9928 838 25 7 0 0 VI a. C. Elegia Theognis Elegiae Young, D. (post E. Diehl), Leipzig, Teubner, 1971. 18

Theognis - Elegiae

ΕΛΕΓΕΙΩΝ Α

Ὦ ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖο

   λήσομαι ἀρχόμενος οὐδ' ἀποπαυόμενος,

ἀλλ' αἰεὶ πρῶτόν τε καὶ ὕστατον ἔν τε μέσοισιν

   ἀείσω· σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου.

   5Φοῖβε ἄναξ, ὅτε μέν σε θεὰ τέκε πότνια Λητώ

   φοίνικος ῥαδινῆις χερσὶν ἐφαψαμένη

ἀθανάτων κάλλιστον ἐπὶ τροχοειδέι λίμνηι,

   πᾶσα μὲν ἐπλήσθη Δῆλος ἀπειρεσίη

ὀδμῆς ἀμβροσίης, ἐγέλασσε δὲ Γαῖα πελώρη,

  10   γήθησεν δὲ βαθὺς πόντος ἁλὸς πολιῆς.

 

Ἄρτεμι θηροφόνη, θύγατερ Διός, ἣν Ἀγαμέμνων

   εἵσαθ', ὅτ' ἐς Τροίην ἔπλεε νηυσὶ θοῆις,

εὐχομένωι μοι κλῦθι, κακὰς δ' ἀπὸ κῆρας ἄλαλκε·

   σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.

 

  15Μοῦσαι καὶ Χάριτες, κοῦραι Διός, αἵ ποτε Κάδμου

   ἐς γάμον ἐλθοῦσαι καλὸν ἀείσατ' ἔπος,

'ὅττι καλόν, φίλον ἐστί· τὸ δ' οὐ καλὸν οὐ φίλον ἐστί,'

   τοῦτ' ἔπος ἀθανάτων ἦλθε διὰ στομάτων.

Κύρνε, σοφιζομένωι μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθω

  20   τοῖσδ' ἔπεσιν, λήσει δ' οὔποτε κλεπτόμενα,

οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος·

   ὧδε δὲ πᾶς τις ἐρεῖ· 'Θεύγνιδός ἐστιν ἔπη

τοῦ Μεγαρέως· πάντας δὲ κατ' ἀνθρώπους ὀνομαστός.'

   ἀστοῖσιν δ' οὔπω πᾶσιν ἁδεῖν δύναμαι·

  25οὐδὲν θαυμαστόν, Πολυπαΐδη· οὐδὲ γὰρ ὁ Ζεύς

   οὔθ' ὕων πάντεσσ' ἁνδάνει οὔτ' ἀνέχων.

 

Σοὶ δ' ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός,

   Κύρν', ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ' ἐὼν ἔμαθον·

πέπνυσο, μηδ' αἰσχροῖσιν ἐπ' ἔργμασι μηδ' ἀδίκοισιν

  30   τιμὰς μηδ' ἀρετὰς ἕλκεο μηδ' ἄφενος.

ταῦτα μὲν οὕτως ἴσθι· κακοῖσι δὲ μὴ προσομίλει

   ἀνδράσιν, ἀλλ' αἰεὶ τῶν ἀγαθῶν ἔχεο·

καὶ μετὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν

   ἵζε, καὶ ἅνδανε τοῖσ', ὧν μεγάλη δύναμις.

  35ἐσθλῶν μὲν γὰρ ἄπ' ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσιν

   συμμίσγηις, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.

ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλεε, καί ποτε φήσεις

   εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ.

 

Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκηι ἄνδρα

  40   εὐθυντῆρα κακῆς ὕβριος ἡμετέρης.

ἀστοὶ μὲν γὰρ ἔθ' οἵδε σαόφρονες, ἡγεμόνες δέ

   τετράφαται πολλὴν εἰς κακότητα πεσεῖν.

οὐδεμίαν πω, Κύρν', ἀγαθοὶ πόλιν ὤλεσαν ἄνδρες,

   ἀλλ' ὅταν ὑβρίζειν τοῖσι κακοῖσιν ἅδηι

  45δῆμόν τε φθείρουσι δίκας τ' ἀδίκοισι διδοῦσιν

   οἰκείων κερδέων εἵνεκα καὶ κράτεος·

ἔλπεο μὴ δηρὸν κείνην πόλιν ἀτρεμέ' ἧσθαι,

   μηδ' εἰ νῦν κεῖται πολλῆι ἐν ἡσυχίηι,

εὖτ' ἂν τοῖσι κακοῖσι φίλ' ἀνδράσι ταῦτα γένηται,

  50   κέρδεα δημοσίωι σὺν κακῶι ἐρχόμενα.

ἐκ τῶν γὰρ στάσιές τε καὶ ἔμφυλοι φόνοι ἀνδρῶν·

   μούναρχοι δὲ πόλει μήποτε τῆιδε ἅδοι.

 

Κύρνε, πόλις μὲν ἔθ' ἥδε πόλις, λαοὶ δὲ δὴ ἄλλοι,

   οἳ πρόσθ' οὔτε δίκας ἤιδεσαν οὔτε νόμους,

  55ἀλλ' ἀμφὶ πλευραῖσι δορὰς αἰγῶν κατέτριβον,

   ἔξω δ' ὥστ' ἔλαφοι τῆσδ' ἐνέμοντο πόλεος.

καὶ νῦν εἰσ' ἀγαθοί, Πολυπαΐδη· οἱ δὲ πρὶν ἐσθλοί

   νῦν δειλοί. τίς κεν ταῦτ' ἀνέχοιτ' ἐσορῶν;

ἀλλήλους δ' ἀπατῶσιν ἐπ' ἀλλήλοισι γελῶντες,

  60   οὔτε κακῶν γνώμας εἰδότες οὔτ' ἀγαθῶν.

μηδένα τῶνδε φίλον ποιεῦ, Πολυπαΐδη, ἀστῶν

   ἐκ θυμοῦ χρείης οὕνεκα μηδεμιῆς·

ἀλλὰ δόκει μὲν πᾶσιν ἀπὸ γλώσσης φίλος εἶναι,

   χρῆμα δὲ συμμείξηις μηδενὶ μηδ' ὁτιοῦν

  65σπουδαῖον· γνώσηι γὰρ ὀιζυρῶν φρένας ἀνδρῶν,

   ὥς σφιν ἐπ' ἔργοισιν πίστις ἔπ' οὐδεμία,

ἀλλὰ δόλους ἀπάτας τε πολυπλοκίας τ' ἐφίλησαν

   οὕτως ὡς ἄνδρες μηκέτι σωιζόμενοι.

 

Μήποτε, Κύρνε, κακῶι πίσυνος βούλευε σὺν ἀνδρί,

  70   εὖτ' ἂν σπουδαῖον πρῆγμ' ἐθέληις τελέσαι,

ἀλλὰ μετ' ἐσθλὸν ἰὼν βούλευ καὶ πολλὰ μογῆσαι

   καὶ μακρὴν ποσσίν, Κύρν', ὁδὸν ἐκτελέσαι.

 

Πρῆξιν μηδὲ φίλοισιν ὅλως ἀνακοινέο πᾶσιν·

   παῦροί τοι πολλῶν πιστὸν ἔχουσι νόον.

 

  75Παύροισιν πίσυνος μεγάλ' ἀνδράσιν ἔργ' ἐπιχείρει,

   μή ποτ' ἀνήκεστον, Κύρνε, λάβηις ἀνίην.

 

Πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι

   ἄξιος ἐν χαλεπῆι, Κύρνε, διχοστασίηι.

 

Παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας ἑταίρους

  80   πιστοὺς ἐν χαλεποῖς πρήγμασι γινομένους,

οἵτινες ἂν τολμῶιεν ὁμόφρονα θυμὸν ἔχοντες

   ἶσον τῶν ἀγαθῶν τῶν τε κακῶν μετέχειν.

 

Τούτους οὔ χ' εὕροις διζήμενος οὐδ' ἐπὶ πάντας

   ἀνθρώπους, οὓς ναῦς μὴ μία πάντας ἄγοι,

  85οἷσιν ἐπὶ γλώσσηι τε καὶ ὀφθαλμοῖσιν ἔπεστιν

   αἰδώς, οὐδ' αἰσχρὸν χρῆμ' ἔπι κέρδος ἄγει.

 

Μή μ' ἔπεσιν μὲν στέργε, νόον δ' ἔχε καὶ φρένας ἄλληι,

   εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος.

ἤ με φίλει καθαρὸν θέμενος νόον, ἤ μ' ἀποειπών

  90   ἔχθαιρ' ἀμφαδίην νεῖκος ἀειράμενος.

ὃς δὲ μιῆι γλώσσηι δίχ' ἔχει νόον, οὗτος ἑταῖρος

   δεινός, Κύρν', ἐχθρὸς βέλτερος ἢ φίλος ὤν.

 

Ἄν τις ἐπαινήσηι σε τόσον χρόνον ὅσσον ὁρώιης,

   νοσφισθεὶς δ' ἄλλην γλῶσσαν ἱῆισι κακήν,

  95τοιοῦτός τοι ἑταῖρος ἀνὴρ φίλος οὔ τι μάλ' ἐσθλός,

   ὅς κ' εἴπηι γλώσσηι λῶια, φρονῆι δ' ἕτερα.

ἀλλ' εἴη τοιοῦτος ἐμοὶ φίλος, ὃς τὸν ἑταῖρον

   γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει

ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτ' ἐνὶ θυμῶι

 100   φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.

 

Μηδείς σ' ἀνθρώπων πείσηι κακὸν ἄνδρα φιλῆσαι,

   Κύρνε· τί δ' ἔστ' ὄφελος δειλὸς ἀνὴρ φίλος ὤν;

οὔτ' ἄν σ' ἐκ χαλεποῖο πόνου ῥύσαιτο καὶ ἄτης,

   οὔτε κεν ἐσθλὸν ἔχων τοῦ μεταδοῦν ἐθέλοι.

 

 105Δειλοὺς εὖ ἕρδοντι ματαιοτάτη χάρις ἐστίν·

   ἶσον καὶ σπείρειν πόντον ἁλὸς πολιῆς.

οὔτε γὰρ ἂν πόντον σπείρων βαθὺ λήιον ἀμῶις,

   οὔτε κακοὺς εὖ δρῶν εὖ πάλιν ἀντιλάβοις·

ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον· ἢν δ' ἓν ἁμάρτηις,

 110   τῶν πρόσθεν πάντων ἐκκέχυται φιλότης·

οἱ δ' ἀγαθοὶ τὸ μέγιστον ἐπαυρίσκουσι παθόντες,

   μνῆμα δ' ἔχουσ' ἀγαθῶν καὶ χάριν ἐξοπίσω.

 

Μήποτε τὸν κακὸν ἄνδρα φίλον ποιεῖσθαι ἑταῖρον,

   ἀλλ' αἰεὶ φεύγειν ὥστε κακὸν λιμένα.

 

 115Πολλοί τοι πόσιος καὶ βρώσιός εἰσιν ἑταῖροι,

   ἐν δὲ σπουδαίωι πρήγματι παυρότεροι.

 

Κιβδήλου δ' ἀνδρὸς γνῶναι χαλεπώτερον οὐδέν,

   Κύρν', οὐδ' εὐλαβίης ἐστὶ περὶ πλέονος.

 

Χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἀνσχετὸς ἄτη,

 120   Κύρνε, καὶ ἐξευρεῖν ῥάιδιον ἀνδρὶ σοφῶι.

εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λελήθηι

   ψυδρὸς ἐών, δόλιον δ' ἐν φρεσὶν ἦτορ ἔχηι,

τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσιν,

   καὶ γνῶναι πάντων τοῦτ' ἀνιηρότατον.

 125οὐδὲ γὰρ εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός,

   πρὶν πειρηθείης ὥσπερ ὑποζυγίου,

οὐδέ κεν εἰκάσσαις ὥσπερ ποτ' ἐς ὥριον ἐλθών·

   πολλάκι γὰρ γνώμην ἐξαπατῶσ' ἰδέαι.

 

Μήτ' ἀρετὴν εὔχου, Πολυπαΐδη, ἔξοχος εἶναι

 130   μήτ' ἄφενος· μοῦνον δ' ἀνδρὶ γένοιτο τύχη.

 

Οὐδὲν ἐν ἀνθρώποισι πατρὸς καὶ μητρὸς ἄμεινον

   ἔπλετο, οἷσ' ὁσίη, Κύρνε, μέμηλε δίκη.

 

Οὐδείς, Κύρν', ἄτης καὶ κέρδεος αἴτιος αὐτός,

   ἀλλὰ θεοὶ τούτων δώτορες ἀμφοτέρων·

 135οὐδέ τις ἀνθρώπων ἐργάζεται ἐν φρεσὶν εἰδώς,

   ἐς τέλος εἴτ' ἀγαθὸν γίνεται εἴτε κακόν.

πολλάκι γὰρ δοκέων θήσειν κακὸν ἐσθλὸν ἔθηκεν,

   καί τε δοκῶν θήσειν ἐσθλὸν ἔθηκε κακόν.

οὐδέ τωι ἀνθρώπων παραγίνεται, ὅσσα θέληισιν·

 140   ἴσχει γὰρ χαλεπῆς πείρατ' ἀμηχανίης.

ἄνθρωποι δὲ μάταια νομίζομεν εἰδότες οὐδέν·

   θεοὶ δὲ κατὰ σφέτερον πάντα τελοῦσι νόον.

 

Οὐδείς πω ξεῖνον, Πολυπαΐδη, ἐξαπατήσας

   οὐδ' ἱκέτην θνητῶν ἀθανάτους ἔλαθεν.

 

 145Βούλεο δ' εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν

   ἢ πλουτεῖν ἀδίκως χρήματα πασάμενος.

ἐν δὲ δικαιοσύνηι συλλήβδην πᾶσ' ἀρετή 'στι,

   πᾶς δέ τ' ἀνὴρ ἀγαθός, Κύρνε, δίκαιος ἐών.

 

Χρήματα μὲν δαίμων καὶ παγκάκωι ἀνδρὶ δίδωσιν,

 150   Κύρν'· ἀρετῆς δ' ὀλίγοισ' ἀνδράσι μοῖρ' ἕπεται.

 

Ὕβριν, Κύρνε, θεὸς πρῶτον κακῶι ὤπασεν ἀνδρί,

   οὗ μέλλει χώρην μηδεμίην θέμεναι.

 

Τίκτει τοι κόρος ὕβριν, ὅταν κακῶι ὄλβος ἕπηται

   ἀνθρώπωι καὶ ὅτωι μὴ νόος ἄρτιος ἦι.

 

 155Μήποτέ τοι πενίην θυμοφθόρον ἀνδρὶ χολωθείς

   μηδ' ἀχρημοσύνην οὐλομένην πρόφερε·

Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλωι,

   ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.

 

Μήποτε, Κύρν', ἀγορᾶσθαι ἔπος μέγα· οἶδε γὰρ οὐδείς

 160   ἀνθρώπων ὅ τι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ.

 

Πολλοί τοι χρῶνται δειλαῖς φρεσί, δαίμονι δ' ἐσθλῶι,

   οἷς τὸ κακὸν δοκέον γίνεται εἰς ἀγαθόν.

εἰσὶν δ' οἳ βουλῆι τ' ἀγαθῆι καὶ δαίμονι δειλῶι

   μοχθίζουσι, τέλος δ' ἔργμασιν οὐχ ἕπεται.

 

 165Οὐδεὶς ἀνθρώπων οὔτ' ὄλβιος οὔτε πενιχρός

   οὔτε κακὸς νόσφιν δαίμονος οὔτ' ἀγαθός.

 

Ἄλλ' ἄλλωι κακόν ἐστι, τὸ δ' ἀτρεκὲς ὄλβιος οὐδείς

   ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾶι.

 

Ὃν δὲ θεοὶ τιμῶσιν, ὁ καὶ μωμεύμενος αἰνεῖ·

 170   ἀνδρὸς δὲ σπουδὴ γίνεται οὐδεμία.

 

Θεοῖσ' εὔχου, θεοῖσ' οἷσιν ἔπι κράτος· οὔτοι ἄτερ θεῶν

   γίνεται ἀνθρώποισ' οὔτ' ἀγάθ' οὔτε κακά.

 

Ἄνδρ' ἀγαθὸν πενίη πάντων δάμνησι μάλιστα,

   καὶ γήρως πολιοῦ, Κύρνε, καὶ ἠπιάλου.

 175ἣν δὴ χρὴ φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον

   ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ' ἠλιβάτων.

καὶ γὰρ ἀνὴρ πενίηι δεδμημένος οὔτε τι εἰπεῖν

   οὔθ' ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται.

χρὴ γὰρ ὁμῶς ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης

 180   δίζησθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.

τεθνάμεναι, φίλε Κύρνε, πενιχρῶι βέλτερον ἀνδρί

   ἢ ζώειν χαλεπῆι τειρόμενον πενίηι.

 

Κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ ἵππους

   εὐγενέας, καί τις βούλεται ἐξ ἀγαθῶν

 185βήσεσθαι· γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει

   ἐσθλὸς ἀνήρ, ἤν οἱ χρήματα πολλὰ διδῶι,

οὐδὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις

   πλουσίου, ἀλλ' ἀφνεὸν βούλεται ἀντ' ἀγαθοῦ.

χρήματα μὲν τιμῶσι· καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημε

 190   καὶ κακὸς ἐξ ἀγαθοῦ· πλοῦτος ἔμειξε γένος.

οὕτω μὴ θαύμαζε γένος, Πολυπαΐδη, ἀστῶν

   μαυροῦσθαι· σὺν γὰρ μίσγεται ἐσθλὰ κακοῖς.

 

Αὐτός τοι ταύτην εἰδὼς κακόπατριν ἐοῦσαν

   εἰς οἴκους ἄγεται χρήμασι πειθόμενος

 195εὔδοξος κακόδοξον, ἐπεὶ κρατερή μιν ἀνάγκη

   ἐντύνει, ἥτ' ἀνδρὸς τλήμονα θῆκε νόον.

 

Χρῆμα δ' ὃ μὲν Διόθεν καὶ σὺν δίκηι ἀνδρὶ γένηται

   καὶ καθαρῶς, αἰεὶ παρμόνιμον τελέθει.

εἰ δ' ἀδίκως παρὰ καιρὸν ἀνὴρ φιλοκερδέι θυμῶι

 200   κτήσεται, εἴθ' ὅρκωι πὰρ τὸ δίκαιον ἑλών,

αὐτίκα μέν τι φέρειν κέρδος δοκεῖ, ἐς δὲ τελευτήν

   αὖθις ἔγεντο κακόν, θεῶν δ' ὑπερέσχε νόος.

ἀλλὰ τάδ' ἀνθρώπων ἀπατᾶι νόον· οὐ γὰρ ἔτ' αὔτως

   τίνονται μάκαρες πρήγματος ἀμπλακίας·

 205ἀλλ' ὁ μὲν αὐτὸς ἔτεισε κακὸν χρέος οὐδὲ φίλοισιν

   ἄτην ἐξοπίσω παισὶν ἐπεκρέμασεν·

ἄλλον δ' οὐ κατέμαρψε δίκη· θάνατος γὰρ ἀναιδής

   πρόσθεν ἐπὶ βλεφάροισ' ἕζετο κῆρα φέρων.

 

Οὐδείς τοι φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος·

 210   τῆς δὲ φυγῆς ἐστιν τοῦτ' ἀνιηρότερον.

 

Οἶνόν τοι πίνειν πουλὺν κακόν· ἢν δέ τις αὐτόν

   πίνηι ἐπισταμένως, οὐ κακός, ἀλλ' ἀγαθός.

 

Θυμέ, φίλους κατὰ πάντας ἐπίστρεφε ποικίλον ἦθος,

   ὀργὴν συμμίσγων ἥντιν' ἕκαστος ἔχει·

 215πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρηι,

   τῆι προσομιλήσηι, τοῖος ἰδεῖν ἐφάνη.

νῦν μὲν τῆιδ' ἐφέπου, τοτὲ δ' ἀλλοῖος χρόα γίνου.

   κρέσσων τοι σοφίη γίνεται ἀτροπίης.

 

Μηδὲν ἄγαν ἄσχαλλε ταρασσομένων πολιητέων,

 220   Κύρνε, μέσην δ' ἔρχευ τὴν ὁδὸν ὥσπερ ἐγώ.

 

Ὅστις τοι δοκέει τὸν πλησίον ἴδμεναι οὐδέν,

   ἀλλ' αὐτὸς μοῦνος ποικίλα δήνε' ἔχειν,

κεῖνός γ' ἄφρων ἐστί, νόου βεβλαμμένος ἐσθλοῦ·

   ἴσως γὰρ πάντες ποικίλ' ἐπιστάμεθα·

 225ἀλλ' ὁ μὲν οὐκ ἐθέλει κακοκερδείηισιν ἕπεσθαι,

   τῶι δὲ δολοπλοκίαι μᾶλλον ἄπιστοι ἅδον.

 

'Πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν·

   οἳ γὰρ νῦν ἡμῶν πλεῖστον ἔχουσι βίον,

διπλάσιον σπεύδουσι. τίς ἂν κορέσειεν ἅπαντας;

 230   χρήματά τοι θνητοῖς γίνεται ἀφροσύνη,

ἄτη δ' ἐξ αὐτῆς ἀναφαίνεται, ἣν ὁπότε Ζεύς

   πέμψηι τειρομένοισ', ἄλλοτε ἄλλος ἔχει.'

 

Ἀκρόπολις καὶ πύργος ἐὼν κενεόφρονι δήμωι,

   Κύρν', ὀλίγης τιμῆς ἔμμορεν ἐσθλὸς ἀνήρ.

 

 235Οὐδὲν ἐπιπρέπει ἧμιν ἅτ' ἀνδράσι σωιζομένοισιν,

   ἀλλ' ὡς πάγχυ πόλει, Κύρνε, ἁλωσομένηι.

 

Σοὶ μὲν ἐγὼ πτέρ' ἔδωκα, σὺν οἷσ' ἐπ' ἀπείρονα πόντον

   πωτήσηι, κατὰ γῆν πᾶσαν ἀειρόμενος

ῥηϊδίως· θοίνηις δὲ καὶ εἰλαπίνηισι παρέσσηι

 240   ἐν πάσαις πολλῶν κείμενος ἐν στόμασιν,

καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρες

   εὐκόσμως ἐρατοὶ καλά τε καὶ λιγέα

ἄισονται. καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίης

   βῆις πολυκωκύτους εἰς Ἀίδαο δόμους,

 245οὐδέποτ' οὐδὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσεις

   ἄφθιτον ἀνθρώποισ' αἰὲν ἔχων ὄνομα,

Κύρνε, καθ' Ἑλλάδα γῆν στρωφώμενος, ἠδ' ἀνὰ νήσους

   ἰχθυόεντα περῶν πόντον ἐπ' ἀτρύγετον,

οὐχ ἵππων νώτοισιν ἐφήμενος· ἀλλά σε πέμψει

 250   ἀγλαὰ Μουσάων δῶρα ἰοστεφάνων.

πᾶσι δ', ὅσοισι μέμηλε, καὶ ἐσσομένοισιν ἀοιδή

   ἔσσηι ὁμῶς, ὄφρ' ἂν γῆ τε καὶ ἠέλιος.

αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,

   ἀλλ' ὥσπερ μικρὸν παῖδα λόγοις μ' ἀπατᾶις.

 

 255Κάλλιστον τὸ δικαιότατον· λῶιστον δ' ὑγιαίνειν·

   πρᾶγμα δὲ τερπνότατον, τοῦ τις ἐρᾶι, τὸ τυχεῖν.

 

Ἵππος ἐγὼ καλὴ καὶ ἀεθλίη, ἀλλὰ κάκιστον

   ἄνδρα φέρω, καί μοι τοῦτ' ἀνιηρότατον.

πολλάκι δ' ἠμέλλησα διαρρήξασα χαλινόν

 260   φεύγεν ἀπωσαμένη τὸν κακὸν ἡνίοχον.

 

Οὔ μοι πίνεται οἶνος, ἐπεὶ παρὰ παιδὶ τερείνηι

   ἄλλος ἀνὴρ κατέχει πολλὸν ἐμοῦ κακίων.

ψυχρόν μοι παρὰ τῆιδε φίλοι πίνουσι τοκῆες,

   ὥσθ' ἅμα θ' ὑδρεύει καί με γοῶσα φέρει,

 265ἔνθα μέσην περὶ παῖδα λαβὼν ἀγκῶν' ἐφίλησα

   δειρήν, ἡ δὲ τέρεν φθέγγετ' ἀπὸ στόματος.

 

Γνωτή τοι πενίη γε καὶ ἀλλοτρίη περ ἐοῦσα·

   οὔτε γὰρ εἰς ἀγορὴν ἔρχεται οὔτε δίκας·

πάντηι γὰρ τοὔλασσον ἔχει, πάντηι δ' ἐπίμυκτος,

 270   πάντηι δ' ἐχθρὴ ὁμῶς γίνεται, ἔνθα περ ἦι.

 

Ἴσως τοι τὰ μὲν ἄλλα θεοὶ θνητοῖσ' ἀνθρώποις

   γῆράς τ' οὐλόμενον καὶ νεότητ' ἔδοσαν.

τῶν πάντων δὲ κάκιστον ἐν ἀνθρώποις ‑ θανάτου τε

   καὶ πασέων νούσων ἐστὶ πονηρότατον ‑

 275παῖδας ἐπεὶ θρέψαιο καὶ ἄρμενα πάντα παράσχοις,

   χρήματα δ' ἐγκαταθῆις πόλλ' ἀνιηρὰ παθών,

τὸν πατέρ' ἐχθαίρουσι, καταρῶνται δ' ἀπολέσθαι

   καὶ στυγέουσ' ὥσπερ πτωχὸν ἐσερχόμενον.

 

Εἰκὸς τὸν κακὸν ἄνδρα κακῶς τὰ δίκαια νομίζειν,

 280   μηδεμίαν κατόπισθ' ἁζόμενον νέμεσιν·

δειλῶι γάρ τ' ἀπάλαμνα βροτῶι πάρα πόλλ' ἀνελέσθαι

   πὰρ ποδός, ἡγεῖσθαί θ' ὡς καλὰ πάντα τιθεῖ.

 

Ἀστῶν μηδενὶ πιστὸς ἐὼν πόδα τῶνδε πρόβαινε

   μήθ' ὅρκωι πίσυνος μήτε φιλημοσύνηι,

 285μηδ' εἰ Ζῆν' ἐθέληι παρέχειν βασιλῆα μέγιστον

   ἔγγυον ἀθανάτων πιστὰ τιθεῖν ἐθέλων.

ἐν γάρ τοι πόλει ὧδε κακοψόγωι ἁνδάνει οὐδέν·

   †ωσδετοσωσαιεὶ †πολλοὶ ἀνολβότεροι.

 

Νῦν δὲ τὰ τῶν ἀγαθῶν κακὰ γίνεται ἐσθλὰ κακοῖσιν

 290   ἀνδρῶν· ἡγέονται δ' ἐκτραπέλοισι νόμοις·

αἰδὼς μὲν γὰρ ὄλωλεν, ἀναιδείη δὲ καὶ ὕβρις

   νικήσασα δίκην γῆν κατὰ πᾶσαν ἔχει.

 

Οὐδὲ λέων αἰεὶ κρέα δαίνυται, ἀλλά μιν ἔμπης

   καὶ κρατερόν περ ἐόνθ' αἱρεῖ ἀμηχανίη.

 

 295Κωτίλωι ἀνθρώπωι σιγᾶν χαλεπώτατον ἄχθος,

   φθεγγόμενος δ' ἀδαὴς οἷσι παρῆι μελετᾶι,

ἐχθαίρουσι δὲ πάντες· ἀναγκαίη δ' ἐπίμειξις

   ἀνδρὸς τοιούτου συμποσίωι τελέθει.

 

Οὐδεὶς λῆι φίλος εἶναι, ἐπὴν κακὸν ἀνδρὶ γένηται,

 300   οὐδ' ὧι κ' ἐκ γαστρός, Κύρνε, μιᾶς γεγόνηι.

 

Πικρὸς καὶ γλυκὺς ἴσθι καὶ ἁρπαλέος καὶ ἀπηνής

   λάτρισι καὶ δμωσὶν γείτοσί τ' ἀγχιθύροις.

 

Οὐ χρὴ κιγκλίζειν ἀγαθὸν βίον, ἀλλ' ἀτρεμίζειν,

   τὸν δὲ κακὸν κινεῖν, ἔστ' ἂν ἐς ὀρθὰ λάβηις.

 

 305Τοὶ κακοὶ οὐ πάντες κακοὶ ἐκ γαστρὸς γεγόνασιν,

   ἀλλ' ἄνδρεσσι κακοῖς συνθέμενοι φιλίην

ἔργα τε δείλ' ἔμαθον καὶ ἔπη δύσφημα καὶ ὕβριν

   ἐλπόμενοι κείνους πάντα λέγειν ἔτυμα.

 

'Ἐν μὲν συσσίτοισιν ἀνὴρ πεπνυμένος εἶναι.' ‑

 310   πάντα δέ μιν λήθειν ὡς ἀπεόντα δοκεῖ.

εἰς δὲ φέροι τὰ γελοῖα ‑ θύρηφιν καρτερὸς εἴη ‑

   γινώσκων ὀργὴν ἥντιν' ἕκαστος ἔχει.

ἐν μὲν μαινομένοις μάλα μαίνομαι, ἐν δὲ δικαίοις

   πάντων ἀνθρώπων εἰμὶ δικαιότατος.

 

 315'Πολλοί τοι πλουτοῦσι κακοί, ἀγαθοὶ δὲ πένονται,

   ἀλλ' ἡμεῖς τούτοισ' οὐ διαμειψόμεθα

τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,

   χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.'

Κύρν', ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί,

 320   τολμᾶι δ' ἔν τε κακοῖς κείμενος ἔν τ' ἀγαθοῖς.

εἰ δὲ θεὸς κακῶι ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσηι,

   ἀφραίνων κακίην οὐ δύναται κατέχειν.

 

Μήποτ' ἐπὶ σμικρᾶι προφάσει φίλον ἄνδρ' ἀπολέσσαι

   πειθόμενος χαλεπῆι, Κύρνε, διαβολίηι.

 325εἴ τις ἁμαρτωλῆισι φίλων ἐπὶ παντὶ χολῶιτο,

   οὔποτ' ἂν ἀλλήλοισ' ἄρθμιοι οὐδὲ φίλοι

εἶεν· ἁμαρτωλαὶ γὰρ ἐν ἀνθρώποισιν ἕπονται

   θνητοῖς, Κύρνε· θεοὶ δ' οὐκ ἐθέλουσι φέρειν.

 

Καὶ βραδὺς εὔβουλος εἷλεν ταχὺν ἄνδρα διώκων,

 330   Κύρνε, σὺν εὐθείηι θεῶν δίκηι ἀθανάτων.

 

Ἥσυχος ὥσπερ ἐγὼ μέσσην ὁδὸν ἔρχεο ποσσίν,

   μηδ' ἑτέροισι διδούς, Κύρνε, τὰ τῶν ἑτέρων.

 

Οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος·

   τῆς δὲ φυγῆς ἐστιν τοῦτ' ἀνιηρότατον.

μήποτε φεύγοντ' ἄνδρα ἐπ' ἐλπίδι, Κύρνε, φιλήσηις·

   οὐδὲ γὰρ οἴκαδε βὰς γίνεται αὐτὸς ἔτι.

 

 335Μηδὲν ἄγαν σπεύδειν· πάντων μέσ' ἄριστα· καὶ οὕτως,

   Κύρν', ἕξεις ἀρετήν, ἥντε λαβεῖν χαλεπόν.

 

Ζεύς μοι τῶν τε φίλων δοίη τίσιν, οἵ με φιλεῦσιν,

   τῶν τ' ἐχθρῶν μεῖζον, Κύρνε, δυνησόμενον.

χοὔτως ἂν δοκέοιμι μετ' ἀνθρώπων θεὸς εἶναι,

 340   εἴ μ' ἀποτεισάμενον μοῖρα κίχηι θανάτου.

 

Ἀλλά, Ζεῦ, τέλεσόν μοι, Ὀλύμπιε, καίριον εὐχήν·

   δὸς δέ μοι ἀντὶ κακῶν καί τι παθεῖν ἀγαθόν.

τεθναίην δ', εἰ μή τι κακῶν ἄμπαυμα μεριμνέων

   εὑροίμην, δοίην δ' ἀντ' ἀνιῶν ἀνίας.

 345αἶσα γὰρ οὕτως ἐστί. τίσις δ' οὐ φαίνεται ἡμῖν

   ἀνδρῶν, οἳ τἀμὰ χρήματ' ἔχουσι βίηι

συλήσαντες· ἐγὼ δὲ κύων ἐπέρησα χαράδρην

   χειμάρρωι ποταμῶι πάντ' ἀποσεισάμενος·

τῶν εἴη μέλαν αἷμα πιεῖν· ἐπί τ' ἐσθλὸς ὄροιτο

 350   δαίμων, ὃς κατ' ἐμὸν νοῦν τελέσειε τάδε.

 

Ἆ δειλὴ πενίη, τί μένεις προλιποῦσα παρ' ἄλλον

   ἄνδρ' ἰέναι; μὴ ὦν δὴν οὐκ ἐθέλοντα φίλει·

ἀλλ' ἴθι καὶ δόμον ἄλλον ἐποίχεο, μηδὲ μεθ' ἡμέων

 355   αἰεὶ δυστήνου τοῦδε βίου μέτεχε.

 

Τόλμα, Κύρνε, κακοῖσιν, ἐπεὶ κἀσθλοῖσιν ἔχαιρες,

   εὖτέ σε καὶ τούτων μοῖρ' ἐπέβαλλεν ἔχειν.

ὡς δέ περ ἐξ ἀγαθῶν ἔλαβες κακόν, ὣς δὲ καὶ αὖθις

   ἐκδῦναι πειρῶ θεοῖσιν ἐπευχόμενος.

μηδὲ λίην ἐπίφαινε· κακὸν δέ τε, Κύρν', ἐπιφαίνειν.

 360   παύρους κηδεμόνας σῆς κακότητος ἔχεις.

 

Ἀνδρός τοι κραδίη μινύθει μέγα πῆμα παθόντος,

   Κύρν'· ἀποτεινυμένου δ' αὔξεται ἐξοπίσω.

 

Εὖ κώτιλλε τὸν ἐχθρόν· ὅταν δ' ὑποχείριος ἔλθηι,

   τεῖσαί νιν πρόφασιν μηδεμίαν θέμενος.

 

 365Ἴσχε νόωι, γλώσσης δὲ τὸ μείλιχον αἰὲν ἐπέστω·

   δειλῶν τοι τελέθει καρδίη ὀξυτέρη.

 

Οὐ δύναμαι γνῶναι νόον ἀστῶν ὅντιν' ἔχουσιν·

   οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς·

μωμεῦνται δέ με πολλοί, ὁμῶς κακοὶ ἠδὲ καὶ ἐσθλοί·

 370   μιμεῖσθαι δ' οὐδεὶς τῶν ἀσόφων δύναται.

 

Μή μ' ἀέκοντα βίηι κεντῶν ὑπ' ἄμαξαν ἔλαυνε

   εἰς φιλότητα λίην, Κύρνε, προσελκόμενος.

 

Ζεῦ φίλε, θαυμάζω σε· σὺ γὰρ πάντεσσιν ἀνάσσεις

   τιμὴν αὐτὸς ἔχων καὶ μεγάλην δύναμιν·

 375ἀνθρώπων δ' εὖ οἶσθα νόον καὶ θυμὸν ἑκάστου·

   σὸν δὲ κράτος πάντων ἔσθ' ὕπατον, βασιλεῦ.

πῶς δή σευ, Κρονίδη, τολμᾶι νόος ἄνδρας ἀλιτρούς

   ἐν ταὐτῆι μοίρηι τόν τε δίκαιον ἔχειν,

ἤν τ' ἐπὶ σωφροσύνην τρεφθῆι νόος ἤν τε πρὸς ὕβριν

 380   ἀνθρώπων ἀδίκοισ' ἔργμασι πειθομένων;

οὐδέ τι κεκριμένον πρὸς δαίμονός ἐστι βροτοῖσιν,

   οὐδ' ὁδὸν ἥντιν' ἰὼν ἀθανάτοισιν ἅδοι.

ἔμπης δ' ὄλβον ἔχουσιν ἀπήμονα· τοὶ δ' ἀπὸ δειλῶν

   ἔργων ἴσχοντες θυμὸν ὅμως πενίην

 385μητέρ' ἀμηχανίης ἔλαβον τὰ δίκαια φιλεῦντες,

   ἥτ' ἀνδρῶν παράγει θυμὸν ἐς ἀμπλακίην

βλάπτουσ' ἐν στήθεσσι φρένας κρατερῆς ὑπ' ἀνάγκης·

   τολμᾶι δ' οὐκ ἐθέλων αἴσχεα πολλὰ φέρειν

χρημοσύνηι εἴκων, ἣ δὴ κακὰ πολλὰ διδάσκει,

 390   ψεύδεά τ' ἐξαπάτας τ' οὐλομένας τ' ἔριδας,

ἄνδρα καὶ οὐκ ἐθέλοντα· κακὸν δέ οἱ οὐδὲν ἔοικεν·

   ἡ γὰρ καὶ χαλεπὴν τίκτει ἀμηχανίην.

 

Ἐν πενίηι δ' ὅ τε δειλὸς ἀνὴρ ὅ τε πολλὸν ἀμείνων

   φαίνεται, εὖτ' ἂν δὴ χρημοσύνη κατέχηι·

 395τοῦ μὲν γὰρ τὰ δίκαια φρονεῖ νόος, οὗτέ περ αἰεί

   ἰθεῖα γνώμη στήθεσιν ἐμπεφύηι·

τοῦ δ' αὖτ' οὔτε κακοῖσ' ἕπεται νόος οὔτ' ἀγαθοῖσιν.

   τὸν δ' ἀγαθὸν τολμᾶν χρὴ τά τε καὶ τὰ φέρειν,

αἰδεῖσθαι δὲ φίλους φεύγειν τ' ὀλεσήνορας ὅρκους,

 400   ἐντράπελ' ἀθανάτων μῆνιν ἀλευάμενον.

 

Μηδὲν ἄγαν σπεύδειν· καιρὸς δ' ἐπὶ πᾶσιν ἄριστος

   ἔργμασιν ἀνθρώπων· πολλάκι δ' εἰς ἀρετήν

σπεύδει ἀνὴρ κέρδος διζήμενος, ὅντινα δαίμων

   πρόφρων εἰς μεγάλην ἀμπλακίην παράγει,

 405καί οἱ ἔθηκε δοκεῖν, ἃ μὲν ἦι κακά, ταῦτ' ἀγάθ' εἶναι

   εὐμαρέως, ἃ δ' ἂν ἦι χρήσιμα, ταῦτα κακά.

 

Φίλτατος ὢν ἥμαρτες· ἐγὼ δέ σοι αἴτιος οὐδέν,

   ἀλλ' αὐτὸς γνώμης οὐκ ἀγαθῆς ἔτυχες.

 

Οὐδένα θησαυρὸν παισὶν καταθήσει ἀμείνω

 410   αἰδοῦς, ἥτ' ἀγαθοῖσ' ἀνδράσι, Κύρν', ἕπεται.

 

Οὐδενὸς ἀνθρώπων κακίων δοκεῖ εἶναι ἑταῖρος,

   ὧι γνώμη θ' ἕπεται, Κύρνε, καὶ ὧι δύναμις.

 

Πίνων δ' οὐχ οὕτως θωρήξομαι, οὐδ' ἐμέ τ' οἶνος

   ἐξάγει, ὥστ' εἰπεῖν δεινὸν ἔπος περὶ σοῦ.

 

 415Οὐδέν' ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν

   πιστὸν ἑταῖρον, ὅτωι μή τις ἔνεστι δόλος·

ἐς βάσανον δ' ἐλθὼν παρατρίβομαι ὥστε μολύβδωι

   χρυσός, ὑπερτερίης δ' ἄμμιν ἔνεστι λόγος.

 

Πολλά με καὶ συνιέντα παρέρχεται· ἀλλ' ὑπ' ἀνάγκης

 420   σιγῶ, γινώσκων ἡμετέρην δύναμιν.

 

Πολλοῖσ' ἀνθρώπων γλώσσηι θύραι οὐκ ἐπίκεινται

   ἁρμόδιαι, καί σφιν πόλλ' ἀμέλητα μέλει.

πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδον ἄμεινον,

   ἐσθλὸν δ' ἐξελθὸν λώιον ἢ τὸ κακόν.

 

 425'Πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον'

   μηδ' ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου,

'φύντα δ' ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι'

   καὶ κεῖσθαι πολλὴν γῆν ἐπαμησάμενον.

 

Φῦσαι καὶ θρέψαι ῥᾶιον βροτὸν ἢ φρένας ἐσθλάς

 430   ἐνθέμεν· οὐδείς πω τοῦτό γ' ἐπεφράσατο,

ὧι τις σώφρον' ἔθηκε τὸν ἄφρονα κἀκ κακοῦ ἐσθλόν.

   εἰ δ' Ἀσκληπιάδαις τοῦτό γ' ἔδωκε θεός,

ἰᾶσθαι κακότητα καὶ ἀτηρὰς φρένας ἀνδρῶν,

   πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον.

 435εἰ δ' ἦν ποιητόν τε καὶ ἔνθετον ἀνδρὶ νόημα,

   οὔποτ' ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,

πειθόμενος μύθοισι σαόφροσιν· ἀλλὰ διδάσκων

   οὔποτε ποιήσει τὸν κακὸν ἄνδρ' ἀγαθόν.

 

Νήπιος, ὃς τὸν ἐμὸν μὲν ἔχει νόον ἐν φυλακῆισιν,

 440   τῶν δ' αὐτοῦ ἰδίων οὐδὲν ἐπιστρέφεται.

 

Οὐδεὶς γὰρ πάντ' ἐστὶ πανόλβιος· ἀλλ' ὁ μὲν ἐσθλός

   τολμᾶι ἔχων τὸ κακόν, κοὐκ ἐπίδηλος ὁμῶς,

δειλὸς δ' οὔτ' ἀγαθοῖσιν ἐπίσταται οὔτε κακοῖσιν

   θυμὸν ἔχων μίμνειν. ἀθανάτων τε δόσεις

 445παντοῖαι θνητοῖσιν ἐπέρχοντ'. ἀλλ' ἐπιτολμᾶν

   χρὴ δῶρ' ἀθανάτων, οἷα διδοῦσιν, ἔχειν.

 

Εἴ μ' ἐθέλεις πλύνειν, κεφαλῆς ἀμίαντον ἀπ' ἄκρης

   αἰεὶ λευκὸν ὕδωρ ῥεύσεται ἡμετέρης,

εὑρήσεις δέ με πᾶσιν ἐπ' ἔργμασιν ὥσπερ ἄπεφθον

 450   χρυσὸν ἐρυθρὸν ἰδεῖν τριβόμενον βασάνωι,

τοῦ χροιῆς καθύπερθε μέλας οὐχ ἅπτεται ἰός

   οὐδ' εὐρώς, αἰεὶ δ' ἄνθος ἔχει καθαρόν.

 

Ὤνθρωπ', εἰ γνώμης ἔλαχες μέρος ὥσπερ ἀνοίης

   καὶ σώφρων οὕτως ὥσπερ ἄφρων ἐγένου,

 455πολλοῖσ' ἂν ζηλωτὸς ἐφαίνεο τῶνδε πολιτῶν

   οὕτως ὥσπερ νῦν οὐδενὸς ἄξιος εἶ.

 

Οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι·

   οὐ γὰρ πηδαλίωι πείθεται ὡς ἄκατος,

οὐδ' ἄγκυραι ἔχουσιν· ἀπορρήξασα δὲ δεσμά

 460   πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.

 

Μήποτ' ἐπ' ἀπρήκτοισι νόον ἔχε μηδὲ μενοίνα

   χρήμασι, τῶν ἄνυσις γίνεται οὐδεμία.

 

Εὐμαρέ' οἷς τοι χρῆμα θεοὶ δόσαν οὔτε τι δειλόν

   οὔτ' ἀγαθόν· χαλεπῶι δ' ἔργματι κῦδος ἔπι.

 

 465Ἀμφ' ἀρετῆι τρίβου καί τοι τὰ δίκαια φίλ' ἔστω,

   μηδέ σε νικάτω κέρδος, ὅ τ' αἰσχρὸν ἔηι.

 

Μηδένα τῶνδ' ἀέκοντα μένειν κατέρυκε παρ' ἡμῖν,

   μηδὲ θύραζε κέλευ' οὐκ ἐθέλοντ' ἰέναι,

μηδ' εὕδοντ' ἐπέγειρε, Σιμωνίδη, ὅντιν' ἂν ἡμῶν

 470   θωρηχθέντ' οἴνωι μαλθακὸς ὕπνος ἕληι,

μηδὲ τὸν ἀγρυπνέοντα κέλευ' ἀέκοντα καθεύδειν.

   'πᾶν γὰρ ἀναγκαῖον χρῆμ' ἀνιηρὸν ἔφυ.'

τῶι πίνειν δ' ἐθέλοντι παρασταδὸν οἰνοχοείτω·

   οὐ πάσας νύκτας γίνεται ἁβρὰ παθεῖν.

 475αὐτὰρ ἐγώ ‑ μέτρον γὰρ ἔχω μελιηδέος οἴνου ‑

   ὕπνου λυσικάκου μνήσομαι οἴκαδ' ἰών.

ἥξω δ' ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι·

   οὔτε τι γὰρ νήφω οὔτε λίην μεθύω.

ὃς δ' ἂν ὑπερβάλληι πόσιος μέτρον, οὐκέτι κεῖνος

 480   τῆς αὐτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου·

μυθεῖται δ' ἀπάλαμνα, τὰ νήφοσι γίνεται αἰσχρά,

   αἰδεῖται δ' ἕρδων οὐδέν, ὅταν μεθύηι,

τὸ πρὶν ἐὼν σώφρων, τότε νήπιος. ἀλλὰ σὺ ταῦτα

   γινώσκων μὴ πῖν' οἶνον ὑπερβολάδην,

 485ἀλλ' ἢ πρὶν μεθύειν ὑπανίστασο ‑ μή σε βιάσθω

   γαστὴρ ὥστε κακὸν λάτριν ἐφημέριον ‑

ἢ παρεὼν μὴ πῖνε. σὺ δ' 'ἔγχεε' τοῦτο μάταιον

   κωτίλλεις αἰεί· τοὔνεκά τοι μεθύεις·

ἡ μὲν γὰρ 'φέρεται φιλοτήσιος', ἡ δὲ 'πρόκειται,'

 490   τὴν δὲ 'θεοῖς σπένδεις', τὴν δ' 'ἐπὶ χειρὸς ἔχεις'·

αἰνεῖσθαι δ' οὐκ οἶδας. ἀνίκητος δέ τοι οὗτος,

   ὃς πολλὰς πίνων μή τι μάταιον ἐρεῖ·

ὑμεῖς δ' εὖ μυθεῖσθε παρὰ κρητῆρι μένοντες,

   ἀλλήλων ἔριδος δὴν ἀπερυκόμενοι,

 495εἰς τὸ μέσον φωνεῦντες ὁμῶς ἑνὶ καὶ συνάπασιν·

   χοὔτως συμπόσιον γίνεται οὐκ ἄχαρι.

 

Ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος, ὅταν δή

 

   πίνηι ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.

 500Ἐμ πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες

   γινώσκουσ', ἀνδρὸς δ' οἶνος ἔδειξε νόον

καὶ μάλα περ πινυτοῦ, τὸν ὑπὲρ μέτρον ἤρατο πίνων,

   ὥστε καταισχῦναι καὶ πρὶν ἐόντα σοφόν.

 

Οἰνοβαρέω κεφαλήν, Ὀνομάκριτε, καί με βιᾶται

   οἶνος, ἀτὰρ γνώμης οὐκέτ' ἐγὼ ταμίης

 505ἡμετέρης, τὸ δὲ δῶμα περιτρέχει. ἀλλ' ἄγ' ἀναστάς

   πειρηθῶ, μή πως καὶ πόδας οἶνος ἔχει

καὶ νόον ἐν στήθεσσι· δέδοικα δὲ μή τι μάταιον

   ἕρξω θωρηχθεὶς καὶ μέγ' ὄνειδος ἔχω.

οἶνος πινόμενος πουλὺς κακόν· ἢν δέ τις αὐτόν

 510   πίνηι ἐπισταμένως, οὐ κακόν, ἀλλ' ἀγαθόν.

 

Ἦλθες δή, Κλεάριστε, βαθὺν διὰ πόντον ἀνύσσας

   ἐνθάδ' ἐπ' οὐδὲν ἔχοντ', ὦ τάλαν, οὐδὲν ἔχων.

νηός τοι πλευρῆισιν ὑπὸ ζυγὰ θήσομεν ἡμεῖς,

   Κλεάρισθ', οἷ' ἔχομεν χοἶα διδοῦσι θεοί.

 515τῶν δ' ὄντων τἄριστα παρέξομεν· ἢν δέ τις ἔλθηι

   σεῦ φίλος ὤν, †κατάκεισ', †ὡς φιλότητος ἔχεις.

οὔτε τι τῶν ὄντων ἀποθήσομαι, οὔτε τι μείζω

   σῆς ἕνεκα ξενίης ἄλλοθεν οἰσόμεθα·

ἢν δέ τί σ' εἰρωτᾶι τὸν ἐμὸν βίον, ὧδέ οἱ εἰπεῖν·

 520   'ὡς εὖ μὲν χαλεπῶς, ὡς χαλεπῶς δὲ μάλ' εὖ,

ὥσθ' ἕνα μὲν ξεῖνον πατρώιον οὐκ ἀπολείπειν,

   ξείνια δὲ πλέον' ἔστ' οὐ δυνατὸς παρέχειν.'

 

Οὔ σε μάτην, ὦ Πλοῦτε, βροτοὶ τιμῶσι μάλιστα·

   ἦ γὰρ ῥηϊδίως τὴν κακότητα φέρεις.

 525καὶ γάρ τοι πλοῦτον μὲν ἔχειν ἀγαθοῖσιν ἔοικεν,

   ἡ πενίη δὲ κακῶι σύμφορος ἀνδρὶ φέρειν.

 

Ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,

   τοῦ μὲν ἐπερχομένου, τῆς δ' ἀπονισομένης.

 

Οὐδὲ ἕνα προὔδωκα φίλον καὶ πιστὸν ἑταῖρον,

 530   οὐδ' ἐν ἐμῆι ψυχῆι δούλιον οὐδὲν ἔνι.

 

Αἰεί μοι φίλον ἦτορ ἰαίνεται, ὁππότ' ἀκούσω

   αὐλῶν φθεγγομένων ἱμερόεσσαν ὄπα.

χαίρω δ' εὖ πίνων καὶ ὑπ' αὐλητῆρος ἀκούων,

   χαίρω δ' εὔφθογγον χερσὶ λύρην ὀχέων.

 

 535Οὔποτε δουλείη κεφαλὴ ἰθεῖα πέφυκεν,

   ἀλλ' αἰεὶ σκολιὴ καὐχένα λοξὸν ἔχει.

οὔτε γὰρ ἐκ σκίλλης ῥόδα φύεται οὔθ' ὑάκινθος,

   οὐδέ ποτ' ἐκ δούλης τέκνον ἐλευθέριον.

 

Οὗτος ἀνήρ, φίλε Κύρνε, πέδας χαλκεύεται αὑτῶι,

 540   εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.

 

Δειμαίνω, μὴ τήνδε πόλιν, Πολυπαΐδη, ὕβρις

   ἥ περ Κενταύρους ὠμοφάγους ὄλεσεν.

 

Χρή με παρὰ στάθμην καὶ γνώμονα τήνδε δικάσσαι,

   Κύρνε, δίκην, ἶσόν τ' ἀμφοτέροισι δόμεν,

 545μάντεσί τ(οι) οἰωνοῖς τε καὶ αἰθομένοισ' ἱεροῖσιν,

   ὄφρα μὴ ἀμπλακίης αἰσχρὸν ὄνειδος ἔχω.

 

Μηδένα πω κακότητι βιάζεο· τῶι δὲ δικαίωι

   τῆς εὐεργεσίης οὐδὲν ἀρειότερον.

 

Ἄγγελος ἄφθογγος πόλεμον πολύδακρυν ἐγείρει,

 550   Κύρν', ἀπὸ τηλαυγέος φαινόμενος σκοπιῆς.

ἀλλ' ἵπποισ' ἔμβαλλε ταχυπτέρνοισι χαλινούς·

   δήιων γάρ σφ' ἀνδρῶν ἀντιάσειν δοκέω.

οὐ πολλὸν τὸ μεσηγύ· διαπρήξουσι κέλευθον,

   εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.

 

 555Χρὴ τολμᾶν χαλεποῖσιν ἐν ἄλγεσι κείμενον ἄνδρα

   πρός τε θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.

 

Φράζεο· κίνδυνός τοι ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς·

   ἄλλοτε πόλλ' ἕξεις, ἄλλοτε παυρότερα,

ὥστε σε μήτε λίην ἀφνεὸν κτεάτεσσι γενέσθαι,

 560   μήτε σέ γ' ἐς πολλὴν χρημοσύνην ἐλάσαι.

 

Εἴη μοι τὰ μὲν αὐτὸν ἔχειν, τὰ δὲ πόλλ' ἐπιδοῦναι

   χρήματα τῶν ἐχθρῶν τοῖσι φίλοισιν ἔχειν.

 

Κεκλῆσθαι δ' ἐς δαῖτα, παρέζεσθαι δὲ παρ' ἐσθλόν

   ἄνδρα χρεὼν σοφίην πᾶσαν ἐπιστάμενον.

 565τοῦ συνιεῖν, ὁπόταν τι λέγηι σοφόν, ὄφρα διδαχθῆις

   καὶ τοῦτ' εἰς οἶκον κέρδος ἔχων ἀπίηις.

 

Ἥβηι τερπόμενος παίζω· δηρὸν γὰρ ἔνερθεν

   γῆς ὀλέσας ψυχὴν κείσομαι ὥστε λίθος

ἄφθογγος, λείψω δ' ἐρατὸν φάος ἠελίοιο·

 570   ἔμπης δ' ἐσθλὸς ἐὼν ὄψομαι οὐδὲν ἔτι.

 

Δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ' ἄριστον·

   πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ' ἀγαθῶν.

 

Εὖ ἕρδων εὖ πάσχε· τί κ' ἄγγελον ἄλλον ἰάλλοις;

   τῆς εὐεργεσίης ῥηιδίη ἀγγελίη.

 

 575Οἵ με φίλοι προδιδοῦσιν, ἐπεὶ τόν γ' ἐχθρὸν ἀλεῦμαι

   ὥστε κυβερνήτης χοιράδας εἰναλίας.

 

'Ῥήιον ἐξ ἀγαθοῦ θεῖναι κακὸν ἢ 'κ κακοῦ ἐσθλόν.'

   μή με δίδασκ'· οὔ τοι τηλίκος εἰμὶ μαθεῖν.

 

Ἐχθαίρω κακὸν ἄνδρα, καλυψαμένη δὲ πάρειμι

 580   σμικρῆς ὄρνιθος κοῦφον ἔχουσα νόον. ‑

Ἐχθαίρω δὲ γυναῖκα περίδρομον ἄνδρα τε μάργον,

   ὃς τὴν ἀλλοτρίαν βούλετ' ἄρουραν ἀροῦν.

 

Ἀλλὰ τὰ μὲν προβέβηκεν, ἀμήχανόν ἐστι γενέσθαι

   ἀεργά· τὰ δ' ἐξοπίσω, τῶν φυλακὴ μελέτω.

 585'πᾶσίν τοι κίνδυνος ἐπ' ἔργμασιν, οὐδέ τις οἶδεν

   πῆι σχήσειν μέλλει πρήγματος ἀρχομένου.

ἀλλ' ὁ μὲν εὐδοκιμεῖν πειρώμενος οὐ προνοήσας

   εἰς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν·

τῶι δὲ καλῶς ποιεῦντι θεὸς περὶ πάντα τίθησιν

 590   συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.'

 

Τολμᾶν χρή, τὰ διδοῦσι θεοὶ θνητοῖσι βροτοῖσιν,

   ῥηϊδίως δὲ φέρειν ἀμφοτέρων τὸ λάχος,

μήτε κακοῖσιν ἀσῶντα λίην φρένα, μήτ' ἀγαθοῖσιν

   τερφθῆις ἐξαπίνης, πρὶν τέλος ἄκρον ἰδεῖν.

 

 595Ἄνθρωπ', ἀλλήλοισιν ἀπόπροθεν ὦμεν ἑταῖροι·

   πλὴν πλούτου παντὸς χρήματός ἐστι κόρος.

'δὴν δὴ καὶ φίλοι ὦμεν'· ἀτάρ τ' ἄλλοισιν ὁμίλει

   ἀνδράσιν, οἳ τὸν σὸν μᾶλλον ἴσασι νόον.

οὔ μ' ἔλαθες φοιτῶν κατ' ἀμαξιτόν, ἣν ἄρα καὶ πρίν

 600   ἠλάστρεις κλέπτων ἡμετέρην φιλίην.

ἔρρε, θεοῖσίν τ' ἐχθρὲ καὶ ἀνθρώποισιν ἄπιστε,

   ψυχρὸν ὃς ἐν κόλπωι ποικίλον εἶχες ὄφιν.

 

Τοιάδε καὶ Μάγνητας ἀπώλεσεν ἔργα καὶ ὕβρις,

   οἷα τὰ νῦν ἱερὴν τήνδε πόλιν κατέχει.

 

 605Πολλῶι τοι πλέονας λιμοῦ κόρος ὤλεσεν ἤδη

   ἄνδρας, ὅσοι μοίρης πλεῖον ἔχειν ἔθελον.

 

Ἀρχῆι ἔπι ψεύδους μικρὰ χάρις· εἰς δὲ τελευτήν

   αἰσχρὸν δὴ κέρδος καὶ κακόν, ἀμφότερον,

γίνεται. οὐδέ τι καλόν, ὅτωι ψεῦδος προσαμαρτῆι

 610   ἀνδρὶ καὶ ἐξέλθηι πρῶτον ἀπὸ στόματος.

 

Οὐ χαλεπὸν ψέξαι τὸν πλησίον, οὐδὲ μὲν αὐτόν

   αἰνῆσαι· δειλοῖσ' ἀνδράσι ταῦτα μέλει.

σιγᾶν δ' οὐκ ἐθέλουσι κακοὶ κακὰ λεσχάζοντες,

   οἱ δ' ἀγαθοὶ πάντων μέτρον ἴσασιν ἔχειν.

 

 615Οὐδένα παμπήδην ἀγαθὸν καὶ μέτριον ἄνδρα

   τῶν νῦν ἀνθρώπων ἠέλιος καθορᾶι.

 

Οὔ τι μάλ' ἀνθρώποις καταθύμια πάντα τελεῖται·

   πολλὸν γὰρ θνητῶν κρέσσονες ἀθάνατοι.

 

Πόλλ' ἐν ἀμηχανίηισι κυλίνδομαι ἀχνύμενος κῆρ·

 620   ἄκρην γὰρ πενίην οὐχ ὑπερεδράμομεν.

 

Πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν

   πᾶσιν δ' ἀνθρώποισ' αὐτὸς ἔνεστι νόος.

 

Παντοῖαι κακότητες ἐν ἀνθρώποισιν ἔασιν,

   παντοῖαι δ' ἀρεταὶ καὶ βιότου παλάμαι.

 

 625Ἀργαλέον φρονέοντα παρ' ἄφροσι πόλλ' ἀγορεύειν

   καὶ σιγᾶν αἰεί· τοῦτο γὰρ οὐ δυνατόν.

 

Αἰσχρόν τοι μεθύοντα παρ' ἀνδράσι νήφοσιν εἶναι,

   αἰσχρὸν δ' εἰ νήφων πὰρ μεθύουσι μένει.

 

Ἥβη καὶ νεότης ἐπικουφίζει νόον ἀνδρός,

 630   πολλῶν δ' ἐξαίρει θυμὸν ἐς ἀμπλακίην.

ὧιτινι μὴ θυμοῦ κρέσσων νόος, αἰὲν ἐν ἄταις,

   Κύρν'. ἦ καὶ μεγάλαις κεῖται ἐν ἀμπλακίαις.

 

Βουλεύου δὶς καὶ τρίς, ὅ τοί κ' ἐπὶ τὸν νόον ἔλθηι·

   ἀτηρὸς γάρ τοι λάβρος ἀνὴρ τελέθει.

 

 635Ἀνδράσι τοῖσ' ἀγαθοῖσ' ἕπεται γνώμη τε καὶ αἰδώς·

   οἳ νῦν ἐν πολλοῖσ' ἀτρεκέως ὀλίγοι.

 

Ἐλπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖοι·

   οὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.

 

Πολλάκι πὰρ δόξαν τε καὶ ἐλπίδα γίνεται εὖ ῥεῖν

 640   ἔργ' ἀνδρῶν, βουλαῖς δ' οὐκ ἐπέγεντο τέλος.

 

Οὔ τοί κ' εἰδείης οὔτ' εὔνουν οὔτε τὸν ἐχθρόν,

   εἰ μὴ σπουδαίου πράγματος ἀντιτύχοις.

πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι,

   ἐν δὲ σπουδαίωι πράγματι παυρότεροι.

 

 645Παύρους κηδεμόνας πιστοὺς εὕροις κεν ἑταίρους

   κείμενος ἐν μεγάληι θυμὸν ἀμηχανίηι.

 

Ἦ δὴ νῦν αἰδὼς μὲν ἐν ἀνθρώποισιν ὄλωλεν,

   αὐτὰρ ἀναιδείη γαῖαν ἐπιστρέφεται.

 

Ἆ δειλὴ πενίη, τί ἐμοῖσ' ἐπικειμένη ὤμοις

 650   σῶμα καταισχύνεις καὶ νόον ἡμέτερον;

αἰσχρὰ δέ μ' οὐκ ἐθέλοντα βίηι καὶ πολλὰ διδάσκεις

   ἐσθλὰ μετ' ἀνθρώπων καὶ κάλ' ἐπιστάμενον.

 

Εὐδαίμων εἴην καὶ θεοῖς φίλος ἀθανάτοισιν,

   Κύρν'· ἀρετῆς δ' ἄλλης οὐδεμιῆς ἔραμαι.

 

 655Σὺν τοί, Κύρνε, παθόντι κακῶς ἀνιώμεθα πάντες·

   ἀλλὰ τοὶ ἀλλότριον κῆδος ἐφημέριον.

 

Μηδὲν ἄγαν χαλεποῖσιν ἀσῶ φρένα μηδ' ἀγαθοῖσιν

   χαῖρ', ἐπεὶ ἔστ' ἀνδρὸς πάντα φέρειν ἀγαθοῦ.

 

Οὐδ' ὀμόσαι χρὴ τοῦτο. ‑ τί 'Μήποτε πρᾶγμα τόδ' ἔσται';

 660   θεοὶ γάρ τοι νεμεσῶσ', οἷσιν ἔπεστι τέλος·

†καιπρηξαι †μέντοι τι· καὶ ἐκ κακοῦ ἐσθλὸν ἔγεντο

   καὶ κακὸν ἐξ ἀγαθοῦ. καί τε πενιχρὸς ἀνήρ

αἶψα μάλ' ἐπλούτησε καὶ ὃς μάλα πολλὰ πέπαται

   ἐξαπίνης ἀπό τ(οι) οὖν ὤλεσε νυκτὶ μιῆι.

 665καὶ σώφρων ἥμαρτε, καὶ ἄφρονι πολλάκι δόξα

   ἕσπετο, καὶ τιμῆς καὶ κακὸς ὢν ἔλαχεν.

 

Εἰ μὲν χρήματ' ἔχοιμι, Σιμωνίδη, οἷά περ ἤδη

   οὐκ ἂν ἀνιώιμην τοῖσ' ἀγαθοῖσι συνών.

νῦν δέ με γινώσκοντα παρέρχεται, εἰμὶ δ' ἄφωνος

 670   χρημοσύνηι, πολλῶν †γνοῦσαν †ἄμεινον ἔτι

οὕνεκα νῦν φερόμεσθα καθ' ἱστία λευκὰ βαλόντες

   Μηλίου ἐκ πόντου νύκτα διὰ δνοφερήν·

ἀντλεῖν δ' οὐκ ἐθέλουσιν· ὑπερβάλλει δὲ θάλασσα

   ἀμφοτέρων τοίχων. ἦ μάλα τις χαλεπῶς

 675σώιζεται. οἱ δ' ἕρδουσι· κυβερνήτην μὲν ἔπαυσαν

   ἐσθλόν, ὅτις φυλακὴν εἶχεν ἐπισταμένως·

χρήματα δ' ἁρπάζουσι βίηι, κόσμος δ' ἀπόλωλεν,

   δασμὸς δ' οὐκέτ' ἴσος γίνεται ἐς τὸ μέσον·

φορτηγοὶ δ' ἄρχουσι, κακοὶ δ' ἀγαθῶν καθύπερθεν.

 680   δειμαίνω, μή πως ναῦν κατὰ κῦμα πίηι.

ταῦτά μοι ἠινίχθω κεκρυμμένα τοῖσ' ἀγαθοῖσιν·

   γινώσκοι δ' ἄν τις καὶ κακόν, ἂν σοφὸς ἦι.

 

Πολλοὶ πλοῦτον ἔχουσιν ἀίδριες· οἱ δὲ τὰ καλά

   ζητοῦσιν χαλεπῆι τειρόμενοι πενίηι.

 685ἕρδειν δ' ἀμφοτέροισιν ἀμηχανίη παράκειται·

   εἴργει γὰρ τοὺς μὲν χρήματα, τοὺς δὲ νόος.

 

Οὐκ ἔστι θνητοῖσι πρὸς ἀθανάτους μαχέσασθαι

   οὐδὲ δίκην εἰπεῖν· οὐδενὶ τοῦτο θέμις.

 

Οὐ χρὴ πημαίνειν ὅ τε μὴ πημαντέον εἴη,

 690   οὐδ' ἕρδειν ὅ τι μὴ λώιον ἦι τελέσαι.

 

Χαίρων εὖ τελέσειας ὁδὸς μεγάλου διὰ πόντου,

   καί σε Ποσειδάων χάρμα φίλοισ' ἀγάγοι.

 

Πολλούς τοι κόρος ἄνδρας ἀπώλεσεν ἀφραίνοντας·

   γνῶναι γὰρ χαλεπὸν μέτρον, ὅτ' ἐσθλὰ παρῆι.

 

 695Οὐ δύναμαί σοι, θυμέ, παρασχεῖν ἄρμενα πάντα·

   τέτλαθι· τῶν δὲ καλῶν οὔ τι σὺ μοῦνος ἐρᾶις.

 

Εὖ μὲν ἔχοντος ἐμοῦ πολλοὶ φίλοι· ἢν δέ τι δεινόν

   συγκύρσηι, παῦροι πιστὸν ἔχουσι νόον.

 

Πλήθει δ' ἀνθρώπων ἀρετὴ μία γίνεται ἥδε,

 700   πλουτεῖν· τῶν δ' ἄλλων οὐδὲν ἄρ' ἦν ὄφελος,

οὐδ' εἰ σωφροσύνην μὲν ἔχοις Ῥαδαμάνθυος αὐτοῦ,

   πλείονα δ' εἰδείης Σισύφου Αἰολίδεω,

ὅστε καὶ ἐξ Ἀίδεω πολυϊδρίηισιν ἀνῆλθεν

   πείσας Περσεφόνην αἱμυλίοισι λόγοις,

 705ἥτε βροτοῖς παρέχει λήθην βλάπτουσα νόοιο ‑

   ἄλλος δ' οὔπω τις τοῦτο γ' ἐπεφράσατο,

ὅντινα δὴ θανάτοιο μέλαν νέφος ἀμφικαλύψηι,

   ἔλθηι δ' ἐς σκιερὸν χῶρον ἀποφθιμένων,

κυανέας τε πύλας παραμείψεται, αἵτε θανόντων

 710   ψυχὰς εἴργουσιν καίπερ ἀναινομένας·

ἀλλ' ἄρα κἀκεῖθεν πάλιν ἤλυθε Σίσυφος ἥρως

   ἐς φάος ἠελίου σφῆισι πολυφροσύναις ‑

οὐδ' εἰ ψεύδεα μὲν ποιοῖς ἐτύμοισιν ὁμοῖα,

   γλῶσσαν ἔχων ἀγαθὴν Νέστορος ἀντιθέου,

 715ὠκύτερος δ' εἴησθα πόδας ταχεῶν Ἁρπυιῶν

   καὶ παίδων Βορέω, τῶν ἄφαρ εἰσὶ πόδες.

ἀλλὰ χρὴ πάντας γνώμην ταύτην καταθέσθαι,

   ὡς πλοῦτος πλείστην πᾶσιν ἔχει δύναμιν.

 

'Ἶσόν τοι πλουτοῦσιν, ὅτωι πολὺς ἄργυρός ἐστιν

 720   καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία

ἵπποι θ' ἡμίονοί τε, καὶ ὧι' ‑ τὰ δέοντα πάρεστι

   'γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,

παιδός τ' ἠδὲ γυναικός·' ὅταν δέ κε τῶν ἀφίκηται

   ὥρη, σὺν δ' ἥβη γίνεται ἁρμοδία,

 725ταῦτ' ἄφενος θνητοῖσι· τὰ γὰρ περιώσια πάντα

   χρήματ' ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀίδεω,

οὐδ' ἂν ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρείας

   νούσους οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.

 

Φροντίδες ἀνθρώπων ἔλαχον πτερὰ ποικίλ' ἔχουσαι,

 730   μυρόμεναι ψυχῆς εἵνεκα καὶ βιότου.

 

Ζεῦ πάτερ, εἴθε γένοιτο θεοῖς φίλα τοῖς μὲν ἀλιτροῖς

   ὕβριν ἁδεῖν, καί σφιν τοῦτο γένοιτο φίλον

θυμῶι, σχέτλια ἔργα †διατά φρεσὶ δ' ὅστις †ἀθήνης

   ἐργάζοιτο θεῶν μηδὲν ὀπιζόμενος,

 735αὐτὸν ἔπειτα πάλιν τεῖσαι κακά, μηδ' ἔτ' ὀπίσσω

   πατρὸς ἀτασθαλίαι παισὶ γένοιντο κακόν·

παῖδες δ' οἵτ' ἀδίκου πατρὸς τὰ δίκαια νοεῦντες

   ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,

ἐξ ἀρχῆς τὰ δίκαια μετ' ἀστοῖσιν φιλέοντες,

 740   μή τιν' ὑπερβασίην ἀντιτίνειν πατέρων.

ταῦτ' εἴη μακάρεσσι θεοῖς φίλα· νῦν δ' ὁ μὲν ἕρδων

   ἐκφεύγει, τὸ κακὸν δ' ἄλλος ἔπειτα φέρει.

καὶ τοῦτ', ἀθανάτων βασιλεῦ, πῶς ἐστι δίκαιον,

   ἔργων ὅστις ἀνὴρ ἐκτὸς ἐὼν ἀδίκων,

 745μή τιν' ὑπερβασίην κατέχων μήθ' ὅρκον ἀλιτρόν,

   ἀλλὰ δίκαιος ἐών, μὴ τὰ δίκαια πάθηι;

τίς δή κεν βροτὸς ἄλλος ὁρῶν πρὸς τοῦτον ἔπειτα

   ἅζοιτ' ἀθανάτους, καὶ τίνα θυμὸν ἔχων,

ὁππότ' ἀνὴρ ἄδικος καὶ ἀτάσθαλος, οὔτε τευ ἀνδρός

 750   οὔτε τευ ἀθανάτων μῆνιν ἀλευόμενος,

ὑβρίζηι πλούτωι κεκορημένος, οἱ δὲ δίκαιοι

   τρύχονται χαλεπῆι τειρόμενοι πενίηι;

 

Ταῦτα μαθών, φίλ' ἑταῖρε, δικαίως χρήματα ποιοῦ,

   σώφρονα θυμὸν ἔχων ἐκτὸς ἀτασθαλίης,

 755ἀεὶ τῶνδ' ἐπέων μεμνημένος· εἰς δὲ τελευτήν

   αἰνήσεις μύθωι σώφρονι πειθόμενος.

 

Ζεὺς μὲν τῆσδε πόληος ὑπειρέχοι αἰθέρι ναίων

   αἰεὶ δεξιτερὴν χεῖρ' ἐπ' ἀπημοσύνηι,

ἄλλοι τ' ἀθάνατοι μάκαρες θεοί· αὐτὰρ Ἀπόλλων

 760   ὀρθώσαι γλῶσσαν καὶ νόον ἡμέτερον.

φόρμιγξ δ' αὖ φθέγγοιθ' ἱερὸν μέλος ἠδὲ καὶ αὐλός·

   ἡμεῖς δὲ σπονδὰς θεοῖσιν ἀρεσσάμενοι

πίνωμεν, χαρίεντα μετ' ἀλλήλοισι λέγοντες,

   μηδὲν τὸν Μήδων δειδιότες πόλεμον.

 765ὧδ' εἶναι. καὶ ἄμεινον ἐύφρονα θυμὸν ἔχοντας

   νόσφι μεριμνάων εὐφροσύνως διάγειν

τερπομένους, τηλοῦ δὲ κακὰς ἀπὸ κῆρας ἀμῦναι

   γῆράς τ' οὐλόμενον καὶ θανάτοιο τέλος.

 

Χρὴ Μουσῶν θεράποντα καὶ ἄγγελον, εἴ τι περισσόν

 770   εἰδείη, σοφίης μὴ φθονερὸν τελέθειν,

ἀλλὰ τὰ μὲν μῶσθαι, τὰ δὲ δεικνύεν, ἄλλα δὲ ποιεῖν·

   τί σφιν χρήσηται μοῦνος ἐπιστάμενος;

 

Φοῖβε ἄναξ, αὐτὸς μὲν ἐπύργωσας πόλιν ἄκρην,

   Ἀλκαθόωι Πέλοπος παιδὶ χαριζόμενος·

 775αὐτὸς δὲ στρατὸν ὑβριστὴν Μήδων ἀπέρυκε

   τῆσδε πόλευς, ἵνα σοι λαοὶ ἐν εὐφροσύνηι

ἦρος ἐπερχομένου κλειτὰς πέμπωσ' ἑκατόμβας

   τερπόμενοι κιθάρηι καὶ ἐρατῆι θαλίηι

παιάνων τε χοροῖσ' ἰαχῆισί τε σὸν περὶ βωμόν·

 780   ἦ γὰρ ἔγωγε δέδοικ' ἀφραδίην ἐσορῶν

καὶ στάσιν Ἑλλήνων λαοφθόρον. ἀλλὰ σύ, Φοῖβε,

   ἵλαος ἡμετέρην τήνδε φύλασσε πόλιν.

 

Ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,

   ἦλθον δ' Εὐβοίης ἀμπελόεν πεδίον

 785Σπάρτην δ' Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ·

   καί μ' ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον·

ἀλλ' οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων.

   οὕτως οὐδὲν ἄρ' ἦν φίλτερον ἄλλο πάτρης.

 

Μήποτέ μοι μελέδημα νεώτερον ἄλλο φανείη

 790   ἀντ' ἀρετῆς σοφίης τ', ἀλλὰ τόδ' αἰὲν ἔχων

τερποίμην φόρμιγγι καὶ ὀρχηθμῶι καὶ ἀοιδῆι,

   καὶ μετὰ τῶν ἀγαθῶν ἐσθλὸν ἔχοιμι νόον.

Μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖς

 

   μήτε τιν' ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,

'τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν

 795   ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.'

 

Τοὺς ἀγαθοὺς ἄλλος μάλα μέμφεται, ἄλλος ἐπαινεῖ,

   τῶν δὲ κακῶν μνήμη γίνεται οὐδεμία.

 

Ἀνθρώπων δ' ἄψεκτος ἐπὶ χθονὶ γίνεται οὐδείς·

 800   †ἀλλὡσειλώϊον †μὴ πλεόνεσσι μέλοι.

 

Οὐδεὶς ἀνθρώπων οὔτ' ἔσσεται οὔτε πέφυκεν

   ὅστις πᾶσιν ἁδὼν δύσεται εἰς Ἀίδεω·

οὐδὲ γὰρ ὃς θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,

   Ζεὺς Κρονίδης, θνητοῖς πᾶσιν ἁδεῖν δύναται.

 

 805Τόρνου καὶ στάθμης καὶ γνώμονος ἄνδρα θεωρόν

   εὐθύτερον χρὴ ‹ἔ›μεν, Κύρνε, φυλασσόμενον,

ὧιτινί κεν Πυθῶνι θεοῦ χρήσασ' ἱέρεια

   ὀμφὴν σημήνηι πίονος ἐξ ἀδύτου·

οὔτε τι γὰρ προσθεὶς οὐδέν κ' ἔτι φάρμακον εὕροις,

 810   οὐδ' ἀφελὼν πρὸς θεῶν ἀμπλακίην προφύγοις.

 

Χρῆμ' ἔπαθον θανάτου μὲν ἀεικέος οὔτι κάκιον,

   τῶν δ' ἄλλων πάντων, Κύρν', ἀνιηρότατον·

οἵ με φίλοι προὔδωκαν· ἐγὼ δ' ἐχθροῖσι πελασθείς

   εἰδήσω καὶ τῶν ὅντιν' ἔχουσι νόον.

 

 815Βοῦς μοι ἐπὶ γλώσσηι κρατερῶι ποδὶ λὰξ ἐπιβαίνων

   ἴσχει κωτίλλειν καίπερ ἐπιστάμενον.

 

Κύρν', ἔμπης δ' ὅ τι μοῖρα παθεῖν, οὐκ ἔσθ' ὑπαλύξαι·

   ὅττι δὲ μοῖρα παθεῖν, οὔτι δέδοικα παθεῖν.

 

Ἐς πολυάρητον κακὸν ἥκομεν, ἔνθα μάλιστα,

 820   Κύρνε, συναμφοτέρους μοῖρα λάβοι θανάτου.

 

Οἵ κ' ἀπογηράσκοντας ἀτιμάζωσι τοκῆας,

   τούτων τοι χώρη, Κύρν', ὀλίγη τελέθει.

 

Μήτε τιν' αὖξε τύραννον ἐπ' ἐλπίσι, κέρδεσιν εἴκων,

   μήτε κτεῖνε θεῶν ὅρκια συνθέμενος.

 

 825Πῶς ὑμῖν τέτληκεν ὑπ' αὐλητῆρος ἀείδειν

   θυμός; γῆς δ' οὖρος φαίνεται ἐξ ἀγορῆς,

ἥτε τρέφει καρποῖσιν ἐν εἰλαπίναις φορέοντας

   ξανθῆισίν τε κόμαις πορφυρέους στεφάνους.

ἀλλ' ἄγε δή, Σκύθα, κεῖρε κόμην, ἀπόπαυε δὲ κῶμον,

 830   πένθει δ' εὐώδη χῶρον ἀπολλύμενον.

 

Πίστει χρήματ' ὄλεσσα, ἀπιστίηι δ' ἐσάωσα·

   γνώμη δ' ἀργαλέη γίνεται ἀμφοτέρων.

 

Πάντα τάδ' ἐν κοράκεσσι καὶ ἐν φθόρωι· οὐδέ τις ἡμῖν

   αἴτιος ἀθανάτων, Κύρνε, θεῶν μακάρων,

 835ἀλλ' ἀνδρῶν τε βίη καὶ κέρδεα δειλὰ καὶ ὕβρις

   πολλῶν ἐξ ἀγαθῶν ἐς κακότητ' ἔβαλεν.

 

Δισσαί τοι πόσιος κῆρες δειλοῖσι βροτοῖσιν,

   δίψα τε λυσιμελὴς καὶ μέθυσις χαλεπή·

τούτων δ' ἂν τὸ μέσον στρωφήσομαι, οὐδέ με πείσεις

 840   οὔτε τι μὴ πίνειν οὔτε λίην μεθύειν.

 

Οἶνος ἐμοὶ τὰ μὲν ἄλλα χαρίζεται, ἓν δ' ἀχάριστον,

   εὖτ' ἂν θωρήξας μ' ἄνδρα πρὸς ἐχθρὸν ἄγηι.

ἀλλ' ὁπόταν καθύπερθεν ἐὼν ὑπένερθε γένηται,

   τουτάκις οἴκαδ' ἴμεν παυσάμενοι πόσιος.

 

 845Εὖ μὲν κείμενον ἄνδρα κακῶς θέμεν εὐμαρές ἐστιν,

   εὖ δὲ θέμεν τὸ κακῶς κείμενον ἀργαλέον.

 

Λὰξ ἐπίβα δήμωι κενεόφρονι, τύπτε δὲ κέντρωι

   ὀξέι καὶ ζεύγλην δύσλοφον ἀμφιτίθει·

οὐ γὰρ ἔθ' εὑρήσεις δῆμον φιλοδέσποτον ὧδε

 850   ἀνθρώπων, ὁπόσους ἠέλιος καθορᾶι.

 

Ζεὺς ἄνδρ' ἐξολέσειεν Ὀλύμπιος, ὃς τὸν ἑταῖρον

   μαλθακὰ κωτίλλων ἐξαπατᾶν ἐθέλει·

'Ἡδέα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώια δὴ νῦν.'

   τοὔνεκα τοῖς δειλοῖσ' οὐδεμί' ἐστὶ χάρις.

 

 855Πολλάκις ἡ πόλις ἥδε δι' ἡγεμόνων κακότητα

   ὥσπερ κεκλιμένη ναῦς παρὰ γῆν ἔδραμεν.

 

Τῶν δὲ φίλων εἰ μέν τις ὁρᾶι μέ τι δειλὸν ἔχοντα,

   αὐχέν' ἀποστρέψας οὐδ' ἐσορᾶν ἐθέλει·

ἢν δέ τί μοί ποθεν ἐσθλόν, ἃ παυράκι γίνεται ἀνδρί,

 860   πολλοὺς ἀσπασμοὺς καὶ φιλότητας ἔχω.

 

Οἵ με φίλοι προδιδοῦσι καὶ οὐκ ἐθέλουσί τι δοῦναι

   ἀνδρῶν φαινομένων· ἀλλ' ἐγὼ αὐτομάτη

ἑσπερίη τ' ἔξειμι καὶ ὀρθρίη αὖθις ἔσειμι,

   ἦμος ἀλεκτρυόνων φθόγγος ἐγειρομένων.

 

 865Πολλοῖσ' ἀχρήστοισι θεὸς διδοῖ ἀνδράσιν ὄλβον

   ἐσθλόν, ὃς οὔτ' αὐτῶι βέλτερος, οὐδὲν ἐών,

οὔτε φίλοισ'. ἀρετῆς δὲ μέγα κλέος οὔποτ' ὀλεῖται·

   αἰχμητὴς γὰρ ἀνὴρ γῆν τε καὶ ἄστυ σαοῖ.

 

Ἔν μοι ἔπειτα πέσοι μέγας οὐρανὸς εὐρὺς ὕπερθεν

 870   χάλκεος, ἀνθρώπων δεῖμα χαμαιγενέων,

εἰ μὴ ἐγὼ τοῖσιν μὲν ἐπαρκέσω οἵ με φιλεῦσιν,

   τοῖς δ' ἐχθροῖσ' ἀνίη καὶ μέγα πῆμ' ἔσομαι.

 

Οἶνε, τὰ μέν σ' αἰνῶ, τὰ δὲ μέμφομαι· οὐδέ σε πάμπαν

   οὔτε ποτ' ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.

 875ἐσθλὸν καὶ κακόν ἐσσι. τίς ἄν σέ τε μωμήσαιτο,

   τίς δ' ἂν ἐπαινήσηι μέτρον ἔχων σοφίης;

 

Ἥβα μοι, φίλε θυμέ· τάχ' αὖ τινες ἄλλοι ἔσονται

   ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν' ἔσομαι.

πῖν' οἶνον, τὸν ἐμοὶ κορυφῆς ἄπο Τηϋγέτοιο

 880   ἄμπελοι ἤνεγκαν, τὰς ἐφύτευσ' ὁ γέρων

οὔρεος ἐν βήσσηισι θεοῖσι φίλος Θεότιμος,

   ἐκ Πλατανιστοῦντος ψυχρὸν ὕδωρ ἐπάγων.

τοῦ πίνων ἀπὸ μὲν χαλεπὰς σκεδάσεις μελεδῶνας,

   θωρηχθεὶς δ' ἔσεαι πολλὸν ἐλαφρότερος.

 

 885Εἰρήνη καὶ πλοῦτος ἔχοι πόλιν, ὄφρα μετ' ἄλλων

   κωμάζοιμι· κακοῦ δ' οὐκ ἔραμαι πολέμου.

 

Μηδὲ λίην κήρυκος ἀν' οὖς ἔχε μακρὰ βοῶντος·

   οὐ γὰρ πατρώιας γῆς πέρι μαρνάμεθα.

ἀλλ' αἰσχρὸν παρεόντα καὶ ὠκυπόδων ἐπιβάντα

 890   ἵππων μὴ πόλεμον δακρυόεντ' ἐσιδεῖν.

 

Οἴ μοι ἀναλκίης· ἀπὸ μὲν Κήρινθος ὄλωλεν,

   Ληλάντου δ' ἀγαθὸν κείρεται οἰνόπεδον·

οἱ δ' ἀγαθοὶ φεύγουσι, πόλιν δὲ κακοὶ διέπουσιν.

   ὡς δὴ Κυψελιδῶν Ζεὺς ὀλέσειε γένος.

 

 895Γνώμης δ' οὐδὲν ἄμεινον ἀνὴρ ἔχει αὐτὸς ἐν αὐτῶι

   οὐδ' ἀγνωμοσύνης, Κύρν', ὀδυνηρότερον.

 

Κύρν', εἰ πάντ' ἄνδρεσσι καταθνητοῖς †χαλεπαίνειν †

   γινώσκειν, ὡς νοῦν οἷον ἕκαστος ἔχει

αὐτὸς ἐνὶ στήθεσσι καὶ ἔργματα, τῶι δὲ δικαίωι

 900   τῶι τ' ἀδίκωι μέγα κεμ πῆμα βροτοῖσιν ἐπῆν.

 

Ἔστιν ὁ μὲν χείρων, ὁ δ' ἀμείνων ἔργον ἑκάστου·

   οὐδεὶς δ' ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.

 

Ὅστις ἀνάλωσιν τηρεῖ κατὰ χρήματα θηρῶν,

   κυδίστην ἀρετὴν τοῖς συνιεῖσιν ἔχει.

 905εἰ μὲν γὰρ κατιδεῖν βιότου τέλος ἦν, ὁπόσον τι

   ἤμελλ' ἐκτελέσας εἰς Ἀίδαο περᾶν,

εἰκὸς ἂν ἦν, ὃς μὲν πλείω χρόνον αἶσαν ἔμιμνεν,

   φείδεσθαι μᾶλλον τοῦτον ἵν' εἶχε βίον.

νῦν δ' οὐκ ἔστιν. ὃ δὴ καὶ ἐμοὶ μέγα πένθος ὄρωρεν

 910   καὶ δάκνομαι ψυχὴν καὶ δίχα θυμὸν ἔχω.

ἐν τριόδωι δ' ἕστηκα. δύ' εἰσὶ τὸ πρόσθεν ὁδοί μοι·

   φροντίζω τούτων ἥντιν' ἴω προτέρην·

ἢ μηδὲν δαπανῶν τρύχω βίον ἐν κακότητι,

   ἢ ζώω τερπνῶς ἔργα τελῶν ὀλίγα.

 915εἶδον μὲν γὰρ ἔγωγ', ὃς ἐφείδετο κοὔποτε γαστρί

   σῖτον ἐλευθέριον πλούσιος ὢν ἐδίδου·

ἀλλὰ πρὶν ἐκτελέσαι κατέβη δόμον Ἄιδος εἴσω,

   χρήματα δ' ἀνθρώπων οὑπιτυχὼν ἔλαβεν,

ὥστ' ἐς ἄκαιρα πονεῖν καὶ μὴ δόμεν ὧι κε θέληι τις.

 920   εἶδον δ' ἄλλον, ὃς ἧι γαστρὶ χαριζόμενος

χρήματα μὲν διέτριψεν, ἔφη δ'· 'ὑπάγω φρένα τέρψας·'

   πτωχεύει δὲ φίλους πάντας, ὅπου τιν' ἴδηι.

οὕτω, Δημόκλεις, κατὰ χρήματ' ἄριστον ἁπάντων

   τὴν δαπάνην θέσθαι καὶ μελέτην ἐχέμεν.

 925οὔτε γὰρ ἂν προκαμὼν ἄλλωι κάματον μεταδοίης,

   οὔτ' ἂν πτωχεύων δουλοσύνην τελέοις·

οὐδ', εἰ γῆρας ἵκοιο, τὰ χρήματα πάντ' ἀποδραίη.

   ἐν δὲ τοιῶιδε γένει χρήματ' ἄριστον ἔχειν.

ἢν μὲν γὰρ πλουτῆις, πολλοὶ φίλοι, ἢν δὲ πένηαι,

 930   παῦροι, κοὐκέθ' ὁμῶς αὐτὸς ἀνὴρ ἀγαθός.

φείδεσθαι μὲν ἄμεινον, ἐπεὶ οὐδὲ θανόντ' ἀποκλαίει

   οὐδείς, ἢν μὴ ὁρᾶι χρήματα λειπόμενα.

 

Παύροισ' ἀνθρώπων ἀρετὴ καὶ κάλλος ὀπηδεῖ·

   ὄλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν.

 935'πάντες μιν τιμῶσιν· ὁμῶς νέοι οἵ τε κατ' αὐτόν

   χώρης εἴκουσιν τοί τε παλαιότεροι.

γηράσκων ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτόν

   βλάπτειν οὔτ' αἰδοῦς οὔτε δίκης ἐθέλει.'

 

Οὐ δύναμαι φωνῆι λίγ' ἀειδέμεν ὥσπερ ἀηδών·

 940   καὶ γὰρ τὴν προτέρην νύκτ' ἐπὶ κῶμον ἔβην.

οὐδὲ τὸν αὐλητὴν προφασίζομαι· ἀλλά μ' ἑταῖρος

   ἐκλείπει σοφίης οὐκ ἐπιδευόμενος.

ἐγγύθεν αὐλητῆρος ἀείσομαι ὧδε καταστάς

   δεξιὸς ἀθανάτοις θεοῖσιν ἐπευχόμενος.

 

 945Εἶμι παρὰ στάθμην ὀρθὴν ὁδόν, οὐδετέρωσε

   κλινόμενος· χρὴ γάρ μ' ἄρτια πάντα νοεῖν.

πατρίδα κοσμήσω, λιπαρὴν πόλιν, οὔτ' ἐπὶ δήμωι

   τρέψας οὔτ' ἀδίκοισ' ἀνδράσι πειθόμενος.

 

Νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθώς

 950   ποσσὶ καταμάρψας αἵματος οὐκ ἔπιον·

τειχέων δ' ὑψηλῶν ἐπιβὰς πόλιν οὐκ ἀλάπαξα·

   ζευξάμενος δ' ἵππους ἅρματος οὐκ ἐπέβην·

πρήξας δ' οὐκ ἔπρηξα, καὶ οὐκ ἐτέλεσσα τελέσσας·

   δρήσας δ' οὐκ ἔδρησ', ἤνυσα δ' οὐκ ἀνύσας.

 

 955Δειλοὺς εὖ ἕρδοντι δύω κακά· τῶν τε γὰρ αὐτοῦ

   χηρώσει πολλῶν καὶ χάρις οὐδεμία.

 

Εἴ τι παθὼν ἀπ' ἐμεῦ ἀγαθὸν μέγα μὴ χάριν οἶδας,

   χρήιζων ἡμετέρους αὖθις ἵκοιο δόμους.

 

Ἔστε μὲν αὐτὸς ἔπινον ἀπὸ κρήνης μελανύδρου,

 960   ἡδύ τί μοι ἐδόκει καὶ καλὸν ἦμεν ὕδωρ.

νῦν δ' ἤδη τεθόλωται, ὕδωρ δ' ἀναμίσγεται οὔδει·

   ἄλλης δὴ κρήνης πίομαι ἢ ποταμοῦ.

 

Μήποτ' ἐπαινήσηις, πρὶν ἂν εἰδῆις ἄνδρα σαφηνῶς,

   ὀργὴν καὶ ῥυθμὸν καὶ τρόπον ὅστις ἂν ἦι.

 965πολλοί τοι κίβδηλον ἐπίκλοπον ἦθος ἔχοντες

   κρύπτουσ' ἐνθέμενοι θυμὸν ἐφημέριον.

τούτων δ' ἐκφαίνει πάντων χρόνος ἦθος ἑκάστου.

   καὶ γὰρ ἐγὼ γνώμης πολλὸν ἄρ' ἐκτὸς ἔβην·

ἔφθην αἰνήσας πρὶν σοῦ κατὰ πάντα δαῆναι

 970   ἤθεα· νῦν δ' ἤδη νηῦς ἅθ' ἑκὰς διέχω.

 

Τίς δ' ἀρετὴ πίνοντ' ἐπιοίνιον ἆθλον ἑλέσθαι;

   πολλάκι τοι νικᾶι καὶ κακὸς ἄνδρ' ἀγαθόν.

 

Οὐδεὶς ἀνθρώπων, ὃν πρῶτ' ἐπὶ γαῖα καλύψηι

   εἴς τ' Ἔρεβος καταβῆι, δώματα Περσεφόνης,

 975τέρπεται οὔτε λύρης οὔτ' αὐλητῆρος ἀκούων

   οὔτε Διωνύσου δῶρ' ἐσαειράμενος.

ταῦτ' ἐσορῶν κραδίην εὖ πείσομαι, ὄφρα τ' ἐλαφρά

   γούνατα καὶ κεφαλὴν ἀτρεμέως προφέρω.

 

'Μή μοι ἀνὴρ εἴη γλώσσηι φίλος, ἀλλὰ καὶ ἔργωι.'

 980   χερσίν τε σπεύδου χρήμασί τ', ἀμφότερα·

μηδὲ παρὰ κλητῆρι λόγοισιν ἐμὴν φρένα θέλγοις.

   'ἀλλ' ἕρδων φαίνοιτ', εἴ τι δύναιτ', ἀγαθόν.'

 

Ἡμεῖς δ' ἐν θαλίηισι φίλον καταθώμεθα θυμόν,

   ὄφρ' ἔτι τερπωλῆς ἔργ' ἐρατεινὰ φέρηι.

 985αἶψα γὰρ ὥστε νόημα παρέρχεται ἀγλαὸς ἥβη·

   οὐδ' ἵππων ὁρμὴ γίνεται ὠκυτέρη,

αἵτε ἄνακτα φέρουσι δορυσσόον ἐς πόνον ἀνδρῶν

   λάβρως, πυροφόρωι τερπόμεναι πεδίωι.

 

Πῖν' ὁπόταν πίνωσιν· ὅταν δέ τι θυμὸν ἀσηθῆις,

 990   μηδεὶς ἀνθρώπων γνῶι σε βαρυνόμενον.

 

Ἄλλοτέ τοι πάσχων ἀνιήσεαι, ἄλλοτε δ' ἕρδων

   χαιρήσεις· δύναται δ' ἄλλοτε ἄλλος ἀνήρ.

 

Εἰ θείης, Ἀκάδημε, ἐφήμερον ὕμνον ἀείδειν,

   ἆθλον δ' ἐν μέσσωι παῖς καλὸν ἄνθος ἔχων

 995σοί τ' εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν,

   γνοίης χ' ὅσσον ὄνων κρέσσονες ἡμίονοι.

τῆμος δ' ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους

   ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων,

δείπνου δὲ λήγοιμεν, ὅπου τινὰ θυμὸς ἀνώγοι,

1000   παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι,

χέρνιβα δ' αἶψα θύραζε φέροι, στεφανώματα δ' εἴσω

   εὐειδὴς ῥαδιναῖς χερσὶ Λάκαινα κόρη.

 

'Ἥδ' ἀρετή, τόδ' ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον

   κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ' ‑ σοφῶι.

1005'ξυνὸν δ' ἐσθλὸν τοῦτο πόληί τε παντί τε δήμωι,

   ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένει.'

ξυνὸν δ' ἀνθρώποισ' ὑποθήσομαι, ὄφρα τις ἥβης

   ἀγλαὸν ἄνθος ἔχων καὶ φρεσὶν ἐσθλὰ νοῆι,

τῶν αὐτοῦ κτεάνων εὖ πασχέμεν· οὐ γὰρ ἀνηβᾶν

1010   δὶς πέλεται πρὸς θεῶν οὐδὲ λύσις θανάτου

θνητοῖσ' ἀνθρώποισι. κακὸν δ' ἐπὶ γῆρας ἐλέγχει

   οὐλόμενον, κεφαλῆς δ' ἅπτεται ἀκροτάτης.

 

Ἆ μάκαρ εὐδαίμων τε καὶ ὄλβιος, ὅστις ἄπειρος

   ἄθλων εἰς Ἀίδου δῶμα μέλαν κατέβη,

1015πρίν τ' ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναί περ ἀνάγκηι,

   ἐξετάσαι τε φίλους, ὅντιν' ἔχουσι νόον.

 

Αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,

   πτοιῶμαι δ' ἐσορῶν ἄνθος ὁμηλικίης

τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι·

1020   'ἀλλ' ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ

ἥβη τιμήεσσα· τὸ δ' οὐλόμενον καὶ ἄμορφον

   αὐτίχ' ὑπὲρ κεφαλῆς γῆρας ὑπερκρέμαται.'

 

Οὔποτε τοῖσ' ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα θήσω

   δύσλοφον, οὐδ' εἴ μοι Τμῶλος ἔπεστι κάρηι.

 

1025Δειλοί τοι κακότητι ματαιότεροι νόον εἰσίν,

   τῶν δ' ἀγαθῶν αἰεὶ πρήξιες ἰθύτεραι.

 

Ῥηϊδίη τοι πρῆξις ἐν ἀνθρώποις κακότητος,

   τοῦ δ' ἀγαθοῦ χαλεπή, Κύρνε, πέλει παλάμη.

 

Τόλμα, θυμέ, κακοῖσιν ὅμως ἄτλητα πεπονθώς·

1030   δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη.

μὴ δὲ σύ τ' ἀπρήκτοισιν ἐπ' ἔργμασιν ἄλγος ἀέξων

   †εχθει μηδ' εχθει , μηδὲ φίλους ἀνία,

μηδ' ἐχθροὺς εὔφραινε. θεῶν δ' εἱμαρμένα δῶρα

   οὐκ ἂν ῥηϊδίως θνητὸς ἀνὴρ προφύγοι,

1035οὔτ' ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης,

   οὔθ' ὅταν αὐτὸν ἔχηι Τάρταρος ἠερόεις.

 

Ἄνδρα τοί ἐστ' ἀγαθὸν χαλεπώτατον ἐξαπατῆσαι,

   ὡς ἐν ἐμοὶ γνώμη, Κύρνε, πάλαι κέκριται.

ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώιον ἤδη,

   οὕνεκα τοῖς δειλοῖσ' οὐδεμί' ἐστὶ χάρις.

 

Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες οἶνον

1040   μὴ πίνουσ' ἄστρου καὶ κυνὸς ἀρχομένου.

 

Δεῦρο σὺν αὐλητῆρι· παρὰ κλαίοντι γελῶντες

   πίνωμεν, κείνου κήδεσι τερπόμενοι.

 

Εὕδωμεν· φυλακὴ δὲ πόλεως φυλάκεσσι μελήσει

   ἀστυφέλης ἐρατῆς πατρίδος ἡμετέρης.

 

1045Ναὶ μὰ Δί', εἴ τις τῶνδε καὶ ἐγκεκαλυμμένος εὕδει,

   ἡμέτερον κῶμον δέξεται ἁρπαλέως.

 

Νῦν μὲν πίνοντες τερπώμεθα, καλὰ λέγοντες·

   ἅσσα δ' ἔπειτ' ἔσται, ταῦτα θεοῖσι μέλει.

 

Σοὶ δ' ἐγὼ οἷά τε παιδὶ πατὴρ ὑποθήσομαι αὐτός

1050   ἐσθλά· σὺ δ' ἐν θυμῶι καὶ φρεσὶ ταῦτα βάλευ·

μήποτ' ἐπειγόμενος πράξηις κακόν, ἀλλὰ βαθείηι

   σῆι φρενὶ βούλευσαι σῶι τ' ἀγαθῶι τε νόωι.

τῶν γὰρ μαινομένων πέτεται θυμός τε νόος τε,

   βουλὴ δ' εἰς ἀγαθὸν καὶ νόον ἐσθλὸν ἄγει.

 

1055Ἀλλὰ λόγον μὲν τοῦτον ἐάσομεν, αὐτὰρ ἐμοὶ σύ

   αὔλει, καὶ Μουσῶν μνησόμεθ' ἀμφότεροι.

αὗται γὰρ τάδ' ἔδωκαν ἔχειν κεχαρισμένα δῶρα

   σοὶ καὶ ἐμοί, ‹μελέ›μεν δ' ἀμφιπερικτίοσιν.

 

Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν ὁρῶντι

1060   γινώσκειν χαλεπόν, καίπερ ἐόντι σοφῶι.

οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσιν

   πλούτωι, τοὶ δ' ἀρετὴν οὐλομένηι πενίηι.

 

Ἐν δ' ἥβηι πάρα μὲν ξὺν ὁμήλικι πάννυχον εὕδειν,

   ἱμερτῶν ἔργων ἐξ ἔρον ἱέμενον·

1065ἔστι δὲ κωμάζοντα μετ' αὐλητῆρος ἀείδειν·

   τούτων οὐδὲν ‹ἔην› ἄλλ' ἐπιτερπνότερον

ἀνδράσιν ἠδὲ γυναιξί. τί μοι πλοῦτός τε καὶ αἰδώς;

   τερπωλὴ νικᾶι πάντα σὺν εὐφροσύνηι.

 

Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτε θανόντας

1070   κλαίουσ', οὐ δ' ἥβης ἄνθος ἀπολλύμενον.

τέρπεό μοι, φίλε θυμέ· τάχ' αὖ τινες ἄλλοι ἔσονται

   ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν' ἔσομαι.

 

Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε ποικίλον ἦθος,

   συμμίσγων ὀργὴν οἷος ἕκαστος ἔφυ.

νῦν μὲν τῶιδ' ἐφέπου, τοτὲ δ' ἀλλοῖος πέλευ ὀργήν.

   κρεῖσσόν τοι σοφίη καὶ μεγάλης ἀρετῆς.

 

1075Πρήγματος ἀπρήκτου χαλεπώτατόν ἐστι τελευτήν

   γνῶναι, ὅπως μέλλει τοῦτο θεὸς τελέσαι·

ὄρφνη γὰρ τέταται· πρὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι

   οὐ ξυνετὰ θνητοῖς πείρατ' ἀμηχανίης.

 

Οὐδένα τῶν ἐχθρῶν μωμήσομαι ἐσθλὸν ἐόντα,

1080   οὐδὲ μὲν αἰνήσω δειλὸν ἐόντα φίλον.

'Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκηι ἄνδρα

   ὑβριστήν, χαλεπῆς ἡγεμόνα στάσιος·

ἀστοὶ μὲν γὰρ ἔθ' οἵδε σαόφρονες, ἡγεμόνες δέ

   τετράφαται πολλὴν εἰς κακότητα πεσεῖν.'

'μή μ' ἔπεσιν μὲν στέργε, νόον δ' ἔχε καὶ φρένας ἄλλας,

1082d   εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος,

ἀλλὰ φίλει καθαρὸν θέμενος νόον, ἤ μ' ἀποειπών

   ἔχθαιρ' ἐμφανέως νεῖκος ἀειράμενος.'

οὕτω χρὴ τόν γ' ἐσθλὸν ἐπιστρέψαντα νόημα

   ἔμπεδον αἰὲν ἔχειν ἐς τέλος ἀνδρὶ φίλωι.

 

Δημῶναξ, σοὶ πολλὰ φέρειν βαρύ· οὐ γὰρ ἐπίστηι

   τοῦθ' ἕρδειν, ὅ τι σοὶ μὴ καταθύμιον ἦι.

 

Κάστορ καὶ Πολύδευκες, οἳ ἐν Λακεδαίμονι δίηι

   ναίετ' ἐπ' Εὐρώτα καλλιρόωι ποταμῶι,

εἴ ποτε βουλεύσαιμι φίλωι κακόν, αὐτὸς ἔχοιμι·

1090   εἰ δέ τι κεῖνος ἐμοί, δὶς τόσον αὐτὸς ἔχοι.

 

Ἀργαλέως μοι θυμὸς ἔχει περὶ σῆς φιλότητος·

   οὔτε γὰρ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι,

γινώσκων χαλεπὸν μέν, ὅταν φίλος ἀνδρὶ γένηται,

   ἐχθαίρειν, χαλεπὸν δ' οὐκ ἐθέλοντα φιλεῖν.

 

1095Σκέπτεο δὴ νῦν ἄλλον· ἐμοί γε μὲν οὔ τις ἀνάγκη

   τοῦθ' ἕρδειν· τῶν μοι πρόσθε χάριν τίθεσο.

 

Ἤδη καὶ πτερύγεσσιν ἐπαίρομαι, ὥστε πετεινόν

   ἐκ λίμνης μεγάλης, ἄνδρα κακὸν προφυγών,

βρόχον ἀπορρήξας· σὺ δ' ἐμῆς φιλότητος ἁμαρτών

1100   ὕστερον ἡμετέρην γνώσηι ἐπιφροσύνην.

 

Ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σ' ἐκέλευσεν

   οἴχεσθαι προλιπόνθ' ἡμετέρην φιλίην ‑

ὕβρις καὶ Μάγνητας ἀπώλεσε καὶ Κολοφῶνα

   καὶ Σμύρνην. πάντως, Κύρνε, καὶ ὔμμ' ἀπολεῖ.

 

Δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ' ἄριστον.

1104b   πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ' ἀγαθοί.

εἰς βάσανον δ' ἐλθὼν παρατριβόμενός τε μολύβδωι

   χρυσὸς ἄπεφθος ἐὼν καλὸς ἅπασιν ἔσηι.

 

Οἴ μοι ἐγὼ δειλός· καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς,

   τοῖς δὲ φίλοισι πόνος δειλὰ παθὼν γενόμην.

 

Κύρν', οἱ πρόσθ' ἀγαθοὶ νῦν αὖ κακοί, οἱ δὲ κακοὶ πρίν

1110   νῦν ἀγαθοί. τίς κεν ταῦτ' ἀνέχοιτ' ἐσορῶν,

τοὺς ἀγαθοὺς μὲν ἀτιμοτέρους, κακίους δὲ λαχόντας

   τιμῆς; μνηστεύει δ' ἐκ κακοῦ ἐσθλὸς ἀνήρ.

ἀλλήλους δ' ἀπατῶντες ἐπ' ἀλλήλοισι γελῶσιν,

   οὔτ' ἀγαθῶν μνήμην εἰδότες οὔτε κακῶν.

 

Πολλὰ δ' ἀμηχανίηισι κυλίνδομαι ἀχνύμενος κῆρ·

1114b   ἀρχὴν γὰρ πενίης οὐχ ὑπερεδράμομεν.

 

Χρήματ' ἔχων πενίην μ' ὠνείδισας· ἀλλὰ τὰ μέν μοι

   ἔστι, τὰ δ' ἐργάσομαι θεοῖσιν ἐπευξάμενος: ‑

'Πλοῦτε, θεῶν κάλλιστε καὶ ἱμεροέστατε πάντων,

   σὺν σοὶ καὶ κακὸς ὢν γίνεται ἐσθλὸς ἀνήρ.

ἥβης μέτρον ἔχοιμι, φιλοῖ δέ με Φοῖβος Ἀπόλλων

1120   Λητοΐδης καὶ Ζεύς, ἀθανάτων βασιλεύς,

ὄφρα δίκηι ζώοιμι κακῶν ἔκτοσθεν ἁπάντων

   ἥβηι καὶ πλούτωι θυμὸν ἰαινόμενος.'

 

Μή με κακῶν μίμνησκε· πέπονθά τοι οἷά τ' Ὀδυσσεύς,

   ὅστ' Ἀίδεω μέγα δῶμ' ἤλυθεν ἐξαναδύς,

1125ὃς δὴ καὶ μνηστῆρας ἀνείλατο νηλέι θυμῶι,

   Πηνελόπης εὔφρων κουριδίης ἀλόχου,

ἥ μιν δήθ' ὑπέμεινε φίλωι παρὰ παιδὶ μένουσα,

   ὄφρα τε γῆς ἐπέβη δείλ' ἁλίους τε μυχούς.

 

Ἐμπίομαι, πενίης θυμοφθόρου οὐ μελεδαίνων

1130   οὐδ' ἀνδρῶν ἐχθρῶν, οἵ με λέγουσι κακῶς.

ἀλλ' ἥβην ἐρατὴν ὀλοφύρομαι, ἥ μ' ἐπιλείπει,

   κλαίω δ' ἀργαλέον γῆρας ἐπερχόμενον.

 

Κύρνε, παροῦσι φίλοισι κακοῦ καταπαύσομεν ἀρχήν,

   ζητῶμεν δ' ἕλκει φάρμακα φυομένωι.

 

1135Ἐλπὶς ἐν ἀνθρώποισι μόνη θεὸς ἐσθλὴ ἔνεστιν,

   ἄλλοι δ' Οὔλυμπόν‹δ'› ἐκπρολιπόντες ἔβαν·

ὤιχετο μὲν Πίστις, μεγάλη θεός, ὤιχετο δ' ἀνδρῶν

   Σωφροσύνη, Χάριτές τ', ὦ φίλε, γῆν ἔλιπον·

ὅρκοι δ' οὐκέτι πιστοὶ ἐν ἀνθρώποισι δίκαιοι,

1140   οὐδὲ θεοὺς οὐδεὶς ἅζεται ἀθανάτους.

εὐσεβέων δ' ἀνδρῶν γένος ἔφθιτο, οὐδὲ θέμιστας

   οὐκέτι γινώσκουσ' οὐδὲ μὲν εὐσεβίας.

ἀλλ' ὄφρα τις ζώει καὶ ὁρᾶι φῶς ἠελίοιο,

   εὐσεβέων περὶ θεοὺς Ἐλπίδα προσμενέτω·

1145εὐχέσθω δὲ θεοῖσι, καὶ ἀγλαὰ μηρία καίων

   Ἐλπίδι τε πρώτηι καὶ πυμάτηι θυέτω.

φραζέσθω δ' ἀδίκων ἀνδρῶν σκολιὸν λόγον αἰεί,

   οἳ θεῶν ἀθανάτων οὐδὲν ὀπιζόμενοι

αἰὲν ἐπ' ἀλλοτρίοις κτεάνοισ' ἐπέχουσι νόημα,

1150   αἰσχρὰ κακοῖσ' ἔργοις σύμβολα θηκάμενοι.

 

Μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα

   δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.

 

Εἴη μοι πλουτοῦντι κακῶν ἀπάτερθε μεριμνέων

   ζώειν ἀβλαβέως μηδὲν ἔχοντι κακόν.

 

1155Οὐκ ἔραμαι πλουτεῖν οὐδ' εὔχομαι, ἀλλά μοι εἴη

   ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.

 

Πλοῦτος καὶ σοφίη θνητοῖσ' ἀμαχώτατον αἰεί·

   οὔτε γὰρ ἂν πλούτου θυμὸν ὑπερκορέσαις·

ὣς δ' αὔτως σοφίην ὁ σοφώτατος οὐκ ἀποφεύγει,

1160   ἀλλ' ἔραται, θυμὸν δ' οὐ δύναται τελέσαι.

 

Ὦ νέοι, οἳ νῦν ἄνδρες, 'ἐμοί γε μὲν οὔ τις ἀνάγκη

   ταῦθ' ἕρδειν· τῶν μοι πρόσθε χάριν τίθεσο'.

 

Οὐδένα θησαυρὸν παισὶν καταθήσει ἄμεινον·

   αἰτοῦσιν δ' ἀγαθοῖσ' ἀνδράσι, Κύρνε, δίδου.

'οὐδεὶς γὰρ πάντ' ἐστὶ πανόλβιος· ἀλλ' ὁ μὲν ἐσθλός

   τολμᾶι ἔχων τὸ κακὸν κοὐκ ἐπίδηλον ὁμῶς,

δειλὸς δ' οὔτ' ἀγαθοῖσιν ἐπίσταται οὔτε κακοῖσιν

1162d   θυμὸν ὁμῶς μίσγειν. ἀθανάτων τε δόσεις

παντοῖαι θνητοῖσιν ἐπέρχοντ'· ἀλλ' ἐπιτολμᾶν

   χρὴ δῶρ' ἀθανάτων, οἷα διδοῦσιν, ἔχειν.'

 

Ὀφθαλμοὶ καὶ γλῶσσα καὶ οὔατα καὶ νόος ἀνδρῶν

   ἐν μέσσωι στηθέων ἐν συνετοῖς φύεται.

'Τοιοῦτός τοι ἀνὴρ ἔστω φίλος, ὃς τὸν ἑταῖρον

1164b   γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει

ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτ' ἐνὶ θυμῶι

   φράζεο καί ποτέ μου μνήσεαι ἐξοπίσω.'

'οὔτιν' ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν

   πιστὸν ἑταῖρον, ὅτωι μή τις ἔνεστι δόλος·

1164gἐς βάσανόν τ' ἐλθὼν παρατριβόμενός τε μολύβδωι

   χρυσός ‑ ὑπερτερίης ἄμμιν ἔνεστι λόγος.'

 

1165Τοῖσ' ἀγαθοῖς σύμμισγε, κακοῖσι δὲ μήποθ' ὁμάρτει,

   εὖτ' ἂν ὁδοῦ τελέηις τέρματ' ἐπ' ἐμπορίην.

 

Τῶν ἀγαθῶν ἐσθλὴ μὲν ἀπόκρισις, ἐσθλὰ δὲ ἔργα·

   τῶν δὲ κακῶν ἄνεμοι δειλὰ φέρουσιν ἔπη.

 

Ἐκ καχεταιρίης κακὰ γίνεται· εὖ δὲ καὶ αὐτός

1170   γνώσηι, ἐπεὶ μεγάλους ἤλιτες ἀθανάτους.

 

Γνώμην, Κύρνε, θεοὶ θνητοῖσι διδοῦσιν ἀρίστην·

   ἄνθρωπος γνώμηι πείρατα παντὸς ἔχει.

ὢ μάκαρ, ὅστις δή μιν ἔχει φρεσίν· ἦ πολὺ κρείσσων

   ὕβριος οὐλομένης λευγαλέου τε κόρου·

1175ἔστι κακὸν δὲ βροτοῖσι κόρος, τῶν οὔ τι κάκιον·

   πᾶσα γὰρ ἐκ τούτων, Κύρνε, πέλει κακότης.

 

Εἴ κ' εἴης ἔργων αἰσχρῶν ἀπαθὴς καὶ ἀεργός,

   Κύρνε, μεγίστην κεν πεῖραν ἔχοις ἀρετῆς.

'τολμᾶν χρὴ χαλεποῖσιν ἐν ἄλγεσιν ἦτορ ἔχοντα,

   πρὸς δὲ θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.'

 

Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι· τοῦτο γὰρ ἄνδρα

1180   εἴργει μήθ' ἕρδειν μήτε λέγειν ἀσεβῆ.

δημοφάγον δὲ τύραννον ὅπως ἐθέλεις κατακλῖναι

   οὐ νέμεσις πρὸς θεῶν γίνεται οὐδεμία.

 

Οὐδένα, Κύρν', αὐγαὶ φαεσιμβρότου ἠελίοιο

   ἄνδρ' ἐφορῶσ', ὧι μὴ μῶμος ἐπικρέμαται.

'ἀστῶν δ' οὐ δύναμαι γνῶναι νόον ὅντιν' ἔχουσιν·

1184b   οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.'

 

Νοῦς ἀγαθὸν καὶ γλῶσσα· τὰ δ' ἐν παύροισι πέφυκεν

   ἀνδράσιν, οἳ τούτων ἀμφοτέρων ταμίαι.

 

Οὔτις ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρεῖαν

   δυστυχίην, εἰ μὴ μοῖρ' ἐπὶ τέρμα βάλοι.

οὐδ' ἂν δυσφροσύνας, ὅτε δὴ θεὸς ἄλγεα πέμπηι,

1190   θνητὸς ἀνὴρ δώροις βουλόμενος προφύγηι.

 

Οὐκ ἔραμαι κλισμῶι βασιληίωι ἐγκατακεῖσθαι

   τεθνεώς, ἀλλά τί μοι ζῶντι γένοιτ' ἀγαθόν.

ἀσπάλαθοι δὲ τάπησιν ὁμοῖον στρῶμα θανόντι·

   †τοξύλον· ἠ σκληρον γινεται. η μαλακόν †

 

1195Μήτι θεοὺς ἐπίορκος ἐπόμνυθι· οὐ γὰρ ἀνεκτόν

   ἀθανάτους κρύψαι χρεῖος ὀφειλόμενον.

 

Ὄρνιθος φωνήν, Πολυπαΐδη, ὀξὺ βοώσης

   ἤκουσ', ἥτε βροτοῖσ' ἄγγελος ἦλθ' ἀρότου

ὡραίου· καί μοι κραδίην ἐπάταξε μέλαιναν,

1200   ὅττι μοι εὐανθεῖς ἄλλοι ἔχουσιν ἀγρούς,

οὐδέ μοι ἡμίονοι κυφὸν ἕλκουσιν ἄροτρον

   τῆς ἄλλης †μνηστῆς †εἵνεκα ναυτιλίης.

 

Οὐκ εἶμ', οὐδ' ὑπ' ἐμοῦ κεκλήσεται οὐδ' ἐπὶ τύμβωι

   οἰμωχθεὶς ὑπὸ γῆν εἶσι τύραννος ἀνήρ.

1205οὐδ' ἂν ἐκεῖνος ἐμοῦ τεθνηότος οὔτ' ἀνιῶιτο

   οὔτε κατὰ βλεφάρων θερμὰ βάλοι δάκρυα.

 

Οὔτε σε κωμάζειν ἀπερύκομεν οὔτε καλοῦμεν·

   ἀργαλέος γὰρ ἐὼν καὶ φίλος εὖτ' ἂν ἀπῆις.

 

1210Αἴθων μὲν γένος εἰμί, πόλιν δ' εὐτείχεα Θήβην

   οἰκῶ πατρώιας γῆς ἀπερυκόμενος.

μή μ' ἀφελῶς παίζουσα φίλους δένναζε τοκῆας,

   Ἄργυρι· σοὶ μὲν γὰρ δούλιον ἦμαρ ἔπι,

ἡμῖν δ' ἄλλα μέν ἐστι, γύναι, κακὰ πόλλ', ἐπεὶ ἐκ γῆς

1215   φεύγομεν, ἀργαλέη δ' οὐκ ἔπι δουλοσύνη,

οὔθ' ἡμᾶς περνᾶσι· πόλις γε μέν ἐστι καὶ ἡμῖν

   καλή, Ληθαίωι κεκλιμένη πεδίωι.

 

Μήποτε πὰρ κλαίοντα καθεζόμενοι γελάσωμεν

   τοῖσ' αὐτῶν ἀγαθοῖς, Κύρν', ἐπιτερπόμενοι.

 

Ἐχθρὸν μὲν χαλεπὸν καὶ δυσμενεῖ ἐξαπατῆσαι,

1220   Κύρνε· φίλον δὲ φίλωι ῥάιδιον ἐξαπατᾶν.

 

ΕΛΕΓΕΙΩΝ Β

Σχέτλι' Ἔρως, μανίαι σε τιθηνήσαντο λαβοῦσαι·

   ἐκ σέθεν ὤλετο μὲν Ἰλίου ἀκρόπολις,

ὤλετο δ' Αἰγείδης Θησεὺς μέγας, ὤλετο δ' Αἴας

   ἐσθλὸς Ὀιλιάδης σῆισιν ἀτασθαλίαις.

 

Ὦ παῖ, ἄκουσον ἐμεῦ δαμάσας φρένας· οὔ τοι ἀπειθῆ

1235   μῦθον ἐρῶ τῆι σῆι καρδίηι οὐδ' ἄχαριν.

ἀλλὰ τλῆθι νόωι συνιδεῖν ἔπος· 'οὔ τοι ἀνάγκη

   τοῦθ' ἕρδειν, ὅ τι σοὶ μὴ καταθύμιον ἦι.'

 

'Μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα,

   δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος·'

πολλάκι τοι παρ' ἐμοὶ κατὰ σοῦ λέξουσι μάταια

1240   καὶ παρὰ σοὶ κατ' ἐμοῦ· τῶν δὲ σὺ μὴ ξύνιε.

 

Χαιρήσεις τῆι πρόσθε παροιχομένηι φιλότητι,

   τῆς δὲ παρερχομένης οὐκέτ' ἔσηι ταμίης.

 

'Δὴν δὴ καὶ φίλοι ὦμεν'. ἔπειτ' ἄλλοισιν ὁμίλει,

   ἦθος ἔχων δόλιον, πίστεος ἀντίτυπον.

 

1245Οὔποθ' ὕδωρ καὶ πῦρ συμμείξεται· οὐδέ ποθ' ἡμεῖς

   πιστοὶ ἐπ' ἀλλήλοις καὶ φίλοι ἐσσόμεθα.

 

Φρόντισον ἔχθος ἐμὸν καὶ ὑπέρβασιν, ἴσθι δὲ θυμῶι,

   ὥς σ' ἐφ' ἁμαρτωλῆι τείσομαι ὡς δύναμαι.

 

Παῖ, σὺ μὲν αὔτως ἵππος, ἐπεὶ κριθῶν ἐκορέσθης,

1250   αὖθις ἐπὶ σταθμοὺς ἤλυθες ἡμετέρους

ἡνίοχόν τε ποθῶν ἀγαθὸν λειμῶνά τε καλόν

   κρήνην τε ψυχρὴν ἄλσεά τε σκιερά.

 

'Ὄλβιος, ὧι παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι

   θηρευταί τε κύνες καὶ' ξένοι ἀλλοδαποί.

1255ὅστις μὴ παῖδάς τε φιλεῖ καὶ μώνυχας ἵππους

   καὶ κύνας, οὔποτέ οἱ θυμὸς ἐν εὐφροσύνηι.

 

Ὦ παῖ, κινδύνοισι πολυπλάγκτοισιν ὁμοῖος

   ὀργὴν, ἄλλοτε τοῖσ', ἄλλοτε τοῖσι φιλεῖν.

 

Ὦ παῖ, τὴν μορφὴν μὲν ἔφυς καλός, ἀλλ' ἐπίκειται

1260   καρτερὸς ἀγνώμων σῆι κεφαλῆι στέφανος·

ἰκτίνου γὰρ ἔχεις ἀγχιστρόφου ἐν φρεσὶν ἦθος

   ἄλλων ἀνθρώπων ῥήμασι πειθόμενος.

 

Ὦ παῖ, ὃς εὖ ἕρδοντι κακὴν ἀπέδωκας ἀμοιβήν,

   οὐδέ τις ἀντ' ἀγαθῶν ἐστὶ χάρις παρὰ σοί·

1265οὐδέν πώ μ' ὤνησας· ἐγὼ δέ σε πολλάκις ἤδη

   εὖ ἕρδων αἰδοῦς οὐδεμιῆς ἔτυχον.

 

Παῖς τε καὶ ἵππος ὁμοῖον ἔχει νόον· οὔτε γὰρ ἵππος

   ἡνίοχον κλαίει κείμενον ἐν κονίηι,

ἀλλὰ τὸν ὕστερον ἄνδρα φέρει κριθαῖσι κορεσθείς·

1270   ὣς δ' αὔτως καὶ παῖς τὸν παρεόντα φιλεῖ.

 

Ὦ παῖ, μαργοσύνης ἄπο μευ νόον ὤλεσας ἐσθλόν,

   αἰσχύνη δὲ φίλοισ' ἡμετέροισ' ἐγένου·

ἄμμε δ' ἀνέψυξας μικρὸν χρόνον· ἐκ δὲ θυελλῶν

   ἦκά γ' ἐνωρμίσθην νυκτὸς ἐπειγόμενος.

 

1275Ὡραῖος καὶ Ἔρως ἐπιτέλλεται, ἡνίκα περ γῆ

   ἄνθεσιν εἰαρινοῖς θάλλει ἀεξομένη.

τῆμος Ἔρως προλιπὼν Κύπρον, περικαλλέα νῆσον,

   εἶσιν ἐπ' ἀνθρώπους σπέρμα φέρων κατὰ γῆς.

 

Ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σ' ἐκέλευσεν

   οἴχεσθαι προλιπόνθ' ἡμετέρην φιλίην ‑

1278cνεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθώς

   ποσσὶ καταιμάρψας αἵματος οὐκ ἔπιον.

 

Οὐκ ἐθέλω σε κακῶς ἕρδειν, οὐδ' εἴ μοι ἄμεινον

   πρὸς θεῶν ἀθανάτων ἔσσεται, ὦ καλὲ παῖ.

οὐ γὰρ ἁμαρτωλαῖσιν ἐπὶ σμικραῖσι κάθημαι·

   τῶν δὲ καλῶν παίδων †ουτοσετουτ' αδικων †

 

Ὦ παῖ, μή μ' ἀδίκει ‑ ἔτι σοι καταθύμιος εἶναι

   βούλομαι ‑ εὐφροσύνηι τοῦτο συνεὶς ἀγαθῆι·

1285‹οὐ γάρ τοί με δόλωι› παρελεύσεαι οὐδ' ἀπατήσεις·

   νικήσας γὰρ ἔχεις τὸ πλέον ἐξοπίσω.

ἀλλά σ' ἐγὼ τρώσω φεύγοντά με, ὥς ποτέ φασιν

   Ἰασίου κούρην, παρθένον Ἰασίην,

ὡραίην περ ἐοῦσαν ἀναινομένην γάμον ἀνδρῶν

1290   φεύγειν ζωσαμένην. ἔργ' ἀτέλεστα τέλει

πατρὸς νοσφισθεῖσα δόμων ξανθὴ Ἀταλάντη·

   ὤιχετο δ' ὑψηλὰς εἰς κορυφὰς ὀρέων

φεύγουσ' ἱμερόεντα γάμον, χρυσῆς Ἀφροδίτης

   δῶρα· τέλος δ' ἔγνω καὶ μάλ' ἀναινομένη.

 

1295Ὦ παῖ, μή με κακοῖσιν ἐν ἄλγεσι θυμὸν ὀρίναις,

   μηδέ με σὴ φιλότης δώματα Περσεφόνης

οἴχηται προφέρουσα· θεῶν δ' ἐποπίζεο μῆνιν

   βάξιν τ' ἀνθρώπων, ἤπια νωσάμενος.

 

Ὦ παῖ, μέχρι τίνος με προφεύξεαι; ὥς σε διώκων

1300   δίζημ'· ἀλλά τί μοι τέρμα γένοιτο κιχεῖν.

σὴ σοὶ γῆ. σὺ δὲ μάργον ἔχων καὶ ἀγήνορα θυμόν

   φεύγεις, ἰκτίνου σχέτλιον ἦθος ἔχων.

[2]

ἀλλ' ἐπίμεινον, ἐμοὶ δὲ δίδου χάριν· οὐκέτι δηρόν

   ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου.

 

1305Θυμῶι γνούς, ὅτι παιδείας πολυηράτου ἄνθος

   ὠκύτερον σταδίου, τοῦτο συνεὶς χάλασον

δεσμοῦ, μή ποτε καὶ σὺ βιήσεαι, ὄβριμε παίδων,

   Κυπρογενοῦς δ' ἔργων ἀντιάσεις χαλεπῶν,

ὥσπερ ἐγὼ νῦν οἶδ' ἐπὶ σοί. σὺ δὲ ταῦτα φύλαξαι,

1310   μηδέ σε νικήσηι †παιδαϊδη †κακότης.

 

Οὐκ ἔλαθες κλέψας, ὦ παῖ· καὶ γάρ σε διῶμμαι·

   τούτοισ', οἷσπερ νῦν ἄρθμιος ἠδὲ φίλος

ἔπλευ ‑ ἐμὴν δὲ μεθῆκας ἀτίμητον φιλότητα ‑

   οὐ μὲν δὴ τούτοις γ' ἦσθα φίλος πρότερον.

1315ἀλλ' ἐγὼ ἐκ πάντων σ' ἐδόκουν σήσεσθαι ἑταῖρον

   πιστόν· καὶ δὴ νῦν ἄλλον ἔχοισθα φίλον.

ἀλλ' ὁ μὲν εὖ ἕρδων κεῖμαι· σὲ δὲ μήτις ἁπάντων

   ἀνθρώπων ἐσορῶν †παιδαφιλειν †ἐθέλοι.

 

Ὤιμοι ἐγὼ δειλός· καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς,

   τοῖσι φίλοις δὲ πόνος δεινὰ παθὼν γενόμην.

 

Ὦ παῖ, ἐπεί τοι δῶκε θεὰ χάριν ἱμερόεσσαν

1320   Κύπρις, σὸν δ' εἶδος πᾶσι νέοισι μέλει,

τῶνδ' ἐπάκουσον ἐπῶν καὶ ἐμὴν χάριν ἔνθεο θυμῶι,

   γνοὺς ἔρος ὡς χαλεπὸν γίνεται ἀνδρὶ φέρειν.

 

Κυπρογένη, παῦσόν με πόνων, σκέδασον δὲ μερίμνας

   θυμοβόρους, στρέψον δ' αὖθις ἐς εὐφροσύνας·

1325μερμήρας δ' ἀπόπαυε κακάς, δὸς δ' εὔφρονι θυμῶι

   μέτρ' ἥβης τελέσαντ' ἔργματα σωφροσύνης.

 

Ὦ παῖ, ἕως ἂν ἔχηις λείαν γένυν, οὔποτε σαίνων

   παύσομαι, οὐδ' εἴ μοι μόρσιμόν ἐστι θανεῖν.

 

Σοί τε διδόντ' ἔτι καλόν, ἐμοί τ' οὐκ αἰσχρὸν ἐρῶντι

1330   αἰτεῖν· ἀλλὰ γονέων λίσσομαι ἡμετέρων·

αἰδέο μ', ὦ παῖ ‹δῖε›, διδοὺς χάριν, εἴ ποτε καὶ σύ

   ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου,

χρηΐζων καὶ ἐπ' ἄλλον ἐλεύσεαι· ἀλλὰ σὲ δαίμων

   δοίη τῶν αὐτῶν ἀντιτυχεῖν ἐπέων.

 

1335Ὄλβιος ὅστις ἐρῶν γυμνάζεται οἴκαδε ἐλθών

   εὕδειν σὺν καλῶι παιδὶ πανημέριος.

 

Οὐκέτ' ἐρῶ παιδός, χαλεπὰς δ' ἀπελάκτισ' ἀνίας

   μόχθους τ' ἀργαλέους ἄσμενος ἐξέφυγον,

ἐκλέλυμαι δὲ πόθου πρὸς ἐυστεφάνου Κυθερείης·

1340   σοὶ δ', ὦ παῖ, χάρις ἔστ' οὐδεμία πρὸς ἐμοῦ.

 

Αἰαῖ, παιδὸς ἐρῶ ἁπαλόχροος, ὅς με φίλοισιν

   πᾶσι μάλ' ἐκφαίνει κοὐκ ἐθέλοντος ἐμοῦ.

τλήσομαι οὐ κρύψας ἀεκούσι‹α› πολλὰ βίαια·

   οὐ γὰρ ἐπ' αἰκελίωι παιδὶ δαμεὶς ἐφάνην.

 

1345Παιδοφιλεῖν δέ τι τερπνόν, ἐπεί ποτε καὶ Γανυμήδους

   ἤρατο καὶ Κρονίδης, ἀθανάτων βασιλεύς,

ἁρπάξας δ' ἐς Ὄλυμπον ἀνήγαγε καί μιν ἔθηκεν

   δαίμονα, παιδείης ἄνθος ἔχοντ' ἐρατόν.

οὕτω μὴ θαύμαζε, Σιμωνίδη, οὕνεκα κἀγώ

1350   ἐξεδάμην καλοῦ παιδὸς ἔρωτι δαμείς.

 

Ὦ παῖ, μὴ κώμαζε, γέροντι δὲ πείθεο ἀνδρί·

   οὔ τοι κωμάζειν σύμφορον ἀνδρὶ νέωι.

 

Πικρὸς καὶ γλυκύς ἐστι καὶ ἁρπαλέος καὶ ἀπηνής,

   ὄφρα τέλειος ἔηι, Κύρνε, νέοισιν ἔρως.

1355ἢν μὲν γὰρ τελέσηι, γλυκὺ γίνεται· ἢν δὲ διώκων

   μὴ τελέσηι, πάντων τοῦτ' ἀνιηρότατον.

 

Αἰεὶ παιδοφίληισιν ἐπὶ ζυγὸν αὐχένι κεῖται

   δύσμορον, ἀργαλέον μνῆμα φιλοξενίης.

χρὴ γάρ τοι περὶ παῖδα πονούμενον εἰς φιλότητα

1360   ὥσπερ κληματίνωι χεῖρα πυρὶ προσάγειν.

 

Ναῦς πέτρηι προσέκυρσας ἐμῆς φιλότητος ἁμαρτών,

   ὦ παῖ, καὶ σαπροῦ πείσματος ἀντελάβου.

 

Οὐδαμά σ' οὐδ' ἀπεὼν δηλήσομαι· οὐδέ με πείσει

   οὐδεὶς ἀνθρώπων ὥστε με μή σε φιλεῖν.

 

1365Ὦ παίδων κάλλιστε καὶ ἱμεροέστατε πάντων,

   στῆθ' αὐτοῦ καί μου παῦρ' ἐπάκουσον ἔπη: ‑

'Παιδός τοι χάρις ἐστί· γυναικὶ δὲ πιστὸς ἑταῖρος

   οὐδείς, ἀλλ' αἰεὶ τὸν παρεόντα φιλεῖ.

παιδὸς ἔρως καλὸς μὲν ἔχειν, καλὸς δ' ἀποθέσθαι·

1370   πολλὸν δ' εὑρέσθαι ῥήιτερον ἢ τελέσαι.

μυρία δ' ἐξ αὐτοῦ κρέμαται κακά, μυρία δ' ἐσθλά·

   ἀλλ' ἔν τοι ταύτηι καί τις ἔνεστι χάρις.

οὐδαμά πω κατέμεινας ἐμὴν χάριν, ἀλλ' ὑπὸ πᾶσαν

   αἰεὶ σπουδαίην ἔρχεαι ἀγγελίην.'

 

1375Ὄλβιος ὅστις παιδὸς ἐρῶν οὐκ οἶδε θάλασσαν,

   οὐδέ οἱ ἐν πόντωι νὺξ ἐπιοῦσα μέλει.

 

Καλὸς ἐὼν κακότητι φίλων δειλοῖσιν ὁμιλεῖς

   ἀνδράσι, καὶ διὰ τοῦτ' αἰσχρὸν ὄνειδος ἔχεις,

ὦ παῖ· ἐγὼ δ' ἀέκων τῆς σῆς φιλότητος ἁμαρτών

1380   ὠνήμην ἕρδων οἷά τ' ἐλεύθερος ὤν.

 

Ἄνθρωποί σ' ἐδόκουν χρυσῆς παρὰ δῶρον ἔχοντα

   ἐλθεῖν Κυπρογενοῦς. δῶρον ἰοστεφάνου

γίνεται ἀνθρώποισιν ἔχειν χαλεπώτατον ἄχθος,

1385   ἂν μὴ Κυπρογενὴς δῶι λύσιν ἐκ χαλεπῶν.

 

Κυπρογενὲς Κυθέρεια δολοπλόκε, σοὶ τί περισσόν

   Ζεὺς τόδε τιμήσας δῶρον ἔδωκεν ἔχειν;

δαμνᾶις δ' ἀνθρώπων πυκινὰς φρένας, οὐδέ τίς ἐστιν

   οὕτως ἴφθιμος καὶ σοφὸς ὥστε φυγεῖν.