2319 226 4 3 246 6 IV-III a. C. Commedia Menander Sicyonius Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 38

MENANDER - Sicyonius - ΣΙΚΥΩΝΙΟΣ

[        ]αρειναί φημι τούτου θυγάτριον.

ὡς δ' ἐγκρατεῖς ἐγένοντο σωμάτων τριῶν

τὴν γραῦν μὲν οὐκ ἔδοξε λυσιτελεῖν ἄγειν

   5αὐτοῖς, τὸ παιδίον δὲ καί τιν' οἰκέτην

τῆς Καρίας ἀγαγόντες εἰς τὰ Μύλασ', ἐκεῖ

ἐχρῶντ' ἀγορᾶι, καθῆτό τ' ἐπὶ τῆς ἀγκάλης

ἔχων ὁ θεράπων τὴν τροφίμην. πωλ[ουμένοις

προσῆλθεν ἡγεμών τις· ἠρώτα πόσου

  10ταῦτ' ἐστιν· ἤκουσεν, συνεχώρησ', ἐπ[ρίατο.

παλίμβολος δὲ τῶι θεράποντι πλησίον

τῶν αὐτόθεν τις ἕτερος ἅμα πωλούμ[ενος

"βέλτιστε, θάρρει," φησίν, "ὁ Σικυώνιος

ἠγόρακεν ὑμᾶς, ἡγεμὼν χρηστὸς σφόδρα

  15καὶ πλούσιος. τούτωι [τ]υ̣χὸν̣ [

ἐκ τοῦ παραχρῆμ[

τῶι παιδίωι τὴν πατ[

[.]ε̣ον προσάγων οἰκεῖον ειστ[

[....]ε̣ι̣δ̣έναι δοκεῖν τ̣[

(desunt uersus vii-xv aut xxviii-xl)

  20[           ]δειδοξενουτινος

[          ] γὰρ ποιοῦσί τε

[           ].α̣ν̣[.]ε̣τι

[               τὰ] καθ' ἕκαστα δὲ

ὄψεσθ' ἐὰν βούλησθε, βουλή]θ̣ητε δέ.

uersuum 25-35 fines supersunt in hunc modum:

  25] λογισμὸν ἀνδρικόν

]τεραν ἰδεῖν

].ονοις ὡς γίγνεται

].ενη δεύτερον

] οὑτοσί

  30]ν μου πυθοῦ

το]ύτωι τῶι κακῶι

]με καὶ συνοικίζειν, γύναι

]. ουδεμία μὰ τὼ θεὼ

]ν ἄπεστι τούτωι γάρ, τάλαν

  35].φασὶν· ὁ δὲ τρόμος πολύ

(desunt uersus v-ix)

uersuum 36, 37 paene nihil superest, sed subsunt para-

graphi. uersuum 38-51 initia supersunt in hunc modum:

ημ[

θρέψεις μο[

  40μᾶλλον δετ̣[

τέχνην α.[

κτῆμ' ἐστι σ[

ἄπληστος ε̣[

πάντ' ἐσθίειν̣ [

  45οὕτω γὰρ ηγα[

ἀνὴρ ἀπληστ̣[

γυναικὶ παν̣[

τοῦτ' ηὐχόμη[ν

ἐγώ. τὸ ποῖον; ε̣[

  50πρὸς ταῦτα

δίδωμι προ[

(quot uersus desint non constat)

[        ]ων ἀπολεσάντων παιδίον

[     ]δόντων τρέφειν ἢ τὸν τόπον

[     ]γεγραμμένων ἀλλως ἔχει

  55[     ]ον ποτ' ἐστὶν οὕτω μαρτυρεῖν

[     ]τοιοῦτον ἄν τις εὕροι πολλαχοῦ

[   ἐ]ν ἄστει τουδε Ἐλευσίς ἐστι καὶ

πανήγ]υρίς που· τίς νοήσει πρὸς θεῶν

[     ]μ̣ειται δῆμος εἷς τις οὐ ταχὺ

  60[     ] ἀφελκύσαις ἄν· εἰ δὲ περιμένω

[          ] ἔτι λέγοντος ἑσπέρα

(desunt uersus xi-xii)

  75[                ἀν]υ̣π̣ε̣ρ̣β̣α̣τ̣ω

[              ]..α̣λ̣η̣θ̣[.]λον

[              ]ο̣υ̣περ ἐγενόμην

[            οἰ]κότριψ Δρόμων

[              ]σ̣ εὐεργέτην

  80[              ] Διόνυσος ἀπολέσαι

[  οὐδὲν ὑγ]ι̣ὲ̣ς οὐδ' ἁπλοῦν φρονῶν

[           ]ν ἀνήιρηκάς με νῦν

[           ]τ̣' ἐπυθόμην ὅτι

[           ]ο̣ παιδίον χάριν

  85[         ]ν φιλανθρώπων κακῶς

[        ]ως ὀλ[..] τι· τὴν μὲν παρθένον

[        ]νῦν οἶδεν ἐνδεέστερον

...

ἐμαυτὸν ουδω[

  90[.]υ̣σ̣[......].αυται καὶ [

ὑπόλειον [

ἔδωκασ̣ ἂν̣ δ̣ίσ̣· ο̣ὐκ̣ ἀγαθά; κ̣αλω̣θ[

καὶ νῦν δραμὼν τὴν παῖδα π̣αρ̣[

ἔσται γὰρ ὥσπερ ...........εμο̣[

  95ὡ̣σ̣ ἔστιν· οὐκ ἐᾶις με κοι̣ν̣ῶ̣σ̣α̣ι̣ λ̣[

τίς] οὐκ ἐᾶι; δέδ̣ω̣κ̣', ἐ̣δ̣έξω· νῦ[ν

δέδοικε, φησί, δεσπότην ξένο[ν

τρίτον τ' ἐρῶντ'. ἐγγύς τε τω[..]ρ̣α̣[

λέγοντα τούτους τοὺς λόγους ἐπει̣[

 100ἐμοὶ δὲ καὶ τούτωι τί πρᾶγμ' ἐστ[

μὴ τοῦτον ἡμῖν τὸν τρόπον λαλει̣[

τολμητέον γάρ ἐστιν· ἀλλ' ει̣[..]ρ̣[

τούτων ἀληθὲς ὁ θεράπων τι.[

ἅπασι νη[.].[..]α̣ τοῖς πολίταις ἡ κόρη

 105οὐκ ἀλλοτρία· πρῶτον μὲν αὐτῆ̣σ̣ τ̣[

προση..........εκαδ..τ̣ει̣[

οὐκ οἶδ' ὅ τι λέγω· τῶι θ̣ε̣ρ̣ά̣π̣[οντι

κἀμοὶ τ[

μειράκιο[ν ...]ο̣ντι[.]. π̣ο̣ρ̣ν̣η̣[

(quot desint uersus non constat)

 110[        ]κ̣ες διαμένει μηδὲ σαυτὸν ἀξίου

[       τ]ούτου ποτ' ἔσται καιρός.

[ΘΗΡΩΝ]    εὖ γε νὴ Δία.

[        ] γὰρ αὐτόν· ἐπιπαροξυνθήσεται

[        ]α̣σιν οὕτως †εἶτα μὴ πεπραζεται †

[     ἔστ]ω, δεδόχθω.

[Θη]    νῦν δοκεῖ μοι, νὴ Δία.

 115[       ἐ]νθάδ' ἦσθα διὰ λογισμὸν οὐθενὸς

[        ] μ̣ὰ τὴν Ἀθηνᾶν πώποτ' εὐφρονέστερον

[Θη] [      Ἄ]πολλον· εὖ γε νὴ τὸν Ἥλιον

[       ] τῶν σῶν ὄνασθαι μηθέν' ἄλλον, ἀλλὰ σέ

[       ]ον εἶπον οὐδὲ προὐνοήσανθ' οἵτινες

 120[Θη] [       ὁ] ποῖος;

‹ΣΤΡΑΤΟΦΑΝΗΣ›    Πυρρίας, ὃν οἴκαδε

[           ]..εαυτόν, ἵνα φράσηι σεσωμένους

[           ]ν̣τες ὀλίγων.

(Θη)    οἶδα.

‹Στρ›    πρὸς τὴν μητέρα

[           ]μεν· τί οὖν δεῦρ' ἔρχεται μαθὼν πάλιν

καὶ μάλα σπουδῆι] βαδίζων;

(Θη)    καὶ σκυθρωπὸς ἔρχεται.

 125(Στρ) μή τι συμβέβη]κεν ἡμῖν, Πυρρία, νεώτερον;

μὴ γὰρ ἡ μήτηρ] τέθνηκε.

(ΠΥΡΡΙΑΣ)    πέρυσιν.

(Στρ)    οἴμοι· γραῦς σφόδρ' ἦν·

[          ]σ̣ ἐκείνη γέγονεν.

(Πυ)    ἀλλ' ἐν πράγμασιν,

Στρατοφάνη, κ]αινοῖς ἔσει σὺ σφόδρα τ' ἀνελπίστοις τισίν.

οὗ δοκεῖς οὐκ ἦς]θας ὑός, ὡς ἔοικεν.

(Στρ)    ἀλλὰ τοῦ;

 130(Πυ) [             ]ο τελευτῶσ' ἐνθαδὶ τὸ σὸν γένος

[          ἔ]γραψεν.

(Θη)    ἁποθνήισκων οὐ φθονεῖ

οὐδενὸς τοῖς ζ]ῶσιν ἀγαθοῦ· τοὺς ἑαυτοῦ σ' ἀγνοεῖν

οὐκ ἐβούλετο.

(Πυ)    οὐ μόνον δ' ἦν τοῦτο. καὶ δίκην δέ τωι

ὦφλεν ὁ πατήρ, ὡς ἔοικε, ζῶν ὁ σὸς Βοιωτίωι ‑

 135(Στρ) ἐπυθόμην.

(Πυ)    πολλῶν ταλάντων, Στρατοφάνη, κατὰ σύμβολα.

(Στρ) ἦλθε περὶ τούτων ἁπάντων μοι τότ' εὐθὺς γράμματα

τήν τε τοῦ πατρὸς τελευτὴν ἅμα λέγοντ' εἰς Καρίαν.

(Πυ) ὄντ' ἀγώγιμόν σε τούτωι πυθομένη τῶν τοὺς νόμους

εἰδότων τήν τ' οὐσίαν σου, τοῦτο προὐνοεῖτό σου

 140καὶ τελευτῶσ' ἀπεδίδου σε τοῖς ἑαυτῶν εὐλόγως.

(Στρ) δὸς τὸ γραμματείδιόν μοι.

(Πυ)    καὶ ταδὶ χωρίς γ' ἔχω

τῶν γεγραμμένων ἐκείνοις, Στρατοφάνη, γνωρίσματα

καὶ τεκμήρι', ὡς ἐκείνην ἔφασαν οἱ δόντες λέγειν

ζῶσαν.

(Θη)    ὦ δέσποιν' Ἀθηνᾶ, τουτονὶ σαυτῆς πόει,

 145ἵνα λάβηι τὴν παῖδ', ἐγὼ δὲ Μαλθάκην.

(Στρ)    βαδίζετε.

δεῦρο, Θήρων.

(Θη)    οὐ λέγεις μοι;

(Στρ)    πρόαγε, μηθέν πω λάλει.

(Θη) ἀλλ' ὅμως· κἀγώ ‑

(Στρ)    βάδιζε καὶ σὺ δεῦρο, Πυρρία·

τῶν ἐμῶν λόγων γὰρ οἴσεις εὐθέως τὰ σύμβολα

καὶ παρὼν δείξεις ἐάν τις αὐτὰ βούληται σκοπεῖν.

ΧΟΡΟΥ

 150(ΣΜΙΚΡΙΝΗΣ)

ὄχλος εἶ φλυάρου μεστός, ὦ πόνηρε σύ,

δίκαια τὸν κλάοντα προσδοκῶν λέγειν

καὶ τὸν δεόμενον· τοῦ δὲ μηδὲ ἓν ποεῖν

ὑγιὲς σχεδὸν ταῦτ' ἐστι νῦν τεκμήριον·

οὐ κρίνεθ' ἁλήθεια τοῦτον τὸν τρόπον,

 155ἀλλ' ἐν ὀλίγωι πολλῶι γε μᾶ[λλον συνεδρίωι.

(ΒΛΕΠΗΣ)

ὀλιγαρχικός γ' εἶ καὶ πονηρός, Σμ̣[ικρίνη,

νὴ τὸν Δία τὸν μέγιστον.

(Σμ)    οὐδέν̣[

ὦ Ἡράκλεις, ἀπολεῖτέ μ' οἱ σφοδ[ρ

ὑμεῖς. τί γάρ μοι λοιδορεῖ βαρυ.[

 160(Βλ) μισῶ σε καὶ τοὺς τὰς ὀφρῦς ἐπη[ρκότας

ἅπαντας· ὄχλος ὢν δ' ὁμολογῶ̣ [

(Σμ) οὐκ ἂν γένοιτο τοῦτο.

(Βλ)    ἐγώ σε. [

τὸν πλούσιον κλέπτοντα σ.[

σκεύη τε καὶ τούτων ἀποτ.[

 165ἀργύριον οὐκ ἐξ οἰκίας ἴσως φ[

τῶν ἀγομένων ἐκεῖσε προ[

(Σμ) οἴμωζε.

(Βλ)    καὶ σύ.

(Σμ)    νοῦν ἔχεις φ[        σκάφης

ἐγὼ γὰρ ἄν σ' ἐπόησα συνστομώτερον.

(Βλ) ὦ γεραιέ, μεῖνον ἐν παραστά[σιν δόμων.

 170(Σμ) μένω. τίνος δὲ τοῦτο θωύσ[σεις χάριν;

(Βλ) ὡς ἂν σὺ μικρὸν καὶ καπν[

(Σμ) βουλόμεθ' ἀκοῦσαι τὰ περὶ τ[

καὶ̣ [

(Βλ) εἰδως ταπυν[

 175(Σμ) ἅπασαν ἡμῖν εἰ[πέ

(Βλ) ἐτύγχανον μὲν οὐ[

βαίνων, μὰ τὸν Δί', οὔτε τ̣[

[       ]ε τοῦτ' ἐμοί, καλῶς ποῶν

[      ] καὶ τὰ τῶν ἄλλων κακὰ

 180[     ]μαι φοβερὸς εἰς τριώβολον

[    ]τ̣ε κοινὸν μέγα βοῶν οἷς ἂν τύχω

δημο]τικός, οἵπερ καὶ μόνοι σώιζουσι γῆν.

ἐξ] ἄστεως δ' ἥκων ἵν' ἐντύχοιμί τωι

τῶν δημοτῶν μέλλοντι λεπτὸν βοΐδιον

 185νέμειν ἀκούειν θ' ὅσα προσέστ' αὐτῶι κακὰ

ὑπὸ τῶν λαβόντων μερίδα ‑ τούτων δ' αὐτὸς ἦν·

τοῦ τῆς θεοῦ δήμου γάρ εἰμ' ἐπώνυμος,

Βλέπης Ἐλευσίνιος ‑ ἐπέστην ὄχλον ἰδὼν

πρὸς τοῖς προπυλαίοις, καὶ "πάρες μ'" εἰπὼν ὁρῶ

 190καθημένην παῖδ' εἷς τε τούτων τῶν κύκλωι

γενόμενος. εὐθὺς δῆμος ἦν καὶ κύριον

[            τ]ῆς καθημένης κόρης

(desunt uersus vii uel viii)

οὔπω πέπυσμαι .[

ὁ κύριος κακὸν ποήσηι κ[

 195καὐτὸς μεθ' ὑμῶν ἐνθαδὶ κα̣[

ἐπόησε τοῦτο καὶ μέγ' ὠρεχθή[σαμεν

ἡμεῖς "πολῖτίς ἐστιν ἡ παῖς." καὶ μόλις

οὑν τῶι κύκλωι πάλιν κατεσβέσθη π[ολὺς

ἦχος. σιωπῆς γενομένης προσίσταται

 200μειράκιον ἐγγὺς τῶι θεράποντι λευκόχρων

ὑπόλειον ἀγένειόν τι καὶ μικρὸν λαλεῖν

ἐβούλετ'· οὐκ εἰάσαμεν. "μεῖζον λέγε"

εὐθύς τις ἀνεβόησε καὶ "τί βούλεται;

τίς ἐστι; τί λέγεις;" "οἶδέ μ' οὗτος ὁ θεράπων"

 205φησίν, "πάλαι γὰρ οὖν βοηθῶ. κἄν τινος

δέητ' ἐρω̣τῶ̣. καὶ τὰ πόλλ' ἀκήκοα

αὐτοῦ λέγοντος ἄρτι πρὸς τὸν δεσπότην."

καὶ κόκκινος γενόμενος ὑπανεδύετο

κοὐ] παντελῶς ἦν βδελυρός, οὐ σφόδρ' ἤρεσεν

 210ἡ]μ̣ῖν δέ, μοιχώδης δὲ μᾶλλον κατεφάνη.

μέγ' ἐγκραγόντες [

νῦ]ν̣ τοῦτον. εἷς θ' ἡμῶν γενόμενος ἔβλεπεν

εἰς] τὴν κόρην, ἐλάλει τε τοῖς ἐγγὺς συχνά

[              ]ον πεφευγῦ' ἡ κόρη

 215[             ὄ]ψει τις ἀνδρικὸς πάνυ

[              ]μως νὴ τὸν Δί' ἐγγὺς ἵσταται

[             ἄ]νθρωπος ἕτερος, καὶ τρίτος

[              ]υ̣των· ὡς δ' ἐνέβλεψ' ἐγγύθεν

[          τὴν πα]ῖ̣δ', ἐξαπίνης ποταμόν τινα

 220δακρύων ἀφίησ' ο]ὗτος, ἐμπαθῶς τε τῶν

τριχῶν ἑαυτοῦ λαμ]βάνεται βρυχώμενος.

[               ] ἔλαβε τοὺς ἑστηκότας

[              ]ε τί βούλει; λέγε, λέγε."

[             φησί]ν, "οὕτως ἡ θεὸς

 225δοίη τὸ λοιπόν, ἄνδρες,] ὑμῖν εὐτυχεῖν,

[            τέ]τροφα μικρὸν παιδίον

[              ] αὐτῶι φαίνεται

[              ] πρώτιστα μὲν

[             ὑ]μῶν ἄξιως

 230]ησηθοσαν

]ηρ

]ι̣ων ὄχλον

]ειν

].

 235[                        πα]τρὸς

αὐτῆς, ἐμὸν δ' ὄντ' ἀποδίδωμι τῆι κόρηι·

τροφεῖ' ἀφίημ', οὐδὲν ἀξιῶ λαβεῖν.

εὑρισκέτω τὸν πατέρα καὶ τοὺς συγγενεῖς·

οὐκ ἀντιτάττομ' οὐθέν." "εὖ γ." "ἀκούσατε

 240καὶ τἀμὰ δ', ἄνδρες. ὄντες αὐτοὶ κύριοι

ταύτης ‑ ἀφεῖται τοῦ φόβου γὰρ ὑπό γ' ἐμοῦ ‑

πρὸς τὴν ἱέρειαν θέσθε καὶ τηρησάτω

ὑμῖν ἐκείνη τὴν κόρην." πολλήν τινα

τοῦθ', ὡς προσῆκ', εὔνοιαν εἵλκυσ'· ἀνέκραγον

 245"ὀρθῶς γε" πάντες, εἶτα "λέγε" πάντες πάλιν.

"Σικυώνιος τὸ πρότερον εἶναι προσεδόκων

κἀγώ· πάρεστι δ' οὑτοσί μοι νῦν φέρων

μητρὸς διαθήκας καὶ γένους γνωρίσματα·

οἶμαι δὲ καὐτός, εἴ τι τοῖς γεγραμμένοις

 250τούτοις τεκμαίρεσθαί με πιστεῦσαί τε δεῖ,

εἶναι πολίτης ὑμέτερος. τὴν ἐλπίδα

μήπω μ' ἀφέλησθ', ἀλλ' ἂν φανῶ τῆς παρθένου

κἀγὼ πολίτης, ἣν ἔσωισα τῶι πατρί,

ἐάσατ' αἰτῆσαί με τοῦτον καὶ λαβεῖν·

 255τῶν ἀντιπραττόντων δ' ἐμοὶ τῆς παρθένου

μηθεὶς γενέσθω κύριος πρὶν ἂν φανῆι

ἐκεῖνος." "ὀρθῶς καὶ δίκαι', ὀρθῶς", "ἄγε

πρὸς τὴν ἱέρειαν, ἄγε λαβών." ὁ λευκόχρως

ἐκεῖνος ἐξαίφνης τε παραπηδᾶι πάλιν

 260καί φησι "ταυτὶ συμπέποιθ', ὡς οὑτοσὶ

νῦν ἐξαπίνης εἴληφε διαθήκας ποθὲν

ἐστί τε πολίτης ὑμέτερος, τραγωιδίαι

κενῆι τ' ἀγόμενος τὴν κόρην ἀφήσετ[αι."

"ἆρ' οὐκ ἀποκτενεῖς τὸν ἐξυρημένον;"

 265"μὰ Δί', ἀλλά σ', ὅστις ‑ " "οὐ γάρ; οὐκ ἐκ τοῦ μέσου,

λάσταυρε;" "πόλλ' ὑμῖν γένοιτο κἀγαθά·"

ἐκεῖνος, "ἄγε, βάδιζ' ἀναστᾶσ'." ὁ θεράπων

"ὑμῶν κελευόντων βαδιεῖται" φησί, καὶ

"κελεύετ', ἄνδρες." "ναί, βάδιζ'." ἀνίστατο,

 270ἐβάδιζε. μέχρι τούτου παρῆν· τ[ὰ δ' ὕστερα

οὐκέτι λέγειν ἔχοιμ' ἄν, ἀλλ' ἀπέ[ρχομαι.

(ΜΟΣΧΙΩΝ)

τοὺς ἀνδραποδιστὰς ἀπαγαγεῖ[ν ὑμᾶς ἐγώ ‑

(Στρ) ἡμᾶς σύ;

(Μο)    νὴ τὸν Ἥλιον.

(Στρ)    κορυβ[αντιᾶις,

μειράκιον.

(Μο)    ἐξαίφνης πολίτης [ἀνεφάνης·

 275γενναῖον. οὐκ ἔξεστι πο[

(Στρ) πῶς; ἀγνοῶ τὸ τοιοῦτο[

(Μο) ὁρᾶις; βάδιζ' εἰς ἐξέτα[σιν

πρᾶγμ' ἐξεταζε[

παρὰ τῆς ἱερέα[ς

(desunt uersus fortasse circa xx)

 280() πτέρυξ χιτωνίσκου γυναικείου διπλῆ·

ἔ]κ̣ρ̣υπ[τε γὰ]ρ σῶμ' ἡνίκ' ἐξεπέμπομεν

πρὸς τὴν] ξένην σε τὴν τότ' αἰτοῦσαν τέκνα.

[         ].νεστιν ἀλλα τῶι βεβαμμένωι

[         ]τ' ἔχουσα χρώματος φύσιν

 285πέριξ ἰώ]δους τοὐν μέσωι δὲ πορφύρας

[         ]δη καὐτός· ἐμβλέπω σε, παῖ,

[         ]η̣ται καιρός. ὡς παρ' ἐλπίδας

[         ]ημι λαμπαδηφόρου

[         ]ντος ὑπεραγωνιῶν

 290[         ]τι, μῆτερ. ἀλλὰ τί;

[         ]τος ὃ νομίζω καλεῖν

].εις τὸν χρόνον

] ἐλπίσασά τε

]ν ἡ τύχη

 295σύ]μβολον

]χ̣ημα, παῖ

]α̣μουμενη

].α γνωρίσηι

]λλων τέκνα

 300]ας φανεὶς

]λαβεῖν[

]α παιδίο[

]καλω[

]κ[

 305ἴωμεν εἴσω δεῦρ[

ἄνερ· ἐνθάδ' ἐστι.[

ἡμῖν τε ποιήσειν ἑτοιμο[

ἔφη προελθὼν ἐχθὲς εἰς ὁμ[

(Στρ) ὁ Μοσχίων ἀδελφὸς ἐμός ἐσ̣[τιν, πάτερ;

 310(Σμ) ἀδελφός. ἀλλὰ δεῦρο προσ[

ἡμᾶς γὰρ ἔνδον προσ[

ΧΟΡΟΥ

(ΚΙΧΗΣΙΑΣ)

ἐμοὶ τί σὺ σπουδαῖο[ν

ὥστ' ἄξιον ταύτης φ̣[ανῆναι τῆς ὁδοῦ

ἣν κεκόμικάς με δεό[μενος

 315ἀεί τι μικρὸν ἔτι προέ[ρχεσθαι; τίς εἶ;

ἄξιον, ἀκριβῶς ἴσθι, γιν[ώσκειν τόδε.

(Θη) τίς εἰμι; μὰ τὸν Ἥφαιστ[ον

σπουδαῖον ἂν δέξη̣ι̣ μ[

λαλοῦντα γάρ σε θηρι[

 320πρὸς τὸν τελώνην λιθι[

σπασάμενον εὐθὺς ημ[

[           ]ρισμο[

(omnino perierunt uersus iii, proximorum xx litterae

supersunt xxxiv, deinde perierunt uersus circa iv)

(Κι) οὐκ εἰς τὸν ὄλεθρον ‑

‹Θη›    χαλεπὸς ἦσθα.

(Κι)    ‑ ἀποφθερεῖ

ἀπ' ἐμοῦ; Κιχησίαν σὺ τοιοῦθ' ὑπέλαβες

 345ἔργον ποήσειν ἢ λαβεῖν ἂν παρά τινος

ἀργύριον. ἀδίκου πράγματος. Κιχησίαν;

(Θη) Σκαμβωνίδην γε τὸ γένος· εὖ γ'· ἆρ' ὑπέλαβες;

τούτου με πρᾶξαι μισθὸν αὐτοῦ, μηκέτι

ὧν ἔλεγον ἄρτι.

(Κι)    τοῦ τίνος;

(Θη)    Κιχησίας

 350Σκαμβωνίδης γε ‑ πολὺ σὺ βέλτιον λέγεις.

νοεῖν τι φαίνει τὸν τύπον τοῦ πράγματος.

οὗτος γενοῦ· καὶ σιμὸς εἶ γὰρ ἀπὸ τύχης

καὶ μικρός, οἷον ἔλεγεν ὁ θεράπων τότε.

(Κι) γέρων ὅς εἰμι γέγονα.

(Θη)    πρόσθες θυγάτριον

 355Ἁλῆθεν ἀπολέσας ἑαυτοῦ τετραετὲς

Δρόμωνά τ' οἰκέτην.

(Κι)    ἀπολέσας.

(Θη)    εὖ πάνυ.

(Κι) ἁρπασθὲν ὑπὸ ληιστῶν· ἀνέμνησας πάθους

τὸν ἄθλιόν με καὶ †θυρας †οἰκτρᾶς ἐμοί.

(Θη) ἄριστα. τοῦτον διαφύλαττε τὸν τρόπον

 360τό τ' ἐπιδακρύειν. ἀγαθὸς ἅνθρωπος σφόδρα.

(ΔΡΟΜΩΝ)

ἡ μὲν τροφίμη 'στιν ἀσφαλῶς τηρουμένη

[                           π]α̣τ̣ε̣ρ̣

(desunt uersus circa iv)

ζῆι καὶ πάρεστιν. μὴ πέσηις. ἀνίστασο,

Κιχησία. Θήρων, ὕδωρ, ὕδωρ, ταχύ.

 365(Θη) οἴσω γε, νὴ Δί', εἰσδραμὼν καὶ Στρατοφάνην

ἔνδοθεν ἀποστελῶ πρὸς ὑμᾶς.

(Δρ)    οὐκέτι

ὕδατος δεήσει.

(Θη)    τοιγαροῦν αὐτὸν καλῶ.

(Δρ) ἀναφέρεται γὰρ οὑτοσί. Κιχησία.

(Κι) τί ἐστι; ποῦ γῆς εἰμι; καὶ τίνος λόγου

 370ἤκουσα φήμην;

(Δρ)    ἔστι σοι καὶ σώιζεται

τὸ θυγάτριον.

(Κι)    καλῶς δὲ σώιζεται, Δρόμων,

ἢ σώιζετ', αὐτὸ τοῦτο;

(Δρ)    παρθένος γ' ἔτι,

ἄπειρος ἀνδρός.

(Κι)    εὖ γε.

(Δρ)    σὺ δὲ τί, δέσποτα;

(Κι) ζῶ. τοῦτ' ἔχοιμ' ἂν αὐτό σοι φράσαι, Δρόμων·

 375τὰ δ' ἄλλ', ὅταν γέροντα καὶ πένητ' ἴδηις

καὶ μόνον, ἀνάγκη πάντ' ἔχειν οὕτω κακῶς.

(Στρ) σκεψάμενος ἥξω ταῦτα, μῆτερ.

(Δρ)    Στρατοφάνη,

πατὴρ Φιλουμένης.

(Στρ)    ὁ ποῖος;

(Δρ)    οὑτοσί.

(Στρ) χαῖρε, πάτερ.

(Δρ)    οὗτός σοι σέσωικε τὴν κόρην.

 380(Κι) ἀλλ' εὐτυχὴς γένοιτο.

 380(Στρ)    ἐάνπερ σοι δοκῆι,

ἔσομαι, πάτερ, καὶ μακάριός γε.

(Δρ)    Στρατοφάνη,

πρὸ]ς τ̣ὴ̣ν̣ .[                     ].ωμεν ταχύ,

πρὸς τῶν] θεῶν.

(Στρ)    ἡγοῦ λ̣[αβὼν σύ.] κατὰ πόδας

ἐγὼ δι]ώκω, μικρὰ τοῖ[ς γ' ἔνδο]ν̣ φράσας.

 385(Δρ) προάγ]ωμεν ἡμ̣εῖ̣[ς ..] Κ̣ι̣χ̣η̣σία.

(Στρ)    Δόναξ,

παῖ, παῖ,] Δόναξ, φράσον εἰσιὼν πρὸς Μαλθάκην

εἰς γειτόνων ἅπαντα δεῦρ[ο μεταγαγεῖν

τοὺς κανδύτανας, τοὺς ἀόρτ[ας, τὰ πλόκανα

ἅπαντα, τοὺς ῥίσκους ἅπαντ[ας

 390καὶ μη...ευρησκοντας ἐνθά[δ

αὐτήν τ' ἀπιέναι δεῦρο πρὸς [τὴν μητέρα

κέλευε τὴν ἐμήν, μεθ' ὑμῶ[ν

τοὺς βαρβάρους παῖδας καταλ[

ἐνταῦθα καὶ Θήρωνα τούς τ' ὀ[νηλάτας

 395καὶ τοὺς ὄνους. ταῦτα λέγ'. ἐγὼ [

ἐντεύξομ' αὐτὸς τἆλλα τῶι τ.[

(Μο) νῦν οὐδὲ προσβλέψαι σε, Μοσχίω[ν, ἔτι

πρὸς τὴν κόρην δεῖ· Μοσχίων [

λευκὴ σφόδρ', εὐόφθαλμός ἐστ' ‑ οὐδὲ[ν λέγεις·

 400ἁδελφὸς ὁ γαμῶν· μακάριος κ.[

οἷον γὰρ ‑ οὗτος, ἔτι λέγεις; οναντ[

πρᾶγμ' ἐστ' ἐπαινεῖν χάριν ἐν.[

ἀλλ' οὐκ ἐρῶ γε· μὴ γὰρ οτανοσον̣[

παροχήσομαι δηλονότι καὶ κ̣[

 405τρίτος [μετ'] α̣ὐτ̣ῶν, ἄνδρες, οὐ δ̣υ̣[νήσομαι

(uersus iii paene deperditi)

αὐτῆς θ' ἑταίρας ἡ κακ[

 410ἀλλ' ἔργον ἀρέσαι. νῦ̣[ν] ἐδ̣[

(non constat quot uersus desint ante columnam ex qua

manent litterae perpaucae)

φέρουσα κριθῶν τοῖς ὄνοι[ς

ἐν ταῖς πορείαις ὡς παν[

ἀεὶ τοιαύτην εὐχόμην ε[

εὔχου τοιαύτην; τί δ' ἀδικε̣[

 415οὐκ ἐμμεμένηκεν ὁ βαθυ[

ἄνθρωπον ἐλπίσαντα δε.[

καὶ τὴν δέησίν ἐστί σου δι[

πῶς δ' ἂν διακόψαις; δᾶιδα[

πρὶν ὁμολογῆσαι; καὶ στεφαν̣[

 420δώσω. κατάνευσον. μειράκ[ι

πρωιράσατ' ἐκτείναντες, ἐπ̣[ικροτήσατε.

ἡ δ' εὐπάτειρα φιλόγελώς τε παρθένος

Νίκη μεθ' ἡμῶν εὐμενὴς ἕποιτ' ἀεί.

Fragmenta aliunde nota

Fr. 1

   ἅβραν γὰρ ἀντωνούμενος

ἐρωμένην, ταύτηι μὲν οὐ παρέδωκ' ἔχειν,

ἔτρεφε δὲ χωρὶς ὡς ἐλευθέραι πρέπει.

Fr. 2

εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται

τὸ τοῦ στρατιώτου σχῆμα καὶ τὸ τοῦ ξένου.

Fr. 3

   Στρατοφάνη,

λιτόν ποτ' εἶχες χλαμύδιον καὶ παῖδ' ἕνα.

Fr. 4

ὁ πλέων κατήχθη. κρίνεθ' οὗτος πολέμιος.

ἐὰν ἔχηι τι μαλακόν, ἀγγαρεύεται.

Fr. 5

   κακὴ μὲν ὄψις ἐν δὲ δείλαιαι φρένες.

Fr. 6

ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως

τὴν τοῦ βίου σύγκρασιν ὁμόνοιαν ποεῖ.

Fr. 10

   ἔγωγ' ἐπίσταμαι

ῥινᾶν.

Fr. 11

μὴ ζηλοτυπῶν μ[

ἑτέρα παροῦσα. Θηρω τ[

τουτὶ τετόλμηκε[

πεισθεῖσα. Μαλθ ἐμοὶ π[

   5Μαλθ κακὸς κακῶς ἀπόλ[

ταύτηι λελάληκ' ἀν[

τὸν ἄνδρ' α[.]ει μ' εἰσ[

[....]ο παρέχετε το[

[   ]σιν. Π[ ] [οἴ]μωζε[