1189 64 0 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 6

THEOCRITUS - Idyllia I - ΘΥΡΣΙΣ Η ΩΙΔΗ

ΘΥΡΣΙΣ

Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς, αἰπόλε, τήνα,

ἁ ποτὶ ταῖς παγαῖσι, μελίσδεται, ἁδὺ δὲ καὶ τύ

συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ.

αἴ κα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ·

αἴ κα δ' αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ

ἁ χίμαρος· χιμάρω δὲ καλὸν κρέας, ἔστε κ' ἀμέλξῃς.

ΑΙΠΟΛΟΣ

ἅδιον, ὦ ποιμήν, τὸ τεὸν μέλος ἢ τὸ καταχές

τῆν' ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.

αἴ κα ταὶ Μοῖσαι τὰν οἴιδα δῶρον ἄγωνται,

ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κ' ἀρέσκῃ

τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ.

ΘΥΡΣΙΣ

λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς, αἰπόλε, τεῖδε καθίξας,

ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι,

συρίσδεν; τὰς δ' αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ.

ΑΙΠΟΛΟΣ

οὐ θέμις, ὦ ποιμήν, τὸ μεσαμβρινὸν οὐ θέμις ἄμμιν

συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπ' ἄγρας

τανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός,

καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.

ἀλλὰ τὺ γὰρ δή, Θύρσι, τὰ Δάφνιδος ἄλγε' ἀείδες

καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας,

δεῦρ' ὑπὸ τὰν πτελέαν ἑσδώμεθα τῶ τε Πριήπω

καὶ τᾶν κρανίδων κατεναντίον, ᾇπερ ὁ θῶκος

τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κ' ἀείσῃς

ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων,

αἶγά τέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι,

ἃ δύ' ἔχοισ' ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας,

καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ,

ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.

τῶ ποτὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός,

κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατ' αὐτόν

καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.

ἔντοσθεν δὲ γυνά, τι θεῶν δαίδαλμα, τέτυκται,

ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι· πὰρ δέ οἱ ἄνδρες

καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος

νεικείουσ' ἐπέεσσι· τὰ δ' οὐ φρενὸς ἅπτεται αὐτᾶς·

ἀλλ' ὅκα μὲν τῆνον ποτιδέρκεται ἄνδρα γέλαισα,

ἄλλοκα δ' αὖ ποτὶ τὸν ῥιπτεῖ νόον· οἳ δ' ὑπ' ἔρωτος

δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.

τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται

λεπράς, ἐφ' ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει

ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.

φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν,

ὧδέ οἱ ᾠδήκαντι κατ' αὐχένα πάντοθεν ἶνες

καὶ πολιῷ περ ἐόντι· τὸ δὲ σθένος ἄξιον ἅβας.

τυτθὸν δ' ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος

περκναῖσι σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,

τὰν ὀλίγος τις κῶρος ἐφ' αἱμασιαῖσι φυλάσσει

ἥμενος· ἀμφὶ δέ νιν δύ' ἀλώπεκες, ἃ μὲν ἀν' ὄρχως

φοιτῇ σινομένα τὰν τρώξιμον, ἃ δ' ἐπὶ πήρᾳ

πάντα δόλον τεύχοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν

φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ.

αὐτὰρ ὅγ' ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν

σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτε τι πήρας

οὔτε φυτῶν τοσσῆνον ὅσον περὶ πλέγματι γαθεῖ.

παντᾷ δ' ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος,

αἰπολικὸν θάημα· τέρας κέ τυ θυμὸν ἀτύξαι.

τῶ μὲν ἐγὼ πορθμῆι Καλυδνίῳ αἶγά τ' ἔδωκα

ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος·

οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλ' ἔτι κεῖται

ἄχραντον. τῷ κά τυ μάλα πρόφρων ἀρεσαίμαν

αἴ κά μοι τύ, φίλος, τὸν ἐφίμερον ὕμνον ἀείσῃς.

κοὔτι τυ κερτομέω. πόταγ', ὠγαθέ· τὰν γὰρ ἀοιδάν

οὔ τί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.

ΘΥΡΣΙΣ

Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ' ἀοιδᾶς.

 

Θύρσις ὅδ' ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.

πᾷ ποκ' ἄρ' ἦσθ', ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα, Νύμφαι;

ἦ κατὰ Πηνειῶ καλὰ τέμπεα, ἢ κατὰ Πίνδω;

οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετ' Ἀνάπω,

οὐδ' Αἴτνας σκοπιάν, οὐδ' Ἄκιδος ἱερὸν ὕδωρ.

 

Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ' ἀοιδᾶς.

 

τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,

τῆνον χὠκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.

 

Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ' ἀοιδᾶς.

 

πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,

πολλαὶ δὲ δαμάλαι καὶ πόρτιες ὠδύραντο.

 

Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ' ἀοιδᾶς.

 

ἦνθ' Ἑρμᾶς πράτιστος ἀπ' ὤρεος, εἶπε δὲ 'Δάφνι,

τίς τυ κατατρύχει; τίνος, ὠγαθέ, τόσσον ἔρασαι;'

ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ' ἀοιδᾶς

 

ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον·

πάντες ἀνηρώτευν τί πάθοι κακόν. ἦνθ' ὁ Πρίηπος

κἤφα 'Δάφνι τάλαν, τί τὺ τάκεαι; ἁ δέ τυ κώρα

πάσας ἀνὰ κράνας, πάντ' ἄλσεα ποσσὶ φορεῖται

 

Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ' ἀοιδᾶς ‑

 

ζάτεισ'· ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.

βούτας μὲν ἐλέγευ, νῦν δ' αἰπόλῳ ἀνδρὶ ἔοικας.

ᾡπόλος, ὅκκ' ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται,

τάκεται ὀφθαλμὼς ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.

 

Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ' ἀοιδᾶς.

 

καὶ τὺ δ' ἐπεί κ' ἐσορῇς τὰς παρθένος οἷα γελᾶντι,

τάκεαι ὀφθαλμὼς ὅτι οὐ μετὰ ταῖσι χορεύεις.'

τὼς δ' οὐδὲν ποτελέξαθ' ὁ βουκόλος, ἀλλὰ τὸν αὑτῶ

ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας.

 

ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ' ἀοιδᾶς.

 

ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα,

λάθρη μὲν γελάοισα, βαρὺν δ' ἀνὰ θυμὸν ἔχοισα,

κεἶπε 'τύ θην τὸν Ἔρωτα κατεύχεο, Δάφνι, λυγιξεῖν·

ἦ ῥ' οὐκ αὐτὸς Ἔρωτος ὑπ' ἀργαλέω ἐλυγίχθης;'

 

ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ' ἀοιδᾶς.

 

τὰν δ' ἄρα χὠ Δάφνις ποταμείβετο· 'Κύπρι βαρεῖα,

Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής,

ἤδη γὰρ φράσδῃ πάνθ' ἅλιον ἄμμι δεδύκειν;

Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.

 

ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ' ἀοιδᾶς.

οὐ λέγεται τὰν Κύπριν ὁ βουκόλος; ἕρπε ποτ' Ἴδαν,

ἕρπε ποτ' Ἀγχίσαν· τηνεὶ δρύες ἠδὲ κύπειρος,

αἱ δὲ καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι.

 

ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ' ἀοιδᾶς.

 

ὡραῖος χὤδωνις, ἐπεὶ καὶ μῆλα νομεύει

καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.

 

ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ' ἀοιδᾶς.

 

αὖτις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,

καὶ λέγε "τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι"

 

ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ' ἀοιδᾶς.

 

ὦ λύκοι, ὦ θῶες, ὦ ἀν' ὤρεα φωλάδες ἄρκτοι,

χαίρεθ'· ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτ' ἀν' ὕλαν,

οὐκέτ' ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρ', Ἀρέθοισα,

καὶ ποταμοὶ τοὶ χεῖτε καλὸν κατὰ Θύβριδος ὕδωρ.

 

ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ' ἀοιδᾶς.

 

Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων,

Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.

 

ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν ἄρχετ' ἀοιδᾶς.

 

ὦ Πὰν Πάν, εἴτ' ἐσσὶ κατ' ὤρεα μακρὰ Λυκαίω,

εἴτε τύγ' ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθ' ἐπὶ νᾶσον

τὰν Σικελάν, Ἑλίκας δὲ λίπε ῥίον αἰπύ τε σᾶμα

τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.

 

λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετ' ἀοιδᾶς.

 

ἔνθ', ὦναξ, καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν

ἐκ κηρῶ σύριγγα καλὸν περὶ χεῖλος ἑλικτάν·

ἦ γὰρ ἐγὼν ὑπ' Ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη.

λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετ' ἀοιδᾶς.

 

νῦν ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δ' ἄκανθαι,

ἁ δὲ καλὰ νάρκισσος ἐπ' ἀρκεύθοισι κομάσαι,

πάντα δ' ἄναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι,

Δάφνις ἐπεὶ θνάσκει, καὶ τὰς κύνας ὥλαφος ἕλκοι,

κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.'

 

λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετ' ἀοιδᾶς.

 

χὢ μὲν τόσσ' εἰπὼν ἀπεπαύσατο· τὸν δ' Ἀφροδίτα

ἤθελ' ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει

ἐκ Μοιρᾶν, χὠ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα

τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.

 

λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε λήγετ' ἀοιδᾶς.

 

καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας

σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι, Μοῖσαι,

χαίρετ'· ἐγὼ δ' ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.

ΑΙΠΟΛΟΣ

πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα, Θύρσι, γένοιτο,

πλῆρες δὲ σχαδόνων, καὶ ἀπ' Αἰγίλω ἰσχάδα τρώγοις

ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις.

ἠνίδε τοι τὸ δέπας· θᾶσαι, φίλος, ὡς καλὸν ὄσδει·

Ὡρᾶν πεπλύσθαι νιν ἐπὶ κράναισι δοκησεῖς.

ὧδ' ἴθι, Κισσαίθα· τὺ δ' ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,

οὐ μὴ σκιρτασῆτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.