καὶ συνασπισμῷ [488] τοὺς Ἀγαρηνοὺς ἀπωσάμενοι ἄδειαν παρέσχον τῷ στρατηγῷ ἐμβῆναι εἰς τὴν στρατηγίδα τριήρη καὶ οὕτω φυγεῖν. ἀλλ' οὐχ οὕτω καὶ τῷ Βάρδᾳ Φωκᾷ τῷ τῶν σχολῶν δομεστίκῳ συνηντήκει τὰ πρὸς τοὺς ἑῴους Ἀγαρηνούς, στρατηγικῇ δὲ τέχνῃ καὶ ἐμπειρίᾳ τοὺς πρὸς ἐκείνους πολέμους διατιθέμενος ἄστεά τε πολλὰ ἐκείνων ἀφείλετο καὶ τὰ προστυχόντα λείαν ἐτίθετο.

   Ὅ γε μὴν τοῦ βασιλέως υἱὸς Ῥωμανὸς εἰς ἄνδρας ἤδη τελεῖν ἠργμένος ἐξ ἀγενείων καὶ εἰς ἑαυτὸν τὴν ἐξουσίαν περιαγαγεῖν ἱμειρόμενος, ἐπιβουλεύει τῇ ζωῇ τοῦ πατρός, συμπραττούσης αὐτῷ καὶ τῆς γαμετῆς, καὶ φαρμάκῳ δηλητηρίῳ τὴν ἐπιβουλὴν συνεσκεύασαν, ὃ λαθόντες καθαρτηρίῳ πόματι συνεκέρασαν, ὅπερ ἔμελλεν ὁ αὐτοκράτωρ πιεῖν. ἄρτι δὲ δοθῆναι μέλλον εἰς πόσιν τῷ βασιλεῖ εἴτ' ἐκ προνοίας εἴτε τυχαίως τὸ πλέον ἐκκέχυτο, τὸ δὲ περιλειφθὲν ὀλίγον ὂν καὶ παρὰ τοῦ βασιλέως ποθὲν ὀδύναις μὲν αὐτὸν καὶ κινδύνου φόβοις οὐ μικροῖς περιέβαλεν, οὐ μέντοι καὶ κίνδυνον ἐποίησεν αὐτῷ περὶ τὴν ζωήν. τέως δ' οὖν αὐτὸν δυσχερῶς διαπέφευγε. τῷ πεντεκαιδεκάτῳ δ' ἐνιαυτῷ τῆς αὐτοῦ βασιλείας ἐν τῷ τοῦ Ὀλύμπου ὄρει οὗτος ἐξῆλθεν ὁ βασιλεύς, λόγῳ μὲν ἵνα ταῖς τῶν ἐκεῖ [489] ἀσκουμένων εὐχαῖς καθοπλισθείη κατὰ τῶν Ἀγαρηνῶν, τῷ δ' ὄντι, ὡς λέγεται, ἵνα τῷ Κυζίκου Θεοδώρῳ συγγένηται καὶ ὅπως τὸν Πολύευκτον ἐξωθήσει τῆς ἐκκλησίας σκέψηται μετ' αὐτοῦ. ἔνθα δὴ γεγονώς, κακῶς ἔχων ἐπανῆλθεν εἰς τὰ βασίλεια καὶ μετ' ὀλίγον τὴν ζωὴν ἐξεμέτρησεν, ὡς μέν τισι δοκεῖ, ἐκ δυσκρασίας σωματικῆς, ὡς δ' ἑτέροις δοξάζεται, καὶ αὖθις ὑπὸ τοῦ υἱοῦ ἐπιβουλευθείς. ἦν δ' ὁ σύμπας τῆς βιοτῆς αὐτοῦ χρόνος ἐνιαυτοὶ πεντήκοντα τέσσαρες καὶ μῆνες δύο, συμβασιλεύσαντος τῷ πατρὶ Λέοντι καὶ Ἀλεξάνδρῳ τῷ θείῳ καὶ τῇ μητρὶ ἔτη τρισκαίδεκα καὶ τῷ Ῥωμανῷ τὴν βασιλείαν ἁρπάσαντι ἔτη ἓξ ἐπὶ εἴκοσι, μοναρχήσαντος δὲ τελευταῖον ἐνιαυτοὺς πεντεκαίδεκα. ἦν δὲ μέχρις ἀποβιώσεως ἐν πολλῇ φροντίδι τὴν τοῦ ἀρχιποίμενος καθαίρεσιν τοῦ Πολυεύκτου τιθέμενος. λέγεται δὲ πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς λίθους νυκτὸς φέρεσθαι μετὰ ῥοίζου πολλοῦ κατὰ τῶν αὐτοῦ θαλάμων, καὶ τοῦτο συμβαίνειν ἐπὶ πλείους νύκτας, καὶ νομίσαι μὲν τὸν βασιλέα παρά τινων ἀνθρώπων λιθολευστεῖσθαι καὶ πολλοὺς περιστῆσαι τοῖς βασιλείοις, οἷς ἐπιτετήρητο τὸ γινόμενον· ἀλλ' οὐδεὶς [490] ὤφθη τῶν λίθων πομπεύς· ὅθεν οὐδ' ἐξ ἀνθρώπων τοὖργον νενόμιστο πράττεσθαι.

   Καὶ ὁ μὲν Κωνσταντῖνος τοῦ ἐπικλωσθέντος αὐτῷ μίτου ῥαγέντος τοῦ ὁρισθέντος αὐτῷ χρόνου τῆς βιοτῆς ἀπεβίω, ὁ υἱὸς δὲ αὐτοῦ Ῥωμανός, ὃς καὶ παιδίον ἐλέγετο, τῆς αὐταρχίας ἐπείληπτο. παιδίον δ' ἐλέγετο, οὐχ ὅτι παιδικῆς ὢν ἡλικίας τῆς βασιλείας ἐκράτησεν (ἤδη γὰρ ἀνδράσι συντέτακτο), ἀλλ' ἀντιδιαστελλόμενος πρὸς τὸν μητροπάτορα Ῥωμανόν, ὄντα πρεσβύτην καὶ ὑπερήλικα. εἰ δέ τις εἴποι παιδίον αὐτὸν καλεῖσθαι, ὅτι καὶ παιδαριώδης ἦν αὐτῷ ἡ ζωή, καὶ τοῦτο τῷ ἐκείνου ἤθει ἁρμοδιώτατον. ἄρτι δὲ τῶν σκήπτρων γενόμενος ἐγκρατὴς τὸν υἱὸν αὐτοῦ Βασίλειον ταινιοῖ καὶ κλήσεως βασιλικῆς ἀξιοῖ. εἶτα καὶ δεύτερος αὐτῷ ἐτέχθη υἱός, ἐπὶ τῷ πάππῳ Κωνσταντίνῳ τὴν κλῆσιν λαχών. αὐτὸς μὲν οὖν ὁ Ῥωμανὸς τρυφαῖς καὶ ἡδυπαθείαις ἐξέδωκεν ἑαυτὸν καὶ ἐκδεδιῃτημένῃ ζωῇ καὶ ἀνδράσι συνῆν διεφθαρμένοις τε καὶ λοιμοῖς, τὴν δὲ τῆς βασιλείας διοίκησιν ὑπὸ τὸν πραιπόσιτον καὶ παρακοιμώμενον τὸν Βρίγγαν Ἰωσὴφ ἐποιήσατο.

   Πέμπεται τοίνυν Νικηφόρος μάγιστρος ὁ Φωκᾶς ὁ δομέστικος [491] τῶν σχολῶν κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν σὺν ἀξιομάχῳ στρατῷ καὶ δι' ἑπτὰ μηνῶν πολλάκις τοῖς βαρβάροις συμπλακεὶς καὶ πᾶσαν πολιορκητικὴν τοῖς αὐτῶν ἄστεσιν ἐπαγαγὼν μηχανήν, ὑφ' ἑαυτὸν αὐτὰ ἐποιήσατο· εἶτα καὶ τὴν αὐτῶν μητρόπολιν τὸν Χάνδακα ἐξεπόρθησε καὶ τὸν ἀρχηγὸν τῶν ἐν Κρήτῃ Σαρακηνῶν, Κουρούπην καλούμενον, ἐχειρώσατο καὶ τὸν μετ' αὐτὸν τῶν ἄλλων πρωτεύοντα, ὠνομασμένον δὲ Ἀνεμᾶν. καὶ εἰ μὴ διὰ φήμην κρατοῦσαν ὡς ὁ τῆς Κρήτης τοὺς Σαρακηνοὺς ἐξελάσων Ῥωμαῖος τῶν Ῥωμαϊκῶν ἐκ τρόπου παντὸς ἐπιλήψεται σκήπτρων ἐκεῖθεν ὁ Φωκᾶς μετεκέκλητο, τάχα τέλεον ἂν ἡ νῆσος δεδούλωτο καὶ οἱ Σαρακηνοὶ ταύτης ἂν ἀπηλάθησαν. καὶ τὸν Λέοντα δὲ τὸν Φωκᾶν τὸν τοῦ Νικηφόρου ὁμαίμονα κατὰ τοῦ Χαμδάν, ὃς τοῦ Χάλεπ ἐκράτει, ὁ Ῥωμανὸς σὺν δυνάμει ἀπέστειλε· καὶ οὗτος δὲ τῷ Χαμδὰν συμμίξας ἡττᾷ κατὰ κράτος τὸν βάρβαρον, ὡς τὸ πολὺ μὲν τῆς αὐτοῦ στρατιᾶς ἐν τῇ μάχῃ πεσεῖν, τὸ δ' ἄλλο γενέσθαι ἁλώσιμον, αὐτὸν δὲ τὸν στρατάρχην μόλις σὺν εὐαριθμήτοις [492] δυνηθῆναι φυγεῖν. καὶ ὁ μὲν Λέων ἐπανελθὼν καὶ μεγαλοπρεπῶς ὑπεδέχθη καὶ ἐπινικίῳ θριάμβῳ τετίμητο. μελέτη δέ τινων κατὰ τοῦ αὐτοκράτορος ἐφωράθη καὶ οἱ ταύτην συρράψαντες καὶ οἱ τούτων συνίστορες συνεσχέθησαν, πλὴν οὐκ ἀπηνῶς ἐκολάσθησαν.

   Ὁ μάγιστρος δὲ Νικηφόρος ὁ Φωκᾶς ἐκ τῆς Κρήτης μετακληθεὶς οὐκ εἰάθη πρὸς τὸ Βυζάντιον ἐπαναδραμεῖν, ἀλλ' ἐκελεύσθη πρὸς τὴν ἑῴαν μετὰ πάσης χωρῆσαι τῆς στρατιᾶς· ὁ γὰρ Χαμδὰν αὖθις κατὰ Ῥωμαίων χωρήσειν ἠλπίζετο. ἐν γοῦν Συρίᾳ γενόμενος ὁ Φωκᾶς καὶ τούτῳ κατὰ συστάδην μαχεσάμενος, καὶ ἥττησε περιφανῶς καὶ τὴν Βέρροιαν ἄτερ τῆς ἀκροπόλεως ἐξεπόρθησε καὶ πλοῦτον ἐκεῖθεν πλεῖστον συνήγαγε καὶ δορυαλώτους ἤλασεν οὐκ εὐαριθμήτους καὶ πολλοὺς δεσμίους χριστιανοὺς τῆς αἰχμαλωσίας ἀπέλυσε.

   Λέγεται γοῦν ἐν ἀρχῇ τῆς αὐταρχίας τοῦ Ῥωμανοῦ τῶν Ἀγαρηνῶν πᾶσαν χώραν λεηλατούντων εἰς ἀπορίαν περιστῆναι τὸν αὐτοκράτορα, καὶ τὸν Φωκᾶν Νικηφόρον προσκαλεσάμενον ἔρεσθαι [493] τοῦτον πῶς εἰς τὸ κατόπιν Ῥωμαίοις περιηνέχθη τὰ πράγματα. τὸν δὲ μηδὲν ὑποστειλάμενον ἐλευθέρῳ φάναι φρονήματι "διότι σὺ μὲν βασιλεύεις, ὁ δ' ἐμὸς πατὴρ στραταρχεῖ, σὺ μὲν τῆς ἀρχῆς οὐχ ὡς δέον ἐπειλημμένος, ἐκεῖνος δὲ φιλοχρηματῶν. εἰ βούλοιο δέ, μεταβληθήσονται Ῥωμαίοις καὶ τὰ φρονήματα καὶ τὰ πράγματα, πλὴν μὴ ἀθρόαν οἴου ἔσεσθαι τὴν μεταβολήν." ὁ δὲ βασιλεὺς τούτων ἀκούσας ἐπέτρεπεν αὐτῷ μεταχειρίσασθαι τὴν πρᾶξιν ὡς βούλεται· καὶ ὃς αὐτίκα ἐπεμελεῖτο τοῦ ὁπλιτικοῦ τό τε ὂν διατάσσων καὶ ἄλλο ἐγκαταλέγων καὶ γυμνάζων εἰς ἅπαν στρατιωτικὸν ἐπιτήδευμα. καὶ οὕτως τὰς τάξεις ἀναπληρώσας καὶ καθοπλίσας τοὺς βωλοκόπους καὶ τὸ προφητικὸν αὐτοῖς ἀντίρροπον θέμενος, εἰς μαχαίρας αὐτοῖς δηλαδὴ συγκόψας τὰ δρέπανα καὶ εἰς ζιβύνας τὰ ἄροτρα σὺν αὐτοῖς τὰ θρυλλούμενα ῥᾳδίως ἔστησε τρόπαια.

   Τρισὶ δ' ἔτεσι διαπεττεύσας τὴν βασιλείαν ὁ Ῥωμανὸς καὶ μικρὸν ἐπέκεινα μετέστη τῆς ἐνταῦθα ζωῆς, ἢ φαρμάκῳ δηλητηρίῳ κατά τινας ἢ φιληδονίαις καὶ μίξεσιν ἑαυτὸν κατατείνας [494] καὶ ταύταις δαπανήσας τὴν ἰσχὺν τοῦ σαρκίου, τὴν βασιλείαν λιπὼν τοῖς υἱοῖς ἀμφοῖν καὶ τῇ τούτων μητρὶ Θεοφανοῖ.

   Τοῦ δὲ Ῥωμανοῦ θανόντος ὁ Φωκᾶς Νικηφόρος κελεύσει τῆς βασιλίσσης ἧκεν εἰς τὸ Βυζάντιον καὶ κατήγαγε θρίαμβον ἐπὶ τοῖς ἐκ Βερροίας κεκομισμένοις λαφύροις, ὅθεν καί τι μέρος τῆς τιμίας ἐσθῆτος τοῦ βαπτιστοῦ Ἰωάννου ἐκόμισε. τὸν Βρίγγαν δὲ αὐτὸν ὑφορώμενον ὡς βασιλειῶντα κατεσοφίσατο οὕτως. σὺν ἑνὶ τῶν θεραπόντων ἑσπέρας κατέλαβε τὴν κατοικίαν αὐτοῦ καὶ ἰδιαίτατα τὸν Βρίγγαν παραλαβὼν δι' ἔρωτος εἶναι αὐτῷ πρὸ μακροῦ τὴν μοναδικὴν βιοτὴν ὅρκοις ἐβεβαίου καὶ παλαμναιοτάταις ἀραῖς. καί "πάλαι ἄν" ἔλεγε "πρὸς ταύτην ὡρμήκειν, εἰ μή με τῶν βασιλέων ἡ χρηστὴ ἐπέσχε διάθεσις. μὴ οὖν μάτην ὑπόπτευε κατ' ἐμοῦ ὡς τῆς βασιλείας ἔρωτα τρέφοντος· ἐγὼ γὰρ ὅσον ἤδη καὶ τῶν πραγμάτων ἐκστήσομαι." καὶ τοῖς λόγοις πίστιν ἐδίδου, δείξας αὐτῷ ῥάκος τι τρίχινον, ὃ ἐν χρῷ περιέκειτο, τῇ ἔξωθεν αὐτοῦ περιβολῇ καλυπτόμενον. τούτοις τοῖς λόγοις καὶ τῷ τριχίνῳ ἐσθήματι τὸν παρακοιμώμενον [495] συναρπάσας ἔσχε τῶν ποδῶν αὐτοῦ προκυλινδούμενον ὁ Φωκᾶς καὶ συγγνώμην αἰτοῦντα. καὶ ὁ βασιλεὺς δὲ Στέφανος ὁ τοῦ Λακαπηνοῦ ἐν Λέσβῳ τηρούμενος κατὰ Μήθυμναν ὕποπτος ἦν· αἰφνίδιον δὲ καὶ ἐξ οὐδεμιᾶς φανερᾶς αἰτίας θανὼν ὑποψίαν δέδωκε παρὰ τῆς βασιλίσσης κατεργασθῆναι Θεοφανοῦς.

   Ὁ μέντοι τῶν Βουλγάρων ἀρχηγετῶν Πέτρος, τῆς γυναικὸς αὐτοῦ θανούσης, τὰς πρὸς Ῥωμαίους ἀνακαινίζων σπονδὰς ὁμήρους παρέσχε δύο οἰκείους υἱοὺς Βορίσην καὶ Ῥωμανόν· καὶ ὁ μὲν ἀπεβίω, οἱ δ' ἐκείνου παῖδες ἀπελθεῖν εἰάθησαν εἰς τὰ οἰκεῖα καὶ τὴν πατρῴαν ἀρχὴν κατακτήσασθαι. ἑνὸς γὰρ τῶν κομήτων τῶν ἐν Βουλγάροις τέσσαρες παῖδες, Δαβίδ, Μωσῆς, Ἀαρών, Σαμουήλ, ἀποστατήσαντες τοὺς Βουλγάρους ἀνέσειον. τοῦ Φωκᾶ δὲ Νικηφόρου εἰς τὸν οἶκον ἑαυτοῦ τὸν ἐν Καππαδοκίᾳ ἀποδημήσαντος ὁ παρακοιμώμενος μετεμέλετο, ὅτι παρεχώρησεν αὐτῷ τῆς ἐπ' οἶκον ἀποδημίας· καὶ ἦν αὐτῷ διὰ φροντίδος ὅτι πολλῆς τὸν ἄνδρα ἀποσκευάσασθαι. γράφει τοίνυν [496] πρὸς Ἰωάννην μάγιστρον τὸν Τζιμισκήν, ἄνδρα γενναῖον καὶ ἐν ἀριστεύμασι διαβόητον, στρατηγοῦντα τότε τοῦ θέματος τῶν ἀνατολικῶν, καὶ πρὸς τὸν μάγιστρον Ῥωμανὸν τὸν Κουρκούαν, ἐπίσημον ὄντα κἀκεῖνον ἐν στρατηγήμασι καὶ τῆς ἀνατολῆς τότε στρατηλατοῦντα, ὡς εἰ τὸν Φωκᾶν κατασχόντες ἢ μοναχὸν ἀποκείρουσιν ἢ ἄλλως ἐκ μέσου ποιήσουσι, τὴν μὲν τῶν σχολῶν τῆς ἀνατολῆς ἀρχὴν λήψεται ὁ Ἰωάννης καὶ δομέστικος ἔσεται τῶν ἑῴων δυνάμεων, ὁ Ῥωμανὸς δὲ τῆς δύσεως κληθήσεται δομέστικος. ἐπεὶ δὲ τὰ γράμματα καὶ ἀμφοῖν ἐκομίσθησαν, καὶ ἄμφω ταῦτα δεικνύουσι τῷ Φωκᾷ καὶ πρὸς ἀποστασίαν ἠρέθιζον. τοῦ δὲ ἀναδυομένου πρὸς τὴν ἐγχείρησιν, εἴτε πλαττομένου εἴτε καὶ ἀληθεύοντος, ἐκεῖνοι τὰ ξίφη γυμνώσαντες ἀνελεῖν ἠπείλουν αὐτόν, εἰ μὴ πείθοιτο. καὶ ὃς τῇ βίᾳ τάχα νικώμενος ἐδέξατο τὴν ἀνάρρησιν καὶ ὑπὸ πάντων τῶν [497] ἑῴων ταγμάτων αὐτοκράτωρ εὐφημήθη Ῥωμαίων. λέγεται δὲ ὅτι οὐ μόνον ἤρα τῆς βασιλείας, ἀλλ' οὐχ ἥκιστα καὶ τῆς Θεοφανοῦς, καὶ ὡς ἐνέτυχε ταύτῃ διάγων κατὰ τὴν μεγαλόπολιν.

   Ἄρτι δὲ τῆς φήμης εἰς τὸ Βυζάντιον κηρυξάσης τὰ κατὰ τὸν Φωκᾶν, ὁ παρακοιμώμενος Ἰωσὴφ ἠγωνία. ὁ μέντοι τοῦ τυραννοῦντος πατὴρ ὁ Φωκᾶς Βάρδας τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ προσπέφευγεν. ὁ δὲ τοῦ Νικηφόρου σύγγονος Λέων ἴσχυσεν ἀποδρᾶναι καὶ ἑνωθῆναι τῷ ἀδελφῷ. τοῦτο τὸν παρακοιμώμενον εἰς ἀμηχανίαν πολλὴν περιέστησε· δυσέντευκτος δὲ ὢν πᾶσιν ἦν μισητός, ὅθεν ἅπαντες ἔχαιρον, εἰ τὰ τῆς βασιλείας περισταίη εἰς ἕτερον καὶ περιαιρεθείη οὗτος ἐκ μέσου· διὸ καὶ συνέτρεχον ἅπαντες εἰς τὸ μέγα τέμενος τοῦ θεοῦ. ὅπερ μαθὼν ὁ Βρίγγας, δέον ἐπιεικέσι λόγοις τὸ πλῆθος μετελθόντα τὴν τούτου καταμαλάξαι ὁρμήν, ὁ δὲ ἀπειλαῖς μᾶλλον αὐτὸ ἐξετράχυνεν, εἰπὼν ὡς "ἐγὼ καταπαύσω αὐτοῖς τὰ ὁρμήματα, οἰκονομήσας ὠνουμένους αὐτοὺς σῖτον εἰς τὸν ἑαυτοῦ κόλπον φέρειν τὸν τοῦ νομίσματος ἕκαστον." τοῦτο τὸ πλῆθος [498] ἐξέμηνεν. ἀπεχθῶς δὲ πρὸς τοῦτον τὸν Βρίγγαν ἔχων ὁ πρῴην παρακοιμώμενος ὁ Βασίλειος καὶ θεραπείαν ἔχων περὶ ἑαυτὸν δαψιλῆ, ἑσπέρας ἤδη καταλαβούσης, τοὺς ἑαυτοῦ θεράποντας καθοπλίσας εἰς διάφορα μέρη τῆς πόλεως ἐξαπέστειλε, καὶ πολλὰς οἰκίας ἐκεῖνοι πλήθει ἀστικῶν ἑνωθέντες τῶν ἀντιπραττόντων κατέστρεψαν καὶ αὐτοῦ δῆτα τοῦ Βρίγγα, καὶ ἄνθρωποι δὲ πολλοὶ ἀνῃρέθησαν. ταῦτα δ' ἐποίουν καὶ ἅμα Νικηφόρον εὐφήμουν πανταχοῦ αὐτοκράτορα, ἐντεῦθεν ἀμείβονται τὰ τῆς τύχης τῷ Βάρδᾳ Φωκᾷ καὶ τῷ Βρίγγᾳ. ὁ μὲν γὰρ τεθαρρηκὼς ἐξῄει τῆς ἐκκλησίας, ὁ δὲ Βρίγγας εἰς αὐτὴν εἰσῄει ἱκέτης ἐλεεινός. ὁ δὲ παρακοιμώμενος Βασίλειος καὶ οἱ περὶ αὐτὸν τριήρεις ἑτοιμάσαντες καὶ αὐτὴν τὴν βασίλειον καὶ σὺν αὐταῖς ἐν Χρυσοπόλει γενόμενοι, τὸν Νικηφόρον ἐκεῖθεν εἰς τὸ Ἕβδομον ἄγουσι κἀκεῖθεν σὺν προόδῳ δημοτελεῖ εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκοντο, καὶ ταινιοῖ τὸν ἄνδρα ὁ πατριάρχης Πολύευκτος. ἡ δὲ βασιλὶς Θεοφανὼ αὐτίκα τῶν ἀνακτόρων ἐξωθηθεῖσα [499] εἰς τὸ Πετρίον ἀπάγεται· ὁ δὲ παρακοιμώμενος Ἰωσὴφ εἰς Παφλαγονίαν περιορίζεται καὶ μετὰ δύο ἐνιαυτοὺς ἀπεβίω. Βάρδας δὲ ὁ τοῦ Νικηφόρου πατὴρ Καῖσαρ τετίμητο. μετ' ὀλίγας δὲ ἡμέρας ἑαυτῷ τὴν Θεοφανὼ συνοικίζει ὁ βασιλεύς, καὶ κρεῶν ἀπεχόμενος, ἐξότου Βάρδας ὁ παῖς αὐτοῦ τῷ οἰκείῳ ἀνεψιῷ τῷ Πλεύσῃ προσπαίζων δόρατι παρ' ἐκείνου βληθεὶς ἄκοντος τέθνηκεν, ἔκτοτε καὶ τούτοις ἐτρέφετο. ἐν δὲ τῇ κατὰ τὰ βασίλεια Νέᾳ ἐκκλησίᾳ τῆς ἱερολογίας τῆς γαμικῆς τελουμένης παρὰ Πολυεύκτου τοῦ πατριάρχου ἐν τῇ εἰσόδῳ τῇ πρὸς τὸ θυσιαστήριον ἤδη ταῖς κιγκλίσιν ἐγγίσας ὁ βασιλεὺς ἐκωλύθη παρὰ τοῦ πατριάρχου συνεισελθεῖν, ὡς ἔθος αὐτῷ, φήσαντος εἰ μὴ πρότερον ἐπιτιμίοις δουλεύσει τῶν δευτερογαμούντων, μὴ δεῖν αὐτὸν τῆς πρὸς τὸ θυσιαστήριον εἰσόδου κατατολμᾶν. τοῦτο δυσφόρως ἤνεγκεν ὁ κρατῶν καὶ ἐμηνία τῷ πατριάρχῃ. ἐγένετο δέ τις καὶ λόγος, δι' ὃν οὐδ' ἐπιβῆναι αὐτὸν ὅλως τοῦ ἱεροῦ δαπέδου συνεχώρει ὁ πατριάρχης· ἐλέγετο γὰρ ἀνάδοχος γενέσθαι ὁ Νικηφόρος τῶν τῆς Θεοφανοῦς παίδων ἐκ τοῦ [500] ἁγίου βαπτίσματος, καὶ ἀπῄτει ὁ πατριάρχης ἢ διαζυγῆναι τῆς βασιλίσσης ἢ πόρρω εἶναι τῶν ἱερῶν. ἀλλ' ἐκεῖνος τῆς Θεοφανοῦς οὐκ ἀπείχετο· ἔτι γὰρ ὁ ταύτης ἔρως ἐφλέγμαινε, κοινοῦται τοίνυν τοῖς παροῦσι τῶν ἀρχιερέων καὶ τοῖς τῆς γερουσίας λογιωτέροις τὸ ζήτημα. οἱ δὲ τὸν περὶ τούτου κανόνα τῷ Κοπρωνύμῳ ἐπιγραφόμενοι μὴ δεῖν ἔλεγον ἐνεργὸν λογίζεσθαι τοιοῦδε ἀνδρὸς νομοθέτημα, καὶ πάντες αὐτῷ ἔγγραφον παρέσχον τὴν περὶ τούτου συγχώρησιν. ὁ δέ γε πατριάρχης ἔτι τῆς οἰκείας ἐνστάσεως εἴχετο, μέχρις οὗ ὁ τοῦ βασιλέως πατὴρ ὁ Καῖσαρ Βάρδας ἐνόρκους αὐτῷ πίστεις παρέσχετο ὡς οὐ γέγονεν ὁ βασιλεὺς τῶν τῆς Θεοφανοῦς παίδων ἀνάδοχος, καὶ ὁ πρωτοπαπᾶς δὲ τῶν βασιλείων Στυλιανός, ὃς ἐλέγετο πρῶτος κῆρυξ τῆς φήμης ταύτης γενέσθαι, ἐπὶ συνόδου μήτ' ἰδεῖν μήτ' εἰπεῖν περὶ τούτου πρός τινας ἐξωμόσατο. τούτων δὲ γενομένων ἐδέξατο τὸν Νικηφόρον ὁ πατριάρχης.

   Τῶν δ' ἐν Σικελίᾳ Σαρακηνῶν δασμὸν πραττόντων ἐκ τῶν Ῥωμαίων ἐκ παλαιῶν συνθηκῶν, ὁ βασιλεὺς οὗτος οὐκ ἀνασχετὸν ᾤετο αὐτοῦ βασιλεύοντος τοῖς Ἀγαρηνοῖς Ῥωμαίους φορολογεῖσθαι· διὸ κατ' αὐτῶν ἐκπέμπει Μανουὴλ πατρίκιον, [501] νόθον ὄντα παῖδα τοῦ πατραδέλφου αὐτοῦ Λέοντος, ὃς δομέστικος γεγονὼς τῶν σχολῶν ἐπὶ Ῥωμανοῦ τοῦ γέροντος τυραννίδι ἐπιχειρήσας ἐπηρώθη τοὺς ὀφθαλμούς. οὗτος τοίνυν ὁ Μανουὴλ σὺν ναυτικῷ περιφανεῖ τῇ Σικελίᾳ προσορμισάμενος οὐ μόνον οὐδέν τι κατώρθωσεν, ἀλλὰ καὶ λίαν ἐσφάλη ἐξ ἀπειρίας καὶ νεωτερικῆς ἀγερωχίας ἢ μᾶλλον ἀτασθαλίας· αὐτός τε γὰρ διώλετο καὶ ἅπαν τὸ σὺν αὐτῷ στρατιωτικόν. καὶ τὰ μὲν κατὰ Σικελίαν συνεκύρησεν οὕτω.

   Κατὰ Κιλικίας δέ (καὶ ταύτης δὲ οἱ Ἀγαρηνοὶ ἐκράτουν) ἐκπέμπει ὁ βασιλεὺς Ἰωάννην μάγιστρον τὸν Τζιμισκήν, τῆς ἀνατολῆς προκεχειρισμένον δομέστικον. ὁ δὲ πρὸς Ἄδαναν ἀφικόμενος τοῖς ἐν ταύτῃ τε συνεπλάκη Ἀγαρηνοῖς καὶ κατ' αὐτῶν ἐστήσατο τρόπαιον. κἀντεῦθεν μέγαν αὐτὸν ἢ πρότερον ἐν στρατηγίαις ἡ φήμη ἐκήρυττεν.

   Ἤδη δὲ δεύτερον ἐνιαυτὸν ἀνύων ὁ Νικηφόρος ἐν τῇ ἀρχῇ αὐτὸς ἔξεισι κατὰ Κιλικίας μετὰ βαρείας χειρός, καὶ τὴν Θεοφανὼ μετὰ τῶν παίδων αὐτῆς ἐπαγόμενος. καὶ τὴν μὲν πρὸ τῆς Κιλικίας κατὰ τὸ Δριζίον (φρούριον δὲ τοῦτο) κατέλιπεν, [502] ἐκεῖνος δὲ τῇ Κιλικίᾳ προσβαλὼν αἱρεῖ τὴν Ἀνάβαρζαν Ῥωσόν τε καὶ Ἄδαναν (πόλεις δ' αὗται Κιλίκων), ἀλλὰ μέντοι καὶ φρούρια πλείονα. τῇ δέ γε Ταρσῷ καὶ τῇ Μόψου ἑστίᾳ οὐκ ἔκρινε προσβαλεῖν διὰ τὸν χειμῶνα ἢ τοῦ ἔρωτος αὐτὸν τῆς Θεοφανοῦς πρὸς ἐκείνην ἀνθέλκοντος· ἀπῄει γὰρ σὺν αὐτῇ πρὸς Καππαδοκίαν. κἀκεῖθεν τοῦ ἔαρος ἠργμένου εἰς Κιλικίαν ἀνθυπενόστησε, καὶ αὐτὸς τὴν Μόψου ἑστίαν ἐπολιόρκει, τῇ Ταρσῷ δὲ τὸν ἀδελφὸν ἐπέστησε Λέοντα. τῆς δὲ Μόψου ἑστίας μέσον ποταμῷ τῷ Σάρῳ διαιρουμένης, τὸ μὲν ἓν μέρος ταύτης ἑάλω πολιορκούμενον, οἱ δ' ἐν τούτῳ Ἀγαρηνοὶ πρὸς τὸ λοιπὸν μετεχώρησαν, τῷ καταλελειμμένῳ πῦρ ἐμβαλόντες· εἶτα καὶ τὸ ἕτερον ἑαλώκει, καὶ οὐδεὶς ἐκεῖθεν διέδρα. τὴν δὲ τῆς Μόψου ἑστίας ἐκπόρθησιν οἱ ἐν τῇ Ταρσῷ μαθόντες τὸν βασιλέα ἐπεκαλέσαντο καὶ τὴν πόλιν παραδεδώκασιν. ἡμερῶν δὲ τριῶν διελθουσῶν στόλος ἐξ Αἰγύπτου τῇ Ταρσῷ βοηθήσων ἐξέπλευσε, προσοκεῖλαι δὲ τῇ χέρσῳ οὐ συγκεχώρητο· διὸ καὶ αὖθις ἀπέπλευσεν· ἀνέμων δὲ πνοαῖς βιαίαις περιπεπτωκὼς καὶ τριήρεσι Ῥωμαϊκαῖς ὁ πλείων ἀπώλετο. ὁ δὲ βασιλεὺς ἐπανέζευξεν εἰς [503] τὴν Κωνσταντινούπολιν τὰς τῆς Ταρσοῦ πύλας καὶ τὰς τῆς Μόψου ἑστίας ἐπαγόμενος ἐκ χαλκοῦ πεποιημένας καὶ τέχνης δεικνυούσας ἀκρίβειαν, ἃς κἀκεῖνος ἐπικοσμήσας τὰς μὲν τῷ κατὰ τὴν ἀκρόπολιν ἑῴῳ τείχει προσήρμοσε, τὰς δὲ τῷ τείχει τῷ δυτικῷ. καὶ τῷ θεῷ δὲ ἀπαρχὰς οἷον τῆς ἑαυτοῦ στρατείας ἀποδιδοὺς τοὺς τιμίους σταυρούς, οὓς οἱ βάρβαροι ἔλαβον, ὁπηνίκα ὁ Στυππειώτης τῶν σχολῶν δομέστικος ὢν καὶ πολιορκῶν τὴν Ταρσὸν ἐκ κακοβουλίας δυστυχήματι περιέπεσε, τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀνέθετο. καὶ τὴν Κύπρον δὲ παρὰ Ἀγαρηνῶν κατεχομένην δι' αὐτοῦ ἡ Ῥωμαίων ἀρχὴ προσεκτήσατο. εἶτα τῇ Συρίᾳ ἐπῆλθε καὶ πόλεις ἐκπορθήσας καὶ χώρας ἑλὼν πρὸς τῷ Λιβάνῳ καὶ τῇ παραλίᾳ κειμένας ἦλθεν εἰς Ἀντιόχειαν. τῶν δ' Ἀντιοχέων ἀντικαθισταμένων ἐρρωμενέστερον, ἤδη δὲ καὶ τῶν ἐπιτηδείων ἐπιλιπόντων τοῖς στρατιώταις καὶ τέλματος ἐξ ὑετοῦ γεγονότος πολλοῦ, ἀπέστη τῆς πολιορκίας καὶ πρὸς τὴν τῶν πόλεων ὑπερκειμένην ἐπανελήλυθεν, ἐπηγμένος καὶ τὸ τοῦ σωτῆρος Χριστοῦ ἱερὸν καὶ θεῖον ἐκτύπωμα, ὃ ἐν κεράμῳ εὗρε κατὰ τὴν Ἱεράπολιν τὴν [504] τῶν Σύρων, καὶ βόστρυχον τοῦ βαπτιστοῦ Ἰωάννου αἵματι πεφυρμένον.

   Ἐν μὲν οὖν στρατηγίαις τοιοῦτος οὗτος ἐγεγόνει ὁ αὐτοκράτωρ καὶ ἐπὶ μακρὸν ηὐξήκει Ῥωμαίοις τὰ ὅρια καὶ τῆς αὐτῶν ἡγεμονίας ἐξέτεινε τὰ σχοινίσματα· ἀλλὰ δι' αἰτίας τινὰς πᾶσιν ἦν στυγητός. αἱ δ' αἰτίαι ὅτι τῶν σὺν αὐτῷ τῇ ἀποστασίᾳ ἐπιχειρησάντων στρατιωτῶν κακῶς διατιθεμένων τοὺς οἷς ἂν ἐντύχοιεν τῶν κακουμένων οὐκ ἐπεστρέφετο καὶ οἰκιῶν πολλῶν περιφανῶν τε ἀνδρῶν καὶ δημοτικῶν διαρπαγεισῶν, ὡς οὐδενὸς κακοῦ γεγονότος διέκειτο, μᾶλλον μὲν οὖν καὶ ἐνετρύφα ταῖς εἰς τοὺς ἀστοὺς παροινίαις, καὶ ταῦτα συναραμένους αὐτῷ πρὸς τὸ τῆς βασιλείας τυχεῖν, καὶ ὅτι προφάσει τῶν συνεχῶν πολέμων καιναῖς εἰσφοραῖς καὶ τῶν ἀρχαίων αὐξήσεσι καὶ εἰδῶν εἰσπράξει παντοδαπῶν ἐξέτρυχε τὸ ὑπήκοον, καὶ οὐδὲν ἄμεινον πολεμίων τὸ στρατιωτικὸν διετίθετο τοῖς πρὸς οὓς ἂν τῶν ὑπηκόων ἐπεχωρίασεν. ἐπὶ τούτοις διὰ τὰς πυκνὰς ἐκστρατείας ἔνδειαν ἔχειν χρημάτων προφασιζόμενος, τὰς μὲν διανεμομένας τῇ γερουσίᾳ βασιλικὰς δωρεὰς κατὰ μέρος ἠλάττωσε, τὰς δ' ἀπονενεμημένας ἀνέκαθεν τεμένεσιν ἱεροῖς [505] καὶ εὐαγέσιν οἴκοις ἐπετείους δόσεις ἐσχόλασε τέλεον. εἶτα καὶ ψήφισμα βασίλειον ἔθετο ἐν ἀκινήτοις τὰς ἐκκλησίας μὴ ἐμπλατύνεσθαι, καὶ ἡ πρόφασις, ὅτι κατ' ἐκεῖνον ὑπὸ τῶν ἀρχιερέων οὐκ εἰς δέον τὰ τῶν ἐκκλησιῶν ἀναλίσκονται. εἶτα τῶν τότε ἀρχιερέων καὶ τοῦ ἀρχιποίμενος Πολυεύκτου διαφερομένων περὶ τῶν ψήφων, καὶ τῶν μὲν εἰς ἑαυτοὺς ἑλκόντων τὴν ἄδειαν τοῦ ψηφίζεσθαι οὓς ἂν ἐγκρίνοιεν, τοῦ δὲ τὰς ψήφους αἰτιωμένου ὡς οὐκ ἀπαθῶς γινομένας οὐδὲ κατὰ γνώμης εὐθύτητα καὶ σπεύδοντος κοινοῦσθαι αὐτῷ τοὺς ἀρχιερεῖς περὶ τῶν μελλόντων ψηφίζεσθαι, ὁ βασιλεὺς ἀφορμῆς ἐκ τούτου δραξάμενος εἰς οἰκείαν ἐξουσίαν τὸ πᾶν τῆς τῶν ἐπισκόπων μετήνεγκε προχειρίσεως, μηδένα κελεύσας γνώμης ἄτερ αὐτοῦ εἰς ἐκκλησίαν οἱανδήτινα στέλλεσθαι· ἀλλὰ κἂν ἐτεθνήκει ἐπίσκοπος, βασιλικὸν ὑπηρέτην εἰς τὴν χηρεύσασαν ἐκκλησίαν ἐξέπεμπε καὶ γλίσχρως παρ' ἐκείνου τῶν ἀναγκαίων γινομένων ἀναλωμάτων, αὐτὸς ᾠκειοῦτο τὰ περιττεύοντα. οὐ διέλιπον δ' ἐν ταῖς χώραις ἁπάσαις αὐτοῦ βασιλεύοντος ἀπογραφεῖς στελλόμενοι ἐπόπται [506] τε καὶ στρατευταὶ καὶ οἱ κεκλημένοι πρωτονοτάριοι, οἳ παντοίαις κακώσεσιν ἐξεπίεζον τὸ ὑπήκοον καὶ εἰς ἐσχάτην ἀπορίαν συνήλασαν, οὐδὲ τῶν παντάπασιν ἀπόρων φειδόμενοι, ἀλλὰ τούτους μὲν ταῖς δρομικαῖς στρατείαις ἐγγράφοντες, τοὺς δὲ πρῴην ταύταις ὑποκειμένους εἰς τὰς πλευστικὰς μετεγγράφοντες, τοὺς δὲ πλωίμους μετατιθέντες εἰς στρατιώτας πεζούς, τοὺς δὲ πρὶν τοιούτους τοῖς ἱππόταις ἐγκαταλέγοντες καὶ τοὺς ἱππότας εἰς καταφράκτους ἀμείβοντες καὶ ἑκάστῳ βαρύτερον στρατιωτικὸν ἐπιτιθέντες λειτούργημα. ἐῴκει γὰρ τὸ πᾶν τῇ στρατιώτιδι μεταχειρίσει ἐπιγραφόμενος· ὅθεν καὶ δόγμα ὅσον τὸ κατ' ἐκεῖνον ἐθέσπισε τοὺς ἐν πολέμοις ἀνῃρημένους στρατιώτας ἐπ' ἴσης τιμᾶσθαι τοῖς μάρτυσι καὶ ὕμνων ὁμοίων τυγχάνειν καὶ παραπλησίως γεραίρεσθαι. καὶ εἰ μὴ ὁ πατριάρχης καί τινες τῶν ἀρχιερέων, ἀλλὰ μὴν καὶ ἔνιοι τῶν λογάδων τῆς γερουσίας γενναίως ἀντέστησαν, λέγοντες "πῶς ἂν οἱ ἐν πολέμοις ἀναιροῦντες καὶ ἀναιρούμενοι λογίζοιντό τισι μάρτυρες ἢ τοῖς μάρτυσιν ἰσοστάσιοι, οὓς οἱ θεῖοι κανόνες ὑπὸ ἐπιτίμιον ἄγουσιν, ἐπὶ τριετίαν τῆς φρικώδους καὶ ἱερᾶς αὐτοὺς ἀπείργοντες μεταλήψεως," τάχ' ἂν τὸ θεσπέσιον ἐκεῖνο κεκύρωτο θέσπισμα. ἦν δὲ πρὸς [507] τοῖς ἄλλοις καὶ χρημάτων ἥττων, ὡς ἔοικε· μέχρι γὰρ ἐκείνου παντὸς νομίσματος ἐξαγίου σταθμὸν ἕλκοντος ἐκεῖνος τὸ τεταρτερὸν ἐπενόησε, κολοβώσας αὐτὸ κατὰ τὸν σταθμόν, καὶ τὰς μὲν εἰσπράξεις διὰ τοῦ βαρυτέρου, τὰς δὲ δόσεις καὶ πάντα τὰ ἀναλώματα διὰ τοῦ κεκολοβωμένου πεποίητο. ἔθους δ' ἐπικρατήσαντος παλαιοῦ στατῆρα πάντα βασιλικὸν ἐκτύπωμα φέροντα ἰσότιμον εἶναι τῷ ἄρτι κοπτομένῳ παρὰ τοῦ βασιλεύοντος, ἐκεῖνος τὸ ἑαυτοῦ προτιμᾶσθαι κεκέλευκε νόμισμα. ἵνα τί γένηται; ἵν' ἐκεῖνο μόνον τοῖς ἐμπόροις ζητούμενον κέρδος αὐτῷ πορίζῃ ὑπὲρ ἑκάστου νομίσματος ἁδρὰ πραττομένῳ ἀλλάγια. οὕτω δὲ τούτοις κακουμένων τῶν πολιτῶν οὐδέ τις παρὰ τῶν ἀγορανόμων ἦν ἐπὶ τοῖς ὠνίοις προμήθεια, ἀλλ' ἕκαστος τῶν ἐμπόρων νόμον εἶχε τὸ ἑαυτοῦ θέλημα· οἱ δὲ ὠνούμενοι τὰ χρειώδη ἐγίνοντο καθ' ἑκάστην πενέστεροι.

   Ταῦτα καὶ πλείονα ἕτερα (πάντα γὰρ ἀπαριθμήσασθαι δυσχερές) ἐξέμηνε πάντας κατὰ τοῦ Νικηφόρου, καὶ πᾶσιν ἦν δι' εὐχῆς τῆς τούτου τυραννίδος ἀπαλλαγῆναι. οὐχ ἥκιστα δ' ἐλύπησε τοὺς ἀνθρώπους καὶ ἡ τῶν βασιλείων τῷ τείχει περιβολή. κεχρησμοδοτημένον γὰρ ἔχων τὸ ἐν τοῖς βασιλείοις μέλλειν [508] ἀναιρεθήσεσθαι ἔδοξεν ἑαυτῷ περιποιεῖσθαι διὰ τοῦ τείχους ἀσφάλειαν, δέον λογίσασθαι ὡς εἰ μὲν ἀληθὲς εἴη τὸ χρησμοδότημα, εἴη ἂν καὶ τὸ πεπρωμένον, ἵν' οὕτως εἴποιμι, τὸ ἐκ θεοῦ ὡρισμένον ἄφυκτόν τε καὶ ἀμετάθετον· εἰ δὲ δύναται κωλυθῆναι δι' ἐπινοίας τινός, οὐ πάντως ἀληθὲς καὶ τὰ ἐπινοούμενα περιττά. ὁ δὲ τούτων οὐδὲν λογισάμενος μεγάλαις δαπάναις τῷ νῦν ὁρωμένῳ τείχει τὰ βασίλεια ἐστεφάνωσεν· ἀκρόπολιν δ' οἱ πολῖται τοῦτο καὶ τυραννεῖον καθ' ἑαυτῶν γινόμενον ἔκρινον. ὅτε τοίνυν ἀπήρτισε τὸ ὀχύρωμα καὶ ἔδοξεν ἑαυτῷ ἀσφαλῆ περιποιήσασθαι φυλακήν, τότ' ἔγνω μηδὲν αὐτῷ λυσιτελῆσαν τὸ ἐπινόημα, ὑποστὰς ἐντὸς ἐκείνου τὸν ὄλεθρον. ἀλλὰ μήπω περὶ τούτου, ἔτι δ' ὁ λόγος πράξεις διεξίτω ἐκείνου.

   Ὑπονοστῶν ἐξ Ἀντιοχείας τῆς πρὸς Ὀρόντῃ οὗτος ὁ βασιλεὺς φρούριον ἐν τῷ ὄρει τοῦ Ταύρου ἐδείματο (Μαῦρον δὲ ὄρος ἐκεῖνο λέγει νῦν ὁ πολὺς ἄνθρωπος), ἐν ᾧ Μιχαὴλ τὸν Βούρτζην κατέλιπε, πατρίκιον τιμήσας καὶ τοῦ Μαύρου ὄρους στρατηγὸν ὀνομάσας αὐτόν, τοὺς Ἀντιοχεῖς κακοῦν ἐντειλάμενος. καὶ Πέτρον δ' ἕνα τῶν ἑαυτοῦ θεραπόντων, ἐκτομίαν μέν, δραστήριον [509] δέ γε καὶ ἐμβριθῆ καὶ ἄρχειν εἰδότα στρατιωτῶν, στρατοπεδάρχην ὀνομάσας κατέλιπεν, ἵν' ἐν Κιλικίᾳ δοίη χώραν τῇ στρατιᾷ τὸν χειμῶνα διαγαγεῖν. καὶ ὁ μὲν βασιλεὺς ἧκεν εἰς τὸ Βυζάντιον, ὁ δὲ Βούρτζης συνεχῶς ἐξελαύνων ἐκάκου τοὺς ἐν Ἀντιοχείᾳ Ἀγαρηνοὺς καὶ διεσκόπει ὅπως ἕλοι τὴν πόλιν, εἰ δύναιτο, καὶ κλέος ἕξει. ἔλαθεν οὖν ποτε μέτρον τοῦ ὕψους ἑνὸς τῶν πύργων λαβὼν καὶ πρὸς τόσον ὕψος ἀναλόγους ἡτοιμάσατο κλίμακας. φυλάξας οὖν νύκτα μίαν χειμέριον ἀσέληνόν τε καὶ νιφετώδη πρόσεισιν ἠρέμα τῷ τείχει τῆς πόλεως καὶ τὰς κλίμακας ἐρείσας αὐτῷ ἀνέβη μετὰ τριακοσίων (τοσούτους γὰρ ἐπήγετο) μηδενὸς αἰσθομένου, καὶ τοὺς μὲν τοῦ πύργου ἐκείνου φύλακας ἀνεῖλε καὶ ἑτέρων πλησιαζόντων, στέλλει δ' αὐτίκα πρὸς τὸν στρατοπεδάρχην, δηλῶν αὐτῷ τὸ γενόμενον καὶ πρὸς βοήθειαν ἐκκαλούμενος. ὁ δὲ ἀνεδύετο· λέγεται γὰρ ἐντείλασθαί οἱ τὸν βασιλέα μὴ προσβαλεῖν τῇ Ἀντιοχείᾳ, ὅτι παρὰ πᾶσι πεφήμιστο τῇ τῆς Ἀντιοχείας ἁλώσει ἕψεσθαι καὶ τοῦ κρατοῦντος τὸν ὄλεθρον. οἱ δὲ Ἀντιοχεῖς γνόντες τῶν πύργων τὴν ἅλωσιν ἐκεῖ συνηθροίσθησαν, ἐξελάσαι τοὺς Ῥωμαίους αὐτῶν προθυμούμενοι. πρὸς δύο τοίνυν ἐναντία μαχόμενον [510] ἔχων ὁ στρατοπεδάρχης τὸν λογισμόν, τήν τε βασιλικὴν ἐντολὴν καὶ τὸν ὄλεθρον τοῦ Βούρτζη καὶ τῶν σὺν αὐτῷ τριακοσίων ἀνδρῶν, ἔθετο μὴ ἐᾶσαι τοσούτους ἄνδρας ἀπολέσθαι, καὶ ἄρας σὺν παντὶ τῷ στρατεύματι προσβάλλει τῇ Ἀντιόχου. καὶ αὐτίκα οἱ μὲν πολέμιοι παρείθησαν τὰς χεῖρας καὶ τὰς ψυχάς, οἱ δὲ περὶ τὸν Βούρτζην καὶ αὐτὸς ἐκεῖνος ἤδη ἀπειρηκότες ἀνεζωώθησαν καὶ τὰ κλεῖθρα τῶν πυλῶν ὁ Βούρτζης πελέκει διακόψας ἄνετον παρέσχε τῷ στρατοπεδάρχῃ τὴν εἴσοδον, καὶ ἡ περιφανὴς Ἀντιόχεια ῥᾷον οὕτως ὑπὸ Ῥωμαίους ἐγένετο. ὃ τῷ βασιλεῖ ἀγγελθὲν ἄλγος, οὐ χαρμονὴν ἐνεποίησεν, ἐμηνία τε τῷ στρατοπεδάρχῃ καὶ τῷ Βούρτζῃ τῆς σπουδῆς καὶ τοῦ ἀνδραγαθήματος ἀμοιβὴν παρέσχεν ὕβρεις καὶ ἀπειλάς, ἀφείλετό τε αὐτοῦ τὴν ἀρχὴν καὶ παρὰ τῷ οἴκῳ μένειν ἀπρόϊτον διωρίσατο.

   Συνέβη δέ τι καὶ ἕτερον, ὃ τὸν δῆμον κατὰ τοῦ βασιλέως ἐξέμηνε καὶ κατὰ τοῦ δήμου τὸν αὐτοκράτορα. κατά τι παλαιὸν ἔθος ἐν μιᾷ τῶν δεσποτικῶν ἑορτῶν εἰς τὸν ἐν τῇ Πηγῇ θεῖον ναὸν πρόοδον ἐποιεῖτο ὁ βασιλεύς, καὶ συνέβη μέσον Ἀρμενίων καὶ πλωίμων φιλονεικίαν προβῆναι, κἀκ ταύτης συμβολὴν [511] ἀλλήλων καὶ θροῦν καὶ κρότον πολὺν καὶ φόνον ἀνδρῶν ἑκατέρωθεν. τῆς δὲ φήμης τὸ γεγονὸς τοῖς ἐν τῇ πόλει πρὸ τῆς ἐπανόδου τοῦ βασιλέως καταγγειλάσης, οἱ τοῦ δήμου ἀτάσθαλοι κατὰ συμμορίας γενόμενοι πολλαχοῦ καὶ τοῖς Ἀρμενίοις ἐπανιοῦσιν ὑπαντιάζοντες ξύλοις ἐκείνους συνέκοπτον. ὡς δὲ καὶ ὁ βασιλεὺς ἐφθάκει κατὰ τὴν ἀγορὰν τῶν Ἀρτοπρατίων, ὕβρεις κἀκείνου κατέχεον καὶ θόρυβος ἦρτο καὶ βοαί τε καὶ συνδρομαί, καὶ οἱ μὲν λίθους ἠφίουν κατὰ τοῦ βασιλέως, οἱ δὲ κόνιν ἔπαττον κατ' αὐτοῦ καὶ ἐδυσφήμουν αὐτὸν μέχρι τῆς ἀγορᾶς, ἥτις ἔστρωται ταῖς πλαξὶ καὶ τὸν κίονα φέρει τὸν κυκλοτερῆ τε καὶ πορφυροῦν. καὶ εἰ μή τινες τῶν ἐντιμοτέρων πολιτῶν ἐκεῖσε τὸν βασιλέα δεξάμενοι τοὺς μὲν ἐφεπομένους αὐτῷ καὶ δυσφημοῦντας ἄλλως τε ἀτακτοῦντας ἀνεχαίτισαν, ἐκεῖνον δὲ κύκλῳ περιλαβόντες εὐφήμουν καὶ οὕτως αὐτὸν εἰς τὰ βασίλεια διεσώσαντο, τάχα ἄν τι μέγα συνέβη κακόν. ἐντεῦθεν διαδέδοτο λόγος ὡς ἐν ἱπποδρομίᾳ ὁ βασιλεὺς ἐγκοτῶν τῷ δήμῳ μέλλει αὐτὸν ἀμύνασθαι. ἁμίλλης οὖν τελουμένης [512] ἵππων μετὰ καιρὸν στρατιώτας ὁ βασιλεὺς ἐνόπλους προήγαγεν εἰς μέσον τὸ θέατρον, ἐπιδειξομένους τάχα τῷ δήμῳ ὡς ἐν τύπῳ πολέμων οἵα τῆς μάχης ἡ συμβολή, ὡς δῆθεν κἀντεῦθεν αὐτῷ περιποιούμενος ἡδονήν, ἢ καὶ φόβον αὐτῷ ἐπισεῖσαι θέλων. ὡς οὖν οἱ στρατιῶται τὰ ξίφη ἐγύμνωσαν, ὁ ἐν τῷ θεάτρῳ λαὸς τοῦτ' ἐκεῖνο τὸ φημιζόμενον εἶναι νομίσαντες ἀποδιδράσκειν ἐκ τοῦ θεάτρου ὡρμήκεσαν, καὶ περὶ τὰς ἐξόδους στενοχωρούμενοι ὑπ' ἀλλήλων τε συμπατούμενοι ἀπώλοντο οὐ βραχεῖς. τάχα δ' ἂν καὶ πολλῷ πλείους ἐκινδύνευσαν, εἰ μὴ ὁ βασιλεὺς ἀμετακίνητος ἐπὶ τῆς ἰδίας ὦπτο καθέδρας. ἰδὼν γὰρ ὁ δῆμος ἐκεῖνον μηδ' ὅλως τῆς ἕδρας μεταχωρήσαντα ἔστησαν τῆς φυῆς. οἱ δὲ τοῖς θανοῦσι τότε προσήκοντες τοὺς οἰκείους θρηνοῦντες δημοσίᾳ πρὸς τὸν βασιλέα ἀπέσκωπτον. διὰ ταῦτα τοίνυν μισεῖσθαι παρὰ τῶν πολιτῶν ἐπιστάμενος τείχει περιέζωσε τὰ βασίλεια· ἀλλ' ὅτε τοῦτο ἀπήρτιστο καί οἱ τῶν πυλῶν αἱ κλεῖδες ἀπεκομίσθησαν, τότε ὃν ἐφοβεῖτο φόβον ἦλθεν αὐτῷ καὶ οὐδὲν τῆς ἐπινενοημένης αὐτῷ ἀσφαλείας ἀπώνατο.

   Τῶν δὲ Τούρκων, τῶν Οὔγγρων δηλαδή, τὰ Θρᾳκῷα ληιζομένων, [513] τῷ Βουλγαρίας ἔγραψεν ἄρχοντι ὁ βασιλεὺς Νικηφόρος μὴ παραχωρεῖν αὐτοῖς διαβαίνειν τὸν Ἴστρον καὶ τῇ Ῥωμαίων λυμαίνεσθαι. ὁ δὲ οὐχ ὑπήκουσε, λέγων ὡς "ὅτε καθ' ἡμῶν οὗτοι ἐστράτευον, παρακαλούμενος συμμαχῆσαι ἡμῖν οὐκ ἠθέλησας. καὶ νῦν ὅτε βιασθέντες σπονδὰς ἐθέμεθα πρὸς αὐτούς, ἀξιοῖς ἡμᾶς παρασπονδῆσαι ὅπλα τε κατ' ἐκείνων ἄρασθαι καὶ κινῆσαι πόλεμον ἀπροφάσιστον." ἀποκρουσθεὶς τοίνυν ἐντεῦθεν εἰς τὸν ἄρχοντα Ῥωσίας τὸν Σφενδοσθλάβον διεπρεσβεύσατο, ἐξορμῶν κατὰ Βουλγάρων αὐτόν· διὸ καὶ τὸν υἱὸν τοῦ ἐν Χερσῶνι πρωτεύοντος τὸν Καλοκυρὸν πρὸς Ῥωσίαν ἐκπέπομφεν. ἐπιστρατεύει τοίνυν κατὰ Βουλγάρων σύνταγμα Ῥωσικὸν καὶ χώραν αὐτῶν πολλὴν ἐληίσατο καὶ λείαν οὐκ εὐαρίθμητον ἐκεῖθεν ἀπήλασε. καὶ τῷ ἐπιόντι δ' ἐνιαυτῷ οὐχ ἧττον τῶν προτέρων οἱ Ῥῶς τὰ Βουλγάρων ἐκάκωσαν.

   Γέγονε δὲ τοῦ Φωκᾶ βασιλεύοντος καὶ κλόνος τῆς γῆς φρικωδέστατος, ἐξ οὗπερ ἡ μὲν Κωνσταντίνου οὐ πάνυ τι πέπονθε, πόλεις δ' ἕτεραι καὶ σφόδρα πεπόνθασιν. ἔπνευσαν δέ γε καὶ ἄνεμοι κατὰ Μάϊον μῆνα, δι' ὧν ἐφθάρησαν οἱ καρποὶ [514] καὶ γέγονε λιμὸς ἰσχυρός, ὃν εἰς οἰκεῖον κέρδος ὁ Νικηφόρος μετήνεγκε, τιμιουλκῶν τὸν σῖτον καὶ πολλοῦ τοῦτον ἀποδιδόμενος τοῖς λιμώττουσι, μηδὲ φροντίζων ὅτι δημοκατάρατος ἦν, ἀλλ' αὐχῶν μᾶλλον ὡς εὐεργετῶν τὸ ὑπήκοον, ὅτι δύο μεδίμνους ἐπίπρασκε τῷ νομίσματι, καὶ ταῦτα παράδειγμα ἔχων τὸν Μακεδόνα Βασίλειον, οὔπω πάνυ πρῴην μεγαλοπρέπειαν πρὸς τοιαύτην ἔνδειαν ἐνδειξάμενον. ἀπῄει γάρ ποτε ὁ αὐτοκράτωρ ἐκεῖνος, συνήθη ποιούμενος πρόοδον εἰς τὸν τῶν ἁγίων ἀποστόλων ναόν, καί τινας τῶν τῆς πόλεως ἄνδρας ὑπόσεμνον δεικνύντας κατάστημα θεασάμενος σκυθρωπάζοντας ἤρετο τὴν αἰτίαν τῆς σκυθρωπότητος. οἱ δέ "καὶ πῶς οὐκ ἂν σκυθρωπάζοιμεν" ἔφασαν "δέσποτα, ἐπηρτημένον ἡμῖν ὁρῶντες τὸν θάνατον, οἵ γε δύο μεδίμνους σίτου εἰς νόμισμα χρυσοῦν ἐξωνούμεθα;" τοῦτο ἀκούσας ἐκεῖνος ἀνῴμωξε καὶ τοῖς μὲν χρήμασι τὴν κατήφειαν ἔλυσε, τοῖς δὲ τὰς πολιτικὰς ἐγκεχειρισμένοις ἀρχὰς ἐλοιδορήσατό τε καὶ ἐπηράσατο, ὅτι μὴ αὐτὸν τὰ τῆς ἐνδείας ἐδίδαξαν· καὶ εὐθὺς τοὺς βασιλικοὺς σιτῶνας ἀνοιγῆναι [515] ἐκέλευσε καὶ δώδεκα μεδίμνους σίτου νομίσματος ἑνὸς ἀποδίδοσθαι. ἀλλ' ἐκείνῳ μὲν ἡ πρᾶξις αὕτη βασιλική, τῷ δ' ἱστορουμένῳ νῦν βασιλεῖ καὶ λίαν καπηλική, ὃς τῷ λιμῷ τὸ ὑπήκοον ὁρῶν πιεζόμενον οὐκ ἐπήμυνεν, ἀλλὰ μέντοι καὶ ἐνετρύφα ταῖς αὐτοῦ συμφοραῖς καὶ τοῖς τοῦ λιμοῦ τραυματίαις ἐπιξαίνων ὑπῆρχε τὰ τραύματα. καὶ ὁ τοῦ βασιλέως δὲ ἀδελφὸς ὁ Λέων οὐχ ἧττον ἔθλιβε τόν τε δῆμον τῆς πόλεως καὶ τοὺς οἰκήτορας τῶν χωρῶν, καπηλείας καὶ αὐτὸς μετιών. οἱ μὲν οὖν οὕτω διέκειντο πρὸς τοὺς πάσχοντας, οἱ δὲ πρὸς τὸν κρατοῦντα διὰ ταῦτα ἀπέσκωπτον. ποτὲ γὰρ νεολέκτους στρατιώτας ὁρῶντος τοῦ βασιλέως, ἐπεὶ καί τις τούτοις συνηρίθμητο πολιός, ἔφη πρὸς ἐκεῖνον ὁ αὐτοκράτωρ "πῶς τοῖς στρατιώταις, ἄνθρωπε, γέρων ὢν συγκαταλέγεις σαυτόν;" ὁ δ' αὐτίκα εὐφυῶς ἀντεφθέγξατο ὡς "πολὺ δυνατώτερος νῦν εἰμι ἢ ὅτε ἤκμαζον, δέσποτα· τότε γὰρ οὐδ' ἡμίσεως ἂν ἐπωμισάμην σῖτον νομίσματος, νῦν δὲ ῥᾷον καὶ δύο νομισμάτων σῖτον ἐπὶ τῶν ὤμων ἀρῶ." συνῆκε μὲν οὖν τὴν εἰρωνείαν ὁ βασιλεύς, ἀταράχως δὲ ταύτην ἐνεγκὼν μετέστη πρὸς ἕτερον.

[516]    Ἐρωτικῶς δὲ σφόδρα πρὶν διακείμενος ὁ Νικηφόρος πρὸς τὴν Θεοφανὼ μετέπειτα τῆς πρὸς αὐτὴν συνουσίας ἀπείχετο, ἢ κορεσθεὶς ταύτης ἢ καὶ δι' ἐγκράτειαν μίξεως ἀπεχόμενος· οὐδὲ γὰρ πάνυ τι καὶ νέος ὢν πρὸς ἔρωτας ἐτύγχανεν εὐκατάφορος. ἡ δὲ μισήσασα τὸν ἄνδρα διὰ τὸ ἀνομίλητον ἢ καὶ περὶ τοῖς υἱέσι δείσασα (ἦν γάρ τισιν ὑποτονθορυζόμενον βούλεσθαι τὸν Νικηφόρον τὰ βασιλείδια τῶν παιδογόνων στερῆσαι μορίων καὶ τὸν ἀδελφὸν βασιλεῦσαι τὸν Λέοντα) εἰς λόγους ἦλθε λάθρᾳ τῷ Τζιμισκῇ, ἢ ἔρωτι τοῦ ἀνδρὸς ἁλοῦσα (ἦν γὰρ τῷ κάλλει διαπρεπὴς καὶ τοῦ εἴδους χάριτας ἀφιείς), ἢ καὶ ἀξιόχρεων τοῦτον τῷ Νικηφόρῳ λογισαμένη ἀντίρροπον, ὡς δέ τινές φασι, καὶ εἰς συνουσίαν ἐλήλυθε τῷ ἀνδρὶ καὶ κατὰ τοῦ Νικηφόρου ἠρέθισε καὶ τὸ τῆς παροιμίας σφαῖραν ἀφῆκε κατὰ πρανοῦς. ἦν γὰρ καὶ ἄλλως ὁ Ἰωάννης τῷ βασιλεῖ μηνιῶν, ὅτι τῷ ἀδελφῷ πειθόμενος ἐκεῖνος βασκαίνοντι τούτῳ ὕποπτόν τε τὸν ἄνδρα ἐνόμιζε καὶ τῆς στρατιωτικῆς ἀρχῆς παύσας αὐτὸν εἰς πολιτικὴν μετατίθησι, λογοθέτην τοῦ δρόμου προχειρισάμενος, ὃ οὐκ εἰς δυναστείαν, ἀλλ' εἰς τιμωρίαν καὶ [517] ταύτην βαρεῖαν ἐκείνῳ λελόγιστο. εἶτα τῇ κακώσει τοῦ ἀνδρὸς προστιθεὶς καὶ οἴκοι μένειν ἐκέλευσε· διὰ ταῦτα ἐμηνία ὁ Ἰωάννης. ὡς δὲ καὶ τὴν μαχλάδα ἐκείνην εὕρηκεν αὐτὸν παραθήγουσαν, διαπραξαμένην δέ οἱ καὶ κάθοδον κελεύσει βασιλικῇ, τῇ τυραννίδι ἐπέθετο, συμπράττουσαν ἔχων καὶ τὴν βασίλισσαν, καὶ ἅμα τε οἷς ἐθάρρει τὸ ἀπόρρητον ἐξεκάλυψε καὶ ἅμα τῷ ἔργῳ ἐπικεχείρηκε καὶ προσλαβόμενος αὐτοὺς ἀωρὶ τῶν νυκτῶν ἐπὶ τὴν νοτίαν θάλασσαν τῶν βασιλείων ἀφίκετο· Βουκολέων ὁ τόπος ὠνόμασται, ὅτι λίθινος λέων ἐστὶν ἐν αὐτῷ βοὸς ἐπιβεβηκὼς ὁμοίου καὶ τῷ εὐωνύμῳ ποδὶ κατέχοντι τὸ κέρας αὐτοῦ περιστρέφων τὸν αὐχένα τὸν τοῦ βοός. ἔνθα γενόμενος σαργάνην τε καθειμένην ἄνωθεν καθορᾷ καὶ δι' αὐτῆς ἀνιμᾶται παρὰ θεραπαινῶν τῆς Θεοφανοῦς καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ. ἦσαν δὲ ὁ Βούρτζης Μιχαὴλ ἐγκοτῶν τῷ βασιλεῖ καὶ αὐτὸς διὰ τὴν ὀργήν, ὡς εἴρηται, τὴν ἀλόγιστον καὶ Λέων ὁ Ἀβαλάντης [518] καὶ ὁ μελάγχρους Θεόδωρος, ὃν διὰ τὸ τοῦ εἴδους μελάντερον ἐκάλουν Ἀτζυποθεόδωρον, καὶ ἕτεροι δύο. ἀψοφητὶ τοίνυν ὑποδύντες τὸν κοιτῶνα τὸν βασίλειον (καὶ τοῦτο γὰρ αὐτοῖς ἡ Θεοφανὼ κατεπράξατο) εὗρον τὸν Νικηφόρον χαμαιεύνην ὑπνώττοντα, καί τις αὐτῷ λὰξ ἐνθορὼν καὶ ἐνυβρίσας διύπνισεν. ὡς δὲ τὴν κεφαλὴν ἐκεῖνος διυπνισθεὶς ἀνεκούφισε, δέχεται κατ' αὐτῆς εὐθὺς καιρίαν πληγήν, ἥτις αὐτῷ δεινῶς διέσεισε καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. εἶτα ὁ μὲν Τζιμισκὴς ἐπὶ τῆς βασιλείου κλίνης κεκάθικε, τὸν δὲ Φωκᾶν ἤδη παρειμένον ἑκατέρωθεν ὑπερειδόμενον αὐτῷ παρεστήσαντο. ὁ δὲ τὰς αἰτίας αὐτὸν ἠρώτα δι' ἃς κεκάκωτο παρ' αὐτοῦ. ὡς δ' ἐκεῖνος πρὸς οὐδὲν ἀπεκρίνατο, μόνον δὲ τὸ "κύριε, βοήθει" ἐφθέγγετο, ἐγκελεύεται τοῖς περὶ αὐτὸν ταῖς λαβαῖς τῶν ξιφῶν τὰς γνάθους αὐτοῦ παίοντας συνθραῦσαι ἢ διασεῖσαι τοὺς ὀδόντας αὐτῷ. εἶτά τις ἐξόπισθεν δόρατι βάλλει κατὰ νῶτον αὐτόν, καὶ τὸ δόρυ διὰ τῶν στέρνων ἐξέπεσε. καὶ θορύβου [519] παρὰ τῶν προκοιτούντων γεγενημένου (ἤδη γὰρ εἰς αἴσθησιν ἧκον τῆς ἐπιβουλῆς), καὶ τὴν κεφαλὴν τοῦ ἀνδρὸς ἐκπεπνευκότος ἄρτι ἐκτέμνουσι καὶ διὰ θυρίδος τοῖς σωματοφυλακοῦσι δεικνύουσι καὶ οὕτως τὴν ἐκείνων ὁρμὴν καταπαύουσι. λέγεται δ' ὅτι πρὸ ἡμερῶν ὀλίγων ἔγγραφον εὗρεν ἐν τῷ κοιτῶνι ὁ Νικηφόρος δηλοῦν τὴν ἐπιβουλήν. ὁ δὲ τοῦ βασιλέως Νικηφόρου αὐτάδελφος ὁ Λέων τὸ γεγονὸς ἐγνωκὼς σὺν τῷ υἱῷ Νικηφόρῳ τῇ μεγάλῃ ἐκκλησίᾳ προσπέφευγεν. ἦν δὲ ὁ ἀναιρεθεὶς βασιλεὺς ἐτῶν πεντήκοντα καὶ ἑπτά, ἐξ ὧν ἓξ καὶ μῆνας τοσούτους τῶν σκήπτρων ἐκράτησε τῶν Ῥωμαϊκῶν.

LIBER DECIMVS SEPTIMVS.

   Καὶ ὁ μὲν οὕτως ἀπέτισε τὸ χρεών· ὁ δὲ Τζιμισκὴς τῆς βασιλείας γενόμενος ἐγκρατὴς καὶ τοὺς τοῦ Ῥωμανοῦ παῖδας [520] κοινωνοὺς πεποίητο τῆς ἀρχῆς παῖδας ἔτι τυγχάνοντας, τὸν δὲ παρακοιμώμενον Βασίλειον, ὃν ὁ Φωκᾶς τετίμηκε πρόεδρον, μήπω πρῴην ὄντος τοῦ ἀξιώματος, προσλαβόμενος ὡς ἐντριβῆ περὶ τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν, αὐτῷ τὴν πᾶσαν οἰκονομίαν ἀνέθετο. καὶ ὃς τοὺς τῷ Νικηφόρῳ προσήκοντας ἢ καὶ ἄλλως εὔνοιαν ἐκείνῳ τηρεῖν ὑποπτευομένους ἐκ μέσου πεποίηκε, τὸν μὲν κουροπαλάτην Λέοντα καὶ τὸν υἱὸν αὐτοῦ Νικηφόρον ἐν Λέσβῳ περιορίσας, τῷ δ' ἑτέρῳ τοῦ Λέοντος υἱῷ τῷ Βάρδᾳ ὅριον θέμενος περιγραπτὸν τὴν Ἀμάσειαν καὶ ἄλλους ἄλλως μετελθὼν καὶ οἰκονομησάμενος. τοὺς δὲ παρὰ τοῦ Νικηφόρου φυγαδευθέντας κατήγαγεν, οἷς καὶ ἀρχιερεῖς συνηρίθμηντο, ὅσοι μὴ ὑπογράψαι ἐν τῷ τόμῳ ὑπέκυψαν, δι' οὗ τεθέσπιστο μὴ ἄνευ ἐκείνου ἀρχιερέα τινὰ προχειρίζεσθαι. εἶτα ἄπεισιν ὁ Ἰωάννης εἰς τὴν μεγάλην ἐκκλησίαν ταινιωθησόμενος. ἀλλ' οὐκ εἰάθη παρὰ τοῦ Πολυεύκτου εἰς τὸν ναὸν εἰσελθεῖν, ὡς φόνῳ μεμιασμένος. πρᾴως δὲ τὴν ἐπιτίμησιν ὁ Τζιμισκὴς ἐνεγκὼν ἀπελογεῖτο μὴ αὐτὸς αὐτόχειρ γενέσθαι τοῦ φόνου, ἔλεγε δὲ τὸν Ἀβαλάντην καὶ τὸν Ἀτζυποθεόδωρον ἐπιτροπῇ [521] τῆς Θεοφανοῦς τὸν Νικηφόρον διαχειρίσασθαι. τὴν μὲν οὖν Θεοφανὼ ὁ πατριάρχης ἀπῄτησε τῶν βασιλείων ἀπελαθῆναι καὶ περιορισθῆναι καὶ τοὺς αὐτόχειρας τοῦ Νικηφόρου ἐκδιωχθῆναι, τὸν δὲ τόμον, οὗπερ ἐμνήσθημεν, διαρραγῆναι καὶ αὐτὸν τὸν Ἰωάννην δέξασθαι ἐπιτίμια. ὁ δὲ πάντα ποιῆσαι ὑπέσχετο καὶ αὐτίκα στέλλει καὶ κατάγει τὴν βασιλίδα τῶν ἀνακτόρων καὶ τὸν τόμον ἐκεῖ κομισθέντα διέρρηξε καὶ ἣν ἐν ἰδιώταις τελῶν εἶχε περιουσίαν, διανεῖμαι πένησιν ἐπηγγείλατο. τούτων δὲ γενομένων, κατὰ τὴν γενέθλιον τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἑορτὴν ἅμα τε τὴν εἰς τὴν ἐκκλησίαν ἐπιτρέπεται εἴσοδον καὶ ἅμα τῷ διαδήματι στέφεται, τὴν δὲ Θεοφανὼ εἰς Προικόνησον περιώρισεν. οὕτω μέντοι ἀναρρηθείς, ἐπεὶ ἀρχιερέως ἡ μεγάλη Ἀντιόχεια χηρεύουσα ἦν, προχειρίζεταί τινα μοναχὸν Θεόδωρον, ὃς αὐτῷ προέφη τῆς βασιλείας τυχεῖν, καὶ μὴ σπεῦσαι μηδ' ἁρπάσαι αὐτήν, ἀλλὰ μεῖναι τὴν ἐκ τοῦ θείου προχείρισιν. ὅσπερ τὴν ἀρχιερωσύνην καταδεξάμενος ἀξίωσιν ἔθετο πρὸς τὸν Ἰωάννην [522] τοὺς Μανιχαίους ἐκ τῆς ἑῴας μετοικίσαι πρὸς τὰ ἑσπέρια, πολλοὺς τῇ αὐτῶν μυσαρᾷ αἱρέσει διαφθείροντας. οὗ τὴν ἀξίωσιν πληρῶν εἰς Φιλιππούπολιν μετήγαγε τὸ γένος τῶν Μανιχαίων. ὁ δὲ πατριάρχης Πολύευκτος τῇ τοῦ Τζιμισκῆ ἀναρρήσει τριάκοντα καὶ πέντε ἡμέρας ἐπιβιοὺς τὸν βίον μετήλλαξε, καὶ ἀντεισήχθη εἰς τὸν ἀρχιερατικὸν θρόνον τῆς βασιλευούσης τῶν πόλεων ὁ μοναχὸς Βασίλειος ὁ Σκαμανδρηνός.

   Οἱ δ' ἐκ τῆς Ἄγαρ, μὴ ἀνεκτὸν ἡγούμενοι στερεῖσθαι τῶν πόλεων ἃς ἤδη ἀφῄρηντο, συνελέγησαν πανταχόθεν καὶ συνθήκας περὶ ὁμαιχμίας πεποιηκότες καὶ τοῖς Καρχηδονίοις τὴν σφῶν ἡγεμονίαν προσνείμαντες ἐξεστράτευσαν κατὰ τῆς ἐν Δάφνῃ Ἀντιοχείας καὶ ταύτην ἐπολιόρκουν. τῶν δ' ἐν τῇ πόλει ἀνθισταμένων αὐτοῖς κραταιότερον ἠγγέλθη τῷ βασιλεῖ τῶν ἐθνῶν ἡ συνέλευσις. ὁ δὲ κελεύει τῷ στρατηγῷ Μεσοποταμίας ἐπικουρῆσαι τοῖς πολιορκουμένοις· καὶ πολέμου πρὸς τοὺς Ἀγαρηνοὺς συρραγέντος οἱ βάρβαροι, καίτοι πολλαπλάσιοι πρὸς τοὺς Ῥωμαίους ὄντες, τρέπονταί τε καὶ σκίδνανται. οἱ δέ γε Ῥῶς τὸ τῶν Βουλγάρων ἔθνος καὶ τὴν χώραν αὐτῶν ὑφ' ἑαυτοὺς ποιησάμενοι καὶ τοὺς ἡγεμόνας τοῦ ἔθνους τὸν Βορίσην [523] τε καὶ τὸν Ῥωμανὸν οὐκέτι τῶν οἴκοι ἐμέμνηντο, ἀλλ' ἤθελον αὐτοῦ που μένειν τὴν χώραν κατέχοντες. πρὸς τοῦτο δ' αὐτοὺς καὶ ὁ Καλοκυρὸς ἀνηρέθιζεν· "εἰ γὰρ βασιλεὺς Ῥωμαίων ἀναρρηθήσομαι παρ' ὑμῶν," ἔλεγε "τῆς τε τῶν Βουλγάρων χώρας παραχωρήσω ὑμῖν καὶ διαθήσομαι πρὸς ὑμᾶς εἰρήνην διαιωνίζουσαν καὶ τὰ ὑπεσχημένα παρέξω κατὰ τὸ πολλαπλάσιον." οἱ δὲ τῇ τε τῶν χωρῶν ἀρετῇ θελχθέντες καὶ τοῖς λόγοις τοῦ Καλοκυροῦ χαυνωθέντες οὔτε τῷ βασιλεῖ πάντα ποιήσειν ἐπιτελῆ τὰ παρὰ τοῦ Νικηφόρου σφίσιν ὑπεσχημένα ἐπείθοντο γράφοντι καὶ τοῖς πρέσβεσιν ὡμίλησαν ἀλαζονικώτερον. ἐντεῦθεν ἄρασθαι κατ' αὐτῶν ὅπλα ἠνάγκαστο καὶ ταῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἐπιστήσας στρατάρχην, ὃν στρατηλάτην ὠνόμασε, Βάρδαν μάγιστρον τὸν Σκληρόν, τῆς ἤδη θανούσης αὐτοῦ γαμετῆς αὐτάδελφον ὄντα, ὁρμῆσαί οἱ κατὰ τῶν Ῥῶς ἐνετείλατο. καὶ ὁ μὲν ἀπῄει· οἱ βάρβαροι δὲ τοῦτο μαθόντες καὶ ὁ τούτων ἔξαρχος ὁ Σφενδοσθλάβος, τούς τε Βουλγάρους ὁπλίσαντες καὶ συμμάχους προσειληφότες Σκύθας, οἳ Πατζινάκαι κικλήσκονται, καὶ τοὺς τὴν Πανονίαν οἰκοῦντας Τούρκους καὶ στρατιὰν εἰς [524] τριάκοντα μυριάδας ἀριθμουμένην συστησάμενοι τὴν Θρᾴκην ἅπασαν ἐληίζοντο. τούτοις οὖν μὴ θαρρῶν ὁ Σκληρὸς συμμίξαι καὶ κατὰ συστάδην μαχέσασθαι (πολλοστὸν γὰρ ἦν πρὸς τὸ πλῆθος ἐκείνων τὸ μετ' αὐτοῦ στρατιωτικόν) στρατηγικαῖς μεθόδοις τοὺς βαρβάρους κατηγωνίσατο. καὶ πρῶτον μὲν λόχους καθίσας καὶ μόνοις τοῖς Πατζινάκαις ἐπελθὼν καὶ εὐφυῶς αὐτοὺς περιαγαγὼν εἰς τοὺς λόχους, τοὺς μὲν ἀνεῖλε, τοὺς δ' εἷλε ζῶντας· εἶτα καὶ τοῖς ἄλλοις συμμίξαντι μέχρι μέν τινος ἰσόρροπος ἦν ἡ μάχη αὐτῷ· ὡς δέ τις τῶν Σκυθῶν καὶ ὄγκῳ σώματος καὶ ψυχῆς παραστήματι γενναῖος εἶναι δοκῶν καὶ τῶν ὁμογενῶν ἁπάντων ὑπερτερεῖν, ὁρῶν τὸν Σκληρὸν ἔφιππον διιόντα τὰς ὑφ' ἑαυτὸν τάξεις καὶ ταύτας εἰς ἀλκὴν διεγείροντα, ὥρμησε κατ' ἐκείνου καὶ κατήνεγκε τὸ ξίφος κατὰ τῆς κεφαλῆς τοῦ ἀνδρός· τὸ δὲ τῇ τοῦ κράνους ἰσχύϊ καὶ τῇ λειότητι οὐχ ἥψατο αὐτοῦ. ὁ Σκληρὸς αὖθις κατὰ τῆς κεφαλῆς τὸν Σκύθην ἀντέπληξε, καὶ ἡ τοῦ ξίφους καταφορὰ εἰς τοσοῦτον γέγονεν ἐνεργὸς ὡς διχῇ τμηθῆναι τὸν βάρβαρον καὶ ἡμίτομα τοῦ ἵππου τὰ μέρη αὐτοῦ ἐκπεσεῖν. οἱ βάρβαροι δὲ τὸ ἔργον ἐκπλαγέντες εἰς δειλίαν ἐνέπεσον καὶ εἰς φυγὴν αὐτίκα ἐτράπησαν, οἷς οἱ [525] Ῥωμαῖοι κατόπιν ἐλαύνοντες πολλοὺς μὲν ἀνῄρουν, πολλοὺς δ' ἐζώγρουν. ἔπαυσε τῆς διώξεως τοὺς περὶ τὸν Σκληρὸν ἐπελθοῦσα ἡ νύξ· τέως δὲ καὶ ὅσοι περιελείφθησαν τραυματίαι ἦσαν.

   Καὶ τὰ μὲν κατὰ τοὺς Ῥῶς ἐν τούτοις ἦσαν. Βάρδας δὲ ὁ Φωκᾶς ὁ τοῦ Λέοντος παῖς ἐξ Ἀμασείας φυγών, ἐν ᾗ περιώριστο, τὴν τῶν Καππαδοκῶν κατειλήφει Καισάρειαν, πολλοὺς προσεταιρισάμενος, καὶ τυραννίδι ἐπικεχείρηκεν, ἑαυτῷ περιθέμενος τὰ τῆς βασιλείας παράσημα. καὶ ὁ πατὴρ δὲ τούτου ὁ Λέων σὺν τῷ ἑτέρῳ υἱῷ τῷ Νικηφόρῳ ἐκ Λέσβου πρὸς Θρᾴκην ἐβουλεύσατο διαβῆναι, ἔχων συμπράττοντά οἱ καὶ τὸν Ἀβύδου ἀρχιεπίσκοπον· γνωσθεὶς δὲ τοὺς ὀφθαλμοὺς πηρωθῆναι καταδικάζεται σὺν τῷ υἱῷ Νικηφόρῳ. λέγεται δὲ τὸν βασιλέα κατὰ τὸ λεληθὸς ἐντείλασθαι τοῖς ἐπιτραπεῖσι τὴν πήρωσιν τῶν ἀνδρῶν μὴ ἐκκόψαι τούτοις τὰ ὄμματα, ἀλλὰ δόκησιν μὲν παρασχεῖν ἐκτυφλώσεως, παραφυλάξαι δὲ τοῖς ἀνθρώποις ἀλώβητον τὸ ὁρᾶν. τούτων οὖν οὕτω συνενεχθέντων, γραφὴ καταλαμβάνει βασίλειος τὸν Σκληρὸν ἄρτι τοὺς Σκύθας τρεψάμενον [526] διαπεραιωθῆναι πρὸς τὴν ἑῴαν καὶ τῷ Βάρδᾳ τῷ Φωκᾷ ἀντικαταστῆναι. καὶ αὐτίκα ἀπῄει καὶ πρὸς Καισάρειαν γέγονε, καὶ οἱ περὶ τὸν Φωκᾶν ἐκεῖνον λιπόντες τῷ Σκληρῷ προσερρύησαν, μόνος δὲ μετὰ τῶν θεραπόντων περιλειφθεὶς πρὸς τὸ φρούριον κατέφυγε τὸ Τυροποιόν. ἤδη δ' ἐγγὺς ὄντα τοῦ εἰρημένου φρουρίου καταλαμβάνουσιν αὐτὸν ἱππεῖς πεμφθέντες πρὸς τοῦ Σκληροῦ· ὧν εἷς Κωνσταντῖνος ὁ Χάρων θρασύτερος τῶν ἄλλων, ὡς ἔοικεν, ὢν προφθάσας τοὺς συστρατιώτας μεθ' ὁρμῆς συντονωτέρας ἐπήρχετο τῷ Φωκᾷ· ὁ δὲ οὐράγει καὶ τοὺς σὺν αὐτῷ περιεῖπε, καὶ ὁ Χάρων ὕβρεσι τοῦτον ἔβαλλε. καὶ ὁ Φωκᾶς "οὐκ ἔδει σε" εἶπεν "ἄνθρωπον ἐν συμφοραῖς τοιαύταις γενόμενον ἐπιπλήσσειν." τοῦ δὲ Χάρωνος ἐν τούτοις ἐγγίσαντος τῷ Βάρδᾳ καὶ βαλεῖν ἐπιχειροῦντος αὐτόν, ἐκεῖνος τὴν κορύνην ἀνατείνας παίει τὸν Κωνσταντῖνον κατὰ τῆς κόρυθος καὶ ταύτην συνέτριψε μετὰ τῆς κεφαλῆς τοῦ ἀνδρός, καὶ εὐθὺς εἷλε τὸν πεπληγμένον πορφύρεος θάνατος, μιᾷ θανατωθέντα πληγῇ. οἱ δὲ κατόπιν ἐλαύνοντες ὁρῶντες τὸν πεσόντα ἀφίστανται τῆς διώξεως, καὶ ὁ Φωκᾶς εἰσέδυ τὸ φρούριον. εἶτα καὶ ὁ Σκληρὸς [527] παρεγένετο καὶ πέπεικεν αὐτὸν προσχωρῆσαι τῷ βασιλεῖ· καὶ προσελθόντα κληρικόν τε γενόμενον εἰς τὴν Χίον περιορίζει ὁ Τζιμισκής. καὶ ὁ Σκληρὸς αὖθις προστάττεται μεταβῆναι εἰς τὰ ἑσπέρια.

   Νυμφεύεται δ' ἑαυτῷ γυναῖκα ὁ βασιλεὺς σπουδῇ Βασιλείου τοῦ παρακοιμωμένου Θεοδώραν θυγατέρα Κωνσταντίνου τοῦ Πορφυρογεννήτου. ἔτει δὲ δευτέρῳ τῆς αὐτοῦ βασιλείας ἔαρος ἀναλάμψαντος ἐκστρατεύει κατὰ τῶν Ῥῶς σὺν στρατεύμασι πλείοσι καὶ στόλῳ περιφανεῖ· καὶ ἀπιόντι συναντῶσιν αὐτῷ πρεσβευταὶ δῆθεν τῶν Σκυθῶν· οἱ δὲ κατοπτῆρες ἦσαν καὶ τῆς τῶν Ῥωμαίων ἰσχύος κατάσκοποι, ὃ οὐδὲ τὸν βασιλέα διέλαθε. προστάξας οὖν περιαχθῆναι αὐτοὺς κατὰ πᾶν τὸ στρατόπεδον καὶ τοῦτο καταμαθεῖν, ἐκέλευσεν ἀπαλλάττεσθαι. ἐκείνων δὲ ἀπιόντων καὶ αὐτὸς εὐζώνους παραλαβὼν πεζοὺς εἰς χιλιάδας πέντε καὶ ἱππότας τετρακισχιλίους ὀπίσω τῶν πρέσβεων ἀπῄει καὶ ἀθρόον ἐγγὺς τῆς μεγάλης Περσθλάβας γίνεται καὶ [528] βάλλεται χάρακα, ὃ τοὺς Ταυροσκύθας εἰς ἀμηχανίαν ἐνέβαλε. Καλοκύρης δὲ ὁ τῶν κακῶν πρωτουργὸς ἐκεῖ τότε παρὼν καὶ γνοὺς τὸν βασιλέα παραγενόμενον, πρὸς τὴν τῶν Ῥῶς ἀπέδρα παρεμβολήν, ἀφ' οὗ τὴν τοῦ βασιλέως παρουσίαν μαθόντες ἐτεθορύβηντο, ὅμως μέντοι παραστρατοπεδεύονται τοῖς Ῥωμαίοις. οἱ δὲ περὶ τὸν βασιλέα ἐλθόντες εἰς τὸ τῆς Περσθλάβας ἄστυ, ὡς εἴρηται, καταλαμβάνουσιν ἐκτὸς γυμναζομένους ὡς ὀκτακισχιλίους κἀκείνοις συνέμιξαν. οἱ δὲ πρὸς μὲν ὀλίγον ἀντέσχον, εἶτα νῶτα στρέψαντες ἔφευγον. καὶ οἱ ἐντός, ὡς ἕκαστος ἠδύνατο ὁπλισάμενοι, ἐπικουρήσοντες τοῖς ὁμοφύλοις ἐξῄεσαν, καὶ ἀσυντάκτως αὐτοῖς χωροῦσιν ὑπαντιάζοντες οἱ Ῥωμαῖοι ἀνῄρουν, οἱ δὲ εἰς τὴν πόλιν αὖθις ἀνθυπενόστουν. ἀλλ' ἱππέων τινῶν ἐξιππασαμένων καὶ τὴν εἰς τὴν πόλιν ἀπάγουσαν ἀτραπὸν ἐπιτειχισάντων, οἱ βάρβαροι ἀνὰ τὸν ἐκτὸς τοῦ ἄστεος χῶρον ἐσκίδναντο· ἔνθα οἱ μὲν ἐζωγροῦντο, οἱ δὲ καὶ ἐκτείνοντο, οἱ δ' ἐν τῇ πόλει τὰς πύλας κλείσαντες ἐπολιορκοῦντο. τῇ δ' ἑξῆς τοῦ παρακοιμωμένου Βασιλείου μετὰ [529] πάσης τῆς στρατιᾶς ἐλθόντος, ἐρρωμενέστερον ὁ βασιλεὺς τῇ πολιορκίᾳ ἐπικεχείρηκε· καί τινες διὰ κλιμάκων εἰς τὸ τεῖχος ἀναβεβήκασι καὶ τοὺς ἐκεῖ τῶν βαρβάρων καταληφθέντας συγκόψαντες ξίφεσι τὰς πύλας ἠνέῳξαν καὶ τῇ Ῥωμαϊκῇ στρατιᾷ πάσῃ ῥᾳδίαν παρέσχον τὴν εἴσοδον. καὶ οὕτως μὲν τὸ τῆς Περσθλάβας ἄστυ Ῥωμαίοις κατέστη ἁλώσιμον, ἔνθα καὶ ὁ τῶν Βουλγάρων βασιλεὺς ὁ Βορίσης ἑάλω· ᾧ καὶ πᾶσι δὲ τοῖς Βουλγάροις ἐπιεικῶς ὁ αὐτοκράτωρ ἐχρήσατο, ἀνέτους αὐτοὺς ἀφιείς, οὐ κατὰ Βουλγάρων λέγων ἄρασθαι ὅπλα, κατὰ δέ γε τῶν Ῥῶς. πολλῶν δὲ Σκυθῶν εἰς ὀχύρωμά τι προσπεφευγότων, ἐξελεῖν καὶ τοῦτο ὁ βασιλεὺς ἐκέλευσεν. οἱ δὲ στρατιῶται διὰ τὸ τοῦ τόπου δυσάλωτον ἦσαν ἀπρόθυμοι. ὃ γνοὺς ὁ Ἰωάννης αὐτὸς πρὸ τῶν ἄλλων πεζὸς ἀπῄει πρὸς τὸ ὀχύρωμα, κἀντεῦθεν ἐκεῖ συνέθεον ἅπαντες· καὶ ἥλω κἀκείνων σπουδῇ τὸ ὀχύρωμα καὶ τῶν ἐν αὐτῷ οἱ μὲν διεφθάρησαν, ἔνιοι δὲ καὶ ἁλωτοὶ Ῥωμαίοις ἐγένοντο. τούτῳ μὲν οὖν τῷ ἄστει φρουρὰν ἐγκατέστησεν [530] ὁ βασιλεὺς ἀξιόμαχον, ἐκεῖνος δὲ ἀπῄει πρὸς τὸ Δορόστολον, ὃ καὶ Δρίστρα καλεῖται, καί τινας πόλεις ἑλὼν κατὰ πάροδον καὶ φρούρια ἐκπορθήσας ἐφθάκει πρὸς τὸ Δορόστολον. ἦν δὲ πρὸ τῆς πόλεως ταύτης ἐστρατοπεδευκὼς ὁ τῶν Ῥῶς ἀρχηγὸς ὁ Σφενδοσθλάβος. ὡς οὖν εἶδον ἀλλήλας αἱ στρατιαί, συνερράγησαν ἐπ' ἀλλήλας εὐθύς, καὶ τὸ μὲν πολὺ τῆς ἡμέρας ἀγχωμάλως ἐμάχοντο, περὶ δὲ δείλην ὀψίαν ἀπειρηκότες οἱ Ῥῶς ἐνέκλιναν πρὸς φυγήν· καὶ οἱ Ῥωμαῖοι ἐδίωκον, πλεῖστοι μὲν οὖν τῶν βαρβάρων ἀπώλοντο, οὐ μείους δὲ ἐζωγρήθησαν, οἱ δ' εἰς τὸ Δορόστολον ἐπανήλθοσαν· καὶ ὁ βασιλεὺς πρὸ τῆς πόλεως πηξάμενος χάρακα τὰς τριήρεις τὸν Ἴστρον φυλαξούσας προσέμενεν, ἵνα μὴ οἱ Ῥῶς ἀποδράσαιεν. ὁ δὲ Σφενδοσθλάβος οὓς κατεῖχε Βουλγάρους, εἰς εἴκοσι χιλιάδας ὄντας, ὡς λέγεται, πάντας ὑπὸ δεσμοῖς ἐποιήσατο, δείσας μὴ ἐπανασταῖεν αὐτῷ ἢ τῷ βασιλεῖ προσχωρήσωσιν. ὡς δὲ καὶ ὁ στόλος παρῆν, ἐπολιόρκει τὴν πόλιν ὁ βασιλεύς. ἐκ Κωνσταντείας δὲ καὶ φρουρίων ἑτέρων πρέσβεις πρὸς τὸν βασιλέα ἀφίκοντο αἰτοῦντες συγγνώμην καὶ ἑαυτοὺς παραδιδόντες αὐτῷ καὶ τὰ φρούρια. καὶ ταῦτα μὲν οἱ Ῥωμαῖοι παρέλαβον, ἡ δὲ τοῦ Δοροστόλου [531] πολιορκία ἐφ' ἡμέρας διήρκεσε πλείονας, τῶν βαρβάρων εὐψύχως ἀνταγωνιζομένων. ὡς δ' ἐκ τῶν πολέμων τῶν συνεχῶν πολλοὶ τραυματίαι γεγόνασιν, ἤδη δὲ αὐτοὺς καὶ τὰ ζωαρκῆ ἐπιλέλοιπεν, ἤρξαντο σφίσι θραύεσθαι τὰ φρονήματα. ἀλλ' ὁ Σφενδοσθλάβος νύκτα φυλαξάμενος ἀσέληνον καὶ χειμέριον, ἐν μονοξύλοις ἄνδρας ἐμβιβάσας ὡσεὶ δισχιλίους καὶ αὐτὸς ἐκείνοις συνεμβεβηκώς, ἀπῆλθεν ἐπισιτίσασθαι καὶ συλλέξαντες τὰ χρειώδη εἰς τὸ Δορόστολον ἐπανῄεσαν. καί τινας τῶν Ῥωμαίων θεράποντας περὶ τὸν ποταμὸν ἐσκεδασμένους κατ' ἄλλας καὶ ἄλλας χρείας ἰδόντες, ἐκβάντες τῶν πλοίων ἐνίους ἀπέκτειναν καὶ λαθόντες αὖθις εἰς τὸ Δορόστολον ἐπανήλθοσαν. τοῦτο πάνυ τὸν βασιλέα ἐλύπησε καὶ τοῖς τοῦ στόλου κατάρχουσιν ἐπιχόλως εἶχε, καὶ εἰ ἔτι λάθοιεν αὐτοὺς οἱ βάρβαροι ἀποπλεύσαντες, ἠπείλησε θάνατον εἶναι σφίσι τὸ ἐπιτίμιον. ἐφ' ὅλαις δὲ ἡμέραις ἑξήκοντα πολιορκήσας τὴν πόλιν καὶ μήπω ταύτην ἑλὼν ἔγνω λιμῷ τοὺς ἔνδον καταγωνίσασθαι· καὶ περικάθηται ταύτην, ἐπιτηρῶν ἀκριβῶς ἵνα μή ποθεν αὐτοῖς χρειῶδές τι κομισθῇ. οἱ δὲ βάρβαροι πολλάκις ἐκδρομὰς ποιησάμενοι ἥττηντο· ἐπεὶ δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο καὶ οὔτε τῶν ἀναγκαίων ἦν αὐτοῖς χορηγίας ἐλπίς, οὐδὲ μέντοι γε συμμαχίας, [532] οἱ μὲν ἀποδρᾶναι νυκτὸς συνεβούλευον, οἱ δὲ Ῥωμαίοις ἑαυτοὺς πιστεῦσαι καὶ οὕτως ἐπανελθεῖν εἰς τὰ ἴδια, οἱ δ' ἄλλο τι ὑπετίθουν.

   Ὁ δέ γε Σφενδοσθλάβος ἔτι ἅπαξ Ῥωμαίοις παρῄνει μαχέσασθαι καὶ ἢ περιγενέσθαι τε καὶ σωθήσεσθαι ἢ προτιμῆσαι θάνατον εὐκλεᾶ ζωῆς δυστυχοῦς. ταῦτα ὁ μὲν εἶπε, τὸ δὲ πλῆθος ἐπῄνεσε καὶ τῇ ἑξῆς θανατῶντες τοῖς Ῥωμαίοις προσπλέκονται, καὶ μέχρι πολλοῦ ποτὲ μὲν οἱ Ῥωμαῖοι περιεγένοντο τῶν Σκυθῶν, ποτὲ δὲ τῶν Ῥωμαίων οἱ βάρβαροι. ὡς δ' ἐφράσατο τὴν τοῦ τόπου στενοχωρίαν ὁ βασιλεὺς τοῖς ἐναντίοις εἶναι πρὸς λυσιτέλειαν, μὴ οἵων τε ὄντων τῶν Ῥωμαίων ἐπιέναι αὐτοῖς ἀθρόον, τοῖς στρατηγοῖς ὑπέθετο τὰ τάγματα πρὸς τὸ πεδίον ἠρέμα ὑπάγειν χωροῦντα κατὰ βραχύ. τοῦτο γενόμενον τοῖς βαρβάροις δειλίας τῶν Ῥωμαίων καὶ φυγῆς παρέσχετο δόκησιν· καὶ εἵποντο ἀλαλάξαντες. ὡς δὲ πρὸς εὐρύτερον πεδίον ἐγένοντο, σύνθημα τοῖς Ῥωμαίοις ὁ βασιλεὺς ἐπιστροφῆς δέδωκε, καὶ ἀναστρέψαντες προσβάλλουσι τοῖς βαρβάροις, καὶ γίνεται φρικώδης ὁ πόλεμος. ὁ βασιλεὺς δὲ τὸν μάγιστρον [533] Βάρδαν τὸν Σκληρὸν μετὰ τῶν ὑπ' αὐτὸν ταγμάτων ἀποκλεῖσαι τὴν πρὸς τὴν πόλιν εἴσοδον τοῖς βαρβάροις ἐκπέπομφεν. ἡ δὲ μάχη μέχρι πολλοῦ ἰσόρροπος ἦν· λέγεται δὲ θειοτέρας ἐπικουρίας τότε τοὺς Ῥωμαίους τυχεῖν. θύελλα γὰρ κατὰ πρόσωπον τοῖς Σκύθαις προσέβαλλε καί τις ἔφιππος ὡρᾶτο πολλοῖς τῶν Ῥωμαίων ὑπεραγωνιζόμενος καὶ συγκλονῶν τῶν βαρβάρων τὰς φάλαγγας. ἦν δὲ κατὰ τὴν ἡμέραν τῆς μάχης ἐκείνης ἡ τοῦ στρατηλάτου Θεοδώρου τοῦ περιωνύμου ἐν μάρτυσι τελουμένη μνήμη. τρέπονται οὖν οἱ Σκύθαι καὶ πρὸς τὴν πόλιν ὡρμήκεσαν· ἀλλ' ἦν ἐκείνη αὐτοῖς οὐκ εἰσιτητή· ἤδη γὰρ παρὰ τοῦ Σκληροῦ ἀπεκέκλειστο ἡ εἰς ταύτην εἰσέλευσις, καὶ λοιπὸν ἐπὶ τὰ ταύτης προάστεια διεσκίδναντο καὶ καταλαμβανόμενοι διεφθείροντο καὶ ὑπ' ἀλλήλων ἀπώλλυντο συνωθούμενοί τε καὶ συμπατούμενοι, ὡς δυσαρίθμους τοὺς ἀνῃρημένους εἶναι. οἱ δὲ περιλειφθέντες τραυματίαι γεγόνασι ξύμπαντες. ἐγνώσθη δὲ ὅτι ὁ στρατηλάτης Θεόδωρος ἦν, ὃς τοῖς Ῥωμαίοις τότε [534] κατὰ τῶν βαρβάρων ἐπεκούρησέ τε καὶ συνεμάχησεν, ἐντεῦθεν· γύναιόν τι εὐλαβείᾳ συνεζηκὸς καὶ σεμνότητι κατὰ τὸ Βυζάντιον μιᾷ πρὸ τῆς μάχης ταύτης ἡμέρᾳ ἔδοξε καθ' ὕπνους τὴν ἁγίαν θεοτόκον ὁρᾶν προϊοῦσαν καὶ προπεμπομένην ὑπὸ πολλῶν, ἀκοῦσαί τε τῆς θεομήτορος λεγούσης πρὸς ἕνα τῶν προϊόντων αὐτῆς "κύριε Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης ἀγῶνας ἔχει βαρεῖς· σπεῦσον οὖν, αὐτῷ ἐπικούρησον." ἐξέφηνεν οὖν τισιν ἡ γυνὴ τὸ ἐνύπνιον. οἱ δὲ τὴν ἡμέραν ἐσημειώσαντο, καὶ ἦν ἡ πρὸ τῆς τελευταίας μάχης. τὸν μάρτυρα δ' ὁ βασιλεὺς τῆς βοηθείας ἀνταμειβόμενος ναὸν αὐτῷ κατὰ τὴν Εὐχάνειαν ἢ Εὐχάϊτα περικαλλῆ ἐδομήσατο, τὸν πρῴην καταβαλών, ἐν ᾧ τὸ πολύαθλον ἐκείνου σῶμα κατέθετο, καὶ τὴν πόλιν ἀντὶ τῆς προτέρας αὐτῆς κλήσεως Θεοδωρόπολιν ἐπωνόμασεν. ὁ δὲ βάρβαρος Σφενδοσθλάβος πάντοθεν ἀπογνοὺς διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, συγγνώμην αἰτῶν καὶ εἰς τὰ οἰκεῖα ἐπανελθεῖν ἐξαιτούμενος καὶ τοῖς συμμάχοις Ῥωμαίων συντάττεσθαι καὶ τὸν βουλόμενον Σκύθην ἰέναι πρὸς τὰ Ῥωμαίων ἤθη καὶ [535] ἐν αὐτοῖς ἐμπορεύεσθαι. καὶ ὁ βασιλεὺς τὰς αἰτήσεις προσήκατο καὶ πάσας ἐπλήρωσεν· εἶτα καὶ αὐτὸς ὁ Σφενδοσθλάβος ἀφίκετο πρὸς τὸν αὐτοκράτορα καὶ αὐτῷ συνωμίλησεν ᾐτήσατό τε τοῖς Πατζινάκαις δηλῶσαι μὴ κωλῦσαι τοῖς Ῥῶς οἴκαδε ἀπιοῦσι διὰ τῆς σφετέρας χώρας τὴν δίοδον. καὶ ὁ βασιλεὺς τοῦτό τε ἐκείνους ποιῆσαι ἠξίωσε καὶ συμμάχους ἔχειν αὐτούς, μηδὲ διαβαίνειν τὸν Ἴστρον καὶ τὴν Βουλγαρίαν ληίζεσθαι. οἱ δὲ τοῖς μὲν ἄλλοις συνέθεντο, πρὸς δὲ τὴν δίοδον τῶν Ῥῶς ἀπηγόρευσαν.

   Τοιούτῳ δὲ τέλει τοῦ πρὸς τοὺς Ῥῶς πολέμου καταλυθέντος ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε καὶ ὑπεδέχθη λαμπρῶς ὑφ' ὅλου τοῦ πολιτεύματος. ὅ τε γὰρ πατριάρχης προϋπηντήκει αὐτῷ μετὰ τοῦ κλήρου παντὸς καὶ οἱ τῆς γερουσίας καὶ οἱ τοῦ δήμου στεφάνους προσάγοντες καὶ τέθριππον ἅρμα (οἱ δὲ ἵπποι τούτου λευκοί) ἐδέοντό τε τοῦ ἅρματος ἐπιβεβηκότα τελέσαι τὸν θρίαμβον. ὁ δὲ τοὺς μὲν στεφάνους ἐδέξατο ἵππῳ τε κέλητι καὶ τούτῳ λευκῷ ἐθριάμβευσε, τῷ δέ γε τεθρίππῳ τὰς βασιλικὰς στολὰς τῶν Βουλγάρων βασιλέων ἐπέθετο καὶ τούτων ἄνωθεν εἰκόνα τῆς θεομήτορος, καὶ προῄει [536] τὸ ἅρμα. κατὰ δὲ τὴν Πλακωτὴν λεγομένην γενόμενος ἀγορὰν ἀπέδυσε τὸν Βορίσην τὰ τῆς παρὰ τοῖς Βουλγάροις βασιλείας παράσημα καὶ τῷ τῶν μαγίστρων ἐτίμησεν ἀξιώματι. ὁ μέντοι Σφενδοσθλάβος μετὰ τῶν Ῥῶς ἐπ' οἴκου ἀναζευγνὺς λόχοις περιπίπτει τῶν Πατζινάκων, καὶ πάντες ἀθρόοι ἀπώλοντο.

   Οὗτος ὁ βασιλεὺς τὸν ἐν τῇ Χαλκῇ ναὸν τοῦ σωτῆρος Χριστοῦ μεγαλοπρεπῶς ἐδομήσατο. τοῦ δὲ πατριάρχου Βασιλείου ἐπί τισι κατηγορηθέντος ἐγκλήμασι καὶ καθαιρεθέντος συνοδικῶς μετὰ τέσσαρας ἐνιαυτοὺς τῆς αὐτοῦ προχειρίσεως, ἐχειροτονήθη πατριάρχης ὁ Στουδίτης Ἀντώνιος.

   Ὅτι δὲ αἱ προσκτηθεῖσαι Ῥωμαίοις πόλεις κατὰ τὴν ἕω πρὸς ἀποστασίαν ἀπεῖδον καὶ τὸν τῆς δουλείας ζυγὸν ἀπεσείσαντο καὶ τοὺς δεσμοὺς διέρρηξαν τῆς τῶν Ῥωμαίων ἀρχῆς, ἐξεστράτευσεν ὁ βασιλεὺς κατ' αὐτῶν· καὶ οὓς μὲν ἀπραγμόνως ὑποκύψαντας αὖθις, οὓς δὲ σιδήρῳ καὶ ἀνάγκῃ πολλῇ τῷ ζυγῷ τῆς τῶν Ῥωμαίων ἀρχῆς ὑπηγάγετο. ἀναζευγνὺς δ' ἐκεῖθεν [537] καὶ γενόμενος κατὰ τὴν Ἀνάβαρζαν καὶ τὸ Ποδανδόν, ὁρῶν τε κἀνταῦθα καὶ ἐν ἄλλαις χώραις πολλαῖς χωρία πολυάνθρωπά τε καὶ πάμφορα, ἠρώτα οὗ εἶεν. καὶ μανθάνων ὅτι τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου, τὰ μὲν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ, τὰ δὲ παρ' αὐτοῦ δομεστίκου τυγχάνοντος τῶν σχολῶν, τὰ δὲ παρ' ἑτέρων προσκτηθέντα τῇ βασιλείᾳ καὶ δωρηθέντα αὐτῷ, ἤλγησέ τε καὶ δεινὸν εἶπεν εἰ τῶν δημοσίων κτημάτων καὶ ἐφ' οἷς πολλοὶ ἔπεσον ἀγαθοὶ ἄνδρες, πολλοὶ δὲ ἐκακουχήθησαν, εἷς ἐκτομίας καταπολαύει. ταῦτα παρά του τῷ παρακοιμωμένῳ καταγγελθέντα πρὸς ἐπιβουλὴν τοῦ βασιλέως αὐτὸν ἀνηρέθισαν· καί τι δηλητήριον κερασάμενος φάρμακον, οὐ δραστήριον οὐδ' ὠκύμορον, ἀβληχρὸν δὲ καὶ χρόνῳ τὸν πεπωκότα κατεργαζόμενον, καὶ ὑπελθὼν δώροις τὸν οἰνοχοεύειν εἰωθότα τῷ βασιλεῖ, ἐγχεῖ τοῦτο τοῦ κρατοῦντος τῇ κύλικι, ὃ ποθὲν κατὰ βραχὺ τὴν τοῦ πιόντος ἐσίνετο δύναμιν καὶ διέφθειρε τὴν ἕξιν τοῦ σώματος, ἕως συνήλασε καὶ εἰς τὸν μόρον τὸν αὐτοκράτορα. οὕτως οὖν τῶν τῇδε μεταστὰς ὁ Τζιμισκὴς Ἰωάννης καταλείπει τὴν βασιλείαν τοῖς κληρονόμοις αὐτῆς [538] τῷ Βασιλείῳ δηλαδὴ καὶ τῷ Κωνσταντίνῳ τοῖς υἱέσι τοῦ Ῥωμανοῦ, βασιλεύσας ἓξ πρὸς τὸ ἥμισυ ἐνιαυτούς.

   Ὃ δέ γε μικροῦ διέλαθεν ἄν, ἥκω διηγησόμενος. ὅπως μὲν οὖν ὁ κουροπαλάτης Λέων ὁ Φωκᾶς καὶ ὁ ἐκείνου υἱὸς ὁ Νικηφόρος κατακριθέντες ἐκτύφλωσιν οὐκ ἐστερήθησαν τοῦ φωτός, λάθρᾳ τοῦτο τοῦ βασιλέως περὶ αὐτῶν ἐπισκήψαντος, ἤδη ἱστόρηται. ἔχοντες δ' ἔτι τὰ ἑαυτῶν ἀλώβητα ὄμματα οὐκ ἠγάπων σωζόμενοι, ἀλλὰ τῇ βασιλείᾳ καὶ πάλιν ἐπιθέσθαι διεμελέτων, πολλοὺς τῶν περὶ τὴν πόλιν καὶ τὰ βασίλεια ἑαυτοῖς ὁμοφρονοῦντας κτησάμενοι. ἀλλ' ἐφωράθησάν τε καὶ συνεσχέθησαν, ἑνὸς τῶν συνωμοτῶν τὸ μελέτημα καταγγείλαντος. οὐκέτι γοῦν φιλανθρωπίας ἠξίωντο, ἀλλ' ἀσυμπαθῶς τοὺς ὀφθαλμοὺς ἐξωρύχθησαν, καὶ τοῦτο τέλος αὐτοῖς τῆς εὐτυχίας καὶ τοῦ περὶ τὴν βασιλείαν ἐγένετο ἔρωτος.

   Ἀποκατέστη τοίνυν τὸ τῶν Ῥωμαίων σκῆπτρον τοῖς τούτῳ κατὰ γένος προσήκουσι, τῷ Βασιλείῳ καὶ τῷ Κωνσταντίνῳ φημί, ὧν ὁ μὲν εἰκοστὸν ἤνυε τῆς ἡλικίας ἐνιαυτόν, ὁ δέ γε Κωνσταντῖνος ἑπτακαιδέκατον. ἀλλ' οὗτοι μὲν τὰ τῆς βασιλείας [539] περιέκειντο σύμβολα, τὴν δ' ἐξουσίαν ὁ πρόεδρος Βασίλειος περιέζωστο ἀτεχνῶς. ἠνείχετο δὲ ὁ Βασίλειος μήπω πεποιθὼς ἑαυτῷ, καὶ οἷον παιδοτρίβῃ τῷ παρακοιμωμένῳ προσεῖχε καὶ ἑαυτὸν ἐρρύθμιζε πρὸς τὴν ἐκείνου τῶν δημοσίων πραγμάτων μεταχείρισιν καὶ διοίκησιν, ὡς ἂν καιροῦ καλοῦντος οὕτως καὶ αὐτὸς τὰ περὶ τοὺς στρατιωτικοὺς καταλόγους καὶ τῆς πολιτικῆς εὐνομίας μεταχειρίσηται. ἦν γὰρ τὸ ἦθος ἐγρηγορὼς καὶ δραστήριος, ἀλλ' οὐκ ἀνειμένος κατὰ τὸν ἀδελφὸν καὶ περὶ τὸν ἀργὸν βίον ἐσχολακώς. ἄρτι γοῦν εἰς τοὺς ὁμαίμονας τούτους περιέστη τὸ κράτος καὶ αὐτίκα ἐκ τῆς ὑπερορίας τὴν τούτους κατάγει τεκοῦσαν ὁ πρόεδρος καὶ τοῖς υἱοῖς ἀποδίδωσιν. ὑποπτεύων δὲ τὸν μάγιστρον Βάρδαν τὸν Σκληρόν, στρατηλάτην ὄντα καὶ πάσας ὑφ' ἑαυτὸν ἔχοντα τὰς ἑῴας δυνάμεις, ἀφαιρεῖται μὲν αὐτοῦ τὴν τοῦ στρατηλάτου ἀρχήν, δοῦκα δὲ Μεσοποταμίας αὐτὸν προχειρίζεται. τοῦτο σφόδρα ἠνίασε τὸν Σκληρὸν καὶ ἄλλως ἀεὶ τρέφοντα παρ' ἑαυτῷ τῆς βασιλείας τὸν ἔρωτα πρὸς ἀποστασίαν ἠρέθισε. καταλαβὼν οὖν τὴν ἀρχὴν εἰς ἣν προεβέβλητο πολλοῖς ἀνεκάλυψε τὸ ἀπόρρητον. φιλούμενος [540] δὲ διὰ τὰς ἀριστείας ὑπὸ παντὸς τοῦ στρατεύματος πειθηνίους εἶχε σχεδὸν ἅπαντας. ὅτι δ' ἦν ἐν τῇ βασιλίδι τῶν πόλεων ὁ παῖς αὐτοῦ Ῥωμανός, ἔσπευσε σχεῖν κἀκεῖνον παρ' ἑαυτῷ καὶ στείλας λάθρᾳ τινὰ ἠδυνήθη καὶ τὸν υἱὸν λαθόντα ὑπαγαγέσθαι· καὶ αὐτίκα τῇ τυραννίδι ἐπικεχείρηκε ταινίᾳ τε βασιλείῳ τὴν κεφαλὴν ἀναδεῖται καὶ φοινικοῖς πεδίλοις τοὺς πόδας ὑποδεῖται, καὶ εὐφημεῖται ὡς βασιλεύς· καὶ χρήματα συλλέξαι ποιεῖται σπουδὴν καὶ συμμάχους προσειλήφει τόν τε τῆς Ἀμίδης ἀμηρᾶν (οὕτω γὰρ τὸ Ἔμετ καλεῖται) καὶ τὸν τῆς Μαρτυρουπόλεως (ἡ δὲ Μιεφερκεὶμ ὀνομάζεται), ἀλλὰ μέντοι καὶ Ἄραβας. τούτους οὖν συμπαραλαβὼν ἠπείγετο πρὸς τὴν Κωνσταντίνου, ἐλπίσι χρησταῖς αἰωρούμενος, ἃς καὶ ἄλλοθεν ἔθαλπε, μᾶλλον μέντοι ἐξ ὀνείρου τινὸς μοναχοῦ ἀρετὴν μετιόντος. ἔδοξε γὰρ ἐκεῖνος ὁρᾶν τὸν Σκληρὸν γυναικί τινι ἐφ' ὑψηλῆς καθημένῃ περιωπῆς προσελθεῖν, τὴν δὲ μάστιγα αὐτῷ ἐγχειρίσαι βασιλικήν. ἡ μάστιξ δ', ὡς ἔοικεν, ἦν σύμβολον τῆς θείας ὀργῆς καὶ τῆς ἐκ τῶν ἐμφυλίων πολέμων τῶν Ῥωμαίων φθορᾶς, ἣν ὁ Σκληρὸς δηλοῦν τὴν βασιλείαν ἐνόμιζε, πρὸς [541] τὴν οἰκείαν ἔφεσιν κρίνων τὸ ὅραμα. τῆς δὲ περὶ τῆς τυραννίδος τοῦ Σκληροῦ φήμης φθασάσης πρὸς τοὺς κρατοῦντας ἡτοιμάζετο τὸ περιλειφθὲν στρατιωτικὸν ἀντικαταστῆναι τῷ ἀποστάτῃ. ἐν τοσούτῳ δὲ στέλλεται πρὸς ἐκεῖνον ὁ Νικομηδείας ἀρχιερεὺς πρεσβεύσων καὶ πολλὰ μὲν ἐπαγωγὰ πρὸς εἰρήνην διειλέχθη αὐτῷ, ἀλλ' οὐκ ἔπεισε. δείξας γὰρ αὐτῷ ὁ Σκληρὸς τὸ κοκκοβαφὲς πέδιλον ἀδύνατον εἶπε τὸν ἅπαξ τοῦτο ὑποδησάμενον ῥᾷον ἀποβαλεῖν. ταύτην τὴν ἀπόκρισιν ὡς ἔγνων οἱ περὶ τὰ βασίλεια, ἐξ ἀνάγκης πρὸς μάχην ὡρμήκεσαν. ἦν δὲ τῆς βασιλικῆς δυνάμεως στρατοπεδάρχης ὁ ἐκτομίας Πέτρος ὁ τοῦ Φωκᾶ, οὗ καὶ πρῴην ἐμνήσθημεν. ὡς γοῦν ἀλλήλοις ἀντεστρατοπεδεύσαντο τὰ στρατεύματα παρὰ Λάπαραν, ἣ καὶ Λυκανδὸν ὠνομάζετο, καὶ πρὸς ἄλληλα συνερράγησαν, ἐπὶ μέν τινα καιρὸν ἀντεῖχον οἱ βασιλικοὶ γενναίως, ἔπειτα τρέπονται καὶ ἀναιροῦνται πολλοί, καὶ τὸ στρατόπεδον ὑπὸ τοὺς ἐναντίους γενόμενον διαρπάζεται. εἶτα καὶ τὴν Τζαμανδὸν πολυπληθῆ πόλιν ἐκ προσελεύσεως τῶν οἰκούντων αὐτὴν εἰληφὼς χρημάτων ἐσμὸν ἐξ αὐτῆς συνηθροίκει. οὕτω δὲ περιγενόμενος τοῦ στρατεύματος [542] τοῦ βασιλικοῦ πολλοὺς ἐκ τούτου πρὸς ἑαυτὸν ἐπεσπάσατο, ἀπεγνωκότας ἤδη τὰς σωζούσας ἐλπίδας περὶ τοῖς βασιλεῦσι, καὶ αὐτῷ προσερρύησαν οὐ τῶν ἀνωνύμων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν περιωνύμων πολλοί. ὡς δὲ ταῦτα τῷ παρακοιμωμένῳ ἠγγέλθησαν, στέλλεται αὖθις Λέων ὁ πρωτοβεστιάριος, ἄκρατον ἐξουσίαν ἐμπιστευθεὶς καὶ πάντα πράττειν ὅσα καὶ βασιλεῦσιν ἀνεῖται ἄδειαν εἰληφώς (εἶπεν ἄν τις τῇ Λατίνων φωνῇ τὸν ἄνδρα δικτάτορα)· καὶ συνελθὼν τῷ στρατοπεδάρχῃ ὁ πρωτοβεστιάριος ἐπειράθη μὲν ὑποσχέσεσι καὶ τιμαῖς τοὺς περὶ τὸν Σκληρὸν ἐπισπάσασθαι· ὡς δ' ἀνηνύτοις ἔγνω ἐπιχειρεῖν, παρελάσας νυκτὸς τὸν Σκληρὸν ἐχώρει πρὸς . ἐντεῦθεν δέος τοὺς περὶ τὸν Σκληρὸν εἷλε καὶ περὶ τῶν φιλτάτων αὐτῶν, καὶ τὸν ἀποστάτην καταλιμπάνοντες τῷ πρωτοβεστιαρίῳ προσῄεσαν. κἀκ τούτου δείσας ὁ Σκληρὸς τὸν μάγιστρον Μιχαὴλ τὸν Βούρτζην προσκεχωρηκότα αὐτῷ καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταρωνίτην μετὰ στρατιᾶς ἔπεμψε κατὰ τοῦ πρωτοβεστιαρίου, οἳ προσβαλόντες ἐκείνῳ ἡττήθησαν. ὡς δ' ἐγνώσθη τῷ Σκληρῷ ἡ τῶν πεμφθέντων ἧττα, αὐτὸς σὺν παντὶ τῷ ὑπ' αὐτὸν στρατεύματι κατὰ τοῦ πρωτοβεστιαρίου [543] χωρεῖ καὶ συρρήγνυται τῇ μετ' αὐτοῦ στρατιᾷ καὶ νικᾷ. καὶ ὁ μὲν στρατοπεδάρχης Πέτρος ἀνῄρητο, ὁ δὲ πρωτοβεστιάριος ἑαλώκει. αὕτη ἡ νίκη ἐπὶ μέγα μὲν ἦρε τὰ τοῦ Σκληροῦ, τὰ δὲ τῶν βασιλέων εἰς ἀπόγνωσιν ἤνεγκε, καὶ μᾶλλον ὅτι καὶ ἐθαλασσοκράτει ὁ ἀποστάτης. στόλον οὖν ὁ παρακοιμώμενος ἑτοιμάσας ἐκπέμπει κατὰ τοῦ στόλου τοῦ ἀποστάτου, καὶ ναυμαχίας γενομένης ὁ στόλος ὁ τοῦ Σκληροῦ κατεναυμαχήθη καὶ διεσκέδατο. ὡς οὖν ἠρέμει τὰ κατὰ τὴν θάλασσαν, τὰ κατὰ τὴν ἤπειρον ὁ παρακοιμώμενος διετίθετο καὶ τὸν Ἐρωτικὸν εἰς Νίκαιαν ἔπεμψε τὴν τῆς Βιθυνίας μητρόπολιν, ταύτην φρουρήσοντα· ᾗ προσβαλὼν ὁ Σκληρὸς ἀπεκρούσθη, καὶ λιμῷ τοὺς ἐν αὐτῇ προδοῦναι ταύτην ἠλπίκει καὶ μέντοι ἐχρονοτριβήθη ἐκεῖ, σιτοδείᾳ τοὺς ἔνδον πιέζεσθαι παρεσκεύασεν. ἔγνω γοῦν ὁ Ἐρωτικὸς ἀπάτῃ καταστρατηγῆσαι τὸν ἐναντίον καὶ τοὺς σιτῶνας ψάμμου ἐπλήρωσε καὶ τὴν ψάμμον σίτῳ ἐπέχρωσεν, ὡς δοκεῖν τὸν ὄγκον ἅπαντα σῖτον εἶναι. ἔχων οὖν τινας ἁλωτοὺς ἐκ τοῦ στρατοπέδου τῶν ἐναντίων, αὐτοῖς τοὺς σιτῶνας [544] οὐδ' ἡμιδεεῖς ὄντας ὑπέδειξε καὶ δι' αὐτῶν ἐδήλωσε τῷ Σκληρῷ· μὴ δεδιέναι τὴν πολιορκίαν τὴν ἐκ λιμοῦ. "εἰ δέ μοι" ἔφη "πίστεις δοίης μεθ' ὧν βούλομαι παραχωρῆσαί μοι ἀπελθεῖν, ὑπεκστήσομαί σοι τῆς πόλεως τὰ σὰ φρονῶν." περιχαρῶς τούτων ἤκουσεν ὁ Σκληρὸς καὶ πίστεις αὐτῷ παρέσχε, κἀκεῖνος τούς τε πλείους τῆς πόλεως καὶ τοὺς σὺν αὐτῷ στρατιώτας παρειληφὼς τῆς πόλεως ἔξεισι καὶ πρὸς τὴν μεγαλόπολιν ἄπεισι· καὶ ὁ Σκληρὸς εἴσεισιν εἰς τὴν Νίκαιαν καὶ τότε ἔγνω καταστρατηγηθείς. ὁ δέ γε παρακοιμώμενος, τοῦ Σκληροῦ ἐκεῖθεν ἀπάραντος καὶ τῇ βασιλευούσῃ τῶν πόλεων πλησιάζοντος, ἀμηχανῶν ἦν. γνωσιμαχήσας οὖν τὸν Φωκᾶν Βάρδαν ἐκ τῆς ὑπερορίας ἀνεκαλέσατο καὶ ὅρκοις αὐτὸν φρικώδεσιν ἐνδησάμενος καὶ παλαμναιοτάταις ἀραῖς μὴ ἄν ποτε τῇ βασιλείᾳ ἐπιθέσθαι μηδὲ κατὰ τῶν βασιλευόντων βουλεύσασθαι, ταῖς περιλοίποις δυνάμεσι τὸν ἄνδρα ἐφίστησι, μάγιστρόν τε τιμήσας καὶ χρήματα δαψιλῆ παρασχόμενος καὶ τὴν κατὰ τοῦ Σκληροῦ μάχην αὐτῷ ἀναθέμενος. ἄπεισιν οὖν ὁ Φωκᾶς. ὁ Σκληρὸς δὲ τοῦτο μαθὼν τότ' ἔγνω μαχέσασθαι πρὸς ἀνταγωνιστὴν ἀξιόμαχον καὶ ἄρας ἀπῄει καὶ περὶ τὸ Ἀμόριον συμπλέκεται τῷ Φωκᾷ, καὶ γίνεται μάχη τῶν στρατευμάτων, καὶ ἦσαν ὑπερτεροῦντες [545] οἱ τοῦ Σκληροῦ, οἱ δὲ περὶ τὸν Φωκᾶν τὰ νῶτα ἐτρέψαντο. καὶ οὕτω τὰ τῆς μάχης ταύτης συμβέβηκε. τῇ δ' ἑξῆς οἱ τῶν στρατευμάτων ἐξάρχοντες αὐτοὶ πρὸς ἀλλήλους μαχέσασθαι εἵλοντο καὶ τὸν ἀγῶνα τὸν ὑπὲρ τοῦ παντὸς ἀναδέξασθαι. ἐπῆλθον οὖν ἀλλῆλοις· καὶ πρῶτος ἔφθη παίσας τὸν Φωκᾶν ὁ Σκληρός, ὡς μὲν ἔνιοι λέγουσι, κορύνῃ κατὰ τῆς κεφαλῆς, ὡς δ' ἕτεροι, ξίφος ἐπανετείνετο κατ' αὐτοῦ, τοῦ δὲ κλιθέντος πρὸς θάτερον μέρος καὶ τὴν πληγὴν ἐκκλίναντος, ἔφθασε τὸ τοῦ ξίφους ἄκρον τὸ οὖς ἐκτεμεῖν τοῦ ἵππου τοῦ τοῦ Φωκᾶ. ὁ δέ γε Φωκᾶς ἀντέπληξε τὸν Σκληρὸν κορύνῃ κατὰ τῆς κεφαλῆς, καὶ ὁ πληγεὶς σκοτοδινιάσας τῷ τοῦ ἵππου τραχήλῳ ἐπέπεσεν· ὃν οἱ περὶ αὐτὸν κακῶς ἔχοντα θεασάμενοι καὶ τῷ ἐκ τῆς πληγῆς αἵματι πεφυρμένον, περιστάντες συνέσχον καὶ ἐπήγαγον εἰς πηγήν, ἀνακτησόμενοί τε λειποψυχοῦντα τὸν ἄνδρα τῷ ὕδατι καὶ τὸ καταρρεῦσαν τοῦ αἵματος ἀπορρύψοντες, καὶ τοῦ ἵππου ἐκεῖνον ἀποβιβάσαντες ἐποίουν τὰ εἰρημένα. ἐν τούτῳ δ' ὁ ἵππος ὁ τοῦ Σκληροῦ τὸν κατέχοντα ἐκφυγὼν καὶ ἀποσκιρτήσας ἐπιβάτου χωρὶς ἐκρόαινεν ἀνὰ τὸ στρατόπεδον αἵματι τὴν χαίτην διάβροχος· ὃν ἰδόντα τὰ τοῦ Σκληροῦ στρατεύματα [546] (ἐπίσημος γὰρ ἦν ὁ ἵππος, κεκλημένος Αἰγύπτιος) καὶ οἰηθέντα πεσεῖν τὸν ἑαυτῶν ἡγεμόνα, ἀκρατῶς ὡρμήκεσαν πρὸς φυγήν. κατανοήσας δὲ τὸ γινόμενον ὁ Φωκᾶς ἔπεισι τοῖς φεύγουσι τοὺς οἰκείους παραθαρρύνας, καὶ πολλοὶ μὲν ἀνῄρηντο ὑπὸ τῶν ἀντιπολέμων, πολλοὶ δὲ καὶ ἡλίσκοντο, πλείους δ' ὑπ' ἀλλήλων ἐκτείνοντο συμπατούμενοι. ἐντεῦθεν ὁ Σκληρὸς ἐξαπορηθεὶς μετὰ τῶν περιλειφθέντων καταφεύγει πρὸς Χοσρόην τὸν Βαβυλώνιον.

   Καὶ τοῦτο μαθὼν ὁ βασιλεὺς ἔπεμψε πρὸς Χοσρόην, ἀξιῶν μὴ προσδέξασθαι τὸν τυραννήσαντα κατὰ τοῦ οἰκείου δεσπότου γενόμενον, ἵνα μὴ καὶ καθ' ἑαυτοῦ ὑπόδειγμα δοίη οὐκ ἀγαθόν. ἔφερε δ' ὁ πεμφθεὶς καὶ πρὸς τὸν Σκληρὸν καὶ τοὺς μετ' αὐτοῦ ἔγγραφα τῇ βασιλικῇ βεβαιωθέντα χειρί, ἀμνηστίαν αὐτοῖς τῶν πεπραγμένων βραβεύοντα, εἰ ἀποσταῖεν τῆς ἐγχειρήσεως καὶ τῷ βασιλεῖ ὑποκύψαιεν. ταῦτα τὰ πρὸς τὸν Σκληρὸν καὶ τοὺς μετ' ἐκείνου βασίλεια γράμματα ὡς ἔγνω ὁ Βαβυλώνιος, αὐτόν τε τὸν τὴν πρεσβείαν πληροῦντα καὶ τὸν Σκληρὸν καὶ τοὺς μετ' αὐτοῦ στρατιώτας καθείργνυσιν. ἐνταῦθα μὲν οὖν τότε τὰ τῆς ἀποστασίας ἔληξε τῷ Σκληρῷ.

[547]    Ἀντωνίου δὲ τοῦ πατριάρχου τὴν ἱερωσύνην ἀπειπαμένου, ἣν ἐπὶ ἔτη ἤνυσεν ἕξ, καὶ μετὰ μικρὸν τελευτήσαντος τέσσαρσι πρὸς τὸ ἥμισυ ἐνιαυτοῖς ἀρχιερέως ἡ ἐκκλησία ἐχήρευεν, εἶτα ὁ Χρυσοβέργης Νικόλαος προκεχείριστο.

   Τὰ δὲ Βουλγάρων αὖθις κεκίνητο· ὡς γὰρ ἡ τοῦ Τζιμισκῆ κατήγγελτο τελευτή, τέσσαρσιν ἀδελφοῖς ἀνατιθέασι τὴν σφετέραν ἀρχήν, Δαβίδ, Μωυσῇ, Ἀαρών τε καὶ Σαμουήλ, οἳ κομητόπωλοι ὠνομάζοντο, ὅτι υἱοὶ γεγόνασιν ἑνὸς τῶν παρ' αὐτοῖς ἐπισήμων καὶ λεγομένων κομήτων. οἱ γὰρ ἐκ τοῦ βασιλείου γένους σφίσιν ἐπιλελοίπασι, μόνου περιλειφθέντος ἑνὸς τῶν παίδων τοῦ Πέτρου, φημὶ δῆτα τοῦ Ῥωμανοῦ, ὃς ἐκτομίας ἦν, τῶν δὲ τεσσάρων συγγόνων τῶν κομητοπώλων ὁ μὲν Δαβὶδ τάχιστα τὴν ζωὴν ἐξεμέτρησεν, ὁ δέ γε Μωυσῆς τὰς Σέρρας πολιορκῶν λίθῳ βάλλεται καὶ θνήσκει εὐθύς. τὸν δ' Ἀαρὼν παγγενῆ τοῦ βίου ἐξήγαγεν ὁ ἀδελφὸς Σαμουήλ, ἢ τὴν ἀρχὴν ἑαυτῷ μόνῳ περιποιούμενον ἢ τὰ Ῥωμαίων αἱρούμενον (λέγεται γὰρ καὶ ἀμφότερα), ἑνὸς μόνου τῶν παίδων ἐκείνου περισωθέντος, [548] ὃς Σφενδοσθλάβος καὶ Ἰωάννης διωνύμως ἐκέκλητο. καὶ ἡ τῆς Βουλγαρίας ἀρχὴ εἰς μόνον περιέστη τὸν Σαμουήλ, ὃς τῶν Ῥωμαϊκῶν στρατευμάτων τοῖς ἐμφυλίοις ἀσχολουμένων ἄδειαν εὑρηκὼς τὰ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἑσπέρια ξύμπαντα περιῄει, οὐ ληιζόμενος μόνον, ἀλλὰ καὶ τὰς χώρας ἅμα καὶ τὰς πόλεις περιποιούμενος ἑαυτῷ. ἐπεὶ δέ, ὡς ἱστόρηται, τὴν τοῦ Σκληροῦ τυραννίδα ὁ βασιλεὺς ἀπεσείσατο, ὤργα πρὸς ἄμυναν τοῦ βαρβάρου καὶ δι' ἑαυτοῦ ἔδοξεν αὐτῷ τὴν ἐκστρατείαν ποιήσασθαι. ἔξεισιν οὖν μήτε τῷ μαγίστρῳ Βάρδᾳ τῷ Φωκᾷ, καίτοι δομεστίκῳ ὄντι τῶν σχολῶν τῆς ἀνατολῆς, περὶ τῆς πράξεως κοινωσάμενος μήτε μὴν ἑτέρῳ τῶν τῶν ἑῴων στραταρχούντων δυνάμεων. ἤδη δὲ πρὸς τὰ Βουλγάρων εἰσιὼν τὸν μάγιστρον Λέοντα τὸν Μελισσηνὸν κατόπιν ἐκέλευσεν εἶναι καὶ τὰς δυσχωρίας τηρεῖν· αὐτὸς δ' εἰσελθὼν τῇ πολιορκίᾳ τῆς Σαρδικῆς (αὕτη δ' ἐστὶν ἡ Τριάδιτζα) ἐπιχειρεῖν ἡτοιμάζετο. τῶν δυτικῶν δὲ ταγμάτων δομέστικος ὢν ὁ Κοντοστέφανος Στέφανος καὶ λογισάμενος ὡς εἰ εὐτυχηθείη τὰ τῆς στρατείας τῷ βασιλεῖ, οὐκ ἄν ποτε παύσαιτο δι' ἑαυτοῦ τοὺς πολέμους [549] διατιθέμενος, καὶ οὔτ' αὐτὸς οὔθ' οἱ λοιποὶ στρατιάρχαι ἔτι αὐτῷ λόγου πολλοῦ νομισθήσονται ἄξιοι, σφῆλαί οἱ διεμελέτησε τὴν ἐπιχείρησιν καὶ τὴν ὁρμὴν ἀνακόψαι. προσελθὼν οὖν φησι τὸν Μελισσηνὸν τυραννίδι ἐπιχειρεῖν καὶ ἀπιέναι σὺν ταχυτῆτι πρὸς τὸ Βυζάντιον τὴν βασιλείαν καθέξοντα· καὶ ἠξίου μὴ μέλλειν, ἀναζευγνύειν δὲ καὶ μὴ ὑπερτίθεσθαι. τοῦτο τὸν βασιλέα ἐτάραξε καὶ ἐπάνοδον ἐσήμανε τῷ λαῷ. ὁ δέ γε Σαμουὴλ ταῖς τῶν ὀρέων ἐμφιλοχωρῶν κορυφαῖς (οὐ γὰρ ἐθάρρει κατὰ συστάδην μαχέσασθαι) καὶ τὴν ἀθρόαν ἀναζυγὴν ἰδὼν δειλίαν ἔκρινε τὸ πραττόμενον καὶ ἔπεισι τοῖς Ῥωμαίοις καὶ τῷ ἀνελπίστῳ ἅπαντας κατεθρόησε καὶ εἰς φυγὴν ἔτρεψε· καὶ τῆς τε παρεμβολῆς ἐκράτησε καὶ τῆς σκηνῆς τῆς βασιλικῆς καὶ τῶν παρασήμων τῆς βασιλείας. ὁ δὲ βασιλεὺς μόλις εἰς Φιλιππούπολιν διασέσωστο κἀκεῖ τὸν Μελισσηνὸν εὑρηκὼς κατὰ τοῦ Κοντοστεφάνου ἐξώργιστο καὶ ὕβρεις κατέχεε τοῦ ἀνδρός. ὁ δὲ δυσανασχετῶν ἐτραχύνετο, καὶ ἀναζέσας ὁ βασιλεὺς τῷ θυμῷ ἀνέθορέ τε τοῦ θρόνου καὶ τῆς κόμης τοῦ Κοντοστεφάνου δραξάμενος καὶ τοῦ πώγωνος προσήραξε τὸν ἄνδρα τῇ γῇ.

   Ἐντεῦθεν οἱ τῶν δυνάμεων τῶν Ῥωμαϊκῶν προεξάρχοντες [550] μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς ὅτι αὐτῷ αἱ ἐλπίδες ὑπέρρεον καὶ τὸ τῆς παροιμίας ἐπὶ τὰ Μανδραβόλου ἐχώρουν, οἱ δὲ ὅτι ὑπερηφάνως αὐτοῖς προσεφέρετο καὶ οὐκ ἐκοινώνει σφίσι τῶν βουλευμάτων, οἱ δὲ δι' ἕτερ' ἄττα, ἐν τῷ Χαρσιανῷ συναθροίζονται καὶ τῷ Φωκᾷ Βάρδᾳ διάδημα περιέθεντο καὶ τῆς βασιλείας ἠξίωσαν. καὶ οἱ μὲν τὰ τῆς ἀποστασίας, ὡς αὐτοῖς ἐδόκει, εὖ διετίθεντο.

   Ὁ δὲ Σκληρὸς ἐν Βαβυλῶνι φρουρούμενος ἀνελπίστως ἐξάγεται τῆς φρουρᾶς. τῆς γὰρ τῶν Περσῶν ἀρχῆς καταλυθείσης ὑπὸ Σαρακηνῶν, ἀνήρ τις Πέρσης, Ἴναργος ὄνομα, λόγοις παρακινήσας τὸ Περσικὸν πείθει ἀποστατῆσαι τῆς τῶν Σαρακηνῶν δουλείας καὶ ὅπλα ἄρασθαι κατ' αὐτῶν, αὐτοῦ τοῦ Ἰνάργου στρατηγοῦντος αὐτῶν. πολλάκις μὲν οὖν ὁ Χοσρόης τοῖς Πέρσαις ἀντηγωνίσατο, τοσαυτάκις δ' ἡττήθη ὁσάκις σφίσι προσέμιξε· καὶ ἀπογνοὺς πρὸς τοὺς ἐμφρούρους καταφεύγει Ῥωμαίους καὶ ἀνίησι μὲν αὐτοὺς τῆς εἱρκτῆς, διαλέγεται [551] δὲ τῷ Σκληρῷ περὶ τοῦ πολέμου καὶ μὴ μνησικακῆσαι τῆς κακώσεως αὐτῷ ἀξιοῖ. ὁ δὲ πρότερον μὲν παρῃτεῖτο τὸν πόλεμον, εἶτ' ἐγκειμένου τοῦ Βαβυλωνίου κατανεύει μέν, σὺν μόνοις δὲ τοῖς Ῥωμαίοις ὑπέσχετο τὸν πόλεμον ὑπελθεῖν. καὶ ἠρευνῶντο τοίνυν τὰ δεσμωτήρια, καὶ ὅσοι εὕρηντο ἐν αὐτοῖς Ῥωμαῖοι, ἐξήγοντο καὶ ὡπλίζοντο· καὶ ὡσεὶ τρισχίλιοι συνηθροίσθησαν, οὓς παρειληφὼς ἐχώρησε κατὰ τῶν Περσῶν καὶ συμβαλὼν νικᾷ· ἀναζεῦξαι δὲ πρὸς τὸν Χοσρόην οὐκέτ' ἔκρινεν οὔτ' αὐτὸς οὔθ' οἱ μετ' αὐτοῦ· ἐδεδοίκεσαν γὰρ μὴ καὶ αὖθις αὐτοὺς καθείρξει ὁ βάρβαρος, καὶ μᾶλλον ὅτι ἐν πείρᾳ γέγονε τῆς αὐτῶν γενναιότητος. εἴχοντο γοῦν τῆς φυγῆς, καὶ ὁ Χοσρόης πλῆθος εἰς αὐτῶν ἐπιδίωξιν ἔστειλε· καὶ οἱ σταλέντες κατειληφότες τοὺς φεύγοντας, ἐκείνων ὑπάρχοντες πολλαπλάσιοι, μείους τῶν φευγόντων ἀποδρᾶναι δεδύνηντο, τῶν ἄλλων ἐκεῖ πεσόντων καὶ Ῥωμαϊκαῖς δαμέντων χερσίν.

   Ὁ μὲν οὖν Σκληρὸς καὶ οἱ σὺν αὐτῷ ἐς τὰ Ῥωμαίων ἐπανεληλύθεσαν ὅρια. μαθὼν δὲ καὶ τὸν Φωκᾶν ἤδη βασιλειῶντα καὶ τυραννίδος ἀρξάμενον, ἀπονενεύκει πρὸς τὸν Φωκᾶν, κοινωνὸς ἀξιῶν εἶναι καὶ τοῦ πολέμου καὶ τῆς βασιλείας αὐτῆς. ὁ δὲ καὶ τὴν κοινοπραγίαν ἐδέξατο, καὶ εἰ τῶν ἐφέσεων τύχοιεν, [552] ἑαυτῷ μὲν τὴν βασιλίδα τῶν πόλεων ἀπένεμε καὶ τῶν πλειόνων ἐθνῶν καὶ χωρῶν τὸ κράτος, τῷ δὲ Σκληρῷ προσεκλήρου τὴν Ἀντιόχειαν τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν καὶ τὰς συνθήκας ὅρκοις καθ' ἱερῶν ἐμπεπέδωκεν. ἐπὶ τούτοις τεθαρρηκὼς ὁ Σκληρὸς πρόσεισι τῷ Φωκᾷ. ὁ δ' ἐντὸς ἀρκύων τοῦτον λαβὼν ἀφαιρεῖται μὲν αὐτοῦ τὸ σχῆμα δὴ τὸ βασίλειον, καθείργνυσι δὲ καὶ φρουρὰν αὐτῷ περιίστησιν. ὑφ' ἑαυτὸν δὲ καὶ τὴν σὺν ἐκείνῳ στρατιὰν ποιησάμενος τοῦ τυραννεύειν εἴχετο κραταιότερον. ὁ μέντοι Σκληρὸς προμηθευόμενος ἑαυτῷ πρὸς τὸ μέλλον ἐξ ἀποτυχίας σωτηρίαν τινά, πρὸ τοῦ κατασχεθῆναι πρὸς τοῦ Φωκᾶ τὸν υἱὸν Ῥωμανὸν λάθρᾳ φυγεῖν παρεσκεύασεν, ὡς αὐτομολοῦντα τῷ βασιλεῖ· ὃς καὶ περιχαρῶς παρὰ τοῦ κρατοῦντος ἐδέχθη καὶ μάγιστρος ἐτιμήθη εὐθύς.

   Ὁ Φωκᾶς δὲ ἀπόμοιράν τινα τῆς στρατιᾶς ὑπὸ τὸν πατρίκιον τάξας τὸν Δελφινᾶν εἰς τὴν ἀντικρὺ τῆς βασιλίδος ἐκπέμπει Χρυσόπολιν, αὐτὸς δὲ σὺν τῇ λοιπῇ δυνάμει ἀφίκετο πρὸς τὴν Ἄβυδον. τῷ μέντοι Δελφινᾷ ἐστρατοπεδευκότι κατὰ Χρυσόπολιν αἰφνίδιον ἐπῆλθεν ὁ βασιλεὺς μετὰ λαοῦ Ῥωσικοῦ [553] (κῆδος γὰρ πρὸς Βλαδιμηρὸν τὸν ἄρχοντα τούτων ἐπὶ Ἄννῃ τῇ ἀδελφῇ αὐτοῦ θέμενος συμμαχικὸν ἐκεῖθεν ἐδέξατο) καὶ ῥᾷον τῶν ἐναντίων ἐκράτησε καὶ αὐτὸν τὸν Δελφινᾶν χειρωσάμενος ἀνεσκολόπισεν. εἶτα πρὸς τὴν Ἄβυδον ἄπεισι μετὰ τοῦ ἀδελφοῦ Κωνσταντίνου· καὶ ἤδη ἀντιμέτωπα ἔστησαν τὰ ἐναντία στρατεύματα, καὶ τοῦ μὲν οἰκείου προετέτακτο ὁ Φωκᾶς, τὸ δ' ἀντίμαχον ὁ βασιλεὺς Βασίλειος ἔφιππος περιιὼν παρεθάρρυνεν· ὃν ὁ Φωκᾶς θεασάμενος κατ' αὐτοῦ τὸν ἵππον ἐλαύνει, ὅλην ἐκείνῳ τὴν ἡνίαν ἐνδεδωκώς, κρίνας, ὡς εἰ ἐκεῖνον καταβαλεῖ, ἔσεται τὸν ἀγῶνα νενικηκώς. ἀλλ' οὔπω τῶν οἰκείων προεληλύθει πολύ, καὶ οἱ μὲν αὐτὸν ἐκκυλισθῆναι τοῦ ἵππου φασίν, οἱ δὲ εἴς τινα λόφον ἐκκλῖναι καὶ ἀποβάντα τοῦ ἵππου ἐκταθῆναι κατὰ γῆς καὶ εὐθὺς αὐτὸν τὸ πνεῦμα λιπεῖν. οἱ μὲν οὖν πληγῆναι παρά του καιρίαν τὸν ἄνδρα ἔλεγον. καὶ ὁ βασιλεὺς δὲ Κωνσταντῖνος ἑαυτῷ τὴν ἀναίρεσιν ἐκείνου ἐπεφήμιζε· τοῦτο δ' ἦν λόγος ἄλλως· οὐδὲ γὰρ τετρωμένον αὐτοῦ τὸ σῶμα εὕρητο οὐδαμῇ. οἱ δὲ φαρμάκῳ δηλητηρίῳ ἐδόξαζον κατεργασθῆναι [554] αὐτόν, ὃ καὶ μᾶλλον ἔδοξε πιθανώτερον· τό γέ τοι φάρμακον ἡτοιμάσατο μὲν ὁ Βασίλειος, προσέφερε δὲ τῷ Φωκᾷ ὁ τούτῳ οἰνοχοεύων, παρὰ τοῦ βασιλέως ὑποκλαπείς. πεσόντος δὲ τοῦ Βάρδα τὸ μετ' αὐτοῦ στράτευμα διεσκέδαστο, καὶ οἱ μὲν ἐκτείνοντο καταλαμβανόμενοι, οἱ δ' ἐζωγροῦντο καὶ συσχεθέντες κατὰ τὸ δόξαν τῷ βασιλεῖ ἐκολάσθησαν.

   Ὁ δὲ ἀλλοιότερος ἦν ἢ τὸ πρότερον· σοβαρός τε γὰρ ἐγεγόνει καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πάντας ὑπώπτευε καὶ τὴν ὀργὴν ἐτύγχανεν ἀπαραίτητος. καὶ οὐ τοῖς ἄλλοις μόνον τὸ σοβαρὸν ἐπεδείκνυτο, ἀλλὰ μὴν καὶ τῷ παρακοιμωμένῳ αὐτῷ ἤχθετό τε τἀνδρὶ καὶ εἰς ἑαυτὸν ἔσπευδε μετενεγκεῖν τὴν τῶν πραγμάτων διοίκησιν. καὶ μέντοι καὶ μεθίστησι τῆς τῶν κοινῶν οἰκονομίας αὐτόν, οἴκοι μένειν ἀπρόιτον ἐπιστείλας αὐτῷ, εἶτα μετὰ μικρὸν καὶ ὑπερόριον τίθησι καὶ τῶν ἐκείνῳ πεπραγμένων ἕκαστον ἀνακρίνων ἀπραξίαν τῶν πλειόνων κατεψηφίζετο· καὶ τοῦ παρ' ἐκείνου δομηθέντος σεμνείου τὰ πλείω ὑφείλετο, καὶ οὐκ ἀγρῶν ἥψατο μόνον ἢ χωρίων καὶ οἰκιῶν, ἀλλὰ καὶ ἀναθημάτων τε καὶ πλακῶν καὶ κιόνων πολυτελῶν. [555] ὅθεν ἐκεῖνος διὰ ταῦτα νέφει περισχεθεὶς ἀθυμίας παρεῖτο τὰ μέλη καὶ ἔμπνους ὦπτο νεκρὸς καὶ βραχύ τι διαλιπὼν οἰκτρῶς τὸν βίον ἐξέλιπεν. ὁ δὲ τότε πρῶτον γέγονεν αὐτοκράτωρ ὡς ἀληθῶς καὶ γνοὺς πηλίκων δεῖται φροντίδων ἡ τῆς βασιλείας διοίκησις, τῆς τε βασιλικῆς ἁβρότητος κατεφρόνησε καὶ τῶν λαμπρῶν ἐπιβλημάτων ἀπέσχετο καὶ γλυκυθυμίαν ἅπασαν ἀπεσείσατο, καίτοι πρῴην μὴ οὕτω βιούς, ἀλλὰ καὶ ἐρώτων ἡττώμενος καὶ κώμοις καὶ τρυφαῖς ἑαυτὸν ἐκδιδοὺς καὶ βασιλείοις περιττότησιν ἐνηδόμενος. ἑαυτῷ δὲ μόνῳ προσκληρώσας τὴν ἐξουσίαν τοῦ ὀνόματος μόνου τῆς βασιλείας καὶ τοῦ ἐπισήμου χρώματος μετεδίδου τῷ ἀδελφῷ καί τινα δορυφορίαν ἐκείνῳ ἀπέταξε, βραχεῖαν μέντοι καὶ οὐκ ὑπέρογκον. ὁ δὲ ἔφερε καὶ οὐκ ἠμφισβήτει τῷ ἀδελφῷ, ἤθους ἀνειμένου τυχών, οἶμαι, καὶ χαίρων ὑγροτέρᾳ ζωῇ καὶ διαγωγῇ τρυφερᾷ καὶ θήραις καὶ ἡλικιωτῶν συνουσίαις οἷς συνετρέφετο. τὼ μὲν οὖν ἀδελφὼ καὶ ἄμφω εἰχέτην οὕτως.

   Ὁ δέ γε Σκληρὸς τοῦ Φωκᾶ θανόντος λυθεὶς τῆς εἱρκτῆς [556] εἴχετο καὶ αὖθις τοῦ πρὶν ἐγχειρήματος καὶ τυραννεῖν καὶ πάλιν οὐκ ἀνεβάλλετο. ὁ δὲ βασιλεὺς γράμμασι πρὸς αὐτὸν ἐγχαραχθεῖσι παρῄνει τὸν ἄνδρα παύσασθαι τῆς ἀπονοίας ποτὲ καὶ μὴ ἀεὶ βούλεσθαι αἴτιον εἶναι πολέμων ὁμογενέσι καὶ τὴν γῆν αἵμασι χραίνειν, καὶ τούτοις χριστιανῶν. ὁ δὲ τῷ τε γήρᾳ τρυχόμενος ἤδη καὶ πρὸς τὸ μέλλον ἰλιγγιάσας σπένδεται καὶ πρόσεισι τῷ κρατοῦντι. κἀκεῖνος ὑπὸ σκηνὴν καθῆστο βασίλειον, καὶ ὁ Σκληρὸς βάδην ᾔει πρὸς τὴν σκηνήν, ὑπερειδόμενος ἑκατέρωθεν, τὸ μέν τι διὰ τὸ γῆρας, τὸ δὲ διὰ τὸν ὄγκον τοῦ σώματος· ἦν γὰρ εὐμεγέθης· ὅτε καὶ τὸ ᾀδόμενον εἰπεῖν ὁ βασιλεὺς Βασίλειος λέγεται "ὃν ἐδεδοίκειν προσάγεταί μοι χειραγωγούμενος." οἱ δὲ ἀορασίᾳ πληγῆναί φασι τὸν Σκληρὸν ἐν τῷ ἀπιέναι καὶ διὰ τοῦτο χειραγωγεῖσθαι. ἐγγίσαντος δὲ τοῦ ἀνδρὸς τῇ σκηνῇ, κατανοήσας ὁ βασιλεὺς ἔτι τοὺς πόδας αὐτοῦ ὑποδουμένους ὑποδήμασι φοινικοῖς (τὰ μὲν γὰρ ἄλλα τῆς βασιλείας γνωρίσματα ὁ Σκληρὸς ἀπεδύσατο, τὰ δέ γε πέδιλα οὐκ ἀπέθετο 'ἢ γὰρ λάθετ' ἢ οὐκ ἐνόησεν') ἀπέστρεψε τὰς ὄψεις εὐθύς, μὴ ἄλλως αὐτῷ ἐντυχεῖν ἀνεχόμενος εἰ μὴ ἐν ἰδιώτου στολῇ. ὁ δὲ πρὸ τῆς σκηνῆς ἀπορρίψας τὰ ἐπίφθονα πέδιλα οὕτως ὑπέδυ αὐτήν, καὶ ὁ βασιλεὺς ἐξανέστη [557] καὶ τὸν ἄνδρα ἐδεξιώσατο, καὶ ὡμιλησάτην ἀλλήλοιν καὶ ἐκοινωνησάτην τραπέζης καὶ ἐπιέτην ἐκ τῆς αὐτῆς κύλικος. τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ τοῦ Σκληροῦ τυραννὶς καταλέλυτο, αὐτοῦ μὲν κουροπαλάτου τιμηθέντος, τῶν δὲ συναραμένων αὐτῷ παραχωρηθέντων ἔχειν ὃ ἂν ἕκαστος ἐξ ἐκείνου τυραννοῦντος εἰλήφει, εἴτ' ἐν ἀξίαις ἦν εἴτ' ἐν ἀρχαῖς εἴτε μέντοι ἐν κτήσεσιν ήσεσιν.

   Ὁ δὲ βασιλεὺς τὰς τῶν ἀποστασιῶν φροντίδας ἀποφορτισάμενος ἐπὶ τὴν Θρᾴκην ἐξῄει καὶ εἰς Θεσσαλονίκην ἐφοίτησε, τῷ περιωνύμῳ μάρτυρι ἀνθομολογούμενος. καταλείψας δ' ἐκεῖ στρατάρχην τῶν ἐπισήμων μετὰ βαρείας δυνάμεως, ἵνα κωλύῃ τὰς τοῦ Σαμουὴλ ἐκδρομάς, ἐπάνεισι πρὸς τὴν Βύζαντος καὶ εἰς Ἰβηρίαν ἀπῄει, κληρονόμος καταλειφθεὶς παρὰ τοῦ κουροπαλάτου Δαβὶδ θανόντος τῆς ἐκείνῳ διαφερούσης ἀρχῆς. ἔνθαπερ γεγονὼς καὶ τῆς καταλειφθείσης αὐτῷ χώρας ἐπιλαβόμενος καὶ τὸν τοῦ Δαβὶδ ἀδελφὸν τὸν Γεώργιον τῆς ἐνδοτέρας Ἰβηρίας ἡγεμονεύοντα παρασκευάσας ἡσυχίαν ἄγειν καὶ τοῖς ἰδίοις ἀρκεῖσθαι καὶ ὅμηρον τὸ ἐκείνου παῖδα λαβών, ἐπὶ Φοινίκην ἐχώρησε. καὶ τόν τε τῆς Τριπόλεως ἄρχοντα καὶ τὸν τῆς [558] Δαμασκοῦ καὶ τὸν τῆς Τύρου καὶ Βηρυτοῦ, κατὰ συνθήκας τῇ πρὸς τῇ Δάφνῃ Ἀντιοχείᾳ ἐπιόντας καὶ κακοῦντας τὰ ὑπ' αὐτήν, ἀνέστειλε καὶ δούλωσιν Ῥωμαίοις τηρεῖν ἀνέπεισε καὶ ὁμήρους κἀκ τούτων λαβὼν ἐπανέζευξεν. ἀλλὰ ταῦτα μὲν εἶχον οὕτως.

   Τοῦ δὲ πατριάρχου Νικολάου τοῦ Χρυσοβέργη ἐπ' ἔτεσι δυοκαίδεκα καὶ μησὶν ὀκτὼ τῇ ἀρχιερωσύνῃ ἐνδιαπρέψαντος, εἶτα τὸν βίον ἐκλελοιπότος, ὁ μάγιστρος Σισίννιος, ἀνὴρ λόγοις ἐντεθραμμένος, προχειρίζεται πατριάρχης. καὶ τούτου δὲ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὴν ἐκκλησίαν ἰθύναντος καὶ θανόντος, Σέργιος κεχειροτόνητο πατριάρχης, ὃς καθηγεῖτο μὲν τῆς τοῦ Μανουὴλ μονῆς, τῷ πατριάρχῃ δὲ Φωτίῳ κατὰ γένος προσήκων ἐτύγχανε.

   Τοῦ Σαμουὴλ δὲ τοῦ τῶν Βουλγάρων ἐξάρχοντος οὐ τὰ Θρᾳκῶν οὐδὲ τὰ κατὰ Μακεδονίαν μόνα ληιζομένου, ἀλλὰ καὶ τὴν Ἑλλάδα καὶ αὐτὴν δέ γε τὴν Πελοπόννησον, τὸν μάγιστρον Νικηφόρον τὸν Οὐρανὸν ἐκπέμπει ὁ βασιλεύς, τῆς δύσεως ἄρχοντα, ὃς παρὰ τῷ Σπερχειῷ ποταμῷ τοῦ Σαμουὴλ κατεσκηνωμένου [559] παρὰ τῇ ἀντικρὺς ἠπείρῳ ηὐλίσατο. ὅτι δ' ὗσε τότε πολλὰ καὶ ὁ ποταμὸς ἐντεῦθεν ἄπλωτος ἦν, ἀνέλπιστος ἐδόκει τῷ Σαμουὴλ ἡ τῶν Ῥωμαίων ἐπέλευσις. ὁ Οὐρανὸς δὲ νυκτὸς ἀνερευνήσας καὶ κατά τινα τόπον βατὸν κατανοήσας τὸν ποταμόν, διαβαίνει τοῦτον ἡσύχως μετὰ τῆς στρατιᾶς καὶ ἀφροντιστοῦσιν ἐμβάλλει τοῖς περὶ τὸν Σαμουήλ. καὶ τῷ ἀδοκήτῳ καταπλαγέντες οἱ βάρβαροι ἔπιπτον μηδὲ χεῖρας ἀνταίροντες, καὶ τῷ Σαμουὴλ δὲ καὶ τῷ ἐκείνου υἱῷ Ῥωμανῷ πληγαὶ ἐπηνέχθησαν, καὶ ἑάλωσαν ἄν, εἰ μὴ τοῖς νεκροῖς συνανεμίχθησαν σώμασι, καὶ οὕτω λαθόντες διέφυγον.

   Εἶτα καὶ ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ τῶν Βουλγάρων καὶ τῶν ἐν Σαρδικῇ φρουρίων καταστρεψάμενος ἔνια ἐπανῆλθεν εἰς Μοσυνούπολιν. εἷλε δὲ καὶ τὴν μεγάλην Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν διὰ στρατηγῶν. καὶ ἡ Βέρροια δὲ παρεδόθη αὐτῷ παρὰ τοῦ Δοβρομηροῦ, προσχωρήσαντος τοῖς Ῥωμαίοις. τὰ μέντοι Σέρβια πολιορκίᾳ ἑάλω καὶ ὁ τὴν αὐτῶν φυλακὴν ἐμπεπιστευμένος Νικόλαος, ὃν Νικολιτζᾶν ὡς [560] βραχὺν τὴν ἡλικίαν ὠνόμαζον· ὃς καίτοι πατρίκιος τιμηθεὶς ἀπέδρα πάλιν καὶ πρὸς τὸν Σαμουὴλ ἀπελήλυθεν. εἶτ' αὖθις κατὰ Βιδίνης ὁ βασιλεὺς ἐξεστράτευσε καὶ τὴν πόλιν αἱρεῖ. ἐν ὅσῳ δὲ ταύτην ἐπολιόρκει ὁ βασιλεύς, ἔπεισιν ὁ Σαμουὴλ τῇ Ἀδριανουπόλει ἀθρόον καὶ πανηγύρεως ἐκτὸς τελουμένης τάς τε ἐμπορίας λείαν πεποίητο καὶ αἰχμαλώτων πλῆθος λαβὼν ὑπενόστησε. τὴν Βιδίνην δὲ ὑφ' ἑαυτὸν ὁ βασιλεὺς ποιησάμενος καὶ ἐπανερχόμενος κατέλαβε παρὰ τῷ Ἀξιῷ ποταμῷ τὸν Σαμουὴλ αὐλιζόμενον· ὁ Βαρδάριος οὕτως παρὰ τοῖς παλαιοῖς ὠνομάζετο. πολλοῦ δὲ τοῦ ποταμοῦ ῥέοντος ἀμελῶς οἱ βάρβαροι κατεσκήνωντο· οὐ γὰρ ἄν ποτε δυνηθῆναι διαβῆναι τὸν ποταμὸν ἤλπιζον τὸ Ῥωμαϊκὸν σύνταγμα. πόρου δὲ γνωσθέντος δι' αὐτοῦ ὁ βασιλεὺς διέβη καὶ τὸ στρατόπεδον, καὶ πολλοὶ μὲν τῶν Βουλγάρων ἀπώλοντο, ὁ δὲ Σαμουὴλ διέδρα, τῆς τούτου σκηνῆς καὶ τῆς παρεμβολῆς ἁπάσης διαρπαγείσης. καὶ τὴν πόλιν δὲ τῶν Σκοπίων ὁ βασιλεὺς παρειλήφει, δοθεῖσαν αὐτῷ παρὰ Ῥωμανοῦ τοῦ υἱοῦ Πέτρου τοῦ ἄρξαντος τῶν Βουλγάρων, ᾧ ἡ ταύτης φυλακὴ παρὰ τοῦ Σαμουὴλ ἐμπεπίστευτο.

[561]    Εἶτα εἰς τὴν Κωνσταντίνου ἐπανελθὼν ἐδογμάτισε τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας εἰσπράττεσθαι ἐκ τῶν δυνατῶν· τοῦτο δ' ἐκλήθη ἀλληλέγγυον. πολλῶν δὲ περὶ τούτου δεηθέντων καὶ αὐτοῦ τοῦ πατριάρχου Σεργίου, ὡς ἂν ἡ ἄδικος αὕτη σχολάσῃ καὶ παράλογος εἴσπραξις, ἦν ὁ βασιλεὺς ἀμετάπειστος. τῷ χρόνῳ γὰρ καὶ ταῖς νίκαις ἁπάντων κατεπαρθεὶς ὑπεροπτικὸς πρὸς πάντας ἐδείκνυτο καὶ οὐκ εὐνοεῖν αὐτῷ, φοβεῖσθαι δ' ἐβούλετο τὸ ὑπήκοον, καὶ τό τε στρατιωτικὸν τό τε πολιτικὸν οὐ πρὸς τὸ κρατῆσαν ἔθος, ὃ καὶ νόμον δοκεῖν τοῖς νομοθέταις τεθέσπισται, διεξάγειν ἤθελεν, ἀλλὰ πρὸς τὴν οἰκείαν κρίσιν καὶ τὸ θέλημα ἑαυτοῦ. διὸ οὐδὲ τῶν λογίων ἀνδρῶν ἐπεστρέφετο, ἀλλὰ καὶ τοὺς λόγους ἥγητο περιττόν τι χρῆμα καὶ οὐκ ὀνήσιμον· ὅθεν ἄνδρας ἀπολεξάμενος ἑαυτῷ οὔτε τῷ γένει οὔτε μέντοι ἐν λόγῳ τὸ ἐπίσημον ἔχοντας ἐκείνοις τάς τε βασιλείους ἐπιστολὰς ἐνεχείρισε καὶ ἐκοινώνει τῶν βουλευμάτων, καὶ αὐτὸς ἐκείνοις ἀφελῶς τὰς γραφὰς ὡς ἔτυχεν ὑπηγόρευεν. ἀλλὰ καὶ τοῖς ταμείοις ἀποφράξας τὰς διεξόδους χρημάτων ταῦτα πλήρη πεποίηκε· φασὶ γοῦν ἐς εἴκοσι μυριάδας ταλάντων χρυσοῦ ἐναποτεθησαυρίσθαι [562] αὐτῷ. τὸν γὰρ ἄλλον χρηματισμὸν οὐκ ἄν τις ὑπ' ἀριθμὸν δύναιτο ἀγαγεῖν, ὃς τῶν ταμείων αὐτῷ πληρωθέντων ὑπὸ γῆν τὰ λοιπὰ ἐθησαύρισεν, ἕλικας ὀρύξας λαβυρινθώδεις. καὶ ὑπερχειλῆ μὲν ἦσαν λίθων πολυτελῶν τῶν τε ἄλλων καὶ τῶν λευκῶν, οἷς ἰδιάζουσα κλῆσις οἱ μάργαροι, τὰ κιβώτια. τῷ δὲ εἰς χρῆσιν οὐκ ἦσαν, ἀλλὰ βραχεῖς τινες αὐτῷ τὴν πορφύραν ἐκόσμουν, ἵν' ἔχοι τοὐπίσημον, ᾗπερ ἐν προόδοις ἐκέχρητο καὶ ὅτ' ἐχρημάτιζε πρέσβεσι καὶ ὅτε τινὰ ἄλλην δημοτελῆ ἐτέλει πανήγυριν. οἱ δ' ἄλλοι τοῖς ταμείοις ἐναποκείμενοι ἄχθος ἦσαν ἐτώσιον. ἦν δ' ἐν μὲν πολέμων καιροῖς ποικίλος τις καὶ τὴν γνώμην πρὸς τοὺς ὑπὸ χεῖρα πολυειδής, ἐν δ' ἠρεμίαις καὶ εἰρηνικαῖς καταστάσεσιν ἀρχικώτερος καὶ τὰς ὀργὰς ἐταμίευε καὶ ταύτας συνέχων παρ' ἑαυτῷ ἐδημοσίευεν ἐν καιροῖς καὶ ἀνταπεδίδου τοῖς ἁμαρτήσασιν. ὢν δὲ τὴν γνώμην στερρὸς οὐ ῥᾳδίως ἠλλοίου τὰ δόξαντα. διὸ καὶ πρὸς οὓς ἂν ἔτυχε μήνιμά τι τρέφων, οὐ ταχὺ μετήλλαττε τὸ ἦθος αὐτοῖς. ἀλλὰ ταῦτα μὲν παραστατικὰ τοῦ ἤθους τούτου τοῦ αὐτοκράτορος, ἡ δ' ἱστορία ἐχέσθω τῶν ἐπ' αὐτοῦ πεπραγμένων καὶ διηγείσθω τὰ ἐφεξῆς.

   Ὁ τῆς Αἰγύπτου κατάρχων τὰς πρὸς Ῥωμαίους λύσας [563] σπονδὰς τόν τε ἐν Ἱεροσολύμοις ναόν, ἐν ᾧ τὸ τοῦ κυρίου μνῆμα, κατηρείπωσε καὶ τὰ ἐκεῖ μοναστήρια.    Ὁ δὲ βασιλεὺς συνεχῶς τῇ Βουλγαρίᾳ προσβάλλων ἐκάκου ταύτην καὶ ἐκεράϊζε. μὴ δυνάμενος δέ γε ὁ Σαμουὴλ ἀντιπαρατάξασθαι τῷ τῶν Ῥωμαίων στρατεύματι τάφροις τὰς εἰσόδους ἀποκλεῖσαι αὐτῷ ἐπεχείρησε, τὰς δυσχωρίας ἀποφράξας οἰκοδομαῖς καὶ φύλακας ἐπιστήσας αὐταῖς. ἧκεν οὖν ὁ βασιλεὺς αὖθις καὶ ἐβιάσατο μὲν τὴν πάροδον, ἀπεκρούσθη δὲ τῶν φυλάκων ἀνθισταμένων ἐρρωμενέστερον· πλὴν οὐκ ἀπέστη τῆς ἐγχειρήσεως, ἀλλ' αὐτὸς μὲν προσέμενεν ἔτι πειρώμενος τοῦ ἐρύματος, ἐκπέπομφε δὲ τῶν στρατηγῶν ἕνα μετὰ τοῦ ὑπ' αὐτὸν τάγματος ἑτέρωθέν ποθεν, εἰ δύναιτο περιελθεῖν καὶ μηχανήσασθαί τι πρὸς τὴν διέλευσιν. ὁ δὲ δι' ὀρῶν καὶ δυσχωριῶν πολλῶν διελθὼν καὶ τοὺς Βουλγάρους λαθὼν ἐμπίπτει κατὰ νώτου τοῖς τοῦ ἐρύματος φύλαξιν, οἳ τῷ ἀθρόῳ περιδεεῖς γεγονότες οὐκέτι τῆς φυλακῆς ἐφρόντιζον τοῦ φραγμοῦ, ἀλλ' ὅπως αὐτοὶ τὸν ὄλεθρον φυλάξωνται περὶ πλείστου ἐτίθεντο. τότε δὴ ἀδείας τὸ Ῥωμαϊκὸν δραξάμενον στράτευμα ῥήγνυσι τὸν φραγμὸν καὶ δίεισι καὶ διώκει καὶ πολλοὺς μὲν [564] ἀναιρεῖ, πλείονας δέ γε ζωγρεῖ μόλις διαδράντος τοῦ Σαμουήλ. ὅ γε μὴν βασιλεὺς τοῖς δορυαλώτοις εἰς πεντεκαίδεκα χιλιάδας ἀριθμουμένοις ἐξέκοψε πᾶσι τὰ ὄμματα, ἐφ' ἑκάστῃ ἑκατοστύϊ ἕνα καταλιπὼν ἑτερόφθαλμον, ἵν' εἴη τούτοις χειραγωγός, καὶ οὕτως αὐτοὺς ἀπιέναι κελεύει πρὸς τὸν σφέτερον ἀρχηγόν. οὓς ἐκεῖνος ἰδὼν καὶ τὸ πάθος μὴ ἐνεγκὼν ἰλλιγγιᾷ τε καὶ εἰς γῆν λειποθυμῶν καταβάλλεται, μικρὸν δέ τι ἀνενεγκὼν καρδιωγμῷ περιπίπτει καὶ θνήσκει. ἡ δὲ τῶν Βουλγάρων ἡγεμονία τῷ υἱῷ αὐτοῦ τῷ Γαβριὴλ τῷ καὶ Ῥωμανῷ περιῆλθεν, ὃν οὔπω ἐνιαυτὸν ἄρξαντα ὁ υἱὸς τοῦ πατραδέλφου αὐτοῦ Ἀαρὼν ὁ Βλαδισθλάβος καὶ Ἰωάννης (διώνυμος γὰρ καὶ οὗτος ἦν) ἀπέκτεινε. διελθὼν δὲ τὸ ἐν ταῖς δυσχωρίαις ἔρυμα ὁ αὐτοκράτωρ, ὡς εἴρηται, ἄλλα τε φρούρια ἐχειρώσατο ἐρυμνὰ καὶ τοὺς ἐν αὐτοῖς Βουλγάρους καὶ ἧκεν εἰς Μοσυνούπολιν, ὅπου αὐτῷ ἡ τοῦ Σαμουὴλ τελευτὴ ἀπηγγέλη. ἄρας οὖν αὐτίκα προσβάλλει τῇ Βουλγαρίᾳ καὶ πόλεις τε αὐτῆς αἱρεῖ καὶ φρούρια. ὁ δέ γε τοῦ Σαμουὴλ υἱὸς ὁ Ῥωμανός τε καὶ Γαβριήλ (οὔπω γὰρ ἀνῄρητο) πέμψας πρὸς τὸν βασιλέα δούλωσιν ὑπισχνεῖται· μετὰ δέ τινα καιρὸν τοῦ τὸν Γαβριὴλ ἀνελόντος Ἰωάννου τοῦ [565] Βλαδισθλάβου θεράπων ἀφίκετο, εὐαγγελιζόμενος τὴν ἀναίρεσιν τοῦ υἱοῦ τοῦ Σαμουὴλ καὶ γράμματα κομίζων ἐπαγγελλόμενα τῷ βασιλεῖ δούλωσιν, προσερρύησαν δὲ αὐτῷ καὶ πολλοὶ τῶν ἐπισήμων παρὰ Βουλγάροις. γνοὺς μέντοι τὸν Βλαδισθλάβον ὁ βασιλεὺς οὐ κατὰ τὰς ἐπαγγελίας διανοούμενον, ἐπῆλθεν αὖθις τῇ Βουλγαρίᾳ καὶ πολλὰς μὲν αὐτῆς ἐληίσατο χώρας, τὴν δὲ τῆς Ἀχρίδος πόλιν, ἐν ᾗ τὰ βασίλεια τοῖς τῶν Βουλγάρων ᾠκοδόμηντο ἀρχηγοῖς, πολιορκίᾳ λαβὼν καὶ ἕτερα φρούρια διὰ στρατηγῶν, ἐπανέζευξεν εἰς τὴν Κωνσταντίνου.

   Καὶ αὖθις δὲ κατὰ Βουλγάρων ἐστράτευσε καὶ αὖθις φρούριά τε καὶ πολλοὺς τῶν βαρβάρων τοὺς μὲν διέφθειρε, τοὺς δὲ συνέσχε ζωούς. ὁ δὲ τῶν Βουλγάρων ἄρχων ὁ Ἰωάννης καὶ Βλαδισθλάβος κατὰ τοῦ Δυρραχίου ἐξώρμησε καὶ πολιορκῶν αὐτὸ πίπτει, ἄρξας ἔτη δύο καὶ μῆνας πέντε. ὃ μαθὼν ὁ βασιλεὺς εὐθὺς ἔξεισι καὶ περὶ τὴν Ἀδριανούπολιν γενομένῳ προσίασιν αὐτῷ τῶν Βουλγάρων ἐπιφανεῖς τινες, παραδιδόντες αὐτῷ τὸν Πέρνικον καὶ ἕτερα φρούρια πέντε καὶ τριάκοντα, [566] καὶ ἄλλοι δὲ πολλοὶ τῶν βαρβάρων τούτων αὐτῷ προσερρύησαν. καὶ ἡ γυνὴ δὲ τοῦ Ἰωάννου καὶ Βλαδισθλάβου Μαρία ἔπεμψε πρὸς τὸν βασιλέα τὸν ἀρχιεπίσκοπον Βουλγαρίας Δαβὶδ μετὰ γραμμάτων ἐκστῆναι τῆς Βουλγαρίας ὑπισχνουμένη, εἰ ὧνπερ βούλεται τεύξεται. καὶ μετὰ μικρὸν ἧκεν ἡ γυνὴ πρὸς τὸν αὐτοκράτορα, υἱοὺς ἐπαγομένη τρεῖς καὶ θυγάτρια ἕξ· καὶ ἕτεροι δὲ τρεῖς ταύτης υἱοὶ φυγάδες ἐγένοντο ἐν τοῖς ὄρεσιν, ἀλλὰ κἀκεῖνοι τῶν ὀρῶν φυλαττομένων βιασθέντες προσῆλθον τῷ βασιλεῖ· ἦσαν δὲ οὗτοι ὁ Προυσιάνος καὶ ἄμφω οἱ ἀδελφοὶ αὐτοῦ, ὧν τὸν μὲν Προυσιάνον ἐτίμησε μάγιστρον, πατρικίους δὲ τοὺς λοιπούς. ὑφ' ἑαυτὸν οὖν τὴν ἅπασαν Βουλγαρίαν πεποιηκὼς καὶ τὰ μὲν τῶν φρουρίων καταστρεψάμενος, τὰ δὲ κατοχυρώσας καὶ φρουρὰς αὐτοῖς ἀρκούσας καταλιπών, αὐτὸς εἰς Ἀθήνας ἀφίκετο, θύσων τῇ θεοτόκῳ τὰ χαριστήρια· καὶ ἀναθέμενος τῷ ναῷ πολλὰ καὶ πολυτελῆ ἐπανέζευξεν εἰς τὴν ὑπερκειμένην τῶν πόλεων καὶ κατήγαγε θρίαμβον, τιάρᾳ ταινιωθεὶς ὀρθίᾳ (ἣν τοῦφαν καλεῖ ὁ δημώδης καὶ πολὺς ἄνθρωπος, [567] τύφον, οἶμαι, ὠνομασμένην, ὡς τετυφῶσθαι ποιοῦσαν τοὺς ταύτῃ ἀναδουμένους) καὶ οὕτως ἄχρι τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀφίκετο, ἀποδοὺς ἐν ταύτῃ τῷ κυρίῳ τὰ χαριστήρια. ἔνθα γενόμενον ὁ πατριάρχης πολλὰ ἱκετεύσας ἐκκόψαι τὸ ἀλληλέγγυον οὐ κατεδυσώπησε, καὶ ταῦτα ὑποσχόμενον τοῦτο ποιήσειν, εἰ τῶν Βουλγάρων κρατήσειεν. οὗτος ὁ πατριάρχης Σέργιος τὴν ἐκκλησίαν ἐπὶ εἴκοσι ποιμάνας ἔτη, μετέθετο τὴν ζωήν, καὶ προεχειρίσθη τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀρχιερεὺς Εὐστάθιος, ὃς τοῦ ἐν τῷ παλατίῳ ναοῦ ἱερέων ἐπρώτευε.

   Τῆς Βουλγαρίας δὲ δουλωθείσης τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ καὶ τὰ τῶν Χορβάτων ἔθνη ὑπέκυψαν, ἀλλὰ μὴν καὶ τὸ Σίρμιον. εἶτα κατὰ Ἀβασγίας ἐκστρατεύει ὁ βασιλεύς, τοῦ ταύτης κρατοῦντος παρασπονδήσαντος. ἐκεῖ δὲ τούτου γεγονότος, ὄπισθεν ἀποστατοῦσιν ὅ τε Ξιφίας καὶ Νικηφόρος ὁ υἱὸς Βάρδα τοῦ Φωκᾶ οἱ πατρίκιοι, ἀλλὰ ταχέως ἡ τούτων ἐσβέσθη ἀποστασία, τοῦ μὲν Ξιφία τὸν Φωκᾶν ἀνελόντος, αὐτοῦ δὲ συλληφθέντος καὶ δεσμίου ἀπαχθέντος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν. ἄρτι δὲ τὰς περὶ τῆς τυραννίδος ταύτης φροντίδας [568] ὁ βασιλεὺς ἀποσκευασάμενος συρρήγνυται τοῖς Ἀβασγοῖς· καὶ μάχης ἰσχυρᾶς γενομένης ἔπεσον πολλοὶ ἀμφοτέρωθεν καὶ ἦν ἰσόρροπος ὁ ἀγών, εἶτ' αὖθις κροτηθέντος πολέμου νικῶσι Ῥωμαῖοι. καὶ ὁ τῶν Ἀβασγῶν ἡγεμὼν Γεώργιος εἰς τὰ τῆς Ἰβηρίας ἀπέδρα βαθύτερα καὶ μετὰ βραχὺ σπονδὰς αἰτήσας ἐξέστη τῷ βασιλεῖ χώρας ὁπόσης ὁ αὐτοκράτωρ ἐβούλετο, εἰς ὁμηρείαν παρασχὼν Παγκράτιον τὸν υἱὸν αὐτοῦ, καὶ ταῦτα διανύσας ὁ βασιλεὺς ἐπανέζευξεν.

   Ἦν δὲ διὰ μελέτης αὐτῷ καὶ πρὸς Σικελίαν ἀπᾶραι, ἀλλ' οὐκ εἰς ἔργον αὐτῷ προέβη τὸ βούλευμα· ἤδη γὰρ αὐτῷ πρὸς τέλος κατήντησε τὸ βιώσιμον καὶ ἐνοσηλεύετο. πρὸ βραχέος δὲ τοῦ αὐτὸν ἐκλιπεῖν ὁ πατριάρχης Εὐστάθιος θνήσκει, προστὰς τῆς ἐκκλησίας τῶν ὀρθοδόξων ἐπ' ἔτεσι . τοῦ βασιλέως δὲ νοσοῦντος Ἀλέξιος ὁ τότε τὴν προστασίαν ἔχων τῆς τοῦ Στουδίου μονῆς πρὸς τὸν βασιλέα ἀφίκετο, τὴν ἱερὰν κάραν [569] τοῦ τιμίου Προδρόμου κομίζων αὐτῷ. καὶ αὐτίκα τοῦτον ὁ βασιλεὺς πατριάρχην προεχειρίσατο, κατὰ τὴν ἑσπέραν ἐκείνην καὶ τὴν ζωὴν ἐκλιπών, ζήσας μὲν καὶ βασιλεύσας χρόνους ἑβδομήκοντα ἐπὶ δυσίν, αὐταρχήσας δὲ ἐπὶ πεντήκοντα ἔτεσι· τοὺς γὰρ ἄλλους συνεβασίλευε τῷ πατρί, εἶτα τῷ Φωκᾷ καὶ μετ' ἐκεῖνον τῷ Τζιμισκῇ.

   Τέθνηκε μὲν οὖν γηραιὸς ὁ Βασίλειος, τῆς δ' ἐξουσίας εὐθὺς ὁ ἐκείνου σύγγονος ἐπελάβετο, τὸν Κωνσταντῖνόν φημι, μικρόν τι ἐκείνου κατὰ τὸν χρόνον τῆς ζωῆς ἐλαττούμενος. ῥᾳθύμου δὲ πεφυκὼς ἤθους καὶ ἀνειμένου ἢ καὶ εἰς ἕξιν ἐλθὼν βίου ἀργοῦ (οὐδὲ γὰρ ἐκοινώνει αὐτῷ βασιλείου τινὸς ὁ σύγγονος πράξεως), καὶ αὐταρχήσας τοιαύτην εἶχε διαγωγήν, ὑπ' ἄλλοις μὲν τὴν τῶν κοινῶν διοίκησιν θέμενος, καὶ τούτοις οὐ τοῖς ἑαυτῶν ἤδη παρασχομένοις δοκίμιον, ἀλλ' ἀνδράσιν οὐχ ὅτι τῶν εὖ γεγονότων, ἀλλ' οὐδ' ἐλευθέρας τύχης τυγχάνουσιν, ἐθνικοῖς δὲ καὶ μὴ δυναμένοις ὀρθοεπεῖν, ἀλλ' ἀκριβῶς βαρβαρίζουσιν. ἐκεῖνος δὲ τρυφαῖς ἐξέδωκεν ἑαυτόν· ἥττητο γὰρ γαστρὸς καὶ ἀφροδισίων καὶ ἐμεμήνει περὶ τοὺς κύβους τε καὶ [570] τὰ θέατρα, ἀλλὰ μέντοι καὶ περὶ τὰ κυνηγέσια. ἦν δ' εὐμεγέθης μὲν τὸν ὄγκον τοῦ σώματος καὶ τὴν ἀλκὴν γενναιότατος, δειλὸς δὲ τὴν ἕξιν τὴν ψυχικήν, ὅθεν οὐδὲ πολέμοις κατευνάζειν ἔκρινε τὰς τῶν βαρβάρων ὁρμάς, δωρεαῖς δὲ μᾶλλον καὶ ἀξιώμασι. τοὺς δ' ὑπηκόους καὶ ἐκ ψιλῆς ὑπονοίας ἐκόλαζε καὶ διαβολαῖς ῥᾳδίως ὑπεῖχε τὸ οὖς, καὶ πρὸς θυμὸν ὑπῆρχεν ὀξύρροπος, οὐ κατὰ τὸν ἀδελφὸν δ' ἐμηνία, οὐδ' ἐνέμενε τῇ ὀργῇ, ἀλλὰ ῥᾷον εἰς τὴν ἀντίρροπον διάθεσιν μετετίθετο καὶ ἠνιᾶτο κακῶς τινα διαθέμενος. πολλοὺς δὲ τιμωρούμενος τοῦ φωτὸς ἐστέρει τοὺς πλείονας, ἐκκόπτων σφίσι τὰ ὄμματα, καὶ κουφοτέραν τῶν ἄλλων ταύτην τὴν κόλασιν ἔκρινε καὶ ταύτῃ ἐκέχρητο μᾶλλον, ὡς ἀπράκτους ποιούσῃ τοὺς καταδικαζομένους αὐτῇ.

   Γυναικὶ δὲ νέος ὢν συζυγεὶς Ἐλένῃ τῇ θυγατρὶ Ἀλυπίου, ἀνδρὸς τῶν ὑπὲρ λίαν τότε τυγχάνοντος, τρία ἐξ ἐκείνης ἔσχε θυγάτρια· καὶ τὴν μὲν θανάτῳ ἀπέβαλεν, αἱ δὲ παῖδες αὐτῷ ἐν τοῖς βασιλείοις ἦσαν τρεφόμεναι. ὧν ἡ μὲν πρεσβυτέρα Εὐδοκία λοιμικῷ τὸ κάλλος λωβηθεῖσα νοσήματι θελήματι τῷ θεῷ καθιέρωτο· αἱ δέ γε λοιπαὶ ἦσαν παρὰ τῷ πατρὶ αὐταρχήσαντι, [571] μηδέν τι περὶ αὐτῶν πατρὶ προσῆκον λογισαμένῳ. τὴν χεῖρα δ' ὢν ἐλευθέριος οὐκ ὀρθῶς ἐχρῆτο τῇ ἀρετῇ, ὅθεν καὶ εἰς τὰς ἀντιθέτους κακίας ἐξέπιπτε. τοῖς μὲν γὰρ περὶ αὐτόν, οἳ βάρβαροι ἦσαν, ἀνδράποδα, ἅπερ αὐτὸς ἐκτήσατο καὶ ἐξέτεμε καὶ θαλαμηπόλους καὶ κατευναστῆρας ἐκέκτητο, ὃς καὶ τιμῶν καὶ ἀρχῶν τῶν πρώτων ἠξίωσεν, ἁμάξαις ὅλαις ἐχορήγει τὰ χρήματα, τοῖς δ' ἄλλοις πεφεισμένως τὴν χεῖρα προέτεινε. τὰ μὲν οὖν τῆς γνώμης οὕτως εἶχε τούτῳ τῷ αὐτοκράτορι.

   Τὰ δ' ἐκτὸς συμπεσόντα διεξίτω ὁ λόγος. οἱ Πατζινάκαι, Σκύθαι δ' οὗτοι ὡς ἔμπροσθεν εἴρηται, διαβάντες τὸν Ἴστρον τῇ χώρᾳ τῆς Βουλγαρίας οὐ μικρῶς ἐλυμήναντο. ἀλλὰ τούτοις ἀντεπελθὼν Κωνσταντῖνος ὁ Διογένης ὁ τοῦ Σιρμίου κρατῶν, ὃς καὶ δοὺξ ὠνομάσθη τῆς Βουλγαρίας, ἐτρέψατό τε αὐτοὺς καὶ ἠρεμεῖν ἠνάγκασε τὸν Ἴστρον διαπεράσαντας. τοῦ βασιλέως δὲ Βασιλείου θανόντος δύο ἐνιαυτῶν ἦσαν φόροι ἀνείσπρακτοι (ἐδίδου γὰρ ἐκεῖνος ὑπέρθεσιν ταῖς εἰσπράξεσι, φειδόμενος τῶν ὑποτελῶν)· οὗτος δὲ καὶ τὰ τῶν παρελθόντων ἐνιαυτῶν καὶ τὰ τῶν ἐφ' οἷς αὐτὸς ἦρξε τριῶν ὄντων ἀσυμπαθῶς εἰσεπράξατο, [572] καὶ ταῦτα αὐχμοῦ συμβάντος πολλοῦ ἐφ' ὅλῳ τῷ χρόνῳ τῆς βασιλείας αὐτοῦ· ὅθεν οἱ πένητες ἐξετρίβησαν. στόλον δὲ τῶν Ἀγαρηνῶν κατὰ τῶν λεγομένων Κυκλάδων νήσων ἐκπεπλευκότα ὁ τῆς Σάμου στρατηγὸς κατηγωνίσατο, δώδεκα μὲν νῆας αὐτάνδρους ἑλών, τὰς δὲ λοιπὰς σκεδασθῆναι πεποιηκώς.

   Ἤδη δ' εἰς γῆρας ἐλάσας ὁ αὐτοκράτωρ βαθὺ καὶ τῷ ἐκ τούτου μαρασμῷ καὶ νόσον τινὰ συνεισπεσοῦσαν τῷ σώματι ἐσχηκὼς περὶ τοῦ διαδεξομένου τὸ κράτος ἐσκέπτετο. ἔγνω τοίνυν τὸν πατρίκιον Κωνσταντῖνον τὸν Δαλασσηνὸν ἐπὶ μιᾷ τῶν θυγατέρων κηδεστὴν ποιήσασθαι καὶ τῆς βασιλείας διάδοχον, καὶ στέλλει τὸν αὐτὸν ἄξοντα, ἐν τῷ τῶν Ἀρμενιακῶν θέματι τὴν κατοικίαν ποιούμενον· ἀλλὰ μήπω τοῦ ἀνδρὸς ἐκείνου ἀφικομένου ἑτέρας γίνεται γνώμης ὁ Κωνσταντῖνος καί τινα τῶν ἐν τέλει ἄνδρα εὐγενέτην τε τὰ ἐξ αἵματος καὶ ἀνηγμένον εἰς τὴν τοῦ ἐπάρχου ἀρχὴν αἴρει πρὸς τὴν διαδοχὴν καὶ πρὸς κῆδος τῶν θυγατέρων μιᾶς. ἀλλ' εἶχέ τι πρὸς ἔκβασιν ἡ αἵρεσις πρόσαντες· γυναικὶ γὰρ ὁ λαμπρὸς ἐκεῖνος συνεβίου ἀνήρ· ἦν δ' οὗτος ὁ κατὰ τοὺς Ἀργυροὺς Ῥωμανός. τί γοῦν πρὸς [573] τοῦτο μηχανᾶται ὁ βασιλεύς; σκήπτεται κατὰ τοῦ ἀνθρώπου χόλον καὶ τοῦτον ἐπαχθῆ τε καὶ βίαιον, καὶ στέλλει τοὺς ἐκεῖνον μὲν ἐπὶ κολάσει ἀπάξοντας, τῇ δ' αὐτῷ συνοικούσῃ κεροῦντας τὴν τρίχα καὶ ἐφ' ἑτέραν ζωὴν μεταστήσοντας. ἡ δὲ τὸ σκηνουργούμενον ἀγνοήσασα ἑτοίμως ἑαυτὴν παρέσχε πρὸς τὴν τοῦ βίου ἀπαλλαγήν· ἡ μὲν οὖν τὴν κόμην τε ἀπετμήθη καὶ μέλανα μετημφίαστο, ὁ δὲ μετήχθη πρὸς τὰ βασίλεια, καὶ ἡ δευτέρα τῶν θυγατέρων τοῦ Κωνσταντίνου συζεύγνυται αὐτῷ πρὸς συμβίωσιν. ἡ γὰρ τρίτη διὰ τὸ τὴν ἐκείνου εὐνέτειραν ἄκουσαν διαζυγῆναι αὐτοῦ παραιτήσασθαι τὴν μετ' αὐτοῦ συμβίωσιν λέγεται. καὶ ὁ μὲν συνήρμοστο τῇ Ζωῇ, ὁ δὲ βασιλεὺς Κωνσταντῖνος τρεῖς ἐπιβιοὺς ἡμέρας τῇ συνοικήσει αὐτῶν ἀπέτισε τὸ χρεών, ἑβδομηκοντούτης καὶ πρὸς γεγονώς, ἐνιαυτοὺς δὲ τρεῖς ἑνὸς ἐνδέοντος μηνὸς τῆς βασιλείας κατορχησάμενος.

   Ῥωμανὸς δὲ λοιπόν, ὃς Ἀργυρόπωλος ἐκαλεῖτο, τῶν σκήπτρων ἐπιλαμβάνεται καὶ αὐτίκα τὸ ἀλληλέγγυον φορολόγημα ῥιζόθεν ἐξέκοψε καὶ τοῖς τοῦ θεοῦ ὑμνῳδοῖς τοῖς τῇ μεγάλῃ ἐκκλησίᾳ [574] κεκληρωμένοις τὴν ἐκ τῶν βασιλικῶν ταμείων χορηγουμένην τῶν χρυσίνων διανομὴν προσθήκῃ ἐπηύξησεν, εἰδὼς ἐνδεῶς αὐτοῖς ἔχειν τὰ χορηγούμενα. γέγονε γάρ ποτε τῆς τοῦ θεοῦ λόγου ἐπωνύμου Σοφίας μέγας οἰκονόμος, ἐπεὶ τῷ βασιλεῖ ἀνεῖτο πρόσθεν οἰκονόμον τῆς ἐκκλησίας ταυτησὶ προχειρίζεσθαι. καὶ τοὺς διὰ χρέα δημόσια καθειργμένους ἢ καὶ ἰδιωτικὰ ἠλευθέρωσε, τὰ μὲν ἀποτιννύς, τὰ δὲ δημόσια ἀφιείς· καὶ χρημάτων πολλῶν διάδοσιν ἐποιήσατο ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ πενθεροῦ αὐτοῦ καὶ αἰχμαλώτους πλείστους ἐπρίατο, καὶ ὅσοι τῶν ἐπισκόπων ἐκ τοῦ ἀλληλεγγύου φορολογήματος εἰς ἔνδειαν συνεληλύθεισαν, παρ' αὐτοῦ ἀνεκτήθησαν, καὶ τοὺς κακωθέντας παρὰ τοῦ τελευτήσαντος βασιλέως ἢ ἐν πηρώσεσι μελῶν ἢ ἐν δημεύσεσιν οὐσιῶν ἢ ἀλλοίως παρεμυθήσατο. ὑποπτευθεὶς δὲ ὁ μάγιστρος Προυσιάνος ὁ Βούλγαρος λάθρᾳ τῇ τῆς Αὐγούστης Ζωῆς ἀδελφῇ τῇ Θεοδώρᾳ κοινολογεῖσθαι καὶ τῇ βασιλείᾳ ἐποφθαλμεῖν, συλλαμβάνεται καὶ φρουρεῖται, εἶτα καὶ πηροῦται τοὺς ὀφθαλμούς· καὶ ἡ Θεοδώρα εἰς τὸ Πετρίον περιορίζεται, καὶ ὁ ἐπ' ἀδελφιδῇ δὲ τοῦ βασιλέως γαμβρὸς [575] Κωνσταντῖνος ὁ Διογένης, ὡς τυραννίδα μελετῶν κατηγορηθείς, δεσμευθεὶς ἐν πύργῳ καθείργνυται.

   Τοῦ μέντοι τῆς Ἀβασγίας ἡγεμονεύοντος Γεωργίου θανόντος ἡ τούτου σύζυγος σπονδὰς ἐζήτησε καὶ σύνοικον τῷ υἱῷ. καὶ ὁ βασιλεὺς τάς τε σπονδὰς ἀνεκαίνισε καὶ τὴν παῖδα Βασιλείου τοῦ ἀδελφοῦ αὐτοῦ τὴν Ἐλένην νύμφην εἰς Ἀβασγίαν ἀπέστειλε, τὸν νυμφίον Παγκράτιον κουροπαλάτην τετιμηκώς. ὁ δὲ βασιλεὺς κατὰ τοῦ Χάλεπ ὁρμῆσαι, ὃ καὶ Βέρροια λέγεται, ἠβούλετό τε καὶ ἡτοιμάζετο. πολλὰς γὰρ τῶν πόλεων τῆς τε Φοινίκης καὶ τῆς Συρίας τοῦ Νικηφόρου καὶ τοῦ Ἰωάννου τῶν βασιλέων ὑπαγαγόντων τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ, ὁ μετ' ἐκείνους Βασίλειος σχολάζων ταῖς κατὰ Βουλγάρων μάχαις καιρὸν οὐκ ἔσχε τὰς ἑαλωκυίας ἀσφαλίσασθαι πόλεις· αἱ δ' ὅμως, μέχρι μὲν περιῆν ἐκεῖνος, οὐκ ἐτόλμων εἰς προῦπτον τὸν τῆς δουλείας ζυγὸν ἀποσείσασθαι. τοῦ δὲ Κωνσταντίνου τῶν σκήπτρων ἐπειλημμένου καὶ ἀνειμένως τὴν βασιλείαν ἰθύναντος, οἱ τῆς Ἄγαρ ἀπόγονοι τοῦτον εἶναι τὸν καιρὸν γνόντες πρὸς τὸ μελετώμενον αὐτοῖς ἐπιτήδειον, τοῖς τῶν πόλεων φρουροῖς [576] ἐπιτίθενται, καὶ τούτους διαχρησάμενοι αὐτοὶ τῶν πόλεων γεγόνασιν ἐγκρατεῖς. ὁ δὲ τοῦ Χάλεπ ἀρχηγὸς καὶ ἐκδρομὰς ποιούμενος συνεχεῖς αὐτήν τε τὴν Ἀντιόχειαν καὶ ὅσα πρόσοικα ἔθνη τῶν Σύρων γῇ καὶ τοῖς Ῥωμαίοις ὑπήκοα ἐληίζετο. ᾧ ἀντιπαραταξάμενος ὁ τῆς Ἀντιοχείας δούξ, ἔτι περιόντος τοῦ αὐτοκράτορος Κωνσταντίνου, αἰσχρῶς ἡττήθη, καὶ τοὺς πλείους τῶν σὺν αὐτῷ ἀποβεβληκὼς μόλις ἠδυνήθη φυγεῖν ἐκεῖνος. τοῦτον ὁ Ῥωμανὸς ἀφελόμενος τὴν ἀρχὴν προεχειρίσατο ἕτερον· ἐξώρμησε δὲ κἀκεῖνος, καὶ ἀπιόντι προσίασι πρέσβεις μετὰ δώρων πολυτελῶν πρὸς τοῦ Χαλεπίτου ἀπεσταλμένοι, αἰτουμένου συγγνώμης τυχεῖν καὶ τὴν δουλείαν ἀνανεώσασθαι καὶ ἀποδοῦναι τὰς εἰσφοράς, αἵπερ ἔτυχον ὑστερήσασαι, καὶ ταύτας ἐτησίως εἰσφέρειν μετ' εὐγνωμοσύνης εἰς τὸ ἐπιόν. ὁ δέ, καίτοι πολλῶν καὶ στρατηγίαις ἐπιφανῶν ἀποτρεπόντων αὐτῷ τὴν εἰς τὸ πρόσω φορὰν ὡς ἀσύμφορον καὶ σπείσασθαι συμβουλευόντων, οὐκ ἀνείργετο τῆς ὁρμῆς, ἀλλὰ ῥᾷον κρατῆσαι τῶν Ἀγαρηνῶν ἐφαντάζετο καὶ τοῦτο κατωρθωκὼς μέγα τι καὶ ὑπέρογκον ᾤετο ἑαυτῷ περιποιήσασθαι σεμνολόγημα. ἄπεισιν οὖν ἐν Συρίᾳ καὶ βάλλεται χάρακα. Ἄραβες δέ, αὐτόσκευοί [577] τινες ἄνθρωποι καὶ τολμητίαι κέλητες, ἐφ' ἵππων ὠκυπόδων γυμνοὶ ἑκατέρωθεν ἐλόχων τοῦ χάρακος καὶ τοὺς εἰς συλλογὴν ἀπιόντας χιλοῦ ὕδατός τε ἀρδείαν ἐκθορόντες ἀνῄρουν ἢ καὶ συνήρπαζον, ὡς τούς τε στρατιώτας καὶ τὴν ἵππον αὐτῶν ἀπειρηκέναι τῷ δίψει. εἶτα συνηθέστεροι γεγονότες ταῖς ἐκδρομαῖς πρὸς τοὺς Ῥωμαίους οἱ Ἄραβες καὶ οἷον καταγνόντες δειλίαν αὐτῶν, ἀθρόον ἀπὸ τῶν μετεώρων ἐξωρμηκότες καὶ βαρβαρικὸν ἀλαλάξαντες καὶ πλήθους φαντασίαν ἀπεργασάμενοι τῷ μὴ συνασπισμὸν τηρεῖν, ἀλλὰ διεσπασμένως ἐκτρέχειν καὶ ἐπιέναι ἀσυντάκτως τῷ χάρακι, ἐκδειματοῦσιν ἅπαν τὸ στρατιωτικὸν καὶ εἰς φυγὴν τρέπουσι. καὶ κἂν ἑάλω ὁ αὐτοκράτωρ αὐτός, τῆς περὶ αὐτὸν ἐκταραχθείσης φρουρᾶς καὶ λελοιπυίας ἀφρούρητον τὸν φρουρούμενον, εἰ μή τις αὐτὸν ἐπὶ τὸν ἵππον ἀνέλαβε καὶ φεύγειν ἐπέρρωσεν ἐκπεπνευκότα τῷ δέει μικροῦ. ἀπῄεσαν μὲν οὖν οἱ Ῥωμαῖοι ἀτάκτως ὡς ἕκαστος ἔτυχε θέοντες. οἱ δὲ βάρβαροι τὸ παράλογον τῆς τροπῆς τεθηπότες, κατὰ τῶν ἀποδιδρασκόντων οὐκ ἐπεξέθεον, ἀλλὰ κατὰ τοῦ χάρακος ἔθεον, ὀλίγους τῶν ἐπιφανεστέρων ζωγρήσαντες, καὶ τήν τε σκηνὴν διηρπάκασι τὴν βασίλειον, μεστὴν οὖσαν πλούτου παντοδαποῦ [578] καὶ πολυτελείας βασιλικῆς, καὶ τὴν ἄλλην ἀποσκευὴν ἐφ' ἑαυτοὺς ἀναθέμενοι ἐπανέζευξαν.

   Ὁ δὲ βασιλεὺς εἰς Ἀντιόχειαν διασέσωστο σπουδῇ τῶν περὶ αὐτὸν κἀκεῖθεν ἐπὶ τὴν Κωνσταντίνου ἀνέδραμεν, οὐκέτι τὴν πρόσθεν τῆς ψυχῆς δεικνύων διάθεσιν, ἀλλ' ἀλλοιωθεὶς τὴν ἐπὶ τὸ χεῖρον ἀλλοίωσιν. ἵνα γὰρ τῶν ἀπολωλότων ἰσοστάσια κτήσηται, πράκτωρ ἀντὶ κρατοῦντος ἐγένετο καὶ πικρὸς λογιστής, παῖδας πατέρων γεγηρακότα χρέα πραττόμενος καὶ πυρκαϊὰς ἀνάπτων κατὰ τῶν ὑπηκόων, ἅσπερ ὁ χρόνος ἤδη πολὺς πρεσβεύσας κατέσβεσεν ἢ τέως κατέχωσεν ὑπὸ σποδιᾷ. ἐντεῦθεν πολλοὶ πατρῴων οἰκιῶν καὶ ἀγρῶν ἀπηλαύνοντο καὶ τὴν πρὶν εὐκληρίαν ἐκδιδυσκόμενοι εἰς πενίαν λαμπρὰν συνηλαύνοντο. τῶν δ' οὕτω πραττομένων οὐδὲν εἰς τὸ δημόσιον εἰσεφέρετο, ἀλλὰ σεμνεῖον οἰκοδομῆσαι καὶ ναὸν τῇ θεομήτορι προθέμενος καθιδρύσασθαι ἐκεῖ καὶ ταῦτα κατεδαπάνα καὶ ἐκ τῶν βασιλικῶν θησαυρῶν ἀνήλισκεν ἕτερα, ἄρτι μὲν ἀνεγείρων, ἄρτι δὲ καταστρέφων τὸ ἤδη ἀνεγερθὼν καὶ ἢ μετεωρότερον ἀνοικοδομῶν αὖθις αὐτὸ ἢ εὐρύτερον ἢ τὸν σχηματισμὸν ποικίλλων [579] ἢ τρόπον ἄλλον τὸ καινιζόμενον ἀλλοιῶν. ἀπένειμε δὲ καὶ προσόδους τοῖς μονασταῖς, οὐκ ἀναλόγους μονάζουσιν, ἀλλὰ τρυφῶσι προσηκούσας καὶ βίον ἕλκουσιν ἀνειμένον καὶ ἁβροδίαιτον, χώρας ὅλας τῶν δημοσίων, καὶ ταύτας τὰς πιοτάτας καὶ παμφόρους, ἀφοσιώσας αὐτοῖς. ἀλλὰ μὴ πλείω περὶ τούτων.

   Κατέλαβε δὲ τὴν βασιλίδα τῶν πόλεων Ἄμερ ὁ τοῦ Χαλεπίτου υἱὸς σὺν δώροις πολλοῖς, τὴν εἰρήνην ἀνανεούμενος, καὶ ὁ βασιλεὺς ἐπὶ ταύτῃ ἐπένευσεν. ἡ βασιλὶς δὲ Ζωὴ ἀφικομένη εἰς τὸ Πετρίον τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν ἀπέκειρε μοναχήν. ἐκδημήσαντος δὲ τοῦ βασιλέως τῆς πόλεως ὁ Διογένης Κωνσταντῖνος ὡς τυραννίδα μελετῶν καὶ ἀποδρᾶναι μέλλων εἰς τὸ Ἰλλυρικὸν κατεσχέθη καὶ ἐταζόμενος ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν, ἵνα μὴ τοὺς συνειδότας ἐκφαυλίσῃ τῇ βίᾳ νικώμενος. τότε μέντοι Ἄραβες μὲν τὴν Μεσοποταμίαν κατέδραμον, οἱ δέ γε Πατζινάκοι τὴν Βουλγαρίαν καὶ τὴν τοῦ Ἰλλυρικοῦ παράλιον οἱ Ἀγαρηνοί. τούτοις δὲ μόνοις στόλος Ῥωμαϊκὸς προσβαλὼν τὰ πλείω τῶν σκαφῶν ἐνέπρησε καὶ κατέκαυσεν· [580] οἱ δ' ἐκ τῆς ναυμαχίας ἀποδιδράσκοντες κλύδωνι περὶ τὸ Σικελικὸν διεφθάρησαν πέλαγος. καὶ αὖθις ἐξ Ἀφρικῆς περί που τὰς χιλίας νῆας ἐξέπλευσαν καὶ πολλὰς τῶν νήσων ἔνιά τε τῶν παραλίων ἐδῄωσαν. ἀλλὰ τῇ τούτων μοίρᾳ περιτυχοῦσαι νῆες Ῥωμαϊκαὶ καὶ πολλοὺς ἀνεῖλον καὶ πεντακοσίους εἷλον ζωούς, οἳ τῷ βασιλεῖ ὑπὸ δεσμοῖς ἐκομίσθησαν. ἀλλὰ καὶ ὁ πρωτοσπαθάριος Γεώργιος ὁ Μανιάκης τῶν παρευφρατιδίων πόλεων στρατηγῶν τῆς Ἐδέσης ἐκράτησεν, ἔνθα καὶ τὴν αὐτόγραφον ἐπιστολὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εὑρηκὼς τῷ βασιλεῖ ἐξαπέστειλε. λιμοῦ δὲ τὴν Καππαδοκίαν καὶ τὸν Ἀρμενιακὸν καὶ τὴν Παφλαγονίαν πιέζοντος, καὶ αὖθις ἀκρίδος τὴν ἑῴαν κεραϊζούσης, πολλοὶ μεταναστεῦσαι τῶν πατρίδων αὐτῶν ἠναγκάσθησαν, οὓς χρυσίου διανομαῖς ἀνακτησάμενος ὁ κρατῶν πέπεικεν αὖθις τὰς ἐνεγκούσας καταλαβεῖν. σεισμῶν δὲ γενομένων ξενῶνές τε κακῶς διετέθησαν καὶ οἱ ἀντίπορθμοι τῆς Βυζαντίδος ἀνδρῶνες, οἳ διαιτητήριον ἔκπαλαι [581] τοῖς τὰ σώματα λελωβημένοις ἐκ τῆς νόσου τῆς ἱερᾶς καὶ τοῖς λελεπρωμένοις τετάχαται. ἀλλὰ καὶ τούτους ὁ βασιλεὺς ἀνεκαίνισε καὶ τοῦ τὸ ὕδωρ εἰς μεγαλόπολιν εἰσάγοντος ὁλκοῦ διαρρηχθέντος ἐπεμελήσατο.

   Ἤδη δέ οἱ πρὸς τέλος ἤγγικε τὸ βιώσιμον, τὸ δ' ὅπως ἀπεβίω διηγητέον. ἄρτι τῆς βασιλείας ἐπιτυχὼν χρόνους ἑαυτῷ καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἐπεμέτρει μακρούς, καὶ ταῦτα ἑξηκοντούτης ὢν ὅτε τῶν σκήπτρων ἐπείληπτο, καὶ διαδοχὴν τῇ βασιλείᾳ καταλιπεῖν ἐκ τῆς ὀσφύος αὐτοῦ ἐφαντάζετο, μηδ' ὅτιπερ ἡ βασιλὶς ᾗ συνῴκιστο πεντηκοντοῦτις ἦν καὶ ὑπέρακμος καὶ ἄνικμος τὴν νηδὺν πρὸς σπερμάτων ὑποδοχὴν δυνάμενος συνιδεῖν. πρότερον μὲν οὖν ἐσπουδάκει περὶ τὰ ἀφροδίσια καὶ κατέτεινεν ἑαυτὸν καὶ χρίσμασί τισιν ἐκέχρητο καὶ τῇ συνοίκῳ προσήρτα λιθίδια, ὡς δή τι ἐνεργοῦντα περὶ τὴν κύησιν. ἡ δὲ καὶ ἁμμάτων καὶ ἐπᾳσμάτων ἠνείχετο καὶ προσίετο ἐπῳδάς. ἐπεὶ δ' ἐγνώκει μάτην πάντα γινόμενα ὁ κρατῶν καὶ ἀπεγνώκει τὸ σπουδαζόμενον, οὐκέθ' ὁμοίως διέκειτο περὶ τὴν εὐνέτειραν, [582] ἀλλ' ἧττον αὐτῇ προσῄει. ἦν γὰρ καὶ φύσει νωθὴς πρὸς μίξιν καὶ μαλθακώτερος, ἤδη δὲ καὶ ὁ χρόνος αὐτῷ τὴν κίνησιν ἤμβλυνεν. ὡς δέ τινες αὐτῷ ἐπὶ τῇ βασιλείᾳ ἐξεμετρήθησαν ἐνιαυτοί, καὶ ἀποστρόφως εἶχε πρὸς τὴν βασίλισσαν, ἡ δὲ καὶ καταφρονουμένη πρὸς μῖσος ἠρέθιστο καὶ πλέον δι' ὁμιλίαν ἀνδρός. ἦν δέ τις καὶ πρὸ τῆς βασιλείας ἐκτομίας ὑπηρέτης τῷ βασιλεῖ, τούτῳ δὲ ὁμαίμονες ἦσαν, ὧν εἷς ἦν καὶ ὁ Μιχαήλ, ἀνὴρ ᾧ τὴν ὄψιν ἡ φύσις ἀπέξεσεν εἰς ἀκριβῆ ὡραιότητα. τοῦτον ὁ ἀδελφὸς μετὰ τὴν βασιλείαν παρέστησε τῷ Ῥωμανῷ προσληφθησόμενον ὑπ' αὐτοῦ· ὁ δὲ τοῖς θαλαμηπολοῦσι τὸν νεανίαν κατέταξε. τούτου τῷ ἔρωτι ἁλοῦσα ἡ βασιλὶς ἐπυρπολεῖτο τὴν ψυχὴν καὶ τὸ πῦρ τὸ ἐκείνου κάλλος καθ' ἑκάστην ὁρώμενον ὑπανέφλεγε. μισούμενος δ' αὐτῇ πρῴην ὁ ἐκτομίας τότε καὶ προσεκαλεῖτο καὶ ὁμιλίας ἠξίωτο γνησιώτερον, εἶτα καὶ περὶ τοῦ Μιχαὴλ ἠρωτᾶτο τοῦ ἀδελφοῦ. πολλάκις δὲ τούτου γενομένου, δεινὸς ὢν ἐκεῖνος συνῆκε τὸν ἔρωτα καὶ τῷ ἀδελφῷ ὑπέθετο καὶ προσιέναι τῇ βασιλίσσῃ, καὶ εἰ πειρῷτο ἐκείνη [583] αὐτοῦ, μὴ ὑποσταλῆναι, ἀλλὰ καὶ ἅψασθαι καὶ φιλῆσαι καὶ προσφῦναι αὐτῇ. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; μέχρι καὶ συνουσιασμοῦ τὰ τοῦ ἔρωτος κατηντήκεσαν καὶ προϊόντος τοῦ χρόνου εἰς προῦπτον σχεδὸν τὸ περὶ τὸν Μιχαὴλ ἐξερράγη φίλτρον· καὶ ἦν ὑποψιθυριζόμενον οὐ τοῖς περὶ τὰ βασίλεια μόνον, ἀλλὰ καὶ τοῖς ἐν ταῖς τριόδοις, μόνῳ δ' ἠγνοεῖτο τῷ αὐτοκράτορι. ὅθεν καὶ συγκειμένῳ τῇ βασιλίσσῃ αὐτῷ ἐπὶ τῆς εὐνῆς ὁ Μιχαὴλ εἰσκαλούμενος ἀνατρίβειν οἱ τοὺς πόδας κεκέλευστο. τί οὖν ἄν τις οἰήσαιτο ἢ ὅτι καὶ τῶν ἐκείνης ἥπτετο τότε ποδῶν; καὶ οἷον προαγωγὸς ἀμφοῖν ὁ βασιλεὺς καὶ ὁμευνέτης ἐγίνετο. ὡς δὲ καὶ ἡ ἀδελφὴ Πουλχερία καὶ ἕτεροι περὶ τοῦ δράματος αὐτὸν ἀνεδίδαξαν καὶ φυλάττεσθαι παρηγγύησαν, οὐδὲν ἐποίησεν ἕτερον ἀλλὰ τὸν ὑποπτευόμενον αὐτῷ καλέσας εἰ ἐρῷτο πρὸς τῆς βασιλίσσης ἠρώτα. ὁ δὲ ἀπηγόρευσε καὶ ἀνηνάμενος πίστεις τοῦ λόγου καὶ ὅρκους ἀπῃτήθη καθ' ἱερῶν. ἐπεὶ δ' ἐκεῖνος ἐπιορκήσας τοὺς ὅρκους ἐτέλεσε, διαβολὴν τοὺς τῶν ἄλλων ἥγητο λόγους. λέγεται μέντοι διὰ τὴν ἐπιορκίαν νόσημά τι δεινὸν ἐνσκῆψαι τῷ Μιχαήλ. τὸ δ' ἦν κατά τινας [584] περιόδους αὐτῷ παρακοπὴ τοῦ νοὸς τῶν ὀφθαλμῶν τε διαστροφὴ καὶ κλόνος τοῦ σώματος καὶ κατάπτωσις ἐπὶ γῆς, εἶτ' ἐπανῄει εἰς ἑαυτὸν καὶ ἀποκαθίστατο. τοῦτο πολλάκις καὶ τοῦ βασιλέως ἐνώπιον ἔπαθεν· ὁ δὲ τοῦ πάθους οἰκτείρας τὸν Μιχαὴλ ἔτι μᾶλλον ψευδῆ ᾤετο τὰ λεγόμενα καὶ μήτ' ἐρᾶν μήτ' ἐρᾶσθαι τοῦτον οὕτως ἔχοντα ἔθετο. εἰσὶ δ' οἳ λέγουσι μὴ ἀγνοῆσαι τὸν βασιλέα τὸν ἔρωτα, δ' ὅτι σφριγᾷ ἡ βασίλισσα καὶ περὶ τὰ ἀφροδίσια μέμηνε, τῆς πρὸς τὸν Μιχαὴλ αὐτῆς ῥοπῆς ἠνείχετο, ὑποκρινόμενος ἄγνοιαν, ἵνα μὴ πλείοσιν ὁμιλοίη.

   Τούτων δὲ οὕτω ἐχόντων ὁ αὐτοκράτωρ ἐνόσησε, καί οἱ διῳδήκει τὸ πρόσωπον καὶ τὸ ἆσθμα ἦν συνεχὲς καὶ ἡ ὄψις αὐτῷ ἐῴκει νεκροῦ καὶ τῆς κεφαλῆς αὐτοῦ τὸ πλέον ἐψίλωτο· αἱ γὰρ τρίχες αὐτῆς ἀπερρύησαν. λέγεται γοῦν φαρμάκοις περιεργασθῆναι ὁ ἄνθρωπος. οὕτω δ' ἔχων ἀπῄει πρὸς βαλανεῖον τῶν ἐν τοῖς βασιλείοις λουσόμενος, καὶ ἀπῄει οὔτε χειραγωγούμενος οὔτ' αὐτίκα τεθνήξεσθαι προσδοκώμενος. ὡς δὲ τὸ σῶμα ἐκάθηρεν, εἰσέδυ τὴν ἐκεῖ κολυμβήθραν, ἔνθα δὴ τὸ πᾶν ᾄδεται γενέσθαι τοῦ δράματος· συμπιέσαι γάρ τινας [585] αὐτῷ τὴν κεφαλήν φασιν ἐπὶ τὸ ὕδωρ ἐφ' ἱκανόν, καὶ οὕτως ἐκεῖθεν ἄπνουν ἀνιμηθῆναι σχεδὸν καὶ ἀνακλιθῆναι πρὸς τὴν στρωμνήν. θροῦ δ' ἐπὶ τούτῳ συμβάντος παρῆλθε καὶ ἡ βασιλίς, ὡς δή τι τῷ πάθει ἐπιστενάζουσα, καὶ πληροφορηθεῖσα τοῦ βασιλέως τὴν τελευτὴν ἀπῆλθεν εὐθύς. ὁ δὲ βραχύ τι ἐπιβιοὺς ἄναυδος, εἶτα καὶ μελάντερόν τι ἀναγαγὼν διὰ τοῦ στόματος ἀφῆκε τὸ πνεῦμα, ἔτη βασιλεύσας πέντε πρὸς τῷ ἡμίσει, λόγοις μὲν ἐντραφεὶς Ἑλληνικῆς τε παιδείας μετεσχηκὼς καὶ τῶν τῆς πολιτείας νόμων οὐκ ἀδαής, πλείω δ' εἰδέναι ὧν ᾔδει ὡς ἀληθῶς οἰόμενός τε καὶ σεμνυνόμενος.

   Τοῦτον μὲν οὖν τοιοῦτον κατειλήφει τὸ τέρμα τῆς βιοτῆς. ἡ δὲ βασιλὶς ὅλη τοῦ τὸν Μιχαὴλ ἐγκαθιδρῦσαι τῷ θρόνῳ τῆς βασιλείας ἐγένετο, καὶ τῶν περὶ αὐτὴν τῶν πατρῴων δηλαδὴ θεραπόντων αὐτῆς ἀναβολῇ τὸ πρᾶγμα δοῦναι καὶ σκέψει συμβουλευόντων· ἡ δὲ οὐκ ἠνείχετο, κατεπειγομένη πρὸς τὴν τελεσιουργίαν καὶ παρὰ τοῦ ἐκτομίου Ἰωάννου τοῦ συγγόνου τοῦ Μιχαήλ, λάθρᾳ πρὸς αὐτὴν ὑποψιθυρίσαντος ὡς "ἀπολούμεθα αὐτίκα, εἰ βραχεῖ τινι καιρῷ τὸ ἀποτέλεσμα βραδυνεῖ." λαβοῦσα [586] τοίνυν εὐθὺς τὸν Μιχαὴλ καὶ στολὴν αὐτῷ περιθεμένη βασίλειον καὶ διαδήματι τὴν ἐκείνου κεφαλὴν αὐτὴ ἀναδήσασα καὶ ἐπὶ θώκου βασιλικοῦ καθιδρύσασα καὶ αὐτὴ παρακαθισαμένη πᾶσι τοῖς τότε παροῦσι καὶ εὐφημεῖν καὶ προσκυνεῖν προετρέπετο. οἱ δὲ καὶ τότε αὐτίκα νυκτὸς τὴν ἱεροτελεστίαν τὴν γαμικὴν ἐπ' αὐτοῖς γενέσθαι ἱστόρησαν, τοῦ πατριάρχου Ἀλεξίου ἀφικομένου πρὸς τὰ βασίλεια καὶ τὸν μὲν Ῥωμανὸν τεθνεῶτα καταλαβόντος, τὸν δέ γε Μιχαὴλ ἔτι τὰ ἐπὶ τῇ βασιλείᾳ τελούμενον. ἤδη δὲ καὶ τοῖς ἔξω διαδοθέντος τοῦ γεγονότος, καὶ πᾶσα ἡ πόλις τὸν νέον ἀνηγόρευεν αὐτοκράτορα, τὸ μὲν αὐτῷ χαριζόμενοι, τὸ δ' ὅτι τὸν ἀπιόντα ἀπεφορτίσαντο χαίροντες. ἡ μὲν οὖν βασιλὶς ᾤετο βουλεύσασθαι ἄριστα καὶ ἑαυτῇ τὴν πᾶσαν ἐξουσίαν περιποιήσασθαι καὶ τὸν Μιχαὴλ ὑπηρέτην ἕξειν· τὸ δέ τι ἑτεροῖον συμβέβηκε. μέχρι μὲν γάρ τινος ἐσχηματίζετο τηρεῖν πρὸς τὴν βασιλίδα διάθεσιν καὶ ταύτῃ χαρίζεσθαι καὶ τὰ ἐκείνῃ θυμήρη ποιεῖν· εἶτα οὐκ εἰς μακρὸν ἐκτεῖναι τὴν προσποίησιν ἀνασχόμενος μεθαρμόττεται καὶ ὑποπτεύει αὐτὴν καὶ δείσας περὶ ἑαυτῷ μεθίστησι μὲν τῶν βασιλείων τοὺς ἐκτομίας τοὺς αὐτῆς πατρῴους θεράποντας καὶ τὰς αὐτῆς συνήθεις [587] θεραπαίνας αὐτῆς διαιρεῖ, ἑτέρας δ' αὐτῇ πρὸς θεραπείαν ἀντικαθίστησι. καὶ ἐπὶ τούτοις τὴν γυναικωνῖτιν αὐτῇ ἀποφράγνυσι καὶ φρουρὰν περιίστησι, καὶ οὐδενὶ προσιέναι ταύτῃ παρακεχώρητο, εἰ μὴ τὸν προσιόντα ὁ φρούραρχος κατεξήτασεν ὅθεν ἥκοι καὶ τίνος δεόμενος παραγένοιτο· ἐδεδίει γὰρ οἴκοθεν ἔχων τοῦ δέους τὰς ἀφορμάς. εἰς ταῦτα δ' ἐνάγεσθαι πλέον ὁ Μιχαὴλ λέγεται παρὰ τοῦ συγγόνου αὐτοῦ Ἰωάννου τοῦ ἐκτομίου. ἦν γὰρ καὶ δεινὸς ὁ ἄνθρωπος καὶ δραστήριος καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πρὸς τοὺς ἐντυγχάνοντας ποικιλλόμενος, περισπερχής τε καὶ πρὸς φροντίδων ὄγκον ἀκάματος καὶ οὐδὲ γαστριζόμενος οὐδὲ περὶ τὸν ἄκρατον λιχνευόμενος (ἥττητο γὰρ οἴνου) τῆς περὶ τὰς δημοσίας διοικήσεις καθυφίει σπουδῆς. καὶ τὰ μὲν οὖν περὶ τὴν βασίλισσαν ᾠκονόμητο οὑτωσί· ὁ δὲ Μιχαὴλ τῆς τῶν κοινῶν πραγμάτων οἰκονομίας ἀντείχετο. εἶτα τῷ μὲν ἐκραταιοῦτο ἡ νόσος, ἣν οἱ μὲν ἐκάλουν δαιμόνιον μήνιμα διὰ τὴν ἐπιορκίαν ἐνσκῆψαν αὐτῷ καὶ συμπνῖγον τὸν ἄνθρωπον, ὡς πάλαι δὴ τὸν Σαούλ, οἱ δὲ μανίαν [588] τε καὶ παραφοράν· ὁ δ' ἐκτομίας Ἰωάννης τὴν ὅλην ἀνεδέξατο τῆς βασιλείας κυβέρνησιν, μοναχικὸν μὲν πάλαι σχῆμα ἐπενδυθείς, τοῦτο δὲ τηρῶν ἄχρι μόνου τοῦ σχήματος. Κωνσταντῖνος δὲ πατρίκιος ὁ Δαλασσηνός, οἴκοι διατρίβων καὶ περὶ τοῦ νέου βασιλέως πυθόμενος, δυσανασχετῶν ἦν ὅτι εἰς ἄνδρα τοιοῦτον ἡ βασιλεία περιέστη Ῥωμαίων. τοῦτο θορύβου τοὺς περὶ τὸν βασιλέα ἐμέστωσε, πτοηθέντας μήποτε ὁ Δαλασσηνὸς τυραννίδι ἐπίθηται. καὶ στέλλει ὁ Ἰωάννης τὸν ὅρκοις αὐτὸν βεβαιώσοντα ὡς οὐδενὸς ἀνιαροῦ πειραθήσεται καὶ πείσοντα τὸν ἄνδρα τῷ βασιλεῖ προσελθεῖν. καὶ ὁ μὲν προσῆλθε, καὶ ὁ βασιλεὺς αὐτὸν ἀσπασίως προσήκατο καὶ ἐδεξιώσατο δωρεαῖς καὶ μείζονι ἀξίᾳ τετίμηκε καὶ ἐν τῇ πόλει διάγειν ἐκέλευσε.

   Νικήτας δὲ ὁ τοῦ βασιλέως ὁμαίμων, δοὺξ τῆς ἐπὶ τῇ Δάφνῃ Ἀντιοχείας προχειρισθείς, εἴρχθη παρὰ τῶν Ἀντιοχέων τῆς εἰς τὴν πόλιν εἰσόδου. πράκτορα γάρ τινα τῶν δημοσίων τελῶν, ὡς αὐτοῖς φορτικῶς προσενηνεγμένον, ἀνελόντες οἱ τῆς Ἀντιοχείας πολῖται καὶ δεδοικότες μὴ δίκας τῷ δουκὶ τοῦ τολμήματος τίσωσιν, ἐπεζύγωσαν αὐτῷ τὰς πύλας τῆς πόλεως. ὁ δὲ [589] ὅρκοις αὐτοῖς παρασχόμενος πίστεις ὡς οὐδὲν διὰ τὸν φόνον ὑποσταῖεν κακόν, παραχωρεῖται τὴν εἴσοδον· εἶτα τοὺς ὅρκους οὐδὲν λογισάμενος πολλοὺς μὲν ἀποκτίννυσιν, ἐνίους δὲ τῶν παρ' αὐτοῖς ἐπισήμων δεσμίους ἔστειλε πρὸς τὴν μεγαλόπολιν, γράψας τῷ ἀδελφῷ Ἰωάννῃ διὰ τὴν πρὸς τὸν Δαλασσηνὸν εὔνοιαν ἀπεῖρξαι αὐτῷ τὴν εἴσοδον τοὺς Ἀντιοχεῖς. ἐντεῦθεν ὁ Δαλασσηνὸς εἰς τὴν νῆσον τὴν Πλάτην περιορίζεται, καὶ ὁ ἐπὶ θυγατρὶ κηδεστὴς αὐτοῦ Κωνσταντῖνος ὁ Δοῦκας, τὴν ἀδικίαν ἐπιβοώμενος καὶ τὴν ἐπιορκίαν οὐ σιωπῶν, πύργῳ τινὶ κατακλείεται. εἶτα μετάγεται ὁ Δαλασσηνὸς ἐκ τῆς Πλάτης καὶ πύργῳ καθείργνυται. ἑάλω δὲ τότε τοῖς μὲν ἐκ τῆς Ἄγαρ τὰ Μύρα καὶ τοῖς Πατζινάκαις λεία γέγονε τὰ Μυσῶν. τοῦ δὲ δουκὸς Ἀντιοχείας Νικήτα καταστρέψαντος τὴν ζωήν, ὁ Κωνσταντῖνος, ἀδελφὸς ὢν καὶ οὗτος τοῦ βασιλέως, ἐπὶ τῇ Ἀντιοχείᾳ τὸν τελευτήσαντα διεδέξατο, καὶ ὁ ἕτερος αὐτοῦ ἀδελφὸς πρωτοβεστιάριος προκεχείριστο. ἐξ Ἀφρικῆς μέντοι καὶ Σικελίας στόλος ἀποπλέων Ἀγαρηνῶν ἐκάκου τάς τε νήσους καὶ τὰ παράλια· ἀλλὰ τούτοις στόλος ἐπιπλέων Ῥωμαϊκὸς πολλὰ μὲν τῶν σκαφῶν κατέδυσεν αὔτανδρα, πολλοὺς δ' ἐζώγρησε, καὶ τοὺς μὲν πρὸς τὸν βασιλέα ἐκπέπομφεν, οἱ δὲ ἀνεσκολοπίσθησαν [590] κατὰ τὴν παράλιον. Παγκράτιος δὲ ὁ ἄρχων Ἀβασγίας, ᾧ τὴν οἰκείαν ἀνεψιὰν ὁ βασιλεὺς ἡρμόσατο Ῥωμανός, τάς τε πρὸς Ῥωμαίους σπονδὰς ἔλυσε καὶ ὧν παρεχώρησε πρὶν Ῥωμαίοις φρουρίων καὶ πόλεων ἐπελάβετο πάλιν, ὡς τάχα δίκας Ῥωμαίους πραττόμενος ὑπὲρ τοῦ βασιλέως καὶ θείου τῆς αὐτοῦ ὁμευνέτιδος. πολλάκις δ' οἱ Πατζινάκαι τὸν Ἴστρον διαβαίνοντες τὰ Ῥωμαίων κακῶς διετίθεντο, τοὺς ἁλισκομένους ἡβηδὸν ἀναιροῦντες. καὶ Ἄραβες τὴν Ἔδεσαν ἐπολιόρκησαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ ὁ δοὺξ Ἀντιοχείας ὁ Κωνσταντῖνος ὁ τοῦ αὐτοκράτορος ἀδελφὸς αὐτῇ ἐπεκούρησεν, ὃν ὁ βασιλεὺς τῆς σπουδῆς ἀμειβόμενος τῶν ἑῴων ταγμάτων δομέστικον προεβάλετο.

   Τοῦ δὲ τῆς Αἰγύπτου κρατοῦντος Ἄμερ θανόντος ἡ ἐκείνου γυνή, χριστιανὴ οὖσα, σπείσασθαι σὺν τῷ υἱῷ μετὰ Ῥωμαίων ἐζήτησε· καὶ ὁ βασιλεὺς ἐκύρωσε μετ' αὐτῆς τριακοντούτεις σπονδάς. ἀδελφοὶ δὲ δύο Σαρακηνοὶ τῆς Σικελίας κρατοῦντες πρὸς ἀλλήλους ἔσχον διαφοράς, ὧν θάτερος τῷ βασιλεῖ Ῥωμαίων [591] προσπέφευγε, συμμαχίαν αἰτῶν. στέλλεται τοίνυν ὁ πατρίκιος Γεώργιος ὁ Μανιάκης ἐπικουρήσων αὐτῷ, Λογγιβαρδίας προχειρισθεὶς στρατηγός. μήπω δὲ τὴν Σικελίαν καταλαβόντος τοῦ Μανιάκη, οἱ ταύτης ἄρχοντες σύγγονοι πρὸς ἀλλήλους ἐσπείσαντο καὶ καταλαβόντα τὸν Μανιάκην ἀπελάσαι τῆς νήσου διεμελέτων καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο. συρραγέντος δὲ πολέμου τὸ Ῥωμαϊκὸν ἐκράτησε στράτευμα, καὶ φόνου πολλοῦ τῶν Καρχηδονίων γεγονότος πόλεις μὲν πρότερον ἐξεπόρθησαν δέκα ἐπὶ τρισίν· εἶτα κατὰ μικρὸν προβαίνων ὁ Μανιάκης καὶ πᾶσαν τὴν Σικελίαν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσήγαγε.

   Μικροῦ δ' ἂν ἑάλω ἡ Ἔδεσα, δόλῳ ταύτην τῶν Ἀράβων μελετησάντων χειρώσασθαι. δώδεκα γὰρ αὐτῶν ἄρχοντες ἐπαγόμενοι καμήλους πεντακοσίας, ὧν ἑκάστη κιβώτια δύο ἐπήχθιστο, ἧκον εἰς Ἔδεσαν· ἕκαστον δὲ τῶν κιβωτίων ὁπλίτην εἶχεν ἐντός· ἔλεγον δὲ ἀπιέναι πρὸς βασιλέα δῶρα κομίζοντες, καὶ ἐβούλοντο, εἰ παραχωρηθεῖεν ἔνδον εἰσαγαγεῖν τὰ κιβώτια, νυκτὸς τοὺς ἐν αὐτοῖς ὁπλίτας ἐξαγαγεῖν καὶ τὴν πόλιν ἑλεῖν. [592] εἰσελθόντας οὖν πρὸς τὸν τῆς πόλεως στρατηγὸν τοὺς ἄρχοντας φιλοτίμως ἐκεῖνος ἐδέξατο. οἱ δ' ἐκείνοις ὑπηρετοῦντες μετὰ τῶν καμήλων ἔτι τῆς πόλεως ἦσαν ἔξω. προσαίτης δέ τις Ἀρμένιος, εἰδὼς καὶ τὴν Ἀράβων διάλεκτον, προσῆλθε τοῖς ἐκτὸς αὐλιζομένοις Ἄραψι μεταιτήσων. ἤκουσεν οὖν ἐκ κιβωτίων τινὸς ὅποι εἰσὶν ἐρωτῶντος, καὶ εἰς τὴν πόλιν ἐλθὼν ἀπήγγειλε τὸ δρᾶμα τῷ στρατηγῷ. ὁ δὲ τοὺς μὲν ἄρχοντας τῶν Ἀράβων εὐωχουμένους ἐν τῇ πόλει κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν περὶ αὐτὸν ἐξελθὼν καὶ τὰ κιβώτια διαρρήξας τοὺς ἐν αὐτοῖς ὁπλίτας ἀπέκτεινεν ἅπαντας· καὶ εἰς τὴν πόλιν αὖθις ὑπονοστήσας τοὺς μὲν λοιποὺς τῶν ἀρχόντων αὐτῶν μαχαίρας ἔθετο ἔργον, ἑνὸς δὲ τὰς χεῖρας ἀποτεμὼν τὰ ὦτά τε καὶ τὴν ῥῖνα ἀφῆκεν, ἵνα τοῖς οἴκοι τὴν συμφορὰν καταγγείλειεν.

   Ὁ δὲ Καρχηδόνιος τὸν ὄλεθρον τῶν ὑπ' αὐτοῦ πεμφθέντων εἰς Σικελίαν μαθών, καὶ αὐτὸς εἰς τὴν νῆσον ἐστράτευσε μετὰ δυνάμεως πλείονος. καὶ ὁ Μανιάκης ἀντιστρατοπεδεύεται [593] τοῖς Ἀγαρηνοῖς καὶ τῷ τοῦ στόλου κατάρχοντι τῷ πατρικίῳ Στεφάνῳ τῷ τοῦ βασιλέως γαμβρῷ (συνέσταλτο γὰρ καὶ οὗτος αὐτῷ μετὰ τοῦ στόλου) ἀσφαλῶς τηρεῖν ἐνετείλατο τὴν παράλιον, ἵνα μὴ ἡττηθεὶς ὁ Καρχηδόνιος ἀποδρᾶναι δυνήσεται. μάχης τοίνυν συστάσης, πλῆθος μὲν τῶν Ἄφρων ἀνῄρητο σχεδόν τι κρεῖττον καὶ ἀριθμοῦ, ὁ δ' αὐτῶν ἀρχηγός, διαδρὰς ἐκ τῆς μάχης καὶ κελητίῳ ἐμβεβηκὼς λαθών τε τοὺς ἐν τῷ στόλῳ, οἴκαδε διασέσωστο. τοῦτο τῷ Μανιάκῃ συμφορᾶς ἥγητο μέρει, καὶ τῷ τοῦ στόλου ἄρχοντι ἐλοιδορεῖτο. τοῦ δὲ τῇ συγγενείᾳ τῇ βασιλικῇ πεποιθότος καὶ δυσχεράναντος πρὸς τὰς ὕβρεις, θυμῷ ληφθεὶς ὁ Μανιάκης καὶ πληγὰς ἐντείνει αὐτῷ. ὁ δὲ αὐτίκα γράφει τῷ ἀδελφῷ Ἰωάννῃ τῷ ἐκτομίᾳ, ὀρφανοτρόφῳ ὀνομασθέντι, ἀποστασίᾳ ἐπιχειρεῖν τὸν Μανιάκην. ἐντεῦθεν ὁ μὲν Μανιάκης δέσμιος ἐκεῖθεν ἀχθεὶς φυλακῇ παρεδόθη, ἡ πᾶσα δὲ ἀρχὴ ὑπὸ τὸν Στέφανον γέγονε. καὶ ἡ [594] νῆσος οὐκ εἰς μακρὰν περιελήλυθε τοῖς Ἀγαρηνοῖς ἀπειρίᾳ καὶ ῥᾳθυμίᾳ τοῦ ἄρχοντος καὶ πρὸ τούτων αἰσχροκερδείᾳ, μόνης τῆς Μεσήνης (πόλις δὲ αὕτη τῶν Σικελικῶν) περιλειφθείσης Ῥωμαίοις, καὶ ταύτης τοῦ ἐν αὐτῇ ἄρχοντος στρατηγίᾳ· οὗτος δ' ἦν ὁ Κεκαυμένος Κατακαλών· οὐ γὰρ τὴν πόλιν μόνον περιεφύλαξεν, ἀλλὰ καὶ χιλιάδας ἀνεῖλε τῶν ἐναντίων.

   Ὁ δὲ τοῦ βασιλέως ἀδελφὸς ὁ ἐκτομίας Ἰωάννης δριμύτατον τρέφων ἔρωτα τοῦ προστῆναι τῆς ἐκκλησίας ἐνίους τῶν ἀρχιερέων προσηταιρίσατο· καὶ οἳ αὐτῷ ἐπηγγέλλοντο καθαιρῆσαι τὸν πατριάρχην Ἀλέξιον, ὡς οὐ ψήφῳ κοινῇ προχειρισθέντα, ἀλλ' ἐξουσίᾳ βασιλικῇ. ὁ δέ "εἰ οὐ κανονικῶς, ὡς φατέ, γέγονα πατριάρχης" ἀντέθετο, "καὶ ὅσοι παρ' ἐμοῦ ἐχειροτονήθησαν, καθαιρεθήτωσαν σὺν ἐμοί." τοῦτο τοὺς λοιποὺς τῶν ἀρχιερέων στασιάσαι κατὰ τῶν τοῦ πατριάρχου κατηγορούντων ἠρέθισε, καὶ ἔμεινεν ἀτέλεστος ἡ τοῦ ὀρφανοτρόφου ἔφεσις. πολλαῖς δὲ καὶ ἀσυνήθεσιν εἰσπράξεσιν οὗτος ἐξέτρυχε τὸ ὑπήκοον, ποριμώτατος ἐν τοιούτοις γενόμενος. τῆς γοῦν [595] ἀδελφῆς αὐτοῦ Μαρίας, ἣ μήτηρ ἦν τοῦ ὕστερον βασιλεύσαντος Μιχαὴλ τοῦ Καλαφάτου, δι' εὐχὴν εἰς Ἔφεσον ἀπελθούσης κἀκεῖθεν ἐπανελθούσης καὶ διηγουμένης ὅσα πάσχοιεν οἱ πένητες τὰς καινὰς δασμοφορίας πραττόμενοι, καὶ ἀξιούσης ἀνεθῆναι τοῖς ὑπηκόοις τὸ τοῦ ἄχθους πολύ, ὁ ὀρφανοτρόφος ἐπικαγχάσας "ὡς γυνὴ φρονεῖς" ἀνταπεκρίθη αὐτῇ "μὴ εἰδυῖα ὅσων ἡ πολιτεία δεῖται ἀναλωμάτων." οὗτος ἐπιβουλευθῆναι λέγεται παρὰ τῆς βασιλίσσης Ζωῆς. φαρμακεῦσαι γὰρ αὐτὸν καθαρσίῳ τοῦ ἰατροῦ μέλλοντος, ἀναπεῖσαι τὸν φαρμακεύοντα δώροις καὶ ὑποσχέσεσι διά τινων τὴν βασίλισσαν ἀντὶ σωτηρίου προσενεγκεῖν αὐτῷ δηλητήριον· γνωσθέντος δὲ τοῦ ἐπιχειρήματος διαδρᾶναι τὸν κίνδυνον. ἀλλ' οὕτω μὲν παρὰ τοῦ ὀρφανοτρόφου Ἰωάννου τὰ κοινὰ ᾠκονόμητο· οὐ μεῖον δ' ἐκείνου οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλὰ μέντοι καὶ μᾶλλον ἐκάκουν ξύμπαντας, ἀδικώτατοι ὄντες καὶ φιλοχρηματώτατοι· οἷς διὰ ταῦτα καὶ ὁ βασιλεὺς ἀπηχθάνετο, ἀναστεῖλαι δὲ τὴν κακίαν αὐτοῖς οὐ συνεχωρεῖτο παρὰ τοῦ μείζονος ἀδελφοῦ τοῦ ἐκτομίου Ἰωάννου, ποτὲ μὲν παραιτουμένου αὐτούς, ποτὲ δὲ τὰς αὐτῶν πράξεις περικαλύπτοντος καὶ οὐκ ἐῶντος εἰς γνῶσιν ἥκειν τῷ αὐτοκράτορι.

[596]    Ἤδη δὲ τῆς νόσου νεανιευομένης τῷ βασιλεῖ καὶ θαμὰ τῆς τοῦ λογιζομένου παραφορᾶς αὐτῷ ἐπιούσης, οὔτε προόδοις ἐκέχρητο συνεχῶς οὔτε βασιλείοις πομπαῖς οὔτ' ἐν βήμασιν ἐχρημάτιζε τῷ βασιλείῳ θρόνῳ ἄνετος ἐφεζόμενος, ἀλλὰ παραπετάσματα περὶ αὐτὸν ἀπῃώρηντο, καί τινες ἐπιτηρεῖν τεταγμένοι αὐτὸν περιίσταντο, οἳ ὁπηνίκα τι σημεῖον εἶδον τῆς τοῦ νοῦ παρατροπῆς (πολλὰ δὲ ταύτην αὐτῷ προεμήνυον), εἷλκον ἐπ' ἐκεῖνον εὐθὺς τὰ παραπετάσματα καὶ τούτοις τὸν πάσχοντα συγκαλύπτοντες ἐξιέναι τοῖς παρεστῶσιν ἐνεκελεύοντο. τῷ δὲ ἀθρόον τε τὸ πάθος ἐπῄει καὶ ἀθρόον ἀφίστατο. οὕτως οὖν ἔχων ὁ Μιχαὴλ κατὰ βραχὺ καὶ τοῦ ὁρᾶν τὴν βασίλισσαν καὶ τοῦ προσιέναι ἀπείχετο, ἢ αἰδούμενος ὅτι οἷα ἀνθ' οἵων αὐτῇ ἀνταπέδωκεν, ἢ ὅτι θαμὰ καὶ ἑτοιμότατα τοῦ πάθους αὐτῷ ἐπιγινομένου ᾐσχύνετο πάσχων οὕτω παρ' ἐκείνης ὁρᾶσθαι, ἢ διὰ τὸ τὴν ἕξιν τοῦ σώματος διεφθάρθαι οἱ καὶ πρὸς μίξιν μὴ πεφυκέναι. ἔνιοι δέ φασιν ὡς ἀνδράσι πνευματικοῖς ἐξομολογησάμενος τὸ τῆς μοιχείας καὶ τοῦ φόνου τοῦ βασιλέως [597] ἁμάρτημα παρ' ἐκείνων ἄλλας τε ἐδέξατο ἐντολὰς καὶ τοῦ ἀφροδισίων ἀπέχεσθαι· ἔνθεν τοι καὶ διαδόσεις ἐποιεῖτο χρημάτων πολλῶν καὶ σεμνεῖα ᾠκοδόμει καὶ εἰς Θεσσαλονίκην ἀπῆλθε, τοῦ καλλινίκου μάρτυρος Δημητρίου δεόμενος ἵνα τι τοῦ πάθους εὕρῃ ἀλέξημα· τῷ δὲ καὶ νόσος ὑδερικὴ προσεγένετο. ὡς οὖν οὕτως ἔχοντα τὸν ἀδελφὸν ἑώρα ὁ Ἰωάννης, δείσας περὶ τῇ βασιλείᾳ μὴ ἀθρόον θανόντος τοῦ αὐτοκράτορος ἐπὶ τῇ Ζωῇ γένηται ὡς κληρονόμῳ αὐτῆς, κἀντεῦθεν αὐτός τε καὶ τὸ γένος ὅλον εἰς ἐξολόθρευσιν γένηται, μέτεισι τὸν αὐτοκράτορα πιθανότησι καὶ πείθει τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Μιχαὴλ προχειρίσασθαι Καίσαρα, ἵν' ἔφεδρος εἴη τῇ τῆς βασιλείας ἀρχῇ. ἐπεὶ δὲ τῆς βασιλείας, ὡς εἴρηται, κληρονόμον τὴν Ζωὴν ᾔδει, μέτεισι κἀκείνην, καὶ μητέρα τὴν εὐγενῆ τοῦ δυσγενοῦς ἀναπλάττουσιν. ἄμφω γὰρ τὼ ἀδελφὼ διαλεχθέντε αὐτῇ περὶ τούτου εἰσποιητὸν ταύτης τὸν Μιχαὴλ υἱὸν ὀνομάζουσιν. ἡ δὲ μήτ' ἀντειπεῖν θαρροῦσα τοῖς ἐκείνων θελήμασι καὶ ἄλλως εὔκολος οὖσα καὶ τὴν γνώμην εὐάγωγος κατένευσε. καὶ συνήθροιστο μὲν εἰς τὸν ἐν Βλαχέρναις θεῖον ναὸν ἡ γερουσία ἐκ προκηρύγματος καὶ οἱ πληροῦντες τὴν τάξιν δὴ τὴν [598] βασίλειον, ἐν δὲ μέσοις τούτοις ἡ βασιλὶς προαχθεῖσα κἀν ταῖς κιγκλίσι γενομένη τοῦ θυσιαστηρίου ἐκεῖθεν εἰσποιεῖται τὸν Μιχαὴλ καὶ ὡς υἱὸν ἀγκαλίζεται. ὁ δ' αὐτοκράτωρ αὐτίκα τοῦτον προχειρίζεται Καίσαρα καὶ τὸ ἄθροισμα ἐπευφήμησεν. ἔδοξε μὲν οὖν ὁ Ἰωάννης ἤδη τὸ πᾶν κατεργάσασθαι καὶ τὸ κράτος τῷ οἰκείῳ γένει περιποιήσασθαι· τὸ δ' ἦν ἀνατροπὴ τοῦ παντὸς αὐτῷ τε καὶ τοῖς προσήκουσιν ἅπασιν· ὅπως δέ, ὁ λόγος δηλώσει κατὰ καιρόν.

   Τῶν δὲ Βουλγάρων, ὡς ἤδη ἱστόρηται, ὑπὸ Βασιλείου τοῦ βασιλέως καταπολεμηθέντων καὶ τῆς αὐτῶν βασιλείας καθαιρεθείσης, μέχρι μέν τινος ἔφερον οἱ βάρβαροι τὸν τῆς δουλείας ζυγόν. εἶτα τοῦτον ἀποσείσασθαι διανενόηντο καὶ ἐσφάδαζον, ἀλλὰ σφίσι τὸ ἄναρχον ἐκώλυε τὸ ἐννόημα. ἀνὴρ δέ τις ἄσημος μὲν τὸ γένος, Δολιάνος καλούμενος, δόλου δὲ μεστὸς καὶ δεινότητος, υἱὸν ἑαυτὸν ἐπιφημίσας τοῦ Ἀαρών, ὃς τοῦ Σαμουὴλ τοῦ ἄρξαντος τοῦ ἔθνους ἦν ἀδελφός, ἐκ Βυζαντίου, ὡς λέγεται, ἀποδρὰς καὶ πείσας τὸ ἔθνος παῖς εἶναι τοῦ Ἀαρών, [599] ἐξ ἡμιγάμου ἐκείνῳ γενόμενος, ἀλλ' οὐκ ἐξ ἐννόμου εὐνῆς, εἰς βασιλέα τοῖς βαρβάροις ᾑρέθη. ἐντεῦθεν εἰς φανερὰν ἀποστασίαν ἐξερράγη τὸ ἔθνος καὶ εἰς λῃστείας κεκίνητο καὶ τὰ Ῥωμαίων κατέτρεχε. στέλλεται τοίνυν στρατηγός τις μετὰ δυνάμεως, ἵν' ἀνακόπτῃ τὰς ἐπιδρομὰς τοῖς λῃστεύουσιν. ὁ δὲ κακῶς τοῖς ὑπ' αὐτὸν προσφερόμενος ἐξηρέθισε τούτους καθ' ἑαυτοῦ καὶ ἀπώλετο ἄν, εἰ μὴ ἀπέδρα νυκτός. ἡ γοῦν ὑπ' αὐτὸν στρατιὰ δείσασα πρὸς ἀποστασίαν ἐχώρησε καί τινα ἐξ ἑαυτῶν Τειχομηρὸν κεκλημένον, ἐκ δὲ γένους φύντα Βουλγαρικοῦ, ἀρχηγὸν ἑαυτοῖς προχειρίζονται καὶ βασιλέα Βουλγαρίας αὐτὸν ὀνομάζουσι. καὶ τὰ τῶν Βουλγάρων διῄρητο, τῶν μὲν τῷ Δολιάνῳ, τῶν δὲ τῷ Τειχομηρῷ προσρυϊσκομένων. ἀλλὰ δόλῳ μετῆλθεν ὁ Δολιάνος τὸν ἀντικαθιστάμενον· μετακαλεῖται γὰρ αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς καὶ τῆς πρὸς Ῥωμαίους μάχης· καὶ ὃς πείθεται. ἐπεὶ οὖν ἡνώθησαν ἄμφω οἱ ἀρχηγοὶ καὶ τὸ πλῆθος τῶν Βουλγάρων συνήθροιστο, ὁ Δολιάνος πρὸς τοὺς συνειλεγμένους ἔφη μὴ ἄν ποτε σωθήσεσθαι τὸ τῶν Βουλγάρων ἔθνος ὑπ' ἀρχηγῶν δυοῖν κυβερνώμενον, καί "εἰ τὴν σωτηρίαν ὑμῶν βούλεσθε, τὸν ἕνα ἐξ ἡμῶν ποιήσατε ἐκποδών· εἰ μὲν οὖν ἐμὲ τοῦ γένους εἶναι τοῦ Σαμουὴλ [600] οἴδατε, ἀποσκευάσασθε τὸν Τειχομηρόν· εἰ δ' οὐ τοῦτο, αὐτῷ μὲν ἑαυτοὺς ὑποτάξατε, ἐμὲ δ' ἐκ μέσου ποιήσατε." ἐπὶ τούτοις θροῦς ἤρθη, καί οἱ τὴν βασιλείαν ξύμπαντες ἐπευφήμησαν, καὶ ὁ Τειχομηρὸς κατελεύσθη. ὁ δὲ Δολιάνος αὐτοκράτωρ γενόμενος εἷλέ τε τὸ Δυρράχιον καὶ κατὰ τῆς Ἑλλάδος ἐχώρησε καὶ τὰ Νικοπολιτῶν προσεποιήσατο, τῶν ἐν αὐτοῖς ἑκόντων προσχωρησάντων αὐτῷ, ἐπεὶ μὴ ἔφερον τὴν τοῦ ὀρφανοτρόφου ἀπληστίαν καὶ τὸ ἀκόρεστον. καὶ ὁ μὲν οὕτως λείαν Μυσῶν τὸ τοῦ λόγου τὰ Ῥωμαίων ἐτίθετο. ὁ δὲ βασιλεὺς τῆς ἀγγελίας κομισθείσης αὐτῷ αὐτίκα ὥρμα καταλαβεῖν τὸν ἀποστατήσαντα, δεινὸν ἡγεῖσθαι λέγων, εἰ μηδὲν αὐτὸς τῇ βασιλείᾳ προσενεγκὼν μοῖραν ταύτης ἀφαιρεθεῖσάν τινα παραβλέψεται. ὅτι δέ οἱ ἀπέγνωστο τὸ βιώσιμον (ἤδη γὰρ ὁ ὕδερος αὐτοῦ κατεκράτησε καὶ αὐτοῦ τὸ σῶμα ἐξώγκωτο), τό τε συγγενὲς ἀπεῖργε τὴν ἐκστρατείαν αὐτῷ παρακλήσεσι καὶ οἱ προὔχοντες τῆς βουλῆς οὐκ ἐπῄνουν τὸ βούλευμα. ἀλλ' ἐκεῖνος ζήλῳ ῥωννύμενος καὶ ἀντεπάγων τῇ ἀσθενείᾳ τὸ πρόθυμον ἐπὶ τοὺς Σκύθας [601] χωρεῖ, καὶ ἦν τὸ πρᾶγμα θαύματος ἄξιον. νυκτὸς γὰρ τῇ νόσῳ καταπονούμενος καὶ οὐκ ἂν ἐς αὔριον ἀναστήσεσθαι προσδοκώμενος, ὁ δὲ ἡμέρας ἄρτι φαυούσης ἔφιππός τε ὡρᾶτο καὶ προῄει τῆς στρατιᾶς. ὡς δ' ἐν τοῖς τῶν Σκυθῶν τούτων ὁρίοις ἐγένετο, ἡτοιμάζετο πρὸς ἀντιπαράταξιν. οὔπω δ' ἀλλήλοις τὰ τάγματα συνερρώγεσαν καί τι συμβὰν ἀπόνως τάχα τῷ βασιλεῖ τὴν νίκην προσένειμεν. ὁ γάρ τοι τοῦ Ἀαρὼν ἐκείνου υἱός, ὁ πατρίκιος Ἀλουσιάνος, παρὰ Ῥωμαίοις ὢν ἔτι, προσκεκρουκὼς τῷ κρατοῦντι, ἐπ' οἴκου μένειν καταδεδίκαστο καὶ μήτε προσιέναι πρὸς τὰ ἀνάκτορα μήθ' ὅλως εἰσιέναι πρὸς τὸ Βυζάντιον, εἰ μὴ ἐπιτραπείη τὴν εἴσοδον. ἠθύμει γοῦν διὰ ταῦτα· ἐπεὶ δ' ἐγνώκει τὴν τοῦ ἔθνους ἀποστασίαν καὶ τὴν τοῦ Δολιάνου αἵρεσιν εἰς τὸ ἄρχειν αὐτοῦ, ἀποδιδράσκει μὲν τῆς οἰκίας αὐτοῦ καὶ μεταμφιέννυται, Ἀρμενίου τε στολὴν περιθέμενος ἑαυτῷ καὶ θεράπων εἶναι τοῦ Θεοδωροκάνου πλαττόμενος καὶ ἀπιέναι πρὸς τὸ στρατόπεδον ἔλαθε πάντας καὶ πρὸς Βουλγαρίαν κατήντησεν. ἀλλ' οὐκ αὐτίκα δῆλον ἔθετο ἑαυτόν, προσομιλῶν [602] δέ τισι τοῦ Ἀαρὼν ἀνεμίμνησκε καί "ἆρα" ἔλεγεν "εἴ τις τῶν ἐκείνου παίδων παρῆν, ἔδοξεν ἂν ὑμῖν εἰς τὴν ἔθνους ἀρχὴν προτιμότερος τοῦ νόθου ὁ γνήσιος;" ὡς δὲ πάντες πεποίηντο δι' εὐχῆς τὸ ὑπὸ γνησίου παιδὸς ἄρχεσθαι τοῦ Ἀαρὼν καὶ τὴν βασιλείαν αὖθις εἰς ἀναμφίβολον περιστῆναι ἄνδρα καὶ τῷ πάλαι βασιλείῳ γένει προσήκοντα καθαρῶς, πιστεύει τινὶ τὸ ἀπόρρητον τῶν μᾶλλον εἰδότων τὸ γένος τοῦ Ἀαρών. ὁ δὲ περιεργότερον αὐτῷ ἀνιχνεύσας τὸ εἶδος τοῖς ὀφθαλμοῖς, εἶτα καί τι σημεῖον εἰδὼς προσὸν αὐτῷ ἀναμφίβολον, καὶ τοῦτο ἰδεῖν ἀπαιτεῖ. τὸ δ' ἦν περὶ τὸν δεξιὸν ἀγκῶνα χρῶμά τι μέλαν καὶ θρὶξ δασεῖα περὶ αὐτό. ἰδὼν οὖν καὶ τοῦτο καὶ οὐκέτι ἔχων ἐνδοιαστῶς καταβάλλει μὲν ἑαυτὸν ἐνώπιον τοῦ ἀνδρὸς καὶ τοὺς πόδας αὐτοῦ περιπτύσσεται. διδάσκει δὲ καὶ τοὺς ἄλλους τὸν ἐκ τοῦ βασιλείου γένους αὐτοῖς ἀφικόμενον. καὶ πολλοὶ τοῦ ἀμφιβόλου ἀπορραγέντες τῷ γνησίῳ προσέθεντο, καὶ μεμέριστο ἡ ἀρχή· ὡς δ' οὐ πάντως τῆς βασιλείας αὐτῆς στησομένης, εἰ πρὸς ἀλλήλους οἱ ἀρχηγοὶ διαφέροιντο, κοινοπραγοῦσι καὶ [603] σπένδονται, ἀλλήλους δὲ καὶ ὑπώπτευον καὶ ἐνήδρευον. ἀλλ' ὀξύτερος εὑρέθη ὁ Ἀλουσιάνος πρὸς τὴν ἐπιβουλὴν καὶ τὴν τοῦ Δολιάνου προέφθασε δολιότητα. καὶ πότον ἑτοιμασάμενος καὶ συμπότην παραλαβὼν τὸν συνάρχοντα ἐπιτίθεταί οἱ συμποσιάζοντι καὶ ἐξορύττει τῷ ἀθλίῳ τὰ ὄμματα, καὶ εἰς μίαν ἐντεῦθεν ἀρχὴν τὸ Σκυθικὸν περιίσταται. εἶτα δι' ἀπορρήτων μηνύει τῷ βασιλεῖ βουλεύσασθαι προσχωρῆσαι αὐτῷ, εἰ εὐμενοῦς αὐτοῦ τεύξεται καὶ ἀναλόγων οὐκ ἀμοιρήσει τῶν ἀμοιβῶν. ὁ δὲ τὴν ἔντευξίν τε προσήκατο καὶ ἀξίως ἀμείψασθαι αὐτὸν ἐπηγγείλατο. καὶ ὃς αὐτίκα προσεληλύθει καὶ τετίμητο μάγιστρος. ὁ δὲ βασιλεὺς ἔπεισι τῷ ἔθνει εὐθύς, τὸ δὲ ἄναρχον ὂν καὶ διεσπαρμένον οὐ δυσέργως καταπολεμηθὲν αὖθις τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑπέκυψε, καὶ ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε καὶ κατήγαγε θρίαμβον, αἰχμαλώτους τε πολλοὺς διαγαγὼν ἐν αὐτῷ καὶ τὸν Δολιάνον αὐτὸν πεπηρωμένον τὰ ὄμματα.

   Εἶχε δ' ὁ αὐτοκράτωρ κακῶς καὶ ἤδη τῇ λύσει προσήγγισε τῆς συνθέσεως. καταφρονεῖ γοῦν τῆς ἀρχῆς καὶ ἐκ τῶν [604] βασιλείων μεταχωρεῖ καὶ ἄπεισιν εἰς ὅπερ αὐτὸς πρὸ τῶν τειχῶν τῆς πόλεως ἱδρύσατο ἀσκητήριον, ὃ ἐπὶ τῇ κλήσει τῶν θαυματουργῶν Ἀναργύρων ὠνόμασεν. ἔνθα δὴ γεγονὼς ἐκδιδύσκεται μὲν τὴν ἁλουργίδα καὶ τἆλλα πάντα τῆς βασιλείας γνωρίσματα, κείρεται δὲ τὴν τρίχα καὶ τελεῖται τὴν ἱερὰν τελετήν, ἐνδύεται δὲ τὸ ῥάκος τῆς ἐν Χριστῷ ταπεινώσεως καὶ περιζώννυται τὸ θεῖον δέρας τὸ τῆς ἑκουσίου νεκρώσεως σύμβολον ὁ ἤδη καὶ ἄκων νεκρούμενος. ὡς οὖν ἠγγέλθη τῇ βασιλίσσῃ τὸ γεγονός, πεζῇ τῶν βασιλείων ὑπέξεισι καὶ πρὸς ἐκεῖνον ἀφίκετο. ὁ δὲ ταύτῃ τὰς θύρας ἐπιζυγοῖ καὶ τὴν πρὸς αὐτὸν ἀπείργνυσιν εἴσοδον, οὐκ οἶδα εἴτ' αἰδούμενος ἀνθ' ὧν πρὸς αὐτὴν ἐνεδείξατο εἴθ' ὅλος τῆς μετανοίας γενόμενος καὶ μὴ θέλων εἰς μνήμην ἐλθεῖν τῆς πρὸς ἐκείνην παλαιᾶς διαθέσεως. ἡ μὲν οὖν μὴ ἐντυχοῦσα τῷ Μιχαὴλ ὑπενόστησεν· ὁ δὲ βραχύ τι τῇ μεταθέσει τῆς βιοτῆς ἐπιβιώσας πρὸς τὰς ἀϊδίους μονὰς μετέθετο τὴν ζωήν, μέχρις ἐσχάτης ἀναπνοῆς τὸ πρὸς τὸν βασιλέα Ῥωμανὸν αὐτῷ τολμηθὲν ἀπολοφυρόμενος, βασιλεὺς γεγονὼς ἐπιεικὴς καὶ χρηστός, ὅσον τὸ εἰς αὐτόν, τὸ συγγενὲς [605] δέ οἱ ὥσπερ τις κηλὶς προσεπεφύκει αὐτῷ ῥυπαίνουσά πως τὴν ἐκείνου χρηστότητα. ἱστόρηται δὲ τοῖς μὲν ἐπ' ἔτος ἕβδομον τὸ σκῆπτρον κατασχεῖν τὸ Ῥωμαϊκόν, τοῖς δὲ καί τι τούτου ἐπέκεινα.

   Ἧκε δ' ἡ τῆς βασιλείας ἀρχὴ πρὸς τὸν Καίσαρα, πάντα τοῦ μητραδέλφου αὐτοῦ τοῦ Ἰωάννου ἀνύοντος. ὁ μὲν γὰρ βασιλεὺς Μιχαὴλ Καίσαρα τοῦτον ἐτίμησεν, ὡς προγέγραπται, εἶτα ὥσπερ μεταμελόμενος οὐ χρηστὴν πρὸς ἐκεῖνον ἐτήρει διάθεσιν. ὅθεν καὶ ἔξω που τῆς πόλεως ὥριστο αὐτῷ ἡ καταγωγή, καὶ οὐδ' ἐφεῖτο τούτῳ, εἰ μὴ κελευσθείη, πρὸς τὸν βασιλέα φοιτᾶν. ἐπεὶ δὲ τῶν βασιλείων ὑπεξῆλθεν ὁ αὐτοκράτωρ, ὡς εἴρηται, οἱ ἐκείνου αὐτάδελφοι βασίλειον πλάττονται γράμμα, ἐπιτρέπον ἐκείνῳ τὴν πρὸς τὰ ἀνάκτορα πάροδον. καὶ ὁ μὲν εἰσελήλυθεν· ὁ δὲ πρῶτος τῶν ἀδελφῶν ὁ ὀρφανοτρόφος μὴ δεῖν συνεβούλευσεν ἐπιχειρῆσαι πράξει τινὶ γνώμης τῆς βασιλίδος χωρίς. προσίασι τοίνυν αὐτῇ καὶ τοῖς ἐκείνης ποσὶ τὸν Καίσαρα καταβάλλουσι καὶ προΐσχονται τὴν εἰσποίησιν καὶ πίστεις διδόασι καὶ φρικώδεις ὅρκους ὀμνύουσιν ἦ μὴν τοῦ ὀνόματος [606] μόνου τῆς βασιλείας μετέχειν τὸν Μιχαήλ, ἐκείνης δ' εἶναι τὴν ἐξουσίαν, καὶ ὡς ἀργυρωνήτῳ, εἰ βούλεται, κεχρῆσθαι αὐτῷ. τούτοις ἐκείνην καὶ ἄλλως εὐάγωγον οὖσαν καταγοητεύσαντες καὶ καταθέλξαντες τοῖς μειλίγμασι συλῶσι καὶ τοῦ ἑαυτῶν ποιοῦσι θελήματος. καὶ ἐγχειρίζεται τὸ σκῆπτρον τῷ Μιχαὴλ καὶ ἀναδεῖται τῇ βασιλικῇ στεφάνῃ ὁ ταύτης ἀνάξιος, οὐ μᾶλλον ἐκ γένους, καίτοι τούτου τυχὼν δυσγενεστάτου καὶ ἀφανοῦς (τῶν γὰρ τὰς νῆας καταπιττούντων ἦν αὐτῷ ὁ πατήρ), ὅσον ἐκ τρόπων κακότητος. ἦν γὰρ ὕπουλος μὲν τὴν γνώμην, ἀγνώμων δὲ τὴν ψυχὴν καὶ ἀχάριστος καὶ μήτε συγγενείας θεσμοὺς μήτε φιλίας αἰδούμενος. ἦν δέ οἱ καὶ ἡ γλῶττα πρὸς τὰ βουλεύματα τῆς ψυχῆς ἀσύμφωνος καὶ ἀσύμβατος, ἄλλα ἐνὶ φρεσὶ κεύθοντι, ἄλλα δὲ λέγοντι, καὶ ἐπὶ τούτοις, εἴπερ τις ἄλλος, βάσκανος ὁ ἀνὴρ δουλοπρεπής τε παρὰ τὰς τῶν καιρῶν δυσκολίας καὶ ἀνελεύθερος δύσοργός τε καὶ εὐμετάβολος, οὐκ ἐξ ὀργῆς ῥᾷον μεταβαλλόμενος εἰς πρᾳότητα, ἀλλ' ἐκ χρηστοτέρας διαθέσεως εἰς μῖσος ἐκ τοῦ τυχόντος μεταφερόμενος. ὁ μὲν οὖν τοιοῦτος ὢν ἐπὶ τὸν ἄξονα τῆς βασιλείας ἀνάγεται, τῷ δὲ [607] ὀρφανοτρόφῳ καὶ θείῳ αὐτοῦ καὶ τῷ συγγενικῷ ξύμπαντι ὁ κολοφὼν ἐντεῦθεν ἐπῆκτο τῶν συμφορῶν. οὐ γὰρ ἐπὶ μακρὸν ἐτήρησε τὴν σκηνήν τε καὶ τὴν προσποίησιν, ἀλλ' ἐπί τινας βραχίστας ἡμέρας δεσπότην τὸν θεῖον ὀνομάζων καὶ συνθωκοῦν αὐτῷ ἀξιῶν καὶ πάντα ἐπ' ἐκείνῳ τιθέμενος εἶτα ὑφῄρει τι τῆς τιμῆς, εἶτα οὐκ ἦν αὐτῷ πειθήνιος ἐν τοῖς πλείοσι καὶ ἄλλοτε ἄλλο τι πρὸς τὸν θεῖον ὑποκνίζον αὐτὸν ἐνεδείκνυτο. τῷ δὲ μετέμελε τῆς εἰς τὸν ἀνεψιὸν τοῦτον σπουδῆς, οὐκ εἶχε δ' ὅ τι καὶ δράσειεν ἐξ ἑτοίμου, ἀλλ' ἐβυσσοδόμευε τὸ ἐγχείρημα, τέως δὲ οὐ συνεχῶς προσῄει τῷ βασιλεῖ. διαφορᾶς δὲ πρὸς Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτῷ γενομένης, ᾧ μόνῳ ἐξ ἁπάσης τῆς συγγενείας ὁ Μιχαὴλ προσέκειτο καὶ ἐτίμησε νωβελίσιμον, καὶ τραχυνθέντος ἐκείνου κατὰ τοῦ Ἰωάννου τοῦ βασιλέως ἐνώπιον, ὁ Ἰωάννης τοῖς λόγοις δηχθεὶς καὶ μᾶλλον ὅτι μὴ πρὸς τοῦ βασιλέως διὰ τὰς πρὸς αὐτὸν λοιδορίας ἐπιτετίμητο, ἀπεδυσπέτησέ τε καὶ πόρρω ποι τοῦ ἄστεος γέγονε. τοῦτο δὲ γνωσθὲν πολύ τι τῆς γερουσίας μέρος συνεπεσπάσατο, ὥστε αὐτῷ προσφοιτᾶν, οὐκ εὐνοίᾳ, ἀλλ' ἵν' ἐφ' ἑαυτοὺς τὴν αὐτοῦ [608] εὐμένειαν ἐφελκύσωνται. ἀλλὰ διὰ γραμμάτων αὐτῷ τὴν ὑπεροψίαν ὁ βασιλεὺς προσωνείδισε, τὴν πρὸς ἐκεῖνον συνέλευσιν εὐλαβηθεὶς τῶν πολλῶν, καὶ κακοήθως ἠξίου ἀφίξεσθαι. καὶ ὁ μὲν ᾔει· ὁ δὲ μὴ ἀναμείνας τοῦ θείου τὴν ἄφιξιν πεπόρευτο πρὸς τὸ θέατρον· ἦν γὰρ ἡμέρα ἵπποις ἁμιλλητήριος. ὡς δ' ἐλθὼν ὁ θεῖος οὐχ εὗρε τὸν βασιλεύοντα, ἔτι τῷ θυμῷ ὑπερζέσας, ὡς περιυβρισμένος, ἐπάνεισι. καὶ ὁ βασιλεὺς αὐτῷ τὴν δυσμένειαν εἰς προῦπτον ἐκρήγνυσι καὶ στέλλει νῆα κελεύων αὐτῷ δι' αὐτῆς ἥξειν, δώσοντι λόγους τῆς εἰς ἐκεῖνον ὑπεροψίας· καὶ ὁ μὲν ἔπλει πρὸς τὰ βασίλεια. ὁ δὲ βασιλεὺς ἄνωθεν διά τινος συνθήματος, ὃ τοῖς ἄγουσι τὸν Ἰωάννην προέγνωστο, ἐπέχει τῇ νηὶ τὴν εἰς τὰ βασίλεια πάροδον, αὐτίκα δὲ τριήρης ἐπελθοῦσα λαμβάνει τοῦτον καὶ ὑπερόριον τίθησι. τοιούτοις ἠμείψατο τὸν εὐεργέτην ὁ δι' ἐκείνου Καῖσαρ, εἶτα καὶ βασιλεὺς γεγονώς. ἐπεὶ δ' ἐκεῖνον ἐκ μέσου πεποίηκε, μέτεισι τὸ συγγενὲς καὶ ἄνδρας οὐχὶ τῇ τῆς φύσεως μόνῃ δηλωτικῇ σημασίᾳ, ἀλλὰ καὶ τῇ σημαινούσῃ τοὺς γήμαντας καὶ τοὺς εἰς ἀνδρῶν ἡλικίαν ἐλάσαντας ὑπηνήτας ἤδη καὶ παίδων γεγονότας [609] πατέρας τῶν παιδογόνων μορίων ἀποστερεῖ καὶ ἐκτομίας ἐργάζεται.

   Ὡς δὲ κατὰ τοῦ ὁμογενοῦς αἵματος τοιοῦτον ἤρατο τρόπαιον, ἕνα ἔτι περιλελεῖφθαι αὐτῷ ἐνόμιζεν Ἡράκλειον ἄεθλον τὸ καὶ τὴν βασιλίδα ἀποσκευάσασθαι, καὶ πρὸς τοῦτον λοιπὸν ἀποδύεται, ἐνάγοντα πρὸς τοὖργον καὶ τὸν θεῖον ἔχων Κωνσταντῖνον καὶ παραθήγοντα. λογοποιεῖ τοίνυν ὁ δυσγενέστατος παῖς κατὰ τῆς εὐγενεστάτης μητρὸς καὶ συμπλάττει κατ' αὐτῆς αἰτιάματα φαρμακόν τε καλεῖ καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ τῆς ἀθῴου κατηγορεῖ. καὶ τί δεῖ κύκλους ἑλίττειν; ἐξωθεῖ τῶν βασιλείων αὐτὴν καὶ περιορίζει τῇ νήσῳ τῇ λεγομένῃ τοῦ Πρίγκιπος καὶ τέλος ἀποκείρει τὴν εὐεργέτιν καὶ μεταμφιέννυσι καὶ ἀντὶ τῆς ἐκ πενταγονίας προσηκούσης αὐτῇ πορφύρας ἐνδιδύσκει τριβώνιον. καὶ ὁ μὲν ὡς ἤδη τὸ πᾶν ἠνυκὼς ἔχαιρέ τε καὶ γαῦρος ὦπτο καὶ παιδιαῖς ἑαυτὸν ἐπέδωκε καὶ τρυφαῖς· ἡ δὲ [610] δίκη οὐκ ἐπενύσταξεν, ἀλλ' αὐτίκα μετῆλθε τὸν ἀλιτήριον. ὡς γὰρ τὸ περὶ τὴν βασιλίδα δρᾶμα τοῖς ἐν τῇ πόλει κεκήρυκτο, κατήφειαν ἦν ὁρᾶν παρὰ πᾶσι καὶ σκυθρωπότητα, καὶ ὡς ἐν οἰκείᾳ συμφορᾷ διετίθετο ἕκαστος, εἶτα καὶ φανερῶς ἐλοιδοροῦντο τῷ τυραννήσαντι. αἱ δὲ γυναῖκες καὶ θρήνους συνίστων, ἀνακαλούμεναι τὴν βασίλισσαν. καὶ τέλος εἰς στάσιν φανερὰν ἀνερράγησαν οἱ τῆς πόλεως ξύμπαντες. καὶ ἵνα τὸν τολμητίαν τιμωρήσωνται, οὐδεὶς ἐφείδετο τῆς οἰκείας ζωῆς, ἀλλ' ἕκαστος τῷ προστυχόντι τὴν δεξιὰν ὁπλίσας συνέθεον ἐπὶ τὰ ἀνάκτορα. τὸν δὲ πρῶτον μὲν οὐ πάνυ τι τὸ τοῦ πλήθους συγκίνημα ἐθορύβησεν, εἶτα τὸν δῆμον ὁρῶν ἐκμαινόμενον εἰς λόχους τε συνιστάμενον καὶ τὸν λαὸν ἐπιρρέοντα, τοὺς δὲ περὶ αὐτὸν ἀμφιβόλους ταῖς γνώμαις κατανοῶν (κἀκείνοις γὰρ τὸ περὶ τὴν βασίλισσαν μεμίσητο τόλμημα), περιδεής τις καὶ ἐναγώνιος γέγονεν. ἀλλά τι μικρὸν τὴν ἀγωνίαν αὐτῷ ὁ νωβελίσιμος ἐπεκούφισεν. οἴκοι γὰρ ὢν καὶ τὴν στάσιν μεμαθηκώς, τοὺς περὶ αὐτὸν ὁπλίσας (πολλοὶ δ' αὐτῷ παρετρέφοντο) διὰ μέσης τῆς ἀγορᾶς παριὼν ἀπῆλθεν εἰς τὰ βασίλεια· καὶ αὐτίκα στέλλουσι τοὺς ἐπανάξοντας τὴν βασίλισσαν, τοῖς δὲ στασιώταις [611] ἀντέστησάν τινας ἐκ τἀφανοῦς βέλη κατ' αὐτῶν ἀφιέντας καὶ λίθους ἐκ σφενδονῶν, ἐξ ὧν οὐ βράχιστοι ἀνῃρέθησαν. ἤδη δὲ τὴν βασιλίδα ἀνακομισθεῖσαν στήσαντες ἐπὶ μετεώρου ἐν τῷ θεάτρῳ τοῖς στασιάζουσιν ἐπεδείκνυον, ἵνα δῆθεν αὐτοῖς κατευνασθῇ ὁ θυμός, ἀνακληθεΐσης τῆς σφετέρας δεσπότιδος. τοῖς δὲ τοῦτο μᾶλλον ἀνῆψε τὸν θυμὸν καὶ ἐξέκαυσε τὴν ὀργήν. ὡς γὰρ μετημφιεσμένην αὐτὴν ἑωράκεισαν, ἐπὶ πλέον ἀνερρώγεσαν εἰς τὸν πόλεμον καὶ τῆς κακοηθείας τὸν τυραννοῦντα μισήσαντες ἀφίστανται μὲν τῆς βασιλίδος Ζωῆς, πρὸς δὲ τὴν Θεοδώραν τὴν ταύτης σύγγονον τρέπονται, ἤδη προμετασχηματισθεῖσαν κἀκείνην παρὰ τῆς ἀδελφῆς, ὡς ὁ λόγος φθάσας ἐδίδαξε, καί τινα τῶν αὐτῆς θεραπόντων παραλαβόντες πατρῴων ἀφίκοντο ἐπ' αὐτήν· καὶ ταύτην τῆς κατοικίας ἐξαγαγόντες καὶ οἷον περὶ αὐτὴν συνασπίσαντες εἰς τὸ μέγα τέμενος ἄγουσι τῆς τοῦ θεοῦ λόγου Σοφίας, καὶ παρὰ πάντων τῶν τε τῆς βουλῆς καὶ τῶν τοῦ δήμου καὶ αὐτῶν τῶν τῆς ἐκκλησίας ἡ Θεοδώρα [612] βασιλὶς ἀνηγόρευτο. τοῦτο πᾶσαν ἐλπίδα τῷ Μιχαὴλ καὶ τοῖς περὶ ἐκεῖνον ἀπέσβεσε, καὶ δεδιὼς περὶ τῇ ζωῇ τῶν βασιλείων μεθίσταται καὶ νηὶ τῶν βασιλικῶν ἐμβεβηκὼς αὐτὸς καὶ ὁ νωβελίσιμος εἰς τὴν περιώνυμον ἀπῆλθον τοῦ Στουδίου μονήν, τὰ μὲν τῆς βασιλείας γνωρίσματα ἀποθέμενος, μοναστοῦ δ' ἑαυτῷ περιθέμενος ἄμφια. ἐπεὶ δ' ἐγνώσθη τοῦτο τῷ δήμῳ, οὐκ εἶχον ὅπως ἐκ τῆς χαρᾶς κατάσχωσιν ἑαυτούς, καὶ ἐπ' ἐκεῖνον συνέθεον. ἤδη δὲ κλινούσης ἡμέρας, οἱ περὶ τὴν Θεοδώραν δείσαντες μὴ ἡ βασιλὶς Ζωὴ αὖθις τὸν ἐκβεβλημένον ἀνακαλέσηται, ἵνα μὴ ἡ ἀδελφὴ αὐτῇ συγκοινωνήσῃ τῆς βασιλείας, στέλλουσι τοὺς τὰ ὄμματα καὶ ἀμφοῖν ἐξορύξοντας. οἱ μὲν οὖν ἐξ αὐτοῦ τοῦ θυσιαστηρίου τῆς τοῦ Στουδίου μονῆς ἐκσπασθέντες ἀπήγοντο· τὸ δὲ πλῆθος συρρεῦσαν περὶ αὐτοὺς ἐνύβριζόν τε καὶ ἐπετώθαζον καὶ μέλη συντιθέντες ἐπετραγῴδουν αὐτοῖς. ὡς δ' ἧκον ἐπὶ τὸ Σίγμα (τόπος δ' ἐστὶ κεκλημένος τουτί), ἐκεῖ τοὺς ὀφθαλμοὺς ἐξεκόπησαν, ὁ μὲν Κωνσταντῖνος γενναίως φέρων τὴν συμφοράν, ὁ δὲ Μιχαὴλ θεοκλυτῶν τε καὶ ὀδυρόμενος. ἐπεὶ δὲ καὶ ἄμφω [613] σκότος ἐκάλυψε, πρὸς τὴν Θεοδώραν οἱ τὴν πήρωσιν ἐκείνοις σχεδιάσαντες ἐπανήλθοσαν, ἔτι τῷ μεγάλῳ τεμένει προσμένουσαν. ἡ δὲ Ζωὴ ἐτύγχανε περὶ τὰ βασίλεια. ἦν μὲν οὖν αὐτῇ τὸ βουλόμενον μὴ προσήσεσθαι τοῦ κράτους κοινωνὸν τὴν ὁμαίμονα· ἐζηλοτύπει γὰρ ἐκτόπως. ἀλλ' οἱ τῆς γερουσίας καὶ ἄμφω σεβόμενοι, τὴν μὲν ὡς βασιλίδα σφῶν ἐκ μακροῦ, τὴν δὲ ὡς ἄρτι ἀναρρηθεῖσαν καὶ τοῦ καταλυθῆναι τὴν τυραννίδα γενομένην αἰτίαν, πείθουσι τὴν πρεσβυτέραν κοινωνὸν τοῦ κράτους προσειληφέναι τὴν ἀδελφήν. ἥκει τοίνυν καὶ ἡ Θεοδώρα πρὸς τὰ βασίλεια καὶ συμμετέχει τοῦ κράτους τῇ ἀδελφῇ· ἐντεῦθεν ὑπερορίαν οἱ πηρωθέντες τοὺς ὀφθαλμοὺς κατακρίνονται, τῆς βασιλείας αὐτοῖς ἐπὶ μῆνας τέσσαρας καὶ πέντε ἡμέρας συσταλείσης, ὡς εἴθε γε καὶ ἐπὶ βραχύτερον.

   Κατηντήκει τοίνυν περὶ τὴν γυναικωνῖτιν ἡ τῶν Ῥωμαίων ἀρχή, καὶ οὐδέν τι περὶ ταύτας νενεωτέριστο, ἀλλὰ πάντες αὐταῖς ὑπεῖκον, τό τε τῆς γερουσίας ἔξοχον καὶ τὸ τοῦ στρατηγίου ἐπισημότατον. αἱ δ' ἄμφω ἐκάθηντο ἐπὶ βήματος καὶ πᾶσα περὶ αὐτὰς ἐτελεῖτο ἡ τελετὴ ἡ βασίλειος καὶ τῇ δορυφορίᾳ τὸ ἐπὶ τῶν βασιλέων σχῆμα τετήρητο, καὶ οἱ τῆς πρώτης [614] βουλῆς καὶ οἱ ἐν τέλει σὺν αἰδοῖ παρειστήκεισαν ξύμπαντες. καὶ ζητήσεις δικῶν καὶ λύσεις δημοσίων ἀμφισβητήσεων ἐντυχίαι τε πρεσβευτῶν καὶ ἀρχαιρεσίαι καὶ τἄλλα τὰ τῇ βασιλείᾳ προσήκοντα ἐγίνοντο παρ' αὐταῖς. ἀλλ' εἴτε φόβος μὴ τῇ ἀδελφῇ μόνῃ περισταίη τὰ τῆς ἀρχῆς (ὑπεψιθυρίζετο γάρ τισιν αὐτῇ μᾶλλον προσήκειν τὰ τῆς ἀρχῆς, ἅτε καὶ τῆς τοῦ τυραννήσαντος καθαιρέσεως αἰτίᾳ), εἴτ' ἀνδρὸς ἐπιθυμία καὶ μίξεως ἀνέπεισαν τὴν Ζωὴν ἐπεισαγαγεῖν τοῖς βασιλείοις τὸν βασιλεύσοντα καὶ αὐτῇ συμβιώσοντα. καὶ ἤχθη μὲν ὁ Δαλασσηνὸς Κωνσταντῖνος, ὡς ἐπ' ἄλλο τι μετακεκλημένος. ἀποτομώτερον δὲ τοῖς λόγοις χρησάμενος καὶ τὸ ἦθος φορτικός τις δόξας καὶ δυσχερὴς ἀπεδοκιμάσθη. εἶτα ἐπ' ἄλλον ἀπένευσεν οὔτε τῶν ἄγαν ὄντα εὐπατριδῶν οὔτε τῶν ἐν ἀξίαις λαμπροτέραις ἐξητασμένων οὔτε τῶν ἐν περιφανέσιν ἀρχαῖς, τὸ δὲ εἶδος ἄξιον τυραννίδος καὶ οἷον πρὸς ἔρωτας ἐφελκύσασθαι καὶ μὴ μαχλοσύνῃ προσκειμένην ψυχήν. ἐπ' ἐκεῖνον οὖν ὅλοις ἱστίοις ἔπνευσεν ἡ βασίλισσα, ἀλλ' ἠκύρωσε τὰς ψήφους αὐτῇ νόσος ἀθρόον τὸν ἄνδρα τῆς ζωῆς ἐξαρπάσασα. ὑπωπτεύθη δὲ καὶ ἡ συνοικοῦσα [615] τούτῳ τὸν θάνατον σχεδιάσασα καὶ φάρμακον αὐτῷ διὰ ζηλοτυπίαν κεράσασα δηλητήριον, ἵνα μὴ ἔτι ζῶντος στερήσοιτο τοῦ ἀνδρὸς καὶ ὁρῴη ἑτέραν αὐτῷ παριαύουσαν. ὁ μὲν οὖν οὕτω τῶν ἐλπίδων ἐκπέπτωκε καὶ τῆς ὁρμῆς ἡ βασίλισσα. αἱ δὲ ψῆφοι πρὸς τὸν Μονομάχον Κωνσταντῖνον ἀπέκλιναν, ἄνδρα καὶ εὐγενέτην καὶ τῶν ἐπισήμων καὶ κηδεστὴν τῷ βασιλεῖ Ῥωμανῷ ἐπ' ἀδελφόπαιδι χρηματίσαντα (ταύτῃ γὰρ κατὰ δευτέρους γάμους ὡμίλησε) καὶ τὴν ὥραν ὑπέρλαμπρον. τούτῳ οὔπω μὲν μεγαλοπρεπές τι ὁ βασιλεὺς Ῥωμανὸς ἐνεδείξατο, διὰ δέ γε τὴν πρὸς αὐτὸν ἀγχιστείαν περὶ τὰς βασιλείους αὐλὰς ἀνεστρέφετο κἀντεῦθεν συνήθης τῇ βασιλίδι ἐγένετο· κἀκείνη φιλίως πρὸς τὸν ἄνδρα διέκειτο καὶ ᾠκειοῦτο αὐτὸν καὶ χάρισιν ἐδεξιοῦτο πολυταλάντοις, οἷα ἐκείνη τὴν χεῖρά τε ἀφειδὴς καὶ βασιλικὴ τὴν προαίρεσιν, ὥστε ταῦτα τοῖς κακοήθεσι καὶ λοιδορίας κατ' αὐτῶν ἐγένετο ἀφορμή. ὅθεν ὁ μετὰ τὸν Ῥωμανὸν αὐτοκράτωρ ὁ Μιχαήλ, οὐκ ὢν τῶν λεγομένων ἀνήκοος, βασιλεύσας εἰς Λέσβον περιορίζει τὸν ἄνδρα ἐπ' αἰτίαις δή τισι πεπλασμέναις, τὸ δ' ὅλον ἦν τὸ ζηλότυπον. καὶ ἦν τὸν ἅπαντα χρόνον τῆς βασιλείας τοῦ Μιχαὴλ ὑπερόριος καὶ οὐδὲ τοῦ δευτέρου [616] Μιχαὴλ εὐμενεστέρου τετύχηκεν. ἐπεὶ δὲ τὸ κράτος ἐπανῆλθεν εἰς τὴν Ζωήν, λύεται μὲν τῆς ὑπερορίας ὁ ἄνθρωπος καὶ ἤγετο πρὸς τὴν τῶν πόλεων βασιλεύουσαν. ὡς δ' ἐγγὺς ἐγεγόνει, ἐπεσχέθη τοῦ πρόσω, καί τις ἐκ τῶν βασιλείων πεμφθεὶς καὶ περὶ τὸν ἐν Δαμοκρανείᾳ τοῦ ἀρχιστρατήγου ναὸν αὐτῷ ἐντετυχηκὼς στολὴν αὐτῷ ἐνδιδύσκει βασίλειον, καὶ σὺν δορυφορίᾳ βασιλικῇ ἐκεῖθεν ἀπάρας εἰσεληλύθει τὴν βασιλεύουσαν. καὶ τελεῖται μὲν τοῖς βασιλεῦσι παρά του τῶν ἱερέων ἡ ἱεροτελεστία ἡ γαμική· ὁ γὰρ πατριάρχης Ἀλέξιος διὰ τὴν τριγαμίαν ηὐλαβήθη τὴν ἐπὶ τῇ συναφείᾳ τελετὴν αὐτουργῆσαι αὐτοῖς. τῇ δ' ἑξῆς τὴν ἐπὶ τῷ βασιλείῳ στέφει μεταχειρίζεται τελετήν, καὶ ἀναδεῖται ὁ Μονομάχος καὶ τὸ σκῆπτρον τὸ Ῥωμαϊκὸν ἐγχειρίζεται.

   Ἐντεῦθεν ἡ μὲν τῶν αὐταδέλφων ἀρχὴ τέλος ἔσχεν, ἐπὶ τρίτον διαρκέσασα μῆνα, ἡ δὲ τῶν κοινῶν διοίκησις πρὸς τὸν Μονομάχον μετέπεσε. καὶ ὃς αὐτίκα οὐ σὺν λόγῳ οὐδὲ μετά τινος ἔμφρονος οἰκονομίας οὔτε τὰς τῶν ἀξιωμάτων ἐποιεῖτο τιμὰς οὔτε τὰς τῶν χρημάτων διανομάς, ἀλλὰ καὶ τὰς τιμὰς χύδην παρεῖχε καὶ οἷς μὴ προσῆκεν αὐτὰς ἐχαρίζετο καὶ τοὺς [617] βασιλικοὺς θησαυροὺς εἰ αὐθημερὸν ἐκκενωθῆναι συμβέβηκεν, οὐδὲν αὐτῷ τι πρᾶγμα λελόγιστο. τοῖς γε μὴν ἰδιωτεύοντι προσκεκρουκόσιν αὐτῷ ἀφῆκεν ἅπασι τὰς αἰτίας καὶ ἐμηνία τούτων οὐδέ τινι· ἡδυπαθείαις δ' ἑαυτὸν ἐκδέδωκε καὶ τρυφαῖς, τὸ μὲν τὴν ἐκ τοῦ σάλου τῶν συμφορῶν ἀηδίαν ἀποπτύσαι πειρώμενος, ἄρτι πρὸς ἄκλυστον τάχα λιμένα κατάρας τὴν ἀρχὴν τὴν βασίλειον, τὸ δέ τι ταῖς βασιλίσσαις χαριζόμενος καὶ γλυκυθυμίας αὐταῖς μνώμενος ἀνειμένων οὔσαις ἠθῶν. λόγοις δὲ προσεῖχεν ἢ μᾶλλον τοῖς λόγους μετιοῦσι καὶ δόξαν ἔχουσι λογιότητος, αὐτὸς τῶν λόγων ἄκρῳ μόνῳ δακτύλῳ τὸ τοῦ λόγου γευσάμενος.

   Τὰ μὲν οὖν περὶ τὰ βασίλεια οὕτως εἶχε, τὰ δ' ἐκτὸς οὐκ εὐτυχῶς τοῖς Ῥωμαίοις ἐφέρετο. ἀποδρὰς γάρ τις ἐκ Βυζαντίου Σκύθης ἀνήρ, Βοϊσθλάβος ὀνομαζόμενος, καὶ χεῖρα περὶ αὐτὸν συλλέξας κἀν τοῖς ὄρεσι τοῖς Ἰλλυριοῖς ἐμφωλεύων ὥς τις ἄγριος θήρ, τὰ πρόσοικα τοῖς ὄρεσι τούτοις ἔθνη καὶ Ῥωμαίοις ὑπήκοα ἐληίζετο, Τριβαλλούς τε καὶ Σέρβους καὶ ὅσοι τούτοις ὁμογενεῖς. ὡς δ' οὖν ἠγγέλη τοῦτο τῷ βασιλεῖ, γράφει [618] τῷ εἰς τὸ Δυρράχιον ἄρχοντι τῷ Στεφάνῳ συμβαλεῖν· καὶ τοῦτο γὰρ ὁ Βοϊσθλάβος ὠνόμαστο. ὁ δὲ ἀτέχνως ἐγχειρήσας τῇ πρὸς ἐκεῖνον μάχῃ (ἦν γὰρ στρατηγικῆς ἐμπειρίας ἀμέθεκτος), μεγάλης τοῖς μετ' αὐτοῦ στρατευομένοις ἐγένετο παραίτιος συμφορᾶς, αὐτὸς μὲν μόλις μετὰ βραχέων σωθείς, τὸ δ' ἄλλο στράτευμα σύμπαν καταστρώσας ἐκεῖ, μηδὲ χειρὶ δυνάμενον χρήσασθαι καὶ τοὺς ἀναιρέτας ἀμύνασθαι.

   Τὰ μὲν οὖν κατὰ τὸ Ἰλλυρικὸν τοῦτον ἔσχε τὸν τρόπον· ὁ δὲ Μονομάχος (εἰς τὰ κατ' οἶκον γὰρ αὐτῷ πάλιν ὁ λόγος ἐμφιλοχωρησάτω), ἐπεὶ καὶ ἡ δευτέρα σύνοικος αὐτῷ ἐτεθνήκει, εἰς τρίτον μὲν γάμον ἀποκλῖναι οὐκ ἔκρινεν, ἀνεψιᾷ δὲ τῆς αὐτοῦ γαμετῆς χηρείᾳ συζώσῃ, λάθρᾳ μὲν πρῴην, εἶτα καὶ εἰς τοὐμφανὲς συνεφθείρετο. ἡ δὲ καὶ νέας ἦν ἡλικίας καὶ κάλλους εἶχε τοῦ σώματος περιττῶς καὶ γένους ἐπιφανῶς· ἐξέφυ γὰρ τοῦ σπέρματος τῶν Σκληρῶν. οὕτω δ' ἀλλήλοις ἐνετετήκεσαν καὶ οὕτω σφίσιν ὁ ἔρως ἐγκέκαυτο ὡς εἰ μὴ συνεῖεν ἀλλήλοις, μηδὲ ζῆν δοκεῖν μηδ' ἀνέχεσθαι. διὸ καὶ ὑπερορίαν, ὡς [619] εἴρηται, καταδικασθέντι τούτῳ τῷ βασιλεῖ κἀκείνη τῶν πάντων ἑαυτὴν ὑπερώρισεν, ἵν' ὁρῴη τὸν ἐρῶντά τε καὶ ἐρώμενον καὶ μὴ εἴη αὐτοῦ ὑπερόριος· καὶ συναπῄει τἀνδρί, πάντα γινομένη αὐτῷ καὶ τὴν συμφορὰν ὡς οἷόν τε συνεπικουφίζουσα κἀκ τῶν οἰκείων χορηγοῦσα τούτῳ, ἵνα μὴ πρὸς τοῖς ἄλλοις λυπηροῖς ἐνδείᾳ πιέζοιτο· ἔτρεφε γὰρ κἀκείνην ἡγεμονίας ἐλπίς. ἐπεὶ δ' ἐκεῖνος εἰς τὴν τῆς βασιλείας ἤρθη περιωπήν, τῇ δὲ αἱ ἐλπίδες οὐκ ἐκβεβήκεσαν, οὐκ ἠμνημόνησε τῆς γυναικὸς οὐδ' ἐν τῇ εὐκαιρίᾳ ὁ βασιλεύς, ἀλλὰ προσάγει λόγους τῇ βασιλίδι περὶ αὐτῆς καὶ ἀξιοῖ ἀνακληθῆναί τε τὴν γυναῖκα καὶ τυχεῖν εὐετηρίας τινός. ἡ δὲ οὐκ ἀνένευσεν· ὅ τε γὰρ χρόνος παρήνεγκεν αὐτῇ τὸ ζηλότυπον, ἤδη τυγχανούσῃ παρήλικι, καὶ οἱ συμβεβηκότες αὐτῇ πειρασμοὶ μετριωτέραν εἰργάσαντο. ἀνάγεται τοίνυν ἐκ Μιτυλήνης ἡ Σκλήραινα, καὶ οὐκ εὐθὺς αὐτῇ περιφανὴς κατοικία ἡτοίμαστο, ἀλλ' οὐδὲ θεραπεία ἁβρά. τοῦ χρόνου δὲ προϊόντος καὶ βασίλειος αὐτῇ δορυφορία νενέμητο καὶ ὁ οἶκος αὐτῇ μετεσχημάτιστο εἰς ἀνάκτορον. οἶκον γὰρ οἰκεῖον οἰκοδομεῖν ἐσχηματίσατο τὴν ἐκείνης [620] καταγωγήν, ἵνα θαμὰ πρὸς ἐκείνην ἀπίοι, ὡς δή τι τῶν δομουμένων ὀψόμενος. μέχρι μὲν οὖν τινος ἐσκηνοποίει τὸν ἔρωτα καὶ ὥσπερ ἠρυθρία πρὸς τὸ γινόμενον. εἶτα καὶ τὴν αἰδῶ καὶ τὴν σκηνὴν ἀποτίθεται καὶ τῇ γυναικὶ συνῆν οὐχ ὡς παλλακῇ οὐδ' ὡς ἡμιγάμῳ, ἀλλ' ὡς ἐμφανῶς ξυνευνέτιδι. καὶ αὐτῇ ἐκ τῶν βασιλικῶν ταμείων καθ' ἑκάστην ἐπέρρει τὰ χρήματα κατὰ ποταμοὺς καὶ φλέβες ἀνεστομοῦντο χρυσίτιδες, καὶ ἀπαρακαλύπτως αὐτῇ προσεφοίτα ὁ βασιλεύς. ἀλλὰ δεινὸν ἡγούμενος εἰ μὴ καὶ συμβιῴη αὐτῇ καὶ συνοικοίη διὰ παντός, μετάγει ἐκεῖθεν τὴν γυναῖκα πρὸς τὰ βασίλεια, τῇ βασιλίδι περὶ τούτου πρότερον κοινολογησάμενος καὶ πείσας μὴ δυσχερᾶναι πρὸς τὸ γινόμενον. μᾶλλον μέντοι καὶ φιλίας ὅρκια λέγεται παρὰ τοῖν γυναίοιν ἀμφοῖν τελεσθήσεσθαι, τοῦτο τοῦ αὐτοκράτορος ἀξιώσαντος. τετίμητο δὲ ἡ γυνὴ Σεβαστή, αὐτῇ πρώτῃ τῆς πρῴην βασιλικῆς ἀπονεμηθείσης τιμῆς· καὶ ὠνομάζετο δέσποινα. καὶ ἡ βασιλὶς ἐπὶ τούτοις οὔτ' ἐμηνία οὔτ' ἤχθετο, μέσον δὲ σκηνοῦντος τοῦ βασιλέως ἑκατέρωθεν ᾤκουν παραλλὰξ ἡ βασιλὶς καὶ ἡ Σεβαστή. καὶ οὔποτε ἡ Αὐγούστα προσῄει τῷ βασιλεῖ, εἰ μὴ τῆς ἐρωμένης μεμονῶσθαι τοῦτον ἀπηκριβώσατο.

[621] ἀλλ' οὕτως ἔχουσα καὶ εἰς τόσον εὐκληρίας ἀρθεῖσα καὶ μείζονας δ' ἐλπίδας παρ' ἑαυτῇ θάλπουσα ἀθρόον ἀναρπάζεται νόσῳ καὶ θνήσκει, μέγα πένθος καταλιποῦσα τῷ βασιλεῖ.

   Καὶ ἡ μὲν ἀπῆλθε, τῷ δὲ βασιλεῖ πόλεμος ἐπῆλθεν ἐμφύλιος. ὁ γάρ τοι Μανιάκης Γεώργιος, ἀνὴρ καὶ τὴν ψυχὴν ἀνδρειότατος τὴν χεῖρά τε γενναιότατος καὶ στρατηγεῖν δεξιώτατος, παρὰ ταῖν βασιλίδαιν, ὅτ' ἐκεῖναι τοῖς τῆς βασιλείας πράγμασιν ἐφειστήκεσαν, εἰς Ἰταλίαν πεμφθεὶς πολεμησείων τοῖς αὐτῇ ἐπεμβαίνουσι καὶ ταύτης οἰκειωσαμένοις ἔνια καὶ τῇ τῶν Ῥωμαίων αὖθις ἡγεμονίᾳ ἐπανασώσων αὐτά, τοῖς τῶν Ῥωμαίων ἀντιπολέμοις ἀντικαθίστατο. ἐπεὶ δὲ εἰς τὸν Μονομάχον ὁ τῆς βασιλείας ἄξων μετακεκύλιστο καὶ ὁ Σκληρὸς Ῥωμανός (ἀδελφὸς δ' ἦν ὁ ἀνὴρ τῆς ἐρωμένης τῷ βασιλεῖ) μέγα δεδύνητο διὰ τὴν ὁμαίμονα καὶ μάγιστρος καὶ πρωτοστράτωρ τετίμητο, τῷ κατὰ τὸ θέμα τῶν ἀνατολικῶν οἴκῳ τοῦ Μανιάκη ἀρχιτερμονῶν κακῶς διετίθει τὰ τοῦ ἀνδρός, μνησικακῶν ὅτι πρῴην διαφερόμενος ἐκείνῳ κατεπονεῖτο. λέγεται δὲ καὶ τῆς εὐνῆς ἐπιβῆναι τοῦ Μανιάκη. ταῦτα τῷ ἀνδρὶ [622] ἀγγελλόμενα εἰς θυμὸν ἐκίνει αὐτὸν καὶ ἄχος ἐνεποίει πολύ· εἶτα καὶ τὴν ἀρχὴν ἀφαιρεῖται, καὶ τοῦτο κατεργασαμένου τοῦ Ῥωμανοῦ. ἐννοῶν τοιγαροῦν ὡς εἰ πρὸς τὴν Κωνσταντίνου ἐπανελεύσεται, οὐ χρηστῶς αὐτῷ διατεθήσεται ὁ κρατῶν διὰ τὸν Σκληρόν, τυραννίδι ἐπιχειρεῖ. καί οἱ ὡς κορυφαιοτάτῳ τῶν στρατηγῶν ἀρηίῳ ἀνδρὶ πολὺ τοῦ στρατιωτικοῦ προσεχώρησεν. ὁ δὲ ἐξ Ἰταλίας πρὸς τὴν ἀντικρὺ ταύτης ἤπειρον πλοίοις ἐμβιβάσας τὸ στράτευμα γίνεται. τοῦτο εἰς θόρυβον τὸν βασιλέα ἐνέβαλε, καὶ γραφὴν ἐγχαράττει τῷ Μανιάκῃ, παντὸς δείματος αὐτὸν ἀπολύουσαν, εἰ τὰ ὅπλα κατάθοιτο, ἐπαγγελλομένην δὲ τὰ χρηστότερα. ὡς δ' ἐκεῖνος ἅπαξ κύβον ἀναρρίψας οὐκέτι τῶν ὅπλων μεθίετο, ἀντιστρατεύει κατ' αὐτοῦ ὁ βασιλεύς. ἐφιστᾷ δὲ τῷ στρατεύματι οὔτινα τῶν γενναίων ἀνδρῶν ἢ τῶν ἐν στρατηγίαις ἐξητασμένων, δεδιὼς μὴ κἀκεῖνος τολμήσειε τὰ αὐτά, ἀλλ' ἐκτομίαν τῶν θαλαμηπολούντων, πιστὸν μέντοι αὐτῷ. ὁ δὲ τὰς δυνάμεις ἀναλαβὼν ἀπῄει, καὶ ὁ Μανιάκης ἔσπευδεν ἀσυντάκτους τοὺς περὶ τὸν ἐκτομίαν καταλαβεῖν. ἐπεὶ δὲ προσέβαλλον ἀλλήλαις αἱ στρατιαί, τὸ μὲν ἐπὶ [623] τῷ πρωταγωνιστῇ, τῷ Μανιάκῃ φημί, τροποῦται τὸ τῶν ἐναντίων στρατόπεδον, τὸ δ' ἐπὶ τῇ τὰ ἡμέτερα διεξαγούσῃ προνοίᾳ ἀθρόον ἀντέστραπτο τὰ τῆς μάχης, καὶ ἥττηντο οἱ περὶ τὸν Μανιάκην. ὡς γὰρ ἐκεῖνος ἐπιὼν τὰς τάξεις διεκλόνει τὰς φάλαγγας καὶ οἷς ἂν ἐνεβόησεν εὐθὺς ἀνεχάζοντο καὶ ὁ συνασπισμὸς διελύετο, αἴφνης πεπληγμένος εὑρέθη καὶ πληγὴν καιρίαν, ἐξ ἧς τὸ αἷμα καταρρέον πολὺ ἀχλὺν αὐτοῦ κατεσκέδασε καὶ πάρεσιν τοῖς μέλεσιν ἐνεποίησεν, ὥστε καὶ τὸν χαλινὸν διεκπεσεῖν τῆς χειρὸς αὐτοῦ, κἀκεῖνον καταβληθῆναι εἰς γῆν ἐκ τοῦ ἵππου, τῆς ἕδρας ἀπολισθήσαντα. ἔκειτο τοίνυν αὐτίκα θανὼν ἔξω τι τοῦ μεταιχμίου βραχύ, καὶ οἱ βασιλικοὶ ἐπελθεῖν τέως αὐτῷ ἐδεδίεσαν. ὡς δ' οἱ ἐκείνου τὸν σφέτερον ἔγνων ἀρχηγὸν πεσόντα, πτοίᾳ ληφθέντες διεσκεδάσθησαν. τότε τῷ κειμένῳ ἐπέδραμον οἱ τῆς ἑτέρας μοίρας καὶ τὴν τοῦ δειλαίου κεφαλὴν ἐκτεμόντες τῷ σφῶν προσήγαγον στρατηγῷ. ὁ δὲ ταύτην αὐτίκα τῷ αὐτοκράτορι πέπομφε, κἀκεῖνος μετέωρον ταύτην ἦρε κατὰ τὸ θέατρον· εἶτα καὶ τοῦ τὸν πόλεμον κατωρθωκέναι δόξαντος ἐκτομίου ἐπανελθόντος μετὰ τῆς στρατιᾶς, θρίαμβος γίνεται, τοῦ βασιλέως ἐν τῷ πρὸς τὴν ἀγορὰν ἐπεστραμμένῳ προτεμενίσματι τοῦ ἐν τῇ Χαλκῇ λεγομένῃ τοῦ Σωτῆρος ναοῦ προκαθημένου μετὰ πολλῆς τῆς λαμπρότητος, ἑκατέρωθεν αὐτοῦ καὶ τῶν βασιλίδων συγκαθημένων.

[624]    Ἀλλὰ τὰ μὲν κατὰ τὸν Μανιάκην ἐν τούτοις τετελευτήκασιν· ἄλλη δ' αὖθις κεκίνητο τυραννίς, ἧς ἦν ἐργάτης Θεόφιλος ὁ Ἐρωτικός. ὃς τὰ κατὰ τὸν δεύτερον Μιχαήλ, τὸν τοῦ πρώτου ἀδελφιδοῦν, μαθὼν καὶ ὡς γυναιξὶν ἡ βασιλεία πεπίστευται, τοὺς Κυπρίους ὑπελθών (τούτων γὰρ ἔτυχεν ἄρχων τότε) ἀποστασίᾳ ἐπιχειρεῖ. οὐ μέντοι τριβῆς τῷ Μονομάχῳ ἐδέησε πρὸς τὴν τούτου καθαίρεσιν· στόλον γὰρ στείλας δι' αὐτοῦ τὸν Ἐρωτικὸν ἐχειρώσατο καὶ τὴν νῆσον ῥᾷον εἰς δούλωσιν ὑπηγάγετο.

   Θνήσκει δὲ ὁ πατριάρχης Ἀλέξιος, ἐπ' ἔτη δέκα πρὸς τοῖς ὀκτὼ καταπολαύσας τοῦ θρόνου τοῦ πατριαρχικοῦ, καὶ Μιχαὴλ ὁ λεγόμενος Κηρουλάριος πρὸς αὐτὸν ἀνθιδρύεται. χρυσίου δὲ κεντηνάρια πέντε καὶ εἴκοσιν ἐκ τῆς τοῦ πατριάρχου Ἀλεξίου μονῆς ὁ Μονομάχος ἀφείλετο, παρ' ἐκείνου τοῦ πατριάρχου θησαυρισθέντα ἐκεῖ. ὅ γε μὴν ἐκτομίας Ἰωάννης, ὁ γεγονὼς ὀρφανοτρόφος, ὁ τοῦ βασιλεύσαντος Μιχαὴλ τοῦ Παφλαγόνος αὐτάδελφος, εἰς Μιτυλήνην τοῦ Μονομάχου κρατήσαντος μεταχθεὶς ἐκεῖ πηροῦται τοὺς ὀφθαλμούς, ὡς μέν τισι δοκεῖ, παρὰ τῆς βασιλίδος Θεοδώρας γνώμης ἄτερ τοῦ αὐτοκράτορος, ὡς δ' ἐνίοις, αὐτοῦ τοῦ κρατοῦντος τοῦτο κελεύσαντος, μηνιῶντος [625] αὐτῷ διὰ τὸ τῆς ὑπερορίας πολυετὲς καὶ ἀναίτιον. ὃς βραχείας ἡμέρας τῇ πηρώσει ἐπιβιώσας τὴν ζωὴν ἐξεμέτρησεν.

   Ἄλλη δ' αὖθις τυραννὶς τῷ Μονομάχῳ δεινοτέρα ἐξυπανέστη. ἡ τοῦ Τορνικίου δ' ἦν αὕτη Λέοντος, ὃς μητρόθεν κατὰ γένος προσῆκε τῷ αὐτοκράτορι. οὗτος τοίνυν τὴν Ὀρεστιάδα οἰκῶν (οὕτω δὲ πάλαι ἡ πόλις ἐκαλεῖτο τοῦ βασιλέως Ἀδριανοῦ) τοὺς Μακεδόνας εἶχε προσέχοντας αὐτῷ ὡς δή τινι κρείττονι. ἦν γὰρ ὁ ἀνὴρ οὔτε τὸ εἶδος φαῦλος οὔτε τὸ φρόνημα· εἶχε δέ τι καὶ ἕτερον ᾧ πρὸς ἑαυτὸν τοὺς πλείστους ἐφείλκετο. ἐχρησμολόγει γὰρ ἡ φήμη περὶ αὐτοῦ, οἷα καὶ περὶ ἄλλων λέγεται μάτην, ὡς τῶν Ῥωμαϊκῶν σκήπτρων ἔσοιτό ποτε ἐγκρατής. πρὸς ὃν ὁ βασιλεὺς οὔτε ὡς αὐτῷ προσήκοντα διετέθειτο, ἀλλὰ μέντοι καὶ ἀπηχθάνετο τῷ ἀνδρί. ἡ δὲ τοῦ κρατοῦντος ὁμαίμων ἡ Εὐπρεπία ᾠκειοῦτό τε καὶ ἐδεξιοῦτο αὐτόν, γυνὴ γενναία τε καὶ σταθηροτάτη τὸ φρόνημα καὶ εἰς τύχης ἐλάσασα περιφάνειαν καὶ εἰς πλούτου δαψίλειαν, ἣ τῷ ἀδελφῷ στερκτέα οὐκ ἦν, ηὐλαβεῖτο δ' αὐτὴν διὰ τὸ περιὸν τῆς φρονήσεως. ἡ δὲ μή τινος ἐξ ἐκείνου τυγχάνουσα τῶν μειζόνων [626] οὔτε συχνάκις αὐτῷ προσῄει καὶ ὑπερηφάνως ὅτε προσελήλυθε προσεφέρετο, διελέγχουσά τε καὶ ὀνειδίζουσα. εἰ δ' ἐπὶ τούτοις ἑωράκει τὸν ἀδελφὸν ὀργιζόμενον, ἀπεδυσπέτει καταφρονητικῶς. ὁρῶν οὖν τὴν πρὸς τὸν Τορνίκην τῆς ἀδελφῆς ὁ βασιλεὺς γνησιότητα ὑπώπτευέ τε καὶ ἐμηνία, καὶ ἵνα πόρρω ἀλλήλων θεῖτο αὐτούς, τῶν ἐν Ἴβηρσι τῇ Ῥωμαίων ἡγεμονίᾳ διαφερόντων αὐτῷ τὴν ἀρχὴν ἀνατίθησι, κατεσχηματισμένην εὐπροσώπως ὑπερορίαν αὐτοῦ καταψηφισάμενος. καὶ ὁ μὲν ἀπῆλθεν· ἡ δέ γε φήμη, ἣ πρὸς μέγα τύχης αὐτὸν ἐξῆρεν ἐν ἐλπίσιν, οὐκ ἔληγε. καί τινες ἐκ τούτου τὸν ἄνδρα πρὸς τὸν βασιλέα διέβαλλον. ὁ δὲ τοῖς λόγοις τούτοις τὴν γνώμην διασεισθεὶς στέλλει καὶ κείρει μὲν τὴν κόμην τῷ Τορνίκῃ, συγκείρειν αὐτῷ ταῖς θριξὶ καὶ τὰς ἐλπίδας οἰόμενος, ῥάκος δὲ μέλαν αὐτὸν ἀμφιέννυσι, ζοφοῦν αὐτῷ νομίζων ἐντεῦθεν τὴν προσδοκωμένην τῆς τύχης λαμπρότητα· οὕτω δ' ἐπανελθόντα μήτ' οἰκτείρας, ἀλλὰ καὶ ἐπικαγχάσας ἀφῆκεν. οἱ δέ γε Μακεδόνες καὶ πρῴην, ὡς εἴρηται, προσκείμενοι τῷ ἀνδρὶ καὶ χρηστὰς ἐλπίδας ἐπ' αὐτῷ θάλποντες, νυκτὸς αὐτὸν ὑπεξαγαγόντες τῆς βασιλίδος [627] τῶν πόλεων ἐς τὴν αὐτῶν μητρόπολιν ἄγουσι τὴν Ἀδριανούπολιν, καὶ σπουδῇ τῶν προστεθειμένων αὐτῷ ταχὺ τὰ πλείω τῶν στρατευμάτων ἐκεῖ συνηθροίσθησαν ἢ καὶ μίσει τῷ πρὸς τὸν αὐτοκράτορα. διά τινας γὰρ αἰτίας οὔτ' ἐκεῖνος καλῶς τοῖς στρατιώταις ἐκέχρητο, ἀλλὰ καὶ ὑποψίας ὑπέτρεφε κατ' αὐτῶν, κἀκεῖνοι διὰ ταῦτα πρὸς ἔχθος κατ' αὐτοῦ ἠρεθίζοντο. ὡς δ' οὖν συνελέγησαν, εὐφημίας αὐτὸν αὐτίκα βασιλικῆς καὶ ἀναρρήσεως κατηξίωσαν. ὁ δὲ σὺν αὐτοῖς εὐθὺς ἔργου εἴχετο καὶ ἀθρόον τῇ βασιλευούσῃ ἐπιφοιτᾷ, καί οἱ προσιόντι προσεφοίτων πολλοὶ καὶ στρατιῶται καὶ ἀστικοί· κἀκεῖνος ταῖς ἐλπίσιν ᾐώρητο, ὡς οὔτινος αὐτῷ ἀντιστησομένου, ἀλλὰ μᾶλλον ἀναπετασόντων αὐτῷ εὐπετῶς καὶ τὰς πύλας τῆς πόλεως, ὅτι τε τὰ ἑῷα στρατεύματα πολέμοις ἐκεῖ προσησχόλητο καὶ ὅτι καὶ οἱ τῆς πόλεως δι' ὀργῆς ἐποιοῦντο τὸν αὐτοκράτορα, ὡς δή τι μὴ κατὰ γνώμην αὐτοῖς προσφερόμενον. τοιαύταις οὖν αἰωρούμενος ταῖς ἐλπίσι στρατοπεδεύεται πρὸ τῆς πόλεως, πολιορκήσων αὐτήν, εἰ μὴ δέχοιτο ἑτοιμότατα. ἕωθεν οὖν παραταξάμενος καὶ ἀγχοῦ τοῦ περιβόλου τῆς πόλεως γεγονὼς περὶ [628] τὰς Βλαχέρνας ἀνοῖξαί οἱ τὰς πύλας ἠξίου τοὺς ἔνδον, ὑποσχέσεσι τούτους πρὸς τὴν πρᾶξιν παραθαρρύνων λαμπραῖς. τῶν δὲ μηδ' ἐπιστρεφομένων αὐτοῦ, ἀλλὰ καὶ χλευαζόντων καὶ πρὸς ἐκεῖνον ἀποσκωπτόντων, ἐπεχείρει τῇ προσβολῇ. ἀντιπαρετάττετο δὲ καὶ ὁ βασιλεὺς στρατιώταις ὀλίγοις καὶ ὄχλῳ δημοτικῷ καί τισιν ἄλλοις ἀνδράσιν ἐνίων τῶν τῆς γερουσίας θεραπεύουσι, τῶν πάντων οὐδ' εἰς ἀκριβῆ συναριθμουμένων χιλιοστύν· καὶ τούτους πρὸ τοῦ περιβόλου στήσας τῆς πόλεως ἀντιμετώπους τοῖς τοῦ τυράννου ᾤετο καταπλήξειν αὐτοῖς τὸ ἀντίπαλον. καὶ αὐτὸς δὲ ὁ αὐτοκράτωρ ἔν τινι τῶν βασιλικῶν θαλάμων προβεβλημένῳ τῶν ἄλλων καὶ ἐπὶ τὸ πρὸ τῆς πόλεως ἐστραμμένῳ πεδίον καθῆστο βασιλικῶς, ἵν' ὁρῴη τοὺς ἐναντίους καὶ ὁρῷτο αὐτοῖς. οἱ δὲ Μακεδόνες βωμολοχίας ὄντες ἐθάδες, ἰδόντες τὸν βασιλέα, οἱ μὲν ἄντικρυς ἐξύβριζον εἰς αὐτόν, οἱ δὲ καὶ χοροὺς συνιστῶντες μέλη τέ τινα σχεδιάζοντες κωμῳδίας ὠρχοῦντο καὶ ᾖδον ταῦτα, τοῖς ποσὶν ἐπικροτοῦντες τὴν γῆν. εἶτα τοῖς ἔξω τοῦ τείχους προβεβλημένοις βασιλικοῖς μοίρας τινὸς ἐπελθούσης τῶν ἐναντίων, οἱ μὲν ἐπὶ τὰς πύλας ὥρμησαν, οἱ δ' ἐπὶ τὴν τάφρον ἐνέπιπτον καὶ ἀπώλλυντο. τοσοῦτον δ' ἅπασι τὸ δέος ἐγένετο ὥστε τούς τε τοῖς [629] τείχεσιν ἐφεστῶτας ἑαυτοὺς ἐκ τούτου καταβάλλοντας φεύγειν καὶ τοὺς τὰς εἰσόδους φρουροῦντας τῆς πόλεως φρούδους αὐτίκα γενέσθαι, μηδὲ τὰς πύλας ἐπιζυγώσαντας. εἰ οὖν εἶχεν ὁ τότε πόλεμος τὸν εἰδότα νικᾶν, οὐδὲν ἦν τὸ κωλῦον εὐθὺς τὸν Τορνίκην ἐντὸς γενέσθαι τοῦ ἄστεος καὶ τέλος ἐπιθεῖναι τῷ ἐγχειρήματι. ἀλλὰ τοῦτο μέν, ἐπεὶ μὴ τῇ ἄνωθεν ἐδέδοκτο διοικήσει, τὸν τυραννοῦντα διέφυγεν. ὁ δέ γε βασιλεὺς μικροῦ ἂν ἐκινδύνευσε· τῶν γάρ τις ἐναντίων τόνδ' ἐπιτοξάζεται καὶ βέλος ἀφίησι κατ' αὐτοῦ, τὸ δ' ἀτευκτῆσαν τοῦ βασιλέως βάλλει μειράκιόν τι τῶν θαλαμηπολούντων. ἀλλ' οὐδ' ἐκείνῳ καιρία γέγονεν ἡ ἐκ τοῦ βέλους πληγή· οἵ γε μὴν περὶ τὸν βασιλέα δείσαντες αὐτίκα μετέστησαν, κἀκεῖνος αὐτὸς ἄλλοσέ πῃ τὸν θῶκον μετήνεγκεν. ὃν δ' εἴρητο τρόπον διαφυγεῖν τὸν Τορνίκην τὸ εὐτύχημα, εἰς τοὐναντίον αὐτῷ τὰ πράγματα περιέτρεψεν. ἥ τε γὰρ πόλις αὖθις ὑπὸ φρουρὰν ἐγεγόνει καὶ ὁ τύραννος αὖθις ἕωθεν προσβαλὼν καὶ ἀποκρουσθεὶς παρὰ βραχὺ καὶ ἀπώλετο ἄν. λίθων γὰρ ἐκ μηχανῆς ταλαντιαίων [630] σφενδονουμένων κατὰ τῶν ἐναντίων, εἷς ἐπὶ τὸν τύραννον ἵετο καὶ τοῦ μὲν οὐ καθίκετο, δειλίαν δὲ κἀκείνῳ καὶ τοῖς περὶ αὐτὸν ἐνεποίησε, καὶ λύσαντες τὴν παράταξιν ὑπενόστησαν εἰς τὴν σφετέραν παρεμβολὴν καὶ οὐκέτι τῇ πολιορκίᾳ ἐπικεχειρήκασιν. ἀλλά τινας βραχείας ἡμέρας προσμείνας ὁ τυραννῶν, ἐπεὶ ἑώρα τοὺς μὲν τῶν οἰκείων προσχωροῦντας τῷ βασιλεῖ, τοὺς δὲ σκιδναμένους καὶ ἐκδιδράσκοντας, ἀπανίσταται μὲν τῆς περὶ τὸ ἄστυ προσεδρείας, ἀπῄει δὲ ὡς εὐπετῶς τῶν Θρᾳκῴων κρατήσων φρουρίων, ἀλλ' ἀπεκρούσθη κἀκείνων. ἐν τοσούτῳ δὲ παρῆσαν αἱ τῆς ἑῴας δυνάμεις ἀνακεκλημέναι παρὰ τοῦ αὐτοκράτορος καὶ κατὰ τοῦ τυραννοῦντος ἀφείθησαν. οἱ δ' αὐτῷ τὴν ἀποστασίαν συγκροτοῦντες ὡς ἔγνων τοῦτο, δείσαντες περὶ σφίσιν, ἀλλὰ καὶ τοῦ τῶν ἑῴων ταγμάτων ἐξάρχοντος παραστρατοπεδευσαμένου τοῖς ἀποστάταις καὶ τοὺς μὲν ὁμιλίαις, τοὺς δὲ καὶ γράμμασι πείθοντος αὐτομολῆσαι τῷ αὐτοκράτορι, πάντες σχεδὸν λιπόντες τὸν τυραννήσαντα προσήνωντο τοῖς βασιλικοῖς, καὶ οὐ τῶν ἀσήμων μόνον ἦσαν οὗτοι στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπιφανῶν καὶ ἐστρατηγηκότων καὶ λαμπρυνθέντων ἀρχαῖς, ἑνὸς μόνου τῶν ἐπισήμων παραμεμενηκότος αὐτῷ τοῦ Βατάτζη. ὡς δ' οὖν ἐγκατελείφθη πρὸς τῶν λοιπῶν ὁ Τορνίκης [631] καὶ πάντοθεν αὐτῷ ἄφυκτος ἦν ἡ κατάληψις, θείῳ ναῷ προσπεφεύγασιν αὐτός τε καὶ ὁ Βατάτζης. ἐκεῖθεν δὲ πεδῆται τῷ Μονομάχῳ προσήχθησαν· ὁ δὲ στέρησιν ἀμφοῖν καταψηφίζεται τοῦ φωτός, καὶ τοῖς μὲν ἐσβέσθησαν εὐθὺς οἱ λύχνοι τοῦ σώματος, ἡ δ' ἀποστασία διελέλυτο τέλεον.

   Μέχρι μὲν οὖν τοῦδε μάχας ἐμφυλίους ὁ λόγος διηγησάμενος μεταβήσεται νῦν πρὸς μάχας βαρβαρικάς. προκείσθω δὲ τῶν ἄλλων τῶν Ῥῶς ἡ ἐπέλευσις. τοῦτο τὸ ἔθνος καὶ ἄλλοτε πλειστάκις κατὰ Ῥωμαίων ἐγένετο, ἡττηθὲν δὲ τέλος καὶ σπονδὰς πεποίητο πρὸς Ῥωμαίους καὶ κῆδος, ἵνα διὰ τὴν ἀγχιστείαν πρὸς ὁμόνοιαν τὰ γένη συνδέοιτο, καὶ παρ' ἀλλήλους ἐφοίτων ἐμπορευόμενοι. ἦσαν γοῦν καὶ τότε Ταυροσκύθαι πολλοὶ παρὰ τῇ Κωνσταντίνου, τὰ ἑαυτῶν ἀποδιδόμενοι καὶ τὰ παρ' ἡμῖν ἐξωνούμενοι. συνέβη δέ τισι τῶν Σκυθῶν ἔριν γενέσθαι πρὸς Ῥωμαίους τινάς, πληγαὶ δ' ἐπηκολούθουν ταύτῃ καὶ τραύματα, τοῖς δὲ παρείποντο θάνατοι καὶ τοῖς θανοῦσι καὶ εἷς τις τῶν ἐπισήμων παρ' αὐτοῖς συνηρίθμητο. τοῦτο τῷ τῆς χώρας ἄρχοντι πρόφασις τῆς καθ' ἡμῶν συγκινήσεως [632] γέγονε, καὶ αὐτίκα πλοῖα συμπηξάμενος, ἃ παρ' αὐτοῖς μονόξυλα λέγονται, σφόδρα πολλὰ καὶ τούτοις ἐμβιβάσας πλῆθος ὑπερεκπῖπτον σχεδόν τι καὶ ἀριθμόν, ἀκήρυκτον Ῥωμαίοις ἐπέσεισε πόλεμον καὶ γίνεται τῆς Προποντίδος ἐντός. ὡς δ' ἔγνω τὴν ἐπέλευσιν ὁ κρατῶν, στέλλει παρ' αὐτοῖς τοὺς πρεσβεύσοντας καταθέσθαι τὰ ὅπλα σφᾶς, ὡς ἑτοίμως τοῦ βασιλέως, εἴ τι γέγονεν αὐτοῖς πρὸς λύπην, ἐξιασομένου καὶ θεραπεύσοντος. ὁ δὲ βάρβαρος ὑπερηφάνως τε τοὺς πρέσβεις ἐδέξατο καὶ λόγους μεγαλαύχους καὶ σοβαροὺς ἐξηρεύξατο καὶ ἀτίμως αὐτοὺς ἀπεπέμψατο. ἀπογνοὺς τοίνυν τὰς σπονδὰς ὁ κρατῶν καὶ αὐτὸς πρὸς ναυμαχίαν παρεσκευάζετο, καὶ ἐπεὶ μὴ ἔτυχε τὸ ναυτικὸν ἐνδημοῦν, πορρωτάτω δ' ὂν φυλακαῖς χωρῶν προσησχόλητο, τριήρεις τινὰς καὶ ὁλκάδας ἄλλας ἑτοιμασάμενος καὶ ταύταις τὸ πῦρ τὸ ὑγρὸν ἐνθέμενος ἄφθονον ἀντέταξε ταύτας τοῖς σκάφεσι τοῖς βαρβαρικοῖς, καὶ αὐτὸς ὁ κρατῶν παρὼν καὶ ἄνω που τοῦ λιμένος καθήμενος. ὡς δὲ τὸ πολὺ τῆς ἡμέρας παρῆλθε καὶ ἠρέμουν οἱ βάρβαροι καὶ τὴν σύνταξιν οὐ διέλυον, τρεῖς τῶν τριηρῶν ἐκέλευσεν ὁ βασιλεὺς τῷ Θεοδωροκάνῳ λαβεῖν καὶ ἀκροβολίσασθαι κατὰ τῶν βαρβάρων, ἵν' αὐτοὺς εἰς πόλεμον ἐπισπάσηται. ὁ δὲ οὐκ ἀκροβολισμοῖς ἐπεχείρησεν, [633] ἀλλὰ καθαρᾷ ναυμαχίᾳ καὶ τινὰ μὲν σκάφη βαρβαρικὰ κατέφλεξε τῷ διύγρῳ πυρί, τινὰ δὲ κατέδυσεν αὔτανδρα, ἓν δὲ κατέσχεν ἔνδον αὐτὸς εἰσπεπηδηκώς, καὶ οὓς μὲν τῷ ξίφει συγκόψας, οὓς δὲ καταπλήξας καὶ δεσμίους ὥσπερ τῷ δέει παρειληφώς. ὡς δ' οὕτω ταῖς τρισὶ τριήρεσι κατευτυχήθη ἡ κατὰ τῶν ἐναντίων ἐπέλευσις καὶ ἄλλαις τῶν ὁλκάδων σύνθημα παρέσχεν ὁ βασιλεύς, καὶ ἀνήγοντο πλείονες· ἃς ὁρῶντες ἐπιούσας οἱ βάρβαροι οὐκέτι μάχης ἐμέμνηντο, ἀλλὰ τὴν σύνταξιν διαλύσαντες πρύμναν ἐκρούσαντο καὶ ὡρμήκεσαν εἰς φυγήν. συνεμάχησε δὲ Ῥωμαίοις τότε καὶ ἄνωθέν τις ῥοπή· πνεῦμα γὰρ ἐξαίφνης σκληρὸν πνεῦσαν ἐξ ἑῴας πρὸς τὰ ἑσπέρια καὶ καταιγίδα κινῆσαν τοῖς τῶν βαρβάρων ἐπήνεκτο σκάφεσι καὶ πολλὰ μὲν ἐπέκλυσε καὶ τῷ βυθῷ παραδέδωκε, πολλὰ δ' ὑφάλοις πέτραις καὶ σκοπέλοις προσήραξε καὶ συνέτριψε. τὰ δέ γε τούτων πληρώματα, τοὺς μὲν τὸ ὕδωρ ἐκάλυψε, τοὺς δὲ σύνταγμα στρατιωτικὸν ἐφεδρεῦον ταῖς ᾐόσι διέφθειρεν. οὕτω δὲ καταπολεμηθέντος τοῦ τῶν βαρβάρων πλήθους ὁ βασιλεὺς τροπαιοφορῶν εἰς τὰ ἀνάκτορα ἐπανέζευξεν.

   Εἷς μὲν δὴ πόλεμος βαρβαρικὸς οὑτοσὶ δεδιήγηται, εἰρήσθω [634] δὲ καὶ ἑτέρα τις συγκίνησις ἔθνους, ἣ τότε τὴν ἑῴαν διέλαβε καὶ μέχρι τοῦ νῦν αὐτὴν ἐπιβόσκεται, τοὺς Τούρκους φημί. εἰσὶ μὲν οὖν οὗτοι γένος τι Οὐννικὸν οἰκοῦν τὰ προσάρκτια τῶν Καυκασίων ὀρῶν, πολυπληθὲς καὶ αὐτόνομον. ἐπεὶ δ' ἡ Περσῶν ἀρχὴ ἢ μᾶλλον ἡ Μακεδόνων, ἣ τὴν Περσῶν βασιλείαν καθεῖλεν, ὑπὸ Σαρακηνῶν καθῄρητο, εἶτα καὶ οὗτοι πρὸς ἀλλήλους στασιάσαντες εἰς ἀντιπάλους μοίρας διῄρηντο καὶ ἀλλήλοις ἐμάχοντο, Μουχούμετ ὁ τοῦ Ἰμβραήλ, Περσίδος ἄρχων καὶ Χορασμίων καὶ Μηδίας καί τινων ἄλλων, πόλεμον ἤρατο κατὰ τοὺς χρόνους Βασιλείου τοῦ βασιλέως κατὰ Βαβυλωνίων τε καὶ Ἰνδῶν, ἡττώμενος δὲ συμμαχικὸν ἐκ Τούρκων μετεπέμψατο· ἦν δὲ τοῖς εἰς συμμαχίαν ἐλθοῦσι τῷ Μουχούμετ στρατηγὸς Ταγγρολίπιξ Μουκάλετ. σὺν τούτοις ὁ Μουχούμετ τοῖς ἀντιθέτοις προσβαλὼν τροποῦται αὐτοὺς καὶ ἀναζεύξας εἰς τὰ οἰκεῖα οὐκ εἴα τοὺς Τούρκους εἰς τὴν ἑαυτῶν ὑποστρέψαι, [635] ἀλλ' ἤθελε παρακατέχειν αὐτούς, ἵνα καὶ ἐφ' ἑτέρους χρῷτο συμμάχοις αὐτοῖς. οἱ δὲ μὴ οἷοί τε ὄντες ἀπιέναι πρὸς τὴν σφετέραν, εἰ μὴ αὐτοῖς ἀνεθείη ἡ τοῦ Ἀράξιδος γέφυρα (ποταμὸς δ' οὗτός ἐστιν εἰ μὴ διὰ τῆς γεφύρας οὐ περατός, ἡ γέφυρα δ' ἐπεπύργωτο ἑκατέρωθεν, καὶ τοῖς πύργοις φρουροὶ ἐφειστήκεισαν), ἀποστατοῦσι καὶ εἰς ὄρη καταφυγόντες (οὐ γὰρ ἐθάρρουν ὄντες τρισχίλιοι πρὸς πολλὰς κατὰ συστάδην μαχέσασθαι μυριάδας), ἐκτρέχοντες ἐκεῖθεν τὰ τῶν Σαρακηνῶν ἐληίζοντο. ἐκπέμπει τοίνυν κατ' αὐτῶν ὁ Μουχούμετ στρατεύματα περί που τὰς εἴκοσι χιλιάδας, δέκα τῶν ὁμογενῶν ἀνδράσι τὴν αὐτῶν ἐγχειρίσας ἡγεμονίαν. οἷς οἱ Τοῦρκοι νυκτὸς ἐπιθέμενοι ῥᾷστα τοὺς πλείους κατέκοψαν. οἱ δὲ περισωθέντες σὺν τοῖς αὐτῶν στρατηγοῖς εἰς τὸν Μουχούμετ ἀνθυπενόστησαν. ὁ δὲ τοὺς μὲν δέκα τῆς στρατιᾶς ἡγεμόνας ἐξετύφλωσε, κατὰ δὲ τῶν περισωθέντων στρατιωτῶν ἠπείλει διαθήσειν αὐτοὺς τὰ χείριστα. οἱ δὲ δείσαντες τοῖς Τούρκοις προσέθεντο· ἤδη δὲ καὶ ἄλλων αὐτοῖς προσρυέντων συχνῶν, δούλων τε κακούργων λεηλασίαις χαιρόντων καὶ ἁρπαγαῖς, πολυπληθὲς ἐγένοντο στράτευμα καὶ τῷ Μουχούμετ περὶ τὸ Ἀσπαχὰν συρρήγνυνται, καὶ [636] πολλῶν πεσόντων Σαρακηνῶν καὶ αὐτὸς ὁ Μουχούμετ ἀπέθανεν. ὁμονοησάντων οὖν τῶν στρατευμάτων, παρὰ πάντων ὁ Ταγγρολίπιξ τὴν ἀρχὴν τῶν ὑπὸ τὸν Μουχούμετ ἐνεχειρίσθη χωρῶν. αἱρεθεὶς δ' εἰς ἡγεμονίαν, πέμψας τοὺς ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος πύργους κατέβαλεν. οὕτω δ' ἀνεθείσης τοῖς Τούρκοις τῆς διόδου τοῦ ποταμοῦ, πολὺ τῶν βαρβάρων τούτων πλῆθος προσερρύη τῷ Ταγγρολίπικι, καὶ χεῖρα βαρεῖαν ἐκ τούτων ὁ τῶν Τούρκων κτησάμενος ἀρχηγὸς ἀφαιρεῖται μὲν πάντοθεν τοὺς Σαρακηνοὺς τὴν ἀρχήν, ἑαυτῷ δὲ ταύτην καὶ τοῖς ὁμογενέσιν ἀπένειμε καὶ εἰς ὑπηκόους τοὺς ἐκ τῆς Ἄγαρ κατέστησεν. εἶτα αὐτὸς μὲν μάχῃ τοὺς Βαβυλωνίους προσεκτήσατο, τὸν δὲ ἀδελφόπαιδα Κουτλουμοὺς σὺν στρατιᾷ κατὰ τῶν Ἀράβων ἐξέπεμψεν· ὁ δὲ ἡττηθεὶς ὑπέστρεφε καὶ διαπρεσβεύεται πρὸς τὸν τῆς Μηδίας ἄρχοντα (οὕτω δ' ἐκαλεῖτο πάλαι τὸ Βαασπαρκᾶν), αἰτῶν παραχωρηθῆναι διὰ τῆς χώρας αὐτοῦ διελθεῖν. ὁ δὲ τῆς χώρας ταύτης ἐκ βασιλέως ἄρχειν προχειρισθεὶς οὐ μόνον οὐκ ἀνῆκε τούτῳ τὴν δίοδον, ἀλλὰ καὶ ἀντετάξατο κατ' αὐτοῦ καὶ συμβαλὼν ἡττᾶται καὶ πολλοὺς μὲν [637] τῶν οἰκείων ἀπέβαλεν, ἥλω δ' αὐτός. ὁ γοῦν Κουτλουμοὺς πρὸς τὸν Ταγγρολίπικα ἐπανελθὼν τὰ περὶ τοῦ κατὰ τὴν Μηδίαν διηγεῖτο πολέμου καὶ τῆς χώρας ἐξύμνει τὸ πάμφορον καὶ προσετίθει εὐάλωτον εἶναι ταύτην, παρὰ γυναικῶν καρπουμένην, οὕτω καλῶν τοὺς μαχεσαμένους αὐτῷ. ὁ δὲ Ταγγρολίπιξ αὐτῷ μὲν διὰ τὴν ἧτταν ἐμηνία, ἐκεῖνος δὲ κατὰ τῶν Ἀράβων ἐχώρει. καὶ ὁ Κουτλουμοὺς δείσας ἀπέδρα μετὰ τῶν σὺν αὐτῷ καὶ τὸ Πασάρ (πόλις δ' ἐστὶ τῶν Χορασμίων τουτί) κατασχὼν ἀφίσταται τοῦ σουλτάν (οὕτω γὰρ ὁ Ταγγρολίπιξ ὠνόμαστο) καὶ ἐπὶ πολὺ πρὸς τὸν θεῖον ἀντικαθίστατο πολιορκοῦντα αὐτόν, διὰ δὲ τὴν τῆς πόλεως ὀχυρότητα μηδὲν ἀνύσαι δυνάμενον. καὶ ὁ μὲν σουλτὰν τῇ πολιορκίᾳ τοῦ Πασὰρ προσησχόλητο· στέλλει δὲ κατὰ Μηδίας Ἀσὰν σὺν ἀξιομάχῳ δυνάμει. ὁ δὲ προσβαλὼν τῇ χώρᾳ καὶ συμμίξας Ῥωμαίοις, πίπτει μὲν αὐτός, ἡττᾶται δὲ τὸ σὺν αὐτῷ στρατιωτικὸν καὶ βραχίστων ἄτερ τὸ ἅπαν ἀπόλλυται. ὃ μαθὼν ὁ σουλτὰν ἠθύμησε μέν, ἐπαναλαβεῖν δ' αὖθις ἔσπευδε τὸ δυστύχημα καὶ Ἀλὶμ Ἀβραμίῳ [638] ἑτεροθαλεῖ ἑαυτοῦ ἀδελφῷ στρατιὰν ἐγχειρίσας εἰς ἑκατὸν ἀριθμουμένην χιλιοστύας κατὰ Ῥωμαίων ἐξέπεμψεν. ὁ δὲ τοῦ Βαασπαρκᾶν στρατηγὸς τῷ βασιλεῖ περὶ τούτων διὰ γραμμάτων δεδήλωκε, συμμαχίαν αἰτῶν. καὶ ὃς τῷ Λιπαρίτῃ δυνάστῃ μοίρας τῶν Ἰβήρων τυγχάνοντι ἐπέστειλε συνελθεῖν τοῖς Ῥωμαίοις καὶ ἐπαρῆξαι κατὰ τῶν Τούρκων. τῶν Τούρκων δὲ ἐπιστάντων ἤδη, οἱ Ῥωμαῖοι πολεμῆσαι σφίσιν οὐκ ἔκριναν, εἰ μὴ ἑνωθεῖεν κατὰ τὴν βασιλικὴν ἐντολὴν καὶ τοῖς Ἴβηρσιν. ἀτρεμούντων δὲ τῶν στρατιωτῶν, μὴ δυνάμενος αὐτοῖς ὁ Ἀλὶμ συμβαλεῖν εἰς ὀχύρωμά τι προσκαθημένοις ἔπεισι τῷ Ἄρτζε (κωμόπολις δ' ἦν τοῦτο, πληθὺς δ' ἐνῴκει αὐτῷ, ἵν' οὕτως εἴποιμι, καὶ ἀριθμὸν ὑπερβαίνουσα, ἔμποροι δ' ἦσαν οἱ ἄνθρωποι, καὶ πλοῦτος ἦν αὐτοῖς περιττός). ὡς γοῦν ἀτείχιστον τὴν κωμόπολιν ἐξ ἐφόδου ἑλεῖν αὐτὴν οἱ βάρβαροι ἤλπιζον, ἀλλ' ἔγνωσαν παραβουκολούμενοι ταῖς ἐλπίσιν, ἐπείπερ ταύτῃ προσέβαλον. ταῖς γὰρ διόδοις ὕλας ἐπαγαγόντες οἱ ταύτης κάτοικοι καὶ ταύταις αὐτὰς ἀποφράξαντες, ἐκ τῶν δωμάτων ἔβαλλον τοὺς ἐναντίους καὶ ἀνῄρουν πολλούς, καὶ τοῦτο ἐφ' ἡμέραις ἐγίνετο ἕξ. ὡς δ' ἔγνω ὁ τῶν Τούρκων στρατηγὸς ὁ Ἀλὶμ ἐρρωμενέστατα τοὺς Ἀρτζηνοὺς [639] ἀντεχομένους καὶ πολιορκίᾳ ῥᾷστα μὴ ἁλωτούς, πυρὶ τῶν ἀνδρῶν περιγενέσθαι διέγνωκεν· αὐτίκα τοίνυν ἀνῆπτο τοῦτο καὶ τοῖς οἰκήμασιν ὑπεβάλλετο. ὡς δ' ἐξήφθη πανταχόθεν πυρκαϊά, τρέπονται μὲν οἱ ἐγχώριοι, οἱ δὲ βάρβαροι κρατοῦσι τῆς κωμοπόλεως καὶ πολὺν ἐν αὐτῇ χρυσὸν καὶ ἄλλον πλοῦτον εὑρήκασιν, ὅσος μὴ κατηνάλωτο τῷ πυρί. ἐντεῦθεν αὖθις κατὰ τῆς Ῥωμαϊκῆς ὡρμήκασι στρατιᾶς· ἤδη δὲ καὶ τοῦ Λιπαρίτου σὺν τοῖς Ἴβηρσι παραγεγονότος, συμβολὴ τῶν στρατευμάτων ἐγένετο περὶ βουλυτόν. ὁ μὲν οὖν Ἀλὶμ καὶ ὁ Χοροσάνης (ἕτερος δ' οὗτος ἦν στρατηγὸς τῶν βαρβάρων) μετὰ τῶν ὑπ' αὐτοὺς τραπέντες ἐνέκλιναν εἰς φυγήν, καὶ σφᾶς οἱ ἀντιτεταγμένοι Ῥωμαῖοι μέχρι πόρρω νυκτῶν κατεδίωκον. ὁ δὲ Λιπαρίτης κατ' ἄλλο κέρας μαχόμενος ἑάλω τοῖς ἐναντίοις. ὡς δ' ἐπαύσαντο τῆς διώξεως οἱ Ῥωμαῖοι, τὸν Λιπαρίτην προσέμενον, μὴ εἰδότες ὃ περὶ ἐκεῖνον συμβέβηκεν. ἐν τοσούτῳ δέ τις αὐτοῖς ἀγγέλλει τοῦ Λιπαρίτου τὴν ἅλωσιν, καὶ ὅτι λαβόντες αὐτὸν οἱ ἑλόντες ἀπίασι σὺν σπουδῇ. οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτα μαθόντες ἐν ἀθυμίαις ἦσαν· οἱ βάρβαροι δὲ τῷ σουλτὰν τὸν Λιπαρίτην [640] ἐκόμισαν. ὁ μέντοι βασιλεὺς μαθὼν τοῦ Λιπαρίτου τὴν ἅλωσιν, πέμπει πρὸς τὸν σουλτάνον, ἐλευθερίας ἀξιῶσαι τὸν Λιπαρίτην ζητῶν καὶ λύτρα τούτου πέμψας πολλὰ καὶ δῶρα δὲ τῷ σουλτὰν καὶ σπονδὰς μέσον Ῥωμαίων καὶ Τούρκων ζητῶν γενέσθαι. ὁ δὲ σουλτὰν τὸν μὲν Λιπαρίτην δῶρον στέλλει, τὰ δέ γε λύτρα πάντα τῷ ὑπὲρ οὗ ἐπεπόμφεισαν δέδωκε καὶ μηκέτι ὅπλα κατὰ Τούρκων ἄρασθαι παρηγγύησεν. ἐκπέπομφε δὲ κἀκεῖνος πρέσβυν πρὸς βασιλέα, ὃν ἐκάλουν ἐκεῖνοι σερίφην. οὗτος δ' ἐστὶ παρ' αὐτοῖς ὅπερ πάλαι ἦν παρ' ἡμῖν ὁ λεγόμενος σύγκελλος· ὡς γὰρ ὁ σύγκελλος τοῦ πατριάρχου θανόντος εἰς τὸν ἐκείνου τόπον ἀντικαθίστατο, οὕτω καὶ ὁ σερίφης τοῦ χαλιφᾶ φθαρέντος ἐκεῖνος τὸν τελευτήσαντα διεδέχετο. εἰσελθὼν οὖν εἰς τὴν μεγαλόπολιν ὁ σερίφης καὶ εἰς ὁμιλίαν τῷ κρατοῦντι ἐλθὼν καὶ ὁμιλήσας ὑπερηφάνως φόρους τε τελεῖν ἀπαιτῶν τῷ σουλτάν, ἀπεπέμφθη. ἐντεῦθεν βαρυθυμήσας ὁ σουλτὰν [641] αὐτὸς κατὰ Ῥωμαίων ἐχώρησε, καὶ ἔκτοτε προχωροῦν τὸ τῶν Τούρκων ἔθνος τῆς ἑῴας πάσης ἐκράτησε καὶ μέχρι τῆς ἀντιπόρθμου τῇ Βυζαντίδι ἠπείρου κατήντησε.

   Τὰ μὲν οὖν τῶν Τούρκων τοῦτον ἔσχε τὸν τρόπον· τὸ δὲ τῶν Πατζινάκων ἔθνος αὖθις κατὰ τὴν Εὐρωπαίαν μοῖραν κεκίνητο· Σκυθικὸν δὲ τὸ ἔθνος καὶ πολυάνθρωπον, πέραν Ἴστρου νεμόμενον. ἦν δὲ τότε τοῦ ἔθνους ἄρχων Τυράχ, ἀνὴρ τὸ μὲν γένος παρὰ τὸ ἔθνος λαμπρός, τὸ δὲ ἦθος νωθής. ἕτερος δέ τις Κεγένης καλούμενος, ἄσημος μὲν ὅσον εἰς γένους ἀναφοράν, ἀνὴρ δὲ ῥέκτης τε καὶ δραστήριος ὢν καὶ πολλάκις ἐν πολέμοις ἀνδραγαθήσας, παρὰ τοῦ ἔθνους πεφίλητο. διὸ καὶ παρὰ τοῦ Τυρὰχ ἐλοχᾶτο, ζητοῦντος αὐτὸν ἀνελεῖν. ὃ γνοὺς ἐκεῖνος καὶ δύο τῶν φυλῶν προσεταιρισάμενος, οὐσῶν πασῶν δέκα ἐπὶ τρισί, σὺν αὐταῖς διέβη τὸν Ἴστρον καὶ ἐπὶ τὰ Ῥωμαίων ὅρια γέγονεν, αὐτόμολος ἥκειν λέγων τῷ βασιλεῖ καὶ οὐκ ἔσεσθαί οἱ ἀσυντελής. ἐμηνύθη ταῦτα τῷ Μονομάχῳ, καὶ ὁ τῆς χώρας ἄρχων κελεύεται δέξασθαι τοὺς Σκύθας. ὁ δὲ Κεγένης εἰς τὴν βασιλίδα τῶν πόλεων φοιτήσας ἐς ὄψιν ἦλθε [642] τῷ βασιλεῖ καὶ τὸ σωτήριον δεξάμενος βάπτισμα ἐτιμήθη πατρίκιος. ἔπεισε μέντοι καὶ τοὺς σὺν αὐτῷ Σκύθας τοῦ θείου τούτου λουτροῦ μετασχεῖν. ποιούμενος δὲ τὰς διατριβὰς κατὰ τὰ παρίστρια καὶ διαβαίνων τὸν ποταμὸν ἀθρόον ἐκάκου τοὺς τοῦ Τυράχ, ἀναιρῶν τε καὶ ληιζόμενος. πρεσβείαν τοίνυν ὁ Τυρὰχ πρὸς τὸν βασιλέα ἀπεσταλκὼς ᾐτιᾶτο ὅτι τὸν ἀποστάτην τοῦ ἔθνους ἐδέξατο, καὶ εἰ μὴ κωλύσει κακοῦν τὸ ἔθνος τὸν πρόσφυγα, τὸ ἔθνος ὅλον ἕξει πολέμιον. πρὸς ταῦτα δ' ὁ αὐτοκράτωρ "οὔτε. προδότης" ἔφη "τοῦ προσελθόντος γενήσομαι οὔτε κωλύσω μὴ ἀμύνασθαι τοὺς ἐπιβουλεύσαντας." τούτων τῶν μηνυμάτων τῷ Τυρὰχ κομισθέντων, ἐπεὶ χειμὼν ἐπέστη καὶ ὁ Ἴστρος ἐξ ὄχθης εἰς τὴν ἑτέραν τῷ κρύει πηγνύμενος κεκρυστάλλωτο, πεζῇ διέβη τὸν ποταμὸν σὺν τῷ ἔθνει παντὶ καὶ τὴν Ῥωμαΐδα χώραν καταλαβὼν τὰ ἐν ποσὶν ἐκεράϊζεν. ὁ δέ γε βασιλεὺς τοῦτο μαθὼν στρατιὰν αὐτίκα τῷ τῆς χώρας ἄρχοντι καὶ τῷ Κεγένῃ ἐπίκουρον ἔπεμψεν. οἱ μέντοι Πατζινάκαι τροφῶν ἀφθονίαν εὑρόντες καὶ οἴνου καὶ ἄλλων πομάτων ἐσκευασμένων ἐκ μέλιτος καὶ περὶ ταῦτα ἀπληστευσάμενοι, νοσήματι κοιλιακῷ περιέπεσον. καὶ τοῦτο ἐξ αὐτομόλου γνοὺς ὁ [643] Κεγένης ἀναπείθει καὶ τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπιθέσθαι τοῖς ἐναντίοις. ὡς γοῦν εἶδον οἱ βάρβαροι τὴν κατ' αὐτῶν τῶν Ῥωμαίων ἐπέλευσιν, κατειργασμένοι τῇ νόσῳ τυγχάνοντες ἰλιγγίασαν καὶ ἀποδειλιάσαντες μεθῆκαν τὰ ὅπλα καὶ ἱκέται γεγόνασι καὶ τοῖς ἐχθροῖς παρέδωκαν ἑαυτούς. τούτων ὅσοι μὲν ὑπὸ τὸν Κεγένην γεγόνασιν, οἱ μὲν ξίφεσι παρεδόθησαν, οἱ δὲ πρὸς δουλείαν χρυσοῦ ἀπεδόθησαν. τὸ πλῆθος δὲ τὸ λοιπὸν χρήσιμον ἐνομίσθη γενέσθαι Ῥωμαίοις, εἰ τὰ ὅπλα ἀφαιρεθὲν εἰς τὴν τῶν Βουλγάρων χώραν κατοικισθείη, ἔρημον οὖσαν τὴν πλείονα, πρὸ μικροῦ τοῦ ἔθνους ἐκείνου καταλυθέντος· ὃ καὶ γέγονε τοῦ βασιλέως κελεύσαντος. ὁ δέ γε Τυρὰχ σὺν τοῖς ἐξόχοις τοῦ ἔθνους ἤχθη πρὸς τὸν κρατοῦντα καὶ τοῦ θείου καταξιωθέντες βαπτίσματος ἀξιώμασι λαμπροῖς ἐτιμήθησαν. ὡς δὲ μάχαι τότε Ῥωμαίοις μετὰ τῶν Τούρκων ἦσαν κατὰ τὴν ἑῴαν, πεντεκαίδεκα χιλιάδας Πατζινάκων ὁ αὐτοκράτωρ ἐπιλεξάμενος καὶ καθοπλίσας αὐτοὺς ἵππους τε παρασχόμενος καὶ ἐπιστήσας στρατάρχας αὐτοῖς ἐκ τῶν ὁμογενῶν ἐν Χρυσοπόλει διεπέρασεν, εἰς Ἰβηρίαν κελεύσας ἀπελθεῖν, τάξας αὐτοῖς καὶ προηγήτορα τῆς ὁδοῦ. ὡς δ' οὖν περὶ τὸν Δαματρὺν ἥκασιν, ἔστησαν καὶ πρόσω προβαίνειν οὐκ ἤθελον· εἰς [644] τοὐπίσω δὲ χωρήσαντες καὶ ἄχρι τοῦ πορθμοῦ ἐφθακότες σὺν τοῖς ἵπποις τὴν θάλασσαν διαπορθμευσάμενοι κατὰ τὴν τοῦ ἁγίου Ταρασίου μονήν, αὐτίκα συντεταμένην ποιησάμενοι τὴν ὁδοιπορίαν τοῖς ὁμογενέσι προσήνωντο· καὶ ἐπεὶ ὁμοῦ συνηθροίσθησαν, ἀπῆλθον καὶ ἐν τοῖς παριστρίοις πεδίοις ἐπήξαντο τὰς σκηνάς, ἐκεῖθεν δ' ὁρμώμενοι τὰ Θρᾳκῷα κατέτρεχον. πολλάκις δὲ τοῦ βασιλέως κατ' αὐτῶν στρατεύματα πέμψαντος, ἐπικρατέστεροι ἦσαν οἱ βάρβαροι, ὥστε καὶ ἀδεῶς κατὰ πάσης τῆς Θρᾴκης καὶ Μακεδονίας σκεδάννυσθαι καὶ λείαν ἅπαντα τίθεσθαι καὶ οὐ τὰ πόρρω μόνον, ἀλλὰ μέντοι καὶ τὰ τῇ πόλει ἀγχίθυρα. τέλος δὲ σπένδονται Ῥωμαίοις τριακοντούτεις σπονδάς. καὶ οὕτως ὁ τῶν Πατζινάκων ἔληξε πόλεμος.

   Ὁ δὲ σουλτὰν οὐκ ἔληγεν ἐπιὼν τὰς ὑπὸ Ῥωμαίους χώρας καὶ πόλεις καὶ τὰς μὲν ληιζόμενος, τὰς δ' ἐκπορθῶν τε καὶ οἰκειούμενος.

   Κατὰ τούτους τοὺς χρόνους καὶ ἐπιβουλὴν ὁ αὐτοκράτωρ ἐφώρασεν, ἣν Ῥωμανὸς ὁ Βοΐλας συνεστήσατο. ἦν δ' οὗτος [645] τῶν ἀσήμων ἀνὴρ καὶ τὴν γλῶσσαν εἶχεν ἡμίφωνον μηδ' οἵαν ὀρθοεπεῖν, ὀλισθαίνουσαν δ' ἐν ταῖς ὁμιλίαις καὶ ἀνεπαίσθητα τοῖς ἀκροαταῖς φθεγγομένην. τοῦτο δὲ ἦν τὸ μὲν ἐλάττωμα φυσικόν, τὸ δὲ προσποίησις καὶ σκηνὴ τὴν τῆς φύσεως διαμαρτίαν τῇ ὑποκρίσει τοῦ σκηνουργοῦ ἐπιτείνοντος. τῷ τοιούτῳ τοίνυν ἀνδρὶ ὡς οὐδενί τῳ ὁ βασιλεὺς ἥδετο, καὶ εἰ διημαρτημένα καὶ ἀδιάρθρωτα ἤκουε φθεγγομένου αὐτοῦ, ὑπὲρ πᾶσαν ἡγεῖτο τὰς ἐκείνου φλυαρίας γλυκυθυμίαν. καὶ οὕτως διὰ ταῦτα τῷ βασιλεῖ προσῳκείωτο ὡς πάντα καιρὸν εἶναι αὐτῷ τῆς πρὸς ἐκεῖνον εἰσόδου καὶ τῆς ἐντεύξεως. καὶ οὐχ οὕτως αὐτῷ τὰ περὶ τὸν ἀνδρῶνα διέκειτο, ἡ δὲ γυναικωνῖτίς οἱ ἀπεκέκλειστο; ἀλλ' ἄνετος ἦν αὐτῷ κἀκείνη καὶ ὅτ' ἐβούλετο βάσιμος, καὶ ὁ πλοῦτος ἐπέρρει τῷ ἀνδρὶ ἑκατέρωθεν, καὶ ἐκ τῶν τριόδων ἀναρπασθεὶς εἰς αὐτὴν ἀνήχθη τὴν συγκλητικὴν κορυφήν. ὁ δὲ οὐκ ἠγάπα τοῦτον εὐδαιμονήσας τὸν τρόπον, ἀλλὰ καὶ τῆς βασιλείας ἐρᾷ καὶ μελετᾷ ταύτην ἑαυτῷ προσνεῖμαι, κτείνας τὸν αὐτοκράτορα. καὶ οὓς ᾔδει δύσνους τῷ βασιλεῖ, τούτοις τὸ ἀπόρρητον ἀνεκάλυπτε. καὶ τοὺς μὲν τὸν λόγον προσιεμένους μεγάλαις ἐλπίσιν ἐξαίρων πρὸς τοὖργον ἐρρώννυεν. εἰ δέ τινες καὶ πρὸς τὴν προσβολὴν ἐδυσχέραινον, ὁ δὲ πεῖραν ἔλεγε τὸν λόγον προσαγαγεῖν, ἵνα γνῷ τὴν ἐκείνων πίστιν τὴν πρὸς τὸν [646] αὐτοκράτορα, καὶ ἐπῄνει τοὺς ἄνδρας τῆς διαθέσεως καὶ γνωρίσαι τῷ βασιλεῖ εὔνους αὐτῷ τυγχάνειν διώμνυτο. ὁ μὲν οὖν οὕτω μετῄει τοὺς πλείονας, καὶ οἱ ἐκείνῳ συνομοσάμενοι ῥᾷστα τὸ βούλευμα ᾤοντο γενέσθαι ἀνύσιμον. οὐ μόνον γὰρ ἡ πρὸς τὸν βασιλικὸν κοιτωνίσκον πάροδος ἐκείνῳ ἄνετος ἦν, κἂν ἔτυχεν ὑπνώττων ὁ βασιλεὺς κἂν τῇ βασιλίδι συνίαυεν, ἀλλὰ καὶ τὰς τῶν ἀπορρήτων εἰσόδων κλεῖς ἐμπεπίστευτο. καὶ ἤχθη ἂν εἰς ἔργον τὸ διαβούλιον, εἰ μή τις αὐτῷ τῷ βασιλεῖ κατεμήνυσε τῶν κοινωνησάντων τοῦ σκέμματος. ἥλω τοίνυν ἐπ' αὐτοφώρῳ καὶ τὸ ξίφος αὐτὸ κατέχων ᾧ τὸν αὐτοκράτορα ἔμελλεν αὐτίκα διαχειρίσασθαι. ἀλλ' ὁ μὲν διὰ τὸ τοῦ κρατοῦντος ἀβέλτερον οὐδὲν ὑπέστη ἀνιαρόν, οἱ δὲ τῆς ἐπιβουλῆς ἐκείνῳ συνίστορες οὐκ ἔμειναν ἀτιμώρητοι.

   Οὗτος ὁ βασιλεὺς φιλότιμος δοκεῖν ἐθέλων καὶ ἐλευθέριος, μὴ μετιὼν δὲ τὴν ἀρετὴν ὡς ἐχρῆν, εἰς κακίαν ταύτην μετήνεγκεν. ἀντὶ γὰρ μεγαλοπρεπείας εἰς ἀσωτίαν μετακεκύλιστο, οὔτε οἷς ἔδει παρέχων τὰ δημόσια χρήματα οὔτε ὅσαπερ ἔδει οὔθ' ὅτε χρεών. καὶ τὴν μονὴν τὴν τῶν Μαγγάνων οἰκοδομῶν [647] (λέγεται δὲ τῆς οἰκοδομῆς ἄρξασθαι διὰ τὴν ἐρωμένην αὐτῷ, τὴν Σκλήραιναν λέγω, ἵν' ἐκείνῃ προσφοιτᾷ συνεχῶς, ἐν τῷ οἴκῳ τοῦ Κυνηγίου ἐχούσῃ τότε δὴ τὴν κατοίκησιν, πρόφασιν ἔχων τοῦ σεμνείου τὴν δόμησιν) ἐξήντλησε τοὺς βασιλείους ἢ κοινοὺς θησαυρούς, ὅθεν χρημάτων δεόμενος οὐδὲ τῶν ἀπειρημένων πορισμάτων ἀπείχετο. ἀλλὰ καὶ χωρῶν οὐσῶν, αἳ τοῖς βασιλεῦσιν οὐ δασμοὺς συνεισέφερον, ἀλλ' ἀντὶ πάσης δασμοφορίας δυσχωρίας ἐφρούρουν καὶ τοῖς βαρβάροις τὴν εἰς τὰς Ῥωμαίοις ὑποκειμένας χώρας ἀπετείχιζον πάροδον, ἐκεῖνος φόρους ταῖς χώραις ἐπιτάξας ἐσχόλασε τὰς φρουράς. κἀντεῦθεν ἡ πρὸς τὰς Ῥωμαΐδας χώρας ῥᾴστη τοῖς βαρβάροις ἐγένετο πάροδος. ἐκεῖνος τοίνυν ὁ ἀνὴρ αἴτιος τοῖς ἀπαθῶς λογιζομένοις κριθήσεται τοῦ τὴν ἑῴαν μοῖραν δουρὶ κυριευθῆναι βαρβαρικῷ.

   Τῆς δὲ βασιλίδος Ζωῆς ἐν γήρει βαθεῖ (ὑπὲρ γὰρ τὰ ἑβδομήκοντα ἔτη παρεξετάθη αὐτῇ τὸ βιώσιμον) καταλυσάσης τὴν ζωήν, οὐκ ἀνδρικῶς ἐκεῖνος ἐθρήνησεν, ἀλλὰ μέντοι γε μειρακιωδῶς. λέγεται δὲ καὶ ἀγγέλοις αὐτὴν παρεξισοῦν, ἐπειδή [648] που τοῦ μνήματος ἐκείνης μύκης ἔκ τινος ὑγρότητος ἀνεβλάστησε, καὶ τοῦτο καλεῖν σημεῖον ἄνωθεν οἰκονομηθέν, ἵνα μὴ ἀγνοῆται ἡ βασιλὶς ταῖς νοεραῖς συντεταγμένη δυνάμεσι. τῆς δέ, ὡς εἴρηται, θανούσης, ὁ βασιλεὺς ἔτι φλεγμαίνων περὶ τοὺς ἔρωτας ἐπεισάγει τοῖς βασιλείοις μείρακά τινα, ὅμηρα δοθεῖσαν Ῥωμαίοις ἐξ Ἀλανῶν, παῖδά τινος τῶν παρ' ἐκείνοις ἀρχηγετούντων, καὶ ταύτην Σεβαστὴν ὀνομάσας βασίλειον αὐτῇ θεραπείαν καὶ πλούτου χορηγίαν ἀπέταξε. καὶ εἰ μὴ τὴν βασιλίδα Θεοδώραν πεποίητο δι' αἰδοῦς ἢ μᾶλλον τὸ τῆς τετραγαμίας ᾐσχύνετο ἄθεσμον, καὶ βασίλισσαν ἂν τὴν ἐρωμένην ταύτην ἀνεῖπε καὶ διαδήματι κατεκόσμησεν. ἐκείνου δὲ θανόντος, οὐ παρέμεινε τῇ Σεβαστῇ τὸ εὐτύχημα, ἀλλ' εἰς τὴν προτέραν τῆς ὁμηρείας τύχην ἐπανελήλυθεν.

   Ἄρτι δὲ καὶ περὶ τοῦ τέλους ἱστορητέον τούτου τοῦ αὐτοκράτορος. οὐ μακρὸς ἐξεμετρήθη χρόνος, ἐξ ὅτου τῆς ἡγεμονίας τῶν Ῥωμαίων γέγονεν ἐγκρατής, καί οἱ νόσος ἀρθρῖτις ἐνέσκηψεν, ἣ πρότερον τοῖς ποσὶν ἐκείνου τοῦ ῥεύματος ἐπήνεγκε [649] τὴν φοράν, ὥστε τὰς βάσεις αὐτῷ πρὸς πορείαν καὶ στάσιν ἀδυνατεῖν. εἰ δέ ποτε κινήσεως ἀνάγκην ἔσχηκεν, ἢ πρός τινων ἐπιστηριζόμενος προέβαινε δυσχερῶς ἢ καὶ πάμπαν ἑτεροκίνητος ἦν. τοῦ χρόνου δὲ προϊόντος καὶ ταῖς χερσὶν ἐπερρύη τὸ αἴτιον· εἶτα καὶ τοῖς ὤμοις ἐπήνεκτο, καὶ τέλος ὅλον αὐτῷ τὸ σῶμα τῷ ῥεύματι κατεκλύζετο καὶ παρεῖτο καὶ ἐξηρθροῦτο, τοῖς τῶν ἄρθρων κοιλώμασιν ἐγκλειομένου τοῦ ῥεύματος. ἔκαμνεν οὖν οὕτω πρὸ μακροῦ τὸ σῶμα τῷ βασιλεῖ. εἶτα καί τι ἕτερον ἐπισυμβεβηκός (τὸ δ' ἦν ἐκ πνεύματος νυγμὸς περὶ τὴν πλευράν) προσδοκήσιμον ἐκείνῳ καὶ τοῖς αὐτῷ παραδυναστεύουσιν ἔθετο τὸ τέλος τῆς βιοτῆς, ὧν τὰ πρῶτα ὁ λογοθέτης ἦν Ἰωάννης, ἐκτετμημένον ἀνδράριον, ἄσημον μὲν ἐκ γένους ἢ δυσγενέστατον, πρὸς δὲ πραγμάτων μεταχείρισιν ἀφυέστατον, γραμματικῆς δὲ τέχνης τοσοῦτον μετεσχηκὸς ὥστε μήτ' ὀρθοεπεῖν ἀκριβῶς μήτ' ἀπταίστως ὀρθογραφεῖν. ἐφ' ᾧ δὴ τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν ὁ βασιλεὺς ἐποιήσατο καὶ τῶν τῆς βουλῆς ἀπέδειξε πάντων κορυφαιότατον. ἦν γὰρ ἐπὶ τῶν βασιλικῶν διοικήσεων πρῴην ἀνὴρ τούτῳ τὰ πάντα [650] ἀντίρροπος καὶ γένος καὶ λόγον καὶ τὴν περὶ τὰς πολιτικὰς οἰκονομίας ἀκρίβειαν. τοιοῦτος δ' ὤν, ὁπηνίκα τι παρὰ τὸ καθῆκον ἐπέταττεν αὐτῷ ποιῆσαι ὁ βασιλεύς, οὐκ ἦν τῇ προαιρέσει τοῦ κρατοῦντος ἐπικλινής, ἀλλ' ἀντέλεγέ τε καὶ ἀνεῖργε τοῦ μὴ προσήκοντος. ὁ δὲ ἐχαλέπαινε καὶ πολλάκις τούτου γινομένου ἐμηνία τῇ τοῦ ἀνδρὸς ἐκείνου ἐλευθερίᾳ, καὶ ἵνα τὸ ἀντίξουν ἀποφορτίσαιτο, μεθιστᾷ μὲν ἐκεῖνον τῆς τῶν κοινῶν διοικήσεως (ὁ Λειχούδης ἦν οὗτος), ἀντεισάγει δὲ τὸν Ἰωάννην καὶ τούτῳ τὴν τῶν πολιτικῶν ἐγχειρίζει κυβέρνησιν, ἵνα μὴ πρός τινος ἐφ' οἷς ὁρμήσει ἀνείργοιτο. οὗτος τοίνυν ὁ Ἰωάννης καὶ ἕτεροι, μέγα κἀκεῖνοι δεδυνημένοι παρὰ τῷ βασιλεῖ, ἀπεγνωκότες αὐτῷ τὸ βιώσιμον πείθουσι τὸν κάμνοντα φροντίσαι περὶ διαδοχῆς καὶ ὑποτιθέασιν αὐτῷ εἶναι πρὸς τὴν ἀρχὴν ἐπιτήδειον τὸν Πρωτεύοντα· ὁ δὲ τὴν τῆς Βουλγαρίας ἀρχὴν περιέζωστο καὶ ἀπεδήμει τῆς βασιλίδος τῶν πόλεων. ἔσταλτο τοίνυν ὁ τὸν ἄνδρα μετακαλεσόμενος· ἐκ δὲ τῆς βασιλίδος Θεοδώρας ἡ βουλὴ ἀπεκέκρυπτο. ἀλλ' οὐκ εἰς τέλος τὸ βούλευμα τὴν βασιλίδα διέλαθε. γνοῦσα δὲ ὡς οὐκ ἐπ' αὐτῇ ποιεῖται τὸ κράτος ὁ τελευτῶν, τὸν μὲν ἐᾷ δυσθανατοῦντα κατὰ τὰ ἐν τοῖς [651] Μαγγάνοις βασίλεια· ἐκείνη δὲ σπουδῇ τῶν ὑπηρετουμένων αὐτῇ ἐμβεβηκυῖα νηὶ εἰς τὸ μέγα προσωρμίσθη ἀνάκτορον. καὶ αὐτῇ ἥ τε βασιλικὴ δορυφορία προσερρύη αὐτίκα καὶ τῆς γερουσίας τὸ ἔκκριτον, καὶ αὐτοκράτωρ πρὸς πάντων ἀνερρήθη, ὡς αὐτῇ κατὰ κλῆρον τῆς ἀρχῆς προσηκούσης. τοῦτο τῷ Μονομάχῳ γνωσθὲν προστίθησιν ἄλγημα, καὶ βραχύ τι ἐπιβιούς, ὅσον ἐπιστενάξαι τοῖς γενομένοις καὶ ἀθυμῆσαι, ἐξέλιπε, βασιλεύσας ἔτη δώδεκα.

   Ἡ δὲ βασιλὶς Θεοδώρα ἔξωρος τῆς αὐταρχίας κρατήσασα βασιλέα τοῖς πράγμασιν ἐπιστῆσαι οὐκ ἤθελεν, ἀλλ' ἡδυνθεῖσα τῇ ἐξουσίᾳ, παρ' ὅσον ἐπεβίω τῇ βασιλείᾳ καιρόν, αὐτὴ τῶν ὅλων ἦν ἐγκρατής, πρὸς τοῦτο καὶ παρὰ τῶν αὐτῆς θεραπόντων ἐμβιβασθεῖσα, οὓς καὶ ταῖς μεγίσταις ἐπέστησε τῶν ἀρχῶν. τὴν δὲ τῶν πολιτικῶν πραγμάτων διοίκησιν τῷ συγκέλλῳ Λέοντι, ὃς Παρασπόνδυλος ὠνόμαστο, ἐνεχείρισε τῷ [652] πάλαι τῷ βασιλεῖ Μιχαὴλ ὑπηρετήσαντι. ἡ δὲ προὐκάθητο ἐπὶ βήματος καὶ ἐχρημάτιζε πρέσβεσι καὶ ἦν ἀρχαιρεσιάζουσα καὶ δίκαις ἐνθεμιστεύουσα καὶ ψήφους ἐκφέρουσα καὶ διαιτῶσα δημοσίαις καὶ κοιναῖς ὑποθέσεσι, καὶ εὔδαιμον ὑπῆρξεν αὐτῇ τὸ αὐτοκρατές. οὔτε γάρ τις ἀντῆρε χεῖρα αὐτῇ οὔτ' ὀλιγώρως πρὸς τὰ ἐκείνῃ δεδογμένα ὤφθη διατεθὲν τὸ ὑπήκοον οὔτ' ἔθνος τότε κατὰ Ῥωμαίων κεκίνητο, ἀλλὰ καὶ εὐκρασία γέγονε τῶν ὡρῶν καὶ ἡ γῆ τοὺς καρποὺς ἀφθόνους ἐξήνεγκεν. ἔξωρος δέ, ὡς εἴρηται; καὶ πλήρης ἡμερῶν ἡ βασιλὶς αὕτη τῶν σκήπτρων κρατήσασα ὅμως μακροὺς ἔτι τῆς ζωῆς ἑαυτῇ ἐπεμέτρει ἐνιαυτούς. εἶχε δὲ καὶ τὸ σῶμα ἐρρωμενέστερον καὶ μὴ ῥᾷστα πόνοις καμπτόμενον. ἐπεὶ δὲ καὶ ταύτην κατήπειγε τὸ χρεών, εἰ καί τινες αὐτῇ μοναχοὶ αἰῶνας ἔτι ζωῆς ἐπηγγέλλοντο, καὶ νόσῳ περιεπεπτώκει δεινῇ, ἣ τοῖς Ἀσκληπιάδαις ὠνόμασται εἰλεός, καὶ τοῖς περὶ αὐτὴν αἱ ἐλπίδες αἱ περὶ αὐτῆς ἀπεγνώσθησαν, συλλεγέντες βουλεύονται τίνα ἂν εἰς τὴν ἀρχὴν ἀντεισάξωσιν, ὃς αὐτοῖς τὴν εὐετηρίαν τηρήσει καὶ τὸ εὐτύχημα. ἔδοξεν οὖν [653] πρὸς τοῦτο σφίσι κατάλληλος ὁ Στρατιωτικὸς Μιχαήλ, ἀνὴρ ἐκ Βυζαντίου μὲν γεγονώς, πρὸς πραγμάτων δὲ καὶ τοσαύτης ἡγεμονίας μεταχείρισιν ἀποπεφυκὼς ἔκ τε φυσικῆς νωθείας καὶ ἀφελείας καὶ διὰ χρόνου μῆκος, ὃ τῇ ἐκείνου παρεξετάθη ζωῇ. ἤδη γὰρ οὐ γέρων ἦν, ὡς παρὰ τοῦ δημώδους πλήθους ὠνόμαστο, ἀλλὰ πρεσβύτης. τοῦτον οὖν πείθουσι τὴν Θεοδώραν ἀντικαταστῆσαι τῇ βασιλείᾳ. ἡ δὲ αὐτίκα ταινιοῖ τῷ βασιλείῳ τὸν Μιχαὴλ διαδήματι, πρότερον ὁρκίοις προκαταληφθέντα φρικώδεσι μήτι τῆς ἐκείνων γνώμης χωρὶς ἐπὶ ταῖς τῆς βασιλείας οἰκονομήσασθαι διοικήσεσιν. ἐπὶ τούτοις τὴν βασιλίδα τὸ πνεῦμα ἐπέλιπε, μοναρχήσασαν ἔτος ἓν ἐπὶ ἐννέα μησίν.

LIBER DVODEVICESIMVS.

   Ὃν οὖν εἴρηται τρόπον ὁ πρεσβύτης Μιχαὴλ αὐτοκράτωρ ἀναρρηθεὶς τοῖς μὲν τῆς γερουσίας καὶ τῷ δημώδει πλήθει καὶ παρὰ τὸ προσῆκον ὦπτο φιλοτιμότατος, ἕκαστον τούτων [654] εἰς βαθμοὺς προβιβάζων ἀξιωμάτων καὶ τιμὰς προσνέμων ἀκαταλλήλους τοῖς πλείοσι. τοῖς δὲ στρατιωτικοῖς καταλόγοις καὶ μάλιστα τοῖς τούτων ἐξόχοις, οἷς στραταρχεῖν τε καὶ ἰλαρχεῖν ἀπονενέμητο πρὸ πολλοῦ, καὶ λίαν ἀντιρρόπως τοῖς ἄλλοις ἐκέχρητο. οὔτε γὰρ φιλότιμόν τι πρὸς αὐτοὺς ἐνεδείξατο ἄρτι καταλαβόντας τὴν βασιλίδα τῶν πόλεων, οὔτε μὴν πραέσιν αὐτοὺς ἐδεξιώσατο ῥήμασιν. ἤστην δὲ τούτων πρωτεύοντε ἄνδρε διττώ, μαγίστρω μὲν ὄντε καὶ ἄμφω, λαμπρὼ δὲ τὰ γένη, καὶ οὐχ ἧττον στρατηγικῇ συνέσει καὶ κράτει χειρῶν καὶ θάρσει ψυχῶν εἰχέτην τὴν περιφάνειαν. τούτων ἅτερος ἦν ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ δὲ λοιπὸς ὁ Κεκαυμένος Κατακαλών, ᾧ Κολώνεια ἡ πατρίς, ὃν καὶ δοῦκα Ἀντιοχείας τυγχάνοντα ἅμα τῇ ἀναρρήσει παρέλυσε τῆς ἀρχῆς, τὸν οἰκεῖον ἀνεψιὸν Μιχαὴλ μάγιστρόν τε καὶ δοῦκα τῆς Ἀντιοχείας προχειρισάμενος καὶ Οὐρανὸν ἐκείνῳ θέμενος τὸ ἐπώνυμον, ἵνα πρὸς τὸν ἀρχαῖον Οὐρανὸν ἀναφέρειν τὸ γένος δοκῇ. τοῦτον τοίνυν τὸν Κεκαυμένον, ὡς δῆθεν μὴ καλῶς χρησάμενον τῇ ἀρχῇ, ἀλλὰ τάς τε δυνάμεις καταλελυκότα καὶ φορτικὸν τοῖς ὑπὸ χεῖρα γενόμενον, καὶ ἐπέπληξεν ἰταμώτερον καὶ ὀνείδεσιν ἔβαλε καὶ οὐδ' ἐφείσατο ὕβρεων, ἀλλὰ καὶ τῶν ἄλλων λαμπροτάτων ἀνδρῶν καὶ συνταγματαρχούντων [655] ἐκείνῳ ὑπεραπολογήσασθαι τοῦ ἀνδρὸς ὡρμηκότων, οὐδ' ἐπ' ἐκείνους τῆς γλώττης ἐφείσατο οὔτε μὴν αὐτὸν ᾐδέσθη τὸν Κομνηνόν. ταῦτα τοὺς στρατιώτας εἰς ἀθυμίαν ἐνέβαλε, τοῖς μὲν ἄλλοις φιλοτιμότατον ὁρῶντας τὸν Μιχαήλ, αὐτοῖς δὲ μηδ' ἐν λόγοις τὸ εὐμενὲς ἐνδεικνύμενον, ὅμως μέντοι ἐπέσχον μηδέν τι νεωτερίσαι, ἀλλὰ καὶ δευτέραν πεῖραν ἐπαγαγεῖν ἐβουλεύσαντο.

   Ἀλλ' ἑτέραν κατὰ τοῦ βασιλέως προτέραν τούτων ὁ λόγος διηγησάσθω νῦν ἐπανάστασιν. ὁ γὰρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου ἐξάδελφος ὁ πρόεδρος Θεοδόσιος, ἄρτι τοῦ Μιχαὴλ ἀναρρηθέντος, ἐν δεινῷ ποιησάμενος τὴν ἐκείνου ἀνάρρησιν, τοὺς οἰκείους θεράποντας προσλαβόμενος καί τινας ἄλλους ὅσοι κατ' ἐκεῖνον ἐλαφρίαν ἐνόσουν φρενῶν, περὶ δείλην ὀψίαν διὰ τῆς ἀγορᾶς ἀπῄει, τούτοις δορυφορούμενος, ἑαυτῷ προσήκειν τὸ κράτος λέγων διὰ τὴν πρὸς τὸν Μονομάχον συγγένειαν καὶ ἀδικεῖσθαι ἐπιβοώμενος. γενόμενος δὲ κατὰ τὴν δημοσίαν εἱρκτήν, ἣ πραιτώριον κέκληται, τὰ κλεῖθρα διαρρήξας τοῖς ἐν αὐτῇ καθειργμένοις ἄνετον παρέσχε τὴν ἔξοδον. [656] τὸ δ' αὐτὸ καὶ ἐν τῇ τῆς Χαλκῆς εἰργάσατο φυλακῇ, ἐλπίσας διὰ τούτων τοῦ κατὰ σκοπὸν ἐπιτεύξεσθαι. ὡς δ' ἔμαθε στρατιωτικὴν ἀθροίζεσθαι περὶ τὰ βασίλεια δύναμιν καὶ ἤδη στέλλεσθαι κατ' αὐτοῦ, πρὸς τὴν μεγάλην τρέπεται ἐκκλησίαν καὶ μόνος σὺν τῷ υἱῷ περιλειφθείς, τῶν ἑπομένων αὐτῷ διασκεδασθέντων, τῇ ἐκκλησίᾳ προσπέφευγεν· ὅθεν ληφθεὶς ὑπερορίαν κατεδικάσθη. εἰς τοῦτο δὲ τέλους τοῦ ἐπιχειρήματος αὐτῷ καταντήσαντος, ὁ δημώδης ὄχλος ἐπεγγελῶντες αὐτῷ ῥήματά τινα συνθέντες ἐπῇδον αὐτῷ· τὰ δ' ἦσαν·

   ὁ μωρὸς ὁ Μονομάχος, εἴ τι ἐφρόνει, ἐποίησε.

   Καὶ ταῦτα μὲν ἔσχον οὕτως· οἱ δ' ἐμπαροινηθέντες τῶν ἑῴων ἀρχόντων καὶ αὖθις πεῖραν προσάγουσι καὶ προσίασι τῷ τὰ κοινὰ διοικοῦντι τῷ πρωτοσυγκέλλῳ Λέοντι καὶ ἱκετεύειν δι' ἐκείνου ἐπεχείρουν τὸν βασιλέα, μὴ μόνοι αὐτοὶ καταλειφθῆναι ἀγέραστοι, πάντων τοῦ φιλοτίμου καταπολαυσάντων τοῦ αὐτοκράτορος, καὶ ταῦτα τῶν ἄλλων εὐπαθούντων αὐτοὶ καὶ παρ' ἀσπίδα ἱστάμενοι καὶ προπολεμοῦντες τῆς Ῥωμαίων ἀρχῆς. ὁ δὲ οὐδὲν ἧττον τοῦ βασιλέως ἀδέξιος ὢν μεταχειρίσασθαι λυπουμένους ἄνδρας [657] καὶ καταστεῖλαι τὸ ἐκ τῆς λύπης αὐτοῖς γενόμενον οἴδημα, οὐ μόνον οὐκ ἐλέανε λόγοις τῶν ἀνδρῶν τὴν τραχύτητα, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς ἐξετράχυνεν, ἐκφαυλίσας ἕκαστον καὶ ἀτίμως πάντας ἀποπεμψάμενος. οὕτως οὖν καὶ τῆς δευτέρας πειραθέντες πείρας οὐκέτι μέλλειν ἔκριναν, ἀλλ' ἕκαστος τὸν πλησίον παρακροτήσαντες ἔσπευδον εἰς προῦπτον ἐκφῆναι τὸ μελετώμενον. ἔδοξεν αὐτοῖς καὶ τὸν Βρυέννιον σχεῖν συνίστορα καὶ συλλήπτορα τοῦ ἐπιχειρήματος, ὄντα τε τῶν ἐπιφανῶν καὶ στρατηγοῦντα τῶν ἐκ Μακεδονίας δυνάμεων καὶ τὴν τῆς Καππαδοκίας περιεζωσμένον ἀρχήν, λύπης τ' αἰτίας κἀκεῖνον ἐσχηκότα κατὰ τοῦ αὐτοκράτορος. ὡς δ' οὖν κἀκεῖνον ἕτοιμον εὗρον πρὸς τὸ σφέτερον βούλευμα, ἐζήτουν τὸν ἐξ αὐτῶν βασιλεύσοντα, καὶ πᾶσιν ὁ Κομνηνὸς ἁπάντων προυκέκριτο. ἐπεὶ δὲ ταῦτα συνέθεντο, ἐπ' οἴκου ξύμπαντες ἀνεχώρησαν, τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια.

   Ἀπῄει δὲ καὶ ὁ Βρυέννιος μετὰ τῶν ὑπ' αὐτὸν ταγμάτων καὶ ἐν τῷ θέματι τῶν ἀνατολικῶν γεγονὼς τὴν τῶν στρατιωτικῶν ὀψωνίων διανομὴν ἐκεῖ διετίθετο· συνῆν γὰρ αὐτῷ καὶ ὁ πατρίκιος Ἰωάννης ὁ Ὀψαρᾶς χρυσίον ἐπιφερόμενος. ἤδη [658] δὲ τῆς διανομῆς ἠργμένης ὁ Βρυέννιος προσετίθει τοῖς στρατιώταις τὰ σιτηρέσια καὶ ηὔξει τὸ ἑκάστῳ νενεμημένον ποσόν. ὁ δὲ τοῦ χρυσοῦ ταμίας ὁ εἰρημένος ἀνὴρ μὴ τοῦτο ἔλεγεν ἐντετάλθαι οἱ πρὸς τοῦ αὐτοκράτορος. καὶ ὁ Βρυέννιος σιωπᾶν αὐτῷ καὶ ποιεῖν τὸ ἐπιτασσόμενον ἐνεκελεύετο ἰταμώτερον. ὡς δ' ἔτι ὁ Ὀψαρᾶς οὐκ ἐπείθετο, ἀλλὰ καὶ θρασύτερον ἐκείνῳ ἀντέλεγεν, ὁ Βρυέννιος θυμῷ ληφθεὶς ἀνέθορέ τε τῆς καθέδρας καὶ τῶν τριχῶν τῆς τε ὑπήνης λαβόμενος τοῦ ἀνδρὸς προσαράσσει τῇ γῇ καὶ περιβάλλει δεσμοῖς. ἐγγὺς δέ που στρατοπεδεύων ὁ τῶν Πισιδῶν καὶ Λυκαόνων στρατάρχης καὶ τὰ περὶ τοῦ Ὀψαρᾶ μαθὼν καὶ τυραννίδος ταῦτα κρίνας ἀρχήν, ἀθρόον ἔπεισι μετὰ τῶν ὑπ' αὐτὸν ταγμάτων τῇ τοῦ Βρυεννίου σκηνῇ. καὶ δεσμεῖ μὲν ἐκεῖνον, λύει δὲ τὸν Ὀψαρᾶν τῶν δεσμῶν καὶ αὐτῷ τὸν Βρυέννιον παραδίδωσιν· ὁ δὲ αὐτίκα τοὺς ὀφθαλμοὺς ἐκκόπτει ἐκείνου, καὶ οὕτως τὸν ἄνδρα τῷ βασιλεῖ ἐξαπέστειλεν, ἐπιστείλας αὐτῷ καὶ ὅσα τετόλμηκε.

   Καὶ ταῦτα μὲν συνεκύρησεν οὑτωσί· ὁ δέ γε Κομνηνὸς καὶ οἱ ἐκείνῳ συνομοσάμενοι συνελθόντες ἔργου ἥπτοντο, τῶν στρατιωτικῶν καταλόγων ἄλλοθεν ἄλλου προσρυϊσκομένων αὐτῷ. [659] ἦν μὲν γὰρ τῷ στρατιωτικῷ παντὶ ἔφεσις στρατιώτην τὴν βασίλειον ἀρχὴν περιζώσασθαι. ἤχθετο γὰρ ὑπὸ τοῦ πολιτικοῦ μέρους ἀρχόμενον, ἀλλ' οὐκ ἐθάρρει τὸν πόθον εἰς προῦπτον ἐξενεγκεῖν, ἔκρυπτε δὲ τὸν ἔρωτα καὶ ὤδινε τὸν περὶ τούτου σκοπόν. ἐπεὶ δὲ τὸν Κομνηνὸν τυραννίδι ἐπιχειρήσαντα μεμαθήκεσαν καὶ αὐτὸν μὲν κορυφαῖον εἶναι τοῦ δράματος, τὰ δὲ κράτιστα τῶν γενῶν τῆς ἐπιχειρήσεως αὐτῷ συλλαμβάνεσθαι, τοῦτ' εἶναι τὸ ὑπ' αὐτῶν μελετώμενον δόξαντες, ἁρπάζουσι τὸν καιρὸν καὶ ἕκαστος τὸν πέλας προφθάσαι ἠπείγετο. ἐντεῦθεν τῷ Κομνηνῷ βαρεῖα συνέστηκε δύναμις· στείλας οὖν κατὰ ξύμπασαν τὴν ἑῴαν τοὺς φόρους ἐπράττετο, ἀποδεκτῆρας τούτων τάξας καὶ τῶν προσαγομένων ἀπογραφεῖς. εἶτα ἄρας ἀπῄει πρὸς Νίκαιαν ἤδη βασιλεὺς πρὸς πάντων τῶν σὺν αὐτῷ στρατευομένων ἀναρρηθείς, ταύτης ἐγκρατὴς γενέσθαι βουλόμενος, ἵν' ἔχοι τὴν πόλιν ὁρμητήριον ἢ κρησφύγετον, ὁποτέρως ἂν ῥέψῃ τὰ τῆς τύχης αὐτῷ· καὶ τὴν μὲν λαμβάνει, αὐτὸς δὲ φρουρὰν ἀρκοῦσαν ἐγκαταστήσας αὐτῇ πρὸ δώδεκα σταδίων ταύτης στρατοπεδεύεται.

   Καὶ ὁ βασιλεὺς δὲ Μιχαὴλ τὰς δυτικὰς ἀγείρας δυνάμεις, [660] καὶ εἴ τινές που τῶν ἑῴων περιελείφθησαν, μὴ συναπαχθεῖσαι τῷ Κομνηνῷ, ἐφιστᾷ τούτοις στρατηγὸν αὐτοκράτορα τὸν δομέστικον τῆς ἀνατολῆς τὸν ἐκτομίαν Θεόδωρον, τὸν τῆς βασιλίσσης Θεοδώρας θεράποντα, συζεύξας αὐτῷ συνάρχοντα καὶ τὸν μάγιστρον Ἀαρών, σύγγονον ὄντα τῆς συνοικούσης τῷ Κομνηνῷ. οἳ τοῖς ἐναντίοις ἀντιστρατοπεδευσάμενοι συγκροτοῦσι καὶ πόλεμον κατά τινα τόπον Ἅιδην τοῖς ἐγχωρίοις καλούμενον, καὶ τὸ μὲν εὐώνυμον κέρας τῶν βασιλικῶν ἥττησε τὸ δεξιὸν κέρας τὸ περὶ τὸν Κομνηνὸν καὶ τὸν ἐφεστηκότα τούτῳ Ῥωμανὸν τὸν Σκληρὸν συνέσχε ζῶντα. τὸ δέ γε τῶν ἐναντίων εὐώνυμον, οὗ κατῆρχεν ὁ Κεκαυμένος, τὸ δεξιὸν ἐτρέψατο τῶν βασιλικῶν καὶ εἰς αὐτὸ τὸ στρατόπεδον εἰσῆλθεν αὐτῶν καὶ τὰς σκηνὰς διέρρηξε καὶ ἔρριψε κατὰ γῆς. τοῦτο τοῖς περὶ τὸν Κομνηνὸν θάρσος ὡς μάλιστα ἐνεποίησε, τοῖς δ' ἀντιπολεμοῦσι κατέβαλε τὰ φρονήματα καὶ φεύγειν ἀνέπεισε. γίνεται τοίνυν τῶν βασιλικῶν φόνος πολύς, οὐ κοινῶν μόνον στρατιωτῶν, ἀλλὰ καὶ στραταρχῶν, καὶ πλείους δὲ ἐζωγρήθησαν. καὶ ἡ νίκη ἀναφανδὸν τῷ Κομνηνῷ ἐπεμειδία.

   Τοῦτο μαθὼν ὁ βασιλεὺς Μιχαὴλ ἀπεγνώκει τὰ τοῦ πολέμου καὶ τὴν ἀρχὴν ἀποθέσθαι ἠβούλετο, ἀλλὰ τοῖς περὶ ἐκεῖνον [661] τοῦτο ἀβούλητον, ὅθεν οὐδ' εἰς ἔργον ἀγαγεῖν συνεχωρήθη τὸ βούλημα. στέλλονται τοίνυν πρὸς τὸν Κομνηνὸν πρεσβεύσοντες ἄνδρες τῶν ἐκκρίτων τῆς συγκλήτου βουλῆς· οἱ δ' ἦσαν ὁ πρόεδρος Κωνσταντῖνος ὁ Λειχούδης, ὁ πρόεδρος Λέων ὁ Ἀλωπὸς καὶ Μιχαὴλ ὁ Ψελλός, τῶν φιλοσόφων ὢν ὕπατος. τὰ δὲ παρὰ τούτων καταγγελλόμενα υἱοθέτησις ἦν τοῦ Κομνηνοῦ, εἰσποιηθησομένου τῷ βασιλεῖ, καὶ ἀναγωγὴ πρὸς τὴν τιμὴν τὴν τοῦ Καίσαρος καὶ τοῖς τὴν τυραννίδα συμμελετήσασιν ἄφεσίς τε καὶ ἀμνηστία τοῦ πλημμελήματος. οἱ μὲν οὖν ταῦτα τῷ Κομνηνῷ ἀπηγγέλκασιν ἐν ἐπηκόῳ τοῦ πλήθους, τὸ δὲ ἐθορύβει, μὴ βούλεσθαι λέγον ἐν ἄλλῳ σχήματι τὸν αὐτῶν προεστηκότα θεάσασθαι μηδ' ἀποδύσασθαι ἀνασχέσθαι αὐτὸν τὴν στολὴν τὴν βασίλειον, ἣν ἤδη ἐνδέδυται. ἔλεγον δὲ ταῦτα οἱ πλείους οὐχ οὕτω φρονοῦντες, ἀλλὰ τὸν τυραννοῦντα θωπεύοντες. ἐπεὶ δὲ διελύθη ὁ σύλλογος, ἰδίᾳ, τοὺς πρέσβεις ὁ Κομνηνὸς προσλαβόμενος "εἴ τινά μοι" φησίν "ἀπόρρητα διαπορθμεῦσαι πληροφορήσετε [662] πρὸς τὸν αὐτοκράτορα, ἐρῶ ὑμῖν ὅσα μοι κατὰ τὴν καρδίαν ἐγκέκρυπται." τῶν δὲ καταθεμένων ἀνέκφορον τηρήσειν ἅπαν ἀπόρρητον, ἔφη ἀρκεῖσθαι νῦν τῷ σχήματι τῷ τοῦ Καίσαρος καὶ μὴ ζητεῖν τὸ βασίλειον, αἰτεῖν δὲ πληροφορίαν ἐκ τοῦ κρατοῦντος, "ὡς οὐχ ἑτέρῳ δώσει τὴν αὐταρχίαν ποτὲ καὶ ὡς συντηρήσει ἑκάστῳ τῶν σὺν ἐμοί, εἴ τι τούτοις πεφιλοτίμηται παρ' ἐμοῦ, καὶ ὡς καί τινος μεταδώσει μοι νῦν ἐξουσίας βασιλικῆς, ἵν' ἔχω τινὰς τιμᾶν τοῖς τῶν ἀξιωμάτων ἐλάττοσι καὶ εἰς ἀρχὰς ἐνίους στρατηγικὰς προχειρίζεσθαι, καὶ εἴ μοι ταῦτα ἐπιτελῆ γίνοιτο, σπείσομαι καὶ ἀφίξομαι. ὅτι δὲ τοῖς πλήθεσι ταῦτα δὴ ἀπαρέσκουσι, διττὰς πρὸς τὸν κρατοῦντα ἐγχαράξω ἐπιστολὰς καὶ τῇ μὲν καταδημαγωγήσω τὸ στρατιωτικόν, τῇ δ' ἐγγράψομαι τὰ ἀπόρρητα." ἐπὶ τούτοις καὶ τὸν τὰ κοινὰ μεταχειριζόμενον ᾔτει μεταστῆναι τῆς διοικήσεως, ὡς δύσνουν αὐτῷ καὶ τοῖς μετ' αὐτοῦ.

   Ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὰς ἐπιστολὰς αὐτοῖς ἐγχειρίσας, ἀπελθεῖν προετρέπετο. οἱ δ' ἐπανῆλθον ἐπὶ τὸν γηραιὸν αὐτοκράτορα, τὰς ἐπιστολάς τε φέροντες καὶ ὅσα ὁ Κομνηνὸς αὐτοῖς ἐν ἀπορρήτοις ἔφη διὰ ζώσης φωνῆς ἀπαγγέλλοντες. [663] ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ βασιλεὺς πάντα πληρῶσαι ὅσα ἐκεῖνος ᾔτησεν ἐπηγγείλατο καὶ προσεπήγαγεν ὅτι "ὥσπερ ἐκεῖνος ἀπορρήτους μοι γνώμας ἐδήλωσε δι' ὑμῶν, οὕτως αὖθις κἀγὼ μυστικώτερά τινα ἐκείνῳ διὰ τῶν αὐτῶν ὑμῶν ἀνατίθεμαι. διόμνυσθε τοίνυν τἀνδρὶ ὅτι οὐ μακρὸν ἂν εἴη τὸ μέσον διάστημα καὶ συμμέτοχον αὐτὸν τοῦ κράτους ποιήσομαι, νῦν δ' ἀναβάλλομαι τοῦτο διά τινα αἴτια." ἐπὶ τούτοις ἀπῆλθον αὖθις οἱ πρεσβευταί, καὶ ὁ Κομνηνὸς ἄσμενος τὰς ἀγγελίας ἐδέξατο, καὶ τοῖς ἄλλοις οὐκ ἀποθύμια τὰ μηνύματα ἔδοξαν καὶ μᾶλλον, ὅτι μεταστῆναι τῶν διοικήσεων τὸν ἐγκεχειρισμένον αὐτὰς μεμαθήκεσαν, καὶ ἤδη καταθεῖναι τὰ ὅπλα ἔδοξεν ἅπασι καὶ τῆς τυραννίδος ἀφέξεσθαι. ὁ πρεσβύτης δὲ βασιλεὺς πρὸ τοῦ τὰς συμβάσεις αὐτῷ πρὸς τὸν Κομνηνὸν γενέσθαι, τὴν τῆς πολιτικῆς μοίρας εὔνοιαν περιποιούμενος ἑαυτῷ, ὥσπερ ᾤετο, ἔγγραφόν τι συγγεγραφώς, ὅρκοις καταδεσμοῦν καὶ ἀραῖς ἕκαστον ὥστε μήτε βασιλέα καλέσαι τὸν Κομνηνὸν μήτε τιμὴν αὐτῷ προσοίσειν βασίλειον, τοὺς μὲν τῶν συγκλητικῶν χρήμασι, τοὺς δ' ἀξιωμάτων διανομαῖς, καὶ ἄλλους ἄλλοις θελκτηρίοις ἀνέπειθε [664] τῷ ἐγγράφῳ ὑποσημαίνεσθαι καὶ τὰ ἐν αὐτῷ βεβαιοῦν. ἐπεὶ δ' ἥκειν τὸν Κομνηνὸν ἠκηκόεισαν, ὡς κατὰ τὴν ἐπιοῦσαν εἰσελευσόμενον, στασιώδεις τινὲς τῶν τῆς συγκλήτου βουλῆς ἕωθεν τῷ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας προσεληλύθεσαν, οἷς καὶ οἱ τῶν ἑταιρειῶν συνῄεσαν ἄρχοντες, καὶ κραυγαῖς προεκαλοῦντο τὸν πατριάρχην εἰς θέαν σφίσιν ἐλθεῖν. ὁ δὲ τὰς θύρας αὐτοῖς ἁπανταχόθεν ἐπιζυγώσας τοὺς ἀδελφιδοὺς αὐτοῖς ἐκπέπομφε πυνθανομένους ὅ,τι φασίν. οἱ δὲ θορυβοῦντες εἰς πλῆθος ἤδη συστάντες, πολλῶν συρρευσάντων ἐκεῖ, συνέσχον τοὺς τοῦ πατριάρχου ἀδελφιδούς, καὶ εἰ μὴ αὐτίκα πρὸς αὐτοὺς ἐξελεύσεται ὁ ἀρχιερεύς, διαθήσειν ἐκείνους ἠπείλουν κακῶς. λέγεται δὲ ταῦτα σκήψεις εἶναι καὶ προβουλεύματα, ἵν' ἄκων δοκοίη συνελθεῖν ὁ πατριάρχης τοῖς στασιάζουσι. κατῆλθεν οὖν ἐκ τῶν ὑπερῴων τὴν ἱερατικὴν ἐνδεδυμένος στολήν, ἐπεγκαλῶν δῆθεν τοῖς παροῦσιν ὡς βιαζόμενος. οἱ δὲ τῶν στασιαζόντων θρασύτεροι ἢ μᾶλλον δι' ὧν ἡ στάσις συνίστατο μέσον παρειληφότες αὐτὸν πρεσβευτὴν ἠξίουν γενέσθαι πρὸς τὸν βασιλέα, [665] ἵν' αὐτοῖς ἀποδοθείη τὸ ἔγγραφον, ὃ βιασθέντες ὑπογεγράφασιν, ἐπεὶ τῷ Κομνηνῷ ἐκεῖνος ἐσπείσατο. ὁ δὲ πληρώσειν αὐτῶν τὸ αἴτημα κατετίθετο· ἀλλ' ἦσαν προσποίησις ἅπαντα. βραχείας γὰρ παρελθούσης ὥρας βασιλέα καὶ αὐτοκράτορα φανερῶς ἀνεῖπον τὸν Κομνηνόν, αὐτοῦ τοῦ πατριάρχου συνευδοκοῦντός τε καὶ συμπράττοντος, καὶ τῷ μὲν Κομνηνῷ μὴ μέλλειν δηλώσαντος, ἀλλὰ σπεύδειν, καὶ ἀμοιβὰς αἰτοῦντος τῆς ἀναρρήσεως, τῷ δ' ἕως τότε βασιλεύοντι κατιέναι τῶν ἀνακτόρων ἰταμώτερον ἐπιτάττοντος. ἀρχιερέων δὲ τῷ γέροντι Μιχαὴλ τὰ τοῦ πατριάρχου κομισάντων μηνύματα, ἐκεῖνος ἔφη "τί δέ μοι ἀντὶ τῆς βασιλείας παρέξετε;" οἱ δέ "τὴν οὐράνιον βασιλείαν" ἀπεκρίθησαν. αὐτίκα τοίνυν ἀπορρίψας τὰ τῆς βασιλείας παράσημα ἀπῆλθε τῶν βασιλείων. ὁ δέ γε Κομνηνὸς κουροπαλάτην τιμήσας τὸν Κεκαυμένον στέλλει τὸν ἄνδρα μετά τινος δυνάμεως παραληψόμενον τὰ ἀνάκτορα. τὸ μέντοι πλῆθος τῆς πόλεως εἰς ὑπαντὴν τοῦ νέου βασιλέως ἐκκέχυτο λαμπρότατά οἱ ποιοῦν τὰ εἰς τὴν βασιλεύουσαν εἰσιτήρια.

   Ἕνα μὲν οὖν ὁ Μιχαὴλ αὐταρχήσας ἐνιαυτὸν τῆς βασιλείας ἐκπέπτωκε καὶ οὐ πολὺ ἐν ἰδιωτικῷ σχήματι βιώσας ἀπέτισε τὸ χρεών. ὁ δὲ Κομνηνὸς τῇ βασιλείᾳ ἐγκαταστὰς ἑαυτῷ [666] τὴν ταύτης ἐπιτυχίαν καὶ οὐ τῷ θεῷ ἐπεγράψατο, καὶ τοῦτο δῆλον ὅτι τῷ νομίσματι ξιφήρη ἑαυτὸν ἐνεχάραξε, μόνον οὐχὶ βοῶν ὅτι "τοῦτό μοι τὴν βασιλείαν, οὐχ ἕτερόν τι προυξένησε." τοὺς δὲ συναραμένους αὐτῷ φιλοτιμότατα ἀντημείψατο καὶ ἔσπευσεν ἑκάστῳ τὰς ἀμοιβὰς ἀποδοὺς οἴκαδε παρασκευάσαι ἀποχωρεῖν, ἵνα μή τι θορυβήσωσιν ἢ τοῦ δήμου κατεξαναστῶσιν ἀστυπολοῦντες. τὸν πατριάρχην δὲ δι' αἰδοῦς ἦγεν ὅτι πολλῆς καὶ τοὺς αὐτοῦ ἀδελφόπαιδας δι' ἐκεῖνον καὶ τιμαῖς ἐτίμησε μείζοσι καὶ ἀρχαῖς περιφανέσιν ἐπέστησε. χαριζόμενος δ' ἔτι τῷ πατριάρχῃ καὶ τὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκονομίαν τῇ ἐκκλησίᾳ ἀπένειμε, μέχρι τότε τοῦ μεγάλου οἰκονόμου προχειριζομένου παρὰ τοῦ βασιλεύοντος, ἀλλὰ μὴν καὶ τοῦ σκευοφύλακος, ἐκεῖνος δὲ καὶ ἄμφω ὑπὸ τὴν τοῦ πατριάρχου ἔθετο ἐξουσίαν, ἀποξενώσας ἀμφοῖν τὸ δημόσιον. εἶτα τὴν μὲν τοῦ βίου αὐτῷ κοινωνὸν Αὐγούσταν ἀνηγόρευσε, τὸν δ' ἀδελφὸν Ἰωάννην κουροπαλάτην τετίμηκε καὶ ὠνόμασε μέγαν δομέστικον.

[667]    Τῶν δὲ πρὸ αὐτοῦ βασιλέων, ὅσοι μετὰ τὸν πορφυρογέννητον ἐκεῖνον Βασίλειον τῆς βασιλείας ἐπέβησαν, οὐ καλῶς χρησαμένων τοῖς δημοσίοις καὶ κοινοῖς πράγμασιν, ἀλλὰ τὰ μὲν εἰς οἰκείας ἀπολαύσεις καὶ εἰς ἀσκητηρίων κατασπαθησάντων οἰκοδομάς, τὰ δὲ δωρουμένων οἷς ἔτυχεν ἢ τέως οἷσπερ ἐβούλοντο, οἱ βασιλικοὶ θησαυροὶ ἐκκεκένωντο καὶ τὰ δημόσια πρυτανεῖα χρημάτων ἐσπάνιζον. τοῦτο τοίνυν ὁ Κομνηνὸς προθέμενος διορθώσασθαι, οὐκ ἠρέμα οὐδὲ κατὰ βραχὺ τῇ διορθώσει ἐπικεχείρηκεν, ἀλλ' ὡς τῷ στατῆρι ἑαυτὸν ἀνεστήλωσεν ἀνατεταμένον τὴν χεῖρα, φέρουσαν τὸ ξίφος γυμνόν, οὕτω καὶ τοῖς πράγμασιν ἐπήνεγκεν ἑαυτὸν καὶ τέμνειν αὐτίκα παρεσκεύαστο τὰ οἰδήματα, ἀλλ' οὐ μαλάσσειν οὐδ' ἐμπλάττειν τὰ ὕπουλα. ὅθεν οὐδ' ἐξ οὗπερ τοῦ κράτους ἐπέβη καὶ εἰς ἔννομον ἀρχὴν τὴν πρὶν αὐτοῦ τυραννίδα μετήνεγκεν, ἀναποδίσας τὴν τοῦ πρὸ αὐτοῦ πρᾶξιν ἀνέτρεψε καὶ εἴ τι ἐκεῖνός τισιν ἐδωρήσατο, ἀφῃρεῖτο καὶ ἀπεστέρει τοὺς εἰληφότας, ἀλλὰ καὶ τῶν πρὸ ἐκείνου πολλὰ καθῄρησε καὶ ἠθέτησε, καὶ οὐ μόνον ταῦτα πρὸς τὸ δημῶδες ἐποίει, ἀλλ' οὐδὲ τῶν τῆς γερουσίας ἐφείδετο. εἶτα [668] προβαίνων καὶ κατὰ τοῦ θείου ἐχώρησε καὶ πολλὰ τῶν τοῖς παρ' ἐκείνων δομηθεῖσι φροντιστηρίοις ἀφιερωμένων ἠκρωτηρίασεν, ἢ μᾶλλον ἐκλογισμοῖς ὑποβάλλων τοὺς ἐν αὐτοῖς ἀσκουμένους καὶ τὴν ἀποχρῶσαν αὐτοῖς δαπάνην ἀπονέμων τὰ λοιπὰ τῷ δημοσίῳ ἀφωσίου καὶ ἀνελάμβανε καὶ ἄλλο ἐπ' ἄλλῳ καθ' ἑκάστην ἐνεώχμου τοιοῦτον. ἐντεῦθεν ἅπασι μισητὸς ἦν τῷ τε δημοτικῷ πλήθει τῇ τε συγκλήτῳ βουλῇ, ἀλλὰ μέντοι καὶ τῷ στρατιωτικῷ· οὐδὲ γὰρ οὐδ' ἐκείνου ἀπείχετο, ἀλλὰ κἀκείνοις ἀπεμείου τὰς εὐπορίας καὶ τῶν ἄλλων μᾶλλον τοῖς ἐν σεμνείοις τὴν ζωὴν διανύουσι. τὸν δὲ οὐδὲν ἀπῆγε τῶν ἐγχειρήσεων, οὐ λόγος, οὐ δέος, οὐ μῖσος, οὐ ψόγος· οὕτως ἐπῆρτο τὸ φρόνημα καὶ οἰδῶσαν ἐκέκτητο τὴν ψυχήν.

   Ἀλλ' οὐδ' ὁ πατριάρχης ἧττον ἐκείνου πεφρονημάτιστο. ἤθελεν οὖν ἐπιτάσσειν αὐτῷ, καὶ εἴ ποτε πρὸς τὰ αἰτούμενα ἀπετύγχανεν, ὁ δὲ ἐδυσχέραινε καὶ ἠπείλει καὶ ἐπετίμα, εἶτα καὶ ὡς αὐτὸς αὐτῷ τὴν βασιλείαν ἀπονενεμηκώς, αὐτὸς καὶ ἀφελέσθαι ταύτην αὐτὸν εἰσαῦθις ἠπείλησε. ταῦτα οὐκ ἦν οἴσειν τὸν βασιλέα ἐπιεικῶς· διὸ καὶ δρᾶσαι πρίν τι πάθοι προεμηθεύσατο.

[669] τοῦ γοῦν πατριάρχου εἰς τὴν οἰκείαν ἀπελθόντος μονήν, ἤδη τῆς πανηγύρεως ἐφεστώσης τῶν ἐν αὐτῇ τιμωμένων οὐρανίων δυνάμεων, ἵν' ἑορτάσῃ λαμπρότερον, πέμψας ἐκεῖ χεῖρα στρατιωτικὴν ὁ κρατῶν (οὐ γὰρ ἤθελεν ἐκ τῆς τοῦ θεοῦ λόγου Σοφίας τὸν ἄνδρα καταγαγεῖν, ἵνα μὴ παρὰ τῷ κλήρῳ ἢ καὶ τῷ δήμῳ θόρυβος γένηται), ἐκεῖνόν τε καὶ τοὺς ἐκείνου ἀνεψιοὺς συνόντας αὐτῷ ὑπερορίους ποιεῖ. εἶτα καὶ καθαιρέσει ὑποβαλεῖν αὐτὸν διὰ φροντίδος ἐτίθετο καί τισι τῶν ἀρχιερέων συνεργοῖς πρὸς τοῦτο ἐκέχρητο δηλοῖ τε δι' αὐτῶν τῷ ἀνδρὶ ἀπείπασθαι τὴν ποιμαντικήν, ἵν' ἑκὼν δοκῇ αὐτὴν παραιτεῖσθαι, ὡς εἰ μὴ τοῦτο, καὶ ἄκων αὐτὴν ἀφαιρεθήσεται, εἰς μέσον κατ' αὐτοῦ προτιθεμένων αἰτιαμάτων. ὡς δ' ἐκεῖνος οὐκ ἦν ὑπείκων τῷ τοῦ βασιλέως θελήματι, φροντὶς ἦν τῷ κρατοῦντι περὶ τῆς αὐτοῦ καθαιρέσεως. ἀλλ' ἔφθη λύσας τὴν φροντίδα τοῦ πατριάρχου ὁ θάνατος. μετ' ὀλίγον γὰρ μεθίσταται τῶν ἐνθένδε ὁ πατριάρχης, καί τις τῷ Κομνηνῷ τὴν ἐκείνου εὐηγγελίσατο τελευτήν, ὡς φροντίδων αὐτὸν ἀπαλλάττουσαν. ὁ δ' [670] εὐθὺς μετεγνώκει καὶ ἀνωλόλυξε καὶ τὸν ἐκείνου νεκρὸν μετ' ἐντίμου τῆς προπομπῆς ἐκ τῆς ὑπερορίας ἀναγαγὼν εἰς τὴν αὐτοῦ μονὴν ἐναπέθετο καὶ τοὺς ἐκείνου ἀδελφιδοὺς αὖθις ἀποκατέστησε πρὸς τὰς πρότερον τιμάς. τῇ δ' ἐκκλησίᾳ τὸν πρόεδρον καὶ πρωτοβεστιάριον Κωνσταντῖνον τὸν Λειχούδην ἀντικατέστησεν, ἄνδρα ταῖς τῶν κοινῶν πραγμάτων ἐπὶ μακρὸν ἐμπρέψαντα διοικήσεσι καὶ ἀνέγκλητον διαμείναντα, ᾧπερ ὁ Μονομάχος καὶ τὴν τῶν Μαγγάνων ἀνέθετο πρόνοιαν καὶ τὰ περὶ τῆς ἐλευθερίας αὐτῶν ἐνεπίστευσεν ἔγγραφα. ἅπερ ὑφ' ἑαυτὸν ὁ Κομνηνὸς ἐθέλων ποιήσασθαι σκέμμα τι μηχανᾶται πονηρίας ἀνάμεστον καὶ τόκον νοὸς κακοδαίμονος. ἐπεὶ γὰρ ὁ Λειχούδης ἐψήφιστό τε καὶ προκεχείριστο καὶ ἱερεὺς ἤδη κεχειροτόνητο, δι' ἀπορρήτων αὐτῷ μηνύει λέγεσθαί τινα κατ' αὐτοῦ ἀπείργοντα τοῦ ἱερᾶσθαι αὐτόν, καὶ εἰ μὴ ταῦτα λαληθεῖεν συνοδικῶς, μὴ οἷόν τ' εἶναι τοῦ χρίσματος αὐτὸν τῆς ἀρχιερωσύνης τυχεῖν. "εἰ δὲ δοίης μοι" ἔφη "τῶν Μαγγάνων τὰ δικαιώματα, παραβλέψομαι τὰ λεγόμενα καὶ παραχωρήσω χρισθῆναί [671] σε." συνιδὼν οὖν ὁ Λειχούδης ὡς οὐκέτι αὐτῷ εἰς τὴν προτέραν ἐπανελθεῖν κατάστασιν ἔξεστιν, οὕτω δὲ μένειν δι' αἰσχύνης ποιούμενος, φέρων δίδωσι τὰ αἰτούμενα, καὶ οὕτω παραχωρεῖται τελεσθῆναι τὴν ἀρχιερατικὴν τελετήν.

   Ὁ δὲ Κομνηνὸς κατὰ τῶν Οὔγγρων καὶ τῶν Σκυθῶν, οἳ Πατζινάκαι λέγονται, ἐκστρατεύσας τοῖς μὲν Οὔγγροις εἰρήνην αἰτησαμένοις ἐσπείσατο. κατὰ δὲ τῶν Σκυθῶν ὁρμήσαντι οἱ μὲν ἄλλοι ὑπέκυψαν καὶ εἰρήνευσαν (οὐ γὰρ ὑφ' ἕνα πάντες ἡγεμόνα ἐτάττοντο), εἷς δ' αὐτῶν ὁ Σελτὲ θρασυνθεὶς καὶ μοίρᾳ τινὶ τῆς τῶν Ῥωμαίων δυνάμεως συμβαλὼν ἥττητο καὶ τὸ πολὺ τῶν οἰκείων ἀποβαλὼν μετὰ τῶν περιλειφθέντων ἀπέδρα. ἀναζευγνὺς δ' ἐκεῖθεν ὁ βασιλεὺς ἐσκήνωσεν ἐν τῷ Λοβιτζῷ, ἤδη τοῦ τέλους ὄντος ἐγγὺς τοῦ Σεπτεβρίου μηνός. ὄμβρου δὲ ῥαγδαίου καταρραγέντος καὶ χιόνος πεσούσης πρὸ ὥρας πολλῆς, τῆς ἵππου τε τὸ πλέον διέφθαρτο καὶ στρατιῶται πολλοὶ τῷ ψύχει κεκινδυνεύκασι, καὶ ποταμοὶ δ' ὑπερχειλεῖς γεγονότες καὶ πελαγίσαντες τὰ ἐπιτήδεια σφῶν ἀθρόον παρέσυραν, ὡς καὶ τῷ στρατιωτικῷ καὶ τοῖς ὑποζυγίοις αὐτοῦ τὰ ἀναγκαῖα ἐπιλιπεῖν.

[672] εἶτα τοῦ ὕειν τε καὶ τοῦ νίφειν ἐπὶ μικρὸν παυθέντων τῆς βασιλείου σκηνῆς προῆλθεν ὁ βασιλεὺς καὶ ὑπὸ δρῦν ἔστη παμμεγέθη, ἐκεῖ που ἑστῶσαν· καί τινες τῶν ἐν ὑπεροχαῖς αὐτὸν περιίστανται. βοῆς δ' ἐν τῷ τόπῳ συμβάσης, μετέστησαν τῆς δρυὸς ὁ βασιλεύς τε καὶ οἱ περὶ αὐτόν, ἡ δ' αὐτίκα ῥιζόθεν ἐκσπασθεῖσα κατέπεσεν. ὁ δὲ αὐτοκράτωρ ἐπανελθὼν εἰς τὴν μεγαλόπολιν καὶ ἀποτιννὺς ὑπὲρ τῆς σωτηρίας ταύτης τὰ χαριστήρια τῷ θεῷ ναὸν ἐντὸς τῶν βασιλείων ἀνήγειρε τῇ πρωτομάρτυρι Θέκλᾳ· κατὰ τὴν ἡμέραν γάρ, ἐν ᾗ τελεῖται ἡ μνήμη ταύτης, τὸν ἐκ τῆς δρυὸς ἐξέφυγε κίνδυνον.

   Ἀλλ' ἤδη ῥητέον καὶ ὅπως τὴν βασιλείαν ἀπέθετο, εἰ καὶ μὴ συμφωνοῦσιν οἱ συγγεγραφότες περὶ αὐτοῦ. ὁ μὲν γὰρ πολὺς τὴν γλῶτταν Ψελλὸς ἐν θήραις ἐκεῖνον λέγει τὸν βασιλέα σχολάζοντα καὶ συχνάκις τὴν δεξιὰν λογχοφόρον ἐπ' ἄρκτους καὶ σύας ἐπανατείνοντα βληθῆναι πνεύματι ψυχρῷ τὴν πλευράν, κἀντεῦθεν φρίκην ἐπισυμβῆναι αὐτῷ καὶ πυρετὸν ἐκ τοῦ βάθους ἀναφλεγῆναι, εἰς δὲ τὴν ἐπιοῦσαν νύττεσθαι τὴν πλευρὰν καὶ [673] τὸ ἆσθμα μὴ ἐρρῶσθαι αὐτῷ, κἀκ τούτων ἀμφισβητήσιμον γενόμενον τὸ βιωσόμενον ἢ καὶ ἀπεγνωκότα τέλεον τὴν ζωήν, καὶ τὸν Δοῦκαν Κωνσταντῖνον τῇ βασιλείᾳ ἐγκαταστήσαντα, πρὸς τὴν κρείττω μετατάξασθαι βιοτήν. ὁ δέ γε Θρᾳκήσιος θηρᾶν κἀκεῖνος τὸν βασιλέα ἱστόρησε περὶ τὴν Νεάπολιν, σῦν δ' ἐπιφανῆναί ποθεν τὴν θέαν φρικτόν, καὶ τὸν Κομνηνὸν ἐνδεδωκότα τῷ ἵππῳ τὸν χαλινὸν διώκειν τὸν σῦν, τὸν δὲ εἰσδῦναι τὴν θάλασσαν γενέσθαι τε ἀφανῆ, ἐν τοσούτῳ δὲ ὡς ἐξ ἀστραπῆς ἐνσκῆψαι λαμπηδόνα τῷ βασιλεῖ, καὶ τῇ ταύτης βολῇ διαταραχθέντα τὸν αὐτοκράτορα τοῦ ἵππου τε ἐκπεσεῖν καὶ κεῖσθαι παρὰ τῇ γῇ ἀφρὸν τοῦ στόματος ἀποπτύοντα καὶ μηδὲν τῶν κατ' αὐτὸν αἰσθανόμενον, ἀκατίῳ δ' ἐκεῖθεν ἐμβιβασθέντα κομισθῆναι εἰς τὰ βασίλεια καὶ νοσήσαντά τι βραχύ, εἶτα δὴ καὶ ἀπογνωσθέντα, κείρασθαί τε τὴν τρίχα καὶ ἀντὶ τῆς πορφύρας τραχὺ τριβώνιον ἀμφιέσασθαι, τὸν Δοῦκαν Κωνσταντῖνον βασιλέα προχειρισάμενον, καὶ οὕτω τῇ τοῦ Στουδίου προσορμίσαι μονῇ, κἀκεῖ τὸ λοιπὸν καταβιῶναι τῆς βιοτῆς ἀναρρωσθέντα ἐκ τοῦ νοσήματος. ἐβασίλευσε δὲ δύο ἐνιαυτοὺς καὶ μῆνας [674] τρεῖς δραστήριος ὢν καὶ τὸ ἦθος σοβαρὸν ἐνδεικνύμενος, πρὸς πράξεις ὀξύτατος, στρατηγικώτατος τὰ πολέμια, λόγοις μὲν οὐχ ὡμιληκώς, προσέχων δ' αὐτοῖς καὶ τοὺς τούτων τροφίμους προσδεχόμενος. αἰτιώμενος δὲ ὅτι τυραννίδι ἐπικεχείρηκεν "ὤκνουν" ἔλεγε "τῷ συνδούλῳ δουλεύειν καὶ τῶν εἰκότων μὴ τυγχάνειν."

   Ὁ δὲ πρόεδρος Κωνσταντῖνος ὁ Δοῦκας τῆς βασιλείας τυχὼν ἀπραγμόνως, ὡς εἴρηται, πολλοὺς τῶν τῆς συγκλήτου βουλῆς καὶ τοῦ δημώδους πλήθους εἰς μείζονας ἀξιωμάτων βαθμοὺς προεβίβασε. καὶ ὅσους δ' ὁ Κομνηνὸς ἀφείλετο τὰς οἰκείας τιμάς (πολλοὶ δ' ἦσαν καὶ οὗτοι), εἰς ταύτας αὖθις αὐτὸς ἐκείνους ἀποκατέστησεν.

   Ἐπιβουλῆς δὲ κατ' αὐτοῦ συσκευασθείσης, μικροῦ δεῖν ἐγένετο ἂν ὑποβρύχιος. ἦν μὲν γὰρ ἐν τοῖς βασιλείοις τῶν Μαγγάνων, ἐσκέψαντο δὲ οἱ συνομοσάμενοι ὡς εἰ θόρυβος ἐν τῇ τῆς πόλεως γεγονὼς ἀγγελθείη αὐτῷ ἀγορᾷ, αὐτίκα διὰ τῆς θαλάσσης ἐκεῖνος ἀπελεύσεται πρὸς τὸ μέγα ἀνάκτορον. προῳκονόμητο [675] δ' αὐτοῖς μὴ εἶναι τὴν βασιλικὴν τριήρη ἐκεῖ καὶ τοὺς ἐκείνης οἰακοστρόφους, οὓς πρωτοκαράβους ἡ δημώδης λέγει φωνή. ὁ μὲν οὖν βασιλεὺς ὡς τὸν θόρυβον ἠνωτίσατο, ἀπιέναι δεῖν ἔκρινε τῶν ἀνακτόρων εὐθύ. ἐπεὶ δ' οὐχ εὕρηται ἡ βασιλικὴ τριήρης ἐκεῖ, εἰς τὸ τυχὸν ἐμβεβήκει ἀκάτιον· ἀπιόντος δὲ ἀνεφάνη καὶ ἡ ναῦς ἡ βασίλειος καὶ εἰρεσίᾳ πολλῇ σὺν ῥύμῃ σφοδρὰ τὸ ῥόθιον τέμνουσα πρὸς τὸ πλοιάριον, ὅπερ ὁ βασιλεὺς ἐμβεβήκει, πρὸς τῶν πηδαλιούχων ἰθύνετο. ἦν δ' αὐτοῖς τὸ βουλόμενον ἐπιβιβάσαι τὴν τριήρη τοῦ πλοιαρίου, ἵν' αὐτὸ καταδύσῃ καὶ σὺν τῷ βασιλεῖ ποιήσηται ὑποβρύχιον. ὡς δ' εἶδον τὴν τῆς τριήρους ἐπιφορὰν οἱ τῷ κρατοῦντι συμπλέοντες, ἀνέκραξάν τε καὶ ἐπέχειν θρασύτερον ἐξεβόησαν καὶ μετατρέπειν τοὺς οἴακας. ταῖς γοῦν ἐκείνων βοαῖς ὥσπερ ἐμβροντηθέντες οἱ ἐπὶ τῶν οἰάκων (θείας δ' ἦν τὸ ξύμπαν προμηθείας) ἀπεδειλίασαν. καὶ οὕτως τὸν κίνδυνον ὁ βασιλεὺς ἐκφυγὼν ὅπως τε καὶ παρ' ὧν ἡ ἐπιβουλὴ συνεσκεύαστο ἔγνω καὶ τοὺς αἰτίους ἠμύνατο στερήσει μόνῃ τῶν οὐσιῶν.

   Οὗτος ὁ βασιλεὺς ηὔχει μὲν ὡς ἐπὶ προγόνοις τοῖς πάλαι τῇ τῶν δουκῶν κεκλημένοις ἐπωνυμίᾳ, τῷ Ἀνδρονίκῳ δηλαδὴ καὶ τῷ Πανθηρίῳ καὶ ἐπὶ τούτοις τῷ Κωνσταντίνῳ. ἀλλὰ [676] τοῦ γένους ἐκείνων πάλαι πανοικὶ ἐξολοθρευθέντος, ὅτε Κωνσταντῖνος τυραννίδι ἐπικεχείρηκεν, ὡς ἔμπροσθεν εἴρηται, τοῦ πορφυρογεννήτου Κωνσταντίνου τοῦ παιδὸς τοῦ ἄνακτος Λέοντος, τοῦ φιλοσόφου φημί, βασιλεύοντος καὶ ὑπὸ ἐπιτρόπους τελοῦντος ἔτι διὰ τὴν νηπιότητα, καὶ μηδενὸς ἄρρενος περιλειφθέντος, ἐκ θηλείας οἱ τούτου κατήγοντο πρόγονοι, ὅθεν οὐδὲ Δοῦκας λελόγιστο καθαρός, ἀλλ' ἐπίμικτος καὶ κεκιβδηλευμένην ἔχων τὴν πρὸς τοὺς Δούκας συγγένειαν.

   Ἦν δὲ ὁ ἀνὴρ τὰ πρὸς θεὸν εὐσεβής, τὸ ἦθος ἐπιεικής, δικαιοσύνης ἐραστής, τὴν γνώμην δὲ νωθρὸς καὶ ἀμβλύς, χαίρων τοῖς ἐπὶ βίου μαρτυρουμένοις σεμνότητι, ἐκτόπως δ' ἐρασιχρήματος καὶ πόρους ἐπινοῶν ὅπως αὐτῷ γένοιντο πολλοὶ θησαυροί. ὅθεν καὶ πρὸ πάντων εἰς δύο ταῦτα κατέτεινε τὴν σπουδήν, εἴς τε τὴν τῶν δημοσίων φόρων ἐπαύξησιν (διὸ καὶ τὰ ἀρχεῖα τὰ τοὺς φορολόγους λογοπραγοῦντα ὠνητὰ παρεῖχε τοῖς βουλομένοις καὶ τελώναις τὴν συλλογὴν τῶν φόρων ἐπὶ [677] συνθήκαις ἐπίστευε) καὶ εἰς ἀκροάσεις δικῶν. οὐ πάνυ δὲ τῇ ἀκριβείᾳ προσεῖχε δικάζων, ἀλλ' ἐνιαχοῦ καὶ ἐνηυθέντει καὶ τὰς ψήφους ὑπήλλαττε, πρὸς τὰ πρόσωπα τὰς ἀποφάσεις τιθέμενος. γλίσχρος δὲ τυγχάνων καὶ φειδωλὸς ἔθετο παρ' ἑαυτῷ μὴ μάχαις πρὸς τὰ ἔθνη συρρήγνυσθαι, ἀλλὰ δώροις καὶ φιλοφροσύναις ἄλλαις αὐτὰ οἰκειοῦσθαι καὶ καταλλάττειν τῇ Ῥωμαίων ἀρχῇ, δύο ταῦτα ἐντεῦθεν μνώμενος ἑαυτῷ, τό τε μὴ πλείω δαπανῶν ἐν ἐκστρατείαις καὶ τὸ αὐτὸς ἠρεμεῖν καὶ σχολάζειν ὡς ἐπίπαν τῇ τῶν χρημάτων συλλογῇ· διὸ καὶ τῶν στρατιωτικῶν καταλόγων ἠμέλησεν ἢ μᾶλλον πολλοὺς καὶ τοὺς γενναιοτέρους τῶν ἀπογραφῶν ἀπήλειψε διὰ τὸ βαρύμισθον· ὥστε συμβαίνειν θρασύνεσθαι μὲν τὸ βαρβαρικόν, συστέλλεσθαι δὲ καὶ ταπεινοῦσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα καὶ μειοῦσθαι τὴν ἡγεμονίαν τὴν Ῥωμαϊκήν. πολλαὶ γὰρ τότε τῶν ἑῴων χωρῶν αἱ μὲν ἐληίζοντο καὶ εἰς ἀφανισμὸν προεχώρουν, αἱ δὲ καὶ ὑπὸ τοὺς πολεμίους ἐγίνοντο.

[678]    Καὶ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχον κακῶς, τὰ δ' ἑσπέρια καὶ ταῦτα κακῶς ἔπασχε διὰ στρατιωτῶν καὶ σπάνιν καὶ ἀχρειότητα. τοῦ γὰρ τῶν Οὔζων ἔθνους (Σκύθαι δὲ τοῦτό ἐστι τῶν Πατζινάκων καὶ κατὰ γένους ὑπεροχὴν καὶ κατὰ πλήθους ὑπερβολὴν παρὰ τοῖς Σκυθικοῖς προτιμώμενον ἔθνεσι) τὸν Ἴστρον παγγενῆ διαβαίνοντος, ἐπειράθησαν μὲν οἱ τῶν παριστρίων πόλεων ἄρχοντες (ἦσαν δὲ οὗτοι ὁ μάγιστρος Νικηφόρος ὁ Βοτανειάτης καὶ ὁ μάγιστρος Βασίλειος ὁ Ἀποκάπης) ἀπεῖρξαι αὐτοῖς τὴν διάβασιν, οὐ μέντοι γε ἠδυνήθησαν. ἀλλὰ συμμίξαν σφίσι τὸ βάρβαρον τήν τε συνοῦσαν αὐτοῖς κατηγωνίσατο στρατιὰν καὶ τοὺς εἰρημένους ἄνδρας καὶ ἄμφω δορυαλώτους ἀπήγαγον καὶ διαβάντες τὸν Δάνουβιν τὴν περὶ αὐτὸν χώραν ἐπλήρωσαν ἅπασαν. ἦσαν γάρ, ὡς λόγος, ὑπὲρ ἑξήκοντα χιλιάδας οἱ αἴρειν ὅπλα δυνάμενοι· ὅθεν ὁρμώμενοι τήν τε Μακεδονίαν ἐληίζοντο καὶ μέχρις Ἑλλάδος προῄεσαν. ταῦτα ἀθυμίαν ἐνεποίει τῷ βασιλεῖ, συλλέξαι δὲ δυνάμεις ὤκνει καὶ ἀνεβάλλετο, ἵνα μὴ πρόηται ὀβολόν. ἐκεῖνος δ' ἔλεγεν ὅτι ἀκαταγώνιστον τὸ ἔθνος ἐστί· πρέσβεις δὲ πρὸς τοὺς αὐτῶν [679] ἡγεμονεύοντας ἐσταλκὼς μετὰ δώρων ἐπειρᾶτο τούτοις πεῖσαι τὸ βάρβαρον σπείσασθαι. πάντων δὲ ἀναφανδὸν λοιδορουμένων τῷ βασιλεῖ ὡς διὰ φειδωλίαν μὴ κατὰ τῶν βαρβάρων ἐπεξιόντι, τῆς μὲν πόλεως ἐξεδήμησε, περὶ δὲ Χοιροβάκχους ἐσκήνωσεν, οὐ πλείους, ὡς λέγεται, τῶν ἑκατὸν πεντήκοντα μεθ' ἑαυτοῦ ἐπαγόμενος, φροντίζων δὲ περὶ στρατεύματος συλλογῆς. ἐν τούτοις δ' ἠγγέλη αὐτῷ ἡ τοῦ ἔθνους καταστροφή. ἐνσκήψαντος γὰρ ἐκείνῳ λοιμοῦ, καὶ κακωθέντι σφοδρῶς ἐξ αὐτοῦ οἵ τε Πατζινάκαι καὶ οἱ παρακείμενοι Βούλγαροι ἠσθενηκότι ἐπέθεντο καὶ ἄρδην αὐτὸ διεφθάρκασι, μόλις τῶν ἡγεμόνων μετ' ὀλίγων δυνηθέντων διαβῆναι τὸν Ἴστρον. ἦν δὲ τὸ σύμπαν τοῦ στρατηγήματος τῆς θείας δυνάμεως· ἀπογνοὺς γὰρ ὁ βασιλεὺς πάντοθεν πρὸς τὸ θεῖον κατέφυγε, δάκρυσι καὶ συντριβῇ καρδίας τούτου δεόμενος καὶ τὴν ἐκεῖθεν ἐκκαλούμενος ἀρωγήν.

   Ταῦτα δ' ἐν τῷ ἕκτῳ ἔτει ἐπράχθη τῆς βασιλείας τούτου τοῦ αὐτοκράτορος. πρὸ δὲ τούτου σεισμὸς ἐγένετο μέγας κατὰ τὴν κγ΄ τοῦ Σεπτεβρίου μηνός, ὑφ' οὗ καὶ ναοὶ καὶ οἰκίαι [680] πολλαχοῦ ἠρειπώθησαν. ὅτε καὶ τὸ κατὰ Κύζικον Ἑλληνικὸν κατέπεσε τέμενος, ἔργον κάλλιστόν τε καὶ θαύματος ἄξιον, καὶ ὁ ἐν Νικαίᾳ τῶν ἁγίων πατέρων μέγιστός τε καὶ περιώνυμος κατεσείσθη ναός.

   Κατὰ δὲ τὸν Μάϊον μῆνα τῆς δ΄ κομήτης ὦπτο ἀστὴρ κατόπιν τοῦ ἡλίου πρὸς δύσιν ἰόντος. ἦν δὲ πρότερον μὲν κατὰ σελήνην πλήρη τὸ μέγεθος, εἶτα κόμην ὥσπερ ἐκφύων ἐμειοῦτο καὶ καθ' ὅσον τὰ τῆς κόμης ηὐξάνετο, ἠλαττονοῦτο τὸ μέγεθος. πρὸς δὲ τὴν ἀνατολὴν τὰς ἀκτῖνας ἀπέτεινεν, ἐφ' ἡμέρας φαινόμενος τεσσαράκοντα.

   Τοῦ πατριάρχου δὲ Κωνσταντίνου τοῦ Λειχούδη ἐπ' ἔτη τέσσαρα καὶ μῆνας ἓξ τὴν ἐκκλησίαν ἰθύναντος καὶ μεταθεμένου πρὸς ἑτέραν ζωήν, Ἰωάννης ὁ Ξιφιλῖνος εἰς τὸν ἀρχιερατικὸν τῆς Κωνσταντίνου θρόνον ἀνάγεται, ὃς ἐκ Τραπεζοῦντος μὲν ὥρμητο, πεπαίδευτο δὲ παιδείαν λόγων παντοδαπῶν καὶ τοῖς ἐξόχοις τῆς συγκλήτου συνηρίθμηται. πάντα δ' ἑκουσίως λιπών, τοῖς κατὰ τὸν Ὄλυμπον προσφοιτήσας σεμνείοις κείρεταί τε τὴν κόμην καὶ τὸν μοναχικὸν ὑπέρχεται βίον, ἔνθα καὶ [681] συχνὸν διανύσας χρόνον ἄξιος ἐκρίθη τοῦ θρόνου τοῦ πατριαρχικοῦ.

   Ὁ δέ γε βασιλεὺς νόσῳ ληφθεὶς καὶ ταύτῃ κάμνων ἐπὶ μακρὸν καὶ ταλαιπωρούμενος καὶ ἤδη κατεργασθεὶς καὶ ἀπαραίτητον αὐτῷ γνοὺς ἐπιέναι τὴν τελευτήν, τὴν μὲν βασιλείαν τοῖς υἱοῖς αὐτοῦ καταλέλοιπε τρισὶν οὖσιν, οὓς αὐτῷ ἡ σύνοικος Εὐδοκία ἐγείνατο, τοὺς δύο τὸν Μιχαήλ τε καὶ τὸν Ἀνδρόνικον ἰδιωτεύοντι ἔτι, τὸν δὲ Κωνστάντιον βασιλεύσαντι καὶ αὐτὴ Αὐγούστα ἀναρρηθεῖσα. ὅθεν οὗτος καὶ πορφυρογέννητος ἦν, ὃν αὐτίκα καὶ πρὸ τῶν ἄλλων τοῖς βασιλικοῖς παρασήμοις ἐκόσμησεν, εἶτα καὶ τοὺς λοιποὺς ἀνηγόρευσε. τούτους μὲν οὖν ἐπέστησε τῇ ἀρχῇ, αὐτοῖς δὲ τὴν μητέρα βασιλίδα τε καὶ τροφὸν καὶ κυρίαν, τὸ ξύμπαν εἰπεῖν, καταλέλοιπεν, ἐπ' αὐτῇ τὴν τῆς βασιλείας μεταχείρισιν ποιησάμενος, δοκούσῃ αὐτῷ σώφρονί τε καὶ πρὸς παίδων ἀναγωγὴν δεξιᾷ καὶ πεφυκυίᾳ πρὸς πραγμάτων διοίκησιν, πρότερον ὅρκον ἐξ αὐτῆς ἀπαιτήσας ἔγγραφον ὡς οὐ πρὸς γάμον ἐλεύσεται δεύτερον. τὸ δ' ἔγγραφον [682] παρ' ἐκείνης βεβαιωθὲν τῷ πατριάρχῃ ἐδόθη φυλαχθησόμενον· ἀλλὰ καὶ οἱ τῆς συγκλήτου βουλῆς ἅπαντες ἐγγράφως κατέθεντο μὴ ἄν ποτε βασιλέα ἕτερον ἀνειπεῖν, εἰ μὴ τοὺς παῖδας αὐτοῦ. ἐπὶ τούτοις ὁ μὲν ἐξέλιπε, βασιλεύσας ἑπτὰ πρὸς τῷ ἡμίσει ἐνιαυτούς, ζήσας δ' ἑξήκοντα ἢ καί τι τούτων ἐπέκεινα. τὸν μέντοι ἀδελφὸν αὐτοῦ Καίσαρα βασιλεύσας ἐτίμησε καὶ σύμβουλον εἶχε καὶ τῶν μυστηρίων συνίστορα. λόγοις δὲ οὐχ ὡμιληκὼς ἠγάπα τούτους καὶ τοὺς λογίους ἐσέβετο, καὶ ἔλεγε βούλεσθαι μᾶλλον ἐκ λόγων ἢ τῆς βασιλείας γνωρίζεσθαι. τοὺς δ' ἐπιβούλους αὐτοῦ μὴ ἄλλως κακῶς διαθήσειν ἔφασκεν ἢ μόνον ὡς ὠνητοῖς κεχρῆσθαι αὐτοῖς, ὡς τῶν νόμων αὐτῶν τὴν ἐλευθερίαν ἀφελομένων.

   Κατὰ γοῦν τὰς τοῦ τελευτήσαντος βασιλέως διαταγὰς ἥ τε βασιλὶς Εὐδοκία καὶ οἱ παῖδες ἐκείνου τῆς βασιλείας ἦσαν διάδοχοι καὶ ἡ βασίλισσα τὴν τῶν κοινῶν μετακεχείριστο πρόνοιαν τῶν υἱέων κατάρχουσα καὶ ἐπὶ βήματος σὺν ἐκείνοις προὐκάθητο, μεσεύουσα μὲν αὐτή, ἐκείνους δὲ παρακαθίζουσα ἑκατέρωθεν, οὕτως ἐν ἀρχαιρεσίαις, οὕτως ἐν ζητήσεσι πολιτικῶν [683] ὑποθέσεων, οὕτως ἐχρημάτιζον πρέσβεσιν, οὕτως ἐν συνήθεσι προόδοις προῄεσαν.

   Οἱ δὲ τὴν ἑῴαν ληιζόμενοι βάρβαροι οὐκ ἐπαύοντο τὰς ὑπὸ Ῥωμαίους κατατρέχοντες χώρας καὶ ταύτας ὁσημέραι σινόμενοι. οἱ γὰρ στρατιῶται, ὡς ἤδη μοι εἴρηται, διὰ τὴν τοῦ βασιλέως γλισχρότητα ὠλιγώθησάν τε καὶ ἐκακώθησαν. καὶ εἴ τινες δ' ἦσαν ἔτι στρατείας ἐχόμενοι, κἀκεῖνοι ἀντεπεξιέναι τοῖς πολεμίοις ἦσαν ἀπρόθυμοι, τῶν συνήθων ὀψωνίων στερούμενοι. ὅθεν οἱ βάρβαροι ποτὲ μὲν τῇ Μεσοποταμίᾳ ἐφήδρευον, ποτὲ δὲ τὰ περὶ τὴν Μελιτηνὴν ἐπόρθουν, ποτὲ δὲ τὴν Κιλικίαν ἐσίνοντο, καὶ ἄλλοτε τοῖς Καππαδόκαις ἐπῄεσαν καὶ τοῖς κατὰ Κοίλην Συρίαν ἐνίοτε. ταῦτα τῇ βασιλίσσῃ καταγγελλόμενα θόρυβον ἐνεποίει, καὶ βασιλέως πολλῶν λεγόντων δεῖσθαι τὰ πράγματα, δείσασα ἐκείνη μὴ τὸ κοινὸν βασιλέα τινὰ προστήσηται ἑαυτοῦ, καὶ οὕτως αὐτὴ καὶ οἱ παῖδες τῆς βασιλείας ἐκπέσωσιν, ἔκρινεν αὐτή τινα ἐπαγαγεῖν τῇ ἀρχῇ, ἵνα καὶ ἑαυτῇ καὶ τοῖς τέκνοις διατηρήσῃ τὸ κράτος καὶ μείνῃ αὐτοῖς ἀναφαίτερον. οὐ γὰρ δι' ἀκολασίαν αὐτήν φασιν οὐδ' ἡττηθεῖσαν ἡδονῆς ἑαυτῇ προσαρμόσαι τὸν Διογένη, ἀλλ' ὡς ἄνδρα δραστήριον [684] καὶ τὰ πολέμια δόκιμον καὶ τὴν ἰσχὺν ἀπαράμιλλον ἐπιστῆσαι αὐτὸν τῇ ἀρχῇ, ἵν' ἡ βαρβαρικὴ φορὰ ἐπισχεθείη ποσῶς, αὐτοῦ τούτοις ἀντερείσαντος τοὺς βραχίονας.

   Ἦν δ' ὁ ἀνὴρ οὗτος καὶ τῶν ἐκ γένους λαμπροῦ καὶ τῶν διαβοήτων ἐπὶ τοῖς ἀνδραγαθήμασιν. οὗ ὁ πατὴρ ἐπ' ἀδελφόπαιδι τοῦ βασιλεύσαντος πάλαι τοῦ κατὰ τοὺς Ἀργυροὺς Ῥωμανοῦ κηδεστὴς γεγονὼς καὶ ἐπὶ τυραννίδι ἁλοὺς ἑαυτὸν κατεκρήμνισε. τετίμητο δὲ τῷ τῶν βεσταρχῶν ἀξιώματι. δοὺξ γὰρ παρὰ τοῦ Δούκα τῆς Σαρδικῆς γεγονὼς καὶ Πατζινάκοις ἐκεῖ που περιτυχὼν καὶ τούτοις συμβαλών, πολλούς τε διώλεσε καὶ οὐ μείους ἐζώγρησεν, ὧν τοὺς μὲν ἑαλωκότας ζωούς, τῶν δ' ἐσφαγμένων τὰς κεφαλὰς στείλας τῷ βασιλεῖ βεστάρχης τετίμητο, γράψαντος τοῦ κρατοῦντος αὐτῷ ὡς "οὐ δῶρον, ὦ Διόγενες, τὸ ἀξίωμα, τοῦ δ' ἀνδραγαθήματος ἀμοιβή." διατρίβων οὖν ἐκεῖ τυραννῆσαι παρεσκευάζετο, ἐπεὶ ἔγνω τεθνάναι [685] τὸν αὐτοκράτορα. ὡς δ' ἐμηνύθη τῇ βασιλίσσῃ τὸ βούλευμα τοῦ ἀνδρός, στείλασα συνέσχεν αὐτόν, καὶ ἤχθη δεσμώτης εἰς τὸ Βυζάντιον καὶ ἐλεγχθεὶς ὡς ἐπίβουλος κατεκρίθη καὶ τέως ὁρίοις κατεκλείσθη περιγραπτοῖς. εἶτ' αὖθις ὡς κατάκριτος εἰσῆκτο πρὸς βῆμα δὴ τὸ βασίλειον, ἵν' ἡ ψῆφος κυρωθείη ἡ κατ' αὐτοῦ. ἔλεος οὖν τοῦ ἀνδρὸς εἰσῄει τοὺς παρεστῶτας καὶ πᾶσιν ἐπαθαίνετο ἡ ψυχή· ἦν γὰρ οὐ μόνον τὴν ἰσχὺν ἀπαράμιλλος, ἀλλὰ καὶ ἰδέσθαι καλός. συνέπαθεν οὖν μετὰ τῶν ἄλλων καὶ ἡ βασιλὶς ἐπ' αὐτῷ καὶ οἶκτος ἔλαβε τοῦ ἀνδρὸς καὶ αὐτήν, εἰ δὲ καὶ ἔρως, οὐκ ἔχω λέγειν, καὶ ἀντὶ τῆς ψήφου τῆς ὁριζούσης ἐκείνῳ τὴν κόλασιν τῆς κολάσεως ἐλευθεροῦν αὐτὸν ἐξήνεκτο ψήφισμα. καὶ ὁ μὲν λυθεὶς τοῦ ἐγκλήματος ἐξῄει πρὸς τὴν Καππαδοκῶν (αὕτη γὰρ ἐκείνῳ πατρίς), ἡ δὲ βασιλὶς μεταπεμψαμένη αὐτὸν μάγιστρον καὶ στρατηλάτην προεχειρίσατο, ἤδη καὶ βασιλέα τοῦτον ἀνειπεῖν ὡς ἄνδρα κρίνασα παρ' ἑαυτῇ γενναιότατον. ἀνεκόπτετο μέντοι διὰ τὰ ὅρκια καὶ τὸ ἔγγραφον, ὃ παρὰ τοῦ πατριάρχου τετήρητο. καὶ ἦν αὐτῇ μέλημα ὅπως τοῦτο ἀφέλοιτο. σκέπτεται τοίνυν περὶ τούτου [686] βουλὴν πονηράν τε καὶ βαθυγνώμονα καὶ ταύτην ἑνί τῳ τῶν περὶ αὐτὴν ἐκτομιῶν κοινοῦται καὶ οἷον προαγωγῷ τῷ θεράποντι κέχρηται, ὑποθεμένη ὁπόσα ἂν καὶ οἷα τῷ πατριάρχῃ προσομιλήσει. ὁ δὲ τῷ ἀρχιερεῖ προσελθών "ἴσθι" φησίν "ὦ δέσποτα, ὡς ἐρῴη τοῦ ἀνεψιοῦ σου ἡ βασιλίς" (ἦν γὰρ ἀνεψιὸς αὐτῷ Βάρδας, νέος τε καὶ σφριγῶν καὶ ἀφροδισίων ἡττώμενος) καὶ προσεπῆγεν ὡς "εἰ σὺ ἐπινεύσειας τὸ τοῦ ὅρκου χειρόγραφον ἀποδοῦναι τῇ βασιλίσσῃ καὶ πεῖσαι μή τινα κίνδυνον ἐκ τούτου ἐπηρτῆσθαι αὐτῇ, αὐτίκα συνοικίσει μὲν ἑαυτῇ τὸν σὸν ἀδελφόπαιδα, καί οἱ τὸ κράτος ἕψεται τὸ βασίλειον." ὡς δὲ τούτοις ὁ πατριάρχης παραβουκοληθεὶς ὅλον ἐνέδωκεν ἑαυτόν, καὶ τῶν τῆς συγκλήτου βουλῆς ἀπῄτητο θέσθαι ἀπόπειραν. ὁ δὲ τούτων ἕκαστον προσκαλούμενος τὰ πράγματα ζητεῖν ἔλεγε βασιλέα τὸν τούτων ἀντιληψόμενον· "εἰ γὰρ ἔτι γυναικὶ μόνῃ καὶ παιδαρίοις ταῦτα διοικηθήσεται, οἰχήσεται πάντως οὐκ εἰς μακρὰν τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ οὐ τὰ [687] πόρρω μόνον καὶ τοῖς ἐχθροῖς ἀγχιτέρμονα, ἀλλὰ καὶ αὐτὰ τὰ ἀγχίθυρα." καὶ ἐπὶ τούτοις τῶν ὅρκων καὶ τοῦ ἐγγράφου πολλὴν ἐποιεῖτο καταδρομὴν καὶ τὸν τεθνεῶτα βασιλέα ἐκακηγόρει, ὡς μηδὲ τοῦ κοινῇ συμφέροντος θέμενον πρόνοιαν, ἀλλ' ἐκ ζηλοτυπίας ἐκθέσμους ὅρκους ἀπῃτηκότα καὶ παράνομα ἔγγραφα. τούτοις τοὺς πλείους συντιθεμένους ἐσχηκὼς ἐκεῖνος, εἰ δέ τινες καὶ ἀντέλεγον, τοὺς μὲν δώροις, τοὺς δ' ὑποσχέσεσι συμψήφους πείσας αὐτῷ γενέσθαι, στέλλει τῇ βασιλίσσῃ τὸ τῶν ὅρκων χειρόγραφον. ἡ δὲ τούτου λαβομένη εἰς ἔργον τὸ βούλευμα ἀπετέλεσε καὶ ἄγεται μὲν τὸν Διογένη καὶ τούτῳ συζεύγνυται, κοινοῦται δὲ τὴν πρᾶξιν τῷ πρεσβυτέρῳ τε τῶν υἱῶν καὶ τῷ Καίσαρι μετακληθέντι πρὸς τὰ βασίλεια καὶ μετασχόντι τῶν ὑμεναίων καὶ τῶν ἐπιγαμίων ἀπογευσαμένῳ κρατήρων· καὶ ὁ Διογένης βασιλεὺς ἀνηγόρευτο, τῆς βασιλίδος Εὐδοκίας μετὰ τῶν υἱέων ἀρξάσης ἐπὶ μῆνας ἑπτὰ καὶ ἡμέρας τινάς.

   Ῥωμανὸς δὲ ὁ Διογένης τῆς τῶν Ῥωμαίων ἀρχῆς γενόμενος ἐγκρατὴς οὐ κατὰ τὰς ἐλπίδας τῆς βασιλευσάσης αὐτὸν [688] Εὐδοκίας ἀποβεβήκει. ἡ μὲν γὰρ ἐκ κατακρίτου καὶ ἤδη τὸν δήμιον ἐφεστηκότα ὁρῶντος αὐτῷ, οὐ μόνον κινδύνου προφανοῦς ἐξαρπάσασα, ἀλλὰ καὶ τηλικαύτης ἀρχῆς ἀξιώσασα ᾤετο ἐν πᾶσιν ἔχειν τοῦτον ὑπείκοντα καὶ αὐτὴ κατάρχειν τοῦ βασιλεύοντος. ὁ δὲ καὶ ἄλλως ὢν ἀλαζονικὸς καὶ ἀδούλωτος, ἐπ' ὀλίγον μὲν βιασάμενος τὸ ἦθος ὑπέπιπτέ τε ταῖς τῆς Αὐγούστης θελήσεσι καὶ ὑπεκρίνετο τὴν ὑπόπτωσιν· εἶτα μὴ στέγων τὴν βίαν ταχὺ πρὸς τὸν οἰκεῖον τρόπον ἐπανελήλυθε καὶ τὴν ὑπακοὴν ἐδυσχέραινε καὶ ἤθελεν αὐτὸς τὸ κράτος καθαρῶς ἀναδήσασθαι.

   Κακῶς δὲ τῶν ἑῴων διακειμένων, καὶ τῶν μὲν ἤδη ἀπεγνωσμένων, τῶν δὲ πρὸς αὐτὸ χωρούντων, ἐκστρατείαν κηρύττει καὶ πήγνυσι τὴν σκηνὴν τὴν βασίλειον κατὰ τὸ τῆς ἑῴας τμῆμα τὸ τῇ Βυζαντίδι ἀντίπορθμον, δύο ταῦτα πραγματευόμενος, ἀποτειχίσαι τε τοῖς βαρβάροις τὴν ἔφοδον καὶ σωτηρίαν ὡς ἐνὸν πρυτανεῦσαι τῷ ὑπηκόῳ καὶ ἑαυτῷ γαυρίαμά τι περιποιήσασθαι καὶ μὴ πάντα ὑπείκειν τῇ βασιλίδι, ἀλλ' αὐτὸς αὐταρχεῖν. ἄρας οὖν ἐκ τῶν βασιλείων πανοπλίτης ἐπεραιώθη [689] πρὸς τὴν ἑῴαν, οὔτ' ἀξιόμαχον ἐπαγόμενος στράτευμα, καὶ ὃ ἐπήγετο, ἀπορίᾳ καὶ ὅπλων καὶ ἵππων καὶ τῶν ἀναγκαίων αὐτῷ ἐτετρύχωτο. ἐκ μακροῦ γὰρ κατολιγωρηθεῖσαν τὴν στρατιάν, ὥσπερ εἴρηται, ἀθρόον ἀνακτηθῆναι οὐκ ἦν εὐχερές. ἀθροισθέντων οὖν τῶν οὕτως ἐχόντων στρατιωτῶν κατὰ τὸ θέμα τῶν ἀνατολικῶν, ὃ τῆς Φρυγίας ἐστίν, οἱ ἐναντίοι μαθόντες τὸν βασιλέα ἐπιέναι σφίσιν αὐτὸν καὶ τοιοῦτον εἶναι ὡς ἑτοίμως προκινδυνεύειν τῶν ὑπηκόων, ἀρήιόν τε καὶ τὴν ὁρμὴν ἀνυπόστατον (τὰ γὰρ τῆς στρατιᾶς ὅπως διέκειτο οὐκ ἠκρίβουν οἱ βάρβαροι), εὐλαβῶς εἶχον καὶ ὤκνουν κατὰ συστάδην μαχέσασθαι. ἔνθεν τοι ὁ μὲν σουλτὰν εἰς τοὐπίσω πεποίητο τὴν ὁρμήν, δύο δὲ μοίρας τῆς βαρβαρικῆς διελὼν στρατιᾶς τὴν μὲν εἰς τὴν νοτιωτέραν Ἀσίαν τὴν ἄνω, τὴν δὲ πρὸς τὴν βορειοτέραν ὁρμῆσαι τοῖς προεστῶσιν αὐτῶν ἐνετείλατο. οἱ δὲ ἐπιόντες τὰ προστυχόντα τε ληιζόμενοι τὴν Νεοκαισάρειαν αἰφνίδιον ἐπεισπεσόντες αὐτῇ ἐξεπόρθησαν καὶ λαφύρων ἐμπλησθέντες ἐκεῖθεν ἀπῄεσαν. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν ἀθυμίαν ἐνέσταξε, καὶ τοὺς εὐζωνοτέρους ἀναλαβὼν τοῦ στρατεύματος [690] ἀπῄει διὰ δυσβάτων ὁδῶν καὶ ὀρῶν, φθάσαι τοὺς ἐχθροὺς ἐπειγόμενος. ὡς οὖν αὐτοῖς ἐπῆλθεν ἀδόκητος, εἰς πτοίαν ἐνέβαλεν ἅπαντας, καὶ πρὸς δρασμὸν ἀπεῖδον εὐθύς, αὐτοῦ που καταλιπόντες καὶ τὴν λείαν καὶ τὴν ἀποσκευήν. φθορὰ μὲν οὖν τῶν βαρβάρων οὐ πάνυ τι γέγονε, τῶν περὶ τὸν βασιλέα κεκοπιακότων ἐκ τῆς ὁδοιπορίας καὶ μὴ οἵων τε ὄντων διώκειν ἐπὶ πολύ. οἱ μέντοι ληφθέντες αἰχμάλωτοι καὶ εἴ τι ἕτερον ἐπλήρου τὴν λείαν, ξύμπαντα ἠλευθέρωτο. ἐκεῖθεν τῆς πρὸς Συρίαν ἥψατο ἀπαγούσης καὶ φάλαγγα μὲν εἰς Μελιτηνὴν ἐξαπέστειλεν, αὐτὸς δὲ εἰς τὸ Χάλεπ ὁρμήσας πολλὴν ἀπήγαγε λείαν ἀνθρώπων καὶ ζῴων ἄλλων. κἀκεῖθεν εἰς Ἱεράπολιν τῆς Συρίας ἐγένετο· καὶ πολιορκεῖν ἐπιχειρήσας αὐτὴν ὁμολογίᾳ τὴν πόλιν παρέλαβεν. εἶτα τῶν βαρβάρων ἐπιθεμένων μέρει τῆς Ῥωμαϊκῆς στρατιᾶς καὶ ἡττησάντων αὐτό, οὐδεὶς τῶν ἄλλων εἰς ἐπικουρίαν τῶν ἡττωμένων γενέσθαι προεθυμήθη. ὁ δέ γε βασιλεὺς ἔνδον τῆς ἑαλωκυίας πόλεως ὢν καὶ τὸ συμβὰν ἐγνωκώς, ταχύτατα μετὰ τῶν περὶ αὐτὸν εἰς ἀρωγὴν τῶν ἡττημένων ἐξώρμησε. μαθὼν δὲ ὁ τοῦ Χάλεπ ἡγεμονεύων τὴν τῶν Ῥωμαίων ἧτταν προσέθετο καὶ αὐτὸς τοῖς ἄλλοις βαρβάροις [691] μετὰ τῆς οἰκείας πάσης δυνάμεως, αὐτίκα τὸν βασιλέα προσδοκῶν ἀπαγαγεῖν δορυάλωτον. καὶ τὸ Ῥωμαϊκὸν κύκλῳ στρατόπεδον περιέλαβον· ὁ μέντοι βασιλεὺς ἀκήρυκτον αὐτοῖς τὴν μάχην ἐπενεγκών (ἐξῄει γὰρ τοῦ χάρακος καὶ τὸ στράτευμα συνεξήγαγε, μήτε σαλπίγγων γενομένης ἠχῆς μήθ' ἑτέρου διαδήλου συνθήματος), ἐτρέψατο τοὺς ἐναντίους καὶ εἰς φυγὴν ἠνάγκασεν ἀπιδεῖν. εἰ οὖν ἐπὶ πολὺ τὸ Ῥωμαϊκὸν ἐπεδίωξε στράτευμα, νίκην ἂν ἤρατο μεγίστην καὶ περιβόητον. οἱ γὰρ ἵπποι τοῖς Ἄραψι ταχεῖς μέν εἰσι τὴν πρώτην ὁρμὴν καὶ τῶν λοιπῶν ποδωκέστατοι, οὐκ ἐπὶ πολὺ δὲ τὸν δρόμον ἐκτείνουσιν, ἀλλ' ἀποκναίουσι τάχιστα. ἀνακληθέντες δὲ καὶ τῆς διώξεως ἀποσχόμενοι τοὺς ἐναντίους μὲν περιέσωσαν, ἑαυτοὺς δὲ μεγάλου κατορθώματος καὶ εὐκλείας ἐστέρησαν. ὅμως τῷ βασιλεῖ, ὅτι ὅλως οἱ Ῥωμαῖοι ἀντεπιέναι τοῖς ἐχθροῖς ἀπεθάρρησαν καὶ τὸ πολὺ τῆς πρῴην δειλίας ἀπέθεντο, ἀρκοῦν ἐδόκει εὐτύχημα. ἐνῴκιστο δὲ τῆς Ἱεραπόλεως ἡ ἀκρόπολις, τοῦ βασιλέως προστάξαντος. ἑτέροις δὲ πολίσμασιν ἐπελθὼν καὶ τὰ μὲν διὰ τὸ ἀνάλωτον παρελθών, τὰ δὲ κατασχὼν εἰς πόλιν τῆς Κιλικίας τὴν Ἀλεξανδρῶνα λεγομένην κατήντησε. κἀκεῖθεν ἀπιόντι [692] λαφυραγωγηθῆναι τὸ Ἀμόριον διαγγέλλεται καὶ κτανθῆναι πολλούς. ἐδυσφόρησε μὲν οὖν πρὸς ταῦτα ὁ βασιλεύς, μὴ δυνάμενος δ' ἐπαμῦναι τοῖς πεπονθόσι, τὰ περὶ τὸν οἰκεῖον στρατὸν οἰκονομησάμενος, ἵνα τὴν τοῦ χειμῶνος ὥραν ἀνενδεῶς τῶν ἀναγκαίων παρέλθωσιν, αὐτὸς ἐπὶ τὴν βασιλίδα τῶν πόλεων ἐπανῆλθεν, ἀλαζονικώτερον διακείμενος, ὡς τάχα κατωρθωκὼς πλείω, οὐ μόνον πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν. ἡ δὲ πρὸς τοὐναντίον αὐτῇ τὰς ἐλπίδας τραπείσας κατανοοῦσα ἐδυσχέραινε καὶ τὴν καρδίαν εἶχεν οἰδαίνουσαν, τὰς ἐπιπλήξεις μὴ στέγουσα.

   Ἄρτι δ' ἀναλάμπειν ἠργμένου τοῦ ἔαρος αὖθις ὁ βασιλεὺς ἑτέρας ἐκστρατείας ἐμέμνητο. ἐκδημήσας τοίνυν τῆς Βυζαντίδος καὶ γενόμενος εἰς Καισάρειαν ἔμαθε Τούρκων πλῆθος πολὺ κατατρέχειν τὴν χώραν, καὶ τούτοις πῇ μὲν μέρος τῆς στρατιᾶς ἐπαφιείς, πῇ δὲ καὶ αὐτὸς συμβαλών, ἐτρέψατο τοὺς ἐχθροὺς καὶ τοὺς ζωγρηθέντας τῷ ξίφει πάντας ὑπαγαγὼν πρὸς τὸν Εὐφράτην ἐτίθει τὸ ὅρμημα. τὸν μέντοι Φιλάρετον [693] στρατηγὸν προβαλόμενος (ἦν δὲ τοῦ Βραχαμίων γένους ὁ ἀνήρ, δοκῶν μὲν πρὸς στρατιωτικὴν ἐμπειρίαν ἱκανῶς ἔχειν, βίου δὲ τυγχάνων οὐκ ἀγαθοῦ, ἀλλ' ἀντιρρόπου πάνυ πρὸς τὴν κλῆσιν αὐτοῦ), τούτῳ τὸ ἥμισυ παραδίδωσι τοῦ στρατεύματος, αὐτὸς δ' ἀπένευσε πρὸς τὰ βορειότερα. τοῖς δὲ μετὰ τοῦ Φιλαρέτου ἐπιφανέντες οἱ ἐναντίοι πτοίαν ἐνέβαλον καὶ τοὺς τόπους καταλιποῦσιν, οὓς φυλάττειν ὡρίσθησαν, καὶ εἰς φυγὴν τραπεῖσιν εἵποντο οἱ πολέμιοι καὶ εἷλον ἅπασαν τὴν ἐκείνων ἀποσκευήν. τοῦτο ἐλθὸν εἰς γνῶσιν τῷ βασιλεῖ σκυθρωπάσαι πεποίηκεν, οἱ δ' ἐναντίοι κατὰ τῆς Καππαδοκίας τὸ ὅρμημα θέμενοι αὐτήν τε ἐπόρθουν καὶ πρὸς τὸ Ἰκόνιον ἵεντο, ἀνθρώπων τε πολυπλήθειαν ἔχον καὶ πᾶσι τοῖς δοκοῦσιν ἀγαθοῖς εὐθηνούμενον. ὁ δὲ βασιλεὺς εἰς Σεβάστειαν ἀφικόμενος καὶ μαθὼν τὴν κατὰ τοῦ Ἰκονίου τῶν Τούρκων ἐπέλασιν συνέτεινε καὶ αὐτὸς τὴν πορείαν ὀπίσω αὐτῶν. γνοὺς δὲ ἤδη ἐκπεπορθηκότας αὐτοὺς τὸ Ἰκόνιον καὶ τὴν αὐτοῦ εὐλαβουμένους κατάληψιν ἀπᾶραι, τῷ τῆς μεγάλης Ἀντιοχείας δουκὶ τῷ Χατατουρίῳ μοῖραν ἐκπέμψας τινὰ τῶν Ῥωμαϊκῶν δυνάμεων ἐνετείλατο εἰς Μόψου ἑστίαν ἀφίξεσθαι καὶ τοῖς Τούρκοις ἐκεῖ διιοῦσι συμμίξαι. ἀλλ' [694] οἱ πολέμιοι εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα γενόμενοι τοῖς Ἀρμενίοις ἐνέπεσον καὶ πᾶσαν σχεδὸν τὴν λείαν ἀπέβαλον. ἐνωτισθέντες δὲ καὶ τὴν ἐν Μόψου ἑστίᾳ τῶν Ῥωμαίων ἐφέδρευσιν ᾤχοντο διὰ τῆς νυκτὸς καὶ διέφυγον. ὃ τῷ βασιλεῖ λύπης ὑπόθεσις γέγονε, καὶ ἀπογνοὺς ὡρμήκει πρὸς τὸ Βυζάντιον· ἤδη γὰρ ἐπέστη καὶ τὸ μετόπωρον. ὅτε καὶ ὁ μέγας τῶν Βλαχερνῶν ἐπυρπολήθη ναός, ἔτους ἐνισταμένου ϚϚφοη΄.

   Ἐφισταμένου δέ γε τοῦ ἔαρος Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνόν, τὸν τοῦ βεβασιλευκότος ἤδη Ἰσαακίου ἀδελφιδοῦν, κουροπαλάτην τιμήσας ἐφίστησι τοῖς στρατεύμασιν. ὁ δὲ νέος μὲν ἐτύγχανεν ὤν, ἦρχε δὲ κατὰ γέροντας, καὶ βαρβάρων ἐντυχὼν στρατιᾷ προσμίγνυσι καὶ νικᾷ. τοῦτο λέγεται τῷ Διογένει φθόνον κινῆσαι, καὶ διὰ τοῦτο τῆς περὶ ἐκεῖνον στρατιᾶς μοῖραν οὐκ ἐλαχίστην ἀποδιελεῖν καὶ στεῖλαι κατὰ Συρίας. εἶτα τοῦ Κομνηνοῦ μετὰ τῶν ὑπολελειμμένων γενομένου κατὰ Σεβάστειαν, Τούρκων ἀνεφάνη πληθύς, καὶ ἐπῄει τούτοις ἐκεῖνος. οἱ δὲ φυγὴν ὑπεκρίθησαν, καὶ οἱ περὶ τὸν Κομνηνὸν τοὺς [695] φεύγοντας ἐπεδίωκον. ἐκ δέ γε συνθήματος μεταστρέψαντες τὰ νῶτα οἱ βάρβαροι ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπέθεντο καὶ πολλοὺς μὲν ἀνεῖλον, καὶ εἷλον οὐ μείονας καὶ αὐτὸν τὸν στρατάρχην τὸν Μανουὴλ καὶ τὸ στρατόπεδον διηρπάκασιν. ἡ δὲ περὶ τούτων ἀγγελία τὸν αὐτοκράτορα διετάραξε, καὶ ἔτι φήμη τις γενομένη ὡς ἡ ἐν Χώναις πολιτεία καὶ τὸ ἐκεῖ τοῦ ἀρχιστρατήγου περίπυστον τέμενος τοῖς βαρβάροις παρείληπται. ὁ μὲν οὖν βασιλεὺς ὅλος ἦν τοῦ αὐτίκα χωρῆσαι κατὰ τῶν πολεμίων καὶ ἐπαρῆξαι τοῖς κινδυνεύουσιν, ἀλλά τινες αὐτῷ συνεβούλευον ἐπέχειν τέως. ἐν τούτοις δὲ ἧκεν ὁ Κομνηνὸς Μανουὴλ μετὰ καὶ τοῦ ἑλόντος αὐτὸν Τούρκου, προσελθόντος τῷ βασιλεῖ. ἐκ γάρ τινος αἰτίας δυσμένειαν ὁ σουλτὰν ἐσχηκὼς κατὰ τοῦ ἀνδρὸς στρατιὰν ἐξαπέστειλε κατ' αὐτοῦ συλληψομένην αὐτόν. διὸ δείσας ἐκεῖνος εἵλετο τῷ βασιλεῖ προσφυγεῖν, ὃν αὐτίκα τετίμηκε πρόεδρον· ἦν δὲ τὴν ἡλικίαν βραχύτατος, τὴν δὲ μορφὴν εἰδεχθέστατος.

   Ἐπεὶ δὲ τὸ ἔαρ ὑπέλαμπεν, ἐμβεβήκει μὲν τῇ τριήρει τῇ αὐτοκρατορικῇ· διαπεραιουμένου δ' ἄρτι περιστερὰ οὐ πάνυ μὲν μέλαινα τὴν χροιάν, πρὸς δὲ τὸ μελάντερον ἀποκλίνουσα, [696] τὴν τριήρη αὐτοῦ περιίπτατο καὶ οὐκ ἀπέστη πτερυσσομένη περὶ αὐτόν, ἕως ἐκεῖνος ταῖς χερσὶν αὐτῆς ἐπελάβετο. ὁ δὲ ταύτην τῇ βασιλίσσῃ ἐκπέπομφεν, ἐκρίθη δὲ τὸ τῆς περιστερᾶς οὐκ ἀγαθόν τι τεκμήριον οὔτε τῷ ταύτην ἑλόντι οὔτε μὴν τῇ πρὸς ἣν ἔσταλτο. ἀλλὰ καὶ τοῦ ξύλου, ᾧ μέσον ἱσταμένῳ ἡ βασίλειος σκηνὴ ἐπερείδεται, αὐτομάτως κατεαγότος, κατέπεσεν ἡ σκηνή· καὶ τοῦτο δὲ σύμβολον ἐνομίσθη ἀπαίσιον. ὅμως οὐδὲν τὸν βασιλέα τῆς προθυμίας ἀνέκοψεν, ἀλλὰ προῄει ἕως τοῦ θέματος τῶν ἀνατολικῶν, φειδωλίας ἐχόμενος παρὰ τὸ εἰωθός. ἐσκηνωμένῳ δέ που ἐν δωματίοις πῦρ ποθεν ἐνεχθὲν αὐτά τε κατέφλεξε τὰ δωμάτια καὶ ἵππους ἡμιφλέκτους εἰργάσατο τῶν βασιλικῶν καὶ χαλινὰ καὶ ὀχήματα, ὃ καὶ τοῦτο κακὸν οἰώνισμα ἔδοξεν. ἐκεῖθεν μετελθὼν καὶ τὸν Ἅλυν διαπεράσας καὶ παρελθὼν τὴν Καισάρειαν εἰς τὴν λεγομένην Κρύαν πηγὴν τὸν χάρακα ἔθετο, ἔνθα τισὶ τῶν Νεμίτζων ἀπηνέστερον προσηνέχθη δι' ἀδικήματα. τοῦ δὲ τάγματος τούτων ἀποστατήσαντος, ἱππότης αὐτὸς αὐτίκα ἐπιφανεὶς καὶ τὸ στρατιωτικὸν ἐπαγόμενος κατέπληξέ τε τὸ ἀποστατῆσαν καὶ αὖθις συμμαχικὸν [697] αὐτῷ ἐποιήσατο. εἶτα ἄπεισιν εἰς Θεοδοσόπολιν κἀκεῖ δύο μηνῶν ἕκαστον ἐπάγεσθαι κελεύσας τροφήν, ὡς διὰ ἀοικήτου μέλλων πορεύεσθαι, διεῖλε τὸ στράτευμα καὶ μοῖραν μὲν τῷ Ῥουσελίῳ παρέσχεν (ἀνὴρ δ' οὗτος Λατῖνος πολεμικώτατος) καὶ κατὰ τοῦ Χλιὰτ αὐτὸν ἐξαπέστειλεν. ἑτέραν δὲ μοῖραν ἑτέρῳ προσένειμε, προστάξας αὐτῷ πορθῆσαι τὸ Μανζικίερτ· αὐτὸς δὲ ὁ βασιλεὺς μετὰ τῶν λοιπῶν οὐκ ἀξιομάχων ὄντων περιελέλειπτο. τὸ μὲν οὖν Μανζικίερτ δι' ὁμολογίας τῷ βασιλεῖ παραδέδοτο, ἀποδεδειλιακότων τῶν Τούρκων καὶ πίστιν αἰτησαμένων καὶ τούτου ἐκστάντων. στρατιώταις δὲ εἰς συλλογὴν ἐξελθοῦσι τῶν χρειωδῶν πολέμιοι ἀθρόον ἐπήλθοσαν. ὃ γνοὺς ὁ βασιλεὺς τὸν μάγιστρον Νικηφόρον τὸν Βρυέννιον ἐπ' αὐτοὺς ἐξαπέστειλε μετά τινος συντάγματος, ὃς τοῖς Τούρκοις προσβαλὼν καὶ κάμνουσαν βλέπων τὴν μετ' αὐτοῦ δύναμιν, στείλας ᾔτει ἐπικουρίαν. ὁ δὲ βασιλεὺς ἀγνοῶν τῶν ἐναντίων τὴν δύναμιν δειλίαν κατέγνω τοῦ Βρυεννίου καὶ κατὰ τοῦ ἀνδρὸς ἐτραχύνετο. ἔτυχε δὲ τότε ὁ ἱερεὺς ἀναγινώσκων [698] τὸ εὐαγγέλιον καὶ λέγων "εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν." ὅμως ἔστειλε καὶ τὸν μάγιστρον Νικηφόρον τὸν Βασιλάκιον μετὰ μοίρας στρατιωτῶν, ὧν προστεθέντων τῷ Βρυεννίῳ μέχρι μέν τινος ἰσοπαλὴς ἦν ὁ ἀγών. εἶτα τοῦ Βασιλακίου ὁρμήσαντος ἐν προμάχοις κατὰ τῶν ἐναντίων μετὰ τῶν περὶ αὐτόν, τὰ νῶτα ἔτρεψαν οἱ πολέμιοι, ὁ δὲ ἐδίωκε, τοῦ Βρυεννίου σὺν τοῖς ἀμφ' αὐτὸν μὴ διώκοντος. ὡς δὲ περὶ τὸν χάρακα τῶν ἐναντίων ἐγένετο, πληγέντος αὐτῷ τοῦ ἵππου, ἀπέβη αὐτοῦ καὶ διὰ τὸ τῶν ὅπλων βάρος οὐκ εὐκίνητος ὢν κυκλοῦται παρὰ τῶν πολεμίων καὶ ζωγρηθεὶς τῷ σουλτάνῳ προσάγεται· οὔτε δ' ἐκεῖνος δουλικώτερον αὐτῷ προσῄει οὔτε μὴν ὁ σουλτὰν ὡς αἰχμαλώτῳ αὐτῷ προσήνεκτο, συχνάκις δὲ τὸν ἄνδρα μετακαλούμενος περὶ τοῦ βασιλέως διεπυνθάνετο καὶ τὰς οἰκείας δυνάμεις ἐδείκνυεν. ὁ δὲ καὶ ἐπῄνει τὰ τοῦ σουλτὰν καὶ ἐθαύμαζεν, οὐ μέντοι συμφέρειν αὐτῷ ἔλεγεν ἀντιπαρατάξασθαι τῷ βασιλεῖ. ὁ δέ γε βασιλεὺς μετὰ τῶν περιλοίπων ἐξῆλθε τοῦ χάρακος κατασκοπήσων τί τὸ γινόμενον, ἑστὼς δ' ἐπὶ γεωλόφων μέχρις ἑσπέρας ὑπέστρεψε. καὶ οἱ Τοῦρκοι δ' εὐθὺς ἐκύκλωσαν [699] τὸ στρατόπεδον καὶ τοῦτο περιιππεύοντες βέλη ἔβαλον καὶ βοαῖς ἀσήμοις καὶ ὑλακαῖς περιήχουν τὴν στρατιάν. οὕτω μὲν οὖν ἡ νὺξ ἐκείνη παρῆλθεν· ἕωθεν δὲ Οὔζων τι σύνταγμα πρὸς τοὺς πολεμίους ἀπηυτομόλησε. καὶ τοῦτο ὕποπτον καὶ τὸ μεῖναν ἔτι πλῆθος τῶν Οὔζων ἐποίησεν.

   Ὁ δὲ βασιλεὺς ὀξύτατα πέμψας εἰς τὸ Χλιὰτ μετεκαλεῖτο τὰ ἐκεῖσε στρατεύματα. ὡς δ' οὐκ ἀφίκοντο (ὁ γὰρ Ταρχανειώτης, οὗτος γὰρ ἦν ὁ εἷς τῶν ἐκεῖ στραταρχῶν, μαθὼν τοῦ σουλτάνου τὴν ἄφιξιν, παρέπεισε καὶ τὸν Ῥουσέλιον, καὶ μετὰ τῶν ὑπ' αὐτοὺς δυνάμεων ἄραντες φυγῇ πρὸς τὰ Ῥωμαίων ἐχώρησαν ὅρια), ἔγνω ὁ Διογένης μετὰ τῶν συνόντων αὐτῷ διαγωνίσασθαι ἐς τὴν αὔριον καὶ ἅμα πρωὶ πρὸς τὸν πόλεμον ἐξηρτύετο. ἐν τούτῳ δὲ πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου περὶ εἰρήνης διαλεξόμενοι. ὁ δὲ βασιλεὺς οὐ πάνυ φιλανθρώπως τοὺς πρέσβεις ἐδέξατο, ὅμως μέντοι καὶ λόγων σφίσι μετέδωκε καὶ ἀπελθεῖν πρὸς τὸν κύριον αὐτῶν προετρέψατο καὶ ἀπαγγεῖλαι ὡς "εἰ βούλοιτο περὶ συμβάσεων διαλέξεσθαι, καταλιπέτω [700] τὸν τόπον ἐν ᾧπερ ἐστρατοπέδευται καὶ πόρρω ποι μετασκηνωσάτω, ὥστε με μετὰ τῆς Ῥωμαϊκῆς στρατιᾶς τὸν χάρακα πήξασθαι, ὅπου νῦν ἐστιν ἡ τῶν βαρβάρων παρεμβολή." ταῦτα τοῖς πρέσβεσι διαλεχθεὶς ἀλαζονικώτερον συντόμως ἐπανελθεῖν ἐνετείλατο. οἱ μὲν οὖν τῷ σουλτὰν τοὺς τοῦ βασιλέως λόγους ἀπήγγελλον, κἀκεῖνος μετὰ τῶν περὶ αὐτὸν περὶ τῶν τῆς εἰρήνης συνθηκῶν ἐβουλεύετο. ὁ δέ γε βασιλεὺς ὑπερφρονήσας καί τισι πεπεισμένος τῶν ᾠκειωμένων αὐτῷ δεδειλιακέναι λέγουσι τὸν σουλτάν, ὡς μὴ ἀξιόμαχον ἐπαγόμενον δύναμιν καὶ διὰ τοῦτο τὴν εἰρήνην ζητεῖν, ἵνα τῆς μάχης ὑπερτεθείσης καὶ ἄλλην δύναμιν προσαγάγηται, μήτε τὴν τῶν πρέσβεων ἀναμείνας ὑποστροφὴν μήθ' ἕτερόν τι σκοπήσας τοῖς σαλπιγκταῖς ἐκέλευσεν ἠχῆσαι τὸ ἐνυάλιον. τοὺς δὲ βαρβάρους τὸ αἰφνίδιον διεθρόησεν, ἀλλὰ καὶ οὕτως εἰς ἀντιπαράταξιν ἔστησαν καὶ ἐπιόντων αὐτοῖς τῶν Ῥωμαίων οὐκ ἀντεπῄεσαν, ἀλλ' ἀνεχάζοντο, μήτε τὰ νῶτα τρέποντες μήτε μέντοι μαχόμενοι. ὡς δὲ περὶ δείλην ὀψίαν ἡ ἡμέρα ἐγένετο, εἰδὼς ὁ βασιλεὺς ὅτι φυλακὴ περὶ τὸ στρατόπεδον οὐκ ἦν ἀξιόλογος, καὶ δείσας μὴ ἐπελθόντων [701] τῶν ἐναντίων αὐτῷ διαρπαγῇ, ἔγνω τὴν μάχην λῦσαι καὶ ἐπαναζεῦξαι περὶ τὸν χάρακα. ἐπιστρέψας οὖν τὴν βασιλικὴν σημαίαν αὐτός τ' ἐπανῄει καὶ τῇ στρατιᾷ ταὐτὸ ποιεῖν διεσήμαινεν. οἱ μὲν οὖν περὶ αὐτὸν ὄντες ἀθορύβως ἐποιοῦντο τὸ κελευσθέν. ὅσοι δὲ πόρρω ποι τὰς παρατάξεις ἐκέκτηντο, φυγὴν τοῦ βασιλέως τὴν ὑποστροφὴν ὑπετόπασαν, Ἀνδρονίκου τοῦ υἱοῦ τοῦ Καίσαρος τὸν λόγον ὑποβαλόντος ταῖς φάλαγξιν. ἀεὶ γὰρ ὅ τε Καῖσαρ καὶ οἱ τούτου υἱεῖς ἐφήδρευον τῷ βασιλεῖ καὶ ἀφανῶς ἐπεβούλευον. ἄρας οὖν αὐτίκα μετὰ τῶν περὶ αὐτὸν ὁ Ἀνδρόνικος (ἐξῆρχε γὰρ οὐκ ἐλαχίστης μοίρας στρατιωτῶν) ἀπὸ ῥυτῆρος ἐπανελήλυθεν εἰς τὸν χάρακα. τοῦτο καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, οὓς οὕτως ἀκόσμως ἐπανιόντας ὁ βασιλεὺς θεασάμενος ἔστη, στῆναι δὲ καὶ τοῖς ἀπιοῦσιν ἐνεκελεύετο. ἀλλ' ἐξεκεκώφεισαν ἅπαντες καὶ τῆς φυγῆς οὐ μεθίεντο. ὡς δὲ τὸ παράλογον τῆς φυγῆς δυστύχημα τῶν Ῥωμαίων καὶ μήνιμα θεῖον ἔγνωσαν οἱ πολέμιοι, εὐθὺς ἐπῆλθον τῷ βασιλεῖ. ὁ δὲ μετὰ τῶν περὶ αὐτὸν τὴν μάχην ἐδέξατο, καὶ μέχρι μέν τινος ἐρρωμένως ἀντεῖχον, εἶτα τῶν μὲν πεσόντων, ἑαλωκότων δ' ἑτέρων, περιεστοιχίσθη πρὸς τῶν βαρβάρων ὁ βασιλεύς· ἀλλ' οὐδὲ οὕτως ἐνέδωκε. πολλοὺς [702] δὲ πλήξας καὶ ἀνελὼν ἐπλήγη κἀκεῖνος τὴν χεῖρα καὶ οὕτως ἀποκαμὼν καὶ μηκέτι ἀμύνεσθαι τοὺς ἐπιόντας δυνάμενος μήτε μέντοι φυγεῖν, ἤδη τοῦ ἵππου αὐτῷ πεπτωκότος ἐκ τῶν βελῶν, ἑάλω καὶ ἀπῆκτο τοῖς βαρβάροις ὁ βασιλεὺς Ῥωμαίων αἰχμάλωτος. ἀγγελθεῖσα δὲ ἡ τοῦ βασιλέως ἅλωσις τῷ σουλτάνῳ χαρὰν μέν, ὡς εἰκός, ἐνεποίησεν, οὐ μέντοι ἐπῆρεν αὐτὸν ὥστε καὶ ὑψηλοφρονῆσαι· Ἄξαν ἐκεῖνος ὠνόμαστο, οὗ πολλὰ ἐπὶ δικαιοσύνῃ καὶ μετριοφροσύνῃ ᾄδονται διηγήματα. ὅθεν ἠπίστει καὶ τῇ τοῦ βασιλέως ἁλώσει διὰ τὸ τοῦ εὐτυχήματος ἄκρατον. καὶ ἰδὼν αὐτὸν οὐ πρότερον πιστὸν τὸ πρᾶγμα ἐδέξατο, ἕως καὶ οἱ παρ' αὐτοῦ σταλέντες πρέσβεις αὐτὸν ἀνεγνώρισαν καὶ ὁ Βασιλάκης ἐκεῖ κατεχόμενος καὶ ἰδὼν αὐτὸν εἰς τοὺς πόδας αὐτοῦ θρηνῶν κατέβαλεν ἑαυτόν. τότε δὲ τοῦ θρόνου τε ἀνεπήδησεν ὥσπερ ἔνθους καὶ τεθέντα κατὰ γῆς, ὡς ἔθος, πατήσας αὐτὸν ἀνέστησε καὶ περιεπτύξατο καί "μὴ λυποῦ, βασιλεῦ" ἔφη· "τοιαῦτα γὰρ τὰ ἀνθρώπινα· ἐγὼ δέ σοι οὐχ ὡς αἰχμαλώτῳ, ἀλλ' ὡς βασιλεῖ σοι προσενεχθήσομαι." καὶ αὐτίκα σκηνὴν αὐτῷ ἀποτάττει καὶ θεραπείαν [703] βασίλειον, κοινωνεῖ τε τραπέζης, ὁμόθρονον ἑαυτῷ ποιησάμενος, λύει τῶν αἰχμαλώτων αὐτῷ ὁπόσους ᾔτησε, καὶ οὕτως ἐφ' ἡμέραις τισὶ συνομιλήσας καὶ συνδιαιτηθεὶς τῷ ἀνδρὶ καὶ τιμήσας ὑπερβαλλόντως, εἶτα καὶ συνθήκας θέμενος ἐπὶ εἰρήνῃ διηνεκεῖ καὶ κήδους ὑπόσχεσιν ἐπὶ παισὶ ποιησάμενος ἀφῆκε τὸν Διογένην ἀπιέναι μεθ' ὅσης οὐκ ἄν τις ἤλπισε δορυφορίας τε καὶ τιμῆς. ὁ δὲ εἰς Θεοδοσόπολιν ἀπελθὼν ἐσταλμένος βαρβαρικῶς (ὁ γὰρ σουλτὰν οἰκείας αὐτῷ παρέσχε στολάς) τήν τε χεῖρα ἐκεῖ προσμείνας ἐθεραπεύετο καὶ τὴν ἀμφίασιν πρὸς τὸ ῥωμαϊκώτερον μεθηρμόζετο. ἐκεῖθεν δὲ προῄει ἐπανιών, ἄγων μεθ' ἑαυτοῦ καὶ πρέσβεις τοῦ σουλτάν.

   Ἀλλ' ὁ μὲν οὕτως ἐπανῄει· τῆς δ' ἁλώσεως αὐτοῦ ἀγγελθείσης εἰς τὰ βασίλεια ἐν διχονοίᾳ οἱ περὶ ταῦτα γεγόνασιν. οἱ μὲν γὰρ τῇ βασιλίσσῃ καὶ αὖθις τὴν ἐξουσίαν ἐδίδοσαν, οἱ δὲ τῷ πρεσβυτέρῳ τῶν ταύτης υἱέων τὸ ξύμπαν ἐπεψηφίζοντο, οἱ δὲ κοινοπραξίαν τῇ τε μητρὶ καὶ τῷ υἱέϊ ἀπένεμον.

   Ἐν τούτοις δὲ λυθεὶς τῆς αἰχμαλωσίας ὁ Διογένης ἀπαγγέλλεται· κομίζεται δὲ καὶ ἰδιόγραφος ἐκείνου ἐπιστολὴ τὰ αὐτῷ [704] συμβεβηκότα διδάσκουσα. τοῦτο μείζονα θροῦν ἦρε, καὶ ἀπορία πάντας εἷλε τοῦ τί ἂν δέοι δρᾶν. ὁ γοῦν Καῖσαρ Ἰωάννης καὶ οἱ ἐκείνου υἱοὶ ἀεί, ὡς εἴρηται, ἐγκοτοῦντες τῷ Διογένει ἁρπάζουσι τὸν καιρὸν καὶ προσλαβόμενοι τῶν τῆς συγκλήτου ἐνίους, ὅσοι ὡμοφρόνουν αὐτοῖς, ὧν ἐξῆρχεν ὁ ὑπέρτιμος ὁ Ψελλός, δύσνους καὶ αὐτὸς τῷ Διογένει τυγχάνων, τὴν βασίλισσαν Εὐδοκίαν εἰς τὴν παρ' αὐτῆς δομηθεῖσαν μονὴν κατὰ τὸν ἐν τῇ Προποντίδι πορθμὸν περιορίζουσι, τὸν δὲ Μιχαὴλ ἀνακηρύττουσιν αὐτοκράτορα. εἶτα πανταχοῦ διαπέμπονται βασίλεια γράμματα μήθ' ὑποδέχεσθαι μήτε τιμῆς βασιλικῆς ἀξιοῦν ἐπανιόντα τὸν Διογένην κελεύοντα. τούτου δὲ τοῦ βουλεύματος εἰσηγητὴς ὁ Ψελλὸς γέγονεν, ὡς καὶ αὐτὸς ἐν τῇ περὶ τούτου φησὶ συγγραφῇ. ὅπερ ὁ Διογένης μαθών, τὴν Δόκειαν κατασχών (φρούριον δ' αὕτη) παρ' αὐτῇ ἐστρατοπεδεύσατο. καὶ ὁ Καῖσαρ τῶν σφετέρων υἱέων τὸν νεώτερον τὸν πρόεδρον Κωνσταντῖνον στέλλει κατὰ τοῦ Διογένους μετὰ δυνάμεως. ὁ δὲ Διογένης εἰς Καππαδοκίαν ἀφίκετο. προσγενομένου δὲ τοῦ [705] Κρισπίνου (Φράγγος δ' οὗτος) σὺν ὁμοφύλοις τῷ Κωνσταντίνῳ, ὁ Διογένης Θεόδωρον τὸν Ἀλυάτην κατ' αὐτῶν ἐξαπέστειλεν. ὁ δὲ συμμίξας αὐτοῖς ἡττήθη καὶ ἁλοὺς ἐξεκόπη τὰ ὄμματα. τοῦτο τὸν Διογένη λίαν ἠνίασεν· ὄντι δὲ ἐν τῷ Τυροποιῷ (τοῦτο δ' ἐστὶ φρούριον ἐρυμνότατον) πρόσεισιν αὐτῷ τῆς Ἀντιοχείας ὁ δούξ (οὗτος δ' ἦν ὁ ἐξ Ἀρμενίων ὁ Χατατούριος) στρατιώτας συχνοὺς ἐπαγόμενος. παραλαβὼν οὖν τὸν Διογένη οὗτος καὶ εἰς Κιλικίαν ἀπαγαγὼν ἐκ τοῦ σουλτὰν ἐκαραδόκει βοήθειαν καὶ αὐτὸς δὲ συνήθροιζε στράτευμα. στέλλεται οὖν αὖθις κατ' αὐτῶν ὁ πρεσβύτερος τῶν παίδων τοῦ Καίσαρος ὁ πρόεδρος Ἀνδρόνικος καὶ εἰς Κιλικίαν γενόμενος τῷ Χατατουρίῳ συρρήγνυται, καὶ ἀναιρεῖται μὲν ὁ Χατατούριος, οἱ δὲ περὶ ἐκεῖνον εἰς Ἄδαναν συμπεφεύγασιν, ἔνθα ὁ Διογένης διέτριβε. περικαθίσας δὲ τὴν πόλιν ὁ Ἀνδρόνικος ἐπολιόρκει αὐτήν. εἶτα ἐπὶ συνθήκαις ἑαυτὸν ὁ Διογένης παρέδωκεν· αἱ δὲ συνθῆκαι, ἀποθέσθαι μὲν τὴν βασιλείαν αὐτὸν καὶ ἰδιωτεύειν τὴν τρίχα κειράμενον. ἐπὶ ταύταις γὰρ καὶ ἀρχιερεῖς ἐστάλησαν πρὸς τοῦ βασιλεύοντος, πληροφορίαν ἔνορκον διδόντες αὐτῷ [706] ὡς οὐδέν τι πείσεται ἄχαρι. θαρρήσας οὖν τούτοις ὁ Διογένης ἔξεισι μελανείμων καὶ ἑαυτὸν ἐγχειρίζει τῷ Ἀνδρονίκῳ. ὁ δὲ τοῦτον λαβὼν ἐπανῄει, καὶ εἰς τὸ Κοτυάειον ἀφικόμενος προσέμενεν ἐν αὐτῷ, ἕως ἂν αὐτῷ κελευσθείη τὸ ποιητέον, τοῦ Διογένους νοσηλευομένου ἐκ πόσεώς τινος φαρμάκου δηλητηρίου ἐπιβούλως κερασθέντος αὐτῷ. ἐκεῖ τοίνυν ἐπέμφθη βασίλειος ψῆφος, τοῦ φωτὸς στερηθῆναι τὸν μηδὲν ἠδικηκότα κελεύουσα. καὶ αὐτίκα τοὺς ὀφθαλμοὺς ἐξωρώρυκτο, παρόντων καὶ τῶν ἀρχιερέων καὶ ἐν δεινῷ ποιουμένων τὴν εἰς τὸν ἄνθρωπον συμφοράν, μηδεμιᾶς μέντοι ἀξιουμένων ἐπιστροφῆς. ὠμότατα δὲ τὰ ὄμματα ἐκκοπεὶς καὶ μηδ' ἐπιμελείας τῆς δεούσης τυχὼν διῳδήκει τὴν κεφαλήν, καὶ αἱ πληγαί οἱ ἐξέζεσαν σκώληκας καὶ ὁ ἀὴρ ὁ περὶ ἐκεῖνον δυσωδίας μεμέστωτο ἐκ τῆς σήψεως. οὕτως οὖν κακῶς διακείμενος εἰς τὴν καλουμένην Πρώτην νῆσον ἀπάγεται, ἐν ᾗ σεμνεῖον ἀνήγειρε περὶ τὸ τῆς νήσου μετεωρότερον. βραχύ τι τοίνυν ἐπιβιώσας ἐκεῖ τὸν χοῦν ἀποτίθεται ἐν αὐτῇ, παρὰ τῆς βασιλίδος Εὐδοκίας λαμπρότατα κηδευθείς, βασιλεύσας ἔτη τρία καὶ μῆνας ὀκτώ.

[707]    Λέγεται δὲ τὰ εἰς τὸν ἄνδρα τοῦτον γενόμενα πάντα τοῦ Καίσαρος εἶναι διαταγάς, μηδὲν εἰδότος τοῦ αὐτοκράτορος Μιχαήλ. ἦν γὰρ χαῦνος ἄγαν τὸ ἦθος ὁ βασιλεὺς καὶ ἀνειμένος καὶ πρὸς μεταχείρισιν πραγμάτων καὶ τῶν τυχόντων ἀδέξιος, πολλοῦ γε δεῖ πρὸς βασιλείας διοίκησιν. κἀντεῦθεν τῆς εὐηθείας ἐκείνου κατατρυφῶν ὁ θεῖος αὐτοῦ καὶ Καῖσαρ πάντα τὰ εἰς τὸν Διογένην ἐτύρευσεν ἐγκοτῶν τῷ ἀνδρί.

   Ἀποπεφυκὼς δ' ὁ βασιλεὺς Μιχαὴλ πρὸς τὴν τῆς βασιλείας διοίκησιν τὸν μητροπολίτην Σίδης Ἰωάννην, ἐκτομίαν ὄντα, δραστήριον δέ, τοῖς πράγμασιν ἐφιστᾷ. εἶθ' ἕτερον ἐκτομίαν τὸν Νικηφόρον, ὃς νέος προσληφθεὶς παρὰ τοῦ Μονομάχου εἰς τὰ βασίλεια ὑποκοριζόμενος διὰ τὴν νεότητα Νικηφορίτζης ὠνόμαστο καὶ ὥσπερ ἐπωνυμίαν ἔσχηκε τοῦτο, ἐξ Ἑλλάδος καὶ Πελοποννήσου τὰς κρίσεις τούτων διέποντα μετεπέμψατο. ἔφθασε γὰρ ὁ ἀνὴρ οὗτος καὶ τῷ πατρὶ τοῦ βασιλέως τῷ βασιλεῖ Κωνσταντίνῳ τῷ Δούκᾳ ὑπηρετήσασθαι. ἦν δὲ περὶ πραγμάτων μεταχείρισιν δεξιὸς καὶ λόγοις ὡμιληκώς, [708] τὸ δὲ ἦθος ἔχων ὑποκαθήμενον καὶ γέμον δεινότητος. τούτῳ γοῦν ἐγχειρίζει τὰς ἡνίας τῆς βασιλείας, λογοθέτην ὀνομάσας αὐτόν. ἐντεῦθεν ὁ Σίδης παραγκωνίζεται, καὶ ὁ Καῖσαρ καθίσταται ὕποπτος, καὶ πᾶσα ἡ τῆς βασιλείας διοίκησις ὑπὸ τὸν λογοθέτην ἐγένετο, καὶ ὁ βασιλεὺς ὑπ' αὐτοῦ ὡς ἀνδράποδον ἤγετο. καὶ οὐκ ἦν ὃ μὴ διὰ τοῦ λογοθέτου ἐγίνετο, καὶ πολλοὶ τῶν περιουσιῶν ἐστερήθησαν, ἄλλοις ἄλλων ἐπενηνεγμένων λαβῶν, καὶ ἦν τῶν ἀνθρώπων σύντριμμα καὶ ταλαιπωρία καὶ ὁ τοῦτο ἐπιστρεφόμενος οὐδαμοῦ. ὁ γὰρ βασιλεὺς παιδαριώδεσιν ἐσχόλαζε πράξεσι, τοῦ ὑπάτου τῶν φιλοσόφων καὶ ὑπερτίμου Μιχαὴλ τοῦ Ψελλοῦ λόγοις τῷ δοκεῖν αὐτὸν ἐμβιβάζοντος καὶ διδάσκοντος νῦν μὲν τὴν γραμματικὴν τέχνην καὶ μέτρα καὶ διαλέκτους, νῦν δ' ἵνα κατὰ ῥήτορας διαλέγοιτο, νῦν δ' ἱστορίαις αὐτὸν προσεθίζοντος, ἄλλοτε δὲ φιλοσόφων θεωρημάτων ἀκροᾶσθαι παρασκευάζοντος· ὁ δὲ πρὸς οὐδὲν ἐπεφύκει. τούτοις οὖν ὁ Ῥωμαίων αὐτοκράτωρ προστετηκὼς ὑφ' ἕτερον, καὶ τοῦτον ἕνα, τὴν τῶν κοινῶν κυβέρνησιν ἐποιήσατο, καὶ νόμος ἦν τὸ τῷ λογοθέτῃ δοκοῦν.

   Τὰ μὲν οὖν τῆς πολιτείας οὕτως εἶχον κακῶς, τὰ δὲ κατὰ [709] τὴν ἕω χεῖρον ἔσχον ἢ πρότερον. ὁ γὰρ σουλτὰν τὰ κατὰ τὸν Διογένη μαθὼν καὶ ὅτι ὃν ἐκεῖνος λαβὼν δορυάλωτον ἐτίμησε καὶ ἀφῆκεν εἰς τὴν οἰκείαν ἀπελευσόμενον βασιλείαν, τοῦτον οἱ συμφυλέται ἀπηνῶς οἰκτίστῳ θανάτῳ παρέδωκαν, καὶ αἱ πρὸς ἐκεῖνον περὶ σπονδῶν συνθῆκαι ἄπρακτοι μεμενήκασιν, ὑπερήλγησε καὶ τὰς οἰκείας δυνάμεις κατὰ τῶν Ῥωμαϊκῶν χωρῶν χωρεῖν ἐξηρέθισεν· οὐκέτι τοίνυν ὡς ληιζόμενοι ταῖς χώραις ἐπῄεσαν, ἀλλ' ὡς ταύτας καθέξοντές τε καὶ κυριεύσοντες, τοῦ σφᾶς ἀνείργοντος μὴ παρόντος.

   Καὶ οἱ μὲν ταῦτα ἐποίουν· ὁ δὲ βασιλεὺς δύναμιν ἀγείρας στρατάρχην ταύτης τὸν Κομνηνὸν προβάλλεται Ἰσαάκιον, συζεύξας αὐτῷ καὶ τὸν Λατῖνον Ῥουσέλιον, ὁμογενῶν ἄρχοντα τετρακοσίων ἀνδρῶν. ἐπεὶ δὲ περὶ τὸ Ἰκόνιον ἐγεγόνει τὸ στράτευμα, ἐξ αἰτίας τινὸς ἀποστατεῖ ὁ Ῥουσέλιος καὶ τοὺς ὁμοφύλους παραλαβὼν καθ' ἑαυτὸν ἦν καὶ πῇ μὲν τοῖς Τούρκοις προσέμισγε, πῇ δὲ τὰς χώρας τὰς Ῥωμαϊκὰς ἐκεράϊζεν. ὁ δὲ Κομνηνὸς Ἰσαάκιος μετὰ τοῦ περιλοίπου στρατεύματος τοῖς Τούρκοις προσβαλὼν ἥττητο, καὶ ἔπεσον μὲν πολλοὶ καὶ ἐζωγρήθησαν [710] ἕτεροι καὶ αὐτὸς ὁ στρατάρχης, καὶ διήρπαστο ἡ παρεμβολή. ὁ μὲν οὖν Κομνηνὸς πολλῶν χρημάτων τὴν ἐλευθερίαν ὠνήσατο, ὁ δὲ βασιλεὺς τὸν θεῖον τὸν Καίσαρα τῷ πολέμῳ στρατάρχην ἐφίστησι. τοῦτο μαθὼν ὁ Ῥουσέλιος, πρὸ τοῦ τὸν Σαγγάριον τὸν Καίσαρα διαβῆναι καταλαβών, ἀντεστρατοπεδεύσατο αὐτῷ· καὶ ὁ Καῖσαρ ἀμνηστίαν αὐτῷ τοῦ πταίσματος ἐπηγγέλλετο, εἰ προσχωρήσει τῷ βασιλεῖ. ἀλλ' ἐκεῖνος βαρβαρικῶς φρυαττόμενος οὐδὲν ἐφρόνει ἐνδόσιμον. συρρήγνυται τοίνυν πόλεμος, καὶ ἡττήθησαν οἱ περὶ τὸν Καίσαρα καὶ αὐτὸς ἑάλω σὺν πλείοσιν ἄλλοις, τοῦ Βοτανειάτου, ὃς συνεστρατήγει τῷ Καίσαρι, μετ' ὀλίγων φυγόντος. ὁ μέντοι Ῥουσέλιος πρὸς τὸ Βυζάντιον ἵετο ἄγων τὸν Καίσαρα δέσμιον καὶ τὸν Μαλέσην Βασίλειον, ἄρτι τῆς μετὰ τοῦ Διογένους λελυμένον αἰχμαλωσίας, καὶ ἡ Χρυσόπολις εἶχε τὸν ἀποστάτην, καὶ αὐτίκα πῦρ ταῖς ἐκεῖσε οἰκίαις ἐνῆκεν. ὁ δὲ βασιλεὺς ἀξίωμά τε κουροπαλάτου αὐτῷ ἐπηγγέλλετο, εἰ τὰ ὅπλα κατάθοιτο, καὶ τὴν γυναῖκα αὐτῷ μετὰ τῶν τέκνων ἐξέπεμψεν· ἀλλ' ὁ βάρβαρος ἀτίθασσος ἦν. μετεπέμψατο τοίνυν ὁ βασιλεὺς κατὰ [711] τοῦ Ῥουσελίου Τούρκους ἐπὶ μισθῷ· ὁ δὲ μὴ ἀξιόχρεως ὢν πρὸς τὸν πόλεμον λύει τὸν Καίσαρα τῶν δεσμῶν καὶ εὐφημίαις ἀναγορεύει βασιλικῶς, οἰόμενος προσθήσεσθαί οἱ πολλούς. αἴφνης δὲ Τούρκων ἀναφανέντων ὁ Ῥουσέλιος κατ' αὐτῶν βαρβαρικῇ θρασύτητι ἀπερισκέπτως ἐχώρησε, καὶ πολλοὺς μὲν οἱ Φράγγοι τῶν Τούρκων κατέβαλον, τοὺς δ' ἄλλους ἐτρέψαντο εἰς φυγὴν καὶ ἀκρατῶς ἐδίωκον. οἱ μὲν οὖν πλείους ὀπίσω που ἀπελείφθησαν, τῶν ἵππων σφίσι μὴ εὐτονούντων πρὸς τὸ πολὺ τῆς διώξεως· ὁ Ῥουσέλιος δὲ μετὰ τοῦ Καίσαρος σὺν ὀλίγοις ἐπήλαυνον. ἤδη δὲ τῶν οἰκείων ἐκμηκυνθεῖσι πολὺ ἑτέρα πληθὺς ἀνεφάνη Τούρκων εἰς πολλὰς πάνυ χιλιάδας ἀριθμουμένη· ὡς δ' ἐπῆλθον αὐτοῖς οἱ φανέντες καὶ ἄκοντες αὐτοῖς συνερράγησαν. περιειληθέντες δ' ὑπὸ τοῦ πλήθους καὶ τοὺς ἵππους ἀποβαλόντες ἑάλωσαν ὅ τε Καῖσαρ καὶ ὁ Ῥουσέλιος. ἀλλὰ τὸν μὲν Ῥουσέλιον ἡ σύνευνος προλαβοῦσα ἐπρίατο, τὸν δὲ Καίσαρα ὁ βασιλεὺς ἐλυτρώσατο. ὁ δὲ ἀπαγόμενος πρὸς τὸν βασιλέα καὶ ἐν τῇ Προποντίδι γενόμενος κείρεται τὴν τρίχα καὶ μεταμφιέννυται τὴν στολήν, ῥάκος μοναχικὸν περιθέμενος· ηὐλαβεῖτο γὰρ μή τι πάθῃ πρὸς τοῦ ἀνεψιοῦ διὰ [712] τὴν ἀνάρρησιν. ὁ δέ γε Ῥουσέλιος λυθείς, ὡς εἴρηται, τῆς αἰχμαλωσίας, τὴν γυναῖκα μετὰ τῶν περιλειφθέντων Φράγγων λαβὼν εἰς τὸ τῶν Ἀρμενιακῶν θέμα ἐγένετο, ἐν ᾧ διῆγε καὶ πρότερον. στέλλει τοίνυν ὁ βασιλεὺς κατ' αὐτοῦ τὸν πρόεδρον Ἀλέξιον τὸν Κομνηνόν, νέον μὲν ὄντα, ἄνδρα δὲ συνετὸν καὶ δραστήριον. ὃς γενόμενος κατὰ τὴν Ἀμάσειαν δι' ἀπορρήτων δηλοῖ τοῖς Τούρκοις ὡς εἰ κατασχόντες τὸν Ῥουσέλιον παραδοῖεν τοῦτον αὐτῷ, πολλῶν αὐτοὺς ἐμπλήσει χρημάτων. φιλίαν γοῦν ὑποκριθέντες ἐκεῖνοι πρὸς τὸν Ῥουσέλιον κατέσχον τὸν ἄνδρα καὶ πολλῶν αὐτὸν χρημάτων ἠλλάξαντο· ὃς αὐτίκα παρὰ τοῦ Ἀλεξίου δέσμιος ἀπήχθη πρὸς τὸ Βυζάντιον καὶ σφοδρῶς αἰκισθεὶς εἰς πύργον δέσμιος κατεκέκλειστο.

   Σίτου δὲ γενομένης ἐνδείας ἐν ταῖς ἡμέραις τοῦ βασιλέως τούτου, ὥστε μὴ ὅλον μέδιμνον εἰς νόμισμα ἀποδίδοσθαι, ἀλλὰ παρὰ πινάκιον, εἰς ἐπώνυμον τῷ βασιλεῖ τὸ κοινὸν δυστύχημα ἐχρημάτισεν, ὡς καὶ μέχρι τοῦδε οὕτω καλεῖσθαι τοῦτον τὸν ἄνακτα· οὐ γάρ τις ἄλλως γνωριεῖ τοῦτον εἰ μὴ τὸν Παραπινάκιον εἴποι.

[713]    Τῷ τρίτῳ δ' ἔτει τῆς βασιλείας αὐτοῦ τὸ τῶν Χροβάτων ἔθνος, οὓς δὴ καὶ Σέρβους τινὲς καλοῦσι, κεκίνητο, τὴν τῶν Βουλγάρων χώραν ἐπικεχειρηκὸς κατασχεῖν. ἀλλὰ μὴν καί τινα ταύτης κατεσχηκός, πολλαῖς δὲ μάχαις καὶ φθορᾷ πολλῶν ἑκατέρωθεν τῶν τε κατισχημένων ἐκπέπτωκε καὶ καταπολεμηθὲν τῶν Ῥωμαϊκῶν ὁρίων ἐξώσθη καὶ εἰς τὰ σφέτερα ἤθη μένειν ἠνάγκαστο.

   Δοῦλος δέ τις τοῦ πατρὸς τούτου τοῦ αὐτοκράτορος Νέστωρ ὄνομα, βεστάρχης δὲ τὸ ἀξίωμα, δοὺξ τῶν Παριστρίων προχειρισθεὶς ἦρεν ὅπλα κατὰ τοῦ βασιλέως. ὁμαιχμίαν γὰρ θέμενος μετά τινος ἀρχηγοῦ Πατζινάκων, ὃς ἐκαλεῖτο Τατούς, εἰς τὴν τῶν πόλεων βασιλεύουσαν παρεγένοντο καὶ παρενέβαλον πρὸ αὐτῆς. καταθέσθαι δὲ τὰ ὅπλα τοῦ βασιλέως δηλοῦντος αὐτῷ, ἐκεῖνος ἕτοιμος εἶναι ποιῆσαι τοῦτο ἔλεγεν, εἰ αὐτῷ ὁ λογοθέτης Νικηφόρος ἐκδοθείη ἢ τέως ἐκ μέσου γένηται, ὡς κοινὴ συμφορὰ καὶ κακὸν ἐπιδήμιον. τοῦτο δὲ τοῦ βασιλέως μὴ ποιοῦντος, ἀπανίσταται μὲν τῆς πόλεως, τὰ τῶν Θρᾳκῶν [714] δὲ καὶ τὰ τῶν Μακεδόνων ληίζεται καὶ ὅσα τούτοις τῆς Βουλγαρίας παράκεινται καὶ εἰς τὴν τῶν Πατζινάκων μεταχωρεῖ.

   Υἱοῦ δὲ τεχθέντος αὐτῷ ἐκ τῆς ἐξ Ἀλανῶν Μαρίας, ἣν βασίλισσαν ἔστεψε, Κωνσταντῖνον αὐτὸν ὠνόμασεν ἐπὶ τῷ πατρὶ καὶ βασιλικῶς ἐταινίωσε καὶ στείλας πρὸς τὸν Λογγιβαρδίας ἡγεμονεύοντα Ῥομπέρτον τὴν ἐκείνου θυγατέρα τῷ υἱῷ ἐμνηστεύσατο, ἣν καὶ ἀχθεῖσαν Ἐλένην μετωνόμασεν. ἐτέχθη δὲ τότε ἐν τῷ Βυζαντίῳ παιδίον, ἕνα ἔχον κατὰ τὸ μέτωπον ὀφθαλμὸν καὶ τραγοσκελές. τῶν μέντοι βαρβάρων τὴν ἑῴαν ληιζομένων καὶ οἷς ἐντύχοιεν ἔργον τιθεμένων μαχαίρας, φεύγοντες οἱ Ἀσιανοὶ τῇ Κωνσταντίνου προσῄεσαν. μή τινος δὲ προνοουμένου τῶν κοινῇ συμφερόντων (ὁ γὰρ βασιλεὺς περὶ λόγους ἠσχόλητο καὶ ἰάμβους συντιθέναι πρὸς τοῦ Ψελλοῦ ἐδιδάσκετο), σιτοδεία τοὺς ἐν τῇ πόλει ἐπίεζεν. ἵνα δ' ἐκφαντικώτερον τὸ πάθος ἐκτραγῳδήσαιμι, λιμὸς ἦν ἄντικρυς τὸ κακόν, τῷ δὲ παρείπετο καὶ λοιμός, κἀκ τούτου συνέβαινον θάνατοι καὶ οὗτοι συχνοί τε καὶ ἀλλεπάλληλοι, ὥστε ἀδυνατεῖν τοὺς ζῶντας ταφῇ παραδιδόναι τοὺς θνήσκοντας. τοσοῦτοι [715] γὰρ ἦσαν ὡς πολλάκις πολλοὺς ἐν μιᾷ κλίνῃ ἐκφέρεσθαι, κἀν ταῖς ἀμφόδοις δὲ ἀτάφους κεῖσθαι πολλούς. ἐντεῦθεν πάντα κατηφείας μεμέστωτο διά τε ταῦτα καὶ ὅτι καὶ ἀδίκοις εἰσπράξεσιν ἐπιέζετο τὸ ὑπήκοον.

   Οὕτω δὲ τῶν πραγμάτων ἐχόντων, οἱ τῶν ἑῴων ἀρχόντων προέχοντες συνελθόντες ἀποστασίαν ὠδίνησαν, καὶ τὸν κουροπαλάτην Νικηφόρον τὸν Βοτανειάτην εἰς βασιλέα προείλοντο καὶ ἀνηγόρευσαν αὐτοκράτορα. τοῦτο τὸν βασιλέα θορύβου καὶ δέους ἐνέπλησεν· ᾔδετο γὰρ ὡς ὑπερτερήσει ποτὲ τοῦ ΜΥ στοιχείου τὸ ΝΥ. ἦν δὲ τῶν εὐπατριδῶν ὁ Βοτανειάτης, ἐκ τοῦ Φωκᾶ τὴν τοῦ γένους ἕλκων σειρὰν νομιζόμενος. διακηρυκεύεται τοίνυν πρὸς τοὺς Τούρκους ὁ βασιλεύς, ἁδρὰς αὐτοῖς ἐπαγγελλόμενος δωρεάς, εἰ τοὺς ἀποστατήσαντας συσχόντες παραδοῖεν αὐτῷ. ὁ μὲν οὖν Βοτανειάτης ἐξ ἑῴας, ὡς εἴρηται, βασιλείας ἑαυτῷ περιθέμενος σχῆμα καὶ ὄνομα ἐφοίτα πρὸς τὸ Βυζάντιον. ἐξ ἑσπέρας δ' αὖθις ἑτέρας ἀποστασίας ἐπεκυμάνθη κλυδώνιον· ὁ γὰρ πρόεδρος Νικηφόρος ὁ Βρυέννιος δοὺξ Δυρραχίου τυγχάνων, ἐπεὶ μεμαθήκει ἀφαιρεθεὶς τὴν [716] ἀρχήν, ἀφίσταται καὶ αὐτὸς καὶ περιβάλλεται τὰ τῆς βασιλείας παράσημα καὶ τοῖς ἐκεῖ παροῦσι δορυφορούμενος τάγμασιν εἰς τὴν Ἀδριανούπολιν ἀπῄει, ἀφ' ἧσπερ καὶ ὥρμητο, καὶ τῷ ἀδελφῷ Ἰωάννῃ ἐκεῖ ἑνωθεὶς πλῆθός τε στρατιωτῶν ἐκεῖθεν ἐθνικῶν τε καὶ Μακεδόνων πείσας συνάρασθαί οἱ τῆς τυραννίδος ἀπήρξατο. τισὶ δὲ τῶν τοῦ Βρυεννίου ὁ Θεοδωροκάνος συμμίξας ἡττᾶταί τε καὶ ἁλίσκεται. προσερρύησαν δὲ τῷ Βρυεννίῳ καὶ οἱ Ῥαιδεστηνοί, ἀλλὰ μέντοι καὶ οἱ οἰκοῦντες τὸ Πάνιον. εἴχετο τοίνυν τῆς ἀποστασίας ὁ Βρυέννιος κραταιῶς, τὸν ἀδελφὸν κουροπαλάτην τιμήσας καὶ στείλας σὺν δυνάμει πρὸς τὸ Βυζάντιον, ὡς αὐτίκα τοῦτο παραληψόμενον. ᾐώρητο γὰρ ἐλπίσιν ὡς ὑπτίαις, τὸ τοῦ λόγου, χερσὶν οἱ τῆς συγκλήτου βουλῆς αὐτὸν ὑποδέξονται διὰ τὴν πρὸς τὸν λογοθέτην Νικηφόρον ἀπέχθειαν καὶ τὴν τοῦ βασιλέως ἀφέλειαν· ἀλλ' οὐ κατὰ τὸν σκοπὸν αὐτῷ καὶ τὰ πράγματα ἀπηντήκασιν. ἐπελθόντες γὰρ οἱ σταλέντες τῷ τείχει τῶν Βλαχερνῶν ἠκροβολίσαντο μέν, ἤνυσαν δὲ οὐδέν. ὅθεν διὰ τῆς γεφύρας διαβάντες εἰς τὴν ἀντικρὺ τῆς πόλεως ἤπειρον τὰς ἐκεῖ τυγχανούσας οἰκοδομὰς παρέδοσαν τῷ πυρὶ κἀκεῖθεν εἰς τὸν Ἀθύραν ὑπέστρεψαν. [717] οὕτω δ' ὁ βασιλεὺς περιστατούμενος πάντοθεν τὸν Ῥουσέλιον λύει τε τῶν δεσμῶν καὶ ῥήμασι καὶ χρήμασι τὸν ἄνδρα ἐκμειλιξάμενος ἐπελθεῖν πείθει τῷ τοῦ Βρυεννίου ὁμαίμονι μετὰ τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ, στραταρχοῦντος τῆς τῷ βασιλεῖ κατὰ τὸ Βυζάντιον προσούσης δυνάμεως. ὃ μαθὼν ὁ τοῦ Βρυεννίου ἀδελφὸς ἔφθη διαδράς. τῶν Μακεδόνων μέντοι καταληφθέντες πολλοὶ οἱ μὲν ἔπεσον, οἱ δ' ἑάλωσαν.

   Ἐν τοσούτῳ δὲ καὶ Πατζινάκων πλῆθος ἐπῆλθε κατὰ Ἀδριανουπόλεως καὶ περὶ ταύτην παρεμβαλόντες τὴν πέριξ αὐτῶν ἐληίζοντο χώραν, οὓς ὁ Βρυέννιος δεξιωσάμενος χρήμασι μεταναστῆναι τῆς πόλεως ἔπεισε. περὶ δέ γε τὴν Κύζικον τῷ ἀδελφῷ αὐτοῦ ἀπελθόντι καὶ πειρωμένῳ ὑπαγαγέσθαι τοὺς ἐκεῖ ὁ Ῥουσέλιος ἐντυχὼν ἐτρέψατο κατὰ κράτος αὐτόν.

   Ἄρτι δὲ τοῦ πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου πρὸς τὰς αἰωνίους μεταθεμένου μονὰς ἐπὶ δέκα ἐνιαυτοὺς ἐφ' ἑνὶ καὶ μησὶν ἑπτὰ τὴν ἐκκλησίαν ποιμάναντος προεχειρίσθη πατριάρχης Κοσμᾶς μοναχός, λόγοις μὲν οὐχ ὡμιληκώς, ἀρεταῖς δὲ παντοίαις κοσμούμενος καὶ διὰ τοῦτο καὶ πρὸς τοῦ βασιλέως ἐξόχως τιμώμενος.

[718]    Ὁ μέντοι Βοτανειάτης ἐκ διαφόρων γενῶν ἑαυτῷ περιποιησάμενος τάγματα καὶ Τούρκους προσηταιρίσατο, ὧν ἐξῆρχεν ὁ Κουτλουμοῦς, τῶν παρὰ Πέρσαις τυγχάνων περιφανῶν, ὃς τῷ σουλτάνῳ κατὰ γένος προσήκων περὶ τῆς ἀρχῆς αὐτῷ διεφέρετο, καὶ πρὸς πολέμους ἤδη χωρεῖν ἡτοιμάζοντο. τοῦτο τῷ χαλιφᾷ ἀγγελθέν (οὗτος δὲ παρ' αὐτοῖς ὑπερβαλλόντως τετίμηται, ὡς ἐκ τοῦ γένους τοῦ Μουχούμετ κατάγεσθαι νομιζόμενος) εἰς ἀγωνίαν ἐνέβαλεν ἵνα μὴ παρ' αὐτοῖς ἐμφύλιος γένηται πόλεμος. αὐτίκα τοίνυν εἰ καὶ τῆς οἰκείας διατριβῆς μὴ ἐξιέναι τῷ χαλιφᾷ μηδὲ δημοσιεύειν νενόμισται, ἐκεῖνος τοῦ ἔθους καταφρονήσας ἔξεισι καὶ ἄπεισι πρὸς τοὺς περὶ τῆς ἀρχῆς ἀντερίζοντας καὶ πείθει τούτους τῆς μὲν μάχης ἀφέξεσθαι, τὸν δὲ σουλτὰν ἔχειν μὲν τὴν οἰκείαν ἀρχὴν ἀνακρωτηρίαστον, συνάρασθαι δὲ τῷ συγγενεῖ παντοίως, ἐν κατασχέσει γενέσθαι χώρας Ῥωμαϊκῆς καὶ ταύτης ἄρχειν. ἐπὶ τούτοις γενομένων ἐκείνοις συμβάσεων, ὁ Κουτλουμοῦς εἰς τὴν ὑπὸ Ῥωμαίους ἐγένετο καὶ τότε τῷ Βοτανειάτῃ συνεστρατεύετο. ἔχων οὖν στρατιὰν [719] ἀξιόλογον ὁ Βοτανειάτης μεθ' ἑαυτοῦ ἔσπευδε τὴν Νίκαιαν καταλήψεσθαι. ἤδη γὰρ προὐδέδοτό οἱ ἡ πόλις αὕτη παρὰ τῶν τεταγμένων αὐτῆς ἐπὶ φυλακῇ, κἀκεῖνοι αὐτῷ ἐθελονταὶ προσεχώρησαν, κἀκ τῆς μεγαλοπόλεως δὲ πολλοὶ καθ' ἑκάστην προσεφοίτων αὐτῷ. οὕτω μὲν οὖν τῷ Βοτανειάτῃ κατὰ ῥοῦν ἐχώρουν τὰ πράγματα· ἐν δὲ τῇ τῶν πόλεων ὑπερκειμένῃ παμπληθεὶ συνελθόντες τό τε ταύτης δημοτικὸν καὶ τὸ ὑπερέχον ἐν ἄρχουσιν, οὐ μὴν ἀλλὰ καὶ τῶν τῇ ἐκκλησίᾳ κεκληρωμένων τὸ ἔκκριτον, κατὰ τὴν ἡμέραν τῆς τοῦ εὐαγγελισμοῦ πανηγύρεως αὐτοκράτορα τὸν Βοτανειάτην ἀναγορεύουσι, προεξάρχοντος τοῦ τοιούτου συλλόγου τοῦ πατριάρχου Ἀντιοχείας, τοῦ καλουμένου Αἰμιλιανοῦ, καὶ τοῦ μητροπολίτου Ἰκονίου. διαιρεθέντες οὖν κατὰ φατρίας τῆς πολιτείας οἱ ἔξοχοι καὶ κατὰ φάλαγγας συνασπίσαντες ἐπίασι τῶν ἀνακτόρων τοῖς πρὸς ἀνίσχοντα ἥλιον καὶ τούτων κρατήσαντες στρατιώτας οἰκείους ἐφιστῶσιν εἰς αὐτῶν φυλακήν. τὸν δὲ βασιλέα σὺν τῇ βασιλίσσῃ Μαρίᾳ καὶ τῷ υἱῷ εἰς τὰ ἐν Βλαχέρναις καταπεφευγότα ἀνάκτορα καθαιροῦσι τῆς βασιλείας καὶ ῥάκος ἀμφιεννύουσι [720] μοναχοῦ καὶ πρὸς τὴν μονὴν τοῦ Στουδίου ἀπάγουσιν, ἀπολελαυκότα τῆς βασιλείας ἐν ἔτεσιν ἓξ καὶ τοσούτοις μησί. ταῦτα κατὰ τὸ σάββατον γέγονεν, ἐν ᾧ τὴν ἐπὶ τῇ ἐκ νεκρῶν ἐγέρσει τοῦ Λαζάρου θαυματοποιίαν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν πανηγυρίζειν ἡ ἐκκλησία παρείληφε. τοῦ γὰρ Μιχαὴλ οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, ἀπραγμάτευτον εὗρεν ὁ Βοτανειάτης τὴν αὐταρχίαν καὶ ᾔει πρὸς τὴν βασιλίδα τῶν πόλεων. ὁ μέντοι Νικηφόρος ὁ λογοθέτης τῷ Ῥουσελίῳ ἐν Ἡρακλείᾳ σκηνουμένῳ τῆς πόλεως ὑπεξελθὼν προσεχώρησεν. οἱ δ' ἐν τῇ πόλει τὸν Μιχαὴλ κατασπάσαντες, ἐπὶ τρισὶν ἡμέραις βασιλέως χηρεύοντα συντηρήσαντες τὰ βασίλεια τῷ Βοτανειάτῃ ἐπισπεῦσαι καὶ ἐλθεῖν ἐπιστέλλουσιν. ὁ δὲ ἕνα τῶν οἰκείων δούλων προπέμψας, τὸν Βορίλαν φημί, καὶ δι' αὐτοῦ κατασχὼν τὰ ἀνάκτορα ἐπικατέλαβε κἀκεῖνος μετ' οὐ πολύ.

   Ἐπεὶ δ' ἐν τοῖς βασιλείοις ὁ Βοτανειάτης ἐγένετο, ἀναδεῖται κατὰ τὴν μεγάλην τρίτην παρὰ τοῦ πατριάρχου βασιλικῇ ταινίᾳ καὶ πρῶτον ἅπασι παρέσχετο φιλοτίμημα τὰς εἰς τὸ δημόσιον [721] ἁπάντων κοινῶς ὀφειλὰς ἐκτεμὼν ἀπροσδιορίστως καὶ χρεοκοπίαν τούτων θεσπίσματι μεγαλοπρεπῶς ἐργασάμενος. ἔτι δὲ τῷ Βρυεννίῳ κατὰ τὴν ἑσπέραν ἐχομένῳ τῆς τυραννίδος στέλλει τοὺς ἀπαγγέλλοντας· τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ διδόναι, εἰ τῆς τυραννίδος ἀπόσχοιτο, καὶ τοῖς αὐτῷ συναραμένοις τὰς τιμὰς ἐπιβεβαιῶσαι, αἷς αὐτοὺς ἐκεῖνος ἐτίμησεν. ὁ δὲ σφόδρα τῆς βασιλείας ἐφίετο καὶ ἀνένδοτος ἦν· πάλιν οὖν ἑτέρα πρεσβεία καὶ ἐπὶ ταύτῃ τρίτη. ὁ δ' ὑπερηφανεύετο καὶ οὐδὲ κατὰ τὰ τῶν πρέσβεων νόμιμα τοὺς πρέσβεις ἐδέχετο, ἀλλ' ἀτίμως αὐτοὺς ἀπεπέμπετο. ὡς οὐδὲν οὖν εἰρηνικῶς ἀνύειν ἔγνω ὁ βασιλεύς, καὶ ἄκων πρὸς μάχην ἀπένευσε, καὶ τὸν Κομνηνὸν Ἀλέξιον τετιμηκὼς νωβελίσιμον καὶ προχειρισάμενος μέγαν δομέστικον καὶ τῶν Ῥωμαϊκῶν αὐτὸν δυνάμεων προστησάμενος κατὰ τοῦ Βρυεννίου ἐξέπεμψεν· ὃς τούτῳ συμβαλὼν κατά τι χωρίον Καλαβρύην λεγόμενον διὰ τὸ κατάρρυτον εἶναι τὸν τόπον βρύσεσιν ὑδάτων πολλαῖς τε καὶ ἀγαθαῖς ῥᾳδίως τῆς ἐκείνου περιεγένετο στρατιᾶς, καὶ τῶν μὲν πεσόντων, τῶν δὲ φυγόντων, εἷλε μονωθέντα τὸν τυραννήσαντα καὶ [722] τοῦ φωτὸς τὸν δείλαιον ἀπεστέρησε καὶ εἰσήγαγε τυφλὸν εἰς τὴν βασιλεύουσαν. καὶ ἡ μὲν τοῦ Βρυεννίου εἰς τοῦτο τέλους κατήντησεν ἐπανάστασις· ἐπανέστησαν δὲ καὶ οἱ Βάραγγοι κατὰ τοῦ βασιλέως, ἀνελεῖν αὐτὸν μελετήσαντες. ἀντιταξαμένης δ' αὐτοῖς χειρὸς ἑτέρας Ῥωμαϊκῆς, εἰς ἱκεσίαν ἐτράποντο καὶ συγγνώμης ἐπέτυχον.

   Τῷ δὲ βασιλεῖ τούτῳ τῆς ὁμοζύγου τελευτησάσης, πολλαὶ μὲν ἐμνηστεύοντο παρθένοι, καὶ πρὸ τῶν ἄλλων ἡ τοῦ βασιλέως τοῦ Δούκα θυγάτηρ Ζωή. ὁ δὲ ἢ τὴν βασιλίδα Εὐδοκίαν ἤθελεν ἀγαγέσθαι ἢ τὴν ἐξ Ἀλανῶν Μαρίαν, τὴν τῷ πρὸ αὐτοῦ συνοικήσασαν. στέλλει γοῦν τὴν Εὐδοκίαν μετακαλούμενος· ἡ δέ, ὡς λόγος, οὐκ ἀπηνήνατο, ἐκωλύθη δὲ πρὸς τοῦτο ὁ βασιλεὺς παρά τινων μοναχῶν. καὶ ἄγεται τὴν βασιλίδα Μαρίαν, οὐδὲν ἧττον παρανομήσας ἢ εἰ τὴν Εὐδοκίαν ἠγάγετο· μοιχεία γὰρ ἦν ἀπηρυθριασμένη τὸ τολμηθέν. διὸ καὶ ὁ τὴν ἱερολογίαν τετελεκὼς ἐπ' αὐτοῖς τῆς ἱερωσύνης ἐκπέπτωκεν. ὁ μέντοι προβεβασιλευκὼς Μιχαήλ, ὡς εἴρηται, τὴν τρίχα καρείς, [723] ψήφῳ συνοδικῇ μητροπολίτης Ἐφέσου κεχειροτόνητο καὶ ἅπαξ φοιτήσας ἐκεῖ ἐπανῆλθε καὶ ἐν τῇ τοῦ Μανουὴλ μονῇ ἐποιεῖτο τὴν δίαιταν. μετὰ δὲ τὸ τὸν Βοτανειάτην τῆς βασιλείας ἐκπεπτωκέναι θνήσκων οὗτος ὁ Μιχαήλ, πολλὰ δεηθείσης αὐτοῦ τῆς βασιλίσσης Μαρίας, ἤδη κἀκείνης μοναχῆς γεγονυίας, συγγνώμην ἔνειμε ταύτῃ καὶ συγχώρησιν ἐπηύξατο ἐκ θεοῦ.

   Ὁ δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασιλάκιος, τοῦ Βρυεννίου γενόμενος ἐπὶ τῷ Δυρραχίῳ διάδοχος, καὶ αὐτὸς ἔρωτα τῆς βασιλείας ἐνεκυμόνησε καὶ στρατιὰν ἀθροίσας σὺν αὐτῇ πρὸς Θεσσαλονίκην ἀνῄει. ἔνθα μαθὼν ὡς ὁ Βοτανειάτης βεβασιλεύκει, ἐκείνῳ μὲν ἐπέστειλε δουλικῶς, λάθρᾳ δὲ τὰ τῆς ἀποστασίας ἐτύρευε καὶ πρὸς συμμαχίαν μετεπέμπετο Πατζινάκας. ὃ γνοὺς ὁ Βοτανειάτης χρυσόβουλλον αὐτῷ στέλλει γραφήν, ἅμα μὲν περιποιοῦσαν αὐτῷ ἐφ' οἷς ἐτόλμησε τὸ ἀμέριμνον, ἅμα δὲ καὶ τιμὴν αὐτῷ νωβελισίμου βραβεύουσαν· ἀλλ' ἐκεῖνος ἄτεγκτος ἦν. ὅθεν καὶ κατ' αὐτοῦ ὁ Κομνηνὸς Ἀλέξιος στέλλεται, τιμηθεὶς σεβαστός, καὶ κατὰ Θεσσαλονίκην γενόμενος καὶ τῷ Βασιλακίῳ συμμίξας τοὺς περὶ ἐκεῖνον κατετροπώσατο [724] κἀκεῖνον εἰς τὴν τῆς Θεσσαλονίκης συμφυγόντα ἀκρόπολιν πολιορκίᾳ ἐζώγρησε καὶ τοὺς ὀφθαλμοὺς ἐξέκοψε τοῦ ἀνδρὸς κελεύσει βασιλικῇ. καὶ ἄλλοι δὲ ἀντάραντες ἦσαν χεῖρας τούτῳ τῷ βασιλεῖ, ἀλλ' ἐκ τῶν περὶ τὸν Βρυέννιον συμβάντων καὶ τῶν περὶ τὸν Βασιλάκιον σωφρονισθέντες τὰ ὅπλα κατέθεντο.

   Τῶν Τούρκων δὲ τὴν ἑῴαν κατατρεχόντων, στέλλει κατ' αὐτῶν ὁ βασιλεὺς σὺν ἀξιομάχῳ στρατεύματι Κωνσταντῖνον τὸν υἱὸν τοῦ προβεβασιλευκότος Κωνσταντίνου τοῦ Δούκα, ἐκεῖνον στρατάρχην τῆς κατὰ τῶν Τούρκων στρατιᾶς προστησάμενος. ὁ δὲ πρὸς τὴν καλουμένην Χρυσόπολιν διαπεραιωθεὶς νεωτερίζει εὐθὺς καὶ παρὰ τῆς ἐκεῖσε οὔσης στρατιωτικῆς πληθύος ἀναγορεύεται βασιλεύς. ἀλλὰ τοὺς μὲν τῶν στρατιωτῶν δώροις ὁ βασιλεὺς ὑπηγάγετο, τοὺς δ' ἀξιωμάτων τιμαῖς ᾠκειώσατο, ἄλλους δ' ἄλλως μετεχειρίσατο· καὶ παρ' αὐτῶν συσχεθεὶς ὁ Κωνσταντῖνος παρεδόθη τῷ βασιλεῖ. κείρεται τοίνυν ὁ νεανίας καὶ εἰς νῆσον περιορίζεται· λόγος δ' ἔχει καὶ ἱερέα χρισθῆναι τὸν ἄνθρωπον. τοῦ πατριάρχου δὲ Ἀντιοχείας τοῦ Αἰμιλιανοῦ τὸν βίον μετηλλαχότος προκεχείριστο ἕτερος Νικηφόρος ὁ Μαῦρος λεγόμενος.

[725]    Οὗτος τοίνυν ὁ βασιλεὺς τὸ μέν τι καὶ διὰ γῆρας βαθύ, τὸ δέ τι καὶ διὰ φυσικὴν χαύνωσιν οὐ πάνυ τι τῆς τῶν πραγμάτων ἥπτετο διοικήσεως, ἀλλὰ τὸν Σίδης μητροπολίτην καὶ οὗτος προσλαβόμενος ἐκείνῳ τὴν τῶν κοινῶν ἀνέθετο πρόνοιαν. ἦσαν δὲ τῷ βασιλεῖ τούτῳ καὶ δύο δοῦλοι, ὧν ὁ μὲν Βορίλος, ἅτερος δὲ Γερμανὸς ὠνομάζοντο· οὗτοι τοίνυν ἦγον τὰ πάντα καὶ ἔφερον ὡς ἐβούλοντο καὶ αὐτὸν τὸν κρατοῦντα καὶ κύριον ἑαυτῶν, δι' οὓς καὶ μισεῖσθαι τοῦτον παρὰ τῶν ἐν τέλει συνέβαινε, προσφερομένων τῶν δούλων ἐκείνοις ἀλαζονικώτερον καὶ θρασύτερον.

   Ὡς ἤδη δὲ εἴρηται, ὁ λογοθέτης Νικηφόρος προσχωρήσας τῷ Ῥουσελίῳ ὑπὸ δεσμοῖς παρ' ἐκείνου τετήρηται. ἀλλ' αἰφνίδιον θανὼν ὁ Ῥουσέλιος ὑποψίαν παρέσχεν ὡς παρὰ τοῦ λογοθέτου φαρμάκῳ ἀνῄρηται. διὸ καὶ παρὰ τῶν τῷ Ῥουσελίῳ προσηκόντων τῷ Βοτανειάτῃ παραδοθεὶς εἰς μίαν τῶν πρὸ τῆς βασιλίδος τῶν πόλεων κειμένων νήσων περιορίζεται. οἱ δέ γε περὶ τὸν βασιλέα δεδοικότες ὡς, εἰ εἰς ὄψιν ἐλεύσεται τῷ βασιλεῖ, προσληφθήσεται καὶ πάντας παραγκωνίσεται, ὑποτιθέασι [726] τῷ Βοτανειάτῃ ἀμυθήτων εὐπορεῖν χρημάτων τὸν λογοθέτην, καὶ ταῦτα τῷ βασιλικῷ χρῆναι προσενεχθῆναι ταμείῳ. στέλλεται τοίνυν ὁ Στραβορωμανός, μέγας ἑταιρειάρχης τότε γενόμενος, ἐρωτήσων τὸν ἄνθρωπον ὅπῃ αὐτῷ τὰ χρήματα κέκρυπται. οἱ δὲ περὶ τὸν βασιλέα, οὓς καὶ δεδοικέναι τὴν τοῦ λογοθέτου παρουσίαν ὁ λόγος προδιηγήσατο, πείθουσι τὸν Στραβορωμανὸν ἀνελεῖν τὸν ἄνθρωπον ἐκ τρόπου παντός. ὃς καὶ γενόμενος κατὰ τὴν νῆσον, ἐν ᾗ περιώριστο, ἐτάζει τὸν ἄνθρωπον οὕτω σφοδρῶς ὡς ἐν αὐταῖς ταῖς βασάνοις ἐναποψύξαι, καὶ ταῦτα ὑπισχνούμενον ὡς πάντα δοίη ἐνυπογράφως εἰ τὸν ἐτασμὸν διαφεύξοιτο.

   Ὁ μὲν οὖν οὕτως ἀπόλωλεν· οἱ δὲ Κομνηνοὶ ὁ Ἰσαάκιος καὶ ὁ Ἀλέξιος ὑπερβαλλόντως πρὸς τοῦ βασιλέως καὶ τετίμηντο καὶ ἐστέργοντο, καὶ διαδόχους αὐτοὺς τῆς βασιλείας ὠνόμαζε. διὸ καὶ παρὰ τῶν περὶ τὸν Βοτανειάτην σφοδρῶς ἐβασκαίνοντο καὶ μᾶλλον παρὰ τῶν εἰρημένων δύο δούλων αὐτοῦ, οἳ καὶ πρὸς ἐκεῖνον τοὺς ἄνδρας διέβαλλον ὡς τυραννίδα μελετῶντας καὶ τὴν εἰς αὐτοὺς τοῦ βασιλέως διάθεσιν ὑπώρυττόν τε καὶ [727] παρεσάλευον. ὃ γνόντες οὗτοι καὶ μή τι πάθωσι πτοηθέντες, ὡς δὲ λόγος, καὶ πάλαι παρ' ἑαυτοῖς τὸν τῆς βασιλείας τρέφοντες ἔρωτα, καὶ ἄλλοις οἷς ἐθάρρουν τὸ βούλευμα κοινωσάμενοι, ἐξῆλθον τῆς πόλεως καὶ τὴν πόλιν Ἀδριανοῦ κατειληφότες εἰς ἑαυτοὺς τὸ στρατιωτικὸν ξύμπαν σχεδὸν ἐπεσπάσαντο. καὶ ἀναγορεύεται βασιλεὺς ὁ Ἀλέξιος, τοῦ μείζονος προτιμηθεὶς ἀδελφοῦ, ὅτι τε προσέκειντο τούτῳ οἱ στρατιῶται μᾶλλον ὡς στρατηγικωτέρῳ καὶ ὅτι σπουδῇ τε καὶ ὑποσχέσεσι παρὰ τῶν περὶ αὐτὸν μεθειλκύσθησαν. οὕτως οὖν ἀναρρηθεὶς ὁ Ἀλέξιος καὶ τοῦ Ἰσαακίου μὴ πάνυ τι πρὸς τὴν ἀνάρρησιν δυσχεράναντος, τὴν βασιλίδα καταλαμβάνει καὶ πρὸς πολιορκίαν ἡτοίμαστο· ὁ δὲ Βοτανειάτης τοῖς τείχεσιν ἐπέστησε φύλακας. ἦσαν δὲ περί τινα πύργον πρὸς τῇ πύλῃ τῆς πόλεως, ἣ Χαρσίου καλεῖται, φυλάσσοντες Νέμιτζοι (ἔθνος δ' οἱ Νέμιτζοι Κελτικόν)· οὗτοι λάθρᾳ τοῖς περὶ τοὺς Κομνηνοὺς ἐκοινολογήσαντο περὶ προδοσίας τῆς πόλεως. ἕωθεν οὖν κατὰ τὴν μεγάλην πέμπτην τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους τοῦ σωτῆρος ἡμῶν οἱ μὲν περὶ τοὺς Κομνηνοὺς τῷ κατ' ἀντικρὺ τοῦ παρὰ τῶν Νεμίτζων [728] κατεχομένου πύργου ἐξωτέρῳ τείχει προσέβαλον κατὰ σύνθημα, οἱ δ' ἐφεστῶτες αὐτῷ τοὺς προσβάλλοντας ἔβαλλον καὶ ἀπεῖργον τοῦ προσιέναι ἀγχοῦ. ὡς δ' ὑπὸ τῶν Νεμίτζων ἐκ τοῦ πύργου οἱ ἐν τῷ τείχει ἐβάλλοντο, μὴ οἷοί τε ὄντες καὶ πρὸς τοὺς ἐκτὸς ἀνθίστασθαι καὶ πρὸς τοὺς ἐντὸς ἀπομάχεσθαι, ἐξ ὑπερδεξίων εἰς αὐτοὺς ἀκοντίζοντας, ἐνέδωκαν τῆς ὁρμῆς. οἱ δὲ τειχομαχοῦντες κλίμαξιν αὐτίκα πρὸς τὸ τεῖχος ἀνῄεσαν καὶ τὰ κλεῖθρα τῶν πυλῶν διατεμόντες πελέκεσιν ἄνετον τοῖς συνωμόταις παρέσχον τὴν εἴσοδον. ὅπερ ἰδόντες οἱ τὸν ἐντὸς τηροῦντες περίβολον, σύγκλυδες ἄνθρωποι καὶ πολέμων οἱ πλείονες ἀδαεῖς ἢ μᾶλλον ἐξ ἀγοραίων ἀθροισθέντες καὶ πληθύος δημότιδος, οἱ μὲν κατιόντες ᾤχοντο, οἱ δὲ καὶ ἑαυτοὺς ἐπισφαλῶς κατακρημνίζοντες ἔφευγον. ὅθεν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν καὶ τὸν ἐντὸς περίβολον οἱ περὶ τοὺς Κομνηνοὺς παρειλήφασι καὶ τὰς τούτου πύλας ὁμοίως ἀναπετάσαντες βατὴν τὴν πόλιν παντί που παρέσχοντο· καὶ αὐτίκα πρὸς διαρπαγὴν χρημάτων οἱ εἰσελθόντες ὡρμήκασι, [729] σύμμικτον πλῆθος ἐκ Θρᾳκῶν τε καὶ Μακεδόνων καὶ Ῥωμαίων ἄλλων καὶ βαρβάρων συνεστηκός, οὐδὲν ἄμεινον πολεμίων πρὸς τοὺς ὁμοφύλους διατιθέμενοι. καὶ μέχρι γὰρ ἐκχύσεως αἱμάτων προὐχώρησε τὸ κακόν, καὶ παρθένοι δὲ τῷ θεῷ καθιερωμέναι ἀσεβῶς ἐμιάνθησαν, καὶ γυναῖκες ἀνδράσι συνεζευγμέναι πρὸς βίαν ὑβρίσθησαν, καὶ θεῖοι ναοὶ τὸν κόσμον αὐτῶν ἐσυλήθησαν, καὶ οὐδὲ τῶν ἁγίων κρατήρων ἀπέσχοντο, ἀλλὰ καὶ τούτους οἱ πάντολμοι καὶ τὰς ἱερὰς φιάλας τῆς ἀναιμάκτου καὶ φρικώδους θυσίας πλήρεις διήρπαζον, ἐκχέοντες τὰ ἅγια κατὰ γῆς. καὶ ὅσοις δὲ τῆς γερουσίας συνήντων, κατασπῶντες τῶν ἡμιόνων αὐτούς, ἐνίους δέ γε καὶ ἀποδύοντες, ἐν μέσαις ταῖς ἀγυιαῖς εἴων ἡμιγύμνους τε καὶ πεζούς. καὶ ταῦτα καθ' ὅλην τὴν ἡμέραν ἐπράττετο, καὶ τὸ δεινὸν ἄχρι τοῦ Βοὸς ἐπεφθάκει γενόμενον κοινόν τε καὶ πάνδημον, ἤδη δέ τινες καὶ μέχρι τοῦ Φιλαδελφίου ἢ καὶ προσωτέρω ἐπέδραμον. οἱ δὲ Κομνηνοὶ εἰς τὴν προνομὴν σκεδασθέντων πάντων μόνοι σὺν εὐαριθμήτοις σφόδρα τοῖς περὶ αὐτοὺς κατελείφθησαν καὶ ἕως τοῦ Ταύρου γενόμενοι προσωτέρω ἀπιέναι οὐκ ἐπεθάρρουν. τοσοῦτον γὰρ ἐψίλωντο ἀξιομάχου δυνάμεως [730] ὡς εἰ τότε τούτοις ἐπῆλθόν τινες, ῥᾷον ἂν εἷλον αὐτοὺς καὶ δεσμίους τῷ Βοτανειάτῃ προσήγαγον· ἀλλὰ τὸ δόξαν ἤδη θεῷ μετατραπῆναι οὐκ ἦν. ἔνθεν τοι ὁ μὲν Βοτανειάτης μαθὼν τῶν Κομνηνῶν τὴν εἰσέλευσιν, ἄπεισιν αὐτίκα τῶν βασιλείων, αὐτοῦ που ῥίψας ἃ ὑπεδεῖτο φοινικόχροα πέδιλα, καὶ εἰς τὴν τῆς Περιβλέπτου μονὴν ἀπελθών, ἧς ἐκεῖνος μετὰ τὸν κατὰ τοὺς Ἀργυροὺς Ῥωμανὸν ἐκεῖνον τὸν αὐτοκράτορα κτήτωρ δεύτερος ἐχρημάτισε, κείρεταί τε τὴν τρίχα καὶ μεταμφιέννυται τὴν στολήν, τριβώνιον κατὰ μονάζοντας ἐνδυσάμενος. ἔνθα καὶ χρόνον ἐπιβιούς τινα τὸν χοῦν ἀπέθετο τῷ χοΐ, ταφεὶς παρ' αὐτῇ.

   Οἱ δὲ Κομνηνοὶ μηδενὸς αὐτοῖς ἀντιβαίνοντος τοῖς ἀνακτόροις προσπεφοιτήκασιν, ἀταλαιπώρως τούτοις ἐπιβάντες καὶ ὁμαλῶς μετὰ πολλῆς τῆς λειότητος. τοιαῦτα σφίσι τὰ προσόδια γέγονε, τοιαῦτα τὰ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσιτήρια, τοιαῦτα τὰ τῆς βασιλείας ἐπιβατήρια.

   Ἤδη δ' ἐν ἀσφαλεῖ γεγονότες οἱ Κομνηνοὶ καὶ τὴν μητέρα σφῶν καὶ τὰς ὁμευνέτιδας ἐκ τῆς μονῆς τοῦ Κανικλείου πρὸς [731] τὰ βασίλεια μετεστείλαντο. ἐκείνων γὰρ ἐπικεχειρηκότων ἀποστασίᾳ, εὐθὺς αἱ γυναῖκες εἰς τὸ μέγα τέμενος τῆς τοῦ θεοῦ λόγου Σοφίας προσπεφοιτήκασιν. ὅθεν παρὰ τοῦ Βοτανειάτου εἰς τὴν ῥηθεῖσαν μονὴν μετηνέχθησαν, ἵνα μὴ ἔχοιεν πρὸς τοὺς ἀποστατήσαντας διαπέμπεσθαι, οὐδὲν δ' ἕτερον ἀνιαρὸν ἐκείναις ἐπήνεγκε. μήπω δὲ σχεδὸν τοὺς πόδας τῇ βασιλείᾳ ἐρείσαντες αὐτίκα πολλῶν τοῦ Βοτανειάτου πράξεων σχολὴν κατεψηφίσαντο, καὶ οὐδ' ἐξότου ἦσαν ἐπικεχειρηκότες τῇ τυραννίδι τὴν ἀθέτησιν τοῖς παρ' ἐκείνου πραχθεῖσιν ἐπήνεγκαν, ἀλλὰ καὶ τοῦτον ὑπερήλαντο τὸν καιρόν, καὶ πολλὰ τῶν ἐκείνῳ πεπραγμένων βασιλικῶς ἀνῃρήκασιν οὗτοι ῥήματι βραχυσυλλάβῳ τυραννικῶς. εἶτα ὁ μὲν Ἀλέξιος βασιλικὸν ἀναδεῖται διάδημα, τῷ δ' Ἰσαακίῳ τὰ δευτερεῖα νενέμηνται τῆς τιμῆς, καινοῦ αὐτῷ ἐπιφημισθέντος ὀνόματος· σεβαστοκράτωρ γὰρ ἐπεκλήθη καὶ ὑπερεῖχε τοῦ Καίσαρος. ἡ δὲ μήτηρ τούτων, παρασήμων μὴ μετασχοῦσα βασιλικῶν διὰ τὸ ἔνδυμα τὸ μοναχικὸν μήτε μὴν εὐφημίας καὶ ἀναρρήσεως, μόνου μετεῖχε τοῦ τῆς βασιλείας ὀνόματος, αὐτὴ δὲ τὴν τῶν πραγμάτων πᾶσαν διοίκησιν ἀνεζώσατο. οὕτω μὲν οὖν τὰ τῆς βασιλείας παρὰ τῇ μητρὶ νενέμηντο καὶ ἀμφοῖν [732] τοῖς ὁμαίμοσιν. ἤστην δὲ τῷ βασιλεῖ καὶ ἑτέρω διττὼ ἀδελφὼ νεωτέρω τὴν ἡλικίαν, ὧν τὸν μὲν πρωτοσεβαστὸν ἐτίμησε καὶ μέγαν δομέστικον, τὸν Ἀδριανόν, τὸν Νικηφόρον δὲ σεβαστὸν καὶ τοῦ στόλου δρουγγάριον. εἶχε δὲ καὶ ἐπ' ἀδελφαῖς κηδεστὰς τὸν Μελισσηνὸν Νικηφόρον καὶ Μιχαὴλ τὸν Ταρωνίτην. τὸν μὲν οὖν Ταρωνίτην τῇ πρώτῃ συνεζευγμένον τῶν ἀδελφῶν, πάνυ στεργομένῃ πρὸς τῆς μητρὸς καὶ πρὸς αὐτῶν τιμωμένῃ, πανυπερσέβαστον ὠνόμασαν, καὶ τοῦτο καινίσαντες τὸ ἀξίωμα. τὸν δέ γε Μελισσηνόν, ἀποστασίαν κἀκεῖνον κατὰ τοῦ Βοτανειάτου ἐν τῇ ἑῴᾳ φρονήσαντα καὶ ἔτι ταύτης ἐχόμενον, ἐπὶ συμβάσει τετιμήκασι Καίσαρα καὶ τὴν πόλιν αὐτῷ Θεσσαλονίκης εἰς κατοικίαν ἀπένειμαν, καὶ χορηγίαν χρημάτων καὶ τούτῳ καὶ πᾶσι τοῖς αὐτοῖς κατὰ γένος προσήκουσι τύχῃ τοιᾷδε καὶ ἀξιωμάτων ὄγκῳ τηλικῷδε ἀνάλογον προσαφώρισαν. ἐντεῦθεν τῶν βασιλείων προσόδων, μᾶλλον δ' εἰπεῖν τῶν κοινῶν καὶ δημοσίων, οὕτω διανεμηθεισῶν τὸ βασιλικὸν ταμεῖον [733] ἢ τὸ κοινὸν πρυτανεῖον ἐστένωτο. καὶ ὁ κρατῶν σπανίζων χρημάτων τάς τε τοῖς ἀξιώμασιν ἀνηκούσας ἀνέκαθεν ἐτησίας δόσεις ἐξέκοψε καὶ τὰς τῶν συγκλητικῶν οὐσίας προσαφῃρεῖτο. ἔστεψε δὲ καὶ τὴν κοινωνὸν αὐτῷ τοῦ βίου Εἰρήνην καὶ Αὐγούσταν ὠνόμασεν· ἡ δ' ἦν ἐγγόνη τοῦ Καίσαρος Ἰωάννου τοῦ Δούκα. ἡ δὲ πρῴην βασίλισσα ἡ ἐξ Ἀλανῶν Μαρία σὺν τῷ ἰδίῳ υἱῷ Κωνσταντίνῳ, ὃν τῷ Δούκᾳ Μιχαὴλ ἐν τῇ πορφύρᾳ ἐγείνατο, στεφθέντι παρὰ τοῦ οἰκείου πατρὸς ἔτι βρεφυλλίῳ τυγχάνοντι καὶ πεδίλοις φοινικοῖς ὑποδουμένῳ, τῶν ἀνακτόρων μεθίσταται καὶ εἰς τὰ ἐν τῇ μονῇ τῶν Μαγγάνων βασίλεια ἄπεισιν. ἤδη γὰρ εἰλήφει ταῦτα καὶ τὴν μονήν, ἀλλὰ μέντοι καὶ τὴν τοῦ Ἑβδόμου διὰ χρυσοσημάντου τοῦ Βοτανειάτου γραφῆς, ἔνθα διῆγε σὺν τῷ υἱῷ, βασιλικὴν ὑπηρεσίαν ἑαυτῇ καὶ τῷ υἱῷ ἀποτάξασα. ἔτι γὰρ ὁ παῖς αὐτῇ περιέκειτο τὰ τῆς βασιλείας γνωρίσματα καὶ εὐφημεῖτο μετὰ τὸν αὐτοκράτορα καὶ τὰς χρυσοβούλλους γραφὰς μετ' ἐκεῖνον ὑπεσημαίνετο. μετὰ δέ τινα χρόνον καὶ ἡ μήτηρ αὐτοῦ μετημφιάσθη, μέλαν ἐνδῦσα χρῶμα κατὰ τοὺς μοναχούς, τὸ μὲν ἑκοῦσα, τὸ δέ τι τυραννουμένη· καὶ ὁ παῖς ἀφῃρέθη τὰ περιπόρφυρα πέδιλα καὶ μόνῳ τῷ Κομνηνῷ ἡ τῆς αὐταρχίας κλῆσις καὶ ἡ βασιλεία περιελέλειπτο.

[734]    Οὕτω μὲν οὖν ταῦτα· ὁ δὲ τῆς βασιλίδος τῶν πόλεων ἀρχιερατεύων ἐκεῖνος Κοσμᾶς, τῇ τῶν κοινῶν πραγμάτων μεταχειρίσει ἀπαρεσκόμενος καὶ ἀπεγνωκὼς τὴν διόρθωσιν, τῷ ὑπηρέτῃ "ἆρον" εἰπών "τὸ ψαλτήριον καὶ συνέπου μοι" τῆς ἐκκλησίας ὑπανεχώρησε καὶ πολλὰ παρὰ τῶν κρατούντων παρακληθεὶς ὑποστρέψαι οὐχ ὑπενόστησεν, ἔτη πέντε καὶ μῆνας ἐννέα τὸν πιστὸν ποιμάνας λαόν. διὸ καὶ ἄλλον τινὰ ἀρχιερέα τῇ ἐκκλησίᾳ ἀντικατέστησαν, ἐκτομίαν τινὰ μοναχόν, κεκλημένον Εὐστράτιον, οὔτε λόγοις ὡμιληκότα οὔτε πραγμάτων ἐγγεγυμνασμένον μεταχειρίσεσιν, ἀφελῆ δὲ ἄνθρωπον καὶ ἡσυχίᾳ ἢ γωνίᾳ μᾶλλον προσήκοντα. ἤδη δὲ τρεῖς ἐνιαυτοὺς ἐνσεμνυνάμενος κατηνέχθη τῶν ἱερῶν ἀνακτόρων παρὰ τῶν κρατούντων· ἡ δ' αἰτία οὐκ ἔγνωσται ἀκριβῶς. καὶ λοιπὸν προκεχείριστο πατριάρχης ἀνὴρ μοναχός, ὁ γραμματικὸς ὀνομαζόμενος Νικόλαος, ἐν ἀσκήσει τὸν βίον διηνυκὼς καὶ οὐδὲ τῆς ἐν λόγοις παιδείας ἀμέθεκτος ὤν, κἂν μὴ κατακόρως ταύτης μετέσχηκεν.

   Ἄρτι δὲ τῆς βασιλείας ἐπιβεβηκότι τῷ Κομνηνῷ ἠγγέλη ὁ Φράγγος Ῥομπέρτος εἰς τὴν Ἐπίδαμνον διαπεραιούμενος, [735] ἀνὴρ πανοῦργός τε καὶ πολεμικώτατος. αὐτίκα τοίνυν ὁ βασιλεὺς ἐξεστράτευσε καὶ γενόμενος κατὰ τὸ Δυρράχιον προσβάλλει τοῖς πολεμίοις· καὶ ἡττηθεὶς ἀκλεῶς ἔφυγε, πολλῶν ἐκεῖ πεσόντων οὐ τῶν τυχόντων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐν ὑπεροχαῖς καὶ βασιλείου τυγχανόντων ἐξ αἵματος, καὶ ἡ παρεμβολὴ ξύμπασα ἑάλω τοῖς πολεμίοις. ὁ μὲν οὖν βασιλεὺς ἡττημένος ἐπανῆλθεν εἰς τὸ Βυζάντιον· οἱ δὲ βάρβαροι τῇ νίκῃ πεφυσημένοι ὁμόσε κατὰ πάντων ἐχώρουν καὶ εἷλον τῶν πολισμάτων τινά, ὧν ἦσαν ἡ Καστορία τε καὶ ἡ Λάρισσα. ὠνειροπόλουν δὲ καὶ αὐτὴν τὴν βασιλίδα τῶν πόλεων καταλήψεσθαι, ἀλλ' ὁ βασιλεὺς καὶ πάλιν ἐκστρατεύει καὶ ἀπελαύνει μὲν τῆς Καστορίας τοὺς αὐτὴν φρουροῦντας βαρβάρους, ἄπεισι δὲ κατὰ τοῦ Ῥομπέρτου καὶ στρατηγήματι τὴν ἐκείνου δεινότητα μέτεισι. τῷ γὰρ ἀδελφῷ Ἀδριανῷ τὸ σχῆμα τὸ βασιλικὸν περιτίθησι καὶ στράτευμα δοὺς αὐτῷ ἐναντίον τοῦ Ῥομπέρτου στῆναι διακελεύεται· εἰ δ' ἐκεῖνος ὁρμήσει μαχέσασθαι, στρέψαι τὰ [736] νῶτα καὶ αὐτίκα φυγεῖν. ταῦτα μὲν οὖν τῷ ἐσχηματισμένῳ βασιλεῖ ἐνετείλατο· ἐκεῖνος δὲ μετὰ τῆς λοιπῆς στρατιᾶς δι' ὁδῶν ἀδήλων περιοδεύσας καὶ τῷ τῶν Φράγγων ἐμβαλὼν χάρακι τάς τε σκηνὰς αὐτῶν καὶ τὰ ἐν αὐταῖς ἐληίσατο καὶ φόνον πολὺν ἐποιήσατο. τοῦ Ῥομπέρτου δὲ κατὰ τοῦ ἐσχηματισμένου βασιλέως ὁρμήσαντος, κἀκεῖνος καὶ ἡ σὺν αὐτῷ στρατιὰ τὰ χαλινὰ χαλάσαντες ἔφυγον. ὁ δὲ βάρβαρος ἐγαυρία μᾶλλον καὶ ἐπῆρτο ὡς ἀπροσμάχητος. ἐν τούτῳ δὲ ἀγγέλλεται αὐτῷ τοῦ χάρακος ἡ ἐκπόρθησις καὶ ἡ φθορὰ τῶν ἐκεῖ, καὶ εὐθὺς παρεῖτο καὶ τὰς χεῖρας καὶ τὴν ψυχὴν καὶ ἀπιὼν ᾤχετο. ὁ δὲ βασιλεὺς ἐπανελθὼν εἰς τὴν Κωνσταντίνου, μηνυθείσης ἐπιβουλῆς αὐτῷ, τούς τε ταύτης πρωτουργοὺς συνέσχεν ἐκ τῶν ταγματικῶν ὄντας ἀρχόντων καὶ πολλοὺς τῶν ἐγχωρίων καὶ τῆς συγκλήτου βουλῆς, ὡς τάχα συνίστορας, τοὺς πλείους, ὥς φασιν, οὐδὲ πρὸς ἀλήθειαν, ἀλλ' ἵνα σφᾶς γυμνώσῃ τῶν ὑπαρχόντων.

   Ἡ μὲν οὖν τοῦ Ῥομπέρτου ἐπίθεσις πέπαυτο, ἑτέρωθεν δ' αὖθις τῇ Ῥωμαίων ἡγεμονίᾳ ἐχθροὶ ἐπανίσταντι. οἱ γὰρ Τοῦρκοι τὴν ἑῴαν ὑφ' ἑαυτοὺς ποιησάμενοι οὐδὲ τῶν νήσων ἀπέσχοντο. ἀλλ' ὁ Τζαχᾶς (Τοῦρκος δὲ καὶ οὗτος οὐ τῶν [737] ἐπιφανῶν, δεινὸς δὲ καὶ τὴν πονηρίαν πολύς) διὰ πλοιαρίων ὀλίγων ἀνωιστὶ τῇ νήσῳ Χίῳ προσορμισθεὶς κατέσχε ταύτην καὶ στόλον ἐν αὐτῇ ναυπηγεῖ, δι' οὗ τήν τε Λέσβον ἀνήρπασε καὶ τὴν Σάμον τήν τε Ῥόδον ὑφ' ἑαυτὸν ἐποιήσατο καὶ πλείους ἄλλας τῶν νήσων. ἐξηλάθη δ' αὖθις αὐτῶν, στόλου Ῥωμαϊκοῦ ἐπελθόντος ταῖς ἐκείνου τριήρεσι. καὶ ἡ νῆσος δ' ἡ Κρήτη, πρὸς δὲ τῇ καὶ ἡ Κύπρος ἀποστασίαν ἐνόσησαν, τὴν μὲν τοῦ Καρίκη κατεσχηκότος καὶ ἀντάραντος χεῖρα τῷ βασιλεῖ, τὴν Κύπρον δέ γε τοῦ Ῥαψομμάτου. ἀλλὰ καὶ αὗται τῇ Ῥωμαίων αὖθις οὐκ εἰς μακρὸν ἐπανεσώθησαν ἡγεμονίᾳ. ἐντεῦθεν ὁ βασιλεὺς ἀναλωμάτων δεόμενος τρόπους ἀποτροπαίους συλλογῆς χρημάτων ἐξεύρισκε, καὶ ὀφειλὰς ἀδίκους εἰσῆγον κατὰ τῶν ἀνθρώπων οἱ ἐπ' αὐτῷ τεταγμένοι, καὶ ἀφῃροῦντο τὰς οἰκείας οὐσίας οἱ μηδὲν δικαίως ὀφείλοντες. ἐντεῦθεν ἀπογραφεῖς πανταχοῦ τῶν ἐν ἀγροῖς καὶ χωρίοις διαφερουσῶν τοῖς ὑπηκόοις ἐστέλλοντο κτήσεων, καὶ τὰ καινὰ τῶν [738] ὀνομάτων ἐπινενόητο, τὰ ὑπέρτιμα λέγω καὶ τὰ ὑπέρπλεα, καὶ ἄλλοτε ἄλλοι τρόποι ἐπηρειῶν κατὰ τῶν ὑπηκόων εἰσήγοντο, καὶ ἱερὰ δ' ἀφῄρηντο ἐκ θείων ναῶν. οὗτος ὁ βασιλεὺς καὶ τὸ νόμισμα κεκιβδηλευμένον παρὰ τῶν πρὸ αὐτοῦ εὑρηκὼς χάλκεον ἔθετο, ᾧ εἰς τὰ τῆς βασιλείας ἐκέχρητο ἀναλώματα, τοὺς δέ γε φόρους διὰ χρυσίνων δοκίμων εἰσέπραττε, πῇ δέ γε καὶ δι' ἑτέρων, χρυσίνων μὲν κἀκείνων, ἀλλ' ἡμιχρύσων, ἔστι δ' οὗ καὶ διὰ τῶν χαλκέων ἐδασμοφόρει. ὅθεν χαλκοῦ δεόμενος πλείονος τοὺς ὀβολοὺς εἰς νόμισμα μετετύπωσε καί τινα τῶν δημοσίων ἔργων, τῶν χαλκουργημάτων φημί, κατασπάσας εἰς στατῆρας συνέκοψε καὶ νέας δεκάτας ἐκαίνισεν.

   Ἐγείνατο δὲ θυγάτριον ἡ Αὐγούστα τῷ βασιλεῖ, ὅπερ Ἄννα ὠνομάσθη διὰ τὴν πατρομήτορα, ἐφ' ᾗ τὸν τῆς βασιλίσσης Μαρίας υἱὸν Κωνσταντῖνον τῆς ἐξ Ἀλανῶν ὁ βασιλεὺς ἐμνηστεύσατο· ἐκείνου δ' ἐπὶ τῇ μνηστείᾳ τὴν ζωὴν καταλύσαντος, ὡς ὡραία γάμου ἡ θυγάτηρ ἐγεγόνει τῷ ἄνακτι, νυμφίον ἕτερον ἐπ' αὐτῇ εἰσῳκίσατο τὸν μείζω τῶν υἱῶν Νικηφόρου τοῦ Βρυεννίου, ὃν ὁ λόγος προέφηνε τῇ τυραννίδι ἐπιχειρήσαντα [739] καὶ ἁλόντα καὶ πηρωθέντα τοὺς ὀφθαλμούς. τούτῳ τὴν θυγατέρα ταύτην κατεγγυήσας τετίμηκε τὸν ἄνδρα πανυπερσέβαστον. γίνεται δὲ τῷ βασιλεῖ καὶ υἱός, ὃν ἐν τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας παρὰ τοῦ πατριάρχου καταξιωθέντα τοῦ θείου βαπτίσματος καὶ Ἰωάννην κληθέντα αὐτίκα ὁ πατὴρ καὶ διαδήματι ταινιοῖ. γεγόνασι δὲ τῷ βασιλεῖ καὶ ἕτεροι δύο υἱοί, Ἀνδρόνικός τε καὶ Ἰσαάκιος, καὶ θυγατέρες ἕτεραι τρεῖς, Μαρία, Εὐδοκία καὶ Θεοδώρα. τῇ μὲν οὖν Μαρίᾳ τὸν τοῦ Γαυρᾶ ἐκείνου Θεοδώρου τοῦ σεβαστοῦ καὶ μάρτυρος υἱὸν ἐμνηστεύσατο. εἶτα τὴν μνηστείαν ταύτην λύσας, οὕτω δόξαν αὐτῷ, κἀκεῖνον ἀποπεμψάμενος ἕτερον μνηστῆρα τῇ θυγατρὶ ταύτῃ τὸν τοῦ Φορβηνοῦ υἱὸν τοῦ Κατακαλὼν τὸν Νικηφόρον εἰσεποιήσατο. τῇ δ' Εὐδοκίᾳ τὸν τοῦ Ἰασίτου Κωνσταντίνου παῖδα συνέζευξεν· ὃς τῇ τε συνεύνῳ οὐχ ὡς βασιλέως ἐκέχρητο θυγατρί, ἀλλ' ἐκ τοῦ κρείττονος ὡμίλει ταύτῃ καὶ προσεφέρετο, καὶ τῇ βασιλίσσῃ δὲ πλειστάκις προσκεκρούκει καὶ πενθερᾷ, ἥπερ αὐτῷ προσοχθίσασα τὴν θυγατέρα νοσήσασαν εὐθὺς ἀποκείρει καὶ τὸν Ἰασίτην ἀπελαύνει τῶν βασιλείων. τῇ δέ γε τελευταίᾳ [740] τῶν θυγατέρων συνῴκισεν ὁ πατὴρ νεανίαν τὸ μὲν εἶδος ἀγαλματίαν, τὸ δὲ γένος οὐ τῶν ἐπιφανῶν.

   Γέγονε δ' ἐπὶ τῆς βασιλείας τούτου κλόνος τῆς γῆς φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς μνήμης τοῦ ἐν θαύμασι περιωνύμου ἁγίου Νικολάου, ὑφ' οὗ πολλαί τε οἰκίαι καὶ ναοὶ κατηρείπωντο καὶ στοαί, δι' ὧν αἱ τῆς πόλεως ὠρόφωνται ἀτραποί, καὶ πλεῖστοι ἐν τοῖς συμπτώμασι συνεχώσθησαν καὶ ἀπέθανον.

   Κατὰ τούτους τοὺς χρόνους καὶ τοῦ τῶν Πατζινάκων ἔθνους συγκίνησις γέγονεν, ἐκ τῶν σφετέρων ἠθῶν μεταναστεύσαντος εἰς χώραν Ῥωμαϊκὴν καὶ τὴν Θρᾴκην πᾶσαν καὶ τὴν Μακεδονίαν ληιζομένου. κατὰ τούτων ἐκστρατεύσας ὁ βασιλεύς, τῶν στρατιωτῶν ἀλαζονευομένων, αἰσχρῶς ἥττητο. εἶτ' αὖθις ἄπεισι κατὰ τῶν βαρβάρων, ταπεινωθείσης τῆς στρατιᾶς καὶ τὸ πᾶν τῆς θείας ἐξαρτώσης ῥοπῆς, καὶ προσβάλλει τοῖς πολεμίοις. οἱ δὲ οὐδὲ τὴν ἔφοδον ὑπομείναντες τὰ ὅπλα κατὰ γῆς ἐρρίπτουν καὶ οἰμωγαῖς τοὺς Ῥωμαίους ἐξεκαλοῦντο πρὸς ἔλεον. ὤλετο μὲν οὖν πολύ τι τοῦ Σκυθικοῦ, οἱ λοιποὶ δὲ συνελαμβάνοντο καὶ ἦσαν ὑπὸ δεσμοῖς καὶ εἰς δουλείαν οἱ αἰχμαλωτεύσαντες αὐτοὺς ἀπεδίδοντο. ὁ δ' αὐτοκράτωρ πλῆθος [741] ἀπολεξάμενος σφριγώντων καὶ ῥωμαλέων εἰς τὸ τῶν Μογλένων θέμα τούτους σὺν γυναιξὶ καὶ τέκνοις κατῴκισε καὶ τάγμα τούτους κατέστησεν ἰδιαίτατον· οἳ καὶ μέχρι τοῦ δεῦρο κατὰ διαδοχὰς διαμένουσιν, εἰς ἐπίθετον σχόντες τὸν τόπον, ἐν ᾧ κατῳκίσθησαν, καὶ Πατζινάκοι Μογλενῖται καλούμενοι.

   Ἐπιβουλῆς δὲ μηνυθείσης αὐτῷ πρωτουργοὺς ἐχούσης τὸν Οὐμπερτόπωλον καὶ τὸν Ἀριέβην, ὧν ὁ μὲν ἐκ Φράγγων εἷλκε τὸ γένος, ὁ δ' Ἀριέβης ἐξ Ἀρμενίων, καὶ ἄμφω δὲ τῶν ἐπιφανεστέρων καὶ στρατηγίαις ἐφεστηκότων, ἐκεῖνοί τε συνεσχέθησαν καὶ ὅσοι συμμετεῖχον αὐτοῖς τοῦ βουλεύματος. τοὺς οὖν τῆς μελέτης ἐξάρχοντας δύο ἄνδρας δημεύσει καταδικάσας καὶ ἀτίμῳ θριάμβῳ καὶ ἐπὶ τούτοις ὑπερορίᾳ ἐν τούτοις περιώρισεν αὐτοῖς τὴν ποινήν· ὅτε καὶ τὸ τῶν Μανιχαίων τάγμα τῆς στρατείας ἀπήλασεν, ἐκθέσμως μέχρι τότε δὴ στρατευόμενον· στρατεύεσθαι γὰρ τοὺς Μανιχαίους ἀρχαῖος νόμος καθάπαξ ἀπείργει. αὖθις δ' ἑτέρα κατὰ τοῦ βασιλέως τούτου συνέστη ἐπιβουλή, ἧς ἐξῆρχεν ὁ τοῦ βασιλεύσαντος ἐκείνου Διογένους [742] υἱὸς ὁ Νικηφόρος ὁ τῆς πορφύρας βλαστός, ἀνὴρ τὴν μὲν ἰσχὺν ἀπαράμιλλος, τὴν δὲ τῆς γνώμης ἕξιν καὶ τὴν τῆς ψυχῆς γενναιότητα οὐ κατὰ τὴν σωματικὴν πλουτήσας ἰσχύν. οὗτος τὸ μὲν δρᾶμα συνθέμενος, τὴν δὲ πρᾶξιν ὑπερτιθέμενος, ἔλαθε παθὼν ἢ δράσας ὡς ἐβουλεύσατο. ἑάλω γὰρ καὶ ἐτασμῶν ἀνάγκαις παραδοθείς, ἵν' ἐκκαλύψῃ τοὺς συνωμότας, τέλος ἐξεκόπη τὰ ὄμματα καὶ τὴν περιουσίαν ἀφῄρητο.

   Εἶτα τὸ τῶν Φράγγων ἔθνος ἐκ τῶν ἑσπερίων συγκινηθὲν ἀνῄει πρὸς τὴν βασιλίδα τῶν πόλεων, ὡς ἐκ ταύτης εἰς τὴν ἑώαν διαπεραιωθησόμενον· ὧν τὴν συγκίνησιν θεοσημία τις προεμήνυσεν. ἀκρίδων γὰρ ἄπειρόν τι πλῆθος, ἐκ τῆς ἑσπέρας τὴν γένεσιν ἐσχηκὸς καὶ τοσοῦτον ὡς νέφεσιν ἱπτάμενον ἀπεικάζεσθαι καὶ συσκιάζειν τὸν ἥλιον, διὰ τῆς μεγίστης τῶν πόλεων καὶ τῶν ταύτης ὁρίων τὴν πτῆσιν ποιούμενον πρὸς τὴν ἑῴαν ὥρμητο κἀκεῖσε κατέπαυε. περαιωθέντες οὖν καὶ τῇ κατὰ Βιθυνίαν προσβαλόντες Νικαίᾳ, παρὰ τῶν Τούρκων κατεχομένῃ, σὺν χρόνῳ μὲν καὶ φθορᾷ πολλῇ ἑκατέρωθεν, τέως μέντοι τὴν πόλιν ᾑρήκασι. καὶ ταύτην μὲν πολλῶν ἀπέδοντο [743] χρημάτων τῷ βασιλεῖ, οἱ δ' εἰς τὸ πρόσω προὐχώρουν. καὶ οἱ μὲν τὴν πρὸς τῷ Ὀρόντῃ εἷλον σὺν μόχθῳ καὶ φόνῳ πολλῷ Ἀντιόχειαν, οἱ δὲ τῆς Ἱεροσολύμων μεγάλοις ἀγῶσιν ἐκράτησαν πόλεως.

   Ἀλλ' οὕτω μὲν τὰ τοῦ ἔθνους ἔσχον τῶν Φράγγων συντετμημένως εἰπεῖν· αἵρεσις δέ τις κατὰ τοὺς χρόνους τούτους ἀναπέφηνε μυσαρὰ ἡ τῶν Βογομίλων. τῆς δὲ τοιαύτης αἱρέσεως κῆρυξ ἦν καὶ μέγας διδάσκαλος καὶ προβολεὺς τῶν παρ' αὐτοῖς ἀποστόλων Βασίλειός τις λεγόμενος ἰατρός, σχῆμα μὲν περικείμενος μοναχοῦ, αὐτὸν δ' ἐκεῖνον ἐνδεδυμένος τὸν σατανᾶν. ὃς ἐν ἔτεσι μὲν πεντεκαίδεκα τὰ τῆς πλάνης μαθὼν ὀλέθρια δόγματα, ἐν δὲ δυσὶ καὶ πεντήκοντα διδάξας αὐτά, πᾶσαν σχεδὸν τὴν οἰκουμένην τῆς οἰκείας λύμης ἐνέπλησεν. εἶτα καὶ τῇ τῶν πόλεων βασιλίδι ἐπεχωρίασεν, ἀλλ' ἑάλω ἐπ' αὐτοφώρῳ ὁ τῆς ἀληθείας ἐχθρός. γνοὺς γὰρ τὴν ἐκείνου ἀσέβειαν ὁ κρατῶν ὑπεκρίθη πίστιν ἔχειν εἰς ἐκεῖνον τὸν κακοδαίμονα καὶ διδάσκαλον ἐκάλει καὶ σωτῆρα πλανωμένων ψυχῶν. τούτοις οὖν καὶ πλείοσιν ἄλλοις μόλις μὲν καὶ σὺν χρόνῳ, ἴσχυσε δέ ποτε πεῖσαι τὸν ὀλέθριον ἐκεῖνον ἐξεμέσαι τὸν ἰὸν τῆς πονηρίας [744] αὐτοῦ. ἐπεὶ δ' ἦν ἐντὸς ἀρκύων τὸ θήραμα, ἐδημοσίευσε μὲν τὴν ἐκείνου διδασκαλίαν καὶ τὰ δόγματα ἐξεφαύλισε, κοινῇ δὲ ψήφῳ πυρὸς αὐτὸν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ παρανάλωμα ἔθετο.

   Αὖθις δ' ἐπανάστασις ἑτέρα κατὰ τοῦ αὐτοκράτορος γέγονε, καὶ ὁ ταύτην συστησάμενος υἱὸν ἔλεγεν ἑαυτὸν εἶναι τοῦ βασιλεύσαντος Διογένους, ὃς Κομάνων πλῆθος ἑταιρισάμενος εἰς τἀπὶ Θρᾴκης τε χωρία γενόμενος καὶ τὴν χώραν κεραΐζων καὶ ληιζόμενος ἀπῄτει τοὺς ἐν ταῖς πόλεσι δέχεσθαί τε αὐτὸν καὶ ἀξιοῦν βασιλικῆς ἀναρρήσεως. εἶτα εἴς τι πολίχνιον τῶν Θρᾳκικῶν ἀπελθὼν ἀπατηθείς τε παρὰ τῶν ἐν αὐτῷ καὶ ἀναρρηθεὶς εἰσελθών τε μετ' ὀλίγων ἐντὸς συνεσχέθη καὶ ἐξεκόπη τοὺς ὀφθαλμούς. καὶ οὕτως ἡ ἐπιχειρηθεῖσα παρ' αὐτοῦ τυραννὶς διελέλυτο, τῶν Κομάνων, ὅσοι μὴ διεφθάρησαν, εἰς τὰ ἤθη παλινοστησάντων τὰ σφέτερα.

   Οὗτος ὁ βασιλεύς, τοῦ ὀρφανοτροφείου ἐσχολακότος, ἀλλὰ μὴν καὶ ἄλλων γηρωκομείων πολλῶν, τὰς πάντων κτήσεις τῷ ὀρφανοτροφείῳ προσνείμας καὶ αὐτὸς ἑτέρας προσαφορίσας [745] ἀνεκαίνισέ τε αὐτὸ καὶ ἀνενέωσε πολλοῖς ἀναλώμασι καὶ πλῆθος γηρωκομουμένων αὐτῷ ἐγκατέστησεν. ἀλλὰ μὴν καὶ μοναζόντων καὶ μοναζουσῶν ἐν αὐτῷ ἐδείματο καταγώγια· πρὸς δὲ τοῖς καὶ διδασκαλεῖον γραμματικῶν, ἵν' ἐν αὐτῷ διδάσκοιντο παῖδες ὀρφανοὶ ἢ γονέων ἀπόρων, διδασκάλους ἐντάξας αὐτῷ καὶ παιδαγωγοὺς καὶ σιτήσεις ἀποτάξας τοῖς διδάσκουσί τε καὶ τοῖς μανθάνουσι.

   Καὶ τὰ μὲν οὕτως ἔσχε καὶ μέχρι τοῦδε διατετήρηται· ἄλλο δ' αὖθις κατὰ τοῦ αὐτοκράτορος συνεστήσαντό τινες διαβούλιον, οὗ κορυφαῖος μὲν ἦν ὁ Ἀνεμᾶς Μιχαήλ, συνίστορες δὲ πολλοὶ τῶν τὰ πρῶτα πραττομένων ἐν τῇ μοίρᾳ τῇ στρατιώτιδι. ἀλλὰ μήπω τῷ ἔργῳ ἐπιχειρήσαντες ἐγνώσθησάν τε καὶ συνελήφθησαν, καὶ τοῖς μὲν συνωμόταις ψίλωσις ἐπήχθη τῶν τριχῶν καὶ τοῦ πώγωνος, οὐ ξυρῷ, ἀλλὰ δρώπακι. τῷ δ' Ἀνεμᾷ ἄψαυστος μὲν ἡ κεφαλὴ καὶ ὁ πώγων τετήρητο, πήρωσις δὲ τῶν ὀφθαλμῶν αὐτοῦ κατεψήφιστο. ἔτι δὲ θριαμβευομένων αὐτῶν ἐπικαταλαμβάνει βασίλειον θέσπισμα τῆς ποινῆς τὸν Ἀνεμᾶν ἐξαιρούμενον καί οἱ συγχωροῦν τῶν ὀμμάτων τὴν ἐκκοπήν. ἀφαιρεθέντες δὲ τὰς οὐσίας ὑπερορίαν ἄλλος ἀλλαχόθι κατεδικάσθησαν.

[746]    Ἡ μήτηρ δὲ τοῦ αὐτοκράτορος τούτου τῶν τῆς βασιλείας πραγμάτων ἀναδεξαμένη, ὡς εἴρηται, τὴν διοίκησιν, μέχρι πολλοῦ ταύτην μετεχειρίζετο, ὅθεν καὶ τὰ πρὸς κάκωσιν τῶν ὑπηκόων τότε γινόμενα ἐκείνῃ οἱ πλείονες ἐπεγράφοντο. ἤχθετο μὲν οὖν ὁ βασιλεὺς ὡς ἐν μόνῳ σχεδὸν τῆς βασιλείας ἀπολαύων ὀνόματι, ᾐδεῖτο δὲ τὴν μητέρα καὶ ἀκούσης ἐκείνης ἀφελέσθαι τὴν ἐξουσίαν οὐκ ἤθελεν. ἐπεὶ δ' ἐκείνη συνῆκεν ἀχθόμενον τὸν υἱόν, πτοηθεῖσα μὴ βιασθείη καὶ ἀθέλητον δόξῃ ποιήσασθαι τὴν μετάστασιν, παρακεχωρήκει πάντων τῷ υἱῷ τε καὶ αὐτοκράτορι καὶ τῶν βασιλείων ὑπανεχώρησε, τὴν τοῦ Παντεπόπτου μονήν, ἣν ἐκείνη ἐδείματο, κατοικίαν ποιησαμένη, παρ' ᾗ καί τινας ἐνιαυτοὺς παροικήσασα ἐντίμως τε καὶ βασιλικῶς ἐς γῆράς τε βαθὺ καταντήσασα μετήλλαξε τὴν ζωήν. ἕνα δ' ἐνιαυτὸν καὶ μικρόν τι πρὸς ὁ σεβαστοκράτωρ ἐπιβιοὺς τῇ μητρὶ κἀκεῖνος ἀπέτισε τὸ χρεών, κειράμενος τὴν τρίχα καὶ μεταμφιασάμενος κατὰ μοναχούς, ὡς ἔγνω ἐπιλείπειν αὐτῷ τὸ βιώσιμον. ἀπεβίω δ' ἐπὶ παισὶ πολλοῖς, οὕς, ἐπεὶ καὶ ἡ μήτηρ αὐτῶν οὐδ' ὅλον ἐνιαυτὸν ἐπιζήσασα τῷ ἀνδρὶ μετέστη τῶν γεηρῶν, ὁ βασιλεὺς προσελάβετο καὶ τοὺς μὲν [747] ἄρρενας συνῴκισε γυναιξί, τὰς δέ γε θηλείας ἀνδράσιν ἐξέδοτο καὶ ἔστεργε καὶ εὐηργέτει τοὺς ἀδελφόπαιδας. πρὸς δὲ τὴν κοινωνὸν τοῦ βίου ὁ βασιλεὺς οὗτος οὔτ' ἀποστρόφως εἶχε τὸ πρότερον οὔτε λίαν ἐκείνῃ προσέκειτο, ἀφροδισίων δ' ἡττώμενος οὐ πάνυ τὰ ἐς εὐνὴν ἐτύγχανε δίκαιος, ὅθεν καὶ βέλεσιν ἡ Αὐγούστα ζηλοτυπίας ἐβέβλητο. ἐπεὶ δ' ὁ χρόνος προήκων τῷ αὐτοκράτορι τὰ πυρφόρα βέλη τοῦ ἔρωτος ἤμβλυνε, τότε πρὸς τὴν Αὐγούσταν τρέψας τὸν ἔρωτα ὅλος ἦν τῆς πρὸς ἐκείνην στοργῆς καὶ ἤθελεν εἶναι σχεδὸν αὐτῆς ἀδιάσπαστος. τοιαύτη μὲν οὖν τῇ βασιλίσσῃ ἐς ὕστερον ἡ διάθεσις, καὶ μεγάλα τότε ἠδύνατο καὶ εἶχεν οὕτω μέχρις ἂν ἔρρωτο τὸ σῶμα τῷ βασιλεῖ. ἐπεὶ δ' ἐκεῖνος τοὺς πόδας ἤλγει καὶ τὰς βάσεις ἐβέβλαπτο καὶ περὶ τὰ ἄρθρα τούτῳ μοχθηρᾶς ὕλης συνερρυήκεσαν ῥεύματα καὶ ἦν ἐντεῦθεν κλινοπετής, κατῆρχεν ἡ βασιλίς, καὶ τῷ ταύτης ἦν ὡς ἐπίπαν τιθέμενος ὁ αὐτοκράτωρ θελήματι, καὶ πᾶσα ἡ ἐξουσία καὶ ἡ τῆς βασιλείας διοίκησις ἀνατεθῆναι αὐτῇ μετὰ παρέλευσιν τοῦ ἀνδρὸς μεμελέτητο, ὡς καὶ τὸν υἱὸν καὶ βασιλέα ὑποκεῖσθαι αὐτῇ. τῷ δὲ τὸ σκέμμα [748] οὐκ ἀνεκτὸν ἐς ἄνδρας ἤδη τελοῦντι καὶ γυναικὶ πρὸ πολλοῦ συναφθέντι τοῦ ἔθνους τῶν Οὔγγρων ἀρχηγοῦ θυγατρὶ καὶ παίδων γεγονότι πατρί. ἐδεδοίκει γὰρ περὶ τῇ ἀρχῇ ἢ καὶ περὶ αὐτῇ τῇ ζωῇ, ὁρῶν τὴν μητέρα πολλὴν περὶ τὴν πρεσβυτέραν τῶν θυγατέρων ἐνδεικνυμένην σχέσιν καὶ περὶ τὸν ἐπ' αὐτῇ κηδεστὴν τὸν Βρυέννιον. ὅθεν μετῄει τὸ συγγενές, ἀλλὰ μέντοι καὶ ξύμπαντας, καὶ τὰ καθ' ἑαυτὸν πρὸς ἕκαστον λαθραίως ἀποκλαιόμενος ἀνεμίμνησκε τῶν ὅρκων τοὺς ἄνδρας, οὓς οἱ πλείονες αὐτῶν ἦσαν ὀμωμοκότες, ὡς οὐχ ἕτερον ἂν παρὰ τοῦτον μετὰ τὸν πατέρα δέξαιντο αὐτοκράτορα. οἱ δὲ αὐτὸν ἐπεθάρρυνον καὶ ἐπαρῆξαί οἱ καιροῦ καλοῦντος προθυμότατα ἐπηγγέλλοντο, ὅρκοις ἐμπεδοῦντες τὰς ὑποσχέσεις. ταῦτα δὲ τὴν βασιλίδα οὐκ ἐλελήθεισαν, δι' ἃ καὶ προσώχθισε τῷ υἱῷ. ἐντεῦθεν παντί που καθάπαξ προσιέναι οἱ ἀπείρητο, καὶ πάντοθεν σκοποί τε καὶ κατοπτῆρες ἦσαν αὐτοῦ. ὁ δὲ καὶ οὕτως οὐκ ἐπαύετο πρὸς ἑαυτὸν σχεδὸν τοὺς σύμπαντας ἐφελκόμενος, τοὺς μὲν δι' ἑαυτοῦ, τοὺς δὲ διὰ τῶν προσκειμένων αὐτῷ. προσέκειτο δ' αὐτῷ καὶ τῶν ἀδελφῶν ὁ νεώτερος· θάτερος δέ γε, δηλαδὴ ὁ Ἀνδρόνικος, τῷ συγγόνῳ καὶ βασιλεῖ ἠναντίωτο· ἤδη γὰρ καὶ οὗτοι ἀνδρωθέντες γυναιξὶ συνεζεύχθησαν.

[749] καὶ ὁ μὲν Ἀνδρόνικος σεβαστοκράτωρ τετίμητο, ὁ δ' Ἰσαάκιος καὶ ὁ Βρυέννιος Καίσαρες, ὁ δ' ἐπὶ τῇ δευτέρᾳ τῶν θυγατέρων τοῦ βασιλέως γαμβρὸς ὁ Φορβηνὸς πανυπερσέβαστος.

   Εἶχον μὲν οὖν οὕτω ταῦτα, εἰ καὶ προδραμὼν ὁ λόγος τὰ ὕστερον διηγήσατο· εἷς δὲ τῶν εἰς τὴν ἑῴαν διαβάντων Λατίνων καὶ ὁ τοῦ Ῥομπέρτου ἐκείνου, οὗπερ ἤδη ἡ ἱστορία ἐμνήσθη, ὑπῆρχεν υἱός, Βαϊμοῦνδος ὀνομαζόμενος, ὃς ἐκ τῶν ἑσπερίων μετὰ τῶν ὑπ' αὐτὸν ἀνιὼν δούλωσίν τε τῷ βασιλεῖ ἐπηγγείλατο καὶ συνθήκας θέμενος πρὸς αὐτὸν ὅρκοις αὐτὰς ἐμπεπέδωκε καὶ χρήματα λαβὼν σχεδὸν ὑπὲρ ἀριθμὸν τῇ κατὰ Κοίλην Συρίαν Ἀντιοχείᾳ ἐπιδεδήμηκε καὶ ταύτην πολιορκίᾳ ἑλὼν οὐ μόνον τῶν ὡμολογημένων παραβάτης ἐγένετο, ἀλλὰ καὶ πόλεμον κατὰ Ῥωμαίων ἄρασθαι μεμελέτηκεν. ἐπανιέναι δὲ φροντίζων ἐκ τῶν ἑῴων εἰς τὰ ἑσπέρια ἐδεδίει μὴ ἐν τῇ ἐπανόδῳ χώρας Ῥωμαϊκὰς διιὼν κατασχεθείη παρά του τῶν τῶν χωρῶν ἐκείνων τὰς ἀρχὰς ἐμπεπιστευμένων καὶ ἀπαχθείη δεσμώτης, ὡς παραβάτης ὧν ἔθετο συνθηκῶν. τί γοῦν μηχανᾶται; [750] ἑαυτοῦ καταψεύδεται θάνατον καὶ λάρνακι ἐμβεβήκει, ἐντειλάμενος τοῖς θεράπουσι λέγειν ὡς ἐτεθνήκει καὶ ὁ νεκρὸς ἐκείνου κομίζεται οἴκαδε. οὕτω λαθὼν εἰς τὴν χώραν αὐτοῦ διασέσωστο· ἔνθα πολλὰ κατειπὼν τοῦ βασιλέως πολλοὺς τῶν ὁμοεθνῶν ἆραι κατὰ Ῥωμαίων ὅπλα ἠρέθισεν, ὧν στραταρχῶν ἐκεῖνος διεπεραιώθη πρὸς τὴν Ἐπίδαμνον καὶ πολλὴν ἔθετο σπουδὴν ἐκπορθῆσαι τὸ ἄστυ αὐτῆς. χρόνον δὲ διατρίψας ἐν τῇ πολιορκίᾳ μακρὸν καὶ κακώσας μὲν τοὺς ἐν τῇ πόλει, οὐ μείω δὲ καὶ αὐτὸς κακωθεὶς ἀπέγνω μὲν τοῦ Δυρραχίου τὴν ἅλωσιν, προέβη δ' εἰς ἕτερα κἀκείνων διήμαρτεν· ὅθεν διαπρεσβεύεται πρὸς τὸν αὐτοκράτορα, συμβάσεις ζητῶν. ὁ δὲ τῇ Θεσσαλονίκῃ ἦν ἐνδημῶν, καὶ ἀπάρας ἐκεῖθεν κατὰ τὴν Εὐρωπαίαν Κολώνειαν τὸν χάρακα ἔθετο, ἔνθα καὶ προσωμίλησε τῷ βαρβάρῳ καὶ τὰς συνθήκας τῶν σπονδῶν ἐποιήσατο.

   Ἡ μὲν οὖν τοῦ Βαϊμούνδου μάχη οὕτω πως διαλέλυτο· ὁ δὲ πατριάρχης Νικόλαος ἐπὶ εἴκοσι πρὸς ἑπτὰ ἐνιαυτοὺς τὴν ἐκκλησίαν ἰθύνας καὶ ἐς γῆρας ἐλάσας βαθύ, νοσήσας ἀπεβίω· [751] οὗ τὴν ἐκφορὰν μεγαλοπρεπῶς ὁ αὐτοκράτωρ ἐτίμησεν, εἶτα ἕτερον εἰς τὸν θρόνον τὸν πατριαρχικὸν ἐγκαθίδρυσεν, ἕνα μὲν τοῦ κλήρου τῆς ἐκκλησίας, τοῦ τῶν διακόνων δέ γε βαθμοῦ καὶ τοῖς πατριαρχικοῖς συνταττόμενον ἄρχουσιν, ἀδελφιδοῦν δὲ τοῦ τῆς ἐν Χαλκηδόνι τότε προεδρεύοντος ἐκκλησίας, λόγοις ἐντεθραμμένον τοῖς τε θύραθεν καὶ τοῖς καθ' ἡμᾶς, αὐτὸς ὁ βασιλεὺς τῇ ἐκκλησίᾳ ἐπιδεδημηκὼς καὶ αὐτὸν ἐν ταύτῃ προχειρισάμενος.

   Μετὰ δέ τινα χρόνον νοσεῖ ὁ κρατῶν, καὶ οὕτως ἡ νόσος ἐκείνου κατίσχυσεν ὡς ἐκλελοιπέναι δοκεῖν. ἐν τούτῳ δὲ τοῦ σωτηρίου τοῦ σωτῆρος ἡμῶν ἐκτυπώματος, ὃς ἐν τῇ Χαλκῇ ἀνεστήλωται, τὸ θεῖον πέπλον, ὃ πρὸ τῆς εἰκόνος ᾐώρηται, κομισθὲν ἐφηπλώθη τῇ κλίνῃ ἐφ' ἧς ὁ κάμνων κατέκειτο, καὶ αὐτοῦ τὸ σῶμα περιεκάλυψε, καὶ ἡ τῆς νόσου σφοδρότης ὑπεδίδου εὐθύς. ὁ δὲ κεκίνητό τε καὶ ἀνεκάθισε καὶ ἐφώνησε καὶ ᾔτησεν ὕδωρ κατὰ χειρὸς καὶ τροφῆς ἀπεγεύσατο· καὶ ὁ μὲν ἀνερρώννυτο, ἡ δὲ νόσος ὑπέληγε. τοῖς δὲ πολλοῖς ἄπιστος ἦν ἡ ἀνάρρωσις. ἵνα γοῦν πληροφορηθῶσι περὶ ταύτης οἱ ἀμφιβάλλοντες, ἔφιππος μετ' ὀλίγον διῆλθε τὴν ἀγοράν. ἀλλ' οὕτω μὲν τῆς νόσου ὁ αὐτοκράτωρ ἀπήλλακτο· αὖθις δὲ τὸν [752] ἀστυπολοῦντα λαὸν δέος ὑπεισῄει ἀναίτιον· φήμη γὰρ περιῄει ἁπανταχοῦ τεθνάναι μέλλειν κατὰ τὸ μέγα σάββατον τοῦ ἐνιαυτοῦ ἐκείνου τὸν αὐτοκράτορα, καὶ οὐ τοῦ δημώδους μόνου πλήθους ἡ φήμη κατεκράτησεν αὕτη, ἀλλὰ καὶ τῶν ἐν τέλει καὶ τῶν περὶ τὸν κρατοῦντα, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως διέσεισε τὴν ψυχήν, καὶ ταῦτα μηδὲ νοσοῦντος μηδέ τι τὸ ἐνοχλοῦν ἔχοντος. ἐπιστάσης δὲ τῆς λεγομένης ἡμέρας ἠλέγχθη τὸ φημιζόμενον μάταιον καὶ τῶν πονηρῶν προσδοκιῶν ἀπηλλάγησαν ξύμπαντες.

   Οὐ πολὺς ἐπὶ τούτοις παρῆλθε καιρός, καὶ τῆς Βυζαντίδος ὁ αὐτοκράτωρ ἀποδημεῖ καὶ τῆν γυναικωνῖτιν συνεπαγόμενος, καὶ ταῦτα καθ' ὥραν χειμέριον, καὶ σκηνοῖ κατὰ τὴν Θρᾳκῴαν Χερρόνησον. τοῦ δὲ χειμῶνος παρελθόντος καὶ τοῦ ἔαρος ἀναλάμψαντος, ἤδη καὶ τὸ θέρος ἐφίστατο, κἀκεῖθεν ὁ κρατῶν οὐ μεθίστατο, ἕως νόσος τῇ βασιλίσσῃ ἐνέσκηψε. τότε δὲ προεπέμφθη μὲν ἡ Αὐγούστα τριήρει βασιλικῇ, ὁ βασιλεὺς δ' ἔτι ἔμενε διάγων ἐκεῖ καὶ τοὺς στρατιωτικοὺς καταλόγους ἐπισκεπτόμενος, μέχρις ἂν ἐμεμαθήκει ὡς ἡ βασιλὶς κατηντήκει πρὸς τὰ βασίλεια. εἶτ' ἐκεῖθεν ἀπάρας διὰ μιᾶς ἡμέρας κατειλήφει [753] τὴν μεγαλόπολιν. καὶ ἡ μὲν ἀνερρώννυτο, ὁ δὲ τῶν διοικήσεων εἴχετο, ὡς τὰ πολλὰ κατὰ τὸ Φιλοπάτιον ποιούμενος τὰς διατριβάς. καί οἱ τοιοῦτόν τι ἐπιτετήδευτο· τεταγμένας ἡμέρας ὡρίσατο, καθ' ἃς ἐκεῖσε δημοσίᾳ προὐκάθητο ἀφορῶν πρὸς πεδιάδα πλατεῖαν. τῷ βουλομένῳ δὲ ἡ εἰς ἐκεῖνον εἴσοδος συγκεχώρητο, καὶ ἕκαστος τῶν δεομένων ἐπανετείνετο δεητήριον διδακτικὸν ὅτου δέοιτο. καὶ ταῦτα ἐνώπιον αὐτοῦ τιθέμενα ἐπέταττε τοῖς ὑπογραμματεύουσιν ἐπιέναι καὶ γνωρίζειν αὐτῷ τὰς ἑκάστων αἰτήσεις, καὶ αὐτίκα τὴν ἐφ' ἑκάστῳ ἀντιγραφὴν προσέταττε γίνεσθαι καὶ βεβαιουμένην τοῖς δεομένοις παρέχεσθαι. καὶ τοῦτ' ἐπὶ χρόνον ἱκανὸν ἐτηρεῖτο τῷ αὐτοκράτορι. εἶτ' αὖθις ἀποδημεῖ τῆς Βυζαντίδος, φθίνοντος ἤδη τοῦ μετοπώρου· συνῆν δ' ἐκείνῳ καὶ ἡ βασίλισσα καὶ ἡ γυναικωνῖτις συνείπετο, καὶ περὶ τοὺς πρόποδας τοῦ ὄρους τοῦ Παπυκίου κατασκηνοῖ. ἔνθα τὸ τῆς ὥρας χειμέριον διαγαγὼν παγγενῆ, ἄρτι ἠργμένου τοῦ ἔαρος ἐκεῖθεν ἀπάρας τὴν Φιλιππούπολιν κατέλαβε. περὶ ταύτης οὖν τὰ ὅρια ὁ βασιλεὺς Ἀλέξιος σκηνωσάμενος ἐκεῖ τὸν ἐαρινόν τε καιρὸν καὶ τὸν θέρειον ἤδη δὲ καὶ πολὺ τοῦ μετοπώρου διέτριβε, καὶ ἦν ἔργον αὐτῷ τῆς ἐκεῖσε διατριβῆς ἡ μετὰ τῶν Μανιχαίων διάλεξις, οὓς Παυλικιάνους [754] ἡ δημώδης ὀνομάζει φωνή· πολὺ γὰρ τοῦτο τὸ γένος ἐν τῇ χώρᾳ ταύτῃ κατῴκισται, τοῦ βασιλέως Ἰωάννου τοῦ Τζιμισκῆ μεταγαγόντος ἐκ τῆς ἑῴας αὐτὸ κἀν ταύτῃ ἐγκατοικίσαντος· οἷς διαλεγόμνεος πολλοὺς πρὸς τὴν ὀρθόδοξον πίστιν μετήνεγκεν. ἤδη δὲ μεσοῦντος τοῦ μετοπώρου ἐπανῆλθεν εἰς τὰ βασίλεια. τῆς δὲ βασιλίσσης μέγα δεδυνημένης, καὶ τῷ κηδεστῇ τῷ Βρυεννίῳ τῷ Καίσαρι πολλή τις ἦν ἰσχὺς καὶ δι' ἐκείνου πᾶν ἐν τοῖς ἀνακτόροις οἰκονομούμενον ἐκπεφώνητο. διὸ καὶ πάντες ἐκείνῳ προσῄεσαν καὶ δικάζειν αὐτῷ ἐπετέτραπτο καὶ βασιλικῶς ἐθεμίστευεν· ἦν γὰρ καὶ λόγοις προσκείμενος ὁ ἀνήρ, καὶ ἡ σύνοικος δέ οἱ οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον ἐκείνου, τῆς ἐν λόγοις παιδείας ἀντείχετο καὶ τὴν γλῶτταν εἶχεν ἀκριβῶς ἀττικίζουσαν καὶ τὸν νοῦν πρὸς ὕψος θεωρημάτων ὀξύτατον. ταῦτα δ' αὐτῇ προσεγένετο φύσεως ὀξύτητι καὶ σπουδῇ· προσετετήκει γὰρ ταῖς βίβλοις καὶ λογίοις ἀνδράσι καὶ οὐ παρέργως ὡμίλει αὐτοῖς. οὕτω δ' ὡς εἴρηται τῷ Καίσαρι τῶν πραγμάτων συνενεχθέντων, διὰ πάσης ἦν γλώττης ᾀδόμενος ὁ ἀνήρ. ταῦτα δὲ τῷ βασιλέως υἱῷ τε καὶ βασιλεῖ πολλὴν [755] τὴν ἀθυμίαν ἐνέσταζον καὶ εἰς ἀγωνίαν ἐνέβαλλον· ὁ δὲ καὶ οὕτως ἔχων ἐκαρτέρει.

   Ἀλλὰ τὰ μὲν περὶ τούτων προϊὼν ὁ λόγος ἐκθήσεται, ἄρτι δὲ διηγησάσθω ἃ παραλέλοιπε. πολλοὶ κατὰ τοὺς τῆς αὐταρχίας χρόνους τοῦ βασιλέως τούτου γεγόνασιν ἐμπρησμοὶ ἐν διαφόροις τῆς πόλεως μέρεσι, καὶ πολλὰ ταύτης κατενεμήθη τὸ πῦρ καὶ ἠρείπωσεν. ἔπνευσε δέ ποτε τούτου κρατοῦντος καὶ ἄνεμος σφοδρός τε καὶ βιαιότατος ὥρας οὔσης ἐαρινῆς, ὑφ' οὗ πολλά τε ἄλλα συνέβη συμπτώματα καὶ ἡ ἐν τῷ κυκλοτερεῖ καὶ μεγίστῳ πορφυρέῳ κίονι τῷ κατὰ τὸ λεγόμενον Πλακωτὸν ἑστῶτι ἱδρυμένη στήλη κατήνεκτο καὶ πολλοὺς ἀνεῖλε τῶν παρατυχόντων ἐκεῖ. ἦν δὲ τὸ ἄγαλμα μεγέθει μὲν πάμμεγα, κάλλει δὲ θαυμάσιον, ὃ καὶ πεσὸν συντέθραυστό τε καὶ εἰς πολλὰ διετέτμητο. καὶ ὑετὸς δ' ἐν ἄλλῳ χρόνῳ κατερράγη σφοδρότατος κατ' αὐτὴν τὴν ἡμέραν τῆς μνήμης τῶν κορυφαίων τοῦ Χριστοῦ μαθητῶν Πέτρου καὶ Παύλου, ὃς περὶ δείλην ὀψίαν ἠργμένος διήρκεσεν ἄχρι τῆς αὐτῆς ὥρας τῆς ἐπιούσης ἡμέρας ἀνένδοτος γεγονώς. ὅτε πολλαί τε τῇ φορᾷ τῶν ὑδάτων οἰκίαι κατέπεσον, καὶ αἱ κοιλάδες ὑδάτων πλησθεῖσαι [756] οὐδὲν διέφερον θαλασσῶν, καὶ ἀνθρώπων οὐκ ὀλίγων καὶ ζῴων πολλῶν συμβεβήκει ἀπώλεια.

   Ταῦτα μὲν οὖν οὕτω συνήνεκτο· ἀπηγγέλη δέ ποτε τῷ βασιλεῖ Τούρκων ἀθροίζεσθαι στρατιὰν βουλομένην ἐπελθεῖν ταῖς ὑπὸ Ῥωμαίους χώραις καὶ ταύτας ληίσασθαι. ἔτυχε δὲ τότε τοὺς πόδας ἀλγῶν, τοῦ ῥεύματος σφοδρότερον ἐπιρρεύσαντος καὶ περιωδυνίαις αὐτὸν καὶ ἀλγηδόσιν ὀξυτάταις πιέζοντος. ἐπεὶ γοῦν οὐκ εἶχε δι' ἑαυτοῦ κατὰ τῶν βαρβάρων στρατεύσασθαι, φάλαγγα κατ' αὐτῶν ἐκπέμπει στρατιωτῶν, φαλάγγαρχον ἐπιστήσας αὐτοῖς τὸν Καμύτζην Εὐστάθιον, ἄνδρα τοῖς πρώτοις τεταγμένον τῶν στρατηγῶν. ὁ δὲ οὐκ ἐλαχίστῃ τῶν πολεμίων μοίρᾳ περιτυχὼν προσβάλλει τούτοις, ἡττήθη δὲ προσβαλών, καὶ αὐτὸς μὲν ἑάλω, οἱ δ' ὑπ' αὐτὸν οἱ μὲν ἔπεσον, οἱ δὲ φυγόντες ἐσώθησαν. ὡς δὲ ταῦτα τῷ βασιλεῖ κατηγγέλθησαν, οὐκέτι καθεκτὸς ἦν ἐκεῖνος ἀλλ' ἔξεισι, καὶ Τούρκοις μὲν ἐνέτυχεν οὐδαμοῦ (μαθόντες γὰρ τὴν κατ' αὐτῶν τοῦ βασιλέως ὁρμὴν τοῖς ἵπποις ἐνδόντες τοὺς χαλινοὺς ἔφευγον ἀμεταστρεπτί), ἴσχυσε δὲ καὶ ὁ Καμύτζης τὰς χεῖρας αὐτῶν ἐκφυγεῖν, τοὺς αὐτὸν φρουροῦντας μεγάλαις ὑποσχέσεσι πείσας συναποδρᾶναι αὐτῷ καὶ προσεληλυθέναι τῷ βασιλεῖ. καὶ ὁ μὲν πρὸς τὸν αὐτοκράτορα ἦλθε προσάγων καὶ τοὺς αὐτοῦ φύλακας αὐτομόλους. ὁ δὲ κρατῶν ἐκεῖνον [757] μὲν ἡδέως εἶδε, τοὺς δ' ἐκεῖνον λελυκότας ἐδεξιώσατο χρήμασι καὶ ἐπανῆλθεν εἰς τὸ Βυζάντιον.

   Οὐ πολὺς παρερρύη καιρὸς καὶ ἔξεισιν αὖθις κατὰ τῶν βαρβάρων τούτων ὁ αὐτοκράτωρ, καὶ ἄπεισιν εἰς τὸ Φιλομήλιον. εὗρε δὲ τὸ ἄστυ τοῦτο κενὸν ὁπλιτῶν· πάντες γὰρ τὴν τοῦ αὐτοκράτορος ἐγνωκότες κατ' αὐτῶν ἔφοδον τὰ μὲν φίλτατα καταλελοίπασιν, ἐκεῖνοι δὲ ἀνεχώρησαν. τὸ μὲν οὖν ἄστυ ἀπόνως ἐλήφθη, ἀλλὰ μέντοι καί τινα φρούρια καὶ σπήλαια, ἃ καταφύγια τοῖς ἐγχωρίοις ὠνόμασται, παρὰ τῶν κατεχόντων αὐτὰ τῷ βασιλεῖ παρεδόθησαν, καὶ οἱ ἐν αὐτοῖς μετῳκίσθησαν, τοῦτο συμφέρον τοῦ αὐτοκράτορος κρίναντος. οὓς μεθ' ἑαυτοῦ λαβὼν ἐκεῖνος ἐπανῄει, ἐπεὶ μὴ πολεμίοις ἐνέτυχε. τῶν δὲ μετοικιζομένων ὅσοι μὲν ἀκμάζοντες ἦσαν ἢ καὶ νεάζοντες, δι' ἑαυτῶν τὴν πορείαν πεποίηντο, οἷς δὲ τὸ γῆρας βραδεῖς ἐτίθει τοὺς πόδας εἰς βάδισιν, τούτοις παρεῖχεν ὁ κρατῶν ὑποζύγια. εἰ δέ τινες ἢ νόσοις ἢ πάθεσιν ἄλλοις εἶχον παρειμένα τὰ σώματα ἢ γήρᾳ μακροχρονίῳ τε καὶ λυγρῷ, τούτους ἀσπίσιν ἐπετίθει μακραῖς καὶ τὰς ἀσπίδας νέους φέρειν ἐπέταττε σθεναρούς, δεδυνημένους ἀχθοφορεῖν, αὐτὸς δὲ περιιών, εἴ τινα τῶν οὕτω κομιζομένων ἢ δίψει κάμνοντα εὕρισκεν ἢ τροφῆς [758] ὀρεγόμενον ἢ ἄλλως ταλαιπωρούμενον, ὡς ἐνὸν ἀνεκτᾶτο τὸν κάμνοντα. οὕτω δὲ ὁδοιπορήσαντί τε καὶ καταλύσαντι καὶ Τοῦρκοι πρὸς ἑσπέραν ἐφάνησαν, σπονδὰς πρὸς Ῥωμαίους λέγοντες ἐθέλειν θέσθαι τὸν σφέτερον ἀρχηγόν. τοῦτο δὲ οὐδὲ τῷ βασιλεῖ ἔδοξεν ἀποθύμιον. ἕωθεν οὖν ἧκεν ὁ τῶν βαρβάρων κρατῶν· ὁ δὲ ἦν οὐ σατράπης, ἀλλ' ἐκ τοῦ γένους τοῦ σουλτανικοῦ καταγόμενος καὶ σουλτὰν ὑπὸ τῶν οἰκείων ὀνομαζόμενος. ὃς ἐφίππῳ τῷ βασιλεῖ ἐντυχὼν πόρρωθεν αὐτὸς ἀποβὰς τοῦ ἵππου καὶ πεζὸς προσεληλυθὼς καὶ οὕτω τὴν προσκύνησιν αὐτῷ ἀφοσιωσάμενος συνθήκας τε ἔθετο καὶ χρήμασι πολλοῖς φιλοτιμηθεὶς ἐκεῖνός τε καὶ ὅσοι σὺν αὐτῷ ἐληλύθασιν, ὁ μὲν ἐπανῄει πρὸς τὰ ἤθη τὰ ἑαυτοῦ, ὁ δ' αὐτοκράτωρ ἐπανῆλθε πρὸς τὰ βασίλεια. ἐντεῦθεν ηὔξητο τὸ τῶν ποδῶν ἄλγος αὐτῷ καὶ ἦν κλινήρης ὡς τὰ πολλά, κατῆρχε δ' ἡ βασιλὶς καὶ ἦν ἐπίδοξος τὴν αὐταρχίαν σφετερίσασθαι. ὁ δὲ ταύτης υἱὸς καὶ βασιλεὺς οὐκ ἠρέμει, παντοίως πρὸς τὴν δοκοῦσαν τῆς μητρὸς ἐπιχείρησιν ἀντιστρατευόμενος.

[759]    Ὡς δὲ τῇ νόσῳ κατεπονεῖτο ὁ αὐτοκράτωρ, εἰς τὸ μέγα τὸ πρὸς ἀνίσχοντα ἥλιον μετεκομίσθη ἀνάκτορον καὶ ἦν νοσοκομούμενος, καὶ τῶν Ἀσκληπιαδῶν περὶ ἐκεῖνον καθ' ἑκάστην ἐγίνετο ἀθροισμός. οὐκ ἦν δὲ μία πᾶσι διάγνωσις, μόλις δ' οὖν εἰς μίαν γνώμην ἦλθόν ποτε· ἡ δ' ἦν σιδήρῳ τὸν στόμαχον καυτηριάσαι τοῦ αὐτοκράτορος. σίδηρον οὖν ὁ βασιλεὺς κατὰ τοῦ στομάχου φλογόεντα δέχεται. οὐκ εὔκρατος μέντοι ἐδόκει τοῖς ἰατροῖς ὁ τῶν ἀνακτόρων ἀήρ, οἷα δὴ νοτιώτερος. διὸ καὶ εἰς τὰ τῶν Μαγγάνων ἀνάκτορα μετακεκόμιστο ὁ κρατῶν, εἴτε τυχαίως οὕτω συμβὰν εἴτε τοῦ χρεὼν τὸν θνήσκοντα συνελαύνοντος ἐκεῖ τὴν ψυχὴν ἐρυγεῖν. τὸ γὰρ "ἐν ἀκεσωδύνοις πεσεῖται" περὶ ἐκείνου γεγράφθαι λέγοντες οἱ περὶ ταῦτα ἐπτοημένοι ἀκεσώδυνα τὴν τῶν Μαγγάνων κατοικίαν ἐξηγοῦντό τε καὶ ὠνόμαζον διὰ τὸ ἰατρεῖον τὸ ἐν αὐτοῖς, ὡς ἄκος ταῖς περιωδυνίαις περιποιούμενον. καὶ οὐδὲ τὸ καυτηριάσαι τὸν βασιλέα γενέσθαι μάτην ἐλέγετο τοῖς περὶ ταῦτα κομψοῖς, ἀλλὰ κατὰ παλαιγενῆ καὶ τοῦτο πρόρρησίν τε καὶ [760] πρόγνωσιν. γεγράφθαι γάρ που περὶ αὐτοῦ τοῖς πονήσασι τὰς περὶ τῶν βασιλέων αἰνιγματώδεις γραφὰς ὡς "ἀγκῆρι καυθεὶς πεσεῖται," ἀγκῆρι λέγοντες τοὺς συγγραφεῖς ἐκείνους τὸ σιδήριον ἀπεικάσαι, δι' οὗ τὸν στόμαχον καυστηριάζεσθαι εἴθισται, διὰ τὸ κεκάμφθαι πρὸς τὸ ἄκρον αὐτό. ἀλλ' οὔθ' ἡ καυτηρία οὔτε μὴν ἡ τοῦ ἀέρος ἐναλλαγὴ τῷ κάμνοντί τι ἐλυσιτέλησαν, ἠρέμα δὲ πρὸς τὸ τέλος ἐχώρει. οὔτε δὲ οἱ ἰατροὶ ἀπεγνῶσθαι αὐτῷ τὸ βιώσιμον ἔλεγον· καί τινες μοναχοὶ προὔλεγον αὐτῷ μὴ ἄλλως ἐκλιπεῖν εἰ μὴ πρότερον πρὸς Ἱερουσαλὴμ ἀφίκηται εἰς προσκύνησιν τοῦ ζωηφόρου τάφου τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ὅπου καὶ τὸ διάδημα αὐτὸν ἀποθέσθαι μέλλειν ἐχρησμολόγουν. καὶ οἱ μὲν ταῦτα αὐτῷ ἐπηγγέλλοντο, ὁ δὲ τοῖς λεγομένοις ἐπίστευεν· ὃ γὰρ ἡμῖν πρὸς βουλῆς, τοῦτο ῥᾴδιον εἰς πίστιν καταγγελλόμενον. οὕτω δὲ κλεπτόμενος ἔλαθε τῷ τέλει προσεγγίσας τῆς βιοτῆς καὶ πρὸ τῆς εἰς Ἱερουσαλὴμ ἀφίξεως ἀποθέμενος, ἀλλ' οὐχ ἑκών, τὸ διάδημα, εἴη δ' εἰπεῖν πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐκδημήσας, τὴν τῶν πρωτοτόκων μητρόπολιν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. πεντεκαιδεκάτην [761] μὲν ὁ Αὔγουστος ἦγε τῆς ἑνδεκάτης ἐπινεμήσεως καὶ τὰ τελευταῖα ἔπνει ὁ Αὔγουστος, καὶ ὁ μὲν ἔκειτο ἀναφέρων τὸ ἆσθμα πυκνόν τι καὶ ἀδρανές, ἡ δέ γε βασίλισσα ὅλη τοῦ πάθους ἦν καὶ συνῆκτο περὶ αὐτὴν τὰ θυγάτρια. ἤδη μὲν οὖν τῆς ἡμέρας παρεληλύθει τὸ πλέον καὶ ὁ ἥλιος οὐχ ὑπὲρ κεφαλῆς ἦν ἑστώς, οὐδ' οἷον εἰπεῖν κατὰ κάθετον, ἀλλ' ἐκλίνθη βραχύ τι κατιὼν πρὸς δυσμάς, καὶ δηλοῦται τῷ τοῦ βασιλέως υἱῷ καὶ βασιλεῖ ἐκλείπειν ἄρτι τὸν πατέρα. ὁ δ' εἰσῄει τὸν οἶκον, ἔνθαπερ ὁ θνήσκων κατέκειτο, οὔτι τὸν ἀπιόντα θρηνήσων, τὸ δὲ πιστὸν τοῦ θνήσκειν ἐκεῖνον τῇ ὄψει ληψόμενος. καὶ ἰδὼν αὐτίκα ἐξῆλθε καὶ ἀναβὰς τὸν ἵππον ἐξῄει τῶν Μαγγάνων σὺν τοῖς περὶ αὐτόν, ἐξιόντι δὲ πολλοὶ συνυπήχθησαν. ἄρτι δ' ἐξελθόντι τὸν τῶν Μαγγάνων περίβολον προσυπαντῶσιν οἱ Ἀβασγοί· οὗτοι δ' ἦσαν οἳ τῇ ἐξ Ἀβασγίας κομισθείσῃ παιδὶ καὶ νυμφευομένῃ τῷ μείζονι τῶν υἱέων τοῦ Καίσαρος ἐκεῖθεν συναπεστάλησαν, καὶ ὑπηντηκότες ἐπηλάλαξάν τε καὶ προσεκύνησαν. τότε φασὶ τὴν βασιλίδα τῷ θνήσκοντι βασιλεῖ περιπαθῶς ἀπαγγεῖλαι τὴν τοῦ υἱέος ἀπέλευσιν, τὸν δὲ φθέγξασθαι [762] μὲν πρὸς τοῦτο μηδέν, ἢ μὴ βουλόμενον ἢ μὴ δυνάμενον, διᾶραι δὲ τὰς χεῖρας ὑψοῦ, οὐκ οἶδ' εἴθ' ὑπερευχόμενον τοῦ υἱοῦ εἴτε μὴν κατευχόμενον. ἕτεροι δέ φασι μὴ τὰς χεῖρας διᾶραι τὸν θνήσκοντα, μηδὲ γὰρ οἷόν τ' εἶναι ἤδη ἐκλείποντα, τῆς δὲ βασιλίδος πολλάκις ἀνακραγούσης ὡς "ἄπεισιν ὁ υἱός σου ἔτι ζῶντά σε τὴν βασιλείαν ἀφαιρησόμενος," ἐκεῖνον ὑπομειδιᾶσαι βραχύ τι καὶ ἀμυδρόν, ἢ τῶν λεγομένων καταγελῶντα, εἰ νομίζοιτο περὶ τῆς βασιλείας φροντίζειν ἐκπνέων ἤδη καὶ τῶν γεηρῶν ἀφιστάμενος, ἢ τὴν τῆς ψυχῆς ἐπὶ τῷ πραττομένῳ διάθεσιν ὑπεμφαίνοντα. ἐλέγετο γάρ τοι καὶ παρ' ἄλλων καὶ παρ' ἐκείνου τοῦ πορφυρογενοῦς αὐτοκράτορος μὴ γνώμης ἄτερ πατρικῆς θέσθαι τὴν εἰς τὰ βασίλεια πάροδον, ἀλλὰ παρ' ἐκείνου ἐπιτετράφθαι οἱ τὴν ἔξοδον καὶ σύνθημα ταύτης ἐκ τοῦ πατρὸς λαβεῖν τὸν ἐκείνου δακτύλιον· ταῦτα δὲ μὴ παρούσης γενέσθαι τῆς βασιλίδος καὶ ἀγνοούσης ὅτι γεγόνασιν.

   Ὁ μὲν οὖν ἀπῄει· τῆς φήμης δὲ κηρυξάσης ταχὺ τὸ πραχθέν, τῷ βασιλεῖ τούτῳ καὶ τὸ συγγενὲς προσῄει καὶ τῶν στρατιωτικῶν ἀρχόντων πολλοὶ καὶ τῶν τῆς συγκλήτου βουλῆς.

[763]    Τῷ δ' ἦν ἡ ὁρμὴ πρὸς τὸ μέγα ἀνάκτορον· ἀπιόντι δὲ ἀγγέλλεται ὡς οἱ Βάραγγοι τὴν ἐν τοῖς Ἐξκουβίτοις διειληφότες ὁδόν, ἔνθαπερ τούτοις καὶ ἡ κατοίκησις, ἀπελθεῖν δι' ἐκείνης οὐ παραχωροῦσί τινι οὐδὲ μὴν πλησιάσαι τοῖς βασιλείοις. τοῦτο εἰς ἀγωνίαν τὸν βασιλέα ἐνέβαλε· καὶ στέλλει πρὸς ἐκείνους τινὰ ἐρωτῶντα τί τὸ σφίσι βουλόμενον. στέλλει δὲ καὶ πρὸς τὴν ἐκκλησίαν, τεθνάναι λέγων τὸν αὐτοκράτορα καὶ ζητῶν αὐτὸς εὐφημηθῆναι ὡς αὐτοκράτωρ. καὶ τοῦτο μὲν ἤνυστο καὶ αὐτοκράτορα αὐτὸν ὁ κλῆρος τῆς ἐκκλησίας γνώμῃ καὶ τοῦ ἀρχιποίμενος ἀνηγόρευσεν. ὁ δὲ πρὸς τοὺς Βαράγγους ἐσταλμένος ἠρώτα ἐκείνους ὅτου χάριν κωλύουσι τῷ βασιλεῖ τὴν εἰς τὰ βασίλεια πάροδον. οἱ δὲ μήποτε παραχωρῆσαι τῶν βασιλείων ἑτέρῳ, ζῶντος τοῦ αὐτοκράτορος, ἔφασαν. ἐκεῖνος δὲ τεθνηκέναι διεβεβαιοῦτο τὸν αὐτοκράτορα. καὶ οἱ Βάραγγοι ὅρκῳ τοῦτον πληροφορῆσαι αὐτοὺς ἀπῄτησαν. καὶ ὃς ὤμοσεν ἦ μὴν τεθνάναι τὸν βασιλέα, κἀκεῖνοι ἐνέδοσαν καὶ τῆς παρόδου [764] τῷ βασιλεῖ παρεχώρησαν. ὁ δὲ ἀπῄει πρὸς τὰ βασίλεια καὶ τούτων ἐντὸς γεγονώς, πῶς ἂν χρήσαιτο τῇ μητρὶ καὶ τοῖς ὁμογνίοις καὶ τῷ τῶν κηδεστῶν ἑνὶ τῷ Βρυεννίῳ μετὰ τῶν περὶ αὐτὸν ἐβουλεύετο. ἔτι γὰρ ἐδεδοίκει τούτους καί οἱ ἦσαν ἐν ὑποψίαις ἐλπίζοντι νεωτερίσειν ἴσως αὐτούς.

   Ὁ δὲ τούτου πατὴρ παρ' ὅλην μὲν τὴν ἡμέραν ἐμπνέων ἦν καὶ δυσθανατῶν, περὶ δὲ τὴν ἑσπέραν ἐξέλιπε, ζήσας μὲν ἔτη ἑβδομήκοντά που τὰ πάντα ἢ ὅ,τι ἐγγυτάτω, βασιλεύσας δ' ἐκ τούτων ἐνιαυτοὺς ἑπτὰ καὶ τριάκοντα ἐπὶ μησὶ τέσσαρσι καὶ ἡμέραις τισίν. ἔθανε δὲ κατὰ τὸ ἑξακισχιλιοστὸν ἑξακοσιοστὸν εἰκοστὸν ἕκτον ἔτος, τὴν μὲν βασιλείαν διηνυκὼς εὐτυχῶς, τὸ δέ γε τέλος οὐχ ὅμοιον ἐσχηκώς. καταλέλειπτο γὰρ πρὸς τῶν θεραπόντων σχεδὸν ἁπάντων, ὡς μηδ' εἶναι τάχα τινὰς τοὺς τὸν ἐκείνου νεκρὸν τοῖς λοισθίοις λουτροῖς ἀπορρύψοντας, καὶ οὔτε κόσμος βασίλειος προσῆν τοῖς περὶ αὐτόν, ἵν' αὐτῷ τὸ σῶμα κοσμηθείη βασιλικῶς, οὔτε μὴν ἐκφορᾶς ἔτυχε βασιλεῖ καταλλήλου, καὶ ταῦτα οὐκ ἀλλοτρίου, ἀλλ' υἱέος διαδεξαμένου [765] τὴν βασιλείαν αὐτῷ, καὶ υἱέος, ὃν ἐκεῖνος τῆς βασιλείας ἠξίωσεν. οὕτως οὐδὲν τῶν ἀνθρωπίνων μόνιμον οὐδὲ πάγιον οὐδὲ πιστόν τε καὶ βέβαιον, ἀλλ' ἄπιστα πάντα καὶ κύβου μᾶλλον ῥᾷον μετατιθέμενα καὶ μεταρριπτούμενα.

   Ἦν δ' ὁ ἀνήρ, ἵνα καὶ τὸν τρόπον ἐκείνου δῆλον θείημεν τοῖς μετέπειτα καὶ τὸ ἦθος τοῖς ὀψιγόνοις χαρακτηρίσαιμεν, οὔθ' ὑπεροπτικός τε καὶ ἀλαζὼν οὔτε μὴν ὀξὺς εἰς θυμόν, ἀλλ' οὐδὲ χρημάτων ἥττων οὐδ' ἄγαν ἐρασιχρήματος, ὥστε βούλεσθαι καταχωννύειν αὐτὰ καὶ ταμιεύειν, ἵν' εἶεν αὐτῷ θησαυροὶ κεκρυμμένοι καὶ ὑπόγαια χρήματα, ὅθεν οὐδὲ θανόντος πλεῖστα παρὰ τοῖς ταμείοις εὑρέθησαν, πρὸς ἔλεον εὐκατάφορος, πρὸς κόλασιν οὐκ ὀξύρροπος, μέτριος τὸ ἦθος, εὐπρόσιτος, πρὸς τὴν δίαιταν οὐκ ἀκόλαστος, οὐκ οἴνου ἡττώμενος, τοῖς ἐναρέτως βιοῦσι προσέχων καὶ ἀπονέμων τιμήν, λόγους οὐχ ὡς ἔδει τιμῶν, τέως δέ γε τιμῶν, ἐπιεικής τε καὶ τοῖς περὶ αὐτὸν οὐ σοβαρῶς προσφερόμενος, ἀλλ' ἐκ τοῦ ἴσου σχεδὸν ὁμιλῶν τε καὶ χαριεντιζόμενος. ὅθεν κἀκείνοις θαρρεῖν ἐπῄει καὶ οὐ μετὰ δέους αὐτῷ παρεστάναι, καὶ μᾶλλον ὅτ' ἀπῄει ἡ [766] βασίλισσα· ὑπεστέλλοντο γὰρ ἐκείνης παρούσης ἀρχικόν τε καὶ ἐμβριθὲς ἐνδεικνυμένης ἰδίωμα καὶ τοῖς ἀτακτοῦσιν ἐπιτιμώσης σφοδρότερον.

   Ὁ μὲν οὖν τοιοῦτος ἦν, ταῦτα δὲ καλὰ μὲν καὶ πῶς γὰρ οὔ; ἰδιώτῃ δ' ἀποχρῶντα πρὸς ἔπαινον, οὐ μήν γε καὶ βασιλέα δεικνύντα τὰ πάντα χρηστόν. οὐ γὰρ αἱ αὐταὶ βασιλέως καὶ ἰδιώτου γένοιντ' ἂν ἀρεταί· ἰδιώτῃ μὲν γὰρ ἀπόχρη καὶ μέτριον ἦθος καὶ ἐπιείκεια καὶ τὸ πρὸς θυμὸν οὐκ εὐκίνητον καὶ τὸ σῶφρον τὸ πρὸς τὴν δίαιταν. βασιλεῖ δὲ πρὸς τούτοις καὶ ἡ τῆς δικαιοσύνης φροντὶς καὶ ἡ τῶν ὑπηκόων προμήθεια καὶ ἡ τῶν παλαιῶν ἠθῶν τοῦ πολιτεύματος τήρησις. τῷ δὲ μέλημα μᾶλλον ἡ τῶν ἀρχαίων ἐθῶν γέγονε τῆς πολιτείας ἀλλοίωσις, καὶ τὸ μεταλλάξαι ταῦτα ἔργον ἦν αὐτῷ σπουδαιότατον, καὶ τοῖς πράγμασιν οὐχ ὡς κοινοῖς οὐδ' ὡς δημοσίοις ἐκέχρητο καὶ ἑαυτὸν οὐκ οἰκονόμον ἥγητο τούτων, ἀλλὰ δεσπότην, καὶ οἶκον οἰκεῖον ἐνόμιζε καὶ ὠνόμαζε τὰ βασίλεια. καὶ τοὺς τῆς συγκλήτου βουλῆς οὔτε τιμῆς ἧς ἐχρῆν ἠξίου οὔτε πρόνοιαν αὐτῶν ἐτίθετο κατὰ τὸ ἀνάλογον, μᾶλλον μέντοι καὶ ἔσπευσε ταπεινῶσαι τούτους. ἀλλ' οὐδ' ἐν ἅπασι τὴν [767] τῆς δικαιοσύνης ἦν τηρῶν ἀρετήν· ταύτης γὰρ ἴδιον τὸ τοῦ κατ' ἀξίαν ἑκάστῳ διανεμητικόν· ὁ δὲ τοῖς μὲν συγγενέσι καὶ τῶν θεραπόντων τισὶν ἁμάξαις ὅλαις παρεῖχε τὰ δημόσια χρήματα καὶ χορηγίας ἐκείνοις ἀδρὰς ἐτησίους ἀπένειμεν, ὡς καὶ πλοῦτον περιβαλέσθαι βαθὺν καὶ ὑπηρεσίαν ἑαυτοῖς ἀποτάξαι οὐκ ἰδιώταις, ἀλλὰ βασιλεῦσι κατάλληλον, καὶ οἴκους προσκτήσασθαι, μεγέθει μὲν πόλεσιν ἐοικότας, πολυτελείᾳ δὲ βασιλείων ἀπεοικότας οὐδέν· τοῖς δὲ λοιποῖς τῶν εὖ γεγονότων οὐχ ὁμοίαν ἐνεδείκνυτο τὴν προαίρεσιν, ἵνα μή τι ἕτερον φαῦλον ἐρῶ, φειδόμενος τοῦ ἀνδρός. βασιλέα μὲν οὖν, οἷον τὸ ἀκριβὲς ἀπαιτεῖ, οὐκ ἐῶσι τὰ εἰρημένα ἐκεῖνον νομίζεσθαι· ἀλλ' οὐδὲ μέντοι φαῦλον εἴποι τις τὸν Κομνηνὸν αὐτοκράτορα. εἰ δὲ τὴν ἄγαν ἀκρίβειαν ζητοίη τις ἐν τοῖς αὐτοκράτορσιν, οὐκ οἶμαί τινα τῶν ἀνέκαθεν τῆς Ῥωμαίων ἐπιβεβηκότων ἡγεμονίας ἐν πᾶσιν εὐδοκιμηκότα κριθήσεσθαι, ἀλλ' ἐκ τοῦ πλεονάζοντος ἐν τοῖς ἤθεσι σφῶν καὶ ταῖς πράξεσιν ἑκάστῳ ἡ πολιτεία κεχαρακτήρισται. ἀνέγκλητος γὰρ οὐδεὶς ἄν ποτε δόξαι οὐδ' ἀμιγὴς τῆς χείρονος ἕξεως· θειοτέρας γὰρ τοῦτο μοίρας, ἀλλ' οὐκ ἀνθρωπίνης εἴη ἄν ποτε φύσεως.

[768]    Ἐνταῦθά μοι τὸ πέρας ἤτω τῆς συγγραφῆς καὶ ὁ δρόμος στήτω τῆς ἱστορίας, ὅς μοι πρὸς μακρὸν ἐκμεμήκισται· δοῦναι γὰρ γραφῇ καὶ τὰ λείποντα οὔ μοι λυσιτελὲς οὐδ' εὔκαιρον κέκριται. εἰ μὲν οὖν ὀνήσιμόν τισι δόξει τὸ πόνημα, τῷ θεῷ χάρις, ᾧπερ ἅπαν κατορθοῦται καλόν· εἰ δὲ ἀσυντελές, εἴη ἂν ἡμέτερον τὸ αἰτίαμα καὶ ἐπιστρεφέτω πρός με τὸν τεκόντα τὸ ἀποκύημα, ἐσόμενόν μοι μνήμης ἐμπύρευμα.