450 29 0 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 1

THEOCRITUS - Idyllia X - ΕΡΓΑΤΙΝΑΙ Η ΘΕΡΙΣΤΑΙ

ΜΙΛΩΝ

Ἐργατίνα Βουκαῖε, τί νῦν, ᾠζυρέ, πεπόνθεις;

οὔτε τὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες,

οὔθ' ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλ' ἀπολείπῃ,

ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.

ποῖός τις δείλαν τὺ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,

ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;

 

ΒΟΥΚΑΙΟΣ

Μίλων ὀψαμᾶτα, πέτρας ἀπόκομμ' ἀτεράμνω,

οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;

ΜΙ. οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;

ΒΟ. οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι δι' ἔρωτα;

ΜΙ. μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι.

ΒΟ. ἀλλ' ἐγώ, ὦ Μίλων, ἔραμαι σχεδὸν ἑνδεκαταῖος.

ΜΙ. ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δ' ἔχω οὐδ' ἅλις ὄξος.

ΒΟ. τοιγὰρ τὰ πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.

ΜΙ. τίς δέ τυ τᾶν παίδων λυμαίνεται; ΒΟ. ἁ Πολυβώτα,

ἃ πρᾶν ἀμάντεσσι παρ' Ἱπποκίωνι ποταύλει.

ΜΙ. εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις·

μάντις τοι τὰν νύκτα χροϊξεῖται καλαμαία.

ΒΟ. μωμᾶσθαί μ' ἄρχῃ τύ· τυφλὸς δ' οὐκ αὐτὸς ὁ Πλοῦτος,

ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ.

ΜΙ. οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον,

καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὕτως

ἐργαξῇ. καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.

 

ΒΟ. Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι

παῖδ'· ὧν γάρ χ' ἅψησθε, θεαί, καλὰ πάντα ποεῖτε.

Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,

ἰσχνάν, ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.

καὶ τὸ ἴον μέλαν ἐστί, καὶ ἁ γραπτὰ ὑάκινθος·

ἀλλ' ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.

ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει,

ἁ γέρανος τὤροτρον· ἐγὼ δ' ἐπὶ τὶν μεμάνημαι.

αἴθε μοι ἦς ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι·

χρύσεοι ἀμφότεροί κ' ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ,

τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ τύγε μᾶλον,

σχῆμα δ' ἐγὼ καὶ καινὰς ἐπ' ἀμφοτέροισιν ἀμύκλας.

Βομβύκα χαρίεσσ', οἱ μὲν πόδες ἀστράγαλοί τευς,

ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.

 

ΜΙ. ἦ καλὰς ἄμμε ποῶν ἐλελάθει Βοῦκος ἀοιδάς·

ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.

ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.

θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.

 

Δάματερ πολύκαρπε, πολύσταχυ, τοῦτο τὸ λᾷον

εὔεργόν τ' εἴη καὶ κάρπιμον ὅττι μάλιστα.

σφίγγετ', ἀμαλλοδέται, τὰ δράγματα, μὴ παριών τις

εἴπῃ 'σύκινοι ἄνδρες· ἀπώλετο χοὖτος ὁ μισθός.'

ἐς βορέαν ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν

ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὕτως.

σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον·

ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα·

ἄρχεσθαι δ' ἀμῶντας ἐγειρομένω κορυδαλλῶ

καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.

εὐκτὸς ὁ τῶ βατράχω, παῖδες, βίος· οὐ μελεδαίνει

τὸν τὸ πιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ.

κάλλιον, ὦ 'πιμελητὰ φιλάργυρε, τὸν φακὸν ἕψειν,

μὴ 'πιτάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον.

 

ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν,

τὸν δὲ τεόν, Βουκαῖε, πρέπει λιμηρὸν ἔρωτα

μυθίσδεν τᾷ ματρὶ κατ' εὐνὰν ὀρθρευοίσᾳ.