2395 147 2 0 0 0 V d. C. Epica Nonnus XXII Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 2

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΔΕΥΤΕΡΟΝ - XXII

- Ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐυκροκάλου ποταμοῖο

Βάκχου πεζὸς ὅμιλος, ὅπῃ βαθυδίνεϊ κόλπῳ

πλωτὸν ὕδωρ, ἅτε Νεῖλος, ἐρεύγεται Ἰνδὸς Ὑδάσπης,

δὴ τότε Βασσαρίδων ἐμελίζετο θῆλυς ἀοιδὴ

Νυκτελίῳ Φρύγα κῶμον ἀνακρούουσα Λυαίῳ,

καὶ λασίων Σατύρων χορὸς ἔβρεμε μύστιδι φωνῇ·

γαῖα δὲ πᾶσα γέλασσεν, ἐμυκήσαντο δὲ πέτραι,

Νηιάδες δ' ὀλόλυξαν, ὑπὲρ ποταμοῖο δὲ Νύμφαι

σιγαλέοις ἑλικηδὸν †ἐμυκήσαντο ῥεέθροις

καὶ Σικελῆς ἐλίγαινον ὁμόζυγα ῥυθμὸν ἀοιδῆς,

οἷον ἀνεκρούοντο μελιγλώσσων ἀπὸ λαιμῶν

ὑμνοπόλοι Σειρῆνες· ὅλη δ' ἐλελίζετο λόχμη,

καὶ μέλος ἐφθέγξαντο σοφαὶ δρύες εἴκελον αὐλῷ,

Ἀδρυάδες δ' ἀλάλαζον, ἐπ' εὐπετάλοιο δὲ Νύμφη ...

ἡμιφανὴς ἤειδεν ὑπερκύψασα κορύμβου.

- χιονέῳ δὲ γάλακτι χυτὴ λευκαίνετο πηγή,

ὑδρηλή περ ἐοῦσα, χαραδραίῳ δ' ἐνὶ κόλπῳ

Νηιάδες λούσαντο γαλαξαίοισι ῥεέθροις,

καὶ γάλα λευκὸν ἔπινον· ἐρευθιόωντι δὲ μαζῷ

οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,

γλεῦκος ἀμοσχεύτοιο διαβλύζουσα κολώνης

ἡδυπότοις λιβάδεσσι· καὶ αὐτοχύτων ἀπὸ κόλπων

λαρὰ μελιρραθάμιγγος ἐλείβετο δῶρα μελίσσης,

σίμβλων οὐ χατέοντα· καὶ ἀρτιτόκων ἀπὸ θάμνων

ἔγχνοον ὀξυέθειρος ἀνέδραμε μῆλον ἀκάνθης·

αὐτομάτου δὲ χυθέντος ἐπ' ἀκρεμόνεσσιν ἐλαίου

ἰκμάσιν ἀθλιβέεσσιν ἐλούσατο δένδρον Ἀθήνης.

- καὶ κύνας ὀρχηστῆρας ἐπηχύναντο λαγωοί·

μηκεδανοὶ δὲ δράκοντες ἐβακχεύοντο χορείῃ

ἴχνια λιχμώοντες ἐχιδνοκόμου Διονύσου,

αὐχένα δοχμώσαντες, ἀνήρυγε δ' ἄλλος ἐπ' ἄλλῳ

μειλίχιον σύριγμα γεγηθότος ἀνθερεῶνος·

τερπομένου δὲ δράκοντος ἔην τότε ῥυθμὸς ἐχέφρων,

καὶ δολιχῆς ἐλέλικτο περίπλοκος ὁλκὸς ἀκάνθης

ποσσὶν ἀδειμάντοισι περισκαίρων Διονύσου·

Ἰνδῴην δ' ἑλικηδὸν ἐπισκαίροντες ἐρίπνην

τίγριδες ἑψιόωντο· πολὺς δέ τις ἔνδοθι λόχμης

ἐσμὸς ἀνεσκίρτησεν ὀρεσσινόμων ἐλεφάντων.

- καὶ τότε παιπαλόεντα κατ' ἄγκεα Πᾶνες ἀλῆται

δύσβατα λεπταλέῃσι διέτρεχον οὔρεα χηλαῖς

φρικτά, τὰ μὴ θρασὺς ὄρνις ἐπέπτατο κοῦφος ὁδίτης ‑

ὑψιπόρων πτερύγων διεμέτρεε δίζυγι παλμῷ.

καὶ δονέων πλοκαμῖδα παρήορον ἀνθερεῶνος

σύννομος ἀντεχόρευε λέων βητάρμονι κάπρῳ·

ἀνδρομέης δ' ὄρνιθες ἀνέκλαγον εἰκόνα μολπῆς

μιμηλὴν ἀτέλεστον ὑποκλέπτοντες ἰωήν,

νίκην Ἰνδοφόνοιο προθεσπίζοντες ἀγῶνος, ...

καὶ χλοεροῖς μελέεσσι παρήορον ὄρθιον οὐρὴν

ἐκταδὸν αἰθύσσοντες· ὁμοζήλῳ δὲ πορείῃ

πόρδαλις ὑψιπότητος ἐπέτρεχε σύνδρομος ἄρκτῳ.

καὶ βαλίων σκυλάκων ἀνεσείρασεν Ἄρτεμις ὁρμὴν

μειλιχίης ὁρόωσα χοροίτυπον ἅλμα λεαίνης·

αἰδομένη δ' εὔκυκλον ἑὴν ἀνελύσατο νευρήν,

τερπομένους μὴ θῆρας ὀιστεύσειε βελέμνοις.

- καί τις ἐσαθρήσας ἑτερότροπα θαύματα Βάκχου,

ὄμμα βαλὼν πυκινοῖο δι' ἀκροτάτοιο κορύμβου,

φύλλα περιστείλας, θηήτορα κύκλον ὀπωπῆς

τόσσον ἰδεῖν μεθέηκεν, ὅσον περιδέρκεται ἀνὴρ

ὄμμασι ποιητοῖσι διοπτεύων τρυφαλείης,

ἢ ὁπότε τραγικοῖο χοροῦ δεδαημένος ἀνήρ,

φρικτὸν ἔχων μύκημα τανυφθόγγων ἀπὸ λαιμῶν,

ἐνδόμυχον τυκτοῖο δι' ὄμματος ὄμμα τιταίνει,

ψευδαλέον βροτέοιο φέρων ἴνδαλμα προσώπου·

ὣς ὅ γε θαύματα πάντα λαθὼν ὑπὸ δάσκιον ὕλην

ἀπροϊδὴς ἐδόκευεν ὑποκλέπτοντι προσώπῳ·

ἀντιβίοις δ' ἤγγειλε· φόβῳ δ' ἐλελίζετο Θουρεὺς

μεμφόμενος Μορρῆι καὶ ἄφρονι Δηριαδῆι.

ἔτρεμε δ' Ἰνδὸς ὅμιλος, ἀφειδήσας δὲ κυδοιμοῦ

χάλκεα ταρβαλέων ἀπεσείσατο τεύχεα χειρῶν,

δένδρεα παπταίνων δεδονημένα θυιάδι ῥιπῇ.

- καί νύ κεν Ἰνδὸς ὅμιλος ἑλὼν ἀπὸ γείτονος ὄχθης

μάρτυρον ἱκεσίης γλαυκόχροα θαλλὸν ἐλαίης

αὐχένα δοῦλον ἔκαμψεν ἀδηρίτῳ Διονύσῳ·

ἀλλὰ μεταλλάξασα δέμας πολυμήχανος Ἥρη

δυσμενέας θάρσυνε καὶ ἤπαφεν ὄρχαμον Ἰνδῶν,

Θεσσαλίδων μάγον ὕμνον ἐφαψαμένη Διονύσῳ

καὶ Κίρκης κυκεῶνα, θεοκλήτοις ἐπαοιδαῖς

οἷά τε φαρμακτῆρος ἀφαρμάκτου ποταμοῖο.

καὶ πίθεν ἀντιβίους ταχυπειθέας· εἶπε δ' ἑκάστῳ,

μή ποτέ τις σφάλλοιτο κατάσχετος αἴθοπι δίψῃ

κλεψινόου ποταμοῖο πιὼν δεδολωμένον ὕδωρ.

- καί νύ κεν ἀφράστοιο διαθρῴσκοντες ἐναύλου

δαινυμέναις στρατιῇσιν ἐπέχραον αἴθοπες Ἰνδοί·

ἀλλά τις ἠνεμόεντος ὑπερκύψασα κορύμβου

ἐκ λασίου κενεῶνος Ἁμαδρυὰς ἄνθορε Νύμφη·

χειρὶ δὲ θύρσον ἔχουσα φυὴν ἰνδάλλετο Βάκχῃ,

μιμηλὴν δρυόεντι πυκαζομένη τρίχα κισσῷ·

δυσμενέων δ' ἐνέπουσα δόλον σημάντορι σιγῇ

οὔασι βοτρυόεντος ἐπεψιθύριζε Λυαίου·

- ἀμπελόεις Διόνυσε, φυτηκόμε κοίρανε καρπῶν,

σὸν φυτὸν Ἀδρυάδεσσι χάριν καὶ κάλλος ὀπάσσει·

Βασσαρὶς οὐ γενόμην, οὐ σύνδρομός εἰμι Λυαίου,

μοῦνον ἐμῇ παλάμῃ ψευδήμονα θύρσον ἀείρω·

οὐ πέλον ἐκ Φρυγίης, σέο πατρίδος, οὐ χθόνα Λυδῶν

ναιετάω παρὰ χεῦμα ῥυηφενέος ποταμοῖο·

εἰμὶ δὲ καλλιπέτηλος Ἁμαδρυάς, ἧχι μαχηταὶ

δυσμενέες λοχόωσιν, ἀφειδήσασα δὲ πάτρης

ῥύσομαι ἐκ θανάτοιο τεὸν στρατόν· ὑμετέροις γὰρ

πιστὰ φέρω Σατύροισι, καὶ Ἰνδῴη περ ἐοῦσα,

ἀντὶ δὲ Δηριαδῆος ὁμοφρονέω Διονύσῳ·

σοὶ γὰρ ὀφειλομένην ὀπάσω χάριν, ὅττι ῥεέθρων

ὑγροτόκους ὠδῖνας, ὅτι δρύας αἰὲν ἀέξει

ὀμβρηρῇ ῥαθάμιγγι πατὴρ τεὸς ὑέτιος Ζεύς.

δός μοι σεῖο πέτηλα, καὶ ἐνθάδε ταῦτα φυτεύσω,

δός μοι σεῖο κόρυμβα, τά περ λύουσι μερίμνας.

ἀλλά, φίλος, μὴ σπεῦδε ῥόον ποταμοῖο περῆσαι,

μή σοι ἐπιβρίσωσιν ἐν ὕδασι γείτονες Ἰνδοί·

εἰς δρύας ὄμμα τίταινε καὶ εὐπετάλῳ παρὰ λόχμῃ

ἀπροϊδῆ σκοπίαζε καλυπτομένων λόχον ἀνδρῶν.

ἀλλὰ τί σοι ῥέξουσιν ἀνάλκιδες ἔνδοθι λόχμης;

δυσμενέες ζώουσιν, ἕως ἔτι θύρσον ἐρύκεις.

σιγὴ ἐφ' ἡμείων, μὴ δήιος ἐγγὺς ἀκούσῃ,

μὴ κρυφίοις Ἰνδοῖσιν ἀπαγγείλειεν Ὑδάσπης.

- ὣς φαμένη παλίνορσος Ἁμαδρυὰς ᾤχετο Νύμφη,

ὡς πτερὸν ἠὲ νόημα, μεταλλάξασα δὲ μορφὴν

ἰσοφυὴς ὄρνιθι διέτρεχε φυλλάδος ὕλης

ἥλικος ἀίσσουσα κατὰ δρυός. αὐτὰρ ὁ σιγῇ

μίσγετο Βασσαρίδεσσιν, Ἁμαδρυάδος δὲ θεαίνης

εἶπεν ἑοῖς προμάχοισιν ἐς οὔατα μῦθον ἑκάστου

νεύμασι δενδίλλων, νοερῇ δ' ἐκέλευε σιωπῇ

τεύχεσι θωρηχθέντας ἀνὰ δρύας εἰλαπινάζειν,

καὶ κρυφίων ἀγόρευε δολορραφέων δόλον Ἰνδῶν,

μή σφιν ἐπιβρίσωσιν ἀθωρήκτοισι μαχηταί,

εἰσέτι δαινυμένοισι κατὰ στρατόν· οἱ δὲ Λυαίῳ

κεκλομένῳ πείθοντο, καὶ εἰς μόθον ἦσαν ἑτοῖμοι

σιγαλέον παρὰ δεῖπνον ἀκοντοφόροιο τραπέζης.

- καὶ ταχινὸν μετὰ δόρπον ἐπέρρεον ἀσπιδιῶται

γείτονος ἐκ ποταμοῖο πιεῖν ἐπιδόρπιον ὕδωρ,

νεύμασι θεσπεσίοισι περισσονόου Διονύσου,

μὴ στρατὸν εὐνήσειε μέθη καὶ κῶμα καὶ ὄρφνη.

καὶ στρατὸς ἔνθα καὶ ἔνθα φιλοπτολέμῳ πέσεν εὐνῇ

βαιὸν ἐνυαλίης ὑπὲρ ἀσπίδος ὕπνον ἰαύων.

Ζεὺς δὲ πατὴρ δολόεντα μετατρέψας νόον Ἰνδῶν

ἑσπερίην ἀνέκοψε μάχην μυκήτορι βόμβῳ,

ὄμβρου παννυχίοιο χέων ἀπερείσιον ἠχώ.

- ἀλλ' ὅτε χιονόπεζα χαραξαμένη ζόφον Ἠὼς

ὄρθρον ἀμεργομένῃ δροσερῇ πορφύρετο πέτρῃ,

ἄκρον ὑπερκύψαντες ἐγερσιμόθου σκέπας ὕλης

δυσμενέες προὔτυψαν ἀολλέες· ἦρχε δὲ Θουρεύς,

Ἰνδῴου πολέμοιο πέλωρ πρόμος, εἴκελος ὁρμὴν

ἠλιβάτῳ Τυφῶνι καταΐσσοντι κεραυνοῦ.

καὶ στρατιαὶ πινυτοῖο δολόφρονι νεύματι Βάκχου

ψευδαλέον φόβον εἶχον ἀταρβέες, ἐκ δὲ κυδοιμοῦ

αὐτόματοι χάζοντο θελήμονες, εἰσόκεν Ἰνδοὶ

ἐς πεδίον προχέοντο λελοιπότες ἔνδια λόχμης.

- τεύχεσι δ' ἀφνειοῖσι κορύσσετο Λύδιος ἀνήρ,

χρυσοφαῆ Λυκίοιο τύπον Γλαύκοιο κομίζων,

κηρύσσων ἑὸν οὖδας, ὅπῃ Πακτωλίδος ὄχθης

φαιδρὸς ἐρευθομένης ἀμαρύσσεται ὄλβος ἐέρσης,

καὶ ῥοδέαις ἤστραψε βολαῖς ἀντώπιον Ἠοῦς,

σείων ξανθὰ μέτωπα ῥυηφενέος τρυφαλείης

Λυδὸς ἀνὴρ ἀρίδηλος, ἀπὸ στέρνων δὲ φορῆος

μαρμαρυγὴ σελάγιζεν ἐρευθομένοιο χιτῶνος·

καὶ κυνέην στίλβουσαν ἐπὶ κροτάφοισι τινάσσων

ἐξ Ἀλύβης πρόμος ἄλλος ἀριστεύων Διονύσῳ

πάτριον ὄλβον ἔφαινε, δι' εὐφαέος δὲ καρήνου

ἀργυρέης πήληκος ἐλάμπετο μάρμαρος αἴγλη

χιονέῃ σέλας ἶσον ἀκοντίζουσα Σελήνῃ.

- καὶ θεὸς ἀστήρικτος ὅλους ἐφόβησε μαχητὰς

δυσμενέων, οὐ γυμνὸν ἔχων ξίφος, οὐ δόρυ πάλλων,

ἀλλὰ μέσος προμάχων πεφορημένος εἴκελος αὔραις

δεξιὸν ἐκ λαιοῖο κέρας κυκλώσατο χάρμης,

θύρσον ἀκοντίζων δολιχόσκιον, ἄνθεϊ γαίης,

ἔγχεϊ κισσήεντι διασχίζων νέφος Ἰνδῶν.

οὐδέ μιν ὑψικάρηνος ὁ τηλίκος ἤλασε Θουρεύς,

οὐ στρατός, οὐ πρόμος ἄλλος· ἐπ' ἀλλήλοις δὲ χυθέντες

εἴκαθον ἔνθα καὶ ἔνθα διεσσυμένῳ Διονύσῳ.

- κυανέην δ' Οἴαγρος ἀνεστυφέλιξεν ἐνυὼ

ἀμώων ἀκόρητος ἐπασσυτέρων στίχας ἀνδρῶν,

ἔγχεϊ Βιστονίῳ κορυθαιόλα λήια τέμνων.

ὡς δ' ὅτε τις προχέων ποταμὸς δυσπέμφελον ὕδωρ

ἄστατος ἐκ σκοπέλοιο χαραδρήεντι ῥεέθρῳ

ἔρχεται ἐς πεδίον πεφορημένος, οὐδέ μιν αὐταὶ

ἕρκεσιν ἀρραγέεσσιν ἀναστέλλουσιν ἀλωαὶ

λαϊνέης μέσα νῶτα διαξύοντα γεφύρης·

πολλὴ μὲν κεκύλιστο πίτυς, πολλὴ δὲ πεσοῦσα

ὑψιφανὴς προθέλυμνος ἐσύρετο χεύματι πεύκη·

ὣς ὅ γε δυσμενέων στρατὸν ἄμφεπεν, ἄλλον ἐπ' ἄλλῳ

πεζὸν ἐπιστροφάδην ὀλέκων Σιθωνίδι λόγχῃ,

καί μιν ἐκυκλώσαντο, καὶ ἣν καλέουσι μαχηταὶ

μιμηλὴν σακέεσσιν ἐπυργώσαντο χελώνην·

ἔγχεϊ μὲν στατὸν ἔγχος ἐρείδετο, κεκλιμένη δὲ

ἀσπὶς ἔην προθέλυμνος ἀμοιβαδὶς ἀσπίδι γείτων

στεινομένῃ, καὶ ἔνευε λόφῳ λόφος, ἀγχιφανὴς δὲ

ἀνδρὸς ἀνὴρ ἔψαυεν· ἐγειρομένης δὲ κονίης

ἱππείοις ὀνύχεσσιν ἐλευκαίνοντο μαχηταί.

- ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον Ἄιδι πέμπων

Βιστονίης Οἴαγρος ἀπέθρισεν ἀστὸς ἀρούρης,

κτείνων ἄλλοθεν ἄλλον, ἑῆς ἀλόχοιο τελέσσας

ἔργα φατιζομένης ἐπιδευέα Καλλιοπείης;

τὸν μὲν ὑπὲρ μαζοῖο θοῷ δορί, τὸν δὲ δαΐζων

ἄορι κωπήεντι κατ' αὐχένος, αἰνομανῆ δὲ

δήιον ἄλλον ἔνυξε παρ' ὀμφαλόν, ἐκ φονίης δὲ

ὠτειλῆς ἑὸν ἔγχος ἀνείρυσεν, ἑλκομένῳ δὲ

σπλάγχνα δαφοινήεντι συνέσπασε θερμὰ σιδήρῳ·

ἄλλου μαρναμένοιο κατέδραμε φάσγανον ἕλκων,

ἄορι δ' εὐθήκτῳ παλάμην τάμεν, ἡ δὲ πεσοῦσα

αἱμοβαφὴς ἤσπαιρεν ἐπὶ χθονὸς ἁλλομένη χείρ·

καὶ παλάμη τέτμητο καὶ οὐ μεθέηκε βοείην

ἄκρα περισφίγγουσα κονιομένου τελαμῶνος·

ψυχὴ δ' ἠνεμόφοιτος ἀναΐξασα θανόντος

συμπλεκέος ποθέεσκεν ἐθήμονα σώματος ἥβην.

ἄλλον ἀπηλοίησεν ἀφειδέι δούρατι νύξας

θηγαλέῃ γλωχῖνι βραχίονος ἄκρα τορήσας,

ἄορι δ' ἀσπίδα τύψεν, ἀρασσομένης δὲ σιδήρῳ

ἀρραγέος βόμβησε μεσόμφαλα νῶτα βοείης.

- αὐτὰρ ὁ λυσσήεντι μόθου δεδονημένος οἴστρῳ

ἐγχείην ἐλέλιζε μετήλυδα κυκλάδι τέχνῃ

ἢ πλευρῆς ἑκάτερθεν ἢ αὐχένος ἢ σχεδὸν ὤμου·

σείων δ' ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν

στεινομένης μέσα νῶτα διέτμαγε δηϊοτῆτος,

κραιπνός, ἀερσιλόφοιο καθήμενος ὑψόθεν ἵππου.

ὡς δ' ὅτε ῥιγαλέου σκιερὴν μετὰ χείματος ὥρην

φαίνεται ἀσκεπέων νεφέων γυμνούμενος ἀήρ,

φέγγεος εἰαρινοῖο δεδεγμένος αἴθριον αἴγλην·

ὣς ὅ γε βακχεύων πυκινὰς στίχας ἄτρομος ἀνὴρ

Ἰνδῶν σχιζομένων μεσάτην γυμνώσατο χάρμην.

- καὶ τότε τις προμάχοιο περὶ στόμα χαλκὸν ἐρείσας

δεξιτερὴν δασπλῆτι γενειάδα τύψε μαχαίρῃ·

καί τις ἐπ' ἀντιβίοισιν ἐν ἠέρι βόμβον ἰάλλων

εἰς σκοπὸν ὑψικέλευθον ἐπέμπετο λᾶας ἀλήτης,

καὶ λίθος ἠερόφοιτος ἐπεσμαράγησε καρήνῳ,

καὶ λόφον εὐπήληκος ἀπεστυφέλιξεν ἐθείρης,

αὐχενίου δεσμοῖο παρ' ἀνθερεῶνα λυθέντος·

τῆς δὲ κυλινδομένης κεφαλὴ γυμνοῦτο φορῆος.

- οὐ μοῦνοι τότε φῶτες ἐπέβρεμον, ἀλλὰ καὶ αὐτοὶ

ἵπποι χαλκοχίτωνες ἐπεσμαράγησαν ἐνυώ,

ἄρεα σαλπίζοντες ἐνυαλίῳ χρεμετισμῷ.

κούρη δ' ὑστερόφωνος ὀρεσσαύλων ἀπὸ λαιμῶν

πετραίοις στομάτεσσιν ἀμειβομένη κτύπον αὐτῶν

μιμηλὴ χρεμέτιζε μέλος πολεμήιον Ἠχώ.

- καὶ πολὺς ἀρτιδάικτος ἑλίσσετο νεκρὸς ἀρούραις

θερμὸν ἀποπτύων ῥόον αἵματος· ὀλλυμένων δὲ

οἱ μὲν ἐπὶ πλευρῇσιν ἐπῃώρηντο θανόντες,

ὃς δὲ τυπεὶς ἐλέλικτο χαρασσομένου κενεῶνος,

ἄλλος ὑπὲρ δαπέδοιο χυτῇ κεκύλιστο κονίῃ,

ἄλλος ἐπεστήρικτο παρ' ὀμφαλόν, ὃς δ' ἐπὶ γαίῃ

ἀνέρος ἀσπαίροντος ἐπεσκίρτησε καρήνῳ,

ὃς δὲ πεσὼν ἰάχησε τετυμμένος ἀνθερεῶνα,

καὶ πόδας ἀμφελέλιξεν ἔχων ὀρχηθμὸν ὀλέθρου·

πρηνὴς δ' ἄλλος ἔκειτο, καὶ ὡς κοτέων ὀλετῆρι

εὐρυχανὴς ἔσφιγξε μεμηνότι γαῖαν ὀδόντι.

ἄλλου βαλλομένοιο τανυγλώχινι σιδήρῳ

λευκὸς ἀκοντιστῆρι χιτὼν ἐρυθαίνετο λύθρῳ·

ἄλλου μαρναμένοιο τιταινομένων ἀπὸ τόξων

αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.

- καί τις ἑὴν σάλπιγγα †μάτην περὶ χεῖλος ἐρείσας

ἐχθρὸς ἀνὴρ κελάδησεν ἐγερσιμόθου μέλος ἠχοῦς,

ὀκναλέον φύξηλιν ἑὸν στρατὸν εἰς μόθον ἕλκων.

οἱ δὲ βοῆς ἀίοντες ἐπὶ κλόνον ἔρρεον Ἰνδοί·

θαρσαλέοι δ' ἥψαντο παλιννόστοιο κυδοιμοῦ.

αἰδόμενοι βασιλῆι φανήμεναι ἔκτοθι νίκης.

- καὶ πολέες στεφανηδὸν ἀπόσσυτον εἰν ἑνὶ χώρῳ

Αἰακὸν εὐθώρηκες ἐκυκλώσαντο μαχηταί.

αὐτὰρ ὁ μέσσος ἔην βεβιημένος, οὐ τρυφαλείῃ,

οὐ πίσυνος σακέεσσι καὶ οὐ θώρηκι κυδοιμοῦ·

ἀλλά ἑ πατρῴοις πεπυκασμένον ἀντὶ σιδήρου

ἀρρήκτοις νεφέεσσιν ὅλον πύργωσεν Ἀθήνη,

οἷς πάρος ἀβρέκτοιο κατέσβεσεν αὐχμὸν ἀρούρης

διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ

Ζηνὸς ἐπομβρήσαντος, ἀμαλλοτόκοιο δὲ γαίης

αὔλακες εὐώδινες ἐνυμφεύθησαν ἀρότρῳ·

καὶ μέσος ἀντιβίων κυκλούμενος ἔνθεος ἀνὴρ

τοὺς μὲν ἀπηλοίησε θοῷ δορί, τοὺς δὲ μαχαίρῃ,

τοὺς δὲ λίθοις κραναοῖσι· πέδον δ' ἐρυθαίνετο λύθρῳ

Ἰνδῶν κτεινομένων, καὶ ἀκαμπέος ἀνέρος αἰχμῇ

κεῖτο πολυσπερέων νεκύων χύσις, ὧν ὁ μὲν αὐτῶν

ἡμιθανὴς ἤσπαιρεν, ὁ δὲ χθόνα ποσσὶν ἀράσσων

ὕπτιος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ·

καὶ δαπέδῳ στείνοντο, νέκυς δ' ἐπερείδετο νεκρῷ

κεκλιμένῳ μετρηδόν, ἀπ' ἀρτιτόμοιο δὲ λαιμοῦ

ψυχρὸν ἐρευθιόωντι δέμας θερμαίνετο λύθρῳ·

καὶ φόνος ἄσπετος ἦεν, ἐπασσυτέρων δὲ πεσόντων

Γαῖα κελαινιόωσα κατάρρυτος αἵματος ὁλκῷ,

υἱέας οἰκτείρουσα, χαραδραίῃ φάτο φωνῇ·

- υἱὲ Διὸς ζείδωρε μιαιφόνε ‑ καὶ γὰρ ἀνάσσεις

ὄμβρου καρποτόκοιο καὶ αἱμαλέου νιφετοῖο ‑ ,

ὄμβρῳ μὲν γονόεσσαν ὅλην ἐδίηνας ἀλωὴν

Ἑλλάδος, Ἰνδῴην δὲ κατέκλυσας αὔλακα λύθρῳ,

ὁ πρὶν ἀμαλλοφόρος, θανατηφόρος· ἀγρονόμοις μὲν

σὸς νιφετὸς στάχυν εὗρε, σὺ δὲ στρατὸν ἔθρισας Ἰνδῶν

ἀνέρας ἀμώων μετὰ λήιον· ἀμφότερον δὲ

ἐκ Διὸς ὄμβρον ἄγεις, ἐξ Ἄρεος αἵματι νείφεις.

- τοῖα μὲν ἔννεπε Γαῖα φερέσβιος. ἀλλὰ Κρονίων

οὐρανόθεν κελάδησε, καὶ Αἰακὸν εἰς φόνον Ἰνδῶν

βρονταίοις πατάγοισι Διὸς προκαλίζετο σάλπιγξ.

καί τις ἐν ἀντιβίοισιν ἐς Αἰακὸν ὄμμα τανύσσας

πέμπε βέλος, καὶ βαιόν, ὅσον χροὸς ἄκρον ἀμύξαι,

μηρὸν ἐπιγράψαντα παρέτραπεν ἰὸν Ἀθήνη.

μάρνατο δ' εἰσέτι μᾶλλον ἀνώδυνος εἰς μέσον Ἰνδῶν

Αἰακὸς ἀστήρικτος, ἐπεὶ βέλος ἥπτετο μηροῦ

λεπτὸς ὄνυξ ἅτε φωτός, ὅτε χροὸς ἄκρα χαράξῃ.

- καί τις ἀνὴρ ἀκίχητος ἐχάζετο πεζὸς ὁδίτης

ἴχνεσιν ὠκυτέροισι, καὶ ἤθελε γείτονα λόχμην

δύμεναι, ἧχι πάροιθεν ἐκεύθετο· τὸν δὲ διώκων

εἰς δρόμον ἡνιόχευε ποδήνεμον ἵππον Ἐρεχθεύς·

ἀλλ' ὅτε τόσσον ἔμαρψεν, ὅσον προμάχοιο βαλόντος

ἔγχεος ἱπταμένοιο τιταίνεται ὄρθιος ὁρμή,

δὴ τότε δὴ μετὰ νῶτα βαλὼν ἀντώπιος ἔστη

πεζὸς ἀνὴρ ἱππῆα δεδεγμένος· αὐτὰρ ὁ κάμψας

ὀκλαδὸν ἐστήριξεν ἀριστερὸν ἴχνος ἀρούρῃ

λοξὸς ἐπὶ πλευρῇσιν, ὀπισθοτόνοιο δὲ ταρσοῦ

ἴχνιον ἠέρταζε μετάρσιον, ὀρθὰ τιταίνων

δεξιτεροῦ ποδὸς ἄκρα πεπηγότα δάκτυλα γαίῃ,

Ἰνδικὸν ἑπταβόειον ἔχων σάκος, εἰκόνα πύργου,

γυμνὸν ἔχων ξίφος ὀξύ· προϊσχόμενος δὲ προσώπου

ἀσπίδα χαλκεόνωτον ἐπέδραμεν Ἰνδὸς ἀγήνωρ,

ἢ θανέειν ἢ φῶτα βαλεῖν ἢ πῶλον ἐλάσσαι

ἄορι τολμήεντι· καὶ ὀμφαλόεντι σιδήρῳ

δόχμιος ἀντικέλευθον ἀνακρούσας γένυν ἵππου

πεζὸς ἐὼν ἐτίναξεν ὑπέρτερον ἡνιοχῆα·

καί νύ κεν ἐς χθόνα ῥῖψεν ἀμήτορος ἀστὸν Ἀθήνης,

ἀλλά μιν ἔγχεϊ νύξε παρ' ὀμφαλὸν ἄκρον Ἐρεχθεὺς

καὶ φονίῳ μέσον ἄνδρα πεπαρμένον ὀξέι χαλκῷ

εἰς πέδον ἠκόντιζεν· ὁ δὲ στροφάδεσσιν ἐρωαῖς

ἠερόθεν προκάρηνος ἐπωλίσθησε κονίῃ

κρᾶτα κυβιστητῆρα φέρων βητάρμονι παλμῷ.

τὸν δὲ λιπὼν σπαίροντα, μετατρέψας δρόμον ἵππου,

ἄλλοις δυσμενέεσσιν ἐπέχραεν ἀστὸς Ἀθήνης.

κυκλώσας ἑὰ τόξα, καὶ ἁπλώσας ἐπὶ νευρὴν

ὄρθιον ἀκροτάτου τετανυσμένον ἄχρι σιδήρου

εἰς σκοπὸν εἷλκε βέλεμνον· ἀριστοτόκῳ δ' ἕο νύμφῃ

νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ.

ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς,

ἐννέα δ' ἄνδρας ἔπεφνεν· ἔην δέ τις ἶσος ἀριθμὸς

πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς·

ὧν ὁ μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης,

ὃς δὲ δασυστέρνοιο κατέγραφεν ἄντυγα μαζοῦ,

ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δ' ἐπὶ νηδύι πίπτων

μεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος,

ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὃς δὲ φυγόντος

ὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο ταρσῷ

καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ.

ἠνεμόεν δὲ βέλεμνον ἀνείρυσεν· ἐκ δὲ φαρέτρης

ἄλλου πεμπομένοιο κατέδραμεν ἄλλος ἐπ' ἄλλῳ

ἠερίῃ στροφάλιγγι κατάσσυτος ὄμβρος ὀιστῶν.

ὡς δ' ὅτε χαλκείῳ τις ἐπ' ἄκμονι χαλκὸν ἐλαύνων

ἀκαμάτῳ ῥαιστῆρι πυρίβρομον ἦχον ἰάλλει,

τύπτων γείτονα μύδρον, ἀποθρῴσκουσι δὲ πολλοὶ

ἁλλόμενοι σπινθῆρες ἀρασσομένοιο σιδήρου,

ἠέρα θερμαίνοντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ σχεδόν, ἄλλος ὀρούσας

ἄλλον ἔτι θρῴσκοντα κιχάνεται αἴθοπι παλμῷ·

ὣς ὅ γε τοξεύων στρατιὴν ἀντώπιον Ἰνδῶν

μαρναμένων ἐκέδασσεν, ἀλωφήτων ἀπὸ τόξων

κτείνων ἄλλοθεν ἄλλον ἐπασσυτέροισι βελέμνοις.

μεσσατίης δὲ φάλαγγος ἀλευαμένης νέφος ἰῶν

χῶρος ἐγυμνώθη, κεραῆς ἴνδαλμα Σελήνης,

ἀμφιφαὴς ὅτε βαιὸν ἀποστίλβουσα κεραίης

ἄκρα διαπλήσασα δύω νεοφεγγέος αἴγλης

κεκλιμέναις ἀκτῖσι μέσον κύκλοιο χαράσσει,

δίζυγι κεκριμένῳ μαλακῷ πυρί, μεσσατίης δὲ

γυμνὰ χαρασσομένης ἔτι φαίνετο κύκλα Σελήνης.

- οὐδὲ μάχης ἀπέληγε συναιχμάζων Διονύσῳ

Αἰακὸς ἀπτοίητος, ἐβακχεύθη δὲ κυδοιμῷ

κτείνων ἔνθα καὶ ἔνθα· καὶ ἐκ πεδίοιο διώκων

εἰς προχοὰς ποταμοῖο μετήγαγε λαὸν ἀλήτην.

συμφερτοὶ δ' ἕνα μοῦνον ἐκυκλώσαντο μαχηταὶ

τυπτόμενον ξιφέεσσι καὶ οὐκ ἀλέγοντα μαχαίρης,

οὐ βέλεος πτερόεντος· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς

κυανέης ἤμησε σιδήρεα λήια χάρμης

κραιπνὸς ἀνὴρ καὶ πᾶσιν ἐμάρνατο, τοὺς μὲν ἐπ' ὄχθαις,

τοὺς δὲ κάτω ποταμοῖο μαχήμονι χειρὶ δαΐζων·

καὶ νεκύων ἔπλησεν ὅλον ῥόον· ὀλλυμένων δὲ

αἵματι μορμύρων ἐρυθαίνετο λευκὸς Ὑδάσπης.

καί τις ἀνὴρ προμάχοιο φυγὼν ἀνεμώδεα ῥιπὴν

κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ,

καὶ πολὺς ἀρτιδάικτος ἀκοντιστῆρι σιδήρῳ

σύρετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ

οἰδαλέοις μελέεσσιν· ὑποβρυχίοιο δὲ λύθρου

Νηιάδες λούσαντο δαφοινήεντι ῥεέθρῳ,

καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη μέλαν ὕδωρ.

πολλοὶ δ' ἐν προχοῇσιν ἀπορρίψαντες ἀκωκὴν

ἱκεσίην ἀνέφαινον ἀτευχέες, ὃς μὲν ἐπ' ὄχθης,

ὃς δὲ παρὰ ψαμάθοις τετανυσμένος, ὃς δ' ἐπὶ γαίῃ

ὄρθιος ὀκλάζων, κυρτούμενον αὐχένα κάμπτων·

ἀλλὰ λιτὰς ἀπέειπεν ἄνω νεύοντι προσώπῳ

Αἰακὸς ἀντιβίοισιν ἀκαμπέα μῆνιν ἀέξων·

αἰχμητὴν δ' ἀσίδηρον ἐπιψαύοντα λιτάων

οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα, δυσμενέας δὲ

χερσὶν ἀθωρήκτοισι κυλινδομένους ἐπὶ γαίῃ

νηρίθμους κεράιξε, ῥόον ποταμοῖο μιαίνων·

καὶ πολὺν Ἀστεροπαῖον ἐδέξατο νεκρὸν Ὑδάσπης.

- οὐδ' ἀθεεὶ πολέμιζε καὶ Αἰακός· ἀντιβίους γάρ,

ὡς γενέτης Πηλῆος, ἔσω ποταμοῖο δαΐζων

ἰκμαλέον μόθον εἶχε καὶ ὑδατόεσσαν ἐνυώ,

οἷα προθεσπίζων ποταμοῦ παρὰ χεῦμα Καμάνδρου

φύλοπιν ἡμιτέλεστον ἐπεσσομένην Ἀχιλῆι·

καὶ μόθον υἱωνοῖο μόθος μαντεύσατο πάππου.

- καί τις ἐνὶ προχοῇσιν ἀσάμβαλος ἴαχε Νύμφη

Νηιὰς ἀκρήδεμνος ὑπερκύψασα ῥοάων·

- Νηιάδων ὁμόφυλε, Διιπετὲς αἷμα κομίζων,

ἁγνὸν ὕδωρ ἐλέαιρε Διιπετέος ποταμοῖο.

ἄρκιον Ἰνδὸν ὄλεσσε τεὸν δόρυ· παύεο Νύμφαις

δάκρυα Νηιάδεσσιν ἀδακρύτοισιν ἐγείρων·

Νηιὰς ὑδατόεσσα καὶ ὑμετέρη πέλε μήτηρ·

κούρην γὰρ ποταμοῖο τεὴν Αἴγιναν ἀκούω.

μνώεο, τίς σε λόχευσε, καὶ οὐκέτι χεῦμα μιαίνεις.

ἵξομαι εἰς ῥόον ἄλλον ἀκήρατον, εἰς ἅλα βαίνω,

καί με θαλασσαίη δέχεται Θέτις· ἀλλὰ μελέσθω

αἱματόεις ῥόος οὗτος Ἐρινύι καὶ Διονύσῳ.