4603 343 9 0 0 0 V d. C. Epica Nonnus XXXVII Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 6

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ ΕΒΔΟΜΟΝ - XXXVII

- Ὣς οἱ μὲν φιλότητι μεμηλότες ἔμφρονες Ἰνδοί,

Βακχείην ἀνέμοισιν ἐπιτρέψαντες ἐνυώ,

ὄμμασιν ἀκλαύτοισιν ἐταρχύσαντο θανόντας,

οἷα βίου βροτέου γαιήια δεσμὰ φυγόντας

ψυχῆς πεμπομένης, ὅθεν ἤλυθε, κυκλάδι σειρῇ

νύσσαν ἐς ἀρχαίην· στρατιὴ δ' ἀμπαύετο Βάκχου.

- καὶ φιλίην Διόνυσος ἰδὼν πολέμοιο γαλήνην

πρώιος ἡμιόνους καὶ ὁμήλυδας ἄνδρας ἐπείγων

ἀζαλέην ἐκέλευσεν ἄγειν ὀρεσίτροφον ὕλην,

ὄφρα πυρὶ φλέξειεν ὀλωλότα νεκρὸν Ὀφέλτην.

- τῶν μὲν ἔην προκέλευθος ἔσω πιτυώδεος ὕλης

Φαῦνος ἐρημονόμῳ μεμελημένος ἠθάδι λόχμῃ,

μητρὸς ὀρεστιάδος δεδαημένος ἔνδια Κίρκης.

καὶ δρυτόμῳ στοιχηδὸν ἐτέμνετο δένδρα σιδήρῳ·

πολλὴ μὲν πτελέη τανυήκεϊ τάμνετο χαλκῷ,

πολλὴ δ' ὑψιπέτηλος ἐπέκτυπε κοπτομένη δρῦς,

καὶ πολλὴ τετάνυστο πίτυς, καὶ ἐκέκλιτο πεύκη

αὐχμηροῖς πετάλοισι· πολυσπερέων δ' ἀπὸ δένδρων

τεμνομένων κατὰ βαιὸν ἐγυμνώθησαν ἐρίπναι·

καί τις Ἁμαδρυάδων μετανάστιος ἔστιχε Νύμφη,

πηγαίῃ δ' ἀκίχητος ἀήθεϊ μίγνυτο κούρῃ.

- καὶ πολὺς ἐρχομένοισιν ὀρίδρομος ἤιεν ἀνήρ,

οὔρεος οἷμον ἔχων ἑτερότροπον· ἦν δὲ νοῆσαι

ὑψιφανῆ προβλῆτα κατήλυδα λοξὸν ὁδίτην

ποσσὶ πολυπλανέεσσιν· ἐυπλέκτοιο δὲ σειρῆς

πυκνὰ περισφίγξαντες ἀρηρότι δούρατα δεσμῷ

οὐρήων ἐπέθηκαν ὑπὲρ ῥάχιν· ἐσσυμένων δὲ

ἡμιόνων στοιχηδὸν ὀρίδρομος ἔκτυπεν ὁπλὴ

σπερχομένων, καὶ νῶτα πολυψαμάθοιο κονίης

συρομένων κατόπισθε φυτῶν ἐβαρύνετο φόρτῳ.

καὶ Σάτυροι καὶ Πᾶνες ἐποίπνυον, ὧν ὁ μὲν αὐτῶν

ὑλοτόμοις παλάμῃσιν ἀμοιβαίων ἀπὸ δένδρων ...

φιτροὺς ἀκαμάτοισιν ἐλαφρίζοντες ἀγοστοῖς

ποσσὶ φιλοσκάρθμοισιν ἐπεκροτάλιζον ἐρίπνῃ·

καὶ τὰ μὲν ὑλοτόμοι χθονὶ κάτθεσαν, ἧχι τελέσσαι

Εὔιος ἐν δαπέδῳ σημήνατο τύμβον Ὀφέλτῃ.

- καὶ πολὺς ἐσμὸς ἔην ἑτερόπτολις· ἀμφὶ δὲ νεκρῷ

πενθαλέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ·

ἀμφὶ δέ μιν στενάχοντες ἐπέρρεον ἄλλος ἐπ' ἄλλῳ,

νεκρὸν ἀμοιβαίῃσιν ὅλον σκιόωντες ἐθείραις.

καὶ νέκυν ἔστενε Βάκχος ἀπενθήτοιο προσώπου

ὄμμασιν ἀκλαύτοισιν, ἀκερσικόμου δὲ καρήνου

πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο δῶρον Ὀφέλτῃ.

- ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα

Ἰδαῖοι θεράποντες ὀριτρεφέος Διονύσου·

ἐν δὲ πυρῇ μεσάτῃ στόρεσαν νέκυν. ἀμφὶ δὲ νεκρῷ

Ἀστέριος Δικταῖος ἐπήορον ἆορ ἐρύσσας

Ἰνδοὺς κυανέους δυοκαίδεκα δειροτομήσας

θῆκεν ἄγων στεφανηδὸν ἐπασσυτέρῳ τινὶ κόσμῳ·

ἐν δ' ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας.

καὶ πολέες σφάζοντο βόες καὶ πώεα ποίμνης

πρόσθε πυρῆς· κταμένων δὲ βοῶν ἐπενήνεε νεκρῷ

σώματα κυκλωθέντα καὶ ἀρτιτόμων στίχας ἵππων,

τῶν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου,

ἀμφὶ νέκυν στορέσας, κυκλώσατο πίονα μίτρην.

- ἔνθα πυρὸς χρέος ἔσκε· φιλοσκοπέλοιο δὲ Κίρκης

Φαῦνος ἐρημονόμος, Τυρσηνίδος ἀστὸς ἀρούρης.

ὡς πάις ἀγροτέρης δεδαημένος ἔργα τεκούσης,

πυρσοτόκους λάιγγας, ὀρειάδος ὄργανα τέχνης,

ἤγαγεν ἐκ σκοπέλοιο καὶ ὁππόθι σήματα νίκης

ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί,

λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ

πυρκαϊὴν φθιμένοιο· Διοβλήτῳ δὲ θεείῳ

ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας

πυρσοτόκων· καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου

κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ·

τρίβων δ' ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων

ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ,

πυρκαϊῇ δ' ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη.

- οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ,

ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας

ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην,

πυρκαϊῆς ἐπίκουρον ἄγειν ἀντίπνοον αὔρην.

καὶ Βρομίου καλέοντος Ἑωσφόρος ἔκλυε γείτων

ἱκεσίης, καὶ γνωτὸν ἑὸν προέηκε Λυαίῳ,

ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν.

- καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς

πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης

πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ·

καὶ σέλας ἠκόντιζον ἐς ἠέρα θυιάδες αὖραι,

γείτονες Ἠελίοιο. σὺν ἀχνυμένῳ δὲ Λυαίῳ

Ἀστέριος Δικταῖος, ὁμόγνιον αἷμα κομίζων,

Κνώσσιον ἀμφικύπελλον ἔχων δέπας ἡδέος οἴνου

εὐόδμου δαπέδοιο χυτὴν ἐμέθυσσε κονίην,

ψυχὴν ἠνεμόφοιτον Ἀρεστορίδαο γεραίρων.

- ἀλλ' ὅτε δὴ δροσεροῖο προάγγελος ἅρματος Ἠοῦς

ὄρθρος ἐρευθιόων ἀμαρύσσετο νύκτα χαράσσων,

δὴ τότε πάντες ὄρουσαν, ἀμοιβαίῳ δὲ κυπέλλῳ

πυρκαϊὴν ἑτάροιο κατέσβεσαν ἰκμάδι Βάκχου.

καὶ βαλίαις πτερύγεσσιν ἐχάζετο θερμὸς ἀήτης

εἰς δόμον Ἠελίοιο φαεσφόρον. Ἀστέριος δὲ

ὀστέα συλλέξας κεκαλυμμένα δίπλακι δημῷ

εἰς χρυσέην φιάλην κατεθήκατο λείψανα νεκροῦ.

καὶ τροχαλοὶ Κορύβαντες, ἐπεὶ λάχον ἔνδιον Ἴδης,

τύμβον ἐτορνώσαντο· βαθυνομένων δὲ θεμέθλων

νεκρὸν ἐταρχύσαντο πεδοσκαφέος διὰ κόλπου,

Κρήτης γνήσιον αἷμα, μιῆς οἰκήτορα πάτρης,

καὶ κόνιν ὀθνείην πυμάτην ἐπέχευαν Ὀφέλτῃ·

καὶ τάφον αἰπυτέροισιν ἀνεστήσαντο δομαίοις,

τοῖον ἐπιγράψαντες ἔπος νεοπενθέι τύμβῳ·

'νεκρὸς Ἀρεστορίδης μινυώριος ἐνθάδε κεῖται,

Κνώσσιος, Ἰνδοφόνος, Βρομίου συνάεθλος, Ὀφέλτης.'

- καὶ θεὸς ἀμπελόεις ἐπιτύμβια δῶρα κομίζων

αὐτόθι λαὸν ἔρυκε, καὶ ἵζανεν εὐρὺν ἀγῶνα,

τέρμα δρόμου τελέσας ἱππήλατον· ἐν δαπέδῳ δὲ

ὀργυίης ἰσόμετρος ἔην λίθος εὐρέι νώτῳ,

ἡμιτόμου κύκλοιο φέρων τύπον, εἰκόνα μήνης,

ἀντιτύποις λαγόνεσσιν ἐύξοος, οἷον ὑφαίνων

ἐργοπόνοις παλάμῃσι γέρων τορνώσατο τέκτων,

ἔνθεον ἀσκῆσαι ποθέων βρέτας· ὃν τότε γαίῃ

κουφίζων παλάμῃσι πέλωρ ἱδρύσατο Κύκλωψ

νύσσης λαϊνέης ἀντίρροπον, ἶσον ἐκείνῳ

ἀντίπορον λίθον ἄλλον ὁμόζυγον ἐν χθονὶ πήξας.

ποικίλα δ' ἦεν ἄεθλα, λέβης, τρίπος, ἀσπίδες, ἵπποι,

ἄργυρος, Ἰνδὰ μέταλλα, βόες, Πακτώλιος ἰλύς.

- καὶ θεὸς ἱππήεσσιν ἀέθλια θήκατο νίκης·

πρώτῳ μὲν θέτο τόξον Ἀμαζονίην τε φαρέτρην

καὶ σάκος ἡμιτέλεστον Ἀρηιφίλην τε γυναῖκα,

τήν ποτε Θερμώδοντος ἐπ' ὀφρύσι πεζὸς ὁδεύων

λουομένην ζώγρησε, καὶ ἤγαγεν εἰς πόλιν Ἰνδῶν·

δευτέρῳ ἵππον ἔθηκε Βορειάδι σύνδρομον αὔρῃ,

ξανθοφυῆ, δολιχῇσι κατάσκιον αὐχένα χαίταις,

ἡμιτελὲς κυέουσαν ἔτι βρέφος, ἧς ἔτι γαστὴρ

ἵππιον ὄγκον ἔχουσα γονῆς οἰδαίνετο φόρτῳ·

καὶ τριτάτῳ θώρηκα, καὶ ἀσπίδα θῆκε τετάρτῳ·

τὸν μὲν ἀριστοπόνος τεχνήσατο Λήμνιος ἄκμων

ἀσκήσας χρυσέῳ δαιδάλματι, τῆς δ' ἐνὶ μέσσῳ

ὀμφαλὸς ἀργυρέῳ τροχόεις ποικίλλετο κόσμῳ·

πέμπτῳ δοιὰ τάλαντα, γέρας Πακτωλίδος ὄχθης.

ὀρθωθεὶς δ' ἀγόρευεν ἐπισπέρχων ἐλατῆρας·

- ὦ φίλοι, οὓς ἐδίδαξεν Ἄρης πτολίπορθον ἐνυώ,

οἷς δρόμον ἱπποσύνης δωρήσατο Κυανοχαίτης,

οὐ μὲν ἐγὼ καμάτων ἀδαήμονας ἄνδρας ἐπείγω,

ἀλλὰ πόνοις βριαροῖσιν ἐθήμονας· ἡμέτεροι γὰρ

παντοίαις ἀρετῇσι μεμηλότες εἰσὶ μαχηταί·

εἰ γὰρ ἀπὸ Τμώλοιο γένος λάχε Λύδιος ἀνήρ,

ἱππείης τελέσει Πελοπηΐδος ἄξια νίκης·

εἰ δὲ πέδον Πισαῖον ἔχει μαιήιον ἵππων

Ἤλιδος εὐδίφροιο καὶ Οἰνομάοιο πολίτης,

οἶδεν Ὀλυμπιάδος κοτινηφόρον ὄζον ἐλαίης·

ἀλλ' οὐκ Οἰνομάοιο πέλει δρόμος, οὐδ' ἐλατῆρες

ἐνθάδε κέντρον ἔχουσι κακοξείνων ὑμεναίων,

ἀλλ' ἀρετῆς δρόμος οὗτος, ἐλεύθερος ἀφρογενείης·

εἰ γένος Ἀονίης ἢ Φωκίδος αἷμα κομίζει,

Πύθιον Ἀπόλλωνι τετιμένον οἶδεν ἀγῶνα·

εἰ μεθέπει σοφὸν οὖδας ἐλαιοκόμου Μαραθῶνος,

ἔγνω πιαλέης ἐγκύμονα κάλπιν ἐέρσης·

εἰ πέλεν εὐώδινος Ἀχαιίδος ἀστὸς ἀρούρης,

Πελλήνην δεδάηκεν, ὅπῃ ῥιγηλὸν ἀγῶνα

ἄνδρες ἀεθλεύουσι φιλοχλαίνου περὶ νίκης,

χειμερίῳ σφίγγοντες ἀθαλπέα γυῖα χιτῶνι·

εἰ ναέτης βλάστησεν ἁλιζώνοιο Κορίνθου,

Ἴσθμιον ἡμετέροιο Παλαίμονος οἶδεν ἀγῶνα.

- ὣς φαμένου σπεύδοντες ἐπέτρεχον ἡγεμονῆες,

δίφρα περιτροχάοντες ἀμοιβαδίς· ὠκυπόδην δὲ

Ξάνθον ἄγων πρώτιστος ὑπὸ ζυγὰ δῆσεν Ἐρεχθεὺς

ἄρσενα, καὶ θήλειαν ἐπεσφήκωσε Ποδάργην,

οὓς Βορέης ἔσπειρεν ἐυπτερύγων ἐπὶ λέκτρων

Σιθονίην Ἅρπυιαν ἀελλόπον εἰς γάμον ἕλκων,

καί σφεας, Ὠρείθυιαν ὅθ' ἥρπασεν Ἀτθίδα νύμφην,

ὤπασεν ἕδνον ἔρωτος Ἐρεχθέι γαμβρὸς ἀήτης.

δεύτερος Ἀκταίων Ἰσμηνίδα πάλλεν ἱμάσθλην·

καὶ τρίτος ὑγρομέδοντος ἀπόσπορος Ἐννοσιγαίου

Σκέλμις ἔην ταχύπωλος, ὃς ἔγραφε πολλάκις ὕδωρ

πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης.

τέτρατος ἄνθορε Φαῦνος, ὃς εἰς μέσον ἦλθεν ἀγῶνος

μοῦνος ἔχων τύπον ἶσον ἑῆς γενέταο τεκούσης,

Ἠελίου μίμημα φέρων τετράζυγας ἵππους·

καὶ Σικελῶν ὀχέων ἐπεβήσατο πέμπτος Ἀχάτης,

οἶστρον ἔχων Πισαῖον ἐλαιοκόμου ποταμοῖο,

ἱπποσύνης ἀκόρητος, ἐπεὶ πέδον ᾤκεε νύμφης

Ἀλφειοῦ δυσέρωτος, ὃς εἰς Ἀρέθουσαν ἱκάνει

ἄβροχον ἕδνον ἔρωτος ἄγων στεφανηφόρον ὕδωρ.

- καὶ θρασὺν Ἀκταίωνα λαβὼν ἀπάνευθεν ὁμίλου

παιδὶ πατὴρ σπεύδοντι φίλους ἐπετέλλετο μύθους·

- τέκνον Ἀρισταίοιο περισσονόοιο τοκῆος,

οἶδα μέν, ὅττι φέρεις σθένος ἄρκιον, ὅττι κομίζεις

σύμφυτον ἠνορέῃ κεκερασμένον ἄνθεμον ἥβης,

πάτριον αἷμα φέρων Φοιβήιον, ἡμέτεραι δὲ

κρείσσονες ἀίσσουσιν ἐπὶ δρόμον Ἀρκάδες ἵπποι·

ἀλλὰ μάτην τάδε πάντα, καὶ οὐ σθένος, οὐ δρόμος ἵππων

νικῆσαι δεδάασιν, ὅσον †σθένος ἡνιοχῆος·

μούνης κερδοσύνης ἐπιδεύεαι· ἱπποσύνη γὰρ

χρηίζει πινυτοῖο δαήμονος ἡνιοχῆος.

ἀλλὰ σὺ πατρὸς ἄκουε, καὶ ἵππια κέρδεα τέχνης,

ὅσσα χρόνῳ δεδάηκα πολύτροπα, καὶ σὲ διδάξω.

σπεῦδε, τέκος, γενετῆρα τεαῖς ἀρετῇσι γεραίρειν·

καὶ δρόμος ἱπποσύνης μεθέπει κλέος, ὅσσον ἐνυώ·

σπεῦδε καὶ ἐν σταδίοισι μετὰ πτολέμους με γεραίρειν·

ἄρεϊ νικήσας ἑτέρην ὑποδύσεο νίκην,

ὄφρα μετ' αἰχμητῆρα καὶ ἀθλοφόρον σε καλέσσω.

ὦ τέκος, ἄξια ῥέξον ὁμογνήτῳ Διονύσῳ,

ἄξια καὶ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,

καὶ καμάτους νίκησον Ἀρισταίοιο τοκῆος·

ἱπποσύνην δ' ἀνάφαινε, φέρων τεχνήμονα νίκης

κερδαλέην σέο μῆτιν, ἐπεὶ κατὰ μέσσον ἀγῶνος

ἄλλος ἀνὴρ ἀδίδακτος ἀπόσσυτον ἅρμα παρέλκων

πλάζεται ἔνθα καὶ ἔνθα, καὶ ἀντιπόρων δρόμος ἵππων

ἄστατος οὐ μάστιγι βιάζεται, οὐδὲ χαλινῷ

πείθεται, ἡνίοχος δὲ μετάτροπος ἔκτοθι νύσσης

ἕλκεται, ἧχι φέρουσιν ἀπειθέες ἅρπαγες ἵπποι·

ὃς δέ κε τεχνήεντι δόλῳ μεμελημένος εἴη

ἡνίοχος πολύμητις, ἔχων καὶ ἐλάσσονας ἵππους,

ἰθύνει, προκέλευθον ὀπιπεύων ἐλατῆρα,

ἐγγὺς ἀεὶ περὶ νύσσαν ἄγων δρόμον, ἅρμα δὲ κάμπτει

ἱππεύων περὶ τέρμα καὶ οὔ ποτε τέρμα χαράσσων.

σκέπτεό μοι καὶ σφίγγε κυβερνητῆρι χαλινῷ

δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης,

λοξὸς ἐπὶ πλευρῇσι παρακλιδὸν ἅρμα βαρύνων,

ἀγχιφανὴς ἄψαυστος ἀναγκαίῳ τινὶ μέτρῳ

σὸν δρόμον ἰθύνων πεφυλαγμένον, ἄχρι φανείη

πλήμνη ἑλισσομένου σέθεν ἅρματος οἷά περ ἄκρου

τέρματος ἁπτομένη τροχοειδέι γείτονι κύκλῳ·

ἀλλὰ λίθον πεφύλαξο, μὴ ἄξονι νύσσαν ἀράξας

εἰν ἑνὶ δηλήσαιο καὶ ἅρματα καὶ σέθεν ἵππους.

καὶ τεὸν ἔνθα καὶ ἔνθα κατὰ δρόμον ἅρμα νομεύων

ἔσσο κυβερνήτῃ πανομοίιος· ἀμφότερον δέ,

κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,

δεξιὸν ἵππον ἔλαυνε, θοώτερον εἰς δρόμον ἕλκων

ἀθλιβέος μεθέποντα παρειμένα κύκλα χαλινοῦ·

ἔσσο κυβερνήτῃ πανομοίιος ἅρμα νομεύων

εἰς δρόμον ἰθυκέλευθον, ἐπεὶ τεχνήμονι βουλῇ

πηδάλιον δίφροιο πέλει νόος ἡνιοχῆος.

- ὣς εἰπὼν παλίνορσος ἐχάζετο, παῖδα διδάξας

ἠθάδος ἱπποσύνης ἑτερότροπα κέρδεα τέχνης.

- καὶ κυνέης ἔντοσθεν ἐθήμονος ἄλλος ἐπ' ἄλλῳ

τυφλὴν χεῖρα τίταινε φυλασσομένοιο προσώπου,

κλῆρον ἔχειν ἐθέλων ἑτερότροπον, οἷά τις ἀνὴρ

εἰς κύβον ἀλλοπρόσαλλον ἑκηβόλα δάκτυλα πάλλων.

καὶ λάχον ἡνιοχῆες ἀμοιβαδίς· ἱππομανὴς δὲ

Φαῦνος ἀειδομένης Φαεθοντίδος αἷμα γενέθλης

κλήρῳ πρῶτος ἔην, καὶ δεύτερος ἦεν Ἀχάτης,

τῷ δ' ἐπὶ Δαμναμενῆος ἀδελφεός, ἀμφὶ δ' ἄρ' αὐτῷ

ἔλλαχεν Ἀκταίων· ὁ δὲ φέρτατος εἰς δρόμον ἔστη

ὑστατίου κλήροιο τυχὼν πλήξιππος Ἐρεχθεύς.

- καὶ βοέας μάστιγας ἐκούφισαν ἡνιοχῆες,

ἱστάμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ δίφρων.

καὶ σκοπὸς Αἰακὸς ἦεν ἐτήτυμος, ὄφρα νοήσας

καμπτομένους περὶ τέρμα φιλοστεφάνους ἐλατῆρας

μάρτυς ἀληθείης ἑτερόθροα νείκεα λύσῃ,

ὄμμασιν ἀπλανέεσσι διακρίνων δρόμον ἵππων.

- τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· ἐσσυμένων δὲ

ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ προθέοντα κιχῆσαι

ἤθελεν, ὃς δ' ἐδίωκε μεσαίτατον, ὃς δὲ χαράξαι

ἀγχιφανὴς μενέαινεν ὀπίστερον ἡνιοχῆα.

καί τις ἐνὶ σταδίοις ἐλατὴρ ἐλατῆρα κιχήσας

ἅρματι δίφρον ἔμιξε, καὶ ἡνία χερσὶ τινάσσων

ἵππους ἀγκυλόδοντι διεπτοίησε χαλινῷ·

ἄλλος ἐπαΐσσοντι συνέμπορος ἡνιοχῆι

εἰς ἔριν ἀμφήριστον ἰσόρροπον εἶχε πορείην,

δόχμιος ὀκλάζων, τετανυσμένος, ὀρθὸς ἀνάγκῃ

ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων,

φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσων,

ἐντροπαλιζομένης δοχμώσατο κύκλον ὀπωπῆς,

δίφρον ὀπισθοπόρου πεφυλαγμένος ἡνιοχῆος·

καί νύ κεν ἀίσσοντι ποδῶν ἐπιβήτορι παλμῷ

εἰς τροχὸν αὐτοκύλιστον ὄνυξ ὠλίσθανεν ἵππων,

εἰ μὴ ἔτι σπεύδουσαν ἑὴν ἀνέκοψεν ἐρωὴν

ἡνίοχος, κατόπισθεν ἐπήλυδα δίφρον ἐρύκων.

καί τις ἔχων προκέλευθος ὀπίστερον ἡνιοχῆα

ἀντίτυπον δρόμον εἶχεν ὁμοζήλων ἐπὶ δίφρων,

ἄστατος ἔνθα καὶ ἔνθα περικλείων ἐλατῆρα

ἀγχιφανῆ. καὶ Σκέλμις, ἀπόσπορος Ἐννοσιγαίου,

εἰναλίην μάστιγα Ποσειδάωνος ἑλίσσων

πάτριον ἡνιόχευε θαλασσονόμων γένος ἵππων·

οὐδὲ τόσον πεπότητο τανύπτερος ἠέρα τέμνων

Πήγασος ὑψιπότητος, ὅσον βυθίων πόδες ἵππων

χερσαίην ἀκίχητον ἐποιήσαντο πορείην.

- λαοὶ δ' εἰς ἓν ἰόντες, ἐν ὑψιλόφῳ τινὶ χώρῳ

ἑζόμενοι στοιχηδὸν ὀπιπευτῆρες ἀγῶνος,

τηλόθεν ἐσκοπίαζον ἐπειγομένων δρόμον ἵππων·

ὧν ὁ μὲν εἱστήκει πεφοβημένος, ὃς δὲ τινάσσων

δάκτυλον ἄκρον ἔσειεν ἐπισπέρχων ἐλατῆρα,

ἄλλος ἁμιλλητῆρι πόθῳ δεδονημένος ἵππων

ἱππομανῆ νόον εἶχεν ὁμόδρομον ἡνιοχῆος·

καί τις ἑοῦ προκέλευθον ἰδὼν δρόμον ἡνιοχῆος

χερσὶν ἐπεπλατάγησε καὶ ἴαχε †πενθάδι φωνῇ

θαρσύνων, γελόων, τρομέων, ἐλατῆρι κελεύων.

- ἅρματα δ' εὐποίητα θοώτερα θυιάδος αὔρης

ἄλλοτε μὲν πεπότητο μετάρσια, πῇ δ' ἐπὶ γαίῃ

ἀκροφανῆ πεφόρητο μόγις ψαύοντα κονίης·

καὶ ταχινῷ ψαμαθῶδες ἕδος τροχοειδέι κύκλῳ

ἅρματος ἰθυπόροιο κατέγραφεν ὁλκὸς ἀλήτης·

συμφερτὴ δ' ἔρις ἦεν· ἐγειρομένη δὲ καὶ αὐτὴ

στήθεσιν ἱππείοισιν ἀνῃώρητο κονίη,

χαῖται δ' ἠερίῃσιν ἐπερρώοντο θυέλλαις·

ὀτρηροὶ δ' ἐλατῆρες ὁμογλώσσων ἀπὸ λαιμῶν

ὀξυτέρην μάστιγος ἐπερροίζησαν ἰωήν.

- ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον, ὀξὺς ὀρούσας

Σκέλμις ἔην πρώτιστος ἁλίδρομον ἅρμα τιταίνων·

καί οἱ ὁμαρτήσας ἐπεμάστιεν ἵππον Ἐρεχθεὺς

ἀγχιφανής, καὶ δίφρον ὀπισθοπόρον τάχα φαίης

εἰναλίου Τελχῖνος ἰδεῖν ἐπιβήτορα δίφρων·

καὶ γὰρ ἀερσιπότητος Ἐρεχθέος ἵππος ἀγήνωρ

διχθαδίῳ μυκτῆρι παλίμπνοον ἄσθμα τιταίνων

ἀλλοτρίου θέρμαινε μετάφρενον ἡνιοχῆος·

καί νύ κεν αὐχενίων ἐδράξατο χερσὶ κομάων,

ἐντροπαλιζομένοις βλεφάροις ἐλατῆρα δοκεύων,

καί νύ κε σειομένων τροχαλῇ στροφάλιγγι γενείων

ἀφριόων στατὸς ἵππος ἀπέπτυεν ἄκρα χαλινοῦ,

ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς,

ἡνία δ' εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ,

ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων.

καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην·

καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων

Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·

- λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων·

ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων

Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων.

ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω

ἵππιον ὑγρομέδοντα· σὺ δέ, πλήξιππε, τιταίνεις

νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην.

οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλὰ κομίζω

ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην.

- ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς,

καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων

χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ

ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην

κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν·

- κοίρανε Κεκροπίης, ἱπποσσόε Παλλὰς ἀμήτωρ,

ὡς σὺ Ποσειδάωνα τεῷ νίκησας ἀγῶνι,

οὕτω σὸς ναέτης Μαραθώνιον ἵππον ἐλαύνων

υἱέα νικήσειε Ποσειδάωνος Ἐρεχθεύς.

- τοῖον ἔπος βοόων ἐπεμάστιεν ἰσχία πώλων,

ἅρματι δ' ἅρμα πέλασσεν ἰσόζυγον· ἀντιβίου δὲ

λαιῇ μὲν βαρύδεσμον ἐπισφίγγων γένυν ἵππων,

σύνδρομον αὐερύων βεβιημένον ἅρμα χαλινῷ,

δεξιτερῇ μάστιζεν ἑοὺς ὑψαύχενας ἵππους

ἐσσυμένους προτέρωσε· μεταστήσας δὲ κελεύθου

θῆκε παλινδίνητον ὀπίστερον ἡνιοχῆα.

καὶ τροχαλοῖς στομάτεσσι χέων φιλοκέρτομον ἠχὼ

υἷα Ποσειδάωνος ἀμοιβάδι νείκεε φωνῇ,

ἐντροπαλιζομένην μεθέπων γελόωσαν ὀπωπήν·

- Σκέλμις, ἐνικήθης· σέο φέρτερός ἐστιν Ἐρεχθεύς,

ὅττι τεὸν Βαλίον, Ζεφυρηΐδος αἷμα γενέθλης,

ἄρσενα καὶ νέον ἵππον ὁδοιπόρον ἄβροχον ἅλμης

γηραλέη νίκησεν ἐμὴ θήλεια Ποδάργη.

εἰ μὲν ἀγηνορέεις Πελοπηΐδος εἵνεκα τέχνης

ὑμετέρου γενετῆρος ἁλίδρομον ἅρμα γεραίρων,

Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην,

μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ·

εἰ δὲ μέγα φρονέεις γενεῆς χάριν Ἐννοσιγαίου,

ἵππιον ὃν καλέεις, βυθίων ἐπιβήτορα δίφρων,

πόντιον αὐτὸν ἄνακτα, κυβερνητῆρα τριαίνης,

ἄρσενα σὸν νίκησεν ἀρηγόνα θῆλυς Ἀθήνη.

- ὣς φάμενος Τελχῖνα παρέδραμεν ἀστὸς Ἀθήνης.

τῷ δ' ἐπὶ Φαῦνος ἔλαυνεν ὄχον τέθριππον ἱμάσσων·

Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ,

πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων

κερδαλέων· καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης.

- καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν·

Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας

ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων

σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα,

βαιὸν ὑποφθάμενος· καὶ ἐπ' ἄντυγι γούνατα πήξας

δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ,

ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ.

καὶ δαπέδῳ πέσεν ἅρμα· τινασσομένοιο δὲ δίφρου

τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες ἵπποι,

ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δ' ἐπὶ δειρήν,

εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ

ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων

σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου,

κουφίζων ζυγόδεσμα καὶ ὑψόσε δίφρον ἀνέλκων.

οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός· αὐσταλέος δὲ

ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων·

θρύπτετο δ' ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου

ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών.

ἡνίοχος δ' ἀνέπαλτο θοώτερος· ἐσσύμενος δὲ

εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ,

αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων

καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων.

καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου

Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν·

- λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους,

λῆγε μάτην· φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ,

Φαῦνος ὅτι προθέοντας ὅλους ἐλατῆρας ἐάσσας

νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων·

φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ

σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων.

- ἔννεπεν ἀστήρικτον ὄχον προκέλευθον ἐλαύνων

ὠκυτέρῃ μάστιγι· καὶ ἄχνυτο Φαῦνος ἀκούων.

καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς

κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων,

καί τινα λυομένοιο παραΐξαντα λεπάδνου

πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ·

στήσας δ' ἔνθα καὶ ἔνθα παρεσσυμένων πόδας ἵππων

ἅρματος ὕψι βέβηκε, καὶ ἴχνιον ἅρματι πήξας

φρικαλέῃ μάστιξε τὸ δεύτερον ἵππον ἱμάσθλῃ·

καὶ πλέον ἤλασε Φαῦνος ἐπισπέρχων δρόμον ἵππων,

ὠκύτερος δ' ἐδίωκε παροίτερον ἡνιοχῆα·

καὶ φθαμένους ἐκίχησεν, ἐπεὶ μένος ἔμβαλεν ἵπποις

ἵππιος Ἐννοσίγαιος ἑὸν θρασὺν υἷα γεραίρων·

στεινωπὴν δὲ κέλευθον ἰδὼν παρὰ κοιλάδι πέτρῃ

ἔμφρονα μῆτιν ὕφαινε δολοπλόκον, ὄφρα κιχήσας

ἅρματι τεχνήεντι παραΐξειεν Ἀχάτην.

ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου

χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ

ἠερόθεν προχέοντος· ἐεργομένῳ δὲ ῥεέθρῳ

ὄμβρου γειοτόμοιο ῥάχις κοιλαίνετο γαίης,

ἧχι μολὼν ἀέκων ἀνεσείρασε δίφρον Ἀχάτης,

φεύγων ἀγχικέλευθον ἐπηλυσίην ἐλατῆρος·

καί οἱ ἐπεσσυμένῳ τρομερὴν ἀνενείκατο φωνήν·

- εἰσέτι, νήπιε Φαῦνε, τεοὶ ῥυπόωσι χιτῶνες,

εἰσέτι σῶν ὀχέων ψαμαθώδεές εἰσι κορῶναι,

οὔ πω σῶν ἐτίναξας ἀκοσμήτων κόνιν ἵππων·

λύματα σεῖο κάθαιρε· τί σοι τόσον ἵππον ἐλαύνειν;

μή σε πάλιν πίπτοντα καὶ ἀσπαίροντα νοήσω.

σὸν θρασὺν Ἀκταίωνα φυλάσσεο, μή σε κιχήσας

ταυρείῃ σέο νῶτον ὑποστίξειεν ἱμάσθλῃ,

μή σε πάλιν προκάρηνον ἀκοντίζειε κονίῃ·

εἰσέτι σῆς μεθέπεις κεχαραγμένα κύκλα παρειῆς.

Φαῦνε, τί μαργαίνεις, ξυνήονα μῶμον ἀνάπτων

πατρὶ Ποσειδάωνι καὶ Ἠελίῳ σέο πάππῳ;

ἅζεό μοι Σατύρων φιλοκέρτομον ἀνθερεῶνα.

Σιληνοὺς πεφύλαξο καὶ ἀμφιπόλους Διονύσου,

μή σοι ἐπεγγελάσωσι καὶ αὐσταλέῳ σέο δίφρῳ.

πῇ θρόνα; πῇ βοτάναι; πῇ φάρμακα ποικίλα Κίρκης;

πάντα σε, πάντα λέλοιπεν, ὅτ' εἰς δρόμον ἦλθες ἀγῶνος.

τίς κεν ἀπαγγείλειεν ἀγήνορι σεῖο τεκούσῃ

καὶ σέο κύμβαχον ἅρμα καὶ αὐχμώουσαν ἱμάσθλην;

- τοῖον ἀπερροίβδησεν ἀγήνορα μῦθον Ἀχάτης,

κερτομέων· Νέμεσις δὲ τόσην ἐγράψατο φωνήν.

καὶ σχεδὸν ἤλυθε Φαῦνος ὁμήλυδα δίφρον ἐλαύνων·

ἅρματι δ' ἅρμα πέλασσε, καὶ ἄξονι γόμφον ἀράσσων

μεσσοπαγῆ συνέαξε βαλὼν τροχοειδέι κύκλῳ·

καὶ τροχὸς αὐτοκύλιστος ἕλιξ ἐπεκέκλιτο γαίῃ,

ἅρμασιν Οἰνομάοιο πανείκελος, ὁππότε κηροῦ

θαλπομένου Φαέθοντι λυθεὶς ἀπατήλιος ἄξων

ἱπποσύνην ἀνέκοπτε μεμηνότος ἡνιοχῆος.

στεινωπὴν δὲ κέλευθον ἔχων ἀνέμιμνεν Ἀχάτης,

εἰσόκε τετραπόρων ὑπὲρ ἄντυγος ἥμενος ἵππων

ὠκυτέρῃ μάστιγι παρήλυθε Φαῦνος Ἀχάτην,

οἷά περ οὐκ ἀίων· καὶ ἐκούφισε μᾶλλον ἱμάσθλην,

μαστίζων ἀκίχητος ἐπειγομένων λόφον ἵππων·

καὶ πέλεν Ἀκταίωνος ὀπίστερος, ὅσσα θορόντος

δίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή,

ὃν βριαρῇ παλάμῃ δονέων αἰζηὸς ἰάλλει.

- λαοῖς δ' ἔμπεσε λύσσα· καὶ ἤρισαν ἄλλος ἐπ' ἄλλῳ,

συνθεσίας τεύχοντες ἀτεκμάρτου περὶ νίκης

ἐσσομένης· τὰ δὲ δῶρα θυελλοπόδων χάριν ἵππων

ἢ τρίπος ἠὲ λέβης ἢ φάσγανον ἠὲ βοείη·

καὶ ναέτης ναετῆρι, φίλος δ' ἐρίδαινεν ἑταίρῳ,

γηραλέος δὲ γέροντι, νέῳ νέος, ἀνέρι δ' ἀνήρ.

ἦν δ' ἔρις ἀμφοτέρων ἑτερόθροος, ὃς μὲν Ἀχάτην

κυδαίνων, ἕτερος δὲ χερείονα Φαῦνον ἐλέγχων

ἐν χθονὶ πεπτηῶτα κυλινδομένων ἀπὸ δίφρων,

ἄλλος ἐριδμαίνων, ὅτι δεύτερος ἦεν Ἐρεχθεὺς

εἰναλίου Τελχῖνος ὀπίστερος ἡνιοχῆος·

ἄλλῳ δ' ἄλλος ἔριζον, ὅτι φθαμένων δρόμον ἵππων

ἀγχιφανὴς νίκησε πολύτροπος ἀστὸς Ἀθήνης,

Σκέλμιν ἔτι προθέοντα παραΐξας ἐλατῆρα.

- οὔ πω νεῖκος ἔληγε, καὶ ἔφθασεν ἐγγὺς Ἐρεχθεύς,

ἵππους ἔνθα καὶ ἔνθα κατωμαδὸν αἰὲν ἱμάσσων·

καὶ πολὺς ἱππείοιο δι' αὐχένος ἔρρεεν ἱδρὼς

καὶ λασίου στέρνοιο, καθ' ἡνιόχοιο δὲ πυκναὶ

αὐχμηραὶ ῥαθάμιγγες ἐπερρώοντο κονίης·

ἅρματα δ' ἀγχιπόροισιν ἐπέτρεχεν ἴχνεσιν ἵππων

ἁλλομένῃ στροφάλιγγι· καὶ οὐ τροχόεντι σιδήρῳ

λεπταλέης ἀτίνακτα χαράσσετο νῶτα κονίης.

αὐτὰρ ὁ πωτήεντα μετὰ δρόμον ὑψόθι δίφρου

εἰς μέσον ἦλθεν ἀγῶνος· ἑῷ δ' ἔσμηξε χιτῶνι

μυδαλέων ἱδρῶτα διαστάζοντα μετώπων·

καὶ ταχὺς ἐκ δίφροιο κατήιε· μηκεδανὴν δὲ

εἰς ζυγὸν εὐποίητον ἑὴν ἔκλινεν ἱμάσθλην·

ἵππους δ' Ἀμφιδάμας θεράπων λύεν· ὠκύτερος δὲ

τερπομένῃ παλάμῃ πρωτάγρια κούφισε νίκης,

ἰοδόκην καὶ τόξα καὶ εὐπήληκα γυναῖκα,

πάλλων ἡμιτόμοιο μεσόμφαλα νῶτα βοείης.

- τῷ δ' ἐπὶ δεύτερος ἦλθε θαλασσαίων ἐπὶ δίφρων

Σκέλμις, ἐπισπέρχων Ποσιδήιον ἅρμα θαλάσσης,

κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου,

τοῦ μὲν ἐπαΐσσοντος ἐπισσώτρων μόγις ἄκρων

ἐκταδίης ψαύουσιν ἑλισσομένης τρίχες οὐρῆς·

δεύτερα δ' εἷλεν ἄεθλα, καὶ ὤρεγε Δαμναμενῆι

ἔγκυον ἵππον ἄγειν, ζηλήμονι χειρὶ τιταίνων.

- καὶ τρίτος Ἀκταίων ἀνεκούφισε σύμβολα νίκης

χρυσοφαῆ θώρηκα, παναίολον ἔργον Ὀλύμπου.

- τῷ δ' ἐπὶ Φαῦνος ἵκανε· καὶ αὐτόθι δίφρον ἐρύξας

ὀμφαλὸν ἀργυρόκυκλον ἀνηέρταζε βοείης,

αὐχμηρῆς μεθέπων ἔτι λείψανα κεῖνα κονίης.

- καὶ Σικελὸς θεράπων βραδυδινέος ἐγγύθι δίφρου

χρυσοῦ δισσὰ τάλαντα κατηφέι δεῖξεν Ἀχάτῃ,

οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ.

- αὐτὰρ ὁ πυγμαχίης χαροπῆς ἔστησεν ἀγῶνα·

πρώτῳ μὲν θέτο ταῦρον ἀπ' Ἰνδῴοιο βοαύλου

δῶρον ἔχειν, ἑτέρῳ δὲ μελαρρίνων κτέρας Ἰνδῶν

βάρβαρον αἰολόνωτον ἄγων κατέθηκε βοείην.

ὀρθωθεὶς δ' ἀγόρευεν ἀεθλητῆρας ἐπείγων,

εὐπαλάμου δύο φῶτας ἐριδμαίνειν περὶ νίκης·

- πυγμῆς οὗτος ἄεθλος ἀτειρέος· ἀθλοφόρῳ δὲ

ἀνέρι νικήσαντι δασύτριχα ταῦρον ὀπάσσω,

ἀνδρὶ δὲ νικηθέντι πολύπτυχον ἀσπίδα δώσω.

- ὣς φαμένου Βρομίοιο σακεσπάλος ὦρτο Μελισσεύς,

ἠθάδι πυγμαχίῃ μεμελημένος· εὐκεράου δὲ

ἁψάμενος ταύροιο τόσην ἐφθέγξατο φωνήν·

- ἐλθέτω, ὃς ποθέει σάκος αἰόλον· οὐ γὰρ ἐάσσω

ἄλλῳ πίονα ταῦρον, ἕως ἔτι χεῖρας ἀείρω.

- ὣς φαμένου ξύμπαντας ἐπεσφρήγισσε σιωπή·

Εὐρυμέδων δέ οἱ οἶος ἀνίστατο, τῷ πόρεν Ἑρμῆς

ὄργανα πυγμαχίης γυιαλκέος, ὃς πάρος αἰεὶ

πατρῴῳ μεμέλητο παρήμενος ἐσχαρεῶνι,

Ἡφαιστηιάδης, σφυρήλατον ἄκμονα τύπτων.

τὸν μὲν ἐριπτοίητος ἀδελφεὸς ἄμφεπεν Ἄλκων,

ζῶμα δέ οἱ παρέθηκε, καὶ ἥρμοσεν ἰξύι μίτρην,

καὶ δολιχαῖς παλάμῃσι κασιγνήτοιο συνάπτων

ἀζαλέων ἔσφιγξε περίπλοκον ὁλκὸν ἱμάντων.

καὶ πρόμος εἰς μέσον ἦλθεν, ἑοῦ προβλῆτα προσώπου

λαιὴν χεῖρα φέρων, σάκος ἔμφυτον· ἀντὶ δὲ λόγχης

ποιητῆς παλάμης ταμεσίχροες ἦσαν ἱμάντες.

αἰεὶ δ' ἀντιπάλοιο φυλάσσετο δύσμαχον ὁρμήν,

μή ποτέ μιν πλήξειε κατ' ὀφρύος ἠὲ μετώπου,

†ἠέ μιν αἱμάξειε τετυμμένον ἄκρον ἀράξας †

†ἄκρα διατμήξειε κατὰ κροτάφοιο κιχήσας †

†εἰς μέσον ἐγκεφάλοιο νοήμονος ἄκρον ἀράξας †

ἢ παλάμην τρηχεῖαν ἐπὶ κροτάφοισι τιταίνων

ὄμματα γυμνώσειε λιπογλήνοιο προσώπου,

ἠὲ δαφοινήεντος ἀρασσομένοιο γενείου

ὀξυτέρων ἐλάσειε πολύστιχον ὄγμον ὀδόντων.

- ἔνθα μὲν Εὐρυμέδοντος ἐπεσσυμένοιο Μελισσεὺς

στήθεος ἄκρον ἔλασσεν· ὁ δὲ σχεδὸν ἄντα προσώπου

χεῖρα μάτην ἐτίταινε, καὶ ἤμβροτεν ἠέρα τύπτων·

καί μιν ἀεὶ τρομέων περιδέδρομε, κόλπον ἀμείβων,

δεξιτερὴν γυμνοῖο κάτω μαζοῖο τιταίνων.

ἄμφω δ' εἰς ἓν ἵκανον ἐπήλυδες, ἄλλος ἐπ' ἄλλῳ

ἴχνεσι φειδομένοισι ποδὸς πόδα τυτθὸν ἀμείβων·

χερσὶ δὲ χεῖρας ἔμιξαν· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς

φρικτὸς ὁμοπλεκέων ἐπεβόμβεε δοῦπος ἱμάντων

ἀκροτάτην περὶ χεῖρα· χαρασσομένης δὲ παρειῆς

αἱμαλέαις λιβάδεσσιν ἐφοινίχθησαν ἱμάντες·

καὶ γενύων πέλε δοῦπος· ἐπιθρωσμῷ δὲ προσώπου

εὐρυτέρου γεγαῶτος ἐκυμαίνοντο παρειαί,

ὀφθαλμοὶ δ' ἑκάτερθεν ἐκοιλαίνοντο προσώπου.

- Εὐρυμέδων μὲν ἔκαμνε Μελισσέος ἴδμονι τέχνῃ,

ἄσχετον ἠελίοιο μένων ἀντώπιον αἴγλην,

ὄμμα καταυγάζοντος· ἐπαΐξας δὲ Μελισσεὺς

ὀξυτέρῃ στροφάλιγγι μετάρσιον ἴχνος ἀείρων

ἄφνω γναθμὸν ἔτυψεν ὑπ' οὔατος· αὐτὰρ ὁ κάμνων

ὕπτιος αὐτοκύλιστος ἐρείσατο νῶτα κονίῃ,

θυμολιπὴς μεθύοντι πανείκελος· εἶχε δὲ κόρσην

κεκλιμένην ἑτέρωσε, καὶ αἵματος ἔπτυεν ἄχνην

λεπτὰ παχυνομένοιο· λαβὼν δέ μιν ἐκτὸς ἀγῶνος

στυγνὸς ὑπὲρ νώτοιο μετήγαγε σύγγονος Ἄλκων

πληγῇ ἀμερσινόῳ βεβαρημένον. ἐσσύμενος δὲ

Ἰνδῴην περίμετρον ἀνηέρταζε βοείην.

- καὶ διδύμους Διόνυσος ἀεθλητῆρας ἐπείγων

ἀνδράσιν ἀθλοφόροισι πάλης κήρυξεν ἀγῶνα·

καὶ τρίπος εἰκοσίμετρος ἀέθλιον ἵστατο νίκης

πρώτῳ ἀεθλητῆρι· τίθει δ' εἰς μέσσον ἀείρας

ἀνθεμόεντα λέβητα χερείονι φωτὶ φυλάσσων.

ὀρθωθεὶς δ' ἰάχησε πάλιν σημάντορι φωνῇ·

- δεῦτε, φίλοι, καὶ τοῦτον ἐγείρατε καλὸν ἀγῶνα.

- ἔννεπε· κεκλομένου δὲ φιλοστεφάνου Διονύσου

πρῶτος Ἀρισταῖος, μετέπειτα δὲ δεύτερος ἔστη

Αἰακὸς εὐπαλάμοιο πάλης δεδαημένος ἔργα.

ζώματι δὲ σκεπόωντες ἀθηήτου φύσιν αἰδοῦς

γυμνοὶ ἀεθλεύοντες ἐφέστασαν· ἀμφότεροι δὲ

πρῶτα μὲν ἀμφοτέρας παλάμας ἐπὶ δίζυγι καρπῷ

σύμπλεκον ἔνθα καὶ ἔνθα, χυτῆς ἐπὶ νῶτα κονίης

ἀλλήλους ἐρύοντες ἀμοιβαδίς, ἅμματι χειρῶν

ἀκροτάτῳ σφίγξαντες· ἔην δ' ἀμφίδρομος ἀνήρ,

ἄνδρα παλινδίνητον ἄγων ἑτερόζυγι παλμῷ,

ἕλκων ἑλκόμενός τε· συνωχμάζοντο γὰρ ἄμφω

χερσὶν ἀμοιβαίῃσιν, ἐκυρτώσαντο δὲ δειρήν,

μεσσατίῳ δὲ κάρηνον ἐπηρείδοντο μετώπῳ

ἀκλινέες, νεύοντες ἐπὶ χθονός· ἐκ δὲ μετώπων

θλιβομένων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς· ...

μυδαλέῳ δ' ἱδρῶτι χυτὴν ἔρραινε κονίην,

αὐχμηρῇ ψαμάθῳ διερὴν ῥαθάμιγγα καθαίρων,

μή μιν ὀλισθήσειε περίπλοκος ἅμματι χειρῶν

θερμὴν τριβομένοιο κατ' αὐχένος ἰκμάδα πέμπων.

ἀμφοτέρων δ' ἄρα νῶτα κεκυφότα πήχεος ὁλκῷ

δίζυγι συμπλεκέος παλάμης ἐτρίβετο δεσμῷ·

σμῶδιξ δ' αὐτοτέλεστος ἀνέδραμεν, αἵματι θερμῷ

αἰόλα πορφύρουσα· δέμας δ' ἐστίζετο φωτῶν.

- οἱ δὲ παλαισμοσύνης ἑτερότροπα μάγγανα τέχνης

ἀλλήλοις ἀνέφαινον ἀμοιβαδίς· ἀντίβιον δὲ

πρῶτος Ἀρισταῖος παλάμης πηχύνατο καρπῷ,

ἐκ χθονὸς ὀχλίζων· δολίης δ' οὐ λήθετο τέχνης

Αἰακὸς αἰολόμητις, ὑποκλέπτοντι δὲ ταρσῷ

λαιὸν Ἀρισταίοιο ποδὸς κώληπα πατάξας

ὕπτιον αὐτοκύλιστον ὅλον περικάββαλε γαίῃ,

ἠλιβάτῳ πρηῶνι πανείκελον· ἀμφὶ δὲ λαοὶ

τηλίκον αὐχήεντα βοώμενον υἱέα Φοίβου

ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο πεσόντα.

δεύτερος ἠέρταζε μετάρσιον ὑψόθι γαίης

κουφίζων ἀμογητὶ πελώριον υἷα Κυρήνης

Αἰακός, ἐσσομένην ἀρετὴν τεκέεσσι φυλάσσων,

ἀκαμάτῳ Πηλῆι καὶ εὐρυβίῃ Τελαμῶνι,

ἀγκὰς ἔχων, οὐ νῶτον ἢ ὄρθιον αὐχένα κάμπτων,

πήχεσιν ἀμφοτέροισι μεσαίτατον ἄνδρα κομίζων,

ἶσον ἀμειβόντεσσιν ἔχων τύπον, οὓς κάμε τέκτων

πρηΰνων ἀνέμοιο θυελλήεσσαν ἀνάγκην.

καὶ πελάσας ὅλον ἄνδρα περιστρωθέντα κονίῃ

Αἰακὸς ἀντιπάλοιο μέσων ἐπεβήσατο νώτων·

καὶ πόδα πεπταμένης διὰ γαστέρος ἐκταδὰ πέμπων

καμπύλον, ἀκροτάτῳ περὶ γούνατι δεσμὰ συνάπτων,

ταρσῷ ταρσὸν ἔρειδε παρὰ σφυρὸν ἄκρον ἑλίξας·

καὶ ταχὺς ἀντιβίου τετανυσμένος ὑψόθι νώτων,

χεῖρας ἑὰς στεφανηδὸν ἐπ' ἀλλήλῃσιν ἑλίξας,

αὐχένι δεσμὸν ἔβαλλε βραχίονι, δάκτυλα κάμψας.

- τοῦ δὲ πιεζομένοιο συνέρρεον ὀξέι παλμῷ

κεκριμένοι κήρυκες, ὀπιπευτῆρες ἀγῶνος,

μή μιν ἀποκτείνειεν ὁμόζυγι πήχεος ὁλκῷ.

οὐ γὰρ ἔην τότε θεσμὸς ὁμοίιος, ὃν πάρος αὐτοὶ

ὀψίγονοι φράσσαντο, τιταινομένων ὅτε δεσμῶν

αὐχενίων πνικτῆρι πόνῳ βεβαρημένος ἀνὴρ

νίκην ἀντιπάλου μνηστεύεται ἔμφρονι σιγῇ,

ἀνέρα νικήσαντα κατηφέι χειρὶ πατάξας.

- καὶ τρίπον εἰκοσίμετρον ἐπηχύναντο λαβόντες

Μυρμιδόνες, θεράποντες ἀεθλοφόρου βασιλῆος·

Ἀκταίων δὲ λέβητα ταχίονι κούφισε ῥιπῇ,

δεύτερα πατρὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.

- καὶ τότε Βάκχος ἔθηκε ποδῶν ταχυτῆτος ἀγῶνα·

πρώτῳ ἀεθλητῆρι τίθει κειμήλια νίκης

ἀργύρεον κρητῆρα δορικτήτην τε γυναῖκα,

δευτέρῳ αἰολόδειρον ἐθήκατο Θεσσαλὸν ἵππον,

καὶ πυμάτῳ ξίφος ὀξὺ σὺν εὐτμήτῳ τελαμῶνι.

ὀρθωθεὶς δ' ἀγόρευε, ποδώκεας ἄνδρας ἐπείγων·

- ἀνδράσιν ὠκυπόροισιν ἀέθλια ταῦτα γενέσθω.

ὣς φαμένου Δικταῖος ἐθήμονα γούνατα πάλλων ...

τῷ δ' ἐπὶ ποικιλόμητις ἀνέδραμεν ὠκὺς Ἐρεχθεύς,

Παλλάδι νικαίῃ μεμελημένος, αὐτὰρ ἐπ' αὐτῷ

Πρίασος ὠκυπόδης, Κυβεληΐδος ἀστὸς ἀρούρης.

τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· Ὠκύθοος δὲ

πρῶτος ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ,

ἰθυτενῆ προκέλευθον ἔχων δρόμον· ἐσσύμενος δὲ

δεύτερος ἀγχικέλευθος ὀπίστερος ἦεν Ἐρεχθεύς,

γείτονος Ὠκυθόοιο μετάφρενον ἄσθματι βάλλων,

καὶ κεφαλὴν θέρμαινε· φιληλακάτοιο δὲ κούρης

οἷα κανὼν στέρνοιο πέλει μέσος, ὅν τινι μέτρῳ

παρθένος ἱστοπόνος τεχνήμονι χειρὶ τανύσσῃ,

Ὠκυθόου πέλε τόσσον ὀπίστερος· ἀμφὶ δὲ γαίῃ

ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι.

καί νύ κεν ἀμφήριστος ἔην δρόμος· ἀλλὰ πορείην

μιμηλὴν ἰσόμετρον ἰδὼν ἐτιταίνετο ταρσῷ

κουφοτέρῳ, καὶ φῶτα παρέδραμε μείζονι μέτρῳ,

ὁππόσον ἀνέρος ἴχνος· ὅθεν τρομέων περὶ νίκης

τοῖον ἔπος βοόων Βορέην ἱκέτευεν Ἐρεχθεύς·

- γαμβρέ, τεῷ χραίσμησον Ἐρεχθέι καὶ σέο νύμφῃ,

εἰ μεθέπεις γλυκὺν οἶστρον ἐμῆς ἔτι παιδὸς ἐρώτων·

δός μοι σῶν πτερύγων βάλιον δρόμον εἰς μίαν ὥρην,

Ὠκύθοον ταχύγουνον ἵνα προθέοντα παρέλθω.

- ὣς φαμένου Βορέης ἱκετήσιον ἔκλυε φωνήν,

καί μιν ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης.

τρεῖς μὲν ἐπερρώοντο ποδῶν ἀνεμώδεϊ παλμῷ,

ἀλλ' οὐκ ἶσα τάλαντα· καὶ ὁππόσον ὠκέι ταρσῷ

Ὠκυθόου προθέοντος ὀπίστερος ἦεν Ἐρεχθεύς,

τόσσον ἀελλήεντος Ἐρεχθέος ἔπλετο γείτων

Πρίασος αὐχήεις, Φρύγιον γένος. ἐσσυμένων δὲ

ὁππότε λοίσθιος ἦεν ἔτι δρόμος ἅλματι ταρσῶν,

Ὠκύθοος ταχύγουνος ἐπωλίσθησε κονίῃ,

ἧχι βοῶν πέλεν ὄνθος ἀθέσφατος, οὓς παρὰ τύμβῳ

Μυγδονίῃ Διόνυσος ἀπηλοίησε μαχαίρῃ·

ἀλλὰ παλιννόστοιο ποδὸς ταχυδινέι παλμῷ

Ὠκύθοος πεφόρητο μετάλμενος· ἐσσύμενος δὲ

ἀντιπάλου προθέοντος ἐπήλυδα ταρσὸν ἀμείβων,

εἰ τότε βαιὸς ἔην ἔτι που δρόμος, ἦ τάχα †βαίνων

ἢ πέλεν ἀμφήριστος ἢ ἔφθασεν ἀστὸν Ἀθήνης.

- καὶ κτέρας αἰολόνωτον ἐκούφισεν ὠκὺς Ἐρεχθεύς,

Σιδόνιον κρητῆρα τετυγμένον· Ὠκύθοος δὲ

εἴρυσε Θεσσαλὸν ἵππον· ὁ δὲ τρίτος ἠρέμα βαίνων

Πρίασος ἆορ ἔδεκτο σὺν ἀργυρέῳ τελαμῶνι.

καὶ Σατύρων ἐγέλασσε χορὸς φιλοπαίγμονι θυμῷ,

παπταίνων Κορύβαντα χυτῇ ῥυπόωντα κονίῃ,

ὄνθον ἀποπτύοντα κατάρρυτον ἀνθερεῶνος.

- καὶ σόλον αὐτοχόωνον ἄγων ἐπέθηκεν ἀγῶνι

δισκοβόλους Διόνυσος ἀκοντιστῆρας ἐπείγων·

πρώτῳ μὲν δύο δοῦρα σὺν ἱπποκόμῳ τρυφαλείῃ

θῆκεν ἄγων, ἑτέρῳ δὲ διαυγέα κυκλάδα μίτρην,

καὶ τριτάτῳ φιάλην, καὶ νεβρίδα θῆκε τετάρτῳ,

ἣν χρυσέῃ κληῗδι Διὸς περονήσατο χαλκεύς.

ὀρθωθεὶς δ' ἀνὰ μέσσον ἐγερσινόῳ φάτο φωνῇ·

- οὗτος ἀγὼν ἐπὶ δίσκον ἀεθλητῆρας ἐπείγει.

- ὣς φαμένου Βρομίοιο σακεσπάλος ὦρτο Μελισσεύς,

τῷ δ' ἐπὶ δεύτερος ἦλθεν ἀερσιπόδης Ἁλιμήδης,

καὶ τρίτος Εὐρυμέδων καὶ τέτρατος ἤλυθεν Ἄκμων·

καὶ πίσυρες στοιχηδὸν ἐφέστασαν ἄλλος ἐπ' ἄλλῳ.

καὶ σόλον εὐδίνητον ἑλὼν ἔρριψε Μελισσεύς·

Σιληνοὶ δ' ἐγέλασσαν ὀλίζονα φωτὸς ἐρωήν.

δεύτερος Εὐρυμέδων παλάμην ἐπερείσατο δίσκῳ·

καὶ σόλον εὐδίνητον ἑλὼν νωμήτορι καρπῷ

βριθὺ βέλος προέηκε περίτροχον εὔλοφος Ἄκμων·

καὶ βέλος ἠερόφοιτον ἐπέτρεχε σύνδρομον αὔραις,

καὶ σκοπὸν Εὐρυμέδοντος ὑπέρβαλε μείζονι μέτρῳ

ὀξείῃ στροφάλιγγι· καὶ ὑψιπόδης Ἁλιμήδης

εἰς σκοπὸν ἠκόντιζεν ἐν ἠέρι δίσκον ἀλήτην·

καὶ σόλος ἠερίῃσιν ἐπερροίζησεν ἀέλλαις

ἐκ βριαρῆς παλάμης πεφορημένος, ὡς ἀπὸ τόξου

ἵπταται ἀσταθέεσσι βέλος δεδονημένον αὔραις

ὄρθιον· ἠερόθεν δὲ πεσὼν ἐκυλίνδετο γαίῃ

ἅλματι τηλεπόρῳ, πεφορημένος εἰσέτι παλμῷ

χειρὸς ἐυστρέπτοιο, φέρων αὐτόσσυτον ὁρμήν,

εἰσόκε σήματα πάντα παρέδραμεν· ἀγρόμενοι δὲ

πάντες ἐπεσμαράγησαν ὀπιπευτῆρες ἀγῶνος,

ἁλλομένου δίσκοιο τεθηπότες ἄστατον ὁρμήν.

- καὶ δονέων δύο δοῦρα σὺν ὑψιλόφῳ τρυφαλείῃ

διπλόα δῶρα κόμιζεν ἀγηνορέων Ἁλιμήδης·

Ἄκμων δ' εἱλιπόδης χρυσαυγέα κούφισε μίτρην·

καὶ τρίτος Εὐρυμέδων φιάλην ἀπύρωτον ἀείρας

ἀμφίθετον κτέρας εἷλε· κατηφιόων δὲ προσώπῳ

νεβρίδα ποικιλόνωτον ἀνηέρταζε Μελισσεύς.

- καὶ προμάχοις Διόνυσος ἀέθλια θήκατο τόξου,

εὐστοχίης ἀνάθημα· καὶ ἑπταέτηρον ἐρύσσας

ἡμίονον ταλαεργὸν ἐνεστήριξεν ἀγῶνι,

καὶ δέπας εὐποίητον ἀέθλιον ἵστατο νίκης

ἀνδρὶ χερειοτέρῳ πεφυλαγμένον. Εὐρύαλος δὲ

νήιον ὀρθώσας περιμήκετον ἱστὸν ἀρούρῃ

στῆσεν ὑπὲρ δαπέδου ψαμαθώδεος, ὑψιφανῆ δὲ

δέσμιον ᾐώρησε πελειάδα σύμπλοκον ἱστῷ,

λεπταλέον δισσοῖσι μίτον περὶ ποσσὶν ἑλίξας.

καὶ θεὸς ἀγρομένοις ἐναγώνιον ἴαχε φωνήν,

εἰς σκοπὸν ἠερόφοιτον ὀιστευτῆρας ἐπείγων·

- ὃς μὲν ὀιστεύσειε πελειάδος ἄκρα τορήσας,

ἡμίονον φερέτω πολυαλφέα, μάρτυρα νίκης·

ὃς δὲ παραπλάζοιτο πελειάδος εἰς σκοπὸν ἕλκων,

ὄρνιν ἐυγλώχινι λιπὼν ἀχάρακτον ὀιστῷ,

ἄκρα δὲ μηρίνθοιο βαλὼν πτερόεντι βελέμνῳ

ἥσσονα τοξεύσειε, καὶ ἥσσονα δῶρα δεχέσθω·

ἀντὶ γὰρ ἡμιόνου δέπας οἴσεται, ὄφρα κε Φοίβῳ

τοξοφόρῳ σπείσειε καὶ οἰνοχύτῳ Διονύσῳ.

- τοῖον ἔπος βοόωντος ἐχεκτεάνοιο Λυαίου

εὐχαίτης Ὑμέναιος ἑκηβόλος εἰς μέσον ἔστη ...

εἰς σκοπὸν ἰθυκέλευθον ἄγων ἀντώπιον ἱστοῦ,

Κνώσσια τόξα φέρων τετανυσμένα κυκλάδι νευρῇ,

Ἀστέριος προέηκε βέλος κλήροιο τυχήσας,

καὶ τύχε μηρίνθοιο· δαϊζομένης δὲ βελέμνῳ

ἠερίη πεφόρητο μετάρσιος ὄρνις ἀλήμων·

καὶ μίτος εἰς χθόνα πῖπτε. δι' ὑψιπόρου δὲ κελεύθου

ὄμμα φέρων ἑλικηδόν, ὑπὲρ νεφέων δὲ δοκεύων ...

τοξευτὴρ Ὑμέναιος ἑτοιμοτάτης ἀπὸ νευρῆς

εἰς σκοπὸν ἠερόφοιτον ὑπηνέμιον βέλος ἕλκων

ὀξύτερον προέηκε, πελειάδος ἄντα τιταίνων·

καὶ πτερόεις πεπότητο δι' ἠέρος ἰὸς ἀλήτης

ἀκροφανής, μέσα νῶτα παραξύων νεφελάων,

συρίζων ἀνέμοισι· βέλος δ' ἴθυνεν Ἀπόλλων

πιστὰ φέρων δυσέρωτι κασιγνήτῳ Διονύσῳ·

ἱπταμένης δ' ἐτύχησε πελειάδος, ἐσσυμένης δὲ

στήθεος ἄκρον ἔτυψε· βαρυνομένου δὲ καρήνου

ὄρνις ἀελλήεσσα δι' ἠέρος ἔμπεσε γαίῃ·

ἡμιθανὴς δὲ πέλεια περὶ πτερὰ πάλλε κονίῃ,

ποσσὶ περισκαίρουσα χοροπλεκέος Διονύσου.

- καὶ θεὸς ἡβητῆρος ἀναθρῴσκων ἐπὶ νίκῃ

χεῖρας ἐπεπλατάγησεν ἐπικλάγξας Ὑμεναίῳ·

ξυνοὶ δ' εἰν ἑνὶ πάντες, ὅσοι παρέμιμνον ἀγῶνι,

ἀγχινεφῆ θάμβησαν ἑκηβολίην Ὑμεναίου.

καὶ γελόων Διόνυσος ἑαῖς παλάμῃσιν ἐρύσσας

ἡμίονον πόρε δῶρον ὀφειλομένην Ὑμεναίῳ·

καὶ γέρας Ἀστερίοιο δέπας κούφιζον ἑταῖροι.

- καὶ φιλίην ἐπὶ δῆριν ἀκοντιστῆρας ἐπείγων

Ἰνδικὰ Βάκχος ἄεθλα φέρων παρέθηκεν ἀγῶνι,

διχθαδίην κνημῖδα καὶ Ἰνδῴης λίθον ἅλμης.

ὀρθωθεὶς δ' ἀγόρευε, δύω δ' ἐκέλευσε μαχηταῖς,

ὄφρα μόθῳ παίζοντι καὶ οὐ κτείνοντι σιδήρῳ

μιμηλὴν τελέσωσιν ἀναίμονος εἰκόνα χάρμης·

- οὗτος ἀγὼν δύο φῶτας ἀκοντιστῆρας ἐγείρων

μείλιχον οἶδεν ἄρηα καὶ εὐδιόωσαν ἐνυώ.

- ὣς φαμένου Βρομίοιο σιδήρεα τεύχεα πάλλων

Ἀστέριος κεκόρυστο, καὶ Αἰακὸς εἰς μέσον ἔστη

χάλκεον ἔγχος ἔχων, πολυδαίδαλον ἀσπίδα πάλλων,

οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ

ἢ συῒ λαχνήεντι· σιδηρείῳ δὲ χιτῶνι

εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω

Ἄρεος αἰχμητῆρες· ὁ μὲν δόρυ θοῦρον ἰάλλων

Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν,

οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας·

ὃς δὲ κατ' ἀσφαράγοιο σιδήρεον ἔγχος ἀείρων

Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέζων,

νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα·

ἀλλά ἑ Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν,

αὐχένα μὴ πλήξειεν ἀκοντιστῆρι σιδήρῳ·

ἀμφοτέρους δ' ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ·

- ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντες ἐνυώ.

ἄρθμιος οὗτος ἄρης καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.

- ἔννεπεν· ἐγρεμόθου δὲ λαβὼν πρεσβήια νίκης

Αἰακὸς αὐχήεις χρυσέας κνημῖδας ἀείρων

δῶκεν ἑῷ θεράποντι· καὶ ὕστερα δῶρα κομίζων

Ἀστέριος κούφιζε δορικτήτην λίθον Ἰνδῶν.