12727 919 0 10 6 0 IV-III a. C. Nat. Hist. Theophrastus IV Historia plantarum Hort, A., Cambridge, Mass., Harvard University Press, 1916 Rist. 1:1968; 2:1961 2

Theophrastus-Historia plantarum IV

Δ

[1]   Αἱ μὲν οὖν διαφοραὶ τῶν ὁμογενῶν τεθεώρηνται πρότερον. ἅπαντα δ' ἐν τοῖς οἰκείοις τόποις καλλίω γίνεται καὶ μᾶλλον εὐσθενεῖ· καὶ γὰρ τοῖς ἀγρίοις εἰσὶν ἑκάστοις οἰκεῖοι, καθάπερ τοῖς ἡμέροις· τὰ μὲν γὰρ φιλεῖ τοὺς ἐφύδρους καὶ ἑλώδεις, οἷον αἴγειρος λεύκη ἰτέα καὶ ὅλως τὰ παρὰ τοὺς ποταμοὺς φυόμενα, τὰ δὲ τοὺς εὐσκεπεῖς καὶ εὐηλίους, τὰ δὲ μᾶλλον τοὺς παλισκίους. πεύκη μὲν γὰρ ἐν τοῖς προσείλοις καλλίστη καὶ μεγίστη, ἐν δὲ τοῖς παλισκίοις ὅλως οὐ φύεται· ἐλάτη δὲ ἀνάπαλιν ἐν τοῖς παλισκίοις καλλίστη τοῖς δ' εὐείλοις οὐχ ὁμοίως.

[2]    Ἐν Ἀρκαδίᾳ γοῦν περὶ τὴν Κράνην καλουμένην τόπος ἐστί τις κοῖλος καὶ ἄπνους, εἰς ὃν οὐδέποθ' ὅλως ἥλιον ἐμβάλλειν φασίν· ἐν τούτῳ δὲ πολὺ διαφέρουσιν αἱ ἐλάται καὶ τῷ μήκει καὶ τῷ πάχει, οὐ μὴν ὁμοίως γε πυκναὶ οὐδ' ὡραῖαι ἀλλ' ἥκιστα, καθάπερ καὶ αἱ πεῦκαι αἱ ἐν τοῖς παλισκίοις· δι' ὃ καὶ πρὸς τὰ πολυτελῆ τῶν ἔργων, οἷον θυρώματα καὶ εἴ τι ἄλλο σπουδαῖον, οὐ χρῶνται τούτοις ἀλλὰ πρὸς τὰς ναυπηγίας μᾶλλον καὶ τὰς οἰκοδομάς· καὶ γὰρ δοκοὶ κάλλισται καὶ τανεῖαι καὶ κέραιαι αἱ ἐκ τούτων, ἔτι δ' ἱστοὶ τῷ μήκει διαφέροντες ἀλλ' οὐχ ὁμοίως ἰσχυροί· καὶ ἐκ τῶν προσείλων ἅμα τῇ βραχύτητι πυκνότεροί τε ἐκείνων καὶ ἰσχυρότεροι γίνονται.

[3]    Χαίρει δὲ σφόδρα καὶ ἡ μίλος τοῖς παλισκίοις καὶ ἡ πάδος καὶ ἡ θραύπαλος. περὶ δὲ τὰς κορυφὰς τῶν ὀρέων καὶ τοὺς ψυχροὺς τόπους θυία μὲν φύεται καὶ εἰς ὕψος, ἐλάτη δὲ καὶ ἄρκευθος φύεται μὲν οὐκ εἰς ὕψος δέ, καθάπερ καὶ περὶ τὴν ἄκραν Κυλλήνην· φύεται δὲ καὶ ἡ κήλαστρος ἐπὶ τῶν ἄκρων καὶ χειμεριωτάτων. ταῦτα μὲν οὖν ἄν τις θείη φιλόψυχρα· τὰ δ' ἄλλα πάντα ὡς εἰπεῖν [οὐ] μᾶλλον χαίρει τοῖς προσείλοις. οὐ μὴν ἀλλὰ καὶ τοῦτο συμβαίνει κατὰ τὴν χώραν τὴν οἰκείαν ἑκάστῳ τῶν δένδρων. ἐν Κρήτῃ γοῦν φασιν ἐν τοῖς Ἰδαίοις ὄρεσι καὶ ἐν τοῖς Λευκοῖς καλουμένοις ἐπὶ τῶν ἄκρων ὅθεν οὐδέποτ' ἐπιλείπει χιὼν κυπάριττον εἶναι· πλείστη γὰρ αὕτη τῆς ὕλης καὶ ὅλως ἐν τῇ νήσῳ καὶ ἐν τοῖς ὄρεσιν.

[4]    Ἔστι δέ, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων τὰ μὲν ὀρεινὰ τὰ δὲ πεδεινὰ μᾶλλον. ἀναλογίᾳ δὲ καὶ ἐν αὐτοῖς τοῖς ὄρεσι τὰ μὲν ἐν τοῖς ὑποκάτω τὰ δὲ περὶ τὰς κορυφάς, ὥστε καὶ καλλίω γίνεται καὶ εὐσθενῆ πανταχοῦ δὲ καὶ πάσης τῆς ὕλης πρὸς βορρᾶν τὰ ξύλα πυκνότερα καὶ οὐλότερα καὶ ἁπλῶς καλλίω· καὶ ὅλως δὲ πλείω ἐν τοῖς προσβορείοις φύεται. αὐξάνεται δὲ καὶ ἐπιδίδωσι τὰ πυκνὰ μὲν ὄντα μᾶλλον εἰς μῆκος, δι' ὃ καὶ ἄνοζα καὶ εὐθέα καὶ ὀρθοφυῆ γίνεται, καὶ κωπεῶνες ἐκ τούτων κάλλιστοι· ‹τὰ δὲ μανὰ› μᾶλλον εἰς βάθος καὶ πάχος, δι' ὃ καὶ σκολιώτερα καὶ ὀζωδέστερα καὶ τὸ ὅλον στερεώτερα καὶ πυκνότερα φύεται.

[5]    Σχεδὸν δὲ τὰς αὐτὰς ἔχει διαφορὰς τούτοις καὶ ἐν τοῖς παλισκίοις καὶ ἐν τοῖς εὐείλοις καὶ ἐν τοῖς ἀπνόοις καὶ εὐπνόοις· ὀζωδέστερα γὰρ καὶ βραχύτερα καὶ ἧττον εὐθέα τὰ ἐν τοῖς εὐείλοις ἢ τοῖς προσηνέμοις. ὅτι δὲ ἕκαστον ζητεῖ καὶ χώραν οἰκείαν καὶ κρᾶσιν ἀέρος φανερὸν τῷ τὰ μὲν φέρειν ἐνίους τόπους τὰ δὲ μὴ φέρειν μήτε αὐτὰ γιγνόμενα μήτε φυτευόμενα ῥᾳδίως, ἐὰν δὲ καὶ ἀντιλάβηται μὴ καρποφορεῖν, ὥσπερ ἐπὶ τοῦ φοίνικος ἐλέχθη καὶ τῆς Αἰγυπτίας συκαμίνου καὶ ἄλλων· εἰσὶ γὰρ πλείω καὶ ἐν πλείοσι χώραις τὰ μὲν ὅλως οὐ φυόμενα τὰ δὲ φυόμενα μὲν ἀναυξῆ δὲ καὶ ἄκαρπα καὶ τὸ ὅλον φαῦλα. περὶ ὧν ἴσως λεκτέον ἐφ' ὅσον ἔχομεν ἱστορίας.

[2]

[1]    Ἐν Αἰγύπτῳ γάρ ἐστιν ἴδια δένδρα πλείω, ἥ τε συκάμινος καὶ ἡ περσέα καλουμένη καὶ ἡ βάλανος καὶ ἡ ἄκανθα καὶ ἕτερ' ἄττα.

   Ἔστι δὲ ἡ μὲν συκάμινος παραπλησία πως τῇ ἐνταῦθα συκαμίνῳ· καὶ γὰρ τὸ φύλλον παρόμοιον ἔχει καὶ τὸ μέγεθος καὶ τὴν ὅλην πρόσοψιν, τὸν δὲ καρπὸν ἰδίως φέρει παρὰ τὰ ἄλλα, καθάπερ ἐλέχθη καὶ ἐν τοῖς ἐξ ἀρχῆς· οὐ γὰρ ἀπὸ τῶν βλαστῶν οὐδ' ἀπὸ τῶν ἀκρεμόνων ἀλλ' ἐκ τοῦ στελέχους, μέγεθος μὲν ἡλίκον σῦκον καὶ τῇ ὄψει δὲ παραπλήσιον, τῷ χυλῷ δὲ καὶ τῇ γλυκύτητι τοῖς ὀλύνθοις, πλὴν γλυκύτερον πολὺ καὶ κεγχραμίδας ὅλως οὐκ ἔχοντα, πλήθει δὲ πολύν. καὶ πέττειν οὐ δύναται μὴ ἐπικνισθέντα· ἀλλ' ἔχοντες ὄνυχας σιδηροῦς ἐπικνίζουσιν· ἃ δ' ἂν ἐπικνισθῇ τεταρταῖα πέττεται· τούτων δ' ἀφαιρεθέντων πάλιν ἄλλα φύεται καὶ ἄλλα καὶ ἐκ τοῦ αὐτοῦ τόπου μηδὲν παραλλάττοντα· καὶ τοῦθ' οἱ μὲν τρὶς οἱ δὲ πλεονάκις φασὶ γίνεσθαι.

[2] πολύοπον δὲ τὸ δένδρον σφόδρα ἐστὶ καὶ τὸ ξύλον αὐτοῦ εἰς πολλὰ χρήσιμον. ἴδιον δὲ ἔχειν δοκεῖ παρὰ τἆλλα· τμηθὲν γὰρ εὐθὺς χλωρόν ἐστι· αὐαίνεται δὲ ἐμβύθιον· εἰς βόθρον δὲ ἐμβάλλουσι καὶ εἰς τὰς λίμνας εὐθὺς καὶ ταριχεύουσι· βρεχόμενον δ' ἐν τῷ βυθῷ ξηραίνεται· καὶ ὅταν τελέως ξηρὸν γένηται, τότε ἀναφέρεται καὶ ἐπινεῖ καὶ δοκεῖ τότε καλῶς τεταριχεῦσθαι· γίνεται γὰρ κοῦφον καὶ μανόν. ἡ μὲν οὖν συκάμινος ἔχει ταύτας τὰς ἰδιότητας.

[3]    Ἔοικε δέ τις παραπλησία ἡ φύσις εἶναι καὶ τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς· καὶ γὰρ ἐκείνη φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ ἐκ τῶν παχυτάτων ἀκρεμόνων, πλὴν ὅτι βλαστόν τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ ῥιζίον, πρὸς ᾧ γε ὁ καρπός. τὸ δὲ στέλεχος μέγα καὶ παρόμοιον τῇ λεύκῃ, φύλλον δὲ τῇ πτελέᾳ. πεπαίνει δὲ τέτταρας καρπούς, ὅσαιπερ αὐτοῦ καὶ αἱ βλαστήσεις· οὐδένα δὲ πεπαίνει μὴ ἐπιτμηθέντος τοῦ ἐρινοῦ καὶ ἐκρυέντος τοῦ ὀποῦ. ἡ δὲ γλυκύτης προσεμφερὴς τῷ σύκῳ καὶ τὰ ἔσωθεν τοῖς ἐρινοῖς· μέγεθος ἡλίκον κοκκύμηλον.

[4]    (Ταύτῃ δὲ παραπλησία καὶ ἣν οἱ Ἴωνες κερωνίαν καλοῦσιν· ἐκ τοῦ στελέχους γὰρ καὶ αὕτη φέρει τὸν πλεῖστον καρπόν, ἀπὸ δὲ τῶν ἀκρεμόνων, ὥσπερ εἴπομεν, ὀλίγον. ὁ δὲ καρπὸς ἔλλοβος, ὃν καλοῦσί τινες Αἰγύπτιον σῦκον διημαρτηκότες· οὐ γίνεται γὰρ ὅλως περὶ Αἴγυπτον ἀλλ' ἐν Συρίᾳ καὶ ἐν Ἰωνίᾳ δὲ καὶ περὶ Κνίδον καὶ Ῥόδον. ἀείφυλλον δὲ καὶ ἄνθος ἔκλευκον ἔχον καί τι βαρύτητος, μὴ μετεωρίζον δὲ σφόδρα καὶ ὅλως ἐκ τῶν κάτω παραβλαστητικὸν ἄνωθεν δὲ ὑποξηραινόμενον. ἔχει δὲ ἅμα καὶ τὸν ἔνον καὶ τὸν νέον καρπόν· ἀφαιρουμένου γὰρ θατέρου μετὰ Κύνα καὶ ὁ ἕτερος εὐθὺς φανερὸς κυούμενος· κύεται γὰρ ὥσπερ βότρυς ὁμοσχήμων· εἶτ' αὐξηθεὶς ἀνθεῖ περὶ Ἀρκτοῦρον καὶ ἰσημερίαν· ἀπὸ τούτου δὴ διαμένει τὸν χειμῶνα μέχρι Κυνός. ἡ μὲν οὖν ὁμοιότης ὅτι στελεχόκαρπα καὶ ταῦτα· διαφοραὶ δὲ αἱ εἰρημέναι πρὸς τὴν συκάμινον.)

[5]    Ἐν Αἰγύπτῳ δ' ἐστὶν ἕτερον ἡ περσέα καλούμενον, τῇ μὲν προσόψει μέγα καὶ καλόν, παραπλήσιον δὲ μάλιστα τῇ ἀπίῳ καὶ φύλλοις καὶ ἄνθεσι καὶ ἀκρεμόσι καὶ τῷ ὅλῳ σχήματι· πλὴν τὸ μὲν ἀείφυλλον τὸ δὲ φυλλοβόλον. καρπὸν δὲ φέρει πολὺν καὶ πᾶσαν ὥραν· περικαταλαμβάνει γὰρ ὁ νέος ἀεὶ τὸν ἔνον· πέττει δὲ ὑπὸ τοὺς ἐτησίας· τὸν δ' ἄλλον ὠμότερον ἀφαιροῦσι καὶ ἀποτιθέασιν. ἔστι δὲ τὸ μέγεθος ἡλίκον ἄπιος, τῷ σχήματι δὲ πρόμακρος ἀμυγδαλώδης, χρῶμα δὲ αὐτοῦ ποιῶδες. ἔχει δὲ ἐντὸς κάρυον, ὥσπερ τὸ κοκκύμηλον, πλὴν ἔλαττον πολὺ καὶ μαλακώτερον· τὴν δὲ σάρκα γλυκεῖαν σφόδρα καὶ ἡδεῖαν καὶ εὔπεπτον· οὐδὲν γὰρ ἐνοχλεῖ πολὺ προσενεγκαμένων. εὔριζον δὲ τὸ δένδρον καὶ μήκει καὶ πάχει καὶ πλήθει πολύ· ἔχει δὲ καὶ ξύλον ἰσχυρὸν καὶ καλὸν τῇ ὄψει μέλαν, ὥσπερ ὁ λωτός, ἐξ οὗ καὶ τὰ ἀγάλματα καὶ τὰ κλινία καὶ τραπέζια καὶ τἆλλα τὰ τοιαῦτα ποιοῦσιν.

[6]    Ἡ δὲ βάλανος ἔχει μὲν τὴν προσηγορίαν ἀπὸ τοῦ καρποῦ· φύλλον δ' αὐτῇ παραπλήσιον τῷ τῆς μυρρίνης πλὴν προμηκέστερον. ἔστι δὲ τὸ δένδρον εὐπαχὲς μὲν καὶ εὐμέγεθες, οὐκ εὐφυὲς δὲ ἀλλὰ παρεστραμμένον. τοῦ καρποῦ δὲ τοῖς κελύφεσι χρῶνται οἱ μυρεψοὶ κόπτοντες· εὐῶδες γὰρ ἔχει τὸν δὲ καρπὸν αὐτὸν ἀχρεῖον. ἔστι δὲ καὶ τῷ μεγέθει καὶ τῇ ὄψει παραπλήσιος τῷ τῆς καππάριος· ξύλον δὲ ἰσχυρὸν καὶ εἰς ἄλλα τε χρήσιμον καὶ εἰς τὰς ναυπηγίας.

[7]    Τὸ δὲ καλούμενον κουκιόφορόν ἐστιν ὅμοιον τῷ φοίνικι· τὴν δὲ ὁμοιότητα κατὰ τὸ στέλεχος ἔχει καὶ τὰ φύλλα· διαφέρει δὲ ὅτι ὁ μὲν φοῖνιξ μονοφυὲς καὶ ἁπλοῦν ἐστι, τοῦτο δὲ προσαυξηθὲν σχίζεται καὶ γίνεται δίκρουν, εἶτα πάλιν ἑκάτερον τούτων ὁμοίως· ἔτι δὲ τὰς ῥάβδους βραχείας ἔχει σφόδρα καὶ οὐ πολλάς. χρῶνται δὲ τῷ φύλλῳ, καθάπερ τῷ φοίνικι, πρὸς τὰ πλέγματα. καρπὸν δὲ ἴδιον ἔχει πολὺ διαφέροντα καὶ μεγέθει καὶ σχήματι καὶ χυλῷ· μέγεθος μὲν γὰρ ἔχει σχεδὸν χειροπληθές· στρογγύλον δὲ καὶ οὐ προμήκη· χρῶμα ἐπίξανθον· χυλὸν δὲ γλυκὺν καὶ εὔστομον· οὐκ ἀθρόον δέ, ὥσπερ ὁ φοῖνιξ, ἀλλὰ κεχωρισμένον καθ' ἕνα· πυρῆνα δὲ μέγαν καὶ σφόδρα σκληρόν, ἐξ οὗ τοὺς κρίκους τορνεύουσι τοὺς εἰς τοὺς στρωματεῖς τοὺς διαποικίλους· διαφέρει δὲ πολὺ τὸ ξύλον τοῦ φοίνικος· τὸ μὲν γὰρ μανὸν καὶ ἰνῶδες καὶ χαῦνον, τὸ δὲ πυκνὸν καὶ βαρὺ καὶ σαρκῶδες καὶ διατμηθὲν οὖλον σφόδρα καὶ σκληρόν ἐστιν. καὶ οἵ γε δὴ Πέρσαι πάνυ ἐτίμων αὐτὸ καὶ ἐκ τούτου τῶν κλινῶν ἐποιοῦντο τοὺς πόδας.

[8]    Ἡ δὲ ἄκανθα καλεῖται μὲν διὰ τὸ ἀκανθῶδες ὅλον τὸ δένδρον εἶναι πλὴν τοῦ στελέχους· καὶ γὰρ ἐπὶ τῶν ἀκρεμόνων καὶ ἐπὶ τῶν βλαστῶν καὶ ἐπὶ τῶν φύλλων ἔχει. μεγέθει δὲ μέγα, καὶ γὰρ δωδεκάπηχυς ἐξ αὐτῆς ἐρέψιμος ὕλη τέμνεται. διττὸν δὲ τὸ γένος αὐτῆς, ἡ μὲν γάρ ἐστι λευκὴ ἡ δὲ μέλαινα· καὶ ἡ μὲν λευκὴ ἀσθενής τε καὶ εὔσηπτος· ἡ δὲ μέλαινα ἰσχυροτέρα τε καὶ ἄσηπτος, δι' ὃ καὶ ἐν ταῖς ναυπηγίαις χρῶνται πρὸς τὰ ἐγκοίλια αὐτῇ. τὸ δένδρον δὲ οὐκ ἄγαν ὀρθοφυές. ὁ δὲ καρπὸς ἔλλοβος, καθάπερ τῶν χεδροπῶν, ᾧ χρῶνται οἱ ἐγχώριοι πρὸς τὰ δέρματα ἀντὶ κηκίδος. τὸ δ' ἄνθος καὶ τῇ ὄψει καλόν, ὥστε καὶ στεφάνους ποιεῖν ἐξ αὐτοῦ, καὶ φαρμακῶδες, δι' ὃ καὶ συλλέγουσιν οἱ ἰατροί. γίνεται δὲ ἐκ ταύτης καὶ τὸ κόμμι· καὶ ῥέει καὶ πληγείσης καὶ αὐτόματον ἄνευ σχάσεως. ὅταν δὲ κοπῇ, μετὰ τρίτον ἔτος εὐθὺς ἀναβεβλάστηκε· πολὺ δὲ τὸ δένδρον ἐστί, καὶ δρυμὸς μέγας περὶ τὸν Θηβαϊκὸν νόμον, οὗπερ καὶ ἡ δρῦς καὶ ἡ περσέα πλείστη καὶ ἡ ἐλάα.

[9]    Καὶ γὰρ ἡ ἐλάα περὶ τοῦτον τὸν τόπον ἐστί, τῷ ποταμῷ μὲν οὐκ ἀρδευομένη, πλείω γὰρ ἢ τριακόσια στάδια ἀπέχει, ναματιαίοις δ' ὕδασιν· εἰσὶ γὰρ κρῆναι πολλαί. τὸ δ' ἔλαιον οὐδὲν χεῖρον τοῦ ἐνθάδε, πλὴν κακωδέστερον διὰ τὸ σπανίοις τοῖς ἁλσὶ χρῆσθαι· φύσει δὲ τὸ ξύλον τοῦ δένδρου καὶ σκληρὸν καὶ παραπλήσιον τεμνόμενον τὴν χρόαν τῷ λωτίνῳ.

[10]    Ἄλλο δέ τι δένδρον ἡ κοκκυμηλέα, μέγα μὲν τῷ μεγέθει καὶ τὴν φύσιν τοῦ καρποῦ ὅμοιον τοῖς μεσπίλοις, καὶ τὸ μέγεθος παραπλήσιον πλὴν ἔχοντα πυρῆνα στρογγύλον· ἄρχεται δὲ ἀνθεῖν μηνὸς Πυανεψιῶνος, τὸν δὲ καρπὸν πεπαίνει περὶ ἡλίου τροπὰς χειμερινάς· ἀείφυλλον δ' ἐστίν. οἱ δὲ περὶ τὴν Θηβαΐδα κατοικοῦντες διὰ τὴν ἀφθονίαν τοῦ δένδρου ξηραίνουσι τὸν καρπὸν καὶ τὸν πυρῆνα ἐξαιροῦντες κόπτουσι καὶ ποιοῦσι παλάθας.

[11]    Ὕλημα δὲ ἴδιόν τι φύεται περὶ Μέμφιν, οὐ κατὰ φύλλα καὶ βλαστοὺς καὶ τὴν ὅλην μορφὴν ἔχον τὸ ἴδιον ἀλλ' εἰς τὸ συμβαῖνον περὶ αὐτὸ πάθος· ἡ μὲν γὰρ πρόσοψις ἀκανθώδης ἐστὶν αὐτοῦ, καὶ τὸ φύλλον παρόμοιον ταῖς πτερίσιν· ὅταν δέ τις ἅψηται τῶν κλωνίων, ὥσπερ ἀφαυαινόμενα τὰ φύλλα συμπίπτειν φασὶν εἶτα μετά τινα χρόνον ἀναβιώσκεσθαι πάλιν καὶ θάλλειν. καὶ τὰ μὲν ἴδια τῆς χώρας, ὅσα γ' ἂν δένδρα τις ἢ θάμνους εἴποι, τά γ' ἐπιφανέστατα ταῦτ' ἐστί. περὶ γὰρ τῶν ἐν τῷ ποταμῷ καὶ τοῖς ἕλεσιν ὕστερον ἐροῦμεν, ὅταν καὶ περὶ τῶν ἄλλων ἐνύδρων.

[12]    [Ἅπαντα δὲ ἐν τῇ χώρᾳ τὰ δένδρα τὰ τοιαῦτα μεγάλα καὶ τοῖς μήκεσι καὶ τοῖς πάχεσιν· ἐν γοῦν Μέμφιδι τηλικοῦτο δένδρον εἶναι λέγεται τὸ πάχος, ὃ τρεῖς ἄνδρες οὐ δύνανται περιλαμβάνειν. ἔστι δὲ καὶ τμηθὲν τὸ ξύλον καλόν· πυκνόν τε γὰρ σφόδρα καὶ τῷ χρώματι λωτοειδές.]

[3]

[1]    Ἐν Λιβύῃ δὲ ὁ λωτὸς πλεῖστος καὶ κάλλιστος καὶ ὁ παλίουρος καὶ ἔν τισι μέρεσι τῇ τε Νασαμωνικῇ καὶ παρ' Ἄμμωνι καὶ ἄλλοις ὁ φοῖνιξ· ἐν δὲ τῇ Κυρηναίᾳ κυπάρισσος καὶ ἐλάαι τε κάλλισται καὶ ἔλαιον πλεῖστον. ἰδιώτατον δὲ πάντων τὸ σίλφιον· ἔτι κρόκον πολὺν ἡ χώρα φέρει καὶ εὔοσμον. ἔστι δὲ τοῦ λωτοῦ τὸ μὲν ὅλον δένδρον ἴδιον εὐμέγεθες ἡλίκον ἄπιος ἢ μικρὸν ἔλαττον· φύλλον δὲ ἐντομὰς ἔχον καὶ πρινῶδες· τὸ μὲν ξύλον μέλαν· γένη δὲ αὐτοῦ πλείω διαφορὰς ἔχοντα τοῖς καρποῖς· ὁ δὲ καρπὸς ἡλίκος κύαμος, πεπαίνεται δέ, ὥσπερ οἱ βότρυες, μεταβάλλων τὰς χροιάς· φύεται δέ, καθάπερ τὰ μύρτα, παρ' ἄλληλα πυκνὸς ἐπὶ τῶν βλαστῶν· ἐσθιόμενος δ' ὁ ἐν τοῖς Λωτοφάγοις καλουμένοις γλυκὺς καὶ ἡδὺς καὶ ἀσινὴς καὶ ἔτι πρὸς τὴν κοιλίαν ἀγαθός· ἡδίων δ' ὁ ἀπύρηνος, ἔστι γὰρ καὶ τοιοῦτόν τι γένος· ποιοῦσι δὲ καὶ οἶνον ἐξ αὐτοῦ.

[2]    Πολὺ δὲ τὸ δένδρον καὶ πολύκαρπον· τό γ' οὖν Ὀφέλλου στρατόπεδον, ἡνίκα ἐβάδιζεν εἰς Καρχηδόνα, καὶ τούτῳ φασὶ τραφῆναι πλείους ἡμέρας ἐπιλιπόντων τῶν ἐπιτηδείων. ἔστι μὲν οὖν καὶ ἐν τῇ νήσῳ τῇ Λωτοφαγιτίδι καλουμένῃ πολύς· αὕτη δ' ἐπίκειται καὶ ἀπέχει μικρόν· οὐ μὴν οὐθέν γε μέρος ἀλλὰ πολλῷ πλεῖον ἐν τῇ ἠπείρῳ· πλεῖστον γὰρ ὅλως ἐν τῇ Λιβύῃ, καθάπερ εἴρηται, τοῦτο καὶ ὁ παλίουρός ἐστιν· ἐν γὰρ Εὐεσπερίσι τούτοις καυσίμοις χρῶνται. διαφέρει δὲ οὗτος ὁ λωτὸς τοῦ παρὰ τοῖς Λωτοφάγοις.

[3]    Ὁ δὲ παλίουρος θαμνωδέστερος τοῦ λωτοῦ· φύλλον δὲ παρόμοιον ἔχει τῷ ἐνταῦθα, τὸν δὲ καρπὸν διάφορον· οὐ γὰρ πλατὺν ἀλλὰ στρογγύλον καὶ ἐρυθρόν, μέγεθος δὲ ἡλίκον τῆς κέδρου ἢ μικρῷ μεῖζον· πυρῆνα δὲ ἔχει οὐ συνεσθιόμενον καθάπερ ταῖς ῥοαῖς· ἡδὺν δὲ τὸν καρπόν· καὶ ἐάν τις οἶνον ἐπιχέῃ καὶ αὐτὸν ἡδίω γίνεσθαί φασι καὶ τὸν οἶνον ἡδίω ποιεῖν.

[4]    Ἔνιοι δὲ τὸ τοῦ λωτοῦ δένδρον θαμνῶδες εἶναι καὶ πολύκλαδον, τῷ στελέχει δὲ εὐπαχές· τὸν δὲ καρπὸν μέγα τὸ κάρυον ἔχειν· τὸ δ' ἐκτὸς οὐ σαρκῶδες ἀλλὰ δερματωδέστερον· ἐσθιόμενον δὲ οὐχ οὕτω γλυκὺν ὡς εὔστομον· καὶ τὸν οἶνον ὃν ἐξ αὐτοῦ ποιοῦσιν οὐ διαμένειν ἀλλ' ἢ δύο ἢ τρεῖς ἡμέρας εἶτ' ὀξύνειν. ἡδίω μὲν οὖν τὸν καρπὸν τὸν ἐν τοῖς Λωτοφάγοις, ξύλον δὲ κάλλιον τὸ ἐν Κυρηναίᾳ· θερμοτέραν δὲ εἶναι τὴν χώραν τὴν τῶν Λωτοφάγων· τοῦ ξύλου δὲ τὴν ῥίζαν εἶναι μελαντέραν μὲν πολὺ πυκνὴν δὲ ἧττον καὶ εἰς ἐλάττω χρησίμην· εἰς γὰρ τὰ ἐγχειρίδια καὶ τὰ ἐπικολλήματα χρῆσθαι, τῷ ξύλῳ δὲ εἴς τε τοὺς αὐλοὺς καὶ εἰς ἄλλα πλείω.

[5]    Ἐν δὲ τῇ μὴ ὑομένῃ τῆς Λιβύης ἄλλα τε πλείω φύεσθαι καὶ φοίνικας μεγάλους καὶ καλούς· οὐ μὴν ἀλλ' ὅπου μὲν φοῖνιξ ἁλμυρίδα τε εἶναι καὶ ἔφυδρον τὸν τόπον, οὐκ ἐν πολλῷ δὲ βάθει ἀλλὰ μάλιστα ἐπ' ὀργυίαις τρισίν. τὸ δ' ὕδωρ ἔνθα μὲν γλυκὺ σφόδρα ἔνθα δὲ ἁλυκὸν πλησίον ὄντων ἀλλήλοις· ὅπου δὲ τὰ ἄλλα φύεται ξηρὸν καὶ ἄνυδρον· ἐνιαχοῦ δὲ καὶ τὰ φρέατα εἶναι ἑκατὸν ὀργυιῶν, ὥστε ὑποζυγίοις ἀπὸ τροχηλιᾶς ἀνιμᾷν· δι' ὃ καὶ θαυμαστὸν πῶς ποτε ὠρύχθη τηλικαῦτα βάθη· τὸ δ' οὖν τῶν ὑδάτων τῶν ὑπὸ τοὺς φοίνικας καὶ ἐν Ἄμμωνος εἶναι διαφορὰν ἔχον τὴν εἰρημένην. φύεσθαι δὲ ἐν τῇ μὴ ὑομένῃ τὸ θύμον πολὺ καὶ ἄλλα ἴδιά τε καὶ πλείω γίνεσθαι ἐνταῦθα, καὶ πτῶκα καὶ δορκάδα καὶ στρουθὸν [6] καὶ ἕτερα τῶν θηρίων. ἀλλὰ ταῦτα μὲν ἄδηλον εἰ ἐκτοπίζει που πιόμενα· (διὰ γὰρ τὸ τάχος δύναται μακράν τε καὶ ταχὺ παραγενέσθαι), ἄλλως τε κεἰ δι' ἡμερῶν τινων πίνουσι, καθάπερ καὶ τὰ ἥμερα παρὰ τρίτην ἢ τετάρτην ποτίζεται ταῦτα· τὸ δὲ τῶν ἄλλων ζώων, οἷον ὄφεων σαυρῶν καὶ τῶν τοιούτων, φανερὸν ὅτι ἄποτα. τοὺς δὲ Λίβυας λέγειν ὅτι τὸν ὄνον ἐσθίει ταῦτα ὃς καὶ παρ' ἡμῖν γίνεται, πολύπουν τε καὶ μέλαν συσπειρώμενον εἰς ἑαυτό· τοῦτον δὲ πολύν τε γίνεσθαι σφόδρα καὶ ὑγρὸν τὴν φύσιν εἶναι.

[7]    Δρόσον δὲ ἀεὶ πίπτειν ἐν τῇ μὴ ὑομένῃ πολλήν, ὥστε δῆλον ὅτι τὸν μὲν φοίνικα καὶ εἴ τι ἄλλο φύεται ἐν ἀνύδροις τό τε ἐκ τῆς γῆς ἀνιὸν ἐκτρέφει καὶ πρὸς τούτῳ ἡ δρόσος. ἱκανὴ γὰρ ὡς κατὰ μεγέθη καὶ τὴν φύσιν αὐτῶν ξηρὰν οὖσαν καὶ ἐκ τοιούτων συνεστηκυῖαν. καὶ δένδρα μὲν ταῦτα πλεῖστα καὶ ἰδιώτατα. περὶ δὲ τοῦ σιλφίου λεκτέον ὕστερον ποῖόν τι τὴν φύσιν.

[4]

[1]    Ἐν δὲ τῇ Ἀσίᾳ παρ' ἑκάστοις ἴδι' ἄττα τυγχάνει· τὰ μὲν γὰρ φέρουσιν αἱ χῶραι τὰ δ' οὐ φύουσιν· οἷον κιττὸν καὶ ἐλάαν οὔ φασιν εἶναι τῆς Ἀσίας ἐν τοῖς ἄνω τῆς Συρίας ἀπὸ θαλάττης πένθ' ἡμερῶν· ἀλλ' ἐν Ἰνδοῖς φανῆναι κιττὸν ἐν τῷ ὄρει τῷ Μηρῷ καλουμένῳ, ὅθεν δὴ καὶ τὸν Διόνυσον εἶναι μυθολογοῦσι. δι' ὃ καὶ Ἀλέξανδρος ἀπ' ἐξοδίας λέγεται ἀπιὼν ἐστεφανωμένος κιττῷ εἶναι καὶ αὐτὸς καὶ ἡ στρατιά· τῶν δὲ ἄλλων ἐν Μηδίᾳ μόνον· περικλείειν γὰρ αὕτη δοκεῖ καὶ συνάπτειν πως τῷ Πόντῳ. καίτοι γε διεφιλοτιμήθη Ἅρπαλος ἐν τοῖς παραδείσοις τοῖς περὶ Βαβυλῶνα φυτεύων πολλάκις καὶ πραγματευόμενος, ἀλλ' οὐδὲν ἐποίει πλέον· οὐ γὰρ ἐδύνατο ζῆν ὥσπερ τἆλλα τὰ ἐκ τῆς Ἑλλάδος. τοῦτο μὲν οὖν οὐ δέχεται ἡ χώρα διὰ τὴν τοῦ ἀέρος κρᾶσιν· ἀναγκαίως δὲ δέχεται καὶ πύξον καὶ φίλυραν· καὶ γὰρ περὶ ταῦτα πονοῦσιν οἱ ἐν τοῖς παραδείσοις. ἕτερα δὲ ἴδια φέρει καὶ δένδρα [2] καὶ ὑλήματα· καὶ ἔοικεν ὅλως ὁ τόπος ὁ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν ὥσπερ καὶ ζῶα καὶ φυτὰ φέρειν ἴδια παρὰ τοὺς ἄλλους· οἷον ἥ τε Μηδία χώρα καὶ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Μηδικὸν ἢ τὸ Περσικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς ἀνδράχλης, ἀκάνθας δὲ οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυράς· τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν, εὔοσμον δὲ πάνυ καὶ τὸ φύλλον τοῦ δένδρου· κἂν εἰς ἱμάτια τεθῇ τὸ μῆλον ἄκοπα διατηρεῖ. χρήσιμον δ' ἐπειδὰν τύχῃ ‹τις› πεπωκὼς φάρμακον ‹θανάσιμον· δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον·› καὶ πρὸς στόματος εὐωδίαν· ἐὰν γάρ τις ἑψήσῃ ἐν ζωμῷ, ἢ ἐν ἄλλῳ τινὶ τὸ ἔσωθεν τοῦ μήλου ἐκπιέσῃ εἰς τὸ στόμα καὶ καταροφήσῃ, ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν.

[3] σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένας ἐπιμελῶς, εἶτα ἀρδεύεται διὰ τετάρτης ἢ πέμπτης ἡμέρας· ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν· φιλεῖ γὰρ τὰ τοιαῦτα. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν· τὰ μὲν γὰρ ἀφῄρηται τὰ δὲ ἀνθεῖ τὰ δὲ ἐκπέττει. τῶν δὲ ἀνθῶν ὅσα, ὥσπερ εἴπομεν, ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τιν' ἐξέχουσαν, ταῦτά ἐστι γόνιμα, ὅσα δὲ μὴ ἄγονα. σπείρεται δὲ καὶ εἰς ὄστρακα διατετρημένα, καθάπερ καὶ οἱ φοίνικες. τοῦτο μὲν οὖν, ὥσπερ εἴρηται, περὶ τὴν Περσίδα καὶ τὴν Μηδίαν ἐστίν.

[4]    Ἡ δὲ Ἰνδικὴ χώρα τήν τε καλουμένην ἔχει συκῆν, ἣ καθίησιν ἐκ τῶν κλάδων τὰς ῥίζας ἀν' ἕκαστον ἔτος, ὥσπερ εἴρηται πρότερον· ἀφίησι δὲ οὐκ ἐκ τῶν νέων ἀλλ' ἐκ τῶν ἔνων καὶ ἔτι παλαιοτέρων· αὗται δὲ συνάπτουσαι τῇ γῇ ποιοῦσιν ὥσπερ δρύφακτον κύκλῳ περὶ τὸ δένδρον, ὥστε γίνεσθαι καθάπερ σκηνήν, οὗ δὴ καὶ εἰώθασι διατρίβειν. εἰσὶ δὲ αἱ ῥίζαι φυόμεναι διάδηλοι πρὸς τοὺς βλαστούς· λευκότεραι γὰρ καὶ δασεῖαι καὶ σκολιαὶ καὶ ἄφυλλοι. ἔχει δὲ καὶ τὴν ἄνω κόμην πολλήν, καὶ τὸ ὅλον δένδρον εὔκυκλον καὶ τῷ μεγέθει μέγα σφόδρα· καὶ γὰρ ἐπὶ δύο στάδια ποιεῖν φασι τὴν σκιάν· καὶ τὸ πάχος τοῦ στελέχους ἔνια πλειόνων ἢ ἑξήκοντα βημάτων, τὰ δὲ πολλὰ τετταράκοντα. τὸ δέ γε φύλλον οὐκ ἔλαττον ἔχει πέλτης, καρπὸν δὲ σφόδρα μικρὸν ἡλίκον ἐρέβινθον ὅμοιον δὲ σύκῳ· δι' ὃ καὶ ἐκάλουν αὐτὸ οἱ Ἕλληνες συκῆν· ὀλίγον δὲ θαυμαστῶς τὸν καρπὸν οὐχ ὅτι κατὰ τὸ τοῦ δένδρου μέγεθος ἀλλὰ καὶ τὸ ὅλον. φύεται δὲ καὶ τὸ δένδρον περὶ τὸν Ἀκεσίνην ποταμόν.

[5]    Ἔστι δὲ καὶ ἕτερον δένδρον καὶ τῷ μεγέθει μέγα καὶ ἡδύκαρπον θαυμαστῶς καὶ μεγαλόκαρπον· καὶ χρῶνται τροφῇ τῶν Ἰνδῶν οἱ σοφοὶ καὶ μὴ ἀμπεχόμενοι.

   Ἕτερον δὲ οὗ τὸ φύλλον τὴν μὲν μορφὴν πρόμηκες τοῖς τῶν στρουθῶν πτεροῖς ὅμοιον, ἃ παρατίθενται παρὰ τὰ κράνη, μῆκος δὲ ὡς διπηχυαῖον.

   Ἄλλο τέ ἐστιν οὗ ὁ καρπὸς μακρὸς καὶ οὐκ εὐθὺς ἀλλὰ σκολιὸς ἐσθιόμενος δὲ γλυκύς. οὗτος ἐν τῇ κοιλίᾳ δηγμὸν ἐμποιεῖ καὶ δυσεντερίαν, δι' ὃ Ἀλέξανδρος ἀπεκήρυξε μὴ ἐσθίειν. ἔστι δὲ καὶ ἕτερον οὗ ὁ καρπὸς ὅμοιος τοῖς κρανέοις.

   Καὶ ἕτερα δὲ πλείω καὶ διαφέροντα τῶν ἐν τοῖς Ἕλλησιν ἀλλ' ἀνώνυμα. θαυμαστὸν δ' οὐδὲν τῆς ἰδιότητος· σχεδὸν γάρ, ὥς γε δή τινές φασιν, οὐθὲν ὅλως τῶν δένδρων οὐδὲ τῶν ὑλημάτων οὐδὲ τῶν ποιωδῶν ὅμοιόν ἐστι τοῖς ἐν τῇ Ἑλλάδι πλὴν ὀλίγων.

[6]    Ἴδιον δὲ καὶ ἡ ἐβένη τῆς χώρας ταύτης· ταύτης δὲ δύο γένη, τὸ μὲν εὔξυλον καὶ καλὸν τὸ δὲ φαῦλον. σπάνιον δὲ τὸ καλὸν θάτερον δὲ πολύ. τὴν δὲ χρόαν οὐ θησαυριζομένη λαμβάνει τὴν εὔχρουν ἀλλ' εὐθὺς τῇ φύσει. ἔστι δὲ τὸ δένδρον θαμνῶδες, ὥσπερ ὁ κύτισος.

[7]    Φασὶ δ' εἶναι καὶ τέρμινθον, οἱ δ' ὅμοιον τερμίνθῳ, ὃ τὸ μὲν φύλλον καὶ τοὺς κλῶνας καὶ τἆλλα πάντα ὅμοια ἔχει τῇ τερμίνθῳ τὸν δὲ καρπὸν διάφορον· ὅμοιον γὰρ ταῖς ἀμυγδαλαῖς. εἶναι γὰρ καὶ ἐν Βάκτροις τὴν τέρμινθον ταύτην καὶ κάρυα φέρειν ἡλίκα ἀμύγδαλα διὰ τὸ μὴ μεγάλα· καὶ τῇ ὄψει δὲ παρόμοια, πλὴν τὸ κέλυφος οὐ τραχύ, τῇ δ' εὐστομίᾳ καὶ ἡδονῇ κρείττω τῶν ἀμυγδάλων. δι' ὃ καὶ χρῆσθαι τοὺς ἐκεῖ μᾶλλον.

[8]    Ἐξ ὧν δὲ τὰ ἱμάτια ποιοῦσι τὸ μὲν φύλλον ὅμοιον ἔχει τῇ συκαμίνῳ, τὸ δὲ ὅλον φυτὸν τοῖς κυνορόδοις ὅμοιον. φυτεύουσι δὲ ἐν τοῖς πεδίοις αὐτὸ κατ' ὄρχους, δι' ὃ καὶ πόρρωθεν ἀφορῶσι ἄμπελοι φαίνονται. ἔχει δὲ καὶ φοίνικας ἔνια μέρη πολλούς. καὶ ταῦτα μὲν ἐν δένδρου φύσει.

[9]    Φέρει δὲ καὶ σπέρματα ἴδια, τὰ μὲν τοῖς χεδροποῖς ὅμοια τὰ δὲ τοῖς πυροῖς καὶ ταῖς κριθαῖς. ἐρέβινθος μὲν γὰρ καὶ φακὸς καὶ τἆλλα τὰ παρ' ἡμῖν οὐκ ἔστιν· ἕτερα δ' ἐστὶν ὥστε παραπλήσια ποιεῖν τὰ ἑψήματα καὶ μὴ διαγιγνώσκειν, ὥς φασιν, ἂν μή τις ἀκούσῃ. κριθαὶ δὲ καὶ πυροὶ καὶ ἄλλο τι γένος ἀγρίων κριθῶν, ἐξ ὧν καὶ ἄρτοι ἡδεῖς καὶ χόνδρος καλός. ταύτας οἱ ἵπποι ἐσθίοντες τὸ πρῶτον διεφθείροντο, κατὰ μικρὸν δὲ οὖν ἐθισθέντες ἐν ἀχύροις οὐδὲν ἔπασχον.

[10]    Μάλιστα δὲ σπείρουσι τὸ καλούμενον ὄρυζον, ἐξ οὗ τὸ ἕψημα. τοῦτο δὲ ὅμοιον τῇ ζειᾷ καὶ περιπτισθὲν οἷον χόνδρος εὔπεπτον δέ, τὴν ὄψιν πεφυκὸς ὅμοιον ταῖς αἴραις καὶ τὸν πολὺν χρόνον ἐν ὕδατι, ἀποχεῖται δὲ οὐκ εἰς στάχυν ἀλλ' οἷον φόβην, ὥσπερ ὁ κέγχρος καὶ ὁ ἔλυμος. ἄλλο δὲ ὃ ἐκάλουν οἱ Ἕλληνες φακόν· τοῦτο δὲ ὅμοιον μὲν τῇ ὄψει καὶ τὸ βούκερας, θερίζεται δὲ περὶ Πλειάδος δύσιν.

[11]    Διαφέρει δὲ καὶ αὕτη ἡ χώρα τῷ τὴν μὲν φέρειν ἔνια τὴν δὲ μὴ φέρειν· ἡ γὰρ ὀρεινὴ καὶ ἄμπελον ἔχει καὶ ἐλάαν καὶ τὰ ἄλλα ἀκρόδρυα· πλὴν ἄκαρπον τὴν ἐλάαν, καὶ σχεδὸν καὶ τὴν φύσιν ὥσπερ μεταξὺ κοτίνου καὶ ἐλάας ἐστὶ καὶ τῇ ὅλῃ μορφῇ· καὶ τὸ φύλλον τοῦ μὲν πλατύτερον τοῦ δὲ στενότερον. ταῦτα μὲν οὖν κατὰ τὴν Ἰνδικήν.

[12]    Ἐν δὲ τῇ Ἀρίᾳ χώρᾳ καλουμένῃ ἄκανθά ἐστιν, ἐφ' ἧς γίνεται δάκρυον ὅμοιον τῇ σμύρνῃ καὶ τῇ ὄψει καὶ τῇ ὀσμῇ· τοῦτο δὲ ὅταν ἐπιλάμψῃ ὁ ἥλιος καταρρεῖ. πολλὰ δὲ καὶ ἄλλα παρὰ τὰ ἐνταῦθα καὶ ἐν τῇ χώρᾳ καὶ ἐν τοῖς ποταμοῖς γίνεται. ἐν ἑτέροις δὲ τόποις ἐστὶν ἄκανθα λευκὴ τρίοζος, ἐξ ἧς καὶ σκυτάλια καὶ βακτηρίας ποιοῦσιν· ὀπώδης δὲ καὶ μανή· ταύτην δὲ καλοῦσιν Ἡρακλέους.

   Ἄλλο δὲ ὕλημα μέγεθος μὲν ἡλίκον ῥάφανος, τὸ δὲ φύλλον ὅμοιον δάφνῃ καὶ τῷ μεγέθει καὶ τῇ μορφῇ. τοῦτο δ' εἴ τι φάγοι ἐναποθνήσκει. δι' ὃ καὶ ὅπου ἵπποι τούτους ἐφύλαττον διὰ χειρῶν.

[13]    Ἐν δὲ τῇ Γεδρωσίᾳ χώρᾳ πεφυκέναι φασὶν ἓν μὲν ὅμοιον τῇ δάφνῃ φύλλον ἔχον, οὗ τὰ ὑποζύγια καὶ ὁτιοῦν εἰ φάγοι μικρὸν ἐπισχόντα διεφθείροντο παραπλησίως διατιθέμενα καὶ σπώμενα ὁμοίως τοῖς ἐπιλήπτοις.

   Ἕτερον δὲ ἄκανθάν τινα εἶναι· ταύτην δὲ φύλλον μὲν οὐδὲν ἔχειν πεφυκέναι δ' ἐκ μιᾶς ῥίζης· ἐφ' ἑκάστῳ δὲ τῶν ὄζων ἄκανθαν ἔχειν ὀξεῖαν σφόδρα, καὶ τούτων δὲ καταγνυμένων ἢ προστριβομένων ὀπὸν ἐκρεῖν πολύν, ὃς ἀποτυφλοῖ τἆλλα ζῶα πάντα καὶ πρὸς τοὺς ἀνθρώπους εἴ τις προσραίνειεν αὐτοῖς. ἐν δὲ τόποις τισὶ πεφυκέναι τινὰ βοτάνην, ὑφ' ᾗ συνεσπειρωμένους ὄφεις εἶναι μικροὺς σφόδρα· τούτοις δ' εἴ τις ἐμβὰς πληγείη θνήσκειν. ἀποπνίγεσθαι δὲ καὶ ἀπὸ τῶν φοινίκων τῶν ὠμῶν εἴ τις φάγοι, καὶ τοῦτο ὕστερον κατανοηθῆναι. τοιαῦται μὲν οὖν δυνάμεις καὶ ζώων καὶ φυτῶν ἴσως καὶ παρ' ἄλλοις εἰσί.

[14]    Περιττότερα δὲ τῶν φυομένων καὶ πλεῖστον ἐξηλλαγμένα πρὸς τὰ ἄλλα τὰ εὔοσμα τὰ περὶ Ἀραβίαν καὶ Συρίαν καὶ Ἰνδούς, οἷον ὅ τε λιβανωτὸς καὶ ἡ σμύρνα καὶ ἡ κασία καὶ τὸ ὀποβάλσαμον καὶ τὸ κινάμωμον καὶ ὅσα ἄλλα τοιαῦτα· περὶ ὧν ἐν ἄλλοις εἴρηται διὰ πλειόνων. ἐν μὲν οὖν τοῖς πρὸς ἕω τε καὶ μεσημβρίαν καὶ ταῦτ' ἴδια καὶ ἕτερα δὲ τούτων πλείω ἐστίν.

[5]

[1]    Ἐν δὲ τοῖς πρὸς ἄρκτον οὐχ ὁμοίως· οὐθὲν γὰρ ὅτι ἄξιον λόγου λέγεται παρὰ τὰ κοινὰ τῶν δένδρων ἃ καὶ φιλόψυχρά τε τυγχάνει καὶ ἔστι καὶ παρ' ἡμῖν, οἷον πεύκη δρῦς ἐλάτη πύξος διοσβάλανος φίλυρα καὶ τὰ ἄλλα δὲ τὰ τοιαῦτα· σχεδὸν γὰρ οὐδὲν ἕτερον παρὰ ταῦτά ἐστιν, ἀλλὰ τῶν ἄλλων ὑλημάτων ἔνια ἃ τοὺς ψυχροὺς μᾶλλον ζητεῖ τόπους, καθάπερ κενταύριον ἀψίνθιον, ἔτι δὲ τὰ φαρμακώδη ταῖς ῥίζαις καὶ τοῖς ὀποῖς, οἷον ἐλλέβορος ἐλατήριον σκαμμωνία, σχεδὸν πάντα τὰ ῥιζοτομούμενα.

[2]    Τὰ μὲν γὰρ ἐν τῷ Πόντῳ καὶ τῇ Θράκῃ γίνεται, τὰ δὲ περὶ τὴν Οἴτην καὶ τὸν Παρνασὸν καὶ τὸ Πήλιον καὶ τὴν Ὄσσαν καὶ τὸ Τελέθριον· καὶ ἐν τούτοις δέ τινές φασι πλεῖστον· πολλὰ δὲ καὶ ἐν τῇ Ἀρκαδίᾳ καὶ ἐν τῇ Λακωνικῇ· φαρμακώδεις γὰρ καὶ αὗται. τῶν δὲ εὐωδῶν οὐδὲν ἐν ταύταις, πλὴν ἶρις ἐν τῇ Ἰλλυρίδι καὶ περὶ τὸν Ἀδρίαν· ταύτῃ γὰρ χρηστὴ καὶ πολὺ διαφέρουσα τῶν ἄλλων· ἀλλ' ἐν τοῖς ἀλεεινοῖς καὶ τοῖς πρὸς μεσημβρίαν ὥσπερ ἀντικείμενα τὰ εὐώδη. ἔχουσι δὲ καὶ κυπάριττον οἱ ἀλεεινοὶ μᾶλλον, ὥσπερ Κρήτη Λυκία Ῥόδος, κέδρον δὲ καὶ τὰ Θρᾴκια ὄρη καὶ τὰ Φρύγια.

[3]    Τῶν δὲ ἡμερουμένων ἥκιστά φασιν ἐν τοῖς ψυχροῖς ὑπομένειν δάφνην καὶ μυρρίνην, καὶ τούτων δὲ ἧττον ἔτι τὴν μυρρίνην· σημεῖον δὲ λέγουσιν ὅτι ἐν τῷ Ὀλύμπῳ δάφνη μὲν πολλή, μύρρινος δὲ ὅλως οὐκ ἔστιν. ἐν δὲ τῷ Πόντῳ περὶ Παντικάπαιον οὐδ' ἕτερον καίπερ σπουδαζόντων καὶ πάντα μηχανωμένων πρὸς τὰς ἱεροσύνας· συκαῖ δὲ πολλαὶ καὶ εὐμεγέθεις καὶ ῥοιαὶ δὲ περισκεπαζόμεναι· ἄπιοι δὲ καὶ μηλέαι πλεῖσται καὶ παντοδαπώταται καὶ χρησταί· αὗται δ' ἐαριναὶ πλὴν εἰ ἄρα ὄψιαι· τῆς δὲ ἀγρίας ὕλης ἐστὶ δρῦς πτελέα μελία καὶ ὅσα τοιαῦτα· πεύκη δὲ καὶ ἐλάτη καὶ πίτυς οὐκ ἔστιν οὐδὲ ὅλως οὐδὲν ἔνδᾳδον· ὑγρὰ δὲ αὕτη καὶ χείρων πολὺ τῆς Σινωπικῆς, ὥστ' οὐδὲ πολὺ χρῶνται αὐτῇ πλὴν πρὸς τὰ ὑπαίθρια. ταῦτα μὲν οὖν περὶ τὸν Πόντον ἢ ἔν τισί γε τόποις αὐτοῦ.

[4]    Ἐν δὲ τῇ Προποντίδι γίνεται καὶ μύρρινος καὶ δάφνη πολλαχοῦ ἐν τοῖς ὄρεσιν. ἴσως δ' ἔνια καὶ τῶν τόπων ἴδια θετέον· ἕκαστοι γὰρ ἔχουσι τὰ διαφέροντα, ὥσπερ εἴρηται, κατὰ τὰς ὕλας οὐ μόνον τῷ βελτίω καὶ χείρω τὴν αὐτὴν ἔχειν ἀλλὰ καὶ τῷ φέρειν ἢ μὴ φέρειν· οἷον ὁ μὲν Τμῶλος ἔχει καὶ ὁ Μύσιος Ὄλυμπος πολὺ τὸ κάρυον καὶ τὴν διοσβάλανον, ἔτι δὲ ἄμπελον καὶ μηλέαν καὶ ῥόαν· ἡ δὲ Ἴδη τὰ μὲν οὐκ ἔχει τούτων τὰ δὲ σπάνια· περὶ δὲ Μακεδονίαν καὶ τὸν Πιερικὸν Ὄλυμπον τὰ μὲν ἔστι τὰ δ' οὐκ ἔστι τούτων· ἐν δὲ τῇ Εὐβοίᾳ καὶ περὶ τὴν Μαγνησίαν τὰ μὲν Εὐβοϊκὰ πολλὰ τῶν δὲ ἄλλων οὐθέν· οὐδὲ δὴ περὶ τὸ Πέλιον οὐδὲ τὰ ἄλλα τὰ ἐνταῦθα ὄρη.

[5]    Βραχὺς δ' ἐστὶ τόπος ὃς ἔχει καὶ ὅλως τὴν ναυπηγήσιμον ὕλην· τῆς μὲν γὰρ Εὐρώπης δοκεῖ τὰ περὶ τὴν Μακεδονίαν καὶ ὅσα τῆς Θρᾴκης καὶ περὶ Ἰταλίαν· τῆς δὲ Ἀσίας τά τε ἐν Κιλικίᾳ καὶ τὰ ἐν Σινώπῃ καὶ Ἀμίσῳ, ἔτι δὲ ὁ Μύσιος Ὄλυμπος καὶ ἡ Ἴδη πλὴν οὐ πολλήν· ἡ γὰρ Συρία κέδρον ἔχει καὶ ταύτῃ χρῶνται πρὸς τὰς τριήρεις.

[6]    Ἀλλὰ καὶ τὰ φίλυδρα καὶ τὰ παραποτάμια ταῦθ' ὁμοίως· ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ πλάτανον οὔ φασιν εἶναι πλὴν περὶ τὸ Διομήδους ἱερόν· σπανίαν δὲ καὶ ἐν Ἰταλίᾳ πάσῃ· καίτοι πολλοὶ καὶ μεγάλοι ποταμοὶ παρ' ἀμφοῖν· ἀλλ' οὐκ ἔοικε φέρειν ὁ τόπος· ἐν Ῥηγίῳ γοῦν ἃς Διονύσιος πρεσβύτερος ὁ τύραννος ἐφύτευσεν ἐν τῷ παραδείσῳ, αἵ εἰσι νῦν ἐν τῷ γυμνασίῳ, φιλοτιμηθεῖσαι οὐ δεδύνηνται λαβεῖν μέγεθος.

[7]    Ἔνιοι δὲ πλείστην ἔχουσι πλάτανον, οἱ δὲ πτελέαν καὶ ἰτέαν, οἱ δὲ μυρίκην, ὥσπερ ὁ Αἷμος. ὥστε τὰ μὲν τοιαῦτα, καθάπερ ἐλέχθη, τῶν τόπων ἴδια θετέον ὁμοίως ἔν τε τοῖς ἀγρίοις καὶ τοῖς ἡμέροις. οὐ μὴν ἀλλὰ τάχ' ἂν εἴη καὶ τούτων ἐπί τινων ὥστε διακοσμηθέντων δύνασθαι τὴν χώραν φέρειν, ὃ καὶ νῦν ξυμβαῖνον ὁρῶμεν καὶ ἐπὶ ζώων ἐνίων καὶ φυτῶν.

[6]

[1]    Μεγίστην δὲ διαφορὰν αὐτῆς τῆς φύσεως τῶν δένδρων καὶ ἁπλῶς τῶν ὑλημάτων ὑποληπτέον ἣν καὶ πρότερον εἴπομεν, ὅτι τὰ μὲν ἔγγαια τὰ δ' ἔνυδρα τυγχάνει, καθάπερ τῶν ζώων, καὶ τῶν φυτῶν· οὐ μόνον ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς ποταμοῖς γὰρ ἀλλὰ καὶ ἐν τῇ θαλάττῃ φύεται καὶ ὑλήματα ἔνια ἔν τε τῇ ἔξω καὶ δένδρα· ἐν μὲν γὰρ τῇ περὶ ἡμᾶς μικρὰ πάντα τὰ φυόμενα, καὶ οὐδὲν ὑπερέχον ὡς εἰπεῖν τῆς θαλάττης· ἐν ἐκείνῃ δὲ καὶ τὰ τοιαῦτα καὶ ὑπερέχοντα, καὶ ἕτερα δὲ μείζω δένδρα.

[2]    Τὰ μὲν οὖν περὶ ἡμᾶς ἐστι τάδε· φανερώτατα μὲν καὶ κοινότατα πᾶσιν τό τε φῦκος καὶ τὸ βρύον καὶ ὅσα ἄλλα τοιαῦτα· φανερώτατα δὲ καὶ ἰδιώτατα κατὰ τοὺς τόπους ἐλάτη συκῆ δρῦς ἄμπελος φοῖνιξ. τούτων δὲ τὰ μὲν πρόσγεια τὰ δὲ πόντια τὰ δ' ἀμφοτέρων τῶν τόπων κοινά. καὶ τὰ μὲν πολυειδῆ, καθάπερ τὸ φῦκος, τὰ δὲ μίαν ἰδέαν ἔχοντα. τοῦ γὰρ φύκους τὸ μέν ἐστι πλατύφυλλον ταινιοειδὲς χρῶμα ποῶδες ἔχον, ὃ δὴ καὶ πράσον καλοῦσί τινες, οἱ δὲ ζωστῆρα· ῥίζαν δὲ ἔχει δασεῖαν ἔξωθεν ἔνδοθεν δὲ λεπυριώδη, μακρὰν δὲ ἐπιεικῶς καὶ εὐπαχῆ παρομοίαν τοῖς κρομυογητείοις.

[3]    Τὸ δὲ τριχόφυλλον, ὥσπερ τὸ μάραθον, οὐ ποῶδες ἀλλ' ἔξωχρον οὐδὲ ἔχον καυλὸν ἀλλ' ὀρθόν πως ἐν αὑτῷ· φύεται δὲ τοῦτο ἐπὶ τῶν ὀστράκων καὶ τῶν λίθων, οὐχ ὥσπερ θάτερον πρὸς τῇ γῇ· πρόσγεια δ' ἄμφω, καὶ τὸ μὲν τριχόφυλλον πρὸς αὐτῇ τῇ γῇ, πολλάκις δὲ ὥσπερ ἐπικλύζεται μόνον ὑπὸ τῆς θαλάττης, θάτερον δὲ ἀνωτέρω.

[4]    Γίνεται δὲ ἐν μὲν τῇ ἔξω τῇ περὶ Ἡρακλέους στήλας θαυμαστόν τι τὸ μέγεθος, ὥς φασι, καὶ τὸ πλάτος μεῖζον ὡς παλαιστιαῖον. φέρεται δὲ τοῦτο εἰς τὴν ἔσω θάλατταν ἅμα τῷ ῥῷ τῷ ἔξωθεν καὶ καλοῦσιν αὐτὸ πράσον· ἐν ταύτῃ δ' ἔν τισι τόποις ὥστ' ἐπάνω τοῦ ὀμφαλοῦ. λέγεται δὲ ἐπέτειον εἶναι καὶ φύεσθαι μὲν τοῦ ἦρος λήγοντος, ἀκμάζειν δὲ τοῦ θέρους, τοῦ μετοπώρου δὲ φθίνειν, κατὰ δὲ τὸν χειμῶνα ἀπόλλυσθαι καὶ ἐκπίπτειν. ἅπαντα δὲ καὶ τἆλλα τὰ φυόμενα χείρω καὶ ἀμαυρότερα γίνεσθαι τοῦ χειμῶνος. ταῦτα μὲν οὖν οἷον πρόσγεια περί γε τὴν θάλατταν. τὸ δὲ πόντιον φῦκος ὃ οἱ σπογγιεῖς ἀνακολυμβῶσι πελάγιον.

[5]    Καὶ ἐν Κρήτῃ δὲ φύεται πρὸς τῇ γῇ ἐπὶ τῶν πετρῶν πλεῖστον καὶ κάλλιστον ᾧ βάπτουσιν οὐ μόνον τὰς ταινίας ἀλλὰ καὶ ἔρια καὶ ἱμάτια· καὶ ἕως ἂν ᾖ πρόσφατος ἡ βαφή, πολὺ καλλίων ἡ χρόα τῆς πορφύρας· γίνεται δ' ἐν τῇ προσβόρρῳ καὶ πλεῖον καὶ κάλλιον, ὥσπερ αἱ σπογγιαὶ καὶ ἄλλα τοιαῦτα.

[6]    Ἄλλο δ' ἐστὶν ὅμοιον τῇ ἀγρώστει· καὶ γὰρ τὸ φύλλον παραπλήσιον ἔχει καὶ τὴν ῥίζαν γονατώδη καὶ μακρὰν καὶ πεφυκυῖαν πλαγίαν, ὥσπερ ἡ τῆς ἀγρώστιδος· ἔχει δὲ καὶ καυλὸν καλαμώδη, καθάπερ ἡ ἄγρωστις· μεγέθει δὲ ἔλαττον πολὺ τοῦ φύκους.

   Ἄλλο δὲ τὸ βρύον, ὃ φύλλον μὲν ἔχει ποῶδες τῇ χρόᾳ, πλατὺ δὲ καὶ οὐκ ἀνόμοιον ταῖς θριδακίναις, πλὴν ῥυτιδωδέστερον καὶ ὥσπερ συνεσπασμένον. καυλὸν δὲ οὐκ ἔχει, ἀλλ' ἀπὸ μιᾶς ἀρχῆς πλείω τὰ τοιαῦτα καὶ πάλιν ἀπ' ἄλλης· φύεται δὲ ἐπὶ τῶν λίθων τὰ τοιαῦτα πρὸς τῇ γῇ καὶ τῶν ὀστράκων. καὶ τὰ μὲν ἐλάττω σχεδὸν ταῦτ' ἐστίν.

[7]    Ἡ δὲ δρῦς καὶ ἡ ἐλάτη παράγειοι μὲν ἄμφω· φύονται δ' ἐπὶ λίθοις καὶ ὀστράκοις ῥίζας μὲν οὐκ ἔχουσαι, προσπεφυκυῖαι δὲ ὥσπερ αἱ λεπάδες. ἀμφότεραι μὲν οἷον σαρκόφυλλα· προμηκέστερον δὲ τὸ φύλλον πολὺ καὶ παχύτερον τῆς ἐλάτης πέφυκε καὶ οὐκ ἀνόμοιον τοῖς τῶν ὀσπρίων λοβοῖς, κοῖλον δ' ἔνδοθεν καὶ οὐδὲν ἔχον ἐν αὐτοῖς· τὸ δὲ τῆς δρυὸς λεπτὸν καὶ μυρικωδέστερον· χρῶμα δ' ἐπιπόρφυρον ἀμφοῖν. ἡ δὲ ὅλη μορφὴ τῆς μὲν ἐλάτης ὀρθὴ καὶ αὐτῆς καὶ τῶν ἀκρεμόνων, τῆς δὲ δρυὸς σκολιωτέρα καὶ μᾶλλον ἔχουσα πλάτος· [8] γίνεται δὲ ἄμφω καὶ πολύκαυλα καὶ ‹μονόκαυλα,› μονοκαυλότερον δὲ ἡ ἐλάτη· τὰς δὲ ἀκρεμονικὰς ἀποφύσεις ἡ μὲν ἐλάτη μακρὰς ἔχει καὶ εὐθείας καὶ μανάς, ἡ δὲ δρῦς βραχυτέρας καὶ σκολιωτέρας καὶ πυκνοτέρας. τὸ δ' ὅλον μέγεθος ἀμφοτέρων ὡς πυγωνιαῖον ἢ μικρὸν ὑπεραῖρον, μεῖζον δὲ ὡς ἁπλῶς εἰπεῖν τὸ τῆς ἐλάτης. χρήσιμον δὲ ἡ δρῦς εἰς βαφὴν ἐρίων ταῖς γυναιξίν. ἐπὶ μὲν τῶν ἀκρεμόνων προσηρτημένα τῶν ὀστρακοδέρμων ζώων ἔνια· καὶ κάτω δὲ πρὸς αὐτῷ τῷ καυλῷ περιπεφυκότων τινῶν γ' ὅλῳ, ἐν τούτοις δεδυκότες ὀνίννοι τε καὶ ἄλλ' ἄττα καὶ τὸ ὅμοιον πολύποδι.

[9]    Ταῦτα μὲν οὖν πρόσγεια καὶ ῥᾴδια θεωρηθῆναι· φασὶ δέ τινες καὶ ἄλλην δρῦν εἶναι ποντίαν ἣ καὶ καρπὸν φέρει, καὶ ἡ βάλανος αὐτῆς χρησίμη· τοὺς δὲ σκινθοὺς καὶ κολυμβητὰς λέγειν ὅτι καὶ ἕτεραι μεγάλαι τινὲς τοῖς μεγέθεσιν εἴησαν.

   Ἡ δὲ ἄμπελος ἀμφοτέρωσε γίνεται· καὶ γὰρ πρὸς τῇ γῇ καὶ ποντία· μείζω δ' ἔχει καὶ τὰ φύλλα καὶ τὰ κλήματα καὶ τὸν καρπὸν ἡ ποντία.

   Ἡ δὲ συκῆ ἄφυλλος μὲν τῷ δὲ μεγέθει οὐ μεγάλη, χρῶμα δὲ τοῦ φλοιοῦ φοινικοῦν.

[10]    Ὁ δὲ φοῖνίξ ἐστι μὲν πόντιον βραχυστέλεχες δὲ σφόδρα, καὶ σχεδὸν εὐθεῖαι αἱ ἐκφύσεις τῶν ῥάβδων· καὶ κάτωθεν οὐ κύκλῳ αὗται, καθάπερ τῶν ῥάβδων αἱ ἀκρεμόνες, ἀλλ' ὡσὰν ἐν πλάτει κατὰ μίαν συνεχεῖς, ὀλιγαχοῦ δὲ καὶ ἀπαλλάττουσαι. τῶν δὲ ῥάβδων ἢ τῶν ἀποφύσεων τούτων ὁμοία τρόπον τινὰ ἡ φύσις τοῖς τῶν ἀκανθῶν φύλλοις τῶν ἀκανικῶν, οἷον σόγκοις καὶ τοῖς τοιούτοις, πλὴν ὀρθαὶ καὶ οὐχ, ὥσπερ ἐκεῖνα, περικεκλάσμεναι καὶ τὸ φύλλον ἔχουσαι διαβεβρωμένον ὑπὸ τῆς ἅλμης· ἐπεὶ τό γε δι' ὅλου ἥκειν τὸν μέσον γε καυλὸν καὶ ἡ ἄλλη ὄψις παραπλησία. τὸ δὲ χρῶμα καὶ τούτων καὶ τῶν καυλῶν καὶ ὅλου τοῦ φυτοῦ ἐξέρυθρόν τε σφόδρα καὶ φοινικοῦν.

   Καὶ τὰ μὲν ἐν τῇδε τῇ θαλάττῃ τοσαῦτά ἐστιν. ἡ γὰρ σπογγιὰ καὶ αἱ ἀπλυσίαι καλούμεναι καὶ εἴ τι τοιοῦτον ἑτέραν ἔχει φύσιν.

[7]

[1]    Ἐν δὲ τῇ ἔξω τῇ περὶ Ἡρακλέους στήλας τό τε πράσον, ὥσπερ εἴρηται, φύεται καὶ τὰ ἀπολιθούμενα ταῦτα, οἷον θῦμα καὶ τὰ δαφνοειδῆ καὶ τὰ ἄλλα. τῆς δὲ ἐρυθρᾶς καλουμένης ἐν τῇ Ἀραβίᾳ μικρὸν ἐπάνω Κόπτου ἐν μὲν τῇ γῇ δένδρον οὐδὲν φύεται πλὴν τῆς ἀκάνθης τῆς διψάδος καλουμένης· σπανία δὲ καὶ αὕτη διὰ τὰ καύματα καὶ τὴν ἀνυδρίαν· οὐχ ὕει γὰρ ἀλλ' ἢ δι' ἐτῶν τεττάρων ἢ πέντε καὶ τότε λάβρως καὶ ἐπ' ὀλίγον χρόνον.

[2]    Ἐν δὲ τῇ θαλάττῃ φύεται, καλοῦσι δ' αὐτὰ δάφνην καὶ ἐλάαν. ἔστι δὲ ἡ μὲν δάφνη ὁμοία τῇ ἀρίᾳ ἡ δὲ ἐλάα ‹τῇ ἐλάᾳ› τῷ φύλλῳ· καρπὸν δὲ ἔχει ἡ ἐλάα παραπλήσιον ταῖς ἐλάαις· ἀφίησι δὲ καὶ δάκρυον, ἐξ οὗ οἱ ἰατροὶ φάρμακον ἔναιμον συντιθέασιν ὃ γίνεται σφόδρα ἀγαθόν. ὅταν δὲ ὕδατα πλείω γένηται, μύκητες φύονται πρὸς τῇ θαλάττῃ κατά τινα τόπον, οὗτοι δὲ ἀπολιθοῦνται ὑπὸ τοῦ ἡλίου. ἡ δὲ θάλαττα θηριώδης· πλείστους δὲ ἔχει τοὺς καρχαρίας, ὥστε μὴ εἶναι κολυμβῆσαι.

   Ἐν δὲ τῷ κόλπῳ τῷ καλουμένῳ Ἡρώων, ἐφ' ὃν καταβαίνουσιν οἱ ἐξ Αἰγύπτου, φύεται μὲν δάφνη τε καὶ ἐλάα καὶ θύμον, οὐ μὴν χλωρά γε ἀλλὰ λιθοειδῆ τὰ ὑπερέχοντα τῆς θαλάττης, ὅμοια δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς βλαστοῖς τοῖς χλωροῖς. ἐν δὲ τῷ θύμῳ καὶ τὸ τοῦ ἄνθους χρῶμα διάδηλον ὡσὰν μήπω τελέως ἐξηνθηκός. μήκη δὲ τῶν δενδρυφίων ὅσον εἰς τρεῖς πήχεις.

[3]    Οἱ δέ, ὅτε ἀνάπλους ἦν τῶν ἐξ Ἰνδῶν ἀποσταλέντων ὑπὸ Ἀλεξάνδρου, τὰ ἐν τῇ θαλάττῃ φυόμενα, μέχρι οὗ μὲν ἂν ᾖ ἐν τῷ ὑγρῷ, χρῶμά φασιν ἔχειν ὅμοιον τοῖς φυκίοις, ὁπόταν δ' ἐξενεχθέντα τεθῇ πρὸς τὸν ἥλιον, ἐν ὀλίγῳ χρόνῳ ἐξομοιοῦσθαι τῷ ἁλί. φύεσθαι δὲ καὶ σχοίνους λιθίνους παρ' αὐτὴν τὴν θάλατταν, οὓς οὐδεὶς ἂν διαγνοίη τῇ ὄψει πρὸς τοὺς ἀληθινούς. θαυμασιώτερον δέ τι τούτου λέγουσι· φύεσθαι γὰρ δενδρύφι' ἄττα τὸ μὲν χρῶμα ἔχοντα ὅμοιον κέρατι βοὸς τοῖς δὲ ὄζοις τραχέα καὶ ἀπ' ἄκρου πυρρά· ταῦτα δὲ θραύεσθαι μὲν εἰ συγκλῴη τις· ἐκ δὲ τούτων πυρὶ ἐμβαλλόμενα, καθάπερ τὸν σίδηρον, διάπυρα γινόμενα πάλιν ὅταν ἀποψύχοιτο καθίστασθαι καὶ τὴν αὐτὴν χρόαν λαμβάνειν.

[4]   Ἐν δὲ ταῖς νήσοις ταῖς ὑπὸ τῆς πλημμυρίδος καταλαμβανομέναις δένδρα μεγάλα πεφυκέναι ἡλίκαι πλάτανοι καὶ αἴγειροι αἱ μέγισται· συμβαίνειν δέ, ὅθ' ἡ πλημμυρὶς ἐπέλθοι, τὰ μὲν ἄλλα κατακρύπτεσθαι ὅλα, τῶν δὲ μεγίστων ὑπερέχειν τοὺς κλάδους, ἐξ ὧν τὰ πρυμνησία ἀνάπτειν, εἶθ' ὅτε πάλιν ἄμπωτις γίνοιτο ἐκ τῶν ῥιζῶν. ἔχειν δὲ τὸ δένδρον φύλλον μὲν ὅμοιον τῇ δάφνῃ, ἄνθος δὲ τοῖς ἴοις καὶ τῷ χρώματι καὶ τῇ ὀσμῇ, καρπὸν δὲ ἡλίκον ἐλάα καὶ τοῦτον εὐώδη σφόδρα· καὶ τὰ μὲν φύλλα οὐκ ἀποβάλλειν, τὸ δὲ ἄνθος καὶ τὸν καρπὸν ἅμα τῷ φθινοπώρῳ γίνεσθαι, τοῦ δὲ ἔαρος ἀπορρεῖν.

[5]    Ἄλλα δ' ἐν αὐτῇ τῇ θαλάττῃ πεφυκέναι, ἀείφυλλα μὲν τὸν δὲ καρπὸν ὅμοιον ἔχειν τοῖς θέρμοις.

   Περὶ δὲ τὴν Περσίδα τὴν κατὰ τὴν Καρμανίαν, καθ' ὃ ἡ πλημμυρὶς γίνεται, δένδρα ἐστὶν εὐμεγέθη ὅμοια τῇ ἀνδράχλῃ καὶ τῇ μορφῇ καὶ τοῖς φύλλοις· καρπὸν δὲ ἔχει πολὺν ὅμοιον τῷ χρώματι ταῖς ἀμυγδάλαις ἔξωθεν, τὸ δ' ἐντὸς συνελίττεται καθάπερ συνηρτημένον πᾶσιν. ὑποβέβρωται δὲ ταῦτα τὰ δένδρα πάντα κατὰ μέσον ὑπὸ τῆς θαλάττης καὶ ἕστηκεν ὑπὸ τῶν ῥιζῶν, ὥσπερ πολύπους. ὅταν γὰρ ἡ ἄμπωτις γένηται θεωρεῖν [6] ἐστιν. ὕδωρ δὲ ὅλως οὐκ ἔστιν ἐν τῷ τόπῳ· καταλείπονται δέ τινες διώρυχες δι' ὧν διαπλέουσιν· αὗται δ' εἰσὶ θαλάττης· ᾧ καὶ δῆλον οἴονταί τινες ὅτι τρέφονται ταύτῃ καὶ οὐ τῷ ὕδατι, πλὴν εἴ τι ταῖς ῥίζαις ἐκ τῆς γῆς ἕλκουσιν. εὔλογον δὲ καὶ τοῦθ' ἁλμυρὸν εἶναι· καὶ γὰρ οὐδὲ κατὰ βάθους αἱ ῥίζαι. τὸ δὲ ὅλον ἓν τὸ γένος εἶναι τῶν τ' ἐν τῇ θαλάττῃ φυομένων καὶ τῶν ἐν τῇ γῇ ὑπὸ τῆς πλημμυρίδος καταλαμβανομένων· καὶ τὰ μὲν ἐν τῇ θαλάττῃ μικρὰ καὶ φυκώδη φαινόμενα, τὰ δ' ἐν τῇ γῇ μεγάλα καὶ χλωρὰ καὶ ἄνθος εὔοδμον ἔχοντα, καρπὸν δὲ οἷον θέρμος.

[7]    Ἐν Τύλῳ δὲ τῇ νήσῳ, κεῖται δ' αὕτη ἐν τῷ Ἀραβίῳ κόλπῳ, τὰ μὲν πρὸς ἕω τοσοῦτο πλῆθος εἶναί φασι δένδρων ὅτ' ἐκβαίνει ἡ πλημμυρὶς ὥστ' ἀπωχυρῶσθαι. πάντα δὲ ταῦτα μεγέθη μὲν ἔχειν ἡλίκα συκῆ, τὸ δὲ ἄνθος ὑπερβάλλον τῇ εὐωδίᾳ, καρπὸν δὲ ἄβρωτον ὅμοιον τῇ ὄψει τῷ θέρμῳ. φέρειν δὲ τὴν νῆσον καὶ τὰ δένδρα τὰ ἐριοφόρα πολλά. ταῦτα δὲ φύλλον μὲν ἔχειν παρόμοιον τῇ ἀμπέλῳ πλὴν μικρόν, καρπὸν δὲ οὐδένα φέρειν· ἐν ᾧ δὲ τὸ ἔριον ἡλίκον μῆλον ἐαρινὸν συμμεμυκός· ὅταν δὲ ὡραῖον ᾖ, ἐκπετάννυσθαι καὶ ἐξείρειν τὸ ἔριον, ἐξ οὗ τὰς σινδόνας ὑφαίνουσι, τὰς μὲν εὐτελεῖς τὰς δὲ πολυτελεστάτας.

[8]   Γίνεται δὲ τοῦτο καὶ ἐν Ἰνδοῖς, ὥσπερ ἐλέχθη, καὶ ἐν Ἀραβίᾳ. εἶναι δὲ ἄλλα δένδρα τὸ ἄνθος ἔχοντα ὅμοιον τῷ λευκοΐῳ, πλὴν ἄοδμον καὶ τῷ μεγέθει τετραπλάσιον τῶν ἴων. καὶ ἕτερον δέ τι δένδρον πολύφυλλον ὥσπερ τὸ ῥόδον· τοῦτο δὲ τὴν μὲν νύκτα συμμύειν ἅμα δὲ τῷ ἡλίῳ ἀνιόντι διοίγνυσθαι, μεσημβρίας δὲ τελέως διεπτύχθαι, πάλιν δὲ τῆς δείλης συνάγεσθαι κατὰ μικρὸν καὶ τὴν νύκτα συμμύειν· λέγειν δὲ καὶ τοὺς ἐγχωρίους ὅτι καθεύδει. γίνεσθαι δὲ καὶ φοίνικας ἐν τῇ νήσῳ καὶ ἀμπέλους καὶ τἆλλα ἀκρόδρυα καὶ συκᾶς οὐ φυλλορροούσας. ὕδωρ δὲ οὐράνιον γίνεσθαι μέν, οὐ μὴν χρῆσθαί γε πρὸς τοὺς καρπούς· ἀλλ' εἶναι κρήνας ἐν τῇ νήσῳ πολλάς, ἀφ' ὧν πάντα βρέχειν, ὃ καὶ συμφέρειν μᾶλλον τῷ σίτῳ καὶ τοῖς δένδρεσιν. δι' ὃ καὶ ὅταν ὕσῃ τοῦτο ἐπαφιέναι καθαπερεὶ καταπλύνοντας ἐκεῖνο. καὶ τὰ μὲν ἐν τῇ ἔξω θαλάττῃ δένδρα τά γε νῦν τεθεωρημένα σχεδὸν τοσαῦτά ἐστιν.

[8]

[1]    Ὑπὲρ δὲ τῶν ἐν τοῖς ποταμοῖς καὶ τοῖς ἕλεσι καὶ ταῖς λίμναις μετὰ ταῦτα λεκτέον. τρία δέ ἐστιν εἴδη τῶν ἐν τούτοις, τὰ μὲν δένδρα τὰ δ' ὥσπερ ποιώδη τὰ δὲ λοχμώδη. λέγω δὲ ποιώδη μὲν οἷον τὸ σέλινον τὸ ἕλειον καὶ ὅσα ἄλλα τοιαῦτα· λοχμώδη δὲ κάλαμον κύπειρον φλεὼ σχοῖνον βούτομον, ἅπερ σχεδὸν κοινὰ πάντων τῶν ποταμῶν καὶ τῶν τοιούτων τόπων.

   Ἐνιαχοῦ δὲ καὶ βάτοι καὶ παλίουροι καὶ τὰ ἄλλα δένδρα, καθάπερ ἰτέα λεύκη πλάτανος. τὰ μὲν οὖν μέχρι τοῦ κατακρύπτεσθαι, τὰ δὲ ὥστε μικρὸν ὑπερέχειν, τῶν δὲ αἱ μὲν ῥίζαι καὶ μικρὸν τοῦ στελέχους ἐν τῷ ὑγρῷ, τὸ δὲ ἄλλο σῶμα πᾶν ἔξω. τοῦτο γὰρ καὶ ἰτέᾳ καὶ κλήθρᾳ καὶ πλατάνῳ καὶ φιλύρᾳ καὶ πᾶσι τοῖς φιλύδροις συμβαίνει.

[2]    Σχεδὸν δὲ καὶ ταῦτα κοινὰ πάντων τῶν ποταμῶν ἐστιν· ἐπεὶ καὶ ἐν τῷ Νείλῳ πέφυκεν· οὐ μὴν πολλή γε ἡ πλάτανος, ἀλλὰ σπανιωτέρα ἔτι ταύτης ἡ λεύκη, πλείστη δὲ μελία καὶ βουμέλιος. τῶν γοῦν ἐν Αἰγύπτῳ φυομένων τὸ μὲν ὅλον πολὺ πλῆθός ἐστιν πρὸς τὸ ἀριθμήσασθαι καθ' ἕκαστον· οὐ μὴν ἀλλ' ὥς γε ἁπλῶς εἰπεῖν ἅπαντα ἐδώδιμα καὶ χυλοὺς ἔχοντα γλυκεῖς. διαφέρειν δὲ δοκεῖ τῇ γλυκύτητι καὶ τῷ τρόφιμα μάλιστα εἶναι τρία ταῦτα, ὅ τε πάπυρος καὶ τὸ καλούμενον σάρι καὶ τρίτον ὃ μνάσιον καλοῦσι.

[3]    Φύεται δὲ ὁ πάπυρος οὐκ ἐν βάθει τοῦ ὕδατος ἀλλ' ὅσον ἐν δύο πήχεσιν, ἐνιαχοῦ δὲ καὶ ἐν ἐλάττονι. πάχος μὲν οὖν τῆς ῥίζης ἡλίκον καρπὸς χειρὸς ἀνδρὸς εὐρώστου, μῆκος δὲ ὑπὲρ τετράπηχυ· φύεται δὲ ὑπὲρ τῆς γῆς αὐτῆς, πλαγίας ῥίζας εἰς τὸν πηλὸν καθιεῖσα λεπτὰς καὶ πυκνάς, ἄνω δὲ τοὺς παπύρους καλουμένους τριγώνους, μέγεθος ὡς δέκα πήχεις, κόμην ἔχοντας ἀχρεῖον ἀσθενῆ καρπὸν δὲ ὅλως οὐδένα· τούτους δ' ἀναδίδωσι [4] κατὰ πολλὰ μέρη. χρῶνται δὲ ταῖς μὲν ῥίζαις ἀντὶ ξύλων οὐ μόνον τῷ κάειν ἀλλὰ καὶ τῷ σκεύη ἄλλα ποιεῖν ἐξ αὐτῶν παντοδαπά· πολὺ γὰρ ἔχει τὸ ξύλον καὶ καλόν. αὐτὸς δὲ ὁ πάπυρος πρὸς πλεῖστα χρήσιμος· καὶ γὰρ πλοῖα ποιοῦσιν ἐξ αὐτοῦ, καὶ ἐκ τῆς βίβλου ἱστία τε πλέκουσι καὶ ψιάθους καὶ ἐσθῆτά τινα καὶ στρωμνὰς καὶ σχοινία τε καὶ ἕτερα πλείω. καὶ ἐμφανέστατα δὴ τοῖς ἔξω τὰ βιβλία· μάλιστα δὲ καὶ πλείστη βοήθεια πρὸς τὴν τροφὴν ἀπ' αὐτοῦ γίνεται. μασῶνται γὰρ ἅπαντες οἱ ἐν τῇ χώρᾳ τὸν πάπυρον καὶ ὠμὸν καὶ ἑφθὸν καὶ ὀπτόν· καὶ τὸν μὲν χυλὸν καταπίνουσι, τὸ δὲ μάσημα ἐκβάλλουσιν. ὁ μὲν οὖν πάπυρος τοιοῦτός τε καὶ ταύτας παρέχεται τὰς χρείας. γίνεται δὲ καὶ ἐν Συρίᾳ περὶ τὴν λίμνην ἐν ᾗ καὶ ὁ κάλαμος ὁ εὐώδης· ὅθεν καὶ Ἀντίγονος εἰς τὰς ναῦς ἐποιεῖτο τὰ σχοινία.

[5]    Τὸ δὲ σάρι φύεται μὲν ἐν τῷ ὕδατι περὶ τὰ ἕλη καὶ τὰ πεδία, ἐπειδὰν ὁ ποταμὸς ἀπέλθῃ, ῥίζαν δὲ ἔχει σκληρὰν καὶ συνεστραμμένην, καὶ ἐξ αὐτῆς φύεται τὰ σαρία καλούμενα· ταῦτα δὲ μῆκος μὲν ὡς δύο πήχεις, πάχος δὲ ἡλίκον ὁ δάκτυλος ὁ μέγας τῆς χειρός· τρίγωνον δὲ καὶ τοῦτο, καθάπερ ὁ πάπυρος, καὶ κόμην ἔχον παραπλήσιον. μασώμενοι δὲ ἐκβάλλουσι καὶ τοῦτο τὸ μάσημα, τῇ ῥίζῃ δὲ οἱ σιδηρουργοὶ χρῶνται· τὸν γὰρ ἄνθρακα ποιεῖ χρηστὸν διὰ τὸ σκληρὸν εἶναι τὸ ξύλον.

[6]    Τὸ δὲ μνάσιον ποιῶδές ἐστιν, ὥστ' οὐδεμίαν παρέχεται χρείαν πλὴν τὴν εἰς τροφήν.

   Καὶ τὰ μὲν γλυκύτητι διαφέροντα ταῦτά ἐστι. φύεται δὲ καὶ ἕτερον ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις ὃ οὐ συνάπτει τῇ γῇ, τὴν μὲν φύσιν ὅμοιον τοῖς κρίνοις, πολυφυλλότερον δὲ καὶ παρ' ἄλληλα τὰ φύλλα καθάπερ ἐν διστοιχίᾳ· χρῶμα δὲ χλωρὸν ἔχει σφόδρα. χρῶνται δὲ οἱ ἰατροὶ πρός τε τὰ γυναικεῖα αὐτῷ καὶ πρὸς τὰ κατάγματα.

[7]    [Ταῦτα δὲ γίνεται ἐν τῷ ποταμῷ εἰ μὴ ὁ ῥοῦς ἐξέφερεν· συμβαίνει δὲ ὥστε καὶ ἀποφέρεσθαι· ἕτερα δ' ἀπ' αὐτῶν πλείω.]

   Ὁ δὲ κύαμος φύεται μὲν ἐν τοῖς ἕλεσι καὶ λίμναις, καυλὸς δὲ αὐτοῦ μῆκος μὲν ὁ μακρότατος εἰς τέτταρας πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος δὲ καλάμῳ μαλακῷ ἀγονάτῳ. διαφύσεις δὲ ἔνδοθεν ἔχει δι' ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις· ἐπὶ τούτῳ δὲ ἡ κωδύα, παρομοία σφηκίῳ περιφερεῖ, καὶ ἐν ἑκάστῳ τῶν κυττάρων κύαμος μικρὸν ὑπεραίρων αὐτῆς, πλῆθος δὲ οἱ πλεῖστοι τριάκοντα. τὸ δὲ ἄνθος διπλάσιον ἢ μήκωνος, χρῶμα δὲ ὅμοιον ῥόδῳ κατακορές· ἐπάνω δὲ τοῦ ὕδατος ἡ κωδύα. παραφύεται δὲ φύλλα μεγάλα παρ' ἕκαστον τῶν κυάμων, ὧν ἴσα τὰ μεγέθη πετάσῳ Θετταλικῇ τὸν αὐτὸν ἔχοντα καυλὸν τῷ τῶν κυάμων. συντρίψαντι δ' ἕκαστον τῶν κυάμων φανερόν ἐστι τὸ πικρὸν συνεστραμμένον, ἐξ [8] οὗ γίνεται ὁ πῖλος. τὰ μὲν οὖν περὶ τὸν καρπὸν τοιαῦτα. ἡ δὲ ῥίζα παχυτέρα τοῦ καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίως ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ' αὐτὴν καὶ ὠμὴν καὶ ἑφθὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶνται. φύεται μὲν οὖν ὁ πολὺς αὐτόματος· οὐ μὴν ἀλλὰ καὶ καταβάλλουσιν ἐν πηλῷ ἀχυρώσαντες εὖ μάλα πρὸς τὸ κατενεχθῆναί τε καὶ μεῖναι καὶ μὴ διαφθαρῆναι· καὶ οὕτω κατασκευάζουσι τοὺς κυαμῶνας· ἂν δ' ἅπαξ ἀντιλάβηται, μένει διὰ τέλους. ἰσχυρὰ γὰρ ἡ ῥίζα καὶ οὐ πόρρω τῆς τῶν καλάμων πλὴν ἐπακανθίζουσα· δι' ὃ καὶ ὁ κροκόδειλος φεύγει μὴ προσκόψῃ τῷ ὀφθαλμῷ τῷ μὴ ὀξὺ καθορᾷν· γίνεται δὲ οὗτος καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ' οὐκ ἐκπέττουσιν αἱ χῶραι· καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει· καὶ αὐτοῦ πέττεται τελέως καὶ τελεοκαρπεῖ.

[9]    Ὁ δὲ λωτὸς καλούμενος φύεται μὲν ὁ πλεῖστος ἐν τοῖς πεδίοις, ὅταν ἡ χώρα κατακλυσθῇ. τούτου δὲ ἡ μὲν τοῦ καυλοῦ φύσις ὁμοία τῇ τοῦ κυάμου, καὶ οἱ πέτασοι δὲ ὡσαύτως, πλὴν ἐλάττους καὶ λεπτότεροι. ἐπιφύεται δὲ ὁμοίως ὁ καρπὸς τῷ τοῦ κυάμου. τὸ ἄνθος αὐτοῦ λευκὸν ἐμφερὲς τῇ στενότητι τῶν φύλλων τοῖς τοῦ κρίνου, πολλὰ δὲ καὶ πυκνὰ ἐπ' ἀλλήλοις φύεται. ταῦτα δὲ ὅταν μὲν ὁ ἥλιος δύῃ συμμύει καὶ συγκαλύπτει τὴν κωδύαν, ἅμα δὲ τῇ ἀνατολῇ διοίγεται καὶ ὑπὲρ τοῦ ὕδατος γίνεται. τοῦτο δὲ ποιεῖ μέχρι ἂν ἡ κωδύα ἐκτελεωθῇ καὶ τὰ ἄνθη [10] περιρρυῇ. τῆς δὲ κωδύας τὸ μέγεθος ἡλίκον μήκωνος τῆς μεγίστης, καὶ διέζωσται ταῖς κατατομαῖς τὸν αὐτὸν τρόπον τῇ μήκωνι· πλὴν πυκνότερος ἐν ταύταις ὁ καρπός. ἔστι δὲ παρόμοιος τῷ κέγχρῳ. ἐν δὲ τῷ Εὐφράτῃ τὴν κωδύαν φασὶ καὶ τὰ ἄνθη δύνειν καὶ ὑποκαταβαίνειν τῆς ὀψίας μέχρι μεσῶν νυκτῶν καὶ τῷ βάθει πόρρω· οὐδὲ γὰρ καθιέντα τὴν χεῖρα λαβεῖν εἶναι. μετὰ δὲ ταῦτα ὅταν ὄρθρος ᾖ πάλιν ἐπανιέναι καὶ πρὸς ἡμέραν ἔτι μᾶλλον, ἅμα τῷ ἡλίῳ φανερὸν ‹ὂν› ὑπὲρ τοῦ ὕδατος καὶ ἀνοίγειν τὸ ἄνθος, ἀνοιχθέντος δὲ ἔτι ἀναβαίνειν· συχνὸν δὲ τὸ ὑπεραῖρον [11] εἶναι τὸ ὕδωρ. τὰς δὲ κωδύας ταύτας οἱ Αἰγύπτιοι συνθέντες εἰς τὸ αὐτὸ σήπουσιν· ἐπὰν δὲ σαπῇ τὸ κέλυφος, ἐν τῷ ποταμῷ κλύζοντες ἐξαιροῦσι τὸν καρπόν, ξηράναντες δὲ καὶ πτίσαντες ἄρτους ποιοῦσι καὶ τούτῳ χρῶνται σιτίῳ. ἡ δὲ ῥίζα τοῦ λωτοῦ καλεῖται μὲν κόρσιον, ἐστὶ δὲ στρογγύλη, τὸ μέγεθος ἡλίκον μῆλον Κυδώνιον· φλοιὸς δὲ περίκειται περὶ αὐτὴν μέλας ἐμφερὴς τῷ κασταναϊκῷ καρύῳ· τὸ δὲ ἐντὸς λευκόν, ἑψόμενον δὲ καὶ ὀπτώμενον γίνεται λεκιθῶδες, ἡδὺ δὲ ἐν τῇ προσφορᾷ· ἐσθίεται δὲ καὶ ὠμή, ἀρίστη δὲ ἐν [τῷ] ὕδατι ἑφθὴ καὶ ὀπτή. καὶ τὰ μὲν ἐν τοῖς ὕδασιν σχεδὸν ταῦτά ἐστιν.

[12]    Ἐν δὲ τοῖς ἀμμώδεσι χωρίοις, ἅ ἐστιν οὐ πόρρω τοῦ ποταμοῦ, φύεται κατὰ γῆς ὃ καλεῖται μαλιναθάλλη, στρογγύλον τῷ σχήματι μέγεθος δὲ ἡλίκον μέσπιλον ἀπύρηνον δὲ ἄφλοιον· φύλλα δὲ ἀφίησιν ἀπ' αὐτοῦ ὅμοια κυπείρῳ· ταῦτα συνάγοντες οἱ κατὰ τὴν χώραν ἕψουσιν ἐν βρυτῷ τῷ ἀπὸ τῶν κριθῶν καὶ γίνεται γλυκέα σφόδρα· χρῶνται δὲ πάντες ὥσπερ τραγήμασι.

[13]    Τοῖς δὲ βουσὶ καὶ τοῖς προβάτοις ἅπαντα μὲν τὰ φυόμενα ἐδώδιμά ἐστιν, ἓν δέ τι γένος ἐν ταῖς λίμναις καὶ τοῖς ἕλεσι φύεται διαφέρον, ὃ καὶ χλωρὸν νέμονται καὶ ξηραίνοντες παρέχουσι κατὰ χειμῶνα τοῖς βουσὶν ὅταν ἐργάσωνται· καὶ τὰ σώματα ἔχουσιν εὖ σίτου ἄλλο λαμβάνοντες οὐθέν.

[14]    Ἔστι δὲ καὶ ἄλλο παραφυόμενον αὐτόματον ἐν τῷ σίτῳ· τοῦτο δέ, ὅταν ὁ σῖτος ᾖ καθαρός, ὑποπτίσαντες καταβάλλουσι τοῦ χειμῶνος ὑγρὰν εἰς γῆν· βλαστήσαντος δὲ τεμόντες καὶ ξηράναντες παρέχουσι καὶ τοῦτο βουσὶ καὶ ἵπποις καὶ τοῖς ὑποζυγίοις σὺν τῷ καρπῷ τῷ ἐπιγινομένῳ· ὁ δὲ καρπὸς μέγεθος μὲν ἡλίκον σήσαμον, στρογγύλος δὲ καὶ τῷ χρώματι χλωρός, ἀγαθὸς δὲ διαφερόντως. ἐν Αἰγύπτῳ μὲν οὖν τὰ περιττὰ σχεδὸν ταῦτα ἄν τις λάβοι.

[9]

[1]    Ἕκαστοι δὲ τῶν ποταμῶν ἐοίκασιν ἴδιόν τι φέρειν, ὥσπερ καὶ τῶν χερσαίων. ἐπεὶ οὐδὲ ὁ τρίβολος ἐν ἅπασιν οὐδὲ πανταχοῦ φύεται, ἀλλ' ἐν τοῖς ἑλώδεσι τῶν ποταμῶν· ἐν μεγίστῳ δὲ βάθει πενταπήχει ἢ μικρῷ μείζονι, καθάπερ περὶ τὸν Στρυμόνα· σχεδὸν δὲ ἐν τοσούτῳ καὶ ὁ κάλαμος καὶ τὰ ἄλλα. ὑπερέχει δὲ οὐθὲν αὐτοῦ πλὴν αὐτὰ τὰ φύλλα ὥσπερ ἐπινέοντα καὶ κρύπτοντα τὸν τρίβολον, ὁ δὲ τρίβολος αὐτὸς ἐν τῷ ὕδατι νεύων εἰς βυθόν. τὸ δὲ φύλλον ἐστὶ πλατὺ προσεμφερὲς τῷ τῆς πτελέας, μίσχον δὲ [2] ἔχει σφόδρα μακρόν· ὁ δὲ καυλὸς ἐξ ἄκρου παχύτατος, ὅθεν τὰ φύλλα καὶ ὁ καρπός, τὰ δὲ κάτω λεπτότερος ἀεὶ μέχρι τῆς ῥίζης· ἔχει δὲ ἀποπεφυκότα ἀπ' αὐτοῦ τριχώδη τὰ μὲν πλεῖστα παράλληλα τὰ δὲ καὶ παραλλάττοντα, κάτωθεν ἀπὸ τῆς ῥίζης μεγάλα τὰ δὲ ἄνω ἀεὶ ἐλάττω προϊοῦσιν, ὥστε τὰ τελευταῖα μικρὰ πάμπαν εἶναι καὶ τὴν διαφορὰν μεγάλην τὴν ἀπὸ τῆς ῥίζης πρὸς τὸν καρπόν. ἔχει δὲ ἐκ τοῦ ἑνὸς καυλοῦ καὶ παραβλαστήματα πλείω· καὶ γὰρ τρία καὶ τέτταρα, μέγιστον δ' αἰεὶ τὸ πλησιαίτερον τῆς ῥίζης, εἶτα τὸ μετὰ τοῦτο καὶ τὰ ἄλλα κατὰ λόγον. τὸ δὲ παραβλάστημά ἐστιν ὥσπερ καυλὸς ἄλλος λεπτότερος μὲν τοῦ πρώτου, τὰ δὲ φύλλα καὶ τὸν καρπὸν ἔχων ὁμοίως. ὁ δὲ καρπὸς μέλας καὶ σκληρὸς σφόδρα. ῥίζαν δὲ ἡλίκην καὶ ποίαν ἔχει σκεπτέον. ἡ μὲν οὖν φύσις τοιαύτη. φύεται μὲν ἀπὸ τοῦ καρποῦ τοῦ πίπτοντος καὶ ἀφίησι βλαστὸν τοῦ ἦρος· [3] φασὶ δὲ οἱ μὲν εἶναι ἐπέτειον οἱ δὲ διαμένειν τὴν μὲν ῥίζαν εἰς χρόνον, ἐξ ἧς καὶ τὴν βλάστησιν εἶναι τοῦ καυλοῦ. τοῦτο μὲν οὖν σκεπτέον. ἴδιον δὲ παρὰ τἆλλα τὸ τῶν παραφυομένων ἐκ τοῦ καυλοῦ τριχωδῶν· οὔτε γὰρ φύλλα ταῦτα οὔτε καυλός· ἐπεὶ τό γε τῆς παραβλαστήσεως κοινὸν καλάμου καὶ ἄλλων.

[10]

[1]    Τὰ μὲν οὖν ἴδια θεωρητέον ἰδίως δῆλον ὅτι, τὰ δὲ κοινὰ κοινῶς. διαιρεῖν δὲ χρὴ καὶ ταῦτα κατὰ τοὺς τόπους, οἷον εἰ τὰ μὲν ἕλεια τὰ δὲ λιμναῖα τὰ δὲ ποτάμια μᾶλλον ἢ καὶ κοινὰ πάντων τῶν τόπων· διαιρεῖν δὲ καὶ ποῖα ταὐτὰ ἐν τῷ ὑγρῷ καὶ τῷ ξηρῷ φύεται, καὶ ποῖα ἐν τῷ ὑγρῷ μόνον, ὡς ἁπλῶς εἰπεῖν πρὸς τὰ κοινότατα εἰρημένα πρότερον.

   Ἐν δ' οὖν τῇ λίμνῃ τῇ περὶ Ὀρχομενὸν τάδ' ἐστὶ τὰ φυόμενα δένδρα καὶ ὑλήματα, ἰτέα ἐλαίαγνος σίδη κάλαμος ὅ τε αὐλητικὸς καὶ ὁ ἕτερος κύπειρον φλεὼς τύφη, ἔτι γε μήνανθος ἴκμη καὶ τὸ καλούμενον ἴπνον. ὃ γὰρ προσαγορεύουσι λέμνα τούτου τὰ πλείω καθ' ὕδατός ἐστι.

[2]    Τούτων δὲ τὰ μὲν ἄλλα γνώριμα· ὁ δ' ἐλαίαγνος καὶ ἡ σίδη καὶ ἡ μήνανθος καὶ ἡ ἴκμη καὶ τὸ ἴπνον ἴσως μὲν φύεται καὶ ἑτέρωθι, προσαγορεύεται δὲ ἄλλοις ὀνόμασι· λεκτέον δὲ περὶ αὐτῶν. ἔστι δὲ ὁ μὲν ἐλαίαγνος φύσει μὲν θαμνῶδες καὶ παρόμοιον τοῖς ἄγνοις, φύλλον δὲ ἔχει τῷ μὲν σχήματι παραπλήσιον μαλακὸν δέ, ὥσπερ αἱ μηλέαι καὶ χνοῶδες. ἄνθος δὲ τῷ τῆς λεύκης ὅμοιον ἔλαττον· καρπὸν δὲ οὐδένα φέρει. φύεται δὲ ὁ πλεῖστος μὲν ἐπὶ τῶν πλοάδων νήσων· εἰσὶ γάρ τινες καὶ ἐνταῦθα πλοάδες, ὥσπερ ἐν Αἰγύπτῳ περὶ τὰ ἕλη καὶ ἐν Θεσπρωτίδι καὶ ἐν ἄλλαις λίμναις· ἐλάττων δὲ καθ' ὕδατος· ὁ μὲν οὖν ἐλαίαγνος τοιοῦτον.

[3]    Ἡ δὲ σίδη τὴν μὲν μορφήν ἐστιν ὁμοία τῇ μήκωνι· καὶ γὰρ τὸ ἄνω κυτινῶδες τοιοῦτον ἔχει, πλὴν μεῖζον ὡς κατὰ λόγον· μεγέθει δὲ ὅλος ὁ ὄγκος ἡλίκον μῆλον· ἔστι δὲ οὐ γυμνόν, ἀλλὰ ὑμένες περὶ αὐτὴν λευκοί, καὶ ἐπὶ τούτοις ἔξωθεν φύλλα ποώδη παραπλήσια τοῖς τῶν ῥόδων ὅταν ἐν κάλυξιν ὦσι, τέτταρα τὸν ἀριθμόν· ἀνοιχθεῖσα δὲ τοὺς κόκκους ἐρυθροὺς μὲν ἔχει τῷ σχήματι δὲ οὐχ ὁμοίους ταῖς ῥόαις ἀλλὰ περιφερεῖς μικροὺς δὲ καὶ οὐ πολλῷ μείζους κέγχρου· τὸν δὲ χυλὸν ὑδατώδη τινά, καθάπερ ὁ τῶν πυρῶν. ἁδρύνεται δὲ τοῦ θέρους, μίσχον δὲ ἔχει μακρόν. τὸ δὲ ἄνθος ὅμοιον ῥόδου κάλυκι, μεῖζον δὲ καὶ σχεδὸν διπλάσιον τῷ μεγέθει. τοῦτο μὲν οὖν καὶ τὸ φύλλον ἐπὶ τοῦ ὕδατος· μετὰ δὲ ταῦτα, ὅταν ἀπανθήσῃ καὶ συστῇ τὸ περικάρπιον, κατακλίνεσθαί φασιν εἰς τὸ ὕδωρ μᾶλλον, τέλος δὲ συνάπτειν τῇ γῇ καὶ τὸν καρπὸν ἐκχεῖν.

[4]    Καρποφορεῖν δὲ τῶν ἐν τῇ λίμνῃ τοῦτο καὶ τὸ βούτομον καὶ τὸν φλεών. εἶναι δὲ τοῦ βουτόμου μέλανα, τῷ δὲ μεγέθει παραπλήσιον τῷ τῆς σίδης. τοῦ δὲ φλεὼ τὴν καλουμένην ἀνθήλην, ᾧ χρῶνται πρὸς τὰς κονίας. τοῦτο δ' ἐστὶν οἷον πλακουντῶδές τι μαλακὸν ἐπίπυρρον. ἔτι δὲ καὶ τοῦ φλεὼ καὶ τοῦ βουτόμου τὸ μὲν θῆλυ ἄκαρπον, χρήσιμον δὲ πρὸς τὰ πλόκανα, τὸ δὲ ἄρρεν ἀχρεῖον.

   Περὶ δὲ τῆς ἴκμης καὶ μηνάνθους καὶ τοῦ ἴπνου σκεπτέον.

[5]    Ἰδιώτατον δὲ τούτων ἐστὶν ἡ τύφη καὶ τῷ ἄφυλλον εἶναι καὶ τῷ μὴ πολύρριζον τοῖς ἄλλοις ὁμοίως· ἐπεὶ τἆλλα οὐχ ἧττον εἰς τὰ κάτω τὴν ὁρμὴν ἔχει καὶ τὴν δύναμιν· μάλιστα δὲ τὸ κύπειρον, ὥσπερ καὶ ἡ ἄγρωστις, δι' ὃ καὶ δυσώλεθρα καὶ ταῦτα καὶ ὅλως ἅπαν τὸ γένος τὸ τοιοῦτον. ἡ δὲ ῥίζα τοῦ κυπείρου πολύ τι τῶν ἄλλων παραλλάττει τῇ ἀνωμαλίᾳ, τῷ τὸ μὲν εἶναι παχύ τι καὶ σαρκῶδες αὐτῆς τὸ δὲ λεπτὸν καὶ ξυλῶδες· καὶ τῇ βλαστήσει καὶ τῇ γενέσει· φύεται γὰρ ἀπὸ τοῦ πρεμνώδους ἑτέρα λεπτὴ κατὰ πλάγιον, εἶτ' ἐν ταύτῃ συνίσταται πάλιν τὸ σαρκῶδες, ἐν ᾧ καὶ ὁ βλαστὸς ἀφ' οὗ ὁ καυλός· ἀφίησι δὲ καὶ εἰς βάθος τὸν αὐτὸν τρόπον ῥίζας, δι' ὃ καὶ πάντων μάλιστα δυσώλεθρον καὶ ἔργον ἐξελεῖν.

[6]    (Σχεδὸν δὲ παραπλησίως φύεται ἡ ἄγρωστις ἐκ τῶν γονάτων· αἱ γὰρ ῥίζαι γονατώδεις, ἐξ ἑκάστου δ' ἀφίησιν ἄνω βλαστὸν καὶ κάτωθεν ῥίζαν. ὡσαύτως δὲ καὶ ἡ ἄκανθα ἡ ἀκανώδης, ἀλλ' οὐ καλαμώδης οὐδὲ γονατώδης ἡ ῥίζα ταύτης. ταῦτα μὲν οὖν ἐπὶ πλεῖον διὰ τὴν ὁμοιότητα εἴρηται.)

   Φύεται δ' ἐν ἀμφοῖν καὶ ἐν τῇ γῇ καὶ ἐν τῷ ὕδατι ἰτέα κάλαμος, πλὴν τοῦ αὐλητικοῦ, κύπειρον τύφη φλεὼς βούτομος· ἐν δὲ τῷ ὕδατι μόνον σίδη. περὶ γὰρ τῆς τύφης ἀμφισβητοῦσι. καλλίω δὲ καὶ μείζω τῶν ἐν ἀμφοῖν φυομένων αἰεὶ τὰ ἐν τῷ ὕδατι γίνεσθαί φασι. φύεσθαι δ' ἔνια τούτων καὶ ἐπὶ τῶν πλοάδων, οἷον τὸ κύπειρον καὶ τὸ βούτομον καὶ τὸν φλεών, ὥστε πάντα τὰ μέρη ταῦτα κατέχειν.

[7]    Ἐδώδιμα δ' ἐστὶ τῶν ἐν τῇ λίμνῃ τάδε· ἡ μὲν σίδη καὶ αὐτὴ καὶ τὰ φύλλα τοῖς προβάτοις, ὁ δὲ βλαστὸς τοῖς ὑσίν, ὁ δὲ καρπὸς τοῖς ἀνθρώποις. τοῦ δὲ φλεὼ καὶ τῆς τύφης καὶ τοῦ βουτόμου τὸ πρὸς ταῖς ῥίζαις ἁπαλόν, ὃ μάλιστα ἐσθίει τὰ παιδία. ῥίζα δ' ἐδώδιμος ἡ τοῦ φλεὼ μόνη τοῖς βοσκήμασιν. ὅταν δ' αὐχμὸς ᾖ καὶ μὴ γένηται τὸ κατὰ κεφαλὴν ὕδωρ, ἅπαντα αὐχμεῖ τὰ ἐν τῇ λίμνῃ, μάλιστα δὲ ὁ κάλαμος, ὑπὲρ οὗ καὶ λοιπὸν εἰπεῖν· ὑπὲρ γὰρ τῶν ἄλλων σχεδὸν εἴρηται.

[11]

[1]    Τοῦ δὴ καλάμου δύο φασὶν εἶναι γένη, τόν τε αὐλητικὸν καὶ τὸν ἕτερον· ἓν γὰρ εἶναι τὸ γένος τοῦ ἑτέρου, διαφέρειν δὲ ἀλλήλων ἰσχύϊ ‹καὶ παχύτητι› καὶ λεπτότητι καὶ ἀσθενείᾳ· καλοῦσι δὲ τὸν μὲν ἰσχυρὸν καὶ παχὺν χαρακίαν τὸν δ' ἕτερον πλόκιμον· καὶ φύεσθαι τὸν μὲν πλόκιμον ἐπὶ τῶν πλοάδων τὸν δὲ χαρακίαν ἐπὶ τοῖς κώμυσι· κώμυθας δὲ καλοῦσι οὗ ἂν ᾖ συνηθροισμένος κάλαμος καὶ συμπεπλεγμένος ταῖς ῥίζαις· τοῦτο δὲ γίνεται καθ' οὓς ἂν τόπους τῆς λίμνης εὔγειον ᾖ χωρίον· γίνεσθαι δέ ποτε τὸν χαρακίαν καὶ οὗ ὁ αὐλητικός, μακρότερον μὲν τοῦ ἄλλου χαρακίου σκωληκόβρωτον δέ. τούτου μὲν οὖν ταύτας λέγουσι τὰς διαφοράς.

[2]    Περὶ δὲ τοῦ αὐλητικοῦ τὸ μὲν φύεσθαι δι' ἐννεατηρίδος, ὥσπερ τινές φασι, καὶ ταύτην εἶναι τὴν τάξιν οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ὅλον αὐξηθείσης γίνεται τῆς λίμνης· ὅτι δὲ τοῦτ' ἐδόκει συμβαίνειν ἐν τοῖς πρότερον χρόνοις μάλιστα δι' ἐννεατηρίδος, καὶ τὴν γένεσιν τοῦ καλάμου ταύτην ἐποίουν τὸ συμβεβηκὸς ὡς τάξιν λαμβάνοντες.

[3] γίνεται δὲ ὅταν ἐπομβρίας γενομένης ἐμμένῃ τὸ ὕδωρ δύ' ἔτη τοὐλάχιστον, ἂν δὲ πλείω καὶ καλλίων· τούτου δὲ μάλιστα μνημονεύουσι γεγονότος τῶν ὕστερον χρόνων ὅτε συνέβη τὰ περὶ Χαιρώνειαν· πρὸ τούτων γὰρ ἔφασαν ἔτη πλείω βαθυνθῆναι τὴν λίμνην· μετὰ δὲ ταῦτα ὕστερον, ὡς ὁ λοιμὸς ἐγένετο σφοδρός, πλησθῆναι μὲν αὐτήν, οὐ μείναντος δὲ τοῦ ὕδατος ἀλλ' ἐκλιπόντος χειμῶνος οὐ γενέσθαι τὸν κάλαμον· φασὶ γὰρ καὶ δοκεῖ βαθυνομένης τῆς λίμνης αὐξάνεσθαι τὸν κάλαμον εἰς μῆκος, μείναντα δὲ τὸν ἐπιόντα ἐνιαυτὸν ἁδρύνεσθαι· καὶ γίνεσθαι τὸν μὲν ἁδρυθέντα ζευγίτην, ᾧ δ' ἂν μὴ συμπαραμείνῃ τὸ ὕδωρ βομβυκίαν. τὴν μὲν οὖν γένεσιν εἶναι τοιαύτην.

[4]    Διαφέρειν δὲ τῶν ἄλλων καλάμων ὡς καθ' ὅλου λαβεῖν εὐτροφίᾳ τινὶ τῆς φύσεως· εὐπληθέστερον γὰρ εἶναι καὶ εὐσαρκότερον καὶ ὅλως δὲ θῆλυν τῇ προσόψει. καὶ γὰρ τὸ φύλλον πλατύτερον ἔχειν καὶ λευκότερον τὴν δὲ ἀνθήλην ἐλάττω τῶν ἄλλων, τινὰς δὲ ὅλως οὐκ ἔχειν, οὓς καὶ προσαγορεύουσιν εὐνουχίας· ἐξ ὧν ἄριστα μέν φασί τινες γίνεσθαι τὰ ζεύγη, κατορθοῦν δὲ ὀλίγα παρὰ τὴν ἐργασίαν.

   Τὴν δὲ τομὴν ὡραίαν εἶναι πρὸ Ἀντιγενίδου μέν, ἡνίκ' ηὔλουν ἀπλάστως, ὑπ' Ἄρκτουρον Βοηδρομιῶνος μηνός· τὸν γὰρ οὕτω τμηθέντα συχνοῖς μὲν ἔτεσιν ὕστερον γίνεσθαι χρήσιμον καὶ προκαταυλήσεως δεῖσθαι πολλῆς, συμμύειν δὲ τὸ στόμα τῶν γλωττῶν, ὃ πρὸς τὴν διακτηρίαν εἶναι [5] χρήσιμον. ἐπεὶ δὲ εἰς τὴν πλάσιν μετέβησαν, καὶ ἡ τομὴ μετεκινήθη· τέμνουσι γὰρ δὴ νῦν τοῦ Σκιρροφοριῶνος καὶ Ἑκατομβαιῶνος ὥσπερ πρὸ τροπῶν μικρὸν ἢ ὑπὸ τροπάς. γίνεσθαι δέ φασι τρίενόν τε χρήσιμον καὶ καταυλήσεως βραχείας δεῖσθαι καὶ κατασπάσματα τὰς γλώττας ἴσχειν· τοῦτο δὲ ἀναγκαῖον τοῖς μετὰ πλάσματος αὐλοῦσι. τοῦ μὲν οὖν ζευγίτου ταύτας εἶναι τὰς ὥρας τῆς τομῆς.

[6]    Ἡ δ' ἐργασία γίνεται τοῦτον τὸν τρόπον· ὅταν συλλέξωσι τιθέασιν ὑπαίθριον τοῦ χειμῶνος ἐν τῷ λέμματι· τοῦ δ' ἦρος περικαθάραντες καὶ ἐκτρίψαντες εἰς τὸν ἥλιον ἔθεσαν. τοῦ θέρους δὲ μετὰ ταῦτα συντεμόντες εἰς τὰ μεσογονάτια πάλιν ὑπαίθριον τιθέασι χρόνον τινά. προσλείπουσι δὲ τῷ μεσογονατίῳ τὸ πρὸς τοὺς βλαστοὺς γόνυ· τὰ δὲ μήκη τὰ τούτων οὐ γίνεται διπαλαίστων ἐλάττω. βέλτιστα μὲν οὖν εἶναι τῶν μεσογονατίων πρὸς τὴν ζευγοποιΐαν ὅλου τοῦ καλάμου τὰ μέσα· μαλακώτατα δὲ ἴσχειν ζεύγη τὰ πρὸς τοὺς [7] βλαστούς, σκληρότατα δὲ τὰ πρὸς τῇ ῥίζῃ· συμφωνεῖν δὲ τὰς γλώττας τὰς ἐκ τοῦ αὐτοῦ μεσογονατίου, τὰς δὲ ἄλλας οὐ συμφωνεῖν· καὶ τὴν μὲν πρὸς τῇ ῥίζῃ ἀριστερὰν εἶναι, τὴν δὲ πρὸς τοὺς βλαστοὺς δεξιάν. τμηθέντος δὲ δίχα τοῦ μεσογονατίου τὸ στόμα τῆς γλώττης ἑκατέρας γίνεσθαι κατὰ τὴν τοῦ καλάμου τομήν· ἐὰν δὲ ἄλλον τρόπον ἐργασθῶσιν αἱ γλῶτται, ταύτας οὐ πάνυ συμφωνεῖν· ἡ μὲν οὖν ἐργασία τοιαύτη.

[8]    Φύεται δὲ πλεῖστος μὲν μεταξὺ τοῦ Κηφισοῦ καὶ τοῦ Μέλανος· οὗτος δὲ ὁ τόπος προσαγορεύεται μὲν Πελεκανία· τούτου δ' ἔστιν ἄττα Χύτροι καλούμενοι βαθύσματα τῆς λίμνης, ἐν οἷς κάλλιστόν φασι γίνεσθαι· ‹γίνεσθαι› δὲ καὶ καθ' ὃ ἡ Προβατία καλουμένη καταφέρεται· τοῦτο δ' ἐστὶ ποταμὸς ῥέων ἐκ Λεβαδείας. κάλλιστος δὲ δοκεῖ πάντων γίνεσθαι περὶ τὴν Ὀξεῖαν καλουμένην Καμπήν· ὁ δὲ τόπος οὗτός ἐστιν ἐμβολὴ τοῦ Κηφισοῦ. γειτνιᾷ δ' αὐτῷ πεδίον εὔγειον, ὃ [9] προσαγορεύουσι Ἱππίαν. πρόσβορρος δὲ τόπος ἄλλος τῆς Ὀξείας Καμπῆς ἐστιν, ὃν καλοῦσι Βοηδρίαν· φύεσθαι δέ φασι καὶ κατὰ ταύτην εὐγενῆ τὸν κάλαμον. τὸ δὲ ὅλον, οὗ ἂν ᾖ βαθύγειον καὶ εὔγειον χωρίον καὶ ἰλυῶδες καὶ ὁ Κηφισὸς ἀναμίσγεται καὶ πρὸς τούτοις βάθυσμα τῆς λίμνης, κάλλιστον γίνεσθαι κάλαμον. περὶ γὰρ τὴν Ὀξεῖαν Καμπὴν καὶ τὴν Βοηδρίαν πάντα ταῦτα ὑπάρχειν. ὅτι δὲ ὁ Κηφισὸς μεγάλην ἔχει ῥοπὴν εἰς τὸ ποιεῖν καλὸν τὸν κάλαμον σημεῖον ἔχουσι· καθ' ὃν γὰρ τόπον ὁ Μέλας καλούμενος ἐμβάλλει βαθείας οὔσης τῆς λίμνης καὶ τοῦ ἐδάφους εὐγείου καὶ ἰλυώδους, ἢ ὅλως μὴ γίνεσθαι ἢ φαῦλον. ἡ μὲν οὖν γένεσις καὶ φύσις τοῦ αὐλητικοῦ καὶ ἡ κατεργασία καὶ τίνας ἔχει διαφορὰς πρὸς τοὺς ἄλλους ἱκανῶς εἰρήσθω.

[10]    Γένη δὲ οὐ ταῦτα μόνον ἀλλὰ πλείω τοῦ καλάμου τυγχάνει φανερὰς ἔχοντα τῇ αἰσθήσει διαφοράς· ὁ μὲν γὰρ πυκνὸς καὶ τῇ σαρκὶ καὶ τοῖς γόνασιν, ὁ δὲ μανὸς καὶ ὀλιγογόνατος· καὶ ὁ μὲν κοῖλος, ὃν καλοῦσί τινες συριγγίαν, οὐδὲν γὰρ ὡς εἰπεῖν ἔχει ξύλου καὶ σαρκός· ὁ δὲ στερεὸς καὶ συμπλήρης μικροῦ. καὶ ὁ μὲν βραχύς, ὁ δὲ εὐαυξὴς καὶ ὑψηλὸς καὶ παχύς. ὁ δὲ λεπτὸς καὶ πολύφυλλος, ὁ δὲ ὀλιγόφυλλος καὶ μονόφυλλος. ὅλως δὲ πολλαί τινές εἰσι διαφοραὶ κατὰ τὰς χρείας· ἕκαστος γὰρ πρὸς ἕκαστα χρήσιμος.

[11]    Ὀνόμασι δὲ ἄλλοι ἄλλοις προσαγορεύουσι· κοινότατον δέ πως ὁ δόναξ, ὃν καὶ λοχμωδέστατόν γέ φασιν εἶναι καὶ μάλιστα φύεσθαι παρὰ τοὺς ποταμοὺς καὶ τὰς λίμνας. διαφέρειν δ' ὅμως παντὸς καλάμου πολὺ τόν τε ἐν τῷ ξηρῷ καὶ τὸν ἐν τοῖς ὕδασι φυόμενον. ἴδιος δὲ καὶ ὁ τοξικός, ὃν δὴ Κρητικόν τινες καλοῦσιν· ὀλιγογόνατος μὲν σαρκωδέστερος δὲ πάντων καὶ μάλιστα κάμψιν δεχόμενος, καὶ ὅλως ἄγεσθαι δυνάμενος ὡς ἂν θέλῃ τις θερμαινόμενος.

[12]    Ἔχουσι δέ, ὥσπερ ἐλέχθη, καὶ κατὰ τὰ φύλλα μεγάλας διαφορὰς οὐ πλήθει καὶ μεγέθει μόνον ἀλλὰ καὶ χροιᾷ. ποικίλος γὰρ ὁ Λακωνικὸς καλούμενος. ἔτι δὲ τῇ θέσει καὶ προσφύσει· κάτωθεν γὰρ ἔνιοι πλεῖστα φέρουσι τῶν φύλλων, αὐτὸς δὲ ὥσπερ ἐκ θάμνου πέφυκε. σχεδὸν δέ τινές φασι καὶ τῶν λιμναίων ταύτην εἶναι τὴν διαφοράν, τὸ πολύφυλλον καὶ παρόμοιον ἔχειν τρόπον τινὰ τὸ φύλλον τῷ τοῦ κυπείρου καὶ φλεὼ καὶ θρύου καὶ βουτόμου· σκέψασθαι δὲ δεῖ τοῦτο.

[13]    Γένος δέ τι καλάμου φύεται καὶ ἐπίγειον, ὃ οὐκ εἰς ὀρθὸν ἀλλ' ἐπὶ γῆς ἀφίησι τὸν καυλόν, ὥσπερ ἡ ἄγρωστις, καὶ οὕτως ποιεῖται τὴν αὔξησιν. ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, καλεῖται δὲ ὑπό τινων εἰλετίας ...

   Ὁ δὲ Ἰνδικὸς ἐν μεγίστῃ διαφορᾷ καὶ ὥσπερ ἕτερον ὅλως τὸ γένος· ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, ὁ δὲ θῆλυς κοῖλος· διαιροῦσι γὰρ καὶ τοῦτον τῷ ἄρρενι καὶ θήλει. φύονται δ' ἐξ ἑνὸς πυθμένος πολλοὶ καὶ οὐ λοχμώδεις· τὸ δὲ φύλλον οὐ μακρὸν ἀλλ' ὅμοιον τῇ ἰτέᾳ· τῷ δὲ μεγέθει μεγάλοι καὶ εὐπαγεῖς, ὥστε ἀκοντίοις χρῆσθαι. φύονται δὲ οὗτοι περὶ τὸν Ἀκεσίνην ποταμόν. ἅπας δὲ κάλαμος εὔζωος καὶ τεμνόμενος καὶ ἐπικαιόμενος καλλίων βλαστάνει· ἔτι δὲ παχύρριζος καὶ πολύρριζος, δι' ὃ καὶ δυσώλεθρος. ἡ δὲ ῥίζα γονατώδης, ὥσπερ ἡ τῆς ἀγρωστίδος, πλὴν οὐ παντὸς ὁμοίως. ἀλλὰ περὶ μὲν καλάμων ἱκανῶς εἰρήσθω.

[12]

[1]    Κατάλοιπον δὲ εἰπεῖν ὡσὰν ἐκ τοῦ γένους τούτου περὶ σχοίνου· καὶ γὰρ καὶ τοῦτο τῶν ἐνύδρων θετέον. ἔστι δὲ αὐτοῦ τρία εἴδη, καθάπερ τινὲς διαιροῦσιν, ὅ τε ὀξὺς καὶ ἄκαρπος, ὃν δὴ καλοῦσιν ἄρρενα, καὶ ὁ κάρπιμος, ὃν μελαγκρανὶν καλοῦμεν διὰ τὸ μέλανα τὸν καρπὸν ἔχειν, παχύτερος δὲ οὗτος καὶ σαρκωδέστερος· καὶ τρίτος τῷ μεγέθει καὶ τῇ παχύτητι καὶ εὐσαρκίᾳ διαφέρων ὁ καλούμενος ὁλόσχοινος.

[2]    Ἡ μὲν οὖν μελαγκρανὶς αὐτός τις καθ' αὑτόν· ὁ δ' ὀξὺς καὶ ὁλόσχοινος ἐκ τοῦ αὐτοῦ φύονται· ὃ καὶ ἄτοπον φαίνεται, καὶ θαυμαστόν γ' ἦν ἰδεῖν ὅλης κομισθείσης τῆς σχοινιᾶς· οἱ πολλοὶ γὰρ ἦσαν ἄκαρποι πεφυκότες ἐκ τοῦ αὐτοῦ, κάρπιμοι δὲ ὀλίγοι. τοῦτο μὲν οὖν ἐπισκεπτέον. ἐλάττους δὲ ὅλως οἱ κάρπιμοι· πρὸς γὰρ τὰ πλέγματα χρησιμώτερος ὁ ὁλόσχοινος διὰ τὸ σαρκῶδες καὶ μαλακόν. κορυνᾷ δ' ὅλως ὁ κάρπιμος ἐξ αὐτοῦ τοῦ γραμμώδους ἐξοιδήσας, κἄπειτα ἐκτίκτει καθάπερ ὠά. πρὸς μιᾷ γὰρ ἀρχῇ γραμμώδει ἔχει τοὺς περισταχυώδεις μίσχους, ἐφ' ὧν ἄκρων παραπλαγίους τὰς τῶν ἀγγείων ἔχει στρογγυλότητας ὑποχασκούσας· ἐν τούτοις δὲ τὸ σπερμάτιον ἀκιδῶδές ἐστι μέλαν ἑκάστῳ προσεμφερὲς [3] τῷ τοῦ ἀστερίσκου πλὴν ἀμενηνότερον. ῥίζαν δὲ ἔχει μακρὰν καὶ παχυτέραν πολὺ τοῦ σχοίνου· αὕτη δ' αὐαίνεται καθ' ἕκαστον ἐνιαυτόν, εἶθ' ἑτέρα πάλιν ἀπὸ τῆς κεφαλῆς τοῦ σχοίνου καθίεται· τοῦτο δὲ καὶ ἐν τῇ ὄψει φανερὸν ἰδεῖν τὰς μὲν αὔας τὰς δὲ χλωρὰς καθιεμένας· ἡ δὲ κεφαλὴ ὁμοία τῇ τῶν κρομύων καὶ τῇ τῶν γητείων, συμπεφυκυῖά πως ἐκ πλειόνων εἰς ταὐτὸ καὶ πλατεῖα κάτωθεν ἔχουσα κελύφη ὑπέρυθρα. συμβαίνει δ' οὖν ἴδιον ἐπὶ τῶν ῥιζῶν εἰ αὐαίνονται κατ' ἐνιαυτὸν καὶ ἐκ τοῦ ἄνωθεν πάλιν ἡ γένεσις. τῶν μὲν οὖν σχοίνων τοιαύτη τις φύσις.

[4]    Εἰ δὲ καὶ ὁ βάτος καὶ ὁ παλίουρος ἔνυδρά πώς ἐστιν ἢ πάρυδρα, καθάπερ ἐνιαχοῦ, φανεραὶ σχεδὸν καὶ αἱ τούτων διαφοραί· περὶ ἀμφοῖν γὰρ εἴρηται πρότερον.

   [Τῶν δὲ νήσων τῶν πλοάδων τῶν ἐν Ὀρχομενῷ τὰ μὲν μεγέθη παντοδαπὰ τυγχάνει, τὰ δὲ μέγιστα αὐτῶν ἐστιν ὅσον τριῶν σταδίων τὴν περίμετρον. ἐν Αἰγύπτῳ δὲ μάλιστα μεγάλα σφόδρα συνίσταται, ὥστε καὶ ὗς ἐν αὐταῖς ἐγγίνεσθαι πολλούς, οὓς καὶ κυνηγετοῦσι διαβαίνοντες.] καὶ περὶ μὲν ἐνύδρων ταῦτ' εἰρήσθω.

[13]

[1]    Περὶ δὲ βραχυβιότητος φυτῶν καὶ δένδρων τῶν ἐνύδρων ἐπὶ τοσοῦτον ἔχομεν ὡς ἂν καθ' ὅλου λέγοντες, ὅτι βραχυβιώτερα τῶν χερσαίων ἐστί, καθάπερ καὶ τὰ ζῶα. τοὺς δὲ καθ' ἕκαστον βίους ἱστορῆσαι δεῖ τῶν χερσαίων. τὰ μὲν οὖν ἄγριά φασιν οὐδεμίαν ἔχειν ὡς εἰπεῖν οἱ ὀρεοτύποι διαφοράν, ἀλλὰ πάντα εἶναι μακρόβια καὶ οὐθὲν βραχύβιον· αὐτὸ μὲν τοῦτο ἴσως ἀληθὲς λέγοντες· ἅπαντα γὰρ ὑπερτείνει πολὺ τὴν τῶν ἄλλων ζωήν. οὐ μὴν ἀλλ' ὅμως ἐστὶ τὰ μὲν μᾶλλον τὰ δ' ἧττον μακρόβια, καθάπερ ἐν τοῖς ἡμέροις· ποῖα δὲ ταῦτα σκεπτέον. τὰ δὲ ἥμερα φανερῶς διαφέρει τῷ τὰ μὲν εἶναι μακρόβια τὰ δὲ βραχύβια· ὡς δ' ἁπλῶς εἰπεῖν τὰ ἄγρια τῶν ἡμέρων μακροβιώτερα καὶ ὅλως τῷ γένει καὶ τὰ ἀντιδιῃρημένα καθ' ἕκαστον, οἷον κότινος ἐλάας καὶ ἀχρὰς ἀπίου ἐρινεὸς συκῆς· ἰσχυρότερα γὰρ καὶ πυκνότερα καὶ ἀγονώτερα τοῖς περικαρπίοις.

[2]    Τὴν δὲ μακροβιότητα μαρτυροῦσιν ἐπί γέ τινων καὶ ἡμέρων καὶ ἀγρίων καὶ αἱ παραδεδομέναι φῆμαι παρὰ τῶν μυθολόγων· ἐλάαν μὲν γὰρ λέγουσι τὴν Ἀθήνῃσι, φοίνικα δὲ τὸν ἐν Δήλῳ, κότινον δὲ τὸν ἐν Ὀλυμπίᾳ, ἀφ' οὗ ὁ στέφανος· φηγοὺς δὲ τὰς ἐν Ἰλίῳ τὰς ἐπὶ τοῦ Ἴλου μνήματος· τινὲς δέ φασι καὶ τὴν ἐν Δελφοῖς πλάτανον Ἀγαμέμνονα φυτεῦσαι καὶ τὴν ἐν Καφύαις τῆς Ἀρκαδίας. ταῦτα μὲν οὖν ὅπως ἔχει τάχ' ἂν ἕτερος εἴη λόγος· ὅτι δέ ἐστι μεγάλη διαφορὰ τῶν δένδρων φανερόν· μακρόβια μὲν γὰρ τά τε προειρημένα καὶ ἕτερα πλείω· βραχύβια δὲ καὶ τὰ τοιαῦτα ὁμολογουμένως, οἷον ῥοιὰ συκῆ μηλέα, καὶ τούτων ἡ ἠρινὴ μᾶλλον καὶ ἡ γλυκεῖα τῆς ὀξείας, ὥσπερ τῶν ῥοῶν ἡ ἀπύρηνος. βραχύβια δὲ καὶ ἀμπέλων ἔνια γένη καὶ μάλιστα τὰ πολύκαρπα· δοκεῖ δὲ καὶ τὰ πάρυδρα βραχυβιώτερα τῶν ἐν τοῖς ξηροῖς εἶναι, οἷον ἰτέα λεύκη ἀκτὴ αἴγειρος.

[3]    Ἔνια δὲ γηράσκει μὲν καὶ σήπεται ταχέως, παραβλαστάνει δὲ πάλιν ἐκ τῶν αὐτῶν, ὥσπερ αἱ δάφναι καὶ αἱ μηλέαι τε καὶ αἱ ῥόαι καὶ τῶν φιλύδρων τὰ πολλά· περὶ ὧν καὶ σκέψαιτ' ἄν τις πότερα ταὐτὰ δεῖ λέγειν ἢ ἕτερα· καθάπερ εἴ τις τὸ στέλεχος ἀποκόψας, ὥσπερ ποιοῦσιν οἱ γεωργοί, πάλιν ἀναθεραπεύοι τοὺς βλαστούς, ἢ εἰ καὶ ὅλως ἐκκόψειεν ἄχρι τῶν ῥιζῶν καὶ ἐπικαύσειεν· καὶ γὰρ ταῦτα ποιοῦσιν, ὁτὲ δὲ καὶ ἀπὸ τοῦ αὐτομάτου συμβαίνει· πότερα δὴ τοῦτο ταὐτὸ δεῖ λέγειν ἢ ἕτερον; ᾗ μὲν γὰρ ἀεὶ τὰ μέρη τὰς αὐξήσεις καὶ φθίσεις φαίνεται παραλλάττοντα καὶ ἔτι τὰς διακαθάρσεις τὰς ὑπ' αὐτῶν, ταύτῃ μὲν ἂν δόξειε ταὐτὸν εἶναι· τί γὰρ ἂν ἐπὶ τούτων [4] ἢ ἐκείνων διαφέροι; ᾗ δ' ὥσπερ οὐσία καὶ φύσις τοῦ δένδρου μάλιστ' ἂν φαίνοιτο τὸ στέλεχος, ὅταν μεταλλάττῃ τοῦτο, κἂν τὸ ὅλον ἕτερον ὑπολάβοι τις, εἰ μὴ ἄρα διὰ τὸ ἀπὸ τῶν αὐτῶν ἀρχῶν εἶναι ταὐτὸ θείη· καίτοι πολλάκις συμβαίνει καὶ τὰς ῥίζας ἑτέρας εἶναι καὶ μεταβάλλειν τῶν μὲν σηπομένων τῶν δ' ἐξ ἀρχῆς βλαστανουσῶν. ἐπεί, ἐὰν ἀληθὲς ᾖ, ὥς γέ τινές φασι, τὰς ἀμπέλους μακροβιωτάτας εἶναι τῷ μὴ φύειν ἑτέρας ἀλλ' ἐξ αὐτῶν ἀεὶ συναναπληροῦσθαι, γελοῖον ἂν ἴσως δοκοίη τοιαύτη σύγκρισις ἐὰν ‹μὴ› μένῃ τὸ στέλεχος· αὕτη γὰρ οἷον ὑπόθεσις καὶ φύσις δένδρων. τοῦτο μὲν οὖν ὁποτέρως ποτὲ λεκτέον οὐθὲν ἂν διενέγκαι [5] πρὸς τὰ νῦν. τάχα δ' ἂν εἴη μακροβιώτατον τὸ πάντως δυνάμενον ἀνταρκεῖν, ὥσπερ ἡ ἐλάα καὶ τῷ στελέχει καὶ τῇ παραβλαστήσει καὶ τῷ δυσωλέθρους ἔχειν τὰς ῥίζας. δοκεῖ δὲ ὁ βίος τῆς γε μιᾶς εἶναι, καθ' ὃν τὸ στέλεχος δεῖ τὴν ἀρχὴν τιθέντα μέτρον ἀναμετρεῖν τὸν χρόνον, μάλιστα περὶ ἔτη διακόσια. εἰ δ' ὅπερ ἐπὶ τῶν ἀμπέλων λέγουσί τινες, ὡς παραιρουμένων τῶν ῥιζῶν κατὰ μέρος δύναται διαμένειν τὸ στέλεχος, καὶ ἡ ὅλη φύσις ὁμοία καὶ ὁμοιοφόρος ὁποσονοῦν χρόνον, μακροβιώτατον ἂν εἴη πάντων. φασὶ δὲ δεῖν οὕτω ποιεῖν ὅταν ἤδη δοκῇ καταφέρεσθαι· κλήματά τε ἐπιβάλλειν καὶ καρποῦσθαι τὸν ἐνιαυτόν· μετὰ δὲ ταῦτα κατασκάψαντα ἐπὶ θάτερα τῆς ἀμπέλου περικαθᾶραι πάσας τὰς ῥίζας, εἶτ' ἐμπλῆσαι φρυγάνων καὶ ἐπαμήσασθαι [6] τὴν γῆν· τούτῳ μὲν οὖν τῷ ἔτει κακῶς φέρειν σφόδρα, τῷ δ' ὑστέρῳ βέλτιον, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ καθίστασθαι καὶ φέρειν πολλοὺς καὶ καλούς, ὥστε μηδὲν διαφέρειν ἢ ὅτε ἤκμαζεν· ἐπειδὰν δὲ πάλιν ἀποπληγῇ, θάτερον μέρος παρασκάπτειν καὶ θεραπεύειν ὁμοίως, καὶ οὕτως αἰεὶ διαμένειν· ποιεῖν δὲ τοῦτο μάλιστα δι' ἐτῶν δέκα· δι' ὃ καὶ κόπτειν οὐδέποτε τοὺς τοῦτο ποιοῦντας, ἀλλ' ἐπὶ γενεὰς πολλὰς ταὐτὰ τὰ στελέχη διαμένειν, ὥστε μηδὲ μεμνῆσθαι τοὺς φυτεύσαντας· τοῦτο μὲν οὖν ἴσως τῶν πεπειραμένων ἀκούοντα δεῖ πιστεύειν. τὰ δὲ μακρόβια καὶ βραχύβια διὰ τῶν εἰρημένων θεωρητέον.

[14]

[1]    Νοσήματα δὲ τοῖς μὲν ἀγρίοις οὔ φασι ξυμβαίνειν ὑφ' ὧν ἀναιροῦνται, φαύλως δὲ διατίθεσθαι καὶ μάλιστα ἐπιδήλως ὅταν χαλαζοκοπηθῇ ἢ βλαστάνειν μέλλοντα ἢ ἀρχόμενα ἢ ἀνθοῦντα, καὶ ὅταν ἢ πνεῦμα ψυχρὸν ἢ θερμὸν ἐπιγένηται κατὰ τούτους τοὺς καιρούς. ὑπὸ δὲ τῶν ὡραίων χειμώνων οὐδὲ ἂν ὑπερβάλλοντες ὦσιν οὐδὲν πάσχειν, ἀλλὰ καὶ ξυμφέρειν πᾶσι χειμασθῆναι· μὴ χειμασθέντα γὰρ κακοβλαστότερα [2] γίνεσθαι. τοῖς δὲ ἡμέροις ἐστὶ πλείω νοσήματα, καὶ τὰ μὲν ὥσπερ κοινὰ πᾶσιν ἢ τοῖς πλείστοις τὰ δ' ἴδια κατὰ γένη. κοινὰ δὴ τό τε σκωληκοῦσθαι καὶ ἀστροβολεῖσθαι καὶ ὁ σφακελισμός. ἅπαντα γὰρ ὡς εἰπεῖν καὶ σκώληκας ἴσχει πλὴν τὰ μὲν ἐλάττους τὰ δὲ πλείους, καθάπερ συκῆ μηλέα καὶ ἄπιος. ὡς δὲ ἁπλῶς εἰπεῖν ἥκιστα σκωληκοῦνται τὰ δριμέα καὶ ὀπώδη, καὶ ἀστροβολεῖται ὡσαύτως· μᾶλλον δὲ τοῖς νέοις ἢ τοῖς ἐν ἀκμῇ τοῦτο συμβαίνει, πάντων δὲ μάλιστα τῇ τε συκῇ καὶ τῇ ἀμπέλῳ.

[3]    Ἡ δ' ἐλάα πρὸς τῷ τοὺς σκώληκας ἴσχειν, οἳ δὴ καὶ τὴν συκῆν διαφθείρουσιν ἐντίκτοντες, φύει καὶ ἧλον· οἱ δὲ μύκητα καλοῦσιν, ἔνιοι δὲ λοπάδα· τοῦτο δ' ἐστὶν οἷον ἡλίου καῦσις. διαφθείρονται δ' ἐνίοτε καὶ αἱ νέαι ἐλάαι διὰ τὴν ὑπερβολὴν τῆς πολυκαρπίας. ἡ δὲ ψώρα καὶ οἱ προσφυόμενοι κοχλίαι συκῆς εἰσιν· οὐ πανταχοῦ δὲ τοῦτο συμβαίνει ταῖς συκαῖς, ἀλλ' ἔοικε καὶ τὰ νοσήματα γίνεσθαι κατὰ τοὺς τόπους, ὥσπερ τοῖς ζώοις· ἐπεὶ παρ' ἐνίοις οὐ ψωριῶσι, καθάπερ οὐδὲ περὶ τὴν Αἰνείαν.

[4]    Ἁλίσκεται δὲ συκῆ μάλιστα καὶ σφακελισμῷ καὶ κράδῳ. καλεῖται δὲ σφακελισμὸς μὲν ὅταν αἱ ῥίζαι μελανθῶσι, κράδος δ' ὅταν οἱ κλάδοι· καὶ γὰρ καλοῦσί τινες κράδους, ὅθεν καὶ τοὔνομα τῇ νόσῳ· ὁ δ' ἐρινεὸς οὔτε κραδᾷ οὔτε σφακελίζει οὔτε ψωριᾷ οὔτε σκωληκοῦται ταῖς ῥιζαῖς ὁμοίως· οὐδὲ δὴ τὰ ἐρινά τινες ἀποβάλλουσιν οὐδ' ἐὰν ἐμφυτευθῶσιν εἰς συκῆν.

[5]    Ἡ δὲ ψώρα μάλιστα γίνεται ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολύ· ἐὰν δὲ πολύ, ἀποκλύζεται· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ ἀπορρεῖν καὶ τοὺς ὀλύνθους. τῶν δὲ σκωλήκων τῶν ἐν ταῖς συκαῖς οἱ μὲν ἐξ αὐτῆς γίνονται οἱ δὲ ἐντίκτονται ὑπὸ τοῦ καλουμένου κεράστου· πάντες δὲ εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται δὲ οἷον τριγμόν. νοσεῖ δὲ συκῆ καὶ ἐὰν ἐπομβρία γένηται· τά τε γὰρ πρὸς τὴν ῥίζαν καὶ αὐτὴ ἡ ῥίζα ὥσπερ μαδᾷ· τοῦτο δὲ καλοῦσι λοπᾶν.

[6] ἡ δ' ἄμπελος τραγᾷ· τοῦτο δὲ μάλιστα αὐτῆς ἐστι πρὸς τῷ ἀστροβολεῖσθαι, ἢ ὅταν ὑπὸ πνευμάτων βλαστοκοπηθῇ ἢ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ ἢ τρίτον ὑπτία τμηθῇ.

   Ῥυὰς δὲ γίνεται, ὃ καλοῦσί τινες ψίνεσθαι, ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἢ ὅταν κρειττωθῇ· τὸ δὲ πάθος ἐστὶν ὥστε ἀπορρεῖν τὰς ῥᾶγας καὶ τὰς ἐπιμενούσας εἶναι μικράς. ἔνια δὲ καὶ ῥιγώσαντα νοσεῖ, καθάπερ ἡ ἄμπελος· ἀμβλοῦνται γὰρ οἱ ὀφθαλμοὶ τῆς πρωτοτόμου· καὶ πάλιν ὑπερθερμανθέντα· ζητεῖ γὰρ καὶ τούτων τὴν συμμετρίαν ὥσπερ καὶ τῆς τροφῆς. ὅλως δὲ πᾶν τὸ παρὰ φύσιν ἐπικίνδυνον.

[7]    Μεγάλα δὲ ξυμβάλλεται καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ τῶν περισκαπτόντων εἰς τὸ μὴ φέρειν τὰς μεταβολὰς ἢ καυμάτων ἢ χειμώνων· ἀσθενὲς γὰρ ὂν διὰ τὴν ἕλκωσιν καὶ τὸν πόνον εὐχειρωτότατόν ἐστι ταῖς ὑπερβολαῖς. σχεδὸν δέ, ὥς τινες οἴονται, τὰ πλεῖστα τῶν νοσημάτων ἀπὸ πληγῆς γίνεται· καὶ γὰρ τὰ ἀστρόβλητα καλούμενα καὶ τὰ σφακελίζοντα διὰ τὸ ἀπὸ ταύτης εἶναι τῶν ῥιζῶν τὸν πόνον. οἴονται δὲ καὶ δύο ταύτας εἶναι μόνας νόσους· οὐ μὴν ἀλλὰ τοῦτό γ' οὐκ ἄγαν ὁμολογούμενόν ἐστι.

   [Πάντων δ' ἀσθενέστατον ἡ μηλέα ἡ ἠρινὴ καὶ τούτων ἡ γλυκεῖα.]

[8]    Ἔνιαι δὲ πηρώσεις οὐκ εἰς φθορὰν γίνονται ὅλων ἀλλ' εἰς ἀκαρπίαν· οἷον ἐάν τις τῆς πίτυος ἀφέλῃ τὸ ἄκρον ἢ τοῦ φοίνικος, ἄκαρπα γίνεσθαι ἄμφω δοκεῖ καὶ οὐχ ὅλως ἀναιρεῖσθαι.

   Γίνονται δὲ νόσοι καὶ τῶν καρπῶν αὐτῶν, ἐὰν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ οὐράνια γένηται· συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, οἷον τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀναξηραινομένους παρὰ τὸ δέον. χείριστον δὲ ἐὰν ἀπανθοῦσί τισιν ἐφύσῃ, καθάπερ ἐλάᾳ καὶ ἀμπέλῳ· συναπορρεῖ γὰρ ὁ καρπὸς δι' ἀσθένειαν.

[9]    Ἐν Μιλήτῳ δὲ τὰς ἐλάας, ὅταν ὦσι περὶ τὸ ἀνθεῖν, κάμπαι κατεσθίουσιν, αἱ μὲν τὰ φύλλα αἱ δὲ τὰ ἄνθη, ἕτεραι τῷ γένει, καὶ ψιλοῦσι τὰ δένδρα· γίνονται δὲ ἐὰν ᾖ νότια καὶ εὐδιεινά· ἐὰν δὲ ἐπιλάβῃ καύματα ῥήγνυνται.

   Περὶ δὲ Τάραντα προφαίνουσι μὲν ἀεὶ πολὺν καρπόν, ὑπὸ δὲ τὴν ἀπάνθησιν τὰ πολλ' ἀπόλλυται. τὰ μὲν οὖν τοιαῦτα τῶν τόπων ἴδια.

[10]    Γίνεται δὲ καὶ ἄλλο νόσημα περὶ τὰς ἐλάας ἀράχνιον καλούμενον· φύεται γὰρ τοῦτο καὶ διαφθείρει τὸν καρπόν. ἐπικάει δὲ καὶ καύματά τινα καὶ ἐλάαν καὶ βότρυν καὶ ἄλλους καρπούς. οἱ δὲ καρποὶ σκωληκοῦνταί τινων, οἷον ἐλάας ἀπίου μηλέας μεσπίλης ῥόας. καὶ ὅ γε τῆς ἐλάας σκώληξ ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένηται διαφθείρει τὸν καρπόν, ἐὰν δὲ τὸν πυρῆνα διαφάγῃ ὠφελεῖ. κωλύεται δὲ ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ' Ἀρκτούρῳ γενομένου. γίνονται δὲ καὶ ἐν ταῖς δρυπεπέσι σκώληκες, αἵπερ καὶ χείρους εἰς τὴν ῥύσιν· ὅλως δὲ καὶ δοκοῦσιν εἶναι σαπραί· δι' ὃ καὶ γίνονται τοῖς νοτίοις καὶ μᾶλλον ἐν τοῖς ἐφύδροις. ἐγγίνονται δὲ καὶ κνῖπες ἔν τισι τῶν δένδρων, ὥσπερ ἐν τῇ δρυῒ καὶ τῇ συκῇ· καὶ δοκοῦσιν ἐκ τῆς ὑγρότητος συνίστασθαι τῆς ὑπὸ τὸν φλοιὸν συνισταμένης· αὕτη δέ ἐστι γλυκεῖα γευομένοις. γίνονται δὲ καὶ ἐν λαχάνοις τισίν, ἔνθα δὲ κάμπαι διαφερούσης δῆλον ὅτι τῆς ἀρχῆς.

[11]    Καὶ τὰ μὲν νοσήματα σχεδὸν ταῦτα καὶ ἐν τούτοις ἐστίν. ἔνια δὲ πάθη τῶν κατὰ τὰς ὥρας καὶ τῶν κατὰ τοὺς τόπους γινομένων ἀναιρεῖν πέφυκεν, ἃ οὐκ ἄν τις εἴποι νόσους, οἷον λέγω τὴν ἔκπηξιν καὶ ὃ καλοῦσί τινες καυθμόν. ἄλλα δὲ παρ' ἑκάστοις πέφυκε πνεύματα ἀπολλύναι καὶ ἀποκάειν· οἷον ἐν Χαλκίδι τῆς Εὐβοίας Ὀλυμπίας ὅταν πνεύσῃ μικρὸν πρὸ τροπῶν ἢ μετὰ τροπὰς χειμερινὰς ψυχρός· ἀποκάει γὰρ τὰ δένδρα καὶ οὕτως αὖα ποιεῖ καὶ ξηρὰ ὡς οὐδ' ἂν ὑφ' ἡλίου καὶ χρόνου πολλοῦ γένοιτ' ἄν, δι' ὃ καὶ καλοῦσι καυθμόν· ἐγένετο δὲ πρότερον πολλάκις ἤδη καὶ ἐπ' Ἀρχίππου δι' ἐτῶν τετταράκοντα σφοδρός.

[12]    Πονοῦσι δὲ μάλιστα τῶν τόπων οἱ κοῖλοι καὶ οἱ αὐλῶνες καὶ ὅσοι περὶ τοὺς ποταμοὺς καὶ ἁπλῶς οἱ ἀπνευστότατοι· τῶν δένδρων δὲ μάλιστα συκῆ, δεύτερον δὲ ἐλάα. ἐλάας δὲ μᾶλλον ὁ κότινος ἐπόνησεν ἰσχυρότερος ὤν, ὃ καὶ θαυμαστὸν ἦν· αἱ δὲ ἀμυγδαλαῖ τὸ πάμπαν ἀπαθεῖς· ἀπαθεῖς δὲ καὶ αἱ μηλέαι καὶ αἱ ἄπιοι καὶ αἱ ῥόαι ἐγένοντο· δι' ὃ καὶ τοῦτο ἦν θαυμαστόν. ἀποκάεται δὲ εὐθὺς ἐκ τοῦ στελέχους, καὶ ὅλως δὲ μᾶλλον καὶ πρότερον ὡς εἰπεῖν ἅπτεται ‹τὰ ἄνω› τῶν κάτω. φανερὰ δὲ γίνεται τὰ μὲν ἅμα περὶ τὴν βλάστησιν, ἡ δὲ ἐλάα διὰ τὸ ἀείφυλλον ὕστερον· ὅσαι μὲν οὖν ἂν φυλλοβολήσωσιν ἀναβιώσκονται πάλιν, ὅσαι δ' ἂν μὴ τελέως ἀπόλλυνται. παρ' ἐνίοις δέ τινες ἀποκαυθεῖσαι καὶ τῶν φύλλων αὐανθέντων ἀνεβλάστησαν πάλιν ἄνευ τοῦ ἀποβαλεῖν καὶ τὰ φύλλα ἀνεβίωσεν. ἐνιαχοῦ δὲ καὶ πολλάκις τοῦτο συμβαίνει, καθάπερ καὶ ἐν Φιλίπποις.

[13]    Τὰ δ' ἐκπαγέντα, ὅταν μὴ τελέως ἀπόληται, τάχιστα ἀναβλαστάνει, ὥστε εὐθὺς τὴν ἄμπελον καρποφορεῖν, ὥσπερ ἐν Θετταλίᾳ. ἐν δὲ τῷ Πόντῳ περὶ Παντικάπαιον αἱ μὲν ἐκπήξεις γίνονται διχῶς, ὁτὲ μὲν ὑπὸ ψύχους ἐὰν χειμέριον ᾖ τὸ ἔτος, ὁτὲ δὲ ὑπὸ πάγων ἐάν γε πολὺν χρόνον διαμένωσι. ἀμφότερα δὲ μάλιστα γίγνονται μετὰ τροπὰς περὶ τὰς τετταράκοντα. γίνονται δὲ οἱ μὲν πάγοι ταῖς αἰθρίαις, τὰ δὲ ψύχη μάλιστα ὑφ' ὧν ἡ ἔκπηξις ὅταν αἰθρίας οὔσης αἱ λεπίδες καταφέρωνται. ταῦτα δ' ἐστὶν ὥσπερ τὰ ξύσματα πλὴν πλατύτερα, καὶ φερόμενα φανερὰ πεσόντα δὲ οὐ διαμένει· περὶ δὲ τὴν Θρᾴκην ἐκπήγνυνται.

[14]    Ἀλλὰ γὰρ αἱ μὲν νόσοι πόσαι τε καὶ ποῖαι καὶ τίνες γίνονται καὶ πάλιν αἱ δι' ὑπερβολὴν χειμῶνος ἢ καυμάτων φθοραὶ καὶ αἱ διὰ πνευμάτων ψυχρότητα ἢ θερμότητα διὰ τούτων θεωρείσθωσαν· ὧν ἐνίας οὐθὲν ἂν κωλύοι καὶ τοῖς ἀγρίοις εἶναι κοινὰς καὶ κατὰ τὴν ὅλην τῶν δένδρων φθορὰν καὶ ἔτι μᾶλλον κατὰ τὴν τῶν καρπῶν· ὃ καὶ συμβαῖνον ὁρῶμεν· οὐκ εὐκαρπεῖ γὰρ οὐδ' ἐκεῖνα πολλάκις, ἀλλ' οὐχ ὁμοίως οἶμαι παρατετήρηται.

[15]

[1]    Λοιπὸν δ' εἰπεῖν ὅσα παραιρουμένων τινῶν μορίων ἀπόλλυται. κοινὴ μὲν δὴ πᾶσι φθορὰ τοῦ φλοιοῦ περιαιρεθέντος κύκλῳ· πᾶν γὰρ ὡς εἰπεῖν οὕτως ἀπόλλυσθαι δοκεῖ πλὴν ἀνδράχλη· καὶ αὕτη δὲ ἐάν τις τὴν σάρκα σφόδρα πιέσῃ καὶ τὸν μέλλοντα βλαστὸν διακόψῃ· πλὴν εἰ ἄρα φελλοῦ· τοῦτον γάρ φασι καὶ εὐσθενεῖν μᾶλλον περιαιρουμένου δῆλον ὅτι τοῦ ἔξω καὶ τοῦ κάτω πρὸς τῇ σαρκί, καθάπερ καὶ τῆς ἀνδράχλης. ἐπεὶ καὶ τοῦ κεράσου περιαιρεῖται καὶ τῆς ἀμπέλου καὶ τῆς φιλύρας, ἐξ οὗ τὰ σχοινία, καὶ μαλάχης τῶν ἐλαττόνων, ἀλλ' οὐχ ὁ κύριος οὐδ' ὁ πρῶτος, ἀλλ' ὁ ἐπιπολῆς, ὃς καὶ αὐτόματος ἐνίοτε ἀποπίπτει διὰ τὴν ὑπόφυσιν θατέρου.

[2]    Καὶ γὰρ φλοιορραγῆ ἔνια τῶν δένδρων ἐστίν, ὥσπερ καὶ ἡ ἀνδράχλη καὶ ἡ πλάτανος. ὡς δέ τινες οἴονται, πάλιν ὑποφύεται νέος, ὁ δὲ ἔξωθεν ἀποξηραίνεται καὶ ῥήγνυται καὶ αὐτόματος ἀποπίπτει πολλῶν, ἀλλ' οὐχ ὁμοίως ἐπίδηλος. φθείρονται μὲν οὖν, ὡς οἴονται, πάντα περιαιρουμένου, διαφέρει δὲ τῷ θᾶττον καὶ βραδύτερον καὶ μᾶλλον καὶ ἧττον. ἔνια γὰρ πλείω χρόνον διαμένει, καθάπερ συκῆ καὶ φίλυρα καὶ δρῦς· οἱ δὲ καὶ ζῆν φασι ταῦτα, ζῆν δὲ καὶ πτελέαν καὶ φοίνικα· τῆς δὲ φιλύρας καὶ συμφύεσθαι τὸν φλοιὸν πλὴν μικροῦ· τῶν δὲ ἄλλων οἷον πωροῦσθαι καὶ ἰδίαν τινὰ φύσιν ἔχειν. βοηθεῖν δὲ πειρῶνται διαπλάττοντες πηλῷ καὶ περιδοῦντες φλοιοῖς καὶ καλάμοις καὶ τοῖς τοιούτοις, ὅπως μὴ ψύχηται μηδ' ἀποξηραίνηται. καὶ ἤδη φασί που ἀναφῦναι, καθάπερ καὶ ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, [3] τὰς συκᾶς. δεῖ δὲ ἅμα τῇ τῆς χώρας ἀρετῇ καὶ τῇ τοῦ ἀέρος κράσει καὶ τὰ ἐπιγιγνόμενα τοιαῦτα εἶναι· χειμώνων γὰρ ἢ καυμάτων ἐπιγινομένων σφοδρῶν εὐθὺς ἀπόλλυνται· διαφέρουσι δὲ καὶ αἱ ὧραι· περὶ γὰρ τὴν βλάστησιν ἐλάτης ἢ πεύκης, ὅτε καὶ λοπῶσι, τοῦ Θαργηλιῶνος ἢ Σκιρροφοριῶνος ἄν τις περιέλῃ, παραχρῆμα ἀπόλλυται. τοῦ δὲ χειμῶνος πλείω χρόνον ἀντέχει καὶ ἔτι μᾶλλον τὰ ἰσχυρότατα, καθάπερ πρῖνος καὶ δρῦς· χρονιωτέρα γὰρ ἡ τούτων φθορά.

[4] δεῖ δὲ καὶ τὴν περιαίρεσιν ἔχειν τι πλάτος, πάντων μὲν μάλιστα δὲ τῶν ἰσχυροτάτων· ἐπεὶ ἄν τις μικρὰν παντελῶς ποιήσῃ, οὐθὲν ἄτοπον τὸ μὴ ἀπόλλυσθαι· καίτοι φασί γέ τινες, ἐὰν ὁποσονοῦν, συμφθείρεσθαι πάντως· ἀλλ' ἐπὶ τῶν ἀσθενεστέρων τοῦτ' εἰκός. ἔνια γὰρ κἂν μὴ κύκλῳ περιαιρεθῇ φθείρεσθαί φασιν, ἃ καὶ λυπρὰν ἔχει χώραν καὶ ἄτροφον. αὕτη μὲν δή, καθάπερ εἴρηται, κοινὴ φθορὰ πάντων.

[16]

[1]    Ἣν δὲ καλοῦσιν ἐπικοπὴν τῶν δένδρων, μόνον πεύκης ἐλάτης πίτυος φοίνικος, οἱ δὲ καὶ κέδρου καὶ κυπαρίττου φασί. ταῦτα γάρ, ἐὰν περιαιρεθῇ τὴν κόμην ἄνωθεν καὶ ἐπικοπῇ τὸ ἄκρον, φθείρεται πάντα καὶ οὐ βλαστάνει, καθάπερ οὐδ' ἐπικαυθέντα ἢ πάντα ἢ ἔνια. τὰ δ' ἄλλα πάντα καὶ περικοπέντα βλαστάνει, καὶ ἔνιά γε καλλίω γίνεται, καθάπερ ἡ ἐλάα. διαφθείρεται δὲ τὰ πολλὰ κἂν σχισθῇ τὸ στέλεχος· οὐδὲν γὰρ ὑπομένειν δοκεῖ πλὴν ἀμπέλου καὶ συκῆς καὶ ῥόας καὶ μηλέας· ἔνια δὲ κἂν ἑλκωθῇ καὶ μεῖζον καὶ βαθύτερον ἀπόλλυται. τὰ δ' οὐδὲν πάσχει, καθάπερ ἡ πεύκη δᾳδουργουμένη, καὶ ἐξ ὧν δὴ τὰς ῥητίνας συλλέγουσιν, οἷον ἐλάτης τερμίνθου· καὶ γὰρ δὴ τούτων εἰς βάθος ἡ τρῶσις καὶ ἕλκωσις. καὶ γὰρ ἐξ ἀφόρων φοράδες γίνονται καὶ ἐξ ὀλιγοφόρων πολυφόροι.

[2]    Τὰ δὲ καὶ πελέκησιν ὑπομένει καὶ ὀρθὰ καὶ πεσόντα ὑπὸ πνεύματος, ὥστε πάλιν ἀνίστασθαι καὶ ζῆν καὶ βλαστάνειν, οἷον ἰτέα καὶ πλάτανος. ὅπερ συνέβη καὶ ἐν Ἀντάνδρῳ καὶ ἐν Φιλίπποις· ἐκπεσούσης γὰρ ὡς ἀπέκοψαν τοὺς ἀκρεμόνας καὶ ἐπελέκησαν, ἀνεφύη νύκτωρ ἡ πλάτανος κουφισθεῖσα τοῦ βάρους καὶ ἀνεβίω καὶ ὁ φλοιὸς περιέφυ πάλιν. παραπεπελεκημένη δ' ἐτύγχανεν ἐκ τῶν δύο μερῶν· ἦν δὲ τὸ δένδρον μέγα μῆκος μὲν μεῖζον ἢ δεκάπηχυ, πάχος δ' ὥστε μὴ ῥᾳδίως [3] ἂν περιλαβεῖν τέτταρας ἄνδρας. ἡ δὲ ἐν Φιλίπποις ἰτέα περιεκόπη μὲν τοὺς ἀκρεμόνας, οὐ μὴν παρεπελεκήθη. μάντις δέ τις ἔπεισεν αὐτοὺς θυσίαν τε ποιεῖσθαι καὶ τηρεῖν τὸ δένδρον ὡς σημεῖον ἀγαθὸν γεγονός. ἀνέστη δὲ καὶ ἐν Σταγείροις ἐν τῷ μουσείῳ λεύκη τις ἐκπεσοῦσα.

[4]    Τῆς δὲ μήτρας ἐξαιρουμένης οὐθὲν ὡς εἰπεῖν φθείρεται δένδρον. σημεῖον δὲ ὅτι πολλὰ κοῖλα τῶν μέγεθος ἐχόντων δένδρων ἐστίν. οἱ δὲ περὶ Ἀρκαδίαν φασὶ μέχρι τινὸς μὲν ζῆν τὸ δένδρον, τελέως δὲ ἐξ ἅπαντος ἐξαιρεθείσης καὶ πεύκην φθείρεσθαι καὶ ἐλάτην καὶ ἄλλο πᾶν.

[5]    Κοινὴ δὲ φθορὰ πάντων κἂν αἱ ῥίζαι περικοπῶσιν ἢ πᾶσαι ἢ αἱ πλεῖσται καὶ μέγισται καὶ κυριώταται τοῦ ζῆν. αὗται μὲν οὖν ἐξ ἀφαιρέσεως.

   Ἡ δ' ὑπὸ τοῦ ἐλαίου προσθέσει τινὶ μᾶλλον ἢ ἀφαιρέσει· πολέμιον γὰρ δὴ καὶ τοῦτο πᾶσι· καὶ ἔλαιον ἐπιχέουσι τοῖς ὑπολείμμασι τῶν ῥιζῶν. ἰσχύει δὲ μᾶλλον τὸ ἔλαιον ἐν τοῖς νέοις καὶ ἄρτι φυομένοις· ἀσθενέστερα γάρ, δι' ὃ καὶ ἅπτεσθαι κωλύουσι.

   Φθοραὶ δὲ καὶ ὑπ' ἀλλήλων εἰσὶ τῷ παραιρεῖσθαι τὰς τροφὰς καὶ ἐν τοῖς ἄλλοις ἐμποδίζειν. χαλεπὸς δὲ καὶ ὁ κιττὸς παραφυόμενος, χαλεπὸς δὲ καὶ ὁ κύτισος· ἀπόλλυσι γὰρ πάνθ' ὡς εἰπεῖν· ἰσχυρότερον δὲ τούτου τὸ ἅλιμον· ἀπόλλυσι γὰρ τὸν κύτισον.

[6]    Ἔνια δὲ οὐ φθείρει μὲν χείρω δὲ ποιεῖ ταῖς δυνάμεσι τῶν χυλῶν καὶ τῶν ὀσμῶν, οἷον ἡ ῥάφανος καὶ ἡ δάφνη τὴν ἄμπελον. ὀσφραίνεσθαι γάρ φασι καὶ ἕλκειν. δι' ὃ καὶ ὅταν ὁ βλαστὸς πλησίον γένηται πάλιν ἀναστρέφειν καὶ ἀφορᾶν ὡς πολεμίας οὔσης τῆς ὀσμῆς. Ἀνδροκύδης δὲ καὶ παραδείγματι τούτῳ κατεχρήσατο πρὸς τὴν βοήθειαν τὴν ἀπὸ τῆς ῥαφάνου γινομένην πρὸς τὸν οἶνον, ὡς ἐξελαύνουσαν τὴν μέθην· φεύγειν γὰρ δὴ καὶ ζῶσαν τὴν ἄμπελον τὴν ὀσμήν. αἱ μὲν οὖν φθοραὶ πῶς τε γίνονται καὶ πόσαι καὶ ποσαχῶς φανερὸν ἐκ τῶν προειρημένων.