1235 74 0 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 8

THEOCRITUS - Idyllia V - ΑΙΠΟΛΙΚΟΝ ΚΑΙ ΠΟΙΜΕΝΙΚΟΝ

ΚΟΜΑΤΑΣ

Αἶγες ἐμαί, τῆνον τὸν ποιμένα, τὸν Συβαρίταν,

φεύγετε, τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν.

ΛΑΚΩΝ

οὐκ ἀπὸ τᾶς κράνας; σίττ', ἀμνίδες· οὐκ ἐσορῆτε

τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;

ΚΟ. τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα, δῶλε Σιβύρτα,

ἐκτάσω σύριγγα; τί δ' οὐκέτι σὺν Κορύδωνι

ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;

ΛΑ. τάν μοι ἔδωκε Λύκων, ὠλεύθερε. τὶν δὲ τὸ ποῖον

Λάκων ἀγκλέψας ποκ' ἔβα νάκος; εἰπέ, Κομάτα·

οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τοι ἐνεύδειν.

ΚΟ. τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ' ἔθυσε

ταῖς Νύμφαις τὰν αἶγα· τὺ δ', ὦ κακέ, καὶ τόκ' ἐτάκευ

βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.

ΛΑ. οὐ μαὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων

τὰν βαίταν ἀπέδυσ' ὁ Καλαιθίδος· ἢ κατὰ τήνας

τᾶς πέτρας, ὤνθρωπε, μανεὶς εἰς Κρᾶθιν ἁλοίμαν.

ΚΟ. οὐ μάν, οὐ ταύτας τὰς λιμνάδας, ὠγαθέ, Νύμφας,

αἵτε μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,

οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.

ΛΑ. αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε' ἀροίμαν.

ἀλλ' ὦν αἴ κα λῇς ἔριφον θέμεν, ἔστι μὲν οὐδέν

ἱερόν, ἀλλά γέ τοι διαείσομαι ἔστε κ' ἀπείπῃς.

ΚΟ. ὗς ποτ' Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται

ὥριφος· ἀλλ' ἄγε καὶ τύ τιν' εὔβοτον ἀμνὸν ἔρειδε.

ΛΑ. καὶ πῶς, ὦ κίναδος τύ, τάδ' ἔσσεται ἐξ ἴσω ἄμμιν;

τίς τρίχας ἀντ' ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας

αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετ' ἀμέλγειν;

ΚΟ. ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,

σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔτι

ὥριφος ἰσοπαλής τοι, ἴδ' ὁ τράγος οὗτος· ἔρισδε.

ΛΑ. μὴ σπεῦδ'· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ

τεῖδ' ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.

ψυχρὸν ὕδωρ τουτεὶ καταλείβεται· ὧδε πεφύκει

ποία, χἀ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι.

ΚΟ. ἀλλ' οὔτι σπεύδω· μέγα δ' ἄχθομαι εἰ τύ με τολμῇς

ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ' ἐόντα

παῖδ' ἔτ' ἐγὼν ἐδίδασκον. ἴδ' ἁ χάρις ἐς τί ποχ' ἕρπει·

θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.

ΛΑ. καὶ πόκ' ἐγὼν παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας

μέμναμ', ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως;

ΚΟ. ἁνίκ' ἐπύγιζόν τυ, τὺ δ' ἄλγεες· αἱ δὲ χίμαιραι

αἵδε κατεβληχῶντο, καὶ ὁ τράγος αὐτὰς ἐτρύπη.

ΛΑ. μὴ βάθιον τήνω πυγίσματος, ὑβέ, ταφείης.

ἀλλὰ γὰρ ἕρφ', ὧδ' ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.

ΚΟ. οὐχ ἑρψῶ τηνεί. τουτεὶ δρύες, ὧδε κύπειρος,

ὧδε καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι,

ἔνθ' ὕδατος ψυχρῶ κρᾶναι δύο, ταὶ δ' ἐπὶ δένδρει

ὄρνιχες λαλαγεῦντι, καὶ ἁ σκιὰ οὐδὲν ὁμοία

τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις.

ΛΑ. ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς,

αἴ κ' ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι

ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις.

στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος

ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.

ΚΟ. αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς

καὶ γλάχων' ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν

δέρματα τᾶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνᾶν.

στασῶ δ' ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,

ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρί' ἐχοίσας.

ΛΑ. αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ·

τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε,

τίς κρινεῖ; αἴθ' ἔνθοι ποχ' ὁ βουκόλος ὧδε Λυκώπας.

ΚΟ. οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,

αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας

τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων.

ΛΑ. βωστρέωμες. ΚΟ. τὺ κάλει νιν. ΛΑ. ἴθ' ὦ ξένε, μικκὸν ἄκουσον

τεῖδ' ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων

βουκολιαστάς ἐστι. τὺ δ', ὠγαθέ, μήτ' ἐμέ, Μόρσων,

ἐν χάριτι κρίνῃς, μήτ' ὦν τύγα τοῦτον ὀνάσῃς.

ΚΟ. ναί, ποτὶ τᾶν Νυμφᾶν, Μόρσων φίλε, μήτε Κομάτᾳ

τὸ πλέον ἰθύνῃς, μήτ' ὦν τύγα τῷδε χαρίξῃ.

ἅδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,

Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς, φίλε, τῶ Συβαρίτα.

ΛΑ. μὴ τύ τις ἠρώτη, ποττῶ Διός, αἴτε Σιβύρτα

αἴτ' ἐμόν ἐστι, κάκιστε, τὸ ποίμνιον; ὡς λάλος ἐσσί.

ΚΟ. βέντισθ' οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ' ἀγορεύω

κοὐδὲν καυχέομαι· τύγα μὰν φιλοκέρτομος ἐσσί.

ΛΑ. εἶα λέγ', εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις

ζῶντ' ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα, Κομᾶτα.

 

ΚΟ. ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδόν

Δάφνιν· ἐγὼ δ' αὐταῖς χιμάρως δύο πρᾶν ποκ' ἔθυσα.

ΛΑ. καὶ γὰρ ἔμ' Ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ

κριὸν ἐγὼ βόσκω· τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.

ΚΟ. πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,

καί μ' ἁ παῖς ποθορεῦσα 'τάλαν,' λέγει, 'αὐτὸς ἀμέλγεις;'

ΛΑ. φεῦ φεῦ, Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ

τυρῶ, καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.

ΚΟ. βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα

τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει.

ΛΑ. κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν

ἐκμαίνει· λιπαρὰ δὲ παρ' αὐχένα σείετ' ἔθειρα.

ΚΟ. ἀλλ' οὐ συμβλήτ' ἐστὶ κυνόσβατος οὐδ' ἀνεμώνα

πρὸς ῥόδα, τῶν ἄνδηρα παρ' αἱμασιαῖσι πεφύκει.

ΛΑ. οὐδὲ γὰρ οὐδ' ἀκύλοις ὀρομαλίδες· αἳ μὲν ἔχοντι

λεπτὸν ἀπὸ πρίνοιο λεπύριον, αἳ δὲ μελιχραί.

ΚΟ. κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν,

ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεὶ γὰρ ἐφίσδει.

ΛΑ. ἀλλ' ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω

τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.

ΚΟ. σίττ' ἀπὸ τᾶς κοτίνω, ταὶ μηκάδες· ὧδε νέμεσθε,

ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.

ΛΑ. οὐκ ἀπὸ τᾶς δρυός, οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα;

τουτεὶ βοσκησεῖσθε ποτ' ἀντολάς, ὡς ὁ Φάλαρος.

ΚΟ. ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,

ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.

ΛΑ. χἀμῖν ἐστι κύων φιλοποίμνιος ὃς λύκος ἄγχει,

ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.

ΚΟ. ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,

μή μευ λωβάσησθε τὰς ἀμπέλος· ἐντὶ γὰρ αὖαι.

ΛΑ. τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω·

οὕτω κὔμμες θην ἐρεθίζετε τὼς καλαμευτάς.

ΚΟ. μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος

αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι.

ΛΑ. καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα

σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.

ΚΟ. ἦ οὐ μέμνασ', ὅκ' ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρώς

εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;

ΛΑ. τοῦτο μὲν οὐ μέμναμ'· ὅκα μάν ποκα τεῖδέ τυ δήσας

Εὐμάρας ἐκάθηρε, καλῶς μάλα τοῦτό γ' ἴσαμι.

ΚΟ. ἤδη τις, Μόρσων, πικραίνεται· ἢ οὐχὶ παρῄσθευ;

σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλοις.

ΛΑ. κἠγὼ μὰν κνίζω, Μόρσων, τινά· καὶ τὺ δὲ λεύσσεις.

ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἅλεντα.

ΚΟ. Ἱμέρα ἀνθ' ὕδατος ῥείτω γάλα, καὶ τὺ δέ, Κρᾶθι,

οἴνῳ πορφύροις, τὰ δέ τοι σία καρπὸν ἐνείκαι.

ΛΑ. ῥείτω χἀ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον

ἁ παῖς ἀνθ' ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.

ΚΟ. ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι,

καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέονται.

ΛΑ. ταῖσι δ' ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια

φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κισθὸς ἐπανθεῖ.

ΚΟ. οὐκ ἔραμ' Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλησε

τῶν ὤτων καθελοῖσ', ὅκα οἱ τὰν φάσσαν ἔδωκα.

ΛΑ. ἀλλ' ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκ' αὐτῷ

τὰν σύριγγ' ὤρεξα, καλόν τί με κάρτ' ἐφίλησεν.

ΚΟ. οὐ θεμιτόν, Λάκων, ποτ' ἀηδόνα κίσσας ἐρίσδειν,

οὐδ' ἔποπας κύκνοισι· τὺ δ', ὦ τάλαν, ἐσσὶ φιλεχθής.

ΜΟΡΣΩΝ

παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δέ, Κομᾶτα,

δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας

ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.

ΚΟ. πεμψῶ, ναὶ τὸν Πᾶνα. φριμάσσεο, πᾶσα τραγίσκων

νῦν ἀγέλα· κἠγὼν γὰρ ἴδ' ὡς μέγα τοῦτο καχαξῶ

καττῶ Λάκωνος τῶ ποιμένος, ὅττι ποκ' ἤδη

ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.

αἶγες ἐμαί, θαρσεῖτε, κερουχίδες· αὔριον ὔμμε

πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.

οὗτος ὁ λευκίτας ὁ κορυπτίλος, εἴ τιν' ὀχευσεῖς

τᾶν αἰγῶν, φλασσῶ τυ, πρὶν ἢ ἐμὲ καλλιερῆσαι

ταῖς Νύμφαις τὰν ἀμνόν. ὃ δ' αὖ πάλιν. ἀλλὰ γενοίμαν,

αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.