OPPIANUS - CYNEGETICA IV

2871 207 0 0 0 0 II-III d. C. Epica Oppianus IV Cynegetica Mair, A.W., Cambridge, Mass., Harvard University Press, 1928 Rist. 1963. 3

- Εἴδεα μὲν τόσα θηρσί, τόσαι δ' ἀνὰ δάσκιον ὕλην

νυμφίδιοι φιλότητες ὁμήθειαί τε πέλονται

ἔχθεά τε κρυεροί τε μόθοι νόμιοί τε χαμεῦναι.

τλησιπόνων δ' ἀνδρῶν χρέος ἄπλετον ἀείδωμεν,

ἀμφότερον κρατερόν τε μένος καὶ ἐπίφρονα βουλὴν

κέρδεά τ' αἰολόβουλα πολυφράστοις τε δόλοισι

φραξαμένην κραδίην· ἦ γάρ τε πρὸς ἄγρια φῦλα

μάρναται, οἷσι θεὸς σθένος ὤπασε καὶ μένος ἠῢ

καὶ φρένας οὐδ' αὐτῶν πολὺ μείονας ἀγρευτήρων.

- Ἤθεα πολλὰ πέλει κλειτῆς πολυαρκέος ἄγρης,

ἄρμενα καὶ θήρεσσι καὶ ἔθνεσιν ἠδὲ χαράδραις,

μυρία· τίς κεν ἅπαντα μιῇ φρενὶ χωρήσειεν

εἰπέμεναι κατὰ μοῖραν ὑπ' εὐκελάδοισιν ἀοιδαῖς;

τίς δ' ἂν πάντ' ἐσίδοι; τίς δ' ἂν τόσον ὠπήσαιτο

θνητὸς ἐών; μοῦνοι δὲ θεοὶ ῥέα πάνθ' ὁρόωσιν.

αὐτὰρ ἐγὼν ἐρέω τά τ' ἐμοῖς ἴδον ὀφθαλμοῖσι,

θήρην ἀγλαόδωρον ἐπιστείχων ξυλόχοισιν,

ὅσσα τ' ἀπ' ἀνθρώπων ἐδάην, τοῖσιν τὰ μέμηλεν,

αἰόλα παντοίης ἐρατῆς μυστήρια τέχνης,

ἱμείρων τάδε πάντα Σεουήρου Διὸς υἱῷ

ἀείδειν· σὺ δέ, πότνα θεά, παγκοίρανε θήρης,

εὐμενέουσα θοῇ βασιληΐδι λέξον ἀκουῇ,

ὄφρα τεῶν ἔργων προμαθὼν ὀαρίσματα πάντα

θηροφονῇ, μακαριστὸς ὁμοῦ παλάμῃ καὶ ἀοιδῇ.

- Θηρῶν οἱ μὲν ἔασιν ἐπίφρονες, αἰολόβουλοι,

ἀλλὰ δέμας βαιοί· τοὶ δ' ἔμπαλιν ἀλκήεντες,

βουλὴν δ' ἐν στήθεσσιν ἀνάλκιδες· οἱ δ' ἄρ' ὁμαρτῇ

καὶ κραδίην δειλοὶ καὶ γυῖα πέλουσ' ἀμενηνοί,

ἀλλὰ πόδεσσι θοοί· τοῖσιν δὲ θεὸς πόρε πάντα,

βουλὴν κερδαλέην, κρατερὸν δέμας, ὠκέα γοῦνα.

γιγνώσκουσι δ' ἕκαστος ἑῆς φύσιος κλυτὰ δῶρα,

ἔνθ' ὀλιγοδρανέες τε καὶ ἔνθα πέλουσι δαφοινοί.

οὐκ ἔλαφος κεράεσσι θρασύς, κεράεσσι δὲ ταῦρος·

οὐ γενύεσσιν ὄρυξ κρατερός, γενύεσσι λέοντες·

οὐ ποσὶ ῥινόκερως πίσυνος, πόδες ὅπλα λαγωῶν·

πόρδαλις οἶδ' ὀλοὴ παλαμάων λοίγιον ἰόν,

καὶ σθένος αἰνὸς ὄϊς μέγα λαϊνέοιο μετώπου,

καὶ κάπρος μένος οἶδεν ἑῶν ὑπέροπλον ὀδόντων.

- Ὅσσαι μέν νυν ἔασιν ἐπακτήρεσσι δαφοινοῖς

μουναδὸν ἐν σκοπέλοισι προμήθειαί τε πάγαι τε,

κεκριμένας φράσομεν θήρας ἐπὶ θηρσὶν ἑκάστοις·

ξυνὰ δέ θ' ὅσσα πέλουσιν, ὁμοίης ἔλλαχεν ᾠδῆς.

ξυναὶ θηροσύναι τε λίνων ξυναί τε ποδάγραι·

ξυνὰ δέ τ' ἀνθρώποισι ποδωκέα πάντα γένεθλα

ἵπποις ἠδὲ κύνεσσι διωκέμεν· ἄλλοτε δ' αὖτε

καὶ μούνοις ἵπποισι κυνῶν ἄτερ ἰθὺς ἐλαύνειν·

ἵπποισιν κείνοισιν, ὅσοι περὶ Μαυρίδα γαῖαν

φέρβοντ', ἢ Λιβύεσσιν· ὅσοι μὴ κάρτεϊ χειρῶν

ἄγχονται ψαλίοισι βιαζομένοιο χαλινοῦ,

πείθονται δὲ λύγοισιν, ὅπη βροτὸς ἡγεμονεύει.

τοὔνεκεν ἱππελάται κείνων ἐπιβήτορες ἵππων

ἠδὲ κύνας λείπουσι φίλους πίσυνοί τ' ἐλόωσιν

ἵπποις ἠελίου τε βολῇ καὶ νόσφιν ἀρωγῶν.

ξυνὸν ἀκοντίζειν δὲ καὶ ἀντία τοξάζεσθαι

θῆρας ἀρειοτέρους, τοί τ' ἀνδράσιν ἶφι μάχονται.

- Ἐς δὲ λίνον χρειὼ στέλλειν οἰήϊα θήρης,

καὶ πνοιὴν ἀνέμου φεύγειν ἄνεμόν τε δοκεύειν.

οἷα δὲ ποντοπόρων ἀκάτων ἐπιβήτορες ἄνδρες

ἑζόμενοι πρύμνῃσι, νεῶν ἐφέποντες ὀχῆας,

ἠέρα παπταίνουσι καὶ ἀργεστῇσι Νότοισι

πειθόμενοι τανύσαντο λινοπτερύγων ὅπλα νηῶν·

ὧδε καὶ ἐν τραφερῇ κέλομαι θηρήτορας ἄνδρας

παπταίνειν ἑκάτερθεν ἐπιπνείοντας ἀήτας,

ὄφρα λινοστατέωσι βοηλατέωσί τε πάντῃ

αὔραις ἀντιάσαντες· ἐπεὶ μάλα θήρεσι πᾶσιν

ὀξύταται ῥινῶν ὀσφρήσιες· εἰ δὲ φράσαιντο

ἢ σταλίκων ὀδμὴν ἢ πεπταμένοιο λίνοιο,

ἔμπαλιν ἰθύνουσιν, ἐπιστροφάδην δὲ φέβονται

αὐτοῖς ἄντα βροτοῖσι, πόνον δ' ἅλιον θέσαν ἄγρης.

τῷ μοι παπταίνοιεν ἐπαιγίζοντας ἀήτας

θηροφόνοι, στάλικάς τε λινοστασίην τ' ἐφέποιεν

ἀντιπέρην ἀνέμοιο βολῆς· ὄπιθεν δ' ἐλάοιεν

ἐς Νότον αἰθρήεντος ἐγειρομένου Βορέαο·

ἐς δὲ Βορῆν σαλαγεῦντος ἐπὶ δροσεροῖο Νότοιο·

Εὔρου δ' ἱσταμένοιο θέειν Ζεφυρίτισιν αὔραις·

κινυμένου Ζεφύρου δὲ θοῶς εἰς Εὖρον ἐλαύνειν.

- Ἀλλὰ σύ μοι πρώτιστα λεόντων ἔξοχον ἄγρην

ἐν θυμῷ βάλλοιο καὶ ἀνδρῶν ἄλκιμον ἦτορ.

χῶρον μὲν πρώτιστον ἐπεφράσσαντο κιόντες,

ἔνθα περὶ σπήλυγγας ἐρίβρομος ἠΰκομος λῖς

ἐνδιάει, μέγα δεῖμα βοῶν αὐτῶν τε νομήων·

θηρὸς δ' αὖ μετέπειτα πελώριον ὠπήσαντο

ἴχνεσι τριβομένοισιν ἀταρπιτόν, ᾗ ἔνι πολλὸς

λαρὸν πιόμενος ποταμηπόρος ἰθὺς ὁδεύει.

ἔνθ' ἤτοι βόθρον μὲν ἐΰδρομον ἀμφὶς ὄρυξαν,

εὐρὺν καὶ περίμετρον· ἀτὰρ μεσάτῃ ἐνὶ τάφρῳ

κίονα δειμάσθην μέγαν, ὄρθιον, ὑψικόλωνον·

τοῦ δ' ἄπο μὲν κρεμάσαντο μετήορον αὖ ἐρύσαντες

ἀρνειὸν νεογιλὸν ὑπ' ἀρτιτόκοιο τεκούσης·

ἔκτοθε δ' αὖ βόθροιο περίτροχον ἐστεφάνωσαν

αἱμασιήν, πυκάσαντες ἐπασσυτέροις μυλάκεσσιν,

ὄφρα κε μὴ πελάσας δολερὸν χάος ἀθρήσειε·

καί ῥ' ὁ μὲν ὑψικρεμὴς ὑπομάζιος ἀμνὸς ἀϋτεῖ·

τοῦ δέ τε πειναλέην κραδίην ἐπάταξεν ἰωή·

μαιόμενος δ' ἴθυσε, φίλον κεχαρημένος ἦτορ,

ἴχνος ἐπισπέρχων βληχῆς ἠδ' ἔνθα καὶ ἔνθα

παπταίνων πυρόεν· τάχα δ' ἤλυθεν ἄγχι δόλοιο,

ἀμφί τε δινεῖται, κρατερὸς δέ ἑ λιμὸς ὀρίνει.

αὐτίκα δ' αἱμασιὴν μὲν ὑπέρθορε γαστρὶ πιθήσας,

δέκτο δέ μιν χάος εὐρὺ περιστεφές, οὐδ' ἐνόησεν,

ὡς ἐπὶ βυσσὸν ἵκανεν ἀνωΐστοιο βερέθρου·

παντόσε δινεῖται δὲ παλίσσυτος αἰὲν ὀρούων,

ὁπποῖος περὶ νύσσαν ἀεθλοφόρος θοὸς ἵππος,

ἀγχόμενος παλάμῃσι καὶ ἡνιόχοιο χαλινῷ.

οἱ δ' ἄρ' ἀπὸ σκοπιῆς τηλαυγέος ἀθρήσαντες

ἀγρευτῆρες ὄρουσαν, ἐριτμήτοισι δ' ἱμᾶσι

δησάμενοι καθιᾶσιν ἐΰστροφα τυκτὰ μέλαθρα,

ὀπταλέον κἀκεῖσε δόλον κρύψαντες ἐδωδῆς·

αὐτὰρ ὅ γ' ἐκ βόθροιο δοκεύμενος αὐτίκ' ἀλύξειν

ἔνθορε καγχαλόων· παρὰ δ' οὐκέτι νόστος ἕτοιμος.

ὧδε μὲν ἀμφὶ χυτὴν Λιβύων πολυδίψιον αἶαν.

- Αὐτὰρ ἐϋρρείταο παρ' ὄχθαις Εὐφρήταο

ἵππους μὲν χαροποὺς μεγαλήτορας ἀρτύνονται

θήρειον ποτὶ μῶλον· ἐπεὶ χαροποὶ γεγάασι

κραιπνότατοι θείειν καὶ ἀναιδέες ἶφι μάχεσθαι

καὶ μοῦνοι τετλᾶσι λεόντων ἀντία βρυχήν·

οἱ δ' ἄλλοι τρείουσι καὶ ἀγκλίνουσιν ὀπωπάς,

δειμαίνοντες ἄνακτος ἑοῦ πυριλαμπέα κανθόν,

ὣς ἐφάμην καὶ πρόσθεν ἐν ἱππαλέοισιν ἀοιδαῖς.

πεζοὶ δ' ἐκτανύσαντο λίνοιο περίδρομον ἕρκος,

ἄρκυας ἀσσυτέροις ἐπιδειμάμενοι σταλίκεσσι·

τόσσον δ' αὖθ' ἑκάτερθεν ἐπιπρονένευκε κεραίη,

ὅσσον ἐπημύει κέρας ἀρτιτόκοιο σελήνης.

τρισσοὶ δ' αὖ λοχόωσι λίνων ἔπι θηρητῆρες,

εἷς μέσατος, δοιοὶ δ' ἄρ' ἐπ' ἀκροτάτοισι κορύμβοις,

ὁππόσον ἐκ μεσάτοιο γεγωνότος ἀμφοτέροισιν

εἰσαΐειν ἑκάτερθε διπλῶν ἀκρόπτερα φωτῶν.

οἱ δ' ἄλλοι στήσαντο νόμῳ πολέμοιο δαφοινοῦ,

φρυκτοὺς αὐσταλέους πυριλαμπέας ἀμφὶς ἔχοντες·

ἀνδρῶν δ' αὐτὸς ἕκαστος ἔχει σάκος ἐν χερὶ λαιῇ,

(ἀσπίδος ἐν πατάγῳ θηρσὶν μέγα δεῖμα δαφοινοῖς·)

δεξιτερῇ δὲ φέρει πεύκης ἄπο δαιόμενον πῦρ·

ἔξοχα γὰρ δείδοικε πυρὸς μένος ἠΰκομος λῖς,

οὐδ' ἐσιδεῖν τέτληκεν ἀταρμύκτοισιν ὀπωπαῖς.

οἱ δ' ὁπότ' ἀθρήσωσι λεόντων ἄλκιμον ἦτορ,

πάντες ὁμῶς ἱππῆες ἐπέσσυθεν, ἀμφὶ δὲ πεζοὶ

ἕσπονται παταγεῦντες, ἀϋτὴ δ' αἰθέρ' ἱκάνει.

θῆρες δ' οὐ μίμνουσιν, ἐπιστροφάδην δὲ νέονται

θυμὸν ὀδὰξ πρίοντες, ἀμυνέμεν οὐκ ἐθέλοντες.

ὡς δ' ἰχθῦς ἀνὰ νύκτα δολόφρονες ἀσπαλιῆες

πρὸς βόλον ἰθύνουσι θοαῖς ἀκάτοισι φέροντες

λαμπομένας δαΐδας· τοὶ δὲ τρείουσιν ἰδόντες

ἔλλοπες, οὐδὲ μένουσιν ἑλισσομένην ἀμαρυγήν·

ὣς καὶ θῆρες ἄνακτες ἐπιμύουσιν ὀπωπάς.

καὶ τότε δειδιότες κτύπον ἀνδρῶν καὶ φλόγα πυρσῶν

αὐτόματοι πλεκτῇσι λίνων λαγόνεσσι πέλασσαν.

- Ἔστι δέ τις θήρης τρίτατος νόμος Αἰθιοπήων

ἀκάματος, μέγα θαῦμα· τὸ δ' ἀνέρες ἀλκήεντες

Αἴθοπες ἠνορέῃ πίσυνοι πίσυρες τελέουσι.

πλεκτὰ σάκη τεύχουσιν ἐϋστρέπτοισι λύγοισι

καρτερὰ καὶ πλευρῇσι περίδρομα, κὰδ δὲ βοείας

ἀζαλέας τανύουσιν ἐπ' ἀσπίσιν ὀμφαλοέσσαις

ἄλκαρ ἔμεν τ' ὀνύχων βριαρῶν γενύων τε δαφοινῶν·

αὐτοὶ δ' οἰὸς ἄωτα πρόπαν δέμας ἀμφιέσαντο,

σφιγξάμενοι καθύπερθεν ἐπασσυτέροις τελαμῶσι·

καὶ κόρυθες κρύπτουσι καρήατα· μοῦνα δ' ἀθρήσαις

χείλεά τε ῥῖνάς τε καὶ ὄμματα μαρμαίροντα.

ἄντα δὲ θηρὸς ἴασιν ἀολλέες, εὐκελάδοισι

μάστιξιν θαμινῇσι δι' ἠέρος αἰθύσσοντες·

αὐτὰρ ὅ γε σπήλυγγος ὑπεκπροθορὼν ἀλίαστος

βρυχᾶται πετάσας φόνιον χάος ἀντία φωτῶν,

δερκόμενος χαροποῖσιν ὑπ' ὄμμασιν αἰθόμενον πῦρ,

θυμῷ παφλάζων ἴκελος δίοισι κεραυνοῖς.

οὐ τοῖον Γάγγαο ῥόος πρόσθ' ἠελίοιο

Ἰνδὸν ὑπὲρ δάπεδον Μαρυανδέα λαὸν ἀμείβων

μυκᾶται βρύχημα πελώριον, ὁππότε κρημνῶν

ἐκπροθορὼν ἐκάλυψε μέλαν δέμας αἰγιαλοῖο·

ὅστε καὶ εὐρύτατός περ ἐὼν καί τ' εἴκοσιν ἄλλοις

κυρτοῦται ποταμοῖσι κορυσσόμενος λάβρον ὕδωρ·

οἷον ἐπισμαραγεῖ δρίος ἄσπετον ἠδὲ χαράδραι

βρυχηθμοῖς ὀλοοῖσιν, ἐπιβρέμεται δ' ὅλος αἰθήρ.

καί ῥ' ὁ μὲν αὐτίκ' ὄρουσε λιλαιόμενος χροὸς ἆσαι,

λαίλαπι χειμερίῃ πανομοίϊος· οἱ δὲ μένουσιν

ἀστεμφεῖς πυρόεσσαν ἐπαιγίζουσαν ἐνιπήν.

αὐτὰρ ὅ γ' ἔν τ' ὀνύχεσσι γένυσσί τε λευγαλέῃσιν

ἄσχετος ὅν κεν ἕλῃσιν ἐπαιθύσσων κεραΐζει.

τὸν δ' ἕτερος κατόπισθε μεταθρώσκων αἰζηῶν

κικλήσκει, παταγῶν τε διαπρύσιόν τε γεγωνώς.

αἶψα δ' ἐπιστρεφθεὶς μεγαλήνωρ ἠΰκομος λῖς

ὦρτο λιπὼν ὃν ἔμαρψεν ὑπὸ στόμα· καὶ πάλιν ἄλλος

δόχμιος ἠϋγένειον ὀρίνει θῆρα κελαινόν·

ἄλλοι δ' ἀλλαχόθεν μιν ἐπασσύτεροι κλονέουσι

ῥινοῖσιν πίσυνοι σακέεσσί τε καὶ τελαμῶσι,

τοὺς οὔτε κρατεροὶ γενύων τάμνουσιν ὀδόντες,

οὔτε σιδηρείων ὀνύχων πείρουσιν ἀκωκαί.

αὐτὰρ ὁ μαψίδιον φθινύθει πόνον, ἄκριτα θύων,

τὸν μὲν καλλείπων, τὸν δ' αἰρόμενος χθονὸς αἶψα

αὖ ἐρύων, τῷ δ' αὖτις ἀάσχετος ἰθὺς ὀρούων.

ὡς δ' ὁπότ' ἐν πολέμοισιν ἀρήϊον ἄνδρα κραταιὸν

δήϊος ἀμφιβάλῃ στεφάνη μαλεροῖο μόθοιο,

αὐτὰρ ὅ γε πνείων μένος Ἄρεος ἔνθα καὶ ἔνθα

ἀΐσσει, παλάμῃ κραδάων πεφονωμένον ἔγχος,

ὀψὲ δέ μιν δάμνησιν ἐνυάλιος λόχος ἀνδρῶν,

πάντες ὁμοῦ βρίσαντες· ὁ δ' ὀκλάζει κατὰ γαίης,

βαλλόμενος πυκινῇσι τανυρροίζοισιν ἀκωκαῖς·

ὣς ὅ γ' ἀνηνύστοισιν ἀπειπάμενος καμάτοισιν

ὀψὲ βροτοῖσιν ἔδωκε βραβήϊα πάντα μόθοιο·

ἀφρὸν ἀποσταλάει δὲ ποτὶ σχερὸν αἱματόεντα·

εἴκελος αἰδομένῳ δὲ ποτὶ χθόνα κανθὸν ἐρείδει.

ὡς δὲ βροτὸς πολλοῖσιν ἐρεψάμενος κοτίνοισι

πυγμαχίης ἐν ἀγῶσιν, ὑπ' ἀνέρος ἀλκήεντος

ἄντην ἀσσυτέρῃσιν ὑπ' ὠτειλῇσι δαμασθείς,

ἔστη μὲν πρώτιστα λελουμένος αἵματι λάβρῳ,

οἷα μεθυσφαλέων, ἑτεροκλινέων τε κάρηνον·

αὐτὰρ ἔπειτ' ἐπὶ γαῖαν ὑποκλαδὸν ἐξετανύσθη·

ὣς ὅ γ' ἐπὶ ψαμάθου κεκαφηότα γυῖα τάνυσσεν.

οἱ δὲ τότ' ἐγκονέουσι πολὺ πλέον, αἶψα δ' ὕπερθε

πάντες ἐρεισάμενοι κρατεροῖσι δέουσ' ὑπὸ δεσμοῖς

οὐδὲν ἀλευόμενον, μάλα δ' ἤρεμον ἀτρεμέοντα.

ὦ μέγα τολμήεντες, ὅσον χάδον, ὅσσον ἔρεξαν,

αἰνὸν κεῖνο πέλωρον ἅτε κτίλον ἀείρουσιν.

- Ἔκλυον ὡς βόθροισιν ὁμοίοισίν τε δόλοισι

θήρασσαν καὶ θῶας ἀναιδέας, ἠδὲ γένεθλα

πορδαλίων ἀπάτησαν, ἀτὰρ πολὺ μείοσι βόθροις·

κίονα δ' οὐχὶ λίθοιο, δρυὸς δ' ἐτάμοντο κεραίην·

οὐδὲ μὲν ὑψικρεμῆ χιμάρου γόνον ᾐώρησαν,

ἀλλὰ κυνός· τοῦ δ' αὖτ' ἀπὸ μήδεα δῆσαν ἱμάσθλαις

λεπταλέαις· ὁ δ' ἄρ' ὦκα περισπερχὴς ὀδύνῃσιν

ὠρυθμοῖς ὑλάει καὶ πορδαλίεσσιν ἀϋτεῖ·

ἡ δὲ μάλ' ἰάνθη, διά τε δρίος ἰθὺς ὀρούει.

ὡς δ' ὁπότ' ἰχθυβόλοι κύρτου δόλον ἐστήσαντο,

πλεξάμενοι σπάρτῳ Σαλαμινίδι, καὶ λαγόνεσσι

πούλυπον ἢ κεστρῆα πυρὶ φλεγέθοντες ἔθεντο·

ὀδμὴ δ' ἐς πλαταμῶνας ἀφίκετο, καὶ ποτὶ κύρτον

ἔλλοπας αὐτομόλους εἰσήγαγεν, οὐδὲ δύνανται

αὖτις ὑπεκδῦναι, δεινοῦ δ' ἤντησαν ὀλέθρου·

ὣς κείνη, σκυλακῆος ἀπόπροθεν εἰσαΐουσα,

ἔδραμε καὶ θόρεν, οὔτιν' ὀϊσσαμένη δόλον εἶναι,

γαστέρι πειθομένη δὲ μυχοὺς ἐπέλασσε βερέθρου.

- Πορδάλιας καὶ δῶρα Διωνύσοιο δάμασσαν,

θηροφόνων δολερῶν δολερὴν πόσιν οἰνοχοεύντων,

οὐδὲν ἀλευομένων ζαθέοιο κότον Διονύσου.

πορδάλιες νῦν μὲν θηρῶν γένος, ἀλλὰ πάροιθεν

οὐ θῆρες βλοσυραί, χαροπαὶ δ' ἐπέλοντο γυναῖκες,

οἰνάδες, ὠσχοφόροι, τριετηρίδες, ἀνθοκάρηνοι,

Βάκχου φοιταλιῆος ἐγερσιχόροιο τιθῆναι.

νηπίαχον γὰρ Βάκχον Ἀγηνορὶς ἔτραφεν Ἰνώ,

μαζὸν ὀρεξαμένη πρωτόρρυτον υἱέϊ Ζηνός·

σὺν δ' ἄρ' ὁμῶς ἀτίτηλε καὶ Αὐτονόη καὶ Ἀγαύη·

ἀλλ' οὐκ εἰν Ἀθάμαντος ἀταρτηροῖσι δόμοισιν,

οὔρεϊ δ' ὃν τότε Μηρὸν ἐπικλήδην καλέεσκον.

Ζηνὸς γὰρ μεγάλην ἄλοχον μέγα δειμαίνουσαι

καὶ Πενθῆα τύραννον Ἐχιονίδην τρομέουσαι

εἰλατίνῃ χηλῷ δῖον γένος ἐγκατέθεντο,

νεβρίσι δ' ἀμφεβάλοντο καὶ ἐστέψαντο κορύμβοις

ἐν σπέϊ, καὶ περὶ παῖδα τὸ μυστικὸν ὠρχήσαντο·

τύμπανα δ' ἐκτύπεον καὶ κύμβαλα χερσὶ κρόταινον,

παιδὸς κλαυθμυρισμῶν προκαλύμματα· πρῶτα δ' ἔφαινον

ὄργια κευθομένῃ περὶ λάρνακι· σὺν δ' ἄρα τῇσιν

Ἀόνιαι λάθρη τελετῶν ἅπτοντο γυναῖκες·

ἐκ δ' ὄρεος πιστῇσιν ἀγερμοσύνην ἑτάρῃσιν

ἔντυον ἰθῦσαι Βοιωτίδος ἔκτοθε γαίης·

μέλλε γὰρ ἤδη, μέλλεν ἀνήμερος ἡ πρὶν ἐοῦσα

γαῖα φυτηκομέειν ὑπὸ λυσιπόνῳ Διονύσῳ.

χηλὸν δ' ἀρρήτην ἱερὸς χορὸς ἀείρασαι

στεψάμεναι νώτοισιν ἐπεστήριξαν ὄνοιο·

Εὐρίπου δ' ἵκανον ἐπ' ᾐόνας, ἔνθα κίχανον

πρέσβυν ὁμοῦ τεκέεσσιν ἁλίπλανον· ἀμφὶ δὲ πᾶσαι

γριφέας ἐλλίσσοντο βυθοὺς ἀκάτοισι περῆσαι·

αὐτὰρ ὅ γ' αἰδεσθεὶς ἱερὰς ὑπέδεκτο γυναῖκας.

καὶ δή οἱ χλοερὴ μὲν ἐπήνθεε σέλμασι μῖλαξ,

πρύμνην δ' ὡραίη ἕλινος καὶ κισσὸς ἔρεπτον·

καί κεν ὑπὲρ πόντοιο κυβίστεον ἀσπαλιῆες

δείματι δαιμονίῳ πεπτηότες, ἀλλὰ πάροιθεν

ἐς γαῖαν δόρυ κέλσε· πρὸς Εὐβοίην δὲ γυναῖκες

ἠδ' ἐπ' Ἀρισταίοιο θεὸν κατάγοντο φέρουσαι,

ὅσθ' ὕπατον μὲν ἔναιεν ὄρος Καρύῃσιν ὑπ' ἄντρῳ,

μυρία δ' ἄγραυλον βιοτὴν ἐδιδάξατο φωτῶν·

πρῶτος ποιμένιον ἱδρύσατο, πρῶτος ἐκεῖνος

καρποὺς ἀγριάδος λιπαρῆς ἔθλιψεν ἐλαίης,

καὶ ταμίσῳ πρῶτος γάλα πήξατο, καὶ ποτὶ σίμβλους

ἐκ δρυὸς ἀείρας ἀγανὰς ἐνέκλεισε μελίσσας.

ὃς τότε καὶ Διόνυσον ἑῷ νεογιλὸν ὑπ' ἄντρῳ

Ἰνώης ἔθρεψε δεδεγμένος ἐκ χηλοῖο,

σὺν Δρυάσιν δ' ἀτίτηλε μελισσοκόμοισί τε Νύμφαις

Εὐβοΐσιν τε κόρῃσι καὶ Ἀονίῃσι γυναιξίν.

ἤδη κουρίζων δ' ἑτέραις μετὰ παισὶν ἄθυρε·

νάρθηκα προταμὼν στυφελὰς οὐτάζετο πέτρας,

αἱ δὲ θεῷ μέθυ λάρον ἀνέβλυσαν ὠτειλάων.

ἄλλοτε δ' ἀρνειοὺς αὐτῇς ἐδάϊξε δορῇσι

καὶ μελεϊστὶ τάμεν νέκυας δ' ἔρριψεν ἔραζε,

αὖτις δ' ἅψεα χερσὶν ἐϋσταλέως συνέβαλλεν,

οἱ δ' ἄφαρ ἔζωον χλοεροῦ θ' ἅπτοντο νομοῖο.

ἤδη καὶ θιάσοισιν ἐμέμβλετο καὶ κατὰ πᾶσαν

γαῖαν ἐκίδνατο δῶρα Θυωναίου Διονύσου.

πάντῃ δὲ θνητοῖς ἀρετὴν πωλέσκετο φαίνων·

ὀψὲ δὲ καὶ Θήβης ἐπεβήσατο καὶ πυρίπαιδι

πᾶσαι ὑπηντίασαν Καδμηΐδες· αὐτὰρ ὁ μάργος

Πενθεὺς οὐχὶ δετὰς παλάμας ἔδεεν Διονύσου,

καὶ θεὸν αὐτοφόνοισιν ἀπείλεε χερσὶ δαΐξαι,

οὐ Τυρίου Κάδμοιο καταιδόμενος τρίχα λευκήν,

οὐδὲ κυλινδομένην οἷσι πρὸ πόδεσσιν Ἀγαύην·

σύρειν δ' αἰνομόροισιν ἐβώστρεεν οἷς ἑτάροισι,

σύρειν τε κλείειν τε, χορόν τ' ἐλάασκε γυναικῶν.

οἱ μέν νυν Βρόμιον Πενθηϊάδαι φυλακῆες

δεσμοῖσιν δοκέοντο σιδηρείοισιν ἄγεσθαι

ἄλλοι Καδμεῖοί τε· θεοῦ δ' οὐχ ἅπτετο δεσμά·

παχνώθη δὲ κέαρ θιασώτισι, πάντα δ' ἔραζε

ῥῖψαν ἀπὸ κροτάφων στεφανώματα θύσθλα τε χειρῶν·

πάσαις δ' ἐστάλαον Βρομιώτισι δάκρυ παρειαί·

αἶψα δ' ἀνηΰτησαν· ἰὼ μάκαρ, ὦ Διόνυσε,

ἅπτε σέλας φλογερὸν πατρώϊον, ἂν δ' ἐλέλιξον

γαῖαν, ἀταρτηροῦ δ' ὄπασον τίσιν ὦκα τυράννου·

θὲς δὲ παρὰ σκοπιῇσι, πυρίσπορε, Πενθέα ταῦρον,

ταῦρον μὲν Πενθῆα δυσώνυμον, ἄμμε δὲ θῆρας

ὠμοβόρους, ὀλοοῖσι κορυσσομένας ὀνύχεσσιν,

ὄφρα μιν, ὦ Διόνυσε, διὰ στόμα δαιτρεύσωμεν.

ὣς φάσαν εὐχόμεναι· τάχα δ' ἔκλυε Νύσιος ἀρῆς.

Πενθέα μὲν δὴ ταῦρον ἐδείξατο φοίνιον ὄμμα,

αὐχένα τ' ᾐώρησε, κέρας τ' ἀνέτειλε μετώπου·

ταῖσι δὲ γλαυκιόωσαν ἐθήκατο θηρὸς ὀπωπήν,

καὶ γένυας θώρηξε, κατέγραψεν δ' ἐπὶ νώτου

ῥινὸν ὅπως νεβροῖσι, καὶ ἄγρια θήκατο φῦλα.

αἱ δὲ θεοῦ βουλῇσιν ἀμειψάμεναι χρόα καλὸν

πορδάλιες Πενθῆα παρὰ σκοπέλοισι δάσαντο.

τοιάδ' ἀείδοιμεν, τοῖα φρεσὶ πιστεύοιμεν·

ὅσσα Κιθαιρῶνος δὲ κατὰ πτύχας ἔργα γυναικῶν,

ἢ μυσαρὰς κείνας, τὰς ἀλλοτρίας Διονύσου,

μητέρας οὐχ ὁσίως ψευδηγορέουσιν ἀοιδοί.

- Θηροφόνος δέ τις ὧδε πάγην ἑτάροισι σὺν ἄλλοις

θηρσὶ φιλακρήτοισιν ἐμήσατο πορδαλίεσσι.

πίδακα λεξάμενοι Λιβύης ἀνὰ διψάδα γαῖαν,

ἥ τ' ὀλίγη μάλα πολλὸν ἀνυδρότατον κατὰ χῶρον

ἀπροφάτως ἀΐδηλον ἀνασταλάει μέλαν ὕδωρ,

οὐδὲ πρόσω χεῖται κελαρύσμασιν, ἀλλὰ μάλ' αἰνῶς

βλύζει τε σταδίη τε μένει ψαμάθοισί τε δύνει·

ἔνθεν πορδαλίων γένος ἄγριον εἶσι μετ' ἠὼ

πιόμενον· τοὶ δ' αἶψα κατὰ κνέφας ὁρμηθέντες

ἀγρευτῆρες ἄγουσιν ἐείκοσιν ἀμφιφορῆας

οἴνου νηδυμίοιο, τὸν ἑνδεκάτῳ λυκάβαντι

θλῖψε τις οἰνοπέδῃσι φυτηκομίῃσι μεμηλώς·

ὕδατι δ' ἐγκέρασαν λαρὸν μέθυ καὶ προλιπόντες

πίδακα πορφυρέην οὐ τηλόθεν εὐνάζονται,

προπροκαλυψάμενοι δέμας ἄλκιμον ἢ σισύρῃσιν

ἢ αὐτοῖσι λίνοισιν· ἐπεὶ σκέπας οὔ τι δύνανται

εὑρέμεν οὔτε λίθων οὔτ' ἠϋκόμων ἀπὸ δένδρων·

πᾶσα γὰρ ἐκτέταται ψαφαρὴ καὶ ἀδένδρεος αἶα.

τὰς δ' ἄρα σειριόεντος ὑπ' ἠελίοιο τυπείσας

ἀμφότερον δίψη τε φίλη τ' ἐκάλεσσεν ἀϋτμή·

πίδακι δ' ἐμπέλασαν Βρομιώτιδι καὶ μέγα χανδὸν

λάπτουσιν Διόνυσον, ἐπ' ἀλλήλῃσι δὲ πᾶσαι

σκιρτεῦσιν μὲν πρῶτα χοροιτυπέουσιν ὁμοῖαι,

εἶτα δέμας βαρύθουσι, προσώπατα δ' ἐς χθόνα δῖαν

ἠρέμα νευστάζουσι κάτω· μετέπειτα δὲ πάσας

κῶμα βιησάμενον χαμάδις βάλεν ἄλλυδις ἄλλην.

ὡς δ' ὁπότ' εἰλαπίνῃσιν ἀφυσσάμενοι κρητήρων

ἥλικες εἰσέτι παῖδες, ἔτι χνοάοντες ἰούλους,

λαρὸν ἀείδωσι, προκαλιζόμενοι μετὰ δεῖπνον

ἀλλήλους ἑκάτερθεν ἀμοιβαδίοισι κυπέλλοις,

ὀψὲ δ' ἐλώφησαν· τοὺς δ' ἔρριφεν ἄλλον ἐπ' ἄλλῳ

καὶ φρεσὶ καὶ βλεφάροισιν ἐπιβρῖσαν μένος οἴνου·

ὣς κεῖναι μάλα θῆρες ἐπ' ἀλλήλῃσι χυθεῖσαι

νόσφι πόνου κρατεροῖσιν ὑπ' ἀγρευτῆρσι γένοντο.

- Ἄρκτοισιν δὲ πονεῦσι κλυτὴν περιώσιον ἄγρην

Τίγριν ὅσοι ναίουσι καὶ Ἀρμενίην κλυτότοξον.

πουλὺς ὄχλος βαίνουσι τανύσκια βένθεα δρυμῶν,

ἴδριες αὐτολύτοις σὺν ἐϋρίνεσσι κύνεσσιν,

ἴχνια μαστεύσοντ' ὀλοῶν πουλύπλανα θηρῶν.

ἀλλ' ὁπότ' ἀθρήσωσι κύνες σημήϊα ταρσῶν,

ἕσπονται στιβέας τε ποδηγετέουσιν ὁμαρτῇ,

ῥῖνας μὲν ταναὰς σχεδόθεν χέρσοιο τιθέντες·

εἰσοπίσω δ' εἴπερ τι νεώτερον ἀθρήσειαν

ἴχνος, ἐπειγόμενοι θόρον αὐτίκα καγχαλόωντες

ληθόμενοι τοῦ πρόσθεν· ἐπὴν δ' εἰς ἄκρον ἵκωνται

εὐπλανέος στιβίης θηρός τε παναίολον εὐνήν,

αὐτίχ' ὁ μὲν θρώσκει παλάμης ἄπο θηρητῆρος,

οἰκτρὰ μάλ' ὑλακόων, κεχαρημένος ἔξοχα θυμόν.

ὡς δ' ὅτε παρθενικὴ γλαγόεντος ἐν εἴαρος ὥρῃ

ἀβλαύτοισι πόδεσσιν ἀν' οὔρεα πάντ' ἀλάληται,

ἄνθεα διζομένη· τὸ δέ οἱ μάλα τηλόθ' ἐούσῃ

νηδύμιον προπάροιθεν ἴον μήνυσεν ἀϋτμή·

τῇ δὲ μάλ' ἰάνθη μείδησέ τε θυμὸς ἐλαφρός,

ἀμᾶται δ' ἀκόρητος, ἀναψαμένη δὲ κάρηνον

εἶσιν ἐς ἀγραύλων δόμον ἀείδουσα τοκήων·

ὣς κυνὸς ἰάνθη θυμὸς θρασύς· αὐτὰρ ἐπακτὴρ

καὶ μάλα μιν θύνοντα βιησάμενος τελαμῶσι

καγχαλόων παλίνορσος ἔβη μεθ' ὅμιλον ἑταίρων.

τοῖσι δὲ καὶ δρυμὸν διεπέφραδε, θῆρά τε πικρὴν

αὐτὸς καὶ συνάεθλος ὅπου λοχόωντες ἔλειψαν.

οἱ δ' ἄρ' ἐπειγόμενοι στάλικας στήσαντο κραταιοὺς

δίκτυά τ' ἀμπετάσαντο καὶ ἄρκυας ἀμφεβάλοντο·

ἐν δὲ δύω κλῖναν δοιαῖς ἑκάτερθε κεραίαις

ἀνέρας ἀκρολίνους ὑπὸ μειλινέοισι πάγοισιν.

ἐκ δ' αὐτῶν κεράων τε καὶ αἰζηῶν πυλαωρῶν

λαιῇ μὲν μήρινθον ἐΰστροφον ἐκτανύουσι

μηκεδανήν, λινέην, ὀλίγον γαίης ἐφύπερθεν,

ὅσσον ἐπ' ὀμφαλὸν ἀνδρὸς ἱκανέμεναι στροφάλιγγα·

τῆς ἀπὸ μὲν κρέμαται περιδαίδαλα παμφανόωντα

ἄνθεα ταινιῶν πουλύχροα, δείματα θηρῶν,

ἐκ δ' ἄρ' ἀπήρτηται πτίλα μυρία παμφανόωντα,

οἰωνῶν τε διηερίων περικαλλέα ταρσὰ

γυπάων πολιῶν τε κύκνων δολιχῶν τε πελαργῶν.

δεξιτερῇ δὲ λόχους ὑπὸ ῥωγάσιν ἐστήσαντο,

ἢ χλοεροῖς πετάλοισι θοῶς πυκάσαντο μέλαθρα,

τυτθὸν ἀπ' ἀλλήλων, πίσυρας δ' ἐκάλυψαν ἑκάστῳ

ἀνέρας, ὁρπήκεσσι πρόπαν δέμας ἀμφιβαλόντες.

αὐτὰρ ἐπὴν κατὰ κόσμον ἐπαρτέα πάντα πέλωνται,

σάλπιγξ μὲν κελάδησε πελώριον, ἡ δέ τε λόχμης

ὀξὺ λέληκε θοροῦσα καὶ ὀξὺ δέδορκε λακοῦσα·

αἰζηοὶ δ' ἐπόρουσαν ἀολλέες, ἐκ δ' ἑκάτερθεν

ἀντία θηρὸς ἴασι φαλαγγηδὸν κλονέοντες.

ἡ δ' ὅμαδον προλιποῦσα καὶ ἀνέρας ἰθὺς ὀρούει,

γυμνὸν ὅπου λεύσσει πεδίον πολύ· κεῖθεν ἔπειτα

ἑξείης κατὰ νῶτον ἐγειρόμενος λόχος ἀνδρῶν

κλαγγηδὸν παταγοῦσιν, ἐπ' ὀφρύα μηρίνθοιο

σευόμενοι καὶ δεῖμα πολύχροον· ἡ δέ τ' ἀνιγρὴ

ἀμφίβολος μάλα πάμπαν ἀτυζομένη πεφόρηται·

πάντα δ' ὁμοῦ δείδοικε, λόχον, κτύπον, αὐλόν, ἀϋτήν,

δειμαλέην μήρινθον· ἐπεὶ κελάδοντος ἀήτεω

ταινίαι τ' ἐφύπερθε διηέριαι κραδάουσι

κινύμεναι πτέρυγές τε λιγήϊα συρίζουσι.

τοὔνεκα παπταίνουσα κατ' ἄρκυος ἀντίον ἕρπει,

ἐν δ' ἔπεσεν λινέοισι λόχοις· τοὶ δ' ἐγγὺς ἐόντες

ἀκρόλινοι θρώσκουσι καὶ ἐγκονέοντες ὕπερθε

σπαρτόδετον τανύουσι περίδρομον· ἄλλο δ' ἐπ' ἄλλῳ

νηήσαντο λίνον· μάλα γὰρ τότε θυμαίνουσιν

ἄρκτοι καὶ γενύεσσι καὶ ἀργαλέαις παλάμῃσι·

δηθάκι δ' ἐξαυτῆς φύγον ἀνέρας ἀγρευτῆρας

δίκτυά τ' ἐξήλυξαν, ἀΐστωσαν δέ τε θήρην.

ἀλλὰ τότε κρατερός τις ἀνὴρ παλάμην ἐπέδησεν

ἄρκτου δεξιτερήν, χήρωσέ τε πᾶσαν ἐρωήν,

δῆσέ τ' ἐπισταμένως, τάνυσέν τε ποτὶ ξύλα θῆρα,

καὶ πάλιν ἐγκατέκλεισε δρυὸς πεύκης τε μελάθρῳ,

πυκνῇσι στροφάλιγξιν ἑὸν δέμας ἀσκήσασαν.

- Χρειὼ δὲ σκοπέλου μὲν ἀνάντεος ἠδὲ πάγοιο

σεύεσθαι προθέοντα ποδώκεα φῦλα λαγωῶν,

πρὸς δὲ κάταντα σοφῇσι προμηθείῃσιν ἐλαύνειν·

αὐτίκα γὰρ σκύλακάς τε καὶ ἀνέρας ἀθρήσαντες

πρὸς λόφον ἰθύνουσιν· ἐπεὶ μάλα γιγνώσκουσιν,

ὅττι πάροιθεν ἔασιν ὀλιζότεροι πόδες αὐτοῖς.

τοὔνεκα ῥηΐδιοι πτώκεσσι πέλουσι κολῶναι,

ῥηΐδιοι πτώκεσσι, δυσάντεες ἱππελάτῃσι.

ναὶ μὴν ἀτραπιτοῖο πολυστιβίην ἀλεείνειν

καὶ πάτον, ἐν δ' ἄρα τῇσι γεωμορίῃσιν ἐλαύνειν·

κουφότεροι γὰρ ἔασι τρίβῳ καὶ ποσσὶν ἐλαφροὶ

ῥεῖά τ' ἐπιθρώσκουσιν· ἀρηρομένῃ δ' ἐνὶ γαίῃ

καὶ θέρεος βαρύθουσι πόδες καὶ χείματος ὥρῃ

ἄχρις ἐπισφυρίων ὀλοὴν κρηπῖδα φέρουσιν.

- Ἤν ποτ' ἐλῇς δόρκον δέ, φυλάσσεο μὴ μετὰ πολλὸν

ἐκτάδιον δολιχόν τε δρόμον καὶ τέρμα πόνοιο

τυτθὸν ὑποσταίη, λαγόνων δ' ἀπὸ μήδεα χεύῃ·

δόρκοι γὰρ περίαλλα δρόμοις ἐνὶ μεσσατίοισι

κυστίδα κυμαίνουσιν, ἀναγκαίοισιν ὑπ' ὄμβροις

βριθόμενοι λαγόνας, ποτὶ δ' ἰσχίον ὀκλάζουσιν·

ἢν δ' ὀλίγον πνεύσωσι πολυσφαράγων ἀπὸ λαιμῶν,

πολλὸν ἀρειότεροι λαιψηρότεροί τε φέβονται,

γούνασιν εὐφόρτοισι καὶ ἔγκασι κουφοτέροισι.

- Κερδὼ δ' οὔτε λόχοισιν ἁλώσιμος οὔτε βρόχοισιν

οὔτε λίνοις· δεινὴ γὰρ ἐπιφροσύνῃσι νοῆσαι,

δεινὴ δ' αὖτε κάλωα ταμεῖν, ὑπὸ δ' ἅμματα λῦσαι,

καὶ πυκινοῖσι δόλοισιν ὀλισθῆσαι θανάτοιο.

ἀλλὰ κύνες μιν ἄειραν ἀολλέες· οὐδ' ἄρ' ἐκεῖνοι

καὶ κρατεροί περ ἐόντες ἀναιμωτὶ δαμάσαντο.