1727 67 1 34 4 0 I-II d. C. Phil. Plutarchus De libidine et aegritudine Ziegler, K., Leipzig, Teubner, 1966. 1

PLUTARCHUS - De libidine et aegritudine

Indice dei Moralia

ΠΛΟΥΤΑΡΧΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΟΤΕΡΟΝ ΨΥΧΗΣ Η ΣΩΜΑΤΟΣ ΕΠΙΘΥΜΙΑ ΚΑΙ ΛΥΠΗ

[1]    Ἡ μὲν πρόθεσις περὶ ἐπιθυμίας γέγονε καὶ λύπης, πότερον σώματος πάθος ἐστὶν ἢ ἐπὶ σώματι ψυχῆς· καὶ γὰρ εἰ τὴν αὐτοπάθειαν ἀπολύσεται τὸ σῶμα τούτων, οὐ διαφεύξεται τὴν αἰτίαν, ἀλλὰ διὰ σώματος πάθη φαίνεται, κἂν περὶ ψυχὴν ἀπελέγχηται. ἡ δὲ κοινότης τοῦ λόγου καὶ τὰ λοιπὰ πάθη ζητήσει συνυποβάλλει, φόβον καὶ ἡδονήν, ὧν τὸ μὲν λύπῃ, τὸ δ' ἐπιθυμίᾳ συμπέφυκεν, εἴ γε πᾶς ἄνθρωπος ὧν μὲν λυπεῖται παρόντων, ὧν δὲ δέδιε μελλόντων, ὧν δ' ὀρέγεται [καὶ] μὴ παρόντων, οἷς δ' ἥδεται δεδομένοις. τὸν μὲν γὰρ κόσμον οἱ φυσικοὶ λέγουσιν ἐκ τεττάρων σωμάτων πρώτων καὶ μεγίστων συνηρμόσθαι, κατ' ἀντίθεσιν καὶ ἀντίταξιν ἀλλήλοις ἄνω καὶ κάτω φύσει ῥεπόντων, τὴν δὲ κακίαν καὶ ἀκοσμίαν τὴν ἐν ἡμῖν τέσσαρα πάθη τὰ πρῶτα κινεῖ καὶ διαφέρει πρὸς τοὐναντίον ἀτάκτως καὶ ἀλόγως, ἄνω μὲν ἡδονὴ καὶ κάτω λύπη, πρόσω δ' ἐπιθυμία καὶ ὀπίσω φόβος, ὥσπερ ἐξ ὀργάνων ἀ‹συμ›μέτρων μετασχηματιζομένης ‹τῆς ψυχῆς›. ἔπαρσις γὰρ αὐτῆς ἡδονή, συστολὴ δὲ λύπη· τείνεται δ' εἰς ἐπιθυμίαν, φεύγει δ' ὃ δέδιεν. ὅ γε μὴν θυμός, εἴτε τῆς ἐπιθυμίας ἐστὶν εἶδος κατ' ὄρεξιν ἀντιλυπήσεως ὑφιστάμενος, εἴτε ἕτερόν τι καὶ διάφορον, πολλάκις δὲ καὶ μαχόμενον πρὸς ἐπιθυμίαν πάθος, ὡς ὑπενόει Πλάτων (resp. IV 439e sq.), οὐκ ἄδηλον ὅτι καὶ αὐτὸς παρέξει ζήτησιν, εἴτε τοῦ σώματος ἐκριπιζόμενος χειμάζει τὸν ἄνθρωπον.

[2]    Ἔοικε παλαιά τις αὕτη τῷ σώματι διαδικασία πρὸς τὴν ψυχὴν περὶ τῶν παθῶν εἶναι. καὶ Δημόκριτος μὲν (Vorsokr. 68 B 159) ἐπὶ τὴν ψυχὴν ἀναφέρων ‹τὴν αἰτίαν τοῦ› κακοδαιμον‹εῖν› φησιν, εἰ τοῦ σώματος αὐτῇ δίκην λαχόντος, παρὰ πάντα τὸν βίον ὧν ὠδύνηται ‹καὶ› κακῶς πέπονθεν, αὐτὸς γένοιτο τοῦ ἐγκλήματος δι‹καστής›, ἡδέως ἂν καταψηφίσασθαι τῆς ψυχῆς, ἐφ' οἷς τὰ μὲν ἀπώλεσε τοῦ σώματος ταῖς ἀμελείαις καὶ ἐξέλυσε ταῖς μέθαις, τὰ δὲ κατέφθειρε καὶ διέσπασε ταῖς φιληδονίαις, ὥσπερ ὀργάνου τινὸς ἢ σκεύους κακῶς ἔχοντος τὸν χρώμενον ἀφειδῶς αἰτιασάμενος. Θεόφραστος δὲ τοὐναντίον ἔφη τῷ σώματι πολλοῦ τὴν ψυχὴν ἐνοικεῖν, ὀλίγου χρόνου βαρεῖς μισθοὺς ὑποτελοῦσαν, τὰς λύπας, τοὺς φόβους, τὰς ἐπιθυμίας, τὰς ζηλοτυπίας, αἷς συμφερομένη περὶ τὸ σῶμα δικαιότερον ἂν αὐτῷ δικάζοιτο πηρώσεως ὧν ἐπιλέλησται, καὶ βιαίων ἐφ' οἷς κατέχεται, καὶ ὕβρεως ὧν ἀδοξεῖ καὶ λοιδορεῖται, τῶν ἐκείνου κακῶν ἀναδεχομένη τὰς αἰτίας οὐ προσηκόντως.

[3]    Ἀγωνιστέον οὖν ὑπὲρ τῆς ἀληθείας. καλὸς γὰρ ὁ ἀγών, καὶ τῇ ψυχῇ ὁ λόγος πάντως χρήσιμος, εἰ μὲν οὐκ αὐτῆς τὰ πάθη φαίνεται, πρὸς ἀπολογίαν, εἰ δ' αὐτῆς, πρὸς ἀπαλλαγήν· ὥστ' ἢ φυλάξασθαι τὸ ἑκούσιον ἢ μὴ λοιδορεῖσθαι τὸ ἀλλότριον.

[4]    Ἔδει μὲν τοὺς δογματικοὺς καὶ καταληπτικοὺς εἶναι φιλοσόφους φάσκοντας, εἰ μὴ περὶ ἄλλο τι, τήν γε τῶν παθῶν ἐνάργειαν ὁμολογεῖν ἀλλήλοις καὶ συμφέρεσθαι. πολὺς δ' αὐτῶν ὁ παράλογός ἐστιν. οἱ μὲν γὰρ ἅπαντα συλλήβδην ταῦτα τῇ ψυχῇ φέροντες ἀνέθεσαν, ὥσπερ Στράτων ὁ φυσικός, οὐ μόνον τὰς ἐπιθυμίας, ἀλλὰ καὶ τὰς λύπας, οὐδὲ τοὺς φόβους καὶ τοὺς φθόνους καὶ τὰς ἐπιχαιρεκακίας, ἀλλὰ καὶ πόνους καὶ ἡδονὰς καὶ ἀλγηδόνας καὶ ὅλως πᾶσαν αἴσθησιν ἐν τῇ ψυχῇ συνίστασθαι φάμενος, καὶ τῆς ψυχῆς τὰ τοιαῦτα πάντ' εἶναι, μὴ τὸν πόδα πονούντων ἡμῶν, ὅταν προσκρούσωμεν, μηδὲ τὴν κεφαλήν, ὅταν κατάξωμεν, μη‹δὲ› τὸν δάκτυλον, ὅταν ἐκτέμωμεν· ἀναίσθητα γὰρ τὰ λοιπὰ πλὴν τοῦ ἡγεμονικοῦ, πρὸς ὃ τῆς πληγῆς ὀξέως ἀναφερομένης τὴν αἴσθησιν ἀλγηδόνα καλοῦμεν. ὡς δὲ τὴν φωνὴν τοῖς ὠσὶν αὐτοῖς ἐνηχοῦσαν ἔξω δοκοῦμεν εἶναι, τὸ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ ἡγεμονικὸν διάστημα τῇ αἰσθήσει προσλογιζόμενοι, παραπλησίως τὸν ἐκ τοῦ τραύματος πόνον οὐχ ὅπου τὴν αἴσθησιν εἴληφεν, ἀλλ' ὅθεν ἔσχε τὴν ἀρχὴν εἶναι δοκοῦμεν, ἑλκομένης ἐπ' ἐκεῖνο τῆς ψυχῆς ἀφ' οὗ πέπονθε. διὸ καὶ προσκόψαντες αὐτίκα τὰς ὀφρῦς συνάγομεν, τῷ πληγέντι μορίῳ τοῦ ἡγεμονικοῦ τὴν αἴσθησιν ὀξέως ἀποδιδόντος, καὶ παρεγκάπτομεν ἔσθ' ὅτε τὸ πνεῦμα, κἂν τὰ μέρη δεσμοῖς διαλαμβάνηται, χερσὶ σφόδρα πιέζομεν, ‹ἐν›ιστάμενοι πρὸς τὴν διάδοσιν τοῦ πάθους καὶ τὴν πληγὴν ἐν τοῖς ἀναισθήτοις θλίβοντες, ἵνα μὴ ‹τῷ› συνάψαι πρὸς τὸ φρονοῦν ἀλγηδὼν γένηται. ταῦτα μὲν οὖν ὁ Στράτων ἐπὶ πολλοῖς ὡς εἰκὸς τοιούτοις.

[5]    Ἔνιοι δ' ἄντικρυς καὶ δόξαν καὶ διαλογισμὸν εἰς τὸ σῶμα κατατείνουσιν, οὐδ' εἶναι οὐσίαν ‹τὸ› παράπαν ψυχῆς λέγοντες, ἀλλὰ τῇ τοῦ σώματος διαφορᾷ καὶ ποιότητι καὶ δυνάμει συντελεῖσθαι τὰ τοιαῦτα. τὸ μὲν γὰρ Περὶ τῶν ἐν Ἅιδου βιβλίον ἐπιγραφόμενον, ἐν ᾧ τὴν ψυχὴν τῇ οὐσίᾳ παρυπάρχειν ἀποφαίνεται ὁ λόγος, οἱ μὲν οὐδ' εἶναι τὸ παράπαν Ἡρακλείδου νομίζουσιν, οἱ δὲ πρὸς ἀντιπαρεξαγωγὴν ‹συν›τετάχθαι τῶν εἰρημένων ἑτέροις περὶ οὐσίας ψυχῆς· ὅτῳ ‹δ' οὖν› γεγραμμένον, ἄντικρυς ἀναιρεῖ τὴν οὐσίαν αὐτῆς, ὡς τοῦ σώματος ἔχοντος ἐν αὑτῷ τὰς εἰρημένας δυνάμεις πάσας.

   Οἳ δ' ὥσπερ διὰ μέσου τῶν λόγων ἐπεχείρησαν ἀφορίζειν τῆς ψυχῆς ἴδια πάθη καὶ ἴδια τοῦ σώματος, ἐν κοινῷ καὶ πλάτος οὐκ ἔχοντι φερόμενοι τόπῳ συνεχύθησαν.

[6]    Ὅ γέ τοι Ποσειδώνιος τὰ μὲν εἶναι ψυχικά, τὰ δὲ σωματικά, καὶ τὰ μὲν οὐ ψυχῆς, περὶ ψυχὴν δὲ ‹σωματικά, τὰ δ' οὐ σώματος, περὶ σῶμα δὲ ψυχικά φησι, ψυχικὰ μὲν› ἁπλῶς τὰ ἐν κρίσεσι καὶ ὑπολήψεσιν οἷον ἐπιθυμίας λέγων, φόβους, ὀργάς, σωματικὰ δ' ἁπλῶς πυρετούς, περιψύξεις, πυκνώσεις, ἀραιώσεις, περὶ ψυχὴν δὲ σωματικὰ ληθάργους, μελαγχολίας, δηγμοὺς, φαντασίας, διαχύσεις, ἀνάπαλιν δὲ περὶ σῶμα ψυχικὰ τρόμους καὶ ὠχριάσεις καὶ μεταβολὰς τοῦ εἴδους κατὰ φόβον ἢ λύπην.

   Διόδοτος πάλιν ἴδια μέν τινα τοῦ λογικοῦ φησι τῆς ψυχῆς πάθη, ἴδια δὲ τοῦ συμφυοῦς καὶ ἀλόγου εἶναι, ῥιπταζόμενος ἐπὶ πάντα καὶ ψηλαφῶντι προσεοικὼς τὰς διαφοράς. ὅπου γὰρ ἐπὶ τῶν ἀγγείων ἔργον ἐστὶ διακρῖναι, πότε τῇ περὶ αὑτὰ κακίᾳ τὸ ἐγκεχυμένον διέφθαρκε, καὶ πάλιν πότε τῶν ὑγρῶν νοσησάν‹των› διαβέβρωται [κέκρυπται], ἦπού γε τῆς ψυχῆς ἀναμεμιγμένης εἰς τὸ σῶμα καὶ κατὰ σύγκρασιν ἑνωτικὴν συμπεφυκυίας εὔπορόν ἐστιν ἐκκαθᾶραι τὴν διαφοράν; ὅρους ψυχῆς καὶ σώματος ἐπιζητεῖς, οὓς ἡ φύσις ἀνεῖλεν, ἐκ δυοῖν μίαν γενέσθαι σοφιζομένη, καὶ τῷ λόγῳ παρενδῦναι γλιχόμενος διαστέλλεις κοινωνίαν οὐδενὶ λυτὴν οὐδὲ χωριστὴν ἢ μόνῳ θανάτῳ. ἐκεῖνος δὲ τὰ πρὸς ἄλληλα ‹συγκραθέντα δια›κόψας ἢ ἀποκρίνας θάτερον, ἐξελέγξει τὴν ἑκατέρου φύσιν ὅσον εἶχεν ἀλλότριον· μέχρι δὲ τούτου τὸ συγκεκραμένον ἡ κοινωνία δείκνυσιν, ἀρνουμένη ἐκ δυοῖν εἶναι, καὶ ἀποκρύπτουσα τὰς ἀμφοῖν εἰς κοινωνίαν ἀρχάς, καὶ ἀναπιμπλᾶσα θατέρου θάτερον, ὡς μήτε ψυχῆς εἶναι πάθος ὃ σώματος οὐ καθάπτεται, μήτε σώματος μεταβολὴν ἣ διὰ ψυχῆς οὐ κεχώρηκε. κινδυνεύομεν ὅμοιόν τι ποιεῖν τῇ περὶ τὸν Ὧρον ὑπ' Αἰγυπτίων μυθολογουμένῃ διανομῇ· δικάσαντος ‹γάρ› τινος τῶν παλαιοτέρων θεῶν, ἐπεὶ τῷ πατρὶ τιμωρῶν ἀπέκτεινε τὴν μητέρα, καὶ τὸ αἷμα αὐτοῦ καὶ τὸν μυελὸν καταλιπεῖν, περιελεῖν δὲ τὴν πιμελὴν καὶ τὰς σάρκας, ὡς τούτων ἐν τῇ μητρὶ τὴν σύστασιν λαβόντων, ἐκείνων δ' ἀπὸ τοῦ πατρὸς ‹κατὰ› τὴν γένεσιν ῥυέντων αὐτῷ. καθάπερ γὰρ οὗτοι τῶν σπερ‹μά›των ‹τὴν› ἄνωθεν κατὰ φύσιν κρᾶσιν ἀχώριστον ἐπιχειροῦντες διαιρεῖν ἄχρι λόγου μυθώδους καὶ ἀπίστου προέρχονται, τὸν αὐτὸν τρόπον ἡμεῖς σώματος καὶ ψυχῆς εὐθὺς ἐν πρώτῃ καταβολῇ συγχυθέντων πάθη διαλαβεῖν καὶ χωρίσαι ζητοῦντες, ἀκριβοῦς σφόδρα λόγου καθάπερ ὀργάνου λεπτοῦ πρὸς τὴν διαίρεσιν δεόμεθα.

[7]    Ταύτην ἀπογνόντες ‹τινὲς› φιλόσοφοί φασι μήτε σώματος εἶναί τι μήτε ψυχῆς ἴδιον πάθος, ἀλλὰ τοῦ κοινοῦ· τὸν γὰρ ἄνθρωπον ἥδεσθαι καὶ λυπεῖσθαι καὶ φοβεῖσθαί τινα [ἄνθρωπον], οὐχὶ τὴν ψυχήν, ὥσπερ γε πάλιν οὐ τὸ σῶμα βάλλειν καὶ ὀρχεῖσθαι καὶ περιπατεῖν, ἀλλὰ τὸν ἄνθρωπον, ἀμφοτέροις χρώμενον ὥσπερ ἐξ ἀμφοῖν συνέστηκε. καὶ οὐκ ἂν θαυμάσαιμι, ‹εἴ› τούτοις μάλιστά πως τὸ ἀληθὲς συμφέρεται. κρίσις γὰρ ἡ λύπη κακοῦ τινος αὐτῷ παρόντος, ἐφ' ᾧ συστέλλεσθαι καθήκει, καὶ ὁ φόβος κακοῦ μέλλοντος, ἀφ' οὗ φεύγειν καθήκει καὶ ἀναχωρεῖν· ὥστε τὸν λυπούμενον αὐτὸν αὑτῷ λέγειν ὅτι 'μοι κακὸν πάρεστι', καὶ τὸν φοβούμενον ὁμοίως ὅτι 'μοι κακὸν ἔσται'. 'ἐγὼ' δ' οὔκ εἰμι ἡ ψυχή, ἀλλ' ὁ ἄνθρωπος, καὶ τὸ κακὸν οὔκ ἐστι τῆς ψυχῆς, ἀλλὰ τοῦ ἀνθρώπου, πενία, νόσος, ἀδοξία, θάνατος. διὸ τήν τε λύπην καὶ τὸν φόβον ἀναγκαῖον εἶναι πάθη τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ψυχῆς. καὶ γὰρ ἄλλως ὁρμὴ μὲν [προς]πλεονάζουσα τὸ πάθος, τῷ ἀλόγῳ ‹τὸ› σφοδρὸν ἔχουσα καὶ ἀπειθές· ὁρμᾷ δὲ τὸ ζῷον, οὐχ ἡ ψυχή, πρὸς τὸ κείρασθαι, πρὸς τὸ ὁπλίσασθαι, πρὸς τὸ λούσασθαι ‹καὶ› κατακλιθῆναι· ταῦτα γάρ ἐστι τῷ ἀνθρώπῳ πρακτά, τῇ ψυχῇ δ' ἀσύμπτωτα. οἷς καὶ πιθανὸν ὁρμᾶν τὸν ἄνθρωπον, οὐχὶ τὴν ψυχήν· εἰ δ' ὁρμᾶν, καὶ ὀρέγεσθαι· οὐκοῦν καὶ ἀλόγως ὀρέγεσθαι, τουτέστιν ‹ἐπιθυμεῖν›· εἰ δ' ἐπιθυμεῖν, καὶ ἥδεσθαι· εἰ δ' ἥδεσθαι, καὶ λυπεῖσθαι καὶ φοβεῖσθαι· ταῦτα γὰρ ἐκείνοις ἐξ ἀνάγκης ἕπεσθαι συμβέβηκεν· ὥστε μηδ‹ὲν› εἶναι ψυχῆς ἴδιον, ἀλλὰ καὶ χαίρειν καὶ ἄχθεσθαι καὶ ὀρέγεσθαι καὶ φοβεῖσθαι τὸν ἄνθρωπον.

[8]    Ταῦτα δ' ἐστὶν οὐ λυόντων τὴν ἀπορίαν, ἀλλ' ἀποδιδρασκόντων. καὶ γὰρ εἰ τὰ μάλιστα φαίη τις εἶναι τοῦ ἀνθρώπου ταῦτα πάθη, μένει τὸ ἀπορεῖν, τίνι καὶ κατὰ τί ταῦτα πάσχει, πότερον κατὰ τὴν ψυχὴν ἢ κατὰ τὸ σῶμα. καὶ ‹γὰρ› ὀρχεῖται ὁ ἄνθρωπος, ἀλλὰ ταῖς χερσί, καὶ λακτίζει ὁ ἄνθρωπος, ἀλλὰ τοῖς σκέλεσι, καὶ βλέπει κατὰ τὴν ὄψιν, καὶ ἀκούει κατὰ τὰ ὦτα· καὶ ὅλως τὸ μὲν ἔργον ἐστὶ κοινὸν τοῦ ἐκ τούτων πάντων συνεστῶτος, τὴν δ' αἰτίαν τῆς συμπράξεως ἔχει τὸ μέρος ᾧ προσχρώμενος ἐνεργεῖ ‹ὁ› ἄνθρωπος. 'ἀλλὰ τὸ μὲν πλεῖον πολυάικος πολέμοιο' φησὶν Ἀχιλλεύς (Α 165) 'χεῖρες ἐμαὶ διέπουσιν', οὐκ ἀποστερῶν ἑαυτὸν τῶν πολεμικῶν ἔργων, ὅτι ταῖς χερσὶν ἐπέγραψε τὴν αἰτίαν, ἀλλὰ δηλῶν ὅτι ταῖς μὲν χερσὶ κατειργάζετο τοὺς πολεμίους καὶ τῷ ξίφει, αὐτὸς μέντοι ἦν ὁ διεργαζόμενος. καὶ ὁ λέγων (Trag. adesp. 412 N.2) 'δεινὸς κολαστὴς πέλεκυς αὐχένος τεμεῖν' οὐ τὸ ὃ κολάζει εἴρηκεν, ἀλλ' ᾧ κολάζουσιν. οὕτως οὖν ὁ ‹τὴν λύπην καὶ› τὴν ἐπιθυμίαν ἐπιζητῶν, πότερον τοῦ σώματός ἐστιν ἢ τῆς ψυχῆς, οὐκ ἀγνοεῖ ὅτι τὸ λυπούμενον καὶ ἐπιθυμοῦν ἅνθρωπός ἐστι, πότερον ‹δὲ› τῇ ψυχῇ προσχρώμενος ἢ τῷ σώματι καὶ ‹κατὰ τὴν ψυχὴν ἢ› κατὰ τὸ σῶμα τοῦτο πάσχει, διηπόρηκεν. ὥστε τὰς προφάσεις ἐάσαντες ἁψώμεθα τοῦ λόγου καὶ κατὰ τὴν ζήτησιν ἤδη ‹τραπώμεθα›.

[9]    Ὅσοι τοίνυν τὴν ψυχὴν οὐκ ἄφθαρτον οὐδ' ἀθάνατον μόνον, ἀλλὰ καὶ ἀπαθῆ πειρῶνται διαφυλάττειν, ῥώμην τινὰ τὴν ἀπάθειαν τῇ ἀφθαρσίᾳ προβαλλόμενοι, καὶ τὸ πάσχον ἁμωσγέπως ἤδη φθορᾶς ἀναδέχεσθαι πεῖραν οἰόμενοι, τὰ δὲ πάθη πάντα καὶ τὰς ἀσθενείας ὥσπερ ἐκ ῥίζης τῆς σαρκὸς ἀναβλαστάνειν ἐπὶ τὸν ἄνθρωπον, τῶν διαφορῶν πρῶτον ἕξονται τῶν περὶ τὰ σώματα φαινομένων κατὰ χρόνους καὶ φύσεις καὶ μεταβολάς. οἷον εὐθὺς ἐν νέοις ἀκμάζει τὸ ἐπιθυμητικόν, ἐν πρεσβύταις ‹δὲ› τὸ περίλυπον· τοῖς μὲν γὰρ αἷμά τε θερμὸν ἐγκέκραται, καὶ πνεῦμα ῥαγδαῖον ἐπὶ τὰς πράξεις παρέστηκε, καὶ τὸ σῶμα τοῖς ὀργάνοις καθαροῖς καὶ ἀκραιφνέσιν ἐμμελὲς ἀεὶ καὶ πολύσφυκτον ἀνακινεῖ καὶ ἀναρριπίζει τὰς ἐπιθυμίας, ὥσπερ ἐξ ὕλης νεαρᾶς ἀναπτομένας †περιφέρειν αἵματος, ἐξ ὧν μεταβαλλόμενον ἐπὶ πολλὰ ταῖς ὁρμαῖς τὸν νέον ‹ὁρῶμεν›. ὁ ‹δὲ› πρέσβυς τοῦ τε θερμοῦ προλιπόντος ἤδη, ᾧ τὸ ἐπιθυμητικὸν ἀνεζωπυρεῖτο, καὶ τῷ πνεύματι χαλῶν καὶ κατατετριμμένος τῷ σώματι περὶ τὰς ἡδονάς, ἀμβλὺ ταῖς ἐπιθυμίαις καὶ δυσκίνητον * * *