9376 570 0 7 0 IV-III a. C. Theophrastus De causis plantarum Wimmer, F., Paris, Didot, 1866 Rist. 1964, Frankfurt am Main, Minerva 4

Theophrastus-De causis plantarum - IV

ΒΙΒΛΙΟΝ Δ΄.

[1]   Ἐπειδὴ πλείους αἱ γενέσεις τῶν φυτῶν τούτων δὲ κοινοτάτη πᾶσιν ἡ ἀπὸ σπέρματός ἐστιν ὅσα ἔχει σπέρμα καὶ καρπὸν, ἀπορήσειεν ἄν τις διὰ τί ποτε οὐκ ἀνὰ λόγον ἡ ἰσχὺς ἑκάστῳ ἐστὶ τῶν σπερμάτων ἀλλ' ἀσθενεστέρα τῶν ἰσχυροτέρων οἷον τὰ τῶν δένδρων τῶν ἐπετείων. Ἀμφοτέρως γὰρ φαίνεται τὸ ὁμολογούμενον· καὶ εἰ ἀπὸ τῶν ἀσθενεστέρων ἰσχυρότερα (τὰ) γινόμενα· τὰ γὰρ σπέρματα γεννᾷ τὰ δένδρα· τῆς δὲ ἀσθενείας καὶ τῆς ἰσχύος ἐκεῖνα σημεῖα· τὰ μὲν γὰρ ἐπέτεια ὅταν σπαρῇ διαμένει τὰ αὐτὰ καὶ ἐξομοιοῖ τοὺς καρποὺς τὰ δὲ τῶν δένδρων μεταβάλλει καὶ χείρω ποιεῖ, καὶ τὰ μὲν ταχεῖαν ἀποδίδωσι τὴν τελείωσιν τὰ δὲ χρόνιον καὶ βραδεῖαν.

[2] Καὶ ἀνάπαλιν δὲ λαμβανομένων· ἰσχυρότερα γὰρ ὄντα τὰ δένδρα βραδύτερον ἐκπέττει τοὺς καρπούς. Ἔτι δὲ τὰ μὲν ἐν κελύφεσι δερματικοῖς καὶ ξυλώδεσιν· τὰ δ' αὐτὰ πάλιν ἐν περικαρπίοις σαρκώδεσιν οἷον τὸ τῆς ἐλάας καὶ τὸ τῆς κοκκυμηλέας καὶ τὰ τῆς ἀπίου καὶ ἀμπέλου καὶ μηλέας· ἔνια δ' ἐν ξυλώδεσιν ἅμα καὶ σαρκώδεσιν καὶ ὅλως ὅσα κάρυον ἐντὸς ἔχει τῆς σαρκός. Τὰ δὲ τοῦ σίτου γυμνὰ καὶ μάλιστα τοῦ πυροῦ καὶ τῆς κριθῆς, εἰ δὲ μὴ χιτῶσί γε περιέχεται λεπτοῖς. Ἀεὶ δὲ τὸ ἀσθενέστερον ἡ φύσις εἰς πλείω τίθεται φυλακήν. Αἱ μὲν οὖν ἀπορίαι σχεδὸν τοιαῦται.

[3] Δεῖ δὲ λαβεῖν πρὸς αὐτὰς ἀρχὴν τήνδε, τὸ σπέρμα μὴ μόνον ἔχειν δύναμιν τοῦ ποιεῖν ἀλλὰ καὶ τοῦ πάσχειν, ὅπερ καὶ κατὰ πάντων τῶν τῆς φύσεως ἀληθὲς, καὶ κατ' αὐτὴν δὲ τὴν γένεσιν ἀμφοῖν εἶναι τὴν ἐνέργειαν καὶ τρόπον τινὰ οὐχ ἧττον τοῦ πάσχειν· τότε γὰρ καὶ ἡ ἐν τοῖς σπέρμασι κινεῖται δύναμις οἷον διαθερμαινομένων. Δι' ὃ καὶ οὐ πάντα βλαστάνει κατὰ τὴν αὐτὴν αἰτίαν ἀλλ' ὅταν ἡ οἰκεία τοῦ ἀέρος κατάσχῃ κράσις. Ὑποκειμένου δὲ τούτου φανερὸν ὡς οὐκ ἰσχύος ἀλλ' ἀσθενείας μᾶλλον ἡ ταχυβλαστία· τὸ γὰρ ἀσθενὲς εὐπαθέστερον. Δι' ὃ καὶ τὰ εὐπαθέστερα ἐπέτει ταχυβλαστότερα καὶ ἅμα τὸ κοινὸν αὐτοῖς ὥσπερ ἕτερον εἰς τὸ παθεῖν.

[4] Ὁ δ' αὐτὸς λόγος καὶ περὶ τῆς τελειώσεως, τὰ ἀσθενέστερα ῥᾷον ἐκτελεώσασθαι καὶ τῷ περιέχοντι καὶ ταῖς ἐν αὐτοῖς ἀρχαῖς. Ὃ καὶ περὶ ζώων ἐστίν· αἰεὶ γὰρ τὰ ἰσχυρότερα χρονιωτέρας ὡς ἐπὶ πᾶν ποιεῖται καὶ τὰς κυήσεις καὶ τὰς τροφάς. Ἅμα δ' [ὥσπερ ἐὰν] τὰ μὲν αὐτοῦ τοῦ [χειμῶνος] σπέρματος γεννητικὰ σώματα [οὐ δὲ] μικρὰ ὑπόκειται, τὰ δὲ ἐν ὄγκοις μείζοσιν οἱ καταναλίσκουσι καὶ ἀντισπῶσιν εἰς ἑαυτοὺς τὰς τροφὰς ὥστε τὰ μὲν ὀλιγόκαρπα τὰ δὲ ὅλως ἄκαρπα ποιεῖν ὡς ἐπὶ τῶν ζώων συμβαίνει τῶν ἐκπαχυνομένων καὶ εὐτροφουμένων.

[5] Τοῦ μὲν οὖν θᾶττον ἐκτελεοῦν οὐχ ἡ ἰσχὺς ἀλλὰ ταῦτα τὰ αἴτια, δι' ὃ καὶ πολυγονώτερα. Καίτοι τάχ' ἄν τις ἀντείποι περὶ τοῦ πλήθους φάσκων πλείω τὰ ἀπὸ τῶν δένδρων εἶναι. Πολλὰ γὰρ ἕκαστον ἔχειν τῶν περικαρπίων τὸ δὲ δένδρον ἀφ' ἑνὸς γεγενῆσθαι σπέρματος. Ἀλλὰ ταῦτα μὲν ἐλαφρότερα καὶ οἷον ἀπηρτημένα ἂν φανείη. Τὸ δὲ μὴ δύνασθαι τηρεῖν τὰ γένη μηδ' ἐξομοιοῦν ἐν ἀμφοῖν ἂν ἔχοι τὸ αἴτιον, καὶ τῷ πλείω χρόνον τὰ κατὰ γῆς μᾶλλον κατακρατεῖσθαι καὶ τῷ τοὺς σωματικοὺς ὄγκους ἀντισπᾷν.

[6] Ὃ γοῦν καὶ τῆς ἀκαρπίας αἴτιον καὶ τῆς κακοκαρπίας εὐλόγως, φανερὸν δὲ μάλιστα ἐκ τῶν ἀμυγδαλῶν, εἴπερ ἀφαιρουμένης τῆς ὑγρότητος καὶ τῆς εὐτροφίας μεταβάλλουσι. Τὰ δ' ἐπέτεια βραχύν τινα χρόνον ἐν τῇ γῇ γίνεται καὶ ὀλίγην ἕλκει τροφὴν δι' ὃ καὶ οὐκ ἐξίσταται μιᾷ σπορᾷ τῶν γενῶν, ἀλλ' εἰ τῇ τρίτῃ, τότε γὰρ ποιεῖται τὴν μεταβολήν· ὥσθ' ὅπερ ἐκείνοις διὰ τὸ πλῆθος τῆς τροφῆς εὐθὺς τοῦτο τοῖς σπέρμασι χρονισθεῖσι κατὰ λόγον· πλὴν ὅτι τὰ μὲν εἰς τὸ χεῖρον ἀεὶ μεταβάλλει τὰ δὲ καὶ ἐπὶ τὸ βέλτιον ἐὰν ἡ χώρα τοιάδε καὶ ὁ ἀήρ· ἀλλὰ δὴ τοῦτο μὲν ἕτερον.

[7] Εἰς ἄλλο δ' ἐξίσταται γένος μάλιστα τῶν σπερμάτων τὰ ἰσχυρότερα καθάπερ ὁ πυρὸς καὶ ἡ κριθή· μόνα γὰρ ἐξαιροῦνται· μᾶλλον δ' ὁ πυρὸς ἰσχυρότερον ὄν. Ὥστε καὶ τοῦτο ὁμολογούμενον τῷ πλείω τροφὴν ἕλκειν. Ὁ γὰρ θέρμος ὥσπερ ἄπεπτόν τι τὸ ὅλον.

[2]

[1]    Τὰ μὲν οὖν κατὰ τὴν βλάστησιν ἐν τούτοις ἂν εἴη. Πρὸς δὲ τὴν ἔξω διαμονὴν φυλαττομένων ἄλλοις μὲν ἄλλως συμβαίνει κατὰ τοὺς χρόνους. Οὐ μὴν ἀλλ' οὐδ' ἄλογον ἔνια προτερεῖν τῶν δενδρικῶν εἰς τὴν φθορὰν οἷον ὅσα ἐν περικαρπίοις ἐστὶ σαρκώδεσιν [οἷον] ὅταν χωρισθῇ καὶ σαπῇ· γυμνούμενα γὰρ ἀναξηραίνεται καὶ θνήσκει· τὰ δὲ ἐν δερματικοῖς καὶ μὴ χωριζόμενα· καὶ γὰρ ὑγρότερα καὶ παρεισδέχεται τὸν ἀέρα. Μάλιστα δὲ διαμένει τὰ ἐν ξυλώδεσι καὶ τούτων ὅσα πυκνόν τε τὸ κέλυφος ἔχει καὶ αὐτὰ λιπαρὰ καθάπερ τὰ κάρυα τὰ ἡρακλεωτικὰ, πλὴν ἐκπικροῦται· τὰ δ' ἀμύγδαλα ἐλάττω χρόνον· ἐλάχιστον δὲ τὰ βασιλικὰ μένει, μανότατον γὰρ τὸ πέριξ καὶ ἥκιστα συμφυές. Διαμένει δὲ καὶ τὸ τῆς ἐλάας καὶ εἴ τι ἄλλο τοιοῦτον· τῶν δ' ἐν σαρκώδεσι περικαρπίοις χρονιώτατον τὸ τοῦ φοίνικος ἅτε ξηρότατον ὂν καὶ πυκνόν.

[2] Τὰ μὲν οὖν τῶν δένδρων διὰ ταύτας τὰς αἰτίας τὰ μὲν μᾶλλον τὰ δ' ἧττον διαμένει. Σχεδὸν δὲ καὶ τὰ τῶν σιτωδῶν διὰ παραπλησίας αἰτίας. Ἢ γὰρ τῷ περιέχεσθαι πλείοσι χιτῶσιν ἡ διαμονὴ καθάπερ ὁ κέγχρος, ἢ τῷ λίπος ἔχειν ὥσπερ τὸ σήσαμον ἢ τῷ δριμύτητά τινα καὶ πικρότητα χυλοῦ καθάπερ ὁ θέρμος καὶ ὁ ἐρέβινθος καὶ ὁ ὄροβος· μόνα γὰρ δὴ καὶ οὐ ζωοῦται τῶν χεδροπῶν ὁ θέρμος καὶ ὁ ἐρέβινθος· ἀλλ' ὅ γε ἐρέβινθος μέλας γίνεται διαφθειρόμενος. Ὁ δὲ πυρὸς μᾶλλον τῆς κριθῆς καὶ τῶν χεδροπῶν διὰ τὸ θερμότερον εἶναι καὶ χιτῶνας ἔχειν πλείους· ἡ γὰρ [αὖ] κριθὴ καθάπερ γυμνόν. Τὰ δὲ χεδροπὰ παχέα μὲν τοῖς κελύφεσιν ἀλλὰ μανὰ καὶ γλυκύτητά τινα ἔχοντα φαίνεται· οὐχ ἧττον δ' αἴτια ταῦτα τῆς φθορᾶς. Δι' ὃ καὶ ὁ κύαμος καὶ ὁ ὦχρος τάχιστα κόπτεται.

[3] Τάχα δ' ἀληθέστερον εἰπεῖν ὡς κατὰ τὰς χώρας· ἐν Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον πολλά φασιν ἔτη διαμένειν τοὺς κυάμους, πολλὰ δὲ καὶ περὶ Κύζικον. Ἀλλὰ περὶ μὲν τῆς τούτων διαμονῆς καὶ τὸ ὅλον τῆς φύσεως τάχ' ἂν ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥηθείη· πρὸς δὲ τὰ τῶν δένδρων συγκρινόμενα ταύτας ἔχει τὰς διαφοράς.

[3]

[1]    Ἐν δὲ τοῖς τῶν λαχανωδῶν τὰ μὲν ἄλλα τὴν ἐξομοίωσιν ἀποδίδωσι, ῥάφανος δὲ καὶ μαλάχη δοκεῖ παραλλάττειν καὶ δενδρικώτερα· τὰς δ' ἐκφύσεις πλέον ἀλλήλων ἔτι ταῦτα παραλλάττει τῶν σιτηρῶν. Τὰ μὲν γὰρ τριταῖα διαβλαστάνει καθάπερ ὤκιμον, σίκυος, κολοκύντη, τὰ δὲ πεμπταῖα ἢ ἑκταῖα, τὰ δὲ πεντεκαιδεκαταῖα καθάπερ πράσον, τὸ δὲ σέλινον τεσσαρακοσταῖον ἐνιαχοῦ δὲ πεντηκοσταῖον, δυσφυέστατον γὰρ τοῦτο πάντων. Δυσφυὲς δὲ καὶ τὸ κορίαννον, οὐ γὰρ βλαστάνει μὴ βρεχθὲν, αἰτία δ' ἡ σκληρότης, ὥσπερ γὰρ ξυλῶδές ἐστι τὸ περιέχον.

[2] Ἡ δὲ τῶν τευτλίων ἀνωμαλία τῷ τὰ μὲν ὕστερον μηνὶ ἐκβλαστάνειν τὰ δὲ δυοῖν τὰ δὲ πλείοσι τὰ δὲ καὶ ἐνιαυτῷ σημαίνειν ἔοικε τῶν σπερμάτων αὐτῶν ἀτεραμνότητά τινα πρὸς τὴν βλάστησιν. Τὰ δὲ θερινὰ σπειρόμενα δῆλον ὡς δι' ἀσθένειαν· δι' ὃ ταχύ τε παραγίνεται καὶ ταύτην τὴν ὥραν φύεται φέρειν οὐ δυνάμενα τὸν χειμῶνα, τὰ μὲν ὄντα ξηρὰ καθάπερ καὶ τὸ ὤκιμον τὰ δ' ὑγρὰ καὶ ψυχρὰ καθάπερ ὁ σίκυος καὶ ἡ ἀνδράχνη. Θαυμαστὸν δ' ἂν δόξειε τὸ τοῦ ἀβροτόνου μάλιστα δι' ὅτι θερμὸν ὂν τὴν ἀλέαν διώκει· αἰτία δὲ ἡ ἀσθένεια· πρὸς ἄμφω γὰρ ἀσθενεῖ καὶ πρὸς τοὺς χειμῶνας καὶ πρὸς τὰ καύματα.

[3] Τὸ δ' ὅλον οὐ ποιεῖ ἡ θερμότης μάλιστα εὐβλαστεῖν εἴπερ θερμὰ τὰ δριμέα· καὶ γὰρ τὸ πράσον καὶ τὸ γήτειον καὶ ἔτι μᾶλλον ἡ θύμβρα καὶ ἡ ὀρίγανος δυσβλαστῆ· δεῖ γὰρ ἔχειν τινὰ ὑγρότητα καὶ οὐχ ἧττον ἀλλὰ μᾶλλον ἴσως εὐκρασίαν τὸ εὐβλαστὲς πρὸς τὸ ποιεῖν καὶ πάσχειν. Ὅλως δ' ὡς ἐν γένει λαβεῖν ξηρότατα τῶν σπερμάτων τὰ στεφανωματικὰ καὶ τὰ τῶν λαχάνων ὅθεν καὶ τάχιστα τὰς ἰκμάδας ἕλκει· δι' ὃ καὶ κρεμαννύουσιν αὐτὰ καὶ οὐ ῥαίνουσι τὰ οἰκήματα οὐδ' ὕδωρ εἰσφέρουσιν ὅλως.

[4] Ἡ δὲ διαμονὴ θησαυριζομένων πρός τε τοὺς σπόρους καὶ πρὸς τὰς ἄλλας χρείας παραπλησία καὶ τοῖς σιτηροῖς, γόνιμα μὲν εἰς τετραετίαν μάλιστα χρήσιμα δὲ πρὸς τἆλλα πλείω χρόνον ὥσπερ ὁ σῖτος εἰς τροφήν. Καὶ τοῦτο δὲ καὶ κατὰ λόγον ὥσπερ καὶ τοῖς ζώοις πρῶτον ἀπολιπεῖν τὴν τῆς γονῆς (δύναμιν). Καὶ γὰρ ἐν τούτοις ἡ ἀρχὴ τοῦ γεννᾷν ὅπερ ἄν τις ὡς σπέρμα θείη τὸ δὲ λοιπὸν ὡς τροφὴν καὶ ὕλην προσηρτημένην· ἀλλὰ τὸ ὅλον καλεῖται σπέρμα δι' ὃ καὶ ζῆν αὐτά φασι καὶ μὴ ζῆν ὅταν διαμένῃ ταύτῃ ἢ φθαρῇ καθάπερ καὶ τὰ ὠά· συμβαίνει δὲ [καὶ] τοῦτο καὶ τοῖς βαλανώδεσι καὶ τοῖς ἄλλοις. Εἰς βλάστησιν δὲ τὰ ἔνα τῶν νέων οὐκ ἄλογον εἶναι βελτίω, ξυνεστηκότα τε καὶ οἷον αὐτὰ αὑτῶν ὄντα μᾶλλον. Πρόσεστι γάρ τις καὶ τούτων πέψις ἀποπνεύσαντος τοῦ ἀλλοτρίου· χρονιζομένου δὲ πάλιν γῆρας καὶ φθίσις.

[5] Περὶ δὲ τοῦ ἐκκαυλεῖν τάχιστα μὲν τὰ ἀπὸ τῶν ἀκμαζόντων ὡς ἰσχυροτάτων, τελέωσις γάρ τις ἡ ἐκκαύλησις εἴπερ ὁ καρπὸς ὡς τέλος, οὐκ ἄλογον. Δευτέρα δὲ ἐκ τῶν παλαιοτέρων, καὶ γὰρ ἐκ τούτων οἷον καθαρωτέρα τις καὶ πλείων ἡ δύναμις. Ἐν δὲ τοῖς νέοις ἀναμεμιγμένη καὶ τὸ πλέον εἰς τὴν τροφὴν ἄγουσα καθάπερ ἐν τοῖς ἄλλοις· αἰεὶ γὰρ ὀψιαίτερα τὰ πολύτροφα· δι' ὃ καὶ εἰ μὴ τὰ ἀπὸ τῶν ἀκμαζόντων ἐκκαυλεῖ πρῶτα ἀλλὰ τὰ ἀπὸ τῶν παλαιοτέρων οὐκ ἄλογον.

[6] Περὶ οὗ δὴ καὶ ἀντιλέγουσί τινες. Ἐκκαυλεῖν γάρ φασι τὰ ἀσθενέστερα μᾶλλον ὥσπερ ἐπὶ τῶν λαχάνων. Αἴτιον δὲ ὅτι εὐπαθέστερά τε καὶ ἐλάττω τροφὴν ἔχοντα τελειοῖ τὸ δὲ ἐκκαυλεῖν ὥσπερ τελέωσις, δι' ὃ καὶ τῶν δένδρων τὰ πρεσβύτερα θᾶττον πέττει καὶ μᾶλλον τοὺς καρποὺς, τὰ δὲ ἐν ἀκμῇ πλείους μὲν καὶ καλλίους ἔχει βραδύτερον δέ. Φαίνεται δ' οὖν εἰ τοῦτο ἀληθὲς ὅτι ταχυγονώτερα τὰ παλαιότερα. Μεμίχθαι γάρ τις ἐν τοῖς σπέρμασι δοκεῖ οἷον ὕλη καὶ τροφὴ ταῖς ἀρχαῖς ἣν δεῖ προκατειργάσθαι πρότερον ἢ εἰς τὴν βλάστησιν ἐλθεῖν.

[7] Εἴη δ' ἂν κἀκεῖνο λέγειν πρός γε τὸ ἐκκαυλεῖν ὡς ἧττον ῥιζουμένων τῶν παλαιῶν εἰς δὲ τὸ ἄνω μᾶλλον φερομένων ταχεῖαν ποιεῖ τὴν τελείωσιν ὥσπερ σχεδὸν καὶ ἐπὶ τῶν ὀλιγοχρονίων πάντων ἐστὶ καθάπερ καὶ ἐπὶ τριμήνων λέγεται. Τοὺς δὲ χρόνους δῆλον ὅτι ταὶ τὰς ἀκμὰς κατὰ τὰς φύσεις ἑκάστων ληπτέον. Ἀλλὰ γὰρ ταῦτα μὲν ὁμοιότητά τινα ἔχει. Τὰ δ' ἴδια καθ' ἕκαστον γένος αὐτὰ καθ' ἑαυτὰ λέγουσιν ἐπὶ πλέον. Ῥητέον δὲ τοῖς τῶν δένδρων καὶ πρὸς αὐτὰ καὶ πρὸς τὰ ἄλλα θεωροῦσιν.

[4]

[1]    Ἄτοπον δ' ἂν δόξειε καὶ ἅμα θαυμαστὸν εἰ ἀπὸ τῶν ἀτελῶν ἔνια γεννᾷ καὶ ταῦτα δένδρων φύσεις μεγάλας οὕτως οἷον ἰτέας καὶ πτελέας· ἀτελὲς γὰρ τὸ ὠμόν. Ἆρ' οὖν εἴπερ τοῦτ' ἀληθὲς διαιρετέον τὴν τελειότητα τήν τε πρὸς ἡμᾶς καὶ τὴν πρὸς γένεσιν. Ἡ μὲν γὰρ πρὸς τροφὴν ἡ δὲ πρὸς δύναμιν τοῦ γεννᾷν· ἔνια δὲ ἄτροφα γεννητικὰ δὲ, τὰ δ' ἴσως ἀνάπαλιν. Τάχα δ' ἐκείνη πρός γε τὰ νῦν ἡ διαίρεσις ὅτι τὴν πέψιν τιθέμεθα χρώμασι καὶ χυλοῖς καὶ πυκνότητι καὶ τοῖς τοιούτοις· ἐπεὶ τό γ' ἐδώδιμον ὑπάρχει καὶ τοῖς τῆς πτελέας καὶ ἄλλοις· ἀλλ' οὐ τοῦτο κύριον ἀλλὰ τὸ γεννᾷν· ἕκαστον γὰρ τῷ ἔργῳ κρίνεται. Καὶ ταῦτα μὲν ὡς πρὸς ὑπόθεσιν.

[2] Ἐκεῖνο δὲ ἀτοπώτατον εἰ τελεούμενα γένους τινὸς ἄγονα γίνεται τὸ ὅλον καίτοι ἀπὸ σπέρματος γινομένου τοῦ δένδρου καθάπερ ἐπὶ τῆς κυπαρίττου. Τὸ γὰρ ἄρρεν γένος ὅλως ἄγονον πολλὰ δὲ καὶ τῶν θηλειῶν. Ἐπεὶ τό γε μὴ καρποφορεῖν ἔνια τῶν ὁμογενῶν ἧττον ἄτοπον. Καὶ πάλιν ἐπὶ τῶν σπερμάτων αὖ τὸ πηρωθὲν ἄγονον, ἀλλ' ἴσως τοῦτό γε καὶ ἀναγκαῖον. Τὸ δὲ μηδὲν ὅλως γόνιμον ὥσπερ ἐλέγχει τὴν φύσιν ὅτι ποιεῖ μάτην, ὃ καὶ ἡμῖν ὑπεναντίον πρὸς τὰ πρότερον.

[3] Καὶ τὰ μὲν τῆς πτελέας ἀμφισβητούμενα καὶ τῆς ἰτέας. Ὁ δ' ἐρινεὸς ὁμολογουμένως γεννᾷ καὶ ἄπεπτον εἰς τὴν ἡμετέραν τροφήν. Γεννᾷ δὲ καὶ τὸ θύμου ἄνθος καὶ ἄλλων ἃ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἀφανῆ τὸ δ' ἄνθος μόνον φανερόν. Ἀλλὰ τὸ μὲν τῶν δένδρων τινῶν ἔτι καὶ ἄλλας ἴσως ἀπορίας ἔχει. Καὶ γὰρ τὸ περὶ τοὺς φοινίκας ἄτοπον καὶ λόγου δεόμενον, καὶ τὸ οὕτως ἀμενηνά τινων εἶναι τὰ σπέρματα καθάπερ καὶ τῆς κυπαρίττου.

[4] Τὰ γὰρ τοιαῦτα δίδωσί τινα ἔννοιαν καὶ ὑπὲρ τοῦ μὴ ἔχειν ἔνια τροφὴν πρὸς ἑαυτοῖς· πλὴν ἴσως ἄλλοις ἄλλη καὶ ὕλη καὶ τροφὴ καὶ ἱκανόν τισιν ἂν ἔχῃ τὸ διατηρῆσον. Ὑπὲρ δὲ τῶν σιτηρῶν καὶ ὅλως τῶν ἐπετείων αἱ μὲν τοιαῦται διαφοραὶ ῥᾴους οἷον αἱ κατὰ τὰς βλαστήσεις καὶ τελειώσεις καὶ τὰ λοιπὰ πάθη τὰ συμβαίνοντα τοῖς τοιούτοις.

[5] Περὶ δὲ τῆς ἐξαλλαγῆς εἰς ἕτερον γένος ὥσπερ ἐκ πυρῶν εἰς αἴρας καὶ εἰ δὴ πάλιν τῶν αἰρῶν εἰς πυροὺς καὶ τῶν ζειῶν εἰς βρόμον ἄτοπον αὐτῷ τε τῷ συμβαίνοντι καὶ τῷ ἰδίῳ· μόνα γὰρ δὴ ταῦτα μεταβάλλει τῶν σπερμάτων φυσικῶς· ὁ γὰρ ἐκ τῆς τίφης καὶ τῆς ζειᾶς πυρὸς παρασκεύῃ πως καὶ τέχνῃ καθάπερ οἱ τὰ σπέρματα προβρέχοντες εἰς τὴν γλύκανσιν.

[6] Ἄτοπον δὲ πρὸς τῷ μόνα καὶ ὅτι ἰσχυρότερα δοκοῦντα τῶν χεδροπῶν εἶναι· τὸ γὰρ ἀσθενὲς εὐφθαρτότερον, φθορὰ δέ τις ἡ ἔκστασις· καὶ μᾶλλον πυρὸς εἰ κριθῆς ἰσχυρότερον. Ἔτι δὲ τὰ μὲν ἰσχυρότερα εἰς τὸ ἀσθενέστερον μεταβάλλειν· ἡ δὲ αἶρα καὶ πυροῦ καὶ κριθῆς ἰσχυρότερον ὥσθ' ἅμα συμβαίνει καὶ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν ἰσχυρότερον.

[7] Ἡ δὲ διαφθορὰ καὶ ἡ μεταβολὴ δυοῖν θάτερον ἢ ἐν τοῖς σπέρμασιν ἢ ἐν τῇ χλόῃ. Σπέρματος μὲν οὖν γαλάκτωσις, σῆψις, ὅλως διάχυσις ὧν οὐδὲν φύσιμον. Ἡ δὲ χλόη ῥιζωθέντων ἤδη, τὰς δὲ ῥίζας μεταβάλλειν ἄτοπον. Ὅθεν δὴ τοῖς τοιούτοις παραπεπεισμένοι τινὲς ὡς ἀλόγοις ὅλως οὐδὲ γίνεσθαί φασιν τὴν ἔκστασιν ἀλλ' ἐπομβρίαις φύεσθαι καὶ συνίστασθαι τὴν αἶραν ὃ καὶ καθ' αὑτὴν φαίνεται ποιοῦσα μὴ σπαρέντων πυρῶν ἢ κριθῶν ἐν ταῖς ἐπομβροτάταις χώραις.

[8] Αἱ μὲν οὖν ἐναντιώσεις αὗται δοκοῦσιν ἐλέγχεσθαι τοῖς ἔργοις· πολλοὶ γὰρ ὥς φασι σπείραντες πυροὺς ἢ κριθὰς ἐθέρισαν αἴρας. Τὴν δὲ ἔκστασιν καὶ τὴν μεταβολὴν θείη τις ἂν ἀμφοτέρως γίνεσθαι καὶ τοῦ σπέρματος ἀλλοιουμένου καὶ τῶν ῥιζῶν· ἡ γὰρ ἐν τῇ χλόῃ μεταβολὴ δι' ἐκείνας· συμφυεῖς δ' οὔσας οὐκ ἄλογον συμπάσχειν. Ἐπεὶ τό γε σπέρμα διαφθαρὲν οὐ φύσιμον ὅλως ἦν· τοῦτο μὲν κοινόν· οὐδὲ γὰρ ῥίζαι φθαρεῖσαι τρέφοιεν ἄν.

[9] Τὴν δὲ τοῦ σπέρματος φθορὰν οὐδεμίαν τῶν εἰρημένων ὑποληπτέον, σῆψιν ἢ γαλάκτωσιν, ἀλλ' ἑτέραν ἣ γίνεται διὰ πλῆθος τῆς τροφῆς ἐκτηκομένων· αὕτη δὲ τὸ μὲν ὅλον οὐκ ἀπόλλυσι μεθίστησι δὲ εἰς ἕτερον ἐπικρατοῦσα πως τῆς ἀρχῆς. Τὸ δὲ συμβαῖνον ὅμοιον τρόπον τινὰ καὶ ἐπὶ τῶν ζώων ὡς κατ' ἀναλογίαν ἂν τὸ θῆλυ κρατήσῃ τοῦ ἄρρενος ἢ καὶ ἔτι μείζων ἐναλλαγὴ γένηται πρὸς τὸ παρὰ φύσιν.

[10] Δεῖ γὰρ δὴ τὴν γῆν ὥσπερ τὸ θῆλυ νοῆσαι καὶ τὸ ἀνάλογον οὕτω λαμβάνειν. Ὅταν οὖν ἐκ ταύτης ἡ τροφὴ πλείων γίνηται διὰ τὰς ἐπομβρίας τότε τὴν ἔκστασιν συμβαίνειν οὐ φθείρουσαν μὲν ὅλως τὴν γεννητικὴν δύναμιν ἐξαλλοιοῦσαν δ' εἰς ἑτέραν. Εὐζώου δὲ τῆς φύσεως οὔσης, εὐζωότερα γὰρ πολὺ τῆς τῶν ζώων, εὔλογον καὶ διαμένειν μᾶλλον ταύτην. Ἐπεὶ καὶ ἄνευ σπερματικῆς ἀρχῆς αὐτόματα πολλὰ συνίσταται καὶ τῶν ἐλαττόνων καὶ τῶν μειζόνων φυτῶν.

[11] Ὅθεν καὶ τοῦτο ἂν εἴη φανερὸν εἴ τις ἀκολουθήσει τῇ ἀναλογίᾳ δι' ὅτι τῇ τῶν σπερμάτων ἀλλοιώσει καὶ οὐ τῇ τῆς χλόης μεταβολῇ· καὶ γὰρ ἐπὶ τῶν ζώων οὕτω γίνεται. Καὶ ἅμα δὴ τότε ἀσθενέστατον ὅταν ἐν μεταβολῇ τυγχάνῃ τῇ κατὰ τὴν βλάστησιν, ἤδη δ' ἐκβεβλαστηκὸς καὶ ἐρριζωμένον ὥσπερ γέγονε. Τούτου δὲ καὶ μείωσις εἰς αὔξησιν καὶ τροφὴν ἢ καὶ τὴν ὅλην φθορὰν οὐκ εἰς μεταβολήν. Ἔτι δὲ καί φασιν οἱ ἔμπειροι φανερὸν εὐθὺς εἶναι τὸ φύλλον ἀνατέλλον τῆς αἴρας λιπαρώτερον ὂν καὶ ποιωδέστερον καὶ στενότερον καὶ οὐχ ὕστερον τοιοῦτον γινόμενον.

[12] Ἐκ μὲν οὖν τούτων δόξειεν ἂν τοῖς σπέρμασιν. Οὐ μὴν οὐδὲ θάτερον ἀδύνατον οὐδ' ἄλογον ὥστε ἐν τῇ χλόῃ μεταβάλλειν ἀλλοιουμένων τῶν ῥιζῶν· τοῦτο γὰρ ἀνάγκη συμβαίνειν εἴπερ ἅπαν ἀπὸ τῆς ἀρχῆς ἑτέρας ἕτερον. Φαίνεται δὲ τοῦτο καὶ ἐφ' ἑτέρων συμβαίνειν ὥσπερ τῶν δένδρων ὅσα μεταβάλλει ταῖς θεραπείαις τοὺς καρποὺς ἐξ ὀξέων καὶ πικρῶν εἰς γλυκεῖς καὶ ποτίμους ἢ ἐκ πολυπυρήνων εἰς ἀπυρήνους.

[13] Ἡ δ' αἰτία τῆς μεταβολῆς ὁμοίως καὶ ταύτης πλήθει τροφῆς ὅταν ἐπομβρίαι γίνωνται καὶ ὥς γε δή τινές φασι μάλιστα τοῦ ἦρος ἐὰν ἥλιοι συνεπιλάμψωσιν ὡς ἐξ ἀμφοῖν γινομένης τῆς μεταστάσεως. Ἐνιαχοῦ γὰρ ἔν τισι τόποις ἑλώδεσιν ὅλως τοῦτο συμβαίνει καὶ τό τε φύλλον μεταβάλλει ὥστε πᾶσιν εἶναι φανερόν. Ἐὰν δὲ (ὕδα)τα ἐαρινὰ μὴ γίνηται πολὺ γίνεσθαι πυρῶν πλῆθος. Ὥστε τοῦτο μὲν οὐδ' ἑτέρως ἄλογον. Εἰ δὲ καὶ ἀμφοτέρως συμβαίνει τάχ' ἂν οὐδ' ἄτοπον εἴη διαφοράν τινα συναιτίαν εἶναι καὶ τῶν ἐδαφῶν καὶ τοῦ ἀέρος· ἐπεὶ καὶ σπαρέντων εὐθὺ μεγάλη βλάβη πολυϋδρίαν ἐπιγίνεσθαι. Συμβαίνει γὰρ ἀσθενεστέρας εἶναι τὰς ῥίζας, τὸ δ' ἀσθενὲς εὐπαθέστερον. Ἡ μὲν οὖν ἐξαλλαγὴ διὰ τοῦτ' ἂν εἴη.

[5]

[1]    Τὸ δὲ μόνα ταῦτα πάσχειν ἔτι δ' ἰσχυρότατα δοκοῦντ' εἶναι, καὶ γὰρ ἡ ζειὰ ἰσχυρὸν, μιᾷ τινι λύοιτ' ἂν αἰτίᾳ καὶ τῇ αὐτῇ· διὰ γὰρ τὸ ἰσχυρότατα καὶ πολυρριζότατα εἶναι πλείστην ἔχοντα τροφὴν καὶ μάλιστα πάσχοντα ὑπομένει τὰ δ' ἄλλα φθείρεται τελέως. Ἔτι δ' ἡ ὥρα καθ' ἣν ὁ σπόρος ἐπομβροτέρα καὶ πλείω χρόνον ἐν τῇ γῇ γίνεται, τὰ δὲ πρὸς τὸ ἔαρ καὶ διαγελῶντος ἤδη τοῦ ἀέρος ἐν εὐκρασίᾳ μᾶλλον καὶ εὐθὺς εἰς τὴν βλάστησιν ἡ ἀναδρομή·

[2] δι' ὃ καὶ οὐδ' ἕτερον οὐδὲν ἐκ τῆς διαφθορᾶς αὐτῶν ἄν ποτε διαφθαρῇ γίνεται. Τὸ μὲν γὰρ εἰς αἶραν ἀξιοῦν ἄτοπον· εἰς γὰρ τὸ σύνεγγυς καὶ ὁμογενές πως αἱ μεταβολαί· τὸ δὲ μηδὲ εἰς ἕτερον μηδὲν εἰς ἀσθένειαν ἀνακτέον ὡς ὅλως φθειρομένων· ἀλλὰ τοῖς ὁμοιοπύροις ἂν εἴη καὶ ὁμοιοκρίθοις μᾶλλον εἰς αἶραν. Τούτων δὲ τὰ μὲν ὅλως οὐχ ὑπομένει διὰ τὴν ἀσθένειαν ὥσπερ ἡ τίφη, τὰ δὲ εἰς τὸ σύνεγγυς μᾶλλον μεταβάλλει καθάπερ ἡ ζειὰ πρὸς τὸν βρόμον.

[3] Ὁ δὲ πυρὸς εἰς τίφην οὐ μεταβάλλει καὶ ζειὰν ἐξαμβλούμενος ὅτι πλείων ἡ τροφὴ καὶ ἰσχυροτέρα δι' ἣν συμμένει. Τοιαύτη δ' οὖσα οὐκ ἂν ἐκθηλύνειεν ἀλλ' εἰς τὸ σφοδρότερον ἀγάγοι καὶ ὅλως ἐκστήσειε τοῦ γένους. Ἐπεὶ μᾶλλον ἄν τις εὐλόγως θαυμάσειεν ὅτι οὐκ εἰς τὸν ἄγριον πυρὸν ὥσπερ καὶ ἄλλα. Τυγχάνει δὲ καὶ τούτου παραπλησία τις ἡ αἰτία· μετακινεῖ γὰρ ἁπλῶς ἡ φύσις.

[4] Ἄτοπον δὲ καὶ λόγου δεόμενον εἰ καὶ τὸ λίνον ἐξαιροῦται· μεγάλη γὰρ ἡ διάστασις· εἰ μὴ ἄρα καὶ τοῦτο τῆς τροφῆς ὄγκῳ· φιλεῖ γοῦν χώραν ἀγαθὴν ὥστ' ἐκ τῆς ὑπερβολῆς ἡ ἔκστασις. Ὁ δὲ θέρμος ἰσχυρὸς ὢν καὶ πρώϊος σπειρόμενος οὐδὲ εἰς ἓν μεταβάλλει διὰ τὴν ἄγαν ἰσχύν· ἐπικρατεῖ γάρ· δεῖ δὲ τὸ μέλλον μεταβάλλειν μὴ ἀπαθὲς εἶναι μήτ' ἄγαν εὐπαθές· τὸ μὲν γὰρ οὐ μετακινεῖται τὸ δ' ὅλως ἀσθενὲς ὂν φθείρεται καθάπερ ἐλέχθη.

[5] Σκεπτέον δὲ καὶ εἴ τι τῶν ἄλλων σπερμάτων ἢ τῶν ἀγρίων ἢ τῶν ἡμέρων δέχεται τὴν τοιαύτην ἀλλοίωσιν. Καὶ περὶ μὲν αἰρῶν ἀρκείτω τὰ εἰρημένα. Τὰς γὰρ ἐν αὐτοῖς τοῖς γένεσι τῶν πυρῶν μεταβολὰς, οἷον εἰ ἐκ τοιῶνδε τοιοίδε γίνονται, καὶ κριθαὶ καὶ τἆλλα ὡσαύτως οὐκέτι ζητοῦμεν οὐδὲ τοῦτ' ἔχει τι θαυμαστόν. Ἡ γὰρ ὥρα καὶ αἱ τροφαὶ καὶ ὁ ἀὴρ καθάπερ εἴρηται ποιοῦσι τὰς ἀλλοιώσεις ὁμοίως ζώων καὶ φυτῶν·

[6] ὃ καὶ πρὸς τὴν ἔκστασιν ὅλως τοῦ γένους χρῆναί φαμεν μετενεγκεῖν, ποιάν τινα καὶ ποσὴν ποιήσαντες τὴν τροφήν· ἐπεὶ καὶ τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν αἱ ἐν ταῖς ἱστορίαις εἰρημέναι μεταβολαὶ διὰ ταύτας γίνονται τὰς αἰτίας ὥσπερ ἐν τοῖς πρότερον ἐλέχθη· τῶν μὲν ἀτροφούντων ἐν μὴ οἰκείαις τροφαῖς καὶ θεραπείαις· ὥσπερ τὸ σισύμβριον ὅταν εἰς μίνθαν· ἀπόλλυται γὰρ τὸ δριμὺ τῆς ὀσμῆς καὶ οἷον ἀποθηλύνεται, διὰ τὴν τροφὴν δὲ καὶ ἀργίαν ἡ ἀπαγρίωσις· ἔνια δ' ὅλως καὶ ἀπόλλυσιν ὥσπερ τὴν μίνθαν καταπνιγομένων τῶν ῥιζῶν ὑφ' αὑτῶν.

[7] Ἡ δὲ λεύκη τὸ μὲν ὅλον οὐ πόρρω τῆς αἰγείρου καὶ τῇ ὅλῃ μορφῇ καὶ τοῖς φύλλοις· ἀπογηράσκουσαν δὲ ἐξομοιοῦσθαι τῷ καταξηραίνεσθαι καὶ μᾶλλον ἀτροφεῖν οὐκ ἄλογον. Ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις διὰ πλειόνων εἴρηται, καὶ ὅτι δὲ καὶ περὶ τὰ ζῶα κατὰ μὲν τὰς γενέσεις τοιοῦτόν τι συμβαίνει, τελεσθεισῶν δὲ τῶν νεοσσιῶν οὐκέτι, πλὴν εἴ τις τὰς κατὰ τὰς ὀρνίθας ἀλλοιώσεις ἅμα ταῖς ὥραις γινομένας λέγοι. Φαίνονται δὲ αὗταί γε πάθεσι μᾶλλον ὅμοιαι σωματικοῖς ἢ μεταβολαῖς.

[6]

[1]    Τῶν δὲ ἄλλων τῶν περὶ τὰ σπέρματα μάλιστα ἄπορον εἴπερ ἀληθὲς τὸ παρὰ μέρος καὶ μὴ ἅμα γεννᾷν ἔνια καθάπερ ἐπί τε τοῦ αἰγίλωπος λέγεται καὶ τοῦ λωτοῦ καὶ τοῦ βολβοῦ. Τοῦτο δ' οἱ μέν φασιν εἶναι ψεῦδος ἀλλ' ἀπὸ τῆς ῥίζης βλαστάνειν τῷ ὕστερον ἔτει ἢ ἀπὸ τοῦ σπέρματος ὑπολαμβάνουσιν· οἱ δ' ὡς ἀληθὲς διατείνονται σημεῖα φέροντες ἄλλα τε καὶ ὅτι ἀπολλύντες τὸν αἰγίλωπα διετῆ τὸν ἀργὸν ποιοῦσι ὅπως ἀμφότερα τὰ σπέρματα ἐκβλαστήσῃ καὶ ἐπινεμηθῇ τε καὶ ἐκθερισθῇ τὸ ὅλον ὁ καρπός.

[2] Ἔχει δέ τινα καὶ ἄλλως ἀπορίαν ἡ παρ' ἔτος βλάστησις καὶ εἴπερ συνεχὲς ὂν καὶ δίκρουν ὥσπερ φαίνεται καὶ ἅμα πίπτον τὸ μὲν ἀλλοιοῦται καὶ διαβλαστάνει τὸ δ' ἀπαθὲς διαμένει πάντα τὸν ἐνιαυτόν· ὅσῳ γὰρ ἀσθενέστερον τὸ ἔλαττον ὃ δή φασι διαμένειν τοσούτῳ καὶ εὐπαθέστερον ἐχρῆν εἶναι καὶ εἰς τὴν διαβλάστησιν καὶ εἰς τὴν ὅλην φθοράν. Ἀνάγκη δὲ δῆλον ὅτι καὶ ὅταν ἐκβλαστήσῃ θάτερον χωρίζεσθαι· μὴ γὰρ χωρισθὲν καὶ εἰ μὴ γίνεται συμπαθὲς, ἀλλ' ἐξαιρουμένων γε τῶν ῥιζῶν συναίροιτ' ἂν, πολλάκις δὲ τοῦτο δρῶσιν οἱ γεωργοὶ καὶ οὔ φασι φθείρειν.

[3] Τὸ δὲ διαρκεῖν ἀπαθὲς ἐν τῇ γῇ μέχρι μὲν τῆς οἰκείας ὥρας εἰς τὴν ἔκφυσιν εὔλογόν τε καὶ ἐπὶ πολλῶν γινόμενον· τὸ δ' ὅλον ἐνιαυτὸν ἐπισχεῖν ἤδη θαυμασιώτερον. Ἀλλὰ μὴν καὶ τὸ μὲν τέλεον τὸ δὲ ἀτελὲς αὐτῶν εἶναι τελεοῦσθαι δὲ παρ' ἐνιαυτὸν ἄλογον· οὔτε γὰρ ἀσθενὲς ἀλλ' ἰσχυρὸν ὁ αἰγίλωψ ὥστε ἐκτελεοῦν δύνασθαι πλείω καὶ ἔνια δὴ καὶ τῶν ἀσθενεστέρων τοῦτο δρᾷ· ἥ τε αὖ τελέωσις ἡ κατὰ φύσιν οἰκειοτάτη τάχα δὲ καὶ μόνη· τροφὴν γὰρ τότε λαμβάνει τὴν αὑτοῦ διὰ δὲ τῆς τροφῆς ἡ αὔξη καὶ τὸ τέλεον, χωρισθὲν δὲ ἤτοι φθείρεται πάμπαν ἢ ἀναυξὲς καὶ ἀνεπίδοτον ἔσται. Πολυχίτωνι δ' εἶναι καὶ τῷ βρόμῳ καὶ τῇ ζειᾷ συμβέβηκεν ὥστ' ἐχρῆν καὶ ταῦτα διαμένειν ἀπαθῆ.

[4] Τὰ μὲν οὖν ἀντιβαίνοντα σχεδὸν ταῦτ' ἐστίν. Οὐ μὴν ἀλλ' εἰ δεῖ λέγειν τὴν αἰτίαν ἐκείνην ἄν τις ἴσως μάλιστα εἴποι τὴν φάσκουσαν μὴ τελεοῦσθαι ἄμφω πρὸς τὸ φύσιμα ποιεῖν, ἀλλ' ὅμοιόν τι ξυμβαίνειν καὶ τῶν ὠοτόκων καὶ τῶν σκωληκοτόκων τισί· τὰ γὰρ ὠὰ ἀποτικτόμενα τρέφεται καὶ ἐκτελεοῦται τὰ μὲν ἐν τῷ ὕδατι καὶ τῇ θαλάττῃ τὰ δὲ ἐν τῇ γῇ καὶ τῷ ἀέρι καὶ ταῦτα δεχόμενα ζωοποιεῖ, τὰ δὲ φύσαντα καὶ ἐκτεκόντα ἐξαδυνατεῖ.

[5] Φαίνεται δὲ τοῦτό γε καὶ ἄλλως ἀληθὲς ὡς οὐκ εὐθὺς ἀλοηθέντα τὰ σπέρματα βελτίω τῶν χρονισθέντων οὐδὲ τὰ νέα τῶν ἔνων ὥσπερ εἴπομεν ἀλλὰ δεῖ τινα λαβεῖν ἐν ἑαυτοῖς οἷον πέψιν καὶ δύναμιν ἀποπνεύσαντος τοῦ ἀλλοτρίου. Τί οὖν ἴσως ἄν τις φαίη κωλύει καὶ ἐπὶ τῶν ἀπορουμένων τοιοῦτόν τι συμβαίνειν ὥστε καὶ τελέωσιν λαμβάνειν καὶ δύναμιν ἐκπεττόμενά πως τῇ θερμότητι τῇ τε ἐν ἑαυτοῖς καὶ τῇ περιεχούσῃ.

[6] Ἢ τοῦτο παράλογον ὡς μᾶλλον ἐν τῇ γῇ κατακλειομένη ἡ θερμότης ἐκπέττει τὴν τροφὴν τὴν ἐν τῷ σπέρματι καὶ τελεοῖ τῆς ἐν τῷ ἀέρι, καὶ ταῦτα πεφυκότων ἐν τούτῳ τελεοῦσθαι καὶ ἅμα λαμβανόντων τροφὴν οὐκ ὠμὴν ἀλλὰ προπεπονημένην ὑπὸ τοῦ καυλοῦ καὶ τῶν ῥιζῶν; [7] ἔτι δὲ τῶν μὲν ὠῶν μία τις ἡ πέψις καὶ τελέωσις ἁπάντων, εἶθ' ὑπὸ τῶν ἔξω· συμβαίνει γὰρ ὥσπερ τὸ μὲν κατὰ φύσιν τὸ δὲ παρὰ φύσιν· καὶ ταῦτ' ἰσχύοντος ἔτι τοῦ φυτοῦ καὶ οὐ περιλαμβανομένον τῇ ὥρᾳ πρὸς τὴν πέψιν. Πλὴν εἴ τις λέγοι ὅτι προεκπηδᾷ τὰ σπέρματα πρὶν τελειωθῆναι διὰ τὸ τὴν φύσιν ἔχειν ἀσθενῆ. Συμβαίνει μὲν δὴ τοῦτο καὶ πολὺ προτερεῖ τῶν κριθῶν ὥστε κενὸν ἑστάναι τὸν κάλαμον· τοῦτό τε οὖν εἰς τὴν οὐσίαν ἀνακτέον καὶ τὸ συνεκτρέφεσθαι δὲ καὶ τελειοῦσθαι τοῖς περιέχουσιν οὐκ ἄλογον. Ἐπεὶ τό γε διαμένειν ἀπαθὲς ἄλλως τε καὶ ἐν χιτῶσι τοσούτοις ἧττον θαυμαστόν. Πολλὰ γοῦν φαίνεται καθάπερ ἐλέχθη καὶ τῶν ἄλλων μᾶλλον δὲ πάντα διατηρούμενα πρὸς τὴν οἰκείαν ὥραν. Ἐκεῖνο γὰρ ἔτι θαυμασιώτερον ὅπερ εἴρηται περὶ τῶν τευτλίων ὅτι οὐ μόνον ἑνὶ μηνὶ καὶ δυοῖν καὶ τρισὶν ὕστερον ἀλλ' ἐνιαυτῷ διαβλαστάνει τινὰ καὶ ταῦτα βρεχομένου καὶ κηπευομένου τοῦ τόπου.

[8] Ἔστι δὲ καὶ τὸ τοῦ λωτοῦ σπέρμα τοιοῦτον ἢ τό γε περιέχον τὸν καρπὸν διὰ τὸ μὴ εὐχώριστον εἶναι μηδ' ὁμοίως ἀφαδρύνεσθαι. Τὸ δὲ τοῦ βολβοῦ καὶ τῷ μεγέθει διάφορον, σκεπτέον δὲ ὑπὲρ αὐτοῦ. Εἰ δ' οὖν οὕτως ἔνια δυσφυῆ τῶν σπερμάτων ὥστε πολλοῖς ὕστερον χρόνοις ἀνατέλλειν δῆλον ὅτι ταῦτα πέττεται καὶ τελειοῦται πρὸς τὴν βλάστησιν ἐν τῇ γῇ δι' ὃ καὶ αὕτη τις ἂν εἴη συνεργοῦσα πίστις. Ἀντιβαίνει δ' αὐτῇ τὸ καὶ πρότερον λεχθὲν ὅτι καὶ τελειοῦταί τινα κατὰ τὴν πρόσφυσιν ἃ καὶ σπειρόμενα διαβλαστάνει παραχρῆμα.

[9] Μεῖζον δ' ἔτι καὶ τῶν περὶ τὰ σπέρματα καὶ τοὺς καρποὺς ἀπορημάτων οὐχ ὑποπίπτον δὲ ὑπὸ τὴν αἰτίαν ταύτην τὸ περὶ τὸν λωτὸν συμβαῖνον· τοῦτο δέ ἐστι δένδρον παρόμοιον ἔχον τὸν καρπὸν τῷ λωτῷ· καὶ τὸ περὶ τὸν τιθύμαλλον τὸν μυρτίτην καλούμενον· τοῦτο δ' οὐ δένδρον ἀλλὰ θάμνος ἐπιγειόκαυλος· ἀμφότερα γὰρ ταῦτά φασι παρὰ μέρος φέρειν ἐξ ἑκατέρων τῶν βλαστῶν ὥστ' ἀνάγκη τὸν μερισμὸν τῶν δυνάμεων ἐν ταῖς ῥίζαις ποιεῖν. Ἀλλὰ περὶ μὲν τούτων ἐπισκεπτέον.

[7]

[1]    Τῶν δὲ σιτηρῶν σπερμάτων εἴ τινες διαφοραὶ κατὰ τὴν ἔκφυσιν ἢ τοὺς καρποὺς ἢ τὴν ἄλλην οὐσίαν δεῖ πειρᾶσθαι λέγειν. Οἷον ὅτι πυρὸς μὲν καὶ κριθὴ καὶ τὰ ὅμοια πρωϊσπορεῖται, χεδροπὰ δὲ πρὸς τὸ ἔαρ πλὴν κυάμου καὶ θέρμου. Τοῦτο γὰρ ποιοῦσιν ὅτι τὰ μὲν σιτώδη ῥιζωθῆναι δεῖ πρὸς τὸ μὴ μονόκαυλα γίνεσθαι τῆς ἀναφορᾶς εὐθὺ ἄνω γινομένης. Ῥιζοῦται δὲ κατεχόμενα καὶ πιλούμενα τοῖς χειμῶσιν ὥστε πολλὰς ἀρχὰς λαμβάνειν τῆς βλάστης.

[2] Τὰ δὲ χεδροπὰ μονόρριζά τε καὶ ἰσχυρόρριζα καὶ εὐθὺς τὴν ὁρμὴν ἄνω ποιούμενα προσφόρως ἔχει τῇ ὥρᾳ· τὸ γὰρ πολὺ τῆς φύσεως ἐν τῷ ἀέρι. Τὸν δὲ κύαμον πρωϊσποροῦσιν ὥσπερ εἴρηται διὰ τὴν ἀσθένειαν ὅπως ῥιζωθεὶς ἐν ταῖς εὐδίαις ἀντέχῃ τοῖς χειμῶσι, τὸν δ' αὖ θέρμον εὐθὺς ἀπὸ τῆς ἅλω δι' ὅτι μὴ καταβληθεὶς ἔτι θερμῆς οὔσης τῆς γῆς κακοβλαστὴς γίνεται. Τούτου δ' αἴτιον ὅτι ἀτέραμον φύσει καὶ ὥσπερ ἄπεπτον· δηλοῖ δ' ἡ πικρότης δι' ὅτι πολλῆς δεῖται θερμότητος.

[3] Ἐὰν μὲν οὖν προσλάβῃ τὴν ἐκ τῆς χώρας δύναται κατεργασθῆναι καὶ εὐβλαστεῖν, εἰ δὲ μὴ κακοβλαστεῖ καὶ παρόμοιον τὸ ξυμβαῖνον ὥσπερ εἴ τις ὀλίγῳ πυρὶ τὸ ἰσχυρότατον κρέας ὀπτᾷν ἐπιχειροίη. Διὰ τοῦτο δ' ἔοικεν οὐδὲ τὴν ἀγαθὴν χώραν φιλεῖν ἀλλὰ τὴν ὕφαμμον· εὐθερμαντοτέρα γὰρ αὕτη καὶ οἷον εὐκατεργαστοτέρα. Καὶ κρύπτεσθαι οὐκ ἐθέλει κατὰ βάθους ἀλλ' ἐπιπολῆς, ὅπως μᾶλλον ἀπολάβῃ τῆς θερμότητος τῆς ἀπὸ τοῦ ἀέρος καὶ μετέωρος ὢν ἐκβλαστάνῃ καὶ καθίῃ τὴν ῥίζαν.

[4] Καὶ τὰ μὲν τοιαῦτα σχεδὸν ὥσπερ γεωργικά· τὰ δὲ αὖ τῆς φύσεως οἷον ὅτι τῶν μὲν χεδροπῶν ἐκ τοῦ αὐτοῦ μέρους ἥ τε ῥίζα καὶ ὁ καυλὸς ἐκβλαστάνει καὶ τὸ μὲν εὐθὺς ἄνω τὸ δὲ κάτω νεύει καὶ ὁρμᾷ, πυροῦ δὲ καὶ κριθῆς καὶ ὅλως τῶν σιτωδῶν ἐξ ἑκατέρων τῶν ἄκρων, ἀπὸ μὲν τοῦ παχέος ᾗ πρὸς τῷ στάχυϊ προσπέφυκεν ἡ ῥίζα, ἀπὸ δὲ τοῦ λεπτοῦ ὅθεν ὁ ἀθὴρ ὁ καυλὸς, ὡς ὂν ἑκάτερον ἀνὰ λόγον τὸ μὲν ἀπὸ τοῦ ἄνω τὸ δὲ ἀπὸ τοῦ κάτω, καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς οὕτω.

[5] Τὴν δ' αἰτίαν εὐθὺς ἐν τῇ φύσει ληπτέον ὅτι τὰ μὲν χεδροπὰ δίθυρα ὄντα μίαν τινὰ καὶ τὴν αὐτὴν ἀρχὴν ἀμφοῖν ἔχει κατὰ τὸ ἄκρον ὃ καὶ φαίνεται προσπεφυκὸς ὥσπερ ἔξωθεν ᾗ καὶ συνάπτουσι πρὸς τὸν λόβον. Ἅτε γὰρ ἐναγγειόσπερμα ὄντα ταύτην μὲν ἐξ ἀνάγκης ἔχει, τρέφεσθαι γὰρ ἄλλως οὐκ ἦν, τὴν δ' ἐκ τοῦ ἑτέρου μέρους ἀδύνατον συνεχῆ τ' ἀλλήλοις ὄντα καὶ περιεχόμενα τῷ λοβῷ· τὸ δ' εἶναι τοιαῦτα τῆς οὐσίας.

[6] Ὥστε τούτων μὲν εἰκότως ἡ φύσις εἰς ταὐτὸ τὰς ἀρχὰς ἔθηκε, τῶν δὲ σιτωδῶν καθ' αὑτά τε πεφυκότων καὶ περιεχομένων ἔτι δ' ὥσπερ εὐθέων πως ὄντων τὴν μορφὴν ἐχώρισε τὴν ἔκφυσιν ἀπὸ μιᾶς μὲν ἀρχῆς ἀμφοτέρας ποιήσασα συνεχοῦς δέ τινος οὔσης καὶ διηκούσης ἐφ' ἑκάτερον τῶν ἄκρων ὥσπερ καὶ κατὰ τὴν βλάστησιν φανερὰ διατείνουσα κατὰ τὴν ἐντομήν. Τοῦ μὲν οὖν μὴ ὁμοίως ἔχειν ταύτην ὑποληπτέον τὴν αἰτίαν·

[7] ἐκεῖνο δ' ὁμοίως ἐν ἀμφοῖν ἐστιν ὥστε τὴν τῆς ῥίζης φύσιν ἀπὸ τοῦ αὐτοῦ κατὰ τὴν ἐν τῷ στάχυϊ καὶ τῷ λοβῷ γίνεσθαι πρόσφυσιν ἀφ' οὗ ἀμφοτέρων αἱ τροφαὶ, τοῦ μὲν καλάμου καὶ τῆς πρώτης βλάστης ἡ ῥίζα τῶν δὲ καρπῶν ἡ πρόσφυσις ἥ τε πρὸς τὸν λοβὸν καὶ πρὸς τὸν στάχυν ... πίπτοι δὲ τῶν καρυωδῶν καὶ βαλανωδῶν. Καὶ τὰ μὲν περὶ τὴν ἔκφυσιν οὕτως ἄν τις διέλοι.

[8]

[1]    Τὴν δὲ ταχυβλαστίαν τοῖς χεδροποῖς ἀποδοίη τις ἂν διὰ τὴν ὥραν ὅτι μαλακωτέρα καὶ γονιμωτέρα τῆς χειμερινῆς· ἀλλὰ μᾶλλον τούτου αἰτιάσαιτ' ἄν τις τὴν ἀσθένειαν δι' ἣν καὶ σπείρονται πρὸς τὸ ἔαρ καὶ διαβλαστάνουσι θᾶττον· τὸ γὰρ ἀσθενέστερον ὥσπερ πολλάκις ἐλέγομεν εὐπαθέστερον. Τάχα δὲ καὶ τῆς πολυκαρπίας, πολυχούστερα γὰρ δὴ τὰ χεδροπὰ, τὴν αὐτὴν ἢ παραπλησίαν, καὶ τοῦ θᾶττον δὲ ἐκτελεοῦν καὶ μὴ καρπίζεσθαι τὴν γῆν ἀλλὰ νειὸν ποιεῖν· ἅπαντα γὰρ ταῦτα ἢ τὰ τοιαῦτα συμβαίνει σχεδὸν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσθένειαν.

[2] Καὶ γὰρ ἐκθρέψαι καὶ τελειῶσαι ῥᾷον τὸ ἀσθενέστερον ὥστε καὶ πολυκαρπεῖν καὶ τὴν γῆν ἧττον καρπίζεσθαι καὶ τὴν ἔκφυσιν δὲ τὴν πρώτην ῥᾴω καὶ θάττω ποιεῖσθαι. Πλὴν εἴ τι κωλύεται διὰ τὴν ἰσχὺν τοῦ περιέχοντος ὥσπερ ὁ κύαμος· αἰτία γὰρ τούτῳ τῆς δυσφυΐας ἡ τοῦ κελύφους παχύτης· ἐὰν δὲ καὶ ἐφύσῃ σπαρέντι δυσφυέστερον ἔτι καθάπερ ἐδαφιζομένης τῆς γῆς. Ἐν δὲ τοῖς σιτηροῖς καὶ ταῦθ' ὁμολογούμενα πρός τε τὴν χρονιότητα τῆς πέψεως καὶ πρὸς τὸν καρπισμὸν τῆς γῆς οἷον ἥ τε πολυρριζία καὶ ἡ γλισχρότης τῶν καρπῶν· βραδέως γὰρ τὰ γλίσχρα καὶ καθαρὰ καὶ ἐν τοῖς δένδροις πεπαίνεται.

[3] Δι' ὃ καὶ πυροὶ κριθῶν ὀψιαίτεροι καὶ ὀλιγοχούστεροι· καὶ αἱ ῥίζαι δὲ τῶν σιτηρῶν πολλαὶ καὶ κατὰ βάθους οὖσαι καρπίζονται μᾶλλον τὸ ἔδαφος, τῶν δὲ χεδροπῶν ὅ τε καρπὸς γεωδέστερος καὶ ἡ ῥίζα μία καὶ ἐπιπολῆς καὶ ἡ σπορὰ μανή. Πάντα δὲ ταῦτα συνεργεῖ καὶ πρὸς πλῆθος καρποῦ καὶ πρὸς κουφότητα τῆς γῆς καὶ τὸ (μὴ) ὁμοίως καρπίζεσθαι πρὸς ταχύτητα πέψεως. Ἅπασα γὰρ ἡ δύναμις ἄνω φερομένη καὶ οὐκ ἀντισπώσης τῆς ῥίζης πλῆθος ἀποδίδωσι καὶ συνεργοῦντος τοῦ ἀέρος ἐκπέττει ῥᾳδίως. Ἐπεὶ ὧν τε πλείων ἡ ῥίζα καὶ κατὰ βάθους καὶ οἱ καρποὶ ξυλώδεις τάχιστα ἐκκαρπίζεται τὰ ἐδάφη καθάπερ ὁ ἐρέβινθος δι' ὃ καὶ μόνος οὐ ποιεῖ νειὸν οὐδ' ἐστὶ τῆς τυχούσης χώρας ἀλλ' ἀγαθῆς.

[4] Ἄλογον δὲ ἐπὶ τούτου φαίνεται τὸ ταχὺ τελειοῦσθαι εἴπερ ἐν τετταράκοντα ἡμέραις ἢ μικρῷ πλείοσι τέλειος. Αἰτίαν δ' ἄν τις ὑπολάβοι τὴν ἰσχὺν ᾗ δύναται τῶν τε ἄλλων κρατεῖν καὶ πρὸς τοῦτο διαρκεῖν, εἴπερ καὶ ὕδατος ἐλαχίστου δεῖται πρὸς τὸ διαβλαστεῖν μόνον εἶτα αὐτὸς αὑτὸν ἐκτρέφει, εἰ μὴ ἄρα τι καὶ ἡ ἅλμη πρὸς τὴν τελείωσιν συμβάλλεται καταξηραίνουσα καὶ ἐξικμάζουσα τὴν ὑγρότητα τὴν πλείω τῆς συμμέτρου. Φαίνεται δὲ συνεργεῖν πως τῇ γενέσει καὶ οἰκεῖον εἶναι· σημεῖον δ' ὅτι καὶ οἱ πρὸς τῇ θαλάττῃ βελτίους γίνονται καὶ ὅτι καταπλυθείσης τῆς ἅλμης ἀπόλλυται καὶ ἐκζωοῦται· δι' ἣν δ' αἰτίαν μόνον τοῦτο σκεπτέον εἰ μὴ ἄρα τῆς οὐσίας.

[5] Μόνα δ' ἀπὸ τῶν ῥιζῶν ἀποφύεται τῷ ὕστερον ἔτει πυρὸς καὶ κριθὴ καὶ αὐτοετεῖς δὲ καὶ ἀπὸ τῶν εἰς κράστιν σπαρέντων ἑτέρου καλάμου παραβλαστάνοντος· αἴτιον δ' ὅτι μόνοις ὕπεστι πλῆθος ῥιζῶν καὶ δύναμις, τὰ χεδροπὰ δὲ μονόρριζα καὶ ξυλώδη καὶ ἐπιπολῆς. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν καταπατουμένων ὑπὸ τῶν στρατοπέδων ὥστε μηδὲν εἶναι δῆλον. Ἐξ ἁπάντων δὲ οἱ στάχυες μικροὶ καὶ ἀτελεῖς ἅτε παλιμβλαστεῖς ὄντες.

[9]

[1]    Περὶ δὲ τοῦ εἶναι βαρύτερα τὰ χεδροπὰ πρὸς τὰς τροφὰς ἢ τὸν σῖτον ἡμῖν καίπερ ἐλάττω χρόνον ἐν τῇ γῇ γινόμενα, ‑ δοκεῖ δὲ καὶ πρὸς κουφότητα διαφέρειν τοῦτο, δι' ὃ καὶ τῶν πυρῶν οἱ τρίμηνοι κουφότατοι καὶ τῶν κριθῶν ὁμοίως ὡς ἐλάττονος ἐνυπάρχοντος τοῦ γεώδους διὰ τὴν βραχύτητα τοῦ χρόνου, ‑ τοῖς δὲ ἄλλοις ζώοις καὶ προσφιλῆ καὶ ἄλυπα ταῦτ' εἶναι ἃ χαλεπώτατα ἡμῖν καὶ πάλιν ἃ ἡμῖν εὐκατέργαστα ταῦτ' ἐκείνοις χαλεπώτατα καίπερ ἰσχυροτέροις οὖσι. Πολλὰ γοῦν ἀπόλλυται χορτασθέντα πυρῶν· καίτοι τὸ γεῶδες ἐλάχιστον ἔχουσι.

[2] Πρὸς δὴ ταύτας τὰς ἀπορίας καὶ εἴ τις ἄλλη παραπλησία ταύταις καθόλου μὲν καὶ κοινὴν τήνδε λαβεῖν χρὴ τὴν ἀρχὴν ὡς οὐ πᾶσι ταὐτὰ πρόσφορα κατὰ τὰς τροφὰς ἀλλ' ἑκάστοις κατὰ τὰς ἰδίας φύσεις. Ὅπερ ἐν πολλοῖς μὲν φανερὸν ἐκ πλείστης δ' ἀποφάνσεως ὡς εἰπεῖν τῶν γε γνωρίμων τὸ περὶ τὰς ἐλάφους αἳ τοὺς ἔχεις ἐσθίουσιν ὑφ' ὧν τὰ ἄλλα θνήσκουσι πολὺ μείζω καὶ ἰσχυρότερα τὴν φύσιν ὄντα· καὶ ἐπ' ἄλλων δὲ τό γε τοιοῦτόν ἐστι ὥστ' ἀναιρεῖσθαι ταῖς πληγαῖς ὑφ' ὧν οὐδὲν ἄνθρωποι πάσχουσι καθάπερ οἱ ὄφεις ὑπὸ τῶν σκορπίων.

[3] Ὑποκειμένου δ' οὖν τούτου καὶ τῶν ἄλλων γεωδεστέρᾳ τροφῇ χρωμένων οὐκ ἄλογον ἐκείνην μᾶλλον αὐτοῖς ἁρμόττειν, ταύτην δ' ἀλλοτριωτέραν εἶναι καὶ ἀπρόσφορον καὶ διὰ τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν πλείω προσενεγκαμένων ῥήγνυσθαι. Τοῦτο μὲν οὖν καθόλου καὶ κοινόν. Ἴδιον δ' ὅτι καὶ συμβαίνει τὰς κοιλίας ἐκπνευματοῦσθαι ἢ πᾶσιν ἢ τοῖς ἔχουσιν ἐχῖνον· φυσῶδες γὰρ καὶ οὐκ εὐκατέργαστον ὁ πυρὸς ὠμὸς ὢν ἔτι δ' ἧττον τὸ ἄχυρον· μέγα δὲ καὶ τὸ ἀσύνηθες εἶναι· τὰ γὰρ ξένα κἂν ᾖ κοῦφα διαταράττει πλῆθος λαμβάνοντα.

[4] Διὰ δὴ ταύτας τὰς αἰτίας ὡς ἁπλῶς εἰπεῖν οὐκ ἀλόγως μὲν ἔχει δοκεῖ δὲ τῇ παραλλαγῇ· ὡς δὲ [ἁπλῶς] εἰπεῖν τύπῳ πρὸς βαρύτητα καὶ κουφότητα τροφῆς καὶ ἡμῖν καὶ τοῖς ἄλλοις τῆς κατὰ φύσιν ἑκάστοις οἰκείας αἱ χῶραι καὶ ὁ ἀὴρ ποιεῖ τὰς διαφοράς· τὰ μὲν γὰρ ἐκ τῶν εὐείλων καὶ εὔπνων καὶ λεπτογείων κουφότατα· τὰ δ' ἐκ τῶν ψυχρῶν καὶ ἐπόμβρων βαρύτερα διὰ τὸ πλείω τροφὴν καὶ ἰσχυροτέραν ἔχειν.

[5] Καὶ διὰ τοῦτο τοῦ μὲν ἄλλου πυροῦ δοκεῖ τοῦ Ἀθήναζε καταπλέοντος ὁ σικελικὸς ἰσχυρότατος εἶναι, τούτου δ' ἔτι βαρύτερος μᾶλλον ὁ βοιώτιος ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται· καὶ γὰρ ἡ χώρα πίειρα καὶ ὁ ἀὴρ ψυχρός. Καὶ τὰ ἄλλα γένη τῶν καρπῶν παραπλησίως ἔχει τῇ βαρύτητι. Ἐν δὲ ταῖς Πιεσάγγαις ὁ διαρρηγνύων ὃν εἴπαμεν ὑπερβάλλων δῆλον ὅτι τῇ βαρύτητι. Ὁ δὲ ποντικὸς κουφότατος καὶ σκληρότατος καίπερ ψυχροῦ τοῦ ἀέρος ὄντος ὅτι καὶ τὰ σπέρματα καὶ τὰ ἐδάφη κουφότερα καὶ ἡ χιὼν συνεκπέττει μᾶλλον.

[6] Ὅτι δὲ καὶ τὰ σπέρματα ῥοπὴν οὐ μικρὰν ἔχει φανερὸν ἐκ τῶν τριμήνων καὶ εἴ τινες ἐν ἐλάττονι χρόνῳ τελειοῦνται τούτου· οὐ πολὺ γὰρ τοῦ γεώδους ἕλκοντες ἀλλὰ κουφοτέρᾳ τῇ τροφῇ χρώμενοι κουφοτέραν ποιοῦσι καὶ τὴν προσφοράν. Ἔοικε δὲ καὶ ἡ ὥρα τι συμβάλλεσθαι πρὸς τὸ μὴ χρονίζειν. Οἷον γὰρ εἰς ὀργῶσαν πίπτει τὴν γῆν καὶ παραπλήσιον τὸ συμβαῖνον ὥσπερ τὰ ἐπὶ τὸ ζέον ἐμβαλλόμενα τῶν ἑψομένων· οὐδεμίαν γὰρ οὐδὲ κἀκεῖνα λαμβάνει μόλυνσιν. Εἰ δέ τινες τῶν ὀλιγοχρονίων τούτων βαρεῖς ὥσπερ φασὶ τοὺς περὶ Λῆμνον ἐνταῦθα τοῦ σπέρματος τὴν φύσιν αὐτοῦ κατάλοιπον αἰτιᾶσθαι. Καὶ περὶ μὲν τούτων ἀρκεῖ τὰ εἰρημένα.

[10]

[1]    Τὴν δὲ ἄνθησιν πολυχρονιωτέραν ποιοῦνται τὰ χεδροπὰ τῶν σιτωδῶν ὅτι τῶν μὲν ἀσθενὲς τὸ ἄνθος· εἴρηται δὲ ὅτι τὰ ἀσθενέστερα πανταχοῦ θᾶττον τελεοῦται. Δι' ὃ καὶ βρέχεσθαι τὰ μὲν οὐ δύναται τὰ δὲ καὶ ζητεῖ καὶ ὀνίναται· τάχα δὲ τοῦτό γε κατὰ συμβεβηκὸς ὅτι τὸ ὅλον φυτὸν εὐτραφεῖ βρεχόμενον, ὁ δὲ καρπὸς δεῖται βοηθείας πρὸς τὴν τελέωσιν, μάλιστα δ' ὁ κύαμος ὅτι μανότατον καὶ πολυανθέστατον καὶ πολυκαρπότατον. Ὁ δὲ ἐρέβινθος ἀπόλλυται διὰ τὴν εἰρημένην αἰτίαν.

[2] Ἀλλὰ περὶ μὲν τοῦ σίτου τῆς διαφθορᾶς λεκτέον. Αἰτιάσαιτο δ' ἄν τις μάλιστα τὴν ἀσθένειαν· οὐχ ὑποφέρει γὰρ ἀλλὰ φθείρεται καὶ ἀποπίπτει καθάπερ καὶ τῶν δένδρων ἐνίων ὁτὲ μὲν οἷον ἐρυσιβούμενα ὁτὲ δὲ ἐξυγραινόμενα λίαν. Εὐλόγως δὲ καὶ ἡ ἄνθησις οὐχ ἅμα πᾶσι τοῖς μέρεσι· κεχώρισται γὰρ ἐκτὸς τῶν λοβῶν καὶ διὰ τὴν εὐτροφίαν· τὰ μὲν γὰρ ἤδη κύει καὶ ἀνθεῖ τὰ δ' ἄνω προσαύξεται· δι' ὃ καὶ τὰ μὲν αὖα καὶ τέλεια καίπερ ἐγγυτάτω τῆς τροφῆς ὄντα τὰ δ' ἐπὶ τῶν ἄκρων χλωρά·

[3] τοῦτο δ' οὐκ ἴδιον ἀλλὰ καὶ ἑτέρων καὶ πλειόνων κοινόν· πολλὰ γὰρ ἀνθεῖ καὶ γονεύει κατὰ μέρος καὶ ἅμα τὴν βλάστην ἀφίησιν εἰς τὸ ἄνω, δι' ὃ καὶ τὰ μὲν τέλεα τὰ δ' ἀτελῆ τὰ δὲ μέλλοντα. Καὶ οὐκ ἐμποδίζεται τὰ κάτω διὰ τὴν ἐπιρροὴν καὶ τὴν ἀναφορὰν τὴν εἰς τὸ ἄνω. Καθάπερ γὰρ ὑποκείμενόν τι πᾶσιν ὁ καυλὸς ἐξ οὗ τὴν τροφὴν ἔχουσιν ὥσπερ ὀχετοῦ τινος. Ἡ μὲν οὖν ἄνθησις εὐλόγως χρόνιός τε καὶ ἀβλαβὴς αὐτοῖς ὑπὸ τῶν ὑδάτων· ἐν δὲ τοῖς ἄλλοις ὅταν ἀπανθήσῃ σχεδὸν ἐπισινέστερα τοῦ σίτου διὰ τὴν ἀσθένειαν καὶ μάλισθ' ὁ κύαμος, ἀσθενέστερον γάρ. Καὶ περὶ μὲν τῶν πρὸς ἄλληλα διαφορῶν τοσαῦτα εἰρήσθω.

[11]

[1]    Περὶ δὲ τῶν ὁμογενῶν τάχα ἄν τις ἀπορήσειε τίποτ' οὐκ ἐν ἴσοις χρόνοις ἅπαντα τελειοῦται ἀλλ' οἱ μὲν τρίμηνοι τῶν πυρῶν οἱ δὲ δίμηνοι καὶ τῶν κριθῶν ὡσαύτως. Εἰ δὲ καὶ ἐν ἐλάττονί τινες χρόνῳ πλείων ἡ διαφορὰ πρὸς τοὺς χειμοσπόρους. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μάλιστα δὲ ἐπὶ τῶν εἰρημένων τάχα δὲ καὶ μόνων αἱ διαφοραί. Καὶ τοῦτ' εὐλόγως· τὰ μὲν γὰρ ὄσπρια σπαρέντα χειμῶνος οὐκ ἂν ὑπομείνειε διὰ τὴν ἀσθένειαν πλὴν εἴ τινων ὀλίγων. Ὄροβον γὰρ σπείρουσι καὶ πρώϊον ὥστε μὴ ὥρα καταλείπεται· ἡ κριθὴ δὲ καὶ ὁ πυρὸς ἀμφοτέρως καὶ ὅσα μήτρην ἁπλῆν ἐλάττους καὶ ἀσθενεστέρους φέρει τοὺς στάχυς. Τοῦτο μὲν οὖν ὡς καθόλου τῷ γένει πρὸς τὸ γένος.

[2] Τὸ δὲ μὴ ἰσοχρονίους εἶναι κοινὸν καὶ ἐπὶ τῶν δένδρων· ἔστι γὰρ ἐν ἑκάστοις τὰ μὲν πρώϊα τὰ δ' ὄψια καθάπερ ἄμπελος, συκῆ, μηλέα, ἄπιος. Αἴτιον δ' ἐν ἀμφοῖν ὅτι τῆς ἰδίας φύσεως ἡ διαφορὰ τὸ δ' ὄνομα κοινὸν, ὥσπερ καὶ ἐν τοῖς ζώοις ἐπὶ τῶν κυνῶν, οὐδὲ γὰρ ἐκεῖνο τὸ γένος ἕν. Ἡ δ' αἰτία παραπλησία καὶ διὰ τί τὰ μὲν πρώϊα τὰ δ' ὄψια. Εἴτε γὰρ θερμότης εἴτε ψυχρότης εἴθ' ὅτι ποτὲ καὶ ἐνταῦθ' ὁμοίως τὸ αἴτιον.

[3] Καὶ καθόλον μὲν οὕτω. Τοῖς δὲ σπέρμασι καὶ ἐμφανέστερον ἐκ τῶν συμβαινόντων τὸ αἴτιον. Ὁ μὲν γὰρ χειμοσπορούμενος πυρὸς πολύρριζος ὢν καὶ ἐνταῦθα πρῶτον ἀποδοὺς τὴν δύναμιν ἀποδίδωσι πλῆθος καλάμου, καὶ γὰρ πολυκάλαμος. Ὁ δὲ τρίμηνος καὶ δίμηνος ὀλιγόρριζος καὶ ὀλιγοκάλαμος δι' ὅτι τήν τε ἀναφορὰν εὐθὺς ἄνω ποιεῖται καὶ τὴν τελείωσιν ταχεῖαν, ῥᾷον γὰρ τὸ ἔλαττον ἀποτελεῖσθαι· δι' ὃ καὶ ὁ μὲν πολύχους, ὁ δ' ὀλιγόχους καὶ κοῦφος. Ὁ δὲ βαρὺς ὥσπερ ἐλέχθη πλείω τὴν τροφὴν ἕλκων καὶ θολερωτέραν ἡ δ' ἀναδρομὴ ταχεῖα κατὰ λόγον ἅτε καὶ μὴ χρονίζοντος ἐν ταῖς ῥίζαις δι' ὀλιγότητα.

[4] Μέγα δὲ καὶ ἡ ὥρα συνεργεῖ· καὶ γὰρ ὁ πολύρριζος σπαρεὶς ἐν ταύτῃ θᾶττον ἀναβλαστάνει καὶ ὀλιγοκαλαμώτερος καὶ ὁ στάχυς μικρὸς καὶ ὀλιγόπυρος. Ὁ δὲ τρίμηνος πρωϊσπορηθεὶς οὐκ ἂν ὑπομείνειε διὰ τὴν ἀσθένειαν. Ἄτοπον δὲ καὶ ὑπεναντίον τὸ συμβαῖνον εἰ βαρεῖς οἱ ὀλιγοχρόνιοι καθάπερ οἱ περὶ Αἶνόν φασι τοὺς ἰσημερίνους. Λοιπὸν γὰρ αἰτιᾶσθαι τὴν ἰδίαν φύσιν ἣν ὁρῶμεν ἐν πλείοσι μεγάλας ἔχουσαν διαφορὰς καὶ κατὰ τὴν ἔκφυσιν καὶ τελείωσιν καὶ κατὰ τὰς ἰδίας μορφὰς οἷον μεγέθους καὶ μικρότητος καὶ σχήματος· καὶ τὸ πολυάχυρον εἶναι καὶ μὴ κατωφελῆ τὸ πρὸς ἡμᾶς κατὰ τροφὴν καὶ σίτησιν.

[5] Τάχα δὲ καὶ τὰ γένη ποιοῦσιν αἱ χῶραι ἤτοι πάντα ἢ ἔνια· συνεξομοιοῦσι γάρ πως ἑαυταῖς ἢ διαφορὰν γενῶν ἐμποιοῦσιν καὶ πρὸς τὸ χρήσιμον, ὥσπερ τῷ θρᾳκίῳ πυρῷ τὸ πολύλοπον εἶναι καὶ ὀψιβλαστῆ· διὰ τοὺς γὰρ χειμῶνας ἄμφω συμβαίνει. Καὶ διὰ ταῦτα καὶ ἐν ταῖς ἄλλαις πρωϊσπορούμενος ὁ θρᾴκιος ὀψὲ διαβλαστάνει καὶ ἐξαύξεται καὶ πάλιν ὁ παρὰ τῶν ἄλλων ἐκεῖ σπειρόμενος ὀψὲ βλαστάνει· γέγονε γὰρ οἷον φύσις ἤδη τὸ ἔθος.

[6] Οἷον ἐν τοῖς Ἐπισυνάγγαις καλουμέναις τῆς Ἀσίας οἱ διαρρηγνύναι λεγόμενοι καὶ οἱ τὰ μεγέθη τοῖς πυρῆσιν ἴσοι χώρας ἰδιότητι καὶ φύσει τὰς δυνάμεις ἔχουσι ταύτας καὶ οὐκ ἂν τηροῖεν μετενεχθέντες. Ὃ γὰρ ἐπὶ τῶν ἀμπέλων λέγουσιν ὡς ὅσα χώρας εἴδη τοσαῦτα καὶ ἀμπέλων τοῦτ' ἀληθὲς καθόλου. Καὶ οὐχ ἧττον ἐφ' ἑτέρων ἐὰν ἅμα τῇ χώρᾳ καὶ τὸν ἀέρα τις προσθῇ. Διὰ τοῦτο γὰρ αἵ τε ἀνωμαλίαι τῶν καρπῶν ἀπὸ τῶν αὐτῶν φυτευομένων αἵ θ' ὅλως ἀκαρπίαι μὴ φερούσης τῆς χώρας.

[7] Ἐκ δυοῖν γὰρ ἢ καὶ πλειόνων ὅταν γένηταί τι δύναμιν ἐχόντων ἀνάγκη κατὰ τὰς τούτων διαφορὰς καὶ τὸ ὅλον διαφέρειν, ὃ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· καὶ γὰρ καὶ τῷ ἄρρενι καὶ τῷ θήλει καὶ τῇ χώρᾳ καὶ τῷ ἀέρι καὶ ἁπλῶς ταῖς τροφαῖς λαμβάνουσι διαφορὰς ὅθεν καὶ γενῶν ἰδιότητες γίγνονται καὶ πολλάκις τὸ παρὰ φύσιν ἐγένετο κατὰ φύσιν ὅταν χρονισθῇ καὶ λάβῃ πλῆθος. Ἀλλὰ γὰρ τοῦτο καθόλου μὲν καὶ κοινόν.

[8] Αἱ δὲ τῶν σπερμάτων διαφοραὶ γίνονται διὰ τὰς εἰρημένας αἰτίας· ἐπεὶ καὶ τοῦ θᾶττον τελειοῦσθαι παρά τισιν, ὥσπερ ἐν Αἰγύπτῳ φασὶ μηνὶ πρότερον ἢ ἐν τῇ Ἑλλάδι, τὸν ἀέρα τις ἂν αἰτιάσαιτο μαλακὸν ὄντα καὶ εὐτραφῆ· τὸ δ' ὅλον ἐν δυοῖν τούτοιν θετέον τὰς αἰτίας ὥσπερ εἴρηται ἀέρι καὶ ἐδάφει. Τὸ γὰρ αὖ περὶ Μῆλον συμβαῖνον τῆς τελεώσεως ὥστε τὸν ὕστατον σπείροντα θερίζειν ἅμα τοῖς πρώτοις ἐπὶ τὴν χώραν ἀνοιστέον ὡς εὔτροφον, ὁ γὰρ ἀὴρ παραπλήσιος.

[9] Τὸ γὰρ μὴ ἰσοχρονεῖν τὰ σπέρματα καθάπερ καὶ τὰ ζῶα παρὰ πᾶσιν ὁποιασοῦν οὔσης τῆς χώρας οὐδὲν ἄτοπον. Ἐκεῖνα μὲν γὰρ ἐν ἑαυτοῖς ἔχει τὰς ἀρχὰς τὰς κυριωτάτας τὸ δὲ σπέρμα καὶ ὅλως τὸ φυτὸν ἐν τῷ ἀέρι μᾶλλον. Εἰ δὲ μὴ τήν γε πρὸς βλάστησιν καὶ ὅλως γένεσιν καὶ διαφθοράν. Διόπερ οἷον ἂν ᾖ τὸ ἔτος ἀκολουθεῖ καὶ τὰ τῶν καρπῶν ἔν τε τοῖς ἄλλοις καὶ ἐν τῇ πρωϊότητι καὶ ὀψιότητι.

[10] Σύμφωνον δὲ τρόπον τινὰ καὶ οὐ πόρρω τούτων καὶ τὸ μὴ κινεῖσθαι πρότερον μήτε σπέρμα μηδὲν μήτε φυτὸν ἀλλὰ κατὰ τὴν οἰκείαν ὥραν. Ὃ καὶ θαυμάζεται περὶ τῶν σπερμάτων ὅτι διαμένει πρὸς τὸ θέρος ἔνια καὶ οὐ διαφθείρεται πολλῶν ὑδάτων καὶ εὐδιῶν γενομένων. Ἐπεὶ τό γε μὴ διαβλαστάνειν ἧττον ἄλογον μὴ ἔχοντα τὴν οἰκείαν κρᾶσιν. Αἴτιον δὲ τούτου πως ὑποληπτέον, ἐς ἀσφαλὲς τῆς φύσεως πρὸς ἄμφω τιθεμένης ἐν τῇ τῶν περιεχόντων ἰσχύϊ· φαίνεται γὰρ τὰ μὲν ξυλώδη καθάπερ τὰ ἀνθικὰ τὰ δὲ πολυχίτωνα τὰ δ' ἄλλας τοιαύτας ἔχοντα φυλακάς. Καὶ ταῦτα μὲν δὴ κοινά πως τῆς φύσεως.

[12]

[1]    Ὑπὲρ δὲ τῶν σπερμάτων πῶς ποτε τὰ τεράμονα ἢ ἀτεράμονα γίνεται πότερα διὰ τὴν χώραν ἢ διὰ τὸν ἀέρα καὶ τὰς ἰδίας διαθέσεις ἢ δι' ἄλλο τι πάθος καὶ πάντα ἢ ἔνια. Δοκεῖ γὰρ δὴ καὶ μάλιστα ἐπὶ τῶν κυάμων καὶ φακῶν συμβαίνειν, πολλάκις δὲ καὶ τὸ χωρίον ὁτὲ μὲν τεράμονα φέρειν ὁτὲ δὲ ἀτεράμονα τῆς αὐτῆς ἐργασίας τυγχάνον· καὶ τῶν συνεχῶν αὔλακος μόνον διειργούσης τὸ μὲν ἀτεράμονα τὸ δὲ τεράμονα· καὶ τῶν σπερμάτων ὁτὲ μὲν ἐκ τῶν ἀτεραμόνων τεράμονα γίνεσθαι ὁτὲ δ' ἐκ τῶν τεραμόνων ἀτεράμονα. Κατὰ δὲ τὴν ἔκφυσιν καὶ βλάστησιν καὶ τὴν ἁδρότητα καὶ εὐκαρπίαν οὐδὲν διαφέρει τὸ ἀτέραμον ὡσάν τι νενοσηκὸς ἢ πεπονηκός.

[2] Ὑπὲρ δὴ τούτων ἢ εἰ ἄλλο τι συνάπτει πρὸς τὴν ἀπορίαν ταύτην πρῶτον ἐκεῖνο λεκτέον ὅτι τὸ τεράμον καὶ ἀτεράμον πρὸς τὴν πύρωσιν λέγεται καὶ διάχυσιν καὶ ὡς ἁπλῶς εἰπεῖν πρὸς τὴν τροφὴν τὴν ἡμετέραν. Τὸ μὲν γὰρ εὐδιάχυτον καὶ τῇ ἑψήσει ταχὺ ἀλλοιούμενον τεράμον τὸ δ' ἀδιάχυτον ἢ ἀναλλοίωτον ἢ βραδέως ἀλλοιούμενον ἀτεράμον. Τοιοῦτον δ' ἑκάτερον εἰ τὸ μὲν μανὸν εἴη καὶ μαλακὸν τὸ δὲ πυκνὸν καὶ σκληρόν· οὕτω (γὰρ) ἂν τὸ μὲν δέχοιτο τὴν θερμότητα καὶ ὑγρότητα δι' ὧν ἡ διάχυσις τὸ δ' οὐ δέχοιτο ἀλλ' ἀποστέγοι τῇ πυκνότητι καὶ σκληρότητι.

[3] Διῃρημένου δ' οὕτω τοῦ τεράμονος καὶ ἀτεράμονος σκεπτέον παρὰ τίνας καὶ ποίας τινὰς αἰτίας ταῦτα συμβαίνει. Τὸ μὲν οὖν ἁπλοῦν ἐκεῖνο καὶ (νῦν) ἀληθὲς ὃ καὶ ἐπὶ τῶν πρότερον εἴρηται δι' ὅτι παρὰ τὴν τροφὴν τὰ τοιαῦτα γίνεται πάντα τῷ ποιάν τε καὶ ποσὴν εἶναι. Μεθίστησι γὰρ αὕτη· συμβαίνει γὰρ τὰ μὲν ἐν τοῖς ἀλεεινοῖς καὶ διακόπροις καὶ λεπτογείοις καὶ ἡλιοβόλοις κούφην τε τὴν τροφὴν καὶ εὐκατέργαστον ἔχειν ὥστε καὶ τὰ ξυνιστάμενα μανὰ καὶ μαλακὰ γίνεσθαι. Διὰ τοῦτο γὰρ καὶ τὰ λήμνια τεράμονα δι' ὅτι τοιαῦτα τὰ ἐδάφη. Τὸ γὰρ ὅλον τὴν γῆν τεράμονά τινες καλοῦσι τὴν τοιαύτην, ἐν δὲ τῇ τεράμονί φασι γίνεσθαι (τεράμονα). Τεράμονα δὲ καὶ τὰ ἐν Αἰγύπτῳ διά τε τὸ ἔδαφος καὶ διὰ τὸν ἀέρα· τὸ γὰρ θερμὸν οἰκεῖον τῇ τεραμότητι καὶ ὅλως τῇ πέψει· δι' ὃ καὶ τὰ κοπριζόμενα προτερεῖν φασι τῶν ἀκοπρίστων σχεδὸν εἴκοσιν ἡμέραις.

[4] Τὰ μὲν οὖν ἐν τῇ ἀλεεινῇ καὶ κούφῃ διὰ ταύτας τὰς αἰτίας τεράμονα τὰ δ' ἐν τῇ ψυχρᾷ καὶ πιείρᾳ καὶ γλίσχρᾳ καὶ ὥσπερ κεραμίᾳ καὶ ἔτι δὲ τῇ λειμωνίᾳ καὶ ἐφύδρῳ καὶ ἑλώδει πάντ' ἀτεράμονα διά τε τὸ πλῆθος καὶ τὴν ἰσχὺν τῆς τροφῆς πυκνά τε καὶ βαρέα καὶ σκληρὰ τοῦ γεώδους τε πολλοῦ καὶ τοῦ ψυχροῦ καταμιγνυμένων· ἡ γὰρ δὴ πῆξις καὶ ἡ πύκνωσις ἐκ τούτων ἐξ ὧνπερ καὶ ἡ σκληρότης. Ἐν δὲ τοῖς ἑλώδεσι καὶ ἐφύδροις ἀχρεῖα τὸ ὅλον· οὐ γὰρ ἐνδιδοῖ βρεχόμενα δι' ὃ καὶ καταχρῶνται πρὸς τὰς ὗς. Αἱ μὲν οὖν ἐκ τῶν ἐδαφῶν αἰτίαι σχεδὸν αὗται.

[5] Ἐπεὶ δὲ καὶ τὰ ὕδατα τὰ οὐράνια καὶ ὁ ἀὴρ συνεργεῖ ταῖς τροφαῖς διὰ τοῦτο ταῖς γε ἐπομβρίαις ἀτεράμονα μᾶλλον γίνεται πλέονος οὔσης καὶ ἀπεπτοτέρας τῆς τροφῆς. Σχεδὸν γὰρ τοῦτο συμβαίνει καὶ εἰ ἐκ τῆς τοιαύτης γῆς καὶ εἰ τοιαύτη τοῦ ἀέρος ἡ ψυχρότης ὥστε ἔνυδρός τις εἶναι καὶ μὴ πνευματική· πῆξιν γὰρ οὕτω ποιήσει καὶ πύκνωσιν. Διῃρημένων δ' εἰς ταῦτα τῶν αἰτίων οὐδὲν κωλύει καὶ τὸ αὐτὸ χωρίον ὁτὲ μὲν τεράμονα φέρειν ὁτὲ δὲ ἀτεράμονα μὴ ὁμοίων ἀλλ' ἐναντίων γινομένων τῶν ἐκ διὸς καὶ τῶν διειργομένων αὔλακι τὰ μὲν τεράμονα τὰ δὲ ἀτεράμονα γίνεσθαι εἴπερ τοῦ μὲν τοιόνδε τοῦ δὲ τοιόνδε τὸ ἔδαφος.

[6] Ὥσπερ γὰρ ἐν τοῖς μετάλλοις ῥάβδους οὕτως κἀν τοῖς ἐργασίμοις ὑπολαβεῖν χρὴ διατετάσθαι τὴν μὲν τοιάνδε τὴν δὲ τοιάνδε παρ' ἀλλήλας ὥστε τῶν αὐτῶν ἐκ τοῦ ἀέρος γινομένων ταῖς ἰδίαις δυνάμεσι ποιεῖν τὰς διαφορὰς, ὁτὲ δὲ καὶ τοῦ αὐτοῦ χωρίου μικρόν τι μέρος εἶναι τοιοῦτον· ὡσαύτως δὲ καὶ εἴ τις ἀέρος ἢ πνεύματος προσπέσοι τοιαύτη ψυχρότης ὥστε ποιῆσαι πῆξιν ἢ καθ' ὅλον ἢ κατὰ μόριον. Ὃ καὶ κατὰ τὴν φθορὰν συμβαίνει τῷ τὰ μὲν παραλλάττειν τὰ δ' ἐπιβαίνειν. Καὶ εἴ τις ἐν αὐτοῖς τοῖς σπέρμασιν ἀνομοία διάθεσις ὑπάρχει· τὰ γὰρ ἀσθενέστερα δῆλον ὡς εὐπαθέστερα, τὸ δ' ἀσθενὲς κἂν φύσει γίνοιτο τῷ λαμβάνειν τινὰ μεταβολὴν ἐν ἑαυτῷ.

[7] Δι' ὃ καὶ τῶν ἐπὶ τοῦ αὐτοῦ καυλοῦ κυάμων οὐδὲν κωλύει τῶν μὲν ἀτεράμονα τὸν λοβὸν εἶναι καὶ ἐν τῷ αὐτῷ λοβῷ καθάπερ τινές φασι εἴπερ λέγουσιν ἀληθῆ· τὸν μὲν γὰρ ἀσθενέστερον εἶναι τὸν δὲ ἰσχυρότερον ἐνδέχεται. Τῆς δ' ἀσθενείας τοῦ κυάμου κἀκεῖνο σημεῖον ἄν τις λάβοι· μόνος γὰρ δοκεῖ μεταβάλλειν τὴν χρόαν ἐκ λευκοῦ μέλας.

[8] Ὅτι δὲ πῆξίς τις καὶ πύκνωσίς ἐστιν ὑπὸ τοῦ ψυχροῦ δι' ἣν ἀτεράμονα γίνεται μαρτυρεῖ καὶ τὸ περὶ Φιλίππους συμβαῖνον περὶ τοὺς κυάμους· ἐκεῖ γὰρ σφόδρα ψυχροὶ ἄνεμοί τινες γίνονται· ἐὰν οὖν ἐν τοῖς ἀχύροις μὴ ἠλοημένοι ἐν τῇ ἅλῳ κατατεθῶσιν οὐ μεταβάλλουσιν ἀλλὰ τεράμονες· ὁτὲ μὲν γὰρ ὑπὸ τῶν ἀχύρων ὁτὲ δ' ὑπὸ τῆς πρὸς ἀλλήλους συναφῆς σκεπάζονται καὶ ἅμα τῇ τῆς γῆς θερμότητι· ὅταν δὲ μετέωροι ληφθῶσι τό τε πνεῦμα μᾶλλον ἰσχύει καὶ οὐδαμόθεν ἐχόντων σκέπην εἰσδύεται καὶ πήγνυσιν· ἅμα δὲ καὶ ἀσθενέστατοι τότε γίγνονται γυμνούμενοι πρῶτον τῶν ἀχύρων καὶ τῆς θερμότητος τῆς περιεχούσης. Αἱ δὲ μεγάλαι μεταβολαὶ μάλιστα κινοῦσιν.

[9] Ἐπιγενομένου δὲ χρόνου καὶ ὥσπερ ἤδη συνεστηκότων ἐὰν διϊκμῶνται πάλιν μηδὲν πάσχειν ὑπὸ τοῦ πνεύματος· ἰσχυρότερόν τε γὰρ ἤδη καὶ τὸ κέλυφος τὸ περιέχον. Τὸ δὲ πλείω χρόνον ἐᾷν ἠλοημένους ὑπαιθρίους ποιεῖν ἀτεράμονα ὥσπερ τινές φασιν οὐκ ἄλογον· ἀποψύχονται γὰρ δῆλον ὅτι μᾶλλον τοῦ συμμέτρου καὶ ἅμα κατασκληρύνονται. Ἀκόλουθον δέ πως τούτῳ καὶ ὅτι τὸ μετὰ τὴν σπορὰν εὐθὺς ἐπιγινόμενον ὕδωρ ἀτεράμονας ποιεῖ· ἀσθενῆ γὰρ αὐτὸν λαβὸν ἐν τῷ διαβλαστάνειν ὄντα κατέψυξεν ὃ πρὸς μὲν τὴν φύσιν οὐκ ἔβλαπτε πρὸς δὲ τὴν ἕψησιν.

[10] Ἐν ἑτέροις δὲ καὶ δι' ἄλλα τῆς δυνάμεως οὔσης οὐκ ἄλογον τὸ μὲν ὑπάρχειν τὸ δὲ μή. Τό τε γὰρ ἀβλαστὲς καὶ ἄγονον ἢ καὶ δυσαυξὲς ὅταν κακωθῇ πρὸς τὴν γέννησιν οὐκ ἄλογον. Οὐδ' ἐξ ἀτεραμόνων τεράμονα γίνεσθαι σπαρέντα πάλιν· ὑπὸ γὰρ τῶν αὐτῶν ἐναντίως διατιθεμένων ὥσπερ εἴπομεν οὐκ ἄλογος ἡ τεραμότης. Ὥστ' εἰ ὁ ἀὴρ καὶ τὰ ὕδατα καὶ τὰ ἐδάφη τοιαῦτα τί κωλύει καὶ τὰ σπέρματα μεταβάλλειν;

[11] Εἰ δὲ συμβαίνει τὰ μὲν τεράμονα μᾶλλον ἐνδεδωκέναι τὰ δὲ ἀτεράμονα περιτετάσθαι τῷ κελύφει καθάπερ τινές φασι καὶ καταχασμωμένων τὰ μὲν μεταβάλλειν τὴν χρόαν τὰ δὲ μὴ καὶ τὰ ἐγχυλότερα θεριζόμενα τεραμονέστερα γίνεσθαι, καὶ γὰρ τοῦτο λέγουσιν, οὐθὲν ἄτοπον· ἥ τε γὰρ περίτασις σκληρότητος καὶ πήξεως καὶ ἁδρύνσεως οὐθὲν δὲ τούτων ἀλλότριον τοῖς ἀτεράμοσιν. Τό τε μὴ ἀλλοιοῦσθαι καταπνεόμενα σημαίνει σκληρότητά τινα καὶ ἀπάθειαν, θάτερον δὲ τοὐναντίον· καὶ τὸ μὴ ἔγχυλα θερίζεσθαι σκληρότητα πλέω καὶ πῆξιν· τὸ δὲ ἄγαν σκληρὸν οὐκ εὐδιάχυτον.

[12] Ὃ καὶ ἐπὶ τῆς ἅλω φασί τινες ἂν συμβῇ γίνεσθαι ἀτεράμονα οὐκ ἄγαν τοῦτό γε λέγοντες πιθανόν. Ἡ γὰρ ἀπὸ τοῦ ἡλίου ξηρότης ἀχυλότερα μὲν ποιεῖ καὶ ἧττον ἡδέα εὐεψητότερα δὲ οὐδὲν ἧττον ἀλλὰ μᾶλλον. Τὰ γοῦν ἐρέγματα διηλιωθέντα θᾶττον διαχεῖται. Εἰ δ' ἄρα καὶ τοῦτ' ἀληθὲς οὐκ ἐναντιοῦται τοῖς πρότερον. Οὐδ' εἰ παλαιούμενα γίνεται μᾶλλον ἀτεράμονα· καὶ γὰρ οὕτω ξηρότερα συμβαίνει γίνεσθαι διά τε τοῦ περιέχοντος καὶ ὑπὸ τῆς διεκπνοῆς τοῦ θερμοῦ ὃ συνεξάγει καὶ τὸ ὑγρόν. Εὔλογον δὲ καὶ θᾶττον καὶ μᾶλλον κόπτεσθαι τὰ τεράμονα· καὶ γὰρ γλυκύτερα, ταῦτα δὲ μᾶλλον ζωοποιεῖ, καὶ πεπεμμένα, μεταβολὴ δὲ καὶ τούτων θᾶττον. Καὶ ταῦτα μὲν ἂν ἔχοι τὰς εἰρημένας αἰτίας.

[13] Τὸ δὲ μόνα τῶν ὀσπρίων ἢ καὶ τοῦ παντὸς σίτου κύαμον καὶ φακὸν ἀτεράμονα γίνεσθαι ψεῦδος ὑποληπτέον ἀλλὰ μάλιστα διαπειρώμενοι τούτων διὰ τὴν χρείαν ταῦτα μόνα φαμὲν ὅτι τοῖς μὲν ἀλήθοντες χρώμεθα τοῖς δ' ὅλοις· αὕτη δ' οὐ μικρὰ διαφορά· καὶ γὰρ ἐπ' ἐκείνων εἰ λεπτύνοντες οὐκ ἂν ὁμοίως ἔνδηλον ἦν. Ἐκφαίνεται γοῦν καὶ ἐπὶ τῶν ἐρεβίνθων καὶ τῶν ἄλλων ἑψομένων ὅλων τὸ ἀτεράμον. Εἰ δ' ἀτεράμονα μόνα ταῦτα οὐδὲ τοῦτ' ἄλογον· ἀσθενέστερα γὰρ ὡς εἰπεῖν, τὸ δ' ἀσθενὲς παθητικώτερον. Ὃ δὲ λέγουσιν οἱ πολλοὶ ὅτι τὸ κερασβόλον ἀτεράμον γίνεται μή ποτ' ἄγαν εὐηθὲς ᾖ· σκληρότερος γὰρ ὁ λίθος πρὸς ὃν πολλάκις προσπίπτει τὰ σπέρματα. Κἂν μὴ προσκόψῃ μηδὲ βουσὶν ἀροτριᾷ τις οὐδὲν ἧττον ἀτεράμον γίνεται. Περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.

[13]

[1]    Ὅσα δὲ τῶν ὁμογενῶν μὴ ἅμα διαβλαστάνει τοῖς ἄλλοις ἀλλ' ὕστερον πολλῷ καθάπερ ἐλέχθη περὶ τοῦ τευτλίου παραπλησία τις ἡ αἰτία ταύτῃ καθάπερ εἴπομέν ἐστιν· ὥσπερ γὰρ πρὸς ἕψησιν καὶ ὅλως πύρωσιν ἀτεράμονα, καὶ πρὸς ἔκφυσιν οὕτω καὶ πρὸς βλάστησιν· ἡ γὰρ τοιαύτη ἀτέλειά τις τῶν σπερμάτων. Ὁμοίως δὲ ἐπὶ πάντων ὧν τοῦτο συμβαίνει. Περὶ μὲν οὖν τούτων ἐπισκεπτέον.

[2] Περὶ δὲ τοῦ ἰσχυρότερα καὶ εὐχυλότερα γίνεσθαι καὶ νοστιμώτερα ἢ ἀνοστότερα καὶ πρὸς τὴν σίτησιν βελτίω ἢ χείρω τὰ μὲν τοῖς τόποις διαφέρει καθάπερ εἴρηται τῷ ξηρότερα ποιεῖν καὶ πυκνότερα καὶ ξυνεστηκότα μᾶλλον οἷον τὰ ὀρεινὰ τῶν πεδεινῶν καὶ ἔτι μᾶλλον τῶν ἐπόμβρων· εὐπνούστερά τε γὰρ καὶ ἐν τροφῇ συμμετρότερα. Νοστιμώτερα δ' ἐκ τῆς αὐτῆς παρὰ τὴν τοῦ ἀέρος κρᾶσιν· οὐ γὰρ πάντως ὅταν πλεῖστος καὶ ἁδρότατος γένηται καὶ νοστιμώτατος ἀλλ' ἑτέραν δεῖ διάθεσιν ἔχειν.

[3] Δοκεῖ δὲ μεγάλα συμβάλλεσθαι καὶ ἡ σκάλσις πρὸς τὸ νοστιμώτερον ποιεῖν καὶ τὸ ἐγχυλότερα θερίζειν· ἐξαναλωθέντος γὰρ παντὸς τοῦ ὑγροῦ καὶ χείρω πρὸς τὴν σίτησιν καὶ ἐλάττω. Τὰ δ' ὄσπρια θερίζουσιν ἐγχυλότερα καὶ πρὸς τὸ δύνασθαι συλλέγειν, ξηρανθέντα γὰρ καταρρεῖ. Τὸν δὲ θέρμον ἤδη λήγοντος τοῦ θέρους ἀνυγραινομένου τοῦ ἀέρος κατὰ τὸ ἑωθινόν· ἂν γὰρ πρότερον θίγῃ τις ἐκπίπτει καὶ οὐκ ἔστι λαβεῖν. Καὶ ταῦτα μὲν ὡς γεωργικά.

[4] Τὰ δὲ τῆς φύσεως οἷον τὸ ἁδρύνειν τὰ πνεύματα καὶ τὸ βόρεια μᾶλλον καὶ ὅλως ἃ ἑκάστοις ψυχρὰ καὶ τἀναντία δὴ φθείρειν καὶ ὅσα δὴ τοῖς ὕδασιν ἢ τοῖς πνεύμασιν ἀπόλλυνται τοῖς παρώροις, ὥσπερ ἐλέχθη περὶ ἐρεβίνθων τῶν ἀνθούντων. Ὁ δὲ κύαμος ἐὰν πνεῦμα ἐπιγένηται λαμπρὸν καὶ ὁ πυρὸς καὶ ἡ κριθὴ καὶ ἀπηνθηκότα ὑγρὰ δ' ἔτι ἂν ληφθῇ· διαπνεῖται γὰρ καὶ κοπτόμενα πρὸς ἄλληλα κενοῦται. Τελεουμένων δὲ ἐπιγινόμενον ὕδωρ ἐναντίως τὴν μὲν κριθὴν βλάπτει τὸν δὲ πυρὸν ὠφελεῖ μᾶλλον· καὶ γὰρ γυμνὴ καὶ τὸ ὅλον ἀσθενὴς, ὁ δὲ καὶ ἐν χιτῶσι καὶ πυκνότερον καὶ ἰσχυρότερον ὥστε τὴν μὲν ὀλίγης δεῖσθαι τροφῆς καὶ σχεδὸν τῆς ἀπὸ τοῦ ἀέρος μόνης τὸν δὲ πλείονος·

[5] ἔτι δὲ ἰσχυρότερος ὢν καὶ κατακρατεῖ καὶ συμπέττει μᾶλλον καὶ τὸ ὅλον οὐδὲ πολλὴν δέχεται διὰ τὴν πυκνότητα καὶ τοὺς χιτῶνας, ἡ δὲ πλείω τε ἕλκει μανὴ τὴν φύσιν οὖσα καὶ ταύτην οὐ καταπέττει δι' ἀσθένειαν καὶ ὑγρᾶς γενομένης ὁ ἥλιος ἅμα τῇ ἐπιγενομένῃ συνεξάγει τὴν οἰκείαν ὑγρότητα συνεφελκομένην. Καὶ τὰ πνεύματα δὲ κόπτοντα φθείρει μᾶλλον διὰ τὴν ἀσθένειαν.

[6] Ἀπορεῖται δὲ καὶ διὰ τί ἁδροῦ ὄντος τοῦ σίτου καὶ σχεδὸν ὥσπερ ξηροῦ ἐφυσθεὶς οὐχ ὅτι βελτίων ἀλλὰ καὶ χείρων γίνεται, ἐὰν δὲ θερισθεὶς εἰς θωμοὺς συντεθῇ ἁδρότερος καὶ βελτίων· ἔνιοι δὲ καὶ ῥαίνουσιν. Αἴτιον δὲ ὅτι τότε μὲν ἀνυγραίνεται καὶ ὁ ἥλιος ὅταν ἀναλάμψῃ συνεξάγει τὴν οἰκείαν ὑγρότητα καὶ ἰσχάνει· ὅταν δὲ εἰς θωμοὺς συντεθῇ συνικμάζεταί τι καὶ ἡ ἀναγομένη ἀτμὶς λεπτὴ καὶ πνευματώδης οὖσα παρεισδύεται καὶ ἁδρύνει τοὺς ὄγκους.

[7] Τἀυτὸ τὲ τοῦτο συμβαίνει καὶ ὅταν εἰς τὰ οἰκία τεθῇ χύδην, δι' ὃ καὶ τὸ ἐπίμετρον ποιεῖ· τὸν γὰρ ἀτμὸν τὸν ἀνιόντα λεπτὸν ὄντα δέχεται καὶ διὰ τοῦτο εἰς βάθος καταβάλλουσιν ὅπως πλέον ἀνίῃ· πάντα δὲ ταῦτα διασημαίνει καὶ ἔτι πρὸς τούτοις ἡ ἐμβαλλομένη γῆ καὶ ἄκοπον παρέχουσα καὶ ἀνοιδίσκουσα ὅτι δύναταί τινα δι' αὑτῶν ἕλκειν τροφὴν ἄνευ τῶν ῥιζῶν, ὅθεν καὶ ἡ ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ἀέρος οὐκ ἄλογος.

[14]

[1] Τὸ δὲ τῆς ἐρυσίβης κοινὸν οὐχ ἧττον ἀλλὰ μᾶλλον ἅπτεται τῶν σιτωδῶν, κριθῆς δὲ μᾶλλον ἢ πυροῦ διά τε τὸ γυμνοτέραν εἶναι τὸν δ' ἐν χιτῶσι πλείοσι καὶ διὰ τὸ ἐγγυτέρω τοῦ στάχυος ἔχειν τὸ φύλλον ὅθεν ἡ ἀπόχυσις ἐν ᾧ μένει καὶ ἡ ὑγρότης ὥστε σαπεῖσα μᾶλλον ἅπτεται· καὶ ἔτι τὸν στάχυν ὀρθὸν εἶναι καὶ πυκνότερον· ἀπορρεῖ γὰρ ἧττον δι' ὃ καὶ ἐπικύπτειν ξυμφέρει· καὶ ἀπολλύει τὸ συνεχὲς θᾶττον, ἐν δὲ τῷ μανῷ πρὸς τοῖς ἄλλοις καὶ διεκπίπτει ἡ ὑγρότης. Ἡ δ' αὐτὴ αἰτία καὶ τῇ λευκῇ πρὸς τὰς ἄλλας, ἅπαντα γὰρ μάλιστα ἔχει τῶν ἄλλων.

[2] Τῶν δ' ὀσπρίων μάλιστα ἐρυσιβᾷ κύαμος καὶ διὰ τὸ πολύφυλλος εἶναι πολλαχόθεν καὶ διὰ τὸ πυκνοσπορεῖσθαι καὶ διὰ τὸ τὴν ὑγρότητα μάλισθ' ἕλκειν εἰς ἑαυτὸν διὰ τὴν μάνωσιν καὶ ἔτι διὰ τὸ πρὸς τῇ γῇ μάλιστα τὸν καρπὸν ἔχειν· σήπεται γὰρ μάλιστα τὰ κάτω διὰ τὴν ἄπνοιαν. Καὶ ὅλως δὲ τῶν χεδροπῶν τὰ τοιαῦτα.

[3] Ἐρυσίβη δὲ σῆψίς τίς ἐστι τοῦ ἐφισταμένου ὑγροῦ, δι' ὃ πολὺ μὲν ὕσαντος οὐ γίνεται, καταπλύνεται γάρ· ἐὰν δὲ ψεκάδες ἢ καὶ δρόσοι πλείους γένωνται καὶ ὁ ἥλιος ἐπιλάβῃ καὶ ἄπνοια τότε σήπεται· δι' ὃ καὶ ἐν τοῖς εὔπνοις καὶ μετεώροις ἧττον ἐν δὲ τοῖς κοίλοις καὶ δροσοβόλοις μᾶλλον. Καὶ πανσελήνοις δὲ μᾶλλον ὅτι συνεργεῖ καὶ ἡ τῆς σελήνης θερμότης καὶ ὅλως ὁ ἀὴρ ὑγρότερος.

[4] Πάντων δ' ἐπικηρότατον ὁ πίσος· πρὸς μὲν τὰς ἐρυσίβας ὅτι πολύφυλλον καὶ χαμαισχιδὲς καὶ εὐαυξές· συμπληροῖ γὰρ τὸν τόπον κἂν ἀραιὸς ᾖ· πρὸς δὲ τὰ ψύχη καὶ τοὺς πάγους ὅτι ἀσθενόρριζον. Σκωληκοῦται δὲ μάλιστ' ἢ μόνα πυρὸς καὶ ἐρέβινθος, οὐκ ἐν τοῖς αὐτοῖς δὲ ἑκάτερος, ἀλλ' ὁ μὲν ἐν τῷ καρπῷ ὁ δὲ ἐν ταῖς ῥίζαις, ἄμφω δὲ διὰ γλυκύτητα. Ὁ μὲν ἐρέβινθος ὅταν ἡ ἅλμη περιπλυθῇ καθάπερ εἴρηται, ὁ δὲ πυρὸς ὅταν ἡ ῥίζα ὑγρανθῇ.

[5] Ζωοποιεῖ δὲ σηπόμενα τὰ γλυκέα· γλυκύτερον γὰρ ὁ πυρὸς κριθῆς δι' ὃ καὶ τὸ ἄχυρον ἥδιον. Ὁ δὲ σκώληξ γινόμενος ὅταν ἐξαναλώσῃ τὴν ἐν τῷ καλάμῳ τροφὴν αὐτὸς ἢ ὥστε ὅλον ἐξαπολλύναι τὸν στάχυν ἢ κατὰ θάτερον μέρος. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα καθάπερ νοσήματος ἔχει χώραν ὧν οὐ χαλεπὸν τὰς αἰτίας ἰδεῖν.

[15]

[1]    Περὶ δὲ τῶν θερινῶν σπερμάτων οἷον σησάμου, ἐρυσίμου, κέγχρου, ἐλύμων, ἐπὶ τοσοῦτον μὲν εἰπεῖν ἐστι παντὶ πρόχειρον ὅτι δι' ἀσθένειαν ταύτην τὴν ὥραν σπείρεται καὶ διὰ τὸ ταχὺ τελεοῦν· ἡ δὲ φύσις αὐτῶν ποία τις ἂν εἴη σκεπτέον· οὐδὲ γὰρ γεώδης ὥσπερ τῶν ὀσπρίων οὔτε πάντη κούφη· τὸ γὰρ σήσαμον λιπαρὸν καὶ δεόμενον πέψεως. Καὶ τοῦτο μὲν μονόρριζον ὁ δὲ κέγχρος καὶ πολύρριζον καὶ βαθύρριζον καὶ πολυκάλαμον ὥστ' εἰς ἀμφότερα μεριζομένης τῆς τροφῆς καὶ τῆς δυνάμεως χρονιώτερον ἐχρῆν εἶναι. Τὸ γὰρ σήσαμον ἐπεὶ μονόρριζον καὶ βαθύρριζον ἄνω πᾶσαν ἀφίησι τὴν δύναμιν· ἀλλ' ἀντίκειται τούτῳ τὸ λιπαρόν· τὰ γὰρ αὖ γλίσχρα πλείονος πέψεως δεῖται. Ταῦτα δ' ὥσπερ εἴρηται πάντα πολύκαρπα. Περὶ μὲν οὖν τούτων σκεπτέον.

[2] Ἐπεὶ δ' ὅλως εἰπεῖν τὰ μικρόκαρπα πολυκαρπότερα καθάπερ τά τε νῦν εἰρημένα καὶ οἱ φακοὶ δὴ καὶ ὅσα τοιαῦτα καὶ ἐπὶ πᾶσι τὰ πολυχούστατα λεγόμενα κύμινόν τε καὶ μήκων καὶ ὅλως δὴ τὰ λαχανώδη πάντα καὶ τὰ ἐναγγειόσπερμα πολύχοα τίς ἂν οὖν αἰτία τούτων εἴη; πότερον ὅτι τὰ μικρὰ ῥᾷον ποιῆσαι· καὶ γὰρ ζῶά φαμεν ἔνια τοιαῦτα καὶ μάλιστα δὴ τὰ ὠοτόκα καὶ σκωληκοτόκα· ἢ αὕτη μὲν ἔξωθεν ἄλλην δέ τινα οἰκειοτέραν ζητητέον; ἐπεὶ καὶ τῇδε διαφέρει τῶν περὶ τὰ ζῶα· τῶν μὲν γὰρ ἐκτρέφει τὰ ὠὰ καὶ τελειοῖ καὶ ὅλως ζωογονεῖ τὸ περιέχον ὥσπερ καὶ ἐν τοῖς πρότερον εἴρηται. Τῶν δὲ καρπῶν ἐν αὐτοῖς τοῖς φυτοῖς ἡ ἐκτροφὴ καὶ τελείωσις ὥστε πλείονος δεῖ δυνάμεως.

[3] Πρὸς δὲ θησαυρισμὸν ἄριστα μὲν κέγχρος καὶ ἔλυμος καὶ σήσαμον καὶ θέρμος καὶ ἐρέβινθος, τὰ μὲν ὅτι πολυχίτωνα καὶ ξηρὰ, τὸ δ' ὅτι λιπαρὰ, ὁ δὲ θέρμος καὶ ὁ ἐρέβινθος ὅτι πικρότητά τινα ἔχουσι καὶ δριμύτητα. Διατηροῦσι δ' αὗται τὸ ἀπαθὲς ὥσπερ εἴρηται ὅθεν καὶ διαφθειρόμενα (μόνα) τῶν σιτωδῶν οὐ ζωοῦται καθάπερ οὐδὲ τὰ τῶν λαχάνων· καὶ γὰρ ταῦτα ἄζωα καὶ ὅσα δὴ τῇ ξηρότητι ἢ τῇ δριμύτητι.

[4] Συμβαίνειν γὰρ ὥσπερ ἀνάμιξίν τινα γίνεσθαι τοῦ ἔξωθεν. Σηπόμενον δὲ ἕκαστον ἴδιον γεννᾷ ἐκ τῆς οἰκείας ὑγρότητος οἷον οἱ μὲν πυροὶ καὶ αἱ κριθαὶ τοὺς κίας ὁ δὲ κύαμος τὸν ὑπό τινων καλούμενον μίδαν· ὡσαύτως δὲ καὶ οἱ φακοὶ καὶ αἱ ἀφάκαι καὶ πίσοι καὶ ἄλλα. Τὸ δὲ αἴτιον κοινὸν πλειόνων· οὐ γὰρ μόνον ἐν τοῖς καρποῖς ἀλλὰ καὶ ἐν τοῖς δένδροις καὶ μετὰ ταῦτα τοῖς ξύλοις· καὶ ὅλως ὅσα τῶν ἀψύχων ζωογονεῖται διαφόρους ποιεῖ πάσας τὰς μορφὰς ὡς ἂν ἐξ ἑτέρας ὕλης.

[16]

[1]    Ὁ δὲ κονιορτώδης σῖτος θᾶττον σήπεται καὶ ὁ ἐν τοῖς κονιατοῖς ἢ ἀκονιάτοις οἰκήμασι διὰ τὸ πλείω θερμότητα ἔχειν. Καὶ γὰρ ὁ κονιορτὸς θερμὸς ἅτε ξηρὸς ὢν καὶ τὸ κονίαμα ὅταν ἀναδέξηται τηρεῖ τὴν θερμότητα· ἐπεὶ καὶ ἀθρόος καὶ κατὰ βάθους ὢν, πλείων γὰρ ἡ θερμότης. Θᾶττον δὲ πολὺ κόπτεται κριθὴ πυροῦ διὰ τὸ μανότερον εἶναι καὶ γυμνότερον. Τάχιστα δ' ὁ κύαμος· θερισθεὶς γὰρ εὐθὺς καὶ συντεθεὶς ἐνιαχοῦ καθάπερ ἐν Θετταλίᾳ.

[2] Φαίνεται δὲ κατὰ τοὺς τόπους. Παρ' ἐνίοις γὰρ ἀσηπτότατος ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται περὶ Ἀπολλωνίαν καὶ περὶ Τάραντα. Καὶ ἀναπληροῦσθαι δέ φασι κοπέντα. Τοῦτο μὲν οὖν σκεπτέον. Ἀκόπως δὲ ἔχει τάδε· θέρμος, κέγχρος, αἰγίλωψ, αἶρα, σήσαμον, ἐρέβινθος καὶ ὅλως τὰ δριμέα. Ὁ μὲν οὖν αἰγίλωψ πολυχίτων, ἡ δ' αἶρα γυμνὴ, δι' ὃ καὶ ἄλλῃ τινὶ δυνάμει. Τὸ δ' ὅλον ἄκοπα τὰ μὲν ξηρότητι δι' ὃ καὶ ἡ κάχρυς χρονιώτερον, τὰ δὲ ἀμιξίᾳ καὶ καθαρότητι καθάπερ ὁ χόνδρος, τὰ δὲ χυμῶν φύσει καὶ δυνάμει φυσικῇ καθάπερ ἐρέβινθος, θέρμος, σήσαμον, τὰ δὲ τῷ πολὺ τὸ ἀποστέγον ἔχειν ὥσπερ ὁ ὦχρος, ἅμα δὲ τοῦτό γε καὶ ξηρὸν καὶ θερμόν. Τῷ δὲ σίτῳ κοπέντι βοήθεια ταχίστη τὸ εἰς τὴν ἅλω φέροντας ἀπικμῆσαι. Καὶ τούτων μὲν σχεδὸν ἐνταῦθά που τὸ αἴτιον.

[3] Ὃ δὲ παρά τινων ζητεῖται διὰ τί ποτε ὁ κεκομμένος σῖτος καὶ παλαιὸς ὕδατος μὲν ἐπιχεομένου θερμοῦ διαβλαστάνει, ‑ ταύτην γὰρ δὴ διάπειραν λαμβάνουσιν εἰ φύσιμος ὅταν ἐμβάλλοντες εἰς σκαφίον ἐπιχέωσι, ‑ σηπόμενος δ' οὐ διαβλαστάνει, ‑ καίτοι ἡ σῆψις ὑπὸ θερμοῦ καὶ ἐν ὑγρῷ ἐστι, ‑ κομιδῆ δόξειεν ἂν παρ' ὁμωνυμίαν εἶναι. Διαφέρει γὰρ ἥ τε φθαρτικὴ καὶ ἡ γόνιμος θερμότης καὶ ἡ ὑγρότης δὲ ὡσαύτως. Ἔστι δ' ἡ μὲν σήπουσα ἀλλοτρία καὶ φθαρτικὴ, ἡ δὲ τοῦ ὕδατος τοῦ θερμοῦ συμμετρίαν τινὰ ἔχουσα· δεῖται γὰρ τοιαύτης πρὸς τὴν βλάστησιν.

[4] Ἐπεὶ τρόπον τινὰ παρόμοιον καὶ εἴ τις ἀποροίη διὰ τί ἡ θερμότης καὶ ἡ ὑγρότης καὶ ὑγείαν ἐν τοῖς σώμασι ποιοῦσι καὶ νόσον· δῆλον δ' ὡς οὐχ αἱ αὐταὶ ἀλλ' ὡς ἕτεραι καὶ ἐναντίαι. Θερμὸν δ' ἐπιχέουσι διὰ τὴν ἀσθένειαν τῶν σπερμάτων ὅπως μὴ καθάπερ ἐκπαγῇ διά τε τὸ θᾶττον ἀποδηλοῦν· ἐπεὶ οἵ γε μὴ παντελῶς διεφθαρμένοι καὶ ἐν ψυχρῷ διαβλαστάνουσι. Συμβαίνει δὲ καὶ κόπτεσθαι καὶ σήπεσθαι δι' ἀλλοτρίας θερμότητος.