4817 387 0 0 5 0 IV-III a. C. Nat. Hist. Theophrastus II Historia plantarum Hort, A., Cambridge, Mass., Harvard University Press, 1916 Rist. 1:1968; 2:1961 0

Theophrastus-Historia plantarum II

Β

[1]   Αἱ γενέσεις τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν ἢ αὐτόμαται ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἢ ἀπὸ παρασπάδος ἢ ἀπὸ ἀκρεμόνος ἢ ἀπὸ κλωνὸς ἢ ἀπ' αὐτοῦ τοῦ στελέχους εἰσίν, ἢ ἔτι τοῦ ξύλου κατακοπέντος εἰς μικρά· καὶ γὰρ οὕτως ἔνια φύεται. τούτων δὲ ἡ μὲν αὐτόματος πρώτη τις, αἱ δὲ ἀπὸ σπέρματος καὶ ῥίζης φυσικώταται δόξαιεν ἄν· ὥσπερ γὰρ αὐτόμαται καὶ αὐταί· δι' ὃ καὶ τοῖς ἀγρίοις ὑπάρχουσιν· αἱ δὲ ἄλλαι τέχνης ἢ δὴ προαιρέσεως.

[2]    Ἅπαντα δὲ βλαστάνει κατά τινα τῶν τρόπων τούτων, τὰ δὲ πολλὰ κατὰ πλείους· ἐλάα μὲν γὰρ πάντως φύεται πλὴν ἀπὸ τοῦ κλωνός· οὐ γὰρ δύναται καταπηγνυμένη, καθάπερ ἡ συκῆ τῆς κράδης καὶ ἡ ῥόα τῆς ῥάβδου. καίτοι φασί γέ τινες ἤδη καὶ χάρακος παγείσης καὶ πρὸς τὸν κιττὸν συμβιῶσαι καὶ γενέσθαι δένδρον· ἀλλὰ σπάνιόν τι τὸ τοιοῦτον· θάτερα δὲ τὰ πολλὰ τῆς φύσεως. συκῆ δὲ τοὺς μὲν ἄλλους τρόπους φύεται πάντας, ἀπὸ δὲ τῶν πρέμνων καὶ τῶν ξύλων οὐ φύεται· μηλέα δὲ καὶ ἄπιος καὶ ἀπὸ τῶν ἀκρεμόνων σπανίως. οὐ μὴν ἀλλὰ τά γε πολλὰ ἢ πάνθ' ὡς εἰπεῖν ἐνδέχεσθαι δοκεῖ καὶ ἀπὸ τούτων, ἐὰν λεῖοι καὶ νέοι καὶ εὐαυξεῖς ὦσιν. ἀλλὰ φυσικώτεραί πως ἐκεῖναι· τὸ δὲ ἐνδεχόμενον ὡς δυνατὸν ληπτέον.

[3]    Ὅλως γὰρ ὀλίγα τὰ ἀπὸ τῶν ἄνω μᾶλλον βλαστάνοντα καὶ γεννώμενα, καθάπερ ἄμπελος ἀπὸ τῶν κλημάτων· αὕτη γὰρ οὐκ ἀπὸ τῆς πρώρας ἀλλ' ἀπὸ τοῦ κλήματος φύεται, καὶ εἰ δή τι τοιοῦτον ἕτερον ἢ δένδρον ἢ φρυγανῶδες, ὥσπερ δοκεῖ τό τε πήγανον καὶ ἡ ἰωνία καὶ τὸ σισύμβριον καὶ ὁ ἕρπυλλος καὶ τὸ ἑλένιον. κοινοτάτη μὲν οὖν ἐστὶ πᾶσιν ἥ τε ἀπὸ τῆς παρασπάδος καὶ ἀπὸ σπέρματος. ἅπαντα γὰρ ὅσα ἔχει σπέρματα καὶ ἀπὸ σπέρματος γίνεται· ἀπὸ δὲ παρασπάδος καὶ τὴν δάφνην φασίν, ἐάν τις τὰ ἔρνη παρελὼν φυτεύσῃ. δεῖ δὲ ὑπόρριζον εἶναι μάλιστά γε τὸ παρασπώμενον ἢ ὑπόπρεμνον. οὐ μὴν ἀλλὰ καὶ ἄνευ τούτου θέλει βλαστάνειν καὶ ῥόα καὶ μηλέα ἐαρινή· βλαστάνει δὲ καὶ ἀμυγδαλῆ φυτευομένη.

[4] κατὰ πλείστους δὲ τρόπους ὡς εἰπεῖν ἡ ἐλάα βλαστάνει· καὶ γὰρ ἀπὸ τοῦ στελέχους καὶ ἀπὸ τοῦ πρέμνου κατακοπτομένου καὶ ἀπὸ τῆς ῥίζης [καὶ ἀπὸ τοῦ ξύλου] καὶ ἀπὸ ῥάβδου καὶ χάρακος ὥσπερ εἴρηται. τῶν δ' ἄλλων ὁ μύρρινος· καὶ γὰρ οὗτος ἀπὸ τῶν ξύλων καὶ τῶν πρέμνων φύεται. δεῖ δὲ καὶ τούτου καὶ τῆς ἐλάας τὰ ξύλα διαιρεῖν μὴ ἐλάττω σπιθαμιαίων καὶ τὸν φλοιὸν μὴ περιαιρεῖν.

   Τὰ μὲν οὖν δένδρα βλαστάνει καὶ γίνεται κατὰ τοὺς εἰρημένους τρόπους· αἱ γὰρ ἐμφυτεῖαι καὶ οἱ ἐνοφθαλμισμοὶ καθάπερ μίξεις τινές εἰσιν ἢ κατ' ἄλλον τρόπον γενέσεις, περὶ ὧν ὕστερον λεκτέον.

[2]

[1]    Τῶν δὲ φρυγανωδῶν καὶ ποιωδῶν τὰ μὲν πλεῖστα ἀπὸ σπέρματος ἢ ῥίζης τὰ δὲ καὶ ἀμφοτέρως· ἔνια δὲ καὶ ἀπὸ τῶν βλαστῶν, ὥσπερ εἴρηται. ῥοδωνία δὲ καὶ κρινωνία κατακοπέντων τῶν καυλῶν, ὥσπερ καὶ ἡ ἄγρωστις. φύεται δὲ ἡ κρινωνία καὶ ἡ ῥοδωνία καὶ ὅλου τοῦ καυλοῦ τεθέντος. ἰδιωτάτη δὲ ἡ ἀπὸ δακρύου· καὶ γὰρ οὕτω δοκεῖ τὸ κρίνον φύεσθαι, ὅταν ξηρανθῇ τὸ ἀπορρυέν. φασὶ δὲ καὶ ἐπὶ τοῦ ἱπποσελίνου· καὶ γὰρ τοῦτο ἀφίησι δάκρυον. φύεται δέ τις καὶ κάλαμος, ἐάν τις διατέμνων τὰς ἠλακάτας πλαγίας τιθῇ καὶ κατακρύψῃ κόπρῳ καὶ γῇ. ἰδίως δὲ ἀπὸ ῥίζης [τῷ] φύεσθαι καὶ τὰ κεφαλόρριζα.

[2]   Τοσαυταχῶς δὲ οὔσης τῆς δυνάμεως τὰ μὲν πολλὰ τῶν δένδρων, ὥσπερ ἐλέχθη πρότερον, ἐν πλείοσι τρόποις φύεται· ἔνια δὲ ἀπὸ σπέρματος φύεται μόνον, οἷον ἐλάτη πεύκη πίτυς ὅλως πᾶν τὸ κωνοφόρον· ἔτι δὲ καὶ φοῖνιξ, πλὴν εἰ ἄρα ἐν Βαβυλῶνι καὶ ἀπὸ τῶν ῥάβδων [ὥς] φασί τινες μολεύειν. κυπάριττος δὲ παρὰ μὲν τοῖς ἄλλοις ἀπὸ σπέρματος, ἐν Κρήτῃ δὲ καὶ ἀπὸ τοῦ στελέχους, οἷον ἐπὶ τῆς ὀρείας ἐν Τάρρᾳ· παρὰ τούτοις γάρ ἐστιν ἡ κουριζομένη κυπάριττος· αὕτη δὲ ἀπὸ τῆς τομῆς βλαστάνει πάντα τρόπον τεμνομένη καὶ ἀπὸ γῆς καὶ ἀπὸ τοῦ μέσου καὶ ἀπὸ τοῦ ἀνωτέρω· βλαστάνει δὲ ἐνιαχοῦ καὶ ἀπὸ τῶν ῥιζῶν σπανίως δέ.

[3]    Περὶ δὲ δρυὸς ἀμφισβητοῦσιν· οἱ μὲν γὰρ ἀπὸ σπέρματός φασι μόνον, οἱ δὲ καὶ ἀπὸ ῥίζης γλίσχρως· οἱ δὲ καὶ ἀπ' αὐτοῦ τοῦ στελέχους κοπέντος. ἀπὸ παρασπάδος δὲ καὶ ῥίζης οὐδὲν φύεται τῶν μὴ παραβλαστανόντων.

[4]    Ἁπάντων δὲ ὅσων πλείους αἱ γενέσεις, ἡ ἀπὸ παρασπάδος καὶ ἔτι μᾶλλον ἡ ἀπὸ παραφυάδος ταχίστη καὶ εὐαυξής, ἐὰν ἀπὸ ῥίζης ἡ παραφυὰς ᾖ. καὶ τὰ μὲν οὕτως ἢ ὅλως ἀπὸ φυτευτηρίων πεφυτευμένα πάντα δοκεῖ τοὺς καρποὺς ἐξομοιοῦν. ὅσα δ' ἀπὸ τοῦ καρποῦ τῶν δυναμένων καὶ οὕτως βλαστάνειν, ἅπανθ' ὡς εἰπεῖν χείρω, τὰ δὲ καὶ ὅλως ἐξίσταται τοῦ γένους, οἷον ἄμπελος μηλέα συκῆ ῥοιὰ ἄπιος· ἔκ τε γὰρ τῆς κεγχραμίδος οὐδὲν γίνεται γένος ὅλως ἥμερον, ἀλλ' ἢ ἐρινεὸς ἢ ἀγρία συκῆ, διαφέρουσα πολλάκις καὶ τῇ χροίᾳ· καὶ γὰρ ἐκ μελαίνης λευκὴ καὶ ἐκ λευκῆς μέλαινα γίνεται· ἔκ τε τῆς ἀμπέλου τῆς γενναίας ἀγεννής· καὶ πολλάκις ἕτερον γένος· ὁτὲ δὲ ὅλως οὐδὲν ἥμερον ἀλλ' ἄγριον ἐνίοτε καὶ τοιοῦτον ὥστε μὴ ἐκπέττειν τὸν καρπόν· αἱ δ' ὥστε μηδὲ ἁδρύνειν ἀλλὰ μέχρι τοῦ ἀνθῆσαι μόνον ἀφικνεῖσθαι.

[5]    Φύονται δὲ καὶ ἐκ τῶν τῆς ἐλάας πυρήνων ἀγριέλαιος, καὶ ἐκ τῶν τῆς ῥόας κόκκων τῶν γλυκέων ἀγεννεῖς, καὶ ἐκ τῶν ἀπυρήνων σκληραί, πολλάκις δὲ καὶ ὀξεῖαι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐκ τῶν ἀπίων καὶ ἐκ τῶν μηλέων· ἐκ μὲν γὰρ τῶν ἀπίων μοχθηρὰ ἡ ἀχράς, ἐκ δὲ τῶν μηλέων χείρων τε τῷ γένει καὶ ἐκ γλυκείας ὀξεῖα, καὶ ἐκ στρουθίου Κυδώνιος. χείρων δὲ καὶ ἡ ἀμυγδαλῆ καὶ τῷ χυλῷ καὶ τῷ σκληρὰ ἐκ μαλακῆς· δι' ὃ καὶ αὐξηθεῖσαν ἐγκεντρίζειν κελεύουσιν, εἰ δὲ μὴ τὸ μόσχευμα μεταφυτεύειν πολλάκις.

[6]    Χείρων δὲ καὶ ἡ δρῦς· ἀπὸ γοῦν τῆς ἐν Πύρρᾳ πολλοὶ φυτεύσαντες οὐκ ἐδύνανθ' ὁμοίαν ποιεῖν. δάφνην δὲ καὶ μυρρίνην διαφέρειν ποτέ φασιν, ὡς ἐπὶ τὸ πολὺ δ' ἐξίστασθαι καὶ οὐδὲ τὸ χρῶμα διασώζειν, ἀλλ' ἐξ ἐρυθροῦ καρποῦ γίνεσθαι μέλαιναν, ὥσπερ καὶ τὴν ἐν Ἀντάνδρῳ· πολλάκις δὲ καὶ τὴν κυπάριττον ἐκ θηλείας ἄρρενα. μάλιστα δὲ τούτων ὁ φοῖνιξ δοκεῖ διαμένειν ὥσπερ εἰπεῖν τελείως τῶν ἀπὸ σπέρματος, καὶ πεύκη ἡ κωνοφόρος καὶ πίτυς ἡ φθειροποιός. ταῦτα μὲν οὖν ἐν τοῖς ἡμερωμένοις. ἐν δὲ τοῖς ἀγρίοις δῆλον ὅτι πλείω κατὰ λόγον ὡς ἰσχυροτέροις· ἐπεὶ θάτερόν γε καὶ ἄτοπον, εἰ δὴ χείρω καὶ ἐν ἐκείνοις καὶ ὅλως ἐν τοῖς ἀπὸ σπέρματος μόνον· εἰ μή τι τῇ θεραπείᾳ δύνανται μεταβάλλειν.

[7]

   Διαφέρουσι δὲ καὶ τόποι τόπων καὶ ἀὴρ ἀέρος· ἐνιαχοῦ γὰρ ἐκφέρειν ἡ χώρα δοκεῖ τὰ ὅμοια, καθάπερ καὶ ἐν Φιλίπποις· ἀνάπαλιν ὀλίγα καὶ ὀλιγαχοῦ λαμβάνειν μεταβολήν, ὥστε ἐκ σπέρματος ἀγρίου ποιεῖν ἥμερον ἢ ἐκ χείρονος ἁπλῶς βέλτιον· τοῦτο γὰρ ἐπὶ τῆς ῥόας μόνον ἀκηκόαμεν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ συμβαίνειν· ἐν Αἰγύπτῳ μὲν γὰρ τὴν ὀξεῖαν καὶ σπαρεῖσαν καὶ φυτευθεῖσαν γλυκεῖαν γίνεσθαί πως ἢ οἰνώδη· περὶ δὲ Σόλους τῆς Κιλικίας περὶ ποταμὸν τὸν Πίναρον, οὗ ἡ μάχη πρὸς Δαρεῖον ἐγένετο, πᾶσαι γίνονται ἀπύρηνοι.

[8]    Εὔλογον δὲ καὶ εἴ τις τὸν παρ' ἡμῶν φοίνικα φυτεύοι ἐν Βαβυλῶνι, κάρπιμόν τε γίνεσθαι καὶ ἐξομοιοῦσθαι τοῖς ἐκεῖ. τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τις ἑτέρα προσάλληλον ἔχει καρπὸν τόπῳ· κρείττων γὰρ οὗτος τῆς ἐργασίας καὶ τῆς θεραπείας. σημεῖον δ' ὅτι μεταφερόμενα τἀκεῖθεν ἄκαρπα τὰ δὲ καὶ ὅλως ἀβλαστῆ γίνεται.

[9]    Μεταβάλλει δὲ καὶ τῇ τροφῇ καὶ διὰ τὴν ἄλλην ἐπιμέλειαν, οἷς καὶ τὸ ἄγριον ἐξημεροῦται καὶ αὐτῶν δὲ τῶν ἡμέρων ἔνια ἀπαγριοῦται, οἷον ῥόα καὶ ἀμυγδαλῆ. ἤδη δέ τινες καὶ ἐκ κριθῶν ἀναφῦναί φασι πυροὺς καὶ ἐκ πυρῶν κριθὰς καὶ [10] ἐπὶ τοῦ αὐτοῦ πυθμένος ἄμφω. ταῦτα μὲν οὖν ὡς μυθωδέστερα δεῖ δέχεσθαι. μεταβάλλει δ' οὖν τὰ μεταβάλλοντα τὸν τρόπον τοῦτον αὐτομάτως· ἐξαλλαγῇ δὲ χώρας, ὥσπερ ἐν Αἰγύπτῳ καὶ Κιλικίᾳ περὶ τῶν ῥοῶν εἴπομεν, οὐδὲ διὰ μίαν θεραπείαν.

   Ὡσαύτως δὲ καὶ ὅπου τὰ κάρπιμα ἄκαρπα γίνεται, καθάπερ τὸ πέρσιον τὸ ἐξ Αἰγύπτου καὶ ὁ φοῖνιξ ἐν τῇ Ἑλλάδι καὶ εἰ δή τις κομίσειε τὴν ἐν Κρήτῃ λεγομένην αἴγειρον. ἔνιοι δέ φασι καὶ τὴν ὄην ἐὰν εἰς ἀλεεινὸν ἔλθῃ σφόδρα τόπον ἄκαρπον γίνεσθαι· φύσει γὰρ ψυχρόν. εὔλογον δὲ ἀμφότερα συμβαίνειν κατὰ τὰς ἐναντιώσεις, εἴπερ μηδ' ὅλως ἔνια φύεσθαι θέλει μεταβάλλοντα τοὺς τόπους. καὶ κατὰ μὲν τὰς χώρας αἱ τοιαῦται μεταβολαί.

[11]    Κατὰ δὲ τὴν φυτείαν τὰ ἀπὸ τῶν σπερμάτων φυτευόμενα, καθάπερ ἐλέχθη· παντοῖαι γὰρ αἱ ἐξαλλαγαὶ καὶ τούτων. τῇ θεραπείᾳ δὲ μεταβάλλει ῥόα καὶ ἀμυγδαλῆ· ῥόα μὲν κόπρον ὑείαν λαβοῦσα καὶ ὕδατος πλῆθος ῥυτοῦ· ἀμυγδαλῆ δὲ ὅταν πάτταλόν τις ἐνθῇ, καὶ τὸ δάκρυον ἀφαιρῇ τὸ ἐπιρρέον πλείω χρόνον καὶ τὴν ἄλλην ἀποδιδῷ [12] θεραπείαν. ὡσαύτως δὲ δῆλον ὅτι καὶ ὅσα ἐξημεροῦται τῶν ἀγρίων ἢ ἀπαγριοῦται τῶν ἡμέρων· τὰ μὲν γὰρ θεραπείᾳ τὰ δ' ἀθεραπευσίᾳ μεταβάλλει· πλὴν εἴ τις λέγοι μηδὲ μεταβολὴν ἀλλ' ἐπίδοσιν εἰς τὸ βέλτιον εἶναι καὶ χεῖρον· οὐ γὰρ οἷόν τε τὸν κότινον ποιεῖν ἐλάαν οὐδὲ τὴν ἀχράδα ποιεῖν ἄπιον οὐδὲ τὸν ἐρινεὸν συκῆν. ὃ γὰρ ἐπὶ τοῦ κοτίνου φασὶ συμβαίνειν, ὥστ' ἐὰν περικοπεὶς τὴν θαλίαν ὅλως μεταφυτευθῇ φέρειν φαυλίας, μετακίνησίς τις γίνεται οὐ μεγάλη. ταῦτα μὲν οὖν ὁποτέρως δεῖ λαβεῖν οὐθὲν ἂν διαφέροι.

[3]

[1]    Φασὶ δ' οὖν αὐτομάτην τινὰ γίνεσθαι τῶν τοιούτων μεταβολήν, ὁτὲ μὲν τῶν καρπῶν ὁτὲ δὲ καὶ ὅλως αὐτῶν τῶν δένδρων, ἃ καὶ σημεῖα νομίζουσιν οἱ μάντεις· οἷον ῥόαν ὀξεῖαν γλυκεῖαν ἐξενεγκεῖν καὶ γλυκεῖαν ὀξεῖαν· καὶ πάλιν ἁπλῶς αὐτὰ τὰ δένδρα μεταβάλλειν, ὥστε ἐξ ὀξείας γλυκεῖαν γίνεσθαι καὶ ἐκ γλυκείας ὀξεῖαν· χεῖρον δὲ τὸ εἰς γλυκεῖαν μεταβάλλειν. καὶ ἐξ ἐρινεοῦ συκῆν καὶ ἐκ συκῆς ἐρινεόν· χεῖρον δὲ τὸ ἐκ συκῆς. καὶ ἐξ ἐλάας κότινον καὶ ἐκ κοτίνου ἐλάαν· ἥκιστα δὲ τοῦτο. πάλιν δὲ συκῆν ἐκ λευκῆς μέλαιναν καὶ ἐκ μελαίνης λευκήν. ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ ἀμπέλου.

[2]    Καὶ ταῦτα μὲν ὡς τέρατα καὶ παρὰ φύσιν ὑπολαμβάνουσιν· ὅσα δὲ συνήθη τῶν τοιούτων οὐδὲ θαυμάζουσιν ὅλως· οἷον τὸ τὴν κάπνειον ἄμπελον καλουμένην καὶ ἐκ μέλανος βότρυος λευκὸν καὶ ἐκ λευκοῦ μέλανα φέρειν· οὐδὲ γὰρ οἱ μάντεις τὰ τοιαῦτα κρίνουσιν· ἐπεὶ οὐδὲ ἐκεῖνα, παρ' οἷς πέφυκεν ἡ χώρα μεταβάλλειν, ὥσπερ ἐλέχθη περὶ τῆς ῥόας ἐν Αἰγύπτῳ· ἀλλὰ τὸ ἐνταῦθα θαυμαστόν, διὰ τὸ μίαν μόνον ἢ δύο, καὶ ταύτας ἐν τῷ παντὶ χρόνῳ σπανίας. οὐ μὴν ἀλλ' εἴπερ συμβαίνει, μᾶλλον ἐν τοῖς καρποῖς γίνεσθαι τὴν παραλλαγὴν ἢ ἐν ὅλοις τοῖς δένδροις.

[3]    Ἐπεὶ καὶ τοιαύτη τις ἀταξία γίνεται περὶ τοὺς καρπούς· οἷον ἤδη ποτὲ συκῆ τὰ σῦκα ἔφυσεν ἐκ τοῦ ὄπισθεν τῶν θρίων· καὶ ῥόα δὲ καὶ ἄμπελος ἐκ τῶν στελεχῶν, καὶ ἄμπελος ἄνευ φύλλων καρπὸν ἤνεγκεν. ἐλάα δὲ τὰ μὲν φύλλα ἀπέβαλε τὸν δὲ καρπὸν ἐξήνεγκεν· ὃ καὶ Θετταλῷ τῷ Πεισιστράτου γενέσθαι λέγεται. συμβαίνει δὲ καὶ διὰ χειμῶνας τοῦτο καὶ δι' ἄλλας αἰτίας ἔνια τῶν δοκούντων εἶναι παρὰ λόγον οὐκ ὄντων δέ· οἷον ἐλάα ποτ' ἀποκαυθεῖσα τελέως ἀνεβλάστησεν ὅλη, καὶ αὐτὴ καὶ ἡ θαλία. ἐν δὲ τῇ Βοιωτίᾳ καταβρωθέντων τῶν ἐρνῶν ὑπ' ἀττελέβων πάλιν ἀνεβλάστησε· τὰ δ' οἷον ἀπέπεσεν. ἥκιστα δ' ἴσως τὰ τοιαῦτα ἄτοπα διὰ τὸ φανερὰς ἔχειν τὰς αἰτίας, ἀλλὰ μᾶλλον τὸ μὴ ἐκ τῶν οἰκείων τόπων φέρειν τοὺς καρποὺς ἢ μὴ οἰκείους· καὶ μάλιστα δ' εἰ τῆς ὅλης φύσεως γίνεται μεταβολή, καθάπερ ἐλέχθη. περὶ μὲν οὖν τὰ δένδρα τοιαῦται τινές εἰσι μεταβολαί.

[4]

[1]    Τῶν δὲ ἄλλων τό τε σισύμβριον εἰς μίνθαν δοκεῖ μεταβάλλειν, ἐὰν μὴ κατέχηται τῇ θεραπείᾳ, δι' ὃ καὶ μεταφυτεύουσι πολλάκις, καὶ ὁ πυρὸς εἰς αἶραν. ταῦτα μὲν οὖν ἐν τοῖς δένδροις αὐτομάτως, εἴπερ γίνεται. τὰ δ' ἐν τοῖς ἐπετείοις διὰ παρασκευῆς· οἷον ἡ τίφη καὶ ἡ ζειὰ μεταβάλλουσιν εἰς πυρὸν ἐὰν πτισθεῖσαι σπείρωνται, καὶ τοῦτ' οὐκ εὐθὺς ἀλλὰ τῷ τρίτῳ ἔτει. σχεδὸν δὲ παραπλήσιον τοῦτό γε τῷ τὰ σπέρματα κατὰ τὰς χώρας μεταβάλλειν· μεταβάλλει γὰρ καὶ ταῦτα καθ' ἑκάστην χώραν καὶ σχεδὸν ἐν τῷ ἴσῳ χρόνῳ καὶ ἡ τίφη. μεταβάλλουσι δὲ καὶ οἱ ἄγριοι πυροὶ καὶ αἱ κριθαὶ θεραπευόμεναι καὶ ἐξημερούμεναι κατὰ τὸν ἴσον χρόνον.

[2]    Καὶ ταῦτα μὲν ἔοικε χώρας τε μεταβολῇ καὶ θεραπείᾳ γίνεσθαι· καὶ ἔνια ἀμφοτέροις, τὰ δὲ τῇ θεραπείᾳ μόνον· οἷον πρὸς τὸ τὰ ὄσπρια μὴ γίνεσθαι ἀτεράμονα βρέξαντα κελεύουσιν ἐν νίτρῳ νύκτα τῇ ὑστεραίᾳ σπείρειν ἐν ξηρᾷ· φακοὺς ὥστε ἁδροὺς γίνεσθαι φυτεύουσιν ἐν βολίτῳ· τοὺς ἐρεβίνθους δέ, ὥστε μεγάλους, αὐτοῖς τοῖς κελύφεσι βρέξαντα σπείρειν. μεταβάλλουσι δὲ καὶ κατὰ τὰς ὥρας τοῦ σπόρου πρὸς κουφότητα καὶ ἀλυπίαν· οἷον ἐάν τις τοὺς ὀρόβους ἐαρινοὺς σπείρῃ τρισάλυποι γίνονται, καὶ οὐχ ὡς οἱ μετοπωρινοὶ βαρεῖς.

[3]    Γίνεται δὲ καὶ ἐν τοῖς λαχάνοις μεταβολὴ διὰ τὴν θεραπείαν· οἷον τὸ σέλινον, ἐὰν σπαρὲν καταπατηθῇ καὶ κυλινδρωθῇ, ἀναφύεσθαί φασιν οὖλον. μεταβάλλει δὲ καὶ τὴν χώραν ἐξαλλάττοντα, καθάπερ καὶ τἆλλα. καὶ τὰ μὲν τοιαῦτα κοινὰ πάντων ἐστίν. εἰ δὲ κατά τινα πήρωσιν ἢ ἀφαίρεσιν μέρους δένδρον ἄγονον γίνεται, καθάπερ τὰ ζῶα, τοῦτο σκεπτέον· οὐδὲν γοῦν φανερὸν κατά γε τὴν διαίρεσιν εἰς τὸ πλείω καὶ ἐλάττω φέρειν ὥσπερ κακούμενον, ἀλλ' ἢ ἀπόλλυται τὸ ὅλον ἢ διαμένον καρποφορεῖ. τὸ δὲ γῆρας κοινή τις φθορὰ πᾶσιν.

[4]    Ἄτοπον δ' ἂν δόξειε μᾶλλον εἰ ἐν τοῖς ζώοις αἱ τοιαῦται μεταβολαὶ φυσικαὶ καὶ πλείους· καὶ γὰρ κατὰ τὰ ὥρας ἔνια δοκεῖ μεταβάλλειν, ὥσπερ ὁ ἱέραξ καὶ ἔποψ καὶ ἄλλα τῶν ὁμοίων ὀρνέων. καὶ κατὰ τὰς τῶν τόπων ἀλλοιώσεις, ὥσπερ ὁ ὕδρος εἰς ἔχιν ξηραινομένων τῶν λιβάδων. φανερώτατα δὲ καὶ κατὰ τὰς γενέσεις ἔνια, καὶ μεταβάλλει διὰ πλειόνων ζώων· οἷον ἐκ κάμπης γίνεται χρυσαλλὶς εἶτ' ἐκ ταύτης ψυχή· καὶ ἐπ' ἄλλων δ' ἐστὶ τοῦτο πλειόνων, οὐδὲν ἴσως ἄτοπον, οὐδ' ὅμοιον τὸ ζητούμενον. ἀλλ' ἐκεῖνο συμβαίνει περὶ τὰ δένδρα καὶ ὅλως πᾶσαν τὴν ὕλην, ὥσπερ ἐλέχθη καὶ πρότερον, ὥστε αὐτομάτην μεταβλαστάνειν μεταβολῆς τινος γινομένης ἐκ τῶν οὐρανίων τοιαύτης. τὰ μὲν οὖν περὶ τὰς γενέσεις καὶ μεταβολὰς ἐκ τούτων θεωρητέον.

[5]

[1]    Ἐπεὶ δὲ καὶ αἱ ἐργασίαι καὶ αἱ θεραπεῖαι μεγάλα συμβάλλονται, καὶ ἔτι πρότερον αἱ φυτεῖαι καὶ ποιοῦσι μεγάλας διαφοράς, λεκτέον καὶ περὶ τούτων.

   Καὶ πρῶτον περὶ τῶν φυτειῶν. αἱ μὲν οὖν ὧραι πρότερον εἴρηνται καθ' ἃς δεῖ. τὰ δὲ φυτὰ λαμβάνειν κελεύουσιν ὡς κάλλιστα καὶ ἐξ ὁμοίας γῆς εἰς ἣν μέλλεις φυτεύειν, ἢ χείρονος· τοὺς δὲ γυροὺς προορύττειν ὡς πλείστου χρόνου καὶ βαθυτέρους αἰεὶ καὶ τοῖς ἐπιπολαιορριζοτέροις.

[2]    Λέγουσι δέ τινες ὡς οὐδεμία κατωτέρω διϊκνεῖται τριῶν ἡμιποδίων· δι' ὃ καὶ ἐπιτιμῶσι τοῖς ἐν μείζονι βάθει φυτεύουσιν· οὐκ ἐοίκασι δὲ ὀρθῶς λέγειν ἐπὶ πολλῶν· ἀλλ' ἐὰν ἢ χώματος ἐπιλάβηται βαθέος ἢ καὶ χώρας τοιαύτης ἢ καὶ τόπου, πολλῷ μακροτέραν ὠθεῖ τὸ τῇ φύσει βαθύρριζον. πεύκην δέ τις ἔφη μεταφυτεύων μεμοχλευμένην μείζω τὴν ῥίζαν ἔχειν ὀκτάπηχυν καίπερ οὐχ ὅλης ἐξαιρεθείσης ἀλλ' ἀπορραγείσης.

[3]    Τὰ δὲ φυτευτήρια ἐὰν μὲν ἐνδέχηται ὑπόρριζα, εἰ δὲ μή, δεῖ μᾶλλον ἀπὸ τῶν κάτω ἢ τῶν ἄνω λαμβάνειν, πλὴν ἀμπέλου· καὶ τὰ μὲν ἔχοντα ῥίζας ὀρθὰ ἐμβάλλειν, τὰ δὲ μὴ ἔχοντα ὑποβάλλειν τοῦ φυτευτηρίου ὅσον σπιθαμὴν ἢ μικρῷ πλεῖον. ἔνιοι δὲ κελεύουσι καὶ τῶν ὑπορρίζων ὑποβάλλειν, τιθέναι δὲ καὶ τὴν θέσιν ὁμοίως ἥνπερ εἶχεν ἐπὶ τῶν δένδρων τὰ πρόσβορρα καὶ τὰ πρὸς ἕω καὶ τὰ πρὸς μεσημβρίαν. ὅσα δὲ ἐνδέχεται τῶν φυτῶν καὶ προμοσχεύειν· τὰ μὲν ἐπ' αὐτῶν τῶν δένδρων, οἷον ἐλάας ἀπίου μηλέας συκῆς· τὰ δ' ἀφαιροῦντας, οἷον ἀμπέλου· ταύτην γὰρ οὐχ οἷόν τε ἐπ' αὐτῆς μοσχεύειν.

[4]    Ἐὰν δὲ μὴ ὑπόρριζα τὰ φυτὰ μηδὲ ὑπόπρεμνα λαμβάνειν, καθάπερ τῆς ἐλάας, σχίσαντά τε τὸ ξύλον κάτωθεν καὶ λίθον ἐμβαλόντα φυτεύειν· ὁμοίως δὲ καὶ τῆς ἐλάας καὶ συκῆς καὶ τῶν ἄλλων. φυτεύεται δὲ ἡ συκῆ καὶ ἐάν τις κράδην παχεῖαν ἀποξύνας σφύρᾳ παίῃ, ἄχρι οὗ ἂν ἀπολίπῃ μικρὸν ὑπὲρ τῆς γῆς, εἶτ' αὐτῆς ἄμμον βαλὼν ἄνωθεν ἐπιχώσῃ· καὶ γίνεσθαι δή φασι καὶ καλλίω ταῦτα τὰ φυτά, μέχρι οὗ ἂν ᾖ νέα.

[5]    Παραπλησία καὶ τῶν ἀμπέλων, ὅταν ἀπὸ τοῦ παττάλου· προοδοποιεῖ γὰρ ὁ πάτταλος ἐκείνῳ τῷ κλήματι διὰ τὴν ἀσθένειαν· φυτεύουσιν οὕτω καὶ ῥόαν καὶ ἄλλα τῶν δένδρων. ἡ συκῆ δέ, ἐὰν ἐν σκίλλῃ φυτευθῇ, θᾶττον παραγίνεται καὶ ἧττον ὑπὸ σκωλήκων κατεσθίεται. ὅλως δὲ πᾶν ἐν σκίλλῃ φυτευόμενον εὐβλαστὲς καὶ θᾶττον αὐξάνεται. ὅσα δὲ ἐκ τοῦ στελέχους καὶ διακοπτόμενα φυτεύεται, κάτω τρέποντα τὴν τομὴν δεῖ φυτεύειν, διακόπτειν δὲ μὴ ἐλάττω σπιθαμιαίων, ὥσπερ ἐλέχθη, καὶ τὸν φλοιὸν προσεῖναι· φύεται δ' ἐκ τῶν τοιούτων ἔρνη· βλαστανόντων δ' ἀεὶ προσχωννύειν, ἄχρι οὗ ἂν γένηται ἄρτιον· αὕτη μὲν οὖν τῆς ἐλάας ἰδία καὶ τοῦ μυρρίνου, αἱ δ' ἄλλαι κοινότεραι πᾶσιν.

[6]    Ἄριστον δὲ καὶ ῥιζώσασθαι καὶ φυτείας μάλιστα τῆς τυχούσης ἡ συκῆ. φυτεύειν δὲ ῥόας μὲν καὶ μυρρίνους καὶ δάφνας πυκνὰς κελεύουσι, μὴ πλέον διεστώσας ἢ ἐννέα πόδας, μηλέας δὲ μικρῷ μακρότερον, ἀπίους δὲ καὶ ὄγχνας ἔτι μᾶλλον, ἀμυγδαλᾶς δὲ καὶ συκᾶς πολλῷ πλέον, ὡσαύτως δὲ καὶ τὴν ἐλάαν. ποιεῖσθαι δὲ καὶ πρὸς τὸν τόπον τὰς ἀποστάσεις· ἐν γὰρ τοῖς ὀρεινοῖς ἐλάττους ἢ ἐν τοῖς πεδεινοῖς.

[7]    Μέγιστον δὲ ὡς εἰπεῖν τὸ τὴν πρόσφορον ἑκάστῳ χώραν ἀποδιδόναι· τότε γὰρ εὐθενεῖ μάλιστα. ὡς δ' ἁπλῶς εἰπεῖν ἐλάᾳ μὲν καὶ συκῇ καὶ ἀμπέλῳ τὴν πεδεινήν φασιν οἰκειοτάτην εἶναι, τοῖς δὲ ἀκροδρύοις τὰς ὑπωρείας. χρὴ δὲ καὶ ἐν αὐτοῖς τοῖς ὁμογενέσι μὴ ἀγνοεῖν τὰς οἰκείας. ἐν πλείστῃ δὲ ὡς εἰπεῖν διαφορᾷ τὰ τῶν ἀμπέλων ἐστίν· ὅσα γάρ ἐστι γῆς εἴδη, τοσαῦτά τινές φασι καὶ ἀμπέλων εἶναι. φυτευόμενα μὲν οὖν κατὰ φύσιν ἀγαθὰ γίνεσθαι παρὰ φύσιν δὲ ἄκαρπα. ταῦτα μὲν οὖν ὥσπερ κοινὰ πάντων.

[6]

[1]    Τῶν δὲ φοινίκων ἴδιος ἡ φυτεία παρὰ τἆλλα καὶ ἡ μετὰ ταῦτα θεραπεία. φυτεύουσι γὰρ πλείους εἰς ταὐτὸ τιθέντες δύο κάτω καὶ δύο ἄνωθεν ἐπιδοῦντες, πρανεῖς δὲ πάντας. τὴν γὰρ ἔκφυσιν οὐκ ἐκ τῶν ὑπτίων καὶ κοίλων ποιεῖται, καθάπερ τινές φασιν, ἀλλ' ἐκ τῶν ἄνω, δι' ὃ καὶ ἐν τῇ ἐπιζεύξει τῶν ἐπιτιθεμένων οὐ δεῖ περικαλύπτειν τὰς ἀρχὰς ὅθεν ἡ ἔκφυσις· φανεραὶ δ' εἰσὶ τοῖς ἐμπείροις. διὰ τοῦτο δ' εἰς τὸ αὐτὸ πλείους τιθέασιν ὅτι ἀπὸ τοῦ ἑνὸς ἀσθενὴς ἡ φυτεία. τούτων δὲ αἵ τε ῥίζαι πρὸς ἀλλήλας συμπλέκονται καὶ εὐθὺς αἱ πρῶται βλαστήσεις, ὥστε ἓν γίνεσθαι τὸ στέλεχος.

[2]    Ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· ἡ δ' ἀφ' αὑτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος· ἀφαιροῦσι δὲ ὅσον δίπηχυ· σχίσαντες δὲ τοῦτο κάτω τιθέασι τὸ ὑγρόν· φιλεῖ δὲ χώραν ἁλμώδη· δι' ὃ καὶ ὅπου μὴ τοιαύτη τυγχάνει περιπάττουσιν ἅλας οἱ γεωργοί· τοῦτο δὲ δεῖ ποιεῖν μὴ περὶ αὐτὰς τὰς ῥίζας ἀλλ' ἄποθεν ἀποστήσαντα περιπάττειν ὅσον ἡμίεκτον· ὅτι δὲ τοιαύτην ζητεῖ χώραν κἀκεῖνο ποιοῦνται σημεῖον· πανταχοῦ γὰρ ὅπου πλῆθος φοινίκων ἁλμώδεις αἱ χῶραι· καὶ γὰρ ἐν Βαβυλῶνί φασιν, ὅπου οἱ φοίνικες πεφύκασι, καὶ ἐν Λιβύῃ δὲ καὶ ἐν Αἰγύπτῳ καὶ Φοινίκῃ καὶ τῆς Συρίας δὲ τῆς κοίλης, ἐν ᾗ γ' οἱ πλεῖστοι τυγχάνουσιν, ἐν τρισὶ μόνοις τόποις ἁλμώδεσιν εἶναι τοὺς δυναμένους θησαυρίζεσθαι· τοὺς δ' ἐν τοῖς ἄλλοις οὐ διαμένειν ἀλλὰ σήπεσθαι, χλωροὺς δ' ἡδεῖς εἶναι καὶ καταναλίσκειν οὕτω.

[3]    Φιλεῖ δὲ καὶ ὑδρείαν σφόδρα τὸ δένδρον· περὶ δὲ κόπρου διαμφισβητοῦσιν· οἱ μὲν γὰρ οὔ φασι χαίρειν ἀλλ' ἐναντιώτατον εἶναι, οἱ δὲ καὶ χρῆσθαι καὶ ἐπίδοσιν πολλὴν ποιεῖν. δεῖν δ' ὑδρεύειν εὖ μάλα κατὰ τῆς κόπρου, καθάπερ οἱ ἐν Ῥόδῳ. τοῦτο μὲν οὖν ἐπισκεπτέον· ἴσως γὰρ οἱ μὲν οὕτως οἱ δ' ἐκείνως θεραπεύουσιν, καὶ μετὰ μὲν τοῦ ὕδατος ὠφέλιμον ἡ κόπρος ἄνευ δὲ τούτου βλαβερά. ὅταν δὲ ἐνιαύσιος γένηται, μεταφυτεύουσι καὶ τῶν ἁλῶν συμπαραβάλλουσι, καὶ πάλιν ὅταν διετής· χαίρει γὰρ σφόδρα τῇ μεταφυτείᾳ.

[4]

   Μεταφυτεύουσι δὲ οἱ μὲν ἄλλοι τοῦ ἦρος· οἱ δὲ ἐν Βαβυλῶνι περὶ τὸ ἄστρον, ὅτε καὶ ὅλως οἵ γε πολλοὶ φυτεύουσιν, ὡς καὶ παραγινομένου καὶ αὐξανομένου θᾶττον. νέου μὲν ὄντος οὐχ ἅπτονται, πλὴν ἀναδοῦσι τὴν κόμην, ὅπως ὀρθοφυῆ τ' ᾖ καὶ αἱ ῥάβδοι μὴ ἀπαρτῶνται. μετὰ δὲ ταῦτα περιτέμνουσιν, ὁπόταν ἁδρὸς ἤδη γένηται καὶ πάχος ἔχῃ. ἀπολείπουσι δὲ ὅσον σπιθαμὴν τῶν ῥάβδων. φέρει δὲ ἕως μὲν ἂν ᾖ νέος ἀπύρηνον τὸν καρπόν, μετὰ δὲ τοῦτο πυρηνώδη.

[5]    Ἄλλοι δέ τινες λέγουσιν ὡς οἵ γε κατὰ Συρίαν οὐδεμίαν προσάγουσιν ἐργασίαν ἀλλ' ἢ διακαθαίρουσι καὶ ἐπιβρέχουσιν, ἐπιζητεῖν δὲ μᾶλλον τὸ ναματιαῖον ὕδωρ ἢ τὸ ἐκ τοῦ Διός· εἶναι δὲ πολὺ τοιοῦτον ἐν τῷ αὐλῶνι ἐν ᾧ καὶ τὰ φοινικόφυτα τυγχάνει, τὸν αὐλῶνα δὲ τοῦτον λέγειν τοὺς Σύρους ὅτι διατείνει διὰ τῆς Ἀραβίας μέχρι τῆς ἐρυθρᾶς θαλάσσης καὶ πολλοὺς φάσκειν ἐληλυθέναι· τούτου δὲ ἐν τῷ κοιλοτάτῳ πεφυκέναι τοὺς φοίνικας. ταῦτα μὲν οὖν τάχ' ἀμφοτέρως ἂν εἴη· κατὰ γὰρ τὰς χώρας, ὥσπερ καὶ αὐτὰ τὰ δένδρα, διαφέρειν καὶ τὰς ἐργασίας οὐκ ἄτοπον.

[6]    Γένη δὲ τῶν φοινίκων ἐστὶ πλείω· πρῶτον μὲν καὶ ὥσπερ ἐν μεγίστῃ διαφορᾷ τὸ μὲν κάρπιμον τὸ δὲ ἄκαρπον, ἐξ ὧν οἱ περὶ Βαβυλῶνα τάς τε κλίνας καὶ τἆλλα σκεύη ποιοῦνται. ἔπειτα τῶν καρπίμων οἱ μὲν ἄρρενες αἱ δὲ θήλειαι· διαφέρουσι δὲ ἀλλήλων, καθ' ἃ ὁ μὲν ἄρρην ἄνθος πρῶτον φέρει ἐπὶ τῆς σπάθης, ἡ δὲ θήλεια καρπὸν εὐθὺ μικρόν. αὐτῶν δὲ τῶν καρπῶν διαφοραὶ πλείους· οἱ μὲν γὰρ ἀπύρηνοι οἱ δὲ μαλακοπύρηνοι· τὰς χροιὰς οἱ μὲν λευκοὶ οἱ δὲ μέλανες οἱ δὲ ξανθοί· τὸ δ' ὅλον οὐκ ἐλάττω χρώματά φασιν εἶναι τῶν συκῶν οὐδ' ἁπλῶς τὰ γένη· διαφέρειν δὲ καὶ κατὰ τὰ μεγέθη καὶ κατὰ τὰ σχήματα· καὶ γὰρ σφαιροειδεῖς ἐνίους ὡσανεὶ μῆλα καὶ τὰ μεγέθη τηλικούτους ὡς τέτταρας εἰς τὸν πῆχυν εἶναι, [ἕπτα καὶ εὐπόδους]· ἄλλους δὲ μικροὺς ἡλίκους ἐρεβίνθους. καὶ τοῖς χυλοῖς δὲ πολὺ διαφέροντας.

[7]    Κράτιστον δὲ καὶ τῶν λευκῶν καὶ τῶν μελάνων τὸ βασιλικὸν καλούμενον γένος ἐν ἑκατέρῳ καὶ μεγέθει καὶ ἀρετῇ· σπάνια δ' εἶναι ταῦτα λέγουσι· σχεδὸν γὰρ ἐν μόνῳ τῷ Βαγῴου κήπῳ τοῦ παλαιοῦ περὶ Βαβυλῶνα. ἐν Κύπρῳ δὲ ἴδιόν τι γένος φοινίκων ἐστὶν ὃ οὐ πεπαίνει τὸν καρπόν, ἀλλ' ὠμὸς ὢν ἡδὺς σφόδρα καὶ γλυκύς ἐστι· τὴν δὲ γλυκύτητα ἰδίαν ἔχει. ἔνιοι δ' οὐ μόνον διαφέρουσι τοῖς καρποῖς ἀλλὰ καὶ αὐτῷ τῷ δένδρῳ κατά τε τὸ μῆκος καὶ τὴν ἄλλην μορφήν· οὐ γὰρ μεγάλοι καὶ μακροὶ ἀλλὰ βραχεῖς, ἔτι δὲ καρπιμώτεροι τῶν ἄλλων καὶ καρποφοροῦντες εὐθὺς τριετεῖς· πολλοὶ δὲ καὶ οὗτοι περὶ Κύπρον. εἰσὶ δὲ καὶ περὶ Συρίαν καὶ περὶ Αἴγυπτον φοίνικες οἳ φέρουσι τετραετεῖς καὶ πενταετεῖς ἀνδρομήκεις ὄντες.

[8]    Ἕτερον δ' ἔτι γένος ἐν Κύπρῳ, ὃ καὶ τὸ φύλλον πλατύτερον ἔχει καὶ τὸν καρπὸν μείζω πολλῷ καὶ ἰδιόμορφον· μεγέθει μὲν ἡλίκος ῥόα τῷ σχήματι δὲ προμήκης, οὐκ εὔχυλος δὲ ὥσπερ ἄλλοι ἀλλ' ὅμοιος ταῖς ῥόαις, ὥστε μὴ καταδέχεσθαι ἀλλὰ διαμασησαμένους ἐκβάλλειν. γένη μὲν οὖν, ὥσπερ εἴρηται, πολλά. θησαυρίζεσθαι δὲ μόνους δύνασθαί φασι τῶν ἐν Συρίᾳ τοὺς ἐν τῷ αὐλῶνι, τοὺς δ' ἐν Αἰγύπτῳ καὶ Κύπρῳ καὶ παρὰ τοῖς ἄλλοις χλωροὺς ἀναλίσκεσθαι.

[9]    Ἔστι δὲ ὁ φοῖνιξ ὡς μὲν ἁπλῶς εἰπεῖν μονοστέλεχες καὶ μονοφυές· οὐ μὴν ἀλλὰ γίνονταί τινες καὶ διφυεῖς, ὥσπερ ἐν Αἰγύπτῳ, καθάπερ δικρόαν ἔχοντες· τὸ δ' ἀνάστημα τοῦ στελέχους ἀφ' οὗ ἡ σχίσις καὶ πεντάπηχυ· πρὸς ἄλληλα δέ πως ἰσάζοντα. φασὶ δὲ καὶ τοὺς ἐν Κρήτῃ πλείους εἶναι τοὺς διφυεῖς, ἐνίους δὲ καὶ τριφυεῖς· ἐν δὲ τῇ Λαπαίᾳ τινὰ καὶ πεντακέφαλον· οὐκ ἄλογον γοῦν ἐν ταῖς εὐτροφωτέραις χώραις πλείω γίνεσθαι τὰ τοιαῦτα καὶ τὸ ὅλον δὲ τὰ εἴδη πλείω καὶ τὰς διαφοράς.

[10]    Ἄλλο δέ τι γένος ἐστὶν ὅ φασι γίνεσθαι πλεῖστον περὶ τὴν Αἰθιοπίαν, ὃ καλοῦσι κόϊκας· οὗτοι δὲ θαμνώδεις, οὐχὶ ἓν τὸ στέλεχος ἔχοντες ἀλλὰ πλείω καὶ ἐνίοτε συνηρτημένα μέχρι τινὸς εἰς ἕν, τὰς δὲ ῥάβδους οὐ μακρὰς μὲν ἀλλ' ὅσον πηχυαίας, ἀλλὰ λείας, ἐπὶ δὲ τῶν ἄκρων τὴν κόμην. ἔχουσι δὲ καὶ τὸ φύλλον πλατὺ καὶ ὥσπερ ἐκ δυοῖν συγκείμενον ἐλαχίστοιν. καλοὶ δὲ καὶ τῇ ὄψει φαίνονται· τὸν δὲ καρπὸν καὶ τῷ σχήματι καὶ τῷ μεγέθει καὶ τῷ χυλῷ διάφορον ἔχουσι· στρογγυλώτερον γὰρ καὶ μείζω καὶ εὐστομώτερον ἧττον δὲ γλυκύν. πεπαίνουσι δὲ ἐν τρισὶν ἔτεσιν ὥστ' ἀεὶ καρπὸν ἔχειν, ἐπικαταλαμβάνοντος τοῦ νέου τὸν ἔνον· ποιοῦσι δὲ καὶ ἄρτους ἐξ αὐτῶν· περὶ μὲν οὖν τούτων ἐπισκεπτέον.

[11]    Οἱ δὲ χαμαιρριφεῖς καλούμενοι τῶν φοινίκων ἕτερόν τι γένος ἐστὶν ὥσπερ ὁμώνυμον· καὶ γὰρ ἐξαιρεθέντος τοῦ ἐγκεφάλου ζῶσι καὶ κοπέντες ἀπὸ τῶν ῥιζῶν παραβλαστάνουσι. διαφέρουσι δὲ καὶ τῷ καρπῷ καὶ τοῖς φύλλοις· πλατὺ γὰρ καὶ μαλακὸν ἔχουσι τὸ φύλλον, δι' ὃ καὶ πλέκουσιν ἐξ αὐτοῦ τάς τε σπυρίδας καὶ τοὺς φορμούς· πολλοὶ δὲ καὶ ἐν τῇ Κρήτῃ γίνονται καὶ ἔτι μᾶλλον ἐν Σικελίᾳ. ταῦτα μὲν οὖν ἐπὶ πλεῖον εἴρηται τῆς ὑποθέσεως.

[12]    Ἐν δὲ ταῖς τῶν ἄλλων φυτείαις ἀνάπαλιν τίθενται τὰ φυτευτήρια, καθάπερ τῶν κλημάτων. οἱ μὲν οὖν οὐθὲν διαφέρειν φασὶν ἥκιστα δὲ ἐπὶ τῶν ἀμπέλων· ἔνιοι δὲ ῥόαν δασύνεσθαι καὶ σκιάζειν μᾶλλον τὸν καρπόν· ἔτι δὲ ἧττον ἀποβάλλειν τοὺς κυτίνους. συμβαίνειν δὲ τοῦτό φασι καὶ ἐπὶ τῆς συκῆς· οὐ γὰρ ἀποβάλλειν ἀνάπαλιν φυτευθεῖσαν, ἔτι δ' εὐβατωτέραν γίνεσθαι· οὐκ ἀποβάλλειν δὲ οὐδ' ἐάν τις ἀποκλάσῃ φυομένης εὐθὺς τὸ ἄκρον.

   Αἱ μὲν οὖν φυτεῖαι καὶ γενέσεις ὃν τρόπον ἔχουσι σχεδὸν ὡς τύπῳ περιλαβεῖν εἴρηνται.

[7]

[1]    Περὶ δὲ τῆς ἐργασίας καὶ τῆς θεραπείας τὰ μέν ἐστι κοινὰ τὰ δὲ ἴδια καθ' ἕκαστον. κοινὰ μὲν ἥ τε σκαπάνη καὶ ἡ ὑδρεία καὶ ἡ κόπρωσις, ἔτι δὲ ἡ διακάθαρσις καὶ ἀφαίρεσις τῶν αὔων. διαφέρουσι δὲ τῷ μᾶλλον καὶ ἧττον. τὰ μὲν φίλυδρα καὶ φιλόκοπρα τὰ δ' οὐχ ὁμοίως, οἷον ἡ κυπάριττος, ἥπερ οὐ φιλόκοπρον οὐδὲ φίλυδρον, ἀλλὰ καὶ ἀπόλλυσθαί φασιν ἐάν γε νέαν οὖσαν ἐφυδρεύωσι πολλῷ. ῥόα δὲ καὶ ἄμπελος φίλυδρα. συκῆ δὲ εὐβλαστοτέρα μὲν ὑδρευομένη τὸν δὲ καρπὸν ἴσχει χείρω πλὴν τῆς Λακωνικῆς· αὕτη δὲ φίλυδρος.

[2]    Διακαθαίρεσθαι δὲ πάντα ζητεῖ· βελτίω γὰρ τῶν αὔων ἀφαιρουμένων ὥσπερ ἀλλοτρίων, ἃ καὶ τὰς αὐξήσεις καὶ τὰς τροφὰς ἐμποδίζει. δι' ὃ καὶ ... ὅταν ᾖ γεράνδρυον ὅλως κόπτουσιν· ἡ γὰρ βλάστησις νέα γίνεται τοῦ δένδρου. πλείστης δὲ διακαθάρσεώς φησιν Ἀνδροτίων δεῖσθαι μύρρινον καὶ ἐλάαν· ὅσῳ γὰρ ἂν ἐλάττω καταλίπῃς, ἄμεινον βλαστήσει καὶ τὸν καρπὸν οἴσει πλείω· πλὴν ἀμπέλου δῆλον ὅτι· ταύτῃ γὰρ ἀναγκαιότερον καὶ πρὸς βλάστησιν καὶ πρὸς εὐκαρπίαν. ἁπλῶς δὲ καὶ ταύτην καὶ τὴν ἄλλην θεραπείαν πρὸς τὴν ἰδίαν φύσιν ἑκάστῳ ποιητέον.

[3]    Δεῖσθαι δέ φησιν Ἀνδροτίων καὶ κόπρου δριμυτάτης καὶ πλείστης ὑδρείας, ὥσπερ καὶ τῆς διακαθάρσεως, ἐλάαν καὶ μύρρινον καὶ ῥόαν· οὐ γὰρ ἔχειν μήτραν οὐδὲ νόσημα κατὰ γῆς οὐδέν· ἀλλ' ἐπειδὰν παλαιὸν ᾖ τὸ δένδρον, ἀποτέμνειν δεῖν τοὺς ἀκρεμόνας ἔπειτα τὸ στέλεχος θεραπεύειν ὡσπερὰν ἐξ ἀρχῆς φυτευθέν· οὕτω δέ φασι πολυχρονιώτερα καὶ ἰσχυρότατα μύρρινον εἶναι καὶ ἐλάαν. ταῦτα μὲν οὖν ἐπισκέψαιτ' ἄν τις, εἰ καὶ μὴ πάντα ἀλλὰ περί γε τῆς μήτρας.

[4]    Ἡ δὲ κόπρος οὔτε πᾶσιν ὁμοίως οὔθ' ἡ αὐτὴ πᾶσιν ἁρμόττει· τὰ μὲν γὰρ δριμείας δεῖται τὰ δ' ἧττον τὰ δὲ παντελῶς κούφης. δριμυτάτη δὲ ἡ τοῦ ἀνθρώπου· καθάπερ καὶ Χαρτόδρας ἀρίστην μὲν ταύτην εἶναί φησι, δευτέραν δὲ τὴν ὑείαν, τρίτην δὲ αἰγός, τετάρτην δὲ προβάτου, πέμπτην δὲ βοός, ἕκτην δὲ τὴν λοφούρων. ἡ δὲ συρματῖτις ἄλλη καὶ ἄλλως· ἡ μὲν γὰρ ἀσθενεστέρα ταύτης ἡ δὲ κρείττων.

[5]    Τὴν δὲ σκαπάνην πᾶσιν οἴονται συμφέρειν, ὥσπερ καὶ τὴν ὄσκαλσιν τοῖς ἐλάττοσιν· εὐτραφέστερα γὰρ γίνεσθαι. τρέφειν δὲ δοκεῖ καὶ ὁ κονιορτὸς ἔνια καὶ θάλλειν ποιεῖν, οἷον τὸν βότρυν, δι' ὃ καὶ ὑποκονίουσι πολλάκις· οἱ δὲ καὶ τὰς συκᾶς ὑποσκάπτουσιν ἔνθα τούτου δεῖ. Μεγαροῖ δὲ καὶ τοὺς σικύους καὶ τὰς κολοκύντας, ὅταν οἱ ἐτησίαι πνεύσωσι, σκάλλοντες κονιορτοῦσι καὶ οὕτω γλυκυτέρους καὶ ἁπαλωτέρους ποιοῦσιν οὐχ ὑδρεύοντες. τοῦτο μὲν οὖν ὁμολογούμενον. τὴν δ' ἄμπελον οὔ φασί τινες δεῖν [ἢ] ὑποκονίειν οὐδ' ὅλως ἅπτεσθαι περκάζοντος τοῦ βότρυος, ἀλλ' εἴπερ ὅταν ἀπομελανθῇ. οἱ δὲ τὸ ὅλον μηδὲ τότε πλὴν ὅσον ὑποτῖλαι τὴν βοτάνην· ὑπὲρ μὲν οὖν τούτων ἀμφισβητοῦσιν.

[6]    Ἐὰν δέ τι μὴ φέρῃ καρπὸν ἀλλ' εἰς βλάστησιν τρέπηται, σχίζουσι τοῦ στελέχους τὸ κατὰ γῆν καὶ λίθον ἐντιθέασιν ὅπως ἂν ῥαγῇ, καί φασι φέρειν. ὁμοίως δὲ καὶ ἐάν τις τῶν ῥιζῶν τινας περιτέμῃ, δι' ὃ καὶ τῶν ἀμπέλων ὅταν τραγῶσι τοῦτο ποιοῦσι τὰς ἐπιπολῆς. τῶν δὲ συκῶν πρὸς τῷ περιτέμνειν καὶ τέφραν περιπάττουσι καὶ κατασχάζουσι τὰ στελέχη καί φασι φέρειν μᾶλλον. ἀμυγδαλῇ δὲ καὶ πάτταλον ἐγκόψαντες σιδηροῦν ὅταν τετράνωσιν ἄλλον ἀντεμβάλλουσι δρύϊνον καὶ τῇ γῇ κρύπτουσιν· ὃ καὶ καλοῦσί τινες κολάζειν ὡς ὑβρίζον τὸ δένδρον.

[7]    Ταὐτὸν δὲ τοῦτο καὶ ἐπὶ τῆς ἀπίου καὶ ἐπ' ἄλλων τινὲς ποιοῦσιν. ἐν Ἀρκαδίᾳ δὲ καὶ εὐθύνειν καλοῦσι τὴν ὄαν· πολὺ γὰρ τὸ δένδρον τοῦτο παρ' αὐτοῖς ἐστι. καί φασιν, ὅταν πάθῃ τοῦτο, τὰς μὲν μὴ φερούσας φέρειν τὰς δὲ μὴ πεττούσας ἐκπέττειν καλῶς. ἀμυγδαλῆν δὲ καὶ ἐκ πικρᾶς γίγνεσθαι γλυκεῖαν, ἐάν τις περιορύξας τὸ στέλεχος καὶ τιτράνας ὅσον τε παλαιστιαῖον τὸ πανταχόθεν ἀπορρέον δάκρυον ἐπὶ ταὐτὸ ἐᾷ καταρρεῖν. τοῦτο μὲν οὖν ἂν εἴη πρός τε τὸ φέρειν ἅμα καὶ πρὸς τὸ εὐκαρπεῖν.

[8]

[1]    Ἀποβάλλει δὲ πρὸ τοῦ πέψαι τὸν καρπὸν ἀμυγδαλῆ μηλέα ῥόα ἄπιος καὶ μάλιστα δὴ πάντων συκῆ καὶ φοῖνιξ, πρὸς ἃ καὶ τὰς βοηθείας ζητοῦσι· ὅθεν καὶ ὁ ἐρινασμός· ἐκ γὰρ τῶν ἐκεῖ κρεμαννυμένων ἐρινῶν ψῆνες ἐκδυόμενοι κατεσθίουσι καὶ πιαίνουσι τὰς κορυφάς. διαφέρουσι δὲ καὶ αἱ χῶραι πρὸς τὰς ἀποβολάς· περὶ γὰρ Ἰταλίαν οὔ φασιν ἀποβάλλειν, δι' ὃ οὐδ' ἐρινάζουσιν· οὐδ' ἐν τοῖς καταβορείοις καὶ λεπτογείοις, οἷον ἐπὶ Φαλύκῳ τῆς Μεγαρίδος· οὐδὲ τῆς Κορινθίας ἔν τισι τόποις. ὡσαύτως δὲ καὶ ἡ τῶν πνευμάτων κατάστασις· βορείοις γὰρ μᾶλλον ἢ νοτίοις ἀποβάλλουσι, κἂν ψυχρότερα καὶ πλείω γένηται μᾶλλον· ἔτι δ' αὐτῶν τῶν δένδρων ἡ φύσις· τὰ πρώϊα γὰρ ἀποβάλλει, τὰ δ' ὄψια οὐκ ἐκβάλλει, καθάπερ ἡ Λακωνικὴ καὶ αἱ ἄλλαι. δι' ὃ καὶ οὐκ ἐρινάζουσι ταύτας. ταῦτα μὲν οὖν ἔν τε τοῖς τόποις καὶ τοῖς γένεσι καὶ τῇ καταστάσει τοῦ ἀέρος ἔχει τὰς διαφοράς.

[2]    Οἱ δὲ ψῆνες ἐκδύονται μὲν ἐκ τοῦ ἐρινεοῦ, καθάπερ εἴρηται· γίνονται δ' ἐκ τῶν κεγχραμίδων. σημεῖον δὲ λέγουσιν, ὅτι ἐπειδὰν ἐκδύωσιν οὐκ ἔνεισι κεγχραμίδες. ἐκδύονται δὲ οἱ πολλοὶ ἐγκαταλιπόντες ἢ πόδα ἢ πτερόν. γένος δέ τι καὶ ἕτερόν ἐστι τῶν ψηνῶν, ὃ καλοῦσι κεντρίνας· οὗτοι δ' ἀργοὶ καθάπερ κηφῆνες· καὶ τοὺς εἰσδυομένους τῶν ἑτέρων κτείνουσιν αὐτοὶ δὲ ἐναποθνήσκουσιν. ἐπαινοῦσι δὲ μάλιστα τῶν ἐρινῶν τὰ μέλανα τὰ ἐκ τῶν πετρωδῶν χωρίων· πολλὰς [3] γὰρ ἔχει ταῦτα κεγχραμίδας. γιγνώσκεται δὲ τὸ ἐρινασμένον τῷ ἐρυθρὸν εἶναι καὶ ποικίλον καὶ ἰσχυρόν· τὸ δ' ἀνερίναστον λευκὸν καὶ ἀσθενές· προστιθέασι δὲ τοῖς δεομένοις ὅταν ὕσῃ. ὅπου δὲ πλεῖστος κονιορτός, ἐνταῦθα πλεῖστα καὶ ἰσχυρότατα τὰ ἐρινὰ γίνεται. φασὶ δὲ ἐρινάζειν καὶ τὸ πόλιον, ὁπόταν αὐτῷ καρπὸς ᾖ πολύς, καὶ τοὺς τῆς πτελέας κωρύκους· ἐγγίνεται γὰρ καὶ ἐν τούτοις θηρίδι' ἄττα. κνῖπες ὅταν ἐν ταῖς συκαῖς γίνωνται κατεσθίουσι τοὺς ψῆνας. ἄκος δὲ τούτου φασὶν εἶναι τοὺς καρκίνους προσπερονᾷν· πρὸς γὰρ τούτους τρέπεσθαι τοὺς κνῖπας. ἀλλὰ γὰρ δὴ ταῖς μὲν συκαῖς αὗται βοήθειαι.

[4]    Τοῖς δὲ φοίνιξιν αἱ ἀπὸ τῶν ἀρρένων πρὸς τοὺς θήλεις· οὗτοι γάρ εἰσιν οἱ ἐπιμένειν ποιοῦντες καὶ ἐκπέττειν, ὃ καλοῦσί τινες ἐκ τῆς ὁμοιότητος ὀλυνθάζειν. γίνεται δὲ τόνδε τὸν τρόπον. ὅταν ἀνθῇ τὸ ἄρρεν, ἀποτέμνουσι τὴν σπάθην ἐφ' ἧς τὸ ἄνθος εὐθὺς ὥσπερ ἔχει, τόν τε χνοῦν καὶ τὸ ἄνθος καὶ τὸν κονιορτὸν κατασείουσι κατὰ τοῦ καρποῦ τῆς θηλείας· κἂν τοῦτο πάθῃ, διατηρεῖ καὶ οὐκ ἀποβάλλει. φαίνεται δ' ἀμφοῖν ἀπὸ τοῦ ἄρρενος τοῖς θήλεσι βοήθεια γίνεσθαι· θῆλυ γὰρ καλοῦσι τὸ καρποφόρον· ἀλλ' ἡ μὲν οἷον μῖξις· ἡ δὲ κατ' ἄλλον τρόπον.