6380 396 3 0 4 0 III-II a. C. Epica Nicander Theriaca Gow, A.S.F., Cambridge, Cambridge University Press, 1953. 0

NICANDER - ΘΗΡΙΑΚΑ

- Ῥεῖά κέ τοι μορφάς τε σίνη τ' ὀλοφώια θηρῶν

ἀπροϊδῆ τύψαντα λύσιν θ' ἑτεραλκέα κήδευς,

φίλ' Ἑρμησιάναξ, πολέων κυδίστατε παῶν,

ἔμπεδα φωνήσαιμι· σὲ δ' ἂν πολύεργος ἀροτρεύς

βουκαῖός τ' ἀλέγοι καὶ ὀροιτύπος, εὖτε καθ' ὕλην

ἢ καὶ ἀροτρεύοντι βάλῃ ἔπι λοιγὸν ὀδόντα,

τοῖα περιφρασθέντος ἀλεξητήρια νούσων.

- Ἀλλ' ἤτοι κακοεργὰ φαλάγγια, σὺν καὶ ἀνιγρούς

ἑρπηστὰς ἔχιάς τε καὶ ἄχθεα μυρία γαίης

Τιτήνων ἐνέπουσιν ἀφ' αἵματος, εἰ ἐτεόν περ

Ἀσκραῖος μυχάτοιο Μελισσήεντος ἐπ' ὄχθαις

Ἡσίοδος κατέλεξε παρ' ὕδασι Περμησσοῖο.

τὸν δὲ χαλαζήεντα κόρη Τιτηνὶς ἀνῆκε

σκορπίον, ἐκ κέντροιο τεθηγμένον, ἦμος ἐπέχρα

Βοιωτῷ τεύχουσα κακὸν μόρον Ὠαρίωνι,

ἀχράντων ὅτε χερσὶ θεῆς ἐδράξατο πέπλων·

αὐτὰρ ὅγε στιβαροῖο κατὰ σφυρὸν ἤλασεν ἴχνευς

σκορπίος ἀπροϊδὴς ὀλίγῳ ὑπὸ λᾶι λοχήσας·

τοῦ δὲ τέρας περίσημον ὑπ' ἀστέρας ἀπλανὲς αὔτως

οἷα κυνηλατέοντος ἀείδελον ἐστήρικται.

- Ἀλλὰ σύ γε σταθμοῖο καὶ αὐλίου ἑρπετὰ φύγδην

ῥηιδίως ἐκ πάντα διώξεαι, ἢ ἀπ' ἐρίπνης,

ἠὲ καὶ αὐτοπόνοιο χαμευνάδος, ἦμος ἀν' ἀγρούς

φεύγων αὐαλέου θέρεος πυρόεσσαν ἀυτμήν

αἴθριος ἐν καλάμῃ στορέσας ἀκρέσπερος εὕδῃς,

ἢ καὶ ἀνυλήεντα παρὲκ λόφον, ἢ ἐνὶ βήσσης

ἐσχατιῇ ὅθι πλεῖστα κινώπετα βόσκεται ὕλην,

[δρυμοὺς καὶ λασιῶνας ἀμορβαίους τε χαράδρας·]

καί τε παρὲκ λιστρωτὸν ἅλω δρόμον, ἠδ' ἵνα ποίη

πρῶτα κυϊσκομένη χνοάει σκιάοντας ἰάμνους,

τῆμος ὅτ' ἀζαλέων φολίδων ἀπεδύσατο γῆρας

μῶλυς ἐπιστείβων, ὅτε φωλεὸν εἴαρι φεύγων

ὄμμασιν ἀμβλώσσει, μαράθου δέ ἑ νήχυτος ὄρπηξ

βοσκηθεὶς ὠκύν τε καὶ αὐγήεντα τίθησι.

- Θιβρὴν δ' ἐξελάσεις ὀφίων ἐπιλωβέα κῆρα

καπνείων ἐλάφοιο πολυγλώχινα κεραίην,

ἄλλοτε δ' ἀζαλέην δαίων ἐγγαγίδα πέτρην,

ἣν οὐδὲ κρατεροῖο πυρὸς περικαίνυται ὁρμή·

ἐν δὲ πολυσχιδέος βλήτρου πυρὶ βάλλεο χαίτην,

ἢ σύ γε καχρυόεσσαν ἑλὼν πυριθαλπέα ῥίζαν

καρδάμῳ ἀμμίγδην ἰσοελκέι· μίσγε δ' ἔνοδμον

ζορκὸς ἐνὶ πλάστιγγι νέον κέρας ἀσκελὲς ἱστάς,

καί τε μελανθείου βαρυαέος, ἄλλοτε θείου,

ἄλλοτε δ' ἀσφάλτοιο φέρων ἰσοαχθέα μοῖραν·

ἠὲ σύ γε Θρήισσαν ἐνιφλέξαις πυρὶ λᾶαν,

ἥ θ' ὕδατι βρεχθεῖσα σελάσσεται, ἔσβεσε δ' αὐγήν

τυτθὸν ὅτ' ὀδμήσαιτο ἐπιρρανθέντος ἐλαίου.

τὴν ἀπὸ Θρηικίου νομέες ποταμοῖο φέρονται

ὃν Πόντον καλέουσι, τόθι Θρήικες ἀμορβοί

κριοφάγοι μήλοισιν ἀεργηλοῖσιν ἕπονται.

ναὶ μὴν καὶ βαρύοδμος ἐπὶ φλογὶ ζωγρηθεῖσα

χαλβάνη ἄκνηστίς τε καὶ ἡ πριόνεσσι τομαίη

κέδρος, πουλυόδουσι καταψηχθεῖσα γενείοις,

ἐν φλογιῇ καπνηλὸν ἄγει καὶ φύξιον ὀδμήν.

τοῖς δὴ χηραμὰ κοῖλα καὶ ὑληώρεας εὐνάς

κεινώσεις, δαπέδῳ δὲ πεσὼν ὕπνοιο κορέσσῃ.

- Εἰ δὲ τὰ μὲν καμάτου ἐπιδεύεται, ἄγχι δέ τοι νύξ

αὖλιν ἄγει, κοίτου δὲ λιλαίεαι ἔργον ἀνύσσας,

τῆμος δὴ ποταμοῖο πολυρραγέος κατὰ δίνας

ὑδρηλὴν καλάμινθον ὀπάζεο χαιτήεσσαν·

πολλὴ γὰρ λιβάσιν παραέξεται ἀμφί τε χείλη

ἔρσεται ἀγλαύροισιν ἀγαλλομένη ποταμοῖσιν.

ἢ σύ γ' ὑποστορέσαιο λύγον πολυανθέα κόψας

ἢ πολιὸν βαρύοδμον, ὃ δὴ ῥίγιστον ὄδωδεν·

ὣς δ' αὔτως ἐχίειον, ὀριγανόεσσά τε χαίτη,

ναὶ μὴν ἁβροτόνοιο τό τ' ἄγριον οὔρεσι θάλλει

ἀργεννὴν ὑπὸ βῆσσαν, ἢ ἑρπύλλοιο νομαίου,

ὅς τε φιλόζωος νοτερὴν ἐπιβόσκεται αἶαν

ῥιζοβόλος, λασίοισιν ἀεὶ φύλλοισι κατήρης.

φράζεσθαι δ' ἐπέοικε χαμαιζήλοιο κονύζης

ἄγνου τε βρύα λευκὰ καὶ ἐμπρίοντ' ὀνόγυρον·

αὕτως δὲ τρήχοντα ταμὼν ἄπο κλήματα σίδης,

ἠὲ καὶ ἀσφοδέλοιο νέον πολυαυξέα μόσχον,

στρύχνον τε σκύρα τ' ἐχθρά, τά τ' εἴαρι σίνατο βούτην

ἦμος ὅταν σκυρόωσι βόες καυλεῖα φαγοῦσαι.

ναὶ μὴν πευκεδάνοιο βαρυπνόου, οὗ τε καὶ ὀδμή

θηρί' ἀποσσεύει τε καὶ ἀντιόωντα διώκει.

καὶ τὰ μὲν εἰκαίῃ παράθου ἀγραυλέι κοίτῃ,

ἄλλα δὲ φωλειοῖς· τὰ δὲ διπλάσσαιο χεείαις.

- Εἴ γε μέν, ἐς τεῦχος κεραμήιον ἠὲ καὶ ὄλπην

κεδρίδας ἐνθρύπτων λιπάοις εὐήρεα γυῖα,

ἢ καὶ πευκεδάνοιο βαρυπνόου, ἄλλοτ' ὀρείου

αὖα καταψήχοιο λίπει ἔνι φύλλα κονύζης·

αὕτως δ' ἀλθήεντ' ἐλελίσφακον, ἐν δέ τε ῥίζαν

σιλφίου, ἣν κνηστῆρι κατατρίψειαν ὀδόντες ‑

πολλάκι καὶ βροτέην σιάλων ὑποέτρεσαν ὀδμήν.

εἰ δὲ σύ γε τρίψας ὀλίγῳ ἐν βάμματι κάμπην

κηπαίην δροσόεσσαν ἐπὶ χλωρηίδα νώτῳ,

ἠὲ καὶ ἀγριάδος μολόχης ἐγκύμονι κάρφει

γυῖα πέριξ λιπάσειας, ἀναίμακτός κεν ἰαύοις.

ψήχεο δ' ἐν στέρνῳ προβαλὼν μυλόεντι θυείης

ἐν μέν θ' ἁβροτόνοιο δύω κομόωντας ὀράμνους

καρδάμῳ ἀμμίγδην ‑ ὀδελοῦ δέ οἱ αἴσιος ὁλκή ‑

ἐν δὲ χεροπληθῆ καρπὸν νεοθηλέα δαυχμοῦ

λειαίνειν τριπτῆρι· τὰ δὲ τροχοειδέα πλάσσων

τέρσαι ὑποσκιόεντι βαλὼν ἀνεμώδεϊ χώρῳ·

αὖα δ' ἐν ὄλπῃ θρύπτε, καὶ αὐτίκα γυῖα λιπαίνοις.

- Εἴ γε μὲν ἐκ τριόδοιο μεμιγμένα κνώδαλα χύτρῳ

ζωὰ νέον θορνύντα καὶ ἐν θρόνα τοιάδε βάλλῃς,

δήεις οὐλομένῃσιν ἀλεξητήριον ἄταις·

ἐν μὲν γὰρ μυελοῖο νεοσφαγέος ἐλάφοιο

δραχμάων τρίφατον δεκάδος καταβάλλεο βρῖθος,

ἐν δὲ τρίτην ῥοδέου μοῖραν χοός, ἥν τε θυωροί

πρώτην μεσσατίην τε πολύτριπτόν τε κλέονται,

ἰσόμορον δ' ὠμοῖο χέειν ἀργῆτος ἐλαίου,

τετράμορον κηροῖο· τὰ δ' ἐν περιηγέι γάστρῃ

θάλπε κατασπέρχων ἔστ' ἂν περὶ σάρκες ἀκάνθης

μελδόμεναι θρύπτωνται· ἔπειτα δὲ λάζεο τυκτήν

εὐεργῆ λάκτιν, τὰ δὲ μυρία πάντα ταράσσειν

συμφύρδην ὀφίεσσιν· ἑκὰς δ' ἀπόερσον ἀκάνθας,

καὶ γὰρ ταῖς κακοεργὸς ὁμῶς ἐνιτέτροφεν ἰός·

γυῖα δὲ πάντα λίπαζε καὶ εἰς ὁδόν, ἢ ἐπὶ κοῖτον,

ἢ ὅταν αὐαλέου θέρεος μεθ' ἁλώια ἔργα

ζωσάμενος θρίναξι βαθὺν διακρίνεαι ἄντλον.

- Εἰ δέ που ἐν δακέεσσιν ἀφαρμάκτῳ χροῒ κύρσῃς

ἄκμηνος σίτων, ὅτε δὴ κακὸν ἄνδρας ἰάπτει,

αἶψά κεν ἡμετέρῃσιν ἐρωήσειας ἐφετμαῖς.

τῶν ἤτοι θήλεια παλίγκοτος ἀντομένοισι

δάχματι, πλειοτέρη δὲ καὶ ὁλκαίην ἐπὶ σειρήν·

τοὔνεκα καὶ θανάτοιο θοώτερος ἵξεται αἶσα.

ἀλλ' ἤτοι θέρεος βλαβερὸν δάκος ἐξαλέασθαι

Πληιάδων φάσιας δεδοκημένος, αἵ θ' ὑπὸ Ταύρου

ἀλκαίην ψαίρουσαι ὀλίζωνες φορέονται·

ἢ ὅτε σὺν τέκνοισι θερειομένοισιν ἀβοσκής

φωλειοῦ λοχάδην ὑπὸ γωλεὰ διψὰς ἰαύῃ,

ἢ ὅτε λίπτῃσιν μεθ' ἑὸν νομόν, ἢ ἐπὶ κοῖτον

ἐκ νομοῦ ὑπνώουσα κίῃ κεκορημένη ὕλης.

μὴ σύ γ' ἐνὶ τριόδοισι τύχοις ὅτε δάχμα πεφυζώς

περκνὸς ἔχις θυίῃσι τυπῇ ψολόεντος ἐχίδνης,

ἡνίκα θορνυμένου ἔχιος θολερῷ κυνόδοντι

θουρὰς ἀμὺξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου·

οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοί

γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιήν

γαστέρ' ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο·

οἴη γὰρ βαρύθει ὑπὸ κύματος, οἱ δὲ καθ' ὕλην

ᾠοτόκοι ὄφιες λεπυρὴν θάλπουσι γενέθλην.

μηδ' ὅτε ῥικνῆεν φολίδων περὶ γῆρας ἀμέρσας

ἂψ ἀναφοιτήσῃ νεαρῇ κεχαρημένος ἥβῃ,

ἢ ὁπότε σκαρθμοὺς ἐλάφων ὀχεῇσιν ἀλύξας

ἀνδράσ' ἐνισκίμψῃ χολόων γυιοφθόρον ἰόν·

ἔξοχα γὰρ δολιχοῖσι κινωπησταῖς κοτέουσι

νεβροτόκοι καὶ ζόρκες· ἀνιχνεύουσι δὲ πάντη

τρόχμαλά θ' αἱμασιάς τε καὶ ἰλυοὺς ἐρέθοντες,

σμερδαλέῃ μυκτῆρος ἐπισπέρχοντες ἀυτμῇ.

- Ναὶ μὴν καὶ νιφόεσσα φέρει δυσπαίπαλος Ὄθρυς

φοινὰ δάκη, κοίλη τε φάραγξ καὶ τρηχέες ἀγμοί

καὶ λέπας ὑλῆεν, τόθι δίψιος ἐμβατέει σήψ.

χροιὴν δ' ἀλλόφατόν τε καὶ οὐ μίαν οἰαδὸν ἴσχει,

αἰὲν ἐειδόμενος χώρῳ ἵνα χηραμὰ τεύξῃ.

τῶν οἱ μὲν λίθακάς τε καὶ ἕρμακας ἐνναίοντες

παυρότεροι, τρηχεῖς δὲ καὶ ἔκπυροι· οὔ κεν ἐκείνων

ἀνδράσι δάχμα πέλοι μεταμώνιον ἀλλὰ κάκηθες.

ἄλλος δ' αὖ κόχλοισι δομὴν ἰνδάλλεται αἴης,

ἄλλῳ δ' ἐγχλοάουσα λοπὶς περιμήκεα κύκλον

ποικίλον αἰόλλει· πολέες δ' ἀμάθοισι μιγέντες

σπείρῃ λεπρύνονται ἀλινδόμενοι ψαμάθοισι.

- Φράζεο δ' αὐαλέῃσιν ἐπιφρικτὴν φολίδεσσιν

ἀσπίδα φοινήεσσαν, ἀμυδρότατον δάκος ἄλλων,

[τῇ μὲν γάρ τε κέλευθος ὁμῶς κατ' ἐναντίον ἕρπει

ἀτραπὸν ὁλκαίην δολιχῷ μηρύγματι γαστρός.]

ἣ καὶ σμερδαλέον μὲν ἔχει δέμας, ἐν δὲ κελεύθῳ

νωχελὲς ἐξ ὁλκοῖο φέρει βάρος, ὑπναλέῳ δέ

αἰὲν ἐπιλλίζουσα φαείνεται ἐνδυκὲς ὄσσῳ·

ἀλλ' ὅταν ἢ δοῦπον νέον οὔασιν ἠέ τιν' αὐγήν

ἀθρήσῃ, νωθῆ μὲν ἀπὸ ῥέθεος βάλεν ὕπνον,

ὁλκῷ δὲ τροχόεσσαν ἅλων εἱλίξατο γαίῃ,

λευγαλέον δ' ἀνὰ μέσσα κάρη πεφρικὸς ἀείρει.

τῆς ἤτοι μῆκος μέν, ὃ κύντατον ἔτρεφεν αἶα,

ὀργυιῇ μετρητόν· ἀτὰρ περιφαίνεται εὖρος

ὅσσον τ' αἰγανέης δορατοξόος ἤνυσε τέκτων

εἰς ἐνοπὴν ταύρων τε βαρυφθόγγων τε λεόντων.

χροιὴ δ' ἄλλοτε μὲν ψαφαρὴ ἐπιδέδρομε νώτοις,

ἄλλοτε μηλινόεσσα καὶ αἰόλος, ἄλλοτε τεφρή,

πολλάκι δ' αἰθαλόεσσα μελαινομένη ὑπὸ βώλῳ

Αἰθιόπων, οἵην τε πολύστομος εἰς ἅλα Νεῖλος

πλησάμενος κατέχευεν ἄσιν προὔτυψε δὲ πόντῳ.

δοιοὶ δ' ἐν σκυνίοισιν ὑπερφαίνουσι μέτωπον

οἷα τύλοι, τὸ δ' ἔνερθεν ὑπαιφοινίσσεται ὄθμα

πολλὸν ὑπὲρ σπείρης, ψαφαρὸς δ' ἀναπίμπραται αὐχήν

ἄκριτα ποιφύσσοντος ὅτ' ἀντομένοισιν ὁδουροῖς

ἄιδα προσμάξηται ἐπὶ ζαμενὲς κοτέουσα.

τῆς ἤτοι πίσυρες κοῖλοι ὑπένερθεν ὀδόντες

ἀγκύλοι ἐν γναθμοῖς δολιχήρεες ἐρρίζωνται

ἰοδόκοι, μύχατος δὲ χιτὼν ὑμένεσσι καλύπτει·

ἔνθεν ἀμείλικτον γυίοις ἐνερεύγεται ἰόν.

ἐχθρῶν που τέρα κεῖνα καρήασιν ἐμπελάσειε·

σαρκὶ γὰρ οὔτ' ἐπὶ δάχμα φαείνεται, οὔτε δυσαλθές

οἶδος ἐπιφλέγεται, καμάτου δ' ἄτερ ὄλλυται ἀνήρ,

ὑπνηλὸν δ' ἐπὶ νῶκαρ ἄγει βιότοιο τελευτήν.

- Ἰχνεύμων δ' ἄρα μοῦνος ἀκήριος ἀσπίδος ὁρμήν,

ἠμὲν ὅτ' ἐς μόθον εἶσιν, ἀλεύεται, ἠδ' ὅτε λυγρά

θαλπούσης ὄφιος κηριτρόφου ὤεα γαίῃ

πάντα διεσκήνιψε, καὶ ἐξ ὑμένων ἐτίναξε

δαρδάπτων, ὀλοοῖς δὲ συνερραθάγησεν ὀδοῦσι.

μορφὴ δ' ἰχνευτᾶο κινωπέτου οἷον ἀμυδρῆς

ἴκτιδος ἥ τ' ὄρνισι κατοικιδίῃσιν ὄλεθρον

μαίεται, ἐξ ὕπνοιο συναρπάζουσα πετεύρων

ἔνθα λέχος τεύχονται ἐπίκριοι ἢ καὶ ἀφαυρά

τέκνα τιθαιβώσσουσιν ὑπὸ πλευρῇσι θέρουσαι.

ἀλλ' ὅταν Αἰγύπτοιο παρὰ θρυόεντας ἰάμνους

ἀσπίσι μῶλον ἔχωσιν ἀθέσφατον εἱλικοέσσαις,

αὐτίχ' ὁ μὲν ποταμόνδε καθήλατο, τύψε δὲ κώλοις

τάρταρον ἰλυόεσσαν, ἄφαρ δ' ἐφορύξατο γυῖα

πηλῷ, ἀλινδηθεὶς ὀλίγον δέμας εἰσόκε λάχνην

Σείριος ἀζήνῃ τεύξῃ δ' ἄγναπτον ὀδόντι.

τῆμος δ' ἠὲ κάρην λιχμήρεος ἑρπηστᾶο

σμερδαλέην ἔβρυξεν ἐπάλμενος ἠὲ καὶ οὐρῆς

ἁρπάξας βρυόεντος ἔσω ποταμοῖο κύλισεν.

- Εὖ δ' ἂν ἐχιδνήεσσαν ἴδοις πολυδευκέα μορφήν,

ἄλλοτε μὲν δολιχήν, ὁτὲ παυράδα· τοιάδ' ἀέξει

Εὐρώπη τ' Ἀσίη τε· τὰ δ' οὐκ ἐπιείκελα δήεις.

ἤτοι ἀν' Εὐρώπην μὲν ὀλίζονα, καί θ' ὑπὲρ ἄκρους

ῥώθωνας κεραοί τε καὶ ἀργίλιπες τελέθουσιν,

αἱ μὲν ὑπὸ Σκείρωνος ὄρη Παμβώνιά τ' αἴπη,

Ῥυπαῖον, Κόρακός τε πάγον, πολιόν τ' Ἀσέληνον·

Ἀσὶς δ' ὀργυιόεντα καὶ ἐς πλέον ἑρπετὰ βόσκει,

οἷα περὶ τρηχὺν Βουκάρτερον, ἢ καὶ ἐρυμνός

Αἰσαγέης πρηὼν καὶ Κέρκαφος ἐντὸς ἐέργει.

τῶν ἤτοι βρεχμοῖς μὲν ἐπὶ πλάτος, ἠδ' ὑπὲρ ἄκρον

ὁλκαῖον σπείρης κολοβὴν ἐπελίσσεται οὐρήν

ἀζαλέαις φρίσσουσαν ἐπηετανὸν φολίδεσσι·

νωθεῖ δ' ἔνθα καὶ ἔνθα διὰ δρυμὰ νίσσεται ὁλκῷ.

πᾶς δέ τοι ὀξυκάρηνος ἰδεῖν ἔχις, ἄλλοτε μῆκος

μάσσων, ἄλλοτε παῦρος· ἀκιδνότερος δὲ κατ' εὖρος

νηδύος, ἡ δὲ μύουρος ὑπ' ἀλκαίη τετάνυσται,

ἴσως μὲν πεδανὴ δολιχοῦ ὑπὸ πείρασιν ὁλκοῦ,

ἴσως δ' ἐκ φολίδων τετρυμένη· αὐτὰρ ἐνωπῆς

γλήνεα φοινίσσει τεθοωμένος, ὀξὺ δὲ δικρῇ

γλώσσῃ λιχμάζων νέατον σκωλύπτεται οὐρήν·

Κωκυτὸν δ' ἐχιαῖον ἐπικλείουσιν ὁδῖται.

τοῦ μὲν ὑπὲρ κυνόδοντε δύω χροῒ τεκμαίρονται

ἰὸν ἐρευγόμενοι· πλέονες δέ τοι αἰὲν ἐχίδνης,

οὔλῳ γὰρ στομίῳ ἐμφύεται, ἀμφὶ δὲ σαρκί

ῥεῖά κεν εὐρυνθέντας ἐπιφράσσαιο χαλινούς.

τῆς καὶ ἀπὸ πληγῆς φέρεται λίπει εἴκελος ἰχώρ,

ἄλλοτε δ' αἱματόεις, τοτὲ δ' ἄχροος· ἡ δ' ἐπί οἱ σάρξ

πολλάκι μὲν χλοάουσα βαρεῖ ἀναδέδρομεν οἴδει,

ἄλλοτε φοινίσσουσα, τότ' εἴδεται ἄντα πελιδνή·

ἄλλοτε δ' ὑδατόεν κυέει βάρος, αἱ δὲ χαμηλαί

πομφόλυγες ὡς εἴ τε περὶ φλύκταιναι ἀραιαί

οἷα πυρικμήτοιο χροὸς πλαδόωσιν ὕπερθεν.

σηπεδόνες δέ οἱ ἀμφὶς ἐπίδρομοι, αἱ μὲν ἄτερθεν

αἱ δὲ κατὰ πληγὴν ἰοειδέα λοιγὸν ἱεῖσαι.

πᾶν δ' ἐπί οἱ δριμεῖα δέμας καταβόσκεται ἄτη

ὀξέα πυρπολέουσα· κατ' ἀσφάραγον δέ τε λυγμοί

κίονά τε ξυνιόντες ἐπασσύτεροι κλονέουσιν.

ἀμφὶ καὶ εἰλίγγοις δέμας ἄχθεται· αἶψα δὲ γυίοις

ἀδρανίη βαρύθουσα καὶ ἰξύι μέρμερος ἵζει,

ἐν δὲ κάρῃ σκοτόεν βάρος ἵσταται· αὐτὰρ ὁ κάμνων

ἄλλοτε μὲν δίψῃ φάρυγα ξηραίνεται αὔῃ,

πολλάκι δ' ἐξ ὀνύχων ἴσχει κρύος, ἀμφὶ δὲ γυίοις

χειμερίη ζαλόωσα πέριξ βέβριθε χάλαζα.

πολλάκι δ' αὖ χολόεντας ἀπήρυγε νηδύος ὄγκους

ὠχραίνων δέμας ἀμφίς· ὁ δὲ νοτέων περὶ γυίοις

ψυχρότερος νιφετοῖο βολῆς περιχεύεται ἱδρώς.

χροιὴν δ' ἄλλοτε μὲν μολίβου ζοφοειδέος ἴσχει,

ἄλλοτε δ' ἠερόεσσαν, ὅτ' ἄνθεσιν εἴσατο χαλκοῦ.

- Εὖ δ' ἂν καὶ δολόεντα μάθοις ἐπιόντα κεράστην

ἠύτ' ἔχιν· τῷ γάρ τε δομὴν ἰνδάλλεται ἴσην.

ἤτοι ὁ μὲν κόλος ἐστίν, ὁ δ' αὖ κεράεσσι πεποιθώς,

ἄλλοτε μὲν πισύρεσσιν, ὅτ' ἐν δοιοῖσι κεράστης,

χροιῇ δ' ἐν ψαφαρῇ λεπρύνεται, ἐν δ' ἀμάθοισιν

ἢ καὶ ἁματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει.

τῶν ἤτοι σπείρῃσιν ὁ μὲν θοὸς ἀντία θύνει

ἀτραπὸν ἰθεῖαν δολιχῷ μηρύγματι γαστρός·

αὐτὰρ ὅγε σκαιὸς μεσάτῳ ἐπαλίνδεται ὁλκῷ

οἶμον ὁδοιπλανέων σκολιὴν τετρηχότι νώτῳ,

τράμπιος ὁλκαίης ἀκάτῳ ἴσος ἥ τε δι' ἅλμης

πλευρὸν ὅλον βάπτουσα κακοσταθέοντος ἀήτεω

εἰς ἄνεμον βεβίηται ἀπόκρουστος λιβὸς οὔρῳ.

τοῦ μέν, ὅτ' ἐμβρύξῃσιν, ἀεικέλιον περὶ νύχμα

ἥλῳ ἐειδόμενον τυλόεν πέλει· αἱ δὲ πελιδναί

φλύκταιναι πέμφιξιν ἐειδόμεναι ὑετοῖο

δάχμα πέρι πλάζονται, ἀμυδρήεσσαι ἐς ὠπήν.

ἤτοι ἀφαυρότερον τελέει πόνον, ἐννέα δ' αὐγάς

ἠελίου μογέων ἐπιόσσεται, οἷσι κεράστης

οὐλόμενος κακοεργὸν ἐνιχραύσῃ κυνόδοντα.

διπλῷ δ' ἐν βουβῶνι καὶ ἰγνύσιν ἀσκελὲς αὔτως

μόχθος ἐνιτρέφεται, πελιὸς δέ οἱ ἐμφέρεται χρώς·

τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἅψεα θυμός

λείπεται ἐκ καμάτοιο· μόλις γε μὲν ἔκφυγον αἶσαν.

- Σῆμα δέ τοι δάκεος αἱμορρόου αὖτις ἐνίψω,

ὅς τε κατ' ἀμβαθμοὺς πετρώδεας ἐνδυκὲς αὔει,

τρηχὺν ὑπάρπεζον θαλάμην ὀλιγήρεα τεύχων

ἔνθ' εἰλυθμὸν ἔχεσκεν ἐπεί τ' ἐκορέσσατο φορβῆς.

μήκει μὲν ποδὸς ἴχνος ἰσάζεται, αὐτὰρ ἐπ' εὖρος

τέτρυται μύουρος ἀπὸ φλογέοιο καρήνου,

ἄλλοτε μὲν χροιῇ ψολόεις, ὁτὲ δ' ἔμπαλιν αἰθός.

δειρὴν δ' ἐσφήκωται ἅλις, πεδανὴ δέ οἱ οὐρή

ζαχρειὲς θλιφθεῖσα κατομφάλιος τετάνυσται.

τοῦ μὲν ὑπὸ νιφόεντα κεράατα δοιὰ μετώπῳ

ἔγκειται πάρνοψι φάη λογάδας τι προσεικῆ·

σμερδαλέον δ' ἐπί οἱ λαμυρὸν πέφρικε κάρηνον.

δοχμὰ δ' ἐπισκάζων ὀλίγον δέμας οἷα κεράστης

μέσσου ὅγ' ἐκ νώτου βαιὸν πλόον αἰὲν ὀκέλλει,

γαίῃ ἐπιθλίβων νηδύν, φολίσιν δὲ καὶ ὁλκῷ

παῦρον ὑποψοφέων καλάμης χύσιν οἷα διέρπει.

νύχματι δ' ἀρχομένῳ μὲν ἐπιτρέχει ἄχροον οἶδος

κυάνεον, κραδίην δὲ κακὸν περιτέτροφεν ἄλγος·

γαστὴρ δ' ὑδατόεσσα διέσσυτο, νυκτὶ δὲ πρώτῃ

αἷμα διὲκ ῥινῶν τε καὶ αὐχένος ἠδὲ δι' ὤτων

πιδύεται χολόεντι νέον πεφορυγμένον ἰῷ,

οὖρα δὲ φοινίσσοντα παρέδραμεν· αἱ δ' ἐπὶ γυίοις

ὠτειλαὶ ῥήγνυνται ἐπειγόμεναι χροὸς ἄτῃ.

μήποτέ τοι θήλει' αἱμορροῒς ἰὸν ἐνείη·

τῆς γὰρ ὀδαξαμένης τὰ μὲν ἀθρόα πίμπραται οὖλα

ῥιζόθεν, ἐξ ὀνύχων δὲ κατείβεται ἀσταγὲς αἷμα,

οἱ δὲ φόνῳ μυδόεντες ἀναπλείουσιν ὀδόντες.

εἰ ἔτυμον, Τροίηθεν ἰοῦσ' ἐχαλέψατο φύλοις

Αἰνελένη, ὅτε νῆα πολύστροιβον παρὰ Νεῖλον

ἔστησαν βορέαο κακὴν προφυγόντες ὁμοκλήν,

ἦμος ἀποψύχοντα κυβερνητῆρα Κάνωβον

Θώνιος ἐν ψαμάθοις ἀθρήσατο· τύψε γὰρ εὐνῇ

αὐχέν' ἀποθλιφθεῖσα καὶ ἐν βαρὺν ἤρυγεν ἰόν

αἱμοροῒς θήλεια, κακὸν δέ οἱ ἔχραε κοῖτον.

τῷ δ' Ἑλένη μέσον ὁλκὸν ἐνέθλασε, θραῦσε δ' ἀκάνθης

δεσμὰ πέριξ νωταῖα, ῥάχις δ' ἐξέδραμε γυίων·

ἐξ ὅθεν αἱμορόοι σκολιοπλανέες τε κεράσται

οἶοι χωλεύουσι κακηπελίῃ βαρύθοντες.

- Εὖ δ' ἂν σηπεδόνος γνοίης δέμας, ἄλλο μὲν εἴδει

αἱμορόῳ σύμμορφον, ἀτὰρ στίβον ἀντί' ὀκέλλει,

καὶ κεράων δ' ἔμπλην δέμας ἄμμορον, ἡ δέ νυ χροιή

οἵη περ τάπιδος λασίῳ ἐπιδέδρομε τέρφει·

κράατι δ' ἐμβαρύθει, ἐλάχεια δὲ φαίνεται οὐρή

ἐσσυμένῃ· σκολιὴν γὰρ ὁμῶς ἐπιτείνεται ἄκρην.

τῆς δ' ἤτοι ὀλοὸν καὶ ἐπώδυνον ἔπλετο ἕλκος

σηπεδόνος, νέμεται δὲ μέλας ὀλοφώιος ἰός

πᾶν δέμας, αὐαλέῃ δὲ περὶ χροῒ καρφομένη θρίξ

σκίδναται ὡς γήρεια καταψηχθέντος ἀκάνθης·

ἐκ μὲν γὰρ κεφαλῆς τε καὶ ὀφρύος ἀνδρὶ τυπέντι

ῥαίονται, βλεφάρων δὲ μέλαιν' ἐξέφθιτο λάχνη·

ἅψεα δὲ τροχόεντες ἐπιστίζουσι μὲν ἀλφοί,

λεῦκαί τ' ἀργινόεσσαν ἐπισσεύουσιν ἔφηλιν.

- Ναὶ μὴν διψάδος εἶδος ὁμώσεται αἰὲν ἐχίδνῃ

παυροτέρῃ, θανάτου δὲ θοώτερος ἵξεται αἶσα

οἷσιν ἐνισκίμψῃ βλοσυρὸν δάκος· ἤτοι ἀραιή

αἰὲν ὑποζοφόεσσα μελαίνεται ἄκροθεν οὐρή·

δάχματι δ' ἐμφλέγεται κραδίη πρόπαν, ἀμφὶ δὲ καύσῳ

χείλε' ὑπ' ἀζαλέης αὐαίνεται ἄβροχα δίψης·

αὐτὰρ ὅγ', ἠύτε ταῦρος ὑπὲρ ποταμοῖο νενευκώς,

χανδὸν ἀμέτρητον δέχεται ποτὸν εἰσόκε νηδύς

ὀμφαλὸν ἐξξέρρηξε†χέῃ δ' ὑπεραχθέα φόρτον.

ὠγύγιος δ' ἄρα μῦθος ἐν αἰζηοῖσι φορεῖται,

ὡς, ὁπότ' οὐρανὸν ἔσχε Κρόνου πρεσβίστατον αἷμα,

Νειμάμενος κασίεσσιν ἑκὰς περικυδέας ἀρχάς

Ιδμοσύνῃ νεότητα γέρας πόρεν ἡμερίοισι

Κυδαίνων· δὴ γάρ ῥα πυρὸς ληίστορ' ἔνιπτον.

Αφρονες, οὐ μὲν τῆς γε κακοφραδίης ἀπόνηντο·

Νωθεῖς γὰρ κάμνοντες ἀμορβεύοντο λεπάργῳ

Δῶρα· πολύσκαρθμος δὲ κεκαυμένος αὐχένα δίψῃ

Ρώετο, γωλειοῖσι δ' ἰδὼν ὁλκήρεα θῆρα

Οὐλοὸν ἐλλιτάνευε κακῇ ἐπαλαλκέμεν ἄτῃ

Σαίνων· αὐτὰρ ὁ βρῖθος ὃ δή ῥ' ἀνεδέξατο νώτοις

ᾔτεεν ἄφρονα δῶρον· ὁ δ' οὐκ ἀπανήνατο χρειώ.

ἐξότε γηραλέον μὲν ἀεὶ φλόον ἑρπετὰ βάλλει

ὁλκήρη, θνητοὺς δὲ κακὸν περὶ γῆρας ὀπάζει·

νοῦσον δ' ἀζαλέην βρωμήτορος οὐλομένη θήρ

δέξατο, καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει.

- Νῦν δ' ἄγε χερσύδροιο καὶ ἀσπίδος εἴρεο μορφάς

ἰσαίας· πληγῇ δὲ κακήθεα σήμαθ' ὁμαρτεῖ·

πᾶσα γὰρ αὐαλέη ῥινὸς περὶ σάρκα μυσαχθής

νειόθι πιτναμένη μυδόεν τεκμήρατο νύχμα,

σηπεδόσι φλιδόωσα· τὰ δ' ἄλγεα φῶτα δαμάζει

μυρία πυρπολέοντα· θοαὶ δ' ἐπὶ γυῖα χέονται

πρηδόνες ἄλλοθεν ἄλλαι ἐπημοιβοὶ κλονέουσαι.

ὃς δ' ἤτοι τὸ πρὶν μὲν ὑπὸ βροχθώδεϊ λίμνῃ

ἄσπειστον βατράχοισι φέρει κότον· ἀλλ' ὅταν ὕδωρ

Σείριος αὐήνῃσι, τρύγη δ' ἐν πυθμένι λίμνης,

καὶ τόθ' ὅγ' ἐν χέρσῳ τελέθει ψαφαρός τε καὶ ἄχρους,

θάλπων ἠελίῳ βλοσυρὸν δέμας· ἐν δὲ κελεύθοις

γλώσσῃ ποιφύγδην νέμεται διψήρεας ὄγμους.

- Τὸν δὲ μετ' ἀμφίσβαιναν ὀλίζωνα βραδύθουσαν

δήεις ἀμφικάρηνον, ἀεὶ γλήνῃσιν ἀμυδρήν·

ἀμβλὺ γὰρ ἀμφοτέρωθεν ἐπιπρονένευκε γένειον

νόσφιν ἀπ' ἀλλήλων· χροιή γε μὲν ἠύτε γαίης,

ῥωγαλέον φορέουσα περιστιγὲς αἰόλον ἔρφος.

τὴν μὲν ὅθ' ἁδρύνηται, ὀροιτύποι, οἷα βατῆρα

κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο,

δέρματος ἐσκύλευσαν, ὅτε πρώτιστα πέφανται

πρόσθε βοῆς κόκκυγος ἐαρτέρου· ἡ δ' ὀνίνησι

ῥινῷ δυσπαθέοντας ὅτ' ἐν παλάμῃσιν ἀεργοί

μάλκαι ἐπιπροθέωσιν ὑπὸ κρυμοῖο δαμέντων

ἠδ' ὁπόταν νεύρων ξανάᾳ κεχαλασμένα δεσμά.

- Δήεις καὶ σκυτάλην ἐναλίγκιον ἀμφισβαίνῃ

εἶδος ἀτὰρ πάχετόν τε καὶ οὐτιδανὴν ἐπὶ σειρήν

μάσσον', ἐπεὶ σκυτάλης μὲν ὅσον σμινύοιο τέτυκται

στειλειῆς πάχετος, τῆς δ' ἕλμινθος πέλει ὄγκος

ἠὲ καὶ ἔντερα γῆς οἷα τρέφει ὄμβριος αἶα.

οὐδ' ἄρ', ὅταν χαράδρεια λίπῃ καὶ ῥωγάδα κοίλην

ἦρος ἀεξομένου ὁπόθ' ἑρπετὰ γαῖα φαείνῃ,

ἀκρεμόνος μαράθοιο χυτὸν περιβόσκεται ἔρνος,

εὖτ' ἂν ὑπ' ἠελίοιο περὶ φλόον ἅψεα βάλλῃ,

ἀλλ' ἥγ' ἀρπέζαις τε καὶ ἐν νεμέεσσι πεσοῦσα

φωλεύει βαθύυπνος, ἀπ' εἰκαίης δὲ βοτεῖται

γαίης οὐδ' ἀπὸ δίψος ἀλέξεται ἱεμένη περ.

- Τεκμαίρευ δ' ὀλίγον μὲν ἀτὰρ προφερέστατον ἄλλων

ἑρπηστῶν βασιλῆα· τὸ μὲν δέμας ὀξυκάρηνος,

ξανθός, ἐπὶ τρία δῶρα φέρων μῆκός τε καὶ ἰθύν.

οὐκ ἄρα δὴ κείνου σπειραχθέα κνώδαλα γαίης

ἰυγὴν μίμνουσιν ὅτ' ἐς νομὸν ἠὲ καὶ ὕλην

ἠὲ καὶ ἀρδηθμοῖο μεσημβρινὸν ἀίξαντες

μείρονται, φύζῃ δὲ παλιντροπέες φορέονται.

τύμματι δ' ἐπρήσθη φωτὸς δέμας, αἱ δ' ἀπὸ γυίων

σάρκες ἀπορρείουσι πελιδναί τε ζοφεραί τε·

οὐδέ τις οὐδ' οἰωνὸς ὑπὲρ νέκυν ἴχνια τείνας,

αἰγυπιοὶ γῦπές τε κόραξ τ' ὀμβρήρεα κρώζων,

οὐδὲ μὲν ὅσσα τε φῦλα νομάζεται οὔρεσι θηρῶν

δαίνυνται· τοῖόν περ ἀυτμένα δεινὸν ἐφίει.

εἰ δ' ὀλοὴ βούβρωστις ἀιδρείηφι πελάσσῃ,

αὐτοῦ οἱ θάνατός τε καὶ ὠκέα μοῖρα τέτυκται.

- Κῆρα δέ τοι δρυΐναο πιφαύσκεο, τόν τε χέλυδρον

ἐξέτεροι καλέουσιν· ὁ δ' ἐν δρυσὶν οἰκία τεύξας

ἢ ὅγε που φηγοῖσιν ὀρεσκεύει περὶ βήσσας

[ὕδρον μιν καλέουσι, μετεξέτεροι δὲ χέλυδρον]·

ὅς τε βρύα προλιπὼν καὶ ἕλος καὶ ὁμήθεα λίμνην

ἀγρώσσων λειμῶσι μολουρίδας ἢ βατραχῖδας

σπέρχεται ἐκ μύωπος ἀήθεα δέγμενος ὁρμήν.

ἔνθα κατὰ πρέμνον κοίλης ὑπεδύσατο φηγοῦ

ὀξὺς ἀλείς, κοῖτον δὲ βαθεῖ ἐνεδείματο θάμνῳ.

αἰθαλόεις μὲν νῶτα, κάρη γε μὲν ἁρπεδὲς αὔτως

ὕδρῳ ἐισκόμενος· τὸ δ' ἀπὸ χροὸς ἐχθρὸν ἄηται

οἷον ὅτε πλαδόωντα περὶ σκύλα καὶ δέρε' ἵππων

γναπτόμενοι μυδόωσιν ὑπ' ἀρβήλοισι λάθαργοι.

ἤτοι ὅταν κώληπας ἢ ἐν ποδὸς ἴχνεϊ τύψῃ,

χρωτὸς ἄπο πνιγόεσσα κεδαιομένη φέρετ' ὀδμή·

τοῦ δ' ἤτοι περὶ τύμμα μέλαν κορθύεται οἶδος,

ἐν δὲ νόον πεδόωσιν ἀλυσθαίνοντος ἀνῖαι

ἐχθόμεναι, χροιὴ δὲ μόγῳ αὐαίνεται ἀνδρός.

ῥινοὶ δὲ πλαδόωσιν ἐπὶ χροΐ, τοῖά μιν ἰός

ὀξὺς ἀεὶ νεμέθων ἐπιβόσκεται· ἀμφὶ καὶ ἀχλύς

ὄσσε κατακρύπτουσα κακοσταθέοντα δαμάζει·

οἱ δέ τε μηκάζουσι περιπνιγέες τε πέλονται,

οὖρα δ' ἀπέστυπται· τοτὲ δ' ἔμπαλιν ὑπνώοντες

ῥέγκουσιν, λυγμοῖσι βαρυνόμενοι θαμέεσσιν,

ἢ ἀπερευγόμενοι ἔμετον χολοειδέα δειρῆς,

ἄλλοτε δ' αἱματόεντα· κακὴ δ' ἐπιδίψιος ἄτη

ἐσχατίη μογέουσι τρόμον κατεχεύατο γυίοις.

- Φράζεο δὲ χλοάοντα δαεὶς κύανόν τε δράκοντα,

ὅν ποτε Παιήων λασίῃ ἐνεθρέψατο φηγῷ

Πηλίῳ ἐν νιφόεντι Πελεθρόνιον κατὰ βῆσσαν.

ἤτοι ὅγ' ἄγλαυρος μὲν ἐείδεται, ἐν δὲ γενείῳ

τρίστοιχοι ἑκάτερθε περιστιχόωσιν ὀδόντες·

πίονα δ' ἐν σκυνίοισιν ὕπ' ὄθματα, νέρθε δὲ πώγων

αἰὲν ὑπ' ἀνθερεῶνι χολοίβαφος. οὐ μὲν ὅγ' αὕτως

ἐγχρίμψας ἤλγυνε καὶ ἢν ἔκπαγλα χαλεφθῇ·

βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου ἐν χροῒ νύχμα

εἴδεται αἱμαχθέντος ὑπὸ κραντῆρος ἀραιοῦ.

τῷ μέν τ' ἔκπαγλον κοτέων βασιλήιος ὄρνις

αἰετὸς ἐκ παλαχῆς ἐπαέξεται, ἀντία δ' ἐχθρήν

δῆριν ἄγει γενύεσσιν ὅταν βλώσκοντα καθ' ὕλην

δέρκηται· πάσας γὰρ ὅγ' ἠρήμωσε καλιάς,

αὕτως ὀρνίθων τε τόκον κτίλα τ' ὤεα βρύκων.

αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν

ῥεῖα δράκων ἤμερσε νέον μάρψαντος ὄνυξι

θάμνου ὑπαΐξας· ὁ δ' ἀλεύεται· ἀμφὶ δὲ δαιτός

μάρνανθ'· ἱπτάμενον δὲ πέριξ ἀτέλεστα διώκει

σπειρηθεὶς καὶ λοξὸν ὑποδρὰξ ὄμμασι λεύσσων.

- Εἴ γε μὲν Ἡφαίστοιο χαλαίποδος ἐν πτυχὶ νήσου

βήσεαι ἠὲ Σάμον δυσχείμερον, αἵ τ' ἐνὶ κόλπῳ

Θρηικίῳ βέβληνται ἑκάς, Ῥησκυνθίδος Ἥρης

Ἕβρος ἵνα Ζωναῖά τ' ὄρη χιόνεσσι φάληρα

καὶ δρύες Οἰαγρίδαο, τόθι Ζηρύνθιον ἄντρον,

δήεις κεγχρίνεω δολιχὸν τέρας, ὅν τε λέοντα

αἰόλον αὐδάξαντο, περίστικτον φολίδεσσι.

τοῦ πάχετος μῆκός τε πολύστροφον, αἶψα δὲ σαρκί

πυθεδόνας κατέχευε δυσαλθέας, αἱ δ' ἐπὶ γυίοις

ἰοβόροι βόσκονται· ἀεὶ δ' ὑπὸ νηδύσιν ὕδρωψ

ἄλγεσιν ἐμβαρύθουσα κατὰ μέσον ὀμφαλὸν ἵζει.

ἤτοι ὅτ' ἠελίοιο θερειτάτη ἵσταται ἀκτίς,

οὔρεα μαιμώσσων ἐπινίσσεται ὀκριόεντα

αἵματος ἰσχανόων καὶ ἐπὶ κτίλα μῆλα δοκεύων,

ἢ Σάου ἠὲ Μοσύχλου ὅτ' ἀμφ' ἐλάτῃσι μακεδναῖς

ἄγραυλοι ψύχωσι, λελοιπότες ἔργα νομήων.

μὴ σύ γε θαρσαλέος περ ἐὼν θέλε βήμεναι ἄντην

μαινομένου, μὴ δή σε καταπλέξῃ καὶ ἀνάγχῃ

πάντοθι μαστίζων οὐρῇ δέμας, ἐν δὲ καὶ αἷμα

λαιφάξῃ κληῖδας ἀναρρήξας ἑκάτερθεν.

φεῦγε δ' ἀεὶ σκολιήν τε καὶ οὐ μίαν ἀτραπὸν ἴλλων,

δοχμὸς ἀνακρούων θηρὸς πάτον· ἦ γὰρ ὁ δεσμούς

βλάπτεται ἐν καμπῇσι πολυστρέπτοισιν ἀκάνθης,

ἰθεῖαν δ' ὤκιστος ἐπιδρομάδην στίβον ἕρπει.

τοῖος Θρηικίῃσιν ὄφις νήσοισι πολάζει.

- Ἔνθα καὶ οὐτιδανοῦ περ ἀπεχθέα βρύγματ' ἔασιν

ἀσκαλάβου· τὸν μέν τε ῥέει φάτις οὕνεκ' Ἀχαιή

Δημήτηρ ἔβλαψεν ὅθ' ἅψεα σίνατο παιδός

Καλλίχορον παρὰ φρεῖαρ, ὅτ' ἐν Κελεοῖο θεράπναις

ἀρχαίη Μετάνειρα θεὴν δείδεκτο περίφρων.

- Ἄλλα γε μὴν ἄβλαπτα κινώπετα βόσκεται ὕλην,

δρυμοὺς καὶ λασιῶνας ἀμορβαίους τε χαράδρας,

οὓς ἔλοπας λίβυάς τε πολυστεφέας τε μυάγρους

φράζονται, σὺν δ' ὅσσοι ἀκοντίαι ἠδὲ μόλουροι

ἠδ' ἔτι που τυφλῶπες ἀπήμαντοι φορέονται.

- Τῶν μὲν ἐγὼ θρόνα πάντα καὶ ἀλθεστήρια νούσων

φύλλα τε ῥιζοτόμον τε διείσομαι ἀνδράσιν ὥρην,

πάντα διαμπερέως καὶ ἀπηλεγές, οἷσιν ἀρήγων

ἀλθήσῃ νούσοιο κατασπέρχουσαν ἀνίην.

τὰς μὲν ἔτι βλύοντι φόνῳ περιαλγέι ποίας

δρέψασθαι νεοκμῆτας ‑ ὃ γὰρ προφερέστατον ἄλλων ‑

χώρῳ ἵνα κνῶπες θαλερὴν βόσκονται ἀν' ὕλην.

πρώτην μὲν Χείρωνος ἐπαλθέα ῥίζαν ἑλέσθαι,

Κενταύρου Κρονίδαο φερώνυμον, ἥν ποτε Χείρων

Πηλίου ἐν νιφόεντι κιχὼν ἐφράσσατο δειρῇ.

τῆς μὲν ἀμαρακόεσσα χυτὴ περιδέδρομε χαίτη,

ἄνθεα δὲ χρύσεια φαείνεται· ἡ δ' ὑπὲρ αἴης

ῥίζα καὶ οὐ βυθόωσα Πελεθρόνιον νάπος ἴσχει.

ἣν σὺ καὶ αὐαλέην ὁτὲ δ' ἔγχλοον ὅλμῳ ἀράξας,

φυρσάμενος κοτύλῃ πιέειν μενοεικέος οἴνης·

παντὶ γὰρ ἄρκιός ἐστι· τό μιν πανάκειον ἔπουσιν.

- Ἤτοι ἀριστολόχεια παλίσκιος ἐνδατέοιτο,

φύλλ' ἅτε κισσήεντα περικλυμένοιο φέρουσα·

ἄνθεα δ' ὑσγίνῳ ἐνερεύθεται, ἡ δέ οἱ ὀδμή

σκίδναται ἐμβαρύθουσα, μέσον δ' ὡς ἀχράδα καρπόν

μυρτάδος ἐξ ὄχνης ἐπιόψεαι ἢ σύ γε βάκχης·

ῥίζα δὲ θηλυτέρης μὲν ἐπιστρογγύλλεται ὄγκῳ,

ἄρσενι δ' αὖ δολιχή τε καὶ ἂμ πυγόνος βάθος ἴσχει,

πύξου δὲ χροιῇ προσαλίγκιος Ὠρικίοιο.

τὴν ἤτοι ἔχιός τε καὶ αἰνοπλῆγος ἐχίδνης

ἀγρεύσεις ὄφελος περιώσιον· ἔνθεν ἀπορρώξ

δραχμαίη μίσγοιτο ποτῷ ἔνι κιρράδος οἴνης.

ναὶ μὴν καὶ τρίσφυλλον ὀπάζεο κνωψὶν ἀρωγήν

ἠέ που ἐν τρήχοντι πάγῳ ἢ ἀποσφάγι βήσσῃ,

τὴν ἤτοι μινυανθές, ὁ δὲ τριπέτηλον ἐνίσποι,

χαίτην μὲν λωτῷ, ῥυτῇ γε μὲν εἴκελον ὀδμήν.

ἤτοι ὅτ' ἄνθεα πάντα καὶ ἐκ πτίλα ποικίλα χεύῃ

οἷόν τ' ἀσφάλτου ἀπερεύγεται· ἔνθα κολούσας

σπέρμαθ' ὅσον κύμβοιο τραπεζήεντος ἑλέσθαι

καρδόπῳ ἐντρίψας πιέειν ὀφίεσσιν ἀρωγήν.

- Νῦν δ' ἄγε τοι ἐπίμικτα νόσων ἀλκτήρια λέξω.

Θρινακίην μὲν ῥίζαν ἕλευ γυιαλθέα θάψου

σμώξας, ἐν δὲ σπέρμα χυτὸν λευκανθέος ἄγνου,

νῆριν, πηγάνιόν τε περιβρυές, ἐν δέ τε θύμβρης

δρεψάμενος βλαστὸν χαμαιευνάδος ἥ τε καθ' ὕλην

οἵας θ' ἑρπύλλοιο περὶ ῥάδικας ἀέξει.

ἄγρει δ' ἀσφοδέλοιο διανθέος ἄλλοτε ῥίζαν,

ἄλλοτε καὶ καυλεῖον ὑπέρτερον ἀνθερίκοιο,

πολλάκι δ' ἐν καὶ σπέρμα τό τε λοβὸς ἀμφὶς ἀέξει,

ἠὲ καὶ ἑλξίνην, τήν τε κλύβατιν καλέουσιν,

ὕδασι τερπομένην καὶ ἀεὶ θάλλουσαν ἰάμνοις·

πῖνε δ' ἐνιτρίψας κοτυλήρυτον ὄξος ἀφύσσων

ἢ οἴνης· ῥέα δ' αὖτε καὶ ὕδατι κῆρας ἀλύξαις.

- Ἐσθλὴν δ' Ἀλκιβίου ἔχιος περιφράζεο ῥίζαν.

τῆς καὶ ἀκανθοβόλος μὲν ἀεὶ περιτέτροφε χαίτη,

λείρια δ' ὡς ἴα τοῖα περιτρέφει· ἡ δὲ βαθεῖα

καὶ ῥαδινὴ ὑπένερθεν ἀέξεται οὔδεϊ ῥίζα.

τὸν μὲν ἔχις βουβῶνος ὕπερ νεάτοιο χαράξας

ἄντλῳ ἐνυπνώοντα χυτῆς παρὰ τέλσον ἅλωος

εἶθαρ ἀνέπνευσεν καμάτου βίῃ· αὐτὰρ ὁ γαίης

ῥίζαν ἐρυσάμενος τὸ μὲν ἕρκεϊ θρύψεν ὀδόντων

θηλάζων, τὸ δὲ πέσκος ἑῷ περὶ κάββαλεν ἕλκει.

- Ἦ μὴν καὶ πρασίοιο χλοανθέος ἔρνος ὀλόψας

χραισμήσεις ὀφίεσσι πιὼν ἀργῆτι μετ' οἴνῳ,

ἥ τε καὶ ἀστόργοιο κατείρυσεν οὔθατα μόσχου

πρωτογόνου, στέργει δὲ περισφαραγεῦσα γάλακτι·

τὴν ἤτοι μελίφυλλον ἐπικλείουσι βοτῆρες,

οἱ δὲ μελίκταιναν· τῆς γὰρ περὶ φύλλα μέλισσαι

ὀδμῇ θελγόμεναι μέλιτος ῥοιζηδὸν ἵενται.

- Ἠὲ σύ γ' ἐγκεφάλοιο περὶ σμήνιγγας ἀραιάς

ὄρνιθος λέψαιο κατοικάδος· ἄλλοτ' ἀμόρξαις

ψηχρὰ πολύκνημον καὶ ὀρίγανον, ἢ ἀπὸ κάπρου

ἥπατος ἀκρότατον κέρσαι λοβὸν ὅς τε τραπέζης

ἐκφύεται νεύει δὲ χολῆς σχεδὸν ἠδὲ πυλάων·

καὶ τὰ μὲν ἂρ σύμμικτα πιεῖν ἢ ἀπ' ἄνδιχα βάψας

ὄξεος ἢ οἴνης· πλεῖον δ' ἄκος ἕψεται οἴνῃ.

ἐν δὲ φόβην ἐρύσασθαι ἀειθαλέος κυπαρίσσου

ἐς ποτόν, ἢ πάνακες, ἢ κάστορος οὐλοὸν ὄρχιν,

ἢ ἵππου τὸν Νεῖλος ὑπὲρ Σάιν αἰθαλόεσσαν

βόσκει· ἀρούρῃσιν δὲ κακὴν ἐπιβάλλεται ἅρπην,

ὅς τε καὶ ἐκ ποταμοῖο λιπὼν ζάλον ἰλυόεντα,

χιλοὶ ὅτε χλοάουσι νεὸς δ' ἀπεχεύατο ποίην,

τόσσον ἐπιστείβων λείπει βυθὸν ὁσσάτιόν περ

ἐκνέμεται γενύεσσι παλίσσυτον ὄγμον ἐλαύνων.

τοῦ μὲν ἀποπροταμὼν δραχμῆς βάρος ἰσοφαρίζειν,

ὕδατι δ' ἐμπίσαιο κύτει ἐναολλέα κόψας.

- Μηδὲ σύ γ' ἁβροτόνου ἐπιλήθεο, μηδέ τι δάφνης

καρποῦ ἀραιοτέρης· μάλα δ' ἂν καὶ ἀμάρακος εἴη

χραισμήεις πρασιῇσι καὶ ἀνδήροισι χλοάζων·

ἐν δὲ τίθει τάμισον σκίνακος νεαροῖο λαγωοῦ

ἢ προκὸς ἠὲ νεβροῖο πάροιθ' ἀπὸ λύματα κόψας,

ἠὲ καὶ ἐξ ἐλάφοιο ταμὼν πηρῖνα θοραίην,

ἢ ἐλάφου νηδύν, τὸ μὲν ἂρ καλέουσιν ἐχῖνον,

ἄλλοι δ' ἐγκατόεντα κεκρύφαλον· ὧν ἀπερύσας

δραχμάων ὅσσον τε δύω καταβάλλεο μοίρας

τέτρασιν ἐν κυάθοις μέθυος πολιοῦ ἐπιμίξας.

- Μηδὲ σέ γε χραίσμη πολίου λάθοι ἠὲ κέδροιο,

ἀρκευθίς, σφαῖραί τε θερειλεχέος πλατάνοιο,

σπέρματα βουπλεύρου τε καὶ Ἰδαίης κυπαρίσσου·

πάντα γὰρ ἀλθήσει καὶ ἀθέσφατον ἐκ μόγον ὤσει.

- Τὴν δὲ μετ' ἐξετέρην θανάτου φύξιν τε καὶ ἀλκήν

φράζεο κουλυβάτειαν ἑλών· τροχαλῷ δ' ἐνὶ λίγδῳ

σώχειν, ἐν δέ τέ οἱ κοτύλην πτισάνοιο χέασθαι,

ἐν δὲ δύω κυάθεια παλαισταγέος οἴνοιο,

ἐν δὲ καὶ ἀργέσταο λίπευς ἰσόμοιρον ἐλαίου·

φύρσας δὲ πληγῇσι χολοιβόρον ἰὸν ἐρύξεις.

- Ἄγρει δ' ἑξάμορον κοτύλης εὐώδεα πίσσαν,

καὶ χλοεροῦ νάρθηκος ἀπὸ μέσον ἦτρον ὀλόψας,

ἠὲ καὶ ἱππείου μαράθου πολυαυξέα ῥίζαν

κεδρίσιν ἐντρίψας, ἐλεοθρέπτου τε σελίνου

σπέρματα· μεστωθὲν δὲ χάδοι βάθος ὀξυβάφοιο.

- Ἔνθα καὶ ἱππείου προταμὼν σπερμεῖα σελίνου,

δραχμάων δὲ δύω σμύρνης ἐχεπευκέος ἄχθη,

ἐν δὲ θερειγενέος καρπὸν κέρσαιο κυμίνου

στήσας ἠὲ χύδην τε καὶ ἄστατον ἀμφικυκήσας·

πῖνε δὲ μιξάμενος κυάθῳ τρὶς ἀφύξιμον οἴνην.

νάρδου δ' εὐστάχυος δραχμήιον ἄχθος ἑλέσθαι,

σὺν δὲ καὶ ὀκταπόδην ποταμοῦ ἀποσυληθέντα

καρκίνον ἐνθρύψαιο νεοβδάλτοιο γάλακτος,

ἶρίν θ', ἣν ἔθρεψε Δρίλων καὶ Νάρονος ὄχθαι,

Σιδονίου Κάδμοιο θεμείλιον Ἁρμονίης τε

ἔνθα δύω δασπλῆτε νομὸν στείβουσι δράκοντε.

λάζεο δ' ἀνθεμόεσσαν ἄφαρ τανύφυλλον ἐρείκην,

ἥν τε μελισσαῖος περιβόσκεται οὐλαμὸς ἕρπων·

καὶ μυρίκης λάζοιο νέον πανακαρπέα θάμνον,

μάντιν ἐνὶ ζωοῖσι γεράσμιον, ᾗ ἐν Ἀπόλλων

μαντοσύνας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν·

μὶξ δὲ κονυζῆεν φυτὸν ἔγχλοον ἠδὲ καὶ ἀκτῆς

καυλοὺς ἠνεμόεντας ἰδὲ πτερὰ πολλὰ καὶ ἄνθη

σαμψύχου κύτισόν τε καὶ εὐγλαγέας τιθυμάλλους·

πάντα δὲ λίγδῳ θρύπτε, καὶ ἐν σκαφίδεσσι δοχαίαις

φαρμάσσων μέθυ κεῖνο†χοὸς δεκάτῃ ἐνὶ μοίρῃ.

ἀλλ' ἤτοι γερύνων καναχοὶ περίαλλα τοκῆες

βάτραχοι ἐν χύτρῃσι καθεψηθέντες ἄριστοι

βάμματι· πολλάκι δ' ἧπαρ ἐνὶ σχεδίῃ ποθὲν οἴνῃ,

ἢ αὐτοῦ σίνταο κάρη κακὸν ἄλλοτε νύμφαις

ἐμπισθέν, τοτὲ δ' οἴνου ἐνὶ σταγόνεσσιν ἀρήξει.

- Μὴ σύ γ' ἑλιχρύσοιο λιπεῖν πολυδευκέος ἄνθην,

κόρκορον ἢ μύωπα, πανάκτειόν τε κονίλην,

ἥν τε καὶ Ἡράκλειον ὀρίγανον ἀμφὶς ἔπουσι·

σὺν καὶ ὄνου πετάλειον ὀριγάνῳ, αὖά τε θύμβρης

στρομβεῖα ψώχοιο, κακῆς ἐμφόρβια νούσου.

- Ἄγρει μὰν ὀλίγαις μηκωνίσι ῥάμνον ἐίσην

ἐρσομένην, ἀργῆτι δ' ἀεὶ περιδέδρομεν ἄνθῃ·

τὴν ἤτοι φιλέταιριν ἐπίκλησιν καλέουσιν

ἀνέρες οἳ Τμώλοιο παραὶ Γύγαό τε σῆμα

Παρθένιον ναίουσι λέπας, τόθι Κίλβιν ἀεργοί

ἵπποι χιλεύουσι καὶ ἀντολαί εἰσι Καΰστρου.

- Νῦν δ' ἄγε τοι ῥίζας ἐρέω ὀφίεσσιν ἀρωγούς.

ἔνθα δύω ἐχίεια πιφαύσκεο· τῆς δὲ τὸ μέν που

ἀγχούσῃ προσέοικεν ἀκανθῆεν πετάλειον,

παῦρον ἐπεί, τυτθὸν δὲ καὶ ἐν χθονὶ πυθμένα τείνει.

ἡ δ' ἑτέρη πετάλοισι καὶ ἐν καύλοισι θάλεια,

ὑψηλή· ὀλίγῳ δὲ πέριξ καλχαίνεται ἄνθει,

βλαστεῖ δ' ὡς ἔχιος σφεδανὸν δ' ἐφύπερθε κάρηαρ·

τῶν μὲν ἀπ' ἀνδρακάδα προταμὼν ἰσήρεα χραισμεῖν,

ἢ σφέλᾳ ἢ ὅλμῳ κεάσας ἢ ῥωγάδι πέτρῃ.

καί τε σύ γ' ἠρύγγοιο καὶ ἀνθήεντος ἀκάνθου

ῥίζεα λειήναιο, φέροις δ' ἰσορρεπὲς ἄχθος

ἀμφοῖιν κλώθοντος ἐν ἀρπέζῃσιν ἐρίνου·

λάζεο δ' εὐκνήμοιο κόμην βρίθουσαν ὀρείου

καὶ σπέραδος Νεμεαῖον ἀειφύλλοιο σελίνου,

σὺν δὲ καὶ ἀννήσοιο τὸ διπλόον ἄχθος ἀείραι

ῥίζαις ὁλκήεσσαν ὑπὸ πλάστιγγα πεσοῦσαν·

καὶ τὰ μὲν ὀργάζοιο, καὶ εἰν ἑνὶ τεύχεϊ μίξας

ἄλλοτε μέν τ' ἐχίων ὀλοὸν σίνος, ἄλλοτε τύμμα

σκορπιόεν, τοτὲ δάχματ' ἐπαλθήσαιο φάλαγγος,

τριπλόον ἐνθρύπτων ὀδελοῦ βάρος ἔνδοθεν οἴνης.

- Φράζεο δ' αἰγλήεντα χαμαίλεον ἠδὲ καὶ ὀρφνόν·

δοιοὶ δ' ἀμφὶς ἔασιν· ὁ μὲν ζοφοείδελος ὠπήν

ἤικται σκολύμῳ, τροχεὴν δ' ἀπεχεύατο χαίτην·

ῥίζα δέ οἱ βριαρή τε καὶ αἴθαλος, ἠδ' ὑπὸ κνημοῖς

σκοιοῖς ἐντελέθει φυξήλιος ἢ νεμέεσσι.

τὸν δ' ἕτερον δήεις αἰεὶ πετάλοισιν ἀγαυρόν,

μέσση δ' ἐν κεφαλὴ δύεται πεδόεσσα μολοβρή,

ῥίζα δ' ὑπαργήεσσα μελίζωρος δὲ πάσασθαι.

τῶν δὴ κυανέην μὲν ἀναίνεο, τῆς δ' ἀπὸ φάρσος

δραχμαῖον ποταμοῖο πιεῖν ὑδάτεσσι ταράξας.

- Ἄλλην δ' Ἀλκιβίοιο φερώνυμον ἄγρεο ποίην,

δράχμα χερὸς πλήσας, παύρῳ δ' ἐν νέκταρι πίνειν.

τὴν μὲν ὑπὸ σκοπέλοισι Φαλακραίοισιν ἐπακτήρ

Κρύμνης ἂμ πεδίον καὶ ἀνὰ Γράσον ἠδ' ἵνα θ' ἵππου

λειμῶνες, σκυλάκεσσιν Ἀμυκλαίῃσι κελεύων,

κνυζηθμῷ κυνὸς οὔλῳ ἐπήισε θυμολέοντος,

ὅς τε μεταλλεύων αἰγὸς ῥόθον ἐν στίβῳ ὕλης

κανθῷ ἐνὶ ῥαντῆρι τυπὴν ἀνεδέξατ' ἐχίδνης·

καὶ τὴν μὲν κλάγξας ἀφ' ἑκὰς βάλε, ῥεῖα δὲ ποίης

φύλλα κατέβρυξεν, καὶ ἀλεύατο φοινὸν ὄλεθρον.

- Ἆσαι δ' ἔγχλοα φλοιὸν ἐλαιήεντα κρότωνος

συμμίγδην πετάλοισι μελισσοφύτοιο δασείης,

ἠὲ καὶ ἠελίοιο τροπαῖς ἰσώνυμον ἔρνος

ἥ θ' Ὑπεριονίδαο παλινστρέπτοιο κελεύθους

τεκμαίρει γλαυκοῖσιν ἴσον πετάλοισιν ἐλαίης.

αὕτως δὲ ῥίζαν κοτυληδόνος, ἥ τ' ἀνὰ κρυμόν

ῥηγνυμένων ὀλοφυδνὰ διήφυσε ποσσὶ χίμετλα.

δήποτε δ' ἢ βλωθροῖο πυρίτιδος ἔγχλοα φύλλα,

ἢ σκολοπενδρείοιο φέρειν ἀπὸ καυλὸν ἀμήσας.

ἄγρει καὶ πάνακες Φλεγυήιον, ὅ ῥά τε πρῶτος

Παιήων Μέλανος ποταμοῦ παρὰ χεῖλος ἄμερξεν,

Ἀμφιτρυωνιάδαο θέρων Ἰφικλέος ἕλκος,

εὖτε σὺν Ἡρακλῆι κακὴν ἐπυράκτεεν Ὕδρην.

- Εἰ δέ, σύ γε σκύλακας γαλέης ἢ μητέρα λαιδρήν

ἀγρεύσαις πρόσπαιον, ἀποσκύλαιο δὲ λάχνην

καρχαλέου καθύπερθε πυρὸς σελάοντος ἀυτμῆς,

τῆς δ' ἐξ ἔγκατα πάντα βαλὼν καὶ ἀφόρδια γαστρός

φύρσον ἁλὸς δίοιο καὶ ἠελίου δίχα τέρσαι

μή τοι ἐνισκήλῃ νεαρὸν σκίναρ ὠκὺς ἀίξας.

ἀλλ' ὁπόταν χρειώ σε κατεμπάζῃ μογέοντα,

σῶχε διὰ κνήστι σκελετὸν δάκος, οἷά τ' ἀφαυρόν

σίλφιον ἢ στροφάλιγγα περιξήροιο γάλακτος

οἴνῳ ἐπικνήθων· τὸ δέ τοι προφερέστατον ἄλκαρ

ἐσσεῖται, πάσας γὰρ ὁμῶς ἀπὸ κῆρας ἐρύξει.

- Πεύθεο δ' εἰναλίης χέλυος κρατέουσαν ἀρωγήν

δάχματος εἶλαρ ἔμεν δολιχῶν ὅσα φῶτας ἀνιγρούς

ἑρπετὰ σίνονται· τὸ δέ τοι μέγ' ἀλέξιον εἴη.

ἤτοι ὅταν βροτολοιγὸν ὑπὲκ πόντοιο χελύνην

αἰγιαλῶν ἐρύσωσιν ἐπὶ ξερὸν ἀσπαλιῆες,

τήνδ' ἀνακυπώσας κεφαλῆς ἀπὸ θυμὸν ἀράξαι

μαύλιδι χαλκείῃ, βλοσυρὸν δ' ἐξ αἷμα χέασθαι

ἐν κεράμῳ νεοκμῆτι καμινόθεν, ἐκ δὲ πελιδνόν

οὐρὸν ἀπηθῆσαι πλαδάον εὐεργέι μάκτρῃ·

ἧς ἔπι δὴ τέρσαιο διατρυφὲς αἷμα κεδάσσας

δραχμάων πισύρων μίσγων βάρος· ἐν δὲ κυμίνου

δοιὰς ἀγροτέροιο, καὶ ἐκ ταμίσοιο λαγωοῦ

τετράμορον δραχμῇσι δύω καταβάλλεο βρῖθος·

ἔνθεν ἀποτμήγων πιέειν δραχμαῖον ἐν οἴνῃ.

- Καὶ τάδε μέν τ' ὀφίεσσιν ἀλεξητήρια δήεις.

- Ἔργα δέ τοι σίνταο περιφράζοιο φάλαγγος

σήματά τ' ἐν βρυχμοῖσιν· ἐπεί ῥ' ὁ μὲν αἰθαλόεις ῥώξ

κέκληται πισσῆεν, ἐπασσυτέροις ποσὶν ἕρπων·

γαστέρι δ' ἐν μεσάτῃ ὀλοοῖς ἔσκληκεν ὀδοῦσι.

τοῦ δὲ καὶ ἐγχρίμψαντος ἀνουτήτῳ ἴκελος χρώς

μίμνει ὅμως, τὰ δ' ὕπερθε φάη ὑποφοινίσσονται,

φρίκη δ' ἐν ῥέθεϊ σκηρίπτεται· αὐτίκα δὲ χρώς

μέζεά τ' ἀνδρὸς ἔνερθε τιταίνεται, ἐν δέ τε καυλός

φύρματι μυδαλέος προϊάπτεται· ἰσχία δ' αὔτως

μάλκη ἐνισκήπτουσα κατήριπεν ἔχμα τε γούνων.

- Ἀστέριον δέ φιν ἄλλο πιφαύσκεο, τεῦ τ' ἐπὶ νώτῳ

λεγνωταὶ στίλβουσι διαυγέες ἐν χροῒ ῥάβδοι·

βρύξαντος δ' ἀίδηλος ἐπέδραμεν ἀνέρι φρίκη,

ἐν δὲ κάρος κεφαλῇ, γούνων δ' ὑποέκλασε δεσμά.

- Κυάνεον δέ τοι ἄλλο πεδήορον ἀμφὶς ἀίσσει

λαχνῆεν· δεινὸν δὲ φέρει καὶ ἐπὶ χροῒ νύχμα

ὅντινα γυιώσῃ· κραδίη δέ οἱ ἐν βάρος ἴσχει,

νὺξ δὲ περὶ κροτάφοις, ἔμετον δ' ἐξήρυγε δειρῆς

λοιγὸν ἀραχνήεντα· νέμει δέ οἱ ἐγγὺς ὄλεθρον.

- Ἀγρώστης γε μὲν ἄλλος, ὃ δὴ λύκου εἴσατο μορφῇ

μυιάων ὀλετῆρος· ὀπιπτεύει δὲ μελίσσας,

ψῆνας, μύωπάς τε καὶ ὅσσ' ἐπὶ δεσμὸν ἵκηται.

ἄκμητον δ' ἐπὶ τύμμα φέρει μεταμώνιον ἀνδρί.

- Ἄλλο γε μὴν δύσδηρι, τὸ δὴ σφήκειον ἔπουσι,

πυρσὸν ἅλις, σφηκὶ προσαλίγκιον ὠμοβορῆι,

ὃς δὴ θαρσαλέην γενεὴν ἐκμάσσεται ἵππου·

ἵπποι γὰρ σφηκῶν γένεσις ταῦροι δὲ μελισσῶν

[σκήνεσι πυθομένοισι λυκοσπάδες ἐξεγένοντο].

τοῦ δὲ καὶ οὐτήσαντος ἐπὶ κρατερὸν θέει οἶδος,

νοῦσοί τ' ἐξέτεραι· μετὰ γούνασι δ' ἄλλοτε παλμός,

ἄλλοτε δ' ἀδρανίη· μινύθοντα δὲ τόνδε δαμάζει

ἐσχάτιον κακοεργὸς ἄγων παυστήριον ὕπνος.

- Εἰ δ' ἄγε, μυρμήκειον, ὃ δὴ μύρμηξιν ἔικται,

δειρῇ μὲν πυρόεν, ἄζῃ γε μὲν εἴσατο μορφήν,

πάντοθεν ἀστερόεντι περιστιγὲς εὐρέι νώτῳ·

αἰθαλέη δ' ἐπὶ τυτθὸν ἀείρεται αὐχένι κόρση·

ἄλγεα δὲ προτέροισιν ἴσα κνώπεσσι πελάζει.

- Χειροδρόποι δ' ἵνα φῶτες ἄτερ δρεπάνοιο λέγονται

ὄσπρια χέδροπά τ' ἄλλα μεσοχλόου ἐντὸς ἀρούρης,

ἐνθάδ' ἐπασσύτερα φλογερῇ εἰλυμένα χροιῇ

εἴκελα κανθαρίδεσσι φαλάγγια τυτθὰ δίενται.

τοῦ μὲν ὅμως ἔμμοχθον ἀεὶ περὶ δάχμα χέονται

φλύκταιναι, κραδίη δὲ παραπλάζουσα μέμηνε,

γλῶσσα δ' ἄτακτα λέληκε, παρέστραπται δὲ καὶ ὄσσε.

- Φράζεο δ' Αἰγύπτοιο τά τε τρέφει οὐλοὸς αἶα

κνώδαλα, φαλλαίνῃ ἐναλίγκια τὴν περὶ λύχνους

ἀκρόνυχος δειπνητὸς ἐπήλασε παιφάσσουσαν·

στεγνὰ δέ οἱ πτερὰ πάντα καὶ ἔγχνοα, τοῖα κονίης

ἢ καὶ ἀπὸ σπληδοῖο φαείνεται ὅστις ἐπαύρῃ.

τῷ ἴκελος Περσεῖος ὑποτρέφεται πετάλοισι,

τοῦ καὶ σμερδαλέον νεύει κάρη αἰὲν ὑποδράξ

ἐσκληκός, νηδὺς δὲ βαρύνεται· αὐτὰρ ὁ κέντρον

αὐχένι τ' ἀκροτάτῳ κεφαλῇ τ' ἐνεμάξατο φωτός,

ῥεῖα δέ κεν θανάτοιο καὶ αὐτίκα μοῖραν ἐφείη.

- Εἰ δ' ἄγε, καὶ κέντρῳ κεκορυθμένον ἀλγινόεντι

σκορπίον αὐδήσω καὶ ἀεικέα τοῖο γενέθλην.

τῶν ἤτοι λευκὸς μὲν ἀκήριος οὐδ' ἐπιλωβής,

πυρσὸς δ' ἐν γενύεσσι θοὸν προσεμάξατο καῦσον

ἀνδράσιν αἰθαλόεντα· περισπαίρουσι δὲ λώβαις

οἷα πυρίβλητοι, κρατερὸν δ' ἐπὶ δίψος ὄρωρεν.

αὐτὰρ ὅ γε ζοφόεις ἄραδον κακὸν ὤπασε τύψας

ἀνδρί· παραπλῆγες δὲ καὶ ἄφραστοι γελόωσιν.

ἄλλος δὲ χλοάων τε, καὶ ὁππότε γυῖον ἀράξῃ

φρῖκας ἐπιπροΐησι, κακὴ δ' ἐπὶ τοῖσι χάλαζα

εἴδεται ἐμπλάζουσα καὶ ἢν μέγα Σείριος ἄζῃ·

τοίη οἱ κέντροιο κοπίς, τοιῷ δ' ἐπὶ κέντρῳ

σφόνδυλοι ἐννεάδεσμοι ὑπερτείνουσι κεραίης.

ἄλλος δ' ἐμπέλιος ‑ φορέει δ' ὑπὸ βοσκάδα νηδύν

εὐρεῖαν, δὴ γάρ τε ποηφάγος αἰὲν ἄητος,

γαιοφάγος ‑ βουβῶσι τυπὴν ἀλίαστον ἰάπτει,

τοίη οἱ βούβρωστις ἐνέσκληκεν γενύεσσι.

τὸν δ' ἕτερον δήεις ἐναλίγκιον αἰγιαλῆι

καρκίνῳ ὃς μνία λεπτὰ ῥόθον τ' ἐπιβόσκεται ἅλμης.

ἄλλοι δὲ ῥοικοῖσιν ἰσήρεες ἄντα παγούροις

γυῖα βαρύνονται· βαρέαι δ' ἐσκλήκασι χηλαί,

οἷά τε πετραίοισιν ἐποκριόωσι παγούροις·

τῶν δὴ καὶ γενεὴν ἐξέμμορον εὖτε λίπωσι

πέτρας καὶ βρύα λεπτὰ πολυστίοιο θαλάσσης.

τοὺς ἁλὸς ἐξερύουσι δελαστρέες ἰχθυβολῆες,

αὐτίκα δ' ἀγρευθέντες ἐνὶ γρώνῃσιν ἔδυσαν

μυοδόκοις, ἵνα τέκνα κακοφθόρα τῶνδε θανόντων

σκορπίοι ἐξεγένοντο καθ' ἕρκεα λωβητῆρες.

τὸν δὲ μελίχλωρον· τοῦ μὲν προμελαίνεται ἄκρη

σφόνδυλος, ἄσβεστον δὲ νέμει πολυκήριον ἄτην.

ἔχθιστος δ' ὅ τε ῥαιβὰ φέρει φλογὶ εἴκελα γυῖα

ἀνδράσι, νηπιάχοις δὲ παρασχεδὸν ἤγαγεν αἶσαν·

οἷς δὴ καὶ νώτοισι περὶ πτερὰ λευκὰ χέονται

μάστακι σιτοβόρῳ ἐναλίγκια, τοί θ' ὑπὲρ ἄκρων

ἱπτάμενοι ἀθέρων λεπυρὸν στάχυν ἐκβόσκονται

Πήδασα καὶ Κισσοῖο κατὰ πτύχας ἐμβατέοντες.

- Οἶδά γε μὴν φράσσασθαι ἀλέξια τοῖο βολάων,

οἷά περ ἐκ βέμβικος ὀρεστέρου ἠὲ μελίσσης,

ᾗ τε καὶ ἐκ κέντρου θάνατος πέλει εὖτε χαράξῃ

ἄνδρα πέριξ σίμβλοιο πονεύμενον ἠὲ καὶ ἀγροῖς·

κέντρον γὰρ πληγῇ περικάλλιπεν ἐμματέουσα,

κέντρον δὲ ζωήν τε φέρει θάνατόν τε μελίσσαις.

- Οἶδά γε μὴν καὶ ἴουλος ἃ μήδεται ἠδ' ὀλοὸς σφήξ,

πεμφρηδὼν ὀλίγη τε καὶ ἀμφικαρὴς σκολόπενδρα,

ἥ τε καὶ ἀμφοτέρωθεν ὀπάζεται ἀνδράσι κῆρα,

νήιά θ' ὡς σπέρχονται ὑπὸ πτερὰ θηρὶ κιούσῃ·

τυφλήν τε σμερδνήν τε βροτοῖς ἐπὶ λοιγὸν ἄγουσαν

μυγαλέην, τροχιῇσιν ἐνιθνῄσκουσαν ἁμάξης.

σῆπά γε μὴν πεδανοῖσιν ὁμὴν σαύροισιν ἀλύξαις,

καὶ σαλαμάνδρειον δόλιον δάκος αἰὲν ἀπεχθές,

ἥ τε καὶ ἀσβέστοιο διὲκ πυρὸς οἶμον ἔχουσα

ἔσσυται ἀκμήνης†καὶ ἀνώδυνος· οὐδέ τί οἱ φλόξ

σίνεται ἀσβέστη ῥαγόεν δέρος ἄκρα τε γυίων.

ναὶ μὴν οἶδ' ὅσα πόντος ἁλὸς ῥόχθοισιν ἑλίσσει,

σμυραίνης δ' ἔκπαγλον· ἐπεὶ μογεροὺς ἁλιῆας

πολλάκις ἐμπρήσασα κατεπρήνιξεν ἐπάκτρου

εἰς ἅλα φυζηθέντας ἐχετλίου ἐξαναδῦσα.

.    .    .    .    .    .    .    .    .    .    .

εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι

θόρνυσθαι προλιποῦσαν ἁλὸς νομὸν ἠπείροισι.

τρυγόνα μὴν ὀλοεργὸν ἁλιρραίστην τε δράκοντα

οἶδ' ἀπαλέξασθαι· φορέει γε μὲν ἄλγεα τρυγών

ἦμος ἐν ὁλκαίοισι λίνοις μεμογηότα κέντρῳ

ἐργοπόνον τύψῃσιν, ἢ ἐν πρέμνοισι παγείῃ

δενδρείου τό τε πολλὸν ἀγαυρότατον θαλέθῃσι·

τοῦ μὲν ὑπὸ πληγῇσιν ἅτ' ἠελίοιο δαμέντος

ῥίζαι σὺν δέ τε φυλλὰς ἀποφθίνει, ἀνδρὶ δὲ σάρκες

πυθόμεναι μινύθουσι· λόγος γε μὲν ὥς ποτ' Ὀδυσσεύς

ἔφθιτο λευγαλέοιο τυπεὶς ἁλίου ὑπὸ κέντρου.

- Οἷσιν ἐγὼ τὰ ἕκαστα διείσομαι ἄρκια νούσων.

δὴ γὰρ ὅτ' ἀγχούσης θριδακηίδα λάζεο χαίτην,

ἄλλοτε πενταπέτηλον, ὅτ' ἄνθεα φοινὰ βάτοιο,

ἄρκτιον, ὀξαλίδας τε καὶ ὀρμενόεντα λυκαψόν,

κίκαμα τόρδειλόν τε περιβρυές, ἐν δὲ χαμηλήν

ῥεῖα πίτυν, φηγοῦ τε βαθὺν περὶ φλοιὸν ἀράξας,

σὺν δ' ἄρα καυκαλίδας τε καὶ ἐκ σταφυλίνου ἀμήσας

σπέρματα καὶ τρεμίθοιο νέον πολυειδέα καρπόν·

ἢ ἔτι καὶ φοινίσσον ἁλὸς καταβάλλεο φῦκος,

ἀχραές τ' ἀδίαντον, ἵν' οὐκ ὄμβροιο ῥαγέντος

λεπταλέη πίπτουσα νοτὶς πετάλοισιν ἐφίζει.

εἰ δ' ἄγε καὶ σμυρνεῖον ἀειβρυὲς ἢ σύ γε ποίης

λευκάδος ἠρύγγου τε τάμοις ἀθερηίδα ῥίζαν

ἄμμιγα καχρυφόρῳ λιβανωτίδι· μηδ' ἀπαρίνη

μηδ' ἔτι κουλυβάτεια περιβρίθουσά τε μήκων

θυλακὶς ἢ ἐπιτηλὶς ἐπὶ χραίσμῃσιν ἀπείη.

σὺν δὲ κράδης κυέουσαν ἀποτμήξαιο κορύνην,

ἢ αὐτοὺς κόκκυγας ἐρινάδος, οἵ τε πρὸ ἄλλης

γογγύλοι ἐκφαίνουσιν ἀνοιδείοντες ὀπώρης.

λάζεο καὶ πυράκανθαν ἰδὲ φλόμου ἀργέος ἄνθην,

ἄμμιγα δ' αἰγίλοπός τε χελιδονίου τε πέτηλα,

δαύκειον, ῥίζαν τε βρυωνίδος, ἣ καὶ ἔφηλιν

θηλυτέρης ἐχθρήν τε χρόης ὠμόρξατο λεύκην.

ἐν δὲ περιστερόεντα κατασμώξαιο πέτηλα,

ἢ καὶ ἀλεξιάρης πτόρθους ἀπαμέργεο ῥάμνου·

μούνη γὰρ δρήστειρα βροτῶν ἀπὸ κῆρας ἐρύκει.

ναὶ μὴν παρθενίοιο νεοδρέπτους ὀροδάμνους,

κόρκορον ἢ πεταλῖτιν ἀμέργεο, πολλάκι μίλτου

Λημνίδος ἣ πάσῃσι πέλει θελκτήριον ἄταις.

δήποτε καὶ σικύοιο τάμοις ἐνιπευκέα ῥίζαν

ἀγροτέρου· νηδὺν δὲ καὶ ἐμβρίθουσαν ἀνίης

ἤμυνεν καὶ καρπὸς ἐυρρήχου παλιούρου·

σὺν καὶ ἀκανθοβόλος χαίτη, νεαλεῖς τ' ὀρόβακχοι

σίδης ὑσγινόεντος ἐπιμύοντας ὀλόσχους

αὐχενίους ἵνα λεπτὰ πέριξ ἐνερεύθεται ἄνθη·

ἄλλοτε δ' ὕσσωπός τε καὶ ἡ πολύγουνος ὄνωνις,

φύλλα τε τηλεφίλοιο, νέον τ' ἐν βότρυσι κλῆμα,

ἀγλῖθες, καὶ καρπὸς ὀρειγενέος κορίοιο,

ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης.

πολλάκι δ' ἢ πέπεριν κόψας νέον ἢ ἀπὸ Μήδων

κάρδαμον ἐμπίσαιο· σὲ δ' ἂν πολυάνθεα γλήχων

στρύχνον τ' ἠδὲ σίνηπι κακηπελέοντα σαώσαι.

ἄγρει καὶ πρασιῆς χλοερὸν πράσον, ἄλλοτε δ' αὐτῆς

σπέρμ' ὀλοὸν κνίδης ἥ θ' ἑψίη ἔπλετο κούροις·

σὺν καί που νιφόεν σκίλλης κάρη, αὖά τε βολβῶν

σπείρεα, καὶ καυλεῖον ὁμοκλήτοιο δράκοντος,

ῥάμνου τ' ἀσπαράγους θαμνίτιδος, ἠδ' ὅσα πεῦκαι

ἀγρότεραι στρόμβοισιν ὑπεθρέψαντο ναπαῖαι.

εἰ δέ, σύ γ' ἐκ ποίης ἀβληχρέος ἔγχλοα ῥίζαν

θηρὸς ἰσαζομένην τμήξαις ἰοειδέι κέντρῳ

σκορπίου, ἠὲ σίδας Ψαμαθηίδας, ἅς τε Τράφεια

Κῶπαί τε λιμναῖον ὑπεθρέψαντο παρ' ὕδωρ,

ᾗπερ Σχοινῆός τε ῥόος Κνώποιό τε βάλλει,

ὅσσα θ' ὑπ' Ἰνδὸν χεῦμα πολυφλοίσβοιο Χοάσπεω

πιστάκι' ἀκρεμόνεσσιν ἀμυγδαλόεντα πέφανται·

καυκαλίδας, σὺν δ' αἰθὰ βάλοις φιμώδεα μύρτα,

κάρφεά θ' ὁρμίνοιο καὶ ἐκ μαράθου βρυόεντος,

εἰρύσιμόν τε καὶ ἀγροτέρου σπερμεῖ' ἐρεβίνθου

σὺν χλοεροῖς θάμνοισι βαλὼν βαρυώδεα ποίην.

ναὶ μὴν καὶ σίσυμβρα πέλει μειλίγματα νούσων,

σὺν δὲ μελιλλώτοιο νέον στέφος, ἠδ' ὅσα χαύνης

οἰνάνθης βρύα λευκὰ καταψήχουσι νομῆες,

ὅσσα τε λυχνὶς ἔνερθεν ἐρευθήεις τε θρυαλλίς

καὶ ῥόδον ἠδ' ἴα λεπτὸν ὅσον σπερμεῖον ἀέξει.

ἢ καὶ πουλύγονον λασίων ὑπάμησον ἰάμνων,

ψίλωθρον, καρπόν τε πολυθρήνου ὑακίνθου,

ὃν Φοῖβος θρήνησεν ἐπεί ῥ' ἀεκούσιος ἔκτα

παῖδα βαλὼν προπάροιθεν Ἀμυκλαίου ποταμοῖο,

πρωθήβην Ὑάκινθον, ἐπεὶ σόλος ἔμπεσε κόρσῃ

πέτρου ἀφαλλόμενος νέατον δ' ἤραξε κάλυμμα.

σὺν δέ τε καὶ τριπέτηλον ὀποῖό τε δάκρυα βάλλοις

τρισσοῖς ὁλκήεσσιν ἰσοζυγέων ὀδελοῖσιν·

ἠὲ σύ γ' ἕρπυλλον κεροειδέα, πολλάκι κρῆθμον,

ἢ ποίην κυπάρισσον ἀμέργεο, σὺν δὲ καὶ αὐτοῖς

ἄννησον Λιβυκάς τε ποτῷ ἐνικνήθεο ῥίζας·

ὧν σὺ τότ' ἀμμίγδην, τοτὲ δ' ἄνδιχα πίνεο θρύψας

ἐν κελέβῃ, κεράσαι δὲ σὺν ὄξεϊ, πολλάκι δ' οἴνῃ

ἢ ὕδατι· χραισμεῖ δὲ καὶ ἐνθρυφθέντα γάλακτι.

- Ἢν δέ σ' ὁδοιπλανέοντα καὶ ἐν νεμέεσσιν ἀνύδροις

νύχμα κατασπέρχῃ, βεβαρημένος αὐτίκα ῥίζας

ἢ ποίην ἢ σπέρμα παρ' ἀτραπιτοῖσι χλοάζον

μαστάζειν γενύεσσιν, ἀμελγόμενος δ' ἀπὸ χυλόν

τύμμασιν ἡμίβρωτα βάλοις ἔπι λύματα δαιτός

ὄφρα δύην καὶ κῆρα κατασπέρχουσαν ἀλύξῃς.

- Ναὶ μὴν καὶ σικύην χαλκήρεα λοιγέι τύψει

προσμάξας ἰόν τε καὶ ἀθρόον αἷμα κενώσεις,

ἠὲ κράδης γλαγόεντα χέας ὀπόν, ἠὲ σίδηρον

καυστείρης θαλφθεῖσαν ὑπὸ στέρνοισι καμίνου.

ἄλλοτε φορβάδος αἰγὸς ἐνίπλειον δέρος οἴνης

χραισμήσει τημοῦτος ἐπὴν σφυρὸν ἢ χέρα κόψῃ.

ἀσκοῦ ἔσω βαρύθοντα μέσον διὰ πῆχυν ἐρείσεις

ἢ σφυρόν, ἀσκοδέταις δὲ πέριξ βουβῶνας ἑλίξεις

εἰσόκε τοι μένος οἴνου ἀπὸ χροὸς ἄλγος ἐρύξῃ.

δήποτε καὶ βδέλλας κορέσαις ἐπὶ τύμμασι βόσκων,

ἢ ἀπὸ κρομμυόφι στάζων ὀπόν, ἄλλοτε δ' οἴνης

μίγδην ἐν πυράθοισι χέας τρύγα φυρήσασθαι

ἢ ὄξευς, νεαλεῖ δὲ πάτῳ περὶ τύψιν ἑλίξαις.

- Ὄφρα δὲ καὶ πάσῃσιν ἀλεξητήριον ἄταις

τευξάμενος πεπύθοιο, τό τοι μέγα κρήγυον ἔσται

ἦμος ὅτε θρόνα πάντα μιῇ ὑπὸ χειρὶ ταράξῃς,

ἐν μὲν ἀριστολόχεια, καὶ ἴριδος ἐν δέ τε νάρδου

ῥίζαι, χαλβανίδες τε σὺν αὐαλέοισι πυρέθροις

εἶεν, δαυκείου τε παναλθέος, ἐν δὲ βρυώνης,

σὺν δέ τε ῥίζεα χαῦνα νεωρυχέος γλυκυσίδης

κάρφεά τ' ἐλλεβόρου μελανόχροος, ἄμμιγα δ' ἀφρός

λίτρου· σὺν δὲ κύμινα χέαις βλαστόν τε κονύζης,

ἄμμιγα δ' ἀγροτέρης σταφίδος λέπος· ἶσα δὲ δάφνης

σπερμεῖα κύτισόν τε κατακνήθειν τε χαμηλόν

ἱππεῖον λειχῆνα, καὶ ἐν κυκλάμινον ἀγείρας.

ἐν καὶ μήκωνος φιαρῆς ὀπόν, ἀμφὶ καὶ ἄγνου

σπέρματα βάλσαμόν τε καὶ ἐν κινάμοιο βαλέσθαι,

σὺν καὶ σφονδύλειον ἁλός τ' ἐμπληθέα κύμβην,

ἄμμιγα καὶ τάμισον καὶ καρκίνον· ἀλλ' ὁ μὲν εἴη

πτωκός, ὁ δ' ἐν ποταμοῖσι πολυστίοισι νομάζων.

καὶ τὰ μὲν ἐν στύπεϊ προβαλὼν πολυχανδέος ὅλμου

μάξαι λαϊνέοισιν ἐπιπλήσσων ὑπέροισιν·

αἶψα δ' ἐπ' αὐαλέοισι χέας ἀπαρινέα χυλόν

ἄμμιγα συμφύρσαιο, καταρτίζοιο δὲ κύκλους

δραχμαίους πλάστιγγι διακριδὸν ἄχθος ἐρύξας,

οἴνης δ' ἐν δοιῇσι χαδεῖν κοτύλῃσι ταράξας.

- Καί κεν Ὁμηρείοιο καὶ εἰσέτι Νικάνδροιο

μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρου νιφόεσσα πολίχνη.