3839 469 4 31 0 0 IV d. C. Epica Quintus IX Posthomerica Vian, F., Paris, Les Belles Lettres, 1:1963; 2:1966; 3:1969. 3

ΚΟΙΝΤΟΥ - ΟΙ ΜΕΘ' ΟΜΗΡΟΝ ΛΟΓΟΙ - ΛΟΓΟΣ Θ΄

- Ἦμος δ' ἤνυτο νυκτὸς ἀπὸ κνέφας, ἔγρετο δ' Ἠὼς

ἐκ περάτων, μάρμαιρε δ' ἀπείριτον ἄσπετος αἰθήρ,

δὴ τότ' ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων

ἂμ πεδίον πάπταινον, ἴδοντο δ‹ὲ› Ἰλίου ἄκρην

ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον.

Τρῶες δ' οὐκέτ' ἔφαντο πρὸ τείχεος αἰπεινοῖο

στήμεναι ἐν πολέμῳ· μάλα γὰρ δέος ἔλλαβε πάντας

ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα.

Ἀντήνωρ δ' ἐν τοῖσι θεῶν ἠρήσατ' ἄνακτι·

- "Ζεῦ Ἴδης μεδέων ἠδ' οὐρανοῦ αἰγλήεντος,

κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος

τρέψον ἀφ' ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα,

εἴ θ' ὅ γ' Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμ' Ἀίδαο,

εἴ τέ τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ·

λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο

πολλοὶ ἀποφθινύθουσι, κακοῦ δ' οὐ γίνετ' ἐρωή,

ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει.

Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπ' Ἀχαιοῖς

μέμβλεται, ἀλλ' ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο

Δαρδάνου ἀντιθέοιο μέγ' Ἀργείοισιν ἀρήγεις.

Ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει,

Τρῶας ὑπ' Ἀργείοισιν ὀιζυρῶς ἀπολέσσαι,

ἔρξον ἄφαρ, μηδ' ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε."

- Ἦ ῥα μέγ' εὐχόμενος· τοῦ δ' ἔκλυεν οὐρανόθι Ζεύς·

καί ῥ' ὃ μὲν αἶψ' ἐτέλεσσεν, ὃ δ' οὐκ ἤμελλε τελέσσειν.

Δὴ γάρ οἱ κατένευσεν ὅπως ἀπὸ πολλοὶ ὄλωνται

Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δ' υἷ' Ἀχιλῆος

τρεψέμεν οὐ κατένευσεν ἀπ' εὐρυχόροιο πόληος,

ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει

ἦρα φέρειν καὶ κῦδος ἐύφρονι Νηρηΐνῃ.

- Καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.

Μεσσηγὺς δὲ πόληος ἰδ' εὐρέος Ἑλλησπόντου

Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ

καῖον ὁμῶς ἵπποισι· μάχη δ' ἐπέπαυτο φόνοιο,

οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην

εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς

λισσόμενος νέκυας πυρὶ καιέμεν, οἳ δ' ἐπίθοντο

αἰδόμενοι κταμένους· οὐ γάρ σφισι μῆνις ὀπηδεῖ.

Ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς,

δὴ τότ' ‹ἄρ'› Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,

Τρῶες δ' ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα,

ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο.

Τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι·

τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων

Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ.

- Υἱὸς δ' αὖτ' Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς

τύμβον ἐπ' εὐρώεντα· κύσε‹ν› δ' ὅ γε δάκρυα χεύων

στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος,

καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε·

- "Χαῖρε, πάτερ, καὶ ἔνερθε κατὰ χθονός· οὐ γὰρ ἔγωγε

λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμ' Ἀίδαο.

Ὡς εἴθε ζωόν σε μετ' Ἀργείοισι κίχανον·

τῶ κε τάχ' ἀλλήλοισι φρένα‹ς› τερφθέντ' ἐνὶ θυμῷ

Ἰλίου ἐξ ἱερῆς ληϊσσάμεθ' ἄσπετον ὄλβον.

Νῦν δ' οὔτ' ἂρ σύ γ' ἐσεῖδες ἑὸν τέκος, οὔτέ σ' ἔγωγε

εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι.

Ἀλλὰ καὶ ὧς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος

σὸν δόρυ καὶ τεὸν υἷα μέγ' ἐν δαῒ πεφρίκασι

δυσμενέες, Δαναοὶ δὲ γεγηθότες εἰσορόωσι

σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα."

- Ὣς εἰπὼν ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν·

βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος,

οὐκ οἶος· ἅμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες

Μυρμιδόνων, Φοῖνιξ δ' ὁ γέρων μετὰ τοῖσιν ὀπήδει

λυγρὸν ἀναστενάχων ἐρικυδέος ἀμφ' Ἀχιλῆος.

- Νὺξ δ' ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δ' οὐρανὸν ἄστρα·

οἳ δ' ἄρα δορπήσαντες ἕλονθ' ὕπνον. Ἔγρετο δ' Ἠώς·

Ἀργεῖοι δ' ἄρα δῦσαν ἐν ἔντεσι· τῆλε δ' ἀπ' αὐτῶν

αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα.

Καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο

πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται

ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ·

ὣς οἵ γ' ἐξεχέοντο πρὸ τείχεος· ὦρτο δ' ἀυτὴ

σμερδαλέη, μέγα δ' αἶα περιστεναχίζετ' ἰόντων.

- Τρῶες δ' εὖτ' ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο,

θάμβησαν, πᾶσι‹ν› δὲ κατεκλάσθη κέαρ ἔνδον

πότμον ὀιομένων· περὶ γὰρ νέφος ὣς ἐφαάνθη

λαὸς δυσμενέων, κανάχιζε δὲ τεύχεα φωτῶν

κινυμένων, ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν.

Καὶ τότ' ἄρ' ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος

Δηϊφόβῳ καὶ θῆκε μάλ' ἄτρομον, ἠὲ καὶ αὐτὸν

θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρ' ἀπὸ πάτρης

δυσμενέων ἀλεγεινὸν ὑπ' ἔγχεϊ λαὸν ἐλάσσῃ·

θαρσαλέον δ' ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν·

- "Ὦ φίλοι, εἰ δ' ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε,

μνησάμενοι στονόεντος ὅσα πτολέμοιο τελευτὴ

ἄλγε' ἐπ' ἀνθρώποισι δορυκτήτοισι τίθησιν.

Οὐ γὰρ Ἀλεξάνδροιο πέλει περὶ μοῦνον ἄεθλος

οὐδ' Ἑλένης, ἀλλ' ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν

ἠδ' ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων

πάσης τ' ἀγλαΐης καὶ κτήσιος ἠδ' ἐρατεινῆς

γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψαι

μᾶλλον ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην

δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο

πῆμα μετ' ἀνθρώποισιν ὀιζυροῖσι τετύχθαι.

Τοὔνεκ' ἀπωσάμενοι στυγερὸν δέος ἀμφ' ἐμὲ πάντες

καρτύνασθ' ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς

ζωὸς ἔθ' ἡμῖν ἄντα μαχήσεται, οὕνεκ' ἄρ' αὐτὸν

πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν

ὃς νῦν λαὸν ἄγειρεν. Ἔοικε δὲ μήτ' Ἀχιλῆα

μήτέ τιν' ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης

μαρναμένους. Τῶ μή τι φεβώμεθα μῶλον Ἄρηος,

εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες·

ἢ οὔ πω τόδε οἴδατ' ἀνὰ φρένας ὡς ἀλεγεινοῖς

ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,

ἐκ δ' ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ

Ζεὺς ἐπάγει μερόπεσσι δι' ἠέρος εὔδιον ἦμαρ,

ἔκ τ' ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο

εἰρήνη; Τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα."

- Ὣς φάτο· τοὶ δ' ἐς Ἄρηα μεμαότες ἐντύναντο

ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ

μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.

Ἔνθ' ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν

ἔντε' ἐποιχομένη παρενήνεε δάκρυ χέουσα·

τῷ δ' ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ

τεύχεα πάντα φέρεσκον· ὃ δέ σφισιν ἄλλοτε μέν που

ἄχνυτ' ὀδυρομένοις, ὁτὲ δ' ἔμπαλι μειδιάασκε

παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον

ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ.

Ἄλλῳ δ' αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν

ἀμφετίθει μελέ‹ε›σσι κακῆς ἀλκτήρια χάρμης

πολλὰ παρηγορέων φίλον υἱ‹έ›α μηδενὶ εἴκειν

ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ

ταρφέα σήματ' ἔχοντα παλαιῆς δηϊοτῆτος.

- Ἀλλ' ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν,

ἄστεος ἐξεχέοντο μέγ' ἱέμενοι πολέμοιο

λευγαλέου. Ταχέεσσι δ' ἐφ' ἱππήεσσιν ὄρουσαν

ἱππῆες, πεζοῖσι δ' ἐπέχραον ἔθνεα πεζῶν,

ἅρμασι δ' ἅρμαθ' ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν

ἐς μόθον ἐσσυμένων, ἐπαΰτεε δ' οἷσιν ἕκαστος

κεκλόμενος. Τοὶ δ' αἶψα συνήιον· ἀμφὶ δ' ἄρά σφι

τεύχε' ἐπεσμαράγησε· μί‹γ›η δ' ἑκάτερθεν ἀυτὴ

λευγαλέη. Τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα

βαλλόμεν' ἀμφοτέρωθεν· ὑπ' ἔγχε‹ς›ι δ' ἀσπίδες ἀνδρῶν

θεινόμεναι κτυπέεσκον ‹ἀ›άσπετον, αἳ δ' ὑπ' ἀκόντων

καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν

ἀνέρες οὐτάζοντο· φορύνετο δ' ἔντεα φωτῶν

αἵματι. Τρωιάδες δ' ἀπὸ τείχεος ἐσκοπίαζον

αἰζηῶν στονόεντα μόθον, πάσῃσι δὲ γυῖα

ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν

ἠδὲ κασιγνήτων· πολιοὶ δ' ἅμα τῇσι γέροντες

ἕζοντ' εἰσορόωντες, ἔχον δ' ὑπὸ χείλεσι θυμὸν

παίδων ἀμφὶ φίλων. Ἑλένη δ' ἐνὶ δώμασι μίμνεν

οἴη ‹ἅμ'› ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς.

- Οἳ δ' ἄμοτον πονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες

γήθεον, οὐλομένη δ' ἐπαΰτεεν ἀμφοτέροισι

μακρὸν Ἔρις βοόωσα. Κόνις δ' ἐρυθαίνετο λύθρῳ

κτεινομένων· ὀλέκοντο δ' ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.

Ἔνθ' ἄρα Δηΐφοβος κρατερὸν κτάνεν ἡνιοχῆα

‹ˉ ˘ ˘› Ἱππασίδην, ὃ δ' ἀφ' ἅρματος αἰψηροῖο

ἤριπεν ἀμφὶ νέκυσσιν. Ἄχος δέ οἱ ἔσχεν ἄνακτα·

δείδιε γὰρ μὴ δή μιν ἐφ' ἡνία χεῖρας ἔχοντα

υἱὸς ἐὺς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν·

ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλ' ἐπὶ δίφρον

ἆλτο θοῶς, ἵπποισι δ' ἐκέκλετο μακρὰ τινάσσων

εὔληρ', οὐδ' ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.

Καὶ τοὺς μὲν Πριάμοιο πάις λίπεν, ἵκετο δ' ἄλλων

ἐς πληθύν. Πολέεσσι δ' ὀλέθριον ὤπασεν ἦμαρ

ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ

θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δ' ὑπὸ χερσὶ

μυρίοι ἐκτείνοντο, πέδον δ' ἐστείνετο νεκρῶν.

Ὡς δ' ὅτ' ἀν' οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης

δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,

ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν

σὺν πυρὶ δούρατα πολλά, τὰ δ' ἄλλοθεν ἄλλα πεσόντα

πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δ' ἐπιτέρπεται ἔργῳ·

ὣς ἄρα Δηϊφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ

ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.

Καί ῥ' οἳ μὲν Τρώεσσιν ὁμίλεον, οἳ δ' ἐφέβοντο

εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δ' ὕδατος εἴσω

Δηΐφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο.

Ὡς δ' ὁπότ' ἰχθυόεντος ἐπ' ᾐόσιν Ἑλλησπόντου

δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες

κολπωθὲν ποτὶ γαῖαν, ἔσω δ' ἁλὸς εἰσέτ' ἐόντος

ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς

αἰνὸν ἐπὶ ξιφίῃσι φέρων μόρον, ἄλλοθε δ' ἄλλον

δάμναται ὅν κε κίχῃσι, φόνῳ δ' ἐρυθαίνεται ὕδωρ·

ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα

αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.

- Οὐδὲ μὲν οὐδ' ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο,

ἀλλά σφεας ἐδάιζεν Ἀχιλλέος ὄβριμος υἱὸς

ἀμφ' ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα

τέρπετ' ἐφ' υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι.

Τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι

πῖπτεν ὁμῶς ἵπποισιν· ὃ δ' ἑσπόμενος κεράιζεν.

Ἔνθ' Ἀμίδην ἐδάιξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ

ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητ' ἐρατεινῆς

ἱππασίης· δὴ γάρ μιν ὑπ' ἔγχεϊ τύψε φαεινῷ

ἐς νηδύν, αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν·

ἔγκατα δ' ἐξεχύθησαν, ἕλεν δέ μιν οὐλομένη Κὴρ

ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.

Εἷλε δ' ἄρ' Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας

δουρὶ κατὰ στομάχοιο παρὰ στόμα, τὸν δ' ὑπὸ λαιμόν,

καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.

Ἄλλους δ' ἔκτανε πάντας ὅσους κίχε· τίς κεν ἐκείνους

ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο

χερσὶ Νεοπτολέμοιο; Κάμεν δέ οἱ οὔ ποτε γυῖα.

Ὡς δ' ὁπότ' αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι

πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν

ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης

ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν·

ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος.

- Τυδείδης δ' ἑτέρωθεν ἐυμμελίης τ' Ἀγαμέμνων

ἄλλοί τ' ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο

προφρονέως ἀνὰ δῆριν ἀμείλιχον. Οὐδὲ μὲν ἐσθλοῖς

Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ

ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον

χαζομένους· πολέες δὲ καὶ οὐκ ἀλέγοντες ἀνάκτων

ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.

- Ὀψὲ δ' ἄρ' ‹εἰς›ενόησε περὶ προχοῇσι Σκαμάνδρου

ὀλλυμένους Δαναοὺς κρατερὸς πάις Αἰακίδαο

αἰὲν ἐπασσυτέρους· λίπε δ' οὓς πάρος αὐτὸς ἔναιρε

φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε

κεῖσ' ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.

Αὐτὰρ ὅ γ' αἶψ' ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων

σεύεσκεν μάστιγι ποτὶ κλόνον· οἳ δ' ἐπέτοντο

ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.

Οἷος δ' ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης

ἐμβεβαὼς ἵπποισι, περιτρομέει δ' ἄρα γαῖα

ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο

τεύχε' ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα·

τοῖος Ἀχιλλῆος κρατερὸς πάις ἤιεν ἄντην

ἐσθλοῦ Δηϊφόβοιο· κόνις δ' ἐπαείρετο πολλὴ

ἵππων ἀμφὶ πόδεσσιν. Ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ

Αὐτομέδων ἐνόησεν ὅ τις πέλεν· αἶψα δ' ἄνακτι

τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφα‹ύ›σκων·

- "Ὦ ἄνα, Δηϊφόβοιο πέλει στρατὸς ἠδὲ καὶ αὐτός,

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

σεῖο πάροιθε τοκῆος ὑπέτρεσε· νῦν δέ οἱ ἐσθλὸν

ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος."

- Ὣς ἄρ' ἔφη· ὃ δ' ἄρ' οὔ τι προσέννεπεν, ἀλλ' ἔτι μᾶλλον

ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα

ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.

Ἀλλ' ὅτε δή ῥ' ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,

δὴ τότε Δηΐφοβος μάλα περ χατέων πολέμοιο

ἔστη, ὅπως πῦρ αἰνόν, ὅθ' ὕδατος ἐγγὺς ἵκηται·

θάμβεε δ' εἰσορόων κρατερόφρονος Αἰακίδαο

ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔ τι τοκῆος

μείονα· τοῦ δ' ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν

ἄλλοτε μὲν φεύγειν, ὁτὲ δ' ἀνέρος ἄντα μάχεσθαι.

Ὡς δ' ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων

θῶας ἀποσσεύῃσι, λέων δ' ἑτέρωθε φανείη

ἔκποθεν ἐσσύμενος, τοῦ δ' ἵσταται ἄσπετος ὁρμὴ

οὔτε πρόσω μεμαῶτος ἔτ' ἐλθέμεν οὔτ' ἄρ' ὀπίσσω,

θήγει δ' ἀφριόωντας ὑπὸ γναθμοῖσιν ὀδόντας·

ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις

πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.

Τὸν δ' υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος·

- "Πριαμίδη, τί νυ τόσσον ἐπ' Ἀργείοισι μέμηνας

χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν

φεῦγον ἐπεσσυμένοιο, σὺ δ' ἔλπεο πολλὸν ἄριστος

ἔμμεναι; Ἀλλὰ σοὶ εἴ περ ὑπὸ κραδίῃ μένος ἐστίν,

ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς."

- Ὣς εἰπὼν οἴμησε, λέων ὣς ἄντ' ἐλάφοιο,

ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο.

Καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν,

εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων

ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο

ἥρπασε καί μιν ἔθηκε ‹κατὰ› πτόλιν, ἧχι καὶ ἄλλοι

Τρῶες ἴσαν φεύγοντες. Ὃ δ' ἐς κενεὴν δόρυ τύψας

ἠέρα Πηλείδαο πάις ποτὶ μῦθον ἔειπεν·

- "Ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ

ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις ὅς σ' ἐκάλυψε

νύκτα βαλὼν καθύπερθε καὶ ἐκ κακότητος ἔρυσσεν."

- Ὣς ἄρ' ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων

εὖτ' ὀμίχλην διέχευε· λύθη δ' εἰς ἠέρα μακρήν.

Αὐτίκα δ' ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών·

Τρῶας δ' εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας

Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δ' ἄρα πατρὶ ἐοικὼς

ἀντία δυσμενέων οἵ μιν φοβέοντο κιόντα.

Ἠύτε κῦμ' ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι

ναῦται, ὅ τ' ἐξ ἀνέμοιο διεγρόμενον φορέηται

εὐρὺ μάλ' ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος·

ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμπεχε Τρῶας.

Τοῖον δ' ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·

- "Κλῦτε, φίλοι, καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε

ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς

νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι

καὶ κλέος ἐκ πολέμοιο δυσηχέος. Ἀλλ' ἄγε θυμὸν

παρθέμενοι πονεώμεθ' ὑπὲρ μένος, εἰς ὅ κε Τροίης

πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ·

αἰδὼς γὰρ μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας

ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας·

τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην."

- Ὣς φάτο· τοὶ δ' ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν

θαρσαλέως, Τρώεσσι δ' ἐπέδραμον· οἳ δὲ καὶ αὐτοὶ

προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δ' αὖτε

ἔντοσθε‹ν› πυλέων ἀπὸ τείχεος· οὐδ' ἀπέληγε

δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι

δυσμενέων στρατὸν αἰνόν, ἐυσθενέων δ' Ἀργείων

ἄστυ διαπραθέειν· ὀλοὴ δ' ἔχε πάντας ὀιζύς.

- Καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων

ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι

Λητοΐδης· τὸν δ' αἶψα θοαὶ φορέεσκον ἄελλαι

τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ

μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι,

ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν. Ἔβραχε δ' αἰθὴρ

θεσπέσιον καὶ γαῖα μέγ' ἴαχεν, εὖτ' ἀκάμαντας

θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας. Ἐκ δ' ἐβόησε

σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δ' Ἀχαιοῖς

μίμνειν αἱματόεντα κατὰ κλόνον. Οὐδ' Ἐνοσίχθων

ὄβριμος ἠγνοίησε, μένος δ' ἐνέπνευσεν Ἀχαιοῖς

ἤδη τειρομένοισι. Μάχη δ' ἀίδηλος ἐτύχθη

ἀθανάτων βουλῇσιν· ὄλοντο δὲ μυρία φῦλα

αἰζηῶν ἑκάτερθε. Κοτεσσάμενος δ' ἄρ' Ἀπόλλων

Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἷ' Ἀχιλῆος

αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα· τοῦ δ' ἄρα θυμὸν

οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες

ἄλλά τε σήματα πολλά· χόλος δέ οἱ οὐκέτ' ἔμελλε

πείθεσθαι τεράεσσι. Τὸ δ' οὐ λάθε Κυανοχαίτην

ἠέρι θεσπεσίῃ κεκαλυμμένον, ἀμφὶ δὲ ποσσὶ

νισομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα·

τοῖον δ' ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι·

- "Ἴσχε, τέκος, καὶ μή τι πελώριον υἷ' Ἀχιλῆος

κτείνῃς· οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο

γηθήσει· μέγα δ' ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν

ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφ' Ἀχιλῆος.

Ἀλλ' ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς,

αἶψα δ' ἀναρρήξας μεγάλης χθονὸς εὐρὺ βέρεθρον

αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν

θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ."

- Ὣς φάθ' ὃ δ' ἁζόμενος μέγ' ἀδελφεὸν οἷο τοκῆος

δείσας τ' ἀμφὶ πόληος ἐυσθενέων θ' ἅμα λαῶν

χάσσατ' ἐς οὐρανὸν εὐρύν, ὃ δ' εἰς ἅλα. Τοὶ δ' ἐμάχοντο

ἀλλήλους ὀλέκοντες, Ἔρις δ' ἐπετέρπετο χάρμῃ,

μέσφ' ὅτε δὴ Κάλχαντος ὑπ' ἐννεσίῃσιν Ἀχαιοὶ

ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο·

οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,

πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν

ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος·

καὶ τὸ μὲν ἠγαθέοισιν ἐπεφράσατ' οἰωνοῖσιν

ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐσέδρακεν· οὐ γὰρ ἄιδρις

μαντοσύνης ἐτέτυκτο, θεὸς δ' ὣς ᾔδεε πάντα.

- Τῷ πίσυνοι στονόεντος ἀποσχόμενοι πολέμοιο

Ἀτρεῖδαι προέηκαν ἐυκτιμένην ποτὶ Λῆμνον

Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τ' Ὀδυσῆα

νηῒ θοῇ. ‹Τ›οὶ δ' αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο

ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,

Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον

ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες

ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔ τι τίεσκον,

ἀλλὰ δμωιάδεσσι παρευνάζοντο γυναιξὶ

Θρηικίῃς τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν

πέρθοντες τότε γαῖαν ἀρηιφίλων Θρηίκων·

αἳ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος

θυμὸν ἀνοιδήσαντο, φίλους δ' ἀνὰ δώματ' ἀκοίτας

κτεῖνον ἀνηλεγέως ὑπὸ χείρεσιν, οὐδ' ἐλέησαν

κουριδίους περ ἐόντας· ἐπεί ῥ' ἀπαναίνεται ἦτορ

ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ

ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι.

Ἀλλ' αἳ μὲν σφετέροισιν ἐπ' ἀνδράσι πῆμ' ἐβάλοντο

νυκτὶ μιῇ καὶ πᾶσαν ἐχηρώσαντο πόληα

παρθέμεναι φρεσὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.

- Οἳ δ' ὅτε δὴ Λήμνοιο ‹πέδον› κίον ἠδὲ καὶ ἄντρον

λαΐνεον τόθι κεῖτο πάις Ποίαντος ἀγαυοῦ,

δὴ τότ' ἄρά σφισι θάμβος ἐπήλυθεν, εὖτ' ἐσίδοντο

ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντ' ὀδύνῃσι

κεκλιμένον στυφελοῖο κατ' οὔδεος. Ἀμφὶ δ' ἄρ' αὐτῷ

οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο·

ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ

λευγαλέου· δὴ γάρ μιν †ἐπὴν ἕλε †λιμὸς ἀτερπής,

βάλλων ἄσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε,

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

καὶ τὰ μὲν ἂρ κατέδαπτε, τὰ δ' ἕλκεος οὐλομένοιο

ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.

Αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο

θηρὸς ὅπως ὀλοοῖο τὸν ἀργαλέης δόλος ἄγρης

μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δ' ὑπ' ἀνάγκης

τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι

κόψας εἰς ἑὸν ἄντρον ἀποίχεται, ἀμφὶ δέ οἱ κῆρ

τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι·

ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατ' ἀνίη·

καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δ' ὀστέα μοῦνον

ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἄμπεχ' ἀυτμὴ

λευγαλέη ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος

δάμνατο· κοῖλαι δ' ἔσκον ὑπ' ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ

αἰνῶς τειρομένοιο· γόος δέ μιν οὔ ποτ' ἔλειπεν,

οὕνεκά οἱ μέλαν ἕλκος ἐς ὀστέον ἄχρις ἱκέσθαι

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

πυθόμενον καθύπερθε, λυγραὶ δ' ὑπέρεπτον ἀνῖαι.

Ὡς δ' ὅτ' ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης

πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη

δάμναθ' ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν,

τῆς δ' ἄρα θεινομένης ἀνέμῳ καὶ κύματι λάβρῳ

χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ·

ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο

ἰοῦ ἄπο, στυφελοῖσι τόν οἱ ἐνομόρξατ' ὀδοῦσι

λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε

ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα

ἠελίοιο μένος· τῶ καὶ μέγα φέρτατον ἄνδρα

τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντ' ὀδύνῃσιν.

Ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο

ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου,

θαῦμα μέγ' ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.

Καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ

ἰῶν πεπληθυῖα· πέλοντο δ' ἄρ' οἳ μὲν ἐς ἄγρην,

οἳ δ' ἐς δυσμενέας, τοὺς ἄμπεχε λοίγιον ὕδρου

φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον

κεῖτο πέλας, γναμπτοῖσιν ἀρηρέμενον κεράεσσι

χερσὶν ὑπ' ἀκαμάτοισι τετυγμένον Ἡρακλῆος.

- Τοὺς δ' ὁπότ' εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,

ἐσσυμένως ὥρμηνεν ἐπ' ἀμφοτέροισι τανύσσαι

ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ,

οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο

μοῦνον ἐρημαίοισιν ἐπ' αἰγιαλοῖσι θαλάσσης.

Καί νύ κεν αἶψ' ἐτέλεσσεν ἅ οἱ θρασὺς ἤθελε θυμός,

εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη

ἀνέρας εἰσορόωντος ὁμήθεας. Οἳ δέ οἱ ἄγχι

ἤλυθον ἀχνυμένοισιν ἐοικότε, καί ῥά μιν ἄμφω

ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν

ἕλκεος ἀμφ' ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων

εἴροντ'· αὐτὰρ ὃ τοῖσιν ἑὰς διεπέφραδ' ἀνίας.

Οἳ δέ ἑ θαρσύνεσκον, ἔφαντο δέ οἱ λυγρὸν ἕλκος

ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,

ἢν στρατὸν εἰσαφίκηται Ἀχαι‹ι›κόν, ὅν ῥα καὶ αὐτὸν

φάντο μέγ' ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς

Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔ τιν' Ἀχαιῶν

αἴτιον ἔμμεν ἔφαντο κατὰ στρατόν, ἀλλ' ἀλεγεινὰς

Μοίρας, ὧν ἑκὰς οὔ τις ἀνὴρ ἐπινίσεται αἶαν,

ἀλλ' αἰεὶ μογεροῖσιν ἐπ' ἀνδράσιν ἀπροτίοπτοι

στρωφῶντ' ἤματα πάντα, βροτῶν μένος ἄλλοτε μέν που

βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δ' αὖτε

ἔκποθε κυδαίνουσαι, ἐπεὶ μάλα πάντα βροτοῖσι

κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται,

αὐταὶ ὅπως ἐθέλουσιν. Ὃ δ' εἰσαΐων Ὀδυσῆος

ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν

ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,

ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσ' ἐπεπόνθει.

- Οἳ δέ μιν αἶψ' ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους

καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις.

Καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος

σπόγγῳ ἐυτρήτῳ, κατὰ δ' ἔκλυσαν ὕδατι πολλῷ·

ἀμπνύσθη δ' ἄρα τυτθόν. Ἄφαρ δέ οἱ ἐγκονέοντες

δόρπον ἐὺν τεύξαντο μεμαότι, σὺν δὲ καὶ αὐτοὶ

δαίνυντ' ἔνδοθι νηός· ἐπήλυθε δ' ἀμβροσίη νύξ,

τοῖσι δ' ἐφ' ὕπνος ὄρουσε. Μένον δ' ἄχρις ἠριγενείης

ἀμφιάλου Λήμνοιο παρ' ᾐόσιν· αὐτὰρ ἅμ' ἠοῖ

πείσμαθ' ὁ‹μ›ῶς εὐνῇσιν ἐυγνάμπτοισιν ἄειραν

ἔκτοθεν ἐγκονέοντες. Ἐπιπροέηκε δ' Ἀθήνη

ἐξόπιθεν πνείοντα τανυπρῴρου νεὸς οὖρον·

ἱστία δ' αἶψ' ἐτάνυσσαν ὑπ' ἀμφοτέροισι πόδεσσι,

νῆα κατιθύνοντες ἐύζυγον. Ἣ δ' ὑπ' ἰωῇ

ἔσσυτ' ἐπὶ πλατὺ χεῦμα· μέλαν δ' ἀμφέστενε κῦμα

ῥηγνύμενον, πολιὸς δὲ περίζεε πάντοθεν ἀφρός·

ἀμφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο

ὦκα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.

- Οἳ δ' ‹ἄφ›αρ Ἑλλήσποντον ἐπ' ἰχθυόεντ' ἀφίκοντο,

ἧχι καὶ ἄλλαι νῆες ἔσαν. Κεχάροντο δ' Ἀχαιοί,

ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. Οἳ δ' ἄρα νηὸς

ἀσπασίως ἀπέβησαν· ἔχεν δ' ἄρα χεῖρας ἀραιὰς

Ποίαντος θρασὺς υἱὸς ἐπ' ἀνέρας, οἵ ῥά μιν ἄμφω

λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον

ἀμφοτέρω‹ν› κρατερῇσιν ἐπικλι‹ν›θέντα χέρεσσιν,

ἠύτ' ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν

φηγὸν ὑφ' ὑλοτόμοιο βίης, ἢ πίονα πεύκην

τυτθὸν ἔθ' ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ

πρέμνου ὑποτμήγων λιπαρὸν δάος, ὄφρα πέληται

πίσσα πυρὶ δμηθεῖσα κατ' οὔρεα, τὴν δ' ἀλεγεινῶς

ἀχθομένην ἄνεμός ‹τε› καὶ ἀδρανίη ποτικλίνει

ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν·

ὣς ἄρ' ὑπ' ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα

θαρσαλέοι ἥρωες ἐπικλι‹ν›θέντα φέρεσκον

Ἀργείων ἐς ὅμιλον ἀρήιον. Οἳ δ' ἐσιδόντες

ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ

ἕλκεϊ τειρόμενον. Τὸν δὲ στερεὸν καὶ ἄνουσον

ὠκύτερον ποίησε νοήματος αἰψηροῖο

ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε

πάσσων φάρμακα πολλὰ καθ' ἕλκεος, εὖ δὲ κικλήσκων

οὔνομα πατρὸς ἑοῖο· θοῶς δ' ἰάχησαν Ἀχαιοὶ

πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.

Καί μιν φαιδρύναντο καὶ ἀμφὶς ἔχρισαν ἐλαίῳ

προφρονέως. Ὀλοὴ δὲ κατηφείη καὶ ὀιζὺς

ἀθανάτων ἰότητι κατέφθιτο· ‹τ›οὶ δ' ἀνὰ θυμὸν

τέρποντ' εἰσορόωντες· ὃ δ' ἄμπνυεν ἐκ κακότητος·

ἀχροίῃ γὰρ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ

ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δ' ἅψεα πάντα.

Ὡς δ' ὁπότ' ἀλδαίνηται ἔπι σταχύεσσιν ἄρουρα,

ἥν τε πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ

ὄμβρος ἐπιβρίσας, ἣ δ' ἀλθομένη ἀνέμοισι

μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ·

ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε

πᾶν δέμας αἶψ' ἀνέθηλεν· ἐϋτροχάλῳ δ᾽ ἐνὶ κοίλῃ

κάλλιπε κήδεα πάντα τά οἱ περιδάμνατο θυμόν.

- Ἀργεῖοι δ' ὁρόωντες ἅτ' ἐκ θανάτου ἀνιόντα

ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον

ἀθανάτων· τὸ δ' ἄρ' ἦεν ἐτήτυμον ὡς ἐνόησαν·

καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν

ἐσθλὴ Τριτογένεια, φάνεν δέ ἑ οἷος ἔην περ

τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι.

Καὶ τότ' ἄρ' ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο

πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα,

καί μιν κυδαίνοντες ἐπ' εἰλαπίνῃσι γέραιρον.

Ἀλλ' ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,

δὴ τότε μιν προσέειπεν ἐυμμελίης Ἀγαμέμνων·

- "Ὦ φίλ', ἐπειδή πέρ σε θεῶν ἰότητι πάροιθε

Λήμνῳ ἐν ἀμφιάλῳ λίπομεν βλαφθέντε νόημα,

μὴ δ' ἡμῖν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι·

οὐ γὰρ ἄνευ μακάρων τάδ' ἐρέξαμεν, ἀλλά που αὐτοὶ

ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι

σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀιστοῖς

δυσμενέας δάμνασθαι, ὅτ' ἀντία σεῖο μάχωνται.

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

πᾶσαν ἀν' ἤπειρον πέλαγός τ' ἀνὰ μακρὸν ἄιστοι

Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται

πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη·

τῶν δὲ δι' αἰζηοὶ φορέονθ' ὑπὸ Δαίμονος Αἴσῃ

εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο

σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ

πολλάκις, οὐκ ἐσθλὸς δ' ἀγαθῇ· τὰς δ' οὔτ' ἀλέασθαι

οὔτ' ἄρ' ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατ' ἀνήρ·

χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθ' ὑπ' ἀέλλαις

οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀιζύν.

Ἀλλ' ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,

ἐξαῦτις δώροισιν ἀρεσσόμεθ' ἀπλήτοισι,

Τρώων ἤν ποθ' ἕλωμεν ἐυκτίμενον πτολίεθρον.

Νῦν δὲ ‹λάβ'› ἑπτὰ γυναῖκας ἐείκοσί τ' ὠκέας ἵππους

ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν

τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν

αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται."

- Ὣς εἰπὼν ἥρωϊ πόρεν περικαλλέα δῶρα·

τὸν δ' ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός·

- "Ὦ φίλος, οὐ σοὶ ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ

Ἀργείων, εἰ ‹καί› τις ἔτ' ἤλιτεν εἵνεκ' ἐμεῖο·

οἶδα γὰρ ὡς ‹ς›τρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς,

οὐδ' αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδ' ἀσύφηλον,

ἀλλ' ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δ' ἤπιον εἶναι.

Νῦν δ' ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι

βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν."

- Ὣς εἰπὼν ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε

σφῶν ἑτάρων· οἳ δ' αἶψα φιλοπτολέμῳ βασιλῆι

εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες·

αὐτὰρ ὅ γ' ἀσπασίως κατελέξατο μέχρις ἐς ἠῶ.

- Νὺξ δ' ἀνεχάσσατο δῖα, φάος δ' ἐρύθηνε κολώνας

ἠελίου· καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.

Ἀργεῖοι δ' ὀλοοῖο μέγ' ἱέμενοι πολέμοιο,

οἳ μὲν δούρατα θῆγον ἐύξοα, τοὶ δὲ βέλεμνα,

ἄλλοι δ' αἰγανέας· ἅμα δ' ἠοῖ δαῖτα πένοντο

αὐτοῖς ἠδ' ἵπποισι, πάσαντο δὲ πάντες ἐδωδήν.

Τοῖσι ‹δὲ› δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς

τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι·

- "Εἰ δ' ἄγε ‹δὴ› πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων

μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι

Τροίης εὐπύργοιο καταπρῆσαί τε πόληα."

- Ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγ' ἰάνθη.

Δῦσαν δ' ἐν τεύχεσσι καὶ ἀσπίσιν· ἐκ δ' ἄρα νηῶν

πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσσεύοντο

καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν.

Ἄλλος δ' ἄλλον ἔρειδε κατὰ στίχας, οὐδέ κε φαίης

κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπ' ἄλλου·

ὣς ἄρ' ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισιν.