4540 350 0 26 0 0 IV d. C. Epica Quintus VI Posthomerica Vian, F., Paris, Les Belles Lettres, 1:1963; 2:1966; 3:1969. 3

ΚΟΙΝΤΟΥ - ΟΙ ΜΕΘ' ΟΜΗΡΟΝ ΛΟΓΟΙ - ΛΟΓΟΣ Ϛ΄

- Ἠὼς δ' Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα

Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντῃ

κίδνατο παμφανόωσα, γέλασσε δὲ γαῖα καὶ αἰθήρ·

τοὶ δ' εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες,

ἄλλοι δ' ἀλλοίοισιν ἐπῴχοντ'. Αὐτὰρ Ἀχαιοὶ

εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου·

καί ῥ' ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,

δὴ τότ' ἐν‹ὶ› μέσσοισιν ἀγειρομένοισι μετηύδα·

- "Κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,

ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ

λαῶν ὀλλυμένων οἵ ῥ' ἤλυθον εἵνεκ' ἐμεῖο

δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,

οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε Δαίμονος Αἶσα.

Ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο

αὐτῷ μοι ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι.

Νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐπεθήκατο δαίμων,

ὄφρ' ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν

εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;

Ἀλλ' ἄγεθ', ὅσσοι ἔτ' εἰμὲν ἐπ' ὠκυπόροισι νέεσσι,

καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,

Αἴαντος φθιμένοιο πολυσθενέος τ' Ἀχιλῆος·

τῶν ἐγὼ οὐκ ὀίω κταμένων ὑπαλύξαι ὄλεθρον

ἡμέας, ἀλλ' ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν

εἵνεκ' ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔ τι

μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι

ἐν πολέμῳ. Κείνη δ' ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ

ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων

ἐκ κραδίης, ὅτ' ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.

Ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει·

ἡμεῖς δ' αἶψα νεώμεθ', ἐπεὶ πολὺ λώιόν ἐστιν

ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι."

- Ὣς ἔφατ' Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ

ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,

Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος

ῥήξῃ ὑπ' ἐκ θεμέθλων, μάλα δ' αἵματος ἄσαι Ἄρηα

δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος·

οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.

Καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δ' ἐπιίζανεν ἕδρῃ.

Καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτ' ἐνὶ μέσσοις,

καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον·

- "Ἆ δείλ' Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει

ἀργαλέον καὶ τοῖα μετ' Ἀργείοις ἀγορεύεις,

ὡς πάις ἠὲ γυνὴ τῶν περ σθένος ἔστ' ἀλαπαδνόν;

Ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες,

πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι·

θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δ' ὄνειδος.

Εἰ δ' ἄρα τις καὶ τῶνδ' ἐπιπείσεται ὡς ἐπιτέλλεις,

αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,

ῥίψω δ' οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.

Ἀλλ' ἄγεθ', οἷσι μέμηλεν ὀρινέμεναι μένε' ἀνδρῶν,

λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας

δούρατα θηγέμεναι παρά τ' ἀσπίδας ἄλλά τε πάντα

εὖ θέσθαι, καὶ δεῖπνον ἐφοπλίσσασθαι ἅπαντας

‑ ἀνέρας ἠδ' ἵππους ‑ , οἵ τ' ἐς πόλεμον μεμάασιν·

ἐν πεδίῳ δ' ὤκιστα διακρινέει μένος Ἄρης."

- Ὣς φάτο Τυδείδης· κατὰ δ' ἕζετο ἧχι πάρος περ.

Τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν,

ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστ' ἀγορεύειν·

- "Κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων·

ἴστε γὰρ ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.

Ἤδη μὲν καὶ πρόσθ' ἐφάμην δεκάτῳ λυκάβαντι

πέρσειν Ἴλιον αἰπύ· τὸ δὴ νῦν ἐκτελέουσιν

ἀθάνατοι, νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν.

Ἀλλ' ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τ' Ὀδυσῆα

πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηῒ μελαίνῃ,

οἵ ῥα παραιπεπιθόντες Ἀχιλλέος ὄβριμον υἷα

ἄξουσιν· μέγα δ' ἄμμι φάος πάντεσσι πελάσσει."

- Ὣς φάτο Θέστορος υἱὸς ἐύφρονος· ἀμφὶ δὲ λαοὶ

γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει

Κάλχαντος φάτιν ἔμμεν ἐτήτυμον ὡς ἀγόρευε.

Καὶ τότε Λαέρταο πάις μετέειπεν Ἀχαιοῖς·

- "Ὦ φίλοι, οὐκέτ' ἔοικε μεθ' ὑμῖν πόλλ' ἀγορεύειν

σήμερον· ἐν γὰρ δὴν κάματος πέλει ἐσσυμένοισιν·

οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτ' ἀγορητὴς

ἁνδάνει οὔτ' ἄρ' ἀοιδὸς ὃν ἀθάνατοι φιλέουσι

Πιερίδες· παύρων δ' ἐπέων ἔρος ἀνθρώποισι.

Νῦν δ', ὅ περ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,

Τυδείδαο μάλιστα συνεσπομένου, τελέσαιμεν.

Ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος

ἄξομεν ὄβριμον υἷα παρακλίναντ' ἐπέεσσιν,

εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκῃ

μήτηρ ἐν μεγάροισιν, ἀπὸ κρατεροῖο τοκῆος

ἐλπομένη κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα."

- Ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·

- "Ὦ Ὀδυσεῦ, μέγ' ὄνειαρ ἐυσθενέων Ἀργείων,

ἤν περ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς

σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς

ἔλθοι ἀπὸ Σκύροιο, πόροι δέ τις Οὐρανιώνων

νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἵκωμαι,

δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην

Ἑρμιόνην καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ

προφρονέως· οὐ γάρ μιν ὀίομαι οὔτε γυναῖκα

οὔτ' ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι."

- Ὣς ἄρ' ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.

Καὶ τότε λῦτ' ἀγορή· τοὶ δ' ἐσκίδναντ' ἐπὶ νῆας

ἱέμενοι δείπνοιο τὸ δὴ πέλει ἀνδράσιν ἀλκή.

- Καί ῥ' ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγ' ἐδωδῆς,

δὴ τόθ' ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς

νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω·

καρπαλίμως δ' ἤια καὶ ἄρμενα πάντα βαλόντες,

ἐν δὲ καὶ αὐτοὶ ἔβαν, μετὰ δέ σφισιν εἴκοσι φῶτες

ἴδμονες εἰρεσίης, ὁπότ' ἀντιόωσιν ἄελλαι

ἠδ' ὁπότ' εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.

Καί ῥ' ὅτε δὴ κληῗσιν ἐπ' εὐτύκτοισι κάθισσαν,

τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δ' ἀμφέζεεν ἀφρός.

Ὑγραὶ δ' ἀμφ' ἐλάτῃσι διεπρήσσοντο κέλευθοι

νηὸς ἐπεσσυμένης· τοὶ δ' ἱδρώοντες ἔρεσσον.

Ὡς δ' ὅθ' ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες

δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην

ἄχθεϊ τετριγυῖαν ὑπ' ἄξονι δινήεντι

τειρόμενοι, πουλὺς δὲ κατ' αὐχένος ἠδὲ καὶ ὤμων

ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπ' οὖδας·

ὣς τῆμος μογέεσκον ἐπὶ στιβαρῇς ἐλάτῃσιν

αἰζηοί· μάλα δ' ὦκα διήνυον εὐρέα πόντον.

Τοὺς δ' ἄλλοι μὲν Ἀχαιοὶ ἀπεσκοπίαζον ἰόντας·

θῆγον δ' αἰνὰ βέλεμνα καὶ ἔγχεα τοῖσι μάχοντο.

- Τρῶες δ' ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο

ἐς πόλεμον μεμαῶτες ἰδ' εὐχόμενοι μακάρεσσι

λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.

Τοῖσι δ' ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ

ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος·

καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο

πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου

ναίεσκον, κρατερῇσι πεποιθότες ἐγχείῃσιν.

Ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·

ὡς δ' ὁπόθ' ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν

ἥμεροι ἀνέρα χῆνες ὅ τίς σφισιν εἴδατα βάλλοι,

ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες

σαίνουσιν, τοῦ δ' ἦτορ ἰαίνεται εἰσορόωντος·

ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτ' ἐσίδοντο

ὄβριμον Εὐρύπυλον, τοῦ δ' ἐν φρεσὶ θαρσαλέον κῆρ

τέρπετ' ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες

θάμβεον ἀνέρα δῖον· ὃ δ' ἔξοχος ἕσπετο λαῶν,

ἠύτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.

- Τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον·

τοῦ γὰρ ἀνεψιὸς ἔσκεν ἰῆς τ' ἐτέτυκτο γενέθλης·

τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο

Ἀστυόχη κρατερῇσιν ὑπ' ἀγκοίνῃσι μιγεῖσα

Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέι Ἡρακλῆι

λάθρῃ ἑοῖο τοκῆος ἐυπλόκαμος τέκεν Αὔγη,

καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος

θρέψε θοή ποτε κεμμάς, ἑῷ δ' ἴσα φίλατο νεβρῷ

μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει

ἔκγονον Ἡρακλῆος ὀιζυρῶς ἀπολέσθαι.

Τοῦ δ' ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ

ἦγεν ἑὸν ποτὶ δῶμα δι' εὐρυχόροιο πόληος

σῆμα παρ' Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα

νηόν τε ζάθεον Τριτωνίδος, ἔνθά οἱ ἄγχι

δώματ' ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο.

Καί μιν ἀδελφειῶν πηῶν θ' ὑπὲρ ἠδὲ τοκήων

εἴρετο προφρονέως· ὃ δέ οἱ μάλα πάντ' ἀγόρευεν·

ἄμφω δ' ὣς ὀάριζον ἅμ' ἀλλήλοισι κιόντες.

- Ἦλθον ‹δ'› ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθ‹α δ'› ἄρ' ἧστο

ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος·

καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,

ἄλλαι δ' αὖτ' ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο

ἔργα τιτυσκόμεναι ὁπόσα δμωῇσιν ἔοικεν.

Εὐρύπυλον δ' Ἑλένη μέγ' ἐθάμβεεν εἰσορόωσα,

κεῖνος δ' αὖθ' Ἑλένην· μετὰ δ' ἀλλήλους ἐπέεσσιν

ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι.

Δμῶες δ' αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·

αἶψα δ' Ἀλέξανδρος κατ' ἄρ' ἕζετο, πὰρ δ' ἄρα τῷ γε

Εὐρύπυλος. Λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,

ἧχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι·

αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους

στῆσαν ἔτι πνείοντας ὀιζυροῖο μόγοιο·

ἐν δὲ φάτνῃσι βάλοντο τά τ' ὠκέες ἵπποι ἔδουσι.

- Καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δ' αἶα καὶ αἰθήρ.

Οἳ δ' ἄρα δαῖτ' ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο

Κήτειοι Τρῶές τε· πολὺς δ' ἐνὶ μῦθος ὀρώρει

δαινυμένων. Πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος

δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δ' ἠπύτα σῦριγξ

αὐλοί τε λιγυροῖσιν ἀρηρέμενοι καλάμοισιν,

ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.

Ἀργεῖοι δ' ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες

αὐλῶν φορμίγγων τ' ἰαχὴν αὐτῶν τε καὶ ἵππων

σύριγγός θ' ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι.

Τοὔνεκ' ἄρ' ᾗσιν ἕκαστος ἐνὶ κλισίῃσι κέλευσε

νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,

μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες,

οἵ ῥα τότ' αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.

Ὣς δ' αὕτως κατὰ δώματ' Ἀλεξάνδροιο δαΐφρων

δαίνυτο Τηλεφίδης μετ' ἀ‹γα›κλειτῶν βασιλήων.

Πολλὰ δ' ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες

ἑξείης εὔχοντο μιγήμεναι Ἀργείοισιν

αἴσῃ ἐν ἀργαλέῃ· ὃ δ' ὑπέσχετο πάντα τελέσσειν.

Αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθ' ἕκαστος·

Εὐρύπυλος δ' αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν

ἐς τέγος εὐποίητον ὅπῃ πάρος αὐτὸς ἴαυεν

ἠὺς Ἀλέξανδρος μετ' ἀγακλειτῆς ἀλόχοιο·

κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·

ἔνθ' ὅ γε λέξατ' ἰών· τοὶ δ' ἄλλοσε κοῖτον ἕλοντο

μέχρις ἐς Ἠριγένειαν ἐύθρονον. Αὐτὰρ ἅμ' ἠοῖ

Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε

σύν τ' ἄλλοις βασιλεῦσιν ὅσοι κατὰ Ἴλιον ἦσαν.

Λαοὶ δ' αὐτίκα δῦσαν ἐν ἔντεσι μαιμώωντες,

πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι.

Ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις

τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·

καί οἱ δαίδαλα πολλὰ κατ' ἀσπίδα δῖαν ἔκειτο,

ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.

- Ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες

δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δρακόντων

σμερδαλέον μεμαῶτες· ὃ δέ σφεας ἄλλοθεν ἄλλον

νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς

ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει

ἐξ ἀρχῆς. Οὐ γάρ τι θεῶν γένος Οὐρανιώνων

ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ

ἕσπετ' ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι. ‑

Ἐν δὲ Νεμειαίοιο βίη ‹ἐ›τέτυκτο λέοντος

ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι

τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν

αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δ' ἐῴκει. ‑

Ἄγχι δέ οἱ πεπόνητο δέμας πολυδειράδος ὕδρης

αἰνὸν λιχμώωσα· καρήατα δ' ἀλγινόεντα

ἄλλα μέν οἱ δέδμητο κατὰ χθονός, ἄλλα δ' ἄεξεν

ἐξ ὀλίγων μάλα πολλά. Πόνος δ' ἔχεν Ἡρακλῆα

θαρσαλέον τ' Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε

ἄμφω, ὃ μὲν τέμνεσκε καρήατα μαιμώωντα

ἅρπῃ ὑπ' ἀγκυλόδοντι θοῶς, ὃ δὲ καῖε σιδήρῳ

αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή. ‑

Ἑξείης δ' ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο

ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς ἐτεόν περ,

ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο. ‑

Κεμμὰς δ' εὖ ἤσκητο θοὴ πόδας, ἥ τ' ἀλεγεινῶν

ἀμφιπερικτιόνων μέγ' ἐσίνετο πᾶσαν ἀλωήν·

καὶ τὴν μὲν χρυσ‹έ›οιο κεράατος ὄβριμος ἥρως

ἄμπεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀυτμήν. ‑

Ἀμφὶ δ' ἄρα στυγεραὶ Στυμφηλίδες, αἳ μὲν ὀιστοῖς

βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἳ δ' ἔτι φύζης

μνωόμεναι πολιοῖο δι' ἠέρος ἐσσεύοντο·

τῇσι δ' ἐφ' Ἡρακλέης κεχολώμενος ἄλλον ἐπ' ἄλλῳ

ἰὸν ἐπιπροΐαλλε μάλα σπεύδοντι ἐοικώς. ‑

Ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο

τεχνήεις ἤσκητο κατ' ἀκαμάτοιο βοείης·

τῷ δ' ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο

ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι

θάμβεον ἄσπετον ἔργον. ‑ Ἀπόπροθι δ' ἔπλετο ταῦρος

πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα

γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἳ δέ οἱ ἄμφω

ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·

καί ῥ' ὃ μὲν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ‑ Ἄγχι δ' ἄρ' αὐτοῦ

ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος

Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι

δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων

εἷλκε κόμης ἵπποιο κατ' ὠκέος· αἳ δ' ἀπάτερθεν

ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ‑ Ἀμφὶ δὲ λυγραὶ

Θρηικίην ἀνὰ γαῖαν ἔσαν Διομήδεος ἵπποι

ἀνδροβόροι· καὶ τὰς μὲν ὑπὸ στυγερῇσι φάτνῃσιν

αὐτῷ σὺν βασιλῆι κακὰ φρονέοντι δάιξεν. ‑

Ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος

τεθναότος παρὰ βουσί· κάρη δέ οἱ ἐν κονίῃσιν

αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα.

Πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων

Ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν

Κερβέρῳ ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δ' ἔκειτο

βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ. ‑

Ἀμφὶ δὲ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα

Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δ' ἄρ' αὐτῷ

σμερδαλέος δέδμητο δράκων· ταὶ δ' ἄλλοθεν ἄλλαι

πτώσσουσαι θρασὺν υἷα Διὸς μεγάλοιο φέβοντο. ‑

Ἐν δ' ἄρ' ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι

Κέρβερος ὅν ῥ' ἀκάμαντι Τυφωέι γείνατ' Ἔχιδνα

ἄντρῳ ὑπ' ὀκρυόεντι, μελαίνης ἀγχόθι Νυκτὸς

ἀργαλέης. Ὃ δ' ἄρ' ἦεν ἀεικέλιόν τι πέλωρον,

ἀμφ' ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀίδαο

εἴργων νεκρὸν ὅμιλον ὑπ' ἠερόεντι βερέθρῳ·

ῥεῖα δέ μιν Διὸς υἱὸς ὑπὸ πληγῇσι δαμάσσας

ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,

ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον

θαρσαλέως. ‑ Ἐτέτυκτο δ' ἀπόπροθεν ἄγκεα μακρὰ

Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα

αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίῃς

λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο

αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ. ‑

Κενταύρων δ' ἐτέτυκτο πολυσθενέων μέγα κάρτος

ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δ' ὀρόθυνε καὶ οἶνος

ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι.

Καί ῥ' οἳ μὲν πεύκῃσι πέρι δμηθέντες ἔκειντο,

τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος· οἳ δ' ἔτι μακρῇς

δηριόωντ' ἐλάτῃσι μεμαότες, οὐδ' ἀπέληγον

ὑσμίνης. Πάντων δὲ καρήατα δεύετο λύθρῳ

θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ·

οἴνῳ δ' αἷμα μέμικτο, συνηλοίηντο δὲ πάντα

εἴδατα καὶ κρητῆρες ἐύξεστοί τε τράπεζαι. ‑

Νέσσον δ' αὖθ' ἑτέρωθε παρὰ ῥόον Εὐηνοῖο

κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατ' ὀιστῷ

ἀμφ' ἐρατῆς ἀλόχοιο χολούμενος. ‑ Ἐν δ' ἐτέτυκτο

ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν

ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα

ὑψοῦ ἀ‹ει›ράμενος κρατερῇς συνέαξε χέρεσσι. ‑

Κεῖτο δ' ἐπὶ προχοῇσιν ἐυρρόου Ἑλλησπόντου

ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀιστοῖς

βλήμενον· Ἡσιόνης δὲ κακοὺς ἀπελύετο δεσμούς. ‑

Ἄλλα δ' ἄρ' Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα

ἄμπεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ.

- Φαίνετο δ' ἶσος Ἄρηϊ μετὰ στίχας ἀίσσοντι·

Τρῶες δ' ἀμφιέποντες ἐγήθεον, εὖτ' ἐσίδοντο

τεύχεά τ' ἠδὲ καὶ ἄνδρα θεῶν ἐπιειμένον εἶδος.

Τὸν δὲ Πάρις προσέειπεν ἐποτρύνων ποτὶ δῆριν·

- "Χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι ἦτορ ἔολπεν

Ἀργείους μάλα πάντας ὀιζυρῶς ἀπολέσθαι

αὐταῖς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔ ποτε τοῖον

ἔδρακον ἐν Τρώεσσιν ἐυπτολέμοισί τ' Ἀχαιοῖς.

Ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος

τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας,

κείνου μνωόμενος φρονέων τ' ἀντάξια ἔργα

θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,

ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέ γε μοῦνον ὀίω

ἄστεος ὀλλυμένοιο κακὰς ἀπὸ Κῆρας ἀλέξαι."

- Ἦ μέγ' ἐποτρύνων· ὃ δέ μιν προσεφώνεε μύθῳ·

- "Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,

ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,

ὅς κε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ.

Ἡμεῖς δ', ὥς περ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,

στησόμεθα πρὸ πόληος· ἔπειτα δὲ καὶ τόδ' ὀμοῦμαι

μὴ πρὶν ὑποστρέψειν πρίν γ' ἢ κτάμεν ἢ ἀπολέσθαι."

- Ὣς φάτο θαρσαλέως· Τρῶες δ' ἐπὶ μακρὰ χάροντο.

Καὶ τότ' Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον

Πουλυδάμαντά τ' ἐυμμελίην καὶ Πάμμονα δῖον

Δηΐφοβόν τ' ἐπὶ τοῖσι καὶ Αἴθικον ὃς περὶ πάντων

Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,

τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,

ὅππως δυσμενέεσσιν ἐνὶ πρώτοισι μάχωνται

ἐν πολέμῳ. Μάλα δ' ὦκα κίον προπάροιθεν ὁμίλου,

προφρονέως δ' οἴμησαν ἀπ' ἄστεος. Ἀμφὶ δὲ λαοὶ

πολλοὶ ἕπονθ', ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα

ἡγεμόνεσσιν ἑοῖσι διηρεφέος σίμβλοιο

ἐκχύμεναι καναχηδόν, ὅτ' εἴαρος ἦμαρ ἵκηται·

ὣς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι.

Τῶν δ' ἄρα νισομένων πολὺς αἰθέρα δοῦπος ὀρώρει

αὐτῶν ἠδ' ἵππων, περὶ δ' ἔβρεμεν ἄσπετα τεύχη.

Ὡς δ' ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα

κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,

κύματα δ' ὦκα κελαινὰ πρὸς ἠ‹ι›όνας βοόωντα

φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος,

ἠχὴ δ' ἀτρυγέτοισι παρ' αἰγιαλοῖσιν ὄρωρεν·

ὣς τῶν ἐσσυμένων μέγ' ὑπέβραχε γαῖα πελώρη.

- Ἀργεῖοι δ' ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο

ἀμφ' Ἀγαμέμνονα δῖον· ἀυτὴ δ' ἔπλετο λαῶν

ἀλλήλοις ἐπικεκλομένων ὀλοοῦ πολέμοιο

ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν

μίμνειν πὰρ νήεσσιν ἐπειγομένων μαχέεσθαι.

Τρωσὶ δ' ἄρ' ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι

πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν

ἐκ νομοῦ εἰαρινοῖο κατ' οὔρεος, ὁππότ' ἄρουραι

πυκνὸν τηλεθάουσι, βρύει δ' ἅλις ἄνθεσι γαῖα,

πλήθει δ' αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν,

μυκηθμὸς δέ τε πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα

μισγομένων, γάνυται δὲ μετὰ σφίσι βουκόλος ἀνήρ·

ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς

ὠρώρει· δεινὸν γὰρ ἀύτεον ἀμφοτέρωθε.

- Σὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον· ἐν δὲ Κυδοιμὸς

στρωφᾶτ' ἐν μέσσοισι μετ' ἀργαλέοιο Φόνοιο.

Σὺν δ' ἔπεσον ῥινοί τε καὶ ἔγχεα καὶ τρυφάλειαι

πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε.

Φρῖξε δ' ἄρ' ἐγχείῃσι μάχη· περὶ δ' αἵματι πάντῃ

δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων

ἵππων τ' ὠκυπόδων οἵ θ' ἅρμασιν ἀμφεκέχυντο,

οἳ μὲν ἔτ' ἀσπαίροντες ὑπ' ἔγχεσιν, οἳ δ' ἐφύπερθε

πίπτοντες· στυγερὴ δὲ δι' ἠέρος ἔσσυτ' ἀυτή.

Ἐν γὰρ δὴ χάλκειος Ἔρις πέσεν ἀμφοτέροισι·

καί ῥ' οἳ μὲν λάεσσιν ἀταρτηρῶς ἐμάχοντο,

οἳ δ' αὖτ' αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,

ἄλλοι δ' ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι

καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν·

ἄλλος δ' ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.

- Πρῶτοι δ' Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας

βαιὸν ἀπὸ σφείων· τοὶ δ' ἔμπαλιν ὁρμήσαντες

αἵματι δεῦον Ἄρηα μετ' Ἀργείοισι θορόντες.

Εὐρύπυλος δ' ἐν τοῖσι μελαίνῃ λαίλαπι ἶσος

λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε

θαρσαλέως· μάλα γάρ οἱ ‹ἀ›άσπετον ὤπασε κάρτος

Ζεὺς ἐπίηρα φέρων ἐρικυδέι Ἡρακλῆι.

- Ἔνθ' ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα

μαρνάμενον Τρώεσσι βάλεν περιμήκεϊ δουρὶ

βαιὸν ὑπὲρ πρότμησιν. Ὃ δ' ἐς πέδον ἤριπε γαίης·

ἐκ δέ οἱ αἷμ' ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,

δεύετο δ' ἀγλαὸν εἶδος ἅμ' εὐθαλέεσσι κόμῃσι.

Κεῖτο δ' ἄρ' ἐν κονίῃσι καὶ αἵματι καὶ κταμένοισιν,

ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο

ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα

σύν τ' ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας

ῥιζόθεν, ἣ δ' ἄρα κεῖται ὑπ' ἄνθεσι βεβριθυῖα·

ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας

ἐξεχύθη δέμας ἠὺ καὶ ἀγλαΐη ἐρατεινή.

Τῷ δ' ‹ἄρ'› ἐπ' Εὐρύπυλος μεγάλ' εὔχετο δῃωθέντι·

- "Κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν

οὔ τι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά σ' ἔγωγε

νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι.

Σχέτλιε, οὐδ' ἐνόησας ἀμείνονος ἀντίον ἐλθών·

οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει."

- Ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχε' ἑλέσθαι

μήδετ' ἐπεσσύμενος. Τοῦ δ' ἀντίον ἦλθε Μαχάων

χωόμενος Νιρῆος ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη·

δουρὶ δέ μιν στονόεντι κατ' εὐρέος ἤλασεν ὤμου

δεξιτεροῦ, σύτο δ' αἷμα πολυσθενέος περ ἐόντος.

Ἀλλ' οὐδ' ὧς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ·

ἀλλ', ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος

μαίνετ' ἐνὶ μέσσοισιν, ἕως κ' ἐπιόντα δαμάσσῃ

ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος δι' ὁμίλου,

τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα

οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε

δεξιτερὸν κατὰ γλουτόν. Ὃ δ' οὐκ ἀνεχάζετ' ὀπίσσω

οὐδ' ἐπιόντ' ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο·

ἀλλ' ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας

κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο·

τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμ' ἀπάλαλκεν

ἐσσυμένως. Ὃ δ' ἔπειτα κραταιῷ χώσατο φωτὶ

ἥρως Εὐρύπυλος, μέγα δ' ἀσχαλόων ἐνὶ θυμῷ

ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος·

αἰχμὴ δ' αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν.

Ἤριπε δ' ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος·

ἀμφὶ δέ οἱ μελέεσσι μέγ' ἔβραχεν αἰόλα τεύχη.

Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἴρυσεν αἰχμὴν

ἐκ χροὸς οὐταμένοιο καὶ εὐχόμενος μέγ' ἀύτει·

- "Ἆ δείλ', οὔ νύ τοι ἦτορ ἀρηρέμενον φρεσὶ πάμπαν

ἔπλεθ', ὃς οὐτιδανός περ ἐὼν μέγ' ἀμείνονι φωτὶ

ἄντα κίες· τῶ καὶ σὲ κακὴ λάχε Δαίμονος Αἶσα.

Ἀλλὰ σοὶ ἔσσετ' ὄνειαρ, ὅτ' οἰωνοὶ δατέωνται

σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἠέ τι ἔλπῃ

νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;

Ἐσσὶ μὲν ἰητήρ, μάλα δ' ἤπια φάρμακα οἶδας,

τοῖς πίσυνος τάχ' ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ·

ἀλλ' οὐ μὰν οὐδ' αὐτὸς ἀπ' ἠερόεντος Ὀλύμπου

σεῖο πατὴρ τεὸν ἦτορ ἔτ' ἐκ θανάτοιο σαώσει,

οὐδ' εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ."

- Ὣς φάτο· τὸν δ' ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·

- "Εὐρύπυλ', οὐδ' ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι

ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ

Τρώιον ἂμ πεδίον, τό‹θι› περ νῦν αἴσυλα ῥέζεις."

- Ὣς φάμενον λίπε θυμός, ἔβη δ' ἄφαρ Ἄιδος εἴσω.

Τὸν δὲ καὶ οὐκέτ' ἐόντα προσηύδα κύδιμος ἀνήρ·

- "Νῦν μὲν δὴ σύ ‹γε› κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε

ὕστερον οὐκ ἀλέγω, εἰ καὶ παρὰ ποσσὶν ὄλεθρος

σήμερον ἡμετέροισι πέλει λυγρός. Οὔ τι γὰρ ἄνδρες

ζώομεν ἤματα πάντα· πότμος δ' ἐπὶ πᾶσι τέτυκται."

- Ὣς εἰπὼν οὔταζε νέκυν. Μέγα δ' ἴαχε Τεῦκρος,

ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν

εἱστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο

δῆρις ἐνὶ μέσσοισιν, ἐπ' ἄλλῳ δ' ἄλλος ὀρώρει.

Ἀλλ' οὐδ' ὧς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ

Νιρῆός ‹θ'› ὃς κεῖτο παρ' αὐτόθι, τόν ῥ' ἐνόησεν

ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν.

Αἶψα δ' ὅ γ' Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας·

- "Ἔσσυσθ', Ἀργεῖοι, μηδ' εἴκετ‹ε› ἐσσυμένοισι

δυσμενέσι‹ν›· νῶιν γὰρ ‹ἀ›άσπετον ἔσσετ' ὄνειδος,

αἴ κε Μαχάονα δῖον ἅμ' ἀντιθέῳ Νιρῆι

Τρῶες ἐρυσσάμενοι προτὶ Ἴλιον ἀπονέωνται.

Ἀλλ' ἄγε, δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,

ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ

κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη,

οἷσιν ἀμυνέμεναι μηδ' ἄλλοις κύρμα γενέσθαι·

οὐ γὰρ ἀνιδρωτί γε μέγ' ἀνδράσι κῦδος ἀέξει."

- Ὣς ἄρ' ἔφη· Δαναοῖσι δ' ἄχος γένετ'. Ἀμφὶ δ' ἄρ' αὐτοῖς

πολλοὶ γαῖαν ἔρευθον ὑπ' Ἄρεϊ δῃωθέντες

μαρναμένων ἑκάτερθεν· ἴση δ' ἐπὶ δῆρις ὀρώρει.

- Ὀψὲ δ' ἀδελφειοῖο φόνον στονόεντα νόησε

βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν

ἧστο παρ' ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν

ἕλκε' ἀκειόμενος. Περὶ δ' ἔντεα δύσετο πάντα

θυμὸν ἀδελφειοῖο χολούμενος· ἐν δέ οἱ ἀλκὴ

σμερδαλέη στέρνοισιν ἀέξετο μαιμώωντι

ἐς πόλεμον στονόεντα, μέλαν δέ οἱ ἔζεεν αἷμα

λάβρον ὑπὸ κραδίῃ. Τάχα δ' ἔνθορε δυσμενέεσσι

χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων.

Εἷλε δ' ἄρ' ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον

Κλεῖτον, ὃν ἠύκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις

Παρθενίου, ὅς τ' εἶσι διὰ χθονὸς ἠύτ' ἔλαιον

πόντον ἐς Εὔξεινον προχέων καλλίρροον ὕδωρ.

Ἄλλον δ' ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα

Λάσσον, ὃν ἀντίθεον Προνόη τέκεν ἀμφὶ ῥεέθροις

Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου,

ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν

ἱρὸν Νυμφάων ὁπόσαι περὶ μακρὰ νέμονται

οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν

ναίουσ' Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν

ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι,

λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ

κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ

λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν

αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται·

ἀμφ' αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τ' ἐρατειναὶ

ἱστοί τ' ἠλακάται τε καὶ ἄλλ' ὅσα τεχνήεντα

ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν

εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο·

τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι ἄνοδοί τε,

ἣ μὲν πρὸς Βορέαο τετραμμένη ἠχήεντος

πνοιάς, ἣ δὲ Νότοιο καταντίον ὑγρὸν ἀέντος,

τῇ θνητοὶ νίσονται ὑπὸ σπέος εὐρὺ θεάων·

ἡ δ' ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες

ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται

μέχρις ἐπ' Ἀιδονῆος ὑπερθύμοιο βέρεθρον·

ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.

Ἀμφὶ Μαχάονα δ' αὐτὸν ἰδ' Ἀγλαΐης κλυτὸν υἷα

μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος.

Ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες

πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν

παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατ' ὀιζὺς

ἀργαλέου πολέμοιο· πόνῳ δ' ἐνέμιμνον ἀνάγκῃ.

- Ἀλλ' ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς

Κῆρας ἀν' αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,

δὴ τότ' ‹ἄρ'› Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν,

ὅσσους Εὐρύπυλος μέγ' ἐπῴχετο πῆμα κυλίνδων.

Παῦροι δ' ἀμφ' Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ

μίμνον ἐν ὑσμίνῃ. Καὶ δὴ τάχα πάντες ὄλοντο

δυσμενέων παλάμῃσι περιστρεφθέντες ὁμίλῳ,

εἰ μὴ Ὀιλέος υἱὸς ἐύφρονα Πουλυδάμαντα

ἔγχεϊ τύψε παρ' ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ,

ἐκ δέ οἱ αἷμ' ἐχύθη, ὃ δ' ἐχάσσατο τυτθὸν ὀπίσσω·

Δηΐφοβον δ' οὔτησε περικλειτὸς Μενέλαος

δεξιτερὸν παρὰ μαζόν, ὃ δ' ἔκφυγε ποσσὶ θοοῖσιν·

ἂν δ' Ἀγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον

πληθύος ἐξ ὀλοῆς, μετὰ δ' Αἴθικον ᾤχετο δῖον

θύων ἐγχείῃσιν, ὃ δ' εἰς ἑτάρους ἀλέεινε.

- Τοὺς δ' ὁπότ' Εὐρύπυλος λαοσσόος εἰσενόησε

χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,

αὐτίκα κάλλιπε λαὸν ὅσον κατὰ νῆας ἔλασσε,

καί ῥα θοῶς οἴμησεν ἐπ' Ἀτρέος υἷε κραταιὼ

παῖδά τε καρτερόθυμον Ὀιλέος, ὃς περὶ μὲν θεῖν

ἔσκε θοός, περὶ δ' αὖτε μάχῃ ἔνι φέρτατος ἦεν·

τοῖς ἔπι κραιπνὸς ὄρουσεν ἔχων περιμήκετον ἔγχος.

Σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος,

ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ

κὰκ κόρυθα κρατερήν· ὃ δ' ἄρ' ἐν κονίῃσι τανυσθεὶς

ψυχὴν οὔ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ

ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι·

καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες

βαιὸν ἔτ' ἐμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.

Καὶ τότ' ἄρ' οἰώθησαν ἀγακλειτοὶ βασιλῆες

Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθ' ὅμιλος

βαλλόντων ἑκάτερθεν ὅ τι σθένε χερσὶν ἑλέσθαι·

οἳ μὲν γὰρ στονόεντα βέλη χέον, οἳ δέ νυ λᾶας,

ἄλλοι δ' αἰγανέας. Τοὶ δ' ἐν μέσσοισιν ἐόντες

στρωφῶντ', εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες

ἤματι τῷ ὅτ' ἄνακτες ἀολλίσσωσ' ἀνθρώπους,

ἀργαλέως δ' εἰλῶσι κακὸν τεύχοντες ὄλεθρον

θηρσὶν ὑπὸ κρατεροῖς, οἳ δ' ἕρκεος ἐντὸς ἐόντες

δμῶας δαρδάπτουσιν, ὅ τίς σφισιν ἐγγὺς ἵκηται·

ὣς οἵ γ' ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάιζον.

- Ἀλλ' οὐδ' ὧς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,

εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος

Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης,

οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,

καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,

εἰ μὴ ἄρ' Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο

ἄντην Εὐρυπύλοιο· μάχη δ' ἀίδηλος ἐτύχθη.

- Ἔνθα τότ' Αἰνείαο κατ' ἀσπίδος ἔγχος ἔρεισε

Τεῦκρος ἐυμμελίης· τοῦ δ' οὐ χρόα καλὸν ἴαψεν·

ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον·

ἀλλὰ καὶ ὧς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.

Μηριόνης δ' ἐπόρουσεν ἀμύμονι Λαοφόωντι

Παιονίδῃ τὸν ἐγείνατ' ἐυπλόκαμος Κλεομήδη

Ἀξιοῦ ἀμφὶ ῥέεθρα, κίεν δ' ὅ γε Ἴλιον ἱρὴν

Τρωσὶν ἀρηξέμεναι μετ' ἀμύμονος Ἀστεροπαίου·

τὸν δ' ὅ γε Μηριόνης νύξ' ἔγχεϊ ὀκριόεντι

αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ

ἔγκατα· τοῦ δ' ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.

Αἴαντος δ' ἄρ' ἑταῖρος Ὀιλιάδαο δαΐφρων

Ἀλκιμέδ‹ων› ἐς ὅμιλον ἐυσθενέων βάλε Τρώων·

ἧκε δ' ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν

σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δ' ἔτρεσαν ἄνδρες

ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.

Τὸν δ' ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα

Πάμμονος Ἱππασίδην, τὸν ἄρ' ἡνία χερσὶν ἔχοντα

πλῆξε κατὰ κροτάφοιο, θοῶς δέ μιν ἔκβαλε δίφρου

πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος

λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετ' ὀπίσσω

ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα

ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα.

Πάμμονι δ' ἔμπεσε πένθος· ἄφαρ δέ ‹ἑ› θῆκεν ἀνάγκη

ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·

καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,

εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα

ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα

ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.

Ἀντίθεον δ' Ἀκάμαντα καταντίον ἀίσσοντα

Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν,

ἕλκεϊ δ' οὐλομένῳ στυγερὰς ὑπεδύσετ' ἀνίας·

χάσσατο δ' ἐκ πολέμοιο, λίπεν δ' ἑτάροισι κυδοιμὸν

δακρυόεντ'· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.

Καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο

τύψε Θόαντος ἑταῖρον ἐχέφρονα Δηϊοπίτην

ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος

ἷξεν ἀνιηρόν· σὺν δ' αἵματι κήκιεν ἱδρὼς

ψυχρὸς ἀπὸ μελέων. Καί μιν στρεφθέντα φέρεσθαι

εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο,

κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δ' ἀέκοντες ἔμιμνον

αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών.

Ἐσσυμένως δὲ Θόας νύξε‹ν› Πάριν ὀξέι δουρὶ

δεξιτερὸν κατὰ μηρόν· ὃ δ' ᾤχετο τυτθὸν ὀπίσσω

οἰσόμενος θοὰ τόξα τά οἱ μετόπισθε λέλειπτο.

Ἰδομενεὺς δ' ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας

κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε

κάππεσε λοίγιον ἔγχος· ἄφαρ δ' ἀνεχάσσατ' ὀπίσσω

οἰσέμεν ἐγχείην· τὴν γάρ ‹τ'› ἔχεν ἔκβαλε χειρός.

Ἀτρεῖδαι δ' ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο·

τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεικαν

ἀαγὲς δόρυ μακρὸν ὃ πολλῶν γούνατ' ἔλυσε.

Δεξάμενος δ' ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,

κτείνων ὅν κε κίχῃσι, πολὺν δ' ὑπεδάμναθ' ὅμιλον.

- Ἔνθ' οὔτ' Ἀτρεῖδαι μένον ἔμπεδον οὔτέ τις ἄλλος

ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας

ἀργαλέον· πᾶσι‹ν› γὰρ ἐπέσσυτο πῆμα κορύσσων

Εὐρύπυλος, μετόπισθε δ' ἐπισπόμενος κεράιζε·

κέκλετο δ' αὖ Τρώεσσι καὶ ἱπποδάμοις ἑτάροισιν·

- "Ὦ φίλοι, εἰ δ' ἄγε θυμὸν ἕνα στέρνοισι βαλόντες

τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρ' ἀίδηλον,

οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται

νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες

ὑσμίνης ὀλοῆς ἧς παιδόθεν ἴδμονές εἰμεν."

- Ὣς φάτο· τοὶ δ' ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·

οἳ δὲ μέγα τρομέοντες ἀπ' ἀργαλέοιο κυδοιμοῦ

φεῦγον· τοὶ δ' ἐφέποντο κύνες ὣς ἀργιόδοντες

κεμμάσιν ἀγροτέρῃσι κατ' ἄγκεα μακρὰ καὶ ὕλην.

Πολλοὺς δ' ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας

ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.

Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα

Νῖσόν τε Χρομίον τε καὶ Ἄντιφον· οἳ δὲ Μυκήνην

ᾤκεον εὐκτέανον, τοὶ δ' ἐν Λακεδαίμονι ναῖον·

τοὺς ἄρ' ὅ γ' ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.

Ἐκ δ' ἄρα πληθύος εἷλεν ‹ἀ›άσπετα φῦλ' ἀνθρώπων

ὅσσά μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι,

οὐδ' εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.

Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν,

ἀμφοτέρους Κρήτηθεν ἅμ' Ἰδομενῆι κιόντας.

Αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,

ὅς ῥ‹ά τ'› ἀπ' Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι·

τὸν βάλεν αἰγανέῃ νεοθηγέι πολλὸν ὀπίσσω

φεύγοντ' ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης

δεξιτερῆς· αἰχμὴ δὲ διὰ πλατὺ νεῦρον ἔκερσεν

ἄντικρυ‹ς› ἱεμένη, παρὰ δ' ἔθρισεν ὀστέα φωτὸς

ἀργαλέως· ὀδύνῃ δ' ἐμίγη μόρος, ἔφθιτο δ' ἀνήρ.

Ἂν δὲ Πάρις Μόσυνόν τ' ἔβαλεν καὶ ἀγήνορα Φόρκυν,

ἄμφω ἀδελφειούς, οἵ τ' ἐκ Σαλαμῖνος ἵκοντο

Αἴαντος νήεσσι καὶ οὐκέτι νόστον ἕλοντο.

Τοῖσι δ' ἐπὶ Κλεόλαον ἐὺν θεράποντα Μέγητος

εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ

μάρψε κακὴ καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος

ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ

ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.

Ἄλλον δ' ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα

ἐσσυμένως· τοῦ δ' αἶψα διὰ γναθμοῖο πέρησε

χαλκός· ὃ δὲ στονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ.

Ἄλλος δ' ἄλλον ἔπεφνε· πολὺς δ' ἐστείνετο χῶρος

Ἀργείων ἰληδὸν ἐπ' ἀλλήλοισι πεσόντων.

- Καί νύ κε ‹δὴ› τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,

εἰ μὴ νὺξ ἐπόρουσε βαθείην ἠέρ' ἄγουσα.

Χάσσατο δ' Εὐρύπυλος, σὺν δ' ἄλλοι Τρώιοι υἷες

νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος,

ἧχί περ αὖλιν ἔθεντο γεγηθότες. Οἳ δ' ἐνὶ νηυσὶν

Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες,

πολλὰ μάλ' ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκ' ἄρ' αὐτῶν

πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.