561 57 0 12 50 0 IV-III a. C. Commedia Menander Citharista Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 10

MENANDER - Citharista - ΚΙΘΑΡΙΣΤΗΣ

  35...

[Α] ζηλοῖς, λαβών τε τὴ[ν ..... ἐλ]ήλυθα[ς

θυγατέρα δεῦρο πλουσίαν θ' [ἡγῆι μόνην

ταύτην, σεαυτὸν δ' οὐχί;

(Β)    πάντ' ἐγὼ [μ]ό̣ν̣ης

ταύτης λογίζομαί τ' ἐμα̣υ̣τ̣ο̣ῦ̣ τ̣ὴν̣ ἐμ̣ήν̣.

ἐλευθέρα τ' ἦν καὶ πόλεως Ἑλληνίδος,

  40καὶ πάντα ταῦτ' ἐκτησάμην ἀγαθῆι τύχηι.

οὐ δεῖ λαβεῖν με πορνο[βοσκοῦ] θ...[

‹Α› τί δὴ τὸ λυποῦν σ' ἐστιν .[...οὐ]κ̣ ἤγαγες

ἐνταῦθα τὴν γυναῖκα κα[.........]ν̣;

‹Β› οὐκ οἶδ' ὅπου γῆς ἐστιν.

‹Α›    οὐκ ἐλήλυθεν;

  45‹Β› οὔπω γε, νυνὶ τῶν χρόνων ὄντων μακρῶν.

λογίζομαι πᾶν, μή τι κατὰ θάλατταν ἦι

ἀτύχημα γεγονὸς ἢ περ̣ι̣[...]ζ̣ας.

(Α)    μηθαμῶς.

‹Β› οὐκ οἶδ'· ἀθυμῶ καὶ δέδοιχ' ὑπερβολῆι.

‹Α› εἰκός τι πάσχειν.

(Β)    πρὸς ἀγορὰν δ' οὕτως ἅμα

  50προάγων ἀκούσηι καὶ τὰ λοίφ', ὧν μοι γενοῦ

σύμβουλος.

(Α)    οὐθὲν κωλύει με.

(Β)    ταῦτα δὲ

εἴσω τις ἀγέτω τὴν ταχίστην ἐκποδών.

‹Γ› καὶ τί ποτ' ἂν εἴη; πάνυ γὰρ οὐχ αὑτοῦ ποεῖ

ἔργον. μεταπέμπετ' ἐξ ἀγροῦ με Μοσχίων,

  55ὃς ἄλλοτ', εἰ μὲν ἐνθάδ' ὢν τύχοιμ' ἐγώ,

εἰς ἀγρὸν ἔφευγεν, εἰ δ' ἐκεῖσ' ἔλθοιμ' ἐγώ,

ἐνταῦθ' ἀναστρέψας ἔπινε. καὶ μάλα

κατὰ λόγον· οὐ παρῆν ὁ νουθετῶν πατήρ

οὐκ̣[......]γην· καὶ γὰρ αὐτὸς ἐγενόμην

  60εἷς [τῶν δυνα]μένων οὐσίαν μικρὰν ποεῖν.

οὐκ [ἠδίκηκε]ν ἡ γυνὴ κατὰ τοῦτό γε,

ἀλλ' ἐξ ἐμοῦ 'στιν· οὐθὲν ἀγαθὸν γοῦν ποεῖ.

εἰσιτέον εἴσω δ' ἐστίν. ἂν δὲ μὴ τύχηι

ὢν ἔνδο[ν, ἄρτ]ι πρὸς ἀγορὰν πορεύσομαι·

  65ἐκεῖ γὰρ αὐτόν που πρὸς Ἑρμαῖς ὄψομαι.

‹ΜΟΣΧΙΩΝ›

ἆρ' οὖν ὁ πατὴρ ἐλήλυθ', ἢ πορευτέον

ἐμοὶ πρὸς ἐκεῖνόν ἐστιν; οὐ γὰρ δεῖ χρόνον

τὸ πρᾶ[γμα λαμ]β̣άνειν ὅλως οὐδ' ὁντινοῦν.

ἤδη δο[κεῖ μοι πρ]οσ[

uersuum xxii restant initia in hunc modum:

  70αἰτεῖν [

οἶμαι μένειν δεῖ [

προσμ̣ειν̣άτω τὸν [

ἐγὼ δὲ περὶ σοῦ. χα̣ῖ̣ρ[ε

‹› καὶ σύ γε [

  75οὐκ ἔλεγον εὐθὺς [

ἀλλ' ἀνδρειστέον [

τίνα λόγον ἀεὶ π̣ρ̣ο̣σ̣[

πολλὰ περὶ πολλῶν [

γῆμαί με βούλει κ̣α̣[

  80φρονήσεως γὰρ τ̣ο̣ῦτ̣[ο

‹Γ› ὦ Μοσχίων, ἄ̣λ̣λ̣η̣ν̣ μ̣[

ἕτοιμος εἰ μὴ προστίθ[

ἣν δεῖ λαβεῖν· αὐτ[ὸς] δὲ [

ἐλευθέραν, τοῦτο πολὺ [

  85μόνον κατὰ λόγον, εἰ δ' α[

πρὸς τὸ γένος ἐστίν· ἀλλ[

εἰ παρθένον δὴ πρότε[ρον

σύμβουλον ἂν καλ̣ή̣ι̣σ̣ [

αὐτὸς κεκρικὼς [

  90ἃ δὴ δέδωκας [

μηθεὶς μάτην ε[

‹Μο› τὰ δ' ἄλλ' ἄκουσον· σπ̣[

εἰς τὴν Ἔφεσον· ἔπεσον [

τῆς Ἀρτέμιδος ἦν τῆς Ἐ[φεσίας

  95δειπνοφορία τις παρθένω[ν

εἶδον κόρην ἐνταῦθα Φανίου [τινὸς

Εὐωνύμεως.

(Γ)    Εὐωνυμεῖς κἀ[κεῖ τινές

εἰσ' ἐν Ἐφέσωι;

(Μο)    χρέα μὲν οὖν [πράξων παρῆν

ἐντεῦθεν.

(Γ)    ἆρα τοῦ κιθαριστο[ῦ Φανίου

 100ταύτην λαβεῖν ἐσπούδακ[ας τὴν θυγατέρα

τοῦ γείτονος νῦν ὄντος; ου.ο[

Fragmenta aliunde nota

Fr. 1

ὤιμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία,

οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν

τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω

"οἴμοι" λέγειν, ἡδὺν δὲ καὶ πρᾶιόν τινα

   5ὕπνον καθεύδειν, ἀλλὰ τῶν πτωχῶν τινα.

νυνὶ δὲ καὶ τοὺς μακαρίους καλουμένους

ὑμᾶς ὁρῶ πονοῦντας ἡμῖν ἐμφερῆ.

ἆρ' ἐστὶ συγγενές τι λύπη καὶ βίος;

τρυφερῶι βίωι σύνεστιν, ἐνδόξωι βίωι

  10πάρεστιν, ἀπόρωι συγκαταγηράσκει βίωι.

Fr. 2

τὸ κουφότατόν σε τῶν κακῶν πάντων δάκνει,

πενία. τί γὰρ τοῦτ' ἐστίν; ἧς γένοιτ' ἂν εἷς

φίλος βοηθήσας ἰατρὸς ῥαιδίως.

Fr. 3

εἰ τοὺς ἀδικηθέντας, πάτερ, φευξούμεθα,

τίσιν ἂν βοηθήσαιμεν ἄλλοις ῥαιδίως;

Fr. 4

τὸ μηθὲν ἀδικεῖν ἐκμαθεῖν γάρ, ὦ Λάχης,

ἀστεῖον ἐπιτήδευμα κρίνω τῶι βίωι.

Fr. 5

φιλόμουσον εἶναι ‹κἀγαπᾶν› αὐτὸν πάνυ

ἀκούσματ' εἰς τρυφήν τε παιδεύεσθ' ἀεί.

Fr. 6

οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις.

Fr. 7

οὕτω τι πρᾶγμ' ἐστ' ἐπίπονον τὸ προσδοκᾶν.

Fr. 8

ὡς ποικίλον πρᾶγμ' ἐστὶ καὶ πλάνον τύχη.

Fr. 9

σκοῖδος·

Fr. 10

ὦ Φανία, μὴ πρόσεχε διαβολαῖς μάτην.

Fr. 11

ῥάιθυμος ἂν ἦις, Φανία, πένης ἔσει.

Fr. 12

καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία·

ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῆι κακῶς.