OPPIANUS - HALIEUTICA IV

4432 280 0 0 0 0 II d. C. Epica Oppianus IV Halieutica Mair, A.W., Cambridge, Mass., Harvard University Press, 1928 Rist. 1963. 0

- Ἄλλους δ' ἀγρευτῆρσιν ὑπήγαγε ληΐδα θήρης

ὑγρὸς ἔρως· ὀλοῶν δὲ γάμων, ὀλοῆς τ' Ἀφροδίτης

ἠντίασαν, σπεύδοντες ἑὴν φιλοτήσιον ἄτην.

ἀλλὰ σύ μοι, κάρτιστε πολισσούχων βασιλήων,

αὐτός τ', Ἀντωνῖνε, καὶ υἱέος ἠγάθεον κῆρ,

πρόφρονες εἰσαΐοιτε καὶ εἰναλίῃσι γάνυσθε

τερπωλαῖς, οἵῃσιν ἐμὸν νόον ἠπιόδωροι

Μοῦσαι κοσμήσαντο καὶ ἐξέστεψαν ἀοιδῆς

δώρῳ θεσπεσίῳ καί μοι πόρον ὑμετέροισι

κίρνασθαι γλυκὺ νᾶμα καὶ οὔασι καὶ πραπίδεσσι.

- Σχέτλι' Ἔρως, δολομῆτα, θεῶν κάλλιστε μὲν ὄσσοις

εἰσιδέειν, ἄλγιστε δ' ὅτε κραδίην ὀροθύνεις,

ἐμπίπτων ἀδόκητος, ὑπὸ φρένα δ' ὥστε θύελλα

μίσγεαι, ἀσθμαίνεις δὲ πυρὸς δριμεῖαν ὁμοκλήν,

παφλάζων ὀδύνῃσι καὶ ἀκρήτοισιν ἀνίαις·

δάκρυ δέ σοι προβαλεῖν λαρὸν γάνος ἠδ' ἐσακοῦσαι

βυσσόθεν οἰμωγὴν σπλάχνοις θ' ὑπὸ θερμὸν ἔρευθος

φοινίξαι χρωτός τε παράτροπον ἄνθος ἀμέρσαι

ὄσσε τε κοιλῆναι παρά τε φρένα πᾶσαν ἀεῖραι

μαινομένην· πολλοὺς δὲ καὶ ἐς μόρον ἐξεκύλισας,

ὅσσοις χειμέριός τε καὶ ἄγριος ἀντεβόλησας

λύσσαν ἄγων· τοίαις γὰρ ἀγάλλεαι εἰλαπίνῃσιν.

εἴτ' οὖν ἐν μακάρεσσι παλαίτατος ἐσσὶ γενέθλῃ,

ἐκ Χάεος δ' ἀνέτειλας ἀμειδέος, ὀξέϊ πυρσῷ

λαμπόμενος, πρῶτος δὲ γάμων ἐζεύξαο θεσμούς,

πρῶτος δ' εὐναίοις ἀρότοις ἐπεθήκαο τέκμωρ·

εἴτε σε καὶ πτερύγεσσιν ἀειρόμενον θεὸν ὄρνιν

τίκτε Πάφου μεδέουσα πολυφράδμων Ἀφροδίτη,

εὐμενέοις, πρηΰς τε καὶ εὔδιος ἄμμιν ἱκάνοις

μέτρον ἄγων· οὐ γάρ τις ἀναίνεται ἔργον ἔρωτος.

πάντῃ μὲν κρατέεις, πάντῃ δέ σε καὶ ποθέουσι

καὶ μέγα πεφρίκασιν· ὁ δ' ὄλβιος, ὅστις ἔρωτα

εὐκραῆ κομέει τε καὶ ἐν στέρνοισι φυλάσσει·

σοὶ δ' οὔτ' οὐρανίης γενεῆς ἅλις οὔτε τι φύτλης

ἀνδρομέης· οὐ θῆρας ἀναίνεαι οὐδ' ὅσα βόσκει

ἀὴρ ἀτρύγετος, νεάτης δ' ὑπὸ κεύθεσι λίμνης

δύνεις, ὁπλίζῃ δὲ καὶ ἐν νεπόδεσσι κελαινοὺς

ἀτράκτους, ὡς μή τι τεῆς ἀδίδακτον ἀνάγκης

λείπηται, μηδ' ὅστις ὑπόβρυχα νήχεται ἰχθύς.

- Οἵην μὲν φιλότητα μετ' ἀλλήλοισι ῥύονται

καὶ πόθον ὀξυβελῆ στικτοὶ σκάροι, οὐδ' ἐνὶ μόχθοις

ἀλλήλους λείπουσιν, ἀλεξητῆρι δὲ θυμῷ

πολλάκι μὲν πληγέντος ὑπ' ἀγκίστροιο δαφοινοῦ

ἄλλος ἐπαΐξας πρόμαχος σκάρος ἰχθὺς ὀδοῦσιν

ὁρμιὴν ἀπέκερσε καὶ ἐξεσάωσεν ἑταῖρον

καὶ δόλον ἠμάλδυνε καὶ ἀσπαλιῆ' ἀκάχησεν.

ἤδη δ' ἐν κύρτοισι παλιμπλεκέεσσιν ἁλόντα

ἄλλος ὑπεξέκλεψε καὶ ἐξείρυσσεν ὀλέθρου·

εὖτε γὰρ ἐς κύρτοιο πέσῃ λόχον αἰόλος ἰχθύς,

αὐτίκ' ἐπεφράσθη τε καὶ ἐκδῦναι κακότητος

πειρᾶται, τρέψας δὲ κάτω κεφαλήν τε καὶ ὄσσε

ἔμπαλιν εἰς οὐρὴν ἀνανήχεται ἕρκος ἀμείβων·

ταρβεῖ γὰρ σχοίνους ταναηκέας, αἳ πυλεῶνι

ἀμφιπεριφρίσσουσι καὶ οὐτάζουσιν ὀπωπὰς

ἀντίον ἐρχομένοιο, φυλακτήρεσσιν ὁμοῖαι.

οἱ δέ μιν εἰσορόωντες ἀμήχανα δινεύοντα

ἔκτοθεν ἀντιόωσιν ἀρηγόνες, οὐδ' ἐλίποντο

τειρόμενον· καί πού τις ἑὴν ὤρεξε διασχὼν

οὐρὴν ἠΰτε χεῖρα λαβεῖν ἔντοσθεν ἑταίρῳ·

αὐτὰρ ὀδὰξ μὲν ἔρεισεν, ὁ δ' ἔσπασεν ἄϊδος ἔξω

οὐρὴν ἡγήτειραν ὑπὸ στόμα δεσμὸν ἔχοντα.

πολλάκι δὲ προβαλόντος ἑὴν ἔντοσθεν ἁλόντος

οὐρὴν ἄλλος ἔμαρψε καὶ ἐξείρυσσε θύραζε

ἑσπόμενον· τοιοῖσδε νοήμασι πότμον ἄλυξαν.

ὡς δ' ὅτε παιπαλόεσσαν ἀναστείχωσι κολώνην

φῶτες ὑπὸ σκιερῆς νυκτὸς κνέφας, ἡνίκα μήνη

κέκρυπται, νεφέων δὲ κελαινιόωσι καλύπτραι,

οἱ δ' ὄρφνῃ μογέουσι καὶ ἀτρίπτοισι κελεύθοις

πλαζόμενοι, χεῖράς τε μετ' ἀλλήλοισιν ἔχουσιν,

ἑλκόμενοί θ' ἕλκουσι, πόνων ἐπίκουρον ἀμοιβήν·

ὣς οἵ γ' ἀλλήλοισιν ἀμοιβαίῃ φιλότητι

ἀλκτῆρες γεγάασι· τὸ δέ σφισι μήσατ' ὄλεθρον

δειλαίοις, ὀλοοῦ δὲ καὶ ἀλγινόεντος ἔρωτος

ἠντίασαν, βλαφθέντες ἐπιφροσύναις ἁλιήων.

τέσσαρες ἐμβεβάασι θοὸν σκάφος ἀγρευτῆρες,

τῶν ἤτοι δοιοὶ μὲν ἐπηρέτμοισι πόνοισι

μέμβλονται, τρίτατος δὲ δολόφρονα μῆτιν ὑφαίνει.

θῆλυν ἀναψάμενος σύρει σκάρον ἀκροτάτοιο

χείλεος ἐν δίνῃσι λινοζεύκτῳ ὑπὸ δεσμῷ·

ζωὴν μὲν κέρδιστον ἀνελκέμεν· ἢν δὲ θάνῃσι,

δελφῖνος μολίβοιο μετὰ στόμα δέξατο τέχνην.

μηρίνθου δ' ἑτέρωθεν ἐλήλαται ἄλλος ὄπισθεν

δινωτὸς μολίβοιο βαρὺς κύβος ἅμματος ἄκρου·

καί ῥ' ἡ μὲν ζωῇ ἐναλίγκιος ἐν ῥοθίοισιν

ἑλκομένη θήλεια τιταίνεται ἐξ ἁλιῆος.

τέτρατος αὖ κύρτοιο βαθὺν δόλον ἀντίον ἕλκει

ἐγγύθεν· οἱ δ' ὁρόωντες ἀολλέες ἰθὺς ἵενται

κραιπνὸν ἐπειγόμενοι βαλιοὶ σκάροι, ὄφρα ῥύωνται

ἑλκομένην, ἀπάτην δὲ περιπροθέουσιν ἁπάντῃ,

οἴστρῳ θηλυμανεῖ βεβιημένοι· οἱ δ' ἐλάτῃσι

νῆα κατασπέρχουσιν ὅσον σθένος· οἱ δ' ἐφέπονται

ἐσσυμένως· τάχα δέ σφι πανύστατος ἔπλετ' ἀρωγή.

εὖτε γὰρ ἀγρομένους τε καὶ ἄσχετα μαιμώοντας

θηλείης ἐπὶ λύσσαν ἴδῃ νόος ἀσπαλιῆος,

ἐν κύρτῳ κατέθηκεν ὁμοῦ λίνον ἠδὲ μόλιβδον,

ὃς σκάρον ἐμβαρύθων εἴσω σπάσεν· οἱ δ' ἄρ' ὁμαρτῆ,

ὡς ἴδον, ὡς ἐκέχυντο παραφθαδόν, Ἄϊδος ἕρκος

πλεκτὸν ἐπισπεύδοντες, ἐπειγομένοις δὲ λόχοισι

στείνονται προβολαί τε λύγων καὶ χάσμα πυλάων

ἀργαλέον· τοῖοι γὰρ ἐπισπέρχουσι μύωπες.

ὡς δὲ ποδωκείης μεμελημένοι ἄνδρες ἀέθλων,

στάθμης ὁρμηθέντες ἀπόσσυτοι, ὠκέα γυῖα

προπροτιταινόμενοι, δολιχὸν τέλος ἐγκονέουσιν

ἐξανύσαι· πᾶσιν δὲ πόθος νύσσῃ τε πελάσσαι

νίκης τε γλυκύδωρον ἑλεῖν κράτος ἔς τε θύρετρα

ἀΐξαι καὶ κάρτος ἀέθλιον ἀμφιβαλέσθαι·

τόσσος ἔρως καὶ τοῖσιν ἐς Ἄϊδος ἡγεμονεύει

ἐσθορέειν κευθμῶνας ἀνοστήτοιο λόχοιο.

κύντατα δ' ἐς φιλότητα καὶ ὕστατον οἶστρον ἔχοντες

αὐτόμολοι πιμπλᾶσιν ἐφίμερον ἀνδράσιν ἄγρην.

- Ἄλλοι δ' αὖ θήλειαν ἔσω κύρτοιο κελαινοῦ

ζωὴν ἐγκαθιέντες ὑπὸ σπιλάδεσσι τίθενται

κείναις, ᾗσι μέλει γλαγόεις σκάρος· οἱ δ' ὑπ' ἔρωτος

αὔρῃ θελγόμενοι φιλοτησίῃ ἀμφαγέρονται,

ἀμφί τε λιχμάζουσι καὶ ἐξερέουσιν ἁπάντῃ

μαιόμενοι κύρτοιο κατήλυσιν· αἶψα δ' ἵκοντο

εἰσίθμην εὐρεῖαν ἀνέκβατον ἕρκος ἔχουσαν,

ἐς δ' ἔπεσον ἅμα πάντες ὁμιλαδόν, οὐδέ τι μῆχος

ἐκδῦναι, στυγερὴν δὲ πόθων εὕροντο τελευτήν.

ὡς δέ τις οἰωνοῖσι μόρον δολόεντα φυτεύων

θήλειαν θάμνοισι κατακρύπτει λασίοισιν

ὄρνιν, ὁμογλώσσοιο συνέμπορον ἠθάδα θήρης·

ἡ δὲ λίγα κλάζει ξουθὸν μέλος, οἱ δ' ἀΐοντες

πάντες ἐπισπέρχουσι, καὶ ἐς βρόχον αὐτοὶ ἵενται,

θηλυτέρης ἐνοπῇσι παραπλαγχθέντες ἰωῆς·

τοῖς κεῖνοι κύρτοιο πέσον λαγόνεσσιν ὁμοῖοι.

- Τοίην δ' αὖ κεφάλοισιν ἔρως περιβάλλεται ἄτην·

καὶ γὰρ τοὺς θήλεια παρήπαφεν ἐν ῥοθίοισιν

ἑλκομένη· θαλερὴ δὲ πέλοι λιπόωσά τε γυῖα·

ὧδε γὰρ εἰσορόωντες ἀπείρονες ἀμφαγέρονται·

κάλλεϊ δ' ἐκπάγλως βεβιημένοι οὐκ ἐθέλουσι

λείπεσθαι, πάντῃ δὲ πόθων ἴϋγγες ἄγουσι

θαλπομένους, εἰ καί σφιν ἀνάρσιον ἡγεμονεύοις

χέρσον ὑπεξερύων θῆλυν δόλον· οἱ δ' ἐφέπονται

ἀθρόοι, οὔτε δόλων μεμνημένοι οὔθ' ἁλιήων·

ἀλλ' ὥστ' ἠΐθεοι περικαλλέος ὄμμα γυναικὸς

φρασσάμενοι πρῶτον μὲν ἀποσταδὸν αὐγάζονται,

εἶδος ἀγαιόμενοι πολυήρατον, ἄγχι δ' ἔπειτα

ἤλυθον, ἐκ δ' ἐλάθοντο καὶ οὐκέτι κεῖνα κέλευθα

ἔρχονται τὰ πάροιθεν, ἐφεσπόμενοι δὲ γάνυνται

θελγόμενοι λιαρῇσιν ὑπὸ ῥιπῇς Ἀφροδίτης·

ὣς κείνων οἰστρηδὸν ἐπόψεαι ὑγρὸν ὅμιλον

εἰλομένων· τάχα δέ σφιν ἀπεχθέες ἦλθον ἔρωτες·

αἶψα γὰρ ἀμφίβληστρον ἀνὴρ εὐεργὲς ἀείρας

κόλπον ἐπιπροέηκε καὶ ἄσπετον ἔσπασε θήρην,

ῥηϊδίως ἁψῖσι περίσχετον ἀμφικαλύψας.

- Σηπίαι αὖ δυσέρωτες ἐπὶ πλέον ἔδραμον ἄτης·

οὐ γὰρ τοῖς οὐ κύρτον ὀλέθριον οὔτε λίνοιο

ἀμφιβολὰς ἐφέηκαν ἁλίστονοι ἀγρευτῆρες,

ἀλλ' αὔτως ἐρύουσιν ἀναψάμενοι μίαν οἴην

ἐν ῥοθίοις· αἱ δ' εὖτ' ἂν ἀπόπροθεν ἀθρήσωσιν,

αἶψα μάλ' ἀντιόωσι, περιπλέγδην δ' ἐνέχονται

ἐμφύμεναι σπείρῃσιν, ἅτε ξείνηθεν ἰδοῦσαι

παρθενικαὶ δηναιὸν ἀδελφεὸν ἢ γενετῆρα

ἤπιον ἐν μεγάροισιν ἀπήμονα νοστήσαντα·

ἠὲ νέον ζεύγλῃσιν ὑπ' εὐναίης Ἀφροδίτης

κούρη ληϊσθεῖσα γάμων εὐαγρέϊ δεσμῷ

νυμφίον ἀμφέπλεξεν, ἐπ' αὐχένι πάννυχα δεσμὰ

ἀργεννοῖς ἑκάτερθε βραχίοσι γυρώσασα·

ὣς τότε κερδαλέαι περὶ σηπίαι εἱλίσσονται

ἀλλήλαις· οὐδέ σφι μεθίεται ἔργον ἔρωτος,

εἰσόκεν ἐξερύσωσιν ἐπὶ σκάφος ἀσπαλιῆες·

αἱ δ' ἔτι συμπεφύασι, πόθῳ δ' ἅμα πότμον ἕλοντο.

- Τὰς μὲν καὶ κύρτοισι παρήπαφον εἴαρος ὥρῃ·

κύρτους γὰρ σκιάσαντες ὑπὸ πτόρθοισι μυρίκης

ἢ κομάρου πετάλοισι τεθηλόσιν ἠὲ καὶ ἄλλῃ

λάχνῃ, ἐπ' ἠϊόνεσσι πολυψαμάθοισιν ἔθηκαν·

αἱ δ' ἅμα μὲν γενεῆς κεχρημέναι ἠδὲ καὶ εὐνῆς

κύρτον ἔσω σπεύδουσι καὶ ἥμεναι ἐν πετάλοισιν

αὐτοῦ μὲν παύσαντο πόθου, παύσαντο δὲ δειλῆς

ζωῆς, ἀγρευτῆρσιν ἀνελκόμεναι πινυτοῖσιν.

- Ἔξοχα δ' ἐκ πάντων νεπόδων ἀλγεινὸν ἔρωτα

κόσσυφος ἀθλεύει, κίχλῃς δ' ἐπιδαίεται ἦτορ,

οἴστρῳ τε ζήλῳ τε, βαρύφρονι δαίμονι, θύων.

κοσσύφῳ οὔτ' εὐνὴ μία σύννομος, οὐ δάμαρ οἴη,

οὐ θάλαμος, πολλαὶ δ' ἄλοχοι, πολλαὶ δὲ χαράδραι

κεκριμέναι κεύθουσιν ἐφέστια λέκτρα γυναικῶν·

τῇσιν ἀεὶ πᾶν ἦμαρ ὑπὸ γλαφυροῖσι μυχοῖσι

κίχλαι ναιετάουσιν, ἀλίγκιαι ἀρτιγάμοισι

νύμφαις, ἃς οὐκ ἄν τις ἴδοι θαλάμοιο πάροιθεν

ἐρχομένας· ἐν δέ σφι γαμήλιος αἴθεται αἰδώς·

ὣς αἵ γ' ἐνδόμυχοι θαλάμων ἔντοσθεν ἑκάστη

αἰεὶ δηθύνουσιν, ὅπῃ πόσις αὐτὸς ἀνώγει.

κόσσυφος αὖ πέτρῃσι παρήμενος οὔποτε λείπει,

αἰὲν ἔχων φυλακὴν λεχέων ὕπερ, οὐδέ ποτ' ἄλλῃ

τέτραπται, πᾶν δ' ἦμαρ ἑλίσσεται, ἄλλοτε δ' ἄλλους

παπταίνει θαλάμους καί οἱ νόος οὔτ' ἐπὶ φορβὴν

στέλλεται οὔτε τιν' ἄλλον ἔχει πόνον, ἀλλ' ἐπὶ νύμφαις

μοχθίζει δύσζηλος ἀειφρούροισι πόνοισι·

νυκτὶ δέ οἱ βρώμης τε μέλει καὶ παύεται ἔργων

τυτθὸν ὅσον φυλακῆς ἀζηχέος· ἀλλ' ὅτε κίχλαι

ὃν τόκον ὠδίνωσιν, ὃ δ' ἄσχετα τῆμος ἀΐσσει

ἀμφιπεριτρομέων, ἐπὶ δ' ἔρχεται ἄλλοτε ἄλλην

εἰς ἄλοχον, μέγα δή τι περιτρομέοντι ἐοικὼς

ὠδίνων. οἷον δὲ μετὰ φρεσὶν ἄχθος ἀλύει

μήτηρ, τηλυγέτοιο θοὴν ὠδῖνα θυγατρὸς

πρωτολεχοῦς φρίσσουσα· τὸ γὰρ μέγα δεῖμα γυναικῶν·

αὐτὴν δ' οὔτι χέρειον ἱκάνεται Εἰλειθυίης

κῦμα πόνων, πάντῃ δὲ διὲκ θαλάμων δεδόνηται

εὐχομένη, στενάχουσα, μετήορον ἦτορ ἔχουσα,

εἰσόκε λυσιπόνοιο βοῆς ἔντοσθεν ἀκούσῃ·

ὣς ὁ περιτρομέων ἀλόχοις μέγα δαίεται ἦτορ.

τοῖόν που λεχέων ἀΐω νόμον ἐντύνεσθαι

Ἀσσυρίους, οἳ Τίγριν ὑπὲρ πόρον ἄστε' ἔχουσι,

Βάκτρων τ' ἐνναετῆρας, ἑκηβόλον ἔθνος ὀϊστῶν·

καὶ γὰρ τοῖς πλέονές τε γαμήλια λέκτρα γυναῖκες

κεκριμέναι μεθέπουσι καὶ εὐνάζονται ἅπασαι

νύκτας ἀμειβόμεναι· μετὰ δέ σφισι κέντρον ὀπηδεῖ

ζήλου ἀνιαροῖο, περὶ ζήλῳ δ' ὀλέκονται,

αἰὲν ἐπ' ἀλλήλοισι βαρὺν θήγοντες ἄρηα.

ὣς οὐδὲν ζήλοιο κακώτερον ἀνδράσιν ἄλγος

ἐντρέφεται, πολλοὺς δὲ γόους, πολλὰς δὲ τίθησιν

οἰμωγάς· λύσσης γὰρ ἀναιδέος ἐστὶν ἑταῖρος·

λύσσῃ δ' ἀσπασίως ἐπιμίσγεται, ἐς δὲ βαρεῖαν

ἄτην ἐξεχόρευσε, τέλος δέ οἱ ἔπλετ' ὄλεθρος.

ὃς καὶ τὸν δύστηνον ὑπήγαγε κόσσυφον ἄτῃ

δμηθῆναι, χαλεπῆς δὲ γάμων ἤντησεν ἀμοιβῆς.

εὖτε γὰρ ἀθρήσῃ σπιλάδων ἔπι δινεύοντα

ἰχθὺν ἀσπαλιεύς, ἀλόχοις πέρι μόχθον ἔχοντα,

ἀγκίστρῳ κρατερῷ περιβάλλεται ὅττι τάχιστα

καρῖδα ζώουσαν, ἐπ' ἀγκίστροιο δ' ὕπερθε

βριθὺς ἀνήρτηται μολίβου κύβος· αὐτὰρ ὁ λάθρῃ

πρὸς πέτραις ἀφέηκε βαρὺν δόλον, ἐγγύθι δ' αὐτῶν

δινεύει θαλάμων· ὁ δ' ἐσέδρακεν, αἶψα δ' ὀρινθεὶς

ὡρμήθη, καρῖδα δόμων ἔντοσθεν ἱκάνειν

ἐλπόμενος λεχέεσσιν ἀνάρσιον ἠδ' ἀλόχοισιν·

αἶψα δ' ἐπιθύσας ὁ μὲν ἔλπεται ἐν γενύεσσι

τίνυσθαι καρῖδος ἐπήλυσιν, οὐδ' ἐνόησεν

ὃν μόρον ἀμφιχανών· ἁλιεὺς δέ μιν αἶψα δοκεύσας

χαλκείαις ξυνέπειρεν ἀνακρούων γενύεσσιν

εἴρυσέ τ' ἀσχαλόωντα καὶ ὕστατον ἀσπαίροντα,

καί πού μιν τοίοισιν ἐνίπαπε κερτομίοισι·

νῦν δή, νῦν ἀλόχους τε περιφρούρευε φυλάσσων,

ὦ τάλαν, ἐν θαλάμοις τε μένων ἐπιτέρπεο νύμφαις·

οὐ γάρ τοι μία Κύπρις ἐφήνδανεν οὐδὲ μί' εὐνή,

ἀλλὰ μάλ' ἐν τόσσῃσιν ἀγάλλεο μοῦνος ἀκοίτης

εὐναῖς· ἀλλ' ἴθι δεῦρο, γάμος δέ τοί ἐστιν ἑτοῖμος,

νυμφίε, χερσαίοιο πυρὸς λευκάμπυκος αὐγή.

τοιάδε που νείκεσσε καὶ οὐκ ἀΐοντι πιφαύσκων.

κίχλαι δ', εὖτε θάνῃ φρουρὸς πόσις, ἐκτὸς ἰοῦσαι

πλάζονται θαλάμων, ξυνὸν δ' ἕλον ἀνέρι πότμον.

- Καὶ μὴν δὴ φιλότητι καὶ ἀλλήλων ἐπαρωγῇ

ὄλλυνται γαλεοί τε κύνες καὶ φῦλα κελαινῶν

κεντροφόρων· λευκὸς μὲν ἐπ' ἀγκίστρῳ πεπέδηται

ἰχθύς, ἀσπαλιεὺς δὲ κιών, ὅθι πηλὸς ἀϊδνὴς

ἐμβύθιος δολιχῇσιν ὑφίζεται ὀργυιῇσιν,

ἄγκιστρον καθέηκε, θοῶς δέ τις ἔσπασεν ἄτην

ἀντιάσας· ὁ μὲν αὐτίκ' ἀνέλκεται, οἱ δέ μιν ἄλλοι

φρασσάμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,

ὄφρ' αὐτὴν ἐπὶ νῆα καὶ ἀγρευτῆρας ἵκωνται.

δὴ τότε τοὺς μὲν ἕλοις ὑποχῆς περιηγέϊ κύκλῳ,

τοὺς δὲ σιδηρείοισι καταΐγδην στυφελίζων

αἰχμαῖς τριγλώχισι καὶ ἀλλοίοισι δόλοισιν·

οὐ γὰρ πρὶν φεύγουσιν ἀπότροποι, εἰσόχ' ἑταῖρον

ἑλκόμενον λεύσσωσιν, ὁμοῦ δ' ἐθέλουσιν ὀλέσθαι.

οἷον δ' ἀρτιφάτου παιδὸς νέκυν ἐκ μεγάροιο

τύμβον ἐς ἀμφίκλαυτον ἑοὶ στέλλουσι τοκῆες

τηλυγέτου, τῷ πολλὰ μάτην περιμοχθήσωσι·

δρυπτόμενοι δ' ὀδύνῃσι τέκος περικωκύοντες

ἠρίῳ ἐμπεφύασι καὶ οὐκ ἐθέλουσι μέλαθρα

νοστῆσαι, ξυνῇ δὲ θανεῖν δυσπενθέϊ νεκρῷ·

ὣς οἵ γ' οὐκ ἐθέλουσιν ἀνελκομένοιο λιπέσθαι,

εἰσόκεν αὐτὸν ὄλεθρον ὑπ' ἀγρευτῆρσιν ὄλωνται.

- Ἄλλους δὲ ξεῖνός τε καὶ οὐκ ἐνδήμιος ἅλμης

εἷλεν ἔρως, χερσαῖον ἐπ' ἰχθύσιν οἶστρον ἐγείρων

ἔξαλον· ἀλλοδαπῆς φιλίης βέλος οἷον ἱκάνει

πουλύποδας σαργῶν τε γένος πέτρῃσιν ἑταῖρον.

ἤτοι πουλύποδες μὲν Ἀθηναίης φιλέουσιν

ἔρνεα καὶ θαλλοῖσιν ἐπὶ γλαυκοῖσιν ἔρωτα

ἔσπασαν· ἦ μέγα θαῦμα πόθῳ φρένα δενδρήεντι

ἕλκεσθαι λιπαροῦ τε φυτοῦ πτόρθοισι γάνυσθαι.

ἔνθα γὰρ ἀγλαόκαρπος ἁλὸς σχεδόν ἐστιν ἐλαίη,

γείτοσιν ἐν γουνοῖσιν ἐπακταίη τεθαλυῖα,

κεῖθι δὲ πουλύποδος νόος ἕλκεται, ἠΰτ' ἐπ' ἴχνος

Κνωσίου εὐρίνοιο κυνὸς μένος, ὅστ' ἐν ὄρεσσι

θηρὸς ἀνιχνεύει σκολιὴν βάσιν ἐξερεείνων

ῥινὸς ὑπ' ἀγγελίῃ νημερτέϊ καί τέ μιν ὦκα

μάρψε καὶ οὐκ ἐμάτησεν ἑὸν δ' ἐπέλασσεν ἄνακτα·

ὣς καὶ τηλεθόωσαν ἄφαρ μάθεν ἐγγὺς ἐλαίην

πούλυπος, ἐκδύνει δὲ βυθῶν καὶ γαῖαν ἀνέρπει

καγχαλόων, πρέμνοισι δ' Ἀθηναίης ἐπέλασσεν·

ἔνθ' ἤτοι πρῶτον μὲν ἀγαλλόμενος περὶ ῥίζης

πυθμένας εἰλεῖται στρωφώμενος, ἠΰτε κοῦρος,

ὅστε νέον προμολοῦσαν ἑὴν τροφὸν ἀμφαγαπάζει,

ἀμφὶ δέ οἱ πλέκεται, κόλποις δ' ἐπὶ χεῖρας ἀείρει,

ἱμείρων δειρήν τε καὶ αὐχένα πηχύνασθαι·

ὣς ὁ περὶ πρέμνοισιν ἑλίσσεται ἔρνεϊ χαίρων.

ἔνθεν ἔπειτ' ἄκρῃσιν ἐρειδόμενος κοτύλῃσιν

ὑψόσ' ἀνερπύζει λελιημένος, ἀμφὶ δὲ χαίτας

πτύσσεται, ἄλλοτε ἄλλον ἔχων κλάδον, οἷά τις ἀνὴρ

νοστήσας ξείνηθεν ἑοὺς ἀσπάζεθ' ἑταίρους

ἀθρόον ἀντιόωντας ἑλισσόμενος περὶ δειρήν·

ἢ ὥστε βλωθρῇσιν ἑλίσσεται ἀμφ' ἐλάτῃσιν

ὑγρὸς ἕλιξ κισσοῖο, τιταινόμενος δ' ἀπὸ ῥίζης

ἑρπύζει, πάντῃ δὲ περιρρέει ἀκρεμόνεσσιν·

ὣς ὅ γε γηθόσυνος λιπαροὺς περιβάλλετ' ἐλαίης

ὄρπηκας, κυνέοντι πανείκελος· ἀλλ' ὅτ' ἔρωτος

λωφήσῃ, πάλιν αὖτις ἁλὸς μετὰ κόλπον ἀφέρπει,

πλησάμενος φιλότητος ἐλαιηροῦ τε πόθοιο.

τοῦ δή μιν καὶ ἔρωτος ἕλεν δόλος, ὡς ἐδάησαν

ἰχθυβόλοι· θαλλοὺς γὰρ ὁμοῦ δήσαντες ἐλαίης

ὅττι μάλ' εὐφυέας μόλιβον μέσον ἐγκατέθηκαν,

ἐκ δ' ἀκάτου σύρουσιν· ὁ δ' οὐκ ἀμέλησε νοήσας

πούλυπος ἀλλ' ἤϊξε καὶ ἀμφέπλεξεν ἑταίρους

πτόρθους· οὐδ' ἔτ' ἔπειτα καὶ ἑλκόμενός περ ἐς ἄγρην

δεσμὰ πόθων ἀνίησιν, ἕως ἔντοσθε γένηται

νηός· ὁ δ' οὐκ ἤχθηρε καὶ ὀλλύμενός περ ἐλαίην.

- Σαργοὶ δ' αἰγείοισι πόθοις ἐπὶ θυμὸν ἔχουσιν,

αἰγῶν δ' ἱμείρουσιν, ὀρειαύλοις δὲ βοτοῖσιν

ἐκπάγλως χαίρουσι καὶ εἰνάλιοί περ ἐόντες.

ἦ σέβας οὐκ ἐπίελπτον, ὁμόφρονα φῦλα τεκέσθαι

ἀλλήλοις ὀρέων τε πάγους χαροπήν τε θάλασσαν.

εὖτε γὰρ αἰγονομῆες ἐπὶ ῥηγμῖνος ἄγωσι

μηκάδας, ἐν δίνῃσι λοεσσομένας ἁλίῃσιν

ἐνδίους, ὅτε θερμὸς Ὀλύμπιος ἵσταται ἀστήρ,

οἳ δὲ τότε βληχήν τε παρακταίην ἀΐοντες

αὐδήν τ' αἰπολίων βαρυηχέα πάντες ὁμαρτῇ

καὶ νωθεῖς περ ἐόντες ἐπειγόμενοι φορέονται

σαργοὶ καὶ θρώσκουσιν ἐπ' ἀνδήροισι θαλάσσης,

γηθόσυνοι, κεραὸν δὲ περισαίνουσιν ὅμιλον

ἀμφί τε λιχμάζουσι καὶ ἀθρόοι ἀμφιχέονται,

πυκνὰ κατασκαίροντες· ἔχει δ' ἄρα θαῦμα νομῆας

πρωτοδαεῖς· αἶγες δὲ φίλον χορὸν οὐκ ἀέκουσαι

δέχνυνται· τοὺς δ' οὔτις ἔχει κόρος εὐφροσυνάων.

οὐ τόσον ἐν σταθμοῖσι κατηρεφέεσσι νομήων

μητέρας ἐκ βοτάνης ἔριφοι περικαγχαλόωντες

πολλῇ γηθοσύνῃ τε φιλοφροσύνῃ τε δέχονται,

ἦμος ἅπας περὶ χῶρος ἀγαλλομένῃσιν ἰωῇς

νηπιάχων κέκληγε, νόος δ' ἐγέλασσε βοτήρων,

ὣς κεῖνοι κεραῇσι περισπέρχουσ' ἀγέλῃσιν.

εὖτ' ἂν δ' εἰναλίων ἄδδην ἴσχωσι λοετρῶν,

αἱ δὲ πάλιν στείχωσιν ἐς αὔλια, δὴ τότε σαργοὶ

ἀχνύμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,

κύματος ἀκροτάτοιο γέλως ὅθι χέρσον ἀμείβει.

ὡς δ' ὅτε τηλύγετον μήτηρ γόνον ἢ καὶ ἀκοίτην

εὐνέτις ἀλλοδαπὴν τηλέχθονα γαῖαν ἰόντα

ἀχνυμένη στέλλῃσι, νόος δέ οἱ ἔνδον ἀλύει,

ὅσση οἱ μεσσηγὺς ἁλὸς χύσις, ὅσσα τε κύκλα

μηνῶν· ἀκροτάτοισι δ' ἐπεμβαίνουσα θαλάσσης

κύμασι δακρυόεσσαν ὑπὸ στόμα γῆρυν ἵησι,

σπεύδειν λισσομένη καί μιν πόδες οὐκέτ' ὀπίσσω

ἱεμένην φορέουσιν, ἔχει δ' ἐπὶ πόντον ὀπωπάς·

ὣς κείνους καί κέν τις ὑπ' ὄμμασι δάκρυα φαίη

στάζειν οἰωθέντας ἐλαυνομένων πάλιν αἰγῶν.

σαργὲ τάλαν· τάχα γάρ σε κακὸν πόθον αἰπολίοισι

φημὶ συνοίσεσθαι· τοῖος νόος ἀσπαλιήων

εἰς ἀπάτην καὶ κῆρα τεοὺς ἔτρεψεν ἔρωτας.

πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης

πρῶτον ἀνὴρ διδύμοισιν ἀνισταμένας κροτάφοισιν

ἐγγύθεν, αἳ στεινωπὸν ἁλὸς διὰ χῶρον ἔχουσιν,

αἰθέρος ἀκτίνεσσι διαυγέας, αἷς ἔνι σαργοὶ

πολλοὶ ναιετάουσιν, ὁμόκτιτον αὖλιν ἔχοντες·

ἔξοχα γὰρ πυρσοῖσιν ἐπ' ἠελίοιο γάνυνται.

ἐνθάδ' ἀνὴρ μελέεσσιν ἐφεσσάμενος δέρος αἰγός,

δοιὰ κέρα κροτάφοισι περὶ σφετέροισιν ἀνάψας,

στέλλεται ὁρμαίνων νόμιον δόλον, ἐς δ' ἅλα βάλλει

κρείασιν αἰγείοισιν ὁμοῦ κνίσσῃ τε λιπήνας

ἄλφιτα· τοὺς δ' ὀδμή τε φίλη δολόεσσά τ' ἐσωπὴ

φορβή τ' εὐδώρητος ἐφέλκεται, οὐδέ τιν' ἄτην

ἐν φρεσὶν ὁρμαίνουσιν, ἀγαλλόμενοι δὲ μένουσιν

αἰγὶ περισαίνοντες ἐοικότα δήϊον ἄνδρα·

δύσμοροι, ὡς ὀλοοῖο τάχ' ἀντιόωσιν ἑταίρου,

οὐ φρεσὶν αἰγείῃσιν ἀρηρότος· αὐτίκα γάρ σφιν

ῥάβδον τε κραναὴν ὁπλίζεται ἠδὲ λίνοιο

ὁρμιὴν πολιοῖο, βάλεν δ' ὑπὲρ ἀγκίστροιο

χηλῆς αἰγείης κρέας ἔμφυτον· οἱ μὲν ἐδωδὴν

ἐσσυμένως ἥρπαξαν, ὁ δ' ἔσπασε χειρὶ παχείῃ

αὖ ἐρύων· εἰ γάρ τις ὀΐσεται ἔργα δόλοιο,

οὐκ ἂν ἔτ' ἐμπελάσειε καὶ εἰ λασιότριχας αὐτὰς

αἶγας ἄγοι, φεύγουσι δ' ἀποστύξαντες ὁμαρτῇ

καὶ μορφὴν καὶ δαῖτα καὶ αὐτῆς ἔνδια πέτρης·

εἰ δὲ λάθοι καὶ κραιπνὸν ἔχοι πόνον, οὔ κέ τις ἄγρης

λειφθείη, πάντας δὲ δαμάσσεται αἰγὸς ὀπωπή.

- Ἄλλος δ' αὖ σαργοῖσι μέλει πόθος εἴαρος ὥρῃ

ἀλλήλων, εὐνῆς δὲ γάμων πέρι δηριόωνται·

πολλαῖς δ' εἷς ἀλόχοις πέρι μάρναται· ὃς δέ κεν ἀλκῇ

νικήσῃ, πάσῃσιν ἐπάρκιος ἔπλετ' ἀκοίτης,

πέτρας δ' εἰσελάει θῆλυν στόλον· ἔνθ' ἁλιῆες

κύρτον ἐτεχνήσαντο βαθύν, περιηγέα πάντῃ·

τὸν δὲ φυτῶν λάχνῃσι περὶ στόμα πάντα πύκασσαν,

μύρτων ἢ δάφνης εὐώδεος ἠέ τευ ἄλλου

πτόρθοισιν θαλεροῖσιν ἐπισταμένως σκιάσαντες.

τοὺς δ' οἶστρος ποτὶ μῶλον ἐπώρορεν εὐνητῆρας

μάρνασθαι, πολλὴ δὲ γαμήλιος ἵστατ' Ἐνυώ.

ἀλλ' ὅτ' ἀριστεύσας τις ἕλῃ κράτος, αὐτίκα πέτρην

παπταίνει γλαφυρήν, ἀλόχοις δόμον, ἐς δ' ἴδε κύρτον

κείμενον, εὐφύλλοισιν ἐπηρεφὲ ἀκρεμόνεσσιν,

ἔνθ' ἐλάει νυμφεῖον ἑὸν χορόν· αἱ μὲν ἔπειτα

κύρτον ἔσω δύνουσιν, ὁ δ' ἔκτοθι πάντας ἐρύκει

ἄρσενας, οὐδέ τιν' ἄλλον ἐᾷ νύμφῃσι πελάσσαι.

ἀλλ' ὅταν ἐμπλήσῃ πλεκτὸν δόλον, ὕστατος αὐτὸς

ἐς θάλαμον προὔτυψεν, ἀνέκβατον Ἄϊδος εὐνήν.

ὡς δ' ὅτε μηλονόμος τις ἀνὴρ βοτάνηθεν ἐλαύνων

εἰροπόκους ἀγέλας ἀνάγει πάλιν, ἐν δὲ θυρέτροις

ἱστάμενος σταθμοῖο νόῳ πεμπάζεται οἰῶν

πληθὺν εὖ διέπων, εἴ οἱ σόα πάντα πέλονται,

πώεσι δ' εἰλομένοισι περιπλήθουσα μὲν αὐλὴ

στείνεται, ὑστάτιος δὲ μετά σφισιν ἔσσυτο ποιμήν·

ὣς αἱ μὲν προπάροιθεν ἔσω κοίλοιο μυχοῖο

θηλύτεραι κατέδυσαν, ὁ δ' ὕστερος ἔνθορ' ἀκοίτης,

δειλαίῃς ἅμα δειλὸς ἐπισπεύδων ἀλόχοισι.

τοῖα μὲν ἐν νεπόδεσσιν ἔρως ἐστήσατ' ἄεθλα,

τοίαις δ' ἐξαπάτῃσιν ἐρωμανέεσσιν ὄλοντο.

- Ἵππουροι δ' ὅτε κέν τι μετ' οἴδμασιν ἀθρήσωσι

πλαζόμενον, τῷ πάντες ἀολλέες ἐγγὺς ἕπονται·

ἔξοχα δ', ὁππότε νῆα διαραισθεῖσαν ἀέλλαις,

αἰνὰ Ποσειδάωνος ἀμειλίκτοιο τυχοῦσαν,

δασσάμενον μέγα κῦμα διακριδὸν ἄλλοθεν ἄλλα

δοῦρα φέρῃ λώβῃσι πολυσχιδέεσσι λυθέντα.

τῆμος δ' ἱππούρων ἀγέλαι πινάκεσσι θεούσαις

ἑσπόμεναι μεθέπουσιν· ὁ δ' ἐγκύρσας ἁλιήων

πολλὴν ῥηϊδίως ἄγρην ἕλεν ἠδ' ἀμέγαρτον.

ἀλλὰ τὸ μὲν ναύτῃσιν ἀλεξήσειε Κρονίων

ἐμβύθιος, νῆες δὲ διὰ πλατὺ κῦμα θέοιεν

αὔραις εὐκήλοισιν ἀπήμονες ἠδ' ἀτίνακτοι,

φόρτον ἀμοιβαίοισι μετερχόμεναι καμάτοισιν,

ἱππούροις δ' ἀλλοῖα νοήματα τεχνήσασθαι

ἐστίν, ἀπημοσύνῃ δὲ νεῶν μεταβαινέμεν ἄγρην.

- Συμφερτοὺς δονάκων φακέλους ἅμα γυρώσαντες

δίναις ἐγκατέθηκαν, ἔνερθε δὲ λᾶαν ἔδησαν

βριθὺν ὑφορμιστῆρα· τὰ μὲν μάλα πάντα καθ' ὕδωρ

ἀτρέμα δινεύουσι· φιλόσκια δ' αὐτίκα φῦλα

ἱππούρων ἀγεληδὸν ἀγείρεται, ἀμφὶ δὲ νῶτα

τερπόμενοι δονάκεσσιν ἀνατρίβουσι μένοντες·

τοῖς δὲ τότ' ἀσπαλιῆες ἐπιπλώουσιν ἑτοίμην

εἰς ἄγρην, ἄγκιστρα δ' ὑπ' εἴδασιν ὁπλίσσαντες

πέμπουσ', οἱ δ' ἐρύουσιν ἅμα σπεύδοντες ὄλεθρον.

ὡς δὲ κύνας βρώμῃσιν ἀνὴρ ἐπὶ μῶλον ὀρίνει

δινεύων μέσσοισιν ἑλώρια, τοὶ δ' ἐπὶ γαστρὶ

ἔξοχα μαργαίνοντες ὑποφθαδὸν ἅρπαγι λύσσῃ

ἀλλήλους προθέουσι καὶ ἐς χέρα παπταίνουσιν

ἀνδρός, ὅπῃ ῥίψειεν, ἔρις δ' ἀναφαίνετ' ὀδόντων·

ὣς οἵ γ' ἀγκίστροισιν ἐπαΐσσουσιν ἑτοίμως.

ῥηϊδίως δ' ἀγρευτὸν ἐρύσσεαι ἄλλον ἐπ' ἄλλῳ

κραιπνὸς ἐών· αὐτοὶ γὰρ ἐπισπεύδουσ' ἁλιήων

μᾶλλον, ὑπ' ἀφραδίῃσιν ἑὸν μόρον ἐγκονέοντες.

- Τοίῃ ἐπιφροσύνῃ καὶ πομπίλον ἀγρώσσονται·

καὶ γὰρ τοῖς ἴσον ἦτορ ἐπὶ σκιεροῖσι πόθοισι.

- Τευθίσι δ' ἄτρακτόν τις ἀνὴρ ἐπιμηχανόῳτο,

ἐντύνων κλωστῆρι πανείκελον· ἀμφὶ δ' ἄρ' αὐτῷ

πυκνὰ καταζεύξειεν ἀνακλίνων γενύεσσιν

ἄγκιστρ' ἀλλήλοισι παρασχεδόν, οἷς ἔπι σῶμα

ποικίλον ἐμπείρειεν ἰουλίδος, ὕπτια χαλκοῦ

δήγματ' ἐπικρύπτων, γλαυκοῖς δ' ἐνὶ βένθεσι λίμνης

τοῖον ἀναψάμενος σύροι δόλον· ἡ δ' ἐσιδοῦσα

τευθὶς ἐφωρμήθη τε καὶ ἀμφιέπουσα πιέζει

ἰκμαλέοις θυσάνοις, ἐπάγη δ' ἐνὶ χείλεσι χαλκοῦ·

οὐδ' ἔτι καὶ μεμαυῖα λιπεῖν δύνατ', ἀλλ' ἀέκουσα

ἕλκεται, αὐτόπλεκτον ἑὸν δέμας ἀμφιβαλοῦσα.

- Καὶ μέν τις λιμένεσσι παρ' ἀκλύστοισι θαλάσσης

ἄγρην ἐγχελύων τεχνήσατο κοῦρος ἀθύρων.

ἔντερον οἰὸς ἑλὼν περιμήκετον ἧκε καθ' ὕδωρ

ἐκτάδιον, δολιχῇσιν ἀλίγκιον ὁρμιῇσιν·

ἡ δ' ἐσιδοῦσ' ἐπόρουσε καὶ ἔσπασε· τὴν δὲ χανοῦσαν

ἔγνω καὶ μήλειον ἄφαρ κύρτωσεν ἀϋτμῇ

ἔγκατον ἐμπνείων· τὸ δ' ἀνίσταται ἄσθματι λάβρῳ

οἰδαλέον, πλῆσεν δὲ τιταινόμενον στόμα δειλῆς

ἐγχέλυος· πνοιῇ δὲ περιστένεται μογέουσα

ἀνδρομέῃ, δέδεται δὲ καὶ ἱεμένη περ ἀλύξαι,

εἰσόκεν οἰδαίνουσα καὶ ἄσχετον ἀσθμαίνουσα

ὑψόσ' ἀναπλώσῃ καὶ ὑπ' ἀγρευτῆρι γένηται.

ὡς δ' ὅτε τις πλείου πειρώμενος ἀμφιφορῆος

αὐλὸν ἔχων ἤρεισεν ὑπὸ στόμα φυσητῆρα,

ἄσθματι δ' αὖ ἐρύει μέθυος ποτὸν ἔμπαλιν ἕλκων

χείλεσιν ἀκροτάτοις, τὸ δ' ἀνατρέχει ἀνδρὸς ἀϋτμῇ·

ὣς αἵ γ' ἐγχέλυες πνοιῆς ὕπο κυμαίνουσαι

ἕλκονται δολίοιο ποτὶ στόμα φυσητῆρος.

- Ἔστι δέ τις νεπόδων δειλὸς καὶ ἄκικυς ὅμιλος,

ἀβληχρῆς ἀφύης ἀδινὸν γένος, αἳ καλέονται

ἐγγραύλεις· ἀγαθὴ δὲ βόσις πάντεσσιν ἔασιν

ἰχθύσιν· αἰεὶ δέ σφιν ἐνὶ φρεσὶ φῦζα δέδηε,

πάντα δ' ὑποτρομέουσι, σὺν ἀλλήλαις δὲ χυθεῖσαι

σωρηδὸν μίμνουσι καὶ ἀθρόαι ἐμπεφύασιν,

ἠΰτ' ἀναγκαίοιο βίην δεσμοῖο φέρουσαι·

οὐδέ κε μητίσαιο διάκρισιν εὐρέος ἐσμοῦ

οὐδὲ λύσιν· τοῖον γὰρ ἐν ἀλλήλῃσιν ἔχονται.

πολλάκι μὲν καὶ νῆες ἐν ἕρμασιν ἠΰτ' ἔκελσαν

κείναις, πολλάκι δέ σφιν ἐνιπλήσσουσιν ἐρετμοῖς

κληΐδων ἐλατῆρες, ἐνέσχετο δ' ἱεμένη περ

κώπη, πετραίης ἅτε χοιράδος ἀντιτυχοῦσα·

καί πού τις βουπλῆγα βαρύστομον ἰθὺς ἀείρας

ἐγγραύλεις ἐτίναξε καὶ οὐ διέκερσε σιδήρῳ

στῖφος ἅπαν, βαιὴν δ' ἀγέλης ἀπεδάσσατο μοῖραν·

καὶ τῆς μὲν κεφαλὴν πέλεκυς τάμε, τὴν δ' ἐκόλουσεν

οὐρῆς, τὴν δ' ἤμησε μέσην, τὴν δ' εἷλεν ἅπασαν.

οἰκτρὸν ἰδεῖν μογεροῖσιν ἐοικότα σώματα νεκροῖς.

αἱ δ' οὐδ' ὣς ἐλάθοντο καὶ οὐκ ἀνέηκαν ἔχουσαι

δεσμὸν ἑόν· τοῖός τις ἐπί σφισι γόμφος ἄρηρε.

καί κέν τις παλάμῃσιν ἅτε ψαμάθοιο βαθείης

ἀντιάσας κείνῃσιν ἐπ' ἰχθύσιν ἀμήσαιτο.

τὰς δ' ὁπότε φράσσωνται ἐπί σφισι πεπτηυίας

ἰχθυβόλοι, κοίλῃσι περιπτύσσουσι σαγήναις

ἀσπασίως, πολλὴν δὲ ποτὶ ῥηγμῖνας ἄγουσιν

ἄγρην νόσφι πόνοιο καὶ ἄγγεα πάντ' ἀφύῃσιν

ἔν τ' ἀκάτους ἔπλησαν, ἐπ' ἠϊόσι δὲ βαθείαις

θημῶνας νήησαν, ἀπειρεσίην χύσιν ἄγρης.

οἷον δ' ἐργατίναι Δηοῦς πόνον ἐκτελέσαντες,

πνοιῇς χερσαίοις τε διακρίναντες ἐρετμοῖς

καρπόν, ἐϋτροχάλοιο μέσον κατὰ χῶρον ἀλωῆς

πολλὸν ἐνηήσαντο, περιπλήθουσα δὲ πάντῃ

πυροδόκος στεφάνη λευκαίνεται ἔνδον ἀλωῆς·

ὣς τότ' ἀπειρεσίῃσι περιπληθὴς ἀφύῃσιν

ὀφρὺς ἀγχιάλου λευκαίνεται αἰγιαλοῖο.

- Φῦλα δὲ πηλαμύδων ἐκ μὲν γένος εἰσὶ θαλάσσης

Εὐξείνου, θύννης δὲ βαρύφρονος εἰλείθυιαι·

κεῖναι γάρ, Μαιῶτις ὅπῃ ξυμβάλλεται ἅλμῃ,

ἀγρόμεναι λιμναῖον ὑπὸ στόμα καὶ δονακῆας

ὑδρηλοὺς ὠδῖνος ἐπαλγέος ἐμνήσαντο·

καὶ τὰ μὲν ὅσσα κίχωσι μεταδρομάδην κατέδουσιν

ὠά, τὰ δ' ἐν δονάκεσσι καὶ ἐν σχοίνοισι μένοντα

πηλαμύδων ἀγέλας ὥρῃ τέκεν· αἱ δ' ὅτε κῦμα

πρῶτον ἐπιψαίρωσι πόροιο τε πειρήσωνται,

ξεῖνον ἁλὸς σπεύδουσι μετὰ πλόον, οὐδ' ἐθέλουσι

μίμνειν ἔνθ' ἐγένοντο καὶ ἠβαιαί περ ἐοῦσαι.

Θρηΐκιος δέ τίς ἐστιν ἁλὸς πόρος, ὅντε βάθιστον

φασὶ Ποσειδάωνος ἐνὶ κλήροισι τετύχθαι·

ἐκ τοῦ καί τε Μέλας κικλήσκεται, οὐδέ ἑ λάβροι

λίην οὐδ' ὑπέροπλοι ἐπιθρώσκουσιν ἀῆται·

ἐν δ' ἄρα οἱ κευθμῶνες ὑποβρύχιοι πεφύασι

κοῖλοι, πηλώεντες, ἀθέσφατοι, οἷς ἔνι πολλὰ

τίκτεται, ἠβαιοῖσιν ὅσ' ἰχθύσι δαῖτας ὀφέλλει.

ἔνθα καὶ ἀρτιγόνοισι πέλει πρώτιστα κέλευθα

πηλαμύδων ἑσμοῖσιν, ἐπεὶ περιώσιον ἄλλων

εἰναλίων φρίσσουσι δυσαέα χείματος ὁρμήν·

χεῖμα δὲ πηλαμύδεσσιν ἀπαμβλύνει φάος ὄσσων.

ἔνθα δ' ἐν εὐρωποῖσιν ἁλὸς λαγόνεσσι πεσοῦσαι

αὔτως δηθύνουσιν, ἀεξόμεναι δὲ μένουσι

λαρὸν ἔαρ· τῇ δέ σφι καὶ ἵμερος ἄνεται εὐνῆς·

πλησάμεναι δὲ τόκοιο παλίμποροι αὖτις ἵενται

πατρῷον μετὰ κῦμα, μόγον δ' ἀπὸ γαστρὸς ἔθεντο.

- Τὰς δ' ἤτοι Μέλανος μὲν ὑπὲρ βαθὺ λαῖτμα πόροιο

Θρήϊκες ἀγρώσσουσιν ἀπηνέϊ χείματος ὥρῃ,

θήρην ἀργαλέην καὶ ἀτερπέα, δηϊοτῆτος

θεσμὸν ὑφ' αἱματόεντα καὶ ἄγριον αἶσαν ὀλέθρου.

ἔστι τις οὐ δολιχὴ μὲν ἀτὰρ πάχος ὅττι μεγίστη,

μῆκος ὅσον πῆχυς, στιβαρὴ δοκίς· ἐν δέ οἱ ἄκρῃ

πολλὴ μὲν μολίβοιο χύσις, πολλαὶ δὲ σιδήρου

αἰχμαὶ τριγλώχινες ἐπασσύτεραι πεφύασι·

πεῖσμα δέ μιν περίμηκες ἐΰπλοκον ἀμφιβέβηκε.

δουρὶ δ' ἀναπλώσαντες, ἁλὸς πόρος ἔνθα βάθιστος,

ἐς βυθὸν ἠερόεντα περικρατὲς ἧκαν ἔνερθε

πυθμένος εἰλατίνου κρατερὸν σθένος· αἶψα δὲ ῥιπῇ

σπερχόμενον, μολίβῳ τε καταρρεπὲς ἠδὲ σιδήρῳ,

σεύεται ἐς νεάτας ῥίζας ἁλός, ἔνθ' ἀμενηναῖς

πηλαμύσι προὔτυψεν ἐν ἰλύσι πεπτηυίαις·

σὺν δ' ἕλε σύν τ' ἐτόρησεν ὅσον κίχε δειλὸν ὅμιλον.

οἱ δὲ θοῶς ἀνέρυσσαν ἐληλαμένας περὶ χαλκῷ

παλλομένας ἐλεεινὰ σιδηρείῃς ὀδύνῃσι.

τὰς δέ τις εἰσορόων καί κεν θρασυκάρδιος ἀνὴρ

οἰκτείραι θήρης τε δυσαγρέος ἠδὲ μόροιο·

τῆς μὲν γὰρ λαγόνεσσιν ἐλήλατο δουρὸς ἀκωκή,

τῆς δὲ κάρη ξυνέπειρε θοὸν βέλος, ἡ δ' ὑπὲρ οὐρὴν

οὔτασται, νηδὺν δ' ἑτέρης, ἄλλης δ' ἕλε νῶτα

δριμὺς ἄρης, ἄλλη δὲ μέσον κενεῶνα πέπαρται.

ὡς δ' ὁπότε, κρινθέντος ἐνυαλίοιο κυδοιμοῦ,

δουριφάτους κονίης τε καὶ αἵματος ἐξανελόντες

εὐνὴν ἐς πυρόεσσαν ἑοὶ στέλλωσιν ἑταῖροι

μυρόμενοι· τὰ δὲ πολλὰ καὶ αἰόλα σώμασι νεκρῶν

ἕλκεα παντοῖαί τε βολαὶ πλήθουσιν Ἄρηος·

ὣς καὶ πηλαμύδεσσιν ἐπιπρέπει ἕλκεα πάντῃ,

εἴδωλον πολέμοιο, φίλον γε μὲν ἀσπαλιεῦσιν.

- Ἄλλοι δ' αὖ κούφοισι λίνοις ἕλον ἔθνε' ἀφαυρῶν

πηλαμύδων· αἰεὶ γὰρ ἀνὰ κνέφας, ὅττι κεν ἅλμῃ

ἐμπίπτῃ, τρομέουσι, φόβον δ' ὀρφναῖον ἔχουσιν·

ὄρφνῃ δ' ἀγρώσσονται, ἀτυζόμεναι κατὰ βένθος.

δίκτυα γὰρ μάλα κοῦφα λίνων στήσαντες ἐλαφρῶν

κυκλόσε δινεύουσι, βίῃ θείνοντες ἐρετμοῖς

νῶτον ἁλός, κοντοῖς τε καταΐγδην κτυπέουσιν·

αἱ δ' ὑπὸ μαρμαρυγῆς ταχυήρεος ἠδ' ὁμάδοιο

φυζαλέαι θρώσκουσι, λίνου δ' εἰς κόλπον ἵενται

ἀτρέμας ἑστηῶτος, ὀιόμεναι σκέπας εἶναι,

νήπιαι, αἳ δούποιο φόβῳ μόρον εἰσεπέρησαν.

ἔνθ' οἱ μὲν σχοίνοισιν ἐπισπέρχουσ' ἑκάτερθε,

δίκτυον ἐξερύοντες ἐπ' ᾐόνας· αἱ δ' ὁρόωσαι

σχοίνους κινυμένας, ἀνεμώλια δείματ' ἔχουσαι,

εἰλόμεναι πτήσσουσι καὶ ἀθρόαι ἐσπείρηνται.

πολλά κεν ἀγραίοισι τότ' ἀρήσαιτο θεοῖσι

δικτυβόλος, μήτ' οὖν τι θορεῖν ἔκτοσθε λίνοιο,

μήτε τι κινύμενον δεῖξαι πόρον· ἢν γὰρ ἴδωνται

πηλαμύδες, τάχα πᾶσαι ὑπὲρ κούφοιο λίνοιο

ἐς βυθὸν ἀΐσσουσι καὶ ἄπρηκτον λίπον ἄγρην.

εἰ δ' οὔ σφι μακάρων τις ἁλιπλάγκτων νεμεσήσει,

πολλάκι καὶ τραφερῆς ὑπὲρ ᾐόνος ἑλκυσθεῖσαι

ἔξαλοι οὐκ ἐθέλουσι λιπεῖν λίνον, ἀλλ' ἐνέχονται,

αὐτὴν μήρινθον πολυδινέα πεφρικυῖαι.

ὧδε καὶ ἐν ξυλόχοισιν ὀρέστεροι ἀγρευτῆρες

εἷλον ἀναλκείην ἐλάφων εὐαγρέϊ τέχνῃ,

μηρίνθῳ στέψαντες ἅπαν δρίος· ἀμφὶ δὲ κούφων

ὀρνίθων δήσαντο θοὰ πτερά· ταὶ δ' ἐσορῶσαι

ἠλέματα πτώσσουσι κενὸν φόβον, οὐδὲ πελάσσαι

μαψιδίως πτερύγεσσιν ἀτυζόμεναι μεμάασιν,

εἰσόκε θηρητῆρες ἐπαΐξαντες ἕλωσι.

- Καὶ μέν τις δύπτης ἁλίων εὐμήχανος ἔργων

νόσφι δόλου παλάμῃσιν ἐπαΐξας ἕλεν αὐταῖς

ἰχθῦς, ἠΰτε χέρσον ἀμειβόμενος πόρον ἅλμης,

σαργόν τε τρέσσαντα φόβῳ δειλήν τε σκίαιναν.

σαργοὶ μὲν δείσαντες ἀολλέες ἐς μυχὸν ἅλμης

εἰλόμενοι πτήσσουσιν, ἐπ' ἀλλήλαις δὲ κέχυνται,

δόχμιαι ἀμφιπεσόντες, ἀναφρίσσουσι δ' ἀκάνθαις

νῶτα μετακλίνοντες, ἅτε σκολόπεσσιν ἁπάντῃ

φραξάμενοι πυκινῇσι περίδρομον ἕρκος ἀλωῆς

ἀγρονόμοι, σίντῃσι μέγαν πόνον· οὐδέ κεν ἄν τις

ἐσβαίη· σκῶλοι γὰρ ἐρητύουσι κέλευθα·

ὣς κείνοις οὐκ ἄν τις ἐνιχρίμψειεν ἑτοίμως,

οὐδ' ἐπὶ χεῖρα βάλοι· περὶ γὰρ φρίσσουσι κελαιναὶ

πρόκροσσαι πυκινῇσιν ὑπὸ σταλίκεσσιν ἄκανθαι.

ἀλλά τις ἰδμοσύνῃσιν ἀνὴρ ὑπὸ κεύθεα πόντου

ἐσσυμένως δύοιτο, περιφράζοιτο δὲ πάντῃ

σαργούς, ἔνθα κάρη τε καὶ οὐραίη κλίσις αὐτῶν·

χεῖρα δ' ὑπὲρ κεφαλῇσι βαλὼν καθύπερθεν ἀκάνθας

ἦκα καταρρέξειεν ἐπικλίνοι τε πιέζων·

οἱ δ' αὔτως μίμνουσιν ἀρηρότες ἀλλήλοισιν

ἀστεμφεῖς, προβολῇσι πεποιθότες ὀξείῃσιν·

ἔνθα δύω παλάμῃσιν ἀνὴρ ἑκάτερθεν ἀείρας

αὖτις ἀναπλώει τελέσας πανεπίκλοπον ἔργον.

- Πετραίην δὲ σκίαιναν ἐπὴν φόβος ἦτορ ἵκηται,

ἐσσυμένως σπιλάδεσσιν ἐπέσσυτο καί τινα κοίλην

χειὴν εἰσεπέρησε περίδρομον ἠὲ χαράδρην,

ἢ ποίαις ἁλίῃσιν ὑπέδραμεν, ἠὲ καὶ ὑγροῖς

φύκεσιν· οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν

δεξάμενον ῥύσαιτο, κάρη δ' ἄρα δίζεται οἶον

φράξασθαι, κεφαλὴν δὲ κατακρύψασα καὶ ὄσσε

ἔλπεται οὐχ ὁρόωσα λαθεῖν ὁρόωντος ἐφορμήν.

ὡς δέ τις ὠμηστῆρος ἐπεσσυμένοιο λέοντος

βουβαλὶς ἐν λόχμῃσι κάτω τρέψασα κάρηνον

μαψιδίην φυλακὴν προτιβάλλεται, οὔθ' ὁράασθαι

ἔλπεται, εἰσόκε δή μιν ἐπαΐξας ὀλοὸς θὴρ

δαρδάψῃ· τῆς δ' ἦτορ ὁμοίϊον, οὐδὲ κάρηνον

ἀγκλίνει, δοκέει δὲ καὶ ὀλλυμένη περ ἀλύξαι.

τοῖα δὲ καὶ Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειρον

νήπια τεχνάζει· μελέη δέ οἱ ἔπλετο τέχνη·

ὣς ἀταλὴ μελέῃσιν ὑπ' ἐλπωρῇσι σκίαινα

κέκρυπται· τάχα γάρ μιν ἐρυσσάμενος παλάμῃσιν

ἀγρευτὴρ ἀνέδυ τε καὶ ἀφραίνουσαν ἔφηνε.

- Τόσσα μὲν ἰχθυβόλων ἐδάην ἁλιεργέα τέχνης

δήνεα, καὶ τόσσοισιν ἐπ' ἰχθύσι πικρὸν ὄλεθρον·

τοὺς δ' ἄλλους ξύμπαντας ὁμοίϊος αἶσα κιχάνει

κύρτων τ' ἀγκίστρων τε βαθυπλεκέος τε λίνοιο

ῥιπῆς τε τριόδοντος, ὅσ' ἀνδράσιν ἔντεα τέχνης.

τοὺς μὲν ὑπηματίους, τοὺς δ' ἕσπερος εἷλε δαμέντας,

εὖτ' ἂν ὑπὸ πρῶτον νυκτὸς κνέφας ἀσπαλιῆες

πυρσὸν ἀναψάμενοι, γλαφυρὸν σκάφος ἰθύνοντες,

ἰχθύσιν ἀτρεμέουσιν ἀείδελον αἶσαν ἄγωσιν.

ἔνθ' οἱ μὲν πεύκης λιπαρῇ φλογὶ καγχαλόωντες

ἀμφ' ἀκάτῳ θύνουσι, κακὸν δ' ἴδον ἑσπέριον πῦρ,

ῥιπῆς τριγλώχινος ἀμειλίκτοιο τυχόντες.

- Ἔστι δέ τις θήρης ἕτερος νόμος ἰχθυβόλοισι

φαρμάκταις, οἳ λυγρὸν ἐπ' ἰχθύσι μητίσαντο

φάρμακον, ὠκύμορον δὲ τέλος νεπόδεσσιν ἔθηκαν.

οἱ δ' ἤτοι πρῶτον μὲν ἐπασσυτέραις βολίδεσσι

κοντῶν τε ῥιπῇσι καὶ αἰκίῃσιν ἐρετμῶν

εἱλεῦσιν νεπόδων δειλὰς στίχας εἰς ἕνα χῶρον

κοιλοφυῆ, κευθμῶσιν ὑπαγνύμενον θαμέεσσιν·

ἔνθ' οἱ μὲν δύνουσιν ὑπὸ γλαφυρῇς σπιλάδεσσι,

τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντῃ

δίκτυα κυκλώσαντες, ἅτ' ἀνδράσι δυσμενέεσσι

διπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης.

καὶ τότ' ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείρας

ῥίζαν θ', ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες,

μίξας ἐν παλάμῃσι δύω φυρήσατο μάζας·

πόντῳ δ' ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δ' ἄρ' αὐταῖς

κοιλάσι καὶ θαλάμῃσι δυσαέα φάρμακ' ἄλειψε

χρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν.

καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξαντα

δέξατο ναῦς· τοὺς δ' αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴ

πρῶτα μὲν ἐν θαλάμῃσιν ἱκάνεται· ἀχλύϊ δ' ὄσσε

καὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανται

μίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονται

ἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα

πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται.

οἱ δ' ὥστ' οἰνοβαρεῖς, ὀλοῇ μεθύοντες ἀϋτμῇ,

πάντῃ δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσι

λειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισι

σπερχόμενοι πίπτουσι, διεκθορέειν μεμαῶτες·

ἀλλ' οὔ τις χαλεπῆς ἄτης λύσις οὐδ' ἀλεωρή·

πολλῇ δὲ ῥιπῇ τε καὶ ἅλματι κυμαίνονται

τειρόμενοι· τὸ δὲ πολλὸν ἐπιτρέχει Ἀμφιτρίτῃ

ὀλλυμένων φύσημα, τό τ' ἰχθύσιν ἔπλετο δειλοῖς

οἰμωγή· τοὶ δ' ἐκτὸς ἐπ' ἄλγεσιν ἀσπαλιῆες

τερπόμενοι μίμνουσιν ἀκηδέες, εἰσόκε σιγὴ

πόντον ἕλῃ, φλοίσβου τε καὶ ἀργαλέοιο κυδοιμοῦ

παύσωνται, στονόεσσαν ἀποπνεύσαντες ἀϋτμήν.

καὶ τότ' ἀπειρέσιον νεκύων ἐρύουσιν ὅμιλον

ξυνῷ τεθνηῶτας ὁμοῦ λωβήτορι πότμῳ.

ὡς δ' ὅτε δυσμενέεσσιν ἐπιστήσωνται Ἄρηα,

φροῦδον ἐελδόμενοι ῥαῖσαι πόλιν, οὐδ' ἀνιεῖσι

πήματα βουλεύοντες ἐπί σφισιν, ἀλλὰ καὶ ὕδωρ

κρηνάων φάρμαξαν ὀλέθριον· οἱ δ' ἐπὶ πύργοις

λιμῷ τ' ἀργαλέῳ καὶ ὀϊζύϊ μοχθίζοντες

ὕδατί τ' ἐχθοδοπῷ στυγερὸν καὶ ἀεικέα πότμον

ὄλλυνται, νεκύων δὲ πόλις πέπληθεν ἅπασα·

ὣς οἱ λευγαλέῳ τε μόρῳ καὶ ἀδευκέϊ πότμῳ

ἀνδράσι φαρμάκτῃσιν ὑποδμηθέντες ὄλοντο.