7600 385 0 9 18 0 III d. C. Philosophia Porphyrius IV De abstinentia Nauck, A., Leipzig, Teubner, 1886 Rist. 1963, Hildesheim, Olms 7

Porphyrius - De abstinentia IV

ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.

[1]    Πρὸς μὲν ἁπάσας σχεδὸν τὰς σκήψεις τῶν τῇ μὲν ἀληθείᾳ ἀκρασίας ἕνεκα καὶ ἀκολασίας τὴν σαρκοφαγίαν προσεμένων, ἀπολογίας δὲ αὑτοῖς ἀναισχύντους πεπορικότων τὰς ἐκ τῆς ἐνδείας, ἣν πλέον ἢ χρῆν τῇ φύσει προσάπτουσι, διὰ τῶν εἰρημένων, ὦ Καστρίκιε, ἀπηντήσαμεν. λειπομένων δ' ἔτι μερικῶν ζητήσεων, ὧν μάλιστα ἡ τοῦ συμφέροντος ἐπαγγελία ἐξαπατᾷ τοὺς ὑπὸ τῶν ἡδονῶν δεδεκασμένους, καὶ μὴν καὶ τῆς μαρτυρίας τοῦ μηδὲν μήτε τῶν σοφῶν μήτε τι ἔθνος παραιτήσασθαι τὴν βρῶσιν ἱκανῶς εἰς μέγεθος τῆς ἀδικίας τοὺς ἀκούοντας προαγούσης ὑπ' ἀπειρίας τῆς ἀληθινῆς ἱστορίας, τὸν ἔλεγχον τούτων ποιεῖσθαι μέλλοντες, τὰς περὶ τοῦ συμφέροντος καὶ τῶν ἄλλων ζητημάτων λύσεις ἐκβαλεῖν πειρασόμεθα.

[2] ἀρξώμεθα δ' ἀπὸ τῆς κατὰ ἔθνη τινῶν ἀποχῆς, ὧν ἡγήσονται τοῦ λόγου οἱ Ἕλληνες, ὡς ἂν τῶν μαρτυρούντων ὄντες οἰκειότατοι. τῶν τοίνυν συντόμως τε ὁμοῦ καὶ ἀκριβῶς τὰ Ἑλληνικὰ συναγαγόντων ἐστὶν καὶ ὁ περιπατητικὸς Δικαίαρχος, ὃς τὸν ἀρχαῖον βίον τῆς Ἑλλάδος ἀφηγούμενος, τοὺς παλαιοὺς καὶ ἐγγὺς θεῶν φησὶ γεγονότας, βελτίστους τε ὄντας φύσει καὶ τὸν ἄριστον ἐζηκότας βίον, ὡς χρυσοῦν γένος νομίζεσθαι παραβαλλομένους πρὸς τοὺς νῦν, κιβδήλου καὶ φαυλοτάτης ὑπάρχοντας ὕλης, μηδὲν φονεύειν ἔμψυχον. ὃ δὴ καὶ τοὺς ποιητὰς παριστάντας χρυσοῦν μὲν ἐπονομάζειν γένος, ἐσθλὰ δὲ πάντα, λέγειν,

   τοῖσιν ἔην· καρπὸν δ' ἔφερεν ζείδωρος ἄρουρα

   αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δ' ἐθελημοὶ

   ἥσυχοι ἔργ' ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.

ὴ μάτην ἐπιπεφημισμένον, τὸ δὲ λίαν μυθικὸν ἀφέντας, εἰς τὸ διὰ τοῦ λόγου φυσικὸν ἀνάγειν. αὐτόματα μὲν γὰρ πάντα ἐφύετο, εἰκότως· οὐ γὰρ αὐτοί γε κατεσκεύαζον οὐθὲν διὰ τὸ μήτε τὴν γεωργικὴν ἔχειν πω τέχνην μήθ' ἑτέραν μηδεμίαν ἁπλῶς. τὸ δ' αὐτὸ καὶ τοῦ σχολὴν ἄγειν αἴτιον ἐγίγνετο αὐτοῖς καὶ τοῦ διάγειν ἄνευ πόνων καὶ μερίμνης, εἰ δὲ τῇ τῶν γλαφυρωτάτων ἰατρῶν ἐπακολουθῆσαι δεῖ διανοίᾳ, καὶ τοῦ μὴ νοσεῖν. οὐθὲν γὰρ εἰς ὑγίειαν αὐτῶν μεῖζον παράγγελμα εὕροι τις ἂν ἢ τὸ μὴ ποιεῖν περιττώματα, ὧν διὰ παντὸς ἐκεῖνοι καθαρὰ τὰ σώματα ἐφύλαττον. οὔτε γὰρ τῆς φύσεως ἰσχυροτέραν τροφὴν [ἀλλ' ἧς ἡ φύσις ἰσχυροτέρα] προσεφέροντο, οὔτε τὴν πλείω τῆς μετρίας διὰ τὴν ἑτοιμότητα, ἀλλ' ὡς τὰ πολλὰ τὴν ἐλάττω [τῆς ἱκανῆς] διὰ τὴν σπάνιν. ἀλλὰ μὴν οὐδὲ πόλεμοι αὐτοῖς ἦσαν οὐδὲ στάσεις πρὸς ἀλλήλους· ἆθλον γὰρ οὐθὲν ἀξιόλογον ἐν τῷ μέσῳ προκείμενον ὑπῆρχεν, ὑπὲρ ὅτου τις ἂν διαφορὰν τοσαύτην ἐνεστήσατο. ὥστε τὸ κεφάλαιον εἶναι τοῦ βίου συνέβαινεν σχολήν, ῥᾳθυμίαν ἀπὸ τῶν ἀναγκαίων, ὑγίειαν, εἰρήνην, φιλίαν. τοῖς δὲ ὑστέροις ἐφιεμένοις μεγάλων καὶ πολλοῖς περιπίπτουσι κακοῖς ποθεινὸς εἰκότως ἐκεῖνος ὁ βίος ἐφαίνετο. δηλοῖ δὲ τὸ λιτὸν τῶν πρώτων καὶ αὐτοσχέδιον τῆς τροφῆς τὸ μεθύστερον ῥηθὲν ἅλις δρυός, τοῦ μεταβάλλοντος πρώτου, οἷα εἰκός, τοῦτο φθεγξαμένου. ὕστερον ὁ νομαδικὸς εἰσῆλθεν βίος, καθ' ὃν περιττοτέραν ἤδη κτῆσιν προσπεριεβάλοντο καὶ ζῴων ἥψαντο, κατανοήσαντες ὅτι τὰ μὲν ἀσινῆ ἐτύγχανεν ὄντα, τὰ δὲ κακοῦργα καὶ χαλεπά· καὶ οὕτω δὴ τὰ μὲν ἐτιθάσευσαν, τοῖς δὲ ἐπέθεντο, καὶ ἅμα τῷ αὐτῷ βίῳ συνεισῆλθεν πόλεμος. καὶ ταῦτα, φησίν, οὐχ ἡμεῖς, ἀλλ' οἱ τὰ παλαιὰ ἱστορίᾳ διεξελθόντες εἰρήκασιν. ἤδη γὰρ ἀξιόλογα κτήματα ἦν ὑπάρχοντα, οἳ μὲν ἐπὶ τὸ παρελέσθαι φιλοτιμίαν ἐποιοῦντο, ἀθροιζόμενοί τε καὶ παρακαλοῦντες ἀλλήλους, οἳ δ' ἐπὶ τὸ διαφυλάξαι. προϊόντος δὲ κατὰ μικρὸν οὕτω τοῦ χρόνου, κατανοοῦντες ἀεὶ τῶν χρησίμων εἶναι δοκούντων, εἰς τὸ τρίτον τε καὶ γεωργικὸν ἐνέπεσον εἶδος.

   ταυτὶ μὲν Δικαιάρχου τὰ παλαιὰ τῶν Ἑλληνικῶν διεξιόντος μακάριόν τε τὸν βίον ἀφηγουμένου τῶν παλαιοτάτων, ὃν οὐχ ἧττον τῶν ἄλλων καὶ ἡ ἀποχὴ τῶν ἐμψύχων συνεπλήρου. διὸ πόλεμος οὐκ ἦν, ὡς ἂν ἀδικίας ἐξεληλαμένης· συνεισῆλθεν δὲ ὕστερον καὶ πόλεμος καὶ εἰς ἀλλήλους πλεονεξία ἅμα τῇ τῶν ζῴων ἀδικίᾳ. ὃ καὶ θαυμαστὸν τῶν τολμησάντων τὴν ἀποχὴν τῶν ζῴων ἀδικίας μητέρα εἰπεῖν, τῆς ἱστορίας καὶ τῆς πείρας ἅμα τῷ φόνῳ αὐτῶν τρυφήν τε καὶ [3] πόλεμον καὶ ἀδικίαν συνεισελθεῖν μηνυούσης. ὃ δὴ καὶ ὕστερον Λυκοῦργον τὸν Λακεδαιμόνιον συνιδόντα, καίπερ κακρατηκότος τοῦ γεύεσθαι ἐμψύχων, οὕτως τὴν πολιτείαν συντάξαι, ὡς ἥκιστα τῆς ἐκ τούτων τροφῆς δεῖσθαι. τὸν γὰρ κλῆρον ἑκάστων οὐκ ἐν ἀγέλαις βοῶν καὶ προβάτων αἰγῶν τε καὶ ἵππων ἢ χρημάτων περιουσίᾳ ἀφορίσαι, ἀλλ' ἐν γῆς κτήσει φερούσης ἀποφορὰν ἀνδρὶ ἑβδομήκοντα κριθῶν μεδίμνους, γυναικὶ δὲ δώδεκα, καὶ τῶν ὑγρῶν καρπῶν ἀναλόγως τὸ πλῆθος. ἀρκέσειν γὰρ ᾤετο τοσοῦτον τροφῆς πρὸς εὐεξίαν καὶ ὑγείαν ἱκανήν, ἄλλου μηδενὸς δεησομένοις. ὅθεν καὶ φασὶν ὡς ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενος ἐξ ἀποδημίας ἄρτι τεθερισμένην ὁρῶν τὴν γῆν καὶ τὰς ἅλωνας παραλλήλους καὶ ὁμαλεῖς, ἐμειδίασέν τε καὶ εἶπε πρὸς τοὺς παρόντας, ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων. τοιγὰρ οὖν ἐξῆν αὐτῷ τρυφὴν ἐξελάσαντι τῆς Σπάρτης ἀκυρῶσαι πᾶν νόμισμα χρυσοῦν καὶ ἀργυροῦν, μόνῳ δὲ χρῆσθαι τῷ σιδηρῷ, καὶ τούτῳ ἀπὸ πολλοῦ σταθμοῦ καὶ ὄγκου δύναμιν ὀλίγην ἔχοντι· ὥστε δέκα μνῶν ἀμοιβὴν ἀποθήκης μεγάλης ἐν οἰκίᾳ δεῖσθαι καὶ ζεύγους ἄγοντος. οὗ κυρωθέντος ἐξέπεσεν ἀδικημάτων γένη πολλὰ τῆς Λακεδαίμονος. τίς γὰρ ἢ κλέπτειν ἔμελλεν ἢ δωροδοκεῖν ἢ ἀποστερεῖν ἢ ἁρπάζειν ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κεκτῆσθαι ζηλωτόν, ἀλλὰ μηδὲ κατακόψαι λυσιτελές; ἔμελλον δὲ καὶ τέχναι ἄχρηστοι ἐξελαθήσεσθαι σὺν τούτοις, διάθεσιν τῶν ἔργων οὐκ ἐχόντων. τὸ γὰρ σιδηροῦν ἀγώγιμον οὐκ ἦν πρὸς τοὺς ἄλλους Ἕλληνας οὐδὲ εἶχε τιμὴν καταγελώμενον, ὥστε οὐδὲ πρίασθαί τι τῶν ξενικῶν καὶ ῥωπικῶν ὑπῆρχεν, οὐδὲ εἰσέπλει φόρτος ἐμπορικὸς εἰς τοὺς λιμένας, οὐδ' ἐπέβαινε τῆς Λακωνικῆς οὐ σοφιστὴς λόγων, οὐ μάντις ἀγυρτικός, οὐχ ἑταιρῶν τροφεύς, οὐ χρυσῶν τις, οὐ χαλκῶν καλλωπισμάτων δημιουργός, ἅτε δὴ νομίσματος οὐκ ὄντος. ἀλλ' οὕτως ἀπερημωθεῖσα κατὰ μικρὸν ἡ τρυφὴ τῶν ζωπυρούντων καὶ τρεφόντων αὐτὴ δι' ἑαυτῆς ἐμαραίνετο· καὶ πλέον οὐδὲν ἦν τοῖς πολλὰ κεκτημένοις ὁδὸν οὐκ ἐχούσης εἰς μέσον τῆς εὐπορίας, ἀλλ' ἐγκατῳκοδομημένης καὶ ἀργούσης. διὸ καὶ τὰ πρόχειρα τῶν σκευῶν καὶ ἀναγκαῖα ταῦτα, κλιντῆρες καὶ δίφροι καὶ τράπεξαι, βέλτιστα παρ' αὐτοῖς ἐδημιουργεῖτο, καὶ κώθων, ὡς φησὶ Κριτίας, ὁ Λακωνικὸς εὐδοκίμει μάλιστα πρὸς τὰς στρατείας. τὰ γὰρ ἀναγκαίως πινόμενα τῶν ὑδάτων καὶ δυσωποῦντα τὴν ὄψιν ἀπεκρύπτετο τῇ χρόᾳ, καὶ τοῦ θολεροῦ προσκόπτοντος καὶ προσισχομένου τοῖς ἄμβωσι, καθαρώτερον ἐπλησίαζε τῷ στόματι τὸ πινόμενον. αἴτιος δὲ καὶ τούτων ὁ νομοθέτης, ὡς φησὶν ὁ Πλούταρχος. ἀπηλλαγμένοι γὰρ οἱ δημιουργοὶ τῶν ἀχρήστων ἐν τοῖς ἀναγκαίοις ἐπεδείκνυντο [4] τὴν καλλιτεχνίαν. ἔτι δὲ μᾶλλον ἐπιθέσθαι τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὸ τρίτον πολίτευμα καὶ κάλλιστον ἐπῆγεν, τὴν τῶν συσσιτίων κατασκευήν, ὥστε δειπνεῖν μετ' ἀλλήλων συνιόντας ἐπὶ κοινοῖς καὶ τεταγμένοις ὄψοις καὶ σιτίοις, οἴκοι δὲ μὴ διαιτᾶσθαι κατακλινέντας εἰς στρωμνὰς πολυτελεῖς καὶ τραπέζας, χερσὶν δημιουργῶν καὶ μαγείρων ὑπὸ σκότος, ὥσπερ ἀδηφάγα ζῷα, πιαινομένους καὶ διαφθείροντας ἅμα τοῖς ἤθεσι τὰ σώματα πρὸς πᾶσαν ἐπιθυμίαν ἀνειμένα καὶ πλησμονήν, μακρῶν μὲν ὕπνων, θερμῶν δὲ λουτρῶν, πολλῆς δὲ ἡσυχίας καὶ τρόπον τινὰ νοσηλείας καθημερινῆς δεομένην. μέγα μὲν οὖν καὶ τοῦτο ἦν, μεῖζον δὲ τούτου τὸ τὸν πλοῦτον ἄζηλον, ὡς φησὶν Θεόφραστος, καὶ ἄπλουτον ἀπεργάσασθαι τῇ κοινότητι τῶν δείπνων καὶ τῇ περὶ τὴν δίαιταν εὐτελείᾳ. χρῆσις γὰρ οὐκ ἦν οὐδὲ ἀπόλαυσις οὐδὲ ὄψις ὅλως ἢ ἐπίδειξις τῆς πολλῆς παρασκευῆς, ἐπὶ τὸ αὐτὸ δεῖπνον τῷ πένητι τοῦ πλουσίου βαδίζοντος· ὥστε τοῦτο δὴ τὸ θρυλούμενον ἐν μόνῃ τῇ Σπάρτῃ βλέπεσθαι τυφλὸν ὄντα τὸν Πλοῦτον καὶ κείμενον ὥσπερ γραφὴν ἄψυχον καὶ ἀκίνητον. οὐδὲ γὰρ οἴκοι προδειπνήσαντας ἐξῆν βαδίζειν ἐπὶ τὰ συσσίτια πεπληρωμένους, ἀλλ' ἐπιμελῶς οἱ λοιποὶ φυλάττοντες τὸν μὴ πίνοντα μηδὲ ἐσθίοντα μετ' αὐτῶν ἐκάκιζον ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν μαλθακιζόμενον δίαιταν. διὸ καὶ φιδίτια προσηγόρευον ταῦτα, εἴτε ὡς φιλίας καὶ φιλοφροσύνης ὑπάρχοντα αἴτια, ἀντὶ τοῦ λάβδα τὸ δέλτα λαμβάνοντες, εἴτε ὡς πρὸς εὐτέλειαν καὶ φειδὼ συνεθιζόντων. συνήρχοντο δὲ ἀνὰ πεντεκαίδεκα καὶ βραχεῖ τούτων ἐλάττους ἢ πλείους. ἔφερε δὲ ἕκαστος κατὰ μῆνα τῶν συσσίτων ἀλφίτων μέδιμνον, οἴνου χόας ὀκτώ, τυροῦ πέντε μνᾶς, σύκων ἡμιμναῖα πέντε· πρὸς δὲ τούτοις εἰς ὀψωνίαν [5] μικρόν τι κομιδῇ νομίσματος. εἰκότως ἄρα οὕτω λιτῶς καὶ σωφρόνως δειπνούντων καὶ οἱ παῖδες ἐφοίτων εἰς τὰ συσσίτια ὥσπερ εἰς διδασκαλεῖα σωφροσύνης ἀγόμενοι, καὶ λόγων ἠκροῶντο πολιτικῶν καὶ παιδευτὰς ἐλευθερίας ἑώρων, αὐτοί τε παίζειν εἰθίζοντο καὶ σκώπτειν ἄνευ βωμολοχίας καὶ σκωπτόμενοι μὴ δυσχεραίνειν. σφόδρα γὰρ ἐδόκει καὶ τοῦτο Λακωνικὸν εἶναι, σκώμματος ἀνασχέσθαι· μὴ φέροντα δὲ ἐξῆν παραιτεῖσθαι, καὶ ὁ σκώπτων ἐπέπαυτο. τοιαύτη μὲν ἡ τῶν Λακεδαιμονίων περὶ τὴν δίαιταν λιτότης, καίπερ εἰς πλῆθος νενομοθετημένη. διὸ καὶ ἀνδρικώτεροι καὶ σωφρονέστεροι καὶ τοῦ ὀρθοῦ μᾶλλον φροντίζοντες οἱ ἐκ ταύτης τῆς πολιτείας ἀναβαίνοντες παραδέδονται τῶν ἐκ τῶν ἄλλων, διεφθαρμένων καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν· καὶ δῆλον ὡς τοιαύτῃ πολιτείᾳ οἰκεῖον τὸ τῆς ἀποχῆς τῆς παντελοῦς, ταῖς δὲ διεφθαρμέναις τὸ τῆς βρώσεως.    μεταβάντι δὲ εἰς τὰ ἄλλα ἔθνη, ὅσα εὐνομίας τε καὶ ἡμερότητος τῆς τε πρὸς τὸ θεῖον εὐσεβείας ἐπεστράφη, φανερὸν ἔσται ὡς πρός τε τὴν σωτηρίαν τῶν πόλεων καὶ τὸ συμφέρον αὐταῖς εἰ καὶ μὴ ἐπὶ πάντας, ἀλλὰ γοῦν εἴς τινας τὸ τῆς ἀποχῆς προσετέτακτο· οἱ δὲ ὑπὲρ τῆς πόλεως θύοντες τοῖς θεοῖς καὶ θεραπεύοντες ἀπεμειλίττοντο τὰς τῶν πολλῶν ἁμαρτίας. ὅπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἀφ' ἑστίας λεγόμενος παῖς, ‹ὃς› ἀντὶ πάντων τῶν μυουμένων ἀπομειλίσσεται τὸ θεῖον, ἀκριβῶς δρῶν τὰ προστεταγμένα, τοῦτο κατὰ τὰ ἔθνη καὶ τὰς πόλεις οἱ ἱερεῖς δύνανται ἀντὶ πάντων θύοντες καὶ τὸ θεῖον προσαγόμενοι διὰ τῆς εὐσεβείας εἰς τὴν σφῶν κηδεμονίαν. τοῖς τοίνυν ἱερεῦσιν τοῖς μὲν τῶν ζῴων πάντων, τοῖς δέ τινων πάντως προστέτακται ἀπέχεσθαι τῆς βορᾶς, ἄν τε Ἑλληνικὸν ἔθος σκοπῇς ἄν τε βάρβαρον, καὶ μέντοι παρ' ἄλλοις ἄλλων· ὥστε τοὺς πανταχοῦ παραληφθέντας φαίνεσθαι πάντων ἀπεχομένους, εἴ τις τοὺς πάντας ὡς ἕνα ὑπολάβοι. εἰ τοίνυν οἱ τῆς σωτηρίας τῶν πόλεων προεστῶτες καὶ τὴν εὐσέβειαν αὐτῶν τὴν πρὸς τοὺς θεοὺς πεπιστευμένοι τῶν ζῴων ἀπέχονται, πῶς ἄν τις τολμήσειεν ὡς ἀσύμφορον ταῖς πόλεσι τὴν [6] ἀποχὴν αἰτιᾶσθαι; τὰ γοῦν κατὰ τοὺς Αἰγυπτίους ἱερέας Χαιρήμων ὁ στωικὸς ἀφηγούμενος, οὓς καὶ φιλοσόφους ὑπειλῆφθαι φησὶ παρ' Αἰγυπτίοις, ἐξηγεῖται ὡς τόπον μὲν ἐξελέξαντο ἐμφιλοσοφῆσαι τὰ ἱερά. πρός τε γὰρ τὴν ὅλην ὄρεξιν τῆς θεωρίας συγγενὲς ἦν παρὰ τοῖς ἐκείνων ἀφιδρύμασι διαιτᾶσθαι, παρεῖχέν τε αὐτοῖς ἀσφάλειαν μὲν ἐκ τοῦ θείου σεβασμοῦ καθάπερ τινα ἱερὰ ζῷα πάντων τιμώντων τοὺς φιλοσόφους, ἠρεμαίοις δὲ εἶναι, ἅτε τῆς ἐπιμιξίας κατὰ τὰς πανηγύρεις καὶ τὰς ἑορτὰς συντελουμένης μόνον, τὸ δὲ λοιπὸν σχεδὸν ἀβάτων ὄντων τοῖς ἄλλοις τῶν ἱερῶν· ἁγνεύσαντας γὰρ ἔδει προσιέναι καὶ πολλῶν ἀποσχομένους. καὶ τοῦτο ὥσπερ κοινὸς τῶν κατ' Αἴγυπτον ἱερῶν θεσμός ἐστιν. ἀπειπάμενοι δὲ πᾶσαν τὴν ἄλλην ἐργασίαν καὶ πόρους ἀνθρωπίνους, ἀπέδοσαν ὅλον τὸν βίον τῇ τῶν θείων θεωρίᾳ καὶ θεάσει, διὰ μὲν ταύτης τό τε τίμιον καὶ ἀσφαλὲς καὶ εὐσεβὲς ποριζόμενοι, διὰ δὲ τῆς θεωρίας τὴν ἐπιστήμην, δι' ἀμφοῖν δὲ ἄσκησιν ἠθῶν κεκρυμμένην τινὰ καὶ ἀρχαιοπρεπῆ. τὸ γὰρ ἀεὶ συνεῖναι τῇ θείᾳ γνώσει καὶ ἐπιπνοίᾳ πάσης μὲν ἔξω τίθησιν πλεονεξίας, καταστέλλει δὲ τὰ πάθη, διεγείρει δὲ πρὸς σύνεσιν τὸν βίον. λιτότητα δὲ ἐπετήδευσαν καὶ καταστολὴν ἐγκράτειάν τε καὶ καρτερίαν τό τε ἐν παντὶ δίκαιον καὶ ἀπλεονέκτητον. σεμνοὺς δὲ αὐτοὺς παρεῖχεν καὶ τὸ δυσεπίμικτον, οἵ γε παρὰ μὲν αὐτὸν τῶν λεγομένων ἁγνειῶν τὸν καιρὸν οὐδὲ τοῖς συγγενεστάτοις καὶ ὁμοφύλοις ἐπεμίγνυντο σχεδὸν οὐδὲ ἄλλων τῳ θεωρούμενοι, ὅτι μὴ πρὸς τὰς ἀναγκαίας συναγνεύουσι χρείας, ἢ ἁγνευτήρια τοῖς μὴ καθαρεύουσιν ἄδυτα καὶ πρὸς ἱερουργίας ἅγια κατανεμόμενοι· τὸν δὲ ἄλλον χρόνον ἁπλούστερον μὲν τοῖς ὁμοίοις ἐπεμίγνυντο, τῶν δὲ ἐξωτικῶν τῆς θρησκείας οὐδενὶ συνεβίουν· ἐφαίνοντο δὲ ἀεὶ θεῶν ἢ ἀγαλμάτων ἐγγύς, ἤτοι φέροντες ἢ προηγούμενοι καὶ τάσσοντες μετὰ κόσμου τε καὶ σεμνότητος· ὧν ἕκαστον οὐ τῦφος ἦν, ἀλλά τινος ἔνδειξις φυσικοῦ λόγου. τὸ δὲ σεμνὸν κἀκ τοῦ καταστήματος ἑωρᾶτο. πορεία τε γὰρ ἦν εὔτακτος καὶ βλέμμα καθεστηκὸς ἐπετηδεύετο, ὡς ὅτε βουληθεῖεν μὴ σκαρδαμύττειν· γέλως δὲ σπάνιος· εἰ δέ που γένοιτο, μέχρι μειδιάσεως· ἀεὶ δὲ ἐντὸς τοῦ σχήματος ‹αἱ› χεῖρες. καὶ σύμβολόν γε ἦν ἑκάστῳ τῆς τάξεως ἐμφαντικόν, ἣν ἔλαχεν ἐν τοῖς ἱεροῖς· πλείους γὰρ ἦσαν αἱ τάξεις. δίαιτα δὲ λιτὴ καὶ ἀφελής· οἴνου γὰρ οἳ μὲν οὐδ' ὅλως, οἳ δὲ ὀλίγιστα ἐγεύοντο, νεύρων αἰτιώμενοι βλάβας καὶ πλήρωσιν κεφαλῆς ἐμπόδιον εἰς εὕρεσιν, ἀφροδισίων τε ἔφασαν αὐτὸν ὀρέξεις ἐπιφέρειν. ταύτῃ δὲ καὶ τῶν ἄλλων εὐλαβῶς εἶχον, ἄρτοις μὲν οὐδὲ ὅλως ἐν ταῖς ἁγνείαις χρώμενοι· εἰ δέ ποτε μὴ ἁγνεύοιεν, σὺν ὑσσώπῳ κόπτοντες ἤσθιον· τὸ πολὺ γὰρ αὐτοῦ τῆς δυνάμεως καθαιρεῖν ἔφασαν τὸν ὕσσωπον. ἐλαίου δ' ἀπείχοντο ‹οἳ› μὲν ὡς τὸ πολύ, οἱ πλεῖστοι δὲ καὶ παντελῶς· εἰ δέ που μετὰ λαχάνων χρήσαιντο, παντελῶς ὀλίγῳ καὶ ὅσον παρηγορῆσαι [7] τὴν αἴσθησιν. τῶν μὲν οὖν ἐκτὸς Αἰγύπτου γιγνομένων βρωμάτων τε καὶ ποτῶν οὐ θέμις ἦν ἅπτεσθαι. πολύς τις οὕτως τρυφῆς ἀπεκέκλειστο πόρος. τῶν δὲ κατ' αὐτὴν τὴν Αἴγυπτον ἰχθύων τε ἀπείχοντο πάντων καὶ τετραπόδων ὅσα μώνυχα ἢ πολυσχιδῆ ἢ μὴ κερασφόρα· πτηνῶν δὲ ὅσα σαρκοφάγα· πολλοὶ δὲ καθάπαξ τῶν ἐμψύχων· καὶ ἔν γε ταῖς ἁγνείαις ἅπαντες, ὁπότε μηδ' ᾠὸν προσίεντο. καὶ μέντοι καὶ τῶν ἄλλων οὐκ ἀσυκοφάντητον ἐποιοῦντο παραίτησιν, οἷον τῶν βοῶν τὰς θηλείας παρῃτοῦντο, τῶν δ' ἀρρένων ὅσα δίδυμα ἢ κατάσπιλα ἢ ἑτερόχροα ἢ παραλλάσσοντα τῇ μορφῇ ἢ δεδαμασμένα, ὡς ἤδη καθωσιωμένα τοῖς πόνοις καὶ τιμωμένοις ἐμφερῆ, ἢ καθ' ὅντιν' οὖν οἷον ἀπεικασμὸν ἐξείη ἢ ἑτερόφθαλμα ἢ πρὸς ἀνθρωπείαν ἐμφέρειαν νεύοντα. μυρίαι δ' ἄλλαι παρατηρήσεις τῆς περὶ αὐτὰ τέχνης τῶν καλουμένων μοσχοσφραγιστῶν ἄχρι συντάξεων προάγουσαι βιβλιακῶν. περιεργότερον δ' ἔτι περὶ τὰ πτηνά, οἷον τρυγόνα μὴ ἐσθίειν· ἱέραξ γάρ, ἔφασαν, πολλαχῇ τὸ ζῷον συλλαβὼν ἀφίησιν, μισθὸν ἀποδιδοὺς μίξεως σωτηρίαν. ὡς οὖν μὴ λάθοιεν τοιούτῳ περιπεσόντες, ἅπαν αὐτῶν περιίσταντο τὸ γένος. κοιναὶ μὲν δὴ θρησκεῖαί τινες αὗται, κατὰ γένη δὲ τῶν ἱερέων διάφοροι, καὶ οἰκεῖαι καθ' ἕκαστον θεόν· αἱ δὲ ἁγνεῖαι πάντων ἐκαθάρευον. ὁ δὲ χρόνος οὗτος, ὁπότε συντελεῖν τι τῶν περὶ τὴν ἱερὰν μέλλοιεν θρησκείαν, προλαμβάνων ἡμερῶν ἀριθμόν, οἳ μὲν δυεῖν καὶ τετταράκοντα, οἳ δὲ τούτων πλείους, οἳ δὲ ἐλάσσους, οὐδέποτε μέντοι τῶν ἑπτὰ λειπομένας, παντὸς μὲν ἐμψύχου ἀπείχοντο, παντὸς δὲ λαχάνου τε καὶ ὀσπρίου, πρὸ δὲ πάντων ὁμιλίας γυναικείας· ἄρρενος μὲν γὰρ οὐδὲ τὸν ἄλλον χρόνον μετεῖχον. τρὶς δὲ τῆς ἡμέρας ἀπελούοντο ψυχρῷ, ἀπό τε κοίτης καὶ πρὸ ἀρίστου καὶ πρὸ ὕπνου. εἰ δέ ποτε συμβαίη καὶ ὀνειρώττειν, παραχρῆμα ἀπεκάθαιρον λουτρῷ τὸ σῶμα. ψυχρῷ μὲν οὖν καὶ κατὰ τὸν ἄλλον ἐχρῶντο βίον, οὐ μὴν οὑτωσὶ πλεονάζοντι. κοίτη δὲ αὐτοῖς ἐκ τῶν σπαδίκων τοῦ φοίνικος, ἃς καλοῦσι βάις, ἐπέπλεκτο· ξύλινον δὲ ἡμικυλίνδριον εὖ λελεασμένον ὑπόθημα τῆς κεφαλῆς· ἤσκουν δὲ δίψαν καὶ πεῖναν καὶ ὀλιγοσιτίαν [8] παρὰ πάντα τὸν βίον. μαρτυρία δ' αὐτῶν τῆς ἐγκρατείας, ὅτι μήτε περιάπτοις μήτ' ἐπῳδαῖς χρώμενοι διῆγον ἄνοσοι καὶ πρὸς μετρίαν ἰσχὺν εὔτονοι. πολλὰ γοῦν κατὰ τὰς ἱερουργίας ἀνεδέχοντο βάρη καὶ ὑπηρετήματα τῆς κοινῆς ἰσχύος μείζω. διῄρουν δὲ νύκτα μὲν εἰς ἐπιτήρησιν οὐρανίων, ἐνίοτε δὲ καὶ ἁγιστείαν, ἡμέραν δὲ εἰς θεραπείαν τῶν θεῶν, καθ' ἣν τετράκις, κατὰ τὴν ἕω καὶ τὴν ἑσπέραν μεσουρανοῦντά τε τὸν ἥλιον καὶ πρὸς δύσιν καταφερόμενον, τούτους ὑμνοῦντες· τὸν δὲ ἄλλον χρόνον πρὸς θεωρήμασιν ἦσαν ἀριθμητικοῖς τε καὶ γεωμετρικοῖς, ἐκπονοῦντες ἀεί τι καὶ προσεξευρίσκοντες, συνόλως τε περὶ τὴν ἐμπειρίαν καταγιγνόμενοι. τὸ δ' αὐτὸ καὶ ἐν ταῖς χειμερίοις ἐπετήδευον νυξί, φιλολογίᾳ προσαγρυπνοῦντες, ἅτε μήτε πορισμοῦ ποιούμενοι φροντίδα δεσπότου τε κακοῦ τῆς πολυτελείας ἐλευθεριάζοντες. ὁ μὲν δὴ πόνος ὁ ἄτρυτός τε καὶ διηνεκὴς καρτερίαν ἀπομαρτυρεῖ τοῖς ἀνδράσι, τὸ δὲ ἀνεπιθύμητον ἐγκράτειαν· οἵ γε ἐν τοῖς ἀσεβεστάτοις ἐτίθεντο πλεῖν ἀπ' Αἰγύπτου, διευλαβούμενοι ξενικὰς τρυφὰς καὶ ἐπιτηδεύματα· μόνοις γὰρ ὅσιον ἐδόκει τοῖς κατὰ τὰς βασιλικὰς χρείας ἀπηναγκασμένοις. πολὺς δὲ καὶ τούτοις ἦν λόγος ἐμμεῖναι τοῖς πατρίοις· μικρὰ δ' εἰ καταγνωσθεῖεν παραβαίνοντες, ἀπηλαύνοντο. καὶ τὸ μὲν κατ' ἀλήθειαν φιλοσοφοῦν ἔν τε τοῖς προφήταις ἦν καὶ ἱεροστολισταῖς καὶ ἱερογραμματεῦσιν, ἔτι δὲ ὡρολόγοις. τὸ δὲ λοιπὸν τῶν ἱερέων τε καὶ παστοφόρων καὶ νεωκόρων πλῆθος καὶ ὑπουργῶν τοῖς θεοῖς καθαρεύει μὲν ὁμοίως, οὔτι γε μὲν μετ' ἀκριβείας καὶ ἐγκρατείας τοσῆσδε.

   τοιαῦτα μὲν τὰ κατ' Αἰγυπτίους ὑπ' ἀνδρὸς φιλαλήθους τε καὶ ἀκριβοῦς ἔν τε τοῖς στωικοῖς πραγματικώτατα [9] φιλοσοφήσαντος μεμαρτυρημένα. ἀπὸ δὲ ταύτης ὁρμώμενοι τῆς ἀσκήσεως καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώσεως ἔγνωσαν ὡς οὐ δι' ἀνθρώπου μόνου τὸ θεῖον διῆλθεν, οὐδὲ ψυχὴ ἐν μόνῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων διῆλθεν τῶν ζῴων. διὸ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον καὶ ὁμοίως που ἀνέμιξαν θηρία καὶ ἀνθρώπους καὶ πάλιν ὀρνέων σώματα καὶ ἀνθρώπων· εἴκασται γὰρ παρ' αὐτοῖς τις μέχρι τραχήλου ἀνθρωποειδής, τὸ δὲ πρόσωπον ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς ζῴου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος καὶ ἄλλων τινῶν ζῴων μέρη, πῇ μὲν ὑποκείμενα, πῇ δὲ ἐπικείμενα. δι' ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ, καὶ σύντροφα ἡμῖν καὶ τιθασά ἐστιν τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως. ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται, καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ καλοῦσι νομόν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσειρίτην, ἄλλο Λυκοπολίτην. τὴν γὰρ ἐπὶ πάντα δύναμιν τοῦ θεοῦ .......... διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν. ὕδωρ δὲ καὶ πῦρ σέβονται μάλιστα τῶν στοιχείων, ὡς ταῦτα αἰτιώτατα τῆς σωτηρίας ἡμῶν, καὶ ταῦτα δεικνύντες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος ἡ θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν Αἰγυπτίων φωνῇ ἐγείρει τὸν θεόν. ταῦτ' οὖν σέβονται [τὰ μέτοχα] καὶ μάλιστα [πλέον] τούτων [ἐσέφθησαν] τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μετέχοντα· μετὰ ταῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβονται κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα κάεται. ὃ δὲ μετ' ὀλίγον φάγοι ἂν τὰ ἴδια αὐτῷ ὡς ἀνθρώπῳ παρεσκευασμένα. ὡς οὖν ἀνθρώπου ἀφεκτέον, οὕτω καὶ τῶν ἄλλων. ἔτι δ' ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώπων, ὡς Ἡλίῳ ἱέρακα, σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύματος, οἰκτείροντα δὲ καὶ ἄνθρωπον καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ γῆν τε ἐπαμώμενον εἰς τοὺς ὀφθαλμούς, ἐν οἷς τὸ ἡλιακὸν κατοικεῖν πεπιστεύκασι φῶς, καὶ ζῆν μὲν ἐπὶ πλείονα ἔτη κατειληφότες, μετὰ δὲ τὸν βίον ἰσχὺν ἔχειν μαντικὴν καὶ εἶναι λογικώτατον ἀπολυθέντα τοῦ σώματος καὶ προγνωστικώτατον, τελεῖν τε ἀγάλματα καὶ ναοὺς κινεῖν. κάνθαρον δὲ ἀμαθὴς μὲν βδελυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύπτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμψυχον. κάνθαρος γὰρ πᾶς ἄρρην καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλματι καὶ ποιήσας σφαιροειδῆ τοῖς ὀπισθίοις ἀνταναφέρει ποσὶν ὡς ἥλιος οὐρανόν, καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν. οὕτως δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσιν καὶ ἄλλο τι περὶ κροκοδείλου περί τε γυπὸς καὶ ἴβεως καὶ ὅλως καθ' ἕκαστον τῶν ζῴων, ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων. [ἀμαθὴς δὲ ἄνθρωπος οὐδὲ αὐτὸ τοῦτο ὑπώπτευσεν, ὅπως οὐ τῇ κοινῇ φορᾷ καὶ μηδὲν γινωσκούσῃ παρηνέχθησαν δηλονότι καὶ αὐτοὶ δι' ἀμαθίας ὁδεύσαντες, ὑπερβάντες δὲ τὴν τῶν πολλῶν ἄγνοιαν, ᾗ πρώτῃ πᾶς ἐντυγχάνει, τὰ τοῖς πολλοῖς οὐδενὸς ἄξια αὐτοὶ εἰς σέβας κατηξίωσαν.] [10] προσγέγονε δ' αὐτοῖς οὐχ ἧττον τῶν εἰρημένων κἀκεῖνο εἰς πίστιν τοῦ σεβάσματος [καὶ τὰ ζῷα]. τὴν γὰρ ψυχὴν ἀπολυθεῖσαν τοῦ σώματος κατέλαβον παντὸς ζῴου λογικήν τε οὖσαν καὶ προγνωστικὴν τοῦ μέλλοντος καὶ χρηματιστικὴν δραστικήν τε πάντων ὧν καὶ ἄνθρωπος ἀπολυθείς. διὸ εἰκότως ἐτίμησαν καὶ ὡς οἷόν τέ ἐστιν ἀπέσχοντο αὐτῶν. πολλοῦ δὲ ὄντος λόγου δι' ἣν αἰτίαν διὰ τῶν ζῴων οἱ Αἰγύπτιοι τοὺς θεοὺς ἐσέφθησαν καὶ μείζονος τῆς παρούσης πραγματείας, ἀρκεῖ τὰ δεδηλωμένα περὶ αὐτῶν. ἐκεῖνο μέντοι οὐ παραπεμπτέον, ὅτι τοὺς ἀποθανόντας τῶν εὖ γεγονότων ὅταν ταριχεύωσιν, ἰδίᾳ τὴν κοιλίαν ἐξελόντες καὶ εἰς κιβωτὸν ἐνθέντες, μετὰ τῶν ἄλλων ὧν διαπράττονται ὑπὲρ τοῦ νεκροῦ, καὶ τὴν κιβωτὸν κρατοῦντες πρὸς τὸν ἥλιον μαρτύρονται, ἑνὸς τῶν ὑπὲρ τοῦ νεκροῦ ποιουμένου λόγον τῶν ταριχευτῶν. ἔστι δὲ καὶ ὁ λόγος, ὃν ἡρμήνευσεν Εὔφαντος ἐκ τῆς πατρίου διαλέκτου, τοιοῦτος· 'ὦ δέσποτα ἥλιε καὶ θεοὶ πάντες οἱ τὴν ζωὴν τοῖς ἀνθρώποις δόντες, προσδέξασθέ με καὶ παράδοτε τοῖς ἀιδίοις θεοῖς σύνοικον. ἐγὼ γὰρ τοὺς θεοὺς οὓς οἱ γονεῖς μοι παρέδειξαν, εὐσεβῶν διετέλουν ὅσον χρόνον ἐν τῷ ἐκείνων αἰῶνι τὸν βίον εἶχον, τούς τε τὸ σῶμά μου γεννήσαντας ἐτίμων ἀεί· τῶν τε ἄλλων ἀνθρώπων ‹οὐδένα› οὔτε ἀπέκτεινα οὔτε παρακαταθήκην ἀπεστέρησα οὔτε ἄλλο οὐδὲν ἀνήκεστον διεπραξάμην. εἰ δέ τι ἄρα κατὰ τὸν ἐμαυτοῦ βίον ἥμαρτον ἢ πιὼν ὧν μὴ θεμιτὸν ἦν, οὐ δι' ἐμαυτὸν ἥμαρτον, ἀλλὰ διὰ ταῦτα', δείξας τὴν κιβωτόν, ἐν ᾗ ἡ γαστὴρ ἦν. καὶ ταῦτα εἰπὼν εἰς τὸν ποταμὸν ἀφίησι, τὸ δὲ ἄλλο σῶμα ὡς καθαρὸν ταριχεύει. οὕτως ἀπολογίας δεῖσθαι ᾠήθησαν πρὸς τὸ θεῖον ὑπὲρ ὧν ἔφαγον καὶ ἔπιον [11] καὶ διὰ ταῦτα ὑβρίσαι. τῶν δὲ γινωσκομένων ἡμῖν Ἰουδαῖοι, πρὶν ὑπ' Ἀντιόχου τὸ πρότερον τὰ ἀνήκεστα παθεῖν εἰς τὰ νόμιμα τὰ ἑαυτῶν, ὑπό τε Ῥωμαίων ὕστερον, ὅτε καὶ τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις ἑάλω καὶ πᾶσι βατὸν γέγονεν οἷς ἄβατον ἦν, αὐτή τε ἡ πόλις διεφθάρη, διετέλουν πολλῶν μὲν ἀπεχόμενοι ζῴων, ἰδίως δὲ ἔτι καὶ νῦν τῶν χοιρίων. τῶν δὲ παρ' αὐτοῖς φιλοσοφιῶν τριτταὶ ἰδέαι ἦσαν, καὶ τῆς μὲν προΐσταντο Φαρισαῖοι, τῆς δὲ Σαδδουκαῖοι, τῆς δὲ τρίτης, ἣ καὶ ἐδόκει σεμνοτάτη εἶναι, Ἐσσαῖοι. οἱ οὖν τρίτοι τοιοῦτον ἐποιοῦντο τὸ πολίτευμα, ὡς πολλαχοῦ Ἰώσηπος τῶν πραγματειῶν ἀνέγραψεν, καὶ γὰρ ἐν τῷ δευτέρῳ τῆς Ἰουδαϊκῆς ἱστορίας, ἣν δι' ἑπτὰ βιβλίων συνεπλήρωσεν, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας, ἣν διὰ εἴκοσι βιβλίων ἐπραγματεύσατο, καὶ ἐν τῷ δευτέρῳ τῶν πρὸς τοὺς Ἕλληνας, εἰσὶ δὲ δύο τὰ βιβλία. εἰσὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰουδαῖοι μὲν τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλέον. οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμου μὲν παρ' αὐτοῖς ὑπεροψία, τοὺς δὲ ἀλλοτρίους παῖδας ἐκλαμβάνοντες ἁπαλοὺς ἔτι πρὸς τὰ μαθήματα, συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσιν, τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι· καταφρονηταὶ δὲ πλούτου, καὶ θαυμάσιον παρ' αὐτοῖς τὸ κοινωνικόν, οὐδ' ἔστιν εὑρεῖν κτήσει τινὰ παρ' αὐτοῖς ὑπερέχοντα. νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόντας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθ' ὑπεροχὴν πλούτου, τῶν δ' ἑκάστου κτημάτων ἀναμεμιγμένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι. κηλῖδα δὲ ὑπολαμβάνουσιν τοὔλαιον, κἂν ἀλειφθῇ τις ἄκων, σμήχεται τὸ σῶμα· τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται, λευχειμονεῖν τε διὰ παντός. χειροτονητοὶ δὲ οἱ τῶν κοινῶν ἐπιμεληταί, καὶ αἱρετοὶ πρὸς ἁπάντων εἰς τὰς χρείας ἕκαστοι. μία δὲ οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλ' ἐν ἑκάστῃ κατοικοῦσι πολλοί. καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς ἀναπέπταται τὰ παρ' αὐτοῖς, καὶ οἱ πρῶτον ἰδόντες εἰσίασιν ὥσπερ συνήθεις. διὸ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν ἀναλωμάτων ἕνεκα. οὔτε δὲ ἐσθῆτα οὔτε ὑποδήματα ἀμείβουσιν πρὶν διαρραγῆναι πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδ' ἀγοράζουσίν τι οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὰ παρ' ἑαυτοῦ τὸ παρ' ἐκείνου χρήσιμον ἀντικομίζεται. καὶ χωρὶς δὲ τῆς ἀντιδόσεως ἀκώλυτος [12] ἡ μετάληψις αὐτοῖς παρ' ὧν ἂν ἐθέλωσιν. πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἥλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχάς, ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἃς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφίενται, καὶ μέχρι πέμπτης ὥρας ἐργασάμενοι συντόνως ἔπειτα πάλιν εἰς ἓν ἀθροίζονται χωρίον, ζωσάμενοί τε σκεπάσμασι λινοῖς οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι, καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἔνθα μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν· αὐτοί τε καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. καθισάντων δὲ μεθ' ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος ἑκάστῳ. προκατεύχεται δ' ὁ ἱερεὺς τῆς τροφῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δ' ἐπεύχεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεόν. ἔπειθ' ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπ' ἔργα μέχρι δείλης τρέπονται. δειπνοῦσι δ' ὑποστρέψαντες ὁμοίως, συγκαθεζομένων τῶν ξένων, εἰ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει, τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαίνεται. τούτου δ' αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι παρ' αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου. τοῖς δὲ ζηλοῦσι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλ' ἐπ' ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβάνει, παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω· μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσιν τὸ ἦθος δοκιμάζεται, καὶ φανεὶς ἄξιος οὕτως εἰς τὸν [13] ὅμιλον ἐγκρίνεται· πρὶν δὲ τῆς κοινῆς ἅψασθαι τροφῆς, ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις, πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτ' ἐξ ἐπιτάγματος, μισήσειν δὲ ἀεὶ τοὺς ἀδίκους καὶ συναγωνιεῖσθαι τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι μὲν παρέξειν, μάλιστα δὲ τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ περιγίνεσθαί τινι τὸ ἄρχειν. κἂν αὐτὸς ἄρχῃ, μηδεπώποτε ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν, μηδὲ ἐσθῆτι ἤ τινι πλείονι κόσμῳ τοὺς ὑποτεταγμένους ὑπερλαμπρύνεσθαι, τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὶ καὶ τοὺς ψευδομένους προβάλλεσθαι· χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν καὶ μήτε κρύψειν τι τοὺς αἱρετιστὰς μήθ' ἑτέροις αὐτῶν τι μηνύσειν, κἂν μέχρι θανάτου τις βιάζηται. πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃστείας, καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα. τοιοῦτοι μὲν οἱ ὅρκοι· οἱ δ' ἁλόντες καὶ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύνανται μεταλαμβάνειν, ποηφαγοῦντες δὲ καὶ λιμῷ τὸ σῶμα διαφθειρόμενοι ἀπόλλυνται. διὸ δὴ πολλοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρτήμασι τὴν μέχρι θανάτου βάσανον. τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον, περικαλύψαντές τε θοἱματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ θεοῦ. τοσαύτη δ' ἐστὶν αὐτῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ὀλιγότης, ὡς τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώθασιν εἰς ὕμνους τῷ θεῷ καὶ εἰς ἀνάπαυσιν. ἐκ δὲ τῆς ἀσκήσεως ταύτης τοσαύτην πεποίηνται τὴν καρτερίαν, ὡς στρεβλούμενοι καὶ λυγιζόμενοι καὶ καόμενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵν' ἢ βλασφημήσωσι τὸν νομοθέτην ἢ φάγωσί τι τῶν ἀσυνήθων, οὐδέτερον ὑπομένειν. διέδειξαν δὲ τοῦτο ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ, ἐπεὶ οὐδὲ κολακεῦσαι τοὺς αἰκιζομένους ἢ δακρῦσαι ὑπομένουσι, μειδιῶντες δ' ἐν ταῖς ἀλγηδόσι καὶ κατειρωνευόμενοι τῶν τὰς βασάνους προσφερόντων εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιούμενοι· καὶ γὰρ ἔρρωται παρ' αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν, καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος ῥύμῃ φυσικῇ κατασπωμένας· ἐπειδὰν δὲ ἀνεθῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἷον δὴ μακρᾶς δουλείας ἀπηλλαγμένας, τότε χαίρειν καὶ μετεώρους φέρεσθαι. ἀπὸ δὲ τῆς τοιαύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοὶ οἳ καὶ τὰ μέλλοντα προγινώσκουσιν, ὡς ἂν βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀποφθέγμασιν ἐμπαιδοτριβούμενοι. σπάνιον δὲ εἴ ποτε ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσιν.

   τοιοῦτο μὲν τὸ τῶν Ἐσσαίων παρὰ τοῖς Ἰουδαίοις [14] τάγμα. πᾶσί γε μὴν ἀπηγόρευτο ὑὸς ἐσθίειν ἢ ἰχθύων τῶν ἀφολιδώτων, ἃ σελάχια καλοῦσιν Ἕλληνες, ἤ τι τῶν μωνύχων ζῴων. ἀπηγόρευτο δὲ καὶ μηδὲ τὰ ἱκετεύοντα καὶ οἷον προσφεύγοντα ταῖς οἰκίαις ἀναιρεῖν, οὐχ ὅτι μὴ ἐσθίειν. οὐδὲ νεοττοῖς ἐπέτρεψεν ὁ νομοθέτης τοὺς γονέας συνεξαιρεῖν, φείδεσθαι δὲ [κελεύει] κἀν τῇ πολεμίᾳ τῶν συνεργαζομένων ζῴων καὶ μὴ φονεύειν. καὶ οὐκ ἐφοβήθη μὴ πληθῦναν τὸ γένος τῶν μὴ θυομένων ζῴων λιμὸν ἐργάσηται τοῖς ἀνθρώποις· ᾔδει γὰρ πρῶτον μὲν ὅτι τὰ πολυτόκα ὀλιγοχρόνια, ἔπειτα ὡς πολὺ τὸ ἀπολλύμενον, ὅταν μὴ τύχῃ τῆς ἐξ ἀνθρώπων ἐπιμελείας, καὶ μὴν καὶ ὅτι ἔστιν ἄλλα ζῷα ἃ τῷ πληθύνοντι ἐπιτίθεται. τεκμήριον δέ, ὅτι πολλῶν ἀπεχόμεθα, οἷον σαυρῶν, σκωλήκων, μυῶν, ὄφεων, κυνῶν, καὶ ὅμως οὐ δέος μὴ ἐκ τῆς ἀποχῆς λιμώττοντες διαφθαρῶμεν πληθυνόντων. ἔπειτα οὐ ταὐτὸν τὸ ἐσθίειν τῷ φονεύειν, ἐπεὶ καὶ τούτων ἀναιροῦντες τὰ πολλὰ οὐδενὸς ἔτι [15] γευόμεθα. καὶ μὴν καὶ τοὺς Σύρους ἱστοροῦσι τὸ παλαιὸν ἀπέχεσθαι τῶν ζῴων καὶ διὰ τοῦτο μηδὲ τοῖς θεοῖς θύειν, ὕστερον δὲ θῦσαι μὲν εἰς ἀποτροπήν τινων κακῶν, αὐτοὺς δὲ μηδὲ ὅλως προσίεσθαι τὴν σαρκοφαγίαν. προϊόντος δὲ τοῦ χρόνου, ὡς φησὶ Νεάνθης ὁ Κυζικηνὸς καὶ Ἀσκληπιάδης ὁ Κύπριος, κατὰ Πυγμαλίωνα τὸν γένει μὲν Φοίνικα, βασιλεύσαντα δὲ Κυπρίων, τὴν σαρκοφαγίαν παραδεχθῆναι ἐκ τοιαύτης παρανομίας. λέγει δὲ ὁ Ἀσκληπιάδης ἐν τῷ περὶ Κύπρου καὶ Φοινίκης ταῦτα. 'τὸ μὲν γὰρ πρῶτον οὐκ ἐθύετο τοῖς θεοῖς οὐδὲν ἔμψυχον, ἀλλ' οὐδὲ νόμος ἦν περὶ τούτου διὰ τὸ νόμῳ φυσικῷ κεκωλῦσθαι· ὑπὸ δέ τινας καιροὺς πρῶτον ἱερεῖον θῦσαι μυθεύονται, ψυχὴν ἀντὶ ψυχῆς αἰτουμένους, εἶτα τούτου γενομένου ὁλοκαυτίζειν τὸ τυθέν. ὕστερον δέ ποτε φλεγομένου τοῦ ἱερείου πεσεῖν σάρκα εἰς γῆν, ἣν ἀνελόντα τὸν ἱερέα καὶ κατακαιόμενον ἀβουλήτως προσαγαγεῖν τῷ στόματι τοὺς δακτύλους, ἀκούμενον τὴν κατάκαυσιν. γευσάμενον δὲ τῆς κνίσσης ἐπιθυμῆσαι καὶ μὴ ἀποσχέσθαι, ἀλλὰ καὶ τῇ γυναικὶ μεταδοῦναι. γνόντα δὲ τοῦτο τὸν Πυγμαλίωνα αὐτόν τε καὶ τὴν γυναῖκα κατὰ κρημνῶν ἀφεῖναι, ἑτέρῳ δὲ τὴν ἱερωσύνην παραδοῦναι, ὃς οὐ πολλοῦ χρόνου διαλιπόντος τὴν μὲν αὐτὴν θυσίαν ἔτυχε ποιούμενος, ὅτι δὲ τῶν αὐτῶν κρεῶν ἔφαγεν, ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς περιέπιπτεν. ἐπὶ πλέον δὲ τοῦ πράγματος προβαίνοντος καὶ τῶν ἀνθρώπων τῇ θυσίᾳ χρωμένων καὶ διὰ τὴν ἐπιθυμίαν οὐκ ἀπεχομένων, ἀλλὰ τῆς σαρκὸς ἁπτομένων, οὕτως ἀποστῆναι τοῦ κολάζειν'. τὸ μέντοι τῶν ἰχθύων ἀπέχεσθαι ἄχρι τῶν Μενάνδρου χρόνων τοῦ κωμικοῦ διέμεινεν· λέγει γάρ·

   παράδειγμα τοὺς Σύρους λάβε·

   ὅταν φάγωσ' ἰχθὺν ἐκεῖνοι διά τινα

   αὑτῶν ἀκρασίαν, τοὺς πόδας καὶ τὴν γαστέρα

   οἰδοῦσιν, ἔλαβον σακίον, εἶτ' εἰς τὴν ὁδὸν

   ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου καὶ τὴν θεὸν

   ἐξιλάσαντο τοῦ ταπεινῶσαι σφόδρα.

[16] παρά γε μὴν τοῖς Πέρσαις οἱ περὶ τὸ θεῖον σοφοὶ καὶ τούτου θεράποντες μάγοι μὲν προσαγορεύονται· τοῦτο γὰρ δηλοῖ κατὰ τὴν ἐπιχώριον διάλεκτον ὁ μάγος· οὕτω δὲ μέγα καὶ σεβάσμιον γένος τοῦτο παρὰ Πέρσαις νενόμισται, ὥστε καὶ Δαρεῖον τὸν Ὑστάσπου ἐπιγράψαι τῷ μνήματι πρὸς τοῖς ἄλλοις ὅτι καὶ μαγικῶν γένοιτο διδάσκαλος. διῄρηντο δὲ οὗτοι εἰς γένη τρία, ὡς φησὶν Εὔβουλος ὁ τὴν περὶ τοῦ Μίθρα ἱστορίαν ἐν πολλοῖς βιβλίοις ἀναγράψας, ὧν οἱ πρῶτοι καὶ λογιώτατοι οὔτ' ἐσθίουσιν ἔμψυχον οὔτε φονεύουσιν, ἐμμένουσι δὲ τῇ παλαιᾷ τῶν ζῴων ἀποχῇ· οἱ δὲ δεύτεροι χρῶνται μέν, οὐ μέντοι τῶν ἡμέρων ζῴων τι κτείνουσιν· οὐδ' οἱ τρίτοι ὁμοίως τοῖς ἄλλοις ἐφάπτονται πάντων· καὶ γὰρ δόγμα πάντων ἐστὶ τῶν πρώτων τὴν μετεμψύχωσιν εἶναι, ὃ καὶ ἐμφαίνειν ἐοίκασιν ἐν τοῖς τοῦ Μίθρα μυστηρίοις. τὴν γὰρ κοινότητα ἡμῶν τὴν πρὸς τὰ ζῷα αἰνιττόμενοι διὰ τῶν ζῴων ἡμᾶς μηνύειν εἰώθασιν· ὡς τοὺς μὲν μετέχοντας τῶν αὐτῶν ὀργίων μύστας λέοντας καλεῖν, τὰς δὲ γυναῖκας λεαίνας, τοὺς δὲ ὑπηρετοῦντας κόρακας. ἐπί τε τῶν πατέρων ... ἀετοὶ γὰρ καὶ ἱέρακες οὗτοι προσαγορεύονται. ὅ τε τὰ λεοντικὰ παραλαμβάνων περιτίθεται παντοδαπὰς ζῴων μορφάς· ὧν τὴν αἰτίαν ἀποδιδοὺς Πάλλας ἐν τοῖς περὶ τοῦ Μίθρα τὴν κοινὴν φησὶ φορὰν οἴεσθαι, ὡς πρὸς τὴν τοῦ ζωδιακοῦ κύκλου ἀποτείνειν· τὴν δὲ ἀληθινὴν ὑπόληψιν καὶ ἀκριβῆ περὶ τῶν ἀνθρωπίνων ψυχῶν αἰνίττεσθαι, ἃς παντοδαποῖς περιέχεσθαι σώμασι λέγουσι. καὶ γὰρ Λατίνων τινὰς τῇ σφῶν διαλέκτῳ ἄπρους καὶ σκώπρους λασούρους τε καὶ μερούλους καλεῖν. καὶ θεοὺς δὲ τούτους δημιουργοὺς οὕτω προσηγόρευσαν· τὴν μὲν Ἄρτεμιν λύκαιναν, τὸν δὲ Ἥλιον σαῦρον, λέοντα, δράκοντα, ἱέρακα, τὴν δ' Ἑκάτην ἵππον, ταῦρον, λέαιναν, κύνα. τῆς δὲ Φερρεφάττης παρὰ τὸ φέρβειν τὴν φάτταν φασὶν οἱ πολλοὶ τοὔνομα τῶν θεολόγων· ἱερὸν γὰρ αὐτῆς ἡ φάττα. διὸ καὶ αἱ τῆς Μαίας ἱέρειαι ταύτην αὐτῇ ἀνατιθέασι. Μαῖα δὲ ἡ αὐτὴ τῇ Φερσεφόνῃ ὡς ἂν μαῖα καὶ τροφὸς οὖσα· χθονία γὰρ ἡ θεὸς καὶ Δημήτηρ ἡ αὐτή. καὶ τὸν ἀλεκτρυόνα δὲ ταύτῃ ἀφιέρωσαν. διὸ καὶ ἀπέχονται οἱ ταύτης μύσται ὀρνίθων ἐνοικιδίων. παραγγέλλεται γὰρ καὶ Ἐλευσῖνι ἀπέχεσθαι κατοικιδίων ὀρνίθων καὶ ἰχθύων καὶ κυάμων ῥοιᾶς τε καὶ μήλων, καὶ ἐπ' ἴσης μεμίανται τό τε λεχοῦς ἅψασθαι καὶ τὸ θνησειδίων. ὅστις δὲ φασμάτων φύσιν ἱστόρησεν, οἶδεν καθ' ὃν λόγον ἀπέχεσθαι χρὴ πάντων ὀρνίθων, καὶ μάλιστα ὅταν σπεύδῃ τις ἐκ τῶν χθονίων ἀπαλλαγῆναι καὶ πρὸς τοὺς οὐρανίους θεοὺς ἱδρυνθῆναι. ἀλλ' ἡ κακία, ὅπερ πολλάκις ἔφαμεν, ἱκανὴ συναγορεύειν ἑαυτῇ, καὶ μάλιστα ὅταν ἐν οὐκ εἰδόσι ποιῆται τοὺς λόγους. διὰ γὰρ τοῦτο οἱ μέτριοι τῶν κακῶν ματαιολογίαν ἡγοῦνται τὴν τοιαύτην παραίτησιν καὶ τὸ δὴ λεγόμενον γραῶν ὕθλον, οἳ δὲ δεισιδαιμονίαν· οἱ δ' ἐπίδοσιν ἐν τῇ σφῶν πονηρίᾳ πεποιημένοι ἕτοιμοι οὐ μόνον βλασφημεῖν κατὰ τῶν ταῦτα παραινούντων τε καὶ ὑποδεικνύντων, ἀλλ' ἤδη καὶ ἁγνὸν εἰς γοητείαν καὶ τῦφον διαβάλλειν. ἀλλ' οὗτοι μὲν δίκας καὶ παρὰ θεοῖς καὶ παρ' ἀνθρώποις ὧν ἁμαρτάνουσιν ἐκτίνοντες αὐτῇ πρῶτον τῇ τοιαύτῃ διαθέσει ἱκανὴν τιμωρίαν διδόασιν· ἡμεῖς δ' ἔτι τῶν ἀλλοφύλων ἐθνῶν ἑνὸς μνημονεύσαντες ἐνδόξου τε καὶ δικαίου περί τε τὰ θεῖα πεπιστευμένου [17] εὐσεβοῦς, ἐπ' ἄλλα μεταβησόμεθα. Ἰνδῶν γὰρ τῆς πολιτείας εἰς πολλὰ νενεμημένης, ἔστι τι γένος παρ' αὐτοῖς τὸ τῶν θεοσόφων, οὓς γυμνοσοφιστὰς καλεῖν εἰώθασιν Ἕλληνες. τούτων δὲ δύο αἱρέσεις· ὧν τῆς μὲν Βραχμᾶνες προΐστανται, τῆς δὲ Σαμαναῖοι. ἀλλ' οἱ μὲν Βραχμᾶνες ἐκ γένους διαδέχονται ὥσπερ ἱερατείαν τὴν τοιαύτην θεοσοφίαν, Σαμαναῖοι δὲ λογάδες εἰσὶν κἀκ τῶν βουληθέντων θεοσοφεῖν συμπληρούμενοι. ἔχει δὲ τὰ κατ' αὐτοὺς τοῦτον τὸν τρόπον, ὡς Βαρδησάνης ἀνὴρ Βαβυλώνιος ἐπὶ τῶν πατέρων ἡμῶν γεγονὼς καὶ ἐντυχὼν τοῖς περὶ Δάνδαμιν πεπεμμένοις Ἰνδοῖς πρὸς τὸν Καίσαρα ἀνέγραψεν. πάντες γὰρ Βραχμᾶνες ἑνός εἰσι γένους· ἐξ ἑνὸς γὰρ πατρὸς καὶ μιᾶς μητρὸς πάντες κατάγουσιν· Σαμαναῖοι δὲ οὐκ εἰσὶ τοῦ αὐτοῦ γένους, ἀλλ' ἐκ παντὸς τοῦ τῶν Ἰνδῶν ἔθνους, ὡς ἔφαμεν, συνειλεγμένοι· οὔτε δὲ βασιλεύεται Βραχμὰν οὔτε συντελεῖ τι τοῖς ἄλλοις. τούτων δὲ οἱ φιλόσοφοι οἳ μὲν ἐν ὄρει οἰκοῦσιν, οἳ δὲ περὶ Γάγγην ποταμόν. σιτοῦνται δὲ οἱ μὲν ὄρειοι τήν τε ὀπώραν καὶ γάλα βόειον βοτάναις παγέν, οἱ δὲ περὶ τὸν Γάγγην ἐκ τῆς ὀπώρας, ἣ πολλὴ περὶ τὸν ποταμὸν γεννᾶται. φέρει δὲ ἡ γῆ σχεδὸν καρπὸν ἀεὶ νέον καὶ μέντοι καὶ τὴν ὄρυζαν πολλήν τε καὶ αὐτόματον, ᾗ χρῶνται ὅταν τὸ τῆς ὀπώρας ἐπιλείπῃ. τὸ δ' ἄλλου τινὸς ἅψασθαι ἢ ὅλως θιγεῖν ἐμψύχου τροφῆς ἴσον τῇ ἐσχάτῃ ἀκαθαρσίᾳ τε καὶ ἀσεβείᾳ νενόμισται. καὶ τοῦτο αὐτοῖς τὸ δόγμα θρησκεύουσί τε τὸ θεῖον καὶ εὐσεβοῦσι περὶ αὐτὸ καθορῶνται. τὸν τοίνυν χρόνον τῆς ἡμέρας καὶ τῆς νυκτὸς τὸν πλεῖστον εἰς ὕμνους τῶν θεῶν ἀπένειμαν καὶ εὐχάς, ἑκάστου ἰδίαν καλύβην ἔχοντος καὶ ὡς ἔνι μάλιστα ἰδιάζοντος. κοινῇ γὰρ Βραχμᾶνες μένειν οὐκ ἀνέχονται οὐδὲ πολλὰ διαλέγεσθαι· ἀλλ' ὅταν τοῦτο συμβῇ, ἀναχωρήσαντες ἐπὶ πολλὰς ἡμέρας οὐ φθέγγονται, πολλάκις δὲ καὶ νηστεύουσιν. Σαμαναῖοι δὲ εἰσὶ μέν, ὡς ἔφαμεν, λογάδες· ὅταν δὲ μέλλῃ εἰς τὸ τάγμα τις ἐγγράφεσθαι, πρόσεισι τοῖς ἄρχουσι τῆς πόλεως, ὅπου δ' ἂν τύχῃ τῆς πόλεως ἢ τῆς κώμης, καὶ τῶν κτημάτων ἐξίσταται πάσης ‹τε› τῆς ἄλλης οὐσίας, ξυράμενος δὲ τοῦ σώματος τὰ περιττὰ λαμβάνει στολὴν ἄπεισί τε πρὸς Σαμαναίους, οὔτε πρὸς γυναῖκα οὔτε πρὸς τέκνα, εἰ τύχοι κεκτημένος, ἐπιστροφὴν ἤ τινα λόγον ἔτι ποιούμενος ἢ πρὸς αὑτὸν ὅλως νομίζων. καὶ τῶν μὲν τέκνων ὁ βασιλεὺς κήδεται, ὅπως ἔχωσι τὰ ἀναγκαῖα, τῆς δὲ γυναικὸς οἱ οἰκεῖοι. ὁ δὲ βίος τοῖς Σαμαναίοις ἐστὶ τοιοῦτος. ἔξω τῆς πόλεως διατρίβουσι διημερεύοντες ἐν τοῖς περὶ τοῦ θείου λόγοις, ἔχουσι δὲ οἴκους καὶ τεμένη ὑπὸ τοῦ βασιλέως οἰκοδομηθέντα, ἐν οἷς οἰκονόμοι εἰσὶν ἀπότακτόν τι λαμβάνοντες παρὰ τοῦ βασιλέως εἰς τροφὴν τῶν συνιόντων. ἡ δὲ παρασκευὴ γίνεται ὀρύζης καὶ ἄρτων καὶ ὀπώρας καὶ λαχάνων. καὶ εἰσελθόντων εἰς τὸν οἶκον ὑπὸ σημαίνοντι κώδωνι οἱ μὴ Σαμαναῖοι ἐξίασιν, οἳ δὲ προσεύχονται. εὐξαμένων δὲ πάλιν διακωδωνίζει καὶ οἱ ὑπηρέται ἑκάστῳ τρυβλίον δόντες (δύο γὰρ ἐκ ταὐτοῦ οὐκ ἐσθίουσιν) τρέφουσιν αὐτοὺς τῇ ὀρύζῃ· τῷ δὲ δεομένῳ ποικιλίας προστίθεται λάχανον ἢ τῆς ὀπώρας τι. τραφέντες δὲ συντόμως ἐπὶ τὰς αὑτῶν διατριβὰς ἐξίασιν. ἀγύναιοι δ' εἰσὶ πάντες καὶ ἀκτήμονες, καὶ τοσοῦτον αὐτῶν τε καὶ τῶν Βραχμάνων σέβας ἔχουσιν οἱ ἄλλοι, ὥστε καὶ τὸν βασιλέα ἀφικνεῖσθαι παρ' αὐτοὺς καὶ ἱκετεύειν εὔξασθαί τι καὶ δεηθῆναι ὑπὲρ τῶν καταλαμβανόντων τὴν χώραν [18] ἢ συμβουλεῦσαι τὸ πρακτέον. αὐτοὶ δὲ οὕτω πρὸς θάνατον διάκεινται, ὡς τὸν μὲν τοῦ ζῆν χρόνον ὥσπερ ἀναγκαίαν τινὰ τῇ φύσει λειτουργίαν ἀκουσίως ὑπομένειν, σπεύδειν δὲ τὰς ψυχὰς ἀπολῦσαι τῶν σωμάτων. καὶ πολλάκις, ὅταν εὖ ἔχειν σκήψωνται, μηδενὸς αὐτοὺς ἐπείγοντος κακοῦ [μηδὲ ἐξελαύνοντος] ἐξίασι τοῦ βίου, προειπόντες μέντοι τοῖς ἄλλοις· καὶ ἔστιν οὐδεὶς ὁ κωλύσων, ἀλλὰ πάντες αὐτοὺς εὐδαιμονίζοντες πρὸς τοὺς οἰκείους τῶν τεθνηκότων ἐπισκήπτουσί τινα. οὕτως βεβαίαν καὶ ἀληθεστάτην αὐτοί τε καὶ οἱ πολλοὶ ταῖς ψυχαῖς τὴν μετ' ἀλλήλων εἶναι δίαιταν πεπιστεύκασιν. οἳ δ' ἐπειδὰν ὑπακούσωσι τῶν ἐντεταλμένων αὐτοῖς, πυρὶ τὸ σῶμα παραδόντες, ὅπως δὴ καθαρωτάτην ἀποκρίνωσι τοῦ σώματος τὴν ψυχήν, ὑμνούμενοι τελευτῶσιν· ῥᾷον γὰρ ἐκείνους εἰς τὸν θάνατον οἱ φίλτατοι ἀποπέμπουσιν ἢ τῶν ἄλλων ἀνθρώπων ἕκαστοι τοὺς πολίτας εἰς μηκίστας ἀποδημίας. καὶ σφᾶς μὲν αὐτοὺς δακρύουσιν ἐν τῷ ζῆν διαμένοντας, ἐκείνους δὲ μακαρίζουσιν τὴν ἀθάνατον λῆξιν ἀπολαμβάνοντας, καὶ οὐδεὶς οὔτε παρὰ τούτοις οὔτε παρὰ τοῖς ἄλλοις τοῖς εἰρημένοις σοφιστὴς προελθών, οἷοι βροτοὶ νῦν παρ' Ἕλλησιν, ἀπορεῖν ἔδοξε λέγων, ἐὰν ὑμᾶς πάντες μιμήσωνται, τί ἡμῖν ἔσται; οὐδὲ διὰ τούτους συνεχύθη τὰ τῶν ἀνθρώπων· οὔτε γὰρ ἐμιμήσαντο πάντες, οἵ τε μιμούμενοι εὐνομίας μᾶλλον, οὐ συγχύσεως τοῖς ἔθνεσι γεγόνασιν αἴτιοι. καὶ μὴν οὐδὲ ὁ νόμος τούτους ἠνάγκασεν, ἀλλὰ τοῖς ἄλλοις ἐπιτρέψας σιτεῖσθαι κρέασι τούτους αὐτονόμους εἴασε καὶ ἐσέφθη ὡς αὑτοῦ κρείττονας, οὐ μὴν ὡς ἀδικίας κατάρχοντας ὑπήγαγε τῇ παρ' αὑτοῦ δίκῃ [ἀλλὰ τοὺς ἑτέρους]. πρὸς μέντοι τοὺς ἐρωτῶντας 'τί ἔσται μιμησαμένων πάντων τοὺς τοιούτους;' ῥητέον τὸ τοῦ Πυθαγόρου· καὶ γὰρ βασιλέων πάντων γενομένων δυσδιέξακτος ὁ βίος, φησίν, ἔσται, καὶ οὐ δήπου φευκτέον τὸ τῆς βασιλείας· καὶ σπουδαίων ἁπάντων ‹ὄντων› οὐκ ἔστιν εὑρεῖν πολιτείας διέξοδον τηροῦντας τὴν ἀξίαν τῇ σπουδαιότητι, καὶ οὐ δήπου τοσοῦτον ἄν τις μανείη, ὡς μὴ πᾶσιν ἐπιβάλλειν ἡγεῖσθαι σπουδαίοις εἶναι προθυμεῖσθαι. πολλὰ μέντοι καὶ ἄλλα ὁ νόμος τῷ μὲν χυδαίῳ συνεχώρησεν, οὐχ ὅτι δὲ φιλοσόφῳ, ἀλλ' οὐδὲ τῷ καλῶς πολιτευομένῳ ἐπέτρεψεν. οὐδὲ γὰρ ἐκ πάσης τέχνης παραδέξαιτ' ἂν εἰς τὸ πολίτευμα, καίτοι οὐκ ἐκώλυσε μετιέναι τὰς τέχνας, οὐδ' ἐκ παντὸς ἐπιτηδεύματος, καὶ ὅμως τοὺς ἐκ τῶν βαναύσων ἄρχειν ἀπείργει, ὅλως τε ἐν οἷς δικαιοσύνης χρεία καὶ τῆς ἄλλης ἀρετῆς, τῆς προστατείας κωλύει. ἐπεὶ οὐδ' ἑταίραις ὁμιλεῖν ἀπαγορεύει τοῖς πολλοῖς, ἀλλὰ καὶ πραττόμενος τὰς ἑταίρας τὸ μίσθωμα, ἐπονείδιστον ἡγεῖται μετρίοις ἀνδράσι καὶ αἰσχρὰν τὴν πρὸς ταύτας ὁμιλίαν· τό τ' ἐν καπηλείοις διαζῆν οὐ κεκώλυκεν ὁ νόμος, καὶ ὅμως ἐπονείδιστον τῷ μετρίῳ. τοιοῦτον οὖν τι καὶ τὸ ἐπὶ τῆς διαίτης φαίνεται· καὶ οὐχ ἥτις τοῖς πολλοῖς συγκεχώρηται, ταύτην ἄν τις καὶ τοῖς βελτίστοις συγχωρήσειεν. φιλοσοφῶν δὲ ἀνὴρ μάλιστ' ἂν τοὺς ἱεροὺς ἑαυτῷ ὑπογράψειε νόμους, οὓς θεοί τε καὶ ἄνθρωποι ἀφώρισαν θεοῖς ἑπόμενοι. οἱ δ' ἱεροὶ πεφήνασι νόμοι κατὰ ἔθνη καὶ κατὰ πόλεις ἁγνείαν μὲν προστάττοντες, ἐμψύχων δὲ βρῶσιν ἀπαγορεύοντες τοῖς ἱερεῦσιν, ἤδη ‹δὲ› καὶ εἰς πλῆθος πίνειν κωλύοντες, ἢ δι' εὐσέβειαν ἢ διά τινας βλάβας ἐκ τῆς τροφῆς· ὥστε ἢ τοὺς ἱερέας μιμητέον ἢ πᾶσι πειστέον τοῖς νομοθέταις. ἑκατέρως γὰρ πάντων ἀφεκτέον τὸν νόμιμόν τε τελείως καὶ εὐσεβῆ· εἰ γὰρ κατὰ μέρος τινὲς δι' εὐσέβειάν τινων ἀπέχονται, ὁ πρὸς πάντα εὐσεβὴς πάντων ἀφέξεται.

[19]    μικροῦ με παρῆλθε καὶ τὸ Εὐριπίδειον παραθέσθαι, ὃς τοὺς ἐν Κρήτῃ τοῦ Διὸς προφήτας ἀπέχεσθαι φησὶ διὰ τούτων· λέγουσι δ' οἱ κατὰ τὸν χορὸν πρὸς τὸν Μίνω·

   Φοινικογενοῦς παῖ τῆς Τυρίας

   τέκνον Εὐρώπας καὶ τοῦ μεγάλου

   Ζανός, ἀνάσσων

   Κρήτης ἑκατομπτολιέθρου·

   ἥκω ζαθέους ναοὺς προλιπών,

   οὓς αὐθιγενὴς τμηθεῖσα δοκὸς

   στεγανοὺς παρέχει Χαλύβῳ πελέκει

   καὶ ταυροδέτῳ κόλλῃ κραθεῖσ'

   ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου.

   ἁγνὸν δὲ βίον τείνων ἐξ οὗ

   Διὸς Ἰδαίου μύστης γενόμην,

   καὶ νυκτιπόλου Ζαγρέως βροντὰς

   τάς τ' ὠμοφάγους δαίτας τελέσας

   μητρί τ' ὀρείῳ δᾷδας ἀνασχὼν

   καὶ Κουρήτων

   βάκχος ἐκλήθην ὁσιωθείς.

   πάλλευκα δ' ἔχων εἵματα φεύγω

   γένεσίν τε βροτῶν καὶ νεκροθήκης

   οὐ χριμπτόμενος τήν τ' ἐμψύχων

   βρῶσιν ἐδεστῶν πεφύλαγμαι.

[20] ἁγνείαν γὰρ ἐτίθεντο οἱ ἱεροὶ ‹τὴν› πρὸς τοὐναντίον ἀμιξίαν, μολυσμὸν δὲ τὴν μῖξιν. ὅθεν τὴν μὲν τῶν καρπῶν τροφὴν οὐκ ἐκ νεκρῶν ληφθεῖσαν οὐδὲ οὖσαν ἔμψυχον [τῇ φύσει] προσφέροντες τὰ ὑπὸ τῆς φύσεως διοικούμενα μὴ μιαίνεσθαι ᾤοντο, τῶν δὲ ζῴων αἰσθητικῶν ὄντων τὰς σφαγὰς καὶ ἀφαιρέσεις τῶν ψυχῶν ὡς πρὸς τοὺς ζῶντας μιασμοὺς ἡγοῦντο, καὶ πολλῷ μᾶλλον τὸ αἰσθητικὸν γενόμενον σῶμα ἀφῃρημένον τῆς αἰσθήσεως καὶ νεκρὸν μιγνύειν τῇ αἰσθήσει ‹τοῦ› ζῶντος. διὸ ἐν πᾶσιν ἡ ἁγνεία ἐν ἀποθέσει μὲν καὶ ἀφέξει τῶν πολλῶν καὶ ἐναντίων, μονώσει δὲ καὶ λήψει τῶν οἰκείων καὶ προσφυῶν. διὸ καὶ τὰ ἀφροδίσια μιαίνει· σύνοδος γὰρ θήλεος καὶ ἄρρενος. καὶ κρατηθὲν μὲν τὸ σπέρμα ψυχῆς παρέσχε μίανσιν τῇ πρὸς τὸ σῶμα ὁμιλίᾳ, μὴ κρατηθὲν δὲ τῇ νεκρώσει τοῦ παρατεθέντος. ἡ δὲ πρὸς ἄρσενας ἀρσένων, καὶ ὅτι εἰς νεκρὸν καὶ ὅτι παρὰ φύσιν· καὶ καθάπαξ ἀφροδίσια καὶ ὀνειρώξεις, ὅτι ψυχῆς σώματι μεμιγμένης καὶ πρὸς τὴν ἡδονὴν κατασπωμένης. μιαίνει δὲ καὶ τὰ πάθη τῆς ψυχῆς τῇ συμπλοκῇ τοῦ ἀλόγου, θηλυνομένου τοῦ ἐντὸς ἄρρενος. καὶ γάρ πως καὶ ὁ μολυσμὸς καὶ ἡ μίανσις δηλοῖ τὴν μῖξιν τὴν ἑτέρου γένους πρὸς ἕτερον, καὶ μάλισθ' ὅταν δυσέκνιπτον γένηται. ὅθεν καὶ ἐπὶ τῶν βαμμάτων, ἃ δὴ διὰ μίξεων συνίσταται, εἴδους ἄλλου ἄλλῳ συμπλεκομένου, μιαίνειν φασίν·

   ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ. καὶ ἔμπαλιν τὰς μίξεις φθορὰς οἱ ζωγράφοι λέγουσιν, ἡ δὲ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ ἀκραιφνὲς καὶ ἀκήρατον. καὶ γὰρ ὕδωρ γῇ ἀναμιχθὲν ἔφθαρται καὶ οὐκ ἔστιν ἀκραιφνές, τὸ δὲ διαρρέον καὶ διαφεῦγον διακρούεται τὴν προσφερομένην γῆν, ὅταν, φησὶν ὁ Ἡσίοδος, ἀπὸ κρήνης ῥέῃ ἀενάου καὶ ἀπορρύτου, ἥ τ' ἀθόλωτος. καὶ ὑγιεινόν γε τὸ πῶμα, ὅτι ἀδιάφθορον καὶ ἄμικτον. καὶ θήλεια μὴ ἀναδεξαμένη εἰς ἑαυτὴν ἀναθυμίασιν σπέρματος ἄφθορος λέγεται· ὥστε καὶ φθορὰ καὶ μίανσις ἡ τοῦ ἐναντίου μῖξις. εἰ δὴ πρὸς τὰ ζῷα ἡ νεκρῶν καὶ ἡ πρὸς αἴσθησιν ζησάντων εἰς τὰ ζῶντα ἔνθεσις καὶ σαρκῶν νεκρῶν εἰς ζώσας εἰκότως φέρει μόλυσμα καὶ τῇ ψυχῇ ἡμῶν μίανσιν, ὥσπερ αὖ καὶ ψυχὴ ὅταν ἐνσωμάτωται, μεμόλυνται. [διὸ καὶ ὁ γεννώμενος μιαίνεται τῇ μίξει τῆς ψυχῆς τῇ πρὸς τὸ σῶμα, καὶ ὁ ἀποθανών, ὅταν σῶμα καταλίπῃ νεκρὸν ἀλλόφυλον τῷ ζῶντι καὶ ἀλλότριον.] μιαίνεται δὲ καὶ ἡ ψυχὴ ὀργαῖς, ἐπιθυμίαις, πλήθει παθῶν, ὧν συναιτία πως καὶ ἡ δίαιτα. ὡς δὲ ὕδωρ διὰ πέτρας ἀπορρέον ἀδιάφθορον τοῦ δι' ἑλῶν ἰόντος τῷ μὴ πολλὴν ἰλὺν ἀποσπᾶν, οὕτω καὶ ψυχὴ διὰ ξηροῦ σώματος καὶ μὴ χυμοῖς ἀλλοτρίων σαρκῶν ἀρδομένου τὰ ἑαυτῆς διοικοῦσα κρείττων καὶ ἀδιάφθορος καὶ πρὸς σύνεσιν ἑτοιμοτέρα. ἐπεὶ καὶ ταῖς μελίτταις τὸ καλὸν μέλι φασὶ φέρειν τὸ ξηρότατον καὶ δριμύτατον θύμον. μιαίνεται τοίνυν ἡ διάνοια, μᾶλλον δὲ ὁ διανοούμενος, ὅταν ἢ φανταστικῇ ἢ δοξαστικῇ ἀναμίγνυται καὶ ταῖς τούτων ἐνεργείαις τὰς ταύτης συγκεράσηται· καθαρμὸς δὲ ὁ πάντων τούτων χωρισμὸς καὶ ἁγνεία ἡ μόνωσις καὶ τροφὴ τὸ τηροῦν ἕκαστον ἐν τῷ εἶναι. οὕτως γὰρ καὶ λίθου τροφὴν τὸ αἴτιον τοῦ συμμένειν εἴποις ἂν καὶ τοῦ ἑκτικῶς διαμένειν, καὶ φυτοῦ τὴν διατηροῦσαν ἐν τῷ αὔξειν καὶ καρπογονεῖν, καὶ ζῴου σώματος τὴν τηροῦσαν αὐτοῦ τὴν σύστασιν. ἄλλο δ' ἦν τρέφειν, ἄλλο πιαίνειν, καὶ ἄλλο τὸ ἀναγκαῖον διδόναι, ἄλλο τὸ τρυφὰς πορίζειν. διάφοροι τοίνυν αἱ τροφαὶ κατὰ τὸ διάφορον τῶν τρεφομένων. καὶ δεῖ πάντα μὲν τρέφειν, σπουδάζειν δὲ πιαίνειν τὰ ἐν ἡμῖν κυριώτατα. ψυχῆς οὖν λογικῆς τροφὴ ἡ τηροῦσα λογικήν. νοῦς δὲ αὕτη· ὥστε νῷ θρεπτέον καὶ σπουδαστέον πιαίνειν ἀπὸ τούτου ἢ ἀπὸ τῶν βρωτῶν τὴν σάρκα. ὃ μὲν γὰρ τὴν αἰώνιον ἡμῖν ζωὴν συνέχει, τὸ δὲ σῶμα πιαινόμενον λιμώττειν τὴν ψυχὴν ποιεῖ [τῆς μακαρίας ζωῆς] καὶ τὸ θνητὸν αὔξει, παραιροῦν καὶ ἐμποδίζον πρὸς τὸν ἀθάνατον βίον, μιαίνει τε ἐνσωματοῦν τὴν ψυχὴν καὶ κατασπῶν πρὸς τὸ ἀλλότριον. ὁ δὲ μάγνης λίθος σιδήρῳ ψυχὴν δίδωσι πλησίον γενομένῳ, καὶ ὁ βαρύτατος ἀνακουφίζεται σίδηρος πνεύματι προσανατρέχων λίθου. πρὸς θεὸν δὲ τίς ἀναρτηθεὶς ἀσώματόν τε καὶ νοερὸν τροφὴν πολυπραγμονήσει τὴν πιαίνουσαν τὸ ἐμπόδιον πρὸς νοῦν σῶμα, οὐχὶ δὲ εἰς ὀλίγον καὶ εὐπόριστον συστείλας τῆς σαρκὸς τὸ ἀναγκαῖον αὐτὸς θρέψεται προσπεφυκὼς τῷ θεῷ μᾶλλον ἢ σίδηρος τῷ μάγνητι; εἰ γὰρ καὶ τῆς ἐκ τῶν καρπῶν οἷόν τ' ἦν [ἄνευ πραγμάτων] τροφῆς ἀποστῆναι, εἰ μὴ τοῦτ' ἦν ἡμῶν τῆς φύσεως τὸ φθαρτόν. εἰ γάρ, καθάπερ φησὶν Ὅμηρος, μηδὲ σίτου ἐδεήθημεν μηδὲ ποτοῦ, ἵν' ὄντως ἦμεν ἀθάνατοι· καλῶς τοῦτο τοῦ ποιητοῦ παραστήσαντος, ὡς οὐ μόνον τοῦ ζῆν, ἀλλὰ καὶ τοῦ ἀποθνῄσκειν ἡ τροφὴ ὑπῆρχεν ἐφόδιον. εἰ οὖν μηδὲ ταύτης ἐδεήθημεν, τόσῳ ἂν ἦμεν μακαριώτεροι, ὅσῳ καὶ ἀθανατώτεροι. νῦν δ' ἐν θνητῷ ὄντες ἔτι θνητοτέρους, εἰ χρὴ οὕτως εἰπεῖν, ἀγνοοῦμεν ἑαυτοὺς ποιοῦντες τῇ τούτου προσέσει, οὐ πολὺ τὸ ἐνοίκιον, ὡς φησί που Θεόφραστος, τῷ σώματι διδούσης τῆς ψυχῆς [τῆς ἐν αὐτῷ κατοικήσεως], ἀλλ' ὅλην ἑαυτὴν προστιθείσης. ὡς εἴθε τὴν μυθευομένην ἄλιμον καὶ ἄδιψον ἦν κεκτῆσθαι, ἵνα τις τὸ διαρρέον τοῦ σώματος ἐπισχὼν δι' ὀλίγου πρὸς τοῖς ἀρίστοις ἦν, πρὸς οἷσπερ ὢν καὶ θεός ἐστι θεός. ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἀποκλαύσαιτο πρὸς ἀνθρώπους τοσοῦτον ἐσκοτωμένους, ὡς τὸ ἑαυτῶν κακὸν περιέπειν, μισεῖν δὲ πρῶτον μὲν ἑαυτοὺς καὶ τὸν ὄντως αὐτοὺς τεκόντα, ἔπειτα καὶ τοὺς ὑπομιμνήσκοντας κἀκ τῆς μέθης ἀνανῆψαι παρακαλοῦντας; διὸ μήποτε τῶν τοιούτων ἀφεμένους χρὴ ἐπὶ [21] τὰ λειπόμενα τῶν ζητημάτων μεταβαίνειν· οἱ γὰρ δὴ πρὸς τὰ ἐκ τῶν ἐθνῶν ἡμῖν παρατεθέντα νόμιμα ἀντιπαράγοντες Νομάδας ἢ Τρωγλοδύτας ἢ Ἰχθυοφάγους ἀγνοοῦσιν ὡς δι' ἀνάγκην, τῆς χώρας ἀκάρπου οὔσης ἐπὶ τοσοῦτον ὡς μηδὲ βοτάνας φέρειν, θῖνας δὲ μόνον καὶ ψάμμον, ἐπὶ τοῦτο περιέστησαν τῆς τροφῆς [τὸ ἀναγκαῖον]. τεκμηριοῖ δὲ τὸ τῆς ἀνάγκης τὸ μηδὲ τῷ πυρὶ χρῆσθαι δύνασθαι ἀπορίᾳ καυσίμου ὕλης, ἐπὶ δὲ τῶν πετρῶν ἀφαυαίνειν ἢ τῆς θινὸς τοὺς ἰχθῦς. καὶ οὗτοι μὲν δι' ἀνάγκην· τινὰ δὲ τῶν ἐθνῶν ἐξηγρίωται καὶ ἔστι φύσει θηριώδη, ἐξ ὧν οὐ προσήκει τοὺς εὐγνώμονας τῆς ἀνθρωπίνης καταψεύδεσθαι φύσεως· ἐπεὶ οὕτω γε ἀμφισβητήσιμον ἔσται οὐ μόνον τὸ τῆς ζῳοφαγίας, ἀλλὰ καὶ τὸ τῆς ἀνθρωποφαγίας καὶ τῆς ἄλλης ἡμερότητος. ἱστοροῦνται γοῦν Μασσαγέται καὶ Δέρβικες ἀθλιωτάτους ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευτήσαντας. διὸ καὶ φθάσαντες καταθύουσιν καὶ ἑστιῶνται τῶν φιλτάτων τοὺς γεγηρακότας. Τιβαρηνοὶ δὲ ζῶντας κατακρημνίζουσι τοὺς ἐγγυτάτω γέροντας· Ὑρκάνιοι δὲ καὶ Κάσπιοι οἳ μὲν οἰωνοῖς καὶ κυσὶ παραβάλλουσι ζῶντας, οἳ δὲ τεθνεῶτας· Σκύθαι δὲ συγκατορύττουσι ζῶντας καὶ ἐπισφάττουσι ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· καὶ Βάκτριοι μέντοι κυσὶ παραβάλλουσι ζῶντας τοὺς γεγηρακότας. καὶ τοῦτ' ἐπιχειρήσας καταλῦσαι Στασάνωρ ὁ Ἀλεξάνδρου ὕπαρχος μικροῦ τὴν ἀρχὴν ἀπέβαλεν. ἀλλ' ὥσπερ οὐ διὰ τούτους τὴν πρὸς τοὺς ἀνθρώπους ἡμερότητα κατελύσαμεν, οὕτως οὐδὲ τὰ δι' ἀνάγκην σαρκοφαγοῦντα ἔθνη μιμησόμεθα, τὰ δὲ εὐσεβῆ καὶ θεοῖς μᾶλλον ἀνακείμενα. τὸ γὰρ κακῶς ζῆν καὶ μὴ φρονίμως καὶ σωφρόνως καὶ ὁσίως Δημοκράτης ἔλεγεν οὐ κακῶς ζῆν εἶναι, ἀλλὰ πολὺν χρόνον [22] ἀποθνῄσκειν. λοιπὸν δὲ καὶ κατὰ ἄνδρα ὀλίγας μαρτυρίας τῆς ἀποχῆς παραφέρωμεν· ἓν γὰρ καὶ τοῦτ' ἦν τῶν ἐγκλημάτων. τῶν τοίνυν Ἀθήνησι νομοθετῶν Τριπτόλεμον παλαιότατον παρειλήφαμεν· περὶ οὗ Ἕρμιππος ἐν δευτέρῳ περὶ τῶν νομοθετῶν γράφει ταῦτα· φασὶ δὲ καὶ Τριπτόλεμον Ἀθηναίοις νομοθετῆσαι, καὶ τῶν νόμων αὐτοῦ τρεῖς ἔτι Ξενοκράτης ὁ φιλόσοφος λέγει διαμένειν Ἐλευσῖνι τούσδε· γονεῖς τιμᾶν, θεοὺς καρποῖς ἀγάλλειν, ζῷα μὴ σίνεσθαι. τοὺς μὲν οὖν δύο καλῶς παραδοθῆναι· δεῖ γὰρ τοὺς μὲν γονεῖς εὐεργέτας ἡμῶν γεγενημένους ἀντ' εὖ ποιεῖν ἐφ' ὅσον ἐνδέχεται, τοῖς θεοῖς δὲ ἀφ' ὧν ἔδωκαν ἡμῖν [ὠφελίμων] εἰς τὸν βίον ἀπαρχὰς ποιεῖσθαι· περὶ δὲ τοῦ τρίτου διαπορεῖ, τί ποτε διανοηθεὶς ὁ Τριπτόλεμος παρήγγειλεν ἀπέχεσθαι τῶν ζῴων. πότερον γάρ, φησίν, ὅλως οἰόμενος εἶναι δεινὸν τὸ ὁμογενὲς κτείνειν ἢ συνιδὼν ὅτι συνέβαινεν ὑπὸ τῶν ἀνθρώπων τὰ χρησιμώτατα τῶν ζῴων εἰς τροφὴν ἀναιρεῖσθαι; βουλόμενον οὖν ἥμερον ποιῆσαι τὸν βίον πειραθῆναι καὶ τὰ συνανθρωπεύοντα καὶ μάλιστα τῶν ζῴων ἥμερα διασῴζειν. εἰ μὴ ἄρα διὰ τὸ προστάξαι τοῖς καρποῖς τοὺς θεοὺς τιμᾶν ὑπολαβὼν μᾶλλον ἂν διαμεῖναι τὴν τιμὴν ταύτην, εἰ μὴ γίγνοιντο τοῖς θεοῖς διὰ τῶν ζῴων θυσίαι. πολλὰς δὲ αἰτίας τοῦ Ξενοκράτους καὶ ἄλλας οὐ πάνυ ἀκριβεῖς ἀποδιδόντος ἡμῖν αὔταρκες τοσοῦτον ἐκ τῶν εἰρημένων, ὅτι τοῦτο νενομοθέτητο ἐκ τοῦ Τριπτολέμου. ὅθεν ὕστερον παρανομοῦντες, ὅτε ἥψαντο τῶν ζῴων μετὰ πολλῆς ἀνάγκης καὶ ἁμαρτημάτων ἀκουσίων, ὥσπερ ἐπεδείξαμεν, ἐπὶ τοῦτο πεπτώκασιν. ἐπεὶ καὶ Δράκοντος νόμος μνημονεύεται τοιοῦτος, θεσμὸς αἰώνιος τοῖς Ἀτθίδα νεμομένοις, [κύριος τὸν ἅπαντα χρόνον,] θεοὺς τιμᾶν καὶ ἥρωας ἐγχωρίους ἐν κοινῷ ἑπομένοις νόμοις πατρίοις, ἰδίᾳ κατὰ δύναμιν, σὺν εὐφημίᾳ καὶ ἀπαρχαῖς καρπῶν πελάνους ἐπετείους· τοῦ νόμου ἀπαρχαῖς καρπῶν, οἷς χρῆται ὁ ἄνθρωπος, τιμᾶν τὸ θεῖον προστάττοντος καὶ πελάνοις .....