5940 1059 0 68 9 0 V-IV a. C. Epistolografia Lysias Epistularum fragmenta Thalheim, T., Leipzig, Teubner, 1913. 19

LYSIAS - Epistularum fragmenta - ΑΠΟΣΠΑΣΜΑΤΑ

ΑΠΟΣΠΑΣΜΑΤΑ

ΠΡΟΣ ΑΙΣΧΙΝΗΝ ΤΟΝ ΣΩΚΡΑΤΙΚΟΝ ΧΡΕΩΣ.

[328]  Τίς γὰρ ἤλπισεν ‹ἂν› Αἰσχίνην τὸν Σωκρατικὸν τοιοῦτον γεγενῆσθαι τοὺς τρόπους, ὁποῖόν φησι Λυσίας ὁ ῥήτωρ ἐν τοῖς τῶν συμβολαίων λόγοις; ... ἀλλ' ὅ γε Λυσίας ἐν τῷ ἐπιγραφομένῳ λόγῳ οὑτωσί· πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν χρέως ‑ ἀπομνημονεύσω δ' ἐγώ, εἰ καὶ πολλά ἐστι τὰ λεχθέντα, διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν, ὦ φιλόσοφοι ‑ ἄρχεται δ' οὕτως ὁ ῥήτωρ· fr. 1. S.

Οὐκ ἄν ποτ' ᾠήθην, ‹ὦ› ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δ' οὐκ ἂν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτης συκοφαντωδεστέραν ἐξευρεῖν. Οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ Ἀριστογείτονι προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὑτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα. κατασκευάζομαι δ' ἔφη τέχνην μυρεψικήν· ἀφορμῆς δὲ δέομαι, καὶ οἴσω δέ σοι ἐννέ' ὀβολοὺς τῆς μνᾶς τόκους. πεισθεὶς δ' ὑπ' αὐτοῦ τοιαῦτα λέγοντος καὶ ἅμα οἰόμενος τοῦτον [Αἰσχίνην] Σωκράτους γεγονότα μαθητὴν καὶ περὶ δικαιοσύνης καὶ ἀρετῆς πολλοὺς [329] καὶ σεμνοὺς λέγοντα λόγους οὐκ ἄν ποτε ἐπιχειρῆσαι οὐδὲ τολμῆσαι ἅπερ οἱ πονηρότατοι καὶ ἀδικώτατοι ἄνθρωποι ἐπιχειροῦσι πράττειν. Καὶ μετὰ ταῦτα πάλιν καταδρομὴν αὐτοῦ ποιησάμενος ὡς ἐδανείσατο, ὡς οὔτε τόκους οὔτε τἀρχαῖον ἀπεδίδου καὶ ὅτι ὑπερήμερος ἐγένετο γνώμῃ δικαστηρίου ἐρήμην καταδικασθείς, καὶ ὡς ἠνεχυράσθη οἰκέτης αὐτοῦ στιγματίας, καὶ πολλὰ ἄλλα κατειπὼν αὐτοῦ ἐπιλέγει ταῦτα·

   Ἀλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οὐκ εἰς ἐμὲ μόνον τοιοῦτός ἐστιν, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας τοὺς αὐτῷ κεχρημένους. οὐχ οἱ μὲν κάπηλοι οἱ ἐγγὺς οἰκοῦντες, παρ' ὧν προδόσεις λαμβάνων οὐκ ἀποδίδωσι, δικάζονται αὐτῷ συγκλῄσαντες τὰ καπηλεῖα, οἱ δὲ γείτονες οὕτως ὑπ' αὐτοῦ δεινὰ πάσχουσιν ὥστ' ἐκλιπόντες τὰς αὑτῶν οἰκίας ἑτέρας πόρρω μισθοῦνται; ὅσους δ' ἐράνους συνείλεκται, τὰς μὲν ὑπολοίπους φορὰς οὐ κατατίθησιν, ἀλλὰ περὶ τοῦτον τὸν κάπηλον ὡς περὶ στήλην διαφθείρονται. τοσοῦτοι δὲ ἐπὶ τὴν οἰκίαν ἅμα τῇ ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται, ὥστε οἴεσθαι τοὺς παριόντας ἐπ' ἐκφορὰν αὐτοὺς ἥκειν τούτου τεθνεῶτος. οὕτω δ' οἱ ἐν τῷ Πειραιεῖ διάκεινται, ὥστε πολὺ ἀσφαλέστερον εἶναι δοκεῖν εἰς τὸν Ἀδρίαν πλεῖν ἢ τούτῳ συμβάλλειν· πολὺ γὰρ μᾶλλον ἃ ἂν δανείσηται αὑτοῦ νομίζει εἶναι ἢ ἃ ὁ πατὴρ αὐτῷ κατέλιπεν. ἀλλὰ γὰρ οὐ τὴν οὐσίαν κέκτηται Ἑρμαίου τοῦ μυροπώλου, τὴν γυναῖκα διαφθείρας ἑβδομήκοντα ἔτη γεγονυῖαν; [330] ἧς ἐρᾶν προσποιησάμενος οὕτω διέθηκεν, ὥστε τὸν μὲν ἄνδρα αὐτῆς καὶ τοὺς ὑεῖς πτωχοὺς ἐποίησεν, αὑτὸν δὲ ἀντὶ καπήλου μυροπώλην ἀπέδειξεν. οὕτως ἐρωτικῶς τὸ κόριον μετεχειρίζετο, τῆς ἡλικίας αὐτῆς ἀπολαύων, ἧς ῥᾷον τοὺς ὀδόντας ἀριθμῆσαι [ὅσῳ ἐλάττους ἦσαν] ἢ τῆς χειρὸς τοὺς δακτύλους. Καί μοι ἀνάβητε τούτων μάρτυρες.

‹ΜΑΡΤΥΡΕΣ.›

   Ὁ μὲν οὖν βίος τοῦ σοφιστοῦ τοιοῦτος. Athen. XIII p. 611 D.

ΚΑΤ' ΑΙΣΧΙΝΟΥ ΠΕΡΙ ΤΗΣ ΔΗΜΕΥΣΕΩΣ ΤΩΝ ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΧΡΗΜΑΤΩΝ.

   Ἐπειδὴ τοίνυν τοὺς Χύτρους ὁ Δημάρατος ἑάλω προδιδούς. Harp. v. Χύτροι.

ΠΡΟΣ ΑΙΣΧΙΝΗΝ ΒΛΑΒΗΣ.

   Οὗτος. ἐμοὶ βλάβης δεδίκασται. Bekk. Anecd. p. 132, 23.

ΠΡΟΣ ΑΛΕΞΙΔΗΜΟΝ.

   Harp. δατεῖσθαι.

ΠΡΟΣ ΑΛΚΙΒΙΑΔΗΝ ΠΕΡΙ ΟΙΚΙΑΣ.

   Ἐκπλεύσαντες γὰρ κοινῇ Ἀξίοχος καὶ Ἀλκιβιάδης εἰς Ἑλλήσποντον ἔγημαν ἐν Ἀβύδῳ δύο ὄντε Μεδοντίδα [331] τὴν Ἀβυδηνὴν καὶ συνῳκείτην. ἔπειτα αὐτοῖν γίγνεται θυγάτηρ, ἣν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη. ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, συνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι Ἀλκιβιάδης, Ἀξιόχου ἔφασκεν εἶναι θυγατέρα, εἰ δὲ Ἀξίοχος, Ἀλκιβιάδου. Athen. XII p. 534 F.  

Harp. v. Λευκὴ ἀκτή, ναυτοδίκαι, παρακαταβολή.

  

Οἶμαι τοίνυν καὶ ἐκεῖνο ὑμᾶς αἰσθάνεσθαι ὅτι Ἀρχεβιάδης οὐκ ἄλλο τι ἐζήτει κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφεσβήτει. Suid. v. αἰσθέσθαι.

ΠΡΟΣ ΑΛΚΙΒΙΑΔΗΝ ΥΣΤΕΡΟΣ.

   Ἔρρε εἰς ὄλεθρόν τε καὶ Ἄβυδον· ὡς ἀπειρηκὼς ἤδη σοι τυγχάνω λοιδορούμενος. Λέξεις Πατμ. Bull. corr. hell. I 153.

ΠΡΟΣ ΑΛΚΙΒΙΟΝ.

   Καίτοι εἰ ἀπεδεδώκει τῷ Κτησικλεῖ τὰς ν΄ παλαιάς, ὥσπερ οὗτός φησιν. Phot. lex. p. 370, 26. Suid. v. παλαιόν.

ΠΕΡΙ ΤΩΝ ΑΝΑΚΑΛΥΠΤΗΡΙΩΝ.

   Ἤδη δέ τινα καὶ παρὰ ῥήτορσιν εἴρηται θετικὰ κεφάλαια· καὶ δὴ καὶ ὅλοι λόγοι νομίζοιντ' ἂν σχεδὸν εἶναι θέσεως, ὡς ὅ τε περὶ τῶν ἀνακαλυπτηρίων ἐπιγραφόμενος Λυσίου καὶ ὁ περὶ τῆς ἀμβλώσεως· ἐν μὲν γὰρ θατέρῳ ζητεῖται, εἰ τὰ δοθέντα [332] ἀνακαλυπτήρια γυναικὶ γαμουμένῃ βεβαίως ἔχειν αὐτὴν δεῖ .... Λυσίου μὲν οὔ φασιν εἶναι τούτους τοὺς λόγους, ὅμως δὲ οὐκ ἀχάριστον τοῖς νέοις γυμνασίας ἕνεκα καὶ τούτοις ἐντυγχάνειν. Theon progymn. c. 2, I 165 W.

ΠΡΟΣ ΑΝΔΟΚΙΔΗΝ ΑΠΟΣΤΑΣΙΟΥ.

   Οὔτε τιμῆς τεταγμένης πωλοῦσιν, ἀλλ' ὡς ἂν δύναιντο πλειστηριάσαντες πλείστου ἀπέδοντο. Pollux VII 14.

ΚΑΤ' ΑΝΔΡΟΤΙΩΝΟΣ.

   Harp. v. Σηράγγιον et Ἀρχιδάμιος πόλεμος.

ΚΑΤΑ ΑΝΤΙΓΕΝΟΥΣ ΑΜΒΛΩΣΕΩΣ.

   Σκέψασθε δὲ καὶ ὡς Ἀντιγένης πεποίηκεν οὑτοσί. γραψάμενος τὴν μητέρα ἡμῶν ἀξιοῖ λαβεῖν τὴν ἀδελφὴν καὶ ἀγωνίσασθαι μέν, ἵνα μὴ ἀποτείσῃ τὰς χιλίας δραχμάς, ἃς δεῖ ἀποτίνειν ἐάν τις μὴ ἐπεξέλθῃ γραψάμενος. lex. rhet. Cantabr. p. 669, 20. Dobr. v. ἐπιτίμιον. ἐν θατέρῳ δὲ (sc. τῷ Λυσίου περὶ τῆς ἀμβλώσεως λόγῳ ζητεῖται) εἰ τὸ ἔτι ἐγκυούμενον ἄνθρωπός ἐστι καὶ εἰ ἀνεύθυνα τὰ τῶν ἀμβλώσεων ταῖς γυναιξί. Theon progymn. c. 2, I 166 W. ἐνταῦθα μέντοι δεῖ τὸν μελετῶντα τοῖς ἐπισταμένοις ἀνατιθέναι τὰς αἰτίας, ὡς καὶ ὁ Λυσίας ἐν τῷ περὶ ἀμβλώσεως, κρίνων φόνου τὸν αἴτιον, βιάζεται ζῷον τὸ βρέφος ἀποδεικνύναι καὶ πανταχοῦ φησιν,

[333]    ὥσπερ οἱ ἰατροὶ καὶ αἱ μαῖαι ἀπεφήναντο. proleg. τῶν στάσεων VII 1, 16 W.  καὶ ἰατρικοῦ μὲν ζητήματος παράδειγμα, ὃ καὶ μεμελέτηται τῷ Λυσίᾳ· εἰ ὁ ποιήσας ἐξαμβλῶσαι γυναῖκα φόνον ἐποίησεν· δεῖ γὰρ γνῶναι πρῶτον, εἰ ἔζη πρὶν ἐτέχθη· ὅπερ φυσικῶν καὶ ἰατρικῶν ἐστι. Sopater ad Hermog. V 3 W. cf. Sopater ἐκ διαφόρων τινα χρήσιμα (H. Rabe, Rh. Mus. LXIV 576): Λυσίᾳ ... ‹ἐν τῷ› περὶ τοῦ ἀμβλωθριδίου, ἐν ᾧ Ἀντιγένης κατηγορεῖ τῆς ἑαυτοῦ γυναικὸς φόνον ἀμβλωσάσης ἑκουσίως φάσκων, ὡς ἐξήμβλωκε καὶ κεκώλυκεν αὐτὸν πατέρα κληθῆναι παιδός.

[ΠΕΡΙ ΤΗΣ ΑΝΤΙΔΟΣΕΩΣ.]

ΠΕΡΙ ΤΗΣ ΑΝΤΙΦΩΝΤΟΣ ΘΥΓΑΤΡΟΣ.

   Οἱ δ' ὑπὸ τῶν λ΄ ἀνῃρῆσθαι αὐτὸν (sc. Ἀντιφῶντα oratorem) ἱστοροῦσιν, ὥσπερ Λυσίας ἐν τῷ ὑπὲρ τῆς Ἀντιφῶντος θυγατρὸς λόγῳ· ἐγένετο γὰρ αὐτῷ θυγάτριον, οὗ Κάλλαισχρος ἐπεδικάσατο. ὅτι δ' ὑπὸ τῶν λ΄ ἀπέθανεν ἱστορεῖ καὶ Θεόπομπος ἐν τῇ ιε΄ τῶν Φιλιππικῶν. ἀλλ' οὗτός γ' ἂν εἴη ἕτερος, Λυσωνίδου πατρός, ‹οὗ› καὶ Κρατῖνος ἐν Πυτίνῃ ‹ὡς› οὐ πονηροῦ μνημονεύει.

[334]

ΚΑΤΑ ΑΠΟΛΛΟΔΩΡΟΥ.

   Harp. v. πρόπεμπτα.

ΠΡΟΣ ΑΡΕΣΑΝΔΡΟΝ.

   Νῦν δὲ πρὸς τοὺς ἐκλογέας τοῦ φόρου ἅπαντα ἀπογραφόμεθα. Harp. v. ἐκλογεῖς.

ΚΑΤ' ΑΡΙΣΤΑΓΟΡΟΥ ΕΝΔΕΙΞΕΩΣ.

   Harp. v. ἁμωσγέπως.

ΠΡΟΣ ΤΗΝ ΑΡΙΣΤΟΔΗΜΟΥ ΓΡΑΦΗΝ ΔΙΑΜΑΡΤΥΡΙΑ.

   Harp. v. ἀνάκρισις, Ἀνθήνη, ἀποστασίου, διαμαρτυρία.

ΠΡΟΣ ΑΡΙΣΤΟΚΡΑΤΗΝ ΠΕΡΙ ΕΓΓΥΗΣ ΕΡΑΝΟΥ.

   Harp. v. ἐρανίζοντες.

ΚΑΤΑ ΑΡΙΣΤΩΝΟΣ ΑΡΓΙΑΣ.

   Λυσίας ἐν τῷ κατὰ Ἀρίστωνός φησιν, ὅτι Δράκων ἦν ὁ θεὶς τὸν νόμον, αὖθις δὲ καὶ Σόλων ἐχρήσατο, θάνατον οὐχ ὁρίσας ὥσπερ ἐκεῖνος, ἀλλ' ἀτιμίαν, ἐάν τις ἁλῷ τρίς, ἐὰν δ' ἅπαξ, ζημιοῦσθαι δραχμὰς ἑκατόν. lex. rhet. Cantabr. p. 665, 19. v. ἀργίας δίκη.

[335]

ΠΡΟΣ ΑΡΜΟΔΙΟΝ ΠΕΡΙ ΙΦΙΚΡΑΤΟΥΣ ΔΩΡΕΩΝ.

   Εἰ, πρὶν ποιῆσαι, ἠξίουν τῆς εἰκόνος τυχεῖν ἐὰν ποιήσω, ἔδοτε ἄν· ποιήσαντι δ' ἆρ' οὐ δώσετε; μὴ τοίνυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δ' ἀφαιρεῖσθε. Arist. rhetor. II 23 p. 1397b 28. Dionys. Hal. VI p. 739 R.

   Καὶ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι οὐδὲν πρότερον ὑπῆρχε γενναῖον πρὶν γενναῖόν τι πρᾶξαι ..... τὰ γοῦν ἔργα συγγενέστερά ἐστι τὰ ἐμὰ τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἢ τὰ σά. Aristot. ibid. p. 1398a 15, cf. I 7 p. 1364a 28 et 9 p. 1367b 17.

   Εἰ ἑπτὰ ὑμῖν ἦσαν τοιοῦτοι στρατηγοὶ οἷος ἐγώ, ἀοίκητος ἂν ἦν ἡ Λακεδαίμων. Aristid. or. XLIX p. 518 Dind.

   Καὶ μνησθεὶς Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὓς Ἀθηναῖοι πρώτους ἁπάντων τῶν εὐεργετῶν ἦγον, ἢ παραλαβεῖν ἂν αὐτούς φησιν ἢ ὑπ' ἐκείνων παρακληθῆναι, εἰ κατ' ἐκείνους ἐγένετο. Aristid. ib.

   Ὑμεῖς μὲν οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, ‹τὰ› παρ' ὑμῶν ταῦτά μοι γράμματα καὶ τὴν στήλην εἶναί τι σεμνόν, ἐμοὶ δὲ στήλη οὐρανομήκης ἕστηκεν ἐν τῇ Πελοποννήσῳ μαρτυροῦσα τὴν ἀρετήν. Aristid. ib.

   Τὸ μὲν ἐμὸν ἀπ' ἐμοῦ γένος ἄρχεται, τὸ δὲ σὸν ἐν σοὶ παύεται. Plut. apophthegm. p. 187 B.

[336]

ΠΡΟΣ ΑΡΧΕΒΙΑΔΗΝ.

   Ἐπειδὴ τάχιστα ἔλαχέ μοι ταύτην τὴν δίκην Ἀρχεβιάδης, ὦ ἄνδρες δικασταί, προσῆλθον αὐτῷ λέγων ὅτι νέος καὶ ἄπειρος εἴην πραγμάτων καὶ οὐδὲν δεόμενος εἰσιέναι εἰς δικαστήριον· ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρημα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν, ἀλλὰ παραλαβόντα τοὺς ἐμοὺς φίλους καὶ τοὺς σαυτοῦ διηγήσασθαι περὶ τοῦ χρέως ὅθεν γεγένηται. κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. δίκαιος δὲ εἶ μηδὲν παραλιπεῖν, ἀλλ' εἰπεῖν ἅπαντα, ἐπειδὴ νεώτερός εἰμι τοῦ συμβολαίου, ἵνα ἀκούσαντες περὶ ὧν οὐκ ἴσμεν βουλευσώμεθα περὶ ὧν σὺ λέγεις, ἐάν πως φανερὸν γένηται, πότερον ἀδίκως τῶν ἐμῶν ἐφίεσαι ἢ δικαίως τὰ σαυτοῦ ζητεῖς κομίσασθαι. ταῦτ' ἐμοῦ προκαλουμένου οὐδεπώποτ' ἠθέλησε συνελθεῖν οὐδὲ λόγον περὶ ὧν ἐνεκάλει ποιήσασθαι, οὐδὲ δίαιταν ἐπιτρέψαι, ἕως ὑμεῖς τὸν νόμον τὸν περὶ τῶν διαιτητῶν ἔθεσθε. Dionys. Hal. de Isaeo V p. 601 coll. p. 604 R.

   οἶμαι τοίνυν καὶ ἐκεῖνο ὑμᾶς αἰσθάνεσθαι, ὅτι Ἀρχεβιάδης οὐκ ἄλλο τι ἐζήτει κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφεσβήτει. Suid. v. αἰσθέσθαι cf. n. 5.

[337]

ΠΡΟΣ ΑΡΧΙΝΟΝ.

   Ἔστι δ' αὐτοῦ καὶ ὁ ὑπὲρ τοῦ ψηφίσματος ‹ὃ› ἐγράψατο Ἀρχῖνος τὴν πολιτείαν αὐτοῦ περιελών. Vitae X orat. p. 836 a. Arist. resp. Ath. 40.

ΠΡΟΣ ΑΣΙΩΝΑ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΒΙΒΛΙΩΝ ΚΛΟΠΗΣ.

   Harp. v. ἀμφιγνοεῖν.

ΥΠΕΡ ΤΟΥ ΑΣΠΙΔΟΠΟΙΟΥ.

Poll. VII 15 et 155 (τῆς ἰσωνίας).

ΠΡΟΣ ΑΣΩΠΟΔΩΡΟΝ ΠΕΡΙ ΟΙΚΙΑΣ.

   Harp. v. παρακαταβολή.

ΚΑΤ' ΑΥΤΟΚΛΕΟΥΣ.

   Ψηφοπαικτοῦσι τὸ δίκαιον. Pollux VII 200.

ΚΑΤ' ΑΥΤΟΚΡΑΤΟΥΣ ΜΟΙΧΕΙΑΣ.

   Τοῖς ὀψιζομένοις ἐν ταῖς ὁδοῖς ἐπιτιθέμενοι τὰ ἱμάτια ἀποδύονται. Bekk. Anecd. p. 110, 29.

   Τετύχηκε δέ μοι καὶ εἰκοσίμνως ἔρανος. Pollux IX 56.

   Τὸν παῖδα τὸν ἀκολουθοῦντα μετ' αὐτοῦ. Phrynichi epitome p. 353 Lob. Bekk. Anecd. p. 82, 21. Μεταλλαξαμένη χιτῶνα. Pollux VII 44.

   Μεταλλαξαμένη χιτῶνα. Pollux VII 44.

ΥΠΕΡ ΑΧΙΛΛΕΙΔΟΥ ΦΟΝΟΥ.

   Κινήσει δὲ ἔλεον κἂν ὑποδεικνύωμεν τὸ πάθος τὸ συμβεβηκὸς περί τινας τῶν οἰκείων τοῦ κρινομένου ἢ τοῦ [338] τεθνεῶτος ... καὶ ὁ Λυσίας ἐν τῷ ὑπὲρ Ἀχιλλείδου (sc. διέξεισι) τὸ πάθος τὸ τῇ ἀδελφῇ συμβὰν αὑτοῦ· λέγει γὰρ ὡς ἀκρατὴς λύπης γενηθεῖσα αὑτὴν ἀπέκτεινε. Apsines περὶ εὑρ. IX 591 W.

ΥΠΕΡ ΒΑΚΧΙΟΥ ΚΑΙ ΠΥΘΑΓΟΡΟΥ.

   Harp. v. κύπασσις, Πύγελα, Σκυθικαί.

ΥΠΕΡ ΤΟΥ ΒΑΤΡΑΧΟΥ ΦΟΝΟΥ.

   Harp. v. Φηγούσιον.

ΠΡΟΣ ΒΟΙΩΝΑ.

   Harp. v. ἀνάγειν.

ΠΡΟΣ ΤΟΥΣ ΕΠΙΤΡΟΠΟΥΣ ΤΩΝ ΒΟΩΝΟΣ ΠΑΙΔΩΝ.

   Ἐπέτρεψεν ἀνδράσιν ἀντὶ τοῦ ἐπιτρόπους κατέστησεν. Harp. v. ἐπιτροπήν.

ΠΡΟΣ ΓΛΑΥΚΩΝΑ ΠΕΡΙ ΤΟΥ ΔΙΚΑΙΟΓΕΝΟΥΣ ΚΛΗΡΟΥ.

   Καὶ μὲν δὴ οὐδὲ τοῦτο ἂν ἔχοι Γλαύκων εἰπεῖν ἢ ἄλλος τις τῶν Δικαιογένους συγγενῶν, ὡς, ὅτε μὲν προὔκειτο, ὤκνουν καὶ ᾐσχύνοντο λόγους περὶ αὐτοῦ ποιεῖσθαι, ἐξενεχθέντος δὲ ἢ περὶ τῶν χρημάτων τινὰ [339] μνείαν εἴχετε ἢ τὰς θυγατέρας ἠξιοῦτε διαιτᾶσθαι. Suid. v. προὔκειτο.

   Δικαιογένης δὲ τέως μὲν ᾤκει παρ' ἡμῖν, δοκιμασθεὶς δὲ ἔγημε. Suid. v. τέως.

   Ἀντιδικοῦμεν, Θουγένιδες, δικασταῖς.

   Τί, ὠγαθέ, ἀντιδικοῦμεν ‹πρὸς› ἀλλήλους ἔτι; Phot. lex. in ed. Reitzenstein p. 147, 27.

   Harp. v. ἡλιαία.

ΥΠΕΡ ΔΕΞΙΟΥ ΑΠΟΣΤΑΣΙΟΥ.

   Καθίστησιν αὐτὸν ἐπὶ τὰς αἶγας, καὶ ᾐπόλει αὐταῖς. Bekk. Anecd. p. 129, 15.

   Ἐχρῆν τὸν Κλειτοφῶντα καὶ τοὺς ἀντιδικοῦντας αὐτῷ. Ibid. p. 129, 18.

   Harp. v. Στρομβιχίδης.

ΚΑΤΑ ΔΕΞΙΠΠΟΥ.

   Καὶ ποῦ ἑτέρωθι ἀνδρεῖός ἐστιν οὗτος; πρὸς τοῖς θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συνδίκοις ἀπογραφὰς ἀπογράφων.

   Harp. v. σύνδικοι.

ΚΑΤΑ ΔΗΜΟΣΘΕΝΟΥΣ ΕΠΙΤΡΟΠΗΣ.

   Εἰ γάρ τι ἐγκαλεῖς τῷδε τῷ μειρακίῳ καὶ τῶν σῶν τι ἔχει, δίκασαι αὐτῷ κατὰ τοὺς νόμους, εἰ μὲν χωρίου [340] ἀμφισβητεῖς, καρποῦ, εἰ δὲ οἰκίας, ἐνοικίου, ὥσπερ οὗτος σοὶ νῦν ἐπιτροπῆς δικάζεται. Harp. v. καρποῦ δίκη.

   Πέντε μησὶ μετὰ τῶν ἐλεοκόπων διαιτώμενος.

   Harp. v. ἐλεοκόπων.

   Harp. v. ἀδοκίμαστος, αἰδέσασθαι, ἐπισίτια, μειαγωγῆσαι.

ΠΕΡΙ ΤΟΥ ΔΙΟΓΕΝΟΥΣ ΚΛΗΡΟΥ.

   Διογένει δὲ οἰκειότατα πάντων ἀνθρώπων ἐχρώμεθα, καὶ ἕως γε ὑγίαινεν, ἐξ ἀγροῦ ὁπότε ἔλθοι παρ' ἡμῖν διῃτᾶτο. Priscian. XVIII 252 p. 230 Kr.

   Ἦν γὰρ αὐτῇ ὑὸς ἐκ τοῦ προτέρου ἀνδρὸς ἐτῶν γεγονὼς ἑκκαίδεκα. Priscian. ib. p. 210 Kr.

   Μόλπις ὁ τῶν ‹ι΄ τῶν› ἐν Πειραιεῖ. Harp. v. Μόλπις.

ΠΡΟΣ ΔΙΟΓΕΝΗΝ ΠΕΡΙ ΧΩΡΙΟΥ.

   Ἆρα οὖν ἀπράγμων εἶναι δοκεῖ ὑμῖν Διογένης, ὃς ἐπιδικάζεται μὲν τῶν κλήρων, ἀμφισβητεῖ δὲ τοῖς ὀρφανοῖς ὧν αὐτοῖς οἱ πατέρες κατέλιπον; Bekk. Anecd. p. 145, 8 et 120, 14.

ΠΡΟΣ ΔΙΟΓΕΝΗΝ ΠΕΡΙ ΜΙΣΘΩΣΕΩΣ ΟΙΚΟΥ.

   Harp. v. ἀποτιμηταί.

ΚΑΤΑ ΔΙΟΔΟΤΟΥ.

   Harp. v. αὔλια.

[341]

[ΚΑΤΑ ΔΙΟΚΛΕΟΥΣ ΥΒΡΕΩΣ.

   Ὁ ἀδελφὸς ὁ ἐμὸς καὶ Κτήσων, οἰκεῖος ὢν ἡμῖν, συντυγχάνουσι τῷ Ἕρμωνι ἐς Βόθυνον ἀπιόντι. Bekk. Anecd. p. 173, 26.]

ΠΡΟΣ ΔΙΟΚΛΕΑ ΥΠΕΡ ΤΟΥ ΚΑΤΑ ΤΩΝ ΡΗΤΟΡΩΝ ΝΟΜΟΥ.

   Theon. progym. 2 I 166 W. Harp. v. ἐάν τις.

ΥΠΕΡ ΔΙΟΦΑΝΤΟΥ ΠΕΡΙ ΧΩΡΙΟΥ.

   Poll. VII 17 (ἀλείπτρια).

ΠΡΟΣ ΔΙΟΧΑΡΗ.

   Harp. v. μεταλλεῖς.

ΠΡΟΣ ΔΙΩΝΑ.

   Harp. v. φάσκωλον.

ΠΕΡΙ ΤΗΣ ΕΓΓΥΘΗΚΗΣ.

   Εἰ μὲν δίκαιον ἔλεγεν ἢ μέτριον, ‹ὦ› ἄνδρες δικασταί, Λυσιμένης ..... Οὐκ ἂν ἐσπούδαζον περὶ αὐτῆς τῆς ἐγγυθήκης δικαιολογεῖσθαι, ἣ οὐκ ἔστιν ἀξία τριάκοντα δραχμῶν. Πέρυσιν δὲ ἐπισκευάσαι αὐτὴν βουλόμενος ἐξέδωκα εἴς τι χαλκεῖον· ἔστι γὰρ συνθετὴ καὶ Σατύρων ἔχει πρόσωπα καὶ βουκεφάλια ..... ἄλλο ἔτι [342] μέγεθος τὸ αὐτό. ὁ γὰρ αὐτὸς τεχνίτης πολλὰ σκεύη ταὐτὰ καὶ ὅμοια ἐργάζεται. Athen. V p. 209 F.

ΠΕΡΙ ΤΗΣ ΕΙΣΦΟΡΑΣ.

   Harp. v. ἐπιγραφέας.

ΠΕΡΙ ΤΗΣ ΕΠΙΓΕΝΟΥΣ ΔΙΑΘΗΚΗΣ.

   Ἐπειδὴ τοίνυν Ἐπιγένης ἀσθενὴς τριηραρχεῖν ἠναγκάζετο, ἀνάργυρος ὢν καὶ τῆς γῆς τῶν πολεμίων κρατούντων. Suid. v. ἀνάργυρος et Ἐπιγένης.

ΚΑΤΑ ΕΠΙΚΡΑΤΟΥΣ.

   Bekk. Anecd. 103, 11.

ΠΡΟΣ ΕΤΕΟΚΛΕΑ ΠΕΡΙ ΧΡΗΜΑΤΩΝ.

   Harp. v. ἑβδομευομένου.

ΠΕΡΙ ΤΩΝ ΙΔΙΩΝ ΕΥΕΡΓΕΣΙΩΝ.

   Οἱ Κεῖοι μὲν πόλις τοσαύτη. Harp. v. Κεῖοι cf. μεταπύργιον, Φηγαιεῦσι.

ΠΡΟΣ ΕΥΘΙΑΝ ΥΠΕΡ ΤΩΝ ΔΗΜΙΟΠΡΑΤΩΝ.

   Poll. X 96.

ΠΡΟΣ ΕΥΘΥΔΗΜΟΝ ΥΠΕΡ ΤΟΥ ΠΑΙΔΟΣ ΤΟΥ ΔΙΑΦΘΑΡΕΝΤΟΣ ΤΟΝ ΟΦΘΑΛΜΟΝ.

   Καὶ ἐξ αὐτῶν τῶν μαρτυριῶν, ὦ ἄνδρες δικασταί, ἃς οὗτοι παρέσχοντο, πειράσομαι ὑμῖν ἀποδεῖξαι.

[343] Bull. corr. hell. I 150 (initium orationis erat).

ΚΑΤ' ΕΥΘΥΔΙΚΟΥ.

   Οὐ δυνάμενος δ' ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας. Harp. v. ἀμφιδέαι.

ΥΠΕΡ ΕΥΘΥΝΟΥ.

   Καὶ τοῦτο ἐποιήσαμεν οὐκ αὐτοτελῶς, ἀλλ' ἀκριβῶς. Bekk. Anecd. p. 467, 32.

ΚΑΤ' ΕΥΚΛΕΟΥΣ ΧΩΡΙΟΥ ΕΞΟΥΛΗΣ.

   Harp. v. αὐτομαχεῖν.

ΥΠΕΡ ΕΥΚΡΙΤΟΥ ΔΙΑΜΑΡΤΥΡΙΑ.

   Ἀδηφάγους τριήρεις. Harp. s. v.

ΠΡΟΣ ΕΥΠΕΙΘΗ.

   Harp. v. δερμηστής.

ΚΑΤ' ΕΥΦΗΜΟΥ.

   Harp. v. λαμπάς, πυελίδα.

ΠΕΡΙ ΤΟΥ ΗΓΗΣΑΝΔΡΟΥ ΚΛΗΡΟΥ.

   Ὡς ἔμελλεν ἐπί τε τοὺς βωμοὺς ἰέναι καὶ ‹τὰ› νομιζόμενά γε ποιήσειν. Priscian. XVIII 238 p. 221 Kr.

   Τοῖς ἐγγύτατα γένους συνῴκουν. Idem XVIII 179 p. 187 Kr.

[344]

ΠΡΟΣ ΘΕΟΠΕΙΘΗ ΕΠΙΤΡΟΠΗΣ ΕΠΙΛΟΓΟΣ.

   Harp. v. ἐπιδιατίθεσθαι.

ΚΑΤΑ ΘΕΟΠΟΜΠΟΥ ΑΙΚΙΑΣ.

   Ἐγὼ δ' ὀξύμελι πίνω. Athen. II p. 67 E.

ΠΕΡΙ ΤΟΥ ΘΕΟΠΟΜΠΟΥ ΚΛΗΡΟΥ.

   Harp. v. ὀργέων.

ΚΑΤΑ ΘΕΟΖΟΤΙΔΟΥ ‹ΠΑΡΑΝΟΜΩΝ›.

   τοὺς μάλιστα δ̣ε̣‹ομένους ἀποστερεῖς ς›ὺ̣ τῆς μις‹θοφορᾶς› τ̣ο̣ὺ̣σ̣ νόθους τε̣ καὶ τοὺς ‹ποιη›τοὺς οὔτε νομίμως οὔ‹τε καλῶ›ς· ἐμο̣ὶ γὰρ δοκεῖ τῶν ὀρ‹φανῶν τρέφειν τού›τ̣ω̣ν̣ τοὺς νόθους ‹μᾶλλον χρῆναι τ›ὴμ πόλιν ἢ τ̣ο̣ὺς ‹γνησίους· τοὺς μὲν› γὰρ γνησίους ‹κληρονόμους τῆς οὐσίας κ›αταλεί‹πουσιν οἱ πατέρες· τοὺς δὲ› νόθους ...

   ‹πατ›ρώιων .... .. τ›ῆς μισθοφο‹ρίας .[...] ο.[.. ἐκ›ε‹ῖν›ος κατέλιπεν α̣ὐτοῖσ̣ . ὃ δὲ› π̣ά̣ν̣των δεινότατον εἰ τὸ κάλ›λιστον τῶν ἐν τοῖς νόμο›ι̣σ̣ κήρυγμα Θεοζοτίδ›ης διαβαλεῖ καὶ ψεῦδος κα›ταστήσει· [345] Διονυσίοις γὰρ ὅτα›ν̣ ὁ κήρυξ ἀναγορεύηι τοὺς ὀρ›φανοὺς πατρόθεν ὑπειπὼν ὅτι› τῶνδε τῶν νεανίσκων οἱ πατέρες ἀπέθανον ἐν τῶι πολέμωι μαχόμενοι ὑπὲρ τῆς πατρίδος ἄνδρες ὄντες ἀγαθοὶ καὶ› τούτους ἡ πόλις ἔτρεφε μέχρι› ἥβης, ἐνταῦθα πότερα χωρὶς περὶ τῶν ποιητῶν καὶ τῶν νόθ›ων ἀνε̣ρ̣ε̣ῖ λέγων ὅτι τούσδε διὰ Θεοζοτίδην οὐκ ἔτρεφεν ἢ̣ πάντας ἀ‹ναγορε›ύων ὁμοίως τοὺς ὀρφανοὺς τῶν› ποιητῶν καὶ τῶ̣ν̣ ‹νό›θ̣ω̣ν̣ ‹καταψεύσεται̣ περὶ τῆς τροφῆς ὑ̣π̣ο̣σ̣ι̣‹ωπῶν; ταῦτα οὐχ ὕβρις καὶ ‹μ›εγάλη διαβολ›ὴ ‹ἔσται τῆς πόλεως; ἐ›πειδὴ δὲ Κλεομένης ........, ὦ ἄν›δρες δικασταί, τὴν ὑμετέραν ἀκρόπ›ο̣λιν κατέλαβε ...

   .[11 litt.] .ουτος ει πρε̣σ . [11 litt.] πε̣ρὶ φυλακῆς [12 litt.] ..σ̣αμ περὶ πολ›έ̣μ̣‹ου Θεοζο›τίδης οὑτοςὶ̣ τ̣ὴ̣‹γ γν›ώμην ἀγορεύει τοὺς μὲν ἱππέας ἀντὶ δραχμῆς τέσσαρα‹ς ὀβ›ολοὺς μιςθοφορεῖν, το̣‹ὺς δ' ἱπ›ποτοξότας ὀκτὼ ὀβολοὺς ἀντὶ δυ̣ο̣ῖ̣ν̣ ‹ὀ›β̣‹ο›λ‹ο›ῖ̣ν̣ καὶ τ̣‹αύ›τ̣ην τὴγ γνώμην ἐ̣......υ̣α̣κ̣υ̣μ̣. ἐνίκησ̣ε̣‹ν ἐν τῶι δ›ήμωι δ̣‹ι' οὗ καὶ μ̣...... ‹γν›ώμην ... .... ἅπασαν τοὺς ἱππ‹έας ἢ ὑπὲρ τοῦ παρόντος καὶ τοῦ μέ‹λλοντος συντέμνειν τὴμ μισθ‹οφορίαν. ἐγὼ [346] δὲ τὸ πορίζειν οὐ̣‹κ ἀποστερεῖν ὤιμην εἶναι τῶν ὑπαρχόντων ἀλλὰ προφ̣‹υλάττειν, ὅπως πλείω τῶν ὄν̣‹των ἢ μηδὲν ἐλάττω τῶν ὑ‹παρχόντων ἔσται. τοιοῦτο .... τ›ο̣ῦτον οὐκ ὀκνεῖν χρὴ .... ..ν ἀλλὰ̣ .....

   ...ε̣πεισεν ὑμᾶς π̣... ...κ̣η ἐξεῖναι̣ μ̣... ...η̣σ̣ διωβελίας ... ...α ‹χ›ρήματα ...

   ...οφειλο̣... ... καίτοι̣ υ̣...

   Col. I ...ι̣στε ...τ̣α̣ τε ...εσθ̣αι ...ωσε̣σ ...ε̣ι̣τ̣ε̣ ο̣ι υ ... ἄν›δρες ...ι φυ ...χι. Col. II. nonnullae litterae ex versuum initiis servatae sunt.

   ..ν̣ι̣ν̣... η..ων.α̣ν̣α̣ι̣σ̣... λ̣ω̣ν συγκα̣...

   ...υ̣σα̣ν... ...ι›ππευσ̣... ..ο›ρφαν̣..... α̣η̣.. ...πολ...ε̣ρ̣... ...ν̣ σ̣υντ̣ι̣... ...π̣οι̣... ἀ̣π̣οτ̣ ... ...ου τημ μισθ‹οφορίαν ...ασαν ε̣ν̣τ̣ε̣λη̣... ...ι̣σ̣ το π̣εριτ̣... ... μισθοφορία... ....τ̣.λ̣..... ....ω̣ν π̣... ....αν̣...ν̣απ... ...ρ̣ου̣...

   ...δ̣η̣μ̣η̣ ...τ̣α̣ το δεινον ....η̣μηδη .... βουλευ .... βουλεύσηι ...ευσει ...α̣λεγων .....κ̣ο̣ ... π›αρανομα ......ο̣ι̣

   .....ρ̣.χ... ...ασατο τ̣... ....ρειτ̣.. ...ε̣ω̣ν.ι̣ν̣αν̣... ....ι̣αι̣ η̣... ..... ....ι̣δ... ... .. ....ο̣μ̣...

   ...ν̣τιτωι̣... ...π̣ατω̣... .....ε

   ....μ̣... και τους ... ἠγωνιστα̣‹ι ... μὲν ἡ δικ‹η... ο›υδε̣ν̣ απ...

[347]    ..... ....α̣τ̣... ...ευπ....υκε... ... ζ̣ην ειναι τη̣ς ε... ...υγκαταθει..

   Col. II. ..... ...ν̣ ἐπηρεα̣... μ̣εγ γαρ κλε̣... ξηι.... τα.... τ̣ο̣....

   ...ω̣ντ. ἐ... ....ωματι... ...λ̣ουσιν... τῆ›ς μισθοφορία‹ς ...

   ...φορ... .....λο.. ...ν̣ι̣τ̣... ...π̣ο̣. .. .....α̣...

   ...η̣ν̣αι τρε̣... .....ουστο̣

   ...λ̣αβειν ... .....π̣ρ̣... ...ρ̣η̣ι̣ν̣... .. ...λ̣ε̣...

   ...ο̣ωι κ... ...ο̣υς δ...

   ...ευσ... ....ο̣λ̣...

   ...πισ... ...μ̣ιν...

   ...π̣ο... ....π̣...

ΚΑΤΑ ΘΡΑΣΥΒΟΥΛΟΥ.

   Harp. v. Ἀναξίβιος, Δικαιόπολις, ἐπιθέτους ἑορτάς, Ἰσμηνίας, Πολύστρατος, Πύρρα, Σεύθης, Στρούθης.

ΠΡΟΣ ΙΠΠΟΘΕΡΣΗΝ.

   Harp. v. ἀφανὴς οὐσία καὶ φανερά, Ἱερώνυμος.

[348]

ΠΡΟΣ ΤΟΥΣ ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΑΙΔΑΣ.

   Οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν, ἀλλὰ καὶ διασῴζοντες τὰς τῶν φίλων οὐσίας συκοφαντοῦνται ὑπὸ τῶν ὀρφανῶν πολλοί· ὅπερ κἀμοὶ νῦν συμβέβηκεν. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς ὑέσι δοκιμασθεῖσι τὰ χρήματα ὧν ἐπίτροπος κατελείφθην, συκοφαντοῦμαι νῦν ὑπ' αὐτῶν ἀδίκως. Dionys. Hal. de Isaeo V p. 599 R. coll. p. 600.

ΠΡΟΣ ΙΣΟΔΗΜΟΝ.

   Harp. v. αὐθέντης.

ΠΡΟΣ ΙΣΟΚΡΑΤΗΝ ΑΙΚΙΑΣ.

   Καίτοι τίς οὐκ οἶδεν ὑμῶν ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἔστι μόνον τιμῆσαι, τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν ὑμῖν θανάτῳ ζημιοῦν; Phot. p. 614, 10. Suid. et Etym. M. v. ὕβρις. Poll. VIII 46 eandem orationem laudat: ἐν τῷ πρὸς Ἱπποκράτην αἰκίας (προβολαί).

[ΥΠΕΡ ΙΦΙΚΡΑΤΟΥΣ ΠΡΟΔΟΣΙΑΣ ΑΠΟΛΟΓΙΑ.

   Εἶτα σὺ μὲν ὢν Ἀριστοφῶν οὐκ ἂν προδοίης, ἐγὼ δ' ὢν Ἰφικράτης; Aristot. rhetor. II 23 p. 1398a.

   Ἡ γὰρ ὁδός μοι τῶν λόγων διὰ μέσων τῶν Χάρητι πεπραγμένων ἐστίν. Aristot. rhet. III 10 p. 1411b.

[349]    Τραύματα ἔχων οὐχ ἑτέρων ἐπ' ἐμὲ ἐρχομένων, ἀλλ' αὐτὸς ἐπιών. Schol. Hom. Il. p. 364 B, 22 Bk.

   Οἷα ποιεῖς, ὦ ἄνθρωπε, πολέμου περιεστῶτος τὴν πόλιν περὶ ἐμοῦ πείθων βουλεύεσθαι καὶ μὴ μετ' ἐμοῦ. Plut. moral. p. 187 B.

   Βελτίων μὲν ὁ τῶν ἀντιδίκων ὑποκριτής, δρᾶμα δὲ τοὐμὸν ἄμεινον. Plut. moral. p. 801 F.]

ΥΠΕΡ ΚΑΛΛΑΙΣΧΡΟΥ.

   Μετ' ἀβακίου δὲ καὶ τραπεζίου πωλῶν ἑαυτόν. Pollux X 105, cf. fr. XI.

ΚΑΤΑ ΚΑΛΛΙΟΥ ΕΝΔΕΙΞΕΩΣ.

   Bekk. Anecd. 95, 25 (ἐωνηκώς).

ΚΑΤΑ ΚΑΛΛΙΟΥ ΥΒΡΕΩΣ.

   Ἐξελθοῦσα αὐτοῦ ἡ παιδίσκη τὴν θύραν ἀνοίγνυσι. Pollux III 76, lex Vind. 142.

ΥΠΕΡ ΚΑΛΛΙΟΥ.

   Οὗτοι δὲ φάσκοντες πλείονος μισθώσασθαι καὶ τίμημα καταστήσασθαι. Harp. et Suid. v. τίμημα.

ΠΡΟΣ ΚΑΛΛΙΚΛΕΑ.

Suid. v. ἀπόμισθος.

[350]

ΠΡΟΣ ΚΑΛΛΙΠΠΙΔΗΝ.

   Harp. v. λάκρος.

ΠΡΟΣ ΚΑΛΛΙΦΑΝΗ ΞΕΝΙΑΣ.

   Harp. v. νοθεῖα.

ΚΑΤΑ ΚΑΛΛΙΦΩΝΤΟΣ.

   ὅτι γὰρ ἔσθ' ὅτε μάρτυρας συγγενεῖς προκριτέον, δηλοῖ Λυσίας ἐν τῷ κατὰ Καλλιφῶντος· περὶ παρακαταθήκης γὰρ ἡ κρίσις, τοῦ μὲν λέγοντος μηδὲν ὧν δέδωκεν ἀπειληφέναι, τοῦ δὲ φάσκοντος πάντα ἀποδεδωκέναι· τοῦ δὲ ἀπαιτοῦντος μάρτυρας παραφέροντος ξένους, ὁ ἕτερος φησίν, ὡς, εἰ τὸ δέον ἐποίει, μάρτυρας ἐχρῆν οἰκείους παρέχεσθαι· τὰ γὰρ τοιαῦτα οὐκ ἐπὶ τῶν ξένων εἴωθε γίνεσθαι, ἀλλ' ἐπὶ τῶν οἰκείων. οὕτω γοῦν ἔφη ἐπὶ λέξεως· εἰ μὲν περὶ ὕβρεως ἢ αἰκίας ἤ τινος ἄλλου τῶν τοιούτων τὴν δίκην συνέβαινεν εἶναι, εἰκότως τοὺς ἔξωθεν εἴχετ' ἂν μαρτυροῦντας· ἐπειδὴ δὲ περὶ ‹παρα›καταθήκης ἀποδόσεως, οὐχ ἑτέρους ἐχρῆν ‹παρέχεσθαι›, ἀλλὰ τοὺς οἰκείους, οὓς ἀνάγκη τὰ πραχθέντα εἰδέναι.

   A. Mai scriptorum vet. nov. coll. II, p. 584, legit et edidit H. Rabe Rh. Mus. LXIII 519.

ΠΡΟΣ ΚΙΝΗΣΙΑΝ ΥΠΕΡ ΦΑΝΙΟΥ ΠΑΡΑΝΟΜΩΝ.

   Θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν ὁ τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι. Οὐχ οὗτός ἐστιν ὁ τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων, [351] ἃ τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων ‹δ'› ἀκούετε καθ' ἕκαστον ἐνιαυτόν; οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις, οὐ μὴν ὡς τοῦτο διαπραττόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλ' ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν ἡμετέρων. ἐκείνων μὲν οὖν ἕκαστος ἀπώλετο, ὥσπερ εἰκὸς τοὺς τοιούτους· τοῦτον δὲ τὸν ὑπὸ πλείστων γιγνωσκόμενον οἱ θεοὶ οὕτως διέθεσαν, ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον ἢ τεθνάναι, παράδειγμα τοῖς ἄλλοις, ἵν' εἰδῶσιν ὅτι τοῖς λίαν ὑβριστικῶς τὰ θεῖα διακειμένοις οὐκ εἰς τοὺς παῖδας ἀποτίθενται τὰς τιμωρίας, ἀλλ' αὐτοὺς κακῶς ἀπολλύουσι, μείζους καὶ χαλεπωτέρας καὶ τὰς συμφορὰς καὶ τὰς νόσους ἢ τοῖς ἄλλοις ἀνθρώποις προσβάλλοντες. τὸ μὲν γὰρ ἀποθανεῖν ἢ καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασιν ἐστί, τὸ δ' οὕτως ἔχοντα τοσοῦτον χρόνον διατελεῖν καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις προσήκει τοῖς τὰ τοιαῦτα ἅπερ οὗτος ἐξημαρτηκόσιν. Athen. XII p. 551 D.

ΠΡΟΣ ΚΙΝΗΣΙΑΝ Β΄.

   Harp. v. Κινησίας.

[352]

ΠΡΟΣ ΚΛΕΙΝΙΑΝ ΔΙΑΜΑΡΤΥΡΙΑ.

   Ἐπειδὴ πάντες κατέδαρθον, ἐσκευασμένος τῶν χαλκωμάτων ὅσα οἷός τ' ἦν πλεῖστα, ὑπὸ μάλης λαβὼν ἐξήγαγε ξίφος ἔχων. Suid. v. ὑπὸ μάλης.

ΠΡΟΣ ΚΛΕΟΣΤΡΑΤΟΝ.

   Οὐδὲ εἴ τις εἰσποίητος πάθοι, οὐκ ἀποστερεῖ τὴν μητέρα τούτων τῶν χρημάτων. Priscian. XVIII 257 p. 235 Kr.

ΠΡΟΣ ΚΛΕΩΝΑ ΠΕΡΙ ΧΡΥΣΟΥ ΤΡΙΠΟΔΟΣ.

   Ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι. Athen. VI p. 231 B.

ΠΡΟΣ ΚΡΙΤΟΔΗΜΟΝ.

   Harp. v. ἐπίπεμπτον.

ΥΠΕΡ ΚΤΗΣΙΑΡΧΟΥ.

   Harp. v. ἐπεσκήψατο.

ΚΑΤΑ ΚΤΗΣΙΦΩΝΤΟΣ.

   Καὶ τοὺς μὲν τῶν ἄλλων Ἀθηναίων παῖδας, ὧν οἱ πατέρες βοηθήσαντες ὑμῖν ἔτι ζῶσιν, ἀπειπεῖν ἐν τοῖς νόμοις μήτε ἄδικον μήτε δίκαιον λέγειν. Suid. v. ἀπειπεῖν.

[353]

ΠΕΡΙ ΤΟΥ ΚΥΝΟΣ ΑΠΟΛΟΓΙΑ.

   Ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι αἱ κύνες. Harp. v. καρκίνος.

ΠΡΟΣ ΛΑΙΔΑ.

   Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια (καὶ Ἀριστόκλεια. Athen. XIII p. 592 E). Athen. XIII p. 586 E.

ΠΡΟΣ ΛΑΚΡΑΤΗΝ.

   Οὐδ' ἂν εἰ πολὺ ἐλάττω τόκον λογίσαιτό τις ἢ ὅσον οὗτοι οἱ ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται.

   Harp. v. ὀβολοστατεῖ.

ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ.

   Harp. v. Ἀρδηττός.

ΚΑΤΑ ΛΥΣΙΘΕΟΥ ΤΡΑΥΜΑΤΟΣ ΕΚ ΠΡΟΝΟΙΑΣ.

   Κάμψαντι τοῦ τείχους, ὦ βουλή, ἐστὶ γωνιασμὸς ἐν ἀριστερᾷ καὶ εὐρυχωρία πάνυ πολλή. Harp. v. γωνιασμός. Suid. v. γωνία.

   Ἐβιάζετό τε γὰρ καὶ οἷος ἦν ἐξευρεῖν τὴν θύραν. Phot. lex. p. 323, 5.

   Καὶ κατέλαβον αὐτὸν γῆν ἐν θυείᾳ τρίβοντα δοίδυκι λιθίνῳ.

[354]

ΠΕΡΙ ΗΜΙΚΛΗΡΙΟΥ ΤΩΝ ΜΑΚΑΡΤΑΤΟΥ ΧΡΗΜΑΤΩΝ.

   Harp. v. Προσπάλτιοι, σιπύα.

ΚΑΤΑ ΜΑΝΤΙΟΥ.

   Harp. v. Νότιον.

ΠΡΟΣ ΜΕΔΟΝΤΑ ΨΕΥΔΟΜΑΡΤΥΡΙΩΝ.

   Harp. v. Ἀντίκυρα, ἀπήχεια.

ΠΡΟΣ ΤΗΝ ΜΕΙΞΙΔΗΜΟΥ ΓΡΑΦΗΝ.

   Καὶ δύο παῖδας αὐτῷ ἀκολούθους εἶναι, ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ τὸν δὲ Ἡσίοδον. Harp. v. Μουσαῖος.

ΠΡΟΣ ΜΕΝΕΣΤΡΑΤΟΝ.

   Harp. v. προθεσμίας νόμος.

ΚΑΤΑ ΜΙΚΙΝΟΥ ΦΟΝΟΥ.

   Τὴν νύκτα ἐκάθητο ἐν τῷ ἱερῷ τὴν ὄψιν κατακαλυψάμενος. Anonym. in Rhet. Gr. VII p. 286 Walz.

   Οἱ μὲν ἄλλοι συγγενεῖς παρεγένοντο, μόνος δ' ἀπελείφθη. Idem eod. loco.

   ‹Τὰ› πρὸς ἑτέρας αἰτίας ἀνήκειν δοκοῦντα παραλελείψεται. Priscian. XVIII 191 p. 194 Kr.

[355]    Ἐκεῖνον ἐπὶ τὸ σύνδειπνον κεκλημένον. Athen. VIII p. 365 B.

ΠΡΟΣ ΜΝΗΣΙΜΑΧΟΝ.

   Συντίθεται δὲ τούτοις καὶ Καρκίνος ὁ ποιητὴς εἰπών·

   οὐκ οἶνος ἐξέστησε· τὰς γὰρ ἐμφύτους

   ὀρθῶς παγείσας ..... φρένας

   οὐδεὶς ἐπαίρει καιρὸς ἐξαμαρτάνειν. Harp. v. Καρκίνος.

ΚΑΤΑ ΜΝΗΣΙΠΤΟΛΕΜΟΥ.

cf. Phot. bibl. 262 p. 489b, 265 p. 491b.

ΚΑΤΑ ΜΟΣΧΟΥ.

   Harp. v. δήμαρχος.

ΠΡΟΣ ΝΑΥΣΙΑΝ ΠΕΡΙ ΤΟΥ ΤΥΠΟΥ.

   Ἀλλὰ διὰ τὸ τρεῖς τέχνας ἐργάζεσθαι, τήν τε λιθουργικὴν καὶ λιθοτριβικὴν καὶ πρὸς τούτοις τὸ τετρυφηκέναι. Suid. v. λιθουργική.

   Τοῦ γείσου συντετελεσμένου καὶ τοῦ κρηπιδαίου. Poll. VII 120.

ΥΠΕΡ ΝΗΣΟΚΛΕΟΥΣ.

   Harp. v. ἐπιδιατίθεσθαι.

[356]

ΠΡΟΣ ΝΙΚΑΡΧΟΝ ΤΟΝ ΑΥΛΗΤΗΝ.

   Harp. v. ἀκμάζεις, Ἀντιγενίδας.

ΠΡΟΣ ΝΙΚΙΑΝ ΠΕΡΙ ΠΑΡΑΚΑΤΑΘΗΚΗΣ.

   Τὴν μὲν παρασκευὴν καὶ τὴν προθυμίαν τῶν ἀντιδίκων ὁρᾶτε, ὦ ἄνδρες δικασταί. Clem. Alex. strom. VI p. 626 Sylb.

[ΥΠΕΡ ΝΙΚΙΟΥ.

   Ἑλλήνων κλάω ‹τὸν› ἀμάχητον καὶ ἀναυμάχητον ὄλεθρον. ‑ ἱκέται μὲν αὐτοὶ τῶν θεῶν καθίζοντες, προδότας δὲ τῶν ὅρκων ὑμᾶς ἀποφαίνοντες. ‑ ἀνακαλοῦντές τε συγγένειαν εὐμένειαν. Theophrastus apud Dionys. Hal. V p. 484 R.]

ΚΑΤΑ ΝΙΚΙΟΥ ΦΟΝΟΥ.

ΚΑΤΑ ΝΙΚΙΔΟΥ ΑΡΓΙΑΣ.

[357]

ΠΡΟΣ ΝΙΚΟΔΗΜΟΝ ΚΑΙ ΚΡΙΤΟΒΟΥΛΟΝ.

   Harp. v. ξυστίς.

ΥΠΕΡ ΝΙΚΟΜΑΧΗΣ.

   Marcellinus in Hermog. IV 324 Walz: ὁ Λυσίας ἐν τῷ ὑπὲρ Νικομάχης διώκων Ἐκφαντίδην καὶ Διοφάνην οὐκ ἦλθεν ἐπὶ τὸ κεφάλαιον τοῦτο, διὰ τὸ μίαν εἶναι ἀμφοτέρων τὴν ποιότητα.

ΠΡΟΣ ΞΕΝΟΦΩΝΤΑ (vel ΞΕΝΟΚΡΑΤΗΝ).

   Συγκομίσας δ' ὀπώραν καὶ ἀποδόμενος τὸν ἀγρόν. Phot. lex. p. 546 et 767. Suid. v. συγκομιδή. Et. M. 733, 23.

ΠΕΡΙ ΤΗΣ ΟΝΟΜΑΚΛΕΟΥΣ ΘΥΓΑΤΡΟΣ.

   Harp. v. πεντακοσιομέδιμνον, Ὑβάδαι.

ΠΡΟΣ ΤΗΝ ΦΑΣΙΝ ΤΟΥ ΟΡΦΑΝΙΚΟΥ ΟΙΚΟΥ.

   Harp. v. φάσις.

ΚΑΤΑ ΠΑΝΤΑΛΕΟΝΤΟΣ.

   Poll. IV 23 (ἱκανότης).

ΠΕΡΙ ΤΟΥ ΠΟΛΥΑΙΝΟΥ ΚΛΗΡΟΥ.

[358]

ΚΑΤΑ ΠΟΣΕΙΔΙΠΠΟΥ.

   Harp. v. ἀπολαχεῖν.

ΠΡΟΣ ΠΥΘΟΔΗΜΟΝ ΑΠΟΣΤΑΣΙΟΥ.

   Poll. VII 17 (θρεπτή). Harp. v. τῆτες.

ΠΡΟΣ ΣΟΦΟΚΛΕΑ.

   Bekk. Anecd. 109, 3 (μυκείαν).

ΚΑΤΑ ΣΤΡΑΤΟΚΛΕΟΥΣ ΕΞΟΥΛΗΣ.

   Harp. ἐξούλης.

ΣΩΚΡΑΤΟΥΣ ΑΠΟΛΟΓΙΑ.

   Cic. de or. I 54, 231; Val. Max. V 4 ext. 2; Diog. Laert. II 40; Stob. Flor. VII 56. Vit. X or. 836b.

ΥΠΕΡ ΣΩΚΡΑΤΟΥΣ ΠΡΟΣ ΠΟΛΥΚΡΑΤΗΝ.

   Schol. Aristid. III 319 et 480 Dd. Schol. Plat. 330 Bk. (Ἄνυτος, Μέλητος); Bekk. Anecd. 115, 8 (ὑπουργία).

ΠΡΟΣ ΣΩΣΤΡΑΤΟΝ ΥΒΡΕΩΣ.

   Harp. v. ἰσοτέλης.

ΚΑΤΑ ΤΕΛΑΜΩΝΟΣ.

   Harp. v. Εὐνεῖδαι, κάθετος.

[359]

[ΚΑΤΑ ΤΙΜΟΘΕΟΥ ΠΡΟΔΟΣΙΑΣ.]

ΚΑΤΑ ΤΕΙΣΙΔΟΣ.

   Ἄρχιππος γὰρ οὑτοσί, ὦ Ἀθηναῖοι, ἀπεδύσατο μὲν εἰς τὴν αὐτὴν παλαίστραν, οὗπερ καὶ Τεῖσις ὁ φεύγων τὴν δίκην· ὀργῆς δὲ γενομένης εἰς σκώμματά τε αὑτοῖς καὶ ἀντιλογίαν καὶ ἔχθραν καὶ λοιδορίαν κατέστησαν. Ἔστιν οὖν Πυθέας ἐραστὴς μὲν τοῦ μειρακίου ‑ πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς ‑ ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς καταλελειμμένος. οὗτος, ἐπειδὴ Τεῖσις πρὸς αὐτὸν ‹τὴν› ἐν τῇ παλαίστρᾳ λοιδορίαν διηγήσατο, βουλόμενος χαρίζεσθαι καὶ δοκεῖν δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς ἔκ τε τῶν πεπραγμένων ᾐσθήμεθα καὶ τῶν εὖ εἰδότων ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλαγῆναι, σκοπεῖν δὲ ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιούμενος ἐπιτήδειος εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν καθίστατο, ‹ὥς›τ' ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνακείων, ‹ἰδὼν› δ' αὐτὸν μετ' ἐμοῦ παρὰ τὴν θύραν παριόντα ‑ ‹γείτονες γὰρ› ἀλλήλοις τυγχάνουσιν ὄντες ‑ τὸ μὲν πρῶτον ‹συνδειπνεῖν› ἐκέλευεν, ἐπειδὴ δ' οὐκ ἠθέλησεν, ‹ἐδεήθη ἥκειν αὐτὸν ἐ›πὶ κῶμον, λέγων ὅτι μεθ' αὑτοῦ ‹καὶ τῶν οἰκετῶν [360] πιέτω›. δειπνήσαντες οὖν ἤδη συσκοτάζοντος ἐλθόντες κόπτομεν τὴν θύραν, οἱ δ' ἡμᾶς ἐκέλευον εἰσιέναι. ἐπειδὴ δὲ ἔνδον ἐγενόμεθα, ἐμὲ μὲν ἐκβάλλουσιν ἐκ τῆς οἰκίας, τουτονὶ δὲ συναρπάσαντες ἔδησαν πρὸς τὸν κίονα, καὶ λαβὼν μάστιγα Τεῖσις ἐντείνας πολλὰς πληγὰς εἰς οἴκημα αὐτὸν καθεῖρξε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ ταῦτα μόνον ἐξαμαρτεῖν, ἀλλ' ἐζηλωκὼς μὲν τῶν νέων τοὺς πονηροτάτους ἐν τῇ πόλει, νεωστὶ δὲ τὰ πατρῷα παρειληφὼς καὶ προσποιούμενος νέος καὶ πλούσιος εἶναι, πάλιν τοὺς οἰκέτας ἐκέλευσεν ἡμέρας ἤδη γενομένης πρὸς τὸν κίονα αὐτὸν δήσαντας μαστιγοῦν. οὕτω δὲ τοῦ σώματος ἤδη πονήρως διακειμένου Ἀντίμαχον μεταπεμψάμενος τῶν μὲν γεγενημένων οὐδὲν εἶπεν, ἔλεγε δ' ὡς αὐτὸς μὲν δειπνῶν τύχοι, οὗτος δὲ μεθύων ἔλθοι, ἐκκόψας δὲ τὴν θύραν καὶ εἰσελθὼν κακῶς λέγοι αὐτὸν καὶ τὸν Ἀντίμαχον καὶ τὰς γυναῖκας αὐτῶν. Ἀντίμαχος δὲ ὠργίζετο μὲν αὐτοῖς ὡς μεγάλα ἡμαρτηκόσιν, ὅμως δὲ μάρτυρας παρακαλέσας ἠρώτα αὐτὸν πῶς εἰσέλθοι· ὁ δὲ κελεύσαντος Τείσιδος καὶ τῶν οἰκείων ἔφασκε. συμβουλευόντων δὲ τῶν εἰσελθόντων ὡς τάχιστα λῦσαι καὶ τὰ γεγενημένα δεινὰ νομιζόντων εἶναι ἀπέδοσαν αὐτὸν τοῖς ἀδελφοῖς. οὐ δυναμένου δὲ βαδίζειν ἐκόμισαν αὐτὸν εἰς τὸ Δεῖγμα ἐν κλίνῃ, καὶ ἐπέδειξαν πολλοῖς μὲν Ἀθηναίων, πολλοῖς δὲ καὶ τῶν ἄλλων ξένων οὕτως διακείμενον ὥστε τοὺς ἰδόντας μὴ μόνον τοῖς ποιήσασιν ὀργίζεσθαι, ἀλλὰ καὶ τῆς πόλεως [361] κατηγορεῖν ὅτι οὐ δημοσίᾳ οὐδὲ παραχρῆμα τοὺς τὰ τοιαῦτα ἐξαμαρτάνοντας τιμωρεῖται. Dionys. Hal. de Demosth. . Ϝι . ρ ιa. σ. . a. fol. 83.

   Ἐπιτήδειός μοί ἐστιν Ἄρχιππος οὑτοσί, ὦ δικασταί. Anonymus Seguerii (not. des manuscr. de la bibl. XIV 2 p. 34).

ΠΡΟΣ ΤΙΜΩΝΑ.

   Οἱ δ' ἀλαζονεύονται μὲν Τίμωνι παραπλησίως καὶ ἐσχηματισμένοι περιέρχονται ὥσπερ οὗτος. Suid. v. ἐσχηματισμένος.

ΠΡΟΣ ΤΙΜΩΝΙΔΗΝ.

   Πῶς δ' ἂν τῆς διαθέσεως τοῦ τετελευτηκότος ἀμελήσαιμεν, ἣν ἐκεῖνος διέθετο οὐ παρανοῶν οὐδὲ γυναικὶ πεισθείς; Suid. v. διάθεσις.

ΠΡΟΣ ΤΛΗΠΟΛΕΜΟΝ.

   Οὑτοσὶ δὲ πυροὺς ἐπὶ καλάμῃ ἀροῖ. Suid. v. ἐπὶ καλάμῃ ἀροῦν.

ΥΠΕΡ ΦΕΡΕΝΙΚΟΥ ΠΕΡΙ ΤΟΥ ΑΝΔΡΟΚΛΕΙΔΟΥ ΚΛΗΡΟΥ.

   Ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς, ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νυνὶ λέγω. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις [362] παρ' ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος, καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπ' αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. ἐπειδὴ οὖν οὗτοι ταῖς αὐταῖς τύχαις ἐχρήσαντο καὶ φυγάδες Ἀθήναζε ἀφίκοντο, ἡγούμενος τὴν μεγίστην αὐτοῖς ὀφείλειν χάριν, οὕτως οἰκείως αὐτοὺς ὑπεδεξάμην, ὥστε μηδένα γνῶναι τῶν εἰσιόντων, εἰ μή τις πρότερον ἠπίστατο, ὁπότερος ἡμῶν ἐκέκτητο τὴν οἰκίαν. οἶδε μὲν οὖν καὶ Φερένικος, ὦ ἄνδρες δικασταί, ὅτι πολλοὶ λέγειν εἰσὶν ἐμοῦ δεινότεροι καὶ μᾶλλον τοιούτων πραγμάτων ἔμπειροι· ἀλλ' ὅμως ἡγεῖται τὴν ἐμὴν οἰκειότητα πιστοτάτην εἶναι. αἰσχρὸν οὖν μοι δοκεῖ εἶναι κελεύοντος τούτου καὶ δεομένου τὰ δίκαια αὑτῷ βοηθῆσαι περιιδεῖν αὐτόν, καθ' ὅσον οἷός τ' εἰμὶ ἐγώ, τῶν ὑπ' Ἀνδροκλείδου δεδομένων στερηθῆναι. Dionys. Hal. de Isaeo 6 V p. 594 coll. p. 596 sq. R.

   Εἰ μὲν γὰρ ἀγροὺς κατέλιπεν Ἀνδροκλείδης ἢ ἄλλην φανερὰν οὐσίαν, ἐξῆν ἂν εἰπεῖν τῷ βουλομένῳ ὅτι οὗτος μὲν ψεύδεται, αὑτῷ δὲ δέδοται. περὶ ‹δὲ› ἀργυρίου καὶ χρυσίου καὶ ἀφανοῦς οὐσίας δῆλον ὅτι, ὅστις ἔχων αὐτὰ φαίνεται, τούτῳ δέδωκεν. Suid. v. οὐσία φανερά.

ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ ΕΠΙΤΡΟΠΗΣ.

   Φιλίππῳ δὲ μὴ οἴεσθε ταῦτ' ἀποχρᾶν. Zonar. lex. v. ἀποχρῆν καὶ ἀποχρᾶν. cf. Harp. v. Ἀρκτοῦρος, ζειρά, ὁδός, Πεδιακά, Poll. X 23 (τὰς κλεῖδας). [363]

ΠΡΟΣ ΦΙΛΟΚΡΑΤΗΝ ΣΥΜΒΟΛΑΙΟΥ ΑΠΟΛΟΓΙΑ.

   Harp. v. Βησαιῆς, Εὐωνυμεῖς, Bekk. Anecd. 115, 27 (φιλόγυνος).

ΠΡΟΣ ΦΙΛΩΝΑ ΥΠΕΡ ΘΕΟΚΛΕΙΔΟΥ ΦΟΝΟΥ.

   Ἀλλ' εἰς τὸ οἰκάριον τὸ ὄπισθε τῆς γυναικωνίτιδος. Poll. IX 39.

ΚΑΤΑ ΦΙΛΩΝΙΔΟΥ ΒΙΑΙΩΝ.

   Ἔστιν οὖν γυνὴ ἑταίρα, Ναῒς ὄνομα, ἧς Ἀρχίας κύριός ἐστιν, ὁ δ' Ὑμέναιος ἐπιτήδειος, ὁ Φιλωνίδης δ' ἐρᾶν φησίν. Athen. XIII p. 592 C.

ΠΕΡΙ ΤΗΣ ΦΡΥΝΙΧΟΥ ΘΥΓΑΤΡΟΣ.

   Harp. v. ἀρκτεῦσαι, δεκατεύειν.

ΥΠΕΡ ΧΑΙΡΕΜΕΝΟΥΣ.

[364]

ΠΡΟΣ ΧΑΙΡΕΣΤΡΑΤΟΝ.

   Harp. v. ἐπακτὸς ὅρκος.

ΠΡΟΣ ΧΥΤΡΙΝΟΝ.

   Ἐξαίφνης τοῦ συνακολουθοῦντος οἰκέτου λίθον τις λαβὼν ἔκρουσε τὸν λυχνοῦχον. Poll. X 116.

ΑΠΑΡΑΣΗΜΑ.

   Λυσίας ἐν τοῖς ὀρφανικοῖς λέγει· Καὶ φανερὸς γέγονεν οὐ τῶν σωμάτων συγγενὴς ὢν ἀλλὰ τῶν χρημάτων. Clem. Alex. strom. VI p. 626. Sylb.

   αὕτη δὲ ἡ ἄγνοια τοῦ συμφέροντος λογισμοῦ κατασκευάζεται πολλαχῶς, ἐξ ὀργῆς, ἐκ μέθης, ἐξ ἐπιθυμίας, ἐκ θεοβλαβίας· ἐκ μὲν ὀργῆς, ὥσπερ ἐστὶ παρὰ τῷ Λυσίᾳ· κρίνεταί τις παρ' αὐτῷ φόνου ἀφ' ὧν προηπείλησεν εἰς φιλονικίαν καταστάς· σημεῖον, φησίν, ὅτι σὺ αὐτὸν ἀπέκτεινας, ἐπειδὴ προηπείλησας ἀποκτεῖναι. καὶ μήν, φησίν, εἴ γε ἤθελον ἀποκτεῖναι, οὐκ ἂν προηπείλησα, ἵνα μὴ καταφανὴς γένωμαι. τοῦτο οὖν ἐπιλυόμενος ὁ κατήγορος φήσει· ὅτι ὀργή σου ἐπεκράτησεν καὶ ἠγνόεις τὸ συμφέρον, καὶ ὡς ὀργισθεὶς προεῖπες. Georg. apud Schilling. quaest. rhet. Jb. f. Phil. suppl. XXVIII 689.

   Ὅστις τοῦ μὲν μὴ ἀδικεῖν οὐ προνοεῖται, τοῦ δὲ μὴ δοῦναι δίκην ἐπιμελεῖται, κακουργεῖ. Stob. floril. II 24 6 III 2, 22 H.

   Ψεύδεσθαι προχειρότατον τοῖς πολλάκις ἁμαρτάνουσιν. Id. XII 21 6 III 12, 20 H.

   Τὴν αὐτὴν γνώμην ἔχειν δικάζοντας ἄξιον ἥνπερ νομοθετοῦντας. Id. XLVI 17 6 IV 5, 17 H.

[365]    Εἰ μὲν οἷόν τ' ἦν ἐκ τῶν προτέρων λόγων τὰ δίκαια γιγνώσκειν, οὐδὲν ἂν ἔδει τοὺς φεύγοντας ἀπολογεῖσθαι, ἀλλ' ἀκριτὶ ἀποθνῄσκειν· ἐπεὶ δὲ τὰ ψευδῆ λέγειν δυνατόν ἐστι τοῖς κατηγοροῦσι, δίκαιον ἀμφοτέρων τῶν ἀντιδίκων ἀκούσαντας τηνικαῦτα τὴν περὶ τοῦ δικαίου ψῆφον φέρειν. Id. XLVI 110 6 IV 5, 110 H.

   Προσήκει δ' ὑμῖν περὶ ψυχῆς δικάζουσι μὴ παρανομεῖν ἀλλ' εὐσεβεῖν, μηδὲ θορύβῳ τὰ πράγματα κρίνειν ἀλλὰ σιωπῇ τὰ δίκαια γιγνώσκειν. Id. XLVI 111 6 IV 5, 111 H.

   Ἧι γὰρ ἂν ἡμέρᾳ γυνὴ προδῷ τὸ σῶμα καὶ τὴν τάξιν λίπῃ τῆς αἰδοῦς, εὐθέως παραλλάττει τῶν φρενῶν, ὥστε νομίζειν τοὺς μὲν οἰκείους ἐχθρούς, τοὺς δὲ ἀλλοτρίους πιστούς, περὶ δὲ τῶν καλῶν καὶ αἰσχρῶν ἐναντίαν ἔχειν τὴν γνώμην. Id. LXVIII 32 6 IV 22, 61 H.

   Τοῦ νόμου κελεύοντος τοὺς ἐπιτρόπους τοῖς ὀρφανοῖς ἔγγειον τὴν οὐσίαν καθιστάναι, οὗτος δὲ ναυτικοὺς ἡμᾶς ἀποφαίνει. Suid. v. ἔγγειον.

   Ἡ γὰρ γλῶττα νοῦν οὔτε πολὺν οὔτε μικρὸν ἔχει, ὁ δὲ νοῦς, ᾧ μὲν πολύ, πολύς, ᾧ δὲ μικρόν, μικρός. Gregor. Cor. de dial. p. 4 Schaef.

   Ὅσας ἄξιος ἦν λαβεῖν πληγάς, τοσαύτας εἴληφε δραχμάς. Demetr. in Rhetor. Gr. IX p. 58 W.

   Εἰσιόντων πρὸς τῇ Νεμέᾳ ἕστηκεν ἐπιδέξια. Poll. II 159.

[366]    Ἁρπάσας τὴν κνημίαν τῆς ἁμάξης. Poll. VII 116.

   Ἀδελφιδοῦς μοί ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι. Maxim. Plan. in Rhetor. Gr. V p. 382 W.

   Πολλαχῇ οἰκειότατον ἐμαυτῷ νομίζω βοηθεῖν. Apsines in Rhetor. Gr. IX p. 482 W.

   Εἴ τις ἄλλος βούλεται, αἰτείσθω ὑμῶν. Bekk. Anecd. p. 122, 7.

   Ὃς λῃτουργῆσαι μὲν οὐδὲν πώποτε ἐτόλμησε τῇ πόλει. Ibid. p. 155, 26.

   Ὅτι προδικῶ τοῦ ἀλλοτρίου ἀπελευθέρου. Ibid. p. 169, 27.

   Ἦν γὰρ προϊδόντα τινὰ ‹καὶ› τὸ πῦρ τῆς Χιμαίρας φυλάξασθαι. Tzetz. ad. Lycophr. v. 17.

   πάλαι μέν ἐστι πονηρὸς .... ἀλλὰ νῦν, Λυσίας ἂν εἶπεν, ἐξείργασται καὶ τέλος ἔχει καὶ πέρας ἀηδίας ἐστίν. Synes. ep. 32.

   Ἐξῆν ἄν μοι χρῆσθαι ὅτι ἐβουλόμην. Tzetz. exeg. ad Il. 85 Herm.

[368]    ἔφη Λυσίας κοινὸν ἑαυτὸν εἶναι φίλον τῆς πόλεως. Aristid. or. platon. 2.

ΕΠΙΣΤΟΛΑΙ.

   Suid. Λυσίας· ... ἔγραψε δὲ καὶ τέχνας ῥητορικὰς καὶ δημηγορίας ἐγκώμιά τε καὶ ἐπιταφίους καὶ ἐπιστολὰς ζ΄ μίαν μὲν πραγματικήν, τὰς δὲ λοιπὰς ἐρωτικάς, ὧν αἱ ε΄ πρὸς μειράκια.

PLATONICA.

cf. Plat. Phaedr. p. 230e234c.

[369]

ΠΡΟΣ ΑΣΥΒΑΡΟΝ.

   Γενναίως γὰρ αἱ γυναῖκες πώμαλα ἔφασαν ὠρχῆσθαι αὐτάς, δέον οὐδὲ πιούσας ἀπηλλάχθαι τοῦ συμποσίου. Suid. v. πώμαλα.

ΠΡΟΣ ΜΕΤΑΝΕΙΡΑΝ.

   Καὶ τὴν μὲν κόμην ψιλὴν ἔχεις, τὰς δὲ μασχάλας δασείας. Schol. Plat. p. 347 Bk.

   Γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. Suid. v. ὁμοῦ.

ΠΡΟΣ ΠΟΛΥΚΡΑΤΗΝ ΚΑΤ' ΕΜΠΕΔΟΥ.

   Ἢ τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ πεφορινῶσθαι (v. l. πεφοριῶσθαι). Harp. v. πεφοριῶσθαι.

EX INCERTIS EPISTULIS.

   λέγων ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγιγνώσκεις· εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφάσιστον, ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μὴ καθ' ὑπερβολὴν ἀσπάζομαι, τίς γένοιτ' ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτως ἔχω πρὸς τὸ φρονεῖν; Suidas v. φαῦλον.

   Ὤιμην δὲ ἔγωγε τοσαύτῃ φιλίᾳ συνηρμόσθαι τὴν ἐμὴν καὶ τὴν σὴν εὔνοιαν, ὥστε μηδ' ἂν τὴν Ἐμπεδοκλέους [370] ἔχθραν ἐμποδὼν γενέσθαι ἡμῖν. Λέξεις Πατμ. Bull. corr. hell. I 153 ἐν ἐρωτικῷ ε΄, Suid. v. Ἐμπεδοκλέους ἔχθρα, Diogenian. prov. IV 77, lex. Vind. 89.

   Vocabula singula a Lysia usurpata dicuntur haec:

   ἀδεσπότους Poll. III 74, ἀναδικία Poll. VIII 23, ἀνεψιαδοῖ et ἀνεψιότης Bekk. Anecd. 401, 22, ἀντεδικάσαντο Poll. VIII 23, ἀνυποπτότερος Poll. II 57, ἀξιοῖ Bekk. Anecd. 412, 28, ἀξιῶν ib. 412, 26, ἀποδικάζων Poll. VIII 24, ἀπόκρισις Harp., ἀπολιμπάνουσιν Bekk. Anecd. 430, 11, ἀποπέμψεως Poll. VIII 31, ἀποπεφασμένον Bekk. Anecd. 433, 1, ἀποφοιτᾶν Eustath. Il. σ΄ p. 1167, 23, βεβαιώσεως Harp., δειπνοφόρος Poll. VI 102, διαδόσεις Harp., διακωδωνισθέντες Et. M. 267, 27, ἐντέχνως Phryn. ep. p. 344, τῆς ἐφορείας Poll. II 55, ἡλικία τῆς πόλεως Suid., ἦλθε τὰ ὀστᾶ lex. Vind. 98, θίασος ibid. 100, ἱματίδια Poll. VII 42, κακοτεχνίου Poll. VIII 37, καταγηόχασι Phryn. ecl. p. 121, κατεδιῃτησάμην Poll. VIII 64, sed cf. Fuhr ad XXV 16 app., κεκοινωνημένοι Phot. 152, 27, λιπομαρτύριον Phot. 225, 26, μεῖζον (sc. δικαστήριον), Poll. VIII 121, μυκτηρίζειν Poll. II 78, νεανιευόμενοι Poll. II 20, ἐπὶ νῷν Miller, Me/lang. p. 122 (Reitzenstein, Gesch. d. gr. Etym. 292) ξυλοφορίαν Poll. VII 131, ἐπ' οἰκήματος Schol. Plat. p. 324 Bk., οὐ Λυσίας Πλάτωνα σοφιστὴν καλεῖ; Aristid. or. XLVI p. 407 Ddf., ποία Phot. 435, 21, πολυφιλώτερος Poll. III 63, πομπεία Greg. Cor. ad. Hermog. VII 1118 W, προπράτας et συμπράτας Poll. VII 12, στήριγμα Poll. X 157, σύνδουλοι Poll. III 82, τιμή Hesych. s. τιμωρία, φρατρίζειν Bekk. Anecd. 115, 29, χρηματιστής Suid. χρημάτων Suid.