12354 577 1 20 20 0 I-II d. C. Biografia Plutarchus Brutus  Ziegler, K., Leipzig, Teubner, 1964.  13

PLUTARCHUS - ΒΡΟΥΤΟΣ - Brutus

Indice delle Vite Parallele

[1]

[1]    Μάρκου δὲ Βρούτου πρόγονος ἦν Ἰούνιος Βροῦτος, ὃν ἀνέστησαν ἐν Καπιτωλίῳ χαλκοῦν οἱ πάλαι Ῥωμαῖοι μέσον τῶν βασιλέων ἐσπασμένον [2] ξίφος, ὡς βεβαιότατα καταλύσαντα Ταρκυνίους. ἀλλ' ἐκεῖνος μέν, ὥσπερ τὰ ψυχρήλατα τῶν ξιφῶν, σκληρὸν ἐκ φύσεως καὶ οὐ μαλακὸν ἔχων ὑπὸ λόγου τὸ ἦθος, ἄχρι παιδοφονίας ἐξώκειλε τῷ θυμῷ τῷ κατὰ [3] τῶν τυράννων· οὑτοσὶ δ' ὑπὲρ οὗ γράφεται ταῦτα, παιδείᾳ καὶ λόγῳ διὰ φιλοσοφίας καταμείξας τὸ ἦθος, καὶ τὴν φύσιν ἐμβριθῆ καὶ πρᾳεῖαν οὖσαν ἐπεγείρας ταῖς πρακτικαῖς ὁρμαῖς, ἐμμελέστατα δοκεῖ κραθῆναι [4] πρὸς τὸ καλόν, ὥστε καὶ τοὺς ἀπεχθανομένους αὐτῷ διὰ τὴν ἐπὶ Καίσαρα συνωμοσίαν, εἰ μέν τι γενναῖον ἡ πρᾶξις ἤνεγκε, Βρούτῳ προσάπτειν, τὰ δυσχερέστερα δὲ τῶν γεγονότων τρέπειν εἰς Κάσσιον, οἰκεῖον μὲν ὄντα Βρούτου καὶ φίλον, ἁπλοῦν δὲ τῷ τρόπῳ καὶ καθαρὸν οὐχ [5] ὁμοίως. Σερβιλία δ' ἡ μήτηρ ἀνέφερε τὸ γένος εἰς Ἄλαν Σερβίλιον, ὃς Μαιλίου Σπορίου τυραννίδα κατασκευαζομένου καὶ ταράττοντος τὸν δῆμον, ἐγχειρίδιον λαβὼν ὑπὸ μάλης προῆλθεν εἰς ἀγοράν, καὶ παραστὰς τῷ ἀνδρὶ πλησίον, ὡς ἐντυγχάνειν τι μέλλων καὶ διαλέγεσθαι, προσνεύσαντα [6] πατάξας ἀπέκτεινε. τοῦτο μὲν οὖν ὁμολογούμενόν ἐστι· τὸ δὲ πατρῷον γένος οἱ διὰ τὸν Καίσαρος φόνον ἔχθραν τινὰ καὶ δυσμένειαν ἀποδεικνύμενοι πρὸς Βροῦτον οὔ φασιν εἰς τὸν ἐκβαλόντα Ταρκυνίους ἀνήκειν· οὐδὲν γὰρ ἐκείνῳ λειφθῆναι γένος, ἀνελόντι τοὺς υἱούς· ἀλλὰ δημότην τοῦτον οἶκον ὁμώνυμον ὄντα Βρούτοις ἄρτι καὶ πρῴην εἰς ἄρχοντας προελθεῖν.

[7] Ποσειδώνιος δ' ὁ φιλόσοφος (FGrH 87 F 40) τοὺς μὲν ἐνηλίκους φησὶν ἀπολέσθαι τοῦ Βρούτου παῖδας, ὡς ἱστόρηται (Popl. 6, 4), τρίτον [8] δὲ λειφθῆναι νήπιον, ἀφ' οὗ τὸ γένος ὡρμῆσθαι· καὶ τῶν γε καθ' αὑτὸν ἐν τῆς οἰκίας γεγονότων ἐπιφανῶν ἀνδρῶν ἀναφέρειν ἐνίους πρὸς τὸν ἀνδριάντα τοῦ Βρούτου τὴν ὁμοιότητα τῆς ἰδέας. περὶ μὲν οὖν τούτων τοσαῦτα.

[2]

[1]    Σερβιλίας δὲ τῆς Βρούτου μητρὸς ἀδελφὸς ἦν Κάτων ὁ φιλόσοφος, ὃν μάλιστα Ῥωμαίων ἐζήλωσεν οὗτος, θεῖον ὄντα καὶ πενθερὸν ὕστερον [2] γενόμενον. τῶν δ' Ἑλληνικῶν φιλοσόφων οὐδενὸς μὲν ὡς ἁπλῶς εἰπεῖν ἀνήκοος ἦν οὐδ' ἀλλότριος, διαφερόντως δ' ἐσπουδάκει πρὸς τοὺς ἀπὸ [3] Πλάτωνος· καὶ τὴν νέαν καὶ μέσην λεγομένην Ἀκαδήμειαν οὐ πάνυ προσιέμενος, ἐξήρτητο τῆς παλαιᾶς, καὶ διετέλει θαυμάζων μὲν Ἀντίοχον τὸν Ἀσκαλωνίτην, φίλον δὲ καὶ συμβιωτὴν τὸν ἀδελφὸν αὐτοῦ πεποιημένος Ἄριστον, ἄνδρα τῇ μὲν ἐν λόγοις ἕξει πολλῶν φιλοσόφων λειπόμενον, [4] εὐταξίᾳ δὲ καὶ πρᾳότητι τοῖς πρώτοις ἐνάμιλλον. ὁ δ' Ἔμπυλος, οὗ καὶ αὐτὸς ἐν ταῖς ἐπιστολαῖς καὶ οἱ φίλοι μέμνηνται πολλάκις ὡς συμβιοῦντος αὐτῷ, ῥήτωρ [μὲν] ἦν, καὶ καταλέλοιπε μικρὸν μέν, οὐ φαῦλον δὲ σύγγραμμα περὶ τῆς Καίσαρος ἀναιρέσεως, ὃ Βροῦτος ἐπιγέγραπται (FGrH [5] 191 T 1). Ῥωμαϊστὶ μὲν οὖν ἤσκητο πρὸς τὰς ‹δι›εξόδους καὶ τοὺς ἀγῶνας ἱκανῶς ὁ Βροῦτος, Ἑλληνιστὶ δὲ τὴν ἀποφθεγματικὴν καὶ Λακωνικὴν ἐπιτηδεύων βραχυλογίαν ἐν ταῖς ἐπιστολαῖς ἐνιαχοῦ παράσημός [6] ἐστιν. οἷον ἤδη καθεστηκὼς εἰς τὸν πόλεμον γράφει Περγαμηνοῖς· ἀκούω ὑμᾶς Δολοβέλλᾳ δεδωκέναι χρήματα· ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν· εἰ δ' ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι.

[7] πάλιν Σαμίοις· αἱ βουλαὶ ὑμῶν ὀλίγωροι, αἱ ὑπουργίαι βραδεῖαι. τί [8] τούτων τέλος ἐννοεῖσθε; καὶ [περὶ Παταρέων] ἑτέραν· Ξάνθιοι τὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφον ἀπονοίας ἐσχήκασι τὴν πατρίδα· Παταρεῖς δὲ πιστεύσαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθ' ἕκαστα τῆς ἐλευθερίας. ἐξὸν οὖν καὶ ὑμῖν ἢ τὴν Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἑλέσθαι. τὸ μὲν οὖν τῶν παρασήμων γένος ἐπιστολίων τοιοῦτόν ἐστιν.

[3]

[1]    Ἔτι δὲ μειράκιον ὢν Κάτωνι τῷ θείῳ συναπεδήμησεν, εἰς [2] Κύπρον ἐπὶ Πτολεμαῖον ἀποσταλέντι. Πτολεμαίου δὲ διαφθείραντος ἑαυτόν, ὁ Κάτων αὐτὸς ἐν Ῥόδῳ διατριβὴν ἔχων ἀναγκαίαν, ἔτυχε μὲν ἤδη τινὰ τῶν φίλων Κανίδιον ἐπὶ τὴν τῶν χρημάτων φυλακὴν ἀπεσταλκώς, δείσας δ' ἐκεῖνον ὡς οὐκ ἀφεξόμενον κλοπῆς, ἔγραψε τῷ Βρούτῳ πλεῖν τὴν ταχίστην εἰς Κύπρον ἐκ Παμφυλίας· ἐκεῖ γὰρ ἑαυτὸν ἀναλαμβάνων [3] ἔκ τινος ἀσθενείας διῆγεν. ὁ δὲ καὶ μάλ' ἄκων ἔπλευσε, τόν τε Κανίδιον αἰδούμενος ὡς ἀτίμως ἀπερριμμένον ὑπὸ τοῦ Κάτωνος, καὶ ὅλως τὴν τοιαύτην ἐπιμέλειαν καὶ διοίκησιν, ἅτε δὴ νέος καὶ σχολαστής, [4] οὐκ ἐλευθέριον οὐδ' ἑαυτοῦ ποιούμενος. οὐ μὴν ἀλλὰ καὶ περὶ ταῦτα συντείνας ἑαυτὸν ὑπὸ τοῦ Κάτωνος ἐπῃνέθη, καὶ τῆς οὐσίας ἐξαργυρισθείσης, ἀναλαβὼν τὰ πλεῖστα τῶν χρημάτων εἰς Ῥώμην ἔπλευσεν.

[4]

[1]    Ἐπεὶ δὲ τὰ πράγματα διέστη, Πομπηΐου καὶ Καίσαρος ἐξενεγκαμένων τὰ ὅπλα καὶ τῆς ἡγεμονίας ταραχθείσης, ἐπίδοξος μὲν ἦν αἱρήσεσθαι τὰ Καίσαρος· ὁ γὰρ πατὴρ αὐτοῦ διὰ τὸν Πομπήϊον ἐτεθνήκει πρότερον· [2] ἀξιῶν δὲ τὰ κοινὰ τῶν ἰδίων ἐπίπροσθεν ποιεῖσθαι, καὶ τὴν Πομπηΐου νομίζων ὑπόθεσιν βελτίονα πρὸς τὸν πόλεμον εἶναι τῆς Καίσαρος, [3] ἐκείνῳ προσέθετο. καίτοι πρότερον ἀναντήσας οὐδὲ προσεῖπε τὸν Πομπήϊον, ἄγος ἡγούμενος μέγα πατρὸς φονεῖ διαλέγεσθαι· τότε δ' ὡς ἄρχοντι τῆς πατρίδος ὑποτάξας ἑαυτόν, εἰς Κιλικίαν ἔπλευσε πρεσβευτὴς μετὰ [4] Σηστίου τοῦ λαχόντος τὴν ἐπαρχίαν. ὡς δ' ἐκεῖ πράττειν οὐδὲν ἦν μέγα, καὶ συνῄεσαν εἰς ταὐτὸ ἤδη Πομπήϊος καὶ Καῖσαρ, ἀγωνιζόμενοι περὶ [5] τῶν ὅλων, ἧκεν εἰς Μακεδονίαν, ἐθελοντὴς τοῦ κινδύνου μεθέξων· ὅτε καί φασι Πομπήϊον ἡσθέντα καὶ θαυμάσαντα προσιόντος αὐτοῦ καθεζόμενον [6] ἐξαναστῆναι καὶ περιβαλεῖν ὡς κρείττονα πάντων ὁρώντων. ἐν δὲ τῇ στρατείᾳ, τῆς ἡμέρας ὅσα μὴ Πομπηΐῳ συνῆν, περὶ λόγους καὶ βιβλία διέτριβεν, οὐ μόνον τὸν ἄλλον χρόνον, ἀλλὰ καὶ πρὸ τῆς [ἄλλης] μεγάλης [7] μάχης. ἦν μὲν ἀκμὴ θέρους καὶ καῦμα πολύ, πρὸς ἑλώδεσι χωρίοις στρατοπεδευόντων, τῷ δ' [Βρούτῳ] οὐ ταχέως ἧκον οἱ τὴν σκηνὴν κομίζοντες.

[8] ἐκπονηθεὶς δὲ περὶ ταῦτα μεσημβρίας μόλις ἀλειψάμενος καὶ φαγὼν ὀλίγα, τῶν ἄλλων ἢ καθευδόντων ἢ πρὸς ἐπινοίᾳ καὶ φροντίδι τοῦ μέλλοντος ὄντων, αὐτὸς ἄχρι τῆς ἑσπέρας ἔγραφε συντάττων ἐπιτομὴν Πολυβίου.

[5]

[1]    Λέγεται δὲ καὶ Καίσαρ' οὐκ ἀμελεῖν τοῦ ἀνδρός, ἀλλὰ καὶ προειπεῖν τοῖς ὑφ' ἑαυτὸν ἡγεμόσιν, ἐν τῇ μάχῃ μὴ κτείνειν Βροῦτον ἀλλὰ φείδεσθαι, καὶ παρασχόντα μὲν ἑκουσίως ἄγειν, εἰ δ' ἀπομάχοιτο πρὸς τὴν σύλληψιν, ἐᾶν καὶ μὴ βιάζεσθαι· καὶ ταῦτα ποιεῖν τῇ μητρὶ τοῦ Βρούτου Σερβιλίᾳ [2] χαριζόμενον. ἐγνώκει γὰρ ὡς ἔοικε νεανίας ὢν ἔτι τὴν Σερβιλίαν ἐπιμανεῖσαν αὐτῷ, καὶ καθ' οὓς μάλιστα χρόνους ὁ ἔρως ἐπέφλεγε γενόμενον τὸν [3] Βροῦτον ἐπέπειστό πως ἐξ ἑαυτοῦ γεγονέναι. λέγεται δὲ τῶν περὶ Κατιλίναν πραγμάτων μεγάλων ἐμπεπτωκότων εἰς τὴν σύγκλητον, ἃ μικρὸν ἐδέησεν ἀνατρέψαι τὴν πόλιν, ἑστάναι μὲν ὁμοῦ Κάτωνα καὶ Καίσαρα διαφερομένους περὶ γνώμης, ἐν τούτῳ δὲ γραμματιδίου μικροῦ προσδοθέντος ἔξωθεν Καίσαρι, τὸν μὲν ἀναγινώσκειν σιωπῇ, Κάτωνα δὲ βοᾶν ὡς δεινὰ ποιεῖ Καῖσαρ, ἐντεύξεις καὶ γράμματα παρὰ τῶν πολεμίων προσδεχόμενος.

[4] θορυβησάντων δὲ πολλῶν, καὶ τοῦ Καίσαρος τὸ δελτάριον ὡς εἶχε τῷ Κάτωνι προσδόντος, ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἀκόλαστον ἐπιστόλιον, ἐκεῖνο μὲν ῥῖψαι πρὸς τὸν Καίσαρα καὶ εἰπεῖν κράτει μέθυσε, πρὸς δὲ τὴν γνώμην καὶ τὸν λόγον αὖθις ἐξ ἀρχῆς τραπέσθαι. οὕτω μὲν ἦν ὁ πρὸς Καίσαρα Σερβιλίας ἔρως περιβόητος.

[6]

[1]    Γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης, καὶ Πομπηΐου μὲν ἐπὶ θάλασσαν διεκπεσόντος, πολιορκουμένου δὲ τοῦ χάρακος, ἔλαθεν ὁ Βροῦτος κατὰ πύλας [ἔρχεσθαι] πρὸς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων καὶ καλάμου φερούσας ἐξελθών, καὶ διὰ νυκτὸς ἀποσωθεὶς εἰς Λάρισσαν.

[2] ἐκεῖθεν δὲ γράψαντος αὐτοῦ, Καῖσαρ ἥσθη τε σῳζομένῳ καὶ κελεύσας πρὸς αὑτὸν ἐλθεῖν οὐ μόνον ἀφῆκε τῆς αἰτίας, ἀλλὰ καὶ τιμώμενον ἐν τοῖς [3] μάλιστα περὶ αὑτὸν εἶχεν. οὐδενὸς δ' ὅπῃ φεύγοι Πομπήϊος εἰπεῖν ἔχοντος, ἀλλ' ἀπορίας οὔσης, ὁδόν τινα σὺν τῷ Βρούτῳ βαδίζων μόνος ἀπεπειρᾶτο [4] τῆς γνώμης, καὶ δόξαντος ἔκ τινων διαλογισμῶν ἄριστα περὶ τῆς Πομπηΐου τεκμαίρεσθαι φυγῆς, ἀφεὶς τἆλλα τὴν ἐπ' Αἰγύπτου συνέτεινεν.

[5] ἀλλὰ Πομπήϊον μὲν ὥσπερ εἴκασε Βροῦτος Αἰγύπτῳ προσβαλόντα τὸ πεπρωμένον [6] ἐδέξατο· Καίσαρα δὲ καὶ πρὸς Κάσσιον ἐπράϋνε Βροῦτος, καὶ Δηιοτάρῳ τῷ τῶν Γαλατῶν βασιλεῖ προηγορῶν ἡττᾶτο μὲν τοῦ μεγέθους τῶν κατηγοριῶν, δεόμενος δὲ καὶ παραιτούμενος [περὶ τούτου] πολλὴν [7] αὐτῷ διέσωσε τῆς ἀρχῆς. λέγεται δὲ Καῖσαρ, ὅτε πρῶτον ἤκουσεν αὐτοῦ λέγοντος, εἰπεῖν πρὸς τοὺς φίλους· οὗτος ὁ νεανίας οὐκ οἶδα μὲν ὃ βούλεται, [8] πᾶν δ' ὃ βούλεται σφόδρα βούλεται. τὸ γὰρ ἐμβριθὲς αὐτοῦ καὶ μὴ ῥᾳδίως μηδὲ παντὸς ὑπήκοον τοῦ δεομένου πρὸς χάριν, ἀλλ' ἐκ λογισμοῦ καὶ προαιρέσεως τῶν καλῶν πρακτικόν, ὅποι τρέψειεν, ἰσχυραῖς [9] ἐχρῆτο ταῖς ὁρμαῖς καὶ τελεσιουργοῖς. πρὸς δὲ τὰς ἀδίκους δεήσεις ἀκολάκευτος ἦν, καὶ τὴν ὑπὸ τῶν ἀναισχύντως λιπαρούντων ἧτταν (ἣν ἔνιοι δυσωπεῖσθαι καλοῦσιν) αἰσχίστην ἀνδρὶ μεγάλῳ ποιούμενος, εἰώθει λέγειν ὡς οἱ μηδὲν ἀρνεῖσθαι δυνάμενοι δοκοῦσιν αὐτῷ μὴ καλῶς τὴν ὥραν διατεθεῖσθαι.

[10]    Μέλλων δὲ διαβαίνειν εἰς Λιβύην Καῖσαρ ἐπὶ Κάτωνα καὶ Σκιπίωνα, Βρούτῳ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεψεν εὐτυχίᾳ τινὶ τῆς ἐπαρχίας· [11] τὰς γὰρ ἄλλας ὕβρει καὶ πλεονεξίᾳ τῶν πεπιστευμένων ὥσπερ αἰχμαλώτους διαφορούντων, ἐκείνῃ καὶ τῶν πρόσθεν ἀτυχημάτων παῦλα καὶ παραμυθία [12] Βροῦτος ἦν, καὶ τὴν χάριν εἰς Καίσαρα πάντων ἀνῆπτεν, ὡς αὐτῷ μετὰ τὴν ἐπάνοδον περιϊόντι τὴν Ἰταλίαν ἥδιστον θέαμα τὰς ὑπὸ Βρούτῳ πόλεις γενέσθαι καὶ Βροῦτον αὐτόν, αὔξοντα τὴν ἐκείνου τιμὴν καὶ συνόντα κεχαρισμένως.

[7]

[1]    Ἐπεὶ δὲ πλειόνων στρατηγιῶν οὐσῶν τὴν μέγιστον ἔχουσαν ἀξίωμα, καλουμένην δὲ πολιτικήν, ἐπίδοξος ἦν ἢ Βροῦτος ἕξειν ἢ Κάσσιος, οἱ μὲν αὐτοὺς λέγουσιν, ἐξ αἰτιῶν προτέρων ἡσυχῇ διαφερομένους, ἔτι μᾶλλον ὑπὲρ τούτου διαστασιάσαι, καίπερ οἰκείους ὄντας (Ἰουνίᾳ γὰρ ἀδελφῇ [2] Βρούτου συνῴκει Κάσσιος)· οἱ δὲ Καίσαρος ἔργον γενέσθαι τὴν φιλονικίαν ταύτην, ἑκατέρῳ κρύφα δι' ἐλπίδων ἐνδιδόντος ἑαυτόν, ἄχρι οὗ [3] προαχθέντες οὕτω καὶ παροξυνθέντες εἰς ἀγῶνα κατέστησαν. ἠγωνίζετο δὲ Βροῦτος εὐκλείᾳ καὶ ἀρετῇ πρὸς πολλὰ τοῦ Κασσίου καὶ λαμπρὰ τὰ [4] Παρθικὰ νεανιεύματα. Καῖσαρ δ' ἀκούσας καὶ βουλευόμενος ἐν τοῖς φίλοις εἶπε· δικαιότερα μὲν λέγει Κάσσιος, Βρούτῳ δὲ τὴν πρώτην δοτέον.

[5] ἀπεδείχθη δὲ Κάσσιος ἐφ' ἑτέρᾳ στρατηγός, οὐ τοσοῦτον εὐνοίας ἔχων δι' ἣν ἔλαβεν, ὅσον ὀργῆς ὧν ἀπέτυχε.

[6]    Βροῦτος δὲ καὶ τἆλλα μετεῖχε τῆς Καίσαρος δυνάμεως ὅσον ἐβούλετο· βουλομένῳ γὰρ ὑπῆρχεν εἶναι τῶν φίλων πρώτῳ καὶ δύνασθαι πλεῖστον.

[7] ἀλλ' εἷλκεν αὐτὸν ἡ περὶ Κάσσιον ἑταιρεία καὶ ἀπέστρεφεν, αὐτῷ μὲν οὔπω Κασσίῳ διηλλαγμένον ἐξ ἐκείνης τῆς φιλοτιμίας, ἀκούοντα δὲ τῶν φίλων διακελευομένων μὴ περιορᾶν αὑτὸν ὑπὸ Καίσαρος μαλασσόμενον καὶ κηλούμενον, ἀλλὰ φεύγειν τὰς τυραννικὰς φιλοφροσύνας καὶ χάριτας, αἷς οὐ τιμῶντα τὴν ἀρετήν, ἀλλ' ἐκτέμνοντα τὴν ἀλκὴν καὶ τὸν θυμὸν ὑπερείποντα, χρῆσθαι πρὸς αὐτόν.

[8]

[1]    Οὐ μὴν οὐδὲ Καῖσαρ ἀνύποπτος ἦν πάμπαν οὐδ' ἀδιάβλητος πρὸς αὐτόν, ἀλλὰ τὸ μὲν φρόνημα καὶ τὸ ἀξίωμα καὶ τοὺς φίλους ἐδεδίει τοῦ [2] ἀνδρός, ἐπίστευε δὲ τῷ ἤθει. καὶ πρῶτον μὲν Ἀντωνίου καὶ Δολοβέλλα λεγομένων νεωτερίζειν, οὐκ ἔφη τοὺς παχεῖς καὶ κομήτας ἐνοχλεῖν ‹αὐτόν›, ἀλλὰ τοὺς ὠχροὺς καὶ ἰσχνοὺς ἐκείνους, Βροῦτον λέγων καὶ [3] Κάσσιον· ἔπειτα τὸν Βροῦτον τινῶν διαβαλλόντων καὶ φυλάττεσθαι παρακελευομένων, τῇ χειρὶ τοῦ σώματος ἁπτόμενος εἶπε· τί δέ; οὐκ ἂν ὑμῖν δοκεῖ Βροῦτος ἀναμεῖναι τουτὶ τὸ σαρκίον; ὡς οὐδενὶ προσῆκον ἄλλῳ [4] μεθ' ἑαυτὸν ἢ Βρούτῳ δύνασθαι τοσοῦτον. καὶ μέντοι δοκεῖ πρῶτος ἂν ἐν τῇ πόλει γενέσθαι βεβαίως, ὀλίγον χρόνον ἀνασχόμενος Καίσαρι δευτερεῦσαι, καὶ παρακμάσαι τὴν δύναμιν αὐτοῦ καὶ μαρανθῆναι τὴν ἐπὶ τοῖς [5] κατορθώμασιν ἐάσας δόξαν. ἀλλὰ Κάσσιος, ἀνὴρ θυμοειδὴς καὶ μᾶλλον [6] ἰδίᾳ μισοκαῖσαρ ἢ κοινῇ μισοτύραννος, ἐξέκαυσε καὶ κατήπειξε. λέγεται δὲ Βροῦτος μὲν τὴν ἀρχὴν βαρύνεσθαι, Κάσσιος δὲ τὸν ἄρχοντα μισεῖν, ἄλλα τε κατ' αὐτοῦ ποιούμενος ἐγκλήματα καὶ λεόντων ἀφαίρεσιν, οὓς Κάσσιος μὲν ἀγορανομεῖν μέλλων παρεσκευάσατο, Καῖσαρ δὲ καταληφθέντας [7] ἐν Μεγάροις, ὅθ' ἡ πόλις ἥλω διὰ Καλήνου, κατέσχε. ταῦτα τὰ θηρία συμφορὰν λέγεται μεγάλην γενέσθαι Μεγαρεῦσιν. οἱ μὲν γὰρ ἤδη τῆς πόλεως καταλαμβανομένης διέσπασαν τὰ κλεῖθρα καὶ τοὺς δεσμοὺς ἀνῆκαν, ὡς ἐμποδὼν εἴη τὰ θηρία τοῖς ἐπιφερομένοις, τὰ δ' ὤρουσεν εἰς αὐτοὺς ἐκείνους καὶ διαθέοντας ἀνόπλους ἥρπασεν, ὥστε καὶ τοῖς πολεμίοις τὴν ὄψιν οἰκτρὰν γενέσθαι.

[9]

[1]    Τῷ δ' οὖν Κασσίῳ ταύτην μάλιστά φασιν αἰτίαν ὑπάρξαι τῆς ἐπιβουλῆς, οὐκ ὀρθῶς λέγοντες. ἐξ ἀρχῆς γὰρ ‹ἐν›ῆν τῇ φύσει τοῦ Κασσίου δυσμένειά τις καὶ χαλεπότης πρὸς τὸ γένος τῶν τυράννων, ὡς ἐδήλωσεν ἔτι παῖς ὢν βαδίζων εἰς ταὐτὸ τῷ τοῦ Σύλλα παιδὶ Φαύστῳ διδασκαλεῖον.

[2] ὁ μὲν γὰρ ἐν τοῖς παισὶ μεγαληγορῶν τὴν τοῦ πατρὸς ἐπῄνει μοναρχίαν, [3] ὁ δὲ Κάσσιος ἐπαναστὰς κονδύλους ἐνέτριβεν αὐτῷ. βουλομένων δὲ τῶν ἐπιτρόπων τοῦ Φαύστου καὶ οἰκείων ἐπεξιέναι καὶ δικάζεσθαι, Πομπήϊος ἐκώλυσε καὶ συναγαγὼν εἰς ταὐτὸ τοὺς παῖδας ἀμφοτέρους ἀνέκρινε περὶ [4] τοῦ πράγματος. ἔνθα δὴ λέγεται τὸν Κάσσιον εἰπεῖν· ἄγε δὴ ὦ Φαῦστε, τόλμησον ἐναντίον τούτου φθέγξασθαι τὸν λόγον ἐκεῖνον ἐφ' ᾧ παρωξύνθην, ἵνα σου πάλιν ἐγὼ συντρίψω τὸ στόμα.

[5]    Τοιοῦτος μὲν ὁ Κάσσιος· Βροῦτον δὲ πολλοὶ μὲν λόγοι παρὰ τῶν συνήθων, πολλαῖς δὲ φήμαις καὶ γράμμασιν ἐξεκαλοῦντο καὶ παρώρμων [6] ἐπὶ τὴν πρᾶξιν οἱ πολῖται. τῷ μὲν γὰρ ἀνδριάντι τοῦ προπάτορος Βρούτου, ‹τοῦ› καταλύσαντος τὴν τῶν βασιλέων ἀρχήν, ἐπέγραφον· εἴθε νῦν [7] ἦς [Βροῦτος], καὶ ὤφελε ζῆν Βροῦτος. τὸ δ' αὐτοῦ Βρούτου βῆμα στρατηγοῦντος εὑρίσκετο μεθ' ἡμέραν ἀνάπλεων γραμμάτων τοιούτων· [8] Βροῦτε καθεύδεις, καὶ οὐκ εἶ Βροῦτος ἀληθῶς. αἴτιοι δὲ τούτων οἱ Καίσαρος κόλακες, ἄλλας τε τιμὰς ἐπιφθόνους ἀνευρίσκοντες αὐτῷ, καὶ διαδήματα τοῖς ἀνδριᾶσι νύκτωρ ἐπιτιθέντες, ὡς τοὺς πολλοὺς ὑπαξόμενοι [9] βασιλέα προσειπεῖν ἀντὶ δικτάτορος. τοὐναντίον δ' ἀπήντησεν, ὡς ἐν τοῖς περὶ Καίσαρος ἀκριβῶς γέγραπται (c. 60. 61).

[10]

[1]    Κασσίῳ δὲ πειρῶντι τοὺς φίλους ἐπὶ Καίσαρα πάντες ὡμολόγουν, εἰ Βροῦτος ἡγοῖτο· δεῖσθαι γὰρ οὐ χειρῶν οὐδὲ τόλμης τὴν πρᾶξιν, ἀλλὰ δόξης ἀνδρὸς οἷος οὗτός ἐστιν, ὥσπερ καταρχομένου καὶ βεβαιοῦντος [2] αὐτῷ τῷ παρεῖναι τὸ δίκαιον· εἰ δὲ μή, καὶ δρῶντας ἀθυμοτέρους ἔσεσθαι, καὶ δράσαντας ὑποπτοτέρους, ὡς οὐκ ἂν ἐκείνου τὸ ἔργον, εἰ καλὴν αἰτίαν [3] εἶχεν, ἀπειπαμένου. ταῦτα συμφρονήσας ἐνέτυχε Βρούτῳ πρότερος ἐκ τῆς διαφορᾶς ἐκείνης, καὶ μετὰ τὰς διαλύσεις καὶ φιλοφροσύνας ἠρώτησεν, εἰ τῇ νουμηνίᾳ τοῦ Μαρτίου μηνὸς ἔγνωκεν εἰς σύγκλητον παρεῖναι· πυνθάνεσθαι γὰρ ὡς λόγον ὑπὲρ βασιλείας Καίσαρος οἱ φίλοι τότε καθήσοιεν. [4] φήσαντος δὲ τοῦ Βρούτου μὴ παρεῖναι, τί οὖν εἶπεν ὁ Κάσσιος, ἂν καλῶσιν ἡμᾶς; ἐμὸν ἔργον ἔφη ὁ Βροῦτος ἤδη τὸ μὴ σιωπᾶν, ἀλλ' [5] ἀμύνειν καὶ προαποθνῄσκειν τῆς ἐλευθερίας. καὶ ὁ Κάσσιος ἐπαρθείς, [6] τίς δ' εἶπε Ῥωμαίων ἀνέξεται σοῦ προαποθνῄσκοντος; ἆρ' ἀγνοεῖς ὦ Βροῦτε σεαυτόν; ἢ τὸ βῆμά σου δοκεῖς καταγράφειν τοὺς ὑφάντας καὶ τοὺς καπήλους, οὐχὶ τοὺς πρώτους καὶ κρατίστους ταῦτα ποιεῖν, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν ἐπιδόσεις καὶ θέατρα καὶ μονομάχους, παρὰ σοῦ δ' ὡς ὄφλημα πατρικὸν τὴν κατάλυσιν τῆς τυραννίδος ἀπαιτοῦντας, αὐτοὺς δ' ὑπὲρ σοῦ πάντα πάσχειν προθύμους ὄντας, οἷον ἀξιοῦσι καὶ [7] προσδέχονται φανέντος; ἐκ τούτου περιβαλὼν τὸν Βροῦτον ἠσπάζετο, καὶ διαλυθέντες οὕτως ἐτρέποντο πρὸς τοὺς φίλους.

[11]

[1]    Ἦν δέ τις Γάϊος Λιγάριος τῶν Πομπηΐου φίλων, ὃν ἐπὶ τούτῳ [2] κατηγορηθέντα Καῖσαρ ἀπέλυσεν. οὗτος οὐχ ἧς ἀφείθη δίκης χάριν ἔχων, ἀλλὰ δι' ἣν ἐκινδύνευσεν ἀρχὴν βαρυνόμενος, ἐχθρὸς ἦν Καίσαρι, [3] τῶν δὲ περὶ Βροῦτον ἐν τοῖς μάλιστα συνήθης. πρὸς τοῦτον ἀσθενοῦντα Βροῦτος εἰσελθών, ὦ Λιγάριε εἶπεν, ἐν οἵῳ καιρῷ νοσεῖς. κἀκεῖνος εὐθὺς εἰς ἀγκῶνα διαναστὰς καὶ λαβόμενος αὐτοῦ τῆς δεξιᾶς, ἀλλ' εἴ τι φησὶν ὦ Βροῦτε σεαυτοῦ φρονεῖς ἄξιον, ὑγιαίνω.

[12]

[1]    Ἐκ τούτου διαπειρώμενοι κρύφα τῶν γνωρίμων οἷς ἐπίστευον ἀνεκοινοῦντο καὶ προσελάμβανον, οὐ μόνον τῶν συνήθων ποιούμενοι τὴν αἵρεσιν, ἀλλ' ὅσους ἠπίσταντο τολμητὰς ὄντας ἀγαθοὺς καὶ θανάτου [2] καταφρονητάς. διὸ καὶ Κικέρωνα, τοῦτο μὲν πίστεως τοῦτο δ' εὐνοίας ἕνεκα πρῶτον ὄντα παρ' αὐτοῖς, ἀπεκρύψαντο, μὴ τῷ φύσει τόλμης ἐνδεὴς εἶναι προσειληφὼς ὑπὸ χρόνου γεροντικὴν εὐλάβειαν, εἶτα πάντα καθ' ἕκαστον ἀνάγων τοῖς λογισμοῖς εἰς ἄκραν ἀσφάλειαν, ἀμβλύνῃ τὴν ἀκμὴν [3] αὐτῶν τῆς προθυμίας, τάχους δεομένην. ἐπεὶ καὶ τῶν ἄλλων ἑταίρων ὁ Βροῦτος Στα‹τύ›λλιόν τε παρέλιπε τὸν Ἐπικούρειον καὶ Φαώνιον ἐραστὴν Κάτωνος, ὅτι πόρρωθεν αὐτοῖς τοιαύτην τινὰ κύκλῳ προσβαλόντος ἐν τῷ διαλέγεσθαι καὶ συμφιλοσοφεῖν πεῖραν, ὁ μὲν Φαώνιος ἀπεκρίνατο χεῖρον εἶναι μοναρχίας παρανόμου πόλεμον ἐμφύλιον, ὁ δὲ Στα‹τύ›λλιος ἔφη τῷ σοφῷ καὶ νοῦν ἔχοντι διὰ φαύλους καὶ ἀνοήτους κινδυνεύειν καὶ [4] ταράττεσθαι μὴ καθήκειν· παρὼν δὲ Λαβεὼν ἀντεῖπεν ἀμφοτέροις. καὶ ὁ Βροῦτος τότε μέν, ὡς ἔχοντός τι τοῦ λόγου χαλεπὸν καὶ δύσκριτον, [5] ἀπεσιώπησεν, ὕστερον δὲ Λαβεῶνι κοινοῦται τὸ βούλευμα. δεξαμένου δὲ προθύμως, τὸν ἕτερον Βροῦτον ἐπίκλησιν Ἀλβῖνον, ἄλλως μὲν οὐκ ὄντα ῥέκτην οὐδὲ θαρραλέον, ἐρρωμένον δὲ πλήθει μονομάχων οὓς ἐπὶ θέᾳ Ῥωμαίων ἔτρεφε, καὶ παρὰ Καίσαρι πιστευόμενον, ἐδόκει προσάγεσθαι.

[6] Κασσίου δὲ καὶ Λαβεῶνος αὐτῷ διαλεγομένων, οὐδὲν ἀπεκρίνατο, Βρούτῳ δ' αὐτὸς ἐντυχὼν ἰδίᾳ, καὶ μαθὼν ὅτι τῆς πράξεως ἡγεμών ἐστιν, ὡμολόγησε [7] συμπράξειν προθύμως. καὶ τῶν ἄλλων δὲ τοὺς πλείστους καὶ τοὺς [8] ἀρίστους ἡ δόξα τοῦ Βρούτου προσήγετο, καὶ μήθ' ὅρκον συνομόσαντες, μήτε πίστιν καθ' ἱερῶν λαβόντες ἢ δόντες, οὕτως ἅπαντες ἔσχον ἐν ἑαυτοῖς καὶ κατεσιώπησαν καὶ συνδιήνεγκαν, ὥστε μαντείαις καὶ φάσμασι καὶ ἱεροῖς ὑπὸ τῶν θεῶν προδεικνυμένην ἄπιστον γενέσθαι τὴν πρᾶξιν.

[13]

[1]    Ὁ δὲ Βροῦτος, ἅτε δὴ τὰ πρῶτα τῆς Ῥώμης φρονήματα καὶ γένη καὶ ἀρετὰς ἐξηρτημένος ἑαυτοῦ καὶ περινοῶν πάντα τὸν κίνδυνον, ἔξω [2] μὲν ἐπειρᾶτο κατέχειν παρ' ἑαυτῷ καὶ κατακοσμεῖν τὴν διάνοιαν, οἴκοι δὲ καὶ νύκτωρ οὐκ ἦν ὁ αὐτός, ἀλλὰ τὰ μὲν ἄκοντα τῶν ὕπνων αὐτὸν ἡ φροντὶς ἐξέφερε, τὰ δὲ μᾶλλον ἐνδυόμενος τῷ λογισμῷ καὶ ‹ἐν›διατρίβων [ἐν] ταῖς ἀπορίαις, οὐκ ἐλάνθανε τὴν γυναῖκα συναναπαυομένην, ὅτι μεστός ἐστι ταραχῆς ἀήθους καὶ κυκλεῖ τι παρ' ἑαυτῷ δύσφορον βούλευμα καὶ [3] δυσεξέλικτον. ἡ δὲ Πορκία θυγάτηρ μὲν ὥσπερ εἴρηται (c. 2, 1) Κάτωνος ἦν, εἶχε δ' αὐτὴν ὁ Βροῦτος ἀνεψιὸς ὢν οὐκ ἐκ παρθενίας, ἀλλὰ τοῦ προτέρου τελευτήσαντος ἀνδρὸς ἔλαβε, κόρην οὖσαν ἔτι καὶ παιδίον ἔχουσαν ἐξ ἐκείνου μικρόν, ᾧ Βύβλος ἦν ὄνομα, καί τι βιβλίδιον μικρὸν ἀπομνημονευμάτων [4] Βρούτου γεγραμμένον ὑπ' αὐτοῦ διασῴζεται. φιλόστοργος δ' ἡ Πορκία καὶ φίλανδρος οὖσα καὶ μεστὴ φρονήματος νοῦν ἔχοντος, οὐ πρότερον ἐπεχείρησεν ἀνερέσθαι τὸν ἄνδρα περὶ τῶν ἀπορρήτων, ἢ λαβεῖν ἑαυτῆς [5] τοιαύτην διάπειραν. λαβοῦσα μαχαίριον, ᾧ τοὺς ὄνυχας οἱ κουρεῖς ἀφαιροῦσι, καὶ πάσας ἐξελάσασα τοῦ θαλάμου τὰς ὀπαδούς, τομὴν ἐνέβαλε τῷ μηρῷ βαθεῖαν, ὥστε ῥύσιν αἵματος πολλὴν γενέσθαι καὶ μετὰ μικρὸν ὀδύνας τε νεανικὰς καὶ φρικώδεις πυρετοὺς ἐπιλαβεῖν ἐκ τοῦ τραύματος.

[6] ἀγωνιῶντος δὲ τοῦ Βρούτου καὶ δυσφοροῦντος, ἐν ἀκμῇ τῆς ἀλγηδόνος [7] οὖσα διελέχθη πρὸς αὐτὸν οὕτως· ἐγὼ Βροῦτε Κάτωνος οὖσα θυγάτηρ εἰς τὸν σὸν ἐδόθην οἶκον οὐχ ὥσπερ αἱ παλλακευόμεναι, κοίτης μεθέξουσα καὶ τραπέζης μόνον, ἀλλὰ κοινωνὸς μὲν ἀγαθῶν εἶναι, κοινωνὸς δ' ἀνιαρῶν.

[8] τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον ἄμεμπτα· τῶν δὲ παρ' ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις, εἰ μήτε σοι πάθος ἀπόρρητον συνδιοίσω μήτε φροντίδα [9] πίστεως δεομένην; οἶδ' ὅτι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον· ἀλλ' ἔστι τις ὦ Βροῦτε καὶ τροφῆς ἀγαθῆς καὶ ὁμιλίας [10] χρηστῆς εἰς ἦθος ἰσχύς· ἐμοὶ δὲ καὶ τὸ Κάτωνος εἶναι θυρατέρα καὶ τὸ Βρούτου γυναῖκα πρόσεστιν· οἷς πρότερον μὲν ἧττον ἐπεποίθειν, νῦν [11] δ' ἐμαυτὴν ἔγνωκα καὶ πρὸς πόνον ἀήττητον εἶναι. ταῦτ' εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καὶ διηγεῖται τὴν πεῖραν. ὁ δ' ἐκπλαγεὶς καὶ ἀνατείνας τὰς χεῖρας ἐπεύξατο δοῦναι τοὺς θεοὺς αὐτῷ κατορθοῦντι τὴν πρᾶξιν ἀνδρὶ Πορκίας ἀξίῳ φανῆναι. καὶ τότε μὲν ἀνελάμβανε τὴν γυναῖκα.

[14]

[1]    Προγραφείσης δὲ βουλῆς, εἰς ἣν ἐπίδοξος ἦν ἀφίξεσθαι Καῖσαρ, ἔγνωσαν ἐπιχειρεῖν· καὶ γὰρ ἁθρόοι μετ' ἀλλήλων ἀνυπόπτως ἔσεσθαι τότε, καὶ πάντας ἕξειν ὁμοῦ τοὺς ἀρίστους καὶ πρώτους ἄνδρας, ἔργου [2] μεγάλου πραχθέντος εὐθὺς ἀντιλαμβανομένους τῆς ἐλευθερίας. ἐδόκει δὲ καὶ τὸ τοῦ τόπου θεῖον εἶναι καὶ πρὸς αὐτῶν· στοὰ γὰρ ἦν μία τῶν περὶ τὸ θέατρον ἐξέδραν ἔχουσα, ἐν ᾗ Πομπηΐου τις εἰκὼν εἱστήκει, τῆς πόλεως στησαμένης, ὅτε ταῖς στοαῖς καὶ τῷ θεάτρῳ τὸν τόπον ἐκεῖνον [3] ἐκόσμησεν. εἰς ταύτην οὖν ἡ σύγκλητος ἐκαλεῖτο τοῦ Μαρτίου μηνὸς μάλιστα μεσοῦντος (εἰδοὺς Μαρτίας τὴν ἡμέραν Ῥωμαῖοι καλοῦσιν), ὥστε καὶ δαίμων τις ἐδόκει τὸν ἄνδρα τῇ Πομπηΐου δίκῃ προσάξειν.

[4] ἐλθούσης δὲ τῆς ἡμέρας, Βροῦτος μὲν ὑπεζωσάμενος ἐγχειρίδιον μόνης συνειδυίας τῆς γυναικὸς προῆλθεν, οἱ δ' ἄλλοι πρὸς Κάσσιον ἁθροισθέντες τὸν υἱὸν αὐτοῦ τὸ καλούμενον ἀνδρεῖον ἱμάτιον ἀναλαμβάνοντα κατῆγον [5] εἰς ἀγοράν. ἐκεῖθεν δὲ πάντες εἰς τὴν Πομπηΐου στοὰν ἐμβαλόντες διέτριβον, [6] ὡς αὐτίκα Καίσαρος ἀφιξομένου πρὸς τὴν σύγκλητον. ἔνθα δὴ μάλιστα τῶν ἀνδρῶν τὸ ἀπαθὲς καὶ παρὰ τὰ δεινὰ καθεστηκὸς ἐθαύμασεν ἄν τις εἰδὼς τὸ μέλλον, ὅτι πολλοῖς διὰ τὸ στρατηγεῖν ἀναγκαζόμενοι χρηματίζειν, οὐ μόνον πρᾴως ἠκροῶντο τῶν ἐντυγχανόντων καὶ διαφερομένων ὥσπερ σχολάζοντες, ἀλλὰ καὶ τὰς κρίσεις ἑκάστοις ἀκριβεῖς καὶ [7] μετὰ γνώμης ἐδίδοσαν, ἐπιμελῶς προσέχοντες. ἐπεὶ δέ τις μὴ βουλόμενος δίκην ὑποσχεῖν ἐπεκαλεῖτο Καίσαρα καὶ πολὺς ἦν βοῶν καὶ μαρτυρόμενος, ἀποβλέψας ὁ Βροῦτος εἰς τοὺς παρόντας, ἐμὲ Καῖσαρ εἶπεν οὔτε κωλύει ποιεῖν τὰ κατὰ τοὺς νόμους οὔτε κωλύσει.

[15]

[1]    Καίτοι πολλὰ θορυβώδη κατὰ τύχην αὐτοῖς προσέπεσε· πρῶτον μὲν καὶ μάλιστα τὸ βραδύνειν τὸν Καίσαρα, τῆς ἡμέρας προηκούσης, καὶ δυσιεροῦντα κατέχεσθαι μὲν ὑπὸ τῆς γυναικὸς οἴκοι, κωλύεσθαι δὲ προελθεῖν [2] ὑπὸ τῶν μάντεων. δεύτερον δὲ Κάσκᾳ τῶν συνειδότων ἑνὶ προσελθών τις καὶ λαβόμενος τῆς δεξιᾶς, σὺ μὲν εἶπεν ἀπεκρύψω τὸ ἀπόρρητον [3] ὦ Κάσκα πρὸς ἡμᾶς, Βροῦτος δέ μοι πάντα μεμήνυκεν. ἐκπλαγέντος δὲ τοῦ Κάσκα, γελάσας ἐκεῖνος πόθεν ἔφη ταχέως οὕτως ὦ μακάριε πεπλούτηκας, ὥστ' εἰς ἀγορανομίαν ἀποδύεσθαι; παρὰ τοσοῦτον μὲν ὁ Κάσκας ἦλθε σφαλεὶς ἀμφιβολίᾳ προέσθαι τὸ ἀπόρρητον· [4] αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον ἀνὴρ βουλευτικὸς Ποπίλιος Λαίνας ἀσπασάμενος προθυμότερον καὶ ψιθυρίσας ἠρέμα, συνεύχομαι φησὶν ὑμῖν ἐκτελεῖν ἃ κατὰ νοῦν ἔχετε, καὶ παρακελεύομαι μὴ βραδύνειν· οὐ γὰρ σιωπᾶται τὸ πρᾶγμα. καὶ ταῦτ' εἰπὼν ἀπέστη, πολλὴν ὑποψίαν ἐμβαλὼν [5] τοῦ πεπύσθαι τὴν πρᾶξιν. ἐν τούτῳ δέ τις οἴκοθεν ἔθει πρὸς τὸν Βροῦτον, [6] ἀγγέλλων αὐτῷ τὴν γυναῖκα θνῄσκειν. ἡ γὰρ Πορκία πρὸς τὸ μέλλον ἐκπαθὴς οὖσα καὶ τὸ μέγεθος μὴ φέρουσα τῆς φροντίδος, ἑαυτήν τε μόλις οἴκοι κατεῖχε καὶ πρὸς πάντα θόρυβον καὶ βοήν, ὥσπερ αἱ κατάσχετοι τοῖς βακχικοῖς πάθεσιν, ἐξᾴττουσα, τῶν μὲν εἰσιόντων ἀπ' ἀγορᾶς ἕκαστον [7] ἀνέκρινεν ὅ τι πράττοι Βροῦτος, ἑτέρους δὲ συνεχῶς ἐξέπεμπε. τέλος δὲ τοῦ χρόνου μῆκος λαμβάνοντος, οὐκέτ' ἀντεῖχεν ἡ τοῦ σώματος δύναμις, ἀλλ' ἐξελύθη καὶ κατεμαραίνετο, τῆς ψυχῆς ἀλυούσης διὰ τὴν ἀπορίαν· καὶ παρελθεῖν μὲν εἰς τὸ δωμάτιον οὐκ ἔφθη, περιΐστατο δ' αὐτὴν ὥσπερ ἐτύγχανεν ἐν μέσῳ καθεζομένην λιποθυμία καὶ θάμβος ἀμήχανον, ἥ τε [8] χρόα μεταβολὴν ἐλάμβανε, καὶ τὴν φωνὴν ἐπέσχητο παντάπασιν. αἱ δὲ θεράπαιναι πρὸς τὴν ὄψιν ἀνωλόλυξαν, καὶ τῶν γειτόνων συνδραμόντων ἐπὶ θύρας, ταχὺ προῆλθε φήμη καὶ διεδόθη λόγος ὡς τεθνηκυίας αὐτῆς.

[9] οὐ μὴν ἀλλ' ἐκείνην μὲν ἀναλάμψασαν ἐν βραχεῖ καὶ παρ' ἑαυτῇ γενομένην αἱ γυναῖκες ἐθεράπευον· ὁ δὲ Βροῦτος ὑπὸ τοῦ λόγου προσπεσόντος αὐτῷ συνεταράχθη μὲν ὡς εἰκός, οὐ μὴν [δὲ] κατέλιπε τὸ κοινὸν οὐδ' ἐρρύη πρὸς τὸ οἰκεῖον ὑπὸ τοῦ πάθους.

[16]

[1]    Ἤδη δὲ Καῖσαρ ἀπηγγέλλετο προσιών, ἐν φορείῳ κομιζόμενος· ἐγνώκει γὰρ ἐπὶ τοῖς ἱεροῖς ἀθυμῶν μηδὲν ἐπικυροῦν τότε τῶν μειζόνων, [2] ἀλλ' ὑπερβάλλεσθαι σκηψάμενος ἀσθένειαν. ἐκβάντι δ' αὐτῷ τοῦ φορείου προσρυεὶς Ποπίλιος Λαίνας ἐκεῖνος ὁ μικρῷ πρόσθεν εὐξάμενος τοῖς περὶ Βροῦτον ἐπιτυγχάνειν καὶ κατορθοῦν, διελέγετο πλείω χρόνον ἐφισταμένῳ [3] καὶ προσέχοντι τὸν νοῦν. οἱ δὲ συνωμόται (λεγέσθω γὰρ οὕτως), τῆς μὲν φωνῆς οὐκ ἐπαΐοντες αὐτοῦ, τεκμαιρόμενοι δ' ἀφ' ὧν ὑπενόουν μήνυσιν εἶναι τῆς ἐπιβουλῆς τὴν κοινολογίαν, ἀνέπεσόν τε ταῖς γνώμαις καὶ πρὸς ἀλλήλους ἔβλεψαν, ἀνθομολογούμενοι διὰ τῶν προσώπων, ὡς χρὴ [4] μὴ περιμένειν σύλληψιν, ἀλλ' εὐθὺς ἀποθνῄσκειν δι' αὑτῶν. Κασσίου δ' ἤδη καί τινων ἄλλων τὰς χεῖρας ἐπιβεβληκότων ταῖς λαβαῖς ὑπὸ τὰ ἱμάτια καὶ σπωμένων τὰ ἐγχειρίδια, Βροῦτος ἐγκατιδὼν τῷ τοῦ Λαίνα σχήματι δεομένου σπουδὴν καὶ οὐχὶ κατηγοροῦντος, ἐφθέγξατο μὲν οὐδὲν διὰ τὸ πολλοὺς ἀλλοτρίους ἀναμεμεῖχθαι, φαιδρῷ δὲ τῷ προσώπῳ τοὺς [5] περὶ Κάσσιον ἐθάρρυνε. καὶ μετὰ μικρὸν ὁ Λαίνας τὴν δεξιὰν τοῦ Καίσαρος καταφιλήσας ἀπέστη, φανερὸς γενόμενος ὡς ὑπὲρ ἑαυτοῦ καὶ τῶν αὑτῷ τινος διαφερόντων ἐποιεῖτο τὴν ἔντευξιν.

[17]

[1]    Τῆς δὲ βουλῆς εἰς τὴν ἐξέδραν προεισελθούσης, οἱ μὲν ἄλλοι τὸν δίφρον τοῦ Καίσαρος περιέστησαν, ὡς ἐντυγχάνειν τι μέλλοντες αὐτῷ, [2] καὶ Κάσσιον μὲν λέγεται τρέποντα τὸ πρόσωπον εἰς τὴν εἰκόνα τοῦ Πομπηΐου παρακαλεῖν ὥσπερ αἰσθανόμενον, Τρεβώνιος δὲ περὶ τὰς θύρας [3] Ἀντώνιον ἐπισπασάμενος καὶ προσομιλῶν ἔξω κατέσχε. Καίσαρι δ' εἰσιόντι μὲν ἡ σύγκλητος ὑπεξανέστη, καθεζόμενον δ' εὐθὺς ἐκεῖνοι περιέσχον ἁθρόοι, Τίλλιον Κίμβρον ἐξ ἑαυτῶν προβάλλοντες, ὑπὲρ ἀδελφοῦ φυγάδος δεόμενον, καὶ συνεδέοντο πάντες, ἁπτόμενοί τε χειρῶν καὶ [4] στέρνα καὶ κεφαλὴν καταφιλοῦν‹τες›. ἀποτριβομένου δὲ τὰς δεήσεις τὸ πρῶτον, εἶθ' ὡς οὐκ ἀνίεσαν ἐξανισταμένου βίᾳ, Τίλλιος μὲν ἀμφοτέραις ταῖς χερσὶν ἐκ τῶν ὤμων κατέσπασε τὸ ἱμάτιον, Κάσκας δὲ πρῶτος (εἱστήκει γὰρ ὄπισθεν) ἀνασπάσας τὸ ξίφος διελαύνει παρὰ τὸν ὦμον, [5] οὐκ εἰς βάθος. ἀντιλαμβανομένου δὲ τῆς λαβῆς τοῦ Καίσαρος καὶ μέγα Ῥωμαϊστὶ ἀνακραγόντος ἀνόσιε Κάσκα, τί ποιεῖς; ἐκεῖνος Ἑλληνιστὶ [6] τὸν ἀδελφὸν προσαγορεύσας ἐκέλευσε βοηθεῖν. ἤδη δὲ παιόμενος ὑπὸ πολλῶν καὶ κύκλῳ περιβλέπων καὶ διώσασθαι βουλόμενος, ὡς εἶδε Βροῦτον ἑλκόμενον ξίφος ἐπ' αὐτόν, τὴν χεῖρα τοῦ Κάσκα κρατῶν ἀφῆκε, καὶ τῷ ἱματίῳ τὴν κεφαλὴν ἐγκαλυψάμενος, παρέδωκε τὸ σῶμα ταῖς [7] πληγαῖς. οἱ δ' ἀφειδῶς ἀναπεπλεγμένοι πολλοῖς περὶ τὸ σῶμα χρώμενοι τοῖς ξίφεσιν, ἀλλήλους ἐτίτρωσκον, ὥστε καὶ Βροῦτον εἰς τὴν χεῖρα πληγὴν λαβεῖν, τοῦ φόνου συνεφαπτόμενον, πίμπλασθαι δὲ τοῦ αἵματος ἅπαντας.

[18]

[1]    Οὕτω δ' ἀποθανόντος αὐτοῦ, Βροῦτος μὲν εἰς μέσον προελθὼν ἐβούλετο λέγειν καὶ κατεῖχε θαρρύνων τὴν σύγκλητον· ἡ δ' ὑπὸ δέους ἔφευγεν ἀτάκτως, καὶ περὶ τὰς θύρας ὠθισμὸς ἦν καὶ τάραχος, οὐδενὸς [2] διώκοντος οὐδὲ κατεπείγοντος. ἰσχυρῶς γὰρ ἐδέδοκτο μηδένα κτείνειν [3] ἕτερον, ἀλλὰ πάντας ἐπὶ τὴν ἐλευθερίαν ἀνακαλεῖσθαι. καὶ τοῖς μὲν ἄλλοις πᾶσιν, ὁπηνίκα διεσκοποῦντο τὴν πρᾶξιν, ἤρεσκεν Ἀντώνιον ἐπισφάττειν Καίσαρι, μοναρχικὸν ἄνδρα καὶ ὑβριστὴν ἰσχύν τε πεποιημένον ὁμιλίᾳ καὶ συνηθείᾳ πρὸς τὸ στρατιωτικόν, καὶ μάλισθ' ὅτι τῷ φύσει σοβαρῷ καὶ μεγαλοπράγμονι προσειλήφει τὸ τῆς ὑπατείας ἀξίωμα, τότε [4] Καίσαρι συνάρχων. ἀλλὰ Βροῦτος ἐνέστη πρὸς τὸ βούλευμα, πρῶτον μὲν ἰσχυριζόμενος τῷ δικαίῳ, δεύτερον δ' ὑπο‹τι›θεὶς ἐλπίδα τῆς μεταβολῆς.

[5] οὐ γὰρ ἀπεγίνωσκεν εὐφυᾶ καὶ φιλότιμον ἄνδρα καὶ δόξης ἐραστὴν τὸν Ἀντώνιον ἐκποδὼν Καίσαρος γενομένου συνεφάψεσθαι τῇ πατρίδι τῆς [6] ἐλευθερίας, ἐπισπασθέντα τῷ ζήλῳ πρὸς τὸ καλὸν ὑπ' αὐτῶν. οὕτω μὲν Ἀντώνιον Βροῦτος περιεποίησεν· ἐν δὲ τῷ τότε φόβῳ μεταβαλὼν ἐσθῆτα [7] δημοτικὴν ἔφυγεν. οἱ δὲ περὶ Βροῦτον εἰς τὸ Καπετώλιον ἐχώρουν, ᾑμαγμένοι ‹τε› τὰς χεῖρας καὶ τὰ ξίφη γυμνὰ δεικνύντες ἐπὶ τὴν ἐλευθερίαν [8] παρεκάλουν τοὺς πολίτας. τὸ μὲν οὖν πρῶτον ἦσαν ἀλαλαγμοί, καὶ διαδρομαὶ τῷ πάθει κατὰ τύχην ἐπιγινόμεναι πλείονα τὸν θόρυβον ἐποίησαν· [9] ὡς δ' οὔτε φόνος ἄλλος οὔθ' ἁρπαγή τινος ἐγίνετο τῶν κειμένων, θαρροῦντες ἀνέβαινον οἵ τε βουλευταὶ καὶ τῶν δημοτῶν πολλοὶ πρὸς τοὺς ἄνδρας [10] εἰς τὸ Καπετώλιον. ἁθροισθέντος δὲ τοῦ πλήθους, διελέχθη Βροῦτος [11] ἐπαγωγὰ τοῦ δήμου καὶ πρέποντα τοῖς πεπραγμένοις. ἐπαινούντων δὲ καὶ κατιέναι βοώντων, θαρροῦντες κατέβαινον εἰς ἀγοράν, οἱ μὲν ἄλλοι συνεπόμενοι μετ' ἀλλήλων, Βροῦτον δὲ πολλοὶ τῶν ἐπιφανῶν περιέποντες ἐν μέσῳ πάνυ λαμπρῶς κατῆγον ἀπὸ τῆς ἄκρας καὶ κατέστησαν ἐπὶ [12] τῶν ἐμβόλων. πρὸς δὲ τὴν ὄψιν οἱ πολλοί, καίπερ μιγάδες ὄντες καὶ παρεσκευασμένοι θορυβεῖν, διέτρεσαν καὶ τὸ μέλλον ἐδέχοντο κόσμῳ [13] καὶ σιωπῇ· προελθόντος δ' αὐτοῦ πάντες ἡσυχίαν τῷ λόγῳ παρέσχον. ὅτι δ' οὐ πᾶσι πρὸς ἡδονὴν ἐγεγόνει τὸ ἔργον, ἐδήλωσαν ἀρξαμένου λέγειν Κίννα καὶ κατηγορεῖν Καίσαρος, ἀναρρηγνύμενοι πρὸς ὀργὴν καὶ κακῶς τὸν Κίνναν λέγοντες, ὥστε πάλιν τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον ἀπελθεῖν.

[14] ἔνθα δὴ δεδιὼς πολιορκίαν ὁ Βροῦτος ἀπέπεμπε τοὺς ἀρίστους τῶν συναναβάντων, οὐκ ἀξιῶν τῆς αἰτίας μὴ μετέχοντας αὐτοὺς συνυποδύεσθαι τὸν κίνδυνον.

[19]

[1]    Οὐ μὴν ἀλλὰ τῇ ὑστεραίᾳ τῆς βουλῆς συνελθούσης εἰς τὸ τῆς Γῆς ἱερόν, Ἀντωνίου δὲ καὶ Πλάγκου καὶ Κικέρωνος εἰπόντων περὶ ἀμνηστίας καὶ ὁμονοίας, ἔδοξε μὴ μόνον ἄδειαν εἶναι τοῖς ἀνδράσιν, ἀλλὰ καὶ γνώμην ὑπὲρ τιμῶν προθεῖναι τοὺς ὑπάτους· καὶ ταῦτ' ἐπιψηφισάμενοι [2] διελύθησαν. Ἀντωνίου δὲ τὸν υἱὸν εἰς τὸ Καπετώλιον ὁμηρεύσοντα πέμψαντος, κατῆλθον οἱ περὶ Βροῦτον, ἀσπασμοί τε καὶ δεξιώσεις ἐγένοντο [3] πάντων ἀναμειχθέντων, καὶ Κάσσιον μὲν Ἀντώνιος εἱστία παραλαβών, Βροῦτον δὲ Λέπιδος, τοὺς δ' ἄλλους ὥς τις εἶχε πρὸς ἕκαστον ἢ συνηθείας [4] ἢ φιλοφροσύνης. ἅμα δ' ἡμέρᾳ πάλιν συνελθόντες οἱ βουλευταί, πρῶτον μὲν Ἀντωνίῳ τιμὰς ἔδοσαν, ὡς καταπαύσαντι πολέμων ἐμφυλίων ἀρχήν, ἔπειτα τῶν περὶ Βροῦτον ἦσαν ἔπαινοι τῶν παρόντων, καὶ τέλος ἐπαρχιῶν [5] διανομαί. Βρούτῳ μὲν γὰρ ἐψηφίσαντο Κρήτην, Κασσίῳ δὲ Λιβύην, Τρεβωνίῳ δ' Ἀσίαν, καὶ Κίμβρῳ Βιθυνίαν, τῷ δ' ἑτέρῳ Βρούτῳ τὴν περὶ τὸν Ἠριδανὸν Γαλατίαν.

[20]

[1]    Μετὰ δὲ ταῦτα περὶ τῶν Καίσαρος διαθηκῶν καὶ ταφῆς αὐτοῦ λόγων ἐμπεσόντων, καὶ τῶν περὶ τὸν Ἀντώνιον ἀξιούντων τάς τε διαθήκας ἀναγνωσθῆναι καὶ τοῦ σώματος ἐκφορὰν γενέσθαι μὴ κεκρυμμένην μηδ' ἄτιμον, ὡς μὴ καὶ τοῦτο παροξύνῃ τὸν δῆμον, Κάσσιος μὲν ἰσχυρῶς ἀντέλεγεν, εἶξε δὲ Βροῦτος καὶ συνεχώρησε, δεύτερον ἁμαρτεῖν τοῦτο δόξας.

[2] καὶ γὰρ Ἀντωνίου φεισάμενος αἰτίαν ἔσχεν ἐπιτειχίσαι τῇ συνωμοσίᾳ βαρὺν καὶ δύσμαχον πολέμιον, καὶ τὰ περὶ τὴν ταφὴν ὃν ὁ Ἀντώνιος ἠξίου [3] τρόπον ἐάσας γενέσθαι τοῦ παντὸς σφαλῆναι. πρῶτον μὲν γὰρ ἐν ταῖς διαθήκαις δεδομένων κατ' ἄνδρα Ῥωμαίοις πᾶσι δραχμῶν ἑβδομήκοντα πέντε, καὶ τῷ δήμῳ τῶν πέραν τοῦ ποταμοῦ κήπων ἀπολελειμμένων, οὗ νῦν ἐστι Τύχης ἱερόν, εὔνοια θαυμαστὴ καὶ πόθος αὐτοῦ τοὺς πολίτας [4] εἷλεν· ἔπειτα, τοῦ σώματος εἰς τὴν ἀγορὰν κομισθέντος, Ἀντώνιος ἔπαινον ὥσπερ ἔθος ἐστὶ διεξελθών, καὶ τὰ πλήθη κινούμενα πρὸς τὸν λόγον ὁρῶν, εἰς οἶκτον μετέβαλε, καὶ τὴν ἐσθῆτα λαβὼν τοῦ Καίσαρος ᾑμαγμένην ἀνέπτυξεν, ἐπιδεικνύμενος τὰς διακοπὰς καὶ τῶν τραυμάτων τὸ πλῆθος.

[5] ἦν οὖν ἰδεῖν οὐδὲν ἔτι κόσμῳ γινόμενον, ἀλλ' οἱ μὲν ἐβόων τοὺς ἀνδροφόνους ἀναιρεῖν, οἱ δ', ὥσπερ ἐπὶ Κλωδίου τοῦ δημαγωγοῦ πρότερον, ἀπὸ τῶν ἐργαστηρίων τὰ βάθρα καὶ τὰς τραπέζας ἀνασπῶντες καὶ συγκομίζοντες [6] εἰς ταὐτό, παμμεγέθη πυρὰν ἔνησαν, καὶ τὸν νεκρὸν ἐπιθέντες ἐν μέσῳ πολλῶν μὲν ἱερῶν πολλῶν δ' ἀσύλων καὶ ἀβεβήλων τόπων καθήγιζον.

[7] ὡς δὲ τὸ πῦρ ἐξέλαμψεν, ἀλλαχόθεν ἄλλος προσφερόμενοι καὶ δαλοὺς ἀνασπῶντες ἡμιφλέκτους, διέθεον ἐπὶ τὰς οἰκίας τῶν ἀνῃρηκότων αὐτὸν ὡς ἐμπρήσοντες· ἀλλ' ἐκεῖνοι μὲν εὖ πεφραγμένοι πρότερον, ἀπεκρούσαντο [8] τὸν κίνδυνον· ἦν δέ τις Κίννας, ποιητικὸς ἀνὴρ οὐδὲν τῆς αἰτίας [9] μετέχων, ἀλλὰ καὶ φίλος Καίσαρος γεγονώς. οὗτος ὄναρ ᾤετο καλούμενος ὑπὸ Καίσαρος ἐπὶ δεῖπνον ἀρνεῖσθαι, τὸν δὲ λιπαρεῖν καὶ βιάζεσθαι, τέλος δ' ἄγειν λαβόμενον τῆς χειρὸς εἰς ἀχανῆ τόπον καὶ σκοτεινόν, αὐτὸν [10] δ' ἄκοντα καὶ τεθαμβημένον ἕπεσθαι. ταύτην ἰδόντι τὴν ὄψιν αὐτῷ συνέβη πυρέττειν διὰ νυκτός· ὅμως δ' ἕωθεν ἐκκομιζομένου τοῦ σώματος, αἰδούμενος μὴ παρεῖναι, προῆλθεν εἰς τὸν ὄχλον ἤδη διαγριαινόμενον.

[11] ὀφθεὶς δὲ καὶ δόξας οὐχ ὅσπερ ἦν Κίννας εἶναι, ἀλλ' ἐκεῖνος ὁ Καίσαρα πρὸς τὴν ἐκκλησίαν ἔναγχος λοιδορήσας, διεσπάσθη.

[21]

[1]    Τοῦτο τὸ πάθος μάλιστα μετά γε τὴν Ἀντωνίου μεταβολὴν δείσαντες οἱ περὶ Βροῦτον ἀνεχώρησαν ἐκ τῆς πόλεως, καὶ διέτριβον ἐν Ἀντίῳ τὸ πρῶτον, ὡς ὅταν παρακμάσῃ καὶ μαρανθῇ τὸ τῆς ὀργῆς, αὖθις εἰς [2] Ῥώμην κατιόντες. ὃ ῥᾳδίως ἔσεσθαι προσεδόκων ἐν πλήθεσι φορὰς ἀσταθμήτους καὶ ταχείας φερομένοις, καὶ τὴν σύγκλητον εὔνουν ἔχοντες, ἣ τοὺς Κίνναν διασπασαμένους χαίρειν ἐάσασα, τοὺς ἐπὶ τὰς οἰκίας τὰς [3] ἐκείνων ἐπελθόντας ἀνεζήτει καὶ συνελάμβανεν. ἤδη δὲ καὶ ὁ δῆμος ἀχθόμενος, Ἀντωνίου σχεδὸν εἰς μοναρχίαν καθισταμένου, Βροῦτον ἐπόθει, καὶ προσεδοκᾶτο τὰς θέας ἄξειν παρὼν αὐτός, ἃς ὤφειλε στρατηγῶν [4] παρασχεῖν. αἰσθόμενος δὲ πολλοὺς τῶν ὑπὸ Καίσαρι στρατευσαμένων καὶ γῆν καὶ πόλεις παρ' ἐκείνου λαβόντων ἐπιβουλεύοντας αὐτῷ καὶ κατ' ὀλίγους παρεισρέοντας εἰς τὴν πόλιν, οὐκ ἐθάρρησεν ἐλθεῖν, ἀλλ' ὁ δῆμος ἐθεᾶτο μὴ παρόντος ἐκείνου τὰς θέας, ἀφειδῶς πάνυ χορηγουμένας [5] καὶ περιττῶς. θηρία τε γὰρ πάμπολλα συνεωνημένος, ἐκέλευσε μηδὲν ἀποδόσθαι μηδ' ὑπολιπεῖν, ἀλλὰ πᾶσι καταχρήσασθαι, καὶ τῶν περὶ τὸν [6] Διόνυσον τεχνιτῶν αὐτὸς εἰς Νέαν πόλιν καταβὰς ἐνέτυχε πλείστοις· περὶ δὲ Κανουτίου τινὸς εὐημεροῦντος ἐν τοῖς θεάτροις ἔγραφε πρὸς τοὺς φίλους, ὅπως πείσαντες αὐτὸν εἰσαγάγωσιν· Ἑλλήνων γὰρ οὐδένα βιασθῆναι προσήκειν. ἔγραφε δὲ καὶ Κικέρωνι πάντως παρατυχεῖν ταῖς θέαις δεόμενος (cf. Cic. ad Att. 15, 26, 1).

[22]

[1]    Ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων, ἑτέρα γίνεται μεταβολή, τοῦ νέου Καίσαρος ἐπελθόντος. οὗτος ἦν μὲν ἐξ ἀδελφιδῆς Καίσαρος, γράμματι δὲ παῖς ὑπ' αὐτοῦ καὶ κληρονόμος ἀπολελειμμένος.

[2] ἐν δ' Ἀπολλωνίᾳ διέτριβεν ὅτε Καῖσαρ ἀνῃρέθη, σχολάζων περὶ λόγους [3] κἀκεῖνον ἐπὶ Πάρθους ἐλαύνειν εὐθὺς ἐγνωκότα προσμένων. ἅμα δὲ τῷ πυθέσθαι τὸ πάθος ἦλθεν εἰς Ῥώμην, καὶ δημαγωγίας ἀρχὴν τοὔνομα Καίσαρος θέμενος ἑαυτῷ, καὶ διανέμων τὸ καταλειφθὲν ἀργύριον τοῖς πολίταις, Ἀντώνιόν τε κατεστασίαζε, καὶ χρήματα διαδιδοὺς συνίστη καὶ [4] συνῆγε πολλοὺς τῶν ὑπὸ Καίσαρι στρατευσαμένων. ἐπεὶ δὲ Κικέρων τῷ πρὸς Ἀντώνιον μίσει τὰ Καίσαρος ἔπραττε, τούτῳ μὲν ὁ Βροῦτος ἐπέπληττεν ἰσχυρῶς, γράφων ὡς οὐ δεσπότην βαρύνοιτο Κικέρων, ἀλλὰ μισοῦντα δεσπότην φοβοῖτο, καὶ πολιτεύοιτο δουλείας αἵρεσιν φιλανθρώπου, γράφων καὶ λέγων (fam. 10, 28, 3) ὡς χρηστός ἐστι Καῖσαρ· οἱ δὲ πρόγονοι [5] φησὶν ἡμῶν οὐδὲ πατέρας δεσπότας ὑπέμενον, αὐτῷ δ' εἰς τοῦτο καιροῦ μήτε πολεμεῖν βεβαίως δεδόχθαι μήθ' ἡσυχάζειν, ἀλλ' ἓν μόνον εἶναι [6] βεβουλευμένον, τὸ μὴ δουλεύειν. θαυμάζειν δὲ Κικέρωνος, εἰ πόλεμον μὲν ἐμφύλιον καὶ κινδυνώδη δέδοικεν, αἰσχρὰν δὲ καὶ ἄδοξον εἰρήνην οὐ φοβεῖται, τοῦ δ' Ἀντώνιον ἐκβαλεῖν τῆς τυραννίδος μισθὸν αἰτεῖ τὸ Καίσαρα καταστῆσαι τύραννον.

[23]

[1]    Ἐν μὲν οὖν ταῖς πρώταις ἐπιστολαῖς τοιοῦτος ὁ Βροῦτος· ἤδη δὲ τῶν μὲν ὡς Καίσαρα, τῶν δ' ὡς Ἀντώνιον διισταμένων, ὠνίων δὲ τῶν στρατοπέδων ὥσπερ ὑπὸ κήρυκι προστιθεμένων τῷ πλέον διδόντι, παντάπασιν ἀπογνοὺς τῶν πραγμάτων ἔγνω καταλιπεῖν Ἰταλίαν, καὶ πεζῇ διὰ [2] Λευκανίας εἰς Ἐλέαν ἐπὶ θάλασσαν ἧκεν. ὅθεν ἡ Πορκία μέλλουσα πάλιν εἰς Ῥώμην ἀποτραπέσθαι, λανθάνειν μὲν ἐπειρᾶτο περιπαθῶς ἔχουσα, [3] γραφὴ δέ τις αὐτὴν προὔδωκε, τἆλλα γενναίαν οὖσαν. ἦν γὰρ ἐκ τῶν Ἑλληνικῶν διάθεσις, προπεμπόμενος Ἕκτωρ ὑπ' Ἀνδρομάχης, κομιζομένης [4] παρ' αὐτοῦ τὸ παιδίον, ἐκείνῳ δὲ προσβλεπούσης. ταῦτα θεωμένην τὴν Πορκίαν ἡ τοῦ πάθους εἰκὼν ἐξέτηξεν εἰς δάκρυα, καὶ πολλάκις φοιτῶσα [5] τῆς ἡμέρας ἔκλαιεν. Ἀκιλίου δέ τινος τῶν Βρούτου φίλων τὰ πρὸς Ἕκτορα τῆς Ἀνδρομάχης ἔπη διελθόντος (Il. 6, 429 sq.)·

   Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ

   ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης,

[6] μειδιάσας ὁ Βροῦτος ἀλλ' οὐκ ἐμοί γ' εἶπε πρὸς Πορκίαν ἔπεισι φάναι τὰ τοῦ Ἕκτορος (Il. 6, 490 sq.)·

   ‹ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε,›

   ἱστόν τ' ἠλακάτην τε καὶ ἀμφιπόλοισι κέλευε·

[7] σώματος γὰρ ἀπολείπεται φύσει τῶν ἴσων ἀνδραγαθημάτων, γνώμῃ δ' ὑπὲρ τῆς πατρίδος ὥσπερ ἡμεῖς ἀριστεύσει. ταῦτα μὲν ὁ τῆς Πορκίας υἱὸς ἱστόρηκε Βύβλος (HRR II 51).

[24]

[1]    Ἀναχθεὶς δ' ὁ Βροῦτος ἐκεῖθεν ἐπ' Ἀθηνῶν ἔπλει. δεξαμένου δὲ τοῦ δήμου προθύμως αὐτὸν εὐφημίαις καὶ ψηφίσμασι, διῃτᾶτο μὲν παρὰ ξένῳ τινί, Θεομνήστου δ' ἀκροώμενος τοῦ Ἀκαδημιακοῦ καὶ Κρατίππου τοῦ Περιπατητικοῦ καὶ συμφιλοσοφῶν, ἐδόκει παντάπασιν ἀργεῖν καὶ [2] σχολάζειν. ἔπραττε δὲ τὰ πρὸς τὸν πόλεμον ἀνυπόπτως. καὶ γὰρ εἰς Μακεδονίαν ἔπεμψεν Ἡρόστρατον, οἰκειούμενος τοὺς ἐπὶ τῶν ἐκεῖ στρατοπέδων, καὶ τοὺς σχολάζοντας ἀπὸ Ῥώμης ἐν ἄστει νέους ἀνελάμβανε καὶ [3] συνεῖχεν. ὧν ἦν καὶ Κικέρωνος υἱός, ὃν ἐπαινεῖ διαφερόντως καί φησιν, (cf. Cic. ad Brut. 9, 3 `2, 3] 6), εἴτ' ἐγρήγορεν εἴτ' ἐνυπνιάζεται, θαυμάζειν [4] οὕτω γενναῖον ὄντα καὶ μισοτύραννον. ἀρξάμενος δὲ τῶν πραγμάτων ἀναφανδὸν ἅπτεσθαι, καὶ πυθόμενος πλοῖα Ῥωμαϊκὰ μεστὰ χρημάτων ἐξ Ἀσίας προσφέρεσθαι καὶ στρατηγὸν ἐπιπλεῖν ‹Ἀπουλήιον›, ἄνδρα χαρίεντα [5] καὶ γνώριμον, ἀπήντησεν αὐτῷ περὶ Κάρυστον. ἐντυχὼν δὲ καὶ πείσας καὶ παραλαβὼν τὰ πλοῖα, λαμπροτέραν ὑποδοχὴν ἐποιεῖτο· καὶ γὰρ [6] ἦν ἡμέρα καθ' ἣν ἐγεγόνει πρῶτον ὁ Βροῦτος. ὡς οὖν ἐλθόντες εἰς τὸ πίνειν ἐπιχύσεις ἐποιοῦντο νίκης τε Βρούτου καὶ Ῥωμαίων ἐλευθερίας, ἔτι μᾶλλον αὐτοὺς ῥῶσαι βουλόμενος, ᾔτησε ποτήριον μεῖζον, καὶ λαβὼν ἀπ' οὐδεμιᾶς προφάσεως ἀνεφώνησε τὸν στίχον τοῦτον (Il. 16, 849)·

   ἀλλά με μοῖρ' ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός.

[7] ἔτι δὲ καὶ πρὸς τούτοις ἱστοροῦσιν, ὅτε τὴν τελευταίαν ἐν Φιλίπποις μαχούμενος ἐξῄει μάχην, σύνθημα παρ' αὐτοῦ τοῖς στρατιώταις Ἀπόλλωνα δοθῆναι. διὸ καὶ τῆς συμφορᾶς τίθενται σημεῖον ἐκείνην τὴν ἀναφώνησιν.

[25]

[1]   Ἐκ τούτου πεντήκοντα μὲν αὐτῷ μυριάδας Ἀντίστιος ἀφ' ὧν ἦγε καὶ αὐτὸς εἰς Ἰταλίαν χρημάτων δίδωσιν, ὅσοι δὲ περὶ Θεσσαλίαν ἔτι τῆς Πομπηΐου στρατιᾶς ἐπλανῶντο, συνέρρεον ἀσμένως πρὸς αὐτόν· ἱππεῖς δὲ πεντακοσίους ἀφείλετο Κίννα πρὸς Δολοβέλλαν ἄγοντος εἰς Ἀσίαν, [2] ἐπιπλεύσας τε τῇ Δημητριάδι πολλῶν ὅπλων ἐξαγομένων πρὸς Ἀντώνιον, ἃ Καίσαρος τοῦ προτέρου κελεύσαντος ἐπὶ τὸν Παρθικὸν ἐποιήθη πόλεμον, ἐκράτησεν.

[3]    Ὁρτησίου δὲ τοῦ στρατηγοῦ παραδόντος αὐτῷ Μακεδονίαν καὶ τῶν ἐν κύκλῳ βασιλέων καὶ δυναστῶν συνισταμένων καὶ προστιθεμένων, ἀγγέλλεται Γάϊος ὁ Ἀντωνίου ἀδελφὸς ἐξ Ἰταλίας διαβεβηκὼς [καὶ] βαδίζειν εὐθὺς ἐπὶ τὰς δυνάμεις, ἃς ἐν Ἐπιδάμνῳ καὶ Ἀπολλωνίᾳ Βατίνιος συνεῖχε.

[4] βουλόμενος οὖν φθάσαι καὶ προλαβεῖν ὁ Βροῦτος, ἐξαίφνης ἀναστήσας τοὺς σὺν αὐτῷ, διὰ χωρίων χαλεπῶν νιφόμενος ἐπορεύετο, καὶ πολὺ προῆλθε τοὺς κομίζοντας τὸ ἄριστον. ἐγγὺς οὖν Ἐπιδάμνου γενόμενος διὰ [5] κόπον καὶ ψῦχος ἐβουλιμίασε. συμπίπτει δὲ μάλιστα τὸ πάθος χιόνος οὔσης πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἁθρόως ἀναλίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαλυομένης ἰοῦσα πνοὴ τέμνει [6] τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἐξ αὐτοῦ θύραζε διασπειρόμενον. τὰς γὰρ ἐφιδρώσεις παρέχειν δοκεῖ τὸ θερμὸν ἀπαντῶντι τῷ ψυχρῷ, περὶ τὴν ἐπιφάνειαν σβεννύμενον. ὑπὲρ ὧν ἐν ἑτέροις μᾶλλον ἠπόρηται (quaest. conviv. 6, 8 6 mor. 693f sqq.)

[26]

[1]    Λιποθυμοῦντος δὲ τοῦ Βρούτου, καὶ μηδενὸς ἔχοντος ἐν τῷ στρατοπέδῳ μηδὲν ἐδώδιμον, ἠναγκάσθησαν οἱ περὶ αὐτὸν ἐπὶ τοὺς πολεμίους [2] καταφυγεῖν, καὶ ταῖς πύλαις προσελθόντες ἄρτον ᾔτουν τοὺς φύλακας. οἱ δὲ διακούσαντες τὸ σύμπτωμα τοῦ Βρούτου, παρῆσαν αὐτοί, καὶ σιτία καὶ ποτὰ κομίζοντες. ἀνθ' ὧν ὁ Βροῦτος, ὡς τὴν πόλιν παρέλαβεν, οὐ μόνον τούτοις, ἀλλὰ καὶ πᾶσι διὰ τούτους φιλανθρώπως ἐχρήσατο.

[3]    Γάϊος δ' Ἀντώνιος Ἀπολλωνίᾳ προσβαλών, ἐκεῖ τοὺς ἐγγὺς ὄντας ἐκάλει στρατιώτας. ἐπεὶ δ' οὗτοί τε πρὸς Βροῦτον ᾤχοντο, καὶ τοὺς Ἀπολλωνιάτας ᾔσθετο τὰ Βρούτου φρονοῦντας, ἐκλιπὼν τὴν πόλιν εἰς [4] Βουθρωτὸν ἐβάδιζε. καὶ πρῶτον μὲν ἀπόλλυσι τρεῖς σπείρας, καθ' ὁδὸν ὑπὸ Βρούτου κατακοπείσας· ἔπειτα τοὺς περὶ τὴν Βυλλίδα τόπους προκαταληφθέντας ἐπιχειρῶν ἐκβιάζεσθαι καὶ μάχην συνάψας Κικέρωνι, νικᾶται· τούτῳ γὰρ ὁ Βροῦτος ἐχρῆτο στρατηγῷ, καὶ πολλὰ δι' αὐτοῦ [5] κατώρθωσε. λαβὼν δὲ τὸν Γάϊον ἐν χωρίοις ἑλώδεσι μακρὰν διεσπασμένον, οὐκ εἴασεν ἐμβαλεῖν, ἀλλὰ περιίππευσε φείδεσθαι κελεύων, ὡς μετὰ μικρὸν ἰδίων ἐσομένων. ὃ καὶ συνέβη· παρέδοσαν γὰρ ἑαυτοὺς καὶ τὸν [6] στρατηγόν, ὥστε μεγάλην ἤδη περὶ τὸν Βροῦτον δύναμιν εἶναι. χρόνον μὲν οὖν πολὺν ἐν τιμῇ τὸν Γάϊον ἦγε, καὶ τὰ παράσημα τῆς ἀρχῆς οὐκ ἀφῄρει, καίπερ ὥς φασιν ἄλλων τε πολλῶν καὶ Κικέρωνος ἀπὸ Ῥώμης γραφόντων καὶ κελευόντων ἀναιρεῖν (ad Brut. 9, 5 [2, 5], 5. 9, 7 [1, 2], [7] 3. 9. 10 [1, 3a])· ἀρξάμενον δὲ κρύφα τοῖς ἡγεμόσι διαλέγεσθαι καὶ [8] ποιήσαντα νεωτερισμὸν ἐνθέμενος εἰς ναῦν ἐφύλαττε. τῶν δὲ διαφθαρέντων στρατιωτῶν εἰς Ἀπολλωνίαν ἀποστάντων καὶ καλούντων ἐκεῖ τὸν Βροῦτον, οὐκ ἔφη τοῦτο πάτριον εἶναι Ῥωμαίοις, ἀλλ' ἐκείνους πρὸς τὸν ἄρχοντα χρῆναι βαδίζοντας αὐτοὺς παραιτεῖσθαι τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ὀργήν. ἐλθοῦσι δὲ καὶ δεομένοις συγγνώμην ἔδωκε.

[27]

[1]    Μέλλοντι δ' αὐτῷ διαβαίνειν εἰς τὴν Ἀσίαν ἧκεν ἀγγελία περὶ τῆς ἐν Ῥώμῃ μεταβολῆς. ὁ γὰρ νέος Καῖσαρ ηὐξήθη μὲν ὑπὸ τῆς βουλῆς ἐπ' Ἀντώνιον, ἐκβαλὼν δὲ τῆς Ἰταλίας ἐκεῖνον, αὐτὸς ἤδη φοβερὸς ἦν, ὑπατείαν τε μνώμενος παρὰ νόμον καὶ στρατεύματα τρέφων μεγάλα, τῆς [2] πόλεως οὐδὲν δεομένης. ὁρῶν δὲ καὶ ταῦτα τὴν βουλὴν βαρυνομένην, καὶ πρὸς τὸν Βροῦτον ἀφορῶσαν ἔξω, καὶ ψηφιζομένην ἐκείνῳ καὶ βεβαιοῦσαν [3] τὰς ἐπαρχίας, ἔδεισε, καὶ τὸν μὲν Ἀντώνιον πέμπων εἰς φιλίαν προὐκαλεῖτο, τὰς δὲ δυνάμεις τῇ πόλει περιστήσας, ὑπατείαν ἔλαβεν οὔπω πάνυ μειράκιον ὤν, ἀλλ' εἰκοστὸν ἄγων ἔτος, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν εἴρηκεν [4] (HRR II 57). εὐθὺς δὲ δίκας φόνου κατὰ τῶν περὶ τὸν Βροῦτον εἰσῆγεν, ὡς ἄνδρα πρῶτον ἐν ἀρχαῖς ταῖς μεγίσταις ἀνῃρηκότων ἄκριτον, καὶ κατήγορον ἐπέστησε Βρούτου μὲν Λεύκιον Κορνιφίκιον, Κασσίου δὲ Μᾶρκον Ἀγρίππαν· ὠφλίσκανον οὖν τὰς δίκας ἐρήμας, ἀναγκαζομένων [5] φέρειν ψῆφον τῶν δικαστῶν. λέγεται δὲ τοῦ κήρυκος ὥσπερ εἴωθεν ἀπὸ τοῦ βήματος τὸν Βροῦτον ἐπὶ τὴν δίκην καλοῦντος, τὸ μὲν πλῆθος ἐπιδήλως στενάξαι, τοὺς δ' ἀρίστους κύψαντας εἰς γῆν ἡσυχίαν ἄγειν, Πόπλιον δὲ Σιλίκιον ὀφθῆναι δακρύσαντα, καὶ διὰ τὴν αἰτίαν ταύτην ὀλίγον ὕστερον [6] ἕνα τῶν προγραφέντων ἐπὶ θανάτῳ γενέσθαι. μετὰ ταῦτα διαλλαγέντες οἱ τρεῖς, Καῖσαρ Ἀντώνιος Λέπιδος, διενείμαντο τὰς ἐπαρχίας σφαγάς τε καὶ προγραφὰς ἀνδρῶν διακοσίων ἐποίησαν, ἐν οἷς καὶ Κικέρων ἀπέθανε.

[28]

[1]

   Τούτων οὖν εἰς Μακεδονίαν ἀπαγγελέντων, ἐκβιασθεὶς ὁ Βροῦτος ἔγραψεν Ὁρτησίῳ κτεῖναι Γάϊον Ἀντώνιον, ὡς δὴ Βρούτῳ τε καὶ Κικέρωνι τιμωρῶν, τῷ μὲν ὄντι φίλῳ, τῷ δὲ καὶ κατὰ γένος προσήκοντι. διὰ ταῦθ' ὕστερον Ἀντώνιος Ὁρτήσιον ἐν Φιλίπποις λαβὼν τῷ μνήματι τοῦ [2] ἀδελφοῦ προσέσφαξε. Βροῦτος δὲ τῆς Κικέρωνος τελευτῆς τῇ αἰτίᾳ φησὶν αἰσχύνεσθαι μᾶλλον ἢ τῷ πάθει συναλγεῖν, ἐγκαλεῖν δὲ τοῖς ἐπὶ Ῥώμης φίλοις· δουλεύειν γὰρ αὑτῶν αἰτίᾳ μᾶλλον ἢ τῶν τυραννούντων, καὶ καρτερεῖν ὁρῶντας καὶ παρόντας ἃ μηδ' ἀκούειν αὐτοῖς ἀνεκτὸν ἦν.

[3]    Περαιώσας δὲ τὸν στρατὸν εἰς Ἀσίαν ἤδη λαμπρὸν ὄντα, ναυτικὸν μὲν ἐξηρτύετο στόλον ἐν Βιθυνίᾳ καὶ περὶ Κύζικον, πεζῇ δ' αὐτὸς ἐπιὼν καθίστατο τὰς πόλεις, καὶ τοῖς δυνάσταις ἐχρημάτιζε, καὶ πρὸς Κάσσιον [4] ἔπεμπεν εἰς Συρίαν, ἀπ' Αἰγύπτου μετακαλῶν· οὐ γὰρ ἀρχὴν κτωμένους αὑτοῖς, ἀλλ' ἐλευθεροῦντας τὴν πατρίδα τὴν δύναμιν ᾗ καταλύσουσι τοὺς [5] τυράννους συνάγοντας πλανᾶσθαι· δεῖν οὖν μεμνημένους καὶ φυλάττοντας τὴν ὑπόθεσιν μὴ μακρὰν ἀπηρτῆσθαι τῆς Ἰταλίας, ἀλλ' ἐκεῖσε σπεύδειν [6] καὶ βοηθεῖν τοῖς πολίταις, ὑπακούσαντος δὲ τοῦ Κασσίου καὶ καταβαίνοντος, ἀπήντα, καὶ περὶ Σμύρναν ἀλλήλοις ἐνετύγχανον, ἀφ' οὗ πρῶτον ἐν [7] Πειραιεῖ χωρισθέντες ὥρμησαν, ὁ μὲν εἰς Συρίαν, ὁ δ' εἰς Μακεδονίαν. ἦν οὖν ἡδονή τε μεγάλη καὶ θάρσος αὐτοῖς ἐκ τῆς παρούσης ἑκατέρῳ δυνάμεως. ὁρμήσαντες γὰρ ἐκ τῆς Ἰταλίας ὅμοια φυγάδων τοῖς ἀτιμοτάτοις ἀχρήματοι καὶ ἄνοπλοι, μὴ ναῦν ἑνήρη, μὴ στρατιώτην ἕνα, μὴ πόλιν ἔχοντες, οὐ πολλοῦ πάνυ χρόνου διαγενομένου συνῆλθον εἰς ταὐτό, καὶ ναυσὶ καὶ πεζῷ καὶ ἵπποις καὶ χρήμασιν ἀξιόμαχοι διαγωνίσασθαι περὶ τῆς Ῥωμαίων ἡγεμονίας ὄντες.

[29]

[1]    Ἐβούλετο μὲν οὖν ἴσον ἔχειν τιμῆς καὶ παρέχειν ὁ Κάσσιος, ἔφθανε δ' ὁ Βροῦτος ὡς τὰ πολλὰ φοιτῶν πρὸς αὐτόν, ἡλικίᾳ τε προὔχοντα καὶ [2] σώματι πονεῖν ὁμοίως μὴ δυναμένῳ χρώμενον. ἦν δὲ δόξα Κάσσιον μὲν εἶναι δεινὸν ἐν τοῖς πολεμικοῖς, ὀργῇ δὲ τραχὺν καὶ φόβῳ μᾶλλον ἄρχοντα, [3] πρὸς δὲ τοὺς συνήθεις ὑγρότερον τῷ γελοίῳ καὶ φιλοσκώπτην· Βροῦτον δὲ λέγουσι δι' ἀρετὴν φιλεῖσθαι μὲν ὑπὸ τῶν πολλῶν, ἐρᾶσθαι δ' ὑπὸ τῶν φίλων, θαυμάζεσθαι δ' ὑπὸ τῶν ἀρίστων, μισεῖσθαι δὲ μηδ' ὑπὸ τῶν πολεμίων, ὅτι πρᾷος ‹ἦν› ὁ ἀνὴρ διαφερόντως καὶ μεγαλόφρων καὶ πρὸς πᾶσαν ὀργὴν καὶ ἡδονὴν καὶ πλεονεξίαν ἀπαθής, ὄρθιον δὲ τὴν γνώμην [4] καὶ ἄκαμπτον ἑστῶσαν ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου διαφυλάττων. καὶ μέγιστον ὑπῆρχεν αὐτῷ πρὸς εὔνοιαν καὶ δόξαν ἡ τῆς προαιρέσεως πίστις. οὔτε γὰρ ἐκεῖνος ὁ μέγας Πομπήϊος, εἰ Καίσαρα καθεῖλεν, ἠλπίζετο βεβαίως προήσεσθαι τοῖς νόμοις τὴν δύναμιν, ἀλλ' ἀεὶ τὰ πράγματα καθέξειν, ὑπατείας ὀνόματι καὶ δικτατορίας ἤ τινος ἄλλης μαλακωτέρας ἀρχῆς [5] παραμυθούμενος τὸν δῆμον· Κάσσιόν τε τοῦτον, σφοδρὸν ἄνδρα καὶ θυμοειδῆ καὶ πολλαχοῦ πρὸς τὸ κερδαλέον ἐκφερόμενον τοῦ δικαίου, παντὸς μᾶλλον ᾤοντο πολεμεῖν καὶ πλανᾶσθαι καὶ κινδυνεύειν αὑτῷ τινα δυναστείαν [6] κατασκευαζόμενον, οὐκ ἐλευθερίαν τοῖς πολίταις. τὰ μὲν γὰρ ἔτι τούτων πρεσβύτερα, Κίνναι καὶ Μάριοι καὶ Κάρβωνες, ἆθλον ἐν μέσῳ καὶ λείαν προθέμενοι τὴν πατρίδα, μονονουχὶ ῥητῶς ὑπὲρ τυραννίδος [7] ἐπολέμησαν. Βρούτῳ δὲ λέγουσι μηδὲ τοὺς ἐχθροὺς προβαλεῖν τοιαύτην διαβολήν, ἀλλ' Ἀντωνίου γε καὶ πολλοὺς ἀκοῦσαι λέγοντος, ὡς μόνον οἴοιτο Βροῦτον ἐπιθέσθαι Καίσαρι προαχθέντα τῇ λαμπρότητι καὶ τῷ φαινομένῳ καλῷ τῆς πράξεως, τοὺς δ' ἄλλους ἐπὶ τὸν ἄνδρα συστῆναι [8] μισοῦντας καὶ φθονοῦντας. ὅθεν Βροῦτος οὐ τῇ δυνάμει τοσοῦτον ὅσον τῇ [9] ἀρετῇ δῆλός ἐστιν ἐξ ὧν γράφει πεποιθώς. γράφει δὲ πρὸς Ἀττικόν, ἤδη τῷ κινδύνῳ πλησιάζων, ἐν τῷ καλλίστῳ τῆς τύχης εἶναι τὰ καθ' αὑτόν· ἢ γὰρ νικήσας ἐλευθερώσειν τὸν Ῥωμαίων δῆμον, ἢ δουλείας ἀποθανὼν ἀπαλλαγήσεσθαι, καὶ τῶν ἄλλων ἀσφαλῶς αὐτοῖς καὶ βεβαίως ἐχόντων, ἓν ἄδηλον εἶναι, πότερον βιώσονται μετ' ἐλευθερίας ἢ τεθνήξονται.

[10] Μᾶρκον δ' Ἀντώνιον ἀξίαν φησὶ τῆς ἀνοίας διδόναι δίκην, ὃς ἐν Βρούτοις καὶ Κασσίοις καὶ Κάτωσι συναριθμεῖσθαι δυνάμενος, προσθήκην ἑαυτὸν [11] Ὀκταβίῳ δέδωκε· κἂν μὴ νῦν ἡττηθῇ μετ' ἐκείνου, μικρὸν ὕστερον ἐκείνῳ μαχεῖται. ταῦτα μὲν οὖν ἀποθεσπίσαι καλῶς πρὸς τὸ μέλλον ἔοικεν.

[30]

[1]    Ἐν δὲ τῇ Σμύρνῃ τότε τῶν χρημάτων, ἃ πολλὰ συνειλόχει Κάσσιος, ἠξίου μεταλαβεῖν· τὰ γὰρ ὄντα κατανηλωκέναι, ναυπηγούμενος στόλον [2] τοσοῦτον ᾧ πᾶσαν ὑφ' ἑαυτοῖς ἕξουσι τὴν ἐντὸς θάλασσαν. οὐκ εἴων μὲν οὖν τὸν Κάσσιον οἱ φίλοι διδόναι, λέγοντες ὡς οὐ δίκαιον, ἃ σὺ φειδόμενος διαφυλάττεις καὶ ‹σὺν› φθόνῳ συνάγεις, ἐκεῖνον λαβόντα δημαγωγεῖν καὶ χαρίζεσθαι τοῖς στρατιώταις· οὐ μὴν ἀλλ' ἔδωκεν αὐτῷ τρίτον μέρος ἁπάντων.

[3]    Καὶ πάλιν διαστάντες ἐπὶ τὰς προσηκούσας ἑκατέρῳ πράξεις, Κάσσιος μὲν ἑλὼν Ῥόδον οὐκ ἐπιεικῶς ἐχρῆτο τοῖς πράγμασι, καὶ ταῦτα περὶ τὴν εἴσοδον τοῖς προσαγορεύουσιν αὐτὸν βασιλέα καὶ κύριον ἀποκρινάμενος· οὔτε βασιλεὺς οὔτε κύριος, τοῦ δὲ κυρίου καὶ βασιλέως φονεὺς καὶ κολαστής· [4] Βροῦτος δὲ Λυκίους ᾔτει χρήματα καὶ στρατόν. ἐπεὶ δὲ Ναυκράτης ὁ δημαγωγὸς ἀνέπεισε τὰς πόλεις ἀφίστασθαι, καὶ λόφους τινὰς ὡς εἴρξοντες παρόδου τὸν Βροῦτον κατελάβοντο, πρῶτον μὲν ἀριστοποιουμένοις αὐτοῖς ἐπέπεμψεν ἱππεῖς, ὑφ' ὧν ἑξακόσιοι διεφθάρησαν· [5] ἔπειτα [τὰ] χωρία καὶ πολίχνας λαμβάνων, ἀπέλυεν ἄνευ λύτρων ἅπαντας, [6] ὡς προσαξόμενος εὐνοίᾳ τὸ ἔθνος. οἱ δ' ἦσαν αὐθάδεις, ἃ μὲν ἐβλάπτοντο πρὸς ὀργὴν τιθέμενοι, τῆς δ' ἐπιεικείας καὶ φιλανθρωπίας καταφρονοῦντες, ἄχρι οὗ συνελάσας εἰς Ξάνθον αὐτῶν τοὺς μαχιμωτάτους ἐπολιόρκει.

[7] τοῦ δὲ ποταμοῦ παρὰ τὴν πόλιν παραρρέοντος ὑπονηχόμενοι διεδίδρασκον· ἡλίσκοντο δὲ δικτύων διὰ πόρου καθιεμένων εἰς βυθόν, ὧν τὰ ἄκρα [8] κώδωσι προσηρτημένοις διεσήμαινεν εὐθὺς τὸν ἐνσχεθέντα. μηχαναῖς δέ τισι τῶν Ξανθίων νύκτωρ ἐπιδραμόντων καὶ πῦρ ἐμβαλόντων, ὡς ἀπεκλείσθησαν αἰσθομένων τῶν Ῥωμαίων πρὸς τὸ τεῖχος, καὶ πνεῦμα λαμπρὸν ἀνερρίπιζεν ἐπὶ τὰς ἐπάλξεις τὴν φλόγα, τῶν ἐγγὺς οἰκιῶν ἀντιλαμβανομένην, δείσας ὁ Βροῦτος ὑπὲρ τῆς πόλεως ἐκέλευσε κατασβεννύναι καὶ βοηθεῖν.

[31]

[1]    Τοὺς δὲ Λυκίους δεινή τις ἐξαίφνης πρὸς ἀπόνοιαν ὁρμὴ καὶ λόγου [2] κρείσσων κατέσχεν, ἣν ἄν τις ἔρωτι θανάτου μάλιστα προσεικάσειεν· οἵ γε μετὰ παίδων καὶ γυναικῶν, ἐλεύθεροί τε καὶ δοῦλοι καὶ πᾶσ' ἡλικία, τοὺς μὲν πολεμίους πρὸς τὴν φλόγα βοηθοῦντας ἀπὸ τῶν τειχῶν ἔβαλλον, αὐτοὶ δὲ κάλαμον καὶ ξύλα καὶ πᾶν ὑπέκκαυμα προσφέροντες, ἦγον ἐπὶ τὴν πόλιν τὸ πῦρ ὀρέγοντες αὐτῷ πᾶσαν ὕλην καὶ πάντα τρόπον ἐξερεθίζοντες [3] καὶ συνεκτρέφοντες. ὡς δ' ἡ φλὸξ ῥυεῖσα καὶ διαζώσασα πανταχόθεν τὴν πόλιν διέλαμψε πολλή, περιπαθῶν ἐπὶ τοῖς γινομένοις ὁ Βροῦτος ἔξωθεν παρίππευε, προθυμούμενος βοηθεῖν, καὶ τὰς χεῖρας ὀρέγων τοῖς Ξανθίοις ἐδεῖτο φείδεσθαι καὶ σῴζειν τὴν πόλιν, οὐδενὸς αὐτῷ προσέχοντος, [4] ἀλλὰ πάντα τρόπον ἑαυτοὺς ἀπολλύντων, οὐ μόνον ἀνδρῶν τε καὶ γυναικῶν, ἀλλὰ καὶ τὰ παιδία τὰ μικρὰ μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ, τὰ μὲν εἰς πῦρ ἥλλετο, τὰ δ' ἄνωθεν ἀπὸ τῶν τειχῶν ἐξετραχήλιζεν αὑτά, τὰ δὲ τοῖς ξίφεσι τῶν πατέρων ὑπέβαλλε τὰς σφαγὰς γυμνοῦντα καὶ κελεύοντα [5] παίειν. ὤφθη δὲ τῆς πόλεως διαφθαρείσης γυνή, κρεμαμένη μὲν ἐξ ἀγχόνης, παιδίον δὲ νεκρὸν ἐξηρτημένη τοῦ τραχήλου, λαμπάδι δὲ καιομένῃ [6] τὴν οἰκίαν ὑφάπτουσα. καὶ τοῦ θεάματος τραγικοῦ φανέντος, ἰδεῖν μὲν οὐχ ὑπέμεινεν ὁ Βροῦτος, ἐδάκρυσε δ' ἀκούσας, καὶ γέρας ἐκήρυξε τῶν στρατιωτῶν ὅστις ἂν δυνηθῇ Λύκιον ἄνδρα περισῶσαι· φασὶ δὲ μόνους [7] ἑκατὸν πεντήκοντα γενέσθαι τοὺς μὴ διαφυγόντας τὸ σωθῆναι. Ξάνθιοι μὲν οὖν διὰ πολλῶν χρόνων ὥσπερ εἱμαρμένην περίοδον διαφθορᾶς ἀποδιδόντες, τὴν τῶν προγόνων ἀνενεώσαντο τῇ τόλμῃ τύχην· καὶ γὰρ ἐκεῖνοι τὴν πόλιν ὁμοίως ἐπὶ τῶν Περσικῶν κατακαύσαντες ἑαυτοὺς διέφθειραν.

[32]

[1]    Βροῦτος δὲ τὴν Παταρέων πόλιν ὁρῶν ἀπισχυριζομένην πρὸς αὐτόν, ὤκνει μὲν ἐπιχειρεῖν καὶ διηπορεῖτο, τὴν αὐτὴν δεδιὼς ἀπόνοιαν, ἔχων δὲ [2] γυναῖκας αὐτῶν αἰχμαλώτους ἀφῆκεν ἄνευ λύτρων. αἱ δ' ἀνδρῶν τε καὶ πατέρων ἐπιφανῶν οὖσαι, διηγούμεναι τὸν Βροῦτον ὡς ἀνὴρ εἴη σωφρονέστατος [3] καὶ δικαιότατος, ἔπεισαν εἶξαι καὶ παραδοῦναι τὴν πόλιν. ἐκ δὲ τούτου καὶ πάντες οἱ λοιποὶ προσεχώρησαν, ἐπιτρέψαντες ἑαυτοὺς ἐκείνῳ, [4] τυχόντες δὲ χρηστοῦ καὶ παρ' ἐλπίδας εὐγνώμονος, ὅς γε, Κασσίου Ῥοδίους ὑπὸ τὸν αὐτὸν χρόνον ἀναγκάσαντος ἰδίᾳ μὲν ὃν ἐκέκτηντο χρυσὸν καὶ ἄργυρον εἰσενεγκεῖν ἅπαντας (ἐξ οὗ συνήχθη περὶ ὀκτακισχίλια τάλαντα), δημοσίᾳ δὲ τὴν πόλιν ἄλλοις πεντακοσίοις ζημιώσαντος, αὐτὸς ἑκατὸν καὶ πεντήκοντα τάλαντα Λυκίους πραξάμενος, ἄλλο δ' οὐδὲν ἀδικήσας, ἀνέζευξεν ἐπ' Ἰωνίας.

[33]

[1]    Πολλὰ μὲν οὖν ἄξια μνήμης ἔργα καὶ τιμαῖς ἀπεδείξατο καὶ κολάσεσι τῶν ἀξίων· ᾧ δ' αὐτός θ' ἥσθη μάλιστα καὶ Ῥωμαίων οἱ κράτιστοι, [2] τοῦτο διηγήσομαι. Πομπηΐου Μάγνου προσβαλόντος Αἰγύπτῳ κατὰ Πηλούσιον, ὁπηνίκα τὴν μεγάλην μάχην ἀποβαλὼν ὑπὸ Καίσαρος ἔφυγεν, οἱ τοῦ βασιλέως ἔτι παιδὸς ὄντος ἐπιτροπεύοντες ἐν βουλῇ μετὰ τῶν φίλων ἦσαν, οὐ κατὰ ταὐτὰ ταῖς γνώμαις φερόμενοι· τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι, [3] τοῖς δ' ἀπωθεῖν Αἰγύπτου τὸν ἄνδρα. Θεόδοτος δέ τις Χῖος, ἐπὶ μισθῷ ῥητορικῶν λόγων διδάσκαλος τῷ βασιλεῖ συνών, ἠξιωμένος δὲ τότε τοῦ συνεδρίου δι' ἐρημίαν ἀνδρῶν βελτιόνων, ἀμφοτέρους διαμαρτάνοντας ἀπέφηνε, καὶ τοὺς ἀναλαβεῖν καὶ τοὺς ἀφεῖναι κελεύοντας τὸν [4] Πομπήϊον· ἓν γὰρ εἶναι συμφέρον ἐκ τῶν παρόντων, δεξαμένους ἀποκτεῖναι· [5] καὶ προσεπεῖπε τοῦ λόγου παυόμενος, ὅτι νεκρὸς οὐ δάκνει. προσθεμένου δὲ τῇ γνώμῃ τοῦ συνεδρίου, παράδειγμα τῶν ἀπίστων καὶ ἀπροσδοκήτων ἔκειτο Πομπήϊος Μᾶγνος, τῆς Θεοδότου ῥητορείας καὶ δεινότητος [6] ἔργον, ὡς αὐτὸς ὁ σοφιστὴς ἔλεγε μεγαλαυχούμενος. ὀλίγῳ δ' ὕστερον ἐπελθόντος Καίσαρος, οἱ μὲν δίκας τιννύοντες ἀπώλλυντο κακοὶ κακῶς, Θεόδοτος δὲ παρὰ τῆς τύχης χρόνον εἰς ἄδοξον καὶ ἄπορον καὶ πλάνητα βίον ἐπιδανεισάμενος, τότε Βροῦτον ἐπιόντα τὴν Ἀσίαν οὐκ ἔλαθεν, ἀλλ' ἀναχθεὶς καὶ κολασθεὶς ὄνομα τοῦ θανάτου πλέον ἔσχεν ἢ τοῦ βίου.

[34]

[1]    Κάσσιον δὲ Βροῦτος εἰς Σάρδεις ἐκάλει, καὶ προσιόντι μετὰ τῶν φίλων ἀπήντησε, καὶ πᾶς ὁ στρατὸς ὡπλισμένος αὐτοκράτορας ἀμφοτέρους [2] προσηγόρευσεν. οἷα δ' ἐν πράγμασι μεγάλοις καὶ φίλοις πολλοῖς καὶ ἡγεμόσιν αἰτιῶν αὐτοῖς πρὸς ἀλλήλους ἐγγενομένων καὶ διαβολῶν, πρὶν ἕτερόν τι ποιεῖν, εὐθὺς ἐκ πορείας καθ' αὑτοὺς ἐν οἰκήματι γενόμενοι, κεκλεισμένων τῶν θυρῶν καὶ μηδενὸς παρόντος, ἐχρῶντο μέμψεσι πρῶτον, [3] εἶτ' ἐλέγχοις καὶ κατηγορίαις. ἐκ δὲ τούτου πρὸς δάκρυα καὶ παρρησίαν μετὰ πάθους ἐκφερομένων, θαυμάζοντες οἱ φίλοι τὴν τραχύτητα τῆς ὀργῆς καὶ τὸν τόνον, ἔδεισαν μή τι ἐκ τούτου γένηται· προσελθεῖν [4] δ' ἀπείρητο. Μᾶρκος δὲ Φαώνιος, ἐραστὴς γεγονὼς Κάτωνος, οὐ λόγῳ μᾶλλον ἢ φορᾷ τινι καὶ πάθει μανικῷ φιλοσοφῶν, ἐβάδιζεν εἴσω πρὸς [5] αὐτούς, κωλυόμενος ὑπὸ τῶν οἰκετῶν. ἀλλ' ἔργον ἦν ἐπιλαβέσθαι Φαωνίου πρὸς ὁτιοῦν ὀρούσαντος· σφοδρὸς γὰρ ἦν ἐν πᾶσι καὶ πρόχειρος. ἐπεὶ τό γε βουλευτὴν εἶναι Ῥωμαίων ἑαυτὸν οὐδενὸς ἄξιον ἡγεῖτο, τῷ δὲ κυνικῷ τῆς παρρησίας πολλάκις ἀφῄρει τὴν χαλεπότητα, καὶ τὸ ἄκαιρον [6] αὐτοῦ μετὰ παιδιᾶς δεχομένων. βίᾳ δὴ τότε τῶν παρόντων διωσάμενος τὰς θύρας εἰσῆλθε, μετὰ πλάσματος φωνῆς ἔπη περαίνων οἷς τὸν Νέστορα χρώμενον Ὅμηρος πεποίηκεν (Il. 1, 259)·

   ἀλλὰ πίθεσθ'· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο,

[7] καὶ τὰ ἑξῆς. ἐφ' οἷς ὁ μὲν Κάσσιος ἐγέλασεν, ὁ δὲ Βροῦτος ἐξέβαλεν αὐτόν, ἁπλόκυνα καὶ ψευδόκυνα προσαγορεύων. οὐ μὴν ἀλλὰ τότε τοῦτο τῆς πρὸς [8] ἀλλήλους διαφορᾶς ποιησάμενοι πέρας, εὐθὺς διελύθησαν. καὶ Κασσίου δεῖπνον παρέχοντος ἐκάλει τοὺς φίλους Βροῦτος. ἤδη δὲ κατακειμένων, Φαώνιος ἧκε λελουμένος· μαρτυρομένου δὲ Βρούτου μὴ κεκλημένον αὐτὸν ἥκειν καὶ κελεύοντος ἀπάγειν ἐπὶ τὴν ἀνωτάτω κλίνην, βίᾳ παρελθὼν εἰς τὴν μέσην κατεκλίθη, καὶ παιδιὰν ὁ πότος ἔσχεν οὐκ ἄχαριν οὐδ' ἀφιλόσοφον.

[35]

[1]    Τῇ δ' ὑστεραίᾳ Βροῦτος ἄνδρα Ῥωμαῖον ἐστρατηγηκότα καὶ πεπιστευμένον ὑπ' αὐτοῦ, Λεύκιον Ὁκέλλαν, Σαρδιανῶν κατηγορούντων [2] ἐπὶ κλοπαῖς, δημοσίᾳ καταγνοὺς ἠτίμωσε. καὶ τὸ πρᾶγμα Κάσσιον οὐ μετρίως ἐλύπησεν· αὐτὸς γὰρ ὀλίγαις ἡμέραις ἔμπροσθεν ἐπὶ τοῖς αὐτοῖς ἐλεγχθέντας ἀδικήμασι δύο φίλους ἰδίᾳ νουθετήσας, φανερῶς ἀφῆκε, [3] καὶ διετέλει χρώμενος. ὅθεν ᾐτιᾶτο τὸν Βροῦτον ὡς ἄγαν ὄντα νόμιμον καὶ [4] δίκαιον ἐν καιρῷ πολιτείας δεομένῳ καὶ φιλανθρωπίας. ὁ δὲ τῶν εἰδῶν τῶν Μαρτίων ἐκέλευεν αὐτὸν μνημονεύειν ἐκείνων, ἐν αἷς Καίσαρα ἔκτειναν, οὐκ αὐτὸν ἄγοντα καὶ φέροντα πάντας ἀνθρώπους, ἀλλ' ἑτέρων †[5]δύναμιν ὄντα ταῦτα πρασσόντων· ὡς εἴ τις ἔστι πρόφασις καλὴ μεθ' ἧς ἀμελεῖται τὸ δίκαιον, ἄμεινον ἦν τοὺς Καίσαρος φίλους ὑπομένειν ἢ τοὺς [6] ἑαυτῶν περιορᾶν ἀδικοῦντας. ἐκείνοις μὲν γὰρ ἀνανδρίας , ἀδικίας δὲ δόξα μετὰ κινδύνων ἡμῖν καὶ πόνων πρόσεστι. τοιαύτη μὲν οὖν ἡ τοῦ Βρούτου προαίρεσις ἦν.

[36]

[1]    Ἐπεὶ δὲ διαβαίνειν ἐξ Ἀσίας ἔμελλον, λέγεται τῷ Βρούτῳ μέγα σημεῖον [2] γενέσθαι. φύσει μὲν γὰρ ἦν ἐπεγρήγορος ὁ ἀνήρ, καὶ τὸν ὕπνον εἰς ὀλίγου χρόνου μόριον ἀσκήσει καὶ σωφροσύνῃ συνῆγεν, ἡμέρας μὲν οὐδέποτε κοιμώμενος, νύκτωρ δὲ τοσοῦτον ὅσον οὔτε τι πράττειν οὔτε [3] τῳ διαλέγεσθαι, πάντων ἀναπαυομένων, παρεῖχε. τότε δὲ τοῦ πολέμου συνεστῶτος, ἐν χερσὶν ἔχων τὰς ὑπὲρ τῶν ὅλων πράξεις καὶ τεταμένος τῇ φροντίδι πρὸς τὸ μέλλον, ὁπηνίκα πρῶτον ἀφ' ἑσπέρας ἐπινυστάξειε τοῖς σιτίοις, ἤδη τὸ λοιπὸν ἐχρῆτο τῇ νυκτὶ πρὸς τὰ κατεπείγοντα τῶν πραγμάτων.

[4] εἰ δὲ συνέλοι καὶ κατοικονομήσειε τὴν περὶ ταῦτα χρείαν, ἀνεγίνωσκε βιβλίον μέχρι τρίτης φυλακῆς, καθ' ἣν εἰώθεσαν ἑκατόνταρχοι [5] καὶ χιλίαρχοι φοιτᾶν πρὸς αὐτόν. ὡς οὖν ἔμελλεν ἐξ Ἀσίας διαβιβάζειν τὸ στράτευμα, νὺξ μὲν ἦν βαθυτάτη, φῶς δ' εἶχεν οὐ πάνυ λαμπρὸν ἡ σκηνή, [6] πᾶν δὲ τὸ στρατόπεδον σιωπὴ κατεῖχεν. ὁ δὲ συλλογιζόμενός τι καὶ σκοπῶν πρὸς ἑαυτόν, ἔδοξεν αἰσθέσθαι τινὸς εἰσιόντος· ἀποβλέψας δὲ πρὸς τὴν εἴσοδον, ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον ὄψιν ἐκφύλου σώματος καὶ [7] φοβεροῦ, σιωπῇ παρεστῶτος αὐτῷ. τολμήσας δ' ἐρέσθαι, τίς ποτ' ὢν εἶπεν ἀνθρώπων ἢ θεῶν, ἢ τί βουλόμενος ἥκεις ὡς ἡμᾶς; ὑποφθέγγεται δ' αὐτῷ τὸ φάσμα ὁ σὸς ὦ Βροῦτε δαίμων κακός· ὄψει δέ με περὶ Φιλίππους. καὶ ὁ Βροῦτος οὐ διαταραχθεὶς ὄψομαι εἶπεν.

[37]

[1]    Ἀφανισθέντος δ' αὐτοῦ τοὺς παῖδας ἐκάλει, καὶ μήτ' ἀκοῦσαί τινα φωνὴν μήτ' ἰδεῖν ὄψιν φασκόντων, τότε μὲν ἐπηγρύπνησεν· ἅμα δ' [2] ἡμέρᾳ τραπόμενος πρὸς Κάσσιον ἔφραζε τὴν ὄψιν. ὁ δὲ τοῖς Ἐπικούρου λόγοις χρώμενος, καὶ περὶ τούτων ἔθος ἔχων διαφέρεσθαι πρὸς τὸν Βροῦτον, ἡμέτερος οὗτος εἶπεν ὦ Βροῦτε λόγος, ὡς οὐ πάντα πάσχομεν ἀληθῶς οὐδ' ὁρῶμεν, ἀλλ' ὑγρὸν μέν τι χρῆμα καὶ ἀπατηλὸν ἡ αἴσθησις, ἔτι δ' ὀξυτέρα ἡ διάνοια κινεῖν αὑτὴν καὶ μεταβάλλειν [3] ἀπ' οὐδενὸς ὑπάρχοντος ἐπὶ πᾶσαν ἰδέαν. κηρῷ μὲν γὰρ ἔξωθεν ἡ τύπωσις, ψυχῇ δ' ἀνθρώπου, τὸ πλαττόμενον καὶ τὸ πλάττον ἐχούσῃ τὸ αὐτό, [4] ῥᾷστα ποικίλλειν αὑτὴν καὶ σχηματίζειν δι' ἑαυτῆς ὑπάρχει. δηλοῦσι δ' αἱ κατὰ τοὺς ὕπνους τροπαὶ τῶν ὀνείρων, ἃς τρέπεται τὸ φανταστικόν, ἐξ [5] ἀρχῆς βραχείας ‹πρὸς› παντοδαπὰ καὶ πάθη καὶ εἴδωλα κινούμενον· κινεῖσθαι δ' ἀεὶ πέφυκε· κίνησις δ' αὐτῷ φαντασία τις ἢ νόησις. σοὶ δὲ καὶ τὸ [6] σῶμα ταλαιπωρούμενον φύσει τὴν διάνοιαν αἰωρεῖ καὶ παρατρέπει. δαίμονας δ' οὔτ' εἶναι πιθανόν, οὔτ' ὄντας ἀνθρώπων ἔχειν εἶδος ἢ φωνὴν ἢ δύναμιν εἰς ἡμᾶς διήκουσαν· ὡς ἔγωγ' ἂν ἐβουλόμην, ἵνα μὴ μόνον ὅπλοις καὶ ἵπποις καὶ ναυσὶ τοσαύταις, ἀλλὰ καὶ θεῶν ἀρωγαῖς ἐπεθαρροῦμεν, ὁσιωτάτων ἔργων καὶ καλλίστων ἡγεμόνες ὄντες. τοιούτοις μὲν [7] ὁ Κάσσιος ἐπράϋνε λόγοις τὸν Βροῦτον· ἐμβαινόντων δὲ τῶν στρατιωτῶν, ἐπὶ τὰς πρώτας σημαίας ἀετοὶ δύο [συγ]κατασκήψαντες ὁμοῦ συνδιεκομίζοντο, καὶ παρηκολούθουν ὑπὸ τῶν στρατιωτῶν τρεφόμενοι μέχρι Φιλίππων. ἐκεῖ δ' ἡμέρᾳ μιᾷ πρὸ τῆς μάχης ᾤχοντ' ἀποπτάμενοι.

[38]

[1]    Τὰ μὲν οὖν πλεῖστα τῶν ἐν ποσὶν ἐθνῶν ἐτύγχανεν ὁ Βροῦτος ὑπήκοα πεποιημένος. εἰ δέ τις ἢ πόλις ἢ δυνάστης παρεῖτο, τότε πάντας [2] προσαγόμενοι μέχρι τῆς κατὰ Θάσον θαλάσσης προῆλθον. ἐκεῖ δὲ τῶν περὶ Νωρβανὸν ἐν τοῖς Στενοῖς λεγομένοις καὶ περὶ τὸ Σύμβολον στρατοπεδευόντων, περιελθόντες αὐτοὺς ἠνάγκασαν ἀποστῆναι καὶ προέσθαι τὰ [3] χωρία. μικροῦ δὲ καὶ τὴν δύναμιν αὐτῶν λαβεῖν ἐδέησαν, ὑπολειπομένου διὰ νόσον Καίσαρος, εἰ μὴ προσεβοήθησεν Ἀντώνιος ὀξύτητι θαυμαστῇ [4] χρησάμενος, ὥστ' ἀπιστεῖν τοὺς περὶ Βροῦτον. ἦλθε δὲ Καῖσαρ ὕστερον ἡμέραις δέκα, καὶ κατεστρατοπέδευσεν ἐναντίον Βρούτου, Κασσίου δ' Ἀντώνιος· τὰ δ' ἐν μέσῳ τῶν στρατοπέδων πεδία Ῥωμαῖοι κάμπους [5] Φιλίππους καλοῦσι. καὶ μέγισται τότε Ῥωμαίων δυνάμεις ἀλλήλαις συνεφέροντο. πλήθει μὲν οὖν οὐ παρ' ὀλίγον ἐλείποντο τῶν περὶ Καίσαρα, κόσμῳ δ' ὅπλων καὶ λαμπρότητι θαυμαστὸν ἐξεφάνη τὸ Βρούτου στράτευμα.

[6] χρυσὸς γὰρ ἦν αὐτοῖς τὰ πλεῖστα τῶν ὅπλων καὶ ἄργυρος ἀφειδῶς καταχορηγηθείς, καίπερ εἰς τἆλλα τοῦ Βρούτου σώφρονι διαίτῃ καὶ [7] κεκολασμένῃ χρῆσθαι τοὺς ἡγεμόνας ἐθίζοντος· τὸν δ' ἐν χερσὶ καὶ περὶ τὸ σῶμα πλοῦτον ᾤετό τι καὶ φρονήματος παρέχειν τοῖς φιλοτιμοτέροις, τοὺς δὲ φιλοκερδεῖς καὶ μαχιμωτέρους ποιεῖν, ὥσπερ κτημάτων τῶν ὅπλων περιεχομένους.

[39]

[1]    Οἱ μὲν οὖν περὶ Καίσαρα καθαρμὸν ἐν τῷ χάρακι ποιησάμενοι [2] μικρόν τι σίτου καὶ δραχμὰς κατ' ἄνδρα πέντε διένειμαν εἰς θυσίαν· οἱ δὲ περὶ Βροῦτον καταγνόντες αὐτῶν τῆς ἀπορίας ἢ μικρολογίας, πρῶτον μὲν ἐν ὑπαίθρῳ τὸν στρατὸν ὥσπερ ἔθος ἐστὶν ἐκάθηραν, ἔπειθ' ἱερείων πλήθη κατὰ λόχους καὶ δραχμὰς ἑκάστῳ πεντήκοντα διαδόντες, εὐνοίᾳ [3] καὶ προθυμίᾳ τῆς δυνάμεως πλέον εἶχον. οὐ μὴν ἀλλὰ σημεῖον ἐν τῷ καθαρμῷ μοχθηρὸν ἔδοξε Κασσίῳ γενέσθαι· τὸν γὰρ στέφανον αὐτῷ [4] κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε. λέγεται δὲ καὶ πρότερον ἐν θέᾳ τινὶ καὶ πομπῇ χρυσῆν Κασσίου Νίκην διαφερομένην πεσεῖν, ὀλισθόντος [5] τοῦ φέροντος. ἔτι δ' ὄρνεά τε σαρκοφάγα πολλὰ καθ' ἡμέραν ἐπεφαίνετο τῷ στρατοπέδῳ, καὶ μελισσῶν ὤφθησαν ἑσμοὶ συνιστάμενοι [6] περὶ τόπον τινὰ τοῦ χάρακος ἐντός· ὃν ἐξέκλεισαν οἱ μάντεις, ἀφοσιούμενοι τὴν δεισιδαιμονίαν, ἀτρέμα καὶ τὸν Κάσσιον αὐτὸν ὑπεκφέρουσαν τῶν Ἐπικούρου λόγων, τοὺς δὲ στρατιώτας παντάπασι δεδουλωμένην.

[7] ὅθεν οὐδ' ἦν πρόθυμος διὰ μάχης ἐν τῷ παρόντι γενέσθαι τὴν κρίσιν, ἀλλὰ τρίβειν ἠξίου χρόνῳ τὸν πόλεμον, ἐρρωμένους χρήμασιν, ὅπλων δὲ [8] καὶ σωμάτων πλήθει λειπομένους. Βροῦτος δὲ καὶ πρότερον ἔσπευδε τῷ ταχίστῳ τῶν κινδύνων διακριθεὶς ἢ τῇ πατρίδι τὴν ἐλευθερίαν ἀναλαβεῖν, ἢ πάντας ἀνθρώπους ἐνοχλουμένους δαπάναις καὶ στρατείαις καὶ προστάγμασιν ἀπαλλάξαι κακῶν, καὶ τότε τοὺς περὶ αὑτὸν ἱππεῖς ὁρῶν ἐν τοῖς προάγωσι καὶ ταῖς ἁψιμαχίαις εὐημεροῦντας καὶ κρατοῦντας, ἐξῆρτο τὸ [9] φρόνημα, καί τινες αὐτομολίαι γενόμεναι πρὸς τοὺς πολεμίους καὶ διαβολαὶ καθ' ἑτέρων καὶ ὑπόνοιαι πολλοὺς τῶν Κασσίου φίλων μετέστησαν [10] ἐν τῷ συνεδρίῳ πρὸς Βροῦτον. εἷς δὲ τῶν Βρούτου φίλων Ἀτέλλιος ἠναντιοῦτο, τόν γε χειμῶνα περιμεῖναι κελεύων. ἐρομένου δὲ τοῦ Βρούτου, τί δὴ βελτίων ἔσεσθαι νομίζει μετ' ἐνιαυτόν, εἰ μηδὲν εἶπεν ἄλλο, [11] πλείω βιώσομαι χρόνον. πρὸς τοῦτο Κάσσιος ἐδυσχέρανε, καὶ τοῖς ἄλλοις προσέκρουσεν οὐ μετρίως ὁ Ἀτέλλιος. ἐδέδοκτο δὴ μάχεσθαι τῇ ὑστεραίᾳ.

[40]

[1]    Καὶ Βροῦτος μὲν ἐν ἐλπίσι καλαῖς καὶ λογισμοῖς φιλοσόφοις γενόμενος παρὰ τὸ δεῖπνον, ἀνεπαύετο· Κάσσιον δὲ Μεσσάλας (HRR II 65) φησὶ δειπνεῖν τε καθ' ἑαυτόν, ὀλίγους τῶν συνήθων παραλαβόντα, καὶ [2] σύννουν ὁρᾶσθαι καὶ σιωπηλόν, οὐ φύσει τοιοῦτον ὄντα· παυσαμένου δὲ τοῦ δείπνου, λαβόμενον τῆς χειρὸς αὐτοῦ σφόδρα τοσοῦτον εἰπεῖν, ὥσπερ [3] εἰώθει φιλοφρονούμενος, Ἑλληνικῇ φωνῇ· μαρτύρομαί σε Μεσσάλα ταὐτὰ Πομπηΐῳ Μάγνῳ πάσχων, ἀναγκαζόμενος διὰ μιᾶς μάχης ἀναρρῖψαι τὸν περὶ τῆς πατρίδος κύβον. ἀγαθὴν μέντοι ψυχὴν ἔχωμεν, εἰς τὴν Τύχην ἀφορῶντες, ᾗ, κἂν βουλευσώμεθα κακῶς, ἀπιστεῖν οὐ δίκαιον.

[4] ταῦτ' εἰπόντα φησὶν ὁ Μεσσάλας τελευταῖα πρὸς αὐτὸν ἀσπάσασθαι τὸν Κάσσιον· εἶναι δὲ κεκλημένος εἰς τὴν ὑστεραίαν ἐπὶ δεῖπνον ὑπ' αὐτοῦ, [5] γενέθλιον οὖσαν. ἅμα δ' ἡμέρᾳ προὔκειτο μὲν ‹ἐν› τῷ Βρούτου χάρακι καὶ τῷ Κασσίου σύμβολον ἀγῶνος φοινικοῦς χιτών, αὐτοὶ δὲ συνῆλθον [6] εἰς τὸ μέσον τῶν στρατοπέδων, καὶ λέγει Κάσσιος· εἴη μὲν ὦ Βροῦτε νικᾶν καὶ συνεῖναι τὸν πάντα χρόνον ἀλλήλοις εὖ πράξαντας. ἐπεὶ δὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων ἀδηλότατα, καὶ τῆς μάχης παρὰ γνώμην κριθείσης οὐ ῥᾴδιον αὖθις ἀλλήλους ἰδεῖν, τί γινώσκεις περὶ φυγῆς καὶ τελευτῆς; [7] καὶ ὁ Βροῦτος ἀπεκρίνατο· νέος ὢν ἐγὼ Κάσσιε καὶ πραγμάτων ἄπειρος, οὐκ οἶδ' ὅπως ἐν φιλοσοφίᾳ λόγον ἀφῆκα μέγαν· ᾐτιασάμην Κάτωνα διαχρησάμενον ἑαυτόν, ὡς οὐχ ὅσιον οὐδ' ἀνδρὸς ἔργον ὑποχωρεῖν τῷ δαίμονι καὶ μὴ δέχεσθαι τὸ συμπῖπτον ἀδεῶς, ἀλλ' ἀποδιδράσκειν.

[8] νυνὶ δ' ἀλλοῖος ἐν ταῖς τύχαις γίνομαι, καὶ θεοῦ καλῶς τὰ παρόντα μὴ βραβεύσαντος, οὐ δέομαι πάλιν ἄλλας ἐλπίδας ἐξελέγχειν καὶ παρασκευάς, ἀλλ' ἀπαλλάξομαι, τὴν τύχην ἐπαινῶν, ὅτι Μαρτίαις εἰδοῖς δοὺς τῇ [9] πατρίδι τὸν ἐμαυτοῦ βίον, ἄλλον ἔζησα δι' ἐκείνην ἐλεύθερον καὶ ἔνδοξον. ἐπὶ τούτοις Κάσσιος ἐμειδίασε, καὶ τὸν Βροῦτον ἀσπασάμενος, ταῦτ' ἔφη φρονοῦντες ἴωμεν ἐπὶ τοὺς πολεμίους. ἢ γὰρ νικήσομεν, ἢ νικῶντας οὐ φοβηθησόμεθα.

[10]    Μετὰ ταῦτα περὶ τάξεως αὐτοῖς λόγος ἐγένετο, τῶν φίλων παρόντων. καὶ Βροῦτος ᾐτεῖτο Κάσσιον αὐτὸς ἡγεῖσθαι τοῦ δεξιοῦ κέρατος, ὃ δι' [11] ἐμπειρίαν καὶ ἡλικίαν μᾶλλον ᾤοντο Κασσίῳ προσήκειν. οὐ μὴν ἀλλὰ καὶ τοῦτο Κάσσιος ἔδωκε, καὶ τῶν ταγμάτων τὸ μαχιμώτατον ἔχοντα Μεσσάλαν [12] ἐκέλευσεν ἐπὶ τοῦ δεξιοῦ καταστῆναι. καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς, κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.

[41]

[1]   Ἔτυχον δ' οἱ περὶ Ἀντώνιον ἀπὸ τῶν ἑλῶν, οἷς παρεστρατοπέδευον, ἐμβάλλοντες τάφρους εἰς τὸ πεδίον καὶ τὰς ἐπὶ θάλασσαν ὁδοὺς τοῦ Κασσίου [2] περικόπτοντες. ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς δι' ἀσθένειαν, ἀλλ' ἡ δύναμις, οὐ πάνυ μαχεῖσθαι προσδοκῶσα τοὺς πολεμίους, ἀλλὰ μόνον ἐκδρομαῖς χρήσεσθαι πρὸς τὰ ἔργα καὶ βέλεσιν ἐλαφροῖς καὶ θορύβοις [3] τοὺς ὀρύσσοντας ἐπιταράξειν· καὶ τοῖς ἀντιτεταγμένοις οὐ προσέχοντες, ἐθαύμαζον τὴν περὶ τὰς τάφρους κραυγήν, ἄσημον οὖσαν καὶ πολλὴν [4] προσφερομένην. ἐν τούτῳ γραμματείων τε παρὰ Βρούτου τοῖς ἡγεμόσι φοιτώντων, ἐν οἷς ἦν τὸ σύνθημα γεγραμμένον, αὐτοῦ τε παρεξιόντος ἵππῳ τὰ τάγματα καὶ παραθαρρύνοντος, ὀλίγοι μὲν ἔφθασαν ἀκοῦσαι τὸ σύνθημα παρεγγυώμενον, οἱ δὲ πλεῖστοι μὴ προσμείναντες ὁρμῇ μιᾷ καὶ [5] ἀλαλαγμῷ προσεφέροντο τοῖς πολεμίοις. γενομένης δὲ δι' ἀταξίαν ταύτην ἀνωμαλίας καὶ διασπασμοῦ τῶν ταγμάτων, τὸ Μεσσάλα πρῶτον, εἶτα τὰ [6] συνεζευγμένα, παρήλλαττε τὸ Καίσαρος ἀριστερόν· καὶ βραχέα τῶν ἐσχάτων θιγόντες καὶ καταβαλόντες οὐ πολλούς, ἀλλ' ὑπερκεράσαντες, [7] ἐμπίπτουσιν εἰς τὸ στρατόπεδον. καὶ Καῖσαρ μέν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἱστορεῖ (HRR II 58), τῶν φίλων τινὸς Ἀρτωρίου Μάρκου καθ' ὕπνον ἰδόντος ὄψιν, κελεύουσαν ἐκστῆναι Καίσαρα καὶ μετελθεῖν ἐκ τοῦ [8] χάρακος, ἔφθασε μικρὸν ὑπεκκομισθεὶς ἔδοξέ τε τεθνάναι. τὸ γὰρ φορεῖον κενὸν ἀκοντίοις καὶ ὑσσοῖς βαλόντες διήλασαν. ἦν δὲ φόνος ἐν τῷ στρατοπέδῳ τῶν ἁλισκομένων, καὶ δισχίλιοι Λακεδαιμονίων ἥκοντες ἐπίκουροι νεωστὶ συγκατεκόπησαν.

[42]

[1]    Οἱ δὲ μὴ κυκλωσάμενοι τοὺς Καίσαρος, ἀλλὰ συμπεσόντες, ῥᾳδίως μὲν [ἀπ]ἐτρέψαντο τεταραγμένους καὶ διέφθειραν ἐν χερσὶ τρία τάγματα, καὶ συνεισέπεσον εἰς τὸ στρατόπεδον τοῖς φεύγουσιν, ὑπὸ ῥύμης τοῦ [2] κρατεῖν συνενεχθέντες, μεθ' ἑαυτῶν ἔχοντες τὸν Βροῦτον. ὃ δ' οὐ συνεῖδον οἱ νικῶντες, ἐδείκνυε τοῖς ἡττημένοις ὁ καιρός. εἰς γὰρ τὰ γυμνὰ καὶ παραρρηγνύμενα τῆς ἐναντίας φάλαγγος, ᾗ τὸ δεξιὸν ἀπεσπάσθη πρὸς τὴν δίωξιν, ὠσάμενοι τὸ μὲν μέσον οὐκ ἐξέωσαν, ἀλλ' ἀγῶνι μεγάλῳ συνείχοντο, τὸ δ' εὐώνυμον ἀταξίᾳ καὶ ἀγνοίᾳ τῶν γενομένων ἐτρέψαντο, καὶ καταδιώξαντες εἰς τὸν χάρακα διεπόρθουν, οὐδετέρου τῶν αὐτοκρα[3]τόρων παρόντος. Ἀντώνιός τε γὰρ ὥς φασιν ἐκκλίνας ἐν ἀρχῇ τὴν ἔφοδον εἰς τὸ ἕλος ἀνεχώρησε, καὶ Καῖσαρ οὐδαμοῦ φανερὸς ἦν, ἐκπεσὼν τοῦ χάρακος, ἀλλὰ Βρούτῳ τινὲς ὡς ἀνῃρηκότες αὐτὸν ἐπεδείκνυον ᾑμαγμένα [4] τὰ ξίφη, φράζοντες ἰδέαν ἣν εἶχε καὶ ἡλικίαν. ἤδη δὲ τὸ μέσον ἐξεώκει φόνῳ πολλῷ τοὺς ἀντιτεταγμένους, καὶ παντελῶς ἐδόκει κρατεῖν ὁ [5] Βροῦτος, ὥσπερ ὁ Κάσσιος κρατεῖσθαι. καὶ τοῦτο μόνον αὐτῶν διέφθειρε τὰ πράγματα, τοῦ μὲν ὡς νικῶντι Κασσίῳ μὴ βοηθήσαντος, τοῦ δὲ Βροῦτον ὡς ἀπολωλότα μὴ περιμείναντος· ἐπεὶ τῆς γε νίκης ὅρον ὁ Μεσσάλας (HRR II 66) τίθεται τὸ τρεῖς ἀετοὺς καὶ πολλὰ σημεῖα λαβεῖν τῶν πολεμίων, [6] ἐκείνους δὲ μηδέν. ἀναχωρῶν δ' ὁ Βροῦτος ἤδη, διαπεπορθημένων τῶν Καίσαρος, ἐθαύμασε τὸ Κασσίου στρατήγιον οὐχ ὁρῶν ὑψηλὸν ὥσπερ εἰώθει περιφαινόμενον, οὐδὲ τἆλλα κατὰ χώραν· ‹ἐρ›ήριπτο γὰρ [7] εὐθὺς τὰ πλεῖστα καὶ κατέσπαστο τῶν πολεμίων ἐμπεσόντων. ἀλλ' οἱ δοκοῦντες ὀξύτερον βλέπειν τῶν ἑταίρων ἔφραζον αὐτῷ πολλὰ μὲν ὁρᾶν κράνη λάμποντα, πολλοὺς δ' ἀργυροῦς θυρεοὺς ἐν τῷ χάρακι τοῦ Κασσίου [8] διαφερομένους· οὔκουν δοκεῖν αὐτοῖς οὔτ' ἀριθμὸν οὔθ' ὁπλισμὸν εἶναι τῶν ἀπολελειμμένων φυλάκων· οὐ μὴν οὐδὲ πλῆθος ἐπέκεινα φαίνεσθαι νεκρῶν, ὅσον εἰκὸς ἦν νενικημένων κατὰ κράτος ταγμάτων τοσούτων.

[9] ταῦτα πρῶτον ἔννοιαν παρέστησε τῷ Βρούτῳ τοῦ συμπτώματος, καὶ καταλιπὼν φρουρὰν ἐν τῷ στρατοπέδῳ τῶν πολεμίων, ἀνεκαλεῖτο τοὺς διώκοντας καὶ συνῆγεν, ὡς Κασσίῳ βοηθήσων.

[43]

[1]    Ἐπέπρακτο δ' οὕτω τὰ κατ' αὐτόν. οὔτε τὴν πρώτην ἐκδρομὴν τῶν περὶ Βροῦτον ἡδέως εἶδεν, ἄνευ συνθήματος καὶ προστάγματος γενομένην, οὔθ' ὅτε κρατοῦντες εὐθὺς ὥρμησαν ἐφ' ἁρπαγὴν καὶ ὠφέλειαν, τοῦ περιϊέναι καὶ κυκλοῦσθαι τοὺς πολεμίους ἀμελήσαντες, ἤρεσκεν [2] αὐτῷ τὰ πραττόμενα. μελλήσει δέ τινι καὶ διατριβῇ μᾶλλον ἢ προθυμίᾳ καὶ λογισμῷ στρατηγῶν, ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων περιελαμβάνετο, καὶ τῶν ἱππέων εὐθὺς ἀπορραγέντων φυγῇ πρὸς τὴν θάλασσαν, ὁρῶν καὶ [3] τοὺς πεζοὺς ἐνδιδόντας, ἐπειρᾶτο κατέχειν καὶ παρακαλεῖν. ἑνὸς δὲ σημειοφόρου φεύγοντος ἀφαρπάσας τὸ σημεῖον ἔπηξε πρὸ τῶν ποδῶν, μηδὲ [4] τῶν περὶ τὸ σῶμα τεταγμένων αὐτοῦ προθύμως ἔτι συμμενόντων. οὕτω δὴ βιασθεὶς ἀνεχώρησε μετ' ὀλίγων ἐπὶ λόφον, ἔχοντα πρὸς τὸ πεδίον σκοπάς. ἀλλ' αὐτὸς μὲν οὐδὲν κατεῖδεν ἢ μόλις τὸν χάρακα πορθούμενον (ἦν γὰρ ἀσθενὴς τὴν ὄψιν), οἱ δὲ περὶ αὐτὸν ἱππεῖς ἑώρων πολλοὺς προσελαύνοντας· [5] οὓς ὁ Βροῦτος ἔπεμψεν, εἴκασε δ' ὁ Κάσσιος πολεμίους εἶναι καὶ διώκειν ἐπ' αὐτόν· ὅμως δὲ τῶν παρόντων ἕνα Τιτίνιον ἀπέστειλε [6] κατοψόμενον. οὗτος οὐκ ἔλαθε τοὺς ἱππέας προσιών, ἀλλ' ὡς εἶδον ἄνδρα φίλον καὶ Κασσίῳ πιστόν, ἀλαλάξαντες ὑφ' ἡδονῆς οἱ μὲν συνήθεις ἠσπάζοντό τε καὶ ἐδεξιοῦντο καταπηδῶντες ἀπὸ τῶν ἵππων, οἱ δ' ἄλλοι περὶ αὐτὸν ἐν κύκλῳ περιελαύνοντες ἅμα παιᾶνι καὶ πατάγῳ, διὰ χαρᾶς [7] ἀμετρίαν τὸ μέγιστον ἀπειργάσαντο κακόν. ἔδοξε γὰρ ὁ Κάσσιος ἀληθῶς ὑπὸ τῶν πολεμίων ἔχεσθαι τὸν Τιτίνιον, καὶ τοῦτο δὴ φήσας φιλοψυχοῦντες ἀνεμείναμεν ἄνδρα φίλον ἁρπαζόμενον ὑπὸ τῶν πολεμίων ἰδεῖν, ὑπεχώρησεν εἴς τινα σκηνὴν ἔρημον, ἕνα τῶν ἀπελευθέρων ἐφελκυσάμενος Πίνδαρον, ὃν ἐκ τῶν κατὰ Κράσσον ἀτυχημάτων ἐπὶ ταύτην εἶχε τὴν [8] ἀνάγκην ὑφ' αὑτοῦ παρεσκευασμένον. ἀλλὰ Πάρθους μὲν διέφυγε, τότε δὲ τὰς χλαμύδας ἐπὶ τὴν κεφαλὴν ἀναγαγὼν καὶ γυμνώσας τὸν τράχηλον, ἀποκόψαι παρέσχεν· εὑρέθη γὰρ ἡ κεφαλὴ δίχα τοῦ σώματος· τὸν δὲ Πίνδαρον οὐδεὶς εἶδεν ἀνθρώπων μετὰ τὸν φόνον, ἐξ οὗ καὶ παρέσχεν [9] ἐνίοις δόξαν ἀνελεῖν τὸν ἄνδρα μὴ κελευσθείς. ὀλίγῳ δ' ὕστερον οἵ θ' ἱππεῖς ἐγένοντο φανεροί, καὶ Τιτίνιος ἐστεφανωμένος ὑπ' αὐτῶν ἀνῄει πρὸς Κάσσιον. ὡς δὲ κλαυθμῷ καὶ βοῇ τῶν φίλων ὀδυρομένων καὶ δυσφορούντων ἔγνω τὸ πάθος τοῦ στρατηγοῦ καὶ τὴν ἄγνοιαν, ἐσπάσατο τὸ ξίφος καὶ πολλὰ κακίσας τῆς βραδυτῆτος ἑαυτὸν ἀπέσφαξε.

[44]

[1]    Βροῦτος δὲ τὴν μὲν ἧτταν ἐγνωκὼς τοῦ Κασσίου προσήλαυνε, τὸν [2] δὲ θάνατον ἐγγὺς ἤδη τοῦ χάρακος ἤκουσε. καὶ τὸ μὲν σῶμα περικλαύσας καὶ προσαγορεύσας ἔσχατον ἄνδρα Ῥωμαίων τὸν Κάσσιον, ὡς οὐκέτι τῇ πόλει τηλικούτου φρονήματος ἐγγενέσθαι δυναμένου, περιέστειλε καὶ ἀπέπεμψεν εἰς Θάσον, ὡς μὴ σύγχυσιν αὐτόθι παράσχοι κηδευόμενον.

[3] αὐτὸς δὲ τοὺς στρατιώτας συναγαγὼν παρεμυθήσατο, καὶ πάντων ὁρῶν ἀπεστερημένους τῶν ἀναγκαίων, ὑπέσχετο κατ' ἄνδρα δισχιλίας δραχμὰς [4] ἀντὶ τῶν ἀπολωλότων. οἱ δὲ πρός τε τοὺς λόγους ἀνεθάρρησαν αὐτοῦ, καὶ τῆς δωρεᾶς ἐθαύμασαν τὸ μέγεθος, καὶ μετὰ βοῆς προὔπεμψαν ἀπιόντα, μεγαλύνοντες ὡς μόνον ἀήττητον ἐν τῇ μάχῃ τῶν τεσσάρων αὐτοκρατόρων [5] γεγενημένον. ἐμαρτύρει δὲ τὸ ἔργον, ὅτι τῇ μάχῃ περιέσεσθαι καλῶς [6] ἐπίστευεν· ὀλίγοις γὰρ τάγμασιν ἅπαντας ἐτρέψατο τοὺς ἀντιστάντας. εἰ δὲ πᾶσιν ἐχρήσατο πρὸς τὴν μάχην, καὶ μὴ παρελθόντες οἱ πλεῖστοι τοὺς πολεμίους ἐπὶ τὰ τῶν πολεμίων ὥρμησαν, οὐδὲν ἂν ἐδόκει μέρος αὐτῶν ἀπολιπεῖν ἀήττητον.

[45]

[1]    Ἔπεσον δὲ τούτων μὲν ὀκτακισχίλιοι σὺν τοῖς στρατευομένοις οἰκέταις, οὓς Βρίγας ὁ Βροῦτος ὠνόμαζε· τῶν δ' ἐναντίων Μεσσάλας [2] φησὶν (HRR II 66) οἴεσθαι πλείους ἢ διπλασίους. διὸ καὶ μᾶλλον ἠθύμουν ἐκεῖνοι, πρὶν ἢ Κασσίου θεράπων ὄνομα Δημήτριος ἀφίκετο πρὸς Ἀντώνιον ἑσπέρας εὐθὺς ἀπὸ τοῦ νεκροῦ, τὰς χλαμύδας λαβὼν καὶ τὸ ξίφος. ὧν κομισθέντων οὕτως ἐθάρρησαν, ὥσθ' ἅμ' ἡμέρᾳ προάγειν ὡπλισμένην [3] ἐπὶ μάχῃ τὴν δύναμιν. Βρούτῳ δὲ τῶν στρατοπέδων ἑκατέρου σαλεύοντος ἐπισφαλῶς (τὸ μὲν γὰρ αὐτοῦ καταπεπλησμένον αἰχμαλώτων ἐδεῖτο φυλακῆς ἀκριβοῦς, τὸ δὲ Κασσίου τὴν μεταβολὴν τοῦ ἄρχοντος οὐ ῥᾳδίως ἔφερεν, ἀλλὰ καὶ φθόνου τι καὶ μίσους ἡττημένοις ἐνῆν αὐτοῖς πρὸς τὸ νενικηκός), ὁπλίσαι μὲν ἔδοξε τὸ στράτευμα, μάχης δ' ἀπέσχετο.

[4] τῶν δ' αἰχμαλώτων τὸ μὲν δουλικὸν πλῆθος ἐνειλούμενον ὑπόπτως τοῖς ὅπλοις ἐκέλευσεν ἀναιρεθῆναι, τῶν δ' ἐλευθέρων τοὺς μὲν ἀπέλυε, φάσκων ὑπὸ τῶν πολεμίων μᾶλλον αὐτοὺς ἡλωκέναι, καὶ παρ' ἐκείνοις αἰχμαλώτους εἶναι καὶ δούλους, παρ' αὑτῷ δ' ἐλευθέρους καὶ πολίτας· [5] οἷς δὲ τοὺς φίλους ἑώρα καὶ τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, ἀποκρύπτων καὶ συνεκπέμπων ἔσῳζεν.

[6]    Ἦν δέ τις Βολούμνιος μῖμος καὶ Σακκουλίων γελωτοποιὸς ἡλωκότες, οὓς ἐν οὐδενὶ λόγῳ τιθεμένου τοῦ Βρούτου προσ‹αγ›αγόντες οἱ φίλοι κατηγόρουν, ὡς οὐδὲ νῦν τοῦ λέγειν καὶ σκώπτειν πρὸς ὕβριν αὐτῶν ἀπεχομένους.

[7] ἐπεὶ δὲ Βροῦτος μὲν ἐσίγα, πρὸς ἑτέραις ὢν φροντίσι, Μεσσάλας δὲ Κορβῖνος ἐδικαίου πληγαῖς κολασθέντας ἐπὶ σκηνῆς γυμνοὺς ἀποδοθῆναι τοῖς στρατηγοῖς τῶν πολεμίων, ὅπως εἰδῶσιν οἵων δέονται στρατευόμενοι συμποτῶν καὶ συνήθων, ἔνιοι μὲν τῶν παρόντων ἐγέλασαν· [8] Πόπλιος δὲ Κάσκας, ὁ πρῶτος Καίσαρα πατάξας, οὐ καλῶς ἔφη τεθνηκότι Κασσίῳ παίζοντες καὶ γελωτοποιοῦντες ἐναγίζομεν· σὺ δ' εἶπεν ὦ Βροῦτε δείξεις, ὅπως ἔχεις μνήμης πρὸς τὸν στρατηγόν, ἢ κολάσας [9] ἢ φυλάξας τοὺς χλευασομένους καὶ κακῶς ἐροῦντας αὐτόν. πρὸς τοῦτο Βροῦτος εὖ μάλα δυσχεράνας, τί οὖν εἶπεν ἐμοῦ πυνθάνεσθε Κάσκα, καὶ οὐ πράττετε τὸ δόξαν ὑμῖν; ταύτην ἐκεῖνοι τὴν ἀπόκρισιν συγκατάθεσιν ποιησάμενοι κατὰ τῶν ἀθλίων ἀνθρώπων, διέφθειραν αὐτοὺς ἀπαγαγόντες.

[46]   Ἐκ τούτου τὴν δωρεὰν ἀπέδωκε τοῖς στρατιώταις, καὶ μικρὰ μεμψάμενος ἐπὶ τῷ τὸ σύνθημα μὴ λαβόντας ἄνευ παραγγέλματος ἀτακτότερον ἐναλέσθαι τοῖς πολεμίοις, ὑπέσχετο καλῶς ἀγωνισαμένοις δύο πόλεις εἰς ἁρπαγὴν καὶ ὠφέλειαν ἀνήσειν, Θεσσαλονίκην καὶ Λακεδαίμονα.

[10] τοῦτο τῷ Βρούτου βίῳ μόνον ἔνεστι τῶν ἐγκλημάτων ἀναπολόγητον, εἰ καὶ πολὺ τούτων δεινότερα νικητήρια τοῖς στρατευομένοις Ἀντώνιος καὶ Καῖσαρ ἐξέτεισαν, ὀλίγου δεῖν πάσης Ἰταλίας τοὺς παλαιοὺς οἰκήτορας ἐξελάσαντες, ἵνα χώραν ἐκεῖνοι καὶ πόλεις τὰς μὴ προσηκούσας λάβωσιν.

[11] ἀλλὰ τούτοις μὲν ἄρχειν καὶ κρατεῖν ὑπέκειτο [τὸ] τοῦ πολέμου τέλος, Βρούτῳ δὲ διὰ δόξαν ἀρετῆς οὔτε νικᾶν οὔτε σῴζεσθαι συνεχωρεῖτο παρὰ τῶν πολλῶν ἢ μετὰ τοῦ καλοῦ καὶ δικαίου, καὶ ταῦτα δὴ Κασσίου τεθνηκότος, [12] ὃς αἰτίαν εἶχε καὶ Βροῦτον ἐνάγειν εἰς ἔνια τῶν βιαιοτέρων. ἀλλ' ὥσπερ ἐν πλῷ πηδαλίου συντριβέντος ἕτερα ξύλα προσηλοῦν καὶ προσαρμόττειν ἐπιχειροῦσιν, οὐκ εὖ μέν, ἀναγκαίως δὲ μαχόμενοι πρὸς τὴν χρείαν, οὕτω Βροῦτος ἐν δυνάμει τοσαύτῃ μετεώροις πράγμασιν οὐκ ἔχων ἰσορροποῦντα στρατηγόν, ἠναγκάζετο χρῆσθαι τοῖς παροῦσι καὶ [13] πολλὰ πράσσειν καὶ λέγειν τῶν ἐκείνοις δοκούντων. ἐδόκει δ' ὅσα τοὺς Κασσίου στρατιώτας ᾤοντο βελτίους παρέξειν· δυσμεταχείριστοι γὰρ ἦσαν, ἐν μὲν τῷ στρατοπέδῳ δι' ἀναρχίαν θρασυνόμενοι, πρὸς δὲ τοὺς πολεμίους διὰ τὴν ἧτταν ἀποδειλιῶντες.

[47]

[1]    Οὐδὲν δὲ βέλτιον εἶχε τὰ πράγματα τοῖς περὶ Καίσαρα καὶ Ἀντώνιον, ἀγορᾷ τε χρωμένοις ἀναγκαίᾳ, καὶ διὰ κοιλότητα τοῦ στρατοπέδου [2] χειμῶνα μοχθηρὸν προσδοκῶσιν. εἱλούμενοι γὰρ πρὸς ἕλεσι, καὶ μετὰ τὴν μάχην ὄμβρων φθινοπωρινῶν ἐπιγενομένων, πηλοῦ κατεπίμπλαντο [3] τὰς σκηνὰς καὶ ὕδατος παραχρῆμα πηγνυμένου διὰ ψῦχος. ἐν τούτῳ δ' οὖσιν αὐτοῖς ἧκεν ἀγγελία περὶ τῆς κατὰ θάλατταν γενομένης ἀτυχίας περὶ τὴν στρατιάν. ἐξ Ἰταλίας γὰρ πολλὴν κομιζομένην παρὰ Καίσαρος αἱ Βρούτου νῆες ἐπιπεσοῦσαι διέφθειραν, ὧν ὀλίγοι παντάπασι τοὺς πολεμίους διαφυγόντες, ὑπὸ λιμοῦ τῶν ἱστίων καὶ τῶν σχοινίων ἐσθίοντες [4] διεγένοντο. ταῦτ' ἀκούσαντες ἔσπευδον διὰ μάχης κριθῆναι, πρὶν αἰσθέσθαι [5] τὸν Βροῦτον ὅσον αὐτῷ γέγονεν εὐτυχίας. καὶ γὰρ ἡμέρᾳ μιᾷ συνέβη τόν τε κατὰ γῆν ἅμα καὶ τὸν κατὰ θάλατταν ἀγῶνα κριθῆναι. τύχῃ δέ τινι μᾶλλον ἢ κακίᾳ τῶν ἐν ταῖς ναυσὶν ἡγεμόνων ἠγνόησε τὸ κατόρθωμα [6] Βροῦτος, ἡμερῶν εἴκοσι διαγενομένων. οὐ γὰρ ἂν εἰς δευτέραν μάχην προῆλθε, τὰ μὲν ἀναγκαῖα τῇ στρατιᾷ παρεσκευασμένος εἰς πολὺν χρόνον, ἐν καλῷ δὲ τῆς χώρας ἱδρυμένος, ὥστε καὶ χειμῶνος ἀπαθὲς καὶ πρὸς τοὺς πολεμίους δυσεκβίαστον ἔχειν τὸ στρατόπεδον, τῷ δὲ κρατεῖν βεβαίως τῆς θαλάττης καὶ νενικηκέναι πεζῇ τὸ καθ' αὑτὸν ἐπ' ἐλπίδων [7] μεγάλων καὶ φρονήματος γεγονώς. ἀλλὰ τῶν πραγμάτων ὡς ἔοικεν οὐκέτι πολλοῖς ὄντων καθεκτῶν, ἀλλὰ μοναρχίας δεομένων, ὁ θεὸς ἐξ‹αγ›αγεῖν καὶ μεταστῆσαι τὸν μόνον ἐμποδὼν ὄντα τῷ κρατεῖν δυναμένῳ βουλόμενος, ἀπέκοψε τὴν τύχην ἐκείνην, καίπερ ἐγγυτάτω τοῦ μὴ λαθεῖν [8] τὸν Βροῦτον ἀφικομένην. μέλλοντος γὰρ αὐτοῦ μάχεσθαι, πρὸ μιᾶς ἡμέρας ὀψὲ Κλώδιός τις ἐκ τῶν πολεμίων αὐτόμολος ἧκεν ἀγγέλλων, ὅτι διεφθαρμένον ᾐσθημένοι τὸν στόλον οἱ περὶ Καίσαρα σπεύδουσι διαγωνίσασθαι.

[9] ταῦτα λέγων ὁ ἄνθρωπος οὐκ εἶχε πίστιν οὐδ' εἰς ὄψιν ἦλθε τῷ Βρούτῳ, καταφρονηθεὶς παντάπασιν ὡς μηδὲν ἀκηκοὼς ὑγιές, ἢ τὰ ψευδῆ πρὸς χάριν ἀπαγγέλλων.

[48]

[1]    Ἐν ἐκείνῃ δὲ τῇ νυκτὶ πάλιν φασὶν εἰς ὄψιν ἐλθεῖν τὸ φάσμα τῷ Βρούτῳ, καὶ τὴν αὐτὴν ἐπιδειξάμενον ὄψιν, οὐδὲν εἰπεῖν ἀλλ' οἴχεσθαι.

[2] Πόπλιος δὲ Βολούμνιος (HRR II 52), ἀνὴρ φιλόσοφος καὶ συνεστρατευμένος ἀπ' ἀρχῆς Βρούτῳ, τοῦτο μὲν οὐ λέγει τὸ σημεῖον, μελισσῶν δέ [3] φησι τὸν πρῶτον ἀετὸν ἀνάπλεων γενέσθαι, καὶ τῶν ταξιάρχων τινὸς ἀπ' αὐτομάτου τὸν βραχίονα μύρον ῥόδινον ἐξανθεῖν, καὶ πολλάκις ἐξαλείφοντας [4] καὶ ἀπομάττοντας μηδὲν περαίνειν, καὶ πρὸ τῆς μάχης αὐτῆς ἀετοὺς δύο συμπεσόντας ἀλλήλοις ἐν μεταιχμίῳ τῶν στρατοπέδων μάχεσθαι, καὶ σιγὴν ἄπιστον ἔχειν τὸ πεδίον, θεωμένων ἁπάντων, εἶξαι δὲ [5] καὶ φυγεῖν τὸν κατὰ Βροῦτον. ὁ δ' Αἰθίοψ περιβόητος γέγονεν, ὁ τῆς πύλης ἀνοιχθείσης ἀπαντήσας τῷ φέροντι τὸν ἀετὸν καὶ κατακοπεὶς ταῖς μαχαίραις ὑπὸ τῶν στρατιωτῶν οἰωνισαμένων.

[49]

[1]    Προαγαγὼν δὲ τὴν φάλαγγα καὶ καταστήσας ἐναντίαν τοῖς πολεμίοις, ἐπεῖχε πολὺν χρόνον· ὑποψίαι γὰρ αὐτῷ καὶ μηνύσεις κατά τινων [2] προσέπιπτον ἐπισκοποῦντι τὸ στράτευμα, καὶ τοὺς ἱππέας ἑώρα μάχης ἄρχειν οὐ πάνυ προθύμους ὄντας, ἀλλ' ἀεὶ προσμένοντας τὸ τῶν πεζῶν [3] ἔργον. εἶτ' ἐξαίφνης ἀνὴρ πολεμικὸς καὶ τετιμημένος ἐπ' ἀνδρείᾳ διαπρεπῶς παρὰ τὸν Βροῦτον αὐτὸν ἐξιππασάμενος μεταβάλλεται πρὸς τοὺς [4] πολεμίους· Καμουλᾶτος δ' ἐκαλεῖτο. τοῦτον ἰδὼν ὁ Βροῦτος ἤλγησεν ἰσχυρῶς, καὶ τὰ μὲν ὑπ' ὀργῆς, τὰ δὲ φόβῳ μείζονος μεταβολῆς καὶ προδοσίας, εὐθὺς ἐπὶ τοὺς ἐναντίους ἦγεν εἰς ὥραν ἐνάτην, τοῦ ἡλίου καταφερομένου.

[5] καὶ τῷ μὲν καθ' αὑτὸν ἐκράτησε μέρει καὶ προῆλθεν, ὑποχωροῦντι τῷ ἀριστερῷ τῶν πολεμίων ἐγκείμενος, καὶ συνεπέρρωσαν οἱ [6] ἱππεῖς, ἅμα τοῖς πεζοῖς ἐμβαλόντες τεταραγμένοις· τὸ δ' ἕτερον κέρας, ὡς μὴ κυκλωθείη τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπόμενον, διεσπᾶτο μέσον, καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλ' [7] ἔφευγε πρῶτον. οἱ δὲ τοῦτο διακόψαντες εὐθὺς ἐκυκλοῦντο τὸν Βροῦτον, αὐτὸν μὲν ὅσα καὶ στρατηγικῆς καὶ στρατιωτικῆς ἀρετῆς ἔργα καὶ χειρὶ καὶ γνώμῃ παρὰ τὰ δεινὰ πρὸς τὸ νικᾶν ἀποδεικνύμενον, ᾧ δὲ πλέον ἔσχε [8] τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον. τῶν μὲν γὰρ πολεμίων τὸ νικηθὲν εὐθὺς ἀπωλώλει τότε· τῶν δὲ Κασσίου τραπέντων ὀλίγοι διεφθάρησαν, οἱ δὲ σῳζόμενοι τῷ προηττῆσθαι περιδεεῖς ὄντες, ἀνέπλησαν ἀθυμίας καὶ [9] ταραχῆς τὸ πλεῖστον τοῦ στρατεύματος. ἐνταῦθα καὶ Μᾶρκος ὁ Κάτωνος υἱός, ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις τῶν νέων ταττόμενος, οὐκ εἶξε καταπονούμενος οὐδ' ἔφυγεν, ἀλλὰ χρώμενός τε τῇ χειρὶ καὶ φράζων ὅστις εἴη καὶ πατρόθεν ‹ἑαυτὸν› ὀνομάζων, ἔπεσεν ἐπὶ πολλοῖς τῶν [10] πολεμίων νεκροῖς. ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι, τοῦ Βρούτου προκινδυνεύοντες.

[50]

[1]    Ἦν δέ τις Λουκίλλιος ἀνὴρ ἀγαθὸς ἐν τοῖς ἑταίροις. οὗτος ὁρῶν βαρβάρους τινὰς ἱππέας ἐν τῇ διώξει τῶν μὲν ἄλλων οὐδένα ποιουμένους λόγον, ἐλαύνοντας δὲ ῥύδην ἐπὶ τὸν Βροῦτον, ἔγνω παρακινδυνεύσας ἐμποδὼν [2] αὐτοῖς γενέσθαι, καὶ μικρὸν ὑπολειφθεὶς αὐτὸς ἔφη Βροῦτος εἶναι, καὶ πιθανὸς ἦν πρὸς Ἀντώνιον δεόμενος ἄγειν ἑαυτόν, ὡς Καίσαρα δεδοικώς, [3] ἐκείνῳ δὲ θαρρῶν. οἱ δ' ἀσπασάμενοι τὸ εὕρημα καὶ τύχῃ τινὶ θαυμαστῇ κεχρῆσθαι νομίζοντες, ἦγον τὸν ἄνδρα σκότους ἤδη, προπέμψαντες [4] ἐξ αὑτῶν τινας ἀγγέλους παρὰ τὸν Ἀντώνιον. αὐτός τ' οὖν ἡσθεὶς ἀπήντα τοῖς ἄγουσι, καὶ τῶν ἄλλων οἱ πυνθανόμενοι ζῶντα Βροῦτον κομίζεσθαι συνετρόχαζον, οἱ μὲν ἐλεεινὸν ἡγούμενοι τῆς τύχης, οἱ δὲ τῆς δόξης ἀνάξιον, [5] ἄγραν βαρβάρων ὑπὸ φιλοψυχίας γενόμενον. ἐπεὶ δ' ἐγγὺς ἦσαν, ὁ μὲν Ἀντώνιος ὑπέστη διαπορῶν ὅπως χρὴ δέξασθαι τὸν Βροῦτον, ὁ δὲ Λουκίλλιος προσαχθεὶς μάλα τεθαρρηκότως Μᾶρκον μὲν εἶπε Βροῦτον Ἀντώνιε οὐδεὶς ᾕρηκεν οὐδ' ἂν ἕλοι πολέμιος· μὴ τοσοῦτον ἡ τύχη [6] κρατήσειε τῆς ἀρετῆς. ἀλλ' ἐκεῖνος εὑρεθήσεται ζῶν ἤ που καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ. ἐγὼ δὲ τοὺς σοὺς στρατιώτας παρακρουσάμενος ἥκω, παθεῖν οὐδὲν ἐπὶ τούτῳ τῶν ἀνηκέστων παραιτούμενος.

[7] ταῦτ' εἰπόντος τοῦ Λουκιλλίου καὶ πάντων ἐκπλαγέντων, Ἀντώνιος πρὸς τοὺς κομίσαντας αὐτὸν ἀποβλέψας, ἦπου χαλεπῶς εἶπεν ὦ συστρατιῶται [8] φέρετε τῇ ἁμαρτίᾳ, περιυβρίσθαι δοκοῦντες. ἀλλ' εὖ ἴστε κρείττονα τῆς ζητουμένης ἄγραν ᾑρηκότες. πολέμιον γὰρ ζητοῦντες, ἥκετε φίλον ἡμῖν κομίζοντες· ὡς ἐγὼ Βρούτῳ μὲν οὐκ οἶδα μὰ τοὺς θεοὺς ὅ τι ἂν ἐχρησάμην ζῶντι, τοιούτων δ' ἀνδρῶν φίλων τυγχάνοιμι μᾶλλον ἢ [9] πολεμίων. ταῦτ' εἰπὼν καὶ τὸν Λουκίλλιον ἀσπασάμενος, τότε μὲν ἑνὶ τῶν φίλων συνέστησεν, ὕστερον δὲ χρώμενος εἰς πάντα πιστῷ καὶ βεβαίῳ διετέλεσε.

[51]

[1]    Βροῦτος δὲ διαβάς τι ῥεῖθρον ὑλῶδες καὶ παράκρημνον ἤδη σκότους ὄντος οὐ πολὺ προῆλθεν, ἀλλ' ἐν τόπῳ κοίλῳ καὶ πέτραν ἔχοντι μεγάλην προκειμένην καθίσας, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων καὶ φίλων ὄντων, πρῶτα μὲν ἀποβλέψας εἰς τὸν οὐρανὸν ἀστέρων ὄντα μεστόν, ἀνεφθέγξατο δύο στίχους, ὧν τὸν ἕτερον Βολούμνιος ἀνέγραψε (Eur. Med. 332).

   Ζεῦ, μὴ λάθοι σε τῶνδ' ὃς αἴτιος κακῶν,

[2] τοῦ δ' ἑτέρου φησὶν ἐπιλαθέσθαι (HRR II 53). μετὰ δὲ μικρὸν τῶν ἐν τῇ μάχῃ πρὸ αὐτοῦ πεσόντων ἑταίρων ἕκαστον ὀνομάζων, μάλιστα τῇ Φλαβίου μνήμῃ καὶ τῇ Λαβεῶνος ἐπεστέναξεν· ἦν δ' αὐτοῦ πρεσβευτὴς ὁ [3] Λαβεών, ὁ δὲ Φλάβιος ἔπαρχος τῶν τεχνιτῶν. ἐν τούτῳ δέ τις, αὐτός τε διψήσας καὶ τὸν Βροῦτον ὁρῶν ὁμοίως ἔχοντα, λαβὼν κράνος ἐπὶ τὸν ποταμὸν κατέδραμε. ψόφου δὲ κατὰ θάτερα προσπεσόντος, Βολούμνιος [4] προῆλθε κατοψόμενος καὶ σὺν αὐτῷ Δάρδανος ὁ ὑπασπιστής. ἐπανελθόντες δὲ μετὰ μικρὸν ἠρώτησαν περὶ τοῦ πόματος. ἠθικῶς δὲ σφόδρα μειδιάσας ὁ Βροῦτος πρὸς τὸν Βολούμνιον ἐκπέποται εἶπεν, ἀλλ' ἕτερον ὑμῖν κομισθήσεται. πεμφθεὶς δ' ὁ αὐτὸς ἐκινδύνευσεν ὑπὸ τῶν πολεμίων [5] ἁλῶναι, καὶ μόλις ἐσώθη τετρωμένος. εἰκάζοντι δ' αὐτῷ μὴ πολλοὺς ἐν τῇ μάχῃ τεθνάναι, Στατύλλιος ὑπέστη διὰ τῶν πολεμίων ἐκπαισάμενος (ἄλλως γὰρ οὐκ ἦν) κατόψεσθαι τὸ στρατόπεδον καὶ πυρσὸν ἄρας, ἄνπερ [6] εὕρῃ τἀκεῖ σῳζόμενα, πάλιν ἀφίξεσθαι πρὸς αὐτόν. ὁ μὲν οὖν πυρσὸς ἤρθη τοῦ Στατυλλίου παρελθόντος εἰς τὸ στρατόπεδον, ὡς δ' οὐκ ἐπανῄει χρόνῳ πολλῷ, Βροῦτος εἶπεν· ἂν ζῇ Στατύλλιος, ἀφίξεται. συνέβη δ' αὐτὸν ἐπανερχόμενον ἐμπεσεῖν εἰς τοὺς πολεμίους καὶ διαφθαρῆναι.

[52]

[1]    Προϊούσης δὲ τῆς νυκτός, ἀποκλίνας ὡς ἔτυχε καθεζόμενος πρὸς οἰκέτην ἑαυτοῦ Κλεῖτον ἐλάλει. σιωπῶντος δὲ τοῦ Κλείτου καὶ δακρύοντος, αὖθις ἐπισπασάμενος τὸν ὑπασπιστὴν Δάρδανον, ἰδίᾳ τινὰς αὐτῷ [2] προσέφερε λόγους. τέλος δὲ τὸν Βολούμνιον αὐτὸν Ἑλληνιστὶ τῶν λόγων καὶ τῆς ἀσκήσεως ὑπεμίμνῃσκε, καὶ παρεκάλει τῇ χειρὶ συνεφάψασθαι [3] τοῦ ξίφους αὐτῷ καὶ συνεπερεῖσαι τὴν πληγήν. τοῦ δὲ Βολουμνίου διωσαμένου καὶ τῶν ἄλλων ὁμοίως ἐχόντων, εἰπόντος δέ τινος ὡς δεῖ μὴ μένειν ἀλλὰ φεύγειν, ἐξαναστὰς πάνυ μὲν οὖν ἔφη φευκτέον, ἀλλὰ διὰ τῶν [4] χειρῶν, οὐ διὰ τῶν ποδῶν. ἐμβαλὼν δὲ τὴν δεξιὰν ἑκάστῳ μάλα φαιδρός, ἥδεσθαι μὲν ἔφη μεγάλην ἡδονήν, ὅτι τῶν φίλων αὐτὸν οὐδεὶς ἐψεύσατο· [5] τῇ τύχῃ δ' ἐγκαλεῖν ὑπὲρ τῆς πατρίδος, ἑαυτὸν δὲ τῶν νενικηκότων μακαριώτερον νομίζειν, οὐκ ἐχθὲς οὐδὲ πρώην μόνον ἀλλὰ καὶ νῦν, ἀπολείποντα δόξαν ἀρετῆς, ἣν οὔθ' ὅπλοις οὔτε χρήμασιν ἀπολείψουσιν οἱ κεκρατηκότες, ὡς μὴ δοκεῖν, ὅτι δικαίους ἄνδρας ἄδικοι καὶ κακοὶ χρηστοὺς [6] ἀπολέσαντες οὐ προσηκόντως ἄρχουσι. δεηθεὶς δὲ καὶ παρακαλέσας σῴζειν ἑαυτούς, ἀνεχώρησεν ἀπωτέρω μετὰ δυεῖν ἢ τριῶν, ἐν οἷς ἦν καὶ [7] Στράτων ὁ ἀπὸ λόγων ῥητορικῶν γεγονὼς αὐτῷ συνήθης. καὶ τοῦτον ἔγγιστα παραστησάμενος ἑαυτῷ, καὶ τὸ ξίφος γυμνὸν ἐπὶ τῆς λαβῆς ταῖς [8] χερσὶν ἀμφοτέραις ἐρείσας καὶ περιπεσών, ἐτελεύτησεν. οἱ δέ φασιν οὐκ αὐτὸν ἀλλὰ τὸν Στράτωνα, πολλὰ πάνυ τοῦ Βρούτου δεηθέντος, ἀποστρέψαντα τὴν ὄψιν ὑποστῆσαι τὸ ξίφος, ἐκεῖνον δὲ ῥύμῃ προσβαλόντα τὸ στέρνον καὶ διώσαντα συντόμως ἀποθανεῖν.

[53]

[1]    Τοῦτον δὲ τὸν Στράτωνα Μεσσάλας, ἑταῖρος ὢν Βρούτῳ, Καίσαρι διαλλαγεὶς ἐπὶ σχολῆς ποτε προσήγαγε, καὶ δακρύσας εἶπεν· οὗτός ἐστιν ὦ Καῖσαρ ὁ ἀνήρ, ὁ τῷ ἐμῷ Βρούτῳ τὴν τελευταίαν ὑπουργήσας [2] χάριν. ἀποδεξάμενος οὖν ὁ Καῖσαρ ἔσχεν αὐτὸν ἔν τε τοῖς πόνοις καὶ ἐν τοῖς περὶ Ἄκτιον ἀγῶσιν ἕνα τῶν περὶ αὐτὸν ἀγαθῶν γενομένων Ἑλλήνων.

[3] αὐτὸν δὲ τὸν Μεσσάλαν λέγουσιν ὕστερον ἐπαινούμενον ὑπὸ Καίσαρος, ὅτι καίπερ ἐν Φιλίπποις πολεμιώτατος αὐτοῖς γενόμενος διὰ Βροῦτον, ἐν Ἀκτίῳ προθυμότατον ἑαυτὸν παρέσχεν, ἐγώ τοι φάναι ὦ Καῖσαρ ἀεὶ τῆς βελτίονος καὶ δικαιοτέρας [τιμῆς καὶ] μερίδος ἐγενόμην.

[4]    Τὸν δὲ Βροῦτον ὁ Ἀντώνιος ἀνευρὼν τεθνηκότα, τὸ μὲν σῶμα τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιβαλεῖν ἐκέλευσεν· ὕστερον δὲ τὴν φοινικίδα κεκλεμμένην αἰσθόμενος, ἀπέκτεινε τὸν ὑφελόμενον. τὰ δὲ λείψανα πρὸς τὴν μητέρα τοῦ Βρούτου Σερβιλίαν ἀπέπεμψε.

[5]    Πορκίαν δὲ τὴν Βρούτου γυναῖκα Νικόλαος ὁ φιλόσοφος ἱστορεῖ (FGrH 90 F 99) καὶ Οὐαλέριος Μάξιμος (4, 6, 5) βουλομένην ἀποθανεῖν, ὡς οὐδεὶς ἐπέτρεπε τῶν φίλων, ἀλλὰ προσέκειντο καὶ παρεφύλαττον, ἐκ τοῦ πυρὸς ἀναρπάσασαν ἄνθρακας καταπιεῖν, καὶ τὸ [στόμα συγκλείσασαν καὶ] [6] μύσασαν, οὕτω διαφθαρῆναι. καίτοι φέρεταί τις ἐπιστολὴ Βρούτου πρὸς τοὺς φίλους, ἐγκαλοῦντος αὐτοῖς καὶ ὀλοφυρομένου περὶ τῆς Πορκίας ὡς ἀμεληθείσης ὑπ' αὐτῶν καὶ προελομένης διὰ νόσον καταλιπεῖν τὸν βίον.

[7] ἔοικεν οὖν ὁ Νικόλαος ἠγνοηκέναι τὸν χρόνον, ἐπεὶ τό γε πάθος καὶ τὸν ἔρωτα τῆς γυναικὸς καὶ τὸν τρόπον τῆς τελευτῆς ὑπονοῆσαι δίδωσι καὶ τὸ ἐπιστόλιον, εἴπερ ἄρα τῶν γνησίων ἐστίν.