503 24 2 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 2

THEOCRITUS - Idyllia - XXI - ΑΛΙΕΙΣ

Ἁ πενία, Διόφαντε, μόνα τὰς τέχνας ἐγείρει·

αὕτα τῶ μόχθοιο διδάσκαλος, οὐδὲ γὰρ εὕδειν

ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι·

κἂν ὀλίγον νυκτός τις ἐπιβρίσσῃσι, τὸν ὕπνον

αἰφνίδιον θορυβεῦντι ἐφιστάμεναι μελεδῶναι.

Ἰχθύος ἀγρευτῆρες ὁμῶς δύο κεῖντο γέροντες

στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,

κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δ' αὐτοῖν

κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,

τοὶ κάλαμοι, τἄγκιστρα, τὰ φυκιόεντα δέλητα,

ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,

μήρινθοι κῶπαί τε γέρων τ' ἐπ' ἐρείσμασι λέμβος·

νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἵματα, πῖλοι.

οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος·

οὐ κλεῖδ', οὐχὶ θύραν ἔχον, οὐ κύνα· πάντα περισσά

ταῦτ' ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἐτήρει.

οὐδεὶς δ' ἐν μέσσῳ γείτων πέλεν, ἁ δὲ παρ' αὐτᾷ

θλιβομέναν καλύβᾳ τραφερὰν προσέναχε θάλασσα.

κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,

τοὺς δ' ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δέ

ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.

ΑΣΦΑΛΙΩΝ

ψεύδοντ', ὦ φίλε, πάντες ὅσοι τὰς νύκτας ἔφασκον

τῶ θέρεος μινύθειν, ὅκα τἄματα μακρὰ φέροντι.

ἤδη μυρί' ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.

†μὴ λαθόμην τί τὸ χρῆμα χρόνον δ' αἱ νύκτες ἔχοντι. †

ΕΤΑΙΡΟΣ

Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρός

αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον, ἀλλὰ τὸν ὕπνον

ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.

ΑΣΦΑΛΙΩΝ

ἆρ' ἔμαθες κρίνειν ποκ' ἐνύπνια; χρηστὰ γὰρ εἶδον.

οὔ σε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον.

ΕΤΑΙΡΟΣ

ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.

εἰ γὰρ κεἰκάξω κατὰ τὸν νόον, οὗτος ἄριστος

ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρ' ᾧ νοῦ

ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις

κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων;

ἀλλ' ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ·

φαντὶ γὰρ ἀγρυπνίαν τάδ' ἔχειν. λέγε μοί ποτε νυκτὸς

ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ.

ΑΣΦΑΛΙΩΝ

δειλινὸν ὡς κατέδαρθον ἐπ' εἰναλίοισι πόνοισιν

(οὐκ ἦν μὰν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ,

εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθ'), εἶδον ἐμαυτόν

ἐν πέτρᾳ βεβαῶτα, καθεζόμενος δ' ἐδόκευον

ἰχθύας, ἐκ καλάμω δὲ πλάνον κατέσειον ἐδωδάν.

καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις

πᾶσα κύων †ἄρτον μαντεύεται, ἰχθύα κἠγών.

χὢ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα·

τὸν κάλαμον δ' ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον.

τὼ χέρε τεινόμενος, περικλώμενος, εὗρον ἀγῶνα

πῶς ἀνέλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις·

εἶθ' ὑπομιμνάσκων τῶ τρώματος ἠρέμα νύξα,

καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα.

ἤνυσα δ' ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,

παντᾷ τοι χρυσῷ πεπυκασμένον· εἷλέ με δεῖμα

μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθύς,

ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτας.

ἠρέμα δ' αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,

μή ποκα τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.

καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν,

ὤμοσα δ' οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,

ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῶ χρυσῶ βασιλεύσειν.

ταῦτά με κἠξήγειρε, τὺ δ', ὦ ξένε, λοιπὸν ἔρειδε

τὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.

ΕΤΑΙΡΟΣ

μὴ σύγε, μὴ τρέσσῃς· οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθύν

χρύσεον ὡς ἴδες εἷλες, ἴσα δ' ἦν ψεύδεσιν ὄψις.

εἰ δ' ὕπαρ οὐ κνώσσων τὰ πελώρια ταῦτα ματεύσεις,

ἐλπὶς τῶν ὕπνων· ζάτει τὸν σάρκινον ἰχθύν,

μὴ σὺ θάνῃς λιμῷ καὶ τοῖς χρυσοῖσιν ὀνείροις.