10957 675 0 0 2 0 IV-III a. C. Nat. Hist. Theophrastus V De causis plantarum Wimmer, F., Paris, Didot, 1866 Rist. 1964, Frankfurt am Main, Minerva. 0

Theophrastus-De causis plantarum - V

ΒΙΒΛΙΟΝ Ε΄.

[1]   Τῶν δ' ἐν τοῖς δένδροις καὶ φυτοῖς τὰ μὲν αὐτόματα γίγνεται, τὰ δὲ ἐκ παρασκευῆς καὶ θεραπείας, ἑκάτερα δὲ αὐτῶν ἔχει διαίρεσιν· τῶν γὰρ αὐτομάτων τὰ μέν ἐστι φύσει, τὰ δὲ παρὰ φύσιν· καὶ γὰρ ἐν τοῖς φυτοῖς ὑπάρχει τι τοιοῦτον ὥσπερ καὶ ἐν τοῖς ζώοις· οἷον ἐάν τι μὴ τὸν οἰκεῖον ἐνέγκῃ βλαστὸν ἢ καρπὸν ἢ μὴ κατὰ τὴν τεταγμένην ὥραν ἢ μὴ ἐκ τῶν εἰωθότων μερῶν ἤ τι τοιοῦτον ἕτερον· ἅπαντα γὰρ ταῦτα παρὰ φύσιν· τῶν δὲ ἐκ τέχνης καὶ θεραπείας τὸ μέν ἐστι συνεργοῦν τῇ φύσει πρὸς εὐκαρπίαν καὶ πλῆθος, τὸ δὲ εἰς ἰδιότητα καὶ τὸ περιττὸν τῶν καρπῶν, οἷον τὸ ποιῆσαι βότρυν ἀγίγαρτον ἢ ἐκ τοῦ αὐτοῦ κλήματος μέλανα καὶ λευκὸν φέρειν ἢ καὶ ἐν αὐτῷ τῷ βότρυϊ καὶ ὅσα δὴ τοιαῦθ' ἕτερα ποιοῦσι, πλείω γάρ ἐστιν· [2] περὶ μὲν οὖν τῶν κατὰ φύσιν καὶ τῶν συνεργούντων τῇ φύσει πρότερον εἴρηται· περὶ δὲ τῶν παρὰ φύσιν καὶ ὅσα πρὸς τὸ περιττὸν ἥκει νῦν λεκτέον καὶ πρῶτον μὲν ὑπὲρ τῶν παρὰ φύσιν ἢ ὄντων δοκούντων· καὶ γὰρ τούτων ἐστί τις αἰτία καθάπερ ἐν τοῖς ζώοις· οἷον ὅσαι πάρωροι καρποτοκίαι καὶ μὴ ἐκ τῶν αὐτῶν μερῶν γίνονται· λέγω δ' οἷον εἴ ποτε συκῆ κατὰ χειμῶνα τοῦ ἦρος ὑποφαίνοντος ἤνεγκε καρπὸν καὶ ῥόα καὶ ἄμπελος ἐκ τῶν ἀκρεμόνων καὶ ἐκ τοῦ στελέχους καὶ εἰ δή τι παραπλήσιον τουτοισί·

[3] πρὸς δὴ ταῦτα λαβεῖν δεῖ πρῶτον ὅτι συμβαίνει τὰ τοιαῦτα τοῖς πολυκάρποις καὶ ὑγροῖς οἷον ἀμπέλῳ καὶ τοῖς εἰρημένοις· ἅπαντα γὰρ ταῦτα ὑγρὰ καὶ πολύκαρπα· ξηρῷ δ' οὐδενὶ καὶ ὀλιγοκάρπῳ. Δεύτερον δὲ πρός τε τὰς βλαστήσεις καὶ καρποτοκίας τὰς παρώρους ὅτι πάντων ἔχουσί τινας ἀρχὰς ἐν αὑτοῖς βλαστητικὰς ἢ κλῶνες ἢ πτόρθοι ἢ ἀκρεμόνες ἢ ὅτι χρὴ καλεῖν τὰ ἐσχατεύοντα τῶν δένδρων· οὐδὲν γὰρ ἐπὶ πᾶσι κοινὸν, ἀλλ' ἔνια προσηγορίας τινὰς ἔχει καθάπερ θαλία, κράδη, κλῆμα· καλοῦσι δέ τινες καὶ κλῶνας.

[4] Ὅτι δὲ ἔχουσιν ἀρχάς τινας τοῦ βλαστάνειν φανερὸν ἐκ τῶν καταπηγνυμένων ἃ πολλάκις ἀρριζώτων ὄντων τῶν κάτω μεθίησι βλαστὸν. [Οἷον κλήματα καὶ κράδαι καὶ ἐλάας χάρακες] ἐνίοτε δὲ καὶ μὴ καταπαγέντα, ἀλλ' ἀφῃρημένα καθάπερ τά τε κλήματα καὶ τὰ τῆς ἐλάας ξύλα. Τρίτον δ' ὅτι συμβαίνει τὴν πάρωρον βλάστησιν γίνεσθαι χειμώνων μαλακῶν ἢ νοτίων γενομένων· ἐκ τούτων γὰρ οὐκ ἂν δόξειεν ἄλογον εἶναι τὸ συμβαῖνον ἠθροισμένης τῆς γονίμου δυνάμεως καὶ ὑγρότητος ὁτὲ μὲν καθ' αὑτὴν, ὁτὲ δὲ λειπομένης τῆς· ἔμπροσθεν, ἀφ' ἧς ὁ καρπὸς ἦλθεν. Ὥσπερ συμβαίνει καὶ ἐπὶ τῆς συκῆς. Ὑπολειπομένης γὰρ πλείονος τῆς τοιαύτης ὑγρότητος ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμὸς, ἐξεκαλέσατο τὴν βλάστησιν.

[5] Ὅτι δὲ τοῦτο συμβαίνει φανερὸν εἰ ἐκ τούτου τοῦ μέρους ὁ καρπὸς ἀνίεται ὅθεν καὶ οἱ πρόδρομοι. Τάχα δὲ καὶ οἱ πρόδρομοι διὰ τὴν μαλακότητα τοῦ ἀέρος προτεροῦσί τε καὶ πέττονται μᾶλλον· εἰ δ' ἄρα μὴ τοῦτο, ἀλλὰ τἆλλά γε πάντα διὰ τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ἐστὶν ἤτοι γενομένων τινῶν ὑπολειμμάτων ἢ καθ' αὑτὰ συνισταμένων ἀμφοῖν·

[6] οὐκ ἄλογον δὲ, οὐδ' ἕτερον· προϋπάρχει γὰρ ἡ τοῦ δένδρου πρὸς ἄμφω φύσις ὑγρά τις οὖσα καὶ πρόβλαστος ὥστ' ἂν εὐδίαι πλείω χρόνον ἐπιγένωνται καὶ τοῦ χρώματος ποιεῖν τὴν μεταβολήν· ἐπεὶ τόν γε χυλὸν οὐ δύναται πέττειν οὐδαμῶς, ἀλλ' ἡ φαντασία σχεδὸν γίνεται κατὰ τὴν χρόαν. Οἱ δ' ὄλυνθοι συνεργούσης ἤδη τῆς ὥρας πεπαίνονται μέχρι τινός· ἔτι δ' οὗτοί γε κατὰ φύσιν πώς εἰσιν. Ἀεὶ γὰρ γίνονται τὴν αὐτὴν καὶ τεταγμένην ὥραν ὥσπερ καὶ ὁ τῶν διφόρων συκῶν λεγομένων καρπός·

[7] ἀλλ' ἐπὶ τοσοῦτον τὸ ὅμοιον ληπτέον ὅτι παραπλησία τις ἡ αἰτία πάντων ἐκ τοῦ συνίστασθαι τὴν τοιαύτην ὑγρότητα καὶ δύναμιν δι' ὃ καὶ ὄπισθεν τοῦ φύλλου πάντα ταῦτα γίνεται καὶ οὐχ ὥσπερ τὸ σῦκον ἔμπροσθεν· ἀλλ' αἱ μὲν φύουσαι τοὺς προδρόμους ἀσθενέστεραι τυγχάνουσιν ὥστε οὐδ' ἐπιμένειν δύνανται τῆς βλαστήσεως γινομένης ἐκεῖσε·

[8] ὅλως δὲ πολυειδές τι τὸ τῶν συκῶν ἐστιν· αἱ μὲν γὰρ ὀλυνθοφόροι μόνον σῦκα δ' οὐ φέρουσιν οἷον αἱ τοὺς λευκοὺς ὀλύνθους φέρουσαι τοὺς ἐδωδίμους. Ἕτεραι δὲ φέρουσι καὶ σῦκα καὶ ὀλύνθους μέλανας, ἀβρώτους δὲ τούτους ἢ καὶ ἐδωδίμους φέρουσαι δὲ τὸν ὄλυνθον ὄπισθεν τοῦ θρίου· γίνονται δ' ἐν αὐτοῖς καὶ ψῆνες· αἱ δ' ὅλως οὐ φέρουσιν ὀλύνθους. Πάλιν δὲ τοὺς προδρόμους αἱ μὲν φέρουσιν οἷον ἥ τε λακωνικὴ καὶ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἱ δ' οὐ φέρουσιν· τῶν δὲ φερουσῶν οὐ συνεχὴς, ἀλλὰ παραλλάττουσα ἡ φορὰ κατὰ τὴν διάθεσιν. Ὁτὲ μὲν γὰρ ἤνεγκαν, ὁτὲ δ' οὐκ ἤνεγκαν, ἐὰν δὲ κακῶς οὐκ ἤνεγκαν.

[9] Φέρουσι δὲ οὐ παρ' αὐτὸ τὸ θρίον μόνον, ἀλλὰ καὶ κατωτέρω πολὺ καὶ ἔνιαί γε ἐκ τῶν παχέων σφόδρα· συμβαίνει δὲ ἐνίους καὶ ἐκπέττειν τινὰς τῶν ὕστερον· οὐ γὰρ ἅμα πάντας, ἀλλὰ τοὺς μὲν πρότερον φέρουσι, τοὺς δὲ μικρῷ πρὸ τῶν ἐρινῶν· ἐγγύτεροι δὲ οὗτοι τοῦ βλαστοῦ καὶ τῶν σύκων· ἀποπίπτουσι δ' ἐκεῖνοι πρότερον καὶ ἧττον ἐκπέττονται· τὰ μὲν οὖν συμβαίνοντα ταῦτ' ἐστὶν, οὐκ ἀλόγως δ' ἂν δόξειεν οὐδέν.

[10] Τὸ γὰρ μὴ πάσας φέρειν, ἀλλ' ὅσαι ὑγρότεραι καὶ ἰσχὺν ἔχουσαι εἰς τὴν ἐπίσπασιν εὔλογον· ἐκ γὰρ τῆς ὑπολοίπου τροφῆς ἐβλάστησεν ἡ σύστασις· ἐφελκυσαμένη δὲ πλέον οὐκ ἄλογον τὸ μὴ πᾶσαν καταπέψαι τότε· τό τε μὴ ἐνδελεχὲς αὐτῶν τούτων διὰ τὸ μὴ ὁμοίας εἶναι τὰς διαθέσεις. Ἀσθενεστέρως γὰρ ἔχουσα καὶ χεῖρον θεραπευθεῖσα δῆλον ὡς ἐλάττω λήψεται τὴν ὑγρότητα, μὴ λαβοῦσα δὲ πλῆθος, οὐδ' ὑπόλειμμα ποιήσει· ἐπεὶ γεωργηθεῖσα ὁμοίως καὶ τῶν ἐκ τοῦ ἀέρος συνεργησάντων ἀποδώσει καὶ τὸ ὕστερον.

[11] Ἐνίοτε δὲ κἀκεῖνο συμβαίνει μὴ τυχούσης θεραπείας ὥστε τοὺς μὲν προδρόμους ἐνεγκεῖν, τὸν δὲ καρπὸν μὴ δύνασθαι. Τοῦτο δ' ὅτι τὸ μὲν ὑπῆρχε προκατειργασμένον, θάτερον δ' ὥσπερ ἐκ καινῆς ἔδει ποιεῖν· ἀλλὰ μὴν οὐδὲ τὸ μὴ ἐκπέττειν τοὺς ἐκ τῶν παχέων, ἀλλὰ τοὺς ἄνω μᾶλλον· ἡ γὰρ τροφὴ ἅμα καὶ ἡ θερμότης ἄνω φέρεται καὶ ὅλως ἡ τοῦ δένδρου ὁρμὴ πρὸς τὴν βλάστησιν· ὥσθ' ἅμα συναναφερομένου καὶ τοῦ θερμοῦ δι' ἀμφοτέρων ἡ ὑπόλειψις· δι' ὃ καὶ αἱ βλαστήσεις καὶ αἱ κατὰ μέρος ἀνθήσεις καὶ αἱ καρποτοκίαι τῶν αὐτῶν ὕστερον· ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω.

[12] Παραπλήσιον δὲ καὶ τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ἀμπέλων ἐστίν· καὶ γὰρ αὗται προβλαστάνουσιν ἐνίοτε συνηθροισμένης τῆς γονίμου καὶ βλαστητικῆς ἀρχῆς· ὁ δὲ τόπος ὡρισμένος αὐταῖς, ἐκ τῶν ὀφθαλμῶν γὰρ ἡ βλάστησις· ὁποῖα δ' ἂν καὶ τὰ τοῦ ἀέρος ἐπιγένηται καὶ ἐπὶ πόσον χρόνον, οὕτω καὶ τὰ τῆς αὐξήσεως ἀκολουθεῖ. Σχεδὸν δὲ καὶ ὅσα πρωϊβλαστῆ καὶ πρωϊανθῆ φύσει ταὐτὸ τοῦτο πάσχει· κυϊσκόμενα γὰρ ἐν ὥρᾳ προκαλουμένων τῶν εὐδιῶν πολλάκις ἀποτίκτει πρὸ τῶν καιρῶν καὶ προάγει μέχρι οὗ ἂν ὁ ἀὴρ ὁμαλίζῃ· τὰς μὲν οὖν παρώρους βλαστήσεις ἐν ταύταις ὑποληπτέον ταῖς αἰτίαις εἶναι.

[2]

[1]    Τὰς δὲ μὴ ἐκ τῶν οἰκείων μερῶν, ἀλλ' οἷον ἀκρεμόνων καὶ στελέχους οὐ πόρρω ταύτης ὅταν ἀθροισμὸς εἰς ταῦτα γένηται τῆς γονίμου δυνάμεως· ἀρχῆς γὰρ ἐπισυστάσης ἡ ἐπιρροὴ τῆς τροφῆς ἐξομοιοῦται τῷ ὑποκειμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. Ἡ δὲ σύστασις οὐκ ἄλογος εἰς τοιαύτην τινὰ κατὰ μόριον ἔλαβε κρᾶσιν, ἀλλ' εὐλογωτέρα πολὺ τῆς ἐν ζώοις γινομένης οἷον εἰ κέρας ἐκ τοῦ στήθους ἤ τι τοιοῦτον ἕτερον· αὕτη γὰρ μείζων ἡ παραλλαγὴ τῶν ἐν τοῖς φυτοῖς ὅσῳ μᾶλλον ὁμοιομερῆ τὰ φυτὰ τῶν ζώων· [2] ἐὰν δὲ δὴ καὶ προβλάστημά τι γένηται τῷ καρπῷ ἔλαττον ἔτι τὸ ἄτοπον· ἐνίοτε γὰρ καὶ φύεται κλῆμα ἐκ τοῦ στελέχους ἰσχύσαντα δὲ καρποτοκῆσαι ταῦτ' οὐκ ἄλογον. Ἀλλ' ὅταν αὐτὸς ὁ καρπὸς ἐκ τοῦ ἀκρεμόνος ἢ τοῦ στελέχους ἀτοπώτερον ὥσπερ ἐπὶ τῶν ῥοῶν· αἰτίαν δὲ τὴν εἰρημένην ὑποληπτέον. Αἱ δὲ τοιαῦται παραλλαγαὶ τῶν τόπων ἐλάττους εἰσὶν οἷον εἴ ποτε συκῆ τις ἤνεγκεν ἐκ τοῦ ὄπισθεν τοῦ θρίου τὸν καρπόν· μικρὰ γὰρ ἡ μεταβολὴ καὶ ὁ τόπος ὅλως οὐκ ἀλλότριος τοῦ συμβαίνοντος.

[3] Αἴτιον δὲ ὅτι τὴν μὲν ἐπιβλάστησιν ἀσθενῆ, τὴν δ' ἐνταῦθα συρροὴν ἰσχυροτέραν ἔσχεν ὥστ' ὀψιαιτέρας γενομένης τῶν προδρόμων ἐπένειμέ τε καὶ ἐξέπεψεν. Φαίνεται δὲ καὶ τῇδε ἧττον ἄτοπον ὅτι γένος τί φασιν εἶναι τοιοῦτον ὃ δὴ καλοῦσιν ὀπισθοκάρπιον· εἰ γὰρ ὅλως τι πέφυκεν οὕτω καρποτοκεῖν τῶν ὁμογενῶν οὐκ ἄτοπον συμβῆναί ποτε καὶ τοῖς μὴ πεφυκόσι τῆς ὁμοίας διαθέσεως γενομένης.

[4] Ἐπεὶ καὶ τὸ ἐκ τῶν ἀκρεμόνων ἐνεγκεῖν τινα ὁμοιότητα ἔχει τῇ ἐν Αἰγύπτῳ συκαμίνῳ· φέρει γὰρ δὴ κἀκείνη τὸν καρπὸν ἐκ τοῦ στελέχους, οὐκ ἐκ τῶν ἀκρεμόνων εὐβλαστής τις οὖσα καὶ εὔτονος ὡς ἔοικε πρὸς καρποτοκίαν· σημαίνει δὲ τὸ πλεονάκις ἀπὸ τῶν αὐτῶν φέρειν ἀφαιρουμένων Οὐ πεπαίνει δὲ καλῶς μὴ ἐπικνισθέντων καὶ περιαλειφθέντων ἐλαίῳ καθάπερ ἐλέχθη διὰ τὴν εὐτροφίαν καὶ τὸ πλῆθος τῆς ἐπιρροῆς· ἀφαίρεσίς τε γὰρ γίνεται τῇ ἐπικνίσει καὶ τὸ ἔλαιον ἅμα διαθερμαῖνον καὶ ὁ ἥλιος ἀνεῳγμένων ταχεῖαν ποιεῖται τὴν πέψιν.

[5] Ἔοικε δὲ παραπλήσιον τρόπον τινὰ τὸ συμβαῖνον τοῖς κατὰ μέρος ἀνθοῦσιν ἀπὸ τῶν κάτωθεν ἀρχομένοις. Ἐκείνων τε γὰρ τὰ μὲν ἰσχύοντα καὶ οἷον τετελεωμένα καὶ ἀνθεῖ καὶ καρπογονεῖ, τὰ δ' ἀσθενέστερα καὶ ἐπάνω προσαύξεται καὶ βλαστάνει καὶ ἀεὶ τὸ τελεούμενον ἀνθεῖ, τὴν δὲ τῆς τροφῆς ἐπιρροὴν ἕκαστον εἰς τὴν ἑαυτοῦ φύσιν καταμερίζεται καὶ δύναμιν· καὶ τούτων ὁμοίως μὲν εἰς τὴν βλάστησιν φέρεταί τι τῆς τροφῆς, ἡ δ' εἰς τὸ ἰσχυρὸν ἤδη καὶ καρπογονοῦν· ἐκεῖνο δ' οὔπω δύναται διὰ τὴν ὑγρότητα καὶ τὴν ἀτέλειαν· καὶ περὶ μὲν τούτων ἀρκείτω τὰ εἰρημένα.

[3]

[1]    Τὰς δὲ μεταβολὰς τῶν καρπῶν εἴ τινες ἢ ἐκ λευκῶν μέλανες ἢ ἐκ γλυκέων ὀξεῖς ἢ ἀνάπαλιν καθάπερ φασὶν ἐπί τε συκῆς καὶ ἀμπέλου καὶ ῥόας τοῦτο συμβαίνειν ἐνιαχοῦ μὲν οὐδὲν θαυμαστὸν οὐδ' ὅλως ἄτοπον φαίνεται τὸ τὴν φύσιν, ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως καὶ τοῖς μέρεσιν ἀνομοίως φέρειν οἷον τὴν κάπνεον ἄμπελον καλουμένην· αὕτη γὰρ δοκεῖ τοὺς μὲν λευκοὺς ἐνίοτε, τοὺς δὲ μέλανας καὶ ὁτὲ μὲν πάντας τοιούτους, ὁτὲ δὲ τοιούτους φέρειν. Δι' ὃ καὶ οὐδ' οἱ μάντεις εἰώθασι τοῦτο κρίνειν ὡς τέρας· τὸ γὰρ εἰωθὸς οὐ τέρας.

[2] Αἴτιον δὲ τῆς παραλλαγῆς ὅτι τὸ χρῶμα τούτων τῶν βοτρύων οὔτε μέλαν οὔτε λευκόν ἐστιν ἀλλὰ καπνῶδες, ὅθεν καὶ τὴν προσηγορίαν ἔσχεν. Ἐὰν οὖν μικρά τις ἐναλλαγὴ γένηται δοκεῖ μεταβεβληκέναι τὴν χρόαν· οὐδ' ἕτερον δ' εἰλικρινὲς οὔτε τὸ μέλαν οὔτε τὸ λευκὸν ἔχει δι' ὃ καὶ ἐνίοτε τῶν βοτρύων ἑτερόχροοί τινες, οἱ μὲν εἰς τὸ λευκὸν, οἱ δ' εἰς τὸ μέλαν μᾶλλον ἀποκλίνοντες. Αἰτία δ' ἡ τροφὴ καὶ ἡ διάθεσις αὐτῆς τῆς ἀμπέλου.

[3] Τοῦτο μὲν οὖν ὥσπερ ἐλέχθη συγχωρεῖται τῷ μὴ θαυμαστῷ. Τὸ δ' ἐπὶ τῶν ῥοῶν εἰ μὲν ὅλων τῶν δένδρων γίνονται μεταβολαὶ παρόμοιον ἄν τι τὸ συμβαῖνον εἴη τοῖς περὶ Κιλικίαν καὶ Αἴγυπτον εἴπερ αὐτόματος ἡ μεταβολή. Τῆς γὰρ χώρας τὸ πάθος καὶ ἡ δύναμις. Εἰ δὲ μὴ ὅλων ἀλλά ποτε τοῦτο συνέβη τῇ τροφῇ καὶ τῇ διαθέσει τὴν αἰτίαν ἀποδοτέον ὡς ἐκ τοιαύτης γεγενημένῃ καὶ κραθείσῃ ἐν τῇ ἀνθήσει. Εἰ δ' ἀνωμάλους ἤνεγκεν ἐν ταῖς ῥίζαις ἡ αἰτία καὶ εἴ τι μέρος ἄλλο κύριον τῷ τὰ μὲν τοιαύτην, τὰ δὲ τοιαύτην λαβεῖν ἢ καὶ ποιῆσαι καὶ ἀναδοῦναι τὴν τροφήν· ἅμα δὲ καὶ τὸν ἀέρα συνεργεῖν τι, καὶ γὰρ ὑπὸ τούτων γίγνονται διαφοραί.

[4] Δόξειε δ' ἂν ἀτοπώτατον ἐνταῦθα εἶναι τὸ μερίζεσθαι τὰς ῥίζας· ἐνίοτε γὰρ ἐκ θατέρου μέρους οὐκ ἔχει τὸ δένδρον ἢ ἐλάττους, ὁ δὲ καρπὸς ὁμοίως πανταχόθεν ὡς ἀναμιγνυμένης δῆλον ὅτι πανταχοῦ τῆς τροφῆς. Οὐ μὴν ἀλλ' ἴσως ἐὰν μὲν ἐκλείπωσί τινες ἀπὸ τῶν ἑτέρων ἡ τροφὴ πᾶσιν. Ἐὰν δὲ πανταχόθεν ἔχῃ τῷ καθ' αὑτὴν ἑκάστην οὐ κατὰ λόγον ὡς ἄν τις φράσειεν εὐθυπορούντων πως τῶν πόρων· ἔνια γὰρ συμβαίνει καὶ ζῆν τῶν φυτῶν ἐκ θατέρου μέρους· αὐξανόμενα γὰρ συμπληροῦν πως τὸ ὅλον τὰ μὲν ἐμπεριλαμβάνοντα, τῶν δὲ καὶ ἀποπιπτόντων διὰ τὸ αὖον· εἰ δέ τις καὶ αὕτη πίστις ἐστὶν ἐκ τῶν συντιθεμένων κλημάτων μὴ ὁμογενῶν ὅτι μία μὲν ἡ ἄμπελος, φέρει δ' ἑκάτερον τῶν μερῶν τὸν οἰκεῖον καρπὸν ὡς οὐ μιγνυμένης ἀλλ' εὐθυπορούσης τῆς τροφῆς εἴη δ' ἂν καὶ ταύτῃ χρῆσθαι· τοῦτο μέντοι ἥκιστα γινόμενον καὶ ἥκιστα πίστιν ἔχον ἐστίν· [5] αἱ δ' ἄλλαι μεταβολαὶ μάλιστα τὰς εἰρημένας ἂν ἔχοιεν αἰτίας ὁμοίως ἐπὶ πάντων εἴτε χρώμασιν εἴτε χυλοῖς εἴτε ἄλλῳ τινὶ μεταβάλλουσιν. Αἱ γὰρ τροφαὶ τὰς διαθέσεις ἀλλοιοῦσι καὶ μεθίστασιν ὁτὲ μὲν κρατούμεναι, ὁτὲ δὲ κρατοῦσαι καθάπερ καὶ ἐν τοῖς ἀπὸ τῶν σπερμάτων φυομένοις, πλὴν ἐνταῦθα ἡ ἔκστασις ἀεὶ πρὸς τὸ χεῖρον, ἀλλ' ἐπὶ τῶν ἐξειργασμένων καὶ ἡμερωμένων ἔχει τὴν ὁμοίωσιν.

[6] Ἁπλῶς δ' ὥσπερ ἐλέχθη μικράν τινα χρὴ νομίζειν ἐν τούτοις εἶναι τὴν μεταβολὴν ὅπου μὴ χώρα μεταβάλλει· τὰ δὲ τοιαῦτα χρόνῳ γίγνεται καὶ οὐκ ἐπέτεια καθάπερ οὐδὲ τὰ ἡμερούμενα καὶ ἀγριούμενα. Μέγα δ' οὖν πρὸς πίστιν τῆς μεταβολῆς τῆς παρὰ τὰς χώρας καὶ ὅτι θεραπεῖαί τινες τῶν ῥιζῶν καὶ τῆς τροφῆς ποιοῦσι μεταβολὰς, ἀλλὰ τὸ οὕτως ἐν βραχεῖ χρόνῳ καὶ ταχέως ἄπιστον εἰ μή τις ἄμφω ταῦτα συνθήσει καὶ τὸν χρόνον λανθάνειν καὶ τὴν μεταβολὴν εἶναι βραχεῖαν·

[7] ἐπεὶ ἔν γε τοῖς ἐπετείοις οὐκ ἄλογον οὐδ' ὁμοίως ἐφ' ὧν συμβαίνει θαυμαστὸν εἴπερ ἄρα συμβαίνει καθάπερ ὅταν ἐκ πυρῶν αἶρα γένηται διά τε τὸ πολλάκις γίνεσθαι καὶ διὰ τὸ τὴν αἰτίαν οἴεσθαί πως· αἱ γὰρ ὑπερομβρίαι ποιοῦσιν· εἰ δὲ καὶ ἐκ τῶν αἰρῶν εἰς πυροὺς πάλιν ἀποκαθίσταται, τοῦτο θαυμασιώτερον· εἴη δ' ἂν ὥσπερ ἀσθένειά τις ἢ νόσος γεγενημένη τοῦ σπέρματος ἥτις ἀπολύεται μεθισταμένων ἄρα τῶν περὶ τὸν ἀέρα καὶ τὴν τροφήν. Ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ πλέον εἴρηται συμπαραλαμβάνοντα πρὸς τὴν τῆς αἰτίας πίστιν τὰ ὁμολογούμενα.

[4]

[1]    Τὸ δ' ἐνεγκεῖν ἄμπελόν ποτε καρπὸν ἄνευ φύλλων ὡς μὲν ὅλως εἰπεῖν οὐ πιθανὸν, ὡς δὲ μικρᾶς τινος γενομένης βλαστήσεως καὶ ταύτης διὰ τὴν ἀσθένειαν ἀπορρυείσης μᾶλλον πιθανὸν ὡς ἐνταῦθα πλείονος καὶ σφοδροτέρας τῆς ὁρμῆς γινομένης· ὅπερ ἐπί γέ τινων δένδρων ἀεὶ συμβαίνει σχεδὸν ὅταν εὐκαρπήσωσιν ὥσπερ ἐπὶ τῆς ἀμυγδαλῆς· διὰ γὰρ τὸ πλῆθος οὐδὲ φαίνεται τὰ φύλλα καὶ ἄλλα μικρὰ καὶ ἀσθενῆ γίνεται τῆς φύσεως ἐνταῦθα ὡρμηκυίας. Ὥσπερ καὶ ἐν τῷ ἀνθεῖν ἡ ἄμπελος ὅταν ὀψίσῃ [καὶ] διατηρεῖ τὸν καρπὸν ἄνευ τῶν οἰνάρων ὥσπερ καὶ ἡ συκῆ τῶν θρίων·

[2] ἰσχυρότεροι γὰρ ὅταν ἅπαξ συστῶσι γίνονται τῶν φύλλων, οἱ μὲν διὰ τὸν μίσχον καὶ τὴν προσάρτησιν, οἱ δὲ διὰ τὸ πιλοῦσθαι τῷ ψύχει. Τῶν μὲν γὰρ φύλλων ἐξαιρεῖται τὴν ὑγρότητα καὶ τὸν ὀπὸν, τῶν δὲ καρπῶν διὰ τὸ πλῆθος καὶ τὸ μᾶλλον ἔχειν θερμότητα τοῦτο μόνον δύναται συμπυκνῶσαι καὶ πιλῶσαι. Παραπλήσιον δὲ τούτῳ καὶ εἴ ποτέ τις ἐλάα τὰ μὲν φύλλα ἀπέβαλε, τὸν δὲ καρπὸν ἐξήνεγκεν. Ἀσθενέστερον γὰρ ὂν μᾶλλον ὑπήκουσε τοῦ ψύχους ἢ εἴ τι πάθος εἴη ἕτερον· πεπανθεὶς μὲν γὰρ ὁ καρπὸς αὐτόματος ἀπορρεῖ, πρὸ δὲ τοῦ πεπανθῆναι μᾶλλον ἰσχύει καὶ προσήρτηται. Δι' ὃ καὶ ῥαβδίζουσι τὰς ἐλάας.

[3] Ταῦτα μὲν οὖν καὶ ὅσα ἄλλα τοιαῦτα φυσικάς τινας ἀρχὰς τὰ μὲν ἐξ αὐτῶν, τὰ δ' ἐκ τοῦ περιέχοντος ἔχει· ἐπεὶ καὶ τὰ αὐτόματα διαβλαστάνοντα ξύλα, καθάπερ τὰ ἐλάϊνα καὶ εἴ τι ἄλλο τοιοῦτον ἅπερ εἰς τέρατα καὶ σημεῖα ἀνάγουσιν οὐκ ἔστιν ἄλογον· φύσει τε γὰρ εὔζωα καὶ βλαστητικὰ διὰ πυκνότητα καὶ τὸ ἔγχυμον. Καὶ ὅταν ἔξωθεν ἰκμάδα τινὰ λάβῃ, ταχὺ ἀναδίδωσιν, ὡς δ' ἐπὶ τὸ πολὺ κατορυττόμενα καὶ ἐν ὑγρῷ τόπῳ βλαστάνει πλὴν εἴ τι κοπὲν ὕστερον μικρῷ διεβλάστησεν ἔχον ἐν ἑαυτῷ συνηθροισμένην τὴν γόνιμον ὑγρότητα ἅμα δὲ καὶ τῆς ὥρας ὑπογυίου τῆς βλαστητικῆς οὔσης.

[4] Τούτῳ δὲ ὅμοιον τρόπον τινὰ τὸ ἐπὶ τῆς σκίλλης καὶ ἐπὶ τῶν ἄλλων τῶν ἔξω βλαστανόντων· ὡσαύτως δὲ καὶ τὰ ἐκ τῶν ξύλων ἐκφυόμενα καὶ μάλιστα ἐκ τῶν ἐλατίνων ἃ καλοῦσιν οἱ μάντεις εἰλειθυίας· ἀνειμένου γὰρ ὄντος καὶ μαλακοῦ τοῦ ἀέρος ἐκφύεται μάλιστα ὁπότε ἡ ἐνυπάρχουσα ὑγρότης συρρευῖσα καὶ ἡ ἔξωθεν προσπίπτουσα συνεπάγη καὶ ἐποίησεν οἷον σφαιροειδές. Ὁμοίως δὲ καὶ ὅσα ἰδίει τῶν ξύλων· καὶ γὰρ ταῦτα νοτίου καὶ ὑγροῦ τοῦ ἀέρος ὄντος τουτὶ πάσχει καὶ οὐ πάντα, ἀλλ' ἐν οἷς ἐστι λιπαρότης οἷον κέδρου, κυπαρίττου, ἐλάας, ἃ δὴ καὶ σημεῖα καὶ τέρατα νομίζουσιν.

[5] Ὅσα δὲ ἄλλα συμβαίνει καὶ προφέρεται τῶν τοιούτων οἷον ὥς ποτέ φασιν ἐν πλατάνῳ φῦναι δάφνην ἢ ἁπλῶς περὶ τὰς ἐμβλαστήσεις τὰς ἐν ἀλλήλοις ἐκ λανθανούσης ἀρχῆς ὑποληπτέον γίνεσθαι καθάπερ ἐλέχθη· τὸ γὰρ αὐτοῦ τοῦ δένδρου τοιαύτην τινὰ γίνεσθαι σῆψιν ἢ ἀλλοίωσιν ἄλλως τε καὶ πολὺ διεστώσης οὐκ εὔλογον· οἱ δὲ τρόποι τοιοῦτοι· λέγω δὲ λανθανούσης εἰ ἐπιπέσοι σπέρμα καὶ ἔμβιον γένοιτο σῆψιν ἔχοντος γεώδη τινὰ τοῦ δένδρου· βλαστοίη γὰρ ἂν οὕτως ἕτερον ἐν ἑτέρῳ· ἀλλ' ἡ τοιαύτη βλάστησις ὁμοία τῇ τῶν ἰξιῶν· ἢ ὡς διὰ πλείονος ἐπὶ τῇ πλατάνῳ ἐκ τοῦ χαλκοῦ τρίποδος· μᾶλλον δ' ἀμφότεραι τῇ ἐκ τῆς γῆς·

[6] οὐ γὰρ οἷόν τε φῦναι μὴ γεώδους τινὸς ἐνυπάρχοντος ὥσπερ οὐδ' ἐκ τῶν τοίχων τῶν λιθίνων ἐὰν μὴ τοιαύτη τις συρροὴ γένηται καὶ σῆψις ἐξ ἧς πέφυκε βλαστάνειν ἔτι δ' ὕστερον ἐπιρροήν τινα λαμβάνῃ τῆς τροφῆς· οὕτω γὰρ αὐτῶν ἡ αὔξησις. Ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ αὐτομάτως ἢ πάντα ἢ ἔνια γίνεται, τάχα δὲ καὶ σπερμάτων τινῶν καταρρυέντων ἅμα τῇ σήψει καὶ συστάσει· δάφνη δὲ καὶ εἴ τι τοιοῦτον ἕτερον ἀπὸ τῶν καρπῶν· εἰ δ' ἄρα καὶ τοῦτο ἀπὸ σήψεώς τινος οὐδὲν διαφέρει πρὸς τὴν αἰτίαν.

[7] Εἰ δέ ποτε δένδρον ἐκπεσὸν ὑπὸ χειμῶνος ἀνέστη πάλιν αὐτόματον ὥσπερ ἐν Φιλίπποις μὲν ἰτέα, ἐν δὲ Ἀντάνδρῳ πλάτανος καὶ τῆς μὲν οὐδὲν ἀφῃρέθη πλὴν ὅσοι τῶν ἀκρεμόνων κατεκλάσθησαν ἐν τῇ πτώσει, τῆς πλατάνου δὲ ἀφῃρέθη καί τι παρεπελεκήθη τήνδ' αἰτίαν ὑπελάμβανον ὅτι πεσοῦσα ἐπὶ θάτερον μέρος ἀνέσπασε πολλὴν γῆν, ἐπιγενομένου δὲ εἰς νύκτα τότε πνεύματος ἐναντίου καὶ μεγάλου κινήσαντος αὐτὸ διὰ τὸ ἐμπίπτειν τοῖς ἀκρεμόσι ῥοπὴν ἐποίησεν ἐγκείμενον τὸ μέρος καὶ κατασπάσαν ὤρθωσεν· οὕτω γὰρ συνέβη τῷ ἐν Φιλίπποις· τὸ δ' ἕτερον ἐκινήθη μὲν ὁμοίως καὶ τὴν ἀνάσπασιν εἶχε τῆς γῆς, διὰ δὲ τὴν περικοπὴν ἀνέστη ῥᾷον· ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἔξω φυσικῆς αἰτίας ἐστίν· ὑπὲρ δὲ τῶν ἐν αὐτοῖς φυτοῖς ἐκ τῶν εἰρημένων πειρατέον μετιέναι καὶ θεωρεῖν.

[5]

[1]    Ἑπόμενα δέ πώς ἐστι τούτοις εἰπεῖν ὅσα δὴ διὰ τέχνης καὶ παρασκευῆς γίνεται τῶν περιττῶν ὑπὲρ ὧν φανερωτέρας ἄν τις ὑπολάβοι τὰς αἰτίας εἶναι καθάπερ καὶ εἰσίν. Ἀγιγάρτους μὲν γὰρ ποιοῦσι τοὺς βότρυς ἐξαιροῦντες τὴν μήτραν, ἀφ' ἧς γίνεται τὸ γίγαρτον. Ἐκ τοῦ αὐτοῦ δὲ κλήματος φέρειν λευκὸν καὶ μέλανα βότρυν ἢ ἐν αὐτῷ τῷ βότρυϊ τὰς ῥᾶγας τὰς μὲν τοιαύτας, τὰς δὲ τοιαύτας, ὅταν διελόντες συνθῶσιν ἑκατέρου τὸ ἥμισυ πλὴν τοῦ κάτω μέρους καὶ συνδήσαντες καταπήξωσι· συμφύεται γὰρ ἀλλήλοις· [2] σύμφυτον μὲν γὰρ ἅπαν τὸ ζῶν τῷ ζῶντι καὶ μάλιστα τὸ ὁμογενὲς, ὅταν ἀφελκωθῇ καὶ γένηται μία τις φύσις. Ἑκάτερον δὲ καθ' ἑαυτὸ τὴν τροφὴν διΐησιν ὥστε μὴ ἐπιμιγνυμένης ἀποδιδόναι τὸν οἰκεῖον καρπόν· ὅπερ καὶ οἱ ποταμοὶ ποιοῦσιν οἱ συμβάλλοντες ἀλλήλοις ὥσπερ ὅ τε Κηφισὸς ἐν τῇ Βοιωτίᾳ καὶ ὁ Μέλας· ἑκάτερος γὰρ ῥεῖ τὸν αὑτοῦ πόρον. Ἐνταῦθα δ' οὐδὲ συμβάλλουσιν, ἀλλὰ παρ' ἀλλήλας ὀχετεύονται καὶ ῥέουσιν αἱ τροφαί.

[3] Ταυτὸ δὲ καὶ παραπλήσιον τούτῳ καὶ ὅταν τὸ αὐτὸ δένδρον παντοδαπὰς φέρῃ ῥόας ἢ μῆλα· τῇ σφυρᾷ γὰρ οἷον μαλάξαντες τὰς ῥάβδους ἵνα συμφύωσιν (ἢ) διὰ τὴν ἀφέλκωσιν συνδήσαντες ἐφύτευσαν, εἶτα γίνεται τὸ μὲν δένδρον ἓν τῇ συμφύσει, διατηρεῖ δὲ ἕκαστον τὸ γένος ἕλκον καθ' αὑτὸ καὶ πέττον τὴν τροφὴν, οὐδὲν δὲ ἄλλο ἢ τῆς συμφύσεως κοινωνοῦν. Σχεδὸν δὲ καὶ παρόμοιον τούτῳ καὶ ἐπὶ τῶν μειζόνων γίνεται καὶ μάλιστα ἐπὶ τῶν ἀγρίων τῇ φύσει· περιπλακεῖσα γὰρ συκῆ καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι συμφύεται τε καὶ ἓν ποιεῖ τὸ στέλεχος·

[4] καὶ τούτων τὰ μὲν ἐξεπίτηδες ποιοῦσιν, ἔνια δὲ καὶ αὐτομάτως λαμβάνει τοιαύτην σύμφυσιν, ὅσα προσφιλῆ τε καὶ μὴ ἐναντία ἀλλήλοις· ὅταν γὰρ ἅπαξ συμπλακῇ καὶ δέξηται, καθάπερ φύσις τις αὕτη μία γίνεται, δι' ὃ κἂν ἀφαιρῇ κᾂν λύῃ τις αὐαίνονται, καθάπερ καὶ τῶν μὴ ὁμογενῶν τὰ ὁμοβλαστῆ καὶ σύντροφα γενόμενα ἀλλήλοις ὥσπερ ἐπὶ τῆς ἀναδενδράδος ἐλέχθη καὶ τῆς συκῆς. Ἐπεὶ ὅσα γε βλάπτει περιφυόμενα καὶ ἐμφυόμενα, καθάπερ ὁ κιττὸς, ἐκ τούτων γε οὐ γίνεται μία φύσις· αὐαίνεται γὰρ θάτερον. Πολυφορεῖν μὲν οὖν ταὐτὸ διὰ ταύτας ὑποληπτέον τὰς αἰτίας· ὅμοιον γὰρ τρόπον τινὰ καὶ ὥσπερ εἴ τις ἐνοφθαλμίσειε δένδρον ἓν ἀπὸ πλειόνων καὶ διαφόρων· ἀρχὰς γὰρ πεποίηκε καὶ φύσεις πλείους ἀπὸ μιᾶς οὐσίας, ἐκεῖνο δὲ ἐξ ἀρχῶν πλειόνων μίαν οὐσίαν τῇ φύσει.

[6]

[1]    Τὰ δὲ τῶν καρπῶν μεγέθη τῶν κατορυττομένων ἐν ταῖς χύτραις ὅταν καταθῶσι τοὺς ἀκρεμόνας, οἷον ῥοῶν καὶ μήλων εὐλόγως γίνεται. Τό τε γὰρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος ἀφαιρούμενον ἡ χύτρα κωλύει ἀποστέγουσα καὶ ἅμα τὴν ἐκ τῆς γῆς ἕλκει νοτίδα δι' ἧς τρέφεται· τὴν γὰρ ἀπὸ τοῦ δένδρου ἐπιρροὴν οὐκ εὔλογον γίνεσθαι πάρωρον οὖσαν ἢ βραχεῖάν τινα πάμπαν, δι' ὃ καὶ ὁ μὲν κόκκος οὐδὲν μείζων τῆς ῥόας γίνεται, τὸ δὲ σίδιον παχύτερον ὡς οὐ διικνουμένης εἰς ἐκεῖνον τῆς τροφῆς· ἔοικε γὰρ ὁ οἰκεῖος χυλὸς τῇ φυσικῇ δυνάμει πάντων γίνεσθαι καὶ πεπαίνεσθαι, δι' ὃ καὶ τὰ μῆλα χείρω καὶ ἀχυλότερα γίνεται· τὸ δὲ σίδιον καὶ ἐκ τῶν ἔξωθεν λαμβάνει τὴν αὔξησιν ὡς ἀλλοτριώτερον τῆς φύσεως.

[2] Ἡ δ' ὁλκὴ τῆς νοτίδος, ἐξ ἧς ἡ τροφὴ καὶ ἐπίδοσις οὐκ ἄλογος ὥσπερ τοῦ ἄρου καὶ ἑτέρων ὥσπερ πρότερον εἴπομεν. Ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ ἐν τοῖς λαχάνοις, ἐφ' ὧν παχύνουσι τὰς ῥίζας τῶν μὲν ἀφαιροῦντες τὰ φύλλα, καθάπερ τῆς ῥαφανίδος, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, καὶ κατασάττοντες τὴν γῆν ὥστε καὶ τὸ ὕδωρ ἀποστέγειν· ἐν γὰρ τῷ θέρει γίνονται θαυμασταὶ τῷ πάχει.

[3] Τοῦ δὲ σελίνου περιορύξαντες κάτω μέχρι τῶν ῥιζῶν καχρύδιον περιβάλλοντες καὶ ἄνωθεν τὴν γῆν. Αἴτιον δὲ ὅτι τὴν τροφὴν ἅπασαν αὗται λαμβάνουσιν καὶ οὐ διδόασιν εἰς τοὺς βλαστούς· μὴ μεριζομένης δὲ πλείων ἡ αὔξησις. Ὅσα μὲν οὖν παραβλαστικὰ οἷον κρόμυα ῥίζας ἑτέρας ἀφίησι καὶ ἄλλα δὲ τῶν ἀγρίων· ἡ δὲ ῥαφανὶς μὴ οὖσα παραβλαστικὴ, τροφὴν δὲ λαμβάνουσα καὶ οὐ διαπέμπουσα εἰς τὸ ἄνω παχύνεται καὶ μείζων γίνεται. Τοῦ δὲ μὴ συμβαίνειν φθορὰν καὶ σῆψιν ἡ ἐπίσαξις αἰτία τῆς γῆς ἀποστέγουσα τὸ ὕδωρ καὶ ὅλως πᾶν τὸ ἀλλότριον· τοῖς δὲ σελίνοις τὸ καχρύδιον θερμὸν καὶ χαυνὸν ὂν συνανέλκει μὲν τῇ χαυνότητι τὴν τροφὴν, κατέχει δὲ καὶ οὐ διαδίδωσιν εἰς τὸ ἄνω καὶ ἅμα τῇ θερμότητι πέττει· πολλῆς οὖν τροφῆς γινομένης καὶ πεττομένης πολλὴ καὶ αὔξησις.

[4] Παραπλήσια δὲ τούτοις καὶ τὰ περὶ τοὺς σικύους καὶ τὰς κολοκύντας γινόμενα κατά τε τὴν ἁπαλότητα καὶ τὴν αὔξησιν οἷον ἐάν τις μικρὰς οὔσας κρύψῃ κατὰ τῆς γῆς· οὐδὲν γὰρ ἀφαιρεῖται τῆς τροφῆς, ὁ δ' ἥλιος καὶ τὰ πνεύματα ἀναξηραίνοντα τοὺς ὄγκους ἐλάττους ποιοῦσιν ὥσπερ καὶ τῶν δένδρων τῶν ἐν τοῖς προσηνέμοις καὶ εὐείλοις. Ὡσαύτως δὲ καὶ οἱ ἐν τοῖς ἀγγείοις τιθέμενοι καθάπερ ἐν νάρθηκι καὶ καλυπτῆρσιν. Ἡ μὲν γὰρ τροφὴ πλείων διὰ τὸ μήτ' ἀποπνεῖσθαι μήτ' ἀποξηραίνεσθαι μηδὲν, ἡ δ' αὔξησις εἰς μῆκος καὶ διὰ τὸ εὐροεῖν τὴν τροφὴν εὐθυποροῦσαν καὶ διὰ τὸ μηδὲν ἀντισπᾷν μηδ' ἀντιπίπτειν.

[5] Ὁμοία δ' αἰτία καὶ τοῦ διαμένειν χλωροὺς ἐάν τις φυτεύσας περὶ φρέαρ ὅταν ὦσιν ὡραῖοι καθεὶς ἀποστεγάσῃ· ἡ μὲν γὰρ ἀπὸ τοῦ ἡλίου καὶ τοῦ πνεύματος οὐ γίνεται ξηρότης, ἅμα δὲ καὶ ἡ ἀπὸ τοῦ ὕδατος ἀτμὶς οἷον θάλλοντάς τε παρέχει καὶ κωλύει ξηραίνεσθαι. Τροφὴν δὲ λαμβάνοντες διαμένουσι σωζομένων τῶν ῥιζῶν· ἔμβιοι δὲ γίνονται καὶ θεραπευόμεναι πλείω χρόνον δι' ὃ καὶ ἄν τις περιτεμὼν τὴν βλάστησιν ὅταν καρποτοκήσωσι περισάξῃ γίνονται πάλιν ἐκ τῶν ῥιζῶν σίκυοι καὶ πρωίτεροι πολὺ τῶν σπειρομένων ὅτι προϋπάρχει τὸ τῶν ῥιζῶν.

[6] Ἔτι δὲ ἡ περίσαξις ἀλέαν παρέχουσα θᾶττον ἀνιέναι ποιεῖ βλαστόν· μέγα γὰρ καὶ ἡ ἀλέα πρὸς τὸ πρωϊβλαστεῖν. Σημεῖον δὲ καὶ τοῦτο φανερόν· ἐὰν γάρ τις χειμῶνος ἐν ταλάροις φυτεύσῃ σικύου σπέρματα καὶ ἄρδῃ τε θερμῷ καὶ πρὸς τὸν ἥλιον ἐκφέρῃ καὶ πρὸς τὸ πῦρ τιθῇ καὶ ὅταν ἡ ὥρα τοῦ σπείρειν καθήκῃ σὺν αὐτοῖς ταλάροις φυτεύσῃ πρώϊοι σφόδρα γίνονται· ταῦτα μὲν οὖν διὰ τὰς εἰρημένας αἰτίας συμβαίνει.

[7] Τῷ δὲ σχήματι καὶ τῇ μορφῇ μεταβάλλει τὸ σέλινον ἐὰν σπαρὲν καταπατηθῇ καὶ ἐπικυλινδρωθῇ· γίνεται γὰρ οὖλον διὰ τὸ μὴ διϊέναι τὴν βλάστησιν, ἀλλὰ ... ἐξομοιοῦται γὰρ ἐν ᾧ ἂν τεθῇ ἀγγείῳ· τοῦτο δ' ὅτι ἡ τροφὴ κωλυομένη καὶ ἀποστεγομένη τῷ πέριξ φέρεται πρὸς τὸ ἐφελκόμενον καὶ εὐοδοῦν, οἷον γὰρ ὀχετεία τίς ἐστιν, ὥστε λαμβάνειν τὴν ὁμοιότητα τῷ περιέχοντι. Συμβαίνει δὲ τρόπον τινὰ καὶ ἐπὶ τῶν ζώων τοῦτο κατὰ μικρότητα καὶ μέγεθος καὶ βραχύτητα καὶ μῆκος· μεμορφωμένα γὰρ εὐθὺς ἐκεῖνα ταῦτα δ' ἅμα τῇ γενέσει μορφοῦται· δι' ὃ καὶ τὸ σέλινον ὅταν μεταφυτεύηται κελεύουσιν ὁπόσον ἄν τις βούληται ποιῆσαι τηλικοῦτον πάτταλον κατακρούειν ὥστ' ἐκπληροῦν πάντα τὸν τόπον τὴν ῥίζαν.

[8] Ὅμοιον δὲ τρόπον τινὰ τούτῳ καὶ ἡ τῶν ῥιζῶν αὔξησις ἐν τοῖς ἡμερώμασιν· εὐοδοῦσαι γὰρ καὶ ἔχουσαι τροφὴν αὔξονται μᾶλλον καὶ εἰς μῆκος καὶ εἰς πάχος.

[9] Ποιεῖ δὲ μεγάλας καὶ τὰς ῥίζας καὶ τὰς βλάστας καὶ ἐὰν πλείω τις εἰς ταὐτὸ σπέρματα ξυνδήσας εἰς ὀθόνιον φυτεύσῃ, δι' ὃ καὶ ἐπί τινων τοῦτο ποιοῦσι, καθάπερ ἐπὶ τοῦ πράσου καὶ σελίνου καὶ ἑτέρων· ἰσχύει γὰρ τὰ πλείω δῆλον ὅτι μᾶλλον καὶ ἐξ ἁπάντων γίνεται μία τις φύσις. Ἔνια δὲ κατὰ τὴν σπορᾶς ὥραν λαμβάνει μορφὴν ἀλλοίαν, οἷον ἡ γογγυλὶς ἂν εὐθύς τις ἐπὶ τῆς ἅλω φυτεύσῃ πλατεῖα γίνεται· οὕτω δ' ἧττον ῥιζοῦται καὶ διευρύνεται μᾶλλον.

[10] Ὅσα δ' ἐν σχίνῳ φυτεύουσιν ἢ σκίλλῃ πάντα τῆς εὐβλαστίας ἕνεκα καὶ εὐτροφίας φυτεύουσιν· ἔχει γάρ τινα ἄμφω θερμότητα καὶ ὑγρότητα καὶ γίνεται καθάπερ ἐμφυτεία τις. Ὁμοίως δὲ καὶ εἴ τι ἕτερον ἐν ἑτέρῳ καθάπερ τὸ πήγανον ἐν συκῇ, δοκεῖ γὰρ δὴ κάλλιστον γίνεσθαι. Φυτεύεται δὲ παρὰ τὸν φλοιὸν παραπηγνύμενον καὶ τῇ γῇ κατακρύπτεται· καὶ ξυμβαίνει δὲ τὸν ὀπὸν ἅμα τῇ τροφῇ διὰ θερμότητος καὶ βοήθειάν τινα ἔχειν εὔκαιρον ὥσπερ καὶ τὴν τέφραν παραπαττομένην εἶτ' οὖν πρὸς τὸ μὴ σκωληκοῦσθαι τὰς ῥίζας εἴτε καὶ πρὸς τὸ τρέφεσθαι ἅλμῃ· ἔχει γάρ τινα ὁμοίαν θερμότητα.

[11] Μέγεθος δὲ γίνεται φακῶν καὶ ἐρεβίνθων τῶν μὲν ἂν ἐν βολίτῳ φυτεύηται τὸ σπέρμα· συντρέχει γὰρ τῇ θερμότητι καὶ ξηρότητι· τῶν δ' ἐρεβίνθων ἐὰν μετὰ τῶν κελύφων βρεχθέντες· ἔλαττον γὰρ τὸ ἀποσηπόμενον καὶ ἡ τροφὴ πλείων ἡ πρώτη· πρώϊοι δὲ ἂν ἅμα τοῖς ἄλλοις σπαρῶσι· καὶ ταῦτα μὲν δή τι θαυμαστὸν ἔχει καὶ ἔνια δοκεῖ καὶ παρὰ φύσιν.

[12] Αἱ δὲ τοιαῦται μεταβολαὶ καὶ αὐτόματοι γίνονται καὶ τέχνῃ καὶ κατὰ φύσιν· οἷον ἐπὶ τίφης καὶ ζειᾶς περιπλαττομένοις πυροῖς, ὥσπερ καὶ ὅσα τῶν σπερμάτων ἢ ἐν λίτρῳ προβρεχόμενα τεραμονέστερα ἢ ἐν μέλιτι καὶ γάλακτι γλυκύτερα γίνεται· πέφυκε γὰρ οἷον ἂν σπαρῇ τοιοῦτον καὶ γεννᾷν· σπείρεται δὲ διηλλοιωμένον καὶ μεταβεβηκός· ἐν ἀμφοῖν δέ πως ἢ ἐν ἅπασι συμβαίνει μετακινεῖσθαι τὴν ἀρχὴν, ἔνθα μὲν κατὰ τὸ ποιὸν, ἔνθα δὲ καθάπερ ταῖς τίφαις καὶ ζειαῖς καὶ τῷ μορίον τι μὴ ἔχειν ὅπερ ἐξ ἀρχῆς μὲν περιαιρεθὲν οὐκ ἀδυνατεῖ γεννᾷν· πλεονάκις δὲ τοῦτο παθοῦσα καὶ ὥσπερ τελέως γυμνωθεῖσα καὶ παθητικωτέρα γινομένη τῷ τε ποιῷ μεταβάλλει καὶ τὸ πλῆθος οὐκ ἴσχει τοῦ ἀχύρου·

[13] συμβαίνει δὲ καὶ ἐν ἄλλοις μορίων τινῶν ἀφαιρουμένων ποιεῖν τινα διαφορὰν ὥσπερ ταῖς ἀμπέλοις ὅταν ἡ μήτρα τοῦ κλήματος ξυσθῇ τοὺς βότρυς ἀγιγάρτους εἶναι· καὶ πίστιν ταῦτα παράσχοιτ' ἂν ἴσως τοῖς ἀφ' ἑκάστου τῶν μερῶν λέγουσιν ἀπιέναι σπέρμα· λύσις δ' ἥπερ εἴρηται καὶ ἐπὶ τῶν ζώων.

[7]

[1]    Αἱ μὲν οὖν τούτων μεταβολαὶ διὰ τὰς εἰρημένας αἰτίας. Ἡ δὲ τοῦ σισυμβρίου εἰς μίνθαν ὥσπερ ἐναντία δι' ἀργίαν γινομένη· συμβαίνει γὰρ ὅταν μή τις ἐξεργάζηται μηδ' ἀποδιδῷ τὴν οἰκείαν θεραπείαν ῥιζοῦσθαι μᾶλλον εἰς τὸ κάτω, ῥιζούμενον δὲ καὶ τὴν δύναμιν ἐκεῖσε τρέπον πᾶσαν ἀσθενέστερον ἄνωθεν γίνεσθαι καὶ τὴν δριμύτητα ἀποβάλλειν τῆς ὀσμῆς ὥστε ἐξ ἀμφοτέρων ἡ ὁμοιότης τῆς τε βλάστης καὶ τῆς ὀσμῆς· τῆς γὰρ δριμύτητος ἀφαιρουμένης ἡ κατάλοιπος ὀσμὴ μαλακή τις οὖσα καὶ ἀνειμένη προσεμφερὴς τῇ μίνθῃ γίνεται, δι' ὃ μεταφυτεύειν κελεύουσι πολλάκις ὅπως τοῦτο μὴ συμβαίνῃ· καὶ τοῦ μὲν σισυμβρίου τοιαύτην τὴν αἰτίαν ὑποληπτέον.

[2] Τὸ δ' ὤκιμον τὸ ἐν ἡλίῳ πολλάκις κείμενον ἀφερπυλλοῦται διὰ τὸ καταξηραίνεσθαι μᾶλλον· καὶ γὰρ τὸ φύλλον ἔλαττον γίνεται καὶ ἡ ὀσμὴ δριμυτέρα τῶν ξηρῶν· ἐλάττων γὰρ καὶ ἡ τροφή· δεῖ δὲ τὰς μεταβολὰς τοιαύτας ὑπολαμβάνειν ὡς ἂν ὁμοιότητά τινα ἐχούσας οὐχ ὡς τελέας (ὥσπερ καὶ ἡ ἐξαιγειρουμένη λεύκη). Ἡ δὲ λεύκη πλατυφυλλότερόν τε τῆς αἰγείρου καὶ λειοφλοιότερον καὶ τὸ ὅλον εὐτροφώτερον· ἀπογηράσκουσαν δὲ καὶ ἐλάττονι τροφῇ χρωμένην οὐκ ἄλογον καὶ τὸ φύλλον στενότερον καὶ τὸν φλοιὸν τραχύτερον ἔχειν καὶ εἴ τι ἄλλο συνακολουθεῖ τοῖς μὴ ὁμοίως εὐτρόφοις.

[3] Τὸ δ' ὅλον οὐκ ἄγαν ἴσως τὸ συμβαῖνον θαυμαστὸν τῷ τε εἰς τὸ σύνεγγυς καὶ τὸ ὅμοιόν πως μεταβάλλειν καὶ ἔτι τῷ ὁρᾷν καὶ ἐπί γε τῶν ζώων γινομένας τοιαύτας τινὰς μεταβολὰς τὰς μὲν κατὰ τὴν γέννησιν οἷον ἐπ' ἄλλων καὶ ἐπὶ τῶν καλουμένων ψυχῶν· ἐκ κάμπης γὰρ χρυσαλλὶς, εἶτα ἐκ ταύτης ἡ ψυχή· τοῦτο δὲ πλὴν τῶν ψυχῶν ἐπ' οὐδενὸς συμβαίνει. Τῶν δὲ καὶ τετελειωμένων ἤδη κατὰ τὰ πάθη καὶ τὰς διαθέσεις τοῦ σώματος, αἳ γίνονται διὰ τὰς ἐπετείους ὥρας ὥσπερ ταῖς ὄρνισιν· ἐπὶ τούτων γὰρ μάλιστα καὶ λέγεται καὶ ἔνδηλος τῶν χρωμάτων μεταβολὴ καὶ τῶν ὅλων σωμάτων ὥστε δοκεῖν ἑτέρους εἶναι. Ταῦτα μὲν οὖν ὥσπερ εἴρηται φυσικῶς ὑποληπτέον· τὰ δ' ἐξ ἀρχῆς λελεγμένα μᾶλλον κατὰ φύσιν.

[8]

[1]    Ἀκόλουθα δέ πως τοῖς εἰρημένοις καὶ ὥσπερ ἐσχάτης θεωρίας περὶ νοσημάτων καὶ φθορᾶς εἰπεῖν ἀμφοτέρων μετέχοντα καὶ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν. Φθοραὶ μὲν γὰρ εὐθὺς αἱ μὲν οὕτως, αἱ δ' ἐκείνως λέγονται, νόσοι δὲ τῇ μὲν ὅλως δόξαιεν ἂν εἶναι παρὰ φύσιν, ἔκβασις γάρ τις αἰεὶ καὶ σύγχυσις τοῦ κατὰ φύσιν ἡ νόσος, τῷ δ' εἰωθέναι καὶ πολλάκις συμβαίνειν κατὰ φύσιν λέγομεν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς, αὐτὰ ταῦτα διαιροῦντες τὰ βίαια πάθη καὶ φανερῶς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν, οἷον τραυμάτων καὶ πληγῶν· τὰ γὰρ ὑπὸ ψύχους ἢ καύματος ἤ τινος ἑτέρου συμβαίνοντα τῶν ἐν τῷ ἀέρι παθημάτων οὐ λέγομεν παρὰ φύσιν· καίτοι βίαιά γέ πως καὶ ταῦτα καὶ ἀπὸ τῶν ἔξωθέν ἐστιν· ἀλλὰ γὰρ τοῦτο μὲν οὔτ' ἴδιόν ἐστιν ἐπὶ τῶν φυτῶν ἀλλὰ καὶ ἐπὶ τῶν ζώων οὔτε διάφορον πρὸς ὃ νῦν ζητοῦμεν·

[2] τῶν δὲ νόσων ἀρχαὶ καθάπερ τοῖς ζώοις ἢ ἀπ' αὐτῶν ἢ ἀπὸ τῶν ἔξωθεν καὶ ἡ φθορὰ ἢ ὅλως ἢ εἰς καρπογονίαν. Ἀπ' αὐτῶν μὲν ὅταν ἢ πλῆθος ἢ ἔνδεια τῆς τροφῆς ἢ ποιότης, ἀπὸ δὲ τῶν ἔξωθεν ὅταν ἢ χειμῶνες ὑπερβάλλοντες ἢ καύματα ἢ ἐπομβρίαι ἢ ἄλλη τις δυσκρασία τοῦ ἀέρος· ἔτι δὲ ὅσα διὰ πληγὴν ἢ ἕλκωσιν ἐκ σκαπάνης ἢ ἐκτομῆς ἢ διακαθάρσεως ἢ ἐξ ἄλλης τοιαύτης αἰτίας· ὧν γ' ἔνιαι καὶ ἀπὸ τοῦ δαίμονος συμβαίνουσι καθάπερ ἡ χαλαζοκοπία· εἰ δὲ καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολὴ τῆς τροφῆς τῶν ἔξωθεν ὥς τινές φασιν οὐδὲν ἂν διαφέροι.

[3] Πάντα δὲ ἰσχύει μᾶλλον τὰ ἀπὸ τοῦ ἀέρος ἐν τοῖς ἀσθενῶς διακειμένοις· τὰς γὰρ ὑπερβολὰς ἧττον δύνανται φέρειν. Ἀσθενεστάτη δὲ διάθεσις μελλόντων τε καὶ ἀρχομένων βλαστάνειν καὶ πάλιν μετὰ τὴν καρποτοκίαν ὥσπερ ἐξηραμμένων· τότε γὰρ ἐν μεγίστῃ μεταβολῇ· δι' ὃ καὶ τὰ ἄγρια μάλιστα πονεῖ πρὸ τῆς βλαστήσεως ἢ ὑπ' αὐτὴν τὴν βλάστησιν ὅταν χαλαζοκοπηθῇ ἢ πνεύματα ἐπιγένηται ψυχρὰ σφόδρα ἢ θερμά. Κρατεῖται γὰρ ταῖς ὑπερβολαῖς. Οἱ δ' ὡραῖοι χειμῶνες ὠφελοῦσι καὶ τὰ ἄγρια καὶ τὰ ἥμερα· καὶ γὰρ ἰσχὺν ἐμποιοῦσι καὶ τῇ πιλήσει καὶ πυκνώσει καὶ εὐβλαστίαν.

[9]

[1]   Ταῦτα μὲν οὖν ἀμφοῖν κοινά. Νοσήματα δὲ τῶν ἀγρίων οὐ λέγεται, τῶν δ' ἡμέρων λέγεται πλείω, τάχα δὲ καὶ ἔστι διὰ τὴν ἀσθένειαν ὧν τὰ μὲν ἀνώνυμα, τὰ δὲ ὠνομασμένα, καθάπερ ἡ ψώρα καὶ ὁ σφακελισμὸς καὶ ἀστρόβλητα καὶ σκωληκόβροτα γίνεσθαι. Ἀστρόβλητα μὲν οὖν μάλιστα γίνεται τὰ φυτὰ καὶ οἱ μόσχοι διὰ τὴν ἀσθένειαν. Συμβαίνει δὲ τὸ πάθος ὅταν ἡ γῆ ξηρανθῇ καὶ μὴ ἔχωσιν ἕλκειν ὑγρότητα, δι' ὃ καὶ ὑπὸ τὸ ἄστρον πλεῖστα·

[2] τὰ δὲ πρεσβύτερα διὰ τὴν ἰσχὺν ἀντέχει τε μᾶλλον καὶ ἕλκει πόρρωθεν, ἔτι δ' ὑγρότης ἡ οἰκεία πιοτέρα καὶ λιπαρωτέρα καὶ πρωϊκαρπότερα τῶν νέων καὶ ὅσα ἂν προδείξωσιν πάντ' ἐκφέρουσιν· ὅλως δὲ πᾶσαν μεταβολὴν ἧττον δύναται τὰ ἀσθενέστερα φέρειν, ὑπὸ δὲ τὸ ἄστρον καὶ διυγραίνεταί πως μᾶλλον τὰ δένδρα, καθάπερ πρότερον ἐλέχθη, δι' ὃ καὶ ἡ ἐπιβλάστησις· ἡ μὲν οὖν ἀστροβολία διὰ ταῦτα συμβαίνει καὶ ἔτι διὰ τὰς πληγὰς τὰς ἔξωθεν καὶ τὰς ἑλκώσεις· ἀσθενέστερα γὰρ διὰ ταῦτα γίνεται καὶ ἐπὶ πλέον αὐτῶν αἱ δυνάμεις διϊκνοῦνται·

[3] σκωληκοῦται δὲ μᾶλλον τὰ πρεσβύτερα. Συμβαίνειν δὲ δοκεῖ καὶ τοῦτο τὸ πάθος ἢ διὰ τὰς ἑλκώσεις τῶν περισκαπτομένων ἢ ὅταν ἐκδιψήσῃ διὰ τοὺς αὐχμούς· ἐκ μὲν γὰρ τῆς πληγῆς σήπεται, ἀλλοιούμενα δὲ τῇ σήψει ζωογονεῖ καθάπερ καὶ τὰ ἄλλα· ἐκ δὲ τοῦ διψῆσαι διὰ τὸ ἔλαττον ἔχειν τοῦ συμμέτρου τὸ ὑγρόν· οἷον γὰρ ἔκστασις γίνεταί τις ἐκ φύσεως, ἐν δὲ τῇ ἐκστάσει μεταβολὴ καὶ ἀλλοίωσις, ἐν δὲ τῇ μεταβολῇ διὰ τὴν σῆψιν ἡ ζωογονία. Συμβαίνει δὲ τοῦτο καὶ ἐν ταῖς ἀφαυαινομέναις· ἐνισχύει γὰρ τότε τὸ θερμόν. Σκωληκοῦνται δὲ μάλισθ' αἱ μηλέαι δι' ὃ κἀν τοῖς ἐμπύροις φαῦλαι· ταχὺ γὰρ αἱ ῥίζαι ξηραίνονται.

[4] Κοινότατα δὲ φαίνεται τῶν νοσημάτων εἶναι τοῦτό τε καὶ ἡ ἀστροβολησία. Πάντα γὰρ ὡς εἰπεῖν σκώληκα ἴσχει πλὴν τὰ μὲν πλείους καὶ θᾶττον ἀπόλλυται, καθάπερ μηλέα, συκῆ, ἄπιος, τὰ δ' ἐλάττους καὶ βραδύτερον. Ἥκιστα δὲ σκωληκοῦται τὰ δριμέα οὐχ ὅτι ἄσηπτα μόνον, ἀλλ' ὅτι καὶ ἡ δριμύτης κωλύει ζωογονεῖν· σημεῖον δὲ τὸ τῆς δάφνης· αὕτη μὲν γὰρ σήπεται ταχέως, σκωληκοῦται δ' οὐχ ὁμοίως· ἐπεὶ διὰ τοῦτο οὐδ' ἐρίνεος ὁμοίως τῇ συκῇ· δριμύτερος γὰρ ὁ ὀπός.

[5] Ὅλως γὰρ τὰ γλυκέα σήπεται θᾶττον, εὐμετάβλητος γὰρ ὁ χυλὸς ἀσθενέστερος ὢν, δι' ὃ καὶ αἱ μηλέαι καὶ αἱ ῥόαι μᾶλλον αἱ γλυκεῖαι τῶν ὀξειῶν· πάντων δὲ αἱ ἠριναὶ μᾶλλον διὰ τὴν ἀσθένειαν τοῦ τε χυλοῦ καὶ τῆς ὅλης φύσεως. Ἐν σχίνῳ δὲ φυτευόμενα πάνθ' ἧττον σκωληκόβρωτα διά τε τὴν θερμότητα καὶ τὴν ὀσμήν. Ταῦτα μὲν οὖν τὰ νοσήματα συμβαίνει διὰ τὰς ῥηθείσας αἰτίας.

[6] Οἴονται δέ τινες καὶ τὸν σφακελισμὸν ἀπὸ τῶν πληγῶν καὶ τῶν ἔξωθεν γίνεσθαι τραυμάτων καθάπερ καὶ ἐπὶ τῶν ζώων· μετενεχθῆναι γὰρ τοὔνομα κατὰ τὴν ὁμοιότητα τοῦ πάθους. Οὐ μὴν ἔοικεν ἀληθὲς οὐδὲ τοῦτ' ἐπὶ πάντων εἴπερ ὁ ἐρέβινθος ἀπόλλυται σφακελίσας ὅταν ἀνθοῦσιν ὕδωρ ἐπιγινόμενον ἀποκλύσῃ τὴν ἅλμην· τὸ γὰρ ἔφαλμα οἷον σφακελίζειν ἐστίν· φαίνεται δὲ καὶ ἄλλα χωρὶς πληγῆς πάσχειν τοῦτο τὸ πάθος.

[7] Ἔνιοι δὲ καὶ τὸ ἀστροβολεῖσθαι σφακελίζειν καλοῦσι· τοῦτο μὲν οὖν τάχ' ἂν ὀνόματος εἴη διαφορά· δι' ὑπερβολὴν γὰρ καὶ ἔνδειαν τροφῆς καὶ οὕτως ἀπόλλυται τὰ δένδρα, τάχα δὲ μᾶλλον δι' ἀπεψίαν καὶ τὴν ἔξωθεν δύναμιν οἷον ὅταν μετὰ τὴν καρποτοκίαν λεπτῆς οὔσης ἔτι τῆς ὑγρότητος διὰ τὴν ἀσθένειαν ἐπιγένηται πάγος ἰσχυρός· ἀποθνήσκει γὰρ καταψυχόμενα· τὸ γὰρ ὀρρῶδες καὶ λεπτὸν ψυχρὸν, τὸ δὲ παχὺ καὶ ὥσπερ πῖον θερμόν. Αὕτη μὲν οὖν εἴτε διὰ πλῆθος εἴτε δι' ἀπεψίαν εἴτε δι' ἄμφω καὶ ἔτι ἀσθένειαν ἡ φθορά.

[8] Δι' ἔνδειαν δὲ κατ' ἄλλον τε τρόπον καὶ ὅταν αἱ ῥίζαι μετέωροι γένωνται καὶ ἐπιφανεῖς· οὐ γὰρ δύνανται παρέχειν ἰκμάδα διὰ τὸν ἥλιον ὥστε συγκάεται καὶ παχύνεται μᾶλλον τοῦ δέοντος ὁ ὀπὸς, ἐκ τούτου δὲ νόσος καὶ φθορά. Παραπλήσιον δὲ τὸ συμβαῖνον καὶ ὅταν ἐξαυχμῶσι δι' ἀνυδρίαν, οὐδὲ γὰρ τότε διαδιδόασιν. Βοήθεια δὲ καὶ φυλακὴ πρὸς τὰς ἐνδείας τὸ κινεῖν ἀεὶ καὶ ὁμαλίζειν τὴν γῆν· οὕτω γὰρ τοῦ θέρους ἕλξει τινὰ ἰκμάδα καὶ τοῦ χειμῶνος ἐνυπάρξει μᾶλλον τὸ θερμὸν, ὃ διαδίδωσι τὴν τροφήν.

[9] Ἐξ ὑπερβολῆς δὲ διὰ τὴν ἐπομβρίαν. Τότε γὰρ διὰ τὴν ἀτροφίαν, ‑ ἀτροφεῖ γὰρ τὸ μὴ κρατοῦν μηδὲ πέττον, ‑ ἐκλευκαίνεταί τε καὶ ἀπόλλυται τὰ δένδρα, καθάπερ ὁ σῖτος· ἐνίοτε δὲ οὐκ ἀπόλλυται μὲν, εἰς δὲ τὴν καρπογονίαν νοσοῦσιν· ἀκαρπεῖ γὰρ τὸ μὴ πέττον μηδὲ κρατοῦν. Τῇ δὲ συκῇ καὶ νόσημά τι συμβαίνει περὶ τὰς ῥίζας, ὃ καλοῦσι λοπᾷν· τοῦτο δ' οἷον μάδισίς τίς ἐστι τῶν ῥιζῶν καὶ (τῶν) μικρὸν ἐπάνω διὰ τὴν πολυϋδρίαν.

[10] Ἐξ ὑπερβολῆς δὲ καὶ τὸ τραγᾷν τῆς ἀμπέλου καὶ ὅσοις ἄλλοις ἀκαρπεῖν συμβαίνει διὰ τὴν εὐβλάστειαν· οὐ δύνανται γὰρ οὐδὲ ταῦτ' ἐκπέττειν, ἀλλ' εἰς τὴν βλάστησιν ἡ ὁρμὴ τρέπεται, καθάπερ ἐπισπωμένη διὰ τὸ πλῆθος. Ὡς ἐπὶ πολὺ δὲ ἐκ τῶν τοιούτων συμβαίνει συκῇ μὲν ψωριᾷν, ἐλάᾳ δὲ λειχηνιᾷν, ἀμπέλῳ δὲ ῥεῖν ὥσπερ καὶ Κλείδημός φησιν· λεπτὸς γὰρ ὁ καρπὸς ἄπεπτος ὢν καὶ ῥοώδης.

[11] Ἡ βοήθεια δ' ἐν δυεῖν ἔν τε τῷ παραιρεῖσθαι τὴν εὐτροφίαν ὥσπερ καὶ τὰς ἀμυγδαλᾶς καὶ τὰς ῥόας τινὲς κολάζουσι καὶ ἐν τῷ δύναμίν τινα προστιθέναι τῷ δένδρῳ καὶ ἰσχύν. Τοῦτο γὰρ αἵ τε διακόψεις ποιοῦσι τῆς συκῆς, ὅταν ἄρχηται βλαστάνειν, ὅπως μὴ παλίσκιος οὖσα παχύνῃ τὸν ὀπὸν καὶ αἱ ἀποψιλώσεις τῶν ἀμπέλων καὶ ἀποκνίσεις τῶν οἰνάρων τῶν μεγίστων παρ' ὅλον τὸ θέρος ὥς τινες κελεύουσιν· καὶ αἱ περικαθάρσεις δὲ τῶν ἀνωτάτων ῥιζῶν καὶ τὰ κλήματα ἐπιβαλλόμενα καὶ ἀποκατώρυγες καθιέμεναι· καὶ ἡ σκαπάνη βοηθεῖ γενομένη καιρία γυμνοῦσα τὰς ῥίζας, ὅπως ἐθισθῶσι πνεύματι καὶ ψύχει, καθάπερ ἔνιοι κελεύουσι πάγον εὐλαβουμένους καὶ μετὰ ταῦτα δὲ τὴν κατεργασίαν ἀποδιδόναι. Πάντα γὰρ ταῦτα τῆς τροφῆς ἀφαιρεῖ καὶ συναύξει τὴν δύναμιν. Ἐναντίως δὲ τοῖς ἐξησθενηκόσι διὰ τὴν ἔνδειαν ἡ κατεργασία καὶ ἡ ἄλλη θεράπεια τήν τε δύναμιν ἅμα καὶ τὴν εὐτροφίαν ἀποδίδωσιν.

[12] Τὴν δὲ ψώραν οἴονταί τινες γίνεσθαι καὶ ἄλλως οἷον ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολύ· τότε γὰρ ἀναζυμοῦται τὰ ἀναθερμαινόμενα καὶ δίεισιν ἔξω καθάπερ τὰ ἐξανθήματα· ἐὰν δὲ πολὺ γένηται, ἀποκλύζεται τὰ αἴτια, τάχα δὲ καὶ διαδίδωσιν εἰς τὰ ἐντὸς καὶ παύει· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ καὶ τοὺς ὀλύνθους ἀπορρεῖν· διϊκνεῖται γὰρ εἰς ταῦτα ἡ ὑγρότης· τῆς μὲν οὖν ψώρας ταῦτ' αἴτια τῇ συκῇ λέγουσιν· τῇ δὲ ἀμπέλῳ τοῦ τραγᾷν, ὅταν ἢ ὑπὸ πνεύματος βλαστοκοπηθῇ, ἢ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ, ἢ τρίτον ὅταν ὑπτία τμηθῇ· συμβαίνει γὰρ πλείω τὸν ἀθροισμὸν γινόμενον μᾶλλον εἰς τὴν βλάστησιν σφοδροτέρως ὁρμᾷν, ὥστε μὴ δύνασθαι καρπογονεῖν.

[13] Τοῦ δὲ ῥυάδα γίνεσθαι δύο αἴτια ἢ ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἢ ὅταν κρειττωθῇ· τοῦτο δ' εἰ ἀληθὲς ἔοικε κατὰ μὲν τὴν ἀπάνθησιν ὑγρότερος ὢν ὁ ἀὴρ ὥσπερ ἀπερυσιβοῦν, ἡ δὲ κρείττωσις οἷον ἀντισπᾷν καὶ μεθιστάναι τὴν τροφὴν, ὥστε ἐξ ἀμφοτέρων εὔλογον ἀπορρεῖν τὰς ῥάγας καὶ τὰς ἐπιμενούσας μικρὰς εἶναι. Ἡ δ' ἄμβλωσις τῶν ὀφθαλμῶν ὅταν ῥιγῶσι ταὐτὸν καὶ παραπλήσιόν ἐστιν, ὅπερ ἐπὶ τῶν ἀγρίων προβλαστάνειν ἀρχομένων ἐὰν ἐπιγένηται χειμών. Πάσχει δὲ τοῦτο καὶ ἡ πρὸ ὥρας ἄνθησις· ἐπ' ἀσθενεῖ γὰρ πνεύσας ἄνεμος ψυχρὸς ἀπέκαυσεν. Ταῦτα μὲν οὖν τῶν δένδρων αὐτῶν ἐστι νοσήματα καὶ πάθη.

[10]

[1]    Τὰ δὲ τῶν καρπῶν οἷον τῶν μὲν βοτρύων ὁ καλούμενος κράμβος· τοῦτο δ' ὅμοιον τῇ ἐρυσίβῃ· γίνεται γὰρ ὅταν ἐπούσης ὑγρότητος μετὰ τὰς ψεκάδας ἐπικαύσῃ σφοδροτέρως ὁ ἥλιος, ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν οἰνάρων. Μηλέας δὲ καὶ ἐλάας καὶ συκῆς καὶ σκωληκοῦνται οἱ καρποί. Καὶ τὰς μὲν μηλέας καὶ συκᾶς ἀεὶ διαφθείρουσιν οἱ σκώληκες· τὰς δὲ ἐλάας, ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένωνται, διαφθείρουσιν· ἐξεσθίουσι γάρ· ἐὰν δ' ἐν τῷ ἔσω τὸν πυρῆνα διαφάγωσιν, ὠφελοῦσιν· ἐντὸς γὰρ ὄντες οὐχ ἅπτονται τῆς σαρκός. Κωλύονται δ' ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ' ἀρκτούρῳ γενομένου· καταψυχόμενοι γὰρ φεύγουσιν. Νοσεῖ δὲ πολλάκις καὶ τὰ σῦκα καὶ οἱ ἄλλοι καρποί.

[2] Τὸ δ' αἴτιον, ὡς ἁπλῶς εἰπεῖν, ἐν δυοῖν· ἢ γὰρ ἀπ' αὐτοῦ τοῦ δένδρου καὶ τῆς τούτου διαθέσεως ὥσπερ ὅταν ἐν ταῖς ἀμυγδαλαῖς ἡ ὑγρότης κομμιδώδης ὑπογένηται, ἢ ἀπὸ τῶν κατὰ τὸν ἀέρα ξυμβαινόντων· τῇ δ' οὖν ἐλάᾳ καὶ τὸ ἀράχνιον ἐμφύεται δι' ὑγρασίαν τινὰ τοῦ ἀέρος τοῦ περὶ αὐτὰς, ὃ καὶ διαφθείρει τὸν καρπόν. Ἡ δὲ ἐκ τοῦ ἔνου βλάστησις ὑδάτων ἐπιγινομένων γίνεται, δι' ἣν ἀποβάλλει τὸν καρπὸν ἐνταῦθα τῆς τροφῆς ῥεούσης, ἅτε μὴ ἰσχύοντος τοῦ καρποῦ, τῆς δ' ὑγρότητος ἠθροισμένης. ... τῆς βλαστήσεως. Χείριστον δ' ἐὰν ἀνθούσαις ἐφύσῃ καὶ ἐλάαις καὶ ἀμπέλοις καὶ τοῖς ἄλλοις· ἀπορρεῖ γὰρ τὰ ἄνθη καὶ οἱ καρποὶ δι' ἀσθένειαν.

[3] Ἐνιαχοῦ δὲ ἴδια πάθη συμβαίνει, καθάπερ ἐν Μιλήτῳ καὶ Τάραντι περὶ τὰς ἐλάας. Ἐν Μιλήτῳ μὲν γὰρ, ὅταν περὶ τὸ ἀνθεῖν ὦσι, νοτίου ἀέρος ὄντος καὶ εὐδιεινοῦ κάμπαι γενόμεναι κατεσθίουσιν αἱ μὲν τὰ φύλλα, αἱ δὲ τὰ ἄνθη ἕτεραι οὖσαι τῷ γένει. Βοηθεῖ δὲ πρὸς ταῦτα, ἐὰν ἐπιγένηται καῦμα· διαρρήγνυνται γάρ. Ἐν Τάραντι δὲ περὶ τὴν ἄνθησιν ὁτὲ μὲν ἀπερυσιβοῦνται διὰ τὴν ἄπνοιαν, ὁτὲ δὲ πνεῦμά τι πνέον ἐκ τῆς θαλάττης ὁμιχλῶδες καὶ παχὺ προσίζον ἐν τοῖς ἄνθεσιν ἀπόλλυται τὰ ἄνθη τῇ ἅλμῃ· διὰ τοῦτο καλλίστων ὄντων καὶ μεγίστων τῶν δένδρων ἐλάχιστος παρ' αὐτοῖς ὁ καρπός.

[4] Ὅλως δὲ ἕκαστοι τῶν τόπων ἰδίας ἔχουσι κῆρας, οἱ μὲν ἐκ τοῦ ἐδάφους, οἱ δ' ἐκ τοῦ ἀέρος, οἱ δ' ἐξ ἀμφοῖν. Ἐκείνη δὲ αἰτία κοινὴ πᾶσιν ἡ ἀπὸ τῶν πνευμάτων κατὰ τὰς χώρας ἑκάστας, ὅσα θερμὰ τοῦ θέρους πνεῖ καὶ τοῦ ἦρος ψυχρὰ σφόδρα τῶν δένδρων ἄρτι βλαστανόντων καὶ ὑπὸ τὴν ἄνθησιν· τὸ γὰρ ὅλον ἀληθὲς καὶ ἐπὶ τούτων, ὅτι δι' ὑπερβολὴν καὶ ἔνδειαν τροφῆς καὶ καύματος καὶ ψύχους νοσοῦσιν·

[5] ἔτι δ' ἂν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ ὕδατα οὐράνια γένηται. Συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, ὥσπερ τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀποξηραινομένους παρὰ τὸ δέον. Ἐπὶ καὶ καύματα ἔνια καὶ βότρυν καὶ ἐλάαν ἀποκάει καὶ ἄλλους καρπούς· τῶν δὲ σκωλήκων πολλοὶ διαφέρουσι μὲν ταῖς μορφαῖς οὐ μὴν ἀλλ' ἐκείνη μείζων ἡ διαφορὰ τὸ μὴ δύνασθαι τὰ ἐξ ἑτέρου δένδρου καὶ καρποῦ μετατεθέντα ἐν ἑτέρῳ γένει σώζεσθαι· τοῦτο δ' εὔλογον· ἑκάστῳ γὰρ ἐκ τῆς οἰκείας ὕλης ἡ τροφή· πλὴν ἴδιον τὸ περὶ τὸν κεράστην καλούμενον ξυμβαῖνον· τοῦτον γάρ φασι καὶ ἐν τῇ ἐλάᾳ γίνεσθαι καὶ εἰς τὴν συκῆν ἐντίκτειν· ἔχει δὲ ἡ συκῆ καὶ ἐξ ἑαυτῆς σκώληκας καὶ τοὺς ἐντικτομένους τρέφει, πάντα δ' εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται οἷον τριγμόν· περὶ μὲν οὖν νοσημάτων ἱκανῶς εἰρήσθω.

[11]

[1]    Περὶ δὲ φθορᾶς ἁπλῶς τῶν δένδρων ἐκεῖνο πρῶτον δεῖ διελεῖν ὅτι εἰσὶν αἱ μὲν κατὰ φύσιν, (αἱ δὲ παρὰ φύσιν). Κατὰ φύσιν μὲν αἱ γήρᾳ καὶ δι' ἀσθένειαν αὐάνσεις ὥσπερ ἀποπνεόντων καὶ ἀπομαραινομένων αὐτομάτων· παρὰ φύσιν δὲ αἱ ἀπὸ τῶν ἔξωθεν, τούτων δὲ αἱ μὲν βιαιότεραι φαίνονται καθάπερ ἐὰν κοπὲν ἢ πληγὲν, αἱ δ' ἧττον αἱ διὰ χειμῶνας ἢ πνεύματα, πασῶν δ' ἥκισθ' αἱ διὰ νόσον ὥσπερ ἐπὶ τῶν ζώων· ἐγχρονίζουσι γὰρ αὗται μάλιστα δι' ὃ καὶ οὐδὲ φαίνονται παρὰ φύσιν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς εἴπερ ἐκείνη τῆς φύσεως ἡ ἔκλειψις.

[2] Ἔστι δέ τις καὶ ἑτέρα ἡ διὰ τὴν εὐκαρπίαν καὶ πολυκαρπίαν· ταῦτα μὲν οὖν, ὥσπερ ἐλέχθη, φύσει βραχύβια ἐξαναλισκομένης ἐνταῦθα τῆς οὐσίας, ὅσα πολυκαρπήσαντα ἀφαυαίνεται καθάπερ ἐλέχθη· συμβαίνει γὰρ τοῦτο πλείοσιν· ἐπεὶ καὶ ἐλάαι αἱ νέαι δοκοῦσι φθείρεσθαι δι' εὐκαρπίαν ὅτι οὔπω τετελεσμέναι τὴν τῆς αὐξήσεως τροφὴν ἐξαναλίσκουσιν εἰς τοὺς καρπούς· ταύτην δ' οὐ τῶν κατὰ φύσιν ἄν τις θείη τὴν φθορὰν οὐδ' ὡς ἀπὸ τῶν ἔξωθεν καὶ βιαίως, ἀλλ' ὡς ἀπ' αὐτῶν διὰ τὴν ἐπὶ πλέον ὁρμὴν τοῦ συμμέτρου πρὸς τὸν καρπὸν ᾗ συναίτιός πως καὶ ὁ ἀὴρ καὶ ἡ τοῦ ὅλου κατάστασις· εὐκαρπία γὰρ γίνεται τοιαύτη διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν· ταύτην μὲν οὖν εἴτε κατὰ φύσιν εἴτε παρὰ φύσιν εἴτε καὶ μέσην τινὰ χρὴ λέγειν οὐδὲν διαφέρει.

[3] Τάχα δὲ καὶ γένει τινὶ δένδρων ἔνιαι κατὰ φύσιν αὐτομάτως τε γινόμεναι καὶ οὐ κακουμένοις, ἀλλ' εὐθενοῦσι, οἷον τῆς πεύκης ὅταν αἱ ῥίζαι δᾳδωθῶσι· πάσχουσι μὲν γὰρ τοῦτο δι' εὐτροφίαν καὶ ὑπερβολὴν, ἅμα δὲ τῇ δᾳδώσει τὴν τροφὴν οὐ διεῖσαι φθείρονται. Καὶ ἔοικε παραπλήσιον τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ζώων, ὅταν ὑπερπαχυνθῶσιν· οὐ δυνάμενα γὰρ ἕλκειν τὴν πνοὴν οὐδ' ὅλως τῷ πνεύματι χρῆσθαι διὰ τὴν σύμφραξιν καὶ τὴν πύκνωσιν ἐκεῖνά τε ἀποπνίγονται καὶ αἱ πεῦκαι δι' ὃ καὶ οὐ κακῶς οἱ ὀρείτυποι τοὔνομα τέθεινται· φασὶ γὰρ ἀποπνίγεσθαι τὴν πεύκην διὰ τὴν πιότητα· πάντα γὰρ ὡς ἔοικε δεῖται πνεύματός τινος ἢ μανώσεως ἢ πόρων. Τὰς μὲν οὖν τοιαύτας μᾶλλον ἄν τις θείη φυσικὰς ἐκείνας δὲ ὁποτέρως δεῖ προσαγορεύειν μηδὲν διαφερέτω καθάπερ ἐλέχθη.

[12]

[1]    Περὶ δὲ τῶν κατὰ φύσιν λεκτέον ἐπείπερ αἱ κατὰ φύσιν ἁπλαῖ τινές εἰσι καὶ φανεραί. Τούτων δὲ σχεδὸν ἐν δυοῖν αἱ αἰτίαι τῶν κατὰ τὸν ἀέρα γινομένων ὑπερβολῇ ψύχους τε καὶ καύματος· αἱ γὰρ δι' ἔνδειαν τροφῆς οἷον ἢ λειψυδρίαν ἢ χώρας κακίαν ἕτερον εἶδος ἔχουσι καὶ φανεραὶ ἐκ τῶν εἰρημένων. Αἱ μὲν οὖν ὑπὸ καύματος ἐλάττους ἂν μή τις αὐχμὸς ὑπερβάλλων γένηται, καὶ οὗτος δὲ μᾶλλον τἆλλ' ἀπόλλυσιν ἢ τὰ δένδρα, ταῦτα δ' ἂν συνεχὴς γίνηται καὶ πλείω χρόνον· ἀλλ' οἷα δὴ τὰ ἐπέτεια καύματα γίνεται κατὰ τὸν οἰκεῖον καιρὸν οἷον ὑπὸ κύνα ἀπόλλυται τὰ φυτὰ ἀστροβολούμενα καὶ ἐὰν ἄρα τι τύχῃ πεπηρωμένον ἢ ἀσθενές· οὐδὲ γὰρ ταῦτ' ὑπομένει.

[2] Ὑπὸ δὲ τοῦ χειμῶνος πλείω καὶ κατὰ πλείους τρόπους, ὁτὲ μὲν γὰρ αἱ αἰθρίαι καὶ πάγων σφοδρότητες ἐκπηγνύουσιν, ὁτὲ δ' ἄνεμοι ψυχροὶ πνεύσαντες ἀπέκαυσαν· ἐνίοτε δὲ καὶ ἀπνοίας οὔσης ἢ μετρίας πνοῆς, οὐ καθαροῦ δὲ τοῦ ἀέρος, ἀλλὰ θολεροῦ καὶ ἐπινεφοῦς. Καὶ σχεδὸν οὕτως ἥ γε τῶν δένδρων γίνεται πῆξις ἐάν τε μὴ ὁ οὐρανὸς ᾖ. Γίνεται δὲ περὶ μὲν Ἀρκαδίαν καὶ Εὔβοιαν αἰθρίας καὶ πνεύματος, περὶ δὲ Θετταλίαν καὶ τούτους τοὺς τόπους ἀπνοίας καὶ ἐπινεφοῦς, οὐ μὴν ἀλλὰ καὶ πνευμάτων ὄντων συμβαίνει τὸ πάθος, ὅτανπερ τὰ ὄρη λάβῃ χιόνα τὰ περικείμενα καθ' ἑκάστους τόπους· ἀφ' ἑκάστου γὰρ αἱ ἀπόπνοιαι καὶ τὸ ψύχος τὸ ἀποκάον, ὁτὲ δὲ νηνεμίας οὔσης εἰσδυόμενος ὁ ἀήρ.

[3] Ὃ δὲ λέγουσιν, ὡς ἧττον γίνεται περὶ Εὔβοιαν καὶ τὴν Βοιωτίαν, ὅταν ἡ ὀρχομενία λίμνη πληρωθῆ, τάχ' ἄν τις ἀμφοτέρως λάβοι καὶ ὡς κατὰ συμβεβηκὸς, ὅτι ἔπομβρα συμβαίνει τότε μᾶλλον εἶναι τὰ ἔτη καὶ χιόνα μὴ πίπτειν καὶ ὡς ὑδρωδεστέραν τὴν ἀναθυμίασιν γινομένην διὰ τὸ ἀπὸ πλέονος· ἡ τοιαύτη δ' ἧττον ψυχρὰ καὶ κακοποιός· καὶ φανερὸν ἔν τισι τόποις γέγονεν· ἀλεεινότεροι γὰρ γεγένηνται λιμνωθέντων τῶν πλησίον·

[4] πνεῖ δὲ τὰ πνεύματα τὰ ἀποκαίοντα περί γε τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ἀπὸ δυσμῶν ὥσπερ ὁ Ὀλυμπίας ὁ ποιῶν ἄλλοθί τε καὶ ἐν Χαλκίδι τὸν καλούμενον καυθμόν· ἐν Θετταλίᾳ γὰρ ἀμφοτέρωθεν πνέοντες ἐκπηγνύουσιν· ἡ δ' ὥρα τῆς πνοῆς μάλιστά πως περὶ τροπὰς ὑπὸ τὰς τετταράκοντα· τότε γὰρ καὶ ὁ ἀὴρ ὅλως ψυχρότατος. Τὰ μὲν οὖν γινόμενα ταῦτ' ἐστὶν, ἡ δ' αἰτία σχεδὸν ὡς καθόλου γε εἰπεῖν φανερά· τὸ γὰρ θερμὸν ἐξελαυνόμενον ὑπὸ τοῦ ψύχους συνεξάγει καὶ τὸ ὑγρὸν ὥστε διαπνεῖσθαι.

[5] Συμβαίνει δὲ τοῦθ' ὡς ἐπὶ τὸ πλέον ἐν τοῖς ὑπὲρ γῆν, τὰ δὲ κατώτατα περὶ τὰς ῥίζας ἀπαθῆ, πολλάκις δὲ καὶ αὐτοῦ τι τοῦ στελέχους· οὐ μὴν ἀλλ' ἐνίοτε διϊκνεῖται καὶ πρὸς τὰς ῥίζας ὥσθ' ὅλως ἐξαυαίνειν τὸ δένδρον· ἁπλῶς γὰρ ἄνωθεν ἡ ἀρχὴ καὶ ἡ παρείσδυσις τοῦ ψύχους εἶτ' ἀπὸ τούτων ὥσπερ ὀχετῶν τινων καταβαίνει πρὸς τὰ κάτω δι' ὃ καὶ παρ' οἷς συμβαίνει τὸ πάθος κατακρύπτουσι τὰς ἀμπέλους καὶ τὰς συκᾶς θαμνώδεις ποιοῦσιν· οὐδὲν δὲ δεῖ πολλῆς γῆς, ἀλλὰ μετρία τις ἐποῦσα δύναται διατηρεῖν·

[6] ἔνιοι δὲ μόνον παρὰ τὰ ἄκρα τῶν κλημάτων καὶ τὰς κράδας αὐτὰς καθάπερ ἔν τε τῷ Πόντῳ καὶ περὶ Μήδειαν οἷον ἐμφράττοντες τὰς ἀρχάς· ἐὰν γὰρ ταῦτα συγκλεισθῇ καίπερ τἆλλα ὄντα γυμνὰ οὐδὲν πάσχουσι διὰ τὸ μὴ ἔχειν εἴσοδον. Διϊκνεῖται γὰρ ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω καὶ τὰς ῥίζας· ἡ δ' ἰδιότης ἰσχυρὰ καθάπερ ὑφ' ἡλίου καὶ χρόνου πολλοῦ διὰ τὴν σφοδρότητα καὶ τὴν ἰσχὺν τοῦ ψύχους· ἐξάγει γὰρ μᾶλλον καὶ ἀθροώτερον τὸ ὑγρὸν ἅμα τῷ θερμῷ.

[7] Τὸ δὲ πονεῖν μάλιστα τῶν τόπων ὅσοι κοῖλοι καὶ ὅσοι περὶ τοὺς ποταμοὺς καὶ ὅλως τοὺς ἀπνευστοτάτους οὐκ ἄλογον. Ἵσταται γὰρ μάλιστα ἐνταῦθα φερόμενον τὸ πνεῦμα καὶ πλεῖστον διατρίβει χρόνον ὥστε καὶ μάλιστα ἀπεργάζεται. Καὶ γὰρ ὅπου μὴ διὰ πνεύματα τὸ πάθος, ἀλλὰ διὰ παρουσίαν καὶ στάσιν τινὰ τοῦ ἀέρος γίνεται καθάπερ ἐν Μακεδονίᾳ τε καὶ Θετταλίᾳ ἐνιαχοῦ καὶ περὶ Φιλίππους ἐνταῦθα οἱ κοῖλοι τόποι μάλιστα πονοῦσιν· ἐφεστηκὼς γὰρ ὁ ἀὴρ πήγνυται καὶ πήγνυσιν καὶ τὸ ὅλον πλείω χρόνον ἐργάζεται. Κατὰ δὲ τοὺς ὑπτίους οὐδὲ γίνεται πῆξις ὅλως ὥσπερ ἡ τοῦ ὕδατος ἢ πνεύματος· κωλύει γὰρ ἡ κίνησις.

[8] Ἀλλ' ἐκεῖνο θαυμαστὸν καὶ λόγου δεόμενον ὅτι οὐ τὰ ἀσθενέστατα μάλιστα πονεῖν εἴωθεν, ἀλλ' ἐνίοτε τὰ ἰσχυρὰ μᾶλλον· ἐλάαν γὰρ καὶ συκῆν οὐδὲν ἄλογον ἀποκαυθῆναι· τῆς μὲν γὰρ μετέωροι, τῆς δὲ μαναὶ αἱ ῥίζαι, ὥστε καὶ ἄνωθεν τὸ ψύχος διϊκνεῖσθαι· καὶ ἡ ἄμπελος δὲ ἔχει τινὰ αἰτίαν ἐκ τῆς φύσεως καὶ ἐκ τῆς ἑλκώσεως τῆς περὶ τὴν τομήν· ἀλλὰ τὸ τὸν κότινον μᾶλλον πονῆσαι τῆς ἐλάας ἄτοπον καὶ τὸ τὴν ῥόαν μηδὲν παθεῖν ἀσθενῆ πρὸς τοὺς χειμῶνας οὖσαν· ἐκπήγνυσθαι γὰρ τάχιστα δοκεῖ.

[9] Καὶ γὰρ εἰ διαφέρουσιν αἱ ἐκπήξεις αἱ ὑπὸ τῶν πάγων καὶ τῶν πνευμάτων ὅλως οὐκ ἄλογον ἀμφοτέρων τὰ ἀσθενέστατα μάλιστα ὑπακούειν, εἰ μὴ ἄρα τὸ αὐτὸ γίνεται καὶ ἐνταῦθα τῷ πρότερον εἰρημένῳ· μᾶλλον γὰρ ἐφίσταται καὶ ἐμμένει τοῖς πυκνοῖς ἢ τοῖς μανοῖς, τὰ δὲ μανὰ διΐησιν ὃ καὶ τοῦ μὴ ἐκπήγνυσθαι τὰς μηλέας αἴτιον ἢ ἧττόν γ' ἑτέρων ἀσθενεῖς οὔσας ὥσπερ καὶ περὶ Θετταλίαν· τῇ γὰρ μανότητι διΐησιν καὶ οὐκ ἀποστέγει· τὸ δὲ μὴ χρονιζόμενον μηδὲ ἀθρόον οὐδ' ἐργατικὸν, ὥσπερ οὐδ' ἐν τοῖς κεραυνοῖς. Δεῖ δὲ δυοῖν θάτερον ἢ μὴ δέχεσθαι, καθάπερ τὰ πυκνὰ καὶ ἰσχυρὰ, τοιοῦτον γὰρ ἡ ἄπιος καὶ τὰ ἄγρια δὲ καὶ τὰ ἄκαρπα ἔτι μᾶλλον οἷον πτελέα, ὀστρύη, ἢ δεξάμενον διϊέναι καὶ μὴ κατέχειν. Ὑπὲρ μὲν οὖν τούτων ἐνταῦθά που τὸ αἴτιον.

[10] Ἡ δὲ τοῦ πνεύματος φορὰ, καθ' ὃν ἂν γένηται τόπον, ἐπέκλυσεν οἷον ποταμός τις ῥυεὶς, ὥσπερ ἐν τοῖς λοιμοῖς δι' ὃ καὶ τὰ ἁπτόμενα καὶ τὰ σύνεγγυς ἀπαθῆ πολλάκις, ἐνίοτε δ' οὕτως εἰς ἀκριβὲς διῆλθεν, ὥστε τῶν ἐπὶ τοῦ αὐτοῦ κλήματος ὀφθαλμῶν οἱ μὲν ὑγιεῖς, οἱ δὲ πεπηγότες εἰσίν· πολλάκις δὲ κεκρυμμένης ὑπὸ χιόνος ὅλης τῆς ἀμπέλου, γίνεται γὰρ τοῦτο ἐν τοῖς ψυχροῖς τόποις, ἐὰν λάβῃ γυμνὰ τὰ ἄκρα κλήματα, ταῦτα ἀπέκαυσε καὶ ἀπὸ τούτων διαδίδωσι πρὸς τὰς ῥίζας ... ὡστ' ἐνίοτε ζῆν· [11] περὶ δὲ τὸν Πόντον ὑπὸ τῶν πνευμάτων ἔκπηξις γίνεται, ὅταν αἰθρίας οὔσης (λεπίδες) καταφέρωνται· ταῦτα δέ ἐστι πλατέα ἄττα φερόμενα μὲν φανερὰ, πεσόντα δ' οὐ διαμένει· δῆλον δὲ ὅτι πῆξίς τις τῆς ὑγρότητος ἐν τῷ ἀέρι, καθάπερ τῆς πάχνης· ὅταν οὖν τοιοῦτος ὁ ἀὴρ προσπίπτων ὑπὸ τοῦ πνεύματος ᾖ καὶ ταῦτα συγκαταφέρηται, κατὰ λόγον ἡ ἔκπηξις γίνεται. Τὰ δὲ πνεύματα τοῖς μὲν ψυχροῖς φύσει τῶν τόπων, ὥσπερ ἐγχώρι' ἄττ' ἂν εἴη, καθάπερ ἐν τῷ Πόντῳ καὶ τῇ Θράκῃ, τοῖς δ' ἀλεεινοτέροις ἐκ τῶν ἔξωθεν ἡ ἐπιφορὰ, καθάπερ ἐν Εὐβοίᾳ· δηλοῖ δὲ καὶ ἡ φύσις, ὡς οὐκ αὐτόθεν καὶ οὐκ ἐκ στασίμου τινὸς καὶ ὅλου πνεύματος, ἀλλ' ᾗ ἂν τοῦτο τύχῃ, ῥυέν· οὐδὲ γὰρ ἂν ἦν ἀκέραια τὰ πλησίον· τῶν μὲν οὖν πνευμάτων καὶ αὕτη τις ἰδιότης.

[13]

[1]    Ὁ δὲ τῆς γῆς πάγος χαλεπώτατος, ὅταν περιβεβοθρωμένα καὶ γυμνὰ λάβῃ τὰ δένδρα, μάλιστα δὲ ἐὰν καὶ ὕδωρ ἐνεστηκός· ἐὰν διαμένῃ πλείω χρόνον, ἐξέπηξεν εἰς ἀσθενεῖς τε καὶ γυμνὰς τὰς ῥίζας εἰσδυόμενος· ἐπεὶ καὶ ὅλως ἂν διειργασμένην λάβῃ τὴν γῆν, χαλεπώτερος· μανῆς γὰρ οὔσης, ἐσικνεῖται μᾶλλον· ἀπαθέστεραι δὲ, ἐὰν κεκοπρισμένη τύχῃ· θερμὴ γὰρ ἡ κόπρος οὖσα βοηθεῖ· εὐλόγως δὲ καὶ χιόνος πεσούσης καὶ ἐὰν ἀναζυμωμένης τῆς γῆς ἐπιγένηται ψύχη καὶ πάχνη καὶ πάγος ἐκπήγνυσιν· καὶ διαδύεται διὰ τὴν μανότητα καὶ αὐτὴν τὴν γῆν πήγνυσιν.

[2] Ὁ δὴ τῆς γῆς πάγος ὀλεθριώτερος τοῖς δένδροις· ἅπτεται γὰρ μᾶλλον τῶν ῥιζῶν· ὁ δὲ τοῦ ὕδατος καὶ ἧττον· χαλεπώτερος δὲ καὶ οὗτος κἀκεῖνος, ὅταν ἀνίῃ καὶ πάλιν ἐπιπηγνύηται καὶ τοῦτο ποιῇ πολλάκις· ἐξαιρεῖται γὰρ τὴν δύναμιν· ὁ δὲ συνεχὴς ἐγκατακλείσας τὸ θερμὸν οὐχ ὁμοίως πλὴν ἐὰν ὑπερβάλλῃ τῷ χρόνῳ· καὶ χαλεπώτερος δ' ὅλως ὁ κάτωθεν πάγος ταῖς μὴ εὐγείοις μηδὲ πυκναῖς μηδ' ἐνίκμοις· οὐδὲ γὰρ ὁμοίως θερμαίνει, καὶ διαδύεται δὲ πορρωτέρω καὶ ἅπτεται τῆς ῥίζης.

[3] Συμβαίνει δὲ τὰς μὲν τῶν βλαστῶν ἐκπήξεις καὶ ἁπλῶς τῶν ἄνω πολλάκις γίνεσθαι, τὰς δὲ τῶν ῥιζῶν καὶ ὅλων τῶν δένδρων ὀλιγάκις καὶ παρ' ὀλίγοις· αἴτιον δὲ τὸ ἔχειν προβολὴν καὶ οἷον ἀποστέγασμα τοῦ ψύχους τὴν γῆν, εἰς ἣν καὶ συνελαύνεται τὸ θερμόν· ἐνίοτε δ' οὐκ ἀπόλλυται οὐδὲ τὰ ἄνω, ἀλλὰ μᾶλλον ἐπικάεται. Καὶ ταῦτ' οὐκ εὐθὺς ἀφαιρεῖν δεῖ· πολλάκις γὰρ ἅμα τῇ ὥρᾳ διεβλάστησε καὶ αὐτὰ τὰ φύλλα δοκοῦντα αὖα εἶναι πάλιν ὑγράνθη καὶ ἐγένετο χλωρά.

[4] Δι' ὃ καὶ οὐκ ἄτοπον, εἴ τι συνέβη τοιοῦτον, ὥστε ἐλάας αὐανθείσης καὶ αὐτῆς καὶ τῶν φύλλων πάλιν ἀναβλαστῆσαι· οὐ γὰρ ἦν αὔανσις, ἀλλὰ φαινομένη τις ξηρότητι καὶ τῇ ἄλλῃ χρόᾳ, πρὸς δὲ τὴν ἀρχὴν οὔτε τὴν τῶν φύλλων διῆκεν, ἔτι δὲ ἧττον τῶν βλαστῶν καὶ τῶν ἀκρεμόνων. Ὁμοίως δὲ καὶ ἐπ' ἄλλων τινῶν τοῦτο ξυμβαίνει, μάλιστα δ' εἰκὸς ὧν τὸ φύλλον σαρκῶδες καὶ αὐτὰ τῇ φύσει θερμά· τὰ γὰρ ἀσθενῆ καὶ λεπτὰ τοῦτ' οὐ πάσχει, καθάπερ τὰ τῶν μυρρίνων, ἀλλὰ καὶ τάχιστα ἀποκάεται· λεπτὰ γὰρ καὶ αὐτὰ τὰ κλωνία καὶ ἁπαλὰ τῇ φύσει καὶ ὅλον τὸ δένδρον οὐ θερμὸν, δι' ὃ καὶ ἐκπήγνυται τάχιστα· ἡ γὰρ αὖ δάφνη, καίπερ οὖσα μανὴ, καὶ διαμένει διὰ τὸ θερμὸν, ἡ δὲ ῥόα καὶ ἡ συκῆ μαναί τε καὶ ὑγραὶ καὶ οὐχ ὁμοίως θερμαί· [5] ταχεῖα δὲ ἡ ἐκ τῶν ἐκπηγνυμένων ἀναβλάστησις, ὅτι συμβαίνει τὴν ῥίζαν ἰσχυρὰν γίνεσθαι καὶ πλήρη συνηθροισμένης τῆς ἔνης τροφῆς ἣν οὐ διέδωκεν, ἔτι δὲ τὴν πρότερον οὐ πολλὴν καὶ ἰσχυρὰν διανεμομένην τότ' εὔλογον ἀναλίσκεσθαι, ὥστ' εὐλόγως καὶ ἡ αὔξησις ταχεῖα καὶ ἡ καρποτοκία. Τοῦτο μὲν οὖν ὁμολογουμένως γίνεται παρὰ πᾶσιν.

[6] Ὃ δέ τινες θαυμάζουσιν, ὅτι ἡ μὲν χιὼν οὐκ ἐκπήγνυσιν, ἡ δὲ πάχνη μετριωτέρα τῆς χιόνος οὖσα, οὐδὲν ἄτοπον· πρῶτον μὲν ὅτι ἡ μὲν οὐκ ἐπιμένει, ἀλλ' ἀποτήκεται ἀπὸ τῶν κλημάτων καὶ τῶν βλαστῶν, ἡ δὲ πάχνη ταῦτ' ἀποκάει· ἔπειτα καὶ ἡ διάθεσις αὐτὴ τοῦ κλήματος· ἡ μὲν γὰρ ἀβλαστοῦς, ἡ δὲ βεβλαστηκότος ἄρτι πίπτει ὅτε ἀσθενέστατον ἐνίοτε δὲ ἀνοιδοῦντος πρὸς τὴν βλάστησιν ὅτε οὐχ ἧττον ὡς εἰπεῖν ἐπίκηρον ἐπὶ πᾶσι διϋγραινομένου ἤδη καὶ μανουμένου· ἔτι καὶ λεπτοτέρα τῆς χιόνος, ὥστε δι' ἄμφω σφοδροτέραν τὴν πῆξιν εἶναι.

[7] Ἡ δὲ χιὼν ὅλως οὐδ' ἂν ἐπιμείνειεν ἐπὶ τοῖς κλήμασι μὴ κατακρυπτομένης ὅλης. Ὅταν δὲ τοῦτο πάθῃ, σκεπάζει τῷ ἐπιμένειν ἐγκατακλείουσα τὴν θερμότητα καὶ ἀποστέγουσα τὴν ἔξω, καθάπερ καὶ τὴν γῆν· τὸ δ' ὅλον καὶ τμητικωτέρα δοκεῖ ἡ πάχνη τῆς χιόνος εἶναι, δι' ὃ καὶ τὰς νεοὺς οἴονταί τινες βελτίους ταύτην ποιεῖν· διαχεῖν γὰρ τὰς βώλους διαδυομένην καὶ δάκνουσαν τῷ συνεστάναι μᾶλλον· λεπτοτέρα δ' ἐστὶ τῆς χιόνος ὅτι ἡ μὲν ἐκ νέφους καὶ οἷον ἀφρός τις ἐμπεριειληφυῖα πνεῦμα, ἡ δ' αὐτὴ καθ' αὑτὴν συνεστηκυῖα καὶ ἐκ λεπτοτέρου τινὸς ἀέρος καὶ ὑγροῦ· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας.

[14]

[1]    Αἱ δ' ἐκπήξεις ὅλως πότερον διὰ τὴν παχύτητα τοῦ ἀέρος ἢ διὰ τὴν λεπτότητα γίνονται καὶ εἰ δι' ἄμφω, διὰ πότερον μᾶλλον, ἀπορήσειεν ἄν τις· εἰ μὲν γὰρ οὐδὲ τοῦ ἀέρος γίνεται πῆξις, ὅταν μὴ αἴθριος ὁ ἀὴρ, μηδ' ἂν τοῦ παχέος δόξειεν· ὁ γὰρ αἴθριος λεπτότερος, ἅμα δὲ καὶ διαδυτικώτερος ὁ λεπτὸς, ἡ δ' ἔκπηξις εἰσδυομένου τοῦ τέμνοντος, ἔτι δ' εὐψυχότερος καὶ εὐπαθέστερος ὅλως ὁ λεπτός· διὰ τοῦτο γὰρ καὶ τὰ ὕδατα προθερμανθέντα ψύχεται καὶ πήγνυται θᾶττον ὅτι λεπτύνεται τῇ θερμότητι.

[2] Συνεπιμαρτυρεῖν δὲ καὶ οἱ τόποι δοκοῦσιν οἱ ἐναίθριοι λεγόμενοι· πλείω γὰρ ἐκπήγνυται καὶ πλεονάκις ἐν τούτοις ἐνιαχοῦ μὲν καὶ μικρὸν πάνυ διεχόντων, ὥσπερ ἐν Κορίνθῳ τὸ Κράνιον καὶ τὸ Ὀλύμπιον. Σκληραὶ γὰρ αἱ αἰθρίαι σφόδρα περὶ τὸ Κράνιον, ὥστε καὶ τοῖς φυτοῖς καὶ τῇ αἰσθήσει δῆλον εἶναι. Ἐνιαχοῦ δὲ καὶ ἐπὶ πλείονι διαστήματι. Καὶ ὅλως οἱ πρότερον οὐκ ἐκπήγνυντες τόποι παχέος ὄντος τοῦ ἀέρος νῦν ἐκπηγνύουσι, καθάπερ οἱ περὶ Λάρισσαν τὴν ἐν Θετταλίᾳ· τότε μὲν γὰρ ἐνεστηκότος ὕδατος πολλοῦ καὶ λελιμνωμένου τοῦ πεδίου παχὺς ὁ ἀὴρ ἦν καὶ ἡ χώρα θερμοτέρα· τούτου δ' ἐξαχθέντος καὶ ἐνίστασθαι κωλυθέντος ἥ τε χώρα ψυχροτέρα γέγονε καὶ ἐκπήξεις πλείους·

[3] σημεῖον δὲ λέγουσιν, ὅτι τότε μὲν ἦσαν ἐλάαι καὶ ἄλλοθι καὶ ἐν αὐτῷ τῷ ἄστει μεγάλαι καὶ καλαὶ νῦν δὲ οὐδαμοῦ, καὶ αἱ ἄμπελοι τότε μὲν οὐκ ἐξεπήγνυντο νῦν δὲ πολλάκις. Ὅτι δὲ τὸ ὕδωρ οὐκ ἀεὶ ψυχροτέρας ποιεῖ, ἀλλ' ὅπερ καὶ τὸ πρότερον ἐλέχθη σημεῖον τὸ περὶ Αἶνον γενόμενον· αὕτη γὰρ ἀλεεινοτέρα δοκεῖ νῦν γεγονέναι πλησιαίτερον ὄντος τοῦ Ἕβρου· ταύτῃ μὲν οὖν δόξειεν ἂν ὁ λεπτὸς ἀὴρ πηκτικώτερος εἶναι· τῇ δὲ πάλιν ὁ παχύτερος· ἀκινητότερος γὰρ, ὁ δ' ἀκίνητος εὐπηκτότερος·

[4] ἔτι δὲ αἱ στύγες ἐν τοῖς τοιούτοις γίνονται τόποις, αἵπερ μάλιστα εἰσδύονται εἰς τὰ σώματα· φυλάξασθαι γὰρ οὐκ ἔστιν οὐδ' ἐν τοῖς στρώμασι κατακείμενον· ἐπιβεβαιοῖ δὲ καὶ τὸ ἐν τοῖς ὄρεσιν ἧττον, ἢ ἐν τοῖς πεδίοις ἔκπηξιν γίνεσθαι· λεπτότερος γὰρ ὁ ἀὴρ καὶ εὐκινητότερος. Οἱ δὲ καθ' ἕκαστα τόποι καὶ ἐπὶ τούτων πίστιν ἔχουσι· τῆς τε γὰρ Θετταλίας περὶ Κίθρον μάλισθ' ὡς εἰπεῖν ἔκπηξίς ἐστιν· ὁ δὲ τόπος κοῖλος καὶ ἔφυδρος·

[5] ἔν τε Φιλίπποις πρότερον μὲν μᾶλλον ἐξεπήγνυντο, νῦν δ' ἐπεὶ καταποθεὶς ἐξήρανται τὸ πλεῖστον ἥ τε χώρα πᾶσα κάτεργος γέγονεν ἧττον πολύ· καίτοι λεπτότερος ὁ ἀὴρ δι' ἄμφω καὶ διὰ τὸ ἀνεξηράνθαι τὸ ὕδωρ καὶ διὰ τὸ κατειργάσθαι τὴν χώραν· ἡ γὰρ ἀργὸς ψυχροτέρα καὶ παχύτερον ἔχει τὸν ἀέρα διὰ τὸ ὑλώδης εἶναι καὶ μήτε τὸν ἥλιον ὁμοίως διϊκνεῖσθαι μήτε τὰ πνεύματα διαπνεῖν ἅμα δὲ καὶ αὐτὴν ἔχειν ὑδάτων συρροὰς καὶ συστάσεις πλείους· [6] ὃ καὶ περὶ τὰς Κρηνίδας ἦν τῶν Θρᾳκῶν κατοικούντων. Ἅπαν γὰρ τὸ πεδίον δένδρων πλῆρες ἦν καὶ ὑδάτων· ὁπότε νῦν μᾶλλον πρότερον ἐκπήγνυσιν ἐξηραμμένων τῶν ὑδάτων οὐ τὴν λεπτότητα τοῦ ἀέρος αἰτιατέον ὥς τινές φασιν. Αἱ μὲν οὖν αἰτίαι ὑπὲρ ἑκατέρου καὶ τοιαῦταί τινες. Ἴσως δ' ἀμφοτέρων γινομένων ἐκπήξεων, τοῦτο γὰρ φανερὸν ἐκ τῶν εἰρημένων, διαφέρει καὶ τόπος τόπου (καὶ ἀὴρ ἀέρος) τῷ μᾶλλον παχύνεσθαι καὶ λεπτύνεσθαι· ὁ γὰρ ὑδατώδης καὶ θολερὸς οὐχ ὁμοίως ἐργατικός· οὐδ' αὖ πάλιν ὁ λεπτὸς, καὶ γὰρ εὐκίνητος καὶ οὐκ ἔμμονος· [7] ἡ πῆξις δὲ δεῖται χρόνου, ἔτι δὲ καὶ τὰ ἐπιγινόμενα δεῖ ποῖ' ἄττα εἶναι καὶ τὴν ὅλην κατάστασιν καὶ εἴ τι ἄλλο τῶν ἔξωθεν· εἰ γὰρ αἱ μεταβολαὶ ταχεῖαι πρὸς τὰς ἀνέσεις, κωλύοιντ' ἂν αἱ πήξεις. Ὡς δ' ἁπλῶς εἰπεῖν εὐπαθέστερος μὲν εἰς τὸ πάσχειν ὁ λεπτός· ὅταν μέντοι καταψυχθῇ ὁ παχύτερος ψυχρότερος, ὥσπερ καὶ θερμότερος· ἔμμονος γὰρ μᾶλλον ἡ θερμότης καὶ ἡ ψυχρότης ὥσπερ καὶ ἐν τοῖς ἄλλοις τοῖς σωματωδεστέροις. Δι' ὃ καὶ εἴ που μὴ ὑδατώδης, ἀλλ' ἅμα τῷ πάχει ξηρὸς οὐκ ἄλογον εἰ μᾶλλον ἐκπηκτικός. Ἀλλὰ γὰρ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω.

[8] Ἡ δὲ τοῦ καύματος ὑπερβολὴ τὰ μὲν φυτὰ καὶ τὰ παντελῶς νέα φθείρει διὰ τὴν ἀσθένειαν, ὥσπερ καὶ τὰ ἐπέτεια, τὰ δ' ἐρριζωμένα καὶ ἔχοντα μέγεθος οὐ φθείρει διὰ τὸ μὴ δύνασθαι διαδύεσθαι μηδὲ ὁμοίως θιγγάνειν τῆς ἀρχῆς, ἀλλ' εἴπερ τοὺς βλαστοὺς καὶ τοὺς καρποὺς ἐπικάει. Καὶ τὸ ὅλον ἴσως ἀλλοτριώτερον τῇ φύσει τὸ ψυχρόν· ἐπεὶ ὥς γ' ἁπλῶς εἰπεῖν ἐπὶ πάντων γίνεται ἡ φθορὰ ταῖς ὑπερβολαῖς ὅσα συνεργεῖ πρὸς τὸ ζῆν·

[9] καὶ γὰρ χώρα τις ἄφορος ἡ μὲν διὰ λιπαρότητα, ἡ δὲ διὰ λεπτότητα καὶ ἀὴρ κωλύει περισκελὴς ὢν ἐφ' ἑκάτερα καὶ ὕδατος ἔνδεια καὶ πλῆθος· φθείρει γὰρ καὶ τὸ στάσιμον ἐὰν ὑπεραίρῃ τὸ μέγεθος τοῦ δένδρου, καθάπερ ἐν ταῖς ἐπομβρίαις καὶ τοῖς λιμνουμένοις τόποις, ὃ καὶ περὶ Φενεὸν ξυνέβαινεν· ὅπου δ' ἀπορροὴ γίνεται κᾂν ἔχῃ βάθος διαφέρουσι μᾶλλον· βοηθεῖ γὰρ ἡ κίνησις καὶ τῷ ἱκανὸν ἀεὶ τὸ προσπίπτον εἶναι· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας.

[15]

[1]    Λοιπὸν δ' ἐστὶν εἰπεῖν περί τε τῶν βιαίων παθῶν καὶ εἴ τις ἄλλη μὴ ὑπὸ τοῦ ἀέρος καὶ τῶν τῆς φύσεως ἀλλ' ὑφ' ἡμῶν γίνεται· καθάπερ ἥ τε διὰ τὸν περιφλοϊσμὸν καὶ διὰ τὴν ἕλκωσιν τῶν φυτῶν καὶ ὅσα παραβαλλόμενα παρὰ τὰς ῥίζας αὐαίνει, καθάπερ τὰ τῶν κυάμων κελύφη καὶ εἴ τι ἄλλο τοιοῦτον ἕτερον. Καὶ πρῶτον ὑπὲρ τῶν κυάμων λέγωμεν· φθείρει γὰρ τὰ τῶν κυάμων κελύφη περιβαλλόμενα ταῖς ῥίζαις καὶ τοῖς βλαστοῖς οὐ πάντα, ἀλλὰ τὰ ἄρτι ἀναφυόμενα, ταῦτα γὰρ ἀσθενέστερα· φθείρει δὲ ὅτι τῇ σκληρότητι καὶ τῇ ξηρότητι ἀφαιρεῖται τὴν τροφὴν τὴν μὲν ἕλκοντα αὐτὰ, τὴν δ' ἀποστέγοντα· μὴ τρεφόμενα γὰρ φθείρεται.

[2] Καὶ ταῦτα καὶ εἴ τι τοιοῦτον ἕτερον ὥσπερ ἐναντία πρὸς τὴν βλάστησιν ὄντα φθείρει· ἔνια δὲ καὶ τῶν οἰκείων καὶ συνεργούντων, ἐὰν πλείω συνενεχθῇ τῶν συμμέτρων ἢ ἰσχυρότερα ἢ μὴ κατὰ καιρὸν οἷον ἡ κόπρος ἢ συνεχῶς ἢ πλείων ἢ ἰσχυροτέρα παραβαλλομένη καθάπερ ἡ σκυτοδεψική· πάντα γὰρ ὡς εἰπεῖν αὕτη δοκεῖ φθείρειν ἄκρατος οὖσα ἢ μὴ καλῶς κραθεῖσα· καὶ ὅσαι δὲ θερμαὶ καὶ ξηραὶ καὶ ἰσχυραὶ τὸ ὅλον καὶ μὴ οἰκεῖαι πρὸς ἕκαστον.

[3] Εἰσὶ γὰρ ὥσπερ εἴπομεν αἱ πρὸς τὰς φυτείας ἁρμόττουσαι καὶ οὐχ ὥσπερ τὸ ὕδωρ πᾶσι κοινόν· ἀλλὰ τοῦτο ἐνίοτε τῷ πλήθει διαφθείρει σῆπον τὰς ῥίζας καὶ λίαν ἐκμεθύσκον· ἐὰν δὲ δὴ νέα τύχῃ καὶ μὴ ἄγαν ὄντα φίλυδρα καθάπερ ἡ κυπάριττος καὶ τἆλλα τὰ ξηρὰ καὶ μᾶλλον. Καὶ ἐὰν δή τις μὴ κατὰ καιρὸν ἢ τούτοις ἢ τῇ διακαθάρσει ἢ τῇ σκαπάνῃ χρήσηται· πάντα γὰρ συναίτια γίνεται φθορᾶς· ὁ δὲ καιρὸς καὶ πρὸς αὐτὰ καὶ πρὸς τὰ ἐπιγινόμενα παρὰ τοῦ θεοῦ κατὰ τὰς ὥρας. Αὗται μὲν ἐν τοῖς οἰκείοις αἱ φθοραὶ δι' ὑπερβολὴν ἢ δι' ἔλλειψιν τροφῆς ἢ ἀκαιρίαν ἔργων.

[4] Αἱ δ' ἀπὸ τῶν παραφυτευομένων ἢ παραβλαστανόντων αὐτομάτων τῷ ἀφαιρεῖσθαι τὰς τροφὰς θᾶττον δ' ἐὰν ἰσχυρότερα καὶ πλείω, καθάπερ τὰ ἄγρια καὶ ὅσα δὴ πολύρριζα καὶ πολύτροφα καὶ ἐπισχίζοντα καὶ περιπλεκόμενα καὶ καταπνίγοντα καὶ ἐμφυόμενα, καθάπερ ὁ κιττός. Ἐπεὶ καὶ ἡ ἰξία δοκεῖ καὶ ὅλως τὰ ἐμβλαστάνοντα φθείρειν· ὁ δὲ κύτισος καὶ τὸ ἅλιμον τῇ τε πολυτροφίᾳ καὶ τῇ ἁλμυρίδι τῇ περὶ αὐτά· ἰσχυρότερον δὲ τὸ ἅλιμον διὰ τὸ πλείω ἔχειν.

[5] Φθοραὶ δὲ καὶ ἄλλοις ὑπ' ἄλλων εἰσὶν ἴδιαι καθάπερ ἐν τοῖς ἐλάττοσιν· καὶ γὰρ ἡ ὀροβάγχη καλουμένη φθείρει τὸν ὄροβον τῷ περιπλέκεσθαι καὶ καταλαμβάνειν καὶ τὸ λειμόδωρον τὸ βούκερας εὐθὺς τῇ ῥίζῃ παραφυόμενον καὶ ἄλλα δ' ἄλλων. Καὶ ὅσα δὴ συγγεννᾶται καθ' ἕκαστον σπέρμα οἷον αἶρα καὶ αἰγίλωψ καὶ πυροῖς καὶ κριθαῖς καὶ ἀπαρίνη φακοῖς καὶ ἕτερα δ' ἑτέροις· ἅπαντα δὲ τῷ τὰς τροφὰς ἀφαιρεῖσθαι τάς τε ἐκ τῆς γῆς καὶ τὰς ἀπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος. Καὶ τούτων μὲν σχεδὸν φανεραί τινες αἱ αἰτίαι.

[6] Ἡ δ' ὑπὸ τοῦ ἐλαίου καὶ τῆς πίττης καὶ τοῦ στέατος, ‑ καὶ γὰρ ταῦτα φθείρει καὶ μάλιστα τὰ φυτὰ τὰ νέα· καὶ οὐκ ἐῶσιν ἅπτεσθαι καὶ περιπλέκουσιν, ‑ ἐν ἐκείναις ἐστὶ δὲ ταῖς αἰτίαις, ὅτι θερμὰ καὶ λεπτὰ τὴν φύσιν ὄντα διαδύεταί τε πόρρω καὶ πυκνοῖ καὶ ἐπικάει τὸν φλοιόν· σημεῖον δ' ὅτι σκληρύνεται καὶ ἀφίσταται· πονήσαντος δὲ καὶ ἀποσκληρυνθέντος καὶ τούτου καὶ τοῦ ἐντὸς οὐ δύναται διϊέναι ἡ τροφή· τοῦ δ' ἐπικάειν καὶ διαδύεσθαι πόρρω κἀκεῖνο σημεῖον· οἱ γὰρ ἡμεροῦντες τοῦ θέρους ἐπὶ τὰ ὑπολείμματα τῶν ῥιζῶν ἔλαιον ἢ πίτταν ἐπιχέουσιν ἢ τῷ στέατι ἀλείφουσιν, ἅπερ ὅλως ξηραίνουσι καὶ μαλισθ' ἡ πίττα διὰ τὸ ἰσχυροτάτη εἶναι.

[16]

[1]    Λοιπαὶ δὲ τῶν φθορῶν αἱ βίαιοι λεγόμεναι· αὗται δὲ γίνονται πληγῇ ἢ περιαιρέσει τινῶν ἢ κολούσει ἢ τὸ ὅλον ἀφαιρέσει. Ἔνια μὲν γὰρ ἑλκούμενα βαθύτερον ἀπόλλυται διὰ τὴν ξηρότητα καὶ ἀσθένειαν· ὁ δὲ φοῖνιξ καὶ τιτρωσκόμενος εἰς τὸν ἐγκέφαλον, ἐν τούτῳ γὰρ ἡ ζωὴ καὶ ἡ βλάστησις· ὅταν οὖν ἀναξηρανθῇ ἢ τὸ ὅλον ἀλλοιωθῇ, παρεισπεσόντος ἀέρος τε καὶ ἀλλοτρίου θερμοῦ διαφθείρεται καὶ διαφθειρόμενος διΐησιν εἰς τὰ κάτω· τούτου μὲν οὖν καὶ ἰδία τις ἡ φύσις ὥστε καὶ ἐμφανὲς εἶναι τὸ κύριον τοῦ ζῆν.

[2] Ἔνια δ' οὐ πρὸς πληγὴν ἀπαθῆ μόνον, ἀλλὰ καὶ ξύλων ἐξαιρουμένων ἐκ τοῦ στελέχους οἷον ὅσα φύσει καὶ εὐβλαστῆ καὶ ὑγρὰ, καθάπερ πτελέα, πλάτανος, τὰ πολλὰ τῶν παρύδρων· ἡ δὲ πεύκη καὶ δᾳδοκοπουμένη σώζεται· μέγα δὲ ταύτῃ καὶ ἡ λιπαρότης. Ἅπαντα δὲ ταῦτα καὶ τἆλλα μέγεθος ἔχοντα ὑπομένει δι' ὃ καὶ ἐκσηπόμενα σώζεται καὶ ζῇ. Ἐπεὶ καὶ τὴν πεύκην γ' οὐ νέαν δᾳδουργοῦσι, ἀλλ' ὅταν ἐν ἀκμῇ καὶ πορρωτέρω γένηται· νέα γὰρ οὐκ ἔχει διὰ τὸ μὴ πέττειν μηδὲ συναθροίζειν τὸ ὑγρὸν ἀλλ' εἰς τὴν βλάστησιν καὶ τὸ μῆκος καταναλίσκειν· ἅμα γὰρ τῇ εἰς βάθος αὔξῃ καὶ ἡ τοιαύτη διάθεσις καὶ δύναμις ἔοικεν ἀκολουθεῖν.

[3] Ὅσα δὲ καὶ τετρωμένα καὶ κολαζόμενα βελτίω γίνεται καὶ καρπιμώτερα δῆλον καὶ ταῦθ' ὑπομένειν. Πληγὴν μὲν οὖν καὶ διαίρεσιν τὰ τοιαῦτα δέχεται· σχίσιν δὲ τοῦ στελέχους πρὸς τούτοις ἄμπελος καὶ συκῆ καὶ ῥόα καὶ μηλέα, τὰ δὲ ἄλλα ἀπόλλυται· ὅσα γὰρ αὖ πληγέντα καὶ σχισθέντα συμμύει πάλιν καὶ συμφύεται ταῦθ' ὥσπερ ὑγιασθέντα ζῇ καὶ οὐχ ὥσπερ ἐκεῖνα διεσχισμένα (μένει)· τῆς δ' ὑπομονῆς αἴτιον ἡ ὑγρότης καὶ ἡ φύσει μανότης· τροφήν τε γὰρ ἱκανὴν λαμβάνουσι καὶ οὐκ ἀναξηραίνεται διὰ τὴν σχίσιν, ὑπὸ δὲ τοῦ ψύχους οὐδὲν πάσχουσιν.

[4] Εἰ δ' οὕτω δεῖ λαβεῖν τὴν σχίσιν ὥστε ἀνέχεσθαι μὲν ἃ μόνα δοκεῖ τῶν ἡμέρων τοῦτο δύνασθαι συκῆ, ἄμπελος, ἐλάα, ἀμυγδαλῆ διὰ τὸ συμμύειν τάχιστα ... δι' ὃ καὶ δύσχιστα τῷ κολλώδη τὴν ὑπόστασιν ἔχειν· καὶ γὰρ ὁ ὀπὸς καὶ τὸ τῆς ἐλάας τοιοῦτο καὶ πᾶν τὸ λιπαρὸν, τὸ δὲ τῆς ἀμπέλου ξύλον αὐτὸ τοιοῦτον· σημεῖον δὲ ὅτι καὶ σχιζόμενα τὰ κλήματα καὶ τῆς ἐντεριώνης ἐξαιρουμένης τάχα συμφύεται· καὶ τούτου γε μᾶλλον ὁ κάλαμος, καὶ γὰρ συνέρχεται αὐτόματος· φασὶ δὲ καὶ τὴν ἄπιον σχίζεσθαι· περὶ μὲν οὖν τούτων σκεπτέον.

[17]

[1]    Ἡ δὲ τοῦ φλοιοῦ περιαίρεσις κοινὴ πάντων ἢ τῶν πλείστων ἐστὶ φθορὰ, περὶ ἧς εἴρηται πρότερον. Εἴτε γὰρ ἐν τοῖς κυρίοις ἐστὶ τοῦ ζῆν εἴτε καὶ ἀπὸ τούτων πυκνουμένων διϊκνεῖται πρὸς τὸ ὅλον εὔλογον καὶ οὕτως. Ἡ δὲ μήτρα μέχρι μέν τινος ἐξαιρουμένη οὐ φθείρει, δι' ὅλου δὲ φθείρει καθάπερ οἱ περὶ Ἀρκαδίαν φασὶ καὶ πεύκην καὶ ἐλάτην καὶ ἀλλ' ὅτι ἄν· οὐκ ἄλογος δ' οὐδὲ ταύτης ἡ αἰτία· καὶ ταῦτ' εἴη τῶν εἰρημένων· ὑγρότατον γὰρ δοκεῖ καὶ ὥσπερ μάλιστα εἶναι ζωτικόν.

[2] Σημεῖον δ' ὅτι καὶ τὰ ξύλα τὰ ἔμμητρα διαστρέφεται κατειργασμένα ἤδη μέχρι οὗ ἂν τελέως ἀναξηρανθῇ, δι' ὃ καὶ ἔνσχιστα καὶ οὐκ ἔμμητρα ποιοῦσι τὰ τῆς ἐλάτης καὶ τῆς πεύκης. Ταύτης δ' οὖν μέχρι μέν τινος ἐξαιρουμένης οὐκ ἄτοπον διαμένειν τὸ δένδρον ὥσπερ καὶ τοῦ φλοιοῦ μέχρι τινὸς ἀφαιρουμένου, τελέως δ' ἐξαιρεθείσης αὐαίνεσθαι καθάπερ ἀρχῆς τινος ἢ καὶ οἰκείας ὑγρότητος συμφύτου στερούμενον.

[3] Περὶ δὲ τῆς ἐπικοπῆς καὶ τῆς κολούσεως ἐν ὀλίγοις ἡ σκέψις· ὀλίγα γὰρ τὰ φθειρόμενα κατὰ μὲν τὴν ἐπικοπὴν, ἐλάτη, πεύκη, πίτυς, φοῖνιξ, ἔνιοι δὲ καὶ κέδρον καὶ κυπάριττόν φασιν· καλοῦσι δ' ἐπικοπὴν, ὅταν ἀφαιρεθείσης τῆς κόμης ἐπικόψῃ τις τὸ ἄκρον· οὐκ ἀλόγως δ' ἂν δόξειε φθείρεσθαι ξηρά τε τῇ φύσει καὶ εὐθυπορώτατα μὲν, μονόρριζα δ' ὄντα. Καὶ γὰρ αἱ ἑλκώσεις πόνον παρέχουσι καὶ εὐπαθέστερα ποιοῦσιν εἰς τὸ διϊκνεῖσθαι καὶ τὸ καῦμα καὶ τὸ ψῦχος ἄλλως τε καὶ πανταχόθεν οὖσαι καὶ διὰ τὴν ὀρθότητα καὶ διὰ τὴν εὐθυπορίαν ταχὺ διϊκνεῖται καὶ πρὸς τὰς ῥίζας, ὥστε πολλαχόθεν ἡ φθορά·

[4] φύσει δὲ ἀπαράβλαστα πάντα καὶ διὰ τὴν ξηρότητα τῶν ῥιζῶν καὶ διὰ τὴν εἰς τὸ ἄνω φορὰν καὶ ἔτι τῷ μονόρριζα εἶναι καὶ τῷ βαθυτέρας ἔχειν. Οὐδαμοῦ γὰρ οὐδὲν περιττὸν οὐδὲ παροχετευόμενον ἐκπίπτει τῆς τροφῆς ὥστε μὴ εἶναι βλαστήσεως ἀρχήν· ὅταν οὖν πάντα ταῦθ' ὑπάρχῃ πᾶσι σχεδὸν ἀναγκαῖον τὴν φθορὰν εἶναι τελείαν·

[5] αἱ δὲ κολούσεις φθείρουσιν ὅλως ὀλίγα· μόνον γὰρ μάλιστα τὸ τῆς ἀμπέλου φυτὸν ἀπόλλυται καὶ εἴ τι ἕτερον ἁπαλὸν καὶ ἀσθενὲς καὶ εὐθύπορον· ταῦτα γὰρ αἴτια τοῖς τοιούτοις τῆς φθορᾶς· χείρω δὲ ποιοῦσι πλείω· καὶ γὰρ ἡ ἀμυγδαλῆ πικρὰ γίνεται καὶ ἡ ῥόα σκληροτέρα καὶ ἕτερ' ἄττα μεταβάλλει· τὸ δ' αἴτιον εἴρηται πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης συναλλοιοῦται καὶ τὸ τέλος·

[6] χαλεπαὶ δὲ καὶ αἱ ἐπιβοσκήσεις ὅτι συνεπικάουσιν ἅμα τῇ τομῇ καὶ ἀφαιρέσει δι' ὃ καὶ ὁ πόνος πλείων. Ἴδιον δὲ τὸ περὶ τὸν φοίνικα καὶ τὴν πίτυν· ὅταν γάρ τι κολουσθῇ ταῦτ' οὐκ ἀπόλλυται μὲν, ἄκαρπα δὲ γίνεται· τὴν δ' αἰτίαν παραπλησίαν ὑποληπτέον εἶναι τοῖς πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης καὶ ἀσθενεστέρας γινομένης ἀφαιρεῖταί (τι) τῆς δυνάμεως καὶ μάλιστα τὸ ἔσχατον καὶ τελεώτατον ὁ καρπός. Ἅμα δὲ καὶ ἡ μὲν βλάστησις ὑπάρχει καὶ ὥσπερ ἤδη γέγονεν, ἐκεῖνον δὲ δεῖ γίνεσθαι· τὸ δ' ἐν γενέσει καὶ μέλλον εἶναι τοῦ ὄντος ἀσθενέστερον· ἐπὶ τούτων δὲ μάλιστ' ἢ μόνων ὅτι ὀλιγόκαρπα καὶ βραδύκαρπα κατά γε τὴν παρ' ἡμῖν φυτείαν· ἐν δὲ ταῖς οἰκείαις χώραις ἴσως οὐκ ἀκαρπεῖ οὐδὲ θαυμαστὸν εἰ μὴ ἀκαρπεῖ ταῦτ' ἐκεῖ κολουόμενα.

[7] Τὰ δὲ τῆς ἀρχῆς ὅτι μεγάλα πολλαχόθεν μὲν φανερόν· εἰ δὲ μὴ καὶ ἐκ τῶν βλαστήσεων ὅταν κακωθῶσιν ἐν ἄλλοις τε καὶ οὐχ ἥκιστα ἐν τῇ ἀμπέλῳ· κατεδεσθεῖσα γὰρ ὑπὸ τῶν κτηνῶν οὐκέτι δύναται βλαστάνειν, ἀλλ' αὐτὴ ἡ τῆς βλαστήσεως ἐπιρροὴ παύεται καὶ ἀποσβέννυται, ᾧ φαίνεται ὥσπερ τυφλουμένη καὶ πηρουμένη πως· ἰσχυρὸν δὲ ἐν ἅπασιν ἡ ἀρχὴ καὶ ἀσθενὲς οὐ τὸν αὐτὸν δὲ τρόπον· ἐπεὶ ὅτι γε βλαστητικὸν ἄμπελος καὶ αἱ εἰς τὸν ὕστερον χρόνον ἐπιβλαστήσεις μηνύουσιν.

[18]

[1]    Φθοραὶ δὲ καὶ τῶν σπερμάτων εἰσί τινες τῶν μὴ κατὰ φύσιν σπειρομένων ὁμοίως τῶν τε δενδρικῶν καὶ τῶν σιτηρῶν καὶ τῶν ἄλλων, ὧν καὶ χρόνοι τινές εἰσιν ὡρισμένοι· πάντα γὰρ ζῇ μέχρι τινὸς εἶτ' ἀπόλλυται· ζῆν δὲ λέγω δυνάμει· φθείρονται δὲ φυσικῶς ἀποξηραινόμενα καὶ ὥσπερ διαπνεούσης ἅμα τῆς θερμότητος καὶ ὑγρότητος· αἱ δὲ ἄλλαι πᾶσαι παρὰ φύσιν οἷον ὅσα θηριοῦται καὶ ἀνυγραίνεται καὶ ἄλλως πως ἐξίσταται·

[2] δι' ὃ καὶ τὰ μὲν πολύλοπα καὶ πολυχίτωνα καὶ λιπαρὰ καὶ δριμέα καὶ πικρὰ καὶ ὀστώδη καὶ ξηρὰ πάντα πολυχρόνια· τὰ δ' ἄλλα ταχὺ ἐξίσταται· τὰ μὲν γὰρ ὑπ' ἀλλήλων θερμαινόμενα καθάπερ ὁ σῖτος καὶ τὰ χεδροπὰ, τὰ δ' ὑπὸ τοῦ ἀέρος καὶ τῶν ἔξωθεν ὑγραινόμενα καθάπερ τὰ τῶν λαχάνων καὶ τῶν στεφανωμάτων· οἷον γὰρ μαδᾷ καὶ εἰς διαβλάστησιν ὁρμᾶται· ζωοῦται δὲ θᾶττον καὶ φθείρεται τῶν χεδροπῶν τὰ τεράμονα· γλυκύτερα γὰρ ἐν τούτῳ δὲ ἡ ζωοποιΐα· καὶ ἅμα θᾶττον ἐξίσταται δι' ἀσθένειάν τε καὶ διὰ τὸ ὥσπερ ἐν πέρατι εἶναι· καὶ τοῦ σίτου δὲ ὡσαύτως ὁ γλυκύτερος.

[3] Μέγα δ' οἱ τόποι διαφέρουσιν εἰς φυλακὴν ἐὰν ὦσι ξηροὶ καὶ ψυχροί. Διαμένουσι γὰρ πλείω χρόνον ὥσπερ ἔν τε Μηδείᾳ καὶ Παφλαγονίᾳ καὶ τούτων ἐν τοῖς ὑψηλοτάτοις χωρίοις ὡσαύτως δὲ καὶ εἴπου ἄλλοθι τοιοῦτον· ἀμφότερα γὰρ ἐξείργονται τὰ διαφθείροντα τό τε θερμὸν καὶ τὸ ὑγρόν· ἐπεὶ καὶ ἡ διαπαττομένη γῆ τοῦτο ποιεῖ, ξηραίνει τε καὶ ψύχει.

[4] Τῶν δὲ δενδρικῶν ὅσα μὲν μαλακὰ καὶ σαρκώδη καθάπερ ἡ ἀμυγδαλῆ καὶ τὸ κάρυον καὶ ἡ βάλανος τοῖς περιέχουσι σώζεται, τὰ δὲ ξηρὰ καὶ ξυλώδη καθάπερ τὸ γίγαρτον καὶ τὰ τοιαῦτα καὶ ἑαυτοῖς. Ὡς δ' ἁπλῶς εἰπεῖν πάντα πολυχρονιώτερα διὰ τὸ περιέχον· ἐπεὶ καὶ τὸ γίγαρτον καὶ ἡ κεγχραμὶς καὶ τὰ ἄλλα τὰ τοιαῦτα πολλῷ μᾶλλον ἀποξηραίνεται γυμνούμενα. Μάλιστα δὲ διαμένει τῶν τοιούτων ὅσα πυρῆνι περιέχεται, καθάπερ τὸ τῆς ἐλάας καὶ εἴ τι ξυλῶδες ἢ ὀστῶδες τυγχάνει, καθάπερ τὸ τοῦ φοίνικος καὶ ὁ κνῆκος καὶ τἆλλα τὰ κνηκώδη. πυκνὰ γὰρ πάντα καὶ προβολὴν ἔχοντα· τὸ δὲ σπέρμα τὸ ἔντος ὁτὲ μὲν κεχωρισμένον τι καὶ φανερὸν, ὁτὲ δὲ ἀχώριστον καὶ ἀφανὲς, ὥσπερ τὸ τῶν φοινίκων.