3347 131 1 0 0 0 V d. C. Epica Nonnus XIII Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 0

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΣΚΑΙΔΕΚΑΤΟΝ - XIII

- Ζεὺς δὲ πατὴρ προέηκεν ἐς αὔλια θέσκελα Ῥείης

Ἶριν ἀπαγγέλλουσαν ἐγερσιμόθῳ Διονύσῳ,

ὄφρα δίκης ἀδίδακτον ὑπερφιάλων γένος Ἰνδῶν

Ἀσίδος ἐξελάσειεν ἑῷ ποινήτορι θύρσῳ,

ναύμαχον ἀμήσας ποταμήιον υἷα κεράστην,

Δηριάδην βασιλῆα, καὶ ἔθνεα πάντα διδάξῃ

ὄργια νυκτιχόρευτα καὶ οἴνοπα καρπὸν ὀπώρης.

- ἡ μὲν ἐρεσσομένων πτερύγων ἀνεμώδεϊ ῥιπῇ

δυσαμένη κελάδοντα λεοντοκόμου μυχὸν ἄντρου

ἄψοφον ἴχνος ἔπηξεν, ἀφωνήτῳ δὲ σιωπῇ

σφιγξαμένη στόμα δοῦλον ὀρειάδος ἐγγὺς ἀνάσσης

ἵστατο κυρτωθεῖσα, καθελκομένου δὲ καρήνου

χείλεσιν ἱκεσίοισι πόδας προσπτύξατο Ῥείης.

καὶ τὴν μὲν Κορύβαντες ἀμειδέι νεύματι Ῥείης

θεσπεσίης ἀρέσαντο παρὰ κρητῆρι τραπέζης·

θαμβαλέη δὲ πιοῦσα νεηγενέος χύσιν οἴνου

τέρπετο βακχευθεῖσα· καρηβαρέουσα δὲ δαίμων

παιδὶ Διὸς παρεόντι Διὸς μυκήσατο βουλήν·

- ἀλκήεις Διόνυσε, τεὸς γενέτης σε κελεύει

εὐσεβίης ἀδίδακτον ἀιστῶσαι γένος Ἰνδῶν.

ἀλλὰ τεαῖς παλάμῃσι μαχήμονα θύρσον ἀείρων

αἰθέρος ἄξια ῥέξον, ἐπεὶ Διὸς ἄμβροτος αὐλὴ

οὔ σε πόνων ἀπάνευθε δεδέξεται, οὐδέ σοι Ὧραι

μή πω ἀεθλεύσαντι πύλας πετάσουσιν Ὀλύμπου·

Ἑρμείας μόγις ἦλθεν ἐς οὐρανόν, ὁππότε ῥάβδῳ

ὄμμασιν ἀστράπτοντα ποδῶν ἄπο μέχρι κομάων

βουκόλον Ἄργον ἔπεφνε καὶ Ἄρεα λύσατο δεσμῶν·

Δελφύνην δ' ἐδάμασσε καὶ αἰθέρα ναῖεν Ἀπόλλων·

οὐδὲ τεὸς γενέτης, μακάρων πρόμος, ὑψιμέδων Ζεὺς

νόσφι πόνων ἀνέβαινεν ἐς οὐρανὸν, ὄρχαμος ἄστρων,

εἰ μὴ πρῶτον ἔδησεν ἀπειλητῆρας Ὀλύμπου

Ταρταρίῳ Τιτῆνας ὑποκρύψας κενεῶνι.

καὶ σὺ μετ' Ἀπόλλωνα, μεθ' Ἑρμάωνα μογήσας

μισθὸν ἔχεις καμάτων πατρώιον αἰθέρα ναίειν.

- ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη θεός· αἶψα δὲ Ῥείη

παμμήτωρ προέηκεν ἀγέστρατον ἀγγελιώτην

Πύρριχον, ὀρχηστῆρα φιλοσμαράγοιο βοείης,

φύλοπιν ἀγγέλλοντα κορυσσομένοιο Λυαίου.

- καὶ στρατιὴν πολύμορφον ἀολλίζων Διονύσῳ

Πύρριχος ἀενάοιο διέδραμεν ἕδρανα κόσμου·

Εὐρώπης δὲ γένεθλα καὶ Ἀσίδος ἔθνεα γαίης

πάντας ἄγων νόστησεν ἐς ἁβροβίων χθόνα Λυδῶν.

- ἀλλὰ πολυσπερέων προμάχων ἡρωίδα φύτλην

καὶ λασίων Σατύρων, Κενταυρίδος αἷμα γενέθλης,

Σιληνῶν τε φάλαγγα, δασυκνήμοιο γενέθλης,

καὶ στίχα Βασσαρίδων Κορυβαντίδες εἴπατε Μοῦσαι·

οὐ γὰρ ἐγὼ τόσα φῦλα δέκα γλώσσῃσιν ἀείσω

οὐδὲ δέκα στομάτεσσι χέων χαλκόθροον ἠχώ,

ὁππόσα Βάκχος ἄγειρε δορυσσόος, ἀλλὰ λιγαίνω

ἡγεμόνας καὶ Ὅμηρον ἀοσσητῆρα καλέσσω,

εὐεπίης ὅλον ὅρμον, ἐπεὶ πλωτῆρες ἀλῆται

πλαγκτοσύνης καλέουσιν ἀρηγόνα Κυανοχαίτην.

- πρῶτα μέν, εὐθύρσοιο καλεσσαμένου Διονύσου,

Ἀκταίων ταχὺς ἦλθεν ὁμόγνιον αἷμα γεραίρων,

πατρίδος Ἀονίης ἑπτάστομον οὖδας ἐάσσας·

Βοιωτῶν δὲ φάλαγγες ἐπέρρεον, οἳ χθόνα Θήβης

ᾤκεον εὐπύργοιο καὶ ἔνδιον Ἐννοσιγαίου

Ἄρνην καὶ Πετεῶνα καὶ Ὠκαλέην καὶ Ἐρυθράς,

Ἄρνην βοτρυόεσσαν, ἀγαλλομένην Διονύσῳ,

οἵ τε Μίδειαν ἔναιον ἀειδομένας τε πολίχνας

Εἰλέσιον καὶ Σκῶλον ἁλικρήπιδά τε Θίσβην,

ὅρμον ἐυτρήρωνα θαλασσαίης Ἀφροδίτης,

καὶ δάπεδον Σχοίνοιο καὶ εὐχαίτην Ἐλεῶνα

Κώπας τ', ἀγλαὸν οὖδας, ὅπῃ περίπυστον ἀκούω

ἐγχελύων θρέπτειραν ἐπώνυμον εἰσέτι λίμνην,

καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην,

σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην,

καὶ πέδον εὐρυάλω, χθονίῃ πεφυλαγμένον ὀμφῇ,

ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου,

Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς

ὑδρηλήν θ' Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο

χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος,

οἵ τ' εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου,

βαιὴν ἰχθυβολῆος ἀειζώοιο πολίχνην

ὑγροβίου Γλαύκοιο, καὶ οἳ δυσπέμφελον Ἄσκρην,

πατρίδα δαφνήεσσαν ἀσιγήτοιο νομῆος,

Γραίης θ' ἱερὸν ἄστυ καὶ εὐρυχόρου Μυκαλησσοῦ,

Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος,

καὶ χθόνα Νισαίην καὶ ἐπώνυμον ἄστυ Κορώνου·

τοῖσι μὲν ἐρχομένοισιν Ἑώιον εἰς κλίμα γαίης

Ἀκταίων πρόμος ἦεν, ἐπ' ἠιθέοιο δὲ νίκῃ

πατροπάτωρ δαφναῖος ἐπέπταρε μάντις Ἀπόλλων.

- Βοιωτῶν δ' ἑτέροιο προηγεμόνευεν ὁμίλου

εὐχαίτης Ὑμέναιος ἔχων ἀχάρακτον ὑπήνην,

ἀρτιθαλής, Βρομίῳ πεφιλημένος· ἐρχομένῳ δὲ

κούρῳ παιδοκόμος πολιὸς πρόμος οὔνομα Φοῖνιξ

εἵπετο, Λαοκόωντι πανείκελος, ὃς πάρος Ἀργοῦς,

νηὸς Ἰησονίης, ἐπιβήμενος εἰς χθόνα Κόλχων

σύμπλοος ὡμάρτησε κορυσσομένῳ Μελεάγρῳ.

τοῖος ἐὼν ἔτι κοῦρος, ἔχων παιδήιον ἥβην,

ἁβροκόμης Ὑμέναιος ἐδύσατο φύλοπιν Ἰνδῶν,

δινεύων ἑκάτερθε παρηΐδος ἥλικα χαίτην·

καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,

οἵ τ' Ἀσπληδόνος ἄστυ, καὶ ὃν Χάρις οὔ ποτε λείπει

Ὀρχομενὸν Μινύαο, χοροίτυπον ἄλσος Ἐρώτων,

οἵ θ' Ὑρίην ἐνέμοντο, θεηδόχον οὖδας ἀρούρης,

ξεινοδόκου μεθέπουσαν ἐπωνυμίην Ὑριῆος,

ἧχι Γίγας ἀπέλεθρος ἀπειρογάμων ἀπὸ λέκτρων

Ὠρίων τριπάτωρ ἀπὸ μητέρος ἄνθορε Γαίης,

εὖτε θεῶν τριγόνοισιν ἀεξηθεῖσα γενέθλαις

εἰς τόκον αὐτοτέλεστον ἐμορφώθη χύσις οὔρων,

αὔλακα νυμφεύσασα τελεσσιγόνοιο βοείης,

καὶ χθονὸς ἄσπορον υἷα λαγὼν μαιώσατο γαίης,

οἵ τ' ἔχον ἀγρομένων ξεινηδόκον οὖδας Ἀχαιῶν,

Αὐλίδα πετρήεσσαν, ἐδέθλιον Ἰοχεαίρης,

ἧχι θεὰ βαρύμηνις ὀρεσσαύλῳ παρὰ βωμῷ

δέκτο θυηπολίην ψευδήμονος Ἰφιγενείης,

καὶ κεμὰς οὐρεσίφοιτος ἀμεμφέι καίετο πυρσῷ,

ἁρπαμένης νόθον εἶδος ἀληθέος Ἰφιγενείης,

ἣν Ὀδυσεὺς ἐκόμισσε δολοπλόκος ὡς Ἀχιλῆος

ἐσσομένην πρὸ μόθοιο παρευνέτιν, ἔνθεν ἀκούει

Αὐλὶς ἀνυμφεύτοιο γαμοστόλος Ἰφιγενείης,

ὁλκάσι δ' Ἀργείων ἐπεσύρισε πομπὸς ἀήτης

ἄψοφα μαστίζων ἐχενηίδος ἄκρα γαλήνης,

νεβροφόνῳ βασιλῆι φέρων παλινάγρετον αὔρην,

κούρη δ' ὀψὲ μολοῦσα μετάρσιος ἐς χθόνα Ταύρων

φρικτὰ κακοξείνων ἐδιδάσκετο θεσμὰ λεβήτων,

ἀνέρα δαιτρεύουσα, καὶ ἀνδροφόνῳ παρὰ βωμῷ

γνωτὸν ἁλιπτοίητον ἀνεζώγρησεν Ὀρέστην.

Βοιωτῶν τόσος ἦλθεν ἀμετρήτων στόλος ἀνδρῶν

Ἰνδῴην ἐπὶ δῆριν ὁμαρτήσας Ὑμεναίῳ.

- τοῖσι συνεστρατόωντο σοφῇ παρὰ Δελφίδι πέτρῃ

ἀγχίποροι Φωκῆες ὁμήλυδες, οἳ Κυπαρίσσου

εἶχον ἕδος καὶ γαῖαν Ὑάμπολιν, ἥν περ ἀκούω

Ἀονίης ὑὸς οὖδας ἐπώνυμον, ἣ περὶ μορφῆς

αὐχένα γαῦρον ἄειρε καὶ ἤρισε Τριτογενείῃ·

οἵ τε λάχον Πυθῶνα καὶ ἀμφίκρημνον ἀλωήν,

Κρῖσαν ἀειδομένην καὶ Δαυλίδα καὶ Πανοπῆα,

γείτονα Βάκχον ἔχοντες, ἐπεὶ δαφναῖος Ἀπόλλων

κλῆρον ἑὸν ξύνωσε κασιγνήτῳ Διονύσῳ,

Παρνησσὸν δικάρηνον· ἀγειρομένοισι δὲ λαοῖς

Πυθιὰς ὀμφήεσσα θεηγόρος ἔκλαγε πέτρη

καὶ τρίπος αὐτοβόητος, ἀσιγήτοιο δὲ πηγῆς

Κασταλίης λάλον οἶδμα σοφῷ πάφλαζε ῥεέθρῳ.

- Εὐβοέων δὲ φάλαγγας ἐκόσμεον ἀσπιδιῶται

παιδοκόμοι Κορύβαντες ἀεξομένου Διονύσου,

οἳ Φρύγα κόλπον ἔχοντες ὀρεσσιπόλῳ παρὰ Ῥείῃ

νήπιον εἰσέτι Βάκχον ἐκυκλώσαντο βοείαις,

τόν ποτε πορφυρέῳ κεκαλυμμένον οἴνοπι πέπλῳ

εὗρον ἐνὶ σκοπέλοις, κερόεν βρέφος, ἔνθα μιν Ἰνὼ

Μύστιδι παιδοκόμῳ παρακάτθετο μητρὶ Κορύνθου·

οἳ τότε πάντες ἵκανον ἀειδομένης ἀπὸ νήσου,

Πρυμνεὺς εἱλιπόδης τε Μίμας καὶ ὀρίδρομος Ἄκμων

Δαμνεύς τ' Ὠκύθοός τε σακεσπάλος, οἷς ἅμα βαίνων

σύνδρομος Ἰδαίῳ κορυθαιόλος ἦλθε Μελισσεύς,

οὕς ποτε δυσσεβίης κεκορυθμένος ἄφρονι κέντρῳ

Σῶκος ἁλιζώνοιο πατὴρ νοσφίσσατο πάτρης

Κόμβης ἑπτατόκου μετὰ μητέρος· οἱ δὲ φυγόντες

Κνώσσιον οὖδας ἵκοντο, καὶ ἔμπαλιν ἦσαν ἀλῆται

ἐς Φρυγίην Κρήτηθεν, ἀπὸ Φρυγίης ἐς Ἀθήνας,

ἀλλοδαποὶ ναετῆρες ὁμέστιοι, εἰσόκε Κέκροψ

Σῶκον ἀπηλοίησε Δίκης ποινήτορι χαλκῷ,

καὶ χθόνα καλλείψαντες ἁλικλύστου Μαραθῶνος

νόστιμον ἴχνος ἔκαμψαν ἐς ἱερὸν οὖδας Ἀβάντων,

Κουρήτων προτέρων χθόνιον γένος, οἷς μέλος αὐλῶν,

οἷς βίος εὐκελάδων ξιφέων κτύπος, οἷς τινι ῥυθμῷ

κύκλα ποδῶν μεμέλητο καὶ ἀσπιδόεσσα χορείη.

τοῖσι συνεστρατόωντο μαχήμονες υἷες Ἀβάντων,

οἳ λάχον ὀφρυόεσσαν Ἐρέτριαν, οἳ λάχον ἄμφω,

καὶ Στύρα καὶ Κήρινθον, ἀειδομένης τε Καρύστου

ἕδρανα καὶ Δίου κραναὸν πέδον, οἵ τ' ἔχον ἄκρην,

ἄκρην κυματόεσσαν ἀσιγήτοιο Γεραιστοῦ,

καὶ Στύγα καὶ Κοτυλαῖον ἕδος καὶ Σιρίδος ἕδρην

Μαρμαρίου τε τένοντα καὶ Ὠγυγίης πέδον Αἰγῆς·

τοῖς ἅμα λαὸς ἵκανεν ὁμόστολος, οἷς πέλε πάτρη

Χαλκίς, ὀπισθοκόμων μητρόπτολις Ἐλλοπιήων.

ἑπτὰ μὲν ἡγεμόνες στρατὸν ὥπλισαν, ἀλλ' ἕνα πάντες

θυμὸν ἔχον κατ' ἄρηα· καὶ ἀστέρας αἴθοπι βωμῷ

Ζῳδιακῆς ναετῆρας ἐμειλίξαντο κελεύθου,

δῆριν ἰσηρίθμοισιν ἐπιτρέψαντες ἀλήταις.

- Κεκροπίδας δ' ἐκόρυσσε μόθων ἀκόρητος Ἐρεχθεύς,

χρύσεον ἀγλαόπαιδος Ἐρεχθέος αἷμα κομίζων,

τόν ποτε πυρσοφόροιο κατὰ πτύχα παρθενεῶνος

παρθένος αὐτολόχευτος ἀνέτρεφεν ἄρσενι μαζῷ

παιδοκόμος γλαυκῶπις ἀνήροτος, αἰδομένη δὲ

παρθενίῳ πήχυνεν ἀήθεϊ κοῦρον ἀγοστῷ

Ἡφαιστηιάδην, ὅτε δύσγαμος Ἀμφιγυήεις

ἀλλοίῃ φιλότητι γονὴν ἔσπειρεν ἀρούρῃ,

θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων·

τοῖος Ἀθηναίων στρατιῆς πρόμος ἦλθεν Ἐρεχθεύς,

Σίφνον ἔχων συνάεθλον, ὁμόπτολιν ἡγεμονῆα ...

οἳ λάχον Οἰνώνης γόνιμον πέδον, οἵ τε καρήνων

γείτονος Ὑμήττοιο μελισσήεντας ἐναύλους

καὶ τέμενος βαθύδενδρον ἐλαιοκόμου Μαραθῶνος,

οἵ τε πόλιν Κελεοῖο, καὶ οἳ λάχον ὅρμον Ἀθήνης,

ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης,

καὶ δάπεδον Θορίκοιο καὶ εὐώδινος Ἀφίδνης,

οἵ τ' ἔχον ἀγλαόπαιδος Ἐλευσινίην χθόνα Δηοῦς,

μυστιπόλοι ταλάροιο καὶ εὐκάρποιο θεαίνης,

Τριπτολέμου γεγαῶτες ἀφ' αἵματος, ὅς ποτε Δηοῦς

δίφρον ἐχιδνήεντα δι' ἠέρος ἡνιοχεύων

στικτὰ φερεσταχύων ἐπεμάστιε νῶτα δρακόντων·

καὶ πολὺς ἔνθα καὶ ἔνθα σιδήρεα τεύχεα πάλλων

παισὶ κορυσσομένοισι γέρων ὤρεξεν Ἀχαρνεύς·

καὶ στίχες Ἀτθίδος ἦλθον ἐπήλυδες, ἐγρεμόθων δὲ

σὺν δορί, σὺν ξιφέεσσιν ἐπειγομένων ναετήρων

εἰς μόθον εὐπήληκες ἐβακχεύθησαν Ἀθῆναι,

ἐσσυμένων δ' ἐς ἄρηα λιμὴν ἤχησε Φαληρεύς·

καὶ πολὺς ἀγγέλλων προτέρην αὐτόχθονα φύτλην

χρύσεος εὐπλέκτοισι κόμαις ἐσφίγγετο τέττιξ.

- Ἀτθίδα γαῖαν ἔλειπε καὶ Αἰακός, ὃν νόθος ὄρνις

ἁρπαμένῃ σπέρμηνε μιγεὶς Ἀσωπίδι νύμφῃ,

αἰετὸς Αἰγίνης πτερόεις πόσις ὑψιπέτης Ζεύς·

ἐκ δὲ γάμου πεφάτιστο καὶ Αἰακός· ἔξοχα δ' ἄλλων

χραισμῆσαι μενέαινε κασιγνήτῳ Διονύσῳ·

Μυρμιδόνων δὲ φάλαγγας ἐκόσμεεν ἴδμονι τέχνῃ,

οἳ πρὶν ἔσαν μύρμηκες ἐφερπύζοντες ἀρούρῃ,

ποσσὶ πολυσπερέεσσι μεμηλότες, εἰσόκεν αὐτῶν

ἐκ χροὸς οὐτιδανοῖο χαμαιγενὲς εἶδος ἀμείψας

φέρτερον εἰς δέμας ἄλλο μετέπλασεν ὑψιμέδων Ζεύς,

καὶ στρατὸς ἐβλάστησεν ἐνόπλιος· ἐξαπίνης γὰρ

ἀλλοφυής, ἄφθογγος, ἀπόσπορος ἐσμὸς ἀρούρης

εἰς βροτὸν αὐδήεντα δέμας μορφώσατο μύρμηξ·

τῶν πρόμος Αἰακὸς ἦρχεν, ἐν εὐτύκτῳ δὲ βοείῃ

Ζῆνα νόθον σοφὸν ὄρνιν ἐπέγραφε, σῆμα γενέθλης,

φειδομένοις ὀνύχεσσιν ἐλαφρίζοντα γυναῖκα,

καὶ ποταμὸς πυρίκαυτος ἔην σχεδόν, ἄγχι δὲ κούρη

οἰκτρὰ κατηφιόωσα, καὶ εἰ πέλεν ἄπνοος εἰκών,

δόχμιον ὄμμα τίταινεν, ἅτε στενάχουσα τοκῆα

Ἀσωπὸν βαρύγουνον, ἔοικε δὲ τοῦτο βοῆσαι·

'καλὸν ἐμοὶ πόρες ἕδνον ἐμὸν γενετῆρα δαμάσσας.'

- Κρήτης δ' ἡγεμόνευε πολυγλώσσων ναετήρων

Ἀστέριος φαιδρωπὸν ἔχων δέμας, ἀμφότερον δὲ

ὅσσον ἔην ἐρόεις, τόσον ἄλκιμος, ὅν ποτε νύμφη

λυσαμένη Μίνωι σαόφρονος ἅμμα κορείης

Φαιστιὰς Ἀνδρογένεια Κυδωναίῃ τέκεν εὐνῇ·

ὃς τότε λαὸν ἄγων ἑκατόμπολιν οἴνοπι Βάκχῳ

ἵκετο κυδαίνων ἐμφύλιον αἷμα γενέθλης

πατρὸς ἑοῦ· Σεμέλης γὰρ ἀνεψιὸς ἔπλετο Μίνως,

Κάδμου ξυνὰ γένεθλα· πολυσπερέες δὲ μαχηταὶ

πάντες ἑνὶ σπεύδοντι συνέρρεον ἡγεμονῆι,

οἱ μὲν ἀπὸ Κνωσσοῖο μαχήμονες, οἱ δ' ἀπὸ Λύκτου

Μιλήτου στρατιῇσι συνήλυδες· οἷς ἅμα πολλοὶ

ὑψιλόφου Γόρτυνος ἐθωρήσσοντο πολῖται

καὶ ναέται Ῥυτίοιο καὶ εὐκάρποιο Λυκάστου ...

καὶ χθόνα Νωδαίοιο Διὸς καὶ ἐδέθλια Βοίβης

καὶ δάπεδον Κισάμοιο, καὶ ἄλσεα καλὰ Κυταίου.

τοῖος ἀπὸ Κρήτης πρόμος ἤλυθεν· ἐρχομένῳ δὲ

θερμοτέραις ἀκτῖσι χέων μαντήιον αἴγλην

Ἀστερίῳ σελάγιζεν ὁμώνυμος Ἄρεος ἀστήρ,

νίκης ἐσσομένης πρωτάγγελος· ἀλλ' ἐνὶ χάρμῃ

νικήσας νόθον οἶστρον ἀήθεος ἔσχεν ἀρούρης

νηλής· οὐ γὰρ ἔμελλεν ἰδεῖν μετὰ φύλοπιν Ἰνδῶν

πάτριον Ἰδαίης κορυθαιόλον ἄντρον ἐρίπνης,

ἀλλὰ βίον προβέβουλε λιπόπτολιν, ἀντὶ δὲ Δίκτης

Κνώσσιος ἐν Σκυθίῃ μετανάστιος ἔσκε πολίτης,

καὶ πολιὸν Μίνωα καὶ Ἀνδρογένειαν ἐάσσας

ξεινοφόνων σοφὸς ἦλθεν ἐς ἔθνεα βάρβαρα Κόλχων

Ἀστερίους τ' ἐκάλεσσε καὶ ὤπασεν οὔνομα λαοῖς

Κρητικόν, οἷς ξένα θεσμὰ φύσις πόρε, παιδοκόμου δὲ

πάτριον Ἀμνισοῖο ῥόον Κρηταῖον ἐάσσας

αἰδομένοις στομάτεσσι νόθον πίε Φάσιδος ὕδωρ.

- μοῦνος Ἀρισταῖος βραδὺς ἤιε λοίσθιος ἄλλων,

ὅσσοι γαῖαν ἔναιον ὁμούριον Ἑλλάδι γαίῃ,

ὃς μέλιτος γλυκεροῖο πολυτρήτων ἀπὸ σίμβλων

αὐχένα γαῦρον ἄειρε, καὶ οἰνοχύτῳ Διονύσῳ

ἤρισεν ἀπρήκτῳ μελιηδέος ἐλπίδι νίκης·

ἀμφοτέροις δ' ἐδίκαζον, ὅσοι ναετῆρες Ὀλύμπου·

ἀλλὰ πάις Φοίβοιο νεόρρυτα χεύματα σίμβλων

ἀθανάτοις ὀρέγων μελιηδέος ἤμβροτε νίκης,

ὅττι θεοὶ παχὺ χεῦμα φιλοπτόρθοιο μελίσσης

δεξάμενοι κόρον ὀξὺν ἀτερπέος εἶχον ἐέρσης·

καὶ κόρος ἦν μακάρων τρίτατον δέπας, οὐδὲ τετάρτου

κιρναμένου γεύσαντο παλιννόστοιο κυπέλλου,

καὶ μάλα διψώοντες· ἀρυομένοιο δὲ Βάκχου

ὄμβρῳ ἐυρραθάμιγγι νόον τέρποντες ἐέρσης

εἰς ὅλον ἦμαρ ἔπινον ἀλωφήτου χύσιν οἴνου·

καὶ μεθύων γλυκὺν οἶνον ἐθάμβεεν ἄλλος ἐπ' ἄλλῳ

ἐξ ἑτέρου ποθέων ἕτερον δέπας ἡδέι θυμῷ,

εὐφροσύνην ἀκόρητον ἔχων θελξίφρονος οἴνου·

Ζεὺς δὲ μελιρραθάμιγγος †ἐθάμβεεν ἔργα μελίσσης

δαιδαλέην τ' ὠδῖνα φιλοσμήνου τοκετοῖο,

δῶρον Ἀρισταίοιο, καὶ οἰνοχύτῳ Διονύσῳ

ὤπασε λυσιπόνοιο φέρειν πρωτάγρια νίκης.

ἔνθεν Ἀρισταῖος βραδὺς ἤιεν εἰς μόθον Ἰνδῶν,

ὄψιμος εὐνήσας πρότερον χόλον, Ἀρκάδα πέτρην,

ἔνδιον Ἑρμείαο λιπὼν Κυλλήνιον ἕδρην·

οὔ πω γὰρ προτέρῃ Μεροπηΐδι νάσσατο νήσῳ,

οὔ πω δ' ἀτμὸν ἔπαυσε πυρώδεα διψάδος ὥρης

Ζηνὸς ἀλεξικάκοιο φέρων φυσίζοον αὔρην,

οὐδὲ σιδηροχίτων δεδοκημένος ἀστέρος αἴγλην

Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο

ἐννύχιος πρήυνε, τὸν εἰσέτι διψαλέον πῦρ

θερμὸν ἀκοντίζοντα δι' αἰθέρος αἴθοπι λαιμῷ

ἄσθμασι λεπταλέοισι καταψύχουσιν ἀῆται·

ἀλλ' ἔτι Παρρασίης πέδον ᾤκεεν. ἐρχομένῳ δὲ

λαὸς ἐθωρήχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης,

οἵ τ' εἶχον Λασιῶνα καὶ ἄλσεα καλὰ Λυκαίου

καὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην

Ῥίπην καὶ Στρατίην καὶ Μαντινέην καὶ Ἐνίσπην

Παρρασίην τ' εὔδενδρον, ὅπῃ πέδον ἐστὶ θεαίνης

ἀστιβὲς ἀρχεγόνοιο λεχώιον εἰσέτι Ῥείης,

καὶ δάπεδον Φενεοῖο καὶ ὀρχηθμοῖο τοκῆα,

Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων,

οἵ τ' ἔχον Ἀρκαδίην πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ

Καλλιστὼ Διὶ τίκτε, πατὴρ δέ μιν εἰς πόλον ἄστρων

στηρίξας ἐκάλεσσε χαλαζήεντα Βοώτην·

τόσσον Ἀρισταῖος στρατὸν ὥπλισεν Ἀρκάδι λόγχῃ

ἀνδράσι μαρναμένους νομάδας κύνας εἰς μόθον ἕλκων,

τόν ποτε Κυρήνη, κεμαδοσσόος Ἄρτεμις ἄλλη,

Φοιβείῃ φιλότητι λεοντοφόνος τέκε νύμφη,

ὁππότε μιν Λιβύῃ ψαμαθώδεϊ καλὸς Ἀπόλλων

ἤγαγε νυμφοκόμῳ μετανάστιον ἅρπαγι δίφρῳ.

καί μιν ἐπισπεύδοντα λιπὼν μαντώδεα δάφνην

αὐτὸς ἑαῖς παλάμῃσι πατὴρ θώρηξεν Ἀπόλλων·

παιδὶ δὲ τόξον ἔδωκε, καὶ ἥρμοσε χειρὶ βοείην

δαιδαλέην, γλαφυρὴν δὲ καθιεμένην διὰ νώτου

ὠμαδίῳ τελαμῶνι κατεκλήισε φαρέτρην.

- τῷ δ' ἐπὶ Σικελίηθεν ἑκηβόλος ἦλθεν Ἀχάτης,

καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,

Κιλλυρίων τ' Ἐλύμων τε πολὺς στρατός, οἵ τε Παλίκων

ἕδρανον ἀμφενέμοντο, καὶ οἳ Κατάνην παρὰ λίμνην

γείτονα Σειρήνων πόλιν ᾤκεον, ἃς Ἀχελῴῳ

Τερψιχόρη ῥοδόεσσα βοοκραίρων ἀπὸ λέκτρων

τίκτεν ἀελλήεντι συναπτομένη παρακοίτῃ·

οἵ τ' εἶχον Καμάριναν, ὅπῃ κελάδοντι ῥεέθρῳ

Ἵππαρις ἀστήρικτος ἐρεύγεται ἀγκύλον ὕδωρ,

Ὕβλης θ' ἱερὸν ἄστυ, καὶ οἳ σχεδὸν ᾤκεον Αἴτνης,

ἧχι πυρὸς κρητῆρες ἀναπτομένης ἀπὸ πέτρης

θερμὸν ἀναβλύζουσι Τυφαονίης σέλας εὐνῆς,

οἵ τε δόμους ἐδάσαντο παρ' ὀφρυόεντι Πελώρῳ,

καὶ δάπεδον νησαῖον ἁλιρροίζοιο Παχύνου,

καὶ Σικελὴν Ἀρέθουσαν, ὅπῃ μετανάστιος ἕρπει

στέμματι Πισαίῳ κομόων Ἀλφειὸς ἀλήτης,

πορθμεύων βατὸν οἶδμα, καὶ ἀκροτάτου διὰ πόντου

ἕλκει δοῦλον Ἔρωτος ὑπέρτερον ἄβροχον ὕδωρ,

θερμὸν ἔχων ψυχροῖο δι' ὕδατος ἁπτόμενον πῦρ.

τοῖς ἔπι Φαῦνος ἵκανε πυρισφρήγιστον ἐάσσας

Σικελίης τριλόφοιο Πελωρίδα πέζαν ἐρίπνης,

τὸν βυθίῳ Κρονίωνι συναπτομένη τέκε Κίρκη,

σύγγονος Αἰήταο πολύθρονος, ἣ παρὰ λόχμῃ

ᾤκεε πετραίοιο βαθύσκια κύκλα μελάθρου.

- καὶ Λίβυες στρατόωντο παρ' Ἑσπέριον κλίμα γαίης

ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου·

κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις

εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην

σύμπλοον, Ἁρμονίην ἔτι παρθένον, ἧς διὰ μορφὴν

γείτονας ἀντιβίους πολεμητόκος ὥπλισε φήμη,

ἣν Χαρίτην ὀνόμηνε Λίβυς στρατός ‑ ἁβροτέρη γὰρ

Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη Χάρις ἄλλη,

τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος ‑ , ἧς ἐπὶ μορφῇ

ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ

φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος ἄρης,

λαὸς ἐρημονόμος Μαυρούσιος· ἀλλὰ τινάσσων

χερσὶ χαμαιγενέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης

Ἁρμονίης πολέμιζε προασπίζων παρακοίτης,

Ἑσπερίων δ' ἐφόβησεν ὅλον γένος Αἰθιοπήων

σὺν Διὶ θωρηχθέντι, σὺν Ἄρεϊ καὶ Κυθερείῃ·

κεῖθι καί, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ

Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης,

Νύμφαι δ' Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπου

Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνήν,

χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην,

νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων

Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ

βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις

ἀντὶ ῥόδου γαμίοιο· καὶ ἁβροτέρη πέλε νύμφη

χρύσεα δῶρα φέρουσα, γέρας χρυσῆς Ἀφροδίτης·

καὶ μέλος ἀστραίης κιθάρης ἐπὶ κῶμον ἐγείρας

μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ

οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας,

καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ·

καὶ ζυγίης φιλότητος ἑῆς μνημήια νύμφης

δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ,

δωμήσας πολίων ἑκατοντάδα, δῶκε δ' ἑκάστῃ

δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις.

κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ

μαρναμένου Βρομίοιο προασπιστῆρες ἐνυοῦς,

τικτομένης ναίοντες ἐδέθλια γείτονα Μήνης

καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους,

μαντιπόλου κερόεντος, ὅπῃ ποτὲ πολλάκις Ἄμμων

ἀρνειοῦ τριέλικτον ἔχων ἴνδαλμα κεραίης

ὀμφαίοις στομάτεσσιν ἐθέσπισεν Ἑσπέριος Ζεύς·

οἵ τε ῥόον Χρεμέταο καὶ οἳ παρὰ Κίνυφος ὕδωρ

ᾤκεον ἀζαλέης ψαμαθώδεα πέζαν ἀρούρης,

Αὐσχῖσαι Βάκαλές τε συνήλυδες, οὓς πλέον ἄλλων

ἄρεϊ τερπομένους Ζεφυρήιος ἔτρεφεν ἀγκών.

τόσσος λαὸς ἔην ἑκατόμπολις· ἐρχομένης δὲ

πληθύος ἡγεμόνευε Κραταιγόνος, ὅν ποτε κούρη

Ἀγχιρόη Χρεμέταο παρὰ πλαταμῶνα τοκῆος

Ψύλλου κουφονόοιο μινυνθαδίῃ τέκεν εὐνῇ

νυμφίον ἀγκὰς ἔχουσα θεημάχον, οὗ ποτε καρποὺς

ἄσθματι διψαλέῳ Νότος ἔφλεγε θερμὸς ἀήτης·

αὐτὰρ ὁ θωρήσσων κορυθαιόλον ἄρεα νηῶν

ναύμαχον ἐσμὸν ἄγειρεν, ὅπως ποινήτορι θεσμῷ

ἠερίοις ἀνέμοισιν ἀναστήσειεν ἐνυώ,

ἱέμενος κτεῖναι φλογερὸν Νότον· ἄγχι δὲ νήσου

Αἰολίης στόλος ἦλθε σακεσπάλος, ἀλλὰ μανέντος

ἀνδρὸς ἀκοντιστῆρες ἀελλήεντι κυδοιμῷ

ὁλκάδα μαστίζοντες ἐθωρήχθησαν ἀῆται,

συμφερτὴν δονέοντες ἀρηγόνα σύμπνοον αὔρην,

καὶ στρατιὴν καὶ Ψύλλον ἐτυμβεύσαντο θαλάσσῃ.

- Θρηικίης δὲ Σάμοιο συνέρρεον ἀσπιδιῶται,

κοίρανος οὓς προΐαλλε βαθυσμήριγγος ὑπήνης ...

Ἠμαθίων βαρύγουνος, ἔχων χιονώδεα χαίτην,

Τιτήνων μελέεσσιν ἐοικότας, οἵ τ' ἔχον ἄμφω,

ἀγχίαλον Μύρμηκα καὶ ἀνθεμόεντα Σαώκην,

καὶ χθόνα Τευμερίοιο καὶ εὐλείμωνος ἀρούρης

ἄλσεα Φησιάδαο κατάσκια δενδράδι λόχμῃ,

καὶ ζαθέην Ζήρυνθον ἀκοιμήτων Κορυβάντων

κτίσμα, φατιζομένης Περσηΐδος ὁππόθι κούρης

μυστιπόλων δαΐδων θιασώδεές εἰσιν ἐρίπναι,

οἵ τε πολυγλώχινος ὑπὸ κρηπῖδος ἀρούρης

Βρόντιον ἀμφενέμοντο, καὶ ἃς ἐπὶ γείτονι πόντῳ

Ἀτραπιτοὺς βυθίοιο Ποσειδάωνος ἀκούω.

τόσσαι μὲν στίχες ἦλθον ὁμήλυδες, ἀρχεγόνου δὲ

Ἠλέκτρης ὁμόφυλον ἐπιστώσαντο γενέθλην·

κεῖθι γὰρ Ἁρμονίην γένος αἰθέρος, αἷμα θαλάσσης,

Ἄρης, Ζεύς, Κυθέρεια θεῶν χραισμήτορι Κάδμῳ

κουριδίην ἀνάεδνον ἐδωρήσαντο γυναῖκα.

τοῖσι κορυσσομένοισι σὺν εὐθύρσῳ Διονύσῳ

Ἠλέκτρης ἀνέτελλε δι' αἰθέρος ἕβδομος ἀστὴρ

δεξιὸν ὑσμίνης σημήιον, ἀμφὶ δὲ νίκῃ

Πληιάδων κελάδησε βοῆς ἀντίθροος ἠχὼ

γνωτῆς αἷμα φέροντι χαριζομένη Διονύσῳ,

καὶ στρατιῇ πόρε θάρσος ὁμοίιον· ἐρχομένων δὲ

Ὤγυρος ἡγεμόνευεν ἐς ἄρεα δεύτερος Ἄρης,

Ὤγυρος ὑψικάρηνος, ἔχων ἴνδαλμα Γιγάντων·

τοῦ μὲν ἔην ἄγναμπτον ὅλον δέμας, ἐκ δὲ καρήνου

αὐχενίου τε τένοντος ὀπισθοκόμων ἐπὶ νώτων

ἰσοφανεῖς πλοκαμῖδες ἀκανθοφόροισιν ἐχίνοις

ἔρρεον ἰξύος ἄχρι κατήλυδες· εἶχε δὲ δειρὴν

μηκεδανήν, περίμετρον, ὁμοίιον αὐχένι πέτρης,

βάρβαρον ἦθος ἔχων πατρώιον· οὐδέ τις αὐτοῦ

φέρτερος ἄλλος ἵκανεν Ἑώιον ἐς μόθον Ἰνδῶν

νόσφι Διωνύσοιο· καὶ ὅρκιον ὤμοσε Νίκην

Ἰνδῴην χθόνα πᾶσαν ἑῷ δορὶ μοῦνος ὀλέσσαι.

- καὶ θρασὺς υἱὸς Ἄρηος ἑὴν Πίμπλειαν ἐάσσας

Βιστονίης Οἴαγρος ἐκώμασεν ἀστὸς ἀρούρης,

Ὀρφέα καλλείψας ἐπὶ γούνασι Καλλιοπείης

νήπιον ἀρτιχύτῳ μεμελημένον εἰσέτι μαζῷ.

- Κυπριάδας δὲ φάλαγγας ἐκόσμεε Λίτρος ἀγήνωρ

εὐχαίτης τε Λάπηθος· ἐθωρήσσοντο δὲ πολλοί,

οἵ τε λάχον Σφήκειαν, ἁλίκτυπον ἄντυγα νήσου,

Κύπρον ἐυπτερύγων θεοδέγμονα νῆσον Ἐρώτων,

Κύπριδος αὐτογόνοιο φερώνυμον, ἧς ποτε κύκλῳ

ἄκρα περιγράψας βυθίῃ γλωχῖνι τριαίνης

ἰσοφυῆ δελφῖνι τύπον τορνώσατο Νηρεύς ‑

ὁππότε γὰρ γονόεσσα κατάρρυτος ἄρσενι λύθρῳ

Οὐρανίη μόρφωσε λεχώιον ἀφρὸν ἐέρση

καὶ Παφίην ὤδινε, Κεραστίδος εἰς χθόνα Κύπρου

ἔμφρονα θυμὸν ἔχων ὑπὲρ οἴδματος ἔτρεχε δελφίς,

ἑζομένην λοφιῇσιν ἐλαφρίζων Ἀφροδίτην ‑ ,

οἵ τ' ἔχον Ὑλάταο πέδον καὶ ἐδέθλια Σηστοῦ

καὶ Τάμασον καὶ Τέμβρον Ἐρύσθειάν τε πολίχνην

καὶ τέμενος βαθύδενδρον ὀρεσσαύλοιο Πανάκρου·

ἐκ δὲ Σόλων κεκόρυστο πολὺς στρατός, ἐκ δὲ Λαπήθου,

ὕστερον ἣν ἐκάλεσσαν ἐπώνυμον ἡγεμονῆος,

ὃς τότε λαὸν ἄγειρεν, ἐν εὐθύρσῳ δὲ κυδοιμῷ

κάτθανε καὶ κτερέιστο καὶ οὔνομα λεῖπε πολίταις·

οἵ τε πόλιν Κινύρειαν ἐπώνυμον εἰσέτι πάτρην

ἀρχεγόνου Κινύραο, καὶ Οὐρανίης πέδον ἕδρης

αἰθερίου κενεῶνος ἐπώνυμον, ὅττι πολίτας

ἔτρεφεν ἀστράπτοντας ἐπουρανίων τύπον ἄστρων,

οἵ τ' εἶχον Κραπάσειαν, ἁλιστεφὲς οὖδας ἀρούρης,

καὶ Πάφον, ἁβροκόμων στεφανηφόρον ὅρμον Ἐρώτων,

ἐξ ὑδάτων ἐπίβαθρον ἀνερχομένης Ἀφροδίτης,

ἧχι θαλασσογόνου Παφίης νυμφήιον ὕδωρ,

Σέτραχος ἱμερόεις, ὅθι πολλάκις εἷμα λαβοῦσα

Κύπρις ἀνεχλαίνωσε λελουμένον υἱέα Μύρρης,

καὶ πόλιν ἀρχεγόνου ποτὲ Περσέος, εἰσόκε Τεῦκρος,

καλλείψας Σαλαμῖνα χολωομένου Τελαμῶνος,

ὁπλοτέρην πύργωσεν ἀειδομένην Σαλαμῖνα.

- Λυδῶν δ' ἁβρὸς ὅμιλος ἐπέρρεεν, οἵ τ' ἔχον ἄμφω,

Κῖμψον ἐυψήφιδα καὶ ὀφρυόεσσαν Ἰτώνην,

οἵ τε Τορήβιον εὐρύ, καὶ οἳ Πλούτοιο τιθήνας

Σάρδιας εὐώδινας, ὁμήλικας Ἠριγενείης,

καὶ χθόνα Βακχείην σταφυληκόμον, ἧχι τεκούσῃ

ἀμπελόεις Διόνυσος ἔχων δέπας ἔμπλεον οἴνου

Ῥείῃ πρῶτα κέρασσε, πόλιν δ' ὀνόμηνε Κεράσσας,

καὶ σκοπιὰς Ὀάνοιο, καὶ οἳ ῥόον ἔλλαχον Ἕρμου

ὑδατόεν τε Μέταλλον, ὅπῃ Πακτώλιον ἰλὺν

ξανθὸς ἀποπτύων ἀμαρύσσεται ὄλβος ἐέρσης·

καὶ Στατάλων κεκόρυστο πολὺς στρατός, ἧχι Τυφωεὺς

θερμὸν ἀναβλύζων πυριθαλπέος ἄσθμα κεραυνοῦ

ἔφλεγε γείτονα χῶρον, ἀελλήεντι δὲ καπνῷ

αἰθομένου Τυφῶνος ἐτεφρώθησαν ἐρίπναι,

γυιοβόρῳ σπινθῆρι μαραινομένων κεφαλάων·

ἀλλὰ Διὸς Λυδοῖο θυώδεα νηὸν ἐάσσας

ἀρητὴρ ἀσίδηρος ἐμάρνατο κέντορι μύθῳ,

μύθῳ ἀκοντιστῆρι, καὶ οὐ τμητῆρι σιδήρῳ,

γλώσσῃ ἐρητύων πειθήνιον υἱὸν ἀρούρης,

ἔγχος ἔχων στόμα θοῦρον, ἔπος ξίφος, ἀσπίδα φωνήν,

τοῦτο θεοκλήτῳ προχέων ἔπος ἀνθερεῶνι·

στῆθι, τάλαν· φλογόεις δὲ Γίγας ὑπὸ μύστιδι τέχνῃ

ἀρραγέος μύθοιο σοφῷ στηρίζετο δεσμῷ

ἀνέρα δειμαίνων κεκορυθμένον ἔμφρονι λόγχῃ,

γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ·

οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ

αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην

γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶχε δὲ κάμνων

ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ·

καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ,

ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς,

καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ

ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ,

οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ.

ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών.

τοὺς δὲ λίγα κροτέοντας ὑπ' εὐρύθμῳ χθόνα ταρσῷ

καὶ Στάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν·

καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων

τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει

εἰς χορόν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων·

τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην

Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ,

ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ·

καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων,

καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί,

καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν

χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι.

- καὶ Φρύγες ἐστρατόωντο παρ' ἐγρεμόθων στίχα Λυδῶν,

οἵ τε λάχον Βούδειαν, ἀειδομένην τε πολίχνην

δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης,

οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις

Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ,

καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς

χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς·

τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν

γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης.

τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην,

Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης·

ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς,

ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ,

καὶ δρύες ἐκρύφθησαν ἀκανθοφόροις τ' ἐνὶ βήσσαις

διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι,

ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ

καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων,

Πρίασος Ἀονίης μετανάσσατο κόλπον ἀρούρης,

Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ·

αἰεὶ δ' ἀλλοδαποῖσι παρ' ἀνδράσι δάκρυα λείβων

μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν,

Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·

ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην

Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων

κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ·

καὶ ῥόον Ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ

εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης,

καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι·

καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσσας

Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην,

καὶ γενέτην βαρύγουνον ἀπήμονι πήχεος ὁλκῷ

νόστιμος ἀγκὰς ἔμαρψεν, ὃν εὐσεβέων χάριν ἔργων

Ζεὺς μέγας ὀμβρήεντος ἀνεζώγρησεν ὀλέθρου,

Βρόμβιον ὃν καλέουσιν· ἀπὸ Φρυγίοιο δὲ κόλπου

Πρίασον αὐχήεντες ἐκυκλώσαντο μαχηταί.

- Ἀστερίου δ' ἀπάνευθεν ἑοῦ γενέταο μολόντος

ἀρτιθαλὴς Μίλητος ὁμόστολος ἵκετο Βάκχῳ

Καῦνον ἔχων συνάεθλον ἀδελφεόν, ὃς τότε Καρῶν

λαὸν ἄγων ἔτι κοῦρος ἐδύσατο φύλοπιν Ἰνδῶν·

οὔ πω γὰρ δυσέρωτα δολοπλόκον ἔπλεκε μολπὴν

γνωτῆς οἶστρον ἔχων ἀδαήμονος, οὐδὲ καὶ αὐτὴν

ἀντιτύπου φιλότητος ὁμοζήλων ἐπὶ λέκτρων

Ζηνὶ συναπτομένην ἐμελίζετο σύγγονον Ἥρην

Λάτμιον ἀμφὶ βόαυλον ἀκοιμήτοιο νομῆος,

ὀλβίζων ὑπ' ἔρωτι μεμηλότα γείτονι πέτρῃ

νυμφίον Ἐνδυμίωνα ποθοβλήτοιο Σελήνης·

ἀλλ' ἔτι Βυβλὶς ἔην φιλοπάρθενος, ἀλλ' ἔτι θήρην

Καῦνος ὁμογνήτων ἐδιδάσκετο νῆις ἐρώτων·

οὔ πω δ', ἁβροκόμοιο κασιγνήτοιο φυγόντος,

δάκρυσιν ὀμβρηθεῖσα δέμας μορφώσατο κούρη,

καὶ ῥόον ὑδατόεντα γοήμονος ἔβλυε πηγῆς.

τῷ δ' ἅμα θαρσήεντες ἐπερρώοντο μαχηταί,

οἳ Μυκάλην ἐνέμοντο, καὶ οἳ λάχον ἀγκύλον ὕδωρ

εἰς χθόνα δυομένοιο παλιννόστου ποταμοῖο,

Μαιάνδρου σκολιοῖο, διερπύζοντος ἐναύλων.

- τόσσαι μὲν στίχες ἦλθον· ὁμοζήλῳ δὲ πορείῃ

λαῶν ἀγρομένων Κυβεληΐδες ἔκτυπον αὐλαὶ

Μυγδονίης τε πόληος ἐκυκλώθησαν ἀγυιαί.