171042 7629 28 83 44 0 VI d. C. Filosofia Simplicius In Aristotelis categorias commentarium Kalbfleisch, K., Berlin, Reimer, 1907. 316

Simplicius - In Aristotelis categorias commentarium

ΣΙΜΠΛΙΚΙΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΚΑΤΗΓΟΡΙΑΣ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ

  [1]    Πολλοὶ πολλὰς κατεβάλοντο φροντίδας εἰς τὸ τῶν Κατηγοριῶν τοῦ Ἀριστοτέλους βιβλίον, οὐ μόνον ὅτι προοίμιόν ἐστι τῆς ὅλης φιλοσοφίας (εἴπερ αὐτὸ μὲν τῆς λογικῆς ἐστιν ἀρχὴ πραγματείας, ἡ δὲ λογικὴ τῆς ὅλης προλαμβάνεται δικαίως φιλοσοφίας), ἀλλὰ καὶ ὅτι τρόπον τινὰ περὶ ἀρχῶν ἐστι τῶν πρώτων, ὡς ἐν τοῖς περὶ τοῦ σκοποῦ μαθησόμεθα λόγοις. ἄλλοι δὲ κατ' ἄλλην ὁρμὴν τὰς περὶ τοῦτο τὸ βιβλίον πραγματείας πεποίηνται, οἱ μὲν αὐτὴν μόνην τὴν λέξιν ἐπὶ τὸ σαφέστερον μεταθεῖναι προθυμηθέντες, ὥσπερ Θεμίστιός τε ὁ εὐφραδὴς καὶ εἴ τις ἄλλος τοιοῦτος, οἱ δὲ καὶ τὰς ἐννοίας μέν, αὐτὰς δὲ μόνας ψιλὰς τὰς ὑπὸ τοῦ Ἀριστοτέλους προτεινομένας συντόμως ἀποκαλύπτειν ἐσπούδασαν, ὥσπερ ἐν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν βιβλίῳ πεποίηκεν ὁ Πορφύριος, ἄλλοι δὲ πρὸς τούτοις καὶ ζητημάτων ἐφήψαντο μετρίως, ὡς ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος καὶ Ἑρμῖνος καὶ ὅσοι τοιοῦτοι, ὧν καὶ Μάξιμον ἐγὼ τίθημι, τὸν Αἰδεσίου μὲν τοῦ Ἰαμβλιχείου μαθητήν, ἐν δὲ τῷ εἰς τὰς Κατηγορίας ὑπομνήματι πάντα σχεδὸν τῷ Ἀλεξάνδρῳ συνᾴσαντα· τινὲς μέντοι καὶ βαθυτέραις περὶ αὐτὸ διανοίαις κατεχρήσαντο, ὥσπερ ὁ θαυμάσιος Βόηθος. ἄλλοις δὲ ἤρεσεν ἀπορίας μόνας γράψαι πρὸς τὰ λεγόμενα, ὅπερ Λούκιός τε πεποίηκε καὶ μετ' αὐτὸν Νικόστρατος τὰ τοῦ Λουκίου ὑποβαλλόμενος, σχεδόν τι πρὸς πάντα τὰ εἰρημένα κατὰ τὸ βιβλίον ἐνστάσεις κομίζειν φιλοτιμούμενοι, καὶ οὐδὲ εὐλαβῶς, ἀλλὰ καταφορικῶς μᾶλλον καὶ ἀπηρυθριακότως· πλὴν καὶ τούτοις χάρις, καὶ ὅτι πραγματειώδεις τὰς [1] πολλὰς τῶν ἀποριῶν προεβάλοντο καὶ ὅτι λύσεώς τε τῶν ἀποριῶν ἀφορμὰς καὶ ἄλλων πολλῶν καὶ καλῶν θεωρημάτων τοῖς μεθ' ἑαυτοὺς ἐνδεδώκασι. Πλωτῖνος δὲ ὁ μέγας ἐπὶ τούτοις τὰς πραγματειωδεστάτας ἐξετάσεις ἐν τρισὶν ὅλοις βιβλίοις τοῖς Περὶ τῶν γενῶν τοῦ ὄντος ἐπιγεγραμμένοις τῷ τῶν Κατηγοριῶν βιβλίῳ προσήγαγε. μετὰ δὲ τούτους ὁ πάντων ἡμῖν τῶν καλῶν αἴτιος Πορφύριος ἐξήγησίν τε ἐντελῆ τοῦ βιβλίου καὶ τῶν ἐνστάσεων πασῶν λύσεις οὐκ ἀπόνως ἐν ἑπτὰ βιβλίοις ἐποιήσατο τοῖς Γεδαλείῳ προσφωνηθεῖσι, πολλὰ καὶ τῶν Στωικῶν ἐκεῖ δογμάτων κατὰ τὴν κοινωνίαν τοῦ λόγου προσιστορῶν. μετὰ τοῦτον δὲ ὁ θεῖος Ἰάμβλιχος πολύστιχον καὶ αὐτὸς πραγματείαν εἰς τοῦτο τὸ βιβλίον κατεβάλετο, τὰ μὲν πολλὰ τοῖς Πορφυρίου καὶ ἐπ' αὐτῆς τῆς λέξεως κατακολουθῶν, τινὰ δὲ ἐπικρίνων ἐκείνων καὶ διαρθρῶν ἀκριβέστερον μετὰ τοῦ συστέλλειν τὴν ὡς ἐν σχολαῖς πρὸς τὰς ἐνστάσεις μακρολογίαν, πανταχοῦ δὲ τὴν νοερὰν θεωρίαν ἑκάστῳ σχεδὸν τῶν κεφαλαίων ἐπιτιθεὶς καί τι καὶ ἄλλο πρὸς τούτοις χρήσιμον τῷ συγγράμματι προστιθείς· Ἀρχύτου γὰρ τοῦ Πυθαγορικοῦ καὶ πρὸ Ἀριστοτέλους τὴν εἰς δέκα τῶν πρώτων γενῶν ποιησαμένου διαίρεσιν ἐν τῷ βιβλίῳ ὃ Περὶ τοῦ παντὸς ἐκεῖνος ἐπέγραψε καὶ τά τε γνωρίσματα αὐτῶν διὰ παραδειγμάτων ἐναργῶς σαφηνίζοντος καὶ τάξιν ἣν ἔχουσι πρὸς ἄλληλα καὶ τὰς κατ' εἴδη διαφορὰς ἑκάστου καὶ τὰ ὑπάρχοντα αὐτοῖς κοινῶς τε καὶ ἰδίως ὑποδεικνύντος αὐτὸς ἐν τοῖς προσήκουσι τόποις τὰ τοῦ Ἀρχύτου παράγων ἐκεῖνά τε νοερῶς συνεσπειραμένα ἐξήπλωσε καὶ τὴν συμφωνίαν τὴν πρὸς αὐτὰ τοῦ Ἀριστοτέλους ἐπέδειξε καὶ εἴ πού τι διάφωνον ἦν (ὀλίγα δὲ ταῦτα), καὶ τοῦτο ὑπ' ὄψιν ἤγαγε τοῖς φιλομαθέσι, μηδὲ τὴν αἰτίαν τῆς διαφωνίας ἀνεξέταστον καταλιμπάνων, εἰκότως, διότι φαίνεται πανταχοῦ τῷ Ἀρχύτᾳ κατακολουθεῖν ὁ Ἀριστοτέλης βουλόμενος. καὶ Δέξιππος δὲ ὁ Ἰαμβλίχειος καὶ αὐτὸς μὲν τὸ τοῦ Ἀριστοτέλους βιβλίον συντόμως ἐξηγήσατο, προηγουμένως δὲ τὰς Πλωτίνου ἀπορίας ὡς ἐν διαλόγῳ προτεινομένας αὐτῷ διαλύειν προτίθεται, οὐδὲν οὐδὲ οὗτος σχεδὸν τοῖς Πορφυρίου καὶ Ἰαμβλίχου προστεθεικώς.

   Τοσαύτης τοίνυν τῶν κλεινοτάτων ἐν φιλοσοφίᾳ περὶ τὸ τῶν Κατηγοριῶν βιβλίον γενομένης σπουδῆς καταγέλαστος εὐθὺς ἀπ' ἀρχῆς ἂν [2] δόξαιμι γράψαι τι καὶ αὐτὸς τολμήσας, εἰ μὴ τὴν αἰτίαν εὔλογον ἐπιδείξαιμι τοῦ τολμήματος. ἐγὼ γὰρ ἐνέτυχον μὲν καί τισι τῶν εἰρημένων συγγράμμασιν, ἐπιμελέστερον δὲ ὡς οἷός τε ἦν τοῖς Ἰαμβλίχου παρακολουθῶν ἀπεγραψάμην, καὶ αὐτῇ πολλαχοῦ τῇ λέξει τοῦ φιλοσόφου χρησάμενος. ὁ δὲ σκοπὸς ἦν μοι τῆς ἀπογραφῆς ἅμα μὲν ὡς ἂν δυναίμην ἐκ τοῦ γράφειν ἀκριβεστέραν τῶν εἰρημένων κατανόησιν προσλαβεῖν, ἅμα δὲ τὸν ὑψηλὸν νοῦν τοῦ ἀνδρὸς καὶ τοῖς πολλοῖς ἄβατον ἐπὶ τὸ σαφέστερόν τε καὶ συμμετρότερον καταγαγεῖν, ἐκ τρίτων δὲ καὶ τὸ πολὺ πλῆθος τῶν πολυειδῶν συγγραμμάτων ἐπ' ἔλαττον ὁπωσοῦν συστεῖλαι, οὐχ οὕτως ὡς ὁ φιλοσοφώτατος Συριανὸς εἰς ἐλάχιστον, ἀλλὰ μετὰ τοῦ μηδὲν ὡς δυνατὸν τῶν ἀναγκαίων παραλιπεῖν. εἰ δέ τι καὶ αὐτὸς ἴσχυσα προσθεῖναι, καὶ ὑπὲρ τούτου τοῖς ἀνδράσι τούτοις μετὰ τοὺς θεοὺς χάρις, ὑφ' ὧν χειραγωγούμενος ἢ ἀπορίαν οὐκ ἀπόβλητον ἢ διάρθρωσιν τῶν εἰρημένων ἀξίαν τινὰ τοῦ λόγου προστέθεικα· συμβουλεύω μέντοι τοῖς ἐντευξομένοις μηδέποτε τῶν Πορφυρίου μάλιστα καὶ Ἰαμβλίχου καταφρονῆσαι συγγραμμάτων ἐπὶ τούτοις τοῖς σχολικοῖς, ἀλλ' εἴπερ ἄρα, ὡς εἰσαγωγῇ καὶ γυμνασίῳ τούτοις χρήσασθαι πρὸς ἀκριβεστέραν τῶν ἐκείνοις τοῖς ἀνδράσιν εἰρημένων κατάληψιν.

   Ἐπεὶ δὲ πρώτῳ τῶν Ἀριστοτέλους τῷ τῶν Κατηγοριῶν ἐντυγχάνομεν βιβλίῳ, μία δὲ τῶν κατὰ φιλοσοφίαν αἱρέσεών ἐστιν ἡ Ἀριστοτέλους Περιπατητικὴ καλουμένη, ῥητέον πρῶτον, κατὰ πόσους καὶ ποίους τρόπους τὰς [3] ὀνομασίας ἔσχον αἱ κατὰ φιλοσοφίαν αἱρέσεις, δεύτερον, τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων, ἵνα καὶ τὸ προκείμενον ὅπου χοροῦ τάξωμεν γένηται δῆλον, τρίτον, πόθεν ἀρκτέον τῶν Ἀριστοτέλους συγγραμμάτων, τέταρτον, τί τὸ τέλος ἐστὶν τῆς Ἀριστοτέλους φιλοσοφίας, πέμπτον, τίνα τὰ ἄγοντα ἡμᾶς πρὸς τὸ τέλος, ἕκτον, τί τὸ εἶδος τῶν Ἀριστοτελικῶν συγγραμμάτων, ἕβδομον, διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος, ὄγδοον, ποῖον δεῖ τὸν ἐξηγητὴν εἶναι τῶν τοιούτων λόγων, ἔνατον, ποῖον δεῖ τὸν ἀκροατὴν παραλαμβάνεσθαι, δέκατον, πόσα δεῖ προλαμβάνειν ἑκάστης Ἀριστοτελικῆς πραγματείας κεφάλαια καὶ ποῖα καὶ διὰ ποίαν αἰτίαν.

   Αἱ μὲν οὖν κατὰ φιλοσοφίαν αἱρέσεις ἑπταχῶς ὀνομάζονται, ἢ ἀπὸ τοῦ συστησαμένου τὴν αἵρεσιν ὡς Πυθαγόρειοι καὶ Πλατωνικοί, ἢ ἀπὸ τῆς [4] τοῦ αἱρεσιάρχου πατρίδος ὡς Κυρηναϊκοὶ οἱ ἀπ' Ἀριστίππου καὶ Μεγαρικοὶ οἱ ἀπὸ Εὐκλείδου καὶ Ἐλεατικοὶ οἱ ἀπὸ Ξενοφάνους καὶ Παρμενίδου, ἢ ἀπὸ τοῦ τόπου ἐν ᾧ διέτριβον φιλοσοφοῦντες ὡς Ἀκαδημαϊκοὶ καὶ Στωικοί, ἢ ἀπὸ συμβεβηκυίας ἐνεργείας ὡς Περιπατητικοί, ἢ ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως ὡς Ἐφεκτικοὶ οἱ ἀπὸ Πύρρωνος, ἢ ἀπὸ τοῦ τέλους ὃ προτίθενται τῆς ἑαυτῶν φιλοσοφίας ὡς Ἡδονικοὶ οἱ Ἐπικούρειοι, ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς ὡς οἱ Κυνικοί· ἄλλο γὰρ τὸ τέλος οὗ στοχάζονται καὶ ἄλλο τὸ εἶδος τῆς ἐπιτηδεύσεως· οὐ γὰρ δι' ἡδονῆς οἱ Ἐπικούρειοι τὴν ἡδονὴν ἐθήρων, ἀλλὰ διὰ πόνων μάλιστα καὶ ἐγκρατείας.

   Τῶν δὲ Ἀριστοτελικῶν συγγραμμάτων τὰ μέν ἐστι μερικά, ὡς αἱ Ἐπιστολαὶ πρὸς ἕνα τινὰ καὶ περὶ μερικοῦ τινος γεγραμμέναι πράγματος, τὰ δὲ καθόλου, τὰ δὲ καὶ μεταξύ, ὡς αἱ Περὶ ζῴων καὶ φυτῶν ἱστορίαι, οὐ περὶ μερικῶν οὖσαι πάντῃ τινῶν· περὶ γὰρ εἰδῶν εἰσι ζῴων. ἀλλὰ τὰ μὲν μερικὰ καὶ τὰ μέσα μενέτω νῦν ἀδιαίρετα· τῶν δὲ καθόλου τὰ μέν ἐστιν ὑπομνηματικά, ὅσα πρὸς ὑπόμνησιν οἰκείαν καὶ πλείονα βάσανον συνέταξεν ὁ φιλόσοφος, ὧν τὰ μὲν μονοειδῆ ἐστιν, ὡς περὶ ἑνός τινος ὑπομιμνῄσκοντα, τὰ δὲ ποικίλα, ὡς περὶ πλειόνων. δοκεῖ δὲ τὰ ὑπομνηματικὰ μὴ πάντῃ σπουδῆς ἄξια εἶναι· διὸ οὐδὲ πιστοῦται ἀπ' αὐτῶν τὰ τοῦ φιλοσόφου δόγματα. ὁ μέντοι Ἀλέξανδρος τὰ ὑπομνηματικὰ καὶ συμπεφορημένα φησὶν εἶναι καὶ μὴ πρὸς ἕνα σκοπὸν ἀναφέρεσθαι· διὸ καὶ πρὸς ἀντιδιαστολὴν τούτων συνταγματικὰ τὰ ἕτερα λέγεσθαι. τῶν δὲ συνταγματικῶν τὰ μέν ἐστι διαλογικά, τὰ δὲ αὐτοπρόσωπα, καὶ τῶν αὐτοπροσώπων τὰ μέν ἐστιν θεωρητικά, τὰ δὲ πρακτικά, τὰ δὲ ὀργανικά, καὶ τῶν θεωρητικῶν τὰ μὲν θεολογικά, ὡς ἡ Μετὰ τὰ φυσικά, τὰ δὲ φυσιολογικά, ὡς ἡ Φυσικὴ ἀκρόασις καὶ αἱ ἑπόμεναι ταύτῃ πραγματεῖαι, τὰ δὲ μαθηματικά, οἷα γεωμετρικά τε αὐτῷ γέγραπται καὶ μηχανικὰ βιβλία. τῶν δὲ πρακτικῶν τὰ μὲν ἠθικά, ὡς τά τε Νικομάχεια καὶ Εὐδήμεια καὶ τὰ ἐπιγραφόμενα Μεγάλα, τὰ δὲ οἰκονομικά, τὰ δὲ πολιτικά, ὡς οἱ Οἰκονομικοὶ καὶ Πολιτικοὶ ἐπιγεγραμμένοι λόγοι. τῶν δὲ ὀργανικῶν τὰ μὲν περὶ αὐτῆς ἐστιν τῆς ἀποδεικτικῆς μεθόδου, τὰ δὲ περὶ τῶν πρὸ αὐτῆς, ὡς τὰ Πρότερα ἀναλυτικὰ καὶ τὸ Περὶ ἑρμηνείας καὶ αἱ Κατηγορίαι, τὰ δὲ περὶ τῶν τὴν ἀπόδειξιν ὑποδυομένων, ὡς οἱ Τόποι καὶ [5] οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ αἱ Ῥητορικαὶ τέχναι. αὕτη μὲν οὖν ἡ ὁλοσχερεστέρα τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσις.

   Περὶ δὲ τοῦ τρίτου ῥητέον, πόθεν ἄρχεσθαι δεῖ τῶν Ἀριστοτελικῶν συγγραμμάτων· μετὰ γὰρ τὴν διαίρεσιν ἀκόλουθος ὁ περὶ τούτου λόγος. τινὲς μὲν οὖν ἀπὸ τῶν ὀργανικῶν φασιν ἄρχεσθαι δεῖν· ταῦτα γὰρ ἡμῖν ἐμποιεῖ τὸ διακρίνειν ἐν μὲν ταῖς πράξεσιν τὰ ἀγαθὰ καὶ κακά, ἐν δὲ ταῖς γνώσεσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὥστε καὶ τῶν πρακτικῶν καὶ τῶν γνωστικῶν συγγραμμάτων προηγεῖσθαι χρὴ τὰ τὴν διακριτικὴν ἡμῖν δύναμιν παρεχόμενα. εἰ δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν φαίνεται προηγουμένη ἡ τῶν ὀργάνων γνῶσις, οἷον τεκτονικῆς, χαλκευτικῆς, καὶ ἐπὶ ἰατρικῆς δέ, πολλῷ μᾶλλον ἐπὶ φιλοσοφίας τῆς πάντα μετὰ ἀποδείξεως ὑπισχνουμένης παραδιδόναι καὶ ταύτῃ μόνῃ τήν τε ζωὴν ἡμῶν καὶ τὴν γνῶσιν ἐπιτρεπούσης. πῶς οὖν ἄνευ ἀποδείξεως ἢ τοῖς πρακτικοῖς ἢ τοῖς θεωρητικοῖς λόγοις ἐντυγχάνοντες οὐ ταὐτὸν πεισόμεθα τοῖς ἄνευ τοῦ Ἑρμαϊκοῦ μώλυος παρὰ τὴν Κίρκην ἰοῦσι καὶ θελγομένοις ὑπὸ τῶν παρ' ἑκάστοις πιθανῶς λεγομένων; τινὲς δὲ ἀπὸ τῶν ἠθικῶν προστάττουσι ποιεῖσθαι τὴν ἀρχήν· τὰ γὰρ ὄργανα, φασί, τῶν μέσων ἐστὶν καὶ δυνατὸν αὐτοῖς καὶ εὖ καὶ κακῶς χρῆσθαι· δηλοῦσι δὲ καὶ οἱ πολλοὶ τῶν ῥητόρων καὶ τῶν σοφιστῶν· δεῖν οὖν πρότερον τοῖς χρησομένοις τοῖς ὀργάνοις ζωῆς μετρίως παρεσκευασμένης. οὐ γὰρ τοιαύτη ἐστὶν ἡ τῶν οἰκοδομικῶν καὶ κυβερνητικῶν γνῶσις, οἵα ἡ φιλοσοφίας, ἀλλ' αὕτη ζωτική· δεῖ οὖν πρώτης τῆς ἀπὸ τῶν ἠθικῶν καταρτύσεως, οὐκ ἀποδεικτικῶς, ἀλλ' ὀρθοδοξαστικῶς τὰ ἠθικὰ παραλαμβανόντων ἡμῶν κατὰ τὰς αὐτοφυεῖς περὶ τῶν ὄντων ἐννοίας. ἀλλ' εἰ μὲν τὰ Ἠθικὰ Ἀριστοτέλους κατηχήσεις μόνον ἦσαν παραινετικαὶ καὶ ἀναπόδεικτοι, οἷαι πολλαὶ παρὰ τοῖς Πυθαγορείοις ἐλέγοντο, ὀρθῶς εἶχεν ἐκ τούτων ἀρχομένους προκαταρτύειν δι' αὐτῶν τὰ ἤθη· εἰ δὲ καὶ ἐκεῖνα μετὰ διαιρέσεων καὶ ἀποδείξεων τῶν ἐπιστημονικωτάτων παραδέδωκεν Ἀριστοτέλης, πῶς ἄνευ τῶν ἀποδεικτικῶν μεθόδων ἰόντες ἐπ' αὐτὰ δυνησόμεθά τι πλέον ἀνύτειν; μήποτε οὖν δεῖ πάντως ἠθικῆς προκατηχήσεως, ἀλλ' οὐ διὰ τῶν Ἀριστοτέλους Ἠθικῶν παραδιδομένης, [6] ἀλλὰ δι' ἀγράφου συνεθισμοῦ καὶ τῶν ἀτέχνων παραινέσεων ἀγράφως τε καὶ ἐγγράφως τὸ ἦθος ἡμῶν ἀπευθυνόντων, καὶ τότε τῆς λογικῆς τε καὶ ἀποδεικτικῆς μεθόδου· καὶ μετ' ἐκείνας τούς τε περὶ ἠθῶν ἐπιστημονικοὺς λόγους καὶ τοὺς τῆς περὶ τῶν ὄντων θεωρίας ἐπιστημονικῶς δυνησόμεθα παραδέχεσθαι.

   Τέταρτον δὲ ἦν τῶν προβληθέντων τὸ τέλος τῆς Ἀριστοτελικῆς φιλοσοφίας εὑρεῖν· ἐκ τούτου γὰρ καὶ τὸ σεμνὸν αὐτῆς θεασόμεθα. τέλος τοίνυν καὶ τῆς τοῦδε τοῦ ἀνδρὸς φιλοσοφίας κατὰ μὲν τὸ ἦθος ἡ διὰ τῶν ἀρετῶν τελείωσις, κατὰ δὲ τὴν γνῶσιν ἡ ἐπὶ τὴν μίαν τῶν πάντων ἀρχὴν ἀναδρομή· καὶ γὰρ οἶδεν αὐτὴν ἐπιστημονικῶς καὶ ἐσέφθη καὶ λαμπρᾷ τῇ φωνῇ ἀνεβόησεν "οὐκ ἀγαθὸν πολυκοιρανίη". κοινὸν δὲ ἀμφοῖν τέλος τὸ ἐπιβάλλον ἀνθρώπῳ ἡ τελεωτάτη εὐδαιμονία, πρὸς ἣν οὐδεμίαν ὑπερβολὴν οὐδενὶ τῶν ἄκρως φιλοσοφησάντων καταλέλοιπεν Ἀριστοτέλης, οὐδὲ ἄνθρωπον ἔτι καλεῖν ἀξιῶν, ἀλλὰ θεὸν τὸν εἰς ἐκείνην ἀναδραμόντα· τοιαῦτα γὰρ ἐν τοῖς τελευταίοις τῶν Νικομαχείων ἠθικῶν μεγαληγορεῖ. πρὸς δὲ τὸ τοιοῦτον ἄγει τέλος ἅπαντα τὰ τοῦ φιλοσόφου συγγράμματα, τὰ μὲν τὴν ἀποδεικτικὴν παρασκευάζοντα μέθοδον, τὰ δὲ τὰ ἤθη διὰ τῶν ἀρετῶν κοσμοῦντα, τὰ δὲ τὴν γνῶσιν διὰ τῶν φυσικῶν ἐπὶ τὰ ὑπὲρ φύσιν ἀνάγοντα.

   Εἶδος δὲ τῆς Ἀριστοτελικῆς ἑρμηνείας τὸ κατά τε τὸν νοῦν καὶ τὴν λέξιν συνεστραμμένον καὶ νοερὸν καὶ γοργόν. ἢ γὰρ τὴν λύσιν εὐθὺς ἐπάγει τῇ ἀπορίᾳ ἢ πολλὰς ἐπισυνάπτων ἀπορίας μιᾷ λύσει καὶ ταύτῃ συντόμῳ διαλύει πάσας, οὐδαμοῦ δὲ ἐθέλει τῆς ἐναργείας ἐξίστασθαι. διττῆς δὲ οὔσης ἐναργείας εἰς πίστιν, τῆς μὲν ἀπὸ νοῦ, τῆς δὲ ἀπὸ αἰσθήσεως, τοῖς μετὰ αἰσθήσεως ζῶσιν διαλεγόμενος τὴν ἀπὸ τῆς αἰσθήσεως προτιμᾷ· διὸ καὶ τὸ ἀναγκαστικὸν αὐτοῦ ταῖς ἀποδείξεσιν ὑπάρχει, ὡς καὶ τὸν μὴ πειθόμενον διά τινας οὐκ εὐτυχεῖς προλήψεις ὅμως ἠναγκασμένον ἐπιστομίζεσθαι. πανταχοῦ δὲ ἐθέλει τῆς φύσεως μὴ ἐξίστασθαι, ἀλλὰ καὶ τὰ ὑπὲρ τὴν φύσιν κατὰ τὴν πρὸς τὴν φύσιν θεωρεῖ σχέσιν, ὥσπερ ὁ θεῖος Πλάτων ἀνάπαλιν κατὰ τὸ Πυθαγόρειον ἔθος καὶ τὰ φυσικὰ ἐπισκέπτεται καθὸ τῶν ὑπὲρ φύσιν μετέχουσιν. οὐ μὴν οὐδὲ μύθοις οὐδὲ συμβολικοῖς αἰνίγμασιν, ὡς τῶν πρὸ αὐτοῦ τινες, Ἀριστοτέλης ἐχρήσατο, ἀλλ' ἀντὶ παντὸς ἄλλου παραπετάσματος τὴν ἀσάφειαν προετίμησεν.

[7]    Ἐζήτει δὲ καὶ ταύτης τὴν αἰτίαν ὁ λόγος κατὰ τὸ ἕβδομον τῶν προβληθέντων καὶ καλῶς εἰς αὐτὴν αὐτοφυῶς ἐμπέπτωκεν. τῶν γὰρ παλαιοτέρων νομιζόντων μὴ δεῖν καὶ τοῖς σκυτοτόμοις τὴν ἑαυτῶν σοφίαν προτιθέναι εἰς πάρεργον ἀντίληψιν διὰ τὴν προφαινομένην σαφήνειαν οἱ μὲν μύθοις, οἱ δὲ συμβόλοις αὐτὴν ἐπέκρυψαν ὡς τοῖς παραπετάσμασιν τὰ ἀπορρητότερα τῶν ἱερῶν. Ἀριστοτέλης δὲ τὴν ἀσάφειαν προετίμησεν, ἴσως μὲν καὶ τὴν ἀόριστον τῶν μύθων καὶ τῶν συμβόλων ὑπόνοιαν παραιτησάμενος (ῥᾳδίως γὰρ ἄλλος ἄλλως ἐκδέχεσθαι δύναται τὰ τοιαῦτα), ἴσως δὲ καὶ γυμναστικωτέραν εἰς ἀγχίνοιαν ὑπολαμβάνων τὴν τοιαύτην ἀσάφειαν. ἔδρασεν δὲ ὅμως ὅπερ ἐβούλετο, τοῖς ῥᾳθύμοις οὐδὲ τὴν μυθικὴν ψυχαγωγίαν προτείνειν ἀξιῶν, ἀλλ' οὕτως αὐτοὺς ἀποσκευαζόμενος, ὡς πάντων ἀσαφέστερος μαρτυρεῖσθαι. ὅτι γὰρ οὐκ ἀσθενείᾳ λόγου τὸ ἀσαφὲς αὐτοῦ τοῖς συγγράμμασιν ἐπεγένετο, ἴσασι μὲν καὶ οἱ μετρίως λόγῳ παρακολουθεῖν δυνάμενοι, ὅτι πολλὴν ἐμφαίνει λεκτικὴν δύναμιν ἡ Ἀριστοτέλους ἑρμηνεία, ὡς δι' ὀλίγων πολλάκις συλλαβῶν παραδιδόναι, ὅσα οὐκ ἄν τις ἐν πολλαῖς περιόδοις ἐδίδαξεν· δῆλον δὲ καὶ ἐξ ὧν ἐν οἷς ἐβουλήθη σαφέστατα ἐδίδαξεν, ὡς ἐν τοῖς Μετεώροις καὶ τοῖς Τοπικοῖς καὶ ταῖς γνησίαις αὐτοῦ Πολιτείαις, ἅπερ διὰ τὸ κοινότερον τῶν θεωρημάτων σαφέστερον ἀπαγγεῖλαι σύνοιδεν. τὸ δὲ δύνασθαι σαφῶς εἰπεῖν δηλοῖ μάλιστα ὁ τῶν Ἐπιστολῶν αὐτοῦ χαρακτὴρ τὸν ἀνὰ χεῖρα διάλογον ὡς ἐπιστολαῖς προσήκει μετ' εὐπρεπείας ἀποτυπούμενος, καὶ οὐδέ ἐστίν τις τῶν συνεγνωσμένων Ἀριστοτέλει περὶ τὸν ἐπιστολικὸν χαρακτῆρα προσόμοιος.

   Τὸν δὲ ἄξιον τῶν Ἀριστοτελικῶν συγγραμμάτων ἐξηγητὴν δεῖ μὴ πάντῃ τῆς ἐκείνου μεγαλονοίας ἀπολείπεσθαι. δεῖ δὲ καὶ τῶν πανταχοῦ τῷ φιλοσόφῳ γεγραμμένων ἔμπειρον εἶναι καὶ τῆς Ἀριστοτελικῆς συνηθείας ἐπιστήμονα. δεῖ δὲ καὶ κρίσιν ἀδέκαστον ἔχειν, ὡς μηδὲ τὰ καλῶς λεγόμενα κακοσχόλως ἐκδεχόμενον ἀδόκιμα δεικνύναι μηδὲ εἴ τι δέοιτο ἐπιστάσεως, πάντῃ πάντως ἄπταιστον φιλονεικεῖν ἀποδεῖξαι, ὡς εἰς τὴν αἵρεσιν ἑαυτὸν ἐγγράψαντα τοῦ φιλοσόφου. δεῖ δὲ οἶμαι καὶ τῶν πρὸς Πλάτωνα λεγομένων αὐτῷ μὴ πρὸς τὴν λέξιν ἀποβλέποντα μόνον διαφωνίαν τῶν φιλοσόφων καταψηφίζεσθαι, ἀλλ' εἰς τὸν νοῦν ἀφορῶντα τὴν ἐν τοῖς πλείστοις συμφωνίαν αὐτῶν ἀνιχνεύειν. Καὶ τὸν ἀκροατὴν δεῖν καλόν τε εἶναι καὶ σπουδαῖον ἱκανῶς καὶ προὔργου παντὸς ποιεῖσθαι τὴν ἐπὶ πολὺ τῶν Ἀριστοτελικῶν νοημάτων ἐξέτασιν καθ' [8] αὑτόν τε καὶ μετὰ τῶν ὁμοίως φιλομαθῶν. φυλάττεσθαι δὲ χρὴ τὴν ἐριστικὴν φλυαρίαν, εἰς ἣν πολλοὶ τῶν Ἀριστοτέλει συγγινομένων ἀποπίπτουσιν. τοῦ γὰρ φιλοσόφου τοῖς ἀνελέγκτοις τῆς ἐπιστήμης ὅροις τὰ πάντα ἀποδεικνύναι σπουδάζοντος οἱ περιττῶς σοφοὶ καὶ πρὸς τὰ ἐναργῆ ἀντιλέγειν ἐθίζονται τὸ ὄμμα τῆς ἑαυτῶν ψυχῆς ἀποτυφλοῦντες, πρὸς οὓς ἀρκεῖ τὸ τοῦ Ἀριστοτέλους εἰπεῖν, ὅτι ἢ αἰσθήσεως ἢ κολάσεως δέονται· εἰ μὲν γὰρ μὴ ἐφιστάνοντες φιλονεικοῦσιν, αἰσθήσεως· εἰ δὲ ἐφιστάνοντες μέν, ἐπὶ λόγων δὲ δυνάμει φιλοτιμοῦνται, κολάσεως.

   Δέκατον λοιπὸν ἦν τῶν προτεθέντων, πόσα χρὴ κεφάλαια καὶ τίνα τῶν Ἀριστοτέλους πραγματειῶν προδιαρθροῦσθαι. καὶ ἔστι ταῦτα ὁ σκοπός, τὸ χρήσιμον, ἡ τῆς ἐπιγραφῆς αἰτία, ἡ τάξις τῆς ἀναγνώσεως, εἰ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, ἡ εἰς τὰ κεφάλαια διαίρεσις· οὐκ ἄτοπον δὲ ἴσως ζητεῖν καὶ ὑπὸ ποῖον μέρος αὐτοῦ τῆς φιλοσοφίας ἀνάγεται. ὁ μὲν γὰρ σκοπὸς ὀρθῶς γνωσθεὶς ὁρίζει καὶ κατευθύνει τὴν διάνοιαν ἡμῶν, ἵνα μὴ ἐπ' ἄλλα καὶ ἄλλα φερώμεθα μάτην, ἀλλὰ πρὸς αὐτὸν ἅπαντα ἀναφέρωμεν. τὸ δὲ χρήσιμον προφανὲν συντονωτέρους ἡμᾶς καὶ προθυμοτέρους ἐργάζεται. ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς, ὅταν σαφὴς οὖσα τυγχάνῃ, οὐκ ἐνοχλεῖ, καὶ προσαφηνισθεῖσα δὲ βεβαιοῖ τὸν σκοπόν. καὶ τὸ γνήσιον δέ, ὅπερ, ὡς ἐμοὶ δοκεῖ, πρὸ πάντων ἔδει τῶν ἄλλων βασανίζεσθαι, ἀναγκαίως προλαμβάνεται· πάσχομεν γάρ τι καὶ ὑπὸ τῆς τῶν προσώπων δόξης, καὶ οὐκ ἀτόπως, διὰ τὸ μὴ πάντῃ παρεσκευάσθαι πρὸς τὴν τοῦ ἀληθοῦς διάκρισιν, ἀλλ' ἀγαπᾶν ἔν τισι τὸ τοῖς κρείττοσιν ἕπεσθαι. πολλὰ γὰρ ἐγράφη καὶ νόθα βιβλία κατ' ἐκεῖνον μάλιστα τὸν χρόνον, ὅτε πολλοὶ τῶν βασιλέων περὶ τὰς βιβλιοθήκας σπουδάζοντες πολλοῦ χρυσίου τὰ ἀπεξενωμένα τῶν βιβλίων ὠνοῦντο. ἡ δὲ εἰς τὰ κεφάλαια τῶν βιβλίων διαίρεσις οἷον κατ' ἄρθρα τέμνουσα μιμεῖται τὴν ἀνατομικὴν παρὰ τοῖς ἰατροῖς θεωρίαν· ὡς γὰρ ἐκείνη τὴν εἰς τὸ ὅλον τείνουσαν χρείαν ἑκάστου τῶν μορίων διὰ τῆς ἀνατομῆς εὑρίσκει καὶ γνῶσιν ἀκριβεστέραν τοῦ συνθέτου παρέχεται παραγυμνώσασα τὰ ἁπλᾶ, οὕτως καὶ αὕτη διελοῦσα τὸ ὅλον ὑπ' ὄψιν μᾶλλον ἄγει, καὶ τὴν ἑκάστου παρίστησιν χρείαν πρὸς τὸν ὅλον σκοπόν. καὶ τὸ δεῖξαι δὲ ὑπὸ ποῖον ἀνάγεται μέρος τὴν τοῦ μέρους πρὸς τὸ ὅλον παρέχεται σύνταξιν. ἰστέον δέ, ὅτι οὐκ ἀεὶ ταῦτα πάντα δεῖται διαρθρώσεως· πολλάκις γὰρ τὸ χρήσιμον [9] τῷ σκοπῷ συναναφαίνεται καὶ ἡ ἐπιγραφὴ παντὶ δήλη καθέστηκεν, ὡς ἡ Περὶ ψυχῆς, καὶ τὸ γνήσιον οὐκ ἐπὶ πάντων δεῖται κατασκευῆς, ἀλλ' ἐφ' ὧν ἔστιν τις ὅλως ἀντιλογίας ἀφορμή.

   Ἴδωμεν οὖν καὶ ἐπὶ τοῦ προκειμένου βιβλίου τῶν προβληθέντων κεφαλαίων ἕκαστον. καὶ πρῶτον τίς ὁ σκοπὸς θεωρήσωμεν, ἐπειδὴ καὶ παρὰ τοῖς ἐλλογιμωτάτοις διαμφισβητούμενος φαίνεται. ὅτι μὲν γὰρ περὶ δέκα τινῶν ἁπλῶν ποιεῖται τὸν λόγον, ἅπερ γένη καλοῦσιν ὡς ὁλικώτατα, πρόδηλον. ταῦτα δὲ οἱ μὲν φωνὰς εἶναι λέγουσιν καὶ περὶ φωνῶν ἁπλῶν εἶναι τὸν σκοπόν φασι καὶ ὅτι μέρος ἐστὶ τῆς λογικῆς τὸ πρῶτον· ὡς οὖν τὸ περὶ τῶν προτάσεων βιβλίον περὶ φωνῶν ἐστι συνθέτων, ἀλλ' οὐχὶ περὶ πραγμάτων, οὕτως καὶ τοῦτο περὶ τῶν μερῶν τῆς προτάσεως ὂν περὶ φωνῶν ἂν εἴη. ἔτι δὲ ἀρχόμενος τοῦ λόγου ὁ Ἀριστοτέλης "τῶν λεγομένων, φησί, τὰ μὲν κατὰ συμπλοκήν, τὰ δὲ ἄνευ συμπλοκῆς λέγεται" καὶ πάλιν "τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει", ὡς περὶ τῶν φωνῶν οὔσης τῆς προθέσεως τῶν σημαινουσῶν, καὶ μετὰ τὴν τῶν δέκα γενῶν ἀπαρίθμησιν "ἕκαστον, φησί, τῶν εἰρημένων αὐτὸ μὲν καθ' αὑτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται·" ἡ γὰρ τῶν φωνῶν συμπλοκὴ γίνεται κατάφασις, ἀλλ' οὐχὶ τῶν πραγμάτων. ἄλλοι δὲ τοῦτον μὲν οὐκ ἀποδέχονται τὸν σκοπόν· οὐ γὰρ φιλοσόφου τὸ περὶ φωνῶν θεωρεῖν, ἀλλὰ γραμματικοῦ μᾶλλον τά τε πάθη καὶ τοὺς σχηματισμοὺς καὶ παρασχηματισμοὺς αὐτῶν καὶ τὰς κυριότητας καὶ τὰς ἰδέας ἐπισκεπτομένου· περὶ δὲ τῶν ὄντων αὐτῶν τῶν ὑπὸ τῶν φωνῶν σημαινομένων εἶναι λέγουσι τὸν σκοπὸν καὶ ταῦτα εἶναι τὰ λεγόμενα. καὶ μάρτυρα καὶ οὗτοι τὸν Ἀριστοτέλη παρέχονται λέγοντα "τῶν ὄντων τὰ μὲν καθ' ὑποκειμένου τινὸς λέγεται", ὡς περὶ τῶν ὄντων οὔσης τῆς διαιρέσεως, καὶ πάλιν "οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη", ὥστε περὶ τῆς οὔσης οὐσίας καὶ τῶν ἄλλων τῶν ὄντων ὁ λόγος. ἀλλὰ καὶ τούτοις ἀντίκειται τὸ τῆς λογικῆς πραγματείας μέρος εἶναι τὸ προκείμενον βιβλίον, περὶ δὲ τῶν ὄντων ᾗ ὄντα ἐστὶν τὴν μετὰ τὰ φυσικὰ καὶ ὅλως τὴν πρώτην πραγματεύεσθαι φιλοσοφίαν. ἄλλοι δὲ οὔτε περὶ τῶν σημαινουσῶν φωνῶν οὔτε περὶ τῶν σημαινομένων πραγμάτων εἶναι λέγουσι τὸν σκοπόν, ἀλλὰ περὶ τῶν ἁπλῶν νοημάτων· εἰ [10] γὰρ περὶ τῶν δέκα γενῶν ὁ λόγος ἐν τούτοις, ταῦτα δὲ ὕστερον καὶ ἐννοηματικά, περὶ νοημάτων ἂν εἴη ὁ λόγος· ὅτι δὴ περὶ τῶν λεγομένων ἐστίν, σαφῶς εἶπεν ὁ Ἀριστοτέλης, τὰ δὲ λεγόμενα καὶ λεκτὰ τὰ νοήματά ἐστιν, ὡς καὶ τοῖς Στωικοῖς ἐδόκει. ἔδει δὲ τούτους ἐννοεῖν, ὅτι τὸ περὶ νοημάτων καθὸ νοήματα λέγειν οὐ λογικῆς, ἀλλὰ τῆς περὶ ψυχῆς ἐστιν πραγματείας. ἀλλὰ τούτων μὲν ἕκαστος ἀτελῶς ἀντελάβετο τοῦ σκοποῦ· διὸ καὶ πάντες τὸν Ἀριστοτέλη μαρτύρονται ὡς μερικῶς ἀληθεύοντες καὶ κατηγοροῦσιν ἀλλήλων εἰκότα καὶ αὐτοὶ πάλιν εὐθύνονται δικαίως. ἴδωμεν δὲ καὶ τοὺς τελεώτερον ἀντιλαμβανομένους, ὧν ἐν πρώτοις κατ' ἐμήν ἐστιν γνώμην ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος, ἀρχὴν λέγων εἶναι τῆς λογικῆς πραγματείας τοῦτο τὸ βιβλίον, "ἐπειδή, φησίν, ὁ λόγος σημαίνει τῷ τὰ μόρια αὐτῷ τὰ πρῶτα σημαίνειν· τίνα δέ ἐστιν τὰ ὑπὸ τῶν πρώτων καὶ ἁπλῶν μορίων τοῦ λόγου σημαινόμενα νοήματα βουλόμενος δηλῶσαι διαιρεῖ τὸ ὂν οὐκ εἰς τὰ καθ' ἕκαστα (ἀπερίληπτα γὰρ ταῦτα καὶ ἄγνωστα διά τε τὸ πλῆθος καὶ τὴν παντοίαν μεταβολήν), ἀλλ' εἰς τὰ ἀνωτάτω γένη τὰ δέκα ταῦτα, ἅπερ κατηγορίας ἐκάλεσεν, ὡς γενικώτατα καὶ αὐτὰ μὲν μηδενὶ ὑποκείμενα, κατηγορούμενα δὲ τῶν ἄλλων, ὥστε περὶ τῶν ἁπλῶν καὶ γενικωτάτων τοῦ λόγου μορίων εἶναι τὸν σκοπὸν τῶν τὰ ἁπλᾶ πράγματα σημαινόντων καὶ τὰ περὶ τῶν ἁπλῶν πραγμάτων ἁπλᾶ νοήματα". τῆς δὲ αὐτῆς ἐγένετο δόξης καὶ ὁ Αἰγαῖος Ἀλέξανδρος. ὁ δὲ Πορφύριος σκοπὸν εἶναι τοῦ βιβλίου φησὶν ἔν τε τῷ πρὸς Γεδάλειον καὶ ἐν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν περὶ τῶν κατηγορουμένων· αὗται δέ εἰσιν αἱ ἁπλαῖ φωναὶ αἱ σημαντικαὶ τῶν πραγμάτων, καθὸ σημαντικαί εἰσιν, ἀλλ' οὐ καθὸ λέξεις ἁπλῶς. καθὸ μὲν γὰρ λέξεις, ἄλλας ἔχουσι πραγματείας, ἃς ἐν τῷ Περὶ τῶν τοῦ λόγου στοιχείων ὅ τε Θεόφραστος ἀνακινεῖ καὶ οἱ περὶ αὐτὸν γεγραφότες οἷον πότερον ὄνομα καὶ ῥῆμα τοῦ λόγου στοιχεῖα ἢ καὶ ἄρθρα καὶ σύνδεσμοι καὶ ἄλλα τινά (λέξεως δὲ καὶ ταῦτα μέρη, λόγου δὲ ὄνομα καὶ ῥῆμα), καὶ τίς ἡ κυρία λέξις, τίς δὲ ἡ μεταφορική, καὶ τίνα τὰ πάθη αὐτῆς, οἷον τί ἀποκοπή, τί ἀφαίρεσις, τίνες αἱ ἁπλαῖ, τίνες αἱ σύνθετοι, τίνες αἱ ὑποσύνθετοι καὶ ὅσα τοιαῦτα, καὶ ὅσα περὶ ἰδεῶν εἴρηται, τί τὸ σαφὲς ἐν ταῖς λέξεσιν, τί τὸ μεγαλοπρεπές, [11] τί τὸ ἡδὺ καὶ πιθανόν· καθὸ μέντοι σημαντική ἐστιν ἡ λέξις, κατὰ τὰ γένη τῶν ὄντων ἀφορίζεται. καὶ ἡ μὲν λέξις κατηγορία λέγεται ὡς κατὰ τοῦ πράγματος ἀγορευομένη, τὸ δὲ πρᾶγμα κατηγόρημα. τῆς οὖν κατηγορίας ἤτοι πράγματος ὄντος μετὰ τῆς σημαινούσης αὐτὸ λέξεως ἢ τῆς σημαντικῆς λέξεως, καθόσον ἐστὶν σημαντική, ἑκατέρως ἔχεται καὶ τῶν πραγμάτων ἡ κατηγορία. ἀπείρων δὲ ὄντων τῶν κατὰ μέρος καὶ ἀκαταλήπτων, εἰς δέκα γένη τὰ ἄπειρα ἀνήγαγεν ὁ Ἀριστοτέλης, τὰς μὲν οὐσίας πάσας εἰς μίαν συνελὼν τὴν ἀνωτάτω οὐσίαν, ἧς ἐστι καὶ λέξις σημαντικὴ αὐτὴ ἡ οὐσία σύμβολον οὖσα τῆς ἐν τοῖς οὖσιν οὐσίας, εἴτε ὑποστάσεως οὔσης εἴτε ἄχρι ἐπινοίας ὑφεστώσης· οὐδὲν γὰρ τοῦτο τῇ κατηγορίᾳ διενήνοχεν· οὐ γὰρ καθὸ ἐν ὑποστάσει ἐστὶ τὰ πράγματα δηλοῦται ὑπὸ τῆς κατηγορίας, ἀλλὰ καθὸ ἐπινοεῖται ἤτοι ὄντα ἢ ὡς ὄντα. ὁμοίως δὲ καὶ τῶν καθ' ἕκαστα ποσῶν ἐπὶ τὸ γενικώτατον ποσὸν ἀναγομένων ἄλλη γίνεται κατηγορία, ἡ ἀνωτάτω λέξις τοῦ ποσοῦ, κατὰ τοῦ ἀνωτάτω πράγματος ἀγορευομένη. οὕτως δὲ καὶ τὸ ποιόν. ἕτερον δέ τι γένος ἐστὶν τὸ πρός τι, ὑφ' ὃ πάντα ἀνάγεται τὰ πρὸς ἄλλο τί πως ἔχοντα, καὶ κατηγορία ἄλλη τῆς πρός τι λέξεως, ὑφ' ἣν τὸ διπλάσιον τὸ ἥμισυ, δοῦλος δεσπότης, πατὴρ υἱὸς καὶ τὰ τοιαῦτα. τὸ δὲ καθῆσθαι καὶ ἑστάναι καὶ κατακεῖσθαι ἄλλο γένος ποιεῖ τὸ κεῖσθαι. τὸ δὲ ἠμφιέσθαι καὶ ὡπλίσθαι ὑπὸ τὸ ἔχειν ἀνάγεται, τὸ δὲ ἐν Λυκείῳ καὶ ἐν Ἀκαδημίᾳ ὑφ' ἓν γένος τὸ ποῦ. καὶ τὸ ποτὲ γένος ἐστὶν ἄλλο περιέχον τὰ τοῦ χρόνου εἴδη καὶ μέρη. τὸ δὲ τέμνειν καὶ καίειν εἰς τὸ ποιεῖν, ὥσπερ τὸ τέμνεσθαι καὶ καίεσθαι εἰς τὸ πάσχειν. προστίθησιν δὲ καὶ τὰ τοῦ Βοήθου ὁ Πορφύριος πολλῆς ἀγχινοίας γέμοντα καὶ εἰς τὸ αὐτὸ τείνοντα τοῖς εἰρημένοις. λέγει γὰρ καὶ ἐκεῖνος, ὅτι κατὰ μὲν τὸ ὄνομα καὶ τὸ ῥῆμα ἡ διαίρεσις εἰς τὰ τοῦ λόγου γίνεται στοιχεῖα, κατὰ δὲ τὰς κατηγορίας ἡ διαίρεσις γίνεται, καθὸ σχέσιν ἔχουσιν αἱ λέξεις πρὸς τὰ ὄντα, σημαντικαὶ τούτων οὖσαι. "διό, φησίν, οἱ σύνδεσμοι ἐν μὲν τῇ λέξει εὑρίσκονται, τῶν δὲ κατηγοριῶν ἐκπίπτουσιν· οὐδὲν γὰρ τῶν ὄντων δηλοῦσιν, οὔτε οὐσίαν οὔτε ποιὸν οὔτε ἄλλο τι τοιοῦτον". δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι οὔτε περὶ φωνῶν ψιλῶν οὔτε περὶ αὐτῶν τῶν ὄντων ᾗ ὄντα ἐστὶν οὔτε περὶ τῶν νοημάτων μόνων οἱ ἄνδρες οὗτοι τὸν σκοπὸν ἀφορίζονται, ἀλλὰ περὶ φωνῶν μὲν ἁπλῶν καὶ λέξεων, διότι λογικῆς ἐστι πραγματείας προοίμιον, καθὸ δὲ σημαντικαὶ τῶν ὄντων εἰσὶ τῶν πρώτων καὶ ἁπλῶν, ἀλλ' οὐ καθὸ παρασχηματίζονται ἢ συσχηματίζονται ἢ πάθη τοιάδε ἀναδέχονται καὶ ἰδέας ἔχουσι τοιάσδε, ἅπερ ἡ περὶ [12] τῶν λέξεων ὡς λέξεων ἐπίσκεψις πολυπραγμονεῖ. δῆλον δὲ ὅτι, εἰ περὶ τῶν λέξεων, καθὸ σημαίνουσιν, ἀνάγκη καὶ τὰ πράγματα συνηρτῆσθαι τὰ σημαινόμενα καὶ τὰ νοήματα τὰ κατὰ τὰς σημασίας γινόμενα. διὸ καὶ τί σημαίνει ἑκάστη λέξις ἀναδιδάσκει καὶ τὰ πράγματα καθ' ἑκάστην κατηγορίαν διορίζεται καὶ τῇ διαιρέσει τῇ αὐτῇ χρῆται καὶ ἐνταῦθα, ὅπου περὶ τῶν σημαντικῶν λέξεών ἐστιν προηγουμένως ὁ σκοπός, καὶ ἐν τῇ Μετὰ τὰ φυσικά, ὅπου περὶ τῶν ὄντων ᾗ ὄντα διδάσκει· παραπλησίως δὲ καὶ ἐν τοῖς λογικοῖς, οἷον ἐν τοῖς Τοπικοῖς, καὶ ἐν τοῖς Νικομαχείοις ἠθικοῖς καὶ ἐν ταῖς ἄλλαις πραγματείαις τῇ εἰς τὰ δέκα ταύτῃ χρῆται διαιρέσει τῶν πρώτων γενῶν, ὡς πανταχοῦ μὲν τῆς αὐτῆς οὔσης διαιρέσεως, ἀλλ' ἐνταῦθα μὲν οἰκείως τῇ λογικῇ πραγματείᾳ κατὰ τὰς σημαντικὰς λέξεις λαμβανομένης, ἀλλαχοῦ δὲ οἰκείως τῇ περὶ τῶν ὄντων θεωρίᾳ κατὰ τὴν τῶν ὄντων ὑπόστασιν, οὔτε τῶν σημαντικῶν λέξεων πάντῃ κεχωρισμένων τῆς τῶν ὄντων φύσεως οὔτε τῶν ὄντων ἀπηρτημένων τῶν σημαίνειν αὐτὰ πεφυκότων ὀνομάτων, ἀλλ' οὐδὲ τῶν νοημάτων ἔξω τῆς ἀμφοῖν ὄντων φύσεως· ἓν γὰρ ὄντα πρότερον τὰ τρία ταῦτα διεκρίθησαν ὕστερον. ὁ μὲν γὰρ νοῦς αὐτὰ τὰ πράγματα ὢν καὶ αὐτὴ ἡ νόησις ταὐτὸν ἔχει τά τε ὄντα καὶ τὰ τῶν ὄντων νοήματα διὰ τὴν ἀδιάκριτον ἕνωσιν, καὶ φωνῆς ἐκεῖ οὐδὲν χρεία· ψυχὴ δὲ πρὸς μὲν νοῦν ἐστραμμένη τὰ αὐτὰ δευτέρως ἔχει, ὅτε καὶ γεννητικούς, ἀλλ' οὐ γνωστικοὺς μόνον ἔχει τοὺς ἐν αὐτῇ λόγους, ἀποστᾶσα δὲ ἐκεῖθεν καὶ τοὺς ἐν αὐτῇ λόγους τῶν ὄντων χωρίσασα καὶ διὰ τοῦτο εἰκόνας αὐτοὺς ἀντὶ τῶν πρωτοτύπων ποιήσασα διέστησεν ἀπὸ τῶν πραγμάτων τὴν νόησιν, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ τῆς πρὸς τὸν νοῦν ὁμοιότητος ἀπέστη, καὶ λοιπὸν ἀγαπᾷ σύμφωνα τοῖς πράγμασιν προβάλλεσθαι τὰ νοήματα. πεσοῦσα δὲ εἰς γένεσιν καὶ λήθης ἀναπλησθεῖσα ἐδεήθη μὲν ὄψεως, ἐδεήθη δὲ ἀκοῆς πρὸς ἀνάμνησιν· δεῖται γὰρ τοῦ ἤδη τεθεαμένου τὴν ἀλήθειαν διὰ φωνῆς ἀπὸ τῆς ἐννοίας προφερομένης κινοῦντος καὶ τὴν ἐν αὐτῇ τέως ἀπεψυγμένην ἔννοιαν· καὶ οὕτως ἡ τῆς φωνῆς ἐγένετο χρεία προσεχῶς μὲν τοῖς νοήμασιν ἐξομοιοῦσθαι σπευδούσης, δι' ἐκείνων δὲ καὶ τοῖς πράγμασιν ἐφαρμοττούσης καὶ συμφυομένης πρὸς αὐτά, ἵνα μὴ μάτην αἱ φωναὶ λέγοιντο ὥσπερ ἡ βλίτυρι, ἀλλὰ κινοῖεν ἐν τῷ ἀκούοντι τὰς ὁμοίας ταῖς κινητικαῖς νοήσεσιν. ἀπὸ γὰρ νοήσεων προϊοῦσαι [13] νοήσεις καὶ αὐταὶ κινοῦσι προσεχῶς καὶ συνάπτουσι τὰς τοῦ μανθάνοντος ταῖς τοῦ διδάσκοντος, μεσότητες ἀμφοῖν γινόμεναι. αἱ δὲ νοήσεις οἰκείως κινηθεῖσαι ἐφαρμόττουσι τοῖς πράγμασιν, καὶ οὕτως γίνεται ἡ τῶν ὄντων γνῶσις καὶ ὁ αὐτοφυὴς ἔρως τῆς ψυχῆς ἀποπίμπλαται. καὶ ἔστιν ἡ φωνὴ πέρας τῆς ψυχικῆς ἐνεργείας, τῶν δὲ περάτων ἐστὶν τὸ ἐπιστρέφειν εἰς τὰς ἀρχάς· διὸ καὶ ἡ φωνὴ τὰς ἀποστάσας ἀπὸ νοῦ καὶ τῶν ὄντων ψυχὰς καὶ διακριθείσας ἀλλήλων συνάγει τε εἰς ὁμόνοιαν καὶ τοῖς πράγμασιν συναρμόζειν ποιεῖ καὶ πρὸς νοῦν ἀναπέμπει καὶ παρασκευάζει μὴ μόνον ἀφώνους ἐθέλειν εἶναι, ἀλλὰ μηδὲ ἐννοίας τῶν πραγμάτων ἑτέρας ἔχειν. οὕτως οὖν τὰ ἡνωμένως ἐν τῷ νῷ προειλημμένα ἐμέρισεν ἡ ψυχή, μετὰ μέντοι τοῦ φυλάξαι καὶ ἐν τῇ διαιρέσει τὴν ἀλληλουχίαν. ἔστιν οὖν ἐκ τῶν εἰρημένων δῆλον, ὅτι ἐστὶν μὲν ὁ σκοπὸς οἰκεῖος τῇ λογικῇ πραγματείᾳ περὶ τῶν ἁπλῶν καὶ πρώτων καὶ γενικῶν φωνῶν, καθὸ σημαντικαὶ τῶν ὄντων εἰσίν, συνδιδάσκεται δὲ πάντως καὶ τὰ σημαινόμενα ὑπ' αὐτῶν πράγματα καὶ τὰ νοήματα, καθὸ σημαίνεται τὰ πράγματα ὑπὸ τῶν φωνῶν. καὶ ταῦτα καὶ τοῖς Ἀλεξάνδροις καὶ Ἑρμίνῳ καὶ Βοήθῳ καὶ Πορφυρίῳ δοκεῖ καὶ ὁ θεῖος Ἰάμβλιχος ἐπιψηφίζει καὶ Συριανὸς σαφηνίζει καὶ οἱ ἡμέτεροι διδάσκαλοι ἀποδέχονται. ἀλλ' ἐπεὶ δέδεικται περὶ φωνῶν ὁ σκοπός, τῶν δὲ φωνῶν αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ σύνθετοι, περὶ τῶν ἁπλῶν ἐστι φωνῶν τῶν πρώτων καὶ τὰ πρῶτα καὶ γενικώτατα τῶν ὄντων σημαινουσῶν διὰ μέσων τῶν ἁπλῶν καὶ πρώτων νοημάτων. τὰ δὲ ἁπλᾶ εἰς δεκάδα συνήγαγον οἱ Πυθαγόρειοι, ὡς Ἀρχύτας, ᾧ καὶ Πλάτων συγγέγονεν, ὡς ἐν τῷ Περὶ τῶν καθόλου λόγων ἐδίδαξεν βιβλίῳ, ᾧ καὶ Ἀριστοτέλης κατηκολούθησεν καὶ μέχρι τῶν ὀνομάτων, κατὰ τοσοῦτον μόνον, ὡς δοκεῖ τισι, παραλλάξας, καθόσον τὸ ἓν αὐτὸς οὐ προσλογίζεται τὸ τῶν δέκα περιεκτικὸν καὶ τὸ κατὰ φύσιν τῶν ὀνομάτων ἀπογινώσκει.

   Χρήσιμος δὲ ἡ τούτων διδασκαλία πρός τε τὴν τῆς ὅλης φιλοσοφίας καὶ πρὸς τὴν τῆς λογικῆς πραγματείας εἰσαγωγήν. δῆλον γὰρ ὅτι τὰ ἁπλᾶ πρὸς στοιχείωσίν ἐστιν ἐπιτήδεια. διὸ καὶ ὁ γεωμέτρης ἀπὸ τῶν ἁπλουστέρων ἀρχόμενος περὶ τριγώνων πρώτων καὶ τετραγώνων ἐφεξῆς [14] διδάσκει καὶ τότε περὶ πενταγώνων καὶ τῶν ἐφεξῆς πολυγώνων, καὶ οἱ περὶ τοῦ ἀριθμοῦ ἐσπουδακότες τί ἄρτιον καὶ τί περιττὸν καὶ οὕτως τί ἀρτιοπέρισσον ἢ περισσάρτιον. πρὸς δὲ τὴν λογικὴν πραγματείαν ὅτι χρήσιμος ἡ ἀπὸ τῶν ἁπλουστάτων λέξεων ἀρχή, φανερὸν ἐντεῦθεν. ἡ θεωρία καὶ ἡ πρᾶξις ἀνάπαλιν ὁδεύουσιν· καὶ γὰρ ἡ μὲν θεωρία ἀπὸ τοῦ τέλους ἀρξαμένη ὁδῷ πρόεισιν ἐπὶ τὴν ἀρχήν, ἡ δὲ πρᾶξις ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ὁδεύει, ὡς ἐπὶ οἰκίας· ἡ μὲν γὰρ θεωρία αὐτῆς τὴν χρείαν εὐθὺς ἐννοεῖ, δι' ἥν ἐστιν οἰκία, ὅτι διὰ σκέπην ἀνέμων καὶ ὄμβρων καὶ καύματος, καὶ ἀρξάμενος ἀπὸ τοῦ τέλους καὶ ὅπως ἂν τοῦτο περιγένοιτο θεωρῶν εὑρίσκει ὅτι σκέπην ἄνευ τοίχων ἐπικεῖσθαι ἀδύνατον, τοὺς δὲ τοίχους ἄνευ θεμελίων οὐχ οἷόν τε ἱδρῦσθαι, ἀλλ' οὐδὲ τούτους καταβληθῆναι πρὸ τοῦ τὴν γῆν ὀρυχθῆναι, καὶ ἐνταῦθα κατέληξεν, ὅθεν ἡ πρᾶξις ἀρξαμένη πρῶτον μὲν ὀρύττει τὴν γῆν, εἶτα τοὺς θεμελίους καταβάλλεται καὶ τούτοις ἐποικοδομεῖ τοὺς τοίχους καὶ τελευταίαν τὴν ὀροφὴν ἐπιτίθησιν. κἀνταῦθα τοίνυν μοι τὸ ὅμοιον παραφύλαττε· ὡς γὰρ τῆς οἰκίας δεόμεθα κωλυούσης τὴν ἀπ' ἀνέμων καὶ ὄμβρων καὶ καύματος γινομένην φθοράν, οὕτω καὶ τῆς ἀποδείξεως δεόμεθα κωλυούσης τήν τε ἀπὸ τοῦ ψεύδους ἐν τῇ θεωρίᾳ καὶ τὴν ἀπὸ τοῦ κακοῦ ἐν τῇ πράξει κυρίως ἂν καλουμένην φθοράν. καὶ γὰρ ὥσπερ ἐπὶ τῆς θεωρίας ἀντίκειται τῷ ἀληθεῖ τὸ ψεῦδος, οὕτω καὶ ἐν τῇ πρακτικῇ φιλοσοφίᾳ ἀντίκειται τῷ ἀγαθῷ τὸ κακόν, καὶ δεόμεθά τινος ὀργάνου τοῦ διακρίνοντος αὐτά, ἵνα μὴ τοῖς ψεύδεσιν ἀντὶ τῶν ἀληθῶν καὶ τοῖς κακοῖς ἀντὶ τῶν ἀγαθῶν περιπίπτωμεν. τοῦτο δέ ἐστιν ἡ ἀπόδειξις, τὸ κριτήριον ἑκάστου τὸ μὴ συγχωροῦν διά τι ἀμυδρὸν ἴσως ἴχνος τοῦ ἀληθοῦς ἢ τοῦ ἀγαθοῦ ἀπατᾶν, ἀλλὰ γυμνοῦν πάντα καὶ βασανίζον. ὥσπερ οὖν τὴν οἰκίαν ὅπως ἂν γένοιτο σκοποῦντες ἐπὶ τὴν ὄρυξιν τῆς γῆς καταλήγομεν, οὕτως καὶ τῆς ἀποδείξεως τὴν γένεσιν σκοποῦντες, ἐπειδὴ ἡ ἀπόδειξις λέγει, τί τίνι ὑπάρχει καὶ τί τίνι οὐχ ὑπάρχει, οὐχ ἁπλῶς, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθεῖσα, διὰ τί ὑπάρχει ἢ οὐχ ὑπάρχει, δῆλον ὅτι οὐκ ἔστιν ἁπλοῦς λόγος, ἀλλὰ συλλογὴ πλειόνων τοῦ τε ὑπάρχοντος καὶ ᾧ ὑπάρχει καὶ τῆς αἰτίας εἰς δύο τοὐλάχιστον προτάσεις συναγομένων. ὁ γὰρ δεικνὺς ὅτι ἡ ψυχὴ ἀθάνατος διὰ μέσου τοῦ αὐτοκινήτου λέγει οὕτως· ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀθάνατον· καὶ οὕτως ἐπάγει τὸ συμπέρασμα, ὅτι ἡ ψυχὴ ἀθάνατος. συλλογισμὸς οὖν ἀποδεικτικός ἐστιν ἡ ἀπόδειξις. πῶς δὲ ἂν μάθοιμεν τὸν ἀποδεικτικὸν συλλογισμὸν μὴ τὸν [15] ἁπλῶς συλλογισμὸν προμαθόντες; οὐδὲ γὰρ γράφειν τόνδε τὸν τύπον ἢ τόνδε δυνησόμεθα μὴ ἁπλῶς γράφειν μαθόντες. τὸν δὲ ἁπλῶς συλλογισμὸν πῶς ἔστιν μαθεῖν, εἰ μὴ τὰ ἐξ ὧν συνέστηκεν μάθοιμεν; αὗται δέ εἰσιν αἱ προτάσεις. ἀλλὰ καὶ αὗται ἐξ ὀνομάτων εἰσὶ καὶ ῥημάτων, τῶν μὲν ὑποκειμένων, τῶν δὲ κατηγορουμένων. δεῖ οὖν καὶ τῆς τούτων γνώσεως. καὶ οὐδὲ μέχρι τούτων ἔχει τέλος ἡ ἀνάλυσις· προηγεῖται γὰρ καὶ τούτων ἡ τῶν ἁπλῶν φωνῶν θεωρία, καθ' ἣν πάντα ὀνόματά ἐστιν, διότι ἡ πρώτη θέσις τῶν φωνῶν ὡς ὀνομάτων ἐστίν· δεηθέντες γὰρ οἱ ἄνθρωποι σημαίνειν ἀλλήλοις τὰ πράγματα διὰ τὸ τῆς κοινῆς ἀποστῆναι νοήσεως ἔθεντο τῷδε μὲν ὄνομα σῶμα, τῷδε δὲ δεξιόν, καὶ ἄλλῳ ποιεῖν ἢ πάσχειν, οὔπω διαφορᾶς οὔσης, καθ' ἣν τὰ μὲν ὑπόκειται, τὰ δὲ κατηγορεῖται καὶ τὰ μὲν προσσημαίνει χρόνον, τὰ δὲ οὔ. προηγεῖται οὖν ἡ τῶν ἁπλῶν φωνῶν θεωρία, καὶ ἀπὸ ταύτης ἀρκτέον τῷ τὴν ἀπόδειξιν δημιουργοῦντι. εἰκότως οὖν ἀπὸ τῶν Κατηγοριῶν ἀρχόμεθα, ἐπειδὴ δι' αὐτῶν εἴς τε τὸν σημαντικὸν λόγον καὶ εἰς τὰ σημαινόμενα πράγματα εἰσαγόμεθα ἀπὸ ἁπλουστέρων ἐπὶ συνθετώτερα. μετὰ γὰρ τὰς ἁπλᾶς φωνὰς τί ὄνομα καὶ τί ῥῆμα μανθάνομεν, ἔπειτα τί κατάφασις καὶ τί ἀπόφασις καὶ τίνες αἱ τούτων διαφοραί, ἅπερ ἐν τῷ Περὶ ἑρμηνείας διδασκόμεθα, εἶτα τί ὅρος καὶ τί πρότασις καὶ συλλογισμὸς καὶ τίνα τὰ τῶν συλλογισμῶν εἴδη καὶ πόσα καθ' ἕκαστον σχήματα καὶ καθ' ἕκαστον σχῆμα πόσοι γίνονται τρόποι, ἅπερ διὰ τῶν Προτέρων ἀναλυτικῶν διδασκόμεθα· καὶ οὕτως εἰς τὴν ἀποδεικτικὴν ἐρχόμεθα πραγματείαν, ἣν Ὑστέρων ἀναλυτικῶν ὁ Ἀριστοτέλης ἐπέγραψεν. εἰκότως οὖν ἀπὸ τοῦ τῶν Κατηγοριῶν βιβλίου καὶ τῆς λογικῆς πραγματείας καὶ τῆς ὅλης ἀρχόμεθα φιλοσοφίας, καὶ ἔχομεν ἐκ τῶν εἰρημένων καὶ τὴν τάξιν τῆς ἀναγνώσεως τοῦ προκειμένου βιβλίου παραδιδομένην.

   Ἀλλὰ καὶ τίς ἡ τῆς ἐπιγραφῆς αἰτία ζητεῖν ἄξιον, πρῶτον δέ, κατὰ πόσους ἐπιγέγραπται τρόπους, καὶ τίς τῶν ἐπιγραφῶν ἡ δοκιμωτέρα. καὶ γὰρ οἱ μὲν Πρὸ τῶν τοπικῶν ἐπέγραψαν τὸ βιβλίον, οἱ δὲ Περὶ τῶν γενῶν τοῦ ὄντος, ἄλλοι δὲ Περὶ τῶν δέκα γενῶν, ἄλλοι δὲ Κατηγορίαι δέκα, ἄλλοι δὲ Κατηγορίαι, ὥσπερ καὶ νῦν ἔτι φέρεται. ἀλλ' οἱ μὲν Πρὸ τῶν τοπικῶν ἐπιγράψαντες καὶ ταύτην τῷ βιβλίῳ τὴν τάξιν ἀποδιδόντες ἄτοποι· οὐ γὰρ τῶν τοπικῶν προηγεῖται μόνων, ἀλλ' ἐν μὲν τοῖς λογικοῖς τῆς τε συλλογιστικῆς ἤτοι ἀναλυτικῆς πάσης θεωρίας καὶ τῆς περὶ προτάσεων, ἣν Περὶ ἑρμηνείας ἐπιγράφουσιν, ἐν δὲ τῇ περὶ τῶν ὄντων θεωρίᾳ πάσης ἡγεῖται φιλοσοφίας ἡ τῶν ἁπλῶν παράδοσις, ἅτε περὶ τῶν στοιχειωδεστάτων διδάσκουσα. ἐπειδὴ δὲ οὐχ ὁ τυχών ἐστιν ἀνὴρ ὁ μετὰ τὰς Κατηγορίας εὐθὺς [16] τὰ Τοπικὰ τάξας βιβλία, ἀλλὰ Ἄδραστος ὁ Ἀφροδισιεύς, ἀνὴρ τῶν γνησίων Περιπατητικῶν γεγονώς, ἐν τῷ Περὶ τῆς τάξεως τῆς Ἀριστοτέλους φιλοσοφίας μετὰ τὸ τῶν Κατηγοριῶν βιβλίον τὰ Τοπικὰ βούλεται τετάχθαι, τίνα ἂν ἔχοι κἂν πιθανὴν αἰτίαν ἀνδρὸς ἐλλογίμου κρίσις; ἢ ὅτι προηγεῖσθαι μὲν δεῖ πάντως τὴν τῶν ἁπλῶν φωνῶν γνῶσιν διὰ τοῦ τῶν Κατηγοριῶν βιβλίου, πρὸ δὲ τῆς ἀποδεικτικῆς μεθόδου καὶ τῶν ἀναγκαίως αὐτῆς προηγουμένων συλλογισμῶν καὶ προτάσεων τὴν ἐξ ἐνδόξων καὶ πιθανῶν συλλογιζομένην παραδίδωσιν μέθοδον. διὸ ἐπειδὴ κατὰ συλλογισμὸν καὶ αὕτη πρόεισιν, προδιδάσκει καὶ ἐπὶ ταύτης, τί ἐστι κοινὸς συλλογισμός, ὥσπερ καὶ ἐπὶ τῶν Προτέρων ἀναλυτικῶν. εἰ γὰρ ἀπὸ τῶν ἐνδόξων ἐπὶ τὰ ἀποδεικτικὰ καὶ ἀπὸ τῶν πιθανῶν ἐπὶ τὰ πάντως ἀληθῆ προϊέναι χρή, εἰκότως, φαίη ἂν Ἄδραστος, ἡ τοπικὴ πραγματεία τῆς τε ἀποδεικτικῆς προηγεῖται καὶ τῶν ἀναγκαίως προλαμβανομένων τῆς ἀποδείξεως. ἀλλὰ ταῦτα μὲν πιθανῶς, εἴπερ ἄρα καὶ πιθανῶς εἴρηται, ἄτοπος δὲ ὄντως ἡ Πρὸ τῶν τοπικῶν ἐπιγραφὴ τοῦ βιβλίου· αἱ γὰρ ἁπλαῖ φωναὶ τῶν τε προτάσεων τῶν ἀπ' αὐτῶν ἡγοῦνται προσεχῶς καὶ τῶν ἐξ ἐκείνων συλλογισμῶν. οἱ δὲ Περὶ τῶν γενῶν τοῦ ὄντος ἢ Περὶ τῶν δέκα γενῶν ἐπιγράφοντες, ὥσπερ ὁ Πλωτῖνος δοκεῖ ἐν τῇ πρὸς αὐτὰς ἀντιλογίᾳ, πρὸς τὰ πράγματα ἀφορῶσιν μόνον, ἀλλ' οὐ πρὸς τὸν λογικὸν σκοπόν. τὰ γὰρ γένη τοῦ ὄντος αὐτὰ τὰ πράγματά ἐστιν· ὅτι δὲ οὐ περὶ τῶν ὄντων ὁ σκοπός, ἀλλὰ περὶ τῶν σημαινουσῶν αὐτὰ φωνῶν, καθὸ σημαντικαί, εἴρηται μὲν καὶ πρότερον, σαφῶς δὲ καὶ αὐτὸς ἐνδείκνυται ἕκαστον τῶν εἰρημένων εἰπὼν αὐτὸ μὲν καθ' αὑτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεσθαι, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασιν γίνεσθαι· εἰ γὰρ ἡ κατάφασις ἐν φωνῇ καὶ λόγῳ, οὐκ ἂν εἴη περὶ τῶν ὄντων ὁ σκοπός· οὐ γὰρ ἡ τῶν πραγμάτων συμπλοκὴ κατάφασις γίνεται, ἀλλ' ἡ τῶν σημαντικῶν φωνῶν. εἰ δὲ καὶ ἕκαστον τῶν ἐνταῦθα παραδιδομένων ἤτοι οὐσίαν σημαίνειν ἢ ποσὸν ἢ ποιὸν ἢ ἄλλο τί φησι, τὰ δὲ σημαίνοντα οὐχὶ τὰ πράγματά ἐστιν (σημαίνεται γὰρ ἐκεῖνα), ἀλλ' αἱ φωναί, δῆλον ὅτι οὐ περὶ τῶν ὄντων, ἀλλὰ περὶ τῶν σημαινουσῶν τὰ ὄντα φωνῶν ἡ πραγματεία.

   Ἀλλ' ἐπειδὴ Κατηγορίαι παρὰ τοῖς πλείστοις ἐπιγέγραπται, τὴν αἰτίαν τούτου ζητητέον. οὐ γὰρ δὴ τὰς μετὰ αἰτίας ἐγκλήσεις ὅπως χρὴ ποιεῖσθαι, διὰ [17] τοῦδε τοῦ βιβλίου διδασκόμεθα· ῥητόρων γὰρ ἀλλ' οὐ φιλοσόφων ἡ τοιαύτη σπουδή, καὶ ἀντίκειται τῷ τοιούτῳ κατηγορεῖν τὸ ἀπηγορεῖν, ὅπερ ἐστὶν τὸ ἀπολογεῖσθαι. ἀλλ' ὁ μὲν Πορφύριος ἁπλοϊκώτερον ἐξηγούμενος τὸ ἀγορεύειν φησὶ τὰ πράγματα κατά τι σημαινόμενον κατηγορεῖν λέγεσθαι καὶ ὅλως τὸ λέξιν σημαντικὴν κατὰ πράγματος λέγειν, "ὥστε, φησίν, πᾶσα ἁπλῆ λέξις σημαντική, ὅταν καθ' οὗ σημαίνηται πράγματος ἀγορευθῇ τε καὶ λεχθῇ, λέγεται κατηγορία", οὑτωσὶ καὶ τοῖς ῥήμασιν λέγων. καίτοι τούτῳ γε τῷ λόγῳ καὶ ἡ Σωκράτης καὶ ἡ τῶν μερικῶν ἕκαστον σημαίνουσα ἁπλῆ λέξις κατηγορία ἂν ῥηθείη, καὶ οὕτως οὐ περὶ τῶν γενικωτάτων, ἀλλὰ περὶ ἁπλῶν λέξεων ἔσται ὁ λόγος. ἄμεινον οὖν οἱ ἄλλοι Κατηγορίας ἐπιγεγράφθαι φασὶν διὰ τὸ περὶ τῶν γενικωτάτων εἶναι, ἅπερ ἀεὶ κατηγορεῖσθαι πέφυκεν. τοῦ γὰρ ἀποφαντικοῦ λόγου, ἐν ᾧ τὸ ἀληθὲς συνίσταται καὶ τὸ ψεῦδος, τὸ μέν τί ἐστιν ὑποκείμενον, περὶ οὗ ὁ λόγος, τὸ δὲ περὶ ἐκείνου λεγόμενον, ὅπερ κατηγορούμενον ὡς κατὰ τοῦ ὑποκειμένου λεγόμενον καλεῖται· οἷον 'Σωκράτης ἄνθρωπός ἐστιν'· ὑπόκειται μὲν ὁ Σωκράτης, κατηγορεῖται δὲ ὁ ἄνθρωπος. καὶ ὑπόκειται μὲν τὸ μερικώτερον, κατηγορεῖται δὲ τὸ καθολικώτερον, καὶ ἀδύνατον ἐπὶ τῶν κυρίως κατηγορουμένων ἀντιστρέψαι· οὐ γὰρ δυνατὸν εἰπεῖν ὅτι ὁ ἄνθρωπος Σωκράτης ἐστὶν οὐδὲ ὅτι τὸ ζῷον ἄνθρωπος. ἔστιν δὲ τὰ μὲν μόνως κατηγορούμενα, ὡς καὶ ἐν τῇ Πορφυρίου Εἰσαγωγῇ εἴρηται, τὰ γενικώτατα γένη, τὰ δὲ μόνως ὑποκείμενα, τὰ ἄτομα. καὶ γὰρ ἐκείνων μὲν τὰ ἄλλα μετέχει, διὸ καὶ λέγεται κατὰ τῶν μετεχόντων· ἐκεῖνα δὲ ἄλλων οὐ μετέχει, διὸ οὐδενὶ ἐκεῖνα πρὸς κατηγορίαν ὑπόκειται· τὰ δὲ ἄτομα μετέχει μὲν τῶν ὑπὲρ αὐτὰ καὶ διὰ τοῦτο ὑπόκειται αὐτοῖς, ὑπ' οὐδενὸς δὲ ὡς ὁλικώτερα μετέχεται καὶ διὰ τοῦτο οὐδενὸς κατηγορεῖται. εἰ τοίνυν περὶ τῶν ἀνωτάτω γενῶν ἐστιν ὁ τοῦ βιβλίου σκοπός, εἰκότως ἐπιγέγραπται Κατηγορίαι. καὶ γὰρ καὶ Ἀρχύτας τὸν αὐτὸν ἔχων σκοπὸν τὸ βιβλίον Περὶ τῶν καθόλου λόγων ἐπέγραψεν, τῶν καθόλου κατηγορουμένων ἀεὶ τῶν ὑφ' ἑαυτά, οὐδέποτε δὲ ὑποκειμένων. εἰ δὲ ξενίζει τὸ ὄνομα παρὰ τὴν συνήθειαν κείμενον, οὐδὲν θαυμαστόν· ἐλλειπόντων γὰρ τῶν ὀνομάτων ὡς πρὸς τὰ πράγματα οἱ φιλόσοφοι οὐ μόνον γινώσκειν τὰ πράγματα βουλόμενοι τὰ τοῖς ἄλλοις ἀγνοούμενα, ἀλλὰ καὶ ἐκφαίνειν τοῖς βουλομένοις μαθεῖν, ποτὲ μὲν ὀνοματοποιεῖν ἀναγκάζονται, ὡς αὐτὸς [18] Ἀριστοτέλης τὸ τῆς ἐντελεχείας ὄνομα ποιήσας, ἔστιν δὲ ὅτε τοῖς ἐπ' ἄλλων κειμένοις ἐπ' ἄλλων κατεχρήσαντο οἰκείως μεταφέροντες, ὥσπερ νῦν τῷ τῆς κατηγορίας. Κατηγορίαι δὲ ἐπιγέγραπται καὶ οὐ Περὶ κατηγοριῶν διὰ τὸ σύνηθες εἶναι πολλάκις τὸ ὄνομα περὶ οὗ ὁ λόγος ἐπ' εὐθείας πτώσεως προγράφειν τοῦ συγγράμματος· οὕτως ὁ περὶ Θεμιστοκλέους λόγος Θεμιστοκλῆς ἐπιγέγραπται καὶ ὁ περὶ πολιτείας Πολιτεία.

   Ὅτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, μάλιστα μὲν ἡ τῶν ἐννοιῶν πυκνότης καὶ τὸ συνεστραμμένον τῆς φράσεως δηλοῖ κατὰ τὴν νοερὰν τοῦ Ἀριστοτέλους προϊόντα δύναμιν. καὶ αὐτὸς δὲ μέμνηται τοῦ βιβλίου ἐν ἄλλοις, δέκα κατηγορίας αὐτὸ καλῶν, ἵνα μηδὲ ὑπονοήσωμεν τοῦ Ἀρχυτείου μνημονεύειν αὐτὸν ἄλλην ἐπιγραφὴν ἔχοντος· ἢ οὖν καὶ ἐκεῖνα νοθεύειν χρὴ τὰ συγγράμματα, ἐν οἷς μέμνηται τούτου, ἢ μηδὲ τοῦτο ἀθετεῖν. ἀλλὰ καὶ οἱ σπουδαιότατοι τῶν ἑταίρων αὐτοῦ ὡς γνήσιον ἀπεδέξαντο τὸ βιβλίον. πρὸς δὲ τούτοις μὴ τούτου προγραφέντος τῷ Ἀριστοτέλει τοῦ βιβλίου ἄναρχος ἂν ἦν καὶ ἀκέφαλος καὶ πᾶσα μὲν ἡ Ἀριστοτέλους φιλοσοφία, ἐξαιρέτως δὲ ἡ λογικὴ πραγματεία. ἱστορεῖ δὲ ὁ Ἄδραστος ἐν τῷ Περὶ τῆς τάξεως τῶν Ἀριστοτέλους συγγραμμάτων, ὅτι φέρεται καὶ ἄλλο τῶν κατηγοριῶν βιβλίον ὡς Ἀριστοτέλους καὶ αὐτὸ ὂν βραχὺ καὶ σύντομον κατὰ τὴν λέξιν καὶ διαιρέσεσιν ὀλίγαις διαφερόμενον, ἀρχὴν δὲ ἔχον "Τῶν ὄντων τὸ μέν ἐστιν"· πλῆθος δὲ στίχων ἑκατέρου τὸ αὐτὸ ἀναγράφει, ὥστε τὸ βραχὺ κατὰ τὴν λέξιν εἶπεν ὡς συντόμως ἑκάστου τῶν ἐπιχειρημάτων ἐκτιθεμένων.

   Λοιπὸν δὲ τὸ περὶ τῆς εἰς τὰ κεφάλαια διαιρέσεως τοῦ βιβλίου λέγειν ὑπολείπεται, ἅ τινες μὴ ἐπιστήσαντες ὅπως τε κατ' ἄρθρα διῄρηνται καὶ ὅπως τήν τε πρὸς τὸν ὅλον σκοπὸν χρείαν ἀποπληροῦσι καλῶς καὶ τὴν πρὸς ἄλληλα συνέχειαν διασῴζουσιν, στοιβηδὸν κεῖσθαι νομίζουσιν τὰ κεφάλαια κατὰ τὸν ὑπομνηματικὸν τρόπον. καὶ δὴ καὶ ἀντιλέγουσιν αὐτῷ τινες ἀθετοῦντες τὴν διαίρεσιν, οἱ μὲν ὡς πλεονάζουσαν μάτην, οἱ δὲ ὡς πολλὰ παρεῖσαν ὥσπερ Κορνοῦτος καὶ Ἀθηνόδωρος, οἵτινες περὶ λέξεων οἰόμενοι τὸν σκοπὸν εἶναι καθὸ λέξεις εἰσίν, πολλὰς λέξεις προβάλλοντες τὰς μὲν κυρίας, τὰς δὲ τροπικάς, ἐλέγχειν οἴονται τὴν διαίρεσιν, ὡς οὐ πάσας τὰς λέξεις [19] περιλαβοῦσαν· οἳ καὶ διαίρεσιν τῶν ὀνομάτων οἴονται ποιεῖσθαι εἰς ὁμώνυμα καὶ συνώνυμα καὶ παρώνυμα καὶ εἶναι τὸ βιβλίον παντοδαπῶν θεωρημάτων σωρείαν ὑπολαμβάνουσιν λογικῶν τε καὶ φυσικῶν καὶ ἠθικῶν καὶ θεολογικῶν· εἶναι γὰρ τὰ μὲν περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων σκέμματα λογικά, ἔτι δὲ καὶ τὸ περὶ τῶν ἀντικειμένων, τὰ δὲ περὶ κινήσεως φυσικά, ἠθικὰ δὲ τὰ περὶ ἀρετῆς καὶ κακίας, ὥσπερ θεολογικὰ τὰ περὶ τῶν δέκα γενῶν φιλοσοφήματα. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει· οὔτε γὰρ διαίρεσιν ποιεῖται τῶν ὀνομάτων· οὐ γὰρ ἂν τὰ ἑτερώνυμα καὶ πολυώνυμα παρῆκεν. ἀλλ' ἔστιν, ὡς εἰς μεγάλα μέρη διελεῖν, τριμερὲς τὸ βιβλίον. καὶ ἐν μὲν τῷ πρώτῳ διαρθροῖ τινα πρὸς τὰς κατηγορίας ἐσόμενα χρήσιμα, τί ἐστιν ὁμώνυμον, τί συνώνυμον, τί παρώνυμον· καὶ γὰρ ἔμελλεν ἐρεῖν ὅτι τὰ μὲν ἐν ὑποκειμένῳ ὁμωνύμως κατηγορεῖται, τὰ δὲ καθ' ὑποκειμένου συνωνύμως, καὶ ὅτι παρωνύμως ἀπὸ τῆς ποιότητος λέγεται τὰ ποιὰ καὶ ἀπὸ τῆς ποσότητος τὰ ποσά· ἵνα τοίνυν μὴ διακόπτηται ἡ συνέχεια τῆς διδασκαλίας περὶ τούτων αὐτοῦ μεταξὺ διδάσκοντος ἢ ἀνερμήνευτα μένοντα τὸν ὅλον λόγον ἀσαφῆ ποιῇ, εἰκότως αὐτῶν προὔλαβεν τὴν διάρθρωσιν. τὸ δὲ δεύτερον κεφάλαιον περὶ αὐτῶν τῶν δέκα γενῶν διεξέρχεται. τὸ δὲ τρίτον περί τινων καὶ αὐτὸ διαλέγεται, ὧν ἐν τοῖς περὶ τῶν κατηγοριῶν ἐμνήσθη λόγοις, καὶ τούτων τὴν ἀκριβεστέραν ἔννοιαν παραδίδωσιν, τί τὸ ἅμα λέγων, ἐπειδὴ τὰ πρός τι ἅμα εἶπεν ὑφεστάναι, καὶ ποσαχῶς λέγεται τὸ πρότερον, ἵνα μὴ νῦν μὲν αὐτοῦ τήνδε τὴν οὐσίαν προτέραν λέγοντος, ἄλλοτε δὲ ἄλλην, ἀντιφάσκειν αὐτὸν πρὸς ἑαυτὸν ὑπονοήσωμεν, ἀλλ' εἰδείημεν κατὰ ποῖον μὲν ἐκείνη τοῦ προτέρου σημαινόμενον εἴρηται πρώτη, κατὰ ποῖον δὲ αὕτη. καὶ περὶ κινήσεως δὲ λέγει μνησθεὶς αὐτῆς ἐν τῷ ποιεῖν καὶ πάσχειν, καὶ τὰ ἀντικείμενα διαιρεῖται μνημονεύσας καὶ τούτων ἔν τε τοῖς πρός τι καί τισι τῶν ποιῶν. τί οὖν μὴ καὶ ταῦτα προὔταξεν τοῦ περὶ τῶν κατηγοριῶν λόγου ἢ διὰ τί μὴ κἀκεῖνα μετὰ τὰς κατηγορίας ἐπήγαγεν ἀπορήσας ὁ Πορφύριος λύει καλῶς τὴν ἀπορίαν· ὅτι ἐκεῖνα μὲν ἄγνωστα παντελῶς ἦν ἀπὸ τῆς συνηθείας, τούτων δὲ ἐννοίας μὲν ἔχομέν τινας, οὐ μὴν ἀκριβῆ διάκρισιν οὐδὲ αὐτῶν· μὴ βουλόμενος οὖν ἐπὶ πολὺ τὸν περὶ αὐτῶν τῶν [20] κατηγοριῶν ἀναβάλλεσθαι λόγον ὑπερέθετο ταῦτα εἰς ὕστερον, οὔτε προδιδάξαι αὐτὰ ἀναγκασθεὶς διὰ τὴν ὁποιανοῦν προϋπάρχουσαν αὐτῶν ἔννοιαν οὔτε ἀτεχνῆ τὴν περὶ αὐτῶν γνῶσιν καταλείπεσθαι τῷ ἀκροατῇ συγχωρῶν· εἰ γὰρ καὶ χρώμεθά τισιν ἀπὸ τῆς συνηθείας ὀνόμασιν, ἀλλ' οὐ γινώσκοντες αὐτῶν τὰς φύσεις ἀκριβῶς, εἰς ἃς οἱ ὀνοματοθέται βλέποντες τεθείκασιν. ταῦτα μὲν οὖν εἰρήσθω περὶ τῆς τοῦ βιβλίου διαιρέσεως εἰς τὰ οἰκεῖα κεφάλαια.

   Εἰ δὲ καὶ ὑπὸ ποῖον μέρος τῆς Ἀριστοτέλους φιλοσοφίας ποθεῖ τις μαθεῖν, δῆλον ὅτι ὑπὸ τὸ ὀργανικόν. τῆς γὰρ λογικῆς πραγματείας δέδεικται τὸ πρῶτον ἐπέχουσα μέρος ἡ περὶ τῶν ἁπλῶν φωνῶν διδασκαλία, ἡ δὲ λογικὴ πᾶσα τὸ ὀργανικόν ἐστι μέρος τῆς φιλοσοφίας, ὥσπερ οἱ κανόνες, ὥσπερ αἱ στάθμαι τῶν τεκτόνων τε καὶ οἰκοδόμων.

[21]

p. 11 Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν.

   Ἀποροῦσιν οἱ περὶ τὸν Νικόστρατον, τί δήποτε περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμενος οὐ περὶ αὐτῶν εὐθύς, ἀλλὰ περὶ τῶν ἄλλων διδάσκει τῶν τε ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων. πρὸς οὓς καλῶς ὑπήντησεν ὁ Πορφύριος, ὅτι καθ' ἑκάστην σχεδὸν θεωρητικὴν πραγματείαν προγράφεταί τινα πρὸς σαφήνειαν τείνοντα τῶν ἑξῆς, ὡς ἐν γεωμετρίᾳ οἱ ὅροι καὶ τὰ ἀξιώματα καὶ τὰ αἰτήματα· καὶ ἐνταῦθα οὖν, ἐπειδὴ περὶ τῶν πρώτων λέξεων πρόκειται λέγειν, αἵτινές εἰσιν τῶν πρώτων καὶ ἁπλῶν πραγμάτων δηλωτικαί, ὑφ' ἃς ἔδει καὶ τὰ ἄλλα πάντα ἀνάγεσθαι, εἰ μὲν ἑκάστου πράγματος ἓν ἦν ὄνομα ἴδιον, ὑπὸ μίαν ἕκαστον ἀνήγετο κατηγορίαν· εἰ δὲ τὸ αὐτὸ ὄνομα πλειόνων ἐστὶ πραγμάτων καὶ κατ' οὐσίαν διαφερόντων, διακρίσεως ἔδει, πότε μὲν δῆλον ὅτι ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν, πότε δὲ οὔ. ὥσπερ ζῷον ὁ ἄνθρωπος καλεῖται καὶ ὁ ἵππος καὶ πάλιν ζῷον ὅ τε Σωκράτης καὶ ἡ τοῦ Σωκράτους εἰκὼν χρωμάτων οὖσα σχηματισμός· τούτων γὰρ ὁ μὲν ἄνθρωπος καὶ ὁ ἵππος τῆς αὐτῆς οὐσίας τοῦ ζῴου μετέχοντες συνωνύμως αὐτῶν κατηγορουμένης ὑπὸ μίαν ἀνάγονται κατηγορίαν, ὁ δὲ Σωκράτης καὶ ὁ γεγραμμένος ἅτε μὴ τῆς οὐσίας ἄμφω τοῦ ζῴου μετέχοντες, ἀλλ' ὁ μὲν τῆς οὐσίας, ὁ δὲ χρώματος ἢ σχήματος ἐπιπολαίου, οὐχ ὑπὸ τὴν αὐτὴν ἀνάγονται κατηγορίαν, ἀλλ' ὁ μὲν Σωκράτης ὑπὸ τὴν οὐσίαν, ὁ δὲ γεγραμμένος ὑπὸ τὸ ποιόν. ἔδει τοίνυν προδιδάξαι περὶ τοῦ ὁμωνύμου καὶ συνωνύμου. ὅτι δὲ χρειώδης ἐστὶν ἡ τῶν ὁμωνύμων πρόληψις, ἐδήλωσεν Ἀνδρόνικος προτάξας "τῶν λεγομένων τὰ μὲν ἄνευ συμπλοκῆς λέγεται, τὰ δὲ μετὰ συμπλοκῆς· καὶ τῶν ἄνευ συμπλοκῆς ὁμώνυμα μὲν λέγεται, ὧν ὄνομα μόνον κοινόν". ὥστε χρειώδης ἡ τῶν ὁμωνύμων φαίνεται πρόληψις διά τε τὰ εἰρημένα καὶ ὅτι πολλῆς οὔσης ἀμφιβολίας, εἴτε γένος τὸ ὂν εἴτε μή, ἐκ τῶν ὁμωνύμων καὶ συνωνύμων [22] γινώσκεται. ὁ δέ γε θεῖος Ἰάμβλιχος "δοκεῖ μοι, φησίν, πάντων κάλλιστα ἀπὸ τῶν ὁμωνύμων ἄρχεσθαι ὁ περὶ τῶν κατηγοριῶν διαπραγματευόμενος. αὐταὶ γὰρ δήπουθεν αἱ κατηγορίαι ὁμώνυμον ἔχουσι τὸ τῆς κατηγορίας ὄνομα· πράγμασι μὲν γὰρ καὶ τοῖς ὅλοις γένεσι διεστήκασιν, οὐδὲν δὲ ἄλλο πλὴν ὄνομα μόνον ἔχουσι κοινόν. καὶ αὐτὸ δὲ τὸ κατηγορεῖν ὁμωνύμως λέγεται. εἰ τοίνυν οὐκ ἔνεστιν οὐδὲ αὐτὸ τοῦτο τὸ ἰδίωμα τῆς κατηγορίας συνιέναι οὐδὲ ὅπως κοινῇ κατὰ πλειόνων ὑπάρχει καὶ πρὸς πάντα τὰ ὄντα σχέσιν ἔχει δυνατὸν ἀνευρεῖν, εἰ μή τις τὰ ὁμώνυμα ἀφορίσαιτο, εἰκότως ἐν ἀρχῇ τὸν περὶ αὐτῶν ποιεῖται λόγον". καὶ ἄλλως δὲ πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις οὐδέν ἐστιν οἷον τὸ διαστέλλεσθαι τὰ ὀνόματα. καὶ τοῦτο καὶ Πλάτων ἐν τῷ Εὐθυδήμῳ λέγει, συνομολογοῦσι δὲ καὶ οἱ ἄλλοι πάντες, ὅτι τὸ διττὸν [ὁ Εὐθύδημος] τῶν ὀνομάτων μεγάλην ἀφορμὴν εἰς διαλεκτικὴν παραδέδωκεν.

   Ἀλλ' ἴδωμεν ὅπως τῶν ὁμωνύμων τὴν φύσιν ὁ Ἀριστοτέλης ἐδήλωσεν, ὧδέ πως αὐτοῦ τὴν λέξιν σαφηνίζοντες. τῶν πραγμάτων ἕκαστον καὶ δι' ὀνόματος δηλοῦται καὶ διὰ λόγου ὑπογραφικοῦ ἢ ὁριστικοῦ, οἷον ὁ ἄνθρωπος καὶ διὰ τούτου τοῦ ἄνθρωπος ὀνόματος καὶ διὰ τοῦ ὁριστικοῦ λόγου τοῦ λέγοντος ζῷον λογικὸν θνητόν, τοῦ μὲν ὀνόματος κατὰ τὸ μονοειδὲς αὐτὸ δηλοῦντος, τοῦ δὲ λόγου κατὰ τὸ πολυμερές. ἀλλὰ τὸ μὲν ὄνομα σύμβολον ὑπάρχον δυνατὸν καὶ ἄλλου τινὸς κατ' οὐσίαν διαφέροντος τὸ αὐτὸ εἶναι, οἷον τοῦ γεγραμμένου ἀνθρώπου, σύμβολον καὶ ἐκείνου γινόμενον, τὸν δὲ ἐξηγητικὸν τῆς οὐσίας λόγον ἀδύνατον ἄλλου κατ' οὐσίαν διαφέροντος τὸν αὐτὸν εἶναι. ἰστέον οὖν ὅτι ὅσα μὲν κατὰ τὸ ὄνομα κοινωνοῦντα διαφέρει κατὰ τὸν λόγον, ταῦτα καλεῖται ὁμώνυμα, ὅσα δὲ ἀνάπαλιν κατὰ μὲν τὸν λόγον κοινωνεῖ, διαφέρει δὲ κατὰ τὸ ὄνομα, ταῦτα καλεῖται πολυώνυμα, οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμὸς εἷς, ὀνόματα δὲ πλείονα, μέροψ βροτὸς καὶ εἴ τι τοιοῦτον. τὰ δὲ κατ' ἄμφω κοινωνοῦντα τό τε ὄνομα καὶ τὸν λόγον καλεῖται συνώνυμα, ὡς ἄνθρωπος καὶ ἵππος κοινωνεῖ καὶ τοῦ ὀνόματος τοῦ ζῴου καὶ τοῦ ὁρισμοῦ· ζῷα γὰρ ἄμφω καὶ οὐσία ἔμψυχος αἰσθητική· καὶ διὰ τοῦτο συνωνύμως ἀμφοῖν τὸ ζῷον κατηγορεῖται. τὰ δὲ μήτε κατὰ τὸ ὄνομα μήτε κατὰ τὸν λόγον κοινωνοῦντα καλεῖται μὲν ἑτερώνυμα, ἔστιν δὲ κατὰ τὸ ἀληθὲς ἕτερα, καὶ μάλιστα ὅταν μηδὲ ὑποκείμενον ἔχωσι κοινὸν ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις τὴν κλίμακα· τὰ γὰρ τοιαῦτα μᾶλλον ἂν ἑτερώνυμα λέγοιτο. ἔστιν δέ τινα [23] καὶ τὰ πῇ μὲν κοινωνοῦντα ἀμφοῖν, πῇ δὲ καὶ διαφέροντα, ὡς τὰ παρώνυμα λεγόμενα, ὅταν ἀπὸ τῆς λευκότητος λευκὸν λέγηται καὶ ἀπὸ τῆς γραμματικῆς γραμματικός. πέντε οὖν τούτων ἐκ τῆς διαιρέσεως ἀναφανέντων, ὁμωνύμων συνωνύμων πολυωνύμων ἑτερωνύμων παρωνύμων, τὰ τρία μόνα νῦν παρέλαβεν ὁ Ἀριστοτέλης, τά τε ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ παρώνυμα, τάχα μὲν καὶ ὡς τούτοις μόνοις ἐν τῷ περὶ τῶν κατηγοριῶν χρησάμενος λόγῳ, τάχα δὲ καὶ ὡς ἐκ τῶν δύο τούτων ῥᾳδίας οὔσης τῆς τῶν ἀντικειμένων αὐτοῖς γνώσεως. ὁ γὰρ τὰ ὁμώνυμα ἐγνωκὼς τὰ κατὰ μὲν τὸ ὄνομα κοινωνοῦντα, κατὰ δὲ τὸν λόγον διαφέροντα, εἴσεται καὶ τὰ πολυώνυμα τὸν μὲν λόγον ἔχοντα κοινόν, διάφορα δὲ τὰ ὀνόματα· καὶ πάλιν ὁ τὰ συνώνυμα ἐγνωκὼς τὰ κατ' ἄμφω κοινωνοῦντα, εἴσεται καὶ τὰ ἑτερώνυμα διαφέροντα κατ' ἄμφω. τάχα μὲν οὖν καὶ οὕτως ἄν τις ὀρθῶς λέγοι τῆς Ἀριστοτελικῆς συντομίας στοχαζόμενος, ὀρθότερον δέ, ὡς καὶ τῷ φιλοσόφῳ Συριανῷ δοκεῖ, τὸ τὰ παραλειφθέντα δύο, τά τε πολυώνυμα καὶ τὰ ἑτερώνυμα, πρὸς λεκτικὴν ‹μᾶλλον› παρασκευὴν ὁρᾶν ἢ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων ἐπίβλεψιν· διόπερ ἐν ῥητορικαῖς τέχναις καὶ τοιαύταις ἄλλαις πραγματείαις οἰκειότερον περὶ τούτων διαλέξεται, ἐν αἷς τό τε αὐτὸ πολλαχῶς λέγειν διὰ τῆς πολυωνυμίας διδάξει καὶ τὰ ἕτερα τῇ φύσει δι' ἑτέρων ὀνομάτων προφέρεσθαι, ἵνα σαφὴς καὶ ἀσύγχυτος ὁ λόγος φαίνηται· ἐνταῦθα δὲ περὶ ὁμωνύμων καὶ συνωνύμων διαλέγεται πραγματειώδη τὴν διαφορὰν ἐχόντων, καὶ πρῶτον περὶ τῶν ὁμωνύμων ὡς ἁπλουστέρας δεομένων γνώσεως καὶ καθ' ἓν κοινωνούντων τὸ ὄνομα, εἶτα περὶ συνωνύμων κατ' ἄμφω κοινωνούντων τό τε ὄνομα καὶ τὸν λόγον, καὶ ἐφεξῆς παρωνύμων τελείως μὲν κατ' οὐδὲν τούτων, λέγω δὴ ὀνόματος καὶ πράγματος κοινωνούντων, μέσων δὲ ὄντων ὁμωνύμων καὶ συνωνύμων. ὁ δὲ θεῖος Ἰάμβλιχος διὰ τοῦτο ὡς περὶ ἁπλουστέρων τὸν [24] περὶ τῶν ὁμωνύμων λόγον προηγεῖσθαί φησιν, διότι αἱ κατηγορίαι ὁμωνύμως εἰσὶ κατηγορίαι, καίτοι [τὴν φύσιν] συνωνύμως ἔχουσαι τὸ κατηγορεῖσθαι τῶν ὑφ' αὑτάς, καὶ αὐτό γε τοῦτο τὸ κατηγορίαι εἶναι καὶ γένη γενικώτατα οὐ μέχρι τοῦ ὀνόματος μόνου κοινὸν ἔχουσιν, ἀλλὰ καὶ αὐτὴ ἡ τοῦ κατηγορεῖσθαι φύσις, τουτέστιν τὸ εἶναι γενικώτατα, κοινή ἐστιν.

   Ἀποροῦσι δὲ καὶ διὰ τί, καίτοι περὶ λέξεων προθέμενος εἰπεῖν, ἀλλ' οὐ περὶ αὐτῶν τῶν πραγμάτων, ὅμως περὶ ὁμωνυμίας μὲν οὐδὲν λέγει, περὶ δὲ τῶν ὁμωνύμων διδάσκει, καίτοι προηγουμένης τῆς κατὰ τὴν ὁμωνυμίαν ἐννοίας, εἴπερ ἀπ' ἐκείνης τὰ ὁμώνυμα. καὶ λέγουσιν καλῶς, ὅτι ἀπὸ τῶν πραγμάτων γίνεται δῆλα τὰ ὁμώνυμα, ὅταν τοῦ αὐτοῦ ὀνόματος ῥηθέντος ἐγὼ μὲν ἄλλην ἔννοιαν, σὺ δὲ ἄλλην περὶ τοῦ ὀνόματος προβαλλώμεθα, ὥσπερ τοῦ κύων ὀνόματος ῥηθέντος ἐγὼ μὲν τὸν χερσαῖον, σὺ δὲ τὸν θαλάττιον ἐννοήσειας. διὸ καὶ ἐν τοῖς παρ' ὁμωνυμίαν συλλογισμοῖς ἡσυχάζειν οἱ διαλεκτικοὶ παρακελεύονται, ἕως ἂν ἐπ' ἄλλο σημαινόμενον ὁ ἐρωτῶν μεταγάγῃ τὸ ὄνομα· οἷον, εἴ τις ἐρωτᾷ εἰ ὁ χιτὼν ἀνδρεῖος, εἰ τύχοι ἀνδρεῖος ὤν, συγχωρησόμεθα· κἂν ἐρωτήσῃ εἰ ὁ ἀνδρεῖος εὔψυχος, καὶ τοῦτο συγχωρησόμεθα, ἀληθὲς γάρ· εἰ δὲ συναγάγῃ ὅτι ὁ χιτὼν ἄρα εὔψυχος, ἐνταῦθα τὴν ὁμωνυμίαν τοῦ ἀνδρείου διαστείλασθαι καὶ δεῖξαι [τὴν ἀνδρείαν ἤγουν τὴν εὐψυχίαν] ὅτι ἄλλως μὲν ἐπὶ τοῦ χιτῶνος, ἄλλως δὲ ἐπὶ τοῦ τὴν ἀνδρείαν ἔχοντος λέγεται. ὥστε τὰ πράγματα κυρίως, οὐχὶ τὰ ὀνόματα ποιεῖ τὴν ὁμωνυμίαν. καὶ γὰρ αὐτὸς ἐπὶ τῶν ὁμωνύμων ποιεῖται τὴν διδασκαλίαν συνακολουθοῦντος πάντως τῷ σκοπῷ εὐθὺς καὶ τοῦ περὶ τῆς ὁμωνυμίας λόγου. καὶ ὁ Πλάτων δὲ ἐκ τῶν πραγμάτων δηλοῦσθαί φησιν, εἴτε ὁμωνύμως κατὰ πλειόνων φέρεται τὸ αὐτὸ ὄνομα εἴτε συνωνύμως· [25] λέγει γὰρ ἐν τῷ Σοφιστῇ· "νῦν γὰρ δὴ σὺ κἀγὼ τούτου πέρι τοὔνομα ἔχομεν κοινῇ, τὸ δὲ ἔργον, ἐφ' ᾧ καλοῦμεν, ἑκάτερος τάχα ἂν ἰδίᾳ παρ' ἡμῖν αὐτοῖς ἔχοιμεν", ὥστε ὅταν γνωσθῇ ὅτι τοῦ κοινῇ λεγομένου ὀνόματος ἰδία ἐστὶν ἔννοια παρ' ἑκατέρῳ, τότε γίνεται δῆλον, ὅτι ὁμώνυμον τὸ ὄνομα. οὐ γάρ ἐστιν αὐτὰ ἐφ' ἑαυτῶν τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα τοιαῦτα, ἀλλ' ἐν τῇ τῶν διαλεγομένων καὶ ὀνομαζόντων παρηλλαγμένῃ ἐννοίᾳ ἢ συμφωνούσῃ ἡ τῶν ὁμωνύμων καὶ συνωνύμων ἐστὶ φύσις. καλῶς δὲ τὸ λέγεται εἶπεν, ἐπειδὴ μὴ περὶ τῶν πραγμάτων αὐτῶν ὁ λόγος ἐστίν, ἀλλὰ περὶ τῶν σημαντικῶν λέξεων.

   Ἀποροῦσι δὲ καὶ τοῦτο, πῶς ὁμώνυμα ἐκεῖνα μόνον εἶπεν, ὧν ὄνομα μόνον κοινόν, καίτοι τῆς ὁμωνυμίας καὶ ἐν ῥήμασιν οὔσης, ὡς ἐπὶ τοῦ ἠνδραπόδισται, καὶ ἐν μετοχαῖς, ὡς ἐπὶ τοῦ ἠνδραποδισμένος, καὶ ἐν συνδέσμοις· καὶ γὰρ τοῦ ἤ καὶ τοῦ ἤτοι πολλὰς διαφορὰς οἱ διαλεκτικοὶ παραδιδόασιν. λέγουσι δὲ πρὸς τοῦτο, ὅτι τὸ ὄνομα τριχῶς λέγεται· τὸ μὲν γὰρ δηλοῖ τὸ κύριον, τὸ δὲ τὸ προσηγορικόν, τὸ δὲ τὸ κοινῶς ἐπὶ πᾶν μέρος λόγου διατεῖνον, καθὸ Πλάτωνα μὲν καλοῖς, Ξενοφῶντα δὲ κοινοῖς ὀνόμασιν κεχρῆσθαί φαμεν. οὐδὲν οὖν ἄτοπον νῦν λέγεσθαι τὸ κοινῶς ἐπὶ πάντα τοῦ λόγου τὰ μέρη διατεῖνον. Βόηθος δὲ διχῶς φησιν τὸ ὄνομα λέγεσθαι, τό τε πρόταξιν ἄρθρου λαμβάνον, ὃ καὶ ἰδίως ὄνομα λέγεται, καὶ τὸ ἐφ' ἅπαντα τὰ τοῦ λόγου στοιχεῖα διατεῖνον· ἐπειδὴ οὖν ἐν τῷ ζητεῖν ἐφ' ὁποιασοῦν λέξεως, εἰ ὁμώνυμός ἐστιν, προτάττομεν τὸ ἄρθρον ὁμοίως ἐπί τε τῶν κυρίως ὀνομάτων καὶ τῶν ἄλλων λέξεων, λέγοντες 'τὸ κύων ὁμώνυμόν ἐστιν' καὶ 'τὸ ἠνδραπόδισται ὁμώνυμόν ἐστιν' (σημαίνει γὰρ καὶ τὸ ληφθῆναι αὐτὸν αἰχμάλωτον καὶ τὸ λαβεῖν ἄλλον), εἰκότως τὸ ὄνομα τῶν ὁμωνύμων κοινὸν εἶναί φησιν, διότι τὸ ἴδιον τοῦ ὀνόματος ἴσχουσι πάντα τῷ προτάττεσθαι αὐτῶν ἄρθρον· ἔοικεν γὰρ τὰ οὕτω προφερόμενα τοῖς μονοπτώτοις λεγομένοις ὀνόμασιν· τὸ ἀνδραποδίζεσθαι, τοῦ ἀνδραποδίζεσθαι, τῷ ἀνδραποδίζεσθαι, καὶ ἑξῆς· καὶ ἅμα διὰ τοῦ ὄνομα εἰπεῖν ἐνεδείξατο πῶς δεῖ προφέρεσθαι τὴν τῶν ὁμωνύμων διαστολήν, ὅτι προτάττοντας τὸ ἄρθρον καὶ λέγοντας [26] 'τὸ ἠνδραποδίσθαι σημαίνει μὲν τόδε, σημαίνει δὲ καὶ τόδε'· ἡ γὰρ τοῦ ἄρθρου πρόταξις τὸν τῶν ὀνομάτων τύπον δίδωσιν αὐτοῖς.

   Μόνον δὲ τὸ ὄνομα κοινὸν εἶναί φησι τοῖς ὁμωνύμοις, τοῦ μόνου ποτὲ μὲν τὸ ἓν σημαίνοντος, ὡς ὅταν μόνον λέγωμεν τὸν κόσμον εἶναι, ποτὲ δὲ τὴν πρὸς ἕτερον ἀντιδιαστολήν, ὡς ὅταν ἱμάτιον μόνον ἔχειν λέγωμεν ἀντιδιαστέλλοντες ὡς πρὸς χιτῶνα. κατὰ τοῦτο δὲ καὶ νῦν τὸ σημαινόμενον παρείληπται τὸ μόνον, ὡς πρὸς τὸν τῆς οὐσίας λόγον ἀντιδιαστελλόμενον· ὅπερ καὶ σαφῆ ποιεῖ τὴν εὕρεσιν τῶν ὁμωνύμων, τὸ καὶ ἓν ὡρισμένον τι, τὸ ὄνομα, μόνον εἶναι κοινὸν καὶ πρὸς ἓν ὡρισμένον τι, πρὸς τὸν ὁρισμόν, ἀντιδιαστέλλεσθαι.

   Τὸ δὲ κοινὸν πάλιν καὶ αὐτὸ πολλαχῶς λέγεται· ἢ γὰρ τὸ εἰς μέρη διαιρετόν, ὡς ἡ κληρουχουμένη γῆ, ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν μὲν χρῆσιν προκείμενον, οὐχ ἅμα δέ, ὡς ὁ δοῦλος ἢ ὁ ἵππος ὁ κοινός, ἢ τὸ ἐν προκαταλήψει μὲν ἰδιούμενον, αὖθις δὲ εἰς τὸ κοινὸν ἀναπεμπόμενον, ὡς τὸ θέατρον, ἢ τὸ ἅμα ἀδιαιρέτως εἰς χρῆσιν πολλὼν ἀγόμενον, ὥσπερ ἡ φωνή. οὕτως δὲ καὶ τὸ ὄνομα κοινὸν τοῖς ὁμωνύμοις ἅμα πᾶσιν ὑπάρχον καὶ ἄλλοις ἅμα δυνάμενον ὑπάρξαι ἀδιαιρέτως τὸ αὐτό. διὸ καὶ Ἀνδρόνικος παραφράζων τὸ τῶν Κατηγοριῶν βιβλίον ὁμώνυμά φησιν λέγεσθαι, ὧν ὄνομα ταὐτόν· καὶ γὰρ καὶ τὸ ὄνομα καὶ ὁ λόγος διὰ τὴν ἀσώματον φύσιν ἀμερίστως πάρεισι τοῖς πολλοῖς.

   Ἀποροῦσι δὲ καὶ πρὸς τὸ κοινὸν τὸ ὄνομα τῶν ὁμωνύμων λέγεσθαι οἱ περὶ τὸν Νικόστρατον. ὁ γὰρ εἰπὼν κύνα ὅτι μὲν μὴ βοῦν μηδὲ ἵππον ἢ ἄλλο τι λέγει τῶν τοιούτων ἐδήλωσεν, ὃ δὲ βούλεται σημαίνειν, οὔπω δεδήλωκεν· τίνα γὰρ τῶν κυνῶν, πότερον τὸν ἀστρῷον ἢ τὸν χερσαῖον ἢ τὸν θαλάττιον ἢ τὸ περὶ τὴν γνάθον συμβαῖνον σπασμῶδες πάθος, οὔπω δῆλον. εἰ οὖν μηδὲν σημαίνει, οὐδὲ ὄνομα ἂν εἴη, ὥστε οὐδὲ ὁμώνυμον· τὰ γὰρ ὁμώνυμα κοινὸν ἔχειν ὄνομα ἐλέγετο. εἰ δὲ προσθήκης δεῖταί τινος πρὸς τὸ σημᾶναι τί τῶν πολλῶν ἐκείνων ἐστὶ τὸ ῥηθέν, οἷον ὅτι τὸν ἀστρῷον λέγει ἢ ἄλλον τινὰ τῶν κυνῶν, οὐκέτι κοινὸν μένει τὸ ὄνομα· τῇ γὰρ προσθήκῃ, καθ' ἣν μάλιστα σημαίνει ὃ βούλεται, ἰδιωθήσεται· ὥστε εἰ μὲν μὴ σημαίνει τι, οὐκ ἔστιν ὄνομα τὸ ἐπὶ τῶν ὡς ὁμωνύμων ἀποδοθέντων λεγόμενον· εἰ δὲ τῇ προσθήκῃ τῇ ἴδιον ἑκάστου ποιούσῃ τὸ ὄνομα σημαίνει, οὐκέτι καθὸ κοινοῦ ὀνόματος μετέχει ὁμώνυμά ἐστιν, ὁπότε τὸ μετὰ τῆς [27] προσθήκης οὐκέτι οὔτε ὄνομα μόνον ἐστίν, ἀλλὰ λόγος. ὥστε κἂν μὴ σημαίνῃ τι, οὐκ ἔστιν ὄνομα· τὸ γὰρ ὄνομα σημαντικὸν εἶναι βούλεται· κἂν σημαίνῃ μὲν μετὰ τῆς προσθήκης δέ, πάλιν οὐκ ἔστιν ὄνομα ἀλλὰ λόγος διὰ τὴν τῆς διαφορᾶς προσθήκην, ἀλλ' οὐδὲ κοινὸν ἔτι διὰ τὴν διαφοράν. ὅλως δὲ κατ' οὐδὲν τῶν τοῦ κοινοῦ σημαινομένων εἴη ἂν κοινὸν τὸ τῶν ὁμωνύμων λεγόμενον ὄνομα· οὔτε γὰρ κατὰ τὸ διαιρετὸν κοινόν· ἄλλο γὰρ ἄλλης συλλαβῆς τοῦ ὀνόματος μετέχον οὐκέτι ἂν εἴη ὁμώνυμον· οὔτε κατὰ τὸ ὅλον μὲν ἄλλοτε δὲ ἐν ἄλλου χρήσει γινόμενον· ἅμα γὰρ ἑκάστῳ τῶν ὁμωνύμων λεγομένων ὑπάρχει τὸ ὄνομα· οὔτε κατὰ τὸ ἐν προκαταλήψει καὶ ἰδιότητι ἅμα, καὶ διότι ἔμελλεν ἕκαστον ἄλλοτε ἄλλο μεταλαμβάνειν ὄνομα, ὡς ἐν τῷ θεάτρῳ τοὺς τόπους, καὶ οὐκέτι πάλιν ὁμώνυμα· ἀλλὰ μὴν οὐδὲ ὡς ἡ φωνή· ἡ μὲν γὰρ φωνὴ τὴν αὐτὴν πᾶσιν ἐμποιεῖ διάθεσιν τοῖς ἀκούουσιν, τὸ δὲ ὁμώνυμον ἄλλην ἄλλοις ἔννοιαν παρέχεται, εἴπερ ἄρα τι σημαίνει, εἰ δὲ μὴ ἄλλην ἄλλοις, ἀσήμαντον μένει καὶ οὐκέτι ἐστὶν ὄνομα. τινὲς δὲ λύοντες τὴν ἀπορίαν φασὶν ὅτι οὐ πᾶν ὄνομα σημαντικόν ἐστιν· τριχῶς γὰρ τοῦ ὀνόματος λεγομένου, τοῦ μὲν κατὰ τὸν χαρακτῆρα, κἂν μὴ κατατεταγμένον ᾖ ἐπί τινος σημαινομένου, ὡς τὸ βλίτυρι, τοῦ δὲ κατατεταγμένου μὲν μὴ μέντοι χαρακτῆρα ἔχοντος ὀνόματος, ὡς ὁ ἀλλὰ μήν σύνδεσμος ὄνομα τῷ οἰκέτῃ τεθεὶς ὑπὸ τοῦ Διοδώρου τοὺς τῆς γραμματικῆς διορισμοὺς διαπαίζοντος καὶ τοὺς φύσει λέγοντας εἶναι τὰ ὀνόματα, τοῦ δὲ καὶ χαρακτῆρα ἔχοντος ὀνοματικὸν καὶ κατατεταγμένου, ὡς τὸ Σωκράτης καὶ Πλάτων καὶ τὰ ἄλλα τὰ ὀνόματα λεγόμενα, τί κωλύει τὸ ὁμώνυμον ἀκατάτακτον εἶναι, χαρακτῆρα ἔχον ὀνόματος; δύναται γὰρ κοινὸν εἶναι χωρὶς τῆς κατατάξεως λαμβανόμενον. ἀλλ' ἀδύνατον, φαῖεν ἄν, τοιοῦτον εἶναι τὸ ἐν τῷ ὅρῳ τῶν ὁμωνύμων παρειλημμένον ὄνομα· τὸ γὰρ ὧν ῥηθὲν ἀφορίζει τινὰς εἰς οὓς κατετάχθη, τὸ δὲ τῷ χαρακτῆρι μόνον ὄνομα οὐ κατατέτακται. εἰ οὖν ἀκατάτακτον, οὐκ ἂν ὑπάγοιτο τῷ ὁρισμῷ, ἢ εἰ κατατεταγμένον εἴη, οὐκ ἂν εἴη κοινόν· οὐδὲ γὰρ κοινὴ εἶναι ἡ κατάταξις δύναται. ἀλλὰ καὶ τὸ ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος ὡς κατατεταγμένου πάντως ἐστίν· τὸ γὰρ τὸν χαρακτῆρα μόνον ἔχον οὐδὲ λόγον ἔχει τινά· τίς γὰρ ἂν εἴη λόγος τοῦ βλίτυρι, μηδὲν σημαίνοντος; εἰ δὲ κατατέτακται, οὐκ ἔστιν κοινόν, ὡς οὐδὲ οἱ ὅροι κατὰ τὴν διάφορον κατάταξιν τὸ διάφορον ἔχοντες. μήποτε οὖν τὸ ὁμώνυμον [28] ὄνομα, ἅτε ὄνομα ὂν καὶ οὐ πρᾶγμα, πλείοσιν καὶ διαφόροις ἐφαρμόζειν δύναται, καὶ διὰ τοῦτο ῥηθέντος ἄδηλον ἐφ' ᾧ λέγεται, ἕως ἂν διορισθῇ· διορισθὲν δὲ οὐκέτι μόνον ἐστὶ τὸ κοινὸν ὄνομα, ἀλλὰ προσέλαβεν καὶ διαφοράν, ὥστε σημαίνειν ἕν. τὸ δὲ κοινὸν καὶ ἀόριστον σημαίνει τὸ ἐν πᾶσι τοῖς ὁμωνύμοις κοινῶς καὶ ἀδιαιρέτως κατατεταγμένον, ὅπερ μετὰ τοῦ διορισμοῦ ληφθὲν τὸ κοινὸν ἰδιωθὲν καὶ ἀπομερισθὲν παρίστησιν. οὐ καλῶς οὖν λέγουσιν ὅτι εἰ σημαίνει, οὐκ ἔστιν κοινόν· ἔστιν γὰρ καὶ τοῦ κοινοῦ σημασία καὶ κατάταξις ὡς κοινοῦ. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τὴν ὅλην τῶν ὁμωνύμων ὑπογραφὴν δι' ὁμωνύμων ἐποιήσατο· καὶ γὰρ τὸ ὄνομα καὶ τὸ μόνον καὶ τὸ κοινὸν τῶν πολλαχῶς λεγομένων ἐστὶ καὶ μᾶλλον καθ' ὁμωνυμίαν ὑπαρχόντων.

p. 11. 2 Ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.

   Τὸν ὁριστικὸν λόγον σύζυγον εἶναι δεῖ πάντως τῷ ὀνόματι, ὥστε μήτε ὑπερβάλλειν τοῦ ὀνόματος μήτε ἐλλείπειν. καὶ γὰρ τοῦ αὐτοῦ πράγματός ἐστιν καὶ τὸ ὄνομα καὶ ὁ ὁρισμός· ἀλλ' ὁ μὲν ὁρισμὸς ἀναπλοῖ καὶ διεξοδεύει τὸ πρᾶγμα, κατὰ τὸ πολυμερὲς αὐτὸ περιλαμβάνων, τὸ δὲ ὄνομα συναιρεῖ καὶ συμπτύσσει καὶ κατὰ τὸ μονοειδὲς αὐτὸ παραδείκνυσιν. δεῖ οὖν πάντα ὁρισμὸν σύζυγον εἶναι τῷ ὀνόματι καὶ μήτε ὑπερέχειν μήτε ἐλλείπειν. συμβαίνει δὲ ὑπερέχειν καὶ ἐλλείπειν, ἐὰν μὴ κατὰ τοὔνομα γίνηται ὁ ὁρισμός· ὑπερέχει μέν, ὅταν κατά τι γίνηται τῶν ἀνωτέρω, ὡς ὅταν τὸ ζῷον ὁρίσασθαι βουλόμενος μὴ κατὰ τὸ ὄνομα τοῦ ζῴου τὸν ὁρισμὸν ἀποδῷς, ἀλλὰ κατά τι τῶν ὁλικωτέρως ὑπαρχόντων τῷ ζῴῳ, οἷον τὸ ἔμψυχον· τότε γὰρ ἀποδώσεις ὅτι ἐστὶν τὸ ζῷον οὐσία ἔνδοθεν κινουμένη ἢ τρεφομένη καὶ αὐξομένη καὶ ὅμοια γεννῶσα ἢ ὅπως ἄν τις ἄλλως τὸ ἔμψυχον ὁρίσαιτο· τότε γὰρ ἀληθεύσει μὲν ἐπὶ τοῦ ζῴου, οὐ μὴν καὶ ὅρος ἔσται, οὐ γὰρ ἐξισάζει· εἴ τι μὲν γὰρ ζῷον, καὶ τρέφεται καὶ αὔξεται καὶ γεννᾷ ὅμοιον, οὐκ ἀνάπαλιν δέ· τὰ γὰρ φυτὰ οὐκ ἔστι ζῷα. ἐλλείπειν δὲ συμβαίνει τὸν ὁρισμὸν τοῦ ὀνόματος, ὅταν κατά τι τῶν μερικωτέρων τοῦ ὀνόματος λαμβάνηται, ὡς ὅταν τὸ ζῷον ὁριζόμενοι οὐσίαν λογικὴν θνητὴν ὁριζώμεθα, ὅπερ ἐστὶν ἄνθρωπος· καὶ γὰρ τὸ μὲν τοιοῦτον ζῷόν ἐστιν, οὐκέτι δὲ τὸ ζῷον τοιοῦτον πᾶν. πᾶς οὖν ὅρος κατὰ τὸ ὄνομα [29] γίνεται, ἵνα καὶ ἀντιστρέφῃ πρὸς τὸ ὄνομα. τὰ μέντοι ὁμώνυμα κατ' ἄλλο μέν τι δύναται τὸν αὐτὸν ἔχειν ὁρισμόν, οἷον οἱ Αἴαντες, καθ' ὅσον εἰσὶν ἄνθρωποι, ζῷα λογικὰ θνητά εἰσιν, καθὸ μέντοι Αἴαντες, ὁ μέν ἐστιν Ὀιλέως, ὁ δὲ Τελαμῶνος, τὸ δὲ Αἴας ἐστὶν τὸ ὁμώνυμον ὡς ὑποκείμενον. Σπεύσιππος δέ, ὥς φασιν, ἠρκεῖτο λέγειν "ὁ δὲ λόγος ἕτερος". καίτοι εἴ τις οὕτως ἀποδοίη, καὶ τὰ συνώνυμα ὁμώνυμα ἔσται καὶ τὰ ὁμώνυμα συνώνυμα. ἡμῖν γὰρ καὶ τοῖς ἵπποις ὄνομα κοινόν, τὸ ζῷον, οἱ δὲ λόγοι ἕτεροι, καθὸ ἄνθρωπος καὶ ἵππος· ἔσται οὖν τὸ συνώνυμον ὁμώνυμον. καὶ πάλιν ὁ θαλάττιος κύων καὶ ὁ χερσαῖος κατὰ τὸ ζῷον τὸν αὐτὸν ἔχουσι λόγον, καὶ ἔσται τὰ ὁμώνυμα συνώνυμα, διότι οὐ καθ' ὃ ἦν ὁμώνυμα, κατὰ τὸν κύνα, ἀπεδόθη αὐτῶν ὁ ὁρισμός, ἀλλὰ κατὰ τὸ ζῷον. ἀναγκαία οὖν ἡ τοῦ κατὰ τοὔνομα προσθήκη.

   Ὁ δὲ λόγος σημαίνει μὲν καὶ τὸν ἐν ταῖς ψήφοις λογισμόν, σημαίνει δὲ καὶ τὸν ἐνδιάθετον κατὰ τὴν ἔννοιαν, σημαίνει δὲ καὶ τὸν προφορικὸν καὶ τὸν σπερματικόν, σημαίνει δὲ καὶ τὸν ἑκάστου περιηγητικὸν καὶ ὁριστικόν. λόγον δὲ αὐτὸν εἶπεν καὶ οὐχὶ ὁρισμόν, ἵνα καὶ τὴν ὑπογραφικὴν ἀπόδοσιν περιλάβῃ, ἥτις καὶ τοῖς γένεσι τοῖς ἀνωτάτω καὶ τοῖς ἀτόμοις ἐφαρμόττει ὁρισμῷ μὴ δυναμένοις περιληφθῆναι, διότι οὔτε τῶν ἀνωτάτω γενῶν γένος ἔστι λαβεῖν οὔτε τῶν ἀτόμων διαφοράς, ἡ δὲ ὑπογραφὴ τὴν ἰδιότητα τῆς οὐσίας ἀποδιδοῦσα καὶ ἐπὶ ταῦτα φθάνει. διὸ οὐδὲ ἁπλῶς εἶπεν τὸν κατὰ τοὔνομα λόγον, ἀλλὰ τὸν τῆς οὐσίας λόγον, διότι ὁ μὲν ὑπογραφικὸς λόγος τὴν ἰδιότητα τῆς οὐσίας ἀφορίζει, ὁ δὲ ὁριστικὸς τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὴν οὐσίαν αὐτήν· ὁ οὖν λόγος τῆς οὐσίας καὶ τὸν ὁριστικὸν λόγον καὶ τὸν ὑπογραφικὸν περιείληφεν. ὥστε μάτην ἐγκαλοῦσι πάλιν οἱ περὶ τὸν Νικόστρατον ὡς ἐν μόνῃ τῇ οὐσίᾳ δοκοῦντι λέγειν τὴν ὁμωνυμίαν τῷ Ἀριστοτέλει, εἴπερ τὸν τῆς οὐσίας λόγον ἕτερον εἶπεν ἐν τοῖς ὁμωνύμοις, καίτοι καὶ ἐν ποιῷ οὔσης ὁμωνυμίας, εἴπερ λευκὸν καὶ χρῶμα καὶ λευκὴν φωνὴν λέγομεν, καὶ ἐν τῷ κεῖσθαι καὶ ἐν ἄλλαις κατηγορίαις. πρὸς γὰρ ταύτην τὴν ἀπορίαν ὑπαντῶν ὁ Πορφύριος πρῶτον μέν φησιν μηδὲ ἐν πᾶσι τοῦτο γεγράφθαι τοῖς ἀντιγράφοις· μήτε γὰρ Βόηθον εἰδέναι, ὅς φησι δεικνύναι τὸν Ἀριστοτέλη τίνα ἐστὶν τὰ ὁμωνύμα λέγοντα Ὁμώνυμα λέγεται [30] ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος· καὶ ἐξηγούμενος δὲ ὁ Βόηθος καθ' ἑκάστην λέξιν τὸ τῆς οὐσίας παραλέλοιπεν ὡς οὐδὲ γεγραμμένον. καὶ ὁ Ἀνδρόνικος δὲ παραφράζων τὸ βιβλίον "τῶν ἄνευ συμπλοκῆς, φησί, λεγομένων ὁμώνυμα μὲν λέγεται ὧν ὄνομα μόνον ταὐτόν, ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος". "ἡμεῖς δέ, φησὶν ὁ Πορφύριος, ἐπειδὴ καὶ Ἑρμῖνος καὶ σχεδὸν οἱ πλεῖστοι ὡς προσκειμένου τῷ ὅρῳ ἐντετυχήκασιν τοῦ τῆς οὐσίας ὀνόματος, καὶ ἀναγκαίαν λέγομεν τὴν προσθήκην· τοῦ γὰρ λόγου καὶ τὴν ἐπαγωγὴν σημαίνοντος καὶ τὸν συλλογισμὸν καὶ πᾶσαν κατάφασιν καὶ ἀπόφασιν, εἰ μὴ προσέκειτο τῆς οὐσίας, πῶς ἂν ἀπεκρίνετο τοῦ ὁρισμοῦ καὶ τῆς ὑπογραφῆς τὰ ἄλλα τοῦ λόγου σημαινόμενα; ἀντὶ οὖν τοῦ φάναι 'ὁ δὲ ὅρος ἢ ἡ ὑπογραφὴ ἑτέρα' τὴν ἐξήγησιν τοῦ ὅρου καὶ τῆς ὑπογραφῆς παρέλαβεν εἰπὼν ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος· καὶ γὰρ ὁ μὲν ὅρος λόγος τῆς οὐσίας ἐστὶν ὡς τὴν οὐσίαν δηλῶν, ἡ δὲ ὑπογραφὴ ὡς τὴν ἰδιότητα τὴν περὶ τὴν οὐσίαν σημαίνουσα καὶ τὴν ὕπαρξιν κοινὴν οὖσαν τῆς τε κυρίως οὐσίας καὶ τῆς ἄλλης ὑποστάσεως".

   Προσαπορεῖ δὲ ὁ Νικόστρατος περὶ τῶν ὁμωνύμων, καὶ ἔτι σαφέστερον Ἀττικὸς τὴν ἀπορίαν ἐξέθετο. εἰ γὰρ συνώνυμά ἐστιν ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ ὁρισμὸς κοινός, ἔχει δὲ καὶ τὰ ὁμώνυμα τό τε ὄνομα κοινὸν ὁμώνυμα καλούμενα καὶ τὸν τοῦ ὁμωνύμου ὁρισμόν· ἐφ' ἑκάστου γὰρ ὁμωνύμου ἀληθὲς εἰπεῖν ὅτι ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· τὰ ἄρα ὁμώνυμα συνώνυμά ἐστιν. ἔστιν δὲ καὶ τὰ συνώνυμα συνώνυμα· πάντα ἄρα τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα συνώνυμά ἐστιν. λύει δὲ καὶ ταύτην τὴν ἀπορίαν ὁ Πορφύριος λέγων ὅτι οὐδὲν κωλύει τὰ αὐτὰ πράγματα κατὰ διαφόρους προσηγορίας ὁμώνυμά τε εἶναι καὶ συνώνυμα· ὥσπερ οἱ Αἴαντες ᾗ Αἴαντες λεγόμενοι καὶ ἄνθρωποι, καθὸ μὲν ἄνθρωποι, συνώνυμοί εἰσιν, καθὸ δὲ Αἴαντες, ὁμώνυμοι, οὕτως οὖν οἱ ὁμώνυμοι Αἴαντες, καθὸ μὲν ὁμώνυμοι, συνώνυμοί εἰσιν, καθὸ δὲ Αἴαντες, ὁμώνυμοι. ἀλλ' ἀντιλήψεταί τις ῥᾳδίως καὶ ἐρεῖ, καθὸ μὲν ὁμώνυμα τὰ ὁμώνυμα, μὴ εἶναι ὁμώνυμα, ἀλλὰ συνώνυμα· καθὸ δὲ οὐχ ὁμώνυμα, ἀλλ' Αἴαντες, κατὰ τοῦτό ἐστιν ὁμώνυμα. καὶ ἴσως οὐδὲν ἄτοπον κατὰ μὲν αὐτὴν τὴν τοῦ ὁμωνύμου φύσιν κοινὴν οὖσαν τὰ μετέχοντα αὐτῆς συνώνυμα εἶναι, καθόσον [31] ὁμώνυμα ἄμφω· κατὰ μέντοι τὸ ὄνομα, καθὸ οὐ φύσεως κοινῆς, ἀλλ' ὀνόματος μόνου κοινοῦ τὰ μετέχοντα μετέχει, οἷον τὸ τοῦ Αἴαντος, κατὰ τοῦτο ὁμώνυμά ἐστιν. ὥσπερ οὖν τὸ δισύλλαβον καθὸ δισύλλαβον οὐκ ἔστιν δισύλλαβον ἀλλὰ τετρασύλλαβον, καθὸ δὲ Δίων ἢ Κράτης, ἅπερ ἄλλα ἐστὶν παρὰ τὴν τοῦ δισυλλάβου φύσιν, μετέχει δὲ αὐτῆς, κατὰ τοῦτό ἐστιν δισύλλαβον, καὶ οὐδὲν ἄτοπον, οὕτως καὶ τὰ ὁμώνυμα, καθὸ μὲν φύσεως κοινῆς τῆς τοῦ ὁμωνύμου μετέχει, οὐκ ἔστιν ὁμώνυμα, ἀλλὰ συνώνυμα, καθὸ δὲ οὐ φύσεως τῆς τοῦ ὁμωνύμου, ἀλλ' ὀνόματος μόνου κοινοῦ μετέχει, κατὰ τοῦτο ὁμώνυμά ἐστιν. εἰ δὲ λέγοι τις, ὅτι τὸ τῆς φύσεως τοῦ ὁμωνύμου μετέχειν οὐδὲν ἄλλο ἐστὶν ἢ ὀνόματος μόνου κοινοῦ μετέχειν (αὕτη γάρ ἐστιν ἡ τοῦ ὁμωνύμου φύσις, εἴπερ οὗτος ὁ ὁρισμός) καὶ οὕτως πάλιν καθὸ ὁμώνυμον αὐτὸ δείκνυσιν συνώνυμον, ῥητέον ὅτι τὰ μὲν ὀνόματα τῶν πραγμάτων κατηγορεῖται προηγουμένως καὶ τὰ ἴδια καὶ τὰ κοινά, τὸ δὲ ὁμωνύμως ἢ συνωνύμως κατηγορεῖσθαι ὑπάρχει οὐ προηγουμένως, ἀλλὰ διὰ τὴν τῶν ὀνομάτων τοιάνδε ἢ τοιάνδε κοινωνίαν, ὥστε ὅταν μὲν τὸ ὄνομα τὸ τοῦ Αἴαντος οὕτως μετέχηται, ὥστε τὸ ὄνομα μόνον εἶναι κοινὸν τοῖς μετέχουσιν, ὁμώνυμός ἐστιν ἡ τοιαύτη μέθεξις, ὅταν δὲ πάλιν ἡ ὁμωνυμία οὕτως μετέχηται, ὥστε μὴ μόνον ὄνομα κοινὸν εἶναι τοῖς μετέχουσιν, καθὸ καλοῦνται ὁμώνυμα, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς τῆς ὁμωνυμίας μετέχειν, τότε συνώνυμόν ἐστιν τὸ τῆς μεθέξεως εἶδος. αἱ μὲν οὖν πρὸς τὰ περὶ τῶν ὁμωνύμων ἀπορίαι καὶ τῶν ἀποριῶν λύσεις τοιαῦται.

   Εἰώθασι δὲ ἐνταῦθα γινόμενοι οἱ ἐξηγηταὶ τοὺς τρόπους τῶν ὁμωνύμων ἀπαριθμεῖσθαι καὶ λέγουσιν ὅτι κατὰ τοὺς ἀνωτάτω τρόπους διχῶς λέγεται τὰ ὁμώνυμα· τὰ μὲν γάρ ἐστιν ἀπὸ τύχης, ὡς Ἀλέξανδρος ὅ τε Πάρις καὶ ὁ Μακεδών, τὰ δὲ ἀπὸ διανοίας, ὅταν διανοηθείς τις αὐτίας ἕνεκέν τινος τὰ αὐτὰ ὀνόματα ἐπιτιθῇ. ἀλλὰ τὸ μὲν ἀπὸ τύχης, ἅτε τυχαῖον καὶ ἀόριστον, ἀδιαίρετον μένει· τὰ δὲ ἀπὸ διανοίας διαιρεῖται τετραχῇ, εἴς τε τὰ καθ' ὁμοιότητα, οἷς καὶ Ἀριστοτέλης ἐν τῷ τῶν ὁμωνύμων ἐχρήσατο παραδείγματι εἰπὼν ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον, κοινὸν μὲν ἔχοντα τὸ ὄνομα τοῦτο, τὸν δὲ λόγον ἕτερον, διότι ὁ μὲν ἄνθρωπος ζῷόν ἐστιν ὡς οὐσία ἔμψυχος αἰσθητική, ἡ δὲ εἰκὼν τοῦ ἀνθρώπου ἢ ὁ ἀνδριὰς ζῷον οὕτως ὡς ὁμοίωμα οὐσίας ἐμψύχου αἰσθητικῆς. δεύτερος δὲ ἀπὸ διανοίας τρόπος ὁ κατὰ ἀναλογίαν, ὅταν ἀρχὴ λέγηται ὁμωνύμως [32] τῶν μὲν ἀριθμῶν ἡ μονάς, τῆς δὲ γραμμῆς ἡ στιγμή, τῶν δὲ ποταμῶν ἡ πηγὴ καὶ τῶν ζῴων ἡ καρδία· ὡς γὰρ πρὸς ἀριθμὸν ἡ μονάς, οὕτως καὶ τὰ ἄλλα ἔχει, ὅπερ ἐστὶν ἀναλογίας ἴδιον. τρίτος δὲ ἀπὸ διανοίας τρόπος τὸ ἀπό τινος κοινὴν ἐν πολλοῖς καὶ διαφόροις πράγμασι γενέσθαι κατηγορίαν, ὡς ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν μὲν τὸ βιβλίον, ὅτι ἰατρικῶν ἔχει μαθημάτων παραγραφήν, ἰατρικὸν δὲ τὸ σμιλίον, ὅτι ὄργανόν ἐστιν τῶν κατὰ τὴν ἰατρικὴν τέχνην τομῶν, ἰατρικὸν δὲ τὸ φάρμακον, ὅτι πρὸς ἴασίν ἐστιν χρήσιμον, ὥστε τὸ μὲν ὄνομα κοινόν, ὁ δὲ λόγος ἑκάστου ἕτερος. τέταρτος δέ, ὅταν διάφορα πρὸς ἓν ἀναφέρηται τέλος, ἀπ' ἐκείνου τῆς προσηγορίας τυγχάνοντα, ὥσπερ σιτίον ὑγιεινὸν καὶ φάρμακον ὑγιεινὸν καὶ γυμνάσιον καὶ τὰ ἄλλα ὅσα ἀπὸ τῆς ὑγείας ὡς ἀπὸ τέλους ὀνομάζεται. τούτους δὲ τοὺς δύο τρόπους τινὲς συνάψαντες ὡς ἕνα τὸν ἀφ' ἑνὸς καὶ πρὸς ἓν κατηρίθμησαν, τινὲς δὲ οὐδὲ ἐν τοῖς ὁμωνύμοις αὐτὸν τεθείκασιν οὐδὲ ἐν τοῖς συνωνύμοις, ἀλλ' ἀμφοῖν μεταξύ, διότι λόγου μέν τινος μετέχει ἀπὸ μὲν τῆς ἰατρικῆς τὰ ἰατρικά, ἀπὸ δὲ τῆς ὑγείας τὰ ὑγιεινά (οὐ γὰρ ὄνομα μόνον ἐστὶ κοινόν) καὶ διὰ τοῦτο τοῖς συνωνύμοις ἔοικεν, καθόσον δὲ οὐκ ἐπίσης μετέχει τὰ μετέχοντα (οὐ γὰρ ὁμοίως ἰατρικὸν τὸ βιβλίον τὸ τὴν ἐπιστήμην τὴν ἰατρικὴν περιέχον καὶ τὸ σμιλίον οὐδὲ ὁμοίως ὑγιεινὸν φάρμακον καὶ περίπατος), διὰ τοῦτο οὖν οὐκ ἔστιν συνώνυμα. τινὲς δέ, ὧν καὶ Ἀττικός ἐστιν, τὸν κατὰ μεταφορὰν τρόπον εἰς ταὐτὸν ἄγοντες τῷ κατὰ ἀναλογίαν, ἕνα τρόπον ὁμωνύμων τὸν συναμφότερόν φασιν. ἐπισκέψεως δὲ ἄξιος ὁ λόγος ἐστίν. λέγει γὰρ ὁ Πορφύριος, ὅτι ὅταν μὲν τὸ πρᾶγμα ἔχῃ ἴδιον ὄνομα, ἄλλως δὲ καταχρήσηταί τις ἐπ' αὐτοῦ ἄλλῳ ὀνόματι μεταφέρων καὶ τούτῳ χρώμενος ὡς κειμένῳ ἐπ' αὐτοῦ, οὐκ ἂν εἴη ὁμωνυμία τις ἐνταῦθα (οὐ γὰρ τὰ τροπικῶς ῥηθέντα ὁμώνυμα ἂν εἴη τοῖς κυρίως λεγομένοις), ὅταν δὲ μὴ ἔχῃ ἄλλο, τότε γίνεται ὁμωνυμία. οἷον τῶν ὀρῶν τὸ κάτω μέρος καλεῖται ὑπώρεια·

   ἀλλ' οἵ γ' ὑπωρείας ἔναιον πολυπιδάκου Ἴδης.

ταύτας τὰς ὑπωρείας οἱ ποιηταὶ πόδας καλοῦσιν·

   πάντες δὴ σείοντο πόδες πολυπιδάκου Ἴδης.

[33] καὶ κλίνης δὲ καὶ τραπέζης τὰ βαστάζοντα πόδες καλοῦνται καὶ τῆς νεὼς τὸ πηδάλιον·

   αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, φησὶν ὁ ποιητής. ἐπὶ τούτων οὖν, φησὶν ὁ Πορφύριος, τὸν μὲν τῆς νεὼς καὶ τοῦ ὄρους πόδα οὐκ ἂν εἴποι τις ὁμωνύμως εἰρῆσθαι, διότι ἔχει ἴδια ὀνόματα τὴν ὑπώρειαν καὶ τὸ πηδάλιον, ἐπὶ δὲ τῆς τραπέζης καὶ τῆς κλίνης οὐκ ἔστιν μεταφορά, ἀλλ' ὁμωνυμία· οὐ γὰρ ἔχουσιν ἄλλο ὄνομα, ἀλλὰ πόδες λέγονται κατὰ τὴν πρὸς τὸ ζῷον ὁμοιότητα, ὥστε ὄνομα μόνον κοινόν ἐστιν τούτων, οἱ δὲ λόγοι ἕτεροι· ἐπὶ δὲ ὄρους καὶ νηὸς ἄλλα ἐστὶν τὰ ὀνόματα, μετενήνεκται δὲ ἡ τῶν ποδῶν προσηγορία κατὰ μεταφοράν", εἰ μὴ ἄρα καὶ ὁμοιότης ἔστιν τις, καὶ ταύτῃ εἴη ἂν ὁμώνυμα. ὁ μέντοι Πορφύριος ἐν μὲν τοῖς κατὰ πεῦσιν καὶ ἀπόκρισιν καὶ τὸν τῆς νηὸς πόδα κατὰ μεταφορὰν εἰρῆσθαί φησιν, τὸ κύριον αὐτοῦ πηδάλιον καλεῖσθαι λέγων, ἐν δὲ τοῖς πρὸς Γεδάλειον τὸν μὲν τοῦ ὄρους πόδα κατὰ μεταφορὰν λέγεσθαί φησιν, τὸν δὲ τῆς νηὸς ὁμωνύμως, οὐ γὰρ εἶναι ἄλλο ὄνομα ἐπὶ τούτου λεγόμενον, καίτοι ἐκεῖ πηδάλιον εἰπὼν καλεῖσθαι. καὶ τάχα ἂν ἀμφότερα ἀληθῶς ἐλέγετο, εἰ ἐκεῖ μὲν ποὺς τὸ πηδάλιον ἐλέγετο, ἐνταῦθα δὲ τὸ τοῦ ἱστίου μέρος, οὐκ ἔχον ἄλλο ὄνομα. ἀλλ' ἔοικεν καὶ ἐνταῦθα τὸ πηδάλιον λέγειν· παρετέθη γὰρ ἐπ' αὐτοῦ τὸ

   αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων,

περὶ τοῦ πηδαλίου λεγόμενον.

p. 16 Συνώνυμα δὲ λέγεται ἕως τοῦ τὸν αὐτὸν ἀποδώσει.

   Περὶ προτέρων τῶν ὁμωνύμων εἰπών, διότι τὸ ὂν ὁμωνύμως ταῖς δέκα κατηγορίαις ὑπάρχειν δοκεῖ, ἑξῆς τὸν περὶ τῶν συνωνύμων ἐπάγει λόγον. χρεία γάρ ἐστιν τῆς τῶν συνωνύμων γνώσεως διὰ τὴν ἑκάστου λοιπὸν τῶν γενῶν κατὰ τοῦ ὑφ' ἑαυτὸ κατηγορίαν συνωνύμως γινομένην καὶ ὅτι τὰ συνώνυμα ἀλλήλοις ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν. τὸ δὲ συνώνυμον κοινωνεῖ μὲν τῷ ὁμωνύμῳ, καθόσον ὄνομα κοινόν ἐστιν καὶ ἐπὶ τῶν συνωνύμων, ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων· διαφέρει δέ, ὅτι οὐ μόνον ὄνομα κοινὸν ἐπὶ τῶν συνωνύμων, ἀλλὰ καὶ ὁ λόγος ὁ κατὰ τὸ ὄνομα, ὅ τε ὁριστικὸς καὶ ὁ ὑπογραφικός, κοινός ἐστιν τοῖς συνωνύμοις, κἂν μὴ πρόσκειται ἐνταῦθα [34] τὸ κατὰ τὸ ὄνομα. ὁ γὰρ Πορφύριος ἐν τῷ πρὸς Γεδάλειον οὕτως ἔγραψεν· συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ λόγος ὁ αὐτός. προσυπακούειν γὰρ αὐτὸ χρή· σύζυγον γὰρ δεῖ τῷ ὀνόματι τὸν λόγον τὸν ὁριστικὸν καὶ ὑπογραφικόν. ἔτι δὲ καὶ ἐπὶ μὲν τῶν συνωνύμων τὸ ἓν ὄνομα ἑνὸς πράγματός ἐστι δηλωτικόν, ἐπὶ δὲ τῶν ὁμωνύμων τὸ ἓν ὄνομα πλείονα πράγματα σημαίνει καὶ ὅπου μὲν ἓν νόημα κατηγορεῖται, ὅπου δὲ πολλά. καὶ ἔτι μέντοι τὸ μὲν ὁμώνυμον ἀντίφασιν ἐπιδέχεται· τὸ γὰρ γεγραμμένον ζῷον ζῷον καὶ οὐ ζῷόν ἐστιν καὶ ὁ κόραξ τὸ ὄρνεον κόραξ καὶ οὐ κόραξ (οὐ γάρ ἐστιν τὸ περὶ τὴν θύραν ὄργανον)· τὸ δὲ συνώνυμον οὐκ ἐπιδέχεται τὴν ἀντίφασιν· οὐ γὰρ ἔστιν τὸν ἄνθρωπον ζῷον ὄντα μὴ ζῷον εἰπεῖν. καὶ ἐν μὲν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν "τὸν τῆς οὐσίας λόγον χρὴ ἐξακούειν, φησὶν ὁ Πορφύριος, αὐτὸς γάρ ἐστιν ὁ ὁριστικός", ἐν δὲ τῷ πρὸς Γεδάλειον "οὐκ ἔτι, φησί, προσυπακουστέον καὶ τὸ τῆς οὐσίας· οὐ γὰρ καθὸ ἕκαστόν ἐστιν ἐπὶ τῶν συνωνύμων, ὁ αὐτός ἐστιν αὐτῶν λόγος, ἀλλὰ καθὸ κοινοῦ τινος μετέχει πάντα". καὶ ἔοικεν νῦν τὴν οὐσίαν μὴ συνάψαι τῷ λόγῳ, ὥστε τὸν λόγον τῆς οὐσίας τὸν ὁρισμὸν εἶναι, ἀλλὰ κατὰ τὸ εἶδος ἀκοῦσαι καθ' ὅ ἐστιν ἕκαστον· ἄνθρωπος γὰρ καὶ ἵππος συνώνυμά ἐστιν κατὰ τὸ ζῷον, καὶ λόγος ἐστὶν αὐτῶν ὁ αὐτὸς κατὰ τοῦτο, οὐ μέντοι κατ' ἐκεῖνα καθ' ἃ μάλιστα οὐσίωνται, κατὰ τὸν ἄνθρωπον ἢ κατὰ τὸν ἵππον· ἄλλος γὰρ ἑκατέρου τούτων λόγος. καὶ αὐτὸς δὲ προελθὼν "κἂν προσυπακούῃ τις, φησίν, τὸ τῆς οὐσίας, δῆλον ὡς τῆς οὐσίας ἀκουσόμεθα οὐ τῆς ἰδίως ὀνομαζομένης, ἀλλὰ τῆς τὴν ἑκάστου ὕπαρξιν οἱονεὶ κοινότερον δηλούσης οὐσίας". ἰστέον μέντοι ὅτι νῦν ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων οὕτως ἡ γραφὴ φέρεται· συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός. καὶ ὁ Πορφύριος δὲ ἐν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν οὕτως ἔγραψεν, ὁ δὲ Ἰάμβλιχος ἄνευ τοῦ τῆς οὐσίας οὕτως· συνώνυμα λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος ὁ αὐτός· ἐπεσημήνατο δὲ ὅτι ἐν ἐνίοις ἀντιγράφοις οὐ φέρεται τὸ καὶ ὁ κατὰ τοὔνομα, καὶ ὅτι προσυπακούειν δεῖ· ἠκολούθησεν δὲ τῇ Ἰαμβλίχου γραφῇ καὶ ὁ Συριανός. καὶ ὁ Ἀλέξανδρος δὲ διηνέχθη περὶ τὴν γραφὴν οὕτως γράψας· συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ λόγος [35] ὁ τῆς οὐσίας ὁ αὐτός· "προσυπακούειν δὲ" καὶ αὐτὸς "δεῖ, φησίν, τὸ ὁ κατὰ τοὔνομα". τὸ αὐτὸ δὲ παράδειγμα τοῦ ζῴου καὶ ἐπὶ τῶν συνωνύμων παρείληφεν, ὅπερ καὶ ἐπὶ τῶν ὁμωνύμων, οὐκ ἀπορῶν ἄλλου παραδείγματος, ἀλλ' ἐνδεικνύμενος ὅτι τὸ αὐτὸ ὄνομα ἄλλων μὲν πραγμάτων ὁμωνύμως ἐστὶ δηλωτικόν, ὡς τὸ ζῷον τοῦ τε ἀνθρώπου καὶ τοῦ ἀνδριάντος, ἄλλων δὲ συνωνύμως, ὡς ἀνθρώπου καὶ βοός· ἑνὶ γὰρ καὶ τῷ αὐτῷ λόγῳ ζῷον ἑκάτερον, οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ ἑκάτερον. τοῦτο μὲν οὐχ οὕτως θαυμαστόν, τὸ δὲ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ ὁμώνυμον εἶναι καὶ συνώνυμον, τοῦτο ἂν εἴη θαυμασιώτερον.

   Ἐπιστῆσαι γὰρ ἄξιον, ὅτι τετραχῶς τὸ αὐτὸ ὁμώνυμόν τε καὶ συνώνυμον λέγεται. ποτὲ μὲν γὰρ ἓν καὶ τὸ αὐτὸ πρᾶγμα κατ' ἄλλο καὶ ἄλλο ἑαυτοῦ ὄνομα πρὸς ἄλλο καὶ ἄλλο πρᾶγμα ὁμώνυμόν τέ ἐστιν καὶ συνώνυμον, οἷον ὁ κόραξ ὁ ὄρνις, καθὸ μὲν κόραξ καλεῖται, πρὸς τὸ ἐν τῇ θύρᾳ ὄργανον ὁμωνύμως λέγεται, καθὸ δὲ ὄρνις, πρὸς τοὺς ἄλλους ὄρνιθας συνωνύμως. ποτὲ δὲ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ πρᾶγμα διαφόροις ἑαυτοῦ ὀνόμασιν ὁμώνυμόν τε εὑρίσκεται καὶ συνώνυμον, ὡς Σωκράτης ὁ φιλόσοφος πρὸς Σωκράτην τὸν Θεαιτήτου συγγυμναστὴν ὁμώνυμος μὲν καθὸ Σωκράτης, συνώνυμος δὲ καθὸ ἄνθρωπος. ἄλλα δὲ ἔστιν ἃ καθ' ἓν τὸ αὐτὸ ὄνομα ὁμώνυμά τε καὶ συνώνυμά ἐστιν, πρὸς ἄλλο μέντοι καὶ ἄλλο, ὡς ὁ κόραξ ὁ ὄρνις πρὸς μὲν τὸ ὄργανον ὁμώνυμος, πρὸς δὲ τοὺς ἄλλους κόρακας συνώνυμος. ἔστιν δὲ ὅτε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὄνομα πρὸς τὸ αὐτὸ πρᾶγμα ὁμώνυμόν τέ ἐστιν καὶ συνώνυμον, ὡς ὁ παρ' Ὁμήρῳ Μέλας·

   Ἄγριος ἠδὲ Μέλας· καθὸ μὲν γὰρ κύριον τὸ Μέλας, ὁμώνυμον ἂν εἴη τῷ κατὰ τὴν χρόαν μέλανι· εἰ δὲ τύχῃ ὁ οὕτως καλούμενος καὶ τὴν χρόαν μέλας, συνώνυμος ἂν εἴη τῷ ὁμοίως μέλανι. οὕτως δὲ καὶ ὁ Ἄγριος ὁ κύριον ἔχων τὸ ὄνομα, εἰ τύχοι καὶ τὸ ἦθος ἄγριος, ὁμώνυμός τε εἴη πρὸς τὸν ἄγριον τὸ ἦθος καὶ συνώνυμος. πολλὰ δὲ ἔστιν καὶ ἄλλα τοιαῦτα ὀνόματα ἀπό τε τῶν ἀρετῶν ὡς κύρια λεγόμενα, ὡς Ἐλευθέριος καὶ Σωφρόσυνος καὶ Σεμνὸς καὶ τὰ τοιαῦτα, καὶ ἀπὸ ἐθνικῶν, ὡς ὁ Ἰταλὸς καὶ Κρητικὸς καὶ Ἐλευσίνιος καὶ τὰ τοιαῦτα, ὅταν ὁ μὲν κύριον ἔχῃ τὸ ὄνομα, ὁ δὲ ἐθνικόν· ἐὰν δὲ ἄμφω καὶ κύρια ἔχωσιν καὶ διάθεσιν τὴν αὐτὴν ἢ ἄμφω Μέλανές τε λέγοιντο κυρίῳ ὀνόματι καὶ μέλανες εἶεν τὴν χρόαν, κατὰ μὲν τὰ κύρια ὁμώνυμοί εἰσιν· τὸ γὰρ κύριον τὸ ἰδίως ποιὸν δηλοῖ τοῦ καλουμένου· κατὰ δὲ τὴν κοινὴν τοῦ μέλανος διάθεσιν συνώνυμοι· ὁ γὰρ αὐτὸς ἑκατέρου λόγος [36] κατὰ τὴν αὐτὴν χρόαν ἢ τῆς ψυχῆς διάθεσιν ἢ τὴν αὐτὴν πατρίδα. ἐπὶ δὲ τῶν τοιούτων καὶ αὐτός τις πρὸς ἑαυτὸν ὁμώνυμος ἂν εἴη· εἰ γὰρ καλοῖτο Μέλας, εἴη δὲ καὶ τὴν χρόαν μέλας, ὁμωνύμως ἂν ὑπάρχοι τὸ μέλας τῷ τε κυρίῳ καὶ τῷ κατὰ τὴν χρόαν. τὸ δὲ ὑπόδειγμα τὸ ἀποδοθέν, τὸ οἷον τὸ ζῷον, οὐ πρὸς τὰ συνώνυμα πράγματα ἀπεδόθη, ἀλλὰ πρὸς τὸ ὄνομα τοῦ συνωνύμου· ὁ γὰρ ἄνθρωπος, φησίν, καὶ ὁ βοῦς κοινῷ ὀνόματι προσαγορεύεται ζῷον.

   Οἰκειότερον δὲ Ἀριστοτέλης συνώνυμα κέκληκεν τὰ σὺν τῷ ὀνόματι καὶ τὸν ὁρισμὸν ἔχοντα τὸν αὐτὸν ἤπερ οἱ Στωικοὶ τὰ πολλὰ ἅμα ἔχοντα ὀνόματα, ὡς Πάρις καὶ Ἀλέξανδρος ὁ αὐτός, καὶ ἁπλῶς τὰ πολυώνυμα λεγόμενα· τούτοις γὰρ ἡ συν πρόθεσις οὐχ ἁρμόττει, τοῦ αὐτοῦ κοινωνίαν σημαίνουσα, ὡς τὸ συμπεριπατεῖν καὶ συστρατεύεσθαι. ἀπεῖδον δὲ ἴσως εἰς τὸ τοῦ αὐτοῦ ὀνόματα εἶναι· καὶ γὰρ καὶ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ ποιητικῆς συνώνυμα εἶπεν εἶναι ὧν πλείω μὲν τὰ ὀνόματα, λόγος δὲ ὁ αὐτός, οἷα δή ἐστιν τὰ πολυώνυμα, τό τε λώπιον καὶ ἱμάτιον καὶ φάρος. "ἀλλ' οὐδὲν ἄτοπον, φησὶν ὁ Πορφύριος, τῆς χρήσεως τὸ διττὸν ἐχούσης χρήσασθαι μὲν ἑκατέρῳ τὸν Ἀριστοτέλη, ἐπειδὴ καὶ ἔχει τινὰ λόγον ἑκάτερον. καὶ γὰρ τὰ πλείω ὀνόματα τὰ πρὸς ἓν φερόμενα, ὡς ὁ κίων καὶ ὁ στῦλος, τὸν αὐτὸν ἔχοντα λόγον, συνώνυμα ἂν κληθείη· καὶ μέντοι ὅπου ὁ λόγος ὁ αὐτὸς καὶ τοὔνομα συνονομάζεται, ἔτι κυριώτερον ἂν κληθείη συνώνυμα, ὥστε τὸ μέν ἐστιν συνώνυμον, ἐπεὶ πολλὰ ὀνόματα ἕν τι πρᾶγμα συνονομάζει, τὸ δέ, ἐπεὶ τὸν λόγον συνονομάζει καὶ τοὔνομα. καὶ διὰ τοῦτο, ὅπου μὲν περὶ γενῶν ἤτοι τῶν τὰ γένη σημαινουσῶν φωνῶν ἡ σπουδή, χρεία τοῦ δευτέρου σημαινομένου, διότι τὰ γένη κατὰ τοῦτο τὸ σημαινόμενον συνωνύμως τῶν εἰδῶν κατηγορεῖται· ἔνθα δὲ περὶ τὰς πλείους φωνὰς ἡ σπουδὴ καὶ τὴν πολυειδῆ ἑκάστου ὀνομασίαν, ὥσπερ ἐν τῷ Περὶ ποιητικῆς καὶ τῷ τρίτῳ Περὶ ῥητορικῆς, τοῦ ἑτέρου συνωνύμου δεόμεθα, ὅπερ πολυώνυμον ὁ Σπεύσιππος ἐκάλει. καὶ οὐ καλῶς ὁ Βόηθος παραλελεῖφθαι τῷ Ἀριστοτέλει φησὶ τὰ παρὰ τοῖς νεωτέροις καλούμενα συνώνυμα, ἅπερ Σπεύσιππος ἐκάλει πολυώνυμα· οὐ γὰρ παραλέλειπται, ἀλλ' ἐν ἄλλαις πραγματείαις, ἐν αἷς ἦν οἰκεῖος ὁ λόγος, παρείληπται".

[37]

p. 112 Παρώνυμα δὲ λέγεται ἕως τοῦ καὶ ἀπὸ τῆς ἀνδρείας ἀνδρεῖος.

   Τὰ παρώνυμα μέσα πώς ἐστιν τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, καὶ ἀμφοτέρων μετέχοντα καὶ ἀμφοτέρων λειπόμενα. ἡ γὰρ γραμματικὴ καὶ ὁ γραμματικὸς καὶ τὰ ὀνόματα καὶ τὸν λόγον ἔχουσιν οὔτε πάντῃ τὰ αὐτὰ οὔτε πάντῃ ἕτερα· καὶ γὰρ γραμματικῆς μὲν λόγος ἐπιστήμη τοῦ γράφειν καὶ ἀναγινώσκειν, τριῶν δὲ δεῖν τῷ ἀπό τινος παρονομαζομένῳ φασίν, τοῦ τε πράγματος τοῦ ἀφ' οὗ παρωνόμασται καὶ τοῦ ὀνόματος καὶ ἔτι μέντοι τοῦ ἀνομοίου τῆς καταλήξεως, ὅπερ καλεῖ πτῶσιν ὁ Ἀριστοτέλης· πτώσεις γὰρ τῶν ὀνομάτων ἐκάλουν οἱ παλαιοὶ οὐ μόνον τὰς πέντε ταύτας τὰς νῦν λεγομένας, ἀλλὰ καὶ τὰς παρακειμένας ἐγκλίσεις, ὁποίους ἂν ἔχωσι σχηματισμούς· ὅθεν καὶ τὰς νῦν καλουμένας μεσότητας πτώσεις ἐκάλουν, οἷον ἀπὸ τοῦ ἀνδρείου πτῶσιν τὴν ἀνδρείως καὶ ἀπὸ τοῦ καλοῦ τὴν καλῶς. οὕτω δὲ καὶ ἀρρενική τις αὐτοῖς ἦν πτῶσις ἀπὸ ὀνόματος θηλυκοῦ, ὡς ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός, καὶ θηλυκὴ ἀπὸ ἀρρενικοῦ, ὡς ἀπὸ τοῦ Ἀλεξάνδρου ἡ Ἀλεξάνδρεια. πτώσεις δὲ καὶ ταύτας ἔλεγον διὰ τὸ ταὐτὸν πεπονθέναι ταῖς κυρίως πτώσεσιν κατὰ τὸν μετασχηματισμὸν τῆς καταλήξεως. ὁποῖον δὲ ἂν τῶν τριῶν ἐλλείπῃ, οὐ γίνεται παρώνυμον. γυνὴ γὰρ τῆς μουσικῆς τέχνης μετέχουσα καὶ μουσικὴ λεγομένη, κἂν τοῦ ὀνόματος καὶ τοῦ πράγματος μετέχῃ, ἐπειδὴ τὴν κατάληξιν ἔχει τὴν αὐτήν, οὐ λέγεται παρώνυμος ἀπὸ τῆς μουσικῆς, ἀλλ' ὁμώνυμος αὐτῇ· καὶ εἴ τις ἀρετῆς μετέχων σπουδαῖος ἀπ' αὐτῆς καλοῖτο, τοῦ μὲν πράγματος μετέχει καὶ τῇ πτώσει διαφέρει, τοῦ δὲ ὀνόματος μὴ μετέχων οὐ λέγεται παρώνυμος ἀπὸ τῆς ἀρετῆς, ἀλλ' οὐδὲ ἀπὸ τῆς σπουδῆς ὁ σπουδαῖος παρώνυμος· σπουδαῖος μὲν γὰρ ὁ τὴν ἀρετὴν ἔχων, σπουδάζομεν δὲ περί τινα καὶ οἱ τυχόντες. ὁ μέντοι γε Ἀριστοτέλης τὴν διαφορὰν τῆς πτώσεως καὶ τὴν κατὰ τοὔνομα προσηγορίαν, τὰ δύο ταῦτα μόνα δοκεῖ τοῖς παρωνύμοις ἀποδιδόναι, ἀλλ' ἐκ τῶν παραδειγμάτων δήλην ἐποίησεν καὶ τὴν κατὰ τὸ πρᾶγμα μέθεξιν ἐν τοῖς παρωνύμοις· ὁ γὰρ γραμματικὸς οὐκ ὀνόματος μόνου μετέχει τῆς γραμματικῆς, ἀλλὰ καὶ αὐτῆς τῆς τέχνης, καὶ ὁ ἀνδρεῖος τῆς ἀρετῆς. δεῖ δὲ ἐπὶ τῶν παρωνύμων ζητεῖν τί τὸ πρῶτον καὶ τί τὸ ἀπ' ἐκείνου παρωνομασμένον, ὅτι πρῶτον μὲν ὁ Ἀλέξανδρος, ἀπ' ἐκείνου δὲ ἡ Ἀλεξάνδρεια καὶ ἀπ' ἐκείνης ὁ Ἀλεξανδρεύς· οὐ γὰρ ἔμπαλιν. δῆλα δὲ ἔσται τὰ τῇ φύσει πρότερα, ὥσπερ ὁ κτίστης τῆς κτισθείσης πόλεως καὶ ἡ [38] πόλις τοῦ πολίτου. "τῶν δὲ παρωνύμων ἂν εἴη, φησὶν ὁ Πορφύριος, καὶ τὰ πατρωνυμικὰ καὶ τὰ συγκριτικὰ καὶ τὰ ὑπερθετικὰ καὶ τὰ ὑποκοριστικά. τὸ δὲ πασσαλόφι καὶ τὸ ᾗφι καὶ τὸ βίῃφι, ἅπερ παραγωγά τινες ἐκάλεσαν, οὐκ ἂν εἴη παρώνυμα· δεῖ γὰρ μὴ τὸ αὐτὸ ἀπαραλλάκτως σημαίνειν τὰ παρώνυμα, ταῦτα δὲ οὐδὲν παρηλλαγμένον σημαίνει τοῦ ᾗ, τουτέστιν τῇ ἑαυτοῦ, καὶ τοῦ βίῃ καὶ τοῦ πασσάλου". τοιαῦτα μὲν οὖν ἐστι τὰ παρώνυμα. χρήσιμος δὲ αὐτῶν ἐστιν ἡ διδασκαλία, ἵνα γνῶμεν ὅτι τὰ παρώνυμα ὡς ἐπὶ τὸ πλεῖστον ὑπὸ τὴν αὐτὴν πίπτει κατηγορίαν τοῖς προηγουμένοις, οἷον τὸ ποιὸν ὑπὸ τὴν ποιότητα καὶ τό τε ἑστάναι καὶ κεκλίσθαι ὑπὸ τὴν στάσιν καὶ τὴν κλίσιν, ἅπερ ἐστὶν ὑπὸ τὸ κεῖσθαι.

   Εἰρηκὼς τοίνυν ὁ Ἀριστοτέλης περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων παρῆκεν τά τε ἑτερώνυμα καὶ τὰ πολυώνυμα, τὰ μὲν πολυώνυμα, διότι οὐ παρίστησιν διαφορὰν ἢ κοινωνίαν τινὰ κατὰ τὰ πράγματα, μόνως δὲ τὰς λέξεις πληθύει, τὰ δὲ ἑτερώνυμα, διότι οὐ τὰς κατ' ἀριθμὸν ἀπείρους, ἀλλὰ τὰς κατὰ γένος σημαινούσας τι λέξεις διαιρεῖται τὰ νῦν. καὶ μέντοι ἄμφω ταῦτα παρῆκεν, ὡς εἴρηται, διότι ῥητορικῆς μᾶλλον καὶ ποιητικῆς ἐστι περιεργίας, ἀλλ' οὐ φιλοσόφου θεωρίας, ὡς εἴρηται. πλὴν καλῶς ἔχει καὶ ἐκεῖνα τοῖς παραληφθεῖσιν εἰς μίαν διαίρεσιν συμπεριλαβεῖν. Σπεύσιππον τοίνυν ἱστορεῖ Βόηθος τοιαύτην διαίρεσιν παραλαμβάνειν τὰ ὀνόματα πάντα περιλαμβάνουσαν. τῶν γὰρ ὀνομάτων, φησί, τὰ μὲν ταὐτώνυμά ἐστιν, τὰ δὲ ἑτερώνυμα· καὶ τῶν ταὐτωνύμων τὰ μὲν ὁμώνυμά ἐστιν, τὰ δὲ συνώνυμα, κατὰ τὴν τῶν παλαιῶν συνήθειαν ἀκουόντων ἡμῶν τὰ συνώνυμα· τῶν δὲ ἑτερωνύμων τὰ μὲν εἶναι ἰδίως ἑτερώνυμα, τὰ δὲ πολυώνυμα, τὰ δὲ παρώνυμα. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἀποδέδοται, πολυώνυμα δέ ἐστιν τὰ διάφορα καὶ πολλὰ ὀνόματα καθ' ἑνὸς πράγματος, ὅταν εἷς καὶ ὁ αὐτὸς αὐτῶν ᾖ λόγος, ὥσπερ ἄορ ξίφος μάχαιρα φάσγανον· ἑτερώνυμα δέ [39] ἐστιν τὰ καὶ τοῖς ὀνόμασιν καὶ τοῖς πράγμασιν καὶ τοῖς λόγοις ἕτερα, οἷον γραμματικὴ ἄνθρωπος ξύλον. διαφέρει οὖν ἀλλήλων ταῦτα, ᾗ τὰ μὲν πολυώνυμα κοινωνεῖ τοῦ αὐτοῦ λόγου καὶ πράγματος, τὰ δὲ ἑτερώνυμα κατ' ἄμφω διέστηκεν. πρὸς δὲ τὰ πρότερα τὰ μὲν πολυώνυμα τοῖς ὁμωνύμοις ἀντιστρέφει, καθόσον ἐπὶ μὲν τῶν ὁμωνύμων τὸ μὲν ὄνομα κοινὸν ἦν, ὁ δὲ ὅρος ἴδιος ἑκάστου, ἐπὶ δὲ τῶν πολυωνύμων τὸ ἀνάπαλιν τὸ μὲν πρᾶγμα καὶ ὁ ὅρος κοινός, τὰ δὲ ὀνόματα διάφορα· τὰ δέ γε ἑτερώνυμα τοῖς συνωνύμοις ἀντίκειται· ἐκείνων γὰρ κατ' ἄμφω κοινωνούντων ταῦτα κατ' οὐδέτερον κοινωνεῖ. δεῖ δὲ ἐπὶ τῶν πολυωνύμων παρατηρεῖν, μήποτε σφαλῶμεν τὰ μὴ πολυώνυμα νομίζοντες εἶναι πολυώνυμα. οὐ γὰρ εἰ ἑνὸς πλείονα ὀνόματα κατηγορεῖται, ἤδη πάντως πολυώνυμά ἐστιν, ἀλλ' εἰ καὶ καθ' ἓν τὸ αὐτὸ λέγεται· ὡς ἀμερὲς καὶ ἐλάχιστον δύο μέν ἐστιν ὀνόματα καὶ καθ' ἑνὸς λέγεται πράγματος, οἷον τὸ στοιχεῖον τὸ ἄλφα ἢ τὸ βῆτα, καὶ τὸ κοῖλον καὶ τὸ κυρτὸν κατὰ τοῦ κύκλου, οὐ μήν ἐστιν πολυώνυμον τὸ καθ' οὗ λέγεται· οὐ γὰρ κατὰ τὸ αὐτὸ ὑπάρχει αὐτῷ ἑκάτερον, ἄλλος γὰρ ἑκατέρου λόγος.

   Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ ἐν τοῖς κυρίως πολυωνύμοις, ὡς ἐπὶ τοῦ ἀνθρώπου, ὅταν ὁ αὐτὸς μέροψ καὶ βροτὸς λέγηται, ἕκαστον τῶν ὀνομάτων κατ' ἄλλην καὶ ἄλλην τοῦ ἀνθρώπου φύσιν ἀποδίδοται, τὸ μὲν κατὰ τὸ ἀναλογιστικόν, τὸ δὲ κατὰ τὴν τῆς διαλέκτου κατὰ τὰ ἔθνη διαφοράν, τὸ δὲ κατὰ τὸ θνητὸν τῆς συστάσεως, καὶ ἄλλος τούτων ἑκάστου λόγος. τί οὖν; οὐκ ἔστιν ὅλως τὰ πολυώνυμα; ἢ ἐκεῖνα μόνα πολυώνυμά ἐστιν, ἐφ' ὧν οὐ κατὰ τὰς διαφόρους φύσεις διάφορα κεῖται ὀνόματα, ἀλλ' ὡς κατὰ τὴν αὐτήν, ἄλλου ἄλλως κατὰ τὸ ἐπιτυχὸν ὀνομάσαντος ἢ κατὰ τὸ αὐτὸ διαφόρων ὀνομάτων ἀποδοθέντων, οὐκ ἐτυμολογικῶς, ἀλλὰ κατὰ τὴν ἐπιτυχοῦσαν τοῦ τιθέντος ἄδειαν· δηλοῖ δὲ τὸ τὰ ἐπ' ἄλλων κείμενα πολλάκις εἰς ἄλλων ὀνόματα μετατιθέναι, ὡς τὸ ἀλλὰ μήν ἐπὶ τοῦ οἰκέτου· ἔξεστι γὰρ ἡμῖν ὅσα ἂν βουλώμεθα καὶ οἷα τίθεσθαι οὐκ ἐτυμολογίᾳ ἀκολουθοῦντας. δεῖ δὲ καὶ τοῦτο τοῖς πολυωνύμοις προσεῖναι, τὸ κατὰ τὸ αὐτὸ ἔθνος πλεοναχῶς ἐπονομάζεσθαι· εἰ γὰρ μὴ τοῦτο, τὸ ἡμέρα καὶ ἁμέρα πολυώνυμον νομισθήσεται. καὶ τοῦτο δὲ ἐφιστάνουσιν καλῶς, ὅτι ἐπὶ μὲν τῶν ὁμωνύμων ἡ ὁμωνυμία καὶ τὸ ὄνομα τὸ ὁμώνυμον δηλοῖ καὶ τὴν σχέσιν [40] αὐτήν, ἐπὶ δὲ τῶν πολυωνύμων ἡ πολυωνυμία τὸ πρᾶγμα δηλοῖ μόνον, ἀλλ' οὐχὶ τὸ ὄνομα. καὶ ἔτι μέντοι τὸ μὲν ὁμώνυμον πρὸς ἄλλο λέγεται πάντως· "ὀλβίων ὁμώνυμε Δαρδανιδᾶν", τὸ δὲ πολυώνυμον οὐκ ἐν σχέσει τινὶ τὸ εἶναι ἔχει.

   Διὰ τί δὲ Ἀρχύτας παραλέλοιπεν ταύτην τὴν περὶ τῶν ὀνομάτων διδασκαλίαν ἐν τῷ Περὶ τῶν καθόλου λόγων; ἢ ἐπειδὴ φύσει τὰ ὀνόματα καὶ οὐ θέσει λέγουσιν οἱ Πυθαγόρειοι, καὶ τὰ ὁμώνυμα καὶ τὰ πολυώνυμα παραιτοῦνται, ὡς ἑνὸς ὀνόματος πρὸς ἓν πρᾶγμα κατὰ φύσιν λεγομένου. διακρίνειν οὖν ἐκείνους εἰκὸς τὰ μὲν ὁμώνυμα τῇ προγονικῇ ἢ κατ' ἐλπίδα ἀναφορᾷ, τὰ δὲ πολυώνυμα δείξουσιν οὐ καθ' ἓν λεγόμενα, ἀλλὰ κατὰ διαφόρους ἐτυμολογίας ἀποδιδόμενα, ὅταν ὄντως ὀνόματα ᾖ· τῶν δὲ παρωνύμων τὸν παρασχηματισμὸν οἰκείως ἐκεῖνοι ταῖς κατὰ τὰ πράγματα συζυγίαις ἐξηγήσονται.

p. 116 Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται ἕως τοῦ τρέχει, νικᾷ.

   Μετὰ τὴν τῶν ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων διδασκαλίαν τὴν εἰς τὰς κατηγορίας εἰσβολὴν διὰ τῆς οἰκείας τῇ πραγματείᾳ διαιρέσεως ποιεῖται. ἐπειδὴ γὰρ περὶ τῶν ἁπλῶν ἦν λέξεων ὁ σκοπὸς καθὸ σημαντικαί εἰσιν, διαίρεσιν ποιεῖται τῶν λεγομένων εἴς τε τὰ κατὰ συμπλοκὴν λεγόμενα, περὶ ὧν οὐ πρόκειται νῦν εἰπεῖν, ἀλλ' ἐν τῷ περὶ τῶν προτάσεων λόγῳ, καὶ εἰς τὰ ἄνευ συμπλοκῆς, καὶ ταῦτα λοιπὸν εἰς τὰς κατηγορίας διαιρεῖται. καὶ ὅτι τοῦτον ἔχει τὸν σκοπὸν ἡ διαίρεσις, αὐτὸς ἐδήλωσεν Ἀριστοτέλης ὀλίγον προελθὼν ἐν οἷς φησιν "τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι". ἀνελλιπὴς δὲ ἡ διαίρεσις πάντα περιλαβοῦσα τὰ λεγόμενα καὶ τὰ ὄντα. ὠνόμασεν δὲ πρότερα τὰ κατὰ συμπλοκήν, ὅτι προτέροις ἐντυγχάνομεν τοῖς αἰσθητοῖς, ἅπερ ἐστὶν σύνθετα, ὕστερον δὲ ταῖς τούτων ἀρχαῖς, αἵπερ εἰσὶν ἁπλούστεραι, ἢ ὅτι διὰ τῆς ἀποφάσεως τῶν κατὰ συμπλοκὴν ἔμελλεν τὰ ἁπλᾶ δηλοῦν, οὐκ ἂν δὲ γνωσθείη καλῶς ἀπόφασις μὴ πρότερον ἐκείνου γνωσθέντος, οὗπέρ ἐστιν ἀπόφασις. καὶ ἐκεῖνο δὲ ἀληθὲς εἰπεῖν, ὅτι ὅταν διελόντες τι τὸ μὲν πρότερον τμῆμα τῆς διαιρέσεως καταλείπωμεν, τὸ δὲ ἕτερον ἐπιδιαιρῶμεν, [41] πρότερον μὲν τάττομεν τὸ ὑπερτιθέμενον, ὕστερον δὲ τὸ διαιρούμενον· τὸ μὲν διαιρούμενον ‹ὕστερον›, ἵνα μὴ ἀναλαμβάνειν αὐτὰ δεηθῶμεν ἅπερ ὑπερεθέμεθα, πάλιν δὲ ταῦτα πρότερον τὰ ὑπερτιθέμενα, ἵνα κατὰ σειρὰν ἡ διαίρεσις ἡμῖν προΐῃ. εἰ δὲ καὶ οἱ παλαιοὶ κυρίως μὲν λεγόμενα τὰ διὰ λόγου σημαινόμενα ἔλεγον, καταχρηστικῶς δὲ καὶ τὰ δι' ἁπλῆς λέξεως, ὁ δὲ λόγος κατὰ συμπλοκὴν λέξεων προφέρεται, εἰκότως τὰ λεγόμενα διαιρῶν τῶν κυρίως λεγομένων πρῶτον ἐμνήσθη.

   Ἰστέον δὲ ὅτι λεγόμενά ἐστι καὶ τὰ πράγματα περὶ ὧν ὁ λόγος καὶ τὰ νοήματα τὰ περὶ τῶν πραγμάτων· διὸ δὴ ὅταν οἰώμεθα μὴ νενοηκότα λέγειν τὸν λέγοντα, λέγομεν 'οὐδὲν λέγεις', κἂν προφέρῃ τινὰ λόγον ἢ λέξιν· κατὰ τρίτον δὲ σημαινόμενον καὶ αὐτὴ ἡ λέξις ἡ σημαντικὴ καὶ ὁ λόγος λεγόμενόν ἐστιν· λέγει γάρ τις τὴν λέξιν καὶ τὸν λόγον· καὶ κατὰ τέταρτον καὶ ἡ ἄσημος λέξις, οἷον τὸ βλίτυρι, καθόσον ὅλως προφέρεται, τῶν λεγομένων ἐστίν. ἀλλ' ὅ γε Βόηθος ἐπὶ μὲν τῶν ἀσυμπλόκων τετραχῶς, ‹ὡς› εἴρηται, τὸ λεγόμενον ἀκούειν ἀξιοῖ, ἐπὶ δὲ τῶν κατὰ συμπλοκὴν τριχῶς μόνον· οὐ γὰρ εἶναι τὰ συμπεπλεγμένα πράγματα, οἷον τὸ 'ἡμέρα ἐστίν' λεγόμενον, οὐχ ὅτι οὐδὲν σημαίνει ὁ λόγος, ἀλλ' ὅτι οὐκ ἔστιν τοῦ πράγματος ὄνομα, ὥσπερ τὸ ἡμέρα. ἀλλ' οὐκ ἔστι μὲν τοῦ πράγματος, περὶ δὲ τοῦ πράγματος. τοσαυταχῶς οὖν διαιρεθέντος τοῦ λεγομένου καὶ τοῦ λέγεσθαι, ζητεῖν ἄξιον, τί τούτων τῶν σημαινομένων εἰς τὴν διαίρεσιν παραλαμβάνει. ὁ μὲν γὰρ θεῖος Ἰάμβλιχος τὸν Ἀλέξανδρόν φησι τὰ λεγόμενα τὰ σημαινόμενα ὑποθέσθαι πράγματα τὰ ἁπλούστατα καὶ γενικώτατα· ἐγὼ δὲ εὑρίσκω τὸν Ἀλέξανδρον εἰπόντα αὐταῖς λέξεσιν ὅτι "νῦν οὐ τὰ σημαινόμενα λεγόμενα λέγει, ἀλλὰ τὰ σημαίνοντα καὶ προφερόμενα". πῶς γὰρ ἂν καὶ ἔλεγεν περὶ πραγμάτων νῦν, ὅτε προελθὼν "τῶν δὲ κατὰ μηδεμίαν, φησί, συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσόν"; οὐ γὰρ τὰ πράγματα σημαίνει οὐσίαν καὶ ποσόν, ἀλλ' ἔστιν οὐσία καὶ ποσόν, αἱ δὲ περὶ τῶν πραγμάτων λέξεις εἰσὶν αἱ σημαίνουσαι. ὁ δὲ Βόηθος μόνα λεγόμενα καὶ σημαινόμενα τὰς νοήσεις εἶναί φησι παρὰ τοῖς ἀρχαίοις· οὐ γὰρ εἶναι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν, ἀλλ' ἐν διανοίαις [42] καὶ ταῖς τοῦ νοῦ διεξόδοις, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῆς Περὶ ψυχῆς λέγει· ἀλλὰ καὶ ἡ διάνοια διὰ τοῦ λόγου σημαίνεται. οἰκειότερον οὖν λεγόμενα τὰς λέξεις λέγειν τὰς σημαντικὰς καθὸ σημαντικαί, διότι καὶ αἱ κατηγορίαι οὔτε τὰ πράγματα ἦσαν, ὡς ἐδείκνυτο. οὔτε τὰ νοήματα οὔτε αἱ λέξεις ἁπλῶς καθόσον φωναί, ἀλλ' αἱ λέξεις αἱ σημαντικαὶ τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων καθ' ἕκαστον γένος διακεκριμέναι, αὗται τὰς κατηγορίας παρείχοντο· καὶ τὰ λεγόμενα οὖν κατὰ τὰς λέξεις τὰς σημαντικὰς ἀκουστέον.

   Ὧν αἱ μὲν κατὰ συμπλοκὴν λέγονται, αἱ δὲ ἄνευ συμπλοκῆς. πλεοναχῶς δὲ οὖν καὶ ἡ συμπλοκὴ λέγεται. συμπλέκεσθαι γάρ φασιν ἢ διὰ συνδέσμου ἢ κατὰ τὴν τῶν πραγμάτων συγγένειαν· καὶ διὰ συνδέσμου ἢ ἁπλῶς, ὅταν λέγωμεν 'εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν', ἢ διὰ συμπλεκτικοῦ συνδέσμου, ὡς ὅταν εἴπωμεν 'καὶ ἡμέρα ἐστὶν καὶ φῶς ἐστιν'· κατὰ συγγένειαν δὲ ἡ συμπλοκή, ὅταν τὰ συμβεβηκότα κατὰ τῶν οὐσιῶν λέγηται, ἐπειδὴ φύσιν ἔχει ἐν αὐταῖς ὑπάρχειν, εἴτε ὡς ποιὰ συμβέβηκεν εἴτε ὡς πῶς ἔχοντα, ὥσπερ τὸ δεξιὸν καὶ τὸ ὑποδεδέσθαι. καὶ γὰρ οὐσία μέν ἐστιν τὸ καθ' αὑτὸ μόνον ὑπάρχον, συμβεβηκὸς δὲ τὸ ἐν ἄλλῳ γινόμενον· ἡ οὖν τοῦ συμβεβηκότος πρὸς τὴν οὐσίαν συμπλοκὴ τόν τε ὑποκείμενον ὅρον ὁρίζει ἐν τῇ προτάσει καὶ τὸ συμβεβηκὸς ὅπως ἔχει πρὸς αὐτὸν σημαίνει. ἐπειδὴ γὰρ ἦν μὲν καὶ καθ' αὑτὸ λαβεῖν τὸ συμβεβηκός, ἦν δὲ καὶ τῷ ὑποκειμένῳ συντιθέναι, ἀμφοτέρως αἱ κατηγορίαι γίνονται. ὅταν μὲν γὰρ λέγω τὸ λευκὸν εἶναι, καθ' αὑτὸ περιλαμβάνω τὸ λευκόν· ὅταν δὲ λέγω ὅτι τόδε λευκόν ἐστιν, οὐδὲν ἕτερον λέγω ἢ ὅτι τόδε λευκότητα ἔχει· τὸ οὖν εἶναι καὶ τὸ ἔχειν συνδέσμων ἔχει δυνάμεις· ἀλλὰ καὶ ὅταν τὰ γένη κατὰ τῶν ὑποκειμένων κατηγορῆται, τοῖς γενικοῖς ὡς συμβεβηκόσιν προσχρώμεθα, διόπερ συντιθέμενα διὰ τοῦ εἶναι ἢ τοῦ ἔχειν ὡς διὰ συνδέσμων τούτων συμπλέκεται. τρίτη δέ τίς ἐστιν συμπλοκὴ κοινῶς πᾶσα τῶν τοῦ λόγου στοιχείων σύνθεσις, ὁποία ποτ' ἂν ᾖ αὐτή, ἐάν τε ὀνόματα συντιθῶμεν οἷον 'ζῷον λογικὸν θνητόν' ἐάν τε ῥήματα οἷον 'περιπατεῖ καὶ διαλέγεται', ἐάν τε ἐλλιπῆ ὥσπερ τὸ 'Σωκράτους προϊόντος' ἐάν τε αὐτοτελῆ ὥσπερ [43] τὸ 'ποῖ δὴ καὶ πόθεν', ἐάν τε τὴν πρώτην τοῦ ῥήματος πρὸς τὸ ὄνομα σύζευξιν ποιώμεθα ὡς τὸ 'Σωκράτης περιπατεῖ'. ὅπερ γὰρ ἐπὶ τῶν γενῶν τοῦ ὄντος εἶπεν ὁ Πλάτων, ὅτι τὰ μὲν κοινωνεῖν ἐθέλει πρὸς ἄλληλα, τὰ δὲ οὐδαμῶς συμμίγνυται, τοῦτο καὶ ἐπὶ τῶν τοῦ λόγου μορίων ἀληθὲς εἰπεῖν τῶν σημαντικῶν, ὅτι συμπλέκεται μὲν τὰ τῶν συνηρμοσμένων πραγμάτων δηλωτικά, οὐ συμπλέκεται δὲ τὰ σημαντικὰ τῶν κεχωρισμένων. ἐπειδὴ δὲ καὶ τῆς κοινωνίας τῶν ὄντων ἡ μὲν ἦν σύμφυτος, ἡ δὲ ἐπίκτητος, καὶ συμπλοκῆς διττὰ ἔσται εἴδη τὰ ἀνωτάτω, τό τε τῶν συμβεβηκότων ὡς ἐνυπαρχόντων καὶ τῶν διὰ συνδέσμου συνταττομένων ὡς ἔξωθεν τὸ ἓν ἐχόντων. τὸ δὲ ὡς συμβεβηκὸς συνταττόμενον, ἢ ῥῆμα ὄν, ὡς τὸ τρέχει, νικᾷ, ἢ μετὰ ῥήματος κατηγορούμενον, ὡς τὸ 'ἄνθρωπός ἐστιν' (καὶ γὰρ καὶ τὸ τρέχει εἰς τὸ 'τρέχων ἐστίν' ἀναλύεται)· πανταχοῦ οὖν ῥήματος ἐνόντος καὶ χρόνος προσδηλοῦται, οὐ συσσημαίνων ὅτι ἄμφω ἐν ἑνὶ χρόνῳ οὐδὲ ὅτι πρότερον τὸ ἕτερον, ἀλλὰ τὴν τοῦ συμβεβηκότος μόνην πρός τε τὸ ὑποκείμενον καὶ τὸν χρόνον σχέσιν παρίστησιν· τοῦτο δὲ ἐπειδὴ κατὰ χρόνον παραγίνεται καὶ ἀπογίνεται τὰ κυρίως συμβεβηκότα, ὡς εἴγε ἦν ἀχώριστα πρὸς τὴν οὐσίαν καὶ ἀιδίως ὑπάρχοντα, οὐκ ἂν χρόνος προσεσημαίνετο· κἂν γὰρ λέγωμεν ὅτι ὁ νοῦς νοεῖ, τὸ χρονικὸν ἡμεῖς προστίθεμεν. τὰ δὲ κατὰ συμπλοκὴν λεγόμενα καὶ τὰ ἄνευ συμπλοκῆς ἀνευρήσομεν τῇ φύσει τῶν πραγμάτων ἀκολουθοῦντες καὶ τῇ τῶν νοημάτων διαφορᾷ. ὅταν μὲν γὰρ ἓν ᾖ τὸ πρᾶγμα καὶ τὸ νόημα ἕν, ἁπλοῦν ἔσται τὸ λεγόμενον καὶ ἄνευ συμπλοκῆς, κἂν πλείονες αἱ λέξεις δοκῶσιν, ὡς ἐπὶ τοῦ Νεάπολις ἢ ἀγαθοδαίμων· ἓν γὰρ τὸ σημαινόμενον. ὅταν δὲ καὶ τὰ πράγματα πλείω καὶ τὰ νοήματα, κἂν μία ἡ λέξις ᾖ, μετὰ συμπλοκῆς εἶναι φήσομεν αὐτά, ὡς τὸ ζῶ, προσεννοεῖται γὰρ τὸ ἐγώ, καὶ τὸ ὕει, δηλοῦται γὰρ ὅτι ὁ Ζεύς.

   Ἀρχύτας μέντοι τοῦ τῶν κατηγοριῶν ἀρχόμενος βιβλίου ἤτοι τῶν καθόλου λόγων περὶ λόγου διδάσκει πρῶτον καὶ τοῦτον ἐν διανοίᾳ καὶ λέξει περιέλαβεν, καὶ τὴν μὲν σημαίνουσαν εἶπεν εἶναι λέξιν, τὴν δὲ σημαινομένην διάνοιαν, τά τε ἁπλᾶ καὶ σύνθετα καὶ τὰ τέλεια καὶ ἐλλιπῆ διωρίσατο, καὶ ἀφ' ὧν δεῖ τά τε κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς δοκιμάζειν ἐδίδαξεν.

[44]

p. 120 Τῶν ὄντων τὰ μὲν καθ' ὑποκειμένου τινὸς λέγεται ἕως τοῦ ἡ γὰρ τὶς γραμματικὴ τῶν ἐν ὑποκειμένῳ ἐστίν.

   Τισὶν ἔδοξεν τοῦτο τοῖς προειρημένοις μὴ ἀκολουθεῖν, διὸ καὶ ὑπομνηματικὸν ἔδοξεν τὸ σύγγραμμα. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ' ἐπειδὴ περὶ τῶν ἁπλῶν καὶ γενικῶν λέξεων ἦν ὁ σκοπὸς τῶν τὰ ἁπλᾶ καὶ γενικὰ πράγματα σημαινουσῶν, πρὸ τοῦ τὴν εἰς τὰ πλεῖστα διαίρεσιν αὐτῶν ποιήσασθαι, φημὶ δὴ τὴν εἰς δέκα, ὧν οὐκ ἦν πλείονα εὑρεῖν, τὴν εἰς τὰ ἐλάχιστα προλαβεῖν ἐδοκίμασεν, ὧν οὐκ ἦν εἰς ἐλάττονα συστεῖλαι· καὶ γὰρ ἐπιστημονικὸν ἦν τοῦτο καὶ ἡ δεκὰς ἐν τῇ τετράδι περιέχεται· τὰ γὰρ ἓν δύο τρία τέσσαρα συνθέντες τὸν δέκα ποιοῦμεν· καὶ τὴν τετράδα πάλιν εἰς δυάδα συνεῖλεν. τὰ δὲ τέσσαρα ταῦτά ἐστιν οὐσία, συμβεβηκός, καὶ τὸ καθόλου καὶ τὸ κατὰ μέρος. τὰ γὰρ ὄντα διαιρεῖται διχῶς, εἴς τε τὰ καθ' ἑαυτὰ εἶναι δυνάμενα καὶ μηδενὸς ἑτέρου δεόμενα πρὸς ὑπόστασιν, ἅπερ καὶ οὐσία καλοῦνται διὰ τὸ ἐξαρκεῖν ἑαυτοῖς πρὸς τὸ εἶναι, καὶ εἰς τὰ ἐν ἑτέροις ὑφεστῶτα, ἅπερ καὶ συμβεβηκότα λέγεται διὰ τὸ ἐν ἑτέροις συμβεβηκέναι, καὶ ἔχομεν εἰς δύο τῶν δέκα κατηγοριῶν τὴν διαίρεσιν· αἱ γὰρ ἐννέα συναιροῦνται ἐν τῷ συμβεβηκότι καὶ ἡ οὐσία πρώτη τῶν ἄλλων ἀπηρίθμηται. καὶ τούτων δὲ ἑκάτερον ἢ εἰς πλείονα τὰ ὑφ' ἑαυτὸ δίδωσιν ἑαυτὸ ἢ εἰς ἓν μόνον, καὶ διὰ τοῦτο ἄλλη γίνεται συζυγία καὶ αὐτὴ γενικὴ τοῦ καθόλου καὶ τοῦ κατὰ μέρος. ὧν συμπλεκομένων ἀλλήλοις ἓξ μὲν αἱ πᾶσαι γίνονται συμπλοκαί, δυεῖν δὲ ἐν αὐταῖς ἀσυστάτων οὐσῶν τῶν τὰ ἀντιφάσκοντα συναγουσῶν, τῆς τε ἐν ὑποκειμένῳ καὶ οὐκ ἐν ὑποκειμένῳ, καὶ τῆς καθ' ὑποκειμένου καὶ οὐ καθ' ὑποκειμένου, τὰς λοιπὰς τέσσαρας ὁ Ἀριστοτέλης ἐκτίθεται· ἢ γὰρ καθόλου οὐσία ἐστὶν ἢ συμβεβηκὸς μερικὸν ἢ καθόλου συμβεβηκὸς ἢ μερικὴ οὐσία.

   Ἀλλ' ἐπειδὴ ὁ Ἀριστοτέλης δι' ὀνομάτων ἀσυνηθεστέρων τὰ εἰρημένα ἐδήλωσεν, δεῖ ταῦτα μεταλαβεῖν εἰς τὰ ὑπὸ τοῦ φιλοσόφου λεγόμενα. τὸ μὲν οὖν συμβεβηκὸς ἐν ὑποκειμένῳ ἐκάλεσεν, διότι μὴ ὂν αὐτοκρατὲς ἑτέρου δεῖται πρὸς τὸ ἐν αὐτῷ εἶναι, τὴν δὲ οὐσίαν κατὰ τὴν τοῦ συμβεβηκότος ἀπόφασιν· ἐπειδὴ γὰρ ἀληθὲς εἰπεῖν ὅτι τὰ ὄντα ἢ αὐτοκρατῆ ἐστιν ἢ ἐν ἑτέροις ὑποκειμένοις τοῖς αὐτοκρατέσιν ἔχει τὸ εἶναι, ταὐτὸν δὲ εἰπεῖν, ἢ οὐσία εἰσὶν ἢ συμβεβηκότα, ὅσα μή εἰσιν συμβεβηκότα, πάντως [45] οὐσίαι εἰσίν, καὶ ὅσα παρὰ τὰ ἐν ὑποκειμένῳ, οὐκ ἐν ὑποκειμένῳ ἐστίν. πάλιν δὲ ἐπεὶ τὰ μὲν καθόλου ἐστίν, τὰ δὲ μερικά, καὶ οὐδὲν τῶν ὄντων ἐκφεύγει τὴν διαίρεσιν, καθόλου δέ ἐστιν τὰ πλειόνων κατηγορούμενα συνωνύμως, ὅπερ καθ' ὑποκειμένου καλεῖ (τὸ γὰρ κατηγορούμενον οὕτως τοῦ οὐσιωδῶς ὑποκειμένου κατηγορεῖται), μερικὸν δὲ τὸ μὴ τοιοῦτον, εἰκότως τῇ ἀποφάσει τοῦ καθ' ὑποκειμένου τὸ μερικὸν ἐσήμανεν. καίτοι ἐν ἄλλοις ἀντὶ τοῦ συμβεβηκότος χρῆται τῷ καθ' ὑποκειμένου.

   Ἀλλ' ἐπειδὴ τεσσάρων ὄντων τῶν συμπλεκομένων ἓξ ἐλέγομεν τὰς συμπλοκὰς γίνεσθαι, τὴν κοινὴν ἰστέον μέθοδον, καθ' ἣν δυνατὸν εὑρίσκειν ὁσωνοῦν ὅρων δοθέντων πόσαι γίνονται αἱ σύνδυο αὐτῶν συμπλοκαί. δεῖ δὴ τὸν τῶν ἐκτεθέντων ὅρων ἀριθμὸν ἐπὶ τὸν μονάδι ἐλάττονα πολλαπλασιάζειν καὶ τοῦ γενομένου τὸ ἥμισυ λαβόντα τοσαύτας λέγειν εἶναι τὰς συμπλοκάς. καὶ ἡ αἰτία τῆς μεθόδου δήλη· ἐπειδὴ γὰρ ἕκαστον πρὸς τὰ λοιπὰ πάντα σχέσιν ἔχει, καί εἰσιν αἱ σχέσεις μονάδι ἐλάττονες τῶν ὅρων, ἅτε μεταξὺ τῶν ὅρων οὖσαι, διὰ τοῦτο τὸν τῶν ἐκτεθέντων ὅρων ἀριθμὸν ἐπὶ τὸν μονάδι ἐλάττονα πολλαπλασιάζομεν· ἵνα δὲ μὴ δὶς τὰς αὐτὰς σχέσεις λαμβάνωμεν, τήν τε τῆς οὐσίας τυχὸν πρὸς τὸ συμβεβηκὸς καὶ τὴν τοῦ συμβεβηκότος πρὸς τὴν οὐσίαν, τὸ ἥμισυ τῶν γενομένων λαμβάνομεν.

   Τί δήποτε δὲ μὴ κατὰ τὸ σύνηθες ἐχρήσατο τοῖς σημαινομένοις ὁ Ἀριστοτέλης, καθόλου οὐσίαν λέγων καὶ μερικὸν συμβεβηκὸς καὶ τὰ λοιπά; ἢ ὅτι δι' ἐμφαντικωτέρων ὀνομάτων ὑπογραφὴν ἑκάστου παραδέδωκεν· τὸ γὰρ ἐν ὑποκειμένῳ εἶναι τὴν οὐσίαν τοῦ συμβεβηκότος παρίστησιν, ὥσπερ τὸ καθ' ὑποκειμένου τὴν τοῦ καθόλου. καὶ εἰκότως δι' ὑπογραφῆς αὐτὰ δεδήλωκεν· οὐ γὰρ ἦν γένη τῶν γενικωτάτων ἀποδοῦναι, ὥστε οὐδὲ ὁρισμούς. οἰκείως δὲ τῷ μὲν συμβεβηκότι τὸ ἐν ὑποκειμένῳ εἶναι ἀποδέδωκεν καὶ τῇ οὐσίᾳ τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ, τῷ δὲ καθόλου οὐκέτι τὸ εἶναι καθ' ὑποκειμένου, ἀλλὰ τὸ λέγεσθαι· λέγεται γὰρ κατὰ τοῦ ὑποκειμένου, εἴτε ἐστὶν ἐν ὑποστάσει εἴτε μὴ ἔστιν. καίτοι κἂν ἀλλαχοῦ ὡς μὴ ὄντων τῶν καθόλου διαλέγηται, ἐν τούτοις ὡς ὄντα διαιρεῖται· τῶν γὰρ ὄντων φησίν. οὐκ ἔστιν δὲ διαίρεσις ἡ εἰς τὰ τέσσαρα κυρίως, ἀλλ' ἀπαρίθμησις μᾶλλον, ὡς εἴ τις δεικνύων πλείονας ἀνθρώπους λέγοι 'τούτων οἱ μέν εἰσιν Λακεδαιμόνιοι, οἱ δὲ Ἀργεῖοι'.

[46]

p. 124 Ἐν ὑποκειμένῳ δὲ λέγω ἕως τοῦ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ' ὑποκειμένου λέγεται.

   Αὐτὸς θεὶς τὸ ὄνομα τοῦ ἐν ὑποκειμένῳ εἰκότως τὸ λέγω προσέθηκεν. καὶ γένος μὲν τοῦ ἐν ὑποκειμένῳ τὸ ἔν τινι παρέλαβεν, τὰ δὲ ἐφεξῆς διαφορὰς τῶν ἔν τινι τῶν λοιπῶν χωριζούσας. πολλαχῶς γὰρ λέγεται τὸ ἔν τινι καὶ τό γε ἐλάχιστον ἑνδεκαχῶς· ἢ γὰρ ὡς ἐν τόπῳ ὡς τὸ ἐν Λυκείῳ, ἢ ὡς ἐν ἀγγείῳ ὡς οἶνος ἐν τῷ ἀμφορεῖ, ἢ ὡς ἐν χρόνῳ ὡς ἐν τῇδε τῇ Ὀλυμπιάδι τὰ Πελοποννησιακά, ἢ ὡς μέρος ἐν ὅλῳ ὡς ἡ χεὶρ ἐν τῷ ὅλῳ σώματι, ἢ ὡς ὅλον ἐν τοῖς μέρεσιν, ἢ ὡς ἐν τῷ γένει τὸ εἶδος οἷον ἐν τῷ ζῴῳ ὁ ἄνθρωπος (περιέχεται γὰρ ἐν αὐτῷ), ἢ ὡς ἐν τῷ εἴδει τὸ γένος (μετέχει γὰρ τὸ εἶδος τοῦ γένους, οἷον ὁ ἄνθρωπος τοῦ ζῴου), ἢ ὡς ἐν τέλει ὡς ἐν τῷ οἰκείῳ ἀγαθῷ πάντα, ἢ ὡς ἐν ὕλῃ τὸ εἶδος ὡς ἐν τῷ χαλκῷ ἡ τοῦ ἀνδριάντος μορφή, ἢ ὡς ἐν τῷ κινοῦντι, ἢ ὡς ἐν τῷ ἄρχοντι τὰ τῶν ἀρχομένων. ποῖον οὖν τοῦ ἔν τινι σημαινόμενον ἐφαρμόζει τῷ ἐν ὑποκειμένῳ; ὡς μὲν οὖν ὁ θεῖος Ἰάμβλιχος δοκεῖ λέγειν, τὸ ὡς ἐν ὕλῃ οἰκεῖόν ἐστιν τῷ ἐν ὑποκειμένῳ. λέγει δὲ τοῦτο τῷ Ἀριστοτέλει κατακολουθεῖν δοκῶν· αὐτὸς γὰρ ἐν τῷ τετάρτῳ τῆς Φυσικῆς ἀκροάσεως δηλῶν τὰ τοῦ ἔν τινι σημαινόμενα τὸ ὡς ἐν ὕλῃ καὶ τὸ ὡς ἐν ὑποκειμένῳ συνῆψεν εἰς ἓν εἰπὼν "ἔτι ὡς ἡ ὑγεία ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ", κατὰ κοινήν, ὡς ἔοικεν, μίαν τὴν μορφωτικὴν τοῦ ὑποβεβλημένου φύσιν, ὡς ἓν αὐτὴν λαβών. καὶ ἔστιν τὸ ἐν ὑποκειμένῳ δωδέκατον τοῦ ἔν τινι σημαινόμενον· πολλὴ γὰρ διαφορά ἐστιν τοῦ ὡς ἐν ὑποκειμένῳ πρὸς τὸ ὡς ἐν ὕλῃ. τὸ μὲν γὰρ ἐν ὑποκειμένῳ ἐν οὐσίᾳ ἐστὶν καὶ ὡς ἐν οὐσίᾳ συνθέτῳ· σύνθετος δὲ ἐξ ὕλης καὶ εἴδους ἥ γε φυσικὴ οὐσία· τὸ δὲ ἐν ὕλῃ εἶδος ὡς ἐν ἀνειδέῳ καὶ μέρει οὐσίας. καὶ τὸ μὲν ἐν ὑποκειμένῳ τὸ εἶναι παρὰ τοῦ ὑποκειμένου λαμβάνει, τὸ δὲ εἶδος δίδωσιν τῇ ὕλῃ τὸ εἶναι· καὶ τὸ μὲν ἐν ὑποκειμένῳ οὐ συμπληροῖ τὴν τοῦ συνθέτου οὐσίαν, ὡς δηλοῖ ὁ ὁρισμὸς αὐτοῦ, τὸ δὲ ἐν ὕλῃ συμπληροῖ. ἔτι δὲ λέγω ὅτι τὸ μὲν ἐν ὑποκειμένῳ συμβεβηκός ἐστιν καὶ ὑπὸ μίαν τινὰ τῶν ἐννέα κατηγοριῶν τελεῖ, τὸ δὲ εἶδος ὑπὸ τὴν οὐσίαν [47] ἀνάγεται καὶ τὸ ὑποκείμενον. Ἀριστοτέλης δὲ ἐνταῦθα τὸ αἰσθητὸν λαβὼν καὶ τὸ τὶ οὐκ ἂν ἐν ὑποκειμένῳ τὸ ἐν τῇ ὕλῃ λέγοι. τὸ γὰρ τὶ καὶ τὸ τόδε οὐδὲ προσήκειν ὅλως τῇ ὕλῃ νομίζει· κἂν λέγῃ γὰρ καὶ τὴν ὕλην οὐσίαν ἐν τῇ Φυσικῇ ἀκροάσει, ἀλλ' οὐ τὴν κυρίως οὖσαν ἐκείνην φησίν· ἐν δὲ τούτοις τὴν πρώτην οὐσίαν καὶ σύνθετον καὶ ὑποκειμένην καλεῖ. καὶ αὐτὸς δὲ ὁ Ἰάμβλιχος προελθὼν ἐπέστησεν ὅτι ἄλλο τὸ ὡς ἐν ὕλῃ καὶ ἄλλο τὸ ὡς ἐν ὑποκειμένῳ. ἰστέον δὲ ὅτι ἐν τῷ τετάρτῳ τῆς Φυσικῆς τὸ ἔν τινι εἰς ὀκτὼ διεῖλεν ὁ Ἀριστοτέλης, τοῦ μὲν ἐν χρόνῳ μηδὲ μνησθεὶς ὅλως, ἴσως μὲν διὰ τὸ μήπω τι περὶ τοῦ χρόνου εἰπεῖν, τὸ δὲ ἐν ὑποκειμένῳ συνάψας τῷ ἐν ὕλῃ καὶ τὸ ἀγγεῖον δὲ καὶ τὸν τόπον συνῆψεν διὰ τὸ μήπω τότε τὴν διαφορὰν εἰρηκέναι. ἐπειδὴ οὖν τὰ ἔν τινι τὰ ἄλλα τὰ μὲν ὡς μέρη ἐστὶν ἐκείνου τοῦ ἐν ᾧ ἐστιν, ὡς τὸ κυρίως μέρος τοῦ ὅλου καὶ τὸ εἶδος τοῦ γένους (ἢ γὰρ μέρος καὶ τοῦτο ἢ ὡς μέρος· ἀνεῖλεν δὲ καὶ τὸ ὡς μέρος ὁ Ἀριστοτέλης ἐπὶ τοῦ ἐν ὑποκειμένῳ, ἀλλ' οὐχὶ τὸ μέρος μόνον· καὶ τὸ γένος δὲ τὸ κατατεταγμένον τοῦ εἴδους συμπληροῖ τὴν οὐσίαν αὐτοῦ ὡς ἐκ γένους καὶ διαφορῶν συγκειμένου καὶ γίνεται τὸ γένος μέρος τοῦ εἴδους καθάπερ τὸ εἶδος μετὰ τῆς ὕλης μέρος γίνεται τοῦ συνθέτου), τὰ δὲ μέρη μὲν οὐκ ἔστιν, χωρίζεται δὲ τῶν ἐν οἷς ἐστιν, ὡς τὰ ἐν τόπῳ καὶ ἐν ἀγγείῳ καὶ ἐν χρόνῳ καὶ τὰ ἐν τέλει (ἀποπίπτοντα γὰρ τοῦ ἐν ᾧ εἰσιν ἀγαθοῦ οὐκ ἔχει ἐν ᾧ ὑποσταίη, ἔστι δ' ὅμως τινά, καὶ τὸ κινούμενον χωρισθὲν τοῦ κινοῦντος καὶ τὰ ἀρχόμενα τοῦ ἄρχοντος ὑποσταῖεν ἂν χωρὶς τοῦ κινοῦντος καὶ τοῦ ἄρχοντος), διὰ τοῦτο τῶν μὲν προτέρων ἐχώρισεν εἰπὼν τῶν μὴ ὡς μέρος ὄντων, τῶν δὲ δευτέρων διὰ τοῦ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν. ἀλλ' ἐρεῖ τις ἴσως, ὅτι τὸ ὅλον ἐν τοῖς μέρεσιν ὂν οὐκ ἔστιν ὡς μέρος οὐδὲ χωρίζεται τῶν μερῶν καὶ εἴη ἂν ἐν ὑποκειμένῳ. ἢ ἔν τινι εἰπών, ἀλλ' οὐκ ἔν τισιν, ἐχώρισεν αὐτὸ κατὰ τοῦτο τοῦ ὅλου· τὸ γὰρ ὅλον τὸ ἐν τοῖς μέρεσιν οὐκ ἐν τινί, ἀλλ' ἐν τισίν ἐστιν.

[48]    Ἀποροῦσι δὲ οἱ περὶ τὸν Λούκιον καὶ τοῦτο πρὸς τὸ μὴ ὡς μέρος λέγεσθαι τὸ ἐν ὑποκειμένῳ. "εἰ γὰρ τὰ συμπληρωτικὰ τῆς οὐσίας, φασί, μέρη αὐτῆς εἶναι λέγομεν, συμπληροῖ δὲ ἁπλῶς μὲν τοῦ σώματος τοῦ αἰσθητοῦ τὸ εἶναι χρῶμα σχῆμα μέγεθος καὶ ἁπλῶς ποιότης καὶ ποσότης (ἄχρουν γὰρ καὶ ἀσχημάτιστον οὐκ ἂν εἴη σῶμα), τοῦδε δὲ τοῦ σώματος οἷον χιόνος λευκότης καὶ ψυχρότης, ἀνάγκη δυοῖν θάτερον, ἢ μὴ λέγειν ταῦτα ἐν ὑποκειμένῳ ἢ μὴ καλῶς ἀποφάσκεσθαι τῶν ἐν ὑποκειμένῳ τὸ μὴ ὡς μέρη εἶναι. πῶς δὲ καὶ ἐν ὑποκειμένῳ ὅλως τὰ συμπληρωτικὰ δυνατὸν λέγεσθαι; οὐ γὰρ ἡ Σωκράτους μορφὴ ἐν ὑποκειμένῳ ἐστὶν τῷ Σωκράτει, ἀλλ' εἴπερ ἄρα, τὰ τοῖς ἤδη τελείοις ἔξωθεν ἐπεισιόντα, ταῦτα ἂν εἴη ἐν ὑποκειμένοις αὐτοῖς". ταύτην δὴ τὴν ἀπορίαν λύων ὁ Πορφύριος "διττόν, φησίν, ἐστὶν τὸ ὑποκείμενον, οὐ μόνον κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς, ἀλλὰ καὶ κατὰ τοὺς πρεσβυτέρους· ἥ τε γὰρ ἄποιος ὕλη, ἣν δυνάμει καλεῖ ὁ Ἀριστοτέλης, πρῶτόν ἐστιν τοῦ ὑποκειμένου σημαινόμενον, καὶ δεύτερον, ὃ κοινῶς ποιὸν ἢ ἰδίως ὑφίσταται· ὑποκείμενον γὰρ καὶ ὁ χαλκός ἐστιν καὶ ὁ Σωκράτης τοῖς ἐπιγινομένοις ἢ κατηγορουμένοις κατ' αὐτῶν. πολλὰ οὖν, φησίν, τῶν ἐγγινομένων ὡς μὲν πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ἐστίν, οἷον πᾶν χρῶμα καὶ πᾶν σχῆμα καὶ πᾶσα ποιότης ἐν ὑποκειμένῃ ἐστὶν τῇ πρώτῃ ὕλῃ, οὐχ ὡς μέρη αὐτῆς ὄντα καὶ ἀδύνατα χωρὶς αὐτῆς εἶναι· ἐπὶ δὲ τοῦ δευτέρου ὑποκειμένου οὐ πᾶν χρῶμα οὐδὲ πᾶσα ποιότης ἐν ὑποκειμένῳ, ἀλλ' ὅταν μὴ συμπληρωτικαί εἰσι τῆς οὐσίας. τὸ γοῦν λευκὸν ἐπὶ μὲν τοῦ ἐρίου ἐν ὑποκειμένῳ, ἐπὶ δὲ τῆς χιόνος οὐκ ἐν ὑποκειμένῳ, ἀλλὰ συμπληροῖ τὴν οὐσίαν ὡς μέρος, καὶ ὑποκείμενον μᾶλλόν ἐστιν κατὰ τὴν οὐσίαν. ὁμοίως δὲ καὶ ἡ θερμότης τῆς μὲν τοῦ πυρὸς οὐσίας μέρος ἐστίν, ἐν ὑποκειμένῳ δὲ γίνεται τῷ σιδήρῳ, ἐπειδὴ καὶ γίνεται καὶ ἀπογίνεται ἐν τῷ σιδήρῳ ἄνευ τῆς τοῦ σιδήρου φθορᾶς. ὁ τοίνυν Ἀριστοτέλης τὸ δεύτερον ῥηθὲν ὑποκείμενον ἐνταῦθα λαβὼν τὸ κατὰ τὸ σύνθετον καὶ τὴν ἄτομον οὐσίαν, ὅπερ μήτε ἐν ὑποκειμένῳ εἶναί φησιν μήτε καθ' ὑποκειμένου τινὸς λέγεσθαι, εἰκότως πᾶν τὸ μὴ οὐσιωδῶς ἐπ' αὐτοῦ λεγόμενον, ἀλλὰ κατὰ τὸ συμβεβηκέναι, ἐν ὑποκειμένῳ τούτῳ εἶναί φησιν, ὥσπερ τὴν θερμότητα ἐν τῷ σιδήρῳ· τὰ δὲ συμπληρωτικὰ ὡς τὴν τοῦ πυρὸς θερμότητα τοῦ μὲν πυρὸς μέρος ἂν εἴποι, ἐν ὑποκειμένῳ δὲ τῇ ἀποίῳ ὕλῃ". πρὸς δὲ ταύτην οἶμαι τὴν λύσιν εἰπεῖν εὔλογον, ὅτι εἰ τὸ [49] ἐν ὑποκειμένῳ τοῦτο μόνον ἐστὶν τὸ γινόμενον καὶ ἀπογινόμενον, οὐκέτι ἐν δύο τούτοις τῷ τε ἐν ὑποκειμένῳ καὶ οὐκ ἐν ὑποκειμένῳ περιείληφεν πάσας τὰς κατηγορίας· εἰ γὰρ τὸ οὐκ ἐν ὑποκειμένῳ τὴν οὐσίαν δηλοῖ, τὸ δὲ ἐν ὑποκειμένῳ μὴ πᾶσαν ποιότητα, ἀλλὰ τὴν ἐπείσακτον μόνην, οὐ πάντα ἂν εἴη τὰ γένη παρειλημμένα. ἢ χρὴ λέγειν ὅτι αἱ μὴ ἐπείσακτοι ποιότητες, ἀλλὰ συμπληρωτικαὶ τῆς οὐσίας, μέρη τῆς οὐσίας οὖσαι, καὶ αὐταὶ οὐσίαι εἰσὶν καὶ τῇ οὐσίᾳ συμπεριλαμβάνονται· τὰ γὰρ μέρη τῆς οὐσίας οὐσίαι κατὰ τὸν Ἀριστοτέλη. καὶ ἴσως διὰ τοῦτο τὴν οὐσίαν οὐκ εἶπεν ὑποκείμενον, ἀλλ' οὐκ ἐν ὑποκειμένῳ, ἵνα καὶ τὰς τοιαύτας περιλάβῃ ποιότητας.

   Ἀποροῦσι δέ τινες καὶ περὶ τῆς εὐωδίας τοῦ μήλου καὶ τῶν ἐξατμιζομένων θυμιαμάτων. ἡ γὰρ εὐωδία συμβεβηκὸς οὖσα μεταβαίνει ὅμως ἐκ τοῦ μήλου καὶ τῶν θυμιαμάτων εἴς τε τὸν ἀέρα καὶ τὰ ἱμάτια, καὶ ἡ τοῦ μέλιτος γλυκύτης εἰς ὅλον τὸ μελίκρατον, καὶ σκορόδου καὶ ῥαφανίδος ἀλλοιωθέντων ἤδη ἐν τῇ γαστρὶ ἡ δυσωδία δήλη γίνεται τοῖς ὁμιλοῦσιν. ἀλλ' ἐπιστῆσαι χρή, ὅτι οὐκ εἶπεν Ἀριστοτέλης ἀδύνατον αὐτὸ χωρισθῆναι τοῦ ἐν ᾧ ἦν, ἀλλὰ τοῦ ἐν ᾧ ἔστιν. κἂν γὰρ τὸ πρότερον ὑποκείμενον ἀπολείπῃ, συνεχοῦς ὄντος τοῦ παντὸς ἢ κατὰ ἁφὴν ἢ κατὰ ἕνωσιν δύναται ἐφ' ἑτέροις μεταβαίνειν, μὴ ὄντος μεταξὺ κενοῦ. καὶ πῶς ποιότης ἐκτὸς οὐσίας μεταβήσεται; ἔσται γὰρ οὕτως χωριστὴ τὴν φύσιν, κἂν ἐν ἄλλῃ γίνεται μεταβαίνουσα. μήποτε οὖν ἄμεινον λέγειν ὅτι πᾶσα μὲν εὐωδία καὶ πᾶν τοιοῦτον συμβεβηκὸς μετὰ τῆς οἰκείας οὐσίας ἐστὶν καὶ οὐδέποτε ταύτης ἀποσπᾶται, ἡ δὲ οὐσία ποτὲ μὲν ἐξαπλοῦται μανουμένη καὶ ταῖς ἄλλαις οὐσίαις ἐγκατασπείρεται, ποτὲ δὲ μεταβάλλει εἰς ἑαυτὴν τὰ συνεχῆ καὶ πεφυκότα πάσχειν, ὅπερ ἐπὶ τοῦ πυρὸς ἐναργῶς ὁρᾶται· οὐ γὰρ ὁ ἐξ ἀρχῆς σπινθήρ ἐστιν ὁ πᾶσαν τὴν ὕλην ἐπινεμόμενος, ἀλλὰ τὸ ἐξ ἐκείνου κατ' ὀλίγον πολλαπλασιασθὲν πῦρ. μήποτε δὲ ἐκ τῶν προειρημένων δῆλον ὅτι ἡ εὐωδία τοῦ μήλου καὶ τῶν θυμιαμάτων συμπληρωτικαὶ τοῦ εἴδους οὖσαι οὐδὲ ἐν ὑποκειμένῳ ἂν λέγοιντο τῷ συμπληρουμένῳ. ὅτι δὲ καὶ οὐσία τις συνδιαφορεῖται ταῖς τοιαύταις εὐωδίαις, δηλοῖ ῥυτιδούμενον τὸ μῆλον καὶ δαπανώμενα τὰ θυμιάματα.

   Ἀλλὰ πῶς, φασίν, οὐχὶ καὶ αἱ ἄτομοι οὐσίαι, οἷον Σωκράτης καὶ Πλάτων, τῷ λόγῳ τῶν ἐν ὑποκειμένῳ ὑπαχθήσονται καὶ ἔσονται συμβεβηκότα, εἴπερ καὶ ἔν τινί ἐστιν ὁ Σωκράτης (ἐν τόπῳ γὰρ καὶ χρόνῳ) καὶ οὐχ ὡς μέρος καὶ ἀδύνατον χωρὶς εἶναι τόπου καὶ χρόνου; κἂν γὰρ τοῦδε [50] μεταστῇ τοῦ τόπου, πάντως ἐν ἄλλῳ ἔσται, ὡς ἐπὶ τῆς εὐωδίας ἐλέγετο. ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ τόπου λύειν ὁ Βόηθος ἔδοξεν εἰπὼν τὰ κινούμενα μὴ εἶναι ὅλως ἐν ᾧ ἦν τόπῳ· τοῦτο γὰρ ἐν τοῖς περὶ κινήσεως δεδεῖχθαι. τῷ δὲ αὐτῷ λόγῳ οὐδὲ ἐν χρόνῳ εἴη ἂν μερικῷ· ῥέοντος γὰρ συνεχῶς τοῦ χρόνου, ἄλλος ἀεὶ καὶ ἄλλος ἐστίν, ὥστε, εἴπερ ἄρα, ἐν τῷ καθόλου χρόνῳ ἐστίν. ἀλλὰ καὶ τοῦτο λύων ὁ Βόηθος πρῶτον μὲν οὐδὲ εἶναι τὸ καθόλου ἐν ὑποστάσει κατὰ τὸν Ἀριστοτέλη φησίν, εἰ δὲ καὶ εἴη, οὐ τὶ εἶναι· ὁ δὲ Ἀριστοτέλης ἔν τινι εἶπεν· ὥστε οὐ δύναται τὸ ἐν τινὶ ὂν ἐν τῷ καθόλου εἶναι. ῥᾳδίως δὲ ἂν αἱ τοιαῦται ἀπορίαι διαλύοιντο, εἰ τὸ ἐν τῷ ὑπάρχον συντάξομεν· τὸ γὰρ συμβεβηκὸς ἐνυπάρχει τῷ ὑποκειμένῳ, οὔτε δὲ τὰ ἐν τόπῳ οὔτε τὰ ἐν χρόνῳ ἐνυπάρχειν λέγοιτο. εἰ δέ τις τὸ ἐν τῇ ὕλῃ εἶδος περιλαμβάνεσθαι νομίζοι τῷ λόγῳ, διότι καὶ τοῦτο ἐν τῇ ὕλῃ ἐστὶν οὐχ ὡς μέρος αὐτῆς καὶ ἀχώριστόν ἐστιν ἀπ' αὐτῆς, εἴρηται πρότερον, ὅτι τὸ ἔν τινι νῦν ὡς ἐν συνθέτῳ οὐσίᾳ φησίν, ἐφ' ἧς καὶ ἡ οὐσία καὶ τὸ τὶ ἐπαληθεύειν δύναται.

   Ζητεῖν δὲ ἄξιον, διὰ τί μετὰ τὴν καθόλου οὐσίαν τὸ μερικὸν συμβεβηκὸς ἔταξεν καὶ οὔτε καθόλου τι οὔτε οὐσίαν. κἂν γὰρ τετραγωνικῶς αὐτὰ καταγράψῃς ἄνω μὲν τὰ καθόλου τάξας, κάτω δὲ τὰ μερικά, οὔτε τὰ κατὰ μῆκος οὔτε τὰ κατὰ πλάτος εὑρήσεις συντεταγμένα, ἀλλὰ τὰ διαγώνια. τούτου δὲ αἴτιον τὸ καὶ πᾶσαν μὲν διαίρεσιν, εἰ μέλλοι τὸ ἀπαράλειπτον ἔχειν, κατὰ ἀντίφασιν ὀφείλειν γίνεσθαι· ἐνταῦθα δὲ ἔτι μᾶλλον οἰκειοτέρα ἡ λῆψις ὡς τὸ καταφατικὸν τῷ ἀποφατικῷ, τὸ καθ' ὑποκειμένου τῷ οὐ καθ' ὑποκειμένου, καὶ τὸ ἀποφατικὸν τῷ καταφατικῷ ἀντιτιθεῖσα, τὸ οὐκ ἐν ὑποκειμένῳ τῷ ἐν ὑποκειμένῳ. τὸ δὲ καθ' ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν. ὅτι μὲν γὰρ τὸ καθόλου συμβεβηκὸς οὕτως ὀνομάζει, δῆλον ἂν ἐκ τῶν εἰρημένων εἴη· ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἐν τούτοις πᾶσιν τὰ καθόλου καὶ γενικὰ ὡς ἐν ὑποστάσει [51] ὄντα τίθησιν, ὥσπερ τὴν καθόλου ἐπιστήμην, καὶ δῆλον ὅτι αὕτη ἐν τῇ καθόλου ψυχῇ ἐστιν. καὶ πρὸ ὀλίγου δὲ τὰ ὄντα διεῖλεν εἰς τὰ καθόλου καὶ εἰς τὰ κατὰ μέρος, καὶ ἴσως τοῖς Πυθαγορείοις ἀκολουθῶν, ἀφ' ὧν τὴν περὶ τῶν δέκα γενῶν διδασκαλίαν παρέλαβεν.

p. 1b6 Ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ ἕως τοῦ οὐδὲν κωλύε   ται εἶναι.

   Καὶ τὸ ἐν ὑποκειμένῳ καὶ τὸ καθ' ὑποκειμένου αὐτὸς ὀνομάσας πρῶτος ἐδεῖτο σαφηνίσαι, τί ποτε βούλεται αὐτῷ τὰ ὀνόματα. πρότερον οὖν τὸ ἐν ὑποκειμένῳ ἐξηγησάμενος νῦν τί δηλοῖ τὸ καθ' ὑποκειμένου παρίστησιν, μᾶλλον δὲ πρότερον τί οὐ σημαίνει παραδίδωσιν, ἔπειτα οὕτως τίνα ἔχει δύναμιν. λέγει οὖν ὅτι τὰ ἄτομα· ταῦτα δέ ἐστιν τὰ μὴ τεμνόμενα διαφοραῖς καὶ διὰ τοῦτο οὔτε γένει ἢ εἴδει ἓν ὄντα, ἀλλὰ ἀριθμῷ μόνον, ὡς ἐν τῷ ἀριθμεῖσθαι τὸ ἓν ἔχοντα. ταῦτα οὖν κατ' οὐδενὸς ὑποκειμένου λέγεται· οὐ γὰρ ἔχει τι μερικώτερον ἑαυτῶν, οὗ κατηγορηθήσεται ὡς καθ' ὑποκειμένου. εἰ δὲ τὸ ὄνομα τοῦ Σωκράτους αὐτοῦ τοῦ Σωκράτους κατηγορεῖται ὡς ὑποκειμένου αὐτῷ, οὐ περὶ τῆς τοιαύτης κατηγορίας ὁ λόγος ἐστίν, ἀλλὰ τῆς ἄλλου κατ' ἄλλου συνωνύμως γινομένης, ὅπερ τοῖς ἀτόμοις οὐχ ὑπάρχει. εἰπὼν δὲ τὸ κοινὸν παντὸς ἀτόμου, ὅτι οὐκ ἔστιν καθ' ὑποκειμένου, καὶ τὴν διαφορὰν προστίθησιν· δυνατὸν γὰρ τὸ μέν τι ἐν ὑποκειμένῳ εἶναι, τουτέστιν συμβεβηκὸς εἶναι, τὸ δὲ δῆλον ὅτι οὐκ ἐν ὑποκειμένῳ, ὅπερ ἐστὶν οὐσία. μήποτε δέ, ἐπειδὴ αὐτὸς πρῶτος ταῦτα τέθεικεν τὰ ὀνόματα, ἵνα μή τις ἀκούσας τὸ μὴ καθ' ὑποκειμένου εὐθὺς αὐτὸ καὶ μὴ ἐν ὑποκειμένῳ ὑπολάβῃ ταὐτὸν ἐν ἑκατέρῳ τὸ ὑποκείμενον ἡγούμενος, διὰ τοῦτο τὸ μὲν μὴ καθ' ὑποκειμένου οὐδέν φησι κωλύει ἐν ὑποκειμένῳ εἶναι, ἄλλο γὰρ καὶ ἄλλο τὸ ὑποκείμενον· εἰ δὲ μηδὲν κωλύει ἐν ὑποκειμένῳ εἶναι, δῆλον ὅτι οὐδὲν κωλύει καὶ μὴ εἶναι ἐν ὑποκειμένῳ· τὸ γὰρ μερικὸν οὐδὲν κωλύει καὶ συμβεβηκὸς εἶναι καὶ οὐσίαν εἶναι.

p. 1b10 Ὅταν ἕτερον καθ' ἑτέρου κατηγορῆται ἕως τοῦ ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστιν καὶ ζῷον.

   Εἰπὼν τί οὐκ ἔστιν καθ' ὑποκειμένου, νῦν τί ἐστιν λέγει, ὅτι τὸ συνωνύμως καὶ ἐν τῷ τί ἐστιν κατηγορεῖσθαι, τοῦτό ἐστιν τὸ καθ' ὑποκειμένου [52] λέγεσθαι· τοῦτο δέ ἐστιν ὅταν τὸν λόγον τὸν ὁριστικὸν ἀποδιδόντες τοῦ ὑποκειμένου διὰ τοῦ κατηγορουμένου ἀποδιδῶμεν. ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν ἄνθρωπος, ζῷον ἐρεῖ. ὅταν οὖν ὡς καθ' ὑποκειμένου κατηγορῆται, οἷον ὁ ἄνθρωπος τοῦ Σωκράτους, καὶ τοῦ κατηγορουμένου ἄλλο τι κατηγορῆται καὶ αὐτὸ μὴ ὡς ἔτυχεν, ἀλλ' ὡς καθ' ὑποκειμένου καὶ συνωνύμως, οἷον τὸ ζῷον τοῦ ἀνθρώπου, καὶ τοῦ Σωκράτους τὸ ζῷον κατηγορηθήσεται· ἔσται γὰρ ὁ πρῶτος τρόπος οὕτως τοῦ πρώτου σχήματος, τοῦ μέσου ἐν ὅλῳ μὲν ὄντος τῷ μείζονι ἄκρῳ, κατὰ παντὸς δὲ τοῦ ἐλάττονος λεγομένου. τινὲς δὲ ἀποροῦσι, πῶς τοῦ ζῴου καθ' ὑποκειμένου τοῦ ἀνθρώπου λεγομένου, τοῦ δὲ γένους κατὰ τοῦ ζῴου, οὐκέτι τὸ γένος κατὰ τοῦ ἀνθρώπου κατηγορεῖται. ἀλλὰ πρόχειρος ἡ λύσις, ὅτι τὸ γένος, κἂν κατηγορῆται τοῦ ζῴου, ἀλλ' οὐχ ὡς καθ' ὑποκειμένου. ἦ γὰρ ἂν κατὰ παντὸς ζῴου κατηγορεῖτο· νῦν δὲ ζῷον μέν ἐστιν καὶ ὁ Σωκράτης, οὐ μέντοι γένος. οὐ γὰρ ἐν τῷ τί ἐστιν κατηγορεῖται τοῦ ζῴου τὸ γένος· ἐρωτηθέντες γοῦν τί ἐστιν ζῷον, οὐχὶ γένος, ἀλλ' οὐσίαν ἔμψυχον λέγομεν τὸ ζῷον εἶναι. οὐ γὰρ τὸ ὁπωσδήποτε κατηγορούμενον ὡς καθ' ὑποκειμένου κατηγορεῖται· ἐν γοῦν τῷ 'Σωκράτης περιπατεῖ' κατηγορεῖται μὲν τὸ περιπατεῖν, οὐ καθ' ὑποκειμένου δέ. δείκνυσιν μὲν οὖν, ὅπερ εἶπον, διὰ τοῦ νῦν ῥηθέντος καὶ τί ἐστιν τὸ καθ' ὑποκειμένου λέγεσθαι, ὅτι τὸ συνωνύμως κατηγορεῖσθαι· καὶ ἐκεῖνο δὲ μάλιστα διδάσκει, ὅτι οὗτινος ἂν καθ' ὑποκειμένου λέγηταί τι, καὶ ἡ κατηγορία, εἰς ἣν ἀνάγεται τὸ κατηγορούμενον, λέγεται κατ' αὐτοῦ. εἰ γὰρ τὸ ζῷον καθ' ὑποκειμένου λέγεται τοῦ ἀνθρώπου, ἀνάγεται δὲ τὸ ζῷον εἰς τὴν οὐσίαν, καὶ ὁ ἄνθρωπος εἰς τὴν οὐσίαν ἀναχθήσεται. καὶ διὰ τούτου τοῦ θεωρήματος τὰ καθ' ἕκαστα καὶ ἀπερίληπτα τῷ λογισμῷ διὰ τῶν οἰκείων ἐπαναβιβασμῶν εἰς τὰς δέκα κατηγορίας συναιρεῖται. ὅτι γὰρ οὐσία ἐστὶν ὁ Σωκράτης, οὐκ ἔστιν γνῶναι σαφῶς μὴ διὰ πολλῶν τῶν συνωνύμως ἀεὶ τῶν ὑφ' ἑαυτὰ κατηγορουμένων ὁδεύσαντα, τουτέστιν τῶν καθ' ὑποκειμένου λεγομένων· εἰ γὰρ ἄνθρωπος ὁ Σωκράτης, καὶ τὸ τοῦ ἀνθρώπου συνωνύμως κατηγορούμενον, ὥστε καὶ ζῷον, καὶ τὸ τοῦ ζῴου συνωνύμως κατηγορούμενον, ὥστε καὶ ἔμψυχον καὶ οὐσία. ἀλλ' εἰ τὸ καθ' ὑποκειμένου λέγεσθαι ταὐτόν ἐστι τῷ συνωνύμως κατηγορεῖσθαι, ἐπειδὴ καὶ ὁ ὁρισμὸς συνωνύμως κατηγορεῖται τοῦ κεφαλαιώδους (ὁ γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστιν), εἴη ἂν καὶ ὁ ὁρισμὸς τοῦ ἀνθρώπου καθ' ὑποκειμένου τοῦ ἀνθρώπου λεγόμενος· εἰ δὲ τοῦτο, οὐκέτι τὸ καθόλου σημαίνεται ὑπὸ τοῦ καθ' ὑποκειμένου. ἢ διὰ τοῦτο [53] Ἀριστοτέλης οὐχ ἁπλῶς εἶπεν 'ὅταν κατηγορῆταί τι ὡς καθ' ὑποκειμένου', ἀλλ' ὅταν ἕτερον καθ' ἑτέρου κατηγορῆται ὡς καθ' ὑποκειμένου· τὰ δὲ ὑπὸ τοῦ ὁριστικοῦ λόγου σημαινόμενα οὐκ ἔστιν ἕτερα τοῦ ὁριστοῦ. τινὲς δὲ αὐτὸ τοῦτο αἰτιῶνται τὸ ἕτερον εἰρῆσθαι τὸ καθ' ὑποκειμένου κατηγορούμενον τοῦ οὗ κατηγορεῖται· κατὰ γὰρ τοῦ ἀνθρώπου κατηγορεῖται τὸ ζῷον ὡς ζῴου καὶ τὸ χρῶμα τοῦ λευκοῦ ὡς χρώματος. καί φησιν ὁ Πορφύριος, ὅτι διττὴ ἡ ἐπίνοια τοῦ ζῴου, ἡ μὲν τοῦ κατατεταγμένου, ἡ δὲ τοῦ ἀκατατάκτου· κατηγορεῖται οὖν τὸ ἀκατάτακτον τοῦ κατατεταγμένου, καὶ ταύτῃ ἕτερόν ἐστιν. ὁ μέντοι Ἰάμβλιχος "οὐ τὰ γένη, φησίν, τῶν ὑποκειμένων κατηγορεῖται, ἀλλ' ἕτερα διὰ ταῦτα· ὅταν γὰρ λέγωμεν Σωκράτην ἄνθρωπον εἶναι, οὐ τὸν γενικόν φαμεν αὐτὸν ἄνθρωπον εἶναι, ἀλλὰ μετέχειν τοῦ γενικοῦ, ὥσπερ τὸ λευκὴν εἶναι τὴν ἄμπελον ταὐτόν ἐστιν τῷ λευκοὺς βότρυας φέρειν, κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸν καρπὸν οὕτως αὐτῆς καλουμένης. περὶ δὲ τούτων ἐν τοῖς Μετὰ τὰ φυσικὰ ἀκριβῶς διώρισεν Ἀριστοτέλης. νῦν δὲ κοινότερον κέχρηται ταῖς σημασίαις, ὡς καὶ ἡμεῖς ὅταν λέγωμεν τοὺς ὁρισμοὺς ἐκ γένους εἶναι καὶ διαφορῶν, οὐ κυρίως τὸ γένος ἐνταῦθα λαμβάνοντες, ἀλλ' ἀντὶ τῆς πτώσεως, ἧς ἐξηγητικόν ἐστιν τὸ μετέχειν τοῦ γενικοῦ". ἀλλ' ὅτι μὲν καθόλου βούλεται εἶναι τὸ καθ' ὑποκειμένου, ἐδήλωσεν τὰ ἄτομα εἰπὼν μὴ λέγεσθαι καθ' ὑποκειμένου, ὅτι δὲ συνωνύμως αὐτὸ δεῖ κατηγορεῖσθαι, ἐδήλωσεν διὰ τοῦ καὶ τῶν ὑπ' αὐτὸ κατηγορεῖσθαι· τοῦτο γὰρ ὑπάρχει τοῖς ἐν τῷ τί ἐστιν κατηγορουμένοις. τὸ δέ γε ἐν ὑποκειμένῳ ἔστιν μὲν ἐν τῷ ὑποκειμένῳ, οὐ μέντοι συνωνύμως κατηγορεῖται τοῦ ὑποκειμένου· οὐ γὰρ λέγεται ἡ ψυχὴ ἐπιστήμη. ὅταν οὖν τὸ αὐτὸ ἐν ὑποκειμένῳ τε ᾖ καὶ καθ' ὑποκειμένου, τουτέστιν ὅταν ᾖ καθόλου συμβεβηκός, δύο ὑποκείμενα θεωρητέον, τὸ μὲν ἐν ᾧ ἔστιν, τὸ δὲ καθ' οὗ λέγεται, καὶ τῷ μὲν ἐν ὑποκειμένῳ τὸ ἔστιν ἀποδέδοται, τῷ δὲ καθ' ὑποκειμένου τὸ λέγεται. εἴτε γὰρ ἔστιν τὰ καθόλου εἴτε ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχει, ἄλλης ἂν εἴη πραγματείας ζητεῖν· ὅτι μέντοι λέγεται κατὰ τοῦ ὑποκειμένου, δῆλον· νῦν δὲ καὶ ὡς οὖσιν Ἀριστοτέλης ἐχρήσατο. καὶ πρόδηλον μὲν ἐκ τῶν εἰρημένων, τίνι διαφέρει τὰ ἐν ὑποκειμένῳ τῶν καθ' ὑποκειμένου, λεγέσθω δὲ καὶ νῦν, ὅτι ἄλλο τὸ καθόλου ἐστὶν καὶ ἄλλο τὸ ἐν ἑτέρῳ ἐγγινόμενον. καὶ μέντοι τῶν μὲν καθ' ὑποκειμένου καὶ τὸ ὄνομα καὶ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου, τοῦ δὲ ἐν ὑποκειμένῳ [54] ὁ μὲν λόγος οὐδέποτε, τὸ δὲ ὄνομα πολλάκις κατηγορεῖται. καὶ μέντοι ἑκάτερον αὐτῶν ποτὲ μὲν συνδυάζεται τῷ ἑτέρῳ, ποτὲ δὲ οὔ· τὸ γὰρ καθ' ὑποκειμένου ποτὲ μὲν ἐν ὑποκειμένῳ ἐστίν, ποτὲ δὲ οὔ, καὶ τὸ ἐν ὑποκειμένῳ ποτὲ μὲν καθ' ὑποκειμένου, ποτὲ δὲ οὔ. καθόλου δὲ καὶ τὰ γένη καὶ τὰ εἴδη, ἐάν τε ἐπ' οὐσιῶν ᾖ ἐάν τε ἐπὶ συμβεβηκότων, κυρίως καθ' ὑποκειμένου λεχθήσεται. ἐδήλωσεν δὲ τοῦτο καὶ αὐτὸς εἰπὼν ὅτι τὰ ἄτομα καὶ ἓν ἀριθμῷ οὐκ ἔστιν καθ' ὑποκειμένου.

   Ἰστέον δὲ ὅτι καὶ Ἀνδρόνικος καὶ ἄλλοι δέ τινες οὐ μόνον τὰ ἐν τῷ τί ἐστιν κατηγορούμενα καθ' ὑποκειμένου κατηγορεῖσθαί φασιν, ἀλλὰ καὶ ἄλλα οἷον τὸ μουσικὸν κατὰ Ἀριστοξένου καὶ τὸ Ἀθηναῖος κατὰ Σωκράτους. καὶ ἴσως ἐκεῖνα ὅσα κατηγοροῦντές τινος ἐκεῖνο εἶναι λέγομεν αὐτὸ ὅπερ κατηγοροῦμεν (βαδίζειν μὲν γὰρ λέγοντες τὸν Σωκράτη οὐ λέγομεν βαδίζειν εἶναι τὸν Σωκράτη, Ἀθηναῖον δὲ εἶναι λέγομεν καὶ φιλόσοφον) καὶ ὅσα δὴ τούτων κατηγορεῖται, λεγόντων ἡμῶν ταῦτα ἐκεῖνα εἶναι, καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται· εἰ γὰρ ὁ Σωκράτης φιλόσοφος καὶ ὁ φιλόσοφος δὲ ἐπιστήμων, ἔσται καὶ ὁ Σωκράτης ἐπιστήμων. πάλιν δέ φασιν· εἰ τὸ σῶμα λευκὸν καὶ τὸ λευκὸν χρῶμα, ἔσται καὶ τὸ σῶμα χρῶμα. ἢ τὸ λευκὸν δύο σημαίνει, τήν τε ποιότητα καὶ τὸ κεχρωσμένον, καὶ τοῦ μὲν σώματος τὸ κεχρωσμένον κατηγορεῖται (οὐ γάρ ἐστι τὸ σῶμα λευκότης), τῆς δὲ ποιότητος τὸ χρῶμα ἀλλ' ἡ λευκότης· ὥστε οὐ τὸ χρῶμα κατηγορηθήσεται τοῦ σώματος, ἀλλὰ τὸ κεχρωσμένον.

p. 1b16 Τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων ἕως τοῦ καὶ τοῦ ὑποκειμένου ἔσονται.

   Ἐν τούτοις δέον εἰπεῖν, τί γένος καὶ τί διαφορὰ καὶ τίνα σχέσιν ἔχουσιν πρὸς ἄλληλα εἴς τε ἑτερότητα καὶ εἰς κοινωνίαν. τὸ τοίνυν γένος λέγεται μὲν πολλαχῶς, ὡς καὶ ἐν τῇ Εἰσαγωγῇ ἐδίδαξεν ὁ Πορφύριος· τὸ δὲ νῦν παραληφθὲν γένος ἐστὶν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, εἶδος δὲ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ [55] ἀριθμῷ ἐν τῷ τί ἐστιν κατηγορούμενον, διαφορὰ δὲ ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποιὸν εἶναι κατηγορουμένη. ἀλλὰ τῷ μὲν εἴδει διαφέρει, ὅσα τῷ λόγῳ τῆς οὐσίας ἀλλήλων κεχώρισται· τῷ δὲ ἀριθμῷ διέστηκεν, ὅσα συνδρομῇ συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ἀφωρίσατο. καὶ ἐν μὲν τῷ τί ἐστιν κατηγορεῖται, ὅσα ἐν τῷ λόγῳ τῷ τὸ τί ἦν εἶναι λέγοντι περιέχεται, τὸ οὐσιῶδες καὶ κοινὸν ἐν τῷ πράγματι δηλοῦντα· ἐν δὲ τῷ ὁποῖόν τί ἐστιν, ὅσα τὸ οὐσιῶδες μετὰ τῆς ποιότητος συνείληφεν· τὸ γὰρ λογικὸν οὐχ ἁπλῶς ποιότης ἐστίν, ἀλλὰ ζῳώδης ποιότης. καὶ δεῖ τὴν διαφορὰν οὐσιωδῶς καὶ κατὰ τὸ εἶναι χωρίζειν, ἀλλ' οὐ κατά τι συμβεβηκός. κἂν γὰρ ἀνθρώπου τὸ πλευστικόν ἐστιν, οὐκ ἔστιν αὕτη οὐσιώδης διαφορά, δεῖ δὲ τὴν διαφορὰν μέρος τῆς οὐσίας εἶναι· περὶ γὰρ τὴν οὐσίαν τὴν κεχωρισμένην ἰδιότητα ἀφορίζει. διαφέρουσι δὲ ἀλλήλων εἶδος καὶ διαφορὰ ὡς ὅλον καὶ μέρος· περιέχεται γὰρ ὑπὸ τοῦ ὅλου εἴδους ἡ συστατικὴ τοῦ εἴδους διαφορά, ὡς ὑπὸ τοῦ ἀνθρώπου τὸ λογικόν. ποτὲ δὲ καὶ ἀντὶ τοῦ ὅλου εἴδους ἡ διαφορὰ λέγεται, ὥσπερ τὸ ἀθάνατον καὶ θνητὸν ἀντὶ θεῶν καὶ ἀνθρώπων. τῶν δὲ διαφορῶν αἱ μὲν γενῶν εἰσιν, αἱ δὲ εἰδῶν. τοῦ μὲν οὖν γένους αἱ μὲν συστατικαί, ὅσαι κατὰ παντὸς λέγονται, αἱ δὲ διαιρετικαί, ὅσαι διῃρημένως μὲν κατ' αὐτοῦ οὐ λέγονται, ὁμοῦ δὲ πᾶσαι· τοῦ δὲ εἴδους εἰσὶν αἱ εἰδοποιοὶ μόναι, ὧν ἑκάστη κατὰ τὸ ἀντιδιῃρημένον πρὸς ἕκαστον τῶν εἰδῶν ἀφορίζεται, ἀλλ' οὐχ ἅμα πᾶσαι. ὥσπερ δὲ εἴδη πλείονα πρὸς ἓν γένος, οὕτως πολλαὶ διαφοραὶ πρὸς ἓν εἶδος συντελοῦσιν. ὁ δὲ Ἑρμῖνος τὰς συμπληρωτικὰς οὐκ ἀξιοῖ διαφορὰς καλεῖν, ἀλλὰ μόνας τὰς διαιρετικάς.

   Ἀλλὰ πῶς τὴν διαφορὰν κατὰ διαφερόντων τῷ εἴδει λέγομεν καὶ τὸ εἶδος κατὰ διαφερόντων τῷ ἀριθμῷ; ἰδοὺ γάρ τινες διαφοραὶ καθ' ἑνὸς εἴδους λέγονται, ὡς τὸ κοῦφον κατὰ τοῦ πυρός (καὶ γὰρ τὰ ἄλλα κοῦφα διὰ τὸ πύριον) καὶ τὸ βαρὺ κατὰ τῆς γῆς καὶ ὅλως αἱ ἔσχαται διαφοραὶ καθ' ἕκαστον εἶδος, ὡς ἐπὶ ἀνθρώπου τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, αἵτινες καὶ ἀντιστρέφουσιν πρὸς τὸ ὁριστόν· ἀλλὰ καὶ εἴδη τινά ἐστιν μοναδικὰ καὶ ἐν τοῖς αἰσθητοῖς, τὰ μὲν ἀίδια πάντα, ἥλιος καὶ σελήνη καὶ τῶν ἄλλων ἕκαστον, ἐν τοῖς γενητοῖς δέ, ὡς ἱστοροῦσιν, ὁ φοίνιξ τὸ ὄρνεον. πῶς οὖν τὸ εἶδος κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ λέγεται; ἢ τοῦτο μέν, κἂν μὴ ἅμα ὄντων τῶν ἀτόμων, ἀλλὰ κατὰ διαδοχήν, πολλῶν [56] κατηγορεῖται φοινίκων· ἐν δὲ τοῖς ἀιδίοις, εἰ μὴ κατὰ πλειόνων λέγεται, οὐδέ ἐστιν τοῦτο τὸ εἶδος τὸ νῦν ζητούμενον, τὸ ἀκατάτακτον καὶ ἐν πολλοῖς θεωρούμενον, ἀλλὰ τὸ ἐν ὕλῃ κατατεταγμένον μοναδικόν· ἐκεῖνο γάρ, κἂν εἰ πολλὰ εἴη τοιαῦτα, πᾶσιν ὑπάρχει. καὶ ἔοικεν τὸ τοιοῦτον εἶδος μέσον εἶναι τῶν τε ἀτόμων καὶ τῶν κυρίως εἰδῶν, τῷ μὲν μοναδικῷ τῶν ἀτόμων ὑπερέχον, τῷ δὲ ἐν ὕλῃ γενέσθαι ὑφειμένον τῶν κυρίως εἰδῶν. τὴν δὲ διαφορὰν ὁ μὲν Πορφύριός φησιν ὡς ἐπὶ τὸ πολὺ κατὰ πλειόνων εἰδῶν λέγεσθαι, οὐ γὰρ ἀεί· ὁ δὲ Ἰάμβλιχος "κἄν τινες διαφοραὶ μὴ κατὰ πλειόνων εἰδῶν λέγωνται, ἀλλ' οὕτως ἔχουσιν, φησίν, καὶ αὗται, ὥστε ὅσον ἐφ' ἑαυταῖς κατὰ πλειόνων ἂν ῥηθῆναι· ἰδικωτέρα δέ, φησίν, ἐστὶν διαφορὰ καὶ τῇ ἐνύλῳ φύσει συγγενεστέρα ἡ καθ' ἑνὸς εἴδους ὡρισμένως λεγομένη, ἀλλ' ὅμως καίπερ οὕτως διακειμένη δύναμιν ἔχει κατὰ τὸν ἑαυτῆς λόγον πλείοσιν εἴδεσιν ἑαυτὴν ἐνδιδόναι· εἰ δὲ ἄλλη τις συντυχία πραγμάτων τὴν τῶν ὑποδεχομένων εἰς πλῆθος διάστασιν οὐκ εἴασεν γενέσθαι, οὐδὲν τοῦτο ἐμπόδιόν ἐστιν πρὸς τὸν οἰκεῖον τῆς διαφορᾶς λόγον".

   Ἕτερα δὲ γένη ἐστὶν καὶ εἴδη καὶ διαφοραὶ τὰ ταῖς κατηγορίαις διαφέροντα, ὥστε καθ' ἑκάστην κατηγορίαν καὶ γένη καὶ εἴδη εἶναι καὶ διαφοράς. καὶ ὑπάλληλα δὲ γένη, ὧν τὸ ἕτερον ὑπὸ τὸ ἕτερόν ἐστιν, ὡς ὑπὸ τὸ ζῷον τὸ πτηνόν ἐστιν· οὐχ ὑπάλληλα δέ, ὧν μηδέτερόν ἐστιν ὑπὸ τὸ ἕτερον, ὡς ζῷον καὶ ἐπιστήμη. ἐπειδὴ γὰρ τῶν γενῶν καὶ τῶν εἰδῶν τὰ μέν ἐστιν γένη μόνον, ὡς μὴ ἔχειν ὑπὲρ ἑαυτὰ γένος, ὥσπερ ἡ οὐσία· τὰ δὲ εἴδη μόνον, ὡς μὴ ἔχειν μεθ' ἑαυτὰ εἶδος, ὥσπερ ὁ ἀετός· τὰ δὲ μεταξὺ τούτων, οἷον ζῷον καὶ ὄρνεον, ἃ καὶ εἴδη καὶ γένη ἐστίν, εἴδη μὲν ὡς πρὸς τὰ πρὸ ἑαυτῶν, γένη δὲ ὡς πρὸς τὰ μετὰ ταῦτα· τὸ γὰρ ὄρνεον εἶδος μέν ἐστιν τοῦ ζῴου, γένος δὲ τοῦ ἀετοῦ. ὑπάλληλα δὲ λέγεται, οὐχ ὅτι ἑκάτερον ὑπὸ τὸ ἕτερόν ἐστιν, ἐπεὶ οὕτω γε τὸ αὐτὸ τοῦ αὐτοῦ καὶ εἶδος ἔσται καὶ γένος, ἀλλ' ὅτι τὸ ἕτερον μόνον ὑπὸ τὸ ἕτερον. ὅταν δὲ μηδέτερον ὑπὸ τὸ ἕτερον ᾖ, τότε οὐκ ἔστιν ὑπάλληλα, ὡς ζῷον καὶ ἐπιστήμη· ἑκάτερον μὲν γὰρ γένος ἐστίν, οὔτε δὲ ἡ ἐπιστήμη τοῦ ζῴου εἶδός ἐστιν οὔτε τὸ ζῷον τῆς ἐπιστήμης. ὄντων οὖν ἑτέρων γενῶν καὶ τῶν μεταξὺ τοῦ τε ἀνωτάτου γένους καὶ τοῦ κατωτάτου εἴδους καὶ μέντοι τῶν ἀνωτάτω τῶν κατὰ τὰς κατηγορίας, ὅταν λέγῃ τῶν ἑτέρων γενῶν, [57] καὶ τὰ ἀνωτάτω ληπτέον ὡς ὄντα ἕτερα γένη καὶ τὰ μεταξύ, ὅταν μὴ ὑπάλληλα ᾖ, ὡς ζῷον καὶ ἐπιστήμη· καὶ γὰρ τὸ ζῷον μετὰ τὴν οὐσίαν τέτακται καὶ ἡ ἐπιστήμη μετὰ τὴν ποιότητα. τούτων οὖν τῶν ἑτέρων καὶ μὴ ὑπάλληλα γενῶν ἑτέρας εἶναι διαφοράς φησιν, οὐ μόνον τὰς διαιρετικάς, ἀλλὰ καὶ τὰς συστατικάς. ζῴου γὰρ διαφοραὶ διαιρετικαὶ τὸ λογικὸν καὶ τὸ ἄλογον ἢ πτηνὸν καὶ πεζόν, συστατικαὶ δὲ τὸ αἰσθητικὸν · τῆς δὲ ἐπιστήμης οὔκ εἰσιν αὗται διαφοραί. τῶν δὲ ὑπάλληλα αἱ μὲν τοῦ ἀνωτέρω συστατικαὶ πάντως εἰσὶν καὶ τοῦ κατωτέρω (συνωνύμως γὰρ κατηγορεῖται), τῶν δὲ τοῦ ἀνωτέρω διαιρετικῶν τινὲς μὲν συστατικαί εἰσιν τοῦ κατωτέρω, ὡς τοῦ ζῴου τὸ πτηνὸν συνίστησιν τὸ ὄρνεον, οὐκέτι μέντοι καὶ τὸ πεζόν· εἰσὶν δέ τινες αἱ αὐταὶ διαιρετικαὶ ἀμφοῖν· τῶν γὰρ ζῴων τὰ μέν ἐστιν ποηφάγα, τὰ δὲ σπερμοφάγα, τὰ δὲ σαρκοφάγα, καὶ τῶν ὀρνέων δὲ αἱ αὐταὶ ἂν εἶεν διαφοραί. ἑτέρας δὲ οὐχ ἁπλῶς εἶπεν τὰς διαφοράς, ἀλλὰ τῷ εἴδει ἑτέρας, ἐπειδὴ πολλάκις καὶ τῶν ἑτέρων γενῶν, οἷον ζῴου καὶ σκεύους, αἱ αὐταὶ δοκοῦσιν διαφοραί. καὶ γὰρ τῶν ζῴων τὰ μέν ἐστιν ὑπόποδα, τὰ δὲ ἄποδα, καὶ τῶν σκευῶν ὁμοίως ὑπόποδα μὲν κλίνη καὶ τράπεζα καὶ τρίπους καὶ τὰ τοιαῦτα, ἄποδα δὲ τὰ πολλά. ἀλλ' οὐκέτι τῷ εἴδει αἱ αὐταὶ διαφοραί εἰσιν, ἀλλὰ κατὰ ὁμωνυμίαν. οὐ γὰρ ταὐτόν ἐστιν τῷ εἴδει ζῴου ποὺς καὶ κλίνης· κατὰ μεταφορὰν γὰρ τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου λέγεται, τῷ ὀνόματι μόνον, ἀλλ' οὐχὶ καὶ τῷ πράγματι κοινωνούντων. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τῶν ἑτέρων γενῶν, ἀλλ' οὐχὶ τῶν ἑτερογενῶν δεῖ ὑπαναγινώσκειν. Ἑρμῖνος δὲ ἑτέρας τῷ εἴδει βούλεται εἶναι τὰς διαφορὰς τῶν μὴ ὑπάλληλα γενῶν ἀλλ' ἑτέρων, "διότι, φησίν, ἔστιν τινὰ γένη οὐχ ὑπάλληλα μέν, ἄμφω δὲ ὑφ' ἓν ἀναγόμενα, ὡς τὸ πτηνὸν καὶ τὸ πεζὸν ἄμφω ὑπὸ τὸ ζῷον, καὶ τούτων εἰσίν τινες αἱ αὐταὶ διαφοραί· καὶ γὰρ τοῦ πτηνοῦ τὸ μὲν δίπουν ἐστίν, τὸ δὲ τετράπουν, ὡς γρὺψ ἱστορεῖται καὶ σφίγξ, καὶ τοῦ πεζοῦ ὁμοίως· ἀλλ' οὐχὶ τῷ εἴδει αἱ αὐταί εἰσιν αὗται διαφοραί, ἀλλὰ γένει· ζῴου γάρ εἰσι πρώτως διαφοραί. διὰ τοῦτο, φησίν, τῶν μὴ ὑπάλληλα οὐχ ἁπλῶς ἑτέρας, ἀλλὰ τῷ εἴδει ἑτέρας εἶπεν τὰς διαφοράς· καὶ γὰρ αὗται τῶν μὴ ὑπάλληλα οὖσαι, κἂν [58] αἱ αὐταὶ δοκοῦσαι, ἀλλ' οὐ τῷ εἴδει εἰσὶν αἱ αὐταί, ἀλλὰ τῷ γένει". εἰ μέντοι ὁ Ἀριστοτέλης ἕτερα γένη καὶ μὴ ὑπάλληλα τίθεται οὐ μόνον ὧν μὴ ἔστιν θάτερον ὑπὸ τὸ ἕτερον, ἀλλὰ καὶ ὅσα μὴ ἄμφω ὑφ' ἓν ἀνάγεται (ταῦτα γὰρ τὰ ἑτερογενῆ, ὅσα μηδὲν ἔχει κοινὸν γένος, ὥσπερ καὶ ἑτεροειδῆ τὰ μὴ ἔχοντα κοινὸν εἶδος, ὡς δῆλον ἐκ τῶν παραδειγμάτων), οὐ χρεία τῆς τοιαύτης αἰτιολογίας. καὶ γὰρ εἰ ὁμογενῆ ἐστιν ὧν τὸ αὐτὸ γένος, ἑτερογενῆ ἂν εἴη ὧν ἕτερα τὰ γένη ἐστίν. ὁ μέντοι Πορφύριος τῶν ἑτέρων γενῶν ἑτέρας τῷ εἴδει τὰς διαφορὰς εἰρῆσθαί φησιν, διότι τῶν ὑπὸ τὰ ἕτερα γένη εἰδῶν ἕτεραί εἰσιν αἱ διαφοραί· ἕτερα γὰρ γένη ζῷον καὶ ἐπιστήμη καὶ τοῦ μὲν ζῴου εἶδός ἐστιν ὁ ἄνθρωπος, τῆς δὲ ἐπιστήμης ἡ μουσική, καί εἰσιν ἕτεραι τούτων αἱ διαφοραί, ὥστε εἴη ἂν λέγων ὅτι τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων αἱ κατὰ τὰ εἴδη διαφοραὶ ἕτεραι. κάλλιον δὲ ἴσως τὰς εἰδοποιοὺς ἀκούειν, ὡς καὶ αὐτὸς ὁ Πορφύριος προϊὼν ἀξιοῖ.

   Οἱ δὲ περὶ τὸν Νικόστρατον ματαιολογίαν ἐγκαλοῦσιν ἐν τούτοις· τίς γάρ, φησίν, ἀγνοήσει ὅτι ἐπιστήμη ἐπιστήμης οὐκ ἄν ποτε τῷ δίποδι διενέγκοι ἢ τετράποδι, ὥσπερ τὸ ζῷον; ἀλλὰ πρῶτον μέν, κἂν τοῦτο σαφές, οὐκέτι καὶ ἐκεῖνο ὁμοίως δῆλον, ὅτι τῶν ὑπάλληλα οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς· ἔδει δὲ περὶ ἀμφοῖν ἅμα τῶν ἀντικειμένων εἰπεῖν. ἔπειτα ὁρᾷς ὅτι οἱ περὶ τὸν Ἑρμῖνον τὸ ἕτερα καὶ μὴ ὑπάλληλα οὐ καλῶς ἐξεδέξαντο, νομίσαντες δυνατὸν εἶναι καὶ μὴ ὑπάλληλα ὄντα ὑφ' ἓν ἀνάγεσθαι γένος· οὕτως οὐκ ἦν πρόχειρος ὁ λόγος, κἂν τὰ παραδείγματα καλῶς ληφθέντα σαφῆ τὸν λόγον ποιῇ. αἰτιῶνται δὲ καὶ ‹ὅτι› ἐν τοῖς ὑπαλλήλοις γένεσιν ὅσαι τοῦ κατηγορουμένου φησὶν διαφοραί, τοσαῦται καὶ τοῦ ὑποκειμένου ἔσονται· ὄντων γὰρ ὑπαλλήλων τοῦ ζῴου καὶ τοῦ λογικοῦ ζῴου, ἐπειδὴ τοῦ ζῴου διαφοραί εἰσι τό τε λογικὸν καὶ τὸ ἄλογον, πῶς οἷόν τε τοῦ λογικοῦ ζῴου τὸ μὲν εἶναι λογικόν, τὸ δὲ ἄλογον; ἀλλ' ὁ μὲν Βόηθος ἐνδοὺς τῇ ἀπορίᾳ μεταγράφειν ἠξίου τὴν λέξιν οὕτως· ὥστε, ὅσαι τοῦ ὑποκειμένου διαφοραί, τοσαῦται καὶ τοῦ κατηγορουμένου ἔσονται· "αἱ γὰρ τοῦ μερικωτέρου διαφοραὶ καὶ τοῦ ὁλικωτέρου ἔσονται ἅτε τὸ μερικώτερον περιέχοντος, εἰ καὶ μὴ ὁμοίως καθόλου ἐπὶ τοῦ κατηγορουμένου, ὡς ἐπὶ τοῦ ὑποκειμένου λέγονται· τὸ γὰρ λογικὸν ἀνθρώπου μὲν παντὸς κατηγορεῖται, [59] ζῴου δὲ οὐκέτι παντός, ἀλλὰ τῶν ζῴων τὰ μέν ἐστι λογικά, τὰ δὲ ἄλογα. εἰ δὲ μένοι, φησίν, ἡ αὐτὴ γραφή, προσεκτέον τῷ οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς· συμπίπτει γάρ ποτε τοῦτο· τὸ γὰρ θνητὸν καὶ τοῦ ζῴου διαφορά ἐστιν καὶ τοῦ ἀνθρώπου". καὶ χάρις τῷ Βοήθῳ τὴν ἀρχὴν τῆς λύσεως ὑποδείξαντι. ἐπειδὴ γὰρ τοῦ ζῴου αἱ μέν εἰσιν διαιρετικαὶ διαφοραί, ὡς τοῦ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον, καὶ θνητὸν καὶ ἀθάνατον, αἱ δὲ συστατικαί, ὡς τοῦ ζῴου τό τε αἰσθητικὸν καὶ τὸ ἀφ' ἑαυτοῦ κινητόν, αἱ μὲν διαιρετικαὶ τοῦ κατηγορουμένου διαφοραὶ οὐ πᾶσαι τῷ ὑποκειμένῳ ὑπάρχουσιν (οὐ γὰρ δὴ καὶ αἱ ἀντικείμεναι· εἰ γὰρ τὸ λογικὸν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐ δήπου καὶ τὸ ἄλογον), αἱ μέντοι συστατικαὶ τοῦ κατηγορουμένου διαφοραὶ καὶ τῷ ὑποκειμένῳ πᾶσαι ὑπάρχουσιν· τὸ γὰρ αἰσθητικὸν καὶ τὸ ἔνδοθεν κινούμενον καὶ ἀνθρώπῳ καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρχει. τὸ οὖν οὐδὲν κωλύει εἴρηται διὰ τὸ μὴ πάσας ὑπάρχειν, ἀλλὰ τὰς συστατικὰς καὶ τῶν διαιρετικῶν τὰς οἰκείας τῷ μερικωτέρῳ, ὡς τὸ λογικὸν καὶ θνητὸν διαιρετικὰ ὄντα τοῦ ζῴου τῷ ἀνθρώπῳ ὑπάρχει, οὐ μὴν καὶ τὰ ἀντικείμενα αὐταῖς. εἰσὶν δὲ καὶ διαιρετικαὶ ἀμφοῖν διαφοραὶ αἱ αὐταὶ τῶν ὑπάλληλα γενῶν, ὡς εἴρηται πρότερον· καὶ γὰρ τοῦ ζῴου τὸ μέν ἐστι ποηφάγον, τὸ δὲ σπερμοφάγον, τὸ δὲ σαρκοφάγον, καὶ τοῦ ὀρνέου ὑπὸ τὸ ζῷον ὄντος αἱ αὐταὶ διαφοραί εἰσιν. ὁ μέντοι Ἀριστοτέλης αἰτίαν εἰπὼν τοῦ τὰς αὐτὰς διαφορὰς εἶναι τὸ τὰ ἐπάνω τῶν ὑπ' αὐτὰ γενῶν κατηγορεῖσθαι ἔοικεν τάς τε συστατικὰς τῶν ἀνωτέρω διαφορὰς τὰς αὐτὰς λέγειν καὶ τῶν κατωτέρω, καὶ τῶν διαιρετικῶν, ὡς εἶπον, τὰς οἰκείας. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι, ὅταν μὲν λέγῃ τῶν ὑπάλληλα γενῶν μηδὲν κωλύειν τὰς αὐτὰς εἶναι διαφοράς, ὡς περὶ ἐνίων ἀποφαίνεται καὶ οὐχ ἁπλῶς περὶ πασῶν, ὅταν δὲ προσδιορίζηται τὰ ἐπάνω τῶν ὑπ' αὐτὰ κατηγορεῖσθαι, καὶ ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσιν, τοσαύτας εἶναι καὶ τοῦ ὑποκειμένου, ὡς περὶ πασῶν καθόλου ἀποφαίνεται, μηδεμίαν αὐτῶν ὑπεξαιρούμενος. αὐτὸς δὲ τὴν ἀπορίαν ἔλυσεν ταύτην, ὡς εἶπον. εἰ γὰρ διότι τὰ ἐπάνω τῶν ὑποκάτω κατηγορεῖται, διὰ τοῦτο ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσιν, καὶ τοῦ ὑποκειμένου ἔσονται, δῆλον ὅτι οὐ πᾶσαι αἱ τοῦ ἐπάνω ἔσονται τοῦ ὑποκάτω, ἀλλ' αἱ συστατικαὶ μάλιστα καὶ τῶν διαιρετικῶν τινές. καλεῖ δὲ ὁ Ἰάμβλιχος τὰς μὲν συστατικὰς τοῦ γένους γενικάς, τὰς δὲ διαιρετικὰς εἰδικάς. ὥστε εἰ μηδαμῶς αἱ αὐταὶ εἶεν διαφοραί τινων γενῶν μηδὲ ταὐτὰ εἴδη, δῆλον ὅτι ἕτερά ἐστιν ἐκεῖνα τὰ γένη ἀλλήλων καὶ οὐχ ὑπάλληλα. ἐὰν οὖν τῶν δέκα [60] κατηγοριῶν ἕτεραι δειχθῶσιν διαφοραὶ καὶ ἕτερα τὰ εἴδη ἐκ τῆς ἑκάστου διαιρέσεως, δῆλον ὅτι ἕτερα γένη ἐστιν καὶ οὐχ ὑπάλληλα. χρήσιμος οὖν ἡ τοῦ θεωρήματος τούτου προδιάρθρωσις πρὸς τὸν περὶ τῶν κατηγοριῶν λόγον. δηλοῦσι δὲ καὶ αἱ πρὸς τὰς κατηγορίας ἐνστάσεις, ἃς φέρειν εἰώθασιν, ὅτι τὰ ὑπὸ τὸ αὐτὸ γένος διεῖλεν, ὡς τὸ ποιεῖν καὶ πάσχειν, ὑπὸ τὸ κινεῖσθαι ὄντα, ἢ ὅτι παρελείφθη τινὰ γένη, ὡς τὸ ὂν καὶ τὸ ἓν καὶ τὸ τὶ· καὶ μέντοι, εἰ μηδὲν κοινὸν ἔχοντα φανῇ τὰ γένη ταῦτα πρὸς ἄλληλα, δῆλον ὅτι οὔτε τὸ ὂν οὔτε τὸ ἓν οὔτε τὸ τὶ ὡς γένος κατηγορεῖται κατὰ τῶν δέκα γενῶν, εἴγε παντάπασιν παραλλάττει ταῦτα καὶ μηδὲν ἔχει κοινὸν πρὸς ἄλληλα.

p. 1b25 Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἕως τοῦ οἷον ἄνθρωπος, λευκόν, τρέχει, νικᾷ.

   Ταῦτα ἕπεται μὲν καὶ τῇ πρότερον παραδοθείσῃ διαιρέσει, ἐν ᾗ εἰς τὰ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς διῄρητο τὰ λεγόμενα· μετὰ γὰρ τὸ διελέσθαι τὰ σύνθετα καὶ ἁπλᾶ μόρια τῆς λέξεως εἵπετο διδάσκειν, εἰς πόσα καὶ τίνα γένη τὰ ἁπλᾶ ἀναφέρεται· κατ' ἄλλον δὲ τρόπον ἀκολουθεῖ ταῦτα τῇ προσεχῶς εἰς ἐλάχιστα γενομένῃ τῶν ὄντων διαιρέσει· μετὰ γὰρ τὴν εἰς ἐλάχιστα τομήν, ὧν οὐκ ἦν ἐλάττω λαβεῖν, ἔδει τὴν εἰς πλεῖστα παραθεῖναι, ἧς οὐκ ἦν ἐπὶ πλείονα διελεῖν. ἕπεται μὲν οὖν ἐκείνοις, προηγεῖται δὲ τῶν ῥηθησομένων, διότι τὴν ἐν τύποις γνῶσιν ἀεὶ δεῖ τῆς ἀκριβοῦς προλαμβάνεσθαι καὶ τὴν ἐν κεφαλαίοις προσειλημμένην τῆς κατὰ διέξοδον παραδιδομένης. ὁ γὰρ ὁλοσχερῆ τὴν ἔννοιαν προλαβὼν ῥᾷον παρακολουθήσει ταῖς κατὰ διέξοδον ἀνελίξεσιν. τριχῶς δὲ τῆς σημασίας αὐτῶν γινομένης, ἢ κατὰ τὴν ὀνομασίαν μόνην, ὅταν οὐσίαν λέγωμεν, ἢ ἀπὸ τῶν ὑποδειγμάτων, ὅταν λέγωμεν οἷον ἄνθρωπος ἢ ἵππος (τοῦτο γὰρ τὴν ὡς ἐν τύποις καὶ δι' αἰσθήσεως φαινομένην ὑπογραφὴν δηλοῖ), καὶ τρίτον κατὰ τὰς προχείρους ἐννοίας καὶ μηδέπω τεχνικάς, σπευδούσας δὲ ἤδη πρὸς τὴν ἀκριβῆ τελειότητα, ὁ μὲν Ἀριστοτέλης ἐνταῦθα μὲν διὰ τοῦ ὀνόματος καὶ ὑποδείγματος ἐδήλωσεν τὰ γένη λέγων ἔστιν δὲ οὐσία μέν, ὡς τύπῳ εἰπεῖν, οἷον ἄνθρωπος, ἵππος· ποσὸν δὲ οἷον δίπηχυ, τρίπηχυ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἐν δὲ τοῖς περὶ ἑκάστου λόγοις καὶ τὴν ἔννοιαν τὴν περὶ αὐτῶν ἀνεγείρειν πειρᾶται· ὁ δὲ Ἀρχύτας καὶ ἐν τῇ πρώτῃ εὐθὺς διδασκαλίᾳ εἰπὼν τὸ ὄνομα καὶ τὸ ὑπόδειγμα προσθεὶς ἐφ' ἑκάστου ἐπήγαγεν καὶ τὴν κατὰ τὴν ἔννοιαν ἰδιότητα, ὥσπερ ἐπὶ τῆς οὐσίας τὸ ὄνομα εἰπὼν [61] καὶ τὸ ὑπόδειγμα προσέθηκεν "ἁπλῶς πάντα ὅσα καθ' ἑαυτὰ ὑφέστηκεν"· ἡ γὰρ πρώτη ἔννοια τῆς οὐσίας οὕτως προσπίπτει ὡς καθ' ἑαυτὴν οὔσης. πάλιν τῆς ποιότητος τὸ ὄνομα καὶ τὰ ὑποδείγματα ἐκθέμενος καὶ ταῦτα διττά, τὰ μὲν περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, οὐ παραλείπει τὴν κατὰ ἔννοιαν ἰδιότητα λέγων "ἁπλῶς ὅσα συνυπάρχει τισίν"· μετὰ γὰρ τῆς ποιότητος αὕτη ἡ ἔννοια ἡμῖν συμπροσπίπτει ὡς συνυπαρχούσης τῆς ποιότητος καὶ τελειούσης τὴν οὐσίαν. τῆς δὲ ποσότητος κατὰ πάντα τὰ γένη τὰ ὀνόματα καὶ ὑποδείγματα ποιησάμενος, οἷον κατὰ τὸ πηλίκον, κατὰ τὴν ῥοπήν, κατὰ τὸ διωρισμένον, προσέθηκεν τὴν πρόχειρον ἔννοιαν εἰπὼν "ὅσα περὶ ἀριθμὸν ἢ κατὰ ἀριθμόν τι σημαίνει", τῷ δὲ πρός τι τὸ ἁπλῶς πρὸς ἄλληλα λέγεσθαι καὶ ἄνευ ἀλλήλων μὴ πεφυκέναι σημαίνεσθαι, τῷ δὲ ποιεῖν "ὃ ἁπλῶς ἐνέργειαν περί τι σημαίνει γινομένην", τῷ δὲ πάσχειν τὸ ἁπλῶς ὑπό τινος ἑτέρου πεφυκέναι μεταβάλλειν, τῷ δὲ ἔχειν τὸ "ἁπλῶς τὰ μὴ συνυπάρχοντα μηδὲ συμπεφυκότα, ἐπίκτητα δὲ ὄντα", τῷ δὲ κεῖσθαι τὸ ἁπλῶς σώματός πως ἔχοντος σχηματισμὸν σημαίνειν, τῷ ποῦ δὲ τὸ ἁπλῶς τόπον ἀφορίζειν, τῷ ποτὲ δὲ τὸ ἁπλῶς χρόνον σημαίνειν. δῆλον οὖν ὅτι οὐ τὴν κατὰ τὰς αἰσθήσεις μόνην οὗτος παράδειξιν ἐποιήσατο, ἀλλὰ καὶ τὴν κατὰ τὰς ἐννοίας ὑπογραφήν.

   Ἀλλὰ τὴν τομὴν ταύτην τὴν εἰς τὰ γενικὰ γένη γενομένην τί φήσομεν; ἆρα διαίρεσιν; καὶ πῶς ἂν εἴη διαίρεσις, εἰ μήτε ὡς γένος εἰς εἴδη διαιρεῖται μήτε ὡς ὅλον εἰς μέρη; οὔτε γὰρ ἔστιν τι κοινὸν τῶν δέκα κατηγοριῶν, ὁποῖον τὸ ὂν οἴονταί τινες ἢ τὸ τὶ, εἴπερ μὴ ἐπίσης πάντων κατηγορεῖται· γένους δὲ μὴ ὄντος οὐδὲ διαφορὰς εἶναι δυνατόν, εἰς ἃς τὸ γένος διαιρεθήσεται. ἀλλ' οὐδὲ ὡς ὅλον εἰς μέρη διαιρεῖται· οὐ γὰρ ἔστιν τι κοινὸν σύγκριμα τὸ τὸν μερισμὸν τοῦτον ὑπομένον. καὶ ὅλως οὔτε ὡς ὁμοιομερῆ εἴη ἄν τινος μέρη, ἀνόμοια ὄντα, οὔτε ὡς ἀνομοιομερῆ· εἴτε γὰρ τὸ ὄν τις τὸ ὅλον φησὶν εἴτε τὸ τὶ, ὁμοίως ἕκαστον ὂν καὶ τὶ λέγεται· καίτοι τοῖς ἀνομοιομερέσιν οὐχ ὑπάρχει τὸ τὰ μέρη καλεῖσθαι τῷ τοῦ ὅλου ὀνόματι. ἆρα οὖν τοῖς ἐπὶ στρατιᾶς ἔοικεν ἡ διαίρεσις τοῖς κατὰ λόχους συντεταγμένοις, ὥστε ὥσπερ λόχου λοχαγόν, οὕτως τὴν μὲν οὐσίαν ἐξηγεῖσθαι τῶν οὐσιῶν, τῶν [62] δὲ ἄλλων ἑκάστην τοῦ καθ' ἑαυτὴν πλήθους. ἀλλὰ τοῦτο τὴν συνέχειαν καὶ ἀλληλουχίαν ἀναιρεῖ τῆς διακοσμήσεως, εἴπερ μηδεμίαν κοινότητα τῶν πρώτων γενῶν ἀπολείπομεν. βέλτιον οὖν τὰς μὲν διαφορὰς τῶν γενῶν ἀφορίζεσθαι κατά τινας πρώτας ἰδιότητας, καθόσον δὲ περὶ τὴν οὐσίαν ἐστὶν τὰ συμβεβηκότα καὶ ἐν τῇ οὐσίᾳ ὑφίσταται καὶ συντάττεται πρὸς αὐτήν, κατὰ τοσοῦτον ἀφομοιωτέον αὐτὰ τοῖς ἀφ' ἑνὸς καὶ περὶ ἓν συνταττομένοις. ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος ἀξιοῖ. ὁ δὲ Ἑρμῖνος "ἀπαρίθμησις οὖν ἐστιν, φησίν, καὶ οὔτε διαίρεσις οὔτε μερισμός· οὐδὲν γὰρ ὅλον ἐπ' αὐτῶν οὔτε ὡς γένος οὔτε ἄλλον τρόπον ὅλον". ἀλλὰ πρὸς μὲν τὰ τοῦ θείου Ἰαμβλίχου ἐκ τῶν αὐτοῦ ῥητέον ὅτι τὸ ἀφ' ἑνὸς οὐκ ἀπὸ τῆς οὐσίας ληπτέον· οὕτως γὰρ οὐ τῶν δέκα τὴν ἀπαρίθμησιν, ἀλλὰ τὴν τῶν ἐννέα ποιησόμεθα· μᾶλλον δὲ ἀπὸ τοῦ ὄντος, ὅπερ ἐνταῦθα μὲν πολλαχῶς λεγόμενον εἰς τὰς δέκα κατηγορίας Ἀριστοτέλης διαιρεῖσθαι βούλεται, καὶ εἰκότως, ἐπειδὴ περὶ λέξεων σημαντικῶν ἐν τούτοις ὁ σκοπός· ἐν δὲ τῇ Μετὰ τὰ φυσικὰ ὡς ἀφ' ἑνὸς τοῦ ὄντος τὰ δέκα ἐν τάξει παράγεσθαί φησι, πρώτην ἐχούσης τάξιν τῆς οὐσίας καὶ περὶ αὐτὴν τῶν ἄλλων συνταττομένων. ὁ δὲ Ἑρμῖνος ἀμφιβάλλοντι ἔοικεν, εἰ τοσαῦτά ἐστιν τὰ γένη· γράφει γοῦν οὕτως· "διὸ εἰ μὲν μόνων τῶν λεχθησομένων εἰσὶν αἱ σημασίαι, τοσαῦτα ἂν εἴη τὰ πρῶτα γένη τοσαῦταί τε καὶ αἱ κατηγορίαι· εἰ δὲ καὶ ἄλλα παρ' αὐτά, οὐδὲ ἐκεῖνα ὁ λόγος διωθεῖται"· καίτοι τοῦ Ἀριστοτέλους πανταχοῦ τῷ πλήθει τούτῳ χρωμένου τῶν γενῶν καὶ οὔτε προστιθέντος οὔτε ἀφαιροῦντος, ἀλλ' ἐγκρίνοντος ἀεὶ τὴν εἰς δέκα διαίρεσιν, ὥσπερ καὶ εἰς τέσσαρα τὴν τούτων συναίρεσιν ἐποιήσατο.    Ἄλλοι δὲ πολλοὶ πρὸς αὐτὴν ἀμφεσβήτησαν, αὐτόθεν κατηγοροῦντες τῆς εἰς τοσοῦτον πλῆθος διαιρέσεως, ὥσπερ Ἀθηνόδωρος ἐν τῷ Πρὸς τὰς Ἀριστοτέλους μὲν Κατηγορίας ἐπιγεγραμμένῳ βιβλίῳ, μόνην δὲ τὴν εἰς τοσοῦτον πλῆθος διαίρεσιν ἐξετάζοντι. καὶ Κορνοῦτος δὲ ἐν οἷς Πρὸς Ἀθηνόδωρον καὶ Ἀριστοτέλην ἐπέγραψεν καὶ οἱ περὶ τὸν Λούκιον δὲ καὶ τὸν Νικόστρατον, ὥσπερ πρὸς τὰ ἄλλα πάντα σχεδόν, οὕτως καὶ πρὸς τὴν διαίρεσιν ἀντειρήκασιν. ληπτέον δὲ ἐν ὅροις ὡρισμένοις τὰς ἀντιλογίας τριχῇ διαστειλαμένους αὐτάς. καὶ γὰρ οἱ μὲν ὡς πλεονάζουσαν αἰτιῶνται τὴν διαίρεσιν, ἕτεροι δὲ ὡς ἐλλιπῆ καταμέμφονται, τρίτοι δέ εἰσιν οἱ ἄλλα ἀντ' ἄλλων εἰσῆχθαι γένη νομίζοντες· γεγόνασι δέ τινες καὶ πλείονα ἅμα ἐγκαλοῦντες, οἱ μὲν ἔλλειψιν ἅμα καὶ πλεονασμόν, οἱ δὲ πρὸς τούτοις καὶ [63] ἐνάλλαξιν τῶν γενῶν. λεγέσθωσαν δὲ ἐφ' ἑκάστου γένους ἀπορίαι τινὲς καὶ πρὸς αὐτὰς λύσεις, δι' ὧν τὸν τύπον τῆς ἀντιλογίας ἔστιν καταμαθεῖν, ἵνα μὴ πρὸς πάσας τιθέντες μηκύνωμεν.

   Λέγουσι τοίνυν οἱ πλεονασμὸν ἐγκαλοῦντες, ὡς οὐ καλῶς τῷ ποιεῖν τὸ πάσχειν ἀντέταξεν· ἐχρῆν γὰρ ἀμφοῖν ἓν κοινὸν γένος ἀφορίσασθαι τὸ κινεῖσθαι. πρὸς οὓς ῥητέον ὅτι τὸ ποιοῦν, καθὸ ποιεῖ, οὐ κινεῖται, ἀλλὰ κινεῖσθαι ποιεῖ, ἀκίνητον ὂν αὐτό. ἔνια δὲ τῶν ποιούντων ἐν τοῖς αἰσθητοῖς κατὰ συμβεβηκὸς κινεῖται διὰ τὸ συνδραμεῖν εἰς ταὐτὸ τὰς δύο ἀρχάς, τήν τε τοῦ ποιεῖν καὶ τὴν τοῦ πάσχειν. ἀλλ' ἴσως ἐχρῆν περὶ τοῦ ποιεῖν καὶ πάσχειν ἀπορεῖν, πῶς οὐχὶ ὑπὸ τὰ πρός τι ἀνάγεται· τὸ γὰρ ποιοῦν εἰς πάσχον ποιεῖ καὶ τὸ πάσχον ὑπὸ ποιοῦντος πάσχει. ἢ κατὰ μὲν τὴν συνάρτησιν ταύτην ὑπὸ τὸ πρός τι ἀναχθήσεται, κατὰ μέντοι τὴν ἐνέργειαν καὶ τὸ πάθος ἄλλην ἔχοντα φύσιν ἄλλα ποιεῖ γένη· καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων πρός τι, οἷον πατρὸς καὶ υἱοῦ, τὰ αὐτὰ ὡς μὲν καθ' αὑτὰ ὑφεστῶτα ὑπὸ τὴν οὐσίαν ἀνάγεται, κατὰ δὲ τὴν σχέσιν ὑπὸ τὰ πρός τι. ἀλλὰ πῶς τὸ κεῖσθαι οὐκ ἔστιν πάσχειν; πῶς δὲ τὸ ἔχειν οὐκ ἔστιν ποιεῖν; ἢ τὸ κεῖσθαι οὐδὲν μᾶλλον πάθος ἐστὶν ἢ ἐνέργεια· κεῖσθαι γάρ ἐστιν τὸ καθῆσθαι, τὸ ἑστάναι· λαμβάνεται δὲ ἐν τῇ κατηγορίᾳ οὐ κατὰ τὸ πάσχειν ἢ ποιεῖν, ἀλλὰ κατὰ τὴν ἐν ἄλλῳ ἵδρυσιν. οὕτως δὲ καὶ τὸ ἔχειν οὐ κατὰ τὸ ποιεῖν, οὐδὲν γὰρ ἧττον πάσχειν ἐστὶν τὸ ὡπλίσθαι ἢ ὑποδεδέσθαι, ἀλλὰ κατὰ τὸ περικεῖσθαι. ἄλλοι δὲ κατ' ἄλλον τρόπον αἰτιῶνται τὴν περιττότητα. οἱ γὰρ περὶ Ξενοκράτη καὶ Ἀνδρόνικον πάντα τῷ καθ' αὑτὸ καὶ τῷ πρός τι περιλαμβάνειν δοκοῦσιν, ὥστε περιττὸν εἶναι κατ' αὐτοὺς τὸ τοσοῦτον τῶν γενῶν πλῆθος. ἄλλοι δὲ εἰς οὐσίαν καὶ συμβεβηκὸς διατέμνουσιν· καὶ οὗτοι δὲ ταὐτόν πως δοκοῦσι τοῖς προτέροις λέγειν τὰ συμβεβηκότα πρός τι λέγουσιν, ὡς ἄλλων ἀεὶ ὄντων, καὶ τὴν οὐσίαν καθ' αὑτό. ῥητέον οὖν κοινῇ πρὸς ἀμφοτέρους, ὅτι τὴν εἰς ἐλάχιστα τομὴν τοῦ Ἀριστοτέλους ζηλώσαντες ἀτελῶς αὐτῆς ἥψαντο, τὸ καθόλου καὶ τὸ μερικὸν παραλείποντες. καὶ μέντοι τὰ συμβεβηκότα πολλὰ ὄντα γένη ἀποστενοῦσιν εἰς ἓν τῶν συμβεβηκότων τὸ πρός τι. διὰ τί δέ, φασίν, ἄλλου ἐστὶν τὰ συμβεβηκότα; καίτοι κυρίως μὲν ἄλλου μόνα τὰ πρός τί ἐστιν, εἰ δὲ ὅτι ὁπωσοῦν τινός ἐστιν, καὶ τὰ καθ' αὑτὸ ἄλλου ἐστίν· ὁ γὰρ Σωκράτης Σωφρονίσκου ἐστὶν καὶ ὁ ἀγρὸς τοῦ κτήτορος. εἰ οὖν οὕτως καὶ τὸ συμβεβηκὸς ἀναφέροιμεν πρὸς τὸ ὑποκείμενον, [64] οὐδὲν θαυμαστόν, ἐπεὶ αὐτὸ καθ' αὑτὸ φύσις ἰδία ἐστίν· καὶ ἡ ὕλη δὲ καὶ τὸ ὑποκείμενον αὐτὸ κατὰ τοῦτον τὸν λόγον πρός τί ἐστιν, καθὸ δὲ ἀρχή, καθ' αὑτό ἐστιν. οὕτως μὲν οὖν οἱ περὶ τὸν Ἰάμβλιχον καὶ Πορφύριον διατάττονται. μήποτε δὲ τὸ ἄλλου εἶναι τοῦτο καὶ τὸ πρός τι τὸ τοιοῦτον τῷ συμβεβηκότι ὑπάρχει, καθὼς ἀντίκειται πρὸς τὴν οὐσίαν καθ' αὑτὸ οὖσαν καὶ ἑαυτῆς οὖσαν· τῷ γὰρ καθ' αὑτὸ τὸ πρός τι καὶ τῷ ἑαυτοῦ τὸ ἄλλου ἀντίκειται· δηλοῖ δὲ καὶ Ἀριστοτέλης τὴν εἰς δύο ταύτην τομὴν παραλαβών. ἐκεῖνο δὲ ὀρθῶς ἴσως ἔχει λέγειν, ὅτι καλῶς ὁ Ἀριστοτέλης τὰς τοῦ συμβεβηκότος πολλὰς ἰδιότητας διεῖλεν οὐδὲ τὴν μίαν αὐτοῦ περίληψιν παραλιπών, ὥστε καὶ εἰς ὑποκείμενον καὶ τὰ περὶ τὸ ὑποκείμενον διαιρεῖ, ὅπερ εἵλοντό τινες, καὶ οὕτως πρὸς ὡρισμένον τὸ ὑποκείμενον ἀόριστα τὰ περὶ τὸ ὑποκείμενον ἀντιτίθησιν.

   Οἱ δὲ ἐλλείπειν ἀποφαινόμενοι τὴν διαίρεσιν, ὡς οἱ περὶ τὸν Νικόστρατον, διὰ τί, φασίν, τῷ μὲν ποιεῖν τὸ πάσχειν, τῷ δὲ ἔχειν οὐκ ἀντέθηκεν τὸ ἔχεσθαι; ἢ ἐχρῆν ἐφιστάνειν τοὺς ταῦτα λέγοντας, ὅτι τὸ ἔχεσθαι εἰς τὴν τοῦ κεῖσθαι κατηγορίαν ἐνέπιπτεν ἤδη διωρισμένην· ἔχει μὲν γάρ τις τὴν ἀσπίδα, ἔχεται δὲ ἡ ἀσπὶς ἐν τῷ οὑτωσὶ περικεῖσθαι· θέσις οὖν ἐστιν τοῦτο. ἀλλὰ διὰ τί, φασὶν οἱ περὶ τὸν Λούκιον, τοὺς συνδέσμους παραλέλοιπεν, εἰ λέξεις καὶ οὗτοι σημαντικαί; οὐ γὰρ δὴ ἄσημοι. ἢ ὅτι οὔτε προηγουμένη αὐτῶν ἐστιν ἡ σημασία, ἀλλὰ συσσημαίνουσιν, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν καὶ τὰς κορωνίδας, αἵτινες μετὰ τῶν γεγραμμένων σημαίνουσίν τι, αὐταὶ δὲ καθ' ἑαυτὰς οὐδὲν σημαίνουσιν· καὶ οἱ σύνδεσμοι γὰρ μετὰ τῶν ἄλλων μερῶν τοῦ λόγου κόλλῃ ἐοικότες συσσημαίνουσιν. τρίτον δὲ οὐδὲ λόγου στοιχεῖά εἰσιν οἱ σύνδεσμοι, ἀλλ' εἴπερ ἄρα, λέξεως μέρη· οὐδὲ γὰρ ἡ κόλλα τοῦ χάρτου μέρος ἐστίν· οὐδὲ λέγονται οὖν, ἀλλ' εἴπερ ἄρα, ἐκφωνοῦνται μόνον. καὶ ἔτι μέντοι ῥητέον ὅτι κἂν σημαίνωσιν οἱ σύνδεσμοι καὶ λεκτικῶς σημαίνειν συγχωρηθῶσιν, κατὰ σύνταξιν σημαίνουσιν καὶ κατὰ συμπλοκήν· νῦν δὲ περὶ τῶν ἄνευ συμπλοκῆς ὁ λόγος. ἐπιζητοῦσιν δὲ καὶ τὰ ἄρθρα ποῦ ταχθήσεται. καὶ περὶ τούτων δὲ ὁ αὐτὸς λόγος· καὶ γὰρ ταῦτα οἷον σύνδεσμοί εἰσιν τὰ [65] γένη προσσημαίνοντες τό τε ἄρρεν καὶ τὸ θῆλυ ἀορίστως· οὐ γὰρ τί ἐστιν δηλοῦσιν, διὸ καὶ ἀόριστα καλεῖται παρά τινων. ἀλλ' αἱ ἀποφάσεις καὶ αἱ στερήσεις αἵ τε διάφοροι τῶν ῥημάτων ἐγκλίσεις ἐν τίνι ταχθήσονται; ἢ πρὸς τοῦτο αὐτὸς Ἀριστοτέλης ἐν τοῖς ὑπομνήμασιν ἀπεκρίνατο· καὶ γὰρ ἐν τοῖς Μεθοδικοῖς καὶ ἐν ταῖς Διαιρέσεσιν καὶ ἐν ἑτέρῳ ὑπομνήματι οὗ ἐπιγραφὴ Τὰ περὶ τὴν λέξιν, ὅπερ εἰ καί τισιν οὐ δοκεῖ γνήσιον Ἀριστοτέλους, ἀλλά τινός ἐστι πάντως τῶν ἀπὸ τῆς σχολῆς, ἐν τούτοις προθεὶς τὰς κατηγορίας ἐπάγει "λέγω δὲ ταύτας σὺν ταῖς πτώσεσιν αὐτῶν" ἤτοι ἐγκλίσεσιν, ταῖς τε ἀποφάσεσιν καὶ ταῖς στερήσεσιν καὶ τοῖς ἀορίστοις συνέταξεν αὐτῶν τὴν διδασκαλίαν. ἔστιν οὖν τὸ ἀνυποδετεῖν τῆς αὐτῆς κατηγορίας, ἧς καὶ τὸ ὑποδεδέσθαι· καθόλου γὰρ ἐν τούτῳ ἔχουσαι τὸ εἶναι αἱ ἀποφάσεις καὶ αἱ στερήσεις ἐν τῷ τὰ ὄντα ἀναιρεῖν εἰκότως ἐπ' ἐκεῖνα ἀναπέμπονται, ἐν οἷς αἱ ἕξεις εἰσὶν καὶ αἱ καταφάσεις. ἀλλὰ τὸ ἕν, φασί, καὶ ἡ μονὰς καὶ τὸ σημεῖον πῶς οὐκ ἔξω πίπτει τῶν κατηγοριῶν; οὔτε γὰρ ποσόν ἐστιν, ὡς ἄν τῳ δόξειεν· οὔτε γὰρ συνεχές ἐστιν, ἅτε ἀμερὲς ὄν, οὔτε διωρισμένον· πᾶν δὲ ποσὸν ἢ συνεχὲς ἢ διωρισμένον εἶναι προσήκει, καὶ εἰ διωρισμένον, ἢ περιττὸν ἢ ἄρτιον. ἢ καὶ ὡς ἀρχὴ τῶν ἀριθμῶν καὶ ὡς μέτρον ἐν τῷ πρός τι καταταχθήσεται, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ. εἰ δὲ διττὸς ὁ ἀριθμός, ὁ μὲν ἀσώματος, ὁ δὲ σωματικός, ἔσται, ὡς καὶ ὁ Βόηθος ἂν φαίη, καὶ ἡ μονὰς διττή, ἡ μὲν οὐσία, ἡ ἐν τῷ νοητῷ ἀριθμῷ (τοῦτο δὲ καὶ Ἀριστοτέλει δοκεῖ), ἡ δὲ πρός τι ἢ ποσόν. ὕστερον δέ φησιν ὁ Βόηθος μήποτε ἄμεινον εἶναι ποσὸν φάναι· ὡς γὰρ λευκότης ἔχει πρὸς λευκόν, οὕτως καὶ ἡ δυὰς πρὸς τὰ δύο· εἰ οὖν ἐκεῖνα ἄμφω ποιόν, καὶ ταῦτα ποσόν. ἀντιλέγουσιν δὲ τῷ Ἀλεξάνδρῳ δυνατὸν λέγοντι μέρος τοῦ ποσοῦ τὴν μονάδα τιθέναι καὶ διὰ τοῦτο ἐν τῷ ποσῷ καταριθμοῦντι αὐτήν· ἀριθμὸς γάρ ἐστιν τὸ ἐκ μονάδων συγκείμενον πλῆθος. λέγουσιν οὖν ἀρχὴν εἶναι ἀριθμοῦ, ἀλλ' οὐχὶ μέρος ἀριθμοῦ· πανταχοῦ δὲ ἕτερον εἶναι τὴν ἀρχὴν καὶ τὸ οὗ ἐστιν ἀρχή, ὥσπερ καὶ τὸ σημεῖον διαστημάτων ἀρχὴ ὂν οὐκ ἂν εἴη διάστημα. ἀλλ' εἰ καὶ ἀρχὴ καὶ πρός τι ταῦτα, ἐπειδὴ πάντα τὰ πρός τι φύσιν ἔχοντα ἰδίαν οὕτως ἔχει καὶ τὸ πρός τι εἶναι, ὡς ὁ πατὴρ ἄνθρωπος ὢν καὶ οὐσία πρός τί ἐστιν κατὰ [66] τὸ πατήρ, ἔδει καὶ ἐπὶ τούτων εἰπεῖν ὅτι ὄντα ἀρχαὶ καὶ πρός τί εἰσιν, καθὸ ἀρχαί. μήποτε οὖν διττῆς οὔσης τῆς ἀρχῆς, τῆς μὲν συντεταγμένης, τῆς δὲ ἐξῃρημένης, ἡ συντεταγμένη ἐν τῷ αὐτῷ γένει ἐστίν, ὥσπερ καὶ τὸ μέσον καὶ τὸ πέρας· τάχα δὲ καὶ ἡ ἐξῃρημένη ἐν τῷ αὐτῷ γένει ἐστίν. εἰ γὰρ καὶ ἡ ἐξῃρημένη τοῦ ἀριθμοῦ μονὰς συνῃρημένος ἐστὶν ἀριθμός, ἐν τῷ αὐτῷ ἂν εἴη γένει τό τε συνῃρημένον καὶ τὸ διωρισμένον. καὶ γὰρ τοῦ εἴδους συνῃρημένου καὶ διακεκριμένου ὄντος καὶ τοῦ μὲν ὀνόματος τὸ συνῃρημένον ἢ ὡς οἱ Στωικοί φασι τὸ κεφαλαιῶδες δηλοῦντος, τοῦ δὲ ὁρισμοῦ τὸ διακεκριμένον, ἐν τῷ αὐτῷ ἂν εἴη γένει τό τε ὄνομα καὶ ὁ ὁρισμός. καὶ ἡ ὕλη δὲ καὶ τὸ εἶδος ἀρχαὶ οὖσαι τῆς συνθέτου οὐσίας οὐσίαι καὶ αὐταί εἰσιν, κἂν μὴ ἐνταῦθα παρελήφθησαν. καὶ περὶ τοῦ σημείου δὲ τὰ αὐτὰ καὶ ἀπορεῖν οἶμαι ἔξεστιν καὶ ἐπιλύεσθαι. βέλτιον δέ φασιν οἱ κλεινότεροι τῶν ἐξηγητῶν ὁμώνυμον τὸ ἓν ἀπολείπειν κατὰ τὰς δέκα κατηγορίας, ὥσπερ καὶ τὸ ὄν· τῶν δὲ ὁμωνύμων οὔτε διαίρεσις ἔστιν ἀφωρισμένη οὔτε εἰς ἓν γένος ἀναγωγή.

   Οἱ δέ γε τρίτοι λοιπὸν οἱ ἀνταλλαγὴν αἰτιώμενοι καὶ λέγοντες ἄλλα ἀντ' ἄλλων παρειλῆφθαι γενῶν τὴν κίνησίν φασι δεῖν ἀντὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν παραλαμβάνειν. οὔτε γὰρ εἰς ἄλλο γένος ἀνάγειν τὴν κίνησιν δυνατὸν οὔτε ἄλλο τι γένος αὐτῆς ἐν τῷ τί ἐστιν κατηγορεῖται· ἀλλ' οὐδὲ εἰς τὸ ποιεῖν ἀνάγεται· πολλαὶ γὰρ ἐν τῷ πάσχειν εἰσὶ κινήσεις· ἀλλ' οὐδὲ εἰς τὸ πάσχειν· ποῦ γὰρ αἱ ἐν τῷ ποιεῖν κινήσεις καταταχθήσονται; πρὸς οὓς ῥητέον ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἐν πάσαις θεωρεῖται ταῖς κατηγορίαις ὁμωνύμως ὑπάρχον αὐταῖς, διὸ ἐν οὐδεμιᾷ ἀφωρισμένως κατατέτακται. καὶ ἡ κίνησις τοίνυν ὁδὸς οὖσα ἀπὸ τοῦ δυνάμει εἰς ἐντελέχειαν ἄλλως μὲν ἐν τῇ οὐσίᾳ θεωρεῖται, γένεσις οὖσα ἢ φθορά, ἄλλως δὲ ἐν τῷ ποσῷ, αὔξησις καὶ μείωσις λεγομένη, ἄλλως δὲ ἐν τῷ ποιῷ, ὅταν ἀλλοίωσιν αὐτὴν ὀνομάζωμεν, καὶ ἄλλως ἐν τῷ ποῦ καὶ καθ' ἑκάστην κατηγορίαν ἄλλως. πῶς οὖν οἷόν τε μίαν κατηγορίαν εἶναι τὴν κίνησιν ὁμωνύμως καὶ αὐτὴν ὑπάρχουσαν; καὶ ἐπὶ τῆς στάσεως δὲ τῆς ἀντικειμένης τῇ κινήσει τὰ αὐτὰ ῥητέον. εἰ γάρ τις εἴη τῷ ὄντι στάσις, οὐκ ἐν τοῖς αἰσθητοῖς, ἀλλ' ἐν τοῖς νοητοῖς ἐκείνην ζητεῖσθαι προσήκει.

   Οἱ δέ γε Στωικοὶ εἰς ἐλάττονα συστέλλειν ἀξιοῦσιν τὸν τῶν πρώτων γενῶν ἀριθμὸν καί τινα ἐν τοῖς ἐλάττοσιν ὑπηλλαγμένα παραλαμβάνουσιν. ποιοῦνται [67] γὰρ τὴν τομὴν εἰς τέσσαρα, εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἔχοντα καὶ πρός τί πως ἔχοντα. καὶ δῆλον ὅτι πλεῖστα παραλείπουσιν· τό τε γὰρ ποσὸν ἄντικρυς καὶ τὰ ἐν χρόνῳ καὶ ἐν τόπῳ. εἰ γὰρ τὸ πῶς ἔχον νομίζουσιν αὐτοῖς τὰ τοιαῦτα περιλαμβάνειν, ὅτι τὸ πέρυσιν ὂν ἢ τὸ ἐν Λυκείῳ ἢ τὸ καθῆσθαι ἢ ὑποδεδέσθαι διάκειταί πως κατά τι τούτων, πρῶτον μὲν πολλῆς οὔσης τῆς ἐν τούτοις διαφορᾶς ἀδιάρθρωτος ἡ τοῦ πῶς ἔχειν κοινότης προσφέρεται κατ' αὐτῆς, ἔπειτα τὸ κοινὸν τοῦτο τὸ πῶς ἔχειν καὶ τῷ ὑποκειμένῳ ἁρμόσει καὶ τῷ ποσῷ μάλιστα· καὶ ταῦτα γὰρ διάκειταί πως.

   Ταῦτα μὲν οὖν πρὸς ἑκάστην τῶν ἐναντιολογιῶν ἔστιν ἰδίως ἀπολογούμενον εἰπεῖν· κοινῇ δὲ πρὸς πάντας λέγειν ὅτι τὰς εἰσαγωγικὰς πραγματείας οὐκ ἔδει πρὸς ἀκρίβειαν διακειμένας ἀπαιτεῖν· οὐ γὰρ ὑποφέρουσιν τὴν ἀκρίβειαν αἱ τῶν πρωτοπείρων ἀκοαί. δεύτερον ὅτι δύσκολος ἡ ἐπιχείρησις τὰς γενικωτάτας τῶν ὄντων διαφορὰς ἤτοι τὰς σημαντικὰς αὐτῶν λέξεις διελέσθαι, καὶ διὰ τοῦτο χρὴ μᾶλλον συναγωνίζεσθαι τῇ χαλεπότητι τῆς ἐπιχειρήσεως, ἀλλὰ μὴ κακοσχόλως αὐτῇ προσφιλονεικεῖν. τρίτον δὲ ἂν λέγοιμεν ὅτι καὶ πάντες οἱ ἄλλως διελόμενοι μείζοσιν ἂν ὑπάγοιντο τοῖς ἐγκλήμασιν, ὧν οἱ ἀκριβέστεροι δοκοῦντες οἱ Στωικοὶ τὴν εἰς τέσσαρα τομὴν ποιησάμενοι εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἔχοντα καὶ πρός τί πως ἔχοντα οἷα παραλείπουσιν εἴρηται πρότερον· εἰ δὲ καὶ οἱ νεώτεροι, οἷς εὐκολώτερον ἦν τὸ προσθεῖναι τὸ λεῖπον, καὶ αὐτοὶ ὅμως πολλὰ φαίνονται σφαλλόμενοι, πῶς οὐ χρὴ τοῖς πρώτοις ἐπιβάλλουσιν συγγνώμην ἔχειν, εἰ καὶ τῆς ἀκριβείας τι παραλιμπάνουσιν; ὅλως δὲ ὁ πρὸς τὴν διαίρεσιν ἢ ἀπαρίθμησιν ταύτην ἀντιλέγων ἴστω μὴ πρὸς Ἀριστοτέλη πρώτως, ἀλλὰ πρὸς τοὺς Πυθαγορείους καὶ Ἀρχύταν τὴν ἀντιλογίαν ποιούμενος, ὃς πρὸ τοῦ Ἀριστοτέλους τὴν εἰς δέκα γένη διαίρεσιν ἐποιήσατο.

   Εἰ δέ τις ἐπιθυμεῖ περιληπτικήν τινα διαίρεσιν ἀκοῦσαι τὰ δέκα γένη ταῦτα περιλαμβάνουσαν, τάχα ἂν εἴη τοιαύτη. ἐπειδὴ τὰ ὄντα πάντα ἢ ὑπάρξεις εἰσὶν καὶ δυνάμεις ἢ ἐνέργειαι, αἱ δὲ δυνάμεις μέσαι οὖσαι ταῖς ὑπάρξεσι μᾶλλον συνθεωροῦνται, διχῇ τὴν πρώτην διαιρετέον εἴς τε τὰς ὑπάρξεις αὐτὰς τὰς ἐνεργούσας ἢ πασχούσας καὶ εἰς τὰς ἐνεργείας. καὶ τὰς μὲν ἐνεργείας πάσας ἡ τοῦ ποιεῖν κατηγορία περιέχει, τὰ δὲ πάθη ἡ τοῦ πάσχειν. τῶν δὲ ὑπάρξεων αὐτῶν αἱ μὲν καθ' ἑαυτὰς ἔχουσι τὸ εἶναι, ἃς ἡ οὐσία πάσας περιείληφεν, αἱ δὲ ἐν ἄλλοις ὑφεστήκασιν. καὶ τούτων αἱ μὲν κατὰ σχέσιν θεωροῦνται, αἱ δὲ ἄσχετοί εἰσιν. καὶ τῶν ἀσχέτων αἱ μὲν κατὰ τὸν χαρακτῆρα καὶ τὴν οἷον μορφὴν τῶν σωματικῶν ὑπάρξεων θεωροῦνται, ὥσπερ αἱ κατὰ τὸ ποιὸν ἀφοριζόμεναι πᾶσαι, αἱ δὲ [68] κατὰ τὴν διάστασιν καὶ τὸν πληθυσμὸν ὥσπερ αἱ κατὰ τὸ ποσόν· δύο γὰρ αὗται ἄσχετοι διαφοραὶ τῶν ἐν ἄλλοις ὑφεστηκότων κατὰ ὕπαρξιν γενῶν θεωροῦνται. τῶν δὲ κατὰ σχέσιν αἱ μὲν πρὸς ἀντιστρέφοντα λέγονται, ἃς πάσας ἡ τοῦ πρός τι περιέχει κατηγορία, αἱ δὲ οὐ πρὸς ἀντιστρέφοντα· καὶ τούτων αἱ μὲν κατὰ τὴν πρὸς σώματα σχέσιν θεωροῦνται, αἱ δὲ κατὰ τὴν πρὸς ἀσώματα· καὶ τούτων ἡ μὲν κατὰ τὴν πρὸς τόπον, ἅπερ ἡ τοῦ ποῦ κατηγορία περιέχει, ἡ δὲ κατὰ τὴν πρὸς χρόνον, ἅπερ ἐν τῇ ποτὲ περιέχεται. τῶν δὲ κατὰ τὴν πρὸς σώματα σχέσιν ἡ μὲν κατὰ τὴν πρὸς ἐκεῖνα ἐφ' ὧν ἱδρύμεθα ἢ ἑστῶτες ἢ καθήμενοι ἢ ἀνακείμενοι, ἅπερ πάντα ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν ἀνάγεται, ἡ δὲ κατὰ τὴν πρὸς τὰ περικείμενα, ὅσα ἡ τοῦ ἔχειν κατηγορία περιείληφεν· τὰ γὰρ σώματα, πρὸς ἃ ἡ σχέσις ἡ τοιαύτη, οὕτως ἔχει ὡς ἢ ἡμᾶς ἐν ἐκείνοις ἢ ἐκεῖνα ἐν ἡμῖν ἱδρῦσθαι. τοιαύτη ἄν τις εἴη καὶ παρ' ἡμῶν ἡ παραμυθία πεπορισμένη τοῖς ἐκ διαιρέσεως ἀνελλιποῦς ἐπιθυμοῦσιν τὰ δέκα γένη λαβεῖν, καὶ αὕτη πολλὰς εὖ οἶδα ὅτι τοῖς ἀκριβολογεῖσθαι βουλομένοις εὐθύνας ὑφέξουσα. ὁ μέντοι θεῖος Ἰάμβλιχος καὶ αὐτὸς ἀπαράλειπτον τὴν τῶν γενῶν διαρίθμησιν δείκνυσι. πρῶτον μὲν ὑπόκειταί τι τοῖς πᾶσιν ἐφ' οὗ προϋπάρχοντος ἐγγίνεται τὰ ἐν αὐτῷ μόνως ὑφιστάμενα. ἔπειτα τὰ συνυπάρχοντα τῷ ὑποκειμένῳ συνθεωρεῖται· ταῦτα δέ ἐστιν ποιότης τε καὶ ποσότης, ἡ μὲν πληθύουσα, ἡ δὲ εἰδοποιοῦσα τὸ ὑποκείμενον. αἱ δὲ σχέσεις θεωροῦνται περὶ τὸ ὑποκείμενον, καθ' ἃς θεωροῦνται αἱ ἄλλαι κατηγορίαι. Ἀρχύτας δὲ Πυθαγορικῶς ἐπιχειρῶν ἐπὶ τὰς ἀρχὰς ἄγει πάσας τῶν ὄντων τὴν αἰτίαν τοῦ τῶν δέκα ἀριθμοῦ. τέχνην γὰρ πᾶσαν καὶ ἐπιστήμην φησὶν τεταγμένον τι εἶναι καὶ ὡρισμένον πρᾶγμα· τὸ δὲ τοιοῦτον ἐν ἀριθμῷ ἀφορίζεσθαι· τὸν δὲ σύμπαντα ἀριθμὸν δεκάδα εἶναι, καὶ εἰκότως ἄρα τὰ πάντα εἰς δέκα διῃρῆσθαι καὶ τὰ εἴδη πάντα δέκα εἶναι καὶ τοὺς εἰδητικοὺς ἀριθμοὺς δέκα ὑπάρχειν, ἔτι δὲ καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἔχειν δέκα μέρη· καὶ τὰ στοιχεῖα οὖν τοῦ παντὸς λόγου δέκα εἶναι. ἀλλὰ καὶ διὰ τῆς ἐπαγωγῆς δυνατὸν τὸ αὐτὸ παραμυθήσασθαι· ἔξεστι γὰρ προχειριζομένους ὁτιοῦν τῶν ὄντων ὁρᾶν ὅπως εἰς ἕν τι πάντως τούτων τῶν γενῶν ἀναφέρεται.

   Ἀλλ' ἐπειδὴ ταῦτα μετρίας ἔτυχεν διαρθρώσεως, εἰς τὴν λέξιν λοιπὸν εἰσελθεῖν εὔκαιρον. καὶ ὅτι μὲν περὶ φωνῶν ἐστι σημαντικῶν ὁ σκοπός, [69] ὡς πολλάκις ἐλέγετο, καθὸ σημαντικαί εἰσιν, ἐδήλωσεν εἰπών· τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν καὶ τὰ ἑξῆς. τὰ γὰρ πράγματα οὔτε λεγόμενά ἐστιν οὔτε σημαίνει, ἀλλὰ σημαίνεται. κἂν τῶν ὄντων δὲ αὐτῶν λέγῃ τις αὐτὸν ποιεῖσθαι τὴν διαίρεσιν ἢ τὴν ἀπαρίθμησιν, ἀλλὰ οὐχ ᾗ ὄντα, ᾗ δὲ σημαίνεται ὑπὸ τοιῶνδε φωνῶν, ἀλλά γε μόνον κατὰ τὴν πρὸς ἄλληλα σύνταξιν τῶν τε φωνῶν καὶ τῶν ὄντων γινώσκονται. εἰ μὲν δή φησι καὶ τὰ σημαινόμενα δέκα τὸν ἀριθμὸν καὶ τὰ σημαίνοντα ἴσα τούτοις, καὶ δῆλον ὅτι καὶ ἡ τῶν ἐννοιῶν τῶν περὶ αὐτῶν τῶν πραγμάτων διαίρεσις συμπεριλαμβάνεται. ἑνὶ γὰρ τῶν τριῶν διαιρεθέντι συνδιαιρεῖται καὶ τὰ λοιπὰ διὰ τὴν τῶν τριῶν πρὸς ἄλληλα συνάρτησιν· ἤρτηνται γὰρ ἀπὸ μὲν τῶν πραγμάτων τὰ νοήματα, ἀπὸ δὲ τῶν νοημάτων αἱ φωναί. ὥστε εἴ τις λέγοι τὴν φωνὴν εἶναι τοῦ νοήματος μόνου σημαντικὴν ἐπὶ τῶν καθόλου γενῶν καὶ τῶν κοινῶν πάντων, λέληθεν αὑτὸν ἀτιμότερα τὰ κοινὰ τῶν ἀτόμων ἀποφαίνων· καὶ γὰρ τὸ μὲν Σωκράτης τριττὸν εἶναι ὁμολογεῖ, τόν τε φιλόσοφον αὐτὸν καὶ τὴν περὶ αὐτοῦ ἔννοιαν καὶ τὸ ὄνομα τὸ τρισύλλαβον, τῶν δέ γε γενῶν ἕκαστον διχῶς ἀξιοῖ θεωρεῖν, κατὰ τὸ ὄνομα καὶ κατὰ τὸ νόημα μόνον. καίτοι καὶ ἡ φωνὴ μάταιος ἂν εἴη καὶ τὸ νόημα κενόν, εἰ μηδὲν τῶν ὄντων εἴη τὸ σημαινόμενον καὶ νοούμενον. οἱ δὲ ἀναιροῦσι μὲν τὴν τῶν κοινῶν φύσιν, ἐν δὲ τοῖς καθ' ἕκαστα αὐτὰ μόνοις ὑφεστάναι νομίζουσιν, αὐτὰ καθ' αὑτὰ μηδαμοῦ θεωροῦντες· καὶ περὶ μὲν τῆς κατατεταγμένης κοινότητος ὀρθῶς λέγουσιν, ἔδει δὲ καὶ τὴν ἐξῃρημένην ἐννοεῖν, ἀφ' ἧς ἐστιν ἡ κατατεταγμένη· πρὸ γὰρ τοῦ κατατεταγμένου τὸ ἐξῃρημένον καὶ πρὸ τοῦ ἄλλου ὄντος τὸ ἑαυτοῦ ὄν. εἰ [μὴ] ἄρα ἐκεῖνο τὸ ἐξῃρημένον καὶ τῶν μεθ' ἑαυτὸ πάντων αἴτιον, οὐ κατὰ τὴν κοινότητα μόνην θεωρητέον. οἷον τὸ πάντων αἴτιον τῶν ζῴων, ἀνθρώπων λέγω καὶ ἵππων καὶ τῶν λοιπῶν, ἢ οὐρανίων καὶ ἀερίων καὶ ἐνύδρων καὶ χθονίων, εἰ κατὰ μόνην ἐθεωρεῖτο τὴν τοῦ ζῴου φύσιν, μόνην ἂν τὴν κοινότητα τῶν ζῴων παρῆγεν· ἐπειδὴ δὲ καὶ τὰ εἴδη πάντα παράγει τῶν ζῴων, δηλονότι οὐ τῆς κοινότητος μόνης, ἀλλὰ καὶ τῶν διαφόρων εἰδῶν ἐστιν ἕνωσις συνῃρημένως προϋπάρχουσα, καὶ ἔστιν πάντα πρὸ πάντων, καὶ τὴν κοινότητα καὶ τὰς διαφορὰς παράγον κατὰ τὴν ἀμφοῖν ἐξῃρημένην ὑπεροχήν. μήποτε δὲ οὐδὲ ἐν τοῖς παραγομένοις [70] ὅλως ἐστὶν ἡ κοινότης τοιαύτη, οἵαν ἡμεῖς ἐννοοῦμεν ἀδιάφορον. ὅταν γὰρ οὐσίαν καὶ τὴν ψυχὴν λέγωμεν καὶ τὸ σῶμα, τί ἂν εἴη πάντῃ κοινὸν καὶ ἀδιάφορον ἔν τε ψυχῇ καὶ ἐν σώματι; ἀλλὰ καὶ τὸ κοινὸν δῆλον ὅτι διαφορεῖται μετὰ διαφορῶν ὑφιστάμενον, ἵνα καὶ σύμμετρον γένηται πρὸς τὰς διαφοράς· οὐ γὰρ ἂν ἡ τῆς ψυχῆς οὐσία ταῖς τοῦ σώματος διαφοραῖς συμπλακείη ποτέ. καὶ τὸ διάφορον μέντοι κεκοίνωται κατὰ τὴν ἀπὸ τοῦ ἑνὸς ἐνδοθεῖσαν ἕνωσιν τοῖς πᾶσιν, ἵνα μὴ διεσπασμένα πάντα ᾖ τὰ ὑφ' ἑνὸς παραγόμενα. ἀλλ' ἡμεῖς πολλοῦ μετέχοντες τοῦ συμπεφυρμένου τε καὶ τοῦ διεσπασμένου τήν τε κοινότητα αὐτὴν καθ' ἑαυτὴν ὡς ἀδιάφορον ἐξαιροῦμεν ταῖς ἐννοίαις, ἥτις οὔτε ἐν τοῖς ἀτόμοις ἐστίν· διαφορεῖται γὰρ αὕτη· οὔτε ἐν τοῖς πρὸ τῶν ἀτόμων· ἐκεῖνα γὰρ οὐ τὸ κοινὸν μόνον, ἀλλὰ καὶ τὸ διάφορον ἐν ἄλλῃ τινὶ φύσει προείληφεν ἡμῖν μὲν κατὰ ἀλήθειαν ἀγνώστῳ, αἰτίᾳ δὲ τῆς διαφορουμένης ταύτης κοινότητος καὶ τῆς κεκοινωμένης διαφορότητος· τὸ συναμφότερον γὰρ ἅμα παράγει. ὅταν οὖν Σωκράτης διαλεγόμενος τὸ ἐν πᾶσιν καλὸν καὶ τὸ ἐν πᾶσιν ἴσον προφέρειν δοκῇ, οὐχ ὅτι ἐστὶ τὸ ἐν τοῖς πολλοῖς καλὸν παντελῶς ἀδιάφορον, ἀλλ' ὅτι συμπεφυρμένην τέως ἡμῶν τὴν ἔννοιαν καὶ μὴ δυναμένην τὸ κοινὸν ἀπὸ τοῦ ἰδίου διιστᾶν ἡ διαλεκτικὴ μέθοδος διακρίνει καὶ τότε λοιπὸν τὰς διακεκριμένας ἐννοίας εἰς ἕνωσιν ἀντὶ τῆς συγχύσεως περιάγει (τοῦτο γάρ ἐστιν τὸ τῆς διαλεκτικῆς τέλος, ὡς καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης ἐδήλωσεν), μήτε οὖν τῷ Πλάτωνι ἤτοι τῷ Πλάτωνος διδασκάλῳ Σωκράτει μεμφώμεθα τὰ κοινὰ εἴδη πανταχοῦ διαλεκτικῶς ὑποδεικνύντι τὰ ἐν μεθέξει καὶ τὰ πρὸ τῆς μεθέξεως· ἔδει γὰρ τοὺς μόνας τὰς τῶν ἀτόμων διαφορὰς ἐννοοῦντας οὕτως τῆς τε ἐν τοῖς ἀτόμοις κοινότητος καὶ τῆς κοινῆς αἰτίας ὑπομιμνῄσκειν· μήτε δὲ τὸν Ἀριστοτέλη διαπαίζωμεν ὡς ἀγνοοῦντα τὰς κοινὰς φύσεις καὶ τὰς προϋπαρχούσας αἰτίας, τὸν λέγοντα μὴ γίνεσθαι ὅλως ἀπόδειξιν ἄνευ καθολικῆς προτάσεως, ἀλλ' ἐπαινῶμεν μᾶλλον ὡς θαυμαστῶς κατανοήσαντα ὅτι τὰ κοινὰ ταῦτα καὶ πάντῃ ἀδιάφορα αὐτὰ καθ' αὑτὰ οὐκ ἔστιν ἐν ὑποστάσει τῶν ὄντων, ἀλλ' ἡμεῖς ἀφελόντες αὐτὰ ἐν ταῖς ἡμετέραις ἐννοίαις καθ' ἑαυτὰ ὑπεστήσαμεν. ἀλλὰ ταῦτα μὲν μὴ καὶ πλείονα τοῦ δέοντος· [71] εἴρηται δὲ διὰ τοὺς μάτην διιστάναι τοὺς κλεινοτάτους τῶν φιλοσόφων φιλονεικοῦντας.

   Ἐπειδὴ δὲ καὶ τῶν ἁπλῶν φωνῶν εἰσίν τινες, αἵτινες κἂν ἁπλαῖ εἰσιν, ἀλλ' οὖν οὐδὲν σημαίνουσιν ἄνευ τῆς πρὸς ἄλληλα συμπλοκῆς, ὥσπερ οἱ σύνδεσμοι καὶ τὰ ἄρθρα καὶ αἱ προθέσεις, διὰ τοῦτο εἶπεν τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνειν ἢ ποσὸν ἢ ποιόν, ἵνα μὴ μόνον ἐκείνης τῆς κατὰ συμπλοκὴν σημασίας τῆς καταφάσεις ποιούσης καὶ ἀποφάσεις εἶεν κεχωρισμέναι αἱ τῶν γενικῶν σημαντικαὶ φωναί, ἀλλὰ καὶ τῶν ἁπλῶν μέν, κατὰ συμπλοκὴν δὲ μόνην σημαινουσῶν, ὡς τῶν εἰρημένων. ἀλλὰ πῶς τὸ ἀσύμπλεκτον δεῖ θεωρεῖν; πότερον τῇ φωνῇ ἢ τῇ δυνάμει καὶ τῷ σημαινομένῳ; εἰ μὲν γὰρ τῇ φωνῇ, συμβήσεται μὴ πᾶσαν ἁπλῆν φωνὴν μίαν μόνην δηλοῦν κατηγορίαν· τὸ γὰρ ζῶ, ὡς εἴρηται πρότερον, καὶ τὸ ἐγὼ προσσημαῖνον οὐσίαν ἅμα καὶ ἐνέργειαν ἢ πάθος δηλοῖ, καὶ τὸ ὕει, ἐπειδὴ καὶ ὅτι ὁ Ζεὺς σημαίνει, εἴς τε οὐσίαν καὶ εἰς τὸ ποιεῖν ἀναχθήσεται. εἰ δὲ πρὸς τὴν δύναμιν τὸ ἀσύμπλεκτον ὑποθοίμεθα, τὴν αὐτὴν λέξιν διαφόρους ἔχουσαν δυνάμεις ὑπὸ διαφόρους κατηγορίας ἀνάξομεν, ὡς τὸ αἰκίζομαι ὑπὸ τὸ ποιεῖν καὶ τὸ πάσχειν καὶ πάντα τὰ μέσα ῥήματα· καὶ τὸ βορέας δὲ τό τε πνεῦμα δηλοῦν καὶ τὸ κλίμα ὑπὸ τὴν οὐσίαν ἀναχθήσεται καὶ τὸ ποῦ. μήποτε οὖν πρὸς μὲν τὰς δυνάμεις ἀφορᾶν δεῖ τὰς σημαντικάς, διελόμενον δὲ αὐτὰς οὕτως ἑκάστην ὑπὸ τὴν οἰκείαν ἀνάγειν κατηγορίαν, κἂν ἡ αὐτὴ λέξις ᾖ, μὴ διαφερόμενον· καὶ γὰρ καὶ αἱ λέξεις καθὸ σημαντικαί εἰσιν παραλαμβάνονται. εἰ δὲ τὰ ἄνευ συμπλοκῆς ταῦτά ἐστιν, δηλονότι κατὰ συμπλοκήν ἐστι τὰ τούτοις ἀντικείμενα, τὰ ἐκ δυοῖν ἢ καὶ πλειόνων τελείων κατηγοριῶν συγκείμενα καὶ λόγον ποιοῦντα ὡς τὸ 'ἄνθρωπος περιπατεῖ'. οὔτε οὖν τὰ ὁμώνυμα οὔτε τὰ συνώνυμα οὔτε τὰ παρώνυμα, κἂν πλειόνων ἐφάπτεται, κατὰ συμπλοκὴν λέγεται, ἀλλ' οὐδὲ τὰ ὑποσύνθετα λεγόμενα κατὰ συμπλοκὴν ἂν εἴη, ὡς τὸ λιθοβολεῖ ψευδοδοξεῖ βουκολεῖ· οὐδὲ γὰρ ταῦτα ἐκ τελείων συνίσταται τῶν κατηγοριῶν· ἀλλ' οὐδὲ τὸ ἐκ πλειόνων λέξεων, ὅταν ἓν ᾖ καὶ τὸ αὐτὸ σημαινόμενον, ὡς ἐπὶ τῶν ὁρισμῶν. τὸ γὰρ 'ζῷον λογικὸν θνητόν' λόγος μέν ἐστιν, ἀλλ' οὔτε πλείονα σημαίνων, ἀλλ' ἓν μόνον, τὸν ἄνθρωπον, οὔτε ἐκ πλειόνων κατηγοριῶν συγκείμενος· οὐσίαι [72] γὰρ καὶ τὸ γένος καὶ αἱ οὐσιώδεις διαφοραί. δεῖ οὖν καὶ τὸ κατὰ συμπλοκὴν τῇ δυνάμει λαμβάνειν, ἀλλὰ μὴ τῇ λέξει, ὥστε ἐνίοτε μὲν ἁπλᾶς φωνὰς κατὰ συμπλοκὴν ῥητέον, ὅταν συμπεπλεγμένον εἴη νόημα ἐν αὐταῖς, ὡς ἐπὶ τοῦ ζῶ καὶ τοῦ ὕει, ἐνίοτε δὲ καὶ συνθέτους φωνὰς ἄνευ συμπλοκῆς ῥητέον, ὡς ἐπὶ τῶν ὁρισμῶν εἴρηται.

   Εἰ δὲ ταῦτα ἀληθῆ λέγομεν, ἐπιστῆσαι χρή, πῶς ὁ φιλόσοφος Συριανὸς τὴν εἰς τέσσαρα γενομένην πρότερον τῶν ὄντων διαίρεσιν τῶν κατὰ συμπλοκὴν εἶναί φησιν, ὅταν ἔλεγεν τὰ μὲν καθ' ὑποκειμένου λέγεσθαι, ἐν ὑποκειμένῳ δὲ μηδενὶ εἶναι καὶ τὰ ἑξῆς, τὴν δὲ εἰς δέκα τῶν ἄνευ συμπλοκῆς. γράφει δὲ ὁ Συριανὸς οὕτως· "διελὼν τὰς σημαντικὰς φωνὰς εἴς τε τὰς μετὰ συμπλοκῆς λεγομένας καὶ εἰς τὰς ἄνευ συμπλοκῆς κατ' ἀμφότερα τὰ τμήματα ταύτης τῆς διαιρέσεως τὴν τῶν ὄντων τομὴν ἐποιήσατο· τὴν μὲν γὰρ εἰς τέσσαρα κατὰ τὰς συμπεπλεγμένας φωνάς· ἑκάστη γὰρ ἐκείνων κατὰ συμπλοκὴν ἐδηλοῦτο τῶν φωνῶν· τὴν δὲ εἰς τὸν σύμπαντα ἀριθμόν, ἣν νῦν παραδίδωσιν, κατὰ τὰς ἁπλᾶς φωνάς." πῶς οὖν τὴν τετραδικὴν ταύτην συμπλοκὴν τῷ τῶν γενῶν ἀσυμπλόκῳ ἀντέθηκεν καίτοι τοῦ Ἀριστοτέλους τὴν κυρίως οὐσίαν, ἥτις ἐστὶ τῶν ἀσυμπλόκων, διὰ μιᾶς τῶν τεσσάρων τούτων συμπλοκῶν ὑπογράψαντος, ὡς μαθησόμεθα; "οὐσία γάρ ἐστιν, φησίν, ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ' ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν". ὅλως γὰρ τὸ καθόλου καὶ τὸ μερικόν, κἂν δοκῇ τοῦ ποσοῦ εἶναι, ἀλλ' εἰς πάσας ἀνάγεται τὰς κατηγορίας, ὥσπερ τὸ ἑνικὸν καὶ τὸ πληθυντικόν. διὸ ὅταν ἄνθρωπος εἴπω, κἂν ἕνα λέγω, οὐ γίνεται σύνθεσις οὐδὲ λόγος. ἄμεινον οὖν αὐτοῦ τοῦ Ἀριστοτέλους λέγοντος ἀκούειν, τίνα βούλεται εἶναι τὰ κατὰ συμπλοκήν, ὅτι ταῦτα ὅσα κατάφασιν ποιεῖ, ὥσπερ ἄνευ συμπλοκῆς οὐχ ὅτι τὸ καθ' ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ ἢ τὰ τούτοις ἀντικείμενα, ἀλλ' ὅσα κατάφασιν οὐ ποιεῖ. μετὰ γοῦν τὸ ἐν τύποις παραδειγματικοῖς τὰ δέκα γένη παραδοῦναι ἐπάγει· ἕκαστον δὲ τῶν εἰρημένων ἐν οὐδεμιᾷ καταφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται. ἡ δὲ μερικὴ οὐσία ἢ τὸ καθόλου συμβεβηκὸς ἢ ὅλως τι τῶν τεσσάρων ἐκείνων οὔτε κατάφασιν οὔτε ἀπόφασιν καθ' αὑτὴν ποιεῖ, ἀλλ' οὐδὲ ἀλήθειαν ἢ ψεῦδος σημαίνει, ὅπερ εἰς τεκμήριον παρέλαβεν ὁ Ἀριστοτέλης τοῦ τὰ ἁπλᾶ καθ' αὑτὰ μὴ ποιεῖν ἀποφαντικὸν λόγον· συνελογίσατο γὰρ ὅτι αἱ ἁπλαῖ φωναὶ οὔκ εἰσιν ἀποφαντικὸς λόγος, ὃν κατὰ [73] συμπλοκὴν εἶπεν γίνεσθαι, μέσον λαβὼν τὸ ἀληθεύειν καὶ ψεύδεσθαι τῷ μὲν ἀποφαντικῷ λόγῳ ὑπάρχον, ταῖς δὲ ἁπλαῖς φωναῖς μὴ ὑπάρχον. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τῆς καταφάσεως μόνης ἐχώρισεν τὰς ἁπλᾶς φωνάς, ἀλλ' οὐχὶ καὶ τῆς ἀποφάσεως, εἰπών· ἕκαστον δὲ τῶν εἰρημένων ἐν οὐδεμιᾷ καταφάσει γίνεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται. τοῦτο δὲ ἐποίησεν, διότι αἱ ἁπλαῖ φωναὶ καταφάσεως ἂν μᾶλλον φαντασίαν ποιήσαιεν ἢ ἀποφάσεως. θέσιν γὰρ καὶ αὗται σημαίνουσιν ὥσπερ αἱ καταφάσεις, ἀλλ' οὐκ ἄρσιν ἢ ἀναίρεσιν ὥσπερ αἱ ἀποφάσεις· οὐ γὰρ πρόσκειται τὸ ἀρνητικόν. αἷς οὖν εἰκὸς ἦν αὐτὰς συνταχθῆναι δι' ὁμοιότητα, τούτων αὐτὰς διακρίνει. ἐν οὐδεμιᾷ δὲ καταφάσει λέγεσθαι τὰς ἁπλᾶς φωνὰς εἶπεν ὑποσημαίνων τὰς τῶν καταφάσεων διαφοράς· τῶν γὰρ καταφάσεων καὶ ἀποφάσεων αἱ μέν εἰσιν καθόλου, αἱ δὲ ἐν μέρει, αἱ δὲ ἀπροσδιόριστοι. ταῦτα μὲν οὖν καὶ περὶ τῆς λέξεως εἰρήσθω.

   Εἰ δέ τις ἀπορεῖ, πότερον τὰ αἰσθητὰ μόνα καὶ γενητὰ διεῖλεν ἐν τούτοις ὁ Ἀριστοτέλης καὶ ἀπηριθμήσατο ἢ πάντα τὰ ὁπωσοῦν ὄντα, καὶ ὅλως πότερον ἄλλα ἐστὶ τὰ νοητὰ γένη ἢ τὰ αἰσθητά, ἢ τινὰ μὲν τὰ αὐτά, τινὰ δὲ ἕτερα· καὶ γὰρ εἰ μὲν ἄλλα, παραλέλειπται πάντῃ ἐκεῖνα· εἰ δὲ τὰ αὐτά, συνώνυμα ἔσται τὰ αἰσθητὰ τοῖς νοητοῖς· καὶ πῶς ἔσται κοινωνία τῆς αὐτῆς οὐσίας, ἐν οἷς τὸ πρότερον ἔστιν καὶ τὸ ὕστερον, καὶ τὸ μὲν παράδειγμα, τὸ δὲ εἰκών; εἰ δὲ ὁμωνύμως λέγονται ἐπὶ τῶν νοητῶν αἱ δέκα κατηγορίαι, οὐκ ἔσονται αἱ αὐταί, εἴπερ ὀνόματος μόνου τοῦ αὐτοῦ κοινωνοῦσιν, ἀλλὰ πλείω ἔσται τὰ γένη, οὐ περιληφθέντων τῶν νοητῶν. ἔτι δὲ πῶς οὐκ ἀπίθανον ἐν ἐκείνοις ἀτρέπτοις οὖσιν εἶναι τὸ πάσχειν καὶ τὰ πρός τι, παραφυάδι ἐοικότα ἐν τοῖς κατὰ τὰ αὐτὰ προηγουμένως ἑστῶσιν; εἰ δὲ τὰ μέν ἐστι κοινὰ νοητοῖς καὶ αἰσθητοῖς, τὰ δὲ ἴδια, παραλέλειπται ἡ τούτων διάρθρωσις. ταῦτα μὲν οὖν καὶ ὁ θειότατος Πλωτῖνος ἀπορεῖ καὶ οἱ περὶ τὸν Λούκιον καὶ Νικόστρατον. οἱ δὲ ταῦτα ἀποροῦντες ὑπαλλάττειν ἐοίκασιν τὴν ὑπόθεσιν. ὡς γὰρ περὶ τῶν ὄντων προηγουμένως τοῦ φιλοσόφου διδάσκειν ἐπαγγελλομένου, οὕτως προάγουσιν τὴν ἀπορίαν· λέγομεν δὲ ὅτι οὐ περὶ τῶν ὄντων ᾗ ὄντα ποιούμενος τὸν λόγον, ἀλλ' εἴπερ ἄρα, ᾗ ὑπὸ τοιῶνδε σημαίνεται φωνῶν, προηγουμένως μὲν περὶ τῶν τῇδε διαλέγεται· ταῦτα γάρ ἐστιν τὰ προσεχῶς ὑπὸ τῶν φωνῶν σημαινόμενα, διότι ταῦτα καὶ ἐγνώσθη πρῶτα καὶ πρῶτα τῶν ὀνομάτων τετύχηκεν, τὰ δὲ νοητὰ ἀθέατα. καὶ οἱ θεασάμενοι δὲ ἀπὸ τῶν αἰσθητῶν ὁρμηθέντες ὅτι ἄρρητα [74] ἐκεῖνα κατέλαβον· διὸ καὶ παρεγκλίνοντες ἔλεγον ἀνθρωπότητα ἢ αὐτοάνθρωπον ἢ πρώτως ἄνθρωπον. ὁ οὖν τῶν ὄντων φιλοθεάμων ἀπὸ τούτων μεταβαίνοι ἂν ῥᾳδίως ἐπὶ τὰ νοητά, τῇ ἀναλογίᾳ προσχρώμενος. ἐπεὶ ὅτι περὶ τῶν αἰσθητῶν διαλέγεται, περὶ ὧν καὶ ὁ πολὺς ἄνθρωπος τὴν ἐπίσκεψιν ποιεῖται, δῆλόν ἐστι πρῶτον μὲν ἐκ τοῦ τὴν παρὰ πᾶσι λεγομένην οὐσίαν προχειρίσασθαι, ἔπειτα ἐξ ὧν δυεῖν οὐσίαιν μνημονεύσας, αἰσθητῆς τε καὶ διανοητῆς, εἰς δὲ τὴν ὑπὲρ ταύτας μηδὲ ἀνελθὼν ὅλως τὴν αἰσθητὴν κυριωτέραν εἶναι τῆς διανοητῆς φησιν, ὡς ἐν τῷ περὶ τῶν αἰσθητῶν σκέμματι προηγούμενον ἔχουσαν λόγον, ἐν ᾧ καὶ ἡ διανοητὴ οὐσία οὐ κατὰ τὴν αὐτῆς φύσιν θεωρεῖται, ἀλλὰ κατὰ τὴν σχέσιν, ἣν ἔχει πρὸς τὴν αἰσθητήν, καθ' ἣν καὶ ἡμεῖς ἀπὸ μὲν τῆς αἰσθητῆς εἰς τὴν διανοητὴν ἀναβαίνειν δυνάμεθα, ἀπὸ δὲ τῆς διανοητῆς τὴν αἰσθητὴν καίτοι πολλῆς ἀπειρίας καὶ ἀοριστίας ἀναπλησθεῖσαν ὅρῳ περιλαμβάνομεν. οὐ μόνον δὲ ἐπὶ τῆς οὐσίας, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν τὰ αἰσθητὰ καὶ μερικὰ τῶν καθόλου καὶ διανοητῶν προτάττει, καὶ τοῦτο εἰκότως ποιεῖ, κατὰ τὰς σημαντικὰς φωνὰς τὴν διαφορὰν μετιών, αἳ πρώτως καὶ κυρίως ἐπὶ τῶν αἰσθητῶν ἐτάχθησαν καὶ τοῖς πολλοῖς ἀνθρώποις εἰσὶ γνώριμοι, καὶ διὰ τοῦτο, ὡς ἔοικεν, καὶ ἐν τοῖς ἄλλοις τριττὴν τὴν οὐσίαν εἰπών, τὴν μὲν κατὰ τὴν ὕλην, τὴν δὲ κατὰ τὸ εἶδος, τὴν δὲ κατὰ τὸ συναμφότερον, ἐν τούτοις , ἐπειδὴ κατὰ τὰς σημαντικὰς λέξεις τὰς τοῖς πολλοῖς γνωρίμους μέτεισι τὴν θεωρίαν, ἡ δὲ ὕλη φιλοσόφου δεῖται διανοίας καὶ τὸ εἶδος τὸ τοιοῦτον ὡς συμβεβηκὸς δοκεῖ τοῖς πολλοῖς. ὅτι δὲ ἡ κατὰ ἀναλογίαν αὕτη μετάβασις ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ ταῦτα προσήκει τῷ Ἀριστοτέλει, δῆλον, εἴπερ ὕλην καὶ εἶδος προϋποθέμενος ἀρχὰς ἐν τοῖς αἰσθητοῖς καὶ ἐν τοῖς νοητοῖς πάλιν κατὰ ἀναλογίαν τὰς αὐτὰς ἀποφαίνεται εἶναι καὶ ἑτέρας δὲ τῷ τρόπῳ τῆς ὑποστάσεως διαφερούσας. τί οὖν κωλύει καὶ ἐπὶ τῶν δέκα γενῶν τὴν κατὰ ἀναλογίαν ταὐτότητα ἐπί τε τῶν νοητῶν καὶ ἐπὶ τῶν αἰσθητῶν μετὰ τῆς ἑτερότητος διασῴζεσθαι; εἰ οὖν δέκα μὲν ἐνταῦθα γένη, δέκα δὲ καὶ ἐν τῷ νοητῷ τὰ αὐτά, ἆρα ὁμώνυμος ἢ συνώνυμός ἐστιν ἡ κοινωνία τῶν τῇδε πρὸς ἐκεῖνα; ἢ οὔτε ὁμώνυμος οὔτε συνώνυμος ἁπλῶς, ἀλλ' ὡς ἀφ' ἑνὸς καὶ πρὸς ἕν. τῇ γὰρ διὰ τῶν μέσων ἐπιπλοκῇ συνέχεια μία συνάγεται τῶν πρώτων τε καὶ τελευταίων γενῶν, ἥτις οὔτε [75] συγχεῖ τὰ ἔνυλα τοῖς ἀύλοις, πεπέρασται γὰρ ἐν τοῖς ἰδίοις ὅροις ἑκάτερα, οὔτε διασχίσει αὐτὰ ἀπ' ἀλλήλων διὰ τὸ κοινοῖς συνδέσμοις συνέχεσθαι καὶ ἐξηρτῆσθαι ἀεὶ τῶν κρειττόνων τὰ καταδεέστερα, ἀλλ' ἀντὶ τούτων τὴν αὐτὴν κοινωνίαν καὶ συνέχειαν τῶν γενῶν διατείνει, πάντα τοῖς ἀλύτοις δεσμοῖς τῆς ὁμοιότητος τὰ ὅλα συμπεραίνουσα. διὰ τοῦτο καὶ Πλάτων ἐν Παρμενίδῃ τὸ ἓν διὰ πασῶν μὲν διατείνει τῶν ὑποθέσεων, εἴτε περὶ θεοῦ εἴτε περὶ νοῦ εἴτε περὶ ψυχῆς ἢ σώματος ὁ λόγος γένοιτο, κατὰ τὴν ἐπὶ πάντα προϊοῦσαν διαφορουμένην κοινότητα. ἀλλὰ πῶς ἐκεῖ τὸ πάσχειν καὶ τὰ πρός τι καὶ τὸ κεῖσθαι καὶ τὰ τοιαῦτα; ἢ δυνατὸν μὲν καὶ ταῦτα κατὰ ἀναλογίαν ἐκεῖ θεωρεῖν, εἴπερ μεθέξεις ἀπ' ἀλλήλων καὶ ἱδρύσεις ἐν ἀλλήλοις καὶ ἐπ' ἐκείνων εἶναι λέγομεν καὶ τὰ μὲν αἴτια, τὰ δὲ αἰτιατὰ ὑμνοῦμεν. εἰ δέ τις ἄλλως ἀκούων τοῦ πάσχειν καὶ τοῦ πρός τι μὴ ἀξιοῖ θεωρεῖν αὐτὰ ἐν τοῖς νοητοῖς, οὐκ ἀπίθανον λέγειν ὅτι δέκα ὄντων τῶν ὅλων γενῶν ἐν μὲν τοῖς συνθέτοις πάντα ἔστιν, καὶ ἐν τούτῳ τὴν σύνθεσιν ἐνδεικνυμένοις (καὶ γὰρ ἐν τοῖς μερικωτέροις ἀεὶ πλείονά ἐστιν τὰ ὑπάρχοντα, κατὰ μερισμὸν πλεοναζομένοις· διόπερ καὶ ἐν τῷ Σωκράτει τὰς δέκα κατηγορίας ὁ Ἀρχύτας ἐπιδείκνυσιν), ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὑπάρχει, ἀλλὰ μόνα τὰ τοῖς ἁπλουστάτοις προσήκοντα γένη. καὶ οὐκ ἂν εἴη διὰ τοῦτο ἡ διαίρεσις ἐλλείπουσα τῶν γενῶν· οὐ γὰρ εἴ τινα μὴ μετέχει τῶν ὅλων γενῶν, ἐλλιπὴς ἡ διαίρεσις δείκνυται, ἀλλ' ἐάν τι τῶν προτεινομένων ἔξω πίπτει τῆς εἰς τὰ δέκα γένη ἀναγωγῆς, τότε ὁ καθόλου λόγος τῶν κατηγοριῶν ἐνδεὴς ἔσται.

Περὶ οὐσίας.

p. 211 Οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ' ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος.

   Πρότερον μὲν ἐν τάξει πάντα τὰ γένη κατηριθμήσατο, ὑποτυπωτικὴν αὐτῶν τὴν διδασκαλίαν διὰ παραδειγμάτων ποιησάμενος· νῦν δὲ ἕκαστον προχειριζόμενος τὴν ἀκριβεστέραν ὡς οἷόν τε παράδοσιν αὐτοῦ ποιεῖται, τήν τε ἔννοιαν δι' ὑπογραφῆς ἐπιδεικνύων καὶ τὰ παρακολουθοῦντα καὶ τὰ ἴδια ἀνακαθαιρόμενος. οὕτως δὲ καὶ Ἀρχύτας ἐποίησεν. προτάττει δὲ τῶν [76] ἄλλων τὴν οὐσίαν, καὶ τὴν αἰτίαν αὐτὸς προϊὼν ἐρεῖ· πάντα γὰρ τὰ ἄλλα ἢ οὐσίαι εἰσὶν ἢ ἐν ταῖς οὐσίαις τὸ εἶναι ἔχει· εἰ οὖν αὐτὴ μὲν καθ' αὑτὴν ὑφεστῶσα ἡ οὐσία οὐδενὸς δεῖται τῶν ἄλλων, τὰ δὲ ἄλλα δεῖται τῆς οὐσίας, καὶ εἰ τοῦ εἶναι ὅλως καὶ τοῖς ἄλλοις ἡ οὐσία μεταδίδωσιν, εἰκότως προτετίμηται τῶν ἄλλων ἡ οὐσία. καὶ γὰρ τὰ μὲν ἄλλα τὰ τῇ οὐσίᾳ συμβεβηκέναι λεγόμενα αὐτῆς ἐστιν τῆς οὐσίας, ἡ δὲ οὐσία οὐδενὸς τῶν ἄλλων, ἐστίν, ἀλλ' ἑαυτῆς· διὸ καὶ καθ' ἑαυτὴν ὑφεστάναι δύναται μόνη τῶν ἄλλων, καὶ συναναιρεῖ μὲν ἑαυτῇ τὰ ἄλλα, οὐ συναναιρεῖται δὲ ὑπ' ἐκείνων. καὶ Ἀρχύτας δὲ περὶ τῆς τάξεως τάδε γέγραφεν· "ἁ δὲ τάξις αὐτῶν ὧδε ἔχει· πρώτα μὲν γὰρ τέτακται ὠσία διὰ τὸ μόναν ταύταν ὑποκεῖσθαι τοῖς ἄλλοις καὶ αὐτὰν καθ' ἑαυτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἄλλας μὴ ἄνευ ταύτας· ἤτοι γὰρ κατ' αὐτᾶς ἢ ἐν αὐτᾷ ὑποκειμένᾳ κατηγορεῦνται".

   Ἀποροῦσι δὲ καὶ πρὸς τὸν περὶ τῆς οὐσίας λόγον ὅ τε Πλωτῖνος καὶ οἱ περὶ τὸν Νικόστρατον, πῶς ἓν γένος ἡ οὐσία· εἰ γὰρ κοινόν τι καὶ τῆς νοητῆς καὶ τῆς αἰσθητῆς εἴη, πρὸ ἀμφοῖν ἔσται καὶ ἀμφοῖν κατηγορηθήσεται, καὶ δῆλον ὅτι οὔτε σῶμα οὔτε ἀσώματον ἔσται, ἵνα μὴ τὸ σῶμα καὶ ἀσώματον γένηται καὶ τὸ ἀσώματον καὶ σῶμα. πρὸς δὴ ταῦτα δυνατὸν μὲν καὶ τὰ πρότερον εἰρημένα λέγειν, ὅτι περὶ τῆς αἰσθητῆς καὶ φυσικῆς οὐσίας ὁ λόγος καὶ τῆς ἐν ταύτῃ διανοητῆς, ὡς καὶ Ἀρχύτας ὁ ταύτης ἄρξας τῆς διδασκαλίας διορίζεται σαφῶς λέγων· "πᾶσα ὦν ὠσία φυσικά τε καὶ αἰσθητὰ ἤτοι ἐν τούτοις ἢ διὰ τούτων ἢ οὐκ ἄνευ τούτων πέφυκεν τᾷ διανοίᾳ τῶν ἀνθρώπων ὑποπίπτειν". οὐκ ἦν οὖν τοῦ παρόντος λόγου περὶ τῆς κοινῆς οὐσίας τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν ἀπορεῖν. πλὴν ἐπειδὴ καὶ καθ' αὑτὸ γνώσεως ἄξιον, ἥτις εἴη κοινὴ οὐσία τῆς τε νοητῆς καὶ τῆς αἰσθητῆς, καὶ ὁ Πλάτων δὲ νοητὸν γένος τῆς οὐσίας ὑποτίθεται, ἰστέον ὅτι ἡ πρώτη καὶ νοητὴ οὐσία πάσας τὰς οὐσίας τάς τε νοητὰς ὑφίστησιν καὶ τὰς αἰσθητάς, [77] τὰς μὲν προσεχεῖς ἑαυτῇ, τὰς δὲ πορρωτέρω. καὶ δῆλον ὅτι οὐ γένος μόνον ἀλλὰ καὶ ἀρχὴ τῶν μεθ' ἑαυτήν ἐστιν οὐσιῶν, καὶ οὐδὲ ἐπίσης ἅπαντα τῆς ἀρχῆς ταύτης μεθέξει, ὥστε οὔτε γένος κυρίως ἡ τοιαύτη οὐσία, ὅπερ ὡς ὁμολογούμενον ὁ ἀπορῶν προελάμβανεν. καὶ Ἀριστοτέλης δὴ ἐν τῇ Μετὰ τὰ φυσικὰ δύο οὐσίας εἰπών, τήν τε νοητὴν καὶ τὴν αἰσθητήν, καὶ τρίτην τὴν μαθηματικὴν ἢ τὴν ψυχικήν, κοινὴν τοῦ λόγου θεωρίαν διὰ πασῶν χωροῦσαν ἀπέδειξεν. καὶ Ἀρχύτας δὲ τὴν πᾶσαν οὐσίαν φυσικήν τε καὶ αἰσθητὴν καὶ κινητικὴν ἀποκαλεῖ, φυσικὴν μὲν τὴν κατὰ τὴν ὕλην καὶ τὸ εἶδος λέγων, αἰσθητὴν δὲ τὴν σύνθετον, κινητικὴν δὲ τὴν νοερὰν καὶ ἀσώματον, ὡς αἰτίαν οὖσαν κινήσεως τῆς κατὰ ζωὴν εἰδοποιουμένης· καὶ δῆλον ὅτι καὶ αὐτὸς τὰς πολλὰς οὐσίας εἰς μίαν σύνταξιν περιέλαβεν. εἰ οὖν μὴ ὡς γένος ἁπλῶς, ἀλλ' ὡς ἀρχὴ πασῶν θεωρεῖται τῶν οὐσιῶν ἡ πρώτη οὐσία, οὐ καλῶς ἀναγκάζουσιν μήτε ἀσώματον εἶναι μήτε σωματικήν. ἡ γὰρ ἀσώματος ἀρχὴ τῶν οὐσιῶν προσεχῶς μὲν τὰς ὁμοίας ἑαυτῇ τὰς ἀσωμάτους παράγει, πορρώτερον δὲ ἔτι καὶ τὰς σωματικάς. καίτοι κἂν γένος ἦν ἡ πρώτη οὐσία τῆς τε ἀσωμάτου καὶ τῆς σωματικῆς, οὐ καλῶς οἶμαι ἀναγκάζουσιν, εἰ μὲν ἀσώματος, καὶ τὸ σῶμα ἀσώματον εἶναι, διότι μετέχει τῆς πρώτης οὐσίας· εἰ δὲ σῶμα, καὶ τὸ ἀσώματον σῶμα γίνεσθαι διὰ τὴν αὐτὴν αἰτίαν. τούτῳ γὰρ τῷ λόγῳ, ἐπειδὴ τὸ ζῷον γένος ἐστὶν τοῦ λογικοῦ καὶ ἀλόγου καὶ θνητοῦ καὶ ἀθανάτου, ἔσται καὶ τὸ ἄλογον λογικὸν ἢ τὸ λογικὸν ἄλογον καὶ τὸ θνητὸν ἀθάνατον ἢ ἀνάπαλιν. ἀλλ' ἐξῄρηται τὸ γένος τῶν ἀντικειμένων διαφορῶν ὡς ἄμφω περιέχον καὶ ὡς ἑκατέρῳ οἰκείως ἐπιβάλλον κατὰ τὴν ἐξῃρημένην ὑπεροχήν. εἰ γὰρ διαιρετικὰ τῆς οὐσίας ἐστὶν τὸ σῶμα καὶ τὸ ἀσώματον καὶ τοῦ ζῴου τὸ λογικὸν καὶ τὸ ἄλογον, ἀλλ' οὐχὶ συστατικά (οὐδὲν γὰρ ὑπὸ τῶν ἀντικειμένων συνίσταται), δῆλον ὅτι προϋπάρχει τῆς ἀντιθέσεως τὸ γένος. τί οὖν; οὐκ ἀνάγκη πᾶσαν οὐσίαν ἢ σῶμα εἶναι ἢ ἀσώματον καὶ πᾶν ζῷον ἢ θνητὸν ἢ ἀθάνατον; ἢ διττὸν τὸ ἀσώματον, τὸ μὲν ὡς φύσις ὡρισμένη καὶ ἀντικειμένη τῇ σωματικῇ, τὸ δὲ ὡς ἀποφάσις αἰτία καὶ τῆς σωματικῆς καὶ τῆς ἀσωμάτου τῆς ἀντικειμένης αὐτῇ. οὕτως δὲ καὶ τὸ ἀθάνατον καὶ τὸ ἄλογον [78] διττόν· διὸ καὶ εἰ ἀνάγκη τὸ ζῷον ἢ λογικὸν λέγειν ἢ ἄλογον, ἄλογον μᾶλλον ῥητέον, ὡς κατὰ ἀπόφασιν, ἀλλ' οὐχ ὡς κατὰ τὸ τῷ λογικῷ ἀντικείμενον.

   Ὁ μέντοι Βόηθος ταῦτα μὲν παρέλκειν ἐνταῦθα τὰ ζητήματα βούλεται· μὴ γὰρ εἶναι περὶ τῆς νοητῆς οὐσίας τὸν λόγον· μᾶλλον δὲ ἔδει, φησίν, προσαπορεῖν ὅτι ἐν ἄλλοις τὴν οὐσίαν διελόμενος εἰς τρεῖς ἄλλως μὲν τὴν ὕλην, ἄλλως δὲ τὸ εἶδος, ἄλλως δὲ τὸ συναμφότερον οὐσίαν λέγεσθαι εἶπεν, ἐνταῦθα δὲ μίαν τίθεται κατηγορίαν τὴν οὐσίαν. τίνα οὖν ταύτην, καὶ πῶς αὐτῇ τὰς τρεῖς ὑποτάξει τὰς μὴ καθ' ἕνα λόγον λεγομένας; ἀπαντῶν δὲ πρὸς ταῦτα ὁ Βόηθος τὸν τῆς πρώτης οὐσίας λόγον καὶ τῇ ὕλῃ καὶ τῷ συνθέτῳ ἐφαρμόττειν φησίν. ἑκατέρῳ γὰρ αὐτῶν ὑπάρχει τὸ μήτε καθ' ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ τινὶ εἶναι· οὐδέτερον γὰρ αὐτῶν ἐν ἄλλῳ ἐστίν. ἀλλὰ τὸ μὲν σύνθετον, κἂν μὴ ἐν ἄλλῳ ἐστίν, ἔχει τὸ εἶδος τὸ ἐν ἑαυτῷ ἐν ἄλλῳ ὄντι τῇ ὕλῃ, ἡ δὲ ἡ ὕλη οὐδὲ ἔχει τι ὃ ἐν ἄλλῳ ἐστίν· καὶ κοινὸν οὖν τι ἔχουσι καὶ διάφορον, καθόσον ἡ μὲν ὕλη τινός ἐστιν ὕλη, καθὸ ὕλη, ὥσπερ καὶ ὑποκείμενον, ἡ δὲ σύνθετος οὐσία οὐκ ἔστιν τινός. ἀλλ' οὕτως μέν, φησὶν ὁ Βόηθος, ἡ ὕλη καὶ τὸ σύνθετον ὑπαχθήσονται τῇ τῆς οὐσίας κατηγορίᾳ, τὸ δὲ εἶδος τῆς μὲν οὐσίας ἐκτὸς ἔσται, ὑπ' ἄλλην δὲ πεσεῖται κατηγορίαν, ἤτοι τὴν ποιότητα ἢ ποσότητα ἢ ἄλλην τινά. ταῦτα δὲ λέγοντα τὸν Βόηθον σφάλλεσθαί φησιν ὁ Πορφύριος, ὅτι τὸ ἀντιδιαιρεθὲν τῇ ὕλῃ εἶδος καὶ οὐσία ῥηθὲν ὑπὸ Ἀριστοτέλους, τοῦτο ποιότητα καὶ ἄλλο τι τῶν συμβεβηκότων φησίν. τὸ γὰρ ποιωτικὸν οὐσίας οὐσιῶδες καὶ διὰ τοῦτο οὐσία· καὶ γὰρ τὸ σύνθετον κατὰ τὸ εἶδος μάλιστα οὐσία. ὅλως δὲ εἰ ἡ ὕλη καὶ τὸ σύνθετον οὐσίαι εἰσίν, διότι κοινὸν αὐταῖς τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, οὐδὲ τὸ εἶδος ἐν ὑποκειμένῳ ἐστίν· οὐ γὰρ ὡς τὸ λευκὸν ὑπάρχει τῷ συνθέτῳ, οὕτως τὸ εἶδος τῇ ὕλῃ. ἐὰν γάρ τι μετ' ἄλλου ἀπαρτίζῃ ἕν τι, ὡς τὸ εἶδος μετὰ τῆς ὕλης τὸ σύνθετον, οὐκ ἔστιν τὸ ἕτερον ἐν ὑποκειμένῳ τῷ ἑτέρῳ· ἐν ὑποκειμένῳ γὰρ ἦν, ὃ ἔν τινι μὴ ὡς μέρος ἦν, διὸ καὶ ὁ Ἀριστοτέλης τὴν σύνθετον οὐσίαν ὁρισάμενος καὶ τὰς ἄλλας τὰς ὡς μέρη αὐτῆς συμπαρέλαβεν. προελθὼν γὰρ ἐπιδείξει ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι, καὶ διὰ τοῦτο ἴσως οὐδὲ ἐμνημόνευσεν τῶν ἄλλων, καίτοι τοῦ Ἀρχύτου [79] καὶ ἐκείνων μνημονεύσαντος. δυνατὸν δὲ τοῦ μὴ μνημονεῦσαι τοῦ εἴδους καὶ τῆς ὕλης αἴτιον λέγειν καὶ τὸ τὴν τῶν Κατηγοριῶν πραγματείαν κατὰ τὴν πρόχειρον καὶ κοινὴν τοῦ λόγου χρῆσιν ποιεῖσθαι· τὸ δὲ τῆς ὕλης καὶ τοῦ εἴδους ὄνομα καὶ τὰ ὑπὸ τούτων σημαινόμενα οὐκ ἦν τοῖς πολλοῖς συνήθη, ἀλλ' οἱ μὲν τὴν ὕλην, οἱ δὲ τὸ εἶδος μᾶλλον οὐσίαν λέγουσιν.

   Πῶς οὖν, φησὶν ὁ Πλωτῖνος, τὰ τρία ἐπίσης οὐσίαι λέγονται; πρὸς ὃ ῥητέον ὅτι πρῶτον μὲν ὁ κοινὸς χαρακτὴρ τῆς οὐσίας ὁμοίως ἐφαρμόττει τοῖς τρισίν, τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· ἔπειτα οὐδὲν θαυμαστόν, εἰ διὰ τὸ ἔσχατον τῆς οἰκείας ὑποστάσεως καὶ ἡ ὕλη καὶ τὰ ἔνυλα τοῦ μᾶλλον καὶ ἧττον μεταλαμβάνει, καὶ δεῖ ὡς πέφυκεν ἕκαστα, οὕτως αὐτὰ παραδεικνύναι καὶ μὴ τὰς ἐσχάτας οὐσίας ζητοῦντα κατὰ τὰς τῶν πρώτων καὶ νοητῶν οὐσιῶν ἐννοίας αὐτὰς μεταδιώκειν. ἀλλ' ἔστω, φησί, τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὸ ἐξ αὐτῶν σύνθετον ἐν τῇ πρώτῃ οὐσίᾳ περιέχεσθαι, διότι κοινὸν αὐτοῖς ὑπάρχει τὸ μήτε καθ' ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ τινὶ εἶναι· περὶ δὲ τῶν δευτέρων οὐσιῶν τί ἐροῦμεν; τί κοινὸν ἔχουσι καὶ αὗται πρὸς τὴν πρώτην οὐσίαν, εἴπερ αἱ δεύτεραι παρὰ τῶν προτέρων ἔχουσιν τὸ λέγεσθαι οὐσίαι; ἢ τοῦτο, ὅπερ Ἀριστοτέλης εἶπεν, τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι ὅπερ κυρίως ἐστὶν οὐσία· διὰ τοῦτο γὰρ καὶ Ἀρχύτας τῷ καθ' ἑαυτὴν εἶναι τὴν οὐσίαν ἐχαρακτήρισεν. εἰ οὖν καὶ τὰ εἴδη καὶ τὰ γένη ὡς μέρη συντελεῖ εἰς τὴν τοῦ ἀτόμου σύστασιν, οὐκ ἂν εἴη ὡς ἐν ὑποκειμένῳ τῷ ἀτόμῳ. οὐ χρὴ δὲ οὐδὲ ἐπὶ τούτων τὸ ἀπαράλλακτον ζητεῖν διὰ τὴν τῶν ἐσχάτων ἀοριστίαν. ἀλλ' εἰ καθ' ὑποκειμένου, φασίν, λέγονται αἱ δεύτεραι οὐσίαι, ἐν ἄλλῳ ἔσονται ἐκείνῳ τῷ καθ' οὗ λέγονται. ἢ οὐδαμῶς τοῦτο· οὐ γὰρ ὡς τὸ ἐν ὑποκειμένῳ, οὕτως τὸ καθ' ὑποκειμένου λέγεται, ἀλλ' ὡς τὸ ἀκατάτακτον κατὰ τοῦ κατατεταγμένου κατηγορεῖται. τὸ γὰρ τὸν τινὰ ἄνθρωπον ἄνθρωπον λέγειν οὐδὲν διαφέρει τοῦ τὸν Σωκράτη Σωκράτη λέγειν· τρόπον οὖν τινα αὐτὸς περὶ αὑτοῦ λέγεται, καὶ οὔτε κατ' ἄλλου κατηγορηθήσεται οὔτε ἐν ἄλλῳ ἔσται. οὕτως μὲν οὖν καὶ ὁ Πορφύριος λύει τὴν ἀπορίαν καὶ ὁ Ἰάμβλιχος, ἐπ' αὐτῶν τῶν λέξεων τῷ Πορφυρίῳ κατακολουθῶν. μήποτε δέ, ὅταν τὸν Σωκράτη ἄνθρωπον καὶ ζῷον λέγωμεν, εἰ μὲν ὡς αὐτὸ περὶ αὐτοῦ λέγομεν, ταὐτὸν [80] ἔσται τό τε ἄτομον καὶ τὸ εἶδος καὶ τὸ γένος, καὶ ἔσται μάταιος ἡ τοιαύτη κατηγορία· εἰ δὲ ὡς εἶδος ἢ γένος ἀτόμου κατηγοροῦμεν, ἢ τὸ συμπληρωτικὸν τοῦ ἀτόμου κατηγορήσομεν ἢ τὸ ἐξῃρημένον· οὐδέτερον δὲ τούτων τὸ ἄτομόν ἐστιν, ἀλλὰ τὸ μὲν ὡς μέρος ἐνυπάρχει τῷ ἀτόμῳ, τὸ δὲ αἴτιόν ἐστιν αὐτοῦ. βέλτιον οὖν λέγειν ὅτι τὸ ἐνυπάρχον μέν ἐστι τὸ κατηγορούμενον, κατὰ δὲ τὴν πρὸς τὸ ἐξῃρημένον ὁμοιότητα, καθ' ἣν καὶ γένος λέγεται καὶ ἐκ γένους καὶ διαφορῶν συνεστάναι τὸ εἶδός φαμεν· καίτοι τὸ γένος κοινότερον καὶ περιεκτικώτερον ὂν τοῦ εἴδους μέρος γίνεσθαι τοῦ εἴδους ἄτοπον. ἀλλὰ καὶ ἡ διαφορά, φασίν, οὐκ ἐν ὑποκειμένῳ ἐστίν, εἴπερ συμπληρωτικὴ τῆς οὐσίας ἐστίν· οὐκ ἄρα ἴδιον τοῦτο οὐσίας. ἢ καὶ ἡ διαφορὰ κατὰ τὸ οὐσιῶδες συμπληρωτικὴ τῆς οὐσίας ἐστὶν καὶ μέρος οὐσίας γίνεται, ἐπεὶ ὡς ποιότης θεωρουμένη, οἷον ὡς λογικότης, ὡς ἐν ὑποκειμένῳ καὶ αὐτὴ ἔσται. ζητηθήσεται δὲ καὶ περὶ τῆς διαφορᾶς ὀλίγον ὕστερον, νῦν δὲ τὴν λέξιν τοῦ Ἀριστοτέλους ἐπισκεπτέον.

   Οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ' ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν. τριχῶς τῆς οὐσίας λεγομένης, ὡς εἴρηται, κατά τε τὴν ὕλην καὶ κατὰ τὸ εἶδος καὶ κατὰ τὸ σύνθετον, πρώτην οὐσίαν τὴν σύνθετόν φησιν καὶ ἄτομον· μνημονεύσει δὲ καὶ τῶν ἄλλων δύο, ὅταν τὰ μέρη τῆς οὐσίας καὶ αὐτὰ οὐσίας εἶναι λέγῃ. δῆλον δὲ ὅτι τὸ μὲν μὴ ἐν ὑποκειμένῳ εἶναι πάσῃ οὐσίᾳ προσήκει· αὐτὴ γὰρ ὑπόκειται τοῖς ἄλλοις καὶ ἄνευ αὐτῆς οὐδὲ τὰ ἄλλα ἐστίν· τὸ δὲ μὴ καθ' ὑποκειμένου λέγεσθαι οἰκειότατόν ἐστιν τῆς ἀτόμου οὐσίας· τῷ γὰρ εἶναι ἀδιαίρετος αὐτὴ μὲν κατ' οὐδενὸς ὑποκειμένου λέγεται, καθ' ὑποκειμένου δὲ αὐτῆς αἱ δεύτεραι οὐσίαι κατηγοροῦνται. ἡ οὖν καὶ αὐταῖς ταῖς οὐσίαις ὑποκειμένη, αὕτη προηγουμένως ἂν εἴη καὶ κυρίως οὐσία, εἴπερ ταύτης μὴ οὔσης οὐδεμία τῶν ἄλλων εἶναι δύναται. διελὼν δὲ νῦν τὰς οὐσίας, καθόσον αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι λέγονται, πρώτας μὲν τὰς ἀτόμους οὐσίας ἔθετο, δευτέρας δὲ τὰς κοινὰς καὶ ἁπλᾶς, διότι πρώτοις τοῖς συνθέτοις καὶ ἀτόμοις, ἔπειτα τοῖς ἁπλοῖς καὶ κοινοῖς ἐπιβάλλομεν, καὶ ὅτι ἐν τῇ ἀτόμῳ καὶ τὴν κοινὴν ἔχειν τὸ εἶναί φησιν. πρώτως μὲν οὖν οὐσία διὰ τοῦτο ἡ ἄτομος [81] λέγεται, κυριώτατα δέ, ὅτι καθ' αὑτὴν αὕτη ἐστὶν ἡ οὐσία, αἱ δὲ ἄλλαι καθ' ὑποκειμένης αὐτῆς λέγονται. μάλιστα δέ ἐστιν αὕτη οὐσία, ὅτι κατὰ τὸ ὑποκεῖσθαι ἡ οὐσία χαρακτηρίζεται, αὕτη δὲ ὑπόκειται τοῖς μὲν ὡς καθ' ὑποκειμένου αὐτῆς λεγομένοις τοῖς εἴδεσι καὶ γένεσιν, τοῖς δὲ ὡς ἐν ὑποκειμένῳ αὐτῇ οὖσιν τοῖς συμβεβηκόσιν. καὶ ἄλλως δὲ ἂν τὸ κυριώτατα καὶ πρώτως καὶ μάλιστα τῇ ἀτόμῳ καὶ συνθέτῳ οὐσίᾳ ἐφαρμόττειν λέγοις. τὰ γὰρ τοῦ αὐτοῦ ὀνόματος μετέχοντα ἢ ὁμωνύμως μετέχει ἢ συνωνύμως ἢ κατὰ μεταφοράν. εἴτε οὖν ὁμωνύμως λέγοιντο οὐσίαι ἥ τε νοητὴ καὶ ἡ αἰσθητή, πρώτως αὕτη οὐσία ὡς πρὸς ἡμᾶς λέγεται· εἴτε κατὰ μεταφορὰν ἡ νοητὴ ἀπὸ τῆς αἰσθητῆς, ὡς ἀπὸ τῶν τοῦ ζῴου ποδῶν οἱ τοῦ ὄρους λέγονται, κυρίως μὲν ἔσται οὐσία ἡ αἰσθητή, κατὰ μεταφορὰν δὲ ἡ νοητή· εἴτε συνωνύμως οὐσίαι λέγονται τό τε εἶδος καὶ τὸ γένος καὶ τὸ ἄτομον, μάλιστα οὐσία ἡ ἄτομος τὸ καθ' αὑτὸ εἶναι καὶ τὸ ὑποκεῖσθαι μάλιστα παραδεικνῦσα.

   Ἀλλ' ἐπεὶ καὶ πρὸς τὰ περὶ τῆς πρώτης οὐσίας εἰρημένα πολλά ἐστιν τὰ ἀπορούμενα, ἴδωμεν πάλιν, τίνα ταῦτά ἐστιν καὶ τίνες αἱ προσφόρως αὐτοῖς ἐπαγόμεναι λύσεις. οὐ διδάσκει διὰ τούτων, φασίν, τί ἐστιν οὐσία, ἀλλὰ τί οὐκ ἔστιν, ὡς εἴ τις τὸν ἄνθρωπον ἀποδιδοὺς μήτε ἵππον εἴποι μήτε κύνα. ἀλλ' ἰστέον ὅτι πρῶτον μὲν οὐκ ἔστιν ὅρος τὸ τοιοῦτον, ἀλλ' ὑπογραφή· ἔπειτα καὶ ὅροι τινὲς δι' ἀποφάσεως ἀποδίδονται. ἀλλ' οὐ καλῶς τὸ παράδειγμα ἐπήγαγεν ὁ ἀπορῶν λόγος· εἰ μὲν γὰρ τρία ταῦτα μόνα ἦν εἴδη, ἵππος καὶ κύων καὶ ἄνθρωπος, ἀληθὲς ἦν εἰπεῖν ὅτι ὃ μή ἐστι κύων μηδὲ ἵππος, τοῦτο ἄνθρωπός ἐστιν, καὶ ἐγνωσμένων τῶν δύο ἐγινώσκετο καὶ τὸ τρίτον, ὥστε ἐπειδὴ τρία ταῦτα ἔστιν, τὸ ἀγαθὸν καὶ τὸ κακὸν καὶ τὸ ἀδιάφορον, ἀληθὲς τὸ ἀδιάφορον σημαίνοντα εἰπεῖν 'ὃ μήτε ἀγαθὸν μήτε κακόν ἐστιν', καὶ ἐγνωσμένων τῶν δύο γινώσκεται καὶ τὸ ἀδιάφορον. καὶ ἐνταῦθα οὖν τριῶν τούτων πάντα περιειληφότων, τοῦ τε ἐν ὑποκειμένῳ καὶ τοῦ καθ' ὑποκειμένου καὶ τοῦ μηδέτερα ἔχοντος, διὰ τοῦτο προεδίδαξεν περὶ τοῦ ἐν ὑποκειμένῳ καὶ καθ' ὑποκειμένου, ἵνα διὰ τῆς ἀποφάσεως αὐτῶν τὴν κυριωτάτην οὐσίαν σημάνῃ. καὶ οὐδὲ ἠρκέσθη μόνῃ τῇ ἀποφάσει, ἀλλὰ καὶ παράδειγμα προσέθηκεν, ὥσπερ εἴ τις λέγων τὸν ἄνθρωπον μήτε ἵππον μήτε βοῦν εἶναι προσθείη ἐφεξῆς 'οἷον Σωκράτης'.

[82]    Ἀλλὰ διὰ τί, φασίν, ἐνταῦθα μὲν πρώτην οὐσίαν τὴν αἰσθητὴν λέγει, ἀλλαχοῦ δὲ δευτέραν ὡς μετὰ τὴν ἀσώματον τεταγμένην; ἢ ὅτι οὐ πρόκειται αὐτῷ περὶ τῶν νοητῶν οὐσιῶν νῦν εἰπεῖν, ἀλλὰ τῶν αἰσθητῶν τὴν φύσιν καὶ τάξιν παραδοῦναι, ὅπερ καὶ διὰ τοῦ λεγομένη ἐνεδείξατο· οὐ γὰρ λέγεται ἐν τῇ συνηθείᾳ οὐδὲ ἔγνωσται τοῖς πολλοῖς ἐκείνη, ἀλλ' αὕτη μᾶλλον ἡ αἰσθητή. ὁ μέντοι Ἀλέξανδρος καὶ τὸ νοητὸν καὶ χωριστὸν εἶδος ἄτομον οὐσίαν λέγεσθαί φησιν, καὶ ἴσως οἰκεῖον τοῦτο τῷ Περιπάτῳ, εἴπερ τὰ κοινὰ οὐδέ ἐστιν ὅλως καθ' ἑαυτὰ ἐν ὑποστάσει, ἀλλ' ἐν τοῖς ἀτόμοις ἔχει τὸ εἶναι· εἰ οὖν τὰ χωριστὰ εἴδη πάντων μάλιστά ἐστιν ἐν ὑποστάσει, ἄτομα ἂν εἴη καὶ οὐ κοινά. ὁ μέντοι Ἰάμβλιχος ἐπισκήπτει τῷ Ἀλεξάνδρῳ ὡς ἀγνοοῦντι πῶς λέγεται ἐνταῦθα ἄτομος οὐσία· δῆλον γὰρ ὅτι οὕτως, φησίν, ὡς ἀδιαίρετος εἰς ἄλλα εἴδη. εἴποι δὲ ἂν οἶμαι Ἀλέξανδρος, ὅτι καὶ ἡ χωριστὴ καὶ ἡ νοητὴ οὐσία, εἴπερ μή ἐστιν κοινή, ἀδιαίρετός ἐστιν εἰς ἄλλα εἴδη. περὶ δὲ τὸ αὐτὸ ζήτημα καὶ ἐκεῖνο στρέφεται, διὰ τί ἐν μὲν τοῖς Φυσικοῖς τὰ κοινὰ προτάττει, ἐνταῦθα δὲ τὰ καθ' ἕκαστα; ἢ ὅτι διχῶς λέγεται τὸ πρότερον καὶ τὸ δεύτερον, ἤτοι τῇ φύσει ἢ ὡς πρὸς ἡμᾶς· πρὸς ἡμᾶς μὲν γὰρ τὰ καθ' ἕκαστον πρότερα· πρώτοις γὰρ τούτοις προσβάλλομεν· τῇ φύσει δὲ τὰ κοινὰ πρότερα· ὑπὸ γὰρ τὰ καθόλου τέτακται τὰ καθ' ἕκαστα. ὥστε εἰ μὲν ἀπὸ τῆς φύσεως ἄρχοιτό τις, τὰ ἁπλᾶ, τὰ αἴτια, τὰ καθόλου, τὰ ἄυλα, τὰ ἀμέριστα καὶ τὰ τοιαῦτα προτάξει· ἐπειδὴ δὲ ἀπὸ τῆς σημαντικῆς σχέσεως ἡ τάξις εἴληπται νῦν, ὡς πρὸς ἡμᾶς τὸ πρῶτον ληφθήσεται. ὁ μέντοι Ἀλέξανδρος ἐνταῦθα καὶ τῇ φύσει ὕστερα τὰ καθόλου τῶν καθ' ἕκαστα εἶναι φιλονεικεῖ, ἀπόδειξιν μὲν οὐδεμίαν κομίζων σχεδόν, τὸ δὲ ἐν ἀρχῇ λαμβάνων, ὅταν λέγῃ τὸ εἶναι καὶ τὴν οὐσίαν τὰ κοινὰ παρὰ τῶν καθ' ἕκαστα λαμβάνειν, μηδεμίαν τούτου προστιθεὶς ἀπόδειξιν. καὶ αἱ ἀποδείξεις σαθραί· κοινοῦ γὰρ ὄντος, φησίν, ἀνάγκη καὶ ἄτομον εἶναι· ἐν γὰρ τοῖς κοινοῖς τὰ ἄτομα περιέχεται· ἀτόμου δὲ ὄντος οὐ πάντως τὸ κοινόν, εἴγε τὸ κοινὸν ἐπὶ πολλοῖς ὑπάρχει. δῆλον γὰρ ὅτι καὶ πᾶν ἄτομον ὑπὸ τοῦ κοινοῦ συμπληροῦται· ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπος, φησὶν Ἀριστοτέλης. ὥστε καὶ ἐκεῖνο ψευδῶς ἔλαβεν εἰς δεῖξιν τοῦ πρῶτα εἶναι τῇ φύσει τὰ ἄτομα, ὅτι τοῦ κοινοῦ ἀναιρουμένου οὐ πάντως ἀναιρεῖται τὸ ἄτομον· εἰ γὰρ καὶ τὸ κοινὸν ἐν τούτῳ ἔχει τὴν οὐσίαν ἐν τῷ διατείνειν ἐφ' ὅλα τὰ ἄτομα καὶ συμπληροῦν αὐτὰ καὶ τὸ ἄτομον ἐν τῷ συμπληροῦσθαι ὑπὸ τοῦ κοινοῦ, πῶς ἀναιρουμένου τοῦ κοινοῦ οὐκ εὐθὺς ἀναιρεθήσεται καὶ τὸ ἄτομον; μήποτε οὖν τριττὸν ληπτέον τὸ κοινόν, τὸ [83] μὲν ἐξῃρημένον τῶν καθ' ἕκαστα καὶ αἴτιον τῆς ἐν αὐτοῖς κοινότητος κατὰ τὴν μίαν ἑαυτοῦ φύσιν, ὥσπερ καὶ τῆς διαφορότητος κατὰ τὴν πολυειδῆ πρόληψιν. τὸ γὰρ πρῶτον ζῷον καὶ αὐτοζῷον κατὰ μὲν τὴν μίαν τοῦ ζῴου φύσιν τὴν πρὸς ἄλληλα κοινότητα πᾶσιν τοῖς ζῴοις ἐνδίδωσιν καθὸ ζῷα, κατὰ δὲ τὴν τῶν διαφόρων εἰδῶν πρόληψιν τὰ διάφορα εἴδη τῶν ζῴων ὑφίστησιν. δεύτερον δέ ἐστι κοινὸν τὸ ἀπὸ τοῦ κοινοῦ αἰτίου τοῖς διαφόροις εἴδεσιν ἐνδιδόμενον καὶ ἐνυπάρχον αὐτοῖς, ὥσπερ τὸ ἐν ἑκάστῳ ζῷον. τρίτον δὲ τὸ ἐν ταῖς ἡμετέραις ἐννοίαις ἐξ ἀφαιρέσεως ὑφιστάμενον, ὑστερογενὲς ὂν καὶ τὴν τοῦ κοινοῦ μάλιστα καὶ ἀδιαφόρου ἔννοιαν ἐπιδεχόμενον. τὸ μὲν γὰρ κοινὸν αἴτιον ἐξῃρημένον ἐστὶ τῶν αἰτιατῶν καὶ ἄλλο πάντῃ παρ' αὐτὰ καὶ ὡς αἴτιον κοινόν, ἀλλ' οὐχ ὡς κοινὴ φύσις· ἡ δὲ συμπληρωτικὴ τῶν καθ' ἕκαστα κοινότης μετὰ τοῦ κοινοῦ καὶ τὸ διάφορον ἔχει. οὐ γὰρ ἔστιν τι μόνως κοινὸν ἐν τῇ θνητῇ καὶ τῇ ἀθανάτῳ οὐσίᾳ, ἀλλὰ καὶ τὸ κοινὸν διαφορεῖται καὶ ἡ διαφορὰ κοινοῦται. μόνον οὖν τοῦτο τὸ ἐξ ἀφαιρέσεως, ὅπερ ἡμεῖς τὰς διαφορὰς ἀφαιροῦντες ἀπολείπομεν, τὴν τοῦ κοινοῦ ὡς κοινοῦ ἔννοιαν ἔχει. καὶ πρὸς τοῦτο ἴσως ὁ Ἀλέξανδρος ἀφορῶν ὕστερον αὐτὸ τῶν ἀτόμων οἴεται· πλὴν ὅτι οὐ σῴζει τὴν πρὸς ἑαυτὸν ἀκολουθίαν, ὅταν ἐκ τοῦ κοινοῦ καὶ τῶν διαφορῶν ὑφεστάναι λέγῃ τὸ καθ' ἕκαστα, εἰ μὴ ἄρα καὶ τὴν ὑπόστασιν κατὰ τὴν ἔννοιαν θεωρεῖ τὴν τὸν ὁρισμὸν συνάγουσαν καὶ ἀπογυμνοῦσαν τὸ κοινόν. ἐγκαλεῖ δὲ τῷ Ἀλεξάνδρῳ ὁ Ἰάμβλιχος καὶ ὅτι ὡς μίαν οὐσίαν διαιρεῖ τὴν σωματικὴν καὶ ἀσώματον, ἐφ' ὧν οὐδέν ἐστι κοινόν· ἐναντίον γὰρ τοῦτο, φησί, καὶ πρὸς Ἀριστοτέλη, εἴπερ οὐδὲ ἐπὶ τῶν αἰσθητῶν κοινότητα ἐκεῖνος τίθεται. ἀλλ' εἰ μὲν ὡς κατὰ μίαν ἰσόστοιχον ἀντιδιαίρεσιν εἰλημμένων τούτων καὶ τὸ κοινὸν ὡς πάντῃ ἀδιάφορον λαμβάνει, ἄτοπον· εἰ δὲ ὡς οὔσης τινὸς καὶ ἐν τῇ ὑφέσει κοινότητος, καθ' ἣν συνδεδεμένα ἅπαντα καὶ μετὰ τὴν διάκρισιν ἡνωμένα μένει, τί ἄτοπον; καὶ γὰρ καὶ Πλάτων τὰ γένη τοῦ ὄντος οὐκ εἰς ἀσώματα ἢ εἰς σώματα μόνα διέτεινεν, ἀλλὰ διὰ πάντων χωρεῖν ἀπεφήνατο, ὧν ἓν ἦν ἡ οὐσία.

p. 214 Δεύτεραι δὲ οὐσίαι λέγονται ἕως τοῦ οἷον ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον.

   Τὰς οὐσίας διελὼν εἰς πρώτας καὶ δευτέρας καὶ περὶ τῶν πρώτων εἰπὼν ἑξῆς περὶ τῶν δευτέρων ἐπάγει, ἃς ἐν εἴδεσιν καὶ γένεσιν ἀφορίζεται, [84] εἴδεσι μὲν τοῖς τῶν ἀτόμων περιεκτικοῖς (ταῦτα γὰρ ἦσαν αἱ πρῶται οὐσίαι), γένεσιν δὲ τοῖς τούτων τῶν εἰδῶν, ἀκριβῶς ταῦτα προσθείς, ἵνα μὴ πολλαχῶς τῶν εἰδῶν καὶ γενῶν λεγομένων εἰς ἄλλα σημαινόμενα ἀπενεχθῶμεν. καὶ γὰρ καὶ ὁ Πορφύριος ἐν τῇ Εἰσαγωγῇ πολλὰ σημαινόμενα τοῦ εἴδους καὶ τοῦ γένους ἀπελογίσατο, ὧν ἓν εἶπεν εἶναι εἶδος τὸ τῶν ἀτόμων περιεκτικὸν καὶ γένος τὸ τῶν τοιούτων εἰδῶν. ἐπειδὴ δὲ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις ἔστιν εἴδη καὶ γένη, ἵνα μὴ δευτέρας οὐσίας ἐκεῖνα τὰ γένη καὶ τὰ εἴδη νομίσωμεν, ἀσφαλῶς εἶπεν ὅτι ἐν οἷς αἱ ἄτομοι οὐσίαι, ταῦτα λέγει εἴδη καὶ γένη τὰ τῶν τοιούτων εἰδῶν. σαφὲς δὲ τοῦτο καὶ διὰ τῶν παραδειγμάτων ἐποίησεν· παράδειγμα δὲ τοῦ μὲν εἴδους ὁ ἄνθρωπος ἐν ᾧ ὁ τὶς ἄνθρωπος ὑπάρχει, τοῦ δὲ γένους τὸ ζῷον, ἐν ᾧ ὅ τε ἄνθρωπος καὶ ὁ τὶς ἄνθρωπος περιέχεται. ἀλλ' εἰ ἀνθρώπου μὲν ἀναιρεθέντος ἀνῄρηνται οἱ ἄτομοι ἄνθρωποι καὶ ζῴου ἀναιρεθέντος ὁ ἄνθρωπος, οὐ μέντοι ἀνάπαλιν, πρῶτα δὲ τῇ φύσει τὰ συναναιροῦντα μὲν μὴ συναναιρούμενα δὲ ἐλέγομεν, πῶς πρῶται μὲν οὐσίαι αἱ ἄτομοι λέγονται, δεύτεραι δὲ τὰ εἴδη καὶ τρίται τὰ γένη; καὶ γὰρ ἐφεξῆς τὰ εἴδη τῶν γενῶν μᾶλλον οὐσίας ἐρεῖ. ἢ δεύτεραί εἰσιν αὗται, καθόσον ὡς μέρη συμπληροῦσιν τὰς ἀτόμους οὐσίας, τὰ δὲ μέρη τοῦ ὅλου δεύτερα, καὶ ὡς κατ' ἐνέργειαν ἐν τῷ ἀτόμῳ γενόμενα καὶ τοῦτο ὅπερ ἦσαν καθ' ἑαυτὰ δυνάμει· τὸ δὲ ἐνεργείᾳ πρότερον, ὕστερον δὲ τὸ δυνάμει. καὶ ὁ ἀπὸ τοῦ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δὲ λόγος οὐκ ἀκριβῶς ἠρώτηται. οὐ γὰρ ὁ εἷς ἄτομος οἷον ὁ Σωκράτης ἡ πρώτη ἐστὶν οὐσία, ἀλλ' οἱ ὑπὸ τὸν ἄνθρωπον πάντες, διότι καὶ ἕκαστος· πάντων δὲ τῶν ἀτόμων ἀναιρεθέντων ἀνῄρηται καὶ ὁ ἄνθρωπος ὁ καθόλου. ἀλλὰ καὶ ἐπινοεῖται ἐκ τῶν ἀτόμων τὰ κοινά, ἀποδιαλαμβανόντων ἡμῶν ἀεὶ τὸ κοινὸν ἐν τοῖς κατά τινα διαφέρουσιν· Σωκράτης γὰρ καὶ Δίων κἂν πολλοῖς ἰδιώμασιν ἀλλήλων διεστήκασιν, ἔνεστιν ὅμως τις μία ἀδιάφορος οὐσία, καθ' ἣν τὸ κοινὸν ἐν αὐτοῖς θεωρεῖται, ἥτις περὶ τὰ καθ' ἕκαστα καὶ ἐν τοῖς κατὰ μέρος ἔχει τὸ ἐπινοεῖσθαι. ἔτι τοίνυν αἴτια τοῦ εἶναί ἐστιν τοῖς κοινοῖς τὰ καθ' ἕκαστα· ταῦτα γὰρ ἐν τῷ τάδε τινὰ εἶναι προϋπάρχει, τὰ δὲ κοινὰ ἐπιγίνεται, ἅπερ οὐκ ἔστιν τάδε τινὰ νοούμενα, ἀλλὰ τοιάδε· εἰ δὴ τὰ καθ' ἕκαστον ἀναιρεθείη, οὐδ' ἂν τὸ κοινὸν εἴη· συμπληρωτικὴν γὰρ ἔχει τοῦτο τὴν φύσιν τῶν ἀτόμων οὐσιῶν. ἔτι δὲ τὰς κατηγορίας περὶ τῶν σημαντικῶν λέξεων εἶναί φαμεν, αἱ δὲ σημαντικαὶ λέξεις ἐπὶ πρότερα τὰ ἄτομα φέρονται· τούτοις γὰρ πρώτοις κατὰ αἴσθησιν ἐντυγχάνομεν, ἔπειτα δὲ μεταβαίνομεν ἐπὶ τὰ εἴδη καὶ τὰ γένη ἀπὸ τῆς [85] αἰσθήσεως ἐπὶ νόησιν ποδηγούμενοι. ὅλως δέ, εἰ μὴ τὰ καθ' αὑτὰ εἴδη καὶ γένη, ἀλλὰ τὰ ἐν τοῖς ἀτόμοις κατὰ τὴν Περιπατητικὴν συνήθειαν παραλαμβάνομεν, πῶς οὐκ ἂν εἴη ταῦτα δεύτερα ἐν οὐσίας λόγῳ, μέρη τῶν ἀτόμων ὄντα καὶ κατὰ τοῦτο ἔχοντα τὸ οὐσίαι εἶναι, ὅτι μέρη οὐσιῶν εἰσιν, ἐπεὶ ὡς μὴ καθ' ἑαυτὰς ὑφεστῶσαι οὐδ' ἂν εἶεν ὅλως οὐσίαι; ὁ μέντοι Ἀλέξανδρος οὐκ ἂν ἀναγκασθείη τοῖς τοιούτοις ἀπολογισμοῖς, καὶ τῇ φύσει προτέρας βουλόμενος εἶναι τὰς ἀτόμους οὐσίας τῶν κοινῶν· μὴ οὐσῶν γάρ φησιν τῶν ἀτόμων οὐδὲν εἶναι δύνασθαι τῶν ἄλλων, οὐχ ὑγιῶς τοῦτο νομίζων. κἂν γὰρ σὺν τοῖς ἀτόμοις ἔχῃ τὸ εἶναι ἡ κοινὴ οὐσία, ἀλλὰ καθ' ἑαυτὴν οὖσα συντελεῖ εἰς τὴν οὐσίαν τῶν ὑποκειμένων. ἄμεινον δὲ λέγειν ὡς τὸ καθόλου καθ' ἑαυτὸ τὴν κυριωτάτην οὐσίαν ἔχον μεταδίδωσι καὶ τοῖς καθ' ἕκαστα ἑαυτό, καὶ οὕτως κυριώτερόν ἐστι τῶν ἀτόμων κατὰ τὸν τῆς φύσεως λόγον. ἀλλὰ κοινόν, φησίν, οὐδὲν εἶναι δύναται χωρὶς ἀτόμου, ἄτομον δὲ ἔστιν χωρὶς κοινοῦ, οἷον ἥλιος καὶ σελήνη καὶ κόσμος. πρὸς ὃν ῥητέον ὡς δι' ἄλλην συντυχίαν τοῦτο γέγονεν τὸ ἅπαξ δέξασθαι τούτων ἑκάστου τὴν ὕλην τὸ εἶδος, ἔστιν μέντοι οὕτως παρεσκευασμένος ὁ λόγος, ὥστε εἰ καὶ πολλοὶ πεφυκότες ἦσαν αὐτὸν δέχεσθαι, δύναται ἑαυτὸν διδόναι εἰς τὸ πλῆθος. εἰσὶν δὲ οὐσίαι ὅλως αἱ δεύτεραι, κἂν μὴ καθ' ἑαυτὰς ὑφεστήκασιν, ἐπειδὴ μόναι τῶν κατηγορουμένων τὴν οὐσίαν δηλοῦσιν. αἱ μὲν γὰρ ἀπὸ τῶν συμβεβηκότων πᾶσαι κατηγορίαι ἀλλότριαί εἰσιν τῆς οὐσιώδους σημασίας, οὐ τὸ τί ἕκαστον δηλοῦσαι, ἀλλὰ τὸ συμβεβηκός· αὗται δὲ καθ' ὑποκειμένων τῶν πρώτων οὐσιῶν λεγόμεναι τὴν οὐσίαν τῶν ὑποκειμένων σημαίνουσιν. τὸν γὰρ Σωκράτη εἰ ἀποδιδῷ τις τί ἐστιν, τὸ μὲν εἶδος καὶ τὸ γένος ἀποδιδούς, οἷον ἄνθρωπον ἢ ζῷον εἰπών, οἰκειότερον ἀποδώσει καὶ γνωριμώτερον ποιήσει, τῶν δὲ ἄλλων ἐννέα κατηγοριῶν ἀποδιδούς τι, οἷον λευκὸν ἢ τρίπηχυ, ἀλλοτριώτερον ἀποδίδωσιν, ἅτε ἀπὸ συμβεβηκότος καὶ οὐ τὸ τί ἐστιν δηλοῦντος ποιούμενος τὴν ἀπόδοσιν. καὶ ἄλλως δὲ ὅμοιαί εἰσιν ταῖς πρώταις οὐσίαις αἱ δεύτεραι. ὡς γὰρ ἐκεῖναι πᾶσι τοῖς ἄλλοις ὑπόκεινται, οὕτως αἱ δεύτεραι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν· κατ' αὐτῶν γὰρ λέγονται παρωνύμως, οἷον γραμματικὸς οὐ μόνον ὁ τὶς ἄνθρωπος, ἀλλὰ καὶ ὁ ἄνθρωπος, ἢ ὁμωνύμως, οἷον τὸ λευκόν· οὐ μόνον γὰρ τὸ λευκὸν σῶμα, ἀλλὰ καὶ τὸ σῶμα ἁπλῶς οὕτως ἐπικαλεῖται. διὰ ταῦτα οὖν οὐκ ἀπὸ τρόπου καὶ αὗται οὐσίαι, ἀλλὰ δεύτεραι οὐσίαι προσηγορεύθησαν.

[86]

p. 219 Φανερὸν δὲ ἐκ τῶν εἰρημένων, ὅτι τῶν καθ' ὑποκειμένου λεγομένων ἕως τοῦ τὸν δὲ λόγον ἀδύνατον.

   Θαυμαστὸν πῶς ἐκ τῶν εἰρημένων φανερὰ λέγει γίνεσθαι τὰ νῦν παραγραφέντα. πῶς γάρ, εἰ δεύτεραι οὐσίαι τὰ εἴδη καὶ τὰ γένη, ἐκ τούτου φανερὸν τὸ τὰ μὲν καθ' ὑποκειμένου συνωνύμως κατηγορεῖσθαι, τὰ δὲ ἐν ὑποκειμένῳ ὁμωνύμως; τίνα δὲ καὶ χρείαν ταῦτα τοῖς νῦν λεγομένοις παρέχεται; ἆρα οὖν μὴ ἐπὶ τὰ πρὸ τούτων ἀναφέρει τὸν λόγον ἐν οἷς ἔλεγεν "ὅταν ἕτερον καθ' ἑτέρου κατηγορῆται ὡς καθ' ὑποκειμένου" καὶ τὰ ἑξῆς; ἐπὶ γὰρ τῶν τοιούτων συνωνύμως ἡ κατηγορία γίνεται. ἢ καὶ ἀπὸ τῆς διαιρέσεως τῶν πρώτων καὶ δευτέρων οὐσιῶν τοῦτο ἀποδείκνυται. εἰ γὰρ κοινὸν μὲν ἀμφοῖν τὸ μὴ ἐν ὑποκειμένῳ, ἴδιον δὲ τῶν μὲν τὸ καθ' ὑποκειμένου, τῶν δὲ τὸ μὴ καθ' ὑποκειμένου, ἦσαν δὲ δεύτεραι οὐσίαι τὰ γένη καὶ τὰ εἴδη, ταῦτα δὲ τῶν ὑπ' αὐτὰ συνωνύμως κατηγορεῖται, τῶν δὲ συνωνύμων καὶ τοὔνομα καὶ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου, οὐ μὴν τῶν ἐν ὑποκειμένῳ· οὔτε γὰρ τὸ ὄνομα οὔτε ὁ λόγος τῶν ἐν ὑποκειμένῳ λέγεται κατὰ τοῦ ὑποκειμένου· εἰ γὰρ οὐδεμία οὐσία ἐν ὑποκειμένῳ, οὐδὲ τὰ ἐν ὑποκειμένῳ εἶεν ἂν οὐσίαι οὐδὲ μέρη συμπληρωτικὰ τῆς οὐσίας· οὐδὲ ὁ λόγος οὖν τοῦ ἐν ὑποκειμένῳ ῥηθήσεται κατὰ τοῦ ὑποκειμένου, οἷον οὔτε ἐπιστήμη ἡ ψυχὴ λέγεται, ἀλλὰ παρωνύμως ἀπ' αὐτῆς, οὔτε ὁ λόγος τῆς ἐπιστήμης κατὰ τῆς ψυχῆς λέγεται· οὐ γάρ ἐστιν ἕξις θεωρητικὴ ἡ ψυχή· ἀλλ' οὐδὲ τὸ χρῶμα κατὰ τοῦ σώματος οὐδὲ ὁ λόγος αὐτοῦ· ὥστε ἐκ τῶν εἰρημένων ταῦτα φανερά. μέλλων δὲ τὴν αἰτίαν ἀποδιδόναι τοῦ τὰς ἀτόμους οὐσίας πρώτας εἶναι, ἐπεὶ πάντα ἢ καθ' ὑποκειμένων αὐτῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν, μέλλων δὲ καὶ ἀπολογισμὸν ποιήσασθαι τοῦ τὰς δευτέρας οὐσίας εὐλόγως οὐσίας εἶναι, ὅτι δηλοῦσι τὴν πρώτην οὐσίαν καθ' ὑποκειμένης αὐτῆς λεγομένας, ὑπομιμνῄσκει διὰ τούτων ἡμᾶς, πῶς τὰ καθ' ὑποκειμένου κατηγορεῖται. διὰ τοῦτο γάρ τοι καὶ τῆς συνωνυμίας ἐδέησεν αὐτῷ, διὰ τὰ καθ' ὑποκειμένου κατηγορούμενα, τῆς δὲ ὁμωνυμίας καὶ παρωνυμίας διὰ τὰ ἐν ὑποκειμένῳ συμβεβηκότα. ταῦτα γὰρ κατὰ μὲν τὸν λόγον οὐδέποτε ἂν ταῖς οὐσίαις συναρμοσθεῖεν· οὐ γὰρ τὸ σῶμά τις εἴποι χρῶμα διακριτικὸν ὄψεως, καίτοι ἐπονομάζων αὐτὸ λευκόν· τὰ πολλὰ δὲ παρωνύμως λέγεται ἀπὸ τῶν τοιούτων, ὡς ἀπὸ τῆς γραμματικῆς γραμματικός. ταύτην οὖν τὴν χρείαν ἡ ἐπανάληψις ἡ νῦν προκειμένη παρέχεται, ἐφεξῆς δὲ τοιαῦτα προστίθησιν·

[87]

p. 234 Τὰ δὲ ἄλλα πάντα ἤτοι καθ' ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν. τοῦτο δὲ φανερὸν ἐκ τῶν καθ' ἕκαστα προχειριζομένων.

   Εἰπὼν τίνες αἱ πρῶται καὶ τίνες αἱ δεύτεραι οὐσίαι δοκεῖ μὲν τὰ ὑπάρχοντα ταῖς πρώταις οὐσίαις παραδιδόναι κατὰ τὸ προφανές· λέγει γὰρ ὅτι ὑποβάθρα πάλιν εἰσὶν αἱ πρῶται οὐσίαι τοῖς μὲν ὡς καθ' αὑτῶν λεγομένοις ὑποκείμεναι, ὥσπερ ταῖς δευτέραις οὐσίαις, τοῖς δὲ ὡς ἐν αὐταῖς τὸ εἶναι ἔχουσιν. ὥσπερ τοῖς συμβεβηκόσιν· ἀπορίαν δὲ λύει νῦν περὶ τῶν πρώτων οὐσιῶν. εἰ γὰρ μήτε ἐν ὑποκειμένῳ εἰσὶν μήτε καθ' ὑποκειμένου τινὸς λέγονται, διαμφισβητήσειεν ἄν τις, μήποτε οὐδὲ εἰσὶν ὅλως· πόθεν γὰρ αὐταῖς τὸ εἶναι; τοῦτο δὲ λύων φησὶν ὅτι οὐ μόνον αὐταὶ παρ' ἑαυτῶν ἔχουσιν τὸ εἶναι, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν παρέχουσι τὴν ὑπόστασιν· τά τε γὰρ καθ' ὑποκειμένου λεγόμενα καὶ τὰ ἐν ὑποκειμένῳ ὄντα ἀπὸ τοῦ ὑποκειμένου ἔχει τὸ εἶναι. ταῦτα δὲ κατασκευάζων τὸ μὲν τὸ εἶδος ἐν τοῖς ἀτόμοις ἔχειν τὸ εἶναι ὡς γνωριμώτερον παρῆκεν, οἷον τὸν ἄνθρωπον ἐν τοῖς κατὰ μέρος ἀνθρώποις, τὸ δὲ τὸ γένος καίτοι δοκοῦν κατὰ τοῦ εἴδους μάλιστα κατηγορεῖσθαι οὐδὲν ἧττον ἐν ταῖς ἀτόμοις οὐσίαις ἔχειν τὸ εἶναι, τοῦτο ἀπέδειξεν, ὡς καὶ πόρρωθεν δοκοῦν μᾶλλον καὶ ὡς ἅμα καὶ τὸ ἕτερον συναποδεικνύων. ἔστι δὲ ἡ ἀπόδειξις τοιάδε· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ ἁπλῶς κατὰ ἀνθρώπου, ὥσπερ τὸ πτηνὸν εἰ κατὰ μηδενὸς τῶν κατὰ μέρος ἀετῶν, οὐδὲ ἁπλῶς κατὰ ἀετοῦ· διὰ τὴν ἄτομον ἄρα οὐσίαν ὑπόκειται καὶ τὸ εἶδος τῷ γένει. ὁμοίως δὲ καὶ τὸ ἐν ὑποκειμένῳ ἐν πρώτῳ τῷ ἀτόμῳ ἔνεστιν, εἶτα διὰ τούτου καὶ τῷ εἴδει ἐνυπάρχει, οἷον ἡ γραμματικὴ τῷ Ἀριστάρχῳ πρώτως ἐγγίνεται, εἶτα διὰ τούτου καὶ τῷ ἀνθρώπῳ. αἰτία ἄρα ἡ ἄτομος οὐσία ἐστὶν τοῖς ἄλλοις τοῦ εἶναι, καὶ τοῖς καθ' ὑποκειμένου λεγομένοις καὶ τοῖς ἐν ὑποκειμένῳ οὖσιν. ὅταν δὲ λέγωμεν ἐν ὑποκειμέναις ταῖς πρώταις οὐσίαις τὰ ἄλλα εἶναι, οἷον ποσόν, ποιόν, πρός τι καὶ τὰ λοιπά, τοιαῦτα εἶναι τὰ ἐνυπάρχοντα νοητέον, οἷά ἐστιν τὰ πρῶτα, ἀλλ' οὐχὶ τὰ πεπονθότα ἤδη καὶ διακείμενα, οἷον λευκότητα καὶ θερμότητα. τὰ γὰρ πεπονθότα ἢ διακείμενα καὶ κατὰ ταῦτα λεγόμενα καὶ αὐτὰ λόγῳ καὶ ὀνόματι ἀληθεύεται· ἀληθὲς γοῦν τὸν κύκνον λευκὸν εἰπόντα ἀποδοῦναι ὅτι λευκότητα ἔχει, λόγος δὲ οὗτος τοῦ ὡς πεπονθότος λευκοῦ, τουτέστιν τοῦ λελευκωμένου. [88] μέρος γὰρ γίνεται τοῦ εἴδους ἤδη τὸ τοιοῦτον· ὥσπερ οὖν τὸ εἶδος τοῦ ὑποκειμένου μέρος, οὕτως καὶ τὸ συντελοῦν εἰς τὸ εἶδος ἔσται τοῦ αὐτοῦ μέρος· καὶ ὁ λόγος οὖν ὁ τοῦ τοιούτου ἐπαληθεύσει κατὰ τοῦ ὑποκειμένου. διὰ ταῦτα οὖν ὁ τῶν ἤδη πεπονθότων καὶ τῶν ἁπλῶς λεγομένων διάφορος γίνεται τῆς κατηγορίας ὁ τρόπος.

   Ἀλλ' εἰ ἡ τομή, φασί, τῆς οὐσίας ὡς γένους εἰς εἴδη γέγονεν εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, αὗται δέ εἰσιν αἱ παραδοθεῖσαι, παρεῖται ἡ κοινὴ οὐσία καὶ γενική. ἢ καὶ αὕτη λέγεται ἐν τῷ μὴ ἐν ὑποκειμένῳ· ἴδιον γὰρ τοῦτο πάσης οὐσίας, διότι αὐτὴ ὑπόκειται καὶ ὥρισται, ὥστε πᾶσα κατὰ τοῦτο ἀφορίζεται. ἴδιον δὲ καὶ τῆς μὲν δευτέρας πρὸς τῷ κοινῷ τὸ καθ' ὑποκειμένου λέγεσθαι, τῆς δὲ πρώτης πρὸς τῷ κοινῷ τὸ μὴ καθ' ὑποκειμένου, ὥστε πασῶν τῶν οὐσιῶν ἡ ὑπογραφικὴ γέγονεν ἀπόδοσις. ἀλλὰ πᾶσα τομὴ γένους, φασίν, εἰς εἴδη γίνεται, ἡ δὲ πρώτη οὐσία οὐκ εἶδος· μία γὰρ ἀριθμῷ ἡ αὐτή, πολλὰ δὲ ἀριθμῷ τὸ εἶδος. λύσις δὲ τούτου, ὅτι αὐτὸ τὸ μίαν εἶναι ἀριθμῷ κοινός ἐστιν λόγος, ἴδιον δέ ἐστιν εἴδους καὶ τὸ μήτε καθ' ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ λέγεσθαι. ὡς μὲν οὖν κοινὸς λόγος, κοινὸν ποιεῖ τὸ μίαν ἀριθμῷ εἶναι τὴν πρώτην οὐσίαν· ὁ δὲ λόγος τοῦ ἀτόμου οὐκ ἔστιν εἶδος· ἓν γάρ ἐστιν ἀριθμῷ. ἀλλ' εἰς ἄνισα, φησίν, ἡ διαίρεσις γέγονεν, ὅπερ ἀλλότριόν ἐστιν τῆς εἰς εἴδη διαιρέσεως. ἢ οὐδὲ τοῦτο ἀληθές· ἀντίρροπα γάρ ἐστιν τὰ καθόλου καὶ τὰ ἄτομα καὶ ἀλλήλοις συντελεῖ πρὸς τὸ εἶναι. εὑρίσκονται δὲ αἱ μὲν ἄτομοι οὐσίαι κατὰ τὰς ἰδιότητας τὰς ἀτμήτους τῶν ὄντων, αἱ δὲ δεύτεραι οὐσίαι κατὰ τοὺς οὐσιώδεις κοινοὺς λόγους τοὺς ἐπὶ τῶν αἰσθητῶν θεωρουμένους.

   Καὶ τοῦτο δὲ οὐκ ἄξιον παραλιπεῖν, ὅτι δισσογραφία τις ἐν τούτοις συνέβη· οὐδὲν γὰρ Ἀριστοτέλης ἐκ περιττοῦ τοῖς λόγοις προστίθησιν, ἀλλ' ἴσως ἔξω παραγεγραμμένης τῆς ἄλλης γραφῆς οἱ γράφοντες τὰ δύο εἰς τὸ ἐδάφιον ἐνέγραψαν. τὸ δὲ ἑξῆς ἐστιν· "ὥστε πάντα τὰ ἄλλα καθ' ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν, ὥστε μὴ οὐσῶν τῶν πρώτων οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι". ἀλλ' ἐπὶ τὰ ἑξῆς ἰτέον.

p. 2b7 Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους ἕως τοῦ ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

   Ἐπειδὴ τὸ εἶδος καὶ τὸ γένος κοινῶς δευτέρας οὐσίας προσηγόρευσεν, πάντως ἦν ζητεῖν, εἰ ὁμοίως οὐσίαι ἄμφω, καὶ ὁμοίως τῆς πρώτης ἀφεστήκασιν.

[89] πρὸς ταύτην οὖν τὴν ζήτησιν ὑπαντῶν φησιν μὴ ἐπίσης αὐτὰς ἔχειν τὸ δευτερεῖον, ἀλλὰ μᾶλλον οὐσίαν εἶναι τὸ εἶδος τοῦ γένους. δύο δὲ δείξεις τούτου ποιεῖται, τὴν μὲν ἀπὸ τῆς πρὸς τὸ ἄτομον γένος ἀμφοῖν σχέσεως, τὴν δὲ ἀπὸ τῆς ἀναλογίας. ὧν ἡ μὲν ἀπὸ τῆς σχέσεως οὕτως συλλογίζεται· τὸ εἶδος ἔγγιον τῆς μᾶλλον οὐσίας· τὸ ἔγγιον τῆς μᾶλλον οὐσίας μᾶλλον οὐσία· τὸ εἶδος ἄρα μᾶλλον οὐσία τοῦ γένους. ὅτι δὲ ἔγγιον τῇ ἀτόμῳ οὐσίᾳ τὸ εἶδος, δείκνυσιν ἐκ τοῦ πρὸς τὴν ἀπόδοσιν οἰκειότερον τυγχάνειν· ἀποδιδόντες γὰρ τὸν Σωκράτη οἰκειότερον ἂν μᾶλλον καὶ γνωριμώτερον ἀποδοίημεν, εἰ ἄνθρωπον λέγοιμεν, πορρώτερον δέ, εἰ ζῷον· τὸ δὲ οἰκειότερον ἔγγιον μᾶλλον. τὴν δὲ ἀπὸ τῆς ἀναλογίας οὕτως ἐφοδεύει· εἰ ὡς αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα ἔχουσιν, οὕτως τὸ εἶδος ἔχει πρὸς τὸ γένος, τὸ εἶδος ἂν εἴη τοῦ γένους μᾶλλον οὐσία. ὅτι δὲ οὕτως ἔχει καὶ ταῦτα πρὸς ἄλληλα ὥσπερ ἐκεῖνα, δηλοῖ ἐκ τοῦ καὶ τὸ εἶδος ὑποκεῖσθαι τῷ γένει ὡς τὴν οὐσίαν τοῖς ἄλλοις. τὸ δὲ συνημμένον δείκνυσιν διὰ τοῦ καὶ τὴν οὐσίαν ἐν τούτῳ μάλιστα ἔχειν τὸ εἶναι οὐσίαν, ἐν τῷ τοῖς ἄλλοις ὑποκεῖσθαι καὶ πάντα τὰ ἄλλα ἐν αὐτῇ εἶναι. αὐτῶν μέντοι τῶν εἰδῶν ὅσα μὴ ὑπάλληλα ὄντα ἐστὶν καὶ γένη, οὐθὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν, κἂν τὸ μὲν ὑπερέχῃ τῇ ἀξίᾳ, τὸ δὲ ἐλλείπῃ. οὐθὲν γὰρ οἰκειότερον ἀποδώσει ὁ κατὰ τοῦ τινὸς ἀνθρώπου τὸν ἄνθρωπον ἀποδοὺς ἢ κατὰ τοῦ τινὸς ἵππου τὸν ἵππον. οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν· οὐ γὰρ ἐπεὶ τῇ ἀξίᾳ Σωκράτης τοῦ Βουκεφάλα ἵππου τιμιώτερος, διὰ τοῦτο μᾶλλον οὐσία λέγοιτο ἂν Σωκράτης τοῦ Βουκεφάλα ἵππου.

   Δοκεῖ δέ τισιν μὴ ὀρθῶς ἡ τάξις ἔχειν ἐνταῦθα τοῦ λόγου. ἔδει γάρ, φησί, πρῶτον εἰπεῖν τὴν αἰτίαν, δι' ἣν δεύτεραί εἰσιν οὐσίαι, καὶ οὕτως αὐτὴν τὴν σύγκρισιν ποιήσασθαι πρὸς ἀλλήλας. ῥητέον δὲ ὡς εἶχεν τοῦτο προειλημμένον ἐναργῶς ἀπὸ τῆς διαιρέσεως τῶν καθ' ὑποκειμένου καὶ μὴ καθ' ὑποκειμένου λεγομένων, καὶ ἀπὸ τοῦ κυριωτάτην δεδεῖχθαι οὐσίαν τὴν μήτε καθ' ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ· ἀπὸ γὰρ τούτου συνάγεται τὸ δευτέρας εἶναι οὐσίας τὰς καθ' ὑποκειμένου μὲν λεγομένας, μὴ ἐν ὑποκειμένῳ δὲ οὔσας. καὶ τοῦτο δὲ προσαπορεῖ περὶ τῆς τάξεως, ὅτι ἀκόλουθον ἦν δεῖξαι τὴν πρώτην οὐσίαν μὴ οὖσαν μᾶλλον ἢ ἧττον οὐσίαν, [90] εἶθ' οὕτως τῶν εἰδῶν τὸ μᾶλλον ἢ ἧττον ἐπιδεῖξαι. ἔστιν δὲ καὶ πρὸς τοῦτο ἡ αὐτὴ ἀπολογία, ὡς ἤδη προειλημμένον ἔχει τὸ μὴ εἶναι μᾶλλον ἢ ἧττον τὴν πρώτην οὐσίαν, ὅτε πρώτως αὐτὴν καὶ μάλιστα καὶ κυριώτατα οὐσίαν εἶναι ἀπεφήνατο· πάντα γὰρ τὰ τοιαῦτα ὥρισται καὶ οὐκ ἔχει τὴν τοῦ μᾶλλον καὶ ἧττον ἀοριστίαν· τὸ μὲν γὰρ μᾶλλον καὶ ἧττον πρόεισιν ἀπαύστως, τὸ δὲ μάλιστα ἵσταται κατὰ τὴν ὑπερβολήν.

   Διὰ τί δὲ οὐχὶ καὶ αἱ ἐννέα κατηγορίαι τῶν συμβεβηκότων δεύτεραι ἔσονται οὐσίαι διὰ τὸ κατηγορεῖσθαι τῶν πρώτων οὐσιῶν; ἢ αὐταὶ αἱ δεύτεραι οὐσίαι διὰ τί οὐκ εἰσὶν συμβεβηκότα διὰ τὸ ἐνυπάρχειν ταῖς ἀτόμοις οὐσίαις καὶ κατ' αὐτῶν λέγεσθαι; ἢ οὐχὶ πάντα τὰ κατηγορούμενα τῶν πρώτων οὐσιῶν ἔσονται δεύτεραι οὐσίαι, ἀλλ' ἐκεῖνα μόνα, ὅσα ἐν τῷ τί ἦν κατηγοροῦνται, οἷά ἐστιν τὰ εἴδη καὶ τὰ γένη. ἀλλὰ διὰ τί εἶπεν τὸ γὰρ ἴδιον μᾶλλον, οἷον ἄνθρωπος ἢ ζῷον; οὐ γὰρ ἴδιον ὁ ἄνθρωπος Σωκράτους, ἀλλ' εἶδος. ἢ οὐχὶ τὸ κυρίως ἴδιον ἐνταῦθα παρείληπται, ἀλλ' ὥσπερ τὸ ἧττον βαρὺ κοῦφον λέγομεν, οὕτως τὸ ἧττον κοινὸν ἴδιον ἐκάλεσεν.

   Ἀλλ' οὐδεμία, φασίν, οὐσία μᾶλλον καὶ ἧττον, ὡς ἐρεῖ προϊών· πῶς οὖν τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία λέγεται; ἢ ὅτι οὐ καθόσον οὐσίαι εἰσίν, τὸ μᾶλλον ἢ ἧττον αὐτῶν λαμβάνει, ἀλλὰ κατὰ τὴν τῆς αἰσθητῆς οὐσίας ἀπόστασιν. ἀλλ' ἔτι μοι δοκεῖ μένειν τὸ ἄπορον. ἡ γὰρ αἰσθητὴ οὐσία ἡ μάλιστά ἐστιν οὐσία, καὶ ἐπὶ τῶν ἄλλων δὲ κατηγοριῶν, ἐν αἷς τὸ μᾶλλον καὶ ἧττον ἔστιν, ὥσπερ ἐπὶ τῆς ποιότητος, κατὰ τὴν πρὸς τὸ μάλιστα ἀπόστασιν τὸ μᾶλλον καὶ ἧττον θεωρεῖται· μᾶλλον γὰρ λευκὸν τὸ τῷ μάλιστα συνεγγίζον· ἐπεὶ οὐδὲ ἐκεῖ καθόσον ποιὰ τὸ μᾶλλον καὶ ἧττον ἔχει· ὁμοίως γὰρ ἄμφω ποιά. μήποτε οὖν ἡ οὐσία λέγεται μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, διότι, κἂν τῶν εἰδῶν αὐτῆς τὸ μὲν μᾶλλον οὐσία, τὸ δὲ ἧττον, τὸ δὲ μάλιστα, ἀλλ' ἕκαστον εἶδος οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· οὔτε γὰρ γένος γένους οὔτε εἶδος εἴδους οὔτε ἄτομον ἀτόμου μᾶλλόν ἐστιν ἢ ἧττον οὐσία. ἐπὶ μέντοι τῆς ποιότητος ἐν τοῖς εἴδεσιν αὐτοῖς τῆς ποιότητος θεωρεῖται τὸ μᾶλλον καὶ τὸ ἧττον· λευκὸν γὰρ λευκοῦ μᾶλλόν ἐστι καὶ ἧττον. οὕτως μὲν Πορφύριος καὶ Ἰάμβλιχος λύουσι τὰς ἀπορίας. ὡς δὲ Ἀλέξανδρος ἐξηγεῖται τὴν ἄτομον οὐσίαν φιλοτιμούμενος τὸ πρώτως κινοῦν ἐν αὐτῇ τιθέναι, καὶ χαλεπώτεραι γίνονται αἱ ἀπορίαι. πῶς γὰρ ἔτι τὸ ἐγγυτέρω τῆς αἰσθητῆς οὐσίας μᾶλλον ἔσται [91] οὐσία; πῶς δὲ αἱ νοηταὶ οὐσίαι εἰς ταὐτὸ ταῖς αἰσθηταῖς συνταχθήσονται; ἀτόπως δὲ καὶ τὸ ἄτομον ἄλλως ἐπὶ τῶν νοητῶν λεγόμενον ἄλλως ἐκεῖνος ἐκδέχεται ὁμωνυμίᾳ μόνῃ χρώμενος. οὐκ ὀρθῶς δὲ καὶ τὸ γνώρισμα τῶν ἐνύλων οὐσιῶν, τὸ μὴ ἐν ὑποκειμένῳ, ταῖς ἀύλοις οὐσίαις προσφέρει· δῆλον γὰρ δήπουθεν, ὡς ἄλλως μὲν τὰς ἐνύλους ἐχαρακτηρίζομεν τῷ ἔχειν τι ἐν ὑποκειμένῳ, ἄλλως δὲ τὰς ἀύλους τῷ μηδὲν ἔχειν ὡς ἕτερον ἐν ἑτέρῳ. ἔτι δὲ σπουδάζει, ἵνα μὴ ἐλαττωθῇ τῶν πρώτων οὐσιῶν τῶν συνθέτων ἡ πρώτως κινητικὴ οὐσία, σχέσιν αὐτῇ πρὸς ταύτας διδόναι· αἰτία γάρ, φησίν, τῶν οὐσιῶν τῶν ἐχουσῶν τὰ ἐν ὑποκειμένῳ ἡ μάλιστα ἂν εἴη οὐσία. τὸ δὲ οὐχ οὕτως ἔχει· οὐ γὰρ ἔστιν ὅπως ἡ νοητὴ καὶ πρώτως κινητικὴ οὐσία ἀπὸ τῆς σχέσεως τῆς πρὸς τὰ σύνθετα καὶ ἔνυλα τὸ μάλιστα οὐσία εἶναι παραλαμβάνει, ἀλλὰ τοὐναντίον ἐκ τοῦ χωριστὴ εἶναι ἀπὸ πάντων.

   Ἀρχύτας δὲ ὁ Πυθαγόρειος οὐ προσίεται τὴν νυνὶ προκειμένην τῶν οὐσιῶν διαίρεσιν, ἀλλ' ἄλλην ἀντὶ ταύτης ἐκεῖνος ἐγκρίνει λέγων· "τᾶς τε γὰρ ὠσίας ἐντὶ διαφοραὶ τρεῖς· ἁ μὲν γάρ ἐντι ὕλα, ἁ δὲ μορφά, ἁ δὲ συναμφότερον ἐκ τούτων". αὕτη δὲ ἡ διαίρεσις κατ' αὐτὸν γέγονε τὸν τῆς οὐσίας λόγον καὶ ἐπὶ πάντα διατείνει καὶ κατὰ φύσιν χρῆται τῇ διακρίσει τῶν οὐσιῶν, ἀλλ' οὐχ ὡς ἡ Ἀριστοτελικὴ διαίρεσις τῆς συνηθείας μόνης ἔχεται τῶν σημασιῶν. μαρτυρεῖ δὲ καὶ Ἀριστοτέλης ἐν τοῖς ἀκριβεστάτοις ἑαυτοῦ συγγράμμασιν ταύτῃ χρώμενος τῇ διαιρέσει, ὥσπερ ἔν τε τῇ Φυσικῇ ἀκροάσει καὶ ἐν τῇ Μετὰ τὰ φυσικά. τῶν μέντοι Πυθαγορείων οὐδεὶς ἂν προσοῖτο ταύτην τὴν διαίρεσιν τῶν πρώτων καὶ δευτέρων οὐσιῶν, ὅτι τοῖς καθόλου τὸ πρώτως ὑπάρχειν μαρτυροῦσι, τὸ δὲ ἔσχατον ἐν τοῖς μεριστοῖς ἀπολείπουσιν, καὶ διότι ἐν τοῖς ἁπλουστάτοις τὴν πρώτην καὶ κυριωτάτην οὐσίαν ἀποτίθενται, ἀλλ' οὐχ ὡς νῦν λέγεται ἐν τοῖς συνθέτοις καὶ αἰσθητοῖς, καὶ διότι τὰ γένη καὶ εἴδη ὄντα νομίζουσιν, ἀλλ' οὐχὶ συγκεφαλαιούμενα ταῖς χωρισταῖς ἐπινοίαις. πῶς οὖν ὁ Ἀριστοτέλης καίτοι γινώσκων καὶ τὴν κατὰ Ἀρχύταν τῆς οὐσίας διαίρεσιν οὐκ ἐχρήσατο νῦν αὐτῇ; ἢ ὅτι τῆς λογικῆς πραγματείας οἰκεία μᾶλλον ἦν αὕτη ἡ διαίρεσις· ὑποκειμένων γὰρ καὶ κατηγορουμένων ἁπλῶν φωνῶν παράδοσιν ἐν τούτοις ποιούμενος εἰκότως καὶ ἐν τῇ οὐσίᾳ, ἣν ὑποκεῖσθαι πᾶσιν εἶπεν, εὑρών τι κατηγορούμενον τὸ εἶδος καὶ τὸ γένος εἰς ταῦτα τὴν διαίρεσιν ἐποιήσατο.

[92]

p. 37 Κοινὸν δὲ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι ἕως τοῦ ὥστε οὐκ ἂν εἴη ἡ οὐσία τῶν ἐν ὑποκειμένῳ.

   Διελὼν πόσαι καὶ τίνες εἰσὶν αἱ οὐσίαι, ἐφεξῆς τὰ ὑπάρχοντα αὐταῖς τά τε κοινὰ καὶ τὰ ἴδια παραδοῦναι προτίθεται εἰκότως. εἰ μὲν γὰρ ἦν ὅρον ἑκάστου τῶν γενῶν ἀποδιδόναι, ἧττον ἔδει φροντίζειν τῆς τῶν ὑπαρχόντων αὐτοῖς παραδόσεως· ἐκ γὰρ τοῦ ὁρισμοῦ καὶ τὰ ὑπάρχοντα καὶ ἡ φύσις ὅλη κατεφαίνετο· ἐπεὶ δὲ ὁρισμὸν οὐκ ἦν ἀποδιδόναι, ἀλλ' ὑπογραφὴν μόνον καὶ παραδείγματα, εἰκότως τῆς τῶν ὑπαρχόντων ἔδει κατανοήσεως, τῶν τε κοινῶν καὶ μάλιστα τῶν ἰδίων, ἵνα ἐκ τούτων ὡς ἐκ γένους καὶ διαφορῶν οἷον ὁρισμός τις ἑκάστου τῶν γενῶν ἀποδιδοῖτο. κοινὸς οὖν οὗτος ἀπολογισμὸς ἔστω ἐφ' ἑκάστου τῶν γενῶν μετὰ τὴν διαίρεσιν τὰ ὑπάρχοντα τῷ γένει παραδιδόναι, τά τε κοινὰ καὶ τὰ ἴδια, καὶ πρῶτον τὰ πρὸς ἄλλα γένη κοινά.

   Ὁ δὲ Ἰάμβλιχος οἴεται προηγουμένως ἐφ' ἑκάστου γένους τὸ ἴδιον ζητεῖν ὡς δυνάμενον ὁπωσοῦν ἀντὶ τοῦ ὁρισμοῦ τὴν φύσιν τοῦ ζητουμένου παραστῆσαι· ἐπειδὴ δὲ συνέβαινεν τὸ κυρίως ἴδιον ζητοῦντα ὃ μόνῳ καὶ παντὶ ὑπάρχει μεριστῶς ἐφάπτεσθαι αὐτοῦ, ποτὲ μὲν τῶν παντὶ μὲν οὐ μόνῳ δὲ ὑπαρχόντων ἀντιλαμβανόμενον, ποτὲ δὲ τῶν μόνῳ μὲν οὐ παντὶ δέ, διὰ τοῦτο τὰ μὲν διῃρημένως τυγχάνοντα τῆς ἰδιότητος ἀποδοκιμάζει λέγων οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ὡς τοῦ ἰδίου μάλιστα ζητουμένου, τὰ δὲ ὁλόκληρα καὶ κυρίως ἰδιώματα ὡς προσήκοντα ἐγκρίνει· ζητητικὸς δὲ ὢν ὁ Ἀριστοτέλης καὶ διὰ ζητήσεως τὸ ἀληθὲς εὑρίσκων πρῶτον περιπίπτει τοῖς ὁλοσχερῶς λεγομένοις καὶ διελέγχων αὐτὰ οὕτως ἐπὶ τέλει τὸ ἀληθὲς εὑρίσκει. καὶ λέγοιτο μὲν ἂν καὶ ταῦτα καλῶς, οἰκειότερον δὲ ἴσως καὶ τὰ κοινὰ πρὸς ἄλλας κατηγορίας προηγουμένως ἐκτίθεσθαι, ὡς ἐκ τῶν κοινῶν καὶ τῶν ἰδίων ἀκριβεστέρας γινομένης τῆς τοῦ ζητουμένου περιγραφῆς. δηλοῖ δὲ καὶ Ἀρχύτας, οὐ τὰ ἴδια μόνα ζητῶν, ἀλλὰ καὶ τὰ κοινὰ πρὸς τὰς ἄλλας κατηγορίας ἐκτιθέμενος. καὶ παραγεγράφθω πλείονα τῶν Ἀρχυτείων, ἐπειδὴ καὶ ὁ θεῖος Ἰάμβλιχος ὀλίγον τι ῥητὸν καὶ ἀμφιβολίαν καὶ αὐτὸ παρέχον ἀνέγραψεν· "ταῖς δὲ διανοίαις ταύταις καὶ ταῖς κατηγορίαις συνυπάρχει τινὰ μὲν κοινά, τινὰ δὲ ἴδια. λέγω δὲ κοινὰ μὲν τᾶς οὐσίας τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ ἐνδέχεται μᾶλλον καὶ ἧσσον ἦμεν ἄνθρωπον, οὐδὲ μὰν θεὸν καὶ φυτόν· καὶ τὸ μηδὲν ἔχεν ἐναντίον· ἀνθρώπῳ γὰρ ἄνθρωπος οὐκ ἔστιν ἐναντίον, οὐδὲ μὰν θεῷ [93] θεὸς οὐδὲ ταῖς ἄλλαις ὠσίαις. τό τε καθ' αὑτὸ ἦμεν, ἀλλὰ μὴ ἑτέρῳ τινὶ συνυπάρχειν, ὥσπερ γλαυκότατα καὶ χαροπότατα ὀφθαλμοῖς, οὐσίας οἰκεῖον· πᾶσα γὰρ οὐσία καθ' αὑτάν ἐντι, τὰ δὲ συνυπάρχοντα καὶ συμβεβηκότα ἢ ἐν ταύτᾳ ἢ οὐκ ἄνευ ταύτας". εἶτα τὰ κοινὰ τῆς ποιότητος εἰπὼν ἐπάγει· "καὶ τᾷ ποσότητι δὲ παρέπεται πολλὰ καὶ τῶν τᾶς οὐσίας, οἷον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧσσον". εἰπὼν δὲ καὶ τῶν πρός τι τὰ κοινὰ ἐπάγει· "ὑπάρχει δὲ καὶ ἴδιον ἑκάστας αὐτᾶς· τᾶς μὲν ὠσίας τὸ τὰν αὐτὰν καὶ μίαν ἀριθμῷ διαμένοισαν τῶν ἐναντίων δεκτικὴν ἦμεν". οὕτως ἄρα καὶ τὰ κοινὰ πρὸς τὰς ἄλλας κατηγορίας καὶ τὰ ἴδια βούλεται παραδιδόναι. ὁ μέντοι Πορφύριος τὰ ἴδια μὲν ἑκάστου τῶν γενῶν παραδίδοσθαί φησιν ὑπὸ τοῦ Ἀριστοτέλους καὶ οὐχὶ τὰ κοινὰ ἁπλῶς πρὸς τὰς ἄλλας κατηγορίας· τριχῶς δὲ λέγεσθαι τὸ ἴδιον, τὸ μὲν παντὶ μὲν οὐ μόνῳ δὲ ὑπάρχον ὡς τὸ δίπουν τῷ ἀνθρώπῳ, τὸ δὲ μόνῳ μὲν οὐ παντὶ δὲ ὡς τῷ αὐτῷ τὸ γραμματικόν, τὸ δὲ καὶ μόνῳ καὶ παντί, ὅπερ καὶ κυρίως ἐστὶν ἴδιον, ὡς τῷ ἀνθρώπῳ τὸ γελαστικόν. τὰ οὖν μὴ μόνῳ ὑπάρχοντα, ταῦτα καὶ κοινά ἐστιν πρὸς τὰ ἄλλα γένη, ὅταν παντὶ μὲν μὴ μόνῳ δὲ ὑπάρχῃ. ἐπιστῆσαι δὲ χρὴ τοῖς Ἀρχυτείοις, ὅτι οὐδὲν ζητητικῶς ἐν τούτοις οὐδὲ ἀμφιβόλως, ἀλλ' ἀποφαντικῶς μετὰ τοῦ θάρρους τῆς ἐπιστήμης προάγεται πάντα καὶ δι' αὐτῶν τῶν ἀναγκαιοτάτων τῷ λόγῳ πρόεισιν. ἴσως δ' ἄν τις ἀπορήσοι πῶς δυνατὸν πάσης οὐσίας τὸ ἴδιον ἀφορίζεσθαι. καθ' ἑκάστην γὰρ οὐσίαν διάφορον καὶ τὸ ἰδίωμά ἐστιν ἕτερον· οὐκοῦν ἄλλα τῶν συνθέτων καὶ ἄλλα τῶν ἁπλῶν ἀποδοθήσεται ἰδιώματα, καὶ ἄλλο μὲν τῶν ἀεικινήτων, ἄλλο δὲ τῶν ἐν μέρει μεταλαμβανόντων κινήσεως, καὶ ἕτερον μὲν τῶν ἑστηκότων ἐν τοῖς εἴδεσιν ὡσαύτως, ἕτερον δὲ ἐπὶ τῶν μεταβαλλομένων, καὶ ἐπὶ τῶν νοητῶν καὶ αἰσθητῶν ὡσαύτως. ἀλλ' ἔστι λέγειν ὅτι δυνατὸν τὴν ἀνάλογον ὁμοιότητα ἀφορίζεσθαι πανταχοῦ.

   Λέγει δὲ Ἀριστοτέλης τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κοινὸν καὶ τῶν πρώτων καὶ τῶν δευτέρων οὐσιῶν ὑπάρχειν, εἴτε ὡς κοινὸν τοῦτο λέγων εἴτε ὡς μοῖραν τοῦ ἰδίου τῆς οὐσίας παραδιδοὺς αὐτό. καὶ ἐπὶ μὲν τῆς πρώτης οὐσίας οὐκ ἐδεήθη ἀποδείξεως· αὐτόθεν γὰρ ὡμολόγητο οὐκ ἐν ὑποκειμένῳ εἶναι διά τε τῆς ἐν ἀρχῇ τετραχῇ γενομένης διαιρέσεως καὶ ὅτε τί ἐστιν ἡ κυριωτάτη οὐσία ἐδίδασκεν· περὶ μέντοι τῆς δευτέρας οὐσίας καθ' ὑποκειμένου μὲν λεγομένης, οὐκ ἐν ὑποκειμένῳ δὲ οὔσης ἀποδείκνυσιν. τῶν δὲ ἀποδείξεων [94] ἡ μέν ἐστιν ἀπὸ τῆς διαιρέσεως· αἱ γὰρ δεύτεραι οὐσίαι εἰσὶν αἱ καθ' ὑποκειμένων μὲν τῶν ἀτόμων λεγόμεναι, ἐν ὑποκειμέναις δὲ αὐταῖς οὐκ οὖσαι. δευτέρα δὲ ἀπόδειξις ἀπὸ τοῦ μὴ οἷόν τε τὸν τινὰ ἄνθρωπον ἄνευ τοῦ ἀνθρώπου εἶναι· εἰ δὲ τοῦτο, οὐκ ἐν ὑποκειμένῳ ὁ ἄνθρωπος ἔσται τῷ τινὶ ἀνθρώπῳ οὐδὲ ἄλλη δευτέρα οὐσία οὐδεμία. οὐ γὰρ συντελεῖ τι τὰ ἐν ὑποκειμένῳ εἰς τὴν τῶν ὑποκειμένων οὐσίαν, ὁ μέντοι τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστιν ὡς ὑπὸ τοῦ ἀνθρώπου συμπληρούμενος. εἰ δὲ μὴ ἐν τῇ πρώτῃ οὐσίᾳ ὡς ἐν ὑποκειμένῳ εἰσὶν αἱ ἄλλαι οὐσίαι, οὐδὲ ἐν ἄλλῳ τινὶ ἔσονται ὡς ἐν ὑποκειμένῳ· πάντα γὰρ τὰ ἄλλα ἢ ἐν ὑποκειμέναις ἐστὶν ταῖς πρώταις οὐσίαις ἢ καθ' ὑποκειμένων αὐτῶν λέγεται. ἔτι δὲ τὰ μὲν ἐν ὑποκειμένῳ ὄντα φθείρεσθαι δύναται σῳζομένου τοῦ ὑποκειμένου, ὥσπερ τὸ λευκόν· τὰ δὲ εἴδη καὶ τὰ γένη οὐ δύναται φθαρῆναι σῳζομένων τῶν ἀτόμων, καθ' ὧν λέγονται. καὶ τοῦ ὑποκειμένου δὲ φθαρέντος τὸ μὲν ἐν ὑποκειμένῳ οἴχεται, τὸ δὲ καθόλου σῴζεται, ἄλλοτε ἀλλοίων τῶν ἀτόμων γινομένων. ἔτι δὲ τὰ εἴδη καὶ τὰ γένη ἢ ἐν τοῖς ἰδίοις ἀτόμοις ἔσται ἐν ὑποκειμένοις ἢ ἐν ἄλλοις. ἀλλ' οὔτε ἐν τοῖς ἰδίοις δυνατόν· καὶ γὰρ καὶ τὰ ἐν ὑποκειμένῳ ὄντα ἐν τοῖς ἰδίοις ἀτόμοις οὐκ ἔστιν ὡς ἐν ὑποκειμένοις, ἀλλ' ὡς καθ' ὑποκειμένων αὐτῶν λέγεται· οὐ μὴν οὐδὲ ἐν ἄλλῳ ἐνυπάρχουσιν· οὐδὲν γάρ ἐστιν ὑποκείμενον ἄνευ τῶν ἀτόμων οὐσιῶν. ἔτι δὲ καὶ οὕτως ὁ Ἀριστοτέλης συλλογίζεται· τὰ ἐν ὑποκειμένῳ ὄντα ὁμωνύμως κατηγορεῖται· οὐδεμία δὲ τῶν δευτέρων οὐσιῶν ὁμωνύμως κατηγορεῖται, ἀλλὰ συνωνύμως· οὐδεμία ἄρα τῶν δευτέρων οὐσιῶν ἐν ὑποκειμένῳ ἔσται. ἀλλὰ μὴν οὐδὲ ἡ πρώτη· οὐδεμία ἄρα οὐσία.

   Καὶ κατὰ τὴν Ἀρχύτειον δὲ τῶν οὐσιῶν διαίρεσιν τὴν εἰς ὕλην καὶ εἶδος καὶ τὸ σύνθετον τὸ αὐτὸ δείκνυσιν ὁ λόγος, ὅτι οὐδεμία οὐσία ἐν ὑποκειμένῳ. ἡ μὲν γὰρ ὕλη ὑποκείμενον οὖσα πᾶσιν καὶ πρῶτον ὑποκείμενον πρόδηλον ὡς οὐκ ἔστιν τῶν ἐν ὑποκειμένῳ. ἀλλ' οὐδὲ τὸ εἶδός ἐστιν ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ· μεθ' οὗ γὰρ συναπαρτίζει ἕν τι κατ' ἴσην συντέλειαν, οὐκ ἔστιν θάτερον ἐν θατέρῳ, ὥστε οὐδ' ἂν αὐτὸ εἴη ἐν ὑποκειμένῳ. ἡ δὲ σύνθετος οὐσία περιέχουσα ἐν ἑαυτῇ τὸ εἶδος καὶ τὴν ὕλην εἰκότως οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ.

   Ἀλλὰ τὸ μὴ ἐν ὑποκειμένῳ ἀποφατικόν, ἀποφατικῶς δέ, φασίν, οὐδὲν οἷόν τε τῇ διανοίᾳ περιλαμβάνειν· ἀόριστος γὰρ ἡ ἀπόφασις, καὶ ὡρισμένην γνῶσιν τῷ ἀορίστῳ συναρμόζειν ἀδύνατον. ἢ τὸ δηλούμενον ἀπὸ τῆς ἀποφατικῆς ταύτης φωνῆς ὡρισμένον πώς ἐστι καὶ καταφατικόν. οὐδὲν γὰρ ἄλλο λέγει τὸ μὴ ἐν ὑποκειμένῳ ἢ ὅτι αὐτὸ ὅπερ ἐστὶν ἑαυτοῦ ἐστιν ἢ μέρος ἐστὶ συμπληρωτικὸν τοῦ τοιούτου, καὶ ὅτι ὑποκείμενόν ἐστιν· καὶ γὰρ καὶ τοῦτο κοινὸν ὑπάρχει κατὰ πάσης οὐσίας, ἀλλὰ ἄλλως μὲν ἡ ὕλη τῷ εἴδει ὑπόκειται, [95] ἄλλως δὲ τὸ συναμφότερον ταῖς ἀπ' αὐτοῦ γινομέναις ἐνεργείαις. ἔτι δὲ εἰ οὐσία ἐστὶν κυρίως, ἀφ' ἧς τὰ ἄλλα καὶ δι' ἣν τὰ ἄλλα καὶ περὶ ἣν τὸ πάσχειν καὶ ἀφ' ἧς τὸ ποιεῖν, τῇ δὲ τοιαύτῃ ὑπάρχει τὸ μὴ ἐν ὑποκειμένῳ, εἰκότως ἡ οὐσία λέγεται μὴ εἶναι ἐν ὑποκειμένῳ· καθ' αὑτὴν γὰρ οὖσα οὐκ ἔχει ἐν ἄλλῳ τὸ εἶναι. καὶ τὸ εἶδος δὲ καὶ τὸ γένος μέρη ὄντα τῆς οὐσίας οὐκ ἔσται ἐν ὑποκειμένῳ. τῷ δὲ μήτε ἐν ὑποκειμένῳ μήτε καθ' ὑποκειμένου προσθετέον 'ὡς κατ' ἄλλου'· ὅταν γὰρ τὸν ἄνθρωπον τοῦ Σωκράτους κατηγορῶμεν, οὐχ ὡς τὸ ξύλον λευκὸν λέγομεν, ἀλλ' ὡς τὸ λευκόν. περὶ μὲν οὖν τούτων τοσαῦτα.

   Ἀπορήσειε δ' ἄν τις, πῶς οὐκ ἔσται οὐσία ἐν ὑποκειμένῳ, ὅταν νοῦς ᾖ ἐν τῇ ψυχῇ, ψυχὴ δὲ ἐν σώματι, αἱ δὲ ἰδέαι κατὰ Πλάτωνα ἐν τῷ νῷ. ἢ οὐχ ὡς ἐν ὑποκειμένῳ ἐνυπάρχουσιν οὐδὲ ὡς συμβεβηκότων ἐοίκασιν μεθέξει, ἀλλ' ὡς οὐσία πάρεστιν ἐν ἑτέρᾳ οὐσίᾳ, οὐχ ὡς μέρους τινὸς ἐν ὅλῳ τούτων ἐνόντων, ἀλλ' ὡς τῆς ἐντελεχείας καὶ τῆς κατ' ἐνέργειαν οὐσίας ἐν τῇ κατὰ δύναμιν ὑποδοχῇ καὶ ἐν τῇ ἀτελεῖ φύσει ἐνυπαρχούσης χωριστῶς, οἷον ἐν νηὶ κυβερνήτου καὶ καθόλου παντὸς τοῦ χρωμένου ἐν ἐκείνῳ ᾧ χρῆται καὶ πρὸς αὐτὸ παρόντος, ἢ τῆς συνεχούσης αἰτίας πρὸς τὴν συνεχομένην κατ' ἄλλον τρόπον παραγινομένης, ἢ τῆς ἡνωμένης οὐσίας περιεχούσης ἐν ἑαυτῇ τὴν πεπληθυσμένην, ὥσπερ τοῦ κέντρου ἐν ἑαυτῷ τὸν κύκλον συνειληφότος. κατὰ γὰρ ταῦτα πάντα καὶ ἔτι ἄλλα τοιαῦτα δύναταί τις ἐξηγεῖσθαι τὴν τῶν οὐσιῶν παρουσίαν ἐν ἑτέραις οὐσίαις, καὶ οὐδὲν ἄτοπον ἐκ τούτου συμβήσεται.

   Ἀλλ' οὐδὲ ὁ χρόνος, φασίν, ἐν ὑποκειμένῳ. ἢ διαιρετέον τὸν χρόνον, ἤτοι κατὰ τὸ μετροῦν ἢ τὸ μετρούμενον. καὶ εἰ μὲν κατὰ τὸ μεμετρημένον τις αὐτὸν λάβῃ, ἔσται ἐν τῇ κινήσει τὸ μέτρον ὡς ἐν ὑποκειμένῳ, ὥσπερ καὶ αὐτὴ ἡ κίνησις ἐν τῷ κινουμένῳ. εἰ δὲ κατὰ τὸ μετροῦν, οἷον τὴν ψυχήν, ὡς ὁ Ἀριστοτέλης φησίν, ἐν τῷ μετροῦντί ἐστιν τὸ μέτρον. εἰ μέντοι τις χρόνον λαμβάνοι τὸν καθ' αὑτὸν ὑφεστῶτα, δῆλον ὡς οὐσία οὗτός ἐστιν, καὶ ἄλλης φιλοσοφίας ὁ τοιοῦτος λόγος. καὶ τὸν τόπον δὲ εἴ τις λέγει ὡς οὐδὲ αὐτὸς ἐν ὑποκειμένῳ, φήσομεν πρὸς αὐτόν, ὅτι πέρας τοῦ περιέχοντος ὢν ὁ τόπος κατὰ τὴν Ἀριστοτέλους περὶ τοῦ τόπου φιλοσοφίαν ἐν ἐκείνῳ ἔσται, καὶ οὕτως ἔσται τῶν ἐν ὑποκειμένῳ. ἀλλὰ ταῦτα μὲν εὐδιάλυτα.

   Ἐκεῖνο δὲ ἀπορίας ἄξιον, πῶς τὸ μὴ ἐν ὑποκειμένῳ καὶ τὰ ἄλλα [96] τὰ τῇ οὐσίᾳ ὑπάρχοντα κοινῶς οὐχ ὡς συμβεβηκός τι δείκνυται· οὐ γὰρ κατ' αὐτὸ τὸ εἶναι τὴν κοινωνίαν δείκνυσιν τῶν οὐσιῶν. πρὸς ὅ φασιν οἱ σπουδαιότεροι τῶν ἐξηγητῶν, ὅτι "ἡ αἰσθητὴ οὐσία συμφόρησίς τίς ἐστιν ποιοτήτων καὶ ὕλης, καὶ ὁμοῦ μὲν πάντα συμπαγέντα μίαν ποιεῖ τὴν αἰσθητὴν οὐσίαν, χωρὶς δὲ ἕκαστον λαμβανόμενον τὸ μὲν ποιόν, τὸ δὲ ποσόν ἐστιν ἤ τι ἄλλο. καὶ ὃ μὲν ἂν ἐλλεῖπον μήπω ἀπηρτισμένην παρέχηται τὴν αἰσθητὴν οὐσίαν, μέρος ἔσται τῆσδε τῆς οὐσίας· ὃ δ' ἂν γενομένῃ τῇ οὐσίᾳ ἐπισυμβῇ, τὴν οἰκείαν ἔχει τάξιν τὴν ἐπίκτητον, οὐ κρυπτόμενον ἐν τῷ μίγματι τῷ ποιοῦντι τὴν λεγομένην οὐσίαν, καὶ ἕκαστον μὲν τῶν συνιόντων οὐκ ἔστιν οὐσία, τὸ δὲ ὅλον τὸ ἐκ πάντων οὐσία ἐστίν. καὶ οὐ δυσχεραντέον, εἰ τὴν οὐσίαν τὴν αἰσθητὴν ἐξ οὐκ οὐσιῶν ποιοῦμεν· οὐδὲ γὰρ τὸ ὅλον ἀληθὴς ἦν οὐσία, ἀλλὰ μιμουμένη τὴν ἀληθῆ, ἥτις ἄνευ τῶν ἄλλων περὶ ἑαυτὴν ἔχει τὸ ὄν, καὶ τῶν ἄλλων ἐξ αὐτῆς γινομένων, ὅτι ἀληθῶς ἦν· ἐν δὲ τῇ αἰσθητῇ καὶ συνθέτῳ καὶ τὸ ὑποβεβλημένον ἄγονον καὶ οὐχ ἱκανὸν εἶναι ὄν, ὅτι μηδὲ ἐξ αὐτοῦ τὰ ἄλλα, σκιὰ δὲ καὶ ἐπὶ σκιᾷ αὐτῇ οὔσῃ ζωγραφία καὶ σκιαγραφία". διόπερ ἐξ ἀνάγκης συμβαίνει μὴ πάντα ἐν τῷ εἶναι ὑπάρχειν ἐπὶ τῶν γινομένων μηδὲ ἡμᾶς τὰ ὑπάρχοντα αὐτοῖς λαμβάνοντας δύνασθαι ἀεὶ τὰ κατ' οὐσίαν ὑπάρχοντα αὐτοῖς περιλαμβάνειν.

   Ἀλλὰ διὰ τί ἀπὸ τῶν μὴ ἰδίων τῆς οὐσίας χαρακτηρίζει αὐτήν; πρὸς τὸ γνῶναι, φήσομεν, τὰ μὴ ὄντα οὐσίας· ἐκεῖνο γὰρ οὐκ ἔσται οὐσία, ᾧ ἂν μὴ ὑπάρχῃ τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ. πρὸς τὸ εἰδέναι οὖν τὰς μὴ οὐσίας χρήσιμον τοῦτο· οὐκ εὐθὺς δὲ εἰσόμεθα καὶ τί οὐσία, ἀλλὰ δευτέρας δεόμεθα διδασκαλίας. μήποτε δὲ καὶ αὐτόθεν τῆς οὐσίας ἴδιον τοῦτο τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ, ἀλλὰ καθ' ἑαυτὸ εἶναι· κἂν γὰρ κοινὸν ᾖ αὐτῇ τοῦτο πρὸς τὴν διαφοράν, ἀλλὰ καὶ ἡ διαφορὰ καθὸ οὐσιώδης ἐστὶν ἔχει τοῦτο. διὸ καὶ Ἀρχύτας ἐν μὲν τοῖς κοινοῖς τίθησιν "τὸ καθ' αὑτὸ ἦμεν, ἀλλὰ μὴ ἑτέρῳ τινὶ συνυπάρχειν, ὥσπερ γλαυκότατα καὶ χαροπότατα ὀφθαλμοῖς", οἰκεῖον δὲ αὐτὸ καλεῖ τῆς οὐσίας, ὅτι καὶ τῇ διαφορᾷ ὡς οὐσίᾳ ὑπάρχει τοῦτο.

   Ἐπειδὴ λοιπὸν καιρός ἐστιν διατεῖναι τὴν κοινότητα τῆς οὐσίας καὶ [97] ἐπὶ τὰς διαφοράς (λέγω δὲ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι), δεῖ πρῶτον διορίσαι τὸ περὶ τῆς τάξεως ζήτημα. λέγουσι γάρ τινες, ὡς ἔδει τοῦ περὶ τῶν διαφορῶν λόγου προτετάχθαι τὸ περὶ τῶν μερῶν τῶν οὐσιῶν εἰρημένον· μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις. ὡς γὰρ ὁ Σωκράτης πρώτη οὐσία, καὶ τὰ μέρη τοῦ Σωκράτους πρῶται οὐσίαι εἰσίν, οἷον ἡ τὶς χείρ, ἡ τὶς κεφαλή. ὅταν οὖν λέγωμεν μηδεμίαν οὐσίαν εἶναι ἐν ὑποκειμένῳ, μὴ δόξῃ ταῦτα ἐν ὑποκειμένῳ εἶναι καὶ διὰ τοῦτο μὴ εἶναι οὐσίαι· ἐν ὑποκειμένῳ γὰρ ἐλέγομεν οὐ τὰ ὡς μέρη ἔν τινι ὑπάρχοντα, ἀλλὰ τὰ μὴ ὡς μέρη, ὥστε τὰ μέρη τῶν οὐσιῶν ἐν ὅλῳ μέν ἐστιν ἕκαστον ἐκείνῳ οὗ μέρος ἐστίν, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ταῦτα οὖν ἔδει προτετάχθαι, ὡς δοκεῖ τισιν, λύσιν ἔχοντα ἀπορίας τινὸς περὶ οὐσιῶν φερομένης, εἶτα οὕτως ἐπῆχθαι ὅτι οὐ μόνον ταῖς οὐσίαις ὑπάρχει τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἀλλὰ καὶ ἄλλοις, ὥσπερ ταῖς διαφοραῖς. οὐ μὴν συναρέσκει τοῖς ἀκριβεστέροις ἡ τοιαύτη τῆς τάξεως μετάθεσις, ἀλλὰ τὴν Ἀριστοτέλους μᾶλλον ἐγκρίνουσιν. ἐπειδὴ γὰρ καὶ αἱ δεύτεραι οὐσίαι καὶ αἱ διαφοραὶ δοκοῦσιν ὡς μέρη συμπληροῦν τὰς ἀτόμους οὐσίας, ἔδει μετὰ τὰς δευτέρας οὐσίας περὶ τῶν διαφορῶν εἰπεῖν καὶ τότε οὕτως τὸ κοινῶς ἐφαρμόττον καὶ δευτέραις οὐσίαις καὶ ταῖς διαφοραῖς, λέγω δὲ τὸ μέρεσιν εἶναι τῆς οὐσίας, τοῦτο ἀσφαλίσασθαι, ὡς τὸ μέρη ὄντα αὐτὰ οὐσιῶν μὴ νομίσαι ἐν ὑποκειμένοις εἶναι τοῖς ὅλοις· ἀκολουθοτέρα γὰρ αὕτη ἡ τάξις ἤπερ μεταξὺ τοῦ περὶ τῶν δευτέρων οὐσιῶν λόγου καὶ τοῦ περὶ τῶν διαφορῶν ἐμβαλόντα τὸν περὶ τῶν μερῶν λόγον διακόψαι τὴν συνέχειαν. ἡ μὲν οὖν τάξις οὕτως ἔχει καλῶς.

   Ἐπειδὴ δὲ τῇ οὐσίᾳ ὑπάρχειν εἰπὼν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κοινὸν αὐτὸ πρὸς τὰς διαφορὰς εὑρίσκει καὶ διὰ τοῦτο ἀξιοῖ μὴ εἶναι ἴδιον τῆς οὐσίας, ῥητέον οὖν πρῶτον περὶ διαφορᾶς, τί ἐστιν. καὶ γάρ τισιν δοκεῖ διαφορὰ εἶναι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος, καὶ δῆλον ὅτι ὡς πρὸς τὸ γένος αὐτῆς οὕτως ἡ διάκρισις ἀποδέδοται. ὁ μέντοι Βόηθος πρὸς τὸ εἶδος κυρίως συντάττεσθαί φησιν τὴν διαφοράν, ἀλλ' οὐ πρὸς τὸ γένος, διόπερ καὶ πολλάκις ἀντὶ τοῦ εἴδους παραλαμβάνονται αἱ διαφοραί. καὶ σύμπασαι μὲν ὁμοῦ ῥηθεῖεν ἂν περὶ τοῦ γένους, καθ' ἑαυτὴν δὲ ἑκάστη κατὰ μὲν τῶν ὑφ' ἑαυτήν, καθ' ὧν ἂν λέγηται, κατὰ πάντων ῥηθείη ἄν, κατὰ δὲ τοῦ γένους οὐδαμῶς· οὐδὲ γὰρ μορφωτική ἐστιν ἑκάστη τοῦ γένους. διενήνοχεν δὲ τοῦ εἴδους, ὅτι ἡ διαφορά ἐστιν μετὰ τοῦ γένους, καὶ ἔστιν ἡ μὲν διαφορὰ μορφή τις τοῦ γένους, τὸ δὲ γένος ὥσπερ ὑποκείμενον [98] προϋπάρχει. ἔστιν οὖν ἡ διαφορὰ συμπληρωτικὴ οὐσίας ἁπλούστερον ‹ἢ› ὡς τὰ εἴδη καὶ τὰ γένη συμπληρωτικὰ οὐσίας λέγεται· συμπληροῖ γὰρ τὸν ἄνθρωπον καὶ τὸ ζῷον καὶ τὸ λογικόν, ἀλλὰ τὸ μὲν ζῷον μεθ' ὑποκειμένου καὶ διαφορᾶς, τὸ δὲ λογικὸν ὡς ἁπλῆ ποιότης· κἂν πάλιν τὸ λογικὸν προστεθείη μετὰ τοῦ ζῴου, τὸ μὲν ἐξ ἀμφοῖν ἔσται ὡς σύνθετον, τὸ δὲ προστιθέμενον πάλιν, οἷον τὸ θνητόν, ὡς ἁπλῆ ποιότης. διὸ τὰ μὲν εἴδη καὶ τὰ γένη ὡς ὑποκείμενα δεύτεραι οὐσίαι λέγονται, αἱ δὲ διαφοραὶ καθ' ὑποκειμένου μὲν λέγονται, οὐ μήν εἰσιν οὐσίαι· οὐ γὰρ εἰς τὸ εἶναι, ἀλλ' εἰς τὸ τοιόνδε εἶναι συμβάλλονται. οὐ μέντοι οὔτε συμβεβηκότα εἰσίν, ὅτι συμβάλλονται εἰς οὐσίαν τούτων, ἅπερ εἰδοποιοῦσιν. διὰ τοῦτο οὖν οὐδὲ ἐν ὑποκειμένῳ· τὸ γὰρ ἐν ὑποκειμένῳ καὶ χωρίζεται ἄνευ τῆς τοῦ ὑποκειμένου φθορᾶς, τὸ δὲ τῆς διαφορᾶς τοιόνδε ἄνευ φθορᾶς οὐ χωρίζεται. ἀλλ' οὐδὲ τὸ ἀχώριστον συμβεβηκός, φαίη ἄν τις, χωρίζεται ἄνευ φθορᾶς. ἀλλὰ κἂν μὴ χωρίζηται τοῦτο, ἄνεσις ὅμως καὶ ἐπίτασις περὶ αὐτὸ θεωρεῖται, ὥσπερ περὶ τὸ μέλαν τοῦ Αἰθίοπος εἰς ἄλλους τόπους μεταστάντος, καὶ ἡ τοῦ γάλακτος δὲ λευκότης ἧττόν ἐστι, μᾶλλον δὲ ἡ τῆς χιόνος, καὶ ἐπὶ τῶν ἄλλων ἀχωρίστων συμβεβηκότων ὡσαύτως· ἐπὶ δὲ τῆς διαφορᾶς τὸ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν, οὔτε ἐν πλείοσιν εἴδεσιν ἢ ἀτόμοις οὔτε ἐν τῷ αὐτῷ. τοιαύτη δὲ οὖσα ἡ διαφορά, εἰ μὴ οὐσία ἐστὶν μήτε συμβεβηκός, ταὐτὸν δὲ εἰπεῖν, μήτε οὐκ ἐν ὑποκειμένῳ μήτε ἐν ὑποκειμένῳ, τί ἂν εἴη, εἴπερ πάντα τὰ ὄντα ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἢ οὐκ ἐν ὑποκειμένῳ; ἀνάγκη οὖν ποιότητα οὐσιώδη τὴν διαφορὰν εἶναι συμπληρωτικὴν τῆς οὐσίας, ἢ μέσην ποιότητος καὶ οὐσίας, κοινόν τινα σύνδεσμον παρεχομένην ταῖς μὲν οὐσίαις πρὸς τὰ συμβεβηκότα, τοῖς δὲ συμβεβηκόσιν πρὸς τὰς οὐσίας. ἡ γὰρ φύσις οὐκ ἀμέσως ἀπὸ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβαίνειν φιλεῖ, ὥσπερ οὐδὲ ἀπὸ τῶν ζῴων εἰς τὰ φυτά, ἀλλὰ μεταξύ τινα φύσιν τὴν τῶν ζῳοφύτων ὑπέστησεν, συναγωγὸν ἀμφοτέρων τῶν ἄκρων καὶ συμπληρωτικὴν ἢ συνδετικὴν αὐτῶν πρὸς ἄλληλα· καὶ ἐνταῦθα τοίνυν μέσην ὑπέστησεν τὴν διαφοράν, κατὰ μέν τινας ὡς κεχωρισμένην ἀμφοῖν, κατ' ἄλλους δὲ ὡς ἀμφοτέρων μετέχουσαν. ἄλλη δὲ ἂν γένοιτο δόξα τῶν λεγόντων μὴ μόνον συμπληρωτικὴν εἶναι τῆς οὐσίας τὴν διαφοράν, ἀλλὰ καὶ μέρος αὐτῆς, ἤτοι κατὰ τὴν ἐμπερίληψιν τοῦ ὑποκειμένου θεωρουμένην ἢ μέρος οὖσαν τῆς κατὰ τὸ εἶδος οὐσίας ἢ συναλλοιουμένην ταῖς πρὸς τὸ ὑποκείμενον σχέσεσιν, ὡς περὶ αὐτό πως αὐτὴν καὶ διατίθεσθαι διαφόρως.

[99]    Τοσαῦται μὲν οὖν αἱρέσεις γένοιντο ἂν περὶ τῶν διαφορῶν. χρησίμη δέ ἐστιν ἡ περὶ αὐτῶν θεωρία πρὸς ὅλην τὴν τῶν κατηγοριῶν διδασκαλίαν· ἐν πάσαις γάρ εἰσι ταῖς κατηγορίαις αἱ διαφοραί. ἀλλὰ τίς ἡ βελτίων δόξα περὶ τῆς διαφορᾶς ἐν ταῖς εἰρημέναις, σκοπεῖν ἄξιον. ἢ ὅτι τὸ μέσον ἕξει ποιότητος καὶ οὐσίας, διὸ καὶ συντελεῖ εἰς τὸ ποιὸν εἶναι καὶ λέγεται περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν καὶ οὐχ ὡς ἐν ὑποκειμένῳ. διὸ δεῖ, φησὶν Ἰάμβλιχος, προστιθέναι εἰς τὸν ὅρον τοῦ ἐν ὑποκειμένῳ τὸ 'οὐδὲν συντελοῦντος εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου'· τὸ γὰρ εἶδος συντελεῖ καὶ ἡ διαφορά. μήποτε δὲ ἀρκεῖ προσκείμενον τῷ ὁρισμῷ τὸ "μὴ ὡς μέρος"· ἡ γὰρ διαφορὰ μέρος γίνεται ὥσπερ καὶ τὸ γένος. δεῖ δὲ τὴν διαφορὰν ἔχεσθαι τοῦ εἴδους ὃ συμπληροῖ, τῆς δὲ κατὰ τὸ ἄμορφον τοῦ ὑποκειμένου ἀδιαφόρου ποιώσεως, ἵν' οὕτως εἴπω, παντελῶς καθαρεύειν. καὶ κατ' ἄλλον δὲ τρόπον ῥητέον ὡς διαφορὰ κυρίως ἐστὶν ἡ τὸ γένος εἰς εἴδη διαιροῦσα καὶ ἐν αὐτῷ τῷ διαιρουμένῳ καὶ κατ' αὐτὴν οὖσα τὴν τοῦ διαιρουμένου φύσιν, οἷον ζῴου καθὸ ζῷον, οὐσίας καθὸ οὐσία· κατὰ γὰρ τὸ εἶδος ἡ διαφορὰ καθ' ἣν τὰ γένη τέμνεται εἰς τὰ εἴδη, ὁ δὲ τὶς ἄνθρωπος τοῦ τινός, οἷον Δίων καὶ Πλάτων, οὐδὲν διαφέρουσιν εἰδικῇ τοῦ ἀνθρώπου διαφορᾷ.

   Ἀλέξανδρος δὲ ἀπορεῖ, ὡς εἰ ποιότης ἐστὶν ἡ διαφορά, ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ ἐστὶν καὶ οὐκ ἔτι καθ' ὑποκειμένης αὐτῆς λέγεται. πρὸς ὃν δυνατὸν λέγειν ἀντιστρέφοντα τὸ ὑποθετικόν, ὡς εἰ καθ' ὑποκειμένου λέγονται αἱ διαφοραί, ἐν ὑποκειμένῳ δὲ οὐδενί εἰσιν, δῆλον ὡς οὐκ ἂν εἶεν ποιότητες τοιαῦται, ὁποίας αὐτὰς οἱ ταῦτα ἀποροῦντες νομίζουσιν. ἀλλ' εἰ καθ' ὑποκειμένου, φασίν, λέγεται τῆς πρώτης καὶ ἐνύλου οὐσίας, ἡ διαφορὰ ἔσται καὶ αὐτὴ ἔνυλος. ἢ εἰ μὲν ἔνυλόν φασι τὸ μετὰ τῆς ὕλης ὑφιστάμενον ὡς ἔχον τινὰ καὶ καθ' ἑαυτὸ ὑπόστασιν, οὐδὲν ἄτοπον καὶ τὰς διαφορὰς οὕτως ὑπαρχούσας συνωνύμως κατηγορεῖσθαι· καὶ γὰρ καὶ τὸ εἶδος τὸ μετὰ τῆς ὕλης συμπληρωτικὸν τῆς ἀτόμου οὐσίας ἔχει καὶ καθ' ἑαυτὸ ἰδίαν ὑπόστασιν καὶ μετὰ τῆς ὕλης κοινήν, καὶ οὐχ ὅλον ἐστὶν τῆς ὕλης, συντελοῦν τε εἰς τὴν οὐσίαν συνωνύμως κατ' αὐτῆς κατηγορεῖται, αἵ τε δεύτεραι οὐσίαι καθ' ὑποκειμένου λεγόμεναι οὐκ ἔσονται πάντως ἔνυλοι ὡς ἐν τῇ ὕλῃ τὸ εἶναι ἔχουσαι. παραιτησόμεθα δὲ καὶ τὰς ἁπλᾶς ἐν ποιότητι οἷον λογικότητι προϊούσας διατάξεις περὶ τῶν διαφορῶν καὶ τὰς συλλαμβανούσας [100] τὴν ὕλην μετ' αὐτῶν ἢ τὸ γένος καὶ τὰς παντάπασιν χωριζούσας αὐτῶν τὴν φύσιν τοῦ εἴδους· πᾶσαι γὰρ αὗται αἱ δόξαι τῆς ἀληθινῆς περὶ τῶν διαφορῶν αἱρέσεως ἀποπίπτουσιν· Ἰάμβλιχος δέ γε καὶ τὸ ἐκ πλειόνων διαφορῶν εἶναι τὸ εἶδος· ἀεὶ γὰρ μία ἐστὶν ἡ τελευταία τοῦ εἴδους μορφωτική, αἱ δὲ προάγουσαι ὡς γένη προϋπόκεινται. μήποτε δὲ ἓν μὲν εἶναι χρὴ τὸ προσεχὲς γένος ἐν τῷ εἴδει, τὰς δὲ ἄλλας διαφορὰς διοριζούσας ἀπὸ τῶν ὁμογενῶν εἰδῶν πλειόνων ὄντων· καὶ γὰρ τὸ λογικὸν πρὸς τὰ ἄλογα διορίζει τὸν ἄνθρωπον καὶ τὸ θνητὸν πρὸς τὰ ἀθάνατα, ἀλλὰ καὶ τὸ ζῷον, φαίη ἄν τις, πρὸς τὰς μὴ ζώσας οὐσίας, καὶ τὸ ἔμψυχον πρὸς τὰς ἀψύχους, καὶ οὕτως καὶ τὰ πολλὰ γένη διαφοραὶ γίνονται, ἀλλ' οὐχὶ αἱ διαφοραὶ γένη, εἴπερ τὰ μὲν γένη τὸ τί ἐστιν σημαίνει, αἱ δὲ διαφοραὶ τὸ ὁποῖόν τι.

   Ἀποροῦσι δέ τινες, πῶς τὴν διαφορὰν συνωνύμως κατηγορεῖσθαί φησιν, οἷον τοῦ πεζοῦ καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου· οὔτε γὰρ τοὔνομα οὔτε τὸν λόγον ἔστι κατηγορεῖν τοῦ ὑποκειμένου. τὸ γὰρ πεζὸν ἓν μὲν σημαίνει τὴν ἕξιν αὐτὴν οἷον τὴν πεζότητα, ἕτερον δὲ τὸ μετέχον τῆς ἕξεως ταύτης καὶ διακείμενον κατὰ ταύτην. ἀλλὰ τοῦτο μὲν οὐκ ἔστιν ἡ διαφορά, διὸ οὐδὲν πρὸς τὸν λόγον· αὐτῆς δὲ τῆς πεζότητος, ἥτις ἐστὶν ἡ διαφορά, οὔτε τὸ ὄνομα κατηγορεῖται κατὰ τοῦ ὑποκειμένου· οὐδὲ γὰρ λέγομεν πεζότητα τὸ ὑποκείμενον, οἷον τὸν ἄνθρωπον ἤ τι ἄλλο τῶν πεζῶν· οὔτε τὸν λόγον τῶν πεζῶν· οὐ γὰρ λέγομεν τὸ ὑποκείμενον ἕξιν εἶναι ἀφ' ἧς οἱ μετασχόντες πεζοὶ λέγονται. πῶς οὖν εἴρηται καὶ τοὔνομα καὶ τὸν λόγον τῆς διαφορᾶς κατηγορεῖσθαι τοῦ ὑποκειμένου; ὥστε οὐδὲ συνωνύμως ἂν ῥηθείη ἡ διαφορὰ κατὰ τῶν ὑποκειμένων. εἰ δὲ μὴ τοῦτο, οὐδὲ καθ' ὑποκειμένου λέγεται, εἴπερ τὰ καθ' ὑποκειμένου συνωνύμως τῶν κατ' αὐτὰ ἀτόμων κατηγορεῖται. πρὸς δὴ τοῦτο τὸ ἀπόρημα "οἱ συμπληρωτικὴν μὲν τιθέντες τὴν διαφορὰν κατ' αὐτὸ τὸ εἶναι, λόγῳ δὲ καὶ ὀνόματι μὴ ἀληθευομένην λέγοντες, ἢ συμπληρωτικὴν μὲν τοῦ κατὰ τὸ ὑποκείμενον λόγου, οὐ μὴν τοῦ ὁριστικοῦ, οὗτοι οὐ συμφωνοῦσι πρὸς Ἀριστοτέλη· περὶ γὰρ τοῦ ὁριστικοῦ λόγου λέγει ἐνταῦθα, καὶ τὸ συνωνύμως κατηγορεῖσθαι ἐπὶ τῶν διαφορῶν καὶ τῶν εἰδῶν καὶ τῶν γενῶν οὕτως εἴρηκεν. διαμαρτάνουσι δὲ καὶ τῆς περὶ τῶν διαφορῶν ἀρίστης [101] αἱρέσεως, τὸ οὐσιῶδες αὐτῶν μὴ ἐννοοῦντες. ἀτόπως δὲ καὶ διαιροῦσι χωρὶς τὸν κατὰ τὸ ὑποκείμενον εἶδος λόγον καὶ τὸν ὁριστικόν· εἰ γὰρ ὁ ὁριστικὸς λόγος τὸ τί ἦν εἶναι δηλοῖ, τοῦτο δέ ἐστιν τὸ εἶδος, οὐκ ἄλλος μὲν ἔσται ὁ κατὰ τὸ ὑποκείμενον λόγος, ἄλλος δὲ ὁ κατὰ τὸν ὅρον. αἴτιον δὲ τῆς ταραχῆς, ὅτι ποτὲ μὲν ὡς συμπληρωτικὰς τῆς οὐσίας λαμβάνουσι τὰς διαφορὰς καὶ ὡς μέρη τοῦ εἴδους, ὅταν δὲ τὸν λόγον τὸν ὁριστικὸν ποιῶνται, οὐχ ὡς συμπληρωτικὰς ἔτι τὰς διαφορὰς λαμβάνουσιν, ἀλλ' ὡς κατὰ ποιότητα θεωρουμένας, καὶ τὸν λόγον οὐ πᾶσιν ἐφαρμόζειν τοῖς ὑποκειμένοις τὸν τῶν ἕξεων. εἰ δὲ ὥσπερ ἦν προσῆκον ἐλάμβανον ἐπ' ἀμφοτέρων τούτων τὰς διαφορὰς ὡς συμπληρωτικάς, πάντως ἂν καὶ τὸ ὄνομα καὶ ὁ ὁριστικὸς λόγος κατηγορεῖτο κατὰ τῶν ὑποκειμένων". ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος τὴν ἀπορίαν διαλύων φησίν. μήποτε δὲ ἔτι μένει τὸ ἄπορον· οὐ γὰρ ἔστιν οὔτε λέγεσθαι δύναται τὸ ὑποκείμενον τῷ τοῦ συμπληροῦντος ὀνόματι, οὐδὲ ὁ τῆς ποιότητος λόγος δύναται τῷ κατ' αὐτὴν ποιῷ ἐφαρμόττειν. ἀλλ' εἰ μὲν ποιότης ἦν ἁπλῶς ἡ διαφορά, καλῶς ἐλέγετο· εἰ δὲ οὐσιώδης ποιότης καὶ οὔτε ἐν ὑποκειμένῳ οὔτε μέρος οὐσίας τῆς συνθέτου ἢ τῆς ὑλικῆς, ἀλλὰ τοῦ εἴδους συμπληρωτικὴ κατὰ τὸ εἶναι, δηλονότι καὶ ἔστιν τὸ εἶδος κατ' αὐτὴν καὶ λέγεται, καὶ οὐ δεῖ τὸν τῆς ποιότητος ἢ τῆς ἕξεως ὁρισμὸν ὡς διαφορᾶς λαμβάνειν· οὐ γὰρ ἦν τοῦτο ἡ διαφορὰ τὸ ὡς συμβεβηκὸς ὑπάρχον, ἀλλὰ τὸ οὐσιῶδες καὶ τῆς οὐσίας συμπληρωτικόν, καθ' ὃ καὶ ἔστιν καὶ λέγεται τὸ εἶδος. καὶ τοῦτο καὶ αὐτὸς προϊὼν ὁ Ἰάμβλιχος ἐγκρίνει, ὥστε εἰκότως συνάγεται τὸ μὴ μόνον τὴν δευτέραν οὐσίαν συνωνύμως κατὰ τῶν ὑποκειμένων κατηγορεῖσθαι, ἀλλὰ καὶ τὴν διαφοράν.

   Τί οὖν; ἆρα τὸ συνωνύμως κατηγορεῖσθαι ταῖς δευτέραις οὐσίαις ὑπάρχει μόναις καὶ ταῖς διαφοραῖς ἢ καὶ ταῖς ἄλλαις πάσαις κατηγορίαις; καὶ γὰρ ἐν ἐκείναις τὰ γένη καὶ τὰ εἴδη πάντων τῶν κατ' αὐτὰς ἀτόμων συμβεβηκότων συνωνύμως κατηγορηθήσεται· καὶ γὰρ ἐπιστήμη κατὰ γραμματικῆς συνωνύμως λέγεται καὶ ἡ γραμματικὴ κατὰ τῆς Ἀριστάρχου γραμματικῆς. πρὸς δὲ τοῦτο ῥητέον ὅτι κοινὸν μὲν τοῦτο καὶ πρὸς τὰ τῶν ἄλλων κατηγοριῶν γένη καὶ εἴδη, ἴδιον δὲ τῶν ἐν οὐσίᾳ γενῶν καὶ εἰδῶν τὸ τῶν ἀτόμων οὐσιῶν γένη εἶναι καὶ εἴδη καὶ κατὰ τούτων συνωνύμως κατηγορεῖσθαι, καὶ οὐδὲν κοινὸν τῷ τῆς οὐσίας συνωνύμῳ πρὸς τὸ τῶν συμβεβηκότων. μήποτε δὲ οὐσίας μὲν ἴδιον τὸ συνωνύμως κατηγορεῖσθαι, [102] καὶ τὸ γένος καὶ τὸ εἶδος ταύτῃ πρώτῃ ὑπάρχει, μεταδίδοται δὲ ἀπ' αὐτῆς καὶ ταῖς ἄλλαις κατηγορίαις, καθόσον οὐσίωνταί πως καὶ ἐκεῖναι. διὸ καὶ ἐν ἐκείναις τὰ γένη καὶ τὰ εἴδη οὐσιωδῶς τοῖς ἀτόμοις ὑπάρχειν λέγομεν καὶ ἐν τῷ εἶναι κατηγορεῖσθαι, οἷον τὸ χρῶμα καὶ τὸ λευκὸν [καὶ] τῷδέ τινι τῷ λευκῷ· ὡς γὰρ ταῖς οὐσίαις τινὰ κατὰ συμβεβηκὸς ὑπάρχει, οὕτως καὶ τοῖς συμβεβηκόσιν οὐσιωδῶς. ἀλλὰ διὰ τί, φασίν, τὰ μὴ ἴδια τῆς οὐσίας ὡς χρήσιμα εἰς τὴν γνῶσιν τῆς οὐσίας παραλαμβάνει, ὥσπερ τὸ οὐκ ἐν ὑποκειμένῳ; ἢ πρὸς γνῶσιν τῆς οὐσίας συντελεῖ τὸ γνῶναι ὅτι κἂν ὑπάρχῃ τῇ οὐσίᾳ τὸ μὴ ἐν ὑποκειμένῳ, ἀλλ' οὐκ αὐτῇ μόνῃ τοῦτο ὑπάρχει, κἂν δοκῇ μάλιστα αὐτῇ προσήκειν.

p. 3b10 Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν ἕως τοῦ ὁ γὰρ ζῷον εἰπὼν ἐπὶ πλέον περιλαμβάνει ἢ ὁ τὸν ἄνθρωπον.

   Δείξας πρότερον, ὅτι οὔτε τὸ μὴ ἐν ὑποκειμένῳ ἴδιόν ἐστιν τῆς οὐσίας, ἀλλὰ κοινὸν τοῦτο αὐτῇ πρὸς τὴν διαφοράν ἐστιν, οὔτε τὸ συνωνύμως ἀπ' αὐτῆς τὰ ἄλλα λέγεσθαι, τῇ γὰρ ἀτόμῳ οὐσίᾳ τοῦτο οὐχ ὑπάρχει, μεταβέβηκεν ἐπὶ τὴν ἀπὸ τῆς δείξεως διάκρισιν. οἰκεῖαι γὰρ εἰσὶν δείξεις ἔν τισι τῶν κατηγοριῶν, ὥσπερ κατὰ τὸ ποιὸν τὸ τοιόνδε καὶ κατὰ τὸ ποσὸν τὸ τοσόνδε· οὕτως δὲ καὶ κατὰ τὴν οὐσίαν τὸ τόδε. πλὴν καὶ τοῦτο δείκνυσιν οὐ πάσῃ τῇ οὐσίᾳ ὑπάρχον· ἡ γὰρ δευτέρα οὐσία οὐχ ὡς τόδε, ἀλλ' ὡς τοιόνδε δείκνυται, διότι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, οὐ μέντοι ὡρισμένως τὸ τόδε αὐτῇ προσήκει. οὐδὲν ἄρα τούτων ἴδιον κυρίως τῆς οὐσίας ἐστίν. καλῶς δὲ εἶπεν ὅτι πᾶσα οὐσία δοκεῖ τόδε τι σημαίνειν, διότι τὴν ἑτέρων δόξαν ἀπαγγέλλει καὶ τὴν ἀνωμαλίαν τῆς συνηθείας, ἥτις τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθεν πολλάκις σημαίνειν· καὶ γὰρ ἐνταῦθα πιθανὴν φαντασίαν ἐμποιεῖ, ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστιν τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, ἐπειδὴ εἴδει ἐστὶν εἷς. ἐξετάζων δὲ τὴν δόξαν ταύτην ἐπὶ μὲν τῶν πρώτων οὐσιῶν ὁμολογουμένην αὐτὴν εὑρίσκει· τόδε γάρ τί ἐστιν ἡ ἄτομος οὐσία, οὐχ ὅτι ἐστὶν ἁπλῶς οὕτως ἓν ἀριθμῷ, ἐπεὶ καὶ τὸ ποιὸν ἓν ἂν γένοιτο τῷ ἀριθμῷ καὶ τὰ ἄλλα τὰ ὑπὸ τὰς ἐννέα κατηγορίας ὅσα καθ' ἓν ἀφώρισται, οὐδαμῶς δὲ ταῦτα δέχεται τὴν τοῦ [103] τόδε δεῖξιν κατὰ τὴν οἰκείαν ἰδιότητα, ἀλλὰ τὸ οὐσιῶδες ἓν ἀριθμῷ μόνον· καὶ γὰρ ἐκείνων ἕκαστον εἴ τις [τὸ] τόδε λέγοι, οὐ τὴν ἰδίαν τῆς ποιότητος δεῖξιν ποιούμενος (ἐκείνη γὰρ τὸ τοιόνδε ἀπῄτει), ἀλλὰ τὸ κοινὸν τῆς καὶ ὡς καθ' ἑαυτὸ ὑποστάσεως , ὃ πᾶσιν ἀπὸ τῆς οὐσίας ἐνδίδοται. ἐπὶ μέντοι τῶν δευτέρων οὐσιῶν τὸ μὲν σχῆμα τῆς λέξεως ὁμοίως δοκεῖ τόδε τι σημαίνειν ἐπὶ ἀνθρώπου καὶ Σωκράτους, οὐ μὴν ἀληθές γε, ἀλλὰ μᾶλλον ποιόν, διότι πολλῶν ὄντων τῶν καθ' ἕκαστα τὴν ὁμοιότητα αὐτῶν τὸ γένος καὶ τὸ εἶδος παρίστησιν. προθεὶς δὲ δύο, τό τε μὴ ἀληθὲς εἶναι τὸ ὁμοίως τῇ ἀτόμῳ οὐσίᾳ τὸ γένος καὶ τὸ εἶδος τόδε τι σημαίνειν καὶ ἔτι μέντοι τὸ μᾶλλον ποιόν τι σημαίνειν, τὸ μὲν πρῶτον κατασκευάζει διὰ τοῦ οὐ γὰρ ἓν σημαίνει τὸ ὑποκείμενον, ὅτι δὲ ποιόν, διὰ τοῦ κατὰ πολλῶν γὰρ ὁ ἄνθρωπος λέγεται, καὶ ὅταν αὐτὸν εἴπωμεν, οὐδένα λέγομεν τῶν ἐν μέρει ὡρισμένως, ἀλλ' ἐπ' ἀδήλῳ· οὐδὲν γὰρ μᾶλλον Σωκράτη ἢ Πλάτωνα ἢ ἄλλον τινὰ τῶν καθ' ἕκαστα. οὐ γὰρ πᾶν τὸ περιγραφὴν ὁποιανοῦν ἔχον ἤδη καὶ τόδε, ἐὰν μὴ ἓν ᾖ καὶ ὡρισμένον. ὅταν δὲ λέγω ἄνθρωπον, δεῖξαι τὸ εἶδος οὐ δύναμαι (οὐδὲ γὰρ ὑφέστηκεν καθ' ἑαυτό), ἀλλὰ τὸν ἄτομον δεικνύς, οἷον τὸν Σωκράτη, λέγω ὅτι τοιοῦτόν ἐστιν ὁ ἄνθρωπος ὁποῖον Σωκράτης· οὐκοῦν ποιὸν ἔσται περὶ οὐσίαν. ἵνα δὲ μή τις ὑπολάβῃ τὴν δευτέραν οὐσίαν ποιότητα νομίζειν αὐτὸν ὥσπερ τὸ λευκόν, ἐπειδὴ ποιόν τι καὶ ἐκείνην εἶπεν σημαίνειν, καὶ τὸ λευκὸν δὲ περὶ οὐσίαν ἐστίν, διὰ τοῦτο τὴν διαφορὰν αὐτῶν παραδίδωσιν, τῶν μὲν δευτέρων οὐσιῶν τὴν ποιότητα οὐσιώδη λέγων· τοῦτο γάρ ἐστιν τὸ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν. προσυπακουστέον δὲ τὸ τῆς οὐσίας εἶδος καὶ γένος· οὐ γὰρ πᾶν εἶδος καὶ γένος τοιοῦτον, εἰ μὴ ἄρα καὶ τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις γένη καὶ εἴδη ἐν τῷ τί ἐστιν κατηγορούμενα οὐσιώδη ποιότητα παρέχεται κατὰ τὴν τῆς οὐσίας καὶ ἐν ἐκείνοις μέθεξιν. τῶν μὲν οὖν δευτέρων οὐσιῶν τὴν ποιότητα οὐσιώδη φησὶν καὶ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν, τουτέστιν περιορίζειν καὶ περιγράφειν, τοῦ δὲ λευκοῦ αὐτὸ τοῦτο μόνον ποιότητα· διὸ καὶ λευκὸν μὲν ἄνευ οὐσίας νοεῖται, τὸ δὲ γένος καὶ εἶδος ἄνευ ἀτόμου οὐσίας οὐ δύναται θεωρεῖσθαι, καὶ τὰ μέν ἐστιν μέρη συμπληρωτικὰ τῆς οὐσίας, τὰ γένη καὶ τὰ εἴδη, τὸ δὲ λευκὸν οὐκ ἔστιν. ἀλλ' ἐπεὶ καὶ ἡ διαφορὰ τὴν τοῦ γένους οὐσίαν ἀφορίζουσα εἰδοποιεῖν δοκεῖ καὶ χαρακτηρίζειν τὰς οὐσίας ἐν τῷ ποιῷ, ἄξιον ζητεῖν, τίνι μὲν τοῦ λευκοῦ, τίνι δὲ τῶν γενῶν καὶ εἰδῶν αἱ διαφοραὶ διεστήκασιν. ἢ τοῦ μὲν λευκοῦ, διότι τὸ μὲν λευκὸν ποιὸν μόνως, αὕτη δὲ περὶ οὐσίαν ποιόν, καὶ διότι τὸ πεζὸν οὐκ ἔστιν ἄνευ οὐσίας νοῆσαι ὥσπερ τὸ λευκόν, καὶ διότι διαφορὰς οὐσιῶν καθόσον οὐσίαι σημαίνουσιν καί εἰσιν ὅμοιαί πως πρὸς [104] τὴν οὐσίαν, τὰ μέντοι γένη καὶ εἴδη οὐσίαι εἰσὶν ὁμοιότητά τινα πρὸς τὸ ποιὸν ἔχουσαι· τοιγαροῦν ταῦτα μὲν ἐν τῷ τί ἐστιν κατηγορεῖται, αἱ δὲ διαφοραὶ ἐν τῷ ποῖόν τί ἐστιν. προστίθησιν δὲ καὶ ὅτι τῶν κατὰ κοινοὺς λόγους κατηγορουμένων τὰ μὲν προσεχῶς κατηγορούμενα, οἷον τὰ εἴδη, ἐπ' ἔλαττον δοκεῖ διατείνειν, τὰ δὲ πορρώτερον, οἷον τὰ γένη, ἐπιπλέον περιλαμβάνει τὸν ἀφορισμόν. ἀλλὰ τῶν εἰρημένων περὶ τῆς οὐσίας τὸ μὲν οὐκ ἐν ὑποκειμένῳ ἀπὸ τῆς σχέσεως εἴληπται τῆς πρὸς τὰ ἐν ὑποκειμένῳ γινόμενα, τὸ δὲ τόδε τι σημαίνειν ἀπὸ τῆς τοῦ κατηγορεῖσθαι συνηθείας· αὐτὴ δὲ ἡ οὐσία τίς οὖσα δέχεται τὰς τοιαύτας σχέσεις, οὐδαμῶς λέγεται. ἢ διότι πρόκειται διελέσθαι πῶς ἕκαστον κατηγορεῖται καὶ ποσαχῶς, διὰ τοῦτο, καθόσον ἡ κατηγορία γίνεται, κατὰ τοσοῦτον αὐτῶν τὰ ἰδιώματα παρίστησιν, καὶ διότι λογικώτερον τὰ ἰδιώματα τῶν κατηγοριῶν θηρεύει, οἷον ἀπὸ τοῦ λέγεσθαι· τῶν γὰρ σημαντικῶν λέξεων ἡ θεωρία οὐκ ἄλλως ἂν γένοιτο ἢ καθόσον λέγονται. τὸ δὲ συναγόμενον ἐκ τῶν προειρημένων ἐστίν, ὡς οὐδὲ τὸ τόδε λέγεσθαι ἴδιόν ἐστιν τῆς οὐσίας, οὐχ ὁμοίως μέντοι τῷ πρότερον εἰρημένῳ· ἀλλὰ τὸ μὲν μὴ ἐν ὑποκειμένῳ οὐκ ἦν ἴδιον ὡς μὴ μόνῃ αὐτῇ ὑπάρχον, τοῦτο δὲ οὐκ ἔστιν ἴδιον, διότι μὴ πάσῃ αὐτῇ ὑπάρχει.

   Ἀλλ' ἀποροῦσί τινες, πῶς τὸν τινὰ ἄνθρωπον καὶ ἄνθρωπον εἶναι λέγομεν καὶ ζῷον καὶ λογικὸν καὶ θνητόν, εἰ μὴ πάντα ταῦτα τάδε ἐστίν. ἢ ὅτι τὰ εἴδη καταταχθέντα λέγομεν τάδε τινὰ εἶναι, ὁ δὲ λόγος ἦν περὶ τῶν καθ' αὑτὰ ἐπινοουμένων. ἀλλὰ κατὰ τί λέγομεν τόδε τι τὴν ἄτομον οὐσίαν, πότερον κατὰ τὸ εἶδος ἢ τὴν ὕλην ἢ τὸ ἐξ ἀμφοῖν; ἢ φήσομεν κατὰ πάντα, ἀλλὰ κατὰ μὲν τὴν ὕλην, καθόσον ὑπόκειται καὶ εἰς ἐνέργειαν ἥκει τοῦ δέχεσθαι τὸ εἶδος, κατὰ δὲ Πλάτωνα καὶ μὴ ὡς ἐξισταμένην τῆς οἰκείας φύσεως· κατὰ δὲ αὖ τὸ εἶδος, καθόσον ὥρισται καὶ ἕν ἐστιν ἀριθμῷ· καὶ γὰρ ὁ Βόηθος τὸ ἓν κατὰ τόδε ἀφορίζει. εἰ δέ τις τὴν ὕλην ἀόριστον οὖσαν μηδαμῶς τόδε τι εἶναί φησιν, ἀναμνήσομεν αὐτόν, ὡς οὐ περὶ τῆς ἀσχέτου ὕλης ἐστὶν ὁ παρὼν λόγος, ἀλλὰ τῆς ἤδη σχέσιν ἐχούσης πρὸς τὸ εἶδος. τὸ δὲ σύνθετον δηλονότι ὅπερ ἐστὶν τὸ ἄτομον ἐπιδέχεται τὸ τόδε. εἰ δέ τις οὐ πραγματικὴν εἶναι λέγοι διαφορὰν ἐν τῷ τόδε καὶ τοιόνδε, ἀλλὰ σημασίας λεκτικῆς ἰδιώματα, τὸ μὲν τοῦ παρεῖναί τι καὶ ὡρισμένως ἀφορίζειν τὴν διάνοιαν σημεῖον γινόμενον, τὸ δὲ τοιόνδε ὡς ὅμοιον τῷδε δηλοῦν, ἐροῦμεν καὶ πρὸς τοῦτο τὴν ὡρισμένην καθ' ἓν οὐσίαν προϋπάρχειν καὶ τὴν ταὐτότητα καὶ ὁμοιότητα τοῦ λόγου τὴν ἐπὶ ταῖς πολλαῖς οὐσίαις [105] προηγεῖσθαι, καθ' ἃς καὶ ἡ σημασία ἔχει χώραν· διότι γὰρ ἔστιν ὡρισμένως, διὰ τοῦτο ὡρισμένως λέγεται, ἀλλ' οὐκ ἀνάπαλιν. ὅλη δὲ ἡ ἔφοδος ἡ ἀπὸ τῶν λεγομένων ἐπὶ τὰς οὐσίας κατὰ μὲν τοὺς Πυθαγορείους ἔχεται ἀληθείας, ἐπειδὴ συμφυῆ τὰ λεγόμενα τοῖς πράγμασιν ἐτίθεντο· κατὰ δὲ τοὺς συνθήκην ἄλλως λέγοντας εἶναι τὰ μόρια τῆς λέξεως ἀλλοτρίως πρόεισιν ἀποπίπτουσα τῆς ἀρχῆς τῶν κατηγοριῶν, ἀφ' ἧς ὥρμηνται κατὰ ἀλήθειαν.

   Ἄξιον δὲ ζητεῖν κατὰ τοὺς ὑπόστασιν διδόντας τοῖς εἴδεσιν καὶ γένεσιν εἰ ῥηθήσεται τάδε εἶναι· καὶ γὰρ καὶ Χρύσιππος ἀπορεῖ περὶ τῆς ἰδέας, εἰ τόδε τι ῥηθήσεται. συμπαραληπτέον δὲ καὶ τὴν συνήθειαν τῶν Στωικῶν περὶ τῶν γενικῶν ποιῶν, πῶς αἱ πτώσεις κατ' αὐτοὺς προφέρονται, καὶ πῶς οὔτινα τὰ κοινὰ παρ' αὐτοῖς λέγεται, καὶ ὅπως παρὰ τὴν ἄγνοιαν τοῦ μὴ πᾶσαν οὐσίαν τόδε τι σημαίνειν καὶ τὸ παρὰ τὸν Οὖτιν σόφισμα γίνεται παρὰ τὸ σχῆμα τῆς λέξεως, οἷον 'εἴ τίς ἐστιν ἐν Ἀθήναις, οὐκ ἔστιν ἐν Μεγάροις '· ὁ γὰρ ἄνθρωπος οὐ τίς ἐστιν· οὐ γάρ ἐστιν τὶς ὁ κοινός· ὡς τινὰ δὲ αὐτὸν ἐλάβομεν ἐν τῷ λόγῳ, καὶ παρὰ τοῦτο καὶ τὸ ὄνομα τοῦτο ἔσχεν ὁ λόγος Οὖτις κληθείας. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦδε τοῦ σοφίσματός ἐστιν· 'ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δέ εἰμι ἐγώ· ἄνθρωπος ἄρα σὺ οὐκ εἶ'. καὶ γὰρ ἐπὶ τούτου τοῦ σοφίσματος τὸ μὲν ἐγώ καὶ σύ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος ἐπ' οὐδενὶ τῶν ἐν μέρει· γέγονεν οὖν ἡ παραγωγή, διότι τῷ οὐ τινὶ ὡς τινὶ ἐχρήσατο. ἀλλὰ τούτων μὲν ἅλις, ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον.

p. 3b24 Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι ἕως τοῦ τῶν δὲ ἀφωρισμένων οὐδὲν οὐδενί ἐστιν ἐναντίον.

   Ἐπ' ἄλλο μεταβαίνει τῶν κοινῇ καὶ ἄλλοις ὑπαρχόντων, τὸ δέχεσθαι ἢ μὴ δέχεσθαι ἐναντίωσιν, ζητῶν, εἴπερ ὑπάρχει ταῖς οὐσίαις τὸ μὴ ἔχειν τι ἐναντίον, καὶ τοῦτο δείξας, ὅτι οὐκ ἔστιν ἴδιον αὐτῆς δείκνυσιν ἐκ τοῦ καὶ τῷ ποσῷ ὑπάρχειν. ἀλλ' ὅτι μὲν ὑπάρχει τὸ μηδὲν ἐναντίον εἶναι ταῖς οὐσίαις, δείξαις ἂν ἐκ τῶνδε· τὰ ἐναντία ὑφ' ἓν γένος ἀεὶ ὑποτάττεται, ἡ δὲ οὐσία οὐδὲν ἔχει ἀνωτέρω γένος ἐν ᾧ ὑποταχθήσεται· καὶ τὰ μὲν ἐναντία σχέσιν ἔχει πρὸς ἄλληλα, ἡ δὲ οὐσία ἄσχετός ἐστιν καὶ οὐδὲν [106] προσδεῖται τῆς κατὰ τὴν ἐναντίωσιν σχέσεως· ἔτι τὰ μὲν ἐναντία πρὸς ἄλληλα ἀπονεύει, ἡ δὲ οὐσία καθ' ἑαυτὴν ὥρισται. ὁ μέντοι Ἀριστοτέλης ἀπὸ τῆς ἐπαγωγῆς τῶν πρώτων καὶ δευτέρων οὐσιῶν τὸ μηδὲν ἐναντίον εἶναι ταῖς οὐσίαις κατασκευάζει. οὐ μὴν ἴδιον αὐτὸ τῆς οὐσίας νομίζει· κοινὸν γὰρ εἶναι τοῦτο πρὸς τὸ ἀφωρισμένον ποσόν. τοῖς γὰρ δύο οὐδέν ἐστιν ἐναντίον· οὐ γὰρ δήπου τὰ τρία· τί γὰρ μᾶλλον οὗτος ἢ ἄλλος τις τῶν διωρισμένων ἀριθμῶν; ἀλλὰ μὴν ἕν γε ἑνὶ μόνως ἐστὶν ἐναντίον· οὐκ ἄρα τὰ τρία οὐδὲ ἄλλος διωρισμένος ἀριθμὸς οὐδεὶς τοῖς δύο ἀντίκειται. εἰ δὲ καὶ τὰ τοιαῦτα ποσὰ μὴ ἐπιδέχεται τὸ ἐναντίον, οὐκ ἔστιν τῆς οὐσίας ἴδιον τοῦτο, εἴπερ μὴ μόνῃ ὑπάρχει. εἰ δέ τις καὶ ἐν τῷ ποσῷ ἐναντίωσιν εἶναι λέγοι τὸ πολὺ τῷ ὀλίγῳ ἐναντίον τιθεὶς καὶ τὸ μέγα τῷ μικρῷ, καὶ διὰ τοῦτο ἴδιον εἶναι λέγοι τῆς οὐσίας τὸ μηδὲν ἔχειν ἐναντίον ὡς μόνῃ αὐτῇ ὑπάρχον, ἴσως μὲν οὐδὲ ποσὰ ταῦτά ἐστιν, ἀλλὰ πρός τι, ὡς ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ ἐπιδείξει, ὥστε καὶ ἡ ἀντίθεσις αὐτῶν οὐ κατὰ ἐναντίωσιν, ἀλλὰ κατὰ τὸ πρός τι· τὴν δὲ τῶν ἀντιθέσεων διαφορὰν αὐτὸς μετ' ὀλίγον διδάξει. ἀλλ' ἐπεὶ οὐδὲν πρὸς τὸ παρὸν διαφέρει, ταῦτα μὲν ὡς ἀμφισβητούμενα συγχωρεῖ, ἀπὸ δὲ τοῦ ὁμολογουμένου τὸ αὐτὸ συμπέρασμα συνάγει λέγων ὅτι τὸ τοιοῦτον ποσὸν οὐκ ἀφωρισμένον ἐστίν. οὗ γὰρ μήτε τὸ πλῆθος μήτε τὸ μέγεθος ὥρισται μήτε τὸ βάρος μήτε τὴν ἀρχὴν γνώριμόν ἐστιν, ἐν τίνι ἐστὶν αὐτῷ τὸ εἶναι κυρίως, τοῦτο οὐκ ἀφωρισμένον ἂν ῥηθείη, οἷον τὸ μέγα· τοῦτο γὰρ οὔτε μήκει οὔτε πλάτει οὔτε ἀριθμῷ διώρισται. ἐπειδὰν δὲ γραμμὴν εἴπῃς, ὁρίζεις τὸ μῆκος, καὶ ἔτι μᾶλλον ὁρίζεις, ἐὰν προσθῇς τὸν ἀριθμόν, καὶ γίνεται οὕτως ἀφωρισμένον ποσόν, ὅπερ οὐκ ἔχει τὴν ἐναντίωσιν. ἱκανὸν οὖν τὸ ἀπὸ τῶν ἀφωρισμένων ποσῶν τεκμήριον πρὸς τὸ μὴ μόνην τὴν οὐσίαν μὴ ἔχειν τὴν ἐναντιότητα μηδὲ εἶναι αὐτῆς ἴδιον· καὶ γὰρ καὶ ἐφ' ἑνὸς καὶ ἐπὶ πολλῶν τὸ αὐτὸ δεικνύει συμπέρασμα.

   Ἀποροῦσι δέ τινες, πῶς οὐκ ἔστιν ἐναντίωσις ἐν τῇ οὐσίᾳ· πῶς γὰρ τὸ λογικὸν ζῷον τῷ ἀλόγῳ οὐκ ἔστιν ἐναντίον; πρὸς ὅ φησιν Ἰάμβλιχος, ὅτι "διαφορὰ πρὸς διαφορὰν ἐναντιοῦται, τὸ δὲ ὅλον οὐκ ἔστιν ἐναντίον, καὶ ὅτι τὸ ἐπιδεχόμενον τὰ ἐναντία οὐκ ἔστιν αὐτὸ ἐναντίον· εἰ γὰρ κατέχοιτο ὑφ' ἑνὸς τῶν ἐναντίων, οὐκ ἂν δύναιτο καὶ πρὸς τὴν τοῦ ἑτέρου ἐναντίου καταδοχὴν ἐπιτηδείως παρεσκευάσθαι, οἷον ψυχὴ ἢ σῶμα ἢ ἄτομος οὐσία ἢ δευτέρα οὐσία, εἴπερ ἐπιδέχοιτο τἀναντία, αὐτὰ καθ' αὑτὰ οὐκ ἔσται [107] ἐναντία. ἀλλ' οὐδὲ εἰ διαιροῖτό τι εἰς τἀναντία, ὥσπερ τὸ ζῷον, οὐδὲ οὕτως ἔσται ἐναντίον· γνοίη δ' ἄν τις, φησίν, καὶ ἀπὸ τοῦ ὅρου τῶν ἐναντίων· τῷ πλεῖστον γὰρ ἀπ' ἀλλήλων κεχωρίσθαι ἀφοριζόμεθα αὐτά, ὡς δὲ νυνὶ λέγεται, περὶ τὴν αὐτὴν οὐσίαν τοῦ ζῴου συνυπάρχει". πρὸς δὴ ταῦτα ἀπορῶν ἐγὼ μὴ νενοηκέναι δοκῶ μοι τὰ λεγόμενα. καὶ γὰρ ἐν τοῖς ὁμολογουμένως ἐναντίοις περὶ τὰς διαφοράς ἐστιν ἡ ἐναντίωσις, ὅλον δὲ ὅλῳ οὐκ ἔστιν ἐναντίον, διότι κοινόν ἐστιν τὸ τῶν ἐναντίων γένος· τὸ γοῦν λευκὸν καὶ τὸ μέλαν ἐναντία ὄντα τὸ μέν ἐστιν χρῶμα διακριτικὸν ὄψεως, τὸ δὲ χρῶμα συγκριτικόν, καὶ περὶ τὴν αὐτὴν οὐσίαν τὴν τοῦ γένους ἐστὶν ἄμφω, καὶ κἂν πλεῖστον ἀλλήλων διέστηκεν, ὑπὸ τὸ αὐτὸ γένος ὡς ὄντα τὴν πλείστην ἔχει διάστασιν. πῶς δὲ καὶ τὸ δεχόμενον τὰ ἐναντία καὶ τὸ διαιρούμενον εἰς τἀναντία οὐκ ἔστιν ἐναντίον; οὐδὲν γὰρ κωλύεται, κἂν μὴ τὸ ἕτερον ᾖ τῶν ἐναντίων ὃ δέχεται ἢ εἰς ὃ διαιρεῖται, πρὸς ἄλλο τι ἐναντίως ἔχειν· τὸ γοῦν νοσοῦν διαιρούμενον εἰς τὸ κατὰ θερμότητα ἢ κατὰ ψύξιν νοσεῖν ἐναντίον ὅμως ἐστὶ πρὸς τὸ ὑγιαῖνον, καὶ τὸ σῶμα ἐπιδεχόμενον ὑγείαν καὶ νόσον ἐναντίον ἐστὶν τῷ ἀσωμάτῳ, καὶ ὅλως αἱ διαιρέσεις εἰς τὰ ἀντικείμενα γίνονται καὶ ἐναντία, καὶ ἕκαστον τῶν τμημάτων εἰς ἐναντία διαιρεῖται, ὡς ἡ οὐσία εἰς σῶμα καὶ ἀσώματον καὶ τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον εἴς τε τὸ αἰσθητικὸν καὶ ἀναίσθητον. μήποτε οὖν ἐκεῖνο μᾶλλον ῥητέον, ὅτι τὸ λογικὸν τῷ ἀλόγῳ οὐκ ἔστιν ἐναντίον· εἴτε γὰρ ἀπόφασις τὸ ἄλογον τοῦ λογικοῦ, οὐκ ἔστιν ἡ ἀπόφασις ἐναντίον· εἴτε καταφατικὴν ἔχει δύναμιν εἶδός τι δηλοῦσαν ἕτερον τοῦ λογικοῦ, οὐδὲ οὕτως ἐναντίον ἐστὶν τῷ λογικῷ τὸ ἄλογον, παραγόμενον ὑπ' αὐτοῦ καὶ ταττόμενον. ἀλλ' οὐδὲ ἄλλο εἶδος εἴδει ἐναντίον, ἀλλ' αἱ ἐναντιώσεις πᾶσαι περὶ τὰς διαφορὰς καὶ τὰς ποιότητας ὁρῶνται. διὸ καὶ πρὸς τοὺς ἀποροῦντας, πῶς τὸ πῦρ τῷ ὕδατι καὶ τὸν ἀέρα τῇ γῇ ἐναντία λέγει ὁ Ἀριστοτέλης, ῥᾴδιον εἰπεῖν ὅτι κατὰ τὰς διαφορὰς καὶ τὰς ποιότητάς εἰσιν ἐναντία ταῦτα· τὸ γὰρ θερμὸν καὶ ξηρὸν τῷ ψυχρῷ καὶ ὑγρῷ ἐναντίον λέγει καὶ τὸ θερμὸν καὶ ὑγρὸν τῷ ψυχρῷ καὶ ξηρῷ· αἱ δὲ ὅλαι οὐσίαι πρὸς τὰς ὅλας οὐκ ἔχουσιν ἐναντίωσιν. πῶς οὖν τὸ εἶδος τῇ στερήσει ἐναντίον λέγει ἐν τοῖς Φυσικοῖς; εἰ γὰρ τὸ εἶδος οὐσία, δέχεται ἡ οὐσία ἐναντίωσιν. ἀλλὰ τὸ μὲν λέγειν ὅτι καὶ τὰ κατὰ [108] στέρησιν εἴωθεν κοινότερον ἐναντία λέγειν ὁ Ἀριστοτέλης, μαλακώτερον λυόντων τὴν ἀπορίαν ἐστίν. τὸ δὲ ἀληθὲς ὧδε ἔχει· τὸ εἶδος τὸ μέν ἐστιν ὡς οὐσία, τὸ δὲ ὡς ἕξις· τοῦτο οὖν ἀντικεῖσθαι τῇ στερήσει φησίν, ἀλλ' οὐχὶ τὸ ὡς οὐσίαν.

   Ἄλλον δὲ τρόπον ἐναντιώσεως εἰσάγουσιν οἱ τἀναντία ἐν ταῖς οὐσίαις τιθέντες. διχῇ δὲ οὗτοι διαιροῦνται, καὶ οἱ μὲν περὶ μίαν οὐσίαν τἀναντία ἀφορίζουσιν, ὡς οἱ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν καὶ τὰς ἄλλας ἐναντίας δυνάμεις περὶ τὴν ὕλην ἐν τῷ σώματι ἐνεῖναι λέγοντες, καὶ δῆλον ὅτι οὗτοι οὐκ οὐσίας ἐναντίας, ἀλλὰ τὰς περὶ τὴν οὐσίαν ποιότητας εἶναι ἀποφαίνονται· οἱ δὲ διεστάναι πάντῃ τὰς ἀρχὰς ἀποφαίνονται καὶ μηδὲν ἔχειν κοινὸν μηδὲ σχέσιν μηδεμίαν πρὸς ἄλληλα, καθ' αὑτά τε εἶναι ἀπολύτως καὶ μηδὲν προσδεῖσθαι τῆς πρὸς ἄλληλα συντάξεως. οὗτοι δὲ καὶ οὐσίας εὐθὺς τἀναντία τίθενται καὶ τὴν ἐναντιότητα πρὸς τὴν οὐσίαν εἰσάγουσιν, οὐκ ἄλλου μὲν τοῦ δεχομένου τἀναντία ὑπάρχοντος, ἄλλων δὲ ὄντων τῶν ἐναντίων οὐδὲ τὸ εἶναι κοινὸν ἐχόντων, ὥσπερ Πλάτων ἐπὶ κινήσεως καὶ στάσεως συλλογίζεται ἀμφοτέρων καὶ ἑκατέρων εἶναι λεγομένων, ἀλλὰ τὸ ὄν, φασί, πρὸς τὸ μὴ ὂν καὶ ἡ ἀρχὴ πρὸς τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν πρὸς τὸ κακὸν ἕξει κατὰ παντελῆ ἀπόστασιν καὶ ὕφεσιν τελείαν τὴν ἐναντίωσιν ἀμετρίας πρὸς μέτρον καὶ ἀπειρίας πρὸς πέρας καὶ τῶν τοιούτων ἀντιθέσεων διαιρουμένων, ἐν αἷς ἐναντίωσις μὲν κατὰ τὴν οὐσίαν θεωρεῖται, ἄλλως δὲ ἔχουσα ἢ ὥσπερ πρὸ τούτων ἐλέγετο. ἡ μὲν οὖν δόξα, ἀφ' ἧς ὁρμώμενοι ἄλλοι τινὲς καὶ ὁ μέγας Πλωτῖνος ἀντιλέγουσιν, ἐστὶν τοιαύτη, χρῶνται δὲ λόγοις τοιούτοις· "τὸ μὴ εἶναι μηδὲν οὐσίᾳ ἐναντίον ἐπὶ τῶν καθ' ἕκαστα οὐσιῶν ἐστι πιστὸν τῆς τε ἀτόμου καὶ τῆς εἰδικῆς καὶ γενικῆς, τῇ ἐπαγωγῇ δεδειγμένον, ὅλως δὲ οὐκ ἔστι δεδειγμένον". πρὸς δὲ τοῦτο εἷς μὲν τρόπος ἀντιλογίας γένοιτο ἂν ὑπομνῆσαι τὴν περὶ τῶν καθόλου διδασκαλίαν· τῶν γὰρ γενικωτάτων οὐκ ἔστιν ἐκ προτέρων καὶ αἰτιωτέρων ποιήσασθαι ἀπόδειξιν, ἀλλ' ἀνάγκη [τοὺς] τελείαις διαιρέσεσιν πάντα διαιρουμένους τὰ ὑπ' αὐτὰ θεωρεῖν τὴν κοινότητα αὐτῶν, μή πῃ παραλλάσσῃ τι ἐν τοῖς καθ' ἕκαστα εἴδεσιν, κἂν εὑρίσκωμεν μηδεμίαν οὖσαν ἐν αὐτοῖς διαφοράν, τὴν ταὐτότητα τοῦ γενικοῦ οὐκ ἐξ ἐπαγωγῆς, ἀλλ' ἐκ τῆς τελείας διαιρέσεως λαμβάνομεν· κἀνταῦθα τοίνυν, εἴπερ αἱ οὐσίαι μὲν πᾶσαι διῄρηνται ἀνελλιπῶς εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, μηδέτεραι δὲ τούτων ἔχουσιν ἐναντίωσιν, οὐδ' ἂν ὅλως ἡ οὐσία ἔχοι ἐναντίωσιν. καὶ ἄλλως δέ· ὅταν τῶν καθ' αὑτὰ ὑπαρχόντων καὶ συμπληρωτικῶν τῆς οὐσίας τι ληφθῇ, εὐθὺς τοῦτο ὅπερ ἐφ' ἑκάστου [109] καὶ ἐπὶ τοῦ παντὸς ἀληθὲς ἀποδείκνυται, οἷον τὸ λογικὸν ἐφ' ἑκάστου τε ἀνθρώπου καὶ ἐπὶ παντός· καὶ τῇ οὐσίᾳ τοίνυν εἴπερ τὸ καθ' αὑτὴν εἶναι οὐσιῶδες ὑπάρχει, καὶ τὸ μηδεμίαν ἔχειν ἐναντίωσιν ἐν αὐτῇ κατ' οὐσίαν ὑπάρξει καὶ οὕτως τὸ ἐπὶ τινὸς καὶ ἐπὶ πάσης οὐσίας ἀληθὲς ἔσται.

   Ἀλλὰ δὴ καθόλου, φησὶν ὁ Πλωτῖνος, τῇ οὐσίᾳ ἡ μὴ οὐσία ἀντίκειται, τῇ δὲ ἀγαθοῦ φύσει ἡ κακοῦ φύσις, καὶ τῇ ἀρχῇ τῶν βελτιόνων ἡ ἀρχὴ τῶν χειρόνων ἐστὶν ἐναντία. διαιρετέον δὲ ταῦτα οὕτως· τὸ μὴ ὄν, ὅπερ ὡς ἐναντίον ἀντιτίθεμεν τῷ ὄντι, εἰ μὲν οὐδαμῇ οὐδαμῶς ὑφέστηκεν, οὐδεμίαν ἕξει σχέσιν πρὸς ἕτερον, ὅ γε μηδέν ἐστιν· εἰ δὲ ὡς ὄν τί ἐστιν, ψευδῶς λέγεται πάντῃ κεχωρίσθαι τοῦ ὄντος, ὅ γε αὐτοῦ μετείληφεν. εἰ δὲ ὡς οὐσίαι δύο κεχωρισμέναι εἰσίν, αὐτὸ τὸ εἶναι ἓν ἕξουσιν. εἰ δὲ κατὰ ἐκβεβηκυῖαν ἑτερότητα ἐξῃρημέναι εἰσὶν χωριστῶς, οὐδὲν ἔχουσαι κοινὸν πρὸς ἀλλήλας τότε οὐδὲ τῆς σχέσεως τῶν ἐναντίων κοινωνήσουσι. καὶ εἰ μὲν ὥσπερ εἴωθεν λέγεσθαι ἀπὸ τοῦ ὄντος τὸ μὴ ὄν, οἷον ἀπὸ τοῦ νοητοῦ τὸ αἰσθητὸν καὶ ἀπὸ τοῦ θείου τὸ ὑλικὸν παράγεται ὡς ἂν ἀπὸ πρώτου ἔσχατον, πῶς ἂν ἔχοι πρὸς αὐτὸ τὴν ἐναντίωσιν κατὰ τὸ πάντῃ ἀπ' αὐτοῦ κεχωρίσθαι, ὅ γε ἀπ' αὐτοῦ τὴν ὅλην ἔχει ὑπόστασιν; πῶς δὲ μηδένα λόγον ἔχον πρὸς αὐτὸ ἢ παραβολῆς ἢ ἀντιστάσεως, ἀλλ' ὡς τὸ μηδὲν ἐκπεπτωκὸς εἰς τὸ ἔσχατον, ὡς πρός γε τὴν παραγαγοῦσαν αἰτίαν αὐτὸ λήψεται πρὸς αὐ‹τὸ› τὴν ἐναντίωσιν, ἥτις ἐξισάζειν ποιεῖ πρὸς ἐκεῖνο ᾧ ἠναντίωται; εἰ δὲ ἐξ ἀρχῆς καθ' ἑαυτὸ ὑφέστηκεν, ὡς καὶ αὐτὸ πρῶτον ὂν ἰσάξιον ἔσται τὸ μὴ ὂν τῷ ὄντι· καὶ διὰ τί τὸ μὲν ἔσται ὄν, τὸ δὲ μὴ ὄν, εἴπερ ἐξίσου ἐν ἀρχῆς λόγῳ καὶ αἰτίας τάξει προηγεῖται; προηγουμένην τε ἕξει τὸ κακὸν καὶ τὸ μὴ ὂν ὑπόστασιν, καὶ οὕτως οὐδὲ κακὸν ἔσται ὅ γε καθ' αὑτὸ ὑπάρχει, πῶς τε συνῆλθεν εἰς ταὐτὸ τὰ δύο, ἄπορον εὑρεῖν· ἐὰν δὲ τρίτου δέῃ τοῦ συνάξοντος αὐτὰ ἢ ἐν ᾧ ἓν ἔσται, οὐκέτι ἔσται πρῶτα καὶ ἐναντία οὕτως ὡς λέγεται· εἰ δὲ μὴ συνέρχεται πρὸς ἄλληλα, ἐπεὶ μήτε ἐξ ἀλλήλων ὑφέστηκεν, ἅ γέ ἐστιν ἐναντία, οὔτε ἐκ προτέρων, ἅ γέ ἐστιν πρῶτα, γένεσις καὶ τὸ πᾶν τόδε οὐκ ἂν ἀποτελεσθείη. πᾶσι μὲν οὖν ταῦτα τὰ ἐναντιώματα ἐπακολουθεῖ τοῖς ἐν ἀρχῇ τὸ κακὸν καὶ τὸ μὴ ὂν ἀφοριζομένοις, μάλιστα δὲ Πλωτίνῳ καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς ἑνώσεως ἀρχομένοις· οὗτοι γὰρ τὸ ἓν καὶ τἀγαθὸν ἐν ἀρχῇ προτιθέντες ἐπεισοδιῶδες [110] ὀφείλουσι ποιεῖν τὸ ἀπὸ τῆς διαιρέσεως πλῆθος καὶ τὸ κακὸν κατὰ συμβεβηκὸς ἐπιγινόμενον καὶ μηδαμῶς προηγούμενον ἀποφαίνεσθαι. ὡς δὲ νυνὶ λέγεται, καὶ πρὸς ἑαυτὸ ἐναντίως διώρισται· διότι μὲν γὰρ ἀρχὴ λέγεται, δόξειεν ἂν εἶναι πρῶτον· διότι δὲ ἐν ὑστάτοις κατὰ τὴν ἀπὸ τοῦ ὄντος ἔκστασιν παρυφίσταται, ἔσχατον εἰκότως λέγεται· τὸ δὲ τοιοῦτον πῶς ἂν ἔχοι πρὸς τὸ πρώτιστον ἐναντίωσιν; εἰ δὲ ἀπὸ ‹τοῦ› πρώτου παράγεται καὶ πᾶν ὅ ἐστιν ἐκείνου ὑπάρχει, οὐκέτι ἔσται ἐναντίον· οὐδὲν γὰρ τῶν ἐναντίων μεταλαμβάνει τῆς οὐσίας ἀπὸ τῶν μαχομένων πρὸς ἑαυτά. εἰ δὲ πάντῃ κεχωρίσθαι λέγοιτο τὸ ἔσχατον ἀπὸ τοῦ πρώτου, πρῶτον μὲν ἀδύνατόν ἐστίν τι τῆς αἰτίας τῆς ἑαυτοῦ παντελῶς ἀπεσπάσθαι· κομιδῇ γὰρ οὕτω καὶ ἑαυτοῦ ἀπολειπόμενον ἑαυτὸ ἀπολέσειεν ἄν· ἔπειτα δὲ οὐδὲ οὕτως ἐναντίον ἔσται· ὃ γὰρ μηδὲν ἔχει κοινόν, οὐδὲ τὸν τῆς ἐναντιώσεως ἂν ἔχοι λόγον κοινόν. ἀλλ' οὐδὲ τὸ μὴ κατ' οὐσίαν τῷ κατ' οὐσίαν, ὥσπερ φασίν, ἔσται ἐναντίον· αὐτὸ γὰρ τὸ τῆς οὐσίας αὐτοῖς ὑπάρξει κοινόν, καὶ οὐκέτι τὸ μὲν ἔσται ὄν, τὸ δὲ μὴ ὄν. ἐχρῆν δὲ τοῦ μὴ ὄντος καὶ τὴν ἐναντίωσιν ἀφαιρεῖν, ἵνα ὄντως εἴη μὴ ὄν, ἐπεὶ ὄν γέ τί ἐστιν τὸ ἐναντίον καὶ τἀναντία ποιοῦν, ἐπεὶ οὐδὲν τὸ μὴ ὂν δύναται ποιεῖν ἢ πάσχειν· ἀσθενέστερον γάρ ἐστιν καὶ τούτων. ἀμφότερα ἄρα οὐδαμῶς ῥητέον, ὅτι καὶ μὴ ἔστι καὶ ἐναντίον καὶ ἔσχατον καὶ ἀρχή, καὶ τἀναντία ποιεῖ καὶ οὐδὲν ὅλως δύναται ποιεῖν· εἰ δὲ μή, οὐ περὶ τούτου ἔσται ἡ ἀμφισβήτησις, εἰ τῇ οὐσίᾳ ἐστὶν ἐναντίον τὸ μὴ ὄν, ἀλλὰ πολὺ δικαιότερον ζητηθείη ἄν, εἰ τὸ μὴ ὂν αὐτὸ πρὸς ἑαυτὸ ἐναντίως διάκειται. εἰ γὰρ τοῦτο, ὃ καὶ ἑαυτὸ ἀναιρεῖ, πῶς ἂν ἔτι δύναιτο ἢ εἶναι ἢ πρὸς τὴν οὐσίαν ἀνθίστασθαι; ἀλλὰ ταῦτα καὶ ὑπὲρ τὸν τῆς εἰσαγωγῆς ἂν εἴη λόγον, οἰκειότερον γὰρ τοῖς περὶ τῶν πρώτων ἀρχῶν ἐστιν καὶ ἐν ἐκείνοις ἀκριβέστερον διακρίνεται.

p. 3b33 Δοκεῖ δὲ ἡ οὐσία οὐκ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον ἕως τοῦ ὥστε οὐκ ἂν ἐπιδέχοιτο ἡ οὐσία τὸ μᾶλλον καὶ τὸ ἧττον.

   Ἕκαστον τῶν ὄντων γινώσκομεν ταῖς οἰκείαις διαφοραῖς καὶ ταῖς ἀντιδιῃρημέναις πρὸς αὐτάς· καὶ γὰρ αἱ μὲν οἰκεῖαι διαφοραὶ τὰ παρόντα καὶ τὰ συμβεβηκότα ἑκάστῳ δηλοῦσιν, αἱ δὲ ἀντιδιαιρούμεναι πρὸς αὐτὰς καὶ ἐν ἑτέραις οὖσαι ταῖς ἰδιότησιν τὰ χωρὶς ὄντα αὐτῶν ἰδιώματα ἐπιδεικνύουσιν, [111] καὶ οὕτως τελεία γίνεται ἡ γνῶσις, ἐπειδὰν γνῶμεν τί τέ ἐστιν ἕκαστον καὶ τί οὐκ ἔστιν. καὶ ἐνταῦθα οὖν τὸ μὲν συνωνύμως λέγεσθαι ἀπὸ τῶν δευτέρων οὐσιῶν τὰ ἄλλα καὶ τὸ τόδε τι σημαίνειν καὶ ὅσα τοιαῦτα τὴν τοῦ ὑπάρχειν ἰδιότητα ἐδήλου, τὸ δὲ μηδὲν ἐναντίον εἶναι ταῖς οὐσίαις καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν τῷ μὴ ὑπάρχειν θεωρεῖται, καὶ γέγονεν οὕτως αὐτῶν ἡ θεωρία κατ' ἀμφότερα τελεία. κατ' ἄλλον δὲ αὖ τρόπον τὰ πεφυκότα κοινῶς ἐπὶ πλειόνων κατηγορεῖσθαι γενῶν, οἷα καὶ ἡ ἐναντίωσίς ἐστιν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, δεῖ καθ' ἕκαστον γένος ἐπισκοπεῖσθαι, πότερον ὑπάρχει αὐτῷ ταῦτα ἢ οὐχ ὑπάρχει. ἐπειδὴ δὲ ἐν τοῖς πρὸ τούτων εἰρημένοις μᾶλλον οὐσία ἐλέγετο τὸ εἶδος τοῦ γένους, νῦν δὲ λέγεται ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, εἰκότως ἐφιστάνει καὶ διαλύει τὴν ἔνστασιν, ὅτι οὐχ ὡσαύτως ἑκάτερον λέγεται, ἀλλὰ τὸ μὲν καθ' αὑτό, τὸ δὲ κατὰ συμβεβηκός. μᾶλλον μὲν γὰρ τὸ εἶδος οὐσία ἢ τὸ γένος οὐχ ᾗ οὐσία οὐδὲ καθὸ ἔστιν, ἀλλ' ᾗ ἐγγυτέρω τῆς ἀτόμου καὶ πρώτης οὐσίας προχωρεῖ τὸ εἶδος ἤπερ τὸ γένος. τοῦτο δὲ συμβέβηκεν ἄλλως, νυνὶ δὲ καθό ἐστιν ἑκάστη τοῦτο ὅπερ ἐστὶν οὔ φησι λέγεσθαι αὐτὴν μᾶλλον καὶ ἧττον· οὐκ ἄρα ἐναντία τὰ παρόντα τοῖς πρότερον εἴρηται.

   Ἀλλὰ καὶ ἡ χιὼν τοῦ κύκνου, φαίη ἄν τις, μᾶλλόν ἐστιν λευκή, καθόσον ἐγγυτέρω ἐστὶν τοῦ λευκοτάτου. ἢ κατὰ τοῦθ' ὁμοίως ἕξει πρὸς τὴν οὐσίαν, κατὰ συμβεβηκὸς ἔχουσα τὸ μᾶλλον· καθόσον δὲ τὸ μετέχον τῆς ποιότητος ἢ μᾶλλον αὐτῆς μετέχει ἢ ἧττον, κατὰ τοσοῦτον αὐτὴ ἡ κατατεταγμένη ποιότης ἔχει τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐπεισοδιώδης γὰρ ἡ ποιότης τῇ οὐσίᾳ, ἡ μέντοι οὐσία οὐκ ἐν ἄλλῳ γίνεταί τινι ὥστε μᾶλλον ἢ ἧττον μετέχεσθαι, ἀλλ' ἐν αὐτῇ τὰ ἄλλα. διὰ τοῦτο οὖν τὴν μὲν κατὰ συμβεβηκὸς σύγκρισιν ἐπιδέχεται ἡ οὐσία, τὴν δὲ καθ' αὑτό, ἥτις ἐν τοῖς ὁμοειδέσιν γίνεται, οὐκέτι. ὁ γὰρ ἄνθρωπος οὔτε ἄλλου ἀνθρώπου μᾶλλον ἄνθρωπος οὔτε αὐτὸς ἑαυτοῦ, ἀλλ' οὐδὲ ὁ Σωκράτης ἐν Ἀκαδημίᾳ μᾶλλον Σωκράτης ἢ ἐν Δηλίῳ· τὸ μέντοι λευκὸν σῶμα καὶ ἄλλου σώματος λευκοῦ λευκότερον ἂν εἴη τῷ μᾶλλον μετέχειν τοῦ λευκοῦ, καὶ αὐτὸ αὑτοῦ μᾶλλον ἂν εἴη καὶ ἧττον λευκόν, κατ' ἄλλον δηλονότι καὶ ἄλλον χρόνον, οὐ γὰρ δὴ κατὰ τὸν αὐτόν. τὸ δὲ λευκὸν τοῦ μέλανος οὐ λέγεται λευκότερον· λέγεται μὲν γὰρ ἀεὶ τὸ μᾶλλον πρὸς τὸ ἧττον, ἐπιτεινόμενον δὲ τὸ ἧττον εἰς τὸ ὅμοιον καταντᾷ, ἀλλ' ἡ τοῦ μέλανος ἐπίτασις οὐδέποτε ὅμοιον τὸ μέλαν τῷ λευκῷ ποιεῖ, τοὐναντίον δὲ πλέον αὐτοῦ ἀφίστησιν, ὥστε οὐκ ἂν τὸ ἐναντίον πρὸς τὸ ἑαυτῷ ἐναντίον λαμβάνοι τὴν τοῦ μᾶλλον καὶ ἧττον [112] σύγκρισιν, ἀλλ' οὐδὲ πρὸς τὸ ἀνομοειδὲς κυρίως· τῶν γὰρ ὁμοειδῶν αἱ συγκρίσεις. εἰ τοίνυν ἐν ταῖς ὁμοειδέσιν οὐσίαις οὐκ ἔστιν ἡ κατὰ τὸ μᾶλλον καὶ ἧττον σύγκρισις, οὐδὲ ἐν οὐσίαις ὅλως ἔσται.

   Οὐ μὴν οὐδὲ τοῦτο ἴδιον τῆς οὐσίας ἐστίν. καὶ γὰρ ἐπὶ τῶν ἀριθμῶν καὶ τοῦ ὡρισμένου ποσοῦ οὐκ ἔστιν μᾶλλον τὰ τρία αὐτὰ ἑαυτῶν οὔτε ἄλλων· αὐτὰ μὲν γὰρ αὑτῶν οὐκ ἂν παραλλάττοι ὡρισμένα ἀεὶ ἐν τῷ αὐτῷ ποσῷ, τῶν δὲ τεσσάρων οὐκ ἔσται μᾶλλον, οὐδὲ γὰρ λέγεται πρὸς αὐτὰ μᾶλλον. καὶ ὅλως πᾶσα προσθήκη καὶ ἀφαίρεσις ποσοῦ ἑτερότητα ποιεῖ παντελῆ· οὐ γίνεται δὲ πρὸς τὸ ἕτερον, ἀλλὰ πρὸς τὸ αὐτὸ καὶ ὅμοιον ἡ ἐπίτασις. καὶ τῶν πρός τι δὲ ἔνια, οἷον τὸ ἴσον καὶ διπλάσιον καὶ ὁ πατὴρ καὶ τὰ τοιαῦτα, οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ ἐν τῷ ποιῷ δὲ τὰ σχήματα οὔτε μᾶλλον οὔτε ἧττόν ἐστιν. διὰ πάντα δὴ οὖν ταῦτα οὔτε ὑπάρχει τῇ οὐσίᾳ τὸ μᾶλλον καὶ τὸ ἧττον οὔτε ἴδιον αὐτῆς τὸ μὴ ὑπάρχειν ἐστίν.

   Ἀπορήσειε δ' ἄν τις, εἰ ὁ μᾶλλον λογικὸς οὐ μᾶλλόν ἐστιν ἄνθρωπος. ἢ πρῶτον μὲν οὐ κατὰ τὴν οὐσίαν ἔχει τὸ μᾶλλον λογικόν, ἀλλὰ κατὰ τὴν ἕξιν ἢ κατὰ τὴν ἐνέργειαν. ἔπειτα οὐδὲν ἄτοπον τὰς μὲν συντρεχούσας τοῖς εἴδεσι ποιότητας, οἷον τὴν λογικὴν ἐπὶ ἀνθρώπου καὶ τὴν θερμότητα ἐπὶ πυρός, δέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, οὐ μέντοι τὸ εἶδος αὐτό, ἐπεὶ καὶ ὁ σπουδαῖος, ὅταν μᾶλλον ἄνθρωπος λέγηται, οὐχ ᾗ ἄνθρωπος, ἀλλ' ᾗ οὕτως διακείμενος, ταύτῃ ἐπιτείνεται· τοῦτο δὲ οὐκ οὐσίαν, ἀλλὰ ποιὸν σημαίνει. ἢ ὁ μὲν σπουδαῖος, ἅτε μὴ κατ' οὐσίαν οὔσης τῆς διαθέσεως, οὐδὲν θαυμαστὸν εἰ κατὰ τὴν ἐπεισοδιώδη ποιότητα τὸ μᾶλλον ἔχοι· ὁ δὲ ἄνθρωπος λογικὸς καὶ τὸ πῦρ θερμὸν οὐ κατὰ ἐπεισοδιώδη ἀλλὰ κατὰ οὐσιώδη ποιότητά ἐστι τοιαῦτα συμπληρωτικὴν οὖσαν τοῦ εἴδους· καὶ εἴπερ αὕτη τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχοιτο, ἀνάγκη καὶ τὸ εἶδος ὅλον αὐτὸ ἐπιδέχεσθαι, ὥστε καὶ τὴν οὐσίαν. μήποτε οὖν, εἰ μὲν κατ' οὐσίαν ἐστὶν ἡ τοῦ λογικοῦ διαφορά, εἰδητική τίς ἐστιν καὶ οὐ κατὰ τὸ μᾶλλον καὶ ἧττον θεωρουμένη, ὥσπερ ἐν ἀνθρώπῳ καὶ δαίμονι· οὐ γὰρ δήποτε τὸ ἧττον τοῦ ἀνθρώπου ἐπιτεινόμενον εἰς δαιμονίαν ἥξει τελειότητα· εἰ δὲ κατὰ ἕξιν ἢ ἐνέργειαν, οὐκέτι περὶ τὴν οὐσίαν ἐστὶν ἡ τοιαύτη διαφορά.

   Ἀλλὰ πῶς ἡ ὕλη οὐσία τις οὖσα καὶ αὐτὴ τὸ μᾶλλον καὶ ἧττον δέχεται καὶ μικρὸν καὶ μέγα καὶ τἀναντία ὅλως φαντάζεται, καίτοι οὐσία [113] τις οὖσα καὶ ἡ ὕλη, ὥσπερ καὶ τὸ εἶδος; ἢ καὶ αὐτὴ καθ' ἑαυτὴν μὲν οὐδαμῶς διαφέρει· δυνάμει γὰρ πάντα ἐστὶν ὡσαύτως καὶ τὴν ἴσην πρὸς ὅλα τὰ ὄντα ἔμφασιν καὶ ὑποδοχὴν τῆς οὐσίας ἥ γε πρώτη ὕλη παραδέχεται· ἀπὸ δὲ τῆς τοῦ εἴδους σχέσεως παραγίνεται εἰς αὐτὴν ἡ τοιαύτη παράλλαξις.

p. 410 Μάλιστα δὲ οὐσίας δοκεῖ ἴδιον ἕως τοῦ ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται τὸ τοιοῦτον.

   Εἰπὼν ὅσα τῇ οὐσίᾳ κοινὰ καὶ πρὸς ἄλλα παρακολουθεῖ καὶ μὴ μόνῃ αὐτῇ ὑπάρχει καὶ ὅσα μὴ πάσῃ καὶ διὰ τοῦτο δείξας μηδὲν τούτων τῆς οὐσίας ἴδιον ὂν ἐπὶ τὸ μάλιστα ἴδιον αὐτῆς δοκοῦν μετελήλυθεν· τοῦτο δέ ἐστιν τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν. καὶ τὸ μὲν μάλιστα δηλοῖ τὴν ὡς πρὸς τὰ εἰρημένα παράθεσιν, ὅτι μᾶλλον ἐκείνων ἴδιον, τὸ δὲ δοκεῖ πάλιν προσκείμενον ἐνδείκνυται ὅτι οὐδὲ τοῦτο κυρίως ἴδιόν ἐστιν, δοκεῖ δὲ ἴδιον διὰ τὸ μόνῃ τῇ οὐσίᾳ ὑπάρχειν· ἅμα δὲ ἐνδείκνυται τὸ δοκεῖ, ὅτι οὐχ οἷόν τε τὸ κυρίως ἴδιον ἐπὶ τῶν πρώτων γενῶν λαβεῖν, διὰ τὴν ἁπλότητα δηλονότι καὶ τὴν ὁλικότητα τῶν πρώτων γενῶν. τῶν δὲ ἐναντίων ἐστὶ δεκτικὸν ἡ οὐσία οὐχ ἅμα δηλονότι· οὐ γὰρ δὴ ἅμα δέξαιτο ἄν τι τὰ ἐναντία (ἀδύνατον γὰρ τοῦτο), ἀλλὰ παρὰ μέρος, τοῦ μὲν ἐξισταμένου τῶν ἐναντίων, τοῦ δὲ ἐγγινομένου. δηλοῖ δὲ τοῦτο καὶ ἐπὶ τῶν παραδειγμάτων. τὸν δὲ τρόπον τοῦ ἰδίου παρέστησεν, ὅτι ὡς μόνῳ ὑπάρχον ἴδιον αὐτὸ εἶπεν, ἐκ τοῦ ἐπ' οὐδενὸς τῶν ἄλλων ὅσα μή εἰσιν οὐσίαι θεωρεῖσθαι τοῦτο τὸ ἰδίωμα. εἰ γὰρ ἐπὶ μὲν τῶν ἄλλων οὐκ ἔστιν, ἡ δὲ τὶς οὐσία ἡ ἄτομος ἀνὰ μέρος τἀναντία δέχεται, δηλονότι ἴδιον ῥηθήσεται τῆς οὐσίας οὐχ ὡς παντί (κρεῖττον γὰρ τοῦ παντὶ καὶ μὴ μόνῳ ἰδίου τὸ μόνῳ καὶ μὴ παντί· τὰ γὰρ ἴδια συστέλλεσθαι χαίρουσι), ἀλλ' ὡς μόνῳ ὑπάρχον· καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν Τοπικῶν οὕτως τὸ ἴδιον ὡρίσατο. ἔστιν δὲ καὶ κατὰ τὴν ἀντιστροφὴν αὐτὸ θεωρεῖν. εἰ γὰρ οὐσία ἐστὶν τὸ γένος, ἔστιν τι πάντως λαβεῖν ὑπὸ τὸ γένος ἓν ἄτομον, ὃ ταὐτὸν ὑπάρχον τῶν ἐναντίων ἐστὶ δεκτικόν, εἴ τε ἓν ὂν καὶ ταὐτὸν τἀναντία δέχεται, οὐσία τὸ τοιοῦτόν ἐστιν· ἴδιον οὖν ὡς ἐπὶ μόνης τῆς ἀτόμου οὐσίας θεωρούμενον. τὰ δὲ παραδείγματα ἐπὶ τοῦ τινὸς ἀνθρώπου πρόεισιν ὁτὲ μὲν κατὰ τὸ σῶμα, ὡς ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος καὶ θερμοῦ καὶ ψυχροῦ, ὁτὲ δὲ κατὰ τὴν ψυχήν, ὡς ἐπὶ τοῦ φαύλου καὶ σπουδαίου. δοκοῦσι δὲ καὶ αἱ δεύτεραι οὐσίαι δεκτικαὶ τῶν ἐναντίων εἶναι· ὡς γὰρ Σωκράτης ἄφρων καὶ φρόνιμος, οὕτω καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷόν ἐστιν· ἀλλ' εἰ διὰ τὸν Σωκράτη καὶ [114] ὁ ἄνθρωπος καὶ τὸ ζῷον, οὐ καθ' αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς ὑπάρχει τούτοις, διότι τοῖς ὑπ' αὐτὰ ὑπάρχει. τὸ δὲ ἓν ἀριθμῷ πρόσκειται δηλοῦν ὅτι εἰ μὲν τὸν ἄνθρωπον καθόλου τις λαμβάνοι, οὐκ ἐπιδέχεται τἀναντία, εἰ δὲ τὸν ἐν τῷδε ἄνθρωπον, οἷον Σωκράτη, ἐπιδέχεται.

   Ἀλλ' εἰ τὰ γένη, φασίν, καὶ τὰ εἴδη ἐπιδέχεται τἀναντία, οἷον ἄνθρωπος δειλίαν καὶ θρασύτητα, οὐ μόνον ἐν τῇ οὐσίᾳ ἔσται τοῦτο, ἀλλὰ καὶ ἐν ἄλλοις πλείοσιν· κίνησις γὰρ ταχεῖα καὶ βραδεῖα γίνεται, καὶ ἕξις καὶ διάθεσις καὶ πρᾶξις ἐπιδέχεται τἀναντία. ἢ πρῶτον μὲν τὰ καθόλου λαμβάνουσιν, ἀλλ' οὐ τὰ συνυπάρχοντα κοινὰ τοῖς ἀτόμοις· ἔπειτα οὐχ ἓν ἀριθμῷ τούτων ἕκαστόν ἐστιν, ἀλλ' ἄλλο καὶ ἄλλο, τὸ μὲν τοιονδί, τὸ δὲ θάτερον τῶν ἐναντίων, καὶ οὐκ αὐτὰ ἐπιδέχεται τὰ ἐναντία, ἀλλὰ τὰ ὑπ' αὐτά· ἡ μὲν γὰρ γενικὴ ἕξις οὔτε φαύλη οὔτε σπουδαία, αἱ δὲ ὑπ' αὐτὴν αἱ μὲν σπουδαῖαι, αἱ δὲ φαῦλαι, καὶ οὐχ ὑπομένει τὴν τῶν ἐναντίων μεταβολὴν τὸ κοινὸν θεωρούμενον. ἄλλο τοίνυν ἐστὶ τὸ οἷς πρόσεστιν τὰ ἐναντία, ἄλλο δὲ τὸ ἐπιδεκτικὸν εἶναι τῶν ἐναντίων ἀνὰ μέρος, καὶ τοῖς μὲν γένεσιν πρόσεστιν τὰ ἐναντία, τὸ δὲ ἐπιδεκτικὸν μόνῃ τῇ ὕλῃ καὶ ταῖς μετὰ τῆς ὕλης συνθέτοις οὐσίαις, τοῖς δὲ γένεσιν κατὰ συμβεβηκός. διὸ προσθετέον τῷ ἰδιώματι τῆς οὐσίας τὸ μὴ κατὰ συμβεβηκὸς τἀναντία δέχεσθαι, προσθετέον δὲ καὶ τὸ "κατὰ τὴν ἐν αὑτῷ μεταβολήν", ἵνα τὰ ἐπὶ τῶν γενῶν ἠπορημένα μὴ παραδεχώμεθα.

   Πάλιν δὲ τὴν νοητὴν οὐσίαν ἐπεισάγουσιν ἐνταῦθα ὡς μὴ ἐπιδεχομένην τἀναντία. ἀλλὰ τὸ αὐτὸ ῥητέον, ὅτι οὐ περὶ ἐκείνης νῦν ὁ λόγος, ἀλλὰ περὶ τῆς λεγομένης. ἀλλὰ τίνος, φασίν, ἐναντίου ὁ ἥλιός ἐστιν δεκτικός, ὅς γε ἐν ἑνὶ εἴδει ἀεί ἐστιν ὡσαύτως; οὐδὲ γὰρ τῇ κινήσει αὐτοῦ οὐδέν ἐστιν ἐναντίον. πῶς δὲ ὅλως ἐπὶ τῶν ἀιδίων οὐσιῶν ἀληθὲς τὸ παρὰ μέρος τἀναντία δέχεσθαι; ὁ γὰρ οὐρανὸς οὐκ ἂν σταίη οὐδέποτε· στάσις δὲ κινήσει ἐναντία. ἀλλὰ καὶ τὸ πῦρ τῶν φθαρτῶν ὂν θερμότητος μέν ἐστιν ἐπιδεκτικόν, ψυχρότητος δὲ οὔ, καὶ ἡ χιὼν ἀνάπαλιν. ἢ πρὸς μὲν τὰς ἀπὸ τῶν ἀιδίων οὐσιῶν ἐνστάσεις ῥητέον ὡς τὸ ἰδίωμα ἐνταῦθα πάσης τῆς ἐν μεταβολαῖς δυναμένης γίνεσθαι οὐσίας τίθεται, ἀλλ' οὐ τῆς κατὰ τὸ ἀμετάβλητον οὐσιωμένης. πρὸς δὲ τὰς ἀπὸ τοῦ πυρὸς καὶ τῆς χιόνος, ὅτι ἐπιδεκτικὴν εἶναι τῶν ἐναντίων φησίν, ἀλλ' οὐχὶ οὐσιῶσθαι ἐν τοῖς ἐναντίοις· τὸ δὲ πῦρ οὐκ ἐδέξατο τὴν θερμότητα, ἀλλ' ἐν τῇ οὐσίᾳ αὐτοῦ ἐστιν. οὐδὲν δὲ ἑαυτὸ ἐπιδέχεται, ἀλλὰ τῶν ἔξωθέν τι, οἷον τὸ ὕδωρ θερμότητα ἐπιδέχεται ἐπίκτητον οὖσαν ποιότητα, ὑγρότητα δὲ οὐκέτι· σύμφυτος γάρ ἐστιν αὐτῷ. καὶ τὰ οὐράνια τοίνυν ἐν τῇ κυκλοφορίᾳ τὸ εἶναι ἔχει καὶ οὐκ ἂν ἔχοι τινὰ παραδοχὴν τοῦ ἐναντίου. εἰ δὲ μήτε ποιότητές [115] εἰσιν αἱ τοιαῦται ἰδιότητες, ἀλλ' οὐσιώδεις διαφοραὶ καὶ συμπληρωτικαὶ τῆς οὐσίας, οὐκ ἂν μένον τι ἐξίσταιτο τῶν κατ' οὐσίαν ὑπαρχόντων· ἀλλ' οἷς μὴ φύσει καὶ ἀχωρίστως θάτερον ὑπάρχει, ταῦτα τῶν ἐναντίων ἐστὶν δεκτικά. οὐκ ἐπὶ πάντων δὲ τῶν ἐναντίων δεῖ τὸ ἐπιδεκτικὸν ἐπιζητεῖν, ἀλλ' ἀρκεῖ καὶ ἐφ' ἡστινοσοῦν ἐναντιώσεως· οὕτως καὶ τὸ πῦρ κατὰ τόπον τὴν ἐναντίωσιν δεχόμενον δειχθείη ἄν. ἀλλ' ὁ ἥλιος ἄτομος ὢν οὐσία τίνος μετέχει ἐναντιώσεως; ἢ κἂν μὴ ἐπιδεκτικὸς τῶν ἐναντίων ἐστίν, ἀλλ' ἐν τῷ γένει, φασίν, αὐτοῦ, τουτέστιν τῇ ἀτόμῳ οὐσίᾳ, ἔστι λαβεῖν τι τῶν ἀτόμων, ὃ δεκτικόν ἐστι τῶν ἐναντίων. εἰ δέ τις τοῦτο δέξαιτο, οὐδὲ τῇ ἀτόμῳ πάσῃ οὐσίᾳ ὑπάρχει τὸ ἰδίωμα, ἀλλὰ τινὶ μόνον τῇ ἐν γενέσει καὶ φθορᾷ.

   Διὰ τούτου δὲ τοῦ ἰδιώματος καὶ ἐκεῖνο σαφῶς ἐνδείκνυται, ὡς ἡ οὐσία καὶ μάλιστα ἡ ἄτομος ὑπόκειται πανταχοῦ πᾶσιν καὶ περὶ αὐτὴν καὶ ἐν αὐτῇ τὰ ἄλλα ὑπάρχει καὶ οὐδενὶ τῶν ἄλλων τὸ ἐπιδεκτικὸν πρόσεστιν. οὐδὲ γὰρ πρὸς τὴν οἰκείαν ὑπόστασιν ἑαυτοῖς ἐξαρκεῖ τὰ συμβεβηκότα, διὸ οὐδὲ ὑπόκειται οὐδενί, ἀλλ' ἑτέρας ὑποβάθρας προσδεῖται· διὸ οὐδὲ δέχεται ταῦτα τὰ ἐναντία. τὸ μὲν γὰρ ὑποκείμενον, οἷον τὸ σῶμα, λευκὸν καὶ μέλαν γίνεται τὸ αὐτὸ μένον, τὸ δὲ λευκὸν ἐξίσταται τοῦ μέλανος ἐπιγινομένου, καὶ τὸ μὲν ζῷον καὶ ὁ ἄνθρωπος, ἐπειδὴ ὑπομένει, δέχεται ταναντία, καθόσον εἰσὶν οὐσίαι ἐν τῷ τινὶ ἀνθρώπῳ, τὸ δὲ χρῶμα οὐχ ὑπομένει, διὰ τοῦτο οὐχ ὑποδέχεται· ὅταν γὰρ ἀπίῃ τὸ λευκόν, συναπέρχεται μετ' αὐτοῦ καὶ τὸ χρῶμα καὶ οὐκέτι ἔστιν, καὶ ἅμα τῷ παραγίνεσθαι τὴν μελανίαν παραγίνεται μετ' αὐτῆς ἡ χρόα, ἢ εἰ μὴ τοῦτο, ἔστιν ὅτε περ ἔστιν, οὐ μέντοι μένον τὸ χρῶμα τὰ εἰσιόντα καὶ ἐξιόντα δέχεται.

   Ἀλλὰ τοῦτο, φασίν, συμβεβηκός ἐστιν περὶ τὴν οὐσίαν, ὃ δέ ἐστιν ἡ οὐσία, οὐκ εἴρηται. ἢ τῆς αἰσθητῆς οὐσίας συμπεφορημένης οὔσης καὶ ἐν ἄλλῳ τὸ εἶναι ἐχούσης καὶ τὰ ἰδιώματα ἔσται τοιαῦτα, ὁποία αὐτῆς ἐστιν ἡ φύσις· ὁ δὲ ζητῶν αὐτὸ τὸ εἶναι ἀόρατόν τι ζητεῖ καὶ κρεῖττον ἢ κατὰ τὴν αἰσθητὴν οὐσίαν, ὃ ἐπὶ πᾶσι ταὐτὸν ὑπάρχει οὐσίας εἶδος, δι' ὅπερ ἐφ' ἑκάστου καὶ ἐπὶ τοῖς κοινοῖς καὶ ἐπὶ τοῖς ἁπλοῖς καὶ ἐπὶ τοῖς συνθέτοις τὸ εἶναι λέγεται καὶ ἐφ' ἑκάστου τῶν ἐννέα· τὸ γὰρ λευκὸν κατὰ μετάληψιν τοῦ ὄντος λευκὸν εἶναι λέγεται.

   Ἀλλ' εἰ ἡ αἰσθητή, φασίν, οὐσία οὐκ ἄνευ μεγέθους οὐδὲ ἄνευ ποιότητος, πῶς ἔτι τὰ συμβεβηκότα χωρίζομεν, οἷον θερμόν, ξηρόν; τί [116] γὰρ ἔσται οὐσία; ποιαὶ γὰρ οὐσίαι αὗται· τί οὖν ἐστιν περὶ ὃ ἡ ποιὰ οὐσία; ἢ δηλονότι τὸ ὑποκείμενον. ἔσται οὖν τὸ πῦρ οὐχ ὅλον οὐσία, ἀλλά τι αὐτοῦ οἷον μέρος· τοῦτο δὲ ἔσται ἡ ὕλη. καὶ οὗτος δὴ ὁ λόγος δύο ψευδῶς λαμβάνει· ἓν μέν, διότι τὸ σύμμικτον καὶ συμπεφορημένον τῆς ἐνταῦθα οὐσίας ἀποδιαλαμβάνων θεωρεῖ, καίτοι μηδαμῶς ὑφεστηκὸς κατ' ἰδίαν ἕκαστον, ἀλλ' ἐν ἀλλήλοις καὶ μετ' ἀλλήλων πάντων ἐχόντων τὸ ὁπωσοῦν ὑφεστάναι· δεύτερον δέ, διότι τὸ θερμὸν καὶ τὸ ξηρὸν καὶ τὰς κατ' εἴδη διαφορὰς ὡς ποιότητας λαμβάνει καὶ τὴν κατὰ τὸ εἶδος οὐσίαν οὐ προσποιεῖται ἐν τῷ λόγῳ. ἀπὸ γὰρ τούτων πάντων εἰς τὴν ἀτοπίαν προῆλθεν τοῦ νομίζειν εἶναι τὴν ὕλην κυρίως οὐσίαν.

   Καὶ Ἀρχύτας δὲ τὸ αὐτὸ ἴδιον τῆς οὐσίας ἀποδέδωκεν λέγων "τᾶς ὠσίας ἴδιον ὑπάρχειν τὸ τὰν αὐτὰν καὶ μίαν ἀριθμῷ διαμένοισαν τῶν ἐναντίων δεκτικὰν ἦμεν. ἐναντίον γὰρ ὕπνῳ μὲν ἐγρήγορσις, ταχυτᾶτι δὲ βραδυτάς, ὑγιείᾳ δὲ νόσος, καὶ ὁ αὐτὸς ἄνθρωπος καὶ εἷς ἀριθμῷ γίνεται δεκτικὸς τούτων· καὶ γὰρ ἐγρήγορεν καὶ εὕδει, καὶ βραδιόνως καὶ ταχιόνως κινέεται, καὶ ὑγιαίνει δὲ καὶ νοσεῖ, καὶ τῶν τούτοις ὁμοίων δεκτικός ἐντι, οὐ κατὰ τὸν αὐτὸν δὲ χρόνον". ἐν δὲ τούτοις τό τε ἰδίωμα τῆς οὐσίας εἴρηται τὸ αὐτὸ καὶ τὴν αἰτίαν τῆς ἀνὰ μέρος μεταβολῆς τῶν ἐναντίων εἶπεν διὰ τοῦ "οὐ κατὰ τὸν αὐτὸν δὲ χρόνον", καὶ ἔτι τὰς ἀπορίας ἔλυσεν τὰς ἀπὸ τῶν συμφύτων καὶ ἀεὶ κινουμένων καὶ ἀεὶ ὄντων προσαγομένας· πᾶσαι γὰρ αὗται οὐ κατὰ χρόνον παραγίνονται. τὰς δὲ ἀπὸ τῶν γενῶν ἀμφισβητήσεις ἔλυσεν προσθεὶς τὸ "διαμένοισαν", ἐπεὶ ἐκεῖνά γε οὐ διαμένει· οὐ γὰρ τὸ ἐν τῷ λευκῷ χρῶμα δέχεται τὸ μέλαν, ἀλλ' ἐξίσταται μετὰ τοῦ λευκοῦ καὶ οὐκέτι τὸ αὐτὸ διαμένει.

   Ὁ δὲ Ἰάμβλιχος Πυθαγορικώτερον καὶ διὰ πάσης οὐσίας κατὰ ἀναλογίαν διατεῖνον τὸ ἰδίωμα τοῦτο τῆς οὐσίας ἐπέδειξεν. "ἐν μὲν γὰρ τῇ νοητῇ, φησίν, οὐσίᾳ κίνησις καὶ στάσις, ταὐτότητες καὶ ἑτερότητες τῇ οὐσίᾳ ἅμα συνυπάρχουσιν, καὶ ἡ ἐναντίωσις ἐνταῦθα ἐν τῇ οὐσίᾳ ὑπάρχει οὐ παρὰ μέρος ἀλλ' ἅμα, καὶ τὸ δεκτικὸν ἄλλως ἐπ' αὐτῆς λέγεται ἢ ὡς ἐπὶ τῶν συνθέτων θεωρεῖται· ἐνταῦθα μὲν γὰρ διαστάσεως γινομένης ἄλλο μέν ἐστιν τὸ ὑποκείμενον, ἄλλο δὲ τὸ ἐγγινόμενον· ἐπὶ δὲ τῆς ἁπλουστάτης οὐσίας οὐκ ἄλλο μέν ἐστιν ἐν ᾧ γίνεται, ἄλλο δὲ τὸ ἐγγινόμενον, οὐδὲ ἐν ἄλλῳ καὶ ἄλλῳ, ἀλλ' ἓν πάντα ἐστίν. ἐπὶ δὲ τῆς ἀεικινήτου οὐσίας σύλληψις καὶ οἷον συνοχὴ πάσης φύσεως θεωρεῖται κατὰ τὸν οὐρανόν, οὐ μόνον ἐκ τοῦ περιέχειν πάσας καὶ μηδεμίαν ἔξω αὐτῆς ὑπάρχειν, ἀλλὰ καὶ ὅτι οὐδενὸς οὔτε ῥοπῇ κινουμένου οὔτε προαιρέσει ἐμψύχου ἢ ἀψύχου ἅμα δύο τινὰς ὑπομένειν φορὰς δυναμένου ἀντιθέτους ἀλλήλαις (λέγω δὲ οἷον [117] πρόσω καὶ ὀπίσω ἢ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ καὶ ἄνω καὶ κάτω), μόνον ὁρᾶται τοῦτο ἔμπαλιν οὐ δυνάμενον μίαν ἡντιναοῦν καθ' ἑαυτὴν κινεῖσθαι ἢ δύο μόνας ἢ τρεῖς, ἀλλ' ἅμα πάσας. καὶ ἀμήχανόν τι περὶ αὐτὸ καὶ θαυμαστὸν ὑπάρχει τὸ τῆς ἐναντιώσεως ἑκάστῃ συλληπτικὴν ὑπάρχειν τὴν ἐναντίαν. ἡ γὰρ καθ' ἕκαστον καὶ δοκοῦσα καὶ φερομένη ἀναφορὰ περὶ τὸ διχοτόμημα τοῦ ὁρίζοντος καὶ ἄνοδός τις ὑπάρχουσα ἐκ τῶν ὑπὸ γῆν εἰς τὰ ὑπὲρ γῆν εὐθὺς βιαστική ἐστιν τῆς ἐναντίας κινήσεως, τουτέστιν τῆς ἐν θατέρῳ διχοτομήματι τοῦ ὁρίζοντος, λεγομένης δὲ καταδύσεως· προωθεῖ γὰρ καὶ προκυλίνδει τρόπον τινὰ δι' ἑαυτῆς τὸ σύμπαν κύτος καὶ ἐπείγει, ὥστε ἀποτελεῖν ἐκείνην οὐκ ἔλαττον ἤπερ κἀκείνη δι' ἑαυτῆς τὴν ταύτης ἀπεργάζεται κίνησιν διὰ τῆς προώσεως. τὸ δὲ ἐοικὸς νοείσθω καὶ ἐπὶ τοῦ πρόσω καὶ ὀπίσω· κατὰ γὰρ τὸ λεγόμενον μεσουράνημα ἐν ἑκάστῳ οἰκήσεως ἀποκλίματι θεωρουμένου τοῦ πρόσω, τοῦ δὲ ὀπίσω κατὰ τὸ ἀντίθετον αὐτοῦ, ὃ λέγεται ἀντιμεσουράνημα, ἡ δι' ἀλλήλων καὶ ἐξ ἀλλήλων ἔπειξις καὶ ἀντιπερίστασις ἀκολούθως ἀποδείκνυσθαι δύναται. τῶν δὲ λεχθεισῶν τεσσάρων περιστάσεων κοινῶς μὲν τῷ σύμπαντι ἐπινοουμένων οὐρανῷ βραχεῖάν τινα ἔνστασιν λαμβάνει τὰ περὶ τοὺς πόλους, ἀμοιροῦντα ἐκείνων διὰ τὴν τοῦ τόπου ταὐτότητα. καὶ ἐπὶ τῶν πλανωμένων δὲ ἔξεστιν τὰ λεχθέντα θεωρεῖν· ἀναφορὰς γὰρ καὶ καταφορὰς καὶ προόδους καὶ ἐπιστροφὰς ποιοῦνται οὐ μόνον δι' ὧν εἴπομεν, ἀλλὰ καὶ προποδίζοντες καὶ ἀναποδίζοντες, καὶ τὴν ἐπὶ δεξιὰ καὶ ἀριστερὰ φορὰν περὶ αὐτοὺς τρανεστέραν ἔστιν ἰδεῖν εἰς βορέαν ἢ εἰς νότον ἀπὸ τοῦ μέσου καὶ ἀνάπαλιν ἐπὶ τὸ μέσον ἀμφοτέρωθεν φερομένων, ὥστε κίνησιν ἐκ κινήσεων καὶ πασῶν κινήσεων συνεκτικὴν προσεῖναι τῷ οὐρανῷ ἅμα τὰς ἐναντίας κινήσεις ἐν ἑαυτῷ περιέχοντι καὶ ἀπεργαζομένῳ τὰ ἐναντία κινήματα ἀπὸ τῶν ἐναντίων. πάρεστιν ἄρα καὶ τῷ οὐρανῷ τἀναντία καὶ ἅμα πάρεστιν καὶ ἐν ἀλλήλοις ὑφέστηκεν καὶ ἀπ' ἀλλήλων ἤρτηται. πλὴν τό γε τοσοῦτον διέστηκεν τῆς νοητῆς ἐναντιώσεως, ὅτι ἡ μὲν ἑνὶ ὑπῆρχεν καὶ κατὰ μίαν οὐσίαν, ἡ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ καὶ περὶ ἄλλην καὶ ἄλλην οὐσίαν τὰς ἐναντίας ποιεῖται κινήσεις. ἡ δὲ τελευταία φύσις τῆς οὐσίας οὐδὲ σύμφυτα τὰ ἐναντία ἔχει ἅμα ἀμφότερα, ἀλλ' εἴ που σύμφυτόν τι τῶν ἐναντίων ἐν αὐτῇ ὑπάρχει, μεμερισμένον ἔχει τὸ ἕτερον αὐτῶν, τὰ δὲ πολλὰ ὡς ἐπίκτητα ἔξωθεν παραδέχεται καὶ ταῦτα οὐχ ἅμα οὔτε κατὰ τὴν οὐσίαν οὔτε κατὰ τὸν χρόνον, ἀλλ' ἄλλοτε ἄλλα καὶ ἐν ἄλλῳ μορίῳ τοῦ σώματος μεταλαμβάνουσα, [118] ὥστε καὶ περὶ ταύτην, ᾗ πέφυκεν ταύτῃ, θεωρεῖται τὸ τῆς ἐναντιώσεως. πέφηνεν ἄρα τὸ ἰδίωμα τοῦτο τῆς οὐσίας κοινὸν κατὰ πᾶσαν οὐσίαν ὑπάρχον". ἴδωμεν δέ, τίνα ὁ Ἀριστοτέλης τοῖς εἰρημένοις προσαπορεῖ.

p. 422 Εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων ἕως τοῦ ὥστε ἴδιον οὐσίας εἴη τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν.

   Ἐπειδὴ καὶ λόγος καὶ δόξα ἀληθὴς καὶ ψευδὴς εἶναι δοκεῖ καὶ ἔστιν ἐναντίον τὸ ἀληθὲς τῷ ψεύδει, ὁ δὲ λόγος οὐκ ἔστιν οὐσία, ἀλλ' ὁ μὲν ἐν προφορᾷ ποσόν, ὁ δὲ ἐν δόξῃ ποιόν, εἰκότως ἀπορεῖ, μήποτε οὐ μόνῃ τῇ οὐσίᾳ προσήκει τὸ τῶν ἐναντίων εἶναι δεκτικόν. καὶ λύει τὴν ἀπορίαν κατὰ ἀντιπαράστασιν καὶ ἔνστασιν. πρότερον γὰρ συγχωρήσας δέχεσθαι τὸ ἀληθὲς καὶ ψεῦδος τὸν λόγον καὶ τὴν δόξαν δείκνυσιν ὅτι οὐχ ὡς ἡ οὐσία δέχεται· ἐκείνη μὲν γὰρ τῇ ἑαυτῆς μεταβολῇ δέχεται τὰ ἐναντία, ὁ δὲ λόγος καὶ ἡ δόξα οὐ τῇ ἑαυτῶν μεταβολῇ, ἀλλὰ τῇ τοῦ πράγματος. εἶτα καὶ τὸ δέχεσθαι ὅλως ἀναιρεῖ· τὸ μὲν γὰρ δεχόμενον μεταβολήν τινα ὑπομένει, ἐν δὲ τῷ λόγῳ καὶ τῇ δόξῃ οὐδεμία γίνεται μεταβολή, ἀλλὰ τῷ τὸ πρᾶγμα μεταβάλλειν ὁ λόγος καὶ ἡ δόξα ἀληθὴς καὶ ψευδὴς λέγεται· κυρίως δὲ εἶπεν τὸ λέγεσθαι καὶ οὐ γίνεσθαι. ἔστιν δὲ καὶ οὕτως ἐπιχειρῆσαι· οὐκ ἔστιν εἷς κατ' ἀριθμὸν ὁ πρότερος ῥηθεὶς λόγος τῷ δευτέρῳ καὶ κατ' αὐτὸν τὸν Ἀριστοτέλη· εἴρηται γάρ, φησί, καὶ οὐκέτι ἔσται τὸ ῥηθὲν λαβεῖν. τῶν γὰρ κατὰ διέξοδον κινουμένων ἐστὶν ὁ λόγος, καὶ διὰ τοῦτο οὐδὲ τῶν θέσιν ἐχόντων ἐστίν, ὥστε τῷ εἴδει ὁ αὐτὸς γίνεται ὁ πρότερος ῥηθεὶς τῷ δευτέρῳ, ὁ ἀληθὴς τῷ ψευδεῖ, καὶ οὐχὶ τῷ ἀριθμῷ, ὡς εἴρηται ἐπὶ τῆς οὐσίας. καὶ ἡ δόξα δὲ λόγος ἐστὶν ἐντός, ἐν διεξόδῳ καὶ αὐτὴ ὑπάρχουσα, καὶ τὰ αὐτὰ ἂν καὶ περὶ αὐτῆς λέγοιτο.

   Ἀλλ' ἀποροῦσί τινες καὶ πρὸς ταύτας ἐνιστάμενοι τὰς ἐπιχειρήσεις καὶ λέγουσιν ὡς κἂν μὴ πάσχῃ τὸ τῶν ἐκτὸς πάθος ὁ λόγος καὶ ἡ δόξα, οὐκ ἤδη διὰ τοῦτο οὐδὲ πάσχει, ἀλλὰ πάσχει ὡς ὁ λόγος καὶ δέχεται ἐν ἑαυτῷ μεταβολὴν τὴν κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι· λόγου γὰρ καὶ δόξης αὕτη ἐναντίωσις. ἐπεὶ ὥρα γε, φησί, λέγειν μηδὲ τὴν ψυχὴν δεκτικὴν εἶναι τῶν ἐναντίων, ἐπεὶ οὐ δέχεται τὸ λευκὸν καὶ μέλαν· οὐ γὰρ πέφυκεν [119] τούτων εἶναι δεκτική, ὧν δὲ πέφυκεν, ταῦτα δέχεται, φρόνησιν καὶ ἀφροσύνην. καὶ ὁ λόγος οὖν καὶ ἡ δόξα τὴν λόγου καὶ δόξης μεταβολὴν τὴν κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος δέχεται, ἀλλ' οὐχὶ τὴν κατὰ τὸ καθῆσθαι καὶ μὴ καθῆσθαι. ἔσται οὖν περὶ αὐτὰ κατὰ μεταβολὴν μὲν ἡ ἐναντίωσις, ἀλλὰ τὴν προσήκουσαν τῷ λόγῳ καὶ τῇ δόξῃ. μήποτε οὖν μέσον χωρήσαντα τῶν τε Ἀριστοτέλους λόγων καὶ τῶν πρὸς αὐτοὺς ἐνισταμένων δεῖ λέγειν ὅτι ἄλλος οὗτος καταδοχῆς ἐστι τρόπος, ὅταν ἄλλου πάσχοντος αὐτό τι μὴ μεταβάλλον ἀλλοιοτέραν ὅμως ἀναδέχεται σχέσιν, ὡς ὁρῶμεν καὶ ἐπὶ τῶν πρός τι· τὸ γὰρ πρότερον ὂν δεξιὸν μηδὲν αὐτὸ μεταβάλλον ἀριστερὸν γίνεται ἄλλου μεταστάντος. καὶ ὁ λόγος δὲ καὶ ἡ δόξα κατὰ τὴν πρὸς τὰ πράγματα σχέσιν ἔχοντα τὸ ἀληθεύειν καὶ ψεύδεσθαι οὐδὲν θαυμαστὸν εἰ τῶν πραγμάτων μεταβαλλόντων ἀμείβει τὴν σχέσιν οὐδὲν αὐτὰ πάσχοντα. ὁ δέ γε Ἀριστοτέλης τὴν καταδοχὴν ἐκείνην ἀπέφησεν, καθ' ἣν ἀνάγκη πάσχειν τι τὸ δεχόμενον· κἂν λέγοιτο οὖν μεταβάλλειν κατὰ τὴν λόγου καὶ δόξης μεταβολήν, ἀλλ' οὔτι γε πάσχοντα μεταβάλλει, ὥσπερ τὸ σῶμα θερμαινόμενον καὶ ψυχόμενον.

   Ἀλλὰ τίνι, φησίν, ἐπερείσαντες τὴν διάνοιαν τὰ μὲν οὐσίας εἴποιμεν, τὰ δὲ πάθη; ἆρα τῷ τινὶ εἶναι καὶ τῷ τόδε καὶ τῷ ὑποκείμενον εἶναι καὶ μὴ ἐν ὑποκειμένῳ καὶ τῷ ὅ ἐστιν μὴ ἄλλου εἶναι; ἀλλ' ἡ δευτέρα οὐσία οὐδὲν τούτων ἔχει σχεδόν· καὶ γὰρ κατ' ἄλλου λέγεται καὶ ἐν ἄλλῳ ἐστὶν καὶ ἄλλου, καὶ τὸ τόδε οὐκ ἐφαρμόττει αὐτῇ. ἢ ὁ ταῦτα λέγων εἰς τὴν ἄσχετον εἰδικὴν καὶ γενικὴν οὐσίαν ἀφορᾷ, ἀλλ' οὐκ εἰς τὴν κατατεταγμένην καὶ ἤδη γενομένην αἰσθητήν, ᾗ πάντα ὑπάρχει τὰ εἰρημένα κατὰ τὴν ἐν τῷ ἀτόμῳ κατάταξιν. τὸ δὲ ἐν ἄλλῳ εἰ πρόσεστιν αὐτῇ καὶ ἄλλου, οὐχ ὡς ἐν ὑποκειμένῳ οὐδὲ ὡς τὸ λευκὸν τοῦ σώματος, ἀλλ' ὡς τὰ μέρη τῆς οὐσίας. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς τῶν ἀνωτάτω γενῶν οὐχ οἷόν τε ἀκριβεῖς ὅρους ἀποδιδόναι, ἀλλ' ὑπομνήσει μᾶλλον καὶ ὑπογραφῇ ἐοίκασιν οἱ περὶ αὐτῶν λόγοι, καὶ δεῖ μὴ πλέον οὗ δύνανται παρ' αὐτῶν ἀπαιτεῖν. ἀρκεῖ οὖν καὶ ἴδιόν τι ἀποδοῦναι περὶ αὐτῶν, ἀφ' οὗ δυνατὸν τί ἐστι γινώσκειν.

   Αὐτὸ δὲ τοῦτο ἐπιστάσεως ἄξιον, πῶς λέγεται ἡ οὐσία κατὰ τὴν αὑτῆς μεταβολὴν δεκτικὴ τῶν ἐναντίων. οὔτε γὰρ ἡ ὕλη κατὰ τοὺς ἀπαθῆ τὴν ὕλην λέγοντας μεταβάλλει ἢ τρέπεται ἢ πάσχει τἀναντία, ἀλλὰ περὶ αὐτὴν [120] αἱ μεταβολαὶ γίνονται· καὶ τὸ εἶδος δέ, εἰ ἀκίνητόν ἐστι πάντῃ καὶ μένον τὸ αὐτὸ δέχεται τὰς κατὰ τὸ ποιὸν ἐναντιώσεις, οὐδὲ τοῦτο κατὰ τὴν ἐν ἑαυτῷ μεταβολὴν ἕξει τἀναντία· ἀλλ' εἴπερ ἄρα, μόνον τὸ σύνθετον μεταβάλλον καὶ τρεπόμενον τὰς ἐναντιώσεις ἕξει, καὶ οὕτως ἐπὶ μόνης τῆς ἀτόμου καὶ συνθέτου οὐσίας τὸ ἴδιον τοῦτο ἀποδοθήσεται, καὶ εἰς στενὸν κομιδῇ ἀποκλεισθήσεται ἡ τοῦ ἰδίου τῆς οὐσίας ἀπόδοσις. ἀλλὰ μὴν ἐὰν χρησώμεθα ταῖς ἐνίων Περιπατητικῶν δόξαις καὶ πάσχειν τὴν ὕλην ἀποφηνώμεθα, πῶς ἁπλῆ οὖσα ἡ ὕλη καὶ κατὰ τὸ δυνάμει μόνον ἱσταμένη μεταβάλλουσα ἐξ οὗπέρ ἐστιν καὶ εἰς ἐνέργειαν ἐρχομένη οὐ φθορὰν ἕξει τὴν μεταβολήν; τὸ γὰρ ἁπλοῦν μὴ ἐν ἄλλῳ μὲν ἔχον τὸ εἶναι, κατ' ἄλλο δὲ μεταβάλλον φθορὰν ἕξει τὴν μεταβολὴν ὅλον ἀφ' ἑαυτοῦ ἐξιστάμενον. εἰ δέ τις ταῦτα εὐλαβούμενος περὶ τὴν ὕλην λέγει τὴν ἐναντίωσιν, οὐκέτι τῷ αὐτήν τι παθεῖν ἢ μεταβάλλειν, ἀλλὰ κατὰ συμβεβηκὸς ἕξει περὶ αὑτὴν τὰ ἐναντία. καὶ ἐπὶ τοῦ εἴδους δὲ ὁ αὐτὸς λόγος· εἰ γὰρ αἱ νοηταὶ μὲν αὐτοῦ ἰδιότητες αἱ αὐταὶ μένουσιν, περὶ δὲ τὰς αἰσθητὰς αὐτοῦ διαφορὰς ἐναντίαι συμβαίνουσι ποιότητες, τὸ μὲν εἶδος ἔσται μένον πανταχοῦ ἀκίνητον, ἄλλο δὲ ἔσται τὸ τρεπόμενον, καὶ οὐ κατὰ τὴν ἐν αὐτῷ τῷ εἴδει μεταβολὴν ὁ ἄνθρωπος ἐκ λευκοῦ μέλας γίνεται. πρὸς δὲ ταῦτα συμμέτρως τοῖς παροῦσιν ἔστιν εἰπεῖν ὅτι ἕκαστον ὡς πέφυκεν, οὕτως καὶ μεταβάλλει, καὶ ἡ μὲν ὕλη μεταβολὴν ἔχει τὴν ἄλλοτε ἄλλου εἴδους ὑποδοχήν (αὐτὸ γὰρ τοῦτο ὑποδοχὴ βούλεται εἶναι), τὸ δὲ εἶδος τὴν κατὰ ποιότητα ἀλλοίωσιν. καὶ μήποτε καὶ προανεῖλεν ὁ Ἀριστοτέλης τὰς τοιαύτας ἀπορίας εἰπὼν τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένον· δῆλον γὰρ ὅτι τὴν τοῦ τοιούτου μεταβολὴν ἐπιζητεῖν χρή. ἀλλὰ περὶ μὲν οὐσίας ἀρκεῖ τοσαῦτα.

Περὶ ποσοῦ.

p. 4b20 Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές.

   Μετὰ τὴν οὐσίαν περὶ τοῦ ποσοῦ διδάσκειν ὁ Ἀριστοτέλης προτίθεται. καὶ δεῖ πρῶτον τὴν αἰτίαν τῆς τάξεως εὑρεῖν, δι' ἣν δεύτερον τὸ ποσὸν μετὰ τὴν οὐσίαν ἐτάχθη. λέγουσιν οὖν ὅτι συνυφίσταται τῷ ὄντι τὸ ποσόν (ἅμα γὰρ ὄν τί ἐστιν καὶ εὐθὺς ἢ ἓν ἢ πολλὰ ἀνάγκη αὐτὸ εἶναι), καὶ ὅτι τὰ πλεῖστα κοινά ἐστιν τῇ τε οὐσίᾳ καὶ τῷ ποσῷ, ὡς τὸ μὴ ἔχειν ἐναντίον καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, καίτοι τὸ ποιὸν ἀμφότερα ταῦτα ἔχει, καὶ ὅτι προηγεῖται τὸ ἄποιον διαστατὸν τῆς ἐν αὐτῷ ἐγγινομένης [121] ποιότητος, καὶ ὅτι τῶν μὲν ἄλλων ἀναιρεθέντων οὐκ ἀναιρεῖται ἡ οὐσία, εἰ τὸ διαστατὸν καταλείποιτο, τούτου δὲ ἀναιρεθέντος συνανῄρηται ἡ σωματικὴ οὐσία· ὥστε σύνεγγύς ἐστιν τῇ οὐσίᾳ τὸ ποσόν. προστίθει δὲ ὅτι καὶ ἐν ταῖς κινήσεσιν ἡ κατὰ ποσὸν κίνησις, τουτέστιν ἡ αὔξησις καὶ μείωσις, ἐγγυτέρω ἐστὶν τῆς κατ' οὐσίαν, τουτέστιν τῆς γενέσεως καὶ φθορᾶς, ἤπερ ἡ ἀλλοίωσις κατὰ ποιότητα οὖσα κίνησις. καίτοι δὲ οὕτως ἐγγὺς οὖσα τῆς οὐσίας ἡ ποσότης ἄλλη παρὰ τὴν οὐσίαν ἐστίν. περὶ γὰρ τὴν οὐσίαν ἡ μεταβολὴ τῆς ποσότητος γίνεται, ὅταν τὸ ἐνιαυσιαῖον παιδίον εἰς μεῖζον μεταβάλλῃ, τοῦ εἴδους τοῦ αὐτοῦ μένοντος· τὸ γὰρ ὑπομένον καὶ ἀνὰ μέρος ἑκάτερον δεχόμενον ἀνάγκη ἕτερον ἑκατέρου εἶναι. καὶ οὕτως καὶ τὸ ποιὸν ἕτερον τῆς οὐσίας δείκνυται, ὡς ἀπὸ πάθους ἐπὶ πάθος μεταβαλλούσης αὐτῆς καὶ ἀπὸ διαθέσεως ἐπὶ διάθεσιν.

   Ὁ μέντοι Ἀρχύτας μετὰ τὴν οὐσίαν τὸ ποιὸν ἔταξεν, ὡδέ πως αὐτῇ τὴν τάξιν παραδιδούς· "ἁ δὲ τάξις αὐτῶν ὧδε ἔχει· πρώτα μὲν τέτακται οὐσία διὰ τὸ μόναν ταύταν ὑποκεῖσθαι τοῖς ἄλλοις καὶ αὐτὰν καθ' ἑαυτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἄλλας μὴ ἄνευ ταύτας· ἤτοι γὰρ κατὰ ταύτας ἢ ταύτῃ ἐν ὑποκειμένῳ κατηγορεῦνται· δευτέρα δὲ ἁ ποιότας· ἄνευ γὰρ τῶ τί ἐστιν ἦμεν ἀδύνατον ποιόν τι ἦμεν". ἐν δὲ τούτοις παντός ἐστιν ἐπιζητεῖν τοῦ φιλομαθῶς ἔχοντος, εἰς τί βλέπων ἑκάτερος ὁ μὲν τὸ ποιὸν προέταξεν, ὁ δὲ τὸ ποσόν. ἔοικεν τοίνυν ὁ μὲν Ἀρχύτας τὸ καθ' αὑτὸ νοητὸν ὂν καὶ ὄντως ἐν τοῖς πᾶσι γένεσι τὴν συμπλήρωσιν παρέχον καὶ πᾶσι παρὸν ἀμερίστως καὶ ὑπ' αὐτῶν μετεχόμενον, τοῦτο προϋπάρχειν ὑποθέμενος κατὰ τὴν πρὸς τοῦτο συγγένειαν τὴν τάξιν τοῖς γένεσιν ἀποδεδωκέναι. τοιγαροῦν τὴν οὐσίαν προτάττει τῶν ὅλων, διότι τοῖς ἄλλοις ὑποκειμένη πᾶσιν τὸ εἶναι ἀφ' ἑαυτῆς παρέχει, ὥσπερ καὶ ἡ καθ' αὑτὴν οὐσία τοῖς πᾶσιν ἐνδίδωσι τὸ εἶναι. ἔτι δὲ ἡ οὐσία, φησίν, αὐτὴ καθ' αὑτὴν ἔστιν τε καὶ νοεῖται, αἱ δὲ ἄλλαι οὐκ ἄνευ ταύτης· καὶ κατὰ ταῦτα οὖν συγγενῶς ἂν ἔχοι πρὸς τὸ καθ' αὑτὸ ὂν καὶ ἀπολελυμένον πάσης σχέσεως. οὕτως μὲν οὖν ἡ οὐσία προετάχθη τῶν ἄλλων γενῶν. ἐπειδὴ δὲ τὰς νοητὰς οὐσίας οὐκ ἄλλως ἢ κατὰ τὰ εἴδη γνωρίζομεν, καὶ τὰς αἰσθητὰς δὲ εἰ μέλλοιμεν πρὸς ἐκείνας ἀναφέροντες γνωρίζειν, ἀπὸ τῶν ἰδιωμάτων αὐτὰς καὶ τῶν χαρακτήρων ἐπιγνωσόμεθα τῶν περὶ τὴν οὐσίαν, οἵτινες κατὰ τὴν ποιότητα θεωροῦνται, εἰκότως τὸ ποιὸν προηγουμένην ἕξει τῶν ἄλλων τάξιν [122] μετὰ τὴν οὐσίαν. ἔτι δέ, εἰ τῆς μὲν ποιότητος ἀναιρεθείσης πᾶσα ἰδιότης καὶ πᾶς χαρακτὴρ καὶ νοητὸς καὶ αἰσθητὸς ἀναιρεῖται, τῆς δὲ ποσότητος ἀναιρεθείσης τὸ αἰσθητὸν μόνον καὶ σύνθετον ἀναιρεῖται, δῆλον οἶμαι πόσῳ τὸ ποιὸν τοῦ ποσοῦ διενήνοχεν πρὸς τὴν τῆς νοητῆς οὐσίας συγγένειαν. εἰ δέ τις τὴν νοητὴν οὐσίαν μὴ προσποιούμενος ἀπὸ τῆς πρὸς τὴν αἰσθητὴν οὐσίαν σχέσεως βούλοιτο ταῖς ἄλλαις κατηγορίαις τὴν τάξιν ἀποδιδόναι, καὶ οὕτως, ἐπειδὴ κυριωτάτη οὐσία ἡ κατὰ τὸ εἶδός ἐστιν, τὸ συγγενὲς πρὸς τὸ εἶδος, ὅπερ ἐστὶ τὸ ποιόν, τοῦτο ἂν εἴη τῇ οὐσίᾳ συγγενέστερον. ἔτι δέ, εἰ τὸ μὲν ποιὸν ἀμέριστόν ἐστιν καὶ ἀδιάστατον καὶ ἀμερίστως διαιρεῖται περὶ τοῖς σώμασιν, τὸ δὲ ποσὸν διαστατὸν καὶ διαιρετὸν καὶ μεριστόν, εὐλόγως ἂν προτάττοιτο τὸ ποιὸν ὡς ταῖς ἀσωμάτοις ἀρχαῖς οἰκειότερον. καὶ τοῦτο δὲ εἰ δοκεῖ προσθετέον, ὅτι ὥσπερ ἡ οὐσία τοῦ ποσοῦ προϋπάρχει, διότι τὸ εἶναι τῷ ποσῷ ἀπὸ τῆς οὐσίας ἐνδίδοται, οὕτως καὶ μετὰ τὸ ποιὸν ἂν εἴη τὸ ποσόν, ἐπειδὴ τὸν χαρακτῆρα αὐτὸν καὶ τὴν ἰδιότητα ἀπὸ τῆς ποιότητος ἔχει. ἀλλὰ συνυφίσταται, φασί, τῷ ὄντι τὸ ποσόν· ἢ γὰρ ἓν εὐθὺς ἢ πολλά. ἢ πρὸ τοῦ ποσοῦ τὸ ποιὸν συνυφίσταται, ὁ χαρακτὴρ αὐτός, καθ' ὃν ἓν λέγεται, ὁπότε καὶ αὐτὸ τὸ ἓν καὶ τὰ πολλὰ κατὰ τὸν τοῦ ποιοῦ χαρακτῆρα ὑφέστηκεν. εἰ δὲ κοινὰ πλείονα τῷ ποσῷ πρὸς τὴν οὐσίαν ὑπάρχει, οὐ χρή, φησὶν ὁ θεῖος Ἰάμβλιχος, ἀπὸ συμβεβηκότων καὶ τῶν ἄλλως παρακολουθούντων τὴν κατ' οὐσίαν αὐτῶν τάξιν συλλογίζεσθαι. ῥητέον δὲ ἴσως, ὅτι τὰ πορρώτερον διωστῶτα πολλάκις ἐναργεστέραν προφαίνει τὴν ἀνόμοιον ὁμοιότητα, ὡς ἡ ἀδιαίρετος ἐν τῷ ἀριθμῷ μονὰς ὁμοία δοκεῖ τῇ πρὸ τοῦ ἀριθμοῦ μονάδι καὶ τὴν ὕλην τῷ πρώτῳ αἰτίῳ ἀνομοίως ὡμοιῶσθαί φασιν. ἀλλ' ὁ μὲν Ἀρχύτας εἰς ταῦτα ἢ τοιαῦτά τινα ἀποβλέψας ἴσως τὸ ποιὸν προτέθεικεν τοῦ ποσοῦ, ὁ δὲ Ἀριστοτέλης πρώτην οὐσίαν ὑποθέμενος τὴν σύνθετον καὶ σωματικὴν διὰ τὸ γνωριμωτέραν εἶναι ταύτην τῇ συνηθείᾳ τῇ λεκτικῇ εἰκότως ταύτῃ τὸ ποσὸν συνέταξεν ὡς οἰκειότερον καὶ γνωριμώτερον καὶ τῇ διαστάσει τῆς τοιαύτης οὐσίας συνυπάρχον. καὶ οὐδὲν θαυμαστὸν ἑκάτερον οἰκείαν τὴν τάξιν ἀποδεδωκέναι ταῖς ἑαυτοῦ ὑποθέσεσιν.

   Διαιρεῖται δὲ τὸ ποσὸν εἴς τε τὸ συνεχὲς καὶ εἰς τὸ διωρισμένον. ταῦτα γὰρ ὑπὸ γένος ἐστὶν τὸ ποσόν· καὶ γὰρ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορεῖται τὸ ποσὸν καὶ οὔτε κατὰ συμβεβηκὸς οὔτε ὄνομα μόνον ἐστίν, ἀλλ' ἐπίσης μετέχει τοῦ ποσοῦ· ἀμφότερα γὰρ ὁμοίως τὸ ἴσον καὶ τὸ ἄνισον ἐπιδέχεται καὶ τὸ διπλάσιον καὶ ἥμισυ. γίνεται δὲ ἡ διαίρεσις [123] αὕτη οὐκ εἰς εἴδη τοῦ ποσοῦ, ἀλλ' εἰς διαφοράς· εἴδη μὲν γὰρ τοῦ ποσοῦ τὸ μέγεθος καὶ τὸ πλῆθος, διαφοραὶ δὲ τὸ συνεχὲς καὶ διωρισμένον· τὸ γὰρ μέγεθος ποσόν ἐστι συνεχὲς καὶ τὸ πλῆθος ποσὸν διωρισμένον. αὐτὸς δὲ εἴδη τοῦ ποσοῦ κατὰ μὲν τὴν τοῦ διωρισμένου διαφορὰν τὸν ἀριθμὸν καὶ τὸν λόγον ἔθετο, κατὰ δὲ τὴν τοῦ συνεχοῦς γραμμὴν καὶ ἐπιφάνειαν καὶ σῶμα, ἔτι δὲ καὶ τόπον καὶ χρόνον, καὶ ἴσως ἀκριβέστερον τοῦτο. δοκεῖ γὰρ καὶ τῷ Ἰαμβλίχῳ μὴ παρισοῦσθαι τῷ διωρισμένῳ τὸ πλῆθος, διότι καὶ ὁ λόγος διωρισμένος μέν τίς ἐστιν, ὥσπερ καὶ ὁ ἀριθμός, πλῆθος δὲ οὐκ ἔστιν ὁ λόγος· κἂν γὰρ πολύς ἐστιν ὁ λόγος, ἀλλ' ἄλλο τὸ πολὺ εἶναι τὸ μετέχον πλήθους, ὡς πολλοὶ οἱ ἄνθρωποι, καὶ ἄλλο τὸ πλῆθος εἶναι κατ' αὐτὸ τοῦτο χαρακτηριζόμενον. μήποτε δὲ οὐδὲ τὸ μέγεθος ταὐτόν ἐστιν τῷ συνεχεῖ· καὶ γὰρ ὁ χρόνος συνεχὴς μέν ἐστιν ὡς δείκνυσιν, μέγεθος δὲ οὐκ ἔστιν. τρία γὰρ εἴδη τοῦ μεγέθους, γραμμὴ καὶ ἐπιφάνεια καὶ σῶμα, ὧν οὐδέν ἐστιν χρόνος· κἂν γὰρ μακρὸς λέγηται χρόνος ("ἅπανθ' ὁ μακρὸς κἀναρίθμητος χρόνος"), ἀλλὰ καὶ πολὺς οὐδὲν ἧττον. καὶ ἐπιδιαίρεσιν δὲ τοῦ ποσοῦ ποιεῖται, τὸ μὲν ἐκ θέσιν ἐχόντων τῶν ἐν αὐτῷ μορίων λέγων εἶναι, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. διαφέρει δὲ αὕτη τῆς προειρημένης. οὔτε γὰρ τὰ συνεχῆ τὰ αὐτά ἐστι τοῖς θέσιν ἔχουσιν, ἀλλὰ τὰ μὲν ἐκ θέσιν ἐχόντων πάντως καὶ συνεχῆ ἐστιν, τὰ δὲ συνεχῆ οὐ πάντως θέσιν ἔχει· ὁ γοῦν χρόνος συνεχὴς μέν ἐστιν, οὐ μέντοι τῶν θέσιν ἐχόντων. ἀνάπαλιν δὲ πᾶν μὲν διωρισμένον ἐξ οὐκ ἐχόντων θέσιν ἐστίν, οὐ μὴν πᾶν τὸ οὐκ ἐξ ἐχόντων θέσιν ἤδη καὶ διωρισμένον ἐστίν· πάλιν γὰρ ὁ χρόνος ἐξ οὐκ ἐχόντων θέσιν ὢν οὐκ ἔστιν διωρισμένος. καὶ οὐδὲν θαυμαστὸν τοῦ αὐτοῦ κατ' ἄλλην καὶ ἄλλην ἐπιβολὴν πλείονας γενέσθαι διαιρέσεις ὡς τοῦ ζῴου κατά τε τὸ λογικὸν καὶ τὸ ἄλογον καὶ αὖ πάλιν κατά τε τὸ θνητὸν καὶ ἀθάνατον. κατὰ δὲ τὰς τοιαύτας διαφορὰς οὐδὲ τὰ τμήματα τοῖς τμήμασι πάντως ἐφαρμόζει· οὐ γὰρ μόνα τὰ λογικὰ ὑπόποδά ἐστιν, ἀλλὰ καὶ τῶν ἀλόγων πολλά.

   Λοιπὸν δὲ εἰπεῖν, τίνα μέν ἐστιν τὰ συνεχῆ, τίνα δὲ τὰ διωρισμένα. ἐν δὲ τῇ Φυσικῇ ἀκροάσει, συνεχῆ ἐστιν, φησίν, ὧν τὰ πέρατα ἕν, ὥσπερ ἁπτόμενα, ὧν τὰ πέρατα ἅμα· ἐνταῦθα δὲ συνεχῆ φησιν εἶναι τὰ πρὸς ἕνα κοινὸν ὅρον συνάπτοντα, διωρισμένα δὲ τὰ μὴ ἔχοντα κοινὸν ὅρον, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτῶν. καὶ τῷ μὲν διωρισμένῳ ὑποτίθησιν τὸν ἀριθμὸν καὶ τὸν λόγον· τῶν γὰρ πέντε οὐκ ἔστιν μονὰς μέσος ὅρος [124] συνάπτων τὰ τρία καὶ τὰ δύο· εἰ δέ τις λέγοι μονάδα εἶναι καθ' ἕτερον τῶν μερῶν τὴν συνάπτουσαν, ἐπειδὴ ἡ μονὰς οὐκ ἔστιν πέρας τοῦ ἀριθμοῦ, ὡς τὸ σημεῖον τῆς γραμμῆς, ἀλλὰ μέρος, ἄλλη ἂν εἴη μονὰς παρὰ τὰς πέντε, καὶ οὔτε πέντε ἔτι, ἀλλὰ ἓξ ἔσται, οὔτε κοινὸν πέρας ἡ μονὰς ἐκείνη, πρὸς ἣν συνάψει τὰ μόρια. καὶ γὰρ ὁ μὲν ἀριθμὸς ἐκ μονάδων σύγκειται καὶ εἰς μονάδας διαιρεῖται, διὸ οὐδὲ ἐπ' ἄπειρον ἡ διαίρεσις αὐτοῦ, ἀλλὰ μέχρι τῶν μονάδων· ἡ δὲ γραμμὴ οὐδὲ σύγκειται ἐκ σημείων οὔτε διαιρεῖται εἰς σημεῖα, διὸ καὶ ἐπ' ἄπειρόν ἐστιν διαιρετή. ἐπειδὴ δὲ καὶ τὸν λόγον τοῦ διωρισμένου ποσοῦ φησιν εἶναι, λόγον ἀκουστέον οὐ τὸν ἐν διανοίᾳ, ἀλλὰ τὸν ἐν τῇ φωνῇ· οὗτος γάρ ἐστι ποσόν. πᾶς γὰρ λόγος ἐξ ὀνομάτων καὶ ῥημάτων συνέστηκεν, πᾶν δὲ στοιχεῖον λόγου ἐκ συλλαβῶν, πᾶσα δὲ συλλαβὴ χρόνοις καταμετρεῖται, χρόνῳ ἢ μακρῷ ἢ βραχεῖ, αἱ δὲ μακραὶ πρὸς τὰς βραχείας ἔχουσι λόγον ὃν δύο πρὸς ἕν, τὸ δὲ ἓν καὶ δύο ἀριθμός, ὁ δὲ ἀριθμὸς ποσὸν διωρισμένον, ὥστε καὶ ὁ λόγος διωρισμένος. καὶ γὰρ ἐν τούτῳ οὐδὲν ἔστι κοινὸν λαβεῖν, ὃ συνάπτει αὐτοῦ τὰ μέρη, οἷον ἐν τῷ Σωκράτης οὐδὲν ἔστι κοινὸν τῶν συλλαβῶν λαβεῖν, ὃ συνάπτει αὐτὰς πρὸς ἀλλήλας. οὐδὲ γὰρ τὸ σημαινόμενον ἔστιν εἰπεῖν ὅτι συνάπτει αὐτάς· καὶ γὰρ αἱ ἄσημοι φωναί, οἷον τὸ βλίτυρι, ὡσαύτως καταμετροῦνται καὶ οὐ συνάπτονται. οὕτως μὲν οὖν ὁ ἐν τῇ φωνῇ λόγος διωρισμένος ἐστίν· ὁ δὲ ἐν τῇ διανοίᾳ οὐδὲ ποσὸν ὅλως, ἀλλ' ἢ ἐνέργεια ἢ πάθος ἢ τὸ συναμφότερον, ὡς ὁ Ἰάμβλιχός φησιν· ὁ μέντοι Πορφύριος ποιὸν αὐτὸν εἶναι λέγει. τοῦ μὲν οὖν διωρισμένου ποσοῦ εἴδη ὅ τε ἀριθμός ἐστιν καὶ ὁ λόγος, τοῦ δὲ συνεχοῦς γραμμὴ πρώτη· τὸ γὰρ σημεῖον, καθ' ὃ διαιρεῖται ἡ γραμμή, κοινὸν ὅρον ἔχει, καὶ κατ' ἐκεῖνο συνάπτεται ἀλλήλοις τὰ μόρια τῆς γραμμῆς· μετὰ δὲ τὴν γραμμὴν ἡ ἐπιφάνεια, καὶ αὐτὴ κοινὸν ὅρον ἔχουσα τὴν γραμμήν, καθ' ἣν διαιρεῖται, καὶ μετὰ τὴν ἐπιφάνειαν τὸ σῶμα τῇ ἐπιφανείᾳ διαιρούμενον.

   Ἐπιστῆσαι δὲ ἄξιον, πῶς τὰ τοῦ σώματος μόρια κοινὸν ὅρον ἔχειν γραμμήν φησιν ἢ ἐπιφάνειαν· ἔστιν δὲ ὅπου καὶ ἐπιφάνειαν γέγραπται. καὶ γὰρ ὁ κοινὸς ὅρος τῶν σωμάτων ἐπιφάνεια πάντως ἐστίν, ὡς τῶν ἐπιφανειῶν γραμμὴ καὶ τῶν γραμμῶν σημεῖον. ὁ μὲν οὖν Πορφύριος ἐπιστήσας "ἔστιν, φησίν, τινὰ τῶν στερεῶν σωμάτων, ἃ κατὰ γραμμὴν τὴν συνέχειαν ἔχει· καὶ γὰρ σῶμα ἀξιοῖ ἀκούειν ὁ Ἑρμῖνος οὐ τὸ φυσικόν (οὐσία γάρ), ἀλλὰ τὸ μαθηματικόν, ὃ κατὰ ψιλὰς τὰς πάντῃ διαστάσεις λαμβάνεται". καίτοι καὶ τὰ μαθηματικὰ σώματα οὐ γραμμῇ, ἀλλ' ἐπιπέδῳ μαθηματικῷ διαιρεῖται. μήποτε οὖν διὰ τὴν στερεὰν εἶπεν γωνίαν, [125] τὰ γὰρ στερεὰ παραλληλεπίπεδα κατὰ γραμμὴν γωνιακὴν συνάπτεται ἀλλήλοις.

   Ἀλλὰ πῶς ἡ διαιρεθεῖσα γραμμὴ ἔτι κοινὸν ὅρον ἔχει τὸ σημεῖον, ἡ δὲ διαιρεθεῖσα ἐπιφάνεια κοινὸν ὅρον ἔχει τὴν γραμμὴν ἢ τὸ σῶμα τὴν ἐπιφάνειαν; τὰ γὰρ διαιρεθέντα οἰκείοις πέρασιν περιγραφόμενα καὶ οἰκείους ἔχοντα ὅρους οὐκέτι κοινὸν ὅρον ἔχει, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτῶν. ἢ δυνάμει δεῖ θεωρεῖν τὴν διαίρεσιν, ἀλλ' οὐκ ἐνεργείᾳ, καὶ δυνάμει ἐν μὲν τῇ γραμμῇ τὸ κοινὸν σημεῖον, ἐν δὲ τῇ ἐπιφανείᾳ τὴν γραμμήν, ἐν δὲ τῷ σώματι τὴν ἐπιφάνειαν, εἰ μέλλοι ἓν εἶναι τὸ ἀμφοῖν πέρας, ὅπερ δεῖ προσεῖναι τῷ συνεχεῖ· ἐνεργείᾳ γὰρ ληφθέντα ταῦτα καὶ δύο γενόμενα, εἰ μὲν παρακείμενα εἴη, ἅμα ποιεῖ τὰ πέρατα καὶ ἁπτόμενα τὰ πεπερατωμένα, εἰ δὲ μή, οὐδὲ ἁπτόμενα δύναται εἶναι.

   Τὸ δὲ σῶμα, καθόσον μὲν τριχῇ διαστατὸν καὶ μετρεῖσθαι πέφυκεν, ποσὸν ὑπάρχει· καθόσον μέντοι ὑποκείμενόν ἐστιν καὶ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένον τῶν ἐναντίων ἐστὶ δεκτικόν, κατὰ τοῦτο οὐσία ἐστίν· ὥστε οὐ καλῶς οἱ περὶ τὸν Λούκιον ἐγκαλοῦσιν ὡς τὸ σῶμα τῆς οὐσίας ὂν εἰς τὸ ποσὸν μετενεγκόντι.

   Ἐπιστῆσαι δὲ ἄξιον, ὅπως εἶπεν· ἔτι δὲ παρὰ ταῦτα χρόνος καὶ τόπος ἐστὶν ποσά, διότι οὐχ ἥνωται τῷ σώματι οὐδὲ ὁ χρόνος οὐδὲ ὁ τόπος, ἀλλ' ἔξωθεν ταῦτα ἐπακολουθεῖ. καὶ ὁ μὲν τόπος περὶ τὸ σῶμα ὢν καὶ τὴν τοῦ σώματος διάστασιν συνδιέστηκεν τοῖς σώμασιν, καὶ καθόσον μὲν διάστημα καὶ αὐτὸς καὶ ἐπιφάνεια, ποσὸν ἂν εἴη, καθόσον δὲ περιέχον καὶ πέρας, πρός τι. συνεχὴς δέ ἐστιν ὁ τόπος, διότι καὶ τὰ τούτου μόρια πρὸς κοινὸν ὅρον συνάπτει· τὰ γὰρ τοῦ σώματος μόρια πρός τινα κοινὸν ὅρον συνάπτοντα τόπους τινὰς κατέχει μόρια ὄντα τοῦ τόπου, οἵτινες καὶ αὐτοὶ πρὸς κοινὸν ὅρον συνάπτουσιν, πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια. εἰ δὲ ἐπιφάνεια ἐστὶν ὁ τόπος τοῦ περιέχοντος καθὸ περιέχει, ἡ δὲ ἐπιφάνεια συνεχής, πρόδηλον ὅτι καὶ ὁ τόπος. ἀλλ' οὐκ ἐχρήσατο ταύτῃ τῇ ἀποδείξει, διότι οὔπω ἔγνωστο, τί ἐστιν τόπος· φυσικῆς γὰρ ἦν θεωρίας ἡ σκέψις. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ἐνταῦθα τὰ τοῦ σώματος μόρια τὰ συνεχῆ οὐ καθ' ἑαυτὰ ἐν τόπῳ εἶναί φησι· καὶ γὰρ κατέχει μὲν καὶ αὐτὰ τόπον, οὐ μὴν καθ' αὑτά, ἐπειδὴ οὐδέ ἐστιν ἐν τόπῳ καθ' ἑαυτὰ οὐδὲ περιέχεται καθ' ἑαυτά. ὁ δὲ χρόνος ποσὸν μέν ἐστιν καὶ αὐτός, ὅτι ἐν διαστήματι θεωρεῖται, καὶ ἔστιν ἀριθμὸς κινήσεως· συνεχὲς δέ ἐστιν, διότι τὸ παρεληλυθὸς αὐτοῦ καὶ τὸ μέλλον πρὸς κοινὸν ὅρον τὸ νῦν συνάπτει καὶ συνδεῖται κατὰ τοῦτο. ἔοικεν δὲ ὁ χρόνος εἶναι κυριώτατα συνεχής· [126] τῶν μὲν γὰρ ἄλλων συνεχῶν ἕκαστον καὶ διαιρεθείη ἄν, ὁ δὲ χρόνος ἀεὶ συνεχὴς καὶ οὐδέποτε ἐξ ἁπτομένων. κατά τε οὖν τοῦτο διαφέρει τῶν ἄλλων συνεχῶν καὶ ὅτι ἐκεῖνα μὲν ἐκ θέσιν ἐχόντων, οὗτος δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ταῦτα μὲν οὖν εἰς σαφήνειαν τῶν τῷ Ἀριστοτέλει δεδογμένων εἰρήσθω.

   Ἀποροῦσι δέ τινες, πῶς τὸ ποσὸν γένος λέγεται τοῦ διωρισμένου καὶ συνεχοῦς, εἴπερ πρότερόν ἐστιν φύσει τὸ διωρισμένον τοῦ συνεχοῦς. ἐν οἷς γὰρ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον καὶ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, ἐν τούτοις οὐ δύναται εἶναι κοινὸν γένος, διότι τῶν μὲν εἰδῶν ἕκαστον ἀναιρεθὲν οὐ συναναιρεῖ τὸ γένος, τὰ δὲ ἀντικείμενα ἅμα εἴδη ἀναιρεθέντα ἀναιρεῖ τὸ γένος· ἐφ' ὧν οὖν τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ πρότερον καὶ ὕστερον, ἀναιρεθέντος τοῦ μᾶλλον καὶ τοῦ προτέρου συναναιρεῖται καὶ τὸ ἧττον καὶ ὕστερον, ὥστε καὶ τὸ γένος. διὰ τοῦτο μὲν οὖν, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον ἔστιν, οὐ δύναταί τι ὡς γένος κατηγορεῖσθαι. ὅτι δὲ πρότερον φύσει τὸ διωρισμένον τοῦ συνεχοῦς, δεικνύουσιν ἐκ τοῦ συναναιρεῖν μέν, μὴ συναναιρεῖσθαι δέ· τριῶν μὲν γὰρ ἀναιρεθέντων ἀναιρεῖται τὸ τρίγωνον, τριγώνου δὲ ἀναιρεθέντος οὐκ ἀναιρεῖται τὰ τρία. καὶ τὸ μὲν διωρισμένον συνεπιφέρεται· τῷ γὰρ τριγώνῳ συνεισφέρεται τὰ τρία· τὸ δὲ συνεχὲς συνεπιφέρει· τὸ γὰρ τρίγωνον εἰσάγει τὸν τρία. ἔτι δὲ τὸ μὲν ἁπλοῦν ἐστιν, φασίν, καὶ καθ' ἑαυτὸ ὑφεστηκός τε καὶ νοούμενον, τὸ δὲ καὶ θέσιν προσείληφεν. ἔτι δὲ καὶ ἐκ τῶν ἐπιστημῶν, διότι, φασί, πρεσβυτέρα ἐστὶν ἀριθμητικὴ γεωμετρίας· δῆλον δὲ ὅτι οὐκ ἂν εἴη τοῦτο ἀληθές, εἰ μὴ καὶ ὁ ἀριθμὸς τοῦ μεγέθους εἴη πρεσβύτερος. τινὲς δὲ τὸ αὐτὸ κατασκευάζουσιν ἐκ τοῦ τὸ συνεχὲς διαιρετὸν εἶναι εἰς ἀεὶ διαιρετά· μὴ ὄντος οὖν τοῦ διωρισμένου οὐδ' ἂν αὐτὸ εἴη. ἔστιν δὲ οἶμαι καὶ τοῦτο λέγειν, ὅτι ποσὸν τὸ μετρούμενον εἶναί φαμεν, πᾶν δὲ μέτρον κατὰ ἀριθμὸν γίνεται, ὁ δὲ ἀριθμὸς διωρισμένον ποσόν· προηγεῖται ἄρα τοῦτο τοῦ συνεχοῦς. πρὸς δὴ ταῦτα τὸ μὲν φιλονεικεῖν ὡς οὐκ ἔστιν φύσει πρότερον τὸ διωρισμένον, διότι ἀπὸ τῆς τοῦ συνεχοῦς διαιρέσεως τὸ εἶναι ἔχει τὸ διωρισμένον, καὶ ἔστιν τινὰ συνεχῆ ἀδιαίρετα, ὡς αἱ ἄτομοι, βίαιον δοκεῖ. ῥητέον δὲ μᾶλλον, ὅτι καθόσον μὲν τὸ πρότερον ἔχουσιν καὶ ὕστερον, οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος, καθ' ὅσον δὲ δι' ἑαυτῶν προσεχῶς ἐπικοινωνεῖ τῷ ποσῷ καὶ οὐδέν ἐστι τὸ κωλῦον ἐπίσης μετέχειν καὶ τὸ συνεχὲς τοῦ ποσοῦ ὥσπερ καὶ τὸ διωρισμένον, κατὰ τοῦτο δὲ γένος ἂν εἴη τὸ ποσὸν ἀμφοῖν· ἀρκεῖ γὰρ πρὸς τοῦτο ἡ ἄμεσος μέθεξις· κἂν γὰρ πρὸ τοῦ [127] τριγώνου τὰ τρία ποσόν, ἀλλὰ καὶ τὸ συνεχὲς πρὸ τοῦ τριγώνου ποσόν. οὕτως δὲ καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἀποφάσεως ὁρῶμεν· καὶ γὰρ προτέρα τῇ φύσει τῆς ἀποφάσεως ἡ κατάφασις, καὶ ὅμως κατὰ τὸ ἀποφαίνεσθαι καὶ κατὰ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ἐπίσης ἔχοντα ὁρῶντες ὑπὸ τὸ αὐτὸ γένος εἶναί φαμεν. ταῦτα δὲ καὶ Ἀριστοτέλης ἐπὶ τοῦ διωρισμένου καὶ συνεχοῦς ἐννοῶν προτάττει μὲν πανταχοῦ τὸ διωρισμένον· καὶ γὰρ ἐν τῇ πρώτῃ διαιρέσει τοῦ ποσοῦ, φησίν, τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές, καὶ ἐν τῇ διαριθμήσει τῶν καθ' ἕκαστα πρῶτα τὰ ὑπὸ τὸ διωρισμένον παραδίδωσι λέγων· ἔστι δὲ διωρισμένα μὲν ὅ τε ἀριθμὸς καὶ ὁ λόγος· κατὰ δὲ τὴν ἐπίσης τοῦ ποσοῦ μέθεξιν ὡς ὑπὸ γένος αὐτὰ τὸ ποσὸν ἀντιδιαιρεῖ.

   Ἔτι δὲ ὁ Πλωτῖνος ζητεῖ ἐν τῷ πρώτῳ περὶ τοῦ ὄντος· 'εἰ τὸ συνεχὲς ποσόν ἐστιν, οὐκ ἔστιν τὸ διωρισμένον ποσόν· εἰ δὲ ἄμφω ποσά, δεικτέον τί τὸ ἐν ἀμφοτέροις κοινόν'. καὶ λύει τὴν ζήτησιν ἐν τῷ τρίτῳ λέγων ὅτι κοινὸν αὐτοῖς ἐστιν τὸ τοσόνδε, δηλονότι τὸ ὡς μέτρον καὶ ὡς πέρας θεωρούμενον, καθ' ὃ ποσὸν ἕκαστον γινώσκεται. τοῦτο γὰρ οὐκ ἀπὸ τοῦ ἀριθμοῦ τῷ μεγέθει ἐνεδόθη, ὥς τισιν δοκεῖ, ἀλλ' ἔστιν ἴδιον μέτρον καὶ τοῦ ἡνωμένου τε καὶ ἀλληλουχουμένου καὶ ἔτι μέντοι τοῦ διωρισμένου. ἰδία γὰρ καὶ φύσις ἑκάστου, ὡς καὶ ἐν τῷ παντὶ κόσμῳ θεωρεῖται τοῦ μὲν συνεχοῦς ἡ φύσις, ἥτις καλεῖται μέγεθος, κατὰ ἕνωσιν καὶ ἀλληλουχίαν, τοῦ δὲ διωρισμένου, ἥτις καλεῖται πλῆθος, κατὰ σωρείαν καὶ παράθεσιν· καὶ γὰρ κατὰ μὲν τὴν τοῦ μεγέθους οὐσίαν εἷς ὁ κόσμος ἔστιν τε καὶ νοεῖται σφαιρικὸς καὶ συμπεφυκὼς ἑαυτῷ, διατεταμένος τε καὶ ἀλληλουχούμενος, κατὰ δὲ τὸ πλῆθος ἥ τε σύνταξις καὶ ἡ διακόσμησις ἡ ἐκ τοσῶνδε φέρε εἰπεῖν στοιχείων καὶ ζῴων ἢ φυτῶν θεωρεῖται καὶ ἐναντιοτήτων ἢ ὁμοιοτήτων τόσων καὶ τόσων. εἰ οὖν ἐν ταῖς εἰκόσιν οὕτω ταῦτα κεχώρισται, πολὺ πρότερον ἐν τοῖς νοουμένοις γένεσιν καὶ πρὸ τούτων ἐν τοῖς καθ' αὑτὰ ἀύλοις εἴδεσιν διέστηκεν, κοινὸν ἔχοντα, ὡς εἴρηται, τὸ μέτρον καὶ πέρας.

   Ἐγκαλοῦσιν δὲ οἱ περὶ τὸν Λούκιον καὶ Νικόστρατον τῇ διαιρέσει πρῶτον μὲν ὡς μὴ δεόντως καὶ τὸ μέγεθος ποσὸν λεγούσῃ· πηλίκον γὰρ ἔδει τοῦτο λέγειν, ποσὸν δὲ τὸν ἀριθμόν, τὸ δὲ κοινὸν ἢ ἄλλο τι ἢ ὁμωνύμως τῷ ἑνὶ τῶν εἰδῶν ποσὸν καὶ αὐτὸ ὀνομάζειν. ἀλλ' ἐπειδὴ κἂν κατὰ τὸ πλεῖστον τὸ μὲν συνεχὲς πηλίκον, τὸ δὲ διωρισμένον ποσόν, ἀλλὰ καὶ ὑπαλλάττει πολλάκις (τὸ γοῦν ὕδωρ συνεχὲς ὂν ποσὸν λέγομεν, ἀλλ' οὐ [128] πηλίκον· πολὺ γὰρ καὶ οὐχὶ μέγα· καὶ τὸν χρόνον ποσὸν λέγομεν), εἰκότως οὔτε δύο πεποίηκεν κατηγορίας τὸ ποσὸν καὶ πηλίκον οὔτε κατὰ τὸ πηλίκον καὶ ποσὸν διεῖλεν, ἀλλὰ κατὰ τὸ συνεχὲς καὶ διωρισμένον, ἅπερ οὐδέποτε ὑπαλλάττει.

   Αἰτιῶνται δὲ καὶ τὸ εἰς δύο γενέσθαι τὴν διαίρεσιν· ἔδει γὰρ μετὰ τὸν ἀριθμὸν καὶ τὸ μέγεθος τρίτον εἶδος τάττειν τὸ βάρος ἢ τὴν ῥοπήν, ὡς Ἀρχύτας καὶ ὡς ὕστερον Ἀθηνόδωρος ἔταξεν καὶ Πτολεμαῖος ὁ μαθηματικός. ἀλλὰ ῥητέον ὅτι ἡ βαρύτης ποιότητός ἐστιν, ὡς ἡ πυκνότης καὶ παχύτης οὐχὶ κατὰ τὸ ποσόν, ἀλλὰ κατὰ τὸ ποιόν, καὶ τὰ τούτοις ἀντικείμενα. ἀλλ' ἡ μνᾶ καὶ τὸ τάλαντον τὰ ἐπὶ βάρους λεγόμενα ποῦ ἂν περιληφθείη; ἢ εἰς μὲν τὰ προηγούμενα ποσὰ φήσομεν οὐδαμῶς, εἰς δὲ τὰ κατὰ συμβεβηκός· οὔτε γὰρ κατ' ἀριθμὸν ἁπλῶς οὔτε κατὰ μέγεθος. ἀλλ' ἐπιστῆσαι χρή, μήποτε οὐχ ὡς τὸ λευκὸν κατὰ συμβεβηκὸς ποσόν, ὅτι ἡ ἐπιφάνεια ποσόν, οὕτως καὶ ἡ ῥοπή, ἀλλ' αὐτὴ καθ' αὑτήν ἐστι ποσόν, διότι καθ' αὑτὴν ἐπιδέχεται τὸ τοῦ ποσοῦ ἴδιον, τὸ ἴσον καὶ ἄνισον, ὥσπερ καὶ τὴν ὑπερβολὴν καὶ ἔλλειψιν. δεῖ γὰρ οἶμαι καὶ τῷ Ἀρχύτᾳ προσέχειν τὸν νοῦν τριχῇ καὶ αὐτῷ διελόντι τὸ ποσόν· γράφει γὰρ οὕτως· "τᾶς ποσότητος διαφοραὶ τρεῖς· τὸ μὲν γὰρ αὐτᾶς ἐστιν ἐν ῥοπᾷ ὡς τὸ τάλαντον, τὸ δὲ ἐν μεγέθει ὡς τὸ δίπαχυ, τὸ δὲ ἐν πλάθει ὡς τὸ δέκα". καὶ ταύτην μὲν ὁ Ἰάμβλιχος ἀποδέχεται τὴν διαίρεσιν, καὶ ὡς κατὰ τὸ τελειότατον μέτρον τοῦ ποσοῦ τὴν τριάδα γενομένην καὶ ὡς τοῖς πράγμασι σύμφωνον· "ἡ γὰρ κατὰ ῥοπὴν ποσότης οὔτε τῷ μεγέθει οὔτε τῷ πλήθει ἐστὶν ἡ αὐτή, ἀλλ' ἐν κινήσει μᾶλλον θεωρεῖται καὶ κατὰ βάρος ἢ κουφότητα ἔχει τὸ ποσόν. παραλέλειπται οὖν, φησίν, αὕτη ἡ διαίρεσις οὕτως ἔχουσα· 'τῶν ποσῶν τὰ μὲν ἔχει ῥοπήν, τὰ δὲ οὐκ ἔχει', καὶ δῆλον ὅτι οὔτε τοῖς συνεχέσι καὶ διωρισμένοις ἡ αὐτή ἐστιν οὔτε τοῖς θέσιν ἔχουσιν καὶ μή. καὶ ἐν τῷ παντὶ δέ, φησίν, ἐναργὴς ἡ διαίρεσις αὕτη φαίνεται τῶν μὲν τεσσάρων στοιχείων ῥοπὴν ἐχόντων, τοῦ δὲ οὐρανοῦ ἀρρεποῦς ὄντος. καὶ ἐν ταῖς κινήσεσιν αἱ μὲν ἐπ' εὐθείας κινήσεις μετὰ ῥοπῆς γίνονται ἀρχὴν ἔχουσαι καὶ τελευτὴν καὶ στάσει μεταξὺ διαλαμβανόμεναι, ἡ δὲ κατὰ κύκλον συνεχὴς καὶ ἄναρχος οὖσα καὶ ἀτελεύτητος, ὡς ἂν ἀεικίνητος οὖσα, ἀρρεπής ἐστιν. καὶ ἐν τοῖς ἀσωμάτοις δέ, φησίν, ποσοῖς ἐναργὴς ἡ τοιαύτη διαφορά· ἐὰν γάρ τις τὴν ψυχὴν ὑποθῆται ὡς καθ' ἑαυτὸ ποσόν, ᾗ νεύει εἰς τὸ σῶμα, ῥοπὴν ἕξει τὴν ἐπὶ τὸ κάτω, ᾗ δὲ ἀπὸ τῶν κάτω πρὸς τὸ νοητὸν νεύει, ἐπὶ τὸ ἄνω· ὁ δὲ νοῦς ἀρρεπὲς ποσόν. διὰ τί δέ, φησίν, τὰ μὲν διαστήματα τῆς φωνῆς ποσὰ λέγομεν, τὰ δὲ τῆς ῥοπῆς [129] διαστήματα οὐ λέγομεν ποσά;" πρὸς δὲ Κορνοῦτον καὶ Πορφύριον τὴν ῥοπὴν κατὰ βαρύτητα καὶ κουφότητα θεωρουμένην ποιότητα λέγοντάς φησιν τὴν ῥοπὴν μὴ εἶναι βαρύτητα καὶ κουφότητα, ἀλλὰ μέτρον βαρύτητος καὶ κουφότητος· "αὐτὰ μὲν γὰρ καθ' αὑτὰ τὰ βαρέα ἢ κοῦφα ἐπ' ἄπειρον ἂν προΐοι μηδένα ἔχοντα ὅρον ἐξ ἑαυτῶν, ἐπειδὴ δὲ ἡ ἀπὸ τῶν μέτρων τῆς ῥοπῆς δύναμις τάξιν καὶ ὅρον ἐντέθεικεν, τηνικαῦτα εἰς εὐταξίαν κατέστη". κοινῶς μὲν δὴ περὶ τοῦ ποσοῦ ταῦτα διαπορεῖται καὶ οὕτως διαλύεται.

   Κατ' ἰδίαν δὲ περὶ ἑκάστου τῶν εἰδῶν τοῦ ποσοῦ διαποροῦντες περὶ τοῦ ἀριθμοῦ πρώτου διαιρούμενοι λέγουσιν ὡς ἄλλη μέν τίς ἐστιν τοῦ ἀριθμοῦ φύσις, καθ' ἥν ἐστιν ὡρισμένος καὶ πόσος βαρυτόνως, ἄλλη δέ, καθ' ἣν τὸ ποσὸν αὐτῷ ἀορίστως καὶ ὀξυτόνως ὑπάρχει· καὶ ταύτην εἶναι τὴν δηλουμένην, ὅταν ποσὸν τὸν ἀριθμὸν εἶναι λέγωμεν, τὴν δὲ ἑτέραν παραλελεῖφθαι τοῖς περὶ αὐτοῦ διαλεχθεῖσιν. πρὸς οὓς εὐθὺς ἐνίστασθαι προσήκει· οὐ γὰρ ἄλλο μὲν ὁ ἀριθμὸς ἔχει τὸ ποσὸς εἶναι, ἄλλο δὲ τὸ τοσόσδε εἶναι· εἰ γὰρ πᾶν τὸ μετασχὸν ἀριθμοῦ τὸ τοσόνδε εἶναι ἔχει, πῶς ἂν ὁ ἀριθμὸς ἄλλο τι εἴη παρὰ τὸ τοσόνδε; οὐ γὰρ τὸ ποσὸν εἴληπται τὸ ὕλῃ ἀναλογοῦν ἐν τῷ ἀριθμῷ, ἀλλὰ τὸ διωρισμένον , ὃ ἤδη ἀριθμός ἐστιν· τὸ μὲν γὰρ διωρισμένον μόνον ποσὸν πλῆθος ποιεῖ, τὸ δὲ καὶ ὡρισμένον ἀριθμόν. ἔτι δὲ τῶν συνθέτων καὶ ἐνύλων τοῦτο ἴδιον τὸ ἄλλα μὲν αὐτὰ εἶναι, ἄλλο δὲ τὸ εἶναι αὐτῶν, ὥσπερ ἄλλο μὲν ἄνθρωπος ὁ σύνθετος αὐτός, ἄλλο δὲ τὸ ἀνθρώπῳ εἶναι, ἡ κατὰ τὸ εἶδος ὑπόστασις· τὰ δὲ ἄυλα εἴδη καὶ ἀσύνθετα, ὡς καὶ Ἀριστοτέλης ἀποδείκνυσιν, ταὐτὸν ἔχει τὸ ἕκαστον καὶ τὸ ἑκάστῳ εἶναι. εἰ δέ τις ἕκαστον τῶν ὄντων οὐσιοῦν βουλόμενος ἄλλην μὲν τὴν οὐσίαν αὐτοῦ ἀπαιτεῖ εἶναι, ἄλλην δὲ τὴν ἰδιότητα καὶ τὸ εἶδος, ἐννοείτω ὡς ὁ εἰδητικὸς ἀριθμὸς καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον ταῖς οὐσίαις τῶν ὄντων συνυπάρχουσιν οὔτε πρότερα αὐτῶν οὔτε ὕστερα ὄντα, ἀλλὰ κατὰ τὰς οὐσίας οὐσιωμένα, ὥσπερ αἱ οὐσίαι κατὰ τοὺς ἀριθμοὺς ἠρίθμηνται.

   Ἀλλὰ διὰ τί, φησὶν ὁ Πλωτῖνος, οὐσιώδους ὄντος ἐκείνου τοῦ ἀριθμοῦ ὁ ἐνταῦθα οὐκ ἔστιν οὐσία; ἢ ὅτι οὐδὲ τὰ ἄλλα, ὅσα ἐστὶν ἐνταῦθα ὡς ἐν ἑτέροις ἕτερα, καὶ ἐν τῷ νῷ ὡς συμβεβηκότα θεωρεῖται, ἀλλ' αὐτὰ καθ' αὑτὰ ἕστηκεν, οἷον ἡ δικαιοσύνη ἐνταῦθα μέν ἐστιν ἕξις τῆς ψυχῆς, [130] ὅτι κατὰ μέθεξιν ὑφίσταται καὶ οἷον πεπόνθησιν, ἐν δὲ τῷ νῷ αὐτὸ τοῦτο ὅπερ ἐστίν· καὶ γὰρ καὶ ὁ ἐν τῇ ψυχῇ τῆς δικαιοσύνης λόγος οὐσιώδης ἐστὶν ὑπόστασις. οὕτως δὲ καὶ ὁ ἀριθμὸς καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον ἐν μὲν τοῖς αἰσθητοῖς μεριστῶς μετεχόμενον συμβεβηκὸς γίνεται, ἐν δὲ τοῖς ἀύλοις εἴδεσιν μονοειδῶς ἕστηκεν κατ' ἐνέργειαν ἐν ταῖς οὐσίαις ἀφωρισμένα. οὗτος μὲν οὖν ἄλλος λόγων τρόπος, ὡς ὁ θεῖος Ἰάμβλιχός φησιν.

   Περὶ δὲ τοῦ μοναδικοῦ ἀριθμοῦ διαπορεῖ πάλιν ὁ Πλωτῖνος, καθ' ὃν πέντε ἵπποι θεωροῦνται καὶ τὰ ἄλλα ὡσαύτως κατὰ σύνθεσιν μονάδων μετρεῖται, πότερον ἐνυπάρχει ἢ χωρὶς ὢν μετρεῖ, ὥσπερ ὁ κανών· 'καὶ γὰρ εἰ χωρὶς ὢν μετρεῖ, ποσὰ οὐκ ἔσται τὰ ὑποκείμενα μὴ μετέχοντα τοῦ ποσοῦ· ἔπειτα μέτρα μὲν ἔστω τὰ κεχωρισμένα ὡς μετροῦντα, διὰ τί δὲ ποσά; ἡ γὰρ αὐτοποσότης οὐ πάντως ἐστὶ ποσόν'. τοῦτο δὲ αὐτὸς μὲν λύων 'εἰ ἐν τοῖς οὖσιν ὄντες, φησίν, οἱ ἀριθμοὶ εἰς μηδεμίαν ἄλλην κατηγορίαν ἀνάγονται, ποσὸν ἂν εἶεν'· ὁ δὲ Ἰάμβλιχός φησιν ὅτι "ὥσπερ τὰ ἄλλα ἔνυλα εἴδη, οὕτως καὶ ὁ ἀριθμὸς πάρεστι μὲν καὶ συνυπάρχει τοῖς διαριθμουμένοις πράγμασιν, οὐ μέντοι ἐν αὐτοῖς ἁπλῶς ἔχει τὴν ὑπόστασιν, οὐδὲ ἐπιγινομένην αὐτοῖς κατ' ἐπακολούθησιν οὐδὲ ἐν συμβεβηκότος τάξει παραγινομένην, ἔχουσαν δέ τινα ἰδίαν μετὰ τῶν πραγμάτων οὐσίαν, καθ' ἣν ἀφορίζει καὶ πρὸς τὸ οἰκεῖον μέτρον συντάττει τὰ μετέχοντα". καὶ τὴν ποσότητα δὲ ποσὸν εἶναι οὐκ ἄτοπον ὁ Ἰάμβλιχός φησιν, ὡς καὶ ἑαυτῇ παρέχουσαν ὅπερ τοῖς ἄλλοις δίδωσιν· "καὶ γὰρ πρώτως, φησίν, ἀφ' ἑαυτῶν ἄρχεται τὰ χωριστὰ εἴδη τῆς ὄντως ἰδέας καὶ κατὰ τὴν εἰς ἑαυτὰ ἐνέργειαν ἑαυτοῖς τε παρέχει τὸ οἰκεῖον εἶδος καὶ τοῖς ἄλλοις ἀφ' ἑαυτῶν ὁμοῦ ἐνδίδωσιν". ἀξιῶ δὲ ἐφιστάνειν ἐγώ, πῶς ἡ ποσότης μετέχειν ἂν ἑαυτῆς λέγοιτο, ὥστε εἶναι ποσόν, καὶ ἡ ἰσότης ἴσον καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· τὸ γὰρ μετέχον ἄλλο τι ὂν ἔπειτα μετέχει. ἀλλ' ὁ ἀριθμὸς ποσὸν εἰκότως λέγεται· διαφορὰ γάρ τις ἡ τοῦ ὡρισμένου μετὰ τοῦ γένους τῆς ποσότητος ποσὸν ποιεῖ τὸ ὅλον. εἴη δὲ ἂν καὶ ποσότης τις ὁ ἀριθμός, ὅτι τὰ γένη τῶν εἰδῶν συνωνύμως κατηγορεῖται. εἴτε δὲ κατὰ τὸ ἀριθμεῖν εἴτε κατὰ τὸ ἀριθμεῖσθαί ἐστιν ὁ ἀριθμός, πανταχῇ ἂν οὕτως τοῦ ποσοῦ εἴη. περὶ μὲν οὖν ἀριθμοῦ τοσαῦτα.

   Περὶ δὲ λόγου ἀποροῦσιν, πῶς ὁ λόγος ἐν ποσῷ, πρῶτον μέν, ὅτι τὰ ἄνευ συμπλοκῆς εἰς τὰς κατηγορίας ἀνάγεται, λόγος δὲ πᾶς κατὰ συμπλοκήν· [131] ἔπειτα, εἰ τοσόσδε ὁ λόγος, κατὰ μὲν τὸ τοσόνδε ποσὸν ἔσται ὡς κατὰ συμβεβηκός, καθὸ μέντοι λόγος σημαντικός ἐστιν κατὰ πληγὴν τοῦ ἀέρος ὑφεστηκώς, εἴτε οὖν πληγὴ ὁ λόγος εἴτε τύπωσις τῆς πληγῆς μορφοῦσα αὐτήν, ἢ πάθος ἐστὶν ἢ ποίησις, ποίησις μὲν τῆς κατὰ φαντασίαν ὁρμῆς τοῦ ἡγεμονικοῦ, πάθος δὲ τοῦ ἀέρος· ἔσται οὖν ἢ τοῦ ποιεῖν ἢ τοῦ πάσχειν ὁ λόγος ὁ ἐν τῇ φωνῇ ἢ καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, ἀλλ' οὐχὶ ποσόν. εἰ δέ τις κατὰ τὴν πληγὴν μόνην ἀφορίζοιτο τὴν φωνὴν καὶ τὸν λόγον, εἰς κίνησιν αὐτὸν ἀνάξει· εἰ δὲ κατὰ τὸν πληγέντα ἀέρα, οὐ μία κατηγορία, εἴγε οὐχ ἓν τὸ σημαντικὸν καὶ συσσημαντικὸν καὶ τὸ ἐνεργοῦν καὶ τὸ ἐν ᾧ ἐγγινόμενον ἐνεργεῖ. πρὸς δὴ ταῦτα ἀπαντῶν ὁ Ἰάμβλιχος "οὐχ ἁπλῶς, φησίν, ἐν πληγῇ ἀέρος τὴν φωνὴν τιθέμεθα· πλήττει γὰρ καὶ δάκτυλος τὸν ἀέρα καὶ οὔπω ποιεῖ φωνήν· ἀλλ' ἡ ποσὴ πληγὴ καὶ σφοδρὰ καὶ τοσήδε καὶ τοιῶσδε, ὥστε ἀκουστὴ γενέσθαι, καὶ ἡ τῷ μέτρῳ τῆς ἀκοῆς συνεξισουμένη καὶ ἡ τὸ ὑπερβάλλον καὶ τὸ ἐλλεῖπον ἐν ἑαυτῇ ἔχουσα, αὕτη κυρίως ἂν φωνὴ νομίζοιτο. κατὰ τὸ μέγεθος οὖν τῆς πληγῆς καὶ ποσὸν μέτρον τὴν φωνὴν τιθέμενος ποσὴν αὐτὴν εἰκότως εἶναι ἀποφαίνεται". ταῦτα μὲν οὖν αὐταῖς λέξεσιν ὁ θεῖος Ἰάμβλιχος γέγραφεν.

   Ἀπορίας δὲ ἄξιον οἶμαι, πῶς οὐχὶ τούτῳ τῷ λόγῳ καὶ τὸ τῆς γεύσεως καὶ τὸ τῆς ὀσφρήσεως ἴδιον αἰσθητὸν ποσὸν ἂν εἴη· ἡ γὰρ τοσήδε καὶ τοιάδε ποιότης τοῦ χυμοῦ καὶ τοῦ ἀτμοῦ ὥστε αἰσθητὴ γενέσθαι, αὕτη ἂν εἴη καὶ γευστὴ καὶ ὀσφραντή. ἀλλ' οὐδὲ Ἀριστοτέλης κατὰ τὸ κοινὸν τοῦτο φαίνεται ποσὸν εἰπὼν τὸν λόγον, ἀλλ' ὅτι καταμετρεῖται συλλαβῇ βραχείᾳ καὶ μακρᾷ. τοῦτο δέ φασιν οὐκ αὔταρκες· οὐδὲ γὰρ ὁ λόγος καθὸ λόγος μετρεῖται οὐδὲ ἡ βραχεῖα συλλαβὴ καθὸ συλλαβὴ , ἀλλ' ὅτι ἐν χρόνῳ πλείονι ἢ ἐλάττονι, ὥστε ὁ χρόνος ἂν εἴη ὁ μετρῶν τὸν χρόνον, ὁ ἐλάττων τὸν μείζονα, ὁ τῆς συλλαβῆς τὸν τοῦ λόγου· κατὰ συμβεβηκὸς οὖν ἡ συλλαβὴ τὸν λόγον μετρεῖ. πρὸς δὴ ταῦτά φησιν ὁ Πορφύριος, ὅτι οὐκ ἐπειδὴ ἐν βραχεῖ χρόνῳ λέγεται ἡ βραχεῖα συλλαβή, διὰ τοῦτό ἐστι βραχεῖα, ἀλλὰ τῇ ἑαυτῆς φύσει ἔχει τὴν σμικρότητα· ὁμοίως δὲ καὶ ἡ κακρά. καὶ γὰρ ἡ μὲν στενουμένης τῆς ἀρτηρίας δι' ὀλιγότητα πνεύματος λέγεται βραχεῖα, ἡ δὲ εὐρυνομένης διὰ πλῆθος μακρά, ὥστε ἡ μὲν ὡς βραχεῖα φύσει ἐν βραχεῖ χρόνῳ λέγεται, ἡ δὲ ὡς μακρὰ ἐν μακρῷ. δυνατὸν δὲ καὶ τὴν φύσει βραχεῖαν ἐν μακρῷ χρόνῳ προενέγκασθαι καὶ τὴν φύσει μακρὰν ἐν βραχεῖ. τούτῳ γὰρ διαφέρει μετρικὸς ῥυθμικοῦ· ὁ μὲν γὰρ τοῖς κατὰ φύσιν [132] μήκεσι χρῆται, ὁ δὲ ἐναλλάττει τὰς φύσεις ἑκατέρου· ὅταν γὰρ μεταβάλλῃ τὸ δακτυλικὸν μέτρον εἰς παιώνιον ῥυθμόν, ταῖς μακραῖς ὡς βραχείαις καὶ ἀνάπαλιν ἐνίοτε χρῆται· ὁ δὲ μετρικός, ἐὰν δεηθείη, τὰ στοιχεῖα μεταβάλλει, οἷον τὸ ξηρὸν ξερὸν λέγει καὶ τὸν Διόνυσον Διώνυσον. εἰ οὖν διέστηκεν ἐπὶ τούτων τὸ φύσει βραχὺ καὶ ‹τὸ› τῷ χρόνῳ, οὐ τῷ βραχεῖ χρόνῳ συλλαβὴ βραχεῖα λέγεται, ἀλλὰ τῷ βραχεῖα εἶναι ἐν βραχεῖ χρόνῳ λέγεται.

   Διὰ τί δέ, φασίν, οὐ τοῖς γράμμασιν εἶπεν μετρεῖσθαι τὸν λόγον, ἀλλὰ ταῖς συλλαβαῖς; ἢ ὅτι τὰ μὲν γράμματα κατὰ τὸν χαρακτῆρα θεωρούμενα οὐ ποιεῖ ἐκφώνησιν, τὰ δὲ στοιχεῖα κατὰ τὴν δύναμιν νοούμενα καὶ τὴν ἐκφώνησιν τὸ μῆκος ἔχει καθ' ἃ τὸ ποσὸν τοῦ λόγου· διὸ καὶ ἐν ἑνὶ καὶ ἐν πλείοσιν οὐδὲν ἧττον συλλαβὴ γίνεται, καὶ τὸ μῆκος καὶ ἡ βραχύτης τῆς ἐκφωνήσεως γίνεται, ὡς ἂν ἔχῃ φύσεως τὰ στοιχεῖα.

   Πῶς δέ, φασίν, βραχείᾳ καὶ μακρᾷ καταμετρεῖσθαι τὸν λόγον εἶπεν; ἤρκει γὰρ ἡ βραχεῖα καταμετροῦσα καὶ τὴν μακράν. ἢ οὐ πᾶσα βραχεῖα δὶς γενομένη καταμετρεῖ τὴν μακράν· καὶ γὰρ καὶ τῆς μακρᾶς μακροτέραν ὑποτίθενται. δεῖ οὖν τὴν μακρὰν μὲν τὰς μακράς, τὴν δὲ βραχεῖαν τὰς βραχείας μετρεῖν. ἢ πᾶσα μὲν βραχεῖα ὑπὸ βραχείας μετρεῖται, οὐχ ἅπαξ δὲ οὐδὲ ἀεὶ τῆς αὐτῆς, ἀλλὰ ἄλλοτε ἄλλης· καὶ ἡ μακρὰ δὲ ὡσαύτως οὐκ ἀεὶ ὑπὸ τῆς αὐτῆς μακρᾶς ἢ ὑπὸ τῆς αὐτῆς βραχείας μετρεῖται, ἀλλ' ὡς ἂν τύχῃ συναπαρτίζοντα τὰ καταμετροῦντα τῷ μήκει τῶν καταμετρουμένων. τὸ δὲ 'μετρεῖται' δύναται δηλοῦν καὶ τὸ 'σύγκειται ἐκ τούτων'· ᾗ τοίνυν ὁ λόγος ἐκ μέτρων συνέστηκεν τῶν συλλαβῶν, ποσὸν ἂν εἴη κατ' αὐτὸ τὸ εἶναι, οὐχ ἁπλῶς δὲ ποσόν, ἀλλὰ σημαντικόν, ὥσπερ ὁ τόπος περιεκτικόν. τὸ οὖν τοσόνδε οὐκ ἐπεισοδιῶδες, ὥσπερ οὐδὲ τῷ ἀριθμῷ ἢ τῷ μεγέθει.

   Ἀλλ' ἐκεῖνο οἶμαι ἀπορίας ἄξιον, εἰ πᾶν ποσὸν μέτρον ἐστὶν ὡς μετροῦν· ὁ γοῦν ἀριθμὸς μετρεῖ τὰ διωρισμένα καὶ ὁ πῆχυς τὰ συνεχῆ, ὁ δὲ λόγος τί μετρεῖ; ἢ μετροῦσι μὲν τὰ τοῦ λόγου μόρια συλλαβαί, μετρεῖται δὲ ὁ λόγος· οὐ γὰρ τὰ μετροῦντα μόνον ἐστὶν ποσά, ἀλλὰ καὶ τὰ μετρούμενα.

   Πρὸς δέ γε τὸ πρῶτον τῶν ἀπορηθέντων τὸ λέγον ὅτι τὰ ἄνευ συμπλοκῆς εἰς τὰς κατηγορίας ἀνάγεται, λόγος δὲ πᾶς μετὰ συμπλοκῆς θεωρεῖται, ῥητέον ὅτι καὶ τὸ ὄνομα καὶ τὸ ῥῆμα λόγος ἐστὶν κατὰ τοῦτο τοῦ λόγου τὸ σημαινόμενον, μᾶλλον δὲ καὶ πᾶσα λέξις, κἂν ἄσημος εἴη· καὶ [133] αὐτὴ γὰρ συλλαβαῖς καταμετρεῖται καὶ διὰ τοῦτο ποσόν. ἔπειτα δέ, κἂν κατὰ συμπλοκὴν ὁ λόγος, ἀλλ' ᾗ ποσόν, ὑπὸ τὸ ποσὸν ἀνάγεται τὸ ὡς γένος, ὥσπερ καὶ ἡ σύνθετος ἐκ πολλῶν οὐσιῶν οὐσία ὑπὸ τὴν οὐσίαν καὶ τὸ σύνθετον χρῶμα ὑπὸ τὸ χρῶμα καὶ τὸ ποιόν· ὑφ' ὃ γὰρ τὰ ἁπλᾶ, ὑπὸ τοῦτο καὶ τὰ ἐκ τῶν ἁπλῶν ἐκείνων συγκείμενα.

   Ἀλλὰ διὰ τί, φασίν, ἐνδοιάζων εἶπεν· εἰ τὰ πέντε τῶν δέκα μόριον; ἢ οὐ διὰ τὸ ἀμφίβολον· ἀλλ' ὅτι πολλαχῶς οἷόν τε διελεῖν τὰ δέκα, καὶ γὰρ εἰς ἓξ καὶ τέσσαρα, καὶ ἑπτὰ καὶ τρία, καὶ ὀκτὼ καὶ δύο, καὶ ἐννέα καὶ ἕν. τοσαῦτα μὲν οὖν περὶ τοῦ διωρισμένου ποσοῦ ἠπόρηταί τε καὶ διαλύεται.

   Περὶ δὲ τοῦ συνεχοῦς ὁ αὐτὸς ἀνὴρ ἀπορεῖ τοιάδε· 'τὸ σῶμα, φησίν, ᾗ σῶμα, καὶ ἐπιφάνεια καὶ γραμμὴ καὶ ὅλως μέγεθος, ᾗ τοιαῦτα, οὐκ ἔστι ποσά, ἀλλὰ ποσὰ λέγεται τῷ μετασχεῖν τοῦ τοσοῦδε καὶ τῷ ἀριθμοῦ μετασχεῖν· μόνος ἄρα ὁ ἀριθμὸς ποσόν'. λύων δὲ ταῦτα πάλιν ἐν τῷ τρίτῳ φησὶν πρόοδον εἶναι τῆς στιγμῆς εἰς τὸ πόρρω, καὶ εἰ μὲν ἐφ' ἕν, γραμμὴ γίνεται, εἰ δὲ ἐπὶ δύο, ἐπίπεδον, εἰ δὲ ἐπὶ τρία, σῶμα, καὶ εἰ μὲν ἐπὶ πολὺ ἡ διάστασις, μέγα, εἰ δὲ ἐπ' ὀλίγον, μικρόν, καὶ ὅταν μὲν κατὰ κοινὸν ὅρον ἡ πρόοδος γίνεται, συνεχὲς τὸ τοιοῦτον, ὅταν δὲ κατὰ ἴδιον, διῃρημένον· ποσὸν οὖν καὶ τὸ μέγεθος, ἀλλ' ἀορίστως μὲν μέγα ἢ μικρὸν ἢ ὡς ἐπὶ πλήθους πολὺ ἢ ὀλίγον, ὁρισθὲν δὲ μέτρῳ τινὶ ἢ ἀριθμῷ ἢ πήχει ὡρισμένως λέγεται. ἀλλ' ἐπιστῆσαι χρή, ὅτι κἂν ὁρισθῇ μέτρῳ ἡ γραμμὴ ἢ ὅλως τὸ συνεχὲς ποσόν, ὡρισμένον μὲν γίνεται ποσόν, ἀλλὰ κατὰ μέθεξιν ἴσχει τοῦτο, τῷ δὲ αὑτῆς λόγῳ διάστασίς ἐστι μόνον καὶ οὐχὶ ποσόν. εἰ γὰρ ποσὸν τοῦτό ἐστι καθ' ὃ καὶ ποσόν ἐστι, δυνατὸν λέγειν ὅτι αὕτη ἡ διάστασις μεταλαμβάνει μὲν ποσοῦ, οὐ μέντοι ἐστὶν τῷ ἑαυτῆς λόγῳ ποσόν. μήποτε οὖν οὔτε καθὸ μετρεῖται ὡρισμένον ποσόν ἐστιν τῷ ἑαυτοῦ λόγῳ τὸ συνεχές, ἀλλὰ κατὰ μέθεξιν, οὔτε μὴ μεμετρημένον ἀόριστον ποσὸν ἢ ὅλως ποσὸν τῷ ἑαυτοῦ λόγῳ, ἀλλὰ ποσόν ἐστιν τὸ συνεχές, καθ' ὅσον ἢ ἐφ' ἓν ἢ ἐπὶ δύο ἢ ἐπὶ τρία διέστηκεν τῷ ἑαυτοῦ λόγῳ. ὥσπερ γὰρ ὁ ἀριθμὸς κατὰ τὸν διορισμὸν ἔχει τὸ ποσόν, οὕτως καὶ τὸ μέγεθος κατὰ τὴν διάστασιν· τὸ γὰρ ἀποστὰν οἶμαι τοῦ ἑνὸς καὶ ἀμεροῦς καὶ κινδυνεῦον εἰς ἄπειρον καὶ ἀόριστον ὑπενεχθῆναι, τοῦτο μέτρου ἐδεήθη καθ' ὃ καὶ ποσὸν ἐγένετο, ἵνα ὁρισθῇ τῷ ποσὸν γενέσθαι· διττὸν δὲ ὂν κατά τε τὸ διωρισμένον καὶ κατὰ τὸ συνεχὲς διττῆς ἐδεήθη ποσότητος.

   Διὰ τί δέ, φασίν, μὴ προδιδάξας περὶ τόπου ἢ χρόνου ὡς ἐγνωσμένοις [134] αὐτοῖς χρῆται; ἢ ὅτι οὐ τὴν οὐσίαν αὐτῶν παραδοῦναι προτίθεται· φυσικῆς γὰρ ἦν τοῦτο σκέψεως, ἣν ἐν τῇ Φυσικῇ ἀκροάσει πραγματεύεται· ἀλλ' ὅπερ ἤρκει τῇ λογικῇ θεωρίᾳ, κατὰ τὴν κοινὴν περὶ αὐτῶν ἔννοιαν τὴν εἰς τὸ οἰκεῖον γένος τὸ ποσὸν ἀναγωγὴν αὐτῶν ἐποιήσατο.

   Ἀλλ' ἄμεινον ἴσως, φασίν, Ἀνδρόνικος ἐποίησεν, ἰδίας μὲν ποιήσας κατηγορίας τὸν τόπον καὶ τὸν χρόνον, ὑποτάξας δὲ αὐταῖς τὸ ποῦ καὶ τὸ ποτέ. ἢ καὶ πρὸς τοῦτο ῥητέον ὅτι ἄλλη μέν ἐστιν ἔννοια τοῦ χρόνου, καθ' ἥν ἐστιν διάστημα ὁ χρόνος, ἄλλη δὲ τοῦ ποτέ, καθ' ἣν ἡ σχέσις τῶν ἐν τῷ χρόνῳ θεωρεῖται πρὸς τὸν χρόνον· καὶ ἐπὶ τόπου δὲ καὶ τῶν ἐν τόπῳ ὁ αὐτὸς ἁρμόσει λόγος. διόπερ Ἀριστοτέλης ὀρθῶς ἀλλαχοῦ μὲν τίθησι τὰ ποσά, ἀλλαχοῦ δὲ τὴν πρὸς τὰ ποσὰ ταῦτα σχέσιν κατέταξεν.

   Ἀλλὰ ζητήσοι ἄν τις οἶμαι δικαίως, διὰ τί ὥσπερ τὴν τοῦ χρόνου καὶ τοῦ τόπου μέθεξιν ἐν ἄλλαις τέθεικεν κατηγορίαις, οὐχ οὕτως καὶ τὴν τῆς οὐσίας ἢ τοῦ ποιοῦ ἢ ἄλλου τινὸς ποσοῦ, οἷον ἀριθμοῦ ἢ μεγέθους μέθεξιν, ἰδίας πεποίηκεν κατηγορίας; ἢ κἂν τὰ συμβεβηκότα ἐν τῇ οὐσίᾳ θεωρῆται κἂν ἡ οὐσία ἐν τοῖς συμβεβηκόσιν, ἐνυπάρχει ταῦτα ἀλλήλοις, καὶ διὰ τοῦτο καὶ ἡ σχέσις αὐτῶν συνῄρηται, καὶ οὐκ ἄλλο μέν τί ἐστιν ἡ οὐσία, ἄλλο δὲ ἡ πρὸς τὴν οὐσίαν σχέσις· ὁ δὲ χρόνος καὶ ὁ τόπος ἔξωθέν πως θεωρούμενοι ἄλλοι μὲν αὐτοί εἰσιν, ἄλλη δὲ ἡ πρὸς ταῦτα σχέσις τῶν ἐν τόπῳ καὶ χρόνῳ ὄντων. καὶ γὰρ ἐν τῇ φύσει τῶν ἔξωθεν παρακολουθούντων ὁ χρόνος καὶ ὁ τόπος δοκεῖ, ὥσπερ τῶν συμπληρούντων ὕλη καὶ εἶδος καὶ κίνησις. μήποτε δὲ τὸ ποτὲ οὐχ ἁπλῶς τὸ ἐν χρόνῳ δηλοῖ οὐδὲ τὸ ποῦ τὸ ἐν τόπῳ, ἀλλὰ τὴν τοῦ χρόνου καὶ τὴν τοῦ τόπου ἰδιότητα, καθὸ τοιοῦτοι, ὥσπερ καθὸ διαστάσεις καὶ ποσὰ ἐν τῷ ποσῷ κατηριθμήθησαν.

   Εἰ δέ τις τὸν χρόνον ὡς μέτρον κινήσεως τῷ πρός τι νομίζει δεῖν ὑπάγειν, τὸ μέτρον διχῇ διαιρετέον, ἢ αὐτὸ καθ' αὑτὸ ἢ κατὰ τὴν πρὸς τὸ μετρούμενον ἀναφοράν, καὶ ὡς μὲν καθ' αὑτὸ τὸ μέτρον ποσὸν καὶ ἀρχὴ καὶ γένος ἐστὶ τῶν ποσῶν πάντων, ὡς δὲ πρὸς τὸ μετρούμενον, πρός τι ἂν εἴη· οὕτως δὲ καὶ τὸ τῆς κινήσεως μέτρον ὁ χρόνος ὡς μὲν καθ' αὑτὸ ποσὸν ἂν εἴη τι καθότι μέτρον, ὡς δὲ πρὸς τὴν κίνησιν πρός τι, καὶ οὐδὲν ἄτοπον κατ' ἄλλας καὶ ἄλλας ἐννοίας εἰς διαφόρους κατηγορίας ἀνάγεσθαι.

   Μετὰ δὲ τὸν χρόνον περὶ τοῦ τόπου διαποροῦσιν· εἰ περιεκτικός ἐστι σώματος, ἢ ὡς οὐσιώδης ποιότης συμπληρωτικὴ τῆς οὐσίας ἐστὶν [135] καὶ οὐκέτι ποσόν, ἢ εἰ κατ' αὐτὴν τὴν σχέσιν θεωρεῖται μόνην, τῷ πρός τι ἀποδοθήσεται. κἀνταῦθα δὲ τὸ αὐτὸ ῥητέον, ὅτι κατὰ μὲν τὴν διάστασιν, καθ' ὅσον πέρας ὢν τοῦ περιέχοντος καθ' ὃ περιέχει τὸ περιεχόμενον ἐπιφάνειά ἐστιν ὁ τόπος, κατὰ τοσοῦτον ποσὸν αὐτὸν ἀνάγκη λέγειν· κατὰ δὲ τὴν πρὸς τὸ περιεχόμενον σχέσιν οὐδὲν θαυμαστὸν εἰ καὶ ὁ τόπος εἰς τὸ πρός τι ἀνάγοιτο, ὥσπερ καὶ ὁ χρόνος. μέχρι μὲν οὖν τούτου προῆλθον αἱ πρὸς τὴν πρώτην τοῦ ποσοῦ διαίρεσιν ἀπορίαι τε καὶ λύσεις.

   Ὁ δὲ θεῖος Ἰάμβλιχος κἀνταῦθα τὴν ἑαυτοῦ θεωρητικὴν ἐπιστήμην παραδεικνὺς τὰς πρώτας ἀρχὰς ἡμῖν τῶν τε δύο τοῦ ποσοῦ εἰδῶν καὶ τῆς μιᾶς ἀμφοῖν περιοχῆς ἐκφαίνων ὡδί πως γέγραφεν· "ἐπειδὴ γὰρ ἡ τοῦ ἑνὸς δύναμις, ἀφ' οὗ πᾶν τὸ ποσὸν ἀπογεννᾶται, διατείνεται δι' ὅλων ἡ αὐτὴ καὶ ὁρίζει ἕκαστον προϊοῦσα ἀφ' ἑαυτῆς, ᾗ μὲν δι' ὅλων διήκει παντάπασιν ἀδιαιρέτως, τὸ συνεχὲς ὑφίστησιν, καὶ ᾗ τὴν πρόοδον ποιεῖται μίαν καὶ ἀδιαίρετον καὶ ἄνευ διορισμοῦ· ᾗ δὲ προϊοῦσα ἵσταται καθ' ἕκαστον τῶν εἰδῶν καὶ ᾗ ὁρίζει ἕκαστον καὶ ἕκαστον ἓν ποιεῖ, ταύτῃ τὸ διωρισμένον παράγει· κατὰ δὲ τὴν περιέχουσαν ἅμα τὰς δύο ταύτας ἐνεργείας μίαν κυριωτάτην αἰτίαν τὰ δύο ποσὰ παράγει. καὶ κατὰ μὲν τὴν πανταχοῦ ταὐτότητα καὶ ὅλην ἐφ' ἑκάστων τε τῶν μορίων καὶ ἐπὶ πάντων τὸ συνεχὲς ἀπεργάζεται, κατὰ δὲ τὴν ἐφ' ἕκαστον αὐτῶν πρὸς ἑαυτὰ ταὐτότητα καὶ κατὰ τὸ ἐν ἑνὶ ἑκάστῳ ὅλην εἶναι τὸ διωρισμένον ἀπογεννᾷ. καὶ κατὰ μὲν τὴν ἐν ἀλλήλοις ἕνωσιν τῶν νοητῶν ποσῶν τὸ συνεχές, κατὰ δὲ τὴν διακεκριμένην αὐτῶν ἀπ' ἀλλήλων ἕνωσιν τὸ διωρισμένον ὑφίστησιν. καὶ κατὰ μὲν τὴν ἑστῶσαν αὐτοῦ ἐνέργειαν τὸ διωρισμένον, κατὰ δὲ τὴν προϊοῦσαν τὸ συνεχὲς δημιουργεῖ· ἐπεὶ δὲ ἅμα καὶ μένει καὶ πρόεισιν, τὰ δύο ἀπογεννᾷ. περιέχει γὰρ ἡ τῶν νοητῶν μέτρων δύναμις ἅμα ἀμφότερα τὰ μένοντα καὶ προϊόντα ἐν ἑνὶ τῷ αὐτῷ· ὅθεν δή, εἴ τις τοῖς νοητοῖς καὶ θείοις μέτροις τὰ ἕτερα τούτων νέμει, εἰ μὲν τὰ ἀκίνητα μόνα, ὑπὸ Περιπατητικῶν παρακρουσμάτων ἐξηπάτηται, εἰ δὲ τὰ προϊόντα, ὑπὸ Στωικῶν."

p. 515 Ἔτι τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα ἕως τοῦ τῶν δὲ ἄλλων οὐδὲν αὐτὸ καθ' ἑαυτό, ἀλλ' ἢ ἄρα κατὰ συμβεβηκός.

   Μετὰ τὴν πρώτην τοῦ ποσοῦ διαίρεσιν καὶ ἑτέραν ἐπάγει, καθ' ἣν τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ἐδεήθη δὲ καὶ ταύτης διὰ τὸ μίαν μὴ ἐπιδέχεσθαι τὰς ὅλας διαφοράς. καὶ γὰρ πᾶν μὲν τὸ ἐκ θέσιν [136] ἐχόντων συνεχές ἐστιν, οὐκέτι δὲ τὸ συνεχὲς πᾶν ἐκ θέσιν ἐχόντων· ὁ γὰρ χρόνος οὐκ ἔχει θέσιν. ἀνάπαλιν δὲ πᾶν μὲν τὸ διωρισμένον οὐκ ἔχει θέσιν, οὐκέτι δὲ πᾶν τὸ μὴ ἔχον θέσιν διωρισμένον ἐστίν· πάλιν γὰρ ὁ χρόνος μὴ ἔχων θέσιν διωρισμένος οὐκ ἔστιν. παρείληπται οὖν καὶ ἡ δευτέρα διαίρεσις, ὥστε τὰς ὑπὸ τῆς προτέρας παραλειφθείσας διαφορὰς προστεθῆναι, καὶ καλεῖται ἡ τοιαύτη ἐπιδιαίρεσις, δευτέρα τις οὖσα τοῦ αὐτοῦ γένους διαίρεσις καθ' ἑτέρας διαφοράς. ὡς γὰρ ἐπὶ τοῦ ζῴου ἡ τὸ θνητὸν καὶ ἀθάνατον διαιροῦσα οὐκ ἐπεδέχετο τὰς κατὰ τὸ λογικὸν καὶ ἄλογον οὐδὲ ἐκεῖναι ταύτας, καὶ διὰ τοῦτο ἐδέησεν ἐπιδιαιρέσεως, οὕτως καὶ ἐνταῦθα, ἵνα πάσας περιλάβῃ τὰς ὑπὸ τὸ ποσὸν διαφοράς, ταῖς δύο ἐχρήσατο διαιρέσεσιν.

   Ζητεῖν δὲ ἄξιον, τί τὸ θέσιν ἔχον. ἆρα, ὥς τινες οἴονται, τριῶν τούτων δεῖται τὸ θέσιν ἔχον, τοῦ τε τόπου ἐν ᾧ κεῖται καὶ τοῦ τὰ μόρια συνυπάρχειν, ἀλλὰ μὴ τῶν ἑτέρων γινομένων τὰ ἕτερα ἀφανίζεσθαι, καὶ τοῦ συνέχειαν καὶ ἀλληλουχίαν ἔχειν πρὸς ἄλληλα; ἢ τὸ μὲν συνυπάρχειν ἀλλήλοις τὰ μόρια πάντως προσεῖναι δεῖ τοῖς θέσιν ἔχουσιν, τὸ δὲ ἐν τόπῳ εἶναι οὐ πάντως οὔτε κατὰ τὴν φύσιν τῶν πραγμάτων οὔτε κατὰ τὴν τοῦ Ἀριστοτέλους παράδοσιν. τὰ γὰρ μὴ διεστηκότα πλεοναχῶς, οἷον ἡ γραμμή, ἐν τόπῳ μὲν οὐκ ἔστιν, ὥστε οὐδὲ ἐν τόπῳ τεθήσεται, θέσιν δὲ ἔχειν λέγεται. καὶ ὁ Ἀριστοτέλης δὲ οὐχ ἁπλῶς εἶπεν θέσιν ἔχοντα αὐτὰ ἐν τόπῳ, ἀλλὰ πρὸς ἄλληλα τῶν ἐν ἑαυτοῖς μορίων· τοῦτο δέ ἐστιν, ὥς φησιν Ἰάμβλιχος, ὧν τὰ μόρια πάντα συνυπάρχει ἀλλήλοις, καὶ τῇ τούτων ἀθρόᾳ λήψει τῷ ὅλῳ τῷ ἐξ αὐτῶν τὸ εἶναι ὑπάρχει. διὰ γὰρ τοῦ πρὸς ἄλληλα εἰπεῖν δείκνυσιν ὅτι οὐ τὴν κατὰ τόπον θέσιν λέγει, ἀλλὰ τὴν κατὰ σχέσιν, ἀντιδιαστέλλων ταῦτα τοῖς πρὸς τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν, ὧν τὰ μόρια οὐδέποτε ὑπομένει. κυρίως μὲν γὰρ θέσις ἐπὶ τῶν ἐν τόπῳ λέγεται, ἤδη δὲ καὶ ἐφ' ἑκάστου τῶν ποσῶν, ὧν τὰ μόρια συνυπάρχει, κεῖσθαι ἐν ἐκείνῳ ἐν ᾧ ἐστι λέγεται, ὥσπερ γραμμὴ ἐν τῇ ἐπιφανείᾳ καὶ ἐπιφάνεια ἐν τῷ σώματι· καὶ τὸ σημεῖον γάρ, ὅταν μονάδα θέσιν ἔχουσαν λέγωσιν, οὐχ ὡς ἐν τόπῳ κεῖται, ἀλλ' ὡς ἐν γραμμῇ. ἕκαστον οὖν τῶν συνεχῶν ποσῶν, ὡς ἔχει φύσεως, οὕτως ἔχει καὶ τὴν οἰκείαν θέσιν· τὸ μὲν σῶμα, ἐπειδὴ ἐν τόπῳ ἐστίν, ἐν τόπῳ καὶ τὴν θέσιν ἔχει, ἡ δὲ ἐπιφάνεια ἐν τῷ σώματι, ἡ δὲ γραμμὴ ἐν τῇ ἐπιφανείᾳ, τὸ δὲ σημεῖον ἐν τῇ γραμμῇ· καὶ γὰρ σαφῶς καὶ Ἀριστοτέλης εἶπεν ὅτι τὰ τῆς γραμμῆς [137] μόρια ἐν τῷ ἐπιπέδῳ κεῖται. καὶ ὅλως, εἰ τὰ θέσιν ἔχοντα ἐν τόπῳ τὴν θέσιν ἔχειν ἐβούλετο, οὐκ ἂν καὶ τὰ τοῦ τόπου μόρια ἔλεγε θέσιν ἔχειν· οὐ γὰρ ἂν εἴη ὁ τόπος ἐν τόπῳ, ἵνα μὴ ἐπ' ἄπειρον τόπους πρὸ τόπων ζητῶμεν, ἀλλ' ὡς ἐπιφάνεια ὢν ὁ τόπος ἐν τῷ σώματι τὴν θέσιν ἔχει, οὗ πέρας ἐστὶν ὡς ἐπιφάνεια. καὶ αὐτὸς δὲ Ἀριστοτέλης 'ὡς τὸ εἶναι, φησίν, ἔχει τὰ μαθηματικά, οὕτως καὶ τὸ κεῖσθαί που'. θαυμάσοι δ' ἄν τις τοῦ θείου Ἰαμβλίχου ταῦτα περὶ τόπου γράφοντος· "ὁ δὲ τόπος ὡς μὲν ἐπιφάνεια εἴη ἂν ἐν τῷ σώματι, οὗ πέρας οὖσα περιέχει τὸ σῶμα, ὡς δὲ τόπος ἐν τῷ περιεχομένῳ ὑπ' αὐτοῦ· δι' ὃ γὰρ τὸ εἶναι αὐτῷ τόπῳ ὑπάρχει, ἐν τούτῳ [γὰρ] καὶ κεῖσθαι λέγοιτο". τὸ γὰρ τὸν τόπον ἐν τόπῳ εἶναι καὶ τὸ ἀγγεῖον ἐν τῷ οἴνῳ (καὶ τοῦτο γὰρ κατὰ τὴν αὐτὴν ἀναλογίαν ἀκολουθήσει) πῶς οὐ δόξει τῶν ἀπεμφαινόντων; προϊὼν δὲ "μήποτε, φησί, κατὰ συμβεβηκὸς ὁ τόπος θέσιν ἔχει τῷ τὸ σῶμα τὸ κατέχον αὐτὸν θέσιν ἔχειν· καὶ ἡ ἐπιφάνεια δὲ κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ". ταὐτὸν δὲ τόπος καὶ ἐπιφάνεια κατὰ τὸ ὑποκείμενον, καὶ ἄμεινον κατὰ τὴν Ἀριστοτελικὴν περὶ τοῦ τόπου ἔννοιαν οὕτως ἀκούειν. ἀλλ' εἴ τις διάστημα λέγει τὸν τόπον ἀεὶ μὲν ἔχον σῶμα, αὐτὸ δὲ τὸ καθ' αὑτὸ κενὸν σώματος καὶ ἄλλο παρὰ τὸ σῶμα θεωρούμενον, ἆρα οὐκ ἂν καὶ τοῦτο ἐκ θέσιν ἐχόντων τῶν ἑαυτοῦ μορίων λέγοιτο, συνεχές τε ὂν καὶ συνυπάρχοντα ἔχον τὰ μόρια ἀλλήλοις; καὶ ποῦ ἂν κέοιτο; οὐδὲ γὰρ πέρας ἐστί τινος τοῦτο. μήποτε οὖν ὅπερ ἡ τάξις ἐστὶν ἐν τοῖς διωρισμένοις, τοῦτο ἡ θέσις ἐν τοῖς συνεχέσιν· ὥσπερ γὰρ τὰ διωρισμένα διὰ τὴν ἀπὸ τοῦ ἑνὸς ἔκστασιν ἐδεήθη τάξεως, ἵνα κατὰ ταύτην πρὸς τῷ ἑνὶ μένῃ καὶ μὴ ἀτάκτως διεσπασμένα συγχέηται, οὕτως καὶ τὰ συνεχῆ τοῦ ἀμεροῦς ἐκπεσόντα, ἐν ᾧ πάντα ἐν ταὐτῷ ἦν, ἐδεήθη θέσεως καθ' ἣν ἄλλα ἄλλοις συνάπτει μόρια κατὰ τὴν τοῦ εἴδους ἐπιπρέπειαν, ἵνα μὴ συμπεφυρμένα ᾖ. καὶ κατά γε ταύτην τὴν ἔννοιαν οὐκ ἀναγκαῖόν που κεῖσθαι τὰ κείμενα ὡς ἐν ἄλλῳ· ἡ γὰρ θέσις παρὰ τὸ θεῖν οἶμαι καὶ ἴεσθαι λεγομένη τὴν ἔκτασιν σημαίνει. ἀλλὰ ταῦτα μὲν περὶ τῶν θέσιν ἐχόντων.

   Τὰ δὲ μὴ ἔχοντα θέσιν ἀπαριθμούμενος πρῶτον ἔταξε τὸν λόγον καί φησιν αὐτὸν μήτε κεῖσθαί που μήτε τὰ μόρια θέσιν ἔχειν πρὸς ἄλληλα. εἰ γὰρ ὑπομένειν δεῖ τὰ θέσιν ἔχοντα, ὁ δὲ λόγος ἅμα τε εἴρηται καὶ οὐκ ἔτι ἔστιν, πῶς ἂν ἔχοι θέσιν; καὶ ἐπὶ τοῦ χρόνου δὲ τὸ αὐτὸ ἀξιοῖ, ἀφ' [138] οὗ καὶ σαφῶς ἐνεδείξατο ὅτι δεῖ τοῖς θέσιν ἔχουσιν προσεῖναι τὸ ὑπομένειν τὰ μόρια· ὃ γὰρ μή ἐστι, φησίν, ὑπομένον, πῶς ἂν τοῦτο θέσιν τινὰ ἔχοι; τάξιν δὲ ἔχειν ταῦτα λέγεται, καθ' ὅσον τοῦ τε λόγου ἡ μὲν προτέρα συλλαβὴ λέγεται, ἡ δὲ ὑστέρα, καὶ τοῦ χρόνου τὸ μὲν πρότερον γίνεται μέρος, τὸ δὲ ὕστερον. διὸ καίτοι συνεχὴς ὢν ὁ χρόνος θέσιν οὐ λέγεται ἔχειν· ἐπειδὴ γὰρ συνακολουθεῖ τῇ κινήσει, πᾶσα δὲ κίνησις ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, καὶ ὁ χρόνος τὸ αὐτὸ πάσχει, καὶ διὰ τοῦτο καίτοι συνεχὴς ὢν οὐκ ἔχει θέσιν, ὅτι οὐχ ὑπομένει αὐτοῦ τὰ μόρια.

   Ἀλλὰ διὰ τί ὁ ἀριθμὸς οὐκ ἔχει θέσιν; ὑπομένειν γὰρ αὐτοῦ δοκεῖ τὰ μόρια. "ὅτι, φησὶν ὁ Ἰάμβλιχος, ἡ μονὰς σημεῖον ἄθετόν ἐστιν, ὁ δὲ ἀριθμὸς ἐκ μονάδων συνέστηκεν, καὶ ὅτι οὐδὲ τὰ μόρια ὑπομένει· οὐδὲ γὰρ εἰ ἔστιν τὰ διηριθμημένα, ἔστιν που ὁ ἀριθμός, ἐπεὶ οὐδὲ ὁ λόγος ἔστιν που, ὅτι ἔστιν τὰ ὑπ' αὐτοῦ λεγόμενα. ὡς δὲ ὁ λόγος ἐν τῷ λέγεσθαι, οὕτως καὶ ὁ ἀριθμὸς ἐν τῷ ἀριθμεῖσθαι ὑφέστηκεν, καὶ διὰ τοῦτο οὐχ ὑπομένει οὐδετέρου τὰ μόρια, ὥστε οὐκ ἔχουσιν θέσιν". ταῦτα μὲν ὁ θεῖός φησιν Ἰάμβλιχος. θαυμάζω δέ, εἰ ὁ ἀριθμὸς διὰ τὸ μὴ ὑπομένειν τὰ μόρια λέγεται μὴ ἔχειν θέσιν· οὐ γὰρ ὡς ὁ λόγος ἐν τῷ λέγεσθαι ἔχει τὸ εἶναι, οὕτως καὶ ὁ ἀριθμὸς ἐν τῷ ἀριθμεῖσθαι· κἂν γὰρ μὴ ἀριθμῆται τοὺς πέντε μου δακτύλους, ἠρίθμηνται κατὰ τὸ ἑαυτῶν εἶδος. ἀλλὰ μᾶλλον διὰ τὸ μὴ συνεχὴς εἶναι· δεῖ γὰρ καὶ συνεχῆ εἶναι καὶ ἐκτετάσθαι τὰ θέσιν ἔχοντα· οὕτως γὰρ καὶ ἡ πρὸς ἄλληλα τῶν μορίων θέσις ὁραθήσεται, τίνα τίσιν τῶν μορίων συνάπτεται. ἐν γὰρ τῇ τριάδι ποία μονὰς πρὸς ποίαν σύγκειται, οὐκ ἔστιν εἰπεῖν, ὥσπερ ἐπὶ τῆς γραμμῆς ποῖον μόριον ποίῳ συνάπτει, ἐναργές ἐστιν ἰδεῖν.

   Διὰ τί δὲ οὐχ ὡς ἐπὶ τοῦ λόγου καὶ ἐπὶ τοῦ χρόνου σαφῶς ἀνεῖλεν τὸ θέσιν ἔχειν, οὕτως καὶ ἐπὶ τοῦ ἀριθμοῦ, ἀλλ' ὅτι θέσιν οὐ πάνυ λάβοις ἂν αὐτοῦ; ἢ ὡς οἱ ἐξηγηταί φασιν, ὅτι δοκεῖ καὶ ὁ ἀριθμὸς ἐπιδέχεσθαι θέσιν διὰ τὰ ἀριθμούμενα. μήποτε δὲ χαρακτηριστικοῦ ὄντος τῶν θέσιν ἐχόντων μάλιστα τοῦ τὰ μόρια ὑπομένειν, ὁ μὲν λόγος καὶ ὁ χρόνος οὐκ ἔχει τοῦτο, ὁ δὲ ἀριθμὸς ἔχει, καὶ εἴπερ εἶχεν τὴν συνέχειαν, ἦν ἂν τῶν θέσιν ἐχόντων. κἂν θέσιν δὲ μὴ ἔχῃ ὅ τε λόγος καὶ ὁ χρόνος καὶ ὁ ἀριθμός, ἀλλὰ τάξιν ἔχει, ὡς εἴρηται, ταῦτα ἀντὶ τῆς θέσεως. ἡ δὲ τάξις κυρίως μὲν ὡς ἐπὶ διωρισμένων θεωρεῖται κατὰ τὸ πρότερον καὶ ὕστερον λαμβανομένη, καὶ ἐπὶ τοῦ χρόνου δέ, καθ' ὅσον προηγεῖται τὸ παρεληλυθὸς τοῦ ἐνεστῶτος καὶ τοῦτο τοῦ μέλλοντος, ὥστε καὶ ἐπὶ τούτου [139] κατὰ τὸν διορισμὸν ἡ τάξις ἔοικεν θεωρεῖσθαι. ἐν δὲ τῷ ἀριθμῷ ἡ τάξις οὐκ ἐν ἑκάστῳ· οὐ γὰρ ἔστιν ἐν τῇ τριάδι τάξις τῶν μονάδων, ἀλλ' ἐν τῷ χύματι τῶν ἀριθμῶν, ὅτι ἡ μονὰς προηγεῖται τῆς δυάδος καὶ ἡ δυὰς τῆς τριάδος καὶ ἐφεξῆς. ἐν δὲ τῷ λόγῳ ἡ τάξις, καθ' ὅσον ἄλλα μέρη τοῦ λόγου ἄλλων προηγεῖται καὶ ἄλλαι συλλαβαὶ ἄλλων. κἀνταῦθα δὲ ἀπορῶ, πῶς ὁ θεῖος Ἰάμβλιχος περὶ τοῦ λόγου φησὶν ὅτι δοκεῖ μήτε τάξιν ἐμφαίνειν, εἴ τις αὐτοῦ τὸ μῆκος μόνον καὶ τὴν διέξοδον τῆς φωνῆς θεωροίη, κἂν ᾖ ἄσημος. τί γὰρ μᾶλλον ἡ ἑτέρα συλλαβὴ τῆς ἑτέρας προτέτακται; παντὶ γὰρ δῆλον ὅτι ἔστιν τάξις ἐν τῷ λόγῳ, καὶ οὐκ ἄν τις τὸ Σωκράτης ὄνομα εἴποι τὴν κρα συλλαβὴν πρώτην προενεγκάμενος. θεωρητικῶς δὲ τοῖς θέσιν ἔχουσιν ποσοῖς ἐπιβάλλων "τοῦτο, φησίν, τὸ γένος ἕδραν παρέχεται πᾶσιν ὅσα ποτέ ἐστιν ποσά, τοῖς τε ἁπλουστέροις ἐν τοῖς συνθέτοις καὶ τούτοις ἐν τοῖς ἁπλοῖς· διχῶς γὰρ τοῦ ἁπλοῦ λαμβανομένου τὸ μὲν ὡς συνταττόμενον τοῖς συνθέτοις καὶ περιεχόμενον ὑπ' αὐτῶν, ὡς ἡ ἐπιφάνεια ὑπὸ τοῦ σώματος, θέσιν ἔχει ἐν τῷ σώματι, τὸ δὲ ὡς ὑπερέχον καὶ ἐξῃρημένον ἕδραν ἐν ἑαυτῷ παρέξει τοῖς συνθέτοις· προσδεόμεθα οὖν τῆς θέσεως, ἵνα τὴν πρὸς τὰ δεύτερα ποσὰ συνέχειαν νοήσωμεν".

   Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι κατὰ μὲν τὴν πρώτην διαίρεσιν πέντε μὲν ἦν συνεχῆ, δύο δὲ διωρισμένα· κατὰ δὲ τὴν δευτέραν τέτταρα μὲν τὰ θέσιν ἔχοντα, γραμμή, ἐπιφάνεια, σῶμα, τόπος, τρία δὲ τὰ μὴ ἔχοντα, ἀριθμός, χρόνος, λόγος, ὧν δύο μέν, φησὶν Ἰάμβλιχος, τάξιν ἔχει, ἀριθμὸς καὶ χρόνος· λόγος δὲ πῶς μὲν ἔχει τάξιν, πῶς δὲ οὐκ ἔχει, φησίν, ὡς ἐν τοῖς πρὸ τούτων διώρισται, ὥστε καὶ ἄλλη τρίτη γέγονεν διαίρεσις, καθ' ἣν τῶν ποσῶν τὰ μὲν ἔχει τάξιν, τὰ δὲ οὐκ ἔχει. καὶ ἄλλην δὲ τετάρτην ἐφεξῆς προστίθησιν διαίρεσιν, καθ' ἣν τῶν ποσῶν τὰ μέν ἐστι προηγουμένως ποσά, ὅσα καθ' αὑτά ἐστιν τοιαῦτα, ὡς ἀριθμὸς καὶ μέγεθος καὶ χρόνος καὶ τὰ τοιαῦτα, ὧν τὸ ποσὸν ἐν τῷ τί ἐστιν κατηγορεῖται· τὰ δὲ κατὰ συμβεβηκός, ὅσα κατ' ἄλλο τι ποσὰ εἶναι λέγεται, οἷον τὸ λευκὸν πολὺ λέγεται ἢ μέγα, οὐ καθὸ λευκόν, ἀλλὰ κατὰ τὴν ἐπιφάνειαν, καὶ ὁ ἄνθρωπος μακρὸς κατὰ τὸ μῆκος, καὶ ἡ κίνησις δὲ πολλὴ ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τόπον· ἐὰν γὰρ ἀποδιδῷ τις τὸ ποσὸν αὐτῆς, ἢ ἐνιαυσιαίαν λέγων κατὰ τὸν χρόνον ἀποδώσει ἢ σταδιαίαν κατὰ τὸν τόπον. δοκεῖ οὖν κατὰ ταῦτα καὶ ἡ κίνησις μετέχειν τοῦ ποσοῦ, ἀλλ' οὐκ εἶναι ποσόν.

   Καὶ ἔοικεν πολλή τις ἀμφιβολία γεγονέναι περὶ τὴν κίνησιν, εἴπερ οἱ μὲν ὑπὸ τὸ πρός τι αὐτὴν ἀνάγεσθαί φασιν, οἱ δὲ ὑπὸ πλείονας κατηγορίας [140] ἐν αἷς θεωρεῖται (καὶ γὰρ ἐν ποσῷ κίνησις, ὡς αὔξησις καὶ μείωσις, καὶ ἐν ποιῷ, ὡς ἀλλοίωσις, καὶ κατὰ τόπον ἄλλη, καὶ δὴ καὶ κατ' οὐσίαν)· ἄλλοι δέ τινες τὸ δυνάμει καὶ ἐνεργείᾳ κοινῶς ἐπὶ πάντων τῶν γενῶν θεωροῦντες τὴν κίνησιν ἐντελέχειαν οὖσαν τοῦ κινητοῦ, ᾗ κινητόν, κατὰ τὴν Ἀριστοτέλους ἀπόδοσιν, κοινὴν εἶναι τῶν δέκα γενῶν φασιν· οἱ δὲ ἐν τῷ ποιεῖν καὶ πάσχειν αὐτὴν κατατάττουσιν· Πλωτῖνος δὲ αὐτὴν καθ' αὑτὴν πρὸ τοῦ ποιεῖν καὶ πάσχειν ὡς γένος ἴδιον τὴν κίνησιν ἀφωρίσατο· ὁ μέντοι Ἰάμβλιχος ποσὸν αὐτὴν εἶναι βούλεται· "εἰ γὰρ τὸ εἶναι αὐτῇ κινήσει ἐκ διαστημάτων ὑφέστηκεν καὶ ἐν διαστήματι, φησίν, αὐτὴ καθ' αὑτὴν ἔχει τὴν διέξοδον, ποσὴ ἂν εἴη δι' ἑαυτήν, ἐπεὶ καὶ ὁ λόγος ποσὸς θεωρεῖται, ὅτι ἐκ διαστημάτων ποσῶν τοσόσδε ὑφέστηκεν καὶ καταμετρεῖται τῷ τοσῷδε μήκει καὶ ἔστιν μετρητός". καὶ θαυμαστὸν οὐδὲν κατὰ μὲν τὸ διάστημα ποσὸν εἶναι τὴν κίνησιν, κατὰ δὲ τὴν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴν ἐν πάσαις θεωρεῖσθαι ταῖς κατηγορίαις καὶ κατ' ἄλλην καὶ ἄλλην ἑαυτῆς φύσιν ἄλλως καὶ ἄλλως θεωρεῖσθαι. μήποτε δὲ καὶ τὸ λευκὸν οὐ κατὰ τὴν ἐπιφάνειαν διέστηκεν ἁπλῶς, ἀλλ' ἔχει ἰδίαν διάστασιν τὸ ἐν γενέσει λευκὸν τὴν συνεκτεινομένην τῇ ἐπιφανείᾳ ἄλλῃ οὔσῃ παρὰ τὸ λευκόν, ὥσπερ καὶ ἡ κίνησις ἐλέγετο διάστασιν ἔχειν ἰδίαν ἄλλην παρὰ τὸν χρόνον καὶ τὸν τόπον· καὶ γὰρ αἱ ποιότητες προϊοῦσαι εἰς τὴν γένεσιν οὐ φυλάττουσιν τὴν εἰδητικὴν ἀμέρειαν, ἀλλ' εἰς τὴν γενητὴν διάστασιν ὑποβαίνουσιν καὶ καθ' ἑαυτάς.

   Ἀποροῦσι δὲ καὶ πρὸς τὰ ἐνταῦθα λεγόμενα οἱ αὐτοὶ ἄνδρες οὐδὲν ἔχειν θέσιν λέγοντες· εἰ γὰρ θέσιν ἔχειν ἐκεῖνα λέγεται, ὧν τὰ μόρια ὑπομένει, πάντων δὲ ῥεόντων οὐδὲν ὑπομένοι, οὐδὲ θέσιν ἄν τι κυρίως ἔχοι. ἢ κἂν ἡ ὕλη ῥέῃ συνεχῶς καὶ τοῦτο δοίη τις καὶ τὰ σώματα ἐπ' ἄπειρον ἔχει προσθήκας καὶ ἀφαιρέσεις, ἀλλ' ὅμως ἔστιν τι καὶ τὸ μένον ἐναργῶς, εἴτε τὸ δεύτερον ὑποκείμενον, ὥς τινες λέγουσιν, εἴτε τὸ ἰδίως ποιόν, ὡς ἄλλοι, εἴτε ἡ κατὰ τὸ εἶδος οὐσία ἢ ἡ ἄτομος καὶ σύνθετος οὐσία ἢ καὶ ἄλλο τι τοιοῦτον, ὃ καὶ ἐν ταῖς μεταβολαῖς ὑπομένει καὶ ἀπ' ἀρχῆς ἄχρι τέλους γνωρίζεται· περὶ γὰρ τῶν ἐναργῶν ὁ λόγος, ἀλλ' οὐχὶ περὶ τῶν ἀφανῶν καὶ ἀμφισβητουμένων. δεύτερον δέ, ᾧ λόγῳ, φασίν, τὸ λευκὸν κατὰ συμβεβηκὸς εἶναι ποσὸν [ὡς] ὁ Ἀριστοτέλης λέγει, τῷ τὴν ἐπιφάνειαν ποσὸν εἶναι, τούτῳ τῷ λόγῳ καὶ ἡ ἐπιφάνεια κατὰ συμβεβηκὸς ἔσται ποσὸν τῷ πλήθους μετέχειν. ἀλλ' ὑπομνηστέον τῶν ἔμπροσθεν [141] εἰρημένων ἐν οἷς ἐλέγομεν ἄλλο μὲν εἶδος εἶναι τοῦ ποσοῦ τὸ κατὰ τὸ πλῆθος, ἄλλο δὲ τὸ κατὰ τὸ μέγεθος ἴδιον ποσὸν καὶ ἀντιθέτως ἔχον πρὸς τὸ κατὰ τὸ πλῆθος ποσόν. ἔτι δέ, εἰ τοῖς προηγουμένοις ποσοῖς ἑπτὰ τὸν ἀριθμὸν οὖσιν συνακολουθεῖ τινα ἀόριστα κατηγορήματα, οἷον τῷ μὲν πλήθει τὸ πολὺ καὶ ὀλίγον, τῷ δὲ μεγέθει τὸ μέγα καὶ μικρόν, καὶ ταῦτα κατηγορεῖν εἰώθαμεν οἰκείως μὲν τῶν καθ' αὑτὰ ποσῶν, κατὰ συμβεβηκὸς δὲ τῶν ἄλλων διὰ τὰ προηγούμενα, οἷον διὰ τὴν ἐπιφάνειαν, διὰ τὸν χρόνον, δῆλον ὅτι προηγουμένως ποσὰ δείκνυται ἡ ἐπιφάνεια καὶ ὁ χρόνος, εἴπερ διὰ ταῦτα καὶ τοῖς ἄλλοις συνυπάρχει τὰ παρακολουθοῦντα τῷ ποσῷ.

p. 5b11 Ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον ἕως τοῦ οὐκ ἔστιν ἄρα τὸ μέγα τῷ μικρῷ ἐναντίον οὐδὲ τὸ πολὺ τῷ ὀλίγῳ.

   Ὥσπερ ἐπὶ τῆς οὐσίας μετὰ τὴν διαίρεσιν τῶν εἰδῶν αὐτῆς καὶ τῶν διαφορῶν ἐπὶ τὰ ἴδια αὐτῆς καὶ τὰ παρακολουθοῦντα μεταβέβηκεν, οὕτως καὶ ἐπὶ τοῦ ποσοῦ ποιεῖ. καὶ πρῶτον τίνα τὰ κοινῇ ὑπάρχοντα τῷ ποσῷ πρὸς ἄλλας κατηγορίας παραδίδωσιν, εἶθ' οὕτως τὰ ἴδια αὐτοῦ θεωρεῖ. λέγει δὴ οὖν, ὅτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον. καὶ κάλλιον ἴσως πρὸ τῆς τῶν Ἀριστοτέλους ἐξεργασίας ἕκαστον τῶν εἰδῶν τοῦ ποσοῦ προχειρισάμενον ἰδεῖν, ὅπως οὐκ ἔχει ἐναντίον καὶ ὅπως τὰ δοκοῦντα εἶναι ἐν ἑκάστῳ εἴδει τοῦ ποσοῦ ἐναντία οὐ καθὸ ποσὸν ὑπάρχει αὐτῷ, ἀλλὰ κατ' ἄλλην κατηγορίαν, ὑφ' ἣν ὑπάγεται. αὐτίκα ἡ γραμμή, καθ' ὅσον μέν ἐστιν γραμμή, οὐδεμίαν ἔχει ἐναντίωσιν· καθ' ὅσον δὲ ποιὰ γραμμή, κατὰ τοσοῦτον τὸ εὐθὺ καὶ τὸ κυρτὸν ἔχει περὶ τὴν γραμμὴν θεωρούμενα. πάλιν ἡ ἐπιφάνεια, καθὸ μὲν διχῇ διέστηκεν, οὐδὲν ἔχει ἐναντίον· τραχύτης δὲ καὶ λειότης περὶ αὐτὴν οὐχ ᾗ ἐπιφάνεια, ἀλλ' ᾗ τοιάδε ἐπιφάνεια θεωρεῖται κατὰ τὸ ποιὸν αὐτῆς, ὡς λευκὴ καὶ μέλαινα οὐ καθὸ ἐπιφάνεια, ἀλλὰ καθὸ ποιὰ ἐπιφάνεια. καὶ τὸ σῶμα δὲ καθὸ σῶμα, τουτέστιν καθὸ τρεῖς ἔχει διαστάσεις, οὐδὲν ἔχει ἐναντίον· τὸ γὰρ ἀσώματον οὐκ ἔστιν τῷ σώματι ἐναντίον, ὡς μὲν ὁ Ἰάμβλιχός φησιν, διότι τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ταῦτα δὲ οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος. μήποτε δὲ γένος μὲν αὐτῶν οὐδὲν κωλύει τὸ αὐτὸ εἶναι τὴν οὐσίαν· τῆς γὰρ οὐσίας τὸ μὲν σῶμά φαμεν, τὸ δὲ ἀσώματον· ἀλλὰ τὸ ἀσώματον, εἰ μὲν ἀπόφασιν καὶ στέρησιν [142] σημαίνοι, οὐκ ἂν εἴη ἐναντίον τῷ σώματι· τὰ γὰρ ἐναντία ἐν καταφάσει· εἰ δὲ κατάφασιν καὶ αὐτὸ δηλοῖ, ἢ κρεῖττον τοῦ σώματός ἐστιν καὶ αἴτιον τοῦ σώματος ἢ χεῖρον καὶ ἐν τῷ σώματι τὸ εἶναι ἔχον· ἑκατέρως δὲ οὐκ ἂν εἴη ἐναντία, τὰ γὰρ ἐναντία ἰσοσθενῆ βούλεται εἶναι καὶ ὁμοίως τῷ οἰκείῳ γένει προσεχῆ. ἀλλ' οὐδὲ τῷ χρόνῳ ἐστίν τι ἐναντίον, καθ' ὅσον ἀφορίζει τῷ οἰκείῳ μέτρῳ τὴν κίνησιν. εἰ δέ τις τὴν ἡμέραν τῇ νυκτὶ νομίζει ἐναντίον, οὐ καθὸ χρόνος ποιεῖται τὴν ἐναντίωσιν (ὁ γὰρ αὐτός ἐστιν, εἴπερ ὅταν ἀλλαχοῦ ἡμέρα, ἀλλαχοῦ νύξ ἐστιν), ἀλλὰ καθὸ πῇ μὲν πεφώτισται, πῇ δὲ ἐσκίασται ὁ ἀήρ· καθὸ δὲ τοιοῦτος, οὐ ποσός ἐστιν, ἀλλὰ ποιός. καὶ τῷ ἀριθμῷ δὲ οὐδέν ἐστιν ἐναντίον· ἀφώρισται γὰρ καὶ οὐδὲν ἔχει ἐναντίον οἷον τὰ δύο ἢ τρία. πᾶν γὰρ τὸ ὡρισμένον ἕν τί ἐστιν καὶ κατὰ τοῦτο οὐκ ἐπιδέχεται οὐδεμίαν ὑπεροχὴν καὶ ἔλλειψιν, ὥσπερ τὸ ἴσον· τὸ δέ γε ἄνισον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, διόπερ ἐστὶν ἀόριστον. ἀλλὰ τί ἂν λέγοιμεν, εἴ τις τὸ περιττὸν καὶ ἄρτιον ἐναντία λέγοι, τοῦ ἀριθμοῦ δύο εἴδη ταῦτα τιθέμενος, καὶ αὐτοῦ δὲ τοῦ ποσοῦ τὸ μὲν συνεχὲς εἶναι φάσκων, τὸ δὲ διωρισμένον, καὶ ταῦτα ὡς ἐναντία τιθέμενος; ἢ καὶ ἐπὶ τῆς οὐσίας ἡ εἰς τὰ ἀντικείμενα διαίρεσις· τοῦ γὰρ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον ἦν καὶ τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον· καὶ ὅμως συνεχωροῦμεν τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον. ἄλλο γάρ ἐστιν τὸ περὶ τὴν οὐσίαν καὶ περὶ τὸ ποσὸν θεωρεῖν ἐναντίωσιν, κατὰ τὰς περὶ αὐτὰ ποιότητας συμβαῖνον, καὶ ἄλλο τὸ αὐτῇ τῇ οὐσίᾳ ἢ τῇ ποσῷ μὴ εἶναι ἐναντίον. καὶ ὁ λόγος δέ, καθὸ ποσός ἐστιν, οὐκ ἔχει ἐναντίον· τὸ γὰρ ἀληθὲς καὶ ψεῦδος ὑπάρχει τῷ λόγῳ, καθὸ σημαντικός ἐστιν, ἀλλ' οὐ καθ' ὅσον ἐν διαστάσει προφέρεται καὶ καταμετρεῖται συλλαβῇ βραχείᾳ καὶ μακρᾷ. λοιπὸς δὲ τῶν ποσῶν ὁ τόπος ἐστίν, καὶ ἀμφισβητεῖται οὗτος μήποτε κατὰ τὸ ἄνω καὶ τὸ κάτω τὴν ἐναντίωσιν ἐπιδέχεται, ἅπερ ἢ εἴδη ἢ μέρη τοῦ τόπου δοκεῖ. ἀλλ' οἱ μὲν οὐδὲ εἶναι φύσει τὸ ἄνω καὶ τὸ κάτω νομίζουσιν, ἀλλὰ κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν θεωρεῖσθαι, ὅσοι τὸ ὑπὲρ κεφαλῆς ἡμῶν ἄνω λέγουσιν, τὸ δὲ ὑπὸ τοὺς πόδας κάτω, καὶ τὸ αὐτὸ ἄνω καὶ κάτω τίθενται κατὰ τὰς διαφόρους σχέσεις, καὶ δῆλον ὅτι οὐκ ἂν εἴη οὕτως ἐναντία· οὐ γὰρ ὑπάρχει τῷ αὐτῷ κατὰ ταὐτὸν τὰ ἐναντία. οἱ δὲ τὸ ἄνω καὶ τὸ κάτω οὐ κατὰ σχέσιν, ἀλλὰ κατὰ τὴν τοῦ παντὸς διάστασιν λαμβάνουσιν, τήν τε ἀπὸ τοῦ μέσου πρὸς τὰ πέρατα καὶ τὴν ἀπὸ τῶν περάτων πρὸς τὸ μέσον· φύσει γὰρ διάφορα ταῦτα. ἀλλὰ καὶ πρὸς τούτους ῥητέον ὡς τὸ ἄνω καὶ κάτω οὐ τόπον σημαίνει, ἀλλὰ τὴν ποῦ κατηγορίαν, ὥσπερ τὸ χθὲς καὶ σήμερον οὐ χρόνον, ἀλλὰ τὸ ποτέ, τουτέστιν τὸ κατὰ χρόνον. [143] ταῦτα γὰρ καὶ τῷ Ἀνδρονίκῳ δοκεῖ. μήποτε δὲ καὶ τὸ ἄνω καὶ τὸ κάτω τόπου διαφοραί εἰσιν καὶ τὸ χθὲς καὶ τὸ σήμερον χρόνου, οὐ μέντοι καθὸ ποσὸν ὁ τόπος καὶ ὁ χρόνος ἔχει τοῦτο, ἀλλ' ὁ μὲν κατὰ τὴν θέσιν καὶ τὸ τοπικὸν ἰδίωμα, ὅπερ ἐν τῇ τοῦ ποῦ κατηγορίᾳ παραδέδοται, ὁ δὲ κατὰ τὰ ὑπὸ τῆς κινήσεως μέτρα. καὶ γὰρ ὁ τόπος καὶ ὁ χρόνος ἐν μὲν τῷ ποσῷ κατὰ τὴν διάστασιν μόνην παραδίδονται, κατὰ μέντοι τὸν ἴδιον χαρακτῆρα ὁ μὲν τόπος ἐν τῇ ποῦ κατηγορίᾳ, ὁ δὲ χρόνος ἐν τῇ ποτέ, ὥστε καθὸ ποσὸν ὁ τόπος, οὐκ ἔχει τὸ ἄνω καὶ τὸ κάτω, ἀλλὰ καθὸ τοιόνδε ποσόν.

   Ὁ μέντοι Ἀριστοτέλης εἰ μή τις, φησίν, τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον ἢ τὸ μέγα τῷ μικρῷ· δοκεῖ γὰρ ταῦτα ποσὰ ὄντα ἐναντία εἶναι. ἀλλὰ δείκνυσιν πρῶτον μέν, ὅτι οὐκ ἔστιν ποσά, ἀλλὰ πρός τι, ἔπειτα ὅτι, κἂν ποσὰ ᾖ κἂν μὴ ποσά, οὐκ ἔστιν ἐναντία. καὶ ὅτι μὲν οὐκ ἔστιν ποσά, ἀλλὰ πρός τι τὸ μέγα καὶ τὸ μικρόν, δείκνυσιν οὕτως· 'εἰ τὰ μικρὰ μεγάλα λέγεται καὶ τὰ μεγάλα μικρὰ πρὸς τὰ ὁμογενῆ παραβαλλόμενα, οὐδὲν ἔσται καθ' αὑτὸ μέγα ἢ μικρόν, ἀλλὰ πρὸς ἕτερα ἕξει τὴν ἀναφορὰν καὶ πρός τι ἔσται· ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα λῆγον'. ἐν δὴ τούτῳ τῷ συλλογισμῷ τὸ μὲν συνημμένον ὡς σαφὲς παρῆκεν· εἰ γὰρ τὰ μεγάλα μικρὰ λέγεται καὶ τὰ μικρὰ μεγάλα, δῆλον ὅτι οὐδὲν ἔσται καθ' αὑτὸ τοιοῦτο· τὴν δὲ πρόσληψιν ἀποδείκνυσιν ἐκ τοῦ καὶ ὄρος μικρὸν λέγεσθαι καὶ κέγχρον μεγάλην πρὸς τὰ ὁμογενῆ παραβαλλόμενα. εἶτα τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πολλοῦ καὶ ὀλίγου δείκνυσιν, πολλοὺς μὲν ἐν τῇ κώμῃ λέγων ἢ ἐν τῷ οἴκῳ ὡς πρὸς κώμην καὶ οἶκον, ὀλίγους δὲ ἐν τῷ ἄστει καὶ τῷ θεάτρῳ ὡς πρὸς αὐτά. δεύτερον δὲ ἐπιχείρημα ἀπὸ τῆς ἐνεργείας ἐπάγει τῆς σημαντικῆς· οὐ γὰρ ὅμοιόν τι σημαίνει τὸ τρίπηχυ καὶ τὸ μέγα, ἀλλὰ τὸ μὲν τρίπηχυ ποσόν, τὸ δὲ μέγα πρός τι. καὶ οἰκείως ἀπὸ τῶν σημασιῶν ποιεῖται τὴν ἀπόδειξιν, ἐπειδὴ κατ' αὐτὰς αἱ κατηγορίαι διεστήκασιν. καὶ ἔστιν καὶ οὗτος ὁ συλλογισμὸς τοιοῦτος· 'πᾶν ὃ δηλοῖ ποσόν, ἐκεῖνό ἐστι ποσόν· τὸ δὲ πολὺ καὶ ὀλίγον ἢ τὸ μέγα καὶ μικρὸν οὐ δηλοῖ ποσόν· οὐκ ἄρα ἐστὶν ποσά'. εἶτα κατασκευάζει ἐκ περιουσίας, ὅτι, κἄν τε ποσὰ ᾖ κἄν τε μή, οὐκ ἔστιν ἐναντία. δείκνυσιν δὲ αὐτὸ οὕτως· 'τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον οὐκ ἔστι καθ' αὑτά, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται· τὰ δὲ τοιαῦτα οὐκ ἔστιν ἐναντία· τὰ γὰρ ἐναντία καθ' ἑαυτά ἐστιν καὶ ἐπὶ τῆς οἰκείας φύσεως ὑφέστηκεν'. εἶτα τὸ αὐτὸ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐπιδείκνυσιν· 'εἰ γὰρ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι· ἀλλὰ μὴν τοῦτο ἀδύνατον'. τὸ δὲ συνημμένον πρόδηλον ἐκ τοῦ τὸ αὐτὸ μέγα καὶ μικρὸν εἶναι. εἶτα καὶ ἄλλο ἐπάγει συμπέρασμα τοῖς αὐτοῖς λήμμασιν [144] ἔτι ἀτοπώτερον τὸ αὐτὸ ἑαυτῷ ἐναντίον εἶναι· καὶ τοῦτο γὰρ δῆλον, εἴπερ τὸ αὐτὸ μέγα καὶ μικρόν ἐστιν. ἀδύνατον δὲ αὐτὸ ἑαυτῷ ἐναντίον εἶναι, διότι τὰ μὲν ἐναντία ἀναιρετικὰ ἀλλήλων ἐστίν, οὐδὲν δὲ ἑαυτοῦ ἀναιρετικόν ἐστιν κατὰ φύσιν. καὶ δῆλον ὅτι τὰ μὲν πρός τι οὐδὲν κωλύεται ἅμα ἔχειν τὰ ἀντικείμενα, διότι πρὸς ἄλλο καὶ ἄλλο ἀναφέρεται, τὰ δὲ ἐναντία συνυπάρχειν ἀδύνατον· μάχεται γὰρ ἀλλήλοις.

   "Μήποτε δέ, φησὶν Ἰάμβλιχος τῷ Ἀνδρονίκῳ κατα‹κολουθῶν›, τὸ μέγα καὶ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον οὐ μόνον πρός τί ἐστιν, ἀλλὰ καὶ ποσὸν ἀόριστον. ὅταν γὰρ λέγωμεν μέγα, ποσὸν ἀόριστον δηλοῦμεν· οὐ γὰρ δηλοῦται πόσῳ ἢ τίνι μεγέθει μέγα ἐστὶν ἢ πόσῳ πλήθει πολύ· ὅταν δὲ μεῖζον καὶ μικρότερον λέγωμεν, κατὰ τὴν πρὸς ἄλληλα σχέσιν θεωρεῖται. ὁ δέ γε Ἀριστοτέλης κατὰ τὸ πρός τι μόνον τὸ μέγα καὶ μικρὸν ἐθεώρησεν, ὥσπερ ὁ Πλωτῖνος κατὰ τὸ ἁπλῶς μόνον· τὸ γὰρ πρός τι μέγα ἀντὶ τοῦ μεῖζον λέγεσθαί φησιν."

   Εἰπόντος δὲ τοῦ Ἀριστοτέλους, ὅτι ὃ μὴ ἔστι καθ' αὑτὸ λαβεῖν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, τοῦτο οὐκ ἔχει ἐναντίον, ἐνίστανταί τινες πολλὰ καὶ ἐν τοῖς πρός τι ἐναντία λέγοντες εἶναι, οἷον τὴν ἐπιστήμην τῇ ἀγνοίᾳ καὶ τὴν ἀρετὴν τῇ κακίᾳ. "μήποτε οὖν, φησὶν Ἰάμβλιχος, ἐλλιπῶς εἴρηται, τὸ δὲ πλῆρές ἐστιν τοιοῦτον· ὃ μὴ ἔστιν καθ' αὑτό, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, οὐδενὶ τούτων τῶν πρὸς ἃ ἀναφέρεταί ἐστιν ἐναντίον· ἡ γὰρ μεγάλη κέγχρος πρὸς τὴν μικρὰν κέγχρον ἀναφέρεται καὶ οὐκ ἔστιν τὸ μέγα τῷ μικρῷ ἐναντίον". μήποτε δὲ ἄμεινον λέγειν ὅτι οὐ πᾶσαν ἀντίθεσιν ἀνεῖλεν ἀπὸ τοῦ ποσοῦ ὁ Ἀριστοτέλης· οὐ γὰρ καὶ τὴν κατὰ τὸ πρός τι, ἀλλὰ μόνην τὴν κατὰ τὸ ἐναντίον, ὥστε κἂν εἴη τις ἐν τῷ ποσῷ κατὰ τὸ πρός τι ἀντίθεσις, οὐ σαλεύεται διὰ τοῦτο ὁ Ἀριστοτέλους λόγος λέγων τῷ ποσῷ οὐδὲν εἶναι ἐναντίον.

   Εἰδέναι δὲ χρή, ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστιν ὡρισμένον, τὸ δὲ ἀόριστον· καὶ ὡρισμένον μὲν τὸ περιγεγραμμένον ἤδη καὶ κατὰ μέτρον ὡρισμένον νοούμενον, οἷον δύο ἢ τρία ἢ πηχυαῖον· ἀόριστον δὲ τὸ ἄνευ περιγραφῆς καὶ ἄδηλον κατὰ τίνα ὑπεροχὴν ὑπερέχει ἢ κατὰ τίνα ἔλλειψιν ἐλλείπει· τοιαῦτα δὲ τὰ πολλὰ ἢ ὀλίγα καὶ τὸ μέγα καὶ μικρόν. καὶ αὐτὸ δὲ τὸ ἀόριστον ποσὸν διχῶς λέγεται, τὸ μὲν ἁπλῶς, τὸ δὲ πρός τι. τὸ μὲν γὰρ μὴ ἀναφερόμενον ἐφ' ἕτερον ὁμογενές, κατὰ δὲ τὴν οἰκείαν διαφορὰν νοούμενον τὴν πρὸς τὰ ἀνομοιογενῆ ἁπλῶς λέγεται, οἷον ὅταν τὸ μικρὸν ὄρος [145] μὴ πρὸς τὰ ὁμογενῆ ἀναφέροντες, πρὸς δὲ τὴν μεγάλην οἰκίαν ὡς πρὸς ὁμογενῆ τιθεμένην μέγα λέγωμεν, τότε ἁπλῶς λέγομεν αὐτὸ μέγα· τῷ γὰρ καθ' αὑτὸ μεγέθους μετέχειν μεῖζον τῆς οἰκίας λέγεται. τὰ δὲ πρὸς τὰ ὁμογενῆ συγκρινόμενα καὶ ὡς κατὰ σύγκρισιν τὸ μέγα καὶ μικρὸν ἔχοντα οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν πρός τι σχέσιν θεωρεῖται. καὶ ἐπὶ τῶν πολλῶν δὲ ὁ αὐτὸς λόγος ἁρμόζει· ἄλλο μὲν γάρ ἐστιν τὸ καθ' αὑτὸ θεωρούμενον πλῆθος, ἄλλο δὲ τὸ κατὰ τὴν πρὸς ἕτερον σχέσιν θεωρούμενον, ὅθεν καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται τὰ τοιαῦτα καὶ τὰ ἐναντία ἅμα ὑπάρχει αὐτοῖς.

   Βούλεται δὲ ὁ θεῖος Ἰάμβλιχος τὰ μὲν καθ' αὑτὰ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἐν τοῖς καθ' αὑτὰ καὶ ἀύλοις εἴδεσιν θεωρεῖσθαι, τὰ μὲν κατὰ τὴν ὑπεροχὴν τῆς δυνάμεως. τὰ δὲ κατὰ τὸ πλῆθος τῶν καθαρῶν λόγων, τὰ δὲ πρός τι, ἅπερ καὶ κατὰ σύγκρισιν λέγεται, ἐν τοῖς ἐνύλοις ὁρᾶν, ἐν οἷς καὶ τὸ μᾶλλον καὶ ἧττον καὶ τἀναντία ἅμα κατὰ τὴν πρὸς ἕτερον καὶ ἕτερον ἀναφοράν. "προσιόντος γὰρ τοῦ εἴδους τῇ ὕλῃ σύμμικτός τις ἀπ' ἀμφοῖν γίνεται δύναμις· καθ' ὅσον μὲν γὰρ μεταλαμβάνει τοῦ εἴδους, ὁμοιοῦται πρὸς αὐτὸ καὶ γίνεται πολὺ καὶ μέγα τὸ ἔνυλον, κατὰ δὲ τὴν οἰκείαν ἀπειρίαν τοῦ μᾶλλον καὶ ἧττον καὶ τῆς πρός τι σχέσεως καὶ τῆς ἐπὶ τὰ ἐναντία μεταβολῆς μεταλαμβάνει. τούτου δὴ οὖν, φησίν, οὕτως ἔχοντος οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ ἁπλῶς ταῦτα πάντα ἡγούμενοι λέγεσθαι, ὥσπερ ὁ Πλωτῖνος· καὶ γὰρ ἡ συνήθεια ἐπὶ τῶν πρός τι πολλάκις αὐτοῖς χρῆται, καὶ οἱ κέγχρον μεγάλην λέγοντες κατὰ τὴν πρὸς τὸ ὁμογενὲς σύγκρισιν ὡς τὸ μεῖζον δηλοῦσαν κατὰ τὸ πρός τι λέγουσιν. 'ἀλλὰ τὸ μέγεθος, φησὶν ὁ Πλωτῖνος, οὐκ ἔστιν τῶν πρός τι, ἀλλὰ τὸ μεῖζον, ὥσπερ καὶ τὸ διπλάσιον'. ἢ οὐχ οὕτως ἔχει· διατείνει γὰρ ἡ τοῦ μεγέθους ἔννοια ἐπί τε τὰ καθ' αὑτὰ μεγέθη καὶ τὰ πρὸς ἄλληλα· οὐδὲ γὰρ ἂν μεῖζον ἐλέγετο μὴ μετέχον τοῦ μεγέθους καὶ παραδηλοῦν τὴν κατὰ τὸ μέγεθος ὑπεροχήν 'ἀλλὰ τὰ πολλά, φασίν, οὐδὲν ἄλλο ἐστὶν ἢ πολὺ πλῆθος ἐν ἀριθμῷ θεωρούμενον, ὥστε οὐκ ἂν εἴη πρός τι'. ἢ ῥᾴδιον ἄλλο εἶδος ἀριθμοῦ ἀντιθεῖναι, ὃ καὶ πρός τι ποσὸν λέγεται, ἐν ᾧ αἱ δέκα σχέσεις τῶν λόγων περιέχονται· ἐν τούτῳ γάρ ἐστιν καὶ τὸ πλεῖον καὶ τὸ ἔλαττον. εἰ δὲ καὶ ἀριθμοῦ ἐπέκτασίν τις ἁπλῶς λέγοι τὸ πλῆθος, τὸ δὲ ὀλίγον ἀριθμοῦ συστολήν, οὐδὲν ἧττόν ἐστιν καὶ ἐν ταῖς προόδοις τῶν διαφόρων ἀριθμῶν ἐναρμόνιός τις πρὸς ἀλλήλους διαφορά, καθ' ἣν ὑπερέχουσίν τε καὶ ὑπερέχονται καὶ πλείονές εἰσιν καὶ ἐλάττονες. καὶ ἐπὶ τοῦ συνεχοῦς δὲ τοῦ σημείου ἢ πόρρω ἢ ἐγγὺς προϊόντος πολλαὶ γίνονται διαφορότητες [146] τῆς σχέσεως καὶ τῆς ὑπεροχῆς καὶ ἐλλείψεως, ἢ ταχὺ ἱσταμένου ἐν τῇ προόδῳ ἢ βραδέως καὶ ἢ ἐν λόγῳ τὴν ὑπεροχὴν πρὸς τὴν ἔλλειψιν ἀφορίζοντος ἢ ἀλόγως· ὡς γὰρ τὸ ἓν ἐπὶ πολλὰ ἢ ἐπ' ὀλίγα προϊὸν ποιεῖ τὰς τῶν ἀριθμῶν παραλλαγάς, οὕτως καὶ τὸ σημεῖον τὰς διαφόρους σχέσεις τῶν μεγεθῶν ἀπεργάζεται. 'ἀλλὰ τίς ὅρος τῆς προόδου κατά τε τὸ πολὺ καὶ ὀλίγον καὶ τὸ μέγα καὶ τὸ μικρόν; οὐ γὰρ δὴ ἐπ' ἄπειρον πρόεισιν, ἀλλ' ἔχει καὶ ἐν τῷ προϊέναι τι μέτρον'. ἢ δῆλον ὅτι ἕκαστον εἶδος συνυπάγει μετὰ τῆς οἰκείας ἰδιότητος καὶ ποσοῦ τι μέτρον σύμμετρον τῇ ἰδιότητι· οὐ γὰρ σχῆμα μόνον ἐπιφέρει μεθ' ἑαυτοῦ τὸ εἶδος, ἀλλὰ καὶ μέγεθος, ὃ μετὰ διαστάσεως εἰς τὴν ὕλην παραγίνεται. πλάτος δὲ ἔχει καὶ τοῦτο ἐνθάδε διὰ τὸ ἀόριστόν πως τῆς ἐνύλου φύσεως, ἐὰν δὲ πολὺ τὸν ὅρον παραλλάξῃ ἢ πρὸς τὸ μεῖζον ἢ πρὸς τὸ ἔλαττον, τέρας νομίζεται (ὡς ἡ ἐφ' ἡμῶν ὀφθεῖσα Κίλισσα γυνὴ τεσσάρων πηχῶν ἔχουσα τὸ μῆκος καὶ οἱ νᾶνοι πολλαχοῦ γεγονότες). ἀόριστον οὖν τι καθ' ἕκαστον γένος καὶ εἶδος ἐν τοῖς ἐνύλοις παρεισέρχεται κατά τε ὑπεροχὴν καὶ κατὰ ἔλλειψιν, λόγοι μέντοι οἱ αὐτοὶ διήκουσι πάντων, οἳ μεταληφθέντες ποιοῦσι τοιαῦτα εἶναι τὰ μετέχοντα, οἷοίπερ εἰσὶν αὐτοί, ὥσπερ μεγέθους, καλοῦ καὶ τῶν ἄλλων. καὶ τὰ μὲν ἀπολύτως αὐτῶν μετέχοντα ἔσται ἁπλῶς εἰδοποιούμενα, τὰ δὲ ἐν σχέσει τῶν πρός τι, ὥσπερ εἰ λέγοι τις θερμὸν μὲν ἁπλῶς, θερμότερον δὲ τῶν πρός τι, καὶ τὰ μὲν ὡς καθ' αὑτά, τὰ δὲ ἐν ἑτέροις, καὶ τὰ μὲν ὡς ἄυλα, τὰ δὲ ὡς ἔνυλα".

   Θεωρητικώτερον δὲ τοῖς εἰρημένοις περὶ τοῦ ποσοῦ ἐπιβάλλων ὁ θεῖος Ἰάμβλιχος "παντός, φησίν, ποσοῦ κοινὴ ἔννοια τοιάδε ἐστίν· ποσὸν ὑπάρχει τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα μέρη· τοῦτο γὰρ ἐπὶ πλήθους καὶ μεγέθους ὡσαύτως διατείνει. τούτου δὲ τὸ μὲν ἀριθμητόν ἐστιν, τὸ δὲ μετρητόν, καὶ ἑκάτερον λέγεται καὶ ἀορίστως πως καὶ ὡρισμένως, οἷον τὸ μῆκος ὡρισμένως, ὅτι μετὰ περάτων, ἀορίστως δέ, ὅτι ἄδηλον μέχρι πόσου τὰ πέρατα ἀφορίζονται. εἰ δὲ πάντα τὰ κατὰ τὴν κοινωνίαν τοῦ αὐτοῦ γένους [ἤτοι τοῦ ποσοῦ] ἀφώρισται, οὐδὲν διαφέρει, εἰ τὸ μὲν ἐφ' ἕν, τὸ δὲ ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία διέστηκεν· οὐ γὰρ διὰ τοῦτο ἀπογνωστέον τὴν μετουσίαν τοῦ κοινοῦ γένους, οὐδὲ ἐπὶ τῶν ἀριθμῶν, ὅτι ἡ δυὰς τῆς τριάδος προηγεῖται καὶ αὕτη τῆς τετράδος καὶ ἐφεξῆς· οὐ γὰρ ἡ δυὰς τὴν τριάδα ποιεῖ ὡς προτέρα οὖσα τὴν δευτέραν, ἀλλὰ κατ' ἄλλο μὲν τὸ πρότερον αὐτοῖς καὶ ὕστερον διηρίθμηνται, κατ' ἄλλο δὲ ἡ κοινωνία αὐτοῖς τοῦ γένους ἐνυπάρχει, [147] καθ' ἣν οὐδὲν μᾶλλον οὐδὲ ἧττον τὰ ἕτερα ἐν αὐτῷ περιέχεται". ἐν δὲ τούτοις τὰ μὲν ἄλλα μοι φανερὰ δοκεῖ καλῶς εἰρημένα, πῶς δὲ ποσὸν εἶναί φησιν τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα μέρη, οὐ πάνυ τι παρακολουθῶ. τοῦτο γὰρ ὅλου μᾶλλον ἀλλ' οὐχὶ ποσοῦ παραστατικόν μοι δοκεῖ· ἄλλη δὲ ὅλου καὶ ἄλλη ποσοῦ ἔννοια· τὸ μὲν γὰρ ὅλον καὶ τὸ μέρη ἔχειν καὶ τῇ οὐσίᾳ ὑπάρχει[ν] καὶ οὐ καθὸ ποσόν, ἀλλὰ καθὸ εἶδος ἢ ἄτομον. διὸ καὶ Ἀριστοτέλης "μὴ ταραττέτω, φησίν, ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις". εἰ οὖν μέρη ἔχει ἡ οὐσία, ἡ μὲν κατὰ τὸ εἶδος τὰ συμπληρωτικὰ τοῦ εἴδους, οἷον τὸ ζῷον τὸ λογικόν, τὸ θνητόν, ἡ δὲ κατὰ τὸ ἄτομον τὰ συμπληρωτικὰ τοῦ ἀτόμου, οἷον κεφαλήν, χεῖρας, πόδας, δῆλον ὅτι καὶ διαιρεῖται εἰς τὰ ἐνυπάρχοντα μέρη, ὥστε οὐκ ἔστιν τοῦ ποσοῦ ἴδιον, ἀλλ' ἐκεῖνο καθ' ὃ δυνατὸν εἰπεῖν πόσον ἐστὶν ἕκαστον, οἷον δύο ἢ τρία ἢ δίπηχυ. τὸ γὰρ μέτρον ἴδιον τοῦ ποσοῦ· κἂν γὰρ ἀόριστον ᾖ ποσόν, οὕτως ἀόριστον λέγεται ὡς μήπω τοῦ μέτρου γνωσθέντος, κἂν ἄπειρον ὑποτεθῇ τι, οὕτως ἄπειρον ὑποτίθεται ὡς ἀδιεξιτήτως καταμετρούμενον. ὅπερ γὰρ καὶ πρότερον εἶπον, οὐδὲ ἡ διάστασις καθ' αὑτὴν δοκεῖ μοι ποσὸν εἶναι, ἀλλὰ μᾶλλον ποιόν· ἡ δὲ γραμμὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα διὰ τὸ ἐφ' ἓν καὶ ἐπὶ δύο καὶ ἐπὶ τρία διεστάναι ποσόν ἐστιν καθ' αὑτά. μήποτε δὲ ὁ θεῖος Ἰάμβλιχος κατὰ τὸ διαιρετὸν ἀφωρίσατο τὸ ποσόν, ἀλλ' οὐχὶ κατὰ τὸ εἰς μέρη μόνον· τὸ γὰρ διαιρετὸν εἰς τὰ μέρη οὐχ ὡς ὅλον μόνον, ἀλλὰ καὶ ὡς ἓν εἰς πολλὰ διαιρεῖται, ὅπερ ὡς ποσῷ ὑπάρχει.

p. 612 Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τόπον δοκεῖ ὑπάρχειν ἕως τοῦ ἐναντία ὁρίζονται.

   Εἰπὼν τῷ ποσῷ μηδὲν εἶναι ἐναντίον πάνυ ἐπιστημονικῶς παρατίθεται τὰ δοκοῦντα ποσὰ καὶ ἐναντία· τούτων γὰρ διελεγχθέντων ἀσφαλὴς λοιπὸν ὁ λόγος ὁ καθόλου δεικνὺς τῷ ποσῷ μηδὲν εἶναι ἐναντίον. καὶ πρότερον μὲν τὸ μέγα καὶ μικρὸν ὡς ποσὰ ἐναντία παραγαγὼν ἔδειξεν ὅτι οὐ ποσά ἐστιν, ἀλλὰ πρός τι, οὐδὲ εἰ ποσά τις αὐτὰ συγχωρήσει εἶναι, ἐναντία ἐστίν. νῦν δὲ τὸν τόπον παρατίθεται, τὴν ἐναντιότητα τοῦ ποσοῦ λέγων περὶ τὸν τόπον μάλιστα δοκεῖν ὑπάρχειν, οὐκ ἀρεσκόμενος τούτῳ, ὡς †οἴεται· αὐτὸς γὰρ εἶπεν σαφῶς, ὅτι τῷ ἀφωρισμένῳ ποσῷ οὐδέν ἐστιν ἐναντίον· [148] ἀφωρισμένον δὲ ποσόν ἐστιν τὸ ἄνω τοῦ τόπου μέρος. λέγει οὖν ὅτι οὐκ ἔστιν μὲν οὐδὲ περὶ τοῦτο ἐναντίωσις, δοκεῖ δὲ εἶναι. τί οὖν; οὐκ ἀντίκειται τὸ ἄνω τῷ κάτω; ἢ οὐ καθὸ ποσὸν ἀντίκειται· ποσὸν γάρ ἐστιν καθὸ ἐπιφάνεια καὶ διχῇ διάστασις, κατὰ δὲ τοῦτο οὐδεμίαν ἔχει ἀντίθεσιν· ἀλλ' εἰ ἄρα, καθὸ πρός τι ἢ καθὸ ποῦ ἡ τοῦ ἄνω πρὸς τὸ κάτω ἀντίθεσις γίνεται· τῶν γὰρ πρός τί τινα δέχεται ἐναντίωσιν, ὥσπερ καὶ τὸ ποῦ. καὶ εἴρηται πολλάκις, ὅτι πολλὰ τῶν ὄντων κατ' ἄλλο καὶ ἄλλο ὑπὸ διαφόρους ἀνάγεται κατηγορίας. ἄμεινον δὲ ἴσως λέγειν ὅτι ὡς πρὸς τὸ πᾶν κάτω μέν ἐστιν, ἐφ' ὃ τὰ βάρη ἔχοντα φέρεται, ἄνω δέ, ἐφ' ὃ τὰ κοῦφα, καὶ κάτω μέν ἐστιν τὸ κέντρον καὶ τὸ μέσον, ἄνω δὲ τὰ περὶ τὸ μέσον καὶ τὰ περὶ τὸ κέντρον· ἐν σφαίρᾳ γὰρ τὸ κάτω καὶ ἄνω οὕτως θεωρεῖται· ὡς δὲ πρὸς ἡμᾶς κάτω μὲν τὰ ὑπὸ τοὺς ἡμετέρους πόδας, ἄνω δὲ τὰ ὑπὲρ τὴν ἡμετέραν κεφαλήν. τούτων οὖν οὕτως ἐχόντων τὰ μὲν πρὸς ἡμᾶς λεγόμενα ἄνω καὶ κάτω μόνως ἐστὶν πρός τι· συμμεταβάλλει γὰρ ἑκάστοτε καὶ οὐκ ἔστιν φύσει· τὰ δὲ ἐν τῷ κόσμῳ, καθ' ὅσον μὲν ἤρτηται αὐτοῖς ἐξ ἀλλήλων τὸ εἶναι, πρός τί ἐστιν, καθ' ὅσον δὲ τῇ αὐτῶν φύσει τοιαῦτά ἐστιν ὁποῖα λέγεται καὶ οὐδέποτε μεταπίπτει, καὶ τῶν ἐναντίων ἐστὶν δεκτικά, καὶ ᾗ πλεῖστον διέστηκεν, ταύτῃ ἐναντία ἐστίν, ὥστε οὐδὲ καθὸ πρός τι ἐναντία ἐστίν, ὅπερ ἐδόκει λέγεσθαι πρότερον, οὐδ' ἔτι μᾶλλον καθὸ ποσόν ἐστιν, ταύτῃ πρός τί ἐστιν ἢ ἐναντία, ἀλλ' ἄμφω ταῦτα, καὶ τὸ πρός τι καὶ τὸ ἐναντίον, τῷ αὐτῷ συμβήσεται τῷ ποσῷ τῷ κατὰ τὸν τόπον κατὰ τὰς εἰρημένας διαφοράς, ἀλλ' οὐ καθὸ ποσόν. δηλοῖ δὲ καὶ αὐτὸς οὐ τῷ ποσῷ εἰπών, ἀλλὰ τοῦ ποσοῦ εἶναι τὴν ἐναντιότητα, καὶ οὐ τῷ τόπῳ, ἀλλὰ περὶ τὸν τόπον, καὶ οὐκ εἶναι ἁπλῶς, ἀλλὰ δοκεῖν ὑπάρχειν· οἱ γὰρ τοιοῦτοι προσδιορισμοὶ σαφῶς ἐκεῖνο ἐμφανίζουσιν, ὅτι ὥσπερ τὸ εὐθὺ καὶ κυρτὸν οὐ καθὸ ποσὰ ἠναντίωται, ἀλλὰ ποσοῖς οὖσιν καί τι ἄλλο συμβέβηκεν, οὕτως καὶ περὶ τὸν τόπον ταῦτα συμβέβηκεν, καὶ ὥσπερ τὸ ζῷον αὐτὸ μὲν ἐναντίον οὐδὲν ἔχει, κατὰ διαφορὰς δὲ ἐναντίας τέμνεται, οὕτω καὶ ὁ τόπος κατὰ διαφορὰς ἐναντίας διαιρεῖται. οὐ καθὸ ποσὸν οὖν ἡ ἐναντίωσις γέγονεν, ἀλλὰ κατ' ἄλλα τινὰ ὑπάρχοντι τῷ τόπῳ ποσῷ. ἐπεὶ δὲ καὶ περὶ ἄλλα ποσὰ ἡ ἐναντίωσις συμβαίνει, τὸ μάλιστα ἐναντίον τῷ τόπῳ προσέθηκεν διὰ τὸ καὶ τὰ ἄλλα ἐναντία ἀπὸ τῆς κατὰ τὸν τόπον διαστάσεως χαρακτηρίζεσθαι. λέγουσιν οὖν ἐναντία τὰ πλεῖστον ἀλλήλων διεστηκότα, ἀλλ' ἐπὶ μὲν τοῦ ποιοῦ εἰδητική ἐστιν ἡ διάστασις, ἐπὶ δὲ τοῦ ποσοῦ διαστηματική, ἥτις καὶ κυριώτερον διάστασις λέγεται, καὶ ἀπὸ ταύτης καὶ αἱ ἄλλαι.

[149]    Ἀλλ' εἰ τὸ πλεῖστον διεστηκὸς ἐναντίον, πλεῖστον δὲ διέστηκεν ἐν σφαίρᾳ τὰ κατὰ διάμετρον, πῶς οὐ ταῦτά φησιν ἐναντία, ἀλλὰ τὸ μέσον τῷ πέριξ; ἢ ὅτι ὡς μὲν κατὰ διάστασιν τὸ κατὰ διάμετρον ἠναντίωται, ὡς δὲ ἐν σφαίρᾳ καὶ ἐν κόσμῳ καὶ κατὰ τὸ εἶδος αὐτὸ τὰ μὲν κατὰ διάμετρον ἐν τῷ πέριξ ὄντα ἄμφω τῆς αὐτῆς ἐστι φύσεως καὶ οὐδὲν ἀλλήλων διαφέρει, τὸ δὲ μέσον τοῦ πέριξ κατ' αὐτὸ τὸ εἶδος διέστηκεν· διὸ καὶ αὐτὸς εἶπεν τῷ μέσῳ διάστασιν πλείστην εἶναι πρὸς τὰ πέρατα τοῦ κόσμου, ἵνα ὅλον τὸ ἄνω λαμβάνῃ ὡς ὁμοφυὲς πρὸς ὅλον τὸ κάτω. ἵνα δὲ μὴ τὸ ὡς πρὸς ἡμᾶς ἄνω καὶ κάτω νομίζῃ τις λέγεσθαι, τὸ μέσον καὶ τὸ πέριξ παρέθετο κατὰ φύσιν καὶ ἀμετάβλητον ἔχοντα τὴν διαφοράν.

   Ἀλλὰ πῶς ἄνω τὸ κυκλοφορητικὸν ἔσται σῶμα; κούφου γὰρ καὶ πυρὸς ἡ χώρα αὕτη. ἢ ἔστιν μὲν φύσει τοῦ πυρὸς ὁ ἄνω τόπος, κατὰ συμβεβηκὸς δὲ ἔσται καὶ τῆς πέμπτης οὐσίας. ἰδία μὲν γὰρ αὐτῆς ἡ κύκλῳ, αὕτη δὲ τοῦ πέριξ· συμβέβηκεν δὲ αὐτῇ ἀνωτέρω εἶναι τοῦ πυρός, ὥς φησιν Ἰάμβλιχος, ἄλλο τοῦτο συμβεβηκὸς λέγων καὶ οὐχ οἷον τὸ ἐν τῇ γενέσει παρυφιστάμενον, ἀλλ' ἐπειδὴ καὶ τοῦ ἄνω ἐπέκεινα καὶ περιεκτικόν ἐστιν τοῦ ἄνω, διὰ τοῦτο ἀνωτάτω ἂν λέγοιτο δικαίως.

   Ἀλλὰ τὸ ἄνω καὶ κάτω, φασίν, ὅσα μὴ πρός τι λέγεται, αὐτόθεν ἐναντία ἐστὶν μέρη τόπου ὄντα καὶ οὐ διαφοραὶ κατὰ μερῶν κατηγορούμεναι· κάτω μὲν γάρ ἐστιν τὸ μέσον, ἄνω δὲ τὸ πέριξ· ὁρίζει δὲ ταῦτα τὴν τῶν κούφων καὶ βαρέων φυσικὴν κατὰ τόπον κίνησιν πλεῖστον ἀλλήλων διεστηκότα. ἀλλ' εἰ μὲν ἦν, φασίν, ὁ τόπος αἴτιος τῆς ἐπὶ τοσόνδε κινήσεως καὶ τῆς ἐν τῇ συστάσει καὶ φορᾷ τῶν σωμάτων ἀποπερατώσεως, ἠδύνατό τις λέγειν ὅτι ὁ τόπος καθ' αὑτὸν ὁρίζει τὰ κινούμενα· εἰ δὲ ἡ σύστασις τῶν σωμάτων καὶ ἡ κατὰ τὴν οὐσίαν κίνησις τὰ πέρατα ἀφορίζει τοῦ τόπου, οὐκ ἂν εἴη καθ' ἑαυτὸν ὁ τόπος οὐδ' ἂν ἔχοι μέρη ταῦτα.

   Πολλὴ δὲ καὶ περὶ τόπου γέγονε τῶν δοξασμάτων διαφορά. οἱ μὲν γὰρ κατὰ τὸ πρός τί φασιν αὐτὸν ἀφορίζεσθαι· καθὸ γὰρ περιεκτικόν ἐστιν τοῦ σώματος, νενόηται ὡς τόπος, τὸ δὲ περιέχον πρὸς τὸ περιεχόμενον λέγεται ὡς πρός τι· οἱ δὲ διάστημα αὐτὸν λέγοντες ποσὸν εἶναί φασιν, ἀλλ' οὐ πρός τι. καὶ τὸ ἄνω δὲ καὶ κάτω οἱ μὲν ἐν τῷ παντὶ ἀπολείπουσιν καὶ ἐναντία αὐτὰ τίθενται, οἱ δὲ οὔτε ἐναντία ταῦτα εἶναι συγχωροῦσιν οὔτε ἐν τῷ παντὶ ὅλως ὑφεστάναι λέγουσιν· εἶναι γὰρ τῶν πρός τι, ὥσπερ καὶ τὸ δεξιὸν καὶ ἀριστερόν. οἱ δὲ Πυθαγόρειοι τὸν τόπον πέρας [150] ἁπάντων εἶναι τῶν ὄντων φασίν, τῇ μὲν λέξει ταὐτὸν τῷ Ἀριστοτέλει λέγειν δοκοῦντες, τῷ δὲ ἀληθεῖ πάμπολυ διαφέρουσιν· ὁ μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος καθ' ὃ περιέχει τὸ περιεχόμενον τὸν τόπον εἶναί φησιν, διὸ τὸν ἐξωτάτω οὐρανὸν οὐδέ φησιν εἶναι ἐν τόπῳ· οἱ δὲ τὸ ἑκάστου τῶν ὄντων πέρας λέγουσιν τὸν τόπον, τὸν ἑκάστου εἴδους ὅρον, ἐν ᾧ ἵδρυται καὶ ὑφ' οὗ ἀνέχεται, τόπον λέγοντες. οὕτως δὲ τοῦ τόπου καθολικώτερον καὶ θεωρητικώτερον ἀποδοθέντος καὶ τὸ ἄνω κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν θεωρητέον καθαρότητι καὶ δυνάμει προέχον καὶ πᾶσι τοῖς τοιούτοις, τὸ δὲ κάτω τοῖς ἀντικειμένοις. καὶ δῆλον ὅτι κοινῶς οὕτως καὶ ἀπολύτως ἐπὶ πάντων ταῦτα δυνατὸν θεωρεῖν καὶ κατὰ τὴν ἰδίαν ἑκάστων φύσιν αὐτὰ περιλαμβάνειν. διὰ τοῦτο γὰρ καὶ ἐν τῷ παντὶ ἡ ἀνέχουσα πάντα καὶ σφίγγουσα δύναμις ἐν τῷ οὐρανῷ ἵδρυται κατὰ τὴν ὑπεροχὴν τοῦ πάντων πέρατος.

p. 619 Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἕως τοῦ ὥστε τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον.

   Καὶ τοῦτο τῇ οὐσίᾳ προσεοικὸς ἔχει τὸ ποσόν, φημὶ δὲ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· καὶ γὰρ καὶ αὐτὸ ὥσπερ ἡ οὐσία οὐ μετέχει τῆς κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀπειρίας, διότι ἐν ὡρισμένῳ εἴδει κεκράτηται. καὶ διὰ τούτου δὲ δείκνυται τὸ μὴ εἶναι ἐναντίωσιν ἐν τῷ ποσῷ· τὰ γὰρ μὴ ἐπιδεχόμενα τὸ μᾶλλον καὶ τὸ ἧττον οὐδ' ἂν ἐναντίωσιν ἔχειν λέγοιτο. ἀρχὴ γὰρ τῆς ἐπὶ τὸ ἐναντίον μεταβολῆς ἡ ὕφεσις καὶ ἡ ἐλάττωσις τοῦ προϋπάρχοντος εἴδους· μίξει γὰρ τοῦ ἐναντίου ἡ ἀμύδρωσις. διὸ οἷς ἐστιν ἐναντίον, τούτοις ὑπάρχει τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ ἀνάπαλιν. τὴν δὲ ἀπόδειξιν ἐκ τῆς ἐπαγωγῆς ὁ Ἀριστοτέλης ἐποιήσατο τοῦ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, ἐπί τε τὰ ἀφωρισμένα ποσὰ ἐπιών, ὅταν λέγῃ τὸ δίπηχυ καὶ τὰ τρία, καὶ ἐπὶ τὰ ἀόριστα, ὅταν λέγῃ οὔτε χρόνος ἑτέρου μᾶλλον χρόνος. αἴτιον δὲ οἶμαι τοῦ τὸ ποσὸν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ καὶ τὰ ἄλλα κατὰ ποσὸν ὁρίζεσθαι καὶ μετρεῖσθαι· εἰ οὖν καὶ τῶν ἄλλων ὅρος γίνεται τὸ ποσόν, πῶς ἂν αὐτὸ τῆς κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀοριστίας μεταλαμβάνοι; εἰ δὲ μεῖζον μέγεθος μεγέθους λέγομεν καὶ πλείονα ἀριθμὸν ἀριθμοῦ, καὶ ἐν τούτῳ πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον θεωροῦμεν (μᾶλλον γὰρ μείζων τοῦ Ὑμηττοῦ ὁ Καύκασος ἢ ὁ [151] Ἄθως, καὶ μᾶλλον πλείω τῶν τριῶν τὰ ἑπτὰ ἢ τὰ πέντε), κατὰ τὸ πρός τι αὐτοῖς τὸ μᾶλλον καὶ ἧττον ὑπάρχειν ἐροῦμεν. εἰ δὲ καὶ μᾶλλον μέγας ὁ Καύκασος, ἧττον δὲ ὁ Ἄθως καὶ ἔτι ἧττον ὁ Ὑμηττός, κατὰ τὸ ἀόριστον συγχωρήσοι ἄν τις ἐπιδέχεσθαι καὶ τὸ ποσὸν τὸ μᾶλλον καὶ τὸ ἧττον, ὥσπερ καὶ ἐναντίωσιν· τὸ γὰρ μὴ πρός τι λεγόμενον μέγα, ἀλλὰ καθ' αὑτὸ ἀντίκειται τῷ καθ' αὑτὸ λεγομένῳ μικρῷ. καὶ οὕτως Ἀνδρόνικος διατάττεται. Πλωτῖνος δὲ οὐδὲ εἶναι ὅλως πρός τι μέγα φησίν, ἀλλὰ ἀκύρως πολλάκις ἀντὶ τοῦ μεῖζον τὸ μέγα λέγειν ἡμᾶς.

p. 626 Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι ἕως τοῦ ὥστε τοῦ ποσοῦ μάλιστα ἂν εἴη ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.

   Ἀποδοὺς τῶν παρακολουθούντων τῷ ποσῷ τὰ κοινὰ καὶ πρὸς ἄλλας κατηγορίας τὸ ἴδιον νῦν ἀποδίδωσιν, ὃ καὶ παντὶ καὶ μόνῳ τῷ ποσῷ ὑπάρχει· τοῦτο δέ ἐστιν τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. πάλιν διὰ τῆς ἐπαγωγῆς ἀποδείκνυσιν ἐπί τε τὰ συνεχῆ καὶ ἐπὶ τὰ διωρισμένα ποσὰ καθ' ἕκαστον ἐπιών. ὅτι δὲ ἴδιον τοῦτο τοῦ ποσοῦ, δείξαις ἂν οὕτως· τὸ ποσὸν καθὸ ποσὸν μετρητόν ἐστιν· τὸ μετρητὸν ποτὲ μὲν τοῖς αὐτοῖς μέτροις μετρεῖσθαι πέφυκεν, ποτὲ δὲ πλείοσιν ἢ ἐλάττοσιν· ἔστιν δὲ τὸ μὲν τοῖς αὐτοῖς μέτροις μετρούμενον ἴσον, τὸ δὲ πλείοσιν ἢ ἐλάττοσιν ἄνισον· τὸ ἄρα ποσὸν καθὸ ποσὸν ἴσον τε καὶ ἄνισον λέγεται. καθὸ γὰρ ποσόν, μετρητόν· καθὸ δὲ μετρητόν, ταῦτα αὐτῷ ὑπάρχει· καὶ γὰρ καὶ τοῖς ἄλλοις τὸ μετρητοῖς εἶναι διὰ τὸ ποσὸν ὑπάρχει· οὐ γὰρ ᾗ ξύλον μετρεῖται τὸ ξύλον, ἀλλ' ᾗ μέγεθος καὶ ποσόν. κυρίως οὖν ἐπὶ τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεται, ἐπὶ δὲ τῶν ἄλλων οὐ κυρίως· λευκὸν γὰρ λευκῷ ἴσον οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς λέγεται, κυρίως δὲ ὅμοια τὰ λευκὰ καὶ πάντα τὰ κατὰ ποιότητα ἀφωρισμένα· οὕτως γοῦν καὶ διάθεσις διαθέσει ἴση μὲν κυρίως οὐκ ἂν λέγοιτο, ὁμοία δέ. εἰ οὖν καὶ πᾶσιν ὑπάρχει τοῖς ποσοῖς, ὡς διὰ τῆς ἐπαγωγῆς ἔδειξεν, καὶ μόνοις, ὡς νῦν ἐδήλωσεν (οὔτε γὰρ ἐπὶ ποιότητος κυρίως λέγεται τὸ ἴσον, ἀλλὰ τὸ ὅμοιον, οὔτε ἐπὶ οὐσίας καθὸ οὐσία, ἀλλὰ καθὸ μεγέθους καὶ ποσοῦ μετέχει), εἰκότως ἴδιον λέγεται τοῦ ποσοῦ.

   Ἀρχύτας δὲ καὶ αὐτὸς τὸ ἴσον καὶ ἄνισον ἴδιον τοῦ ποσοῦ λέγων ἐν πλήθει καὶ μεγέθει θεωρεῖσθαί φησιν αὐτὸ καὶ ἐν ῥοπῇ, οὔτε δὲ οὐσίᾳ οὔτε ποιότητι τούτων τι παρέπεσθαι. τριχῶς οὖν αὐτὸς τὸ ἴσον καὶ ἄνισον ἀφορίζεται κατὰ τὰς τρεῖς τοῦ ποσοῦ διαφοράς. ὁ μέντοι Ἀλέξανδρος [152] ἀκολούθως τῷ Ἀριστοτέλει τὴν ῥοπὴν οὐκ ἐν ποσῷ τιθέμενος, ἀλλ' ἐν τῷ ποιῷ, καὶ ἐπὶ τῶν βαρέων τὸ ἴσον καὶ ἄνισον οὐ κυρίως λέγεσθαί φησιν, ἀλλὰ καταχρηστικῶς· τὸ γὰρ ὅμοιον καὶ ἀνόμοιον καὶ ἐπὶ τούτων ἁρμόσει, ὥσπερ ἐπὶ τῶν ἄλλων ποιῶν. καὶ τὸ καταμετρεῖσθαι δέ φησιν κοινότερον ἐπ' αὐτῶν λέγεσθαι· "ὡς γὰρ ἐπὶ τοῦ λευκοῦ δεκαπλασίως λέγεται λευκότερον τόδε τοῦδε, οὐ τῷ τοῦ λευκοῦ δεκάτῳ μέρει καταμετρούμενον, ἀλλὰ τῷ τῆς ἐπιφανείας ἐν ᾗ τὸ λευκόν· εἰ δὲ οὕτως κατὰ συμβεβηκὸς ἔσται καταμετρούμενον τὸ λευκόν, οὕτως δὲ καὶ τὸ βαρὺ καταμετροῖτο ἄν· τῷ γὰρ τὸ σῶμα ἐν ᾧ ἡ βαρύτης καταμετρεῖσθαι· κατὰ ποιότητα γάρ, οὐ κατὰ μέγεθος τὸ βαρὺ ἦν, ἐπεὶ πᾶν ἦν τὸ βαρύτερον εὐθὺς καὶ μεῖζον τοῦ κουφοτέρου, εἴγε ἦν καὶ πλειόνων μέτρων· εἰ δὲ μὴ καταμετρεῖται, οὐδ' ἂν τὸ ἴσον καὶ ἄνισον λέγοιτο ἐπὶ τοῦ βαρέος ἢ τοῦ κούφου". ταῦτα τοῦ Ἀλεξάνδρου καὶ αὐτῇ λέξει κατὰ τὸ πολὺ λέγοντος οἱ νεώτεροι ἐξηγηταὶ τρία γένη τοῦ ποσοῦ κατὰ τὸν Ἀρχύταν τιθέμενοι οὐ διὰ τὸ σῶμα μετρητὸν τὸ βάρος φασίν· ἦν γὰρ ἂν τὸ αὐτὸ τοῦ σώματος καὶ τοῦ βάρους μέτρον, νῦν δὲ πολλαχοῦ ὑπεναντίως ἔχει τὸ τοῦ σώματος μέτρον καὶ τῆς ῥοπῆς, ὥσπερ ἐπὶ μολίβδου τε καὶ ἐρίου ἡ μὲν τοῦ σώματος μέτρησις ἄνισός ἐστιν, ἂν οὕτω τύχῃ, ἡ δὲ ῥοπὴ ἴση, ἢ καὶ ἀνάπαλιν οἱ μὲν ὄγκοι ἴσως ἕξουσιν, αἱ δὲ ῥοπαὶ ἀνίσως. καὶ σχεδὸν ἐπὶ πάντων τῶν σωμάτων ἄνισοι τοῖς ὄγκοις εἰσὶν αἱ ῥοπαί· καὶ γὰρ καὶ ἄλλο ποσοῦ εἶδος ἐν τῷ μεγέθει καὶ ἄλλο ἐν τῇ ῥοπῇ· ἡ γὰρ μνᾶ καὶ τὸ τάλαντον κατ' εἶδος διαφέρει τοῦ ποδὸς καὶ τοῦ πήχεος, ὥστε ᾗ ὑπὸ ἄλλου ποσοῦ μετρεῖται, οὔτε ποιόν ἐστιν οὔτε ἔν τινι τῶν ἄλλων ποσῶν περιέχεται. ὁ δὲ Ἀλέξανδρος προλαβὼν οὐκ οἶδα ὅπως τὸ ἐν ἀρχῇ τὸ κατὰ μέγεθος μόνον εἶναι τὸ μετρητόν, ἀλλὰ μὴ καὶ κατὰ ῥοπὴν συνήγαγεν τὸ εἶναι μὴ ποσὸν τὴν ῥοπήν, ἀλλὰ ποιόν. καίτοι εἰ τὸ βαρὺ τοῦ βαρέος κατὰ ποιότητα διέφερεν, χαρακτήρων ἄν τισι διαφοραῖς ἐγένετο ἡ παραλλαγή, ὡς καὶ ἐπὶ τῶν ἄλλων τοῦτο θεωρεῖται, ὅσα ποιότησιν παραλλάττοι· νῦν δὲ ἡ μὲν ῥοπή, καθ' ὅσον ἐστὶν ῥοπή, τὴν αὐτὴν ἔχει ἰδιότητα, τῷ δὲ ἕλκειν τοσόνδε ἢ τοσόνδε παραλλάττει κατὰ τὸν λογισμὸν τῆς ἐπὶ τὸ μέσον συννεύσεως. τρία οὖν εἴδη τοῦ ποσοῦ καὶ τριχῶς ἐπ' αὐτῶν θεωρεῖται τό τε ἴσον καὶ τὸ ἄνισον.

   Ἀποροῦσι δέ τινες πρὸς τὰ ὑπ' Ἀριστοτέλους εἰρημένα, εἰ τὸ ὅμοιον καὶ ἀνόμοιον μὴ ἔστιν ποσοῦ ἴδιον, ἀλλὰ ποιοῦ, πῶς ὅμοια μεγέθη λέγεται· ὅμοια γὰρ τρίγωνα καὶ τετράγωνα ἔχομεν παρὰ τοῖς γεωμέτραις ἀναγεγραμμένα [153] καὶ δῆλον ὅτι καὶ ἀνόμοια. μήποτε οὖν ὥσπερ τοῖς ποιοῖς τὸ ἴσον ὑπάρχει κατὰ τὸ συνυπάρχον αὐτοῖς ποσόν, οὕτως καὶ τοῖς ποσοῖς τὸ ὅμοιον κατὰ τὸ ἐν αὐτοῖς ποιόν· καὶ γὰρ τὸ τρίγωνον ποσὸν μέν ἐστιν κατὰ τὸ τῆς διαστάσεως αὐτοῦ μετρητόν, ποιὸν δὲ κατὰ τὴν μορφὴν καὶ τὴν ἰδιότητα, καθ' ἣν καὶ τὸ ὅμοιον ἔχει, ὥσπερ τὸ ἴσον κατὰ τὴν ποσότητα. διὸ καὶ ὅμοια ὄντα ἄνισα πολλάκις ἐστίν, ὡς κατ' ἄλλο μὲν αὐτοῖς τῆς ὁμοιότητος, κατ' ἄλλο δὲ τῆς ἰσότητος ὑπαρχούσης.

   Ἄλλοι δὲ ἀποροῦσιν, πῶς ἐναντιότητα ἀπὸ τοῦ ποσοῦ ἀνελὼν ἐν τῷ ἰδίῳ αὐτοῦ ἐναντίωσιν ὑπέθετο τοῦ ἴσου καὶ ἀνίσου. καὶ λύουσιν λέγοντες τὴν τοῦ ἴσου καὶ ἀνίσου ἀντίθεσιν μὴ εἶναι ὡς ἐναντίων, ἀλλ' ὡς πρός τι περὶ ποσὸν θεωρούμενον, ὥσπερ τὸ ὅμοιον καὶ ἀνόμοιον πρός τι περὶ ποιόν. ὅλως δέ, ὅπως ἂν ἔχῃ τὸ ἴσον καὶ ἄνισον, οὐ ταὐτόν ἐστιν τῷ ποσῷ, ἵνα καὶ ἐναντίωσιν ἔχῃ ἐν ἑαυτῷ τὸ ποσόν, ἀλλ' ἐπισυμβαίνει τῷ ποσῷ. εἰ δέ τις ἐπὶ οὐσιῶν τὸ ἴσον καὶ ἄνισον τάττων τὸν πύργον τῷ πύργῳ ἴσον λέγοι, ἢ ἐπὶ διαθέσεων ἢ ἐνεργειῶν, οὐ καθὸ οὐσίαι οὐδὲ καθὸ ποιά, ἀλλὰ καθὸ ποσοῦ μετέχουσιν, ὑπάρχει αὐτοῖς. ποῖον δέ ἐστιν τὸ μέτρον ἐπὶ δυνάμεων καὶ ἐνεργειῶν, ἆρα ἀριθμὸς ἢ τὸ τῆς ῥοπῆς ποσόν, ἄξιον ἂν εἴη ἐπιζητήσεως.

   Ἐκ δὲ τρίτων ἀποροῦσι, πῶς ἴδιον λέγεται τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον, εἴπερ μὴ παντὶ τῷ ποσῷ ὑπάρχει· οὔτε γὰρ ἡ μονὰς οὔτε ἡ στιγμὴ ἴσα ἢ ἄνισα λέγεται· εἰ γὰρ ἴσα μὲν τὰ τῷ αὐτῷ μέτρῳ ἰσάκις μετρούμενα, ἄνισα δὲ τὰ ἀνισάκις, οὔτε δὲ ἰσάκις οὔτε ἀνισάκις τῷ αὐτῷ μέτρῳ μετρεῖται ὁποτερονοῦν τούτων (ἦν γὰρ ἂν οὐκέτι ἀμερές), δῆλον ὅτι οὐδὲ ἴσον οὔτε ἄνισόν ἐστιν οὐδέτερον. ταύτην δὲ τὴν ἀπορίαν οἱ μὲν λύουσιν καὶ ποσὰ ὑποτιθέμενοι ταῦτα καὶ ἴσα καὶ ἄνισα δεικνύντες. καὶ εἴη ἂν οἶμαι τοιαύτη τις δεῖξις· ἡ μονὰς καὶ ἑαυτὴν καὶ τὰς ἄλλας μονάδας ἰσάκις μετρεῖ, ἅπαξ γάρ· ὥστε ἴσαι ἔσονται αἱ μονάδες. καὶ τὸ σημεῖον ὁμοίως· εἰ γὰρ ἐφαρμόττει πᾶν σημεῖον παντί, ἅπαξ ἑαυτό τε μετρεῖ καὶ τὰ ἄλλα. τινὲς δὲ λύουσιν τὴν ἀπορίαν μὴ προσιέμενοι τὸ ποσὰ εἶναι τὴν μονάδα καὶ τὸ σημεῖον· εἰ γὰρ μήτε συνεχῆ ἐστιν ποσὰ μήτε διωρισμένα, ἐν δὲ τούτοις πάντα ἐστὶν τὰ ποσά, οὐκ ἂν εἴη ποσά, οὐδὲ μετρητὰ ἄρα, ὥστε οὐχ ἁρμόσει αὐτοῖς οὐδὲ τὸ ἴσον οὐδὲ τὸ ἄνισον λέγεσθαι. καὶ γὰρ ἡ μὲν μονὰς ἀρχή ἐστιν ἀριθμοῦ καὶ οὐκ ἀριθμός, ἡ δὲ στιγμὴ ἀρχὴ μεγέθους καὶ οὐ μέγεθος, ὥστε ἀρχὴ ποσῶν ἄμφω καὶ οὐ ποσά. καὶ τοῦ ἴσου [154] τοίνυν καὶ ἀνίσου ἀρχαί εἰσιν, οὔτε οὖν ποσὰ οὔτε ἴσα καὶ ἄνισα, ἀλλ' οὔτε παντελῶς τούτων ἐκβεβήκασιν, διότι ἀρχαὶ αὐτῶν εἰσιν.

   Ἐπειδὴ δὲ ἐνταῦθα διαρθροῦν ὁ Πορφύριος ἐπιχειρεῖ τῷ Ἀνδρονίκῳ κατακολουθῶν τὴν ἔννοιαν τοῦ τε ἑνὸς καὶ τῆς μονάδος καὶ τῆς στιγμῆς, οὐ τῶν κατ' ἰδέας λεγομένων, ἀλλὰ τῶν κατ' αἴσθησιν ἢ διάνοιαν ἐναργῶν, περὶ ὧν καὶ ἡ παροῦσα πρόθεσις πραγματεύεται, φέρε καὶ ἡμεῖς τοῖς λεγομένοις παρακολουθήσωμεν. "ὅταν γάρ, φησίν, ἓν λέγωμεν ἢ μῆκος ἢ πλάτος ἢ βάθος, σκεπτέον πῶς τὸ ἕν φαμεν. ἢ δῆλον ὡς ὁπόταν τις σῶμα θεάσηται συνεχὲς μὲν ὅλον ἑαυτῷ περὶ πάντα τὰ μόρια, περιγεγραμμένον δὲ ἰδίᾳ καὶ τῶν ἄλλων ἁπάντων κεχωρισμένον, ἓν τὸ τοιοῦτον συνεχὲς ὀνομάζομεν καὶ τὴν τῶν μορίων αὐτοῦ πρὸς ἄλληλα συνέχειαν ἕνωσιν. καὶ οὕτως τὸ τῷ ἀριθμῷ ἓν νοοῦμεν, τὸ δὲ τῷ εἴδει ἓν καὶ ὁμοειδὲς γινώσκομεν τὰ συμβεβηκότα τοῖς ἀτόμοις κατὰ τὰς ἐνούσας διαφορὰς χωρίζοντες. ὅταν δὲ μὴ μόνον ἕν, ἀλλὰ καὶ χωρὶς ἄλλου παντὸς ὁμογενοῦς ἢ ὁμοειδοῦς ἢ ὅλως συζύγου ὑπάρχει, τηνικαῦτα μόνον ὀνομάζομεν, σύνθετον ἤδη τι τοῦ μόνον σημαίνοντος ἔκ τε τοῦ ἑνὸς καὶ τῆς κατὰ τὸ ἀπηρημῶσθαι τῶν ἄλλων καὶ μεμονῶσθαι σχέσεως· μόνωσις γὰρ συνελθοῦσα τῷ ἑνὶ ὀνομάζεται μόνον. οὐ διαφέρει δὲ μόνωσιν εἰπεῖν ἢ μονάδα· καθ' ἑνὸς γὰρ ὑποκειμένου πράγματος ἄμφω ταῦτα λέγεται· οὐκέτι μέντοι ἐπὶ τῶν δύο καὶ τριῶν καὶ τῶν ἐφεξῆς τὸ ἀνάλογον τῇ μονώσει λέγεται, διότι ἐν πλήθει ἐστὶν ἕκαστος ἀριθμός. ἔστιν οὖν σχέσις τῷ ἑνὶ κατὰ τὴν πρὸς τὰ ἄλλα πάντα ἀντίθεσιν, ὅταν ἐκείνων μονωθῇ. ἐπειδὴ δὲ τὴν στιγμὴν μονάδα τεθεῖσαν λέγουσί τινες, τὴν δὲ μονάδα στιγμὴν ἄθετον, οὕτως ἀκουστέον τούτων οὐχὶ τῆς μονάδος στιγμῆς γενομένης κατὰ προσθήκην τῆς θέσεως· οὔτε γὰρ ἡ μονὰς μένουσα ἔτι μονὰς θέσιν προσλαμβάνει οὔτε ἡ στιγμὴ μένουσα στιγμὴ τὴν θέσιν ἀποβάλλει. ἔοικεν οὖν ἀναλογίαν ταὐτότητος ἐμφαίνειν μόνην, τὴν δὲ ὑπόστασιν ἑτέραν τῆς στιγμῆς ἀπὸ τῆς μονάδος, καὶ οὐχ ἧττόν γε τὸ σημεῖον ἀρχὴ καὶ πέρας ἐστὶ τῶν μεγεθῶν ἤπερ ἡ μονὰς τῶν ἀριθμῶν. λάβοι δὲ ἄν τις στιγμῆς ἐναργῆ νόησιν ἐξ ἀναλύσεως· ἡ δὲ ἀρχὴ τῆς ἀναλύσεως ἐξ ἐννοίας γίνεται φυσικῆς ὑπαρχούσης ἅπασιν. τὸ σῶμα μῆκος ἔχει καὶ πλάτος καὶ βάθος, καὶ καθ' ἓν ἕτερον μὲν τὸ μέρος τινός, ἕτερον δὲ τὸ πέρας λαμβάνεται. καὶ τὸ μὲν μέρος τὰς αὐτὰς ἔχει τῷ ὅλῳ διαστάσεις, τὸ μὲν τοῦ σώματος μέρος τριχῇ διεστώς, τὸ δὲ τῆς ἐπιφανείας διχῇ, τὸ δὲ τῆς γραμμῆς μοναχῇ· τὸ δὲ πέρας ἀεὶ μιᾷ διαστάσει [155] λείπεται τοῦ περατουμένου· εἰ γὰρ ἡ γραμμὴ κατὰ μίαν διάστασιν ὑφέστηκεν, τὸ πέρας αὐτῆς οὐδὲ τοῦτο ἕξει, ὥστε ἀδιάστατόν τε καὶ ἀμερὲς ἔσται".

   Αἱ δὲ ἀποφάσεις τοῦ ποσοῦ καὶ αἱ πτώσεις ὅμοιαι ταῖς ἐπὶ τῆς οὐσίας, ἐπὶ μέντοι τῶν πληθῶν διαφωνεῖ· οὔτε γὰρ ἐπὶ τοῦ ἑνὸς πληθυντικῶς ἔστιν ἐξενεγκεῖν οὔτε ἐπὶ τοῦ πλήθους ἑνικῶς, διπήχη δὲ καὶ πολλὰ καὶ μεγάλα λέγεται καθάπερ δίπηχυ καὶ μέγα καὶ πολύ. λέγεται δὲ καὶ στερητικῶς ἐν τῷ ποσῷ· τὸ γὰρ ἄπειρον κατὰ στέρησιν λέγεται τοῦ πέρας ἔχειν, ὁμοίως δὲ καὶ τὸ ἀμερές, ὅτι τοῦ γένους ὄντα τῶν ἐχόντων οὐκ ἔχει, τὸ μὲν ἐπὶ τοῦ ἀριθμοῦ, τὸ δὲ ἐπὶ τῆς γραμμῆς. ὡς δὲ ἀπὸ τοῦ ποιοῦ τὸ πῶς παρεγκέκλιται, οἷον δικαίως, καλῶς, οὕτως ἀπὸ τοῦ ποσοῦ τὸ ποσαχῶς, οἷον τριχῶς, καὶ ἔτι ποσάκις, δίς, τρίς, πολλάκις, ὀλιγάκις. ἕκαστον δὲ τῶν ὄντων ἓν καὶ ὅλον λέγεται, στιγμὴ δὲ καὶ μονὰς ὅλα οὐ λέγεται· ὅλον γάρ ἐστι τὸ συμπεπληρωμένον πᾶσι τοῖς μέρεσι, ταῦτα δὲ ἀμερῆ ἐστιν.

   Ἐπὶ δὲ τούτοις ὁ Ἰάμβλιχος τύποις τισὶν παραδίδωσιν, πῶς ἔνεστιν τοῦ τε ποσοῦ καὶ τῶν ἄλλων κατηγοριῶν τὸ ἴδιον καθ' ἑκάστην εὑρίσκειν. "δεῖ δέ, φησίν, τῶν ὑπαρχόντων ἑκάστῃ κατηγορίᾳ τὰ σύμφυτα λαμβάνειν συμβεβηκότα καὶ ταῦτα κοινῶς ἐπὶ πάντων τῶν εἰδῶν ἑκάστης ἐνυπάρχοντα θεωρεῖν, οἷον ἐπὶ παντὶ ποσῷ σύνεστιν ὑπεροχὴ καὶ ἔλλειψις συμφυῆ συνυπάρχοντα κοινῶς τε ἐπὶ πᾶσιν τοῖς εἴδεσιν τοῦ ποσοῦ ἐνυπάρχει, καὶ κατὰ ταῦτα ζητεῖν μάλιστα δεῖ τὸ ἴδιον τοῦ ποσοῦ. καὶ ἐπειδὴ τὸ μὲν ὑπερέχον καὶ ἐλλεῖπον ὡς ἓν τὸ συναμφότερον ἄνισον τιθέμεθα, τούτῳ δὲ ἀντιτίθεμεν τὸ ἴσον, εἰκότως διὰ τοῦτο ἔσται ἴδιον τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. καὶ ἐπὶ τῆς οὐσίας δὲ συμφυὲς καὶ κοινὸν τὸ αὐτὸ θεωρεῖται ἰδίωμα ἐπὶ πασῶν τῶν ἐν γενέσει οὐσιῶν τὸ τῆς δυνάμεως ἐπιτηδείως πρὸς ὑποδοχὴν τῶν ἐναντίων παρεσκευασμένον, καὶ ἐπὶ τῆς ποιότητος δὲ τὸ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος ὡσαύτως ἐνυπάρχει, καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν παραπλησίως ἔνεστιν ἀνευρίσκειν τὰ ἑκάστης ἴδια". ἀλλ' ἐπὶ τὴν ἑξῆς κατηγορίαν τῷ Ἀριστοτέλει συμμεταβαίνωμεν.

Περὶ τῶν πρός τι.

p. 636 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται ἕως τοῦ παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων λέγονται.

   Τινὲς μὲν φεύγοντες τὰς ἐπαγομένας ἀπορίας τῇ ἀποδοθείσῃ τῶν κατηγοριῶν τάξει ἄτακτόν φασιν αὐτῶν τὴν διδασκαλίαν καὶ κατὰ τὸ ἐπιτυχὸν [156] τῆς διαριθμήσεως τυγχάνειν, οὐκ εἰδότες ὡς εἰς χείρονας ἀπορίας ταῦτα λέγοντες ἐμπίπτουσιν· οἱ γὰρ οὕτω λέγοντες καὶ τὴν τῶν ὄντων σύνταξιν πρὸς ἄλληλα ἀναιροῦσιν καὶ τὴν τοῦ λόγου πρὸς ἑαυτὸν ὁμολογίαν. δεῖ τοίνυν ἐν τάξει πάντως αὐτῶν τὴν διδασκαλίαν γενομένην ὑπολαμβάνειν. διττῆς δὲ οὔσης τῆς τάξεως, τῆς μὲν κατὰ φύσιν καὶ τὴν ἑκάστης τῶν κατηγοριῶν οὐσίαν, τῆς δὲ πρὸς διδασκαλίαν καὶ τὴν ἡμετέραν εὐμάθειαν, ἕνα ὅρον ἔδει ποιεῖσθαι τῆς παραδόσεως καὶ μὴ νῦν μὲν τῇ κατὰ φύσιν τάξει προσχρῆσθαι, αὖθις δὲ τῇ πρὸς διδασκαλίαν. κυριωτέρου δὲ ὄντος τοῦ κατὰ φύσιν εἰκότως τὴν οὐσίαν προτάττομεν, ἐπειδὴ πρώτη πάντων τῶν γενῶν ἐστιν κατ' αὐτὸ τὸ εἶναι θεωρουμένη καὶ τοῖς ἄλλοις τοῦ εἶναι αἰτία γινομένη. καὶ τῶν ἄλλων οὖν κατηγοριῶν τὴν τάξιν κατά τε τὴν τοῦ εἶναι φύσιν ἀποδοτέον καὶ κατὰ τὴν πρὸς τὴν οὐσίαν οἰκειότητα, ὥστε τὰ μὲν συγγενέστερα πρὸς τὴν οὐσίαν προτάττεσθαι, τὰ δὲ ἀλλοτριώτερα ὕστερα ἀπαριθμεῖσθαι. εἰ τοίνυν προτέτακται τὰ καθ' αὑτὰ τῶν πρός τι καὶ τὰ ὡς ἐν ὑποκειμένων τάξει προϋπάρχοντα τῶν ὡς συμβεβηκότων ἐπιγινομένων, δῆλον ὅτι προηγεῖται τὸ ποιὸν τῶν πρός τι. καὶ τῇ οὐσίᾳ δὲ οἰκειότερον, ὡς καὶ οἱ περὶ τὸν Λούκιον ἐγκαλοῦσιν· οἰκειότερον γὰρ τὸν Σωκράτη δηλῶσαι ἀπὸ τοῦ σιμοῦ καὶ τοῦ ἐξοφθάλμου καὶ προγάστορος, ἅπερ ἐστὶν ποιά, ἢ ἀπὸ τοῦ δεξιοῦ καὶ φίλου καὶ τῶν ἄλλων τῶν πρός τι. ἄλλως τέ, φασίν, εἰς δύο διαιρουμένων τῶν λεγομένων, εἴς τε τὸ καθ' αὑτὸ καὶ εἰς τὸ πρὸς ἕτερον, ἀρξάμενον περὶ τῶν καθ' αὑτὸ λέγειν, ἐν οἷς ἡ οὐσία καὶ τὸ ποσόν, ἔδει καὶ τὸ ποιὸν προσθέντα οὕτως ἐπὶ τὰ πρός τι μεταβῆναι. εἰ δὲ καὶ κατ' αὐτὸν τὸν Ἀριστοτέλη παραφυάδι ἔοικεν τὰ πρός τι καὶ τοῖς καθ' αὑτὰ νοουμένοις ὡς ὕστερα ἐπιγίνεται, πῶς οὐκ ἂν εἴη μετὰ τὸ ποιόν; καὶ Ἀρχύτας δὲ "πρώταν μὲν τὰν οὐσίαν, φησίν, δεῖν εἶναι καὶ τὰ συνυπάρχοντα αὐτᾷ, καὶ οὕτως ποτ' ἄλλο τί πως ἔχεν αὐτάν, μετὰ δὲ ταύταν τὰν τῶν ἐπικτάτων σχέσιν", οὐσίαν μὲν πρώτην τιθέμενος, ἐν ᾗ πάντα, καὶ ἧς χωρὶς οὐδὲν εἶναι δυνατόν, μετὰ δὲ ταῦτα τὰ συνυπάρχοντα αὐτῇ, ποιόν τε καὶ ποσόν· γενομένων δὲ πλειόνων ἀνάγκη προσεισελθεῖν σχέσιν, δι' ἣν οἰκείως ἢ ἀλλοτρίως ἔχει τὰ πλείονα, καὶ οὕτως ἡ τῶν πρός τι σχέσις συναπετελέσθη. μετὰ δὲ ταύτην αἱ ἄλλαι πᾶσαί εἰσιν [157] κατηγορίαι, οὐ κατὰ τὴν σύμφυτον σχέσιν, ἀλλὰ κατὰ τὴν ἐπίκτητον καὶ ποικίλως συνισταμένην θεωρούμεναι. μαρτυρεῖ δὲ τῇ τάξει καὶ αὐτὸς Ἀριστοτέλης· ὅτε γὰρ ἐν ἀρχῇ διηριθμεῖτο τὰς κατηγορίας, προέταξεν τοῦ πρός τι τὸ ποιόν. εἰ δέ τις αἰτίαν τῆς τοιαύτης τάξεως ἀποδιδοίη τὸ μὴ μεταξὺ παρεμπῖπτον τὸ πρός τι διακόπτειν τὴν ποιότητα ἀπὸ τοῦ ποιεῖν καὶ πάσχειν, συμφυῆ ὄντα αὐτῇ (καὶ γὰρ τῇ ποιότητι καὶ τὸ ποιοῦν ποιεῖ καὶ τὸ πάσχον πάσχει), μαθέτω καὶ οὗτος, ὡς οὔτε δύναμις οὔτε ἐνέργεια οὔτε ποίησις οὔτε κίνησις ποιήσειεν ἄν τι εἰς ἕτερον οὔτε πάθοι τι ὑφ' ἑτέρου, εἰ μὴ προκατάρχοι ἡ τοῦ πρός τί πως ἔχοντος σχέσις συνάπτουσα δι' οἰκειότητος τὸ ποιοῦν τῷ πάσχοντι, ὥστε τὸ μὲν δύνασθαι ποιεῖν, τὸ δὲ δύνασθαι πάσχειν. ἔδει οὖν καὶ ἄλλως προτετάχθαι τὴν τοῦ πρός τι σχέσιν ὡς κοινὴν καὶ συμφυῆ καὶ μετὰ τοῦ εἶναι θεωρουμένην· τὸ γὰρ εἶναι ἔχει ἐν τῷ πρός τί πως ἔχειν καὶ διὰ τοῦτο προτέρα τῶν ἐπικτήτων σχέσεών ἐστιν. καὶ παρὰ τὰ δοκοῦντα δὲ τῷ Ἀριστοτέλει ὁ τοιοῦτός ἐστιν ἀπολογισμός· οὐ γὰρ ἐννοεῖ τὴν ἐν τῷ κινεῖν καὶ κινεῖσθαι τῆς ἐνεργείας σχέσιν πρὸς τὴν δύναμιν, καθ' ἣν ἐξ ἀνάγκης προτέτακται προσεχῶς τῶν ποιούντων καὶ πασχόντων τὰ πρός τι, ὥστε οὐκ ἔδει διὰ τοῦτο μετατιθέναι ὑστέραν τὴν τῆς ποιότητος κατηγορίαν. ἀλλ' οὐδὲ Ἀνδρόνικον ἀποδεκτέον τὰ πρός τι μετὰ πάσας θέντα τὰς κατηγορίας, διότι σχέσις ἐστὶν καὶ παραφυάδι ἔοικεν· προηγεῖται γὰρ ἡ συμφυὴς τῶν πρός τι σχέσις τῶν ἐπικτήτων σχέσεων, ὡς καὶ τῷ Ἀρχύτᾳ δοκεῖ. ταῦτα μὲν οὖν ἱστορήσθω περὶ τῶν κατὰ τὴν τάξιν διαφόρων δογμάτων.

   Ζητεῖν δὲ πάλιν ἄξιον, πῶς τοῦ Ἀρχύτου τὴν ποιότητα καὶ τῆς ποσότητος προτάξαντος ὁ Ἀριστοτέλης οὐ μόνον τὴν ποσότητα, ἀλλὰ καὶ τὸ πρός τι προέταξεν τῆς ποιότητος. ἢ ὁ μὲν Ἀρχύτας, ὡς εἴρηται πρότερον, ὡς τοῖς νοητοῖς εἴδεσι φίλος μετὰ τὴν οὐσίαν εὐθὺς τὴν ποιότητα ἔταξεν, καθ' ἣν ἡ τῶν εἰδῶν ἰδιότης ἀφορίζεται, καὶ τὸ ποσὸν εὐθὺς ἐπήγαγεν ὡς συγγενὲς καὶ αὐτὸ τῇ οὐσίᾳ καὶ τῶν καθ' αὑτὸ ὑφεστηκότων ὑπάρχον καὶ τοῦτο μετὰ τὴν οὐσίαν καὶ τὴν ποιότητα, καὶ λοιπὸν μετὰ τὸ ποσὸν ἔταξεν τὰ πρός τι, τὴν κοινὴν καὶ συμφυῆ σχέσιν τῶν ἰδίων καὶ ἐπικτήτων προτάξας. ὁ δὲ Ἀριστοτέλης τὴν γενητὴν καὶ σωματικὴν οὐσίαν ἐν τῇ παρούσῃ διδασκαλίᾳ προτιμῶν τὴν ποσότητα ὡς σωματοειδεστέραν προέταξεν τῆς ποιότητος. ἀκολούθως δὲ λοιπὸν κατὰ πάντας τοὺς τρόπους τῆς τάξεως μετὰ τὴν ποσότητα ἐπήγαγεν τὸ πρός τι. καθ' ἕνα μὲν λόγον [158] τὸν τῆς φύσεως, ἐπεὶ τοῦ ποσοῦ τὸ μὲν καθ' αὑτό ἐστιν, τὸ δὲ πρός τι· συνεχὴς δὲ τῷ ποσῷ γέγονεν ὁ περὶ τοῦ πρός τι λόγος καὶ ἐπειδὴ τῷ ποσῷ συνυφίσταται ὑπεροχὴ καὶ ἔλλειψις, ὅθεν λόγοι θεωροῦνται τοῦ ὑπερέχοντος πρὸς τὸ ὑπερεχόμενον, ἐν οἷς ἅπασιν αἱ πρός τι σχέσεις ὑφεστήκασιν· καὶ ἐπειδὴ προϋφεστῶτος μεγέθους καὶ πλήθους ἐπιγίνεται τὸ μεῖζον καὶ βραχύτερον καὶ πλεῖον καὶ ἔλαττον, εἰκότως μετὰ τὸ ποσὸν τάττεται τὰ πρός τι, καὶ ἐπειδὴ κατὰ τὸ ποσὸν πλήθους τῇ οὐσίᾳ συνεισελθόντος εὐθὺς καὶ σχέσις συναναφαίνεται, καθ' ἣν ἡ πρὸς ἄλληλα αὐτῶν κοινωνία καὶ διαφορὰ θεωρεῖται. οὕτως μὲν οὖν κατὰ φύσιν ἕπεται τῷ ποσῷ τὸ πρός τι. καὶ πρὸς διδασκαλίαν δὲ οἰκείως ἔχει ἡ τοιαύτη τάξις· διότι γὰρ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ποσὰ δοκοῦντα ἐδείκνυτο τῶν πρός τι μᾶλλον ὑπάρχοντα, ἔδει καὶ τίνα ἐστὶν τὰ πρός τι ταχέως ἐπαγαγεῖν. διὸ καὶ αὐτὰ παρατέθεικεν παραδείγματα τοῦ πρός τι τὰ πρότερον ἀμφισβητούμενα, ἐκεῖνά τε πιστούμενος διὰ τούτων καὶ ταῦτα ἐκείνοις συνεχῆ δεικνύς. τὸ γὰρ μεῖζον, φησίν, αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ μεῖζον λέγεται, καὶ τὸ ὄρος μέγα φησὶν λέγεσθαι πρὸς ἕτερον ὄρος. ὥστε εἰ τὰ προσεχῶς ἀμφισβητούμενα ταῦτα διὰ τῆς ὑπογραφῆς τῶν πρός τι ἀποδέδεικται ἐν τοῖς πρός τι ὄντα, ἐξεπίτηδες ἂν δόξειεν ταύτην ἐπιθεῖναι τὴν τάξιν, ἵνα ἔχῃ προσεχῆ τὴν ἐξ ἀλλήλων πίστωσιν. δεῖ δὲ δηλονότι καὶ τῆς εὐμαθείας στοχάζεσθαι καὶ μάλιστα ὅταν τῇ κατὰ φύσιν τάξει συντρέχῃ. καὶ τοῦτο δὲ ἄν τις εἰκότως λέγοι, ὅτι εἰ καὶ τῇ φύσει τὰ πρός τι δεύτερά ἐστιν, ἀλλ' ὁ περὶ αὐτῶν λόγος προηγουμένης δεῖται διδασκαλίας, ἵνα τὰς σχέσεις εὐθὺς ἀπὸ τῶν ὑποκειμένων διακρίνειν δυνώμεθα καὶ μὴ καὶ αὐτὰς ὑπὸ τὴν αὐτὴν κατηγορίαν τοῖς ὑποκειμένοις ἀνάγωμεν, ὥσπερ ἐπὶ τοῦ μεγάλου καὶ μικροῦ· τῶν πρός τι γὰρ ὄντα ταῦτα ποσὰ ἐδόκει διὰ τὸ τὰ ἐν οἷς ἡ σχέσις ποσὰ εἶναι. ὁ δὲ Πορφύριος παραστῆναι τῇ κατὰ τὸν Ἀριστοτέλη τάξει βουλόμενος ἐκ συνόδου φησὶν τοῦ ποσοῦ καὶ τοῦ πρός τι τὴν γένεσιν ἔχειν τὸ ποιόν, ὥσπερ ἄλλοις τισὶν καὶ Ἐμπεδοκλεῖ δοκεῖ ἀπὸ τῆς ἐναρμονίου τῶν στοιχείων κράσεως τὰς ποιότητας ἀναφαίνοντι· καὶ Πλάτων δὲ διὰ τῶν ἡμιολίων καὶ διπλασίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων καὶ τῶν τοιούτων ἐπὶ τοῦ ποσοῦ κατὰ τὸ πρός τι θεωρουμένων λόγων τοῦ τε σώματος τὸ τοιόνδε εἶδος καὶ ψυχῆς συνέστησεν τὸ κατὰ τοιάνδε ποιότητα ἀφωρισμένον. καὶ τὸ μὲν εὔπορον τοῦ λόγου καὶ εὐμήχανον ἄξιον ἐπαίνου, ῥητέον δὲ [159] ὅτι ἐν μὲν τοῖς ἀποτελέσμασιν καὶ τοῖς συνθέτοις οὐδὲν ἀπεικὸς καὶ οὕτως ταῦτα ἀπογεννᾶσθαι, ἐν μέντοι τοῖς αἰτίοις αὐτῶν λόγοις καθ' ἕνωσιν καὶ κατὰ μίαν ἀρχὴν ταῦτα πάντα περιέχεσθαι ἐν τῇ προσηκούσῃ τάξει· οὐ γὰρ δεῖ προτάττειν ἐν αἰτίας λόγῳ τὸ πλῆθος τοῦ ἑνὸς καὶ τὴν σχέσιν τοῦ ἀσχέτου καὶ τὴν ἐν συνθέσει συμμετρίαν τοῦ μονοειδοῦς καὶ ἀσυνθέτου, ἀλλ' οὐδὲ τὰ μυθικῶς καὶ κατ' ἔνδειξιν εἰρημένα οὕτως ἐπὶ τὰ πράγματα μεταφέρειν ὡς λέγεται. καὶ περὶ μὲν τῆς τοῦ πρός τι τάξεως τοιαῦτα εἰρήσθω.

   Ἐπὶ δὲ τὴν λέξιν ἰόντες λέγομεν ὅτι ὅρον μὲν ἀποδιδόναι τῶν πρός τι ἀδύνατον ἦν· τῶν γὰρ πρώτων γενῶν ὅρους ἀποδιδόναι ἀμήχανον ἦν διὰ τὰς εἰρημένας πρότερον αἰτίας· δι' ὑπογραφῆς δέ τινος τὴν ἡμετέραν ἔννοιαν ἀνακινεῖν τὴν συναρμόζουσαν τοῖς πρός τι δυνατὸν ἦν. καὶ τοῦτο ποιεῖ τῷ Πλάτωνι κατὰ τὴν ἀπόδοσιν τὴν πρώτην ἀκολουθῶν, ὥς φησιν Βόηθος· λέγεται γὰρ καὶ ὁ Πλάτων οὕτως ὑπ' αὐτοῦ ἀποδοῦναι περὶ τῶν πρός τι· "ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεται". καὶ ὡς ἔοικεν ἐπιλέλησται τῶν ὑπὸ τοῦ Πλάτωνος εἰρημένων ὁ Βόηθος (οὐ γὰρ δὴ εἴποιμι ἂν ὅτι ἠγνόει ἐλλόγιμος ἀνὴρ γεγονώς)· ὅτι γὰρ οὐ τῷ λέγεσθαι πρὸς ἄλληλα, ἀλλὰ τῷ εἶναι τὰ πρός τι χαρακτηρίζει, ὡς καὶ τῷ Ἀριστοτέλει δοκεῖ, δηλοῖ μὲν καὶ ἐν Πολιτείᾳ λέγων "ἀλλὰ μέντοι, ἦν δὲ ἐγώ, ὅσα γέ ἐστιν τοιαῦτα οἷα εἶναι †αὐτὰ μὲν ποιὰ ἄττα ποιοῦ τινος", καὶ ἐν Σοφιστῇ δὲ βουληθεὶς τὸ ἕτερον τῶν πρός τι ὂν ἐπιδεῖξαι οὕτως φησίν· "ὅτιπερ ἂν ἕτερον ᾖ, συμβέβηκεν ἐξ ἀνάγκης ἑτέρου τοῦτο αὐτὸ ὅπερ ἐστὶν εἶναι".

   Πληθυντικῶς δὲ εἰπόντος τοῦ Ἀριστοτέλους πρός τι δὲ τὰ τοιαῦτα λέγεται, οἱ περὶ τὸν Ἀχαϊκὸν καὶ Σωτίωνα ᾠήθησαν μὴ ὥσπερ οὐσίαν καὶ οὐσίας καὶ ποσὸν καὶ ποσὰ καὶ ἑνικῶς καὶ πληθυντικῶς λέγομεν, οὕτως καὶ ἐπὶ τῶν πρός τι τὸ πρός τι καὶ τὰ πρός τι λέγεσθαι, ἀλλὰ μόνον πληθυντικῶς. οὐδὲ γὰρ ὡς μία οὐσία τὸ ζῷόν ἐστιν, οὕτως καὶ τὰ πρός τι ἐν ἑνί ἐστιν, ἀλλ' ἐν πλείοσιν, οἷον πατὴρ υἱός, ἥμισυ διπλάσιον· τὰ γὰρ πρὸς ἄλληλα οὐκ ἔστιν ἓν οὐδ' ἄν τις εἴποι τὸ πρὸς ἄλληλα, ἀλλὰ μόνως τὰ πρὸς ἄλληλα· οὕτως οὖν οὐδὲ τὸ πρός τι, ἀλλὰ μόνως τὰ πρός τι. ταῦτα δὲ ἐπιστήσαντες οὗτοι τοὺς παλαιοὺς τῶν κατηγοριῶν ἐξηγητὰς αἰτιῶνται, Βόηθον καὶ Ἀρίστωνα καὶ Ἀνδρόνικον καὶ Εὔδωρον καὶ Ἀθηνόδωρον, μήτε ἐπιστήσαντας μήτε ἐπισημηναμένους, ἀλλὰ καὶ τοῖς ὀνόμασι [160] συγκεχυμένως χρησαμένους καὶ ἑνικῶς ἐκφέροντας ἐνίοτε τὸ πρός τι, τοῦ Ἀριστοτέλους πληθυντικῶς ἀεὶ προφερομένου· ἔστιν δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι καὶ πάλιν ἡ διάθεσις τῶν πρός τι καὶ πάλιν "ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι" καὶ "ἐναντίον ἑκάτερον τῶν πρός τι" καὶ ἑξῆς "οὐ πᾶσι δὲ τοῖς πρός τι ὑπάρχει ἐναντίον", καὶ ἐφεξῆς καθ' ὅλον τὸν λόγον πληθυντικῶς αὐτῶν μέμνηται καὶ οὐδαμοῦ ἑνικῶς. κἂν γὰρ λέγῃ "οὐ μὴν τοῦτό γέ ἐστιν αὐτοῖς τὸ πρός τι εἶναι", οὐχ ἑνικῶς λέγει τὸ πρός τι, ἀλλὰ τὸ εἶναι, ὡς εἰ ἔλεγεν 'οὐ μὴν τοῦτό γέ ἐστιν τὸ εἶναι τοῖς πρός τι'. τούτους δὲ τοὺς λόγους ὁ μὲν Πορφύριος ὡς ἀρεσκόμενος ἀναγράφει, ὁ δὲ Ἰάμβλιχος "μάχεται, φησίν, τὸ τοιοῦτον καὶ πρὸς τὸν ὀρθὸν λόγον καὶ τὴν τῶν παλαιῶν συνήθειαν· καὶ γὰρ πληθυντικῶς καὶ ἑνικῶς αὐτῇ χρῆται, ὡς δῆλον ἀπὸ τῶν Ἀρχυτείων τε καὶ Ἀριστοτελικῶν λέξεων καὶ ὧν Βόηθος καὶ οἱ ἄλλοι μιμούμενοι τοὺς παλαιοὺς προφέρονται ἐπίσης ἀμφοτέροις χρώμενοι τοῖς ὀνόμασιν· καὶ ὁ λόγος δὲ ἀξιοῖ πᾶσαν κατηγορίαν καὶ ἓν εἶναι καὶ πολλά, καὶ ἓν μέν, καθ' ὅσον ἐστὶ γένος, πολλὰ δὲ κατὰ τὸ πλῆθος τῶν περιεχομένων ἐν αὐτῷ. καὶ τὰ πρός τι οὖν κατὰ μὲν τὸ πλῆθος τῶν ἐχόντων τὴν σχέσιν καὶ πρὸς ἄλληλα λεγομένων πολλὰ ἔσται, κατὰ δὲ τὴν μίαν σχέσιν τὴν ἐν τοῖς πλείοσιν ὡσαύτως ἐνυπάρχουσαν καθ' ἓν νοεῖται· κατὰ γὰρ τοῦτο καὶ μία αὐτῶν ἡ κατηγορία. προστίθει δὲ καὶ ὅτι πᾶσα σχέσις ἐν πλείοσιν θεωρουμένη ἐν μιᾷ ἰδιότητι τῇ σχετικῇ ἀφορίζεται. εἰ δὲ ὥσπερ οὐ δυνατὸν ἑνικῶς λέγειν τὸ πρὸς ἄλληλα, οὕτως οὐδὲ τὸ πρός τι, οὐδὲν θαυμαστόν· τὰ γὰρ μετέχοντα τῆς σχέσεως λαμβάνομεν καὶ οὐκ αὐτὴν τὴν σχέσιν. δεῖ δὲ μήτε τῇ τῆς συνηθείας ἀνωμαλίᾳ προσέχειν τὸν νοῦν τὸν βουλόμενον κατὰ τὴν φύσιν τῶν ὄντων διαιρεῖσθαι τὰς κατηγορίας· καὶ γὰρ πολλὰ μὲν ἑνικὰ ὄντα τῇ φύσει πληθυντικῶς λέγεται, ὡς Ἀθῆναι καὶ Θῆβαι, πολλὰ δὲ πληθυντικὰ ὄντα τῇ φύσει ἑνικῶς λέγεται, ὡς στρατὸς καὶ φυλή. καὶ αὐτὸς δὲ Ἀριστοτέλης ἐν ἀρχῇ μέν, ὅτε τὰς κατηγορίας ἀπηριθμεῖτο, ἑνικῶς μᾶλλον δοκεῖ λέγειν, ὥσπερ καὶ τὰ πρὸ αὐτοῦ· "ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι" καὶ πάλιν "πρός τι δὲ οἷον διπλάσιον, ἥμισυ"· ἐνταῦθα δὲ πληθυντικῶς τὰ πρός τι λέγει, ὅτι σαφέστερον τοῦτό ἐστιν πρὸς τὴν μάθησιν· διὰ γὰρ τῶν ἐχόντων τὴν σχέσιν καὶ αὐτὴ ἡ σχέσις εὐκολώτερον διαφαίνεται". ταῦτα μὲν οὖν καὶ τὰ τοῦ Ἰαμβλίχου. μήποτε δὲ κἂν τὴν ἰδιότητα τῶν πρός τι δυνατὸν ἑνικῶς θεωρεῖν, ἀλλ' οὕτως ὡς [161] καὶ τὴν τῶν τριῶν καὶ ἑκάστου τῶν ἀριθμῶν ἐν πλήθει ὑφεστώτων μίαν ἰδιότητα, καὶ κἂν δυνατὸν καὶ ἐπὶ ταύτης τῆς κατηγορίας, ὥσπερ ἐπὶ τῶν ἄλλων, καὶ ἑνικῶς προφέρεσθαι καὶ πληθυντικῶς, ἀλλ' οὐχ ὁμοίως· ἐκεῖ μὲν γὰρ τὸ μὲν ἓν ἦν αὐτὸ τὸ γένος, τὰ δὲ πολλὰ τὰ ἐν τῷ γένει περιεχόμενα εἴδη, ἐνταῦθα δὲ πολλὰ οὐχὶ τὰ εἴδη τῶν πρός τι λεγομένων, ἀλλὰ τὰ συνιστῶντα τὴν σχέσιν καὶ ἐν οἷς ἡ σχέσις θεωρεῖται. ἴδιον γὰρ τῆς σχέσεως μόνης τὸ ἐν πολλοῖς ὑφεστάναι μόνως, ὅπερ οὐδεμιᾷ πρόσεστι τῶν ἄλλων κατηγοριῶν. τοσοῦτον οὖν ἐκ τῶν εἰρημένων εἰ δοκεῖ συνακτέον, ὅτι ἔχει τινὰ πρὸς τὰς ἄλλας κατηγορίας διαφορὰν κατὰ τὸ μὴ ὁμοίως ἐκείναις ἑνικῶς καὶ πληθυντικῶς λέγεσθαι, ἐν πλήθει πάντως τὴν ἑαυτῆς ὑπόστασιν ἔχουσα.

   Τὴν δὲ διαίρεσιν τῶν πρός τι οἰκείως τῇ ἀλλαχοῦ παρ' αὐτοῦ γενομένῃ καὶ νῦν πεποίηται εἴς τε τὸ μεῖζον καὶ βραχύτερον καὶ πλέον καὶ ἔλαττον καὶ διπλάσιον καὶ ἥμισυ καὶ ὅσα ἄλλα τοιαῦτα· ταῦτα γὰρ πάντα τῶν πρός τί ἐστιν· καὶ ἕξις δέ, φησίν, καὶ διάθεσις · πάντα γὰρ τὰ εἰρημένα τοῦτο ὅπερ ἐστὶν ἑτέρων λέγεται. ὁ δὲ θεῖος Ἰάμβλιχος "ἡ διαίρεσις, φησίν, τοῦ πρός τι εἴς τε τὰ καθ' ὑπεροχὴν καὶ ἔλλειψιν τέμνεται, ὧν ἐστι τὸ διπλάσιον, τὸ πολυπλάσιον, ὅλως τὸ πολύ· καὶ εἰς τὰ κατ' ἰσότητα, ὧν ἐστιν τὸ ἴσον, τὸ ὅμοιον τὸ ταὐτόν· καὶ εἰς τὰ ἐν τῷ ποιεῖν καὶ πάσχειν, ὡς τὸ θερμαντικὸν καὶ τὸ θερμαινόμενον, τὸ μὲν κατὰ δύναμιν, τὸ δὲ κατ' ἐνέργειαν· καὶ εἰς τὰ κατὰ στέρησιν δυνάμεως, ὡς τὸ ἀδύνατον ὁραθῆναι πρὸς τὸ ἀδύνατον ἰδεῖν· τὸ δὲ κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον, ὡς μέτρον, αἴσθησις, ἐπιστήμη· πάντα γὰρ ταῦτα ὡς κρίνοντά ἐστιν πρὸς κρινόμενα· τὸ δὲ κατὰ τὴν ὡς ἐπὶ τὸ γένος ἀναφοράν, ὡς ἡ γραμματικὴ πρός τί ἐστιν κατὰ τὴν ἀναφορὰν τὴν ἐπὶ τὸ γένος, τουτέστιν τὴν ἐπιστήμην, καὶ ἡ ἀρετὴ καὶ κακία κατὰ τὴν ἐπὶ τὴν ἕξιν ἀναφορὰν πρός τι οὖσαν. ὑπὸ δὲ ταύτην, φησίν, τὴν διαίρεσιν ὑποπίπτει τὰ νῦν εἰρημένα· καὶ τὰ μὲν ἄλλα πρόδηλα, τὴν δὲ θέσιν καὶ τὴν διάθεσιν ἔνεστιν ὑπάγειν ὑπὸ τὸ πάσχειν, τὴν δὲ ἕξιν κατὰ τὸ κρίνειν". ταῦτα δὲ τοῦ Ἰαμβλίχου λέγοντος ἄξιον ζητεῖν, κἂν ἀνάγωνται πάντα ὑπὸ τὰ εἰρημένα, τίς ἀνάγκη ἢ τῆς ὑπ' αὐτοῦ ἢ τῆς ὑπ' Ἀριστοτέλους παραδοθείσης διαιρέσεως· ἀπαρίθμησις γάρ τις ἔοικεν εἶναι αὕτη, ἀλλ' οὐχὶ διαίρεσις. μήποτε οὖν κατὰ τὰς κατηγορίας ἐποιήσατο τὴν διαίρεσιν ὁ Ἀριστοτέλης, πρῶτον μὲν κατὰ τὸ ποσὸν καὶ τούτου πρῶτον κατὰ τὸ ἀόριστον· τοιοῦτον γὰρ τὸ μεῖζον· εἶτα κατὰ τὸ ὡρισμένον, οἷόν ἐστιν τὸ διπλάσιον· ἐφεξῆς δὲ κατὰ τὸ ποιόν· τοῦ γὰρ ποιοῦ καὶ ἡ ἕξις καὶ ἡ διάθεσις· εἴη δὲ ἂν [162] καὶ τοῦ ἔχειν ἡ ἕξις, ὥσπερ ἡ διάθεσις τοῦ πάσχειν· ἡ δὲ αἴσθησις καὶ ἡ ἐπιστήμη κατ' ἐνέργειαν θεωρούμεναι τοῦ ποιεῖν, ἡ δὲ θέσις τοῦ κεῖσθαι· τὰ δὲ κατὰ στέρησιν καθ' ἑκάστην ἂν εἴη κατηγορίαν. ἀλλὰ καὶ οὕτως παραλέλειπται τά τε ἐν τῇ οὐσίᾳ θεωρούμενα, ὡς πατὴρ καὶ υἱός, καὶ τὰ ἐν τῷ ποῦ, ὡς τὸ ἄνω καὶ κάτω εἴρηται ὅτι τῶν πρός τί ἐστιν. τὸ δὲ ποτέ, εἴτε τὸ ἀόριστόν ἐστιν ὡς τὸ πάλαι εἴτε τὸ ὡρισμένον ὡς τὸ χθές, καθ' αὑτὰ λέγεται καὶ οὐ πρός τι. μήποτε οὖν οὐδὲ ἡ οὐσία κατὰ τὸν ἑαυτῆς λόγον ἐπιδέχεται τὸ πρός τι, ἐν τῷ καθ' αὑτὴν ὑφεστάναι θεωρουμένη, ἀλλὰ τὸ μὲν μέγα ὄρος κατὰ τὸ ποσόν, ὁ δὲ πατὴρ κατὰ τὸ γεννῆσαι ἤτοι ποιῆσαι, ὥσπερ ὁ υἱὸς κατὰ τὸ γεγεννῆσθαι, ὅ ἐστιν ὑπὸ τὸ πάσχειν. ἀλλὰ ταῦτα μὲν καὶ ἐπὶ πλέον ζητητέον.

   Νῦν δὲ τὴν ὑπογραφὴν σαφηνιστέον. τὸ μὲν γὰρ ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται δηλοῖ τὸ κατὰ τὴν αὑτῶν φύσιν τὰ πρός τι πρὸς ἕτερον ἀναφέρεσθαι, οἷον ὁ Σωκράτης, ᾗ ἄνθρωπος ἢ φιλόσοφος ἢ σιμὸς ἤ τι τοιοῦτον, καθ' αὑτὸν λέγεται καὶ οὐκ ἀναφέρεται πρὸς ἕτερον, ἐὰν δὲ αὐτὸν πατέρα ἢ υἱὸν ἢ διδάσκαλον εἴπῃς, ταῦτα πρὸς ἕτερον ἀναφέρεται· ὁ γὰρ πατὴρ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς πατρὸς υἱὸς καὶ ὁ διδάσκαλος μαθητοῦ διδάσκαλος. ὅσα οὖν κατὰ τὴν ἑαυτῶν φύσιν ἑτέρων εἶναι λέγεται, ταῦτα τῶν πρός τί ἐστιν. ἐπειδὴ δὲ οὐ πάντα ὅσα πρὸς ἕτερον λέγεται, οὕτως λέγεται ὡς ἑτέρῳ ἢ ἑτέρου, ἀλλὰ τὰ μὲν ἑτέρου κατὰ γενικὴν πτῶσιν, ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον καὶ τὸ ἔλαττον μείζονος ἔλαττον, τὰ δὲ πρὸς δοτικήν, ὡς τὸ ἴσον ἴσῳ ἴσον καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, τὰ δὲ καὶ πρὸς γενικὴν καὶ πρὸς δοτικήν, ὡς τὸ μεῖζον καὶ ὑπερέχον καὶ ἑτέρου τοῦ ὑπερεχομένου ὑπερέχει καὶ ἑτέρῳ τῇ ὑπεροχῇ ὑπερέχει τοῦ ὑπερεχομένου, οἷον ὁ δέκα τοῦ ἑπτὰ ὑπερέχει τῷ τρία· ἄλλα δὲ οὔτε κατὰ γενικὴν οὔτε κατὰ δοτικήν, ἀλλὰ μετὰ τῆς πρός προθέσεως, ὡς τὸ μέγα οὔτε μικροῦ μέγα οὔτε μικρῷ μέγα, ἀλλὰ πρὸς μικρὸν λέγεται μέγα καὶ τὸ μικρὸν πρὸς μέγα μικρὸν καὶ ἡ μικρὰ κέγχρος πρὸς μεγάλην κέγχρον, τὸ μέντοι τεμνόμενον κατ' ἄλλον τρόπον ὑπὸ τοῦ τέμνοντος λέγεται τέμνεσθαι καὶ τὸ κινούμενον ὑπὸ τοῦ κινοῦντος, τινὰ δὲ καὶ παρά τινος λέγεται, ὡς τὸ δῶρον παρὰ τοῦ δωρουμένου ‑ ἐπειδὴ οὖν πολυειδής ἐστιν ἡ τῶν πρός τι εἰς ἕτερον ἀναφορά, διὰ τοῦτο οὐκ ἤρκεσεν εἰπεῖν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἀλλὰ καὶ ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἔχει, τουτέστιν εἴτε κατὰ γενικὴν πτῶσιν ἡ ἀναφορὰ εἴτε κατὰ δοτικὴν ἢ οὐδόλως κατὰ πτῶσιν, ἀλλὰ ἄλλον τινὰ τρόπον ὡς εἴρηται. εἴτε οὖν Πλάτωνος εἴτε ἄλλου τινὸς ὁ ὅρος, οὐ κατὰ διόρθωσιν ἔχει τὴν [163] προσθήκην τὴν τοῦ καὶ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, ἀλλὰ μέρος ἐστὶν τοῦ ὅρου. σαφηνίζει δὲ αὐτὸ ὁ Ἀριστοτέλης διὰ τῶν παραδειγμάτων τῶν ἐπαγομένων, οἷον ὄρος μέγα λέγεται πρὸς ἕτερον εἰπὼν ἀντὶ τοῦ μὴ κατὰ πτῶσιν ἀποδίδοσθαι, ἀλλὰ κατ' ἄλλον τρόπον· καὶ τὸ ὅμοιον δὲ τινὶ ὅμοιον λέγεται, ὅτι καὶ κατὰ δοτικὴν πτῶσιν ἀποδίδοταί τινα. ὁ μέντοι Βόηθος ὅλον βιβλίον γράψας περὶ τοῦ πρός τι καὶ πρός τί πως ἔχοντος οἴεται τὸν ὅρον ὑπὸ τοῦ Πλάτωνος ἀποδεδόσθαι μέχρι τοῦ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, τὸ δὲ ἑξῆς ὑπὸ Ἀριστοτέλους προσκεῖσθαι διορθώσεως ἕνεκεν. ἔοικεν δὲ ὅλος μὲν ἀποδεδόσθαι ὁ ὅρος ὑπὸ τοῦ ἀποδεδωκότος, σαφηνισθῆναι δὲ διὰ τῶν παραδειγμάτων πρότερον μὲν οἰκείως ἀποδοθέντων τῷ ἑτέρων εἶναι λέγεται· τὸ γὰρ μεῖζον, φησί, τινὸς μεῖζον λέγεται καὶ τὸ διπλάσιον ἑτέρου λέγεται· εἶτα καὶ τῷ ὁπωσοῦν ἄλλως πρὸς αὐτά τοῦ οἷον ὄρος μέγα λέγεται πρὸς ἕτερον· καὶ τὸ ὅμοιον δὲ τινὶ ὅμοιον λέγεται.

   Ἀλλὰ καὶ τὸν πλήρη ὅρον ὁ Βόηθος αἰτιᾶται λέγων· "ἔοικεν δὲ ἡμαρτῆσθαι καὶ ὁ οὕτως ἔχων λόγος· οὐ γὰρ ἐχρῆν τὸ πρός τί πως ἔχον ὁριζόμενον ἐμπεριλαμβάνειν τὸ πῶς ἔχον πρὸς ἄλλο· τοῦτο γὰρ ἦν ὃ καὶ προέκειτο ὁρίσασθαι. οὐκ ἐχρῆν δὲ οὐδὲ τὸ ἕτερον ἢ τὸ ἄλλο περιλαμβάνειν τῷ ὅρῳ τὸ πρός τι ὁριζόμενον· καὶ γὰρ ταῦτα τῶν πρός τι". ἀγνοεῖν δὲ δοκεῖ, ὅτι μοχθηρὸς ὁ ὅρος οὐχ ὅταν διὰ τῶν ὁμογενῶν γράφηται τῶν εἰς τὸν λόγον παραλαμβανομένων (καὶ γὰρ τοῦ ἀνθρώπου οὐσίας ὄντος ὁ ἀποδοθεὶς ὅρος 'ζῷον λογικὸν θνητόν' διὰ οὐσιωδῶν ἀποδέδοται), ἀλλ' ὅταν ὄνομα ἀντ' ὀνόματος ἀποδοθῇ, οἷον εἴ τις ὁριζόμενος τὸν ἄνθρωπον μέροπα ἀποδιδοίη. ὥστε εἰ μὲν τὰ πρός τι πρὸς ἄλλο εἶναι εἶπεν, ἦν ἂν ὄνομα ἀντὶ ὀνόματος· εἰ δὲ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι ἀφωρίσατο αὐτά, ὑπογραφὴ τοῦτό ἐστιν καὶ οὐχὶ ὀνόματος μετάληψις. οὐδὲν οὖν ἄτοπον ἐκ τῶν τοῦ πρός τι μορίων τὴν ὑπογραφὴν συμπεπληρῶσθαι. καὶ αὐτὸς δὲ προελθὼν ἀπολογεῖται ὅτι τῶν πρώτων γενῶν ἀνάγκη διὰ τῶν ὑστέρων καὶ δι' αὐτῶν τὰς ὑπογραφὰς ἀποδιδόναι.

   Ἐπειδὴ δὲ καὶ τὴν ἕξιν καὶ τὴν διάθεσιν τῶν πρός τί φησιν εἶναι, ζητεῖν ἄξιον, πότερον πρὸς τὸ ἑκτὸν καὶ ἐχόμενον λέγεται ἡ ἕξις, ἡ δὲ διάθεσις πρὸς τὸ διαθετόν, ὥσπερ ἡ αἴσθησις πρὸς τὸ αἰσθητὸν καὶ ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητόν, ἢ ἡ μὲν ἕξις πρὸς τὸν ἔχοντα (τοῦ γὰρ [164] ἔχοντός ἐστιν ἕξις), ἡ δὲ διάθεσις πρὸς τὸ διακείμενον, ὥσπερ καὶ ἡ θέσις τοῦ κειμένου. καὶ ἔοικεν οὕτως μᾶλλον ὅ τε Ἀριστοτέλης νῦν ἀποδέχεσθαι καὶ οἱ τούτου ἐξηγηταί· εἰ γὰρ ἐν τῷ ἔχεσθαι ἡ ἕξις, πρὸς τὸν ἔχοντα ἂν ῥηθείη †ἢ τὸ ἐχόμενον ὑπ' αὐτῆς. ὁ δὲ φιλόσοφος Συριανὸς ζητήσας, διὰ τί ἡ μὲν αἴσθησις πρὸς τὸ αἰσθητὸν λέγεται καὶ ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητόν, ἡ δὲ ἕξις οὐ πρὸς τὸ ἑκτόν, ἀλλὰ πρὸς τὸν ἔχοντα, "ἴσως, φησίν, ἐπειδὴ ἡ αἴσθησις ἐπείγεται πρὸς τὸ αἰσθητὸν ὡς πρὸς ἐφετὸν καὶ ἔτι μᾶλλον ἐπιστήμη πρὸς τὸ ἐπιστητόν, ἡ δὲ ἕξις καὶ ἡ διάθεσις οὐ τέταται πρός τι, ὡς οὐδὲ ἡ τοῦ σώματος, ἀλλ' αὐτὴ καθ' αὑτήν ἐστιν. καὶ ὅτι ἐστὶν ὡρισμένα τὰ ἐφετά, διὰ τοῦτο πρὸς ταῦτα λέγεται· τὸ δὲ ἑκτὸν καὶ διαθετὸν ἀόριστά ἐστιν, καὶ διὰ τοῦτο οὐ πρὸς ταῦτα, ἀλλὰ πρὸς τὸ ἔχον μᾶλλον ὡς ὡρισμένον ἡ ἕξις καὶ ἡ διάθεσις λέγεται". καὶ αὕτη μὲν ἡ διάταξις τοῖς λεγομένοις ἐν τοῖς Τόποις κατακολουθεῖ· ἐν δὲ τῷ τετάρτῳ τῆς Μετὰ τὰ φυσικὰ καὶ αὐτὸς ὁ Ἀριστοτέλης οὐδὲ ταῦτα πρὸς τὸν ἔχοντα λέγεσθαί φησιν, ἀλλὰ πρὸς ἃ ἡ ἐνέργεια, τουτέστιν ἡ ἕξις πρὸς τὸ ἑκτὸν καὶ ἡ διάθεσις πρὸς τὸ διαθετόν. καὶ γὰρ ὅταν μὲν ἡ ἕξις καὶ ἡ διάθεσις ὡς τῆς ψυχῆς λέγηται, κατὰ μετοχήν ἐστι τὸ τοιοῦτον, ὡς ἐχούσης τῆς ψυχῆς τὴν ἕξιν καὶ τὴν διάθεσιν, ὥσπερ τὸ σῶμα τὸ ἱμάτιον, καὶ οὐκ ἔστι τῶν πρός τι, ἀλλ' ὡς εἰώθασι λέγειν, τῶν κατ' ἔλλειψιν, ὅτι μετέχεται. ὅταν δὲ ἡ ἕξις ὡς μεταξὺ τοῦ ἔχοντος καὶ ἐχομένου λαμβάνηται, οὐκέτι ὡς ἐχομένη θεωρεῖται· οὐ γὰρ ἔχεται ἡ ἕξις, ἵνα μὴ ᾖ ἐπ' ἄπειρον, ἀλλ' ἔστιν σχέσις καὶ πρός τι τὸ τοιοῦτον. καὶ ἡ διάθεσις δὲ ὡσαύτως καὶ ἡ θέσις. ἄλλο γάρ ἐστιν τὸ κατ' ἔλλειψιν λεγόμενον πρὸς ἀναπλήρωσίν τινος, ἄλλο τὸ ἐν τῇ πρὸς ἕτερον καὶ ἐν ἑτέρῳ καὶ ἑτέρου πρὸς αὐτὸ σχέσει θεωρούμενον. κἂν τὸ αὐτὸ τοίνυν καὶ ποιότης καὶ πρός τι ᾖ ὥσπερ ἡ ἕξις, διακριτέον αὐτά, τῇ μὲν κατ' ἔλλειψιν σημασίᾳ ὡς ποιότητα ἀφορίζοντα, τῇ δὲ πρὸς ἕτερον καὶ ἐν ἑτέρῳ καὶ ἑτέρου πρὸς αὐτὸ σχέσει ὡς πρός τι.

   Ἑτέρων δὲ λέγεσθαι εἰπὼν προσέθηκεν καὶ οὐκ ἄλλο τι διὰ τὰ ἐναντία. ἐκεῖνα γάρ ἐστιν μὲν καὶ αὐτὰ ἑτέρων, τῶν ἐναντίων· τὸ γὰρ ἐναντίον ἐναντίου ἐστὶν ἐναντίον, καὶ κατὰ τοῦτο καὶ πρός τί ἐστιν, ἀλλὰ καὶ ἄλλο τί ἐστιν· λευκὸν γάρ ἐστιν ἢ θερμόν, τὸ μέντοι πρός τι ὡς πρός τι οὐδὲν ἄλλο ἐστὶν ἢ τοῦτο ὃ λέγεται· δεξιὸν γὰρ ἢ πατὴρ ἢ μεῖζον, καθὸ πρός τι, καὶ οὐδὲν ἄλλο, ὥσπερ ἐκεῖ λευκὸν ἢ θερμόν. καὶ τὴν [165] ἀνάκλισιν δὲ καὶ τὴν στάσιν καὶ τὴν καθέδραν τῶν πρός τι λέγει, διότι θέσεις τινές εἰσιν· ἕκαστον γὰρ αὐτῶν ποιὰν θέσιν δηλοῖ, ἡ δὲ θέσις τῶν πρός τι· ἡ γὰρ θέσις θετοῦ θέσις καὶ τὸ θετὸν θέσει θετόν. εἰ δὲ ἡ θέσις τῶν πρός τι, καὶ τὰ εἴδη τῆς θέσεως τῶν πρός τι· καὶ γὰρ καὶ ἡ ἀνάκλισις ἀνακειμένου καὶ ὁ ἀνακείμενος ἀνακλίσει ἀνακείμενος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἀλλ' ἐπιστῆσαι ἄξιον, διὰ τί οὐκ αὐτὰ καθ' αὑτὰ εἶπεν τῶν πρός τι, ἀλλὰ διὰ τὴν ἐπὶ τὴν θέσιν ἀναφοράν· ὃ καὶ αἴτιον ἐγένετο τῷ Ἰαμβλίχῳ εἶδος ἕν τι τῶν πρός τι εἰπεῖν κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν. ἢ ὅτι ἐκεῖνα καθ' ἃ λέγεται, οἷον τὸ ἀνακεῖσθαι καὶ καθῆσθαι ἢ ἑστάναι, οὐκ ἔστι τῶν πρός τι, ἀλλ' ὑπὸ τὸ κεῖσθαι ἀνάγεται. εἰ γὰρ ἀπὸ τῆς στάσεως τὸ ἑστάναι καὶ ἀπὸ τῆς καθέδρας τὸ καθῆσθαι, οὐδὲν δὲ παρώνυμον τῆς αὐτῆς κατηγορίας ἐστὶν ἐκείνῳ ἀφ' οὗ παρωνόμασται, ὥσπερ ὁ γραμματικὸς οὐκ ἔστιν ἐν τῇ αὐτῇ κατηγορίᾳ ἐν ᾗ καὶ ἡ γραμματική, εἴπερ αὕτη μὲν ὑπὸ τὴν ποιότητα, ἐκεῖνος δὲ ὑπὸ τὴν οὐσίαν, οὕτως δὲ καὶ ἡ μὲν στάσις ὑπὸ τὸ πρός τι, τὸ δὲ ἑστάναι ὑπὸ τὸ κεῖσθαι. διὰ οὖν τὸ ἑστάναι καὶ τὰ τοιαῦτα παρακείμενα τῇ στάσει καὶ τοῖς ὁμοίοις οὐ δι' αὑτῶν ταῦτα, ἀλλὰ διὰ τὴν θέσιν ὡς ἐναργεστέραν ὑπὸ τὸ πρός τι ἀνήγαγεν. τὸ γὰρ ἀνακεῖσθαι καὶ ἑστάναι οὔκ εἰσιν θέσεις, διὸ οὐδὲ πρός τι, ἀλλὰ κατὰ τὸ πρός τι γίνονται. τὸ γὰρ κείμενον οὐ θέσει κεῖται, ἀλλ' ἐν θέσει· διὸ οὐδὲ ἡ στάσις οὔτε ἡ ἀνάκλισις οὔτε ἡ καθέδρα κεῖσθαι λέγονται. ἆρα οὖν αἴτιόν ἐστιν τὸ παρωνύμως λέγεσθαι; ἢ οὐ πάντως τοῦτο· καὶ γὰρ τὸ πτερὸν καὶ τὸ πτερωτὸν παρωνύμως τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου λέγεται καὶ ὅμως ἄμφω ἐν τῇ αὐτῇ ἐστιν κατηγορίᾳ· ἀλλ' ἐπειδὴ ἄλλης κατηγορίας γίνεται τὸ παρονομαζόμενον, οἷον ἀπὸ τῆς ἀνακλίσεως τὸ ἀνακείμενον. ἀκριβέστερον οὖν διαιρούμενοι τὰ παρώνυμα οὐκ ἐροῦμεν εἶναι ὑπ' ἄλλην κατηγορίαν, εἰ μὴ ὅταν ἐξίσταται εἰς ἄλλο γένος. διὰ τί δὲ εἶπεν· ἔστιν δὲ καὶ τὰ τοιάδε τῶν πρός τι; ἢ ἐπειδὴ τῶν κατηριθμημένων τὰ μὲν καὶ ἐν τῇ ποιότητι ἦν, ὡς ἕξις καὶ διάθεσις καὶ αἴσθησις καὶ ἐπιστήμη καθ' ὅσον ποιά, ἡ δὲ θέσις πρὸς τὸ κεῖσθαι συγγενῶς ἔχει, μνημονεύει δὲ αὐτῶν ὡς καὶ ἐν τοῖς πρός τι ὄντων, διὰ τοῦτο καὶ τῶν πρός τι εἶπεν τὰ τοιάδε. ταῦτα μὲν τὰ περὶ τὴν λέξιν.

   Οἱ δὲ Στωικοὶ ἀνθ' ἑνὸς γένους δύο κατὰ τὸν τόπον τοῦτον ἀριθμοῦνται, τὰ μὲν ἐν τοῖς πρός τι τιθέντες, τὰ δὲ ἐν τοῖς πρός τί πως ἔχουσιν. καὶ τὰ μὲν πρός τι ἀντιδιαιροῦσιν τοῖς καθ' αὑτά, τὰ δὲ πρός τί πως ἔχοντα τοῖς κατὰ διαφοράν, πρός τι μὲν λέγοντες τὸ γλυκὺ καὶ πικρὸν καὶ τὰ τοιαῦτα, ὅσα τοιῶσδε διατίθησιν, πρός τι δέ πως ἔχοντα οἷον δεξιόν, πατέρα καὶ τὰ τοιαῦτα· κατὰ διαφορὰν δέ φασιν τὰ κατά τι εἶδος χαρακτηριζόμενα.

[166] ὥσπερ οὖν ἄλλη τῶν καθ' αὑτὰ ἔννοια καὶ ἄλλη τῶν κατὰ διαφοράν, οὕτως ἄλλα μὲν τὰ πρός τί ἐστιν, ἄλλα δὲ τὰ πρός τί πως ἔχοντα. ἀντεστραμμένη δέ ἐστιν τῶν συζυγιῶν ἡ ἀκολουθία. τοῖς μὲν γὰρ καθ' αὑτὰ συνυπάρχει τὰ κατὰ διαφοράν· καὶ γὰρ τὰ καθ' αὑτὰ ὄντα διαφορὰς ἔχει τινάς, ὥσπερ τὸ λευκὸν καὶ μέλαν· οὐ μέντοι τοῖς κατὰ διαφορὰν τὰ καθ' αὑτὰ συνυπάρχει· τὸ γὰρ γλυκὺ καὶ πικρὸν διαφορὰς μὲν ἔχει, καθ' ἃς χαρακτηρίζεται, οὐ μέντοι καθ' αὑτά ἐστιν τοιαῦτα, ἀλλὰ πρός τι. τὰ δὲ πρός τί πως ἔχοντα, ἅπερ ἀντίκειται τοῖς κατὰ διαφοράν, πάντως καὶ πρός τί ἐστιν· ὁ γὰρ δεξιὸς καὶ πατὴρ μετὰ τοῦ πῶς ἔχειν καὶ πρός τί εἰσιν. τὸ δὲ γλυκὺ καὶ πικρὸν πρός τι ὄντα κατὰ διαφοράν ἐστιν, τὰ δὲ πρός τί πως ἔχοντα ἐναντία τοῖς κατὰ διαφορὰν ὑπάρχει. καὶ γὰρ τὰ μὲν πρός τί πως ἔχοντα ἀδύνατον καθ' αὑτὰ εἶναι ἢ κατὰ διαφοράν· ἐκ γὰρ τῆς πρὸς ἕτερον σχέσεως ἤρτηται μόνης· τὰ μέντοι πρός τι καθ' αὑτὰ μὲν οὐκ ἔστιν, οὐ γάρ ἐστιν ἀπόλυτα, κατὰ διαφορὰν δὲ πάντως ἔσται· μετὰ γάρ τινος χαρακτῆρος θεωρεῖται. εἰ δὲ δεῖ σαφέστερον μεταλαβεῖν τὰ λεγόμενα, πρός τι μὲν λέγουσιν, ὅσα κατ' οἰκεῖον χαρακτῆρα διακείμενά πως ἀπονεύει πρὸς ἕτερον, πρός τι δέ πως ἔχοντα, ὅσα πέφυκεν συμβαίνειν τινὶ καὶ μὴ συμβαίνειν ἄνευ τῆς περὶ αὐτὰ μεταβολῆς καὶ ἀλλοιώσεως μετὰ τοῦ πρὸς τὸ ἐκτὸς ἀποβλέπειν, ὥστε ὅταν μὲν κατὰ διαφοράν τι διακείμενον πρὸς ἕτερον νεύσῃ, πρός τι μόνον ἔσται τοῦτο, ὡς ἡ ἕξις καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις· ὅταν δὲ μὴ κατὰ τὴν ἐνοῦσαν διαφοράν, κατὰ ψιλὴν δὲ τὴν πρὸς ἕτερον σχέσιν θεωρῆται, πρός τί πως ἔχον ἔσται. ὁ γὰρ υἱὸς καὶ ὁ δεξιὸς ἔξωθέν τινων προσδέονται πρὸς τὴν ὑπόστασιν· διὸ καὶ μηδεμιᾶς γενομένης περὶ αὐτὰ μεταβολῆς γένοιτο ἂν οὐκέτι πατὴρ τοῦ υἱοῦ ἀποθανόντος οὐδὲ δεξιὸς τοῦ παρακειμένου μεταστάντος· τὸ δὲ γλυκὺ καὶ πικρὸν οὐκ ἂν ἀλλοῖα γένοιτο, εἰ μὴ συμμεταβάλλοι καὶ ἡ περὶ αὐτὰ δύναμις. εἰ τοίνυν καὶ μηδὲν αὐτὰ παθόντα μεταβάλλει κατὰ τὴν ἄλλου πρὸς αὐτὰ σχέσιν, δῆλον ὅτι ἐν τῇ σχέσει μόνῃ τὸ εἶναι ἔχει καὶ οὐ κατά τινα διαφορὰν τὰ πρός τί πως ἔχοντα.

   Πρὸς δὲ τὴν τοιαύτην ἀκριβολογίαν τῆς τοῦ ἑνὸς γένους διαιρέσεως ῥητέον ὅτι οὐ κατὰ τὰ πράγματά ἐστιν ἡ διαφορὰ τοῦ πρός τι καὶ τοῦ πρός τί πως ἔχοντος, ἀλλὰ κατὰ τὴν λέξιν μόνην· ἐπ' ἴσης γὰρ ἄμφω κατά τε διαφοράν τινα ὑποῦσαν καὶ κατὰ τὴν πρὸς ἄλλο σχέσιν ὑφίστανται· τὸ δὲ ὅπου μὲν τὴν διαφορὰν μᾶλλον προσπίπτειν, ὅπου δὲ τὴν σχέσιν μᾶλλον [167] μὴ ποιεῖν γενικὴν διαφοράν. καὶ ὅτι μὲν τοῖς πρός τι μετὰ τοῦ οἰκείου χαρακτῆρος καὶ ἡ σχέσις συνυφίσταται, παρὰ πάντων ὁμολογεῖται· ὅτι δὲ καὶ τοῖς πρός τί πως ἔχουσιν ἀνάγκη χαρακτῆρα ἐνυπάρχειν τοῖς ὑποκειμένοις, ἱκανῶς ὁ Βόηθος ἀπέδειξεν. καὶ αὐτόθεν δὲ τοῦτο πρόδηλον· οὐ γὰρ ἔχει φύσιν αὐτὴ καθ' αὑτὴν ἡ πρὸς ἕτερον σχέσις ὑφίστασθαι, ἀλλ' ἀνάγκη αὐτὴν ἐν τῷ κατὰ διαφορὰν χαρακτῆρι ἐνυπάρχειν· ὁ δὲ χαρακτὴρ οὗτος ὅπου μὲν ποιότης ἐστίν, ὡς τὸ λευκότερον σὺν τῇ χρόᾳ τοιοῦτον, ὅπου δὲ ποσότης ὡς ἐν τῷ πλεῖον καὶ μακρότερον, ὅπου δὲ κίνησις ὡς ἐν τῷ ὠκύτερον, ὅπου δὲ χρόνος ὡς ἐν τῷ πρεσβύτερον, ὅπου δὲ τόπος ὡς ἐν τῷ ἀνώτερον. ὁ δὲ ἀριστερὸς καὶ δεξιὸς σὺν πλείοσι διαφοραῖς ὑφίσταται· καὶ γὰρ μετὰ τόπου ἐμφαίνεται καὶ μετὰ μέρους τοιούτου· τῷ γὰρ ἡμᾶς μέρη ἔχειν τοιαῦτα τὸ δεξιὸν καὶ ἀριστερὸν λέγεται, ἐπεὶ ὅ γε λίθος πρὸς τὸν λίθον οὐκ ἔσται δεξιός, εἰ μή τις καὶ τοῦτον πρὸς τὰ ἡμέτερα δεξιὰ καὶ ἀριστερὰ παραβάλλοι. ἐπὶ δὲ τοῦ ταὐτοῦ καὶ παραδόξως τὸ πρός τι ὑπάρχει· οὐ γὰρ πρὸς ἕτερον, ἀλλὰ πρὸς ἑαυτὸ λέγεται· τὸ γοῦν καθάπαξ ὄν, ἀλλὰ μὴ κατά τι μηδὲ πῶς, τοῦτο ταὐτόν ἐστιν. οὕτως ἀεὶ ἡ σχέσις τοῖς χαρακτῆρσι τῆς διαφορᾶς συνυφίσταται, καὶ οὐ δύο ταῦτά ἐστιν, ὡς ὑπονοοῦσιν ἐκεῖνοι, ἀλλ' ἓν τὸ συναμφότερον. ἕπεται δὲ αὐτοῖς κἀκεῖνο ἄτοπον τὸ σύνθετα ποιεῖν τὰ γένη ἐκ προτέρων τινῶν καὶ δευτέρων, ὡς τὸ πρός τι ἐκ ποιοῦ καὶ πρός τι. ἀλλὰ καὶ περὶ τῆς ἀκολουθίας οὔτε, ὡς οἱ Στωικοὶ λέγουσιν, τῷ μὲν πρός τί πως ἔχοντι τὸ πρός τι ἕπεται, τῷ δὲ πρός τι οὐκέτι τὸ πρός τί πως ἔχον, οὔθ' ὡς ὁ Βόηθος ἀμυνόμενος αὐτοὺς "τῷ μὲν πρός τι, φησίν, τὰ πρός τί πως ἔχοντα συνακολουθεῖ· μετὰ γὰρ τοῦ πρὸς ἕτερόν πως ἔχειν ταῦτα προσείληφεν καὶ τὴν οἰκείαν διαφοράν· τῷ δὲ πρός τί πως ἔχοντι οὐκέτι τὰ πρός τι συνέπεται· οὐ γὰρ πᾶσιν ὑπάρχει τοῖς πρός τι πρὸς ἕτερόν τε λέγεσθαι τῇ σχέσει καὶ τὴν διαφορὰν τὴν οἰκείαν ἔχειν". ἀλλ' ἄμεινον ἀντακολουθεῖν ἀλλήλοις ταῦτα λέγειν, ὥστε εἴ τι πρός τί ἐστιν, καὶ πῶς ἔχον εἶναι, καὶ εἴ τι πῶς ἔχον, καὶ πρός τι. εἶναι γὰρ δεῖ καὶ τὴν ἐπινεύουσαν δύναμιν κατὰ διαφορὰν θεωρουμένην καὶ τὴν ἐπίνευσιν αὐτὴν καὶ σχέσιν· ὁπότερον γὰρ ἂν ἐπιλείπῃ τούτων, οὐ σῴζεται ἡ τοιαύτη κατηγορία· οὔτε γὰρ ἡ σχέσις ψιλὴ καθ' ἑαυτήν ἐστιν οὔτε ἡ διαφορὰ χωρὶς τῆς σχέσεως ταύτην ποιεῖ τὴν κατηγορίαν. ἀλλ' οὐδὲ χωρίζειν δεῖ τήν τε διαφορὰν ἀπ' ἀλλήλων καὶ τὴν σχέσιν, ἀλλὰ κατὰ μίαν κοινὴν ἰδιότητα συνισταμένην θεωρεῖν τοῦ τε ἔχοντος τὴν σχέσιν καὶ πρὸς ὅ πως ἔχει. ταῦτα μὲν οὖν ὡς πρὸς τὰς Στωικὰς ὑποθέσεις ἱκανῶς ἀντείρηται.

   Αὐτὸ δὲ καθ' αὑτὸ τὸ πρόβλημα ζητεῖ ὁ Ἰάμβλιχος, πότερον ποιεῖ [168] τὴν διαφορὰν ἐν τοῖς πρός τι, καθ' ὅσον τὰ μὲν μᾶλλον τὸν χαρακτῆρα ἐνδείκνυται, ὡς τὸ γλυκὺ καὶ ἡδύ, τὰ δὲ τὴν σχέσιν μᾶλλον, ὡς ὁ πατὴρ καὶ υἱός, τὰ δὲ ἐξ ἴσου ἐπαμφοτερίζει τῇ τε ἐν αὐτοῖς ποιότητι καὶ τῇ πρὸς ἕτερον σχέσει, ὡς τὸ λευκότερον, καὶ εἰ ἔστιν διαφορά, πότερον κατὰ γένος ἐστὶν αὕτη ἢ κατά τι ἄλλο ὑποπῖπτον, ἢ ὅλως οὔτε κατὰ γένος διενήνοχεν οὔτε κατ' ἄλλην οὐδεμίαν διαφοράν. καὶ ζητήσας μίαν πάντων λύσιν εἶναί φησιν τὸ γνῶναι τὴν τῶν πρός τι φύσιν, ὅτι οὐ κατὰ τὰ συνιόντα ἡ τῶν πρός τι σχέσις συμπεπλήρωται ἢ τοὺς τούτων πλεονασμοὺς ἢ τὰς παρισώσεις ἢ τὰς ἐλλείψεις, ἀλλὰ κατ' αὐτὸν τὸν λόγον τῆς σχέσεως ἡ ἰδιότης τῶν πρός τι θεωρεῖται, τὰ ὁπωσοῦν διαφέροντα εἰς κοινωνίαν συνάγουσα καὶ κατὰ ταύτην τὴν κοινωνίαν ἀφοριζομένη· κατὰ μέντοι τὰ μετέχοντα καὶ ἐν τῇ σχέσει θεωρούμενα αἱ τοιαῦται θεωροῦνται παραλλαγαί, πλεοναζόντων καὶ ἐλλειπόντων καὶ ἐξισαζόντων καὶ ἐχόντων κατὰ τὰ πράγματα πολλὰς διαφοράς, αἵτινες οὐδὲν διαφέρουσι κατ' ἐκεῖνο τὸ ἓν τῆς σχέσεως γένος, ὃ πάντῃ κεχώρισται τῶν ἐν τοῖς συνθέτοις παραλλάξεων.

   Πλειόνων δὲ τῶν πρός τι λεγομένων ὑπὸ τοῦ Ἀριστοτέλους καὶ ἐνταῦθα ὡς τὸ μεῖζον καὶ διπλάσιον καὶ ἕξις καὶ ἀνάκλισις καὶ τὰ λοιπά, καὶ ἄλλων δὲ ὑπ' αὐτοῦ παραδοθέντων, ὧν πρότερον ἐμνημονεύσαμεν, τῶν τε καθ' ὑπεροχὴν καὶ ἔλλειψιν καὶ τῶν κατὰ δύναμιν καὶ ἀδυναμίαν καὶ τῶν ἄλλων τῶν τοιούτων, ἀπορεῖ ὁ Πλωτῖνος, τίς ἡ ἐν πᾶσι τούτοις κοινότης, ἆρα γενική τις ἢ κατ' ἄλλον τρόπον, κατὰ τὴν εἰς ἓν ἀναφοράν, ὡς τοὺς Ἡρακλείδας εἰς ἕνα κοινὸν ἀναφέρεσθαι τὸν Ἡρακλέα φαμέν. καὶ γὰρ εἰ μὲν ἐφαπτόμεθα τῶν ὑποκειμένων καὶ ἐχόντων τὴν σχέσιν, ὧν τὰ μέν ἐστιν ἐν οὐσίᾳ, τὰ δὲ ἐν ποσῷ, τὰ δὲ ἐν τοῖς ἄλλοις, συναλλοιωθήσεται τοῖς ἄλλοις τὰ πρός τι· εἰ δὲ μηδεμίαν ἔχει κοινωνίαν πρὸς τὰ ἔχοντα τὴν σχέσιν, ἀλλὰ ἄσχετός ἐστιν ἡ τῶν πρός τι κατηγορία, οὐχ ἕξει σχέσιν ἐκεῖνα οὐδὲ ἔσται πρός τι, οὐδὲ τούτων κοινότης ἐκείνη. μήποτε οὖν οὐδὲ συναλλοιοῦσθαι δεῖ τοῖς πράγμασιν οὔτε παντάπασιν αὐτῶν ἀπεσχίσθαι, ἀλλ' ἅμα ἐξῃρημένον τῶν διαφερόντων τὴν πρὸς ἄλληλα κοινωνίαν συνέχει κατ' αὐτὴν τὴν τῆς σχέσεως ἰδιότητα· καὶ γὰρ εἰ τοῖς διαφέρουσι καὶ ἀντιδιαιρουμένοις ἓν ὂν τὸ αὐτὸ πανταχοῦ πάρεστιν, χωριστὸν ἔσται καὶ κρεῖττον τῶν ἐναντίων, ὥστε οὐκ ἂν ὑφ' ἑνὸς αὐτῶν κατέχοιτο οὐδὲ ἐμποδίζοιτο καὶ τῷ ἑτέρῳ παρεῖναι. εἰ δὲ ταῦτα ἀληθῆ λέγομεν, ὅσαι ἂν ὦσιν καὶ ὁποῖαι διαφοραὶ τῶν πρός τι, πᾶσαι ὑπὸ μίαν τὴν χωριστὴν ὑποταχθήσονται κατηγορίαν, μηδαμῶς ἐκείνης ὑπὸ τῆς διαφορᾶς τῶν μετεχόντων αὐτῆς ἐξισταμένης ἀφ' ἑαυτῆς.

[169]    Ἕτερον δὲ ἀποροῦσι, πότερον ὑπόστασίς ἐστιν ἡ σχέσις αὕτη ἢ ὄνομα μόνον συνεκφερόμενον. ἀνάγκη τοίνυν ἢ μηδεμίαν σχέσιν τῶν ὄντων εἶναι ἢ τινὰς μὲν ὑφεστάναι, τινὰς δὲ ἀνυποστάτους ὑπάρχειν. ἀλλ' ὅτι μὲν οὐ πᾶσαν σχέσιν ἀναιρετέον, δῆλον ἐκ τοῦ δεῖν ὡς τὴν οὐσίαν καὶ ποσότητα καὶ ποιότητα καὶ τῶν ἄλλων γενῶν ἕκαστον, οὕτως καὶ τὴν σχέσιν ἐν τοῖς οὖσι τίθεσθαι, πολλὴν χρείαν καὶ αὐτὴν παρεχομένην. οὔτε γὰρ τὰ γένη οὔτε τὰ ὑπ' αὐτὰ ὄντα κοινωνίαν ἕξει τινὰ πρὸς ἄλληλα, εἰ μή τις σχέσεως ᾖ λόγος ἐν τοῖς οὖσιν. ἄτοπον δὲ τὴν κοινωνίαν ἀναιρεῖν τῶν διαφερόντων πρὸς ἄλληλα, ἄτοπον δὲ καὶ ἁρμονίαν ἀναιρεῖν· οὐ τὴν ἐν τοῖς φθόγγοις μόνην οὐδὲ τὴν ἐν τοῖς ἀριθμοῖς, ἀλλὰ καὶ τὴν ἐν ταῖς οὐσίαις καὶ δυνάμεσι πάσαις καὶ ἐνεργείαις, ἥτις ἐγγενομένη τοῖς οὖσιν συνήγαγεν εἰς ταὐτὸ καὶ σχέσιν ἔχειν πρὸς ἄλληλα ἀπειργάσατο. ἀναιρεθήσεται δὲ καὶ τὸ σύμμετρον καὶ ἴσον καὶ ἐπιστητὸν καὶ ἐπιστήμη· εἰ δὲ καὶ γεωμετρία καὶ μουσικὴ περὶ σχέσεις ἔχουσιν, ἀνυπόστατοι δὲ αὗται, καταγέλαστοι ἂν εἶεν ἐκεῖναι περὶ τὰ ἀνυπόστατα κατατριβόμεναι. πῶς δὲ καὶ ἐφετὸν πᾶσιν ὁ θεὸς λέγεται, εἰ μηδεμία σχέσις ἐστὶν πρὸς τὸ ἐφετὸν τῷ ἐφιεμένῳ; ἔτι δὲ τῶν μὲν ὄντων προτέρων ἐν τοῖς οὖσιν, τῶν δὲ δευτέρων, εἰ μηδεμία σχέσις ἔστιν, ἀναιρεθήσεται καὶ ἡ τῶν πρώτων πρὸς τὰ δεύτερα σχέσις καὶ ἡ τῶν δευτέρων πρὸς τὰ πρῶτα, ταύτης δὲ ἀνῃρημένης οὐδεμία αὐτοῖς ἔτι κοινωνία περιλείπεται· οὔτε γὰρ ἕνωσιν αὐτοῖς πρὸς ἄλληλα δυνατὸν ὑπάρχειν (οὐ γάρ ἐστιν ὁμοούσια ἀλλήλοις σῶμα καὶ ψυχὴ καὶ νοῦς καὶ θεός) οὔτε σύμφυσιν (οὐ γάρ ἐστιν ὁμοφυῆ), ἀλλὰ κατὰ σχέσιν μόνην ἀνάγκη τὴν τῶν οὕτως διαφερόντων κοινωνίαν ὑφίστασθαι. εἰ οὖν ταῦτα ἄτοπα, πολύ τί ἐστιν τὸ τῆς σχέσεως γένος οὐκ ἐν τοῖς αἰσθητοῖς μόνοις, ἀλλὰ καὶ ἐν τοῖς νοητοῖς καὶ ἐν τοῖς μετὰ τὰ νοητὰ ἀσωμάτοις· τοιγαροῦν καὶ χρῶνται πάντες αὐτῷ καὶ ἀδύνατον ὁτιοῦν χωρὶς σχέσεως διαλεχθῆναι. ἀναιροῦσι δὲ οὐκ οἶδα ὅπως αὐτὸ καὶ δυσχεραίνουσιν αὐτοῦ τὴν ὑπόστασιν, οὐκ ἐννοοῦντες ὅτι τὸ ταὐτὸν καὶ ἕτερον, ὧν οὐδὲν χωρὶς φθέγγεσθαι δυνάμεθα, τῆς τοῦ πρός τι σχέσεώς ἐστιν ἴδια καὶ ὅτι ἡ τῶν συνθέτων σύστασις κατὰ σύνοδον τῶν διαφερόντων γινομένη κατὰ σχέσιν ὑφέστηκεν.

   Ἀλλ' ἔσται, φασίν, περὶ τὸ αὐτὸ τἀναντία, ἐὰν ἐν ὑποστάσει τὰ πρός τι λέγωμεν· ὅταν γὰρ τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο μεῖζον ᾖ καὶ ἔλαττον, ἔσται τὸ αὐτὸ μεῖζον καὶ ἔλαττον. τοῦτο δὲ οὐδὲν ἄτοπον, εἰ πρὸς ἄλλο καὶ ἄλλο· ἐναντία γὰρ †πρὸς τὸ αὐτὸ ἂν εἴη, εἰ τοῦ αὐτοῦ τὸ αὐτὸ καὶ ἴσον καὶ ἄνισον εἴη. ἀλλὰ δυνατόν, φαῖεν ἄν, γίνεσθαι τοῦ αὐτοῦ μεῖζον [170] καὶ ἔλαττον προσθήκῃ καὶ ἀφαιρέσει. ἢ οὐδὲ τοῦτο ἄτοπον· οὐ γὰρ μένοντος τοῦ μείζονος ἐπιγίνεται τὸ ἔλαττον, ὥστε οὐχ ἅμα τὰ ἐναντία. καὶ ὅτι μὲν οὐ πᾶσαν σχέσιν ἀναιρετέον, δῆλον· εἰ δὲ ἀπολείπομεν τὴν ὁποιανοῦν σχέσιν, καὶ τὴν τοῦ πρός τι κατηγορίαν παραδεξόμεθα ὡς ἐν ὑποστάσει οὖσαν, ὑφ' ἣν πᾶσα σχέσις ὑπάγεται.

   Ἀλλὰ διὰ τί, φασίν, Ἀριστοτέλης ἔν τε τοῖς Εὐδημίοις ἠθικοῖς καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὰς κατηγορίας ἐκτιθέμενος οὐ μνημονεύει τῶν πρός τι, εἴπερ καὶ τοῦτο τὸ γένος ὁμοίως ὑφεστάναι τοῖς ἄλλοις ἐνόμιζεν; ἢ ὅτι ὅπου μὴ προηγουμένως περὶ τῶν γενῶν πάντων ἦν ὁ λόγος, οὐκ ἀκριβολογεῖται περὶ πάντα, ἀλλ' ἐκείνοις χρῆται μάλιστα, ὧν δεῖται πρὸς τὸ προκείμενον· ἴσως δὲ καὶ ὅτι τὰ πρός τι ἐν τοῖς ἄλλοις γένεσιν ὑφέστηκεν, διὰ τοῦτο σὺν αὐτοῖς θεωρεῖται, κἂν μὴ προηγουμένης ἔτυχεν μνήμης.

   Ἔτι δὲ καὶ οὕτως περὶ τῆς κοινῆς κατὰ τὴν σχέσιν ὑποστάσεως ἀποροῦσιν· 'οὐκ εἰ ἐπεννοεῖται, φασίν, τὰ κατὰ σχέσιν, ἤδη καὶ ἔστιν, οὐδὲ εἰ τῶν ἀνυποστάτων κοινὴ σημασία γίνεται, ἤδη καὶ ὑφέστηκεν ταῦτα. δῆλον δὲ τοῦτο καὶ ἐφ' ὧν ἀναφορά τις μόνη διαμένει ἐπὶ τὸ ποτὲ γεγονὸς καὶ οὕτως ἐπινοεῖται ἡ σχέσις ὡς τεθνηκότος, καίτοι μὴ ὄντος τοῦ παιδός· ἀπὸ γὰρ τῆς μνήμης τῶν ἰδόντων τὸν τεθνηκότα ἢ ἀκουσάντων περὶ αὐτοῦ οὕτως λέγεται. εἰ τοίνυν ὄντος πρὸς μὴ ὂν οὐ δύναται εἶναι ὑπόστασις σχέσεως, κἂν δοκῇ, οὐδὲ ἐπὶ τῶν ὄντων ἀρκεῖ πρὸς ὑπόστασιν ἡ ἡμετέρα δόκησις. τινῶν δὲ ἄχρι μέν τινος διαμένει ἡ σχέσις, εἶτα παύεται, ὡς ἐπὶ τοῦ ὀρφανοῦ ἄχρι ὀκτωκαίδεκα ἐτῶν· ἀφ' οὗ γὰρ ἂν ἄρξηται τίκτειν, οὐκέτι καλεῖται ὀρφανός. εἰ οὖν ἄνευ τῆς περὶ ἑαυτὴν διαφορᾶς μεταβάλλουσαν εἶχεν σχέσιν πρότερον ἐκ μόνης τῆς τοῦ χρόνου παραλλαγῆς, πῶς ἂν ἔχοι τὴν κατὰ τὸ εἶναι σχέσιν; καὶ ὁ πρότερον δεξιὸς ὢν αὐτὸς μηδὲν μεταβάλλων ἄλλου μεθισταμένου ἀριστερὸς γίνεται καὶ μεταβάλλει τὴν σχέσιν. δύσκολον οὖν παραδέξασθαι τὴν τῆς σχέσεως ὑπόστασιν, δύσκολον δὲ καὶ ὑποδεῖξαι, τί τὸ κοινὸν ὃ παρ' ἀλλήλων ἔχουσιν αἱ σχέσεις. οὔτε γὰρ σῶμα οὔτε ἀσώματον εἶναι τοῦτο δυνατόν. εἰ μὲν γὰρ σῶμα ἦν, οὐκ ἂν ἐπὶ τοῖς διαφέρουσιν σώμασιν ἐθεωρεῖτο· εἰ δὲ ἀσώματον, ἤτοι ἐν αὐτοῖς τοῖς ἔχουσιν ἢ ἔξωθεν. καὶ εἰ μὲν ἄλλη καὶ ἄλλη ἐφ' ἑκάστου τῶν μετεχόντων ἡ σχέσις, ὁμώνυμος ἂν εἴη, καὶ οὐκέτι γένος ἓν τὸ πρός τι· εἰ δὲ ἡ αὐτὴ πανταχοῦ, συνώνυμος μὲν καὶ γένος ἓν εἶναι δύναται διαφοραῖς χωριζόμενον, ἀλλὰ πῶς διαιρήσομεν αὐτὸ χαλεπὸν διαγνῶναι. πῶς γὰρ τὰ μὲν τῶν πρός τι οὐδὲν πλέον ἐνδείκνυται τῶν ὑποκειμένων αὐτοῖς, ὡς τὰ ὅμοια καὶ ἴσα, τὰ δὲ ἐνεργητικὰ μέν, διαφόρως δὲ ταῖς [171] ἐνεργείαις ὑφιστάμενα; τὸ μὲν γὰρ γλυκὺ τῷ οὕτως ἐνεργεῖν εἰς αἴσθησιν, τὸ δὲ τμητικὸν τῷ εἰς σῶμα, πατὴρ δὲ καὶ υἱὸς εἰς ἀλλήλους τῷ τὸν μὲν τὴν ἀρχὴν ἐνδοῦναι, τὸν δὲ ἀποτέλεσμα εἶναι τοῦ ἑτέρου, ὥστε τὸ ὑποστὰν τοὔνομα μόνον τῷ πατρὶ παρασχεῖν, τὸ δὲ τὴν ὑπόστασιν. πῶς δὲ ἂν εἴη ταῦτα τοῦ αὐτοῦ γένους προσεχῆ εἴδη ὑπάλληλα ὄντα; ἔτι δὲ πότερον τὸ διπλάσιον ἑαυτῷ συνήγαγεν τὸ ἥμισυ ἢ τὸ ἥμισυ τὸ διπλάσιον ἢ ἅμα συνυπάρχουσιν; ἢ αἱ μὲν οὕτως, αἱ δὲ οὕτως ἀπογεννῶνται; καὶ πότερον ἐπιγίνονται αἱ σχέσεις ἢ οὐκ ἐπιγίνονται;'

   Τούτων οὖν ἀπορουμένων περὶ μὲν τῆς ὑποστάσεως ῥητέον ὅτι ὥσπερ αἱ ποιότητες κατὰ τὴν αὑτῶν φύσιν χωρὶς τῶν σωμάτων νοούμεναι ἀσώματοί εἰσιν, οὕτως καὶ αἱ σχέσεις κατὰ τὴν αὑτῶν φύσιν χωρὶς τῶν συνθέτων νοούμεναι ἀσώματοί εἰσιν· λόγος γάρ ἐστιν καθ' ἑαυτὴν ἡ σχέσις, ἰδιότητα δὲ ὁ λόγος οὗτος ἔχει τὴν οὐσιώδη τῆς οἰκείας διαφορᾶς πρὸς ἕτερον ἀπόνευσιν. τὴν δὲ διαφορὰν ληπτέον οὐ καθ' ὅσον τὸ πρός τι τῶν ποιῶν καὶ τῶν οὐσιῶν διενήνοχεν μόνον, ἀλλὰ καθ' ὅσον πάντων τῶν ὁπωσοῦν ὄντων· κατὰ γὰρ τὸν τῆς διαφορᾶς σχετικὸν λόγον τὸ εἶδος ἀφορίζεται τῶν πρός τι. ᾗ μὲν οὖν καὶ αὐτὰ ἔχει οἰκείαν διαφοράν, προσέοικεν τοῖς ἄλλοις γένεσιν, ᾗ δὲ πρὸς ἕτερα ἀπονεύει καὶ οὐκ ἐν αὑτοῖς ἵσταται, τῇ ἰδιότητι ταύτῃ διενήνοχε τῶν ἄλλων. δεῖ δὲ οὐ τὸ ἀπονεῦον, ἀλλ' αὐτὴν τὴν πρὸς ἕτερον ἀπόνευσιν τὴν σχέσιν λαβεῖν ἢ ἐν ἑτέροις οὖσαν καὶ πρὸς ἕτερον ἢ ἐν ἑαυτοῖς ὡς πρὸς ἕτερον. περὶ μὲν οὖν τῆς ὑποστάσεως αὐτῶν ταῦτα ῥητέον.

   Ἐπειδὴ δὲ ἐν ἑτέροις ἐστὶν καὶ πρὸς ἕτερα ἡ σχέσις, διὰ τοῦτο καὶ ἡ γένεσις τῶν πρός τι καὶ ἡ φθορὰ ἐκείνων ἔχεται πρὸς ἅ πως ἔχει, καὶ κἂν μηδὲν αὐτὰ καθ' ἑαυτὰ πάσχῃ, ἐκείνων μεταβαλλόντων συμμεταβάλλει. οὕτως οὖν μεταβάλλει τὰ πρός τι ὡς πέφυκεν. τοῦ οὖν ἐκ δεξιᾶς καὶ τοῦ πατρὸς καὶ υἱοῦ ληψόμεθα τὴν μεταβολὴν καθ' ὅσον εἰσὶν τοιοῦτοι· τοῦ μὲν γὰρ πατρός ἐστιν ἡ μεταβολὴ ἡ τοῦ υἱοῦ ἀλλοίωσις, καὶ τοῦ ἐκ δεξιᾶς ὡσαύτως. καὶ ἐπὶ πάντων δὲ τῶν πρός τι ὁ αὐτὸς ἐξαρκεῖ λόγος· εἴπερ γὰρ ἡ φύσις αὐτῶν ἐν ἑτέρῳ τέ ἐστιν καὶ πρὸς ἕτερον, ἐκείνου τοῦ ἑτέρου μεταβαλλομένου καὶ αὐτὰ συμμεταβάλλει. ταράττει δὲ τοὺς πολλοὺς τὸ μὴ περὶ αὐτὰ τὴν μεταβολὴν ὁρᾶν. τοῦτο δὲ οὐκ ἄξιον ἀπαιτεῖν· οὐ γὰρ ᾗ καθ' ἑαυτά ἐστιν, ἀλλ' ᾗ πρός τι, δεῖ θεωρεῖν περὶ αὐτὰ τὴν μεταβολήν. εἰ γὰρ τῶν ὄντων ἐστὶν διὰ τὸ πρὸς ἕτερον εἶναι, τί θαυμαστὸν εἰ ἡ ἐκείνου τοῦ ἑτέρου μεταβολὴ καὶ ἀλλοίωσις αὐτοῦ γίνεται μεταβολὴ τοῦ πρός τί πως ἔχοντος; οὐ γὰρ ᾗ ποιὸς οὐδὲ ᾗ ποσός, ἀλλ' ᾗ πρός τι θεωρητέον αὐτοῦ τὴν μεταβολήν, ὥστε καὶ γίνεται καὶ φθείρεται μετὰ [172] ἀλλοιώσεως καὶ μεταβολῆς, ἀλλὰ τῆς αὐτῷ προσηκούσης. καὶ οὐ καλῶς οἱ Στωικοὶ νομίζουσιν πάσης τῆς κατὰ διαφορὰν ἰδιότητος ἀπηλλάχθαι τὰ πρός τί πως ἔχοντα, διότι πέφυκεν συμβαίνειν καὶ ἀποσυμβαίνειν μηδεμιᾶς μεταβολῆς περὶ αὐτὰ γενομένης· ψεῦδος γὰρ τοῦτο λέγεται, ἐπεὶ καὶ τῶν πρός τι γίνεται μεταβολὴ ὡς πέφυκε ταῦτα μεταβάλλειν. εἴτε δὲ ἐν τοῖς ποιοῖς ἢ τοῖς ἄλλοις γένεσιν ὑφέστηκεν καὶ ἰδίαν ἔχει ὑπόστασιν ἐν ἐκείνοις, εἴτε καὶ χωριζόμενον ὡς λόγος [ἐστὶν] ἔτι μᾶλλον ὑφέστηκεν, κατ' ἀμφότερα οὖν ἔχει τὴν ὑφόστασιν τὰ πρός τι τοιαύτην, ὁποίαν εἰρήκαμεν ἐκ διαφορᾶς τε ὁμοῦ καὶ σχέσεως συνισταμένην. ὅτι μὲν οὖν ὑφέστηκεν τὰ πρός τι καὶ ἥντινα ἔχει φύσιν, διὰ τούτων εἰρήσθω.

   Περὶ δὲ τοῦ τί τὸ κοινὸν ἐπὶ πάντων τῶν πρός τι τοσαύτην ἐχόντων διαφοράν, τινὲς λύουσιν λέγοντες ὅτι εἰς μίαν ὁμοιότητα λέξεως ἀνάγεται καὶ σημασίας ἰδιότητα, καὶ διὰ τοῦτο τὸ κοινὸν ἐπ' αὐτοῖς λέγεται κατὰ τὰς ὁπωσοῦν ἐνθεωρουμένας κοινότητας τῶν σημασιῶν, ὡς τὸ ἑτέρου λέγεσθαι ἢ ὁπωσοῦν πρὸς ἕτερον λέγεσθαι, εἴτε τῷ ἑτέρου εἶναι ἢ ἄλλο πρὸς αὐτό πως ἔχειν· καὶ γὰρ τὰ καθ' ὁμοιότητα σημασίας ὑπὸ τὴν αὐτὴν ἀνάγεται κοινότητα, κἂν μὴ τὴν αὐτὴν ἔχῃ φύσιν, καὶ διὰ τοῦτο καὶ τὰς ἀποφάσεις καὶ τὰ παρονομαζόμενα ἔστιν ὅτε ἐν τῷ αὐτῷ γένει τιθέμεθα, ἐπειδὴ περὶ τὸ αὐτό εἰσιν ταῖς καταφάσεσιν, καὶ ὃ σημαίνει ἡ κατάφασις ἐν τῷ εἶναι, τοῦτο ἡ ἀπόφασις ἐν τῷ μὴ εἶναι· τοῦτο δὲ ὑποστάσει μὲν οὐδαμῶς, ὁμοιότητι δὲ σημασίας εἰς τὴν αὐτὴν κατηγορίαν ἀνάγεται. τὴν δὲ τοιαύτην λύσιν ἀποδοκιμάζουσιν ὡς ἐνδιδοῦσαν τῇ ἀπορίᾳ κατὰ λέξεως ὁμοιότητα καὶ αὐτῇ λεγούσῃ ὑφ' ἕν τι κοινὸν ἀνάγεσθαι· δεῖ δὲ καὶ γένος τι εἶναι τῶν πρός τι, ἀφ' οὗ αἱ τῶν κατ' εἴδη θεωρούμεναι πρός τί πως ἐχόντων ἀπομερίζονται παραλλαγαί· οὐ γὰρ ἀφ' ἑνὸς καὶ πρὸς ἕν, ἀλλ' ᾗ ὁ λόγος τῆς σχέσεως ὁ αὐτὸς ἐν πᾶσιν νοεῖται, καθ' ὃν τὸ κοινὸν γένος ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ἀφορίζεται. δεῖ δὲ διαιρεῖσθαι τό τε καθ' αὑτὸ πρός τι καὶ τὸ κατὰ συμβεβηκός, ἵνα μὴ πλανώμεθα πολλάκις εἰς ἄλλο γένος ἀπ' ἄλλου παραγόμενοι. διότι γὰρ τὸ κατὰ συμβεβηκὸς ἀεὶ περί τι προηγούμενον παρακολουθεῖ, διὰ τοῦτο ἐκεῖνο ἕξει τὸ κῦρος, ὅπερ προηγεῖται· τὸ δὲ συμβεβηκὸς ἄλλως ἐπακολουθήσει καὶ οὐκέτι ἂν εἴη τοιοῦτον, ὁποῖον εἶναι καταφαίνεται. καθ' αὑτὰ μὲν οὖν λεγέσθω πρός τι, οἷον τὸ ἴσον καὶ ὅμοιον· προηγουμένην γὰρ ἔχει ταῦτα τὴν σχέσιν καὶ κατὰ ταύτην ὑφέστηκεν, ἀλλ' οὐ δι' ἄλλο τι ἐν σχέσει θεωρεῖται· κατὰ συμβεβηκὸς δὲ πρός τι λέγοιτο ἂν ὁ ἄνθρωπος, διότι συμβέβηκεν αὐτῷ διπλασίῳ εἶναι.

[173]    Μετὰ δὲ τὰς κοινὰς ἀπορίας τε καὶ λύσεις μηδὲ τὰς κατὰ μέρος ἐπαχθείσας παραλείπωμεν. 'τὸ γὰρ ὅμοιον, φασίν, οὐδέν ἐστιν παρὰ τὸ ἐν ἑκατέρῳ ποιόν, ἅπερ προϋπάρχει τῆς σχέσεως· ἡ δὲ σχέσις οὐδὲν ἂν εἴη ἢ ἡμετέρα τις κρίσις παραβαλλόντων τὰ ἀφ' ἑαυτῶν ὄντα καὶ λεγόντων 'τοῦτο καὶ τοῦτο τὸ αὐτὸ μέγεθος ἔχει καὶ τὴν αὐτὴν ποιότητα'· καὶ ἡ κάθισις δέ, φασί, καὶ ἡ στάσις τί ἂν εἴη παρὰ τὸ καθήμενον καὶ ἑστώς;' πρὸς δὲ τὰ τοιαῦτα πάντα κοινῶς ὑπαντᾶν χρή, ὡς εἰ μὲν ψεύδεται ἡ κρίσις καὶ διάκενός ἐστιν ἡ τούτων ἔννοια, οὐδὲν ἂν εἴη ἡ σχέσις· εἰ δὲ ἀληθεύει καί τι τὸ ὅμοιον καὶ τὸ ἴσον ἐννοοῦμεν καὶ τὴν θέσιν, πιστεύειν δεῖ καὶ ταῖς νοήσεσιν ἡμῶν ὡς τὰ ὄντα ἀπαγγελούσαις καὶ τίθεσθαι τῶν ὄντων τὴν σχέσιν καὶ τὸ πρός τι ἐν ἰδίᾳ ὑποστάσει. τὸ γὰρ ποιὸν καὶ ποσὸν καθ' αὑτὰ μέν ἐστιν τοιαῦτα, ὅμοια δὲ καὶ ἴσα οὐ λέγεται πρὸ τοῦ τῶν κατ' αὐτὰ σχέσεων μετασχεῖν. ἄλλο γὰρ τὸ ἴσον παρὰ τὸ ποσὸν καὶ ἄλλο τὸ ὅμοιον παρὰ τὸ ποιόν, τὸ αὐτὸ ἐπὶ διαφερόντων ἴσως ἢ ὁμοίως λεγόμενον, ἔχον καὶ αὐτὸ ὑπόστασιν οὐκ ἐπιγεννηματικήν, ἀλλὰ προηγουμένην μετὰ τῶν προηγουμένων γενῶν, κατὰ ταύτην καὶ τούτων εἰδοποιουμένων, κατὰ μὲν τὸ ἴσον τῶν ποσῶν εἰς συμμετρίαν ἀναγομένων, κατὰ δὲ τὸ ὅμοιον συμπεραινομένων τῶν ποιῶν, περὶ δὲ τὸ ταὐτὸν τῶν ὄντων ἀφοριζομένων, οὐ κατὰ τὰς ἐπισυνισταμένας σχέσεις, ἀλλὰ κατὰ τὰς προηγουμένας τῶν ὄντων ἢ συνυφισταμένας μετ' αὐτῶν. ἐφ' ὧν δὲ λέγομεν ὅτι οὗτος πεποίηκεν τοῦτον καὶ οὗτος κρατεῖ τούτου, οὐ ψιλὰ τὰ πράγματα παραλαμβάνομεν, ἀλλὰ καὶ ἔργον τι ἐν μέσῳ θεωροῦμεν, ὃ συνάπτει τὸ ποιοῦν πρὸς τὸ ποιούμενον καὶ τὸ κρατοῦν πρὸς τὸ κρατούμενον· ἔδει γὰρ εἶναι τῶν ποιητικῶν πρὸς τὰ ἀποτελέσματα κοινὴν ἐπιπλοκήν. ὁ δὲ τὴν στάσιν καὶ τὴν κάθισιν μὴ προσποιούμενος ἔοικεν Στωικῇ τινι συνηθείᾳ συνέπεσθαι, οὐδὲ ἓν ἄλλο ἢ τὸ ὑποκείμενον εἶναι νομίζων, τὰς δὲ περὶ αὐτὸ διαφορὰς ἀνυποστάτους ἡγούμενος καὶ πῶς ἔχοντα αὐτὰ ἀποκαλῶν, ὡς ἐν τοῖς ὑποκειμένοις ἔχοντα αὐτὸ τοῦτο τὸ πῶς ἔχειν. εἰ γάρ ἐστιν στάσις ἓν γένος τῶν ὄντων, ἔστιν δὲ ἡ ἑτέρου ἐν ἑτέρῳ ἵδρυσις †ἔχοντα ἰδίας ὑποστάσεις, ἔσται καὶ ἡ στάσις ἑτέρα τοῦ ἑστηκότος καὶ ἡ κάθισις ἑτέρα τοῦ καθημένου καὶ πρότερα τὰ μετεχόμενα τῶν μετεχόντων καὶ τὰ καθ' ἑαυτὰ τῶν ἐν ἄλλοις.

   'Ἀλλ' ἡ ἕξις, φασίν, ἡ μὲν κατὰ τὸ ἐχόμενον λεγομένη, ὡς ἡ ὁπλιτῶν ἕξις, φησὶ Πλάτων, ποιὸν ἂν εἴη, ἡ δὲ κατὰ τὸ ἔχειν ἔχειν ἂν μᾶλλον [174] σημαίνοι'. ἀλλ' οὐ δεῖ οὕτως ἀποδιαλαμβάνοντας τὸ ἐχόμενον καὶ ἔχον ἐπινοεῖν τὰ πρός τι, ἀλλὰ τὸ μέσον τοῦ τε ἔχοντος καὶ ἐχομένου, τὸ κατὰ τὴν συναφὴν τὴν πρὸς ἄλληλα θεωρούμενον. καὶ ἐπὶ τῆς διαθέσεως δὲ τὸ κοινὸν τοῦ τε διακειμένου καὶ ᾧπερ διάκειται θεωρεῖν χρὴ κατὰ τὴν πρὸς ἄλληλα αὐτὸ σχέσιν ὑφεστώς. 'ἀλλ' ὁ δεξιός, φησίν, πρὸς ἀριστερὸν καὶ ὁ ἔμπροσθεν καὶ ὄπισθεν ἐν τῷ κεῖσθαι μᾶλλον ἂν λέγοιντο, ἐπεὶ ὁ μὲν ὡδί, ὁ δὲ ὡδί, ἡμεῖς δὲ τὸ δεξιὸν καὶ ἀριστερὸν ἐνοήσαμεν, καὶ τὸ πρότερον δὲ καὶ ὕστερον ἡμεῖς ὡσαύτως προστεθείκαμεν'. πάλιν δὲ ἐκεῖνο ῥητέον, ὡς εἰ μὲν ἀληθεύομεν κατά τινος ταῦτα λέγοντες καὶ ἐννοοῦντες, ἔστιν τι ἡ σχέσις, εἰ δὲ μή, οὐδέν· εἰ δὲ καὶ μηδὲ λεγόντων ἡμῶν μηδὲ νοούντων ἔχει ταῦτά τινα φύσιν ἀφωρισμένην, ἐναργῶς ἄτοπον τὸ τῇ ἡμετέρᾳ θέσει παραμετρεῖν αὐτά. ταῦτα μὲν οὖν καὶ πρὸς τὰς κατὰ μέρος ἀπορίας εἰρήσθω.

   Αἰτιᾶται δὲ ὁ Εὔδωρος, διὰ τί ἀντιδιῃρημένου τοῦ καθ' αὑτὸ τῷ πρός τι περὶ μὲν τοῦ πρός τι διείλεκται ὁ Ἀριστοτέλης, περὶ δὲ τοῦ καθ' αὑτὸ οὐκέτι. καὶ ῥητέον ὅτι ἐν τῷ καθ' αὑτὸ αἱ ἐννέα κατηγορίαι θεωροῦνται· τὸ οὖν καθ' αὑτὸ λαβὼν κατὰ τὰς ἐννέα κατηγορίας τὴν τοῦ πρός τι προστίθησιν ὡς παραφυομένην ταῖς ἐννέα. καὶ γὰρ ἐν ταῖς ἐννέα θεωρεῖται, ἐπὶ μὲν τῆς οὐσίας ἀμφιβόλως ὡς ἐρεῖ, ἐπὶ δὲ τῶν ἄλλων ἐναργῶς, ὡς ἐπὶ μὲν τοῦ ποιοῦ ἡ ἕξις, ἐπὶ δὲ τοῦ ποσοῦ διπλάσιον, ἐπὶ δὲ τοῦ ποῦ ἐπέκεινα, ἐπὶ τάδε, ἐπὶ δὲ τοῦ ποτὲ πρεσβύτερον, νεώτερον, ἐπὶ δὲ τοῦ ποιεῖν καὶ πάσχειν καῦσις, τμῆσις, ἐφ' ὧν καὶ ἡ ἐνέργεια καὶ ἡ πεῖσις ὁμώνυμοι, ἐπὶ δὲ τοῦ κεῖσθαι ἐπίκειται, ὑπόκειται, ἐπὶ δὲ τοῦ ἔχειν, ἀφ' ὧν τὸ ἔχειν παρωνύμως λέγεται, ὡς ὑπόδεσις· καὶ ἐπὶ τῆς οὐσίας δὲ πατήρ, υἱός. διὰ ταῦτα δὲ ὡς παραφυομένην ταῖς ἄλλαις κατηγορίαις τὴν τοῦ πρός τι ἐπεισοδιώδη νομίζουσιν καίτοι προηγουμένην οὖσαν καὶ κατὰ διαφορὰν οἰκείαν θεωρουμένην· αὕτη γὰρ κοινότης ἐστὶν διὰ πάντων διήκουσα τῶν τε ἐναντίων καὶ τῶν ὁπωσοῦν διαφερόντων καὶ τῶν ὅλων γενῶν καὶ τῶν ὑπ' αὐτὰ τεταγμένων, ἥτις εἰ μὴ παρῆν, διεσπάσθη ἂν πάντα ἀπὸ πάντων. καὶ ἡ μέν τίς ἐστιν σχέσις ἐν εἴδει καὶ λόγῳ ὑφεστῶσα, ἡ δὲ μετάσχεσις αὐτῆς ἐν τοῖς μετειληφόσιν, οὐκ ἀπὸ γενέσεως ἢ κινήσεως ἢ ἄλλον τρόπον ἐπεισοδιώδη τὴν εἰς τὸ εἶναι πάροδον ἔχουσα· οὔτε γὰρ ἀπόστασις οὔτε παράθεσις οὔτε ἢ συναγωγὴ ἢ διάσχισις ἢ προσθήκη ἢ ἀφαίρεσις ἢ θέσις μορίων ἢ ὅλως τι τῶν τοιούτων τὴν σχέσιν ὑφίστησιν, ἐπεὶ [175] καὶ τὰ αὐτὰ τῶν ἐναντίων ἐστὶ σχέσεων οἰστικὰ καὶ τὰ ἐναντία τῶν αὐτῶν. μόνως ἄρα κυρίως αἴτιόν ἐστιν τῆς σχέσεως τὸ μετασχεῖν τοῦ τῆς σχέσεως εἴδους, καὶ τὸ πρός τι κατὰ τὴν σχέσιν μόνην ἀνιχνευέσθω, μὴ συλλαμβανόντων ἡμῶν τὰ πράγματα ὧν ἐστιν ἡ σχέσις. τῶν δὲ σχέσεων αἱ μὲν συνυπάρχουσι τοῖς ὑποκειμένοις, ὅσαι συνουσίωνται αὐτοῖς, ὡς τὸ δεξιὸν καὶ ἀριστερὸν ἐν τοῖς τοῦ ζῴου μέρεσιν· αἱ δὲ μενόντων τῶν ὑποκειμένων ἀπολείπουσιν αὐτά, ὡς τὸ κατὰ τὴν στάσιν δεξιόν, ὅταν ἀνεπιτηδείως ἔχοι πρὸς τὴν τῆς σχέσεως μετουσίαν, καί εἰσιν αὗται συμβεβηκυῖαι μᾶλλον· αἱ δὲ καὶ φθειρομένων διαμένουσιν, ὡς ἡ τῶν προτέρων ὑφεστηκότων καὶ τοῦ ὑστέρου κατὰ χρόνον πρὸς τὸ πρότερον, διότι καθ' ἑαυτὰς ἔχουσιν ἀσωμάτους λόγους αἱ σχέσεις. ἀλλὰ τούτων μὲν ἅλις, ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον καὶ τὰ ἴδια τῶν πρός τι πῶς ἀποδέδωκεν ὁ Ἀριστοτέλης ἐπισκεπτέον.

p. 6b15 Ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι ἕως τοῦ οὐδὲ τῶν τοιούτων οὐδεν‹ί›.

   Μετὰ τὸν ὁρισμὸν ἤτοι τὴν ὑπογραφὴν τῶν πρός τι ἐπὶ τὰ παρακολουθοῦντα κἀνταῦθα μεταβαίνειν καιρὸς ἦν. τούτων δὲ τὰ μὲν ἦν κοινὰ καὶ πρὸς ἄλλας κατηγορίας, τὰ δὲ ἴδια, καὶ πρῶτον τὰ κοινὰ παραδίδωσιν, εἶθ' οὕτως τὰ ἴδια, διότι ἕκαστον τῶν ὄντων τοῖς τε κοινοῖς καὶ τοῖς ἰδίοις λόγοις κατ' οὐσίαν περιλαμβάνεται. πρῶτον δὲ τὸ ἐναντίον ὑπάρχειν τοῖς πρός τί φησιν, ὅπερ ἐν μὲν τῇ οὐσίᾳ καὶ ἐν τῷ ποσῷ ἐλέγετο μὴ ὑπάρχειν, ἐν δὲ τῷ ποιῷ καὶ ἄλλαις κατηγορίαις πλείστην ἔχον ἐπικράτειαν δειχθήσεται. λέγει δὲ ὑπάρχειν ἐναντιότητα ἐν τοῖς πρός τι οὐχ ὅτι τὸ πρός τι ἐναντίον ἐστὶν ἐκείνῳ πρὸς ὃ λέγεται (ἄλλη γὰρ ἀντίθεσις ἡ τῶν πρός τι καὶ ἄλλη ἡ τῶν ἐναντίων, ὡς ἐν τῷ περὶ τῆς ἀντιθέσεως λόγῳ μαθησόμεθα), ἀλλ' ὅτι τινὰ πρός τι ὄντα καὶ ἐναντία ἐστὶν ἀλλήλοις, οὐ κατὰ τὸν πρός τι λόγον, ἀλλ' ὅτι πρός τι οὖσιν αὐτοῖς ὑπάρχει τὸ καὶ ἐναντίοις εἶναι· ἐναντία δέ φησιν τῶν πρός τι ὄντα ἀρετὴν καὶ κακίαν καὶ ἐπιστήμην καὶ ἄγνοιαν, οὐχ ὅτι ἡ ἀρετὴ καὶ ἡ κακία πρὸς ἄλλο τὸ εἶναι ἔχουσιν οὔτε ἡ ἐπιστήμη καὶ ἄγνοια, ἀλλ' ὅτι κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν, τουτέστι τὴν ἕξιν, καὶ αὐτὰ τῶν πρός τι ἂν εἴη· ἡ γὰρ ἕξις τῶν πρός τι. πῶς οὖν προελθών, φαίη τις ἄν, τὴν ἐπιστήμην καὶ τὴν ἀρετὴν καὶ τὰ τούτοις ἀντικείμενα ποιότητας τίθεται; ἢ ὅτι τὸ αὐτὸ καθ' ἕτερον καὶ ἕτερον ὑπ' ἄλλην καὶ ἄλλην γίνεται κατηγορίαν· καὶ ταῦτα οὖν ὡς μὲν ποιοὺς παρεχόμενα ποιότητες ἔσονται, καθὸ δὲ πρὸς ἕτερον [176] σχέσιν ἐμφαίνουσι, τῶν πρός τι. οὐ πᾶσιν δέ, φησί, τοῖς πρός τι ὑπάρχει τὰ ἐναντία· οὐ γὰρ δὴ τῷ διπλασίῳ οὔτε τῷ τριπλασίῳ οὔτε τῶν πολλαπλασίων οὐδενί, ἅπερ πάντα τῶν πρός τί ἐστιν. διὰ τί οὖν ἄρα καὶ ὑπάρχει καὶ οὐχ ὑπάρχει τοῖς πρός τι ἡ ἐναντιότης; ἢ ὅτι ἄνευ μὲν ἄλλης κατηγορίας καθ' αὑτὰ οὐδὲ ἐπινοηθῆναι δύναται τὰ πρός τι, συνυφίσταται δὲ ἀεὶ ταῖς ἄλλαις· διὰ τοῦτο οὖν, ὅταν μὲν ἐπὶ κατηγορίας ληφθείη ἐχούσης ἐναντίωσιν, ἕξει καὶ αὐτὰ τὴν ἐναντίωσιν· ἐὰν δὲ ἐν τοῖς μὴ ἔχουσιν ἐναντίωσιν θεωρῆται, οὐδὲ αὐτὰ ἕξει τὴν ἐναντίωσιν. ὅσα γὰρ ἂν ὑπάρχῃ τῷ ὑποκειμένῳ γένει τοῖς πρός τι, ταῦτα καὶ αὐτοῖς τοῖς πρός τι συμβέβηκεν ὡς ἐπὶ τὸ πλεῖστον, ὥστε ὅταν μὲν ἐν ἕξει ἢ ὅλως ποιότητι συνθεωρῆται, ἐπιδέχεται ἐναντίωσιν, διότι καὶ ἡ ποιότης· ὅταν δὲ διπλασίῳ ἢ τριπλασίῳ ἢ ὅλως ποσότητι, οὐκέτι, διότι οὐδὲ ἡ ποσότης ἐναντίωσιν ἐπεδέχετο· ὁμοίως δὲ καὶ ὅταν οὐσίᾳ συνέπηται, ὡς ἐπὶ πατρὸς καὶ υἱοῦ· οὐδὲ γὰρ ἡ οὐσία ἐπεδέχετο. καὶ δῆλον ὅτι καθ' ὅσον μὲν ἐπιδέχεται ἐναντίωσιν, τοῖς ἐπιδεχομένοις γένεσιν κοινωνεῖ, καθ' ὅσον δὲ μὴ ἐπιδέχεται, τοῖς μὴ ἐπιδεχομένοις, κατ' ἄμφω δὲ πᾶσιν ὁμοῦ τοῖς γένεσιν, ὥστε οὐδὲ ἴδιόν ἐστι τῶν πρός τι τὸ ἐπιδέχεσθαι τὰ ἐναντία· οὔτε γὰρ παντὶ οὔτε μόνῳ ὑπάρχει ἐναντιότης.

   Δοκεῖ δέ, φησίν, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι τὰ πρός τι, τὸ μὲν δοκεῖ προσθεὶς οὐχ ὡς μὴ ἐπιδεχομένου μέν, δοκοῦντος δὲ ἐπιδέχεσθαι, ἀλλ' ὡς ἀρχαίαν δόξαν ἐξηγούμενος· τὸ δὲ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται κατὰ τὸ ὅμοιον· μᾶλλον γὰρ ὅμοιον τὸ μᾶλλον τοῦ αὐτοῦ εἴδους μετέχον καὶ ἧττον τὸ ἧττον· τὸ δὲ ὅμοιον τῶν πρός τι. ἀλλὰ τοῦτο μὲν σαφές. πῶς δὲ ἀντὶ τοῦ εἰπεῖν 'καὶ ἄνισον μᾶλλον καὶ ἧττον' ἀνισαίτερον μᾶλλον καὶ ἧττον εἶπεν; εἰ γὰρ ἀνισαίτερόν ἐστιν ἄνισον ἤδη προσειληφὸς τὸ μᾶλλον, πῶς ἀνισαίτερον μᾶλλον καὶ ἧττον εἶπεν; ἢ διὰ τὸ ἀσυνηθέστερον τῆς λέξεως αὐτὸ τὸ μετὰ τοῦ μᾶλλον ἄνισον παρήγαγεν. πῶς οὖν καὶ τὸ ἧττον ἐπήγαγεν; ἢ ὅτι καὶ τὸ μᾶλλον ἄνισον ἐπίτασιν ἔχει καὶ ἄνεσιν, ὥστε μᾶλλον ἀνισαίτερον καὶ ἧττον εἶναι· καὶ γὰρ μᾶλλον ὁμοιότερον καὶ ἧττον λέγομεν, ὅταν ὁμοιότερον ὄν τι ἄλλου τινὸς τοῦτο τὸ ὁμοιότερον ἐπιτείνηται καὶ ἀνιῆται. καὶ ἄλλως δὲ ὁ Ἰάμβλιχος ἐξηγεῖται, ὅτι τὴν ἐπ' ἄπειρον τοῦ ἀνίσου πρόοδον ἐνδεικνύμενος ἀνισαίτερον αὐτὸ προσηγόρευσεν· οὐ γὰρ ἵσταται τοῦτο οὐδὲ μέγα ποτὲ γίνεται, ἀλλ' ἀεὶ μεῖζον, οὔτε μικρόν, ἀλλ' ἀεὶ ἧττον κατὰ τὴν ἐπ' [177] ἄπειρον προσθήκην τε καὶ ἀφαίρεσιν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οὐκ εἶπεν ἰσαίτερον, ἀλλὰ ἀνισαίτερον, διότι οὐχ ὁμοίως ἐν τῷ ἴσῳ θεωρεῖται τὸ μᾶλλον καὶ ἧττον ὡς ἐν τῷ ἀνίσῳ. καὶ εἴη ἂν ζητήσεως ἄξιον, διὰ τί ἐν μὲν τῷ ὁμοίῳ καὶ ἀνομοίῳ ὁμοίως τὸ μᾶλλον καὶ ἧττον θεωρεῖται, ἐν δὲ τῷ ἴσῳ καὶ ἀνίσῳ οὐχ ὁμοίως. ἀλλὰ πῶς ἴδιον ὂν τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον τοῦ ποσοῦ μὴ ἐπιδεχομένου; ἢ ὅτι τὸ μὲν ποσὸν ᾗ ποσὸν οὐκ ἐπιδέχεται, τὰ δὲ συμβεβηκότα τῷ ποσῷ οὐ καθὸ ποσά, ἀλλὰ καθὸ ποιὰ μᾶλλον, κατὰ τοῦτο ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ὁμοιότης γὰρ ἦν ποσοῦ τὸ ἴσον· ἡ δὲ ὁμοιότης ποιόν· τὸ δὲ ποιὸν ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον. πάλιν δὲ οὐκέτι πάντα τὰ πρός τι ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· τὰ γὰρ ἐν ὑποκειμένοις συνιστάμενα μὴ ἔχουσιν οὐδὲ αὐτὰ ἔχει. τὸ δὲ διπλάσιον καὶ τριπλάσιον καὶ ὅλως τὰ ὡρισμένα ποσὰ οὐκ ἐπιδέχεται· τὰ γὰρ ἤδη διωρισμένα οὐκ ἐπιδέχεται τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀοριστίαν.

   Ἀλλ' ἐπὶ τὰς ἀντιλήψεις πάλιν τὰς πρὸς τὰ παρακολουθοῦντα ῥηθείσας καὶ τὰς τῶν ἀντιλήψεων διαλύσεις τρεπτέον. ἀπορήσειε γὰρ ἄν τις, πῶς ἡ ἀρετὴ καὶ ἡ κακία τῶν πρός τι· τὸ γὰρ τινὸς εἶναι οἷον τοῦ σπουδαίου καὶ τοῦ φαύλου μεθέξεως ἦν, ἀλλ' οὐ σχέσεως δηλωτικόν. καὶ δυνατὸν μὲν λέγειν ὅπερ καὶ πρότερον εἴρηται, ὅτι κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφορὰν ἔχει τὸ πρός τι ταῦτα· ἡ γὰρ ἕξις οὐχ ὡς μετεχομένη μόνον θεωρεῖται, ἀλλὰ καὶ καθ' ὅσον ἔχει πως πρὸς τὸ ἐχόμενον καὶ τὸ ἔχον, καθ' ὃ καὶ πρός τί ἐστιν. ἔστιν δὲ καὶ ἄλλως τὴν ἀρετὴν καὶ τὴν κακίαν τῶν πρός τι λέγειν, καθότι ποιότητες οὖσαι καὶ μεσότητές εἰσίν τινες, ἡ μὲν ὡς συμμετρία, ἡ δὲ ὡς ἀσυμμετρία· ἔχει γὰρ σχέσιν πρὸς τὰ ἄκρα τὸ μέσον, καὶ ἥ τε συμμετρία πρὸς τὰ σύμμετρα καὶ ἡ ἀσυμμετρία πρὸς τὰ ἀσύμμετρα· ὥστε καθ' ὅσον μὲν ποιότητες, ἐναντίαι εἰσίν, καθ' ὅσον δὲ μεσότητες, πρός τι. ὥστε οὐδὲ τοῦτο ἀπορεῖν χρή, πῶς ἄλλης οὔσης ἀντιθέσεως τῶν πρός τι καὶ ἄλλης τῶν ἐναντίων οὐ συγχυθήσονται αἱ ἀντιθέσεις, εἴπερ ἔσται καὶ ἐν τοῖς πρός τι ἐναντία· οὐ γὰρ καθὸ πρός τί ἐστιν ἐναντία, ἀλλ' ὡς αὐτός φησιν ἐν τοῖς πρός τί ἐστιν ἐναντιότης· ἔχει γὰρ ἔνια τῶν ὑποκειμένων αὐτοῖς ἐναντιότητα καθὸ ποιά, ἀλλ' οὐ καθὸ πρός τι· οὔτε γὰρ τὰ ἐναντία καθὸ ἐναντία πρός τί ἐστιν οὔτε τὰ πρός τι ‹καθὸ πρός τι› ἐναντία. καὶ ὅλως πρός τι μέν εἰσιν καθὸ ἕξεις, ἕξις δὲ ἕξει οὐκ ἔστιν ἐναντία, ἀλλὰ τὸ ἐναντίον ἔχουσιν καθὸ τοιαίδε ἕξεις, ταὐτὸν δὲ εἰπεῖν καθὸ ποιότητες.

[178] ἐπισημαίνονται δὲ ὅτι ἡ ἐπιστήμη καὶ εἴδησις καὶ γνῶσις ἤτοι τῇ φωνῇ μόνῃ διαφέρουσιν ἢ εἴπερ εἴδησιν μὲν τὴν τῶν εἰδῶν θεωρητικὴν λέγομεν, γνῶσιν δὲ τὴν τῶν γενῶν, ἐπιστήμην δὲ τὴν ἐπαναβεβηκυῖαν ταύτας, ἔσται οὐ κατὰ φωνὴν μόνον, ἀλλὰ καὶ πραγματική τις τούτων διαφορά. ἀλλ' οὐδεμία σχέσις, φαῖεν ἄν, ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεται· τὸ γὰρ πρὸς ἕτερον ὁμοίως ἔχουσιν. ἢ οὐ καθὸ σχέσεις ἢ πρός τι, ἀλλὰ καθὸ τοιάδε καὶ ποιά, τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται. ἀλλ' οὐκ ἐν τοῖς ποιοῖς μόνοις αὐτοῖς, φασίν, θεωρεῖται τὸ μᾶλλόν τε καὶ ἧττον, ἀλλὰ καὶ ἐν τοῖς ποσοῖς, ὥσπερ ἐν τῷ ἴσῳ τε καὶ ἀνίσῳ καὶ μείζονι καὶ μικροτέρῳ. ἢ καὶ αὗται ποσώδεις εἰσὶν ποιότητες καὶ κατὰ τὴν ποιότητα γίνεται ἐπίτασίς τε καὶ ἄνεσις. εἰ δέ τις τὸ διπλάσιον ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεσθαι νομίζει τῇ αὐξήσει καὶ μειώσει τῶν ἐν τῷ αὐτῷ λόγῳ ἀριθμῶν, ὥστε τὸ ἐν τοῖς διακοσίοις καὶ ἑκατὸν μᾶλλον διπλάσιον νομίζειν τοῦ ἐν τοῖς τέτρασιν καὶ δύο, ἀγνοεῖ οὗτος, ὅτι καὶ ἐν πλείοσιν καὶ ἐν ἐλάττοσιν ἀριθμοῖς ὁ αὐτὸς θεωρεῖται λόγος οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἐπιδεχόμενος.

   Ἰστέον δὲ ὅτι ὁ Ἀρχύτας τούτων τῶν παρακολουθημάτων τὸ μὲν τὰ ἐναντία ἐπιδέχεσθαι παρῆκεν, καίτοι καὶ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τῆς ποιότητος μνημονεύσας αὐτοῦ ("καὶ γὰρ τᾷ ποιότητι, φησίν, κοινά τινα συναρτητέον, τό τε ἐναντιότατά τινα ἐπιδέχεσθαι καὶ στέρησιν"), τὸ δὲ μᾶλλον καὶ ἧττον προσήκατο λέγων· "καὶ τὸ ποτ' ἄλλο δέ πως ἔχον ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον· μᾶλλον μὲν γὰρ ἔστιν ἦμεν μεῖζόν τινος καὶ μεῖον πάλιν τῶ αὐτῶ τούτω, πλὰν οὐκ ἐπὶ πάντων τῶν ‹ποτ'› ἄλλο πως ἐχόντων· οὐ γὰρ ἔστιν μᾶλλον πατέρα ἦμεν οὐδὲ ἧσσον, οὐδὲ μὰν ἀδελφὸν ἢ υἱόν. λέγω δὲ ταῦτα ἐπιλογιζόμενος οὐκ ἐπὶ τὰς διαθέσιας ἀμφοτέρων τῶν ἠθέων, πῶς ἔχοντι εὐνοίας ποτ' ἀλλήλως τοὶ συγγενέες καὶ τοὶ ὁμάδελφοι, ἀλλ' ἐπ' αὐτὰν τὰν τᾶς φύσιος ἔννοιαν". διὰ τί οὖν παρῆκεν τὰ ἐναντία; ἢ ὅτι οὐ καθ' αὑτὸ ὑπῆρχεν τοῖς πρός τι, ἀλλὰ κατὰ συμβεβηκός, διότι ἐν τοῖς ὑποκειμένοις· ηὐλαβήθη οὖν, ἵνα μή τις εἰς ταὐτὸ συγχέῃ τὰς μεσότητας καὶ τὰ ὑποκείμενα αὐταῖς καὶ ἤτοι ἀναιρῇ τὰς μεσότητας μηδὲν ἄλλο [179] παρὰ τὰ ὑποκείμενα ἢ τὴν ἐκείνων σύνοδον ἀποφαίνηται αὐτὰς ὑπάρχειν, καίτοι τὸ μέσον ἕν τι γένος ἐστὶ κοινὸν καὶ συνδετικὸν τῶν ἄκρων, ἕτερον ἐκείνων ὑπάρχον, ἐν οἷς ἡ ἐναντίωσις θεωρεῖται, κατὰ τὸ ποιῶδες, ἀλλ' οὐ κατὰ τὴν σχέσιν αὐτῶν θεωρουμένη. τὰ μὲν οὖν ἐναντία διὰ τοῦτο παρῆκεν, τὸ δὲ μᾶλλον καὶ ἧττον προσήκατο ὡς οἰκεῖόν τισι τῶν πρός τι. ἐπεὶ γάρ ἐστίν τινα καὶ ἐν τῇ τοιαύτῃ κατηγορίᾳ ἐν τῷ γένει τοῦ ἀπείρου ὑφεστηκότα, ἐν ᾧ τὸ μᾶλλον καὶ ἧττον καὶ σφόδρα καὶ ἠρέμα καὶ τὰ τοιαῦτα πρόεισιν ἀορίστως ἐπιτεινόμενα καὶ ἀνιέμενα, εἰκότως ὡς αὐτῷ τῷ πρός τι συμφυὲς τὸ μᾶλλον καὶ ἧττον ὑποτίθεται· αὐτίκα τὸ μεῖζον καὶ ἧσσον, ἐφ' ὧν αὐτὸς τὰ τοῦ μᾶλλον καὶ ἧττον παραδείγματα προεβάλετο, [ἃ] τῆς τοῦ ἀπείρου φύσεώς ἐστιν. ἐπειδὴ δὲ ἄλλα εἴδη τοῦ πρός τι τῷ πέρατί ἐστιν συγγενῆ, ὡρισμένην ἕξει τὴν κατηγορίαν ἐκεῖνα καὶ οὔτε ἄνεσιν οὔτε ἐπίτασιν ἐπιδέξεται· τοιαῦτα δέ ἐστιν, ὅσα πρὸς οὐσίαν ἔχει συγγενῶς, οἷον πατήρ, ἀδελφός, διότι καὶ ἡ οὐσία ὥρισται καὶ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, οὕτως δὲ οὐδὲ τὸ ἴσον οὐδὲ τὸ διπλάσιον. ἐπειδὴ δέ τινες ἀποφέρονται πολλάκις ἐπὶ τὰς κατὰ συμβεβηκὸς φαινομένας κοινότητας, τούτου ἕνεκα προσέθηκεν ὅτι οὐ χρὴ τὰς διαθέσεις αὐτῶν ἐπισκοπεῖν, πῶς ἔχουσιν πρὸς ἀλλήλους εὐνοίας· αὗται γὰρ μᾶλλον κατὰ τὴν ποιότητα θεωροῦνται, δεῖ δὲ οὐχ ὡς ποιὰ θεωρεῖν τὰ πρός τι, ἀλλ' ὡς αὐτός φησιν "εἰς αὐτὰν τὰν τᾶς φύσιος ἔννοιαν" ἀποβλέπειν καὶ αὐτὴν τὴν σχέσιν καθ' ὅσον ἐστὶ σχέσις κυρίως ἐξετάζειν. ἀξιοῖ δὲ ὁ διορισμὸς οὗτος καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν, ὅταν τὰ κοινὰ ἢ ἴδια αὐτῶν θεωρῶμεν, καθαρὰ τὰ γένη κατανοεῖν καὶ μὴ συμμεμιγμένα πρὸς τἄλλα.

p. 6b27 Πάντα δὲ πρὸς ἀντιστρέφοντα λέγεται ἕως τοῦ καὶ τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν.

   Μετὰ τὰ κοινὰ πρὸς ἄλλα γένη παρακολουθήματα τῶν πρός τι τὸ ἴδιον αὐτῶν νῦν ἀποδοῦναι προτίθεται. τοῦτο δέ ἐστιν τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, ὅταν τὸ πρὸς ὃ λέγεται καὶ αὐτὸ πρὸς αὐτὸ τὸ πρὸς αὐτὸ λεγόμενον λέγηται ἀντικατηγορούμενον αὐτοῦ, ὡς ἐπὶ τῶν παρατεθέντων [180] παραδειγμάτων. ὡς γὰρ ὁ δοῦλος δεσπότου δοῦλος λέγεται, οὕτως καὶ ὁ δεσπότης δούλου δεσπότης λέγεται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ἐξισάζει ἀφ' ἑκατέρου πρὸς τὸ ἕτερον ἡ κατηγορία· διὸ καὶ ἀντιστροφὴ λέγεται, ὅταν ὡς τοῦτο πρὸς ἐκεῖνο, οὕτως κἀκεῖνο πρὸς τοῦτο ἀντικατηγορῆται. εἰπὼν δὲ ὅτι ὡσαύτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων, ἐπειδὴ τὰ ἐκτεθέντα παραδείγματα πρὸς γενικὴν ἐποιεῖτο τὴν ἀντιστροφὴν ὁμοίως τῇ ἐξ ἀρχῆς κατηγορίᾳ, οὐ πάντα δὲ οὕτως, ἀλλὰ καὶ πρὸς δοτικήν τινα ἀντιστρέφει, ὡς ὅταν λέγωμεν ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν οὐκέτι ἐπιστήμης, ἀλλ' ἐπιστήμῃ ἐπιστητόν, εἰκότως προσέθηκεν πλὴν τῇ πτώσει ἐνίοτε διοίσει κατὰ τὴν λέξιν, διότι κατὰ μὲν τὰ πράγματα οὐδεμία γίνεται τῆς σχέσεως παραλλαγή (μένει γὰρ τὰ αὐτά, καθ' ὅσον ἔχει πως), κατὰ δὲ τὴν λέξιν μόνην ἡ ἐναλλαγὴ γίνεται, ἐνίοτε μὲν ὡσαύτως ποιουμένων ἡμῶν τὴν ἀντιστροφήν, ὡς ἐπὶ δούλου καὶ δεσπότου καὶ πατρὸς καὶ υἱοῦ, ἐνίοτε δὲ πρὸς ἄλλην πτῶσιν, ὡς ἐπὶ ἐπιστήμης εἴρηται καὶ ἐπιστητοῦ, ἐνίοτε δὲ οὔτε ἐκφορὰν ἐπιδέχεται πρὸς ὃ λέγεται, ἀλλὰ δεῖται καὶ τῆς πρός προθέσεως· μέγα γὰρ πρὸς μικρόν, ἀλλ' οὐ μικροῦ λέγεται μέγα.

   Πολλαχῶς δὲ γινομένης τῆς ἀντιστροφῆς δεῖ τὴν ἰδιάζουσαν τοῦ προκειμένου λαβεῖν. ἔστιν γὰρ καὶ συλλογισμοῦ ἀντιστροφή, ὅταν τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τῆς ἑτέρας προτάσεως τῆς αὐτῆς μενούσης ἡ ἑτέρα ἀντιστρέφηται πάντως. ἐὰν γάρ, ὡς ὁ Ἀριστοτέλης φησὶν ἐν τῷ δευτέρῳ τῶν πρώτων Ἀναλυτικῶν, δεδειγμένον ᾖ τὸ α κατὰ τοῦ γ διὰ μέσου τοῦ β, τὸ δὲ α ληφθῇ μηδενὶ τῶν γ ἢ μὴ παντὶ ὑπάρχον δι' ἀντιστροφῆς ἢ τῆς εἰς τὸ ἐναντίον ἢ τῆς εἰς τὸ ἀντικείμενον, καὶ ληφθῇ αὕτη ὡς μία πρότασις μενούσης τῶν δύο προτάσεων τῆς ἑτέρας ὁποιασοῦν, ἡ λοιπὴ τὴν αὐτὴν ἀντιστροφὴν ἀντιστρέφεται συμπέρασμα γινομένη. ἐὰν γὰρ ληφθῇ τὸ α κατὰ παντὸς τοῦ β καὶ τὸ β κατὰ παντὸς τοῦ γ, συνάγεται συμπέρασμα τὸ α κατὰ παντὸς τοῦ γ· ἐὰν δὲ τοῦτο ἀντιστραφῇ καὶ γένηται πρότασις λέγουσα τὸ α κατ' οὐδενὸς τοῦ γ, καὶ προσληφθῇ τῶν ἐξ ἀρχῆς ἡ μείζων πρότασις ἡ λέγουσα τὸ α κατὰ παντὸς τοῦ β, συνάγεται τὸ β κατ' οὐδενὸς ἢ οὐ κατὰ παντὸς τοῦ γ ἐν δευτέρῳ σχήματι. ἐὰν δὲ ἡ ἐλάττων μείνῃ πρότασις, συνάγεται ἐν τρίτῳ σχήματι μερικὸν πάντως, τὸ α οὐ κατὰ παντὸς τοῦ β. ἔστιν δὲ καὶ προτάσεως ἀντιστροφὴ κατὰ ἐνάλλαξιν τῶν ὅρων γινομένη μετὰ τοῦ συναληθεύειν καὶ συμψεύδεσθαι· 'οὐδεὶς ἄνθρωπος λίθος, οὐδεὶς λίθος ἄνθρωπος· πᾶς ἄνθρωπος ζῷον, τὶ ζῷον ἄνθρωπος'. [181] ἔστιν δὲ καὶ κατὰ τὰ πράγματα ἀντακολουθία κατὰ τὸ συνυπάρχειν τὰ διαφέροντα, ὡς τῷ σπουδαίῳ τὸ θεοσεβὲς καὶ ἀνάπαλιν. ἔστιν δὲ καὶ ἄλλη παρὰ ταύτας, ἡ κατὰ τὰ πρός τι, ἥτις οὐκ ἀντακολούθησιν μόνον ἔχει, ἀλλὰ μετὰ τῆς σχέσεως τῆς πρὸς ἄλληλα τῶν ἀντικατηγορουμένων. οὐ γὰρ ταὐτόν ἐστιν τὸ τόδε τοῦδε καὶ τόδε καὶ τὸ μετὰ σχέσεως ἔχειν τοῦτο· ἄλλο γὰρ τὸ εἰπεῖν 'ὁ σπουδαῖος θεοσεβὴς καὶ ὁ θεοσεβὴς σπουδαῖος' καὶ ἄλλο '‹ὁ› δοῦλος δεσπότου δοῦλος καὶ ὁ δεσπότης δούλου δεσπότης'· τοῦτο μὲν γὰρ κατὰ σχέσιν, ἐκεῖνο δὲ κατὰ μέθεξιν. τῶν δὲ τῇ αὐτῇ πτώσει ἀντιστρεφόντων τὰ μὲν τῷ αὐτῷ πράγματι χρῆται ἐφ' ἑκατέρου, ὡς ἴσον καὶ ὅμοιον· τὸ γὰρ ἴσον ἴσῳ ἴσον καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, τοῦ αὐτοῦ ὄντος τοῦ τε ἔχοντος τὴν σχέσιν καὶ τοῦ πρὸς ὃ ἔχει· τὰ δὲ καθ' ἑτερότητα παραλλάττει, ὡς δεσπότης καὶ δοῦλος καὶ διπλάσιον καὶ ἥμισυ, ὡς καὶ Ἀρχύτᾳ δοκεῖ· "ἐπιδέχεται γάρ, φησίν, τὰν ἀντιστροφὰν ὁμοίαν μὲν ὡς τὸ ἴσον καὶ ἀδελφόν, ἀνομοίαν δὲ ὡς τὸ μεῖζον καὶ μεῖον". ἀπὸ δὲ τῶν ἁπλῶν γένοιτο ἂν καὶ σύμμικτά τινα τῶν πρός τι κατὰ τὴν τῶν ἄλλων κατηγοριῶν μέθεξιν, ὡς οἱ ὁμήλικες ἀπὸ τῆς τοῦ ποτὲ μεθέξεως καὶ οἱ ἰσόμαχοι ἀπὸ τῆς τοῦ πάσχειν καὶ ὁμοταχεῖς ἀπὸ τοῦ ποιεῖν, ὅταν κατὰ τὴν φορὰν τῶν σωμάτων θεωρῆται τὸ τάχος, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

   Ἀπορήσειε δ' ἄν τις, μήποτε οὐκ ἴδιον τῶν πρός τι τὸ τῆς ἀντιστροφῆς· οὐ γὰρ μόνῳ αὐτῷ ὑπάρχει, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· καὶ γὰρ εἴ τι καλόν ἐστιν, καὶ ἀγαθὸν ὑπάρχει, καὶ εἴ τι ἀγαθόν, καὶ καλόν. ταύτης δὲ τῆς ἀπορίας ἀκούοντες οἱ μὲν πρὸς τὸ παράδειγμα ἐνίστανται ὡς Στωικοῖς μᾶλλον, ἀλλ' οὐχὶ Περιπατητικοῖς ἀρέσκον, οἳ τὸ μὲν καλὸν τὸ δι' αὑτὸ αἱρετὸν λέγουσιν, τὸ δὲ ἀγαθὸν τὸ κατὰ φύσιν, καὶ διὰ τοῦτο εἴ τι μὲν καλόν, καὶ ἀγαθὸν εὐθὺς εἶναι τίθενται, οὐκ ἀνάπαλιν δέ· τὴν γοῦν ὑγίειαν ἀγαθὸν μέν φασιν ὡς κατὰ φύσιν καὶ ὠφέλιμον, καλὸν δὲ οὐκέτι, ὡς οὐ δι' αὑτὸ αἱρετὸν ὀργάνου πλεονέκτημα ὄν. τινὲς δὲ ταύτην μὲν ἀποδοκιμάζουσιν τὴν ἔνστασιν ὡς οὐ πρὸς τὴν ἀπορίαν, ἀλλὰ πρὸς τὸ παράδειγμα γενομένην· κἂν γὰρ ἐπὶ τούτου τοῦ παραδείγματος συγχωρήσῃ τις μὴ ὑγιῶς ἔχειν τὴν ἀντακολουθίαν, ἀλλ' ἔστιν ἄλλα πολλὰ συνυπάρχοντα, τὰ μὲν ὡς οὐσίαι, ὡς τὸ κέντρον τῆς σφαίρας καὶ ἡ περιφέρεια, τὰ δὲ ὡς δεύτερα καὶ πρῶτα, ὡς τῷ ἡλίῳ συνυπάρχει τὸ φῶς, τὰ δὲ ἀχώριστα συμβεβηκότα, ὡς τῷ πυρὶ ἡ θερμότης, καὶ οἱ ὅροι δὲ τῷ κεφαλαιώδει συνυφεστήκασιν καὶ ἀντακολουθοῦσιν. οἱ δὲ ταῦτα αἰτιώμενοι οὐδὲ αὐτοὶ λύουσιν τὴν ἀπορίαν, ἀλλ' ἐνδεδώκασιν αὐτῇ λέγοντες μὴ κυρίως ἴδιον εἶναι τῶν πρός τι τὸ ἀντιστρέφειν ὡς καὶ πᾶσιν καὶ μόνοις ὑπάρχον, ἀλλὰ πᾶσιν μέν, οὐκέτι δὲ καὶ [182] μόνοις (εἶναι γὰρ καὶ ἄλλα τὰ ἀντιστρέφοντα ὡς ἀντακολουθοῦντα ἀλλήλοις καὶ συνυπάρχοντα), λέγεσθαι δέ, εἴπερ ἄρα, ἴδιον κατὰ συνήθειαν τὴν τὰ πᾶσιν ὑπάρχοντα, κἂν μὴ μόνοις, ἴδια λέγειν ἀξιοῦσαν. μήποτε οὖν ἀκριβέστερον ἀκούειν δεῖ τοῦ εἰρημένου· οὐ γὰρ εἶπεν ὅτι τὰ πρός τι συνυπάρχουσιν ἀλλήλοις, ὡς τὸ φῶς καὶ ὁ ἥλιος καὶ ἡ θερμότης καὶ τὸ πῦρ, οὐδὲ ὅτι τὸ ἕτερόν ἐστιν ὅπερ τὸ ἕτερον, ὡς τὸ καλὸν καὶ τὸ ἀγαθόν, ἀλλ' ὅτι πρός τινα λέγεται τὰ καὶ αὐτὰ πρὸς αὐτὰ λεγόμενα. τὸ μὲν γὰρ πρὸς ἕτερον ἀπονεύειν καὶ πρὸς ἕτερον λέγεσθαι τὸ εἶδός ἐστιν αὐτὸ τοῦ πρός τι· τὸ δὲ καὶ ἐκεῖνο πρὸς ὃ λέγεται ὁμοίως λέγεσθαι πρὸς τὸ πρὸς αὐτὸ λεγόμενον, τοῦτο ἴδιον τῶν πρός τι παρακολούθημα. ὅλως γὰρ τὰ ἄλλα τὰ συνυπάρχοντα οὐδὲ λέγεται πρὸς ἄλληλα· τὸ γὰρ φῶς καὶ εἰ τοῦ ἡλίου ἐστὶν οὐ λέγεται πρὸς τὸν ἥλιον. ἄλλο γὰρ τινὸς εἶναι ἢ γέννημα ἢ ἐνέργειαν ἢ πάθος ἢ κτῆμα, καὶ ἄλλο τὸ πρός τι εἶναι καὶ λέγεσθαι. ἐκεῖνα μὲν γάρ, κἂν ἄλλου ᾖ, ἀλλ' ἔχει φύσιν ἰδίαν· τὸ δὲ πρός τι ἐν τῇ πρὸς ἕτερον ἀπονεύσει οὐσίωται, καὶ ἐξ ἀλλήλων ἤρτηται ταῦτα ὁμοίως καὶ οὐ τὸ ἕτερον ἐκ τοῦ ἑτέρου, ὡς ἐπὶ τῶν πρώτων καὶ δευτέρων. διὰ τοῦτο γὰρ καὶ πρὸς ἀντιστρέφοντα λέγεται, [ὅτι] διὰ τὸ ἐξ ἀλλήλων τε καὶ ἐν ἀλλήλοις ὑφεστηκέναι· ὡς γὰρ ἔστιν, οὕτως καὶ λέγεται. δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὡς οὐκ ἐν τῷ λέγεσθαι μόνως συμβαίνει ἡ ἀντιστροφὴ τῶν πρός τι· τοῦτο μὲν γὰρ λέξεών τινα κοινότητα καὶ συνήθειαν ἰδίαν παρίστησιν, τὸ μέντοι †ἀπὸ τοῦ κοινὴν ὑπάρχειν τὴν σχέσιν, τοῦτο εἰσάγει τὴν κατὰ τὸ πρός τι κατηγορίαν.

   Καὶ Ἀρχύτας δὲ τὴν ἀντιστροφὴν ἀποδίδωσιν τῶν πρός τι λέγων· "ἐπιδέχεται τὰν ἀντιστροφὰν ὁμοίαν μὲν οἷον ὡς τὸ ἴσον καὶ ἀδελφόν, ἀνομοίαν δὲ ὡς τὸ μεῖζον καὶ μεῖον." ἀποδίδωσιν δὲ αὐτοῖς καὶ τὸ ἀντίστροφον οὕτω λέγων περὶ τῶν εἰδῶν τοῦ πρός τι· "τὸ μὲν γάρ τι αὐτῶν οὐκ ἔστιν ἀντίστροφον, οἷον ἐπιστάμα καὶ αἴσθασις· ἐπιστάμα μὲν γὰρ λέγεται τῶ ἐπιστατῶ καὶ αἴσθασις τῶ αἰσθατῶ, τὸ δὲ ἐπιστατὸν οὐκέτι λέγεται τᾶς ἐπιστήμας οὐδὲ τὸ αἰσθατὸν τᾶς αἰσθήσιος. τὸ δὲ αἴτιον, ὅτι τὸ μὲν ἐπιστατὸν καὶ αἰσθατὸν καὶ ἄνευ τᾶς αἰσθάσιος καὶ ἐπιστάμας [183] δύναται ἦμεν, ἁ δὲ ἐπιστάμα καὶ αἴσθασις οὐ δύναται ἦμεν ἄνευ τῶ ἐπιστατῶ καὶ ἄνευ τῶ αἰσθατῶ." ὁ δὲ αὐτὸς κατὰ τὸ εἶναι μᾶλλον πρὸς ἄλληλα καὶ μετ' ἀλλήλων χαρακτηρίζει τὰ πρός τι λέγων· "τοῦ δὲ ποτ' ἕτερόν πως ἔχοντος ἴδιον τό τε συνυπάρχειν ἅμα ἀλλήλοις καὶ ἀλλάλων δὲ αἴτια ἦμεν"· διὰ γὰρ τὴν κατ' αἰτίαν καὶ τὴν κατ' οὐσίαν συνύπαρξιν συνέπεται καὶ ἡ τοῦ λέγεσθαι· ὡς γὰρ ἔστιν, οὕτως καὶ λέγεται, καὶ διότι ἔστιν, λέγεται, ἀλλ' οὐχ ὅτι λέγεται, ἔστιν, καὶ καθ' ὅσον μὲν ἔστιν τοιοῦτον, τὸ ἴδιον τοῦ γένους εἰσάγει, καθ' ὅσον δὲ λέγεται μόνον, οὐχ ἕξει παραδεῖξαί τις τὴν κατὰ τὸ γένος αὐτοῦ διάκρισιν, ὥστε καὶ ἡ κατὰ τὸ λέγεσθαι ἀντιστροφὴ τῆς κατὰ τὸ εἶναι συνυπάρξεως ἤρτηται. πῶς δὲ συνυπάρχει ἀλλήλοις καὶ ἅμα τῇ φύσει ἐστίν, καίτοι δοκούντων τινῶν κατ' αἰτίαν προηγεῖσθαι, ὡς ἡ ἐνέργεια προηγεῖται τοῦ πάθους καὶ ὁ πατὴρ τοῦ υἱέος, τότε μαθησόμεθα, ὅταν τῷ Ἀριστοτέλει συνακολουθῶμεν τὰ πρός τι ἅμα τῇ φύσει εἶναι λέγοντι.

p. 6b36 Οὐ μὴν ἀλλ' ἐνίοτε οὐ δόξει ἀντιστρέφειν ἕως τοῦ φανερὸν ὅτι πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα ῥηθήσεται.

   Εἰπὼν πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεσθαι, ἐπειδή τινα δοκεῖ μὴ ἀντιστρέφειν, ὡς τὸ πτερὸν ὄρνιθος λεγόμενον οὐκ ἀντιστρέφει πρὸς τὸν ὄρνιν (οὐ γὰρ λέγομεν 'ὁ ὄρνις πτεροῦ ὄρνις' ἢ 'πτερῷ ὄρνις ἐστίν'· ἔστιν γὰρ καὶ ἄλλα πτερωτά, ἃ οὔκ εἰσιν ὄρνιθες· τῶν γὰρ πτερωτῶν τὰ μέν ἐστιν σαρκόπτερα, τὰ δὲ κολεόπτερα, τὰ δὲ σχιζόπτερα, ὧν τὰ σχιζόπτερα μόνα ὄρνιθές εἰσιν), βούλεται ἐν τούτοις ἅμα μὲν τὴν αἰτίαν εἰπεῖν τοῦ τινα δοκεῖν μὴ ἀντιστρέφειν καίτοι πάντων ἀντιστρεφόντων, ἅμα δὲ τοὺς τρόπους παραδοῦναι τῆς ἀποδόσεως, ὧν οἱ μὲν ὀρθῶς γινόμενοι σῴζουσιν τὴν ἀντιστροφήν, οἱ δὲ μὴ ὀρθῶς οὐκέτι. καὶ τὸ μὲν αἴτιον τοῦ ποτὲ δοκεῖν μὴ ἀντιστρέφειν τὸ μὴ οἰκείως πρὸς ὃ λέγεται ἀποδίδοσθαι· τρόποι δὲ τῆς μὲν ὀρθῆς ἀποδόσεως τὸ πρὸς ὃ λέγεται κατὰ φύσιν, πρὸς τοῦτο ποιεῖσθαι τὴν ἀπόδοσιν καὶ τὸ ἐξισάζειν· τὰ γὰρ τοιαῦτα ἀκολουθεῖ τε ἀλλήλοις καὶ ἀντιστρέφει· τῆς δὲ οὐκ ὀρθῆς ἀποδόσεως τρόποι, ἐὰν μὴ πρὸς ὃ λέγεται κατὰ φύσιν, πρὸς τοῦτο ποιῆται τὴν ἀπόδοσιν, καὶ ὅταν ὑπερβάλλῃ ἢ ἐλλείπῃ, ἀλλὰ μὴ ἐξισάζῃ τὰ ἀποδιδόμενα. παράδειγμα δὲ ἦν τοῦ μὲν [184] ὀρθοῦ τρόπου τῆς ἀποδόσεως δοῦλος πρὸς δεσπότην· καὶ γὰρ ἐξισάζει ταῦτα καὶ καθ' αὑτὰ ἀποδίδοται· ᾗ γὰρ δοῦλος, δεσπότου ἐστὶν καὶ ᾗ δεσπότης, δούλου, καὶ διὰ τοῦτο καὶ ἀντικατηγορεῖται ὡσαύτως. τῆς δὲ μὴ ὀρθῆς ἀποδόσεως παράδειγμα τὸ πτερόν φησιν, ἐὰν ἀποδοθῇ ὄρνιθος· οὔτε γὰρ ἡ ὄρνις πτερωτὴ μόνη ἐστὶν οὔτε ἐξισάζει· πολλὰ γὰρ καὶ ἄλλα, ὡς εἴρηται, πτερωτά ἐστιν, καὶ διὰ τοῦτο οὐκ ἀντιστρέφει· οὐ γὰρ λέγομεν 'ὁ ὄρνις πτεροῦ ὄρνις' ἢ 'πτερῷ ὄρνις' διὰ τὸ ἐξ ἀρχῆς μὴ ὀρθῶς ἀποδεδόσθαι τὸ πτερὸν ὄρνιθος. ἐπὶ πλέον γὰρ λέγεται τὸ πτερὸν τοῦ ὄρνιθος, διότι πτερωτὰ μὲν καὶ ἄλλα ἐστίν, μόνα δὲ τὰ σχιζόπτερα ὄρνιθες· ὑπερβάλλον οὖν τὸ πτερὸν εἰκότως οὐκ ἀντιστρέφει· αἴτιον δὲ τὸ τὴν ἀρχὴν μὴ οἰκείως ἀποδοθῆναι τὸ πτερὸν ὄρνιθος. διὰ τοῦτό φησιν ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, καλῶς τὸ οὐ δόξει εἰπών, εἴπερ διὰ τὴν ἡμαρτημένην τῶν ὀνομάτων ἀπόδοσιν συμβαίνει τὸ μὴ δοκεῖν ἀντιστρέφειν. πῶς οὖν ἐχρῆν τὴν ἀπόδοσιν γενέσθαι βουλόμενος εἰπεῖν, ἐπεὶ μὴ εὑρίσκει τῷ πτερῷ ἐξισάζον ὄνομα κείμενον, ὀνοματοποιεῖν ἀναγκάζεται τὸ πτερὸν πτερωτοῦ λέγων δεῖν ἀποδιδόναι· ἐξισαζόντων γὰρ τούτων ἀκόλουθος ἡ ἀντιστροφὴ γίνεται, τὸ πτερωτὸν πτερῷ πτερωτὸν λεγόντων ἡμῶν. ἐν ᾧ καὶ μέθοδον παραδέδωκεν, πῶς δεῖ λαμβάνειν τὰ ἐξισάζοντα καὶ ἀντακολουθοῦντα, ὅτι ἀπὸ τῶν πρώτων καὶ τῇ συνηθείᾳ ἐγνωσμένων δεῖ καὶ τοῖς πρὸς αὐτὰ λεγομένοις τίθεσθαι τὰ ὀνόματα, ὡς ἀπὸ τοῦ πτεροῦ τὸ πτερωτὸν καὶ τοῦ πηδαλίου τὸ πηδαλιωτόν· οὕτως γὰρ οὔτε ὑπερβάλλον οὔτε ἐλλεῖπον, ἀλλὰ συναπαρτίζον τεθήσεται τὸ τιθέμενον. ἐπιστῆσαι δὲ χρὴ τῷ οὐ γὰρ ᾗ ὄρνις, ταύτῃ τὸ πτερὸν αὐτῆς λέγεται· ὡς γὰρ ὀφείλοντος τοῦ ᾗ οὐ μόνον ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ἀλλὰ καὶ ἐξισάζειν οὕτως εἶπεν. εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐκέτι τὰ γένη τῶν εἰδῶν ᾗ αὐτὰ κατηγορεῖται (οὐ γὰρ ἐπίσης κατ' αὐτῶν λέγεται), ἀλλ' οὐδὲ ἴσον ἔσται τῷ καθ' αὑτὸ τὸ ᾗ αὐτό· τὸ μὲν γὰρ καθ' αὑτὸ ἐπὶ τῶν κατ' οὐσίαν λέγεται, τὸ δὲ ᾗ αὐτὸ ἐπὶ τῶν ἐξισαζόντων. ἀλλ' εἰ μὴ ἔστιν ὄρνις χωρὶς πτεροῦ, διὰ τί μὴ ῥηθήσεται ᾗ ὄρνις πτερῷ ὄρνις; ἐπὶ μὲν γὰρ τοῦ πλοίου ὀρθῶς εἴρηται τὸ οὐ γὰρ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται, διότι ἔστιν τινὰ πλοῖα οὐκ ἔχοντα πηδάλιον, ὡς τὰ μικρὰ τὰ κώπαις ἅμα καὶ ἐρεττόμενα καὶ ἰθυνόμενα καί τινα τῶν ἐν τοῖς ποταμοῖς πορθμείων, ὧν τὰ μὲν κοντοῖς ὠθεῖται, τὰ δὲ σχοίνοις διέλκεται· ὀρθῶς οὖν οὐχ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται, ἐπὶ δὲ τοῦ ὄρνιθος οὐκέτι· πᾶς γὰρ ὄρνις ἔχει πτερά. ὥστε οὐ ταύτῃ λέγεται τὸ οὐχ ᾗ ὄρνις, ἀλλ' [185] ὅτι μὴ ἐξισάζει, διὰ τοῦτο ἀληθὲς εἰπεῖν τὸ οὐχ ᾗ ὄρνις· ἔχει γὰρ καὶ ἄλλα πτερά. πρὸς δὲ τὸ πτερωτὸν ἐξισάζει τὸ πτερόν, καὶ διὰ τοῦτο οὕτως ἐχρῆν ἀποδιδόναι.

   Ἐνίοτε δέ, φησίν, καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, οὐχ ὅτι καινοτομεῖν δεῖ τῶν κειμένων ὀνομάτων τὴν συνήθειαν (δηλοῖ δὲ τὴν εὐλάβειαν αὐτοῦ τὸ ἐνίοτε καὶ τὸ ἴσως καὶ τὸ ἀναγκαῖον), ἀλλ' ὅτι, ἡνίκα μὴ ᾖ κείμενον ὄνομα τῷ ἀντιστρέφοντι, τότε δεῖ θεῖναι ὄνομα, πρὸς ὃ οἰκείως ἂν ἀποδοθείη ἡ ἀντιστροφή, οὐκ εἰς χρῆσιν ἁπλῶς τὸ ὄνομα τιθέντας, ἀλλ' εἰς ἔνδειξιν τοῦ κατὰ τὰ πράγματα ἀντιστρέφοντος. μεταβαίνει δὲ ἑξῆς ἐπὶ τὸ τοῦ πλοίου καὶ πηδαλίου παράδειγμα, ἐφ' οὗ ἀνάπαλιν οὐκέτι τὸ ἐχόμενον πλεονάζει, ὡς τὸ πτερὸν τοῦ ὄρνιθος ἐπλεόναζεν, ἀλλὰ τὸ ἔχον· ἐπὶ πλέον γὰρ τὸ πλοῖόν ἐστι τοῦ πηδαλίου, ὥσπερ ἐκεῖ ἐπὶ πλέον τὸ πτερὸν τοῦ ὄρνιθος. ὀρθῶς οὖν εἶπεν ὅτι οὐχ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται, καὶ καθ' ὅσον οὐκ οὐσιωδῶς ὑπάρχει καὶ καθ' ὅσον οὐκ ἐξισάζει. τὸ μέντοι 'οὐδὲ ᾗ πηδάλιον πλοίου' ψεῦδος· ἀδύνατον γὰρ εἶναι πηδάλιον ὃ μὴ πλοίου ἐστίν. εἰ οὖν ἐπὶ πλέον τὸ πλοῖον τοῦ πηδαλίου, εἰκότως εἴρηται μὴ ἀντιστρέφειν· εἰ δὲ τὸ πηδαλιωτὸν ληφθῇ, οἰκεία τε γέγονεν ἡ λῆψις (ᾗ γὰρ πηδάλιον, πηδαλιωτοῦ, καὶ ᾗ πηδαλιωτόν, πηδαλίῳ τοιοῦτον) καὶ ἐξισάζει πρὸς ἄλληλα, καὶ διὰ τοῦτο εἰκότως ἀντιστρέφει. τρίτον δὲ παράδειγμα τίθησιν ζῷον καὶ κεφαλήν. καὶ ἐπὶ τούτου δὲ ὁμοίως ὡς ἐπὶ τοῦ πλοίου καὶ τοῦ πηδαλίου περιττεύει τὸ ζῷον τῆς κεφαλῆς· πολλὰ γὰρ ζῷα κεφαλὴν οὐκ ἔχει, ὡς τῶν ἐν θαλάττῃ πνεύμονες καὶ λοπάδες καὶ ὄστρεα πάντα, καὶ καρκίνοι δέ. πάλιν οὖν τὸ οὐχ ᾗ ζῷον, κεφαλὴν ἔχει κατὰ τὸν αὐτὸν τρόπον ὃν ἐπὶ τοῦ πλοίου καὶ τοῦ πηδαλίου ἀκουσόμεθα, ὅτι οὔτε οὐσιωδῶς οὔτε ἐξισαζόντως· τὸ γὰρ 'οὐχ ᾗ ὄρνις πτερὸν ἔχει' οὐχ ὅτι οὐκ οὐσιωδῶς, ἀλλ' ὅτι μόνον οὐκ ἐξισάζει· κατ' οὐσίαν γὰρ τῷ ὄρνιθι τὸ πτερὸν ὑπάρχει. δῆλον οὖν ἀπὸ τούτων, ὅτι οἰκείως γινομένης τῆς ἀποδόσεως πρὸς ἀντιστροφὴν τοῦτο λέγεται· εἰ δὲ μὴ οἰκείως ἀποδοθῇ, οὐκ ἀντιστρέψει οὐδὲ ἐπὶ τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων καὶ ὀνόματα ἐχόντων κείμενα. ὅταν γὰρ μὴ αὐτὸ ληφθῇ πρὸς ὃ λέγεται οἰκείως, ἀλλά τι τῶν συμβεβηκότων ἐκείνῳ, οἷον ἐὰν μὴ ὁ δεσπότης ληφθῇ, ἀλλ' ἄνθρωπος ἢ δίπουν, κἂν ἀληθὲς εἰπεῖν 'ὁ δοῦλος ἀνθρώπου δοῦλος', ἀλλ' οὐκ ἀντιστρέφει· οὐ γὰρ ὁ ἄνθρωπος δούλου ἄνθρωπος ἢ τὸ δίπουν, διότι οὐκ οἰκείως, ἀλλὰ κατὰ συμβεβηκὸς ἐγένετο ἐξ ἀρχῆς ὁ τῆς κατηγορίας τρόπος. καὶ κανόνα δέ τινα κριτικὸν παραδίδωσιν τοῦ οἰκείου τρόπου τῆς ἀποδόσεως· [186] ἂν γὰρ οἰκείως ἀποδεδομένον ᾖ πρὸς ὃ λέγεται, πάντων περιαιρουμένων τῶν ἄλλων ὅσα συμβεβηκότα ἐστίν, μένοντος δὲ ἐκείνου μόνου, πρὸς ὃ οἰκείως ἀπεδόθη, ἀεὶ πρὸς αὐτὸ ῥηθήσεται, ὡς ἐπὶ τοῦ δεσπότου καὶ δούλου· ἀφαιρουμένων γὰρ ἀπὸ τοῦ δεσπότου τῶν ἄλλων πάντων ὁ δοῦλος πρὸς τὸν δεσπότην ῥηθήσεται, ὅτι οἰκείως ἀπεδέδοτο. ἐὰν δὲ μὴ οἰκείως ἀποδοθῇ, ἀλλ' ὁ δοῦλος ἀνθρώπου λέγοιτο, περιαιρουμένων τῶν ἄλλων τοῦ ἀνθρώπου καὶ ὁ δεσπότης περιαιρεθήσεται, καὶ ὁ δοῦλος οὐκέτι οὐδὲ πρὸς ἄνθρωπον ῥηθήσεται οὐδὲ ἔσται ὅλως πρός τι· μὴ γὰρ ὄντος δεσπότου οὐδὲ δοῦλος ἔσται, ἢ κἂν εἴη, οὐ πρός τι ἔσται. ὁμοίως δὲ καὶ τὸ πτερὸν ἐὰν πρὸς ὄρνιν ἀποδοθῇ, περιαιρουμένων καὶ τῶν ἄλλων τοῦ ὄρνιθος καὶ τοῦ πτερωτοῦ οὐκέτι ἔσται τὸ πτερὸν πρός τι· μὴ γὰρ ὄντος πτερωτοῦ οὐδὲ πτερὸν ἔστιν, ἢ κἂν εἴη, οὐ πρός τι ἔσται. ὄρνιθος δὲ ἀναιρεθέντος, πτεροῦ δὲ ὄντος πρὸς τὸ πτερωτὸν ἀποδοθήσεται, ὡς ἐπὶ σφηκῶν· ἔστιν γὰρ ἐπὶ σφηκῶν καὶ ἄλλων. ὅρα οὖν ὅτι δύο παραδείγματα παρέλαβεν τῆς ἀνοικείως γινομένης ἀποδόσεως, κοινὸν μὲν ἔχοντα τὸ κατ' ἄλλο τι λαμβάνεσθαι, ἴδιον δέ, ὅτι τὸ μὲν κατὰ τὸν δοῦλον καὶ δεσπότην παράδειγμα τὴν πρὸς τὰ κατὰ συμβεβηκὸς ἀνοικείως γινομένην ἀπόδοσιν ἀποδείκνυσιν, τὸ δὲ κατὰ τὸν ὄρνιν καὶ τὸ πτερὸν ἐν μὲν τοῖς κατ' οὐσίαν ἐστίν, τὸ δὲ ἀνοίκειον ἔχει κατὰ τὴν ὑπερβολὴν καὶ ἔλλειψιν. ταῦτα μὲν οὖν εἰς τὴν τῆς λέξεως σαφήνειαν εἰρήσθω.

   Τῶν δὲ ἀντιλεγόντων τινὲς εὐθὺς διασύρουσιν τὰ ὀνόματα, τὸ κεφαλωτὸν καὶ πηδαλιωτὸν καὶ πτερωτόν. καὶ ἐκείνων μὲν ἔδει καταφρονεῖν, ἀλλ' ἐπειδὴ συνέβη τῶν ἐξηγητῶν τοὺς φιλοσοφωτέρους ἀντιλέγοντας αὐτοῖς πολλῶν καὶ καλῶν λόγων ἐσμὸν ἀνακινῆσαι, διὰ τοῦτο καὶ ἐγὼ τῶν ἀντιρρήσεων συντόμως μνημονεύσω. καὶ πρῶτον μὲν ἀγνοοῦσιν ὡς οὐκ ἐχρήσατο τούτοις τοῖς ὀνόμασιν, ἄχρι δὲ παραδείγματος ὑπέδειξεν οἷα ἂν ἦν, εἰ ἔκειτο τοῖς θεαθεῖσιν ὑπ' αὐτοῦ πράγμασιν ὀνόματα. ἔπειτα τὸ τῷ εὑρεθέντι πράγματι τὸ οἰκεῖον ὄνομα ἀποδοῦναι, ὅπερ ἂν καὶ αὐτὸς ὁ ὀνοματοθέτης ἔθετο, εἰ τοῦ πράγματος ἔννοιαν ἔλαβεν, σπουδῆς ἄξιον, ἀλλ' οὐ γέλωτος ἂν εἴη. πρὸς δὲ τούτοις καὶ αὐτὴν τὴν ὀνοματοποιίαν οὐκ ἐπὶ ξένα ὀνόματα παρήγαγεν, ἀλλ' ἀπὸ τῶν κειμένων ἐν τῇ συνηθείᾳ μικρὸν παρακλίνας τοῖς συνήθεσι μέν, οὐ συνήθως δὲ ἐχρήσατο, οἷον τῷ πηδαλιωτῷ ἀπὸ τοῦ πηδαλίου· οὕτως ἔσπευδεν πανταχοῦ τὴν συνήθειαν φυλάττειν. καὶ γὰρ ἀσφαλέστατος τρόπος ὀνοματοποιίας ὁ ἀπὸ τῶν ἤδη κειμένων καὶ τῆς κρατούσης συνηθείας· καὶ γὰρ οἱ πρῶτοι ὀνοματοθέται φαίνονται ἀπὸ τῶν συνήθων καὶ ἁπλουστέρων τὰ ἄλλα συντιθέντες, ὡς αἱ ἐτυμολογίαι δηλοῦσι, καὶ μέντοι ὁ οὕτως ποιῶν περὶ τὴν λέξιν ὀλίγον [187] καινίζει, τὴν συνήθη περὶ τῶν πραγμάτων ἔννοιαν φυλάττων. ἔτι δὲ πάσης τέχνης οἰκεῖον τὸ ὀνοματοποιεῖν· καὶ γὰρ ὁ γεωμέτρης καὶ ὁ μουσικὸς περὶ πράγματα τοῖς πολλοῖς ἄγνωστα διατρίβοντες ἴδια τιθέναι τοῖς πράγμασιν ἐκείνοις ὀνόματα καὶ ἀσυνήθη τοῖς πολλοῖς ἀναγκάζονται. διχῶς δὲ τοῦτο ποιοῦσιν, ἢ τοῖς κειμένοις ἤδη αὐτοὶ χρώμενοι ἐπ' ἄλλοις, ὡς τῷ χρώματι καὶ τῇ διέσει ὁ μουσικὸς καὶ τῷ κέντρῳ ὁ γεωμέτρης, ἢ τὰ μηδὲ ὅλως κείμενα ἐξευρίσκοντες. καὶ εἰ μὲν θέσει τὰ ὀνόματα, στοχαστέον τοῦ σκοποῦ τῆς θέσεως· εἰ δὲ φύσει, προσέχειν τῇ φύσει τοῖς οἰκείοις πράγμασιν τοὺς οἰκείους φθόγγους συντάττοντας.

   Εὔδωρος δὲ ὁ Ἀκαδημαϊκὸς ἐγκαλεῖ ὡς οὐ συντάττεται τὸ πτερὸν τῷ πτερωτῷ· τὸ μὲν γὰρ πτερὸν ἐνεργείᾳ λέγεται, τὸ δὲ πτερωτὸν δυνάμει, ὡς δυνάμενον πτερωθῆναι· εἰ δὲ ἐνεργείᾳ γένοιτο, οὐ πτερωτόν, ἀλλ' ἐπτερωμένον λέγεται. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πηδαλίου διορίζεται, ὅτι οὐ πρὸς πηδαλιωτόν, ἀλλὰ πρὸς πεπηδαλιωμένον ἂν λέγοιτο, καὶ ἡ κεφαλὴ πρὸς κεκεφαλωμένον. ὁ δὲ ταῦτα ἀπορῶν ἀγνοεῖ ὅτι διχῶς τούτων ἕκαστον λέγεται, καὶ ὡς δυνάμει καὶ ὡς ἐνεργείᾳ, ὥσπερ καὶ τὸ ὑφαντὸν καὶ τὸ ἐνδυτὸν καὶ ἐπὶ τοῦ ἤδη ὄντος ἱματίου λέγεται καὶ ἐπὶ τοῦ δυναμένου γενέσθαι· ἐπὶ δὲ τῶν μὴ ὄντων ἐν χρήσει ἔτι μᾶλλον ὡς ἂν βούληται ὁ τιθεὶς χρήσαιτο ἄν. προσεκτέον δέ, φασὶν οἱ ἐξηγηταί, μήποτε καὶ τὴν ἀρχὴν ἡμᾶς ἡ ἀπορία παραλογίζεται· εἰ γὰρ ἡ πρώτη θέσις τοῦ πτερωτοῦ πρὸς τὸ πτερὸν συντάττεται καὶ τοῦ πηδαλιωτοῦ πρὸς τὸ πηδάλιον, καὶ ἀπ' ἐκείνων παρωνόμασται, πῶς οὐχ ὁμοίως συνέζευκται πρὸς ἄλληλα, εἴπερ ἡ πρώτη σύστασις αὐτῶν εἶχεν τὸ κοινὸν καὶ συνηρμοσμένον;

   Ἄλλοι δὲ λέγουσιν ἄτοπον εἶναι τὸν διορισμὸν τῆς τοιαύτης ἀποδόσεως· τὸ γὰρ πτερὸν καὶ τὸ πηδάλιον καὶ τὴν κεφαλήν, ὅπως ἂν ἀποδοθῇ, μὴ δεόντως ἀποδίδοσθαι· μηδὲ γὰρ εἶναι ὅλως τῶν πρός τι, διότι ἕκαστον αὐτῶν μέρος ἐστὶν οὐσίας καὶ οὐσία, οὐδεμία δὲ οὐσία τῶν πρός τι, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Ἀριστοτέλει. εἴτε οὖν ὡς Ἀθηνόδωρος οἴεται πρός τι εἶναι κατὰ Ἀριστοτέλη, ἐφ' οὗ ἡ προσηγορία ἐπιζητεῖ τὸ πρὸς ὃ λέγεται (ὁ γὰρ δοῦλον ἀκούσας ἐπιζητεῖ τὸν οὗ ἐστι δοῦλος), εἴτε ὡς Κορνοῦτος πρός τι εἶναί φησιν οἷς συμπροσπίπτει πρὸς ἕτερον ἡ σχέσις, οὐ μέντοι ἡ συντακτική, ὡς ἐπὶ τῶν ἐχόντων καὶ ἐχομένων, ἀλλ' ἡ πρὸς ὑπόστασιν, ὅταν αὐτῷ τῷ ᾧ εἶναι τὴν πρὸς ἕτερον ἀπόνευσιν ἔχῃ, κατ' οὐδένα τρόπον τὸ πηδάλιον ἢ τὸ πτερὸν πρός τί ἐστιν. οὔτε γὰρ ἐπιζητεῖ τι πρὸς ὃ λέγεται οὔτε κατὰ τὴν πρὸς ἕτερον ὑποστατικὴν σχέσιν λέγεται· οὐσία γὰρ τὸ πηδάλιον καὶ ἡ κεφαλὴ καὶ τὸ πτερόν. δεῖ δὲ μὴ τὴν μὲν συντακτικὴν [188] μόνην καὶ τὴν κατ' ἔλλειψιν ἐπίνοιαν λαμβάνειν, ἀλλὰ καὶ τὴν κατὰ σύστασιν· οὕτως γὰρ καὶ τὸ μέρος σχέσιν ἔχει πρὸς τὸ ὅλον οὗ μέρος ἐστίν, κατ' αὐτὸ τοῦτο καθὸ μέρος ἐστίν. καὶ ὀρθῶς ὁ Βόηθος τὴν χεῖρα καὶ τὴν κεφαλὴν καθ' ὅσον μέρη συνεχώρει τῶν πρός τι εἶναι, οὐ μὴν καθό ἐστιν χεὶρ καὶ ὅ ἐστιν χεὶρ οὐδὲ ὅ ἐστιν κεφαλή, ἀλλὰ κατὰ τοῦτο οὐσίας εἶναι. νῦν οὖν τὸ πρός τι αὐτῶν θεωρείσθω ὡς μερῶν πρὸς ὅλα, καὶ οὐδὲν ἀδύνατον συμβαίνει. τινὲς δὲ πρὸς τὴν εἰρημένην ἀπορίαν ἀπολογούμενοι λέγουσιν ὡς τὸ πηδάλιον καὶ τὸ πτερὸν οὐ πάντως Ἀριστοτέλης πρός τι λέγει ἕνεκά γε τῶν ἐν ταῖς κατηγορίαις διαταττομένων, ἀλλὰ παραδείγματα αὐτὰ ποιεῖται τῆς διδασκαλίας τῶν πλεοναζόντων καὶ ἐλλειπόντων, ὡς εἰ καὶ τὸ ζῷον παρέλαβεν δεικνὺς ὅπως χρὴ τὰ ἐξισάζοντα παραλαμβάνειν εἰς τὴν ἀντιστροφήν. οἱ δὲ ταῦτα λέγοντες ἐπιλελῆσθαι δοκοῦσιν, ὅτι ὡς εἰς ἄτοπον ἀγαγὼν τὸν λόγον ὁ Ἀριστοτέλης ἐπήγαγεν οὐκ ἄρα ἔσται τὸ πτερὸν τῶν πρός τι. καίτοι εἰ μὴ πρός τι αὐτὸ ἐβούλετο εἶναι, πῶς ὡς ἄτοπον ἐτίθει τὸ ἀντικείμενον;

   Ἀπολλώνιος δὲ ὁ Ἀλεξανδρεὺς ἀκαταλλήλως φησὶν εἰρῆσθαι τῶν δύο παραδειγμάτων τὴν ἀπόδοσιν, διότι ὅπου μὲν εἴρηκεν 'οὐχ ᾗ ὄρνις ἐστίν, πτερὰ ἔχει· πολλῶν γάρ ἐστιν πτερὰ οὐκ ὀρνίθων', ὅπου δὲ οὐχ ᾗ ζῷον, κεφαλὴν ἔχει· πολλὰ γὰρ τῶν ζῴων κεφαλὴν οὐκ ἔχει, δέον εἰπεῖν 'πολλαὶ γὰρ κεφαλαί εἰσιν οὐ ζῴων', ὡς ἐκεῖ 'πολλὰ γὰρ πτερὰ οὐκ ὀρνίθων'. εὔκολον δὲ εἰπεῖν ὅτι ἄμφω μὲν παραδείγματα παρέθετο τοῦ πλεονάζειν καὶ ἐλλείπειν καὶ διὰ τοῦτο μὴ ἀντιστρέφειν, καὶ ὅπου μὲν τὸ πτερὸν πλεονάζει τοῦ ὄρνιθος, τουτέστιν τὸ ἐχόμενον τοῦ ἔχοντος, ὅπου δὲ ἀνάπαλιν τὸ ἔχον τοῦ ἐχομένου, ὡς τὸ ζῷον τῆς κεφαλῆς. τὸ γὰρ λέγειν ὅτι ὥσπερ τὸ πτερὸν ἐπὶ πλέον τοῦ ὄρνιθος, οὕτως καὶ ἡ κεφαλὴ τοῦ ζῴου, διότι καὶ σκορόδων εἰσὶν κεφαλαὶ καὶ φοινίκων, πολλῇ τῇ ὁμωνυμίᾳ καὶ τῇ μεταφορᾷ χρωμένων ἐστίν. δεῖ δὲ τὰ πρός τι κυρίως ἀντιστρέφοντα λαμβάνειν, ἀλλ' οὐχ ὁμωνύμως ἢ κατὰ μεταφοράν. οὕτως δὲ λαμβανομένων τὸ ζῷον ἔσται ἐπὶ πλέον τῆς κεφαλῆς, ἀφ' οὗ τὸ μὴ ἀντιστρέφειν διελέγχεται, ὥσπερ ἐπὶ τῆς ἄλλης συζυγίας ἀπὸ τοῦ πτεροῦ.

   Ὁ δὲ Ἀρίστων τοιαύτην ἀπορίαν τοῖς εἰρημένοις ἐπάγει· "εἰ πᾶν πρός τι ὡς πρὸς ἕτερόν τι ἀπολελυμένον ἑαυτοῦ πρός τι λέγεται, οἷον ὁ πατὴρ πρὸς υἱόν, ὁ δὲ κόσμος οὐδὲν ἀπολελυμένον ἑαυτοῦ ἔχει (οὐ γὰρ ἔστιν τι τοῦ κόσμου ἐκτός), οὐκ ἔσται πρός τι ὁ κόσμος. καίτοι τῶν πρός τί ἐστιν· ὡς γὰρ τὸ πτερὸν πτερωτοῦ πτερόν, οὕτως καὶ τὸ ἐν κόσμῳ κοσμωτοῦ καὶ τὸ ἐν γῇ γεωτοῦ καὶ τὸ ἐν ἀέρι ἀερωτοῦ". πρὸς δὴ τοῦτο ῥητέον ὅτι κακῶς εἴληπται ἐν ἀρχῇ τὸ πᾶν πρός τι ἀπολελυμένον πρὸς ἕτερον λέγεσθαι· τὸ γὰρ ὅλον καὶ τὸ μέρος τῶν πρός τι ὄντα οὐ λέγεται πρὸς ἀπολελυμένα. καὶ ὁ κόσμος οὖν ὡς μὲν οὐσία καὶ ὅ ἐστιν οὐκ ἔστιν πρός τι, ὡς [189] δὲ ὅλον καὶ κόσμημα τῶν ἑαυτοῦ μερῶν πρὸς τὰ μέρη λέγεται καὶ τὰ μέρη πρὸς τὸ ὅλον. εἰ δὲ καὶ κόσμος λέγεται ὡς ἀποτέλεσμα τοῦ κοσμήσαντος, ἔσται καὶ ὑποστάσει κεχωρισμένος· εἰ δὲ μὴ ὑποστάσει, ἀλλ' ἐπινοίᾳ κεχώρισται. μήποτε δὲ οὐδὲ καλῶς εἴληπται τὸ κοσμωτόν. εἰ μὲν γὰρ τὸ ὅλον ἐστὶν τὸ κοσμωτόν, ὁ κόσμος οὐκέτι τὸ ὅλον, ἀλλὰ τὸ ἐν τῷ ὅλῳ ἐστίν, ὥσπερ τὸ πτερὸν ἐν τῷ πτερωτῷ· καίτοι ἀπορῶν τὸ ἐν κόσμῳ κοσμωτοῦ ἔλεγεν, ὡς τοῦ κόσμου ὄντος τοῦ κοσμωτοῦ ὡς τοῦ ὄρνιθος τοῦ πτερωτοῦ. εἰ δὲ τὸ μέρος ἐστὶν τὸ ἐν τῷ κόσμῳ τὸ κοσμωτόν, ἔστιν τὸ ὅλον ἐν τῷ ἐν ἑαυτῷ μέρει, ὡς τὸ πτερὸν ἐν τῷ πτερωτῷ. ἔτι δὲ μᾶλλον ἄτοπον ἐπὶ τῆς γῆς καὶ τοῦ γεωτοῦ· εἰ γὰρ ἡ γῆ τὸ ὅλον καὶ ἔστιν ἐν τῷ γεωτῷ, ἔσται τὸ ὅλον ἐν τῷ μέρει, ὡς τὸ πτερὸν ἐν τῷ πτερωτῷ.

   Ἀλλὰ διὰ τί Ἀρχύτας καίτοι μηδὲν ἔλαττον τοῦ Ἀριστοτέλους ἀκριβολογούμενος παρῆκεν τοῦτο τὸ ἴδιον τῶν πρός τι, τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι; ἢ ὅτι συνυπάρχειν αὐτὰ θέμενος καὶ αἴτια εἶναι ἀλλήλων, τὴν κατὰ τὸ εἶναι ἀντιστροφὴν αὐτῶν παρεδέξατο τῆς κατὰ τὴν λέξιν καὶ τὸ λέγεσθαι καταφρονήσας, ἢ καὶ ὡς συνυπαγομένην αὐτὴν ἐκείνῃ παραλιπών.

p. 7b15 Δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει ἕως τοῦ ὥστε πρότερον ἂν τῆς αἰσθήσεως τὸ αἰσθητὸν εἶναι δόξειεν.

   Τὸ μάλιστα ἴδιον τῶν πρός τι νῦν ἀποδίδωσιν τὸ ἅμα εἶναι τῇ φύσει. οἰκειότερον γάρ ἐστιν πρὸς ἐπιστήμην τὸ διὰ τῶν κατ' ἰδίαν ὑπαρχόντων τὴν θήραν τοῦ γνωστοῦ ποιεῖσθαι, ἐπὶ δὲ τῶν πρώτων γενῶν καὶ ἀναγκαῖόν ἐστιν τοῦτο· οὕτως γὰρ μόνως ἕκαστον αὐτῶν αὐτὸ καθ' ἑαυτὸ θεωρεῖν δυνατόν. οὕτω δὲ καὶ ὁ Ἀρχύτας ὡς ἴδιον ἀποδίδωσιν τῶν πρός τι "τό τε συνυπάρχειν ἅμα ἀλλήλοις καὶ ἀλλάλων δὲ αἴτια ἦμεν· ἐὰν γὰρ διπλάσιον ᾖ, ἀνάγκα καὶ ἥμισυ ἦμεν, εἰ δὲ καὶ ἡμίσεον, ἀνάγκα καὶ διπλάσιον, καὶ ἔστιν καὶ τὸ διπλάσιον αἴτιον τῶ ἡμισέω ἦμεν καὶ τὸ ἡμίσεον τῶ διπλασίω ἦμεν". δοκεῖν δέ ‹φησιν› κἀριστοτέλης τὰ πρός τι ἅμα τῇ φύσει εἶναι, ἢ διὰ τὴν ἀμφιβολίαν τῆς περὶ τοῦτο δόξης τὸ δοκεῖ προσθεὶς ἢ διὰ τὸ καὶ πάλαι τοῖς φιλοσόφοις τοῦτο δεδόχθαι· καὶ γὰρ Ἀρχύτας, ὡς εἴρηται, τοῦτο ἴδιον ἔθετο τῶν πρός τι, καὶ Πλάτων ἀρεσκόμενος αὐτῷ φαίνεται· ἢ ὅτι ἔχει τινὰ διορισμόν, πότε καὶ πῶς ἀληθὲς εἶναι δύναται τὸ [190] λεγόμενον. τὸ δὲ ἅμα τῷ τῇ φύσει προσέθηκεν, ἐπειδὴ πολλαχῶς τοῦ ἅμα λεγομένου, ὡς αὐτὸς προϊὼν ἐπιδείξει, ἕν τι τῶν σημαινομένων ἐστὶν τὸ τῇ φύσει ἅμα· δηλοῖ δὲ τὸ συμπεφυκέναι ἀλλήλοις καὶ αἴτια εἶναι ἀλλήλων καὶ ἀπ' ἀλλήλων ἠρτῆσθαι καὶ συνεισάγειν τε ἄλληλα καὶ συναναιρεῖν· πατρὸς γὰρ ὄντος υἱὸς ἔστιν καὶ ἀνάπαλιν, καὶ μὴ ὄντος οὐκ ἔστιν. εἰπὼν δὲ τοῦτο δι' ἐπαγωγῆς αὐτοῦ ποιεῖται τὴν πίστιν ἐφ' ἕκαστον ἐπιὼν τῶν πρός τι τῶν ἀναμφιβόλως συνυφεστηκότων. τριχῶς δὲ ποιεῖται τὴν ἐπιχείρησιν ἔκ τε τοῦ συνυπάρχειν, ὃ δηλοῖ διὰ τοῦ ἅμα γὰρ διπλάσιον καὶ ἥμισύ ἐστιν, καὶ ἐκ τοῦ συνεισάγειν καὶ συνεισάγεσθαι, ὃ δηλοῖ διὰ τοῦ καὶ ἡμίσεος ὄντος διπλάσιον ἔστιν, καὶ ἔτι ἐκ τοῦ συναναιρεῖν καὶ συναναιρεῖσθαι· μὴ γὰρ ὄντος διπλασίου, φησίν, οὐκ ἔστιν ἥμισυ καὶ ἀνάπαλιν. διττοῦ δὲ ὄντος τοῦ συνυπάρχειν ἄλλο μὲν τὸ καθ' ὑπόστασιν συνυπάρχειν, ὡς τὸ φῶς τῷ ἡλίῳ συνυφέστηκεν, ἄλλο δὲ τὸ κατὰ σχέσιν, ὅπερ οὐ πάντως καὶ τὴν οὐσιώδη ὑπόστασιν ἔχει ἐπίσης. ὁ γὰρ πατὴρ ἀποθανόντος αὐτῷ τοῦ υἱοῦ τὴν μὲν κατὰ σχέσιν συνύπαρξιν ἀπόλλυσιν· οὔτε γὰρ ὁ υἱὸς ἔστιν οὔτε ὁ πατὴρ υἱοῦ μὴ ὄντος· κἂν γὰρ ἀποθανόντος τοῦ υἱοῦ λέγηται πατήρ, κατὰ ἀναφορὰν λέγεται τὴν ὅτε ἔζη· τὴν μέντοι κατ' οὐσίαν ἑαυτοῦ ὑπόστασιν οὐκ ἀπόλλυσιν. ὥστε τὸ συνυπάρχειν καὶ τὸ συναναιρεῖν ἐπὶ τῶν πρός τι τὸ κατὰ σχέσιν, ἀλλ' οὐ τὸ κατ' οὐσίαν ληπτέον· ἐν ᾧ γάρ ἐστιν τοῖς πρός τι τὸ ὑπάρχειν, ἐν τούτῳ καὶ τὸ συνυπάρχειν ἐστίν· ἔστιν δὲ ἐν σχέσει. καὶ εἰ οὕτω λαμβάνοιτο ἡ συνύπαρξις, ἀναμφίλεκτος ἂν εἴη. οὐ γάρ ἐστιν ἐν ἑνὶ σχέσις, ἀλλ' ἑτέρου πάντως πρὸς ἕτερον· δεῖ οὖν ἄμφω συνυπάρχειν τὴν τοιαύτην συνύπαρξιν, εἰ μέλλοι καὶ ἡ σχέσις ἐν αὐτοῖς διασῴζεσθαι· τοῦ γὰρ ἑτέρου μόνου ὑπομένοντος οὐκ ἔσται ἡ σχέσις. καλῶς δὲ διὰ τῆς ἐπαγωγῆς ἐποιήσατο τὴν πίστιν Ἀριστοτέλης· τὰ γὰρ ἀνωτάτω γένη διὰ τῶν ὑφ' ἑαυτὰ καὶ τῶν μερικωτέρων ἑαυτῶν ἐπιδείκνυται· οὐ γὰρ ἔστιν καθολικώτερόν τι αὐτῶν λαμβάνοντα ποιήσασθαι διὰ συλλογισμοῦ τὴν ἀπόδειξιν, ἀπὸ μέντοι τῶν ὑστέρων καὶ μερικωτέρων ὡς ἐξ ἐναργῶν καὶ αὐτοπίστων ποιούμεθα τὴν ἐπιβολήν.

   Ἀλλ' ἐπειδὴ χρὴ καὶ τοὺς ἐναντίους λόγους ἐπισκοπεῖν, κἂν μὴ ἀληθεῖς ὦσιν, ὅπως ὑπὸ τῶν ἐπιστημόνων διελεγχόμενοι μὴ ἀπατῶσι τοὺς ἐπιπολαιοτέρους, ἀνασκευὴν τοῦ εἰρημένου λόγου ἔνδοξον προτείνει. οὐ γὰρ ἐπὶ πάντων, φησίν, ἀληθὲς δοκεῖ τὸ ἅμα τῇ φύσει εἶναι τὰ πρός τι· τὸ γὰρ αἰσθητὸν καὶ ἐπιστητὸν πρότερα δοκεῖ, τὸ μὲν τῆς αἰσθήσεως, [191] τὸ δὲ τῆς ἐπιστήμης. τοῦτο δὲ δείκνυσιν πρῶτον μὲν ἐκ τῆς ἐναργείας· ὡς γὰρ ἐπὶ τὸ πολύ, φησίν, προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν· οὖσιν γὰρ αὐτοῖς πελάζομεν, καὶ ὅτε ἦμεν κομιδῇ βρέφη, τὰ μὲν ἐπιστητὰ ὕστερον ἡμῖν γενόμενα καὶ τότε ἦν, ἐπιστήμη δὲ αὐτῶν οὔπω ἦν, καὶ ἡ μὲν τῆς ἐκλείψεως ἐπιστήμη διὰ Θαλοῦ ὕστερον ἦλθεν εἰς τοὺς Ἕλληνας, ἡ δὲ ἔκλειψις αὐτὴ καὶ τὸ ἐπιστητὸν προϋπῆρχεν. ἀλλὰ τοῦτο μὲν ἐναργέστερον. τίνα δὲ τὰ ὀλίγα ἐστίν, ἐφ' ὧν ἅμα τῷ ἐπιστητῷ ἐστιν ἡ ἐπιστήμη; τὰ ἄνευ ὕλης τὰ νοητὰ ἅμα τῇ κατ' ἐνέργειαν ἀεὶ ἑστώσῃ ἐπιστήμῃ ἐστίν, εἴτε καὶ ἐν ἡμῖν ἐστίν τις τοιαύτη ἀεὶ ἄνω μένουσα, ὡς Πλωτίνῳ καὶ Ἰαμβλίχῳ δοκεῖ, εἴτε καὶ ἐν τῷ κατ' ἐνέργειαν νῷ, εἴ τις καὶ τὴν νόησιν ἐκείνην ἐπιστήμην ἕλοιτο καλεῖν. δύναται δὲ καὶ διὰ τὴν τῶν κοινῶν ὑπόστασιν εἰρῆσθαι τὴν ἐξ ἀφαιρέσεως· ἅμα γὰρ τῇ ὑποστάσει τούτων καὶ ἡ ἐπιστήμη ἐστίν· ἀληθὲς δὲ καὶ ἐπὶ τῶν ἀναπλασμάτων τῶν τε ἐν τῇ φαντασίᾳ καὶ τῶν τεχνητῶν· ἅμα γὰρ χίμαιρα καὶ ἐπιστήμη τῆς χιμαίρας. διὰ τί οὖν προσέθηκεν τὸ ἢ ἐπ' οὐδενός; ἢ ὅτι τινὲς ἀνῄρουν καὶ τὰ καθόλου καὶ τὰ νοητὰ καὶ τὰ ὁπωσοῦν ἐπινοούμενα ἢ ὅτι κἂν ἦν ταῦτα ἐν τῇ φύσει, τὰς ἐπινοίας αὐτῶν ὕστερον ἐλάβομεν, καὶ διὰ τοῦτο συμβαίνει καὶ ἐπὶ τούτων προϋπάρχειν τῆς ἐπιστήμης τὸ ἐπιστητόν. οὕτως μὲν οὖν κατὰ τὸ πρότερον ἐπιχείρημα δοκεῖ δεῖξαι ὅτι πρότερον τῆς ἐπιστήμης τὸ ἐπιστητὸν καὶ οὐχ ἅμα τῇ φύσει.

   Κατὰ δευτέραν δὲ ἐπιβολὴν πολλαχῶς τοῦ προτέρου λεγομένου, ὡς καὶ αὐτὸς ὕστερον διδάξει, καθ' ἕνα τρόπον νῦν αὐτῷ χρῆται, καθ' ὅσον τὸ μὲν φύσει πρότερον συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ· μονάδος γὰρ μὴ οὔσης δυὰς οὐκ ἔστιν καὶ ζῴου μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔστιν, οὐ μὴν ἐὰν ἀναιρεθῇ δυάς, ἤδη καὶ μονὰς ἀναιρεῖται· οὐ γὰρ ἐν τῇ δυάδι ἔχει τὸ εἶναι ἡ μονὰς καθ' ἑαυτὴν ὑφεστῶσα· τὰ δὲ τῇ φύσει δεύτερα οὐ κατὰ τὴν ἀναίρεσιν, ἀλλὰ κατὰ τὸ εἶναι τὴν ἀκολουθίαν ἔχει· τὸ γὰρ δεύτερον συνεπιφέρει μὲν ἑαυτῷ τὸ πρῶτον, οὐ συνεπιφέρεται δὲ ὑπ' αὐτοῦ· δυάδος γὰρ οὔσης ἀνάγκη καὶ μονάδα εἶναι καὶ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι, οὐ μὴν μονάδος οὔσης ἀνάγκη δυάδα εἶναι οὐδὲ ζῴου ὄντος ἀνάγκη εἶναι ἄνθρωπον. οὕτως δὲ συμβεβηκότος μὲν ὄντος ἀνάγκη οὐσία εἶναι, οὐσίας δὲ οὔσης οὐκ ἀνάγκη εἶναι συμβεβηκός, διότι πρότερον καὶ ἁπλούστερον ἡ οὐσία τοῦ συμβεβηκότος. τοῦτον τοίνυν τὸν κανόνα τῷ ἐπιστητῷ καὶ τῇ ἐπιστήμῃ προσαγαγὼν τὸ μὲν ἐπιστητόν, φησίν, ἀναιρεθὲν συναναιρεῖ [192] τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη τὸ ἐπιστητὸν οὐ συναναιρεῖ, ὥστε οὐχ ἅμα τῇ φύσει ἐπιστήμη καὶ ἐπιστητόν, εἴπερ τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ πρότερόν ἐστιν τῇ φύσει. τὸ δὲ αὐτὸ καὶ ἐπὶ αἰσθήσεως καὶ αἰσθητοῦ συλλογίζεται. εἰ οὖν ταῦτα τῶν πρός τι, οὐ πάντα τῶν πρός τι ἅμα τῇ φύσει ἐστίν, ὅπερ ἔδει δεῖξαι, φαίη ἂν ἀνὴρ γεωμετρικός. ὅτι δὲ τὸ ἐπιστητὸν συναναιρεῖ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη τὸ ἐπιστητὸν οὐ συναναιρεῖ, πρόδηλον δοκεῖ· ἀναιρεθέντων γὰρ τῶν ἐπιστητῶν ἐπιστήμη οὐδενὸς ἔσται, ὥστε οὐδὲ ἔσται ὅλως, ἀναιρεθείσης δὲ τῆς ἐπιστήμης μένει τὸ ἐπιστητόν· κἂν γὰρ διὰ ῥᾳθυμίαν ἀποβάλωμέν ποτε τὴν τῶν ὄντων γνῶσιν, οὐδὲν ἧττον μένει τὰ ὄντα, ὅπερ ἐστὶν τὰ ἐπιστητά· καὶ γὰρ καὶ ἐν μουσικῇ πρότερον μὲν κατηκούομεν διέσεως, νῦν δὲ ἀνεπαίσθητοι τούτου τοῦ διαστήματός ἐσμεν. αὐτὸς δὲ ἐπὶ τοῦ τετραγωνισμοῦ τοῦ κύκλου δείκνυσιν αὐτό· μήπω γὰρ τότε εὑρεθέντος αὐτοῦ ἀμφιβόλως λέγων εἰ ἔστιν, ‹φησίν›, ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὔπω ἔστιν, τὸ δὲ ἐπιστητὸν ἔστιν. ἔστιν δὲ τετραγωνισμὸς κύκλου, ὅταν τῷ δοθέντι κύκλῳ ἴσον τετράγωνον συστησώμεθα. τοῦτο δὲ Ἀριστοτέλης μέν, ὡς ἔοικεν, οὔπω ἐγνώκει, παρὰ δὲ τοῖς Πυθαγορείοις ηὑρῆσθαί φησιν Ἰάμβλιχος, "ὡς δῆλόν ἐστιν ἀπὸ τῶν Σέξτου τοῦ Πυθαγορείου ἀποδείξεων, ὃς ἄνωθεν κατὰ διαδοχὴν παρέλαβεν τὴν μέθοδον τῆς ἀποδείξεως. καὶ ὕστερον δέ, φησίν, Ἀρχιμήδης διὰ τῆς †Λυκομήδους γραμμῆς καὶ Νικομήδης διὰ τῆς ἰδίως τετραγωνιζούσης καλουμένης καὶ Ἀπολλώνιος διά τινος γραμμῆς, ἣν αὐτὸς μὲν κοχλιοειδοῦς ἀδελφὴν προσαγορεύει, ἡ αὐτὴ δέ ἐστιν τῇ Νικομήδους, καὶ Κάρπος δὲ διά τινος γραμμῆς, ἣν ἁπλῶς ἐκ διπλῆς κινήσεως καλεῖ, ἄλλοι τε πολλοὶ ποικίλως τὸ πρόβλημα κατεσκεύασαν", ὡς Ἰάμβλιχος ἱστορεῖ. καὶ θαυμαστὸν ὅτι τοῦτο τὸν πολυμαθέστατον ἔλαθεν Πορφύριον, ὃς "φαίνεται μέν, φησίν, ὅτι ἔστιν τις ἀπόδειξις, καθὸ ἔστιν σχῆμα τετράγωνον κύκλῳ παραβαλεῖν ὥσπερ καὶ ἄλλα σχήματα, κατείληπται δὲ οὐδέπω οὐδὲ ηὕρηται· λέγουσιν δέ, φησί, τινὲς τῶν μετὰ Ἀριστοτέλην εὑρεῖν". μήποτε οὖν ὀργανική τις εὕρεσις ἐγένετο τοῦ θεωρήματος, ἀλλ' οὐκ ἀποδεικτική. ἔτι δὲ καὶ δι' ἄλλου παραδείγματος δείκνυσιν ὅτι οὐ συναναιρεῖ ἡ ἐπιστήμη ἀναιρεθεῖσα τὸ ἐπιστητόν· ζῴου μὲν γάρ φησιν ἀναιρεθέντος ἢ κατὰ ὑπόθεσιν ἢ κατὰ τὴν Στωικὴν ἐκπύρωσιν ἡ μὲν ἐπιστήμη ἀναιρεῖται (εἴπερ ἡ μὲν ἐπιστήμη ἐν ψυχῇ, ἡ δὲ ψυχὴ ἐν ζῴῳ), [193] τῶν δὲ ἄλλων ἐπιστητῶν ἐνδέχεται πολλὰ εἶναι, ὥσπερ τὰ ἁπλᾶ στοιχεῖα καὶ εἴ τινα ἔστιν ἄλλα [ἁπλᾶ] ἕτερα τῶν ζῴων.

   Κατὰ δὲ τὴν αὐτὴν ἔφοδον δείκνυσιν ὅτι πρῶτόν ἐστιν τὸ αἰσθητὸν τῆς αἰσθήσεως, διότι συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ. εἰ γὰρ τὸ σῶμα τῶν αἰσθητῶν τί ἐστιν, τοῦ αἰσθητοῦ ἀναιρεθέντος ἀνῄρηται τὸ σῶμα, σώματος δὲ ἀναιρεθέντος ἀνῄρηται ἡ αἴσθησις· αἱ γὰρ αἰσθήσεις περὶ σῶμα καὶ ἐν σώματι, ὥς φησιν· σωματικαὶ γάρ εἰσιν γνώσεις αἱ αἰσθήσεις. ἡ δὲ αἴσθησις ἀναιρεθεῖσα τὸ αἰσθητὸν οὐ συναναιρεῖ· ἀναιρεθέντος γὰρ πάλιν καθ' ὑπόθεσιν τοῦ ζῴου ἀναιρεῖται καὶ ἡ αἴσθησις (ζῴου γὰρ ἴδιον καὶ ἐν ζῴῳ ἡ αἴσθησις), αἰσθητὰ δὲ εἶναι οὐ κωλύεται τὰ ἁπλᾶ σώματα, ἐξ ὧν τὸ ζῷον. εἶτα ὥσπερ ἐπὶ τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ αὐτόθεν ἐδείκνυτο πρότερον εἶναι τὸ ἐπιστητὸν καὶ οὐ μόνον ἀπὸ τοῦ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δέ, οὕτως καὶ ἐπὶ τοῦ αἰσθητοῦ καὶ τῆς αἰσθήσεως· καὶ γὰρ ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ ἐστιν, τουτέστιν τῷ ζῴῳ, τὸ δὲ αἰσθητὸν προϋπάρχει, ὥσπερ τὰ ἁπλᾶ σώματα, ἀφ' ὧν τὸ ζῷον, προϋπάρχει τῇ φύσει πρὸ τοῦ γενέσθαι τὸ αἰσθητικόν.

   Ἐπειδὴ δὲ ἐπὶ μὲν τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ πρῶτον μὲν ἔδειξεν ὅτι μὴ συνυπάρχει, εἶτα ὅτι μὴ συναναιρεῖ ἄλληλα, ἐπὶ δὲ τῆς αἰσθήσεως ἀνάπαλιν πρῶτον μέν, ὅτι μὴ συναναιρεῖ, δεύτερον δέ, ὅτι μὴ συνυπάρχει, οὐδὲ ταύτην τὴν διαφορὰν ἀνεξετάστως ἤκουσαν οἱ ἐξηγηταί, ἀλλ' αἴτιόν φασιν εἶναι τοῦ μεταθεῖναι τὴν τάξιν τὸ βούλεσθαι ἀπὸ τῶν γνωριμωτέρων καὶ ἐναργεστέρων ποιεῖσθαι τὰς ἀρχὰς τῶν ἐπιχειρήσεων. ἦν δὲ κατὰ μὲν τὴν ἀντίθεσιν τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ τὸ προϋπάρχειν γνωριμώτερον, διότι ἀγαπητὸν ὅτῳ κἂν εἰς γῆρας ἐπιστήμη παραγένηται, κατὰ δὲ τὴν ἑτέραν τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι προχειρότερον· τὴν μὲν γὰρ αἴσθησιν εὐθὺς γενόμενοι ἔχομεν καὶ ταύτῃ οὐκ ἐναργὲς τὸ προϋπάρχειν τὸ αἰσθητὸν ὥσπερ τὸ ἐπιστητόν, τὸ μέντοι τῷ μὲν αἰσθητῷ, ἐν ᾧ καὶ τὸ σῶμα, τὴν αἴσθησιν συναναιρεῖσθαι σωματικὴν οὖσαν γνῶσιν πρόχειρον ἦν καὶ τὸ τῇ αἰσθήσει ζῴου οὔσῃ γνώσει συνθέτου πράγματος τὸ αἰσθητὸν μὴ συναναιρεῖσθαι, καὶ ἐν ἁπλουστέροις θεωρούμενον, ἐξ ὧν τὸ ζῷον. ταῦτα μὲν οὖν εἴρηται δηλοῦν δοκοῦντα, ὅτι οὐκ ἐπὶ πάντων ἀληθὲς τῶν πρός τι τὸ ἅμα τῇ φύσει εἶναι.

   Χρὴ μέντοι γινώσκειν ὅτι οὐκ ἀρέσκεται τούτοις τοῖς ἐπιχειρήμασιν, διὸ καὶ συνεχῶς τὸ δοκεῖν προσέθηκεν. πρόχειρον δὲ λέγειν πρὸς τὴν [194] ἔνστασιν κοινῶς μέν, ὅτι μὴ οὔσης ἐπιστήμης μηδὲ αἰσθήσεως τὰ μὲν ὑποκείμενα εἰς γνῶσιν τοῖς ἐπιστήμοσιν καὶ αἰσθητικοῖς εἶναι οὐ κωλύεται, ἐπιστητὰ δὲ οὐκ ἔστιν οὐδὲ αἰσθητὰ οὐδὲ γνωστὰ ὅλως. βέλτιον δὲ αὐτὸς καὶ πραγματειωδέστερον ἐν τοῖς Μετὰ τὰ φυσικὰ περὶ τούτων διατάττεται, ἐν οἷς φησιν τὰ μὲν ἐνεργείᾳ αἰσθητὰ ταῖς ἐνεργείᾳ αἰσθήσεσιν, τὰ δὲ δυνάμει ταῖς δυνάμει· τελειοτέρας δὲ οὔσης τῆς κατὰ ταῦτα τῶν ἀπορηθέντων λύσεως καὶ δεομένης τῆς περὶ τῶν δυνατῶν διακρίσεως ἀνεβάλετο νῦν αὐτὴν ὡς εἰσαγωγικὴν ποιούμενος διδασκαλίαν. τὰς δὲ ἀπορίας τίθησιν ἅμα μὲν ὅτι ζητητικὸς ὢν οὐδὲν ἀφίησιν ἀδιερεύνητον, ἅμα δὲ καὶ ὠφέλιμον νομίζων προκεκινῆσθαι ἤδη τὴν διάνοιαν τῶν ἀκροατῶν καὶ προπαρεσκευάσθαι. ἰστέον μέντοι ὅλως μὴ εἶναί ποτε θάτερον τῶν πρός τι μὴ οὐχὶ καὶ τοῦ ἑτέρου ὄντος. ἡ γὰρ τῆς σελήνης ἔκλειψις ἦν μὲν καὶ πρὸ Θαλοῦ, ἐπιστητὸν δὲ οὐκ ἦν τοῖς Ἕλλησιν πρὸ Θαλοῦ· εἰ δὲ βαρβάροις τισὶν ἦν ἐπιστητόν, ἦν αὐτοῦ καὶ ἐπιστήμη παρ' ἐκείνοις, ὥστε ἢ ἄμφω δεῖ εἶναι ἢ μηδέτερον. ἔοικεν δὲ πρὸς διαβολὴν τοῦ ὅρου τῶν πρός τι ταῦτά τε καὶ τὰ ἑπόμενα τούτοις λέγειν διορθώσασθαι αὐτὸν ἐφιέμενος, ἐνδεικνύμενος ὅτι ἐὰν μὴ φῇ τις τὰ πρός τι εἶναι τοιαῦτα, οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν, οὐδεμίαν ἔχει ἀνάγκην οὔτε ἡ συνύπαρξις αὐτῶν οὔτε τὸ μίαν εἶναι φύσιν τῶν πρός τι. δυνατὸν δὲ καὶ πρὸς τὰς ἀπορητικὰς ταύτας ἀποδείξεις ἐνίστασθαι. οὐδὲ γὰρ τὴν ἀρχὴν ζῴου ἀναιρουμένου ἐπιστήμη ἀναιρεῖται οὐδὲ αἴσθησις· κἂν γὰρ ἐν ἀνθρώποις μὴ ᾖ ἐπιστήμη τινός, ἀλλ' ἐν τῷ ἀκινήτῳ αἰτίῳ ἐστίν, κἂν ἐν μερικῷ ζῴῳ μὴ ᾖ αἴσθησις, ἀλλ' αἰσθητοῦ ὅλως ὄντος ἔστιν καὶ αἴσθησις καθόλου ἐν τῇ τοῦ παντὸς ζωῇ. ἀλλ' οὐδὲ ἐκεῖνο ἀληθές, ὅτι μὴ οὔσης αἰσθήσεως ἔστιν τὸ αἰσθητόν· οὐ γὰρ ἔστιν. μέλι γὰρ ἔστω καὶ χιών· ἀλλ' οὐδὲ τὸ μέλι γευστὸν οὐδὲ ἡ χιὼν ὁρατή, ὥστε οὐδὲ ἄλλο τι καθὸ αἰσθητὸν ἔσται χωρὶς αἰσθήσεως.

   Ἀλλ' ὁ μὲν Ἀριστοτέλης πρὸς τὸ μὴ εἶναι ἴδιον τῶν πρός τι τὸ ἅμα ὑπάρχειν τὸ μὴ πᾶσιν προσεῖναι τοῦτο τοῖς πρός τι παρήγαγεν, ἄλλοι δὲ τὸ μὲν πᾶσιν ὑπάρχειν συγχωροῦσιν, ὅτι δὲ οὐ μόνοις ὑπάρχει τοῖς πρός τι δεικνύουσιν καὶ ἐκ τούτου τὸ μὴ ἴδιον εἶναι κατασκευάζουσιν. "πᾶσιν γάρ, φασίν, τοῖς ἀντικειμένοις τὸ ἅμα εἶναι συνθεωρεῖται. καὶ γὰρ [195] τοῖς ἐναντίοις συμβέβηκεν τὸ συνυπάρχειν· εἰ γὰρ τὸ λευκὸν ἐναντίον ἐστὶν τῷ μέλανι, μὴ ὄντος τοῦ μέλανος οὐδὲ τὸ ἐναντίον ἔστιν αὐτῷ τὸ λευκόν, διότι πᾶσα ἐναντίωσις ὄντος ἀεὶ πρὸς ὂν γίνεται, ὥστε εἰ θάτερον τῶν ἐναντίων ἔστιν, καὶ τὸ ἕτερον ἀνάγκη εἶναι. καὶ ἡ ἕξις δὲ καὶ ἡ στέρησις τρόπον τινὰ συνυπάρχουσιν· ἡ γὰρ ἕξις παροῦσα μὲν τὴν ἕξιν ποιεῖ, ἀποῦσα δὲ τὴν στέρησιν, καὶ συνεμφαίνεται ἐν ἀμφοτέραις ὁ τοῦ εἴδους λόγος, ὅπου μὲν ἐν τῷ μετέχεσθαι, ὅπου δὲ ἐν τῷ μὴ μετέχεσθαι· καὶ ἡ στέρησις δὲ ὡσαύτως συνεμφαίνει καὶ τὴν τῆς ἕξεως ἀναίρεσιν, μεθ' ἧς ἔχει τὸ εἶναι· τῆς γὰρ ἕξεώς ἐστιν στέρησις. καὶ ὅτι μὲν οὐχ οὕτως συνυπάρχει ταῦτα ὡς τὰ ἐναντία, δῆλον, εἴπερ ἀνάγκη μὴ εἶναι τὸ ἕτερον τοῦ ἑτέρου ὄντος, συνεμφαίνει δέ πως ἄλληλα, καὶ ταύτην συνύπαρξιν ἐκάλεσεν ὁ λόγος. ἀλλὰ δὴ καὶ ἡ κατάφασις, φασίν, καὶ ἡ ἀπόφασις συνυπάρχουσιν· ὅπερ γὰρ ἄν τις καταφήσῃ, τοῦτο καὶ ἀποφῆσαι δυνατὸν εἴτε ἀληθῶς εἴτε ψευδῶς· οὐδὲν γὰρ τοῦτο διαφέρει κατὰ τὸν λόγον. πάσαις ἄρα ταῖς ἀντιθέσεσιν ὑπάρχει τὸ ἅμα εἶναι καὶ οὐ μόνοις τοῖς πρός τι, ὥστε οὐκ ἔστιν ἴδιον τῶν πρός τι, εἴπερ ἴδιον ἦν τὸ παντὶ καὶ μόνῳ ὑπάρχον". πρὸς δὲ τοῦτο ῥητέον οἶμαι, ὅτι οὔτε ἡ στέρησις καὶ ἡ ἕξις οὔτε ἡ κατάφασις καὶ ἀπόφασις κατὰ τὸ ἀληθὲς συνυπάρχουσιν, ἀλλὰ καὶ κατὰ τοῦτο μάλιστα οὐσίωνται, κατὰ τὸ μὴ συνυπάρχειν, εἴπερ ἡ μὲν ἕξις παρουσία τοῦ εἴδους ἐστίν, ἡ δὲ στέρησις ἀπουσία, τὴν δὲ παρουσίαν τῇ ἀπουσίᾳ συνυπάρχειν ἀδύνατον· καὶ τὴν κατάφασιν δὲ καὶ ἀπόφασιν ἀδύνατον συνυπάρχειν, εἴπερ ἐπὶ παντὸς ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀναγκαῖον εἶναι ταύτῃ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος διαιροῦσαν. εἰ δὲ διὰ τὸ συνεμφαίνεσθαι ἀλλήλοις ὁπωσοῦν ταύτῃ δοκεῖ συνυπάρχειν, καὶ τὰ μὴ συνυπάρχοντα αὐτὸ τοῦτο τὸ μὴ συνυπάρχειν ἔχει τινὰ συνέμφασιν, τὰ μέντοι ἐναντία εἴδη ὄντα ἄμφω καὶ ἰσοσθενῆ, πλὴν ὅτι καὶ τούτοις ἡ συνύπαρξις κατὰ τὴν σχέσιν ἐστὶν καὶ τὸ πρός τι· πρὸς ἄλληλα γὰρ ἀπονεύουσιν μετέχοντα τοῦ πρός τι. καὶ τὴν ἕξιν δὲ καὶ στέρησιν καὶ τὴν κατάφασιν καὶ ἀπόφασιν εἴ τις βιάζοιτο συνυπάρχειν τῷ συνεμφαίνειν ἀλλήλας καὶ ἐκείνας, ἀνάγκη κατὰ τὴν ὁποιανοῦν τοῦ πρός τι μέθεξιν ταύτην ἔχειν τὴν συνέμφασιν.

   Ἀποροῦσι δὲ καὶ ἄλλας ἀπορίας οἰκείας τῷ περὶ δυνατῶν λεγομένῳ σκέμματι καὶ ἐξ ἐκείνου δυναμένας διακρίνεσθαι. "πῶς γὰρ δή, φασίν, τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν κρινοῦμεν; πότερον τῇ ἐπιτηδειότητι μόνῃ, ὥσπερ Φίλων ἔλεγεν, κἂν μήτε ᾖ μήτε μέλλῃ γίνεσθαι αὐτοῦ ἐπιστήμη, [196] ὥσπερ τὸ ἐν τῷ Ἀτλαντικῷ πελάγει ξύλον καυστόν ἐστιν ὅσον ἐφ' ἑαυτῷ καὶ κατὰ τὴν ἑαυτοῦ φύσιν; ἢ ἄρα τῇ ἀκωλύτῳ ἐπιτηδειότητι κριτέον τὰ τοιαῦτα, καθ' ὅσον πέφυκεν ὑποπίπτειν ἐπιστήμῃ καὶ αἰσθήσει καθ' ἑαυτὰ μηδενὸς φανεροῦ κωλύματος ἐνισταμένου; ἢ τούτων μὲν οὐδέτερον, τὸ δὲ ἐπιστητὸν λέγεται, ὅταν ἐπιστήμη αὐτοῦ ᾖ ἢ μέλλῃ ἔσεσθαι καὶ μέλλῃ τῇ ἐκβάσει κρίνεσθαι τὸ δυνατόν;". ἀλλὰ τὴν μὲν ἐπίκρισιν τούτων ὡς τῆς περὶ δυνατῶν χαλεπωτάτης θεωρίας ἐχομένην παραιτοῦνται νῦν οἱ ἐξηγηταί, τοσοῦτον δὲ μόνον τὰ νῦν λεγόμενα διακρίνουσιν, ποίᾳ αἱρέσει συνᾴδει τῶν εἰρημένων καὶ πρὸς ποίαν ἀναρμοστεῖ. καὶ γὰρ ὅταν μὲν ὁ Ἀριστοτέλης διορίζηται ὡς ἐπιστήμης μὴ οὔσης τὸ ἐπιστητὸν ἔστιν καὶ παντὸς ζῴου ἀναιρεθέντος οὐ συναναιρεῖται τὸ αἰσθητόν, ἐπὶ τὰς ψιλὰς ἐπιτηδειότητας ἡ τοῦ δυνατοῦ κρίσις ἀποφέρεται· ὅταν δὲ μηδὲ ὅλως εἶναι ἐπιστητὸν λέγηται ὑπό τινων, ἐὰν μὴ ᾖ ἐπιστήμη αὐτοῦ, τότε τῇ ἐκβάσει κρίνεται τὸ δυνατὸν κατὰ τούτους. καὶ ὅτι μὴ ὄντος ἐπιστητοῦ οὐκ ἔστιν ἐπιστήμη, συγχωρεῖται· ἀπὸ γὰρ τοῦ ἐπιστητοῦ γίνεται καὶ ἡ περὶ αὐτοῦ ἐνέργεια· ὅτι δὲ μὴ οὔσης ἐπιστήμης δυνατὸν εἶναι τὸ ἐπιστητόν, οἱ μὲν κατὰ τὴν ἐπιτηδειότητα μόνην κρίνοντες τὸ δυνατὸν συγχωροῦσιν (ἔχει γὰρ τὴν οἰκείαν φύσιν πρὸς τὸ γινώσκεσθαι), οἱ δὲ τῇ ἐκβάσει δοκιμάζοντες οὐ συγχωροῦσιν, ἐὰν μὴ πάντως μέλλῃ εἰς ἔργον ἐναργὲς προχωρήσειν. ὅρα οὖν ὅπως ἄτοπον πάσχουσιν οἱ κρίνοντες μὲν τὸ δυνατὸν κατὰ τὸν αὐτὸν τοῖς ἀρχαίοις τρόπον, κατὰ τὴν ὁποιανοῦν ἐπιτηδειότητα, ὥσπερ ὁ Φίλων, ἀποροῦντες δὲ πρὸς αὐτὸν νῦν κατὰ τὴν Διοδώρου ἔννοιαν †ταύτῃ τῇ ἐκβάσει τὸ δυνατὸν κρίνοντος καὶ ὡς ἔνστασιν πρὸς ταύτην κομίζοντες τὸ τὸ ἐπιστητὸν ὡς ἐπιστητὸν εἶναι μὴ οὔσης ἐπιστήμης. εἰ γὰρ κατὰ τοὺς παλαιοὺς τὸ ἔχον ἀφορμὴν ὥστε δύνασθαι γενέσθαι, τοῦτό ἐστι δυνατόν, ἀληθὲς μὲν ἂν εἴη τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθέν, ὅτι μὴ οὔσης τῆς ἐπιστήμης κατ' ἐνέργειαν ἔστιν τὸ ἐπιστητὸν δυνάμει, ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν τῶν πρός τι συνύπαρξιν· ἔδει γὰρ τὸ μὲν δυνάμει πρὸς τὸ δυνάμει παραβάλλειν, τὸ δὲ ἐνεργείᾳ πρὸς τὸ ἐνεργείᾳ, καὶ οὕτως ἅμα λέγειν τὰ πρός τι. ὑπάρχει δὲ αὐτοῖς τοῦτο, διότι σὺν ἀλλήλοις καὶ ἐξ ἀλλήλων ἐστίν. καὶ συνυπάρχει οὖν καὶ συναναιρεῖται εἰκότως, καὶ οὐκ ἔστιν θάτερον χωρὶς τοῦ ἑτέρου καὶ κατὰ Ἀρχύταν καὶ κατὰ Πλάτωνα καὶ κατὰ τὴν αὐτοῦ τοῦ Ἀριστοτέλους ἐν τοῖς ἀκριβεστέροις διάταξιν. [197]

p. 813 Ἔχει δὲ ἀπορίαν, πότερον οὐδεμία οὐσία τῶν πρός τι λέγεται ἕως τοῦ τὸ μέντοι διηπορηκέναι ἕκαστον αὐτῶν οὐκ ἄχρηστόν ἐστιν.

   Ἐπειδὴ ἡ μὲν οὐσία ὡς καθ' αὑτὸ οὖσα ἀποδέδοται, τὰ δὲ πρός τι κατὰ τὴν πρὸς ἕτερον ἀπόνευσιν τὸ εἶναι ἔχει, ἀντίκειται δὲ τὸ καθ' αὑτὸ καὶ τὸ πρὸς ἕτερον, δῆλον ὅτι οὐδεμία ἂν οὐσία τῶν πρός τι εἴη· καὶ γὰρ τὰ μὲν πρός τι συμβεβηκότα, ἡ δὲ οὐσία οὐ συμβεβηκός. ἀπορίαν οὖν ἔχειν εἰκότως φησίν, πῶς τινες οὐσίαι δοκοῦσιν τῶν πρός τι· ἡ γὰρ χεὶρ οὐσία οὖσα τινὸς λέγεται χεὶρ καὶ ὁ ποὺς τινὸς λέγεται πούς, τὰ δὲ τινὸς λεγόμενα τῶν πρός τι ἐδόκει. ἀνάγκη οὖν ἢ τὰ μέρη τῶν οὐσιῶν μὴ λέγειν οὐσίας, ὅπερ ἄτοπον, τὸ ἐκ μὴ οὐσίας εἶναι τὴν οὐσίαν, καὶ μέντοι καὶ τοῖς προειρημένοις ἐστὶν ὑπεναντίον (αὐτὸς γὰρ εἶπεν ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι), ἢ τὸν ἀποδιδόμενον τῶν πρός τι λόγον ἐπανορθῶσαι τὸν ὅσα ἑτέρων εἶναι λέγεται, ταῦτα εἰπόντα πρός τι· καὶ γὰρ ἡ χεὶρ τοῦ χειρωτοῦ λέγεται καὶ ἡ κεφαλὴ τοῦ κεφαλωτοῦ. αὐτὸς δὲ καθολικώτερον ποιῶν τὸν λόγον περὶ πάσης οὐσίας ζητεῖ, εἰ ἔστιν τῶν πρός τι, τῆς τε πρώτης καὶ τῆς δευτέρας καὶ τῶν ἐν ταύταις μερῶν. καὶ τὴν μὲν πρώτην καὶ ἄτομον οὐσίαν καὶ τὰ ταύτης μέρη ἐναργῶς φησιν μὴ λέγεσθαι τῶν πρός τι κατὰ τὸν ὁρισμόν. ὁ γὰρ ἄτομος ἄνθρωπος οὐ λέγεται τινός τις ἄνθρωπος· εἰ δὲ ἦν πρός τι, οὕτως ἂν ἐλέγετο, ὥσπερ τὸ δεξιὸν ἀριστεροῦ δεξιόν· εἰ οὖν τὸ ἑτέρου λέγεσθαι αὐτὸ τοῦτο ὅπερ ἐστίν, τοῦτό ἐστιν τὸ πρός τι, καὶ ὁ τὶς ἄνθρωπος τινός τις ἄνθρωπος ἂν λέγοιτο· εἰ δὲ μὴ λέγεται οὕτως, οὐκ ἔστιν τῶν πρός τι. ὁμοίως δὲ καὶ τὸ ἄτομον μέρος· οὐδὲ γὰρ ἡ τὶς χεὶρ τινός τις χεὶρ λέγεται, ἔδει δὲ εἴπερ ἦν πρός τι, διότι τὰ ἄτομα ταύτῃ διαφέρει τῶν κοινῶν ἐν τῇ κατηγορίᾳ, καθ' ὅσον προστίθεται αὐτοῖς τὸ τὶ τὸ ἓν ἀριθμῷ· ὅταν οὖν περὶ τῆς ἀτόμου οὐσίας κατηγορῶμεν, 'τὶς ἄνθρωπος' λέγομεν, καὶ ἡ κατηγορία γίνεται 'τινός τις ἄνθρωπος' ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν ἐπὶ μὲν τῶν ὅλων πάλιν διαφαίνεται τὸ μὴ εἶναι πρός τι· ὁ γὰρ ἄνθρωπος οὐ λέγεται τινὸς ἄνθρωπος οὐδὲ ὁ βοῦς τινὸς βοῦς οὐδὲ τὸ ξύλον τινὸς ξύλον· οὐσίαν γὰρ ἔχουσιν καθ' αὑτά. εἰ μέντοι τὸν ἄνθρωπον ἢ τὸν βοῦν τινὸς λέγοιμεν ὡς κτῆμα ὥσπερ τὸν ἀγρόν, οὐ καθὸ εἰσὶν ἀποδίδομεν, ἀλλὰ καθὸ συμβέβηκεν αὐτοῖς κτήμασιν εἶναι. ἀλλ' ἐπιστάσεως ἄξιον, διὰ τί τοῦτο οὐκ εἶπεν καὶ ἐπὶ τῆς ἀτόμου οὐσίας τῆς ὅλης· καὶ γὰρ ἐπὶ ταύτης δυνατὸν ἦν εἰπεῖν ὅτι ὁ τὶς ἄνθρωπος ἢ οἷον ὁ Δάος τινὸς [198] ἦν ὡς κτῆμα τοῦ οἰκείου δεσπότου. ἀλλ' ἴσως ἴδιον εὑρὼν ὡς ἄτομον τὸ τινός τις μὴ ἔχον ἀκόλουθον τὴν κατηγορίαν, τούτῳ προσεχρήσατο. δείξας οὖν ὅτι οὔτε αἱ πρῶται οὐσίαι αἱ ὅλαι οὔτε τὰ μέρη αὐτῶν πρός τι λέγεται, ἀλλ' οὔτε αἱ δεύτεραι οὐσίαι αἱ ὅλαι, ἐπ' ἐνίων, φησί, τῶν δευτέρων οὐσιῶν, τουτέστιν ἐπὶ τῶν μερῶν ἔχει ἀμφισβήτησιν. ὡς γὰρ τοῦ τινὸς ἀνθρώπου ἐστὶν μέρος ἡ τὶς κεφαλή, οὕτως καὶ τοῦ ἀνθρώπου τοῦ ἁπλῶς ἡ ἁπλῶς κεφαλή. ἀλλὰ τὰ μὲν ἄτομα μέρη ἀπέδειξεν μὴ ὄντα πρός τι διὰ τὸ μὴ λέγεσθαι τινός τις κεφαλή, ἐπὶ δὲ τῶν κοινῶν ἐνδέδωκεν ὅτι ταῦτα διὰ τὸ ἕκαστον αὐτῶν ὅπερ ἐστὶν ἑτέρου λέγεσθαι (μέρη γὰρ ὄντα τῶν ὅλων ἐστίν) δοκεῖ πρός τι εἶναι· οὐ γὰρ ἦν ἐπὶ τούτων εἰπεῖν, ὅπερ ἐπὶ τῶν ἀτόμων οὐσιῶν ἐκώλυεν εἶναι πρός τι ἐκείνας.

   Ταῦτα οὖν εἰπὼν συνορᾷ ὅτι διορθώσεως δεῖταί τινος ὁ ἀποδοθεὶς τῶν πρός τι ὁρισμὸς πρὸς τὸ λυθῆναι τὸ ἄπορον· εἰ γὰρ ἱκανῶς, φησίν, ἀποδέδοται, ἢ τῶν χαλεπῶν ἢ τῶν ἀδυνάτων ἐστὶν τὸ δεῖξαι ὡς οὐδεμία οὐσία τῶν πρός τί ἐστιν· τὰ γὰρ μέρη τῶν δευτέρων οὐσιῶν τινὸς λέγονται τοῦ ὅλου, καὶ διὰ τοῦτο τῷ ἀποδοθέντι ὁρισμῷ τῶν πρός τι ὑποπίπτουσιν. διὰ τοῦτο οὖν, ἵνα μὴ εὑρεθῇ τις οὐσία τῶν πρός τι οὖσα, ἕτερον ὁρισμὸν αὐτῶν ἀποδίδωσιν τὸν λέγοντα ὅτι ἔστιν τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν, οὐκέτι τὸ λέγεσθαι πρὸς ἕτερον, ἀλλὰ τὸ εἶναι τοῖς πρός τι ἀποδούς. καὶ γὰρ τὸ μὲν λέγεσθαι τὴν οὐσίαν αὐτῶν οὐ δηλοῖ, τὸ δὲ εἶναι πρὸς ἕτερον αὐτὴν τὴν οὐσίαν παρίστησιν, καὶ τὸ μὲν λέγεσθαι καὶ ἄλλοις συμβέβηκεν ὥσπερ τοῖς μέρεσιν, τὸ δὲ εἶναι τοῖς πρός τι μόνοις, διὸ ἡ κεφαλὴ λέγεται μὲν τινός, ἐπειδὴ δὲ οὐκ ἔστιν τὸ εἶναι αὐτῆς ἐν τῇ σχέσει τοῦ πρὸς ὃ λέγεται (ἔστιν γὰρ κεφαλὴ ὡς ὑποκείμενόν τι πρᾶγμα καὶ ἔστιν λόγον αὐτῆς ἀποδοῦναι καθ' ἑαυτήν, οὐδὲν δὲ πρός τι καθὸ πρός τι ὑπόκειται καθ' ἑαυτό), οὐκ ἂν εἴη τῶν πρός τι ἡ κεφαλή· οὖσα γὰρ καθ' ἑαυτὴν οὕτως καὶ ἄλλων λέγεται, ὧν ἐστι μέρος· τὰ δὲ πρός τι οὐκ ὄντα τι ἄλλο καθ' αὑτὰ ἔπειτα πρός τι λέγεται, ἀλλ' αὐτὸ τὸ εἶναι ἐν τούτῳ ἔχει ἐν τῷ πρὸς ἕτερόν πως ἔχειν. οὐ γὰρ εἴ τι μετ' ἄλλου ὑφέστηκεν, ἤδη καὶ πρός τί ἐστιν ὡς πρὸς ἐκεῖνο· καὶ γὰρ ἡ γραμμὴ μετὰ τοῦ ἐπιπέδου ὑφέστηκεν καὶ οὐκ ἔστιν πρός τι ὡς γραμμὴ πρὸς ἐπίπεδον· καθὸ δὲ πέρας, πρός τί ἐστιν πρὸς τὸ πεπερατωμένον, καὶ καθὸ δὲ μέρος τι, πρὸς ὅλον. οὕτως δὲ καὶ ἡ κεφαλὴ ὡς μὲν οὐσία καθ' αὑτὴν οὐκ ἔστιν τῶν πρός τι, ὡς δὲ μέρος πρὸς ὅλον ἔχει τὸ εἶναι· ὅλου γὰρ μέρος καὶ τὸ ὅλον μερῶν ὅλον. εἰ μέντοι κατὰ τὸ λέγεσθαι χαρακτηρίζοιτο τὰ πρός τι, καὶ ἡ κεφαλὴ τοῦ [199] κεφαλωτοῦ λέγεται καὶ ἡ χεὶρ τοῦ χειρωτοῦ καὶ τὸ πηδάλιον τοῦ πηδαλιωτοῦ. ἀλλὰ προσεκτέον ὅτι καθὸ μὲν κεφαλὴ καὶ ὅπερ κεφαλή, οὐχ ἑτέρου, ᾗ δὲ μέρος, ἑτέρου· κατὰ συμβεβηκὸς οὖν πρός τι, ὥσπερ καὶ οἰκία, καθὸ μὲν οἰκία, καθ' αὑτήν, καθὸ δέ τινος κτῆμα, πρός τι. ἵνα οὖν μὴ ἐνοχλῇ τὰ κατὰ συμβεβηκὸς πρός τι, ἀποδίδωσιν ἄλλον ὅρον τῶν πρός τι παραιτησάμενος τὸν πρότερον, πρός τι λέγων εἶναι οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν· τὸ γοῦν διπλάσιον ὅ ἐστιν, ταὐτόν ἐστιν τῇ σχέσει ἣν ἔχει τὸ ὑποκείμενον, καὶ τὸ ἥμισυ ἀνάπαλιν ταὐτόν ἐστιν τῇ σχέσει τῇ πρὸς τὸ διπλάσιον καὶ οὐδὲν ἕτερον. ὁ δὲ πρότερος ὁρισμὸς ὁ κατὰ τὸ λέγεσθαι παρηκολούθει μὲν ἅπασιν τοῖς πρός τι ὡς κοινόν τι συμβεβηκὸς καὶ πλεονάζον, οὐ μὴν κατὰ τοῦτο ἦν τὰ πρός τι, ἀλλὰ καθὸ τὰ ὑποκείμενα πλεονάζει τῇ σχέσει. διὸ ὁ μὲν πρῶτος ὅρος τὸ τί ἐστιν οὐκ ἀποδέδωκεν τῶν πρός τι, ὁ δὲ δεύτερος καὶ τὴν οὐσίαν ἀφωρίσατο, καὶ ἐκεῖνος μὲν οὐκ ἀντιστρέφει πρὸς τὸ ὁριστόν (οὐ γὰρ εἴ τι πρὸς ἕτερον λέγεται, τοῦτο πρός τί ἐστιν), οὗτος δὲ ἀντιστρέφει. ταῦτα μὲν οὖν τοῖς ἄλλοις ἐξηγηταῖς τοῦ Ἀριστοτέλους δοκεῖ.

   Ὁ δὲ κριτικώτατος Συριανὸς "ὅτι μέν, φησίν, οὔτε τὴν πρώτην οὐσίαν οὔτε τὴν δευτέραν πρός τι εἶναι ἀνέχεται, πάνυ κατορθοῖ· πᾶσα μὲν γὰρ οὐσία καθ' αὑτήν ἐστιν καὶ ἑαυτῆς, ὡς καὶ Ἀρχύτᾳ δοκεῖ, τὰ δὲ πρός τι τῇ πρὸς ἄλληλα σχέσει δέδεται καὶ ἀλλήλων ἐστίν. ὅτι δὲ παρέπεσθαί φησι τῷ ἀποδοθέντι λόγῳ τῶν πρός τι τὸ τινὰς τῶν δευτέρων οὐσιῶν εἶναι πρός τι, τοῦτο οὐκέτι ὁρῶ πῶς γίνεται. εἰ μὲν γὰρ ἁπλῶς εἴρητο πρός τι τὰ τινὸς λεγόμενα, ἴσως ἂν ἦν εἰπεῖν ὅτι ἡ χεὶρ τινὸς λεγομένη πρός τί ἐστιν· ἐπειδὴ δὲ σαφῶς εἴρηται ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἐξετάζειν ἔδει, εἰ ἡ χεὶρ ὡς χεὶρ καὶ καθὸ χεὶρ ἑτέρου λέγεται ἢ ὡς μέρος καὶ οὐχ ᾗ αὐτὸ ὅπερ ἐστίν. ὥσπερ οὖν ὅταν ὁ βοῦς ἢ τὸ ξύλον τινὸς εἶναι λέγεται, οὐχ ᾗ ἐστιν ἅ ἐστιν, ἀλλ' ᾗ κτήματά ἐστίν τινος, οὕτως οὐδ' ἂν ἡ κεφαλὴ τινὸς λέγηται, ᾗ τοιόνδε εἶδος ἔχει, τινὸς λέγεται εἶναι, ἀλλ' ᾗ μέρος ἐστὶν ζῴου καὶ συμβέβηκεν αὐτῷ ὥσπερ ἄλλα τινὰ οὕτως καὶ ἡ σχέσις τῶν πρός τι, καὶ οὐκ ἀναγκάζεται ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ καὶ τὰ καθ' ἑαυτὸ τοῖς πρός τι συντάττεσθαι. καὶ γὰρ ὃν αὐτὸς ἀποδίδωσιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, ἰσοδυναμεῖ καὶ κατὰ Πορφύριον τῷ προτέρῳ, ὃς κατὰ τὴν αὐτὴν ἔννοιαν ἀποδέδοται· οὐδὲ γὰρ τὰ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λεγόμενα δι' ἄλλο τι ἔχει τοῦτο ἢ διὰ τὸ εἶναι αὐτῶν ταὐτὸν τὸ εἶναι τῷ πρός τί πως ἔχειν". ἴσως δὲ ἡ [200] διαφορὰ ἐν τούτῳ ἐστίν, καθ' ὅσον ἐκεῖνος μὲν ἀπὸ τοῦ λέγεσθαι τὸ εἶναι ἐνεδείξατο, ὡς ἀπὸ ἐναργεστέρου, οὗτος δὲ ἀπὸ τοῦ εἶναι καὶ τὸ λέγεσθαι, ὡς ἀπὸ αἰτιωδεστέρου.

   Ἐπὶ δὲ τοῖς εἰρημένοις ὁ Ἀριστοτέλης ὥσπερ πόρισμά τι ἀναφαινόμενον παραδίδωσιν ὅτι ἄν τις εἰδῇ τι τῶν πρός τι ὡρισμένως, καὶ τὸ πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται. τούτῳ δὲ ἑπόμενον δείκνυσιν τὸ τὴν κεφαλὴν καὶ τὴν χεῖρα μὴ εἶναι τῶν πρός τι· τοῦ γὰρ τὸ ἄλλο σῶμα ἐγκεκαλυμμένου γινώσκειν μὲν ἔστιν καὶ τὴν κεφαλὴν καὶ τὴν χεῖρα, ὅτου δέ ἐστιν, οὐκ ἔστιν εἰδέναι· καίτοι γε εἰ ἦν πρός τι, πάντως ἂν ἔγνωμεν, ὥσπερ ἐπὶ τοῦ διπλασίου ὅτι ἡμίσεος. καὶ ὅτι μὲν ὁ τὸ ἕτερον ὡρισμένως εἰδὼς καὶ τὸ ἕτερον ὡρισμένως οἶδεν, δείκνυσιν ἐκ τοῦ τὸ πρός τι κατὰ τὴν σχέσιν τὴν πρὸς ἕτερον θεωρεῖσθαι καὶ διὰ τοῦτο ἐνυπάρχειν τῇ σχέσει καὶ συμπληροῦν αὐτὴν καὶ τὸ ἕτερον, πρὸς ὃ ἡ σχέσις· ὁ οὖν εἰδὼς τὸ ἕτερον ὡρισμένως οἶδεν καὶ τὸ λοιπόν, πρὸς ὅ πως εἶχεν τὸ ἕτερον τῶν πρός τι. μετὰ δὲ τὴν ἀπὸ τῆς ἐννοίας ἔφοδον καὶ ἐκ τῆς ἐπαγωγῆς τὸ αὐτὸ παραδίδωσιν. ὁ γὰρ εἰδὼς ὅτι τὰ τέσσαρα διπλάσιά ἐστιν ὡρισμένως, οἶδεν καὶ τὰ δύο ὡρισμένως ὧν ἐστι διπλάσια τὰ τέσσαρα καὶ οὐχὶ μόνον τὸν κοινὸν ὃν οἶδεν τοῦ διπλασίου καὶ τοῦ ἡμίσεος λόγον. καὶ ἐπὶ τοῦ καλλίονος δὲ ὡσαύτως, εἰ οἶδέν τις αὐτὸ ὡς κάλλιον, καὶ ὅτου κάλλιόν ἐστιν οἶδεν. εἰ δὲ νομίζοι τις τὸ μὲν κάλλιον ἀφωρισμένως εἰδέναι, τὸ δὲ χεῖρον οὗ ἐστιν κάλλιον οὐκ ἀφωρισμένως, οὐδὲν κωλύει τοῦτο ὃ κάλλιον ὑπολαμβάνει, πάντων εἶναι χεῖρον. ὑπόληψις οὖν, φησίν, τοῦτό ἐστιν, οὐκ ἐπιστήμη, ἐπιστήμῃ χρησάμενος, ἥτις ἐπὶ τῶν καθόλου μόνων κυρίως λέγεται· καὶ αὐτὸς δὲ δῆλον ἐποίησεν ὅτι τὴν ἀκριβῆ καὶ ἐπὶ τῶν αἰσθητῶν γνῶσιν ἐπιστήμην ἐκάλεσεν, εἰπὼν οὐ γὰρ ἔτι εἴσεται ἀκριβῶς. εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐδὲ ἡ χεὶρ οὐδὲ ἡ κεφαλὴ οὐδὲ ἄλλη τις οὐσία ἔσται τῶν πρός τι. εἰ γὰρ ἐγκεκαλυμμένος τις προτείνει χεῖρα ἢ ἄλλο μέρος, ὅτι μὲν χεὶρ ὡρισμένως εἰσόμεθα, τίνος δέ ἐστιν χεὶρ οὐκέτι ὡρισμένως ἴσμεν· τὸ δὲ αἴτιον, ὅτι ἕκαστον τούτων ἐστὶν ὅπερ ἐστὶν οὐκ ἐκ τοῦ πρὸς ἕτερόν πως ἔχειν, ἀλλ' ἐκ τοῦ τοιάνδε ἔχειν οὐσίαν καὶ τοιάνδε ποιότητα. εἰ οὖν τὰ μὲν μέρη ὡρισμένως γινώσκομεν, πρὸς ἃ δὲ λέγεται οὐκέτι ὡρισμένως, οὐκ ἔστιν τὰ μέρη τῆς οὐσίας πρός τι. εἰ δὲ ταῦτα μὴ ἔστιν πρός τι, οὐδὲ ἄλλη οὐσία ἔσται τῶν πρός τι· αὕτη γὰρ μόνη δοκεῖ τῶν πρός τι εἶναι. χρὴ δὲ ἐφιστάνειν ὅτι διὰ τούτου τοῦ ἐπιχειρήματος τὰ ἄτομα μέρη δείκνυται μὴ ὄντα τῶν πρός τι καθὸ οὐσία· ταῦτα γάρ ἐστιν τὰ ὡρισμένα· πῶς οὖν καθόλου ἐπήνεγκεν ὡς εἰ μὴ ἔστιν αὕτη τῶν πρός τι, οὐδεμία οὐσία τῶν πρός τί ἐστιν; ἢ ὅτι ὡς ἂν ἔχῃ τὰ [201] καθ' ἕκαστα, οὕτως ἔχει καὶ τὰ κοινά· κυριώτερον δὲ ἀποδέδεικται ἐκ τοῦ τὸ εἶναι αὐτοῖς μὴ εἶναι ταὐτὸν τῷ πρός τί πως ἔχειν. προσέθηκεν δὲ ὅτι χαλεπὸν περὶ τῶν τοιούτων σφοδρῶς ἀποφαίνεσθαι μὴ πολλάκις ἐπεσκεμμένους· φιλόσοφον γὰρ τὸ μὴ διατείνεσθαι ἀνεξετάστως. τί οὖν, φαίη τις ἄν, ὄφελος τῆς ζητήσεως τῷ τὸ ἀληθὲς μὴ εὑρίσκοντι; ὅτι καὶ αὐτὸ τὸ διηπορηκέναι περί τινων οὐκ ἄχρηστον καὶ ὅτι πρὸς τὴν εὕρεσιν ἑτοιμότεροι ἐσόμεθα προηπορηκότες καὶ ὅτι, κἂν μὴ γνωστὸν ᾖ, αἱ περὶ αὐτὸ ἀπορίαι γνωσταὶ οὖσαι διευρύνουσιν ἡμῶν τὴν γνῶσιν καὶ τὴν αἰτίαν τοῦ ἄγνωστον εἶναι παραδεικνύουσιν, ὠφελιμώτατον δὲ καὶ τοῦτο. ἀλλὰ ταῦτα μὲν εἴρηται καλῶς· ἐπιστῆσαι δὲ ἄξιον, ὡς οἶμαι, εἰ τούτων ἔδει τῶν λόγων πρὸς τὸ ἀποφήνασθαι ὅτι οὐδεμία οὐσία τῶν πρός τί ἐστιν, προδήλου ὄντος ὅτι ἡ οὐσία καθ' αὑτὸ οὖσα ἀντίκειται τοῖς πρός τι. ἀλλ' ἴσως οὐ πρὸς τὸ προσεχὲς εἴρηται, ἀλλὰ πρὸς τὸ ἀνωτέρω· εἴποι γὰρ ἄν τις, ὅτι ὁ τὴν χεῖρα τοῦ ἐγκεκαλυμμένου γινώσκων οὐχ ὡρισμένως αὐτὴν γινώσκει· οὐ γὰρ τὴν τινὰ χεῖρα γινώσκει, ἀλλ' ἀορίστως χεῖρα, εἰ καὶ τὸ ἄτομον αὐτῆς εἶδος γινώσκων οὐ πάντως οἶδεν καὶ τίνος ἐστίν.

   Ἀλλὰ καιρὸς ἂν εἴη λοιπὸν μετὰ τὴν τῆς λέξεως διερμήνευσιν τὰς ἐπαχθείσας ἀπορίας ἰδεῖν καὶ τὰς λύσεις αὐτῶν ἐπισκέψασθαι. λέγουσιν δέ τινες, ὅτι καὶ ἡ ἄτομος οὐσία τοῦτο ὅπερ ἐστὶν ἑτέρου καὶ λέγεται καὶ ἔστιν· ὁ γὰρ Σωκράτης ὅπερ ἐστὶν τοῦ θεοῦ ἐστιν. ἀλλ' ὡς κτῆμα δηλονότι καὶ οὐχ ὡς πρός τι· κατὰ συμβεβηκὸς οὖν. ὥστε καὶ ἐπὶ πάντων τῶν κατὰ συμβεβηκὸς λεγομένων ἡ αὐτὴ λύσις ἁρμόσει· ἐάν τις ἀντὶ τοῦ καθ' αὑτὸ προηγουμένως λεγομένου τὸ κατὰ συμβεβηκὸς μεταλάβῃ, καὶ τὸ μὴ λεγόμενον ἑτέρου λεχθήσεται. εἰ δὲ ἄνθρωπος ὅμοιος θεῷ λέγεται καὶ ὅλως εἰκὼν παραδείγματι, ἆρα καὶ τὰ τοιαῦτα πρός τί ἐστιν τῆς σχέσεως οὐκ ἀντιστρεφούσης; οὐ γὰρ δὴ καὶ ὁ θεὸς ὅμοιος ἀνθρώπῳ ἢ τὸ παράδειγμα τῇ εἰκόνι. ἢ τὸ μὲν παράδειγμα ἀντιστρέφει (ὡς γὰρ εἰκὼν παραδείγματός ἐστιν, οὕτως καὶ παράδειγμα εἰκόνος), τὸ δὲ ὅμοιον οὐκέτι, ἀλλ' ἡ μὲν εἰκὼν ὁμοία τῷ παραδείγματι, τὸ δὲ παράδειγμα ὁμοίας εἰκόνος παράδειγμα. εἰ δὲ δυσχεραίνει τις τὴν ὁποιανοῦν ἀπ' ἐκείνων σχέσιν πρὸς τὰ τῇδε, ἐννοείτω τὴν ἄσχετον καλουμένην σχέσιν καὶ τὴν ἀνεπίκλιτον πρόνοιαν, καθ' ἣν δεσπόζουσιν ἡμῶν οἱ θεοί, κτήματα δὲ ἡμεῖς αὐτῶν ἐσμεν, καὶ προνοοῦσιν μὲν ἐκεῖνοι, κατευθυνόμεθα δὲ ἡμεῖς.

   Τινὲς δὲ τὸν νῦν ὡς ἀκριβέστερον ἀποδοθέντα ὁρισμὸν τοῦτον ἐπιχειροῦσιν διασύρειν ὡς τὸ ὁριστὸν ἐν ἑαυτῷ περιλαβόντα· τὰ γὰρ πρός τι ὁριζόμενος οἷς τὸ εἶναι, φησίν, ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν. [202] ἀλλὰ καὶ ἀσαφῆ τὴν ἀπόδοσιν ἐποιήσατο, ὡς καὶ Βοήθῳ καὶ Ἀρίστωνι δοκεῖ, ὅπερ καὶ αὐτὸ κακία ὁρισμοῦ ἐστιν, διόπερ ὁ Ἀρίστων ὡς ἐπὶ σαφέστερον μεταλαμβάνων "τὰ πρός τί πως ἔχοντα, φησίν, ταῦτά ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πῶς ἔχειν πρὸς ἕτερον"· [καὶ] οὕτως δὲ καὶ Ἀνδρόνικος ἀποδίδωσιν. τὴν δὲ ἀπορίαν ὁ μὲν Ἀχαϊκὸς λύων φησὶν οὐ τὸ ὁριστὸν ἐν τῷ ὅρῳ περιειλῆφθαι, ἀλλὰ καὶ τῷ δευτέρῳ πρός τι ὁμωνύμως αὐτὸν κεχρῆσθαί φησιν ἀντὶ τοῦ πρὸς ὁτιοῦν, ὡς εἰ ἔλεγεν "οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρὸς ὁτιοῦν πως ἔχειν". δύναται δέ τις κἀκεῖνο λέγειν, ὅπερ καὶ πρότερον, ὡς τὰ γενικώτατα καὶ ἀρχηγικώτατα γένη δι' ἑαυτῶν ἀνάγκη σαφηνίζεσθαι, ἅτε μὴ ἔχοντά τι καθολικώτερον, δι' οὗ κατὰ νόμον τις αὐτῶν ποιήσεται τὴν ἀπόδοσιν. λύουσιν καὶ οὕτως τὴν ἀπορίαν· 'τὸ λευκὸν ἔστι μὲν καὶ ἐπὶ τῆς λευκότητος εἰπεῖν, ἔστιν δὲ καὶ ἐπὶ τοῦ μετέχοντος σώματος τῆς λευκότητος. ἂν οὖν ὁ μέν τις τὸ λευκὸν εἴπῃ χρῶμα διακριτικὸν ὄψεως, ὁ δέ τις ἀκούσῃ ἐπὶ τοῦ μετέχοντος σώματος, δῆλον ὅτι ἄτοπος δόξει ὁ λόγος· οὐ γάρ ἐστιν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως. ἔστιν οὖν διόρθωσις τοῦ τοιούτου παρακούσματος τὸ λέγειν ὅτι τὸ λευκὸν καθὸ λευκὸν καὶ ᾗ λευκὸν χρῶμά ἐστιν διακριτικὸν ὄψεως, καὶ οὐ δήπου τὸ ζητούμενον λαμβάνεται ἐν τῇ τοιαύτῃ προσθήκῃ· τοὐναντίον γὰρ μὴ προστεθέντος ψευδὴς γίνεται ὁ ὅρος. καὶ ἐνταῦθα οὖν οὐχ ἁπλῶς εἴρηται τὰ πρός τι ὅτι ἐστὶν τὰ αὐτὰ τῷ πρός τί πως ἔχειν, ἀλλὰ πρόσκειται οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν· τὸ γὰρ εἶναι τῶν πρός τί ἐστιν τὸ σχέσιν εἶναι ἑτέρου πρὸς ἕτερον, οἷον τὰ τέσσαρα καὶ δύο οὐ καθὸ τέσσαρα καὶ δύο, ταύτῃ πρός τί ἐστιν, ἀλλὰ καθ' ὅσον θεωρεῖταί τις ὑπεροχὴ τοῦ μείζονος πρὸς τὸ ἔλαττον αὐτῷ τῷ ἐλάττονι ὑπερέχουσα τὸ ἔλαττον'. μήποτε δὲ οὐδὲ ἄλλως οἷόν τέ ἐστιν ἀποδοῦναι τὰ πρός τι. κατ' αὐτὴν γὰρ μόνην τὴν σχέσιν ὑφέστηκεν, καὶ ὁ τῆς σχέσεως λόγος ἕτερος ὢν τῶν ὑποκειμένων, οὗτος εἰδοποιεῖ τὰ πρός τι· αὐτὰ μὲν γὰρ τὰ ὑποκείμενα οὐκ ἔστιν τὰ πρός τι, ἡ δὲ σχέσις αὐτῶν ἡ πρὸς ἄλληλα ἧς μετέχει τὰ ὑποκείμενα. ὁ οὖν τὰ μετέχοντα αὐτὰ ὁριζόμενος κατὰ τὴν μέθεξιν ἀναγκάζεται τὴν μέθεξιν ἐν τῷ ὁρισμῷ παραλαβεῖν. ὅτι γὰρ τὰ πρός τι, ἃ ὁρίζεται, τὰ μετέχοντά ἐστιν, δηλοῖ τὸ πληθυντικῶς εἰρῆσθαι, τῆς τοῦ γένους αὐτοῦ ἰδιότητος μιᾶς οὔσης· ὅλως γὰρ οὐδὲ δυνατὸν οἶμαι περὶ τῆς σχέσεως αὐτῆς εἰπεῖν ὅτι πρός τί πως ‹ἔχει, ἀλλὰ κατὰ τὸ πῶς› ἔχειν [203] ἄλλο πρὸς κατὰ τοῦτο θεωρεῖται, ὥσπερ καὶ ἡ τοῦ ἔχειν κατηγορία οὐκ ἐν τῷ ἔχειν τι αὐτὴν λέγεται, ἀλλ' ἐν τῷ ἄλλο τι ἔχειν. σαφέστερον δὲ ταύτην τὴν ἔννοιαν δηλοῦσιν ὅ τε τοῦ Ἀχαϊκοῦ ὁρισμὸς λέγων "οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρὸς ὁτιοῦν πως ἔχειν" καὶ ὁ Ἀρίστωνος καὶ Ἀνδρονίκου ὁ λέγων "οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρὸς ἕτερόν πως ἔχειν". ὡς γὰρ ἐπὶ τῶν μετεχόντων τῆς τοῦ πρός τι σχέσεως καὶ κατὰ ταύτην ἀφοριζομένων εἴρηται τοῦτο, εἰ καὶ δύναταί πως καὶ ἐπ' αὐτῆς ἀκούεσθαι τῆς σχέσεως· τὸ γὰρ εἶναι τῶν κατὰ ‹τὰ› πρός τι σχέσεων ταὐτόν ἐστιν τῷ ἕτερον πρὸς ἕτερόν πως ἔχειν. καὶ ὁ φιλόσοφος δὲ Συριανὸς οὕτω λύει τὴν ἀπορίαν, ὡς τῆς ὁμωνυμίας πλανώσης τῶν μετεχόντων πρὸς τὸ μετεχόμενον· πολὺ γὰρ συνανακέκραται τοῖς μετέχουσιν, διὸ μεταβαλλομένων ἐκείνων αὐτὰ καὶ γίνεται καὶ φθείρεται, ὡς ἐν ἐκείνοις οὐδὲν ἧττον ἢ ἐν ἑαυτοῖς τὸ κῦρος ἔχοντα.

   Πρὸς δὲ τοὺς ζητοῦντας, τίνα ἔσχεν χρείαν ἡ τοῦ δευτέρου ὁρισμοῦ προσθήκη, ὁ θεῖος Ἰάμβλιχος ὑπαντῶν "διότι, φησίν, ὁ πρῶτος περιελάμβανεν δικαιοσύνην, λευκότητα· τινῶν γὰρ λέγονται καὶ αὗται". πρὸς ὃ ῥητέον οἶμαι τὰ αὐτοῦ, ὅτι ἄλλο ἐστὶν τὸ ἐν ἑτέροις εἶναι καὶ μετὰ ἑτέρων καὶ ἄλλο τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι· δικαιοσύνη γὰρ καὶ λευκότης, κἂν ἐν ἑτέροις ὦσιν, ἀλλ' ἔχουσιν οἰκείους λόγους καθ' οὓς ἀφορίζονται, εἰ μὴ ἄρα τις λαμβάνοι καθὸ ἕξις ἐστὶν ἡ δικαιοσύνη· κατὰ τοῦτο δὲ καὶ πρός τί ἐστιν. "ἔτι, φησίν, ὁ λέγων πρός τι τὸ ἑτέρου λεγόμενον τὴν τοῦ ἑνὸς μόνην σχέσιν παρίστησιν, τὴν δὲ τῶν δύο πρὸς ἄλληλα οὐκέτι ἐπιδείκνυσιν, ἀλλ' οἷον ἐφ' ἡμισείας ἀποδίδωσιν τὸν ὅρον, διὸ καὶ ἄλλα περιλαμβάνει τῶν μὴ πρός τι· ὁ μέντοι δεύτερος τὰς τῶν δύο σχέσεις συλλαμβάνει πρὸς ἄλληλα". καὶ ταῦτα δὲ ἐπιστάσεως ἄξια νομίζω· πῶς γὰρ τὴν τοῦ ἑνὸς μόνην παρίστησιν ὁ πληθυντικῶς εἰπών; εἰ γὰρ μὴ ἐπ' ἀμφοῖν ἀκούειν τις βούλεται τοῦτο, οὐδὲ τὸ οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν ἐπ' ἀμφοῖν ἀκούσει· οὐ γὰρ εἶπεν 'πρὸς ἄλληλα', ἀλλὰ πρός τι. "τρίτον δὲ ἐκεῖνος μὲν ὁ ὅρος λέγεσθαι ἑτέρου φησὶ τὰ πρός τι, οὗτος δὲ αὐτὸ τὸ εἶναι τῶν πρός τι καὶ τὴν οὐσίαν ἀφορίζει· καὶ κατ' ἐκεῖνον ἡ χείρ, φησίν, πρός τί ἐστιν, ὅτι ἑτέρου λέγεται τοῦ ἔχοντος, κατὰ δὲ τοῦτον οὐ ταὐτόν ἐστιν τὸ εἶναι χεὶρ τῷ πρός τί πως ἔχειν". καὶ πρὸς ταῦτα δὲ οἶμαι ῥᾴδιον εἰπεῖν ὡς εἰ ἀληθῶς λέγοιτο, πάντως καὶ ἔστιν ὅπερ λέγεται· τὸ μὲν γὰρ εἶναι τοῦ λέγεσθαι αἴτιον, τὸ δὲ λέγεσθαι τοῦ εἶναι τεκμήριον, ὥστε ἀπ' αἰτίας μὲν οὗτος ὁ ὅρος, σαφέστερος δὲ [204] ἐκεῖνος ἀπὸ γνωριμωτέρου γενόμενος, ἄμφω δὲ εἰς τὴν αὐτὴν τείνουσιν ἔννοιαν, ἐπεὶ καὶ εἴ τις ἀμφισβητεῖ πρὸς τὸ εἶναι ἀπὸ τοῦ λέγεσθαι ἂν αὐτὸ ῥᾳδίως πιστώσαιτο. καὶ ἡ χεὶρ δὲ οὐδὲ κατ' ἐκεῖνον εἴη ἂν τῶν πρός τι· οὐ γὰρ καθὸ χεὶρ ἐν τούτῳ ἔχει τὸ εἶναι ἐν τῷ ἑτέρου λέγεσθαι, ἀλλ' εἴπερ ἄρα καθὸ μέρος, ὥσπερ καὶ ἐπὶ τούτου τοῦ ὅρου ἀπελογιζόμεθα. διὸ ὡς μὲν μέρος καὶ ὅλον ἄμφω ἔχει σχέσιν πρὸς ἄλληλα, ὡς δὲ χεὶρ οὔτε αὐτὴ πρὸς τὸ ὅλον οὔτε τὸ ὅλον πρὸς αὐτήν. "ἔτι δέ, φησίν, παρίστησιν ὁ δεύτερος ὅρος, ὡς μέσον τι ἡ σχέσις ἐστὶν τῶν ὑποκειμένων καὶ ἐχόντων τὴν σχέσιν". καὶ ὁ πρότερος δέ, εἰ ἐν τῇ πρὸς ἕτερον ἀπονεύσει τὰ πρός τι ἀφορίζεται, ὡς μέσον τι θεωρεῖ τὴν ἀπόνευσιν τοῦ τε ἀπονεύοντος καὶ τοῦ πρὸς ὃ ἀπονεύει. ταῦτα μὲν οὖν περὶ τούτου.

   Προσκείσθω δὲ καὶ ἄλλη τις ἀπορία περὶ τῶν πρός τι ταῖς εἰρημέναις τοιάδε· τὰς δέκα κατηγορίας δέκα γένη λέγομεν καὶ ἑκάστην αὐτῶν εἰς οἰκεῖα εἴδη διῃρῆσθαί φαμεν, ἓν δὲ τῶν δέκα γενῶν εἶναι τὰ πρός τι τιθέμεθα· ἀλλὰ μὴν τὸ γένος εἰδῶν ἐστι γένος, καὶ τὸ εἶδος δὲ γένους ἐστίν, ὥστε τῶν πρός τι ἂν εἴη τὸ γένος καὶ εἶδος ἓν τῶν πρός τι. τούτων δὴ οὕτως ἐχόντων πολλὰ ἄτοπα δοκεῖ ἀναφαίνεσθαι. πρῶτον μὲν καὶ τὸ ἀνωτάτω γένος εἶδος ἔσται· ὅπερ γὰρ ἂν εἴπῃς ἀνωτάτω, ἓν εἶδος τοῦτο τῶν πρός τί ἐστιν. ἔπειτα τὸ πρός τι γένος λέγοντες εἶναι, ἓν δὲ εἶδος τοῦ πρός τι τὸ γένος, ἐπεὶ δὲ τὰ γένη φύσει προϋπάρχει τῶν εἰδῶν, αὐτὸ ἑαυτοῦ τὸ γένος πρότερον ἔσται καὶ πρὸ τοῦ εἶναι ὑφέστηκεν καὶ μήπω ἐκφανὲν ἔστιν. τρίτον δὲ λεγέσθω ὅτι ἀναιρουμένου τοῦ πρός τι ἀνῄρηται καὶ τὰ τοῦ πρός τι εἴδη, ἓν δὲ τούτων ἐστὶ τὸ γένος, ἀναιρουμένου δὲ τοῦ γένους ἀνῄρηται τὰ δέκα γένη· τὸ ἄρα πρός τι συναναιρεῖ ἑαυτῷ καὶ τὴν οὐσίαν καὶ τὰ ἄλλα γένη, ἄτοπον δὲ τὸ τῆς σχέσεως ἀναιρουμένης τὴν οὐσίαν ἀναιρεῖσθαι φύσει προτέραν οὖσαν. τέταρτον, εἰ τὸ γένος ἕν ἐστι τῶν τοῦ πρός τι εἰδῶν, καὶ πᾶν γένος ὑπὸ τὸ πρός τι ἔσται· μία ἄρα πάντων ἀρχὴ τὰ πρός τι, ἅπερ παραφυάδι ἐοικέναι φασὶν καὶ ἐπεισοδιώδη τὴν φύσιν ἔχειν καὶ μὴ δύνασθαι καθ' αὑτὸ ὑποστῆναι, ἀλλ' ἐν ἄλλῳ τὸ εἶναι ἔχειν. τούτων οὖν καὶ ἄλλων πολλῶν ἀπόρων ἀναφαινομένων ἐκ τοῦ λόγου κάλλιον ἴσως καὶ ἐπ' ἄλλου τὴν αὐτὴν ἀπορίαν ποιησαμένους τὴν ἐπ' ἐκείνης ἁρμόττουσαν λύσιν καὶ ταύτῃ προσαγαγεῖν. ἐζητεῖτο τοίνυν πρότερον περὶ τοῦ τὸ ἓν ἐν τίνι ταχθήσεται τῶν κατηγοριῶν, πότερον ὡς ἀσώματον καὶ καθ' ἑαυτὸ οὐσία ἂν εἴη ἢ ὡς μέτρον καὶ ἀρχὴ τῶν ἀριθμῶν [205] τοῖς πρός τι συνταχθήσεται ἢ ὡς μέρος ὂν τοῦ ποσοῦ κατὰ τὸν Ἀλέξανδρον ἐν τῷ ποσῷ τακτέον. ὅπου δὲ ἂν κατατάττοιτο, δῆλον ὅτι εἶδος ἐκείνου τοῦ γένους ἔσται τὸ ἓν καὶ τῇ φύσει μετ' αὐτὸ ὑφέστηκεν. ἆρα οὖν οὐκ ἔστιν ἓν τῶν δέκα ἐκεῖνο τὸ γένος καὶ τῶν ἄλλων ἕκαστον γενῶν; προϋφεστήξεται ἄρα ἑαυτοῦ τὸ ἕν, καὶ ἀναιρούμενον αὐτὸ καὶ ἡ κατ' αὐτὸ κατηγορία συναναιρεῖ καὶ τὰς ἄλλας, εἴπερ μὴ ἑκάστη αὐτῶν ἕν ἐστιν, ἀλλ' ἀπειράκις ἄπειρος. ἀναμνησθῶμεν τοίνυν τῶν ἐκεῖ ῥηθέντων, ὅτι τὸ ἓν ὁμωνύμως ἐδόκει ταῖς δέκα κατηγορίαις ὑπάρχειν, ὥσπερ καὶ τὸ ὂν διὰ τὴν τῶν κατηγοριῶν πρὸς ἀλλήλας τάξιν· τῶν δὲ ὁμωνύμων οὐκ ἂν εἴη ἡ διαίρεσις προηγουμένη εἰς τὰς κατηγορίας οὐδὲ θέσις αὐτῶν ἀφωρισμένη εἰς ἓν γένος. μήποτε οὖν καλῶς ἔχει τὰ αὐτὰ καὶ περὶ τοῦ γένους λέγειν, ὅτι κἂν κατὰ τὸ σχετικὸν τοῖς πρός τι συντέτακται, ἀλλὰ καθ' ὅσον πάσαις ταῖς κατηγορίαις ὁμωνύμως ὑπάρχει, κατὰ τοσοῦτον οὐκ ἂν ἐν μιᾷ τινι κατατάττοιτο ἀφωρισμένως, κοινότης γάρ τίς ἐστιν τὸ γένος τῇ μὲν οὐσίᾳ πρώτως ὑπάρχουσα, ὅτι καὶ πρώτως ὑφέστηκεν ἐκείνη καὶ δι' ἐκείνην τὰ ἄλλα, τοῖς δὲ λοιποῖς γένεσιν κατὰ τάξιν, ὥσπερ καὶ ἡ ἀρχή· καίτοι καὶ ἡ ἀρχὴ τῶν πρός τί ἐστιν· τὸ γὰρ ἄρχον πρὸς τὸ ἀρχόμενον λέγεται. κἂν συγγενὲς οὖν ἐστιν τοῖς πρός τι τὸ γένος, οὐδὲν θαυμαστόν· καὶ γὰρ καὶ τὸ ἓν συγγενὲς ἦν πρὸς τὸ ποσὸν ἢ πρὸς αὐτὸ τὸ πρός τι, καὶ ὅμως κοινὸν πασῶν ἦν τῶν κατηγοριῶν. ἀλλὰ τούτων μὲν καὶ ἄλλην τινὰ λύσιν ζητητέον πιθανωτέραν.

   Ἰστέον δὲ ὅτι πολλὰ τῶν γενῶν ἐν τοῖς αἰσθητοῖς ἐστιν κυρίως, οὐκέτι δὲ ἐν τοῖς νοητοῖς, εἰ μή τις κατ' ἄλλον τρόπον αὐτὰ μεταφέρειν ἐπ' ἐκείνων βιάζοιτο, ὥσπερ τὸ κεῖσθαι καὶ τὸ πάσχειν. ἓν δὴ τῶν τοιούτων ἔστω καὶ τὸ πρός τι. οὐδεμία γὰρ ἐκεῖ σχέσις οὐδὲ ἐπινοεῖται· ἐφ' ὧν γὰρ οὐκ ἔστιν ἕτερον ἐν ἑτέρῳ, ὡς ἡ σχέσις ἐν τῇ οὐσίᾳ, οὐδὲ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο, ὥστε πρὸς ἄλληλά πως ἔχειν, πῶς οἷόν τε ἐν τούτοις κυρίως τὰ πρός τι θεωρεῖν, εἰ μή τις κατὰ ἀναλογίαν, ὥσπερ καὶ αἴτια λέγομεν ἐκεῖ καὶ αἰτιατά; ἀλλ' ἐπὶ μὲν τῶν ἐνύλων διὰ τὴν διάστασιν καὶ διὰ τὴν ὑλικὴν ἑτερότητα σχέσις συνυφίσταται, ἐπὶ δὲ τῶν ἀδιαστάτων καὶ ἀύλων καὶ ἀμερίστως συνηνωμένων πῶς ἂν εἴη σχέσις, εἰ μὴ ἄρα ὅπερ εἶπον ὥσπερ καὶ διάκρισις ἐκεῖ λέγεται καὶ ἑτερότης; ἔτι δὲ εἰ ἐπεισοδιώδη φύσιν ἔχειν καὶ ἐνταῦθα λέγεται τὰ πρός τι καὶ παραφυάδι ἐοικέναι καὶ τὴν οὐσίαν ἀπὸ τῆς τῶν ἔξω μεταβολῆς ἠρτημένην ἔχειν, πῶς ἐπ' ἐκείνων ταῦτα θεωρεῖν δυνατόν;

[206]

Περὶ ποιότητος.

p. 8b25 Ποιότητα δὲ λέγω, καθ' ἣν ποιοί τινες λέγονται.

   Περὶ ποιότητος εὐθὺς μετὰ τὸ πρός τι μέλλοντας διαλαμβάνειν ἢ ὡς ἐπιγέγραπται περὶ ποιοῦ καὶ ποιότητος δεῖ πρῶτον περὶ τῆς τάξεως εἰπεῖν, εἰ καὶ προείρηται περὶ αὐτῆς οὐκ ὀλίγα, εἶθ' οὕτως περὶ τῆς ἐπιγραφῆς ἐχούσης τι καὶ αὐτῆς ξενίζον, εἴπερ περὶ ποιοῦ καὶ ποιότητος ἐπιγέγραπται, καὶ τότε τῇ λέξει τοῦ Ἀριστοτέλους συνακολουθῆσαι.

   Ὁ μὲν οὖν Ἀρχύτας, ὡς καὶ πρότερον εἴρηται, μετὰ τὴν οὐσίαν εὐθὺς τάττει τὴν ποιότητα λέγων· "δευτέρα δὲ ἁ ποιότας· ἄνευ γὰρ τῶ τί ἐστιν ἦμεν ἀδύνατον ποιόν τι ἦμεν. τρίτα δέ, φησίν, ἁ ποσότας". καὶ Εὔδωρος δὲ τῷ περὶ τῆς οὐσίας λόγῳ τὸν περὶ τῆς ποιότητος λόγον καὶ μετὰ τοῦτον τὸν περὶ τοῦ ποσοῦ συνεζεῦχθαί φησιν· τὴν γὰρ οὐσίαν ἅμα τῷ ποιῷ καὶ ποσῷ συνυφίστασθαι, μετὰ δὲ ταῦτα τὴν χρονικήν τε καὶ τοπικὴν κατηγορίαν παραλαμβάνεσθαι· πᾶσαν γὰρ οὐσίαν ποῦ τε εἶναι καὶ ποτέ, δηλονότι τὴν αἰσθητήν. λεγέσθω δὲ καὶ ὅτι εἰ πρῶτον γένος ἐστὶν ἡ οὐσία καὶ ἀπ' αὐτῆς αἱ ἄλλαι κατηγορίαι τὸ εἶναι καὶ τὴν τάξιν παραδέχονται, τῆς δὲ οὐσίας κυριωτάτη ἐστὶν ἡ κατὰ τὸ εἶδος, εἶδος δέ τι καὶ μόρφωμα ἡ ποιότης ἐστὶν ἐπ' αὐτῆς, ὡς μέτρῳ λοιπὸν ὁριζομένων τῶν κατὰ τὰ εἴδη διακριθέντων, †πῶς ὁ Ἀρχύτας φησίν, ἐπειδὴ ἡ φυσικὴ οὐσία οὐκ ἄνευ σώματος, τὸ δὲ σῶμα οὐκ ἄνευ μεγέθους, τοῦτο δὲ συνεχὲς ποσόν, ὑστέρα δὲ τούτοις ἡ σχέσις ἐπιγίνεται, ἴσως δὲ καὶ ταῖς ἄλλαις κατηγορίαις. τινὲς δὲ ἐν τῇ φυσικῇ οὐσίᾳ προηγεῖσθαι τῆς ἐπινοίας τῆς ποιότητος τὸ ποσὸν λέγουσιν· οὐ γὰρ ὡς ἄποιός ἐστιν ἡ ὕλη, καθὸ ὕλη ἐστίν, οὕτως ποτὲ καὶ ἄποσος ὑπάρχει. πρὸς οὓς ῥητέον ὅτι καθ' ἣν αἰτίαν ἄποιος ἡ ὕλη δείκνυται, κατὰ τὴν αὐτὴν καὶ ἄποσος ἀναφαίνεται, ἵνα πᾶν μέγεθος ἑτοίμως ὑποδέχηται· εἰ γὰρ εἶδος ὅλως ἐστὶν τὸ ποσόν, καὶ τούτου δεκτικὴν τὴν ὕλην ῥητέον. τούτοις γὰρ ἐλέγχονται τοῖς λόγοις καὶ οἱ σῶμα τὴν πρώτην ὕλην ὑπολαμβάνοντες. ἀλλὰ τὸ σῶμα, φησίν, μέγεθος, τὸ δὲ μέγεθος ποσὸν καὶ πεπερασμένον πρός τι, ὥστε κατὰ λόγον ἠκολούθησε τῷ ποσῷ τὰ πρός τι, μεθ' ἃ τὰ λοιπὰ γένη, ὡς καὶ Ἀριστοτέλης συνέταξεν. ῥητέον δὲ καὶ πρὸς τοῦτο, ὅτι τὸ σῶμα σύνθετόν ἐστιν, οὐ δεῖ δὲ ἀπὸ τῶν συνθέτων τὴν τῶν ἁπλῶν τάξιν λαμβάνεσθαι, ἀλλὰ τοὐναντίον ἀπὸ τῶν ἁπλῶν [207] τὴν τῶν συνθέτων. ἕτερον δέ, ὅτι τὸ σῶμα καθὸ σῶμα ποιὸν οὐδὲν ἔλαττον ὑπάρχει ἢ ποσόν· ἥ τε γὰρ σωματότης ποιότης ἐστίν, καὶ τὸ πεπερασμένον σχήματι πάντως πεπέρασται καὶ ἡ διαφορὰ τῶν συνιόντων εἰς τὴν σύνθεσιν ποιότης ἐστὶ τῆς συνθέσεως. ὅλως δὲ τὸ πεπεράνθαι τοῖς σώμασιν κατὰ τὴν ποιότητα ὑπάρχει, ἐπιγίνεται δὲ τούτῳ σχέσις τοῦ περαίνοντος πρὸς τὸ περαινόμενον· ὕστερα ἄρα τὰ πρός τι μετὰ τὴν ποιότητα ἀκολούθως λέγεται προδήλως. πῶς δὲ καὶ ὁ Ἀριστοτέλης δόξει μὴ πάντῃ ἀπιθάνως μετὰ τὰ πρός τι τάξαι τὸ ποιόν; ἢ προέταξεν μὲν τὴν οὐσίαν τοῦ ποσοῦ, διότι τὴν ὕπαρξιν αὐτῷ παρέχει· τὸ δὲ ποσὸν τῷ πρός τι ποσῷ τὴν αἰτίαν ἐνδίδωσιν τοῦ εἶναι, ἀφ' οὗ οἱ λόγοι παράγονται· ἐκ δὲ τούτων αἱ ποιότητες τὴν ὑπόστασιν λαμβάνουσιν, καὶ οὕτως ἡ τάξις ἐπιπέπλεκται τῶν κατηγοριῶν. οὐκ ἀπόβλητος δέ ἐστιν καὶ ἡ πρὸς τὴν ἡμετέραν διδασκαλίαν τείνουσα αἰτία τῆς τάξεως. ἐν γὰρ τῷ περὶ τῆς οὐσίας λόγῳ μνημονεύσας τοῦ ποσοῦ ἐν τῷ τὰ κοινὰ οὐσίας καὶ ποσοῦ παραδιδόναι, ἀκολούθως τῇ οὐσίᾳ τὸ ποσὸν ἐπήγαγεν· πάλιν δὲ ἐν τούτῳ τὸ μέγα καὶ μικρὸν τῶν πρός τι κατασκευάσας μετὰ τὸ ποσὸν τοῦ πρός τι ἐπεμνήσθη· ἐν δὲ τούτῳ τὰς ἕξεις καὶ τὰς διαθέσεις εἰπὼν τῶν πρός τι εἶναι, ἐπειδὴ ποιότητες αὗται καθ' αὑτάς, εἰκότως τὸν περὶ τῆς ποιότητος ὑπέταξεν λόγον. καὶ οὕτως δέ τινες τὴν τάξιν ἀπολογίζονται· τοῖς φυσικοῖς πράγμασιν οἰκείως μετὰ τὴν οὐσίαν τὸ μέγεθός ἐστιν· σὺν ποσῷ γὰρ πᾶσα φυσικὴ οὐσία· μετὰ δὲ τὸ μέγεθος τὸ μεῖζον θεωρεῖται σχέσει πλεονάζον τῆς ὑπερβολῆς πρὸς τὴν ἔλλειψιν, ὅ ἐστι τῶν πρός τι· μετὰ δὲ τὸ μεῖζον ἐμφύεται τὰ πάθη, ἀλλοιότητές τινες θεωρούμεναι περὶ τὰ τοῦ ὄγκου μείζονα καὶ ἐλάττονα μεγέθη, οἷον θερμόν, ψυχρόν, ξηρόν, ὑγρόν, ἅπερ ἐστὶν ποιά. οὕτω μὲν οὖν ἄν τις καὶ τῇ τοιαύτῃ τάξει καταλλήλου τῆς ἐννοίας γινομένης συνηγορήσειεν.

   Περὶ δὲ τῆς ἐπιγραφῆς ζητοῦσιν, διὰ τί περὶ ποιοῦ καὶ ποιότητος ἐπέγραψεν; ἆρα ταὐτὸν ἐξ ἀμφοῖν δηλοῦται; ἢ ἡ μὲν ποιότης τὸ ἐχόμενον καὶ αὐτὴν τὴν ἰδιότητα δηλοῖ, τὸ δὲ ποιὸν τὸ μετέχον, ὥσπερ ἡ μὲν λευκότης αὐτὸ τὸ χρῶμα, τὸ δὲ λευκὸν τὸ κατ' αὐτὸ κεχρωσμένον. εἰ δὲ τοῦτο, τί ἂν εἴη τούτων ἡ κατηγορία; ἆρα τὸ ἁπλοῦν καὶ ἀσύνθετον εἶδος ἢ τὸ σύνθετον ἐξ ὑποκειμένου καὶ εἴδους, εἴπερ ταῦτα διαφέρουσιν ἀλλήλων; εἰ δὲ ἄμφω δύο κατηγορίαι, καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τοῦ πρός τι ὁ αὐτὸς λόγος ἔσται, καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα ἔσται, καὶ οὕτως οὐκέτι δέκα, ἀλλ' εἴκοσι τοὐλάχιστον αἱ κατηγορίαι γενήσονται. μήποτε δέ, ἐπειδὴ [208] καὶ αὐτὴ ἡ ποιότης ποιὸν λέγεται καὶ οὐ μόνον τὸ μετέχον (καὶ γὰρ τὴν λευκότητα λευκὸν οἱ ἀρχαῖοι λέγουσιν), διὰ τοῦτο οὕτως ἐπιγέγραπται περὶ ποιότητος καὶ ποιοῦ· ἡ μὲν γὰρ λευκότης καὶ λευκὸν λέγεται, τὸ δὲ λευκὸν τὸ μετέχον οὐ λέγεται λευκότης. οὐ δοκεῖ δὲ τοῦ Ἀριστοτέλους ἡ ἐπιγραφὴ εἶναι, οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἐποίησεν τοῦτο, ἀλλὰ γραφέως ἁμάρτημα ὑπολαμβάνουσιν οἱ περὶ τὸν Ἀχαϊκὸν καὶ τὸν Ἀλέξανδρον· ὑπεμνηματισμένον γὰρ αὐτὸ εὑρόντα τινὰ ὡς μέρος κατατάξαι. εἰ δέ τις καὶ ὡς καλῶς ἐπιγεγραμμένῳ συνηγορεῖν βούλοιτο, ἢ ταὐτὸν ἐρεῖ σημαίνειν τὴν ποιότητα καὶ τὸ ποιὸν ἀπ' αὐτοῦ τοῦ Ἀριστοτέλους πιστούμενος τὸν λόγον, ὃς ἐν τοῖς θεολογικοῖς οὐ κατὰ τὴν ποιότητα μόνον τὸ ἁπλοῦν τάττει, ἀλλὰ καὶ τὸ ποιόν, κατὰ τὸ πάθος αὐτὸ τῆς οὐσίας τιθέμενος· πάθος δὲ τὸ μὲν ἐν τῷ πάσχειν ἐστίν, τὸ δὲ ἐν τῷ πεπονθέναι, καὶ τὸ μὲν ἐν τῷ πάσχειν τῆς τοῦ πάσχειν ἐστὶ κατηγορίας, τὸ δὲ ἐν τῷ πεπονθέναι ἡ ποιότης ἐστίν. εἰ δέ τις διαφέρειν λέγοι τὴν ποιότητα καὶ τὸ ποιόν, καθ' ὅσον ἡ μὲν ἐπὶ τοῦ ἁπλοῦ εἴδους, τὸ δὲ μετὰ τοῦ ὑποκειμένου θεωρεῖται, καὶ οὕτως οὐδὲν ἧττον μία ἔσται κατηγορία ἡ τοῦ ποιοῦ καὶ τῆς ποιότητος· εἴρηται γὰρ πολλάκις, ὅτι εἰς μίαν κατηγορίαν τάττεται πάντα τὰ τοιαῦτα μετὰ τῶν στερήσεων καὶ τῶν μεσοτήτων καὶ τῶν δυνάμεων καὶ τῶν ἀποφάσεων, οἷον δικαιοσύνη, δίκαιος, δικαίως, ἄδικος, οὐ δίκαιος· πάντα γὰρ τὰ τοιαῦτα ἐν τῇ τῆς ποιότητος ἔσται κατηγορίᾳ. ταῦτα μὲν οὖν περὶ τῆς ἐπιγραφῆς εἰρήσθω.

   Τὰ δὲ ἀπὸ τῆς ἱστορίας χρήσιμα πρὸς τὸν παρόντα λόγον προσθέντες ἐπὶ τὴν τοῦ Ἀριστοτέλους λέξιν μεταβησόμεθα. τὸ μὲν οὖν ὄνομα τῆς ποιότητος δοκεῖ πρῶτος ὁ Πλάτων πεποιηκέναι, ὡς αὐτὸς ἐν Θεαιτήτῳ ἐπισημαίνεται καὶ παράγει τὸ ὄνομα πεποιηκέναι· λέγει δὲ οὕτως· "τὸ μὲν πάσχον αἰσθητὸν ἀλλ' οὐκ αἴσθησιν γίνεσθαι, τὸ δὲ ποιοῦν ποιόν τι, ἀλλ' οὐ ποιότητα. ἴσως οὖν ἡ ποιότης ἀλλόκοτόν τι φαίνεται ὄνομα καὶ οὐ μανθάνεις ἀθρόον λεγόμενον". τῶν δὲ παλαιῶν οἱ μὲν ἀνῄρουν τὰς ποιότητας τελέως, τὸ ποιὸν συγχωροῦντες εἶναι, ὥσπερ Ἀντισθένης, ὅς ποτε Πλάτωνι διαμφισβητῶν "ὦ Πλάτων, ἔφη, ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ"· καὶ ὃς εἶπεν· "ὅτι ἔχεις μὲν ᾧ ἵππος ὁρᾶται τόδε τὸ ὄμμα, ᾧ δὲ ἱππότης θεωρεῖται, οὐδέπω κέκτησαι." καὶ ἄλλοι δὲ ἦσάν τινες ταύτης τῆς δόξης. οἱ δὲ τινὰς μὲν ἀνῄρουν ποιότητας, τινὰς δὲ κατελίμπανον.

[209] τῶν δὲ ὑπόστασιν αὐταῖς διδόντων οἱ μὲν πάσας ἡγοῦντο ἀσωμάτους, ὥσπερ οἱ ἀρχαῖοι, οἱ δὲ τῶν μὲν ἀσωμάτων ἀσωμάτους, τῶν δὲ σωμάτων σωματικάς, ὥσπερ οἱ Στωικοί. διαμφισβητεῖται δὲ καὶ τοῦτο παρὰ πᾶσιν, πότερον, ὥσπερ τοῖς ὑποκειμένοις τοῦ εἶναι αἴτιαί εἰσιν καὶ τοῦ ποιοῖς εἶναι, οὕτως δὲ καὶ ἑαυταῖς τοῦ εἶναι τοιαύταις τὴν αἰτίαν ἐπιφέρουσιν, αὐτοσύστατοι οὖσαι καὶ εἰς ἑαυτὰς ἐνεργοῦσαι, ἢ ἄλλων αἰτιῶν δέονται εἰς τὸ εἶναι κἀκεῖναι ἄλλων καὶ τοῦτο ἐπ' ἄπειρον. πολλὴ δὲ ζήτησίς ἐστιν καὶ τίνας χρὴ οὐσιώδεις ποιότητας τίθεσθαι καὶ τίνας οὐ τοιαύτας· διὰ τί γὰρ μία καὶ ἡ αὐτὴ οὖσα ἡ λευκότης ἐπὶ ψιμυθίου καὶ γάλακτος οὐσιώδης γέγονεν, †ἐπεὶ δὲ , οὐ ῥᾴδιόν ἐστι διακρῖναι. ἐκάλουν δὲ τὴν ποιότητα καὶ ἕξιν οἱ ἀπὸ τῆς Στοᾶς, οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας ἀπὸ τοῦ ἔχεσθαι τὰς ἕξεις ἑκτὰ ἐκάλουν, ὥσπερ τὰ ἐννοήματα μεθεκτὰ ἀπὸ τοῦ μετέχεσθαι καὶ τὰς πτώσεις τευκτὰς ἀπὸ τοῦ τυγχάνεσθαι καὶ κατηγορήματα καὶ συμβάματα ἀπὸ τοῦ συμβεβηκέναι. καὶ ἡ μὲν ἀρχὴ τοῦ ὀνόματος τοῦ ἑκτοῦ ἀπὸ τῶν ἕξεων παρήχθη, ὕστερον δὲ ἐπιδιέτεινεν τοὔνομα καὶ ἐπὶ τὰς σχέσεις, οἷον προβολήν, κάθισιν, ἐπί τε τὰς κινήσεις, οἵα ἐστὶν ἡ περιπάτησις, ἐπί τε τὰς συνθέτους ἐκ κινήσεων καὶ σχέσεων καταστάσεις, οἵα ἡ ὄρχησις εἴη. οἱ δὲ προσελάμβανον καὶ τὰς πρός τί πως ἐχούσας κινήσεις, οἵα ἡ ἔγχυσις καὶ ἡ ἔκχυσις, καὶ ἔτι τὰς πρός τί πως ἐχούσας σχέσεις, οἵα ἡ ἀπάτη, καὶ ἔτι τὰς ἐν γένει τῶν κινήσεων καὶ σχέσεων, ἃς οὔτε κινήσεις βούλονται εἶναί τινες οὔτε σχέσεις, οἵα ἡ αὐτὸ τοῦτο κατόρθωσις καὶ ἡ αὐτὸ τοῦτο ἁμαρτία θεωρεῖται. καὶ οἱ μὲν ἀπὸ τῶν ἕξεων μέχρι τῶν ἐνεργειῶν ἀξιοῦσιν μόνον τὸ ἑκτὸν τετάχθαι, οἱ δὲ προσπαραλαμβάνουσι καὶ τὰς πείσεις, ὁ δὲ Ἀντίπατρος ἐπεκτείνει τοὔνομα τοῦ ἑκτοῦ μέχρι τοῦ κοινοῦ συμπτώματος σωμάτων καὶ ἀσωμάτων, οἷον τοῦ τί ἦν εἶναι. καὶ τὸ μὲν κατὰ παρασχηματισμὸν ἀπὸ τοῦ ἔχεσθαι ἑκτὸν ἐκλήθη, ὕστερον δὲ κύριον ἔδοξεν τὸ ὄνομα τοῦ ἑκτοῦ καὶ μὴ ἀνακεκλάσθαι ἀπὸ κατηγορήματος. καὶ εἴ τι μὲν ἕξις καὶ ποιότης, πάντως τοῦτο καὶ ἑκτόν, ἐπὶ πλέον δὲ τὸ ἑκτὸν τῆς ἕξεως, ὡς εἴρηται. ἡ δὲ Ἀριστοτέλους περὶ τούτων δόξα καὶ τῶν παλαιῶν ἐστι τοιαύτη· ἀσώματα τὰ ἑκτὰ πάντα οὗτοι ὑπολαμβάνουσιν· ἁπλούστατα γὰρ καὶ τῇ φύσει πρῶτα πάντα· καὶ ὡς οὐδὲ μέρη ἐκείνων ὧνπερ τὰ ἑκτά, αἴτια δὲ μόνον, καὶ ταῦτα οὐκ ἔξωθεν, ἀλλ' ἐν τοῖς ἔχουσιν ἐμπεριέχονται πάντα, ἀριθμοὶ καὶ [210] λόγοι τινὲς ἐν ὕλῃ ταῦτα ὄντες. ἀριθμοὺς μὲν οἱ Πυθαγόρειοι καὶ λόγους ἐν τῇ ὕλῃ ὠνόμαζον τὰ αἴτια ταῦτα τῶν ὄντων ᾗ ὄντα καὶ ὡς ἂν οἱ νῦν φαῖεν τὰ ἑκτά· οἱ δὲ καὶ λόγους ἀσωμάτους ὑποτίθενται ταῦτα, παρ' οὓς ἑτέρους ἀεί, τοὺς δὲ ἑτέρους ὄντας καὶ ποικιλία τῶν ὄντων αἵ τε διαφοραὶ καὶ τῶν πρώτων στοιχείων καὶ τῶν ἐκ τούτων συγκριμάτων ὑφίστανται. ἀίδιοι δέ εἰσιν οἱ ἀριθμοὶ οὗτοι καὶ λόγοι, ὥσπερ καὶ ἡ ὕλη· αἱ μέντοι κινήσεις αὐτῶν καὶ ἐν ἀλλήλοις θέσεις καὶ τάξεις μετάπτωτοι καὶ οὐκ ἀίδιοι. ὥσπερ δὲ ἀφεστῶτες ἐνυπάρχουσιν οἱ λόγοι, οὐδέπω ῥυθμίζοντες τὸ ὑποκείμενον καὶ σχηματίζοντες, ἀλλ' ὡς οἱ ἐν τῷ σπέρματι λόγοι κατὰ συμβεβηκὸς οἱονεὶ ἐνυπάρχουσιν ἀκρατήτως ἐνόντες, καὶ ὥσπερ ἐν ψυχῇ καὶ τῇ τέχνῃ τὸ τοῦ ἀνδριάντος εἶδος καὶ ὡς τὰ χρώματα ἐν τῇ ὄψει, ὅταν ὁρᾷ τὸ κεχρωσμένον σῶμα, οὕτως οἱ λόγοι ὥσπερ ἀφεστῶτες ἐνυπάρχουσιν. ἀμέσως δὲ ἡ τοῦ εἴδους φύσις αἰτία ἐστὶν μηδενὸς μεταξὺ παρεμπίπτοντος τοῦ τε μετεχομένου καὶ τοῦ μετέχοντος· παροῦσα γὰρ ἐν τῷ εἶναι εὐθὺς εἰδοποιεῖ τὸ μετέχον. ὑφίστησιν δὲ καὶ ἄλλο τελευταῖον ἀπὸ τῆς παρουσίας ἐξ ἑαυτῆς, ὅπερ οἱ νῦν καλοῦσιν κατηγόρημα, ὡς ἀπὸ τῆς φρονήσεως τὸ φρονεῖν· μέσον δὲ ἀεὶ τὸ σῶμα τάττεται, οἷον ὁ φρόνιμος, τῆς τε πρώτης αἰτίας, οἷον τοῦ εἴδους τῆς φρονήσεως, καὶ τοῦ ἐσχάτου ἀπ' αὐτῆς ἀποτελουμένου κατηγορήματος, οἷον τοῦ φρονεῖν. αἰτία γὰρ ἡ φρόνησις καὶ τοῦ φρονίμου καὶ τοῦ φρονεῖν καὶ ἡ ὑγίεια τοῦ τε ὑγιαίνοντος καὶ τοῦ ὑγιαίνειν, ὧν τὸ μὲν σῶμα, τὸ δὲ ἀσώματον. καὶ ἡ μὲν φρόνησις αὐτὴ καὶ ἡ ὑγίεια, εἴπερ ἐστὶν ἢ μὴ καθ' ἑαυτά, ἁπλούστατα καὶ πρῶτα ἔσται ‹καὶ› ἀσώματα, ὁμοίως δὲ καὶ τὸ φρονεῖν ἀσώματον, διότι αὐτὴ πῶς ἔχουσα ἡ φρόνησις τὸ φρονεῖν γίνεται. καὶ καθ' ἑαυτὴν μὲν φρόνησις, μετεχομένη δὲ ἤδη φρονεῖν γίνεται, ὅπερ ὡς μὲν πρὸς τὸν φρόνιμον πρᾶγμά τί ἐστιν καὶ ποίημα, ὡς δὲ πρὸς ἡμᾶς καὶ τὴν λεκτικὴν ἡμῶν κατασκευὴν (ταὐτὸ γὰρ τοῦτο) κατηγόρημα γίνεται (φρονεῖν γὰρ ὁ φρόνιμος λέγεται), καὶ ὡς μὲν πρὸς τοὺς λέγοντας ἡμᾶς προσηγορία περί του, ὡς δὲ πρὸς ἐκεῖνον περὶ οὗ λέγεται ἕξις τινὸς καὶ ἕξις μετεχομένη. οὐ μόνον δὲ ὡς πρὸς τὸν μετέχοντα ἡ φρόνησις γίνεται φρονεῖν, ἀλλὰ καὶ ὡς πρὸς τὸν χρόνον, ἐν ᾧ δή τι ἓν καὶ ταὐτὸν ἐπ' ἀμφοτέρων ἐστίν, λέγω δὲ τοῦ τε ὑποκειμένου καὶ τοῦ χρόνου, ἅμα τε καὶ ἐν ἑνὶ καὶ ἐν ταὐτῷ χρόνῳ ἥ τε ἕξις καὶ ὁ ἄνθρωπός ἐστιν, ὁ μὲν ὑποκείμενος, ἡ δὲ ἐν ὑποκειμένῳ, καὶ ὁ μὲν μετέχων, ἡ δὲ μετεχομένη. εἰκότως δὲ τὸ φρονεῖν ἀσώματον ἔλεγον καὶ ἀκολούθως τῷ καὶ τὴν φρόνησιν ἀσώματον ὑπάρχειν· ἡ γὰρ σχέσις καὶ τὸ ἔχειν ἀσώματον, καὶ τὸ φρονεῖν δὲ διὰ τοῦτο ἔσται ἀσώματον. ἄμφω δὲ περὶ ἡμᾶς ἀπέλειπον καὶ τὴν φρόνησιν καὶ τὸ φρονεῖν, ἠκολούθει γὰρ καὶ τοῦτο [211] τῷ ἡμετέραν εἶναι τὴν ἕξιν· εἰ γὰρ ἐκείνη περὶ ἡμᾶς, καὶ τὸ μετέχειν αὐτῆς οὐ καθ' ἑαυτὸ οὐδὲ ἔξω που περὶ ἡμᾶς ὑφίσταται. τοιαύτη μὲν οὖν καὶ ἡ Ἀριστοτέλους ἐστὶν δόξα περὶ τῶν πρώτων αἰτίων, ἃ καλοῦσίν τινες ἑκτά.

   Ἀλλ' ἐπὶ τὴν λέξιν ἰτέον· ποιότητα δὲ λέγω καθ' ἣν ποιοί τινες λέγονται· τῇ μεθέξει τῆς ποιότητος ποιὸν γίνεται τὸ μετέχον, ὥσπερ τῇ μεθέξει τῆς λευκότητος λευκόν. 'ἀλλ' ἄτοπον, φασίν, ἀπὸ τοῦ ὑστέρου τὸ πρότερον διδάσκειν καὶ ἀπὸ τοῦ ὁμοίως ἀγνοουμένου, καὶ τὸ αὐτὸ δι' ἑαυτοῦ ἀποδιδόναι· εἰ γὰρ ποιότης μέν ἐστιν ἣν ἔχει ὁ ποιός, ποιὸς δὲ ὁ ἔχων τὴν ποιότητα, αὐτὴ δι' αὑτῆς ἀπεδόθη'. πρὸς οὓς ῥητέον ὅτι οὐχ οἷόν τε τῶν πρωτίστων γενῶν ἐκ προτέρων ποιεῖσθαι τὴν διδασκαλίαν οὐδὲ δυνατὸν κατὰ τὴν ἐν τῇ φύσει τάξιν ἀπὸ τῶν πρεσβυτέρων καὶ αἰτιωτέρων ποιεῖσθαι τὴν περὶ αὐτῶν παράδοσιν (οὐδὲν γάρ ἐστιν αὐτῶν πρότερον), ἀλλ' ἀπὸ τῶν ἡμῖν προσεχεστέρων καὶ γνωριμωτέρων ἀνάγκη ποιεῖσθαι τὴν ὑπόμνησιν. γνωριμώτερον δὲ καὶ προσεχέστερον ἡμῖν τῆς ποιότητος τὸ ποιόν, εἴπερ τὴν μὲν ποιότητα καὶ ἀναιροῦσί τινες ὡς μηδὲ ὑφεστῶσαν ὅλως, τὸ δὲ ποιὸν οὐδεὶς ἀναιρεῖ, καὶ τὸν μὲν ἵππον ὁρᾶν ὁμολογεῖ ὁ Ἀντισθένης, τὴν δὲ ἱππότητα μὴ ὁρᾶν, καὶ τὸ μὲν ἐν ὀφθαλμοῖς ὁρᾶται, ἡ δὲ λογισμῷ καταλαμβάνεται, καὶ τὸ μὲν ἐν αἰτίου τάξει προηγεῖται, τὸ δὲ ὡς ἀποτέλεσμα ἕπεται, καὶ τὸ μέν ἐστι σῶμα καὶ σύνθετον, τὸ δὲ ἁπλοῦν καὶ ἀσώματον. μαρτυρεῖ δὲ καὶ Πλάτων τῇ ἀσαφείᾳ τοῦ τῆς ποιότητος ὀνόματος ἐν Θεαιτήτῳ λέγων· "ἴσως οὖν ἡ ποιότης ἅμα ἀλλόκοτόν τι φαίνεται ὄνομα καὶ οὐ μανθάνεις ἀθρόον λεγόμενον". ἔτι δέ, εἴτε ἐνέργεια τῆς ποιότητός ἐστιν τὸ ποιὸν εἴτε μετοχή, φανερώτερόν ἐστιν τὸ κατ' ἐνέργειαν ὑφιστάμενον τοῦ κατὰ τὴν ἀφανῆ αἰτίαν προηγουμένου καὶ τὸ μετέχον τοῦ μετεχομένου· διὸ τὸ λευκὸν τῆς λευκότητος καὶ ὁ γραμματικὸς τῆς γραμματικῆς ἐστι σαφέστερα· κἂν γὰρ κατὰ τὴν ποιότητα τὸ ποιὸν λέγηται, ἀλλ' ἐν τῷ ποιῷ ἡ ποιότης ἐκφανεστέρα γίνεται. εἰ οὖν γνωριμώτερον τὸ ποιὸν τῆς ποιότητος, οὐ κακῶς διὰ τούτου ἀποδέδοται. οὐ γὰρ ὅτι ὅρος οὗτός ἐστιν τῆς ποιότητος 'ἧς τῇ παρουσίᾳ ποιὸν λέγεται τὸ μετέχον, τοῦτο ποιότης ἐστίν'· οὐδὲ γὰρ ἄλλο τι τῶν πρώτων γενῶν ὁριστὸν ἦν. οἰκεῖος δέ, φασίν, ὁ ἀπὸ τοῦ λέγεσθαι τῆς διδασκαλίας τρόπος τῇ τῶν Κατηγοριῶν ἐστιν προθέσει· ἀπὸ γὰρ τοῦ λέγεσθαι κατὰ τὴν ποιότητα τὸ ποιὸν ἐνδείκνυσθαι αὐτὴν πειρᾶται. καὶ ἐξ αὐτῆς δὲ τῆς κατὰ τὴν ποιότητα φύσεως ὁ τρόπος εἴληπται τῆς διδασκαλίας· ἐν γὰρ τῷ μετέχεσθαι ἡ ποιότης καὶ ἐν τῷ ποιὸν ἀποτελεῖν· ἐν ᾧ οὖν ὑφέστηκεν, διὰ τούτου καὶ γνωρίζεται, καὶ οὐκ ἀπὸ τῶν ὑστέρων ἁπλῶς, ἀλλ' ἀπ' [212] αὐτοῦ τοῦ συνυπάρχοντος αὐτῇ. ἀλλ' οὔτε ‹τὸ› αὐτὸ δι' ἑαυτοῦ ἀποδίδωσιν· ἕτερον γάρ ἐστιν ἡ ποιότης καὶ ἕτερον τὸ μετέχεσθαι αὐτήν, εἰ καὶ ὅτι μάλιστα συνυπάρχει πρὸς αὐτὴν τὸ μετέχεσθαι. ὁμολογεῖ δὲ ἡ ἀπόδοσις αὕτη καὶ τῇ περὶ ποιότητος καὶ ἕξεως τοῦ Ἀριστοτέλους δόξῃ. εἰ γὰρ ἡμετέρα ἐστὶν ἡ ἕξις κατ' αὐτὸν καὶ περὶ ἡμᾶς ἡ ποιότης ὑφέστηκεν καὶ ἡ μετεχομένη ποιότης ἡ αὐτὴ πρὸς τὴν ἁπλῶς λεγομένην ποιότητα ὑπάρχει, δῆλον ὅτι παρισοῦται πρὸς τὸ ποιὸν ἡ ποιότης. καὶ εἰ Ἀριστοτέλης μὲν καὶ τὰ ἑκτὰ καὶ τὰς ἐνεργείας περὶ ἡμᾶς ἀπολείπει, οἱ δὲ ἐξ Ἀκαδημίας ἀμφότερα ἐκτός, οἱ δὲ Στωικοὶ τὰ μὲν ἑκτὰ περὶ ἡμᾶς, τὰ δὲ ἐνεργήματα καὶ τὰ ποιήματα ἐκτός, συγχέαντες τὰς δύο δόξας, συμφώνως ἑαυτῷ Ἀριστοτέλης συνῆψε τῇ ποιότητι τὸ ποιὸν ὡς ὄντα ἀμφότερα περὶ ἡμᾶς.

   Τῶν δὲ Στωικῶν τινες τριχῶς τὸ ποιὸν ἀφοριζόμενοι τὰ μὲν δύο σημαινόμενα ἐπὶ πλέον τῆς ποιότητος λέγουσιν, τὸ δὲ ἓν ἤτοι τοῦ ἑνὸς μέρος συναπαρτίζειν αὐτῇ φασιν. λέγουσιν γὰρ ποιὸν καθ' ἓν μὲν σημαινόμενον πᾶν τὸ κατὰ διαφοράν, εἴτε κινούμενον εἴη εἴτε ἰσχόμενον καὶ εἴτε δυσαναλύτως εἴτε εὐαναλύτως ἔχει· κατὰ τοῦτο δὲ οὐ μόνον ὁ φρόνιμος καὶ ὁ πὺξ προτείνων, ἀλλὰ καὶ ὁ τρέχων ποιοί. καθ' ἕτερον δὲ καθ' ὃ οὐκέτι τὰς κινήσεις περιελάμβανον, ἀλλὰ μόνον τὰς σχέσεις, ὃ δὴ καὶ ὡρίζοντο τὸ ἰσχόμενον κατὰ διαφοράν, οἷός ἐστιν ὁ φρόνιμος καὶ ὁ προβεβλημένος. τρίτον δὲ εἰσῆγον εἰδικώτατον ποιὸν καθ' ὅτι οὐκέτι τοὺς μὴ ἐμμόνως ἰσχομένους περιελάμβανον οὐδὲ ἦσαν ποιοὶ κατ' αὐτοὺς ὁ πὺξ προτείνων καὶ ὁ προβεβλημένος· καὶ τούτων δὲ τῶν ἐμμόνως ἰσχομένων κατὰ διαφορὰν οἱ μὲν ἀπηρτισμένως κατὰ τὴν ἐκφορὰν αὐτῶν καὶ τὴν ἐπίνοιάν εἰσι τοιοῦτοι, οἱ δὲ οὐκ ἀπηρτισμένως, καὶ τούτους μὲν παρῃτοῦντο, τοὺς δὲ ἀπαρτίζοντας καὶ ἐμμόνους ὄντας κατὰ διαφορὰν ποιοὺς ἐτίθεντο. ἀπαρτίζειν δὲ κατὰ τὴν ἐκφορὰν ἔλεγον τοὺς τῇ ποιότητι συνεξισουμένους, ὡς τὸν γραμματικὸν καὶ τὸν φρόνιμον· οὔτε γὰρ πλεονάζει οὔτε ἐλλείπει τούτων ἑκάτερος παρὰ τὴν ποιότητα· ὁμοίως δὲ καὶ ὁ φίλοψος καὶ ὁ φίλοινος. οἱ μέντοι μετὰ τῆς ἐνεργείας τοιοῦτοι, ὥσπερ ὁ ὀψοφάγος καὶ ὁ οἰνόφλυξ, ἔχοντες μέρη τοιαῦτα δι' ὧν ἀπολαύουσιν οὕτως λέγονται. διὸ καὶ εἰ μέν τις ὀψοφάγος, καὶ φίλοψος πάντως· εἰ δὲ φίλοψος, οὐ πάντως ὀψοφάγος· ἐπιλειπόντων γὰρ τῶν μερῶν δι' ὧν ὀψοφαγεῖ τῆς μὲν ὀψοφαγίας ἀπολέλυται, τὴν δὲ φίλοψον ἕξιν οὐκ ἀνῄρηκεν. τριχῶς οὖν τοῦ ποιοῦ λεγομένου ἡ ποιότης κατὰ τὸ τελευταῖον ποιὸν συναπαρτίζει πρὸς τὸ ποιόν. διὸ καὶ ὅταν ὁρίζωνται τὴν ποιότητα σχέσιν ποιοῦ, οὕτως ἀκουστέον τοῦ ὅρου ὡς τοῦ τρίτου ποιοῦ παραλαμβανομένου· μοναχῶς μὲν γὰρ ἡ ποιότης λέγεται κατ' αὐτοὺς τοὺς [213] Στωικούς, τριχῶς δὲ ὁ ποιός. ἀλλ' εἰ ἐν τῷ μετέχεσθαι ἡ ποιότης συνυφίσταται καὶ ἐν τῷ μετέχειν τὸ ποιόν, ἑνὶ δὲ καὶ τῷ αὐτῷ ταῦτά ἐστιν ἀμφότερα ἐν ἡμῖν καὶ οὔτε τὰ δύο ἐκτὸς οὔτε τὸ μὲν ἐκτός, τὸ δὲ ἐν ἡμῖν, δῆλον ὡς συνεξισάζει κατ' αὐτὴν τὴν οὐσίαν, καὶ οὐδὲν δεῖ μηχανῆς τινος σημαινομένων ἢ μορίων προσθήκης, ἵνα τὸ τρίτον σημαινόμενον τοῦ ποιοῦ συναπαρτίζηται πρὸς τὴν ποιότητα. ἀλλὰ ταῦτα μὲν ἀρκείτω μέχρι τοῦδε.

   Ἐρωτᾷ δὲ ὁ Πλωτῖνος, τί ἄρα οὖσα ἡ ποιότης τοὺς λεγομένους ποιοὺς παρέχεται· ὅτι μὲν γὰρ κατὰ τὴν ποιότητα οἱ ποιοὶ λέγονται, εἴρηται, τίς δέ ἐστιν αὐτὴ ἡ ποιότης κατὰ τὸν οἰκεῖον λόγον, οὐ διώρισται. πρὸς ὅ φησιν ὁ Πορφύριος, ὅτι "ὁ περὶ τῆς ποιότητος λόγος ἐννοηματικός ἐστιν, ἀλλ' οὐκ οὐσιώδης. ἔστιν δὲ ἐννοηματικὸς ὁ ἀπὸ τῶν γνωρίμων τοῖς πᾶσιν εἰλημμένος καὶ κοινῇ παρὰ πᾶσιν ὁμολογούμενος, οἷον ὅτι 'ἀγαθόν ἐστιν ἀφ' οὗ συμβαίνει ὠφελεῖσθαι, ψυχή ἐστιν ἀφ' ἧς ὑπάρχει τὸ ζῆν, φωνή ἐστιν τὸ ἴδιον αἰσθητὸν ἀκοῆς'. οὐσιώδεις δέ εἰσιν ὅροι οἱ καὶ τὴν οὐσίαν αὐτὴν τῶν ὁριζομένων διδάσκοντες, οἷον 'ἀγαθόν ἐστιν ἡ ἀρετὴ ἢ τὸ μετέχον ἀρετῆς, ψυχή ἐστιν οὐσία αὐτοκίνητος, φωνή ἐστιν ἀὴρ πεπληγμένος'. καὶ οἱ μὲν ἐννοηματικοὶ ὅροι ἅτε κοινῇ παρὰ πᾶσιν ὁμολογούμενοι οἱ αὐτοί εἰσιν, οἱ δὲ οὐσιώδεις κατὰ αἱρέσεις ἰδίας προαγόμενοι ἀντιλέγονται ὑπὸ τῶν ἑτεροδόξων· τοῖς γοῦν λέγουσιν ἀέρα τὴν φωνὴν καὶ σῶμα οὐχ ὁμογνωμονοῦσιν οἱ ἀρχαῖοι κατ' ἐνέργειαν αὐτὴν ἀσώματον ἀφοριζόμενοι καὶ πληγήν, καὶ τοῖς τὸ ἀγαθὸν ἐν ἀρετῇ καὶ μόνῳ τῷ καλῷ τιθεμένοις ἀμφισβητοῦσιν οἱ διὰ πάντων αὐτὸ διατείνοντες. δέδοκται οὖν ἐν ταῖς πρώταις εἰσαγωγαῖς τοῖς παρὰ πᾶσιν ὁμολογουμένοις ὅροις κεχρῆσθαι· αὐτοὶ γάρ εἰσιν γνωριμώτεροι καὶ πρὸς τὴν πρώτην ἀκρόασιν ἐπιτηδειότεροι, οἱ δὲ ἕτεροι τῆς πρώτης δέονται φιλοσοφίας, ἥτις τὰ ὄντα ᾗ ὄντα θεωρεῖ. διόπερ τὸν μὲν οὐσιώδη λόγον τῆς ποιότητος ἐν τοῖς Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης ἀποδέδωκεν, τὸν δὲ ἐννοηματικὸν ἐνταῦθα". καὶ λέγεται μὲν καὶ ταῦτα καλῶς, ἔτι δὲ καλλίων ἀπολογισμὸς ὁ λέγων ὡς εἰ μὲν καθ' ἑαυτὴν ἦν ἡ ποιότης, ἔδει ζητεῖν, τίς οὖσα μετέχεται· εἰ δὲ ἐν ἡμῖν ἐστιν καὶ οὐκ ἐκτὸς τῶν ποιῶν ὑφέστηκεν, δῆλον ὡς οὐκ ἄλλο μὲν αὐτῇ τὸ εἶναι, ἄλλο δὲ τὸ μετέχεσθαι, οὐδὲ καθ' ἕτερον μὲν τρόπον ἐστὶ καθ' ἑαυτήν, κατ' ἄλλον δὲ τῷ ποιῷ παρέχει τὸ εἶναί τε καὶ λέγεσθαι, ἀλλ' ἐν τῷ αὐτῷ τό τε ἔχεσθαι καὶ τὸ εἶναι καὶ τὸ ποιὸν παρέχεσθαι ἐπὶ τῆς ποιότητος θεωρεῖται· εἶδος γάρ ἐστιν ἡ ποιότης τοῦ ἔχοντος. ὁ τοίνυν διὰ τοῦ ποιοῦ [214] τὴν ποιότητα ἀποδιδοὺς τὴν κυριωτάτην ἰδιότητα αὐτῆς χαρακτηρίζει καὶ ὁμοῦ τίς τέ ἐστιν καὶ τίνα παρέχεται τὴν ἀπεργασίαν ἐν τοῖς οὖσι παρίστησιν.

   'Ἀλλ' εἰ κατὰ τὴν ποιότητα, φασί, τὸ ποιόν ἐστιν, ὁ ἀγνοῶν τὴν ποιότητα καὶ τὸ ποιὸν ἀγνοήσειεν'. ἀλλὰ κἂν κατὰ τὴν ποιότητα τὸ ποιόν ἐστιν, προδηλότερόν ἐστι τὸ ποιὸν τῆς ποιότητος καὶ μάλιστα κατὰ τὰς ὁλοσχερεστέρας καὶ ταῖς εἰσαγωγαῖς πρεπούσας ἐννοίας· καὶ γὰρ κατὰ τὴν ἀνθρωπότητα ὁ ἄνθρωπος καὶ ὅμως γνωριμώτερός ἐστι τῆς ἀνθρωπότητος ὁ ἄνθρωπος ὡς αἰσθητὸς νοητῆς. διὸ οὐδὲ ἀληθὲς τὸ ὁμοίως ἀγνοεῖσθαι· αἰσθητὸν γὰρ τὸ ποιὸν καὶ γνώριμον τοῖς ἔχουσιν αἴσθησιν, πάντες δὲ σχεδὸν ἔχομεν· νοητὸν δὲ ἡ ποιότης καὶ μόνοις τοῖς νοῦν ἔχουσι γνώριμος, νοῦ δὲ ὀλίγοις μέτεστιν ἀνθρώποις. ἀλλ' ὅμως ἀγνοεῖσθαι δοκεῖ διὰ τὴν τῶν ὀνομάτων ὁμοιότητα, ἐπεὶ τίς ἀγνοεῖν δοκεῖ τὸ λευκὸν καὶ τὸ θερμὸν ἢ τὸ καλόν, ἅπερ πάντα ποιά ἐστιν; ὅταν δὲ ἀκριβῶς ἕκαστον τούτων θελήσωμεν γνῶναι, τότε καὶ τὴν ποιότητα καθ' ἣν ταῦτά ἐστιν ἀναζητοῦμεν.

   'Ἀλλὰ πῶς, φασίν, ὁ ὅρος ὑγιής, εἴπερ τινὲς ποιοὶ λέγονται τῆς ποιότητος μηδὲ ὠνομασμένης; οὐκέτι γὰρ ἀληθές, ὅτι κατὰ ποιότητά εἰσιν ἐκεῖνοι ποιοί. ὁ γὰρ πυκτικὸς καὶ ὁ δρομικὸς οὐκ ἀπὸ ὠνομασμένων ποιοτήτων λέγονται· οὐ γὰρ εἴρηται πυκτικότης ἢ δρομικότης'. πρόχειρον δὲ εἰπεῖν ὅτι εἰ καὶ μὴ ὠνόμασται, οὐ διὰ τοῦτο ἡ τῶν πραγμάτων φύσις ἐπιλέλοιπεν, καίτοι καὶ ὀνομάσαι δυνατὸν ἦν ὁμωνύμως τὸ δυνάμει τῷ κατ' ἐνέργειαν, πυκτικὴν καὶ πυκτικὸν ἄμφω λέγοντας, ἢ εἰ φυλαττοίμεθα τὴν ὁμωνυμίαν, ἄλλα ποιήσωμεν ὀνόματα. οἱ δὲ περὶ τὸν Ἀνδρόνικον ἠξίουν οὐκ ἀφ' ἧς ἔχουσιν δυνάμεως ὠνομάσθαι αὐτούς, ἀλλ' ἀφ' ἧς ἕξουσιν· τοὺς γὰρ εὖ πρὸς τὰς μελλούσας ἕξεις διακειμένους οὕτως καλεῖσθαι. καὶ οἱ Στωικοὶ δὲ κατὰ τὰς αὑτῶν ὑποθέσεις τὴν αὐτὴν ἂν ἀπορίαν προσαγάγοιεν τῷ λέγοντι λόγῳ κατὰ ποιότητα πάντα τὰ ποιὰ λέγεσθαι. τὰς γὰρ ποιότητας ἑκτὰ λέγοντες οὗτοι ἐπὶ τῶν ἡνωμένων μόνων τὰ ἑκτὰ ἀπολείπουσιν, ἐπὶ δὲ τῶν κατὰ συναφὴν οἷον νεὼς καὶ ἐπὶ τῶν κατὰ διάστασιν οἷον στρατοῦ μηδὲν εἶναι ἑκτὸν μηδὲ εὑρίσκεσθαι πνευματικόν τι ἓν ἐπ' αὐτῶν μηδὲ ἕνα λόγον ἔχον, ὥστε ἐπί τινα ὑπόστασιν ἐλθεῖν μιᾶς ἕξεως. τὸ δὲ ποιὸν καὶ ἐν τοῖς ἐκ συναπτομένων θεωρεῖται καὶ ἐν τοῖς ἐκ διεστώτων· ὡς γὰρ εἷς γραμματικὸς ἐκ ποιᾶς ἀναλήψεως καὶ συγγυμνασίας ἐμμόνως ἔχει κατὰ διαφοράν, οὕτως καὶ ὁ χορὸς ἐκ ποιᾶς μελέτης ἐμμόνως ἔχει κατὰ διαφοράν. διὸ ποιὰ μὲν ὑπάρχει διὰ τὴν κατάταξιν καὶ τὴν πρὸς ἓν ἔργον συνεργίαν, δίχα δὲ ποιότητός ἐστιν ποιά· ἕξις γὰρ ἐν τούτοις οὐκ ἔστιν· οὐδὲ γὰρ ὅλως ἐν διεστώσαις οὐσίαις καὶ μηδεμίαν ἐχούσαις συμφυῆ πρὸς ἀλλήλας ἕνωσίν ἐστιν ποιότης ἢ ἕξις. εἰ δὲ ποιοῦ ὄντος οὐκ ἔστιν ποιότης, [215] οὐ συναπαρτίζει ταῦτα ἀλλήλοις, φαῖεν ἄν, οὐδὲ δυνατόν ἐστιν διὰ τοῦ ποιοῦ τὴν ποιότητα ἀποδίδοσθαι. πρὸς δὲ ταῦτα δυνατὸν μὲν λέγειν ὡς ἀσώματον ὂν τὸ εἶδος ἓν καὶ τὸ αὐτὸ διατείνει ἐπὶ πολλοῖς, πανταχοῦ τὸ αὐτὸ ὑπάρχον ὅλον· εἰ δὲ τοῦτο, ἔσται καὶ ποιότης μία διήκουσα διὰ τῶν [συν]διεστηκότων καὶ συναπτομένων ποιῶν. εἰ μέντοι ταύτην τις τὴν ὑπόθεσιν ὡς ἀπεξενωμένην τῆς Στωικῆς αἱρέσεως μὴ προσδέχοιτο, ἔστιν ἰσχυρῶς ἀπομάχεσθαι, ὡς οὔτε κατάταξις οὔτε σχέσις οὔτε ἐπίκτητος σύνδεσις οὔτε ἄλλη τις τοιαύτη συμπλοκὴ παράγει τινὰ ποιοῦ ὑπόστασιν. ὅμοιον γάρ ἐστιν τούτῳ τὸ ἐκ τοῦ μὴ ὄντος τὰ ὄντα παράγεσθαι καὶ ἐκ τοῦ μὴ ζῶντος τὰ ζῶντα. ὅλως γὰρ πρωτουργόν τι χρῆμα ἐν ἑκάστῳ ἐστὶν ἡ οὐσία καὶ οὐχ ὕστερον ἐπιγινόμενον ἄλλοις· οὐδὲ τὸ ποιὸν οὖν οὕτως ὑπόστασιν ἕξει. εἰ γάρ ἐστιν ἀμέριστον εἶδος καὶ ἡνωμένον, ἐν τοῖς διεστηκόσιν καὶ μὴ ἡνωμένοις οὐδέποτε ὑπάρχει ὁμοίως μὲν ἡ ποιότης, ὁμοίως δὲ τὸ ποιόν· καὶ γὰρ τοῦτο ἀμερίστως πάρεστιν ἐν τοῖς μετέχουσιν, οἷον τὸ λευκὸν ὅλον πανταχοῦ πάρεστιν ἐν τῷ μετέχοντι σώματι. μία οὖν οὖσα καὶ ἀμέριστος ἡ ποιότης τὰ μεριστὰ συνέχει, καὶ οὐδέποτε ἐν τοῖς διῳκισμένοις ἀπ' ἀλλήλων καὶ ἐν τοῖς μὴ ἔχουσιν αὐτοφυῆ τὴν ἕνωσιν οὔτε ἡ ποιότης οὔτε τὸ ποιὸν πάρεστιν.

   Εἰ δὲ δεῖ μετὰ κλεινοὺς οὕτως ἄνδρας καὶ ἐμέ τι προσαπορῆσαι περὶ τῆς κατὰ τὴν ποιότητα ἀποδόσεως, εἴποιμι ἂν πάσαις ταῖς κατηγορίαις ἁρμόττειν τὸν τοιοῦτον τρόπον τῆς ἀποδόσεως· καὶ γὰρ ποσότητα εἶναι φήσαιμεν, καθ' ἣν ποσοί τινες λέγονται, καὶ πρός τι, καθ' ὃ πρός τι, καὶ οὐσίαν, καθ' ὃ οὐσίαι. κἂν γὰρ ἐπὶ ποιότητος καὶ ποσότητος ἄλλως μὲν καλεῖται τὸ μετεχόμενον, ἄλλως δὲ τὸ μετέχον, οἷον ποιότης καὶ ποιόν, ἐπὶ δὲ τῆς οὐσίας καὶ τῶν ἄλλων ὁμοίως ἑκάτερον καλεῖται, οὐ δεῖ τῇ τῶν ὀνομάτων ἐπιλείψει συναπολλύναι τὰ πράγματα, ἀλλ' ἐννοεῖν ὅτι πολλαχοῦ τὰ ὀνόματα ἐλλείπει τῶν πραγμάτων οὐδὲν ἧττον ὑφεστηκότων. διὰ τί οὖν ἐπὶ τῆς ποιότητος μόνης οὕτως αὐτῆς ἀποδέδωκε τὸν λόγον; κἂν γὰρ γνωριμώτερόν ἐστι τὸ ποιὸν τῆς ποιότητος, ἀλλὰ καὶ τὸ ποσὸν τῆς ποσότητος καὶ τὰ ἄλλα ὁμοίως, κἂν συνυπάρχωσιν ἥ τε ποιότης καὶ τὸ ποιὸν ἐν ταὐτῷ ὄντα κατὰ τοὺς Περιπατητικούς, ἀλλὰ καὶ ἡ ποσότης καὶ τὸ ποσὸν ὁμοίως ἔχουσιν καὶ τῶν ἄλλων κατηγοριῶν ἑκάστη πρὸς τὰ μετέχοντα. τί οὖν ἔσχεν ἡ ποιότης ἰδικώτερον, καθ' ὃ μόνη τῶν ἄλλων κατηγοριῶν ἠξιώθη τῆς τοιαύτης ἀποδόσεως; μήποτε οὖν πᾶσα κατὰ μέθεξιν γινομένη διαφορὰ χαρακτῆρα ἴδιον ἐμποιεῖ καὶ εἶδος ἄλλο· εἰ οὖν πᾶς χαρακτὴρ καὶ πᾶν εἶδος κατὰ ποιότητα ἀφορίζεται, δῆλον ὅτι καὶ ἐπὶ τῶν ἄλλων αἱ μεθέξεις κατὰ τὴν ποιὰν μετάδοσίν τε καὶ μετάληψιν γίνονται. [216] καὶ γὰρ τὸ ποσότητος μετασχὸν καὶ διὰ τοῦτο ποσὸν γενόμενον διαφορᾷ χαρακτῆρος ἐκρατήθη τινός, καθ' ὃν χαρακτῆρα καὶ ἡ ποσότης αὐτὴ καὶ τὸ ποσὸν μετέχει ποιότητος. εἰ οὖν ταῦτα ἀληθῆ λέγω, εἰκότως τῆς ποιότητός ἐστιν ἴδιον τὸ ποιὰ κατ' αὐτὴν λέγεσθαι, εἴπερ καὶ τὰ ἄλλα κατὰ τὴν ποιότητα τοῖς μετέχουσιν ἐνδίδωσι τὴν παράχρωσιν.

   Ζητῶν δὲ τὰς νοερωτέρας περὶ τῆς ποιότητος αἰτίας ὁ Ἰάμβλιχος πρῶτον μὲν ἀποσκευάζεται τὰς μὴ καλῶς εἰρημένας, εἶθ' οὕτως τῷ Ἀριστοτέλει συμφιλοσοφῶν τὰς καθαρωτέρας ἐννοίας ἐκφαίνει περὶ αὐτάς. καὶ πρῶτον οὐκ ἀποδέχεται τοὺς κατὰ τὴν κοινότητα τὴν ἐκ πολλῶν καὶ κεχωρισμένων παρ' ἡμῶν ἐννοουμένην ὑφιστάνοντας τὴν ποιότητα. κινδυνεύει γὰρ οὕτως ἀνυπόστατος εἶναι καὶ ἡ ποιότης καὶ τὰ ἑκτά· οὐδεμία γὰρ κατὰ τὰς τοιαύτας ἐπινοίας ὑπόστασις εἰσάγεται. διὸ καὶ οἱ ἀπὸ τῆς Ἐρετρίας ἀνῄρουν τὰς ποιότητας ὡς οὐδαμῶς ἐχούσας τι κοινὸν οὐσιῶδες, ἐν δὲ τοῖς καθ' ἕκαστα καὶ συνθέτοις ὑπαρχούσας· καὶ Δικαίαρχος δὲ ἀπὸ τῆς αὐτῆς αἰτίας τὸ μὲν ζῷον συνεχώρει εἶναι, τὴν δὲ αἰτίαν αὐτοῦ ψυχὴν ἀνῄρει· καὶ Θεόπομπος δὲ τὸ μὲν γλυκὺ σῶμα διὰ ταῦτα ἀπεφήνατο συνεστηκέναι, τὴν δὲ γλυκύτητα οὐκέτι. οὔτε γὰρ σώματα οὔτε ἀσώματα ἐτίθεντο εἶναι τὰς ποιότητας, ψιλὰς δὲ μόνας ἐννοίας αὐτὰς ὑπελάμβανον διακένως λεγομένας κατ' οὐδεμιᾶς ὑποστάσεως, οἷον ἀνθρωπότητα ἢ ἱππότητα. οὐ μὴν οὐδὲ εἴ τινες ἀπὸ τῶν εἰωθότων λέγεσθαι κατηγορημάτων †ὁμοίως μὲν ἐπὶ τῶν ὑπαρχόντων κατά τε τὰ κοινὰ συμπτώματα σωμάτων καὶ ἀσωμάτων παράγουσι τὰς ποιότητας, οἷον ἀπὸ τοῦ δεδοκῶσθαι δόκωσιν καὶ ἀπὸ τοῦ ἰσῶσθαι ἰσότητα καὶ ἀπὸ τοῦ σῶμα ὑπάρχειν σωματότητα, οὐδὲ οὗτοι ὀρθῶς ἀποφαίνονται. οὐ γὰρ ἀπὸ τῆς συμβάσεως τῶν κατηγορημάτων αἱ ἕξεις ὑπάρχουσιν, οἷον οὐκ ἐπειδὴ τὸ διεστάναι τοῖς κίοσι συμβέβηκεν, διὰ τοῦτο καὶ ἡ διάστασις περὶ αὐτοὺς βλέπεται· τὸ μὲν γὰρ κατηγόρημα ἄχρι τοῦ λέγεσθαι μόνως θεωρούμενον δύναται καὶ ἐπὶ τῶν μὴ ὑφεστώτων θεωρεῖσθαι, αἱ μέντοι ποιότητες κατ' αἰτίαν τινὰ πρωτουργὸν προϋπάρχουσαι τοσοῦτον ἀπέχουσι τοῦ συνακολουθεῖν τοῖς κατηγορήμασιν, ὥστε αὐταὶ τὰ ὑπάρχοντα κατηγορήματα ἐπιφέρουσιν, οἷον ἡ φρόνησις τὸ φρονεῖν, ἤτοι κατ' ἐνέργειαν ἢ ἐν τῷ μετέχεσθαι. καὶ πρὸς Δημόκριτον δὲ καὶ Ἐπίκουρον δικαιολογεῖται, τί δήποτε τινὰς μὲν διαφορὰς περὶ τὰς ἀτόμους ἀπολείπουσιν, οἷον σχημάτων, βάρους, ναστότητος, σωματότητος, περάτων, μεγέθους, κινήσεως, οὔτε δὲ χρόαν οὔτε γλυκύτητα οὔτε ζωὴν ἔχειν οὐ‹δὲ› τῶν ἄλλων τῶν τοιούτων λόγους προϋφεστηκέναι ἀποφαίνονται· κοινοῦ γὰρ ὄντος τοῦ περὶ τῶν [217] ἑκτῶν λόγου ἄτοπον μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διατάττεσθαι, καὶ ἔτι ἀτοπώτερον τὰς ἀρχηγικωτάτας δυνάμεις ὑστερογενεῖς ποιεῖν, ὥσπερ ζωὴν καὶ νοῦν καὶ φύσιν καὶ λόγον καὶ τὰ τοιαῦτα. παραπλησίως δὲ ἀδύνατον καὶ ἀπὸ τῆς συνόδου ταῦτα ἀποτελεῖσθαι· νόμῳ γὰρ ἔστι χροιὴ κατὰ τὸν Δημόκριτον καὶ τὰ ἄλλα ὁμοίως, τῇ ἀληθείᾳ [ἔστι] δὲ ἄτομα καὶ κενόν. ὁ δὲ ἅπαξ τὰ ὄντα ἀνελὼν οὐδὲν ἕξει τίθεσθαι καὶ ὁ παραδεξάμενος τὸ ἀναίτιον οὐδαμοῦ στήσεται· τί γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἐναντία προτιμήσει ἀπ' οὐδεμιᾶς ὡρισμένης αἰτίας ὁρμώμενος; βέλτιον οὖν εἰς ἐκείνην ἐλθεῖν τὴν ὑπόθεσιν, ἥτις ἀπὸ τοῦ ἔχεσθαι παράγει τὰ ἑκτά, ὥσπερ οἱ Ἀκαδημαϊκοὶ ὡρίσαντο ἑκτὸν τὸ οἷόν τε ἔχεσθαι αὐτὸ ἀποδόντες, οὐκ ἀπὸ τῆς ἐτυμολογίας αὐτοῦ παραλαβόντες τὸν λόγον· λογικῶς γὰρ τὸ τοιοῦτον εἴρηται, ἀλλ' οὐχὶ πραγματικῶς· μᾶλλον οὖν τὸ ἔχεσθαι τὰ εἴδη σημαίνει ὑπὸ τῶν οἵων τε αὐτὰ ἔχειν. πολλαχῶς δὲ τοῦ ἔχειν λεγομένου (καὶ γὰρ τὰ μέρη ἔχομεν τοῦ σώματος καὶ τὰ ἐκτὸς οἷον ἀγρὸν καὶ οἰκίαν) διαστέλλοντες ἀπὸ τούτων προσετίθεσαν, ἑκτὸν εἶναι φάσκοντες τὸ οἷόν τε ἔχεσθαι ὡς ἡ φρόνησις ἔχεται ὑπὸ τοῦ φρονίμου καὶ ἡ περιπάτησις ὑπὸ τοῦ περιπατοῦντος καὶ ἡ κάθισις ὑπὸ τοῦ καθημένου. ἐπειδὴ δὲ οἱ μὲν καθ' ἕξεις, οἱ δὲ κατ' εὐαναλύτους σχέσεις, οἱ δὲ κατὰ πρός τί πως ἐχούσας κινήσεις ἐθεωροῦντο, εὐσήμου ἕνεκα διδασκαλίας πῶς ἔχοντας κεκλήκασιν πάντας τούτους, καὶ ὥσπερ ἐπὶ πλέον τὸ ἑκτὸν τῆς ἕξεως λέγεται, οὕτως ἐπὶ πλέον τὸ πῶς ἔχον τοῦ ποιοῦ ὑπετίθεντο. καὶ οἱ μὲν τοσοῦτον μόνον πλεονάζειν τὸ πῶς ἔχον τοῦ ποιοῦ ὑποτίθενται, καθ' ὅσον τὸ πῶς ἔχον παρεξέτεινεν καὶ ἐπὶ τὰ πρός τί πως ἔχοντα καὶ περιελάμβανεν ταῦτα, τὸ δὲ ποιὸν ἵστατο ἐπὶ μόνων τῶν κατὰ διαφοράν· οἱ δὲ ἄλλην τινὰ τεχνολογίαν ἐπεισῆγον. οὗτοι δὲ ἁμαρτάνουσιν, καθ' ὅσον ἅμα καὶ ἔχεσθαι τὸ ἑκτὸν λέγουσιν καὶ χωριστὸν αὐτὸ ὑποτίθενται· ἔπειτα οὐδ' ὅπως ἔχεται ἢ πῶς πάρεστιν ἢ τίνα ὄντα μετέχεται τὰ ἀσώματα εἴδη, διὰ τούτων ἐμφαίνεται, ἀλλ' ἄτακτα καὶ ἀδιόριστα πάντα τὰ τοιαῦτα φέρεται παρ' αὐτοῖς. αἴτιον δέ, ὅτι παραδεξάμενοι τὴν περὶ τῶν εἰδῶν ὑπόστασιν οὗτοι οὐκ ἐτήρησαν αὐτὴν ἐπὶ τῶν πρώτων ὑποθέσεων, ἀλλ' ἄχρι καὶ τῶν ἐσχάτων [εἰδῶν] αὐτῶν προήγαγον· ἀδύνατον δὲ τὰ ἐπὶ τῶν πρωτίστων ἐφαρμόζειν τοῖς ἐπὶ τῶν ἐσχάτων ὑπάρχουσιν. οἱ δὲ Στωικοὶ τῶν μὲν σωμάτων σωματικάς, τῶν δὲ ἀσωμάτων ἀσωμάτους εἶναι λέγουσιν τὰς ποιότητας. σφάλλονται δὲ ἀπὸ τοῦ ἡγεῖσθαι τὰ αἴτια τοῖς ἀποτελουμένοις ἀφ' ἑαυτῶν ὁμοούσια εἶναι καὶ ἀπὸ τοῦ κοινὸν λόγον τῆς αἰτίας ἐπί τε τῶν σωμάτων καὶ ἐπὶ τῶν ἀσωμάτων ὑποτίθεσθαι. πῶς δὲ καὶ πνευματικὴ ἡ οὐσία ἔσται τῶν [218] σωματικῶν ποιοτήτων αὐτοῦ τοῦ πνεύματος συνθέτου ὄντος καὶ ἐκ πλειόνων συνεστηκότος μεριστοῦ τε ὑπάρχοντος καὶ ἐπίκτητον ἔχοντος τὴν ἕνωσιν, ὥστε οὐ κατ' οὐσίαν ἔχει τὸ συνηνῶσθαι οὐδὲ πρώτως ἀφ' ἑαυτοῦ; πῶς οὖν ἂν τοῖς ἄλλοις τοῦτο παρέχοι τὸ συνέχεσθαι;

   Τὴν δὲ Ἀριστοτέλους περὶ τῆς ποιότητος δόξαν ὡς θαυμασίαν πασῶν προκρίνομεν, ᾗ οὐ μόνον ἀσώματος οὖσα ἡ ποιότης διηγόρευται, ἅτε ταῖς διαφοραῖς κατ' αὐτὴν διωρισμένων τῶν σωμάτων, ἀλλὰ καὶ ὅταν μὲν λέγεσθαι κατὰ τὰς ποιότητας εἴπῃ τοὺς ποιούς, λόγους εἶναι τὰς ποιότητας διορίζεται τοὺς εἰδοποιοῦντας τὰ ποιά, ὅταν δὲ ἐν τοῖς ποιοῖς αὐτοῖς παρεῖναι λέγῃ, ἐν ὕλῃ τότε αὐτοὺς καὶ μετὰ τῆς ὕλης διισχυρίζεται συνυπάρχειν, ἔχοντας μέντοι καθ' ἑαυτοὺς ὑπόστασιν· οὐ γὰρ ἂν κατ' αὐτοὺς ἐλέγετο τὸ ποιόν, εἴπερ ὅλοι τῆς ὕλης ἦσαν καὶ μὴ ἑστηκότες ἐν ἑαυτοῖς παρεῖχον αὐτῇ τὸ εἶναι καὶ οὕτως αὐτῇ συνῆσαν χωριστῶς. ἐπεὶ δὲ ποιοὶ τινὲς κατὰ τὴν ποιότητα λέγεσθαι εἴρηνται καθ' ἕκαστον ἄτομον διακεκριμένοι ἐν μερισμῷ, διὰ τοῦτο καὶ ἐν διαιρέσει ἔσται ὁ τῶν ποιοτήτων λόγος. διότι δὲ λέγονται, ἔοικεν τῷ λεγομένῳ, καὶ ἐν παρατάσει πᾶς ἑαυτὸν ἐπιτίθησιν ἄλλοις, ἐπειδὴ καὶ πᾶς λόγος ἐν ἐξόδῳ τέ ἐστιν καὶ περὶ ἑτέρων λέγεται. τὸ δὲ ποιητικὸν τῆς ποιότητος ἡ αἰτία ἡ πρὸς τὸ ποιὸν συνεζευγμένη παρίστησιν. διότι δὲ κατὰ τὴν ποιότητα ὑφίσταται τὸ ποιόν, ὁμοῦ μὲν δίδωσιν ἑαυτὴν ὡς ἄλλοις τοῖς ποιοῖς, ὁμοῦ δὲ καὶ μένει ἀκίνητος, κατὰ συμβεβηκὸς μέντοι κινεῖται τῷ γίνεσθαι τῶν κινουμένων καὶ ἐν αὐτοῖς εἶναι. καὶ περὶ τῆς ὑποστάσεως δὲ τῶν ποιοτήτων σαφέστατος ὅρος διώρισται παρ' αὐτῷ. εἰ μὲν γάρ τις αὐτὰς χωριστὰς ὥσπερ τὰς ἰδέας Πλάτων ἀφορίζοιτο, οὐκ ἔστιν ὕπαρξις αὐτῶν· πῶς γὰρ δὴ ἡ ἡμετέρα ἕξις ἔσται χωριστὴ καὶ ἡ μετεχομένη καθ' ἑαυτήν; εἰ δὲ οὕτως τις αὐτὴν λαμβάνοι ὡς καὶ ἡμῖν παροῦσαν καὶ ὡς μετεχομένην ἐν τοῖς ποιοῖς καὶ οὕτως ἐχομένην ὡς τῶν μετεχομένων γίνεσθαι, ἔσται αὐτῶν ἡ ἀληθὴς ὑπόστασις. εἰ γὰρ ποιότης ἐστὶν καθ' ἣν ποιοί τινές ἐσμεν, ποιοὶ δὲ κατὰ τὸ ἐνυπάρχον ἐσμέν (λευκὸν γὰρ λέγω κατὰ τὴν ἐν αὐτῷ ὁρωμένην λευκότητα), δῆλον ὅτι τὸ ἐξῃρημένον εἶδος, κἄν ἐστι λευκότης ἢ ἀνθρωπότης, ἀλλὰ ποιότης οὐκ ἔστιν· μετεχόμενον γὰρ ἡ ποιότης. διὰ δὲ ταῦτα οὐκ ἔσονται λόγοι ἑαυτῶν αἱ ποιότητες· τῶν γὰρ ποιῶν προηγουμένως εἰσὶν οἱ λόγοι· ἀλλ' οὐδὲ λόγοι εἰσὶν αἱ ποιότητες διδόντες ἀφ' ἑαυτῶν λόγους ἑτέρους γεννήματα ἀφ' ἑαυτῶν, εἴπερ ὅλοι τῶν ποιῶν εἰσιν· ἀλλ' οὐδὲ μένει ἕτερος, ὁ δὲ προέβη [219] εἰς τὸ ἐκτός, ἢ ὁ μέν ἐστιν ἀσώματος, ὁ δὲ σωματοειδής, ἢ ὁ μὲν ἀμέριστος, ὁ δὲ μεριστός· ὅλοι γάρ εἰσιν τῶν ποιῶν· ἀλλ' οὐδὲ εἷς ἐστι λόγος διπλᾶς ἔχων τὰς ἐνεργείας· καὶ γὰρ οὕτως ἔσται τρόπον τινὰ καθ' ἑαυτόν· ἀλλὰ τοὐναντίον εἷς μέν ἐστι λόγος, μετεχόμενος δὲ μόνον κἀν τούτῳ ἔχων τὸ εἶναι. καὶ ὅτι μὲν οὐκ ἔστιν τὸ ἐξῃρημένον καὶ ἀμέθεκτον εἶδος ἡ ποιότης, ἀλλὰ τὸ μετεχόμενον λόγος, δῆλον· καὶ ἐν τῷ μετέχεσθαι γὰρ καθ' ἑαυτὸν ἔχειν τὴν ὑπόστασιν αὐτὸν ὁ Ἀριστοτέλης οἴεται, καὶ ἀκίνητον μὲν αὐτὸν ἐνέργειαν ὑποτίθεται, ἄνευ δὲ ὀργάνων σωματικῶν καὶ ἄνευ μοχλείας πάσης καὶ χωρὶς σωματικῆς πάσης κινήσεως ποιεῖν πάντα τὰ καθ' ἑαυτὸν ἔργα ἀποφαίνεται, καὶ τοῦ μὲν κατὰ τὴν μορφὴν λόγου ἕτερον αὐτὸν εἶναι διισχυρίζεται· ἔσχατος γὰρ οὗτος καὶ οὐδὲν ποιεῖ, ὁ δὲ ποιεῖ πολλὰ καὶ οὐκ ἔστιν τελευταῖος, καὶ ὁ μὲν ἄψυχος θεωρεῖται, ὁ δὲ ἔχων τινὰ ζωῆς ἔμφασιν, καὶ ὁ μὲν ἀνενέργητος, ὁ δὲ κατ' ἐνέργειαν νοεῖται. καὶ ἴσως περὶ τοῦ κατὰ τὴν μορφὴν ἰδιώματος λέγει Ἀριστοτέλης, ὅτι κατὰ πάθος ἐγγίνεται ὁ χαρακτὴρ οὗτος τοῦ σώματος, οἱ δὲ περὶ παντὸς λόγου τοῦ κατὰ τὴν ποιότητα τοῦτο οὐχ ὑγιῶς ὑπέλαβον. ἔτι τοίνυν ἡ μὲν μορφὴ κατέχεται ὑπὸ τοῦ σώματος κατὰ μίαν τὴν τυχοῦσαν διαφοράν, αἱ δὲ ποιότητες ἔχουσίν τι πλάτος καὶ ἐπὶ πλειόνων αἱ αὐταὶ ὑπάρχουσιν. δοκεῖ τοίνυν διὰ τὰς αὐτὰς αἰτίας καὶ τοῦ σχήματος ἡ ποιότης ἑτέρα ὑπάρχειν· τὸ μὲν γὰρ σχῆμα τοῦ μεγέθους ἐκτὸς ἀφορίζει τὸν ὅρον, ἡ δὲ ποιότης τὸ αὐτὸ ἰδίωμα δι' ὅλου τοῦ ποιοῦ ἐμποιεῖ, καὶ τὸ μὲν σχῆμα ὕστερόν ἐστι μετὰ τὸ μέγεθος, τὸ δὲ ποιὸν προηγεῖται τοῦ μεγέθους. ποδαπὸς οὖν λόγος ὁ τῆς ποιότητος; οὐχ ὡς θεωρῶν ἑαυτὸν οὔτε ὡς ἐκ θεωρίας οὔτε ὡς ἐκ ζητήσεως παραγινόμενος, ἀλλ' ὡς ἔχων καὶ διδοὺς ἅπερ ἔχει καὶ ὡς αὐτῷ τῷ εἶναι ποιῶν καὶ ὡς ἐν τῷ ἔχειν ποιῶν καὶ ὡς ἐν τῷ μένειν τὰ πάντα ἀπεργαζόμενος· ὅθεν δὴ τέλειος μὲν καὶ ὡρισμένος παντάπασιν οὐδαμῶς ἐστιν, μίγνυται γὰρ πρὸς τὸ ἀτελὲς πάντῃ καὶ ἀόριστον, ἀλλ' οὐδὲ ἔσχατος πάντῃ καὶ ἀόριστός ἐστιν, διακοσμεῖ γὰρ τὸ ὑλικὸν πᾶν καὶ ἐπιμελεῖται αὐτοῦ τεταγμένως καὶ τὸ μέγιστον, εἰς ἓν ὁ τοιοῦτος λόγος συνέρχεται. ὅθεν ἐάν τε ἐν σμικρῷ ἐάν τε ἐν μεγάλῳ ὁ τῆς ποιότητος ὑπάρχῃ λόγος, εἷς καὶ ὁ αὐτὸς ὑπάρχει· οὐδὲν ἄρα τὸ ποσὸν συμβάλλεται εἰς τὴν ὑπόστασιν αὐτοῦ, ὡς δοκοῦσί τινες τοῦ Πλάτωνος ἀκούειν, ἀλλ' ἔστιν ἀμερίστως περὶ τὰ σώματα μεριζόμενος. τοιαύτας ἄν τις ὑποθέσεις περὶ τῆς ποιότητος ὑποθέμενος οὐκ ἂν διαμάρτοι τῆς τε ἀληθείας αὐτῆς καὶ τῆς Ἀριστοτέλους περὶ αὐτῆς δόξης. [220]

p. 8b26 Ἔστιν δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων.

   Μετὰ τὴν οὐσίαν τῆς ποιότητος τὴν διαίρεσιν αὐτῆς παραδοῦναι προτίθεται ὁ Ἀριστοτέλης καὶ τὰ εἴδη καὶ ταύτης ὥσπερ τῶν ἄλλων γενῶν διαιρεῖται· ἡ γὰρ ἐπιστημονικὴ γνῶσις αὐτό τε ἕκαστον ὅτι ποτέ ἐστιν ἐπισκέπτεται καὶ τὰ εἴδη αὐτοῦ διαιρεῖται κατὰ τρόπον. εἰπόντος δὲ αὐτοῦ τὴν ποιότητα τῶν πολλαχῶς λεγομένων εἶναι, ἐπειδὴ τὰ πλεοναχῶς λεγόμενα τὰ ὁμώνυμα δοκεῖ εἶναι, συνάγεται τὴν ποιότητα ὁμώνυμον εἶναι· τὸ δὲ ὁμώνυμον οὐκ ἔστιν γένος, ἐπειδὴ τὰ γένη συνώνυμά ἐστιν, ὥστε οὐδὲ εἰς εἴδη διαιρεῖται ἡ ποιότης, καθάπερ τὰ γένη, ἀλλ' εἰς τέσσαρα σημαινόμενα, ὥσπερ τὰ ὁμώνυμα. ῥητέον οὖν ὅτι πολλὰ σημαίνει τὸ πλεοναχῶς· καὶ γὰρ κοινῶς μὲν τὸ κατὰ πλειόνων λεγόμενον ὁπωσδήποτε πλεοναχῶς λέγεται, ἰδίως δὲ καὶ τὰ ὁμωνύμως καὶ τὰ συνωνύμως λεγόμενα πλεοναχῶς λέγεται ὡς διαφόρως λεγόμενα. ταῦτα τοίνυν δύναται ἢ κατὰ τὸ κοινὸν εἰρῆσθαι ὡς κατὰ πλειόνων λεγόμενα ἢ μᾶλλον κατὰ τὸ συνωνύμως καὶ κατὰ διαφορὰν λεγόμενον. δηλοῖ δὲ αὐτὸς ἐπαγαγὼν ἓν μὲν οὖν εἶδος, καὶ οὐχὶ ἓν σημαινόμενον, ποιότητος αἱ ἕξεις καὶ διαθέσεις λεγέσθωσαν. δοκεῖ δὲ τοῖς περὶ Ἀλέξανδρον τὸ πλεοναχῶς δύνασθαι κυρίως ἐπὶ τῆς ποιότητος εἰρῆσθαι ὡς οὐκ οὔσης ἐν μόνῳ τῷ εἰρημένῳ γένει, ἐν ᾧ εἰσιν αἱ ἕξεις καὶ αἱ διαθέσεις, ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις· ἐν πάσαις γὰρ τὰ γένη καὶ τὰ εἴδη ποιότητα σημαίνει τὴν περὶ ταῦτα, ὧν ἐστιν γένη καὶ εἴδη, ὥσπερ τὸ περὶ οὐσίαν ποιὸν ἢ τῶν ἄλλων τι γενῶν· τοῦτο οὖν ἐνδείξασθαι βουλόμενον εἰπεῖν ἔστιν δὲ ἡ ποιότης τῶν πολλαχῶς λεγομένων, εἰπόντα δὲ τοῦτο τὴν διαίρεσιν ποιήσασθαι οὐ τῆς πολλαχῶς, ἀλλὰ τῆς κυρίως λεγομένης ποιότητος τῆς ὡς γένος τῶν δέκα γενῶν. ἀλλ' ἐφιστάνουσιν οἱ ἀκριβέστεροι τῶν ἐξηγητῶν, ὡς οὐ καλῶς λέγονται τὰ γένη καὶ τὰ εἴδη ποιότητες εἶναι καὶ ποιὰ ἐν ταῖς δέκα κατηγορίαις· οὐσίαι γὰρ ταῦτα καθ' ἕκαστον καὶ συμπληροῖ τὸ εἶναι, τὸ δὲ ποιὸν πανταχοῦ μετὰ τὴν οὐσίαν εἰς προσθήκην τῆς τοιᾶσδε φύσεως συντελοῦν. μήποτε δὲ πλεοναχῶς λέγεται ἡ ποιότης, διότι οὐκ ἔστιν ἴσα τὰ ἐν αὐτῇ εἴδη, ἀλλὰ τὰ μὲν ὑπέρτερα, τὰ δὲ καταδεέστερα, καὶ τὰ μὲν τελειότερα, τὰ δὲ ἀτελέστερα, καὶ τὰ μὲν ἐν τῷ δύνασθαι, τὰ δὲ ἐν τῷ ἐνεργεῖν ἔχοι ἂν κατὰ πάντα ταῦτα τὸ πρότερόν τε καὶ ὕστερον ὡς ἂν ἀφ' ἑνὸς καὶ περὶ ἓν ὑφέσει τῆς πρώτης δυνάμεως πληθυόμενά τε καὶ διαφορούμενα πρὸς ἄλληλα. δύναται οὖν ταύτῃ πλεοναχῶς λέγεσθαι ἡ ποιότης· οὐ γὰρ τὴν ἴσην ἔχει τάξιν ἕξις τε καὶ δύναμις καὶ παθητικὴ [221] ποιότης καὶ σχῆμα, ἀλλ' ἀεὶ κάτεισιν ἡ διαίρεσις ἐπὶ τὰ ἀσθενέστερα εἴδη τοῦ ποιοῦ, καὶ ταύτῃ προσέοικεν τὰ τοιαῦτα τοῖς ἀφ' ἑνὸς καὶ πρὸς ἕν. τὸ δὲ πλεοναχῶς λέγεσθαι οὐδὲ τοῖς ὁμωνύμοις ἁρμόζει κυρίως οὔτε τοῖς συνωνύμοις, ἀλλ' ὡς αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ λέγει σαφῶς, τοῖς ἀφ' ἑνὸς λεγομένοις ἢ πρὸς ἕν (τὸ γὰρ ἓν πλεοναχῶς λέγεται καὶ τὸ ἰατρικόν), τάττεται δὲ καὶ ἐπὶ τῶν ὁμωνύμως κατηγορουμένων τὸ πλεοναχῶς καὶ ἐπὶ τῶν συνωνύμως, εἰ καὶ σπανίως τοῦτο. δύναται δὲ καὶ ὡς ἀφ' ἑνὸς τοῦ γένους προϊέναι τὸ πλῆθος τοῦτο τῶν ποιοτήτων, ἵνα συνωνύμως κατ' αὐτῶν κατηγορῆται ἡ ποιότης, οὐ μέντοι εἰς τὰ ἀντιδιαιρούμενα καὶ ἐξισάζοντα εἴδη γενομένης τῆς διαιρέσεως, ἀλλ' εἰς τὰ ἀεὶ ὑποδεέστερα, καὶ οὕτως τὸ πλεοναχῶς διασωθήσεται.

   'Ἀλλ' εἰ μία καὶ ἡ αὐτή, φασίν, ἐστὶ κοινότης, διαφοραῖς δὲ εἰδοποιοῖς τὰ πλείω εἴδη παρέχεται καὶ τῷ κατὰ πλειόνων εἰδῶν κατηγορεῖσθαι, ταύτῃ πλεοναχῶς εἴρηται, λεγέσθω, τί τὸ κοινόν ἐστιν ἐπὶ τῶν τεσσάρων εἰδῶν τῆς ποιότητος'. πρὸς δὴ τοῦτο τὴν δυσκολίαν τῆς εὑρέσεως ἐννοητέον· οὔτε γὰρ ποιότητα ποιότητος εὑρεῖν ῥᾴδιον (οὐδὲ γὰρ χρεία ἐστίν, εἰ μέλλοιμεν τὴν κοινὴν ἰδιότητα τῆς ποιότητος εὑρίσκειν) οὔτε διαφορὰν διαφορᾶς· διαφορὰ γὰρ ἡ ποιότης. δεῖ οὖν τῇ φύσει τοῦ πράγματος συγχωρεῖν καὶ μὴ πλέον φιλονεικεῖν ἀνευρίσκειν ἕκαστον ἢ ἐφ' ὅσον πρόδηλον εἶναι πέφυκεν. τὸ δὲ αἴτιον φησὶν Ἰάμβλιχος τῆς περὶ τοῦτο δυσκολίας εἶναι, διότι ὅταν ἐνύλου καὶ μεριστοῦ πράγματος κοινότητα ζητῶμεν, τότε διὰ μὲν τὴν ἑτερότητα τῆς ὕλης καὶ τὴν διαίρεσιν τῶν καθ' ἕκαστον ἐπὶ τὰς διωρισμένας ἰδιότητας φερόμεθα, ἐν αἷς ἐνυπάρχει τὸ κοινόν (οὐ γὰρ ἔχει καθ' ἑαυτὸ ὑπόστασιν)· πάλιν δὲ αὖ διὰ τὴν τοῦ κοινοῦ ἐπίνοιαν, καθ' ὅσον ἐστὶ καθόλου, χωρίζομεν τῶν ἐν μέρει αὐτὸ καὶ καθ' αὑτὸ νοοῦμεν τὸ γένος. ὁμοῦ οὖν εἰς τἀναντία περιέλκεται ἡ ἐπίνοια καὶ ὧν ἔχεται, τούτων ἀφίστασθαι προσαναγκάζεται καὶ ἀφισταμένη ἀπ' αὐτῶν οὐδὲν ἧττον μένει ἐν αὐτοῖς· οὐ γὰρ οἷόν τε χωρὶς τούτων εἶναι τὸ κοινὸν οὐδὲ ἐπινοεῖσθαι. διὰ δὴ τὴν αἰτίαν ταύτην δύσκολός ἐστιν ἥ τε νόησις αὐτοῦ καὶ ἡ ἐξήγησις· τό τε γὰρ κοινὸν διαφορεῖται καὶ ἡ διαφορὰ μετὰ τοῦ κοινοῦ ὑφέστηκεν καὶ οὐδέτερον ὑπάρχει τοῦ ἑτέρου χωρίς. ὁ μέντοι λόγος καὶ πρὸ τοῦ λόγου ἡ ἔννοια τὰς μὲν συμμίκτους ταύτας φύσεις δυσκόλως αἱρεῖ, τὰς δὲ πολὺ διεστώσας ἀλλήλων εὐκολώτερον καταμανθάνει, διότι καὶ τὴν κοινότητα ἰδίως αἱρεῖν προθυμεῖται καὶ τὴν διαφορὰν ἰδίως. κοινὸν δὴ [222] οὖν ἔστω τῶν τεττάρων τούτων ἡ τὸν λόγον τῆς ποιότητος παρεχομένη, ἢ γὰρ μᾶλλον ἢ ἧττον, ἢ προσεχῶς ἢ πόρρωθεν, ἢ διόλου ἢ ἐπιπολῆς, ἢ πρὸς παρασκευὴν ἢ πρὸς τελείωσιν ἐγγινομένη· καὶ οὕτως ὁ λόγος εἷς ἂν καὶ κοινὸς γίνοιτο, ἡ δὲ μετουσία αὐτοῦ τετραχῇ διαιρεῖται. εἰ δὲ αὐτὸ τοῦτο ζητοῖμεν, τίς ὁ τῆς ποιότητος λόγος καὶ τίς ἡ διαφορὰ αὐτοῦ παρὰ τὸν τῆς οὐσίας λόγον (οὔπω γὰρ τοῦτο πρόδηλόν ἐστιν), λεγέσθω ὅτι δεύτερός ἐστιν λόγος ὁ τῆς ποιότητος ἐκ προηγουμένου τινὸς ὑφιστάμενος. ὁ γὰρ νοερὸς καὶ παραδειγματικὸς τῆς λευκότητος λόγος ἐκεῖ μὲν ποιότης οὐκ ἔστιν, ἀφ' ἑαυτοῦ δὲ προάγει τὸν ἐν τῇ ὕλῃ ποιότητα γινόμενον· εἰ δὲ καὶ αὐτὸς λέγεται ποιότης, οὐδὲν θαυμαστόν, εἰ τοῖς αὐτοῖς ὀνόμασιν καλεῖται τὰ αἴτια καὶ ἐκεῖνα ὧν ἐστι τὰ αἴτια. κυρίως δὲ ποιότης ἐπονομάζεται, ὃ δεύτερον ἐπιγίνεται μετὰ τὸ εἶδος καὶ τῆς οὐσίας προϋπαρχούσης συνυφίσταται ἐμφυόμενον ταῖς συνθέτοις φύσεσιν, καὶ τὰ μετέχοντα πάντα ἓν καὶ ταὐτὸν ἔχει ἐνυπάρχον τὴν παρουσίαν τοῦ τοιούτου λόγου. προσθήκη τοίνυν οὐσίας ἐστὶν ὁ τῆς ποιότητος λόγος καὶ ἀεὶ ὡς συμβεβηκὸς θεωρούμενος καὶ ἀπεστερημένος τῆς ὄντως οὐσίας καὶ ἔμφασις εἴδους καὶ εἰκὼν τοῦ προτέρου λόγου καὶ ὡς ἕτερος ἐφ' ἑτέρῳ ἐπιγινόμενος οἷον ἐπίκτητός τις καὶ ἔξωθεν ἐφήκων εἰς τὰ μεταλαμβάνοντα. ὁ δὲ τοιοῦτος λόγος ὁ κατὰ τὴν ποιότητα κυρίως θεωρούμενος κοινός ἐστι τῶν μετεχόντων αὐτοῦ εἰδῶν. καὶ αὐτὰ δὲ τὰ γένη καθ' ὅσον ἐστὶ γένη διέστηκεν ἀλλήλων· ὁ γὰρ τῆς οὐσίας λόγος ἕτερός ἐστιν καὶ ἄλλος ὁ τῆς ποιότητος, ὅ τε γενικὸς ἑκατέρου τούτων λόγος πάντῃ κεχώρισται. δεῖ τοίνυν τοὺς οἰκείους λόγους ἐφ' ἑκάστης κατηγορίας κοινοὺς ποιεῖσθαι τῶν κατ' εἴδη διεστηκότων, ὅσα τέ ἐστιν καὶ ὁποῖα. καὶ περὶ τοῦ εἴδους δὲ ὁ αὐτὸς ἔστω διορισμός· καθ' ἕκαστον γὰρ τῶν δέκα γενῶν οἰκείως διώρισται τὸ εἶδος, ἀφ' οὗ ἡ κατηγορία προσφόρως τε ἑκάστων προηγεῖται καὶ τὸ κοινὸν αὐτοῦ καθ' ἑκάστην κατηγορίαν οἰκείως προσήκει περιλαμβάνειν, ὥστε καὶ ἐπὶ τῆς ποιότητος τῷ αὐτῷ χρησόμεθα διορισμῷ περὶ τῆς κατὰ τὸ εἶδος κοινῆς μετουσίας, ἥντινα καὶ ὡς γενικὴν προτάττειν χρὴ τῶν ἐν αὐτῇ πλειόνων εἰδῶν.

   Οἱ δὲ Στωικοὶ τὸ κοινὸν τῆς ποιότητος τὸ ἐπὶ τῶν σωμάτων λέγουσιν διαφορὰν εἶναι οὐσίας οὐκ ἀποδιαληπτὴν καθ' ἑαυτήν, ἀλλ' εἰς ἐννόημα καὶ ἰδιότητα ἀπολήγουσαν, οὔτε χρόνῳ οὔτε ἰσχύι εἰδοποιουμένην, ἀλλὰ τῇ ἐξ αὑτῆς τοιουτότητι, καθ' ἣν ποιοῦ ὑφίσταται γένεσις. ἐν δὲ τούτοις εἰ μὴ οἷόν τε κατὰ τὸν ἐκείνων λόγον κοινὸν εἶναι σύμπτωμα σωμάτων καὶ ἀσωμάτων, οὐκέτι ἔσται ἓν γένος ἡ ποιότης, ἀλλ' ἑτέρως μὲν ἐπὶ τῶν [223] σωμάτων, ἑτέρως δὲ ἐπὶ τῶν ἀσωμάτων αὕτη ὑφέστηκεν καὶ ὑπ' ἄλλα γένη διὰ τοῦτο ταχθήσεται. τούτου δὲ ἔτι ἀτοπώτερον λέγεται τὸ μὴ ἔχειν ὑπόστασιν τὰς ποιότητας, ἀλλ' εἰς ἐννόημα αὐτὰς καταλήγειν, εἰ μὴ ἄρα οὐχ οὕτως ἐλέγοντο εἰς ἐννόημα καὶ ἰδιότητα ἀπολήγειν ὡς ἀνυποστάτου οὔσης τῆς ποιότητος, ἀλλ' ὅτι οὐκ ἦν ἀποδιαληπτὴ καθ' ἑαυτὴν ὥσπερ ἡ οὐσία, ἀλλ' ἐννοίᾳ καὶ ἰδιότητι χωριζομένη. ἡ δὲ ἐξ ἑαυτῆς τοιουτότης ἀσαφής τέ ἐστιν καὶ οὐδὲν ἧττον τῇ οὐσίᾳ προσήκει ἤπερ τῇ ποιότητι, εἰ μὴ ἄρα τὸ τοιοῦτον ποιότητός ἐστιν ἴδιον, ὥσπερ τὸ τοῦτο μᾶλλον οὐσίας. πῶς δὲ λέγουσιν "καθ' ἣν ποιοῦ ὑφίσταται γένεσις", εἴπερ ὁμοούσιοί εἰσιν τοῖς ἀποτελουμένοις ὑφ' ἑαυτῶν, ἐπειδὴ καὶ αὐταί εἰσιν σωματοειδεῖς σύνθετοί τε καὶ αὐταὶ παραπλησίως εἰσίν;

   Ὁ δὲ Πλωτῖνος τὸ κοινὸν τῆς ποιότητος δύναμιν εἶναι ἔθετο, ἀφ' ἧς τὸ ἔχον δύναται ἃ δύναται· πάσαις γὰρ ἐφαρμόζειν τοῦτο ταῖς τέτρασιν ποιότησιν. καὶ ὅτι μὲν ὡς μοναχῶς χρῆται τῇ δυνάμει καὶ τῷ δύνασθαι καίτοι πλεοναχῶς αὐτῶν εἰωθότων κατηγορεῖσθαι, πρόδηλον· ἑκάστῃ γὰρ τῶν κατηγοριῶν ἐφαρμόττει τοῦτο. ἐκεῖνο δὲ ἐπιστῆσαι χρή, μήποτε εἰς τὸ αὐτὸ περιδεδράμηκεν ἡμῖν ἡ ἀπορία. ἦν μὲν γὰρ τὸ ζητούμενον, εἰ πολλαχῶς λεγομένης αὐτῆς οὐδέν ἐστι κοινόν, τὴν δὲ δύναμιν ἀντὶ τῆς ποιότητος μεταλαβόντες οὐδὲν πλέον πεποιηκέναι δοκοῦμεν, εἴπερ γὰρ ὁμωνύμως καὶ αὐτὴ λέγεται, καὶ πάλιν ὥσπερ τῆς ποιότητος τὸ κοινὸν δύσκολον εὑρεῖν, οὕτω καὶ τῆς δυνάμεως τί ποτέ ἐστι τὸ γένος, οὐ ῥᾴδιον συλλογίσασθαι. καὶ ἴσως ἀληθὴς καὶ ὁ Πλωτίνου λόγος· διότι γὰρ μέση ἐστὶν ἡ ποιότης τῶν τε ἐπικτήτων συμβεβηκότων καὶ τῶν αὐτοφυῶν οὐσιῶν, διὰ τοῦτο τῇ δυνάμει ἔοικεν μέσην καὶ αὐτῇ τὴν φύσιν ἐχούσῃ. καὶ διότι μὲν κοινωνεῖ τῆς τοῦ εἴδους οὐσίας ὁπωσοῦν, διὰ τοῦτο καθ' ἕνα κοινὸν λόγον χαρακτηρίζεται· ἐπεὶ δὲ καὶ τῆς ἐπιγεννηματικῆς κατηγορίας συμμετέσχηκεν, ὥσπερ ἡ τοῦ κεῖσθαι καὶ ἔχειν κατηγορία, διὰ τοῦτο καὶ αὐτὴ προσλαμβάνει τὸ πλεοναχῶς λέγεσθαι, ὥσπερ καὶ ἡ δύναμις· καὶ γὰρ ἐπὶ ταύτης τὸ πλεοναχῶς λεγόμενον ἀπ' αὐτῆς ἔχει τὸ κοινὸν συνυπάρχον ἢ τῷ ἀφ' ἑνὸς ἢ πρὸς ἓν συντετάχθαι ἢ τῷ περὶ τὸ αὐτὸ ποιεῖσθαι τὴν ὕφεσιν τῆς δυνάμεως. ἐπεὶ δὲ τῶν δυνάμεων αἱ μὲν ἅμα ταῖς οὐσίαις ὑπάρχουσι καὶ ταῖς κατ' αὐτὰς ἐνεργείαις, αἱ δὲ οὔτε συμπληρωτικαὶ τῆς οὐσίας ὑπάρχουσιν οὔτε οἱονεὶ μέρη τῶν οὐσιῶν εἰσιν, τὰς ποιότητας δυνάμεις ῥητέον τὰς ἐπεισιούσας ταῖς οὐσίαις, ὅσαι μὴ εἰδοποιοὶ διαφοραί εἰσιν, ἐπίκτητοι δέ τινες δυνάμεις. οὕτω τὸ λογικὸν τοῦ ἀνθρώπου συμπληρωτικὸν [224] τῆς οὐσίας ἐστὶν καὶ μέρος, ὅπερ οὐκ ἂν κληθείη ποιότης οὐδὲ ἡ κατὰ τὴν ποιότητα νοουμένη δύναμις· τὸ μέντοι πυκτικόν, καθ' ὃ ἀφορμὰς ἔχομεν ἀξιολόγους εἰς τὴν πυκτικήν, ποιότης ἔσται καὶ δύναμις, ἐπεὶ οὔτε μέρος τοῦ ἀνθρώπου ἐστὶν οὔτε ἄλλως τῆς οὐσίας συμπληρωτικόν, διότι οὐδὲ πᾶσιν ὑπάρχει τοῖς ἀνθρώποις. καὶ τοῦ λογικοῦ δὲ τὸ μὲν φυσικὸν οὐ ποιόν, τὸ δὲ ἐπιγινόμενον λογικὸν διά τε τῆς ὀξύτητος καὶ ἀγχινοίας ὡς ἐπισκευαστὸν ποιότης. ὥστε αἱ μὲν συμπληρωτικαὶ τῶν οὐσιῶν οὔκ εἰσιν ποιότητες, κἂν δοκῶσι τὴν ποιὰν οὐσίαν σημαίνειν, αἱ δὲ ἔξωθεν ἐπιγινόμεναι αἱ περὶ ψυχὴν καὶ περὶ σῶμα ἐπισκευαστήν τινα ἕξιν καὶ διάθεσιν καὶ μορφὴν σημαίνουσαι, αὗται ποιότητές εἰσιν· ἀεὶ γὰρ περὶ τὸ ὑποκείμενόν ἐστιν ἡ ποιότης εἰδοποιοῦσα τὸ οὐσιῶδες κἀκείνου οὖσα, ἀλλ' οὐχὶ ἑαυτῆς. ἀλλ' ἐὰν τὰς ἐπεισιούσας ταῖς οὐσίαις ἀδιορίστως ποιότητας λέγωμεν, οὐ μᾶλλον ποιότητας ἐροῦμεν ἢ ἄλλο τι τῶν ἑτέρως συμβεβηκότων· ἐὰν δὲ προσθῶμεν τὸ ἐπὶ τῇ οὐσίᾳ προσεχὲς ὂν τῇ οὐσία καὶ ἐχόμενον τῆς οὐσίας, οὕτως ἂν μάλιστα ἁπτόμεθα τῆς περὶ τὸ ποιὸν ἐννοίας. ἔσται δὴ οὖν ποιότης δύναμις προστιθεῖσα ταῖς οὐσίαις μετ' αὐτὰς τὸ ποιαῖς εἶναι, συνημμένη πρὸς αὐτὰς διὰ συγγενείας, τὸ δὲ μετ' αὐτὰς οὐδὲν ἧττον ἐμφαίνουσα, διότι τὸ ἐπιγεννηματικὸν ἔχει.

   'Ἀλλ' εἰ ἡ δύναμις τοιαύτη, φησὶν ὁ Πλωτῖνος, αἱ ἀδυναμίαι οὐκέτι ἔσονται ποιότητες· εἰ δὲ ποιότητες καὶ αὐταί, οὐκ ἐφαρμόσει κατὰ πασῶν ὁ τῆς ποιότητος διορισμός'. πρὸς δὴ τοῦτο ἀναγκαῖον διελέσθαι, πῶς λέγεται δύναμις καὶ ἀδυναμία. εἰ μὲν γάρ, ὡς οἱ Στωικοὶ ἀποδιδόασιν, ἡ δύναμις ἐστὶν ἡ πλειόνων ἐποιστικὴ συμπτωμάτων, ὡς ἡ φρόνησις τοῦ τε φρονίμως περιπατεῖν καὶ τοῦ φρονίμως διαλέγεσθαι, ἔσονται κατὰ τὸν τοιοῦτον διορισμὸν καὶ αἱ νῦν λεγόμεναι ἀδυναμίαι δυνάμεις· καὶ γὰρ αἱ ἀτεχνίαι πλείονα διαπτώματα ἐπιφέρουσιν. εἰ μέντοι κατ' ἄλλην διάταξιν τῶν Στωικῶν λέγοιτο δύναμις ἡ πλειόνων ἐποιστικὴ συμπτωμάτων καὶ κατακρατοῦσα τῶν ὑποτασσομένων ἐνεργειῶν, καὶ οὕτως ἐφαρμόττει ὁ τοῦ Πλωτίνου ὅρος· καὶ γὰρ ἡ κακία ἀδυναμία οὖσα κατὰ τὸν τῶν Στωικῶν ὅρον κατακρατεῖ τῶν οἰκείων ἐνεργειῶν· καὶ αἱ μέσαι τέχναι ὡς ἂν ἀποπίπτουσαι τοῦ βεβαίως ἐνεργεῖν ὅμως τοιαῦταί εἰσιν, ἀφ' ὧν τὸ ἔχον δύναται ἃ δύναται, ὥστε αἱ τοιαῦται ἀδυναμίαι περιέχονται ἐν τῇ κατὰ τὴν ποιότητα δυνάμει. εἰ δὲ καὶ κατὰ Ἀριστοτέλη τὸ πολλαχῶς τῆς δυνάμεως διελώμεθα, καὶ οὕτως ὁ τοῦ Πλωτίνου λόγος καὶ ἐπὶ τῆς δυνάμεως σωθήσεται [225] καὶ ἐπὶ τῆς ἀδυναμίας. ἑξαχῶς τοίνυν λεγομένης παρ' αὐτῷ τῆς δυνάμεως ἄλλη μέν ἐστιν ἡ ἀπὸ τοῦ δυνάμει, καθ' ἣν οἷόν τε ἐν ἐπιτηδειότητι εἶναι, ὡς δυνατὸς ὁ παῖς ἀναγνῶναι ὡς ἐπιτηδειότητα ἔχων, καὶ ἄλλη ἡ τῆς ἐπιτηδειότητος τελειότης ἀρχὴ οὖσα κινήσεως, ὡς δυνατὸς ἀναγνῶναι ὁ γράμματα εἰδώς· αὕτη δὲ ἡ δύναμις καὶ ἐντελέχεια λέγεται, καὶ πρὸς ταύτην ἀτελὴς ἡ πρώτη δύναμις καὶ ἀδυναμία ἔσται ὑπὸ τῆς ἀτελοῦς δυνάμεως περιεχομένη. ἄλλως δὲ λέγονται παρ' αὐτῷ δυνάμεις ἥ τε ποιητικὴ καὶ ἡ παθητική, ἡ μὲν ὅτι ἀπ' αὐτοῦ εἰς ἕτερον, ἡ δὲ ὅτι ἀφ' ἑτέρου εἰς αὐτό· καὶ πάλιν ἡ ἐν τῷ πάσχειν δύναμις ἀδυναμία ἔσται τοῦ ποιεῖν ἐν ἑτέρᾳ δυνάμει οὖσα τῇ κατὰ τὸ πάσχειν. ἄλλως δὲ πάλιν δύναμιν λέγει, καθ' ἣν μόνος τις ἢ κάλλιον τῶν ἄλλων ποιεῖ, ὡς ὁ βαδίζων ὅσον οὐκ ἄλλος καὶ ὁ διανηξάμενος πέλαγος ὅσον οὐχ ἕτερος, καὶ πάλιν ἡ ἀντίθετος πρὸς ταύτην· τὸ γὰρ δυνάμενόν τι χεῖρον παθεῖν λέγομεν ἔχειν τούτου δύναμιν, ὡς τῷ ἀνθρώπῳ τοῦ φθαρῆναι. καὶ δῆλον ὅτι στέρησίς ἐστιν ἡ δύναμις αὕτη, καὶ οὕτως ἡ ἀδυναμία τῶν βελτιόνων δύναμις ἔσται πρὸς τὰ χείρονα καὶ καθόλου ἡ ἑτέρων ἀδυναμία ἄλλων ἔσται δύναμις καὶ οὐκ ἐξίσταται παντάπασιν ἡ ἀδυναμία τοῦ λόγου τῆς δυνάμεως, ἀλλ' ὑπ' αὐτοῦ κρατεῖται. τὰ γὰρ ἀτελῆ συνείληπται ἐν τοῖς τελείοις· ἀπ' αὐτῶν γὰρ ἔχει τὴν αἰτίαν τοῦ εἶναι. καὶ αἱ ἀδυναμίαι οὖν περιέχονται ἐν τῷ τῆς δυνάμεως λόγῳ, ὡς ἂν τῆς πρωτίστης καὶ τελειοτάτης δυνάμεως καὶ ἐπὶ τὰ ἀσθενέστερα διηκούσης· διὰ τοῦτο δὲ καὶ ἡ ἀρετὴ γινώσκει τὴν κακίαν. εἰ δὲ τοῦτο, καὶ ἡ ποιότης τὰς ἀδυναμίας περιέξει διὰ τὸ καὶ ταύτας ὁποιασοῦν εἶναι δυνάμεις. ἢ καὶ αἱ ἀδυναμίαι καὶ αἱ στερήσεις δυνάμεις κατὰ τοῦτο λέγονται, ὅτι ποιοῦσιν τὰ ἑαυτῶν ἔργα ποιότητες οὖσαι καὶ αὐταὶ καὶ ποιοὺς παρεχόμεναι τοὺς ἔχοντας καὶ μορφὰς ἐπάγουσαι, εἰ καὶ ἀσχήμονας. καὶ διότι μὲν ποιοὺς παρέχονται τοὺς μετέχοντας αὐτῶν, ποιότητες λέγονται, καθ' ὅσον δὲ καὶ τὰ οἰκεῖα ἔργα ἐπιτελοῦσιν, ῥηθήσονται καὶ δυνάμεις. ὅλως δὲ καθ' ἑκάστην κατηγορίαν ὑπὸ τὸ αὐτὸ γένος ἐλέγοντο καὶ αἱ στερήσεις ἀνάγεσθαι, ὑφ' ὃ καὶ αἱ ἕξεις. σαφῶς δὲ καὶ Ἀριστοτέλης ὁμοίως τὸ κατὰ ἀδυναμίαν ὥσπερ τὸ κατὰ δύναμιν ποιοῦν εἶναί φησιν λέγων "ἢ ἁπλῶς ὅσα κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται".

   Ἀλλ' εἰ ἑξαχῶς ἡ δύναμις λέγεται, κατὰ ποῖον σημαινόμενον αἱ ποιότητες εἴρηνται δυνάμεις, ἆρα κατὰ τὴν ἐπιτηδειότητα τὴν κοινήν, καθ' ἣν καὶ πρὸς πάσας τὰς τέχνας ἐπιτηδείως ἔχειν λεγόμεθα, κἂν μὴ ἀναλαμβάνωμεν αὐτάς, ἢ καθ' ἣν Ἀριστοτέλης ἔθηκεν ἐν ταῖς ποιότησιν; λέγω δὲ τὴν ἰδίως προκοπὴν πρός τινα ἐκ φύσεως· σωφρονικὸς γὰρ ὁ ἤδη πολλὰ [226] πλεονεκτήματα ἔχων καὶ ἀφορμὰς ἀπὸ φύσεως πρὸς ταῦτα, ὥσπερ ὁ Ἱππόλυτος. ἢ κατ' οὐδετέραν τούτων τῶν δυνάμεων πᾶσαι αἱ ποιότητες περιλαμβάνονται· καὶ γὰρ ἐντελέχειαι μᾶλλον αὗται. ὡς δὲ αἱ δραστικαὶ καὶ αἱ ποιητικαὶ εἰς ἄλλους εἶεν μὲν ἂν αἱ πλείους, οὐ μὴν ἅπασαι· καὶ γὰρ καὶ ἡ γεωμετρία καὶ ἡ σοφία ποιότητες, ἀλλ' οὐ δραστικαὶ εἰς ἄλλους, ἀλλὰ θεωρητικοὺς μόνον παρέχουσι τῷ αὑτῶν λόγῳ τοὺς κατ' αὐτὰς ἐνεργοῦντας. οὐδὲ πᾶσαι δὲ ποιότητες τοῦ εὖ ἀποδοτικαὶ οὐδὲ πᾶσαι τῶν σπανίων δυνάμεις, ἀλλὰ κομιδῇ εὐαρίθμητοι. ἀλλ' οὐδὲ κατὰ τὰς τοῦ ποιεῖν ἢ πάσχειν δυνάμεις πᾶσαι αἱ ποιότητες ἔσονται· οὔτε γὰρ τῇ γρυπότητι οὔτε τῇ τριγωνότητι οὔτε ὅλως ταῖς κατὰ σχῆμα πάρεστι τὸ δραστικοὺς παρέχειν τοὺς ἔχοντας. ἀλλ' ἴσως διὰ τοῦτο ταῖς δυνάμεσιν αἱ ποιότητες οὐκ ἐξισάζουσιν, διότι τὸ ἴδιον σημαινόμενον τῶν δυνάμεων, ἀλλ' οὐχὶ τὸ κοινὸν παραλαμβάνομεν. εἴτε γὰρ σπεύδοιτο πρὸς τελείωσιν ὡς τὸ ἐπιτηδείως ἔχον εἴτε ἐν τελειότητι θεωροῖτο ὡς αὐτὴ ἡ ἐντελέχεια εἴτε δρῴη τι εἰς ἕτερον ὡς ἡ ἀπὸ τῆς ἕξεως τῆς ἐν ἄλλῳ εἰς ἄλλο ἐνέργεια εἴτε πάσχοι ὡς ἡ ἀπ' ἄλλου παραγινομένη κίνησις εἴτε εἰς τὸ εὖ μόνον τι ἔργον ἀποτελεῖν συμβάλλοιτο εἴτε χεῖρόν τι ἀπεργάζοιτο, πανταχῶς ἔχει πρὸς ταῦτα ὅλα δύναμιν, καὶ οὕτω κοινόν τι ἔσται τὸ τῆς δυνάμεως διατεῖνον ἐπὶ πάντα ταῦτα. τὸ δὲ οὕτω θεωρούμενον κοινὸν καὶ πρὸς τὰ εἴδη τῆς ποιότητος πάντα συνέζευκται· τάς τε γὰρ τελείας ἕξεις τὰς μονίμους καὶ τὰς ἐπὶ βραχὺ ἐγγινομένας διαθέσεις καὶ τὰς ἐπιτηδείως παρεσκευασμένας προκοπὰς καὶ τὰς κατὰ πάθος ἢ μορφὴν ἢ σχῆμα παραγινομένας ποιότητας ἡ κοινὴ δύναμις δύναται τοιαύτας ἀπεργάζεσθαι, καὶ ὅλως συναπαρτίζει πρὸς τὴν ποιότητα· ἡ γὰρ αὐτὴ αἰτία, καθ' ὅσον μὲν ποιοὺς παρέχεται, ποιότης ἐστίν, καθ' ὅσον δὲ δύναται τοὺς ποιοὺς ἀπεργάζεσθαι, δύναμις νοεῖται.

   Εἰ δέ τις ἀπορεῖ, πῶς τὸ σχῆμα καὶ ἡ περὶ ἕκαστον μορφὴ δύναμις ἔσται, ἐροῦμεν ὅτι τῶν ποιητικῶν δυνάμεων αἱ μὲν εἰς ἄλλα τινὰ ἔξωθεν ἐνεργοῦσιν ὡς ἡ θερμότης εἰς τὸ θερμαινόμενον, αἱ δὲ εἰς τὰ μετέχοντα ἑαυτῶν κατὰ ἀκίνητον ἐνέργειαν τοιαῦτα αὐτὰ παρεχόμεναι, ὁποῖά ποτε αὐταί εἰσιν. ἣν οὖν αἰτίαν ἐνδιδόασιν αὐτοῖς εἰς τὸ εἶναι, ταύτην δύναμιν καλοῦμεν, οὐ τὴν ἔξω προϊοῦσαν, ἀλλὰ τὴν μένουσαν ἐν αὐτοῖς ἐκείνοις τοῖς μεταλαμβάνουσιν. τῶν δὲ τοιούτων αἰτίων τὰ μὲν ὅλα δι' ὅλων τῶν μετεχόντων διήκει ὥσπερ ἡ λευκότης δι' ὅλου τοῦ γάλακτος καὶ ἁπλῶς ὅσα ὁρῶμεν δι' ὅλου ὄντα ποιά, τὰ δὲ ἐπιπολῆς καὶ ἔξωθεν δέχεται τὴν [227] ποιότητα ὥσπερ ἡ μορφὴ καὶ τὸ σχῆμα. ταῦτα δὴ οὖν καὶ τὴν δύναμιν παροῦσαν ἔξωθεν καὶ περιγράφουσαν ἔχει, καὶ ἔσται δυνάμεώς τι τοῦτο τελευταίας εἶδος τὸ κατὰ τὴν ἐπιφάνειαν περιωρισμένον καὶ μὴ δι' ὅλου τοῦ βάθους διατεῖνον· ὅσῳ γὰρ μᾶλλον ἀφίσταται τοῦ εἴδους, τοσούτῳ πλέον καὶ τῆς ὅλης δυνάμεως αὐτοῦ ἐξίσταται. καὶ ἡ γρυπότης οὖν αὐτὸ τοῦτο δύναται γρυπὸν παρέχεσθαι τὸν μετέχοντα ἑαυτῆς, καὶ ἡ τριγωνότης τὸ τρίγωνον παρέχεται τοιοῦτον τῷ σχήματι, ὁποῖόν ποτέ ἐστιν αὐτό.

   Ἀλλὰ πῶς τὸ ὂν καὶ αἱ οὐσίαι ἐνεργειῶν καθ' ἑαυτὰς ἀποδοτικαί; κατὰ τὰς δυνάμεις δηλονότι, οὐ ποιοτήτων μετοχῇ δὲ ταύτας ἔχουσι τὰς δυνάμεις, καὶ εἰσὶν μὲν αἱ ποιότητες δυνάμεις καὶ διὰ τοῦτο ποιητικαί, οὐ μέντοι πρώτως ποιητικαὶ οὐδὲ μόνως ποιοῦσαι, ὥστε οὐκ εἴ τι ποιητικόν, ποιότης, ἀλλ' εἴ τι ποιότης, ποιητικόν. ὁμοίως δὲ οὐχὶ ἁπλῶς δύναμις λέγεται εἶναι ἡ ποιότης, ἀλλὰ τὶς δύναμις, ὥστε εἴ τις μὲν ποιότης ἐστίν, δύναμις ἔσται, εἴ τις δὲ δύναμις, οὐ πάντως ποιότης. καὶ τὸ ὂν οὖν ᾗ ὂν καθ' αὑτὸ δύναμιν ἕξει, ἀλλ' οὐ ποιότητος μετοχῇ ἔσται ἐν δυνάμει, ἐπειδὴ ἡ ἁπλῶς δύναμις ἄλλη τις ἦν καὶ οὐχ ὅπερ ἡ ποιότης. καὶ εἰκότως προείληπται δυνατώτατον τὸ ὄν, διότι τὴν κυριωτάτην καὶ πρωτίστην ἔχει δύναμιν. καὶ αἱ οὐσίαι δέ, ὅσαι τῇ ἐνεργείᾳ εἰσὶ ταὐτόν, οὐδὲν προσδέονται ποιότητος καίτοι δυνάμεις οὖσαι, ἐπειδὴ πρεσβυτέραν αὐτῶν προσειλήφεισαν δύναμιν καὶ καθ' αὑτάς εἰσιν δυνάμεις. ὅλως γὰρ ἄνωθεν κάτεισιν ἡ τῆς δυνάμεως αἰτία δι' ὅλων τῶν ὄντων διατείνουσα καὶ πληροῦσα πάντα καὶ συνέχουσα καὶ μέχρι τῶν ἐσχάτων οἷον τῶν στερήσεων ἀποτελευτῶσα.

   Ἀλλ' εἰ κατὰ τὸν χαρακτῆρα μάλιστα τὴν ποιότητα ἀφορίζομεν, πῶς αὕτη ἡ ἔννοια τῇ τῆς δυνάμεως ἐννοίᾳ συνᾴσεται; ἢ καὶ οὗτος ὁ χαρακτὴρ οὐ μάχεται πρὸς τὴν δύναμιν· κατὰ γὰρ τὸν χαρακτῆρα τὸν ἑαυτοῦ ἕκαστον δύναται ποιεῖν ἃ ποιεῖ. ἀλλὰ πῶς ἡ ποιότης κατὰ τὸν χαρακτῆρα λέγεται οὐσιῶσθαι, εἴπερ καὶ ἑκάστη τῶν κατηγοριῶν ἴδιον ἔχει χαρακτῆρα, καθ' ὃν ὑφέστηκεν καὶ διαφέρει τῶν ἄλλων; ἢ καὶ ἐκεῖναι κατὰ τὴν ποιότητα τήν τε πρὸς ἀλλήλας ἔχουσιν διαφορὰν καὶ τὸν χαρακτῆρα, ὥσπερ τὴν ὑπόστασιν αὐτὴν κατὰ τὴν οὐσίαν· τῆς γὰρ ποιότητος ἴδιον τὸ διορίζειν τὰς οὐσίας πρὸς ἀλλήλας καὶ τὸ πρὸς ἑαυτὰς ἴδιον χαρακτῆρα ἐμποιεῖν καὶ τὸ τὴν ἐνέργειαν περὶ τὸ οἷον καὶ τὸν χαρακτῆρα συντείνειν, ὥσπερ ἡ ποσότης περὶ τὸ ὅσον μόνον ἐνεργεῖ καὶ ἡ οὐσία περὶ τὸ οὐσιῶδες εἶδος [228] ἵσταται. ἀλλὰ ταῦτα μὲν ἀπὸ τοῦ πλούτου τῶν ἐξηγητῶν πλουσίως παραγεγράφθω, δεῖ δὲ λοιπὸν καὶ ἐπὶ τὴν τοῦ Ἀριστοτέλους λέξιν παρατρέψαι τὸν λόγον.

p. 8b26 Ἓν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις ἕως τοῦ οἱ δὲ διακείμενοι οὐ πάντως ἕξεις ἔχουσιν.

   Ὅτι μὲν τὸ πλεοναχῶς τῆς ποιότητος οὐχ ὡς ὁμωνύμως εἰρημένον παρείληπται, δηλοῖ τὸ ἓν μὲν οὖν εἶδος ποιότητος. εἰ δέ τις καὶ πρὸς τὸ γένος εἶναι καὶ συνωνύμως κατηγορεῖσθαι φιλονεικεῖ διὰ τὴν τάξιν, ἐκλεγέσθω τὸ μέσον τῶν τε συνωνύμων καὶ ὁμωνύμων τὸ ἀφ' ἑνός, οὐ μόνον ἐπὶ τῆς ποιότητος, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἐννέα γενῶν· οὐδὲ γὰρ ἐκεῖνα κυρίως ἐστὶν γένη οὐδὲ ὡς γένη τῶν ὑπ' αὐτὰ κατηγορεῖται, τάξεως οὔσης πανταχοῦ πρώτων καὶ δευτέρων. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων, οὕτως καὶ ἐνταῦθα μετὰ τὴν ὑπογραφὴν τῆς φύσεως αὐτῶν ἐπὶ τὴν διαίρεσιν τρέπεται καὶ οὕτως ἐπὶ τὰ παρακολουθοῦντα.

   Ἀλλ' ἐπειδὴ τετραδικὴν τῶν ποιοτήτων διαίρεσιν Ἀριστοτέλης παραδέδωκεν ἐμφαίνουσάν τι καὶ δυαδικὸν πρὸ τοῦ τετραδικοῦ, δεῖ τὴν ἀκολουθίαν ἐκφῆναι τῆς διαιρέσεως ἀπὸ τοῦ δυαδικοῦ τὴν ἀρχὴν ποιησάμενον, ὥσπερ καὶ ὁ Πλάτων παρακελεύεται κατὰ τοὺς ἐλάττονας τέμνειν ἀριθμοὺς πρότερον, εἴ πῃ δυνατόν. τῶν γὰρ ποιοτήτων αἱ μέν εἰσιν φυσικαί, αἱ δὲ ἐπίκτητοι, φυσικαὶ μὲν αἱ κατὰ φύσιν ἐγγινόμεναι καὶ ἀεὶ ἐνοῦσαι, ἐπίκτητοι δὲ αἱ ἔξωθεν ἀποτελούμεναι καὶ δυνάμεναι ἀποβάλλεσθαι· καὶ τούτων μὲν ἔστωσαν αἱ ἕξεις καὶ διαθέσεις τῷ πολυχρονιωτέρῳ τε καὶ ὀλιγοχρονιωτέρῳ καὶ δυσαποβλήτῳ τε καὶ εὐαποβλήτῳ διαφέρουσαι, τῶν δὲ φυσικῶν ποιοτήτων αἱ μὲν ἔστωσαν κατὰ τὸ δυνάμει, αἱ δὲ κατὰ τὸ ἐνεργείᾳ, αἱ μὲν κατὰ τὸ δυνάμει καθ' ἃς ἐπιτήδειοι πρός τι λεγόμεθα, τῶν δὲ κατ' ἐνέργειαν τὸ μὲν διὰ βάθους, ὅπερ κατὰ τὰς παθητικὰς ποιότητας ὑπάρχει, διττῶς καὶ τοῦτο λεγόμεν‹ον›, ἢ ἀπὸ τοῦ πάθος ἐμποιεῖν τοῖς αἰσθανομένοις ἢ ἀπὸ τοῦ αὐτὰς ἀπὸ πάθους ἐγγίνεσθαι, οἷον γλυκύτης καὶ θερμότης καὶ λευκότης καὶ τὰ τούτοις συγγενῆ· ποιότητες γὰρ αὗται, εἴπερ ποιὰ κατὰ ταῦτα λέγεται τὰ ἔχοντα, παθητικαὶ δέ, ὅτι πάθος ἐμποιοῦσιν ταῖς αἰσθήσεσιν ἢ ἀπὸ τοῦ πάθους ἐγγίνονται· "αἰσχυνθεὶς γὰρ ἐρυθρός τις ἐγένετο καὶ φοβηθεὶς ὠχρός"· τὸ δὲ ἐπιπολῆς ἐστι τῶν κατ' ἐνέργειαν ποιοτήτων ὥσπερ τὸ σχῆμα καὶ ἡ μορφή, ἥτις ἐστὶν σχῆμα ἐμψύχου, καὶ χρῶμα, οὐ καθὸ χρῶμα ἁπλῶς (ἤδη γὰρ ἐκεῖνο προείληπται), ἀλλὰ καθὸ τὴν μορφὴν συμπληροῖ, καὶ πᾶσαι αἱ ἐπιπολῆς φαινόμεναι κατὰ περιγραφὴν ἐμφάσεις. παντὸς δὲ ἂν εἴη ἐπιστῆσαι, ὡς καὶ αὐτὸς ἐπισημαίνεται ὁ Ἰάμβλιχος, ὡς [229] ἐγχωρεῖ καὶ σχῆμα ἐπίκτητον εἶναι· τὸ γὰρ αὐτὸ ποτὲ μὲν τρίγωνον γίνεται, ποτὲ δὲ τετράγωνον ὑπὸ τέχνης μεταπλαττόμενον· καὶ χρῶμα δὲ ὁμοίως οὐ φυσικόν, ὡς ὁ τῶν δειλῶν ὦχρος· ἔστιν δὲ καὶ διάθεσιν φύσει εἶναι καὶ μὴ ἐπίκτητον, ὡς ὑγίειαν καὶ νόσον, αἳ καὶ ἕξεις ἂν εἶεν, εἴπερ ὑπὸ τῆς φύσεως κρατοῖντο, καὶ διὰ τοῦτο ἴσως τὴν εἰς δύο διαίρεσιν ὁ Ἀριστοτέλης παρῃτήσατο. πῶς δὲ ἐπὶ μὲν τοῦ πρώτου ἓν μὲν οὖν εἶδος ποιότητός φησιν, ἐπὶ δὲ τοῦ δευτέρου "ἕτερον δὲ γένος ποιότητος"; ἢ ὅτι [καὶ] τὰ εἴδη ταῦτα καὶ γένη ἐστὶν ἄλλων εἰδῶν ἔτι καθολικώτερα ὄντα καὶ ὑπάλληλα, διὰ τοῦτο καὶ γένη καὶ εἴδη αὐτὰ καλεῖ, ἀλλ' οὐχ ὅτι ἐπηλλαγμένως χρῆται τῷ τοῦ εἴδους καὶ γένους ὀνόματι διὰ τὸ μήπω τὴν διαφορὰν αὐτῶν ἐγνῶσθαι, ὥς φησιν ὁ Ἀλέξανδρος.

   Τῶν δὲ ἕξεων καὶ διαθέσεων οὐχ ὡς δύο εἰδῶν ἀκούειν χρὴ διαφοραῖς εἰδοποιοῖς διωρισμένων, ὡς ἄνθρωπος διώρισται καὶ βοῦς, ἀλλ' ὡς ὁ ἀρτίτοκος πρὸς τὸν ἀκμάζοντα διενήνοχεν. οὐ γὰρ τῷ εἴδει ταῦτα διαφέρει· ὁ γὰρ λόγος εἷς ἐπ' ἀμφοτέρων, ὅτι χρῶμα διακριτικὸν ὄψεως τὸ λευκόν, κἄν τε κατὰ ἕξιν ᾖ κἄν τε κατὰ διάθεσιν· ἀλλ' οὐδὲ ἀριθμῷ διαφέρει ἀλλήλων, ὥσπερ Σωκράτης Πλάτωνος· οὐδὲν γὰρ ἰδιάζον πλῆθος συνδραμὸν τὴν κατ' ἀριθμὸν διάστασιν ἀπειργάσατο· ἀλλὰ χρόνῳ διαφέρει, ὡς τὸ ὀλιγοχρόνιον λευκὸν τοῦ πολυχρονίου, καὶ τῷ μονιμωτέρῳ ἢ μή, ὥσπερ ἡ πεπηγυῖα οἰκοδομία τῆς ἀρτιπαγοῦς· ὁ δὲ τῆς ποιότητος λόγος εἷς ἐπ' ἀμφοτέρων· ποιοὶ γὰρ ἀφ' ἑκατέρας παρονομάζονται. ἔστω δὲ ἕξεως μὲν παράδειγμα αἱ τέχναι καὶ ἐπιστῆμαι καὶ ἀρεταί· πᾶσαι γὰρ δυσκίνητοι καὶ τὸ μόνιμον ἔχουσαι, ἐὰν μὴ ὑπὸ νόσου ἢ ἄλλου τοιούτου ἢ ὑπὸ συνεχοῦς ῥᾳθυμίας ἐκκρουσθῶσιν. αἱ μέντοι ἀρεταὶ καὶ ἔτι μονιμώτεραι, διότι κατὰ πᾶσαν ἐνέργειαν ταύταις χρώμεθα, οὐ μέντοι ταῖς τέχναις, καὶ διότι ἐν προαιρέσεσιν αἱ ἀρεταὶ καὶ τῷ ἐφ' ἡμῖν, οὐκέτι δὲ αἱ τέχναι. αὐτὸς δὲ πάσας τὰς τέχνας ἐπιστήμας νῦν προσηγόρευσεν κατά τι κοινὸν τῆς ἐπιστήμης σημαινόμενον. τῶν δὲ δυσκινήτων τὴν ἐπιστήμην φησίν, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ, τοῦ μετρίως οὐ τὸ ἐπιπόλαιον δηλοῦντος (οὐδὲ γὰρ ἐπιστήμη οὐδὲ ἕξις τὸ τοιοῦτον), ἀλλ' ἐπεί εἰσί τινες τῶν ἐπιστημῶν οὐ πάνυ ἀποδεικτικαὶ καὶ διὰ τοῦτο οὐδὲ κυρίως ἐπιστῆμαι, ὡς τὰς μαθηματικὰς ἀπέδειξεν ὁ Πλάτων, λέγει ὅτι καὶ οἱ τοιαύτην ἐπιστήμην ἀναλαβόντες δυσκίνητοί εἰσιν, καὶ εἴη ἂν τὸ μετρίως ἴσον τῷ 'μετρίαν οὖσαν' ἐπιστήμην. μήποτε δὲ καὶ ἐν τῇ ἐπιστήμῃ ἔστιν τις ἐπίτασις καὶ ἄνεσις, ὥσπερ καὶ ἐν τῇ ἕξει καὶ τῇ διαθέσει· κἂν μὴ κατὰ τὸ ἄκρον οὖν ‹τις εἴη› τῆς ἐπιστήμης, ἀλλὰ μετρίως αὐτὴν ἔχοι, ὡς ἐπιστήμων [230] εἶναι, καὶ οὕτως δυσκίνητος ἡ ἐπιστήμη, ἐάνπερ μὴ μεγάλη γένηται μεταβολὴ ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιούτου. καὶ γὰρ νοσήσαντές τινες ἀπέβαλον τὰς ἐπιστήμας, ὥσπερ ἐφ' ἡμῶν ἐν Παλαιστίνῃ προκεκοφώς τις ἐν λόγοις ἤδη καὶ νοσήσας πάντων ἐπελάθετο, ὡς δεηθῆναι μετὰ τὴν ἀνάληψιν αὖθις εἰς γραμματιστοῦ φοιτῆσαι. καὶ ὑπ' ἄλλου δὲ αἰτίου συμβαίνει τοῦτο, ὡς ἐπὶ τοῦ πληγέντος τὴν κεφαλήν· καὶ ὑπὸ φαρμάκων δὲ ἐπιλαθέσθαι συνέβη πάντων, ὡς τοῖς μετὰ Ἀντωνίου τοῦ Ῥωμαίων στρατηγοῦ Πάρθοις πολεμοῦσιν συνέβη ἐπὶ βοτάνης τινὸς ἐδωδῇ, ὡς Ἀρριανὸς ἱστόρησεν ἐν τοῖς Παρθικοῖς, πλὴν ὅτι ἐκεῖνοι χρόνῳ πάλιν ἀπεκατέστησαν εἰς τὸ κατὰ φύσιν, ὅσοι περιεσώθησαν οἰνελαίου πόματος εὐπορήσαντες· τοῦτο γὰρ ἐκ περιπτώσεως ηὑρέθη τοῦ πάθους βοήθημα. ὡσαύτως δὲ καὶ τὰς ἀρετὰς μὴ εἶναι εὐκινήτους φησίν, οὐχ ὅτι ὁμοίως ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ἔχουσι τὸ δυσκίνητον (βεβαιότεραι γὰρ ἐκείνων εἰσίν), ἀλλ' ὅτι καὶ αὗται οὐκ εὐκίνητοι· τὸ δὲ βεβαιότερον ἔχουσιν, ὡς εἴρηται, διὰ τὸ πανταχοῦ τὴν χρῆσιν αὐτῶν καὶ τὴν ἐνέργειαν παραλαμβάνεσθαι ἐν παντὶ τόπῳ καὶ παντὶ καιρῷ καὶ πάσῃ ἐνεργείᾳ καὶ πάσῃ τοῦ βίου περιστάσει. διαθέσεως δὲ παράδειγμα τίθησιν θερμότητα, οὐ τὴν φυσικὴν οἵα ἡ τοῦ πυρός, ἀλλὰ τὴν ἐπίκτητον οἵα ἡ τοῦ θερμαινομένου ὕδατος, καὶ ψύξιν, οὐ τὴν τῆς χιόνος, ἀλλὰ τὴν τῶν προσκαίρως ψυχομένων σωμάτων, αἵτινες καὶ ἀφίστανται. καὶ ἡ νόσος δὲ καὶ ἡ ὑγίεια εὐκίνητα· ταχὺ γὰρ καὶ ταῦτα μεταβάλλει ἐπὶ τὸ ἐναντίον, εἰ μή τις διὰ χρόνου πλῆθος φυσιωθείη ἐν τούτοις, τῆς τε νόσου ἀνιάτου γενομένης καὶ τῆς ὑγιείας δυσαποβλήτου, ὅτε οὔτε διαθέσεις, ἀλλ' ἕξεις ἤδη προσήκει τὰς τοιαύτας καλεῖν. ὅτι δὲ αἱ μόνιμοι ποιότητες ἕξεις εἰσίν, πιστοῦται ἀπὸ τῆς συνηθείας· τοὺς γὰρ μὴ κατέχοντας τὰ θεωρήματα, ἀλλ' εὐμεταπτώτους οὔ φασιν ἕξιν ἔχειν. καίτοι διάκεινταί πως κατὰ τὴν ἐπιστήμην· διακεῖσθαι γὰρ λέγονται οἱ εὐμετάπτωτοι.

   "Δεῖ δὲ μὴ νομίζειν γένος τὴν διάθεσιν τῆς ἕξεως, φησὶν Ἰάμβλιχος· πάντως μὲν γὰρ εἰδοποιὸν διαφορὰν προσιέναι δεῖ τῷ γένει εἰς τὴν τῶν εἰδῶν σύστασιν, οὐδεμία δὲ τοιαύτη πρόσεισιν, ὅταν ἡ ἀπαγὴς ποιότης πεπηγυῖα γένηται. πῶς οὖν εἶπεν ὅτι εἰσὶν αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ διαθέσεις δὲ οὐ πάντως ἕξεις; τοῦτο γὰρ τὰ γένη πρὸς τὰ εἴδη πεπονθέναι δοκεῖ. ἀλλὰ τὰ μὲν γένη, φησίν, τοῦτο πέπονθεν πρὸς τὰ εἴδη τῷ ἐπὶ πλέον τὰ [231] γένη λέγεσθαι τῶν εἰδῶν, αἱ μέντοι ἕξεις οὐ διὰ τοῦτο πάντως διαθέσεις τῷ ἐπὶ πλέον αὐτῶν λέγεσθαι τὴν διάθεσιν, ἀλλ' ὅτι ὁ μὲν ἐν ἕξει ὢν διάκειται κατὰ τὴν ἑκτικὴν ποιότητα, ὁ δὲ κατὰ ποιότητα διακείμενος οὐ πάντως καθ' ἕξιν τὴν ποιότητα διακειμένην ἔχει· οὐ γὰρ δήπου ἡ γλαυκότης καὶ σιμότης κατ' ἐπίτασιν τὸ πρῶτον ὑπέστη, διάκεινται μέντοι οἱ γλαυκοὶ καὶ οἱ σιμοί. τινὲς μὲν οὖν ἐξ ἀνειμένων ἐπετάθησαν, ὡς αἱ τῶν τεχνῶν ἀναλήψεις ἀπὸ τῆς ἀνειμένης ποιότητος εἰς τὴν πάγιον, τινὲς δὲ οὐδὲ ἐπετάθησαν, ἀλλὰ κατὰ μεταβολὴν πρώτως ὑπέστησαν, ὡς τὸ γάλα μεταβαλὸν καὶ οὐκ ἐπιταθὲν τυρὸς ἐγένετο καὶ ὁ πηλὸς κέραμος καὶ ὁ οἶνος ὄξος. ὥστε οὐ γένος ἡ διάθεσις". ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος γέγραφεν. ὁ δὲ Συριανός φησιν· "ἔστιν τὸ πρῶτον εἶδος τῆς ποιότητος διάθεσις· ταύτης δὲ τὸ μὲν ἕξις, τὸ δὲ διάθεσις ὁμωνύμως τῷ γένει". μήποτε δὲ οὐδὲ γένος ὅλως ἐστὶν ἡ κοινὴ διάθεσις τῆς ἀντικειμένης τῇ ἕξει, ἀλλ' ὁμώνυμοι μόνον εἰσίν, τῆς μὲν κοινῆς κατὰ τὸ διακεῖσθαι πῶς λεγομένης, τῆς δὲ ἰδίας κατὰ τὸ μόνον διακεῖσθαι· τῷ γὰρ μὴ βεβαίως, ἀλλὰ μόνον διακεῖσθαι, τούτῳ καὶ εὐαπόβλητός ἐστιν ἡ διάθεσις. ἄλλο δέ ἐστιν τὸ διακεῖσθαι πῶς, εἴτε μονίμως εἴτε εὐμεταβλήτως, καὶ ἄλλο τὸ μόνον διακεῖσθαι· εἰ δὲ ἦν γένος ἡ διάθεσις ἐκείνη ταύτης, ἔμελλεν καὶ αὕτη ὁπωσοῦν διακεῖσθαι, νῦν δὲ εὐαπόβλητός ἐστι μόνως.

   Αἰτιᾶται δὲ ὁ Νικόστρατος, ὅτι εἰπὼν ἓν εἶδος ποιότητος οὐχ ἓν ἐπήγαγεν, ἀλλὰ δύο, τήν τε ἕξιν καὶ τὴν διάθεσιν. ἀγνοεῖ δέ, φασίν, ὅτι τὸ ἓν εἶδος τὴν διάθεσιν λαμβάνει, ὑφ' ὃ τάττει τὴν ἕξιν καὶ τὴν διάθεσιν τὴν ὁμώνυμον τῷ κοινῷ, ὥσπερ ὑπὸ τὴν κοινὴν δικαιοσύνην ἥ τε μερικωτέρα δικαιοσύνη τέτακται καὶ ἡ ὁσιότης. καὶ ἐνταῦθα ὁ Ἰάμβλιχος τὴν μέν τινα διάθεσιν ἐν γένει φησὶν καὶ κοινήν, τὴν δὲ ἐν εἴδει, οὐχ ὅτι γένος κυρίως εἶναι βούλεται, ἀλλὰ τὴν κοινὴν γένος καλῶν. καὶ κατ' ἄλλον δὲ τρόπον λύων τὴν ἀπορίαν ὁ Ἰάμβλιχός φησιν ἓν εἶδος εἶναι ἄμφω τὴν ἕξιν καὶ τὴν διάθεσιν· οὐ γὰρ ἔχουσι τοὺς γενικοὺς καὶ εἰδικοὺς λόγους πρὸς ἀλλήλας χρόνῳ μόνῳ καὶ τῷ εὐμεταβόλῳ καὶ δυσμεταβόλῳ διαφέρουσαι· διὸ καὶ ἐν τῷ αὐτῷ εἴδει θεωροῦνται καὶ οὐδετέρα αὐτῶν προέχει τῆς λοιπῆς. καὶ ὑπομιμνῄσκει τοῦ καθόλου διορισμοῦ, ὃν Ἀριστοτέλης διωρίσατο, πότε εἰς ἄλλο εἶδος ἡ φαινομένη παραλλαγὴ μεθίσταται καὶ πότε ἐν ἑνὶ ποιεῖται τὴν μετάστασιν, τὰς μὲν κατὰ τὸ σῶμα καὶ τὴν ὕλην [232] ἑτερότητας μὴ παραλαμβάνων εἰς εἰδοποιοὺς διαφοράς, τὰς δὲ κατὰ τοὺς λόγους μόνας εἰς ἐξαλλαγὴν τῶν εἰδῶν παραλαμβάνων· διὸ τὸ ἄρρεν καὶ τὸ θῆλυ καίτοι πολλὴν ἔχοντα διαφορὰν κατά τε τὰς ἄλλας ἐνεργείας καὶ τὰς γεννήσεις ὅμως κατὰ τὸ εἶδος οὐ βούλεται διαφέρειν οὐδὲ τὸν λευκὸν ἄνθρωπον τοῦ μέλανος οὐδὲ ἂν κατὰ χρόνον γένηταί τις διαφορά, οἷον εἴ τινες ἐν ὄρεσιν οἰκοῦντες πολυχρονιώτεροί εἰσιν, ὥσπερ οἱ Ἀκροθωῖται λέγονται, ἢ ἐν ἕλεσιν ὀλιγοχρονιώτεροι· οὐ γὰρ ἡ κατὰ χρόνον παραλλαγὴ εἶδος ἕτερον ἀνθρώπων ἀπεργάζεται, ἀλλὰ μένει τὸ αὐτὸ εἶδος περιέχον τὰς κατὰ χρόνον διαφοράς. καὶ ἐπὶ τῆς ἕξεως οὖν καὶ διαθέσεως ἡ ἐπίτασις καὶ ἡ ἄνεσις ὑλικωτέρα, ἀλλ' οὐ κατὰ τὸ εἶδος ἐμποιεῖ διαφοράν· ἡ γὰρ τοῦ μᾶλλον καὶ τοῦ ἧττον ἀοριστία ἀπὸ τῆς ὕλης ἐμφύεται. καὶ ἡ κατὰ χρόνον δὲ ἔκτασις καὶ συστολὴ ἀλλοτρίως ἔχει πρὸς εἰδοποιίαν· οὐδὲ γὰρ ἐμποιεῖ κατ' εἶδος διαφοράν· οὐδὲ γὰρ συμπληροῖ ὁ χρόνος τὴν τοῦ εἴδους διέξοδον, ἀλλ' ὑπηρετεῖ μόνον αὐτῷ πρὸς τὴν τῆς ζωῆς παράτασιν. καὶ ἡ λέξις δὲ τοῦ Ἀριστοτέλους ἀκριβῶς προενεχθεῖσα λύει τὴν ἀπορίαν· οὐ γὰρ εἶπεν ἓν γένος, ἀλλ' ἓν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν. πάλιν δὲ κατὰ συμπλοκὴν εἴρηται ἕξις καὶ διάθεσις, ὡς ἐν ταὐτῷ εἴδει ὑφεστηκυῖαι, ἀλλ' οὐχ ὡς ἀντιτιθέμεναι ἐν ἑτέρῳ καὶ ἑτέρῳ εἴδει. τρίτον οὐδαμοῦ τῆς διαθέσεως μνημονεύει ὡς διχῶς λεγομένης γενικῶς τε καὶ εἰδικῶς· οὐδὲ γὰρ πέφυκε γένος ποιεῖν ἡ τοῦ ἀνειμένου καὶ ὀλιγοχρονίου παραλλαγή, ἵνα γένος οὕτως νομίζοιτο ἡ διάθεσις. καὶ τελευταῖον δὲ τὰς διαφορὰς αὐτῶν παραδεικνὺς τῷ μονίμῳ καὶ πολυχρονίῳ καὶ τοῖς ἀντικειμένοις αὐτὰ χαρακτηρίζει, ἅπερ εἰδητικὰς διαφορὰς οὐ βούλεται ποιεῖν.

   Λέγει δὲ ὁ Ἰάμβλιχος, ὅτι "ἄν τις ἀπαιτήσῃ ἡμᾶς τὸν ὁρισμὸν τῆς ὡς ἐν γένει διαθέσεως καὶ τῆς ὡς ἐν εἴδει, ὥσπερ ἐπὶ τῆς δικαιοσύνης ἔχομεν ἀποδοῦναι ἄλλον μὲν λόγον τῆς ὡς ἐν γένει δικαιοσύνης, ἄλλον δὲ τῆς ὡς ἐν εἴδει, οὐκ ἂν ἔχοιμεν εἰπεῖν ἐπὶ τούτων τὸ διάφορον· οὔτε γὰρ τὸ ὀλιγοχρόνιον καὶ εὐκίνητον τῆς διαθέσεως οἷόν τε γένος εἶναι τοῦ πολυχρονίου καὶ δυσκινήτου, οὔτε ἄλλο τι δυνατὸν ἀναπλάττειν σημαινόμενον διατεῖνον ἐπίσης ἐπί τε τὸ ὀλιγοχρόνιον καὶ πολυχρόνιον". τούτοις δὲ ἐφιστάνειν ἀξιῶ, πρῶτον μὲν ὅτι κἂν ᾖ τις διάθεσις ὡς γένος, οὐκ ἦν αὕτη ἡ ὀλιγοχρόνιος, ἀλλ' ἄλλη τις ἀμφοῖν κοινὴ κατὰ τὸ διακεῖσθαι ὁπωσοῦν θεωρουμένη· ἔπειτα ὅτι τὸ ὁπωσοῦν διακείμενον κοινὸν ἂν εἴη τοῦ τε ἐμμόνως καὶ τοῦ εὐμεταβλήτως, ὥσπερ ἡ κατ' ἀξίαν διανομὴ ἁπλῶς κοινή τίς ἐστιν τῆς τε πρὸς [233] ἀνθρώπους καὶ τῆς πρὸς θεοὺς συμπλοκῆς, ὧν τὴν μὲν πρὸς ἀνθρώπους δικαιοσύνην εἰδικῶς καλοῦμεν, τὴν δὲ πρὸς θεοὺς ὁσιότητα. προστίθησιν δὲ καὶ ταῦτα ὁ Ἰάμβλιχος, ὅτι ἄλλος μὲν λόγος τῆς διαθέσεως οἷον Ἀριστοτέλης ὑποτείνει ἐν τοῖς Μετὰ τὰ φυσικά, ὃς δύναται κοινῶς διορίζεσθαι, καὶ ἄλλος οὗτος, ‹ὃς› τῆς κατὰ τὰ εἴδη διαθέσεως ἔχεται. εἰ μέντοι τις κατὰ χρόνον μόνον διακρίνοι τὰς διαφοράς, κατὰ τοῦτο ὀφείλει καὶ τὴν γενικὴν αὐτῶν ἀνευρεῖν ταὐτότητα, ὅπερ ἀδύνατον· ὀλιγοχρονίου γὰρ καὶ πολυχρονίου τίς ἂν εὑρεθείη κοινότης ὡς εἰδῶν γενικὴ κατ' αὐτὴν μόνην τὴν τοῦ χρόνου ἰδιότητα καὶ τὴν τοῦ ἐν αὐτῷ ὄντος ποιοῦ σύστασιν;

   Ζητεῖ δὲ ὁ Ἀλέξανδρος, "τί διαφέρει ἡ διάθεσις αὕτη καὶ ἡ ἕξις ὧν μετ' ὀλίγον ἐρεῖ παθῶν καὶ παθητικῶν ποιοτήτων. ἡ γὰρ θερμότης ὅταν εὐμετάβολος ᾖ, πάθος φησὶν αὐτὴν εἶναι, τὸ δὲ εὐμετάβολον διάθεσιν νῦν καλεῖ· χρονιζόμενα δὲ τὰ πάθη παθητικὰς γενέσθαι ποιότητάς φησιν, τὰ δὲ χρονιζόμενα καὶ δυσκίνητα ἕξεις νῦν καλεῖ. τίνι οὖν διαφέρουσιν αἱ ἕξεις αὗται καὶ διαθέσεις τῶν παθητικῶν ἐκείνων ποιοτήτων καὶ τῶν παθῶν;" λύων δὲ τὴν τοιαύτην ζήτησιν αὐτὸς "μήποτε, φησίν, τὴν ἕξιν καὶ τὴν διάθεσιν ἐπὶ ταῖς τῆς ψυχῆς ποιότησιν, ὅσαι ἐπίκτητοι καὶ ἔξωθεν καὶ διὰ διδασκαλίας ἐγγίνονται, χρὴ τάττειν". ἐπεὶ δὲ ἐνίστατο αὐτῷ τὰ τῆς διαθέσεως παραδείγματα, θερμότης καὶ ψύξις καὶ νόσος καὶ ὑγίεια, οὐκ ὄντα ψυχικά, κοινότερον αὐτόν φησι τοῖς παραδείγμασι χρήσασθαι, "ἢ τὸ οἷον θερμότης λέγοι ἂν ὡς ἴσον τῷ 'οἷον ὡς θερμότης'· ὡς γὰρ ταῦτα εὐκίνητα, οὕτως καὶ ἡ διάθεσις". ταύτην δὲ τὴν λύσιν οὐκ ἀποδέχονται οἱ μετ' αὐτὸν ἐξηγηταί, ἀλλὰ πρῶτον μὲν θαυμάζουσιν, εἴ τινας ἰδίας ἕξεις καὶ διαθέσεις ταῖς ψυχαῖς ἀφορίζεται ἀσυμφώνως τῷ Ἀριστοτέλει καὶ μὴ κοινὰς αὐτὰς ποιεῖ εἶναι καὶ τοῦ ἔχοντος· ἔπειτα, πῶς οὐχὶ καὶ ἐπὶ τοῦ σώματος τὰς ἕξεις ἀκούει καὶ διαθέσεις, ὅταν εἰδοποιοί τινες διαφοραὶ γίνωνται κατὰ τὸ σῶμα, ὡς τὸ λευκὸν τῆς χιόνος συμπληρωτικόν τε αὐτῆς ἐστιν τοῦ λόγου καὶ ἕξιν ἐν αὐτῇ ἐμποιεῖ τῆς λευκότητος; εἰ μὴ ἄρα ἐπίκτητον εἶναι καὶ τὴν ἕξιν δεῖ, ἀλλ' οὐ συμφυῆ, καὶ εἴη ἂν ἕξις κατὰ τὸ λευκὸν ἡ τοῦ λευκανθέντος μονίμως λίνου διάθεσις. βιάζεται δέ, φασίν, καὶ τὰ παραδείγματα τοῦ Ἀριστοτέλους τὰ κυρίως εἰρημένα ἐν ἀκριβεῖ καὶ ἀκροαματικῷ βιβλίῳ μὴ κυρίως εἰρῆσθαι λέγων, καὶ παρεξηγεῖται τὸ οἷον ἡ θερμότης ἴσον νομίζων τῷ 'οἷον ὡς θερμότης', ἵνα ὥσπερ ταῦτα εὐκίνητα, οὕτως [234] καὶ τὰς διαθέσεις τὰς ἐν τῇ ψυχῇ εὐκινήτους λαμβάνωμεν. παρὰ πόδας γὰρ ἔχει ταῦτα τὸν ἔλεγχον· καὶ γὰρ ἐπὶ τῶν ἕξεων, ἃς αὐτὸς εἶναί φησιν τῆς ψυχῆς, οἷον ἡ δικαιοσύνη λέγει. δεῖ τοίνυν μὴ οὕτως διορίζειν ταῦτα, ὡς τῶν ἐν τοῖς σώμασιν τὰ μὲν εὐκίνητα πάθη εἶναι, τὰ δὲ δυσκίνητα παθητικὰς ποιότητας, τῶν δὲ ἐν τῇ ψυχῇ ἐπικτήτων ποιοτήτων τὰ μὲν εὐκίνητα διαθέσεις, ἕξεις δὲ εἶναι τὰ δυσκίνητα, ἐπεὶ οὕτω γε οὐκ αὐτὸν τὸν λόγον τῆς ποιότητος εἰς εἴδη διαιροῦμεν, καθ' ὅσον ἐστὶ ποιότης, ἀλλὰ παρὰ τὰ ἐν οἷς ὑποκειμένοις ἐγγίνεται τὴν διαφορὰν αὐτῶν ποιησόμεθα. μᾶλλον οὖν ῥητέον ὅτι κινήσει καὶ ἀλλοιώσει καὶ ἐκστάσει τοῦ ὑποκειμένου τὸ πάθος χαρακτηρίζεται, καὶ ἡ παθητικὴ ποιότης παραπλησίως, ὅταν ἡ κίνησις ἡ παθητικὴ δυσαπάλλακτος ὑπάρχῃ· ᾗ μέντοι ὅρῳ καὶ πέρατι τοῦ εἴδους ἤδη κατέχεται καὶ τῆς κατὰ τὴν κίνησιν ἀνωμαλίας καὶ ἑτεροιώσεως πάντῃ κεχώρισται, διάθεσίς ἐστιν. ὁδὸς μὲν γάρ ἐστιν ἐπὶ τὸν λόγον ἥ τε ἄλλη κίνησις καὶ ἡ παθητική· ἐπειδὰν δὲ ἔλθῃ εἰς τὸ εἶδος, ἵσταται καὶ παύεται πάσχον τε καὶ ἀλλοιούμενον. οὕτως οὖν ἡ αὐτὴ θερμότης, ὅταν μὲν ἐν τῷ ἀλλοιοῦσθαι μεταβάλλῃ, φανεῖται πάθος ἢ παθητικὴ ποιότης· ὅταν δὲ στῇ κατὰ τὸ εἶδος τῆς θερμότητος καὶ ψύξεως, ὁρίζεται ἐν τῷ τῆς διαθέσεως εἴδει, καὶ συμβαίνει οὕτως κατ' αὐτὸν τὸν λόγον τῆς ποιότητος γίνεσθαι τὸ διάφορον, ἀλλ' οὐχὶ κατά τινας ἔξωθεν οὐδὲν προσηκούσας αὐτῇ προσθήκας τῶν ὑποδεχομένων ἢ ἄλλων τινῶν τοιούτων, ἐπεὶ καὶ τῶν ἐν τῇ ψυχῇ φυσικῶν παθῶν τὰ μὲν πάθη ἐστίν, τὰ δὲ παθητικαὶ ποιότητες, ὡς αὐτὸς ἐρεῖ, καὶ οὐ δεῖ τῆς ψυχῆς ἐξοικίζειν ταῦτα, ἐπὶ δὲ τὸ σῶμα αὐτὰ μεταφέρειν. οὐ τοίνυν οὐδὲ ἡ διάθεσις μέν ἐστιν ἡ ἐπὶ τοσοῦτον κατάψυξις καὶ ἡ ἕξις ὁμοίως ἡ ἐπὶ πλέον οὖσα καὶ μονιμωτέρα, παθητικὴ δὲ ποιότης τὸ ψυχρὸν καὶ οὐχ ἡ κατάψυξις. τοὐναντίον γὰρ συμβαίνει κατά γε τοῦτον τὸν λόγον ἢ ὥσπερ τὸ ἀληθὲς ἔχει· ἡ μὲν γὰρ κατάψυξις καὶ θέρμανσις ἐν κινήσει μᾶλλον φέρεται, τὸ δὲ θερμὸν καὶ ψυχρὸν ἕστηκεν τοῖς εἴδεσιν. οὐκ ἔστιν οὖν ἡ κατάψυξις τοῦ πεπονθότος ποιότης, ἀλλὰ τοῦ πάσχοντος καὶ ἀλλοιουμένου, οὐδὲ ἡ ψυχρότης αὐτὸ τὸ γινόμενον πάθος, ἀλλὰ τὸ ἤδη γεγονός. ὁ δὲ Πορφύριος "ἡ πρόσκαιρος, φησί, θέρμανσις πάθος ἔχουσα ἆρά γε ἡ αὐτὴ ἂν εἴη τῇ διαθέσει; ἡ τοῦ μὲν ἔχοντος σώματος καὶ ἐπάγοντος ἄλλῳ τὸ θερμαίνεσθαι εἴη ἂν διάθεσις, τοῦ θερμαινομένου δὲ οὕτως ὡς μὴ ἂν δύνασθαι ἄλλο θερμᾶναι πάθος ἂν εἴη ‹ἡ› πρὸς καιρὸν καὶ ἐπ' ὀλίγον θέρμανσις, ὥστε πάθους μὲν εἶναι ἐπίτασιν τὴν διάθεσιν, ἥτις ἂν [235] εἴη καὶ παθητικὴ ποιότης, ἐπίτασιν δὲ τῆς διαθέσεως τὴν ἕξιν καὶ τὴν μάλιστα παθητικὴν ποιότητα".

   Εἰ δέ τινες ἐπιλαμβάνονται τῆς διαιρέσεως μὴ τὸ ἓν πολλὰ ποιούσης, ὅπερ ἔδει, ἀλλὰ πολλὰ συμφορούσης εἰς ἓν καὶ ἓν εἶδος τιθεμένης τῆς ἕξεως καὶ διαθέσεως, διότι τὸ μὲν ἐπιτείνεται, τὸ δὲ ἀνίεται μένον ἐν τῇ αὐτῇ ἰδιότητι, καὶ λέγοιεν δυνατὸν εἶναι καὶ κατ' εἶδος διαφέροντά τινα μηδὲν κωλύειν ἔχειν τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον διαφορὰν καὶ παραδείγματα ἐπάγοιεν τὴν μέμψιν καὶ τὴν ὀργὴν καὶ τὸν θυμόν, ἅπερ φησὶν ὁ Θεόφραστος ἐν τῷ Περὶ παθῶν κατὰ τὸ μᾶλλον καὶ ἧττον ἔχειν τὴν διαφορὰν καὶ μὴ εἶναι ὁμοειδῆ· ὁμοίως δὲ καὶ φιλία καὶ εὔνοια ἐπιτείνεται καὶ ἀνίεται καὶ ἄλλο εἶδος ἑκατέρα ἐστίν, ὠμότης τε καὶ θηριότης πρὸς ὀργὴν ἐπιθυμία τε καὶ ἔρως ὡσαύτως διέστηκεν, καὶ καθόλου τὰ δυσφημότερα τῶν παθῶν ἐπιτεινόμενα εἰς ἄλλο μεταβάλλει εἶδος ‑ εἰ οὖν ταῦτα λέγοι‹εν›, ῥητέον ὅτι εἰ τὸ μᾶλλον καὶ ἧττον κατὰ τὸ ἀόριστον ὑφίσταται τῆς ὕλης, πῶς ἂν εἶεν εἰδητικαὶ διαφοραὶ κατὰ μηδὲν ἄλλο τῆς διαστάσεως ὑφισταμένης; εἰ γὰρ ἦν τι ἄλλο τὸ διάφορον κατ' εἶδος θεωρούμενον, ἐξ ἐκείνου ἂν μᾶλλον διωρίζετο καὶ οὐχὶ ἀπὸ μόνου τοῦ μᾶλλον καὶ ἧττον, ὥστε καὶ ὅταν ἐπὶ τῶν παθῶν λέγωνται, ὡς ἐπὶ ἐνύλων φύσεων ῥηθήσονται, τῶν ἀλογίστων παρατροπῶν οὖσαι παραλλαγαί, ὡς ἄδικος πῆχυς λέγεται τὸ ὅλον τοῦτο, οὐχ ὅτι πῆχυς καὶ ἄδικος. καὶ ἐνταῦθα οὖν ἀτάκτου καὶ ἐνύλου φύσεώς ἐστιν διαφορά, ἀλλ' οὐχὶ καὶ κυρίως καὶ κατ' εἶδος διαφορά· ὥσπερ γὰρ κοινωνίαι τινὲς εἰσὶν τὴν διάκρισιν τῶν εἰδῶν ἐφ' ἑαυταῖς φυλάσσουσαι, οἷον ἡ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ, οὕτως καὶ διαφοραὶ εἰσὶν ἐν τῷ αὐτῷ εἴδει μένουσαι, ὥσπερ αἱ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον.

   Εἰς τοὐναντίον δὲ τούτοις ὁ Πλωτῖνος ἀπορῶν 'εἰ κοινόν, φησίν, ἐστὶ πάσης ποιότητος τὸ εἶναι χαρακτῆρα ἔξωθεν οὐσίας καὶ τὸ ἐπιγινόμενον μετὰ τὴν οὐσίαν εἰς τὸ πῶς διακεῖσθαι τὸ ὑποκείμενον, διὰ τί πλείω εἴδη καταριθμεῖται ποιότητος ἕξις καὶ διάθεσις; ἄλλου γὰρ διαφορὰ καὶ οὐ ποιότητος τὸ μόνιμον καὶ μή, ἀλλ' ἀρκεῖ ἡ διάθεσις ὁπωσοῦν ἔχουσα πρὸς τὸ παρασχέσθαι ποιόν, προσθήκη δὲ καὶ ἔξωθέν ἐστιν τὸ μόνιμον μένειν'. ἀλλ' εἴπερ τὸ μόνιμον καὶ δυσκίνητον καὶ τὸ συνέχεσθαι ἐν τῷ αὐτῷ εἴδει ἐστὶν τῶν οὐσιῶν ἢ τοῦ λόγου τῆς οὐσίας νὴ Δία, πῶς οὐχὶ καὶ ἐν ταῖς ποιότησιν ἡ κατὰ ταῦτα διαφορὰ ποιότητος ποιεῖ εἶδος ἐν ἑνὶ εἴδει ἔχον [236] τινὰ πρὸς ἑαυτὸ διαφορὰν καὶ οὐχὶ περιττήν τινα προσθήκην; οὐδὲ γὰρ τῷ τυχόντι διενεγκοῦσα ἡ ἕξις παρὰ τὴν διάθεσιν μονιμωτέρα γέγονεν, ἀλλὰ τῷ μεταλαβεῖν ἀτρέπτου τινὸς καὶ ἀδιαλύτου δυνάμεως. ἔστιν δὲ τοῦτο οὐ προσθήκη τινὸς εἰδητικῆς παραλλαγῆς, ἀλλ' οἰκεία διαφορὰ τῆς τοῦ αὐτοῦ εἴδους τελειότητος, οὐχ ὅτι ἀτελεῖς εἰσιν αἱ διαθέσεις, ἀλλ' ὅτι καὶ αὐταὶ ἔχουσιν οἰκείαν τελειότητα τοιάνδε κοινωνοῦσαν τῆς τοῦ εἴδους τοῦ αὐτοῦ τελειότητος. ταὐτὰ γὰρ τὰ μὲν κατὰ τὴν διάθεσιν, τὰ δὲ κατὰ τὴν ἕξιν· καὶ γὰρ οὐδὲ ἐν τῷ αὐτῷ τελέως ἡ ἕξις μένει τῇ διαθέσει (οὐ γὰρ ἂν ἦν ἄλλη παρ' αὐτὴν) οὔτε ἐξίσταται τελείως (οὐ γὰρ ἂν ἡ ἕξις μετὰ προσθήκης διάθεσις ἦν), ἀλλὰ πῶς μὲν ἡ αὐτὴ πρὸς τὴν διάθεσιν, πῶς δὲ οὐκ ἔστιν, ἅτε δὴ διαφοραῖς ἐν τῷ αὐτῷ εἴδει μένουσαι διωρισμέναι.

   Ἀλλὰ διὰ τί, φασίν, ἐν τοῖς πρός τι τάξας πρότερον τὴν ἕξιν καὶ τὴν διάθεσιν νῦν ἐν τῇ ποιότητι τάττει αὐτάς; ἢ πολλάκις εἴρηται πρὸς τοῦτο, ὡς οὐδὲν κωλύει τὸ αὐτὸ κατ' ἄλλο καὶ ἄλλο ὑπ' ἄλλην τάττεσθαι κατηγορίαν καὶ μάλιστα ὑπὸ τὰ πρός τι καὶ ἄλλην τινά, εἴπερ οὐ καθ' ἑαυτά ἐστιν τὰ πρός τι, ἀλλ' ἐν ταῖς ἄλλαις κατηγορίαις ὑφέστηκεν.

   Αἰτιῶνται δέ τινες τὸν Ἀριστοτέλη τὴν διάθεσιν ἐπὶ τοῦ ὀλιγοχρονίου τάξαντα, τὴν συνήθειαν καὶ αὐτοὶ παραφέροντες ὡς τὸ πολυχρόνιον δηλοῦσαν, ὥσπερ καὶ αὐτὸς τὴν συνήθειαν ἐπὶ τῆς ἕξεως ἐμαρτύρατο· ἐπὶ γοῦν τῶν ἀδιαλλάκτων ἐχθρῶν λέγειν εἰώθαμεν ὅτι διάθεσις ἤδη γέγονεν καὶ ἐπὶ τῶν ἐσκιρρωμένων νόσων. ἀλλὰ τὴν μὲν συνήθειαν παραιτητέον ὡς οὐκ ἐν πᾶσιν τυγχάνουσαν τοῦ ἀληθοῦς· ἐν οἷς δὲ τυγχάνει, ἐν τούτοις μόνοις ἐπιμαρτύρεσθαι αὐτὴν ἄξιον. καὶ οὕτως τὴν διάθεσιν ἀντὶ τῆς ἕξεως εἰώθαμεν παραλαμβάνειν, ἐπειδὴ εἰς ἓν εἶδος ταῦτα συντέτακται. δηλοῖ δὲ ἡ διάθεσις θέσιν τινὰ κατ' εἶδος, ἡ δὲ ἕξις ἐνέργειαν τοῦ ἔχοντος ἢ ἐχομένου, καὶ διὰ τοῦτο ἡ μὲν ἔστω εὐμετάπτωτος, ἡ δὲ δυσμόχλευτος.

   Εὔδωρος δὲ ἐγκαλεῖ ὅτι εἰπὼν ἴδιον εἶναι τῆς διαθέσεως τὸ εὐκίνητον φησὶ πάλιν †εἴπερ εἴδη αἱ ἕξεις καὶ διαθέσεις· "οὐκέτι γὰρ ἴδιον ἔσται τὸ εὐκίνητον τῆς διαθέσεως· καὶ γὰρ ἡ ἕξις εὐκίνητος ἔσται· καὶ γὰρ εἰ ἴδιον ζῴου ἦν τὸ λογικόν, οὐκ ἂν ἦν ὁ κύων ζῷον ἄλογος ὤν. καὶ εἰ πᾶσα ἕξις καὶ διάθεσις, οὐδεμία δὲ διάθεσις ἕξις, πῶς οὐ συναχθήσεται τὸ τὰς ἕξεις μὴ εἶναι ἕξεις;" πρὸς δὴ ταῦτα ῥητέον ὡς οὐ πάσης διαθέσεως ἴδιον Ἀριστοτέλης ἔφη τὸ εὐκίνητον, εἰ γὰρ ἡ μὲν γενική ἐστιν διάθεσις, ἡ δὲ εἰδική, καὶ ἡ μὲν εὐκίνητος ἡ κατὰ τὸ εἶδος θεωρουμένη, ἡ δὲ γενικὴ [237] καὶ ταῖς εὐκινήτοις ὑπάρχει καὶ ταῖς δυσκινήτοις. καὶ ἔχει τινὰ καὶ ταῦτα λόγον, εἴ τις γένος ὑπολαμβάνοι τὴν διάθεσιν ἢ ὡς γένος· εἰ δέ τις ὡς ὅλης τῆς ἕξεως ἀπομερισμὸν τιθεὶς τὴν διάθεσιν ὡς ὑποδεεστέραν ἀποφαίνοιτο, πάλιν καὶ οὕτως ἔσται ἡ ἕξις διάθεσις, ὡς περιέχουσα τὴν διάθεσιν ἐν ἑαυτῇ· καὶ γὰρ καὶ κατὰ τὰς ἀρετὰς διακεῖσθαι λεγόμεθα, καίτοι ἕξεις οὔσας.

   Ἀλλ' ἐπειδὴ πολὺ μέρος εἰς ἀλήθειαν συμβάλλεται ἡ τῶν σημαινομένων διάκρισις, δεῖ καὶ ταῦτα ἐπὶ τῶν εἰρημένων ἔχοντά τινα ἀμφιβολίαν διαστείλασθαι. διχῶς τοίνυν λεγομένης τῆς ἀρετῆς παρ' αὐτῷ, τῆς μὲν ἀτελοῦς, ἥτις λόγῳ μόνον ἢ ἔθει ἢ φύσει πρὸς τὸ καλῶς ἔχειν παρεσκεύασται (λόγῳ δὲ μόνῳ λέγω, ὡς εἰδέναι μὲν τὸ δέον, μήτε δὲ εἰθίσθαι μήτε πεφυκέναι πρὸς αὐτὸ καὶ διὰ τοῦτο τὰ τῆς Μηδείας φθέγγεσθαι·

   καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,

   θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων),

τῆς δὲ τελείας, ἣ τοῖς τρισὶ τούτοις ἀπήρτισται, δυσκίνητος ἀρετὴ νῦν λέγεται ἡ τελεία καὶ ἀπηρτισμένη τοῖς ὅλοις. πάλιν ἐπιστήμης τῆς μὲν ἰδίως λεγομένης κατὰ τὴν τῶν ὄντων ὡς ὄντων ἀκριβῆ γνῶσιν, τῆς δὲ κοινότερον, ἥτις καὶ κατὰ πάσης λέγεται τέχνης, νῦν ἐπιστήμη εἴρηται ἡ καὶ ἐπὶ τὰς τέχνας διατείνουσα. ἔτι δὲ καὶ τῆς θερμότητος διχῶς λεγομένης, τῆς μὲν συμφύτου, τῆς δὲ ἐπικτήτου, εὐκίνητον ἐνταῦθα θερμότητα τὴν ἐπίκτητον καλεῖ. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ψύξεως τὴν ἐπίκτητον ληπτέον ψυχρότητα, ἀλλ' οὐχὶ τὴν σύμφυτον. διόπερ οὔτε τὴν τοῦ πυρὸς θερμότητα οὔτε τὴν τῆς χιόνος ψυχρότητα ὑποληψόμεθα ἐνταῦθα, ἀλλὰ τὴν τοῦ ὕδατος ἢ ἄλλου σώματος μεταβολὴν εἰς ἀμφότερα ταῦτα.

   Ἄξιον δὲ καὶ τὴν τῶν Στωικῶν συνήθειαν περὶ τὰ ὀνόματα ταῦτα καταμαθεῖν. δοκοῦσι γὰρ οὗτοί τισιν ἀνάπαλιν τῷ Ἀριστοτέλει τὴν διάθεσιν τῆς ἕξεως μονιμωτέραν ἡγεῖσθαι· τὸ δὲ ἀφορμὴν μὲν ἔχει τῆς τοιαύτης ὑπονοίας, οὐ μέντοι κατὰ τὸ μονιμώτερον ἢ μὴ παρὰ τοῖς Στωικοῖς ἡ τούτων εἴληπται διαφορά, ἀλλὰ κατ' ἄλλας διαθέσεις· καὶ γὰρ τὰς μὲν ἕξεις ἐπιτείνεσθαί φασιν δύνασθαι καὶ ἀνίεσθαι, τὰς δὲ διαθέσεις ἀνεπιτάτους εἶναι καὶ ἀνανέτους. διὸ καὶ τὴν εὐθύτητα τῆς ῥάβδου, κἂν εὐμετάβολος ᾖ δυναμένη κάμπτεσθαι, διάθεσιν εἶναί φασιν· μὴ γὰρ ἂν ἀνεθῆναι ἢ ἐπιταθῆναι τὴν εὐθύτητα μηδὲ ἔχειν τὸ μᾶλλον ἢ ἧττον, διόπερ εἶναι διάθεσιν. οὑτωσὶ δὲ καὶ τὰς ἀρετὰς διαθέσεις εἶναι, οὐ κατὰ τὸ μόνιμον [238] ἰδίωμα, ἀλλὰ κατὰ τὸ ἀνεπίτατον καὶ ἀνεπίδεκτον τοῦ μᾶλλον· τὰς δὲ τέχνας καίτοι δυσκινήτους οὔσας [ἢ] μὴ εἶναι διαθέσεις. καὶ ἐοίκασιν τὴν μὲν ἕξιν ἐν τῷ πλάτει τοῦ εἴδους θεωρεῖν, τὴν δὲ διάθεσιν ἐν τῷ τέλει τοῦ εἴδους καὶ ἐν τῷ μάλιστα, εἴτε κινοῖτο καὶ μεταβάλλοι, ὡς τὸ εὐθὺ τῆς ῥάβδου, εἴτε καὶ μή. μᾶλλον δὲ ἐχρῆν ἐκεῖνο ἐπιστῆσαι, μὴ ἡ παρὰ τοῖς Στωικοῖς σχέσις ἡ αὐτή ἐστιν τῇ παρὰ Ἀριστοτέλει διαθέσει, κατὰ τὸ εὐανάλυτον καὶ δυσανάλυτον διισταμένη πρὸς τὴν ἕξιν. ἀλλ' οὐδὲ οὕτως συμφωνοῦσιν. ὁ μὲν γὰρ Ἀριστοτέλης τὴν ἀβέβαιον ὑγίειαν διάθεσιν εἶναί φησιν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς τὴν ὑγίειαν, ὅπως ἂν ἔχῃ, οὐ συγχωροῦσιν σχέσιν εἶναι· φέρειν γὰρ τὸ τῆς ἕξεως ἰδίωμα· τὰς μὲν γὰρ σχέσεις ταῖς ἐπικτήτοις καταστάσεσιν χαρακτηρίζεσθαι, τὰς δὲ ἕξεις ταῖς ἐξ ἑαυτῶν ἐνεργείαις. ὅθεν οὐδὲ χρόνου μήκει ἢ ἰσχύι εἰδοποιοῦνται αἱ ἕξεις κατ' αὐτούς, ἰδιότητι δέ τινι καὶ χαρακτῆρι, καὶ ὥσπερ τὰ ἐρριζωμένα μᾶλλον καὶ ἧττον ἐρρίζωται, ἓν δὲ ἔχει τὸ κοινὸν ἰδίωμα τὸ ἀντέχεσθαι τῆς γῆς, οὕτω καὶ ἡ ἕξις ἐπὶ τῶν δυσκινήτων καὶ εὐκινήτων ἡ αὐτὴ θεωρεῖται· ὅλως γὰρ τῷ γένει πολλὰ ποιὰ ὄντα ἐκλελυμένον ἐκεῖνο τὸ ἰδίωμα ἔχει καθ' ὃ εἰδοποιεῖται, ὡς ὁ αὐστηρὸς οἶνος καὶ ἀμύγδαλα πικρὰ καὶ Μολοττικὸς κύων καὶ Μελιταῖος, οἷς πᾶσιν μέτεστι μὲν ὁ γενικὸς χαρακτήρ, ἐπὶ βραχὺ δὲ καὶ ἀνειμένως, καὶ ὅσον ἐπ' αὐτοῖς τοῖς ἐν τῇ ἕξει λόγοις ἐπιμένει ἐπὶ μιᾶς καταστάσεως αὕτη, τὸ δὲ εὐκίνητον πολλάκις ἐξ ἄλλης αἰτίας ἔχει. διόπερ οἱ Στωικοὶ διατείνουσιν τὰς ἕξεις κοινότερον καὶ ἐπὶ τὰς εὐκινήτους, ἃς λέγει Ἀριστοτέλης διαθέσεις, καὶ ταύτας ἡγοῦνται πολὺ διενηνοχέναι τῆς σχέσεως. ἡ γὰρ τοῦ ἀναλαμβάνοντος τὴν ὑγίειαν ἕξις καθίσεως καὶ προβολῆς καὶ τῶν τοιούτων σχέσεων πάντῃ διέστηκεν· αἱ μὲν γὰρ ἄρριζοι καὶ ἀπαγεῖς εἰσιν, τὰς δὲ οὕτως ὑφεστηκέναι φασὶν ὥστε ἀφεθείσας διαμένειν ὅσον ἐφ' ἑαυταῖς δύνασθαι, τὸ ἔμμονον ἐξ ἑαυτῶν καὶ τοῦ οἰκείου λόγου παρεχομένας. διὰ ταῦτα οὐδὲ ἡ ὁπωσοῦν δυσανάλυτος σχέσις λέγεται ἕξις παρ' αὐτοῖς· εἰ γὰρ ἔξωθεν ἔχοι τὸ δυσανάλυτον, ὥσπερ ὁ δακτύλιος ἐν δακτυλήθρᾳ ὤν, οὐκ ἂν εἴη ἐν ἕξει τῆς τοιαύτης καταστάσεως· ἀλλ' εἰ ἀφ' ἑαυτοῦ τὴν ἐνέργειαν παρέχοιτο τοῦ εἶναι τοιόνδε, τότε ἂν εἴη ἐν ἕξει, ὥσπερ ὁ πηλὸς εἰς ὄστρακον μεταβαλών· αὐτὸς γὰρ ἀφ' ἑαυτοῦ τοιόσδε γέγονεν. ἀλλὰ ταῦτα μὲν οὕτως ἱστορήσθω.

   Τὸ δὲ βαθυτέρας ἐν τούτοις δεόμενον ἐπιβλέψεως ἐκεῖνό ἐστιν· ἆρα ἡ ἕξις οὐκ ἄλλη τίς ἐστιν τῆς διαθέσεως πλὴν τῷ προσειληφέναι τὸ μόνιμον [239] καὶ δυσκίνητον; τί οὖν ποτέ ἐστιν τοῦτο τὸ προσειληφέναι, πότερον διαφορᾶς προσθήκη ἢ ψιλῆς σχέσεως ἢ πλεονασμός τις ἄλλος ὁποιοσοῦν; καὶ γὰρ εἰ μὲν εἰδοποιὸς διαφορὰ προσελήφθη, εἶδος γέγονεν ἕτερον, καὶ οὐκέτι ἐν τῷ αὐτῷ εἴδει εἰσὶν ἥ τε ἕξις καὶ ἡ διάθεσις· εἰ δὲ σχέσις ψιλὴ ἢ πλεονασμὸς ὁποιοσοῦν, ὥς γε οὑτωσὶ δόξα πρόσεισιν, πάλιν ἐν τῷ τοιῷδε προσθήκη γίνεται ἄλλως καὶ οὐ κατὰ τὴν ἰδιότητα τοῦ λόγου πάρεστι τὸ μόνιμον. μήποτε οὖν ἐν πλάτει τοῦ ἑνὸς εἴδους θεωροῦνται τῆς ἕξεως καὶ διαθέσεως οἱ λόγοι, ἔχοντες διαφορὰς ἐν ἑαυτοῖς εἰδητικὰς μέν, περιεχομένας δὲ ὑπὸ τοῦ αὐτοῦ εἴδους· τὸ γὰρ ἓν εἶδος συνείληφεν ἐν ἑαυτῷ τὰς τῆς ἕξεως καὶ διαθέσεως διαφοράς. αἰτία δὲ τούτου ὑπάρχει ἡ καθαρότης καὶ ἡ ἄυλος τῶν εἰδῶν φύσις, δι' ἣν ἀμιγῶς καὶ καθαρῶς τὰ πολλὰ εἴδη ἐν ἑνὶ πολλάκις περιέχε‹τα›ι. καὶ δεῖ νοεῖν τῶν εἰδῶν οὐ μόνον τὴν κατὰ τὰ μεγάλα διαφοράν, ἀλλὰ καὶ τὴν κατὰ τὰ ἐλάχιστα τοῦ εἶναι ἑτερότητα. οὐδὲ ἐπίτασιν οὖν οὐδὲ μεταβολὴν ἀποδεκτέον, δι' ἣν ἀπὸ τῆς διαθέσεως ἡ ἕξις ἀπογεννᾶται. οὔτε γὰρ ἐκ κινήσεως οὔτε ἐξ ἐπιτάσεως οὔτε κατὰ μεταβολὴν πέφυκεν ὁ λόγος ἀποβλαστάνειν· ἀρχηγικώτερον γὰρ καὶ αἰτιώτερόν ἐστιν τὸ ἀκίνητον τοῦ κινουμένου καὶ τὸ τῇ τοῦ ἑνὸς συμμετρίᾳ προσεοικὸς τοῦ εἰς τὴν ἀοριστίαν τῆς ὕλης ὑποφερομένου. παραιτησόμεθα δὲ διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοὺς τὸ ἀπαγὲς καὶ πεπηγμένον εἰς διάκρισιν τῶν αὐτῶν ὑποτείνοντας· σωματικὴν γὰρ ποιοῦνται τὴν τῶν εἰδῶν διδασκαλίαν καὶ κατὰ μεταβολὴν τὴν ἕξιν ἀποτελοῦσιν, καὶ ἔσται οὕτως μεταβολὴ κυριωτέρα τοῦ ἑστηκότος εἴδους, ὃ παντελῶς ἐστιν ἀδύνατον. διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐδὲ τὸ πολυχρονιώτερον καὶ ὀλιγοχρονιώτερον ἐν ταῖς τοιαύταις διαφοραῖς ἀπολογίζεσθαι ἄξιον, διότι χρόνος μὲν συμφέρεται κινήσει, κίνησις δὲ οὐκ ἔχει ἐν ἑαυτῇ τὸ κῦρος τῆς τῶν εἰδῶν ἰδιότητος, κατ' αὐτὴν δὲ μᾶλλον αὐτὴ ἀφώρισται. ἀλλ' εἰ μὲν λέγοι τις, ὡς δύναμις εἰς τὸ συνέχειν προϋπάρχουσα τελειοτέρα συνακολουθοῦσαν ἔχει σὺν τῇ μονίμῳ καταστάσει καὶ τὴν κατὰ χρόνον βεβαιότητα, τάχα ἄν τι λέγοι σύμφωνον τῇ περὶ τῶν ποιοτήτων ὑποθέσει· ὡς δὲ νῦν λέγεται προηγουμένως τῇ κατὰ χρόνον κινήσει τὸ διάφορον αὐτῶν ἀποδιδόντων τινῶν, οὐδαμῶς ἔχει τὸ πιστὸν καὶ ἀληθὲς ὁ λόγος· ἀναστρέφει γὰρ οὗτος ἀνάπαλιν τὴν φύσιν τῶν ὄντων. οὐ τοίνυν οὐδὲ τὸ ἀτελὲς καὶ τέλειον, εἴ τις καὶ τοῦτο εἰς διάστασιν αὐτῶν παραλαμβάνει ὡς ἐχέγγυον, ἀναμφισβήτητον ἔχει τὴν ἐπίκρισιν, ἐπεὶ οὐδὲν ἐν τοῖς λόγοις ἀτελὲς θεωρεῖται κατά γε τὴν οἰκείαν ἑκάστου τάξιν· πληροῦται γὰρ αὕτη συμμέτρως πρὸς ἣν ἕκαστος αὐτῶν εἴληχεν δύναμιν. ἴσως οὖν ἐπὶ τὰ μετέχοντα τῶν λόγων καὶ τὰ σύνθετα τὰς τοιαύτας δεῖ μετάγειν διαφοράς, [240] ὅταν τὸ ἐλλεῖπον τῆς οἰκείας φύσεως ταῦτα συμμιγνύοντα τὰ τέλεια ποιῇ ἀτελῆ φαίνεσθαι καὶ ἀσύμμετρα τὰ ὡρισμένα καὶ κινούμενα εἰς ἐπίτασιν τὰ ἑστηκότα. καθόλου οὖν διωρίσθω ὡς δεῖ τὸν μετεχόμενον λόγον καθαρῶς θεωρεῖν αὐτὸν καθ' ἑαυτόν, εἰ καὶ ὅτι μάλιστα ἔνεστιν ἐν ἑτέρῳ. δι' ἀκριβείας οὖν ἐξεταστέον, τίνα μὲν ἐν τῷ συνθέτῳ πάρεστιν κατὰ τὸν τοῦ εἴδους λόγον, τίνα δὲ κατὰ τὴν τοῦ ὑποκειμένου ὑλικοῦ φύσιν, τίνα δὲ κατὰ τὸ κοινὸν ἐξ ἀμφοῖν· οὕτω γὰρ καὶ μάλιστα οὐκ ἂν συγχυθείη τῶν εἰδῶν ἡ καθαρότης, ἣν δεῖ καθ' αὑτὴν τῷ λόγῳ περιλαμβάνειν. ἀπὸ δὲ τούτων κἀκεῖνα καταφαίνεται, ὡς οὐκ ἔστιν ἡ ἕξις διάθεσις προσλαβοῦσα τὸ μόνιμον οὐδὲ ἡ αὐτὴ ὑγεία ἐν μὲν τῷ ἀναλαμβάνοντι εὐκίνητος οὖσα διάθεσίς ἐστιν, βεβαιωθεῖσα δὲ καὶ δυσκίνητος ἀποτελεσθεῖσα ἕξις γίνεται. πάλιν γὰρ καὶ ἐνταῦθα τὰ τῶν συνθέτων καὶ μετεχόντων παθήματα μετάγομεν ἐπὶ τὰ ἁπλούστατα εἴδη τῶν ποιοτήτων καὶ γενέσεις ἐν αὐτοῖς ποιοῦμεν διὰ κινήσεως ἐναλλαττομένας, τὸ δὲ ἐξαίφνης αὐτῶν παρόν, ὅταν παρῇ, καὶ μὴ παραγινόμενον, ὅταν μὴ ἐγγένηται, οὐκ ἔοικεν διατηρεῖν ὁ τοιοῦτος διορισμός. οὐδὲ εἴ τις τὸ ὅλον καὶ μέρος ἐπ' αὐτῶν λαμβάνει, τυγχάνει τῆς ἀληθείας· οὐ γὰρ †εἶπεν ὅτι ἐν αὐτοῖς αἱ τοιαῦται διαφοραί· πῶς γὰρ ἂν ἐν τοῖς ἀμερέσι θεωρηθείη τὸ ἐν τούτοις διάφορον; ἀλλ' ἴσως ἐν τοῖς μεριστοῖς καὶ τοῖς μετέχουσιν τὸ παρηλλαγμένον αὐτῶν κατὰ ταὐτὸ θεωρεῖται τοῖς μὴ δυναμένοις τὸ ἀμερὲς αὐτῶν ἀμερῶς ὑποδέχεσθαι. ὅθεν ὀρθῶς Ἀρχύτας τὸ ἐν ἕξει θεὶς εἶδος τῆς ποιότητος ἠρκέσθη τούτῳ καὶ οὐ συνέζευξεν μετ' αὐτοῦ τὴν διάθεσιν οὐδὲ ὡς δύο ταῦτα συνηριθμήσατο, οὔτε ὡς ὑπὸ τὴν αὐτὴν τάξιν ὄντα τοῦ εἴδους, ὅπερ ἡμεῖς ἐλέγομεν πρότερον, οὔτε ὡς διαφέροντα. ἀλλ' οὗτος μὲν τῇ ταὐτότητι τοῦ εἴδους μᾶλλον προσέχων ἐπὶ τοῦ ἑνὸς εἴδους μεμένηκεν, Ἀριστοτέλης δὲ οὐκ ἐξίσταται μὲν οὐδὲ αὐτὸς τῆς τοιαύτης ὑποθέσεως, πλὴν ἐξεργασμόν τινα προστίθησιν καὶ παραδείκνυσιν τὸ ἐν τῷ ἑνὶ αὐτῶν πλῆθος. αὐτίκα τὴν διάθεσιν λέγεσθαι μέν φησιν τοῦ ἔχοντος μέρη τάξιν τὴν κατὰ τόπον ἢ δύναμιν ἢ κατ' εἶδος· θέσιν γάρ τινα εἶναι ὥσπερ τοὔνομα δηλοῖ τὴν διάθεσιν. οὐκοῦν ἐν τούτοις ἐν ἑνὶ περιέχει πάσας τὰς διαφόρους θέσεις, τὰς μὲν σωματοειδεῖς ὡς κατὰ τόπον τὸ οὑτωσὶ διατίθεσθαι λαμβανούσας, τὰς δὲ ἐν παρασκευῇ καὶ ἐπιτηδειότητι ὡς κατὰ δύναμιν τὴν θέσιν παραδεχομένας, τὰς δὲ τελείας ἕξεις ὡς κατὰ εἶδος τὴν θέσιν ἀφοριζούσας. ἡ δὲ ἕξις κατ' αὐτὸν λέγεται ἕνα μὲν τρόπον τοῦ ἔχοντος καὶ ἐχομένου ἐνέργεια· ὥσπερ γὰρ ἡ ποίησις τοῦ ποιοῦντος καὶ ποιουμένου μεταξύ ἐστιν, οὕτως καὶ τοῦ [241] ἔχοντος ἐσθῆτα καὶ τῆς ἐχομένης ἐσθῆτος μεταξὺ ἡ ἕξις ἐστίν, ἄνευ διαφορᾶς οὕτω νοουμένη, διὸ οὐδὲ ποιότης αὕτη, ἀλλ' ἐν ἄλλῃ κατηγορίᾳ τῇ τοῦ ἔχειν κατατέτακται. ἄλλον δὲ τρόπον ἕξις λέγεται διάθεσις μόνιμος, καθ' ἣν εὖ ἢ κακῶς διάκειται τὸ διακείμενον, καὶ ἢ καθ' αὑτὸ ἢ πρὸς ἄλλο, οἷον ἡ ὑγεία ἕξις· διάθεσις γάρ ἐστιν τοιαύτη διαφορὰν ἐμφαίνουσα, διὸ καὶ ποιότης. ἔτι ἕξις λέγεται, ὃ ἂν ᾖ μόριον τοιαύτης διαθέσεως· διὸ καὶ ἡ τῶν μερῶν ἀρετὴ ἕξις τίς ἐστιν. πάλιν οὖν καὶ ἐνταῦθα ἐν τῷ ἑνὶ πολλαὶ θεωροῦνται ἑτερότητες· αἵ τε γὰρ ἔμπροσθεν εἰρημέναι ἐπὶ τῆς διαθέσεως τηροῦνται καὶ ἐπὶ τῶν ἕξεων διαστάσεις, καὶ ἔτι πρόσκειται ἡ κατ' ἐνέργειαν τελειότης καὶ ἡ κατὰ τὸ εὖ θεωρουμένη ἥ τε καθ' αὑτὸ καὶ ἡ πρὸς ἄλλο συμπαραδηλοῦται, ὅμως μέντοι ἐν τῷ τῆς ἕξεως λόγῳ περιέχονται. καὶ ἔτι μέντοι συναμφότεραι αἵ τε ἕξεις καὶ αἱ διαθέσεις πολυειδῶς ἑκάτεραι θεωρούμεναι ὑφ' ἑνὸς κρατοῦνται λόγου τελειοτάτου τῆς ποιότητος, ἐπειδὴ οὗτος αὐτὰς ἐν ἑαυτῷ συνέχει. οὐ μέντοι διὰ τοῦτο νοητὸν εἶδος ἢ γένος ἓν τοῦ ὄντος τὴν ποιότητα θετέον· οὐ γὰρ ἐν τοῖς πρώτοις γένεσιν ἐν τῷ ὅπερ ὄντι ὑφέστηκεν ἡ ποιότης οὐδέ ἐστιν καὶ αὐτὴ ὅπερ ὂν ὥσπερ καὶ τὰ ἄλλα νοητὰ γένη, ἀλλ' ὑστέρα καὶ μετὰ τὴν οὐσίαν ὑφέστηκεν. δεῖ δὲ τὴν ὄντως οὐσίαν παρακολουθοῦντα ταῦτα ἔχειν ὥσπερ πρώτην αὐτῶν, μὴ ἐκ τούτων δὲ τὴν σύστασιν ἔχειν μηδὲ διὰ τούτων συμπληροῦσθαι· εἴη γὰρ ἂν ὑστέρα τῆς ποιότητος. τὴν μὲν γὰρ τινὰ οὐσίαν συμπληροῦσθαι καὶ ἐκ ποιότητος οὐδὲν ἴσως ἄτοπον, ἐχούσης ἤδη τὴν οὐσίαν πρὸ τῆς ποιότητος, τὸ δὲ τοιόνδε ἔξωθεν, αὐτὴν δὲ τὴν οὐσίαν ἃ ἔχει οὐσιώδη ἔχειν.

   Οὐκ ὀρθῶς οὖν ἐπιζητοῦσί τινες, εἰ αἱ ἐνθάδε ποιότητες καὶ ἐκεῖ ὑφ' ἓν γένος· οὐδὲ γὰρ ὅλως εἰσὶν αἱ ἐκεῖ ποιότητες, ἀλλὰ πάντα τὰ ἐν τῷ ὄντι οὐσίαι εἰσίν, εἴπερ αἱ ποιότητες κατὰ τὴν τῶν ἰδιοτήτων ἐν τῇ ὕλῃ μέθεξιν θεωροῦνται. ἀλλ' εἰ ὁ νοῦς ὁ τῇδε ἕξις, κοινῶς, φασίν, ἐπ' ἐκείνης τῆς οὐσίας καὶ ταύτης ἡ ἕξις κατηγορηθήσεται. ἢ καὶ ὁ ἐνθάδε νοῦς ἄλλως λέγεται ἕξις καὶ οὐκ ἀφομοιωτέον αὐτὸν ταῖς τῇδε ἕξεσιν, ἀλλὰ μᾶλλον τοῖς ἁπλοῖς καὶ ἀμίκτοις εἴδεσιν, ἃ περιέχει ὁ νοῦς ἐν ἑαυτῷ. καὶ ἡ σοφία δὲ ἄλλη μὲν ἡ τοῦ νοῦ, ἄλλη δὲ ἡ τῆς ψυχῆς, καὶ ἡ μὲν ἐν τῇ ψυχῇ ἕξις, ἡ δὲ ἐν τῷ νῷ οὐσία. οὐ ζητητέον δέ, εἰ κοινὸν τὸ ποιὸν ἐνταῦθα κἀκεῖ καὶ συνωνύμως ὑπάρχον· πάντα γὰρ τὰ ἐκεῖ θεῖα καὶ αὐτάρκη καὶ αὐτὰ ἐφ' ἑαυτῶν καὶ ἐν ἑαυτοῖς ὄντα, διόπερ καὶ ὄντως ὄντα μόνως, καὶ οὐδὲν ἐπ' ἐκείνων καὶ τούτων ἔσται κοινῶς ποιόν. ἀλλὰ τούτων μὲν ἅλις, ἐπὶ δὲ τὰ ἑξῆς εἴδη τῆς ποιότητος ἰτέον.

[242]

p. 914 Ἕτερον δὲ γένος καθ' ὃ δρομικοὺς ἢ πυκτικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν ἕως τοῦ τὸ δὲ μαλακὸν τῷ ἀδυναμίαν ἔχειν τοῦ αὐτοῦ τούτου.

   Μεταβέβηκεν ἐπὶ τὸ δεύτερον τῆς ποιότητος εἶδος, ὃ κατὰ τὸ δυνάμει καὶ τὴν ἐπιτηδειότητα ἤ, ὡς αὐτός φησιν, κατὰ φυσικὴν δύναμιν ἢ ἀδυναμίαν λέγεται, πολλὰ μὲν τῆς δυνάμεως σημαινούσης, ὡς εἴρηται πρότερον, νῦν δὲ τὸ κατὰ τὴν ἐπιτηδειότητα τὴν φυσικὴν δηλούσης. διττῆς δὲ οὔσης ταύτης, τῆς μὲν ἁπλῶς, τῆς δὲ κατὰ προκοπήν τινα θεωρουμένης, καθ' ἣν ἤδη προφανής ἐστιν καὶ ἕτοιμος ἡ ἐπιτηδειότης ὡς ἐν τῷ πυκτικῷ λεγομένῳ, ταύτην νῦν παραλαμβάνει· διὸ τῷ ποιῆσαί τι ἢ παθεῖν τὸ ῥᾳδίως προσέθηκεν· τοῦτο γὰρ τῆς δυνάμεως τῆς προκεκοφυίας ἴδιόν ἐστιν, ὅπερ καὶ εὐαρίθμητον ὑπάρχει. καὶ γὰρ καὶ οἱ ἀπὸ τῆς Στοᾶς πρὸς μὲν τὰς τέχνας ἐπιτηδειότητα μόνην ἀπέλιπον τὴν ἁπλῶς οὑτωσὶ θεωρουμένην, πρὸς δὲ τὰς ἀρετὰς τὴν ἀξιόλογον προκοπὴν ἐκ φύσεως προϋπάρχειν ἀπεφήναντο, ἣν καὶ οἱ ἀπὸ τοῦ Περιπάτου φυσικὴν ἀρετὴν ἐκάλουν. μήποτε δὲ οὐ μόνον ἐπὶ τῶν ἀρετῶν, ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν τὴν ἐκ φύσεως ἐπιτηδειότητα θεωρητέον καὶ τὴν ἐφ' ὁσονοῦν ἢ καὶ τὴν ἀξιόλογον ἐκ φύσεως προκοπήν. δρομικοὺς δὲ ἢ πυκτικοὺς λέγομεν τοὺς μήπω ἐν ἕξει ταῦτα ἔχοντας, ἀλλ' ἐπιτηδειότητα μόνην ἤδη προαχθεῖσαν καὶ ἕτοιμον πρὸς τὸ γενέσθαι τοιούτους· καὶ ὑγιεινοὺς δὲ καὶ νοσώδεις ὁμοίως καλοῦμεν ἀπὸ τοῦ πρὸς ὑγείαν καὶ νόσον ἐπιτηδείως ἔχειν· καὶ αἱ φυσικαὶ δὲ ἀρεταὶ καὶ κακίαι εἰς τὴν αὐτὴν ἐπιτηδειότητα ὑπάγονται. ἐν δὲ τῷ εἴδει τούτῳ τῷ περὶ ποιοτήτων ἔταξεν καὶ τὸ σκληρὸν καὶ μαλακόν, ὅτι τὸ μὲν σκληρὸν δύναμιν ἔχει τοῦ μὴ διακοπῆναι ῥᾳδίως (οὐδὲν γὰρ τῶν ἐν γενέσει σῶμα οὐκ ἂν διακοπείη), τὸ δὲ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ αὐτοῦ τούτου, δύναμιν δὲ τοῦ ῥᾳδίως ἂν διαιρεθῆναι.

   Ἐπισημήνασθαι δὲ ἄξιον, ὅτι δυνατόν ἐστι, καθ' ὧν ἡ δύναμις λέγεται, κατὰ τούτων καὶ τὴν ἀδυναμίαν ῥηθῆναι. εἰ γὰρ δύναμιν ἔχει τὸ μὲν ὑγιεινὸν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως, τὸ δὲ σκληρὸν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, καὶ ἀδυναμίαν ἔχει τὸ μὲν τοῦ πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων, τὸ δὲ τοῦ ῥᾳδίως διαιρεθῆναι. καὶ τὸ ἀνάπαλιν, εἰ τὸ νοσῶδες ἀδυναμίαν ἔχει τοῦ μὴ πάσχειν καὶ τὸ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ μὴ διαιρεθῆναι, δύναμιν ἔχει τὸ μὲν τοῦ πάσχειν, τὸ δὲ τοῦ διαιρεθῆναι. ἀλλ' ἐπειδὴ τὸ δυσπαθὲς τοῦ εὐπαθοῦς τελειότερον καὶ τὸ ὑγιεινὸν [243] τοῦ νοσώδους μᾶλλον κατὰ φύσιν, διὰ τοῦτο δὴ τοῖς μὲν τὴν δύναμιν, τοῖς δὲ τὴν ἀδυναμίαν ἀποδέδωκεν. οὐκ ἐπὶ πάντων δέ ἐστιν ὀνόματα κείμενα οἷς χωρίζεται ἡ ἐπιτηδειότης τῆς ἐνεργείας· ἐπὶ μὲν γὰρ τοῦ πυκτικοῦ καὶ πύκτου καὶ δρομικοῦ καὶ δρομέως κεχώρισται τὰ ὀνόματα, γραμματικὸς δὲ καὶ μουσικὸς καὶ ὁ τὴν ἐπιτηδειότητα μόνην ἔχων λέγεται καὶ ὁ ἤδη κατ' ἐνέργειαν. καὶ τοῦτο δὲ ἐπισημαντέον, ὅτι κἂν λέγηται τοῦτο τὸ κατὰ δύναμιν εἶδος ποιότητος, ἀλλ' ὄνομα ποιότητος οὐκ ἔστιν, ἀφ' ἧς καλεῖται ὁ κατὰ δύναμιν ποιός. οὐ γὰρ ἀπὸ τῆς πυκτικῆς ὁ πυκτικὸς ὠνόμασται, διότι πυκτικὴ μέν ἐστιν ἡ τοῦ πυκτεύειν τέχνη, ὁ δὲ πυκτικὸς οὔπω ἔχει τὴν τέχνην ταύτην, ἀλλ' εἰ χρὴ σημῆναι τὰ εἴδη ταῦτα τῆς ποιότητος, ἀκατονόμαστα ὄντα διὰ λόγου σημαντέον αὐτά· ἡ γὰρ πρὸς δρόμον ἐπιτηδειότης, αὕτη ἐστὶν ἡ ποιότης, ἀφ' ἧς ὁ δρομικὸς λέγεται, καὶ ἡ πρὸς τὸ πυκτεύειν ἐπιτηδειότης, ἀφ' ἧς ὁ πυκτικός, καὶ ὅλως ἀπ' ἐκείνων εἰς ἃ τελειοῦνται. καὶ τοῦτο δὲ ἐπιστάσεως ἄξιον, ὅτι οὐ πᾶσα δύναμις οὐδὲ ἐπιτηδειότης πᾶσα τοῦ εἰς ὁτιοῦν μεταβάλλειν αὐτὴ ποιότης λέγεται κατὰ τὸ εἶδος τοῦτο τῆς ποιότητος, ἀλλ' ἡ εἰς τὴν κατ' ἐνέργειαν ποιότητα ἄγουσα, καὶ ὅτι ἐν ταῖς φυσικαῖς ταύταις δυνάμεσιν αἵ τε φυσικαὶ ἀρεταὶ τάττονται περὶ ψυχὴν οὖσαι καὶ αἱ σωματικαὶ κατὰ τὸ μαλακὸν καὶ σκληρὸν θεωρούμεναι καὶ αἱ κατὰ τὸ συναμφότερον ἐν τοῖς πυκτικοῖς καὶ δρομικοῖς, ὥστε καὶ πᾶσαι αἱ δυνάμεις παρελήφθησαν.

   Μετὰ δὲ τὴν τῆς λέξεως σαφήνειαν ἐπὶ τὰς ἐνστάσεις καὶ τῶν ἐνστάσεων τὰς λύσεις μετίωμεν. καὶ τὸ μὲν εἶδος εἰπόντα τὸ πρότερον τὸ δεύτερον γένος καλέσαι καὶ ἐπιστάσεως ἤδη καὶ διαλύσεως ἔτυχεν, ὡς οὐδὲν ἄτοπον τὰ μέσα καὶ μήτε εἰδικώτατα μήτε γενικώτατα καὶ γένη καὶ εἴδη καλεῖν. τὰ γὰρ νῦν ἀπαριθμούμενα εἴδη μὲν ὄντα τῆς πρώτης ποιότητος, γένη δὲ τῶν ὑφ' ἑαυτὰ εἰδῶν τῶν ὑπαλλήλων λεγομένων ἐστίν, καὶ διὰ τοῦτο καὶ γένη καὶ εἴδη λέγεται εἰκότως.

   Περὶ δὲ τῆς τάξεως ἐγκαλοῦσιν τῶν εἰδῶν τῆς ποιότητος· ἔδει γάρ, φασίν, πρῶτον μνημονεῦσαι τῶν φυσικῶν δυνάμεων, καθ' ὃ πυκτικοὶ ἢ δρομικοὶ γίνονταί τινες, εἶθ' οὕτως τὰς ἐκ μελέτης καὶ διδασκαλίας ἐπιγινομένας ταῖς φυσικαῖς δυνάμεσιν ἕξεις καὶ διαθέσεις ἀναδιδάξαι. ἀλλ' οἱ ταῦτα ἐγκαλοῦντες ἐννοείτωσαν τὴν τοῦ Ἀριστοτέλους πρὸς ἑαυτὸν συμφωνίαν. αὐτὸς γὰρ ἐν τοῖς Φυσικοῖς τὸ τέλειον πρότερον τῇ φύσει τοῦ ἀτελοῦς εἶναί φησιν· [244] γεννᾶται γὰρ ἐκ τοῦ τελείου τὸ ἀτελὲς καὶ ἐκ τοῦ ἐνεργείᾳ τὸ δυνάμει· ἄνθρωπος γὰρ σπέρμα γεννᾷ, ὥσπερ ὁ πατήρ, καὶ ἐκ σπέρματος πάλιν ἄνθρωπον, ὥσπερ ἡ μήτηρ. τὸ γὰρ δυνάμει πᾶν ὑπὸ τοῦ ἐνεργείᾳ ἄγεται εἰς τὸ ἐνεργείᾳ, καὶ διὰ τοῦτο προϋπάρχειν δεῖ τὸ τέλειον ἐν αἰτίας λόγῳ προεστηκός. εἰκότως οὖν τὸν περὶ τῶν τελείων λόγον προλαβὼν ἐπήγαγεν τὸν περὶ τῶν δυνάμεων. κἂν γὰρ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ προϋπάρχει τὸ δυνάμει τοῦ ἐνεργείᾳ καὶ τὸ ἀτελὲς τοῦ τελείου, ἀλλὰ τῇ φύσει τὸ ἀνάπαλιν· πᾶν γὰρ ἀτελὲς ὑπὸ τελείου τελειοῦται καὶ πᾶν δυνάμει ὑπὸ τοῦ ἐνεργείᾳ προϋπάρχοντος ἄγεται εἰς τὸ ἐνεργείᾳ. οὐ δεῖ οὖν ὡς πρὸς γένεσιν τὸ πρότερον, ἀλλ' ὡς πρὸς οὐσίαν λαμβάνειν. πάντων δὲ μάλιστα ἐπὶ τῶν ποιοτήτων τὸ κατ' ἐνέργειαν προϋφέστηκεν, ἐφ' ὧν ὁ χαρακτὴρ ὅρον τινὰ κατ' ἐνέργειαν περιείληφεν. καὶ ἄλλως δὲ οἰκεία ἡ παροῦσα τάξις τῶν εἰδῶν τῆς ποιότητος, εἴπερ αἱ μὲν φυσικαὶ δυνάμεις κατ' ἐπιτηδειότητα θεωροῦνται, αἱ δὲ ἐπιτηδειότητες μέσαι εἰσὶν τῶν τε κατ' ἐνέργειαν ἐντελεχειῶν καὶ τῶν παθητικῶν τῶν ἐφεξῆς παραδιδομένων· δεῖ γὰρ εἶναι τὸ ποιοῦν πρότερον ἐνεργείᾳ ὄν, εἶτα τὸ πεφυκὸς πάσχειν, καὶ οὕτως ἀπὸ τοῦ ἐνεργείᾳ ὄντος εἰς τὸ πεφυκὸς πάσχειν ἐγγίνεσθαι τὸ πάθος.

   Πλωτῖνος δὲ ἀπορεῖ, 'πῶς ἕτερον εἶδος αἱ φυσικαὶ δυνάμεις· εἰ γὰρ κατὰ τὰς δυνάμεις αἱ ποιότητες, οὐκ ἐφαρμόττει πάσαις τὸ τῆς δυνάμεως', ὅπερ ἐν ἑνὶ εἴδει περιέχεται τῆς ποιότητος. πρὸς ὃ ῥητέον ὅτι πᾶσι μὲν τοῖς εἴδεσι τῆς ποιότητος ἡ δύναμις προσήκουσα ἀποδέδεικται καὶ τῷ ὅλῳ γένει συμπαρατείνουσα, πλεοναχῶς δὲ λεγομένης τῆς δυνάμεως, διχῶς δὲ τοὐλάχιστον, ἓν εἶδος ἀποδιδοὺς αὐτῆς τὸ κατ' ἐντελέχειαν εἰκότως ἕτερον ἀντιδιαιρεῖ τὸ κατὰ τὴν ἀτελῆ θεωρούμενον ἐπιτηδειότητα, ἥτις κατὰ τὸ δυνάμει νοεῖται, διπλῆ καὶ αὐτὴ θεωρουμένη, ἡ μὲν κατὰ τὴν τυχοῦσαν ἐπιτηδειότητα καὶ ἐν πᾶσιν ὡς ἔπος εἰπεῖν θεωρουμένην, ἡ δὲ κατὰ τὴν ἤδη προκοπήν τινα ἐκ φύσεως λαβοῦσαν, ὅπερ εὐαριθμήτοις ὑπάρχει. 'ἀλλ' εἰ τῷ διακεῖσθαι, φησί, τὸν φύσει πυκτικὸν ποιὸν λέγομεν, οὐδὲν ἡ δύναμις αὐτὴ προστεθεῖσα ποιεῖ· καὶ γὰρ ἐν ταῖς ἕξεσιν καὶ διαθέσεσιν ταῖς ἀποδοθείσαις ἦν δύναμις'. πρὸς ὃ ῥητέον ὅτι πρὸς μὲν τὸ ποιὸν εἶναι οὐδὲν διαφέρει ἢ ἀπὸ ἕξεως ἢ ἀπὸ διαθέσεως ἢ ἀπὸ φυσικῆς ἐπιτηδειότητος λέγεσθαι, διότι ὁ γενικὸς ποιὸς κατὰ τὸ γένος τῆς ποιότητος κοινῶς θεωρεῖται, τοῖς δὲ εἴδεσιν διαφέρει καὶ ταῖς διαφοραῖς πρὸς τῷ [ἤδη] εἶναι ἤτοι καθ' ἕξιν ἢ κατὰ διάθεσιν, ἅπερ ἤδη προείληφεν, τὸ ἐκ φύσεως εἶναι· νῦν δὲ πρόκειται οὐ περὶ ποιότητος ἁπλῶς εἰπεῖν, ἀλλ' εἴδη ποιότητος [245] ἀπαριθμήσασθαι, οὐδὲ περὶ ποιοῦ, ἀλλὰ περὶ τινὸς ποιοῦ τοῦ κατὰ τὴν φυσικὴν δύναμιν θεωρουμένου καὶ τὸ δυνάμει καὶ τὴν ἐπιτηδειότητα, ἀλλ' οὐχὶ τοῦ κατὰ τὴν ἕξιν ἢ τὴν διάθεσιν. 'ἀλλὰ διὰ τί, φησίν, ὁ κατὰ δύναμιν τοῦ κατὰ ἐπιστήμην διοίσει, ᾗ ποιοί;' ἢ καθὸ μὲν ποιοί, οὐδὲν διοίσουσιν ἀλλήλων· ἐπ' ἴσης γὰρ αὐτοῖς πάρεστιν τὸ γένος· καθ' ὅσον μέντοι εἴδη ποιοτήτων διαφερουσῶν κατενείμαντο, κατὰ τοῦτο διοίσει ταῦτα ἀλλήλων· καὶ γὰρ ἐπὶ τῶν ἄλλων πάντων κατ' εἶδος ἑτερότης τῶν εἰδῶν ταῖς εἰδικαῖς διαφοραῖς, ἀλλ' οὐ ταῖς γενικαῖς κοινότησι περιλαμβάνεται. 'ἀλλ' οὐδὲ διαφοραί, φησί, ποιότητος αὗται, εἰ ὁ μὲν μελετήσας ἔχει, ὁ δὲ φύσει· ἀλλ' ἔξωθεν ἡ διαφορά, κατ' αὐτὸ δὲ τὸ εἶδος τῆς πυκτικῆς πῶς;' πρὸς ὃ ῥητέον ὅτι ἡ ἀπὸ τῆς μελέτης προκοπὴ προάγουσα τὴν φυσικὴν δύναμιν ἐπὶ τὸ ἐγγυτέρω τοῦ εἴδους προχωρεῖν ἀθρόως ἐπὶ τῷ τέλει παροῦσαν ἔχει τὴν ἕξιν ἄλλην οὖσαν παρὰ τὴν φυσικὴν κατασκευήν, εἴπερ ἡ μὲν τελεία, ἡ δὲ ἀτελής, ὥσπερ ὁ χαλκὸς ὁ ἐπιτήδειος πρὸς ἀνδριάντα κεχώρισται τοῦ ἀνδριάντος· οὕτως γὰρ καὶ ὁ πυκτικὸς τοῦ πύκτου διαφέρει. ἀλλ' ἐπὶ μὲν τῶν ποιῶν τῶν ἀπὸ τῆς τέχνης καὶ τῆς φυσικῆς δυνάμεως διώρισται τὰ ὀνόματα καὶ ὁ μὲν πύκτης καλεῖται, ὁ δὲ πυκτικός, ἐπὶ δὲ τῆς τέχνης αὐτῆς καὶ τῆς φυσικῆς δυνάμεως συμπέπτωκεν τὰ ὀνόματα· πυκτικαὶ γὰρ ἄμφω καλοῦνται, διότι πολλὰ πράγματα οὐκ ὠνόμασται, κἂν ἄλλο καὶ ἄλλο τὸ εἶδος ᾖ, τὸ μὲν ἀτελές, τὸ δὲ ἐκ μελέτης καὶ τέχνης παραγινόμενον, ὅθεν ὁ Ἀριστοτέλης ‹οὐκ› ἠξίου διακεῖσθαι λέγειν τοὺς κατὰ δύναμιν· οὐ γὰρ τῷ διακεῖσθαί πως, φησίν, λέγεται τὸ κατὰ δύναμιν, οὐχ ὅτι μὴ διάκεινταί πως κατὰ τὸ κοινότερον τῆς διαθέσεως σημαινόμενον, ἀλλ' ὅτι μὴ οὕτως διάκεινται ὡς οἱ ἐξ ἀσκήσεως τέλειοι. ἔσται οὖν ὁμώνυμον τὸ διακεῖσθαι ἀπὸ τῶν φυσικῶν δυνάμεων, οὐκ ἀφ' ὧν ἔχουσιν, ἀλλ' ἀφ' ὧν ἕξουσιν παρονομαζόμενον. εἰ δὲ τοῦτο οὕτως ἔχει, θεωρεῖταί τις κατ' αὐτὸν τὸν λόγον τῆς ποιότητος τούτων διαφορά, καὶ οὐκ ἔξωθεν ἡ προσθήκη νοεῖται τῶν ἐν δυνάμει πρὸς τὰς ἕξεις, ἀλλ' ᾗ τὸ ἀτελὲς καὶ τέλειον καὶ ἀμέριστον καὶ μεριστὸν καὶ αὖ ὁδεῦον εἰς τὰς μεθέξεις τῶν εἰδῶν καὶ ἀνάπαλιν ἐν ταῖς μεθέξεσι τῶν εἰδῶν θεωρούμενον, ταύτῃ διέστηκεν ταῦτα ἀπ' ἀλλήλων. ταῦτα μὲν οὖν πρὸς ταύτην εἴρηται τὴν ἀπορίαν.

   Ἄξιον δὲ ἔτι μοι δοκεῖ ζητήσεως, πῶς τὸ ἀτελὲς καὶ τέλειον εἴδει διεστήκασιν ἀλλήλων. εἰ γὰρ τοῦτο, ἐπειδὴ ἀτελὲς οὐ μόνον κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα, ἀλλὰ καὶ τὴν ἐκ ταύτης μεταβολὴν καὶ τὴν εἰς τὸ εἶδος προκοπὴν τὸ ἀτελές ἐστιν, ἐν κινήσει τῇ ἐπὶ τὸ εἶδος θεωρούμενον, [246] ἔσται καὶ ἐκεῖ εἰδητικὴ διαφορά. ὅλως δὲ πῶς τὸ ἀτελὲς ἐν ἄλλῳ εἴδει τιθέναι δυνατόν; πρῶτον μὲν τοῦ εἴδους πανταχοῦ κατὰ τὸ τέλειον θεωρουμένου· τὰ γὰρ εἴδη τοῦ ζῴου διαιρούμενοι ἄνθρωπον λέγομεν καὶ ἵππον· εἶτα διπλασιασθήσεται τὰ εἴδη οὕτως καὶ καθ' ἕκαστον εἶδος τὸ μὲν τέλειον ἔσται, τὸ δὲ ἀτελές. μήποτε οὖν οὐχ ὡς ἀτελοῦς πρὸς τέλειον δεῖ τὴν τοιαύτην διαφορὰν λαμβάνειν τὰ ἐν τῷ αὐτῷ εἴδει περιεχόμενα οὐδὲ τὴν ἐπιτηδειότητα καὶ τὸ δυνάμει ὡς ἀφ' ὧν ἕξουσι χαρακτηρίζοντα ἐν ἄλλῳ εἴδει τιθέναι, ἀλλ' ὡς αὐτοῦ τοῦ δυνάμει καὶ τοῦ τοιούτου ἀτελοῦς κατὰ οἰκείαν τινὰ τὴν τοιαύτην τελειότητα ἐν εἴδει ἀφωρισμένῳ ἑστῶτος. ὅρῳ γάρ τινι καὶ ἡ ἐπιτηδειότης περιέχεται καὶ οὐχὶ κατὰ τὴν ὁδὸν τὴν ἐπὶ τὸ εἶδος θεωρεῖται· ἀόριστος γὰρ ἐκείνη καὶ ἄπειρος καὶ οὐ δυναμένη κατὰ εἶδος ἀφορίζεσθαι. ἡ μέντοι ἐν τῷ χαλκῷ πρὸς τὸν ἀνδριάντα ἐπιτηδειότης ὅρος τίς ἐστιν καὶ εἶδος τῷ τοῦ χαλκοῦ εἴδει συνυπάρχον· διὸ καὶ ποιότης ἐστὶν καὶ ποιοὶ κατ' αὐτὴν οἱ ἔχοντες λέγονται, κἂν μὴ εἰς τὸ ἐνεργείᾳ τελειωθῶσιν. ἄλλοι δὲ τὴν φυσικὴν ταύτην δύναμιν ὡς τὸ δυνάμει τῆς ὕλης ἐκδεχόμενοι ἀποροῦσιν, πῶς ποιότης ἐστὶν ἡ δύναμις τῆς ἀποίου ὕλης. καίτοι ἄλλη μὲν ἡ φυσικὴ δύναμις, ἄλλο δὲ τὸ τῆς ὕλης δυνάμει· ἡ μὲν γὰρ προέμφασις τοῦ εἴδους ἐστίν, ἡ δὲ στέρησις καὶ οὔπω ἐπιτηδειότης, ἀλλὰ καὶ ταύτης ἔτι λειπομένη. ἀναμνησθῶμεν δὲ καὶ ὅτι φυσικὴν ταύτην δύναμιν εἶπεν ὁ Ἀριστοτέλης τὴν ἤδη προηγμένην εἰς τὸ ῥᾳδίως τι ποιῆσαι ἢ παθεῖν.

   Ὁ δὲ Εὔδωρος αἰτιᾶται ὡς τῷ προτέρῳ ταὐτὸν ὂν τοῦτο τὸ εἶδος τῆς ποιότητος· 'αἱ γὰρ φυσικαὶ δυνάμεις, εἰ μὲν εὐμετακίνητοι τύχωσιν, διαθέσεις ἔσονται, εἰ δὲ μόνιμοι, ἕξεις'. τοῦτο δὲ οὐκ ὀρθῶς εἴρηται, τοῦ Ἀριστοτέλους ἐν μὲν τοῖς προτέροις ἀρετὰς καὶ ἐπιστήμας λαβόντος, ἅπερ εἰ καὶ φύσει τι ἔχει, ἀλλὰ δεῖται καὶ τῆς ἀπ' ἄλλων διδασκαλίας καὶ μαθήσεως· ἐν δὲ τοῖς δευτέροις ἔταξεν τὰ μηδὲν διδασκαλίας δεόμενα, ἀλλὰ φύσεως μόνης ἠρτημένα. διώρισται οὖν ἄμφω, τὸ μὲν τῇ κατ' ἐνέργειαν τελειότητι, τὸ δὲ τῇ εἰς ἐπιτηδειότητα παρασκευῇ.

   Ἄξιον δὲ ἐπιστάσεως εἶναι καὶ τοῦτό φασιν, μήποτε πολλὰ διαφέροντα συλλαβὼν ὑπήγαγεν ὑφ' ἓν εἶδος τοῦτο τῆς ποιότητος. ἐπεὶ γάρ εἰσιν αἱ μὲν ἐν τῷ ποιῆσαι δυνάμεις, αἱ δὲ ἐν τῷ μὴ ῥᾳδίως παθεῖν, αὗται μὲν εἰκότως μένουσιν ἐν τῷ δυνάμεις εἶναι, αἱ δὲ κατὰ τὸ πάσχειν θεωρούμεναι κατὰ ἀδυναμίαν μᾶλλον θεωροῦνται. πῶς οὖν ταῦτα τοσοῦτον ἀλλήλων διαφέροντα εἰς ἓν τάξομεν καὶ τὰς ἀδυναμίας ὁμοῦ ταῖς δυνάμεσι συναριθμήσομεν; πῶς δὲ ὁ Ἀριστοτέλης κατὰ δύναμιν ἢ ἀδυναμίαν τοὺς οὕτως ποιοὺς ἐπονομάζει; τῶν γὰρ ἐναντίων δεκτικὸς εἴη ἄν τις κατὰ τὸ αὐτό· ἐναντίον γὰρ ἡ δύναμις τῇ ἀδυναμίᾳ. ἢ οὐ τοῦ αὐτοῦ πρὸς τὸ [247] αὐτὸ γίνεται ἡ ἐναντίωσις, ἀλλὰ πρὸς ἕτερον καὶ ἕτερον· οὐ γὰρ οὗ ἐστιν δύναμις, τούτου καὶ ἀδυναμία, ἀλλὰ τοῦ μὲν ποιῆσαι δύναμις, τοῦ δὲ παθεῖν ἀδυναμία. καὶ τοῦτο ἀναγκαῖον· ὅτῳ γὰρ δύναμις ὑπάρχει τινός, τούτῳ καὶ ἀδυναμία παρακολουθεῖ τοῦ ἐναντίου, καὶ οὐ διώρισται ταῦτα χωρίς, ἀλλὰ συμφέρεται εἰς ταὐτὸν τοῖς λόγοις μόνοις διακρινόμενα καὶ ταῖς ἐπὶ τὰ διαφέροντα τῆς ἐπινοίας ἀναφοραῖς· ὁ γὰρ πυκτικὸς δύναμιν ἂν ἔχοι τοῦ πλήττειν καὶ αὐτὸς δύσπληκτος ὢν δύναται μὴ πλήττεσθαι καὶ ἀδυναμίαν ἔχει πρὸς τοῦτο. ἔτι δὲ οἶμαι ῥητέον ὅτι καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπὸ μίαν καὶ τὴν αὐτὴν τάττεται κατηγορίαν καὶ αἱ δυνάμεις καὶ ἀδυναμίαι οὐ κωλύονται αἱ τοιαῦται, αἵ τε πρὸς τὸ ποιῆσαι καὶ μὴ πρὸς τὸ παθεῖν, εἴπερ καὶ ἕξεις καὶ στερήσεις ἐν ταῖς αὐταῖς εἰσι κατηγορίαις. καὶ ἔστιν ἡ μὲν δύναμις τοῦ ποιῆσαι καὶ μὴ παθεῖν ἐν τῷ ὑγιαίνοντι, ἡ δὲ ἀδυναμία τοῦ μὴ ποιῆσαι ἀλλὰ παθεῖν ἐν τῷ νοσοῦντι.

   Ἀλλὰ πῶς ὁ Ἀριστοτέλης εἶπεν ὅτι δρομικοὶ λέγονται οὐ τῷ διακεῖσθαί πως, ἀλλὰ τῷ δύναμιν ἔχειν τοῦ ποιῆσαί τι ῥᾳδίως; τὸ γὰρ μηδὲ ὅλως αὐτὰς διακεῖσθαι ἄτοπον ὑπονοεῖν· ἔχουσιν γὰρ τοῦ πῶς ἔχοντος διάθεσιν. ἢ κατὰ μὲν τὴν τοῦ εἴδους διάθεσιν τοῦ τελείου οὐ διάκεινται οὔτε ὡς εὐκίνητον οὔτε ὡς μόνιμον ἔχοντες τὴν διάθεσιν, κατὰ δὲ τὴν ἐπιτηδειότητα διάκεινται· πρὸς ἐκεῖνο οὖν τὸ σημαινόμενον λέγονται μὴ διακεῖσθαι. ἢ μᾶλλον ῥητέον ὅτι οὐ κατὰ τὸ διακεῖσθαι ὅλως τὸ τοιοῦτον εἶδος χαρακτηρίζεται, κἂν διακείμενον πάντως τυγχάνῃ, ἀλλὰ κατὰ τὸ ῥᾴδιον ἔχειν τὴν ἐπιτηδειότητα τοῦ ποιῆσαί τι ἢ μὴ παθεῖν.

   Ἀλλ' εἰ ὁ πυκτικὸς ποιός, πῶς οὐχὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ ποιητικὸς ἔσται ποιός, ἀλλὰ δοκεῖ πρός τι εἶναι τὸ ποιητικόν; ἢ εἰ μὲν κατὰ δύναμιν λέγοιτο τὸ ποιητικόν, ποιότης ἂν εἴη κατὰ τὸ δεύτερον εἶδος τῆς ποιότητος τὸ ἐν τῷ δυνάμει θεωρούμενον, ὥσπερ καὶ τὸ πυκτικόν. εἰ δὲ κατ' ἐνέργειαν, καθ' ὅσον μὲν διατίθησιν τὴν ψυχήν, ποιότης ἂν εἴη καὶ ἐν τῷ πρώτῳ τῆς ποιότητος εἴδει ταχθήσεται, καθὸ δὲ ποιεῖ, οὐχ ὑπὸ τὰ πρός τι, ἀλλὰ μᾶλλον ὑπὸ τὸ ποιεῖν ἀναχθήσεται. ἐπὶ δὲ τῶν ἀψύχων οὐκ αὐτῶν αἱ νεύσεις, ἀλλὰ τῶν ἔξωθεν προσιόντων τὸ συντυχὸν ἀπετέλεσαν, οὗπερ †εἴδους ἦσαν ἐκεῖνα ποιητικά. τὸ δὲ ῥᾴδιον οὐ τὸ κοινῶς ἐπιτήδειόν ἐστιν, ὡς εἴρηται πρότερον· οὐδέπω γὰρ ἔχει τοῦτο ῥᾳστώνην εἰς ἀπεργασίαν, ἀλλὰ τὸ προκοπὴν ἔχον τινὰ εἰς τὸ πρόσω· αὕτη δέ ἐστιν ἡ πρὸ τοῦ εἴδους καταδεκτικὴ τοῦ τελείου λόγου καὶ οἷον μέρος μέν τι αὐτοῦ παρασπασαμένη, τὸ δὲ ὅλον οὔπω ἔχουσα.

[248]    Ἀλλὰ διὰ τί τὴν τοῦ παθεῖν τι οὐκέτι δύναμιν, ἀλλ' ἀδυναμίαν ἔφη εἶναι; ἢ αὐτὸς ἐν τοῖς Μετὰ τὰ φυσικὰ τοῦτο διέλυσεν, διελὼν τὰ μὲν ἐν τῷ ποιεῖν, τὰ δὲ ἐν τῷ παθεῖν, καὶ τὸ μὲν ποιεῖν τὸ ἐν ἑτέρῳ ἢ ‹ᾗ› ἕτερον ποιεῖν ἀποδούς, τὸ δὲ πάσχειν τὸ ὑφ' ἑτέρου πάσχειν ἢ ‹ᾗ› ἕτερον. κοινότερον μέντοι δύναμις ἐπ' ἀμφότερα ταῦτα διατείνει, ἰδίως δὲ τὴν ἀδυναμίαν ἀπολογίζεται εἶναι ἐν τῷ πάσχειν. ἀλλὰ πῶς τὴν ἀδυναμίαν ἐν τῷ πάσχειν ἔθετο; εἰ γάρ τις ἐπαλλάττων προσβιάζοιτο τὴν τοῦ πάσχειν δύναμιν ἀδυναμίαν εἶναι τοῦ ποιεῖν, ὥσπερ τὴν τοῦ ποιεῖν δύναμιν ἀδυναμίαν εἶναι τοῦ πάσχειν, ἕξει τι ἀμφισβητεῖν. ἢ κοινότερον μὲν ταῦτα ἑλίσσεται ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰ ἕτερα, κυρίως μέντοι ἡ μὲν δύναμις ἐπὶ τοῦ ποιῆσαί τι ἢ μὴ παθεῖν ἁρμόττει, ἡ δὲ ἀδυναμία ἐπὶ τοῦ παθεῖν. τῶν μὲν γὰρ βελτιόνων εἰσὶν αἱ δυνάμεις, ὧν καὶ ἡ φύσις ἐξ ἀρχῆς, τῶν δὲ χειρόνων αἱ ἀδυναμίαι. ἀλλὰ εἰ αἱ ἀδυναμίαι στερήσεις, αἱ δὲ στερήσεις οὐκ ἔχονται, πῶς οὖν ἔφη ἔχειν ἀδυναμίαν τοῦ πάσχειν; ἢ τὸ ἔχειν ἀδυναμίαν καταχρηστικώτερον εἴρηται ἀντὶ τοῦ ἐστερῆσθαι δυνάμεως. ἢ ἐπειδὴ σύνεισιν αἱ ἀδυναμίαι ταῖς δυνάμεσιν (ἡ γὰρ ὑγεία δύναμιν ἔχει τοῦ ποιῆσαι τὰ ὑγιεινὰ καὶ ἀδυναμίαν τοῦ παθεῖν τὰ νοσώδη), διὰ τοῦτο οὐδὲν ἄτοπον ἔχεσθαι καὶ τὰς ἀδυναμίας ὡς συνυπαρχούσας ταῖς δυνάμεσιν. ἀλλὰ πῶς τὸ μαλακὸν κατὰ ἀδυναμίαν ἀφωρίσατο τοῦ μὴ διαιρεῖσθαι, εἴπερ ἡ μὲν ἀδυναμία στέρησίς ἐστιν, τὸ δὲ μαλακὸν εἶδός τί ἐστιν, ὥσπερ καὶ τὸ σκληρόν; ἢ δυνατὸν τὸ αὐτὸ καὶ ὡς εἶδος θεωρεῖσθαι, ὅταν κατὰ τὸ εὐδιαίρετον λαμβάνηται, καὶ ὡς ἀδυναμίαν τοῦ μὴ διαιρεῖσθαι.

   Μετὰ δὲ τὰς ἐνστάσεις καὶ διαλύσεις καιρὸς ἂν εἴη καὶ ἐμοὶ τὰς νοερωτέρας τῶν ἐξηγητῶν ἐπιβολὰς περὶ τῆς φυσικῆς ταύτης δυνάμεως παραγράφειν, τίς τέ ἐστιν λέγοντι καὶ ἐν τίσι θεωρεῖται τῶν ὄντων. ἔστιν δὲ καθόλου τοῦτο τὸ γένος πᾶσιν ὑπάρχον τοῖς ὁπωσοῦν τελειουμένοις· οὐ γὰρ ὅλως ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον παραγίνεταί τι, εἰ μὴ μέση δύναμις παρείη ἐπιδιδοῦσα μὲν τὸ ἐνδεὲς εἰς τελείωσιν, δεχομένη δὲ τὴν ἀποπλήρωσιν ἀπὸ τοῦ τελειοτάτου. συναγωγὸς οὖν ἐστι τῶν ἄκρων καὶ ὁδὸν παρέχει τὴν ἀπὸ τῶν ὑποδεεστέρων ἐπὶ τὰ κρείττονα καὶ παρασκευὴν ἐντίθησι καὶ ἀφορμὴν εἰς τελείωσιν μοῖράν τέ τινα προείληφεν ἀπὸ τῆς ἐνεργείας καὶ οἷον ἔλλαμψίς τίς ἐστιν ἀπὸ τῆς τελείας οὐσίας καὶ ἕξεως καὶ προθέρμανσίς τις ὡς ἐλλυχνίου πρὸ τῆς τοῦ πυρὸς θερμότητος· καὶ εἴδους δὲ μετρία μετουσία ἀπομεριζομένη κατὰ μέτρα καὶ οὐχ ὅλη παροῦσα νοείσθω ἡ τοιαύτη δύναμις. τοιαύτη δὲ οὖσα ἐν ταῖς ψυχαῖς θεωρεῖται ταῖς μερικαῖς· [249] ὅταν γὰρ ὁ τῆς ψυχῆς νοῦς ὑπὸ τοῦ χωριστοῦ τελειοῦται, δύναμίς ἐστιν ἡ προάγουσα τὸν νοῦν τῆς ψυχῆς ἐπὶ τὸ νοερὸν εἶδος καὶ τὴν κατ' ἐνέργειαν νόησιν. διαφανὴς δὲ μάλιστά ἐστι κατὰ τὴν φύσιν· τὰ γὰρ ἔργα τῆς φύσεως ἐν κινήσει ἐστίν, ἥτις ἐκ τῆς δυνάμεως ταύτης εἰς ἐντελέχειαν ὁδεύει, καὶ ἐν μεταλήψει λόγων, ἥτις οὐκ ἐν ἄλλῳ παραγίνεται ἢ ἐν τῷ δυναμένῳ δέχεσθαι· οὐ γὰρ πᾶν εἶδος εἰς τὸ τυχὸν ἐγγίνεται, ἀλλὰ τὸ δυνάμενον παραγίνεσθαι εἰς τὸ ἐπιτηδείως ἔχον ὑποδέχεσθαι. καὶ ἐν τῇ ψυχῇ δέ, καθ' ὅσον φύσεως ἐφάπτεται τοῦ ἐνεργείᾳ νοῦ ἀφισταμένη, κατὰ τοσοῦτον τὸ δυνάμει θεωρεῖται. ὀρθῶς ἄρα λέγεται ὡς ἡ δύναμις αὕτη διαφερόντως τὴν τῆς φύσεως οὐσίαν συμπληροῖ, καὶ διὰ τοῦτο εἰκότως ἐνταῦθα τὸ ὅλον τοῦτο φυσικὰς δυνάμεις τὰς δευτέρας ποιότητας ἀφορίζεται, ὡς τῆς τε δυνάμεως ταύτης ἐν τῇ ‹φύσει› κυρίως ἀφωρισμένης καὶ οὐδὲ ἄλλως νοουμένου τοῦ ἑτέρου ἢ ὅπερ ἐστὶ θάτερον. καὶ ἐν παντὶ δὲ τῷ κόσμῳ εἴ τις προάγοιτο γένεσις, οὐκ ἄλλως ἢ διὰ τῆς δυνάμεως εἰς οὐσίαν προάγεται καὶ ἀποτελεῖται ἢ τῇ ὕλῃ ἐν τῷ δέχεσθαι τὸ εἶδος διὰ δυνάμεως εἰς αὐτὸ παραγίνεται· αὐτὴ δὲ ἢ δι' ἑαυτῆς ἱκανή ἐστιν προβιβάζεσθαι, ὡς ἐπὶ τῶν αὐτοκινήτων ψυχῶν, ἢ ῥᾳδίως εἰς τὸ τέλειον ὑπὸ τῆς ἐνεργείας προάγεται. ἀλλὰ τοιαύτη μέν τις καὶ ἐν τοιούτοις ἡ δύναμις τὴν ἑαυτῆς ὑπόστασιν ἐκληρώσατο.

   Ἐπιστημονικώτερον δὲ ἂν εἴη καὶ τὰς δόξας ἀναζητῆσαι τὰς περὶ τῆς τοιαύτης δυνάμεως τῆς κατ' ἐπιτηδειότητα, εἴτε ἐν ποιότησιν αὐτὴ φυσικῶς θεωρεῖται εἴτε ἐν οὐσίαις εἴτε ἐν ἄλλῳ ὁτῳοῦν ἑτέρῳ γένει τῶν ὄντων. ἆρα οὖν ἀπὸ τῆς ὕλης τὸ δυνάμει καὶ ἡ δύναμις αὐτή, ὥς τινες οἴονται, ἢ αὐτὴ ἡ ὕλη τὸ δυνάμει, ὡς ἄλλοις δοκεῖ; ἢ τοῦτο ἄτοπον· οὔτε γὰρ παρέχεταί τινα αἰτίαν ἡ ὕλη ἀφ' ἑαυτῆς ἀσθενὴς οὖσα πάντῃ οὔτε οὐσίαν ἐνδίδωσιν ἐκπεπτωκυῖα τοῦ ὄντος οὔτε δυνάμεως ἀρχὴν παντελῶς οὖσα ἀδύναμος οὔτε ποιότητος ἀφορμὴν ἄποιος οὖσα καθ' ἑαυτήν, ἀλλ' οὔτε ἔχει τι γόνιμον ἐστερημένη πάντων καὶ ἐν ἐνδείᾳ οὖσα καὶ πενίᾳ καθ' ἑαυτήν. ἀλλ' οὐδὲ σχέσις ὕλης τὸ δυνάμει τῆς πάντῃ ἀσχέτου οὐδὲ πλεονασμὸς τοῦ πρώτου ὑποκειμένου τοῦ μηδεμίαν ἔχοντος διαφορότητα ἐν ἑαυτῷ οὐδὲ ἔκτασις ἢ συστολὴ ἢ μάνωσις ἢ πύκνωσις τῆς ἀπεστερημένης πάσης κινήσεως ὕλης οὔτε ἄλλο οὐδὲν τῶν περὶ τὴν ὕλην ἐπινοουμένων αἴτιον γίνεται τῆς τῶν δυνάμεων ὑποστάσεως· εἴδους γὰρ θεωρεῖται προϋποκατασκευή τις ἡ δύναμις αὕτη, οὐκ ἀποίων τινῶν σχέσις. ἀλλὰ μὴν οὐδὲ τὸ εἶδος, καθ' ὅσον ἐστὶν εἶδος καὶ ἕστηκεν ἐν τῇ οἰκείᾳ τελειότητι καθ' ἑαυτό, οὐκ ἂν ταύτῃ γε τῇ οὐσίᾳ παράγοι τὴν δύναμιν· τέλειον γὰρ καὶ [250] ὅλον ὑπάρχον ἐν ἑαυτῷ προέχει τῶν κατὰ ἀπομερισμὸν εἰδῶν ὑφισταμένων δυνάμεων. λείπεται τοίνυν ἀπὸ τῆς συνόδου τούτων, ὕλης τε καὶ εἴδους ἢ τῶν ἀνάλογον ἐχόντων πρὸς ὕλην καὶ εἶδος, ὑφίστασθαι τὴν τοιαύτην δύναμιν. ἐν οὖν τῇ ὕλῃ συνίσταται ἡ δύναμις ἀπὸ τοῦ εἴδους κατὰ τὴν ἁμῃγέπῃ τῶν λόγων μετουσίαν, ὅταν προΐῃ τις ἀπ' αὐτῶν πρόδρομος ἐπιτηδειότης, ὡς εἶναι μὲν τὴν μετουσίαν ὑποδοχὴν τῆς ἕξεως, ἡ δὲ ὑποδοχὴ τῆς ἕξεως προεισφέρει εἰς ἐνέργειαν. κἂν τὸ σῶμα δὲ κἂν ἡ ψυχὴ τὴν ἐπιτηδειότητα δέχοιτο ταύτην, ταῦτα πάντα σῴζει τὴν πρὸς τὴν ὕλην ἀναλογίαν, καθ' ἣν πρὸς τὰ τελειότερα ἑαυτῶν ὡς πρὸς εἶδος συνταττόμενα κατ' αὐτὴν τὴν πρώτην ἑαυτῶν ὑπόστασιν ἐπιτηδειότητα ἴσχει πρὸς τὴν τελειοτέραν μετουσίαν· τὰ γὰρ ἐν γενέσει ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον προκόπτοντα τὴν τῆς ὑποδοχῆς τῆς ἕξεως προκοπὴν δεξάμενα, εἶτα τῆς τελειοτέρας μεθέξεως εὐμοιρήσαντα, τοῦ μὲν μετεχομένου μένοντος, τοῦ δὲ μετέχοντος ὅλον ἅμα τὸ εἶδος μὴ δυναμένου καταδέξασθαι, ἄλλην πρὸ ἄλλης ἀεὶ μέθεξιν ἀτελεστέραν πρὸ τελειοτέρας ὑποδέχεται. κατὰ ἀναλογίαν δέ τινα καὶ ἐπὶ τῶν ζῴων ἀπὸ τῶν τοῦ σώματος δυνάμεων, αἵτινες νοεραί τέ εἰσιν καὶ καθαρῶς ἀσώματοι, τὴν ἐπιτηδειότητα ταύτην θεωρήσωμεν. σαφὲς οὖν ἐκ τούτων γέγονεν, ὡς καὶ περὶ ψυχὴν καὶ περὶ σῶμα καὶ περὶ τὸ κοινὸν ζῷον ἐνυπάρχουσιν καὶ ὅπως ἔν τε τῷ ποιῆσαι καὶ ἐν τῷ παθεῖν ἢ μὴ παθεῖν ἁπλῶς οὕτως θεωροῦνται κατὰ κοινήν τινα μετουσίαν. οὐ μὴν ἀλλὰ καὶ τὸ τῆς ἐπ' ἄμφω ῥοπῆς αὐτῶν πρός τε δύναμιν καὶ ἀδυναμίαν ἀπὸ τοῦ αὐτοῦ ῥᾳδίως καταφαίνεται· διότι γὰρ συμμίγνυται τὰ ὡς ἐν ὕλης τάξει ὑποκείμενα πρὸς τοὺς ἀπὸ τῶν λόγων ἀπομερισμούς, διὰ τοῦτο ἡ ἀπὸ τοῦ λόγου κατιοῦσα μοῖρα ἀμφίβολος γίνεται, πρός τε δύναμιν καὶ ἀδυναμίαν ἐπ' ἴσης ἐπικλίνουσα. καὶ τὰ ἄλλα δὲ πάντα τὰ εἰωθότα λέγεσθαι περὶ τῆς τούτων φυσικῆς τάξεως τῶν δυνάμεων πρόδηλα τοῖς δι' ἠκριβωμένης αὐτὰ τῆς ἐπιστήμης μετιοῦσιν, ἐπειδὴ καὶ μεταβολὴ θεωρεῖται κατὰ τὰς φυσικὰς δυνάμεις· ἐν γὰρ τῷ προάγεσθαι καὶ ὁδεύειν ἐπὶ τὸ τέλειον αὗται θεωροῦνται· καὶ τὸ μᾶλλον δὲ καὶ ἧττον ἐν ταῖς δυνάμεσιν ὑπάρχει ταύταις διὰ τὸ προβιβάζεσθαι ἀεὶ τὰς ἐπιτηδειότητας τῆς φύσεως.

   Ἐπιστάσεως δ' ἂν εἴη ἄξιον, μήποτε ταῦτα μὲν περὶ τὰ σύνθετα καὶ μετεχόμενα τῶν δυνάμεων πρώτως ὑφέστηκεν, αὐταὶ δὲ αἱ δυνάμεις οὐδὲν τοιοῦτον πάσχουσιν· ἤδη γὰρ ἔχουσί τινα ἀπὸ τῶν εἰδῶν μετουσίαν. ἢ μᾶλλον τὰ μὲν μετέχοντα τῶν δυνάμεων αὐτὰ καθ' αὑτὰ ἀδύναμα ὄντα οὐδὲ μεταβολὴν [251] τὴν ἐπὶ τὸ τέλειον οὔτε προβιβασμὸν ἐπιδέχεται, κατὰ δὲ τὰς φυσικὰς δυνάμεις ἔχει ταῦτα, αἵτινες διά τε τὴν ὑλικὴν ἔνδειαν καὶ τὴν πρὸς τὸ τέλειον εἶδος ἀνάτασιν τόν τε προβιβασμὸν τοῖς μετέχουσιν ἑαυτῶν παρέχονται καὶ τὴν ἐπὶ τὸ τέλειον μεταβολὴν καὶ τὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον κίνησιν, κατὰ τὸ ζωτικὸν μᾶλλον τῶν μετεχομένων λόγων ἤπερ κατὰ τὸ εἰδητικὸν ἀφορισθεῖσαι διὰ τὴν κίνησιν.

   Κατὰ δὲ τὸν αὐτὸν εἱρμὸν τῆς ἀκριβοῦς θεωρίας καὶ περὶ τοῦ μαλακοῦ καὶ σκληροῦ δεῖ ποιήσασθαι λόγον, ὁπόθεν ταῦτα γίνεται πρώτως, ἆρα διάστασις, ἡ μὲν στερεά, ἡ δὲ ἀραιοτέρα, τὸ σκληρὸν καὶ μαλακὸν ἐποίησεν καὶ πύκνωσις καὶ μάνωσις ἢ κενοῦ πολλοῦ ἀπόληψις, ὅπου δὲ συνίζησις καὶ ἀποπλήρωσις τῶν κενωμάτων τὸ διάφορον ἐν ἑκατέρῳ παρέχεται ἢ ὕλης πλεονασμὸς καὶ ἔνδεια ποιεῖ τὸ μὲν σκληρόν, τὸ δὲ μαλακόν. ἢ πάντα τὰ τοιαῦτα ἐπιγεννηματικὴν ποιεῖ τὴν τῶν κατὰ λόγον διαφερόντων ἰδιότητα. ἆρα οὖν πιπτούσης τῆς δυνάμεως καὶ μὴ δυναμένης ἀνέχειν ἑαυτὴν ἡ ἀντίτυπος καὶ σκληρ‹ὰ ποι›ότης ὑφίσταται, ἡ δὲ τοῦ μαλακοῦ ἐν τῷ ἀνέχειν τὴν δύναμιν ἑαυτὴν καὶ κουφίζειν μετέωρον οὕτως ἀπολεπτύνει καὶ ἁπαλωτέραν τὴν σύστασιν ἀπεργάζεται; ἀλλ' οὕτως ἂν τὸ ἐναντίον εἴη συμβαῖνον ἢ ὅπερ Ἀριστοτέλης βούλεται· οὐ γὰρ ἔτι τὸ μὲν σκληρὸν κατὰ δύναμιν, τὸ δὲ μαλακὸν κατὰ ἀδυναμίαν ἔσται, ἀλλὰ τοὐναντίον ἡ μὲν ἀνέχουσα ἑαυτὴν λεπτότης ἐν δυνάμει ἔσται τοῦ ἑαυτὴν ἐπαίρειν, ἡ δὲ σκληρότης ἐν ἀδυναμίᾳ τοῦ αὐτοῦ τούτου. βέλτιον οὖν ἀντὶ τούτων κατὰ τὴν συνοχὴν ἤτοι ὑπερβάλλουσαν ἢ ἐλλείπουσαν τὸ διάφορον αὐτῶν ἀπολογίζεσθαι. τά τε γὰρ ἄλλα τούτῳ συμφωνεῖ καὶ τὸ λέγεσθαι τὸ μὲν σκληρὸν δύναμιν ἔχειν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ μαλακὸν ἀδυναμίαν τοῦ αὐτοῦ τούτου· τὸ γὰρ δυσδιαίρετον ἢ εὐδιαίρετον κατὰ τὸ τῆς συνοχῆς ὑπερβάλλον ἢ ἐλλεῖπον συνίσταται. τὸ δὲ αὐτὸ ἄν τις καὶ κατὰ τὴν τοῦ εἴδους μᾶλλον ἢ ἧττον ἐπικράτειαν ἀπολογίσαιτο, σκληρὸν μὲν τὸ τοῦ εἴδους ἀντεχόμενον μᾶλλον, μαλακὸν δὲ τὸ ἐναντίον ἀφοριζόμενος. μήποτε δὲ κατὰ λόγους διαφόρους ἑκάτερον τούτων ἀποτελεῖται καὶ κατὰ εἰδῶν τελείαν ἀντίθεσιν, ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ γλυκὺ καὶ πικρὸν καὶ τὸ πυκνὸν καὶ μανόν. εἰ γὰρ πᾶν μὲν τὸ κατὰ φύσιν ἔχον τελείαν ἔχει τοῦ οἰκείου εἴδους ἀντίληψιν, ἔστιν δέ τινα μαλακὰ κατὰ φύσιν, ὡς ζῷά τινα ὅλα καὶ φυτὰ καὶ ἐν τοῖς τοῦ ζῴου μορίοις ὁ πνεύμων, πῶς ἂν εἴη κατ' ἔλλειψιν εἴδους τὸ μαλακὸν ἀφοριζόμενον; πῶς οὖν ὁ Ἀριστοτέλης τὸ μαλακὸν κατὰ ἀδυναμίαν θεωρεῖ τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, ὥσπερ καὶ τὸ νοσῶδες κατὰ ἀδυναμίαν [252] τοῦ μὴ πάσχειν τι ῥᾳδίως ὑπὸ τῶν τυχόντων; τὸ γὰρ νοσῶδες αὐτόθεν κατὰ στέρησιν ὑφίσταται καὶ ἔλλειψιν τοῦ εἴδους καὶ οὐ κατὰ εἶδος ἀντίθετον. μήποτε οὖν διττὸν εἶδος ἀδυναμίας διὰ τούτων ἐνδείκνυται, ἓν μὲν τὸ κατὰ στέρησιν, ὡς τὸ νοσῶδες ἀδυναμίαν ἔχει τοῦ μὴ πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων, οὗ δύναμιν εἶχεν τὸ ὑγιεινόν, τὸ δὲ κατὰ εἶδος ὑφεστώς, ὥσπερ τὸ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, ὥσπερ τὸ σκληρὸν ἀδυναμίαν ἔχει τοῦ ῥᾳδίως διαιρεῖσθαι· ὡς δὲ χεῖρον ἐν τῇ ἀντιθέσει τὸ μαλακὸν κατὰ τὴν ἀδυναμίαν ἀφωρίσθη. ἆρα οὖν καὶ τὸ ὑγιεινὸν ἀδυναμίαν εἴποιμεν ἔχειν τοῦ πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων; ἢ οὐκ ἄν τις ἀδυναμίαν καλέσειεν τὸ διὰ δυνάμεως ὑπερβολὴν παρόν· τὸ μὲν γὰρ σκληρόν, ἅτε μὴ ἔχον τὰ τῷ μαλακῷ προσήκοντα εἴδει ὄντι, οὐδὲν ἄτοπον ἀδυναμίαν ἔχειν τὴν κατὰ ἑτερότητα, τὸ δὲ ὑγιεινὸν μὴ ἔχον τὰ τοῦ νοσώδους κατὰ στέρησιν ὑφεστηκότος οὐκ ἂν λέγοιτο ἀδυναμίαν ἔχειν. ὅπως δὲ ἂν ἔχῃ, δῆλόν ἐστιν ὅτι τοῦ αὐτοῦ ἐστιν ἥ τε δύναμις καὶ ἡ ἀδυναμία· τοῦ γὰρ μὴ ῥᾳδίως διαιρεῖσθαι δύναμις μὲν τὸ σκληρόν, ἀδυναμία δὲ τὸ μαλακόν, ὥσπερ οἶμαι καὶ τοῦ ῥᾳδίως διαιρεῖσθαι ἀνάπαλιν. οὐκ ἐκ ταὐτομάτου δὲ ὁ Ἀριστοτέλης ἐπὶ τῷ τέλει τῶν τοιούτων δυνάμεων τοιαῦτα παραδείγματα τέθεικεν, ἀλλὰ βουλόμενος καὶ τὴν τάξιν αὐτῶν παραδηλῶσαι, ὅτι ἔσχαται ἐν τῇ φύσει τῶν δυνάμεων οὖσαι τὰ ἔσχατα τῶν ὄντων διεκληρώσαντο.

p. 928 Τρίτον δὲ γένος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη ἕως τοῦ ὥστε πάθη μὲν λέγεται τὰ τοιαῦτα, ποιότητες δὲ οὔ.

   Γένος τρίτον πάλιν λέγει ποιότητος ἀντὶ τοῦ εἴδους τῷ γένει χρησάμενος ἢ καὶ κυρίως γένος εἰπών· κἂν γὰρ μὴ τὸ ἀνωτάτω γένος ἐστίν, ὥσπερ ἡ ἁπλῶς ποιότης ἢ τὸ συμβεβηκός, ἀλλὰ καὶ αὐτὸ γένος ὡς εἰς εἴδη οἰκεῖα διαιρούμενον, γένος δὲ τῶν ὑπαλλήλων λεγομένων γενῶν. εἰς δύο δὲ διαιρεῖ τὸ τρίτον τοῦτο γένος, εἴς τε τὰς παθητικὰς ποιότητας καὶ τὰ πάθη, οἷς κοινὸν μέν ἐστι τὸ ποιὸν ὁπωσοῦν (ποιὰ γὰρ καθ' ἑκάτερον λέγεται τὰ ἔχοντα) καὶ ἔτι μέντοι τὸ πάθος, κοινὸν δὲ τὸ ἐν ἑκατέρῳ τούτων διαφόρως θεωρεῖσθαι τὸ πάθος, ἢ ὡς πάθος ἐμποιοῦν τῇ αἰσθήσει, ὥσπερ ἡ γλυκύτης πάθος τι κατὰ τὴν γεῦσιν ἐμποιεῖ καὶ ἡ θερμότης κατὰ τὴν ἁφήν, ἢ ὡς ἀπὸ πάθους ἐγγινόμενον, ὥσπερ ὠχρότης τοῖς φοβηθεῖσιν καὶ ἔρευθος τοῖς αἰδεσθεῖσιν ἐγγίνεται· ἰδία δὲ τῆς παθητικῆς ποιότητος καὶ τοῦ πάθους διάκρισις, ἣν ἐφεξῆς ὁ Ἀριστοτέλης ἐπάγει.

[253] καὶ γὰρ ὅσα μὲν ἀπὸ δυσκινήτων παθῶν καὶ παραμονίμων τὴν ἀρχὴν εἴληφεν, παθητικαὶ ποιότητες λέγονται, ὥσπερ ἡ κατὰ φύσιν ὠχρότης ἢ μελανία ἢ αἱ διὰ νόσον μακρὰν καὶ καύματος συνέχειαν γενόμεναι· ὠχρίαι γὰρ οὗτοι καὶ μέλανες ὥσπερ οἱ κατὰ φύσιν λέγονται· ὅσα δὲ ἀπὸ ῥᾳδίως διαλυομένων καὶ ταχὺ ἀποκαθισταμένων γίνεται, ὥσπερ ἡ ἀπὸ φόβου ὠχρότης ἢ τὸ ἀπὸ αἰδοῦς ἔρευθος, ταῦτα πάθη μέν ἐστιν καὶ κατὰ τοῦτο ὁπωσοῦν ποιοὶ οἱ μετέχοντες, καθ' ὅσον πεπόνθασιν. ἐρυθριᾶσαι γοῦν καὶ ὠχριᾶσαι λέγομεν τοὺς τοιούτους, οὐ μέντοι ποιούς· ποιὰ γὰρ τὰ πάθη ταῦτά ἐστιν. διὸ οὐδὲ παρωνύμως λέγομεν ὠχρίας ἢ ἐρυθρίας τοὺς τοιούτους, ἀλλ' ὅτι πεπόνθασι μόνον· ὅτι γὰρ ὠχρίασαν ἢ ἐρυθρίασαν, ταύτῃ πως μετέχουσι τῆς ποιότητος, οὐ μέντοι ὅτι ποιοὶ κατὰ ταῦτα γεγόνασιν. καὶ ἐπὶ τῆς ψυχῆς δὲ τὸ ἀνάλογον· παθητικαὶ μὲν λέγονται ποιότητες ἥ τε κατὰ φύσιν ὀργὴ καὶ πραότης καὶ ἐν ἕξει γενόμεναι· ποιοὶ γὰρ κατὰ ταύτας, ὀργίλοι καὶ πρᾶοι λέγονται οἱ ἔχοντες· πάθη δὲ τὰ ἀπό τινων ἐπ' ὀλίγον συμβαίνοντα, ὡς ὁ ἀπὸ λύπης ὀργισθείς· οὐ γὰρ λέγεται ὀργίλος ὁ τοιοῦτος, ἀλλ' ὅτι ὠργίσθη μόνον. ἡ μὲν οὖν τῶν λεγομένων ἔννοια τοιαύτη.

   Πάντως δέ τις καὶ ἐνταῦθα ἐπιζητήσειεν, πῶς πρότερον μὲν τὴν διάθεσιν καὶ τὴν ἕξιν ἐχαρακτήριζεν τῷ εὐμεταβόλῳ τε καὶ δυσμεταβόλῳ, νῦν δὲ τούτοις αὐτοῖς τὰ πάθη διακρίνει καὶ τὰς παθητικὰς ποιότητας. καὶ εἴρηται μὲν καὶ ἐν ἐκείνοις τινὰ πρὸς ταύτην τὴν ζήτησιν, ὅτι ἐκεῖ μὲν ἕξεις καὶ διαθέσεις τὰς ἐκ διδασκαλίας καὶ ἔξωθεν ἐγγινομένας παραδίδωσιν ὡς δυσκινήτους τε καὶ εὐκινήτους τελειότητας, ἐνταῦθα δὲ παθητικὰς ποιότητας καὶ πάθη τὰ φύσει. εἰ δέ τῳ μὴ ἀρκεῖ ταῦτα, λεγέσθω καὶ νῦν συντόμως, ὅτι ἡ θερμότης, καθὸ μὲν διατίθησιν ὁπωσοῦν τὸ ὑποκείμενον, διάθεσις λέγεται· καθὸ δὲ μόνιμον ἔχει τὴν διάθεσιν, ἕξις καλεῖται· καθὸ δὲ ἀπό τινος ποιήσαντος, ὃ ἐπιπολαίως ἐνεγένετο, πάθος λέγεται· καθὸ δὲ δευσοποιῶς καὶ μονίμως ἐνεγένετο τὸ πάθος, παθητικὴ λέγεται ποιότης. ἄμφω δὲ ταῦτα κατὰ πάθος θεωρεῖται, ὡς ἀπὸ πάθους γενόμενα καὶ ὡς πάθος ταῖς αἰσθήσεσιν ἐμποιοῦντα· κατ' ἄμφω γὰρ τὸ πάθος θεωρητέον ἐν αὐτοῖς, ὥστε ἡ θερμότης, εἰ πρόσκαιρος εἴη, τοῦ μὲν ἔχοντος σώματος καὶ ἐπάγοντος ἄλλῳ διάθεσις ἂν εἴη, τοῦ δὲ θερμαινομένου οὕτως, ὡς ἔχειν μὲν ἤδη τὸ εἶδος τῆς θερμότητος, μὴ δύνασθαι δὲ ἄλλο θερμᾶναι, παθητικὴ ποιότης· εἰ δὲ ἐν τῷ γίνεσθαι τὸ εἶδος θεωροῖτο, [254] πάθος ἂν εἴη. ὥστε εἰ καὶ ὀνόμασιν ἐχρήσατο τοῖς αὐτοῖς, τῷ τε μονίμῳ καὶ τῷ εὐμεταβόλῳ, ἀλλ' οὐκ ἐπὶ τῶν αὐτῶν σημαινομένων.

   Ἀλλὰ πῶς τὰς φύσει ὑπαρχούσας παθητικὰς ποιότητας εἶναί φησιν, ἀπὸ συμβεβηκότος τινὸς αὐτὰς τοῦ πάθος ἐμποιεῖν ταῖς αἰσθήσεσι χαρακτηρίσας, καίτοι οὐδὲ ποιότητας ἁπλῶς οὔσας, ἀλλ' οὐσίας μᾶλλον, εἴπερ μέρη οὐσιῶν, τὰ δὲ μέρη τῶν οὐσιῶν οὐσίαι; ἢ ὅτι κατὰ μὲν τὸν λόγον αὐτὸν καὶ τὸ εἶδος καὶ τὴν οὐσιώδη μέθεξιν οὐ ῥητέον τὴν θερμότητα τοῦ πυρὸς παθητικὴν ποιότητα, ἀλλὰ μέρος οὐσίας, τὴν δὲ ἀπ' αὐτῆς ἐν τοῖς σώμασιν ἐγγινομένην ποίωσιν, ταύτην παθητικὴν ποιότητα ῥητέον. τεκμήριον δὲ τούτου μέγιστον, ὅτι τὰ μὲν τῶν οὐσιῶν εἴδη οὐ συνέζευκται πρὸς τὴν αἴσθησιν οὐδὲ κινεῖ αὐτήν· οὐ γάρ ἐστιν οὐσιῶν ἀντιληπτικὴ ἡ αἴσθησις, μόγις γὰρ αὐτῶν ὁ λόγος ἀντιλαμβάνεται· ἀλλὰ τὰ ποιώματα τὰ ἀπὸ τῶν λόγων, ἃ καὶ πέφυκεν τὸ σῶμα παραδέχεσθαι, ταῦτα κινεῖ τὴν αἴσθησιν καὶ ἀπ' αὐτῶν μεμερισμένως ἄλλη ἄλλως αἴσθησις διατίθεται. διὰ τοῦτο οὖν τὰ πρὸς τὴν αἴσθησιν συνεζευγμένα κινητικῶς ἀπὸ τοῦ ποιεῖν ‹πάθη› παθητικὰς ποιότητας λέγομεν, καὶ διότι συγγενεῖς ἔχουσι τὰς ἰδίας φύσεις πρὸς τὰς τῶν αἰσθήσεων παθητικὰς κινήσεις.

   Ἀντιλαμβάνονται δέ τινες, πῶς τὸ μέλι τῷ γλυκύτητα δεδέχθαι λέγεται γλυκύ· μέλι γὰρ ὅλως οὐκ ἂν εἴη χωρὶς γλυκύτητος· πῶς οὖν δέχεται ὅπερ ἔχει; ἀλλ' ὅπως αὐτὸ εἶπεν, αὐτὸς ἐσαφήνισεν διὰ τοῦ ἐφεξῆς παραδείγματος, εἰπὼν καὶ τὸ σῶμα λευκὸν τῷ λευκότητα δεδέχθαι· ὥστε καὶ τὸ μέλι ὡς σῶμα δέδεκται τὴν γλυκύτητα. ἀλλὰ πῶς εἰπὼν οἷον τὸ μέλι τῷ γλυκύτητα δεδέχθαι λέγεται γλυκὺ ἐπήγαγεν οὐ γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκὺ οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδέν; εἰ γὰρ ἐδέξατο τὴν γλυκύτητα, πῶς οὐ πέπονθεν αὐτήν; ἢ ἐδέξατο μὲν τὸ μέλι τὴν γλυκύτητα τὴν εἰς πάθος ἄγουσαν τὴν γεῦσιν, αὐτὸ δὲ οὐ πέπονθεν τὸ γλυκύ, ἀλλὰ κατ' οὐσίαν αὐτὸ ὑπάρχον ἔχει. τὸ δὲ ἴδιον τῆς παθητικῆς ποιότητος ἔχει τὸ πάθος ταῖς αἰσθήσεσιν ἐμποιεῖν, οὐδὲν πολυπραγμονούντων ἡμῶν, εἴτε διὰ πάθους ἐγγίνεται τοῖς ὑποκειμένοις εἴτε ἄνευ τροπῆς καὶ ἀλλοιώσεως. καλοῦνται δὲ ποιότητες μὲν ἀπὸ τῶν ἐχόντων αὐτὰς καὶ ποιῶν κατ' αὐτὰς λεγομένων, εἴγε ποιότης ἐστὶν καθ' ἣν ἕκαστον ποιὸν λέγεται· παθητικαὶ δέ, ἐπειδὴ προσειλήφασιν τὸ πάθος ἐμποιεῖν ταῖς αἰσθήσεσιν.

   Ἀλλὰ πῶς φησι λευκότης καὶ μελανία καὶ ἄλλαι χροιαὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον παθητικαὶ ποιότητες λέγονται, ἀλλὰ τῷ αὐτὰς ἀπὸ πάθους γεγενῆσθαι, καίτοι καὶ αὐταὶ δρῶσιν εἰς τὴν αἴσθησιν, διακρίνουσαι καὶ συγκρίνουσαι τὴν ὄψιν; καὶ ἄλλαι μέντοι ποιότητες [255] ἀπὸ πάθους ἐγγίνονται· κινούμενα γὰρ θερμαίνεται τὰ σώματα καὶ αἰσχυνθείς τις ἐρυθριᾷ. ἢ οὐχ ὥσπερ ὅταν θερμοῦ αἰσθανώμεθα θερμαινόμεθα, οὐχ οὕτως καὶ ὅταν λευκοῦ αἰσθανώμεθα, λευκόν τι τῶν ἐν ἡμῖν γίνεται· οὐ γὰρ ὕλη τῷ λευκῷ ὁ ὀφθαλμὸς γίνεται ἀναλαμβάνων τὸ τοῦ λευκοῦ εἶδος, ὥσπερ ἡ χεὶρ τῷ θερμῷ θερμαινομένη, ἀλλὰ πάσχει μέν τι καὶ ὁ ὀφθαλμός, οὐ μὴν λευκὸς γίνεται. διὸ κἂν ἐν ἄλλοις ὁ Ἀριστοτέλης πάσχειν λέγῃ τὴν ὅρασιν (καὶ τοῦτο πιστοῦται ἀπὸ τοῦ τῶν σφόδρα ὁρατῶν ἀντιλαμβανομένην μὴ δύνασθαι αὐτὴν τῶν ἧττον ἀντιλαμβάνεσθαι, ἀλλ' ἐκεῖνα ἔτι ὁρᾶν δοκεῖν, ὡς ἔτι ἔχουσαν ἀπ' αὐτῶν τὰ ἐγκαταλείμματα) ‑ κἂν ταῦτα οὖν ἐν ἄλλοις λέγῃ, οὐκ ἐναντιοῦται πρὸς τὰ νῦν εἰρημένα· διαφορὰν γὰρ ἐνταῦθα τῶν παθητικῶν ποιοτήτων ἐθεάσατο, τῶν μὲν τῆς αὐτῆς ποιότητος μεταδιδόντων, τῶν δὲ οὐ τῆς αὐτῆς. εἰ δὲ καὶ πᾶν μὲν πάθος διὰ κινήσεως γίνεται, πᾶσα δὲ κίνησις ἐν χρόνῳ, πᾶν τὸ πάσχον ἐν χρόνῳ ἂν πάσχοι· εἰ οὖν τὸ ὁρᾶν ἀχρόνως γίνεσθαι δοκεῖ, οὐκ ἂν διὰ πάθους γίνοιτο. ἢ καὶ τὴν ἁφὴν ἄχρονον ὁ Ἀριστοτέλης δοκεῖ λέγειν, καὶ τούτῳ γε τῷ λόγῳ καὶ ἡ θερμότης καὶ ἡ ψύξις παθητικαὶ ποιότητες ἔσονται οὐχ ὡς πάθος ἐμποιοῦσαι, ἀλλ' ὡς διὰ πάθους ἐγγινόμεναι. μήποτε δὲ οὐδὲ ἐπὶ μόνων τῶν χρωμάτων ἀληθὲς τὸ τὴν αἴσθησιν μὴ ποιοῦσθαι τῇ αὐτῇ ποιότητι, τουτέστιν μὴ λευκαίνεσθαι ἢ μελαίνεσθαι τὴν ὅρασιν· οὐδὲ γὰρ ἡ ἀκοὴ ὀξύνεται ἢ βαρύνεται. ἀλλὰ καὶ διατίθησιν τὰ χρώματα τὴν ὄψιν, ὥσπερ καὶ τῶν ἄλλων αἰσθητῶν ἕκαστον τὴν καθ' ἑαυτὸ αἴσθησιν. ἴδιον δὲ οὖν ἔοικεν ἔχειν τὰ χρώματα τὸ ἄλλοις ἐπισυμβαίνειν· καὶ γὰρ καὶ ἐφ' ὧν ἀχώριστά ἐστιν τὰ χρώματα, ὡς τὸ λευκὸν τῆς χιόνος, καὶ ἐπὶ τούτων οὐκ ἔστιν ἁπλῶς οὐσιώδη, ἀλλ' ἐπιγεννηματικά, εἴγε πῆξις νέφους ἐστὶν ἡ χιὼν δι' ὑπερβολὴν ψυχρότητος, τοῦ δὲ οὕτως πηγνυμένου πάθος τί ἐστιν καὶ παρακολούθημα ἡ λευκότης. ὁμοίως δὲ καὶ ἡ ὠχρότης τοῖς φοβηθεῖσιν καὶ τὸ ἔρευθος τοῖς αἰσχυνθεῖσιν παρακολούθημα γίνεται τῶν ψυχικῶν διαθέσεων, ἐπὶ μὲν τῶν φοβουμένων τοῦ αἵματος ἐπὶ τὴν καρδίαν ὡς ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἀνατρέχοντος καὶ μηκέτι ἐν τῇ ἐπιφανείᾳ διαφαινομένου, ὅπερ ποιεῖ τὴν ὠχρότητα συμβαίνουσαν καὶ τοῖς ἄλλως αἵματος κεκενωμένοις· αἰσχυνθέντες δὲ ἐρυθαινόμεθα, τοῦ αἵματος ἀπὸ τῆς καρδίας ἐπὶ τὴν ἐπιφάνειαν προϊόντος καὶ ὥσπερ ἐπιπροσθοῦντος τῷ ἡγεμονικῷ καὶ ἐπισκοτοῦντος τῷ ὑπελθόντι κατὰ τὴν διάνοιαν αἰσχρῷ δι' αἰδῶ. ὅταν οὖν καὶ κυουμένων ἔτι τοιαῦται συνδρομαὶ γένωνται δι' οἵας δήποτε αἰτίας, τοιαῦτα φυσικὰ γίνεται χρώματα, καὶ διὰ τοῦτο ἐκ γενετῆς οἱ μὲν τοῖοι φύονται, οἱ δὲ τοῖοι, ὥστε πᾶσαι αἱ κατὰ τὰς χρόας ποιότητες εἰκότως ἐκ [256] πάθους γίνεσθαι λέγονται καὶ συμπτώματά εἰσιν· καὶ γὰρ τῇ χιόνι τὸ λευκὸν καὶ τῷ κόρακι τὸ μέλαν παραγίνεται κατά τι πάθος προηγησάμενον, ὃ ἐν τῇ φυσικῇ συστάσει ὑπάρχει. καὶ μή τις οἰέσθω με λέγειν ὅτι ἡ τροπὴ αὕτη ἡ προηγησαμένη καὶ ἡ κίνησις τὰ χρώματα ποιεῖ, ἀλλ' οἱ μὲν λόγοι τῶν χρωμάτων ἐν τῇ φύσει ἑστήκασιν, τὰ δὲ τρεπόμενα κατὰ τὴν τῆς τροπῆς πρὸς τοὺς λόγους οἰκειότητα μεταλαμβάνει τῶν λόγων καὶ εἰδοποιεῖται ἀπ' αὐτῶν. ἄλλος γάρ ἐστιν αὐτὸς ὁ λόγος ὁ ἑστὼς καὶ ἄλλο τὸ ὑποκείμενον (ἁπλᾶ ταῦτα), καὶ ἄλλο τὸ ἐκ τοῦ ὑποκειμένου καὶ τῆς τοῦ λόγου μεθέξεως συγκείμενον, ἐν ᾧ καὶ ἡ τροπὴ καὶ τὸ πάθος θεωρεῖται· τὸ γὰρ ἁπλοῦν οὐκ ἄν τι πάθοι καθ' ἑαυτό. καὶ ἐν τοῖς ὠχριῶσιν οὖν ἢ ἐρυθριῶσιν οὐχὶ ἡ τροπὴ τὸ χρῶμα ποιεῖ, ἀλλὰ τὸ ἴδιον τοῦ αἵματος χρῶμα μεθίστησιν ποτὲ μὲν ἐπὶ τὸ ἐντός, ποτὲ δὲ ἐπὶ τὸ ἐκτός. κἂν λέγῃ οὖν ἀπὸ πάθους ἐγγίνεσθαι τὰ χρώματα, οὐδὲν ἄλλο λέγει ἢ ὅτι διὰ τῶν παθῶν ἐπιτήδεια γίνεται τὰ σώματα εἰς καταδοχὴν τῶν τοιούτων χρωμάτων.

   Ἀλλὰ πῶς, φησὶν Εὔδωρος, ἐν μὲν τῷ πρώτῳ εἴδει τῆς ποιότητος θερμότητας καὶ ψύξεις καὶ νόσον καὶ ὑγείαν ἐν ταῖς διαθέσεσι κατηρίθμησεν, ἐνταῦθα δὲ ὡς εἰς ἄλλο εἶδος τὴν παθητικὴν ποιότητα αὐτὰς καταλέγει; ἢ φήσομεν ὡς ἐκεῖ μὲν κατὰ τὸ διακεῖσθαι οὕτω καὶ πῶς ἔχειν θέσεως κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἐλαμβάνετο, ἐνταῦθα δὲ κατὰ τὸ πάθος ἐμποιεῖν εἰς ἄλλο ἡ παθητικὴ ποιότης θεωρεῖται. τὸ δὲ αὐτὸ κατ' ἄλλο καὶ ἄλλο λαμβανόμενον οὐδὲν κωλύει ὑπ' ἄλλο τάττεσθαι καὶ ἄλλο εἶδος, ὡς ὁ Σωκράτης καθὸ μὲν ἄνθρωπος οὐσία ἂν εἴη, καθὸ δὲ πατὴρ τῶν πρός τι· καὶ ἡ θερμότης οὖν, καθὸ μὲν διατίθησί πως τὸ ὑποκείμενον, διάθεσις ἂν εἴη, καθὸ δὲ θερμαίνει τὴν αἴσθησιν, παθητικὴ ποιότης. καὶ κατ' ἄλλον δὲ τρόπον ἐν διαφόροις εἴδεσίν ἐστιν ἡ αὐτή, διότι κατὰ μὲν τὴν ἰδιότητα καὶ τὸν χαρακτῆρα ἡ διάθεσις θεωρεῖται, κατὰ δὲ τὴν ἔμμονον τροπὴν τοῦ πάθους ἡ παθητικὴ ποιότης.

   Ἀλλὰ πῶς ἐκεῖ τὰ ταχὺ μεταβάλλοντα εἰπὼν διαθέσεις ἐνταῦθα τὰ ταχὺ μεταβάλλοντα πάθη μὲν λέγει, οὐκέτι δὲ ποιότητας; ἢ ὅτι τῶν εὐκινήτων τὰ μέν ἐστιν διαθέσεις, αἵτινες διὰ τοῦτο καὶ ποιότητές εἰσιν καὶ χαρακτῆρα φέρουσιν τοῦ διακειμένου, αἱ δὲ εὐανάλυτοι κινήσεις, αἵτινες ἐν τοῖς πάθεσιν θεωροῦνται μόνοις· διὸ καὶ πάθη καλοῦνται καὶ οὐκ ἀξιοῦνται τοῦ τῆς ποιότητος ὀνόματος, ἐπειδὴ οὐδὲ λέγονται κατ' αὐτὰς ποιοὶ οἱ πάσχοντες. οὐδὲν οὖν ἄτοπον, εἰ τὸ μὲν ὑπὸ τὴν ποιότητα τάττεται, τὸ δὲ οὔ.

   Ἐπιστάσεως δὲ καὶ πάλιν ἄξιον, πῶς ὑπὸ τὴν ποιότητα τάξας τὰ πάθη, εἴπερ τρίτον εἶδος ποιότητος παθητικαὶ ποιότητές φησιν [257] καὶ πάθη, ὅμως ὕστερον πάθη μέν φησιν τὰ τοιαῦτα λέγεται, ποιότητες δὲ οὔ. καὶ γὰρ τινὲς μὲν οἴονται ἐλλιπῶς εἰρῆσθαι τὸ ποιότητες δὲ οὔ· λείπειν γὰρ τὸ 'οὔκ εἰσιν παθητικαί', ὡς εἶναι μὲν αὐτὰς ποιότητας, παθητικὰς δὲ οὔ· ἄλλοι δὲ ἐπὶ ταὐτὸν οἴονται φέρειν αὐτὸν τὰ πάθη καὶ τὰς παθητικὰς ποιότητας, καίτοι σαφῶς οὕτως διορίζοντα. ἀλλ' ἴσως ὡς ὑποπῖπτον τὸ πάθος ὑπὸ τὴν παθητικὴν ποιότητα κατά τι σύμπτωμα αὐτῆς πρόσκαιρον, οὕτως αὐτὸ ὑποτάττεσθαι αὐτῇ φησιν. Ἀλέξανδρος δὲ οὐδὲ ζητεῖν ἀξιοῖ, εἰ τὰ πάθη ὑπὸ τὴν ποιότητα· αὐτὸς γὰρ ὁ Ἀριστοτέλης οὐ μόνον τὰς παθητικὰς ποιότητας, ἀλλὰ καὶ τὰ πάθη ὑπὸ τὸ αὐτὸ εἶδος ἔταξεν εἰπὼν τρίτον δὲ γένος παθητικαὶ ποιότητες καὶ πάθη· οὐ γὰρ εὔλογον εἰς ταὐτὸν ἄγειν αὐτὰ μέλλοντα λέγειν αὐτῶν τὴν διαφοράν. διὰ γὰρ τούτων εἶδος τῆς ποιότητος καὶ τὸ πάθος ἀφορίζεται, ὥστε καὶ ποιότητα· τοῖς γὰρ εἴδεσιν ὑπάρχει τὰ ὀνόματα τῶν γενῶν. ἀλλ' ὅτι μὲν ποιότητας ἁπλῶς λέγειν τὰ πάθη σαφῶς μαχομένων ἐστὶν πρὸς τὴν Ἀριστοτέλους λέξιν, πρόδηλον, εἰπόντος ὥστε πάθη μὲν τὰ τοιαῦτα λέγεται, ποιότητες δὲ οὔ. ἀλλὰ καὶ τὸ πάντῃ τῆς ποιότητος ἐξορίζειν τὰ πάθη, καὶ τοῦτο μάχεται τῷ ἓν γένος ποιότητος εἰπεῖν καὶ τὰ πάθη. ἀλλὰ καὶ τὸ τὰ πάθη εἰς ταὐτὸν ἄγειν ταῖς παθητικαῖς ποιότησιν ἐναργῶς ἄτοπον, οὕτως αὐτὰ σαφῶς τοῦ Ἀριστοτέλους διακρίνοντος. μήποτε οὖν παθητικὴ μὲν ποιότης, ᾗ μὲν ποιότης, οὐκ ἔστιν τὸ πάθος, συγγενῶς δὲ ἔχει πρὸς αὐτήν. οὐδὲ γὰρ ἐπινοῆσαι οὐδὲ ὀνομάσαι δυνατὸν παθητικὴν ποιότητα ἄνευ πάθους. ἔοικεν γάρ πως ἀτελὲς εἶδος εἶναι τῆς παθητικῆς ποιότητος τὸ πάθος, οὗ τελειότης ἐστὶν ἡ παθητικὴ ποιότης. ὥσπερ οὖν ἡ διάθεσις τῇ ἕξει συνεπλάκη, οὕτως καὶ ἐνταῦθα τὸ πάθος τῇ παθητικῇ ποιότητι συνέζευξεν· ὡς γὰρ ἡ διάθεσις προηγεῖται τῆς ἕξεως, οὕτως καὶ τὸ πάθος οἷον ὑπόθεσίς ἐστιν τῆς παθητικῆς ποιότητος. διὸ καθ' ὅσον μὲν ὡς ἀτελῆ προηγεῖται καὶ ἀπὸ τούτων ἐπ' ἐκεῖνα ἡ μετάβασις, ταύτῃ οὐκ ἀφίστησιν αὐτὰ τῶν ποιοτήτων· διότι δὲ ἀπολείπεται τῆς ἐν αὐταῖς τελειότητος τῇ τε φύσει τῶν εἰδῶν καὶ τῇ μονίμῳ καταστάσει, ταύτῃ χωρίζει αὐτὰ ὡς ἕτερα.

   Λέγοντος δὲ τοῦ Ἀριστοτέλους ὥσπερ τὰ ὀλιγοχρόνια χρώματα ἀπὸ πάθους γίνεται, οὕτως καὶ τὰ πολυχρόνια ἀπὸ τοῦ αὐτοῦ συμβαίνειν, ἄλογον νομίζουσιν οἱ περὶ τὸν Νικόστρατον τὸ πάντα τὰ χρώματα πάθους ἐγγινομένου γίνεσθαι καὶ μάλιστα τὰ σύμφυτα καὶ οὐσιώδη, ὥσπερ τὸ τῆς χιόνος· ἐν γὰρ τοῖς παραδείγμασιν τοῖς ἀπὸ τοῦ φόβου καὶ τῆς αἰσχύνης ὡς ἐπιγινόμενα τὰ πάθη παρέθετο, ὥστε καὶ ἐπὶ πάντων οὕτως ἔοικεν δοξάζειν. [258] ἢ εἰ τοῖς χυμοῖς τοῖς περὶ τὸ σῶμα, ὁποῖοί ποτε ἂν ὦσιν μέχρι τῆς ἐπιφανείας διατείνοντες, συνέπεται τὰ χρώματα παραπλήσια αὐτοῖς φαινόμενα, τρέπονται δὲ οἱ χυμοὶ ὑπὸ τῶν παθῶν, εὔλογον καὶ τὰ χρώματα συνακολουθεῖν ταῖς τροπαῖς ἢ ταῖς ποιαῖς κράσεσι τῶν σωμάτων. οὐ μέντοι οὐδὲ τοῦτό φησιν, ὅτι αἱ σύμφυτοι χρόαι ἔξωθεν ἐπιγίνονται οἷον τῇ χιόνι ἡ λευκότης, ἀλλ' ὅτι εἴ τις νοήσειεν τὴν πρώτην σύστασιν τῆς χιόνος ὅπως ἐξ ἀρχῆς γέγονεν, εὑρήσει τὸ σωματοειδὲς αὐτῆς καὶ ὑποκείμενον κατὰ τὴν ποιὰν τροπὴν καὶ ποιὰν κρᾶσιν τὸ τοιόνδε χρῶμα εἰληφός. ὑπομνήσειε δ' ἄν τις τοῦτο καὶ ἀπὸ τῶν ὁρωμένων· ὥσπερ γὰρ τὰ φαινόμενα χρώματα ταῖς ποιαῖς κράσεσι τῶν σωμάτων ἀφομοιοῦται, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων, κἂν φυσικῶς γίνωνται. εἰσὶν δέ τινες οἳ τὰς συμφύτους ταύτας ποιότητας οὔ φασιν εἶναι πάθη ἢ παθητικὰς ποιότητας, ἀλλὰ μέρη οὐσιῶν καὶ οὐσίας. δῆλον οὖν ὅτι οὗτοι οὐδὲ τὴν ἀρχὴν παραδέχονται τὰ περὶ τῶν συμφύτων χροιῶν ἠπορημένα.

   Ἀνδρόνικος δὲ ἠξίου μὴ διαιρεῖσθαι τὰς παθητικὰς ποιότητας εἰς τὸ ἐμποιεῖν πάθη καὶ εἰς τὸ ἐκ πάθους συνίστασθαι, ἀλλὰ πάσας ὡς ἐκ πάθους συνισταμένας παθητικὰς εἶναι, τὸ δὲ πάθους ποιητικαῖς εἶναι συμβαίνειν αὐταῖς· "τὸ γὰρ θερμὸν θερμαίνειν δύναται· ἀλλὰ καθ' ὅσον εἰς ἄλλα ποιεῖ, οὐ ποιὰ ἀλλὰ ποιητικὰ καλοῦμεν αὐτά, οἷον οὐ θερμὰ ἀλλὰ θερμαντικά, ἅπερ ἤδη πρός τι, καθάπερ τὸ καυστικὸν καὶ τὸ καυστὸν καὶ τὰ ὅμοια. διὸ θερμὸν μὲν ἔστιν καὶ μηδενὸς ὄντος θερμαντοῦ, θερμαντικὸν δὲ οὐκέτι· ποιὰ γὰρ κατὰ τὸ πῶς ἔχειν, ἀλλ' οὐ κατὰ τὸ πρός τι λέγεται". πρὸς δὴ τοῦτο καλῶς ἠπορημένον ῥητέον ὅτι τὰς ἐν ταῖς αἰσθήσεσι γινομένας παθητικὰς ποιότητας οὐ καθ' ὅσον ἐκ ποιοῦντός τινος καὶ πάσχοντος συνίστανται, κατὰ τοῦτο δεῖ θεωρεῖν, οὐδὲ καθ' ὅσον πρὸς ἀντιστρέφοντα λέγονται, ἀλλὰ τὸ ἁπλοῦν καὶ ἁπλωτὸν εἶδος τοῦ πάθους αὐτὸ καθ' αὑτὸ νοεῖν ὡς ποιότητα, μηδὲν ἐφαπτομένους τῆς τοῦ ποιοῦντος εἰς αὐτὸ ἐνεργείας καὶ συζεύξεως· ποιὸν γὰρ τοῦτο τὸ εἶδος κεχωρισμένον τῶν πρός τι καὶ ἄλλο εἶδος παρὰ τὰ δεδεγμένα τὸ πάθος, αἰσθητικόν τι καὶ ἀφομοιωτικὸν πρὸς τὰ πρωτουργὰ πάθη, διὸ καὶ ἀντιδιαιρεῖται πρὸς τὰς ἀπὸ πάθους ἐγγινομένας παθητικὰς ποιότητας.

   Φέρεται δέ τις καὶ τοιαύτη πρὸς τὰ εἰρημένα ἀντίληψις, τὸ πάθος ἐμποιεῖν ἢ καὶ ἐκ πάθους ἐγγεγονέναι τὴν παθητικὴν ποιότητα σχέσιν μόνον ἐμφαίνειν κατὰ τὸ ἔκ τινος ἐγγεγονέναι ἢ εἴς τι ἐμποιεῖν, αὐτὸ δὲ μὴ λέγειν ὅτι ποτέ ἐστιν ἡ παθητικὴ ποιότης. ἡμεῖς δὲ καὶ πρὸς τοῦτο ἐροῦμεν ὡς οὐκ ἔστιν ἐκ τῆς σχέσεως ἠρτημένη ἡ παθητικὴ ποιότης, ἀλλ' αὕτη [259] μὲν ἄλλως ἐπισυμβαίνει, τὸ δὲ ἴδιον τῆς παθητικῆς ποιότητος κατ' αὐτὴν τὴν μεταβολὴν θεωρεῖται, οὐ τὴν κατὰ τὸ εἶναι (τοῦτο γὰρ οὐκ ἔστιν ποιότητος), ἀλλὰ μετὰ τὸ προϋποκεῖσθαι τὴν οὐσίαν ἐπιγινόμενον αὐτῇ, ὥσπερ καὶ ἡ ποιότης τῷ εἶναι ἐπεισέρχεται. τοιαῦτα καὶ περὶ τῶν ἀποριῶν εἰρήσθω.

   Διαφέρουσιν δὲ αἱ τρίται ποιότητες αὗται τῶν μὲν πρώτων, ὡς καὶ Πορφύριος καὶ Ἰάμβλιχός φασιν, ὅτι ἐκεῖναι μὲν ἐκ διδασκαλίας τὸ τέλειον ἔχουσιν, αὗται δὲ φύσει ὑπάρχουσιν. μήποτε δὲ καὶ τὰ φύσει παρείληπται ἐν ἐκείναις, ὥσπερ θερμότης καὶ ψύξις καὶ τὰ τοιαῦτα, ἡ δὲ διαφορὰ τῶν ἐνταῦθα μὲν κατὰ πάθος εἶναι, ἐκεῖ δὲ κατὰ διάθεσιν καὶ ἕξιν. τῶν δὲ δευτέρων διαφέρει, καθ' ὅσον ἐκεῖναι μὲν ἐν τῷ δυνάμει ἐθεωροῦντο καὶ ἐπιτηδειότητες ἦσαν, αὗται δὲ ἐντελέχειαι μᾶλλόν εἰσιν καὶ κατ' εἶδός τι ἤδη ὑφεστήκασιν.

   Τάξιν δὲ εἴ τις ποθεῖ μαθεῖν αὐτῶν, ῥητέον ὡς ἡ ἐκ πάθους καὶ μεταβολῆς εἰδοποιία ἀπολείπεται τῶν πρώτων καὶ αὐτοφυῶν ποιοτήτων, ὅσαι τέ εἰσιν κατ' ἐνέργειαν καὶ ὅσαι κατὰ φυσικὴν δύναμιν πρώτως συνίστανται καὶ κατὰ κίνησιν ἑτεροιώσεις. ὁ μέντοι Ἀρχύτας ἔοικεν προτάξαι τὸ κατὰ τὸ πάθος εἶδος τῆς ποιότητος τοῦ κατὰ τὸ δυνάμει, καὶ ἴσως τοῦτο μᾶλλον ἔχει λόγον, διότι τὸ ἐνεργείᾳ προηγεῖσθαι χρὴ τοῦ δυνάμει, ὁποῖόν ποτε ἂν ᾖ.

   Καὶ τοῦτο δὲ ἰστέον, ὅτι τὸ ὅλον εἶδος τοῦτο τῆς ποιότητος ὁ Ἀρχύτας ἐν τῷ πάθει κυρίως εἰδοποιεῖ καὶ τοῦτο αὐτοῦ κοινὸν στοιχεῖον ἀπέδωκεν, ὁμοῦ μὲν ἐν κοινῷ περιλαβὼν ὅρῳ τάς τε παθητικὰς ποιότητας καὶ τὰ πάθη καὶ ταύτῃ τὰ πολλὰ τῶν ἀπόρων διαφυγών, ὁμοῦ δὲ καὶ τὴν φύσιν αὐτῶν ὡρισμένως περιλαβών· οὐ γάρ ἐστιν τὸ εἶδος τοῦτο τῆς ποιότητος καθαρὸν ὕλης καὶ σώματος οὐδὲ ἐν εἴδει παγίως ἱστάμενον, ἀλλ' ἔοικεν μέση τις εἶναι φύσις τῶν τε σωμάτων καὶ τῶν εἰδῶν, κατὰ μὲν τὸ πάσχειν τοῖς σώμασι προσεοικυῖα, κατὰ δὲ τὸ γενέσθαι εἶδος ἀπὸ τοῦ πάθους ἢ μορφὴν προσλαμβάνειν ἐν ἑαυτῷ ἀπὸ τοῦ εἴδους, ταύτῃ δὲ τῷ λόγῳ συγγενὴς ὑπάρχουσα.

   Καὶ ὅτι μὲν τροπή τις καὶ ἀλλοίωσις θεωρεῖται κατὰ τὰς τοιαύτας ποιότητας, πρόδηλον· ὁρᾶται γὰρ τοῦτο· ἀλλ' ἐκεῖνο ζητήσεως ἄξιον, μήποτε οὐκ ἔστιν ἡ τοιαύτη τροπὴ αἰτία τῶν τοιούτων ποιοτήτων, ἀλλ' αὐτὴ μὲν τῶν ὧν οὐκ ἄνευ λόγον παρέχεται, ἡ δὲ ἐν αὐτῇ θεωρουμένη μορφὴ τὴν ποιότητα [260] κυρίως συνίστησιν. ἡ γὰρ κίνησις ὡς ἐν ὕλης τάξει προϋπόκειται καὶ ὑπουργεῖ τῇ προηγουμένῃ αἰτίᾳ, ἥτις ἐστὶν ἡ ἀπὸ τοῦ λόγου κατιοῦσα μοῖρα καὶ μορφοῦσα τὴν ἀόριστον κίνησιν· καὶ αὐτὴ μὲν οὔτε πάσχει οὔτε ἀλλοιοῦται, ἤτοι δὲ ἐμποιεῖ πάθος ἢ ἐπὶ πάθει προηγουμένως συνίσταται. μήποτε δὲ ἀληθέστερον εἰπεῖν ὅτι κατ' αὐτὴν γίνεται τὸ πάθος ἐν τῷ ὑποκειμένῳ. καὶ ἐπὶ τῶν χρωμάτων οὖν τροπαὶ μὲν γίνονται περὶ τὸ σύνθετον σῶμα, οἱ δὲ λόγοι εἰσὶν ἑκάστων χρωμάτων ἐν τῇ φύσει, ὧν δόσις γίνεται καὶ μετοχὴ ἐν τῷ χροιᾶς μεταλαμβάνειν τὰ σώματα.

   Ἀλλὰ τί ποτέ ἐστιν τὸ πάθος τοῦτο, ζητεῖν ἄξιον. λέγεται γὰρ πάθος ἢ τὸ ἀναιρετικὸν τῆς οὐσίας, ὡς ἡ σῆψις σώματος φθορὰν ἐπάγουσα τῷ σηπομένῳ, ἢ τὸ τούτῳ ἀντίθετον τὸ συνέχον διὰ τῆς μεταβολῆς ἐν τῷ κατὰ φύσιν τὸ ὑποκείμενον, ὡς τὰς αἰσθήσεις τὰ κατ' αὐτὰς πάθη συνέχει ὡς αἰσθητικάς· ἄλλως δὲ πάθος λέγεται καὶ ἡ ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν μεταβολή, ὡς ὅταν ὁ κηρὸς εἰς παντοῖα σχήματα μεταπλαττόμενος πάσχειν λέγηται. δυνατὸν δὲ τὰ πάθη καὶ κατὰ τὰ εἴδη τῶν κινήσεων διαιρεῖν· ἢ γὰρ κατ' οὐσίαν γίνεται τὰ πάθη ἢ κατὰ τὸ ποσόν, ἀλλ' οὔτε τὸ κατ' οὐσίαν οὔτε τὸ κατὰ ποσὸν προσήκει τῷ νῦν ζητουμένῳ πάθει, ἀλλ' οὐδὲ πᾶν τὸ κατὰ ποιόν, εἴπερ ἓν εἶδος ποιότητος ἀφώρισται τοῦτο· ἀλλ', εἴπερ ἄρα, ἐν τῷ γίνεσθαι τὰ τοιαῦτά ἐστιν πάθη καὶ ἐν τῷ μεταβάλλειν εἰς τὰς κατ' ἐνέργειαν παθητικὰς ποιότητας· ἀφορμαὶ γάρ εἰσιν καὶ οἷον ὑποκατασκευαὶ τῶν παθητικῶν ποιοτήτων. διὸ καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὸ πάθος διαιρούμενος "πάθος, φησίν, λέγεται ἕνα μὲν τρόπον ἡ ποιότης, καθ' ἣν ἀλλοιοῦσθαι ἐνδέχεται, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν καὶ γλυκὺ καὶ πικρὸν καὶ βαρύτης καὶ κουφότης καὶ ὅσα ἄλλα τοιαῦτα· ἕνα δὲ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις· ἔτι δὲ τούτων μᾶλλον αἱ βλαβεραὶ ἀλλοιώσεις καὶ κινήσεις, καὶ μάλιστα αἱ λυπηραὶ βλάβαι· ἔτι τὰ μεγέθη τῶν συμφορῶν καὶ λυπηρῶν πάθη λέγεται". ἐν γὰρ τούτοις ὀρθῶς τὴν ἀλλοίωσιν καὶ τὴν κατ' ἐνέργειαν ἀλλοίωσιν βλάβην τε καὶ κίνησιν καὶ τὰ τοιαῦτα ὡς κινήσεις ὑπήγαγεν ὑπὸ τὸ πάθος. καὶ ἐντεῦθεν δὲ καταφαίνεται ὡς εἰκότως οὐκ ἀπέκρινεν τὰ πάθη τῶν ποιοτήτων· περὶ γὰρ τὴν ἀλλοίωσιν καὶ κίνησιν τῶν παθῶν ὑφίστανται αἱ παθητικαὶ ποιότητες καὶ συμπληροῦνται καὶ εἰδοποιοῦνται ὑπ' αὐτῶν, τὸ δὲ ἀτελὲς καὶ ὡς ἐν ὕλης τάξει προκαταβεβλημένον καὶ συγγενὲς πρὸς ποιότητας ἀπὸ τῶν παθῶν θεωρεῖται.

   Ἐπεὶ δὲ τὸ μόνιμον καὶ δυσκίνητον χαρακτηριστικὸν εἶναι δοκεῖ τῆς παθητικῆς ποιότητος καὶ διακριτικὸν αὐτῆς ἀπὸ τοῦ πάθους, οὐχ οὕτως ἀκουστέον τοῦ μονίμου ὡς ἐπὶ τῆς ἕξεως, ἀλλ' ὡς πρὸς τὸ πάθος δεῖ τὸ [261] μόνιμον ἐννοεῖν. δεῖ γὰρ ὁπωσοῦν μένειν ἐκεῖνο τὸ νομιζόμενον ποιόν, ἵνα ᾖ τε καὶ λέγηται ὁπωσοῦν ποιόν, οὐ τῷ μονίμῳ εἰδοποιούμενον ὥσπερ ἡ ἕξις, ἀλλὰ τῇ ἐν τῷ πάθει διαμενούσῃ ποιότητι.

   Ἐπειδὴ δὲ τὰς παθητικὰς ποιότητας εἴς τε ψυχὴν καὶ σῶμα διεῖλεν, δεῖ ζητεῖν, εἰ αἱ ἐκστάσεις καὶ ὀργαὶ καὶ τὰ τοιαῦτα τῆς ψυχῆς ἐστιν ἴδια ἢ κοινὰ καὶ τοῦ ἔχοντος. εἰ τοίνυν ἀρέσκει αὐτῷ ἐν τῷ πρώτῳ Περὶ ψυχῆς ἀπὸ τοῦ σώματος ὡρμῆσθαι τὰ τοιαῦτα, ὥστε πολλάκις μὲν εὐκινήτους ἡμᾶς γίνεσθαι πρὸς ὀργὴν καίτοι μικρῶν ὄντων τῶν παροξυνόντων, πολλάκις δὲ καίτοι μεγάλων ὄντων μὴ κινεῖσθαι, ὅταν μὴ ὀργᾷ τὸ σῶμα μηδὲ ᾖ ἀφ' ἑαυτοῦ πρὸς τὸ πάθος ἠρεθισμένον ‑ εἰ τοίνυν τοῦτο οὕτως ἔχει, τῆς ψυχῆς εἶπεν τὰ πάθη κατὰ τὸ ἐπικρατοῦν αὐτῆς καὶ πλεονάζον ἐν τῷ συνθέτῳ ζῴῳ· αἱ γὰρ πρὸς τὸ σῶμα συγγενεῖς τῇ ψυχῇ καταστάσεις καὶ αἱ ῥέπουσαι εἰς γένεσιν καὶ μὴ κρατοῦσαι ἑαυτῶν καὶ αἱ παραγόμεναι ὑπὸ τοῦ σώματος καὶ ὑλικώτεραι, αὗται τῶν ψυχικῶν τούτων παθῶν εἰσιν αἰτίαι. ταῦτα μὲν οὖν καὶ περὶ τούτων εἰρήσθω. μεταβαίνειν δὲ ἤδη καιρὸς ἐπὶ τὸ τέταρτον τῆς ποιότητος εἶδος τῷ Ἀριστοτέλει παρακολουθοῦντα.

p. 1011 Τέταρτον δὲ γένος ποιότητος ἕως τοῦ ποιὰ οὖν λέγεται τὰ παρωνύμως ἀπὸ τῶν εἰρημένων ποιοτήτων λεγόμενα ἢ ὁπωσ   οῦν ἄλλως ἀπ' αὐτῶν.

   Τετάρτην εἰκότως καὶ τελευταίαν ἀποδίδωσιν τούτῳ τῷ γένει ἤτοι εἴδει τῆς ποιότητος τάξιν, διότι ἐπιπολῆς καὶ οἷον ἔξωθεν ἐπ' ἐσχάτῳ τοῦ σώματος συνίσταται. πολυμερὲς δέ ἐστιν καὶ πολυειδὲς τὸ γένος τοῦτο. καὶ ἔστιν ἐν αὐτῷ σχῆμα μὲν τὸ ὑπὸ τινὸς ἢ τινῶν ὅρων περιεχόμενον, ὃ καὶ ἐπιπέδου καὶ στερεοῦ πέρας ἐστίν· ληπτέον δὲ αὐτὸ οὐ κατὰ τὸ πλῆθος τῶν γραμμῶν καὶ τῶν ἐπιπέδων (ποσὸν γὰρ οὕτως ἔσται), ἀλλὰ οὐδὲ κατὰ τὸ χρῶμα, ἀλλὰ κατὰ τὸν τῆς ἐπιφανείας ποιὸν σχηματισμὸν κατὰ τὸ γεγωνιῶσθαι ἢ ἀγώνιον εἶναι. ἡ δὲ περὶ ἕκαστον μορφὴ διχῶς λέγεται παρὰ τῷ Ἀριστοτέλει, κατά γε τὰ οὐσιώδη εἴδη καὶ κατὰ τὰ τῆς ἐπιφανείας ποιὰ τυπώματα. νῦν οὖν θεωρεῖται οὐ κατὰ τὸ οὐσιῶδες εἶδος (οὐδὲ γάρ ἐστι ποιότης τὸ τοιοῦτον), ἀλλὰ κατὰ τὸ ἐπιφαινόμενον τοῖς οὐσιώδεσιν περὶ τὴν ἐπιφάνειαν εἴδεσιν, καθ' ὃ καλά τινα καὶ εὔμορφα λέγομεν ἢ δυσειδῆ καὶ ἄμορφα· αἱ γὰρ τοιαῦται μορφαὶ ποιότητές εἰσιν, ἄλλαι μὲν παρὰ τὸ χρῶμα καὶ τὸ σχῆμα, ἐπιστῆσαι δὲ ἄξιον, μήποτε καὶ ἐκείνων περιεκτικαί, κἂν μὴ προσιῆται τοῦτο Ἰάμβλιχος. τινὲς δὲ τὴν μὲν μορφὴν [262] ἐπὶ ζῴου μόνου λέγεσθαι νομίζουσιν, τὸ δὲ σχῆμα ἐπὶ τοῦ ἀψύχου εἴδους, οὔτε κατὰ τὴν τεχνικὴν συνήθειαν καλῶς οὔτε τὴν τῶν πολλῶν χρῆσιν· ἐπαλλάττει γὰρ ταῦτα τὰ ὀνόματα, ὁμοίως μὲν καὶ ἐπὶ τῶν ἐμψύχων τὸ σχῆμα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀψύχων τὴν μορφὴν λέγουσα. καὶ ὁ λόγος δὲ ἑκατέρου τῇ τοιαύτῃ χρήσει συμμαρτυρεῖ· εἰ γὰρ κατὰ τὸ πέρας τῆς ἐπιφανείας καὶ τὴν τύπωσιν αὐτῆς ἡ μορφὴ λέγεται, οὐδὲν ἐμφαίνει ζωῆς ἐχόμενον· δύναται γὰρ καὶ τοῖς ἀψύχοις ἐφαρμόζειν· ὅ τε ὅρος τοῦ σχήματος οὐδὲν κωλύεται καὶ τοῖς φυσικοῖς καὶ τοῖς τῶν ζῴων σώμασιν ἐφαρμόζειν. ἀλλ' εἰ ἄρα, ῥητέον τὸ μὲν σχῆμα μόνης τῆς ἔξωθεν περιγραφῆς ἔχεσθαι, τὴν δὲ μορφὴν καὶ τῆς ἐν ταῖς ἀποπερατώσεσι συμμετρίας ἢ ἀμετρίας· τὴν γὰρ ἐπὶ τῇ ἐπιφανείᾳ τελευτὴν τοῦ εἴδους μιμεῖται ἡ μορφή. τινὲς δὲ τὴν μορφὴν ἐπὶ τῶν φυσικῶν ἀκούουσι μόνον, καὶ δοκεῖ ταύτην τὴν δόξαν ἐν τοῖς ἑξῆς προσίεσθαι ὁ Ἰάμβλιχος, ὡς οὐ λεγομένης τῆς μορφῆς ἐπὶ τῶν μαθηματικῶν καὶ ὅλως τῶν σχημάτων, καὶ διὰ τοῦτό φησιν τὴν περὶ ἕκαστον μορφὴν εἰρῆσθαι, διότι ὡς ἔνυλος εἰς τὸ ἄτομον κατετάγη. εὐθύτητα δὲ καὶ καμπυλότητά φησιν Ἰάμβλιχος τὴν κοινὴν ἐπὶ τῶν γεωμετρικῶν σχημάτων καὶ ἐπὶ τῆς μορφῆς εἰρῆσθαι ποιότητα, καὶ διὰ τὸ κοινὸν καὶ διατεῖνον ἐπ' ἄμφω καὶ ἐπὶ μορφῶν καὶ σχημάτων κοινῶς ὁρώμενον καὶ περιττεῦον ἑκατέρου ἰδίᾳ καταλέγεσθαι. "αὐτὴ μὲν γάρ, φησίν, ἡ γραμμή, καθ' ὅσον ἐστὶν γραμμή, ποσόν ἐστιν, ἡ δὲ εὐθεῖα, καθ' ὅσον ἐστὶν εὐθεῖα ἢ καμπύλη, ποιὰ ἂν νοηθείη· καὶ ἡ ἐπιφάνεια, καθ' ὅσον μέν ἐστιν ἐπιφάνεια, ποσόν, καθ' ὅσον δὲ ἐπίπεδος ἐπιφάνεια, ποιόν· καὶ ἐπὶ τῆς μορφῆς δέ, φησίν, ταῦτα ὡσαύτως θεωρεῖται". μήποτε οὖν ἡ εὐθύτης καὶ ἡ καμπυλότης γραμμῶν ἂν εἴη καθ' αὑτὰς καὶ ἐπιφανειῶν, μορφῆς δὲ οὐ καθ' αὑτό, ἀλλ' εἰ ἄρα, κατὰ συμβεβηκός, καθ' ὅσον οἶμαι καὶ τὸ σχῆμα περιέχει ἡ μορφή. εἴ τι δὲ ἄλλο τούτοις ὅμοιον τοῖς εὐθέσι καὶ καμπύλοις προσέθηκεν τὰ ἑλικοειδῆ καὶ κωνοειδῆ καὶ φακοειδῆ λέγων τῶν σχημάτων καὶ τὰ τοιαῦτα, ἅπερ μικτὴν ἔχει τὴν φύσιν ἐξ εὐθέος καὶ περιφεροῦς, ὡς καὶ οἱ γεωμέτραι φασίν. ὅτι δὲ ποιότητες αὗται, ἀπὸ τοῦ λόγου τῆς ποιότητος κατασκευάζει· εἰ γὰρ ἀφ' ἑκάστου τούτων ποιόν τι λέγεται, ἀφ' οὗ δὲ ποιόν τι λέγεται, τοῦτο ποιότης ἐστίν, ποιότης ἂν εἴη ἑκάστη τούτων.

   Τὸ δὲ μανὸν καὶ πυκνὸν οὐχ ὡς ἀπὸ μανότητος καὶ πυκνότητος παρωνομάσθαι φησὶν οὐδὲ πῶς ἔχοντα παρέχεσθαι τὸ μανὸν καὶ πυκνόν, ἀλλὰ τῷ τὰ μόρια διεστηκέναι ἀπ' ἀλλήλων, ὡς παρεμπίπτειν τι ἑτερογενὲς σῶμα, τούτῳ λέγεται μανόν, ὡς σπογγιαὶ καὶ κισσήρεις, πυκνὸν δὲ τὸ τὰ μόρια σύνεγγυς ἔχον, ὡς μηδὲν ἑτερογενὲς μεταξὺ παρεμπίπτειν, ὡς [263] ἐπὶ χρυσοῦ καὶ σιδήρου θεωρεῖται. εἰ οὖν θέσιν μᾶλλον τῶν μορίων δηλοῖ ταῦτα, ἀλλ' οὐχὶ τὸν χαρακτῆρα, οὐκ ἂν εἴη ποιά. ἀλλὰ καὶ τὸ λεῖον τοῦτό ἐστιν, οὗ τὰ μόρια ἐπ' εὐθείας ἐπ' ἴσης κεῖται, ὡς ἐπὶ τῶν ἀποτεταμένων μαρμάρων, τραχὺ δέ, οὗ μὴ ἐπ' ἴσης κεῖται, ἀλλὰ τὰ μὲν ὑπερέχει, τὰ δὲ ἐλλείπει, ὡς ἐπὶ τοῦ πρίονος· θέσιν ἄρα καὶ τὰ τοιαῦτα δηλοῖ. ἡ δὲ θέσις ἤτοι τῆς τῶν πρός τι κατηγορίας ἐστίν, ὡς εἴρηται ἐν ἐκείνοις, ἢ ὑπὸ τὸ κεῖσθαι ὑπάγεται· καὶ γὰρ τὰ κείμενα θέσιν τινὰ δηλοῖ. ἐπιστῆσαι δὲ ἄξιον, ὡς οἶμαι, μήποτε ἡ μανότης καὶ πυκνότης καὶ λειότης καὶ τραχύτης καὶ ποιότητές τινές εἰσιν κατὰ τὸν χαρακτῆρα, ὡς θερμότης καὶ ψυχρότης, καὶ θέσιν τινὰ δηλοῦσιν κατὰ τὴν τῶν μορίων σύνταξιν· καὶ οὐδὲν θαυμαστὸν τὸ αὐτὸ κατ' ἄλλο καὶ ἄλλο ὑπ' ἄλλην καὶ ἄλλην κατηγορίαν ἀνάγεσθαι, ὡς καὶ τῷ Ἀριστοτέλει καὶ τοῖς τοῦ Ἀριστοτέλους ἐξηγηταῖς δοκεῖ.

   Πληρώσας δὲ τὰ εἴδη τῆς ποιότητος ἐπήγαγεν ἴσως μὲν οὖν καὶ ἄλλος ἂν φανείη τρόπος ποιότητος, οὐχ ὡς φιλόσοφον εὐλάβειαν ἐνδεικνύμενος, ὥς τινες οἴονται, οὐδὲ ὅτι δυσδιαίρετος ὁ περὶ τῶν πρώτων γενῶν λόγος, ὡς ἄλλοι, οὐδὲ ὅτι τὰς διαφορὰς ἐνδείκνυται, καθ' ἃς λογικὸν καὶ ἄλογον καὶ τὰ ἄλλα θεωρεῖται ποιὰ τὰ οὐσιώδη καὶ διαιρετικὰ τῶν γενῶν· οὐσίαι γάρ εἰσιν ἐκεῖνα μᾶλλον, ἀλλ' οὐ ποιότητες· εἰ δὲ ποιότητες ἦσαν, οὐκ ἂν οὕτως εἰς ἐσχάτην τάξιν ἀπερρίφησαν. Ἀνδρόνικος δὲ πέμπτον εἰσάγει γένος, ἐν ᾧ τάττει μανότητα πυκνότητα, κουφότητα βαρύτητα, λεπτότητα παχύτητα, οὐ τὴν κατὰ τὸν ὄγκον, ἀλλὰ καθὸ ἀέρα λέγομεν λεπτὸν εἶναι καὶ τοῦ ὕδατος λεπτότερον· "ποιὰ γάρ, φησί, λέγομεν πάντα τὰ τοιαῦτα τῷ ἀπὸ ποιότητος εἶναι αὐτά, ὁμοίως δὲ καὶ τὸ διαφανὲς καὶ τὸ σκοτεινόν, ὥστε, φησίν, ἢ ἄλλο τι γένος ποιότητος τοῦτο θετέον ἢ συζευκτέον αὐτὰ ταῖς παθητικαῖς· τῷ γὰρ παθεῖν τι τὸ σῶμα τούτων ἕκαστον τοιοῦτον γέγονεν, διαφέρει δὲ ἐκείνων, ὅτι πάθους οὔκ εἰσιν ἐμποιητικαὶ αὗται". Εὔδωρος δὲ τὴν παχύτητα καὶ λεπτότητα εἰς ἕτερον τάττει γένος, τὰς δὲ ἄλλας οὔ. οἱ δὲ περὶ τὸν Ἀχαϊκὸν ταύτας μὲν εἰς τὸ τέταρτον γένος τάττουσιν συνεπομένας τῷ μανῷ καὶ πυκνῷ, ἐκείνας δὲ μᾶλλον αἰνίττεσθαι τὸν Ἀριστοτέλη φασὶν ἐν τῷ ἴσως δὲ καὶ ἄλλο γένος, ἃς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς τῷ θερμῷ καὶ ὑγρῷ καὶ ψυχρῷ καὶ ξηρῷ συνέταξεν· εἰσὶν δὲ αὗται βαρὺ κοῦφον, σκληρὸν μαλακόν, τραχὺ λεῖον, παχὺ λεπτόν. ἀλλὰ πῶς ἄν τις ταῦτα παραδέξαιτο μηδενὸς ὑπ' αὐτοῦ λεγομένου ἑνὸς γένους, ὑφ' ὃ ταῦτα ταχθήσεται, ὡς ἐν μὲν τῷ πρώτῳ ἕξις ἦν καὶ διάθεσις, [264] ἐν δὲ τῷ δευτέρῳ φυσικὴ δύναμις, καὶ ἐπὶ τῶν ἄλλων ἕν τι; βέλτιον οὖν λέγειν ὅτι κατὰ τὸ ἀληθὲς εἰσί τινες καὶ ἄλλοι τρόποι, οὓς ἐν τῇ Μετὰ τὰ φυσικὰ ὡς ἐν τελειοτέρᾳ πραγματείᾳ παραδίδωσιν· ἐνταῦθα δὲ ὡς ἐν εἰσαγωγῇ τοὺς μάλιστα λεγομένους ἐξέθετο.

   Κοινῶς δὲ περὶ πάντων τῶν εἰδῶν ἐπάγει ὅτι ποιότητές εἰσιν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατ' αὐτὰς παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἀπ' αὐτῶν. τοῦτο δὲ εἶπεν, ἐπειδὴ τινὰ μὲν παρωνύμως λέγεται, ὡς ἀπὸ τῆς λευκότητος τὸ λευκόν, ἔνια δὲ ὁμωνύμως, ὡς τρίγωνον καὶ τετράγωνον καὶ τῶν ἄλλων σχημάτων ἕκαστον· ἐπὶ γὰρ τούτων τρίγωνον καὶ ἡ ποιότης καὶ τὸ μετέχον καλεῖται. ἔτι δὲ ἐπ' ἐνίων μὲν ἀμφότερα ὠνόμασται, ὡς γραμματικὴ καὶ ὁ γραμματικός, ἐπ' ἐνίων δὲ οὐθέτερον, ὡς ἡ πρὸς γραμματικὴν ἐπιτηδειότης καὶ ὁ κατ' αὐτὴν εὐφυῶς διακείμενος, ἐπ' ἐνίων δὲ τὸ ἕτερον μόνον ὠνόμασται, τὸ ποιὸν μέν, ὡς ἐπὶ τοῦ δρομικοῦ καὶ πυκτικοῦ· ἀνώνυμοι γὰρ αἱ ἐπιτηδειότητες· ἡ γὰρ πυκτικὴ καὶ δρομικὴ αἱ κατ' ἐνέργειάν εἰσιν ἐπιστῆμαι, ἀφ' ὧν πύκται καὶ δρομεῖς οἱ ποιοὶ λέγονται· οἱ γὰρ πυκτικοὶ καὶ δρομικοὶ τοὺς δυνάμει ποιοὺς σημαίνουσιν ἀπὸ ἐλπίδος ἧς ἕξουσιν ἕξεως παρωνομασμένους. ἔστιν δὲ ὅπου τῇ μὲν ἕξει κεῖται ὄνομα, ὡς τῇ ἀρετῇ, τῷ δὲ κατ' αὐτὴν ποιῷ οὐκέτι· οὐδὲ γὰρ λέγεται ἐνάρετος, ὁ δὲ σπουδαῖος οὐκ ἀπὸ τῆς ἀρετῆς παρωνόμασται οὐδὲ ὁ ἐνάρετος, ὥσπερ οὐδὲ ὁ ἐγγράμματος ἀπὸ τῆς γραμματικῆς. ἐπ' ἐνίων δὲ καὶ παραλλάττουσιν αἱ τῶν ὀνομάτων σημασίαι παρὰ τὴν τῶν πραγμάτων δήλωσιν διὰ τὴν ἀνωμαλίαν τῆς χρήσεως. ὁ γὰρ δίκαιος κατὰ μὲν τὸ ὄνομα ἀπὸ τῆς δίκης παρωνόμασται, κατὰ δὲ τὰ πράγματα ἀπὸ τῆς δικαιοσύνης· ὁ δὲ δικαιόσυνος κατὰ μὲν τὴν λέξιν ἀπὸ τῆς δικαιοσύνης, ὥσπερ καὶ ὁ εὐφρόσυνος ἀπὸ τῆς εὐφροσύνης, κατὰ δὲ τὰ πράγματα οὐκ ἔχει παράθεσιν. διὰ ταῦτα οὖν πάντα προσέθηκεν τὸ ἢ ὁπωσοῦν ἄλλως ἀπ' αὐτῶν. ἀνήγαγεν δὲ ταῦτα ἢ εἰς τὸ μὴ κεῖσθαι ταῖς ποιότησιν ὀνόματα, ὡς ἐπὶ τῶν φυσικῶν δυνάμεων, ἢ εἰς τὴν συνήθειαν μὴ ἔχουσαν ἐν χρήσει τὸ ἕτερον, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ ἐναρέτου. καὶ δῆλον ὅτι ἐπ' ὀλίγων μὲν ταῦτα συμπίπτει, τὰ δὲ πολλὰ παρωνόμασται ταῖς ποιότησιν, ἀφ' ὧν ἔχει τὸ ποιὰ εἶναι. αὕτη μὲν ἡ τῆς λέξεως σαφήνεια.

   Τρεπτέον δὲ λοιπὸν ἐπὶ τὰς καθ' ἕκαστα ζητήσεις τε καὶ διαλύσεις πρὸ τούτου δὲ ἀκριβέστερον ἔτι τῶν εἰρημένων ποιητέον διάκρισιν. τὸ τοίνυν σχῆμα οἱ Στωικοὶ τὴν τάσιν παρέχεσθαι λέγουσιν, ὥσπερ καὶ τὴν μεταξὺ τῶν σημείων διάστασιν· διὸ καὶ εὐθεῖαν ὁρίζονται γραμμὴν τὴν εἰς ἄκρον τεταμένην. ἀλλ' οὕτως ἀναιρεθήσεται ἡ μαθηματικὴ οὐσία, ἥτις [265] ἀκίνητός τέ ἐστιν καὶ ἀλλοιώσεως πάσης καὶ διὰ τοῦτο καὶ τάσεως ἀπηλλαγμένη. εἰ δέ τις τὴν ἀσώματον οὐσίαν τῶν σχημάτων καὶ ἀμφισβητήσιμον εἶναι νομίζοι, εἴτε ἔστιν εἴτε μέχρι ὑποθέσεως ὑπάρχει, νῦν δὲ εἶναι τὸν λόγον οἴεται περὶ τῶν ἐν τοῖς σώμασιν σχημάτων, καὶ οὕτως ἐροῦμεν κατὰ Ἀριστοτέλη μὴ εἶναι τάσιν τὴν τοῦ σχήματος αἰτίαν. κίνησις γὰρ ἂν οὕτως καὶ μεταβολὴ γίνοιτο τῆς ποιότητος αἰτία, ὅπερ οὐκ ἀρέσκει τῷ Ἀριστοτέλει, ἀλλ' οὐδὲ ἔχει λόγον· ἐν ὅρῳ μὲν γὰρ ἡ ποιότης θεωρεῖται, ἀόριστον δὲ πρᾶγμα ἡ κίνησίς ἐστιν καὶ μᾶλλον ἐφιέμενον τοῦ ὁρίζεσθαι. εἰ δέ τις διττὰ σχήματα ὑποτιθοῖτο, τὰ μὲν ἀσώματα, ὡς τὰς ἰδέας κύκλου τε καὶ τῶν ἄλλων σχημάτων ὁ Πλάτων φησίν, τὰ δὲ ὡς περὶ τοῖς σώμασιν μεριζόμενα, καὶ τρίτα δὲ κατ' ἄλλην τινὰ μεταξὺ φύσιν τῶν τε ἰδεῶν καὶ τῶν γινομένων, ἕπεται ζητεῖν, εἰ ἄλλως μέν ἐστιν τὰ ἀσώματα σχήματα, ἄλλως δὲ τὰ σωματοειδῆ, καὶ εἰ κατὰ κοινὸν λόγον ἀμφοτέρων τούτων νυνὶ τὰ σχήματα λέγεται ἢ κατὰ μόνον τὸν ἐπὶ τῶν σωμάτων θεωρούμενον, καὶ πότερον τὸ διακρατοῦν ἐν ποιῷ σχήματι ἀπὸ ποιότητος γίνεται τοῦ σχήματος ὡς ἑτέρας οὔσης παρὰ τὸ διακρατούμενον ἢ οὐδὲ διακρατοῦν τι ἔστιν, ἀλλ' ἐν ἀποτελέσματος τάξει τὸ σχῆμα θεωρεῖται ἄλλως ἐπισυνιστάμενον τῇ φύσει τῶν σωμάτων κατ' αὐτὸ μόνον τὸ πεπεράνθαι. ἀλλὰ κοινὸν μὲν σωμάτων καὶ ἀσωμάτων οὐδὲν ἂν εἴη πρότερον εἶδος ὡς ἕτερον ἀμφοῖν, εἰ μὴ ἄρα τις λέγοι τὰ ἀσώματα σχήματα ὡς αἰτίαν παρέχοντα τοῖς ἐπὶ τῶν †σχημάτων σώμασιν καὶ σχήμασιν κοινὴν αὐτοῖς παρέχειν ἀρχηγὸν δύναμιν, ἥτις συντάττει πρὸς ἑαυτὴν τὰ ὁρώμενα σχήματα καὶ συνάγει καὶ ὁμοῦ πάρεστι πᾶσιν, καὶ κατὰ τοῦτο ἂν ἔχοι τὸ κοινόν. ἀλλ' οὐδὲν τοῦτο ταῖς Ἀριστοτέλους ὑποθέσεσιν προσήκει. ὅθεν οὔτε τὸ διακρατοῦν ἐν τῷ σχήματι τῆς ποιότητος εὐλόγως ἄν τις θείη· οὐδὲ γὰρ οὕτως ἐνεργοῦσιν αἱ ποιότητες κατ' αὐτόν, ἀλλ' ἔχονται μόνον. περὶ δὲ τοῦ ἐν ἀποτελέσματος τάξει εἶναι τὰ σχήματα, εἰ μέν τις οὕτως λέγοι αὐτὰ ὡς συμβεβηκότα συμπτώματα κατ' ἐπακολούθησιν ἢ ὡς ἔτυχεν, οὐκ ἀποδεξόμεθα τὸν λόγον· οὐδὲν γὰρ τῶν κατὰ φύσιν γινομένων τοιαύτην ἔχει τὴν ὑπόστασιν· εἰ δὲ ὡς κατὰ μετουσίαν εἰδῶν τινων καὶ λόγων φυσικῶν τὰ περὶ τοῖς σώμασιν τοῖς φυσικοῖς σχήματα λέγοι ἀπογεννᾶσθαι, παραδεξόμεθα, καὶ συγχωρήσομεν τὸ σχῆμα εἶναί τε καθ' ἑαυτὸ καὶ ἀπὸ τῆς τοιαύτης αἰτίας παράγεσθαι. ἐπειδὴ δέ τινες καὶ τὸ σχῆμα, ὥσπερ καὶ τὸ χρῶμα καὶ τὸ γλυκὺ καὶ τὸ σκληρὸν ἐν τοῖς πρός τι τίθενται ὡς πρὸς αἴσθησιν λεγόμενα, δῆλον ὅτι οὗτοι πάντα συμφύρουσιν· οὕτω γὰρ καὶ [266] ἡ οὐσία καὶ τὰ ἄλλα γένη ὡς αἰσθητὰ πρός τι ἔσται. ἀλλὰ χρὴ αὐτὰ ἕκαστα καθ' ἑαυτὰ διαιροῦντας ἐν οἰκείοις γένεσι τιθέναι, καὶ τότε ὡς αἰσθητὰ πρὸς αἴσθησιν τῶν πρός τι λέγειν.

   "Περὶ δὲ τῆς μορφῆς ἐπισκεπτέον, εἰ κατὰ τὸ ποιὸν σχῆμα ἡ μορφὴ ὑφίσταται, ὥς τινες οἴονται, καὶ διὰ τοῦτο συνέταξεν αὐτὴν τῷ σχήματι. οὔτε γὰρ τῷ †Ἀνδρονίκῳ δοκεῖ τοῦτο οὔτε ἀληθές ἐστιν. οὐ δοκεῖ μὲν γάρ, διότι τὸ σχῆμα ἁπλῶς εἰπὼν τὴν μορφὴν οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ τὴν περὶ ἕκαστον ὑπάρχουσαν μορφήν. ἡ γὰρ ἐν τούτοις ἀκριβολογία διίστησιν αὐτὰ σαφῶς ἀπ' ἀλλήλων. τὸ μὲν γὰρ σχῆμα παρίστησιν ὡς κοινόν τι καὶ πλείοσιν ὑπάρχον κατ' ἀριθμὸν ἢ κατ' εἶδος διαφέρουσιν, τὴν δὲ μορφὴν ἐνδείκνυται ὡς μετὰ τῶν καθ' ἕκαστα σωμάτων φυσικῶν ἀποτελευτῶσαν, ὅταν οἱ μεριζόμενοι περὶ τοῖς αἰσθητοῖς τῶν γινομένων λόγοι ἔσχατον ἴχνος ἀφ' ἑαυτῶν ἀποτυπώσωνται ἐν τοῖς σώμασιν οἰκεῖον καὶ πρόσφορον αὐτῷ τῷ καθ' ἕκαστον λόγῳ. διὰ ταῦτα μὲν οὐκ ἄν τις ἀρέσκειν αὐτῷ φαίη τὸ μετὰ τοῦ σχήματος συνυφίστασθαι καὶ τὴν μορφήν· ὅτι δὲ οὔτε ἔχει ὀρθότητα ἡ τοιαύτη δόξα, ῥᾴδιον ἐντεῦθεν καταμαθεῖν. τὸ μὲν γὰρ σχῆμα κατὰ τὸ πέρας τοῦ ὄγκου νοεῖται, ἡ δὲ μορφὴ κατὰ τὴν ἀποτελεύτησιν τοῦ εἴδους, καὶ τοῦ μὲν σχήματος ἡ συμμετρία καὶ ἡ ἀσυμμετρία κατὰ τὰ μήκη καὶ πλάτη νοεῖται, τῆς δὲ μορφῆς κατὰ τὴν εὐμορφίαν ἢ ἀμορφίαν, οὐκ ἀπηλλαγμένης τῆς ἐπὶ τὸ εἶδος ἀναφορᾶς· δι' ἃ δὴ οὐδὲ τὰ αὐτὰ νομιστέον ταῦτα ἀλλήλοις οὔτε ἐκ θατέρου τὸ ἕτερον ἐξηρτῆσθαι. ἐὰν οὖν λέγωμεν ὅτι κατὰ τὰ ἀποτυπώματα τοῦ εἴδους καὶ τὰ ἔξωθεν φαινόμενα εἴδωλα τὸ εὔπλαστον αὐτῶν καὶ διασῷζον τὸ τοῦ εἴδους ἴχνος καὶ δυνάμενον συντάττεσθαι πρὸς τὸν λόγον ἐστὶ σύμμετρον, τὸ δὲ ἐναντίον τούτου ἀσύμμετρον, καὶ κατὰ τὴν τοιαύτην συμμετρίαν τε καὶ ἀσυμμετρίαν ἡ μορφὴ θεωρεῖται, οἰκειότερον ἂν ἀποδοίημεν τὸν περὶ αὐτῆς λόγον. οὐ μέντοι τοῦτο, φησὶν ὁ Ἰάμβλιχος, συμπληροῦσθαι τὴν μορφὴν εἴποιμεν ἂν ἐκ ποιῶν σχημάτων τε καὶ συμμετριῶν καὶ ἐκ ποιᾶς χροιᾶς καὶ μανότητος καὶ πυκνότητος· ἡ γὰρ τοιαύτη διάταξις συνάγει πολλὰ εἰς ταὐτό, ἅπερ Ἀριστοτέλης διακεκριμένως διέταξεν, οὐκ ἐᾷ τε ἡμᾶς καθαρὰν τῆς μορφῆς τὴν ἰδιότητα ὑπολαβεῖν". ταῦτα πάντα καὶ κατὰ λέξιν οὕτω περὶ τῆς μορφῆς τοῦ Ἰαμβλίχου διαταττομένου ἀξιῶ προσέχειν τὸν νοῦν, μήποτε ἀκόλουθόν ἐστιν καὶ τοῖς ὑπ' αὐτοῦ λεγομένοις τὸ τὴν μορφὴν καὶ τοῦ σχήματος καὶ τοῦ χρώματος περιεκτικὴν λέγειν. εἰ γὰρ κατὰ τὴν ἀποτελεύτησιν καὶ τὴν ἐπιφάνειαν τοῦ εἴδους θεωρεῖται, τὸ δὲ εἶδος πάντων [267] ἦν περιεκτικὸν καθ' ἕνα λόγον, καὶ τὸ πέρας ἂν αὐτοῦ τὰ πάντων πέρατα περιέχοι. κἂν συμπληροῦσθαι οὖν ὑπὸ τῶν ἄλλων λέγοιτο ἡ μορφὴ ὡς ἐκ μερῶν ἢ στοιχείων, ἄλλη παρ' αὐτὰ οὖσα, οὐδὲν ἄτοπον λέγεται, οἷον κοινὴ σύλληψις. οὖσα πάντων· ὁρᾷς γὰρ καὶ τὴν εὐθύτητα καὶ καμπυλότητα ‹ὅτι› κοινὴν σχημάτων καὶ μορφῶν αὐτὸς εἶπεν εἶναι, καὶ οὐδὲν ἄτοπον ἐδόκει μετὰ τὸ τὰ ἴδια παραδεδωκέναι καὶ τὸ κοινῶς ὑπάρχον ὑποδεῖξαι. λέγει δὲ καὶ τὴν σιμότητα καὶ γρυπότητα τῆς ῥινὸς μὴ δεῖν εἰς τὴν μορφὴν προηγουμένως ἀνάγειν, ἀλλὰ μᾶλλον εἰς τὴν καμπυλότητα, καλῶς προσθεὶς τὸ προηγουμένως· ὡς γὰρ μορφὴ ἁπλῶς οὐχ ὑπὸ σιμότητος ἢ γρυπότητος, ὥσπερ οὐδὲ ὑπὸ λευκότητος ἢ μελανίας, ἀλλ' ὑπὸ καμπυλότητος καὶ ὅλως σχήματος, ὥσπερ καὶ ὑπὸ χρώματος συμπληροῦται. καλῶς δὲ καὶ τοῦτο προσκείμενον οὐ παραλειπτέον, ὅτι κοινότης ἐν πᾶσιν τοῖς κατὰ τὸ τέταρτον εἶδος τῆς ποιότητος εἰρημένοις θεωρεῖται ἡ ἐσχάτη περιγραφὴ καὶ ὁ τελευταῖος ὅρος τῶν κατὰ διάστασιν ἢ κατὰ ἄλλην τινὰ ἰδιότητα δυνάμεως ἀποληγόντων. φαίνεται δὲ εἰκότως οὖσα τοιαύτη, ἐπειδὴ περὶ τὴν τελευτὴν τῆς φύσεως ἀφορίζεται, καὶ διὰ τοῦτο καὶ πολύχουν τοῦτο τὸ γένος ἐστὶν καὶ διαφοραῖς χρῆται πλείοσιν.

   Καὶ περὶ τοῦ μανοῦ δὲ καὶ πυκνοῦ ἔχοι ἄν τις πρὸς τὴν αἰτίαν τοῦ Ἀριστοτέλους ἀντιλέγειν. τὸ γὰρ διαστάσει τῶν μορίων ἀπ' ἀλλήλων ἢ τῇ σύνεγγυς θέσει τὸ μανὸν ἢ καὶ τὸ πυκνὸν ἀφορίζεσθαι τὴν Δημοκρίτου αἵρεσιν βεβαιοῖ· καὶ γὰρ ἐκεῖνος συνιόντα εἰς ταὐτὸ τὰ ἄτομα σώματα συνιστᾶν τὸ πυκνόν φησιν, διιστάμενα δὲ ἀπ' ἀλλήλων καὶ μεταξὺ πολλῷ κενῷ διαλαμβανόμενα τὸ ἀραιὸν ἀπεργάζεσθαι. ταῦτα δέ ἐστιν ἄτοπα· εἰ γὰρ ἥνωται ἡ ὕλη καὶ συμπαθής ἐστι πρὸς ἑαυτὴν καὶ δι' ὅλου ποιά ἐστιν τὰ ποιά, δῆλον ὅτι καὶ τὰ ἀραιὰ καὶ πυκνὰ δι' ὅλων ἡνωμένα συμπαθῆ ἐστιν πρὸς ἑαυτά· ὁ δὲ τοῖς διαστήμασιν τὴν αἰτίαν ἀποδιδοὺς ἐπιγέννημα ποιεῖ τὸ ποιὸν τῆς κατὰ σχέσιν θέσεως. "πρὸς δὴ ταῦτα, φησὶν Ἰάμβλιχος, διττὸν εἶναι τίθεμεν τὸ μανὸν καὶ πυκνόν, τὸ μὲν ἐν τοῖς εἴδεσιν, ὃ καὶ δι' ὅλου πάρεστιν καὶ οὐσιῶδές ἐστιν καὶ ἕξεως μᾶλλον οἰκεῖον θεωρεῖται, ὁποῖον τὸ μανὸν τοῦ ἀέρος καὶ τοῦ πυρός, κατ' οὐσίαν αὐτοῖς ὑπάρχον· ἄλλο δὲ ἐπίκτητον καὶ ἔξωθεν ὡς ἐν σχήματι θεωρεῖται, ὅπερ ἐν τοῖς σπόγγοις καὶ τῇ κισσήρει φαίνεται, οὐ κενοῦ τινος τοῦ μεταξὺ παρεμπίπτοντος, ἀλλὰ τῶν στερεῶν σωμάτων κατὰ σχῆμα περιγραφομένων καὶ ἐν ταύταις ταῖς περιγραφαῖς τὰ λεπτότερα σώματα περιεχόντων. ὥστε οὐ πᾶσα μανότης καὶ πυκνότης ἀπήλλακται θέσεως, ἐπειδὴ ἡ οὐσιώδης μανότης [268] καὶ πυκνότης οὐδαμῶς ἐστιν κατὰ θέσιν· ἐκείνη γὰρ ἡ κατὰ σχῆμα θεωρουμένη κυρίως κατὰ τὴν θέσιν τῶν ποιῶν σχημάτων ἀφώρισται, ὅθεν καὶ κωλύεται ποιότης εἶναι· οὐ γὰρ ἐξίσταται τῆς θέσεως, ἀλλὰ κατ' αὐτὴν εἰδοποιεῖται. τῆς δὲ Δημοκρίτου δόξης διέστηκεν αὕτη, ἐπειδὴ οὐ περὶ τῆς ἐν τοῖς στοιχείοις μανότητος καὶ πυκνότητος διατέτακται ταῦτα, ἀλλὰ περὶ ταύτης, ἥτις ἐπὶ ταῖς μορφαῖς καὶ τοῖς σχήμασιν ἐπισυνίσταται· τὰ δὲ ἐν τοῖς στοιχείοις εἴδη τέ ἐστιν καὶ δι' ὅλου μανὰ καὶ πυκνά, οὐδαμῶς μεταξὺ διειργόμενα ὑφ' ἑτέρου οὐδὲ κενοῦ οὐδὲ σώματος· τὰ μέντοι κατὰ σχῆμα δευτέρως ἐπισυνιστάμενα καὶ τῷ πῶς κεῖσθαι πυκνὰ καὶ ἀραιὰ λεγόμενα οὐχὶ ποιότητα τὴν αἰτίαν ἔχει, ἀλλὰ θέσιν τῆς τε πυκνότητος καὶ τῆς ἀραιότητος". ὡσαύτως δὲ περὶ τοῦ λείου καὶ τραχέος καὶ ἀπορεῖν δυνατὸν καὶ λύειν τὰ ἠπορημένα.

   Εὔδωρος δὲ ἀπορεῖ, τί δήποτε τὸ μὲν μανὸν καὶ πυκνὸν καὶ λεῖον καὶ τραχὺ θέσιν σημαίνει, οὐκέτι δὲ καὶ ἡ καμπυλότης καὶ ἡ εὐθύτης. πρὸς ὃ ῥητέον ὅτι περὶ ἄλλα μὲν θεωρεῖται ἡ θέσις τὰ ἐν τόπῳ ὄντα σώματα ἢ περὶ τὰς γραμμὰς τὰς ἐν τῇ ἐπιφανείᾳ οὔσας, ἡ μέντοι εὐθύτης καὶ ἡ καμπυλότης περὶ τὰ θέσιν ἔχοντα τὸ ποιὸν ἀφορίζει, οὔτε ἐν θέσει οὖσα οὔτε κατὰ τοῦτο εἰδοποιουμένη.

   Οἱ δὲ περὶ τὸν Νικόστρατον καὶ τὴν μανότητα καὶ πυκνότητα ποιότητας φιλονεικοῦσιν δεικνύναι, τὸ πῦρ μανὸν εἶναι παρατιθέμενοι καὶ τὸν ἀέρα, τὴν δὲ γῆν πυκνὴν οὐ κατὰ θέσιν, ἀλλὰ κατὰ ποιότητα. ῥητέον δὲ πρὸς αὐτούς, ὡς καὶ ἐν τούτοις κατὰ τὸν θεῖον Ἰάμβλιχον "ἑκάτερον τούτων δύο σημαίνει, καὶ θέσιν μορίων καὶ ποιότητα, θέσιν μὲν ὡς ἐπὶ τῶν ὑφασμάτων, ποιότητα δὲ ὡς ἐπὶ τοῦ ἀέρος, διακρίνειν δὲ ταῦτα ἐν εἰσαγωγῇ οὐκ ἦν ἀναγκαῖον. καὶ γὰρ ἄλλο μέν ἐστι μανόν, οὗ τὰ μόρια ἀφέστηκεν ἀπ' ἀλλήλων, οὐχ ὅτι κενόν ἐστιν μεταξύ, ἀλλ' ὅτι ἑτερογενὲς σῶμα λεπτότερον· ὁ μέντοι ἀὴρ οὐ τῷ ἀφεστάναι ἀπ' ἀλλήλων τὰ μόρια αὐτοῦ μανός ἐστιν, ἀλλὰ τῷ κοῦφος εἶναι καὶ εὐδιαίρετος, διόπερ τῶν κατὰ ποιότητα ἂν εἴη τοιούτων, ἀλλ' οὐ τῶν κατὰ θέσιν. τῷ δὲ τοιούτῳ μανῷ, φησὶν Ἰάμβλιχος, οὐ τὸ πυκνόν, ἀλλὰ τὸ στερεὸν ἀντιτάξομεν, ᾧ τὸ δυσδιαίρετον ὑπάρχει καὶ βαρύ, καὶ τὸ μὲν τοιοῦτον κατὰ ποιότητα ἔσται, τὸ δὲ κατὰ θέσιν ὑπὸ τὰ πρός τι ἀναχθήσεται". ἐπιστῆσαι δὲ ἄξιον, ποῖον τοῦ στερεοῦ σημαινόμενον ἀντίκειται τῷ μανῷ. εἰ μὲν γὰρ τὸ τριχῇ διαστατόν, ἡ ἐπιφάνεια τούτῳ καὶ ἡ γραμμὴ ἀντίκειται· εἰ δὲ τὸ ἰσχυρόν, τὸ σαθρὸν ἂν εἴη τούτῳ ἀντικείμενον· εἰ δὲ τὸ δυσδιαίρετον, εἰ μὲν διὰ τὴν σκληρότητα ἔχοι τοῦτο, τὸ μαλακὸν αὐτῷ ἀντίκειται, εἰ δὲ διὰ τὴν πυκνότητα, τὸ [269] ἀραιόν· καὶ εἴη ἂν τῷ μανῷ κυρίως οὐ τὸ στερεόν, ἀλλὰ τὸ πυκνὸν ἀντικείμενον. Πλωτῖνος μέντοι οὐκ ἀξιοῖ δύο σημαινόμενα τῆς μανότητος καὶ πυκνότητος ἀκούειν, τὸ μὲν ὑπὸ τὸ πρός τι, τὸ δὲ ὑπὸ τὸ ποιὸν ἀναγόμενον, ἀλλὰ μόνην ποιότητα ὁρᾷ· οὔτε γὰρ ἐν διαστάσεσιν εἶναι τὰ μανὰ καὶ πυκνά· κἂν τούτῳ δέ τις, φησί, συγχωρήσειεν, ποιότητα εἶναι καὶ τὴν διάστασιν. πρὸς ὃ ῥητέον ὅτι τὸ διττὸν τοῦτο τῆς φύσεως οὐκ ἔδει συγχεῖν· φιλοσόφου γὰρ ἀνδρός ἐστιν καὶ τὰς ἐν τοῖς κοινωνοῦσι διαφορὰς ἀπολογίζεσθαι. ἀλλ' οὐ δεῖ, φασίν, τὴν διάστασιν αἰτιώμενον ὑπ' ἄλλην ἀνάγειν κατηγορίαν· ἥνωται γὰρ ἡ οὐσία καὶ μία ἐστίν. ἀλλ' εἴρηται καὶ πρότερον, ὅτι Ἀριστοτέλης οὐ τὰς πρώτας καὶ στοιχειώδεις τῶν μορίων θέσεις αἰτιᾶται, ἀλλὰ τὰς ἐν τοῖς συνθέτοις ἤδη περιγραφείσας, αἵτινες εἰργόμεναι ὑπὸ λεπτοτέρων σωμάτων διαφεύγουσι τὴν αἴσθησιν, πῶς ἔχουσιν τὸ ἐν τῇ διαστάσει συνηνωμένον.

   Οἱ δὲ Στωικοὶ δύναμιν ἢ μᾶλλον κίνησιν τὴν μανωτικὴν καὶ πυκνωτικὴν τίθενται, τὴν μὲν ἐπὶ τὰ ἔσω, τὴν δὲ ἐπὶ τὰ ἔξω, καὶ τὴν μὲν τοῦ εἶναι, τὴν δὲ τοῦ ποιὸν εἶναι νομίζουσιν αἰτίαν. ἀλλ' οὐδὲν ταῦτα τοῖς νῦν λεγομένοις ἐνίσταται, ἕως ἂν μὴ περὶ τῶν ἐν τῇ φύσει εἰδῶν, ἀλλὰ περὶ τῆς ἐπισκευαστῆς μανότητος τῆς κατὰ διάστασιν θεωρουμένης ἐστὶν νῦν ὁ λόγος. οἱ δὲ περὶ τὸν Ἀχαϊκὸν παραιτοῦνται καὶ εἰς τὸ πρός τι ἀνάγειν τὴν μανότητα ‹καὶ πυκνότητα› καὶ εἰς ἕτερόν τι πέμπτον εἶδος ποιότητος, ἀλλ' οὐδὲ εἰς τὰς παθητικὰς αὐτὰς τιθέασιν, ὡς Ἀνδρόνικος, ἀλλ' εἰς τὰς ἐν τῷ τετάρτῳ γένει, λεπτότητα μὲν καὶ κουφότητα ἕπεσθαι μανότητι λέγοντες, παχύτητα δὲ καὶ βαρύτητα πυκνότητι. ἀλλὰ πῶς μανότητα καὶ πυκνότητα εἰς τὸ τέταρτον εἶδος ἀνάξουσιν κατὰ τὰς Ἀριστοτελικὰς ἐννοίας, ἄδηλον, τοῦ Ἀριστοτέλους σαφῶς αὐτὰς τῆς ποιότητος ἐξοικίσαντος. εἰ δὲ καὶ ποιότητές εἰσιν, πῶς ὑπὸ τὸ τέταρτον γένος ἀναχθήσονται, αὗται μὲν ὅλαι δι' ὅλου χωροῦσαι τοῦ ὑποκειμένου, τοῦ δὲ τετάρτου γένους κατὰ τὸ ἐπιπολῆς θεωρουμένου;

   Ἐπεὶ δέ τινες ἐνταῦθα καὶ τὸν περὶ βαρύτητος καὶ κουφότητος λόγον ἐπεισήγαγον, ἀνάγκη καὶ περὶ τούτων ὀλίγα διελθεῖν καὶ φάναι ὅτι τὸ μὲν κατὰ τὸν σταθμὸν βαρὺ καὶ κοῦφον τῇ ῥοπῇ πλείονι καὶ ἐλάττονι χρώμενον ποσὸν ἂν εἴη, εἴπερ καὶ Ἀρχύτας ἓν εἶδος τοῦ ποσοῦ κατὰ τὴν ῥοπὴν καὶ τὸν σταθμὸν ἀφωρίσατο· αἱ δὲ περὶ τοῖς σώμασιν ἰδιότητες, καθ' ἃς κοῦφος ὁ ἀὴρ λέγεται καὶ κουφότερον τὸ πῦρ τοῦ ἀέρος, βαρεῖα δὲ ἡ γῆ καὶ βαρυτέρα τοῦ ὕδατος, αὗται ποιότητα ἐμφαίνουσι. ὡσαύτως δὲ καὶ τὸ ἰσχνὸν καὶ παχὺ τὰ μὲν ἐν τῷ ὄγκῳ καὶ μετρούμενα κατ' αὐτὸν ἐν τῷ ποσῷ θεωροῦνται, τὰ δὲ ἐν τῇ ἰδιότητι τοῦ χαρακτῆρος κατὰ τὸ ποιόν. ὅσα οὖν τούτων μὴ τῷ ποσῷ συντάττεται, ἀλλὰ τῷ χαρακτῆρι καὶ τῷ [270] ποιῷ, πότερον ἐν ἄλλῳ εἴδει τάττεται παρὰ τὰ εἰρημένα τέτταρα τῆς ποιότητος, ὥσπερ Ἀνδρόνικός τε καὶ Πλωτῖνος ὑπολαμβάνουσιν, ἢ ἔνεστιν ὑφ' ἓν αὐτὰ τῶν τεττάρων προσβιβάζειν; τοῦτο δὲ ἔσται σαφές, ἐὰν περὶ αὐτῆς τῆς βαρύτητος καὶ κουφότητος γνωσθῇ τίνες εἰσίν. καὶ γὰρ εἰ μὲν ἡ θερμότης ἀναπλοῦσα τὰ σώματα ποιεῖ ταὐτὸν ἑαυτῇ τὸ κοῦφον καὶ ἡ ψυχρότης συνάγουσα ποιεῖ ταὐτὸν ἑαυτῇ τὸ βαρύ, εἰς τὰς παθητικὰς καὶ ταῦτα ποιότητας ἀναχθήσεται. εἰ δὲ τῷ μὲν θερμῷ παρακολουθεῖ ἡ κουφότης, τῷ δὲ ψυχρῷ ἡ βαρύτης, καί εἰσιν ποιητικαὶ ἥ τε θερμότης καὶ ἡ ψυχρότης, τὸ δὲ βαρὺ καὶ κοῦφον οὔτε ποιεῖν τι οὔτε πάσχειν πέφυκεν, δόξουσιν ἐκεῖναι μὲν εἰς τὰς παθητικὰς ποιότητας ἀνάγεσθαι, αὗται δὲ εἰς ἄλλο τι γένος ἴδιον. καὶ εἰ μὲν κατ' οὐσίαν τοῖς στοιχείοις ὑπάρχουσιν, δόξουσιν μηδὲ εἶναι ποιότητες· εἰ δὲ καὶ τὸ δεδεγμένον αὐτὰς ποιόν ἐστιν καὶ λέγεται ποιὸν καὶ ἀπὸ τῆς οὐσιώδους διαφορᾶς ἐγγίνεταί τις ἐν τοῖς μετέχουσιν σώμασιν μορφωτικὸς χαρακτήρ, εἴη ἂν καὶ ταῦτα ποιά.

   Δοκεῖ δέ τισιν οὕτως πολύχουν εἶναι τὸ τῆς ποιότητος γένος, ὡς πάσαις ταῖς κατηγορίαις συνυπάρχειν. εἶναι γὰρ τὰς μὲν οὐσιώδεις, ὡς ἀνθρωπότητα καὶ Σωκρατότητα, τὰς δὲ ἐπὶ τοῦ ποσοῦ οἷον γραμμῆς τὴν εὐθύτητα καὶ καμπυλότητα καὶ ἐπ' ἀριθμῶν τοὺς τριγώνους καὶ τετραγώνους ἀριθμούς· καὶ ἐν ποιότητι δὲ ποιότης θεωρεῖται, ὡς ἐν χρώματι τὸ διακριτικὸν καὶ συγκριτικόν, καὶ ἐν τοῖς πρός τι ἡ σχέσις τοῦ διπλασίονός τε καὶ ἡμίσεος, καὶ ἐν τῷ ποῦ, ὅταν εὐάερον τόπον λέγωμεν καὶ δυσάερον, καὶ ἐν τῷ ποτὲ ὁ καιρὸς καὶ ἡ εὐκαιρία, καὶ ἐν τῷ ποιεῖν δὲ καὶ πάσχειν αἱ ποιητικαὶ καὶ παθητικαὶ ποιότητες, καὶ ἐν τῷ κεῖσθαι δὲ τὸ εὔθετον καὶ μή, καὶ ἐν τῷ ἔχειν τὸ εὐπερίβλητον καὶ μὴ τοιοῦτον. φθάνειν δέ φασιν καὶ ἐπὶ τὰ ἀνύπαρκτα ὡς τὴν ἱπποκενταυρότητα καὶ ἐπὶ τὰ μὴ ὑπαρκτὰ ὄντα ὡς τὴν τεττιγότητα χειμῶνος· μὴ ὑπαρκτὰ δὲ λέγουσιν τὰ πεφυκότα μὲν εἶναι, οὐ μέντοι κατὰ τόνδε τὸν καιρὸν ἢ τόνδε τὸν τόπον. τούτων δὲ τὰ μὲν τῷ σχήματι μόνῳ τῆς λέξεως ἐμφαίνει τὴν ποιότητα, ὡς ἡ ἀνθρωπότης καὶ ἡ Σωκρατότης, οὐκ ὄντα ποιά, τὰ δὲ ὅλως οὐδὲ ὑφέστηκεν οὔτε ἔχει τινὰ διάνοιαν, ὡς ἡ ἱπποκενταυρότης καὶ ἐν χειμῶνι ἡ τεττιγότης· τίς γὰρ ἂν γένοιτο τῶν μὴ ὄντων ποιότης τοιάδε ταῦτα παρεχομένη; περὶ δὲ τῶν ἄλλων ῥητέον τὰς μὲν ἐν ποιότητι διαφορὰς ποιότητος εἶναι μόνης οἰκείας, τὰς δὲ ἐπὶ τῶν ἄλλων κατηγοριῶν θεωρουμένας, ἧς ἂν ἑκάστης κατηγορίας ὑπάρχωσιν συμπληρωτικαὶ τοῦ οἰκείου ἑκάστης λόγου, μηδαμῶς ἐκβαίνειν ἀπὸ τῆς ἐν ἑκάστῃ ἰδιότητος ἐπὶ τὸ τῆς ποιότητος γένος· ἐπειδὰν δὲ συμβαίνωσιν ἄλλως, ὡς ἔξωθεν αὐτῶν ἀφορίζουσαι τὸν [271] χαρακτῆρα, ποιότητας τὰς τοιαύτας νοεῖσθαι διασῳζούσας καὶ ἐν τούτῳ τὴν ἐκ περιουσίας τοῦ εἶναι προσθήκην. μήποτε δὲ σαφέστερον ὧδε περὶ τῶν αὐτῶν ῥητέον, ὅτι ἐν μὲν οὐσίαις ποιότης θεωρεῖται κατὰ τὰς οὐσιώδεις διαφοράς, ἐν δὲ τοῖς ἄλλοις γένεσιν οἰκείως ἐν ἑκάστῳ τὴν ἰδιότητα τοῦ γένους ἀφορίζουσα· τοῦτο γὰρ ποιότητος ἴδιον.

   Ἀλλ' ἐπεὶ καὶ τὰς ἀπορίας καὶ τὰς λύσεις τῶν ἀποριῶν διεληλύθαμεν, καλῶς ἂν ἔχοι καὶ τὰς θεωρητικωτέρας ἐπιστάσεις τοῦ Ἰαμβλίχου περὶ τοῦ τετάρτου εἴδους τῆς ποιότητος πρὸς τὸ σαφέστερον ἀναγράψαι. καὶ γὰρ ἐφιστάνει ὅτι Πλάτων μὲν τὰ σχήματα προηγούμενα τῆς συστάσεως τῶν σωμάτων ὡς αἴτια τοῖς σώμασι τοῦ εἶναι καὶ τῶν ποιοτήτων τὰς διαφορὰς ἀπὸ τῆς τῶν σχημάτων διαφορᾶς ἀπολογίζεται, θερμὸν λέγων εἶναι τὸ ἀπὸ τῶν ὀξυγωνίων σχημάτων συγκείμενον, οἷαί εἰσιν αἱ πυραμίδες, καὶ ψυχρὸν τὸ ἀπὸ τῶν ἧττον τοιούτων, οἷον τὸ εἰκοσάεδρον, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, οὐ τὰ μαθηματικὰ σχήματα παραλαμβάνων· ἐκεῖνα γὰρ οὔτε ἔνυλά ἐστιν οὔτε φυσικὰ οὔτε ἐν κινήσει θεωρούμενα, ὥσπερ τὰ Πλάτωνος ἐπίπεδα· ταῦτα γὰρ καὶ ἔνυλα καὶ φυσικὰ τίθησιν ὁ Πλάτων· ὁ μέντοι Ἀριστοτέλης οὔτε ἀρχὰς τῶν στοιχείων ὑποτίθεται εἶναι τὰ σχήματα, ὥσπερ ὁ Πλάτων, οὔτε ἀκίνητα καὶ ἀσώματα καὶ ἄυλα, ὥσπερ οἱ μαθηματικοί, ἀλλ' ἔνυλα μὲν ἐπισυνιστάμενα δὲ τοῖς σώμασιν καὶ τὴν ἐπιφάνειαν αὐτῶν ὁρίζοντα καὶ μορφοῦντα ὑποτίθεται. ἀλλ' οὐδὲ ἡ τῶν Στωικῶν δόξα λεγόντων σώματα εἶναι καὶ τὰ σχήματα, ὥσπερ καὶ τὰ ἄλλα ποιά, συμφωνεῖ τῇ Ἀριστοτέλους δόξῃ περὶ σχημάτων, διότι τὸ μὲν σῶμα ἐν ποσότητι θεωρεῖται, ἡ δὲ ποιότης ἑτέρα τοῦ ποσοῦ ὑπάρχει. μέση τοίνυν ἐστὶν ἡ Ἀριστοτέλους δόξα τῶν τε ἀσώματα τὰ σχήματα λεγόντων πάντῃ καὶ τῶν σωματικά. Ἀρχύτας δὲ καλῶς τὴν τοιαύτην δόξαν διεσάφησεν, οὐκ ἐν σχήματι εἶναι τὴν τοιαύτην εἰπὼν ποιότητα, ἀλλ' ἐν σχηματισμῷ, ἐνδεικνύμενος τὸ περὶ τοῖς σώμασιν ὑφεστηκὸς τοῦ γένους τῆς τοιαύτης ποιότητος καὶ ὅτι μετασχηματιζομένων ἤδη τῶν σωμάτων αἱ τοιαῦται ποιότητες ἐπισυνίστανται, ἄλλων μὲν ὄντων τῶν μετασχηματιζομένων, κατ' ἄλλα δὲ ἱσταμένων τῶν ποιοτήτων, κατὰ τὰ σχήματα καὶ τὰς μορφὰς μετὰ τὴν πλάσιν ἢ ἐπ' αὐταῖς ταῖς τροπαῖς τὸ πέρας αὐτῶν ἀφοριζουσῶν. ἔτι δὲ δηλοῖ καὶ τὸ μὴ δι' ὅλου εἶναι τὰ σχήματα, ἀλλ' ἐπιπολῆς μόνον· τὰ γὰρ σχηματιζόμενα καὶ μὴ ὄντα σχήματα ἔξωθεν ἔχει περικείμενον ἑαυτοῖς τὸ σχῆμα. ἔτι τοίνυν τὸ μὴ κατ' ἐνέργειαν ἐξ ἑαυτῶν, ἀλλὰ κατὰ παραδοχὴν ἀπ' ἄλλου συνίστασθαι τὰς τοιαύτας ποιότητας, ἱκανῶς ἐμφαίνει τὸ σχηματιζομένας λέγεσθαι, ἀλλὰ μὴ σχηματιζούσας. διαφαίνεται δὲ ἀπὸ [272] τοῦ αὐτοῦ καὶ τὸ μὴ κατὰ τελειότητα πρώτην, ἀλλὰ κατὰ τελείωσιν πρὸς ἄλλο ἀναγομένην συνίστασθαι τὰς τοιαύτας ποιότητας. ἀλλ' ὁ μὲν Ἀρχύτας ἑνὶ ἠρκέσθη ἐπὶ τοῦ γένους τούτῳ τῷ σχηματισμῷ, εἰωθὼς καὶ ἐν τοῖς ἄλλοις γένεσι τῆς ποιότητος ἓν ἐφ' ἑνὶ ἀφορίζεσθαι, οὐ μέντοι πλείονα ἑνὸς παραστατικὰ λέγειν οὐδὲ εἰς πολλὰ διαιρεῖν τὸ ἕν, ὅπερ Ἀριστοτέλης ποιεῖ, οὐκ ἀφιστάμενος μὲν οὐδὲ αὐτὸς τοῦ ἑνός, περὶ δὲ τὸ ἓν τὸ πλῆθος συνθεωρῶν.

   Ἀλλὰ τί τὸ γένος τοῦτο τῆς ποιότητός ἐστιν καὶ πῶς ἓν ὂν περιέχει πολλὰς ἐν ἑαυτῷ διαφοράς; ἢ ὥσπερ καὶ πρότερον εἴρηται, περιγραφὴ περὶ τοῖς σώμασίν ἐστιν συμφυὴς τοῖς σώμασιν ἡ τῶν σχημάτων ἀποπεράτωσις, κατὰ τὴν οὐσιώδη διάστασιν καὶ φυσικὴν καὶ ἀντίτυπον ἀφοριζομένη, ἥτις καὶ ἐν κινήσει καὶ ἐν ὕλῃ νοεῖται. ὥσπερ δὲ τῆς διαστάσεως τὸ τέλος ἐστὶν τὸ σχῆμα, οὕτως ἡ τοῦ ὅλου εἴδους ἀποτελεύτησις ἄχρι τῆς ἐπιφανείας τὴν μορφὴν ἀπεγέννησεν οὖσαν αὐτὴν τὸ φαινόμενον ἴχνος τοῦ εἴδους καὶ τελευταίαν ἔκτασιν τῆς τοῦ λόγου ἐπὶ τὰ ἐκτὸς προόδου. ὁμοίως δὲ καὶ ἡ εὐθύτης τῆς ἰσότητος τῶν λόγων τὸ ἔσχατον εἶδος συνεμφαίνει καὶ ἡ καμπυλότης τῆς ἀνισότητος. εἰ μέντοι καμπυλότητά τις λαμβάνοι τὴν περιφερῆ γραμμήν, καὶ οὕτως τῆς εἰς ἑαυτὸν ἐπιστροφῆς τοῦ λόγου ἔλλαμψιν ἐμφαίνει. καὶ πάντα ταῦτα κατὰ τὴν ἔξω προελθοῦσαν ἀποπεράτωσιν, καὶ ὅρα ὅπως σύνεγγύς ἐστι ταῦτα καὶ οὐ πόρρω ἀλλήλων, κατὰ τὸ ἔσχατον καὶ ἐπιπολῆς εἴδωλον καὶ τὸ περιωρισμένον τῆς περιγραφῆς θεωρούμενα, διὸ καὶ ὑφ' ἓν τάττεται γένος· καθ' ὅσον δὲ ἰδιοτρόπως τῆς τῶν ἐσχάτων ἰδιότητος διώρισται καθ' ἓν ἕκαστον ἑτερότητι, κατὰ τοῦτο ἴδιον εἶδος ἐφ' ἑκάστων τούτων χωρὶς ἀναπέφηνεν καὶ πλείονα θεωρεῖται. καὶ οὕτως ἀμφότερα σῴζεται, ἥ τε τῶν πλειόνων διαφορότης κατ' εἴδη καὶ ἡ πρὸς ἓν γένος αὐτῶν ἀναγωγή. ἀλλὰ πόθεν γίνεται τὸ ἓν τοῦτο γένος τὸ ἐν ἑαυτῷ πολλὰ περιέχον εἴδη; ἢ ἀπὸ τῆς ἐν ἄλλῳ ἕδρας τοῦ εἴδους ἐπακολουθεῖ τι ἐν τοῖς σώμασιν πέρας ἀνάλογον τῷ τοῦ εἴδους πέρατι, καὶ τοῦτο τὰ σώματα ἀφορίζει κατ' εἰκόνα τῶν ἐν τοῖς λόγοις πρεσβυτέρων καὶ κυριωτέρων ὅρων, ἀφ' ἧς αἰτίας ἐγγίνεται τοῖς σώμασιν ἡ τοῦ τετάρτου γένους τῆς ποιότητος ὑπόστασις. παρέχεταί γε μὴν δευτέραν ὑπουργίαν καὶ ἡ τοῦ δεχομένου φύσις ἔνυλος οὖσα καὶ διαστατὴ καὶ σύνθετος καὶ δεομένη περιγραφῆς τῆς ἀφοριζούσης αὐτὴν κατὰ πάσας τὰς περὶ αὐτὴν θεωρουμένας ἰδιότητας, οὐκ ἔλαττον δὲ τούτων καὶ ἡ εἰς ἕκαστον τῶν εἰδῶν πρόοδος ἄχρι τῶν εἰδώλων τῶν περὶ τοῖς σώμασιν ἐμφανιζομένων καὶ ἡ τῶν ὄγκων καὶ τῆς ὕλης καὶ τῆς αἰσθητῆς διαστάσεως ἑτερότης· ἡ γὰρ ἐν πᾶσι τούτοις τελευτὴ ἀφορίζουσα τὸ πέρας πάντων τῶν τοιούτων ὑφίστησιν [273] τὸ γένος τὸ νῦν ἐπιζητούμενον τῆς ποιότητος. χρείαν δὲ παρέχεται τὸ γένος τοῦτο διορίζον τὰς ἰδίας φύσεις ἑκάστων καὶ τρόπον τινὰ εἰδοποιοῦν τοῖς τε σώμασι παρέχον τὸ σώμασι φαίνεσθαι, τούς τε ὄγκους ὡς ὄγκους μεμετρημένους ἀπεργάζεται καὶ τὸ ἄπειρον τῶν σωμάτων διαλαμβάνει πέρασιν.

   Ἀλλ' ἐπεὶ καὶ ταῦτα περὶ τοῦ τετάρτου καὶ τελευταίου γένους τῆς ποιότητος εἴρηται, καλῶς ἂν ἔχοι τοὺς ἐπιχειρήσαντας ἄλλως διελεῖν τὰ γένη τῆς ποιότητος ἱστορῆσαι καὶ κατὰ τί τοῦ ἀκριβοῦς παραλλάττουσιν ἐπιστῆσαι. Πλωτῖνος μὲν οὖν διαιρεῖ τὰς μὲν σώματος ποιότητας, τὰς δὲ ψυχῆς λέγων, οὐ ποιότητος κατὰ ἀλήθειαν ποιούμενος οὕτως διαίρεσιν, ἀλλὰ διάστασιν μόνην παραδεικνὺς τῶν ἐν οἷς ἐστιν ἡ ποιότης· τοῦτο δὲ οὐ δείκνυσιν ποιότητος διαφοράν. διὸ καὶ Ἀριστοτέλης ἐν ταῖς παθητικαῖς ποιότησιν τὰς μὲν ψυχῆς εἰπών, τὰς δὲ σώματος, οὐ παρεξῆλθεν εἰς ἄλλο γένος ποιότητος, ἀλλ' ἐν τῷ αὐτῷ μεμένηκεν, καλῶς εἰδὼς ὡς ἡ ὑποδοχὴ τῶν εἰδῶν ἐναλλαττομένη τῆς μὲν ὑποκειμένης χώρας ποιεῖται ἑτερότητα, τοῦ δὲ ἐνυπάρχοντος εἴδους ἢ χαρακτῆρος οὐδεμίαν ποιεῖ διαφοράν. πάλιν δὲ τὰς τοῦ σώματος κατὰ τὰς αἰσθήσεις διαιρεῖ, τῷ τε αὐτῷ περιπίπτων ἀτόπῳ καὶ ἔτι μέντοι τὸ ἕν, φησὶν Ἰάμβλιχος, κατακερματίζων εἰς τὰ κατὰ ἀριθμὸν ἕτερα καὶ οὐχὶ εἰς τὰ εἴδει διαφέροντα· τὸ γὰρ αἰσθητὸν ᾗ αἰσθητὸν ἕν ἐστιν εἶδος, κἄν τις τὸ συνεζευγμένον ἑκάστῃ αἰσθήσει ὡς ἴδιον αἰσθητὸν λαμβάνῃ, κατ' ἀριθμὸν αὐτὰ διακρίνει. δηλοῖ δὲ τοῦτο καὶ Ἀριστοτέλης· τὰς γὰρ παθητικὰς ποιότητας ὡς αἰσθητὰς συντάττων πρὸς τὴν αἴσθησιν κοινῶς αὐτὰς πρὸς ὅλας τὰς αἰσθήσεις ἀνήγαγεν, τὰς δὲ πρὸς ἑκάστην συνεζευγμένας οὐκέτι προσέθηκεν ὡς μὴ ποιούσας τὴν κατ' εἶδος ἑτερότητα, ἀλλ' ἀριθμῷ μόνον διαφερούσας. ἐπιστῆσαι δὲ ἄξιον, εἰ μὴ καὶ αἱ αἰσθήσεις κατ' εἶδος ἀλλήλων διαφέρουσιν καὶ τὰ ἴδια τῶν αἰσθήσεων αἰσθητά, ὧν ὁ Πλωτῖνος τὴν κατ' εἶδος διαφορὰν ἐκ τῶν αἰσθήσεων ἐπεχείρησεν ὑποδεῖξαι· οὐ γάρ ἐστιν κατ' ἀριθμὸν ἡ τοιαύτη διαφορά, εἰς ἄτομα καὶ αὐτὴ διαιρουμένη τόδε τὸ ὁρατὸν καὶ τόδε. εἰ δὲ Ἀριστοτέλης μὴ μέχρι τοῦδε διεῖλεν, οὐδὲν θαυμαστόν, μέχρι τῆς πρώτης εἰς εἴδη τῶν ἀνωτάτω γενῶν διαιρέσεως προάγων τὸν λόγον, ὅπερ ἔδει καὶ τὸν Πλωτῖνον φυλάξαι τὴν τῶν ἀνωτάτω γενῶν ποιούμενον διαίρεσιν. τὰς δὲ τῆς ψυχῆς ποιότητας κατὰ τὰ μόρια τῆς ψυχῆς διίστησιν ὁ Πλωτῖνος, καίτοι δυνατὸν καὶ ἐν πλείοσιν μορίοις τὴν αὐτὴν εἶναι ποιότητα, ὡς τὸ εὐήνιον καὶ σκληρόν, καὶ ἐν ἑνὶ πολλάς, ὅταν ᾖ πολυδύναμον, ὡς ἐν τῷ λογιστικῷ πολλὰς ἐπιστήμας καὶ διαφόρους τοῖς εἴδεσιν. μετὰ δὲ τοῦτο τὰς τοῦ λογιστικοῦ πλείους οὔσας κατὰ τὰς ἐπιστήμας διαιρεῖ καὶ κατὰ τὰς τέχνας, εἰς τὰ ἔσχατα ἀποπίπτων καὶ οὐκ ἐμμένων τῇ τοῦ Ἀριστοτέλους τούτων περιλήψει καθ' ἓν γένος γινομένῃ τὸ τῆς ἕξεως οὐδὲ ἐννοῶν ὅτι οὐ πρόκειται νῦν μέχρι [274] παντὸς προάγειν τῶν γενῶν τὴν διαίρεσιν, ἀλλὰ τὰ πάντων γενικώτατα καὶ τὰ τούτοις προσεχῆ, ὧν ἐκεῖνα κατηγορεῖται, ταῦτα μόνα νῦν πρόκειται παραδιδόναι. ὥστε οὐδὲ ὅταν τὰς ἐν τῷ ἐπιθυμητικῷ προστίθησι δυνάμεις, ἀποδεκτέον τὴν μέχρι τοσοῦδε τῆς διαιρέσεως πρόοδον· διαρίθμησις γάρ ἐστιν αὕτη τῶν ἐσχάτων, οὐ διαίρεσις τῶν πρώτων γενῶν. ὅλως δὲ πᾶσα διαίρεσις κατὰ τὴν οἰκείαν ἑκάστου φύσιν ὤφελεν γίνεσθαι. ποσῷ μὲν γὰρ ἡ κατὰ τὰ μόρια διαίρεσις ἁρμόττει, μεριστὸν γὰρ τοῦτο· καὶ ἐπὶ τῶν συνθέτων ἢ τῶν ἀσωμάτων μέν, ἐχουσῶν δέ τινα ἐν ἑαυταῖς οὐσίας ὕφεσιν οὐκ ἀλλότριον τοῦτο. ὅταν δέ τις ποιότητα μὴ ὡς ποιότητα διαιρῇ, τοῦτο δέ ἐστιν ὡς ὅλην πανταχοῦ παροῦσαν καθ' ὅσον ἐστὶν ποιὰ καὶ ὡς τὴν αὐτὴν οὖσαν ἔν τε τοῖς μικροῖς καὶ μεγάλοις καὶ ἐν ὁποιοισοῦν μέρεσιν, ὡς τὴν γλυκύτητα τοῦ μέλιτος ἐν ὁποσοισοῦν τοῦ μέλιτος ὄγκοις, οὗτος οὐκ ὀρθῶς ποιεῖται τὴν διαίρεσιν· οὐ γὰρ ᾗ πέφυκεν, ταύτῃ τέμνειν αὐτὴν ἐπιχειρεῖ. μήποτε δὲ οὐδὲ τοῦτο μὲν ἀληθές, ὅτι πᾶσα ποιότης δι' ὅλου κεχώρηκεν τοῦ ποιοῦ, εἴπερ τὸ τέταρτον εἶδος τῆς ποιότητος κατὰ τὸ ἐπιπολῆς ἐθεωρεῖτο καὶ εἰ τὸ τρίγωνον καὶ τῶν ἄλλων τῶν τοιούτων σχημάτων ἕκαστον, ἔχον μὲν γραμμάς, ἔχον δὲ καὶ γωνίας, οὐχ ὅλον πανταχοῦ πάρεστιν· οὐ γὰρ ἐν ταὐτῷ πᾶσαι αἱ γραμμαὶ οὐδὲ αἱ γωνίαι μετὰ τῶν γραμμῶν εἰσιν· ἔπειτα οὐχ ἡ αὐτὴ ποιότης, οἷον ἡ σωφροσύνη ἢ ἡ μελανία, ψυχῇ καὶ σώματι πάρεστιν. οὐδὲν οὖν ἄτοπον κατὰ τοῦτο ψυχικὰς καὶ σωματικὰς ποιότητας διαιρεῖν. ἀλλὰ τὸ ἀπὸ τῶν ἐνεργειῶν διαφόρων οὐσῶν τεκμαίρεσθαι τὰς διαφόρους ποιότητας, ὅταν γίνωνται κατ' αὐτάς, τὰ περὶ τῶν δυνάμεων εἰς τὰς ποιότητας μετάγει· αἱ μὲν γὰρ δυνάμεις ἀφανεῖς οὖσαι ἐκ τῶν ἐνεργειῶν ἃς ἐπιφέρουσιν διαγινώσκονται, αἱ δὲ ποιότητες ἐμφανῆ ποιὰ ἐπιδεικνύουσαι διὰ τῶν ὁρωμένων ποιῶν ἑτέρων ὄντων καὶ αὐταὶ κατὰ τὰ κυριώτατα γένη διακριθήσονται. ἀλλὰ κἀνταῦθα προσεκτέον ὡς καὶ αἱ ποιότητες δυνάμεις ἔχουσιν, καὶ οὐδὲν ἄτοπον ἀπὸ μὲν τῶν ἐνεργειῶν τὰς δυνάμεις, ἀπὸ δὲ τῶν δυνάμεων τὰς ὑπάρξεις διαγινώσκεσθαι. ἀλλ' ὅταν τῷ ὠφελίμῳ καὶ βλαβερῷ τὰς ψυχικὰς καὶ σωματικὰς διαιρῇ ποιότητας ὁ Πλωτῖνος καὶ αὖθις τὰς ὠφελείας καὶ τὰς βλάβας διαιρῇ, ὡς οἰκείας ταύτας διαφορὰς ποιότητος νομίζων, διότι ἀπὸ ποιότητος ὠφέλεια πᾶσα καὶ βλάβη παραγίνεται, οὐκ οἰκείως οὐδὲ ἐνταῦθα ποιεῖται τὴν διαίρεσιν, καὶ ὅτι μέτεισιν ἀπὸ τοῦ ποιοῦ ἐπὶ τὰ πρός τι· τὸ γὰρ μέλι τὸ αὐτὸ ὂν κατὰ τὴν ποιότητα πρὸς μὲν τόνδε ὠφέλιμόν ἐστιν, πρὸς δὲ τόνδε βλαβερόν, καὶ τὸ μύρον τοῖς μὲν ἄλλοις ἡδὺ καὶ ὠφέλιμον, τοῖς δὲ κανθάροις βλαβερὸν καὶ ὀλέθριον, ὥστε τὸ ὠφέλιμον καὶ βλαβερὸν οὐ ποιόν ἐστιν, ἀλλὰ πρός τι. ἔπειτα τί μᾶλλον ποιότητος διαφορὰς αἱ ὠφέλειαι καὶ βλάβαι παρέχονται ἢ οὐσίας ἢ τοῦ ποιεῖν; καὶ γὰρ [275] ἐν τούτοις ὠφέλειαι καὶ βλάβαι θεωροῦνται. ὅτι δὲ καὶ τὸ ποσὸν εὐστόχως εἰς δύναμιν συναρμοσθὲν καὶ πάλιν αὖ μὴ συναρμοσθὲν ὠφελείας πολλῆς καὶ βλάβης αἴτιον γίνεται, δηλοῖ τῶν Ἀσκληπιαδῶν ἡ τέχνη καὶ τὰ ὑπ' αὐτῶν περὶ τῆς τοῦ ποσοῦ συμμετρίας παραγγελλόμενα. πρὸς δὲ τούτοις, εἰ μὲν ἐνήργουν αἱ ποιότητες καὶ κατ' ἐνέργειαν παρείχοντο τὰ ποιά, ἐνῆν λέγειν ὡς ὠφελοῦσιν αὗται ἢ βλάπτουσιν· εἰ δὲ τῷ ἔχεσθαι ποιοῦσιν, οὐδεμίαν βλάβην ἢ ὠφέλειαν ἀφ' ἑαυτῶν ἐμποιοῦσιν, καθ' ὅσον εἰσὶ ποιότητες. καθόλου δὲ πᾶσαι αἱ τοιαῦται διαιρέσεις ἀνοίκειοί εἰσιν ὡς κατὰ τὸ πρός τι μᾶλλον, ἀλλ' οὐ καθὸ ποιότητες διαιρούμεναι.

   Μετὰ δὲ τὸν μέγαν Πλωτῖνον σκεπτέον καὶ ἣν Ἀριστοτέλης ἐν ἄλλοις ἐκτίθεται διαίρεσιν. δύο γὰρ δυνάμεις καὶ οἱονεὶ ἀρχὰς θείς, τὴν μὲν ποιητικήν, τὴν δὲ παθητικήν, τούτων τὰς μὲν ἐν ἀλόγοις ἀλόγους τίθησιν, τὰς δὲ ἐν λογικοῖς λογικάς, οἷον τὴν ἐν τῷ θερμῷ τοῦ θερμᾶναι ἄλογον, λογικὴν δὲ τὴν ἐν τῇ ἰατρικῇ. διὸ καὶ τὴν μὲν ἑνὸς εἶναι μόνου ποιητικήν, τὴν ἄλογον· οὐκέτι γὰρ καὶ τοῦ ψῦξαι ἔχει ἡ θερμότης τὴν δύναμιν· αἱ δὲ λογικαὶ τῶν ἐναντίων εἰσὶν παρεκτικαί τε καὶ γνωστικαί. αἴτιον δέ, ὅτι πᾶς λόγος δηλοῖ τό τε πρᾶγμα καὶ τὴν στέρησιν αὐτοῦ, πλὴν οὐχ ὁμοίως οὐδὲ ἀμφοτέρων ἐφιέμενος, ἀλλὰ τοῦ μὲν καθ' ἑαυτό, τοῦ κρείττονος, τοῦ δὲ κατὰ συμβεβηκός, τοῦ χείρονος, ὥσπερ ὑγείας καὶ νόσου ἡ ἰατρική. ἡ δὲ διαίρεσις αὕτη συνομολογεῖται μὲν Ἀριστοτέλους εἶναι, οὐ μὴν ἐπὶ τῶν πρώτων γενῶν τῆς ποιότητος παρειλημμένη, ἴσως δὲ οὐδὲ ἐπὶ ποιότητος ὅλως, καὶ δεῖ τὰς παρὰ τοῖς παλαιοῖς διαιρέσεις μὴ μεταφέρειν ἀπ' ἄλλου γένους εἰς ἄλλο, ἀλλ' ἐπὶ τούτων ἐφ' ὧν εἰσιν παραδεδομέναι φυλάττειν αὐτάς. ταῦτα μὲν οὖν περὶ τῆς διαιρέσεως εἰρήσθω. καὶ πᾶσιν δὲ τοῖς εἴδεσι τῆς ποιότητος καὶ κοινῶς τῷ περὶ αὐτῆς λόγῳ παράκεινταί τινες ἐπιστάσεις τοιαῦται.

   Ἐπεὶ δὲ καὶ τὴν οὐσίαν ταῖς κατὰ ποιότητα διαφοραῖς διαιροῦμεν, οἷον τοῦ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον λέγοντες καὶ τὰς πράξεις τὰς μὲν καλάς, τὰς δὲ αἰσχρὰς τιθέμενοι, ζητεῖν χρή, πῶς ἄν τις τὸ ποιὸν διέλοι κατ' εἴδη καὶ ποίαις χρώμενος διαφοραῖς καὶ ἐκ ποίου γένους. τὸ γὰρ ποιότητι λέγειν ἑαυτῷ ἐστι λέγειν καὶ ὅμοιον ὡς εἴ τις διαφορὰς οὐσίας ‹οὐσίας› ἐποιεῖτο καὶ τὴν διαφορὰν λέγοι διαφορᾷ διαφέρειν, ἐπειδὴ πᾶν τὸ διαφέρον διαφορᾷ διαφέρει, καὶ οὕτως ἐπ' ἄπειρον ἀνάγκη ἰέναι. τίνι οὖν διαιροῦμεν τοὺς χυμοὺς ἀπὸ τῶν χρωμάτων; εἰ γὰρ τοῖς διαφόροις αἰσθητηρίοις, οὐκ ἔσται ἐν τοῖς ὑποκειμένοις, [276] ἀλλὰ περὶ ἡμᾶς ἡ διαφορά. κἂν συγχωρήσῃ δέ τις τῇ τοιαύτῃ διαφορᾷ, τὰ κατὰ τὴν αὐτὴν αἴσθησιν τίνι διοίσει, οἷον τὸ λευκὸν τοῦ μέλανος ἢ τὸ γλυκὺ καὶ τὸ στῦφον; εἰ δὲ ὅτι τὸ μὲν διακριτικόν, τὸ δὲ συγκριτικὸν τὸ μὲν ὀμμάτων, τὸ δὲ γλώττης, πρῶτον μὲν ἀμφισβητεῖται περὶ τῶν παθῶν, εἴτε διακρίσεις εἰσὶν εἴτε συγκρίσεις· ἔπειτα ὁ ταῦτα λέγων οὐκ ἐκεῖνα οἷς διαφέρει εἴρηκεν, ἀλλὰ τὰ ἀπ' αὐτῶν πάθη. ῥητέον δὲ πρὸς ταῦτα, ὡς ἐν ἑκάστῳ τῶν ἐν ταῖς κατηγορίαις γενῶν καὶ τῶν ἐν αὐταῖς λόγων πολλὴ μέν ἐστιν οἰκεία ταὐτότης, καθ' ἣν οἱ αὐτοὶ λόγοι ἐπὶ πλειόνων θεωροῦνται, πολλὴ δὲ ἔνεστιν καὶ σύμφυτος ἑτερότης, καθ' ἣν τὰ εἴδη διακρίνεται χωρὶς ἀπὸ τοῦ γένους· αὕτη δὲ οὐκ ἔξωθεν ἐπεισέρχεται διαφορότης, ἀλλ' ἐν ἑκάστῳ τῶν γενῶν σύμφυτός ἐστιν. οὐκ ἄρα δεῖ ζητεῖν, εἰ περὶ τὴν οὐσίαν ἔσται οὐσία καὶ περὶ τὴν ποιότητα ποιότης, καθ' ἣν τὰ ἐν ἑκατέρῳ τούτων τῶν γενῶν εἴδη διέστηκεν ἀπ' ἀλλήλων. οὐ γὰρ ἔξωθεν ἑκάστου γένους αἱ τῶν εἰδῶν ἐπεισέρχονται ποιητικαὶ διαφοραί, ἀλλ' ἐν ἑκάστῳ γένει συνυπάρχουσιν. οὐ γὰρ ἔσται εἴδη τῶν ἐν ἑκάστοις γενῶν, εἰ μὴ ἀφ' ἑαυτῶν ἔχοι τὰς οἰκείας διαφορὰς συμφύτους τὰ γένη ὡς περιεχομένας ὑπὸ τῶν γενῶν· εἰ δὲ ἔξωθεν αὐτὰς προσθήσομεν, οἷον ἀπ' ἄλλου γένους, σύμμιξις ἔσται πλειόνων κατηγοριῶν τὰ ὑφ' ἕκαστον γένος εἴδη, καὶ οὐκέτι ὑπὸ τὴν αὐτὴν κατηγορίαν ταχθήσεται τό τε ἀνωτάτω γένος ἑκάστης καὶ τὰ περιεχόμενα ὑπὸ τῶν γενῶν εἴδη. μία μὲν οὖν ἔστω λύσις αὕτη τῶν ἠπορημένων· ἑτέρα δέ, ὡς τῶν μὲν ἄλλων δεῖ διαφορὰς ζητεῖν, αἷς χωριοῦμεν ἕκαστα ἀλλήλων, τῶν δὲ διαφορῶν διαφορὰς ἀδύνατον εἶναι κατὰ λόγον· αὐταὶ γὰρ ἑαυτὰς διαφέρουσιν ἀφ' ἑαυτῶν ἀρχόμεναι τῆς οἰκείας δυνάμεως, μᾶλλον δὲ οὐδὲ δέονται τοῦ διαφορεῖσθαι αὐτοδιαφοραὶ οὖσαι, ὥσπερ οὐδὲ ἡ ἑτεροιότης τοῦ ἑτεροιοῦσθαι· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἰδιοτήτων αὐτὸ ἕκαστον οὐκ ἂν λέγοιτο μετέχειν ἑαυτοῦ, οἷον τὸ ἴσον οὐκ ἄν τις ἰσῶσθαι λέγοι ἢ τὸ καλὸν κεκαλλύνθαι. ὥστε τὸ μὲν διαφέρον διαφορᾷ πάντως διαφέρει, ἀλλὰ τὰ μὲν ἄλλα πάντα ἑτέρᾳ οὔσῃ παρ' ἑαυτὰ τῇ διαφορᾷ διαφέρει, ἡ δὲ διαφορὰ ἑαυτῇ διαφέρει, μᾶλλον δὲ αὐτοδιαφορά ἐστιν. καὶ οἱ Στωικοὶ δὲ ποιότητας ποιοτήτων ποιοῦσιν ἑαυτῶν ποιοῦντες ἑκτ‹ικ›ὰς ἕξεις. οὐ δέονται γὰρ οὐκέτι τῶν τὰς διαφορὰς παρεχουσῶν· αὐταὶ γὰρ ἑαυταῖς αἱ ποιότητες ἀλλήλων διαφέρουσιν. οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας διαφορῶν διαφορὰς ζητοῦντες ἐπ' ἄπειρον ἐξέπεσον.

   Ἐπιστῆσαι δὲ καὶ τοῦτο χρή, εἰ πᾶσα ποιότης δύναται γενέσθαι οὐσιώδης διαφορά. ἢ ἐπὶ μὲν τῶν σωμάτων ἀνάγκη συγχωρεῖν· ἡ γὰρ λευκότης συμβεβηκὸς οὖσα οὐσιώδης διαφορὰ γίνεται ἐπὶ ψιμυθίου· ἐπὶ δὲ τῶν ἐπιστημῶν πῶς ἔχει; ἢ καὶ ἡ γραμματική, ἥτις εἴη ψυχῆς ἣ φύσει [277] τοιαύτη, γένοιτο ἂν εἰδοποιὸς διαφορά. καὶ τοῦτο δὲ προσθετέον, ὅτι ταῖς ποιότησι συντακτέον τοὺς κατ' αὐτὰς ποιούς, καθ' ὅσον περὶ αὐτούς εἰσιν αἱ ποιότητες, μὴ προσποιουμένους τὸ ὑποκείμενον μηδὲ κατὰ σύλληψιν τοῦ ὑποκειμένου ποιοῦντας τὸ ποιόν, ἵνα μὴ κατηγορίαι δύο νοῶνται, ἀλλ' εἰς τοῦτο ἀνιόντας ἀπ' αὐτῶν, ἀφ' οὗ λέγονται. οὐδὲν δὲ χεῖρον ὑπομνῆσαι πάλιν, ὅτι αἱ νοηταὶ ποιότητες καὶ αἱ αἰσθηταὶ οὐδαμῶς ὑπὸ τὸ αὐτὸ γένος ταχθήσονται· οὐδὲ γὰρ αἱ κατηγορίαι περὶ τῶν νοητῶν εἰσιν, ἀλλὰ περὶ τῶν λεγομένων, οὐδὲ δυνατὸν τῶν ὄντως ὄντων καὶ τῶν ἐν γενέσει καὶ φθορᾷ φερομένων ὡς ἰσοστοίχων ἓν εἶναι γένος ποιότητος. ἀλλ' ἐπεὶ περὶ πάντων τῶν τῆς ποιότητος εἰδῶν εἴρηται τὰ αὐτάρκη, καιρὸς ἂν εἴη λοιπὸν καὶ τὰ ἴδια τῆς ποιότητος ἐπισκέψασθαι ἤτοι τὰ ὑπάρχοντα αὐτῇ.

p. 10b12 Ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν ἕως τοῦ ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὸ ποιὸν ἐναντίων.

   Ὥσπερ ἐπὶ τῶν ἄλλων κατηγοριῶν μετὰ τὴν διαίρεσιν ἐπῆγεν τὰ ὑπάρχοντα ἑκάστῃ, τά τε κοινὰ πρὸς ἄλλας καὶ τὰ ἴδια, οὕτως καὶ ἐνταῦθα. καὶ πρῶτον τὴν ἐναντιότητα προχειρίζεται ὡς ὑπάρχουσαν τῷ ποιῷ, ὑπάρχει δὲ καὶ ἐναντιότης εἰπὼν καὶ τὸν καί σύνδεσμον προσθείς, διότι καὶ ἄλλα ὑπάρχοντα ἐπάξει, ὥσπερ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ὅμοιον. κατὰ τὸ ποιὸν δὲ εἶπεν ἀντὶ τοῦ κατὰ τὴν ποιότητα· δηλοῖ δὲ τὰ ἐπαχθέντα ὑποδείγματα, οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον· ποιότητες γὰρ αὗται καὶ οὐχὶ ποιά. ἴσως δὲ διὰ τοῦτο τὸ ποιὸν ἀντὶ τῆς ποιότητος εἶπεν, ὅτι συνείληπται ἐν τῷ ποιῷ καὶ ἡ ποιότης, καὶ τοῦ ποιοῦ ἐπιδεχομένου πάντως καὶ ἡ ποιότης ἐπιδέχεται, ἐπειδὴ κατὰ τὴν ποιότητα καὶ τὸ ποιὸν ἐπιδέχεται. κατασκευάζει δὲ ἐκ τῆς ἐπαγωγῆς, τῶν τε ψυχικῶν καὶ τῶν σωματικῶν ποιοτήτων παραδείγματα προσθείς. οὐ μόνον δὲ ταῖς ποιότησιν ὑπάρχειν τὴν ἐναντιότητά φησιν, ἀλλὰ καὶ τοῖς κατ' ἐκείνας τὰς ποιότητας ποιοῖς λεγομένοις. οὔτε δὲ πάσῃ τῇ ποιότητι ὑπάρχει ἡ ἐναντίωσις· οὔτε γὰρ τοῖς κατὰ τὸ σχῆμα ποιοῖς, οἷον τῷ τριγώνῳ καὶ τετραγώνῳ, οὔτε τοῖς μέσοις χρώμασιν, οἷον πυρρῷ ἢ ὠχρῷ, δῆλον δὲ ὅτι οὐδὲ ταῖς κατὰ τὰς ἄλλας αἰσθήσεις [ἐν] μεσότησιν, οἷον χλιαρῷ ἢ τῇ τῆς μέσης χορδῆς ἀπηχήσει· καὶ τοῦτο εἰκότως, εἴπερ ἐναντία ἐστὶν τὰ πλεῖστον ἀλλήλων διεστηκότα. ἀλλὰ μὴν οὐδὲ μόνῃ τῇ ποιότητι ὑπάρχει ἡ ἐναντίωσις· καὶ γὰρ τοῖς πρός τι πρόσεστιν, ὡς μεμαθήκαμεν· ὥστε οὐκ ἔστιν ἴδιον τῆς ποιότητος τοῦτο. ἐπάγει δὲ τούτοις θεώρημά τι πρὸς [278] πάσας χρήσιμον τὰς κατηγορίας, ἐν αἷς θεωρεῖται ἐναντίωσις. ἐὰν γὰρ τῶν ἐναντίων, φησίν, τὸ ἕτερον ποιὸν ὑπάρχῃ, καὶ τὸ ἐναντίον αὐτῷ ποιὸν ἔσται, καὶ καθόλου, ἐὰν τὸ ἕτερον τῶν ἀντιδιαιρουμένων ὡς ἐναντίων ἔν τινι γένει ὑπάρχῃ, καὶ τὸ ἀντιδιαιρούμενον πρὸς αὐτὸ ὡς ἐναντίον ἐν τῷ αὐτῷ γένει ὑπάρξει. γένοιτο δ' ἄν, φησί, τοῦτο δῆλον, εἰ προχειριζοίμεθα τὰς ἄλλας κατηγορίας, οἰκείως εἰσαγωγικῇ πραγματείᾳ τὰ τοιαῦτα ἐκ τῆς ἐπαγωγῆς πιστούμενοι. γένοιτο δ' ἂν καὶ ἄλλως δῆλον ἀπὸ τοῦ τῶν ἐναντίων ὅρου· εἰ γὰρ ἐναντία ἐστὶν τὰ ὑπὸ τὸ αὐτὸ γένος πλεῖστον ἀλλήλων διεστηκότα, δῆλον ὅτι ὑφ' ὃ τὸ ἕτερον ἀνάγεται γένος, ὑπὸ τοῦτο καὶ τὸ λοιπόν. ἀλλ' αὐτὸς μήπω τοῦ τῶν ἐναντίων ὅρου ἀποδοθέντος εἰκότως οὐκ ἐδοκίμασεν αὐτῷ χρήσασθαι. ἐὰν οὖν ζητῶμεν ὅτι τῶν κατηγοριῶν, ἐν αἷς ἐστιν ἐναντίωσις, ἐμάθομεν ἐντεῦθεν, ὅπως δεῖ μεθοδεύειν τὴν εὕρεσιν. ληψόμεθα γὰρ τὸ ἐναντίον τοῦ ζητουμένου, εἴπερ εἴη γνωριμώτερον, καὶ ἐὰν γνωσθῇ ἐν ποίᾳ ἐστὶν ἐκεῖνο κατηγορίᾳ, εἰσόμεθα ὅτι καὶ τὸ οὗ ἐστιν ἐναντίον ἐν τῇ αὐτῇ κατηγορίᾳ τακτέον, οἷον εἰ τὴν ἀδικίαν ζητῶμεν ἐν ποίῳ ἐστὶν γένει, ληπτέον τὴν δικαιοσύνην· ἔστιν δὲ αὕτη ποιότης, καὶ ἡ ἀδικία ἄρα ποιότης· καὶ εἰ ἡ τυφλότης ὁράσει ἐναντίον, ἡ δὲ ὅρασις ποιότης, καὶ ἡ τυφλότης ἔσται ποιότης· οὐδεμιᾷ γὰρ τῶν ἄλλων κατηγοριῶν ἐφαρμόσει.

   Ἀλλὰ διὰ τί εἶπεν εἰ ἔστιν ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον; διὰ τί γὰρ τὸ εἰ τὸ ὑποθετικόν; ἢ ὅτι τινὲς οὐ συνεχώρουν τῇ δικαιοσύνῃ ἐναντίον εἶναι τὴν ἀδικίαν, ἀλλὰ τὴν μὲν ἐναντίαν ἕξιν ἀνώνυμον ἔλεγον, τὴν δὲ ἀδικίαν στέρησιν, τὰς γὰρ ἕξεις καταφατικῶς δεῖν προσαγορεύειν καὶ τὰς στερήσεις ἀρνητικῶς, οὐ καλῶς τοῦτο λέγοντες· καὶ γὰρ ἕξεις ἀποφατικῶς προσαγορεύομεν, ὡς τὴν τῇ σωφροσύνῃ ἀντικειμένην ἀκολασίαν, καὶ στερήσεις καταφατικῶς, ὡς τὴν τυφλότητα καὶ χωλότητα. καὶ τοῦτο μὲν ἀληθές, μήποτε δὲ διὰ τοῦτο εἶπεν ὁ Ἀριστοτέλης εἰ ἔστιν ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον, ὅτι οὔπω τίνα ἐστὶν τὰ ἐναντία παραδέδωκεν, καὶ ὅτι κατ' ἀλήθειαν οὐχ ὡς ἐναντία ταῦτα ἀντίκειται, ἀλλ' ὡς ἕξις καὶ στέρησις. διὸ καὶ ἀκριβέστερον εἶπεν Ἀρχύτας οὐ μόνον ἐναντίωσιν εἰπὼν ὑπάρχειν τῇ ποιότητι, ἀλλὰ καὶ στέρησιν, γράφων οὕτως· "καὶ τᾷ ποιότητι δὲ κοινά τινα συνήρτηται, οἷον τό τε ἐναντιότατά τινα ἐπιδέχεσθαι καὶ στέρησιν".

   Ἀποροῦσι δέ τινες πρὸς τὸ ἀπὸ τῶν ἐναντίων θεώρημα οὕτως. "εἰ γὰρ τοῦτο, φησίν, ὑγιές ἐστιν, ἔσται καὶ ἡ στέρησις ἡ τῷ εἴδει ἐναντία [279] οὐσία· οὐσία γὰρ καὶ τὸ εἶδος. εἰ δέ τις λέγοι ὅτι κοινότερον ἡ στέρησις ἐναντία λέγεται τῷ εἴδει, ψεῦδος ἐρεῖ· εἰ γὰρ εἶδος καὶ στέρησις αἱ ἀρχαὶ τῶν φυσικῶν, ἐναντία λέγονται, καὶ ἐξ ἐναντίων ἡ γένεσις· εἰ δὲ ἐναντία ταῦτα, οὐκέτι ἔσονται δύο ἀρχαί, ἀλλ' ἓν τὸ κοινὸν αὐτῶν γένος, ἀφ' οὗπερ καὶ αἱ δύο ὑφίστανται". ἀλλὰ τοῦτο μὲν λύειν ῥᾴδιον· οὐ γὰρ πρῶται αὗται ἀρχαί, ἀλλὰ τῶν φυσικῶν ἀρχαί, καὶ οὐδὲν θαυμαστόν, εἴ τι κοινὸν εἴη τούτων αἴτιον, εἴτε φύσις εἴτε τὸ εἶδος, τῇ παρουσίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἀπουσίᾳ ἑκάτερον τούτων ἀπεργαζόμενον. πρὸς δὲ τὸ πρῶτον δυνατὸν μὲν λέγειν ὅτι τῆς ὕλης καὶ τοῦ εἴδους ὄντων ὑπὸ τὴν οὐσίαν, ἐπεὶ μετὰ τῆς ὕλης συνείληπται, ἔσται οὕτως καὶ αὐτὴ διὰ τὸ εἶδος καὶ τὴν ὕλην ἐν τῇ οὐσίᾳ· εἰ δέ τις ἐν τῷ εἴδει περιέχεσθαι λέγοι τὴν στέρησιν κατὰ τὴν ἀπουσίαν αὐτοῦ, ἔσται καὶ οὕτως ἐν τῇ οὐσίᾳ περιειλημμένη. ῥητέον δὲ μᾶλλον, ὅτι ὁ κανὼν οὐκ ἐπὶ πάντων εἴληπται τῶν ἐναντίων, ἀλλ' ἐφ' ὧν προδήλως τὸ ἕτερον ὑπό τι γένος ἐστίν, ὑπὸ τὸ αὐτὸ καὶ θάτερον ἀνάγκη εἶναι. τοιγαροῦν καὶ ὁ Ἀριστοτέλης οὐκ εἶπεν ὅτι τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ἀλλ' ὅτι τῶν ἐναντίων ἐὰν τὸ ἕτερον ὑπό τι γένος ᾖ, καὶ τὸ ἕτερον ὑπὸ τὸ αὐτὸ γένος ἔσται. καίτοι ἐν τοῖς ἑξῆς, ἐν οἷς τὰ εἴδη διαιρεῖται τῆς ἀντιθέσεως, τὰ κυρίως ἐναντία ὑπὸ τὸ αὐτὸ γένος εἶναι βούλεται· καὶ γὰρ τὰ ἐν τοῖς ἐναντίοις δοκοῦντα γένεσιν εἶναι κοινόν τι ἐπαναβεβηκὸς ἔχει γένος, ὡς ἡ δικαιοσύνη καὶ ἀδικία. διὸ καὶ αὐτὸς οὐ τὰ προσεχῆ, ἀλλὰ τὰ πόρρω γένη ἔλαβεν· οὐ γὰρ εἶπεν, ἐὰν θάτερον ὑπ' ἀρετὴν ἢ ἕξιν ᾖ τῶν ἐναντίων, ὅτι καὶ τὸ ἕτερον, ἀλλ' ἐὰν θάτερον ᾖ ποιόν, καὶ θάτερον. τί οὖν εἴ τινες τὰ πρῶτα γένη ἐναντία τίθενται, ὡς τὸ ταὐτὸν καὶ θάτερον, ἢ τὰς δύο συστοιχίας, ὡς οἱ Πυθαγόρειοι; ἢ οὐδὲ ἐκεῖνα πρῶτα· οὐ γὰρ δυνατὸν οὐδὲ τοῖς Πυθαγορείοις ἀρέσκον τὸ πολλὰ εἶναι τὰ πρῶτα.

   Ἀλλὰ διὰ τί αἱ πλεῖσται ἐναντιώσεις κατὰ τὸ ποιὸν μάλιστα θεωροῦνται; ἢ γὰρ ἐν χρώμασίν εἰσιν τἀναντία, ὡς λευκὸν μέλαν, ἢ ἐν χυμοῖς, ὡς γλυκὺ πικρόν, ἢ ἐν ἁπτοῖς, ὡς θερμὸν ψυχρόν, μαλακὸν σκληρόν, ἢ ἐν ψόφοις, ὡς ὀξὺ βαρύ, καὶ περὶ σῶμα, ὡς νόσος ὑγίεια, κάλλος αἶσχος, καὶ περὶ ψυχήν, ὡς ἀρετὴ καὶ κακία, καὶ ἄλλαι πολλαὶ τοιαῦται. καὶ αὐτὸ δὲ τοῦτο ζητήσεως ἄξιον, διὰ τί τῇ ποιότητι ὅλως ὑπάρχει τἀναντία, περὶ οὐσίαν μὴ θεωρούμενα. καὶ ῥητέον οἶμαι ὅτι τἀναντία συνυπάρχειν ἀλλήλοις ἀδυνατεῖ· γίνεσθαι οὖν αὐτὰ καὶ ἀπογίνεσθαι ἀνάγκη, καὶ διὰ τοῦτο ἐν μὲν τῇ οὐσίᾳ οὐδαμῶς θεωρεῖται, ἐν δὲ τῇ ποιότητι μάλιστα ὡς ἐπεισοδιώδει. καὶ γὰρ ὅπου μὲν ἔστιν, ὡς περιττὸν καὶ ἄρτιον, ὅπου δὲ [280] οὐκ ἔστιν, ὡς ἐν τῷ ὡρισμένῳ ποσῷ. ἐν μέντοι τῇ ποιότητι, ἐπειδὴ τῶν ἐπισυνισταμένων ἐστὶ καὶ ἐπ' ἄλλοις καὶ ἄλλοις ἐπιγινομένων, εἰκότως ἡ ἐναντίωσις ἐγγίνεται· τὰ γὰρ ἐναντία ἐπ' ἄλλοις καὶ περὶ ἄλλα ὑποστάσει τῶν ποιῶν καὶ τὰ ἐναντία πέφυκεν μετ' αὐτῶν συνυφίστασθαι. καὶ ἄλλως δέ, ἐπειδὴ ‹ἡ› πρώτη διαφορὰ κατὰ τὰς ποιότητάς ἐστιν, καὶ ἡ μεγίστη διαφορὰ κατ' αὐτὰς ἔσται, ἥτις ἐστὶν ἐναντίωσις· καὶ ἐπεὶ ἡ πρώτη τομὴ κατὰ τὰς ποιότητας ἐγγίνεται, πορρωτέρω προϊοῦσα αὕτη τὰ ἐναντία παράγει. πλεῖσται δὲ ἐναντιώσεις εἰσὶν ἐν τῷ ποιῷ, διότι πολυειδεῖς εἰσιν αἱ ποιότητες. δεῖ δὲ καὶ τὰς ἐναντιώσεις ἀνευρίσκειν προσφόρως, ἐφ' ἑκάστων χρωμένους ταῖς οἰκείαις δυνάμεσιν. ἐπὶ μὲν οὖν τῶν σωμάτων, διότι αἰσθηταί εἰσιν αἱ ἐναντιώσεις, αἰσθήσει θηρευτέον αὐτάς· τὰς δὲ τῆς ψυχῆς λογισμῷ θηρευτέον, διότι τούτῳ περιληπταί εἰσιν. εἰκότως δὲ τοῦτο τὸ περὶ τῶν ἐναντίων θεώρημα τῷ περὶ τῆς ποιότητος συνέζευξε λόγῳ, διότι, ὡς εἴρηται, πρὸς ποιότητα μάλιστα συγγενῶς ἔχει τὸ ἐναντίον· καὶ γὰρ ἐν ταῖς ἄλλαις κατηγορίαις ἐναντία κατὰ τὸ ἐν ἑκάστῃ ποιὸν ἐγγίνεσθαι δοκεῖ. δεῖ δὲ τὰ ἐναντία λαμβάνειν οὐ μετὰ τοῦ ὑποκειμένου (κοινὸν γάρ ἐστιν αὐτοῖς τὸ ὑποκείμενον, καὶ οὐκέτι ὅλα ὅλοις ἀντικείμενα ληφθήσεται οὐδὲ ὄντως ἔσται ἐναντία), ἀλλὰ μόνον, καθὸ ποιόν ἐστιν ἑκάτερον, κατὰ τοῦτο δεῖ θεωρεῖν αὐτὰ ὡς ἐναντία· ἔστιν δὲ ποιὰ κατὰ τὸ ἔχειν ποιότητα, ὥστε κατὰ τὴν ποιότητα αὐτοῖς ἡ ἐναντίωσις.

   Ἀλλὰ διὰ τί τὰ μεταξὺ οὔτε ἀλλήλοις ἐστὶν ἐναντία οὔτε τοῖς ἄκροις; ὅτι ἔσται ἑνὶ πλείονα ἀντικείμενα καὶ οὐκέτι ἔσται ἓν ἑνὶ ἐναντίον, ἐὰν ᾖ καὶ τὰ μεταξὺ ἐναντία. ὁ δὲ Πλωτῖνος ἀπορεῖ, μήποτε πάσῃ ποιότητί ἐστίν τις ἐναντίωσις· καὶ γὰρ τὸ μέσον τοῖς ἄκροις ἐστὶν ἐναντίον· μεσότης γὰρ οὖσα κατὰ Ἀριστοτέλην ἡ ἀρετὴ ἐναντία ἐστὶν ταῖς ὑπερβολαῖς καὶ ταῖς ἐλλείψεσιν οὔσαις κακίαις. ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ἄλλως μὲν ὡς μεσότης ἡ ποιότης ἐπινοεῖται, ἄλλως δὲ ὡς ἀρετή, καὶ κατὰ μὲν τὴν μεσότητα οὐκέτι ἔχει ἐναντίωσιν, κατὰ δὲ τὴν ἀρετὴν ἔχει. ἔτι δὲ τὴν μὲν μεσότητα θεωροῦμεν καὶ ὡς ἰσότητα, τὴν δὲ ὑπερβολὴν καὶ ἔλλειψιν ὡς ἀνισότητα· ὅταν οὖν τὴν μεσότητα λέγωμεν ἐναντίαν εἶναι τῇ ὑπερβολῇ καὶ τῇ ἐλλείψει, οὐδὲν ἄλλο λέγομεν ἢ ὅτι ἰσότης τῇ ἀνισότητι ἀντίκειται, καὶ οὕτως ἐπ' ἄλλων, ἀλλ' οὐκ ἐπὶ τοῦ μέσου ἡ ἀντίθεσις γίνεται. 'ἀλλ' ἐπὶ τῶν χρωμάτων, φαίη ἄν τις, οὐχ οὕτως γίνεται ἡ ἀντίθεσις τῶν ἄκρων πρὸς τὸ μέσον· τὸ γὰρ φαιὸν εἰ ἀντίκειται τῷ λευκῷ, ἤτοι κατὰ τὸ ἐνὸν μῖγμα τοῦ λευκοῦ ἀντίκειται αὐτῷ ἢ κατὰ τὸ ἐνὸν μῖγμα τοῦ μέλανος. ἀλλ' εἰ μὲν κατὰ τὸ λευκοῦ μῖγμα, λευκὸν λευκῷ ἀντίκειται, ὅπερ ἀδύνατον· [281] εἰ δὲ κατὰ τὸ μέλαν, τὸ μέλαν τῷ λευκῷ ἀντίκειται, οὐ τρίτον τι μῖγμα ἕτερον'. ἀλλὰ τὸ μὲν συμπέρασμα ἀληθές, τὸ μὴ ἀντικεῖσθαι τὸ φαιὸν τῷ λευκῷ ἢ τῷ μέλανι ὡς ἐναντίον· ὁ δὲ τρόπος τῆς ἐφόδου πολλὰς ἔχει ἀντιλήψεις. σύνθετον γὰρ ποιεῖ τὸ μέσον ἐκ τῶν ἄκρων καὶ ὡς ἐξ ἀμφοῖν συνιστάμενον, ἀλλ' οὐχ ἕν τι παρὰ τὰ ἄκρα, ἐνεργείᾳ τε διαφυλάττει τὰ ἁπλᾶ ἐν τῷ μίγματι, ἀλλ' οὐχὶ κατὰ δύναμιν, εἴπερ ἄρα καὶ τοῦτο οἷόν τε. μήποτε γὰρ οὐδαμῶς συμμιγνυμένων τῶν ἄκρων ὑφίσταται τὰ μέσα χρώματα, ἀλλ' εἰσίν τινες καὶ τούτων προηγούμενοι λόγοι, ὥσπερ καὶ τῶν ἄκρων, οὐ κατὰ μίξιν ὑφιστάμενοι, ἀλλ' ἁπλοῖ καὶ αὐτοφυῆ τὴν ἑτερότητα καὶ τὴν ποικιλίαν ἔχοντες καὶ ἐγγεννῶντες αὐτὴν τοῖς αἰσθητοῖς καὶ συντεταγμένοι τοῖς ἄλλοις λόγοις κατὰ τὴν ἐπ' ἴσης σύνταξιν. κἂν ἐκ τῶν ἄκρων δὲ λέγῃ τις τὸ μέσον ἔχειν τινὰ ὑπόστασιν, μὴ οὐδὲ μίξις ᾖ ἡ τὰ μέσα ποιοῦσα, ἀλλὰ παράθεσις τῶν ἄκρων ἢ ἐπιπόλασις ἢ πόρρωθεν ἀπόστασις· κατὰ γὰρ πάντα ταῦτα ἐν τοῖς Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὰ μέσα χρώματα ὑφίστασθαι δοκεῖ. ὁ μέντοι Πλωτῖνος 'εἰ κατὰ σύνθεσιν, φησίν, τῶν ἄκρων ἐγίνετο τὰ μέσα, ἔδει μὴ ἀντιδιαιρεῖν λέγοντας ἢ λευκὸν ἢ μέλαν ἢ φαιὸν ἢ ξανθὸν ἤ τι τοιοῦτον, ἀλλὰ μόνον εἰς λευκὸν καὶ μέλαν διαιρεῖν, τὰ δὲ ἄλλα συνθέσεις λέγειν. νῦν δὲ ἀντιδιαιροῦμεν καὶ ἀντιτίθεμεν, ὅτι κἂν μίξις ᾖ τῶν ἄκρων, οὐκ ἔστι παράθεσις, ἀλλὰ κρᾶσις ἄλλην ἀποτελέσασα ἐκ τοῦ κράματος ποιότητα· τῷ οὖν ἄλλην τινὰ ἐπὶ τῶν μεταξὺ γεγονέναι, κἂν ἐκ συνθέσεως θεωρῆται, οὕτως ἀντιτίθεμεν. ταῦτα δὲ λέγοντος τὸ μὲν ἄλλην γεγονέναι τὴν μέσην ποιότητα τοῦ χρώματος συγχωροῦσι καὶ οἱ μετ' αὐτόν, τὸ δὲ ἐκ κράσεως αὐτὴν ἢ συνθέσεως ἄλλην θεωρεῖσθαι οὐκέτι ὁμολογοῦσιν· οὐ γὰρ οὗτος, φησίν, ὁ τρόπος τῆς τῶν ἀσωμάτων ποιοτήτων οὐσίας, ἀλλὰ σώματα μὲν μιγνύμενα ἢ κεραννύμενα ἢ συντιθέμενα δύναται ποιεῖν διάφορα σώματα· τὸ γὰρ σύνθετον καὶ σύμμικτον γένος, ἐν ᾧπερ ἔχει τὴν φύσιν, κατὰ τοῦτο ἐναλλαττόμενον διάφορον ἑαυτοῦ καθίσταται· τὸ δὲ μήτε ἐν συγκράσει μήτε ἐν συνθέσει ἔχον τὸ εἶναι, ἁπλῆν δέ τινα ἀσώματον οὐσίαν προειληφὸς κατὰ μίαν ποιότητά που, τοῦτο ἄρδην †ἂν διάφορον πάθοι ἀπὸ συγκράσεως ἢ συνθέσεως, ὥσπερ οὐδὲ τὸ ἀμέριστον ὑπὸ τοῦ μεριστοῦ.

   Ἀλλ' ἐπειδὴ τὸ μὲν λευκὸν τῷ μέλανι εἶπεν ἐναντίον, τῷ δὲ πυρρῷ καὶ ὠχρῷ μηδὲν εἶναι ἐναντίον, ἄξιον ἂν εἴη προλαβόντας ὀλίγον ἐπισκέψασθαι τὸν ὅρον τῶν ἐναντίων καὶ τίνα ἔχει τὴν ὀρθότητα· ἀπὸ γὰρ τούτου [282] τά τε περὶ τῶν ἐναντίων θεωρήματα καὶ τὰ περὶ τῶν χρωμάτων νῦν εἰρημένα εἰ ὀρθῶς εἴρηται μαθησόμεθα. λέγεται δὲ ἐναντία εἶναι ἃ πλεῖστον ἀλλήλων ἀφέστηκεν ὑπὸ τὸ αὐτὸ γένος, ὡς τὸ μέλαν καὶ τὸ λευκόν· ἄμικτα γὰρ ταῦτα πρὸς ἄλληλα· τὸ δὲ φαιὸν καὶ ὠχρὸν καὶ πυρρὸν καὶ τὰ τοιαῦτα οὐ πλεῖστον ἀφέστηκεν, διότι συμμέμικται ἀλλήλοις. ἐρωτᾷ δὲ ὁ Πλωτῖνος· 'πόθεν οὕτως ὡρίσασθε τὰ ἐναντία; εἰ μὲν γὰρ ἀπὸ τῶν μέσων καὶ τῆς πρὸς ταῦτα ἀποστάσεως, οὐ πρὸς τὰ ἄκρα ποιεῖτε τὴν ἐναντίωσιν, ὥσπερ οὐδὲ τὴν ἀπόστασιν, ἀλλὰ πρὸς τὰ μέσα. καὶ πῶς τὰ ἄμεσα ἐρεῖτε ἐναντία, οἷον ὑγείαν καὶ νόσον; εἰ δὲ κατ' αὐτὴν τὴν μορφὴν τὴν ἀπόστασιν λαμβάνετε, ὅταν μηδὲν ἔχωσι ταὐτὸν κατὰ τὸ εἶδος ἐν ἑνὶ ὄντα γένει, φέρε εἰπεῖν τῷ ποιῷ, διὰ τί τὸ ξανθὸν τῷ λευκῷ οὐκ ἔσται ἐναντίον, οὐδεμίαν ἔχον ἐγγύτητα πρὸς τὸ λευκόν, ὥσπερ δοκεῖ τὸ φαιόν;' πρὸς ἃ ἀντιλέγοντες οὗτοι φήσουσιν μὴ ἀπὸ τῶν μέσων τὴν ἐπὶ πλεῖστον ἀπόστασιν παραδέχεσθαι τὰ ἄκρα· οὐ γὰρ διά τινος πορείας ποιεῖται τὴν ἀπόστασιν τὰ ἐναντία ἀπ' ἀλλήλων οὐδὲ οὕτως τὸ μέσον ὑπερβάντα καθίσταται ἑαυτοῖς εἰς τὴν ἐναντίαν χώραν, ἀλλὰ κατὰ τοὺς λόγους αὐτῶν καὶ τὰ εἴδη ἡ ἀπόστασίς ἐστιν. ταῖς ἰδιότησιν οὖν προσεκτέον, εἰ αἱ μὲν οὕτως ἔχουσιν ὥστε ἀναιρεῖν ἀλλήλας, αἱ δέ τινα συνεμφαίνουσιν ἐγγύτητα φύσεως πρὸς θάτερον τῶν ἐναντίων ἢ ἔμφασιν τῶν ἄκρων ἢ τοῦ μὲν ὕφεσιν, τοῦ δὲ ἐπίτασιν ἢ ἄλλην τινὰ μεσότητα τοιαύτην· αἱ γὰρ οὕτως ἔχουσαι κατ' ἰδίαν κεχωρισμέναι εἰσίν, ἄλλως μὲν αἱ ἄκραι, ἄλλως δὲ αἱ μέσαι. καὶ οὐ προηγοῦνται αἱ μέσαι, ἵνα περὶ αὐτὰς τὴν ἀπόστασιν λαμβάνωσιν αἱ ἄκραι, ἀλλὰ τοὐναντίον αἱ ἄκραι τῶν μέσων κυριώτεραί εἰσιν πρὸς ὑπόστασιν καὶ ἀπὸ τῶν ἄκρων τὰ μέσα τὸν ὅρον λαμβάνει καὶ ἀπὸ τῶν ἐναντίων τὰ μεταξὺ ἢ κατὰ σύγκρισιν ἢ κατ' ἔμφασιν καὶ καθ' ὁμοιότητα ἢ κατὰ παράθεσιν ἢ κατὰ ἄλλον τρόπον. καὶ εἰ μὲν κατὰ μεταβολὴν ἀπὸ τοῦ ἑτέρου ἐναντίου εἰς τὸ ἕτερον διὰ τοῦ μέσου πρόεισιν ἡ γένεσις, ἐνῆν λέγειν ὡς διὰ τοῦ μέσου προχωροῦντα τὰ ἐναντία ἀφίσταται ἀπ' ἀλλήλων· εἰ δὲ οὔτε μεταβολὴ οὔτε γένεσις θεωρεῖται, ἀλλ' ἀρχηγὰ τὰ ἄκρα ἐστὶν καθ' ἑαυτὰ καὶ οὐ κατὰ κίνησιν διὰ τῶν μέσων παραγόμενα, οὐκ ἂν λαμβάνοι τὴν ἀπόστασιν ἀπὸ τῶν μέσων, ὥστε οὐδ' ἂν ἀπ' αὐτῶν τὸ εἶναι, πολὺ δὲ μᾶλλον κατ' αὐτὴν τὴν μορφὴν καὶ τὴν ταύτης ἑτερότητα τὴν διάστασιν εἴληφεν, ὅταν ὅλα ὅλων διαφέροντα φαίνηται. 'ἀλλὰ τὸ ξανθὸν τῷ λευκῷ κατά γε τοῦτον τὸν διορισμὸν ἐναντίον ἔσται'. ἢ οὐχ οὕτως ἔχει· τὸ γὰρ ξανθὸν ἐγγύτητά τινα ἔχει πρὸς τὸ λευκόν, ὡς καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ προσομολογεῖ καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ αἰσθήσεως καὶ [283] αἰσθητῶν· ἀμφότεροι γὰρ περὶ τὸ λευκὸν ὡς συγγενὲς τὴν ὑπόστασιν παράγουσιν τοῦ ξανθοῦ, τρόποις μὲν διαφέρουσιν χρώμενοι τῆς παραγωγῆς, ἐν δὲ τούτῳ κοινῇ συνομολογοῦντες, ὡς ἔχει παρακειμένην τινὰ ἔμφασιν τὸ ξανθὸν πρὸς τὸ λευκόν. πεισθείη δ' ἄν τις τοῦτο ῥᾳδίως καὶ ἀπὸ τῆς αἰσθήσεως. οὐ γὰρ ὁμοίως διατιθέμεθα τὰ λευκὰ καὶ ξανθὰ παρατιθέντες καὶ τὰ λευκὰ καὶ μέλανα· τὰ γὰρ ξανθὰ θεωροῦντες παρὰ τὰ λευκὰ οὐ πάντῃ εἰς ἐναντίαν αἴσθησιν μεταπίπτομεν ὡς ἐπὶ τῶν ἑτέρων διακρινόμενοί τε καὶ συγκρινόμενοι. οὕτως δὲ καὶ τὰ ἄμεσα ἐναντία ἔσται μηδὲν ἔχοντα ταὐτὸν κατὰ τὸ εἶδος, κἂν μὴ ᾖ τινα μεταξὺ αὐτῶν ἐπαμφοτερίζοντα· οὐ γὰρ ἀπὸ τῶν μέσων, ἀλλ' ἀπὸ τῆς τῶν λόγων ἰδιότητος ἕξει τὴν ἐναντίωσιν. τὰ δὲ μέσα οὐκ ἔσται ἐναντία, διότι ἔχει τὸ κοινὸν καὶ συνεμφαίνει ἑαυτοῖς ὁμοίως ἄμφω τἀναντία. τὸ δὲ λέγειν ὡς εἰ μὴ τῷ λευκῷ καὶ τῷ μέλανί ἐστιν ἐναντίον τὸ ξανθόν, ἄλλῳ γέ τινι ἔσται ἐναντίον, παντελῶς ἐστιν ἄτοπον· ὃ γὰρ ἐν συμμίξει ἢ ἐμφάσει τῶν ἐναντίων συνέστηκεν καὶ οὐδενὸς διέστη τὴν πλείστην διάστασιν, πῶς ἂν εἴη τινὶ ἐναντίον; ἀλλὰ ταῦτα οἰκειότερον μὲν ἂν ἐν τοῖς ἑξῆς ἐρρήθη, ἔνθα προηγουμένη γίνεται ἡ τῶν ἐναντίων διδασκαλία, ἔχει δὲ καὶ νῦν τινα λόγον πρὸς τοὺς ἀντιλέγοντας τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένοις ἀγωνιζόμενα. ἐπειδὴ δέ τινες οἴονται τὸν Ἀριστοτέλη καὶ οὐσίᾳ τι ἐναντίον ἀπολείπειν, διότι οὐσία μέν ἐστιν τὰ στοιχεῖα, γῆ πῦρ ὕδωρ ἀήρ, λέγει δὲ ὕδωρ μὲν πυρί, γῆν δὲ ἀέρι ἐναντίον, ἰστέον ὅτι καὶ ταῦτα κατὰ τὰς ἐνούσας ποιότητας ἔχει τὴν ἐναντίωσιν· καὶ γὰρ τὸ μὲν ὕδωρ ψυχρόν ἐστι καὶ ὑγρόν, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν, καὶ ἡ μὲν γῆ ψυχρὰ καὶ ξηρά, ὁ δὲ ἀὴρ θερμὸς καὶ ὑγρός· ταῦτα δὲ ποιότητες. οὐ κατὰ τὴν οὐσίαν οὖν ἔχουσι τὸ ἐναντίον (ἐν μιᾷ γάρ εἰσιν τῇ ἐνύλῳ οὐσίᾳ), ἀλλὰ κατὰ τὰς συνιστώσας αὐτὰ ποιότητας.

p. 10b26 Ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τὰ ποιά ἕως τοῦ ὥστε ἴδιον ἂν εἴη ποιότητος τὸ ὅμοιον ἢ ἀνόμοιον λέγεσθαι κατὰ ταύτην.

   Καὶ περὶ τοῦ μᾶλλον καὶ ἧττον ἐν πάσαις ταῖς κατηγορίαις ζητήσας, εἴτε ὑπάρχει αὐταῖς εἴτε μή, ἀκολούθως καὶ ἐπὶ τῆς ποιότητός φησιν ἐπιδέχεσθαι τὰ ποιὰ τὸ μᾶλλον καὶ τὸ ἧττον, ποιὰ τὰς ποιότητας λέγων, ὡς δηλοῖ τὰ παραδείγματα· δικαιοσύνην γὰρ ἔλαβεν καίτοι πρότερον τὸ [284] δίκαιον εἰπών. κατασκευάζει δὲ πάλιν ἐκ τῆς ἐπαγωγῆς τὸ προκείμενον, τὸ μὲν λευκὸν τῶν σωματικῶν παράδειγμα, τὸ δὲ δίκαιον τῶν ψυχικῶν προτιθείς. ἑκάτερον γὰρ τούτων πρὸς ἄλλα τε ὁμοειδῆ συγκρινόμενον καὶ πρὸς ἑαυτὸ λέγεται ἐπίδοσιν λαμβάνειν καὶ ἄνεσιν· χιὼν γὰρ λευκοτέρα γάλακτος ἂν ῥηθείη, καὶ τὸ ἐν τῷ σώματι τῶν ἀνθρώπων λευκὸν ἢ τὸ ἐν ταῖς ψυχαῖς δίκαιον προϊόντος τοῦ χρόνου αὐτὸ πρὸς ἑαυτὸ ἐπίτασιν καὶ ἄνεσιν λαμβάνει. οὐ μὴν ἴδιόν ἐστιν τοῦτο τῆς ποιότητος· οὐδὲ γὰρ μόνη ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, εἴπερ καὶ τοῖς πρός τι ἐλέγετο ὑπάρχειν, οὔτε πᾶσα· οὔτε γὰρ ἡ τῶν σχημάτων ποιότης ἐπιδέχεται αὐτὰ ὥσπερ ἡ τριγωνότης ἢ ἡ τοῦ κύκλου ποιότης, οὔτε μέντοι ἡ τελεία ἀρετὴ καὶ ἡ τελεία τέχνη· αἱ μέντοι πολλαὶ ἐπιδέχονται.

   Τέσσαρες δὲ εἰσὶν αἱρέσεις περὶ τῆς ἐπιτάσεως καὶ ἀνέσεως τῶν τε ποιοτήτων καὶ τῶν ποιῶν. καὶ γὰρ οἱ μὲν καὶ τὰς ποιότητας πάσας καὶ τὰ ποιὰ δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἀποφαίνονται, ὥσπερ Πλωτίνῳ καὶ ἄλλοις δοκεῖ Πλατωνικοῖς, διότι πᾶν ἔνυλον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τῆς ὕλης τὸ μᾶλλον ἐχούσης καὶ τὸ ἧττον διὰ τὴν σύμφυτον αὐτῆς ἀπειρίαν. ἄλλη δέ ἐστιν δόξα ὑπεναντία ταύτῃ, ἥτις ἐν μὲν ταῖς ποιότησιν αὐταῖς, οἷον ἐν δικαιοσύνῃ καὶ λευκότητι, οὐδαμῶς εἶναι τὸ μᾶλλον καὶ ἧττόν φησιν· ἑκάστην γὰρ ὅλον τι εἶναι καὶ καθ' ἕνα λόγον ἑστάναι, καὶ διὰ τοῦτο μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· ἐν δὲ τοῖς μετέχουσιν εἶναι ἐπίτασιν καὶ ἄνεσιν· πλάτος γὰρ ἔχουσιν αἱ μετοχαί, καὶ οἱ μὲν μᾶλλον μετέχουσιν, οἱ δὲ ἧττον, καὶ διὰ τοῦτο καὶ αἱ ἕξεις αὐταὶ νομίζονται τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι, καίτοι τῶν ποιῶν ὄντων τῶν ἐπιδεχομένων. ταύτης δὲ ἔοικεν τῆς δόξης ὁ Ἀριστοτέλης μνημονεύειν, ὅταν λέγῃ δικαιοσύνη γὰρ δικαιοσύνης εἰ λέγεται μᾶλλον, ἀπορήσειεν ἄν τις, καὶ ἐφεξῆς δὲ δικαιοσύνη μὲν δικαιοσύνης οὐ πάνυ τι μᾶλλον καὶ ἧττον λέγεται· τὰ δὲ κατ' αὐτὰς λεγόμενα ποιὰ ἀναμφισβητήτως ἐπιδέχεσθαι τὸ μᾶλλόν φησι· γραμματικώτερον γὰρ ἕτερον ἑτέρου μᾶλλον λέγεσθαι καὶ δικαιότερον καὶ ὑγιεινότερον. ὅταν δὲ λέγῃ ὡσαύτως δὲ καὶ γραμματικὴν καὶ τὰς ἄλλας διαθέσεις, κοινότερον τὰς ἕξεις διαθέσεις ἐκάλεσεν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ποιὰ τὰς ποιότητας. τρίτη δὲ αἵρεσις ἡ τῶν Στωικῶν, οἵτινες διελόμενοι χωρὶς τὰς ἀρετὰς ἀπὸ τῶν μέσων τεχνῶν ταύτας οὔτε ἐπιτείνεσθαι λέγουσιν οὔτε ἀνίεσθαι, τὰς δὲ μέσας τέχνας καὶ ἐπίτασιν καὶ ἄνεσιν δέχεσθαί φασιν. τῶν οὖν ἕξεων καὶ τῶν ποιῶν κατὰ τούτους τὰ μὲν οὔτε ἐπιτείνεται οὔτε [285] ἀνίεται, τὰ δὲ ἀμφότερα ἐπιδέχεται. τετάρτη δέ ἐστιν δόξα, ἥτις τὰς μὲν ἀύλους καὶ καθ' αὑτὰς ποιότητας ἔλεγεν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, τὰς δὲ ἐνύλους καὶ τοὺς κατ' αὐτὰς ποιοὺς ἐπιδέχεσθαι· διαφέρει δὲ αὕτη τῆς προτέρας ἡ δόξα, διότι ἐκείνη οὐδεμίαν ἀντιδιαίρεσιν τῶν ἀύλων ἐποιεῖτο πρὸς τὰς ἐνύλους. ἐφιστάνει δὲ ὁ Πορφύριος ταύτῃ τῇ δόξῃ ὡς οὐ καλῶς ἀύλους ποιότητας τιθεμένῃ· 'ἐκεῖναι γὰρ οὐσίαι εἰσίν, φησίν, καὶ διὰ τοῦτο οὔτε ἄνεσιν οὔτε ἐπίτασιν ἐπιδέχονται, ὥσπερ οὐδὲ αἱ ἄλλαι οὐσίαι'.

   Διωρισμένων δὲ τῶν αἱρέσεων ἴδωμεν ὅπως κατασκευάζει μὴ ἴδιον εἶναι τῆς ποιότητος τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. τρίγωνον δέ, φησί, καὶ τετράγωνον οὐ δοκεῖ τὸ μᾶλλον ἐπιδέχεσθαι οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν· διὸ οὐκ ἔστιν ἴδιον πάσης ποιότητος τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. ἀποδείκνυσιν δὲ τὸ τὰ σχήματα μὴ ἐπιδέχεσθαι καθολικὸν θεώρημα προλαβών, ποῖα ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ ποῖα οὔ. ὅσα μὲν γὰρ ἐπιδέχεται τὸν τοῦ προκειμένου λόγον, καθ' ὃ μᾶλλον ἢ ἧττον λέγεται, ταῦτα ῥηθήσεται μᾶλλον· ἐὰν δὲ μὴ ἐπιδέχηται, οὐ ῥηθήσεται τὸ ἕτερον τοῦ ἑτέρου μᾶλλον. οὐκ ἐπιδέχεται μὲν οὖν τὸ τρίγωνον τὸν τοῦ κύκλου λόγον, καὶ διὰ τοῦτο οὐκ ἂν εἴη τὸ τρίγωνον τοῦ τετραγώνου μᾶλλον κύκλος. τὸ μέντοι λευκὸν ἱμάτιον καὶ ἡ χιὼν καὶ πολλὰ λευκὰ ἐπιδέχεται τὸν τοῦ λευκοῦ λόγον, καὶ διὰ τοῦτο λευκὸν ἄλλο ἄλλου μᾶλλον εἶναι λέγεται. τί οὖν; ἆρα πάντα ὅσα ἐπιδέχεται τὸν αὐτὸν λόγον, ταῦτα καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται; ἢ οὐ πάντα· καὶ γὰρ πάντες μὲν οἱ κατὰ μέρος ἄνθρωποι ἐπιδέχονται τὸν τοῦ ἀνθρώπου λόγον, ἄνθρωπος δὲ ἀνθρώπου οὐκ ἔστι μᾶλλον ἄνθρωπος, ὥστε τῶν μὲν μὴ ἐπιδεχομένων τὸν αὐτὸν λόγον οὐδὲν ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, τῶν δὲ ἐπιδεχομένων τὰ μὲν ‹ἐπι›δέχεται, τὰ δὲ οὐκ ἐπιδέχεται. εἰ μὲν γὰρ οὐσίας ἐστὶν ὁ λόγος, οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, διότι οὐδὲ ἡ οὐσία ἐπιδέχεται. ὁμοίως δὲ οὐδὲ ὁ ποσότητος ὡρισμένης ἢ τῶν πρός τι· τὸν γὰρ τοῦ διπλασίου λόγον ἐπιδέχεται καὶ τὰ τέσσαρα πρὸς δύο καὶ τὰ δύο πρὸς ἕν, καὶ οὐδέτερόν ἐστι μᾶλλον ἢ ἧττον οὐδετέρου διπλάσιον. εἰ μέντοι ποιότητός ἐστιν ὁ λόγος, οἷον λευκότητος ἢ γλυκύτητος, ἐπιδέχεται. εἰκότως δὲ ἐν τοῖς ὑπὸ τὸν αὐτὸν λόγον ἐστὶν τὰ τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχόμενα, διότι ἐν τούτοις ἡ σύγκρισις, ἀλλ' οὐχὶ τοῖς ἐκβεβηκόσι τὸν αὐτὸν λόγον. εἰ οὖν μηδὲν τῶν σχημάτων [286] ἔχει τὸ μᾶλλον καὶ ἧττον, οὐκ ἔστιν ἴδιον τοῦτο τῆς ποιότητος. ἀλλὰ ἴδιόν ἐστιν αὐτῆς τὸ ὅμοιον καὶ ἀνόμοιον· καὶ γὰρ καὶ κατὰ πάσης καὶ κατὰ μόνης τῆς ποιότητος κατηγορεῖται τὸ ὅμοιόν τε καὶ ἀνόμοιον. οὕτω μὲν οὖν ἡ λέξις τοῦ Ἀριστοτέλους αὐτάρκους ἔτυχεν διαρθρώσεως.

   Ζητεῖ δὲ ὁ Ἰάμβλιχος, διὰ τί τὸ μᾶλλον καὶ ἧττον ὡς κοινὸν τίθησι πλειόνων κατηγοριῶν, καί φησιν, ὅτι ἐν μετοχῇ ταῦτα θεωρεῖται, ἄλλου μὲν ὄντος τοῦ μεταλαμβάνοντος, ἑτέρου δὲ τοῦ μετεχομένου. καὶ εἰ μὲν μέθεξιν τὴν ἐν τῇ ὕλῃ λέγει, ἔδει καὶ τὴν οὐσίαν καὶ τὸ ποσὸν καὶ τὰς ἄλλας κατηγορίας καθ' ὅλας ἑαυτὰς δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· πᾶσαι γὰρ εἰς ὕλην προέρχονται. εἰ δὲ μετέχεσθαι τὰς ἐπεισιούσας λέγοι κατηγορίας, οἵα καὶ ἡ ποιότης ἐστὶν καὶ τὰ πρός τι, ἔδει καθ' ὅλην ἑαυτὴν τὴν ποιότητα καὶ τὰ πρός τι δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. μήποτε οὖν τὸ μὲν ταῖς ἐπεισάκτοις ὑπάρχειν ἀληθές· καὶ ἐν τῇ ποιότητι δὲ τὰ οὐσιωδέστερα εἴδη, ὥσπερ τὰ σχήματα καὶ τὰ κατὰ τὸ μάλιστα θεωρούμενα, ὡς ἡ ἀρετή, ταῦτα τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχεται.

   Ἀλλὰ διὰ τί, φασίν, εἰς πολλὰς δόξας διαιρεῖται ἡ κατὰ τὰς ποιότητας τοῦ μᾶλλον καὶ ἧττον ἐπίτασίς τε καὶ ἄνεσις; ἢ καὶ ὁ λόγος αὐτὸς τῆς ποιότητος καὶ τὸ μετέχον καὶ τὸ σύνθετον τῆς τοιαύτης τῶν δοξῶν διαφορᾶς γέγονεν αἴτια, πολλὴν ἐν ἑαυτοῖς ἔχοντα τὴν διαφορὰν καὶ διαφόρους ἐννοίας ἀνακινοῦντα. καὶ γὰρ τὸν λόγον αὐτὸν τῆς ποιότητος οἱ μὲν ἑστάναι καθ' ἕνα ὅρον νομίζουσιν, οἱ δὲ ἐπὶ μὲν τινῶν ἑστάναι, ἐπὶ δὲ τινῶν μή, οἱ δὲ μηδὲ ὅλως αὐτὸν ἑστάναι· ἔνυλον γὰρ αὐτὸν εἶναι καὶ μετὰ τῆς ὕλης, συναλλοιούμενον αὐτῆς τῇ ἀπεράντῳ φύσει· οἱ δὲ διαιροῦσιν αὐτόν, ἄλλον μὲν τὸν ἄυλον τιθέμενοι, ἄλλον δὲ τὸν ἔνυλον. καὶ πάντες οὗτοι περὶ τὰς διαφορὰς τῆς ποιότητος διακρίνονται· κατ' ἄλλον δὲ τρόπον κατὰ τὰ μετέχοντα καὶ ὑποδεχόμενα τὸν λόγον γίνεται τῶν δοξῶν ἡ διαίρεσις, ὅταν λέγωμεν 'πλατέως ἢ ἐν πλάτει μετέχει', καὶ ὅτι μᾶλλον καὶ ἧττον μετέχει. τρίτη δὲ ἂν ἄλλη γένοιτο διαφορὰ κατὰ τὸ κοινὸν ἐξ ἀμφοῖν. δύο γάρ τινων συνιόντων ἡ τοῦ ἑτέρου ἐπικράτεια ἐπίτασιν ποιεῖ καὶ ἄνεσιν· ἐπικρατοῦντος μὲν γὰρ τοῦ εἴδους τὸ μᾶλλον συμβαίνει, ἐπικρατούσης δὲ τῆς ὕλης τὸ ἧττον. καὶ ὅταν μὲν τὸ εἶδος ἐπικρατῇ, ἕστηκεν καὶ ὁ λόγος ἐν ἑνὶ εἴδει ὡρισμένος καθ' ἑαυτόν· ὅταν δὲ τὸ ὑποδεχόμενον, τότε ἀλλοίωσις γίνεται καὶ κίνησις ἐν αὐτῷ· ὅταν δὲ ἐξισάζῃ, τὰ μὲν οὕτως ἔχει τῶν μορίων, τὰ δὲ οὕτως, καὶ οὕτως αἱ διάφοροι γίνονται δόξαι.

   Μετὰ δὲ τὴν κοινὴν τῶν αἱρέσεων ἐπίβλεψιν καὶ ἑκάστην ἰδίᾳ πολυπραγμονῆσαι καλόν. πρὸς μὲν γὰρ τοὺς ἀπὸ τῆς Στοᾶς τὸ μὲν σπουδαῖον γένος βέβαιον λέγοντας, τὸ δὲ μέσον ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεσθαι, ἀπορῆσαι [287] ἄξιον, εἰ μὴ ὁ ἔχων τὴν ἀρετήν, ἐλλείπων δὲ κατὰ συνάσκησιν ἢ τὴν φύσιν ἧττον ἂν εἴη σπουδαῖος. ἴσως δὲ ἐροῦσι τὴν ἀρετὴν ἐπιστήμην οὖσαν ἐξ ἑαυτῆς ἔχειν τὸ πάγιον· τῶν γὰρ οἰκείων λόγων οὖσα θεωρητικὴ καὶ στοχαζομένη ἀεὶ τοῦ καθ' ἑαυτὴν πάντα ποιεῖν ἐνεργεῖ βεβαίως ἑστῶσα ἐν τῷ ἀμεταπτώτῳ εἴδει τῆς ἐπιστήμης. ἀλλὰ πῶς τοῦτο δυνατὸν ἐπὶ τρεπτῆς καὶ παθητῆς οὐσίας τῆς ποιότητος, καὶ μάλιστα κατ' αὐτοὺς χύσιν τε καὶ συστολὴν ἐχούσης ἐπ' ἄπειρον ἐν ἑαυτῇ καὶ τῆς ἀρετῆς, διότι σώματα καὶ τὰς ποιότητας λέγουσιν; μήποτε οὖν τὰ περὶ ἑτέρων ἀρχῶν παρὰ τοῖς ἀρχαίοις λεγόμενα ἐπ' ἄλλας ἀρχὰς οὗτοι μεταφέρουσιν, εἰ μὴ ἄρα τὴν σπουδαίαν ἕξιν κατὰ τὸ μάλιστα τιθέμενοι καὶ οὐκ ἐν κινήσει θεωροῦντες εἰκότως οὐδὲ ἐπίτασιν οὔτε ἄνεσιν ἠξίουν ἐπ' αὐτῆς θεωρεῖν. ἀλλ' εἰ τοῦτο, καὶ τῶν τεχνῶν ἑκάστης ἐστί τι μάλιστα, ὃ καὶ αὐτὸ ἕστηκεν· παντὸς γὰρ τοῦ μᾶλλον καὶ ἧττόν ἐστί τι πάντως καὶ τὸ μάλιστα. καὶ ἴσως κατὰ ταύτην τὴν ἔννοιαν ἡ δόξα, ἧς Ἀριστοτέλης μνημονεύει, τὰς ἕξεις τὰς τελείας οὐκ ἐπ' ἀρετῆς μόνης, ἀλλὰ καὶ ἐπὶ ὑγιείας καὶ γραμματικῆς καὶ τῶν ἄλλων διαθέσεων λαμβάνουσα, ἀνεπιτάτους αὐτὰς καὶ ἀνανέτους εἶναί φησιν, ἐν τοῖς μετέχουσι τῶν ἕξεων μᾶλλον ἢ ἧττον τὴν ἐπίτασιν θεωροῦσα καὶ τὴν ἄνεσιν. καίτοι καὶ ἐν αὐταῖς ἔστιν ἰδεῖν τοῦτο οὐ μόνον ταῖς τέχναις, ἀλλὰ καὶ ταῖς ἀρεταῖς· καὶ τῶν ἀρετῶν γὰρ αἱ μὲν τέλειαί εἰσιν, αἱ δὲ ἀτελεῖς, ἀτελεῖς μὲν αἱ φύσει μόνον ἢ ἔθει ἢ λόγῳ, τέλειαι δὲ αἱ τοῖς τρισὶ τούτοις συμπεπληρωμέναι, εἰ μὴ ἄρα αὐτὴ μὲν ἡ ἀρετὴ τελεία καὶ ὁλόκληρός ἐστιν, μετέχεται δὲ κατὰ μέρος, ὥσπερ καὶ ἡ γραμματικὴ καὶ τῶν ἄλλων τεχνῶν ἑκάστη, διὸ τὸ ἀτελὲς καὶ τὸ μᾶλλον καὶ ἧττον ἐν τῇ μεθέξει θεωρεῖται. ἀλλὰ ποίας διαθέσεις ὡς τελείας ὁρᾷ ὁ Ἀριστοτέλης ἄλλας παρὰ τὰς ἐχομένας; ἆρα τὰ χωριστὰ εἴδη καὶ τὴν αὐτοδικαιοσύνην; ἢ οὔτε σύνηθες αὐτῷ τοῦτο οὔτε τοῖς προκειμένοις οἰκεῖον, οὔτε διαθέσεις ἂν ἐκεῖναι κληθεῖεν· ἀλλὰ τὰς μετεχομένας τελείας θεασάμενος κατὰ τὴν πρὸς ἐκείνας ἀναφορὰν τὰς ἀπολειπομένας αὐτῶν τὸ μᾶλλον καὶ ἧττον ἔχειν βούλεται. καὶ ἀκριβέστερον οὗτος ὁ λόγος, ἐν πάσαις ταῖς διαθέσεσιν καὶ τὸ τέλειον κατὰ τὴν ἀκρότητα αὐτῶν θεωρῶν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον κατὰ τὴν ἐν πλάτει μέθεξιν. τῶν δὲ ἄλλων ὅ τε τῶν Στωικῶν ἀτελὴς δοκεῖ, μήτε τῶν ἀρετῶν τὸ ἀτελὲς μήτε τῶν ἄλλων τεχνῶν τὸ τέλειον θεασάμενος. καὶ γὰρ εἰ μὲν ἐν λόγῳ μόνῳ ἐθεωρεῖτο ἡ ἀρετή, ὁ τὸν λόγον ἔχων καὶ τὴν ἐπιστήμην οὐκ ἂν ἐπιτείνοιτο· εἷς γὰρ ὁ ἀληθὴς λόγος, ἀληθὴς δὲ ἀληθοῦς λόγος μᾶλλον οὐκ ἔστιν. εἰ δὲ τὴν ἐπιστήμην ἔχων ἐλλείποι κατὰ τὴν συνάσκησιν ἢ τὴν φύσιν, ἧττον [288] ἂν εἴη δίκαιος, ὥστε εἰ ἡ τελεία ἕξις οὐκ ἐκ μόνων τῶν θεωρημάτων συνέστηκεν, ἀλλὰ καὶ ἐκ φύσεως καὶ ἔθους, εἴη ἂν ἄλλος ἄλλου δικαιότερος. καὶ ἐπὶ τῆς ‹γραμματικῆς› δὲ ὁ μὲν λόγος εἷς καὶ ὁ αὐτὸς ὁ συμπληρούμενος ὑπὸ τῶν θεωρημάτων, ἡ δὲ συνάσκησις, καθ' ἣν ὁ ἀτελὴς γραμματικὸς θεωρεῖται, ποιεῖ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν τῷ διαφόρῳ τρόπῳ τῆς μετοχῆς τοῦ αὐτοῦ λόγου. ὡσαύτως δὲ καὶ εἷς μὲν ὁ λόγος τῆς λευκότητος, λευκοτέρα δὲ χιὼν λέγεται γάλακτος διὰ τὴν τοῦ μὴ λευκοῦ σύμμιξιν· ὅπου γὰρ ὕλης μίξις, ἀνάγκη μετέχειν τοῦ μὴ τοιούτου καὶ ἐπίτασιν γίνεσθαι καὶ ἄνεσιν. ἀλλὰ πῶς φησι λευκότερον γίνεσθαί τι μὴ πρότερον ὂν λευκὸν ἢ γραμματικώτερον, εἰ μηδέπω γραμματικός ἐστιν; ἀλλὰ μὴν οὐ λέγεται γραμματικὸς ὁ μὴ ἔχων, προκόπτων δὲ καὶ συνεγγίζων ἔτι πρὸς τὴν γραμματικήν, οὐδὲ λευκὸς ὡσαύτως. καὶ ὅταν δὲ τοῦτον τούτου μείζονα λέγωμεν, οὐδέτερός ἐστιν μέγας ἁπλῶς· ἓν γὰρ τὸ ἁπλῶς μέγα καὶ μέγιστόν ἐστιν καὶ μία ἡ ἁπλῶς γραμματικὴ καὶ μία ἡ ἄκρα ἀρετή. ἀλλὰ τὴν μὲν ἀπορίαν λυτέον κατὰ τὴν πρὸς τὸ τέλειον ἀναφορὰν λέγεσθαι τὰς συγκρίσεις· οὕτω δὲ τούτων λεγομένων θαυμαστόν, εἰ ἐνδέχεται τὴν τελείαν ταύτην ποιότητα ἔνυλον εἶναι· τὸ γὰρ τέλειον καὶ ἑστηκὸς ὡσαύτως ἄλλης ἂν εἴη φύσεως καὶ οὐ τῆς ἐνύλου. "ἔτι δὲ τούτου, φησὶν ὁ Ἰάμβλιχος, ἀτοπώτερον, εἰ ἔνυλος μέν ἐστιν ἡ ποιότης, οὐ τὰ αὐτὰ δὲ πάσχει τοῖς ὑποδεχομένοις αὐτὴν ἐνύλοις ὑποκειμένοις· σχεδὸν γὰρ οὕτω χωριστὴ γίνεται, εἴ τινα ἴδια ἔχει ἔργα κεχωρισμένα τοῦ κοινοῦ. κἀκεῖνο δέ, φησίν, ἄτοπον, εἰ ἡ ποιότης μὲν ἀεὶ συνέζευκται μετὰ τοῦ ποιοῦ ὡς δίδυμον ἔχουσα πρὸς αὐτὸ τὴν φύσιν καὶ ἀπαράλλακτον, κεχώρισται δὲ τῷ παντὶ πάλιν, ‹εἰ› ἡ μὲν ποιότης οὐκ ἐπιτείνεται, τὰ δὲ ποιὰ ἐπιτείνεται. μήποτε οὖν, φησίν, ἐπὶ πάντων τούτων ἐπὶ τοὺς ἀύλους λόγους ἀπέφερον. καὶ γὰρ ἐπὶ τῶν ἀρετῶν οἱ τὰς μὲν προκοπὰς διδόντες, τὸ δὲ τέλειον ἐπὶ τῶν ἀνθρώπων ἀπογινώσκοντες ἐλάνθανον ἑαυτοὺς ἀύλους τοὺς τελείους ὑπολαμβάνοντες, καὶ διὰ τοῦτο τῶν ἐνύλων ταύτας ἀπεγίνωσκον· εἰ δὲ τοῦτο, ἐκπίπτει ἡ δόξα ἐπ' ἄλλην φύσιν διαφέρουσαν παντάπασιν· τὸ γὰρ τῆς ποιότητος οὐκ ἦν τῶν ἀύλων". ταῦτα μὲν αὐταῖς λέξεσιν ὁ Ἰάμβλιχος ἔγραψεν. μήποτε δὲ τούτῳ τῷ λόγῳ τὸ μᾶλλον καὶ ἧττον καὶ ἐπὶ τῆς οὐσίας ἀνάγκη τίθεσθαι· ἔνυλος γάρ ἐστιν καὶ αὐτή· τὸ δὲ τέλειον καὶ ἑστηκὸς ἄλλης ἂν εἴη φύσεως καὶ τὸ ποσὸν ὁμοίως καὶ αὐτὸ τὸ ὡρισμένον καὶ πᾶσαι αἱ ποιότητες. ἀλλ' οὐ κατὰ τὸ ἔνυλον οἶμαι δεῖ τὸ μᾶλλον καὶ ἧττον λαμβάνειν, ἀλλὰ κατὰ τὸ ἐπείσακτον καὶ ἧττον οὐσιῶδες. καὶ [289] γὰρ ἡ μὲν οὐσία κατ' αὐτὸ τὸ εἶναι ὅπερ λέγεται θεωρουμένη οὐκ ἔχει τὸ μᾶλλον καὶ ἧττον, ἡ δὲ ποιότης κατὰ τὴν ἐν τῇ οὐσίᾳ μέθεξιν ὑφεστῶσα εἰκότως ἐπιδέχεται τοῦτο, καὶ μᾶλλον μὲν ἐν τοῖς ἧττον οὐσιώδεσιν, ἧττον δὲ ἐν τοῖς οὐσιωδεστέροις, ὥσπερ ἐν τοῖς σχήμασιν. καὶ τὸ ποσὸν δὲ πλησιαίτερον τῆς οὐσίας ὂν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον. ἀλλ' οὐδὲ αἱ ποιότητες αἱ κατὰ τὴν ἄκραν ἑαυτῶν τελειότητα θεωρούμεναι, ὥσπερ ἡ τελεία ἀρετὴ καὶ ἡ τελεία γραμματική, ἐπιδέχονται τὸ μᾶλλον καὶ ἧττον· κατὰ γὰρ τὸ μάλιστα αὗται θεωροῦνται. καὶ οὔκ εἰσιν αἱ τελειότητες αὗται λόγοι ἄυλοι καὶ χωριστοί, ἀλλ' ἔνυλοι μέν, κατὰ δὲ τὸ εἶδος αὐτὸ θεωρούμενοι, καθὸ καὶ ὁριζόμεθα ἕκαστον τῶν ἐνύλων οὐκ εἰς τὴν ὕλην, ἀλλ' εἰς τὸ εἶδος ἀποβλέποντες. καὶ εἰ μὲν μηδὲν τῶν ἐνύλων τυγχάνει ποτὲ τῆς ἑαυτοῦ τελειότητος, καλῶς ἔχει λέγειν ἐν πᾶσιν τὸ μᾶλλον καὶ ἧττον ὑπάρχειν· εἰ δὲ τοῦτο ἄτοπον, ἔστι τι καὶ τὸ μάλιστα. καὶ οὕτως ἡμῖν καὶ ἡ Πλωτίνου δόξα διορθωθήσεται κατὰ τὸ ἔνυλον καὶ γενητὸν εἰλημμένη μόνον, ἀλλ' οὐχὶ κατὰ τὸ τῆς ποιότητος ἰδίωμα, καθ' ὃ τῆς οὐσίας καὶ τῆς ποσότητος διενήνοχεν. ὁ δὲ Ἰάμβλιχος ὑπαντῶν πρὸς τὴν Πλωτίνου δόξαν τὴν ὁμοίως μὲν τὰς ποιότητας, ὁμοίως δὲ τοὺς ποιοὺς μεταβάλλουσαν ἐν ταῖς ἐπιτάσεσιν καὶ ἀνέσεσιν "ἄτοπον, φησί, τὰς αὐτὰς τροπὰς ἀλλοιοῦσθαι τὸν λόγον ἅσπερ καὶ τὸ σύνθετον· τί γὰρ διοίσει τῶν μετεχόντων τὸ μετεχόμενον; καὶ ἅμα τὸ κοινὸν αὐτοῦ περὶ τῶν ἀσωμάτων ἀξίωμα, ὡς ἀπαθῆ τέ ἐστιν καὶ ἄτρεπτα, ἀνατραπήσεται οὕτως". ταῦτα δὲ πρὸς τὸν Πλωτῖνον εἰπὼν τὴν ἀληθεστάτην ἐπάγει θεωρίαν τοῦ δόγματος. "οὖσα γάρ τις, φησί, τῶν λόγων ἀσώματος οὐσία δίδωσιν ἑαυτὴν τοῖς δεχομένοις καὶ ποιοῦσα τὸ ποιὸν περὶ τῷ σώματι οὐδὲν ἧττον μένει καθ' ἑαυτὴν ἀσώματος ἐν τῷ σώματι, τὸ εἶναι καθ' ἑαυτὴν ἔχουσα καὶ τῆς ὑποστάσεως αὐτῷ μεταδιδοῦσα μετὰ τοῦ μὴ ἀπολλύναι τὴν οἰκείαν φύσιν. ὅθεν δὴ ἔστι μὲν τὸ ἀπ' αὐτῆς ἀποτυπούμενον μόρφωμα οἷον ἐπίτασιν ἐπιδέχεσθαι, ἔστιν δὲ καὶ ἡ ἀσώματος οὐσία τῆς ποιότητος οἵα ἑστάναι ἐν τῷ αὐτῷ εἴδει, καὶ οὐ γίνεται διὰ τοῦτο ἄυλος, ἀλλ' ἔνυλος, οὐ μέντοι ὅλη τῆς ὕλης γίνεται, διότι καὶ ἑαυτῶν ἐστιν τὰ εἴδη καὶ κατὰ τὸ ἓν καὶ ταὐτὸ κυρίως ὥρισται καὶ διὰ τοῦτο οὐδὲ ἐν τῷ τῆς ὕλης γίνεσθαι ἀφίσταται πάντῃ τῆς ὅλης ἑαυτῶν φύσεως, μένοντα δὲ ἐν αὑτοῖς τρόπον γέ τινα ἀναπίμπλαται τῆς ἐναντίας πρὸς αὐτὰ ἐκστάσεώς τε καὶ ἀοριστίας". [290] λοιπὴν δὲ τὴν τελευταίαν αἵρεσιν εὐθύνων ὁ Ἰάμβλιχος, ἥτις τὰς μὲν νοητὰς ποιότητας ἀνεπιτάτους ἡγεῖται, τὰς δὲ ἐνύλους ἐπιτάσεως μετέχειν καὶ ἀνέσεως, ἐκεῖνο τὸ τοῦ Πορφυρίου φησίν, ὅτι πάντα τὰ νοητὰ καὶ ὅπερ ὄντα οὐσίαι εἰσὶν καὶ διὰ τοῦτο οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον. "ἀλλὰ δυνατόν, φησί, πρὸς τοῦτο λέγειν ὡς καὶ ἐν τοῖς νοητοῖς διασῴζεται ἡ τάξις τοῦ λόγου τῆς ποιότητος, εἰ καὶ κατ' οὐσίαν ἐκεῖ πάντα ὑπάρχει· κατὰ γὰρ τοῦτον τὸν λόγον περὶ τὴν οὐσίαν ἡ στάσις καὶ ἡ κίνησις θεωρεῖται, διασῴζουσα ὡς ἐν νοητοῖς τὸν λόγον τῆς ἐνυπαρχούσης ἐν ἑτέρῳ καὶ περὶ ἕτερον ἐνεργείας". ἀλλ' ὅλως οὐ περὶ τῶν νοητῶν ἐστιν ὁ προκείμενος λόγος. ταῦτα μὲν οὖν ἀρκούντως εἴρηται.

   Θαυμαστῶς δὲ ὁ Ἀρχύτας βραχεῖ λόγῳ τὴν αἰτίαν τοῦ μᾶλλον καὶ ἧττον ἐνεδείξατο εἰπών· "καὶ τῇ ποιότητι δὲ κοινά τινα συνήρτηται, οἷον τό τε ἐναντιότατά τινα ἐπιδέχεσθαι καὶ στέρησιν, καὶ τὸ μᾶλλον δὲ καὶ ἧσσον, οἷον ἐν τοῖς πάθεσιν· διότι γὰρ ἀπειρίας τινὸς μετέχει τὰ πάθη, διὰ τοῦτο μετείληφέν τινος ἐπιτάσεως ἀορίστου κατὰ τὸ μᾶλλον καὶ ἧττον". καὶ οὕτως κατὰ τὸν ἑαυτοῦ λόγον, ὃ ποιότης, τὸ μᾶλλον ἕξει καὶ τὸ ἧττον καὶ οὐκ ἀπὸ τῶν μετεχόντων. καὶ γὰρ ἐν τοῖς μετέχουσι θεωρουμένη ἐπίτασις καὶ ἄνεσις, νῦν μὲν λευκοῦ μόνου ὄντος, εἰ τύχοι, ὅταν δὲ ἐπικαυθῇ ὑπὸ ἡλίου ἧττον γενομένου λευκοῦ, κἂν κατ' ἐπιτηδειότητα ἢ ἀνεπιτηδειότητα γίνηται τοῦ μετέχοντος κατὰ σύμμιξιν τοῦ μὴ τοιούτου, ἔχει ὅμως καὶ αὐτὴ ἐν τοῖς μετεχομένοις λόγοις τὴν ὑπεροχήν· οὗτοι γὰρ διαφόρως ἐγγίνονται προηγησαμένων τῶν ἑτέρων παθημάτων. οὐ μὴν ἀλλ' ἔχει γε ἀμφισβήτησιν, μήποτε ἐν τοῖς ὑποδεχομένοις ἐστὶ τὸ διάφορον· ἐπὶ δὲ τῶν συμφύτων χρωμάτων, οἷον τοῦ ἐν γάλακτι καὶ χιόνι λευκοῦ, φανερά ἐστιν ἡ κατ' αὐτὸν τὸν φυσικὸν λόγον κατὰ τὸ μᾶλλον ὑπεροχή.

   Ἀλλὰ πῶς ἴδιον τῆς ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον εἶναί φησιν; ἢ ὅτι, ὡς εἴρηται πολλάκις, ἐπείσακτός ἐστιν ἡ ποιότης καὶ διὰ τοῦτο οἷον παράχρωσιν ποιεῖ ἡ κατ' αὐτὴν κοινωνία. ἕκαστον γὰρ τῶν γενῶν ἰδίαν ἔχει τῆς κοινωνίας τὴν φύσιν, καὶ τὰ μὲν κατ' οὐσίαν κοινωνοῦντα ταὐτότητι συνδέδεται, διότι τὸ αὐτὸ γίνεται· τὸ δὲ κατὰ ποσότητα ἴσον, τὸ δὲ κατὰ ποιότητα ὅμοιον. ὡς γὰρ ἐπεισοδιώδης ἡ ποιότης οὐκ ἔστιν ὅλον καὶ πᾶν ὅπερ ἐστὶ τὸ δεχόμενον, ἀλλὰ περί τι αὐτοῦ ἐγγίνεται χαρακτήρ τις περὶ τὴν οὐσίαν, ὅπερ τὴν ὁμοιότητα ποιεῖ· καὶ γὰρ ὁμοιότης [291] ἐστὶν ἡ τοῦ αὐτοῦ εἴδους ἐπεισοδιώδης μέθεξις, ὡς δέδεικται ἐν τῷ Παρμενίδῃ, καὶ ἀνομοιότης ἡ τοῦ ἑτέρου. εἰ γὰρ τὴν ὁμοιότητα μὲν ὁ χαρακτὴρ μάλιστα ποιεῖ, ἐν δὲ τῷ χαρακτῆρι τὸ εἶναι ἔχει ἡ ποιότης, εἰκότως κατὰ τὸ ὅμοιον καὶ ἀνόμοιον ἔχει τὴν ἰδιότητα. δηλοῖ δὲ καὶ Ἀρχύτας γράφων οὕτως· "ποιότατος δὲ ἴδιον τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον· καὶ γὰρ χρόᾳ λέγομες ὁμοίους τοὺς ἔχοντας τὸ αὐτὸ χρῶμα καὶ χαρακτῆρι τοὺς ἔχοντας τὰν αὐτὰν ἰδέαν, καὶ ἀνομοίους δὲ κατὰ τὸ ἐναντίον· ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων". καὶ ἐπὶ τούτου δὲ ἔστιν μὲν καὶ ἐν τῷ λέγειν ὅμοια ἢ ἀνόμοια τὰ μετέχοντα ἐπὶ τὸν λόγον ἀναφέρειν τὴν αἰτίαν· μετεχομένου μὲν γὰρ ὡσαύτως ὅμοια γίνεται τὰ κατ' αὐτὸν εἰδοποιούμενα, ἑτέρως δὲ καὶ ἑτέρως ἄλλα καὶ ἄλλα γίνεται τὰ μεταλαμβάνοντα. οὐ μὴν ἀλλὰ καὶ αὐτὸν καθ' αὑτὸν τὸν λόγον τῆς ποιότητος ὡς ἀρχηγικὸν τῆς ὁμοιότητος καὶ ἀνομοιότητος ὑποληπτέον· ὑφιστάμενον γὰρ ἔχει μεθ' ἑαυτοῦ τὸ ὅμοιον καὶ ἀνόμοιον ὡς συνακολουθοῦν μετὰ τῆς οἰκείας φύσεως καὶ συνηρτημένον αὐτῷ καθόλου. κατὰ γὰρ τὸν χαρακτῆρα τῆς ποιότητος καὶ κατὰ τοὺς κοινοὺς αὐτῆς λόγους τοὺς παρὰ πάντα τὰ εἴδη τῆς ποιότητος συνυφέστηκεν αὐτῇ τὸ ὅμοιον καὶ ἀνόμοιον· διὸ καὶ πάσῃ ποιότητι τὸ αὐτὸ ἴδιον ὑπάρχει.

p. 1120 Οὐ δεῖ δὲ ταράττεσθαι ἕως τοῦ οὐδὲν ἄτοπον ἐν ἀμφοτέροις τοῖς γένεσιν αὐτὸ καταριθμεῖσθαι.

   Φιλανθρώπου διδασκαλίας ἐστὶν τὸ λύειν τὰς ἀναφυομένας ἐκ τῶν εἰρημένων ἀπορίας. ἐμνημόνευσεν οὖν ὁ Ἀριστοτέλης, ὅτι τὰς ἕξεις καὶ διαθέσεις πρότερον μὲν ἐν τοῖς πρός τι κατηρίθμησεν, περὶ ποιότητος δὲ λέγων πρῶτον εἶδος αὐτὰς τῆς ποιότητος ἐλογίσατο, καὶ ὅτι ταραχθῆναι εἰδὸς ἦν ἐκ τούτου τοὺς ἀκούοντας. εἰ γὰρ δύο κατηγοριῶν ἐστιν ἡ ἕξις, συμβήσεται μίαν οὖσαν αὐτὴν ἑτέραις τῷ εἴδει χρήσασθαι διαφοραῖς· τῶν γὰρ ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων ἑτέρας αὐτὸς ἔφατο τῷ εἴδει τὰς διαφοράς. λύει οὖν ταύτην τὴν ἀπορίαν διχῶς, καθ' ἕνα μὲν τρόπον δεικνὺς ἐπὶ πάντων τῶν τοιούτων τὰ μὲν γένη πρός τι λεγόμενα, οἷον τὴν ἐπιστήμην τοῦ ἐπιστητοῦ, τὰ δὲ εἴδη καὶ τὰ καθ' ἕκαστον οὐκέτι τῶν πρός τι. ἡ γὰρ γραμματικὴ καὶ ἡ Ἀριστάρχου γραμματικὴ [292] οὔτε πρὸς ἄλληλα οὔτε πρὸς ἕτερον λέγονται· εἰ γὰρ ἡ γραμματικὴ Ἀριστάρχου ὡς πρός τι, καὶ ὁ Ἀρίσταρχος ἔσται τῆς γραμματικῆς ὡς πρός τι· ὁμοίως δὲ καὶ ἡ μουσικὴ καὶ ἡ Ἀριστοξένου μουσική. κἂν γὰρ καὶ αὐταὶ δοκοῦσιν πρός τι λέγεσθαι, κατ' αὐτὸ τὸ γένος ἔχουσιν τὸ πρός τι· ἡ γὰρ γραμματικὴ τινὸς ἐπιστήμη λέγεται, ἀλλ' οὐ τινὸς γραμματική· κἂν ἐπιστήμων ὁ γραμματικὸς λέγηται κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν, ἐπιστήμων γραμματικῆς, ἀλλ' οὐχ ἁπλῶς ἐπιστήμων ῥηθήσεται. ἔτι δὲ ἡ γραμματικὴ τοῦ ἔχοντος λέγεται, οὐκ ἦν δὲ οὕτως τὰ πρός τι. εἰ οὖν τὸ μὲν πρός τι ἐν τοῖς γένεσιν, τὸ δὲ ποιὸν ἐν τοῖς καθ' ἕκαστα, ἄλλως μὲν ἡ ἕξις ἔσται ἐν τοῖς πρός τι, ἄλλως δὲ ἐν τοῖς ποιοῖς, κατὰ τὸ καθ' ἕκαστα. δείκνυσιν δὲ ὅτι κατὰ τὰ καθ' ἕκαστα ποιὰ γίνεται τὰ μετέχοντα ἀπὸ τοῦ ἔχειν ἡμᾶς τὰ καθ' ἕκαστα, ἀλλ' οὐ τὰ καθόλου, καὶ ἀπὸ τοῦ λέγεσθαι ποιὰ τὰ ἔχοντα τὰ ἐν μέρει. ἕκαστος γὰρ ἀπὸ τῆς καθ' ἕκαστα ποιότητος τῆς οἰκείας λέγεται ποιὸς καὶ οὐκ ἀπὸ τῆς καθόλου, οἷον γραμματικὸς μὲν ἀπὸ γραμματικῆς, Ἀρίσταρχος δὲ γραμματικὸς ἀπὸ τῆς Ἀριστάρχου γραμματικῆς καὶ οὐ τῆς Ζηνοδότου. ἐπεὶ οὖν ἀπὸ τῶν καθ' ἕκαστα ποιοὶ λέγονται, οὐκ ἂν εἶεν αἱ καθ' ἕκαστα τῶν πρός τι· οὐ γὰρ λέγεται ἡ γραμματικὴ Ἀριστάρχου ὡς πρός τι, ἐπεὶ καὶ ἀντιστρέψει καὶ ῥηθήσεται 'Ἀρίσταρχος γραμματικῆς Ἀρίσταρχος', ὅπερ ἄτοπον. δευτέραν δὲ λύσιν ἐπάγει ὅτι οὐδὲν κωλύει τὸ αὐτὸ ἐν δυσὶν εἶναι κατηγορίαις, ὅταν μὴ κατὰ ταὐτό, ἀλλὰ κατ' ἄλλο καὶ ἄλλο σημαινόμενον γίνηται ἡ ἀναφορά. ὁ γοῦν Σωκράτης ὑπὸ πολλὰς ἀναχθήσεται κατηγορίας, ὡς μὲν ἄνθρωπος ὑπὸ τὴν οὐσίαν, ὡς δὲ τρίπηχυς εἰ τύχοι ὑπὸ τὸ ποσόν, ὡς δὲ πατὴρ καὶ ὡς υἱὸς ὑπὸ τὰ πρός τι, ὡς δὲ φιλόσοφος ὑπὸ τὸ ποιόν· οὕτως δὲ κατ' ἄλλα τῶν αὐτῷ ὑπαρχόντων καὶ εἰς τὰς ἄλλας ἀναχθήσεται κατηγορίας. τί οὖν ἄτοπον, εἰ καὶ ἡ ἕξις καὶ ἡ διάθεσις κατ' ἄλλο τι καὶ ἄλλο ὑπ' ἄλλην καὶ ἄλλην ἀνάγονται κατηγορίαν; ὡς γὰρ ὁ τόπος κατὰ μὲν τὸ διάστημα ποσόν ἐστιν, κατὰ δὲ τὸ πέρας εἶναι τοῦ περιέχοντος πρός τι, οὕτως καὶ ἡ διάθεσις κατὰ μὲν τὸ ἔχειν πως ποιότης ἔσται, κατὰ δὲ τὸ τοῦ διακειμένου λέγεσθαι πρός τι ῥηθήσεται. ὁ μέντοι Ἀφροδισιεὺς Ἀλέξανδρος ἐπὶ μόνων τῶν πρός τι συμβαίνειν οἴεται τοῦτο τὸ τινὰ τῶν πρός τι καὶ ὑπ' ἄλλην κατηγορίαν ἀνάγεσθαι, διότι τὴν ἀρχὴν τὸ πρός τι οὐδὲ εἶχεν οἰκεῖον ὑποκείμενον, ἀλλ' ἐπ' ἄλλης καὶ ἄλλης κατηγορίας τὸ εἶναι εἶχεν. οὐ μήν ἐστί γε ἀληθὲς τοῦτο· καὶ γὰρ ἐπὶ πασῶν τῶν κατηγοριῶν τοῦτο θεωρεῖται. ἐπεὶ γὰρ οὐχ ἕν τί ἐστιν οὐδὲ ἁπλοῦν ἕκαστον τῶν λαμβανομένων, ἀλλ' ἐν συνθέτῃ φύσει συντέτακται, οὐδὲν θαυμαστόν, [293] εἰ ἕκαστον κατ' ἄλλο μέν τι τῶν ἐν ἑαυτοῖς ὑφ' ἕτερόν τι γένος ὑποτάττεται, κατ' ἄλλο δὲ ὑφ' ἕτερον. μήποτε δὲ ἐπὶ μὲν τῶν συνθέτων, οἷον τοῦ Σωκράτους, τοῦτο καὶ Ἀλέξανδρος συγχωρήσειεν· ἀναλυθέντος δὲ εἰς τὰ ἁπλᾶ καὶ ἄνευ συμπλοκῆς τοῦ συνθέτου ἕκαστον ὑπὸ μίαν ἀναχθήσεται κατηγορίαν, ὁ ἄνθρωπος ὁ πατὴρ ὁ τρίπηχυς ὁ φιλόσοφος. ἴδιον δέ τι ἐπὶ τῶν πρός τι ἐνεῖδεν ὁ Ἀλέξανδρος τὸ πάντως σὺν ἄλλῃ κατηγορίᾳ ὑφεστάναι, ὡς ὁ μὲν πατὴρ μετὰ οὐσίας, τὸ δὲ μεῖζον μετὰ ποσοῦ, ὁ δὲ φίλος μετὰ ποιοῦ καὶ ὁ τύπτων μετὰ τοῦ ποιεῖν καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

   Ἀλλ' ἀπορήσειεν ἄν τις, ὡς οἶμαι, πῶς φησιν ὁ Ἀριστοτέλης τὰ μὲν γένη πρός τι λέγεσθαι, τὰ δὲ καθ' ἕκαστα ποιὰ εἶναι· δῆλον γὰρ ὅτι ἧσπερ ἂν ᾖ κατηγορίας τὸ γένος, τῆς αὐτῆς ἂν εἴη κατηγορίας καὶ τὰ ἐν τῷ γένει ἐκείνῳ καθ' ἕκαστα. εἰ γὰρ οὐσία τὸ γένος, καὶ τὰ ὑπὸ τὸ γένος καθ' ἕκαστα οὐσίαι, καὶ εἰ ποιότης τὸ γένος, καὶ τὰ καθ' ἕκαστα ποιότητες· τὸ γὰρ γένος οὐ μόνον τῶν εἰδῶν, ἀλλὰ καὶ τῶν ἀτόμων συνωνύμως κατηγορεῖται. πῶς οὖν τὸ μὲν γένος πρός τι εἶναί φησιν, τὰ δὲ καθ' ἕκαστα μὴ εἶναι τῶν πρός τι, ἀλλὰ ποιότητας; ἔτι δὲ οἶμαι καὶ τοῦτο ἀπορίας ἄξιον, ποίας ἕξεις καὶ διαθέσεις ἐν τῷ εἴδει τῆς ποιότητος ἔθετο ὁ Ἀριστοτέλης. εἰ μὲν γὰρ τὰς ὡς γένος, πῶς νῦν πρός τι ταύτας εἶναί φησιν, ἀλλ' οὐ ποιότητας; εἰ δὲ τὰς καθ' ἕκαστα, πῶς οὐχὶ καὶ τὰς ὡς γένος; ἡ γὰρ τὶς ἕξις καὶ ἕξις καὶ ἡ τὶς διάθεσις καὶ διάθεσις, ὥσπερ καὶ ὁ τὶς ἄνθρωπος καὶ ἄνθρωπος. ῥητέον δὴ οἶμαι πρὸς ταῦτα, ὅτι οὐκ εἶπεν τὰ γένη μὴ εἶναι ποιότητας οὐδὲ ὅτι ἡ γενικὴ ἕξις καὶ διάθεσις οὐκ ἔστιν ποιότης, ἀλλ' ὅτι, εἰ καὶ εἴρηται πρός τι ἡ ἕξις καὶ ἡ διάθεσις, οὐ πᾶσα ἔχει τοῦτο, ἀλλ' ἡ γενικὴ μόνον· ποιότης μέντοι πᾶσα, καὶ ἡ γενικὴ καὶ ἡ καθ' ἕκαστα. καὶ οὐδὲν ἄτοπον τὴν μὲν γενικὴν ἕξιν καὶ πρός τι εἶναι, τὰς δὲ καθ' ἕκαστα ποιότητας μόνον, διότι οὐχὶ τοῦ ὡς πρός τι γένους ἐδόθησαν αἱ καθ' ἕκαστα ἕξεις, ἀλλὰ τῆς ὡς ποιότητος. καὶ γὰρ ἡ ἐπιστήμη ὡς μὲν πρός τι οὐ τέμνεται εἰς εἴδη, ὡς δὲ ποιότης διαιρεῖται εἰς τὰς κατὰ μέρος ἐπιστήμας, αἵτινες πρός τι μὲν οὔκ εἰσιν, ὡς ἀποδέδεικται, ποιότητες δέ εἰσιν.

   Εἰ δὲ χρὴ καὶ κοινούς τινας ἐκθέσθαι διορισμούς, πῶς οἷόν τε ἐπ' ἄλλην καὶ ἄλλην κατηγορίαν τὸ αὐτὸ ἀναφέρειν, ῥητέον ὅτι δεῖ τὰ προτιθέμενα ὡς σύνθετα ἀναλύειν, μέχρι τῶν ἄνευ συμπλοκῆς ἀναγόντων ἡμῶν ἕκαστα, καὶ τότε ἢ ἀπὸ τῶν σημαινομένων τῆς ἑτερότητος ἢ ἀπὸ τῆς τῶν [294] νοημάτων διαφορᾶς ἢ ἀπὸ τοῦ ἐν ταῖς λέξεσιν διαφόρου χαρακτῆρος ἔνεστιν τὰ τοιαῦτα διακρίνειν καὶ τὰ καθ' ἕκαστα οὕτως εἰς τὰς κατηγορίας ἀνάγειν· συνεπισκεπτέον δὲ καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ τὰς διαφορὰς ἑκάστου, ταὐτότητά τε καὶ ἑτερότητα. πῶς γὰρ ὁ πυκτικὸς καὶ εἰς ποιότητα ἀνάγεται καὶ εἰς τὸ πρός τι; καθὸ μὲν διάκειταί πως, εἰς ποιότητα, καθὸ δὲ πρὸς ἕτερον λέγεταί τι ποιεῖν, πρός τι. πῶς δὲ πάλιν πάθους ὄντος τοῦ μὲν ἐν ἀποτελέσματι, ὅπερ ἐκ πάθους γέγονεν, τοῦ δὲ ὡς αἰτίου, ὅπερ ἐμποιεῖ πάθος, κοινόν τι θεωρεῖται ἡ παθητικὴ ποιότης; ὅτι ὁ τρόπος τῆς ἀναφορᾶς ἐπὶ τὸ αὐτὸ πάθος καὶ τοῦ κοινοῦ χαρακτῆρος ὁ τύπος τῆς εἰδοποιίας τὸ κοινὸν ἀπεργάζεται. δεῖ δὲ τὰ ἐν πλείοσιν γένεσιν συνιστάμενα παραιτεῖσθαι ἐν τῇ τῶν κατηγοριῶν διαριθμήσει· τῶν γὰρ ἁπλῶν ἐν αὐταῖς ἐστιν ἡ διαίρεσις. ὁμοίως δὲ καὶ εἴ τινα μέσα ἐστὶν ἢ κοινὰ ἢ ἐπιπλεκόμενα γένη, οὐ προσήκει ταῖς κατηγορίαις. ἀλλὰ ταῦτα μὲν πρόσκειται, διότι καὶ ὁ Ἀριστοτέλης ἐνεδείξατο, πῶς τὸ αὐτὸ ἐπ' ἄλλην καὶ ἄλλην κατηγορίαν ἀνάγειν δυνατόν. τέλος δὲ ἤδη καὶ ἡμῖν ὁ περὶ τῆς ποιότητος ἐχέτω λόγος.

[295]

Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.

p. 11b1 Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα ἕως τοῦ ὑπὲρ μὲν οὖν τῶν γενῶν ἱκανὰ τὰ εἰρημένα.

   Τῶν δέκα γενῶν τὰ μὲν τέσσαρα, περὶ ὧν ἤδη διῆλθεν, ὁλικώτερα ὄντα καὶ πλείονα θεωρίαν ἐπιδεχόμενα πολλῶν ἠξίωται λόγων ὑπὸ τοῦ Ἀριστοτέλους, περὶ δὲ τῶν λοιπῶν λέξει, εἰ καὶ ὑφειμένως. ἀλλὰ δυνατὸν ἦν καὶ περὶ ἐκείνων πολλοὺς εἰπεῖν καὶ καλοὺς λόγους, ἀρκεῖται δὲ ὡς ἐν εἰσαγωγῇ τῷ τὴν ἔννοιαν αὐτῶν παραστῆσαι, ἵνα ἔχωσιν οἱ νέοι τὰ ἁπλᾶ εἰς τὰ οἰκεῖα γένη ἀνάγοντες οἰκείως ποιεῖσθαι τὰς κατηγορίας, ὅπερ ἐν ἀρχῇ διὰ τῶν παραδειγμάτων ἐποίησεν. ἰδίᾳ μέντοι περὶ ἑκάστου τούτων ἀκριβεῖς ἐποιήσατο λόγους· περὶ μὲν τοῦ ποιεῖν καὶ πάσχειν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, περὶ δὲ τοῦ ποτὲ καὶ τοῦ ποῦ ἐν τῇ Φυσικῇ ἀκροάσει, ἔνθα καὶ περὶ χρόνου καὶ τόπου τελέως ἐδίδαξεν, περὶ πάντων δὲ ἐν τῇ Μετὰ τὰ φυσικὰ τοὺς τελεωτάτους πεποίηται λόγους· αἱ γὰρ ἀρχαὶ κατὰ μὲν τὴν σημαντικὴν αὐτῶν λέξιν ἐν τῇ λογικῇ πραγματείᾳ δηλοῦνται, κατὰ δὲ τὰ σημαινόμενα πράγματα ἐν τῇ Μετὰ τὰ φυσικὰ οἰκείως.

   Πρώτων δὲ ἐν τούτοις ἐμνημόνευσεν τοῦ ποιεῖν καὶ πάσχειν, διότι, φασίν, κατὰ τὴν ποιότητα τὸ ποιεῖν ἐστι καὶ πάσχειν· εἰκότως οὖν μετὰ τὴν ποιότητα εὐθὺς προεβλήθη. καίτοι καὶ κατ' οὐσίαν ἔστιν ποιεῖν, ὥσπερ τὸ γεννᾶν καὶ οἰκοδομεῖν, καὶ κατὰ ποσότητα, ὡς τὸ ἀριθμεῖν, καὶ πρὸς τὰ πρός τι δὲ οἰκείως ἔχει, εἴπερ τὸ ποιεῖν καὶ τὸ πάσχειν πρός τί ἐστιν. κάλλιον οὖν λέγειν ὅτι πρὸς τὰς τέσσαρας κατηγορίας οἰκείως ἔχον τὸ ποιεῖν καὶ πάσχειν ὡς πρὸς ὕπαρξιν ἐνέργεια καὶ πάθος εἰκότως μετὰ τὰς τέσσαρας ἔτυχεν λόγου, καὶ διότι καὶ τοῖς ἀσωμάτοις ὑπάρχει ταῦτα, τῶν ἐφεξῆς [296] γενῶν πάντων ἐν μόνοις θεωρουμένων τοῖς σώμασιν. ἅμα δὲ αὐτῶν ἐμνημόνευσεν, διότι καὶ ἅμα συνυφεστήκασιν, καὶ ὅπου θάτερον, ἐκεῖ καὶ θάτερον, ὡς ἀξιοῦν τινας μηδὲ ἰδίας ἀφορίζειν αὐτοῖς κατηγορίας, ἀλλ' ὑπὸ τὰ πρός τι τάττειν αὐτά. ὁ μέντοι Ἀρχύτας καὶ τὸ ἔχειν καὶ τὸ ποῦ προέταξεν τοῦ ποιεῖν καὶ πάσχειν, καὶ τὴν αἰτίαν εἰπὼν οὕτως· "ἐπειδὴ πᾶν τὸ κινούμενον ἐν τόπῳ τινὶ κινεῖται, τὸ δὲ ποιὲν καὶ τὸ πάσχειν κινάσιές τινες κατ' ἐνέργειαν, φανερὸν ὅτι τόπον ὑπῆμεν δεῖ πρᾶτον, ἐν ᾧπέρ ἐστιν τὸ ποιεῖν ἢ τὸ πάσχειν".

   Σημαίνει δὲ τὸ μὲν ποιεῖν ἐνέργειαν, τὸ δὲ πάσχειν πάθος, οὐ κατὰ τὸν χαρακτῆρα τῆς πείσεως (τοῦτο γὰρ ποιότης ἐστίν), ἀλλὰ κατὰ τὴν ἐν τῷ πάθει κίνησιν. καὶ αὕτη ἐστὶν ἡ περὶ αὐτῶν πρόχειρος ἔννοια, διὸ ταύτην μὲν ὡς σαφῆ παρῆκεν εἰπεῖν, τὰ δὲ παρακολουθοῦντα καὶ τούτοις ἐπάγει, ὧν πρῶτον τὸ ἐναντιότητα ἐπιδέχεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν. τὸ γὰρ θερμαίνειν καὶ τὸ ψύχειν ἐναντίον, ἑκάτερον δὲ ἐν τῷ ποιεῖν, καὶ τὸ θερμαίνεσθαι τῷ ψύχεσθαι, ἑκάτερον δὲ ἐν τῷ πάσχειν, ὥσπερ καὶ τὸ ἥδεσθαι καὶ τὸ λυπεῖσθαι. εἰ γὰρ κατὰ ποιότητας αἱ τοιαῦται ἐναντιώσεις (τὸ γὰρ θερμὸν τῷ ψυχρῷ ἐστιν ἐναντίον), τὰ δὲ ἐναντία ἐναντίων ἐστὶν ποιητικά, εἴη ἂν καὶ ἐν τῷ ποιεῖν ἐναντίωσις, ὅταν ὡς ἐνέργεια λαμβάνηται τῶν ἐναντιότητα ἐπιδεχομένων γενῶν· εἰ δὲ ἐν τῷ ποιεῖν, καὶ ἐν τῷ πάσχειν· ὃ γὰρ τὸ ποιοῦν ποιεῖ, τοῦτο πάσχει τὸ πάσχον. καὶ τῶν ἐναντίων δὲ τὰ μὲν ἔχει τι μεταξύ, τὰ δὲ οὐκ ἔχει· ὧν μὲν γὰρ ἂν αἱ ποιότητες ἔχωσίν τι μεταξύ, τούτων καὶ ἡ κατὰ τὸ ποιεῖν καὶ πάσχειν ἐναντίωσις ἔχει τι μεταξύ, ὡς τὸ χλιαίνειν καὶ ἐρυθαίνειν, ἐπειδὴ τὸ χλιαρὸν μεταξὺ ἦν θερμοῦ καὶ ψυχροῦ καὶ τὸ ἐρυθραῖον ἢ τὸ φαιὸν λευκοῦ καὶ μέλανος· ὧν δὲ αἱ ποιότητες οὐκ ἔχουσί τι μεταξύ, οὔτε τὰ ἐνεργητικὰ τούτων οὔτε τὰ παθητικά, ὡς τὸ ὑγιάζειν καὶ νοσάζειν. διπλοῦς δὲ ὁ λόγος ἐστίν· τῶν γὰρ ποιήσεων αἱ μέν εἰσιν πρὸς ἕτερον τὸ πάσχον ἀντιτιθέμεναι, ὥσπερ ἡ τοῦ θερμαίνειν (τὸ γὰρ θερμαῖνον θερμαινόμενον θερμαίνει), αἱ δὲ ἀπόλυτοι, ὥσπερ ἡ τοῦ λέγειν. οὐκ ἔστιν δὲ ἴδιον τοῦ ποιεῖν καὶ πάσχειν τὰ ἐναντία· οὔτε γὰρ μόνοις οὔτε πᾶσιν ὑπάρχει τοῦτο, οὐδὲ γὰρ τῷ λέγειν ἢ γράφειν ἢ τεκταίνεσθαι, ὅτι μηδὲν τούτων ἐν ἐναντιότητι θεωρεῖται, ἀλλ' ἐκείνοις μόνοις, ὅσα κατ' ἐνέργειαν ἢ πάθος ἦν [297] τῶν ἐναντιότητα ἐχόντων. ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ ἧττον τὸ ποιεῖν καὶ πάσχειν· θερμαίνειν γὰρ καὶ θερμαίνεσθαι καὶ τὰ ἄλλα τὰ εἰρημένα ποιεῖν καὶ πάσχειν ἔστιν καὶ μᾶλλον καὶ ἧττον, διότι καὶ ἐν αὐταῖς ταῖς ποιότησιν ἦν τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὰ κατ' αὐτὰς ποιοῦντα καὶ πάσχοντα τὸ μᾶλλον ἕξει καὶ ἧττον. οὐ δεῖ δὲ οὐδὲ τὸ μᾶλλον καὶ ἧττον ἐπὶ παντὸς τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ζητεῖν, ἀλλ' ἐπ' ἐκείνων, ὅσα κατὰ τὰ ἐπιδεχόμενα γένη τὸ μᾶλλον καὶ ἧττον τὸ ποιεῖν ἔχει καὶ τὸ πάσχειν, ἐπεὶ οὔτε γεννᾶν ἔστι μᾶλλον καὶ ἧττον οὔτε ἀριθμεῖν· οὔτε γὰρ ἡ οὐσία οὔτε τὸ ποσὸν ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. διαίρεσις δὲ ἂν εἴη τοῦ ποιεῖν καὶ πάσχειν κατά τε τὰς ἐνεργείας πολλαχῶς διαιρουμένας καὶ κατὰ τὰς παθητικὰς ποιότητας.

   Περὶ δὲ τοῦ κεῖσθαι εἰς τὰ πρότερον τὸν ἀκροατὴν ἀνέπεμψεν. εἴρηται δὲ ὅτι ἡ μὲν θέσις τινὸς οὖσα τοῦ κειμένου τῶν πρός τί ἐστιν, τὸ δὲ κεῖσθαι παρωνύμως ἀπὸ τῆς θέσεως λεγόμενον ἄλλης ἐστὶν κατηγορίας, οἷον τὸ ἀνακεῖσθαι, ἑστάναι, καθῆσθαι· οὐ θέσεις γὰρ ταῦτα, ἀλλ' ἀπὸ τῆς θέσεως παρωνόμασται. καὶ ἔχομεν ἀπ' αὐτοῦ καὶ τὴν τοῦ κεῖσθαι διαίρεσιν παραδεδομένην. περὶ μέντοι τῶν λοιπῶν τριῶν, τοῦ τε ποῦ καὶ τοῦ ποτὲ καὶ τοῦ ἔχειν, διὰ τὸ προφανῆ εἶναί φησιν οὐδὲν ἄλλο περὶ αὐτῶν ἢ ὅσα ἐν ἀρχῇ εἴρηται· καὶ ἐκεῖ δὲ οὐδὲν ἄλλο ἢ παραδείγματα αὐτῶν παρέθετο "ποῦ, λέγων, οἷον ἐν Λυκείῳ· ποτὲ δὲ οἷον ἐχθές, πέρυσιν· ἔχειν δὲ οἷον ὑποδέδεται, ὥπλισται". προϊὼν δὲ καὶ διαίρεσίν τινα τοῦ ἔχειν ὡς πλεοναχῶς λεγομένου παραδώσει.

   Ἀλλ' ἐπεὶ ταῦτα παρὰ τῷ Ἀριστοτέλει καταπεφρόνηται, καλῶς ἂν ἔχοι τὰ παρὰ Πορφυρίῳ καὶ Ἰαμβλίχῳ περὶ αὐτῶν φιλοτεχνούμενα καταμαθεῖν. τὸ δὴ ποῦ καὶ ποτέ φασιν ὥσπερ καὶ τὰ πρός τι μὴ εἶναι τῶν προηγουμένως ἐπὶ τῶν πραγμάτων θεωρουμένων, ἀλλὰ τῶν ἄλλοις ἐπιγινομένων· τοῦ γὰρ ποσοῦ ὑποκειμένου καὶ τῶν ἐπ' αὐτῷ, τόπου τε καὶ χρόνου, ἐπισυνίσταται τὸ ποῦ καὶ τὸ ποτέ· οὔτε δὲ τὸ ποῦ ὁ τόπος ἐστὶν οὔτε τὸ ποτὲ ὁ χρόνος, ἀλλὰ προϋπάρχοντος τόπου καὶ χρόνου, εἶτα ἑτέρου ἐν τούτῳ ὄντος ποῦ εἶναι λέγεται τὸ ἐν τόπῳ ὂν καὶ ποτὲ τὸ ἐν χρόνῳ, ὡς Σωκράτης ἐν Λυκείῳ ἢ χθές δοκεῖ δὲ μονοειδὲς εἶναι τὸ ποῦ καὶ μὴ ἐπιδέχεσθαι διαφοράς· καὶ γὰρ τὸ μὲν ἀορίστως λέγεται ἐν τόπῳ, οἷον ἐν τῇ πόλει, τὸ δὲ ὡρισμένως, οἷον ἐν τῇ ποικίλῃ στοᾷ ἢ ἐν τῷδε τῆς στοᾶς [298] τῷ μέρει· ἐπιδέχεται δὲ καὶ τὰς τοῦ τόπου πάσας διαφοράς· καὶ γὰρ τὸ ἄνω καὶ τὸ κάτω καὶ κατὰ τὸν προσεχῆ τόπον καὶ τὸν κοινὸν καὶ τὸν καθ' αὑτὸ καὶ κατὰ συμβεβηκός· ἔστιν γὰρ καθ' ἕκαστον τούτων ποῦ εἶναι. ὁμοίως δὲ καὶ τὸ ποτὲ οὐκ ἔστιν χρόνος, ἀλλὰ προϋπάρχοντος τοῦ χρόνου τὸ ἐν χρόνῳ εἶναι λέγεται ποτέ, οἷον Διονύσια πέρυσιν ἢ τῆτες ἢ εἰς νέωτα· αὐτὸς μέντοι ὁ χρόνος, ἐν ᾧ ἐστιν τὸ ποτὲ λεγόμενον εἶναι, οὐκ ἔστιν τῆς τοῦ ποτὲ κατηγορίας, ἀλλὰ τῆς τοῦ ποσοῦ. ἐπιδέχεται δὲ καὶ τὸ ποτὲ τὰς κατὰ τὸν χρόνον διαφοράς· τὸ μὲν γὰρ πέρυσιν κατὰ τὸν παρεληλυθότα λέγεται, τὸ δὲ τῆτες κατὰ τὸν ἐνεστῶτα, τὸ δὲ ἐς νέωτα κατὰ τὸν μέλλοντα.

   Τὸ δὲ ἔχειν σημαίνει, ὅταν ὑπάρχον τινὶ ἐπίκτητόν τι καὶ κεχωρισμένον τῆς οὐσίας τοῦ σώματος συνυπάρχῃ αὐτῷ· σχέσις οὖν ἐπικτήτων τινῶν ἐστι τὸ ἔχειν. τὸ γὰρ ἐνδεδύσθαι ἔχειν ἐστὶ χιτῶνα καὶ τὸ ὑποδεδέσθαι ἔχειν ὑποδήματα· ταῦτα δὲ ἕτερα τοῦ ἔχοντός ἐστιν καὶ κεχωρισμένα τῆς οὐσίας αὐτοῦ, οὔτε κατ' οὐσίαν οὔτε ὡς συμβεβηκότα αὐτῷ ὑπάρχοντα, ὥσπερ μελανία καὶ χαροπότης. διαφορὰς δὲ εἰδοποιοὺς τὸ ἔχειν καθ' αὑτὸ μὲν οὐκ ἔχει, δύναται δὲ κατὰ τὰς τῶν ἐχομένων διαφορὰς ἐπιδέχεσθαι τὴν διαίρεσιν, εἰ τὰ μὲν ἔμψυχα εἴη, οἷον οἰκέτης καὶ βοῦς, τὰ δὲ ἄψυχα, οἷον ἱμάτιον ἢ ὅπλα. δύναται δὲ καὶ κατὰ τὴν διαφορὰν τῶν καθ' ἃ ἔχει ἐπιδέχεσθαι τὴν διαίρεσιν, οἷον εἰ ἐν ψυχῇ ἔχειν φασὶν τὰς ἐπικτήτους ἕξεις ἢ ἐν σώματι τὰ περὶ σῶμα ἐπίκτητα, κατ' αὐτὸ μέντοι τὸ ἔχειν ἢ ἔχεσθαι οὐδεμία ἂν γένοιτο διαφορά. ἀλλ' ἐπεὶ καὶ Πορφύριος καὶ Ἰάμβλιχος τὸ ἐν ψυχῇ ἔχειν παρέλαβον ἐπὶ τῶν ἐπικτήτων ἕξεων, ἐπιστήσοι ἄν τις, μήποτε ποιότητές εἰσιν ἐκεῖναι καὶ ποιὰ τὰ ἀπ' αὐτῶν, ὥσπερ καὶ τὰ μελανίας ἐπικτήτου μετέχοντα σώματα· οὐ γὰρ ὡς τὰ ὑποδήματα, οὕτως περίκεινται αἱ ἕξεις τῇ ψυχῇ, ἀλλὰ διαθέσεις τινές εἰσι περὶ αὐτὴν αἱ μᾶλλον ἢ ἧττον αὐτὴν ἀλλοιώσασαι.

   Ἐκ δὴ τῶν εἰρημένων λέλυνται αἱ τοιαῦται ἀπορίαι, πῶς γένη εἰσὶν αἱ ἓξ κατηγορίαι, εἴπερ μὴ ἔστιν αὐτῶν εἴδη· τὰ γὰρ γένη πρὸς εἴδη λέγεται καὶ εἰδῶν ἐστι γένη. ὅτι δὲ γένη εἰσὶν αἱ κατηγορίαι, αὐτὸς ἐδήλωσεν ὁ Ἀριστοτέλης εἰπών· περὶ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα. εἰ τοίνυν ἐστὶ καὶ τούτων εἴδη τινὰ ὡς ἐδείξαμεν, οὐκέτι χώραν ἔχει ἡ ἀπορία· κἂν γὰρ γένη ταῦτα τοιαῦτά ἐστιν, κατ' εἰδῶν λέγεται τῶν εἰρημένων. ἴσως δέ τις ἐρεῖ ὅτι οὐχ οὕτως λέγεται γένη ταῦτα ὡς κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενα, ἀλλ' ὅτι μάλιστα σημαίνει τὰς διαφερούσας φύσεις καὶ ἀλλήλων κεχωρισμένας, ὡς λέγομεν καὶ ἐπὶ τῶν ἐπιστημῶν ἑκάστην αὐτῶν εἶναι περί τι γένος ἀφωρισμένον, ἴσον λέγοντες περί τινα φύσιν τῶν ἄλλων κεχωρισμένην· διὸ καὶ κατηγορίας αὐτὰς ὀνομάζει.

[299]    Πάλιν δὲ ἀντιλέγουσίν τινες τὸ ποιεῖν καὶ τὸ πάσχειν πρὸς ἄλληλα λέγεσθαι βουλόμενοι καὶ εἶναι πρός τι, ἀλλὰ μὴ ἰδίας τινὰς κατηγορίας, ὡς ὁ Ἀριστοτέλης φησίν. οὐκ ὀρθῶς δὲ λέγουσιν· οὐ γάρ ἐστιν αὐτοῖς τὸ εἶναι ἐν τῇ πρὸς ἄλληλα σχέσει· οὐ γὰρ ὡς τὸ δεξιὸν καὶ ἀριστερὸν ἐν σχέσει μόνον ὑφέστηκεν, ἀλλ' ἔστιν καὶ γινόμενόν τι ὑπ' αὐτῶν, καθὸ τὸ μὲν ποιοῦν ἐστι, τὸ δὲ πάσχον. εἰ δὲ καὶ δοθείη πρὸς ἄλληλα λέγεσθαι τὸ ποιεῖν καὶ πάσχειν, ἀλλ' οὔ τι γε τὰ κατὰ μέρος· οὐ γὰρ δὴ τὸ περιπατεῖν ἢ τρέχειν πρός τι, καίτοι ποιεῖν ὄν· οὐδὲ γὰρ ἡ γραμματικὴ πρός τι ἦν, ἐπεὶ ἐν ἐπιστήμῃ αὐτῆς τὸ γένος τῶν πρός τι ὄν. ὅλως δὲ κατὰ παντὸς μὲν ἐνεργοῦντος τὸ ποιεῖν λέγεται, οὐ πᾶσα δὲ ἐνέργεια πρὸς πάσχον· οὐδὲ γὰρ αἱ ἀπόλυτοι ποιήσεις, οἷον τὸ λέγειν καὶ τρέχειν καὶ ἀναγινώσκειν καὶ τὰ τοιαῦτα, ὥστε οὐκ ἂν εἴη τὸ ποιεῖν ἅπαν τῶν πρός τι· κἂν γὰρ πάσχῃ τι τὸ ἔδαφος ὑπὸ τοῦ περιπατοῦντος, ἀλλ' οὐ κατὰ τοῦτο λέγεται τὸ περιπατεῖν ποιεῖν, ἀλλὰ κατὰ τὴν τοιάνδε κίνησιν, ὁμοίως δὲ καὶ τὸ ἀλγεῖν ἢ μελαίνεσθαι ἢ λευκαίνεσθαι κατὰ τὸ οὕτως ἔχειν. ὡς γὰρ τὸ μὲν κοινῶς ἐναντίον πρός τι, ἕκαστον δὲ αὐτῶν ὑπὸ τὸ οἰκεῖον γένος, οὕτως καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν κἂν πρὸς ἄλληλα λέγηται, οὐκ ἤδη ἂν εἴη καὶ τὰ ὑπ' αὐτὰ πρός τι. ἐπεὶ οὖν μήτε ὑπὸ τὰ πρός τί ἐστιν μήτε ὑπό τινα τῶν ἄλλων κατηγοριῶν, ἴδιαι ἂν εἶεν κατηγορίαι. ἀλλ' ἴσως ἐρεῖ τις, ὅτι ἔδει καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπὸ τὰ πρός τι ἀνάγεσθαι, ὥσπερ καὶ τὰ ἐναντία, τὰ δὲ καθ' ἕκαστα ποιεῖν καὶ πάσχειν ὑπὸ τὰ οἰκεῖα γένη ἕκαστον· τὸ μὲν κτίζειν τυχὸν καὶ γεννᾶν ὑπὸ τὴν οὐσίαν, τὸ δὲ ἀριθμεῖν καὶ λέγειν ὑπὸ τὴν ποσότητα, διότι ποσὸν ὁ λόγος καὶ ὁ ἀριθμός, τὸ δὲ λευκαίνειν καὶ μελαίνειν ὑπὸ τὴν ποιότητα. μήποτε οὖν οὕτως ἔχει τὸ ποιεῖν καὶ πάσχειν πρὸς τὰς ἄλλας κατηγορίας, ὡς πρὸς οὐσίαν ἐνέργεια καὶ πάθος· καὶ γὰρ κατὰ τὰ πρός τι ἔστιν ἐνεργεῖν, ὡς τὸ φιλεῖν, καὶ κατὰ τὰς ἄλλας δέκα κατηγορίας.

   Ἀλλ' εἴποι ἄν τις ὅτι τὰ μὲν κοινὰ εἶπεν τοῦ ποιεῖν καὶ πάσχειν, τὰ δὲ ἴδια οὐκ ἀπέδειξεν. πρὸς ὅ φησιν Ἰάμβλιχος, ὡς "ἐν αὐτοῖς τοῖς κοινοῖς νομιζομένοις καὶ τὰ ἴδια αὐτῶν ἐπιδέδεικται· οὐ γὰρ ἁπλῶς ἐναντία λαμβάνει καὶ μᾶλλον καὶ ἧττον, ἀλλὰ τὰ μὲν ἐν τῇ ἐνεργείᾳ, τὰ δὲ ἐν τῷ πάθει". ῥᾴδιον δὲ πρὸς τοῦτο λέγειν ὡς καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν τὰ ἐναντία καὶ τὸ μᾶλλον καὶ ἧττον οὐ τὰ τυχόντα ἐλαμβάνετο, ἀλλὰ τὰ οἰκεῖα ἑκάστων, καὶ ὅμως οὐδὲν ἧττον ἐδόκει δεῖν τὰ ἴδια τοῖς κοινοῖς προστιθέναι. τὸ οὖν ἐξ ἀρχῆς μᾶλλον ἀληθές, ὅτι ἐπὶ τούτων τοῖς ὁλοσχερεστέροις ἠρκέσθη. ἀλλὰ πῶς οὐχί, εἰ τὸ ποιεῖν καὶ πάσχειν ἀμφότερα γένη, τοῦ ἔχειν γένους ὄντος καὶ τὸ ἔχεσθαι γένος ἐστίν; τὸ γὰρ ἔχειν πρὸς τὸ [300] ἔχεσθαι ἀντιδιαιρεῖται ὥσπερ τὸ πάσχειν πρὸς τὸ ποιεῖν. ἢ ὅτι ἐν τῷ ἔχειν καὶ τὸ ἔχεσθαι περιέχεται· ὃ γὰρ ἂν ἔχον ληφθῇ, πάντως καὶ τὸ ἐχόμενον ἔχει συνηρτημένον. οὐκέτι μέντοι ἐν τῷ ποιεῖν ἁπλῶς τὸ πάσχειν περιέχεται· καὶ γὰρ ποιεῖν ἐστι τὸ βοᾶν καὶ περιπατεῖν καὶ γράφειν, καὶ οὐδὲν τούτων ἔχει τὸ πάσχον συνηρτημένον. ἀλλὰ μὴν οὐδὲ τὸ ἔχειν πρός τί ἐστιν, ὡς δοκεῖ, πρὸς τὸ ἔχεσθαι· καθ' ὧν γὰρ κατηγορεῖται, ὡς κατὰ τοῦ ὑποδεδέσθαι καὶ ὡπλίσθαι, ταῦτα οὐ λέγεται πρός τι. τὸ μὲν γὰρ ἔχον πρὸς τὸ ἐχόμενον ἂν λέγοιτο, τὸ δὲ ἔχειν, οὐκ ὂν ταὐτὸν τῷ ἔχοντι, οὐ πρὸς ἄλλο.

   Ἐγκαλοῦσι δέ τινες τῷ Ἀριστοτέλει ὡς ὀλίγα εἰρηκότι περὶ τῶν ἓξ κατηγοριῶν καὶ μήτε τὴν φύσιν αὐτῶν ἥτις ἐστὶν ὑπογράψαντι μήτε εἰς τὰς διαφορὰς διελόντι, καίτοι δυνατὸν ὄν, ὡς παρ' ἡμῶν εἴρηται, τὸ μὲν ποῦ εἰς τὰς τοῦ τόπου διαφορὰς διελεῖν, τὸ δὲ ποτὲ εἰς τὰς τοῦ χρόνου. καὶ ὅτι μὲν ἐλλιπῶς εἴρηται, πρόδηλον καὶ ἐξ ὧν Ἀρχύτας περὶ αὐτῶν μακρότερα διδάσκει, τὰ ἴδια καὶ τούτων ἑκάστου ὥσπερ τῶν προτέρων παραδιδούς. ὑπὲρ δὲ Ἀριστοτέλους ἀπολογοῦνται λέγοντες τὰ μὲν ἐν ταῖς κοιναῖς ἐννοίαις μὴ πάνυ ὑπειλημμένα, ταῦτα αὐτὸν διδάξαι δι' ἀκριβείας· ὅσα δὲ ὑπείληπται καὶ φανερὰ ἦν, ταῦτα παρῆκεν διὰ τὸ φανερὰ εἶναι. δηλοῖ δὲ καὶ αὐτὸς λέγων· διὰ τὸ προφανῆ εἶναι οὐδὲν ὑπὲρ αὐτῶν λέγεται ἢ ὅσα ἐν ἀρχῇ ἐρρήθη. καὶ γὰρ εἰ φυσικῆς ἔχοιτο θεωρίας ἕκαστον τούτων, οἷον κινήσεως μὲν τὸ ποιεῖν, τόπου δὲ καὶ χρόνου τὸ ποῦ καὶ ποτέ, οὐδὲν δεῖ πλέον ἐν λογικῇ πραγματείᾳ περιεργάζεσθαι τῆς κατὰ τὴν σημασίαν φαινομένης αὐτόθεν νοήσεως, διότι καὶ δύσκολος ἦν ἡ ἀκριβὴς περὶ τοῦ τόπου καὶ χρόνου θεωρία. ἔτι δὲ καὶ ταῦτα λέγουσιν, ὅτι ταῦτα τὰ ἓξ γένη ἐπείσακτον ἔχοντα τὴν φύσιν εἰκότως παρεργοτέρας ἔτυχεν διδασκαλίας. τῇ γὰρ αἰσθητῇ καὶ φυσικῇ οὐσίᾳ τὰ μὲν συνεισῆλθεν ὡς ποιότης καὶ πρός τι, τὰ δὲ ἐπεισῆλθεν ὡς τὸ ποιεῖν καὶ πάσχειν, κινηθείσης ἤδη πρὸς ἃ ἠδύνατο, τούτοις δὲ ἐπηκολούθησαν τὸ ἐν χρόνῳ καὶ ἐν τόπῳ καὶ τὸ κεῖσθαι καὶ τὸ ἔχειν. καὶ γὰρ ποιῶν τις ἐν χρόνῳ ποιεῖ καὶ κινεῖται κατὰ τόπον, καὶ ὁ πάσχων πολλάκις ἐν χρόνῳ πάσχει, καὶ κεῖται τὸ γινόμενον ἢ ἔχει τι.

   Ἀποροῦσι δέ τινες καὶ διὰ τί οὐ συνῆψεν τὸν περὶ τοῦ ἔχειν λόγον ταῖς ἁπλαῖς κατηγορίαις, ἀλλὰ μεταξὺ περὶ ἀντικειμένου καὶ προτέρου καὶ ὑστέρου καὶ τοῦ ἅμα καὶ κινήσεως καὶ ἄλλων τινῶν μνημονεύσας, οὕτως τὴν τοῦ ἔχειν διαίρεσιν ἐποιήσατο. ἀλλὰ καὶ λύουσιν ἕτεροι καλῶς, ὅτι τὸ ἔχειν τῷ ποῦ καὶ ποτὲ συντάξας ὡς περὶ προφανῶν εἶπεν μηδὲν ἄλλο [301] δεῖν περὶ αὐτῶν λέγειν, ἀλλὰ μετὰ τὰς κατηγορίας βουληθεὶς ἐκεῖνα οἷς ἐχρήσατο κατὰ τὰς τῶν πολλῶν ἐννοίας διαρθρῶσαι τεχνικώτερον, περί τε τῶν ἀντικειμένων φημὶ καὶ τοῦ προτέρου καὶ ὑστέρου καὶ τῶν λοιπῶν, ἐπειδὴ ὁμώνυμον τὸ ἔχειν ἦν, ἵνα μή τις οἰηθείη τῶν ὁμωνύμων αὐτὸν ἓν γένος τίθεσθαι, τὴν ὁμωνυμίαν τοῦ ἔχειν εἰκότως ἐπὶ τῷ τέλει διεστείλατο.

   Ἀλλὰ πῶς, φασίν, οὐχὶ αἱ ἓξ τελευταῖαι κατηγορίαι εἰς τὰς φθανούσας ἀναχθήσονται, ἡ μὲν τοῦ ποτὲ εἰς τὸν χρόνον, οὗτος δὲ εἰς τὸ ποσόν, ἡ δὲ τοῦ ποῦ εἰς τὸν τόπον, καὶ οὗτος δὲ εἰς τὸ ποσόν, ἡ δὲ τοῦ ποιεῖν καὶ πάσχειν καὶ τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν εἰς τὸ πρός τι; ἔστι δὲ καὶ πρὸς ταῦτα σαφὴς ἐκ τῶν εἰρημένων ἡ ἀντίρρησις. ἄλλο γὰρ τὸ ἔν τινι καὶ ἄλλο ἐκεῖνο τὸ ἐν ᾧ ἐστιν τὸ ἔν τινι· εἰ δὲ τοῦτο, καὶ τὸ ἐν τόπῳ διοίσει τοῦ τόπου καὶ τὸ ἐν χρόνῳ τοῦ χρόνου· ἄλλα οὖν ἔσται γένη τοῦ ποῦ καὶ ποτὲ παρὰ τὸν τόπον καὶ τὸν χρόνον. καὶ τὸ ποιεῖν δὲ καὶ πάσχειν ἐδείχθη πρότερον ἰδίας ἔχοντα φύσεις παρὰ τὰ πρός τι, ὥσπερ καὶ τὸ κεῖσθαι καὶ ἔχειν· καὶ γὰρ [τὰ πρός τι] σχέσεις μὲν ἔχει διαφόρους (τὸ μὲν γὰρ κεῖσθαι τινὸς πρὸς ἕτερον, τὸ δὲ ἔχειν ἑτέρου πρός τι), αὐτὸ δὲ τὸ πρός τι κοινὴν ἔχει τὴν πρὸς ἄλληλα σχέσιν· διώρισται ἄρα ἰδίαις διαφοραῖς ταῦτα τὰ γένη καὶ οὐκ ἀνάγεται εἰς τὰ πρός τι. ἀλλὰ ταῦτα μὲν ἔστω κοινῶς τε καὶ σποράδην ἠπορημένα τε καὶ λελυμένα.

   Τὸ δὲ ἐντεῦθεν περὶ ἑκάστου διευκρινημένως τὰ προσήκοντα ζητήματα ἐπισκεπτέον. καὶ πρῶτον, ὅτι ἀκόλουθόν ἐστιν εἶναι γένη τὸ ποιεῖν καὶ πάσχειν, ἐντεῦθεν δῆλον. ὡς γὰρ μετὰ τὴν οὐσίαν ἦν ποσότης καὶ διὰ τοῦτο ἓν γένος ἐτέθη ἡ ποσότης, καὶ πάλιν μετὰ τὴν οὐσίαν περὶ τὴν οὐσίαν ποιότης καὶ γέγονεν ἕτερον γένος ἡ ποιότης, οὕτως καὶ ἡ ἐνέργεια καὶ τὸ ποιεῖν μετὰ τὴν οὐσίαν, καὶ χρὴ καὶ κατὰ ταῦτα γένος τίθεσθαι μετὰ τὴν ὕπαρξιν τὴν ἐνέργειαν καὶ τὸ ταύτης συγγενὲς πάθος ἢ τὸ πάσχειν. ἀλλ' ἆρα τὸ ποιεῖν ἦν τίθεσθαι γένος ἢ τὸ ποιοῦν ἢ τὴν ποίησιν, ὥσπερ καὶ ἡ ποιότης ἦν γένος καὶ τὸ ἀπ' αὐτῆς ποιόν; ἢ σύζυγα μὲν ὑπάρχει καὶ ἐνταῦθα ποίησις ποιεῖν ποιοῦν, ἀλλὰ τὸ μὲν ποιοῦν συμπεριλαμβάνει καὶ τὸ ὑποκείμενον καὶ σύνθετον ὑπόνοιαν ἔκ τε τοῦ ἐνεργοῦντος καὶ τῆς ἐνεργείας ἐμποιεῖ, ἡ δὲ ποίησις καὶ τὸ ποιεῖν ἁπλούστερα καὶ οὐδὲν συνθέσεως ἐφαπτόμενα, ὥστε οἰκειότερα ταῦτα τοῦ ποιοῦντος εἰς γένους ἀφορισμόν. τούτων δὲ πάλιν τὸ ποιεῖν καὶ τῆς ποιήσεως προετίμησεν, διότι διχῶς λέγεται ἡ ποίησις· καὶ γὰρ καὶ ἡ ἐνέργεια ποίησις λέγεται καὶ τὸ ἀποτέλεσμα τῆς ἐνεργείας, ὡς λέγομεν τὴν Ὁμήρου ποίησιν· χρεία δὲ οὐ [302] τοῦ ἀποτελέσματος, ἀλλὰ τῆς ἐνεργείας, ἣν τὸ ἐνεργεῖν σημαίνει μονοειδῶς. διὸ τὸ ποιεῖν ὡς γένος τίθεται· τὸ γὰρ ποιεῖν τὴν ἔτι γινομένην ἐνέργειαν σημαίνει, ὥσπερ ἡ ποίησις τὸ πεπαυμένον μᾶλλον καὶ τὸ ἀποτέλεσμα τοῦ ποιοῦντος.

   Ἀλλ' εἰ τὸ ποιεῖν τὸ ἐνεργεῖν παρίστησιν, διὰ τί τὸ γένος οὐκ ἐνέργειαν μᾶλλον τίθεμεν, ἀλλὰ τὸ ποιεῖν; εἰ δὲ καὶ ἡ ἐνέργεια διὰ τοῦτο οἰκειοτέρα τῆς ποιήσεως, διότι τὸ κατὰ κίνησιν ἐμφαίνει, ἀλλ' οὐ τὸ μετὰ τὴν κίνησιν, ὥσπερ ἡ ποίησις, ἔδει κίνησιν θέσθαι ἓν γένος ἐν ταῖς κατηγορίαις· ὥσπερ γὰρ τὰ ἄλλα περὶ τὴν οὐσίαν, οὕτως καὶ ἡ κίνησις, ἐν ᾗ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐστίν· ἄμφω γὰρ ἐν κινήσει. ἀλλ' οἱ ταῦτα λέγοντες, ὥσπερ Πλωτῖνος, οὐ ταῖς Ἀριστοτέλους ὑποθέσεσι προσχρῶνται. ἐκεῖνος γὰρ τὸ πρώτως κινοῦν καὶ ποιοῦν ἀκίνητον εἶναί φησιν· διὰ τοῦτο καὶ τὸ ποιεῖν παρ' αὐτῷ κεχώρισται τοῦ πάσχειν καὶ οὐχ ὑφ' ἓν ἄμφω τέτακται γένος, ὥστε οὔτε εἰς ἓν ἄμφω ταῦτα ἀνάγειν χρή, ἀλλὰ δύο ἀφορίζεσθαι, ὥσπερ καὶ Ἀριστοτέλης αὐτὰ χωρὶς διέστησεν. οὕτως μὲν οὖν καὶ Βόηθος καὶ Ἰάμβλιχος πρὸς τὴν ἀπορίαν ἐνέστησαν τὴν ἓν γένος ἀξιοῦσαν τὴν κίνησιν τοῦ τε ποιεῖν καὶ τοῦ πάσχειν προϋποτίθεσθαι. Πορφύριος δέ φησιν· "ἔν τισι δοκεῖ τὴν κίνησιν ἐπί τε τοῦ ποιεῖν καὶ τοῦ πάσχειν μίαν καὶ συνεχῆ εἶναι, ὡς ἐπὶ τῶν κατὰ πληγὴν κινήσεων, οἷον ῥίψεως καὶ ὤσεως· οἵα γὰρ ἡ τοῦ ῥιπτοῦντος τὸ ξύλον κίνησις, τοιαύτη καὶ ἡ τοῦ ῥιπτουμένου, καὶ οἵα ἡ ὦσις τοῦ ὠθοῦντος, τοιαύτη καὶ ἡ τοῦ ὠθουμένου, διὸ καὶ μία καὶ συνεχὴς ἑκατέρα· τὸ δὲ εἶναι οὐ τὸ αὐτὸ ἔχει πρὸς τὸ πλῆττον καὶ τὸ πληττόμενον, ἀλλὰ τοῦ μὲν πληττομένου πάθος γίνεται, τοῦ δὲ πλήττοντος ποίησις. καὶ οὕτως τὸ ποιεῖν καὶ πάσχειν οὐκ ἔστιν ἁπλῶς ἑνὸς γένους τῆς κινήσεως, ἀλλ' ἔχει διαφοράν". ταύτην δὲ τὴν τῆς ἀπορίας λύσιν αἰτιᾶται ὁ Ἰάμβλιχος ὡς πόρρωθεν ἀναγομένην καὶ μὴ ἀπὸ πάνυ γνωρίμων προϊοῦσαν μήτε ἀπὸ τῶν δοκούντων Ἀριστοτέλει· "οὐ γὰρ εἰ ἡ τὶς ποίησις οὕτως ἔχει, ἤδη καὶ πᾶσα, οὐδὲ ἔδει ἀπὸ τῶν ἐσχάτων ἄρχεσθαι ποιήσεων (λέγω δὲ τῶν κατὰ πληγὴν καὶ ὦσιν) οὐδὲ τοῖς Στωϊκοῖς συγχωρεῖν περὶ οὗ διατελοῦμεν αὐτοῖς διαφερόμενοι, ὡς τὸ ποιοῦν πελάσει τινὶ ποιεῖ καὶ ἅψει. βέλτιον γὰρ λέγειν ὡς οὐ πάντα πελάσει καὶ ἅψει ποιεῖ, ἀλλὰ κατὰ τὴν ἐπιτηδειότητα τοῦ ποιοῦντος πρὸς τὸ πάσχον γίνεται ἡ ποίησις, καὶ ὡς πολλὰ ἀναφῶς δρᾷ, ἅπερ ἅπαντες ἐπιστάμεθα, καὶ ὅτι καὶ ἐφ' ὧν δεόμενα ὁρῶμεν παραθέσεως τὰ ποιοῦντα, κατὰ συμβεβηκὸς γίνεται ἡ ἐπαφή, διότι ἐν τόπῳ ἐστὶν τὰ μετέχοντα τῆς τοῦ πάσχειν ἢ ποιεῖν δυνάμεως· τοιαῦτα γάρ ἐστιν τὰ σώματα καὶ τὰ μετέχοντα τῶν ποιητικῶν ἢ παθητικῶν δυνάμεων· ἐφ' ὧν δὲ οὐδὲν ἐμποδίζει [303] διάστασις σωμάτων ὥστε τὸ μὲν ποιῆσαι, τὸ δὲ πάσχειν καὶ δέξασθαι τὴν τοῦ ποιοῦντος ἐνέργειαν, ἐπὶ τούτων ἀδιάστατος γίνεται καὶ ἀκώλυτος ἡ ἐνέργεια, ὡς αἱ τῆς λύρας χορδαὶ συνέχουσιν πόρρω ἀλλήλων διαστᾶσαι καὶ ὁ ἅφθας δέχεται πόρρωθεν τὸ τοῦ πυρὸς εἶδος. πολλὰ δὲ καὶ ἐφαπτόμενα οὐ ποιεῖ, ὡς ἡ ἔμπλαστρος ἢ ἄλλο τι τῶν ἰατρικῶν φαρμάκων ἐπιτιθέμενα λίθῳ. εἰ οὖν καὶ ἁπτόμενα οὐ ποιεῖ πολλάκις καὶ μὴ ἁπτόμενα ποιεῖ, οὐκ ἔστιν πληγὴ καὶ ὦσις ἡ κυριωτάτη ποίησις, οὐδὲ ἐφ' ὧν ὁρῶμέν τινα πλήττοντα, οὐδὲ ἐπὶ τούτων ἐστὶν ἡ ἁφὴ αἰτία, ἀλλ' ἡ τῆς δυνάμεως συγγένεια καὶ τότε τὸ κῦρος παρέχεται τοῦ ποιεῖν. εἰ δὲ τὴν αὐτὴν οὐσίαν τις τοῦ ποιοῦντος λέγοι καὶ τοῦ πάσχοντος, καὶ τὸ κινοῦν κινηθήσεται καὶ τὸ κινούμενον κινήσει καὶ ὅλον δι' ὅλου κινοῦν τε ἔσται καὶ κινούμενον, καὶ τὰ ἀξιώματα τὰ περὶ κινήσεως ἀναιρεθήσεται πάντα, ὡς ἀπό τινος ἡ κίνησις πρόεισιν καὶ περί τι, καὶ ὡς ἄλλη τίς ἐστιν ἡ ἀρχὴ τῆς κινήσεως καὶ ἄλλη αὐτὴ ἡ κίνησις ὡς ἀπὸ τῆς ἀρχῆς ἀποτελουμένη· ἐφ' ὧν δὲ χωριστά ἐστιν τὰ αἴτια τῆς κινήσεως, πολὺ μᾶλλον ἀναιρεθήσεται. δεῖ οὖν μὴ ἐκείνων ἀποσφάλλεσθαι τὰς τὴν ἀρχὴν τῶν γενῶν διαιρουμένας ἀληθεῖς δόξας καὶ διακρινούσας ἑκάστην ᾗ πέφυκεν. εἰ γὰρ δεῖ καὶ σύμμικτόν τινα τὴν κίνησιν ὑπονοεῖν ἔκ τε τῆς τοῦ ποιοῦντος ἐνεργείας καὶ τῆς τοῦ πάσχοντος τροπῆς, οὐκ ἔστιν ἐν τοῖς ἁπλοῖς καὶ ἀμίκτοις αὕτη ἡ γένεσις· σύμμικτος δὲ οὖσα ἔκ τε τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος ἀποβληθήσεται εἰκότως τῶν πρώτων γενῶν ὡς δευτέρα, καθάπερ καὶ τὰ ἄλλα σύνθετα πάντα. οὐ δεῖ οὖν συγχωρεῖν ὡς ἡ κίνησις περιέχει τὰς ποιήσεις καὶ πείσεις καὶ συνάπτει αὐτὰς πρὸς ἀλλήλας κατὰ μίαν συνέχειαν οὐδὲ ὅτι κοινωνεῖ τῆς οὐσίας πρὸς ἀμφοτέρας ἢ ὅτι μερίζεται εἰς αὐτὰς καὶ τὸ μὲν ἀποφαίνει ποίησιν τῶν ἐν αὐτῇ, τὸ δὲ πάθος. κατὰ πάντας γὰρ τούτους τοὺς τρόπους κοινόν τι γίνεται ἡ κίνησις τοῦ ποιεῖν καὶ πάσχειν, κίνησις δὲ τοῦ ποιοῦντος καὶ πάσχοντος κεχώρισται ὡς μέση οὖσα ἀμφοτέρων καὶ ἀπὸ μὲν τοῦ ποιοῦντος προϊοῦσα, εἰς δὲ τὸ πάσχον ἐναπεργαζομένη τὸ πάθος. ὡς οὖν τὸ κινοῦν καὶ κινούμενον δύο ὑπάρχει, οὕτως καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον διχῇ διώρισται". ἀλλὰ ταῦτα μὲν ἀρκείτω πρὸς Πορφύριον ἤτοι τὰς ἀπ' αὐτοῦ παρατεθείσας δόξας ἀντειρημένα.

   Ὁ δὲ μέγας Πλωτῖνος παραιτεῖσθαί φησιν τὸν Ἀριστοτέλη τὴν κίνησιν ἐν γένει τιθέναι διὰ τὸ ἀτελῆ λέγεσθαι ἐνέργειαν τὴν κίνησιν· 'εἰ δὲ τοῦτο, φησίν, οὐδὲν ἐκώλυεν τὴν μὲν ἐνέργειαν προτάττειν, ὡς ἓν δὲ εἶδος τῆς ἐνεργείας ἀτελῆ οὖσαν ἐνέργειαν τὴν κίνησιν ὑποβάλλειν'. πρὸς δὴ ταῦτα ἀντιλέγων ὁ Ἰάμβλιχος "τὴν ἀρχήν, φησίν, κατίδωμεν, εἰ οὕτως λέγεται ἀτελὴς ἐνέργεια ἡ κίνησις ὡς ἐν τῇ αὐτῇ φύσει ὑφειμένη ἢ μᾶλλον ὡς ἐξισταμένη εἰς πάντῃ καταδεεστέραν φύσιν. καὶ γὰρ εἰ μὲν οὕτως λέγοιτο [304] ἀτελὴς ὡς ἐν τῇ αὐτῇ φύσει ὑφειμένη, οὐδὲν κωλύει τὴν μὲν ἐνέργειαν ὡς γένος προτάττειν, ὑποβάλλειν δὲ ὡς εἶδος τὴν κίνησιν· εἰ δὲ εἰς ἄλλο γένος ἐξίσταται, οὐ δύναται γένος αὐτῆς εἶναι ἡ ἐνέργεια. εἰ οὖν ἡ μὲν κίνησις ἐπὶ τὸ τέλος σπεύδει ὡς ἕνεκα αὐτοῦ γινομένη καὶ μηδέπω αὐτὸ ἐν ἑαυτῇ ἔχουσα, ἡ δὲ ἐνέργεια κατὰ τὸ τέλος ἕστηκεν, πλήρης οὖσα ἑαυτῆς καὶ τῆς οἰκείας τελειότητος, οὐκ ἂν τὸ τελεώτατον πρὸς τὸ ἐπειγόμενον εἰς τελείωσιν ἔχοι τινὰ κοινωνίαν φύσεως. καὶ εἰ ἡ μὲν ἐνέργεια τὸ εἶδος ἐν ἑαυτῇ τέλειον ἔχει, ἡ δὲ κίνησις ὁδεύει πρὸς τὸ εἶδος δυνάμει μόνον ἔχουσα αὐτὸ καὶ κατὰ ὑλικὴν καὶ ἀνείδεον ἐπιτηδειότητα, δῆλον καὶ οὕτως ἔσται τὸ εἰρημένον. πάλιν εἴπερ ἡ μὲν κίνησις ἐν διεξόδῳ θεωρεῖται καὶ συνεχείᾳ εἰς ἀεὶ συνεχῆ διαιρετὴ οὖσα ἐπ' ἄπειρον, ἡ δὲ ἐνέργεια καθ' ἓν πέρας ἵσταται αὐτὴ ἀφ' ἑαυτῆς ἔχουσα τὸ εἶναι καὶ ἅμα τὸ ἓν πᾶν συλλαβοῦσα καθ' ἑαυτήν, οὐκ ἂν οὐδὲ οὕτω γένος εἴη τῆς κινήσεως ἡ ἐνέργεια. καὶ εἰ ἡ μὲν κίνησις μεριστὴ καὶ ἄπειρος καὶ ἀόριστος, ἡ δὲ ἐνέργεια ἀμέριστος καὶ πέρας καὶ ταὐτότητι χαίρουσα, πῶς ἂν εἴη τοῦ ἑτέρου γένος τὸ ἕτερον; εἰ δὲ καὶ ἡ μὲν κίνησις συμμεμιγμένην ἔχει τὴν ὑπόστασιν πρὸς τὸ ἐναντίον καὶ ἀπὸ τοῦ ἐναντίου μεταβαίνει ἀεὶ ἐπὶ τὸ ἐναντίον, ὡς ὅταν ἐκ λευκοῦ μέλαν γίνηται (ἡ γὰρ ἀπὸ τοῦ ἑτέρου εἰς ἕτερον κίνησις οὐδέτερόν ἐστι τῶν ἄκρων, συμμέμικται δὲ ἐξ ἀμφοῖν), ἡ δὲ ἐνέργεια ἄμικτος οὖσα παντελῶς καὶ καθ' ἓν τῶν ἐναντίων ἵσταται οὐδὲν ἀναπιμπλαμένη τῆς ἐναντίας φύσεως, πῶς δύναται εἶναι γένος ἡ ἐνέργεια τῆς κινήσεως; κἂν λέγοι δὲ χρόνῳ μὲν ἀντιπαρατείνειν τὴν κίνησιν ὡς ἂν διαστατὴν οὖσαν, αἰῶνι δὲ τὴν ἐνέργειαν ὡς ἀδιάστατον ὑπάρχουσαν καὶ ὁμοῦ ὅλην ἐν τῷ νῦν παροῦσαν, οὐδὲ οὕτως ἂν εἴη τις τῶν αἰωνίων καὶ τῶν ἐν χρόνῳ ὁμογενὴς φύσις, ἔτι μᾶλλον εἰ ἡ μὲν ἐνέργεια ἀκίνητος προϋπάρχει, τὴν ἀρχὴν καὶ τὸ τέλος ὁμοῦ τῆς κινήσεως ἐν μιᾷ ἠρεμίᾳ συνέχουσα, ἡ δὲ κίνησις ἐν διεξόδῳ τῇ κατ' ἀριθμὸν προϊούσῃ διακριθείη. ἀλλ' ἔοικεν, φησίν, ὁ Πλωτῖνος ταῖς μὲν καθαρωτέραις δόξαις περὶ τῆς ἐνεργείας μὴ συνομολογεῖν, ἐπ' ἐκείνην δὲ ἀποφέρεσθαι τὴν ἔννοιαν, καθ' ἣν κατὰ τὸ κινεῖσθαί τινες τὸ ἐνεργεῖν ἀφορίζονται καὶ ταὐτὸν ὑπολαμβάνουσιν κίνησιν τὴν κατὰ τὸ κινεῖσθαι καὶ ἐνέργειαν· ὃ πολλοῦ δεῖ ἀληθὲς εἶναι. ἔτι δὲ δεῖ πείθεσθαι Θεοφράστῳ· τούτῳ γὰρ δοκεῖ μὲν χωρίζεσθαι τὴν κίνησιν τῆς ἐνεργείας, εἶναι δὲ τὴν μὲν κίνησιν καὶ ἐνέργειαν ὡς ἂν ἐν αὐτῇ περιεχομένην, οὐκέτι μέντοι καὶ τὴν ἐνέργειαν κίνησιν· τὴν γὰρ ἑκάστου οὐσίαν καὶ τὸ οἰκεῖον εἶδος ἐνέργειαν εἶναι ἑκάστου, μὴ [305] οὖσαν ταύτην κίνησιν. καὶ γὰρ ἡ τελειότης καὶ ἐν τοῖς νοητοῖς καὶ φύσει ἀκινήτοις εἶναι οὐ κεκώλυται· εἰσὶν δὲ καὶ ἐν τοῖς αἰσθητοῖς πολλαὶ τοιαῦται, οἷον [τὴν] κατὰ τὸ σχῆμα τοῦ ἀνδριάντος· ἕστηκεν γὰρ τὸ σχῆμα κατὰ τὴν αὐτὴν τελειότητα. εἰ δὲ εἰς τοσοῦτον προέχει ἡ ἐνέργεια τῆς κινήσεως, οὐκ ἔδει συνάπτειν αὐτὰς οὐδὲ τὸ ἕτερον τοῦ ἑτέρου γένος ποιεῖν. εἰ δέ τις τὴν μὲν ἐνέργειαν τὸ κινεῖσθαί φησι προβάλλειν κατὰ τὸ συντετάχθαι πρὸς αὐτό, τὸ δὲ ἐνεργείᾳ κατὰ τὸ σχῆμα τοῦ ἀνδριάντος καὶ τὴν ἑκάστου ἐντελέχειαν ἱστάμενον πρὸς τὸ δυνάμει λέγεσθαι ἐξῃρημένον αὐτοῦ, ἀλλ' οὐχὶ τῆς κινήσεως τὴν ἐνέργειαν, ἀγνοεῖ οὗτος, ὅτι τὸ μὲν ἐνεργείᾳ ἀντιτίθεται πρὸς τὸ δυνάμει καὶ τοῦ ἀτελοῦς ἐστι τελειότης σχέσιν τε πρὸς τὸ ἐναντίον προσείληφεν, ἡ μέντοι ἐνέργεια αὐτὴ καθ' ἑαυτήν ἐστιν ἀπόλυτος, πρὸς οὐδὲν ἐναντίον λεγομένη, ἥτις καὶ τῷ ἐνεργείᾳ ὄντι παρέχει τὴν τελειότητα. πολλοῦ ἄρα δεῖ ἐνεργείᾳ μὲν εἶναι τὸ σχῆμα, ἐνέργειαν δὲ μὴ ὑπάρχειν. ὅλως γὰρ οἱ τοῦτο λέγοντες τὸ καθαρὸν γένος οὐκ ἴσασι τῆς ἐνεργείας οὐδὲ τὸ χωριστὸν ἀπὸ τῆς κινήσεως οὐδὲ τὸ πρότερον τοῦ ἐνεργείᾳ, καὶ οὐδὲ τοῦτο ἀναμιμνῄσκονται, πῶς λέγομεν ἐνεργείας τὰς νοήσεις, τὸ ἀμερὲς αὐτῶν τῆς γνώσεως καὶ ἅμα καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ ἤδη ἀθρόον καὶ τὰ τοιαῦτα παριστάντες· ὅπερ γὰρ ἐν τῷ χρόνῳ τὸ νῦν ἐστιν, τοῦτο νοεῖσθαι τὴν ἐνέργειαν ἐν τῇ κινήσει, καὶ τὴν μὲν καθαρὰν ἐνέργειαν κινήσεως ἐκτὸς εἶναι, ἀπ' αὐτῆς δὲ ἄλλας ἐνεργείας προϊέναι, αἵτινες οὐκ ἄνευ κινήσεως θεωροῦνται, ὥσπερ τὴν φαντασίαν καὶ τὴν αἴσθησιν λέγομεν κατὰ μὲν τὸ πάθος κινήσεις εἶναι, κατὰ δὲ τὸ εἶδος ἐνέργειαν, καὶ οὕτως τὰς μὲν ἀχωρίστους τῶν κινήσεων εἶναι, τὰς δὲ χωριστάς, ἀχωρίστους μὲν ὅσαι τελειωτικαὶ τῶν κινήσεων, προηγούμεναι αὗται καὶ προάγουσαι αὐτὰς εἰς ἐνέργειαν, χωριστὰς δὲ ὅσαι μονοειδεῖς ἦσαν καὶ παντελῶς ἀκίνητοι. μέχρι μὲν οὖν τούτων ἀνάσχοιτο ἄν τις τῶν οὕτω τὰς ἐνεργείας καθελκόντων, διότι καὶ εἴδη τινὰ ἦν ἔνυλα, μεθ' ὧν καὶ αἱ ἔνυλοι ἐνέργειαι συνεῖναι ἐμφαίνονται· τῶν δὲ προσωτέρω προχωρούντων καὶ καθελκόντων αὐτὰς ἐπὶ τὰς κινήσεις οὐδαμῶς ἄν τις ἀνάσχοιτο, οὐδὲ τῶν τιθεμένων τῆς κοινῆς λεγομένης ἐνεργείας τὰς μὲν ἀμερεῖς καὶ ἀθρόας εἶναι. τὰς δὲ ἐν τῷ γίνεσθαι καὶ γενέσεις, ἃς καὶ κινήσεις καλεῖσθαι. οὔτε γὰρ ἓν γένος γένοιτο ἂν τῶν ἀμερῶν καὶ μεριστῶν οὔτε τῶν ἐν τῷ εἶναι καὶ τῶν ἐν τῷ γίνεσθαι, οὔτ' ἂν ἡ αὐτὴ ἐνέργεια ἀμερής τε εἴη καὶ διατείνοι ἐπὶ τὰ μεριστά, ἀθρόα τε καὶ ἐν τῷ γίνεσθαι ὑπάρχοι· πάντα γὰρ [306] ταῦτα ἀναιρεῖ τὴν τῶν ὄντων φύσιν καὶ τῆς ἐνεργείας τὴν οὐσίαν οὐ διαφυλάττει. δῆλον δὲ ὅτι καὶ τὸ ποιεῖν κοινὸν γένος τῶν ποιήσεων καὶ τῶν πείσεων τὴν κίνησιν ὑπεναντίον ἐστὶν τῇ Ἀριστοτέλους δόξῃ τῇ τε ἄλλῃ καὶ τῇ νῦν ἐν τῇ τῶν κατηγοριῶν διαιρέσει διατεταγμένῃ· οὐκέτι γὰρ δύο ἔσονται γένη τὸ ποιεῖν καὶ πάσχειν, ἀλλ' ἓν πρὸ αὐτῶν ἡ κίνησις. πρὸς δὲ τὸ κινεῖσθαι κοινῶς διατείνουσιν τά τε ἐν τῷ πάσχειν καὶ τὰ ἐν τῷ ποιεῖν θεωρούμενα κατὰ κίνησιν, οἷον τὸ περιπατεῖν, καὶ κατὰ σχέσιν, οἷον τὸ περιβεβλῆσθαι, καθῆσθαι· μικτὰ γὰρ ταῦτά ἐστιν ἐκ πάθους καὶ ἐνεργείας, οὐ τῆς κυρίως, ἀλλὰ τῆς τῷ πάθει συμμεμιγμένης. ἀλλὰ καὶ τὸ τὴν ἐνέργειαν ἐπὶ μόνων λέγειν τῶν ποιήσεων ἀνεξετάστως λέγεται· οὔτε γὰρ πᾶσα ἐνέργεια ποίησις, οὐ γὰρ δὴ καὶ ἡ νόησις, οὔτε πᾶσα ποίησις ἐνέργεια· εἰσὶν γάρ τινες καὶ παθητικαὶ ποιήσεις".

   Ἐκ δὲ τούτων συνακτέον ὅτι Πλωτῖνος καὶ οἱ ἄλλοι οἱ ἀπὸ τῆς τῶν Στωικῶν συνηθείας εἰς τὴν Ἀριστοτέλους αἵρεσιν μεταφέροντες τὸ κοινὸν τοῦ ποιεῖν καὶ πάσχειν εἶναι τὴν κίνησιν, οὗτοι συγχέουσιν εἰς ταὐτὸ κίνησίν τε καὶ ἐνέργειαν, καὶ τὴν ποίησιν οὐ τηροῦσιν καθαρὰν ἀπηλλαγμένην τοῦ πάθους, εἴπερ μετὰ κινήσεως αὐτὴν ὁρῶσιν, καὶ ἔτι μέντοι τὴν ἀρχὴν τῆς κινήσεως οὐ τηροῦσιν ἀκίνητον, ὡς Ἀριστοτέλει δοκεῖ. καὶ γὰρ καὶ ὅταν οἱ Στωικοὶ διαφορὰς γενῶν λέγωσιν τὸ ἐξ ἑαυτοῦ κινεῖσθαι, ὡς ἡ μάχαιρα τὸ τέμνειν ἐκ τῆς οἰκείας ἔχει κατασκευῆς (κατὰ γὰρ τὸ σχῆμα καὶ τὸ εἶδος ἡ ποίησις ἐπιτελεῖται), τὸ δὲ δι' ἑαυτοῦ ἐνεργεῖν τὴν κίνησιν, ὡς αἱ φύσεις καὶ αἱ ἰατρικαὶ δυνάμεις τὴν ποίησιν ἀπεργάζονται (καταβληθὲν γὰρ τὸ σπέρμα ἀναπλοῖ τοὺς οἰκείους λόγους καὶ ἐπισπᾶται τὴν παρακειμένην ὕλην καὶ διαμορφοῖ τοὺς ἐν ἑαυτῷ λόγους), ἀλλὰ μὴν καὶ τὸ ἀφ' ἑαυτοῦ ποιεῖν, ὅ ἐστι κοινῶς μὲν ἀπὸ ἰδίας ὁρμῆς ποιεῖν, ἕτερον δὲ ἀπὸ λογικῆς ὁρμῆς, ὃ καὶ πράττειν καλεῖται, τούτου δὲ ἔτι εἰδικώτερον τὸ κατὰ ἀρετὴν ἐνεργεῖν ‑ ὅταν οὖν ταῦτα διαιρῶνται, τοὐναντίον ἁμάρτημα ποιοῦσιν ἢ ὅπερ ἐν τοῖς ἔμπροσθεν· πάντα γὰρ ταῦτα ὑφ' ἓν ὀφείλοντα γένος τετάχθαι, διότι ἐν τῷ ποιεῖν ἐστι πάντα, οὐ καλῶς εἰς πολλὰ γένη διακρίνουσιν, διότι πολλαί εἰσιν αἱ ἀρχαί, ἀφ' ὧν αἱ ποιήσεις γίνονται. καὶ ὁ τῆς ἐνεργείας δὲ ὅρος συγκεχυμένος ἐστὶν παρ' αὐτοῖς· διὰ τῆς ἐνεργείας γὰρ αὐτὸν ἀποδιδόασιν. καὶ ὅταν δὲ τὸ ποιεῖν καὶ πάσχειν γένος ποιῶσιν, τοῦτο μὲν καλῶς λέγουσιν· ὅταν δὲ τὸ κινεῖσθαι περιέχειν τὸ κινεῖν διατάττωνται, μάχονται πρὸς ἑαυτούς, καὶ γένος τὸ κινεῖσθαι τοῦ κινεῖν ποιοῦντες, διότι περιέχει αὐτό, καὶ οὐ γένος, διότι πρὸς αὐτὸ [307] ἀντιδιαιρεῖται, εἴπερ τὸ μὲν ποιεῖν ἐστι, τὸ δὲ πάσχειν. 'καὶ τῆς κινήσεως, φησὶν Ἰάμβλιχος, οὐ καλῶς οἱ Στωικοὶ ἀντιλαμβάνονται λέγοντες τὸ ἀτελὲς ἐπὶ τῆς κινήσεως εἰρῆσθαι οὐχ ὅτι οὐκ ἔστιν ἐνέργεια· ἔστιν γὰρ πάντως, φασίν, ἐνέργεια, ἀλλ' ἔχει τὸ πάλιν καὶ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν (ἔστιν γὰρ ἤδη), ἀλλ' ἵνα ἐργάσηταί που ἕτερον, ὅ ἐστι μετ' αὐτήν". ταῦτα μὲν οἱ Στωικοὶ λέγουσιν. "πῶς δέ, φησὶν Ἰάμβλιχος, δυνατὸν ἀτέλεστον ἐνέργειαν λέγειν, ἣ πάντων ἐστὶ τελεωτάτη; τίνα δὲ τρόπον ἐν τῷ ἐνεργεῖν ἑστῶσα πληθύεται κατὰ τὸ πάλιν καὶ πάλιν, ὥσπερ τὰ κατ' ἀριθμὸν προϊόντα; ὅλως δὲ ἀτελὴς ἡ κίνησις λέγεται παρὰ τοῖς ἀρχαίοις οὐ πρὸς ἀντιδιαστολὴν τῆς ἐνεργείας· οὐδὲ γὰρ ἐνέργεια ἀλλ' ἐντελέχεια ἀτελὴς εἴρηται, διότι ἡ μέν ἐστιν ἐντελέχεια συνοχὴ κατὰ τὸ εἶδος τῆς τελειότητος, ἡ δὲ ἀπὸ τοῦ δυνάμει κινητοῦ εἰς τὸ εἶδος ἀγωγή, ἥτις κίνησις οὖσα ἀτελὴς ἐντελέχεια λέγεται πρὸς τὴν τῆς τελείας ἐντελεχείας ἀντιδιαστολήν, οἷον ἡ μὲν τόρευσις καὶ χαλκεία τοῦ ἀνδριάντος κίνησις καὶ ἀτελὴς ἐντελέχεια, τὸ δὲ εἶδος αὐτοῦ καὶ αὐτὸς ὁ ἀνδριὰς ἡ τελεία ἐντελέχεια. καὶ διὰ τοῦτο τὴν κίνησιν ὁ Ἀριστοτέλης ὡρίσατο ἐντελέχειαν τοῦ κινητοῦ ᾗ κινητόν, τοῦτ' ἔστιν ἐν ἀτελεῖ ἀεὶ μένουσα ἐντελέχεια, ἥτις κεχώρισται τῆς ἐνεργείας. οὐ μὴν οὐδὲ πᾶσα κίνησίς ἐστιν ἀτελής, ἀλλ' εἰ ἄρα, ἡ ἀρχὴν ἔχουσα καὶ πέρας· διόπερ ἡ τοῦ οὐρανοῦ οὐδαμῶς ἐστιν ἀτελὴς ἀεὶ ἐν τέλει οὖσα. ταράττει δὲ τὸν παρόντα λόγον τὸ ἐνεργείᾳ συγχεόμενον εἰς τὴν ἐνέργειαν· τὸ γὰρ ἀπὸ τοῦ δυνάμει μεταβάλλον εἰς ὃ ἠδύνατο, τοῦτο ἐνεργείᾳ λέγεται, ἄν τε εἶδος ᾖ ἄν τε πάθος ἄν τε ἠρεμία (ὁ μὲν γὰρ χαλκὸς ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προϊὼν καὶ γινόμενος ἀνδριὰς εἰς εἶδος τελειοῦται, τὸ δὲ θερμαντὸν ὅταν θερμανθῇ εἰς πάθος προῆλθεν, καὶ τὸ ἐνεργείᾳ τῆς κινήσεως γίνεται ἠρεμία, ὅταν εἰς ταύτην τελειωθῇ), διαφέρει δὲ τὸ ἐνεργείᾳ τῆς ἐνεργείας, καθ' ὅσον τὸ μὲν ἐνεργείᾳ πρὸς τὸ δυνάμει ὑφίσταται, ἡ δὲ ἐνέργεια καθ' ἑαυτήν ἐστιν". εἴποι δ' ἄν τις οἶμαι, ὅτι κἂν πρὸς τὸ δυνάμει λέγηται τὸ ἐνεργείᾳ, οὐδὲ τὸ ἐνεργείᾳ κίνησιν ἐμφαίνει, ἀλλὰ τὴν τοῦ πρότερον ὄντος ἀτελοῦς τελειότητα.

   Ὁ δὲ Πλωτῖνος οὐδὲ τὴν κίνησιν ἀτελῆ συγχωρεῖ εἶναι οὐδὲ τελειοῦσθαί φησιν αὐτήν, ἀλλὰ τὸ πρᾶγμα οὗ ἐστοχάζετο, οἷον τὴν βάδισιν ἐξ ἀρχῆς μὲν εἶναι βάδισιν· 'εἰ δὲ ἔδει στάδιον βαδίσαι, οὔπω δὲ ἦν τοῦτο διανύσας, οὐ τῆς βαδίσεως οὐδὲ τῆς κινήσεώς ἐστιν τὸ ἐλλεῖπον, ἀλλὰ τῆς ποσῆς βαδίσεως· βάδισις γὰρ ἦν καὶ κίνησις ἤδη κἂν ὁποσηοῦν'. ὁ δὲ [308] Ἰάμβλιχος ὑπαντῶν πρὸς αὐτὸν "οὐχ ᾗ κινητόν, φησίν, λαμβάνεις τὸ ἔργον τῆς κινήσεως οὐδὲ πρὸς τὴν δύναμιν αὐτὸ συνάπτεις, ἐπεὶ καθὸ κινητὸν οὔπω ἐστὶν ὅλον· οὐδὲ τὴν ἐντελέχειαν οὖν ὡς κινητοῦ λαμβάνεις". καὶ λέγει οἶμαι καλῶς· τοιοῦτον γάρ τι δοκεῖ μοι πάσχειν, οἷον εἴ τις καὶ τὸ ἀτελὲς αὐτὸ τέλειον λέγοι, ὅταν ἀτελὲς ᾖ, κατὰ τὴν ἀτέλειαν θεωρούμενον· οὕτως δὲ καὶ ἡ κίνησις ἀτελής ἐστιν, ὅτι μέμικται αὐτῆς ἡ φύσις ἔκ τε τοῦ δυνάμει καὶ ἐντελεχείᾳ, ἐξ ἀορίστου γεγονὸς καὶ ὡρισμένου, ἀμόρφου τε καὶ εἴδους, καὶ μὴ ὄντος ὁμοῦ καὶ ὄντος· ἐξ ὧν δῆλον γίνεται, ὡς οὐδὲν κοινὸν κινήσει πρὸς τὴν καθαρὰν ἐνέργειαν· αὕτη γὰρ καθαρά ἐστι πάσης ἀπείρου καὶ ἀορίστου συμμίξεως καὶ ὑπερέχει τῶν τοιούτων.

   Ἐπεὶ δὲ τὴν κίνησιν ἐδόκει τοῖς ἀπὸ τοῦ Περιπάτου εἰς τὸ ποσὸν ἀνάγειν, βούλεται ὁ Πλωτῖνος εἰς τὴν ἐνέργειαν αὐτὴν ἀνάγειν, ἵνα ὡς ἡ ἐνέργειά ἐστιν οὐ ποσόν, οὕτως καὶ ἡ κίνησις οὐ ποσὴ οὖσα ἀποδειχθῇ. καὶ ὅτι μὲν ποσὸν ἡ κίνησις, δῆλον, οὐκ ἐκ τοῦ ἐν χρόνῳ εἶναι (τοῦτο γὰρ κατὰ συμβεβηκὸς αὐτῇ ὑπάρχει), ἀλλ' ἐκ τῆς διαστάσεως αὐτῆς καὶ καθὸ ἑτερότης ἦν, ὥς φησι Πλάτων, καὶ ἀνομοιότης· μέχρι μὲν γὰρ ἓν καὶ ταὐτόν ἐστιν, πάντα ἠρεμεῖ· καθὸ δ' ἂν λάβῃ τὴν διαφοράν, κεκίνηται· ἐπεὶ οὖν τὴν μὲν ἠρεμίαν ἕν, τὴν δὲ κίνησιν πολλὰ ἀναγκαῖον εἶναι, ποσόν ἐστιν ἡ κίνησις. ἐνέργεια δὲ ὅτι μὲν οὐ πᾶσα κίνησίς ἐστι, πρόδηλον· οὐ γὰρ δὴ καὶ ἡ τοῦ νοῦ ἐνέργεια ἀκίνητος οὖσα· περὶ δέ τινων γεγένηται ζήτησις, εἰ κινήσεις χρὴ λέγειν, οἷον τήν τε αἴσθησιν καὶ τὴν τῆς ψυχῆς νόησιν, ἃς δοκεῖ τισιν οὐκ ἄνευ μὲν κινήσεως, οὐ μὴν κινήσεις εἶναι, εἴγε ἀμέριστοί εἰσιν, ὡς ἐν τοῖς Περὶ ψυχῆς δέδεικται, κίνησις δὲ πᾶσα μεριστή· εἰ δὲ καὶ ἐν τῷ νῦν ἥ τε αἴσθησις καὶ ἡ νόησις ἐπιτελοῦνται, οὐδὲ οὕτως ἂν εἶεν κινήσεις, ἀλλ' ἐνέργειαι ἂν ὀρθότερον καλοῖντο. Μελίσσου δὲ εἰπόντος παντὸς τοῦ γινομένου ἀρχὴν εἶναι, φησὶν Ἀριστοτέλης μὴ ἐπὶ πάντων τῶν γενομένων ἀρχὴν εἶναι τοῦ πράγματος, ἀλλὰ τοῦ χρόνου μὲν εἶναι ἀρχήν, οὐκέτι μὴν καὶ τοῦ πράγματος· δύνασθαι γὰρ ἀθρόως μεταβάλλειν, ὡς ἐπὶ τοῦ φωτιζομένου ἀέρος· ἀθρόως γὰρ πᾶς φωτίζεται, οὐ μέντοι καὶ ἀχρόνως· ἐν γὰρ τῇ ἀνατολῇ ἐφωτίσθη, οὐ μέντοι καὶ ἄχρονός ἐστιν ἡ ἀνατολή· οὐ γὰρ κατὰ τὸ νῦν ἐστιν, οὐδὲ ὁ φωτισμὸς κατὰ τὸ νῦν, κἂν ἀθρόως ὁ ἀὴρ καὶ οὐ τόδε μετὰ τόδε φωτίζεται. τοῦ τοίνυν Ἀριστοτέλους ἀθρόαν οὕτως εἰπόντος μεταβολὴν ὁ Πλωτῖνος 'εἰ ἀθρόα, φησίν, ἔστιν μεταβολή, ἔστιν καὶ ἀθρόα κίνησις καὶ ἄχρονος'. φαίη ἂν οὖν Ἀριστοτέλης τὴν μὲν κατὰ τὸ μεταβάλλειν εἶναι μεταβολήν, τὴν δὲ κατὰ τὸ μεταβεβληκέναι· καὶ ἡ μὲν κατὰ τὸ μεταβάλλειν κίνησίς ἐστιν, ἡ δὲ [309] κατὰ τὸ μεταβεβληκέναι ἠρεμία. εἰ μὲν οὖν ἡ κατὰ τὸ μεταβεβληκέναι πάντως ἀπὸ τῆς κατὰ τὸ μεταβάλλειν συνίσταται μεταβολὴ καὶ προϋπάρχει μὲν ἡ κατὰ τὸ μεταβάλλειν ἡλίου ἀνατέλλειν μέλλοντος, ἡμῖν δὲ ἀνεπαισθήτω μόνη ἡ κατὰ τὸ μεταβεβληκέναι ἐνίσταται, εἴη ἂν οὖν οὐκ ἄνευ μὲν κινήσεως, οὐ μὴν κίνησις ἡ τοῦ φωτισμοῦ ἔνστασις· εἰ δὲ ἐνδέχεται τὴν κατὰ τὸ μεταβεβληκέναι ἐνστῆναι ἄνευ τοῦ μεταβάλλειν, οὐκ ἂν εἴη κίνησις οὐδὲ μετὰ κινήσεως ἡ τοιαύτη μεταβολὴ ἡ ἐν τῷ μεταβεβληκέναι, ἀλλ' ἐνέργειαί εἰσιν καὶ οὐχὶ κινήσεις αἱ τοιαῦται μεταβολαί.

   Πολλὰ δὲ τῶν ὑπὸ Πλωτίνου περὶ κινήσεως λεγομένων οὐκ ἐφαρμόζει ταῖς κινήσεσιν. τό τε γὰρ ἄχρονον λέγεσθαι κίνησιν μάχεται πρὸς τὴν διάνυσιν αὐτῆς καὶ τὴν διέξοδον, τό τε ἐν ἀχρόνῳ αὐτὴν ἄρχεσθαί ποτε τὴν συνέχειαν τῆς φύσεως αὐτῆς ἀναιρεῖ, τό τε νομίζειν πάλιν καὶ πάλιν τὴν αὐτὴν συμπεραίνεσθαι κίνησιν ἀδύνατον ἐπὶ συνεχοῦς· ἐπὶ γὰρ τῶν κατ' ἀριθμὸν διωρισμένων μόνων δυνατὸν μονάδα καὶ ἄλλην μονάδα ἐπινοεῖν καὶ οὕτως συντάττειν εἰς ταὐτὸ τὸ διωρισμένον πλῆθος· ἐφ' ὧν δὲ συνέχειά ἐστιν ἀπεριόριστος, οὐκ ἔνεστιν ἐπὶ τούτων ὥσπερ διωρισμένον τι πλῆθος εἰς ταὐτὸ συγκεφαλαιοῦσθαι. οὐκ ὀρθῶς δὲ λέγεται καὶ εἰ ἀθρόα γίνεται μεταβολὴ καὶ ἄχρονος, γίνεσθαι καὶ κίνησιν τοιαύτην· εἰ γὰρ κατ' εἶδος γίνονται ἀκίνητοι παρουσίαι εἰδῶν, μεταβολαὶ μὲν ἄχρονοι ἔσονται, κινήσεις δὲ οὔ. ἀλλ' οὐδὲ τοῦτο ὀρθῶς ὑπολαμβάνουσιν, ὡς εἷς ἐστιν [ὁ] λόγος τῶν κινήσεων καὶ τῶν ἐνεργειῶν, καὶ εἰ ἄχρονος ἔστιν ἐνέργεια, ἄχρονον εἶναι καὶ κίνησιν ὡσαύτως· καὶ γὰρ ἡ μὲν ἐνέργεια κατὰ τὴν ἀκίνητον εἴδους παρουσίαν καὶ τελειότητα ἕστηκεν ἡ αὐτή, ἡ δὲ κίνησις πρόεισιν ἀεί, ἕως ἂν εἰς τὴν ἐντελέχειαν ἀφίκηται. καὶ τὸ ποσὸν δὲ ἐπὶ τῆς κινήσεως οὐ κατὰ τὸ πλῆθος τὸ διηριθμημένον ληπτέον (οὐ γὰρ ἔχει συνέχειαν τὸ τοιοῦτον), ἀλλὰ μᾶλλον κατὰ τὴν διέξοδον, παραπλησίως τῇ διαστάσει τοῦ σώματος. εἰ οὖν ποσή ἐστιν ἡ κίνησις, εἰς ἴδιον γένος οὐ δύναται τάττεσθαι. ἀλλὰ ταῦτα μὲν ἀρκούντως.

   Τινῶν δὲ λεγόντων ὅτι διὰ τοῦτο οὐκ ἔθετο γένος τὴν κίνησιν καὶ τὴν ἐνέργειαν ἐν ταῖς κατηγορίαις ὁ Ἀριστοτέλης, ὅτι ταῦτα ὑπὸ τὰ πρός τι ἀνάγεται τῷ τὴν μὲν ἐνέργειαν τοῦ δυνάμει εἶναι ἐνεργητικοῦ, τὴν δὲ κίνησιν τοῦ δυνάμει κινητοῦ, καλῶς ὁ Πλωτῖνος ἀντιλέγων φησὶν ὅτι "τὰ μὲν πρός τι αὐτὴ ἡ σχέσις ἐγέννα, ἀλλ' οὐ τὸ πρὸς ἕτερον μόνον λέγεσθαι· ὅταν δὲ ᾖ τις ὑπόστασις, κἂν ἑτέρου ᾖ κἂν πρὸς ἕτερον, τήν γε πρὸ τοῦ πρός τι εἴληχε φύσιν. αὕτη τοίνυν ἡ ἐνέργεια καὶ ἡ κίνησις [310] καὶ ἡ ἕξις, κἂν ἑτέρου εἰσίν, ἀλλὰ τὸ εἶναί τι πρὸ τοῦ πρός τι καὶ νοεῖσθαι καθ' αὑτὰ οὐκ ἀφῄρηνται". καὶ ὅλως τὰ μὲν πρός τι κατ' αὐτὴν μόνην θεωροῦνται τὴν σχέσιν, ὥσπερ ἡ δεξιότης καὶ ἡ ὁμοιότης· τὰ δὲ ἑτέρων ὄντα οὕτως ὡς τὰ κατὰ μετοχὴν ὑφιστάμενα, ὡς ἐν τῷ κινουμένῳ ἡ κίνησις καὶ ἐν τῷ ἐνεργοῦντι ἡ ἐνέργεια, οὐ τὴν πρός τι σχέσιν παρίστησιν, ἀλλὰ μετοχὴν τῆς κινήσεως· αἱ δὲ μετοχαὶ οὐκ ἐποίουν τὸ πρός τι, ἐπεὶ οὕτως ἑνὶ λόγῳ πάντα ἔσται πρός τι.

   καὶ μάλιστα οὕτω συνεζευγμένον ὑπ' αὐτοῦ τὸ ποιεῖν τῷ πάσχειν διὰ τὴν πρὸς αὐτὸ σχέσιν, ὡς περὶ ἀμφοτέρων ἕνα ποιήσασθαι λόγον τὸν Ἀριστοτέλη, καὶ εἰ μὴ ὁ τῆς δεκάδος τῶν γενῶν ἀριθμὸς ἀπῄτει διῃρῆσθαι, ᾠήθησαν ἄν τινες, ὅτι εἰς μίαν τὰ δύο ἀνάγει κατηγορίαν. ἢ ὅτι τὸ ὡς γένος λαμβανόμενον ποιεῖν κατὰ τὴν καθαρῶς ποίησιν ἱστάμενον κεχώρισται τελέως τοῦ πάσχειν· καὶ γὰρ τὸ θερμαίνειν καὶ ψύχειν παρέλαβεν ὁ Ἀριστοτέλης οὐχ ὡς τὰ ὀρθὰ παρὰ τοῖς Στωικοῖς λεγόμενα, ἅπερ ὡς εἰς ἕτερον ῥέπουσαν ἔχει τὴν κίνησιν, ἀλλὰ κατ' αὐτὴν τὴν πρωτουργὸν αἰτίαν τῆς κινήσεως, ἥτις ἐν αὐτῷ τῷ εἴδει τῆς θερμότητος καὶ ψυχρότητος προϋπάρχει· οὕτω γὰρ καὶ καθαρῶς ποίησις ἔσται κεχωρισμένη πάντῃ τοῦ πάσχειν. ἀλλ' οὐδὲ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι ταῦτά ἐστιν ἅπερ ὕπτια καλοῦσιν κατὰ τὴν πρὸς τὸ θερμαῖνον σχέσιν θεωρούμενα· ἀλλὰ σημαίνεσθαι μὲν καὶ τοιαῦτά τινα ἀπὸ τῶν φωνῶν τούτων οὐκ ἂν ἀντείποιμεν, οὐ μὴν ταῦτά γε εἶναι τὰ ἐν τῷ πάσχειν ὑπ' Ἀριστοτέλους τιθέμενα. ὡς γὰρ ἔστιν καθαρὰ ποίησις ἄλλη παρὰ τὴν ῥέπουσαν εἰς τὸ πάσχον καὶ ἄμικτος πάντῃ πρὸς αὐτήν, οὕτως ἔστιν καὶ καθαρὰ πεῖσις τὴν ἐν τῷ πάσχοντι μόνην πεῖσιν περιειληφυῖα, μήτε ἀναφορᾶς μήτε σχέσεως μήτε συζεύξεως πρὸς τὴν ποίησιν ἐφαπτομένη, ὥστε οὐδὲ ὀρθὰ οὐδὲ ὕπτια ταῦτά ἐστιν, ὡς τοῖς Στωικοῖς καλεῖν ἔθος. ἐφ' ὧν γὰρ οὐκ ἔστιν τὸ πάθος ἀπολελυμένον τῆς πρὸς τὸ ποιοῦν σχέσεως, ἐπὶ τούτων καὶ τὰ ὀρθὰ καὶ τὰ ὕπτια εἰκότως ἐνομίζετο, τὰ μὲν τὴν ἐνέργειαν εἰς ἕτερον συντάττοντα, τὰ δὲ ὑφ' ἑτέρου τὴν κίνησιν ἐν τῷ πάσχοντι συναρμόζοντα καὶ ἀναφέροντα αὐτὴν πρὸς ἕτερον· ἅπερ εἰ καὶ τῷ ὄντι ἔστιν, ἀλλ' οὐκ ἔστι γε ἁπλᾶ καὶ ἄμικτα καὶ πρῶτα γένη καὶ καθ' ἑαυτὰ ὑφεστηκότα καὶ μὴ ἐν ἀλλήλοις ἔχοντα τὸ εἶναι. καὶ τοῦτο γὰρ ὀρθῶς λέγεται, ὡς οὐ τοῖς κατηγορήμασιν πρώτοις δεῖ προσεῖναι τὸ πρός τι εἶναι, ἀλλὰ τοῖς συνυφισταμένοις πῶς ἔχουσιν, οἷον τῷ κάοντι καὶ τύπτοντι· οὗτος γάρ ἐστιν ὁ τόνδε τύπτων καὶ τόνδε [311] κάων· ἐπεὶ γὰρ ἐν συνθέσει πώς ἐστιν ὁ τύπτων μετὰ τοῦ ὑποκειμένου νοούμενος, καὶ ἡ ποίησις αὐτοῦ τὸ σύμμικτόν πως ἐμφαίνει καὶ τὸ ἔχον πως πρὸς ἕτερον. τὸ μέντοι ποιεῖν, ἐπειδὴ καθαρῶς μόνῃ τῇ ἐνεργείᾳ συνέζευκται, διὰ τοῦτο κατ' αὐτὴν ἵσταται μόνην καθαρῶς, καὶ τὸ μὲν οὔτε σχέσεως οὔτε μίξεως τῆς πρὸς τὸ πάσχον ἀναπίμπλαται· καὶ γὰρ μάλιστα μὲν οὐδὲ ἔστιν ἐν τοῖς κατηγορήμασιν τὰ πρός τι, εἰ δὲ ἄρα τις αὐτὸ μέχρις ἐπινοίας λαμβάνει, ὡς δεύτερον νοεῖται· αὐτοὶ μὲν γὰρ οἱ πῶς ἔχοντες κατὰ πρῶτον εἶεν ἂν πρός τι, ἕτερον δὲ τρόπον κατὰ δευτέραν αἰτίαν καὶ τὰ κατηγορήματα τοιαῦτα ἐπινοεῖται. κἀκεῖνο δὲ καλῶς εἴρηται, ὡς τὰ μὲν πρός τι μόνη ἡ σχέσις ὑφίστησιν, τὸ δὲ ποιεῖν καὶ πάσχειν ἔχει τινὰς ἰδίας φύσεις, παρ' ἅς, εἴπερ ἄρα, τὰ πρός τί πως δεύτερον ἐπινοεῖται· διόπερ οὐκ ἐξίσταται ἧς ἔχει ἑκάτερον καθ' ἑαυτὸ ἰδίας κατηγορίας.

   Ἀλλὰ διὰ τί, φασίν, οὐχ ἓν μὲν γένος τὸ κινεῖσθαι, εἴδη δὲ τούτου δύο, τὸ κινεῖν, ὅπερ ταὐτόν ἐστιν τῷ ποιεῖν, καὶ τὸ ὁμωνύμως τῷ γένει κινεῖσθαι λεγόμενον, ἐν ᾧ τὸ πάσχειν, ὥστε μίαν κατηγορίαν εἶναι τοῦ κινεῖσθαι, ἀλλὰ μὴ δύο, τὸ ποιεῖν καὶ πάσχειν; λύσις δὲ τούτου καὶ πρόσθεν μὲν ἐπεδείχθη διὰ πλειόνων καὶ νῦν δὲ λεγέσθω ὅτι ἐν τῷ κινεῖσθαι οὐ περιέχεται τὸ ποιεῖν εἴ τις τὰς καθαρὰς λαμβάνει ποιήσεις, μόνον δὲ τὸ πάσχειν περιείληπται· οὐ δύναται οὖν γένος εἶναι τὸ κινεῖσθαι τῶν ποιήσεων, ὧν οὐδὲ ὅλως ἐν τῷ εἶναι κατηγορεῖται. ἡ μὲν γὰρ κίνησις ἑτεροιώσει τινὶ καὶ μεταβολῇ σύνεστιν, ἡ δὲ ποίησις ἡ καθαρά, ἥτις καὶ ἀντιδιαιρεῖται πρὸς τὸ πάσχειν ὡς μηδὲν ἔχουσα κοινὸν πρὸς αὐτήν, ἀπαθής ἐστιν καὶ ἄτρεπτος καὶ ἀμετάβλητος· ποιεῖ οὖν μόνως οὐδὲν αὐτὴ εἰσδεχομένη πάθος, ἀκινήτως ἄρα ποιήσει· οὐκ ἄρα ἐν τῷ κινεῖσθαί ἐστιν τὸ πρώτως ποιεῖν ὡς ἐν γένει, ἀλλὰ μᾶλλον ἐν τῷ μὴ κινεῖσθαι. αὕτη μὲν οὖν ἀκριβὴς λύσις τῆς ἐνστάσεως· εἰ δέ τις τὸ ποιεῖν διατείνοι καὶ ἐπὶ τὰς κινήσεις, λεγέτω ὡς κατὰ τοὺς παλαιοὺς ἀπὸ τῆς κινήσεως ὑφίσταται τὸ κινεῖσθαι, τοιοῦτον δὲ ὂν οὐκ ἐπὶ πασῶν τῶν ἐνεργειῶν τάττεσθαι, ἀλλ' ἐπὶ μόνων ὅσαι κινήσεσιν ἦσαν αἱ αὐταί. τὸ μέντοι ποιεῖν οὐ κινήσεως μόνον, ἀλλὰ καὶ ἐνεργειῶν ἦν περιληπτικόν· οἰκείως οὖν ἔθετο αὐτὸ εἰς γένους ἰδίου θέσιν, οἰκεῖον ὑπάρχον τῶν τε ἐνεργειῶν, ἃς οὐ περιεῖχεν τὸ κινεῖσθαι, καὶ κινήσεων δραστικῶν κεχωρισμένων παντελῶς ἀπὸ πείσεων, διὸ ἀκολούθως ἕτερον ἔθετο γένος τὸ ποιεῖν τοῦ πάσχειν· τὸ δὲ κινεῖσθαι μηδὲ ὅλως εἶναι ἐπ' αὐτοῖς γένος, οὐχ ὅτι οὐδ' ὅλως λέγεται ἐπὶ τῶν ποιήσεων τὸ κινεῖσθαι, ὡς ἡ πρώτη λύσις ἐβούλετο ἀπολογίζεσθαι, ἀλλ' ἐπειδὴ τὸ ποιεῖν περιεῖχεν καὶ τὰς κατ' ἐνέργειαν κινήσεις, αἵτινες οὐ περιέχονται ἐν τῷ κινεῖσθαι.

[312]    Ὑπομνήσειε δ' ἄν τις τὸ δύο εἶναι γένη τὸ ποιεῖν καὶ πάσχειν καὶ ἀπὸ τῆς ἐν τῷ παντὶ φύσεως. εἰ γὰρ τὸ μὲν γεννᾷ, τὸ δὲ ὑποδέχεται τὴν γένεσιν, καὶ τὸ μέν ἐστι δραστικόν, τὸ δὲ παθητικόν, ἐξ ἀνάγκης δεῖ ταῖς ἀρχαῖς ὁμολογουμένως καὶ τὰ γένη εἶναι διττά. καὶ ἐπεὶ πανταχοῦ τὸ ἄμικτον τοῦ μικτοῦ προηγεῖται, ἐξ ἀνάγκης καὶ τὸ καθαρῶς ποιεῖν καὶ πάσχειν τοῦ μικτοῦ τῆς κινήσεως γένους προϋπάρχει· αὕτη γὰρ [ἡ] ὑπὸ ἄλλου γινομένη εἰς ἄλλο ποιεῖ, καὶ εἴπερ εἴη γένος, ἐν τοῖς μετέχουσι καὶ μικτοῖς ἔσται τὰ γένη, ὅπερ ἄτοπον. πολλὰ μέντοι τῶν ποιούντων καὶ πάσχει ὑπὸ τοῦ δύο ἀρχάς, τήν τε παθητικὴν καὶ τὴν δραστικήν, εἰς μίαν πολλαχοῦ συμπίπτειν φύσιν, ἐπεὶ καθαρῶς γε διορίζοντι τὰ πράγματα οὔτε τὸ ποιοῦν ᾗ ποιεῖ καὶ πάσχει οὔτε τὸ πάσχον ᾗ πάσχει ποιεῖ. διὸ τὰ μὲν πρῶτα τῶν αἰτίων ἀκίνητά ἐστιν ὧν κινήσεων αἴτια γίνεται, τινὰ δὲ τῶν ἑξῆς κινοῦντα καὶ κινεῖται ὑπὸ τοῦ ἀμφοτέρας ἔχειν ἐν ἑαυτοῖς τὰς ἀρχὰς καὶ εἶναι μέν τι αὐτῶν κινοῦν, εἶναι δὲ καὶ κινούμενον ἕτερον, καὶ οὕτως τὸ ὅλον κινεῖν καὶ κινεῖσθαι δοκεῖ. περισπᾷ δὲ τοὺς πολλοὺς εἰς τὸ καὶ ἐν ταῖς ποιήσεσιν κινήσεις τίθεσθαι τὸ νομίζειν ὤσεσι καὶ μοχλείαις τὰς ποιήσεις γίνεσθαι, ἀλλὰ μὴ ὡς τοῖς παλαιοῖς ἐδόκει τῇ δραστηρίῳ δυνάμει καὶ τῇ ἐπιτηδειότητι τοῦ ποιοῦντος καὶ πάσχοντος. τὰ γὰρ ὠθοῦντα καὶ ἕλκοντα καὶ τὰ τοιαῦτα σύμμικτά ἐστιν ἔκ τε τοῦ ποιεῖν ἔκ τε τοῦ πάσχειν· εἴτε οὖν τὴν αἰτίαν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἴτε τὴν μορφὴν διακρίνοι τις ὡς ἑτέραν, οὐδὲν αὐτοῖς ἔσται κοινὸν γένος. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας δείκνυται ὅτι καὶ τὸ νοεῖσθαι καὶ τὸ ὁρᾶσθαι τῆς τοῦ ποιεῖν ἐστι κατηγορίας, ἀλλ' οὐ τῆς τοῦ πάσχειν. οὐ γὰρ πάσχει τι τὸ νοητὸν εἰς νόησιν, ἀλλ' ἔστιν τὸ νοεῖσθαι τὸ νόησιν ποιεῖν καὶ τὸ ὁρᾶσθαι τὸ ὅρασιν, τῆς λέξεως τὸ σχῆμα μόνον ἐχούσης τοῦ πάσχειν. δεῖ οὖν μὴ εἰς τὸ σχῆμα τῆς λέξεως ἀφορᾶν, ἀλλ' εἰς τὰ πράγματα. καὶ γὰρ τινὰ μέν ἐστιν καὶ τῷ πράγματι καὶ τῷ σχήματι τῆς λέξεως τὸ ποιεῖν ἔχοντα, ὡς τὸ ἰατρεύειν· τινὰ δὲ τῷ μὲν πράγματι ποιητικά ἐστιν, τῷ δὲ σχήματι τῆς λέξεως παθητικά, ὡς τὸ νοεῖσθαι καὶ τὸ ὁρᾶσθαι (τυποῦν γάρ ἐστιν τοῦτο, τὸ δὲ τυποῦν ποιεῖν)· τινὰ δὲ ἀνάπαλιν, ὡς τὸ ὁρᾶν καὶ νοεῖν (τυποῦσθαι γάρ ἐστιν, τὸ δὲ τυποῦσθαι πάσχειν). ἐπιστάσεως δὲ ἄξιον, μήποτε τὸ νοεῖν καὶ τὸ ὁρᾶν οὐκ ἔστιν πάσχειν μόνον καὶ τυποῦσθαι, ἀλλ' ἔχει τινὰ καὶ ἔνδοθεν ἀνεγειρομένην ἐνέργειαν, καθ' ἣν ἡ ἀντίληψις γίνεται. καὶ οὐδὲν οἶμαι θαυμαστόν, εἰ συμμιγές τι ἐπὶ τούτων συμβαίνει· καὶ γὰρ ἀκόλουθον τὰ μὲν ποιεῖν μόνως, τὰ δὲ πάσχειν μόνως, τὰ δὲ ποιεῖν ἅμα καὶ πάσχειν, ὥσπερ τὸ νοεῖν καὶ τὸ ὁρᾶν.

   Πάλιν δὲ ὁ Πλωτῖνος "ἐπισκεπτέον, φησίν, εἰ ἐν τῷ ποιεῖν τὰς μὲν [313] ἐνεργείας φήσουσιν, τὰς δὲ κινήσεις, ‹τὰς μὲν ἐνεργείας λέγοντες εἶναι τὰς ἀθρόας, τὰς δὲ κινήσεις›, οἷον τὸ τέμνειν· ‹ἐν χρόνῳ γὰρ τὸ τέμνειν›· ἢ πᾶσα ποίησις κίνησίς ἐστιν ἢ μετὰ κινήσεως, καὶ εἰ πάσας τὰς ποιήσεις πρὸς τὸ πάσχειν ἤ τινας καὶ ἀπολύτους, οἷον τὸ βαδίζειν καὶ τὸ λέγειν, καὶ εἰ τὰς μὲν πρὸς τὸ πάσχειν πάσας κινήσεις, τὰς δὲ ἀπολύτους ἐνεργείας, ἢ ἐν ἑκατέροις ἑκάτερον· τὸ γοῦν βαδίζειν ἀπολελυμένον κίνησιν ἂν πάντες εἴποιεν, τὸ δὲ νοεῖν, καίτοι ἔχον πάσχον τὸ νοούμενον, ἐνέργειαν οἶμαι ῥητέον". τούτων δὲ πρὸς τὸ πρῶτον ῥητέον ὅτι τὸ πᾶσαν ποίησιν κίνησιν εἶναι ἢ μετὰ κινήσεως οὐκ ἐγκριτέον, ἀλλὰ τοὐναντίον τὸ ποιοῦν ᾗ ποιεῖ καὶ τὴν καθαρὰν ἐνέργειαν ἔχει οὐδ' ὅλως κινεῖσθαι, ὥστε ἐν τῷ ποιεῖν οὐ δεῖ τὰς μὲν ἐνεργείας λέγειν, τὰς δὲ κινήσεις· ὅλως γὰρ οὔκ εἰσιν ἐν τῷ ποιεῖν αἱ κινήσεις διὰ τὰς εἰρημένας αἰτίας. ἀλλ' οὐδὲ τὰς ἀθρόας ἁπλῶς φήσομεν ἐνεργείας εἶναι, καθ' ὅσον εἰσὶν ἀθρόαι, διότι τὸ ἀθρόον καὶ τῶν μεταβολῶν ἦν ἴδιον, καὶ οὐδέποτε ταύτῃ ἀντιδιαιρεῖται ἐνέργεια πρὸς κίνησιν, διότι ἡ μὲν ἀθρόα ἐστίν, ἡ δὲ ἐν χρόνῳ, ἀλλ' ἄλλαις τισὶν διαφοραῖς. πρὸς δὲ τὸ δεύτερον τὸ εἰ πᾶσαι πρὸς τὸ πάσχειν αἱ ποιήσεις ἤ τινές εἰσιν καὶ ἀπόλυτοι, δυνατὸν λέγειν ὅτι οὐκ ἐκεῖνο τὸ ποιεῖν τὸ ἀντιταττόμενον τῷ πάσχειν ὡς γένος τέθεικεν ὁ Ἀριστοτέλης, ἀλλὰ τὸ κοινότερον καὶ ἴσον τῷ ἐνεργεῖν καὶ ἐξ ἑαυτοῦ ποιεῖν, ὥστε ὑποπίπτειν καὶ τὸ περιπατεῖν καὶ τὸ καθῆσθαι καὶ πάντα τὰ ἀπόλυτα, ὑποπίπτειν δὲ καὶ τὸ ἀντιτεταγμένον τῷ πάσχειν, καθὸ τὸ μὲν ἐν αὑτῷ, τὸ δὲ ἐν ἑτέρῳ τὴν τῆς κινήσεως ἀρχὴν ἔχει καὶ αἰτίαν. ἔστιν δὲ καὶ τοῦτο λέγειν, ὡς τὸ μὲν ἀντιταττόμενον πρὸς τὸ πάσχειν καὶ λεγόμενον ὀρθὸν ὑπὸ τῶν Στωικῶν οὐκ εἴληπται νῦν, ἀλλὰ τὸ κοινόν, τὸ δὲ ἀντιτεταγμένον ἐν τοῖς παραδείγμασιν εἴληπται ὡς σαφέστερον ἴσως· ὁμοίως δὲ καὶ τὸ πάσχειν οὐχὶ τὸ ὕπτιον λεγόμενον τὸ πρὸς τὸ ποιοῦν, ἀλλὰ τὸ κοινόν. βέλτιον δὲ τὸ πρῶτον καὶ κυριώτατον τοῦ ποιεῖν γένος καθαρὸν τίθεσθαι καὶ μηδεμίαν ἔχον πρὸς τὸ πάσχον συμπλοκήν· οὕτω γὰρ καθαρὰν νοεῖσθαι τὴν ἐξ ἑαυτοῦ ἐνέργειαν. εἰ δέ τις καὶ τὴν ἀντίθεσιν τοῦ ποιεῖν καὶ πάσχειν βούλοιτο λαμβάνειν, ἀποδεκτέον καὶ τοῦτο οὐ κατὰ σχέσιν, ἀλλὰ κατ' ἰδίαν ἑκατέρου ὑπόστασιν, ἥτις ἐν ἑκατέρῳ οὖσα προσλαμβάνει ἐκ δευτέρου τὸν τῆς ἐναντιώσεως λόγον. τὸ δὲ τρίτον οὐκ ἔστιν εὐδιόριστον διὰ τὴν ἐν [314] πολλοῖς τῶν δύο ἀρχῶν μίξιν· τὸ οὖν βαδίζειν μέμικται ἔκ τε κινήσεως καὶ ἐνεργείας, ἴσως δὲ καὶ τὸ νοεῖν ἔκ τε τοῦ πάσχειν καὶ τοῦ ἐνεργεῖν, καὶ διὰ τοῦτο οὐ ῥᾴδιον ἀποφαίνεσθαι ἐν ποίῳ γένει τὰ προτεινόμενα. ἀλλὰ καθόλου διαιρετέον πρώτας μὲν ποιήσεις τὰς καθαρὰς καὶ ἀμίκτους λέγοντας, δευτέρας δὲ τὰς ἀπ' ἐκείνων εἰς τὰ σύμμικτα γένη· τούτων δὲ εἶναι πλείονας διαφοράς· τὰ μὲν γὰρ αὐτῶν πρὸς τὸ πάσχειν, τὰ δὲ πρὸς ἄλλα τινὰ συμπέπλεκται, καὶ τὰ μὲν ἐπικρατεῖ κατὰ τὴν ἐξ ἑαυτῶν ἐνέργειαν, τὰ δὲ ὑπὸ τῶν ἄλλων τῶν συμμιγνυμένων ἐπικρατεῖται, τὰ δὲ ἄλλως ποικίλως συνυφαίνεται.

   Τοιαῦτα δὲ πρὸς τὸν Πλωτῖνον ἀντιδιαταξάμενος ὁ Ἰάμβλιχος "τεχνικώτερον, φησίν, ἐστὶν πρότερον διελέσθαι τὴν ἰδιότητα τούτων τῶν γενῶν, τοῦ τε ποιεῖν καὶ τοῦ πάσχειν, καὶ τὴν διαφορὰν αὐτῶν τὴν πρὸς ἄλληλα ἐπιδεῖξαι· ἀπὸ γὰρ τούτου φανήσεται καὶ τίνα ὑποτάττειν αὐτοῖς δεῖ καὶ ποῖα τὰ μεταξὺ αὐτῶν ἐστι σύμμικτα". εἰ δὲ δεῖ πρὸ τῶν Ἰαμβλίχου τὰ Ἀρχύτου παραθέσθαι, ὅσα ἐκεῖνος ἴδια τοῦ ποιεῖν καὶ πάσχειν ἀνέγραψεν (καὶ γὰρ καὶ Ἰάμβλιχος ἐκεῖνα ἐπεξηγεῖται), γράφει τοίνυν ὁ Ἀρχύτας οὕτως· "τῶ δὲ ποιέοντος ἴδιόν ἐστιν τὸ ἐν αὑτῷ τὰν αἰτίαν ἔχεν τᾶς κινάσιος, τῶ δὲ ποιωμένω καὶ τῶ πάσχοντος τὸ ἐν ἑτέρῳ. ὁ μὲν γὰρ ἀνδριαντοποιὸς ἐν ἑαυτῷ τὰν αἰτίαν ἔχει τῶ ποιὲν τὸν ἀνδριάντα, ὁ δὲ χαλκὸς τῶ ποιεῖσθαι ἐν αὑτῷ τε καὶ τῷ ἀνδριαντοποιῷ. καὶ ἐπὶ τῶν παθέων δὲ τᾶς ψυχᾶς ὁ αὐτὸς λόγος· ὁ γὰρ θυμὸς ἐφ' ἑτέρῳ τινὶ πέφυκεν ἀνεγείρεσθαι καὶ ὑφ' ἑτέρω τινὸς ἔξωθεν ἐρεθίζεσθαι, οἷον ὀλιγωρίας, ἀτιμίας, ὕβριος, ὁ δὲ ταῦτα δρῶν ἐν ἑαυτῷ τὰν αἰτίαν ἔχει τῶ ταῦτα δρᾶν". ταῦτα τοίνυν ἐξηγούμενος ὁ Ἰάμβλιχός φησι τὸ ποιεῖν ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας, τὸ δὲ πάσχειν τὴν τῆς κινήσεως ἐν ἑτέρῳ καὶ ἐν ἑαυτῷ, ὡς ὁ χαλκὸς ἐν ἑαυτῷ καὶ τῷ ἀνδριαντοποιῷ, διότι καὶ ἰδίαν τινὰ ἔχει βεβαιότητα τῆς ἑαυτοῦ οὐσίας τὸ πάσχειν καὶ οὐχ ὅλον ἐξήρτηται ἀπὸ τοῦ ποιοῦντος. καὶ λοιπὸν τὰς πρὸς τὸν λόγον ἐνστάσεις ἐπάγει. καὶ γὰρ "ἀντιλέγουσι, φησί, τινές, ὡς καὶ τοῦ ποιεῖν τινά ἐστιν ἐν ἑτέρῳ ἔχοντα τὴν αἰτίαν, οἷον τὸ νοεῖν· ἢ εἰ μὴ τὸ νοεῖν τις ἐν τῷ ποιεῖν τιθείη, ἀλλὰ τὸ νοεῖσθαι ὡς τοῦ νοεῖν ἐν τῷ πάσχειν ὄντος, οὐδὲ οὕτως τὸ νοεῖσθαι τὴν πᾶσαν αἰτίαν παρέχει τῷ νοοῦντι τοῦ κινεῖσθαι. ἢ οὐ τοιοῦτός ἐστιν ὁ τρόπος τῆς κοινωνίας, οἷον ὑπολαμβάνουσιν οἱ ἀποροῦντες, ἐπί τε [315] τοῦ νοῦ καὶ τοῦ νοητοῦ." ἀλλ' ἄρα ἐκεῖνος μὲν τῆς περὶ νοῦ θεωρίας οἰκεῖος, λυτέον δὲ τὴν ἀπορίαν συμμέτρως τοῖς προκειμένοις λέγοντας, ὡς οἶμαι, ὅτι ὁ μὲν Ἀρχύτας τὰς καθαρὰς ποιήσεις καὶ πείσεις ἀπελογίσατο, τὸ δὲ νοεῖν κἄν ἐστί τι πάσχειν, ἀλλ' ἔχει τινὰ ἔνδοθεν ἐγειρομένην ἐνέργειαν, ὥσπερ τὸ ὁρᾶν καὶ ὅλως τὸ γινώσκειν, καὶ οὐκ ἔδει ἀπὸ τούτων τῶν συμμεμιγμένων προσάγειν τῷ λόγῳ τὴν ἔνστασιν. ἄλλοι δὲ ἀπὸ τοῦ ὀρέγεσθαι καὶ ὁρμᾶν τὴν αὐτὴν ἀπορίαν προσάγουσιν, ὡς ἄρα ταῦτα ἐν αὑτοῖς μὲν ἔχει τὴν αἰτίαν τῆς κινήσεως, οὐ πάντῃ δὲ καθαρεύει τῆς παρ' ἄλλου καὶ ἔξωθεν προκαταρχούσης αἰτίας. ταύτην δὲ λύων τὴν ἀπορίαν ὁ Ἰάμβλιχός φησιν ὅτι "οὐκ ἔστιν ἁπλᾶ τὰ ὁρμῶντα καὶ ὀρεγόμενα· σύνθετα δὲ ὄντα οὔτε τὴν αἰτίαν τοῦ ἐνεργεῖν καθ' ὅλα ἔχει οὐδὲ κυρίως ἀφ' ἑαυτῶν, ἐκ μέρους δέ τινος τῶν ἐν αὑτοῖς καὶ δυνάμεως ὥρμηται εἰς τὰς ποιήσεις. ὅθεν καὶ συνεργείας ἀπὸ τῶν ἔξωθεν δεῖται, ἢ προκαταρχούσης ἢ συμβαλλομένης, κινήσεώς τε παθητικῆς μεταλαμβάνει, περὶ ἄλλο μὲν γενομένης (λέγω δὲ τὸ σύνθετον ζῷον), ἀπ' ἄλλου δὲ ἐνδιδομένης (λέγω δὲ τῆς αἰτίας τῶν ἐνεργειῶν δυνάμεως). διὸ οὐδὲ ποίησίς ἐστιν αὕτη καθαρὰ οὐδὲ πάθος μόνον, οὐδὲ ἀπὸ ταύτης ἐνίστασθαι δεῖ πρὸς τὸν ἀποδοθέντα λόγον περὶ τοῦ ποιεῖν τὸν λέγοντα τὴν αἰτίαν αὐτῷ παρεῖναι τοῦ ἐνεργεῖν ἀφ' ἑαυτοῦ· μόνον δὲ δεῖ, φησὶν ὁ Ἰάμβλιχος, προστιθέναι τὸ κυρίως καὶ πρώτως ἀφ' ἑαυτοῦ καὶ ἀφ' ὅλου ἑαυτοῦ τὴν αἰτίαν παρεχόμενον καὶ μόνως ἐν ἑαυτῷ ταύτην ἔχον καὶ αὐτοτελῶς εἰς τὰ ὅλα αὐτὴν προϊέμενον". δῆλον δὲ ὅτι σαφέστερος μὲν ὁ λόγος οὕτως ἔσται διὰ τῆς προσθήκης, καὶ Ἀρχύτας δὲ ἐν βραχεῖ λόγῳ πάντα ταῦτα ἐνεδείξατο· τὸ γὰρ "ἐν ἑαυτῷ" ὡς ἐν ὅλῳ εἴληπται καὶ κυρίως καὶ πρώτως. πάλιν δὲ τοῦ πάσχειν ἴδιόν φησι τὸ ἐν ἑτέρῳ τὴν αἰτίαν ἔχειν τῆς κινήσεως· ἢ γὰρ ἀναίτιόν ἐστι τὸ πάθος, ὅπερ ἄτοπον, εἶναί τι τῶν γινομένων ὑπὸ μηδεμιᾶς αἰτίας γινόμενον, ἢ ἔχον αἰτίαν, καὶ εἰ τοῦτο, ἢ ἐν αὐτῷ τῷ πάσχοντι, καὶ οὕτως οὐ πάσχον μόνον ἐστίν, ἀλλὰ καὶ ποιοῦν, ἢ ἔξωθεν καὶ ἐν ἑτέρῳ· ὡς γὰρ ἂν ποιῇ τὸ ποιοῦν καὶ ἅπερ ἂν ἐκεῖνο ποιῇ, ταῦτα πάσχει τὸ πάσχον.

   Ἀπορεῖ δὲ καὶ πρὸς τοῦτο ὁ Πλωτῖνος, πῶς ἐστιν ἀπόλυτά τινα καὶ ἐν τῷ πάσχειν οὐκ ὄντα ἐξ ἄλλων, οἷον τὸ σήπεσθαι καὶ ἰοῦσθαι· πολλὰ δὲ καὶ ἐν ἄλλῳ τὴν αἰτίαν ἔχοντα τῆς κινήσεως οὐ πάσχει, ὥσπερ ὁ κύκνος φέρε ἐκ τοῦ ἐν αὑτῷ λόγου λευκαινόμενος ἄγεται μὲν εἰς τὴν οἰκείαν [316] ἐντελέχειαν, οὐ μέντοι διὰ τὸ ὑπ' ἄλλου πάθος τὸ τοιοῦτον· καὶ τὸ αὖξον δὲ ἀπὸ τοῦ ἐνόντος λόγου οὐ δήπου κατὰ πάθος εἰς τὴν αὔξησιν ἄγεται. ἀλλὰ πρὸς μὲν τοῦτο ῥητέον μήτε τὸν κύκνον ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν τοῦ λευκὸν εἶναι, ἀλλ' ἐν ἑαυτῷ, μήτε ἄλλο μηδὲν τῶν εἰς τὸ οἰκεῖον εἶδος τὸ σύμφυτον ἀγομένων ἔξωθεν ἔχειν τὴν τοῦ οἰκείου εἴδους μετοχήν. πάθος τε οὖν λέγομεν τὸ οὕτως μετέχειν, οὐχ ὅτι ‹ὑπ'› ἄλλου [οὐ] γίνεται πάθος τὸ τοιοῦτον, ἀλλ' ἐπειδὴ οὐσίας ἦν μετάληψις ἡ τοῦ εἴδους μετοχὴ κατ' ἐνέργειαν ὑπὸ ἀέρων ἢ ὑπὸ ὑδάτων ἢ ἄλλου τινὸς ὑγροῦ ἀναθυμιάσεως γινομένη. ἴσως δὲ καὶ διὰ τὴν σύνθεσιν τῶν σηπομένων καὶ ἰουμένων ἐστίν τινα ἐν αὐτοῖς τὰ μὲν ἐν τῷ ποιεῖν, τὰ δὲ ἐν τῷ πάσχειν, ἅπερ μὴ δυνάμενοι διακρίνειν ἀπολύτους πείσεις τὰς τοιαύτας ὑποτίθενται. ἀλλὰ πολλά, φασίν, ἐν ἑαυτοῖς τὴν αἰτίαν ἔχοντα τοῦ ποιεῖν ἐπαθαίνετο, καθὸ πάντας τοὺς φαύλους ἀπὸ τῆς ἐν αὐτοῖς κακίας ἐμπαθεῖς εἶναι λέγομεν. ἢ αὐτῷ δοκεῖ τῷ Πλωτίνῳ μήτε πάθη ἀλλ' ἐνεργήματα εἶναι τὰ τῆς ψυχῆς πάθη, ἢ ἐν αὐτῇ μὲν ἐνεργήματα, ἐν δὲ τῷ σώματι πάθη. ὥσπερ οὖν τὴν αἰτίαν τῆς κακίας ἐν ἑαυτοῖς ἔχουσιν οἱ φαῦλοι, οὕτως καὶ τὴν ἐνέργειαν αὐτῆς ἔχουσιν ἐν τῷ ποιεῖν, εἴπερ πάθος ἐπὶ τῆς ψυχῆς οὐ λέγεται· εἰ δὲ περὶ τὸ σῶμα γίνεται τὸ πάσχειν, ἀλλ' ἐν ἄλλῳ ἔσται τὸ πάθος καὶ ἀπ' ἄλλου, καὶ οὕτως ἀληθὴς γίνεται ὁ τοῦ πάσχειν ὁρισμός. μήποτε δὲ καὶ ἐν τῇ ψυχῇ πλειόνων ὄντων μορίων ἢ πλειόνων κρίσεων καὶ πλειόνων φαντασιῶν ἢ δυνάμεων ἢ δοξῶν διαφερομένων κατὰ τὴν ἀνομολογίαν αὐτῶν γίνονται ἐμπαθεῖς οἱ φαῦλοι, τῶν μὲν ποιουσῶν, τῶν δὲ πασχουσῶν ἐναντιώσεων, καὶ μένει ὁ τοῦ πάσχειν λόγος ὑγιής, ὡς ἐν ἄλλῳ ἔχουσι τὸ πάσχειν. ἀλλ' ἡ τῆς ὕλης ἐπιτηδειότης πάθος οὖσα τῆς ὕλης πῶς οὐκ ἀπ' αὐτῆς ἐστιν τῆς ὕλης, ἀλλ' ἔξωθεν; ἢ δύναται μέν τις λέγειν καὶ τὴν ἐπιτηδειότητα ἔμφασιν τοῦ εἴδους οὖσαν ἀπὸ τοῦ εἴδους ἐνδίδοσθαι τῇ ὕλῃ, τινὲς δὲ αὐτὸ τοῦτο ὅπερ ἐστὶν πάθος τὴν ὕλην εἶναι λέγουσιν. εἰ δὲ μὴ ἔστιν πάθος, ἀλλὰ πάσχει, περὶ τῆς ἐπιτηδειότητος ζητητέον. εἰ μὲν πάσχει τὴν ἐπιτηδειότητα, πάντως ἔστι τι τὸ ποιοῦν αὐτήν· εἰ δὲ μὴ πάσχει, ἀλλ' αὐτὸ ἐπιτηδειότης ἐστίν, οὐσία ἐστὶν αὕτη τῆς ὕλης, ὁ δὲ λόγος περὶ τοῦ πάθους ἐστίν, εἴτε ἔνδοθεν εἴτε ἔξωθεν. ἀλλ' ἐδόκει, φησίν, οὔτε τὸ αὐτὸ ἀφ' ἑαυτοῦ καὶ μὴ ἀπ' ἄλλου ἱκανὸν εἶναι χαρακτηρίζειν τὸ ποιεῖν οὔτε τὸ ἐξ ἄλλου καὶ μὴ ἀφ' ἑαυτοῦ τὸ πάσχειν, ἐπεὶ καὶ εἰς ἄλλο τι ποιοῦν αὐτὸ μὲν ἐφαίνετο πάσχον, ‹εἰς› ὃ δὲ ἐποίει, οὐ πάσχον, ἀλλὰ ποιοῦν· ὁ γοῦν κασσίτερος ποιῶν εἰς τὸν ἄργυρον αὐτὸς μὲν πάσχει ἀναλισκόμενος καὶ φθειρόμενος, τὸν δὲ ἄργυρον καθαίρει τὸ φθεῖρον [317] αὐτὸν ἀποβάλλων, ὥστε μᾶλλον αὐτὸν συνέχειν τὸν ἄργυρον ἐν τῇ αὐτοῦ ποιότητι. ἀλλ' ἐπεὶ ἐν συνθέτοις πράγμασιν σύμμικτα εἴληπται ποιήματα καὶ παθήματα, οὔτε ὁ κασσίτερος ποιεῖ μόνον, ἀλλὰ καὶ πάσχει· ποιεῖ μὲν καθαίρων τὸν ἄργυρον, πάσχει δὲ ἀναλισκόμενος ὑπ' αὐτοῦ, καὶ ὁ ἄργυρος πάσχει μὲν τῷ καθαίρεσθαι, ποιεῖ δὲ τῷ ἀναλίσκειν, κατ' ἄλλο καὶ ἄλλο.

   Ἀλλ' ἐπεὶ καθόλου διώρισται, τί μέν ἐστι τὸ ποιεῖν, τί δὲ τὸ πάσχειν, καὶ τίνα τὰ ἑκατέρου ἰδιώματα, ἐπανιτέον λοιπὸν ἐπὶ τὸ διαστήσασθαι τὰ εἴδη τοῦ ποιεῖν καὶ πάσχειν, ὧν ἀφοριζομένων εὔδηλον ἔσται, τίνα οὐκ ὀρθῶς ἀναφέρεται εἰς τὰ κυριώτατα γένη καὶ τίνα ὀρθῶς, τίνα τέ ἐστιν σύμμικτα ἐπ' ἀμφοτέρων καὶ τίνα ἁπλῶς εἰς τὸ ἕτερον ἀναφέρεται. ἀφ' ὧν καὶ τὰ Πλωτίνου εὔδηλα φανεῖται, εἰ ὀρθῶς ὑποτάττει τινὰ ὑπὸ τὸ ποιεῖν καὶ οὐχ ὑποτάττει. δεῖ δὲ κἀνταῦθα τὴν Ἀρχύτου παραθέσθαι τοῦ ποιεῖν διαίρεσιν λέγοντος οὕτως· "τῶ δὲ ποιὲν ἀνωτάτω μὲν ἁ ἐνέργεια, τᾶς δὲ ἐνεργείας διαφοραὶ τρεῖς. τὸ μὲν γὰρ τί ἐστιν αὐτᾶς ἐν τῷ θεωρέν, οἷον ‹γεωμετρέν›, ἀστρονομέν· τὸ δὲ ἐν τῷ ποιέν, οἷον ὑγιάζεν, τεκταίνεν· τὸ δὲ ἐν τῷ πράσσεν, οἷον στραταγέν, πολιτεύεσθαι. γίνεται δὲ ἁ μὲν ἐνέργεια καὶ ἄνευ διανοίας, οἷον ἐν τοῖς ἀλόγοις ζῴοις, γενικωτάτα δὲ αὕτα". ἐν δὲ τούτοις τὸ μὲν ἀνωτάτω καὶ κοινὸν τοῦ ποιεῖν κατὰ τὴν ἐνέργειαν ἀφορίζεται τὴν ἁπλῶς, ἥτις ἐν ἑαυτῇ συνείληφεν πάντα ὁπόσα ἐστὶν κατ' εἴδη διακεκριμένα ἐνεργήματα, κινήσεως πάσης ἀπολελυμένη καὶ τὸ κινητικὸν ἔχουσα καθαρὸν καὶ τὸ αἴτιον ἐξ ἑαυτῆς καὶ οὐκ ἀπ' ἄλλου τινὸς προκατάρχοντος ἢ συνεργοῦντος. ἀπὸ δὲ τούτου μεριστῶς πλείονα πρόεισιν εἴδη ποιήσεων, ὧν πρῶτόν ἐστι τὸ θεωρητικὸν ἀύλοις ἐνεργείαις χρώμενον καὶ ἀτρέπτοις, καὶ αὐτὸ εἰς πλείονα μεριζόμενον εἴδη· ὧν τὸ πρῶτον ὁμώνυμον ἂν εἴη τῷ προσεχεῖ ἑαυτοῦ γένει, θεωρητικὸν καὶ αὐτὸ καὶ κυρίως τοῦτο θεωρητικὸν καλούμενον· τοῦτο δέ ἐστιν τὸ περὶ τῶν νοητῶν καὶ ἀμερίστων οὐσιῶν ἐπισκοπούμενον ἁπλαῖς νοήσεσιν, οἷόν ἐστιν τὸ νοερόν. τοῦτο δὲ παρῆκεν ὁ Ἀρχύτας, καίτοι τῆς Πυθαγορικῆς ὂν διαιρέσεως, διὰ τὸ πρὸς εἰσαγωγὴν ἴσως ἀσύμμετρον τῆς τοιαύτης θεωρίας. τὸ δὲ περὶ τῶν ἀκινήτων καὶ μαθηματικῶν οὐσιῶν ποιεῖται τὴν διανόησιν, οἷόν ἐστι τὸ γεωμετρεῖν, ὡρισμέναις μὲν οὐ μὴν ἁπλαῖς ἔτι χρώμενον ταῖς ἐπιβολαῖς, ἀλλὰ συνθέτοις [318] ἤδη καὶ κατὰ διέξοδον, οἷαι τῆς καθαρᾶς διανοίας εἰσὶν αἱ ἐνέργειαι. τρίτον δέ ἐστιν ἐν τούτοις τὸ περὶ τῶν ἀιδίων καὶ ἀεικινήτων αἰσθητῶν οὐσιῶν ποιούμενον τὴν θεωρίαν, αἰσθήσει μετὰ λογισμοῦ χρώμενον, οἷόν ἐστιν τὸ ἀστρονομεῖν, συμφώνους τοὺς λόγους τοῖς φαινομένοις ἐπιδεικνύον. καὶ οὕτως ἡ ὅλη τῆς θεωρίας ἐνέργεια ἄνωθεν ἀπὸ τῶν καθαρῶν νοήσεων ἐπὶ τοὺς μετ' αἰσθήσεως διαλογισμοὺς προχωρεῖ. μετὰ δὲ τοῦτο τὸ εἶδος τὸ ποιητικὸν ὁμώνυμον τῷ γένει τίθησιν ὁ Ἀρχύτας, ὅπερ ἐν τῷ εἰς οὐσίαν ἄγειν τὰ μηδέπω τοῦ εἶναι μετέχοντα κυρίως ὑφέστηκεν. τούτου δὲ πολὺ μέν ἐστιν τὸ θεῖον, ὅπερ ἐν τῇ δημιουργίᾳ τῶν θεῶν περιέχεται, πολὺ δὲ καὶ ἐν τῇ φύσει τοῦ παντὸς καὶ μάλιστα ἀπὸ τοῦ οὐρανοῦ καθῆκον περὶ πᾶν τὸ γινόμενον, πολὺ δὲ καὶ ἐν ταῖς τέχναις μιμουμέναις τὴν φύσιν καὶ τὸ παραλειπόμενον ὑπ' αὐτῆς ἀναπληρούσαις· ὡς γὰρ ἡ φύσις τὸ τῆς ὑγιείας εἶδος ἐν τοῖς σώμασιν ἐντίθησιν, οὕτως καὶ ὁ ἰατρὸς ἐν τῷ ὑγιάζειν ἀνασῴζει τὴν τῆς φύσεως τελειότητα ἐν τοῖς σώμασιν, καὶ ὡς ἡ φύσις ἄντρα τε καὶ αὐτοφυῆ περιβλήματα περιέβαλεν τοῖς ζῴοις, οὕτως οἰκοδομικὴ καὶ τεκτονικὴ καὶ ὑφαντικὴ καὶ αἱ ἄλλαι τέχναι τὰ ἐλλείποντα τοῖς ἀνθρώποις ἀναπληροῦσιν, τὰ χρήσιμα πρὸς τὴν αὐτάρκειαν τοῦ βίου κατασκευάζουσαι. τρίτον δὲ τοῦ ποιεῖν γένος τὸ ἐν τῷ πράσσειν ἀπηρίθμηται, ὅπερ τοῦ λόγου τὰς περὶ τὰ αἰσθητὰ καὶ σύνθετα ποιήσεις ἐπιτροπεύει, προαίρεσιν καὶ βουλὴν δόξαν τε καὶ σκέψιν καὶ τὰς τοιαύτας ποιήσεις παρεχόμενον. τούτου δὲ τὸ μέν ἐστι καθόλου, τὰ τῶν πόλεων πράγματα διοικοῦν καὶ ἐν μὲν πολέμῳ στρατηγοῦν, ἐν δὲ εἰρήνῃ τὰς πόλεις ἐπανορθοῦν, τὸ δὲ μερικώτερον, τὰς ἰδίας οἰκήσεις εὐθετίζον, ὅπερ οἰκονομικὸν καλεῖται. τοῦτο δὲ τὸ ὅλον γένος τῶν δοξαστικῶν ἐστι λόγων τῆς ψυχῆς περὶ τὰ αἰσθητὰ ἐνεργούντων καὶ ἀρετὴν καὶ κακίαν ἐπιδεχομένων, διότι κατὰ προαίρεσιν καὶ ὁρμὴν ζωτικὴν ἐπιτελεῖται. οὕτως μὲν Ἀρχύτας τὸ πράττειν ἀπὸ τοῦ ποιεῖν διαιρεῖ· τινὲς δὲ ποιητικὰς μὲν λέγουσιν ὧν ἐπιμένει τὰ ἀποτελέσματα καὶ μετὰ τὴν ποίησιν, ὡς τεκτονικὴν καὶ οἰκοδομικήν, πρακτικὰς δὲ ὧν τὰ ἀποτελέσματα ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, ὡς αὐλητική τε καὶ ὀρχηστικὴ καὶ αἱ τοιαῦται. ἄλλο δὲ γένος ἐνεργείας ἐστὶν μετὰ ταῦτα, ὃ κοινῶς "ἄνευ διανοίας" Ἀρχύτας ἀποκαλεῖ, τὸ ἐν τοῖς ἀλόγοις ζῴοις, καὶ δῆλον ὅτι ὅσα ποτὲ ἔστιν καὶ ὁποῖα εἴδη τῶν ἀλόγων ζῴων, τοσαῦτα καὶ τοιαῦτα καὶ ἐν τῷ ποιεῖν διάφορα ἔστιν εἴδη κατὰ τὴν τοιαύτην ἐνέργειαν, περὶ ὧν ἐν ταῖς περὶ ζῴων ἱστορίαις διαριθμεῖσθαι εἰώθαμεν. 'τελευταῖον δὲ γένος ἐνεργειῶν νοείσθω, φησὶν Ἰάμβλιχος, ὅπερ ψυχῆς μὲν καὶ φύσεως καὶ λόγων καὶ ζωῆς οὐκέτι ἐπιδείκνυσιν ποίησιν, τῶν δὲ σωμάτων, ᾗ [319] σώματά ἐστιν ἄψυχα, φανερὰν καθίστησιν τὴν σωματοειδῆ ἐνέργειαν, κατὰ πάσας μὲν τὰς περὶ τὸ σῶμα [τὰς] φαινομένας ἰδιότητας, κατὰ πάσας δὲ αὐτῶν τὰς δυνάμεις, οὐχ ᾗ μόνον στερεά ἐστιν καὶ ἀντίτυπα, ἀλλ' ᾗ καὶ περὶ αὑτοῖς ἔχει πολλὰς δραστηρίους δυνάμεις· αἵ τε γὰρ σύμφυτοι τῶν στοιχείων ἐνέργειαι καὶ αἱ τῆς ῥοπῆς κινήσεις ἢ ἐπὶ τὸ βάθος ἢ ἐπὶ τὸ ὕψος αἵ τε πληκτικαὶ καὶ κατὰ τὴν ὦσιν γινόμεναι ἔσχαταί τε ὑπάρχουσιν καὶ ἐν τοῖς συνθέτοις θεωροῦνται ‹καὶ› συμμιγεῖς εἰσιν πρὸς ἄλλας φύσεις, αἵτινες οὐκέτι εἰσὶν ἐνέργειαι τό τε δραστήριον οὐκέτι ὁμοίως ἔχουσιν, ἀλλ' ἐπιμεμιγμέναι πρὸς πάθος εἰσίν, αὐταί τε καθ' ἑαυτὰς οὖσαι καὶ ἀφ' ἑτέρων δεχόμεναί τινα εἰς ἑαυτὰς ἐπιπλοκήν". ὅσα μὲν οὖν ὑπὸ τὸ ποιεῖν ὑπάγεται, διὰ τούτων πέφηνεν. ἄξιον δὲ ἐπιστῆσαι, διὰ τί τὸ τελευταῖον τοῦτο εἶδος τὸ ἐπὶ τῶν ἀψύχων θεωρούμενον παρῆκεν τελέως ὁ Ἀρχύτας. καί μοι δοκεῖ τὰς κυρίως ποιήσεις διελέσθαι προθέμενος, αἵτινες ἐν ἑαυταῖς κυρίως ἔχουσιν τὴν ἀρχὴν τῆς κινήσεως, παραιτήσασθαι τὰς σωματικὰς ταύτας ἅτε πρὸς πάθος συμμεμιγμένας καὶ μετὰ κινήσεως καὶ ἀλλοιώσεως γινομένας.

   Τούτων δὲ διαιρεθέντων καιρὸς ἂν εἴη λοιπὸν τὰ ὑπὸ τοῦ Πλωτίνου λεγόμενα ἐπισκέψασθαι. τὸ τοίνυν τὰς πρὸς τὸ πάσχειν ῥεπούσας κινήσεις λέγειν ποιήσεις συγχεῖ τὰ δύο γένη πρὸς ἄλληλα· οὐ γάρ εἰσιν ἁπλῶς ἐν τῷ ποιεῖν αἱ συμπλεκόμεναι πρὸς τὸ πάσχειν κινήσεις. εἰ δέ τις καὶ τὰς κινήσεις περιέχεσθαι λέγοι ἐν τῷ ποιεῖν, τὰς κατὰ τὸ κινεῖν δηλονότι λήψεται αἰτίας τοῦ κινεῖσθαι, αἵτινες ὡς ἐν αἰτίας λόγῳ περιέχουσι τὰς ἀρχὰς ὅλας τῶν κινήσεων. ἀλλ' οὐδὲ τὰς ἐνεργείας τῷ ἀπολύτῳ τρόπῳ δεῖ χαρακτηρίζειν· καὶ γὰρ κινήσεσιν τὸ ἀπόλυτον ὑπάρχει, ὡς τῷ βαδίζειν, καὶ ἐνεργείαις οὐχ ὑπάρχει, ὡς ἐν τῷ νοεῖν, ἐπειδὴ τὸ νοεῖσθαί ἐστιν ἢ ποιεῖν ἢ πάσχειν. τὸ δὲ λέγειν, μήποτε οὐδὲ τοῦ ποιεῖν ἐστι τὸ νοεῖν καὶ τὸ βαδίζειν διὰ τὸ εἶναι ἀπόλυτα, τοὐναντίον μᾶλλον κατασκευάζει δικαίως· πολὺ γὰρ μᾶλλον ἔσται ἐν τῷ ποιεῖν, διότι αἱ προηγούμεναι ἐν αὐτῷ ποιήσεις ἦσαν ἀπόλυτοι. 'ἀλλὰ μᾶλλον, φησί, τὸ νοεῖν τῶν πρός τι'. ἢ πρῶτον μὲν οὐδὲ ἡ νόησις πᾶσα πρός τι ἁπλῶς· εἰ γὰρ καὶ πρός τι τιθείη τις αὐτήν, οὖσα γε πρότερον καθ' ἑαυτὴν προσλαμβάνει τὴν σχέσιν· καὶ γὰρ περὶ τῆς αἰσθήσεως αὐτὸς ὁ Πλωτῖνος 'καὶ αἴσθησις, φησί, πρὸ τῆς σχέσεως ἐνέργειά ἐστιν ἢ πάθος'· ὡσαύτως δὲ καὶ ἡ νόησις. εἰ δὲ καὶ τὴν νόησίν τις τῶν πρός τι νομίζοι, ἀλλὰ τό γε νοεῖν ἐν τῷ ποιεῖν ἔσται, ἐπεὶ καὶ ἡ ἀρχὴ τῶν πρός τί ἐστιν, ἀλλὰ τὸ ἄρχειν τοῦ ποιεῖν.

[320]    Ἐπειδὴ δὲ τὴν αὐτὴν κίνησιν καὶ ἐνέργειαν ὁ Πλωτῖνος ὑποθέμενος ἓν γένος τὴν κίνησιν ἀπεφήνατο, ἴδωμεν πῶς διαιρεῖ τὸ γένος τοῦτο. φησὶν δὴ τὰς μὲν σωματικὰς εἶναι, τὰς δὲ ψυχικὰς κινήσεις, καὶ τῶν ψυχικῶν τὰς μὲν λογικάς, τὰς δὲ ἀλόγους. καὶ δῆλον ὅτι παρὰ τὰ μετέχοντα, ἐν οἷς ἐγγίνονται, ἐστὶν ἡ τοιαύτη διαφορὰ κατὰ συμβεβηκὸς ἑπομένη, ἀλλ' οὐ κατὰ τὴν τοῦ γένους οἰκείαν διαφορὰν γενομένη. εἰσὶν δὲ σωματικαὶ μὲν κινήσεις ἐν τῷ ποιεῖν αἵ τε ὀργάνῳ τῷ σώματι χρώμεναι, ὡς ἐν τῷ τύπτειν, καὶ ὅσαι τοῦ σώματός εἰσιν ἴδιαι, ὥσπερ τὸ βαρεῖν· ἐπὶ ψυχῆς δὲ ἐν τῷ ποιεῖν κίνησις διὰ ψυχῆς μὲν τὸ γεωμετρεῖν, ψυχῆς δὲ οἰκεία ἐνέργεια ἡ ζωή. δύναται δέ τις καὶ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι τιθέναι, κατὰ τοὺς τιθεμένους καὶ περὶ ψυχὴν γίνεσθαι πάθη. πάλιν δὲ τὰς μὲν παρ' ἑαυτῶν εἰς ἄλλα φησὶ κινήσεις, τὰς δὲ ὑπ' ἄλλων εἰς αὐτά. καὶ δῆλον ὅτι τὴν ποιητικὴν καὶ παθητικὴν κίνησιν διορίζει ταῦτα ἀπ' ἀλλήλων, καθ' ὅσον ἡ μὲν παρ' ἑαυτῶν ἔχει τὸ ἐνεργεῖν ἐπ' ἄλλα (τοῦτο γάρ ἐστι ποίησις), ἡ δὲ ὑπ' ἄλλων ἢ ἐξ ἄλλων εἰς ἑαυτὴν (αὕτη δέ ἐστιν ἡ παθητική). ἀλλὰ τὸ μὲν εἱλικρινὲς καὶ καθαρὸν ἰδίωμα τοῦ ποιεῖν ἐστιν ἐν τῷ ἐξ ἑαυτοῦ, τοῦ δὲ πάσχειν τὸ ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν· ὁ δὲ οὐ τηρεῖ τὸ καθαρὸν αὐτῶν, προστιθεὶς τῷ μὲν ἐξ ἑαυτοῦ τὸ εἰς ἄλλα ἐνεργεῖν (διὰ γὰρ τὴν σύμμιξιν καὶ τὴν εἰς ἄλλο ῥοπὴν οὐ διασῴζει τὴν καθαρὰν ἐνέργειαν), τῷ δὲ ἐξ ἄλλου τὸ εἰς αὐτά, σύνθεσίν τινα ἐργαζόμενος. πολὺ γὰρ διαφέρει ἢ ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν τοῦ πάθους κεχωρισμένῳ ἢ συνῆφθαι πρὸς τὴν αἰτίαν τοῦ πάθους· τρόπον γάρ τινα ἐπὶ τούτων αἱ δύο ἀρχαὶ εἰς ταὐτὸ συγχέονται. αἰτία δὲ τούτου γέγονεν ἡ τῆς κινήσεως ὡς κοινοῦ γένους προτίμησις, δι' ἣν οὐχ οἷόν τε καθαρῶς λοιπὸν τὸ πάσχειν καὶ ποιεῖν διαστήσασθαι. ὅθεν καὶ ἐπὶ τῆς τμήσεως συγχεῖ ὁ λόγος ταῦτα, τὰς εἰς ἄλλα κινήσεις τὰς αὐτὰς ταῖς ἐξ ἄλλων κινήσεσιν τιθέμενος· ἔσται γὰρ 'ἡ μὲν τμῆσις μία, τὸ μέντοι τέμνειν καὶ τέμνεσθαι ἕτερον', τοῦτο δὲ οὐδαμῶς συγχωρητέον. ὡς γὰρ ἔχει ἡ τμῆσις, οὕτως καὶ τὸ τέμνειν καὶ τὸ τέμνεσθαι· ὥσπερ οὖν ἡ ἀπὸ τοῦ τέμνοντος ἐνέργεια τῆς ἐν τῷ τεμνομένῳ πείσεως κεχώρισται, οὕτως καὶ ἡ κατὰ τὸ τέμνειν τομὴ τῆς κατὰ τὸ τέμνεσθαι διέστηκεν. ἔστιν γὰρ ἡ μὲν ἐκ τῆς ἐνεργείας καὶ τῆς δραστικῆς κινήσεως προκατάρχουσα αἰτία, ἑτέρα δὲ καὶ διάδοχος ταύτης ἐν τῷ τεμνομένῳ παθητικὴ γινομένη τροπή, ἐπεὶ καὶ ἐπὶ τῆς τριχὸς ἄλλη μέν ἐστιν ἡ τῶν χειρῶν διάστασις τῶν ἐκτεινουσῶν τὴν τρίχα, ἄλλη δὲ ἡ τῆς τριχὸς ἀνάπλωσις. οὕτως οὖν καὶ ἐπὶ τῆς τομῆς ἄλλη μὲν [321] ἔσται ἡ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τμῆσις, ἄλλη δὲ ἡ κατὰ τὸ τέμνεσθαι· ἐπεὶ δὲ παράκειται σύνεγγυς [ἢ ἐγγὺς] ἡ ἑτέρα πρὸς τὴν ἑτέραν, τὸ διττὸν αὐτῶν διαλανθάνει, καὶ τοτὲ μὲν δόξαν ἄν τισιν παράσχοι ὡς ἐν τῷ ἐνεργεῖν ὂν τὸ συναμφότερον, τοτὲ δὲ ὡς ἐν τῷ πάσχειν. οὐ μὴν οὕτω γε τὸ ἀληθὲς ἔχει, ἀλλὰ δύο τὰ κινήματά ἐστιν, διεστηκότα μὲν ἀλλήλων κατὰ φύσιν, ἐν δὲ τοῖς συνθέτοις εἰς ταὐτὸ συγχεόμενα· διαλανθάνει δὲ διά τε τὴν σύμμιξιν καὶ διότι τὸ ποιεῖν καὶ πάσχειν εἰς ἓν γένος συνάγουσιν. ἑξῆς δὲ ἀλλήλοις καὶ τοῦτο ζητεῖ ὁ Πλωτῖνος κατὰ τὰ λεγόμενα τῆς κινήσεως εἴδη, εἰ πανταχοῦ συνήρτηται τὸ ποιεῖν τῷ πάσχειν· ἦν δὲ τὰ εἴδη τῆς κινήσεως γένεσις καὶ φθορά, αὔξησις καὶ μείωσις, ἀλλοίωσις, καὶ ἔτι ἡ κατὰ τόπον μεταβολή. ὁ δὲ Ἰάμβλιχος "εὐθὺς μὲν ἐνιστάμεθα, φησίν, πρὸς τὴν ἀρχὴν τῆς ἐφόδου, οὐκ ἀξιοῦντες ἀπὸ τῆς κινήσεως τὰς ποιήσεις χαρακτηρίζεσθαι, ἄλλο γὰρ γένος εἶναι τῶν κινούντων καὶ ἄλλο τῶν κινουμένων. ἔπειτα ἀντιλέγομεν οὐκ οἰόμενοι δεῖν ἀπὸ τοῦ αὐτοῦ τὰ ποιοῦντα καὶ πάσχοντα χαρακτηρίζεσθαι, ὥσπερ ἀπὸ τοῦ κινεῖσθαι". μήποτε δὲ ῥητέον πρὸς τὸν Ἰάμβλιχον, ὡς τὰ αὐτὰ εἴδη τῆς κινήσεως καὶ τῶν κινούντων ἐστὶ καὶ τῶν κινουμένων· τὸ γὰρ γινόμενον ὑπὸ ποιοῦντος γίνεται καὶ τὸ φθειρόμενον ὑπὸ φθείροντος φθείρεται, καὶ ἐπὶ ἀλλοιώσεως δὲ καὶ τῆς κατὰ τόπον μεταβολῆς ὁ αὐτός ἐστι λόγος. πρὸς μὲν οὖν τὰς ἀπορίας τοῦ Πλωτίνου τοιαύτας οἱ μετ' αὐτὸν ἐπήγαγον λύσεις.

   Ἐπειδὴ δὲ ἀντὶ τοῦ ἀποδοθέντος ὁρισμοῦ τοῦ ποιεῖν καὶ πάσχειν ὑπὸ τῶν Πυθαγορείων ἄλλον ὁ Πλωτῖνος ἐνέκρινεν, πειραθῶμεν καὶ τοῦτον νοῆσαι, γράφοντες καὶ τὰ πρὸς αὐτὸν εἰρημένα τῷ Ἰαμβλίχῳ καὶ τοῖς ἄλλοις συντόμως. λέγει τοίνυν ὁ Πλωτῖνος, ὅτι ἐδόκει τισὶν μὴ ἐκ τοῦ ἀφ' ἑαυτοῦ ἢ ἀπ' ἄλλου χαρακτηρίζειν τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἀλλ' ἐκ τοῦ κατὰ φύσιν ἢ παρὰ φύσιν· τὰ μὲν γὰρ τοῦ οἰκείου τέλους τυγχάνοντα ἐν τῷ ποιεῖν εἶναι, τὰ δὲ ἐναντία τούτων ἐν τῷ πάσχειν. τὸν γοῦν ὑπὲρ πατρίδος ἀποθνῄσκοντα οὐ πάσχειν ἀλλὰ ἐνεργεῖν φησι, σῴζοντα τὸ κατὰ λόγον καὶ τὸ κατὰ τὴν οἰκείαν τελειότητα, τὸν δὲ ἀδικοῦντα, κἂν πάντας ἀνθρώπους ἀναιρῇ, φθείροντα τὸ κατὰ λόγον καὶ τὰς κατὰ φύσιν ἀφορμὰς πάσχειν ἀλλ' οὐ ποιεῖν φησιν. διὸ καὶ τὴν αὐτὴν κίνησιν συμβαίνει τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἶναι· τὸ γὰρ αὐτὸ ὡς μὲν τεχνητὸν κατὰ φύσιν ποιεῖ, ὡς δὲ φυσικὸν παρὰ φύσιν, οἷον τὸ ἐν τοῖς ζῴοις πῦρ κάτω κινούμενον καὶ ἡ γῆ ἄνω κατὰ μὲν τὴν τέχνην τοῦ δημιουργοῦ κατὰ φύσιν κινοῦνται, διὸ οὐκ ἔστιν παθητικὴ ἀλλὰ δραστικὴ ἡ τοιαύτη κίνησις, πρὸς δὲ τὴν ἐξ [322] ἀρχῆς οὐσίαν παθητική. πρὸς δὴ ταῦτα ἀντιλέγοντες ἄλλο φασὶν εἶναι τὸ ποιητικὸν αἴτιον καὶ ἄλλο τὸ τελικόν, κἂν ἐν τοῖς αἰτίοις τὸ τελικὸν ὑπερέχουσαν ἀξίαν ἔχῃ, ἀλλ' ἐν τῷ ποιεῖν τὸ ποιητικὸν κυριώτερον καὶ οὐδενὸς ἄλλου προσδεόμενον ἐν τούτῳ. ὅταν οὖν ποιοῦν τι τοῦ τέλους διαμαρτάνῃ, κατὰ μὲν τὸ ποιητικὸν ἐν ἑαυτῷ αἴτιον ποιεῖν ἂν λέγοιτο δικαίως, κατὰ δὲ τὴν διαμαρτίαν τοῦ τέλους πάσχειν, εἰ παρὰ φύσιν διατιθοῖτο. τάχα δὲ κατὰ τὴν τεῦξιν τοῦ τέλους, ὅταν κατὰ φύσιν διατιθῆται, πάσχειν ἂν λέγοιτο καὶ οὕτως· οὐ γὰρ πᾶν πάθος δηλοῖ τὸ παρὰ φύσιν, ἀλλ' ἔστιν τι καὶ κατὰ φύσιν· εἰ δὲ καὶ τὸ τέλος καὶ τὸ ἀγαθὸν ἐν ἑαυτῷ ἔχει, ὥς φασι, τὸ ποιεῖν λεγόμενον, καὶ οὕτως ὁ περὶ τοῦ ποιεῖν ἀποδοθεὶς λόγος ἀραρὼς ἔσται, ὅτι ποιεῖν ἐστι τὸ ἐν ἑαυτῷ τὴν αἰτίαν ἔχειν. μήποτε δὲ ἐπὶ τῶν ἁπλῶν οὔτε διαιρεῖται τὸ ποιητικὸν καὶ τὸ τέλος, ἀλλ' εἰς τὸ αὐτὸ συνδεδράμηκεν· εἰ δὲ διῄρηται, οὐδὲν ἄτοπον κατὰ μὲν τὸ ποιητικὸν ποιεῖν, κατὰ δὲ τὸ τέλος πάσχειν. ὅταν δὲ τὸ τέλος ποιῇ, καὶ κατ' ἐκεῖνο ποιεῖν λέγεται· ὁ γοῦν ὑπὲρ πατρίδος ἀποθνῄσκων τὴν μὲν κατὰ τὸ τέλος ποίησιν, καθ' ἣν σῴζει τὸ κατὰ φύσιν καὶ κατὰ λόγον, ταύτην ἐνεργεῖ, καὶ ἔχει ἐν ἑαυτῷ τὴν αἰτίαν τῆς τοιαύτης ἐνεργείας τῆς τὸ τέλος περιποιούσης τὸ οἰκεῖον· ἡ δὲ τοῦ τέλους μέθεξις πεπόνθησις, ἀλλ' ὑφ' ἑαυτοῦ. τὴν μέντοι σωστικὴν καὶ τηρητικὴν ἑαυτοῦ ἐνέργειαν οὐκέτι ἔχει ὅταν ἀποθνῄσκῃ, ἀλλ' ἄλλος αἴτιος τοῦ ἀποθνῄσκειν. διὸ καθὸ οὐκ ἔχει ἐν ἑαυτῷ τὴν αἰτίαν ἀλλ' ἐν ἄλλῳ, κατὰ τοῦτο πάσχει ἀλλ' οὐ ποιεῖ· εἰ μὴ ἄρα ἑαυτὸν ὑπὲρ τῆς πατρίδος ἐπιδιδοὺς αὐτὸς πάλιν τὸ ποιοῦν ᾖ καὶ τὸ πάσχον κατ' ἄλλο καὶ ἄλλο. πᾶν οὖν καθ' ὅσον ποιεῖ, ἐν ἑαυτῷ τὸ αἴτιον ἔχει τοῦ ποιεῖν, πᾶν δὲ πάσχον καθὸ πάσχει, ἐν ἄλλῳ. καὶ τὸν ἀδικοῦντα οὖν ὅταν πάσχειν τις λέγῃ φθειρομένου τοῦ κατὰ λόγον ἐν αὐτῷ, κἂν ἀναιρῇ πάντας ἀνθρώπους, πολλὰ ἐν αὐτῷ θεωρεῖ· καὶ γὰρ ποιεῖ αὐτὸς ἐν ἑαυτῷ τὴν τοῦ κατὰ λόγον φθοράν, εἴπερ ἑαυτὸν διαφθείροι, καὶ πάσχει δὲ ὡς ὑπ' ἄλλου ἑαυτοῦ διαφθειρόμενος, καὶ μέντοι καὶ τὴν τῶν ἄλλων ἀναίρεσιν ποιεῖ. εἰ μέντοι ὑπ' ἄλλου γένοιτο ἄδικος, ἐκεῖνος εἰς αὐτὸν ποιεῖ, οὗτος δὲ πάσχει μὲν ὑπὸ τοῦ ποιοῦντος εἰς αὐτόν, ποιεῖ δὲ εἰς τοὺς ἀναιρουμένους. "καὶ τὸ πῦρ δὲ τὸ ἐν τοῖς ζῴοις εἰ κάτω κινεῖται καὶ ἡ γῆ ἄνω, πρὸς μὲν τὴν τέχνην τοῦ δημιουργοῦ, φησὶν ὁ Ἰάμβλιχος, ἀρχὴν οὖσαν καὶ αὐτὴν ποιήσεως ποιεῖ τοῦτο, πρὸς δὲ τὴν τῆς φύσεως αἰτίαν, εἴπερ παρὰ φύσιν κινεῖται, πάσχει τοῦτο". θαυμάζω δὲ ἐγώ, εἰ μὴ νῦν ὅπερ βούλεται ὁ Πλωτῖνος καὶ ἡμεῖς λέγομεν, ὅτι τὰ μὲν κατὰ φύσιν ἐν τῷ ποιεῖν ἐστιν, τὰ δὲ παρὰ φύσιν ἐν τῷ πάσχειν. ἴσως οὖν σαφέστερόν [323] ἐστι λέγειν ὅτι τοῦ πυρὸς ἡ ἐπὶ τὸ κάτω κίνησις καὶ τῆς γῆς ἡ ἐπὶ τὸ ἄνω πάθη ἐστὶν ἀπὸ τῆς δημιουργικῆς ποιήσεως ἐγγινόμενα, ἀλλὰ τελειωτικὰ καὶ εἰδοποιὰ τοῦ συνθέτου. παθητὴν δὲ ποίησιν αὐτῶν τῶν στοιχείων εἴ τις ἐπιζητεῖ, τὴν κατὰ τὸ εἶδος καὶ τὴν ἐν αὐτοῖς αἰτίαν ἐνεργοῦσαν, ταύτην ἀφοριζέσθω, διὸ κατὰ μὲν τὰς ἐνεργείας καὶ ἔρρωται καὶ αὔξεται, κατὰ δὲ τὰ πάθη, κἂν ἀπὸ δημιουργικῶν ᾖ λόγων ἐγγινόμενα, τοῖς μὲν συνθέτοις εἰς τὴν σύστασιν τοῦ εἴδους συντελεῖ, εἰς ἣν καὶ ὁ δημιουργὸς βλέπει, αὐτὰ δὲ βιαζόμενα φθίνει τε καὶ ἀμυδροῦται. 'καὶ ἐπὶ τῶν ζῴων δὲ αἱ ἀνοικείως, φασίν, τῷ εἴδει γινόμεναι ὁρμαὶ καὶ κινήσεις ἀφιστάμεναι τῆς ποιητικῆς αὐτῶν ἀρχῆς παρὰ φύσιν τε ἔχουσιν καὶ εἰς τὴν ἐναντίαν τῇ τοῦ ποιεῖν αἰτίᾳ περιίστανται· διὸ ἐν τῷ πάσχειν αὐτὰς ῥητέον, τά τε ἄλλα καὶ ὅτι ἡ μὲν τοῦ ποιεῖν ἀρχὴ εἰς τὸ εἶναι αὐτὰς συνέχει, ταῦτα δὲ εἰς φθορὰν ἀποκλίνει'. ἀλλ' εἰ τοῦτο, ἔσονται καὶ τούτων αἱ ἀρχαὶ οὐκ ἐν αὐταῖς ἀλλ' ἔξωθεν, εἴπερ εἰσὶν ἐν τῷ πάσχειν· εἰ μέντοι ἔνδοθεν αἱ ἀρχαί, ποιήσεις καὶ ταύτας ῥητέον, κἂν ἀφιστῶνται τοῦ κατὰ φύσιν. εἰσὶν γὰρ καὶ φθαρτικαὶ ποιήσεις, ὥσπερ καὶ πείσεις τελειωτικαί, καὶ οὐ πᾶν τὸ ποιεῖν εἰς τὸ εἶναι ἄγει, ἀλλὰ καὶ εἰς τὸ μὴ εἶναι, εἴτε εἰς ἑαυτό τι ἐνεργεῖ εἴτε εἰς ἄλλο· καὶ γὰρ τὸ παρὰ φύσιν ἔχον ἀπὸ τῆς παρὰ φύσιν ταύτης διαθέσεως ἐνεργεῖ τινας ἐνεργείας, εἰ καὶ μὴ καθαράς, διότι πάθει συμμιγεῖς εἰσιν, εἴγε καὶ ἀπὸ πεπονθυίας διαθέσεως προαγόμεναι. καὶ ἐπὶ τῶν ἔξωθεν δὲ κινούντων, ὅταν εἰς τὴν φύσιν κινῶσιν ὥσπερ οἱ γεωργοὶ καὶ οἱ διδάσκαλοι, ἐπειδὴ ἡ ποιητικὴ ἀρχὴ τῆς φύσεως καὶ ἡ τῆς τέχνης εἰς ταὐτὸ συμπίπτουσιν καὶ δύο ἐνέργειαι συνέρχονται, αἱ μὲν τῆς τέχνης ὡς τέχνης ἔξωθεν ἔχουσαι τὴν ἀρχὴν πάθη γίνονται ἐν τῷ κατὰ φύσιν ἔχοντι, αἱ δὲ σωστικαὶ τῆς φύσεως ἔνδοθεν ἔχουσαι τὴν ἀρχὴν μένουσιν ἐν τῷ τῆς ἐνεργείας εἴδει. καὶ ὅταν δὲ ἡ τοῦ διδάσκοντος φωνὴ εἰσίῃ εἰς τὸν μανθάνοντα, ἡ μὲν ἀπὸ τῆς φωνῆς ἐνέργεια τὸ διὰ τῆς ἀκοῆς πάθος σύζυγον ἔχει, καὶ οὕτως ἐπὶ τούτων τὸ ποιεῖν τῷ πάσχειν συνέζευκται, ἄλλης μὲν οὔσης τῆς κατὰ τὴν φωνὴν ἐνεργείας, ἄλλου δὲ τοῦ κατὰ τὴν ἀκοὴν πάθους· ὅταν δὲ τὸ ὑπὸ τῆς φωνῆς παθὸν μηκέτι ἱστῆται ἐν τῷ πάθει, ἀλλὰ προβάλλει ἀφ' ἑαυτοῦ ἄλλην ἐνέργειαν τὴν ἀντίληψιν, τότε ἄλλη ἀρχὴ γίνεται τῆς ἐξ ἑαυτοῦ ἐνεργείας, ἡ γνώρισις τοῦ ῥηθέντος. εἰ δὲ ὁ δεξάμενος τὴν προτέραν ἐνέργειαν κατὰ πάθος ἄλλην ποιεῖται ἐκ τοῦ πάθους ἐνέργειαν, οὐ διὰ τοῦτο χρὴ συνάπτειν αὐτὴν πρὸς τὴν προηγησαμένην τοῦ πάθους ἐνέργειαν τὸ ἐν μέσῳ πάθος ἐκλείποντα, οὐδὲ τὴν ἀρχὴν [324] τῆς δευτέρας ἐνεργείας ἐν τῷ διδάσκοντι θετέον, ἵνα ἐν ἄλλῳ φανῇ τῆς ποιήσεως ἡ αἰτία, ἀλλ' ὥσπερ ἐστὶ σύζυγον, τοῦ μὲν ἐν τῷ μανθάνοντι διὰ τῆς φωνῆς ἐν τῇ ἀκοῇ πάθους ἐν ἄλλῳ ἡ αἰτία τῷ διδάσκοντι, τῆς μέντοι ἀντιλήψεως τὴν οἰκείαν ἀρχὴν ἐν τῇ τοῦ μανθάνοντος ψυχῇ ὑποθετέον, ἐγειρομένην ἀπὸ τῶν ἐν τῇ ψυχῇ λόγων, ἵνα καὶ ἀληθῶς ἐπιγνῷ τὸ ῥηθὲν καὶ οἰκείως αὐτὸ παραδέξηται καὶ μὴ ἐν μόνῃ μείνῃ τῇ πληγῇ καὶ τῇ ἀκούσει· καὶ οὕτως ἡ τῆς ἐνεργείας ἀρχὴ ἐν αὐτῷ τινι ἔσται καὶ οὐκ ἐν ἄλλῳ.

   Ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας καὶ ταῦτα ὁ Πλωτῖνος ἐπάγει· 'ἆρα ὅπου μὴ ἐνέργεια, πεῖσις δὲ μόνον, ταῦτα ἔσται ἐν τῷ πάσχειν; τί οὖν εἰ κάλλιον γίνοιτο τὸ πάσχον, ἡ δὲ ἐνέργεια τὸ χεῖρον ἔχοι; ‹ἢ› εἰ κατὰ κακίαν ἐνεργοίη τις καὶ ἄρχοι εἰς ἄλλον ἀκολάστως; μόνως δὴ ταῦτα ἐν τῷ πάσχειν θήσομεν;' καὶ εἴρηται μὲν ταῦτα ἀπὸ τῆς ἐννοίας τοῦ πάσχειν καὶ ποιεῖν σωστικὸν μὲν τὸ ποιεῖν, φθαρτικὸν δὲ τὸ πάσχειν λεγούσης καὶ τὸ μὲν κάλλιον, τὸ δὲ χεῖρον, μάχεται δὲ τῇ συνηθείᾳ ἐνεργείας καὶ ποιήσεις καὶ φαύλας καὶ παρὰ φύσιν λεγούσῃ καὶ αὖ πάλιν πάθη τελειωτικὰ καὶ κατὰ φύσιν λογιζομένῃ. ἡ γὰρ ἁπλῶς ποίησις οὐχ ἕν τι γένος ἐστὶν ἐνεργειῶν, ἀλλ' ὅσαι ποτὲ εἰσὶν διαφοραὶ τῶν ποιήσεων κατ' εἴδη διωρισμέναι, πᾶσαι περιέχονται ὑφ' ἓν τὸ ποιεῖν. ὡσαύτως δὲ καὶ ὑπὸ τὸ πάσχειν ἔστι μὲν τελεσιουργὰ πάθη, ἔστιν δὲ καὶ τὰ ἀτελῆ, καὶ τὰ μὲν καλά, τὰ δὲ αἰσχρά, καὶ τὰ μὲν κατὰ φύσιν ἐν ἑκατέρῳ, τὰ δὲ παρὰ φύσιν. εἰ δέ τις τὰ ἕτερα μόνον τῶν ἀντικειμένων ἐπ' αὐτῶν λαμβάνει, οὗτος ἐπὶ βραχὺ συστέλλει τὰ γένη ταῦτα, ὥσπερ ἂν εἴ τις ὅλην τὴν ποιότητα τὴν κατὰ φύσιν ἕξιν λέγοι μόνην ἢ μόνην τὴν παρὰ φύσιν. 'ἀλλ' οὐδὲ πᾶν, φησί, τὸ ποιεῖν παρ' ἑαυτοῦ, ἀλλὰ καὶ παρ' ἑτέρου, παρ' ἑαυτοῦ μὲν τὸ ἀπόλυτον, ὡς τὸ βαδίζειν, καὶ τὸ ὀρθόν, ὡς τὸ τύπτειν, παρ' ἑτέρου δὲ ὡς τὸ ὀρέγεσθαι· ὅταν γὰρ τὸ ὀρεκτόν, φησί, βιάζηται τὴν ἐπιθυμίαν, τί διαφέρει τοῦ πεπλῆχθαι ἢ ὠσθέντα κατενεχθῆναι;' ἐν δὲ τούτοις τὰς ὀρέξεις ἐνεργείας οὔσας οὐκ ἐξ ἑαυτῶν, ἐκ δὲ τοῦ ὀρεκτοῦ φησιν ὡρμῆσθαι. καίτοι ἐξ ἑαυτῶν εἰσιν ὡρμημέναι, τὸ δὲ ὀρεκτὸν ἄλλως προηγεῖται, οὐ μοχλεῦον οὐδὲ ὠθοῦν τὴν ὄρεξιν, ἀλλὰ προκαλούμενον αὐτὴν τῇ ἐπιτηδειότητι· καὶ γὰρ ἄτοπον τοιαύτην εἶναι τὴν ὄρεξιν ἐπὶ τῆς αὐτοκινήτου ψυχῆς ἢ ἀκινήτου κατὰ Ἀριστοτέλη. εἰ μέντοι πάθημά ἐστιν ἡ ὄρεξις, ὡς αὐτός φησιν, οὐδὲν ἄτοπον, εἰ ἔξωθεν ἔχει τὸ κινοῦν. καίτοι ἄτοπον τὸ ἀπροαίρετον εἰσάγειν ὄρεξιν καὶ οὐκ ἐξ αὐτῆς ἔχουσαν τὴν ἀρχήν, πολὺ δὲ [325] ἀτοπώτερον τὴν τοιαύτην ὑποτάττειν τῷ ποιεῖν. περὶ μὲν οὖν τοῦ ποιεῖν τοσαῦτα πρὸς τὸν Πλωτῖνον ἀντείρηται.

   Περὶ δὲ τοῦ πάσχειν ἐφεξῆς ῥητέον, ἐπειδὴ καὶ αὐτὸς ὁ Πλωτῖνος ἰδίᾳ ἀπολαβὼν αὐτὸ σκοπεῖ· 'μὴ γὰρ οὐδὲ ᾖ, φησίν, τῷ παρ' ἑτέρου χαρακτηρίζειν τὸ πάσχειν· ἔστι γάρ τι καὶ παρ' ἑαυτοῦ καὶ οὐ πᾶν παρ' ἑτέρου, παρ' ἑαυτοῦ μὲν τὸ σήπεσθαι, παρ' ἑτέρου δὲ τὸ τύπτεσθαι, καὶ οὕτως οὐδὲν διαφέρει τοῦ ποιεῖν, εἴπερ καὶ ἐκεῖνο παρ' ἑαυτοῦ ἦν καὶ παρ' ἑτέρου'. ἀλλ' εἴρηται πρότερον, ὅτι οὐδὲ ἐπὶ τοῦ ποιεῖν τὸ παρ' ἑτέρου προστίθεσθαι δεῖ οὔτε ἐπὶ τοῦ πάσχειν τὸ παρ' ἑαυτοῦ, καὶ περὶ τῆς σήψεως ὅπως ἔξωθεν γίνεται, πρότερον εἴρηται. 'ἀλλ' ὅταν, φησί, μηδὲν συμβαλλόμενον αὐτὸ ὑπομένῃ ἀλλοίωσιν τὴν μὴ εἰς οὐσίαν ἄγουσαν, ἥτις ἐξίστησιν αὐτὸ πρὸς τὸ χεῖρον ἢ μὴ πρὸς τὸ βέλτιον, τὴν τοιαύτην ἀλλοίωσιν πεῖσιν εἶναι'. τοῦτο δὲ οὔτε διδάσκει τὴν αἰτίαν τοῦ πάθους καὶ τοὐναντίον ἢ βούλεται συνάγει. εἰ γὰρ μηδὲν αὐτὸ συμβάλλεται εἰς τὸ πάσχειν, ἢ ἀναίτιον ἔσται τὸ πάθος ἢ ἀπ' ἄλλου τινὸς ἔξωθεν· κἂν τῶν ἐν αὐτῷ δὲ ὄντων τὰ μὲν ποιεῖ, τὰ δὲ πάσχει, καὶ οὕτως ἔσται ὡς ἀπ' ἄλλου τὸ πάθος. "πῶς δὲ δεῖ, φησὶν Ἰάμβλιχος, μὴ ἄγειν εἰς οὐσίαν τὰ πάθη, εἴπερ ἔνια τῶν παθῶν καὶ εἰς οὐσίαν προάγει, ὅσα ἐστὶν γενεσιουργά;" μήποτε δὲ τοῦτο οἰκεῖόν ἐστιν τῷ πάθει· εἰ γὰρ δεῖ προϋπάρχειν τὴν οὐσίαν τὴν δεξομένην τὸ πάθος, οὐκ ἔστιν οὐσιοποιὸν τὸ πάθος, ὥσπερ οὐδὲ ἡ ἀλλοίωσις ἴδιον· ἀλλοίωσιν δὲ εἶπεν ὑπομένειν τὸ πάσχον τὴν μὴ εἰς οὐσίαν ἄγουσαν. ἀλλὰ πῶς πρὸς τὸ χεῖρον ἢ μὴ πρὸς τὸ βέλτιον δοκιμάζομεν τὰ πάθη συντελεῖν, ὅταν ἔνια αὐτῶν τὸ κάλλιον ἐν ἡμῖν ἀπεργάζηται; ἢ ἐπειδὴ καὶ αὐτὸς ὁ Πλωτῖνος ἠπόρησεν πρὸς τοῦτο, ἴδωμεν τί πρὸς ἑαυτὸν ἀντιτίθησιν· 'ἀλλ' εἰ κάλλιον ὁ χαλκὸς ἀπὸ τοῦ θερμαίνεσθαι, οὐδὲν κωλύει τὸ πάσχειν· διττὸν γὰρ εἶναι τὸ πάσχειν, τὸ μὲν ἐν τῷ χεῖρον γίνεσθαι, τὸ δὲ ἐν τῷ βέλτιον ἢ οὐδέτερον'. καὶ δῆλον ὅτι πρότερον μὲν ἐν τῷ χεῖρον γίνεσθαι τὸ πάσχειν ἐτίθετο, ἐνταῦθα δὲ ἐνδίδωσιν εἶναί τινα πάθη καὶ πρὸς τὸ βέλτιον ἄγοντα. "τεθείσης δέ, φησὶν Ἰάμβλιχος, τῆς ἐπ' ἄμφω ῥοπῆς ἐν τῷ πάσχειν οὐκ ὀρθῶς ἐπήχθη τὸ "ἢ οὐδέτερον"· μαχομένως γὰρ λέγεται πρὸς τὴν ὑπόθεσιν τὴν τοῦ ποιεῖν καὶ πάσχειν, εἴπερ τὸ μὲν ἐν τῷ κατὰ φύσιν καὶ βελτίονι ἐτίθετο, τὸ δὲ ἐν τῷ παρὰ φύσιν καὶ χείρονι". καίτοι εἰ ὅμοιον γίνοιτο τὸ πάσχον, οὐδὲ χεῖρον δηλονότι οὐδὲ βέλτιον [326] γενήσεται, ὥστε οὐδέτερον· ἔστιν δὲ καὶ διάφορον γίνεσθαι τὴν κατὰ τὸ χεῖρον ἢ βέλτιον σύγκρισιν μὴ ἔχον, ὡς ὅταν ἐρυθρὸν ἐκ φαιοῦ γίνηται. ἀλλὰ καὶ πρὸς τὸ μὴ εἰς οὐσίαν ἄγειν τὰ πάθη ἀπορεῖ ὁ Πλωτῖνος· 'εἰ γὰρ τὸ θερμαίνεσθαι, φησί, θερμότητά ἐστιν ἴσχειν, εἴη δὲ τὸ θερμαίνεσθαι τὸν χαλκὸν τοῦ μὲν ἀνδριάντος εἰς τὴν οὐσίαν συντελοῦν, τοῦ δὲ χαλκοῦ οὐκέτι, εἴη ἂν τὸ αὐτὸ πάσχειν καὶ οὐ πάσχειν, εἴπερ τὸ πάσχειν ἦν τὸ μὴ εἰς οὐσίαν συντελεῖν'. πρὸς δὲ τοῦτό φησιν ὁ Ἰάμβλιχος, ὅτι "κακῶς εἴληπται ὁ τοῦ πάσχειν ὁρισμὸς κατὰ τὸ μὴ εἰς οὐσίαν συντελεῖν· εἴτε γὰρ εἰς οὐσίαν συντελεῖ εἴτε εἰς ἀλλοίωσιν εἴτε εἰς ἄλλο ὁτιοῦν τὸ θερμαίνεσθαι, ἐν ἑνὶ τῷ πάσχειν ἐστίν". μήποτε δὲ τὸ μὲν μὴ εἰς οὐσίαν συντελεῖν τὸ πάθος καλῶς εἴρηται δι' ἣν καὶ πρότερον εἶπον αἰτίαν, ἐνταῦθα δὲ ὁ μὲν χαλκὸς θερμαίνεται καὶ πάσχει θερμαινόμενος, ὁ δὲ ἀνδριὰς κατὰ συμβεβηκὸς θερμαίνεται, διότι χαλκοῦς ἐστιν. οὐδὲ τοῦτο Ἰάμβλιχος ἀποδέχεται, ὡς γίνεται τὸ πάσχειν τῷ ἔχειν ἐν ἑαυτῷ κίνησιν τὴν ἀλλοίωσιν τὴν κατὰ τὸ ἀλλοιοῦσθαι ὁπωσοῦν. "οὐ γὰρ τὴν κατ' ἀλλοίωσιν μόνην κίνησιν, φησίν, ἐν τῷ πάσχειν θετέον, ἀλλὰ καὶ ἄλλας πλείονας· καὶ γὰρ καὶ τὸ αὐξόμενον πάσχειν ἂν λέγοιτο καὶ τὸ κατὰ τόπον κινούμενον, ὡς δὲ Ἰάμβλιχός φησι, καὶ τὸ εἰς οὐσίαν ἀγόμενον". 'ἔτι δέ, φησὶν ὁ Πλωτῖνος, κινδυνεύει ἄμφω πρός τι εἶναι, ὅσα τοῦ ποιεῖν πρὸς τὸ πάσχειν· οὗτος κινεῖ καὶ οὗτος κινεῖται, καὶ δύο κατηγορίαι ἑκάτερον, τό τε πρός τι καὶ τὸ ποιεῖν ἢ τὸ πάσχειν· καὶ οὗτος δίδωσιν τῷδε κίνησιν, ὥστε οὗτος λαμβάνει, ὥστε δόσις καὶ λῆψις καὶ πρός τι. ἢ εἰ ἔχει ὁ λαβὼν ὥσπερ λέγεται ἔχειν χρῶμα, διὰ τί οὐκ ἔχει κίνησιν; καὶ μήποτε καὶ τῇ τοῦ ἔχειν κατηγορίᾳ ὑποτάσσεται οὐ τὰ πρὸς ἄλληλα μόνον, ἀλλὰ καὶ τὰ ἀπόλυτα· καὶ γὰρ καὶ ἡ ἀπόλυτος κίνησις ἡ τοῦ βαδίζειν ἔχει βάδισιν'. πρὸς δὲ ταῦτα ῥᾴδιον λέγειν ὅτι οὕτως πάντα ἔσται τοῦ ἔχειν, ἐπειδὴ ἐν τῷ μετέχεσθαι θεωρεῖται· ὅ τε γὰρ λευκὸς ἔχει λευκότητα καὶ τὸ δίπηχυ τοσόνδε μέγεθος καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἀλλ' ἕκαστον χρὴ καθ' ὃ λέγεται, κατὰ τοῦτο ἀνάγειν ἐπὶ τὸ γένος. τὸ δὲ πρός τι πολλάκις εἴρηται ὅτι αὐτὸ καθ' αὑτὸ κατὰ μόνην θεωρούμενον τὴν σχέσιν ἐν ταῖς ἄλλαις κατηγορίαις ἔχει τὸ εἶναι· σχέσις γὰρ καθ' ἑαυτὴν οὐκ ἔστιν. ὡς οὖν ἐν τῇ οὐσίᾳ τὸ πρός [327] τι κατὰ τὸ πατὴρ καὶ υἱὸς καὶ ἐν τῷ ποιῷ κατὰ τὸ ὅμοιον καὶ ἀνόμοιον καὶ ἐν τῷ ποσῷ κατὰ τὸ ἴσον καὶ ἄνισον, οὕτως καὶ ἐν τῷ ποιεῖν καὶ πάσχειν κατὰ τὸ τύπτειν καὶ τύπτεσθαι, καὶ οὐδὲν ἄτοπον τὸ αὐτὸ ὑπὸ δύο κατηγορίας εἶναι, κατά τε τὴν καθ' αὑτὰ ὑπόστασιν καὶ κατὰ τὴν πρὸς ἄλληλα σχέσιν.

   Μετὰ δὲ τὰς τοιαύτας ἀπορίας τε καὶ λύσεις ἐπὶ τὴν θεωρητικωτέραν τεχνολογίαν μετελθὼν ὁ Ἰάμβλιχος περὶ τοῦ ποιεῖν καὶ πάσχειν, τίνα τε ἔχει καθ' αὑτὰ ὑπόστασιν καὶ ὅπως συνήρμοσται πρὸς ἄλληλα καὶ ἐπὶ ποῖα καὶ τίνα διατείνει ἑκάτερον. ἄρχεται δὲ ἀπὸ τῆς Πλάτωνος περὶ τοῦ ποιεῖν ἐννοίας, ὃς τὸ ποιοῦν τοῦ αἰτίου ὀνόματι διαφέρειν φησίν. καὶ ὅτι μὲν τὸ ποιητικὸν αἴτιον τὸ ποιοῦν ἐστι, πρόδηλον· πῶς δὲ οὐχὶ τινὸς αἰτίου, ἀλλὰ τοῦ αἰτίου ἁπλῶς οὐδὲν διαφέρειν φησὶν τὸ ποιοῦν; ἢ ὅτι κυρίως αἴτιον τὸ ποιοῦν ἐστιν· ὕλη μὲν γὰρ καὶ εἶδος συναίτια μᾶλλόν ἐστιν, ἀλλ' οὐχὶ αἴτια, τὸ δὲ παράδειγμα καὶ τὸ τέλος οὐ τοῦ ἀποτελέσματος προσεχῶς, ἀλλὰ τῷ ποιοῦντι τοῦ ποιεῖν ὄντα αἴτια πρός τι ἂν λέγοιτο τοῦ γινομένου κυρίως. τὸ οὖν ποιοῦν ἂν εἴη τὸ μάλιστα αἴτιον, ὥστε ἀκριβεῖ λόγῳ ἡ περὶ τοῦ ποιεῖν θεωρία περὶ αἰτίου ἐστίν. ὅσα οὖν τὰ αἴτια καὶ ὁποῖα, καὶ ὅσους ἔχει διαφέροντας τρόπους, καὶ τίνα μὲν αὐτῶν πρῶτα, τίνα δὲ δεύτερα ἢ τρίτα, πάντα ταῦτα καὶ ἐπὶ τὸ ποιεῖν οἰκείως μετενεκτέον. πάλιν τοίνυν, ἐπειδὴ αἱ μὲν τῶν ἀσωμάτων αἰτίων εἰσὶν ἐνέργειαι, ἤτοι τῶν καθ' αὑτὰ κεχωρισμένων ἢ τῶν ἐν τῷ κόσμῳ ὑπαρχόντων καὶ ἀχωρίστων τοῦ παντός, ὥσπερ αἱ τοῦ οὐρανοῦ εἰς ἅπαντα τὰ ὑπὸ σελήνην γιγνόμενα, αἱ δὲ τῆς φύσεως κατὰ τοὺς οἰκείους λόγους, αἱ δὲ τῶν μεριστῶν εἰδῶν, διήκει καὶ διὰ τούτων ὅλων τὸ ποιεῖν καὶ ἡ περὶ αὐτοῦ θεωρία· καθ' ἕτερον δὲ διορισμόν, ἐπειδὴ τῶν ἐνεργειῶν αἱ μέν εἰσι καθαραὶ καὶ ἄμικτοι πρὸς πάντα τὰ ἄλλα γένη, αἱ δὲ σύμμικτοι πρὸς τὰ ἄλλα, αἵτινες καὶ τὴν συμπλοκὴν ποιοῦνται πολυειδῶς, αἱ δὲ ἔσχατοι οὖσαι πρὸς τὰ παθήματα ἐπικοινωνοῦσιν, ἔσται καὶ τοῦ ποιεῖν ἀρχή τε καὶ μέσα καὶ τέλη κατὰ πάσας τὰς τοιαύτας διαφοράς. ἐπεὶ δὲ τῶν ποιούντων τὰ μὲν ἦν γεννητικά, τὰ δὲ εἰδοποιά, τὰ δὲ τελεσιουργά, καὶ τούτων τὰ μὲν ἑνωτικά, τὰ δὲ διακριτικά, τὰ δὲ ἄλλην τινὰ ἔχοντα ἐν τοῖς οὖσι ποίησιν, ἔσται καὶ κατὰ πάντων τούτων τὸ ποιεῖν κυρίως λεγόμενον. ἔτι δὲ τὰ μέν ἐστι φυσικά, ὡς τὸ θερμαίνειν, ψύχειν, τὰ δὲ τεχνικά, οἷον ἰατρεύειν, τεκταίνειν, καὶ τὰ μὲν πεπερασμένα, ὡς τὰ ἐν ταῖς τέχναις, τὰ δὲ ἄπειρα καὶ ἀκατάπαυστα, ὡς ἐπὶ τῶν θείων ποιήσεων καὶ τῶν οὐρανίων, εἴπερ ἀίδιος ὁ κόσμος ἐστίν. ἀλλὰ καὶ εἰ τῷ [328] εἶναί τινα ἀπεργάζοιτο, ὥσπερ ὁ ἥλιος τῷ εἶναι φωτίζει, εἴτε τῷ νοεῖν ποιεῖ ὥσπερ ὁ τοῦ κόσμου νοῦς εἴτε τῷ λογίζεσθαι ὥσπερ ἡ τοῦ παντὸς ψυχή, καὶ ταῦτα πάντα ἐν τῷ ποιεῖν ἐστιν. ἀλλ' οὐδὲ ὅσαι ἐν αὐτοῖς εἰσιν ἐνέργειαι καθ' ἑαυτὰ καὶ πρὸς ἑαυτά. ὥσπερ τῶν ἀύλων καὶ χωριστῶν νοήσεων, οὐδὲ ὅσαι δι' ἑτέρων ἐνεργοῦνται, ὥσπερ αἱ διὰ τῆς ψυχῆς ἢ διὰ τῶν σωμάτων ἢ διὰ τῶν σωματικῶν δυνάμεων, οὐδὲ αὗται ἐκτὸς πίπτουσιν τῆς εἰς τὸ ποιεῖν συντάξεως. ὡσαύτως δὲ καὶ τὰ εἰς αὑτὰ ἐνεργοῦντα καὶ μηδενὸς ἑτέρου προσδεόμενα ἐνεργήματα καὶ τὰ εἰς ἕτερον ἐνεργοῦντα καὶ τὰ εἰς ἑαυτά τε ὁμοῦ καὶ εἰς ἕτερον καὶ τὰ προηγουμένως μὲν εἰς ἑαυτά, ἔχοντα δὲ κατὰ δεύτερον λόγον καὶ τὴν πρὸς ἄλληλα ἐνέργειαν, καὶ ταῦτα ἂν ἐν τῷ ποιεῖν περιέχοιντο. ἀλλὰ δὴ καὶ περὶ πάντα τὰ εἴδη τῶν κατηγοριῶν κατὰ τὴν παροῦσαν διαίρεσιν διατέταται τὸ ποιεῖν· περὶ μὲν τὴν οὐσίαν ἐν τῷ εἰς οὐσίαν ἄγειν τὸ γινόμενον, περὶ δὲ τὴν ποιότητα ἐν τῷ εἰς ποιότητα ἄγειν τὸ ἀλλοιούμενον, περὶ δὲ τὸ ποσὸν ἐν τῷ μεγεθύνειν ἢ μειοῦν, καὶ ἐπὶ τῶν ἄλλων γενῶν ὡσαύτως ἐστὶν τοῦ ποιεῖν ἡ ἐπὶ πάντα διήκουσα αἰτία. εἰ δὲ δεῖ συλλήβδην τὸ γένος τοῦ ποιεῖν ἑνὶ λόγῳ συλλαβεῖν, νοήσωμεν κατὰ πάντα τὰ ὄντα, ὅσα ποτέ ἐστιν καὶ ὁποῖα, τὰς τελειοτάτας ἐνεργείας πανταχοῦ προηγουμένας τὰς ὅτι μάλιστα ἀπηλλαγμένας παντὸς τοῦ δυνάμει. τούτων δὲ τὰς γινομένας καὶ καθ' ἑαυτὰς μονοειδεῖς εἰκότως ἂν ἀρχηγικωτάτας εἴποιμεν ἐν τῷ ποιεῖν. αὗται γὰρ ἀφ' ἑαυτῶν ἔχουσιν τὸ ἐνεργεῖν ποιεῖν καὶ ἀπὸ μιᾶς αἰτίας πᾶν αὐτὸ προάγουσιν ἀμερίστως τε παρέχουσιν τοῖς μετ' αὐτὰ ταττομένοις καὶ συνέχουσιν αὐτὰ μονοειδῶς καὶ δυνατώτατα αὐτὰ καὶ αὐταρκέστατα ἀπεργάζονται· ἅπερ καὶ αἱ ἐνταῦθα ἐνέργειαι, ὅταν ἱκανῶς ἔχωσι καὶ τελείως, ἀπομιμοῦνται πλήρωσίν τινα ἀπ' ἐκείνων δεχόμεναι. περὶ μὲν οὖν τοῦ ποιεῖν τοσαῦτα.

   Δεῖ δὲ καὶ τοῦ πάσχειν κατὰ τὸν αὐτὸν τρόπον τὸ παντελὲς περιλαβεῖν. τοῦτο δὲ ἐναντίωσιν μὲν πρὸς τὸ ποιεῖν οὐκ ἔχει, κἂν ὅτι μάλιστα ἀντιθέτοις χρῆται φωναῖς· ὡς δὲ συνεζευγμένον αὐτὸ ταῖς κατιούσαις ἀπὸ τῶν ποιούντων ἐνεργείαις συνθεωρεῖν ὀφείλομεν. ὅταν οὖν αἱ ἐνέργειαι προϊοῦσαι ἐπὶ τὰ ἐκτὸς μετὰ σχέσεως δύνανται καθομοιοῦν πρὸς ἑαυτὰ τὰ δυνάμενα αὐτῶν μετέχειν οὐ κατὰ τὴν ἐνέργειαν, ἀλλὰ κατά τινα διάδοχον τοῦ ἐνεργήματος κίνησιν, τότε αἱ κινήσεις αὗται τὸ κοινὸν τοῦ πάθους χαρακτηρίζουσι γένος. κατ' ἄλλην δὲ ἀφορμὴν πᾶσα κίνησις καὶ γένεσις ἡ ἐν τῷ παντὶ τὸ μὲν ἔχει κινητικὸν καὶ γενεσιουργόν, τὸ δὲ κινούμενον καὶ γινόμενον καὶ ὡς ἐν ἀποτελέσματος τάξει θεωρούμενον. εἰ τοίνυν τὸ δι' ὅλων τούτων διῆκον γένος ἐν παντὶ τῷ κόσμῳ καὶ καθ' ὅλας τὰς [329] κινήσεις τῷ λογισμῷ περιλάβοιμεν, εὕροιμεν ἂν τὸ πάσχειν ὅσον τέ ἐστιν καὶ ὁπόσην ἔχει τὴν δύναμιν. ὅλως δὲ τὸ ἐπίκτητον πᾶν καὶ παρ' ἄλλου ἐπεισιὸν καὶ μηδαμῶς ἑαυτοῦ ὂν ἀλλ' ἄλλου καὶ συνακολουθοῦν ταῖς τοῦ προηγουμένου ἐνεργείαις καὶ ὑπ' ἐκείνων τρεπόμενον εἰκότως ἂν ἐν τῷ πάσχειν τεθείη. ἔτι δὲ τὸ ἀντικείμενον τῷ εἴδει καὶ τὸ ὡς ὑλικὸν ὑποκείμενον μορφῆς τε μεταλαμβάνον καὶ δύναμιν ἔχον τοῦ τελειοῦσθαι καὶ τὸ ὑποδεχόμενον πάντα ἐν ἑαυτῷ, καὶ τοῦτο ἂν κοινόν τι τοῦ πάθους εἴη γνώρισμα. εἰ δὲ καὶ τὴν ὑπὸ σελήνην τις τῶν ὑλικῶν στοιχείων σύστασιν ὡς παθητὴν ὑποτιθείη πρὸς τὴν ποιητικὴν τοῦ οὐρανοῦ αἰτίαν, καὶ οὕτως ἂν ἔχοι τι δεικνύναι κοινὸν ἐν τῷ παντί. καὶ ἐν ἑνὶ δὲ τῷ ποιοῦντι καὶ τὸ πάσχειν δυνατὸν θεωρεῖν. καὶ γὰρ ἡ φύσις ποιοῦσα εἰς ἑαυτὴν καὶ ὑφ' ἑαυτῆς πάσχει, καὶ καθὸ μὲν τοὺς λόγους ἐπιτίθησι τοῖς γινομένοις, ποιητικὴν αὐτὴν ἀφοριζόμεθα, καθὸ δὲ τὴν διακόσμησιν τῶν λόγων τούτων αὐτὴ παρ' ἑαυτῆς ὑποδέχεται, πάσχειν εἰκότως λέγεται. καὶ ἐπὶ τῆς ψυχῆς δὲ κἂν μὴ οὕτως, ἀλλ' ὅμως καὶ ἐπὶ ταύτης διῄρηται πολὺ τὸ παθητικόν. καθ' ἑτέραν δὲ αὖθις ἀναλογίαν καὶ ἐπὶ τοῦ λόγου καὶ ἐπὶ τοῦ τῆς ψυχῆς νοῦ θεωρεῖταί τις [ἡ] κατὰ πάθος ὑποδοχὴ τῶν τελειοτέρων νοήσεων. καὶ ὅλως ἐν πᾶσιν ἐν οἷς τὸ μέν ἐστι τελειότερον, τὸ δὲ ἀτελέστερον, καὶ τὸ μὲν ἐναπεργάζεται τὴν τελείωσιν, τὸ δὲ ὑποδέχεται ταύτην, θεωρεῖταί τις ἀναλογία πάθους, καθ' ἣν τὸ μὲν ἐμποιεῖ τὸ τέλειον εἶδος, τὸ δὲ εἰσδέχεται τοῦτο ἐν ἑαυτῷ, ἀεὶ μέντοι ἀπ' ἄλλου ἐνδίδοται ἡ τοιαύτη μετουσία τοῦ πάθους, κἄν ποτε δοκῇ ἀφ' ἑαυτοῦ τι πάσχειν, οὐκ ὀρθῶς ὑπολαμβάνεται τὸ τοιοῦτον· οὐ γὰρ κατὰ ταὐτὸν τῶν ἐν ἑαυτῷ πάσχει τε καὶ τὴν αἰτίαν ἑαυτῷ παρέχει τοῦ πάσχειν, ὥστε καὶ οὕτως ἀφ' ἑτέρου γίνεται τὸ πάθος. ἡ μὲν γὰρ δραστήριος ἐνέργεια δύναται καὶ ἑαυτῆς εἶναι αἰτία καὶ ἀφ' ἑαυτῆς ἄρχεσθαι, τὸ δὲ πάθος ἀτελὲς ὂν πάντῃ οὐ πέφυκεν πρὸς τὴν ἑαυτοῦ γένεσιν ἐξηγεῖσθαι· εἰ γὰρ τὸ ἀφ' ἑαυτοῦ τὴν αἰτίαν τοῦ ἐνεργεῖν ἔχον τὸ ποιητικόν ἐστιν, τὸ πάσχον ἀπολειπόμενον πάσης αἰτίας οὐδὲ τὴν τοῦ πάσχειν αἰτίαν ἐν ἑαυτῷ ἔχει. οὐδὲν οὖν ἔσται πάθημα ἀπόλυτον, ὥσπερ ἦν ἀπόλυτον ἐνέργημα τὸ βαδίζειν, καὶ τοῦτο εἰκότως· τὰ μὲν γὰρ κρείττονα ἀπολελυμένα τῆς πρὸς ἕτερα σχέσεως αὐτάρκη καθ' ἑαυτὰ καὶ ἐν ἑαυτοῖς ὑπάρχει, τὰ δὲ χείρονα δεῖται τῶν κρειττόνων πρὸς τὸ ὑποστῆναι, καὶ ἐν τῷ ἐξηρτῆσθαι ἐκείνων καὶ παρ' αὐτῶν δέχεσθαί τινα μετουσίαν τοῦ εἶναι μεταλαμβάνει. οὐ χρὴ οὖν ὁμοίως τοῖς ἐπὶ τοῦ ποιεῖν διατάττεσθαι, ὅτι καὶ τῶν παθημάτων ἐστὶν τὰ μὲν ἀπόλυτα, τὰ δὲ ὕπτια· ἀεὶ γὰρ συνήρτηται τοῖς ποιοῦσιν τὰ πάσχοντα.

[330]    Ἐπειδὴ δὲ διάκρισιν Ἀρχύτας τοῦ πάθους καὶ τοῦ πεπονθότος καὶ τοῦ ποιήματος καὶ παθήματος παραδέδωκεν, ἄξιόν ἐστιν μηδὲ ταύτην παραλιπεῖν ἀνεξέταστον. λέγει δὲ ὧδε· "τὸ δὲ πάθος τοῦ πεπονθότος διαφέρει· πάθος μὲν γὰρ γίνεται μετ' αἰσθήσεως, οἷον θυμός, ἁδονά, φόβος, πεπονθέναι δὲ δύναταί τι καὶ ἄνευ αἰσθήσεως, οἷον ὁ κηρὸς τακεὶς καὶ ὁ πηλὸς ξηρανθείς. ὁμοίως δὲ καὶ τὸ ποίημα τοῦ πεπονθότος· τὸ μὲν γὰρ ποιηθὲν καὶ πέπονθέ πως, τὸ δὲ πεπονθὸς οὐκ εὐθέως πεποίηται· δύναται γὰρ πεπονθέναι τι καὶ κατ' ἔνδειαν καὶ κατὰ στέρησιν". ἐν δὲ τούτοις πάθος μὲν ὁ Ἰάμβλιχος ἀκούει τὸ μετ' αἰσθήσεως καὶ ἀντιλήψεως ἐν τῷ ἀλλοιοῦσθαι [τὰ] μένον τά τε τῆς ψυχῆς καὶ τῶν ζῴων καὶ εἴ τινα τούτων ἐστὶν ἀνωτέρω μετὰ συναισθήσεως ἢ ἄλλης τινὸς παρακολουθήσεως γινόμενα πάθη περιέχον, ὅπερ καὶ ἀντιτίθεσθαί φησιν τῷ πρώτῳ γένει τοῦ ποιεῖν· ὡς γὰρ ἐκεῖνο ἐν τῷ θεωρεῖν προετάττετο, οὕτως τοῦτο ἐν τῷ πάσχειν μετὰ τῆς οἰκείας γνώσεως ὑποτίθεται, ἣν καλεῖ συναίσθησιν. διαιρεῖται δὲ τοῦτο κατ' εἴδη τῆς συναισθήσεως πολυειδῶς· καὶ γὰρ ταῖς δυνάμεσι τῆς ἐν τῇ ψυχῇ ζωῆς παρακολουθήσεις ἀποδιδόναι χρὴ καὶ ταῖς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων αἰσθήσεσιν τὴν ἐπιβάλλουσαν ἀποδιδόναι χρὴ καὶ ἐπὶ τῶν ἀμυδρὰν ἐχόντων φυσικὴν ἀντίληψιν τοῦ πάσχειν ἐσχάτην τινὰ τίθεσθαι δεῖ συναίσθησιν. καὶ οὕτως, φησίν, ὅλον ἡμῖν τοῦτο τὸ γένος τοῦ πάσχειν παρ' ἐκεῖνο τὸ πρῶτον τοῦ ποιεῖν γένος εἴληφε τὴν ἀντίθεσιν. τὸ δὲ πεπονθός φησιν εἶναι ὅπερ ἐν μὲν τῷ γίνεσθαι οὐ συνεμφαίνει τὸ πάθος, μετὰ δὲ τὸ γεγονέναι ἔνδηλος αὐτοῦ γίνεται ἡ τροπή, ὥσπερ τὸ τετηκέναι τὸν κηρὸν ἢ τὸν πηλὸν ἐξηράνθαι· διόπερ καίτοι διὰ πάθους ὁδεῦσαν καὶ τοῦτο ὅμως κατὰ τὸ πεπονθέναι αὐτὸ χαρακτηρίζει. ἔστιν δὲ τοῦτο ἄνευ αἰσθήσεως, πάντα περιέχον οἷά τε ἔστιν ἐν τῇ φύσει παθήματα καὶ ὅσα ἐν τοῖς φυσικοῖς στοιχείοις ἔν τε τοῖς συνθέτοις καὶ τοῖς ἁπλοῖς σώμασιν αἱ ἀπαρακολούθητοι γίνονται ἀλλοιώσεις, πᾶσαι αὗται κατὰ τὸ πεπονθέναι χαρακτηρίζονται. γένοιντο δὲ ἂν καὶ τούτων πολυειδεῖς διαιρέσεις, εἴγε τὰ τεμνόμενα καὶ αὐξόμενα καὶ ἀλλοιούμενα καὶ ἄλλως πολλαχῶς ἐν τῷ πεπονθέναι θεωρούμενα, καθ' ὅσον ἐστὶν σώματα, ἐννοεῖν ἐθέλοιμεν. ἀντιτίθεται δὲ τοῦτο τὸ γένος πρὸς τὰς τῶν ἀψύχων ποιήσεις. τὸ δὲ ποίημα τοῦ πάθους διαφέρειν φησὶν οὐχ ᾗ τινες οἴονται, τῷ τὸ μὲν ἀπ' ἄλλου ἐνεργήσαντος γίνεσθαι, τὸ δὲ οὐδαμῶς (οὐ γὰρ ἔστιν τι ὅλως πάθος ἀφ' ἑαυτοῦ), ἀλλ' ἐπεὶ τὰ ποιήματα εἰς οὐσίαν συντελεῖ, τὰ τούτοις ἀντιδιαστελλόμενα παθήματα εἰς οὐδὲν ἀποτέλεσμα ἀποτελευτῶντα ἐξίστησιν ἀπὸ τοῦ εἶναι. διττῆς δὲ οὔσης οὐσίας, τῆς μὲν κατὰ τὸ εἶδος, τῆς δὲ κατὰ τὸ ὑλικὸν καὶ ὑποκείμενον, διτταὶ καὶ αἱ φθοραὶ λέγονται· ἡ μὲν κατὰ [331] στέρησιν ἀπουσίαν οὖσαν τοῦ εἴδους καὶ ἔκστασιν τοῦ κατὰ ταῦτα εἶναι παρεχομένην, ἡ δὲ κατ' ἔνδειαν τῆς ἐπιρρεούσης τοῖς ὑλικοῖς ἀποπληρώσεως καὶ κατ' ἀνάλωσιν τῆς ἐν αὐτοῖς ὕλης. ἀλλ' εἰ ἡ στέρησις πάθος, πῶς ἐν τοῖς Φυσικοῖς ποιητικὴ λέγεται αἰτία; "ἀλλὰ καὶ ἡ στέρησις, φησὶν Ἰάμβλιχος, αἰτία γίνεται ποιητική, ὥσπερ καὶ ἡ τοῦ εἴδους παρουσία· καὶ γίνεται ἄλλο μὲν αὐτὴ ἡ στέρησις, ἄλλο δὲ τὸ ἐστερημένον, ὥστε καὶ ἐπὶ ταύτης ὑπ' ἄλλου γίνεται καὶ ἐν τῷ ἐστερημένῳ πεῖσις, τοῦ προηγησαμένου ποιητικοῦ τῆς στερήσεως αἰτίου. καὶ ἐπὶ τῆς ἐνδείας δὲ καὶ ἀποπληρώσεως ὁ αὐτός ἐστιν λόγος· ἐν ἄλλῳ μὲν γάρ ἐστιν τὸ ἀποπληροῦν, ἐν ἄλλῳ δὲ τὸ ἀποπληροῦσθαι, καὶ ἐν ἄλλῳ μὲν τὸ ἐνδεῶς ἔχειν, ἐν ἄλλῳ δὲ τὸ τὴν αἰτίαν τῆς ἐνδείας ἐναπεργάζεσθαι". πρὸς δὲ ταῦτα οἶμαι ζητεῖν ἄξιον, τίς ἂν εἴη ποιητικὴ στερήσεως αἰτία ἄλλη παρὰ τὴν ἐν τῷ ἐστερημένῳ. ἆρα τὸ ἐναντίον ἐστὶν αἴτιον τὸ φθεῖρον τὸ ἑαυτῷ ἐναντίον; ἢ τοῦτο μὲν κατὰ συμβεβηκός, ἡ δὲ τῆς γενέσεως καὶ φθορᾶς ἐν τῷ ὑπὸ σελήνην ἀνάγκη ὥσπερ τῆς παρουσίας τῶν εἰδῶν αἴτια ἀπαιτεῖ προηγούμενα, οὕτως καὶ τῆς ἀπουσίας, ἅπερ οἱ μυθοπλάσται τοῖς δημιουργικοῖς αἰτίοις εἰς πόλεμον ἀντιτάττουσιν. τὸ δὲ ποίημα τοῦτο ἀντιταχθείη ἂν τῷ †πρώτῳ τοῦ ποιεῖν εἴδει τῷ κατὰ τὸ ποιητικὸν θεωρουμένῳ· καὶ τοῦτο γὰρ κατὰ τὸ εἰς οὐσίαν ἄγεσθαι ἀφορίζεται· ὡς γὰρ τὸ οἰκοδομεῖν ἰδίως καλεῖται ποιητικόν, οὕτως καὶ τὸ οἰκοδομεῖσθαι ποίημα λέγεται. ὅσα τε καὶ οἷα ἀποδεδώκαμεν εἴδη ταῖς ποιητικαῖς ἐνεργείαις, εἴτε θεῖα εἴτε ἀνθρώπινα, εἴτε τεχνητὰ εἴτε ἐπιστητά, εἴτε ἄλλως ὁπωσοῦν διαιρούμενα, τοιαῦτα καὶ τοσαῦτα ἀπονέμειν χρὴ τοῖς ποιήμασιν τοῖς ἀπὸ τῶν ποιήσεων ἀποτελεσθεῖσιν· δῆλον γὰρ ὅτι μετὰ πάθους ποιεῖται τὰ ποιούμενα. τοιαύτη μὲν οὖν τις καὶ τοῦ πάσχειν ὥσπερ τοῦ ποιεῖν διαίρεσις ὑπὸ τοῦ Ἀρχύτου παραδέδοται.

   Ἀριστοτέλης δὲ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὰ πάθη ὧδέ πως διαιρεῖ· "πάθος λέγεται ἕνα μὲν τρόπον ποιότης, καθ' ἣν ἀλλοιοῦσθαι ἐνδέχεται, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν καὶ γλυκὺ καὶ πικρὸν καὶ βαρύτης καὶ κουφότης καὶ ὅσα ἄλλα τοιαῦτα· ἕνα δὲ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις, καὶ μάλιστα ὅσαι βλαβεραί· ἔτι τὰ μεγέθη τῶν συμφορῶν καὶ λυπηρῶν πάθη [332] λέγεται". τούτων δὴ τὸ μὲν πρῶτον αὐτὸ οἶμαι τὸ παθητικὸν ἀποτέλεσμα καλεῖ πάθος, τὸ δὲ δεύτερον τὴν κίνησιν τὴν παθητικήν, τὸ δέ γε τρίτον καὶ τέταρτον τῇ κατὰ τὴν συνήθειαν ὀνομασίᾳ προσκέχρηται. ἀλλὰ μέχρι μὲν τούτων τὰ δύο γένη ὅλα καὶ τὰ ἐν αὐτοῖς εἴδη πόσα τε καὶ τίνα ἐστίν, ἱκανῶς τεθεωρήκαμεν, ὥς γε αὐτὰ καθ' ἑαυτὰ ἑκάτερα συλλαβεῖν.

   Δεῖ δὲ καὶ τὴν πρὸς ἄλληλα αὐτῶν σύμμιξιν ἰδεῖν. καὶ γὰρ καὶ ταύτην σὺν τοῖς ἁπλοῖς Ἀρχύτας παραδέδωκεν λέγων· "τὸ μέν ἐντι ποιέον, τὸ δὲ πάσχον, τὸ δὲ καὶ ποιέον καὶ πάσχον, οἷον ἐν τοῖς φυσικοῖς ποιέον μὲν ὁ θεός, πάσχον δὲ ἁ ὕλα, καὶ ποιέον δὲ καὶ πάσχον τὰ στοιχεῖα". σαφοῦς δὲ ὄντος τοῦ λεγομένου παραδείγματα ἀρχηγικώτατα παρέθετο, ποιεῖν μὲν τὸν θεὸν εἰπών, ᾧ καὶ τὰ ἄλλα τὰ ποιητικὰ αἴτια συνέπεται, πάσχειν δὲ τὴν ὕλην, δι' ἣν καὶ τὰ ἄλλα μετέχει τοῦ πάσχειν, καὶ ποιεῖν δὲ καὶ πάσχειν τὰ στοιχεῖα, ὡς ἂν δὴ μετέχοντα καὶ ὕλης καὶ εἴδους. περὶ δὲ τῆς πρὸς ἄλληλα αὐτῶν σχέσεως ζητοῦντες λέγουσιν ὅτι ἀντιθέτως μὲν λέγεται, ἐναντία δὲ οὐκ ἔστιν, ὥσπερ Ἀνδρόνικος ᾠήθη· πῶς γὰρ οἷόν τε τὸ ἐναντίον ἀποτέλεσμα τοῦ ἐναντίου γίνεσθαι;

   Λοιπὸν δὲ ἄξιον, κἂν εἴρηται πρότερον, ἀλλὰ καὶ ἐνταῦθα ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων γενῶν, οὕτως καὶ ἐπὶ τούτων μετὰ τὴν ἄλλην τεχνολογίαν τὰ παρακολουθοῦντα θεωρῆσαι. ἔστι τοίνυν ἐναντίωσις ἐν τῷ ποιεῖν καὶ ἐν τῷ πάσχειν, καὶ τῶν ἐν αὐτοῖς ἐναντίων τὰ μὲν ἔχει μεταξύ, τὰ δὲ οὐκ ἔχει. τὰ μὲν οὖν κατὰ ἐναντίας ποιότητας ἐναντία, ὡς τὸ θερμαίνειν τῷ ψύχειν καὶ τὸ θερμαίνεσθαι τῷ ψύχεσθαι, καὶ ὧν αἱ ποιότητες ἔχουσί τι μεταξύ, τούτων καὶ τὰ ἐν τῷ ποιεῖν καὶ τῷ πάσχειν ἔχει τι μεταξύ, ὡς τὸ χλιαίνειν καὶ ἐρυθαίνειν· ὧν δὲ οὐκ ἔχουσιν, οὐδὲ ταῦτα, ὡς τὸ ὑγιάζειν καὶ νοσάζειν. καίτοι γε οἱ ἰατροὶ καὶ ὑγιείας καὶ νόσου μέσην τίθενται τὴν οὐδετέραν κατάστασιν. ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ ποιεῖν καὶ τὸ πάσχειν, οὐκ ἐπὶ πάντων δὲ ἔστιν ταῦτα· "ἐπὶ γὰρ τοῦ φρονεῖν, φησὶν Ἰάμβλιχος, τοῦ ἐπὶ τῆς τελείας φρονήσεως οὐκ ἂν εἴη ταῦτα· τὸ γὰρ ἐπὶ τῆς ἀτελοῦς ἐπιδέχεται". μήποτε δὲ καὶ ἐπὶ πάντων τῶν τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένων τὰ μὲν μάλιστα οὐκ ἐπιδέχεται, τὰ δὲ ἀτελῆ, ταῦτά ἐστι τὰ δεχόμενα. ἀλλ' ἴσως ὧδε διαιρετέον· τὰ μὲν ἐν τοῖς γένεσιν ἐκείνοις ἔχοντα τὸ ποιεῖν καὶ πάσχειν, ἐν οἷς ἐστι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπιδέχεται, ὥσπερ ἐν ποιότητι τὸ λευκαίνειν καὶ λευκαίνεσθαι· ὅσα δὲ ἐν γένεσίν ἐστιν τοῖς μὴ ἐπιδεχομένοις τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον ἐπὶ ποσῷ τὸ ἀριθμεῖν καὶ μετρεῖν, ταῦτα οὐκ ἐπιδέχεται, [333] ἀλλ' οὐδὲ τὸ γεννᾶν καὶ τὸ γεννᾶσθαι ἤ τι ὅλως τῶν ἐν οὐσίᾳ λεγομένων. καὶ τοῦτο εἰκότως· τὸ γὰρ ποιεῖν ἐνεργεῖν ἐστιν, ἡ δὲ ἐνέργεια ὁμοειδής ἐστιν τῇ ὑπάρξει, ἧς ἐστιν ἐνέργεια.

   Καὶ καθ' ἑκάστην δὲ τῶν κατηγοριῶν θεωρεῖται τὸ ποιεῖν καὶ πάσχειν· καὶ γὰρ ἑκάστη ὥσπερ οὐσία τις οὖσα καὶ ὕπαρξις ἔχει τινὰ οἰκείαν τῆς ἑαυτῆς ὑπάρξεως ἐνέργειαν. καὶ τὸ μὲν κατ' οὐσίαν ποιεῖν ὡς τὸ ἀνθρωποποιεῖν, οἰκοδομεῖν, ναυπηγεῖν, τὸ δὲ κατ' οὐσίαν πάσχειν ἀνθρωποποιεῖσθαι, οἰκοδομεῖσθαι. ἐνταῦθα δὲ ἐφιστάνει ὁ Ἰάμβλιχος, μήποτε ταῦτα εἰς οὐσίαν ἄγεσθαι ῥητέον, ἀλλ' οὐ πάσχειν κατ' οὐσίαν, διότι, ὡς ἔλεγον πρότερον, εἶναι δεῖ πρότερον καὶ οὕτως πάσχειν. κατὰ ποσὸν δὲ ποιεῖν ἐστι καὶ πάσχειν οἷον μεγεθύνειν μεγεθύνεσθαι, πλατύνειν πλατύνεσθαι, βαθύνειν βαθύνεσθαι, καὶ ἀριθμεῖν καὶ χρονίζειν καὶ κινεῖν καὶ λέγειν καὶ τὰ τούτοις παθητικῶς ἀντικείμενα· κατὰ δὲ ποιότητα λευκαίνειν λευκαίνεσθαι, ὑγιάζειν ὑγιάζεσθαι· κατὰ δὲ τὸ πρός τι διπλασιάζειν διπλασιάζεσθαι· κατὰ δὲ τὸ κεῖσθαι ἀνακλίνειν ἀνακλίνεσθαι· κατὰ δὲ τὸ ἔχειν θωρακίζειν θωρακίζεσθαι.

   Πέρας δὲ τοῦ μὲν ποιεῖν ἔργον ἢ εἶδος· ἔργον μὲν τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, ὡς ἡ ὄρχησις τοῦ ὀρχουμένου, εἶδος δὲ τὸ ἐπιδιαμένον ἀποτέλεσμα, ὡς τοῦ ζωγραφοῦντος ἡ μορφή. τοῦ δὲ πάσχειν πέρας, ὅπερ καὶ τοῦ ποιεῖν. ζητεῖται δὲ πότε περιγράφεται τὸ ποιεῖν καὶ μεταβάλλει εἰς τὸ πεποιηκέναι, καὶ οἱ μὲν ἐν τῷ ἐσχάτῳ χρόνῳ ἔθεσαν ‹τὸ πέρας› τοῦ ποιεῖν, οἱ δὲ ἐν τῷ μετὰ τὸν ἔσχατον πρώτῳ· τὸν γὰρ ἔσχατον ἔτι ἐν τῷ ποιεῖν εἶναι. κοινὴ δὲ ζήτησις περὶ τοῦ ἐσταδιευκότος καὶ ἰατρευκότος καὶ τεθνηκότος. μήποτε δὲ τὸ πέρας τοῦ ποιεῖν ἐστι τὸ πρώτως πεποιηκέναι οὐκ ἐν χρόνῳ, ὥσπερ οὐδὲ τὸ τῆς κινήσεως πέρας, ὃ κίνημα καλοῦμεν. παράκειται δὲ παρὰ μὲν τὸ ποιεῖν ποίησις, ποιοῦν, παρὰ δὲ τὸ πάσχειν πεῖσις, πάσχον. καὶ ἐπὶ μὲν τῶν πάντων ἡ ποίησις καὶ ἡ πεῖσις ἤδη τῷ πρός τι κατηρίθμηται, ὡς καὶ ἐπὶ τοῦ κεῖσθαι ἡ θέσις· παρατηρεῖν δὲ δεῖ καὶ πότε ὀρθόν ἐστιν καὶ πότε ὕπτιον τὸ ἐνέργημα ἢ πάθος. αὐτίκα τὸ μὲν λυπεῖν ὀρθὸν τοῖς πολλοῖς δοκεῖ, τὸ δὲ λυπεῖσθαι ὕπτιον, οὐ μὴν ἀεὶ τοῦτο συμβαίνει, ὥσπερ ἐπὶ τοῦ τύπτοντος καὶ τυπτομένου· ἐνδέχεται γὰρ μὴ ἀεὶ συνεῖναι τὸν λυποῦντα, οἷον τὸν ἀποθανόντα υἱόν, εἰ ἐπ' αὐτῷ τις λυποῖτο, ἐνδέχεται δὲ καὶ μὴ λυπεῖσθαι, εἰ μὴ ἄρα ἡ φαντασία ποιητικὸν οὖσα καὶ αὐτὴ αἴτιον ἐπιμένει. ἔστιν δὲ ὅταν καὶ παυσαμένου τοῦ ποιοῦντος πάσχει τὸ πάσχον ἐπιμενούσης τῆς διαθέσεως, ὡς ἐπὶ τοῦ ὑπὸ πυρὸς θερμαινομένου καὶ μετὰ τὴν ἀναχώρησιν τοῦ πυρὸς ἔτι πάσχοντος τὸ θερμαίνεσθαι· διττὸν γὰρ τὸ πάσχειν, τὸ μὲν τῷ ποιεῖν συνηρτημένον, τὸ δὲ κατὰ τὴν διάθεσιν θεωρούμενον. ἴσως δὲ καὶ ἐνταῦθα ἔνδον συνέζευκται τὸ ποιοῦν, ἤτοι ἡ φαντασία ἢ τὸ ἔξωθεν ἐγγενόμενον πῦρ. τοῖς οὖν πράγμασιν ἀλλ' [334] οὐ ταῖς λέξεσιν ἐν τῇ τούτων ἐπικρίσει ἀκολουθεῖν καλόν. πολλὴ δὲ ἡ τῶν τοιούτων ἐξεργασία παρὰ τοῖς Στωικοῖς, ὧν ἐφ' ἡμῶν καὶ ἡ διδασκαλία καὶ τὰ πλεῖστα τῶν συγγραμμάτων ἐπιλέλοιπεν. ἀλλ' ἐπείπερ περὶ τοῦ ποιεῖν καὶ πάσχειν αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη μεταβαίνειν ἤδη καὶ ἐπὶ τὰ λειπόμενα τῶν γενῶν.

Περὶ τοῦ κεῖσθαι.

   Μετὰ δὴ τὸ ποιεῖν καὶ πάσχειν ὁ μὲν Ἀριστοτέλης τὸ κεῖσθαι τέθεικεν, ὁ δὲ Ἀρχύτας τὸ ἔχειν. ὁ μὲν γὰρ ἀπεῖδεν εἰς τὸ τέλος εἶναι τοῦ ποιεῖν ἢ τοῦ πάσχειν τὸ κεῖσθαι· ἢ γὰρ τίθησίν τι ἢ τίθεται, ἵνα οὕτως τὸ κεῖσθαι γένηται· ἔστιν δὲ τὸ μὲν τιθέναι ποιεῖν, τὸ δὲ τίθεσθαι πάσχειν. ἢ ἐπειδὴ κατὰ φύσιν ἕκαστα ἐν τοῖς οἰκείοις ἢ ἀλλοτρίοις τόποις κείμενα ποιεῖ καὶ πάσχει, διὰ τοῦτο τῷ ποιεῖν καὶ πάσχειν συνῆψε τὸ κεῖσθαι, κατά γε τοῦτο καὶ προηγεῖσθαι ὀφεῖλον αὐτῶν, καὶ διότι πρώτη σχέσις ἐστὶν παντὸς σώματος ἡ πρὸς τὸ δεχόμενον αὐτοῦ τὴν θέσιν, ἔπειτα οὕτως δέχεται τὴν τῶν ἐπικτήτων ἕξιν. Ἀρχύτας δὲ ἀπιδὼν εἰς τὰς σχέσεις, τήν τε ἀφ' ἑαυτοῦ πρὸς ἕτερον καὶ τὴν ἀφ' ἑτέρων πρὸς αὐτό, καὶ ὅτι κατὰ ταύτην μὲν τὸ ἔχειν, κατ' ἐκείνην δὲ τὸ κεῖσθαι γίνεται, προετίμησε τὸ ἔχειν τοῦ κεῖσθαι, διότι ἀσχετωτέρα πώς ἐστιν ἡ ἀφ' ἑτέρων πρὸς ἑαυτὰ σχέσις τῆς ἀφ' ἑαυτῶν πρὸς ἕτερα, καὶ διότι ἐνέργειαν μᾶλλον ἐμφαίνει τὸ ἔχειν ἤπερ τὸ κεῖσθαι, καὶ διότι κοινότερόν ἐστι τὸ ἔχειν τοῦ κεῖσθαι. οἰκείως δὲ ἑκάτερος ταῖς ἑαυτοῦ περὶ τῶν γενῶν τούτων ὑποθέσεσιν καὶ τὴν τάξιν αὐτοῖς ἐπιτέθεικεν. ὁ μὲν γὰρ Ἀρχύτας τὰ καθαρὰ γένη τοῦ ποιεῖν καὶ πάσχειν ἐν τοῖς ἀρχηγικωτάτοις θέμενος, τοῦ μὲν ποιεῖν ἐν τῷ θεῷ, τοῦ δὲ πάσχειν ἐν τῇ ὕλῃ, εὐλόγως συνέταξεν τὸ ἔχειν, ὅπερ ἐγγίνεται τῇ ὕλῃ ἀπὸ τοῦ θεοῦ· ἐγγινομένου δὲ τοῦ ἔχειν τῇ ὕλῃ ἀπὸ τοῦ θεοῦ, τὸ εἶδος τότε γίνεται τὸ σύνθετον, σῶμα ἤδη ὂν καὶ τοῦ κεῖσθαι δεόμενον· ἔστιν οὖν ἀρχηγικὸν καὶ τὸ ἔχειν. ἔστιν δὲ καὶ κοινότερον τοῦ κεῖσθαι· τὸ μὲν γὰρ ἔχειν καὶ ἀσωμάτοις ὑπάρχει, ὡς τῇ ψυχῇ τὸ μὴ ποιωτικὸν αὐτῆς ἄκουσμα, τὸ δὲ κεῖσθαι σώμασιν μόνοις καὶ τοῖς τῶν μεγεθῶν πέρασιν, ὡς ἐπιφανείᾳ καὶ γραμμῇ καὶ σημείῳ. ὁ δὲ Ἀριστοτέλης φυσικὰς τὰς ποιήσεις παραδοὺς τὰς κατὰ τὸ θερμαίνειν καὶ ψύχειν, αἵτινες περὶ τὰ σώματα καὶ ἐν σώμασιν ὑπάρχουσιν, συμφώνως ἑαυτῷ τὸ κεῖσθαι τῷ ποιεῖν καὶ πάσχειν συνέταξεν, τὸ δὲ ἔχειν ἐν μόνοις τοῖς μεριστοῖς κτήμασιν οἷον ὑποδήμασιν καὶ ὅπλοις ἀφοριζόμενος εἰκότως ὕστερον τέθεικεν, τὸ ὅλον αὐτοῦ καὶ ἀρχηγικὸν γένος μηδέπω παραδοὺς ἐν ταῖς Κατηγορίαις. ὅτι δὲ [335] ἀντιπλεονεκτεῖ ἄλληλα τό τε κεῖσθαι καὶ τὸ ἔχειν, καὶ αὐτὸς Ἀρχύτας ἐδήλωσεν πρὸς τοῖς τέλεσι προτάττων τὸ κεῖσθαι τοῦ ἔχειν, ἐν οἷς φησιν "ἔτι δὲ ποιὲν καὶ πάσχεν καὶ κεῖσθαι καὶ ἔχεν" καὶ πάλιν "οὐδὲ μὰν ποιέων τι ἢ πάσχων, οὐδὲ κείμενος οὐδὲ ἔχων τι" πολλαχοῦ δὲ καὶ παραλιμπάνει τὸ κεῖσθαι ὁ Ἀρχύτας. περὶ μὲν τῆς τάξεως τοῦ κεῖσθαι τοσαῦτα εἰρήσθω.

   Περὶ δὲ τῆς ἐννοίας αὐτοῦ τὸ μὲν διὰ παραδειγμάτων ὑπογράφειν, οἷον κάθηται, ἀνάκειται ἢ τὰ ἀπαρέμφατα λέγοντα οἷον τὸ καθῆσθαι, ἑστάναι, ἔχει μὲν τὴν ὑπόμνησιν, οὐ μὴν αὔταρκες εἰς ἀκριβῆ γνῶσιν, ἀλλὰ διαρίθμησιν μᾶλλον ποιεῖται τῶν ἐν τῷ κεῖσθαι περιεχομένων. βέλτιον οὖν διακαθαίρειν τὴν περὶ αὐτοῦ ἔννοιαν ἀφαιροῦντα τὴν ἐπεισιοῦσαν τοῦ πρός τι σχέσιν, ἀφαιροῦντα δὲ καὶ κίνησιν καὶ στάσιν, ἔτι δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ μόνην ἁπλῆν θεωροῦντα τὴν τῆς θέσεως σχέσιν. ὡς γὰρ ἡ πρὸς τὸν τόπον σχέσις ποιεῖ τὸ ποῦ καὶ ἡ πρὸς τὸν χρόνον τὸ ποτέ, οὕτως ἡ πρὸς τὴν θέσιν ποιεῖ τὸ κεῖσθαι. οὔτε οὖν τὸ κείμενον σῶμα οὔτε τὸν τόπον ἐν ᾧ κεῖται τῇ διανοίᾳ περιλαμβάνοντα δεῖ νοεῖν τὸ κεῖσθαι, μόνην δὲ τὴν ἔχουσάν πως θέσιν ἐν τῷ γένει τοῦ κεῖσθαι λογιζόμενον κατὰ πάντα τὰ ὄντα, ὅσα πέφυκεν ἕτερα ὑφ' ἑτέρων ἀνέχεσθαι ἢ ἐνιδρύεσθαι τὰ ἕτερα ἐν τοῖς ἑτέροις· ἡ γὰρ τοιάδε συμπλοκὴ τῶν ἐνιδρυμένων καὶ τῶν τὴν ἕδραν παρεχόντων κυριωτάτη καὶ πρωτίστη ἐστὶν τοῦ κεῖσθαι ὑπογραφή. ἐὰν μέντοι σχέσιν τις προσάψῃ ἢ τὸ ποιεῖν ἢ τὸ πάσχειν ἢ ποιότητα ἤ τι ἄλλο τῶν τοιούτων, ἐὰν μὲν ἐπικρατῇ καὶ ἐν τοῖς συμμίκτοις τὸ τοῦ κεῖσθαι γένος, ὥστε οὕτως ἐπινοεῖσθαι κατὰ τὴν πρώτην προσβολήν, οὐδὲν ἧττον ἔσται ἐν τῷ κεῖσθαι· ἐὰν δὲ ἄλλο τι τῶν γενῶν προχειροτέραν ποιῆται τὴν φαινομένην εἰδοποιίαν, κατὰ τὰ νικῶντα γένη ἔσται ἡ ἐπικράτεια τοῦ εἴδους ἀφωρισμένη.

   Ἀλλὰ δεῖ λοιπὸν καὶ ἐπὶ τοῦ κεῖσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων γενῶν, τὰ παρακολουθοῦντα αὐτῷ διελθεῖν. δοκεῖ δὴ ἐναντίωσις εἶναι τῶν ἐν τῷ κεῖσθαι· ὁ γὰρ ὕπτιος τῷ πρηνεῖ ἐναντίαν ἔχων θέσιν ἐναντίως κεῖται. ἡ δὲ ἐναντίωσις αὕτη παρά τε τὴν θέσιν συμβαίνει (ἡ γὰρ πρηνὴς θέσις τῇ ὑπτίᾳ ἐστὶν ἐναντία) καὶ παρὰ τὸν τόπον (ἔστιν γὰρ καὶ ἐν τούτῳ ἐναντίωσις· διὸ ὁ ἄνω κείμενος τῷ κάτω κειμένῳ ἐναντίως κεῖται, προσειληφὼς τὴν κατὰ τὸν τόπον ἐναντίωσιν). καὶ ταύτην μὲν πάντα δέχεται ὡς οἶμαι τὰ ἐν τῷ κεῖσθαι ὄντα, ἐπειδὴ καὶ πάντα ἔν τινι τόπῳ ἔχοντι πρὸς ἄλλον τόπον ἀντίθεσιν, ἡ δὲ παρὰ τὴν θέσιν ἐναντίωσις οὐκ ἐπὶ πάντων ἐστίν· ὁ γὰρ κύβος καὶ ἡ σφαῖρα καὶ ἄλλα πολλὰ τῶν ἀψύχων, κἂν διαφορὰν ἔχῃ θέσεων, οἷον κατὰ γωνίαν ἢ κατὰ πλευράν, ἀλλ' οὐκ ἤδη καὶ [336] ἐναντίωσιν, ὡς τὰ πρηνῆ καὶ ὕπτια ἐπὶ τῶν ζῴων μάλιστα θεωρούμενα τῶν φυσικῶς ἐχόντων τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἢ τὸ ἄνω καὶ τὸ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν. τὸ δὲ μᾶλλον καὶ ἧττον ἐπὶ τοῦ κεῖσθαι ποτὲ μὲν λέγεται συνήθως, ὅταν πλάτος ἐπιδέχηται τὰ κείμενα ὡς ἐπὶ τοῦ ἀνακεῖσθαι, ποτὲ δὲ τῷ μὲν σχήματι τῆς λέξεως τὸ μᾶλλον καὶ ἧττον ἐμφαίνει, σημαίνει δὲ ὑπερβολὴν κατὰ τὴν δοκοῦσαν σύγκρισιν, ὡς ὅταν ὑπτιώτερος σκάφης λέγεται. οὐκ ἐπὶ πάντων δὲ τῶν ἐν τῷ κεῖσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἔστιν· ἡ γοῦν ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον καὶ εἴ τι ἄλλο τῶν ἐν τῷ κεῖσθαι ἀσώματόν ἐστιν οὐκ ἔχει τὸ μᾶλλον καὶ ἧττον. ὥσπερ δὲ ἡ μὲν ποίησις καὶ ἡ πεῖσις ἐν τοῖς πρός τι ἦν, τὸ δὲ ποιεῖν καὶ πάσχειν ἰδίας ἔτυχεν κατηγορίας, οὕτως ἡ μὲν θέσις τῶν πρός τί ἐστιν, τὸ δὲ κεῖσθαι ἴδιόν τι γένος ἐχαρακτήρισεν πολὺ διαφέρον τοῦ πρός τι.

   Δεῖ δὲ λοιπὸν καὶ τὴν διαίρεσιν τοῦ κεῖσθαι τήν τε κατὰ τὰς εἰδοποιοὺς διαφορὰς ἐπισκέψασθαι καὶ τὴν κατ' ἄλλους τρόπους κἂν μὴ εἰδοποιούς, ἀλλὰ χωρίζοντάς γε τὰ ὑπ' αὐτὸ τεταγμένα. τῶν τοίνυν ἐν τῷ κεῖσθαι θεωρουμένων τὰ μέν ἐστιν φύσει, ὡς τὰ τέσσαρα στοιχεῖα ἐν τοῖς οἰκείοις ἱδρυμένα τόποις καὶ ὁ οὐρανὸς τὴν ἀνωτάτω χώραν ἐπέχων, τὰ δὲ θέσει, ὡς ἀνδριάντες καὶ εἰκόνες καὶ σκεύη καὶ ὅλως τὰ κατὰ τέχνην τινὰ ἢ χρείαν τιθέμενα. ἔτι δὲ τὰ μὲν ἐν στάσει ἔχει τὴν θέσιν, ὡς ἡ γῆ καὶ τὰ ἑστῶτα τῶν στοιχείων, τὰ δὲ ἐν κινήσει, ὡς αἵ τε τοῦ οὐρανοῦ περιφοραὶ ἐν ἀλλήλαις ἱδρυμέναι καὶ τῶν στοιχείων τὰ κινούμενα. καὶ τῶν κινουμένων δὲ καὶ ἑστώτων τὰ μὲν ἀίδιον ἔχει τὸ κεῖσθαι, ὡς τὰ ἀίδια τῶν σωμάτων, τὰ δὲ ἔγχρονον, ὡς τὰ ἐν μέρει χρόνου ὑφεστῶτα.

   "Δοκεῖ δέ, φησὶν ὁ Ἰάμβλιχος, πᾶν τὸ ἐν τῷ κεῖσθαι ἐν τόπῳ τινὶ τὴν ἵδρυσιν ἔχειν, οὐ μὴν ἀλλ' ἔχει γε τὴν αὐτὴν τοῦ γένους φύσιν καὶ τὰ ἐν δυνάμεσιν ἱδρυμένα (κεῖται γὰρ ἐν ταῖς δυνάμεσιν καὶ ἐν ζωῇ τὴν ἕδραν ἔχοντα· καὶ γὰρ ταῦτα ὑπὸ τῆς ζωῆς ἀνέχεται), ὅσα τε ἐν τοῖς κυριωτάτοις αἰτίοις πανταχόθεν συνέχεται, κεῖσθαι ἐν αὐτοῖς εἰκότως ἂν νομισθείη". μήποτε δὲ οὐ πᾶσαν ἐνίδρυσιν τὸ κεῖσθαι σημαίνει, εἰ μή τις κατὰ μεταφορὰν ἐκδέχοιτο, ἀλλὰ τὴν οἷον πτῶσιν τῶν σωμάτων, ἣν ἔσχον ἀποστάντα τῆς αὐτοκρατοῦς τῶν ἀμερίστων εἰδῶν φύσεως καὶ δεηθέντα τῶν τὴν πτῶσιν αὐτῶν ὑποδεχομένων καὶ εὐθετιζόντων· καὶ γὰρ ὁ τόπος ταύτην παρέχεται τὴν χρείαν, τὸ ὑποδέχεσθαι, τὸ εὐθετίζειν τὰ μὴ ἀνέχοντα ἑαυτά, ἀλλὰ πεπτωκότα καὶ ἐσκορπισμένα. ἀμφότερα γὰρ ἔσχεν τὰ τῆς ἀμερίστου φύσεως ἀποστάντα, καὶ τὸ ἐν ἄλλῳ εἶναι ἀλλὰ μὴ ἐν ἑαυτῷ καὶ τὸ διεσπάσθαι ἀλλὰ μὴ μένειν ἀμέριστον, διὸ καὶ ἐδεήθη τόπου καὶ ὑποδεχομένου αὐτὰ καὶ τάξιν τοῖς μορίοις καὶ εὐθετισμὸν παρεχομένου· [337] τὰ γὰρ ἅπαξ διασπασθέντα δεῖται τοῦ εὐθετισμοῦ, ἵνα ἡ κεφαλὴ τὸν οἰκεῖον ἔχῃ τόπον καὶ ὁ τράχηλος, ἀλλὰ μὴ 'πολλαὶ κόρσαι ἀναύχενοι βλαστῶσιν', ὡς Ἐμπεδοκλῆς φησιν. τὸ δὲ κεῖσθαι ὅτι καὶ τὸ πεπτωκέναι σημαίνει, ἐδήλωσεν Ὅμηρος εἰπών·

   κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται. τὰ οὖν ἐν δυνάμεσι καὶ ἐν ζωῇ καὶ ἐν τοῖς κυριωτάτοις αἰτίοις ἱδρυμένα ἄλλως λέγεται κεῖσθαι καὶ οὐ κυρίως.

   Ὁμολογεῖται δὲ παρὰ πᾶσιν παντὶ σώματι τὸ κεῖσθαι συμβεβηκέναι, διὸ πᾶν σῶμα ἐν τόπῳ ἐστὶν καὶ θέσιν ἔχει κατὰ τόπον, πλὴν τό γε τῆς ἀπλανοῦς σῶμα καὶ τὸ τοῦ παντὸς οὐκ ἔστιν ἐν τῷ κεῖσθαι· οὐδὲ γὰρ ἐν τόπῳ ἐστὶν κατὰ τὴν Ἀριστοτέλους περὶ τόπου διάταξιν, διότι οὐκ ἔστιν τὸ περιέχον αὐτὸ σῶμα, ὁ δὲ τόπος τὸ πέρας ἦν τοῦ περιέχοντος, καθ' ὃ περιέχει τὸ περιεχόμενον. καὶ ἀσωμάτοις δὲ τὸ κεῖσθαι ἐφαρμόζει, ὥσπερ τοῖς τῶν σωμάτων πέρασιν· καὶ γὰρ τῷ τόπῳ προσήκει καὶ ἁπλῶς ἐπιφανείᾳ καὶ γραμμῇ καὶ σημείῳ· θέσιν γὰρ ἔχει πάντα ταῦτα. τοῖς δὲ καθ' αὑτὰ ἀσωμάτοις τὸ κεῖσθαί που οὐχ ὑπάρχει, εἰ μή τις κατὰ μεταφορὰν ἐν νῷ καὶ θεῷ λέγοι κεῖσθαι πάντα ὡς ἐν ἀρχῇ καὶ αἰτίᾳ συνεχόμενα·

   ἐν δὲ θεῷ κεῖνται πυρσοὺς ἕλκοντες ἀκμαίους, φησὶν τὸ λόγιον. ἐπιστῆσαι δὲ χρή, ὅτι τὸ μὲν σῶμα ἐν τόπῳ κεῖται, ὁ δὲ τόπος κεῖται μέν (περὶ γὰρ τὰ σώματά ἐστιν καὶ ἔχει καὶ αὐτὸς τὰς τῆς θέσεως διαφοράς, τὸ ἄνω καὶ κάτω καὶ τὰ λοιπά, καὶ τὸ ὡρισμένον καὶ ἀόριστον), οὐ μέντοι ἐν τόπῳ κεῖται ὁ τόπος, ὥσπερ τὰ σώματα· τόπος γὰρ τόπου οὐκ ἔστιν, ἵνα μὴ ἐπ' ἄπειρον ὁ λόγος προέλθῃ τόπον πρὸ τόπου ζητῶν. ἀλλ' ἀπορίας ἄξιον, εἰ κεῖται ὅλως ὁ τόπος, ἐν τίνι κεῖται· τὸ γὰρ κείμενον ἔν τινι κεῖσθαι βούλεται. ἢ ὁ μὲν Ἀριστοτέλης πέρας λέγων εἶναι τοῦ περιέχοντος σώματος τὸν τόπον ἐν αὐτῷ φαίη ἂν κεῖσθαι, ὥσπερ καὶ αἱ ἄλλαι ἐπιφάνειαι ἐν τοῖς σώμασιν κεῖνται, ὧν εἰσιν πέρατα. εἰ δὲ διάστημά τις λέγοι τὸν τόπον ἢ μέτρον καὶ εὐθετισμὸν τῆς τῶν μεγεθῶν παραθέσεως, ὥσπερ τὸν χρόνον μέτρον τῆς κατὰ τὴν κίνησιν παρατάσεως, οὐ χρή τι ἄλλο ζητεῖν, ἐν ᾧ κείσεται ὁ τόπος· ἕδρα γὰρ ὢν αὐτὸς τῶν ἄλλων οὐκέτι ἕδρας δεήσεται, ὥσπερ καὶ τὰ πέρατα τῶν μεγεθῶν αὐτοπέρατα ὄντα οὐκέτι δεῖται τῶν περατούντων. διὸ καὶ Ἀρχύτας "‹ἀνάγκα› τοιγαροῦν, φησί, τὰ μὲν ἄλλα ἐν τόπῳ ἦμεν, τὸν δὲ τόπον ἐν μηδενί, ἀλλὰ οὕτως ἔχεν ποτὶ τὰ ἐόντα, ὥσπερ τὰ πέρατα ποτὶ τὰ πεπερασμένα".

   Τῶν δὲ κειμένων τὰ μὲν ἁπλοῦν ἔχει τὸ κεῖσθαι, τὰ δὲ διπλοῦν· ὁ [338] μὲν γὰρ κενὸς ἀμφορεὺς κεῖται εἰ τύχοι ἐν τῷ λίθῳ, ὁ δὲ οἶνος ὁ ἐν τῷ ἀμφορεῖ καὶ ἐν τῷ ἀμφορεῖ κεῖται καὶ ἐν ᾧ κεῖται ὁ ἀμφορεύς. κατ' ἄλλην δὲ ἐπίνοιαν αὐτός τε ὁ ἀμφορεὺς κεῖταί που καὶ τὰ μέρη αὐτοῦ ἐν τῷ ὅλῳ, καὶ ὁ οἶνος δὲ αὐτός τε ἐν τῷ ἀμφορεῖ κεῖται καὶ τὰ μέρη αὐτοῦ ἐν τῷ ὅλῳ, ὥστε ὁ πλήρης ἀμφορεὺς τετραπλοῦν ἕξει τὸ κεῖσθαι. ἐπιστῆσαι δὲ ἄξιον, εἰ τὰ μέρη ἐν τῷ ὅλῳ κεῖσθαι λέγεται κυρίως· οὐ γὰρ πᾶν τὸ ἔν τινι καὶ κεῖται ἐν ἐκείνῳ ἐν ᾧ ἐστιν, ἀλλὰ τὰ ἐν τόπῳ μόνον ὄντα, ταῦτα κεῖσθαι λέγεται ἐν τῷ τόπῳ. καὶ κατὰ τὰ σχήματα δὲ καὶ κατὰ τὰς τοπικὰς διαστάσεις ἔσονται τοῦ κεῖσθαι διαφοραί. ὁ μέντοι Ἀρχύτας διαφορὰς τοῦ κεῖσθαι λέγων "τὸ μέν τι αὐτῶ ἐν δυνάμει, φησί, τὸ δὲ ἐν στάσει, καὶ τὸ ἐν δυνάμει τὸ μὲν ἐν τῷ ἐνεργεῖν, τὸ δὲ ἐν τῷ πάσχειν". περὶ μὲν γὰρ τὴν στάσιν θεωρεῖται τὸ κεῖσθαι· μένει γὰρ ἐν ταὐτῷ τοῦτο, ἐάν τε ἀσώματον ᾖ ἐάν τε σῶμα τὸ ἐν τῇ στάσει κείμενον· περὶ δὲ τὴν δύναμιν διχῶς θεωρεῖται κατ' ἀμφότερα τὰ ἐναντία, ἔν τε τῷ ποιεῖν καὶ πάσχειν καὶ ἐν τῷ κινεῖν καὶ κινεῖσθαι, [καὶ] ἐπειδὴ καὶ ἡ δύναμις πρὸς ἀμφότερα τἀναντία ἄγεσθαι δύναται· εἰ μέντοι τις δύναμιν λαμβάνοι μὴ τὴν ἀτελῆ ἀλλὰ τὴν τελείαν καὶ τῶν ἐνεργειῶν παρεκτικήν, ἥτις ἀνέχοι τὰ κείμενα ἐν ἑαυτῇ, καὶ οὕτως δεῖ τὰς ἀρχηγικωτέρας αἰτίας περιεκτικωτέρας εἶναι τῶν δευτέρων, καὶ κεῖσθαι ἐν τοῖς προτέροις τὰ δεύτερα εὐλόγως ἐροῦμεν.

   Ἀλλ' ἐπὶ τὰς ἀπορίας λοιπὸν τὰς ὑπὸ Πλωτίνου πρὸς τὸ κεῖσθαι ἰτέον λεγομένας. λέγει τοίνυν ἐν ὀλίγοις εἶναι τὸ κεῖσθαι καὶ διὰ τοῦτο μὴ ἄξιον ἐν οἰκείῳ γένει καταχωρίζεσθαι. ἀλλ' εἰ πᾶσιν ὑπάρχει τοῖς σώμασιν τοῖς τε ἀιδίοις καὶ τοῖς ὑπὸ σελήνην, πῶς οὐκ ἄξιον καὶ τοῦτο γένους οἰκείου τυγχάνειν; καὶ Ἀρχύτας δὲ ἐπὶ πολλὰ διατείνειν αὐτό φησιν. 'ἀλλὰ τὸ ἀνακεῖσθαι, φησίν, καὶ καθῆσθαι οὐκ ἔστιν ἁπλοῦν, σημαίνει δὲ τὸ ἐν σχήματι τοιῷδε κεῖσθαι, τουτέστιν ἐν τόπῳ εἶναι. ἔστιν οὖν τὸ μὲν σχῆμα ἄλλο, ὁ δὲ τόπος ἄλλο, καὶ εἴρηται περὶ ἀμφοῖν, καὶ οὐδὲν ἔδει λοιπὸν εἰς ἓν δύο κατηγορίας συνάπτειν'. πρὸς ἃ ῥητέον ὅτι αἱ τῶν σχημάτων αὗται , οἷον ἡ τοῦ καθῆσθαι καὶ ἀνακεῖσθαι, οὐχ ἁπλῶς σχημάτων ἀλλὰ τῶν κατὰ τὴν θέσιν σχημάτων σημαίνουσι τὰς διαφοράς· κἂν ποιότητα δὲ δηλῶσιν, ἐπειδὴ τὸ σχῆμα ποιότης, οὐ τὴν ἁπλῶς ποιότητα ἐροῦσιν, ἀλλὰ τὴν τοῦ κεῖσθαι. ἠξίου δὲ καὶ αὐτὸς τὰς συμπληρωτικάς τινος ποιότητας εἰς ἐκεῖνο τὸ γένος ἀνάγειν, ὑφ' ὃ καὶ τὸ συμπληρούμενον ἀνάγεται, οἷον περὶ γραμμήν ἐστιν εὐθύτης, ἡ δὲ γραμμὴ τοῦ ποσοῦ· ἔσται οὖν καὶ ἡ εὐθύτης τοῦ ποσοῦ, καὶ τὸ ὅλον τοῦτο ποσοῦ ποιότης. ὥσπερ οὖν τὸ [339] φέρειν οὐκ ἐξίσταται τῆς οἰκείας κατηγορίας, ὅταν ἀναφέρειν λέγωμεν, οὕτως οὐδὲ τὸ ἀνακεῖσθαι ἢ κατακεῖσθαι. ἔτι δὲ μᾶλλον ἐνιστάμενοι πρὸς τὴν ἀπορίαν οἱ μετ' αὐτὸν ἀντιλέγουσιν ὡς οὔτε σχήματος οὔτε τόπου ἐφάπτεται τὸ κεῖσθαι, ἀλλὰ ταῦτα μὲν ἄλλως παρακολουθεῖ, ὥσπερ καὶ ταῖς ἄλλαις κατηγορίαις πλείονα ὁμοῦ συνθεωρεῖται, ἡ μέντοι ἰδιάζουσα τοῦ κεῖσθαι κατηγορία κατ' αὐτὴν μόνην τὴν θέσιν ψιλῶς νοεῖται, μηδὲν συνεπινοούντων ἡμῶν ἐν τίνι κεῖται καὶ πῶς ἔχον αὐτὸ κεῖται. "ἀλλ' οὐδὲ πάντως ἐν τόπῳ ἐστίν, φησὶν Ἰάμβλιχος, τὸ κεῖσθαι, ἐπεὶ καὶ ὁ τόπος κεῖταί που, μὴ ὢν ἐν τόπῳ· οὐκ ἄρα ὑγιὲς τὸ περιλαμβάνεσθαι τόπον ἐν τῷ κεῖσθαι. εἰ δὲ οἷόν τε καὶ ἄνευ σχήματος ἐπινοεῖν τινα θέσιν τῶν ἀσχηματίστων εἴτε σωμάτων ‹εἴτε ἀσωμάτων› ὡς γραμμῆς καὶ σημείου, ἔσται καὶ ἄνευ σχήματος τὸ κεῖσθαι." 'ἀλλ' εἰ μὲν τὸ κεῖσθαι, φησίν, ἐνέργειαν σημαίνει, ἐν ταῖς ἐνεργείαις τακτέον αὐτό· εἰ δὲ πάθος, ἐν τῷ πάσχειν'. πάλιν οὖν καὶ ἐνταῦθα ῥητέον ὅτι τὸ καθαρῶς νοούμενον κεῖσθαι οὐδ' ὁτιοῦν ποιήσεων ἢ παθῶν ἀναπίμπλαται, ἐκτὸς δὲ ὂν ἀμφοτέρων ἰδίαν ἔχει καθ' αὑτὸ κατηγορίαν. εἰ δὲ ἄρα τις καὶ συνεμφαίνεσθαι λέγει τῷ κεῖσθαι τὸ ποιεῖν καὶ πάσχειν, ὡς ἕτερα γένη ἑτέρῳ συνυπάρξει διὰ τὴν σύμμικτον τῶν αἰσθητῶν σύνοδον. βέλτιον δὲ δι' ἀκριβείας ἀφορίζεσθαι τὸ κεῖσθαι, ὥσπερ καὶ Βοήθῳ δοκεῖ· ἐφ' ὧν γὰρ οὔτε τὸ ποιεῖν οὔτε τὸ πάσχειν πρόσεστιν καθ' ἣν κεῖται θέσιν καὶ καθ' ἣν τέτακται τάξιν, ταῦτα μόνον φησὶν εἶναι τῆς κατηγορίας, οἷον τὸ ἑστηκέναι ἢ καθῆσθαι ἐπὶ ἀνδριάντος λεγόμενον ἢ τὸ ἀνακεῖσθαι τὴν εἰκόνα· ἐφ' ἡμῶν μὲν γὰρ ἐνέργειαν τὰ τοιαῦτα συνεμφαίνει, ἐπὶ δὲ τῶν ἀψύχων οὔτε τὸ ποιεῖν οὔτε τὸ πάσχειν ἐνδείκνυται ταῦτα, ἀλλὰ μόνον καθαρῶς τὸ κεῖσθαι. ἐπεὶ δὲ ὁ ἄνω καὶ κάτω τόπος συνεπινοεῖται καὶ σχέσις συνεμφαίνεται πρός τινας τόπους ἐν τῷ ἀνακεῖσθαι καὶ κατακεῖσθαι, δεῖ νοεῖν ὡς καθ' αὑτὸ ὄντος τοῦ κεῖσθαι πρότερον ἐπεισῆλθεν ἡ σχέσις πρὸς τὸ ἄνω καὶ κάτω, ὥσπερ καὶ παρὰ τὰς ἄλλας κατηγορίας παρεφύετο ἀεὶ τὸ πρός τι. τὸ μέντοι κεῖσθαι τὴν πρὸ τοῦ πρός τι εἰληφὸς φύσιν καθ' αὑτό ἐστιν, ὥσπερ καὶ τῶν ἄλλων γενῶν ἕκαστον, ὁπόσα προηγεῖτο τοῦ πρός τι. εἰ δὲ πάντα οἷς ἐπεισέρχεται τὰ πρός τι ἐν τοῖς πρός τι θήσομεν, οὐκ ἂν φθάνοιμεν, καθὰ καὶ αὐτὸς εἶπεν ὁ Πλωτῖνος, πάντα τὰ γένη ἐν τοῖς πρός τι τιθέντες. ταῦτα μὲν οὖν εἴρηται πρὸς τὰς Πλωτίνου ἀπορίας.

   Φησὶν δὲ Ἰάμβλιχος ἄλλως μὲν ἐπὶ τῶν σωμάτων θεωρεῖσθαι τὸ κεῖσθαι, ὡς ἂν διαστατῶν ὄντων καὶ μεριστῶν καὶ τόπον διαστατὸν ἐχόντων, ἄλλως δὲ ἐπὶ ψυχῆς· "καὶ γὰρ αὕτη τόπος λέγεται τῶν ἐν αὐτῇ λόγων, ὡς χώραν αὐτοῖς παρέχουσα εἰς τὸ ἐνιδρύεσθαι καὶ ἐνεργεῖν ἐν αὐτῇ· ἄλλως [340] δὲ ὁ νοῦς τόπος λέγεται τῶν εἰδῶν, ὡς τὴν αὐτὴν ἔχων οὐσίαν πρὸς τὰ εἴδη καὶ ὁμοῦ τὰς νοήσεις καὶ τὰ εἴδη συνέχων ἐν ἑαυτῷ· κυριώτατα δὲ ἐν τῷ θεῷ κεῖσθαι λέγεται πάντα, ἐπειδὴ τὰ μετ' αὐτὸν ὅλα ἐν αὐτῷ συνείληπται. ἀλλ' ἴσως, φησίν, δόξει τισὶν πολλαχῶς λέγεσθαι οὕτως τὸ κεῖσθαι, ἄλλως μὲν ἐπὶ τῶν σωμάτων, ἄλλως δὲ ἐπὶ τῶν ἀσωμάτων· οὐ μὴν ἀλλ' εἴ τις ἀκριβέστερον ἐπισκοποίη, μία καὶ ‹ἡ› αὐτὴ θεωρεῖται ἀναλογία κατὰ τὸ περιέχειν καὶ περιέχεσθαι καὶ κατὰ τὸ ἕδραν παρέχειν καὶ ἐνιδρύεσθαι. ὁ γὰρ αὐτὸς λόγος τοῦ κεῖσθαι ἐπὶ πάντων τούτων διήκει τοῦ ἕτερον ἐν ἑτέρῳ ἀποπερατοῦσθαι κατ' αἰτίαν ἢ δύναμιν ἢ ἐνέργειαν ἢ οὐσίαν ἢ διάστασιν, διαφορὰ δὲ γίνεται παρὰ τὰ πράγματα ἕτερα ὄντα καὶ πρὸς ἕτερα ποιούμενα τὴν θέσιν, ἥτις οὐκ ἐξίστησιν τὸν ἕνα λόγον τοῦ κεῖσθαι ἐξ ἑαυτοῦ". τοσαῦτα καὶ περὶ τοῦ κεῖσθαι εἰρήσθω, ἐννοούντων ἡμῶν ὡς ἐπὶ σωμάτων εἴρηται κυρίως τὸ κεῖσθαι.

Περὶ τοῦ ποτὲ καὶ ποῦ.

   Μετὰ δὲ τὸ κεῖσθαι ἀμφίβολος ἡ τάξις ἐστὶν τῶν λοιπῶν κατηγοριῶν· καὶ γὰρ Ἀριστοτέλης ἄλλοτε ἄλλως μνημονεύει τῆς τάξεως, ἐν ἀρχῇ μὲν τὸ ποῦ καὶ ποτὲ προτάξας τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν, ὕστατα δὲ πάντων θεὶς τὸ ποιεῖν καὶ πάσχειν· προϊὼν δὲ τὸ ποιεῖν μὲν καὶ πάσχειν προτίθησιν, τὸ δὲ κεῖσθαι προτάττει τοῦ ποτὲ καὶ ποῦ, οἷς αὐτὸ πρότερον ὑπέταξεν· καὶ τὰ ἄλλα δὲ ἄλλοτε ἄλλως τίθησιν, ἐνίοτε δὲ καὶ ἐν τῷ αὐτῷ τόπῳ ἐναλλάττων φαίνεται τὴν τάξιν· ἐν μὲν γὰρ τῷ φάναι περὶ μὲν τοῦ ποτὲ καὶ τοῦ ποῦ καὶ τοῦ ἔχειν ἄλλως φαίνεται διορίζων, ἐν δὲ τῷ ἐπεκδιηγεῖσθαι ἑτέρως διορίζει τὴν τάξιν. ἀλλ' οὐδὲ ἐπὶ τῶν προτέρων κατηγοριῶν, ἐφ' ὧν τὸν πολὺν ποιεῖται λόγον, φαίνεται τηρῶν τὴν αὐτὴν τάξιν, ἀλλ' ὅπου μὲν τὸ ποιὸν προτάττει τοῦ πρός τι, ἐν δὲ τῷ διαπραγματεύεσθαι περὶ αὐτῶν τὸ πρός τι τοῦ ποιοῦ. καὶ ὅλως οὐδαμοῦ περὶ τῆς τάξεως τῶν γενῶν οὐδεμίαν αἰτίαν ὁ Ἀριστοτέλης ἀπεφήνατο, ὁ μέντοι Ἀρχύτας μετ' αἰτίας τὴν τάξιν τῶν κατηγοριῶν ἀποδοὺς φυλάττει τὴν αὐτὴν ἐν τοῖς πλείοσι, πλὴν ὅτι καὶ αὐτὸς ἔστιν ὅπου τὴν τάξιν ἐναλλάττει· ἐν μὲν γὰρ τῷ περὶ τῆς τάξεως λόγῳ "ἐπειδὴ πᾶν τὸ κινούμενον, φησίν, ἐν τόπῳ τινὶ κινεῖται, τὸ δέ γε ποιεῖν καὶ τὸ πάσχειν κινάσιές τινες κατ' ἐνέργειαν, φανερὸν ὅτι τόπον ὑπῆμεν δεῖ πρῶτον, ἐν ᾧπέρ ἐστι τὸ ποιέον ἢ τὸ πάσχον", τὰς δὲ διαφορὰς αὐτῶν καὶ τὰ ἴδια παραδιδοὺς τὸ ποιεῖν [341] καὶ τὸ πάσχειν προτάττει τοῦ ποῦ ἑκατέρωθι. καὶ ἴσως αἴτιον τῆς τοσαύτης τῶν γενῶν περὶ τὴν τάξιν ἀδιαφορίας γέγονεν ἡ πολλαχοῦ τῶν γενῶν ἀντιπλεονέκτησις. κρατεῖ δὲ ὅμως συνήθεια παρὰ τοῖς τοῦ Ἀριστοτέλους ἐξηγηταῖς, ὥστε προτάττειν τοῦ ποῦ τὸ ποτέ, ἐπειδὴ καὶ αὐτὸς ἐνταῦθα τοῦ κεῖσθαι μνημονεύσας ἐπήγαγεν περὶ δὲ τῶν λοιπῶν, τοῦ τε ποτὲ καὶ τοῦ ποῦ, ὡς ταύτην αὐταῖς τὴν τάξιν ἀποδιδούς.

   Δοκεῖ μέντοι τισὶν καὶ συνηγορεῖν τῇ τάξει ταύτῃ, καὶ λέγουσιν ὅτι πᾶν μὲν τὸ κινούμενον ἐν χρόνῳ καὶ ἐν τόπῳ κινεῖται, πρότερον δέ ἐστιν τὸ ποτὲ τοῦ ποῦ, ὅτι τῶν γενητῶν οὐδὲν ἄνευ χρόνου οὔτε εἶναι οὔτε γεγονέναι οὔτε ἔσεσθαι δύναται, πολλὰ δὲ ἄτερ τόπου, ὥσπερ αὐτὸς ὁ τόπος· καὶ αἱ πράξεις δὲ οὐκ ἐν τόπῳ ἀλλ' ἐν χρόνῳ, κἂν ὁ πράττων ἐν τόπῳ. πρὸς δὴ ταῦτα ὁ Ἰάμβλιχος καίτοι φυλάττων τὴν συνήθειαν καὶ περὶ προτέρου τοῦ ποτὲ διαλεγόμενος ἀντιλέγων "οὐ δεῖ, φησίν, πρὸς κίνησιν ἀναφέρειν τὴν αἰτίαν τῆς τάξεως τῶν γενῶν· ἀλλ' εἴπερ τὰ γένη περὶ τὴν οὐσίαν ὑφίσταται, ὡς ἐκείνης μὲν καθ' ἑαυτὴν ἐχούσης τὸ εἶναι, τούτων δὲ περὶ αὐτὴν ὑφισταμένων καὶ πρὸς αὐτὴν εἰς μίαν σύνταξιν συντελούντων, ἐκ τῆς πρὸς τὴν οὐσίαν τάξεως τὴν τάξιν συλλογισώμεθα τῶν γενῶν. εἰ τοίνυν ὁ μὲν τόπος τῇ οὐσίᾳ τῶν σωμάτων συνυπάρχει, ὁ δὲ χρόνος τῇ κινήσει συνυφίσταται, πρότερον δέ ἐστιν τὸ εἶναι τῶν γινομένων ἢ τὸ κινεῖσθαι, πρότερον ἔσται γένος τὸ τῇ ὑποστάσει τῶν γινομένων συνυφιστάμενον, ὕστερον δὲ τὸ τῇ κινήσει συνακολουθοῦν". μήποτε δὲ καὶ ὁ χρόνος οὐ τὴν κατ' ἐνέργειαν μόνην κίνησιν τῶν γινομένων μετρεῖ, ἀλλὰ καὶ τὴν οὐσιώδη (κίνησις γὰρ ἡ ὅλη γένεσίς ἐστιν), ὥσπερ καὶ ὁ τόπος οὐ τὴν κατ' οὐσίαν μόνην διάστασιν ἀλλὰ καὶ τὴν κατ' ἐνέργειαν συνέχει. ἔοικεν δὲ ὁ μὲν τόπος κατὰ τὴν στάσιν μᾶλλον θεωρεῖσθαι, ὁ δὲ χρόνος κατὰ τὴν κίνησιν, διότι κἂν ἠρεμίαν ὁ χρόνος μετρῇ, ἀλλὰ κατὰ τὴν παράτασιν καὶ ῥοὴν τοῦ εἶναι καὶ ἡ ἠρεμία μετρεῖται ὑπὸ τοῦ χρόνου. καὶ ἄλλως δὲ τοῦ μὲν τόπου πάντα ἅμα τὰ μόρια ὑπάρχει, τοῦ δὲ χρόνου οὐκέτι, καὶ ὁ μὲν τόπος ἐναργῆ τὴν ὑπόστασιν ἔχει, ὁ δὲ χρόνος ἀμυδράν, ἅτε λόγῳ μόνῳ ληπτὸς ὑπάρχων. ἴσως δὲ ἀληθὲς εἰπεῖν ὅτι ὥσπερ τοῦ χρόνου τὰ μόρια οὐκ ἔστιν ἐν τῷ αὐτῷ χρόνῳ, οὕτως καὶ τοῦ τόπου οὐκ ἔστιν ἐν τῷ αὐτῷ τόπῳ διὰ τὴν διάστασιν, κἂν ἐν χρόνῳ τῷ αὐτῷ ᾖ. εἰ δὲ λέγοι τις, ὅτι πλείοσιν ὁ χρόνος ἤπερ ὁ τόπος ὑπάρχει, εἴπερ πάντα μὲν ἐν χρόνῳ τὰ γενητά, οὐ πάντα δὲ ἐν τόπῳ (οὔτε γὰρ ὁ τόπος ἐν τόπῳ ἐστὶν οὔτε αἱ πράξεις πολλαὶ οὖσαι καὶ ποικίλαι), πρῶτον μὲν ἐννοείτω ὅτι κἂν πλείοσιν ὁ χρόνος ὑπάρχῃ, οὐκ ἀρκεῖ τοῦτο πρὸς τὴν τῆς τάξεως [342] ὑπεροχήν· "τὰ γοῦν πρός τι, φησὶν Ἰάμβλιχος, διὰ πάντων διατείνοντα οὐκ ἄν τις εὐλόγως προθείη τῆς οὐσίας ἢ τῆς ποιότητος, ἐπειδὴ αὗται οὐ δι' ὅλων διήκουσιν". μήποτε δὲ οὐκ ἀληθές ἐστιν ὅτι διὰ πλειόνων διήκει τὰ πρός τι ἤπερ ἡ οὐσία καὶ τὸ ποιόν· καὶ γὰρ αὐτὸς ὁ τοῦ πρός τι χαρακτὴρ κατὰ ποιότητα ἀφορίζεται, καὶ ἄνευ οὐσίας οὔτε τὸ πρός τι οὔτε ἄλλο τι τῶν γενῶν ὑποστῆναι δύνανται. καὶ αὐτὸ δὲ τοῦτο καθ' αὑτὸ δεικνύναι δυνατόν, ὡς οὐκ ἐπ' ἔλαττον τοῦ χρόνου καὶ ὁ τόπος διὰ πάντων διήκει· καὶ γὰρ πᾶν τὸ γινόμενον ἐν τόπῳ· εἰ δὲ ὁ τόπος μὴ ἔστιν ἐν τόπῳ, οὐδὲ χρόνος ἐν ἑτέρῳ χρόνῳ ἐστίν· οὐδέτερον γὰρ τούτων δεῖται τῆς συνοχῆς, ἣν αὐτὸ τοῖς ἄλλοις παρέχεται· οὐδὲ γὰρ ἄλλο τι τῶν ἀρχηγικῶν αἰτίων ἐπιδεές ἐστιν αὐτὸ τῆς εἰς τὰ ἄλλα ἀφ' ἑαυτοῦ μεταδόσεως. καὶ αἱ πράξεις δὲ οὐκ ἄνευ τόπου γίνονται. οὕτως μὲν οὖν ἡ κατὰ Ἀρχύταν τάξις τούτων τῶν κατηγοριῶν πολὺν ἔχει λόγον. κατὰ συζυγίαν δὲ ἔνιαι κατηγορίαι συντάττονται διὰ τὴν πρὸς ἀλλήλας ἀπόνευσιν, ὥσπερ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν· τῇ γὰρ ἐνεργείᾳ τοῦ κινοῦντος ἡ τοῦ πάσχοντος κίνησις συνέζευκται. οὕτως δὲ καὶ τὸ ποῦ καὶ ποτὲ ἀδελφά πώς ἐστι πρὸς ἄλληλα, κοινὴν ἐπ' ἴσης παρέχοντα τὴν συντέλειαν πρὸς ὅλην τὴν γένεσιν καὶ τοῖς κινουμένοις τὴν ἴσην χρείαν συμβαλλόμενα. προκείσθω δὲ πρὸ τοῦ ποῦ τὸ ποτὲ εἰς ἐπίσκεψιν διὰ τὴν Ἀριστοτέλους τοιαύτην ἀπαρίθμησιν.

   Ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης τὸν χρόνον καὶ τὸν τόπον τοῦ ποσοῦ θεὶς τὸ ποτὲ καὶ ποῦ ἰδίας ἐποιήσατο κατηγορίας, ὁ μέντοι Ἀρχύτας καὶ Ἀνδρόνικος ἀκολουθῶν τῷ Ἀρχύτᾳ τῷ μὲν χρόνῳ τὸ ποτὲ συντάξαντες, τῷ δὲ τόπῳ τὸ ποῦ, οὕτως ἔθεντο τὰς δύο κατηγορίας, φυλάξαντες τὴν δεκάδα καὶ οὗτοι τῶν γενῶν. δεῖ δὲ τοὺς ἑπομένους τῷ Ἀριστοτέλει δεῖξαι πρῶτον μὲν ὅτι τοῦ ποσοῦ ὁ χρόνος ἐστὶν καὶ ὁ τόπος, ἔπειτα ‹ὅτι› τὸ ποτὲ καὶ ποῦ οὐ χρόνον καὶ τόπον ἀλλὰ σχέσιν πρὸς χρόνον καὶ τόπον δηλοῦσιν, καὶ ὅτι ἄξιά ἐστιν εἰς ἀριθμὸν τῶν γενικωτάτων παραλαμβάνεσθαι. ὁ μέντοι Πλωτῖνος συντάττων μὲν τὸ ποτὲ τῷ χρόνῳ, πέντε δὲ λέγων τὰς πάσας κατηγορίας, οὐσίαν, ποσόν, ποιόν, πρός τι, κίνησιν, ὤφελεν ἢ τοῦ ποσοῦ δεῖξαι τὸν χρόνον ἤ τινος ἄλλης τῶν πέντε τούτων κατηγοριῶν, εἰ μὴ μέλλοι τελέως ὁ χρόνος τῶν ὄντων ἐκβάλλεσθαι. ἀλλ' ὅτι μὲν ποσὸν ‹οὐ› βούλεται αὐτὸν εἶναι, ἐδήλωσεν ἐν τοῖς περὶ τοῦ ποσοῦ λέγων· "ὁ δὲ χρόνος εἰ μὲν κατὰ τὸ μετροῦν λαμβάνοιτο, τί ποτε τὸ μετροῦν ληπτέον· [343] ἢ γὰρ ψυχὴν ἢ τὸν νοῦν. εἰ δὲ κατὰ τὸ μετρούμενον, εἰ μὲν κατὰ τὸ τοσόνδε εἶναι, οἷον ἐνιαύσιος, ἔστω ποσόν, κατὰ μέντοι τὸ χρόνος εἶναι φύσις τις ἄλλη· τὸ γὰρ τοσόνδε ἄλλο ὂν τοσόνδε ἐστίν. οὐ δὴ ποσότης ὁ χρόνος· ἡ γὰρ ποσότης οὐκ ἐφαπτομένη ἄλλου αὐτὸ τοῦτο ἂν εἴη κυρίως ποσόν. εἰ δὲ τὰ μετέχοντα πάντα τοῦ ποσοῦ ποσά τις θεῖτο, καὶ οὐσία ἔσται τὸ αὐτὸ καὶ ποσόν". ἐν δὲ τῷ τρίτῳ τῷ περὶ τῶν τοῦ ὄντος γενῶν "τόπον δέ, φησί, καὶ χρόνον μὴ κατὰ τὸ ποσὸν ἐννενοῆσθαι, ἀλλὰ τὸν μὲν χρόνον τῷ μέτρον κινήσεως εἶναι τῷ πρός τι δοτέον, τὸν δὲ τόπον σώματος περιεκτικόν, ὡς καὶ τοῦτον ἐν σχέσει καὶ τῷ πρός τι κεῖσθαι, ἐπεὶ καὶ ἡ κίνησις συνεχὴς καὶ οὐκ ἐν ποσῷ ἐτέθη"· ἰδίαν γὰρ αὐτῆς ὁ Πλωτῖνος κατηγορίαν τὴν τῆς κινήσεως ἀφωρίσατο. ἐν μέντοι τῷ περὶ χρόνου οὐκ αὐτὸν μέτρον ἀλλὰ μᾶλλον μετρούμενον ἀποφαίνεται· εἴτε δὲ μέτρον εἴτε μετρούμενον ἀποφαίνεται, ἄλλο ὂν τοῦ μετρεῖν καὶ μετρεῖσθαι κατὰ συμβεβηκὸς ἂν ἔχοι τὸ μετρεῖν ἢ μετρεῖσθαι. ὥσπερ οὖν τὸ μετρούμενον ὑπὸ πήχεος οὐ λέγεται τί ἐστιν αὐτό, καὶ εἰ τὴν κίνησίν τις ἀποδοίη τὸ μετρούμενον ὑπό του, οὐ λέγει τίς ἐστιν αὐτὴ ἡ κίνησις, οὕτω καὶ ὁ μέτρον ἢ μετρούμενον λέγων χρόνον οὐ λέγει, συμβεβηκὸς δὲ εἰ ἄρα τι τῷ χρόνῳ. εἰ δὲ εἰκόνα κινητὴν αἰῶνος αὐτὸν ὥσπερ ὁ Πλάτων φησίν, ἀναιρεῖ τὸ εἶναι πρός τι· κἂν γὰρ ὑπάρχῃ αὐτῷ τὸ μετρεῖν καὶ μετρεῖσθαι κατὰ σχέσιν, οὐκ ὄντι σχέσει ἀλλ' ἄλλῳ τινὶ πρὸ τῆς σχέσεως ὑφεστηκότι ὑπάρχει· οὔτε οὖν καθ' ἑαυτὸν οὔτε πρός τι καὶ οὕτως. τοιαῦτα μὲν τὰ πρὸς τὸν Πλωτῖνον. δυνατὸν δὲ ὑπὲρ αὐτοῦ λέγειν ὡς ἐν οὐσίαις ὁ χρόνος θεωρεῖται, μήτε ποσὸν ὢν μήτε πρός τι, καὶ οὕτως ὑπὸ μίαν τῶν ὑπ' αὐτοῦ τεθεισῶν πέντε κατηγοριῶν ὑπαχθήσεται. εἰ γὰρ εἰκών ἐστι κινητὴ τοῦ αἰῶνος, ἀνάλογον καὶ αὐτὸς περιέχει τὰ τῇδε ὥσπερ ὁ αἰὼν τὰ ὄντα, καὶ εἰ νοῦς ἐστιν ἐκεῖνος πασῶν νοήσεων καὶ πάντων εἰδῶν περιεκτικός, καὶ οὗτος πάντας τοὺς λόγους τῶν γινομένων ἐν ἑαυτῷ περιείληφεν, καὶ εἰ ἐν στάσει καὶ τῷ μένειν ἐκεῖνος ἐν ἑνὶ ὥρισται, καὶ οὗτος ἐν τῷ κινεῖσθαι κατ' οὐσιώδη τινὰ ζωὴν καὶ κίνησιν καὶ ἐν τῷ μεταβαίνειν ἀφ' ἑτέρου λόγου εἰς ἕτερον λόγον τὸ εἶναι ἔχει. ἄν τε ᾖ ἐν τοῖς τῆς ψυχῆς λόγοις καὶ τῇ τούτων μεταβατικῇ ἐνεργείᾳ ὁ χρόνος ὑφεστηκώς, ἐν [344] τῷ αὐτῷ ἔσται γένει ἐν ᾧπερ καὶ ὁ τῆς ψυχῆς λόγος· καὶ γὰρ εἰ μὲν τὴν κίνησιν τῶν λόγων ὥσπερ ἄλλοι τινὲς οὕτως καὶ ὁ Πλωτῖνος ἀπεγίνωσκεν εἶναι οὐσιώδη, εἶχεν ἂν λέγειν ὡς οὐχ ὑπὸ τὴν οὐσίαν ἀλλ' ὑπὸ τὴν κίνησιν δεῖ τιθέναι τὸν χρόνον κατὰ τὴν μεταβατικὴν κίνησιν τῆς ψυχῆς· εἰ δὲ οὐσιώδεις εἰσὶ τῶν λόγων ἐνέργειαι καὶ κατ' αὐτούς, ἔσται καὶ ὁ χρόνος ὑπὸ τὴν οὐσίαν, οὐσίαν δὲ τὴν μέσην τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν. καὶ οὕτως ἂν λέγοι τὸ ποτὲ μὴ δεόντως προστίθεσθαι ταῖς κατηγορίαις· εἶναι γὰρ αὐτὸ τοῦ χρόνου, τὸν δὲ χρόνον ὑπὸ τὴν οὐσίαν τετάχθαι. ταῦτα δὲ δηλονότι λέγει ὡς εἰ μὴ διεστῶτος τοῦ ποτὲ καὶ τοῦ χρόνου, ἢ εἰ καὶ διεστήκατον, μὴ ὄντος ἀξίου τοῦ ποτὲ εἰς θέσιν ἰδίας κατηγορίας. ἀλλὰ ταῦτα μὲν μετ' ὀλίγον ἐξετασθήσεται.

   Ὁ δὲ Ἀριστοτέλης πεπεισμένος μὲν εἶναι τὸν χρόνον ἐκ τῆς ἐνεργείας αὐτοῦ, ἀσαφῆ δὲ τὴν οὐσίαν αὐτοῦ ὁρῶν πολλαχῇ μὲν ἐπ' αὐτὸν ἦλθεν, ποτὲ μὲν ὡς ἐπ' ἀριθμὸν κινήσεως, ποτὲ δὲ ὡς ἐπὶ μέτρον, ποτὲ δὲ ὡς ἐπὶ κινήσεώς τι, ποτὲ δὲ ὡς καὶ ἠρεμίας· λαβὼν δὲ τὴν ὡς συνεχοῦς πᾶσι προσπίπτουσαν ἔννοιαν ἐν τῷ γένει αὐτὸν ἔθετο ἐκείνῳ, ἐν ᾧ τὸ συνεχὲς καὶ τὸ πηλίκον· τοῦτο δὲ ἦν τὸ ποσόν. ὥσπερ οὖν τὰ ἄλλα πάντα πηλίκα τε καὶ ποσὰ τὰ μὲν ὑπὸ τῶν καθ' ἕνα ἐν ἑαυτοῖς μετρεῖται, ὡς ἄνθρωποι δέκα ὑπὸ τῶν καθ' ἕνα, τὰ δὲ θεμένων τι μέτρον ἐπ' αὐτοῖς ἡμῶν οἷον πόδα καὶ χόα καὶ μέδιμνον, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ χρόνος ἕν τι ὢν τῶν συνεχῶν ποσῶν τοῖς ἑαυτοῦ μέρεσι μετρεῖται. ὥσπερ ἐν ἐπιφανείᾳ πολλῇ μέρος μὲν οὐδὲν ἀποτετμημένον οὐδὲ περιγεγραμμένον θεωρεῖται, θεμένων δὲ ἡμῶν τι μέτρον ἐν αὐτῷ ἔχει καὶ αὐτὸ περιγραφὴν τὴν κατ' ἐκεῖνο τὸ μέτρον, οἷον πόδα καὶ τὰ ἄλλα μέτρα, οὕτω καὶ ὁ χρόνος τιθεμένων ἡμῶν ἐλάχιστον πρὸς αἴσθησιν χρόνον τὸν τοῖς ἀπλατέσι νῦν ὁριζόμενον, οἷον ὥραν ἢ τὸν καλούμενον ὑπὸ τῶν γνωμονικῶν χρόνον, τούτῳ μετρεῖται. τινὰ δὲ καὶ μείζοσιν ὅροις περιγράφομεν φυσικῶς, οἷον ἡμέρᾳ, νυκτὶ καὶ τῇ ἐξ ἀμφοῖν τοῦ ἡλίου περιόδῳ καὶ μηνὶ καὶ ἐνιαυτῷ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. ἔστιν οὖν συμφυὲς μὲν αὐτῷ τὸ πηλίκον ‹ἢ› ποσόν, κἂν μὴ ᾖ αὐτὸς ποσόν, τὸ δὲ μετρεῖν καὶ μετρεῖσθαι καὶ ὅλως τὸ πρός τι ἐπείσακτον ἔσχεν· διὰ τοῦτο οὖν οὐκ ἐν τῷ πρός τι ἀλλ' ἐν τῷ ποσῷ τῷ συμφυεῖ τὸν χρόνον ἔταξεν, ὅσα δὲ πρὸς τὰ μέτρα τὰ χρονικὰ τὴν σχέσιν ἔχει, ταῦτα [345] ἄλλης κατηγορίας ἠξίωσεν. πρὸς μὲν γὰρ τὸ νυχθήμερον ἔχει πως τὸ χθὲς ἢ αὔριον, τὸ μὲν πρὸς τὸ παρελθόν, τὸ δὲ πρὸς τὸ μέλλον, πρὸς δὲ τὴν ἀπ' ἀνατολῆς ἕως δυσμῶν φορὰν τὸ τήμερον, πρὸς δὲ τὸν ἡλίου κύκλον τὸν μὲν παρελθόντα τὸ πέρυσιν, τὸν δὲ ἐνεστῶτα τὸ τῆτες, λοιπὸν δὲ καὶ ἀορίστως πρὸς μὲν τὸ παρὸν τὸ ἤδη καὶ τὸ ἄρτι, πρὸς δὲ τὸ παρελθὸν τὸ πάλαι, πρὸς δὲ τὸ μέλλον τὸ οὔπω. γένος οὖν ἄλλο κατὰ ταῦτα πολλὰ ὄντα συνεστήσατο τὸ ποτέ.

   "Ταύτην μὲν οὖν τὴν λύσιν, φησὶν Ἰάμβλιχος, συνευπορησάντων ἑτέρων παρειλήφαμεν, ἡμεῖς δέ, φησίν, καθ' ἑαυτοὺς μετιόντες τὴν περὶ τούτων πραγματείαν οὔτε ἀκατάληπτον τὴν οὐσίαν φαμὲν τοῦ χρόνου, ἀλλὰ προδήλως ἐν τῷ ποσῷ κειμένην· πρὸς γὰρ τοῖς ἄλλοις καὶ μάχεται πρὸς ἑαυτὸ τὸ εἰρημένον, ὅτι ἡ οὐσία μὲν τοῦ χρόνου οὐκ ἔστιν ποσόν, ἰδίως δὲ αὐτῷ συμφυές ἐστιν τὸ ποσόν· πᾶν γὰρ τὸ συμφυὲς κατ' οὐσίαν ἐνυπάρχει, καὶ τὸ κατ' ἰδιότητα τοῦ εἶναι συνυπάρχον οὐκ ἔξω τῆς οὐσίας ἀφέστηκεν. οὐ μέντοι οὔτε τῷ χρόνῳ ταὐτὸν τὸ ποτέ, ἀλλ' εἴπερ ἄρα, τῇ σχέσει τῇ πρὸς τὸν χρόνον· κυρίως γὰρ εἰδοποιεῖται ἐν τῷ διίστασθαι μὲν τοῦ χρόνου, κατὰ τὸ ἐν χρόνῳ δὲ θεωρεῖσθαι. ὁ δὲ χρόνος ὅτι ποσόν, δεικτέον οὕτως. οὐ μόνον μετρεῖ τὴν κίνησιν, ἀλλὰ καὶ μετρεῖται ὑπ' αὐτῆς, ὥσπερ Ἀριστοτέλης φησίν· εἰς γὰρ τὰ μεταξὺ σύμπαντα καὶ τὸ τούτων πλῆθος καὶ μῆκος καὶ τὰς μακρὰς καὶ βραχείας κινήσεις ἀποβλέποντες τὸν πλείω καὶ ἐλάττω χρόνον ὁρίζομεν, ὥσπερ καὶ τὸ μέγεθος πάλιν καὶ τὴν κίνησιν ἀλλήλοις μετροῦμεν· πολλὴν γάρ φαμεν ὁδόν, ἧς ἡ πορεία πολλή, πολλὴν δὲ πάλιν πορείαν, ὅταν ἡ ὁδὸς μῆκος ἱκανὸν ἔχῃ. καὶ τοῦτο συμβαίνει εὐλόγως· ἀκολουθεῖ γὰρ τῷ μὲν μεγέθει κίνησις, ταύτῃ δὲ ὁ χρόνος· συνεχῆ γὰρ καὶ διαιρετὰ ὁμοίως τὰ τρία. ποσὸν ἄρα καὶ ὁ χρόνος, ἐπειδὴ ἕκαστα συγγενεῖ μετρεῖται· μονάδες γὰρ μονάδι καὶ αἱ πᾶσαι κινήσεις μετρηθήσονται κινήσει. τίς οὖν ἥδε, εἰ μὴ γὰρ ἡ κυκλοφορία; ὁμαλὴς γὰρ αὕτη, καὶ δεῖ τὸ μέτρον ὁμαλές τε καὶ ὡρισμένον ὑπάρχειν. ἐπεὶ οὖν ὁ χρόνος κινήσει μετρεῖται, ἡ κυκλοφορία καὶ τοῦ χρόνου ὥσπερ καὶ τῶν κινήσεων ἔσται μέτρον. τούτῳ δὲ ὁμολογεῖ καὶ τὰ εἰωθότα λέγεσθαι. ὅτι κύκλῳ τὰ ἀνθρώπεια καὶ τὰ γινόμενα πάντα, καὶ ὡς ὁ χρόνος κύκλος τις καὶ περίοδος, ὥσπερ καὶ τὰ ἐν αὐτῷ· καὶ γὰρ τοιαύτης ἐστὶ φορᾶς μέτρον καὶ μετρεῖται καὶ αὐτὸς ὑπὸ τοιαύτης. καὶ ὁ Ἀριστοτέλης οὖν εἰδὼς ἐν ταῖς κοιναῖς ἐννοίαις σαφῶς τοῦτο διωρισμένον, τὸ συνεχῆ εἶναι τὸν χρόνον καὶ ποσόν, ἐχρήσατο αὐτῷ ὡς κοινῷ ἀξιώματι. ὅθεν δὴ καὶ τὰ μὴ πεφυκότα κινεῖσθαι μηδὲ ἠρεμεῖν, ἀλλὰ φύσει ἀκίνητα [346] ὄντα οὐδαμῶς φησιν ἐν χρόνῳ εἶναι, οἷά ἐστι τὰ νοήματα. ἐπεὶ δέ ἐστιν ἡ κίνησις ἐν χρόνῳ, δεῖ καὶ τὴν ἠρεμίαν εἶναι σὺν χρόνῳ· μέτρον γὰρ καὶ ταύτῃ ὁ χρόνος· οὐ γὰρ πᾶν τὸ ἀκίνητον ἠρεμοῦν, ἀλλὰ τὸ πεφυκὸς μὲν κινεῖσθαι, πρὸς καιρὸν δὲ τῆς κινήσεως στερόμενον. εἰ οὖν καὶ ἀρχὴν ἔχει χρονικὴν ἡ ἠρεμία καὶ τέλος, δῆλον ὅτι χρόνῳ καὶ αὐτὴ μετρεῖται. προηγουμένως δὲ κινήσεώς ἐστι μέτρον ὁ χρόνος. ὥσπερ δὲ τὸ εἶναι ἐν ἀριθμῷ ταὐτόν ἐστι τῷ μετρεῖσθαι τὸ εἶναι τοῦ πράγματος ἀριθμῷ, οὕτως καὶ τὸ εἶναι ἐν χρόνῳ ταὐτόν ἐστι τῷ μετρεῖσθαι τὸ εἶναι τοῦ πράγματος χρόνῳ. πάλιν οὖν ποσοῦ συνεχοῦς καὶ κινήσεως συνεχοῦς μέτρον ὁ χρόνος, ὥστε εἰκότως αὐτὸν ἐν τῷ ποσῷ καὶ τῷ συνεχεῖ ἀφοριζόμεθα. διὸ καὶ ὁ ὁρισμὸς αὐτοῦ οἰκείως ἀποδέδοται ἀριθμὸς κινήσεως πάσης καὶ μέτρον τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου. καὶ κατὰ τὰς παλαιὰς δὲ δόξας ἡ αὐτὴ ἔννοια φαίνεται τοῦ χρόνου· ἢ γὰρ κίνησιν ἢ κινήσεώς τι ἤτοι χωριστὸν ἢ ἀχώριστον τὸν χρόνον ὑπολαμβάνουσιν. Στράτων μὲν γὰρ τὸ ποσὸν τῆς κινήσεως εἰπὼν τὸν χρόνον ἀχώριστόν τι αὐτὸν ὑπέθετο τῆς κινήσεως, Θεόφραστος δὲ συμβεβηκός τι καὶ Ἀριστοτέλης ἀριθμὸν εἰπὼν ὡς χωριστὸν ἐθεάσαντο· ἡνίκα δὲ ἕξιν ἢ πάθος κινήσεως λέγει, ὡς ἀχωρίστῳ καὶ αὐτὸς ἐχρήσατο. ἀλλὰ τούτων μὲν ὡς διὰ τὸ ἀκριβὲς τὴν εἰσαγωγικὴν πραγματείαν ὑπερβαινόντων οὐκ ἐφάπτεται νῦν, τὸ μέντοι συνεχῆ καὶ ποσὸν εἶναι τὸν χρόνον ὡς κοινὸν ἀξίωμα λαμβάνει. ἀριθμὸν δὲ αὐτὸν οὐ τὸν τῶν μονάδων εἶπεν, ἀλλ' ἀντὶ τοῦ μέτρου τῷ ἀριθμῷ κέχρηται· τὸ γὰρ μετρεῖν τῷ ἀριθμεῖν οὐ ταὐτόν. μέτρον δέ ἐστιν τοῦ ἐν τῇ κινήσει προτέρου καὶ ὑστέρου, ὁποία ποτὲ ἂν ᾖ κίνησις, εἴτε κατὰ γένεσιν καὶ φθορὰν εἴτε κατὰ αὔξησιν καὶ μείωσιν εἴτε κατὰ ἀλλοίωσιν εἴτε κατὰ τὴν κατὰ τόπον μεταβολήν. ὅτι δὲ συνεχὲς ποσὸν ὁ χρόνος καὶ οὐ διωρισμένον, δῆλον ἐκ τοῦ πᾶν τὸ λαμβανόμενον αὐτοῦ μέρος διαιρετὸν εἶναι· οὐ γὰρ καταλήγομεν διαιροῦντες εἰς ἀδιαίρετόν τι, ὥσπερ ἐπὶ τοῦ ἀριθμοῦ εἰς τὴν μονάδα ἀδιαίρετον οὖσαν. δῆλον καὶ ὅτι τῷ μεγέθει καὶ τῇ κινήσει ἀκολουθεῖ, ἅπερ συνεχῆ ἐστιν ὁμολογουμένως. ὥστε οὔτε ἀκατάληπτον ἡγεῖται τὸν χρόνον Ἀριστοτέλης οὔτε ἄλλο τι τὴν φύσιν αὐτοῦ παρὰ τὸ ποσὸν ἡγεῖται. καὶ γὰρ καὶ ἄλλως ἄτοπον ἦν, ὡς εἴρηται, τὴν μὲν οὐσίαν τοῦ χρόνου μὴ νομίζειν ποσόν, συμφυὲς δὲ αὐτῷ τὸ ποσὸν ὑπολαμβάνειν· πᾶν γὰρ τὸ συμφυὲς οὐκ ἔξω τῆς οὐσίας ἐστίν. ἀλλ' οὐδὲ τὰ ἀπολαμβανόμενα τοῦ χρόνου φυσικὰ μέτρα, οἷον τὴν ἡλίου ἢ σελήνης περίοδον, ταῦτά ποτε ἐποίησεν ἄλλο γένος ἂν κατηγορίας· ἀλλὰ ταῦτα μὲν τὸν χρόνον συμπληροῖ [347] καὶ μέτροις περιλαμβάνει, ὅταν δέ τι πρᾶγμα ἕτερον ὂν τοῦ χρόνου καὶ οὐχ ὡς μέρος χρόνου λαμβανόμενον σχέσιν ἔχῃ πρὸς χρόνον καὶ διὰ τοῦτο ἐν χρόνῳ ἐστίν, ὥσπερ ἡ ἐν Σαλαμῖνι ναυμαχία ἐν τῷδε τῷ χρόνῳ, τότε ἄλλη κατηγορία γίνεται ἡ τοῦ ποτέ, ἄλλη οὖσα παρὰ τὸ ποσόν". καὶ αὕτη μὲν ἡ Ἀριστοτέλους δόξα.

   Ἀρχύτας δὲ καὶ Ἀνδρόνικος ἰδίαν τινὰ φύσιν τὴν τοῦ χρόνου θέμενοι ὁμοῦ τούτῳ συνέταξαν τὸ ποτὲ ὡς περὶ τὸν χρόνον ὑφιστάμενον. αὐτὰ γὰρ τὰ προηγούμενα τῆς ὑποστάσεως πρῶτα γένη, περὶ ἃ τὰ ἄλλα ὑφίσταται, πρόκειται αὐτῷ ὡς ἀρχηγικώτατα λαμβάνειν· ἐπεὶ τοίνυν ὁ μὲν χρόνος τοῦ ποτέ, ὁ δὲ τόπος τοῦ ποῦ κατ' αὐτὸ τὸ εἶναι προτέτακται, εἰκότως αὐτοῖς ὡς προηγουμένως γένεσι χρῆται παραλιπὼν τὰ ἐν αὐτοῖς περιεχόμενα ὡς δεύτερα ἐκείνων ὄντα. δέδεικται οὖν ἐκ τῶν εἰρημένων, ὅπως μὲν Ἀριστοτέλης ἐν ἄλλῃ κατηγορίᾳ τὸ ποτὲ τίθεται ταῖς διαφοραῖς τῶν σημασιῶν προσέχων, ὅπως δὲ Ἀρχύτας τῷ χρόνῳ συνέταξεν τὸ ποτὲ πρὸς τὴν κατὰ τὰ πράγματα συγγένειαν ἀποβλέπων, πῶς δὲ Πλωτῖνος ἀνεῖλεν τὴν τοῦ ποτὲ κατηγορίαν διὰ τὸ συνάγειν εἰς βραχύτατον ἀριθμὸν τὰ πρῶτα γένη καὶ μὴ πάνυ τι διδόναι ταῖς τῶν νοήσεων καὶ σημασιῶν παραλλαγαῖς.

   Ἀλλ' ἐπὶ τὰς ἀπορίας λοιπὸν ἰτέον τὰς φερομένας πρὸς τὸ ποτὲ καὶ τὰς λύσεις αὐταῖς ἐπακτέον. ὅταν οὖν οἱ περὶ Πλωτῖνον καὶ Ἀνδρόνικον τὸ χθὲς καὶ αὔριον καὶ πέρυσιν μέρη χρόνου λέγωσιν καὶ διὰ τοῦτο ἀξιῶσιν τῷ χρόνῳ συντετάχθαι, φήσομεν οὐκ εἶναι αὐτὰ μέρη χρόνου, ἀλλὰ σχέσιν περιέχειν τῶν ἐν τῷ χρόνῳ ὄντων πραγμάτων πρὸς τὸν χρόνον, ἄλλο δέ ἐστιν τούτων ἑκάτερον. 'ἀλλ' εἰ χρόνος, φασίν, παρεληλυθὼς τὸ χθὲς ἢ μέτρον χρόνου, σύνθετόν τι ἔσται, εἰ ἕτερον τὸ παρεληλυθὸς καὶ ἕτερον ὁ χρόνος, καὶ δύο κατηγορίαι ἔσονται καὶ οὐχ ἓν ἁπλοῦν τὸ ποτέ'. ἢ τῷ αὐτῷ λόγῳ φήσομεν, εἰ ἕτερον τὸ ζῷον καὶ ἕτερον τὸ λογικὸν καὶ ἕτερον τὸ θνητόν, οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ τρεῖς κατηγορίαι· εἰ δὲ ἐπὶ τούτου ἑνὶ τῷ εἴδει τὰ τρία συλλαμβάνομεν, καὶ ὁ χρόνος καὶ τὸ παρεληλυθὸς εἰς ἓν πρᾶγμα συντελεῖ καὶ οὐ ποιεῖ δύο κατηγορίας. μήποτε δὲ οὐδὲ χρόνος ἁπλῶς παρεληλυθώς ἐστι τὸ χθὲς οὐδὲ ἔννοιαι πλείονες εἰς ταὐτὸ συντρέχουσιν ἐπὶ τούτου· κατ' αὐτὴν γὰρ μόνην τὴν σχέσιν τοῦ πράγματος πρὸς τὸν χρόνον τὸ χθὲς εἰδοποιεῖται. 'ἀλλ' εἰ τὸ ποτέ, φασί, τὸ ἐν χρόνῳ λέγεται, τοῦτο τὸ ἐν χρόνῳ, εἰ μὲν πρᾶγμά τί φατε, οἷον τὸν Σωκράτην, ὅτι πέρυσιν ἦν ὁ Σωκράτης, ἄλλης ἐστὶ κατηγορίας· εἰ δὲ τὸν χρόνον, καὶ οὗτος ἄλλης· εἰ δὲ τὸ σύνθετον, οὐκ ἔσται μία κατηγορία'. ἢ οὔτε τὰ πράγματα τὰ ἐν χρόνῳ οὔτε αὐτὸς ὁ χρόνος οὔτε τὸ σύνθετον ἐξ ἀμφοῖν εἰδοποιεῖ τὴν τοῦ ποτὲ κατηγορίαν, ψιλὴ δὲ ἡ σχέσις τοῦ πράγματος πρὸς τὸν χρόνον· διὸ [348] οὔτε μέρη χρόνου παραληψόμεθα ἐν τῷ ποτὲ οὔτε τὰ πράγματα, ἀλλ' ἔσται καὶ τοῦτο ἁπλοῦν ὥσπερ καὶ τὰ ἄλλα γένη. καὶ Βόηθος δὲ ἄλλο μὲν τὸν χρόνον ὑποτίθεται, ἄλλο δὲ τὸ μετέχον χρόνου καὶ ἐν χρόνῳ, καὶ εἶναι μὲν ἐνιαυτὸν καὶ μῆνα χρόνον, ἐνιαυσιαῖον δὲ καὶ μηνιαῖον μετέχον χρόνου, ὥσπερ ἄλλης κατηγορίας φρόνησις καὶ τὸ κατὰ φρόνησιν, οἷόν ἐστι τὸ φρονεῖν, ἄλλης, καὶ τὸ μέν ἐστι ποιότητος, τὸ δὲ τοῦ ποιεῖν· οὕτως καὶ ὁ χρόνος καὶ τὸ κατὰ χρόνον διέστηκεν.

   Ἐπεὶ δέ τινες ἐκ τῆς τοῦ πράγματος ἀσαφείας διεστηκότα ταῦτα εἰς ταὐτὸ συγχέουσιν, λεγέσθω τι καὶ πρὸς τούτους παραμύθιον, ὅτι τὸ ποτὲ διττόν ἐστι, τὸ μὲν χρόνος, τὸ δὲ ἰδίως ἐν χρόνῳ· ὁμοίως δὲ καὶ τὸ ἀεί, τὸ μὲν ἐν χρόνῳ, καθ' ὃ λέγομεν 'ἀεί ἐστι πρᾶξις', τὸ δὲ χρόνος, παρώνυμον τοῦ αἰῶνος· ὁμοίως δὲ καὶ τὸ πέρυσιν διττόν· τὸ δὲ εἰς νέωτα καὶ τῆτες οὐκέτι, ἀλλὰ τὸ ἐν χρόνῳ μόνον δηλοῦσιν. καὶ χρόνου μὲν διαφορὰς τίθενται παρεληλυθότα, ἐνεστῶτα, μέλλοντα, τοῦ ποτὲ δὲ διαφορὰς τὸ πέρυσιν, εἰς νέωτα, τῆτες. τὸ δὲ πάλαι, ὅταν μὲν λέγωμεν 'ὁ πάλαι ὤν', χρόνον δηλοῖ, ὅταν δὲ 'πάλαι ἔπραξεν', ἐν χρόνῳ· ὁμοίως δὲ καὶ τὸ ἄρτι καὶ νῦν καὶ τὸ ἤδη καὶ χρόνον δηλοῦν καὶ ἐν χρόνῳ. τὸ δὲ χρονίζειν τὸ ἐν χρόνῳ, οὐ τὸν χρόνον· οὐ γὰρ χρονίζει χρόνος, ὅτι μὴ ἔστιν ἐν χρόνῳ χρόνος, καὶ ἔστι τοῦ ποτὲ τὸ χρονίζειν, κἂν σχήματι χρῆται τοῦ ποιεῖν (καὶ γὰρ ὁ τεμνόμενος χρονίζει καὶ ὁ τέμνων), ὥσπερ καὶ ταχύνειν καὶ βραδύνειν λέγομεν. καὶ ὁ μὲν χρόνος ἄπειρος, τὸ δὲ ποτὲ πεπέρασται, ὅτι καὶ ἡ ἐν αὐτῷ πρᾶξις πεπέρασται, διὸ τῶν θείων τὸ ποτὲ ἐξώρισται. ἀλλὰ ταῦτα μὲν προσιστορήσθω τῆς συνηθείας τῶν ὀνομάτων ἕνεκεν.

   Περὶ δὲ τοῦ ποτὲ καὶ τοῦ ποῦ θαυμάζω μὲν ἐγὼ τὴν Ἀριστοτέλους ἀγχίνοιαν, ὅπως καίτοι τὰ ἄλλα τῷ Ἀρχύτᾳ κατακολουθῶν ὅμως τὴν τοῦ ἐν χρόνῳ καὶ ἐν τόπῳ διαφορὰν ἐθεάσατο δυνάμενα εἰς γένη διάφορα τίθεσθαι. ἀλλ' ἐκεῖνο πρόχειρον ἀπορεῖν, πῶς πολλῶν ὄντων τῶν ἔν τινι καὶ τό γε ἐλάχιστον ἑνδεκαχῶς λεγομένων δύο μόνα ταῦτα τῶν ἔν τινι, τὸ ἐν χρόνῳ καὶ ἐν τόπῳ, ἰδίας ἡμῖν κατηγορίας ἐχαρακτήρισεν. λέγεται δὲ ἔν τινι ὡς τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ καὶ ὅλως τὸ ἐν ὑποκειμένῳ, καὶ ὡς τὰ μέρη ἐν τῷ ὅλῳ καὶ τὸ ὅλον ἐν τοῖς μέρεσι, καὶ ὡς τὸ εἶδος ἐν τῇ ὕλῃ, καὶ ἔτι μέντοι ὡς τὸ γένος ἐν τοῖς εἴδεσι καὶ τὰ εἴδη ἐν τῷ γένει, καὶ πρὸς τούτοις τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι καὶ τὰ τοῦ ἄρχοντος ἐν τοῖς ἀρχομένοις, καὶ τὸ ὡς ἐν ἀγγείῳ, καὶ ταῦτα τὰ νῦν προκείμενα, τό τε ἐν τόπῳ καὶ τὸ ἐν χρόνῳ. τοσαυταχῶς οὖν λεγομένου τοῦ ἔν τινι, διὰ τί κατὰ μόνας τὰς δύο σχέσεις ταύτας ἴδιαι κατηγορίαι συνέστησαν; [349] εἰ γὰρ ἄλλο τὸ λευκὸν καὶ ἄλλο τὸ σῶμα καὶ ἄλλο τι τὸ εἶναι τὸ λευκὸν ἐν τῷ σώματι, ἀναλογεῖ δὲ τὸ μὲν λευκὸν τῷ Σωκράτει, τὸ δὲ σῶμα τῷ χρόνῳ, τὸ δὲ ἐν σώματι εἶναι τὸ λευκὸν τῷ ἐν χρόνῳ εἶναι τὸν Σωκράτη, διὰ τί μὴ καὶ κατὰ τοῦτο τὸ ἔν τινι ἰδία συνέστη κατηγορία; ἀπορεῖ δὲ καὶ ὁ Πλωτῖνος ἐν τοῖς περὶ τοῦ ποῦ τοῦτο λέγων· "εἰ τὸ ἐν χρόνῳ ἄλλο καὶ τὸ ἐν τόπῳ ἄλλο παρὰ χρόνον καὶ τόπον, διὰ τί οὐχὶ καὶ τὸ ἐν ἀγγείῳ ἄλλην ποιήσει κατηγορίαν καὶ τὸ ἐν ὕλῃ ἄλλην καὶ τὸ ἐν ὑποκειμένῳ ἄλλην καὶ τὸ ἐν ὅλῳ μέρος καὶ τὸ ὅλον ἐν μέρει καὶ γένος ἐν εἴδεσιν καὶ εἶδος ἐν γένει; καὶ οὕτως ἡμῖν πλείους ἔσονται αἱ κατηγορίαι". λύων δὲ τὴν ἀπορίαν ταύτην ὁ Ἰάμβλιχος τὸ μὲν ὡς ἐν ἀγγείῳ καὶ ὡς ἐν ὕλῃ καὶ ὡς ἐν ὑποκειμένῳ τοπικὰς ἐμφαίνειν σχέσεις φησί, τὸ δὲ ὅλον πρὸς τὰ μέρη καὶ τὰ μέρη πρὸς τὸ ὅλον τὴν τοῦ πρός τι σχέσιν ἔχειν, ὡσαύτως δὲ καὶ τὸ γένος πρὸς τὸ εἶδος καὶ τὸ εἶδος πρὸς τὸ γένος, οὐδὲν ὅμοιον ἐχούσης τῆς τοῦ πρός τι σχέσεως τῇ πρὸς τόπον καὶ τῇ πρὸς χρόνον. ἀλλ' ἐρεῖ τις οἶμαι, ὅτι κατ' ἄλλο μὲν ἐν αὐτοῖς τὸ πρός τι θεωρεῖται, κατ' ἄλλο δὲ τὸ ἔν τινι εἶναι· καὶ γὰρ καὶ τὸ ἐν τόπῳ, καθ' ὅσον αὐτὸ μὲν χωρεῖται, ὁ δὲ τόπος χωρεῖ, τῶν πρός τι ἂν εἴη. πῶς δὲ καὶ τὸ ὡς ἐν ὕλῃ καὶ τὸ ὡς ἐν ἀγγείῳ ταὐτὸν ἂν εἴη τῷ ἐν τόπῳ; μήποτε οὖν ῥητέον ὅτι οὐ πᾶν τὸ ἔν τινι κατηγορίας ἦν εἰδικῆς ἄξιον, ἀλλ' ἐκεῖνα μόνα, ἐν οἷς τὸ μὲν περιέχει, τὸ δὲ περιέχεται, ἑκατέρου τὴν ἑαυτοῦ φύσιν διασῴζοντος καὶ μηδετέρου μέρους τοῦ ἑτέρου γινομένου μηδὲ συμπληροῦντος τὸ ἕτερον· ἐν γὰρ τούτοις μόνοις αὐτὸ τὸ ἔν τινι φύσις τις ἀφωρισμένη γίνεται κατὰ τὴν σχέσιν αὐτὴν ὑφεστῶσα, ὅταν καὶ τὸ καθόλου πάντως ὑπάρχειν δεῖ, οἷον τὸ ἐν τόπῳ εἶναι καὶ ἐν χρόνῳ τὸ σῶμα· ἀλλὰ τοῦ γε μερικοῦ χρόνου καὶ τόπου χωριζόμενα τὰ ἐν αὐτοῖς ὑφέστηκεν ἔτι. τὰ μέντοι ἄλλα σημαινόμενα τοῦ ἔν τινι τὰ μὲν συμπληρωτικά ἐστιν, ὡς τὰ μέρη καὶ τὸ ὅλον καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ τὸ ἄρχον καὶ τὰ ἀρχόμενα, τὰ δὲ οὐ δυνάμενα χωρὶς ὑποστῆναι, ὡς τὸ ἐν ὕλῃ εἶδος καὶ τὸ ἐν ὑποκειμένῳ συμβεβηκός, ὅπερ καὶ μορφὴ τοῦ ὑποκειμένου γίνεται, διὸ καὶ καλεῖται κατ' ἐκεῖνο τὸ ὑποκείμενον, οἷον λευκὸν καὶ ηὐξημένον, καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ὁμοίως τῶν τῇ οὐσίᾳ ὑπαρχουσῶν. πῶς οὖν ἂν εἴη τὸ ἕτερον ἐν ἑτέρῳ κυρίως, ὅτε μηδέ ἐστιν ἁπλῶς ἕτερα ἀλλήλων κεχωρισμένα καθ' ὑπόστασιν, ἀλλὰ κατ' ἐπίνοιαν μόνην, καθ' ἣν τὰ γένη χωρίζομεν; τὰ μέντοι ἐν χρόνῳ καὶ ἐν τόπῳ ἕτερά ἐστι τοῦ τόπου καὶ [350] τοῦ χρόνου· τοιγαροῦν καὶ ἄλλοτε ἐν ἄλλῳ γίνεται τὰ αὐτὰ ἀριθμῷ, ἐν ὑποκειμένῳ δὲ ἄλλοτε ἄλλῳ τὸ αὐτὸ κατ' ἀριθμὸν γενέσθαι ἀδύνατον. καὶ τὸ ἐν ἀγγείῳ δὲ ἐν τόπῳ ἐστίν· τόπος γὰρ περιφορητός ἐστι τὸ ἀγγεῖον. διὰ τοῦτο δὲ οἱ ὀνοματοθέται ἐπὶ τοῦ ποτὲ ὀνόματα διάφορα τεθείκασι, τὸ χθὲς καὶ αὔριον καὶ πέρυσιν καὶ τῆτες καὶ εἰς νέωτα, καὶ ἐπὶ τοῦ ποῦ, ἐν Λυκείῳ, ἐν ἀγορᾷ, ἐπὶ μέντοι τῶν ἄλλων ἔν τινι οὐ 'τὸ λευκὸν ἐν τῷ σώματι' λέγειν ἔθος, ἀλλὰ 'τὸ σῶμα λευκόν' καὶ 'ἡ κεφαλὴ ζῴου' καὶ 'ὁ ἄνθρωπος ζῷον' καὶ 'ἐξ ὕλης καὶ εἴδους τὸ σύνθετον'. ἀλλὰ τοῦτο μὲν οὕτω τέως ἐμοὶ δοκεῖ διαλύειν, εἰ δὲ καὶ ἄλλως δυνατόν, εὖ ἂν ἔχοι.

   Τὴν δὲ τοῦ χρόνου φύσιν θεωρητικώτερον παραδιδοὺς ὁ Ἰάμβλιχος τὸν Ἀρχύταν πάλιν ἡγεμόνα προΐσταται, ὅς φησιν ὅτι "ἐστὶν ὁ χρόνος κινάσιός τινος ἀριθμὸς ἢ καὶ καθόλω διάστημα τᾶς τοῦ παντὸς φύσιος", οὐ τὴν Ἀριστοτέλους καὶ τῶν Στωικῶν δόξαν εἰς ταὐτὸ συλλαμβάνων, ὥς τινες οἴονται, διότι ὁ μὲν Ἀριστοτέλης ἀριθμὸν κινήσεως εἶναί φησι τὸν χρόνον, τῶν δὲ Στωικῶν Ζήνων μὲν πάσης ἁπλῶς κινήσεως διάστημα τὸν χρόνον εἶπεν, Χρύσιππος δὲ διάστημα τῆς τοῦ κόσμου κινήσεως. οὐ γὰρ δύο ὅρους εἰς ταὐτὸν συνάπτει, ἀλλ' ἕνα ὁρισμὸν ποιεῖται καὶ ἰδιάζοντα τοῦτον παρὰ τὰς τῶν ἄλλων ἀποφάσεις· οὐ γὰρ εἶπεν κινήσεως ἀριθμὸν τῆς πάσης, ὥσπερ Ἀριστοτέλης ἀφωρίσατο, ἀλλὰ κινήσεως τινός, οὐ τῶν ἐν μέρει, οἷον τῆς τοῦ οὐρανοῦ ἢ τῆς τοῦ ἡλίου ἢ ἄλλης τινὸς ἐν τοῖς καθ' ἕκαστα διωρισμένης, ἐπεὶ οὕτως οὔτε ἀρχοειδὴς ἔσται ὁ χρόνος οὔτε κοινὸς ἐπὶ πάντα διατείνων οὔτε ἐν τοῖς πρώτοις γένεσιν ἀφορίζεσθαι ἄξιος, ἀλλ' ἐμφαίνει πάντως διὰ τοῦτο κίνησιν ἀρχοειδῆ καὶ ταῖς ἄλλαις κινήσεσι τοῦ εἶναι αἰτίαν. καὶ γὰρ εἰώθασι πανταχοῦ προτάττειν τὰ καθ' ἓν εἶδος προϋπάρχοντα καὶ ὁμωνύμως τῶν μεθ' ἑαυτὰ κατηγορούμενα, οἷον τὸν λόγον αὐτὸν τοῦ ἀνθρώπου τῶν πολλῶν ἀνθρώπων· οὕτως οὖν καὶ ἐνταῦθα μίαν κίνησιν προτάττει τῶν πολλῶν κινήσεων αἰτίαν, ἣν αὐτοκίνητον ἔδει κατὰ Πλάτωνα ἢ ἀκίνητον κατὰ Ἀριστοτέλη πάντως εἶναι, ἀρχὴν οὖσαν κινήσεων, ὥστε ἔοικεν διὰ τούτων τὴν οὐσιώδη τῆς ψυχῆς κίνησιν ἐμφαίνειν καὶ τὴν τῶν κατ' οὐσίαν ὑπαρχόντων αὐτῇ λόγων προβολὴν καὶ μετάβασιν ἀπ' ἄλλων εἰς ἄλλους· ταύτην γὰρ μίαν καὶ τινὰ κίνησιν τῷ χρόνῳ φησὶ προσήκειν. ἀριθμὸν δὲ αὐτῆς λέγει τὸν ἤδη γενεσιουργὸν καὶ προϊόντα εἰς ποίησιν τῶν ἐν τῷ κόσμῳ, ὅστις διεξόδους ἢ μεταβάσεις ποιεῖται ἀεὶ κατὰ τὰς προβολὰς τῶν φυομένων ἐξ αὐτοῦ, ὃς καὶ ἐναργής ἐστιν χρόνος. οὗτος [351] δὴ οὐ πολὺ διέστηκεν τοῦ παρὰ Ἀριστοτέλει λεγομένου ἀριθμοῦ· ἐκεῖνος μὲν γὰρ μέτρον αὐτὸν τοῦ συνεχοῦς ἔξωθεν ἐπιγινόμενον θεωρεῖ, οὗτος δὲ μέτρον αὐτῆς ποιεῖται τῆς κινήσεως αὐτοφυὲς καὶ οὐκ ἔξωθεν ὥσπερ ἐκεῖνος. "καὶ ἔοικεν, φησὶν Ἰάμβλιχος, ἀπὸ τῆς Πυθαγορικῆς παραδόσεως ἡ Περιπατητικὴ δόξα παρατετράφθαι· τὸ δὲ αἴτιον, ὅτι περὶ τοῦ ἀριθμοῦ καὶ τῆς κινήσεως οὐ τὴν αὐτὴν ἔσχον οἱ νεώτεροι πρὸς τοὺς παλαιοὺς γνώμην, ἀλλ' οἱ μὲν συμβεβηκότα αὐτὰ νομίζουσιν καὶ ἔξωθεν ἐπείσακτα θεωροῦσιν, οἱ δὲ ὡς οὐσιώδη νοοῦσιν". ἐκεῖνο μέντοι θαυμάζω τῆς Ἀριστοτέλους ἀγχινοίας, πῶς καὶ αὐτὸς αἰτίαν τοῦ χρόνου προσεχῆ τὴν ψυχὴν ἔθετο· ζητήσας γὰρ τί τὸ ἀριθμοῦν τὴν ψυχὴν εἶπεν· εἰ γὰρ πάσης κινήσεως ἀρχὴ καὶ αἰτία ἡ ψυχή, εἴτε ὡς αὐτοκίνητος κατὰ Πλάτωνα εἴτε ὡς ἀκίνητος κατὰ Ἀριστοτέλη, εἴη ἂν εἰκότως καὶ τῆς χρονικῆς κινήσεως αἰτία. ἀλλ' εἰ τὸν ἀριθμὸν Ἀρχύτας τὸν γενεσιουργὸν χρόνον εἶναί φησιν τὸν προϊόντα ἀπὸ τῆς ψυχικῆς κινήσεως ὡς μονάδος, δῆλον ὅτι καὶ τὴν κίνησιν ἐκείνην ὡς χρόνου μονάδα ἐθεάσατο, καὶ ἔοικεν τὴν πρώτην κίνησιν τήν τε ἐν τῇ ψυχῇ καὶ τὴν ἀπ' αὐτῆς προϊοῦσαν τὸν χρόνον θέσθαι, περὶ ἣν ἡ ἄλλη πᾶσα κίνησις συνέχεται καὶ τέτακται καὶ μεμέτρηται· τὸ γὰρ μέτρον καὶ συνδιεστάναι δεῖ τῷ μετρουμένῳ καὶ ἀρχοειδέστερον αὐτοῦ εἶναι. καὶ οἱ Στωικοὶ δὲ παραλαβόντες τὸν ὁρισμὸν λέγοντα "τὸ καθόλου διάστημα τῆς τοῦ παντὸς φύσεως" παρέτρεψαν τὸν λόγον ἐπὶ τὸ διάστημα τῆς κινήσεως, καὶ πλημμελοῦσιν οὗτοι, διότι τῶν Πυθαγορείων τὸ διάστημα φυσικὸν καὶ ἐν φυσικοῖς λόγοις καὶ εἰ οὕτω τις βούλοιτο καλεῖν ἐν τοῖς σπερματικοῖς, ὥς ποτε καὶ Κορνοῦτος ὀψὲ τοῦτο ὑπώπτευσεν, ἢ ὡς ἀκριβέστερον ἄν τις εἴποι κατὰ προτέρους λόγους καὶ τῶν σπερματικῶν λόγων τοὺς τῆς ὅλης κοσμικῆς φύσεως, ἐν ᾗ καὶ ἡ ψυχὴ περιλαμβάνεται, τὸ διάστημα ἀφοριζομένων, οὗτοι σαφῶς μὲν οὐκ ἔχουσι διελέσθαι, ὁποῖον λέγουσι διάστημα, ἐοίκασι μέντοι μᾶλλον τὸ τῶν σωματοειδῶν κινήσεων σωματοειδὲς διάστημα ὑπολαμβάνειν ἢ ὥσπερ γραμμοειδές τι τοῦτο ἀποφαίνεσθαι, ὃ πολλῆς ἀτοπίας μεστὸν ἰδίᾳ δείκνυται ἐν τοῖς περὶ χρόνου λόγοις. οὐ μέντοι παρὰ τοῖς ἀρχαίοις οὕτως εἴρηται· τὸ γὰρ "τῆς τοῦ παντὸς φύσεως" συμπλεκόμενον τῷ διαστήματι δηλοῖ, ὁποῖον ἀποφαίνονται εἶναι τὸ διάστημα· τοῖς γὰρ τῆς φύσεως λόγοις προσήκει τὸ τοιοῦτο. συμφωνεῖ δὲ πρὸς τὸ αὐτὸ καὶ ἡ τῶν ἔτι παλαιοτέρων δόξα. οἱ μὲν γάρ, ὥσπερ καὶ τοὔνομα δηλοῖ, χορείᾳ τινὶ τῆς ψυχῆς περὶ τὸν νοῦν, οἱ δὲ ταῖς τῆς ψυχῆς καὶ τοῦ νοῦ αὐτῆς περιόδοις, οἱ δὲ τῇ φυσικῇ περὶ τὸν νοῦν χορείᾳ, οἱ δὲ ταῖς [352] ἐγκυκλίοις περιφοραῖς τὸν χρόνον ἀφωρίζοντο, ἅπερ πάντα περιείληφεν ἡ Πυθαγόρειος αἵρεσις· τὸ γὰρ καθόλου διάστημα τῆς τοῦ παντὸς φύσεως πάσας τὰς φύσεις τοῦ παντὸς καθόλου περιείληφεν καὶ δι' ὅλων αὐτῶν διήκει παντελῶς, τόν τε χρόνον ἄνωθεν ἀρχόμενον ἀπὸ τῶν πρώτων λόγων μέχρι τινὸς διήκοντα ἀφωρίσατο, ὡς κατὰ τὴν μετάβασιν καὶ κίνησιν τῶν ὅλων λόγων καθόλου τὸ διάστημα ἀφορίζοντα. ὡς γὰρ ἐπὶ τῶν ἐν γενέσει τουτὶ τὸ νῦν παρὰ τὸ πρόσθεν νῦν καὶ αὕτη ἡ κίνησις παρὰ τὴν πρώτην κίνησιν μεταβολὴν ἐπιδείκνυσιν, οὕτως πολὺ πρότερον καὶ ἀρχηγικώτερον ἐπὶ τῆς οὐσίας τῶν ὅλων φυσικῶν λόγων προϋπάρχον θεωρεῖται καὶ κυρίως συμπληροῖ τὸ διάστημα τοῦ πρεσβυτάτου πάντων χρόνου. ἀλλὰ νῦν μὲν ὡς δύο ὁρισμοὺς τοῦ χρόνου τούτους ὁ λόγος ἐξηγήσατο, δεῖ δὲ εἰς ἓν συναγαγεῖν ἀμφοτέρους· οὕτως γὰρ ἡ ὅλη φύσις τοῦ χρόνου θεωρηθήσεται. τῆς γὰρ αὐτοκινήτου κινήσεως ὡς μονάδος χρονικῆς ἀριθμὸς ὢν ὁ γενεσιουργὸς χρόνος διάστημά ἐστι τῶν φυσικῶν λόγων, οὐ τὸ κατὰ τὸν ὄγκον οὔτε τὸ κατὰ τὴν κίνησιν ἁπλῶς τὴν ἐκτός, ἀλλὰ τὸ διάστημα τὸ κατὰ τὴν προϋπάρχουσαν τῆς κινήσεως τάξιν, ἐν ᾗ τὸ πρότερον καὶ ὕστερον προδιατεταγμένα καὶ ταῖς πράξεσι καὶ ταῖς κινήσεσι τὴν τάξιν παρέχεται. οὐδὲ γὰρ οἷόν τε τὸ πρότερον καὶ δεύτερον τῶν πραγμάτων συλλογίζεσθαι μὴ προϋφεστῶτος τοῦ χρόνου καθ' ἑαυτόν, εἰς ὃν καὶ ἡ τῶν πράξεων τάξις ἀναφέρεται. ἀλλὰ περὶ μὲν τῆς οὐσίας τοῦ χρόνου τοσαῦτα.

   Τὸ δὲ ἴδιον αὐτοῦ διὰ πλειόνων Ἀρχύτας παραδέδωκεν, καὶ οὐδὲν ἄτοπον καὶ διὰ τὴν τῶν Πυθαγορικῶν συγγραμμάτων σπάνιν ὅλην αὐτοῦ τὴν περὶ τούτου παραθέσθαι λέξιν· "τὸ δὲ ποκὰ καὶ ὁ χρόνος καθόλου μὲν ἴδιον ἔχει τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον. τὸ γὰρ νῦν ἀμερὲς †λεγόμενον ἅμα νοούμενον καὶ λεγόμενον παρελήλυθεν καὶ οὐκ ἔστιν παραμένον. γινόμενον γὰρ συνεχῶς τὸ αὐτὸ μὲν οὐδέποκα σῴζεται κατ' ἀριθμόν, κατὰ μέντοι γε τὸ εἶδος. ὁ γὰρ ἐνεστὼς νῦν χρόνος καὶ ὁ μέλλων οὐκ ἔστιν ὁ αὐτὸς τῷ προγεγονότι· ὁ μὲν γὰρ ἀπογέγονεν καὶ οὐκέτι ἔστιν, ὁ δὲ ἅμα νοούμενος καὶ ἐνεστακὼς παρῴχηκεν. καὶ οὕτως ἀεὶ συνάπτει τὸ νῦν συνεχῶς ἄλλο καὶ ἄλλο γινόμενόν τε καὶ φθειρόμενον, κατὰ μέντοι γε τὸ εἶδος τὸ αὐτό. πᾶν γὰρ τὸ νῦν ἀμερὲς καὶ ἀδιαίρετον καὶ πέρας μέν ἐστι τῶ προγεγονότος, ἀρχὰ δὲ τῶ μέλλοντος, ὥσπερ καὶ γραμμᾶς εὐθείας [353] κλασθείσας τὸ σαμεῖον περὶ ὃ ἡ κλάσις ἀρχὰ μὲν γίνεται τᾶς ἑτέρας γραμμᾶς, πέρας δὲ τᾶς ἑτέρας. συνεχὴς δὲ ὁ χρόνος καὶ οὐ διωρισμένος ὥσπερ ἀριθμὸς καὶ λόγος καὶ ἁρμονία. τῶ μὲν γὰρ λόγω ταὶ συλλαβαὶ τὰ μόρια, ταῦτα δὲ διωρισμένα, καὶ τᾶς ἁρμονίας τοὶ φθόγγοι καὶ τῶ ἀριθμῶ ταὶ μονάδες· γραμμὰ δὲ καὶ χωρίον καὶ τόπος συνεχές· τὰ γὰρ μόρια τούτων κοινὰ τμάματα ποιέει διαιρεύμενα· τέμνεται γὰρ γραμμὰ μὲν κατὰ στιγμάν, ἐπίπεδον δὲ κατὰ γραμμάν, στερεὸν δὲ κατὰ ἐπίπεδον. ἔστιν ὦν καὶ ὁ χρόνος συνεχής· οὐ γὰρ ἦν ποκα φύσις, ὁπόκα χρόνος, οὐδὲ κίνασις, ὁπόκα τὸ νῦν οὐ παρῆς· ἀλλ' ἀεὶ ἦν καὶ ἔσται καὶ οὐδέποκα ἐπιλείψει τὸ νῦν ἄλλο καὶ ἄλλο γινόμενον καὶ ἀριθμῷ μὲν ἅτερον, εἴδει δὲ τωὐτόν. διαφέρει γε μὰν τῶν ἄλλων συνεχέων, ὅτι τᾶς μὲν γραμμᾶς καὶ τῶ χωρίω καὶ τῶ τόπω τὰ μέρεα ὑφέστηκεν, τῶ δὲ χρόνω τὰ μὲν γενόμενα ἔφθαρται, τὰ δὲ γενησόμενα φθαρήσεται. διόπερ ὁ χρόνος ἤτοι τὸ παράπαν οὐκ ἔστιν ἢ ἀμυδρὸς καὶ μόλις ἔστιν· οὗ γὰρ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὐδέπω ἔστιν, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, πῶς ἂν ὑπάρχοι τοῦτο κατ' ἀλήθειαν;" ἐν δὴ τούτοις οἱ μὲν ἄλλοι τὸ μὲν ἀμερὲς κατὰ τὸ νῦν τοῦ χρόνου θεωροῦσιν, ὅπερ καὶ πέρας ἐστὶν καὶ ἀρχὴ χρόνου, τὸ δὲ ἀνυπόστατον, καθ' ὅσον τὸ μὲν παρεληλυθὸς ἔφθαρται, τὸ δὲ νῦν ἅμα νοούμενον καὶ λεγόμενον παρελήλυθεν· ὁ μέντοι Ἰάμβλιχος ζητῶν, πῶς τὸ ἀμερὲς καὶ ἀνυπόστατον ὑπάρχειν τῷ χρόνῳ φησὶν ἀσύνακτα ὄντα, οὐκ ἐπὶ τοῦ αὐτοῦ τιθέναι φησὶν ἀμφότερα, ἀλλὰ κατὰ μὲν τὰ εἴδη τῶν λόγων τὰ ἑστῶτα ἐν ἑαυτοῖς τὸ ἀμερὲς ἀφοριζόμενος, κατὰ δὲ τὰς προϊούσας ἀπ' αὐτῶν κινήσεις, ἐπειδὴ αὗται οὐ διασῴζουσιν τὴν ἀμέριστον καὶ ἀκίνητον οὐσίαν, τὸ ἀνυπόστατον τιθέμενος, καὶ κατὰ μὲν τὴν μένουσαν ἐν τῇ οὐσίᾳ ἐνέργειαν καὶ τελειότητα τὸ ἀμέριστον ἀφοριζόμενος, κατὰ δὲ τὴν ἐξιοῦσαν εἰς [354] τὴν γένεσιν ἀπὸ τοῦ ὄντος ῥοπὴν τὸ ἀνυπόστατον τῷ λόγῳ διαιρῶν. οὔτε οὖν τὸ ἀμερές, ὥς φησιν Ἰάμβλιχος, τὸ ἴδιον τοῦ χρόνου, ἀνυπόστατον ἔσται οὔτε τὸ ὑπόστατον ἀνυπόστατον (μάχεται γὰρ τοῦτό γε πρὸς ἑαυτό), ἀλλὰ διώρισται τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον ἐπ' ἄλλων καὶ ἄλλων φύσεων, τῶν μὲν τιμιωτέρων, τῶν δὲ ἀπολειπομένων τῆς πρεσβυτέρας φύσεως καὶ διὰ τοῦτο λεγομένων ἀνυποστάτων, οὐχ ὅτι μηδὲ ὅλως εἰσίν, ἀλλ' ὅτι τὸ τῆς πρώτης οὐσίας καθαρὸν καὶ ἄχραντον οὐ διασῴζουσιν· τοιαῦτα γάρ ἐστι πάντα τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, οὔτε εἶναι κυρίως λεγόμενα οὔτε μὴ εἶναι. ἐπειδὴ οὖν τὸ μὲν παρεληλυθὸς τοῦ χρόνου οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν, μόνον δὲ τὸ ἐνεστηκὸς εἶναι δοκεῖ ἀμερὲς ὄν, εἴπερ κατὰ τὸ νῦν λαμβάνοιτο, καὶ ἅμα τῷ εἶναι εἰς τὸ μὴ εἶναι χωροῦν, διὰ τοῦτο οὖν ἴδιον αὐτοῦ τὸ ἀμερὲς ἅμα καὶ ἀνυπόστατον εἶναί φησιν. ὁ μέντοι Ἰάμβλιχος οὐκ ἀποδέχεται τοὺς τὸ ἀμερὲς ἐπὶ τοῦ ῥέοντος τούτου καὶ γενητοῦ χρόνου θεωροῦντας καὶ ἀνυπόστατον αὐτὸ λέγοντας διὰ τὸ μηδέποτε μὲν εἶναι, ἀεὶ δὲ γίνεσθαι· "πᾶν γὰρ τὸ γινόμενον, φησίν, ἢ τὸ ὁπωσοῦν κινούμενον οὐ δύναται εἶναι ἀμερές· διαιρετὴ γὰρ πᾶσα κίνησίς ἐστιν ἀεὶ διὰ τὴν συνέχειαν. ἀλλὰ μὴν καὶ τὸ ἀμέριστον εὐθὺς ἵσταται κατ' αὐτὸ τὸ εἶναι, καὶ εἰ μὲν γίνοιτο ἀεί, οὐκέτι σῴζει τὸ εἶδος· εἰ δὲ σῴζειν τὸ εἶδος διαρρήδην λέγοιτο, οὐκ ἂν ἀεὶ γίνοιτο. κἂν λέγοι οὖν, φησίν, ὅτι τὸ νῦν ἅμα νοούμενον καὶ λεγόμενον παρελήλυθεν, ἐν τοῖς μετέχουσι τοῦ χρόνου δεῖ τὴν τοιαύτην ἔκστασιν ὑποτίθεσθαι· τὰ γὰρ γινόμενα οὐ δύναται τὴν ἀμέριστον οὐσίαν ἀκινήτως δέξασθαι, ἄλλοτε δὲ ἄλλοις μέρεσι τοῖς ἑαυτῶν ἐκείνης ἐφαπτόμενα τὸ αὑτῶν πάθημα ἐκείνης καταψεύδεται· διόπερ καὶ ἡ μὲν κατ' ἀριθμὸν ἑτερότης ἀεὶ ἀλλοιουμένη τῆς τῶν μετεχόντων ἐστὶν διαφορότητος δεῖγμα, τὸ δὲ εἶδος ταὐτὸ μένον τὴν τοῦ ἀμεροῦς νῦν ἐνδείκνυται ταὐτότητα. καὶ λέγεταί γε ταῦτα καλῶς, εἰ τὸ ἑστὼς ἐν τῇ ῥοῇ τῆς γενέσεως δυνηθείημεν τῷ λογισμῷ συλλαβεῖν· ὅταν δὲ λέγῃ, φησίν, ὁ Ἀρχύτας, ὡς ὁ ἐν τῷ νῦν χρόνος καὶ ὁ μέλλων οὐκ ἔστιν ὁ αὐτὸς τῷ προγεγονότι (ὁ μὲν γὰρ ἀπογέγονεν καὶ οὐκέτι ἔστιν, ὁ δὲ ἅμα νοούμενος καὶ ἐνεστηκὼς παρῴχηκεν), δεῖται διορισμοῦ, φησίν, τὰ τοιαῦτα πρὸς τὴν τελείαν σαφήνειαν, καὶ ῥητέον ‹τὸν› αὐτόν τε εἶναι τὸν ἅπαντα χρόνον καὶ οὐ τὸν αὐτόν, ὥσπερ καὶ τὸ νῦν· κατὰ μὲν γὰρ τὴν οὐσίαν καὶ τὸ εἶδος ἓν καὶ ταὐτόν, καθὸ δὲ διαιρεῖ τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, πολλὰ καὶ ἕτερα, ὥσπερ καὶ αἱ στιγμαὶ σχεδόν τι πᾶσαι μία, τῇ θέσει δὲ καὶ τῇ διαιρέσει πλείους καὶ οὐχ αἱ αὐταί· ᾗ γὰρ [355] διαιροῦσαν ἐννοοῦμεν τὴν στιγμήν, δύο γίνονται ἡ μία, ἡ μὲν ὡς ἔσχατον, ἡ δὲ ὡς πρῶτον, καὶ οὕτως ἀεὶ συνάπτει καὶ συνέχει τὸν ὅλον χρόνον ἐν ἑαυτῷ τὸ νῦν ἕτερον καὶ ἕτερον τῇ διαιρέσει γινόμενον, τῷ δὲ εἴδει τὸ αὐτὸ μένον. κἂν γίνεσθαι οὖν καὶ φθείρεσθαι λέγῃ τὸ νῦν, οὐκ αὐτοῦ τοῦ νῦν τὴν γένεσιν καὶ φθορὰν ἀκουστέον, ἀλλὰ τῶν μετεχόντων αὐτοῦ ἢ οὐ μετεχόντων· τὸ μὲν γὰρ συνέχειν καὶ συνάπτειν οὐκ ἄλλου τινός ἐστιν ἢ τοῦ ἀμεροῦς, τὸ δὲ ἄλλο καὶ ἄλλο γίνεσθαι καὶ φθείρεσθαι καὶ τὸ ἀεὶ ῥεῖν τῆς ἐν τῇ γενέσει μετουσίας τοῦ νῦν ἐστιν οἰκειότατον. πῶς οὖν τὸ αὐτὸ καὶ ἄλλο καὶ ἄλλο γίνεται καὶ μένει τὸ αὐτὸ κατ' εἶδος, καὶ διαιρεῖται καὶ ἔστιν ἀδιαίρετον, καὶ ἀλλοιοῦται καὶ ἐν ἑνὶ τὸ πέρας καὶ τὴν ἀρχὴν συνείληφεν; ἢ ὅτι ἄλλο μὲν ἦν τὸ ἐν τῇ φύσει μετεχόμενον νῦν καὶ ἀχώριστον ὂν τῶν γινομένων, ἄλλο δὲ τὸ χωριστὸν καὶ καθ' ἑαυτό, καὶ τὸ μὲν ἐν εἴδει τῷ αὐτῷ ἕστηκεν ὡσαύτως, τὸ δὲ ἐν φορᾷ συνεχεῖ θεωρεῖται. ἐπεὶ δὲ τὰ δύο ταῦτα ὁμοῦ συνείληπται ἐν τῇ τοῦ νῦν ἀρχῇ τῇ συνεχούσῃ τὸν χρόνον, πάνυ σαφῶς διὰ τοῦτο γραμμῆς εὐθείας κλασθείσης εἰς γωνίαν σημείῳ περὶ ὃ ἡ κλάσις ἀπείκασεν τοῦ χρόνου τὸ νῦν· ὥσπερ γὰρ τὸ σημεῖον ἧς μὲν ἀρχὴ γίνεται γραμμῆς, ἧς δὲ πέρας, οὕτω καὶ τὸ νῦν τὴν ἀρχὴν καὶ τὸ τέλος τοῦ χρόνου παντὸς ἐν ἑαυτῷ συνείληφεν, οὐχ ὡς συμβεβηκός τι, ἀλλ' ὡς συνέχον αὐτὸν καὶ τὴν αὐτοῦ ἐν ἑαυτῷ περιέχον καὶ παρεχόμενον ἐξ ἑαυτοῦ. οὐ τοίνυν ὡς μὴ ὄντος τοῦ νῦν ἐξηγεῖσθαι χρή· τὸ γὰρ κατ' εἶδος ἓν αὐτοῦ μένει τὸ αὐτό, ὅπερ κυριώτερόν ἐστι τῆς κατ' ἀριθμὸν ἑτερότητος. ἀλλὰ συνάπτειν φασὶ τὰ πέρατα τῶν μὴ ὄντων. ἀλλὰ οὐκ ἐν τοῖς μὴ οὖσιν, φαμέν, διαπεφόρηται, ἐν ἑαυτῷ δὲ καὶ τὰ μὴ ὄντα συνέχει, καὶ καθ' ἑαυτό ἐστιν ἔχον τινὰ ἰδίαν οὐσίαν. συνεχὴς δέ ἐστιν ὁ χρόνος, οὐ μέντοι διὰ πέρατος ἀεὶ γινομένου καὶ ἀπολλυμένου συνέχεται· ἕστηκεν γὰρ τοῦτο ἐν τῷ οἰκείῳ εἴδει, ἵνα καὶ ὄντως ᾖ συνεχὴς καὶ ἀεὶ συνέχηται. περὶ ἄλλο δὲ νῦν θεωρεῖται τὸ κατ' ἀριθμὸν ἄλλο καὶ ἄλλο γινόμενον, ὅπερ ἤδη θέσιν προσείληφεν καὶ σύνταξιν ἔχει πρὸς τὰ γινόμενα. ὅθεν δή, εἰ μὲν τὸ νῦν λαμβάνοι τις ὡς μέρος χρόνου, λήψεται αὐτὸ ὡς συμφυὲς ὂν πρὸς τὴν κίνησιν· εἰ μέντοι μηδὲ χρόνον αὐτὸ εἶναι ἀποφαίνοιντο, ὥσπερ ἤδη τινὲς περὶ αὐτοῦ διέγνωσαν, ἀρχὴ ἔσται τοῦ χρόνου χωριστὴ καὶ τῷ εἴδει ἡ αὐτὴ διαμένει. καὶ ὅταν οὖν λέγηται τὸ μὲν παρεληλυθὸς τοῦ χρόνου οὐκέτι εἶναι, τὸ δὲ μέλλον οὔπω εἶναι, ἰστέον ὡς ταῦτα κατὰ τὰ νῦν λέγεται τὰ προϊόντα ἔξω καὶ συμφερόμενα τῇ κινήσει καὶ μετὰ τῆς φορᾶς συναλλοιούμενα, τὰ δὲ ἐν τῷ νῦν περιεχόμενα καὶ ἀφωρισμένα ἐν αὐτῷ καὶ μηδέποτε ἐξιστάμενα [356] τῆς οἰκείας ἀρχῆς, ταῦτα ἐν τῷ νῦν ἀεὶ διαμένει. ὅθεν δὴ καὶ εἰκότως αἰῶνος εἰκὼν κινητὴ ὁ χρόνος ἀφώρισται, ὡς τῆς ψυχῆς πρὸς τὸν νοῦν ἀπεικασθείσης καὶ τῶν λόγων αὐτῆς πρὸς τὰς νοήσεις καὶ τοῦ νῦν πρὸς τὸ ἐν ἑνὶ μένον· ἀπεικάσθη δὲ καὶ τὸ περιεκτικὸν τοῦ χρόνου ‹πρὸς τὸ ἐκείνου› ἅμα καὶ ἀεὶ ἐν ἑαυτῷ περιέχον καὶ τὸ τούτου κινούμενον πρὸς τὸ ἐκείνου ἑστηκὸς καὶ τὸ κατ' ἀριθμὸν τῆς γενέσεως μέτρον πρὸς τὸ καθ' ἓν τῶν οὐσιῶν".

   Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ ὁ Πλάτων κινουμένην κατ' ἀριθμὸν εἰκόνα τοῦ αἰῶνος εἶπεν τὸν χρόνον, ὡς μονάδος τοῦ αἰῶνος ἀριθμὸν τὸν χρόνον θεασάμενος. καὶ μήποτε καὶ τὸ Ἀρχύτειον αὐτοφυέστερον οὕτως ἀκούειν, ὅτι ἐστὶν κινήσεώς τινος ἀριθμὸς οὐχ ὡς ἄλλον μὲν χρόνον τῆς κινήσεως δηλούσης, ἄλλον δὲ τοῦ ἀριθμοῦ, ἀλλ' ὡς ἐπὶ τοῦ αὐτοῦ πάντων ῥηθέντων. ὡς γὰρ ὁ αἰὼν μονίμως τὸ ἓν εἶχεν καὶ οὐκ ἄλλος μὲν αἰὼν ἦν ὁ κατὰ τὸ ἑστώς, ἄλλος δὲ ὁ κατὰ τὸ ἕν, οὕτως καὶ ὁ χρόνος, καὶ ὁ ἐν τῇ ψυχῇ πρώτως ὑποστὰς καὶ ὁ ἀπ' ἐκείνου προελθὼν εἰς τὴν γένεσιν, ἀριθμὸς ἦν ἐν κινήσει, ὁ δὲ αὐτὸς καὶ διάστημα τῆς τοῦ παντὸς φύσεως ἦν· ὡς γὰρ ὁ αἰὼν τῷ ὄντι συνυπῆρχεν κατὰ τὴν ἀμέριστον αὐτοῦ καὶ ἀκίνητον ὁμοῦ ὅλην οὐσίαν θεωρούμενος, οὕτως ὁ χρόνος τῷ γενητῷ παντὶ συνυπέστη κατὰ τὴν κινουμένην καὶ ἀεὶ ἄλλοτε ἄλλην διάστασιν τῆς γενέσεως θεωρούμενος. καὶ ἐκεῖνο δὲ ἄξιον ἐπιστῆσαι, εἰ ἐν ψυχῇ πρώτως ὁ χρόνος ὑπέστη ἢ ἀπὸ ψυχῆς· εἰ γὰρ μέση τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας ἐστὶν ἡ ψυχή, καὶ μέτρον ἂν ἔχοι συμφυὲς τὸ μέσον αἰῶνός τε καὶ χρόνου κατ' οὐσίαν ταύτῃ συνυφεστηκός, καὶ ἀπ' ἐκείνου προσεχῶς ὁ χρόνος ὁ κυρίως ἐν τοῖς κυρίως γενητοῖς ὑφίσταται. ἀλλὰ τοῦτο μὲν καὶ αὖθις ζητείσθω.

   Τὴν δὲ χρείαν, ἣν ὁ χρόνος τῷ παντὶ παρέχεται, δίκαιον ἂν εἴη προσθεῖναι. ὡς γὰρ τὸ ὂν διὰ τὸν αἰῶνα ἅμα ὅλον ἐστὶν ἐν ἑνὶ συνῃρημένον, οὕτως ἡ γένεσις διὰ τὸν χρόνον ἐν τάξει διακέκριται, καὶ εἴπερ μὴ ἦν χρόνος, σύγχυσις ἂν ἦν καὶ τῶν γενέσεων καὶ τῶν πράξεων, ὡς συγκεχύσθαι τοῖς ἐπὶ τῶν Τρωικῶν τὰ νῦν. ἀλλὰ πῶς τοσαύτην ἔχοντος δύναμιν τοῦ χρόνου ὁ Ἀρχύτας ἤτοι τὸ παράπαν οὐκ εἶναί φησιν αὐτὸν ἢ ἀμυδρὸν καὶ μόλις εἶναι; ἢ ὅτι ὡς πρὸς τὰ κυρίως καὶ ἀληθῶς ὄντα παραβάλλων αὐτὸν ταύτην αὐτοῦ τὴν μοῖραν κατεψηφίσατο, διότι ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει καὶ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὐδέπω, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον· πῶς οὖν ἄν, φησίν, ὑπάρχοι τοῦτο, οὐχ ἁπλῶς, ἀλλὰ κατ' ἀλήθειαν; οὐ γὰρ προσήκει τὸ ὄντως εἶναι τῷ χρόνῳ, ὥσπερ οὐδὲ τῇ γενέσει. δοκεῖ δὲ καὶ τῶν ἄλλων συνεχῶν ἀμενηνοτέραν [357] αὐτῷ διδόναι τὴν ὑπόστασιν ὁ Ἀρχύτας, διότι γραμμῆς μὲν καὶ ἐπιφανείας καὶ τόπου τὰ μέρη ὑφέστηκεν ὁμοῦ, τοῦ δὲ χρόνου τὸ μὲν ἔφθαρται, τὸ δὲ οὔπω ἔστιν. μήποτε δὲ καὶ τὰ ὑφεστάναι δοκοῦντα, εἴπερ γενητά ἐστιν καὶ ἀεὶ ῥέοντα, τῷ εἴδει τὰ αὐτὰ ὑφέστηκεν, ἀλλ' οὐ τῷ ἀριθμῷ, ὥσπερ καὶ τὸ νῦν τοῦ χρόνου. καὶ περὶ μὲν τοῦ ποτὲ τοσαῦτα, μεταβαίνειν δὲ λοιπὸν ἐπὶ τὰ ἑξῆς καιρός.

Περὶ τῆς ποῦ κατηγορίας.

   Δοκεῖ δὲ μετὰ τὸ ποτὲ τὸ ποῦ τάττεσθαι διὰ τὴν πρὸς ἄλληλα τούτων συγγένειαν· ὡς γὰρ ὁ τόπος καὶ ὁ χρόνος συγγενεῖς εἰσιν μέτρα ὄντες ἄμφω συνεκτικὰ τῆς γενέσεως, ὁ μὲν κατὰ τὸν ὄγκον, ὁ δὲ κατὰ τὴν τοῦ εἶναι διάστασιν, καὶ τοῦ αἰῶνος ἄμφω τήν τε ἅμα καὶ ὁμοῦ συνῃρημένην ἀμέρειαν ἐνεικονίσαντο, οὕτω καὶ τὸ ποτὲ καὶ τὸ ποῦ συγγενῶς ἔχει πρὸς ἄλληλα. ἐν ὑστέρῳ δὲ τέτακται τὸ ποῦ, διότι καὶ ὁ τόπος πέρας τῶν γινομένων ἐστὶν καὶ ὡς περιέχων τὰ ἄλλα, οὕτως θεωρεῖται, καὶ διότι προηγεῖται μὲν τὸ ποιεῖν τῶν κινουμένων, τοῖς δὲ κινουμένοις ὁ χρόνος ὡς μέτρον αὐτῶν συνέζευκται, ἀποτελευτᾷ δὲ τὰ κινούμενα εἰς τὴν ἐν τόπῳ θέσιν, "ἐπεὶ ἕως γε, φησὶν Ἰάμβλιχος, κινεῖται, οὐδέπω ἔστιν ἐν τόπῳ, ἀλλὰ κινεῖται μὲν κατὰ τόπον, οὐδέπω δὲ ἤδη ἔστιν ἐν τόπῳ". ὅλως δὲ τόπου μὲν δεῖται τὸ γεγονὸς ἤδη καὶ περιεχόμενον, ὁ δὲ χρόνος αὐτὴν μετρεῖ τὴν εἰς τὸ εἶναι φέρουσαν ὁδόν· κἂν γὰρ ἐν τόπῳ γίνοιτο τὸ γινόμενον, ἀλλὰ τὸ ἀεὶ γεγονός ἐστιν τὸ ἐν τόπῳ. ὁ μέντοι Ἀρχύτας τῆς κινήσεως προϋπάρχειν τὸν τόπον φησὶν καὶ δηλονότι καὶ τὸν χρόνον, ἐν οἷς φησιν· "ἐπειδὴ πᾶν τὸ κινούμενον ἐν τόπῳ τινὶ κινεῖται, τὸ δέ γε ποιεῖν καὶ πάσχειν κινήσιές τινες, φανερὸν ὅτι τόπον ὑπέμεν δεῖ πρᾶτον, ἐν ᾧπέρ ἐστι τὸ ποιέον ἢ τὸ πάσχον". ὥστε ὁ λέγων τὰ κινούμενα μὴ εἶναι ἐν τόπῳ οὐ δόξει τῷ Ἀρχύτᾳ συμφωνεῖν, εἰ μὴ ἄρα κινεῖται μὲν ἐν τόπῳ, οὐκ ἔστιν δὲ ἐν τόπῳ, εἰ μὴ καθ' ὅσον κεκίνηται ἕκαστον. εἴρηται δὲ ἤδη, ὅτι Ἀρχύτας μὲν καὶ Ἀνδρόνικος συνέταξαν τῷ μὲν χρόνῳ τὸ ποτέ, τῷ δὲ τόπῳ τὸ ποῦ, καὶ οὕτως ἔθεντο τὰς δύο κατηγορίας, Ἀριστοτέλης δὲ τὸν μὲν χρόνον καὶ τὸν τόπον τοῦ ποσοῦ τέθεικεν διὰ τὰς εἰρημένας ἔμπροσθεν αἰτίας, τοῦ δὲ ποτὲ καὶ τοῦ ποῦ ἄλλας ὑπεστήσατο κατηγορίας· ὡς τὰ πρός τι προϋποκειμένοις ἄλλοις γένεσιν παρεφύετο οἷον τῇ οὐσίᾳ καὶ τῷ ποσῷ κατὰ τὴν ἀντιστρέφουσαν καὶ ἐξισάζουσαν σχέσιν θεωρούμενον, οὕτως καὶ τὸ ποτὲ καὶ τὸ ποῦ κἂν ἄλλοις ἐπισυνίσταται [358] γένεσιν, οὐδὲν ἄτοπον ἰδίας αὐτῶν κατηγορίας ὑποτίθεσθαι, εἰ μόνον ἴδιά τινα τὰ σημαινόμενα ἔχουσιν. ὥσπερ γὰρ ὁ χρόνος οὐκ ἦν τὸ ποτέ, οὐδὲ ὁ τόπος ἐστὶν τὸ ποῦ, ἀλλ' ὥσπερ ἐπὶ τοῦ χρόνου ἄλλο μὲν ἦν ὁ χρόνος, ἄλλο δὲ τὸ κατὰ χρόνον ἢ χρόνου τι, οὕτως ἄλλο μὲν ὁ τόπος, ἄλλο δὲ τὸ κατὰ τόπον ἢ τόπου τι. καὶ γὰρ ἄλλο τί ἐστι ποσὸν καὶ ἄλλο τὸ ποσοῦ τι εἶναι· ὥσπερ οὖν ἄτοπον τὸ λέγειν ποσὸν εἶναι τὸ διπλάσιον καὶ τὸ ἴσον, διότι ποσοῦ τί ἐστιν, οὕτω καὶ ὁ τὸ κατὰ τόπον ἢ τόπου τι τόπον λέγων ἄτοπος ἂν εἴη. Πλωτῖνος μέντοι τελείως ἀνεῖλεν τὴν τοῦ ποῦ κατηγορίαν, ἀποδοὺς μὲν καὶ αὐτὸς τὸ ποῦ τῷ τόπῳ, ὥσπερ καὶ Ἀρχύτας καὶ Ἀνδρόνικος, τὸν δὲ τόπον ὥσπερ καὶ τὸν χρόνον ἢ τῷ ποσῷ ἀπονείμας ἢ τῷ πρός τι.

   Δύο δὲ σημαίνει τὸ ποῦ, τόν τε τόπον καὶ τὸ ἐν τόπῳ, ὥσπερ καὶ τὸ ποτὲ ἐλέγετο δύο σημαίνειν, τόν τε παρεληλυθότα χρόνον καὶ τὸ ἐν χρόνῳ. ἡ δὲ τοῦ ποῦ κατηγορία κατὰ τὸ δεύτερον σημαινόμενον ἀφώρισται· τὸ μὲν γὰρ ὡς τόπος λεγόμενον ποσὸν ἂν εἴη κατὰ Ἀριστοτέλη, τὸ δὲ ἐν τόπῳ τῆς τοῦ ποῦ κατηγορίας. κἂν σύνθετος δέ τις ᾖ ἡ ἐν τόπῳ καὶ ἐν χρόνῳ φωνή, ἁπλοῦν τι δεῖ ἐκδέχεσθαι ἀπὸ τῆς συνθέτου λέξεως, ὡς ἀπὸ τοῦ Ἀγαθὸς δαίμων καὶ Ἱερὰ πόλις ἕν τι ἁπλοῦν ὑπολαμβάνομεν. διήκει δὲ ἡ διττὴ σημασία αὕτη καὶ ἐπὶ πάσας τὰς τοῦ τόπου διαφοράς· καὶ γὰρ τὸ ἄνω καὶ κάτω καὶ πρόσω καὶ ὀπίσω καὶ δεξιὰ καὶ ἀριστερὰ διττά ἐστιν, τὰ μὲν ὡς τόποι, τὰ δὲ ὡς ἐν τόπῳ ὄντα, καὶ δῆλον ὅτι τὰ μὲν τόπον δηλοῦντα ποσά ἐστιν, τὰ δὲ τὰ ἐν τόπῳ τῇ τοῦ ποῦ κατηγορίᾳ ὑποταχθήσεται. διατείνει δὲ ἡ τοῦ ποῦ σημασία καὶ εἰς τὸ πόθεν, ὡς τὸ Ἀθήνηθεν, καὶ εἰς τὸ ποῖ, ὡς τὸ Ἀθήναζε· καὶ ταῦτα δὲ ἄμφω δηλοῖ, καὶ τόπον καὶ τὴν ἐν τόπῳ σχέσιν. καὶ μετὰ συνδέσμων λεγόμενα τὰ αὐτὰ σημαίνει, οἷον ἐκ Λυκείου καὶ εἰς Λύκειον καὶ ἐν Λυκείῳ· ἰσοδυναμεῖ γὰρ τῷ Ἀθήνηθεν καὶ Ἀθήναζε καὶ Ἀθήνησι. καὶ τὰ δεικτικὰ δὲ συντακτέον τούτοις, οἷον ἐκεῖ ἐνθάδε, πόρρω ἐγγὺς καὶ τὰ τοιαῦτα. τὸ δὲ Ἀθηναῖος καὶ τὸ Ῥόδιος οὐ τὸν τόπον ἀλλὰ τὸ ὅθεν παρίστησιν, καὶ σχέσις πρὸς τὸν τόπον σημαίνεται, οὐ τόπος.

   Ἐπιδέχεται δὲ καὶ ἐναντίωσιν τὸ ποῦ κατὰ τὰς τοῦ τόπου διαφοράς, οἷον ἄνω κάτω, πρόσω ὀπίσω, εἰς δεξιὰ εἰς ἀριστερά. ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ ἧττον· ἕτερον γὰρ ἑτέρου μᾶλλόν ἐστιν ἄνω καὶ μᾶλλον κάτω καὶ μᾶλλον πρόσω καὶ ἧττον, ὅσα μὴ ἀποκλίνει πρὸς τὸ πλάγιον, καὶ εἰς δεξιὰ καὶ ἀριστερὰ ὁμοίως. ἔτι δὲ τὰ μὲν ἀορίστως λέγεται, τὰ δὲ ὡρισμένως· ἢ γὰρ ἁπλῶς ἐν τόπῳ ἢ ἐν τινὶ τόπῳ· καὶ τὰ μὲν ἐν πλάτει, οἷον ἐν Ἀθήναις, τὰ δὲ κατὰ περιγραφὴν ἀφώρισται, οἷον ἐν Λυκείῳ ἢ τῷδε τοῦ Λυκείου τῷ τόπῳ. ἀλλὰ ταῦτα μὲν οὕτως.

[359]    Κορνοῦτος δὲ ἀπορεῖ, εἰ τὸ ποῦ τοῦ τόπου καὶ τὸ ποτὲ τοῦ χρόνου κατὰ τὸν χαρακτηρισμὸν τῶν λέξεων διενηνοχότα εἰς ἰδίας κατατέτακται κατηγορίας διὰ τὸ τὴν πρόθεσιν περὶ χαρακτήρων εἶναι λεκτικῶν, τί δήποτε οὐχὶ καὶ ταῦτα τῇ κατηγορίᾳ ταύτῃ προσέθηκεν, οἷον τὸ Διωνόθεν καὶ εἰς Δίωνα καὶ τὰ τοιαῦτα πολλὰ ὄντα· ὅμοια γάρ ἐστιν τῷ Ἀθήνηθεν καὶ εἰς Ἀθήνας. πρὸς δὲ ταῦτα ἐξαρκεῖ λέγειν ὅτι οὐ περὶ χαρακτῆρος λέξεώς ἐστιν ἡ τῶν κατηγοριῶν διαίρεσις· καθόλου γὰρ τὰς μὲν [δια]λεκτικὰς διαφορὰς εἰς ὄνομα ἀνῆγον ἢ ῥῆμα ἤ τι τοιοῦτον, οὐ μέντοι εἰς κατηγορίαν τινά, ἐπὶ δὲ τούτων ἔχεσθαι μὲν δεῖ τῶν φωνῶν, οὐ μέντοι κατὰ τὸ πτωτικὸν σχῆμα τῆς λέξεως, ἀλλὰ διαιρούμενον τὰς σημασίας κατὰ τὰς τῶν ὄντων διαφοράς, ὅθεν οὔτε ὁ τόπος, ἐπειδὴ τὸν αὐτὸν χαρακτῆρα ἔχει τῷ ἵππος, οὔτε ὁ χρόνος, ἐπειδὴ τὸ αὐτὸ σχῆμα τῆς λέξεως ἔχει τῷ λύκος, τῆς αὐτῆς εἰσι κατηγορίας, ἀλλὰ τὰ μὲν τοῦ ποσοῦ ἐστιν, τὰ δὲ τῆς οὐσίας.

   Πάλιν δὲ ὁ αὐτὸς ἀνὴρ τὸ πόρρω καὶ ἐγγὺς εἰς τὸ πρός τι ἀνάγειν ἀξιοῖ τοπικὸν ἔχοντα τὸ ὑποκείμενον, Ἀνδρόνικος δὲ εἰς τὸ ποῦ τίθησιν αὐτὰ ἀόριστα κατὰ τόπον ὄντα. καὶ εἴπερ ἡ τοῦ τόπου διαφορὰ ἐπικρατοῦσα φαίνεται ἐν αὐτοῖς, εἰς τὸ ποῦ μᾶλλον ἀνενεκτέα, ἀλλ' οὐκ εἰς ἕτερον γένος· οὐ γὰρ τὴν ἀντίστροφον σχέσιν ἔχει πρόχειρον, ὡς τὸ πορρώτερον καὶ ἐγγύτερον, ἀλλὰ τὴν τοῦ τόπου διάστασιν. ἐφιστάνει δὲ καὶ περὶ τοῦ ἅμα καὶ χωρὶς καὶ συνεγγίζον καὶ διεστηκὸς καὶ παρακείμενον ‹καὶ ὑποκείμενον›, εἰ δεῖ ταῦτα τῆς τοῦ ποῦ κατηγορίας τίθεσθαι ἢ τοῦ κεῖσθαι ἢ μᾶλλον τοῦ πρός τι· ὑπὸ γὰρ τούτου κρατεῖσθαι, καθάπερ τὸ διπλάσιον καίτοι ποσὸν ἐμφαῖνον. μήποτε δὲ οὐ πάντα ταῦτα ἕνα ἔχει λόγον, ἀλλὰ τὰ μὲν ἅμα καὶ τὰ συνεγγίζοντα τὸ πρός τι μᾶλλον ἐμφαίνει· κοινὴν γὰρ σχέσιν καὶ ταῦτα καὶ ἀντιστρέφουσαν συμπαρίστησιν· τὰ δὲ χωρὶς καὶ διεστηκότα τὴν τοῦ ποῦ· πλεονάζει γὰρ ἐν αὐτοῖς ἡ πρὸς τὸν τόπον σχέσις τῶν χωρὶς ὄντων καὶ τῶν διεστηκότων. τὰ μέντοι παρακείμενα καὶ ὑποκείμενα τῆς τοῦ κεῖσθαί ἐστιν κατηγορίας· προηγεῖται γὰρ ἐν αὐτοῖς ἡ θέσις καὶ ἔξωθεν ἡ σχέσις ἐπισυμβαίνει. καὶ τὰ ἄλλα δὲ οὕτως χρὴ διακρίνειν τῷ πλεονάζοντι καὶ ἐπικρατοῦντι καὶ τὴν ἔννοιαν προβάλλοντι πρόχειρον, τούτῳ τὸ βραβεῖον τοῦ γένους ἀπονέμοντας.

   Ὁ δὲ Πλωτῖνος προβαλλόμενος τὸ ἐν Ἀκαδημίᾳ ἐν Λυκείῳ, ἄνω κάτω, ζητεῖ, πότερον τόπους διαφέροντας ταῦτα δηλοῖ ἢ ἄλλα ἐν ἄλλῳ· 'εἰ μὲν γὰρ τόπους, τί δεῖ παρὰ τὸν τόπον ἄλλο ζητεῖν τὸ ποῦ; εἰ δὲ ἄλλο ἐν ἄλλῳ, οὐχ ἓν οὐδὲ ἁπλοῦν τὸ τοιοῦτον'. πρὸς ὃ καὶ νῦν ῥητέον ὅτι [360] οὔτε τόπος ἁπλῶς σημαίνεται ὑπὸ τούτων οὔτε σύνθετόν τι· οὐ γὰρ τὰ πράγματα ἐν τόπῳ καὶ αὐτὸς ὁ τόπος συμπλέκεται, αὐτὴ δὲ μόνη ἡ σχέσις μονοειδῶς συνεμφαίνεται. ἀλλ' οὐδὲ τὸ ἐν μόριον σύνθεσιν ἐμποιεῖ ἐν τῷ φάναι 'ἐν Λυκείῳ', ἀλλὰ τὴν σχέσιν μόνην παρίστησι τὴν πρὸς τὸν τόπον. 'ἀλλ' εἰ τοῦτο, φησί, λέγομεν, σχέσιν τινὰ γεννῶμεν τοῦδε ἐν τῷδε, τοῦ δεξαμένου πρὸς ὃ ἐδέξατο· διὰ τί οὖν οὐ πρός τί ἐστιν ταῦτα, ἐκ τῆς ἑκατέρου πρὸς ἑκάτερον σχέσεως ἔχοντα τὸ εἶναι;' πρὸς ὃ ῥητέον ὅτι ἄλλη μέν ἐστιν σχέσις ἐξισάζουσα καὶ ἀντιστρέφουσα καὶ τῶν αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λεγομένων ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερα, ἥτις ἐπὶ τῶν πρός τι ἰδίως θεωρεῖται, ἄλλη δέ ἐστιν ἡ μὴ ἀντιστρέφουσα ἀλλ' ἐπὶ τὰ ἕτερα μόνα ἀποκλίνουσα καὶ ἰδίως πρὸς χρόνον ἢ τόπον ποιουμένη τὴν σχέσιν. ἥτις οὐκ ἦν τῶν ἰδίως λεγομένων πρός τι, διόπερ οὐδὲ ἀντέστρεφεν ὥσπερ τὰ πρός τι. ἐν γὰρ τῷ ποῦ καὶ ποτὲ οὐχ ἡ τοῦ τόπου καὶ τοῦ χρόνου σχέσις πρὸς τὸ ἐν τόπῳ καὶ ἐν χρόνῳ λαμβάνεται, ἀλλὰ τοῦ ἐν τόπῳ πρὸς τὸν τόπον. οὐδὲν δὲ θαυμαστόν, εἰ προσλαμβάνει ποτὲ αὕτη καὶ τὴν τοῦ πρός τι σχέσιν, ὡς ἐπὶ τοῦ ἐπὶ τάδε καὶ ἐπέκεινα καὶ τοῦ ἐπάνω καὶ ὑποκάτω. οὕτως δὲ καὶ ἐπὶ τῶν κατὰ χρόνον ὁ μὲν πρέσβυς καὶ ὁ νέος καὶ ὁ πρόσφατος καὶ ὁ παλαιὸς ἐκτός ἐστιν τῆς τῶν πρός τι κατηγορίας καίτοι σχέσιν ἔχοντα πρὸς χρόνον ἢ τῶν περὶ χρόνον ἰδίως ὄντα, ὁ δὲ πρεσβύτερος καὶ νεώτερος καὶ ὁ προσφατώτερος καὶ παλαιότερος καὶ τὰ τοιαῦτα τὴν τῶν πρός τι σχέσιν ἰδίως ἐμφαίνουσιν. καὶ αἱ τῶν συνδέσμων δὲ προσθῆκαι οὐ ποιοῦσι σύνθεσιν ἐν ταῖς κατηγορίαις, ὅτι μηδὲ ἀνάγονται καὶ καθ' ἑαυτοὺς εἰς κατηγορίαν ᾗ σύνδεσμοι μηδὲ σημαίνουσίν τι καθ' ἑαυτούς, ἀλλ' εἴπερ ἄρα συσσημαίνουσιν. καὶ τὰ δεικτικὰ δέ, τὸ ὧδε καὶ ἐκεῖ καὶ τὰ τοιαῦτα, κατὰ μὲν τὴν πρὸς τόπον δεῖξιν χαρακτηριζόμενα τόπον ἂν δείκνυσιν, κατὰ δὲ τὴν ἐν τόπῳ τῆς τοῦ ποῦ ἂν εἴη σχέσεως δεκτικά. οὐδὲ δεῖ ταῖς ἐξηγήσεσι τῶν λέξεων ἐμπλέκεσθαι, ἐπεὶ οὕτως πολλὰ τῶν ἁπλουστάτων οἰησόμεθα σύνθετα. τινὰ γὰρ καὶ συνεμφαίνει τι ἑαυτοῖς, οὐ μέντοι εἰς ἰδίαν κατηγορίαν ἀναφερόμενον, ὥσπερ τὸ οὗτος καὶ αὕτη· σημαίνει γὰρ ὅδε ἄρρην, ἥδε θήλεια, οὐ μέντοι σύνθεσιν ἔχει γενῶν· οὐ γὰρ εἰς ἄλλο μὲν γένος τὸ ὅδε ‹ἢ ἥδε›, εἰς ἄλλο δὲ τὸ ἄρρεν ἀναφέρεται ἢ τὸ θῆλυ. οὕτως δὲ ἐν τῷ περιπατεῖ καὶ ὁ χρόνος ὁ νῦν περιείληπται καὶ τὸ τοῦ ἐνεργοῦντος πρόσωπον, καὶ ὅμως εἰς τὴν τοῦ ποιεῖν μόνην ἀνάγεται κατηγορίαν. ὥστε οὖν καὶ τὸ Ἀθήνησιν κἂν δηλοῖ τὸ [361] ἐν Ἀθήναις ἐστίν', οὐ πρὸς τῷ τόπῳ τὸ ἐστίν προσκατηγορεῖται ὡς σύνθεσιν ποιοῦν, ἀλλ' ὡς βεβαιούμενον τὴν ἐν τόπῳ ὕπαρξιν πρόσκειται καὶ ὡς ἀπαρτίζον τὸ ἐν Ἀθήναις. καὶ γὰρ ὅταν λέγωμεν 'Σωκράτης καλῶς διαλέγεται', οὔκ εἰσιν τρεῖς κατηγορίαι ὡς τρεῖς αἱ λέξεις· ἀλλὰ τὸ καλῶς τοῦ τρόπου τῆς διαλέξεως ἐφαπτόμενον ἐκείνης ἐστὶ χαρακτηριστικόν, ἀλλ' οὐ σύνθετόν τι μετ' ἐκείνης ποιεῖ.

   Τούτοις δὲ πᾶσι τὴν νοερὰν θεωρίαν προστιθεὶς ὁ Ἰάμβλιχος ζητεῖ πρῶτον, πότερον αὐτὰ τὰ πράγματα ἐν τόπῳ ὄντα ἀφορίζει τὸν τόπον περὶ ἑαυτὰ ἢ σὺν αὑτοῖς, ἢ ὁ τόπος ἀφορίζει τὰ πράγματα ὡς ἂν αὐτὸς αὐτὰ συμπεραίνων. καί φησιν ὅτι, εἰ μὲν ὡς οἱ Στωικοὶ λέγουσιν, παρυφίσταται τοῖς σώμασιν ὁ τόπος, καὶ τὸν ὅρον ἀπ' αὐτῶν προσλαμβάνει τὸν μέχρι τοσοῦδε, καθ' ὅσον συμπληροῦται ὑπὸ τῶν σωμάτων· εἰ μέντοι οὐσίαν ἔχει καθ' αὑτὸν ὁ τόπος καὶ οὐδὲ ὅλως εἶναί τι τῶν σωμάτων δύναται, ἐὰν μὴ ᾖ ἐν τόπῳ, ὥσπερ ἔοικεν Ἀρχύτας βούλεσθαι σημαίνειν, αὐτὸς ὁ τόπος ἀφορίζει τὰ σώματα καὶ ἐν ἑαυτῷ συμπεραίνει. εἰ μὲν γὰρ ἦν ἀδρανὴς ὁ τόπος ἐν ἀπείρῳ κενῷ καὶ διαστήματι ἄνευ τινὸς ὑποστάσεως ἔχων τὸ εἶναι, καὶ τὸν ὅρον ἂν ἔξωθεν παρεδέχετο· εἰ δὲ καὶ δραστήριον ἔχει δύναμιν καὶ οὐσίαν ἀσώματον ὡρισμένην καὶ τὴν τῶν σωμάτων διάστασιν οὐκ ἐᾷ μᾶλλον καὶ ἧττον εἰς ἄπειρον προχωρεῖν, ἀλλ' ἐν ἑαυτῷ ὁρίζει, εἰκότως ἂν καὶ τὸ πέρας ἀφ' ἑαυτοῦ τοῖς σώμασιν ἐπάγοι. ταῦτα δὲ καὶ Ἀρχύτας ἐδήλωσεν εἰπών· "ἐπεὶ γὰρ πᾶν τὸ κινεόμενον ἐν τόπῳ τινὶ κινεῖται, φανερὸν ὅτι τόπον ὑπῆμεν δεῖ πρότερον, ἐν ᾧπερ ἐσσεῖται τὸ κινέον ἢ τὸ πάσχον. ἴσως δὲ τᾷ καὶ πρᾶτον τοῦτο ἁπάντων, ἐπειδήπερ τὰ ὄντα πάντα ἤτοι ἐν τόπῳ ἐντὶ ἢ οὐκ ἄνευ τόπω". σαφῶς δὲ πρεσβύτερον ὑποτίθεται τὸν τόπον τῶν ποιούντων καὶ πασχόντων, ἐπειδὴ ‹δὲ› συνυφέστηκεν ἀεὶ τῷ τόπῳ τὰ ἐν τόπῳ, διὰ τοῦτο εἶπεν "ἴσως δὲ πρᾶτον". εἰ δὲ τὰ ὄντα ἢ ἐν τόπῳ ἐστὶν ἢ οὐκ ἄνευ τόπου, δῆλον ὅτι οὐ παρυφίσταται ὁ τόπος τοῖς οὖσι. καὶ εἰ μὲν τὸν οὐσιώδη τις ἢ τὸν τῆς ζωῆς ἢ τὸν εἰδητικὸν ἢ τὸν κατὰ δύναμιν συνεκτικὸν τόπον λαμβάνοι, ἐν τῷ τοιούτῳ τόπῳ τὰ ὄντα πάντα ἔχει τὸ εἶναι· εἰ δὲ τὸ πέρας τοῦ περιέχοντος ψιλὸν καὶ τὴν ἀσώματον ἐπιφάνειαν νοεῖ τις τὸν τόπον, οὐκ ἄνευ τόπου ἐστὶ τὰ ὄντα οὐχ ὅτι συμβέβηκεν ἄλλως αὐτοῖς τὸ πέρας οὐδ' ὅτι ὕστερόν ἐστι τοῦ τριχῇ διαστατοῦ τὰ ἐφ' ἓν ἢ ἐπὶ δύο διαστατά, ἀλλ' ὅτι ἡ περιέχουσα [362] αὐτὰ ἐπιφάνεια ἀρχηγός ἐστι τῶν σωμάτων καὶ ἀφ' ἑαυτῆς ὑποστήσασα αὐτὰ ἐν ἑαυτῇ περιέχει αὐτὰ καὶ ἀφορίζει, ὅθεν δὴ καὶ ἐν τόπῳ ἔχει τὸ εἶναι τὰ σώματα ὡς περιεχόμενα ὑπ' αὐτοῦ καὶ ἐν τῇ ἀδιαστάτῳ φύσει τὴν διάστασιν ἑαυτῶν συνέχοντα. πανταχοῦ γὰρ ἡ ἀσώματος οὐσία τῆς σωματοειδοῦς προτέτακται· καὶ ὁ τόπος οὖν ἀσώματος ὢν τῶν ἐν αὐτῷ ὄντων προέχει· καὶ ὡς αὐταρκέστερος τῶν ἐνδεῶν καὶ δεομένων ἐν τόπῳ εἶναι προέχει. οὐδὲ γὰρ ὡς δοκεῖ τισιν σωμάτων ἐστὶ μόνον τελευτὴ ὁ τόπος, ἀλλὰ καὶ τῆς περὶ αὐτὰ μορφῆς καὶ τῆς ἐν αὐτοῖς ζωῆς σχημάτων τε τῶν περὶ αὐτὰ καὶ εἴ τις ἔνεστιν ἐν αὐτοῖς δύναμις καὶ οὐσία, πάντων τούτων κοινόν ἐστι πέρας ὁ τόπος, ὥστε οὐ χρὴ ψιλὸν πέρας ἐπινοεῖν τὸν τόπον ὡς ἐπινοοῦμεν τὰς μαθηματικὰς ἐπιφανείας τῶν μαθηματικῶν σωμάτων πέρατα, ἀλλ' ὡς φυσικῶν σωμάτων φυσικοὺς ὅρους καὶ ὡς ἐμψύχων ζῴων ζωτικοὺς ὅρους καὶ ὡς νοερῶν ὄντων νοερὰ πέρατα καὶ ὡς ἐν δυνάμει ὄντων δυνατώτατα καὶ ὡς εἰδητικῶν εἰδητικά, καὶ τὰ ἄλλα ὡσαύτως οἰκείως ἐφ' ἕκαστον ἀφοριστέον, ἵνα ὄντως ᾖ συγγενῆ τὰ πέρατα ἐκείνοις, ὅσα ἐν ἑαυτοῖς συμπεραίνει. μετὰ δὲ ταῦτα κατὰ τὸ περιέχειν καὶ κατὰ τὸ ὅλον γένος τῆς περιοχῆς τὸν τόπον θεωρητέον, κατὰ δὲ τὸ περιέχεσθαι τὰ ἐν τόπῳ ἀφοριστέον. μὴ τοίνυν διάστημά τις τὴν περιοχὴν ψιλῶς οὕτως νοείτω· οὐδὲ γάρ ἐστιν τὸ τοῦ παντὸς διάστημα ἀργόν, ἀλλὰ πεπλήρωται, κατὰ μὲν τὰ εἴδη τῶν ὅλων εἰδῶν, κατὰ δὲ τὰς ζωὰς τῶν ὅλων ζωῶν, κατὰ δὲ τὰς δυνάμεις τῶν ὅλων δυνάμεων, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. δεῖ δὲ οὐ μόνον ὡς περιέχοντα τὸν τόπον καὶ ὡς ἐνιδρύοντα ἐν ἑαυτῷ τὰ ἐν τόπῳ ὄντα ἀλλὰ καὶ ὡς ἀνέχοντα αὐτὰ κατὰ δύναμιν μίαν, οὕτως νοεῖν· οὕτως γὰρ οὐκ ἔξωθεν μόνον περιέξει τὰ σώματα ὁ τόπος, ἀλλὰ καὶ ὅλα δι' ὅλων αὐτῶν πληρώσει τῆς ἀνεγειρούσης αὐτὰ δυνάμεως. τὰ δὲ ὑπ' αὐτῆς ἀνεχόμενα σώματα πίπτοντα μὲν κατὰ τὴν οἰκείαν φύσιν, ἀνεγειρόμενα δὲ κατὰ τὴν ἐπικράτειαν τοῦ τόπου, οὕτως ἐν αὐτῷ ἐνέσται. διὸ ἡ μὲν τῶν πολλῶν δόξα ἡ τὸ πέρας τοῦ περιέχοντος ἀφοριζομένη τόπον, καθ' ὅσον ἐστὶ διαστατόν, τὸ περιεχόμενον ἔσχατον τοῦ τόπου λέγει καὶ τὸ κατ' ἐπακολούθησιν ἐπισυμβαῖνον τῷ τέλει· ἡ δὲ τὸ πέρας κατὰ ταύτην τὴν αἰτίαν καὶ τὴν ἀρχὴν περιλαμβάνουσα τῷ λογισμῷ δόξα οὐ τῶν συμβεβηκότων τι περὶ τὸν τόπον λέγει οὐδὲ τῶν ἐπὶ τέλει περὶ αὐτὸν ὑπαρχόντων, ἀλλὰ τὴν οὐσίαν ὅλην αὐτοῦ καὶ τὴν πρεσβυτάτην αἰτίαν παραδίδωσιν. ἀπὸ δὲ τούτων ῥᾴδιον μαθεῖν, πῶς ἡ νοητὴ ψυχὴ τόπος τῶν ἐν ἑαυτῇ λόγων λέγεται· δῆλον γὰρ ὡς εἰς ἕνα λόγον καὶ ἓν κεφάλαιον τοὺς πολλοὺς ἐν [363] ἑαυτῇ συνειληφυῖα, οὐχ ὡς ἑτέρους ἐν ἑτέρῳ, ἀλλ' ὡς τοὺς αὐτοὺς ἐν τῷ αὐτῷ· ἔνθα δὲ καὶ ὁ τόπος ζωτικός ἐστι καὶ λογικός. ὡσαύτως δὲ καὶ ὁ τῶν εἰδῶν τόπος ἓν εἶδός ἐστι πάντων εἰδῶν περιληπτικόν. καὶ ἐπὶ τῆς ζωῆς δὲ καὶ δυνάμεως ὁ αὐτὸς λόγος ἔστω, ὅσπερ ἐπὶ τοῦ νοῦ καὶ τῆς νοήσεως. καὶ γὰρ καὶ ἐπὶ τούτων ἡ φαινομένη σχέσις τῶν περιεχομένων πρὸς τὰ περιέχοντα ὡς τῶν ἐν τόπῳ πρὸς τὸν τόπον ἐστίν· εἰ γὰρ καὶ ὅτι μάλιστα συμπέφυκεν ἐπὶ τῶν ἀσωμάτων τὰ περιεχόμενα τοῖς περιέχουσιν, ἀλλ' ὅμως τὴν τάξιν οὐ συγχεῖ τὴν ὡς ἑτέρων ἐν ἑτέροις. "δεῖ οὖν, φησὶν ὁ Ἰάμβλιχος, ἐπιδιατεῖναι ἐφ' ὅλα τὰ ὁπωσοῦν ὄντα ὡς ἕτερα ἐν ἑτέροις τὴν ὅλην τοῦ τόπου φύσιν, οὐχ ὁμωνύμως ἀλλὰ κατ' αὐτὸν τὸν τοῦ γένους λόγον. μία γάρ ἐστιν ἡ τῶν περιεχομένων πρὸς τὰ περιέχοντα σχέσις, ἡ αὐτὴ μὲν πανταχοῦ, κατὰ δὲ τὰς διαφόρους ὑποστάσεις τῶν μετεχόντων ἐξαλλαττομένη· ἄλλη μὲν γάρ ἐστιν ἐν τοῖς σώμασιν, ἄλλη δὲ ἐπὶ τῶν ἀσωμάτων". καὶ δὴ καὶ τοῦτο φανερόν, ὅτι ὥσπερ ἐπὶ τῶν ὁρωμένων ἕτερα ἐν ἑτέροις περιέχεται, οἷον τὰ μὲν στερεὰ σώματα ὑπὸ τῶν λεπτοτέρων στοιχείων, οἷον γῆ καὶ ὕδωρ ὑπὸ ἀέρος καὶ πυρός, ταῦτα δὲ ὑπὸ τοῦ οὐρανοῦ, οὕτως ἐν ταῖς ἄλλαις οὐσίαις αἱ δεύτεραι ὑπὸ τῶν προτέρων περιέχονται καὶ ἐν αὐταῖς κεῖνται, ὁ μὲν κόσμος ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῷ νῷ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· ἀεὶ γὰρ τὰ ἀρχηγικώτατα τὴν τοῦ πρεσβυτάτου τόπου τάξιν περιείληφεν. ταύτην δὲ τὴν ἰδιότητα καὶ Ἀρχύτας ἀποδίδωσιν τῷ τόπῳ λέγων· "τῶ δὲ τόπω ἴδιόν ἐστιν τὸ τὰ μὲν ἄλλα ἐν αὐτῷ ἦμεν, αὐτὸν δὲ ἐν μηδενί. εἰ γὰρ ἔν τινι τόπῳ, ἔσται καὶ ὁ τόπος πάλιν αὐτὸς ἐν ἑτέρῳ, καὶ τοῦτο μέχρι ἀπείρω συμβασεῖται. ἀνάγκα τοιγαροῦν τὰ μὲν ἄλλα ἐν τόπῳ ἦμεν, τὸν δὲ τόπον ἐν μηδενί, ἀλλ' οὕτως ‹ἔχεν› πὸτ τὰ ὄντα ὥσπερ καὶ τὰ πέρατα πρὸς τὰ περατούμενα· ὁ γὰρ τῶ παντὸς κόσμω τόπος πέρας ἁπάντων τῶν ὄντων ἐστίν". "σαφῶς δέ, φησὶν Ἰάμβλιχος, ἐνταῦθα πέρας τῶν ὁπωσοῦν περατουμένων τὴν ἰδιότητα τοῦ τόπου λέγει, εἰ μὴ ἄρα ὄντα τὰ σώματα λέγει, περὶ ὧν αἱ κατηγορίαι". ἀλλ' ὁ Ἰάμβλιχος ταῦτά φησιν, μή, ὥσπερ ἐμφαίνει ὁ λόγος, ἐπὶ τοῦ κόσμου μόνου ταῦτα στήσωμεν, ἀλλὰ κοινῶς τὸ πέρας ἀεὶ ἐπὶ τὴν πρεσβυτέραν αἰτίαν ἐπαναγάγωμεν· οὕτω γὰρ ἡμῖν ἔσται τοῦ μὲν ὅλου κόσμου πέρας ἡ ψυχὴ ἢ ὁ νοῦς καὶ τούτου ἡ μία καὶ ἡνωμένη ἐνέργεια, ἀνωτέρω δὲ ἔτι καὶ τούτου τὴν ὡς θεοῦ οὐσίαν τοῦ τόπου κατοψόμεθα, ἑνοειδῆ τινα οὖσαν καὶ πάντα συνέχουσαν ἐν ἑαυτῇ [364] καὶ καθ' ἓν μέτρον τὰ ὅλα συμπεραίνουσαν. τὸ αὐτὸ δὲ καὶ ἀπὸ τῆς περιοχῆς ἔστι συλλογίσασθαι· τὸ γὰρ μέχρι τῶν ἀνωτάτω ἀνῆκον αἴτιον τῆς περιοχῆς προάγει ἡμᾶς ἐπ' ἐκεῖνον τὸν θεῖον τόπον, ὅστις αὐτός τε ἑαυτοῦ ἐστιν αἴτιος καὶ αὐτὸς ἑαυτοῦ περιληπτικὸς ἐν ἑαυτῷ τε ὑφέστηκεν καὶ οὐκ ἔτι ἀχώριστον, χωριστὴν δὲ τῶν ὄντων ἔχει τὴν ὑπόστασιν. ἀλλὰ ταῦτα μὲν ἔστω τῆς Ἰαμβλίχου νοερᾶς θεωρίας περὶ τοῦ τόπου δόγματα.

   Ἡμεῖς δὲ συμμετρότερον τήν τε χρείαν καὶ τὴν φύσιν τοῦ τόπου ζητοῦντες τοῦ κυρίως καὶ οὐχὶ κατὰ μεταφορὰν λεγομένου φαμὲν ὅτι τὰ μὲν ἀγένητα καὶ ἀμέριστα πάντα τήν τε οὐσίαν καὶ τὴν τοῦ εἶναι παράτασιν ἡνωμένην ἔχοντα ὅλα ἅμα ἐν ἑαυτοῖς ἐστιν καὶ διὰ τοῦτο οὐδὲ τόπου ἐδεήθη οὔτε χρόνου, ἀρκεῖ δὲ ὁ αἰὼν ἐκεῖ ἐν ἑνὶ μένειν πάντα ποιῶν· τὰ δὲ γενητὰ καὶ μεριστὴν ἔχοντα τήν τε οὐσίαν αὐτὴν καὶ τὴν τοῦ εἶναι παράτασιν, ταῦτα τοῦ μὲν χρόνου ἐδεήθη μὴ συγχωροῦντος μήτε σκεδάννυσθαι μήτε συγχεῖσθαι τὴν τοῦ εἶναι παράτασιν, ἀλλ' ὡς δυνατὸν ἐν τάξει κατὰ τὸ πρότερον καὶ ὕστερον συνάγοντος αὐτὴν καὶ συνεχίζοντος. διὸ οὐδὲ συμπέφυρται εἰς ταὐτὸν ὁ τῶν Τρωικῶν καὶ τῶν νῦν χρόνος, οὔτε μέντοι ἀπέσπασται πάντῃ ἀλλήλων τὰ μέρη, ἀλλ' ἐν τάξει διασῴζει τὴν πρὸς ἄλληλα συνέχειαν. οὕτως δὲ καὶ ὁ τόπος τὰ μὴ ἐν ἀμερεῖ μείναντα τῶν σωμάτων μέρη ἀλλ' εἰς ὄγκον διαστάντα καὶ πεσόντα ἐκ τῆς ἑαυτῶν ἀμερείας ἅμα μὲν ὑποδέχεται, ἅμα δὲ εὐθετίζει καὶ τάττει καὶ ὁρίζει, ὡς μήτε συμφύρεσθαι τὰς χεῖρας τοῖς ποσὶν μήτε διασπᾶσθαι πάντῃ ἀπ' ἀλλήλων, διότι τὸν οἰκεῖον ἕκαστα κατέχει τόπον. διττὸς δὲ ὁ χρόνος καὶ διττὸς ὁ τόπος ἐστίν· ὁ μὲν συμφυὴς καὶ ἴδιος ἑκάστου, ὁ τήνδε μὲν τὴν χεῖρα καὶ τόδε τὸ σπλάγχνον ἐν τοῖς δεξιοῖς συνέχων, τήνδε δὲ καὶ τόδε ἐν τοῖς ἀριστεροῖς, καὶ τὴν μὲν κεφαλὴν ὑπὲρ τὸν τράχηλον ἄνω, τοὺς δὲ πόδας μετὰ τὴν ἥβην κάτω, ὁ δὲ κοινός, καὶ ἄλλος ἄλλου κοινότερος· καὶ γὰρ τῶν χερσαίων πάντων τόπος ἡ γῆ καὶ ὁ ἀὴρ καὶ τόδε τὸ μέρος τῆς γῆς καὶ τοῦ ἀέρος, καὶ ἔτι μᾶλλον ὁ προσεχῶς περιέχων, ὃν καὶ Ἀριστοτέλης ἀποδέδωκεν καὶ Ἀρχύτας· τὸν μέντοι ἴδιον ἑκάστου καὶ συμφυᾶ οὐκ ἔστιν εὑρεῖν σαφῶς παραδεδομένον. καίτοι χρόνον ἀνάγκη ὥσπερ κοινόν, οὕτως καὶ ἴδιον ἀποδιδόναι, εἴπερ καὶ κίνησιν. καὶ ὁ κοινότερος δὲ τόπος ὁ κατὰ τὸ πέρας τοῦ περιέχοντος οὐχ ὡς πέρας ἁπλῶς ἔχει τὸ τόπος εἶναι, ἀλλὰ κατὰ τὸ δραστικὸν καὶ ὑποδεκτικὸν καὶ ὁριστικόν, ὡς καὶ Ἰάμβλιχος εἶπεν· τὰ γὰρ περιέχοντα ἀεὶ δραστικὴν ἔχει καὶ περιεκτικὴν καὶ ὁριστικὴν τῶν ἐν αὐτοῖς δύναμιν. ἀλλὰ ταῦτα μὲν ἀρκείτω πρὸς τὸ παρόν.

[365]   

Περὶ τῆς ι τοῦ ἔχειν κατηγορίας.

   Ἐπὶ δὲ τὴν λοιπὴν κατηγορίαν τὴν τοῦ ἔχειν ἰόντες πρῶτον πάλιν περὶ τῆς τάξεως ζητῶμεν. καὶ γὰρ Ἀρχύτας μὲν μετὰ τὴν οὐσίαν καὶ τὰ συνυπάρχοντα τῇ οὐσίᾳ, τήν τε ποιότητα καὶ ποσότητα, καὶ μετὰ τὰ πρός τι ἐφεξῆς τὴν τοῦ ἔχειν κατηγορίαν τίθησι λέγων· "μετὰ δὲ ταῦτα ἡ τῶν ἐπικτάτων σχέσις· φανερὸν δὲ ὅτι καὶ ἁ κράτησις ὁποίων ἂν ᾖ τινων ἐπικτάτων ἀπὸ ταὐτομάτου ὑπὸ ταύταν ἐντί"· μετὰ γὰρ τὴν πρὸς ἄλληλα ἐξισάζουσαν σχέσιν οἰκείως ἐνόμισεν εὐθὺς τὴν τῶν ἐπικτήτων σχέσιν διηριθμῆσθαι, οὕτως ἔχουσαν συγγενῶς πρὸς ἐκείνην. ὁ δέ γε Ἀριστοτέλης τὸ ἐξ ἑαυτοῦ πᾶν ἀρχηγικώτερον οἰόμενος εἶναι τοῦ ἔξωθεν προσγινομένου καὶ ἐπικτήτου, ἐπειδὴ τὰ μὲν ἄλλα πάντα γένη ἢ ἐν οὐσίᾳ ἢ ἐν σχέσεσίν τισιν ὄντα ἀφ' ἑαυτῶν τινα μοῖραν εἰς τὸ εἶναι συμβάλλεται, τὸ δὲ ἔχειν ἔξωθεν ὅλον καὶ ἐπίκτητον περὶ ἡμᾶς γίνεται, διὰ τοῦτο τελευταῖον αὐτὸ τίθησιν. καὶ τὸ πολλαχῶς δὲ λέγεσθαι τὸ ἔχειν ἐναργέστερον τοῦ ποῦ καὶ ποτέ (καὶ γὰρ ἐκεῖνα πολλαχῶς ἐλέγετο ἐπί τε τοῦ τόπου καὶ τοῦ ἐν τόπῳ καὶ τοῦ χρόνου καὶ τοῦ ἐν χρόνῳ), καὶ τοῦτο οὖν ἀφορμὴν παρέχει τῆς ἐπὶ τῷ τέλει θέσεως αὐτῆς. δῆλον δὲ ὅτι κἂν πολλαχῶς λέγηται τὸ ἔχειν, οὐ τὸ ὁμώνυμόν ἐστιν τὸ γένος, ἀλλὰ τὸ ἐκ τῆς ὁμωνυμίας διακρινόμενον. ἐν μέντοι ταῖς τῶν ἰδίων ἀποδόσεσιν καὶ ὁ Ἀρχύτας οὐ μετὰ τὰ πρός τι ἀλλὰ μετὰ τὸ ποιεῖν καὶ πάσχειν ἔταξεν τὸ ἔχειν ἑβδόμην αὐτῷ τάξιν ἀποδούς. καὶ ἴσως ἐνδείκνυται διὰ τούτου, ὅτι κἂν ἔχῃ τινὰ τάξιν τὰ γένη, ἣν ἐν τῷ περὶ τῆς τάξεως λόγῳ παραδέδωκεν, ἀλλὰ τά γε ἔσχατα καὶ ἀδιαφορεῖ πως κατὰ τὴν τάξιν διὰ τὴν ἀρχηγὸν καὶ γενικὴν ἁπάντων ὕπαρξιν. ἀλλὰ περὶ τῆς τάξεως ἀρκεῖ τοσαῦτα.

   Τὴν δὲ φύσιν αὐτοῦ καλῶς ὁ Ἀρχύτας παρέστησεν εἰπών· "τῶ δὲ ἔχεν ἴδιόν ἐστιν τὸ ἐπίκτατον καὶ τὸ κεχωρισμένον τᾶς οὐσίας σωματῶδες ὑπάρχον. τό τε λώπιον καὶ τὰ ὑποδήματα ἕτερα τῶ ἔχοντός ἐστιν οὔτε συμπεφύκαντι αὐτῷ οὔτε μὰν συμβεβήκαντι ὥσπερ χαρωπότας καὶ μανότας (τούτων γὰρ ἕκαστον ἀσώματον), ἀλλ' ὥσπερ τὸ σῶμα καὶ τὸ ἐπίκτατον". ἐπικτήτου οὖν τινος μετουσία καὶ τοῦ κεχωρισμένου τῆς οὐσίας καὶ μὴ διατιθέντος αὐτὴν καθ' αὑτὸ μηδὲ ὀνομάζεσθαι ἀφ' ἑαυτοῦ ποιοῦντος καὶ περικειμένου τὸ ἴδιόν [366] ἐστιν τοῦ ἔχειν. καὶ σωματικὸν οὖν εὐθὺς τοῦτο, ἀλλ' οὐχὶ συμβεβηκός, διὸ οὔτε συμφυές ἐστιν οὔτε ἀλλοιωτικὸν τοῦ ἔχοντος, ὥστε οὔτε ποιότητα οὔτε ποσότητα οὔτε σχέσιν ἢ ἐνέργειαν ἢ πάθος ἔχον τι κατὰ τὸ γένος τοῦτο λέγεται ἔχειν, ἀλλ' οὐδὲ ἔστιν ὡς μέρος ἔχειν (συμφυῆ γὰρ ταῦτά ἐστιν καὶ αὐτὸ ἐκεῖνο), ἀλλ' εἴ τι σῶμα ἐπίκτητον ὡς ἕτερον ἑτέρῳ περίκειται, τοῦτο ἐν τῇ τοῦ ἔχειν περιείληπται κατηγορίᾳ. διὸ οὐδὲ τὰ κτήματα ἢ ἀνδράποδα ἢ φίλους ἢ πατέρας ἢ υἱεῖς κατὰ τοῦτο τὸ γένος ἔχειν λεγόμεθα, διότι οὐκ ἐν περιθέσει ταῦτά ἐστιν καίτοι κτήματα ὄντα. τοιγαροῦν καὶ ὁ Πλάτων ἐν Θεαιτήτῳ τὸ ἔχειν ἀπὸ τοῦ κεκτῆσθαι σαφῶς διέκρινεν εἰπών· "οὐ ταὐτόν μοι φαίνεται τὸ κεκτῆσθαι τῷ ἔχειν· οἷον ἱμάτιον πριάμενός τις καὶ ἐγκρατὴς ὢν μὴ φοροῖ· ἔχειν μὲν οὐκ αὐτόν, κεκτῆσθαί γε μήν φαμεν. ὅρα δὴ καὶ ἐπιστήμην εἰ δυνατὸν οὕτως κεκτημένον μὴ ἔχειν ἄν, ὥσπερ εἴ τις ὄρνιθας ἀγρίας, περιστερὰς ἢ ἄλλο τι, θηρεύσας οἴκοι κατασκευασάμενος περιστερῶνα τρέφοι, τρόπον μὲν ἄν πού τινα φαῖμεν αὐτὸν ἀεὶ αὐτὰς ἔχειν, ὅτι δὴ κέκτηται, τρόπον δὲ ἄλλον οὐδεμίαν ἔχειν, ἀλλὰ δύναμιν μὲν αὐτῷ περὶ αὐτὰς παραγεγονέναι, ἐπειδὴ ἐν ἰδίῳ περιβόλῳ ὑποχειρίους ἐποιήσατο λαβεῖν καὶ ἔχειν, ἐπειδὰν βούληται". ὥστε καὶ κατὰ Πλάτωνα τότε γίνεται τὸ ἔχειν, ὅταν ἐγκρατὴς ᾖ ὁ ἔχων τοῦ ἐχομένου, ὡς ὅταν κρατῇ τὴν περιστεράν, ὥσπερ ὅταν περίκειται τὸν δακτύλιον, τότε λέγεται ἔχειν αὐτόν, καὶ οὐκ ἔστιν ἀπόλυτος ἐνέργεια οὔτε ἄλλου πρὸς ἄλλο ἁπλῶς ἀλλὰ πρὸς ἄλλο εἰς ἑαυτὸ κράτησις, πολλῷ ἐκβεβηκυῖα πασῶν τῶν ἄλλων κατηγοριῶν. φαίνεται δὲ λοιπὸν καὶ πῶς τῶν ὁμωνύμως λεγομένων ἔχειν διέστηκεν τὸ ὄντως γένος τοῦ ἔχειν. οὔτε γὰρ τὸ ἕξιν ἔχειν ἢ ποιότητα ἢ ποσότητα περιέχεται ἐν αὐτῷ· ἀσώματα γὰρ ταῦτα· οὔτε τὸ ὡς ἀγρὸν ἔχειν ἢ υἱὸν ἔχειν ἢ κεκτῆσθαι· κτήματα μὲν γὰρ καὶ ταῦτα σωματικά, ἀλλ' οὐ περιεχόμενα ἔξωθεν ἢ περιέχοντα. καὶ ἔοικεν μέσον πως εἶναι τὸ ἔχειν τοῦ κεκτῆσθαι καὶ τοῦ καθ' ἕξιν διακεῖσθαι. ᾗ μὲν γὰρ ἔχεται ὡς ἡ λευκότης, χωρίζεται ἀπὸ τῶν ἔξωθεν κτημάτων, ἃ οὐ περικείμεθα· ᾗ δὲ σωματικόν ἐστιν καὶ ἔξωθεν, χωρίζεται τῶν ἕξεων, αἳ συμβεβήκασιν ἡμῖν συμφυεῖς οὖσαι καὶ οὐκ ἐπίκτητοι. τοιαύτη μὲν οὖν [367] ἡ τοῦ ἔχειν ἰδιότης ἐστὶν καὶ οὕτως ἀπὸ τῶν ὁμωνύμως λεγομένων κεχώρισται.

   Ἐπεὶ δὲ δεῖ καὶ τούτου τοῦ γένους παραδοῦναι τὰς κατ' εἴδη διαφοράς, ὡς καὶ ἐπὶ τῶν ἄλλων γενῶν αὐτός τε ὁ Ἀριστοτέλης ἐποίει καὶ ἡμεῖς κατακολουθεῖν ἐπειρώμεθα, λέγεται δὲ πολλαχῶς τοῦτο, φυλακτέον μὴ λάθωμεν εἰς ἄλλο τι σημαινόμενον μεταχωρήσαντες. καὶ γὰρ καὶ αὐτὸς ὁ Ἀρχύτας ἀντὶ τῶν κατ' εἴδη διαφορῶν τὰς πολλὰς σημασίας ἀπαριθμεῖται λέγων· "τὸ δὲ ἔχειν διαφορὰς μὲν οὐκ ἐπιδέχεται πλέονας εἰδέων, λέγεται δὲ πολλαχῶς· καὶ γὰρ οἱ ἐπιστάμονες ἔχεν λέγονται τὰν ἐπιστάμαν καὶ τοὶ νοέοντες τὰν νόασιν καὶ τοὶ κεκτημένοι τὰν κτᾶσιν". καὶ Ἀριστοτέλης δὲ ἐπὶ τέλει τοῦ συγγράμματος τὸ ἔχειν εἰπὼν κατὰ πλείους τρόπους λέγεσθαι οὐ τὰς κατ' εἴδη διαφορὰς ἀλλὰ τὰς πολλὰς αὐτοῦ σημασίας παραδίδωσιν. ὁ μέντοι Ἰάμβλιχος πειρᾶται καὶ τοῦτο κατ' εἴδη διακρίνειν, κατ' αὐτὸ τοῦτο μόνον τὸ τοῦ ἔχειν γένος ἀποδιδοὺς τὰς διαφοράς· "ἔστιν δέ, φησίν, τοῦ ἔχειν τά τε περικείμενα περὶ τοῖς σώμασιν μεριστῶς, ὥσπερ δακτύλιος περὶ δάκτυλον, καὶ τὰ περὶ ὅλον τὸ σῶμα, ὥσπερ ἱμάτια· τὰ δὲ ἀμυντήριά ἐστιν ὄργανα, ὥσπερ ὅπλα· τὰ δὲ προβέβληται τοῦ σώματος, ἢ ὡς κόσμον τινὰ παρεχόμενα αὐτῷ ἢ ἄλλης ἕνεκεν χρείας. ἔνεστιν δέ, φησίν, καὶ κατὰ τὰς σχέσεις τὰς περὶ τὸν βίον διαιρεῖσθαι τὰς τοῦ ἔχειν διαφοράς, οἷον εἰ τὰ μὲν εἰς εἰρήνην, τὰ δὲ εἰς πόλεμόν ἐστι χρήσιμα, ὡς κόσμια καὶ ὅπλα, καὶ τὰ μὲν κατὰ προαίρεσιν ἡμῖν περίκειται, ὡς ἱμάτια καὶ ὅπλα, τὰ δὲ ἄνευ προαιρέσεως, ὡς δεσμοί. καὶ τὰ μὲν κρατοῦμεν, ὡς δόρυ καὶ βακτηρίαν, ὑπὸ δὲ τινῶν κρατούμεθα, ὡς ὑπὸ τῶν ὑποδημάτων. καὶ ἤτοι διὰ σπουδῆς παραγίνεται ἡμῖν τὸ ἔχειν ἢ ἄνευ τινὸς πραγματείας". ταύτας μὲν οὖν ὡς εἰδητικὰς διαφορὰς τοῦ ἔχειν ὁ Ἰάμβλιχος ἀπηριθμήσατο. ἐπιστῆσαι δὲ ἄξιον, μήποτε τὰ πλεῖστα τούτων οὐ τῆς τοῦ ἔχειν ἐστὶ διαφορᾶς δηλωτικά, ἀλλὰ τοῦ ἔχοντος καὶ τοῦ ἐχομένου καὶ τοῦ τρόπου. εἰ γὰρ ὅλον ἢ μέρος τὸ ἔχον καὶ εἰ ἑκουσίως ἢ ἀκουσίως καὶ εἰ ἄνευ σπουδῆς ἢ μετὰ σπουδῆς καὶ αὖ πάλιν εἰ κόσμια ἢ ἀμυντήρια καὶ τὸ ἐν εἰρήνῃ δὲ ἢ ἐν πολέμῳ οὐ τοῦ ἔχειν ἀλλὰ τοῦ καιροῦ καὶ τῆς περιστάσεως, ἐν ᾗ ἔχει τὸ ἔχον, τούτων λέγει τὴν διαφοράν. τὸ μέντοι κρατεῖν ἢ κρατεῖσθαι δοκεῖ μοι τοῦ ἔχειν αὐτοῦ διαφορὰν δηλοῦν. ἐφιστάνει δὲ Ἰάμβλιχος ἐκ τῶν εἰρημένων τῇ αἰτίᾳ, δι' ἣν ἐπ' ὀλίγα διατείνει τὸ γένος τοῦτο· τὰ γὰρ ἐπίκτητα σώματα καὶ σωμάτων περιβλήματα ὀλίγα ἐστίν· ἔτι δὲ καὶ ὅτι ἐπὶ μόνων ἐμψύχων θεωρεῖται, ὡς δειχθήσεται.

[368]    Ἀπορίαι δὲ πολλῶν καὶ πρὸς τοῦτο γεγόνασι τὸ γένος. καὶ γὰρ Πλωτῖνος ἀπορεῖ λέγων· "περὶ δὲ τοῦ ἔχειν, εἰ τὸ ἔχειν πολλαχῶς, διὰ τί οὐ πάντες οἱ τρόποι εἰς ταύτην τὴν κατηγορίαν ἀναχθήσονται; ὥστε καὶ τὸ ποσόν, ὅτι ἔχει μέγεθος, καὶ τὸ ποιόν, ὅτι ἔχει χρῶμα, καὶ ὁ πατήρ, ὅτι ἔχει υἱόν, καὶ ὁ υἱός, ὅτι ἔχει πατέρα, καὶ ὅτι κτήματα". πρὸς ὃ ῥητέον ὅτι οὐχ οἷόν τε τῶν ὁμωνύμων καὶ κατὰ γένος ἐξηλλαγμένων μίαν εἶναι κατηγορίαν καὶ ἓν γένος. οὐ μέντοι οὔτε τὸ ποσὸν ἐν τῷ ἔχειν τούτῳ ἐστίν, διότι ἔχει μέγεθος, οὔτε τὸ ποιόν, ὅτι ἔχει χρῶμα· ἀσώματα γὰρ τὸ ποιὸν καὶ τὸ ποσόν, ἡ δὲ κατηγορία αὕτη τῶν περὶ ἡμᾶς ἐπικτήτων σωμάτων ἦν. ὁ δὲ πατήρ, εἰ μὲν καθὸ σῶμα, ἀλλ' οὐ περίθετος ἦν· εἰ δὲ καθὸ σχέσιν ἔχει πρὸς υἱόν, ἀλλ' ἀσώματος ἡ σχέσις.

   Ὁ δὲ Νικόστρατος ἐγκαλεῖ· "διὰ τί, φησίν, οὐκ ἔθηκας τὰ ὀκτὼ σημαινομένα τοῦ ἔχειν, ἅπερ ἐν τέλει τοῦ βιβλίου διηριθμήσω, καὶ διὰ τί οὐκ ἀπέκρινας τὰ ἀλλότρια τῆς προκειμένης κατηγορίας, ὅπερ ποιοῦσιν οἱ πολύσημον φωνὴν διαιρούμενοι; οὐ γὰρ ἴσμεν νῦν, τί ποτέ ἐστιν τῶν κατηριθμημένων τὸ δέκατον τοῦτο γένος. ἐὰν γὰρ ἀκριβολογῆταί τις, οὐδὲν τῶν ἐκκειμένων τὸ ἔχειν τὸ ὡς γένος σημαίνει. προκείσθω δὲ αὐτὴ ἡ ἐπὶ τέλει τοῦ Ἀριστοτέλους ῥῆσις οὕτως ἔχουσα· "τὸ ἔχειν κατὰ πλείους τρόπους λέγεται. ἢ γὰρ ὡς ἕξιν καὶ διάθεσιν ἢ ἄλλην τινὰ ποιότητα· λεγόμεθα γὰρ ἐπιστήμην ἔχειν καὶ ἀρετήν. ἢ ὡς ποσόν, οἷον ὃ τυγχάνει τις ἔχων μέγεθος· λέγεται γὰρ τρίπηχυς. ἢ ὡς τὰ περὶ τῷ σώματι, οἷον ἱμάτιον ἢ χιτῶνα. ἢ ὡς ἐν μορίῳ, οἷον ἐν χειρὶ δακτύλιον. ἢ ὡς μέρος, οἷον πόδα ἢ χεῖρα. ἢ ὡς ἐν ἀγγείῳ, οἷον ὁ μέδιμνος πυροῦ. ἢ ὡς κτῆμα· ἔχειν γὰρ οἰκίαν καὶ ἀγρὸν λεγόμεθα. λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ ἡ γυνὴ ἄνδρα· ἔοικεν δὲ ἀλλοτριώτατος ὁ νῦν ῥηθεὶς τρόπος τοῦ ἔχειν εἶναι· οὐθὲν γὰρ ἄλλο τῷ ἔχειν γυναῖκα σημαίνομεν ἢ ὅτι συνοικεῖ". ἐν δὴ τούτοις τὸ μὲν ὄγδοον τὸ ἔχειν γυναῖκα ἢ ἄνδρα καὶ αὐτὸς παρῃτήσατο ὡς μήτε τοῦ ὁμωνύμως λεγομένου ἔχειν ἁπτόμενον, ἀλλὰ μᾶλλον τὸ συνεῖναι δηλοῦν. τὸ δὲ πρῶτον σαφῶς ἐστιν τοῦ ποιοῦ· τὸ γὰρ ἕξιν ἔχειν καὶ διάθεσιν οὐδὲν ἄλλο, φησὶν ὁ Νικόστρατος, σημαίνει, ἐὰν μεταλάβωμεν [369] εἰς τὸ τί ἐστιν, ἢ τὸ ἐπιστήμονα εἶναι καὶ ἑκτικὸν εἶναι, ἅπερ ἐστὶν τοῦ ποιοῦ. ἀλλὰ καὶ τὸ μέγεθος ἔχειν καὶ τρίπηχυν εἶναι τοῦ ποσοῦ, καὶ τὸ τρίτον δὲ καὶ τέταρτον καὶ τὸ ἕβδομον τοῦ ἔχειν σημαινόμενον σαφῶς ἕκαστόν ἐστιν ἐν τῇ τοῦ πρός τι κατηγορίᾳ· καὶ γὰρ τὸ ἱμάτιον, φησίν, ἔχειν καὶ δακτύλιον ἔχειν ἴσον ἐστὶν τῷ οἰκίαν ἔχειν καὶ κεκτῆσθαι, καὶ ἔστιν τῶν πρός τι· τὸ γὰρ κτῆμα τοῦ κτήτορος καὶ ὁ κτήτωρ τοῦ κτήματος. καὶ τὸ πέμπτον δέ, τουτέστιν τὸ μόριον ἔχειν οὐκ ἄδηλον ὅτι καὶ τῶν πρός τί ἐστιν, εἴπερ μέρος πρὸς ὅλον, καὶ ἄλλως τῆς κατὰ τὴν οὐσίαν ἐστὶ κατηγορίας· ἐὰν γὰρ μεταλαβὼν εἴπῃς, τί ἐστιν τὸ ἔχειν πόδας καὶ χεῖρας, ἐρεῖς κατὰ τὸν ἀκριβῆ λόγον, κἂν ἀσύνηθες ᾖ, τὸ πεποδῶσθαι καὶ κεχειριδῶσθαι καὶ κοινῶς τὸ οὐσιῶσθαι, ἄηθες ὂν καὶ τοῦτο· διαλεκτικῷ δὲ οὐχ οὕτως συνηθείας ὡς ἀκριβείας μέλει. ἥμαρτεν οὖν, φησίν, μὴ ἀποκρίνας τὰ ἄλλα σημαινόμενα, ὡς εἰδείημεν, τίς ποτέ ἐστιν ἡ τοῦ ἔχειν κατηγορία". πρὸς δὴ τοῦτό φησιν Ἰάμβλιχος, ὅτι "διὰ τοῦτο ἐν τῷ τέλει διέκρινεν τὰ τοῦ ἔχειν σημαινόμενα, ἵνα αὐτὰ χωρίσῃ τῆς τοῦ ἔχειν κατηγορίας. ἐν μὲν ἀρχῇ καὶ ἐν μέσῳ, ὅτε περὶ τῶν ἓξ ἅμα γενῶν ἔλεγεν, διὰ τῶν παραδειγμάτων ἐδήλωσεν· καὶ γὰρ σύνηθες τοῖς διαλεκτικοῖς τὸ ἀφορίσαι τι παράδειγμα, ὡς τὰ τούτῳ μὴ ὄντα παραπλήσια ἀποκρίνεσθαι. οἱ γοῦν ἐκ τῆς Ἀκαδημίας ὁρισάμενοι τὸ ἑκτὸν τὸ οἷόν τε ἔχεσθαι, πρὸς τοὺς ζητοῦντας, κατὰ τί τοῦ ἔχειν σημαινόμενον λέγουσιν, ἐπειδὴ πολλαχῶς τὸ ἔχειν, ὡς καὶ Ἀριστοτέλης διώρισεν ‑ πρὸς τούτους οὖν παραράσειγμα ἐπῆγον, ἑκτὸν λέγοντες εἶναι ὃ οἷόν τε ἔχεσθαι οὕτως ὡς ἡ φρόνησις ἔχεται ὑπὸ τοῦ φρονίμου, διὰ τοῦ παραδείγματος τὴν ὑπογραφὴν ποιούμενοι καὶ ἅμα τὰ ἀλλότρια σημαινόμενα τοῦ ἔχειν ἀποκρίνοντες. καὶ ὁ Ἀριστοτέλης οὖν ὅταν τοῦ ἔχειν πολλαχῶς λεγομένου τοιοῦτον τὸ κατὰ γένος ἔχειν ὑπολαμβάνῃ οἷον τὸ ὑποδεδέσθαι καὶ ὡπλίσθαι, διὰ τοῦ παραδείγματος πᾶν τὸ ἄλλο πλῆθος τῶν ὁμωνύμως λεγομένων ἀπεσκευάσατο. καὶ γὰρ χωρίζεται ἀπὸ κτημάτων· οὐ γὰρ περικείμεθα ἐκεῖνα· καὶ ἀπὸ τῶν ἕξεων καὶ τῆς ποσότητος· συμβεβήκασι γὰρ αὗται καὶ ἅμα εἰσὶν ἀσώματοι. χωρίζεται δὲ καὶ τῶν ὡς μορίων ἐχομένων, ὅτι ἐκεῖνα μὲν συμφυῆ, ταῦτα δὲ ἐπίκτητα, καὶ ἔτι τῶν ὡς κτημάτων, ὅτι πάντῃ ἔξωθεν ταῦτα καὶ οὐ περικείμενα. χωρίζεται δὲ καὶ τῶν ἐν ἀγγείῳ, ὅτι ἐκεῖνα ἁπλῶς κεῖται ὡς ἐν τόπῳ. μόνα δέ ἐστιν ἐν τοῖς ἀπηριθμημένοις τῆς τοῦ ἔχειν κατηγορίας τό τε τρίτον καὶ τὸ τέταρτον, τὸ μὲν ἱμάτιον ἔχειν κατὰ τὸ ἐν ὅλῳ τῷ σώματι, τὸ δὲ δακτύλιον κατὰ τὸ ἐν μέρει. καὶ δῆλον ὅτι εὐσύνοπτα ταῦτα ἦν διὰ τὴν πρὸς τὸ ὡπλίσθαι καὶ ὑποδεδέσθαι ὁμοιότητα, ἅπερ τῆς τοῦ ἔχειν κατηγορίας ὁ Ἀριστοτέλης παραδείγματα προεβάλλετο. μάτην οὖν ὁ [370] Νικόστρατος ἐγκαλεῖ ὡς ἐν τοῖς τοῦ ἔχειν σημαινομένοις μὴ ἀποκρίνοντι τὸ κατὰ τὸ γένος ἔχειν, εἰ μὴ ἄρα ὅτι μὴ προσέθηκεν ὁ Ἀριστοτέλης τῷ τρίτῳ καὶ τετάρτῳ ὅτι ταῦτά ἐστιν κατὰ τὸ γένος, τὰ δὲ ἄλλα ἐκτὸς ἀποβλητέον· ἀλλ' οὔκ εἰσιν αἱ τοιαῦται προσθῆκαι συνήθεις τῇ Ἀριστοτελικῇ συντομίᾳ. τὸ δὲ καὶ ἐν μέσῳ θεῖναι τὰ τῆς κατηγορίας σημαινόμενα γυμνάζοντος ἦν, ὡς οἶμαι, τοὺς ἐντευξομένους πρὸς ἀγχίνοιαν. ὁ μέντοι Νικόστρατος ὑπὸ τὰ πρός τι καὶ τὸ τρίτον καὶ τὸ τέταρτον ἀνάγων συγκρύπτει τὴν ἀλήθειαν· κἂν γὰρ κτήματά ἐστιν τὰ ἱμάτια καὶ ὁ δακτύλιος, ἀλλὰ κατά γε τὴν περίθεσιν καὶ τὸ ἔχεσθαι προχείρως διαφέροντα τῶν ἄλλων κτημάτων, ὡς καὶ τῷ Πλάτωνι δοκεῖ τῆς τοῦ ἔχειν γίνεσθαι κατηγορίας".

   'Ἀλλ' εἰ τὸ τὰ σωματικά, φησὶν ὁ Πλωτῖνος, ἔχειν περὶ τὸ σῶμα καὶ μὴ ἀσώματα ἄλλην ποιεῖ κατηγορίαν, διὰ τί καὶ ἐπὶ τοῦ ποιεῖν πολλῆς οὔσης διαφορᾶς οὐκ ἄλλη μὲν κατηγορία γίνεται κατὰ τὸ τέμνειν, ἄλλη δὲ κατὰ τὸ κάειν ἢ κατορύττειν ἢ ἀποβάλλειν;' ἢ ἡ μὲν τοῦ ποιεῖν ἐνέργεια μία ἐστὶν καὶ ἕνα ἔχουσα λόγον καὶ οὐδὲν δεομένη τῆς διαφόρου ὑποδοχῆς τῶν τὸ ποιεῖν ὑποδεχομένων· καὶ ὁ τέμνων γὰρ καὶ ὁ κάων καὶ οἱ ἄλλοι οὐδὲν κατὰ τὸ ποιεῖν διαφέρουσιν· ἡ μέντοι τοῦ ἔχειν κατηγορία ἐν τούτῳ τὴν ὅλην ἔχει ἰδιότητα ἐν τῷ μὴ ἀσώματον, σῶμα δὲ εἶναι τὸ περικείμενον, ἣ οὐκ ἀπὸ τῆς τυχούσης σχέσεως χαρακτηρίζεται, ἀλλ' ἐκ τῆς πρὸς ἄλλο εἰς ἑαυτὸ κυρίως θεωρεῖται. 'ἀλλ' εἰ τὸ περικείμενον, φησίν, ἱμάτιον ἄλλην κατηγορίαν ποιεῖ, διὰ τί μὴ καὶ τὸ κείμενον ἐπὶ κλίνης ἄλλην ποιήσει;' ἢ τὸ μὲν κεῖσθαι ἱμάτιον ἐπὶ κλίνης τῆς τοῦ κεῖσθαί ἐστιν κατηγορίας ἢ τῆς ἐν τόπῳ· οὐδεμίαν γὰρ ἐνέργειαν παρέχεται ἡ κλίνη εἰς τὸ ἔχειν· ἕξιν γὰρ καὶ κράτησιν ἐμφαίνει τινὰ ἡ τοῦ ἔχειν κατηγορία, ἀλλὰ σωμάτων ἐπικτήτων. εἰ δὲ τοῦτο ἀληθές, ἐπὶ μόνων τῶν ἐμψύχων τὸ ἔχειν ἐπαληθεύεται, ὥστε κἂν ἀγάλματι κόσμος περίκειται, ὡς μὲν ἄψυχον οὐκ ἂν λέγοιτο ἔχειν τὸ ἄγαλμα, ἀλλὰ κεῖσθαι ἐν τῷ ἀγάλματι ὁ κόσμος· εἰ δὲ ὡς ἔμψυχόν τι θεωροῖτο, κατὰ τὴν πρὸς τὸ ἔμψυχον ἀναφορὰν ἔχειν ἂν λέγοιτο τὸν κόσμον. 'ἀλλ' εἰ κατὰ τὴν κάθεξιν τὸ ἔχειν χαρακτηρίζεται, εἰς ἕξιν ἀναχθήσεται, φησίν, ἡ δὲ ἕξις ἐν τῇ ποιότητι'. ἢ ὁμώνυμος αὕτη ἡ ἕξις· ἡ μὲν γὰρ ἦν ἀσωμάτων συνοχή, αὕτη δὲ ἐπικτήτων σωμάτων κράτησις, καὶ ἡ μὲν τοῦ ἔχειν δι' ἐνεργείας τῶν ἐχόντων παραγίνεται, ἡ δὲ ποιοτήτων οὐ δι' ἐνεργείας οὔτε τῶν μετεχομένων οὔτε τῶν μεταλαμβανόντων. διαφέρουσιν δὲ καὶ κατὰ τὰ ἐχόμενα, ὅτι ἐκεῖ μὲν ἀσώματά ἐστιν, ἐνταῦθα δὲ σώματα, καὶ κατὰ τὰ ἔχοντα, ὅτι ἐκεῖ μὲν ἐν τῇ οὐσίᾳ, ἐνταῦθα δὲ περὶ τὴν οὐσίαν ἔξωθεν. 'ἀλλ' εἰ ποιότητα, [371] φησίν, οὐ δεῖ λέγειν ἔχειν, ὅτι ἤδη ποιότης εἴρηται, οὔτε ποσότητα ἔχειν εἰρημένης ποσότητος οὐδὲ μέρη ἔχειν εἰρημένης οὐσίας, διὰ τί τὸ ὅπλα ἔχειν ἄλλης δεῖ λέγειν κατηγορίας καίτοι εἰρημένης οὐσίας, ἐν ᾗ τὰ ὅπλα;' ἢ ὅτι οὐ τὰ ὅπλα ἢ τὰ ὑποδήματα καθ' αὑτὰ εἴρηται εἶναι τῆς τοῦ ἔχειν κατηγορίας οὐδὲ ἡ κτῆσις αὐτῶν, εἴ τις κεκτημένος αὐτὰ χρῆσιν αὐτῶν μὴ ποιήσαιτο, ἀλλ' ἡ κράτησις αὐτῶν καὶ ἡ ἐκ τοῦ ἔχειν αὐτὰ λεγομένη ἕξις, αὕτη ποιεῖ τὴν τοῦ ἔχειν κατηγορίαν. ἄλλο δὲ ἦν τὸ ποιότητα ἔχειν καὶ ποσότητα, ἄλλο τὸ ὅπλα ἔχειν καὶ ὑποδήματα· ἐκεῖ μὲν γὰρ ἀσωμάτων ἡ ἕξις, ἐνταῦθα δὲ σωματικῶν, καὶ ἐκεῖ μὲν ἀλλοιωτικά ἐστι τῶν μετεχόντων τὰ μετεχόμενα, ἐνταῦθα δὲ περίκειται μόνον. 'ἀλλὰ τὸ ἐν ὀλίγοις, φησίν, πῶς γένος;' ἢ ὅτι ἐν τοῖς ἐσχάτοις ἐστὶ τοῦτο τὸ γένος καὶ περὶ τὰ σώματα καὶ ἐν τοῖς σώμασιν ὑπάρχει, καὶ διὰ τοῦτο εἰς βραχύτατον συνέσταλται, καὶ οὐ διὰ τοῦτο οὐκ ἂν εἴη γένος· καὶ γὰρ ὁ φοίνιξ εἷς ὢν τὸ εἶδος ὅλον ἔχει ἐν ἑαυτῷ.

   Ἀλλὰ διὰ τί μὴ συνῆψεν τὸν περὶ τοῦ ἔχειν λόγον ταῖς ἄλλαις κατηγορίαις, ἀλλ' ὥσπερ ἐκ μετανοίας μετὰ τὸν περὶ τῶν ἀντικειμένων καὶ περὶ τῶν ἅμα καὶ περὶ κινήσεως λόγον περὶ τοῦ ἔχειν ἐμνημόνευσεν; ἢ συμπληρώσας τὸν περὶ τῶν κατηγοριῶν λόγον, ἐπειδή τινων κατὰ παραδρομὴν ἐν αὐτῷ ἐμνήσθη, ἐξεργάζεται καὶ ἐκεῖνα. τελευταίας δὲ οὔσης τῆς τοῦ ἔχειν κατηγορίας, φροντίζων τάξεως εἰκότως τελευταίας ‹τῆς› τοῦ ἔχειν ὁμωνυμίας ἐμνημόνευσεν, οὐ μόνον αὐταῖς ταῖς κατηγορίαις τὴν προσήκουσαν ἀποδιδοὺς τάξιν, ἀλλὰ καὶ τοῖς ἔξωθεν ἐπιλεγομένοις καὶ ἐξεργαζομένοις τὴν αὐτὴν ἀποδιδούς. 'ἀλλ' ἄτοπος, φησίν, ἀποδοκιμάζων τὸ λέγειν ἔχεσθαι γυναῖκα σύνηθες ὄν'. ἀλλ' εἰ μὲν μὴ ἐμνήσθη, ἄτοπος ἦν παρεὶς τὸ ἐν τῷ ἔθει, ὁ δὲ μνησθεὶς καὶ ἐπικρίνας διαλεκτικοῦ ἔργον ἐποίησεν, ᾧ μάλιστα διαφέρει ἡ τῆς ἀληθείας κρίσις. ταῦτα μὲν οὖν καὶ πρὸς τὰς ἀπορίας εἰρήσθω.

   Ἀκριβέστερον δὲ ὁ Ἀριστοτέλης ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικὰ τοῖς τοῦ ἔχειν σημαινομένοις ἐπεξῆλθεν· ἔχειν, γάρ φησιν, λέγεται πολλαχῶς· καὶ γὰρ ‹τὸ ἄγον› κατὰ τὴν ἐν αὐτῷ φύσιν καὶ ὁρμὴν καὶ ὅλως ἐν ᾧ ἡ ἀρχὴ τῆς τοῦ ἐχομένου κινήσεως, οἷον ὁ τύραννος ἔχει τὴν πόλιν καὶ ὁ πυρετὸς τόνδε τινὰ ἢ βήξ· καὶ ἐπὶ τῶν ἐναντίων· καὶ γὰρ ἡ πόλις ἔχειν τύραννον λέγεται καὶ ὅλως ἄρχοντα καὶ ἡ ναῦς κυβερνήτην καὶ ὁ παῖς παιδαγωγόν. ταῦτα μὲν οὖν οὕτως ἔχειν λέγεται, ὅτι ἢ ἄγει κατὰ τὴν ἑαυτοῦ ἀρχὴν [372] ἢ ἄγεται κατὰ τὴν ἐν ἐκείνῳ, καὶ ἔστιν κατηγορίας τῆς τοῦ ποιεῖν ἢ πάσχειν. ἑτέρως δὲ ἔχειν λέγεται ἡ ὕλη τὸ εἶδος, οἷον ὁ χαλκὸς ἢ ὁ κηρὸς τὸ σχῆμα καὶ τὸ σῶμα τὴν ὑγίειαν ἢ τὸ χρῶμα καὶ ὁ Σωκράτης δικαιοσύνην ἢ σωφροσύνην· ὅλως γὰρ τὸ δεκτικὸν πολλαχῶς, καθ' ἕνα μὲν τρόπον, ὡς εἴρηται, ἡ ὕλη τοῦ εἴδους, κατ' ἄλλον δὲ τὸ ὡς ἐν ἀγγείῳ· οὕτως οἶνον λέγεται ἔχειν ὁ ἀμφορεὺς καὶ ἔλαιον ἡ λήκυθος καὶ ὄχλον τὸ βαλανεῖον· καὶ ἔστιν τὰ μὲν τῆς τοῦ ποιοῦ κατηγορίας, τὸ δὲ τῆς τοῦ ποῦ. ἀγρὸν δὲ ἔχειν καὶ ἵππον καὶ νοῦν δοκεῖ μὲν διαφόρως λέγεσθαι, λέγεται δὲ κατὰ τὸν πρῶτον τοῦ ἔχειν τρόπον· ὅτι γὰρ κρατοῦμεν καὶ κύριοί ἐσμεν χρῆσθαι αὐτοῖς κατὰ τὴν ἑαυτῶν προαίρεσιν, ἔχειν αὐτὰ λεγόμεθα. ἄλλως δὲ καὶ τὰ μέρη λεγόμεθα ἔχειν, χεῖρα καὶ κεφαλήν, καὶ τὰ δένδρα τὰς ῥίζας. λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ πατέρα καὶ συγγενεῖς καὶ ἀδελφούς, εἰ καὶ τούτων ἔνια ὑπὸ τὸν πρῶτον τρόπον πεσεῖται· γυναῖκα μὲν γὰρ ἔχει ὁ ἀνήρ, ὅτι ἄγει κατὰ τὴν ἑαυτοῦ ἀρχήν, γυνὴ δὲ ἄνδρα, ὅτι ἄγεται κατὰ τὴν ἐν ἑτέρῳ. τούτων δὲ τὰ μὲν εἰς τὴν οὐσίαν, τὰ δὲ εἰς τὸ ποιεῖν καὶ πάσχειν ἀναχθήσεται. πράγματα δὲ ἔχειν τις λέγεται, ὅτι πράττει καὶ πρὸς αὐτοῖς ἐστιν, λόγον δὲ ἔχειν, ὅτι φροντίζει καὶ οὐκ ὀλιγωρεῖ αὐτοῦ, ἃ δὴ πάντα τοῦ ποιεῖν. ὑποδήματα δὲ καὶ ἐσθῆτα καὶ ὡς κτήματα λεγόμεθα ἔχειν καὶ τῷ ἠμφιάσθαι καὶ ὑποδεδέσθαι, καὶ ἔστιν ταῦτα ὑπὸ τὴν τοῦ ἔχειν κατηγορίαν ἀπὸ τῆς ἕξεως. καὶ ἡ ἕξις δὲ πολλαχῶς· μία μὲν ἡ τῷ ἔχειν συζυγοῦσα, ὡς τῷ λαμβάνειν ἡ λῆψις· ὥσπερ οὖν τὴν λῆψιν οὐ λαμβάνομεν, οὕτως οὐδὲ τὴν ἕξιν ἔχομεν, εἰ δὲ μή, εἰς ἄπειρον πρόεισιν· ἑτέρα δέ ἐστιν διάθεσις ἔμμονος, ὥς φαμεν τὴν ἀρετὴν ἕξιν καὶ τοὺς τεχνίτας ἑκτικοὺς εἶναι. διαφέρουσιν δὲ αὗται τῷ τὴν μὲν ἔχειν ἡμᾶς, τὴν δὲ μή, ἔπειτα τῷ τὴν μὲν ἐπίτασιν ἐπιδέχεσθαι (δυνατὸν γὰρ καὶ τὸν ἑκτικὸν ἐν τῇ μελέτῃ ὄντα ἑκτικώτερον γενέσθαι), τὴν δὲ μὴ ἐπιδέχεσθαι (οἱ γὰρ ἔχοντές τι οὐ μᾶλλον καὶ ἧττον ἔχουσιν)· ἔτι δὲ τῇ μὲν ἕξις ἀντιτίθεται, ὡς τῇ ἀρετῇ ἡ κακία, τῇ δὲ οὐχ ἕξις ἀλλὰ στέρησις.

   Δόξειε δ' ἂν ἐναντίον εἶναι τῷ ἔχειν τὸ ἔχεσθαι καὶ ἑτέρα κατηγορία, ὡς τὸ ποιεῖν καὶ πάσχειν ἕτεραι. δεῖ δὲ εἰδέναι ὅτι κοινῶς τοῦ ἔχειν λεγομένου, τούτου τὸ μέν ἐστιν ἔχειν εἰδικόν, τὸ δὲ ἔχεσθαι, τὸ δὲ κοινόν ἐστιν ἡ κατηγορία, ὑφ' ἣν καὶ τὰ εἰδικῶς ἔχειν λεγόμενα, ὡς τὸ ὑποδέδεται, καὶ τὸ ἔχεσθαι, ὁμωνύμως καὶ τοῦτο· ὑποδέδεται γὰρ καὶ ὁ ἄνθρωπος καὶ τὸ ὑπόδημα. ἔτι δὲ καὶ τοῦτο ῥητέον, ὅτι ἔχειν ἐπί τινων ὁμωνύμως λέγεται τῷ ἐνηργηκέναι· τὸ γὰρ ὑποδεδέσθαι καὶ τὸ ἔχειν ὑποδήματα δηλοῖ [373] καὶ τὸ ἀνειληφέναι, ὅπερ ἐστὶ τὸ συντελικὸν τῷ ὑποδέδεται. ἀντίκειται δὲ τῷ ἔχειν στέρησις, οἷον γυμνός, ἀνυπόδητος, ἄνοπλος· τὸ γὰρ ἐστερῆσθαί ἐστιν τὸ μὴ ἔχειν τότε, ὅτε πέφυκεν ἔχειν. καὶ ὁ Ἀρχύτας δὲ τὸ μέν τι ἔχειν ὡς ἁπλῶς λαβὼν πειρᾶται αὐτὸ διελεῖν, τὸ δὲ ὑπὸ τὸ ἁπλῶς ἴδιον ἔχειν εἰς τὴν τοῦ ἔχειν κατηγορίαν τάξας ὑπογράφει, ὡς φθάσαντες δεδηλώκαμεν.

   Τῶν δὲ ἀπὸ τῆς Στοᾶς ἀξιούντων εἰς τὸ πῶς ἔχειν ἀναφέρειν τὸ ἔχειν ὁ Βόηθος ἐναντιοῦται, οὔτε εἰς τὸ πῶς ἔχον ἡγούμενος δεῖν οὔτε εἰς τὰ πρός τι ἀνάγειν αὐτό, ἰδίαν δὲ εἶναι κατηγορίαν· εἶναι μὲν γὰρ σχετικὴν αὐτήν, τριχῶς δὲ μάλιστα καὶ ὁμωνύμως τὴν σχέσιν λέγεσθαι· τὴν μὲν γὰρ εἶναι ἐν ἑαυτῷ καὶ καθ' ἑαυτό, τὴν δὲ πρὸς ἕτερον, τὴν δὲ ἑτέρου πρὸς ἑαυτό. ἡ μὲν οὖν ἐν ἑαυτῷ θεωρεῖται κατὰ τὸν πῶς ἔχοντα, οἷος ὁ προβεβλημένος· σχέσις γάρ ἐστιν αὐτοῦ πρὸς ἑαυτόν. ἡ δὲ πρὸς ἕτερον ἡ τῶν λεγομένων πρός τι· ὁ γὰρ πατὴρ καὶ ὁ δεξιὸς κατὰ σχέσιν λέγεται οὐ τὴν αὐτοῦ τινος πρὸς ἑαυτόν, ἀλλὰ τὴν πρὸς ἕτερον. ἡ δὲ ἀφ' ἑτέρου πρὸς ἑαυτό, οἵα ἡ τοῦ ὡπλισμένου καὶ ὑποδεδεμένου· ἔστιν γὰρ ἄλλου σχέσις πρὸς αὐτόν, τῶν μὲν ὅπλων πρὸς τὸν ὡπλισμένον, τῶν δὲ ὑποδημάτων πρὸς τὸν ὑποδεδεμένον. "μήποτε δέ, φησὶν ὁ Βόηθος, τοῦ ἔχειν ἐστὶ σημαινόμενα τὸ μὲν ὃ ἰσοδυναμεῖ τῷ ἔχειν ὁτιοῦν εἴτε μέρος εἴτε χωρίον, ὃ δὴ καὶ τάχα ὑπὸ τῆς λέξεως καθ' αὑτὴν προταθείσης σημαίνεται, τὰ δὲ πλείω ἐκεῖνα καὶ ἕτερα ἐν τῇ συντάξει· ὁ γὰρ ἀγρὸς προταθεὶς ἢ ὁ πατὴρ ἢ τὸ μέρος τὴν διαφορὰν ποιεῖ"· ὑπὸ δὲ ταύτην ἄλλην εἶναι τοῦ ἔχειν σημασίαν τὴν ἰδίως ἐπὶ τοῦ κρατεῖν τεταγμένην. "ἐὰν μὲν οὖν τὴν κατηγορίαν κατὰ τὸ πρῶτον σημαινόμενον τιθῇ τις, καὶ τὸ φρονεῖν καὶ τὸ σωφρονεῖν καὶ τὸ ὑγιαίνειν εἰς ταύτην τὴν κατηγορίαν ἀναχθήσεται (φρόνησιν γὰρ ἔχειν τὸ φρονεῖν ἐστιν), ὑπεξαιρεθήσεται δὲ ἀπὸ ταύτης ἡ κατὰ τὸ ποιεῖν καὶ πάσχειν κατηγορία· διακριθήσεται δὲ καὶ τοῦ πρός τι· ὁ μὲν γὰρ κεκτημένος τοῦ πρός τι ἔσται, τὸ δὲ κεκτῆσθαι τοῦ ἔχειν, καὶ ὁ μὲν πατὴρ τοῦ πρός τι, τὸ δὲ πατέρα εἶναι ἐν τῷ υἱὸν ἔχειν. ἐὰν δὲ κατὰ τὸ δεύτερον, τὰ μὲν ἄλλα τοῦ ἔχειν σημαινόμενα εἰς τὰς ἄλλας κατηγορίας ἀναχθήσεται, ὅσα δὲ κατὰ κράτησιν ἐπικτήτου τινός, εἰς ταύτην μόνα". τοιαῦτα μὲν οὖν καὶ τὰ τοῦ γενναίου Βοήθου προσιστορήσθω.

   Εἰ δὲ καὶ διαίρεσίν τις ἐθέλοι τοῦ οὕτως ἀφωρισμένου γένους ποιεῖσθαι, λεγέτω ὅτι τὰ οὕτως ἐχόμενα ἢ κατὰ πόλεμον ἔχεται ἢ ἐν εἰρήνῃ, καὶ τῶν κατὰ πόλεμον τὰ μὲν περικείμενά ἐστιν, τὰ δὲ κρατούμενα, καὶ τούτων ἑκατέρων τὰ μὲν φυλάγματά ἐστιν, ὡς θώραξ περικείμενος καὶ ἀσπὶς κρατουμένη, τὰ δὲ ἀμυντήρια, ὡς ξίφος περικείμενον καὶ δόρυ κρατούμενον· τῶν δὲ ἐν εἰρήνῃ τὰ μὲν κόσμου ἕνεκα κατὰ διάφορα μέρη τοῦ σώματος, [374] ὡς διάδημα καὶ περιδέραιον καὶ δακτύλιος, τὰ δὲ σκέπης, καὶ τούτων τὰ μὲν περὶ ὅλον τὸ σῶμα, ὡς ἱμάτιον, τὰ δὲ περὶ μέρος, ὡς ὑπόδημα. τινὰ δὲ καὶ ὡς ὄργανα ἔχεται, ὡς τὸ σκέπαρνον καὶ τὸ πηδάλιον καὶ ἡ βακτηρία, τινὰ δὲ καὶ ὡσαύτως κτήματα ὡς ἀργύριον ἤ τι ἄλλο ὃ διὰ τὸ ἔχειν κρατοῦμεν. δεῖ δὲ οἶμαι πᾶν τὸ ἔχον κατὰ προαίρεσιν ἔχειν· διὸ οὐδὲ λέγεται τὰ ἄψυχα ἔχειν κατὰ τὸ τοῦ γένους σημαινόμενον.

   Μετὰ δὲ τὴν τοῦ ἔχειν τεχνολογίαν τῆς νοερᾶς περὶ αὐτοῦ θεωρίας ἀντιλαβόμενος ὁ Ἰάμβλιχος αὐτὸ τοῦτο ζητεῖ πρῶτον, πόθεν ὑφίσταται καὶ τίνα ἔχει χρείαν ἐν τῷ παντί, καί φησιν ὅτι "πολλὰ τῶν ἐν τῷ παντί ἐστιν μὴ συνυπάρχοντα ἀλλήλοις μηδὲ συμπεφυκότα, δυνάμενα δέ τινα ὠφέλειαν ἀπ' ἀλλήλων παραδέχεσθαι. τῆς οὖν τοῦ παντὸς φύσεως μηχανησαμένης ἐπίκτητα καὶ τούτων τὰ ἕτερα τοῖς ἑτέροις ἐγένετο, ὥστε ἐπιπλοκὴν εἶναι καὶ τοῖς πόρρωθεν ἀλλήλων διῳκισμένοις καὶ δύναμιν τῆς κτήσεως τῶν μήπω παρόντων, ὠφελίμων δὲ ὄντων. οὐ γὰρ ἔδει τὴν ἐν γενέσει φερομένην ‹οὐσίαν› πολλῶν οὖσαν καθ' αὑτὴν ἐπιδεῆ διὰ τὸν ὡς ἔσχατον μερισμὸν ἄμοιρον αὐτῶν τελέως τῆς μετουσίας ἀπολείπεσθαι. πόρον οὖν τινα ἐκτήσατο καὶ ἰσχὺν εἰς τὴν κράτησιν τῶν ὠφελίμων ἐγειρόμενα, καὶ τῶν ἐχομένων διδόντων ἑαυτὰ ἑτοίμως εἰς τὰ ἀντιλαμβανόμενα ἑαυτῶν. πολὺ δὲ πρὸ τῆς φύσεως ἡ τοῦ παντὸς πρώτη αἰτία τὰ γινόμενα κατευθύνει, συναρμόζουσα οἰκείως τὰ οἰκεῖα κτήματα εἰς τὴν προσήκουσαν χρῆσιν τοῖς ἔχουσιν καὶ τοὺς ἔχοντας ἐπ' αὐτὴν ἀνεγείρουσα. χρείαν μὲν οὖν τῷ παντὶ τοιαύτην τοῦτο τὸ γένος παρέχεται, πρὸς αὐτάρκειαν τῶν ἐνδεῶν καὶ ἕνωσιν τὴν δυνατὴν καὶ τῶν πάντῃ διεστηκότων εἰς τὰ ὄντα προελθόν. τὴν δὲ ὅλην αὐτοῦ φύσιν, φησὶν Ἰάμβλιχος, οὐκ ἐφ' ἡμῶν καὶ τοῦ ἡμετέρου σώματος ἱστάνειν χρή· εἰς στενὸν γὰρ αὐτῷ κατακλεισθήσεται· ἀνωτέρω δὲ ἔτι, περὶ τὴν ψυχὴν τὴν ἡμετέραν καὶ τὴν φύσιν, κατὰ τὰς ἐπικτήτους καὶ μὴ συμφυεῖς περικρατήσεις τὸ ἔχειν θεωρητέον. οὐ γὰρ δὴ τῷ μὲν σώματι περίκειται ὁμοφυῆ πρὸς αὐτὸ σώματα, τῇ δὲ ψυχῇ πολυειδεῖς ἐχούσῃ δυνάμεις οὐκ ἔσονται ἐπίκτητοί τινες ζωαί, αἱ μὲν ὁμοφυεῖς, αἱ δὲ ὑποδεέστεραι τῶν οἰκείων ἐν αὐτῇ μέτρων. ἴδοι δὲ ἄν τις ὃ λέγω, φησίν, καὶ ἀπὸ τῶν ἐναργῶς φαινομένων· εἰ γὰρ εἰς τὸ σῶμα κατιοῦσα προβάλλει τινὰς ζωὰς περὶ ἑαυτὴν ὥσπερ ἐπικτήτους, ἄλλας δὲ ἀπὸ τοῦ σώματος παραδέχεται, ὅσαι ἐν τροπῇ καὶ ἐκστάσει θεωροῦνται, πῶς οὐκ ἂν λέγοιτο ταύτας ἔχειν; ἀλλὰ καὶ εἰς ἕκαστα μέρη τοῦ κόσμου παραγινομένη ζωάς τινας καὶ δυνάμεις παραδέχεται, τὰς μὲν αὐτὴ προβάλλουσα, τὰς δὲ λαμβάνουσα ἀπὸ τοῦ κόσμου, σώματά τε οἰκεῖα ἐν ἑκάστῳ μέρει τοῦ παντὸς τὰ μὲν ἀπὸ τοῦ κόσμου λαμβάνει, τὰ δὲ αὐτὴ ὀργανικὰ [375] ποιεῖ κατὰ τοὺς οἰκείους λόγους, καὶ ταύτας τὰς δυνάμεις καὶ τὰς ζωὰς καὶ τὰ σώματα ἀποτίθεται, ὅταν τύχῃ εἰς ἄλλην λῆξιν μεθισταμένη. φανερὸν δὴ ἐκ τούτων γέγονεν, ὅτι ἐπίκτητα αὐτῇ πάντα ταῦτα ἦν καὶ εἶχεν αὐτὰ ὡς ἕτερα οὐσίας ἑτέρας ὄντα· οὔτε γὰρ συνεφύετο αὐτοῖς ὥσπερ τὰ συγκρινόμενα σώματα, ἀλλ' ἀμιγὴς οὖσα καθ' αὑτὴν εἶχεν αὐτὰ περικείμενα. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς φύσεως, φησίν, τοῦ παντός, ὅταν κατὰ τοὺς λόγους αὐτῆς περιέχῃ γινόμενα πολλὰ ὑπ' αὐτῆς καὶ τούτων τινὰ ἀπογίνοιντο ὥσπερ τινὰ ἐπίκτητα ὄντα, αὐτὴ δὲ μένῃ ἡ αὐτὴ οὖσα καὶ περιδρασσομένη τὰ ἐν ἑαυτῇ καὶ ἀφιεῖσα μηδὲν παύηται σώματά τε καὶ ζῷα καὶ φυτά, τότε καὶ περὶ τὴν φύσιν τοῦ παντὸς τὸ ἔχειν θεωρηθήσεται, τὰ ἐπίκτητα πάντα, ὅσα μὴ συμβεβηκότα ἐστὶν μηδὲ συμφυῆ, ἐν ἑαυτῇ †περιεχούσῃ. τούτων δὲ ἔτι μᾶλλον ἐν ὅλῳ τῷ κόσμῳ τῷ κατὰ τὰς ζωὰς αὐτοῦ πάσας νοουμένῳ καὶ τὰς ψυχὰς τὰς ἐν αὐτῷ στοιχεῖά τε καὶ φύσεις καὶ τὰ κοινῶς ὑπ' αὐτῶν συνιστάμενα θεωρεῖται ἡ νυνὶ λεγομένη ἕξις. αὐτοτελὴς γὰρ ὢν ὁ ὅλος κόσμος ἐκ μερῶν τελείων συμπεπληρωμένος ἔχει πάντα τὰ ἐν ἑαυτῷ πλήρη καὶ οὐδενὸς ἀμοιροῦντα τῶν ἐπιβαλλόντων ἑαυτοῖς. εἴτε οὖν σύμφυτα ταῦτα εἴη, μετέχει τούτων, εἴτε ἐπίκτητα, περικρατεῖ καὶ ταῦτα, εἴτε καὶ τὸ συναμφότερον, καὶ ταῦτα περιέχει, οἵα ἡ γῆ ἔχει τὰ ἐν ἑαυτῇ ζῷα, ποτὲ μὲν γινόμενα, ποτὲ δὲ ἀπογινόμενα· εἴποις ἂν οὖν ἐπίκτητα αὐτὰ εἶναι τῆς γῆς καὶ μετουσίαν τινὰ αὐτῇ παρέχοντα καὶ αὖθις ἀφιστάμενα ἀπ' αὐτῆς, καὶ ἡ γῆ περικρατεῖ αὐτά, ὡς ἰδεῖν φαίνεται, καὶ θάλασσα δὲ ὁμοίως τὰ ἐν ἑαυτῇ θαλάττια ζῷα περιείληφεν. εἰ δὲ ἐφ' ἡμῶν μὲν ἔξωθεν περίκειται τὰ ἐχόμενα, ἐπὶ δὲ τοῦ παντὸς εἰς τὰ ἐντὸς μᾶλλον περιειργόμενα οὕτως ἔχεται, καὶ τοῦτο οὐκ ἀποδεῖ τῆς μεριστῆς καὶ τῆς ὅλης φύσεως· τὰ μὲν γὰρ ἡμέτερα σώματα μεριστὰ ὄντα ἔξωθεν ἔχει τὰ ἐχόμενα σώματα, τὸ δὲ πᾶν τέλεον ὂν καὶ οὐδὲν ἔξωθεν ἑαυτοῦ ἀπολεῖπον ἐν ἑαυτῷ περιέχει τὰ ἐχόμενα καὶ εἴσω ἑαυτοῦ πανταχόθεν αὐτὰ περιείληφεν. καὶ ὁ οὐρανὸς δὲ ‹τὰ› τέτταρα στοιχεῖα ἐν ἑαυτῷ περιείληφεν· ἄλλον δὲ τρόπον καὶ τὰς ἐν ἑαυτῷ σφαίρας ἔχει καὶ ὅσα ἐστὶν ἄστρα, καὶ τὰ ἐν τοῖς τέτρασι δὲ στοιχείοις ζῷα ὅ τε σύμπας οὐρανὸς καὶ τὰ τέσσαρα στοιχεῖα ἔχει ἐν ἑαυτοῖς, καὶ ὅλως ἀεὶ τὰ περιέχοντα ἔχει τὰ περιεχόμενα. διακέκριται γὰρ καθ' ἕκαστα τεταγμένως τὰ ἐν τῷ κόσμῳ, καὶ τὰ ἀνωτέρω καὶ πρεσβύτερα ἀεὶ περιείληφεν τὰ ὑποδεέστερα, καὶ οὕτως ἐξ ἀρχῆς τὸ τοῦ ἔχειν γένος παρήχθη. καὶ εἰ ὁ κόσμος δὲ ὅλος νῦν μὲν ταῦτα ἔχει τὰ πληροῦντα αὐτόν, αὖθις δὲ ἄλλα, [376] ὅσα ἡ γένεσις εἰς αὐτὸν ἐνδίδωσιν, ἔσται ἡ ἕξις αὐτοῦ διάφορος καὶ ἄλλοτε ἄλλη διὰ τὴν τῶν παραγινομένων εἰς αὐτὸν μεταβολήν. καὶ εἴπερ αἱ δυνάμεις αἱ ἐν τῷ παντί, ἢ αἱ δαιμόνιαι ἢ αἱ θεῖαι, ἔχουσιν μέρη τοῦ κόσμου περικείμενα ἑαυταῖς καὶ τοῦτο ἀδιαλείπτως ἐν τῷ παντὶ γίνεται, ἢ δαιμονίων ἢ θείων λήξεων ἐχουσῶν τὰ διακληρωθέντα αὐταῖς μόρια τοῦ κόσμου, καὶ οὕτως ἂν μεστὰ πάντα εἴη τοῦ ἔχειν. ἔτι δὲ εἰ αἱ τῆς ζωῆς τοῦ παντὸς μοῖραι ἔχουσιν μέρη τοῦ κόσμου περικείμενα καὶ ταῦτα οὐ συμφυῆ πρὸς αὐτάς ἐστιν ἀλλ' ὡς ἔξωθεν αὐταῖς ἐπίκτητα, κἂν οὕτως εἰς τὸ ἔχειν τάττοιτο πάντα ταῦτα. καὶ εἰ τὸ κοινὸν ζῷον ἔχει μικρότερα μέρη περὶ ἑαυτὸ καὶ μικρότερα ζῷα ἐν ἑαυτῷ περιειλημμένα, καὶ κατὰ τοῦτον ἂν τὸν τρόπον εἰς τὸ ἔχειν τάττοιτο πᾶσα ἡ τοιαύτη σύνταξις". ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος θεωρητικῶς ὄντως καὶ νοερῶς ἐπεσκέψατο.

   Τολμητέον δὲ ἐφιστάνειν τοῖς εἰρημένοις, ἐπειδὴ καὶ αὐτῷ φίλον μὴ ἀπερισκέπτως ἐκδέχεσθαι τὰ λεγόμενα. καὶ τὰ μὲν περὶ τῆς χρείας τοῦ ἔχειν εἰρημένα θαυμαστῶς ὅπως καὶ ἀξίως τῆς τοῦ ἀνδρὸς μεγαλονοίας εἰρῆσθαί μοι δοκεῖ, πῶς δὲ τὰς προβαλλομένας ὑπὸ τῆς ψυχῆς ζωὰς καὶ τὰς ἀπὸ τοῦ σώματος ἐνδιδομένας αὐτῇ δυνάμεις ἔχειν τὴν ψυχήν φησιν, εἴπερ καὶ αὐτὸς ὁμολογεῖ σώματα εἶναι τὰ ἐχόμενα καὶ περὶ σώματα τὰ ἔχοντα κατὰ τὴν τοῦ ἔχειν κατηγορίαν; πῶς δὲ τὰ γινόμενα ὑπὸ τῆς ὅλης φύσεως ἔχεσθαί φησιν ὑπ' αὐτῆς; οὐ γὰρ ταὐτὸν ἦν τὸ κατ' αἰτίαν καὶ τὸ ἔχον κατὰ τὸ τοῦ ἔχειν γένος. ἔτι δὲ μᾶλλον ἀπορῶ, πῶς τὸν ὅλον κόσμον τὸν κατὰ τὰς ζωὰς πάσας νοούμενον καὶ τὰ στοιχεῖα καὶ τὰς φύσεις, εἴτε σύμφυτα εἴη ταῦτα, μετέχειν αὐτῶν φησιν, εἴτε ἐπίκτητα, περικρατεῖν αὐτῶν. καὶ γὰρ ταῦτα πρῶτον μὲν κατὰ τὰς ζωὰς οὐ δύναται ἔχειν, εἴπερ ἀσώματοι αἱ ζωαί, σώματα δὲ ἦν τὰ ἐχόμενα· ἔπειτα εἰ μὲν συμφυῆ ἢ μέρη ὁπωσοῦν τοῦ παντός, οὐκ ἂν εἴη ἐχόμενα, ὡς αὐτὸς διετάττετο, εἰ δὲ γεννήματα, ἄλλος ὁ τῆς συνοχῆς τρόπος. καὶ τὰ ἐν τῇ γῇ δὲ καὶ τὰ ἐν τοῖς ἄλλοις στοιχείοις ζῷα, εἴτε ὡς μέρη θεωροῖτο τῆς ὅλης γῆς εἴτε ὡς γεννήματα, οὐκ ἂν ἔχεσθαι λέγοιτο ὑπ' αὐτῆς. πῶς δὲ καὶ ὁ οὐρανὸς τὰς ἐν ἑαυτῷ σφαίρας ἔχει, εἰ μὴ ὡς μέρη; συμφυεῖς γὰρ αὗται καὶ οὐκ ἐπίκτητοι. πῶς δὲ τὸ κοινὸν ζῷον μικρότερα [τὰ] ζῷα ἐν ἑαυτῷ περιείληφεν, εἰ μὴ ὡς μέρη ἢ ὡς γεννήματα; ταῦτα μὲν οὖν ἄν τις ἐπιστήσοι καὶ ἄλλα τοιαῦτα προχείρως. δυνατὸν δὲ οἶμαι λέγειν ὅτι ἐπίκτητον μὲν εἶναι δεῖ καὶ κεχωρισμένον τῆς οὐσίας τὸ ἐχόμενον, οὐ πάντως δὲ σῶμα, ἀλλὰ σωματοειδές· καὶ γὰρ καὶ Ἀρχύτας οὐ σῶμα εἶπεν, ἀλλὰ σωματῶδες, διότι τοῦτό ἐστιν τὸ ἐπίκτητον καὶ κεχωρισμένον· τὰ γὰρ ἀσώματα τελέως συμφύεται. καὶ ἡ ζωὴ οὖν ἡ σωματοειδής, κεχωρισμένη [377] τῆς ψυχικῆς οὐσίας καὶ ἐπίκτητος αὐτῇ γενομένη οὕτως ὡς μὴ ἀλλοιοῦν αὐτὴν μηδὲ ἕν τι σὺν αὐτῇ ποιεῖν, ἔχεσθαι ἂν ὑπ' αὐτῆς λέγοιτο· εἰ μέντοι ἀλλοιωτική τίς ἐστιν ἡ ζωὴ καὶ ἡ ποιητικὴ τῆς ὅλης οὐσίας οὐκ ἂν ἔχεσθαι λέγοιτο. τὰ δὲ μέρη τῶν ὅλων καὶ τὰ γεννήματα οὐκ ἂν ἔχοιτο, ὡς δὲ ἐπίκτητα καὶ κεχωρισμένα καὶ προσηρτημένα τῷ ὅλῳ ἔχεσθαι ἂν λέγοιτο καὶ αὐτὰ δικαίως· οὔτε γὰρ τὰ μέρη ἐκείνων οὕτως ἀτόμως συμπέφυκεν ὡς ἐφ' ἡμῶν οὔτε τὰ γεννήματα ἀπέσπασται οὕτως ὡς τὰ ἡμέτερα. ἀλλὰ ταῦτα μὲν καὶ ἐπὶ πλέον ζητητέον.

[378]    Συμπληρωθέντος δὲ τοῦ περὶ τῶν δέκα κατηγοριῶν λόγου ὁ Ἀρχύτας προστίθησιν ὅτι ἡ τῶν ἄλλων κατηγοριῶν ὑπόστασις πλὴν τῆς οὐσίας περὶ τὸ ἄτομον θεωρεῖται καὶ αἰσθητὸν καὶ οὐ περὶ τὸ καθόλου καὶ νοητόν· γράφει δὲ οὕτως· "ἐπεὶ δὲ τέλος ἔχοντι τὰ σημαίνοντα καὶ τὰ σημαινόμενα, οἷς ποτε χρεόμενος ἄνθρωπος ἐκπληροῖ τὸ τέλεον τῶν λόγων σύσταμα, ποτιδιωρίσθω ποτί γε τοῖς εἰρημένοις, ὅτι τὰν ἐφαρμογὰν τούτων πάντων οὐκ αὐτὸς ὁ ἄνθρωπος ἀλλὰ ὁ τὶς ἄνθρωπος ἐπιδέχεται. καὶ γὰρ ποιὸν ἀνάγκα καὶ πάλιν ποσὸν καὶ ποτί τί πως ἔχεν τὸν τινὰ ἄνθρωπον, ἔτι δὲ ποιὲν καὶ πάσχεν καὶ κεῖσθαι καὶ ἔχεν καὶ ἐν τόπῳ ἦμεν καὶ ποκά. αὐτὸς δὲ ὁ ἄνθρωπος, ὃς τὰν πράταν ἐπιδέχεται σημασίαν, λέγω δὲ τὸ τί ἐστιν κατὰ τὰν ἰδέαν, οὔτε ποιός τίς ἐστιν οὔτε παλίκος οὔτε ποτ' ἕτερόν τί πως ἔχων, οὐδὲ μὰν ποιέων τι ἢ πάσχων τι οὐδὲ κείμενος οὐδὲ ἔχων τι οὐδὲ ἐν τόπῳ καὶ ποκὰ ὑπάρχων· πάντα γὰρ ταῦτα φυσικᾶς οὐσίας καὶ σωματικᾶς συμβάματά ἐντι, ἀλλ' οὐ νοατᾶς καὶ ἀκινήτω καὶ προσέτι γε ἀμερέος". εἶτα ὀλίγα περὶ συνθέσεως εἰπὼν τῶν ἁπλῶν φωνῶν, ἅπερ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ ἑρμηνείας βιβλίῳ κατέταξεν, ἐπὶ τέλει δὲ τὴν εἰς δέκα διαίρεσιν τῶν γενῶν ὡς οἰκείαν ταῖς ἀρχαῖς καὶ τῇ ἐπιστήμῃ [379] ὡρισμέναις οὐσίαις καὶ διὰ τοῦτο ἐν ἀριθμῷ καὶ τῷ παντὶ ἀριθμῷ ἀποδείκνυσιν.

   Ὁ μέντοι Ἀριστοτέλης μετὰ τὰς κατηγορίας ἐξετάζει τὰ οἰκείως ἔχοντα πρὸς αὐτάς, ὡς αὐτίκα μάλα εἰσόμεθα· ἔστιν δὲ ταῦτα περὶ ἀντικειμένων εἰπεῖν καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ περὶ τοῦ ἅμα καὶ περὶ τῶν εἰδῶν τῆς κινήσεως καὶ περὶ τῆς τοῦ ἔχειν ὁμωνυμίας. ἀλλὰ κοινῶς πρῶτον περὶ αὐτῶν ζητητέον, τί δήποτε ἐπὶ τῷ τέλει τῶν Κατηγοριῶν ταῦτα πρόσκειται καὶ τίνα χρείαν παρεχόμενα. τινὲς μὲν γάρ, ὧν καὶ Ἀνδρόνικός ἐστιν, παρὰ τὴν πρόθεσιν τοῦ βιβλίου προσκεῖσθαί φασιν ὑπό τινος ταῦτα τοῦ τὸ τῶν Κατηγοριῶν βιβλίον Πρὸ τῶν τόπων ἐπιγράψαντος, οὐκ ἐννοοῦντες οὗτοι, πόσην χρείαν οὐ τῇ τοπικῇ πραγματείᾳ μόνον ἀλλὰ καὶ τῷ περὶ τῶν κατηγοριῶν λόγῳ εἰσάγει τὰ εἰρημένα. ἄλλοις δὲ καὶ Πορφυρίῳ ἀρέσκει πρὸς σαφήνειαν συντελεῖν τὰ θεωρήματα ταῦτα, διότι τῶν ἐν ταῖς κατηγορίαις μνήμης τυχόντων ὀνομάτων, ὅσα μὲν οὐκ ἦν κατὰ τὰς κοινὰς ἐννοίας προειλημμένα, ταῦτα ἐν ἀρχῇ προὔλαβεν ὁ Ἀριστοτέλης καὶ διήρθρωσεν, ὥσπερ τὸν περὶ τῶν ὁμωνύμων καὶ συνωνύμων λόγον, ὅσα δὲ ἦν μὲν ἐν ταῖς κοιναῖς ἐννοίαις προειλημμένα, διαρθρώσεως δὲ πλείονος ἐδεῖτο, τούτων τὸ συγκεχυμένον τῆς προλήψεως μετὰ τὴν συμπλήρωσιν διήρθρωσεν πρὸς τὸ μὴ διακόπτειν τὸ τοῦ λόγου συνεχὲς μεταξὺ τὴν τούτων διάρθρωσιν παρεμβάλλοντα. οἱ δὲ ταῦτα λέγοντες λέγουσιν μέν τι, οὐ μέντοι γε τῆς ὅλης αἰτίας περικρατοῦσιν. πολὺ γὰρ πρὸ τούτων, ὥς φησιν Ἰάμβλιχος, τὴν ἐπίκρισιν περιέχει ταῦτα πάντων οἷς ἐχρήσατο, τουτέστιν τῶν ἀντικειμένων καὶ τῶν λοιπῶν. ἐπεὶ γὰρ χρήσιμα ταῦτα ἦν εἰς τὴν τῶν κατηγοριῶν εὕρεσίν τε καὶ βεβαίωσιν, ταῦτα δὲ οὐκ ἦν ὀρθῶς ἐπικρίνειν μὴ τοὺς ἀκριβεῖς περὶ αὐτῶν λόγους διαρθρώσαντα, προσέθηκεν ἐπὶ τέλει καὶ τούτους. καὶ οὐκ ἀδιατάκτως ἀλλὰ διατεταγμένως αὐτοὺς ἐξέθετο. ἐπεὶ γὰρ καὶ ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις ἐζήτησεν, εἰ ἐπιδέχονται τὸ ἐναντίον, ἐν δὲ τοῖς περὶ τοῦ πρός τι, εἰ τὸ μέγα τῷ μικρῷ ἐναντίον ἢ ἀντίκειται μᾶλλον, μνημονεύσας δὲ τούτων τίνι διαφέρει τὰ ἐναντία τῶν ἀντικειμένων οὐ παρέστησεν, ἀκολούθως μετὰ τὴν συμπλήρωσιν τῶν κατηγοριῶν τὸν περὶ τῶν ἀντικειμένων λόγον ποιεῖται ἕνεκα τῆς ἐπικρίσεως τοῦ κοινῶς συνυπάρχοντος ἢ μὴ ὑπάρχοντος πάσαις ταῖς κατηγορίαις. πάλιν δὲ μετὰ τὴν οὐσίαν καὶ τὸ ποσὸν τὴν τοῦ πρός τι φύσιν ὑποδεικνὺς ἀπέδειξεν ὅτι τὰ [380] μέν ἐστιν αὐτῶν ἅμα τῇ φύσει, τὰ δὲ πρότερα, ὡς πρὸς ἄλλα ὕστερα ὄντα, ὥσπερ τὸ ἐπιστητὸν καὶ αἰσθητὸν ἐπιστήμης πρότερα καὶ αἰσθήσεως· ἀναγκαῖον οὖν μετὰ τὰ ἀντικείμενα τὴν τοῦ ἅμα καὶ τὴν τοῦ προτέρου καὶ ὑστέρου φύσιν ὑποδεῖξαι. ἐπειδὴ δὲ ἐφεξῆς περὶ τοῦ ποιεῖν καὶ πάσχειν ἀνεδίδαξεν, περιέχουσι δὲ αἱ κατηγορίαι αὗται κινήσεις, ἀναγκαίως εἰς τὴν ἐπίκρισιν τούτων τὰ εἴδη τῆς κινήσεως παραδέδωκεν καὶ τὴν τάξιν τρίτην ἀπέδωκεν αὐτοῖς, ὥσπερ εἶχον καὶ αἱ κατηγορίαι τὴν τάξιν. τελευταῖον δὲ περὶ τῆς τοῦ ἔχειν ὁμωνυμίας διεστείλατο, ὅτι καὶ τῆς τοῦ ἔχειν κατηγορίας τελευταίας ἐμνημόνευσεν· ἀναγκαῖον οὖν εἰς τὴν ἐπίκρισιν ταύτης τὸ πλῆθος τῶν πολλαχῶς λεγομένων χωρὶς ἀφορίσαι, ἵνα μηδὲν ὑπ' αὐτῶν ἐπιταραττώμεθα. ὥστε ἀναγκαία γέγονεν αὐτῷ ἡ τούτων τῶν θεωρημάτων παράληψις, καὶ ἡ τάξις αὐτῶν ἑπομένως διετάχθη τῇ τάξει τῶν κατηγοριῶν. ἔστιν δὲ καὶ πρὸς πᾶσαν τὴν διαλεκτικὴν χρήσιμα ταῦτα, καὶ ἄξιον τοῦτο τῆς τῶν ἀρχαίων δυνάμεως, τὸ τοῖς αὐτοῖς ὠφελίμως ἐπὶ πολλὰ χρῆσθαι. ἀλλὰ ταῦτα μὲν κοινῶς εἰρήσθω.

Περὶ τῶν ἀντικειμένων.

   Περὶ δὲ τῶν ἀντικειμένων ἀρξάμενος ζητεῖ ὁ Ἰάμβλιχος, πόθεν αὐτὰ πρώτως ἐνοήσαμεν. ἆρα τὰ ἀναιρετικὰ ἀλλήλων κατανοήσαντες ζῷα καὶ φυτὰ οὕτως τὴν ἀντίθεσιν αὐτῶν διεστησάμεθα ἢ τὰ μὴ συνυπάρχοντα πράγματα, καθ' ὅσον οὐ συνυπάρχει, μαχόμενα ὑπελάβομεν; ἀλλ' οὔτε ἀναίρεσις οὔτε ἀνυπαρξία τινῶν εἰσάγει τὴν ἀντίθεσιν· καὶ γὰρ καὶ συνυπάρχουσιν ἔν τισιν, ὥσπερ ἐν τοῖς πρός τι θεωρεῖται τὰ ἀντικείμενα. οὐ μέντοι οὐδὲ γένος τι κοινόν ἐστι τὸ τῶν ἀντικειμένων, ὡς δοκεῖ τισιν τῶν Περιπατητικῶν, ἀλλὰ φωνὴν μίαν κοινὴν τὴν τῶν ἀντικειμένων λαβὼν ὁ Ἀριστοτέλης οὐ κατὰ μαχομένων καὶ ἀσυντροχάστων μόνον τὴν ὁμωνυμίαν ἔταξεν, ἀλλὰ καὶ κατά τινων συνυπαρχόντων μὲν ἀντιθέτως δὲ ἀλλήλοις συνυπαρχόντων, ὥσπερ τὰ πρός τι. ὅταν γὰρ ἥμισυ πρὸς διπλάσιον λέγωμεν, μαχητικὴ μὲν σχέσις οὐδεμία ἐστίν, ὑποτρέχει δέ τις κἂν μὴ ἐναντίωσις ἀλλ' ἀντιθέσεως πάντως διαφορὰ κατά τινα ἰδιότροπον ἀντίθεσιν. διὸ οὐδὲ ὑφ' ἓν γένος ὑπάγεται πρὸς τὰ ἄλλα τὰ τριχῶς ἀντικείμενα. ἀλλ' οὐδὲ τὰ μὲν πρός τι ὁμώνυμα, τὰ δὲ ἄλλα τὰ τρία ὑφ' ἓν γένος τὸ τῆς ἀνυπαρξίας καὶ μάχης τάττεται· οὐδὲν γὰρ ἔχει κοινὸν γένος πρὸς ἄλληλα, ἀλλ' ὁμωνύμως ἀντίκειται τὰ κοινῶς ἀντικεῖσθαι λεγόμενα. διὸ καὶ Ἀριστοτέλης [381] περὶ δὲ τῶν ἀντικειμένων, φησί, ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι· τὸ γὰρ ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι τοῦ ὁμωνύμου. τινὲς δὲ τῶν Περιπατητικῶν γένος ἔφασκον εἶναι τὸ ἀντικείμενον, "διότι κοινὸς ὅρος ἀποδίδοται τῶν ἀντικειμένων τοιοῦτος· 'ἀντικείμενα λέγεται ὅσα περὶ τὸ αὐτὸ ἅμα καὶ κοινῶς σημαινόμενον τοῦ αὐτοῦ πράγματος καὶ πρὸς τὸ αὐτὸ ἔξωθεν ἐξεταζόμενα συνυπάρξαι οὐ δύναται'. τοῦτο δὲ τοῖς τέτρασιν εἴδεσι τῆς ἀντιθέσεως ὑπάρχει· ἐπί τε γὰρ τῶν ἐναντίων ἀδύνατον τὰ αὐτὰ ἅμα καὶ κατὰ τὸ αὐτὸ καὶ ᾗ αὐτὸ λευκὸν εἶναι καὶ μέλαν, καὶ κατὰ τὰ πρός τι δὲ ἀνύπαρκτά ἐστιν τὰ ἀντικείμενα πρὸς τὸ αὐτὸ ἐξεταζόμενα· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ πρὸς τὸ αὐτὸ μεῖζον ἅμα εἶναι καὶ ἔλαττον οὐδὲ τὸν αὐτὸν τοῦ αὐτοῦ ἅμα δεσπότην εἶναι καὶ δοῦλον· ἀλλ' οὐδὲ τὰ κατὰ ἕξιν καὶ στέρησιν περὶ τὸ αὐτὸ ἅμα συνυπάρχει· οὐ γὰρ οἷόν τε κατὰ τὸν αὐτὸν ὀφθαλμὸν ὄψιν ἔχειν καὶ τυφλότητα· ἀλλὰ καὶ ἡ κατάφασις τῇ ἀποφάσει ἀσυνύπαρκτος· εἰ γὰρ ἀληθὲς τὸ 'ἡμέρα ἐστίν', ψεῦδος τὸ 'ἡμέρα οὐκ ἔστιν'. εἰ οὖν πᾶσιν τοῖς εἴδεσιν ἐφαρμόζει ὁ τῶν ἀντικειμένων λόγος, οὐ φωνῆς εἰς σημαινόμενα ἀλλὰ γένους εἰς εἴδη ἐστὶν ἡ διαίρεσις, εἴπερ οὐχ ὁμωνύμως ἀλλὰ συνωνύμως κατηγορεῖται τὸ ἀντικείμενον". πρὸς δὴ ταῦτα ὁ Ἰάμβλιχός φησιν ὡς "εἰ μὴ ὁμώνυμος ἦν ὁ ὅρος, ἦν ἂν τῷ ὄντι κοινὸς λόγος καὶ κοινὸν γένος πάντων τῶν ἀντικειμένων· ἐπεὶ δὲ τὸ μὴ δύνασθαι περὶ τὸ αὐτὸ συνυπάρχειν καὶ πρὸς τὸ αὐτὸ ἄλλως μέν, φησὶν ὁ Ἰάμβλιχος, θεωρεῖται ἐν τοῖς πρός τι, ἄλλως δὲ ἐν καταφάσει καὶ ἀποφάσει καὶ ἄλλως ἐν τοῖς λοιποῖς τῶν ἀντικειμένων, ἀληθεύει ὁ ἐξ ἀρχῆς λόγος, τὸ ὁμώνυμα εἶναι τὰ ἀντικείμενα. διό, φησίν, καὶ ἥμαρτεν Νικόστρατος ὡς πρὸς ἓν γένος αὐτῶν τὴν ἀντιλογίαν ποιούμενος". ὁ μέντοι Πορφύριος γένος μᾶλλον καὶ αὐτὸς τίθεται, καὶ ἐγὼ ταύτῃ μᾶλλον ῥέπω οὐδὲ λόγου ἀκούσας πιθανοῦ τινος τὴν ὁμωνυμίαν κυροῦντος οὔτε αὐτὸς ἐννοῶν, πλὴν τοῦ Ἀριστοτέλη εἰπεῖν· περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι. καίτοι τὸ ποσαχῶς καὶ εἰ γένος ἦν, δυνατὸν εἰπεῖν· εἴτε γὰρ τρία εἴτε τέτταρα εἶχεν εἴδη, τριχῶς ἢ τετραχῶς ἀληθὲς ἦν εἰπεῖν ἀντικεῖσθαι, ὅπερ ἐστὶν ποσαχῶς· οὐ γὰρ τὸ πολλαχῶς εὐθὺς τὴν ὁμώνυμον δηλοῖ φωνήν, ἀλλὰ τὸ πολλαχῶς μόνον λέγεσθαι, μὴ μέντοι εἶναι. ἀλλὰ ταῦτα μὲν κοινῶς περὶ τῶν ἀντικειμένων εἰρήσθω, λοιπὸν δὲ τὴν λέξιν τοῦ Ἀριστοτέλους προληπτέον καὶ ποιητέον αὐτῆς τὴν ἐξήγησιν.

[382]

p. 11b16 Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς εἴωθεν ἀντιτίθεσθαι ἕως τοῦ ὥστε διαφέρουσιν αὗται αἱ ἀντιθέσεις ἀλλήλων.

   Ὥσπερ ἐπὶ τῶν ἄλλων τὴν διαίρεσιν πρώτην διὰ παραδειγμάτων παραδοὺς τότε τὸν ἑκάστου λόγον ἀποδέδωκεν, οὕτως καὶ ἐνταῦθα τὴν διαίρεσιν τῶν ἀντικειμένων τετραχῇ γενομένην παραδοὺς καὶ διὰ τῶν παραδειγμάτων τὰς διαφορὰς αὐτῶν ὑποδείξας γνωρίμως τοῖς ἀκούουσιν, οὕτως ἑκάστου τὸν λόγον ἐπιφέρει καὶ ὁρισμοῖς αὐτὰ περιλαμβάνει. φαίνεται δὲ καὶ τὰ περὶ ἀντικειμένων Ἀριστοτέλης ἐκ τοῦ Ἀρχυτείου βιβλίου μεταλαβὼν τοῦ Περὶ ἀντικειμένων ἐπιγεγραμμένου, ὅπερ ἐκεῖνος οὐ συνέταξεν τῷ περὶ γενῶν λόγῳ, ἀλλ' ἰδίας πραγματείας ἠξίωσεν. καὶ γὰρ τὴν διαίρεσιν αὐτῶν Ἀρχύτας οὑτωσὶ παραδίδωσιν· "καὶ κατὰ νόμον καὶ κατὰ φύσιν ἀντικεῖσθαι ἀλλήλοις λέγεται τὰ μὲν ‹ὡς› ἐναντία, οἷον ἀγαθὸν κακῷ καὶ ὑγιὲς κάμνοντι καὶ ἀληθὲς ψευδεῖ· τὰ δὲ ὡς ἕξις στερήσει, οἷον ζωὴ θανάτῳ καὶ ὅρασις τυφλότατι καὶ ἐπιστάμα λάθᾳ· τὰ δὲ ὡς πρός τί πως ἔχοντα, οἷον διπλάσιον ἡμίσει, ἄρχον ἀρχομένῳ καὶ δεσπόζον δεσποζομένῳ· τὰ δὲ ὡς κατάφασις ἀποφάσει, οἷον τὸ ἄνθρωπον ἦμεν τῷ μὴ ἦμεν καὶ τὸ σπουδαῖον ἦμεν τῷ μὴ ἦμεν".

   Πρώτην δὲ Ἀριστοτέλης ὡρίσατο τῶν ἄλλων τὴν κατὰ τὸ πρός τι ἀντίθεσιν, διότι οἶμαι ἴδιον ἔχει τι αὕτη παρὰ τὰς ἄλλας, τὸ συνυπάρχειν ἀλλήλοις τὰ οὕτως ἀντικείμενα. Ἀρχύτας δὲ τρίτα τέθεικεν τὰ πρός τι ὡς κατὰ σχέσιν ὑφεστῶτα, καὶ περὶ τῆς κατὰ τὸ πρός τι ἀντιθέσεως τάδε γέγραφεν· "τὰ δὲ πρός τι ἅμα ἀνάγκα γίνεσθαι καὶ φθείρεσθαι. ἀδύνατον γὰρ διπλάσιον μὲν ἦμεν, ἡμίσεον δὲ μὴ ἢ ἡμίσεον μὲν ἦμεν, διπλάσιον δὲ μή. καὶ αἴκα τι γίνεται διπλάσιον, ἅμα καὶ ἡμίσεον γίνεται, καὶ αἴκα τι φθείρεται διπλάσιον, ἅμα καὶ ἡμίσεον φθείρεται". ὁρίζεται δὲ αὐτὴν Ἀριστοτέλης τῷ κοινοτέρῳ τῶν πρός τι ὁρισμῷ τῷ λέγοντι "ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων, τῶν ἀντικειμένων, εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον". δεῖ γὰρ καὶ ταύτης τῆς προσθήκης διὰ τὰς διαφόρους τῶν πρός τι ἀποδόσεις, ὡς ἐν ἐκείνοις εἴρηται. καὶ μάλα εἰκότως· πρὸς γὰρ τὴν ἀντίθεσιν ἐξαρκεῖ καὶ οὗτος ὁ ὁρισμός· συνεισάγει γὰρ καὶ ποιεῖ ἀντικατηγορεῖσθαι ἀλλήλων σαφῶς, καὶ οὐδεμιᾶς ἄλλης ἀκριβείας πρὸς τοῦτο δεῖται. ἅμα δὲ καὶ ὅτι τὰ πρός τι οὐκ ἀντίκειται ὁμοίως τοῖς ἄλλοις ἀντικειμένοις, [383] τούτῳ χρώμενος τῷ λόγῳ δείξει· πᾶσιν γὰρ τοῖς πρός τι τὸ πρὸς ἄλληλα λέγεσθαι ὑπάρχει. ἀλλὰ πῶς ἀντικείμενα τὰ πρός τι, εἰ ἅμα ἐστὶν καὶ συνυπάρχει ἀλλήλοις καὶ ἀντιστρέφει πρὸς ἄλληλα; ἀναιρετικὰ γὰρ ἀλλήλων εἶναι δοκεῖ τὰ ἀντικείμενα. ἢ οὐ τὸ ἀναιρετικὸν ἴδιόν ἐστι τῶν ἀντικειμένων, ἀλλὰ τὸ μὴ εἶναι περὶ τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό, ὃ καὶ ἐπὶ τῶν πρός τι ὑπάρχει· οὐδὲ γὰρ ταῦτα περὶ τὸ αὐτὸ συνυφέστηκεν.

   Τὸ δὲ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων τῶν ἀντικειμένων λέγεσθαι ἢ ὁπωσοῦν ἄλλως πρὸς αὐτὰ δύναται μὴ διὰ τὰς πτώσεις μόνον εἰρῆσθαι, πρὸς ἃς ἀποδίδοται ἕκαστον τῶν πρός τι, ἀλλὰ καὶ πρὸς αὐτὰ τὰ λαμβανόμενα, ὧν ἡ ἀπόδοσις γίνεται. οὐ γὰρ πάντα οὕτως λέγεται ὡς τοῦτο ὅ ἐστιν πρὸς ἄλλο λέγεσθαι, ὥσπερ τὸ διπλάσιον καὶ τὸ ἥμισυ καὶ ἡ ἐπιστήμη· ἕκαστον γὰρ τούτων τοῦτο ὅ ἐστιν πρὸς ἄλλο λέγεται, καθ' ἣν ἂν πτῶσιν ἡ ἀπόδοσις ἐκείνου γένοιτο, κἂν μὴ κατὰ πτῶσιν δὲ γένοιτο ἡ ἀπόδοσις, ὥσπερ τὸ μέγα καὶ μικρὸν ἀντικείμενα κατὰ τὸ πρός τι ἀλλήλοις οὐ κατὰ πτῶσιν ἀποδίδοται οὐδέ ἐστιν τοῦ ἑτέρου τὸ ἕτερον, ἀλλὰ μόνον πρὸς τὸ ἕτερον λέγεται, οὐδὲ τὸ ἐπιστητὸν καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητὸν ὁμοίως οὐδὲ ἄλλο τι τῶν τοιούτων ἐκείνων ἐστὶν τῶν πρὸς ἃ λέγεται· τὸ γὰρ ἐπιστητὸν οὐκ αὐτὸ ἄλλου ἐστίν, ἀλλ' αὐτοῦ ἄλλο· πρὸς γὰρ τὴν ἐπιστήμην λέγεται οὐχ ὅτι ἐστὶν τῆς ἐπιστήμης, ἀλλ' ὅτι αὐτοῦ ἐστιν ἡ ἐπιστήμη. τὴν δὲ αἰτίαν τούτου γέγραφεν Ἀρχύτας ἐν οἷς τὰς διαφορὰς τῶν κατὰ τὰ πρός τι ἀντικειμένων παραδίδωσιν, καὶ κάλλιον ὅλην ἐκείνην παραγράψαι τὴν λέξιν· "τῶν δὲ πρός τι τὰ μὲν ἀντιστρέφει ἀλλάλοις ἐξ ἑκατέρων, ὡς τὸ μέζον καὶ τὸ μεῖον καὶ τὸ ἀδελφὸν καὶ τὸ ὅμοιον· τὰ δὲ ἔχει μὲν ἀντιστροφάν, οὐ μὰν ἐξ ἀμφοτέρων γε τῶν μερῶν· ἁ μὲν γὰρ ἐπιστάμα λέγεται τῶ ἐπιστατῶ καὶ ἁ αἴσθασις τῶ αἰσθατῶ, οὐ μὰν ἀνάπαλιν τὸ ἐπιστατὸν τᾶς ἐπιστάμας καὶ τὸ αἰσθατὸν τᾶς αἰσθάσιος. τὸ δὲ αἴτιον, ὅτι τὸ μὲν κρινόμενον ἄνευ τοῦ κρίνοντος δυνατὸν ἦμεν, οἷον τὸ αἰσθατὸν ἄνευ αἰσθάσιος καὶ τὸ ἐπιστατὸν ἄνευ ἐπιστάμας, τὸ δὲ κρῖνον ἄνευ τῶ κρινομένω ἀδύνατον ἦμεν, οἷον τὰν αἴσθασιν ἄνευ τῶ αἰσθατῶ καὶ τὰν ἐπιστάμαν ἄνευ τῶ ἐπιστατῶ. τῶν δὲ ἐξ ἀμφοτέρων ἐχόντων τῶν [384] μερῶν τὰν ἀντιστροφὰν τὰ μὲν ἀδιαφόρως ἀντιστρέφει ἀλλάλοις, ὡς τὸ ὅμοιον καὶ τὸ ἴσον καὶ τὸ ἀδελφόν· τοῦτο γὰρ τούτῳ ὅμοιον καὶ τοῦτο τούτῳ πάλιν, καὶ τοῦτο τούτῳ ἴσον καὶ τοῦτο τούτῳ πάλιν, καὶ τοῦτο τούτῳ ἀδελφὸν καὶ τοῦτο τούτῳ πάλιν· ἃ δὲ ἀντιστρέφει μὲν ἀλλάλοις ἐξ ἀμφοτέρων τῶν μερῶν, οὐ μὰν ἀδιαφόρως· τοῦτο μὲν τούτω μέζον, τοῦτο δὲ τούτω μεῖον, καὶ οὗτος μὲν τούτω πατήρ, οὗτος δὲ τούτω υἱός".

   Ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης μεσότητα τῶν πρός τι οὐ παραδέδωκεν, ὁ δὲ Ἀρχύτας περὶ αὐτῶν τάδε γέγραφεν· "τὰ δὲ πρός τι ἐπιδέχεται μεσότατας· μεταξὺ γὰρ τοῦ δεσπόζοντος καὶ δούλω τὸ ἐλεύθερον, καὶ μεταξὺ τοῦ μείζονος καὶ μείονος τὸ ἴσον, καὶ μεταξὺ τοῦ πλατέος καὶ στενοῦ τὸ ἐφαρμόζον". εἰ δὲ καὶ Ἀριστοτέλης μὴ συνεχώρει ταύτῃ τῇ μεσότητι, διαφέρειν ἂν εἶπεν τὴν κατὰ τὸ πρός τι ἀντίθεσιν τῆς κατὰ τὸ ἐναντίον καὶ τῷ μὴ ἐπιδέχεσθαι μεσότητα.

   Διαφέρει δὲ τῶν ἐναντίων τὰ πρός τι τῷ τρόπῳ τῆς κατηγορίας. τὰ μὲν γὰρ πρός τι αὐτὰ ἅπερ ἐστὶ πρὸς ἄλληλα λέγεται ὁπωσοῦν, τὰ δὲ ἐναντία ἀντίκειται μέν, οὐ μέντοι ἀντιστρέφει πρὸς ἄλληλα· τὸ γὰρ ἀγαθὸν οὐ λέγεται τοῦ κακοῦ οὐδὲ τὸ κακὸν ἀγαθοῦ κακόν, ἀλλ' ἐναντία μόνον ἀλλήλοις. φυλάττεσθαι δὲ δεῖ, μήποτε ἀπὸ τῶν πρός τι μεταπέσωμεν εἰς τὴν τῶν ἐναντίων ἢ εἰς ἄλλην ἀντίθεσιν. τὰ μὲν γὰρ πρός τι οὐκ ἦν μαχητικὰ οὐδὲ ἀναιρετικὰ ἀλλήλων, ἀλλὰ μᾶλλον καὶ θετικά, τῆς ἑτερότητος μόνης εἰσαγούσης συνυπάρχουσαν ἀντίθεσιν. ἡ γοῦν ἐπιστήμη πρὸς μὲν τὸ ἐπιστητὸν ἀντίθεσιν ἔχει συνυπαρκτικὴν τὴν κατὰ τὸ πρός τι, πρὸς δὲ τὴν ἄγνοιαν ἀντίθεσιν μαχητικὴν καὶ ἀσύνακτον· οὐ γὰρ λέγεται ἐπιστήμη ἀγνοίας, ἀλλ' ἐπιστητοῦ μὲν ἐπιστήμη, ἀγνοίας δὲ ἐναντίον. δεῖ οὖν τὴν τῶν πρός τι ἀντίθεσιν συναγωγὸν τῶν ὑποκειμένων νοεῖν μετά τινος ἀντιθέσεως ἐξ ἀλλήλων καὶ μὴ ἐξ ἑαυτῶν τὴν διαφορὰν λαμβανούσης· διὰ τοῦτο γὰρ τὰ μὲν ἐναντία ἐξωθεῖ ἄλληλα, τὰ δὲ πρός τι ἐκ τῆς πρὸς ἄλληλα οἰκειότητος τὴν ἑτερότητα συνάγει. διὸ καὶ τὰ μὲν μᾶλλον ἐμφαίνει τὴν ἑτερότητα, ὡς τὸ διπλάσιον πρὸς τὸ ἥμισυ, τὰ δὲ ἧττον, ὡς ἐπιστήμη πρὸς ἐπιστητόν, τὰ δὲ οὐδὲ ὅλως σχεδόν, ὡς οἱ ἴσοι πρὸς ἀλλήλους. ὅσα οὖν ἀντίθεσιν ἔχοντα τοῦ ἀντικειμένου λέγεται αὐτὸ ὅπερ ἐστίν, ταῦτα τῶν πρός τί ἐστιν, ὥσπερ τὸ μεῖζον αὐτὸ τοῦτο ὃ λέγεται τοῦ ἀντικειμένου λέγεται, καὶ τὸ αὐτὸ πρὸς μὲν τὸ μεῖζον, πρὸς δὲ ἕτερον ἔλαττον· διὸ οὐδὲ μαχητικὴ ἡ τοιαύτη ἀντίθεσις. καὶ τὸ ὀρθὸν δὲ τὸ τύπτειν πρὸς τὸ ὕπτιον τὸ τύπτεσθαι ὡς πρός τι ἀντίκειται· διὸ καὶ Ἀριστοτέλης τὸ ποιεῖν καὶ τὸ [385] πάσχειν ἐπιδέχεσθαι τὰ ἐναντία εἰπὼν αὐτὰ μὲν οὐκ ἔφη ἐναντία εἶναι ἀλλήλοις, ἐν ἑκατέρῳ δὲ αὐτῶν ἐπέδειξεν ἐναντίωσιν, ὡς ἐν τῷ λευκαίνειν καὶ μελαίνειν καὶ λευκαίνεσθαι καὶ μελαίνεσθαι· Ἀνδρόνικος δὲ οὐκ ἀντίθετα μόνον ἀλλὰ καὶ ἐναντία τὸ ποιεῖν καὶ τὸ πάσχειν ἀπεφήνατο. καὶ τοῦτο δὲ ἐπιστῆσαι ἄξιον, ὅτι τὰ μὲν πρός τι πρὸς ἄλληλα λέγεται, τὰ δὲ ἐναντία αὐτὰ μὲν ἅπερ ἐστὶν ἐναντία, τουτέστιν τὰ τῇ ἐναντιώσει περιεχόμενα, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν, πρὸς ἄλληλα οὐ λέγεται, τὸ δὲ ἐναντίον αὐτὸ καὶ οὐχὶ τὰ περιεχόμενα ὑπ' αὐτοῦ κατὰ τὰ πρός τι λέγεται καὶ οὐχὶ κατὰ τὸ ἐναντίον· ἀντεισάγει γὰρ ἄλληλα καὶ συνυφέστηκεν. καὶ ἴσως τούτου αἴτιον ἡ κοινὴ τῆς ἐναντιότητος ἐν τοῖς ἐναντίοις συνύπαρξις. Νικόστρατος δὲ δεικνύναι νομίζει, ὅτι τὰ ἐναντία πρὸς ἄλληλα λέγεται, οὐκ ἀπὸ τῶν ὑπὸ τὸ ἐναντίον ἀλλ' ἀπ' αὐτοῦ τοῦ ἐναντίου ποιούμενος τὴν ἐπιχείρησιν. ἐπὶ πάντων δὲ ἴσμεν ὅτι ἄλλο μέν ἐστιν αὐτὸ ἕκαστον, ἄλλο δὲ τὸ ὑπ' αὐτὸ τεταγμένον καὶ μετέχον αὐτοῦ, ὥσπερ τὸ ἴσον αὐτὸ μέν ἐστι τῶν πρός τι, τὰ δὲ ὑπ' αὐτὸ ποσά ἐστιν ἐν οἷς τὸ ἴσον· οὕτως οὖν καὶ τὰ μὲν ἐναντία αὐτὰ ὡς συνυπάρχοντα πρός τί ἐστιν, τὰ δὲ ὑπὸ τὰ ἐναντία ὡς μετέχοντα τῶν ἐναντίων ἐναντία ἐστίν. καὶ ἔστιν μὲν θαυμαστόν, πῶς τὰ ἐναντία καθὸ ἐναντία οὐκ ἔστιν ἐναντία ἀλλὰ πρός τι. εἰ μὲν γὰρ πρὸς τῷ ἐναντία εἶναι ὑπῆρχεν αὐτοῖς καὶ τὸ πρός τι εἶναι, οὐδὲν θαυμαστόν· εἰ δὲ ἐναντία ὄντα οὐδὲ ὅλως ἐστὶν ἐναντία, καθὸ ἐναντία ἐστί, θαύματι ἔοικεν. ἢ οὐδὲν θαυμαστόν, εἰ κατὰ μὲν τὴν κοινὴν καὶ μίαν ἰδιότητα ἱστάμενα συνυπάρχει ἀλλήλοις τὰ ἐναντία, κατὰ δὲ τὴν χωριστικὴν καὶ μαχητικὴν μάχεσθαι ποιεῖ τὰ μετέχοντα· καὶ γὰρ καὶ ἡ διάκρισις αὐτὴ καὶ ἡ μάχη μία οὖσα ἥνωται πρὸς ἑαυτήν, τὰ δὲ μετέχοντα μάχης καὶ διακρίσεως κεχώρισται ἀπ' ἀλλήλων. ἀλλὰ ταῦτα μὲν περὶ τούτων. τῆς δὲ καταφάσεως καὶ ἀποφάσεως παραδείγματα παρατιθεὶς οὐχ ὅλας τὰς προτάσεις ἀλλὰ τοὺς κατηγορουμένους ὅρους τέθεικεν, διότι κατ' αὐτοὺς αἱ προτάσεις χαρακτηρίζονται τοῦ ἀρνητικοῦ μορίου τῷ κατηγορουμένῳ προστιθεμένου. ἀλλ' ἐπὶ τὰ ἑξῆς ἰτέον.

p. 11b33 Τὰ δὲ ὡς τὰ ἐναντία αὐτὰ μὲν ἅπερ ἐστὶν οὐδαμῶς πρὸς ἄλληλα λέγεται ἕως τοῦ οἷον τὸ οὔτε ἀγαθὸν οὔτε κακόν, οὔτε δίκαιον οὔτε ἄδικον.

   Μετὰ τὰ πρός τι περὶ τῶν ἐναντίων εἰπεῖν προτίθεται, διότι τῶν ἀντικειμένων τὰ ἐναντία εἴδη ἐστὶν ἑκάτερα, ἐπὶ δὲ τῆς ἕξεως καὶ τῆς [386] στερήσεως τὸ ἕτερον, ἐπὶ δὲ τῆς καταφάσεως καὶ ἀποφάσεως ἐν λόγῳ τὸ ὅλον καὶ συνθέσει· εἰκότως οὖν τῶν ἄλλων τὰ ἐναντία προτετίμηται. ἀρχόμενος δὲ τοῦ περὶ τῶν ἐναντίων λόγου τὴν διαφορὰν αὐτῶν εὐθέως τὴν πρὸς τὰ πρός τι παραδέδωκεν· οὐ γὰρ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων τῶν ἐναντίων λέγεται· τὸ γὰρ λευκὸν οὐ λέγεται τῷ μέλανι. τῶν δὲ λοιπῶν ἀντικειμένων, ὡς εἴρηται, διαφέρει τῷ εἴδη εἶναι ἄμφω τὰ ἐναντία. ἐφεξῆς δὲ τὴν διαφορὰν αὐτῶν τῶν ἐναντίων παραδιδοὺς τῶν ἐναντίων τὰ μὲν ἄμεσά φησιν εἶναι, ὧν ἐξ ἀνάγκης ἕτερον ὑπάρχει τῷ δεκτικῷ, οἷον ὑγεία καὶ νόσος καὶ περιττὸν καὶ ἄρτιον· καὶ γὰρ τὸ ἀρτιοπέριττον καὶ τὸ περισσάρτιον, κἂν μεταξύ πως ἀμφοῖν δοκῇ, τοῦ τε περιττοῦ καὶ ἀρτίου, ἀλλὰ καὶ αὐτὰ ἄρτιά ἐστιν τῷ εἴδει. ὑγείας δὲ καὶ νόσου ὁ μὲν Ἀριστοτέλης οὐδὲν εἶναι μέσον φησὶν καίτοι ἀρετῆς καὶ κακίας ὁρῶν μεσότητα ὡς φιλόσοφος, οἱ δὲ ἰατροὶ περὶ τὰ σώματα ἐσπουδακότες καὶ πολλὰς ἔθεντο μεσότητας ὑγείας καὶ νόσου ἐν τῷ πλάτει στρεφομένας τῆς οὐδετέρας παρ' αὐτοῖς λεγομένης καταστάσεως. τινὰ δὲ τῶν ἐναντίων ἔμμεσα, ὧν οὐκ ἐξ ἀνάγκης θάτερον περὶ τὸ δεκτικόν ἐστιν, οἷον τὸ λευκὸν καὶ μέλαν· οὐ γὰρ ἀνάγκη πάντως ἢ λευκὸν ἢ μέλαν εἶναι, ἐπειδὴ ἔστιν καὶ φαιὰ καὶ ξανθὰ καὶ ἄλλα ἔχοντα χρώματα τὰ ἀνὰ μέσον. τῶν δὲ ἐμμέσων ἤτοι μεσωτῶν (λέγεται γὰρ καὶ οὕτως) τὰ μὲν πλείω ἔχει τὰ μέσα, τὰ πλέον ἴσως ἀλλήλων διεστηκότα τῇ φύσει, ὡς ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος εἴρηται· πολλὰ γάρ ἐστιν τὰ ἐν μέσῳ τούτων χρώματα· τὰ δὲ ἓν μόνον διὰ τὴν ἐγγύτητα τὴν πρὸς ἄλληλα, οἷον τοῦ θερμοῦ καὶ ψυχροῦ τὸ χλιαρὸν μόνον μέσον. τῶν δὲ ἐμμέσων τὰ μὲν ὠνομασμένα ἔχει τὰ μέσα ὡς ἐπὶ τῶν εἰρημένων, τὰ δὲ ἀκατονόμαστα, τῇ δὲ ἀποφάσει τῶν ἄκρων δηλούμενα· τὸ γὰρ μεταξὺ τοῦ ἀγαθοῦ καὶ κακοῦ οὐκ ὠνόμασται, λέγεται δὲ οὔτε ἀγαθὸν οὔτε κακόν (τὸ γὰρ τοῦ ἀδιαφόρου ὄνομα ὑπὸ τῶν νεωτέρων ἐτέθη), καὶ τοῦ δικαίου δὲ καὶ ἀδίκου τὸ μέσον ἀνώνυμόν ἐστιν, τῇ δὲ ἀποφάσει τῶν ἄκρων ὀνομάζεται. καὶ δῆλον ὅτι τὰ μὲν τῇ συνηθείᾳ γενόμενα γνώριμα, ταῦτα καὶ ὀνόματος ἔτυχεν συνήθους, τὰ δὲ ἄγνωστα τῇ συνηθείᾳ ἔμεινεν ἀκατονόμαστα. ἐπεὶ δὲ τῶν ἐναντίων τὰ μὲν ἐν ὑποκειμένῳ ἐστίν, ὡς τὸ λευκὸν καὶ μέλαν (ἐν σώματι γὰρ ὑπάρχει παθητικῶς αὐτὰ δεχομένῳ), τὰ δὲ καθ' ὑποκειμένου λέγεται, ὡς τὸ ἄρτιον καὶ περιττόν (κατὰ γὰρ τοῦ ἀριθμοῦ καθ' ὑποκειμένου λέγεται ταῦτα, διότι διαφοραί εἰσιν, αἱ δὲ διαφοραί, ὡς αὐτὸς ἐν τῷ περὶ τῆς οὐσίας ἔδειξεν λόγῳ, καθ' ὑποκειμένων [387] λέγονται τῶν εἰδῶν), διὰ τοῦτο τὰ μὲν ἐν ὑποκειμένῳ ἐδήλωσεν διὰ τοῦ ἐν οἷς πέφυκεν γίνεσθαι, τὰ δὲ καθ' ὑποκειμένου διὰ τοῦ ἢ ὧν κατηγορεῖται. κἂν γὰρ ἐν ὑποκειμένῳ πάντως ᾖ ὁ ἀριθμός, ἀλλ' ὅταν τὸ ὑποκείμενον μὴ παραλαμβάνηται, τότε τὸ ἄρτιον καὶ τὸ περιττὸν ὡς καθ' ὑποκειμένου τοῦ ἀριθμοῦ λέγεται. ὅτι γὰρ οὐχ ὁμοίως ὑγεία καὶ νόσος ὑπάρχει σώματι καὶ περιττὸν καὶ ἄρτιον ἀριθμῷ, δῆλον ἐκ τοῦ τὴν μὲν ὑγείαν καὶ τὴν νόσον τῷ αὐτῷ σώματι παρὰ μέρος ὑπάρχειν, τὸ δὲ ἄρτιον καὶ περιττὸν τῷ αὐτῷ ἀριθμῷ μηδαμῶς ὑπάρχειν. ἐπιστῆσαι δὲ ἄξιον, εἰ τὸ ἄρτιον καὶ περιττὸν διαφοραί εἰσιν ἀριθμοῦ ἢ εἴδη ἀριθμοῦ· εἰ γὰρ ὁριζόμενοι τὸ ἄρτιον λέγομεν 'ἀριθμὸς δίχα διαιρούμενος', τὸ δὲ ἐκ γένους τοῦ ἀριθμοῦ καὶ διαφορᾶς τινος εἶδος ἂν εἴη ἀριθμοῦ, πῶς καθ' ὑποκειμένου λέγεται τοῦ ἀριθμοῦ; τὸ γὰρ εἶδος οὐκ ἂν καθ' ὑποκειμένου λέγοιτο τοῦ γένους, εἴπερ τὸ καθ' ὑποκειμένου λεγόμενον καθολικώτερόν ἐστι τοῦ καθ' οὗ λέγεται. ἢ οὐχὶ τοῦ ὡς γένους ἀριθμοῦ κατηγορεῖται τὸ ἄρτιον καὶ περιττὸν τὰ ὡς εἴδη, ἀλλὰ τοῦ ἀρτίου ἀριθμοῦ τοῦ ὡς εἴδους κατηγορεῖται ἡ τοῦ δίχα διαιρεῖσθαι διαφορά, ἣν ἴσως ἄρτιον ἐκάλεσεν ὡς τοῦ ἀρτίου εἰδοποιόν.

   Ἀλλ' ἐπειδὴ σαφηνείας ἔτυχεν ἡ τοῦ Ἀριστοτέλους λέξις, ἴδωμεν καὶ ὅσα τῷ τόπῳ προσεξεργάζονται οἱ κλεινότεροι τῶν ἐξηγητῶν. τῶν γὰρ Στωικῶν μέγα φρονούντων ἐπὶ τῇ τῶν λογικῶν ἐξεργασίᾳ, ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τῶν ἐναντίων σπουδάζουσιν δεικνύναι ὅτι πάντων τὰς ἀφορμὰς ὁ Ἀριστοτέλης παρέσχεν ἐν ἑνὶ βιβλίῳ, ὃ Περὶ ἀντικειμένων ἐπέγραψεν, ἐν ᾧ καὶ ἀποριῶν ἐστι πλῆθος ἀμήχανον, ὧν ὀλίγην ἐκεῖνοι μοῖραν παρέθεντο. καὶ τὰ μὲν ἄλλα ἐν εἰσαγωγῇ παρεμβαλεῖν οὐκ εὔλογον, ὅσα δὲ συμφώνως οἱ Στωικοὶ τῷ Ἀριστοτέλει διετάξαντο, ταῦτα ῥητέον. ὅρου τοίνυν παλαιοῦ περὶ τῶν ἐναντίων καταβεβλημένου, οὗ καὶ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅτι ἐστὶν ὅσα ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διαφέρει, ηὔθυνεν τοῦτον τὸν ὅρον Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν ἀντικειμένων, πολυειδῶς βασανίσας αὐτόν· καὶ γὰρ εἰ τὰ διαφέροντα ἐναντία ἐστὶν ἐπέστησεν καὶ εἰ ἡ διαφορὰ ἐναντιότης εἶναι δύναται καὶ εἰ ἡ πᾶσα διάστασίς ἐστιν ἡ τὸ πλεῖστον διαφέρουσα καὶ εἰ ταὐτὸν τὰ πλεῖστον ἀπέχοντα τῷ τὰ πλεῖστον διαφέροντα καὶ τίς ἡ ἀπόστασις καὶ πῶς τοῦ πλεῖστον ἀπέχειν ἀκουστέον, ὧν ἀτόπων φανέντων προσληπτέον τι τῷ γένει, ἵνα ᾖ ὅρος τὰ πλεῖστον ἀπέχοντα ἐν τῷ αὐτῷ γένει, καὶ τίνα τούτῳ ἄτοπα ἕπεται καὶ εἰ ἑτερότητός ἐστιν ἡ ἐναντιότης καὶ εἰ τὰ μάλιστα ἕτερα ἐναντία, ἄλλους τε ἔθηκεν ἐλέγχους [388] πλείονας. χρησαμένου δὲ ὅμως τῷ ὅρῳ τούτῳ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ μετὰ τοῦ ἐπισημήνασθαι ὅτι παλαιὸς ὁ ὅρος, οἱ ἀπὸ τῆς Στοᾶς παραλαβόντες αὐτὸν ἐχρήσαντο, τὸ μὲν σαθρὸν αὐτοῦ παραδεικνύοντες, πειρώμενοι δὲ ὅμως λύειν τὰ δοκοῦντα ἄτοπα. ὁ μέντοι Νικόστρατος αἰτιᾶται, ὅτι μὴ μόνον ἐν τῷ αὐτῷ γένει τῷ χρώματι τὸ λευκὸν καὶ μέλαν, καὶ γλυκὺ καὶ πικρὸν ἐν τῷ χυμῷ, δικαιοσύνη δὲ καὶ ἀδικία ἐξ ἐναντίων γενῶν· τῆς μὲν γὰρ ἀρετή, τῆς δὲ κακία τὸ γένος· αὐτὴ δὲ ἡ ἀρετὴ καὶ ἡ κακία τρόπον μέν τινα ἐκ τοῦ αὐτοῦ γένους (ἕξις γὰρ ἀμφοῖν τὸ γένος καὶ ποιότης), τρόπον δὲ ἄλλον ἐξ ἐναντίων γενῶν (τῆς μὲν γὰρ ἀρετῆς γένος τὸ ἀγαθόν, τῆς δὲ μοχθηρίας τὸ κακόν, τὸ δὲ ἀγαθὸν καὶ κακὸν αὐτὰ γένη δοκεῖ, εἰ μὴ ἄρα ἐν ποιότητι καὶ ταῦτα ὡς γένει· ὁ μέντοι γε Ἀριστοτέλης πολλαχοῦ φαίνεται τὸ ἀγαθὸν καὶ τὸ κακὸν μὴ ὡς γένη ἀλλ' ὡς ὁμωνύμους φωνὰς τιθείς). τοῦτο δὲ πολλοστὸν μέν ἐστι μέρος ὧν ὁ Ἀριστοτέλης ἐν τῷ λόγῳ τῷ περὶ τῶν ἐναντιοτήτων ἠπόρησεν, ἄξιον δὲ ἐπὶ πάντων τῶν τοιούτων ζητημάτων δικαιολογεῖσθαι ὡς εἰώθασιν οἱ ἀρχαῖοι, κἂν ὑπαίτιος ᾖ τις ὑπογραφή, χρῆσθαι αὐτῇ, ὅταν μηδὲν καταβλάπτῃ πρὸς ἃ χρῶνται· διὸ ἐν μὲν τοῖς περὶ τοῦ ποσοῦ βουληθεὶς τὸ κάτω τῷ ἄνω ἐναντίον δεῖξαι ἐχρήσατο τῷ ὅρῳ ὡς ἂν ἀπὸ τῆς κατὰ τόπον ἐναντιώσεως ἀποδόντων αὐτὸν τῶν πρεσβυτέρων, ἐνταῦθα μέντοι ἐν τῇ περὶ τῶν ἐναντίων διδασκαλίᾳ οὐ κέχρηται αὐτῷ ὡς ἄνω μὲν προρρηθέντι, μὴ ὄντι δὲ ἀνυπαιτίῳ. τούτοις οὖν οἱ ἀπὸ τῆς Στοᾶς ἐχρήσαντο πᾶσι καὶ τοῖς ἄλλοις διορισμοῖς τοῖς περὶ τῶν ἐναντίων Ἀριστοτέλους κατὰ πόδας ἠκολούθησαν, ἐκείνου τὰς ἀφορμὰς αὐτοῖς δεδωκότος ἐν τῷ Περὶ τῶν ἀντικειμένων συγγράμματι, ἃς ἐξειργάσαντο ἐν τοῖς αὑτῶν βιβλίοις. καὶ γὰρ καὶ τὰς ἕξεις ἐναντίας ὑπέλαβον ὡς ἐκεῖνος, οἷον φρόνησιν ἀφροσύνην, καὶ τὰ κατηγορήματα, ὥσπερ τὸ φρονεῖν καὶ ἀφραίνειν, καὶ τὰς μεσότητας, οἷον τὸ φρονίμως ἢ ἀφρόνως. τοὺς μέντοι ποιοὺς καὶ πῶς ἔχοντας οὐκέτι ἐναντίους ὑπέλαβον, ἀλλ' ἐναντίως ἔχειν καὶ τοῦτον τούτῳ, ἀλλ' ἀμέσως τὸν φρόνιμον τῷ ἄφρονι λέγουσιν. ἐὰν δέ ποτε καὶ λέγωμεν τοῦτον τούτῳ ἐναντίον εἶναι, ἐπὶ τὰ ἄμεσα ποιούμεθα τὴν σημασίαν, ὥς φασιν. κυριώτατα μὲν οὖν ἐπὶ τῶν ἕξεων καὶ τῶν σχέσεων καὶ τῶν ἐνεργειῶν καὶ τῶν τούτοις παραπλησίων ἡ ἐναντίωσις θεωρεῖται, δεύτερον δὲ ὡς ἐναντία λέγεται τὰ κατηγορήματα [389] καὶ τὰ παρακείμενά πως ἐκείνοις· προσάγει δὲ ἁμωσγέπως πρὸς τἀναντία καὶ τὸ φρονίμως καὶ ἀφρόνως. ὅλως δὲ ἐν τοῖς πράγμασιν τἀναντία θεωρεῖται, καὶ ἡ φρόνησις τῇ ἀφροσύνῃ ἀμέσως οὕτως ἐναντία λέγεται, οὐχ ἥδε τῇδε. τοιαύτης δὲ οὔσης τῆς Στωικῆς διδασκαλίας ἴδωμεν, πῶς αὐτὴν ἀπὸ τῆς Ἀριστοτέλους παραδόσεως παρεσπάσαντο. οὗτος γὰρ ἐν τῷ Περὶ ἀντικειμένων τὴν δικαιοσύνην πρὸς τὴν ἀδικίαν ἐναντίαν λέγει, οὐ λέγεσθαι δὲ τὸν δίκαιον τῷ ἀδίκῳ ἐναντίον φησίν, ἀλλ' ἐναντίως διακεῖσθαι. "εἰ δὲ καὶ ταῦτα ἐναντία, φησίν, διττῶς ῥηθήσεται τὸ ἐναντίον· ἢ γὰρ καθ' αὑτὰ ἐναντία ῥηθήσεται, οἷον ἀρετὴ καὶ κακία, κίνησις στάσις, ἢ τῷ μετέχειν ἐναντίων, οἷον τὸ κινούμενον τῷ ἑστηκότι καὶ τὸ ἀγαθὸν τῷ κακῷ". ἐν οἷς ἐδίδαξεν, διὰ τί τοὺς ποιοὺς οὐκ εἶπεν ἐναντίους. ἐπεὶ γὰρ κατὰ μετοχὴν οἱ ποιοί εἰσιν διάφοροι, οὐκ ἂν τὸ μετέχον ὁμοίως οὗ μετέχει λέγοιτο, ἀλλὰ μᾶλλον ἐκείνου μετέχειν, καὶ παρώνυμα, εἴπερ ἄρα, ἀπ' αὐτῶν εἶναι, ὡς ἀπὸ τῆς λευκότητος τὸ λευκόν. ἐπεὶ οὖν ἡ φρόνησις τῇ ἀφροσύνῃ ἐναντίον, οὐκ ἂν καὶ οἱ μετέχοντες ῥηθεῖεν ἐναντίοι, ἀλλὰ μετέχειν ἐναντίων· εἰ δὲ καὶ ταῦτά τις καλοῖ ἐναντία, διελέσθαι, φησίν, ὀφείλει, καὶ τὰ μὲν λέγειν ἁπλῶς ἐναντία, τὰ δὲ τῷ μετέχειν ἐναντίων κεκλῆσθαι ἐναντία. ὄντος δὲ δυνατοῦ τὸ αὐτὸ καὶ κατὰ ἀσύνθετον φωνὴν εἰπεῖν, οἷον φρόνησιν ἀφροσύνην, καὶ δι' ὅρου, οἷον ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων καὶ τὴν ἀφροσύνην ἄγνοιαν τῶν αὐτῶν, ζητοῦσιν, πότερον ‹ἐναντία› ἐστὶν τὰ κατὰ τὰ ἁπλᾶ μόνον ἢ ‹καὶ τὰ› κατὰ τοὺς ὅρους. καὶ ὅ γε Χρύσιππος ἐφίστησιν, μήποτε τὰ προσηγορικὰ καὶ ἁπλᾶ μόνον ἐστὶν ἐναντία, οἱ δὲ οὔκ εἰσιν· πολλὰ γὰρ ἐν τούτοις συμπαραλαμβάνομεν καὶ μετὰ ἄρθρων καὶ μετὰ συνδέσμων καὶ ἄλλων δὲ μορίων ἐξηγητικῶν, ὧν ἕκαστον εἰς τὸν τῶν ἐναντίων λόγον ἀλλοτρίως ἂν παραλαμβάνοιτο· διὸ τὴν μὲν φρόνησιν τῇ ἀφροσύνῃ φησὶν εἶναι ἐναντίον, τὸν δὲ ὅρον τῷ ὅρῳ οὐκέτι ὁμοειδῶς ἐναντίον εἶναί φασιν, ἐπ' ἐκεῖνα δὲ ποιούμενοι τὴν ἀναφορὰν καὶ τοὺς ὅρους κατὰ συζυγίαν ἀντιτιθέασιν. ταῦτα δὲ παρὰ τῷ Ἀριστοτέλει πρώτῳ διώρισται, ἀσύνθετον μὲν μὴ ἀξιοῦντι ἐναντίον εἶναι τῷ τοῦ ἐναντίου ὅρῳ, οἷον τὴν φρόνησιν μὴ εἶναι ἐναντίον τῇ ἀγνοίᾳ τῶν ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἀλλ' εἰ ἄρα, κατὰ συζυγίαν ὅρον ὅρῳ ἀντιτιθέναι καὶ ἐναντίους λέγειν τούτους τῷ ἐναντίων εἶναι πραγμάτων. φιλοτεχνεῖ δὲ περὶ τούτων ἐπὶ πλέον, ὡς λόγος ὁριστικὸς λόγῳ ἐναντίος ἐστίν, ἐὰν τῷ γένει τι ᾖ ἐναντίον ἢ ταῖς διαφοραῖς ἢ ἀμφοτέροις. οἷόν ἐστιν τοῦ καλοῦ ὁρισμός, [390] εἰ οὕτω τύχοι, συμμετρία μερῶν πρὸς ἄλληλα, τούτῳ ἐναντίον ἀσυμμετρία μερῶν πρὸς ἄλληλα, καὶ ἔστιν τῷ γένει ἡ ἐναντίωσις. ἀλλαχοῦ δὲ ταῖς διαφοραῖς, οἷον λευκὸν χρῶμα διακριτικὸν ὄψεως, μέλαν δὲ χρῶμα συγκριτικόν· ἐν γὰρ τούτοις τὸ μὲν γένος τὸ αὐτό, κατὰ δὲ τὰς διαφορὰς ἐναντίωσις. εἴρηται οὖν πῶς λόγος λόγῳ ἐναντίος ἐστίν· κἂν οἱ τῆς οὐσίας δὲ δηλωτικοὶ λόγοι ἐναντία ἔσται. ἀλλὰ ταῦτα μὲν ἀρκούντως μέχρι τοῦδε προήχθω.

   Διελόντος δὲ τοῦ Ἀριστοτέλους τὰ ἐναντία εἴς τε τὰ ἄμεσα καὶ τὰ ἔμμεσα καὶ ἄμεσα μὲν λέγοντος ἐκεῖνα ὧν ἐξ ἀνάγκης θάτερον ὑπάρχει τῷ δεκτικῷ καὶ ἀνὰ μέρος πάρεστιν τῷ ὑποκειμένῳ, εἰ μὴ τῶν συμφυῶν εἴη ὡς ἡ θερμότης τῷ πυρί, ἀλλὰ τῶν συμβεβηκότων, γίνεται λόγος τῶν ἀμέσων τοιοῦτος, ὅτι ἐστὶν ἄμεσα ἐναντία ἐν οἷς τὸ ἕτερον ἐξ ἀνάγκης ὑπάρχει περὶ τὸ δεκτικόν, ἔμμεσα δὲ ὧν οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον. εἰπόντος δὲ Ἀριστοτέλους τῇ τῶν ἄκρων ἀποφάσει τὰ μέσα χαρακτηρίζεσθαι, ἀντιλέγει Νικόστρατος, ὡς "εἰ ἡ ἀπόφασις τὸ μέσον δηλοῖ, καὶ τὸ οὐκ ἄνθρωπος καὶ οὐχ ἵππος μεσότητα δηλώσει· δεῖ οὖν, φησίν, προσκεῖσθαι 'ἐν τῷ αὐτῷ γένει λαμβανομένου τοῦ μέσου, ἐν ᾧπέρ ἐστιν αὐτοῦ τὰ ἄκρα'". ἀλλ' οὐ προσποιεῖται ὁ ταῦτα λέγων, ὅτι οὔτε ἄκρα ἐστὶν ἵππος καὶ ἄνθρωπος οὔτε ἐναντία, περὶ δὲ ἄκρων καὶ ἐναντίων ἦν ὁ λόγος. αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ ἐζήτησεν, εἰ θάτερον ἀποβαλών τις μὴ ἐξ ἀνάγκης θάτερον λαμβάνῃ, ἆρά ἐστίν τι τούτων ἀνὰ μέσον ἢ οὐ πάντως· ὁ γὰρ τὴν ἀληθῆ δόξαν ἀποβαλὼν οὐκ ἐξ ἀνάγκης ψευδῆ δόξαν λαμβάνει οὐδὲ ὁ ψευδῆ ἀληθῆ, ἀλλ' ἐνίοτε ἐκ τῆς δόξης ταύτης ἢ εἰς τὸ μηδὲν ὅλως ὑπολαμβάνειν ἢ εἰς ἐπιστήμην μεταβάλλει, δόξης δὲ ἀληθοῦς καὶ ψευδοῦς οὐδέν ἐστιν ἀνὰ μέσον, εἰ οὐκ ἄγνοια οὐδὲ ἐπιστήμη. εἰσὶν δὲ καὶ ἄλλαι διαφοραὶ τῶν ἐναντίων, ὧν καὶ αὐτὸς προϊὼν ἐφάψεται· τούτων δὲ μάλιστα ἐμνήσθη, τῆς τε ἀμέσου καὶ τῆς ἐμμέσου, ὅτι ἐκ τούτων τὸ πρὸς τὰ ἄλλα ἀντικείμενα διάφορον τῶν ἐναντίων παρίστησιν· καὶ γὰρ πρόκειται μὴ πᾶσι τοῖς προσοῦσι καθ' ἕκαστον τῶν ἀντικειμένων ἐπεξελθεῖν, τοῖς δὲ κυριωτάτοις αὐτῶν μόνοις, ἕνεκα τοῦ τὰς πρὸς ἄλληλα διαφορὰς αὐτῶν παραδεῖξαι. δείξει δὲ ὅτι τὰ τέσσαρα γένη τῶν ἀντικειμένων ἀλλήλων διενήνοχε, καὶ ὅπως μὲν τὰ ὡς πρός τι τῶν ἐναντίων διαφέρει, δεδήλωκεν, ὅπως δὲ ἄμφω ταῦτα τῶν ὡς στέρησις καὶ ἕξις, δηλώσει τὰ ἴδια ἑκάστων προσθείς, καὶ τότε πάντων τὴν διαφορὰν τὴν πρὸς τὴν ὡς κατάφασιν καὶ ἀπόφασιν ἀποδείξει.

[391]    Καλὸν δὲ ἂν εἴη λοιπὸν καὶ τὰ Ἀρχύτου παραθέσθαι περὶ τῆς τῶν ἐναντίων διαφορᾶς ἔχοντα οὕτως· "διαιρεῖται δὲ καὶ τὰ τῶν ἀντιθέσεων τούτων εἰς τὰ ποτεχέα εἴδεα ἀλλάλοις. τῶν γὰρ ἐναντίων ἃ μὲν ἄμεσά ἐντι, ἃ δὲ ἔχει μέσον· μεταξὺ γὰρ ὑγείας καὶ νόσω οὐδέν ἐντι μέσον οὐδὲ ἀρεμίας καὶ κινάσιος οὐδὲ ἐγραγορότος καὶ ὑπνόωντος οὐδὲ εὐθέος καὶ καμπύλω οὐδὲ τᾶν ἀλλᾶν ἐναντιοτάτων, πολλῶ δὲ καὶ ὀλίγω μεταξὺ τὸ μέτριον, καὶ ὀξέος δὲ καὶ βαρέος τὸ ὁμόφωνον καὶ ταχέος καὶ βραδέος τὸ ἰσοταχὲς καὶ μέζονος καὶ μείονος τὸ ἴσον. τὸ καθόλω †μὲν ἀναγκαιότατον ἀναγκαῖον μίαν ἦμεν περὶ τὸ ἐπιδεκτικὸν αὐτᾶν, αὗται δὲ οὐκ ἐπιδέχονται μέσον· μεταξὺ γὰρ ὑγιείας καὶ νόσω οὐδέν ἐντι μέσον, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ νοσὲν ἢ ὑγιαίνεν, οὐδὲ ἐγραγόρσιος καὶ ὕπνω, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ ἐγρηγορὲν ἢ εὕδεν, οὐδὲ ἠρεμίας καὶ κινάσιος, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ ἠρεμὲν ἢ κινέεσθαι. ὧν δὲ ἐναντιοτάτων οὐκ ἀναγκαῖον οὔτε ἀμφοτέραν οὔτε τὰν ἑτέραν αὐτῶν ἦμεν περὶ τὸ ὑποδεκτικὸν αὐτᾶν, αὗται ἐπιδέχονται μεσότητα· μεταξὺ γὰρ λευκῶ καὶ μέλανος τὸ φαιόν, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ λευκὸν ἢ μέλαν ἦμεν, καὶ μεγάλω καὶ μικρῶ τὸ ἴσον, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ μέγα ἢ μικρὸν ἦμεν, καὶ σκληρῶ καὶ μαλακῶ τὸ εὐαφές, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ σκλαρὸν ἢ μαλακὸν ἦμεν. ἔτι τῶν ἐναντίων διαφοραὶ τρεῖς· τὸ μὲν ὡς ἀγαθὸν κακῷ ἀντίκειται, οἷον ὑγεία νόσῳ, τὸ δὲ ὡς κακὸν κακῷ, οἷον ἀνελευθερία ἀσωτίᾳ, τὸ δὲ ὡς οὐδέτερον ἑτέρῳ, οἷον λευκὸν μέλανι, βαρὺ κούφῳ. ἔτι τῶν ἐναντίων ἃ μὲν ἐν γένεσι γενῶν ἐγγίνεται· ἀγαθὸν γὰρ κακῷ ἐναντίον, καὶ γένος τὸ [392] μὲν ἀγαθὸν τῶν ἀρετῶν, τὸ δὲ κακὸν τῶν κακιῶν· ἃ δὲ ἐν γένεσιν εἰδῶν· ἀρετὰ γὰρ κακίᾳ ἐναντίον, καὶ γένος ἁ μὲν ἀρετὰ φρονάσιος καὶ σωφροσύνης, ἁ δὲ κακία τᾶς ἀφροσύνας καὶ ἀκολασίας· ἃ δὲ ἐν εἴδεσιν· ἐναντία γὰρ ἀνδρεία δειλίᾳ καὶ δικαιοσύνα ἀδικίᾳ, ‹καὶ› ἔντι εἴδεα δικαιοσύνα μὲν καὶ ἀνδρεία τᾶς ἀρετᾶς, ἀδικία δὲ καὶ ἀκολασία τᾶς κακίας. τὰ μὲν οὖν πρᾶτα γένη, ἃ καὶ γένη γενῶν ὀνυμάζομεν, ἐπιδέχεται †μὲν τομάν, τὰ δ' ἔσχατα εἴδεα καὶ ποτὶ τὰν αἴσθασιν οὐκ ἂν γένη γε μόνον ἐντί, ἀλλὰ καὶ εἴδεα· τὸ γὰρ τρίγωνον τοῦ μὲν ὀρθογωνίω καὶ ἰσοπλεύρω καὶ σκαληνέος γένος, τῶ δὲ ἀγαθῶ εἶδος". ἐν δὲ τούτοις τὰ μὲν ἄλλα σύμφωνα πρὸς τὴν Ἀριστοτέλους παράδοσιν, ἡ δὲ τελευταία διαφορά, καθ' ἣν τὰ μὲν ἐν γένεσι γενῶν ἐστιν ἐναντία, τὰ δὲ ἐν γένεσιν εἰδῶν, τὰ δὲ ἐν εἴδεσιν, ὑπὸ τοῦ Ἀριστοτέλους ἴσως ἐν τούτοις ὡς οὐ πάντῃ πραγματειώδης παραλέλειπται. ἀλλ' ἐπὶ τὴν τρίτην ἀντίθεσιν τῶν καθ' ἕξιν καὶ στέρησιν τρεπτέον.

p. 1226 Στέρησις δὲ καὶ ἕξις λέγεται μὲν περὶ ταὐτό τι ἕως τοῦ οὕτω καὶ τὸ τυφλὸν εἶναι τῷ ὄψιν ἔχειν ἀντίκειται.

   Τρίτον εἶδος τῶν ἀντικειμένων τὸ κατὰ ἕξιν καὶ στέρησιν παρατίθεται, προηγούμενον τῇ φύσει τοῦ κατὰ κατάφασιν καὶ ἀπόφασιν, διότι ἐκεῖνο μὲν ἐν λόγοις ἔχει τὴν ὑπόστασιν, τοῦτο δὲ ἐν πράγμασιν. καὶ λέγεται μὲν ἡ στέρησις πλεοναχῶς, ἧς δὲ νῦν ἐμνημόνευσεν, ἀπουσία τίς ἐστι παντελὴς ἀπὸ τοῦ πεφυκότος ἔχειν καὶ ἐν ᾧ πέφυκεν καὶ ὅτε πέφυκεν καὶ ὅπου. τοῦ μὲν πεφυκότος, ἐπειδὴ τὸν τοῖχον οὐκ ἄν τις εἴποι τυφλόν, ἐπεὶ μηδὲ ὅλως πέφυκεν ὁρᾶν· ὅτε δὲ πέφυκεν, διότι τὰ σκυλάκια τὰ ἄρτι τεχθέντα οὐκ ἄν τις εἴποι τυφλά, ὅτι μήπω πέφυκεν ὁρᾶν, οὐδὲ τὰ παιδία νωδὰ ἄν τις εἴποι τὰ ἀρτιγενῆ, ὅτι μήπω ὀδόντας ἔχει· τὸ δὲ ἐν ᾧ πρόσκειται, ἵνα τὸ οἰκεῖον μόριον λαμβάνωμεν, ἐν ᾧ ἐγγίνεται ἡ ἕξις· οὐ γὰρ εἴ τις [393] μὴ ἐν τοῖς ποσὶν ὀφθαλμοὺς ἔχῃ, ἐστέρηται ὀφθαλμῶν, ἀλλ' εἴ τις ἐν τῷ οἰκείῳ τόπῳ μὴ μετείληφεν ὀμμάτων. αὐτὸς δὲ διὰ βραχέων συνέλαβεν. πάντα, τὸ μὲν πεφυκὸς καὶ τὸ μόριον ἐν ᾧ ἐγγίνεται ἡ ἕξις ὁμοῦ δηλώσας διὰ τοῦ ἐν ᾧ πέφυκεν, τὸν δὲ χρόνον καὶ τὸν τρόπον τὸν ἐπιβάλλοντα καὶ τὰ ἄλλα τὰ συνεμφαινόμενα ἐν τῷ ὅτε πέφυκεν ὑπάρχειν συνέλαβεν· τὸ γὰρ καθῆκον ἔχειν καὶ ὡς προσῆκόν ἐστιν ἔχειν ὅταν μηδαμῶς ὑπάρχῃ, τότε ἐν στερήσει λέγεται εἶναι. διό τινες τῷ εἰρημένῳ τῆς στερήσεως λόγῳ προστιθέασιν τὸ 'καὶ ὡς πέφυκεν'· καὶ γὰρ ἀτραχήλους λέγομεν τοὺς βραχυτραχήλους, ἐπεὶ μὴ κατὰ φύσιν ἔχουσι τοὺς τραχήλους, καὶ ἀπύρηνον τὴν ῥοιὰν ὡς ἐλάττονας τοῦ κατὰ φύσιν τοὺς πυρῆνας ἔχουσαν, τὴν τοῦ κατὰ φύσιν ἐλάττωσιν ὡς τοῦ παντὸς στέρησιν ὀνομάζοντες. οὐχ ἁπλῶς δὲ εἶπεν ὅτι περὶ ταὐτὸν ἡ ἕξις καὶ ἡ στέρησις λέγεται, ἀλλὰ περὶ ταὐτόν τι, διὰ τῆς τοῦ τὶ προσθήκης ἐνδειξάμενος, πῶς περὶ ταὐτὸν λέγει. καὶ γὰρ τἀναντία περὶ ταὐτόν, εἴγε ταὐτόν ἐστι τῶν ἐναντίων δεκτικόν, ἀλλ' ἐπὶ μὲν τῶν ἐναντίων οὐ πάντως περὶ ταὐτὸν κατ' ἀριθμὸν ὑποκείμενον τἀναντία ἐστίν (ἄλλου γὰρ ὄντος μορίου λευκοῦ, οἷον τῶν ὀδόντων, οὐδὲν κεκώλυται ἄλλο εἶναι μέλαν, ὡς τὸ περὶ τὴν κόρην), ἐπὶ δὲ τῆς στερήσεως οὐχ οἷόν τε τοῦτο, ἀλλ' ἐν ᾧ μορίῳ ἡ ἕξις, ἐν τούτῳ καὶ ἡ στέρησις. καὶ τοῦτο εἰκότως· ἀπουσία γὰρ μόνον ἐστὶν ἡ στέρησις, καὶ ἀνάγκη ἐκεῖ εἶναι τὴν ἀπουσίαν, ὅπου καὶ ἡ παρουσία ἐστίν, τὰ δὲ ἐναντία εἴδη ὄντα οὐδὲν κωλύεταί ποτε καὶ ἐν διαφόροις τῷ ἀριθμῷ ὑποκειμένοις ὄντα τὸν λόγον σῴζειν τῆς ἐναντιώσεως. φανερὸν δὴ οὖν ἐκ τούτων, ὅτι τὰ οὕτως ἀντικείμενα καὶ ὁμοιότητά τινα ἔχει πρὸς τὰ ἐναντία καὶ ἀνομοιότητα. τά τε γὰρ ἐναντία περὶ τὸ αὐτὸ ὑποκείμενον γίνεσθαι πέφυκεν, οἷον περὶ ὃ ἡ ὑγεία, περὶ τοῦτο καὶ ἡ νόσος· οὐ γὰρ περὶ τὰ ἄψυχα, ἀλλὰ περὶ τὰ ζῷα· ὡσαύτως δὲ καὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα· ὄψις γὰρ περὶ ζῷον, περὶ δὲ ἄψυχον οὐκέτι· οὐκοῦν καὶ ἡ τυφλότης περὶ ζῷον· οὐδεὶς γὰρ ἂν τὸν κίονα τυφλὸν εἴποι. τοῦτο μὲν οὖν τοῖς ἐναντίοις ὅμοιον ἔχει τὰ κατὰ στέρησιν ἀντικείμενα. διαφέρει δὲ αὐτῶν, ὡς εἴρηται, τῷ τὰ μὲν ἐναντία, κἂν ἐν τῷ αὐτῷ εἴδει ἐστίν, ἀλλὰ μὴ καὶ ἐν τῷ αὐτῷ πάντως τοῦ εἴδους μορίῳ, τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν καὶ ἐν μορίῳ τῷ αὐτῷ βούλεσθαι εἶναι. δείκνυσιν δὲ ἐφεξῆς ὁ Ἀριστοτέλης, ὅτι τὸ ἐστερῆσθαι ἢ τὸ στέρησιν ἔχειν οὐκ ἔστιν ταὐτὸν τῇ στερήσει, ἀλλ' οὐδὲ τὸ ἕξιν ἔχειν ταὐτὸν τῇ ἕξει. δείκνυσιν δὲ αὐτὸ ἐκ τοῦ τὴν ὄψιν ἕξιν εἶναι, τὸ δὲ ἔχειν τὴν ὄψιν μὴ εἶναι τὴν ὄψιν, ὥστε καὶ τὸ ἔχειν ἕξιν οὐκ ἔστιν ἕξις. ὁμοίως δὲ τὸ τυφλὸν εἶναι οὐκ ἔστιν τυφλότης· δείκνυσιν δὲ αὐτὸ καὶ ἐκ τοῦ, εἰ ταὐτὸν ἦν, καθ' οὗ τὸ ἕτερον κατηγορεῖτο, κατὰ τοῦ αὐτοῦ καὶ τὸ ἕτερον· νῦν δὲ οὐχ οὕτως· τυφλὸς μὲν γὰρ ὁ [394] ἄνθρωπος λέγεται, τυφλότης δὲ οὐ λέγεται, καὶ ὄψιν μὲν ἔχειν λέγεται, ὄψις δὲ οὐ λέγεται. δοκοῦσι δὲ διαφέρειν ἀλλήλων αἱ ἐπιχειρήσεις τῷ τὴν μὲν πρώτην ἀπὸ τοῦ εἶναι, τὴν δὲ δευτέραν ἀπὸ τοῦ κατηγορεῖσθαι δεικνύναι τὸ προκείμενον. δείξας δὲ τὴν στέρησιν καὶ τὸ στέρησιν ἔχειν εἰκότως προσέθηκεν ὅτι, κἂν ἕτερα ᾖ, ἀλλ' ὥσπερ ἡ ἕξις ἀντίκειται τῇ στερήσει, οὕτως καὶ τὸ ἔχειν ἕξιν καὶ τὸ ἐστερῆσθαι, καὶ ἔστιν ὁ αὐτὸς τρόπος τῆς ἀντιθέσεως, διότι καὶ ταῦτα ἀντίκειται κατὰ τὴν ἐπ' ἐκεῖνα ἀναφορὰν καὶ ὁ τρόπος τῆς ἀντιθέσεως ὁ αὐτός ἐστιν ἐπὶ τῶν κατηγορημάτων, ὅσπερ καὶ ἐπὶ τῆς ἕξεως καὶ στερήσεως· ὡς γὰρ ἡ τυφλότης τῇ ὄψει ἀντίκειται, οὕτως καὶ τὸ τυφλὸν εἶναι τῷ ὄψιν ἔχειν ἀντίκειται. ἀλλὰ πρὸς μὲν τὴν τῆς λέξεως σαφήνειαν ἀρκεῖ τοσαῦτα.

   Τὰ δὲ πραγματικώτερα περὶ τούτων ὧδέ πως ὁ Ἰάμβλιχος παραδίδωσιν. "ἓν δόγμα κοινὸν τῶν τε ἀρχαίων ἐστὶ καὶ τῶν νεωτέρων τὸ μὴ εἶναι ἐναντία τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα, οὐ μὴν ἔτι εἰς ἴδιον γένος ἀντιθέσεως τὸ κατὰ στέρησιν καὶ ἕξιν οἱ παλαιοὶ κατέταξαν, ὥσπερ Ἀριστοτέλης. ὅτι δέ ἐστιν ἄλλη, δῆλον γίνεται διελομένοις, ποσαχῶς ἕξις καὶ στέρησις λέγεται καὶ κατὰ ποῖα μάλιστα σημαινόμενα ἡ τῶν καθ' ἕξιν καὶ στέρησιν ἀντίθεσις γίνεται. λέγουσιν οὖν ὡς καθ' ἕνα μὲν τρόπον ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἔχοντος καὶ ἐχομένου· ἕξις γὰρ ἱματίου λέγεται, ὅταν ὁ μὲν ἔχῃ, τὸ δὲ ἔχηται ὑπὸ τοῦ ἔχοντος, καὶ ἕξιν ὅπλων εἶπέν που Πλάτων ἐπὶ τοῦ ἔχοντος τὰ ὅπλα. καθ' ἕτερον δὲ τρόπον ἕξεις λέγομεν τὰς ἐπικτήτους ποιότητας ἐμμόνους γεγονυίας, τάς τε φυσικὰς καὶ τὰς κατὰ τὰς τέχνας καὶ τὰς ἐπιστήμας, καθ' ἃς καὶ ἑκτικοὶ οἱ ἐν αὐταῖς λέγονται· καὶ ἕξεις λέγονται κατὰ τοῦτο καὶ αἱ τέλειαι ἀρεταί· καὶ γὰρ λόγου ἀνάληψις ἐπ' αὐτῶν θεωρεῖται. ἔτι δὲ ἕξις λέγεται ἡ φυσικὴ κατασκευή, ὅταν ἔμμονος ᾖ, ὥσπερ σωματικὰς ἕξεις καὶ ψυχικὰς καὶ ἀρετὰς ἐκ φύσεως ἢ κακίας ἐπί τινων νοοῦμεν· καὶ τὴν φυσικὴν δὲ δύναμιν αὐτὴν ἕξιν λέγεσθαί φασιν καὶ ταύτῃ τὴν στέρησιν ἀντικεῖσθαι πήρωσιν οὖσαν αὐτῆς. ἔνιοι δὲ οὐ τὴν φυσικὴν δύναμιν λαμβάνεσθαι ἐν τῇ τῆς ἕξεως καὶ στερήσεως ἀντιθέσει φασίν, ἀλλὰ μᾶλλον τὴν κατὰ τὸ πρῶτον σημαινόμενον ῥηθεῖσαν, ἥτις παρὰ τὸ ἔχειν ἕξις ὠνόμασται· καὶ γὰρ καὶ τὸν Χρύσιππον Ἀριστοτέλει ἑπόμενον στερητικὰ λέγειν ταῦτα, ὅσα ἀναιρεῖ παρεμφαίνοντα τὴν τοῦ ἔχειν φύσιν, οὐχ ἁπλῶς, ἀλλ' ὅταν ἐμφαίνῃ τὸ πεφυκὸς καὶ ὅτε πέφυκεν, ὡς εἴρηται πρότερον. καὶ ἀντίκειται τῇ ἀπὸ τοῦ ἔχειν λεγομένῃ ἕξει ἡ στέρησις, καὶ οὐ μόνον ποιοτήτων αἱ στερήσεις, ἀλλὰ καὶ ἐνεργειῶν, ὡς ἡ τυφλότης τῆς τοῦ ὁρᾶν ἐνεργείας καὶ ἡ χωλότης τῆς τοῦ βαδίζειν. ἄλλως δὲ λέγεται στέρησις ἡ ἀπουσία τούτου οὗ δύναται ἔχειν ἐν τῷ δυνάμει θεωρουμένη, ἧς ἐν Φυσικοῖς μνημονεύει· τὸ γὰρ ὃ δύναται ἔχειν [395] καὶ ὃ δυνάμει ἐστὶν μήπω ἔχον ἐνεργείᾳ ἐν στερήσει αὐτοῦ εἶναι λέγεται. μήποτε δέ, φησὶν Ἰάμβλιχος, οὐ καθ' ἕν τι σημαινόμενον τῆς ἕξεως τὴν ἀντίθεσιν δεῖ λαμβάνειν τῆς στερήσεως, ἀλλὰ κατὰ πάντα· οὕτω γὰρ ἔσται τελέα πρὸς ἁπάσας τὰς ἕξεις πασῶν τῶν στερήσεων ἀντίθεσις, κοινῶς τε οὑτωσὶ καὶ ἑκάστης πρὸς ἑκάστην ἀντιτιθεμένης, οἷον τῆσδε τῆς στερήσεως πρὸς τήνδε τὴν ἕξιν κατὰ τὸν οἰκεῖον αὐτῶν τρόπον. ὅλως γὰρ τὴν ἀέχειαν τοῦ πεφυκότος ἔχειν καὶ ὅτε πέφυκεν στέρησιν εἶναι ῥητέον, πολλαχῶς δὲ τοῦ ἔχειν λεγομένου πολλαχῶς καὶ ἡ ἀέχεια καὶ ἡ στέρησις ἔσται. ἔστιν δέ τις στέρησις καὶ ἄλλη παρὰ τὴν φυσικήν, λέγω δὲ καθ' ἣν ἐπὶ τῶν πεφυκότων ἐλέγομεν καὶ ὅτε ἐπεφύκεσαν, ἣν Χρύσιππος ἐθικὴν καλεῖ· ἀχίτων γὰρ καὶ ἀνυπόδετος καὶ ἀνάριστος σημαίνει μὲν καὶ ψιλὴν ἀναίρεσιν, σημαίνει δὲ καὶ παρέμφασίν τινα, ὅτε καὶ κατὰ στέρησιν λέγεται. οὔτε γὰρ ἀχίτωνα τὸν βοῦν ἐροῦμεν οὔτε ἡμᾶς ὅταν λουώμεθα ἀνυποδέτους, καὶ ἀναρίστους οὔτε τοὺς ὄρνιθας οὔτε ἡμᾶς ἅμα τῷ ἡμέραν γενέσθαι, ἀλλὰ δεῖ συνεμφαίνεσθαι τοῦ εἰθισμένου καὶ ὅτε εἴθισται τὴν στέρησιν. ὄντος γὰρ ἔθους ἀριστᾶν κατά τινα ὥραν τεταγμένην ὁ ὑπὸ τὸ ἔθος ὤν, ὅταν μὴ ἐν τῷ χρόνῳ τῷ τεταγμένῳ ἀριστήσῃ, οὐ φύσεως ἔμφασιν ἀλλ' ἔθους κατὰ τὴν στέρησιν ἀναιρεῖ. εἰσὶν οὖν ἀέχειαι αἱ μὲν τῶν φύσει, αἱ δὲ τῶν κατὰ ἔθος, καὶ ἀναιρέσεις ἐν οἷς ἕκαστα καὶ πέφυκεν καὶ εἴθισται. πολλάκις δὲ οὐκ ἔθους ἀλλὰ καθήκοντος ἀπόπτωσιν ἐμφαίνει ἡ στέρησις, ὡς ἐπὶ τοῦ ἄκλητον δειπνεῖν, ὅταν παρεμφαίνωμεν ὅτι οὐ καθηκόντως ἀπήντησεν οὔτε κατὰ τὸ ἐπιβάλλον τοῖς ἔθεσιν. ἔστιν δὲ καὶ ἄλλως ἡ στέρησις τῶν ὁμωνύμως λεγομένων· καὶ γὰρ ὅταν τι γένος ὅλον μὴ ᾖ πεφυκός τι ἔχειν, ἐστερῆσθαι λέγομεν ἐκείνου ὃ μὴ πέφυκεν ἔχειν· οὕτως τὰ φυτὰ ἐστερῆσθαι λέγομεν αἰσθήσεως τῷ μὴ πεφυκέναι ἔχειν αἴσθησιν. καὶ ὅταν δὲ τὰ ἐν τῷ γένει τὰ μὲν ᾖ πεφυκότα ἔχειν, τὰ δὲ μὴ πεφυκότα, ἐστερῆσθαι λέγεται τὰ μὴ πεφυκότα, ὥσπερ ἐν τῷ γένει τῶν ζῴων ὁ ἀσπάλαξ ὄψεως, καὶ μᾶλλόν γε τοῦτο λέγομεν ἢ ἐπὶ τοῦ πρὸς βίαν ἀφῃρῆσθαι. κυρίως δὲ στέρησις λέγεται ἐπὶ τῶν πεφυκότων μὲν ἔχειν, μὴ ἐχόντων δὲ τότε ὅτε πεφύκασιν καὶ ὅτε εἰώθασιν καὶ ἐνεστήσαντο ἔχειν, ὃ δὴ καὶ ἀντίθετον τῇ ἕξει θεωρεῖται· καὶ ἡ ἐν τούτοις ἀντίθεσις κέκληται ἡ κατὰ ἕξιν καὶ στέρησιν".

   Ὁ μέντοι Ἀρχύτας τριχῶς τὴν στέρησιν διαιρεῖ λέγων· "ἁ δὲ στέρησις καὶ τὸ ἐστερῆσθαι λέγεται τριχῶς· ἢ γὰρ τῷ μὴ ἔχειν παντάπασιν, οἷον τὸ τυφλὸν ὅρασιν καὶ τὸ νωδὸν φωνὰν καὶ τὸ ἀμαθὲς ἐπιστάμαν· ἢ ἐν τῷ μῇον ἔχεν, οἷον τὸ δύσκωφον ἀκοὰν καὶ τὸ πτιλῶσσον ὅρασιν· ἢ ἐν [396] τῷ μὴ οἷον δεῖ ἔχεν, οἷον τὸ σκαμβόπουν πόδας καὶ τὸ κακόφωνον φωνάν".

   Καὶ τοῦτο δὲ ἰστέον, ὅτι ἐνίοτε μὲν οὐ στερητικὰ ὀνόματα στέρησιν δηλοῖ, ὡς ἡ πενία τὴν στέρησιν τῶν χρημάτων καὶ ὁ τυφλὸς στέρησιν ὄψεως, ἐνίοτε δὲ στερητικὰ ὀνόματα οὐ στέρησιν δηλοῖ· τὸ γὰρ ἀθάνατον στερητικὸν ἔχον τὸ σχῆμα τῆς λέξεως οὐ σημαίνει στέρησιν· οὐ γὰρ ἐπὶ πεφυκότος ἀποθνῄσκειν, εἶτα μὴ ἀποθνῄσκοντος χρώμεθα τῷ ὀνόματι. πολλὴ δὲ ταραχὴ κατὰ τὰς φωνάς ἐστιν τὰς στερητικάς. διὰ γὰρ τοῦ α καὶ αν προαγομένων αὐτῶν ὥσπερ ἄοικος καὶ ἀνέστιος, συμβαίνει ποτὲ μὲν ταῖς ἀποφάσεσιν, ποτὲ δὲ τοῖς ἐναντίοις συμφύρεσθαι αὐτάς. καὶ γὰρ ὥσπερ τῇ ἀνδρείᾳ ἡ δειλία ἐναντίον ἐστίν, οὕτω καὶ τῇ δικαιοσύνῃ ἡ ἀδικία, ἐναντία οὖσα τῇ δικαιοσύνῃ· καὶ τὸ κακὸν δὲ δηλοῦται πολλάκις, ὡς ἄφωνον λέγομεν τραγῳδὸν τὸν κακόφωνον· καὶ ἀποφάσεις δὲ δηλοῦνται διὰ στερητικῶν φωνῶν, ὥσπερ τὸ διάφορα ἀδιάφορα, λυσιτελῆ ἀλυσιτελῆ. πολλάκις δὲ καὶ πλείω σημαίνουσιν, ὡς καὶ ἀπόφασιν καὶ στέρησιν καὶ ἐναντίωσιν δηλοῦσθαι ὑπ' αὐτῶν, ὡς τὸ ἄφωνος· αἱ δὲ καὶ διάφορα ἐναντία σημαίνουσιν, ὡς ἡ ἀκαιρία καὶ τὸ ἐναντίον τῷ καιρῷ δηλοῖ, στερητικὸν δὲ οὐδὲν ὅλως ἐμφαίνει, ἐπεὶ καὶ χρηστότητι μὲν ἐναντία ἡ πονηρία, ἡ ἀπονηρία δὲ στέρησις τῆς πονηρίας, ἔστιν δὲ ὅτε καὶ τὴν χρηστότητα ἐμφαίνει. πολλῆς δὲ οὔσης τῆς ἀνωμαλίας Χρύσιππος μὲν ἐν τοῖς Περὶ τῶν στερητικῶν λεγομένοις ἐπεξῆλθεν αὐτῇ, Ἀριστοτέλει δὲ οὐ τοῦτο προὔκειτο, ἀλλὰ μόνον διελθεῖν περὶ τῶν κατὰ τὴν ἕξιν καὶ στέρησιν. κἂν λέγηται οὖν στερητικῶς πολλὰ καὶ τῶν ἐναντίων καὶ τῶν ἀποφατικῶν, ἀλλὰ δεῖ τὰς στερητικὰς τῶν ἕξεων ἀντιθέσεις κατὰ τὸν οἰκεῖον τρόπον λαμβάνειν· ἔστιν δὲ οὗτος ὁ τῆς ἐπιβαλλούσης ἕξεως τὴν οἰκείαν στέρησιν ἐν τῇ ἀντιθέσει λαμβάνων. γίνεται δὲ περὶ τὸ αὐτὸ ὑποκείμενον ἥ τε τοιαύτη ἕξις καὶ ἡ ἀντίθετος αὐτῇ στέρησις, οὐχ ἅμα δέ, οἷον περὶ ὀφθαλμὸν τυφλότης, περὶ ὃ καὶ ἡ ὄψις.

p. 12b6 Οὐκ ἔστιν δὲ οὐδὲ τὸ ὑπὸ τὴν κατάφασιν καὶ ἀπόφασιν κατάφασις καὶ ἀπόφασις ἕως τοῦ οὕτως καὶ τὸ ὑφ' ἑκάτερα πρᾶγμα ἀντίκειται, τὸ καθῆσθαι τῷ μὴ καθῆσθαι.

   Δείξας ὅτι ἄλλο ἐστὶν ἕξις καὶ ἄλλο τὸ ἕξιν ἔχειν, καὶ ἄλλο στέρησις καὶ τὸ στέρησιν ἔχειν, καὶ ὅμως καὶ τὸ ἕξιν ἔχον καὶ στέρησιν ἔχον ὑπὸ τὴν αὐτὴν ἀντίθεσίν ἐστιν τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως, πιστοῦται [397] τοῦτο διὰ παραδείγματος. καὶ γὰρ τὸ πρᾶγμα τὸ ὑπὸ τῆς καταφάσεως δηλούμενον οὐκ ἔστιν κατάφασις, καὶ τὸ ὑπὸ τῆς ἀποφάσεως οὐκ ἔστιν ἀπόφασις, εἴπερ λόγοι μὲν ἡ κατάφασις καὶ ἀπόφασις, οὐ λόγοι δὲ τὰ ὑπ' αὐτῶν σημαινόμενα· κἂν μὴ τὰ αὐτὰ δέ ἐστιν, καὶ ταῦτα ὑπὸ τὴν αὐτὴν ὅμως ἐστὶν ἀντίθεσιν τὴν τῆς καταφάσεως καὶ ἀποφάσεως, ὡσαύτως τὰ ἔχοντα ἕξιν καὶ τὰ ἔχοντα στέρησιν ὑπὸ τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως. ὅταν γὰρ Σωκράτη καθήμενον διανοηθῶ, ζῷον λογικὸν οὕτως ἐνεργοῦν κατ' αὐτὸ τὸ πρᾶγμα ὑπολαμβάνω· ὁ δὲ λόγος ὁ λέγων ὅτι Σωκράτης κάθηται, ἐξ ὀνόματος ‹καὶ ῥήματος› συγκείμενος, ἕτερός ἐστιν αὐτοῦ τοῦ πράγματος. εἴτε οὖν ἐν φωναῖς εἴτε ἐν τοῖς διανοήμασιν εἴτε ἐν τοῖς παρυφισταμένοις ἀσωμάτοις λεκτοῖς αἱ προτάσεις ὑφεστήκασιν, διεστήκασιν αὗται τῶν ποιῶν σωμάτων· καὶ τὰ μὲν ὡς προτάσεις λέγεται ἀντικεῖσθαι, ὡς ἀπόφασις καὶ κατάφασις, τὰ δὲ ὑπὸ τὰς προτάσεις καὶ αὐτὰ ἀντίκειται κατὰ τὸν αὐτὸν τρόπον. ἀλλ' οὐδεὶς ἂν εἴποι, φασί, τὸν Σωκράτη αὐτὸν ἑαυτῷ ἀντικεῖσθαι. ἢ οὐ κατὰ τοῦ ἑτέρου φαμὲν γίνεσθαι τὴν ἀντίθεσιν, ἀλλὰ κατὰ τὴν ἐνέργειαν τὴν τοῦ καθῆσθαι καὶ μὴ καθῆσθαι· καὶ τούτοις δὲ ἡ ἀντίθεσις κατὰ τὴν τῆς ἀντιφάσεως γίνεται ἀντίθεσιν, τῷ ταῦτα τὰ σημαινόμενα ἀναιρετικὰ ἀλλήλων εἶναι, τούτῳ καὶ ἡ ἀντίφασις ἀντίκειται. καὶ ἀνάπαλιν τῷ τοὺς λόγους εἶναι τοιούτους καὶ τὰ πράγματα ἀλλήλων ἐστὶν ἀναιρετικά, καὶ γίνεται ἡ ἀναλογία κατὰ τὸν αὐτὸν τρόπον, ὡς τὸ δηλούμενον πρᾶγμα πρὸς τὸ δηλούμενον, οὕτως ὁ δηλωτικὸς λόγος πρὸς τὸν δηλωτικόν, καὶ ἀνάπαλιν. κἂν τὰ σημαινόμενα δὲ ὑπὸ τῶν φωνῶν ἀντικείμενα λαμβάνοιμεν, ταῦτα δέ εἰσιν αἱ λογικαὶ διανοήσεις αἱ περὶ Σωκράτους καθημένου ἢ μή, ὁμοίως καὶ ταῦτα τῇ καταφάσει καὶ ἀποφάσει ἀντικεῖσθαι λέγεται· καὶ ταῦτα γὰρ ὑπὸ τὴν ἀπόφασίν ἐστιν καὶ τὴν κατάφασιν. δείξας δὲ μέχρι τούτων, τίνα ἐστὶν τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα, ἀκολούθως ἐπάγει, τί διενήνοχε τῆς τῶν πρός τι καὶ τῆς τῶν ἐναντίων ἀντιθέσεως, καὶ πρῶτόν γε τί τῶν ὡς πρός τι ἀντικειμένων δηλῶν ἐπάγει·

p. 12b16 Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκειται ὡς τὰ πρός τι, φανερόν ἕως τοῦ οὐ γὰρ λέγεται ἡ ὄψις τυφλότητος ὄψις.

   Τεσσάρων οὐσῶν τῶν ἀντιθέσεων καὶ διαφερουσῶν ἀλλήλων ἓξ αἱ πᾶσαι γίνονται διαφοραί. καθόλου γάρ, ὅσα ποτὲ ἂν ᾖ τὰ διαφέροντα, δεῖ τὸν ἀριθμὸν αὐτῶν ἐπὶ τὸν παρὰ μονάδα πολλαπλασιάζειν καὶ ‹τοῦ› γενομένου [398] ἀριθμοῦ τὸ ἥμισυ λαβόντα τοσαύτας λέγειν εἶναι τὰς τῶν διαφερόντων διαφοράς. καὶ ἐνταῦθα οὖν ἡ τῶν πρός τι ἀντίθεσις διαφέρει τῆς τε τῶν ὡς ἐναντίων καὶ τῆς ‹τῶν› ὡς ἕξις καὶ στέρησις ἀντικειμένων καὶ τῆς ὡς κατάφασις καὶ ἀπόφασις· τρεῖς γὰρ ἀφ' ἑκάστου γίνονται σχέσεις, τριῶν ὄντων πρὸς ἃ ἡ σχέσις, διὸ καὶ ἐπὶ τὸν παρὰ μονάδα ἐπολλαπλασιάσαμεν τὸν ἐξ ἀρχῆς ἀριθμόν. πάλιν δὲ ἡ τῶν ἐναντίων ἀντίθεσις διαφέρει τῶν λοιπῶν δύο· ἡ γὰρ πρὸς τὰ πρός τι διαφορὰ ἤδη εἴληπται· γίνονται οὖν πέντε αἱ διαφοραί. καὶ λοιπὸν ἡ ὡς ἕξις καὶ στέρησις διαφέρει τῆς κατὰ ἀπόφασιν καὶ κατάφασιν· αἱ γὰρ πρὸς τὰ ἄλλα δύο ἤδη ἐλήφθησαν. ἵνα μὴ δὶς αἱ αὐταὶ διαφοραὶ λαμβάνωνται, ποτὲ μὲν ἀπὸ τῶν πρώτων ἀρχομένων ἡμῶν, ποτὲ δὲ ἀπὸ τῶν ὑστέρων, διὰ τοῦτο [τῶν] ἐν τῇ μεθόδῳ τὸ ἥμισυ τοῦ ἐκ τοῦ πολυπλασιασμοῦ γενομένου ἀριθμοῦ λαμβάνειν κελευόμεθα. οὕτως οὖν καὶ κατὰ τὴν τοιαύτην τάξιν ἓξ γινομένων τῶν διαφορῶν ὁ Ἀριστοτέλης οὐχ οὕτως ἐπ' αὐτὰς ἐπῆλθεν, ἀλλὰ πρῶτον μὲν ἔδειξεν ὅτι τὰ πρός τι διενήνοχε τῶν ἐναντίων, ὡς εἴρηται, νῦν δὲ δείξει, πῶς τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα διαφέρει τῶν ὡς τὰ πρός τι, καὶ ἐφεξῆς, πῶς τὰ ὡς ἕξις καὶ στέρησις τῶν ὡς τἀναντία ἀντικειμένων, εἶτα μετὰ ταῦτα, πῶς τὰ ὡς κατάφασις καὶ ἀπόφασις ἀντικείμενα διαφέρει τῶν ὡς τἀναντία ἀντικειμένων καὶ τῶν ὡς τὰ πρός τι καὶ ἔτι τῶν ὡς στέρησις καὶ ἕξις. καὶ οὕτως τὰς ἓξ παραδέδωκεν διαφορὰς ἀπὸ τῶν δευτέρων ἀρξάμενος τρόπων ἐν ταῖς πέντε διαφοραῖς καὶ οὐκ ἀπὸ τῶν πρώτων, ὡς ἡμεῖς ἐποιήσαμεν. δείκνυσιν οὖν νῦν, πῶς τὰ ὡς ἕξις καὶ στέρησις ἀντικείμενα διαφέρει τῶν ὡς τὰ πρός τι ἀντικειμένων, ἀπὸ τοῦ ὁρισμοῦ τῶν πρός τι τὴν ἀπόδειξιν ποιούμενος, ὥσπερ καὶ πρότερον, ὅτε τῶν ἐναντίων ἐχώριζεν τὰ πρός τι. λέγει οὖν ὅτι τὰ μὲν πρός τι αὐτὰ ἅπερ ἐστὶ τῶν ἀντικειμένων λέγεται, οὔτε δὲ ἡ ὄψις τυφλότητός ἐστιν ὄψις (καὶ τοῦτο πρόδηλον), ἀλλ' οὐδὲ ἡ τυφλότης ὄψεως τυφλότης· ὀφθαλμοῦ γὰρ ἑκάτερον, καὶ ἡ ἕξις καὶ ἡ στέρησις. ὅτι δὲ οὐ λέγεται ἡ τυφλότης ὄψεως τυφλότης κατὰ τὰ πρός τι, διὰ τοῦ δευτέρου μάλιστα ἐπιχειρήματος δείκνυται· εἰ γὰρ ὡς πρός τι λέγοιτο πρὸς τὴν ὄψιν ἡ τυφλότης, ἐπειδὴ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, ἐλέγετο ἂν καὶ ἡ ὄψις τυφλότητος ὄψις· νῦν δὲ οὐ λέγεται. διαφέροι δὲ ἄν, ὡς ἔφαμεν, καὶ τῷ τὰ μὲν πρός τι ἅμα εἶναι τῇ φύσει, τὴν δὲ ἕξιν καὶ στέρησιν πρὸς τῷ μὴ συνεισάγειν ἄλληλα καὶ ἀναιρετικὰ εἶναι ἀλλήλων. εἰπὼν δὲ ἡ γὰρ ὄψις οὐκ ἔστιν τυφλότητος ὄψις [399] προσέθηκεν οὐδὲ ἄλλως οὐδαμῶς πρὸς αὐτὸ λέγεται, διότι τὰ ἐναντία αὐτὰ μὲν ἅπερ ἦν οὐκ ἐλέγετο τῶν ἀντικειμένων, ἄλλως δὲ τὸ ἕτερον πρὸς τὸ ἕτερον ἐλέγετο· ἐναντίον γὰρ αὐτῷ λέγεται. ἀλλὰ καὶ ἡ στέρησις, εἰ μὴ καὶ αὐτὸ ὅπερ ἐστὶν τῆς ἕξεως λέγεται, ἀλλὰ στέρησίς γε αὐτῆς λέγεται, ἡ μέντοι ἕξις κατ' οὐδὲν πρὸς τὴν στέρησιν λέγεται. διὰ μὲν οὖν τούτων ἔδειξεν οὐκ ὀνόματι μόνον ἀλλὰ καὶ πράγματι διαφέρουσαν τὴν τῆς ἕξεως καὶ στερήσεως ἀντίθεσιν πρὸς τὴν τῶν ὡς πρός τι ἀντικειμένων, διὰ δὲ τῶν ἑξῆς τὴν αὐτὴν πρὸς τὴν τῶν ἐναντίων παραβάλλει.

p. 12b26 Ὅτι δὲ οὐδ' ὡς τἀναντία ἀντίκειται τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα ἕως τοῦ οὔτε νωδὸς ὢν ὀδόντας ἔφυσεν.

   Δείκνυσιν ἐν τούτοις, ὅτι τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα ἀντικεῖσθαι διαφέρει τῶν ὡς ἐναντίων ἀντικειμένων τῶν τε ἀμέσων καὶ τῶν ἐμμέσων, ὧν τὴν διαφορὰν ἀναγκαίως προέλαβεν, ἵνα κατ' ἄμφω τὴν τῶν ἐναντίων πρὸς τὰς ἄλλας ἀντιθέσεις διαφορὰν ἐπιδείξῃ· καὶ πρῶτον μὲν τῶν ἀμέσων ἐναντίων χωρίζων τὰ κατὰ ἕξιν καὶ στέρησιν ἀμφοτέρων τῶν τοῦ ἀμέσου τρόπων ἐμνημόνευσεν, τῶν τε ἐν ὑποκειμένῳ ὄντων καὶ τῶν καθ' ὑποκειμένου λεγομένων, εἰπὼν ἐν οἷς πέφυκεν γίνεσθαι ἢ ὧν κατηγορεῖται. παραδείγματα δὲ τῶν μὲν ἐν ὑποκειμένῳ ὑγίειαν καὶ νόσον παρέθετο ἐν σώματι γινόμενα, τῶν δὲ καθ' ὑποκειμένου περιττὸν καὶ ἄρτιον κατὰ τοῦ ἀριθμοῦ λεγόμενα, ἢ ὡς εἶπον πρότερον, τὸ δίχα διαιρεῖσθαι κατὰ τοῦ ἀρτίου ἀριθμοῦ· τὰ γὰρ εἴδη οὐ λέγεται καθ' ὑποκειμένων τῶν γενῶν, ἀλλ' αἱ διαφοραὶ καθ' ὑποκειμένων τῶν εἰδῶν. ἀμφοῖν δὲ τούτοιν τῶν ἐναντίων χωρίζει τὰ κατὰ στέρησιν καὶ ἕξιν, ὅτι τούτων μὲν ἀνάγκη ἀεὶ θάτερον τῷ δεκτικῷ ὑπάρχειν· τὸ γὰρ σῶμα ἢ ὑγιαίνει ἢ νοσεῖ, καὶ ὁ ἀριθμὸς ὁ ἐν τοῖς εἴδεσιν ἢ δίχα διαιρεῖται ἢ οὔ· τῆς δὲ στερήσεως καὶ ἕξεως οὐκ ἀνάγκη ἀεὶ θάτερον τῷ δεκτικῷ ὑπάρχειν· οὐ γὰρ ἁπλῶς ἀντέκειτο, ἀλλ' ὅτε ἐπεφύκει· τὰ γοῦν κυνίδια, ὅταν μήπω πεφυκότα ᾖ ἔχειν ὄψιν, οὐδέτερον λέγεται, οὔτε ὄψιν ἔχειν οὔτε τυφλὰ εἶναι, καὶ τὰ παιδία τὰ μήπω πεφυκότα ὀδόντας ἔχειν οὔτε ὀδόντας ἔχειν ῥηθείη οὔτε νωδὰ εἶναι· ἀφ' οὗ δ' ἂν ἔχειν πεφυκότα ᾖ, ἀπ' ἐκείνου τὰ μὲν ὁρᾶν λέγεται ἢ τυφλὰ εἶναι, τὰ δὲ ὀδόντας ἔχειν ἢ νωδὰ εἶναι. γέγονεν οὖν ἡ διαφορὰ παρὰ τὸ ἀεὶ ἢ ποτέ· τὰ μὲν γὰρ ἄμεσα ἐναντία εὐθὺς ἀπὸ πρώτης γε ἔχει τὴν διάστασιν, ἡ δὲ στέρησις καὶ ἡ ἕξις οὐκ εὐθὺς ἀπ' ἀρχῆς [400] ἀλλ' ἀφ' οὗ χρόνου ἔχειν πέφυκεν. εἰ δέ τινα εὐθὺς ἀπ' ἀρχῆς τὴν ἕξιν ἔχει ὥσπερ τὰ ζῷα πάντα τὴν ἁφὴν καὶ εἰ τύχοι ἀπ' ἀρχῆς στερούμενα αὐτῆς, καὶ τὴν στέρησιν ἀπ' ἀρχῆς ἔχει· ἀλλ' οὐκ ἐπὶ πάντων ἀληθὲς τοῦτο, ἀλλ' εἴπερ ἄρα, ἐπὶ τῶν ἐξ ἀρχῆς πεφυκότων. τὰ δὲ ἄμεσα ἐναντία πάντα οὕτως ἐξ ἀρχῆς πέφυκεν, ὥστε αὕτη ἂν εἴη ἡ διαφορά, ὅτι τὰ μὲν ἄμεσα ἐναντία πάντα οὕτως, τῶν δὲ κατὰ στέρησιν καὶ ἕξιν τὰ μὲν οὕτως, τὰ δὲ οὐχ οὕτως. ἐπὶ δὲ τῶν ἐμμέσων ἐναντίων οὐχ ὁ αὐτὸς τρόπος γίνεται τῆς ἀντιθέσεως τούτων τε καὶ τῶν κατὰ ἕξιν καὶ στέρησιν, διότι τῶν μὲν ἐμμέσων ἐναντίων οὐδέποτε ἀναγκαῖον θάτερον παντὶ ὑπάρχειν τῷ δεκτικῷ· οὔτε γὰρ λευκὸν ἢ μέλαν πᾶν ἀναγκαῖον εἶναι τὸ δεκτικόν (ἐγχωρεῖ γὰρ καὶ ξανθὸν εἶναι), οὔτε θερμὸν καὶ ψυχρόν (ἐγχωρεῖ γὰρ καὶ χλιαρὸν εἶναι), ἐπὶ δὲ τῆς ἕξεως καὶ στερήσεώς ποτε ἀνάγκη θάτερον· ἀφ' οὗ γὰρ ἦν πεφυκὸς ἔχειν, ἀπὸ τοῦδε ἐξ ἀνάγκης ἢ ἐστέρηται ἢ ἔχει τὴν ἕξιν. ἐπεὶ δέ τινα καὶ τῶν ἐμμέσων ἐναντίων ἔστιν ὧν φύσει τὸ ἕτερον ὑπάρχει, ὡς τῷ πυρὶ ἡ θερμότης, καὶ τούτων διοίσει τὰ κατὰ ἕξιν καὶ στέρησιν. ἐπὶ μὲν γὰρ τούτων ἀφωρισμένως τὸ ἕτερον οἷον τῇ χιόνι ἡ λευκότης καὶ ἐξ ἀνάγκης ἀεὶ καὶ πρόδηλον πότερον, ἐπὶ δὲ τῶν κατὰ ἕξιν καὶ στέρησιν οὔτε ἀφωρισμένως οὔτε ἀεὶ θάτερον ὑπάρχει καὶ ἄδηλον πότερον· οὔτε γὰρ ἡ ὄψις οὔτε ἡ τυφλότης ὡρισμένως ἀεὶ παραγίνονται. ἡ διαφορὰ οὖν τῶν κατὰ ἕξιν καὶ στέρησιν πρὸς τὰ ἐναντία κατὰ τὸ ἀεὶ καὶ κατὰ τὸ ποτὲ γίνεται· καὶ γὰρ τῶν μὲν ἀμέσων ἐναντίων διαφέρει τῷ ἐκείνων μὲν ἐξ ἀνάγκης ἀεὶ πάντως θάτερον ὑπάρχειν τῷ δεκτικῷ, οἷον ἢ ὑγιαίνει ἢ νοσεῖ, τούτων δὲ οὐκ ἐξ ἀνάγκης ἀεὶ πάντων, ἀλλὰ τινῶν ποτέ· τὸ γὰρ σκυλάκιον οὐδέτερον ἔχει· τῶν δὲ ἐμμέσων, ὅτι ἐκείνων μὲν οὐδέποτε ἐξ ἀνάγκης θάτερον ὑπάρχει τῷ δεκτικῷ, τούτων δὲ ποτὲ ἐξ ἀνάγκης θάτερον ὑπάρχει ἀφ' οὗ πέφυκεν, τινῶν δὲ καὶ ἀπ' ἀρχῆς. ἀλλὰ κἀκείνων οἷς φύσει τὸ ἓν ὑπάρχει διοίσει τῷ ποτὲ καὶ τῷ ἀφωρισμένως· ἐκείνων μὲν γὰρ πάντως ἀεὶ τὸ ἕτερον, τούτων δὲ τινῶν ποτέ, κἀκείνων μὲν ἀφωρισμένως θάτερον, ἐπὶ δὲ τούτων οὐκ ἀφωρισμένως ἀλλ' ὁπότερα ἔτυχεν. εἰπόντος δὲ Ἀριστοτέλους, ὡς ἀναγκαῖον ἦν παντὶ θάτερον ὑπάρχειν, δοκεῖ τισιν ἀσάφειαν ἐμποιεῖν τὸ παντὶ προσκείμενον. οὐ μὴν ἔχει γε οὕτως, ἀλλ' ἀντιδιαστολὴν διασαφεῖ πρὸς τὸ τισὶν ἀναγκαῖον, ὡς τοῖς σύμφυτον ἔχουσιν ἓν τῶν ἐναντίων, οὐ πᾶσιν δέ.

   Τί οὖν, εἰ ἀπὸ γεννήσεως ἐγγίνοιτο ἡ ὅρασις ὡς ἐπ' ἀνθρώπων ἀεί; οὐχὶ καὶ ἐπὶ τούτων ἔσται ἢ ἕξις ἢ στέρησις, καὶ οὐδὲν διοίσει τῶν ἀμέσων [401] ἐναντίων; τί δέ, εἴ τις λέγοι ὡς ἐπὶ μὲν τῶν μὴ πεφυκότων τὰ κατὰ ἕξιν καὶ στέρησιν οὕτως ἀντίκειται ὡς τὰ ἔμμεσα ἐναντία (οὐδέτερον γὰρ ἐξ ἀνάγκης), ἐπὶ δὲ τῶν ἤδη πεφυκότων ὡς τὰ ἄμεσα (θάτερον γὰρ ἐξ ἀνάγκης); λύει τοίνυν καὶ τὰς τοιαύτας πάσας ἀμφισβητήσεις ἑτέραν διαφορὰν αὐτῶν προστιθείς, ὅτι τὰ μὲν ἐναντία ἐπαμείβεται ἐν τοῖς δεκτικοῖς, ἕξεως δὲ καὶ στερήσεως οὐ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι· τυφλότης μὲν γὰρ ἐξ ὄψεως γίνεται, οὐκέτι μέντοι καὶ ἀνάπαλιν. ὅθεν καὶ ὁ Χρύσιππος ἐζήτησεν, εἰ τυφλοὺς ῥητέον τοὺς ὑποχυθέντας, δυναμένους δὲ ἐκ παρακεντήσεως ἀναβλέψαι, καὶ ἐφ' ὧν τὰ βλέφαρα κέκλεισται· τῆς γὰρ δυνάμεως οὔσης ἐοικέναι τῷ καταμεμυκότι τοὺς ὀφθαλμοὺς ἢ τῷ κωλυομένῳ ὁρᾶν διά τι παραπέτασμα, οὗ ἀφαιρεθέντος οὐδὲν κωλύεται ὁρᾶν· διὸ οὐδὲ ἀπὸ στερήσεως εἰς ἕξιν ἡ τοιαύτη γίνεται μεταβολή. λαμβάνει δὲ νῦν στέρησιν τὴν κατὰ πήρωσιν· ἐκ γὰρ τῆς τοιαύτης οὐκ ἔστιν ἐπάνοδος ἐπὶ τὴν ἕξιν. ἄλλη γὰρ στέρησις ἦν, ἧς ἐν Φυσικοῖς μνημονεύει, ἣν κατὰ συμβεβηκὸς αἴτιον τῶν γινομένων φησίν, τὴν ἐν τῇ πρώτῃ ὕλῃ ἀπουσίαν τῶν ἐν αὐτῇ πεφυκότων γίνεσθαι εἰδῶν θεωρῶν οὐδὲν ἔλαττον τῆς τοῦ εἴδους παρουσίας κατὰ φύσιν οὖσαν τῇ τῶν γενητῶν ὕλῃ· ἡ δὲ ἐνταῦθα στέρησις ἐν τοῖς συνθέτοις κατὰ τὴν παρὰ φύσιν αὐτῶν διάθεσιν εἴληπται. ἔτι δὲ στέρησιν ληπτέον τὴν κατὰ φύσιν· οὐ γὰρ δὴ τὴν κατὰ ἔθος· ἀπὸ γὰρ τῆς κατὰ ἔθος στερήσεως, οἷον τῆς γυμνότητος, ἐπάνοδος γίνεται ἐπὶ τὴν ἕξιν, οἷον τὴν ἀμφίεσιν. ἀλλ' οὐ τούτων μνημονεύει νῦν Ἀριστοτέλης, ὅσαι ἔθους ἔχονται, ἀλλ' ὅσαι φυσικαί τέ εἰσιν καὶ ἐν ταῖς πηρώσεσιν θεωροῦνται. φησὶν δὲ εἰς ἄλληλα μεταβολὴν γίνεσθαι τῶν ἐναντίων, ὅταν ὑπάρχῃ τὸ δεκτικόν, ἐὰν μὴ τὸ ἓν φύσει τινὶ ὑπάρχῃ, οἷον τῷ πυρὶ τὸ θερμόν. παραδείγματα δὲ τῶν τοιούτων λαμβάνει τὰ μὲν ὁμολογούμενα, ὡς ὑγίειαν καὶ νόσον, τὰ δὲ ἀμφισβητούμενα, ὡς σπουδαῖον καὶ φαῦλον. ἀπὸ μὲν γὰρ φαύλου [φησίν] τινὲς οἴονται σπουδαῖον γενέσθαι, ἀπὸ δὲ σπουδαίου φαῦλον ἀδύνατον. καὶ αὐτὸς μὲν τὸ ἕτερον τούτων διὰ πλειόνων κατεσκεύασεν λέγων ὅτι ἐὰν ὁ φαῦλος εἰς βελτίους ἄγηται διατριβάς, ἀεί τι σμικρὸν ἐπιδώσει, ἀεὶ δὲ σμικρὰν ἐπίδοσιν λαμβάνων καὶ ἐπιτηδειότερος γινόμενος ἐπὶ τῷ τέλει τελέως ἂν μεταβάλοι καὶ εἰς τὴν ἐναντίαν ἕξιν ἀποκατασταίη, ἐάνπερ μὴ χρόνῳ ἐξείργηται, ἢ πληρῶν τὸν χρόνον καὶ ἀποθνῄσκων ἢ πάνυ γεγηρακώς· ὁ γὰρ τοιοῦτος οὐκ ἔχει ἐπίδοσιν τελέαν. τοῦτο μὲν γὰρ οὕτως αὐτὸς κατεσκεύασεν. τὸ δὲ ἀνάπαλιν οἱ Στωικοὶ οὐ διδόασιν· οὐκ εἶναι γὰρ ἀποβλητήν φασι τὴν ἀρετήν. ἤτοι οὖν κοινότερον τὸν σπουδαῖον εἴληφεν, οὐ τὸν τὰς τελείας ἀρετὰς ἔχοντα, ἀλλὰ τὸν κατὰ εὐφυΐαν ἢ μελέτην καὶ προκοπὴν ἢ λόγον μόνον σπουδαῖον, ἢ ἴσως οὕτως [402] κινεῖσθαι λέγει τὴν ἀρετήν, ὥσπερ εἶπεν ἐν τοῖς ἔμπροσθεν, ὑπὸ μεγάλου πάθους ἢ νόσου σωματικῆς λήθης ἐγγινομένης, χαλεπῶς δὲ καὶ οὐ ῥᾳδίως ταῦτα συμπίπτειν· καὶ γὰρ καὶ αὐτὸς ἐν τοῖς Ἠθικοῖς μονιμωτάτην τὴν ἀρετὴν εἶναι μαρτυρεῖ. τὸ μέντοι ἐκ πάντων συμβαῖνον ἐκεῖνό ἐστιν· εἰ γὰρ ἐπὶ μὲν τῶν ἐναντίων ὑπάρχοντος τοῦ δεκτικοῦ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι, εἰ μή τινι φύσει τὸ ἓν ὑπάρχει, ἐπὶ δέ γε τῆς ἕξεως καὶ τῆς στερήσεως ἀδύνατον εἰς ἄλληλα μεταβολὴν γίνεσθαι, φανερὸν ὅτι ἄλλη μέν ἐστι τῶν ἐναντίων ἀντίθεσις, ἄλλη δὲ ἡ κατὰ ἕξιν καὶ στέρησιν. φανερὸν δὲ καὶ ἐκεῖνο γέγονεν, ὡς οὔτε τοῖς ἀμέσοις ἐναντίοις οὔτε τοῖς ἀφωρισμένον τὸ ἓν ἔχουσιν κατὰ φύσιν τὰ αὐτά ἐστιν τὰ κατὰ ἕξιν καὶ στέρησιν ἀντικείμενα.

   Τούτων δὲ προειλημμένων ῥᾴδιον λοιπὸν καὶ τὰς Νικοστράτου ἀπορίας διαλύειν, ὅς φησιν μὴ ἀκριβῶς ταύτην ἀποδεδόσθαι τὴν διαφοράν· μήτε γὰρ τὰ ἐναντία εἰς ἄλληλα πάντως μεταβάλλειν, διότι ἀπὸ σπουδαίου φαῦλος οὐ γίνεται, μήτε πᾶσαν στέρησιν ἀμετάβλητον εἶναι εἰς ἕξιν· "καὶ γὰρ ἐκ πεφωτισμένου καὶ ὡπλισμένου καὶ ἠμφιεσμένου γένοιτο ἂν ἐσκοτισμένον καὶ ἄνοπλον καὶ γυμνόν, καὶ ἐκ τῶν στερήσεων αὖθις ἡ ἕξις· ἄτοπον οὖν τὰ ἀμφοτέροις ὑπάρχοντα διακρίνειν καὶ τὰ μὲν προσνέμειν τῷ ἑτέρῳ, τὰ δὲ τῷ λοιπῷ". πρὸς δὴ ταῦτα ῥᾴδιον λέγειν ὡς προχείρως εἴληπται τὸ ἀναπόβλητον εἶναι τὴν ἀρετήν. καὶ γὰρ Θεόφραστος περὶ τῆς μεταβολῆς αὐτῆς ἱκανῶς ἀπέδειξεν καὶ Ἀριστοτέλει δοκεῖ οὐκ ἀνθρώπειον εἶναι τὸ ἀναπόβλητον· ἔτι δὲ καὶ οἱ Στωικοὶ ἐν κάροις καὶ μελαγχολίαις καὶ ληθάργοις καὶ ἐν φαρμάκων λήψεσι συγχωροῦσιν ἀποβολὴν γίνεσθαι μεθ' ὅλης τῆς λογικῆς ἕξεως καὶ αὐτῆς τῆς ἀρετῆς, κακίας μὲν οὐκ ἀντεισαγομένης, τῆς δὲ βεβαιότητος χαλωμένης καὶ εἰς ἣν λέγουσιν ἕξιν μέσην οἱ παλαιοὶ μεταπιπτούσης. τοῦτο μὲν οὖν οὕτως· ἀτόπως δὲ ἐκ τῶν κατὰ ἔθος στερήσεων τὰς ἐπιχειρήσεις ποιούμενος καὶ στέρησιν εἰς ἕξιν μεταβάλλειν φησίν. ὁ γὰρ ἀνάριστος καὶ ἄοπλος κατὰ συνήθειαν ὄντες ἐν στερήσει ῥᾳδίως μεταβάλλουσιν εἰς τὰς ἕξεις, ὁ μὲν ἀριστήσας, ὁ δὲ ὁπλισάμενος· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐπὶ τῶν ἐξ ἔθους ἀλλ' ἐπὶ τῶν φύσει τὴν ἕξιν καὶ τὴν στέρησιν παρέλαβεν, ἐφ' ὧν καὶ κυρίως ἡ κατὰ ἕξιν καὶ στέρησιν ἀντίθεσις λέγεται. χρησώμεθα οὖν αὐτοῖς τοῖς Ἀριστοτέλους πρὸς τὸν Νικόστρατον. ἐν γὰρ τῷ Περὶ τῶν ἀντικειμένων αὐτός φησιν ὡς αἱ μὲν στερήσεις τῶν κατὰ φύσιν λέγονται, αἱ δὲ τῶν ἐν ἔθει, αἱ δὲ τῶν κτημάτων, αἱ δὲ ἄλλων τινῶν· τυφλότης μὲν τῶν φύσει, γυμνότης δὲ ‹τῶν› ἐν ἔθει, ἀργυρίου δὲ στέρησις τῶν ἐν χρήσει παραγινομένων· εἰσὶν δὲ καὶ ἄλλαι στερήσεις [403] πλείονες, καὶ ἐνίων μὲν στερήσεων οὐκ ἔστιν ἀπαλλαγή, ἐνίων δὲ ἔστιν. πολλῶν δὲ ὄντων τῆς στερήσεως τρόπων καὶ ἑνὸς τῶν κατὰ φύσιν, ἐπὶ τῶν κατὰ φύσιν γεγονυίας τῆς πρὸς τἀναντία διαφορᾶς οὐκ ἐχρῆν ἐκ τῶν ἄλλων τρόπων παραφέροντα δοκεῖν ἐλέγχειν τὸν λόγον.

   Ἀλλὰ τὸν μὲν πλήρη περὶ τῶν στερήσεων λόγον ἔστιν ἔκ τε τοῦ Ἀριστοτελικοῦ καὶ τοῦ Χρυσιππείου βιβλίου λαμβάνειν, τινὰ δὲ καὶ ὁ Ἰάμβλιχος παρέγραψεν ἔχοντα οὕτως· "πολλαχῶς τοῦ ἔχειν λεγομένου, ὡς ἤδη παρεδείξαμεν, ἡ στέρησις διατείνει μὲν ἐπὶ πάντα τὰ σημαινόμενα τοῦ ἔχειν, οὐκέτι μέντοι καὶ ἐπὶ πάντα τἀναντία. ἀπωλείᾳ γὰρ ἴσον ἡ στέρησις, ὥστε οὐκ ἂν τοῦ κακοῦ λέγοιτο στέρησις, ὅτι μηδὲ ἀπώλεια κακοῦ γένοιτο ἂν ἢ βλαβεροῦ ἀλλ' ἀγαθοῦ ἢ χρησίμου· οὐ γὰρ ὁ νόσου ἢ πενίας ἀπαλλαγεὶς ῥηθείη ἂν ἀπεστερῆσθαι νόσου ἢ πενίας, ἀλλὰ μᾶλλον [ὡς] ὁ ὑγείας ἢ πλούτου ἀφαιρεθείς. ἀγαθοῦ μὲν στέρησις ἡ τυφλότης· ἀγαθὸν γὰρ ἡ ὄψις· ἀδιαφόρου δὲ ἡ γυμνότης· ἀδιάφορον γὰρ τὸ ἱμάτιον καὶ οὔτε ἀγαθὸν οὔτε κακόν. διὸ στέρησις οὐδεμία ἀγαθόν, ἀλλ' ἤτοι κακὸν ἢ ἀδιάφορον. καὶ ἀγαθῶν δὲ στέρησις γένοιτο ἂν ἤτοι τῶν πάντων ἢ τῶν πλείστων. ἥκιστα δέ φησιν Ἀριστοτέλης τῶν ἐν ψυχῇ ἀγαθῶν καὶ προαιρέσεως ἐχομένων γενέσθαι στέρησιν· οὐδεὶς γὰρ λέγει δικαιοσύνης ἐστερῆσθαι, καὶ ὁ εἰπὼν ὅτι 'ἐπιστάμαν οὐδεὶς φέρει' ἀπὸ τῆς αὐτῆς ἐννοίας εἴρηκεν. μᾶλλον οὖν πλούτου δόξης τιμῆς τῶν τοιούτων καὶ μάλιστα τῶν περὶ τὰς κτήσεις καλουμένων ἀγαθῶν εἰσιν αἱ στερήσεις. διὸ καὶ ἔλεοι καὶ οἶκτοι ἐπακολουθοῦσιν ταῖς πλείσταις στερήσεσιν. ὁ μέντοι Ἀριστοτέλης τῶν φυσικῶν στερήσεων νῦν τὴν ἀντίθεσιν πρὸς τὴν τῶν ἐναντίων παραβέβληκεν". ἀλλὰ ταῦτα μὲν ἀρκούντως. ἑξῆς δὲ μεταβαίνει ἐπὶ τὴν τῆς καταφάσεως ἀντίθεσιν, τὴν διαφορὰν αὐτῆς τὴν πρὸς τὰς ἄλλας ἀντιθέσεις παραδιδούς, λέγει δὲ οὕτως·

p. 1337 Ὅσα δὲ ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται ἕως τοῦ ὥστε ἐπὶ μόνων τούτων ἴδιον ἂν εἴη τὸ ἀεὶ θάτερον αὐτῶν ἢ ἀληθὲς ἢ ψεῦδος εἶναι.

   Ὅτι μὲν καὶ ταῦτα τῶν ἀντικειμένων ἐστὶν καὶ ἃ μάλιστα ἀντικείμενα, πρόδηλον· ἀναιρετικὰ γὰρ μάλιστα ἀλλήλων ἐστὶν καὶ ἀσυνύπαρκτα, ἡ μὲν καθόλου ἀποφατικὴ τῇ μερικῇ καταφατικῇ, ἡ δὲ καθόλου καταφατικὴ τῇ μερικῇ ἀποφατικῇ· οἱ γοῦν Στωικοὶ μόνα τὰ ἀποφατικὰ τοῖς καταφατικοῖς ἀντικεῖσθαι νομίζουσιν. τὴν δὲ διαφορὰν αὐτῶν τὴν πρὸς [404] ἄλλους τρόπους τῶν ἀντιθέσεων σαφῶς παραδίδωσιν ἐκ τοῦ ἐπὶ μόνης ταύτης τῆς κατὰ ἀντίφασιν ἀντιθέσεως τὴν μὲν ἀληθῆ, τὴν δὲ ψευδῆ εἶναι τῶν προτάσεων· λαμβανέσθωσαν δὲ αἱ κυρίως ἀντικείμεναι προτάσεις, ὡς ἐν τῷ Περὶ ἑρμηνείας διορίζεται. ἐπὶ δὲ τῶν ἄλλων ἀντικειμένων οὐ διαιρεῖται ταῦτα· οὔτε γὰρ τῶν ἐναντίων τὸ μὲν ἀληθές ἐστιν, τὸ δὲ ψεῦδος, οὔτε τῶν πρὸς ἄλληλα λεγομένων οὔτε τῶν κατὰ ἕξιν καὶ στέρησιν ἀντικειμένων. τοῦτο δὲ πιστοῦται μὲν καὶ διὰ τῶν παραδειγμάτων, πιστοῦται δὲ καὶ ἀποδεικτικῶς οὕτως· τὰ κατὰ τοὺς τρεῖς τρόπους ἀντικείμενα ἄνευ συμπλοκῆς λέγεται· τῶν δὲ ἄνευ συμπλοκῆς λεγομένων οὐδὲν οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνει. καὶ γὰρ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν προτάσει πάντως ἐστίν, πᾶσα δὲ πρότασις λόγος, ὁ δὲ λόγος ἐν συμπλοκῇ τινων. τῶν δὲ ἄλλων οὐδὲν κατὰ συμπλοκὴν λέγεται, ἀλλά ἐστιν ἁπλᾶ, οἷον λευκὸν μέλαν, διπλάσιον ἥμισυ, ὄψις τυφλότης. εἰπὼν δὲ ὅτι οὔτε ἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶ θάτερον ἀληθὲς εἶναι, θάτερον δὲ ψεῦδος, πρῶτον μὲν οὐχ οὕτως εἶπεν ὅτι οὐκ ἀναγκαῖον, ὡς ποτὲ τῶν ἐναντίων διαιρούντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καθ' ἑαυτά, ἀλλ' ὅπερ ἐφεξῆς ἐπέστησεν, δόξειεν ἂν τὸ τοιοῦτον συμβαίνειν, τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ τῶν κατὰ συμπλοκὴν λεγομένων ἐναντίων. τοιαῦτα δέ ἐστιν ἐν οἷς τοῦ αὐτοῦ τἀναντία κατηγορεῖται, οἷον τὸ νοσεῖν Σωκράτη καὶ τὸ ὑγιαίνειν Σωκράτη· ἄμεσα γὰρ ἐναντία τὸ ὑγιαίνειν καὶ νοσεῖν· ταῦτα δὲ καθ' αὑτὰ μὲν πράγματα σημαίνει καὶ φάσεις εἰσὶ μόνον, εἰ δὲ συμπλακείη, λόγος γίνεται ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής. δυνατὸν δὲ ταῦτα πρῶτον μὲν μηδὲ ἐναντία λέγειν, ἀλλὰ κατηγορεῖσθαι τοῦ αὐτοῦ τὰ ἐναντία. τὸ γὰρ αὐτὸ τῶν ἐναντίων ἐστὶ δεκτικόν· εἰ οὖν τοῦ Σωκράτη νοσεῖν καὶ τοῦ Σωκράτη ὑγιαίνειν μηδέν ἐστι δεκτικόν, οὐκ ἂν εἴη ταῦτα ἐναντία. κἂν συγχωρήσῃ δέ τις ἐναντία ταῦτα εἶναι, οὐδὲ οὕτως ἀναγκαῖόν ἐστιν τὸ μὲν αὐτῶν ἀληθὲς εἶναι, τὸ δὲ ψεῦδος· ὄντος μὲν γὰρ τοῦ Σωκράτους ἔσται τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος, μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ· ὁ γὰρ μὴ ὢν οὔτε νοσεῖν οὔτε ὑγιαίνειν ὀρθῶς ἂν λέγοιτο. ἡ μέντοι ἀντίφασις ἀεὶ μερίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, καὶ ὄντος καὶ μὴ ὄντος τοῦ Σωκράτους. κατὰ γὰρ τοῦ μὴ ὄντος ἡ ἀπόφασις ἀληθὴς ἡ 'Σωκράτης οὐχ ὑγιαίνει' καὶ ἡ 'Σωκράτης οὐ νοσεῖ'· οὐ γάρ ἐστιν ταὐτὸν τὸ μὴ νοσεῖν τῷ ὑγιαίνειν, ὥσπερ οὐδὲ τὸ μὴ ὁρᾶν τῷ τυφλὸν εἶναι· ἐπὶ γοῦν τοῦ τοίχου τὸ μὲν 'οὐχ ὑγιαίνει οὐδὲ ὁρᾷ' ἀληθὲς εἰπεῖν, τὸ δὲ 'νοσεῖ καὶ τυφλός ἐστιν' ψεῦδος. ταῦτα δὲ ῥητέον καὶ ἐπὶ τῶν κατὰ συμπλοκὴν τὴν στέρησιν καὶ ἕξιν ἐχόντων· καὶ γὰρ καὶ ἐπὶ τούτων δοκεῖ [405] μὲν διαιρεῖσθαι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μὴν ὄντως γε μερίζεται, ἀλλὰ μὴ ὄντος μὲν ψευδῆ ἄμφω, τό τε ὁρᾶν καὶ τὸ τυφλὸν εἶναι, ὄντος δὲ οὐκ ἀναγκαῖον θάτερον, ὅταν μὴ πεφυκὸς ᾖ ἐπιδέχεσθαι, ὡς ἐπὶ τοῦ τοίχου, ἢ μηδέπω πεφυκός, ὡς ἐπὶ τοῦ σκυλακίου. ἐπὶ μέντοι τῆς ἀντιφάσεως καὶ ὄντος καὶ μὴ ὄντος καὶ πεφυκότος καὶ μὴ ἀεὶ θάτερον ἢ ἀληθὲς ἢ ψεῦδός ἐστιν, ὡς εἴρηται πρότερον. ταῦτα μὲν οὖν ἀκριβῶς δέδεικται.

   Πῶς δὲ περὶ Σωκράτους λέγων ὅτε μήπω φησὶν πέφυκεν ἔχειν ὄψιν, ἀμφότερα ψευδῆ ἐστιν, καὶ τὸ ὁρᾶν καὶ τὸ τυφλὸν εἶναι; ἅμα γὰρ τῷ γενέσθαι τὸν Σωκράτη πέφυκεν ὁρᾶν, καὶ εὐθὺς ἐπ' αὐτοῦ τὸ μὲν ἀληθές ἐστιν, τὸ δὲ ψεῦδος. λέγουσιν δὲ πρὸς τοῦτο, ὡς τοῦ Σωκράτους καὶ ἐπὶ τῶν ἐναντίων καὶ ἐπὶ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν εἰς παράδειγμα παραληφθέντος μεταβὰς ἐπὶ τὴν στέρησιν καὶ ἕξιν τῷ αὐτῷ πάλιν ἀντὶ τοῦ κυνιδίου ἐχρήσατο, εἰς ἐκεῖνο ἀναφέρων τὴν ἐπὶ τῶν ἅμα τῇ γενέσει μηδετέραν ἐχόντων διάταξιν, ἅμα μὲν ἐπὶ τοῦ αὐτοῦ πάντα ἀποδεικνύναι βουλόμενος ὡς ἐπιστημονικωτέρου τούτου ὅταν ᾖ δυνατόν, ἅμα δὲ ὥσπερ εἴωθεν καταφρονεῖ τῶν παραδειγμάτων, ὅταν τὸ πρᾶγμα ἀληθὲς ὑπάρχῃ. μήποτε δέ, φασίν, οὐδὲ ὁ ἄνθρωπος ἐξ ἀρχῆς ἔχει τὴν ὄψιν ὡς ἔχει τὴν ἁφὴν οὐδὲ χρώμενος εὐθὺς αὐτῇ φαίνεται, ἕως διανοίξῃ τὰ βλέφαρα ἡ μαῖα καὶ ἀπομάξῃ· κατὰ δὲ τὴν ἁφὴν εὐθὺς ἅμα τῷ πεσεῖν τοῦ ἔξω ἀέρος πληροῦντος αἰσθόμενον τὸ βρέφος κλαίει. εἰ δὲ τοῦτο, καὶ ἐπὶ τούτου ἁρμόσει λέγειν ὅτι ἅμα τῷ γίνεσθαι αὐτὸν ἀμφότερα ἐπ' αὐτοῦ ψευδῆ ἐστιν. φανερὸν οὖν ὅτι μόνα τὸ ἀληθὲς ἢ ψεῦδος διαιρεῖ, ὅσα ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται· εἰ δὲ τοῦτο, διαφέροι ἂν τῶν ἄλλων τριῶν εἰδῶν τοῦ ἀντικειμένου.

   Καὶ οἱ ἀπὸ τῆς Στοᾶς δὲ διισχυρίζονται ὅτι οὐδὲν τῶν κατὰ ἀπόφασιν λεγομένων οὐδενί ἐστιν ἐναντίον· ἦν γὰρ ἂν τῇ ἀρετῇ ἐναντία ἡ οὐκ ἀρετὴ καὶ τῇ κακίᾳ ἐναντία ἡ οὐ κακία, ὑπὸ μὲν τὴν οὐκ ἀρετὴν καὶ τῆς κακίας πιπτούσης καὶ ἄλλων πολλῶν (καὶ γὰρ ἵππου καὶ λίθου καὶ πάντων τῶν παρὰ τὴν ἀρετήν), ὑπὸ δὲ τὴν οὐ κακίαν καὶ τῆς ἀρετῆς καὶ τῶν ἄλλων πάντων· ἔσται οὖν ἑνὶ πάντα ἐναντία, καὶ τὰ αὐτὰ τῇ ἀρετῇ καὶ τῇ κακίᾳ ἐναντία. ἔτι δὲ εἰ μὴ ἡ ἀρετὴ τῇ κακίᾳ ἐναντία, ἀλλ' ἡ οὐ κακία, συμβήσεται καὶ σπουδαίοις μέσα ἐναντία εἶναι καὶ φαύλοις· ἄτοπον δὲ τοῦτο, καὶ μάλιστα εἰ καὶ τὰ αὐτά. καὶ μὴν καὶ τὸ δυεῖν ἐναντίων ὑφ' ὃ μὲν πάντα τὰ ὑποπίπτοντα ποιότητας εἶναι, ὡς ὑπὸ [406] τὴν ἀρετὴν καὶ τὴν κακίαν, ὑφ' ὃ δὲ καὶ ποιότητας καὶ ποιά, ὡς ὑπὸ τὴν οὐκ ἀρετὴν καὶ τὴν οὐ κακίαν (ὑπὸ ταύτας γὰρ καὶ ποιότητες καὶ ποιὰ καὶ ἐνέργειαι καὶ πᾶν ὁτιοῦν ἐστιν), καὶ τοῦτό ἐστιν ἀπεμφαῖνον. οὕτω μὲν οὖν καὶ παρὰ τοῖς Στωικοῖς διώρισται τά τε ἐναντία καὶ τὰ ἀντιφατικῶς ἀντικείμενα.

   Ὁ δὲ Νικόστρατος αἰτιᾶται κἀνταῦθα λέγων μὴ ἴδιον εἶναι τῶν κατὰ ἀντίφασιν ἀντικειμένων τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. "οὔτε γὰρ μόνοις οὔτε πᾶσιν αὐτοῖς ὑπάρχει· οὐ μόνοις μέν, ὅτι καὶ τοῖς ὀμοτικοῖς καὶ τοῖς ἀπομοτικοῖς λόγοις ὑπάρχει τὸ ἐξ ἀνάγκης θάτερον, οἷον 'νὴ τὴν Ἀθηνᾶν ἔπραξα τάδε'· 'οὐ μὰ τὴν Ἀθηνᾶν οὐκ ἔπραξα'. ἀλλὰ καὶ τοῖς θαυμαστικοῖς, φησί, τὸ αὐτὸ ὑπάρχει· 'ὡς καλός γε ὁ Πειραιεύς', καὶ τοῖς ψεκτικοῖς, οἷον 'φαῦλός ἐστιν', 'οὐ φαῦλός ἐστιν'. οὐκ ἄρα μόνοις ὑπάρχει τοῖς κατὰ ἀντίφασιν τοῦτο, ἀλλ' οὐδὲ πᾶσιν, φησίν. αἱ γὰρ εἰς τὸν μέλλοντα χρόνον ἐγκεκλιμέναι προτάσεις οὔτε ἀληθεῖς εἰσιν οὔτε ψευδεῖς διὰ τὴν τοῦ ἐνδεχομένου φύσιν· οὔτε γὰρ τὸ 'ἔσται ναυμαχία' ἀληθὲς οὔτε τὸ 'οὐκ ἔσται', ἀλλ' ὁπότερον ἔτυχεν". "πρὸς δὴ ταῦτα ἔνεστι μέν, φασί, λέγειν ὅτι τεττάρων ὄντων ἀντικειμένων τοῦ ἑνὸς ἴδιον τοῦτο οὐ πρὸς πάντα ἀλλ' ὡς πρὸς τὰ τρία ἀποδέδωκεν· ὁ γὰρ εἰπὼν ὅτι τῶν τεττάρων τὸ ἓν μερίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ καθάπαξ τοῦτο ἀπεφήνατο, ἀλλ' ἐπὶ μόνων τῶν ἀντικειμένων τοῦτο ἐποίησεν. χωρὶς δὲ τούτων, φασίν, πάλαι λέλυται ταῦτα ἐν ταῖς ἐξηγήσεσιν τοῦ ὅρου τοῦ ἀξιώματος τοῦ ἀφοριζομένου τὸ ἀξίωμα ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος. οὐδὲ γὰρ τὸ ὀμοτικὸν οἷόν τε ἀληθὲς εἶναι ἢ ψεῦδος, ἀλλ' εὐορκεῖν μὲν ἢ ἐπιορκεῖν ἐν τοῖς ὅρκοις εἰκός, ἀληθεύειν δὲ ἢ ψεύδεσθαι ἐν αὐτοῖς οὐχ οἷόν τε, κἂν περὶ ἀληθῶν ὀμόσῃ τις ἢ ψευδῶν. καὶ τὸ θαυμαστικὸν δὲ πλεονάζον τῷ θαύματι παρὰ τὸ ἀξίωμα καὶ τὸ ψεκτικὸν τῷ μώμῳ οὔτε ἀληθές ἐστιν ἢ ψευδές, ἀλλὰ ὅμοια ἀληθέσιν ἢ ψευδέσιν". ἀλλ' αὗται μὲν ἀπὸ τῆς Στωικῆς ἀκριβείας ἔστωσαν αἱ λύσεις. μήποτε δὲ ἁπλοϊκώτερον ἐπελθεῖν δεῖ τῷ λόγῳ· τὸ γὰρ ὀμοτικὸν 'νὴ τὴν Ἀθηνᾶν' οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ, συμπλεκόμενον δὲ πάντως προτάσει ἢ ἀληθεῖ ἢ ψευδεῖ, εἰ μὲν ἀληθὴς ἡ πρότασις, εὐορκεῖν ποιεῖ, ἀλλ' οὐκ ἀληθεύειν (ἡ γὰρ πρότασις εἶχεν τὸ ἀληθές), ψευδεῖ δὲ συμπλεκόμενον ἐπιορκεῖν ἀναγκάζει, οὐ ψεύδεσθαι. καὶ τὸ θαυμαστικὸν δὲ τὸ 'ὡς' προτάσει συνάπτεται τῇ 'καλὸς ὁ Πειραιεύς ἐστιν', καὶ τὸ ψεκτικὸν ὁμοίως, τῶν προτάσεων τὸ ἀληθὲς ἐχουσῶν ἢ τὸ ψεῦδος. περὶ δὲ τῶν εἰς τὸν μέλλοντα χρόνον ἀντιφάσεων οἱ μὲν Στωικοὶ τὰ αὐτὰ δοκιμάζουσιν, ἅπερ καὶ ἐπὶ τῶν ἄλλων. "ὡς γὰρ τὰ περὶ τῶν παρόντων καὶ παρεληλυθότων [407] ἀντικείμενα, οὕτως καὶ τὰ μέλλοντα αὐτά τε, φασίν, καὶ τὰ μόρια αὐτῶν· ἢ γὰρ τὸ ἔσται ἀληθές ἐστιν ἢ τὸ οὐκ ἔσται, εἰ δεῖ ἤτοι ψευδῆ ἢ ἀληθῆ εἶναι (ὥρισται γὰρ κατ' αὐτοὺς τὰ μέλλοντα). καὶ εἰ μὲν ἔσται ναυμαχία αὔριον, ἀληθὲς εἰπεῖν ὅτι ἔσται· εἰ δὲ μὴ ἔσται, ψεῦδος τὸ εἰπεῖν ὅτι ἔσται· ἤτοι δὲ ἔσται ἢ οὐκ ἔσται· ἤτοι ἄρα ἀληθὲς ἢ ψεῦδος θάτερον". οἱ μέντοι Περιπατητικοὶ τὴν μὲν ἀντίφασιν τὴν εἰς τὸ μέλλον ἀληθῆ ἢ ψευδῆ εἶναι λέγουσιν, πότερον δὲ ἔσται μόριον αὐτῶν ἀληθὲς καὶ πότερον ψεῦδος, ἄληπτον εἶναι τῇ φύσει καὶ ἄστατον. τὴν μὲν γὰρ ἀντίφασιν ἐφ' οὑτινοσοῦν χρόνου οὐ κωλύει λέγεσθαι, τὸ 'ἢ ἔσται ἢ οὐκ ἔσται', τῶν δὲ ἐμπεριεχομένων ἐν αὐτῇ μορίων ἑκάτερον οἷον τὸ 'ἔσται' ἢ 'οὐκ ἔσται' ἀφωρισμένως ἐπὶ μὲν τοῦ παρόντος καὶ παρεληλυθότος χρόνου ἤδη ἐστὶν ἢ ἀληθῆ ἢ ψευδῆ· ὅσα δὲ περὶ τοῦ μέλλοντος ἀποφαίνεται, ἤδη μὲν οὐκ ἔστιν ἢ ἀληθῆ ἢ ψευδῆ, ἔσται δὲ ἢ τοῖα ἢ τοῖα. ταῦτα μὲν οὖν ἀρκείτω πρὸς τὸν Νικόστρατον.

   Συμπληρωθέντος δὲ τοῦ παρὰ Ἀριστοτέλει περὶ τῆς τῶν ἀντικειμένων διαφορᾶς λόγου καλῶς ἂν ἔχοι καὶ τὰ Ἀρχύτου περὶ αὐτῶν ἐν τῷ Περὶ ἀντικειμένων βιβλίῳ ἀρχέτυπα τῶν εἰρημένων ὄντα παραγεγράφθαι, καὶ μάλιστα, ὅτι οὐδὲ ὁ θεῖος Ἰάμβλιχος ἀπὸ τούτου τοῦ βιβλίου τι τοῖς ὑπομνήμασιν ἐνέταξεν, καὶ ἴσως οὐκ ἦλθεν εἰς αὐτόν· οὐ γὰρ ἂν αὐτὸ παρῆκεν ὁ τὸ τοῦ Ἀριστοτέλους Περὶ ἀντικειμένων βιβλίον ἐπισκεψάμενος. ἔχει δὲ οὕτως· "καὶ κατὰ νόμον καὶ κατὰ φύσιν ἀντικεῖσθαι ἀλλήλοις λέγεται τὰ μὲν ὡς ἐναντία, οἷον ἀγαθὸν κακῷ καὶ ὑγιὲς κάμνοντι καὶ ἀληθὲς ψευδεῖ· τὰ δὲ ὡς ἕξις στερήσει, οἷον ζωὰ θανάτῳ καὶ ὄψις τυφλότητι καὶ ἐπιστάμα λάθᾳ· τὰ δὲ ὡς πρός τί πως ἔχοντα, οἷον διπλάσιον ἡμίσει, ἄρχον ἀρχομένῳ καὶ δεσπόζον δεσποζομένῳ· τὰ δὲ ὡς κατάφασις καὶ ἀπόφασις, οἷον τὸ ἄνθρωπον ἦμεν τῷ μὴ ἦμεν καὶ τὸ σπουδαῖον ἦμεν τῷ μὴ ἦμεν". ἐκθέμενος οὕτως τὰς τέσσαρας ἀντιθέσεις ἐπάγει ταῦτα περὶ τῆς διαφορᾶς αὐτῶν· "διαφέροντι δὲ ταῦτα ἀλλάλων, ὅτι τὰ μὲν ἐναντία οὐκ ἀναγκαία ἅμα γίνεσθαι οὐδ' ἅμα φθείρεσθαι· ὑγίεια γὰρ νόσῳ ἐναντίον καὶ ἀρεμία κινήσει, ἀλλ' οὔτε ὑγεία νόσῳ συνυπάρχει οὔτε ἀρεμία κινήσει, οὐδὲ μὰν ἅμα γίνεται οὐδὲ μὰν ἅμα φθείρεται ἑκάτερον αὐτῶν· ἕξις δὲ [γενέσιος] καὶ στέρησις διαφέροντι τούτῳ, [408] ὅτι τὰ μὲν ἐναντία μεταβάλλειν πέφυκεν εἰς ἄλλαλα, οἷον τὸ ὑγιὲς ἐς τὸ κάμνον καὶ τὸ κάμνον ἐς τὸ ὑγιὲς καὶ τὸ ὀξὺ ἐς τὸ βαρὺ καὶ τὸ βαρὺ ἐς τὸ ὀξύ, ἕξις δὲ καὶ στέρησις οὐκέτι, ἀλλ' ἕξις μὲν ἔρχεται εἰς τὰν στέρασιν, στέρησις δὲ οὐκ ἔρχεται εἰς τὴν ἕξιν· τὸ μὲν γὰρ ζῷον θνᾴσκει, τὸ δέ γε θνᾷσκον οὐδέποκα ζήσει· ὅλως δὲ ἕξις μέν ἐντι συνοχὰ τῶ κατὰ φύσιν, στέρησις δὲ ἔκλειψις τῶ κατὰ φύσιν. τὰ δὲ πρός τι ἅμα ἀναγκαία καὶ γίνεσθαι καὶ φθείρεσθαι· ἀδύνατον γὰρ διπλάσιον μὲν ἦμεν, ἡμίσεον δὲ μή, ἢ ἡμίσεον μὲν ἦμεν, διπλάσιον δὲ μή, καὶ αἴκα τι γένηται διπλάσιον, ἅμα καὶ ἡμίσεον γίνεται, καὶ αἴκα τι φθείρεται διπλάσιον, ἅμα καὶ ἡμίσεον φθείρεται. κατάφασις δὲ καὶ ἀπόφασις καὶ †λόγος εἴδεα καὶ μᾶλλόν ἐντι καὶ ἀλαθέος καὶ ψευδέος μᾶλλόν ἐντι σημαντικά. τὸ γὰρ ἦμεν ἄνθρωπον ἀληθές ἐστιν, ὅκκα ὑπάρχῃ, ψευδὲς δέ, ὅκκα μὴ ὑπάρχῃ. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τᾶς ἀποφάσιος· καὶ γὰρ αὐτὰ ἀλαθὴς ἢ ψευδὴς παρὰ τὸ πρᾶγμα τὸ σημαινόμενον· ἀληθὴς μέν, ὅκκα ὑπάρχῃ, ψευδὴς δέ, ὅκκα μὴ ὑπάρχῃ. ἔτι ἀγαθῶ μὲν καὶ κακῶ μέσον τι, τὸ μήτε ἀγαθὸν μήτε κακόν, καὶ πολλῶ καὶ ὀλίγω τὸ μέτριον, καὶ βραδέος καὶ ταχέος τὸ ἰσοταχές, ἕξιος δὲ καὶ στερήσιος οὐδέν ἐντι μέσον· ζωᾶς τε γὰρ καὶ θανάτω μεταξὺ οὐδὲν καὶ ὁράσιος καὶ τυφλότητος, εἰ μή τις λέγοι τὸ μήπω γενόμενον ζῷον ἀλλὰ γινόμενον μεταξὺ ἦμεν ζωῆς καὶ θανάτω καὶ τὸ μήπω βλέπον κυνίδιον μεταξὺ ἦμεν τῶ τετυφλῶσθαι καὶ ὁρῆν· οὕτω δὲ λέγων κατὰ συμβεβηκὸς ἀποδώσει τὰν μεσότατα, οὐ κατὰ τὸν οἰκεῖον ὅρον τῶν ἐναντιοτάτων. τὰ δὲ πρός τι ἐπιδέχεται μεσότατας· μεταξὺ γὰρ τῶ δεσπόζοντος καὶ δούλω τὸ ἐλευθέριον καὶ μεταξὺ τοῦ μείζονος καὶ μείονος τὸ ἴσον καὶ μεταξὺ τοῦ πλατέος καὶ στενῶ τὸ ἐφαρμόζον. καὶ τῶν ἄλλων ἐναντίων εὑρεθήσεταί τι μέσον, ἢ καὶ ὠνυμασμένον ἢ καὶ ἀνώνυμον. καταφάσιος δὲ ‹καὶ ἀποφάσιος› μεταξὺ οὐδέν ἐντι, οἷον τῶ τε ἦμεν ἄνθρωπον καὶ τῶ μὴ ἦμεν ἄνθρωπον καὶ τῶ ἦμεν μουσικὸν καὶ τῶ μὴ μουσικόν. καὶ ἄλλως δὲ ἀνάγκα καταφῆσαι ἢ [409] ἀποφῆσαι λέγοντα περί τινος· καταφῆσαι μέν, ὅκκα τι εἶναι δηλοῖ, οἷον ἄνθρωπον, ἵππον, καὶ συνυπάρχον τι τούτῳ οἷον ἀνθρώπῳ μὲν τὸ μωσικῷ ἦμεν, ἵππῳ δὲ τὸ πολεμιστᾷ· ἀποφῆσαι δέ, ὅκκα μὴ ἦμέν τι δαλοῖτο, οἷον μὴ ἦμεν ἄνθρωπον ἢ μὴ ἦμεν ἵππον, ἢ μὴ συνυπάρχον τι τούτῳ, οἷον μὴ ἦμεν τὸν ἄνθρωπον μουσικὸν ἢ μὴ ἦμεν τὸν ἵππον πολεμιστάν. μεταξὺ δέ γε τᾶς καταφάσιος αὐτᾶς καὶ ἀποφάσιος οὐδέν". ταῦτα μὲν οὖν καὶ Ἀρχύτας περὶ τῆς τῶν ἀντικειμένων πρὸς ἄλληλα διαφορᾶς ἀνέγραψεν, ἅμα καὶ τὴν φύσιν αὐτῶν παραδεικνὺς ἀκριβέστερον, καὶ τούτοις τὰ ὑπ' Ἀριστοτέλους εἰρημένα ἀκόλουθά ἐστιν, ὡς ἐκ τῶν εἰρημένων δῆλον γέγονεν. ἑξῆς δὲ ὁ Ἀριστοτέλης διαίρεσίν τινα τῶν ἐναντίων προστίθησιν, ἣν καὶ Ἀρχύτας παραδέδωκεν, καὶ μετ' αὐτὴν ἄλλα τινὰ περὶ τῶν ἐναντίων ἐπάγει. ἔχει δὲ οὕτως τὰ [ὑπὸ] τοῦ Ἀριστοτέλους·

p. 13b36 Ἐναντίον δέ ἐστιν ἀγαθῷ μὲν ἐξ ἀνάγκης κακὸν ἕως τοῦ ἐπὶ δὲ τῶν πλείστων ἀεὶ τῷ κακῷ ἀγαθὸν ἐναντίον ἐστίν.

   Ταῦτα τοῖς περὶ τῶν ἐναντίων εἰρημένοις προστίθησιν χρήσιμα ὄντα πρός τε τὴν ὅλην τῶν κατηγοριῶν θεωρίαν καὶ πρὸς τὴν τῶν τόπων εὕρεσιν· ἔστιν δὲ ταῦτα, ὅτι τῷ μὲν ἀγαθῷ κακὸν πάντως ἐναντίον, τῷ δὲ κακῷ ποτὲ μὲν ἀγαθόν, ποτὲ δὲ κακόν· δεύτερον ὅτι οὐκ ἀνάγκη τοῦ ἑτέρου τῶν ἐναντίων ὄντος καὶ τὸ ἕτερον πάντως εἶναι, ἐπὶ μέντοι τῶν ἀτόμων πάντως οὐκ ἔστιν· τρίτον ὅτι περὶ ὑποκείμενον τὸ αὐτὸ ἢ τῷ γένει ἢ τῷ εἴδει ἐστὶν τὰ ἐναντία, καὶ τέταρτον ὅτι τὰ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἐστὶν ἢ ἐν ἐναντίοις γένεσιν, ἢ αὐτὰ γένη ἐστίν. τούτων δὲ τοῦ μὲν πρώτου τοῦ ὅτι ἀγαθῷ κακὸν ἐξ ἀνάγκης ἐναντίον ἐστὶν δι' ἐπαγωγῆς τὴν πίστιν ἐποιήσατο· διὰ γὰρ ὑγείας καὶ νόσου καὶ δικαιοσύνης καὶ ἀδικίας τὸ καθόλου κατεσκεύασεν. τὸ δὲ ὅτι τῷ κακῷ ποτὲ μὲν ἀγαθὸν ἐναντίον, ποτὲ δὲ κακὸν ἀπὸ τῶν κατ' ἔνδειαν καὶ ὑπερβολὴν καὶ μεσότητα συνελογίσατο· τῇ γὰρ ἐνδείᾳ ἥ τε μεσότης ἐναντιοῦται καὶ ἡ ὑπερβολή, ὡς τῇ δειλίᾳ καὶ ἡ ἀνδρεία καὶ ἡ θρασύτης, καὶ τῇ ψυχροτέρᾳ τοῦ σώματος ἀσυμμετρίᾳ ἥ τε σύμμετρος κρᾶσις καὶ ἡ θερμοτέρα. ἐν δὲ τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ προσέθηκεν τοῖς τρόποις τούτοις τῶν ἐναντιώσεων καὶ τὸν τῶν μήτε ἀγαθῶν μήτε κακῶν πρὸς τὰ μήτε [410] ἀγαθὰ μήτε κακά, οὕτως λέγων τὸ λευκὸν τῷ μέλανι καὶ τὸ γλυκὺ τῷ πικρῷ καὶ τὸ ὀξὺ τῷ βαρεῖ καὶ τῇ κινήσει τὴν στάσιν ἐναντιοῦσθαι.

   Ἀλλὰ πῶς ἓν ἑνὶ δοκεῖ ἐναντίον εἶναι, νῦν δὲ τῷ κακῷ δύο φησὶν ἐναντία εἶναι, τό τε ἀγαθὸν καὶ τὸ ἀντικείμενον κακόν, ὡς τῇ θρασύτητι ἥ τε ἀνδρεία καὶ ἡ δειλία, καὶ τῷ ἀγαθῷ δύο κακὰ φαίνεται ἐναντία, ὡς τῇ ἀνδρείᾳ ἡ θρασύτης καὶ ἡ δειλία καὶ τῇ μεσότητι ἥ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις; ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὡς εἰ μὲν κατὰ τὸ αὐτὸ τῇ θρασύτητι ἑκάτερον ἀντέκειτο, ἄτοπος ἂν ἦν ὁ λόγος· εἰ δὲ ὡς μὲν κακῷ τὸ ἀγαθὸν ἀντίκειται καὶ ὡς ἀσυμμέτρῳ τὸ σύμμετρον, ἓν ἑνί, ὡς δὲ ὑπερβολῇ τῇ θρασύτητι ἀντίκειται ἡ ἔλλειψις ἡ κατὰ τὴν δειλίαν, οὐδὲν ἄτοπον. πρὸς δὲ τὸ δεύτερον, ὅτι καὶ ὡς ἀγαθῷ ἕν ἐστιν ἀντικείμενον τὸ κακὸν καὶ ὡς συμμέτρῳ ἓν τὸ ἀσύμμετρον, ὅπερ κοινῶς καὶ ἐν ὑπερβολῇ θεωρεῖται καὶ ἐν ἐλλείψει. οὐ γὰρ ὡς ὑπερβολὴ καὶ ἔλλειψις πρὸς τὸ σύμμετρον ἀντίκειται, ἀλλ' ὡς ἀσυμμετρία· ἡ δὲ ἔλλειψις πρὸς τὴν ὑπερβολὴν κατὰ τὸ ποσὸν ἀντίκειται· καὶ γὰρ καὶ τὰ πάθη, καθ' ὅσον ἐστὶ διαιρετά, ποσόν ἐστι. καὶ Ἀριστοτέλης δὲ ἐνδείκνυται τὴν κατ' ἄλλο καὶ ἄλλο ἀντίθεσιν εἰπών· κακῷ δὲ ὁτὲ μὲν ἀγαθόν ἐστιν ἐναντίον, ὁτὲ δὲ κακόν· οὐ γὰρ ταὐτὸν τοῦτο τῷ 'καὶ ἀγαθὸν καὶ κακόν', ἀλλὰ μᾶλλον τῷ 'κατὰ μὲν τό, ἀγαθόν, κατὰ δὲ τό, κακόν'. ὥστε τοῖς μὲν ἄκροις δύο τὰ ἐναντία, τὸ μὲν ἕτερον ἄκρον κατὰ τὸ ποσόν, τὸ δὲ μέσον κατὰ τὸ ποιόν, ὡς σύμμετρον ἀσυμμέτρῳ (τὸ γὰρ μέσον ποσὸν οὐκ ἔστιν τῷ ἄκρῳ ἐναντίον ὡς ποσόν· οὐ γὰρ πλεῖστον διεστήκατον κατὰ ποσόν), τῷ δὲ μέσῳ ὡς ἓν ἄμφω τὰ ἄκρα ἐναντία· ὡς γὰρ ἀσύμμετρον πρὸς σύμμετρον καὶ ὡς κακία πρὸς ἀρετήν.

   Νικόστρατος δὲ αἰτιᾶται ἓν μὲν ὅτι ἀτελῶς ἔχει ἡ τῶν ἐναντίων διαίρεσις· οὐ γὰρ προσέθηκεν ὅτι ἀδιάφορον ἀδιαφόρῳ ἀντίκειται. ὅπερ ἐν μὲν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ προσέθηκεν εἰπὼν εἶναί τινα τρόπον ἀντιθέσεως τῶν μήτε ἀγαθῶν μήτε κακῶν πρὸς τὰ μήτε ἀγαθὰ μήτε κακά, ὡς εἴρηται πρότερον· ἀδιάφορα δὲ αὐτὰ οὐκ ἐκάλεσεν, ὡς οἶμαι, διότι νεώτερον ἦν τὸ τοῦ ἀδιαφόρου ὄνομα παρὰ τῶν Στωικῶν τεθέν. ἐνταῦθα δὲ αὐτῶν οὐκ ἐμνήσθη, διότι ἀμφισβητήσιμον ἦν, μήποτε οὐ μόνον ἀδιάφορον ἀδιαφόρῳ, ἀλλὰ καὶ ἀδιάφορον κακῷ ἀντίκειται, ὡς δοκεῖ τὸ τεχνικὸν μέσον ὂν τῷ ἀτέχνῳ κακῷ ὄντι ἐναντιοῦσθαι καὶ τὸ νήφειν τῷ μεθύειν, καὶ αὖ πάλιν ἀγαθῷ μέσον ἐναντίον, ὡς τὸ οἰνῶσθαι τῷ νήφειν. ἀκατάλληλος [411] δὲ ἡ λῆψις· καὶ γὰρ τὸ ἄτεχνον μέσον, εἴπερ καὶ ἐπὶ παίδων λέγεται, καὶ τὸ νήφειν διττόν, τὸ μὲν ἀγαθόν, τὸ δὲ μέσον, ὅταν τὸ μὴ οἰνῶσθαι δηλοῖ καὶ τὸ μεθύειν τὸ μὲν κακόν, τὸ δὲ μέσον, ὅταν τὸ οἰνῶσθαι δηλοῖ, καὶ οὕτως μέσα μὲν μέσοις, ἀγαθὰ δὲ κακοῖς ἀντιτιθέναι προσήκει. ἅπερ ἢ ἀνεξέταστα καταλιμπάνων ἄτοπον ἐποίει μνημονεύσας ὅλως αὐτῶν ἢ ἐξετάζων μῆκος ἐπεισῆγεν ἀσύμμετρον τῇ εἰσαγωγῆ. ἕτερον δὲ αἰτιᾶται ὁ αὐτὸς ἀνὴρ πειρώμενος καὶ ἀγαθὸν ἀγαθῷ δεικνύναι ἐναντίον· τὴν γὰρ φρονίμην περιπάτησιν τῇ φρονίμῃ στάσει ἐναντίαν φησὶν καὶ τὴν φρονίμην ἡδονὴν τῇ φρονίμῃ λύπῃ, καὶ τἆλλα τὰ τοιαῦτα, ἅπερ καὶ ἐναντίως λέγεσθαι δοκεῖ. ἀλλ' οὐκ ἔστιν ἐναντία συμφωνοῦντα πρὸς τὸν ἕνα σκοπὸν καὶ τὸ ἓν τέλος τοῦ ἄμφω ποιοῦντος ἐμφρόνως. εἰ δὲ καὶ ἔστιν ὅλως ἐν τούτοις ἐναντίωσις, οὐχ ὡς ἀγαθοῦ πρὸς ἀγαθόν ἐστιν, ἀλλ' ὡς μέσου πρὸς μέσον· ὡς γὰρ περιπάτησις πρὸς στάσιν καὶ ὡς ἡδονὴ πρὸς λύπην ἀντίκειται.

   Ζητήσοι δὲ ἄν τις, διὰ τί κακῷ μὲν κακὸν ἀντίκειται καὶ μέσῳ μέσον, ἀγαθῷ δὲ ἀγαθὸν οὐκ ἐναντιοῦται. καὶ ῥητέον ὅτι τὸ μὲν ἀγαθὸν ἕν ἐστι καὶ ἁπλοῦν, τὸ δὲ κακὸν ποικίλον. ὥσπερ οὖν πανταχοῦ τὸ μὲν τυχεῖν καθ' ἓν γίνεται, κατὰ τὴν εἰς τὸν σκοπὸν βολήν, τὸ δὲ ἀποτυχεῖν κατὰ πολλά, κατὰ γὰρ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας, οὕτως τὸ μὲν ἀγαθὸν ἓν ὂν οὐκ ἐναντιοῦται πρὸς ἑαυτό, τὸ δὲ κακὸν ποικίλον ὂν ἐναντιοῦται. τὸ δὲ μέσον οὐδὲ αὐτὸ ὡς μέσον ἐναντιοῦται, ἀλλὰ καθ' ἣν ἔχον φύσιν μέσον ἐστίν· ὡς γὰρ λευκὸν μέλανι καὶ γλυκὺ πικρῷ· τὸ μέντοι κακὸν οὐ κατ' ἄλλο, ἀλλὰ κατὰ τὴν ὑπερβολὴν καὶ ἔλλειψιν, καθ' ἣν καὶ ἀσύμμετρα καὶ κακά ἐστιν. ὥσπερ δὲ δύο ἀληθῆ οὐκ ἀντίκειται, ψευδῆ δὲ δύο ἀντίκειται, ὡς ἐπὶ τῆς ἐνδεχομένης ὕλης τὸ πᾶς καὶ οὐδείς, οὕτως ἀγαθῷ μὲν ἀγαθὸν οὐ μάχεται, κακῷ δὲ κακὸν μάχεται. διόπερ οἰκονομία μὲν καὶ ἐλευθερία οὐ μάχονται, καίτοι ἡ μὲν σῴζειν βούλεται τὰ χρήματα, ἡ δὲ προΐεσθαι, ἀλλ' ἄμφω τοῦ καιροῦ στοχαζόμεναι συνάπτονται κατὰ τὸ ἀγαθόν· θρασύτης δὲ καὶ δειλία μάχονται.

   Καὶ ταύτην δὲ τῶν ἐναντίων τὴν διαφορὰν ὁ Ἀριστοτέλης τῷ Ἀρχύτᾳ κατακολουθῶν προτέθεικεν. γράφει γὰρ οὕτως ἐκεῖνος ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ [τάδε]· "ἔτι τῶν ἐναντίων διαφοραὶ τρεῖς· τὰ μὲν γὰρ ὡς ἀγαθὸν κακῷ ἀντίκειται, οἷον ὑγίεια νόσῳ, τὰ δὲ ὡς κακὸν κακῷ, οἷον ἀνελευθερία ἀσωτίᾳ, τὰ δὲ ὡς οὐδέτερον οὐδετέρῳ, οἷον λευκὸν μέλανι, [412] βαρὺ κούφῳ", τὸ παρὰ τοῖς νεωτέροις ἀδιάφορον οὐδέτερον καλέσας αὐτός, ὡς Ἀριστοτέλης τῇ τῶν ἄκρων ἀποφάσει οὔτε ἀγαθὸν οὔτε κακὸν αὐτὰ καλεῖ. ἐπ' ὀλίγων δέ, φησί, τὴν τοῦ κακοῦ πρὸς τὸ κακὸν ἐναντίωσιν ἔστιν ὁρᾶν· ἐπ' ἐκείνων γὰρ μόνων, ἐφ' ὧν τὸ μὲν ἀγαθὸν ἐν μεσότητι θεωρεῖται, τὸ δὲ κακὸν ἐν ὑπερβολῇ καὶ ἐλλείψει, καὶ ἐπὶ τούτων δὲ αὐτῶν ἄμφω ὡς ἓν κακὸν πρὸς τὸ ἀγαθὸν ἀντίκειται. ζητεῖν δὲ ἄξιον οἶμαι, εἰ μὴ πᾶν ἀγαθὸν ἔχον ἀντικείμενον κακὸν ἐν συμμετρίᾳ θεωρεῖται καὶ πᾶν κακὸν ἐν ἀσυμμετρίᾳ (εἰ γὰρ τοῦτο, οὐκ ἐπ' ὀλίγων ἐστὶν καὶ ἡ κακοῦ πρὸς κακὸν ἀντίθεσις· ἡ γὰρ ἀσυμμετρία κατὰ ὑπερβολὴν γίνεται καὶ ἔλλειψιν, ἅπερ ἀντίκειται ἀλλήλοις ὡς κακά) ἢ πολλὰ καὶ τὰ μὴ οὕτως.

p. 147 Ἔτι δὲ τῶν ἐναντίων οὐκ ἀναγκαῖον, ἂν θάτερον ᾖ, καὶ τὸ λοιπὸν εἶναι ἕως τοῦ οὐκ ἂν εἴη τὸ νοσεῖν Σωκράτη.

   Δεύτερον θεώρημα περὶ τῶν ἐναντίων παραδίδωσιν, ᾧ πρότερον ἐχρησάμεθα τὴν διαφορὰν τῶν ἐναντίων πρὸς τὰ πρός τι δηλοῦντες, διότι ἐπὶ μὲν τῶν ἄνευ συμπλοκῆς ἐναντίων οὐκ ἀναγκαῖον, ἂν θάτερον ᾖ, καὶ τὸ λοιπὸν εἶναι (οὐ γὰρ εἰ ὑγεία ἔστιν, ἀνάγκη καὶ νόσον εἶναι), τὰ δὲ πρός τι ἅμα συνυπάρχει. ἐπὶ δὲ τῶν συνειλημμένων ἐναντίων (ταῦτα δέ ἐστιν τὰ ἄτομα, ὡς ὅταν λέγω Σωκράτη ὑγιαίνειν, Σωκράτη νοσεῖν), ἐπὶ τούτων οὐκ ἐνδεχομένως ἀλλὰ ἀναγκαίως θάτερον μόνον ὑπάρχει. τούτων δὲ τὸ πρῶτον Ἀριστοτέλης μὲν καθ' ὑπόθεσιν ἔλαβεν τὸ πάντας ὑγιαίνειν καὶ πάντας λευκοὺς γενέσθαι, τὸ μὴ ἐξ ἀλλήλων ἠρτῆσθαι τἀναντία ὥσπερ τὰ πρός τι δηλῶν. οὐ συγχωρήσουσι δὲ ὅσοι τἀναντία ἀρχὰς ἔθεντο, οἵ τε ἄλλοι καὶ οἱ Ἡρακλείτειοι· εἰ γὰρ τὸ ἕτερον τῶν ἐναντίων ἐπιλείψει, οἴχοιτο ἂν πάντα ἀφανισθέντα. διὸ καὶ μέμφεται τῷ Ὁμήρῳ Ἡράκλειτος εἰπόντι·

   ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπόλοιτο· οἰχήσεσθαι γάρ φησιν πάντα. ἐν μέντοι τῷ ἑξῆς οὐ τοῦτο δείκνυται, τὸ μὴ ἅμα ὑπάρχειν τἀναντία ἐν τῷ κόσμῳ, ἀλλ' ὅτι οὐχ ἅμα οἷόν τε τὸν Σωκράτη νοσεῖν καὶ ὑγιαίνειν, οὐδὲν δὲ κωλύει ἄλλου νοσοῦντος ἄλλον ὑγιαίνειν. εἰ δὲ συμφωνεῖν τις τῷ προτέρῳ καὶ τοῦτον βούλοιτο τὸν λόγον, οὕτως ἂν ἐκδέξαιτο· ὡς γὰρ μὴ ἐνδέχεται ἅμα ὑγιαίνειν τὸν Σωκράτη καὶ νοσεῖν, οὐδὲ ἄλλον οὐδένα εἰ ὑγιαίνοι ἐγχωρεῖ νοσεῖν. εἰ πάντες οὖν ὑγιαίνοιεν καθ' ὑπόθεσιν, οὐκ ἂν εἴη νόσος οὐδαμοῦ.

[413]    Εἰπόντος δὲ αὐτοῦ περὶ τὸ αὐτὸ τῷ ἀριθμῷ μὴ ἂν τἀναντία γενέσθαι, ἀντιτίθενταί τινες τὸ ἡδονὴν καὶ λύπην ἅμα γίνεσθαι ἐπὶ τοῦ θερμὸν γλυκὺ πίνοντος. ἢ πρῶτον μὲν οὐ κατὰ τὸ αὐτὸ συμβαίνει, ἀλλ' ἡ μὲν ἁφὴ ἀνιᾶται, ἡ δὲ γεῦσις ἥδεται. ἔπειτα δὲ ἐκ τοῦ συνυπάρχειν ἀλλήλοις ἡδονὴν καὶ λύπην ἐν τῷ διψῶντι καὶ πίνοντι δείκνυσιν ὁ Πλάτων, εἴ τι μέμνημαι, ὅτι οὐκ ἔστιν ταῦτα ἀγαθὸν καὶ κακόν· οὐδὲ γὰρ ἐναντία. ὁ δὲ Ἰάμβλιχος ἐπὶ πάντων τῶν ἐναντίων ἐκτείνων τὸν λόγον τὰ μὲν μίγνυσθαί φησιν τῶν ἐναντίων, ὡς λευκὸν καὶ μέλαν ἐν τῷ φαιῷ καὶ γλυκὺ καὶ πικρὸν ἐν τῷ ἀψινθάτῳ, τὰ δὲ ἄμικτα εἶναι, ὡς ὑγείαν καὶ νόσον, τῶν ἰατρῶν καὶ ταύτας ἐν τῇ οὐδετέρᾳ λεγομένῃ καταστάσει μιγνύντων. "ἔτι δέ, φησί, τῶν ἐναντίων ὅσα γεννᾷ τι ἕν, τοῦτο τὸ γεννηθὲν ὅπου μὲν τοῦ μὲν μᾶλλόν ἐστι τῶν γεννησάντων, τοῦ δὲ ἧττον, ὡς τὸ φαιόν, ὅπου δὲ ἀμφοῖν μεῖζον, ὡς τὸ ἐκ μείζονος καὶ ἐλάττονος συντιθέμενον, ὅπου δὲ ἀμφοῖν ἔλαττον, ὡς τὸ ἐξ εὐθέος καὶ καμπύλου· καὶ γὰρ τοῦ εὐθέος ἧττόν ἐστιν εὐθὺ καὶ τοῦ καμπύλου ἧττον καμπύλον".

p. 1415 Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτὸν ἢ εἴδει ἢ γένει πέφυκεν γίνεσθαι τἀναντία ἕως τοῦ δικαιοσύνη δὲ καὶ ἀδικία ἐν ψυχῇ.

   Ἐπειδὴ περὶ τῶν ἐμμέσων καὶ ἀμέσων ἐναντίων λέγων ἐχρήσατο τῷ "ἐν ᾧ πέφυκεν γίνεσθαι ἢ ὧν κατηγορεῖσθαι", διδάσκει, τίνα ἐστὶν τὰ ἐν οἷς πέφυκεν γίνεσθαι τὰ ἐναντία· τριχῶς δὲ τοῦ ταὐτοῦ λεγομένου, ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, ἐν τοῖς αὐτοῖς τῷ γένει καὶ ἐν τοῖς αὐτοῖς τῷ εἴδει λέγει γίνεσθαι. ὅταν μὲν γὰρ τὸ σῶμα ἁπλῶς λάβωμεν περὶ ὃ τἀναντία λευκότης καὶ μελανία, γένος τὸ αὐτὸ ἐλάβομεν· ἐὰν δὲ ζῴου σῶμα ἐν ᾧ νόσος καὶ ὑγεία, εἶδος ἐλάβομεν ὑπὸ τὸ γένος. κἂν μὲν πάσας ψυχὰς ὡς τῷ γένει τὰς αὐτάς, ἔσται περὶ αὐτὰς ἐναντία τὸ λογικὸν καὶ τὸ ἄλογον· ἂν δὲ τὰς ἀνθρωπίνας ψυχὰς ὡς εἶδος, ἔσται περὶ αὐτὰς ἀρετὴ καὶ κακία. περὶ μέντοι τὸ αὐτὸ τῷ ἀριθμῷ γίνεσθαι τἀναντία οὐ προσέθηκεν· τινὲς μὲν γὰρ ὡρισμένως τήνδε τὴν φρόνησιν, οἷον τὴν Σόλωνος, τῇ αὐτοῦ ἀφροσύνῃ εἴπερ γένοιτο ἐναντίαν εἶναί φασιν καὶ τὴν τοῦδε ὑγείαν τῇ αὐτοῦ ἐκείνου νόσῳ ἀλλ' οὐ τὴν τυχοῦσαν τῇ τυχούσῃ, οὐ μέντοι ὁ Ἀριστοτέλης οὕτως ἔοικεν τίθεσθαι· διὸ ἐν γένει μόνῳ καὶ ἐν εἴδει τῷ αὐτῷ [414] εἶπεν γίνεσθαι τὰ ἐναντία. καὶ Ἰάμβλιχος δὲ ἀκολουθῶν φησιν μὴ λέγεσθαι κατὰ δεῖξιν τήνδε τὴν φρόνησιν τῇδε τῇ ἀφροσύνῃ ἐναντίαν, ἀμέσως δὲ φρόνησιν ἀφροσύνῃ. κἂν ἐπί τινος δὲ τῶν ἀτόμων ὡρισμένως τὰ ἐναντία λέγηται, ἀλλὰ κατὰ ἀναφορὰν τὴν ἐπὶ τὰ ἄμεσα· τί γὰρ μᾶλλον τῇ ἐν τούτῳ ἢ τῇ ἐν τούτῳ φρονήσει ἡ ἀφροσύνη ἐναντίον ἐστίν; μήποτε δὲ ἔστιν τις καὶ ἐν τούτοις ἀντίθεσις, εἴπερ καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι πρὸς τὰς ἐχούσας ψυχὰς ἰδιοτροποῦνται, καὶ ὑγεῖαι καὶ νόσοι πρὸς τὰ ἔχοντα σώματα. πῶς δὲ ἂν οὐκ εἴποι ὁ Ἀριστοτέλης καὶ περὶ ταὐτὸν τῷ ἀριθμῷ γίνεσθαι τὰ ἐναντία, εἴπερ τῆς οὐσίας τὸ ἴδιον τοῦτο ἀφωρίσατο καὶ αὐτός, τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένουσαν τῶν ἐναντίων εἶναι δεκτικήν; ἢ οὐχὶ τὸ ὑποκείμενον τοῖς ἐναντίοις βούλεται ὁ Ἀριστοτέλης μὴ εἶναι ἓν ἀριθμῷ, ἀλλ' ἴσως ὡς ἐν τοῖς περὶ τῆς οὐσίας λόγοις εἰρημένον σαφῶς νῦν παραλέλειπται, ἀλλ' εἴπερ ἄρα [τὸ] τὰ ἐναντία κἂν ἐν τοῖς ἀτόμοις γένηται, μὴ κατὰ τὸ ἄτομον αὐτὰ τὴν ἐναντίωσιν ἔχειν· μὴ γὰρ ὅτι ἥδε ἡ φρόνησις καὶ ἥδε ἡ ἀφροσύνη, ἀλλ' ὅτι φρόνησις, ἀφροσύνη. οὕτως δὲ καὶ τὸ παρὰ Ἰαμβλίχου λεγόμενον εὐθετιστέον. δῆλον δὲ ὅτι περὶ μὲν τὸ ταὐτὸν τῷ γένει καὶ περὶ τὸ ταὐτὸν τῷ εἴδει οὐ μόνον ἅμα γίνεται τὰ ἐναντία, ἀλλὰ καὶ ἔστιν ἅμα, διότι δυνατὸν ἐν ἄλλῳ καὶ ἄλλῳ συνεστάναι· περὶ δὲ τὸ αὐτὸ τῷ ἀριθμῷ ἀδύνατον εἶναι ἅμα, ἀλλ' ἀνὰ μέρος.

p. 1419 Ἀναγκαῖον δὲ πάντα τὰ ἐναντία ἕως τοῦ ἀλλ' αὐτὰ τυγχάνει γένη ὄντα.

   Τέταρτον θεώρημα παραδίδωσιν ὅτι πάντα τὰ ἐναντία ἢ ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ ἐναντία γένη, ὥσπερ δικαιοσύνη καὶ ἀδικία, εἴπερ τῆς μὲν ἀρετή, τῆς δὲ κακία τὸ γένος, ἢ αὐτὰ γένη ἐστίν, ὥσπερ τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἃ οὐκ ἔστιν ἐν γένει ἄλλῳ, ἀλλ' αὐτὰ τυγχάνει γένη ὄντα. ταύτης δὲ τῆς διαιρέσεως ὁ Νικόστρατος λαμβάνεται, ἀνύπαρκτον λέγων τὸ τρίτον ἐν αὐτῇ τμῆμα· μὴ γὰρ εἶναί τινα ἐναντία, ἅπερ ἐστὶν μόνον γένη, οὐχὶ δὲ καὶ εἴδη τινὸς ἢ τινῶν. "αὐτίκα γοῦν τὸ ἀγαθὸν καὶ τὸ κακὸν ὑπὸ τὴν ποιότητα τάττεται, καὶ ἤτοι τὴν διάθεσιν ἢ τὴν ἕξιν. ἄλλως δὲ πᾶν ἐναντίον ἤτοι ὑπό τι τῶν δέκα γενῶν ταχθήσεται καὶ ἔσται πάντως ὑπὸ γένος καὶ μάτην εἴρηται τὸ αὐτὰ γένη εἶναι, ἢ ἔξω τῶν δέκα κατηγοριῶν ἐστιν καὶ ἀτελὴς ἔσται ἡ εἰς δέκα διαίρεσις". ταύτην δὲ τὴν ἀπορίαν καλῶς ὁρμηθεῖσαν οἱ περὶ τὸν Πορφύριον λύουσι λέγοντες τῶν ἐναντίων τὰ μὲν ὁμώνυμα εἶναι, τὰ δὲ [415] οὐχ ὁμώνυμα, καὶ ὅτι "τὰ μὲν μὴ ὁμώνυμα διεῖλεν εἴς τε τὰ ὑφ' ἓν γένος τεταγμένα καὶ εἰς τὰ ὑπ' ἐναντία γένη, τὰ δέ γε ὁμωνύμως μὴ ὑφ' ἓν γένος ὄντα, κατὰ πολλῶν δὲ λεγόμενα, διότι ἔοικεν τὰ γένη τοῖς ἀφ' ἑνὸς ὁμωνύμοις, αὐτὰ γένη φησὶν εἶναι. τοιοῦτον δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν· ὁμώνυμον γὰρ τὸ ἀγαθόν· καὶ γὰρ ἐν οὐσίᾳ, ὡς θεός, καὶ ἐν ποιότητι, ὡς ἀρετή, καὶ ὡς ποσὸν δέ, ὡς τὸ σύμμετρον, καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις". ἀλλ' οἱ οὕτως λέγοντες πρῶτον μὲν τὸ γένος ἀκύρως εἰρῆσθαι ἐπὶ ὁμωνύμου φωνῆς λέγουσιν, ἔπειτα οὐ προσποιοῦνται τὸ ποιότητας εἶναι τὸ ἀγαθὸν καὶ τὸ κακόν. ἄλλοι δὲ ἰδιοτρόπως τὴν λέξιν ἐξηγοῦνται λέγοντες μηδὲν ἄλλο δηλοῦσθαι ἐν τῷ ἀγαθὸν δὲ καὶ κακὸν οὐκ ἔστιν ἐν γένει, ἀλλ' αὐτὰ τυγχάνει γένη τινῶν ὄντα ἢ ὅτι τὸ ἀγαθὸν καὶ τὸ κακὸν οὐκ ἔστιν ὑπ' ἐναντία γένη, ἀλλ' αὐτὰ γένη ἐστὶν ἐναντία· κἂν γὰρ ὑπὸ τὸ ποιόν ἐστιν, τὸ ποιὸν οὐκ ἔστιν ἐναντίον ἄλλῳ γένει. βεβίασται δὲ καὶ αὕτη ἡ λύσις· οὐδὲν γὰρ διοίσει ἡ τρίτη διαφορὰ τῆς πρώτης, εἴπερ ἐναντία ὄντα τὸ ἀγαθὸν καὶ τὸ κακὸν ὑφ' ἕν ἐστι γένος. Θεόφραστος δὲ ἐν τοῖς ἑαυτοῦ Τοπικοῖς τάδε γέγραφεν ἀπορώτερον ἔτι ποιοῦντα τὸν λόγον· "ἐπεὶ δὲ ἐναντίαι τῶν ἐναντίων αἱ ἀρχαί, δῆλον ὅτι οὐδὲ ἐν ἑνὶ γένει ταῦτα, καθάπερ οὐδὲ τὸ ἀγαθὸν καὶ τὸ κακὸν καὶ κίνησις καὶ στάσις. εἴη δ' ἂν καὶ ὑπεροχὴ καὶ ἔλλειψις ἐναντία γε καὶ ἀρχαί, καὶ εἶδος καὶ στέρησις". πρὸς δὴ ταῦτά φησιν Ἰάμβλιχος, ὡς "εἰ τῶν ὄντων δέκα γένη καὶ πάντα τἀναντία ὑπὸ ταῦτα, ἤτοι πάντα ὑφ' ἓν γένος ταχθήσεται ἢ ἄλλο ὑπ' ἄλλο, ἢ πολλαχῶς ἔσται ἐναντία, ἑκάστου ὑπὸ πλείονα γένη ταττομένου". ἢ οὐχ ἁπλῶς φησιν οὐδὲ ἐν ἑνὶ γένει εἶναι τὰ ἐναντία ὡς γένη τὰς κατηγορίας λέγων, ἀλλ' ὅτι οὐκ ἔστιν γένη αὐτῶν ἄλλα ὡς ἐναντία· ἀρχαὶ γὰρ τῶν ἐναντίων αὗται καὶ ὑπὸ ταῦτα τὰ ἄλλα τέτακται, ἐπεὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν εἶδεν καὶ αὐτὸς ὑφ' ἓν γένος τὸ ποσὸν τεταγμένα ὡς ὑπὸ μίαν κατηγορίαν, ὡς δὲ ἐναντία καὶ ἐναντίων ἀρχὰς οὐ βούλεται ὑπὸ ἄλλα ἐναντία τετάχθαι. ἢ καὶ τὰ πρῶτα ἐναντία οὐ κυρίως γένη, καὶ τοῦτό ἐστιν τὸ 'οὐδὲ ἐν ἑνὶ γένει ταῦτα'· καὶ γὰρ τὰ παραδείγματα οἷς ἐπ' αὐτῶν χρῶνται τοιαῦτα ὡς ἔχειν ἐν αὑτοῖς τὸ πρότερον καὶ ὕστερον. "μήποτε οὖν, φησὶν Ἰάμβλιχος, τῇ Πυθαγορικῇ διατάξει περὶ τῆς τοῦ ἀγαθοῦ καὶ κακοῦ συστοιχίας ἀκολουθεῖ νῦν Ἀριστοτέλης, τὰς ἐναντίας παρ' ἐκείνοις ἀρχὰς γένη καλέσας, ὥστε τὴν τρίτην ταύτην τῶν ἐναντίων διαφορὰν προσκεῖσθαι κατὰ δόξαν μᾶλλον". ἀλλ' ἐπιστήσοι ἄν τίς ποτε, πῶς ἔτι ἀληθὴς ἐκεῖνος τῶν ἐναντίων ὁ λόγος ὁ λέγων ἐναντία εἶναι τὰ πλεῖστον ἀλλήλων [416] ὑπὸ τὸ αὐτὸ γένος διεστηκότα, εἴπερ μὴ μόνον ὑπὸ τὸ αὐτὸ ἀλλὰ καὶ ὑπὸ ἐναντία γένη ἐστίν, ἵνα τὸ τρίτον ὡς κατὰ δόξαν προστεθὲν παραλίπω. ἢ ὁ μὲν λόγος τὴν εἰς ἓν ὁπωσοῦν ἀναφορὰν περιεῖχεν, ἡ δὲ ἐνταῦθα διαφορὰ κατὰ τὸ προσεχὲς εἴληπται, διότι τὰ μὲν προσεχῶς ὑφ' ἓν γένος τέτακται, ὡς λευκὸν καὶ μέλαν ὑπὸ τὸ χρῶμα, τὰ δὲ προσεχῶς ὑπὸ ἐναντία, ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ ἀρετὴν καὶ κακίαν, διὰ τούτων δὲ ὑπὸ τὸ ἕν, ἢ τὴν ἕξιν ἢ τὴν διάθεσιν ἢ αὐτὴν τὴν ποιότητα.

   Ὁ μέντοι Ἀρχύτας μηδὲ ταύτην παραλιπὼν τῶν ἐναντίων τὴν διαφορὰν ἀσφαλέστερον αὐτὴν ἔοικεν ἐκθέσθαι λέγων οὕτως· "ἔτι τῶν ἐναντίων ἃ μὲν ἐν γένεσι γενῶν ἐγγίνεται· ἀγαθὸν γὰρ κακῷ ἐναντίον, καὶ γένος τὸ μὲν ἀγαθὸν τῶν ἀρετῶν, τὸ δὲ κακὸν τῶν κακιῶν· ἃ δὲ ἐν γένεσιν εἰδῶν· ἀρετὰ γὰρ καὶ κακία ἐναντίον, καὶ γένος ἁ μὲν ἀρετὰ φρονάσιος καὶ σωφροσύνας, ἁ δὲ κακία τᾶς ἀφροσύνας καὶ ἀκολασίας· ἃ δὲ ἐν εἴδεσιν· ἐναντία γὰρ ἀνδρεία δειλίᾳ καὶ δικαιοσύνα ἀδικίᾳ, καὶ ἔντι εἴδεα δικαιοσύνα μὲν καὶ ἀνδρεία τᾶς ἀρετᾶς, ἀδικία δὲ καὶ ἀκολασία τᾶς κακίας". ἐν δὲ τούτοις Ἀρχύτας τῶν ἐναντίων τὰ μὲν γένη γενῶν εἶπεν οὐ κωλυόμενα οὐδὲ αὐτὰ ὑφ' ἕν τι γένος ἀνάγεσθαι, ὡς τὸ ἀγαθὸν καὶ τὸ κακὸν ὑπὸ τὴν ποιότητα, τὰ δὲ γένη εἰδῶν, τὰ δὲ εἴδη, καὶ προστίθησιν αὐτός, ὅτι καὶ τὰ πρῶτα γένη πάντως καὶ εἴδη ἐστίν· "οὐ, γάρ φησιν, γένη μόνον ἐντί, ἀλλὰ καὶ εἴδεα".

   Ἀλλ' ἐπεὶ τὸν περὶ τῶν ἐναντίων καὶ τῶν ἀντικειμένων ὅλων συνεπερανάμεθα λόγον, καλῶς ἂν ἔχοι τὸ τηλικοῦτον ζήτημα μὴ παραλιπεῖν. ὁ γὰρ Ἀριστοτέλης πανταχοῦ ἐν τούτοις καὶ πρὸ τοῦ Ἀριστοτέλους Ἀρχύτας ἐναντίων παραδείγματα τὸ ἀγαθὸν καὶ κακὸν τίθησιν καὶ ὑγείαν καὶ νόσον καὶ ἀληθὲς καὶ ψεῦδος, καὶ δικαιοσύνην δὲ καὶ ἀδικίαν καὶ ἀρετὴν καὶ κακίαν ἤτοι σπουδαιότητα καὶ φαυλότητα, ἕξεως δὲ καὶ στερήσεως παραδείγματα ὄψιν καὶ τυφλότητα. ζητεῖν οὖν οἶμαι ἄξιον, εἰ τὸ ἀγαθὸν καὶ κακὸν καὶ δικαιοσύνην καὶ ἀδικίαν καὶ ὑγείαν καὶ νόσον ὡς ἐναντία δεῖ τίθεσθαι ἢ ὡς ἕξιν καὶ στέρησιν· εἰ γὰρ τὰ ἐναντία ἰσοσθενῆ βούλεται ‹εἶναι] καὶ ὁμοίως προηγούμενα καὶ κατὰ φύσιν ἄμφω, ταῦτα δέ, τὸ κακόν φημι καὶ ἀδικία καὶ νόσος καὶ τὰ τοιαῦτα, ἀποτυχίαι μᾶλλόν εἰσιν καὶ παραλλάξεις καὶ παρατροπαὶ ἀπὸ τοῦ κατὰ φύσιν καὶ παρυποστάσεις, πῶς ἂν εἴη προηγούμενα ἄμφω ἢ ἰσοσθενῆ ἢ κατὰ φύσιν ὁμοίως; εἰ γὰρ ἔστιν ὅλως τὸ παρὰ φύσιν, ἐν [417] τούτοις ἐστὶν καὶ οὐκ ἄλλῳ, καὶ ὅτι ἀποτυχία, δηλοῖ τὸ πρῶτον μὲν μηδενὸς εἶναι τέλος αὐτά, ἔπειτα καὶ οἱ αἱρούμενοι ἀδικίαν τῇ παραχρώσει τοῦ ἐν αὐτῇ ἀγαθοῦ δελεάζονται καὶ κατὰ ἀποτυχίαν αὐτῇ περιπίπτουσιν, τὸ αὔταρκες καὶ τὸ ἱκανὸν καὶ τὸ πρωτεῖον ζητοῦντες. τίς δὲ ἐπὶ τῆς νόσου διαμφιβάλλει, ὅτι οὐ παρὰ φύσιν ἐστὶν διάθεσις; καὶ οὕτως αὐτὴν μέχρι νῦν οἱ ἰατροὶ πάντες ὁριζόμενοι διατελοῦσιν. εἰ οὖν ὡς τὸ κατὰ φύσιν ταῦτα καὶ τὸ παρὰ φύσιν ἀντίκεινται, οὐκ ἂν εἴη ὡς ἐναντίων ἀντίθεσις (ἐκεῖνα γὰρ κατὰ φύσιν καὶ εἴδη ἄμφω, ὡς λευκὸν καὶ μέλαν καὶ θερμὸν καὶ ψυχρόν), ἀλλ' ὡς ἕξεως μᾶλλον καὶ στερήσεως, τῆς μὲν ἐν τῷ στερίσκεσθαι, τῆς δὲ ἐν τῷ ἐστερῆσθαι. καὶ γὰρ τὸ νοσεῖν στέρησις καὶ τὸ τεθνάναι καὶ τὸ ὀφθαλμιᾶν καὶ τὸ τετυφλῶσθαι, ἀλλὰ ἡ μὲν ἐν τῷ στερίσκεσθαι, ἡ δὲ ἐν τῷ ἐστερῆσθαι. διττῆς οὖν οὔσης οἱ ἄνδρες οὗτοι τὴν ἐν τῷ ἐστερῆσθαι μόνην στέρησιν καλοῦσιν διὰ τὸ παντελῶς ἀδύναμον, τὰ δὲ ἐν τῷ στερίσκεσθαι ὡς ἐναντία τίθενται διὰ τὸ ἐνεῖναί τινα δύναμιν αὐτοῖς ἔτι ἀπὸ τοῦ παραμεμῖχθαί τι τῆς ἕξεως, καίτοι τοῦ Ἀρχύτου ταύτην εἰδότος τὴν διαφορὰν ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ, καὶ οὐ μόνον ταύτην, ἀλλὰ καὶ τρίτην ἄλλην προστιθέντος· λέγει δὲ οὕτως· "ἁ δὲ στέρησις καὶ τὸ ἐστερῆσθαι λέγεται τριχῶς· ἢ γὰρ τῷ μὴ ἔχεν παντάπασιν, οἷον ὡς τὸ τυφλὸν ὅρασιν καὶ τὸ νωδὸν φωνὰν καὶ τὸ ἀμαθὲς ἐπιστάμαν· ἢ ἐν τῷ μῇον ἔχεν, ὡς τὸ δύσκωφον ἀκοὰν καὶ τὸ πτιλῶσσον ὅρασιν· ἢ ἐν τῷ μὴ οἷον δεῖ ἔχεν, ὡς τὸ σκαμβόπουν πόδας καὶ τὸ κακόφωνον φωνάν". εἰ μὴ ἄρα καὶ οὗτος οὐχ ὡς νόσον ἔλαβεν τὸ πτιλῶσσον, ἀλλ' ὡς ἐν τῷ ἐστερῆσθαι καὶ τοῦτο· καὶ γὰρ ἡ ὅλη διαίρεσις τοῦ ἐστερῆσθαι ἦν. ἔτι δὲ τὰ ἐναντία προκόψαντα καὶ τέλος τῆς γενέσεως τῆς ἑαυτῶν ἀπολαβόντα εἰλικρινῶς ἐναντία γίνεται, ἡ δὲ ὀφθαλμία προκόψασα εἰς μέγεθος καὶ τέλος ἀπολαβοῦσα τυφλότης γίνεται καὶ ἡ νόσος θάνατος· ὥστε οὐκ ἦν ἐναντία ὀφθαλμία καὶ νόσος. ὅλως δὲ τὰ ἐναντία ἄμφω φύσεως ἔργα, νόσος δὲ φύσεως ἀποτυχία καὶ στέρησις, οὐχ ὡς ἀπουσία μόνον τοῦ πεφυκότος ἀλλ' ὡς ἀποτυχία. ἡ μὲν γὰρ ἐν Φυσικῇ ἀκροάσει στέρησις ἀπουσία μόνον ἦν τοῦ εἴδους οὐδαμοῦ τὸ παρὰ φύσιν ἐμφαίνουσα, ἀλλ' ἑτερότητα μᾶλλον· ἡ γοῦν τοῦ βοὸς ὕλη ἐστέρηται τέως τοῦ τῶν μελισσῶν εἴδους καὶ ἡ τοῦ ἄρτου τοῦ τῆς σαρκός, οὐδαμοῦ τοῦ παρὰ φύσιν ἐνόντος ἐνταῦθα ὥσπερ [418] ἐπὶ τῆς ἀντικειμένης στερήσεως. ὥστε ὅπου τὸ παρὰ φύσιν, ἐκεῖ στέρησιν μᾶλλον ἀλλ' οὐκ ἐναντίον ῥητέον· οὕτως γὰρ ἡμῖν καὶ ὁ πρὸς τοὺς ἀρχὴν τὸ κακὸν τιθέντας λόγος εὐοδωθήσεται. τί οὖν αἴτιον φαίη τις τῆς τῶν θείων τούτων ἀνδρῶν τοιαύτης διατάξεως καὶ τοῦ μηδὲ τὸν Ἰάμβλιχον ἐπιστῆσαι, τὸν πολλοὺς καὶ καλοὺς κατατείναντα λόγους πρὸς τὸ ἐν παρυποστάσει καὶ ἀποτυχίᾳ τὸ κακὸν οἴεσθαι δεῖν; ἢ ἄρα τῇ τῶν Πυθαγορείων παραδόσει κατηκολούθησαν τὰς δύο συστοιχίας, τήν τε χείρονα καὶ τὴν κρείττονα, ὡς ἐναντίας ἐκτιθεμένῃ, ἐν αἷς τὸ ἀγαθὸν τέτακται καὶ τὸ κακόν. ἀλλὰ τοῦτο μὲν καὶ ἐπὶ πλέον ζητητέον. εἰ δὲ ἀληθῶς εἴρηται τὰ εἰρημένα καὶ ζητοῖμεν τῶν ἀντιθέσεων διαφορὰς τῆς τε ὡς ἐναντίων καὶ τῆς ὡς ἕξεως καὶ στερήσεως, οὐκ ἐκείνην λοιπὸν ἐροῦμεν, ὅτι τὰ μὲν ἐναντία μεταβάλλει εἰς ἄλληλα, τὰ δὲ κατὰ ἕξιν καὶ στέρησιν οὐ μεταβάλλει, εἴπερ, ὡς εἴρηται, καὶ νόσος καὶ ὑγεία καὶ δικαιοσύνη καὶ ἀδικία καὶ τὸ ἀγαθὸν καὶ κακὸν μεταβάλλοντα εἰς ἄλληλα οὐχ ὡς ἐναντία ἀλλ' ὡς ἕξις καὶ στέρησις ἀντίκεινται· ἀλλ' ἐροῦμεν ἅπερ καὶ πρῴην, ὅτι τὰ μὲν ἐναντία ἰσοσθενῆ καὶ προηγούμενα ἄμφω καὶ κατὰ φύσιν καὶ εἴδη, ἡ δὲ στέρησις ἀδυναμία καὶ παρυπόστασις καὶ παρὰ φύσιν καὶ ἀποτυχία τοῦ εἴδους. ἀλλ' ἐπὶ τὰ ἑξῆς τοῦ Ἀριστοτέλους ἰτέον.

Περὶ προτέρου καὶ ὑστέρου.

p. 1426 Πρότερον ἕτερον ἑτέρου λέγεται τετραχῶς ἕως τοῦ ὥστε κατὰ πέντε τρόπους πρότερον ἕτερον ἑτέρου λέγεται.

   Ἐχρήσατο καὶ τῷ προτέρῳ ἔν τε τῷ περὶ τῆς οὐσίας λόγῳ καὶ ἐν τοῖς πρός τι εἰπών· "τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἂν δόξειεν εἶναι". διὰ τοῦτο οὖν καὶ τοῦ προτέρου πολλαχῶς λεγομένου τὴν διαίρεσιν ποιεῖται, οὐ πάντας τοὺς τρόπους παραδιδούς (καὶ ἄλλους γοῦν οὐκ ὀλίγους προστίθησιν καὶ αὐτὸς ἐν ἄλλοις καὶ ὁ Στράτων ἐν τῷ Περὶ τοῦ προτέρου καὶ ὑστέρου μονοβιβλίῳ), ἀρκοῦντας δὲ πρὸς εἰσαγωγὴν καὶ τοὺς ἐκτεθέντας οἰόμενος.

   Πρῶτον μὲν γὰρ τρόπον τοῦ προτέρου καὶ κυριώτατον τὸν κατὰ τὸν χρόνον εἶναί φησιν, καθὸ τὸ πρῶτον τῷ χρόνῳ πρεσβύτερον καὶ [419] παλαιότερον λέγομεν, τίμια τιθέντες ταῦτα τὰ ὀνόματα. λέγεται δὲ κυρίως τὸ μὲν πρεσβύτερον ἐπὶ τῶν ἐμψύχων καὶ μάλιστα ἀνθρώπων, καθὸ Πυθαγόραν Σωκράτους πρεσβύτερον λέγομεν, τὸ δὲ παλαιότερον ἐπὶ τῶν ἀψύχων καὶ τῶν πραγμάτων, ὡς τὰ Τρωικὰ τῶν Περσικῶν παλαιότερά φαμεν καὶ ταύτῃ πρότερα. δῆλον δὲ ὅτι πρὸς ἕτερον δεῖ παραβάλλοντα ἡγεῖσθαι τὴν σύγκρισιν· εἰ γὰρ μὴ τοῦτο, εὑρεθήσεταί τις αὐτὸς ἑαυτοῦ πρεσβύτερος κατὰ τὴν νέαν ἡλικίαν, ὅτι τῷ χρόνῳ προτέρα ἦν ἐκείνη. ἐν δὴ τούτοις ζητητέον πρῶτον μέν, εἰ ὁμώνυμον τὸ πρότερον, πῶς ἔστιν τι ἐν αὐτῷ κυριώτατον· ἐν γὰρ τοῖς πολλαχῶς λεγομένοις καὶ ὁμωνύμοις τὸ μὲν κύριον εἶναι, τὸ δὲ κατὰ μεταφορὰν οὐκ ἐνδέχεται, ὡς εἴρηται ἐν τῷ περὶ ὁμωνύμων λόγῳ. ‹ἢ› ἡ μὲν ἄτομος οὐσία κυριώτατα καὶ πρώτως καὶ μάλιστα εἴρηται, διότι συνωνύμως κατ' αὐτῆς αἱ δεύτεραι λέγονται οὐσίαι· ῥητέον οὖν ὅτι καὶ ἐπὶ ὁμωνύμων ἔστιν φάναι τὸ κυριώτατα, ὅταν τὸ μὲν πρῶτον τεθῇ, τὸ δὲ ἀπ' ἐκείνου, ὡς ζῷον τό τε ἔμψυχον καὶ τὸ γεγραμμένον, ἀλλὰ τὸ μὲν κυριώτατα ζῷον, τὸ δὲ καθ' ὁμοιότητα ἐκείνου δευτέρως, ὁμώνυμα δὲ ἄμφω. δεύτερον δὲ ζητητέον, διὰ τί τὸ κατὰ χρόνον κυριώτατόν ἐστιν τοῦ προτέρου σημαινόμενον. ἢ ὅτι ἀπὸ τῶν κατὰ χρόνον προτέρων καὶ τὰ ἄλλα τὰ πρότερα εἰρῆσθαι δοκεῖ. καὶ τῇ συνηθείᾳ δὲ τοῦτο τὸ σημαινόμενόν ἐστι γνωριμώτερον· "ἐπεὶ πρότερος γενόμην", φησὶν Ὅμηρος.

   Δεύτερον δὲ τρόπον τοῦ προτέρου φησὶν τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὅταν ἄλλῳ μὲν τεθέντι αὐτὸ ἕπηται, αὐτῷ δὲ τεθέντι τὸ ἄλλο μὴ ἕπηται, ὡς δυεῖν μὲν ὄντων ἓν πάντως ἔστιν, ἑνὸς δὲ ὄντος οὐκ ἀνάγκη δύο εἶναι. ἀφ' οὗ οὖν οὐχ ἕπεται ἡ ἀκολούθησις, πρότερον ἐκεῖνο, καὶ ᾧ τεθέντι ἕπεται τὸ ἕτερον, ὕστερον ἐκεῖνο. καλεῖν δὲ εἰώθασιν οἱ νεώτεροι τὸ τοιοῦτον πρότερον 'συνεπιφερόμενον μὲν μὴ συνεπιφέρον δὲ καὶ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ', ἅπερ Ἀριστοτέλης συνέλαβεν ἐν τῷ μὴ ἀντιστρέφειν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν. οὐκ ἀντιστρέφειν δὲ εἶπεν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, διότι οὐχ ὥσπερ ὄντων τῶν δύο ἔστι τὸ ἕν, οὕτως ὄντος τοῦ ἑνὸς ἔστιν τὰ δύο· οὐκ ἐξισάζει οὖν τὸ ἓν πρὸς τὰ δύο κατὰ τὸ ἀκολουθεῖν τῷ εἶναι τοῦ ἑνὸς τὸ εἶναι τῶν δύο, ὥσπερ ἠκολούθει τῷ εἶναι τῶν δύο τὸ εἶναι τοῦ ἑνός. πρότερον οὖν τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν. οὕτως δὲ καὶ τὸ γένος πρότερον δείκνυται τῇ φύσει τοῦ εἴδους, ὡς συναναιροῦν [420] μὲν μὴ συναναιρούμενον δὲ καὶ συνεπιφερόμενον μὲν μὴ συνεπιφέρον δέ· ζῴου μὲν γὰρ ἀναιρεθέντος συναναιρεῖται ἄνθρωπος, ἀνθρώπου δὲ ἀναιρεθέντος οὐ συναναιρεῖται ζῷον, καὶ κατὰ τὴν τοῦ εἶναι δὲ ἀκολουθίαν οὔτε συνυπάρχει οὔτε συνεπιφέρεται τῷ ζῴῳ ὁ ἄνθρωπος ὥσπερ τῷ ἀνθρώπῳ τὸ ζῷον. ἀλλὰ διὰ τί μὴ εἶπεν πρότερον εἶναι τὸ γένος τοῦ εἴδους καὶ τὸ εἶδος τοῦ ἀτόμου καὶ τὸ αἴτιον τοῦ αἰτιατοῦ; ἢ κοινοτέραν ἐποιήσατο ἀπόδοσιν καὶ τῷ γένει καὶ τῷ εἴδει προσήκουσαν καὶ ἔτι τισὶν αἰτίοις τοῖς φύσει προηγουμένοις τῶν αἰτιατῶν, ὡς καὶ τὸ ἓν αἴτιον τῶν δύο.

   Τρίτον δὲ τρόπον τοῦ προτέρου τὸν κατὰ τὴν τάξιν ἀπαριθμεῖται, καὶ πιστοῦται τοῦτον ἔκ τε τῶν ἀποδεικτικῶν ἐπιστημῶν, οἷον ἐπὶ γεωμετρίας· πρότεροι γὰρ ἐν αὐτῇ τῶν διαγραμμάτων οἱ ὅροι καὶ τὰ ἀξιώματα καὶ τὰ αἰτήματα καὶ αἱ ὑποθέσεις ὡς τῇ τάξει πρωτεύοντα, καὶ ἐπὶ τῆς γραμματικῆς πρότερά ἐστι τὰ στοιχεῖα τῶν συλλαβῶν ὁμοίως τῇ τάξει· καὶ ἐπὶ τοῦ λόγου δὲ τοῦ δικανικοῦ καὶ δημηγορικοῦ τὸ αὐτὸ δείκνυται· τὰ γὰρ προοίμια τῶν διηγήσεων πρότερα καὶ αἱ διηγήσεις τῶν πίστεων. καὶ μήποτε τοῦτο κυρίως τὸ παράδειγμα κατὰ μόνην τὴν τάξιν πρότερον ἐνδείκνυται· ἐπὶ μὲν γὰρ τῶν ἄλλων καὶ ὡς αἴτια πρότερα ἦν, ἐνταῦθα δὲ τὸ προοίμιον οὐκ ἔστιν αἴτιον τῆς διηγήσεως, ἀλλὰ τῇ τάξει μόνῃ προϋπάρχει.

   Τέταρτον τίθησι τοῦ προτέρου τρόπον, καθ' ὃν τὸ βέλτιον καὶ τιμιώτερον πρότερον εἶναι καὶ δυνάμει καὶ ὑπεροχῇ λέγομεν, ὥσπερ τὰ θεῖα τῶν θνητῶν· οὕτως δὲ καὶ ἐν ταῖς πόλεσι καὶ ἐν τοῖς φίλοις οἱ τιμιώτεροι πρότεροι λέγονται. τοῦτον δὲ τὸν τρόπον ἀλλοτριώτατον εἶναί φησι τῆς κατὰ τὸ πρῶτον σημασίας, οὐχ ὅτι οὐκ ἔστι πρῶτα τῷ ὄντι τῇ φύσει τὰ βέλτιστα καὶ τιμιώτερα, ἀλλ' ὅτι οὐ πάνυ συνείθισται τὸ πρότερον ἐπὶ τῶν τοιούτων· τοὺς γοῦν πατέρας καὶ διδασκάλους καίτοι τιμιωτέρους ὄντας οὐκ εἰώθαμεν κατὰ τοῦτο προτέρους λέγειν, οὐδὲ συμπέφυκε τὸ τοῦ προτέρου ὄνομα, ὡς ἐπὶ τῶν ἄλλων εἶχε τρόπων. μήποτε δὲ οὐ διὰ τὴν συνήθειαν ἀλλοτριώτατον εἶπεν εἶναι τοῦ προτέρου καὶ ὑστέρου τὸν τρόπον τοῦτον (ἐν γὰρ τῇ συνηθείᾳ πολλάκις πρῶτον τὸ τιμιώτερον λέγομεν), ἀλλ' ὅτι τὸ πρότερον καὶ ὕστερον ἐν τοιαύτῃ φύσει βούλεται εἶναι ὡς ἐν χρόνῳ καὶ ἐν ἀριθμῷ τὸ ἓν καὶ δύο καὶ ἐν λόγῳ τὸ προοίμιον καὶ ἡ διήγησις, καὶ τὸ ἐφεξῆς δὲ ἐπαχθησόμενον ἐπὶ τῶν ἐξισαζόντων τίθεται καὶ οὐχὶ βελτιόνων καὶ χειρόνων, καθὸ τοιαῦτα. καίτοι τὰ τῇ αἰτίᾳ πρότερα βελτίονα, ἀλλ' οὐ κατὰ τὸ βέλτιον τὸ πρότερον ἔχει καὶ ὕστερον, ἀλλὰ καθὸ τῆς αὐτῆς πως ὄντα φύσεως προτερεύει καὶ ὑστερεῖ.

[421]    Προστίθησι δὲ καὶ πέμπτον τοῖς εἰρημένοις τρόπον τοῦ προτέρου, καθ' ὃν καὶ ἐν τοῖς ἀντιστρέφουσι κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν καὶ ἅμα ὑπάρχειν δοκοῦσιν ὅμως πρότερον λέγεται τὸ τὴν αἰτίαν περιέχον, ὡς ἐφ' οὗ παρέθετο παραδείγματος· τὸ γὰρ πρᾶγμα αἴτιόν ἐστι τοῦ ἀληθοῦς λόγου, ἀλλ' οὐχὶ ὁ λόγος τοῦ πράγματος. γίνεται δὲ ἐπὶ τῶν ἀντακολουθούντων ποτὲ μὲν ὡς ποιητικόν, ὡς ἐπί τε τοῦ εἰρημένου παραδείγματος καὶ μέντοι πατρὸς ὄντος καὶ υἱὸς ἔστι καὶ ἀνάπαλιν, αἴτιον δὲ ποιητικὸν ὁ πατήρ· ποτὲ δὲ ὡς ὑλικόν, ὡς ὁ κέραμος· ἅμα γὰρ ὕδωρ καὶ γῆ, μικτὸν δέ, ὡς ἐκ γῆς καὶ πηλοῦ, ἀλλὰ τὸ μὲν ὕδωρ καὶ ἡ γῆ ὑλικὸν αἴτιον, ἡ δὲ μίξις εἰδικὸν τούτου.

   Πέντε μὲν οὖν αὐτὸς ἐνταῦθα τοῦ προτέρου τοὺς τρόπους ἐξέθετο, τὸν κατὰ χρόνον, τὸν κατὰ φύσιν, τὸν κατὰ τάξιν, τὸν κατὰ δύναμιν, τὸν κατὰ αἰτίαν. δῆλον δὲ ὅτι ὁσαχῶς τὸ πρῶτον, τοσαυταχῶς ἂν καὶ τὸ ὕστερον λέγοιτο. ὁ δὲ τῇ θέσει τὸ πρῶτον ἀφορίζων, οἷον εἰ πρῶτον τῶν κιόνων τὸν ἀνατολικὸν λέγοιμεν, εἰ μὲν κατ' ἐπίνοιαν ἔχει τὸ πρῶτον, οὐδεὶς λόγος (τὸ γὰρ αὐτὸ πρῶτον ἔσται καὶ ὕστερον)· εἰ δέ τι καὶ φύσει ἔχει, ὑπὸ τὴν τάξιν ἀναχθήσεται. τὸ δὲ τῇ ἐπινοίᾳ πρῶτον ὥσπερ τὸ τέλος, διότι προεννοῦμεν τὸ τέλος, ὥσπερ τὴν σκέπην πρὸ τῶν τοίχων καὶ τῶν θεμελίων καὶ τῆς ὀρύξεως ‑ τοῦτο δ' οὖν ὑπὸ τὸ τῷ χρόνῳ πρῶτον ἀναχθήσεται· χρόνῳ γὰρ ἡ τοῦ τέλους ἔννοια προτερεύει, ἡ δὲ ὕπαρξις αὐτοῦ χρόνῳ μὲν ὑστέρα, τῇ δὲ οὐσίᾳ πρώτη· πρῶτα γὰρ τῇ οὐσίᾳ τὰ τελειότερα. ὅπερ τοῦ πρώτου σημαινόμενον οὐ δοκεῖ μοι παραλελεῖφθαι ὡς ὁ Ἰάμβλιχός φησιν, ἀλλ' ἐν τῷ τετάρτῳ τρόπῳ περιέχεσθαι, ἐν ᾧ τὸ τιμιώτερον καὶ βέλτιστον πρῶτον ἐλέγετο. ἐν ἄλλοις δὲ πρότερον λέγει καὶ τὸ μέρος τὸ ἐν τῷ ὁρισμῷ τοῦ πράγματος, ὅπερ οἶμαι ὡς ὑλικὸν λαμβανόμενον αἴτιον ἐν τῷ πέμπτῳ τρόπῳ περισχεθήσεται, τῷ αὐτῷ μὲν τρόπῳ ὡς ἡ ὕλη τῷ ὅλῳ ἑπόμενον, οὐ μέντοι ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν. λέγει δὲ καὶ τὸ τέλος πρότερόν τε εἶναι καὶ γνωριμώτερον αὐτοῖς, κἂν ὕστερον ᾖ τῇ φύσει.

   Ἐν δὲ τοῖς Μετὰ τὰ φυσικὰ οὕτως τὸ πρότερον καὶ ὕστερον διαιρεῖται· 'πρῶτον, φησίν, ἐστὶν τὸ ἐγγύτερον ἀρχῆς τινος ὡρισμένης, ἢ ἁπλῶς καὶ τῇ φύσει ἢ πρός τι ἢ ποῦ ἢ ὑπό τινων, οἷον τὸ μὲν κατὰ τόπον τῷ εἶναι ἐγγύτερον ἢ φύσει τινὸς τόπου ὡρισμένου, οἷον τοῦ μέσου ἢ τοῦ ἐσχάτου, [422] ἢ πρὸς τὸ τυχόν, τὸ δὲ πορρώτερον ὕστερον. τὰ δὲ κατὰ χρόνον πρότερα, ἐπὶ μὲν τῶν γενομένων τὰ πορρώτερον ὄντα τοῦ νῦν, ἐπὶ δὲ τῶν ἐσομένων τὰ ἐγγύτερον· οὕτω γὰρ τὰ μὲν Τρωικὰ τῶν Μηδικῶν πρότερα γέγονε, τὰ δὲ Νέμεα τῶν Πυθίων πρῶτα γενήσεται, τῷ νῦν ὡς ἀρχῇ χρησαμένων ἡμῶν. τὰ δὲ κατὰ κίνησιν· τὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότερον, οἷον παῖς ἀνδρός· ἀρχὴ δὲ καὶ αὕτη τις ἁπλῶς. τὸ δὲ κατὰ δύναμιν· τὸ γὰρ ἄρχον τῇ δυνάμει καὶ τὸ δυνατώτερον πρότερον, τοιοῦτον δέ ἐστιν οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη θάτερον καὶ τὸ ὕστερον ἀκολουθεῖν, ὥστε κινοῦντος μὲν ἐκείνου κινεῖσθαι, μὴ κινοῦντος δὲ μὴ κινεῖσθαι· ἀρχὴ γὰρ καὶ προαίρεσις. τὰ δὲ κατὰ τάξιν· ταῦτα δέ ἐστιν ὅσα πρός τι ἓν ὡρισμένον διέστηκε κατὰ τὸν λόγον, οἷον παραστάτης τριτοστάτου πρότερος καὶ ἡ παρανήτη νήτης· καὶ γὰρ ὅπου μὲν ὁ κορυφαῖος, ἔνθα δὲ ἡ μέση ἀρχή. ταῦτα μὲν οὖν πρότερα τοῦτον λέγεται τὸν τρόπον. ἄλλον δὲ τρόπον τὸ τῇ γνώσει πρότερον, ὡς καὶ ἁπλῶς πρότερον. τούτων δὲ ἄλλως μὲν κατὰ τὸν λόγον, ἄλλως δὲ κατὰ τὴν αἴσθησιν· κατὰ μὲν γὰρ τὸν λόγον τὰ καθόλου πρότερα, κατὰ δὲ τὴν αἴσθησιν τὰ καθ' ἕκαστα. ἔτι πρότερα λέγεται τὰ τῶν προτέρων πάθη, οἷον εὐθύτης λειότητος πρότερον, ἐπειδὴ τὸ μὲν γραμμῆς ἐστι πάθος, τὸ δὲ ἐπιφανείας. λέγεται δὲ πρότερα καὶ κατὰ φύσιν καὶ οὐσίαν, ὅσα αὐτὰ μὲν ἐνδέχεται ἄνευ ἄλλων εἶναι, ἐκεῖνα δὲ ἄνευ τούτων μὴ ἐνδέχεται, ᾧ τρόπῳ καὶ ὁ Πλάτων ἐχρήσατο' καὶ αὐτὸς ἐνταῦθα. οὕτως μὲν οὖν ἐκεῖ τοὺς τοῦ προτέρου καὶ ὑστέρου τρόπους ἀπηριθμήσατο, καὶ δῆλον ὅτι περιέχονται ἐν τούτοις οἱ ἐν ταῖς Κατηγορίαις εἰρημένοι, ὁ μὲν κατὰ χρόνον καὶ ὁ κατὰ τάξιν καὶ ὁ κατὰ δύναμιν ἐν τῷ πρώτῳ, τὰ δὲ κατὰ φύσιν καὶ αἰτίαν ἐν τῷ ἐσχάτῳ.

   Οἱ μέντοι πέντε τρόποι οἱ ἐν ταῖς Κατηγορίαις ἀναχθήσονται εἰς τὰ ἀνωτάτω γένη οὕτως· ὁ μὲν κατὰ χρόνον εἰς τὴν ποτὲ κατηγορίαν, ὁ δὲ κατὰ φύσιν καὶ τὸ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δὲ καὶ ὁ κατὰ δύναμιν καὶ ὁ κατὰ αἰτίαν ὑπὸ τὰ πρός τι, ὁ δὲ κατὰ τάξιν ὑπὸ τὸ κεῖσθαι. δῆλον δὲ ὅτι καὶ τὸ ὕστερον ἐν ταῖς αὐταῖς ἔσται κατηγορίαις, ἐν αἷς καὶ τὸ πρότερον.

[423]    Καὶ Στράτων δὲ ὁ Λαμψακηνὸς ἐν τῷ Περὶ τοῦ προτέρου καὶ ὑστέρου μονοβιβλίῳ πολλοὺς ἀπηριθμήσατο τρόπους, οὓς νομίζω δυνατὸν εἶναι ὑπὸ τοὺς πέντε τοὺς ἐνταῦθα λεγομένους ἀναγαγεῖν οἷον μερισμὸν ἐκείνων ὄντας. ὑπὸ μὲν γὰρ τὸ τῷ χρόνῳ πρότερον ταχθήσεται τὸ ἀτελὲς τοῦ τελείου λεγόμενον, διότι ἔσχατον ἐν πᾶσι τὸ τέλος· τὸ δὲ αὐτὸ καὶ ὑπὸ τὴν τάξιν. ἔτι δὲ ὑπ' ἄμφω ταῦτα καὶ ὑπὸ ‹τὸ› τῇ ἀξίᾳ καὶ δυνάμει καὶ τῇ φύσει πρότερόν ἐστιν, οὗ ἐπιστήμη πρότερον, οἷον μονάδος ἢ δυάδος καὶ πλήθους ἢ ἀρτίου καὶ περιττοῦ· ταῦτα γὰρ οὐδὲ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὥσπερ οὐδὲ ἡ ἐπιστήμη αὐτῶν. πρῶτον δὲ καὶ τῷ χρόνῳ καὶ τῇ ἀξίᾳ, ὧν τὸ ἔργον πρότερον, οἷον τὸ ἀγαθὸν τοῦ κακοῦ· τὸ μὲν γὰρ σωτηρίας, τὸ δὲ φθορᾶς αἴτιον, πρῶτον δὲ τὸ εἶναι τοῦ φθείρεσθαι καὶ χρόνῳ καὶ ἀξίᾳ. πρῶτον δὲ τῇ φύσει ὡς μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὅπερ δυνατὸν εἶναι θατέρου μὴ ὄντος, ὡς τόπος σώματος καὶ σῶμα χρώματος, ὁμοίως δὲ καὶ εἰ θάτερον ἐν θατέρῳ πέφυκε γίνεσθαι, οἷον ἡ οὐσία ποιοῦ καὶ ποσοῦ· οὕτως δὲ καὶ τὸ κατὰ φύσιν πρότερον τοῦ παρὰ φύσιν καὶ ὁ νόμος τῆς παρανομίας καὶ ἡ ἕξις τῆς στερήσεως. ὑπὸ δὲ τὸ τῇ ἀξίᾳ πρότερον καὶ τὸ δυνάμει τάττοιτο ἂν τὰ τῷ τιμιωτέρῳ συγγενέστερα, ὡς τὸ ποσὸν τοῦ ποιοῦ προτάττοιτο ἄν, διότι τὸ μὲν ποσὸν μέρος τῆς οὐσίας, τὸ δὲ ποιὸν οὔ· καὶ εἰ τὸ μὲν μετέχει γενέσεως καὶ φθορᾶς, ὡς ὁ χρόνος, τὸ δὲ οὔ, ὡς ὁ τόπος, καὶ τὸ μὲν χωριστόν, τὸ δὲ οὔ· ἄνευ μὲν γὰρ αἰσθήσεως εἶναι τὴν ψυχὴν ἀδύνατον, ἄνευ δὲ ἐπιθυμίας εἶναι δυνατόν· καὶ τὸ ἀμερὲς τοῦ μεριστοῦ· ἀρχῇ γὰρ ὁμοιότερον, ὥστε καὶ κύκλου τὸ κέντρον· καὶ τὸ μᾶλλον τοῦ προτέρου μετέχον, ὡς τὸ ἀίδιον μὲν τοῦ ἀγαθοῦ, τὸ φθαρτὸν δὲ τοῦ κακοῦ καὶ τὸ ἄρτιον δυάδος, τὸ δὲ περιττὸν τριάδος· καὶ εἰ τὸ μὲν μένει χρόνον τινά, τὸ δὲ οὐ μένει, οἷον σῶμα κινήσεως καὶ χρόνου. ὑπὸ δὲ τὸ τῇ τάξει πρότερον εἴη ἂν τὸ τοῦ μεταξὺ πρότερον, ὕστερον δὲ τὸ τοῦ μεταξὺ ὕστερον. ὑπὸ δὲ ‹τὸ ἐν› τοῖς ἀντιστρέφουσιν ὡς αἰτιῶδες πρότερον ἂν εἴη τὸ στοιχεῖον· καὶ γὰρ αὖ καὶ τὸ μέρος τοῦ ὅλου, ὡς τὸ πεπερασμένον τοῦ ἀπείρου, καὶ εἰ θάτερον ἐκ θατέρου, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος· ὑλικὸν γὰρ καὶ οὗτος αἴτιον. ὅτι δὲ καὶ ‹τὸ› αὐτὸ κατ' ἄλλο καὶ ἄλλο καὶ πρότερον καὶ ὕστερον εἶναι δυνατόν, καὶ αὐτὸς ὁ Στράτων ἐνεδείξατο, τὸν χρόνον καὶ τὸν τόπον πρότερα καὶ ὕστερα ἀλλήλων δεικνύς.

[424]

Περὶ τοῦ ἅμα.

p. 14b24 Ἅμα δὲ λέγεται ἕως τοῦ ἁπλῶς δὲ ἅμα ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ ἐστί.

   Χρησάμενος καὶ τῷ ἅμα ἐν τῷ περὶ τῶν πρός τι λόγῳ εἰκότως καὶ περὶ αὐτοῦ προτίθεται διδάξαι. μετὰ τὸ πρότερον δὲ καὶ ὕστερον τάττει τὸ ἅμα, διότι ἀντίκειται πρὸς ἐκεῖνα, ὡς δηλοῖ τὸ τῇ ἀποφάσει αὐτῶν δηλοῦσθαι· διὸ καὶ τρόπους τοῦ ἅμα σχεδὸν τοὺς ἀντιθέτους τοῖς ἐκείνων τρόποις καὶ κατὰ τάξιν πως ἀπηριθμήσατο τὴν αὐτήν.

   Πρῶτον μὲν γὰρ τίθησι καθ' ὃν ἁπλῶς καὶ κυριώτατα λέγεσθαί φησιν ἅμα, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ ἐστί· καὶ γὰρ ἐκεῖ τὸ κατὰ χρόνον πρότερον προέταξε, καθ' ὃ πρεσβύτερον ἕτερον ἑτέρου καὶ παλαιότερον ἐλέγετο. ἁπλῶς δὲ καὶ κυρίως καὶ τὸ ἅμα τοῦτό φησι λέγεσθαι τὸ κατὰ χρόνον ὡς ἐν τῇ χρήσει κατημαξευμένον.

   Δεύτερον δὲ σημαινόμενον τοῦ ἅμα τίθησιν, ὅπερ τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ τοῦ προτέρου καὶ ὑστέρου σημαινομένῳ ἀντέθηκεν εἰκότως· τὸ μὲν γὰρ ἦν μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, καὶ ταύτῃ τὸ πρότερον εἶχε· τὸ δὲ ἀντέστρεφε μέν, ἀλλ' ὡς αἰτίου καὶ αἰτιατοῦ ἦν ἡ ἀντιστροφή, καὶ ταύτῃ πάλιν τὸ μὲν πρότερον ἦν, τὸ δὲ ὕστερον. ἐπὶ δὲ τοῦ ἅμα, καθ' ὅσον μὲν ἀντιστρέφει, ἀντίκειται τῷ μὴ ἀντιστρέφοντι· καθ' ὅσον δὲ ὡς ἐξισαζόντων, ‹τῷ› ὡς αἰτίῳ καὶ αἰτιατῷ, ὡς ἔχει τὸ διπλάσιον καὶ ἥμισυ. κατὰ δὲ τοῦτο τοῦ ἅμα τὸ σημαινόμενον τὰ πρός τι ἅμα ἐλέγετο· καὶ γὰρ συνεισάγει καὶ συναναιρεῖ ἀεὶ ἄλληλα τὸ διπλάσιον καὶ τὸ ἥμισυ, καὶ οὐδέτερον θατέρου αἴτιόν ἐστι.

   Τρίτον τοῦ ἅμα σημαινόμενον παραδίδωσιν ἅμα λέγων τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις· ἀντιδιῃρῆσθαι δὲ λέγεται τὰ κατὰ μίαν καὶ τὴν αὐτὴν διαίρεσιν ἀναφερόμενα. ἑνὸς γὰρ ἔστιν ὅτε γένους πλείονες γίνονται διαιρέσεις· αἱ μὲν καὶ ἰσοστοίχως, ὡς ὅταν τῶν σωμάτων τὰ μὲν θερμά, τὰ δὲ ψυχρὰ λέγωμεν ἢ τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα, καὶ καλοῦσι ταύτας ἐπιδιαιρέσεις, αἱ δὲ τὸ πρότερον ἔχουσαι καὶ ὕστερον, ὡς ὅταν τὸ ἔμψυχον, ταὐτὸν δὲ εἰπεῖν τὸ ζῷον διέλωμεν εἰς τὸ πτηνὸν καὶ τὸ χερσαῖον καὶ τὸ ἔνυδρον, καὶ καλοῦσι ταύτην τοῦ ζῴου ὑποδιαίρεσιν. ἀντιδιαίρεσις μέντοι ἐστὶν ἡ κατὰ τὴν αὐτὴν καὶ μίαν τομὴν [425] γινομένη τῶν διαιρημάτων ἀντίθεσις, ὥστε τῷ μὲν ἐμψύχῳ τὸ ἄψυχον ἀντιδιῃρῆσθαι, ἐκ τῆς αὐτῆς γενόμενα τομῆς, τῷ δὲ πτηνῷ τὸ πεζὸν καὶ τὸ ἔνυδρον. καὶ ἕκαστον δὲ τούτων εἰς εἴδη πάλιν τέμνεται, καὶ ἔσται καὶ ἐκεῖνα τὰ εἴδη ἅμα τῇ φύσει ὡς ἀντιδιῃρημένα ἐκ τοῦ αὐτοῦ γένους. οὐδεμία γὰρ αὐτῶν πρότερον ἢ ὕστερον θεωρεῖται, ὥσπερ ἐπὶ τῶν ἄλλων διαιρέσεων τὰ κατὰ τὴν πρώτην διαίρεσιν πρότερα ἦν τῶν κατὰ τὴν ὑστέραν, ὡς ἂν συναναιροῦντα μὲν οὐ συναναιρούμενα δὲ καὶ συνεπιφερόμενα μὲν μὴ συνεπιφέροντα δέ, ταὐτὸν δὲ εἰπεῖν μὴ ἀντιστρέφοντα κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν· καὶ γὰρ ζῴου ὄντος οὐ πάντως ἔνυδρον, ἐνύδρου δὲ ὄντος πάντως ζῷον, καὶ ζῴου μὲν ἀναιρεθέντος ἀναιρεῖται τὸ ἔνυδρον, ἐνύδρου δὲ ἀναιρουμένου οὐκ ἀναιρεῖται τὸ ζῷον. τούτῳ δὴ τῷ ἅμα δοκεῖ μηδὲν ἀντικείμενον πρότερον καὶ ὕστερον παραδεδόσθαι. λέγει δὲ ὁ Ἰάμβλιχος ἀντικεῖσθαι τούτῳ τὰ κατὰ προτέραν καὶ ὑστέραν γινόμενα διαίρεσιν, ὡς τὸ ἔμψυχον τὸ ἐκ τῆς προτέρας διαιρέσεως ληφθὲν πρότερόν ἐστι τοῦ πτηνοῦ τοῦ ἐκ τῆς ὑστέρας διαιρέσεως· οὐδὲ γὰρ ἀντιστρέφει ταῦτα κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὥστε καὶ τοῦτο τοῦ ἅμα τὸ σημαινόμενον τῷ δευτέρῳ ἀντίκειται τρόπῳ τοῦ προτέρου καὶ ὑστέρου, ἐν ᾧ τὰ γένη καὶ εἴδη τέτακται. ὁ μέντοι Ἰάμβλιχος τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον διελὼν καὶ τὸ ἄλογον εἰς πτηνὸν καὶ χερσαῖον καὶ ἔνυδρον, πρότερον τὸ λογικὸν τοῦ πτηνοῦ τίθησιν· "οὕτω δέ, φησί, καὶ ἐπὶ τῶν ἀξιωμάτων οἱ μὲν τὰ ἁπλᾶ καὶ οὐχ ἁπλᾶ διελόμενοι εἰς τὰ ἅμα τὴν διαίρεσιν ἐποιήσαντο, οἱ δὲ εἰς τὰ ἁπλᾶ καὶ τὰ συνημμένα καὶ διεζευγμένα οὐκ ὀρθῶς· τοῦ γὰρ οὐχ ἁπλοῦ τοῦ τῷ ἁπλῷ ἀντιδιῃρημένου εἴδη ἐστὶ τό τε συνημμένον καὶ τὸ διεζευγμένον".

   "Δοκεῖ δέ, φησί, καὶ τῇ τάξει εἶναί τινα ἅμα τοῖς κατὰ τάξιν προτέροις καὶ ὑστέροις ἀντικείμενα, ὥσπερ τὰ ἰσότιμα καὶ ἰσάξια. ἢ δύναται τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα κοινότερον ἅμα καὶ τῇ φύσει καὶ τῇ τάξει εἰρηκέναι· μᾶλλον γὰρ τῇ τάξει ταῦτα ἅμα ἤπερ τῇ φύσει, εἴγε τῇ φύσει ἅμα τὰ συνυπάρχοντα ἀλλήλοις καὶ συναναιρούμενα, ὡς ἔχει ἐπὶ τῶν πρός τι· οὐχ οὕτως δὲ ἔχει πρὸς ἄλληλα τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα". ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ τὸ ἰσάξιον καὶ τὸ ἰσότιμον οὐκ ἂν κατὰ τάξιν ἔχοι τὸ ἅμα. οὐδὲ γὰρ τὸ κατὰ τάξιν πρότερον καὶ ὕστερον ἐν ἀξίας ἢ τιμῆς ὑπεροχῇ καὶ ἐνδείᾳ τὸ πρότερον καὶ ὕστερον [426] ἐλέγετο ἔχειν, ἀλλὰ μᾶλλον ἐν τοῖς τῆς θέσεως πρωτείοις, ὡς τὸ προοίμιον πρότερον ἐλέγετο τῆς διηγήσεως κατὰ τάξιν· τὸ δὲ ἰσάξιον καὶ ἰσότιμον τῷ τετάρτῳ μᾶλλον τρόπῳ τοῦ προτέρου καὶ ὑστέρου ἀντίκειται τῷ κατὰ τὸ βέλτιον καὶ τιμιώτερον, ὅπερ ὡς σαφὲς εἰκὸς ὑπὸ τοῦ Ἀριστοτέλους παρεῖσθαι. τὰ δὲ κατὰ τάξιν ἅμα εἴη ἂν τὰ τὴν αὐτὴν ἔχοντα θέσιν, ὡς τὰ πλείονα προοίμια ἅμα ἂν λέγοιτο προτετάχθαι τῆς διηγήσεως καὶ ἔστι τις καὶ ἐν αὐτοῖς τάξις. μήποτε δὲ τὰ ἀντιδιῃρημένα ταῦτα τῷ κατὰ τὴν τάξιν προτέρῳ καὶ ὑστέρῳ ἀντίκειται, ἅτε καὶ ἰσόστοιχα ὄντα καὶ τὴν αὐτὴν ἔχοντα τάξιν. ὁ μέντοι Ἰάμβλιχος λέγει· "μήποτε δὲ τὸ ἅμα κυρίως οὐδὲ ἀνέχεται τάξεως· ἡ γὰρ τάξις ἐν διακρίσει. σημειωτέον δέ, φησὶν Ἰάμβλιχος, ὅτι ἐν παντὶ γένει δεῖ τινα ἀντιδιῃρῆσθαι εἴδη καὶ ἅμα εἶναι τῇ φύσει, ὃ οὐκ ἔστιν ἐν οἷς τὸ μὲν πρότερόν ἐστι, τὸ δὲ ὕστερον, καὶ ὅτι τὸ πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον εἴδη τοῦ ζῴου ἐστίν".

   Ἔστι δὲ ἅμα καὶ τὰ ἐν τῷ αὐτῷ τόπῳ ἐγγινόμενα ἀλλήλοις, ὥσπερ καὶ πρότερον καὶ ὕστερον ἐλέγετο κατὰ τόπον· τὰ γὰρ ἐν τῷ αὐτῷ τόπῳ καὶ ἐν τῷ αὐτῷ ἀγγείῳ ὄντα ἅμα λέγομεν καὶ ὁμοῦ· τὸ δὲ ἅμα τῷ ὁμοῦ ὡσαύτως λέγεται·

   εἰ δὴ ἅμα πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς, φησὶν Ὅμηρος. καὶ κεῖσθαι δὲ ἅμα φαμὲν τὰ ἐν τῷ αὐτῷ τόπῳ κείμενα καὶ οἰκεῖν ὁμοῦ τοὺς ἐν τῇ αὐτῇ οἰκίᾳ οἰκοῦντας. καταχρῶνται δὲ τῷ ἅμα καὶ ἐπὶ τῶν κοινῇ τι πραττόντων, ὡς ἐπὶ τοῦ ἅμα πολιτεύεσθαι. μήποτε δὲ οὐδὲν τούτων τῶν εἰρημένων ἅμα κυρίως δυνατὸν λέγειν, εἰ μὴ ἄρα πλατικῶς· οὔτε γὰρ ἐν τῷ αὐτῷ τόπῳ δύο σώματα εἶναι οὔτε κεῖσθαι δυνατόν, ἵνα καὶ ἅμα λέγηται κυρίως· διὸ καὶ παρῆκεν αὐτὰ Ἀριστοτέλης. "ἐπισημαντέον δὲ καὶ τοῦτο, φησὶν Ἰάμβλιχος, ὅτι τῷ μὲν κατὰ χρόνον ἅμα ἀντιτίθεμεν τὸ κατὰ χρόνον πρότερον καὶ ὕστερον, ἐπὶ δὲ τῶν κατὰ τόπον ἀντιτίθεται τὸ χωρίς· διττὸν δὲ τοῦτο, τὸ μὲν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ, τὸ δὲ καθ' ἕνα, ᾧ ἀντιτίθεται τὸ κοινῇ, οἷον 'βαστάσωμεν τοῦτο κοινῇ', οὔτε κατὰ τόπον οὔτε κατὰ χρόνον τὸ κοινῇ λέγοντες, ἀλλὰ κατὰ τὴν ἐνέργειαν". μήποτε δέ, εἰ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὸ πρότερον καὶ ὕστερον καὶ κατὰ τόπον ἀφωρίζετο, πρότερον μὲν καὶ κατὰ τόπον λέγων τὸ τῇ ὡρισμένῃ ἀρχῇ κατὰ τόπον πλησιαίτερον, ὕστερον δὲ τὸ πορρώτερον, ἔστι τι καὶ ἅμα κατὰ τόπον τῷ προτέρῳ τούτῳ καὶ ὑστέρῳ ἀντικείμενον, ἔστι δὲ καὶ ἄλλο ἅμα κατὰ τόπον τῷ κατὰ τόπον χωρὶς ἀντικείμενον. εἰ δέ τις ἀπορεῖ, διὰ τί μὴ πᾶσι τούτοις ἐπεξῆλθεν ὁ Ἀριστοτέλης, ἀρκεῖ λέγειν ὅτι ὅσα [427] πρὸς σαφήνειαν αὐτῷ τῶν φθασάντων ἥρμοττε, ταῦτα διήρθρωσε, τὰ περιττὰ παραλιμπάνων διὰ τὸ τῆς εἰσαγωγῆς σύμμετρον. αὐτίκα τὸ ἅμα εἶναι τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιαιρούμενα ἀλλήλοις εἰς ἐκεῖνα ἔχει τὴν ἀναφορὰν "τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων" καὶ ὅτι οὐδὲν μᾶλλον ἐν ταῖς οὐσίαις τὰ ἕτερα τῶν ἑτέρων οὐσίαι· καὶ τὸ ἀντιστρέφειν δὲ μὴ αἰτίου ὄντος θατέρου ἐπὶ τῶν πρός τι ἐλέγετο, ὅτε καὶ ἅμα αὐτὰ τῇ φύσει εἶναι ἔλεγε· διὸ καὶ νῦν τὸ ἅμα διὰ τοῦ ἅμα εἶναι τῇ φύσει ἐδίδαξεν ὡς οἰκείου τοῖς εἰρημένοις. ἀλλὰ ταῦτα μὲν περὶ τούτων.

Περὶ κινήσεως.

p. 1513 Κινήσεως δέ ἐστιν εἴδη ἕξ ἕως τοῦ ὥστε ἕτεραι ἂν εἴησαν αἱ κινήσεις ἀλλήλων.

   Ἐμνημόνευσε μὲν τῆς κινήσεως καὶ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ, αἱ δὲ περὶ τοῦ ποιεῖν καὶ πάσχειν κατηγορίαι οὕτως εἶχον συγγενῶς πρὸς τὴν κίνησιν, ὡς καὶ γένος ἀμφοῖν δόξαι τὴν κίνησιν οὐ τοῖς τυχοῦσι τῶν φιλοσόφων. εἰκότως οὖν καὶ περὶ κινήσεως διαλέγεται τὰ εἴδη τῆς κινήσεως διαιρούμενος, τουτέστι τῆς μεταβολῆς· κοινότερον γὰρ κινήσεως εἶπεν ἀντὶ τῆς μεταβολῆς· ἐπειδὴ γὰρ ἐν τοῖς περὶ τῆς οὐσίας λόγοις τὴν ἄτομον οὐσίαν κατὰ τὴν ἑαυτῆς μεταβολὴν ἔλεγε δέχεσθαι τὰ ἐναντία, εἰκότως διαιρεῖται τὴν μεταβολήν. καὶ εἴδη δὲ κοινότερον εἶπεν· οὐ γὰρ δοκεῖ αὐτῷ γένος εἶναι ἡ μεταβολή, ἣν διαιρεῖ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως εἴς τε γένεσιν καὶ φθορὰν καὶ εἰς τὰς ἄλλας μεταβολάς, ἃς κινήσεις καλεῖ, αὔξησιν μείωσιν, ἀλλοίωσιν καὶ τὴν κατὰ τόπον μεταβολήν. ἀλλὰ τίς μὲν ἡ οὐσία τῆς κινήσεως καὶ τίς ὁ ὅρος αὐτῆς, καὶ εἰ γένος ἐστὶν ἢ οὔ, καὶ τὰ ἄλλα περὶ αὐτῆς ἀκριβῆ θεωρήματα ἐν ἄλλοις ἐξήτασται, τῆς φυσικῆς ὄντα πραγματείας οἰκεῖα· διαιρέσεις δέ τινας αὐτῆς παραδέδωκεν, ὅπερ εἴωθεν ἐν ταῖς εἰσαγωγαῖς γίνεσθαι, καὶ ταύτας ἐπισκεπτέον, τοσοῦτον προειποῦσιν, ὡς νῦν περὶ κινήσεως οὐ νοερᾶς ἢ ψυχικῆς ὁ λόγος, ἀλλὰ τῆς φυσικῆς καὶ σωματικῆς.

   Ἐπεὶ οὖν τὸ κινούμενον ὡς σῶμα τοῦ ἐν ᾧ ἦν πρότερον ἐξίσταται, ἐξίσταται δὲ τὰ μὲν κατ' οὐσίαν, τὰ δὲ κατὰ ποσότητα, τὰ δὲ κατὰ ποιότητα, τὰ δὲ κατὰ τόπον ποιούμενα τὴν μεταβολήν, κοινῶς πανταχοῦ τοῦ μεταβάλλειν θεωρουμένου, τέσσαρες γίνονται διαφοραί, ὧν τινες διπλαῖ· ἡ μὲν γὰρ κατ' οὐσίαν γένεσίς ἐστι καὶ φθορά, ἡ δὲ κατὰ ποσότητα αὔξησις [428] καὶ μείωσις, ἡ δὲ κατὰ ποιότητα ἀλλοίωσις, ἡ δὲ κατὰ τόπον φορά, διαιρουμένη καὶ αὐτὴ εἰς τὴν κύκλῳ καὶ τὴν ἐπ' εὐθείας καὶ τὴν μικτήν. ἐγκαλεῖ δὲ ὁ Νικόστρατος, ὅτι ἐν μὲν τῇ Φυσικῇ ἀκροάσει τὴν γένεσιν καὶ τὴν φθορὰν οὐ βούλεται εἶναι κινήσεις, ἐνταῦθα δὲ καὶ αὐτὸς εἰς τὰς κινήσεις συγκαταριθμεῖ. καίτοι ῥᾴδιον ἦν συνορᾶν ὅτι πρῶτον μὲν εἰκὸς ἦν κοινῶς ἐνταῦθα τῷ ὀνόματι χρήσασθαι τῆς κινήσεως ἀντὶ τῆς μεταβολῆς, ἐπεὶ [ταυτὸ] ἐνταῦθα ὡς ἐν εἰσαγωγῇ κατὰ τὴν κεκρατηκυῖαν συνήθειαν ἐχρήσατο τῷ ὀνόματι· ὕστερον δὲ ἐν τῇ Φυσικῇ ἀκροάσει προηγούμενον περὶ τούτου ποιούμενος λόγον τὸ ἀρέσκον ἑαυτῷ δοκιμάζει, τὰ γινομένα καὶ φθειρόμενα μὴ ἀξιῶν λέγειν κινεῖσθαι, διότι ἡ κίνησις τῶν ὑφεστηκότων ἐστί. μεταβάλλει δὲ καὶ ταῦτα καὶ ἐκεῖνα, διὸ κοινὴν ἔθετο τὴν μεταβολὴν ἐκεῖ καὶ τὴν γένεσιν καὶ φθορὰν οὐκέτι κινήσεις ἀλλὰ μεταβολὰς ἀφωρίσατο.

   Ἰστέον δὲ ὅτι Δημόκριτος ἀρχὰς τῶν ὄντων τὰς ἀτόμους ὑποθέμενος μόνην τὴν κατὰ τόπον εἰσῆγε κίνησιν· καὶ γὰρ καὶ τὰ ἀλλοιούμενα κατὰ τόπον ἡγεῖτο κινεῖσθαι, λανθάνειν δὲ ἐν τῷ μὴ ὅλα τὰ μέρη τόπον ἀμείβειν, ἀλλά τινα ἀφανῆ ἡμῖν ὄντα· διὸ μόνα δοκεῖ κατὰ τόπον κινεῖσθαι τὰ αἰσθητὰ συγκρίματα μεταβαίνοντα τόπον ἐκ τόπου, ἢ ὅλα ὁμοῦ ἢ ὧν ἀνὰ μέρος αἰσθητὰ μέρη κινεῖται τοὺς ἀλλήλων μεταλαμβάνοντα τόπους, ὡς τὰ τοῦ ἡμικυκλίου καὶ τῆς σφαίρας μέρη, ὅταν περὶ ἄξονα ἡ στροφὴ γίνεται. Πλάτων δὲ συνιδὼν ὅτι πολλὰ τῶν κινουμένων οὐ κατὰ τόπον κινεῖται, ὡς τὰ θερμαινόμενα καὶ λευκαινόμενα, δευτέραν εἰσήγαγε τὴν ἀλλοίωσιν ὡς ἑτέραν τῆς κατὰ τόπον καὶ μήτε κατὰ ἀντιμετάστασιν μερῶν μήτε κατὰ τὴν τῶν ὅλων ἔκστασιν γινομένην. Ἀριστοτέλης δὲ καὶ τὴν κατὰ τὸ ποσὸν προσέθηκεν, ὡς μὲν ἀξιοῦσί τινες μικτὴν οὖσαν ἐξ ἀλλοιώσεως καὶ φορᾶς, μᾶλλον δὲ ἁπλῆν οὖσαν· τῆς γὰρ ἀλλοιώσεως διαφέρει ὅσον τὸ ποσὸν τοῦ ποιοῦ διενήνοχε, τῆς δὲ φορᾶς, ὅτι οὐκ ἀπολείπει τόπον ὡς τὰ φερόμενα· εἰ δὲ ἐπιλαμβάνει τόπον πλείω τοῦ ἐξ ἀρχῆς τὸ αὐξόμενον ἢ ἀπολείπει τὸ μειούμενον, ἡ ἐπίληψις καὶ ἀπόλειψις τοῦ τόπου κατὰ συμβεβηκὸς γίνεται, προηγουμένως δὲ ἡ κατὰ τὸ ποσὸν συνίσταται κίνησις. ὁ μέντοι Πλάτων πᾶσαν τὴν κατ' εἶδος διαφορὰν μένοντος τοῦ ὑποκειμένου ὡς [429] ἀλλοῖον ἀλλ' οὐχὶ ἄλλο ποιοῦσαν ἀλλοίωσιν ἐκάλεσεν, ὑπέπιπτε δὲ αὐτῇ καὶ ἡ αὔξησις καὶ ἡ κατὰ ποιότητα μεταβολή. μήποτε δὲ καὶ αὔξησις καὶ μείωσις ἐν μέσῳ τῆς τε γενέσεως καὶ φθορᾶς καὶ τῆς ἀλλοιώσεως καθεστήκατον· καὶ γὰρ καθ' ὅσον μὲν οὐσίας προσθήκη γίνεται καὶ ἀποβολή, γενέσει καὶ φθορᾷ ἔοικε, καθ' ὅσον μέντοι μένοντος τοῦ αὐτοῦ εἴδους ἡ μεταβολὴ γίνεται, ἀλλοίωσις μᾶλλόν ἐστι τὸ συμβαῖνον. οἶδε μέντοι καὶ ὁ Πλάτων τὴν αὔξησιν καὶ μείωσιν καὶ πρὸ Ἀριστοτέλους, ἐν τῷ δεκάτῳ τῶν Νόμων γράφων οὕτως· "καὶ μὴν συγκρινόμενα †αὐτῶν αὐξάνεται, διακρινόμενα δὲ φθίνει τότε, ὅταν ἡ καθεστηκυῖα τάξις ἑκάστων διαμένῃ"· αὐτὸς μέντοι οὐχὶ ἓξ μόνον ἀλλ' ὀκτὼ ποιεῖ τὰ τῶν φυσικῶν κινήσεων εἴδη, προστιθεὶς τούτοις τὴν σύγκρισιν καὶ διάκρισιν τῶν σωμάτων, ἑπομένην μὲν τῇ κατὰ τόπον κινήσει, ἄλλην δὲ παρ' αὐτὴν οὖσαν.

   Λαμβάνεται δὲ τοῦ Ἀριστοτέλους ὁ Νικόστρατος ὡς οὐ καλῶς διάφορον τῆς αὐξήσεως τὴν ἀλλοίωσιν διὰ τοῦ παραδείγματος ἀποδείξαντος τοῦ κατὰ τὸ τετράγωνον καὶ τὴν τοῦ γνώμονος περίθεσιν ὡς αὐξομένου μέν, οὐ μέντοι ἀλλοιουμένου. διπλᾶ γάρ φησιν εἶναι τὰ σχήματα, "τὰ μὲν σωματικὰ καὶ ἔνυλα, τὰ δὲ μαθηματικὰ καὶ ἄυλα, καὶ εἰ μὲν περὶ τοῦ ἀύλου λέγοι τετραγώνου, οὔτε ἀλλοιοῦται οὔτε αὔξεται ἐκεῖνο, ἄτρεπτα ὄντα ἐκεῖνα καὶ ἀναλλοίωτα, ἅτε ἔξω ποσότητος ὄντα καὶ ὕλης· εἰ δὲ περὶ τοῦ ἐνύλου, φησί, λέγοι τοῦτο, ὥσπερ αὔξεται, οὕτω καὶ ἠλλοίωται". ὁ δὴ ταῦτα λέγων ἔοικε μὴ διορίζειν κατὰ Ἀριστοτέλη τὴν μὲν ἀλλοίωσιν ἐπὶ τῆς κατὰ ποιότητα μεταβολῆς, τὴν δὲ αὔξησιν ἐπὶ τῆς κατὰ ποσότητα, ἀλλ' ὡς εἴρηται πρότερον, πᾶσαν τὴν κατὰ τὸ εἶδος μεταβολὴν μένοντος τοῦ ὑποκειμένου ἀλλοίωσιν καλεῖ, διότι καὶ τὸ αὐξανόμενον εὐθὺς ἀλλοιοῦσθαί φησιν. ἔδει δὲ ἐννοεῖν ὅτι καὶ αὐξάνεσθαι δυνατὸν ἐν τῇ αὐτῇ μορφῇ μένον καὶ τῇ αὐτῇ ποιότητι, κατὰ μέγεθος μόνον γινομένης τῆς διαφορᾶς, ὡς ὅταν τὸ Ἀλεξάνδρου εἶδος καὶ ἐν σφενδόνῃ δακτυλίου γένοιτο καὶ ἐν τῷ Ἄθῳ εἰς κολοσσὸν Ἀλεξάνδρου σχηματισθέντι. διὸ καὶ ὁ ἰδίως [430] ποιὸς ἐκ νηπίου μέχρι γήρως ὁ αὐτὸς διαμένειν λέγεται τοῦ ποσοῦ ἀμειβομένου, τοῦ δὲ εἴδους μένοντος. καὶ αὖ πάλιν τοῦ αὐτοῦ μένοντος μεγέθους οὐδὲν κωλύει μεταβάλλειν κατὰ ποιότητα, ὥσπερ ὁ οἶνος τραπεὶς μετέβαλε μὲν κατὰ τὸ ποιόν, μένει δὲ τῷ ποσῷ ὁ αὐτός. Ἀλλὰ τίς ὁ γνώμων καὶ πῶς τὸ τετράγωνον αὔξεται τῇ περιθέσει τοῦ γνώμονος, σαφέστερον διὰ τοὺς ἀγεωμετρήτους ῥητέον. τετράγωνον σχῆμα καλεῖται τὸ τὰς τέσσαρας πλευράς τε καὶ γωνίας ἴσας ἀλλήλαις ἔχον, οἷον τὸ αβγδ. τούτου διάμετρος ἤχθω ἡ βγ καὶ εἰλήφθω ἐπὶ τῆς αβ τυχὸν σημεῖον τὸ ε καὶ διὰ τοῦ ε ὁποτέρᾳ τῶν αγ βδ παράλληλος ἤχθω ἡ εζ, διὰ δὲ τοῦ κ, ὅπερ ἐστὶ κοινὴ τομὴ τῆς τε διαμέτρου καὶ τῆς ἀχθείσης παραλλήλου, ὁποτέρᾳ τῶν αβ γδ παράλληλος ἤχθω ἡ ηθ. καὶ ἐν τῷ αβγδ χωρίῳ τεσσάρων ὄντων τετραπλεύρων, τοῦ κα καὶ ἔτι τοῦ βκ καὶ κγ καὶ κδ, ‹τὰ μὲν βκ κγ› τετράγωνά ἐστι, τὰ δὲ ακ κδ, ἅπερ παραπληρώματα λέγεται ὡς συμπληροῦντα τὸ ὅλον σχῆμα μετὰ τῶν δύο τετραγώνων προηγουμένην ἐχόντων τάξιν διὰ τὸ ὡρισμένον ‑ ταῦτα οὖν τὰ δύο παραπληρώματα, τὰ ακ κδ, μεθ' ἑνὸς τῶν τετραγώνων ὁποιουοῦν γνώμων καλεῖται, καὶ ὅτι τῷ Γ στοιχείῳ ἔοικε τὸ σχῆμα καὶ ὅτι γνωματεύει καὶ κρίνει τὸ λοιπόν· καὶ γὰρ ἀφαιρούμενος ὁμοιόσχημον τῷ ὅλῳ τὸ καταλειπόμενον ποιεῖ καὶ προστιθέμενος ὁμοιόσχημον τὸ ὅλον τῷ ἐξ ἀρχῆς. ἐπεὶ οὖν τετράγωνόν ἐστι τὸ καταλειπόμενον ἀφαιρουμένου τοῦ γνώμονος, δῆλον ὅτι κἂν τετραγώνῳ γνώμων [431] προστεθῇ, τετράγωνον γίνεται τὸ ὅλον, τοῦ μὲν ποιοῦ μένοντος (τετράγωνον γάρ), τοῦ δὲ ποσοῦ ἀμειβομένου (μεῖζον γὰρ ἐξ ἐλάττονος). εἰ οὖν μήτε αὐξόμενον μήτε μειούμενον τὸ τετράγωνον ἀλλοίωσιν ὑπομένει, δῆλον ὡς ἄλλαι μὲν κινήσεις αἱ κατὰ αὔξησιν καὶ μείωσιν, ἄλλαι δὲ αἱ κατὰ ἀλλοίωσιν.

   Εἰπὼν δὲ περὶ τῶν ἄλλων μεταβολῶν ὡς ἐναργῶς διαφερουσῶν ἀλλήλων ἐπὶ τῆς ἀλλοιώσεως ἀπορίαν εἶναί φησι, μήποτε τὸ ἀλλοιούμενον καὶ κατ' ἄλλην πάντως κινεῖται κίνησιν αὐτῷ τῷ ἀλλοιοῦσθαι, ὥσπερ λέγουσί τινες κατὰ τόπον κινεῖσθαι· οὗτοι δὲ Δημοκρίτῳ κατακολουθοῦντες καὶ περὶ τῶν ἄλλων ἀμφισβητοῦσι κινήσεων, μὴ δέοι πάσας εἰς φορὰν ἀνάγειν. ἀλλ' εἰ καὶ συγχωρηθεῖεν οἱ τοῦτο λέγοντες τῇ τῶν μορίων μεταβάσει ποιεῖν τὴν ἀλλοίωσιν, καὶ οὕτως ἄλλο μὲν ἡ κατὰ τόπον μεταβολὴ μορίων οὖσα, ἄλλο δὲ ἡ ἀλλοίωσις τῷ ὅλῳ ὑπάρχουσα μὴ μεταβαίνοντι κατὰ τὸν τόπον. καὶ ἐπὶ τῆς αὐξήσεως δὲ ὁμοίως ἄλλο μὲν ἡ τῶν μορίων φορά, ἄλλο δὲ ἡ τοῦ αὐξομένου κίνησις οὐδαμοῦ μεταβαίνοντος. εἰ οὖν ἄλλων μὲν ἡ φορά, ἄλλο δὲ τὸ ἀλλοιούμενον καὶ αὐξόμενον καὶ μειούμενον, οὐκ ἂν εἴη ταὐτὸν ἡ φορὰ ταῖς τοιαύταις κινήσεσιν. εἰκότως δὲ ἐπὶ τῆς ἀλλοιώσεως εἶναι μάλιστα τὴν ἀπορίαν φησί, διότι ταῖς ἄλλαις κινήσεσιν εἴωθε παρακολουθεῖν ἡ ἀλλοίωσις· καὶ γὰρ τοῖς αὐξομένοις καὶ μειουμένοις καὶ τοῖς γινομένοις καὶ φθειρομένοις (ἀλλοιουμένων γάρ τινων ἡ καθ' ἕκαστον τούτων γίνεται), καὶ τὰ κατὰ τόπον κινούμενα ἢ ἠρεμοῦντα θερμαίνεται καὶ ψύχεται καὶ χρωμάτων ἴσχει διαφοράς. εἰ οὖν ἄλλῃ τινὶ κινήσει ἢ ἄλλαις ἀεὶ παρακολουθεῖ ἡ ἀλλοίωσις, οὐκ ἂν εἴη, φαῖεν ἄν, καθ' ἑαυτὴν κίνησις ἀφωρισμένη. καὶ οἱ περὶ Δημόκριτον δὲ καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον τὰς ἀτόμους ἀπαθεῖς καὶ ἀποίους ὑποτιθέμενοι τῶν ἄλλων ποιοτήτων παρὰ τὰ σχήματα καὶ τὴν ποιὰν αὐτῶν σύνθεσιν ἐπιγίνεσθαι λέγουσι τὰς ἄλλας ποιότητας, τάς τε ἁπλᾶς, οἷον θερμότητας καὶ λειότητας, καὶ τὰς κατὰ τὰ χρώματα καὶ τοὺς χυμούς. εἰ δὲ ἐν τῇ ποιᾷ συνθέσει τῶν ἀτόμων ταῦτα, καὶ ἡ ἀλλοίωσις ἐν τῇ κατ' αὐτὰ ἂν εἴη μεταβολῇ· ἡ δὲ ποιὰ σύνθεσις αὐτῶν καὶ μετάθεσις καὶ τάξις οὐκ ἀλλαχόθεν ἢ ἐκ τῆς φορᾶς καὶ τῆς τοπικῆς κινήσεώς ἐστιν, ὥστε ἡ ἀλλοίωσις τῇ φορᾷ ἡ αὐτὴ ἢ παρακολουθοῦν γε ταύτῃ καὶ ταύτης τι. ἀλλ' εἴπερ, φησίν, ἡ ἀλλοίωσις τῶν ἄλλων κινήσεών τινι ἡ αὐτὴ ἦν, ἔδει τὸ ἀλλοιούμενον καὶ ἐκείνην πάντως κινεῖσθαι τὴν κίνησιν· νῦν δὲ πολλὰ ὁρῶμεν λευκαινόμενα καὶ θερμαινόμενα [432] καὶ κατὰ τὰς ἄλλας ποιότητας μεταβάλλοντα καὶ μήτε αὐξόμενα μήτε μειούμενα ἢ γινόμενα ἢ φθειρόμενα, μηδὲ μέντοι κατὰ τόπον μεταβάλλοντα· ὁμοίως δὲ καὶ τὸ κινούμενον ἄλλην κίνησιν, οἷον τὸ αὐξόμενον, εἰ τῇ αὐξήσει ἡ αὐτή ἐστιν, εὐθέως καὶ ἀλλοιοῦσθαι· πολλὰ δὲ αὐξόμενα οὐκ ἀλλοιοῦται, ὥσπερ τὸ τῇ περιθέσει τοῦ γνώμονος αὐξόμενον τετράγωνον. καὶ θαυμαστῶς ἐπὶ τῆς αὐξήσεως εὗρε μηδὲ συνοῦσαν ὅλως ἀλλοίωσιν. ἐπὶ γὰρ τῶν ἄλλων κινήσεων δύσκολον τὸ μὴ συνυπάρχειν αὐτήν· καὶ γὰρ τὸ κατὰ τόπον κινούμενον θερμαίνεται καὶ τῇ θερμότητι χρῶμα διάφορον ἀκολουθεῖ καὶ τὸ γινόμενον καὶ φθειρόμενον ἀλλοιουμένων τινῶν ἐκείνας κινεῖται τὰς κινήσεις, διόπερ ἐπὶ τῆς ἀλλοιώσεως ἡ ἀπορία χώραν ἔσχε. κἂν συνυπάρχῃ δέ, οὐ διὰ τοῦτο ἡ αὐτή ἐστιν ἐκείναις. ἀλλ' ὅτι μὲν ἄλλη παρὰ τὴν φοράν ἐστιν ἡ ἀλλοίωσις, δέδεικται, εἴπερ καὶ κατὰ τοὺς τὴν αὐτὴν τιθέντας ἄλλου μέν ἐστιν ἡ φορά, τῶν μορίων, ὥς φασιν, ἄλλου δὲ ἡ ἀλλοίωσις, τοῦ ὅλου. ὅτι δὲ ἄλλη παρὰ τὴν αὔξησιν, ἱκανῶς ἐκ τῆς τοῦ τετραγώνου αὐξήσεως δέδεικται. καὶ γενέσεως δὲ καὶ φθορᾶς ἑτέρα ἡ ἀλλοίωσις· καὶ γὰρ αὕτη μὲν σῳζομένου τοῦ ὑποκειμένου γίνεται, γένεσις δὲ καὶ φθορὰ ἡ μὲν ἐκ μὴ ὄντος εἰς ὄν, ἡ δὲ ἐξ ὄντος εἰς μὴ ὄν· τούτῳ δὲ καὶ τῶν ἄλλων ἡ γένεσις καὶ ἡ φθορὰ διαφέρουσιν. ὅλως δέ, ᾧ διαφέρουσιν αἱ τέσσαρες κατηγορίαι ἀλλήλων, ἥ τε οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὸ ποῦ, τούτῳ καὶ ‹αἱ› κατὰ ταύτας κινήσεις διοίσουσιν.

p. 15b1 Ἔστι δὲ ἁπλῶς μὲν κίνησις ἠρεμίᾳ ἐναντίον ἕως τοῦ ἀλλοιοῦται γὰρ εἰς τοὐναντίον τοῦ ποιοῦ μεταβολῆς γινομένης.

   Ὥσπερ τινὰς τῶν κατηγοριῶν, οὕτως καὶ τὴν κίνησιν ἐπιδεκτικὴν τοῦ ἐναντίου θεασάμενος ἁπλῶς μὲν τῇ κινήσει τὴν ἠρεμίαν ἐναντίον εἶναί φησιν, ἠρεμίαν οὐ τὴν στάσιν καλῶν, ἀλλὰ τὴν τῆς κινήσεως ἀπόφασιν καὶ στέρησιν· ταῖς δὲ καθ' ἕκαστα κινήσεσι τὰς καθ' ἕκαστα κινήσεις, γενέσει μὲν φθοράν, αὐξήσει δὲ μείωσιν· αὗται γὰρ καὶ κατὰ συζυγίας ἀντιθέτους προηνέχθησαν· ἡ δὲ κατὰ τόπον μία εἶναι δοκοῦσα τί ἂν ἔχοι ἐναντίον; ἢ καθ' ὅσον μὲν κίνησις κατὰ τόπον, τὴν κατὰ τόπον ἠρεμίαν, καθ' ὅσον δὲ ἐναντιώσεις εἰσὶ τοπικαί (ἐναντίον γὰρ τὸ ἄνω τῷ κάτω), [433] κατὰ τοῦτο καὶ κίνησις εὑρεθήσεται ἐναντία ἐπὶ τὸν ἐναντίον τόπον, οἷον ἡ ἐπὶ τὸ κάτω κίνησις τῇ ἐπὶ τὸ ἄνω κινήσει. τῇ δὲ λοιπῇ τῶν κινήσεων, τουτέστι τῇ ἀλλοιώσει κατὰ τὸ ποιὸν οὔσῃ κινήσει οὐ ῥᾴδιον, φησίν, ἀποδοῦναι τὸ ἐναντίον, οὐχ ὅτι οὐκ εἰσὶ ποιότητες ἐναντίαι καὶ κινήσεις κατ' αὐτάς, ἀλλ' ὅτι οὐκ ἔστι συνήθης ἡ κατὰ τοῦτο τῆς ἀντιθέσεως ἔννοια, πλὴν ὅτι οὐδὲ κίνησις οὕτως ἐναργὴς ἡ κατὰ ἀλλοίωσιν ὡς ἡ κατὰ τόπον, μικρὸν δὲ ἐπιστήσασι φανεῖται. διὸ κατὰ ἀναλογίαν μετάγειν ἀξιοῖ τὰ ἐπὶ τῆς τοπικῆς κινήσεως εἰρημένα ἐπὶ τὴν κατὰ τὸ ποιὸν καὶ ἀντιτιθέναι τῇ κατὰ τὸ ποιὸν κινήσει τήν τε ἐν τῷ αὐτῷ ποιῷ τοῦ μεταβάλλοντος ἠρεμίαν καὶ τὴν ἐκ τοῦ ἐναντίου ποιοῦ εἰς τοῦτο μεταβολήν, οἷον τῇ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν, ἣν μέλανσιν καλοῦσι, καὶ τὴν ἐκ τοῦ μέλανος εἰς τὸ λευκόν, ἣν λεύκανσιν ὀνομάζουσι τῇ μέντοι ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν κινήσει τὴν ἐν τῷ λευκῷ ἠρεμίαν ἀντιθετέον· ἀφίστασθαι γὰρ δεῖ τοῦ ἐναντίου, ἀλλ' οὐκ εἰς αὐτὸ καταντᾶν. "ἠρεμίαν δὲ ἀκουστέον, φησὶν Ἰάμβλιχος, τὴν τῆς κινήσεως στέρησιν, ἣν καταχρηστικῶς ἐναντίον ἐκάλεσε". ζητοῦσι δὲ καὶ ἐπὶ γενέσεως καὶ φθορᾶς, τίνας αὐταῖς ἠρεμίας ἀντιθετέον, καὶ λέγουσι τῇ μὲν γενέσει τὴν ἐν τῷ μὴ εἶναι, τῷ †πρωτεύειν δηλονότι, τῇ δὲ φθορᾷ τὴν ἐν τῷ εἶναι· οὕτως δὲ καὶ τῇ μὲν αὐξήσει ἡ κατὰ τὸ ἀτελὲς ἠρεμία ἀντίκειται, τῇ δὲ μειώσει ἡ κατὰ τὸ τέλειον.

   Πλωτῖνος δὲ ἐφίστησιν ὅτι ἀπόφασίς ἐστι τοῦ κινεῖσθαι ἡ ἠρεμία· διότι οὐδὲ ἐν γένει ἄλλῳ ἠρεμία. εἶτα ζητήσας, διὰ τί οὐχὶ καὶ ἡ κίνησις ἀπόφασις τῆς στάσεως, 'ὅτι, φησίν, †ἡ ἐκεῖ φέρουσά τι ἡ κίνησίς ἐστι καὶ ὅτι ἡ κίνησις ἔργον καὶ ἔστιν ἄλλο τι ἐνεργοῦν καὶ οἷον ὠθοῦν τὸ ὑποκείμενον καὶ μυρία ἐργαζόμενον αὐτὸ καὶ φθεῖρον, ἡ δὲ ἠρεμία ἑκάστου οὐδέν ἐστιν ἄλλο παρ' αὐτό, σημαίνει δὲ μόνον ὅτι κίνησιν οὐκ ἔχει. ἐπὶ δὲ τῶν νοητῶν, φησίν, οὐχ ὁ αὐτὸς τρόπος τῷ θάτερον μὴ ἀναιρεῖν τὸ ἕτερον, ἀλλ' ἄμφω ἅμα εἶναι, καὶ τὴν κίνησιν καὶ τὴν στάσιν'.

   Ὁ μέντοι Βόηθος τὴν ἀντικειμένην ἠρεμίαν τῇ κατὰ ποιότητα κινήσει οὐκ ἀξιοῖ ποιότητα εἶναι οὐδὲ τὴν κατὰ μέγεθος ‹μέγεθος› οὐδὲ τὴν κατ' οὐσίαν ‹οὐσίαν›, ἐναργὲς τοῦτο λέγων εἶναι ἐκ τῆς κατὰ τόπον· ἄλογον γὰρ τὴν ἐν τόπῳ ἠρέμησιν τόπον καλεῖν. οὐ μέντοι οὐδὲ ἀποφάσεις τῶν κατ' αὐτὰς κινήσεων τὰς ἠρεμίας εἶναι συγχωρεῖ, ἀλλὰ σχέσιν εἶναι τὴν ἠρέμησιν [434] καὶ τὴν κίνησιν πρός τε τὸν χρόνον καὶ τὸ εἶδος, καθ' ὃ ἂν τύχῃ κινούμενόν τι ἢ ἠρεμοῦν. "ἔοικε γάρ, φησίν, ὁ χρόνος φύσιν ἔχειν ὥστε ἀεὶ ῥεῖν καὶ εἰς ἑτεροῖα μεθίστασθαι, διὰ δὲ τοῦτο συμπαρήκει πάσῃ κινήσει καὶ ἠρεμίᾳ. ἡ μὲν οὖν κίνησις ὁμοίως ἔχει πρός τε τὸν χρόνον καὶ τὸν τόπον (οἷον ἐπὶ τῆς φορᾶς ἔχειν φησὶν ὁμοίως διὰ τὸ καθ' ἕτερον καὶ ἕτερον ἀεὶ τοῦτο γίνεσθαι)· ἡ δὲ ἠρέμησις ἐναντίως, φησί, πρὸς τὸν τόπον ἔχει καὶ τὸν χρόνον· ὁ μὲν γὰρ χρόνος οὐδέποτε ὁ αὐτός, ὁ δὲ τόπος ἀεὶ ὁ αὐτός, ὥστε ἡ σχέσις αὕτη πρός τε τὸν χρόνον καὶ τὸν τόπον διάφορος οὖσα ὁτὲ μὲν ἠρεμία, ὁτὲ δὲ κίνησις γίνεται. καὶ ἐν τοῖς ἄλλοις, φησί, κατὰ τὰ αὐτὰ ἐροῦμεν, ὅταν μὲν ἡ αὐτὴ σχέσις ᾖ τοῦ ὑποκειμένου πρός τε τὸν χρόνον καὶ τὸ μέγεθος, κίνησιν εἶναι, ὅταν δὲ ἐναντία τῇ κατὰ μέγεθος, ἠρεμίαν. τὸ δὲ αὐτὸ καὶ περὶ ἀλλοιώσεως ῥητέον, ὥστε δῆλον, φησίν, ἐκ τούτων, ὡς οὐκ αὐτὸ τὸ μέγεθος οὐδὲ αὐτὸ τὸ εἶδος οὐδὲ αὐτὸς ὁ τόπος ἐστὶν ἠρεμία, ἀλλ' ἡ πρὸς ἕκαστον ἅμα τούτων καὶ πρὸς τὸν χρόνον σχέσις. καὶ οἱ τρόποι οὖν τῶν ἠρεμήσεων οἱ αὐτοὶ οἵπερ καὶ τῶν κινήσεων· καθ' ἕκαστον γὰρ τῆς σχέσεως αὐτῆς ἐδείχθη ἐναντιότης ἐπί τε τῶν κινουμένων καὶ τῶν ἠρεμούντων". ταῦτα μὲν οὖν ὁ Βόηθος κατὰ τὴν ἑαυτοῦ ἀγχίνοιαν διακρίνει. μήποτε δὲ οὔτε ἡ κίνησις οὔτε ἡ ἠρεμία σχέσις πρὸς χρόνον ἐστίν, εἴπερ ἀριθμὸς κινήσεως ὁ χρόνος.

   Ἀλλὰ ζητεῖν οἶμαι ἄξιον, διὰ τί τῇ κινήσει μὴ τὴν στάσιν ἀντιτίθεμεν ὡς εἶδος εἴδει· τῶν γὰρ παρὰ Πλάτωνι τοῦ ὄντος γενῶν καὶ ἡ κίνησίς ἐστι καὶ ἡ στάσις, καὶ ὥσπερ κίνησίς ἐστι [καθάπερ] τῶν εἰρημένων γενῶν, οὕτως εἶναι δεῖ πάντως καὶ στάσιν τὴν ἀντικειμένην τῇ κινήσει· οὐ γὰρ γίνεται μόνον ἡ οὐσία καὶ φθείρεται, ἀλλὰ καὶ ἔστι, καὶ τοῦτο κατὰ τὴν στάσιν ἔχει, καὶ κατὰ τόπον οὐ κινεῖται μόνον τὰ σώματα, ἀλλὰ καὶ ἕστηκε. καὶ ἡ στάσις αὕτη οὐκ ἀπόφασίς ἐστι τῆς κινήσεως· οὐ γὰρ κατὰ ἀπόφασιν κινήσεως ἕστηκε περὶ τὸ κέντρον ἡ γῆ, ὥσπερ οὐδὲ ὁ οὐρανὸς κατὰ ἀπόφασιν στάσεως κύκλῳ κινεῖται· ἔχει γὰρ καὶ ἡ στάσις οὐκ ἐλάττονα τῆς κινήσεως ἐνέργειαν, ὡς δηλοῖ τὸ μηδὲ αὐτὴν εἶναι τὴν κίνησιν στάσεως τελέως ἀναιρεθείσης. ἀλλ' εἴπερ ἄρα, τὴν ἠρεμίαν ταύτην τὴν ὡς ἀπόφασιν τῆς κινήσεως θετέον ἐν τοῖς βίᾳ ἀκινητίζουσιν, ὥσπερ ἐν τῇ βώλῳ τῇ βίᾳ ἐν ἀέρι ἰσχομένῃ· αὕτη γὰρ οὐκ ἔστι στάσις, ἀλλ' ἀπόφασις πάντως κινήσεως καὶ ἠρεμία, διόπερ ταύτην ὡς στέρησιν ἀντιτιθέντες τῇ κινήσει καλῶς ἀντιθήσομεν. ὡς μέντοι ἐναντίον εἶδος τὴν στάσιν οἶμαι ἀντιθετέον τήν τε πρὸ τῆς κινήσεως καὶ μετὰ τὴν κίνησιν, τάχα δὲ καὶ τὴν ἐν αὐτῇ τῇ κινήσει.

[435]    Καὶ ἐκεῖνο δὲ μὴ παρῶμεν ζητεῖν, διὰ τί μεταβολῆς οὔσης ἐν τοῖς γενητοῖς πράγμασι καθ' ἑκάστην τῶν κατηγοριῶν κατὰ τὰς τέσσαρας μόνας ἀφωρίσαντο τὰς μεταβολάς, οὐσίαν, ποσόν, ποιὸν καὶ ἔτι τὸ ποῦ. τί γὰρ οὐχὶ καὶ κατὰ τὸ ποτὲ μεταβάλλομεν, ὅταν ἐκ νέων παλαιοὶ καὶ ἐκ παίδων γινώμεθα πρεσβῦται, κατὰ δὲ τὰ πρός τι, ὅταν ἐξ ἐχθρῶν φίλοι καὶ ἐξ ἀριστερῶν δεξιοὶ καὶ ἐξ ἀνίσων ἴσοι; κατὰ δὲ τὸ ποιεῖν καὶ πάσχειν πρόδηλον ὅπως εἰς τὰ ἐναντία ἑκάστοτε μεθιστάμεθα. καὶ τὸ κεῖσθαι δὲ πολλὰς λαμβάνει μεταβολάς· μαρτυρεῖ δὲ ἡ κλίνη, καὶ μάλιστα δὲ ἐπὶ τῶν ῥιπταζομένων. ἔχοντες δὲ πολλάκις δακτύλιον ἢ ὡπλισμένοι οὐ μεταβάλλομεν εἰς τὸ μὴ ἔχειν ἢ ἄλλα ἀντὶ τούτων ἔχειν; διὰ τί οὖν ἀπὸ μὲν τοῦ κάτω τόπου εἰς τὸν ἄνω καὶ ἀπὸ λευκοῦ χρώματος εἰς μέλαν διὰ κινήσεως μεταβαίνομεν, ἐπὶ δὲ τῶν εἰρημένων μεταβολῶν οὐκέτι κινήσεων τίθεμεν εἴδη; οὐδὲ γὰρ ἐρεῖ τις οἶμαι ὑπὸ τὰ τέσσαρα εἴδη τῶν μεταβολῶν καὶ τὰ εἰρημένα ἀνάγεσθαι, ἐπεὶ οὕτω γε καὶ τὰς κατηγορίας τὰς ἓξ ὑπὸ τὰς τέσσαρας ἀνάξει. ὃ δὲ μάλιστα θαυμάζω, πῶς κατὰ τόπον κίνησιν ἰδόντες κατὰ χρόνον οὐκ ἐθεάσαντο; εἰ μὴ ἄρα ὁ κίνησιν χρόνου τιθεὶς καὶ χρόνον χρόνου λέγειν ἀναγκασθήσεται. πῶς δὲ αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῆς Φυσικῆς σαφῶς εἰπὼν "ὥστε κινήσεως καὶ μεταβολῆς ἔστιν εἴδη τοσαῦτα ὅσα τοῦ ὄντος", ὅμως καὶ ἐν τῷ πέμπτῳ τῆς πραγματείας ἐκείνης καὶ ἐνταῦθα οὐκέτι δέκα ἀλλὰ τέσσαρα εἴδη κινήσεως ἀπαριθμεῖται; ἐπειδὴ δὲ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως καὶ τὰς αἰτίας ἀποδιδόναι προτίθεται ὁ Ἀριστοτέλης, δι' ἃς ἐν τοῖς ἄλλοις γένεσιν οὔ φησιν εἶναι κίνησιν ἢ μεταβολήν, πρὸς μὲν ἐκείνους τοὺς ἀπολογισμοὺς ἐπειράθην τι λέγειν ἐν ταῖς εἰς ἐκείνην τὴν πραγματείαν σχολαῖς, ἵνα δὲ μὴ τολμηρόν τις ἡγῆταί με λίαν, "ἀκράντως γαρυόμενον Διὸς πρὸς ὄρνιχα θεῖον" κατὰ Πίνδαρον, ἐθέλω καὶ τὸν ἄριστον τῶν αὐτοῦ μαθητῶν τὸν Θεόφραστον ἐπιδεῖξαι ταῖς ἐμαῖς ὑπονοίαις συμψηφιζόμενον. λέγει γὰρ ἐν τῷ πρώτῳ τῶν Φυσικῶν οὕτως· "περὶ δὲ κινήσεως τὸν μὲν κοινὸν καὶ καθόλου λόγον οὐ χαλεπὸν ἀποδοῦναι καὶ εἰπεῖν ὡς ἐνέργειά τίς ἐστιν ἀτελὴς τοῦ δυνάμει ὄντος ᾗ τοιοῦτον καθ' ἕκαστον γένος τῶν κατηγοριῶν, ὃ καὶ διὰ τῆς αἰσθήσεως σχεδὸν φαίνεται". ἀλλὰ ταῦτα μὲν κατὰ τῆς πολλῆς συνηθείας τῶν φιλοσόφων [436] ἠπορημένα ἀκριβεστέρας καὶ παρ' ἡμῶν καὶ παρ' ἄλλων τυγχανέτω ζητήσεως· μήποτε δὲ οὐδὲ ἀπορίας ἄξια τυγχάνουσιν.

   Οἱ μέντοι Στωικοὶ διαφέρειν ἀλλήλων ἡγοῦνται τὸ μένειν, τὸ ἠρεμεῖν, τὸ ἡσυχάζειν, τὸ ἀκινητεῖν, τὸ ἀκινητίζειν· μένειν μὲν γὰρ μὴ ἂν ῥηθῆναι πρὸς ἕνα χρόνον, ἀλλὰ πρὸς τὸν ἐνεστῶτα καὶ τὸν μέλλοντα· μένειν γὰρ λέγομεν τὸ κατέχον τὸν αὐτὸν τόπον καὶ καθέξον· τὸ γὰρ κατεσχηκὸς μεμενηκέναι λέγομεν. "χρώμεθα δέ, φασί, καὶ ἐπὶ τοῦ μὴ κινεῖσθαι τῷ μένειν, ὥστε καταχρηστικῶς εἰπεῖν ἄν τινα καὶ ἐπὶ τῶν ἀσωμάτων τὸ μένειν ἀντὶ τοῦ μὴ κινεῖσθαι. κοινὸν μὲν οὖν πάντων σωμάτων τὸ μένειν, τὸ δὲ ἠρεμεῖν, φασί, μήποτε ζῴων ἐστὶ σύμπτωμα· λίθος γὰρ οὐκ ἠρεμεῖ. ζῴων δὲ καὶ τὸ ἡσυχάζειν. τὸ δὲ ἀκινητεῖν καὶ ἀκινητίζειν ἐπὶ τῶν σωμάτων λέγεται ἃ πέφυκε μὴ κινεῖσθαι, ἀντὶ τοῦ μὴ κινεῖσθαι δὲ λέγεται".

Περὶ τοῦ ἔχειν.

p. 15b17 Τὸ ἔχειν κατὰ πλείους τρόπους λέγεται ἕως τοῦ τέλους.

   Καὶ περὶ τοῦ ἔχειν εἰκότως διδάσκει, διότι περὶ τῶν γενῶν διαλεγόμενος τὸ γένος τοῦτο συντόμως παρῆλθε· τελευταῖον δὲ τέθεικεν αὐτό, διότι καὶ ἐν τοῖς γένεσι τελευταίαν αὐτῷ τάξιν αὐτὸς ἀποδέδωκε, τοῦ Ἀρχύτου μετὰ τὰς τέσσαρας τὰς πρώτας τὴν τοῦ ἔχειν κατηγορίαν τάξαντος, ὡς εἴρηται. λέγει δὲ ὁμώνυμον εἶναι τὸ ἔχειν καὶ ὀκταχῶς λέγεσθαι. ὅ τε γὰρ ποιὸς καθ' ὁτιοῦν, εἴτε κατὰ ἕξιν εἴτε κατὰ διάθεσιν εἴτε κατὰ σχῆμα ἢ χρῶμα δηλονότι ἢ πάθος ὁποιονοῦν ἄν, ἔχειν λέγεται τὴν ποιότητα, καθ' ἥν ἐστι ποιός, καὶ ὁ πεποσωμένος λέγεται ἔχειν ποσότητα, οἷον τετράπηχυ μέγεθος. "καὶ ὁ ὀκτώ, φησὶν Ἰάμβλιχος, ἔχων οἰκέτας λέγεται ὑπὸ ὀκτὼ δουλεύεσθαι"· μήποτε δὲ τοῦ †ζῴου τοῦτό ἐστι σημαινόμενον τοῦ ὡς κτήματος. λεγόμεθα δὲ καὶ τὰ περὶ τὸ σῶμα ὅλον ἔχειν, ὡς ἱμάτιον, οὐκ ἀναγκαίου ὄντος τοῦ πᾶν τὸ σῶμα περιβεβλῆσθαι, τὸ μεῖζον δὲ πάντως, ἵνα οὕτως ἀληθεύῃ ὡς ἐπὶ ὅλου. ἔτι λέγεται ἔχειν τὸ ἐν μορίῳ, ὥσπερ περιδέραιον ἢ ψέλλιον ἢ δακτύλιον. ἔτι δὲ καὶ τὰ μόρια ἔχειν λεγόμεθα, ὡς χεῖρας καὶ πόδας. καὶ τὸ ἐν [437] ἀγγείῳ ἀποκεῖσθαί τι· ἔχειν γὰρ λέγεται ὁ μέδιμνος τοὺς πυροὺς καὶ τὸ κεράμιον τὸν οἶνον. καὶ τὸ ὡς κτῆμα δέ, ὡς ἀγρὸν ἔχειν λεγόμεθα καὶ οἶκον. τὸ δὲ γυναῖκα ἔχειν τὸν ἄνδρα καὶ τὴν γυναῖκα ἄνδρα ἀλλοτριώτατον εἶναί φαμεν, καὶ ὅτι ἀντιστρέφει (οὐδὲν γὰρ μᾶλλον ἔχει ἢ ἔχεται) καὶ ὅτι τὸ ἔχειν τοῦτο τὸ συνοικεῖν σημαίνει· καὶ γὰρ καὶ Ὅμηρος τάττει τὸ ἔχειν ἐπὶ τοῦ οἰκεῖν·

   οἳ δ' εἶχον κοίλην Λακεδαίμονα·

   οἳ δ' ἔχον Ἀρκαδίην.

ἴσως δέ, φησί, καὶ ἄλλοι τρόποι εὑρεθεῖεν τοῦ ἔχειν· καὶ γὰρ αὐτὸς ἐν τοῖς Μετὰ τὰ φυσικὰ ἐζήτησε καὶ ἐγὼ αὐτοῦ ἐμνήσθην ἐν τῇ τοῦ ἔχειν κατηγορίᾳ.

   Ζητητέον δέ, πῶς τὴν διαίρεσιν τοῦ ἔχειν ὡς πολλαχῶς λεγομένου πεποίηται (εἰ γὰρ τοῦτο, πῶς γένος τὸ ἔχειν;) καὶ ἔτι μέντοι δι' ἣν αἰτίαν ἐπὶ τῷ τέλει ταύτην τὴν διαίρεσιν παραδέδωκε καὶ οὐκ ἐν τῇ τοῦ γένους τάξει. ἀλλ' ὅτι μὲν οὐχὶ τὸ ὡς γένος ἐστὶ τὸ νῦν διαιρούμενον, δῆλον. ἐκείνου μὲν γὰρ παραδείγματα ἐπῆγε τὸ ὑποδέδεται, τὸ ὥπλισται, τὰ δὲ ἐνταῦθα τῇ αὐτῇ κατηγορίᾳ ὑποτάσσεται, ᾗ καὶ τὰ ἐχόμενα· ὁ γὰρ ποιότητα ἔχων ποιός ἐστι καὶ ὁ ποσότητα ἔχων ποσός ἐστι. ἔτι δὲ οὐδὲ ἄνευ συμπλοκῆς ταῦτα ἔχειν ἐστί· τὸ γὰρ ἐν μορίῳ ἔχειν ἢ μόριον ἔχειν μετὰ συμπλοκῆς, καὶ τὸ περιέχειν δὲ ἀψύχως, ὅθεν οὐχ ὡς ὁ μέδιμνος καὶ ὁ κέραμος περιέχει, ἀλλὰ τὸ κυρίως ἔχειν ἄνευ συμπλοκῆς, ὥσπερ τὸ ὥπλισται καὶ ὑποδέδεται καὶ ἠμφίεσται, ἅπερ ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τρόπῳ μόνῳ περιέχεται. οἷς οὖν εἴωθε τὸ ἔχειν συντάττεσθαι καὶ ὧν κατηγορεῖσθαι, ταῦτα ἀπηριθμήσατο, ἀλλ' οὐ τὴν τοῦ γένους λεγομένου ἔχειν διαίρεσιν ἐποιήσατο, εἰ μὴ ἄρα καὶ τὸ λελευκάνθαι καὶ τὸ μεμεγεθύνθαι οὐδὲν κωλύει δι' ἑνὸς ὀνόματος εἰπεῖν, καὶ τὰ ἄλλα δέ, κἂν μὴ κεῖται ὀνόματα. μήποτε οὖν ἐπιμνησθῆναι τῶν πρότερον εἰρημένων κάλλιον, ὅτι ἡ τοῦ ἔχειν κατηγορία σώματος ἦν ἐπικτήτου περὶ ζῴου σῶμα περίθεσις ἐμφαίνουσα τὴν τοῦ ἔχοντος κράτησιν· τούτῳ γὰρ τῷ λόγῳ καὶ τὰ ἀσώματα ἀποκριθήσεται καὶ τῶν σωμάτων τά τε μεριστὰ καὶ τὰ ἀπεσπασμένα καὶ τὰ τοῖς ἀψύχοις περικείμενα. εἰκότως δὴ οὐκ ἐν ἐκείνῳ τῷ τόπῳ ἀλλ' ἐπὶ τέλει τὴν διαίρεσιν πεποίηκεν.

   "Οὐ διεῖλε δέ, φησὶν Ἰάμβλιχος, εἰς εἴδη τὸ κατὰ τὸ γένος ἔχειν, διότι ὁμοίως ἂν αὐτὸ διεῖλε τῷ ποιεῖν καὶ τῷ πάσχειν καὶ τῷ κεῖσθαι. [438] εἴδη γὰρ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, εἰ τύχοι, τὰ ὡς ἔμψυχα ἢ ὡς ἄψυχα ποιοῦντα ἢ πάσχοντα, καὶ τούτων τὰ μὲν κοινά, τὰ δὲ ὡς ἄτομά τε καὶ καθ' ἕκαστα ποιήματα καὶ παθήματα. καὶ ἐπὶ τοῦ κεῖσθαι δέ, φησίν, ὁμοίως ἂν λέγοιτο· ἢ γὰρ ὡς ἔμψυχόν τι κεῖται ἢ ἄψυχον, καὶ κατὰ τὰς εἰρημένας διαφοράς. καὶ τὸ ἔχειν οὖν τὸν αὐτὸν τρόπον ἐκείνοις ὡς γένος εἰς εἴδη διαιροῖτο, ἣν διαίρεσιν, φησίν, οὔτε ἐπ' ἐκείνων οὔτε ἐπὶ τούτου ἐποιήσατο τῷ μηδὲν ἔχειν περιττόν". ταῦτα τοῦ Ἰαμβλίχου λέγοντος θαυμάζω πῶς τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ' ἄλληλα τεταγμένων, τοῦ τε ποιεῖν φημι καὶ τοῦ πάσχειν καὶ τοῦ κεῖσθαι καὶ τοῦ ἔχειν, τὰς αὐτὰς εἶναί φησι διαφορὰς καὶ τὰ αὐτὰ εἴδη· ὅλως γὰρ οὐ τῶν γενῶν ἀλλὰ τῶν μετεχόντων καὶ οὐδὲ καθὸ μετέχουσίν ἐστιν ἡ τοιαύτη διαίρεσις. ἄμεινον οὖν ἐν τοῖς περὶ τοῦ ὡς γένους ἔχειν διετάξατο αὐτός, οἰκείας αὐτοῦ διαφορὰς παραδοῦναι ἐπιχειρήσας, ἐν οἷς ἔλεγε τῶν ἐχομένων τὰ μὲν κόσμον παρέχεσθαι, τὰ δὲ ἀμυντήρια εἶναι, τὰ δὲ σκεπάσματα, καὶ ἢ περὶ ὅλον τὸ σῶμα, ὡς ἱμάτιον, ἢ περὶ μέρος, ὡς ὑπόδημα, καὶ ὅσα ἄλλα τοιαῦτα ἐν ἐκείνοις φησὶ καὶ ἡμεῖς ἐκ τῶν παρ' αὐτοῦ ῥηθέντων συνηγάγομεν τὴν διαίρεσιν. ἀλλὰ τίνες μὲν αἱ κατ' εἴδη τῶν γενῶν τούτων διαιρέσεις, ζητεῖν ἄξιον.

   Τὰ δὲ ἐφεξῆς τῷ Ἰαμβλίχῳ εἰρημένα παραγραπτέον. "μήποτε, γάρ φησι, τὸ κατὰ πλείους τρόπους λέγεσθαι τὸ ἔχειν οὐ σημαίνει τὸ πολλαχῶς καὶ ὁμωνύμως· πάντας γάρ, φησίν, οὓς καταλέγει τρόπους, ὡς ὑπὸ γένος τὸ ἔχειν τάττονται. ἀλλ' ὡς ἐπὶ τῆς ποιότητος εἶπεν "ἔστι δὲ ἡ ποιότης τῶν πολλαχῶς λεγομένων" οὐχ ὁμώνυμον αὐτὴν λέγων, οὕτως καὶ τοῦ ἔχειν ὡς γένους διαφοράς τινας ἐκτίθεται· ἔχει μὲν γὰρ καὶ τὸ ὁποῖον ἔχον τὸ ποιὸν καὶ τὸ ὁπόσον τὸ ποσόν, πλὴν διαφόρως καὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον. ὁρῶν οὖν καὶ ἐν τῷ ἔχειν οὖσαν διαφοράν, οὐδὲ ταύτην ἀδιόριστον ἡγήσατο δεῖν παρελθεῖν, ἅμα δεικνὺς καὶ ὅτι γένος ἐστίν, εἴγε κατὰ πλειόνων καὶ διαφερόντων κατηγορεῖται· ἐδόκει γὰρ ἁπλοῦν τι εἶναι, ὂν δὲ τοιοῦτον οὐκ ἂν ἦν γένος τοῦ ἔχοντος". οὔτε δὲ τὰ ἀσώματα παραληπτέον οὔτε τὰ μόρια· τὸ γὰρ λευκὸν καὶ τρίπηχυ καὶ πόδας ἔχον ἕν τι μετὰ τῶν ἐχομένων ἐστίν. ἀλλ' οὔτε ὁ υἱὸς ἢ ὁ ἀγρὸς †πρὸς τῷ ἀψύχῳ περικείμενον κρατεῖται. διὸ καὶ Ἀρχύτας τὸ ἔχειν κράτησίν τινα τῶν ἐπικτήτων σημαίνειν φησὶν ἐν οἷς περὶ τοῦ ὡς γένους ἀκριβολογεῖται.

   Ἀλλ' ἐπειδὴ μέχρι τοῦδε καὶ ὁ θεῖος προῆλθεν Ἰάμβλιχος, καὶ ἐγὼ καταπαύω τὸν λόγον, εὐχόμενος τοῖς τῶν λόγων ἐφόροις τούτων τε ἀκριβεστέραν ἐνδοῦναι κατανόησιν καὶ ταύτην ἐφόδιόν μοι πρὸς τὰς ὑψηλοτέρας θεωρίας χαρίσασθαι καὶ σχολὴν παρασχεῖν ἀπὸ τῶν ἐν τῷ βίῳ περιελκόντων.