13321 492 1 21 8 0 IV d. C. Philosophia Ilianus imperators Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Bidez, J., Paris, Les Belles Lettres, 1932 33
<3>Iulianus imperator - Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

   Τὸν Ἀχιλλέα φησὶν ἡ ποίησις, ὁπότε ἐμήνισε καὶ διηνέχθη πρὸς τὸν βασιλέα, μεθεῖναι μὲν ταῖν χεροῖν τὴν αἰχμὴν καὶ τὴν ἀσπίδα, ψαλτήριον δὲ ἁρμοσάμενον καὶ κιθάραν ᾄδειν καὶ ὑμνεῖν τῶν ἡμιθέων τὰς πράξεις, καὶ ταύτην διαγωγὴν τῆς ἡσυχίας ποιεῖσθαι, εὖ μάλα ἐμφρόνως τοῦτο διανοηθέντα· τὸ μὲν γὰρ ἀπεχθάνεσθαι καὶ παροξύνειν τὸν βασιλέα λίαν αὔθαδες καὶ ἄγριον· τυχὸν δὲ οὐδὲ ἐκείνης ἀπολύεται τῆς μέμψεως ὁ τῆς Θέτιδος, ὅτι τῷ καιρῷ τῶν ἔργων εἰς ᾠδὰς καταχρῆται καὶ κρούματα, ἐξὸν τότε μὲν ἔχεσθαι τῶν ὅπλων καὶ μὴ μεθιέναι, αὖθις δὲ ἐφ' ἡσυχίας ὑμνεῖν τὸν βασιλέα καὶ ᾄδειν τὰ κατορθώματα. Οὐ μὴν οὐδὲ τὸν Ἀγαμέμνονά φησιν ὁ πατὴρ ἐκείνων τῶν λόγων μετρίως καὶ πολιτικῶς προσενεχθῆναι τῷ στρατηγῷ, ἀλλ' ἀπειλῇ τε χρῆσθαι καὶ ἔργοις ὑβρίζειν, τοῦ γέρως ἀφαιρούμενον· συνάγων δὲ αὐτοὺς ἐς ταὐτὸν ἀλλήλοις ἐπὶ τῆς ἐκκλησίας μεταμελομένους, τὸν μὲν τῆς Θέτιδος ἐκβοῶντα

   Ἀτρείδη, ἦ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον

   Ἔπλετο, σοὶ καὶ ἐμοί,

εἶτα ἐπαρώμενον τῇ προφάσει τῆς ἀπεχθείας καὶ ἀπαριθμούμενον τὰς ἐκ τῆς μήνιδος ξυμφοράς, τὸν βασιλέα δὲ αἰτιώμενον Δία καὶ Μοίρας καὶ Ἐριννῦν, δοκεῖ μοι διδάσκειν, ὥσπερ ἐν δράματι τοῖς προκειμένοις ἀνδράσιν οἷον εἰκόσι χρώμενος, ὅτι χρὴ τοὺς μὲν βασιλέας μηδὲν ὕβρει πράττειν μηδὲ τῇ δυνάμει πρὸς ἅπαν χρῆσθαι μηδὲ ἐφιέναι τῷ θυμῷ, καθάπερ ἵππῳ θρασεῖ χήτει χαλινοῦ καὶ ἡνιόχου φερομένῳ, παραινεῖν δὲ αὖ τοῖς στρατηγοῖς ὑπεροψίαν βασιλικὴν μὴ δυσχεραίνειν, φέρειν δὲ ἐγκρατῶς καὶ πρᾴως τὰς ἐπιτιμήσεις, ἵνα μὴ μεταμελείας αὐτοῖς ὁ βίος μεστὸς ᾖ. Ταῦτα κατ' ἐμαυτὸν ἐννοῶν, ὦ φίλε βασιλεῦ, καὶ σὲ μὲν ὁρῶν ἐπὶ τῶν ἔργων τὴν Ὁμηρικὴν παιδείαν ἐπιδεικνύμενον καὶ ἐθέλοντα πάντως κοινῇ τε ἅπαντας ἀγαθόν τι δρᾶν, ἡμῖν δὲ ἰδίᾳ τιμὰς καὶ γέρα ἄλλα ἐπ' ἄλλοις παρασκευάζοντα, τοσούτῳ δὲ οἶμαι κρείττονα τοῦ τῶν Ἑλλήνων βασιλέως εἶναι ἐθέλοντα, ὥστε ὁ μὲν ἠτίμαζε τοὺς ἀρίστους, σὺ δὲ οἶμαι καὶ τῶν φαύλων πολλοῖς τὴν συγγνώμην νέμεις, τὸν Πιττακὸν ἐπαινῶν τοῦ λόγου, ὃς τὴν συγγνώμην τῆς τιμωρίας προὐτίθει, αἰσχυνοίμην ‹ἄν›, εἰ μὴ τοῦ Πηλέως φαινοίμην εὐγνωμονέστερος καὶ ἐπαινοίην εἰς δύναμιν τὰ προσόντα σοι, οὔτι φημὶ χρυσὸν καὶ ἁλουργῆ χλαῖναν, οὐδὲ μὰ Δία πέπλους παμποικίλους, γυναικῶν ἔργα Σιδωνίων, οὐδὲ ἵππων Νισαίων κάλλη καὶ χρυσοκολλήτων ἁρμάτων ἀστράπτουσαν αἴγλην, οὐδὲ τὴν Ἰνδῶν λίθον εὐανθῆ καὶ χαρίεσσαν. Καίτοι γε εἴ τις ἐθέλοι τούτοις τὸν νοῦν προσέχων ἕκαστον ἀξιοῦν λόγου, σμικροῦ πᾶσαν οἶμαι τὴν Ὁμήρου ποίησιν ἀποχετεύσας ἔτι δεήσεται λόγων, καὶ οὐκ ἀποχρήσει σοὶ μόνῳ τὰ ξύμπασι ποιηθέντα τοῖς ἡμιθέοις ἐγκώμια.

[2]    Ἀρξώμεθα δὲ ἀπὸ τοῦ σκήπτρου πρῶτον, εἰ βούλει, καὶ τῆς βασιλείας αὐτῆς. Τί γὰρ δή φησιν ὁ ποιητὴς ἐπαινεῖν ἐθέλων τῆς τῶν Πελοπιδῶν οἰκίας τὴν ἀρχαιότητα καὶ τὸ μέγεθος τῆς ἡγεμονίας ἐνδείξασθαι;

   ἀνὰ δὲ κρείων Ἀγαμέμνων

   Ἔστη σκῆπτρον ἔχων, τὸ μὲν Ἥφαιστος κάμε τεύχων καὶ ἔδωκε Διί, ὁ δὲ τῷ τῆς Μαίας καὶ ἑαυτοῦ παιδί, Ἑρμείας δὲ ἄναξ ‹δῶκε Πέλοπι, Πέλοψ δὲ›

   δῶκ' Ἀτρέι ποιμένι λαῶν·

   Ἀτρεὺς δὲ θνήσκων ἔλιπεν πολύαρνι Θυέστῃ,

   Αὐτὰρ ὅ γ' αὖτε Θυέστ' Ἀγαμέμνονι δῶκε φορῆναι,

   Πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.

Αὕτη σοι τῆς ‹τῶν› Πελοπιδῶν οἰκίας ἡ γενεαλογία, εἰς τρεῖς οὐδὲ ὅλας μείνασα γενεάς· τά γε μὴν τῆς ἡμετέρας ξυγγενείας ἤρξατο μὲν ἀπὸ Κλαυδίου, μικρὰ δὲ ἐν μέσῳ διαλιπούσης τῆς ἡγεμονίας, τὼ πάππω τὼ σὼ διαδέχεσθον. Καὶ ὁ μὲν τῆς μητρὸς πατὴρ τὴν Ῥώμην διῴκει καὶ τὴν Ἰταλίαν, καὶ τὴν Λιβύην τε ἐπ' αὐτῇ καὶ Σαρδὼ καὶ Σικελίαν, οὔτι φαυλοτέραν τῆς Ἀργείας καὶ Μυκηναίας δυναστείαν, ὅ γε μὴν τοῦ πατρὸς γεννήτωρ Γαλατίας ἔθνη τὰ μαχιμώτατα καὶ τοὺς Ἑσπερίους Ἴβηρας καὶ τὰς ἐντὸς Ὠκεανοῦ νήσους, αἳ τοσούτῳ μείζους τῶν ἐν τῇ θαλάττῃ τῇ καθ' ἡμᾶς ὁρωμένων εἰσίν, ὅσῳ καὶ τῆς εἴσω θαλάττης ἡ τῶν Ἡρακλείων στηλῶν ὑπερχεομένη. Ταύτας δὲ ὅλας τὰς χώρας καθαρὰς ἀπέφηναν πολεμίων, κοινῇ μὲν ἐπιστρατεύοντες, εἴ ποτε τούτου δεήσειεν, ἐπιφοιτῶντες δὲ ἔστιν ὅτε καὶ κατ' ἰδίαν ἕκαστος τῶν ὁμόρων βαρβάρων ὕβριν τε καὶ ἀδικίαν ἐξέκοπτον. Ἐκεῖνοι μὲν δὴ τούτοις ἐκοσμοῦντο· ὁ πατὴρ δὲ τὴν μὲν προσήκουσαν αὐτῷ μοῖραν μάλα εὐσεβῶς καὶ ὁσίως ἐκτήσατο, περιμείνας τὴν εἱμαρμένην τελευτὴν τοῦ γεγεννηκότος, τὰ λοιπὰ δὲ ἀπὸ βασιλείας εἰς τυραννίδας ὑπενεχθέντα δουλείας ἔπαυσε χαλεπῆς, καὶ ἦρξε ξυμπάντων, τρεῖς ὑμᾶς τοὺς αὑτοῦ παῖδας προσελόμενος ξυνάρχοντας. Ἆρ' οὖν ἄξιον μέγεθος δυνάμεως παραβαλεῖν καὶ τὸν ἐν τῇ δυναστείᾳ χρόνον καὶ πλῆθος τῶν βασιλευσάντων; ἢ τοῦτο μέν ἐστιν ἀληθῶς ἀρχαῖον, μετιτέον δὲ ἐπὶ τὸν πλοῦτον καὶ θαυμαστέον σου τὴν χλαμύδα ξὺν τῇ πόρπῃ, ἃ δὴ καὶ Ὁμήρῳ διατριβὴν παρέσχεν ἡδεῖαν; λόγου τε ἀξιωτέον πολλοῦ τὰς Τρωὰς ἵππους, αἳ τρισχίλιαι οὖσαι

   ἕλος κάτα βουκολέοντο, καὶ τὰ πωλία τὰ ἐντεῦθεν; ἢ τοὺς Θρᾳκίους ἵππους εὐλαβησόμεθα λευκοτέρους μὲν τῆς χιόνος, θεῖν δὲ ὠκυτέρους τῶν χειμερίων πνευμάτων, καὶ τὰ ἐπ' αὐτοῖς ἅρματα; καὶ ‹οὐκ› ἔχομέν σε ἐν τούτοις ἐπαινεῖν; Οἰκίαν τε οἶμαι τὴν Ἀλκινόου καὶ τὰ τοῦ Μενέλεω δώματα, καταπληξάμενα καὶ τὸν τοῦ πολύφρονος Ὀδυσσέως παῖδα καὶ τοιαῦτα ληρεῖν παραπείσαντα, τοῖς σοῖς παραβαλεῖν ἀξιώσομεν, μή ποτε ἄρα ἔλασσον ἔχειν ἐν τούτοις δοκῇς, καὶ οὐκ ἀπωσόμεθα τὴν φλυαρίαν; Ἀλλ' ὅρα μή τις ἡμᾶς μικρολογίας καὶ ἀμαθίας τῶν ἀληθῶς καλῶν γραψάμενος ἕλῃ.

[3]    Οὐκοῦν ἀφέντας χρὴ τοῖς Ὁμηρίδαις τὰ τοιαῦτα πολυπραγμονεῖν, ἐπὶ τὰ τούτων ἐγγυτέρω πρὸς ἀρετὴν καὶ ὧν μείζονα ποιεῖ προμήθειαν, σώματος ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας, θαρρούντως ἰέναι. Τίνι δήποτε οὖν τῶν ὑπὸ τῆς Ὁμηρικῆς ὑμνουμένων σειρῆνος εἴξομεν; ἔστι μὲν γὰρ τοξότης παρ' αὐτῷ Πάνδαρος, ἀνὴρ ἄπιστος καὶ χρημάτων ἥττων, ἀλλὰ καὶ ἀσθενὴς τὴν χεῖρα καὶ ὁπλίτης φαῦλος, Τεῦκρός τε ἐπ' αὐτῷ καὶ Μηριόνης, ὁ μὲν ἐπὶ τῆς πελειάδος τῷ τόξῳ χρώμενος, ὁ δὲ ἠρίστευε μὲν ἐν τῇ μάχῃ, ἐδεῖτο δὲ ὥσπερ ἐρύματος καὶ τειχίου· ταῦτά τοι καὶ προβάλλεται τὴν ἀσπίδα, οὔτι τὴν οἰκείαν, τἀδελφοῦ δέ, καὶ στοχάζεται καθ' ἡσυχίαν τῶν πολεμίων, γελοῖος ἀναφανεὶς στρατιώτης, ὅς γε ἐδεῖτο μείζονος φύλακος καὶ οὐκ ἐν τοῖς ὅπλοις ἐποιεῖτο τῆς σωτηρίας τὰς ἐλπίδας. Σὲ δῆτα ἐθεασάμην, ὦ φίλε βασιλεῦ, ἄρκτους καὶ παρδάλεις καὶ λέοντας συχνοὺς καταβάλλοντα τοῖς ἀφιεμένοις βέλεσι, χρώμενον δὲ πρὸς θήραν καὶ παιδιὰν τόξῳ, ἐπὶ δὲ τῆς παρατάξεως ἀσπίς ἐστί σοι καὶ θώραξ καὶ κράνος· καὶ οὐκ ἂν καταδείσαιμι τὸν Ἀχιλλέα τοῖς Ἡφαιστείοις λαμπρυνόμενον καὶ ἀποπειρώμενον αὑτοῦ καὶ τῶν ὅπλων

   Εἰ οἷ ἐφαρμόσσειε, καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· ἀνακηρύττει γὰρ εἰς ἅπαντας τὴν σὴν ἐμπειρίαν τὰ κατορθώματα. Τήν γε μὴν ἱππικὴν καὶ τὴν ἐν τοῖς δρόμοις κουφότητα ἆρά σοι παραβαλεῖν ἄξιον τῶν πρόσθεν τοὺς ἀραμένους ὄνομα καὶ δόξαν μείζονα; ἢ τὸ μὲν οὐδὲ ηὕρητό πω; ἅρμασι γὰρ ἐχρῶντο καὶ οὔπω πώλοις ἄζυξι· τάχει δὲ ὅστις διήνεγκε, τούτῳ πρὸς ‹σὲ› γέγονεν ἀμφήριστος κρίσις· τάξιν δὲ κοσμῆσαι καὶ φάλαγγα διατάξαι καλῶς δοκεῖ Μενεσθεὺς κράτιστος, καὶ τούτῳ διὰ τὴν ἡλικίαν ὁ Πύλιος οὐχ ὑφίεται τῆς ἐμπειρίας. Ἀλλὰ τῶν μὲν οἱ πολέμιοι πολλάκις τὰς τάξεις συνετάραξαν, καὶ οὐδὲ ἐπὶ τοῦ τείχους ἴσχυον ἀντέχειν παραταττόμενοι· σοὶ δὲ μυρίαις μάχαις ξυμμίξαντι καὶ πολεμίοις πολλοῖς μὲν βαρβάροις, οὐκ ἐλάττοσι δὲ τούτων τοῖς οἴκοθεν ἀφεστῶσι καὶ συνεπιθεμένοις τῷ τὴν ἀρχὴν σφετερίσασθαι προελομένῳ ἀρραγὴς ἔμεινεν ἡ φάλαγξ καὶ ἀδιάλυτος, οὐδ' ἐπὶ σμικρὸν ἐνδοῦσα.

[4]    Καὶ ὅτι μὴ λῆρος ταῦτα μηδὲ προσποίησις λόγων τῆς ἐπὶ τῶν ἔργων ἀληθείας κρείττων, ἐθέλω τοῖς παροῦσι διεξελθεῖν· γελοῖον γὰρ οἶμαι πρὸς σὲ περὶ τῶν σῶν ἔργων διηγεῖσθαι, καὶ ταὐτὸν ἂν πάθοιμι φαύλῳ καὶ ἀκόμψῳ θεατῇ τῶν Φειδίου δημιουργημάτων πρὸς αὐτὸν Φειδίαν ἐπιχειροῦντι διεξιέναι περὶ τῆς ἐν ἀκροπόλει παρθένου καὶ τοῦ παρὰ τοῖς Πισαίοις Διός· εἰ δὲ ἐς τοὺς ἄλλους ἐκφέροιμι τὰ σεμνότατα τῶν ἔργων, ἴσως ἂν ἀποφύγοιμι τὴν ἁμαρτάδα, καὶ οὐκ ἔσομαι ταῖς διαβολαῖς ἔνοχος· ὥστε ἤδη θαρροῦντα χρὴ λέγειν. Καί μοι μή τις δυσχεράνῃ πειρωμένῳ πράξεων ἅπτεσθαι μειζόνων, εἰ καὶ τὸ τοῦ λόγου συνεκθέοι μῆκος, καὶ ταῦτα θέλοντος ἐπέχειν καὶ βιαζομένου, ὅπως μὴ τῷ μεγέθει τῶν ἔργων ἡ τῶν λόγων ἀσθένεια περιχεομένη διαλυμήνηται, καθάπερ δὴ τὸν χρυσόν φασι τοῦ Θεσπιᾶσιν Ἔρωτος τοῖς πτεροῖς ἐπιβληθέντα τὴν ἀκρίβειαν ἀφελεῖν τῆς τέχνης. Δεῖται γὰρ ἀληθῶς τῆς Ὁμηρικῆς σάλπιγγος τὰ κατορθώματα, καὶ πολὺ πλέον ἢ τὰ τοῦ Μακεδόνος ἔργα· δῆλον δὲ ἔσται χρωμένοις ἡμῖν τῷ τρόπῳ τῶν λόγων, ᾧπερ ἐξ ἀρχῆς προὐθέμεθα. Ἐφαίνετο δὲ τῶν βασιλέως ἔργων πρὸς τὰ τῶν ἡρώων πολλὴ ξυγγένεια, καὶ αὐτὸν ἔφαμεν ἁπάντων προφέρειν ἐν ᾧ μάλιστα τῶν ἄλλων ἕκαστος διήνεγκε, καὶ ὅπως ἐστὶ τοῦ μὲν δὴ βασιλέως αὐτοῦ βασιλικώτερος, εἴ που μεμνήμεθα τῶν ἐν προοιμίῳ ῥηθέντων, ἐπεδείκνυμεν, ἔσται δὲ καὶ μάλα αὖθις καταφανές. Νῦν δέ, εἰ βούλεσθε, τὰ περὶ τὰς μάχας καὶ τοὺς πολέμους ἀθρήσωμεν.

[5]    Τίνας οὖν Ὅμηρος διαφερόντως ὕμνησεν Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων; αὐτὰ ὑμῖν ἀναγνώσομαι τῶν ἐπῶν τὰ καιριώτατα·

   Τίς τ' ἂρ τῶν ὄχ' ἄριστος ἔην, σύ μοι ἔννεπε, Μοῦσα,

   Ἀνδρῶν ἠδ' ἵππων, οἳ ἅμ' Ἀτρείδαισιν ἕποντο.

   Ἀνδρῶν μὲν μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας,

   Ὄφρ' Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτατος ἦεν.

καὶ αὖθις ὑπὲρ τοῦ Τελαμωνίου φησίν·

   Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ' ργ' ἐτέτυκτο

   Τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα.

Ἑλλήνων μὲν δὴ τούτους ἀρίστους ἀφῖχθαί φησι, τῶν δὲ ἀμφὶ τοὺς Τρῶας Ἕκτορα καὶ Σαρπηδόνα. Βούλεσθε οὖν αὐτῶν τὰ λαμπρότατα ἐπιλεξάμενοι περιαθρῶμεν τὸ μέγεθος; Καὶ γάρ πως ἐς ταὐτόν τισι τῶν [τοῦ] βασιλέως ξυμφέρεται ἥ τε ἐπὶ τῷ ποταμῷ τοῦ Πηλέως μάχη καὶ ὁ περὶ τὸ τεῖχος τῶν Ἀχαιῶν πόλεμος· Αἴας τε ὑπεραγωνιζόμενος τῶν νεῶν καὶ ἐπιβεβηκὼς τῶν ἰκρίων ἴσως ἂν τυγχάνοι τινὸς ἀξίας εἰκόνος. Ἐθέλω δὲ ὑμῖν διηγεῖσθαι τὴν ἐπὶ τῷ ποταμῷ μάχην ἣν ἠγωνίσατο βασιλεὺς ἔναγχος· ἴστε δὲ ὅθεν ὁ πόλεμος ἐξερράγη, καὶ ὅτι ξὺν δίκῃ καὶ οὐ τοῦ πλείονος ἐπιθυμίᾳ διεπολεμήθη· κωλύει δὲ οὐδὲν ὑπομνησθῆναι δι' ὀλίγων.

[6]    Ἀνὴρ ἄπιστος καὶ θρασὺς τῆς οὐ προσηκούσης ὀρεχθεὶς ἡγεμονίας κτείνει τὸν ἀδελφὸν βασιλέως καὶ τῆς ἀρχῆς κοινωνόν, καὶ ᾔρετο λαμπραῖς ταῖς ἐλπίσιν, ὡς τὸν Ποσειδῶνα μιμησόμενος καὶ ἀποφανῶν οὐ μῦθον τὸν Ὁμήρου λόγον, παντὸς δὲ ἀληθῆ μᾶλλον, ὃς ἔφη περὶ τοῦ θεοῦ·

   Τρὶς μὲν ὀρέξατ' ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ,

   Αἰγάς,

καὶ ὡς ἐντεῦθεν τὴν πανοπλίαν ἀναλαβὼν καὶ ὑποζεύξας τοὺς ἵππους διὰ τοῦ πελάγους ἐφέρετο.

   Γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δ' ἐπέτοντο

   Ῥίμφα μάλ', οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων,

ἅτε οὐδενὸς ἐμποδὼν ὄντος, πάντων δὲ ἐξισταμένων καὶ ὑποχωρούντων ἐν χαρμονῇ. Οὔκουν οὐδὲν αὑτῷ πολέμιον οὐδὲ ἀντίπαλον ᾤετο καταλιπέσθαι, οὐδὲ αὑτὸν κατείργειν οὐδὲ ἓν τοῦ μὴ ἐπὶ τοῦ Τίγρητος στῆναι ταῖς ἐκβολαῖς· εἵπετο δὲ αὐτῷ πολὺς μὲν ὁπλίτης πεζός, ἱππεῖς δὲ οὐχ ἥττους, ἀλλ' οἵπερ ἄλκιμοι Κελτοὶ καὶ Ἴβηρες Γερμανῶν τε οἱ πρόσοικοι Ῥήνῳ καὶ τῇ θαλάττῃ τῇ πρὸς ἑσπέραν, ἣν εἴτε Ὠκεανὸν χρὴ καλεῖν εἴτε Ἀτλαντικὴν θάλατταν, εἴτε ἄλλῃ τινὶ χρῆσθαι προσωνυμίᾳ προσῆκον, οὐκ ἰσχυρίζομαι· πλὴν ὅτι δὴ αὐτῇ προσοικεῖ δύσμαχα καὶ ῥώμῃ διαφέροντα τῶν ἄλλων ἐθνῶν γένη βαρβάρων, οὐκ ἀκοῇ μόνῃ, ἥπερ δὴ τυγχάνει πίστις οὐκ ἀσφαλής, ἀλλ' αὐτῇ πείρᾳ, φασίν, ἐκμαθὼν οἶδα. Τούτων δὴ τῶν ἐθνῶν ἐξαναστήσας οὐκ ἔλαττον πλῆθος τῆς οἴκοθεν αὐτῷ ξυνεφεπομένης στρατιᾶς, μᾶλλον δὲ τὸ μὲν ὡς οἰκεῖον εἵπετο πολὺ καὶ αὐτῷ ξύμφυλον, τὸ δὲ ἡμέτερον (οὕτω γὰρ καλεῖν ἄξιον ὁπόσον Ῥωμαίων βίᾳ καὶ οὐ γνώμῃ ξυνηκολούθησεν), ἐοικὸς ἐπικούροις καὶ μισθοφόροις, ἐν Καρὸς εἵπετο τάξει καὶ σχήματι, δύσνουν μέν, ὡς εἰκός, βαρβάρῳ καὶ ξένῳ, μέθῃ καὶ κραιπάλῃ τὴν δυναστείαν περιφρονήσαντι καὶ ἀνελομένῳ, ἄρχοντι δὲ ὥσπερ ἦν ἄξιον τὸν ἐκ τοιούτων προοιμίων καὶ προνομίων ἀρξάμενον.

[7]    Ἡγεῖτο δὲ αὐτὸς οὔτι κατὰ τὸν Τυφῶνα, ὃν ἡ ποιητικὴ τερατεία φησὶ τῷ Διὶ χαλεπαίνουσαν τὴν Γῆν ὠδῖναι, οὐδὲ ὡς γιγάντων ὁ κράτιστος, ἀλλ' οἵαν ὁ σοφὸς ἐν μύθοις Πρόδικος τὴν Κακίαν δημιουργεῖ πρὸς ‹τὴν› Ἀρετὴν διαμιλλωμένην καὶ ἐθέλουσαν τὸν τοῦ Διὸς ἀναπείθειν παῖδα, ὅτι ἄρα αὐτῷ μάλιστα πάντων τιμητέα εἴη. Προάγων δὲ ἐπὶ τὴν μάχην προὐφέρετο τὰ τοῦ Καπανέως, βαρβαρίζων καὶ ἀνοηταίνων, οὔτι μὴν κατ' ἐκεῖνον τῇ ῥώμῃ τῆς ψυχῆς πίσυνος οὐδὲ ἀλκῇ τοῦ σώματος, τῷ πλήθει δὲ τῶν ξυνεπομένων βαρβάρων, οἷς δὴ καὶ λείαν ἅπαντα προθήσειν ἠπείλει, ταξίαρχον ταξιάρχῳ καὶ λοχαγὸν λοχαγῷ καὶ στρατιώτην στρατιώτῃ τῶν ἐξ ἐναντίας αὐταῖς ἀποσκευαῖς καὶ κτήμασιν, οὐδὲ τὸ σῶμα ἀφιεὶς ἐλεύθερον. Αὔξει δὲ αὐτοῦ τὴν διάνοιαν ἡ βασιλέως δεινότης, καὶ ἐκ τῶν δυσχωριῶν εἰς τὰ πεδία κατάγει γαννύμενον καὶ οὐ ξυνιέντα, δρασμὸν δὲ ἀτεχνῶς καὶ οὐ στρατηγίαν τὸ πρᾶγμα κρίνοντα· ταῦτά τοι καὶ ἁλίσκεται, καθάπερ ὄρνιθες καὶ ἰχθύες δικτύοις. Ἐπειδὴ γὰρ ἐς τὴν εὐρυχωρίαν καὶ τὰ πεδία τῶν Παιόνων ἦλθε καὶ ἐδόκει λῷον ἐνταῦθα διαγωνίζεσθαι, τότε δὴ βασιλεὺς τούς τε ἱππέας ἐπὶ κέρως τάττει χωρὶς ἑκατέρου. Τούτων δὲ οἱ μέν εἰσιν αἰχμοφόροι, θώραξιν ἐλατοῖς καὶ κράνεσιν ἐκ σιδήρου πεποιημένοις σκεπόμενοι· κνημῖδές τε τοῖς σφυροῖς εὖ μάλα περιηρμοσμέναι καὶ περιγονατίδες καὶ περὶ τοῖς μηροῖς ἕτερα τοιαῦτα ἐκ σιδήρου καλύμματα· αὐτοὶ δὲ ἀτεχνῶς ὥσπερ ἀνδριάντες ἐπὶ τῶν ἵππων φερόμενοι, οὐδὲν ἀσπίδος δεόμενοι. Τούτοις εἵπετο τῶν ἄλλων ἱππέων πλῆθος ἀσπίδας φέροντες, οἱ δὲ ἀπὸ τῶν ἵππων τοξεύοντες. Πεζῶν δὲ ὁ μὲν ὁπλίτης ἦν ἐν τῷ μέσῳ συνάπτων ἐφ' ἑκάτερα τοῖς ἱππεῦσιν· ἐξόπισθεν δὲ οἱ σφενδονῆται καὶ τοξόται καὶ ὁπόσον ἐκ χειρὸς βάλλει γυμνὸν ἀσπίδος καὶ θώρακος. Οὕτω κοσμηθείσης τῆς φάλαγγος, μικρὰ τοῦ λαιοῦ κέρως προελθόντος ἅπαν τὸ πολέμιον συντετάρακτο καὶ οὐκ ἐφύλαττε τάξιν. Ἐγκειμένων δὲ τῶν ἱππέων καὶ οὐκ ἀνιέντων, φεύγει μὲν αἰσχρῶς ὁ τὴν βασιλείαν αἴσχιον ἁρπάσας, λείπει δὲ αὐτοῦ τὸν ἵππαρχον καὶ χιλιάρχους καὶ ταξιάρχους πάνυ πολλοὺς καὶ ἐρρωμένως ἀγωνιζομένους, ἐπὶ πᾶσι δὲ τὸν ποιητὴν τοῦ τερατώδους καὶ ἐξαγίστου δράματος, ὃς πρῶτος ἐπὶ νοῦν ἐβάλετο μεταποιῆσαι τὴν βασιλείαν καὶ ἀφελέσθαι τοῦ γέρως ἡμᾶς, καὶ τέως ἔχαιρε τῆς πρώτης πείρας οὐκ ἀποσφαλεὶς οὐδὲ ἁμαρτήσας, τότε δὲ ἐφεστώσας ξὺν δίκῃ ποινὰς ἀπαιτεῖται τῶν ἔργων καὶ ἄπιστον τιμωρίαν εἰσπράττεται· πάντων γὰρ ὁπόσοι τοῦ πολέμου τῷ τυράννῳ συνεφήψαντο ἐμφανὴς μὲν ὁ θάνατος, δήλη δ' ἡ φυγὴ καὶ ἄλλων ‹ἡ› μεταμέλεια· ἱκέτευον γὰρ πολλοί, καὶ ἔτυχον ἅπαντες συγγνώμης, βασιλέως τὸν τῆς Θέτιδος ὑπερβαλλομένου μεγαλοφροσύνῃ· ὁ μὲν γάρ, ἐπειδὴ Πάτροκλος ἔπεσεν, οὐδὲ πιπράσκειν ἁλόντας ἔτι τοὺς πολεμίους ἠξίου, ἀλλ' ἱκετεύοντας περὶ τοῖς γόνασιν ἔκτεινεν· ὁ δὲ ἐκήρυττεν ἄδειαν τοῖς ἐξαρνουμένοις τὴν ξυνωμοσίαν, οὐ θανάτου μόνον ἢ φυγῆς ἤ τινος ἄλλης τιμωρίας ἀφαιρῶν τὸν φόβον, ὥσπερ δὲ ἔκ τινος ταλαιπωρίας καὶ ἄλης δυστυχοῦς τῆς ξὺν τῷ τυράννῳ βιοτῆς κατάγειν σφᾶς ἐπ' ἀκεραίοις τοῖς πρόσθεν ἠξίου.

[8]    Τοῦτο μὲν δὴ καὶ αὖθις τεύξεται λόγου· ἐκεῖνο δὲ ἤδη ῥητέον ὡς οὐδὲ ἐν τοῖς κειμένοις ἦν οὐδὲ ἐν τοῖς φεύγουσιν ὁ παιδοτρίβης τοῦ τυράννου· τὸ γὰρ μηδὲ ἐλπίσαι συγγνώμην εὔλογον οὕτω μὲν ἄδικα διανοηθέντα, ἀσεβῆ δὲ ἐξεργασάμενον, φόνων τε ἀδίκων ἀνδρῶν καὶ γυναικῶν, πολλῶν μὲν ἰδιωτῶν, πάντων δὲ σχεδὸν ὁπόσοι τοῦ βασιλείου γένους μετεῖχον ἁψάμενον, οὔτι ξὺν δείματι οὐδὲ ἄν τις ἐμφύλιον φόνον διανοηθείη δρῶν, παλαμναίους τινὰς καὶ μιάστορας δεδιὼς καὶ ὑφορώμενος ἐκ τοῦ μιάσματος, ἀλλὰ ὥσπερ τισὶ καθαρσίοις καινοῖς καὶ ἀτόποις τοὺς πρόσθεν ἀπονιπτόμενος, ἄνδρα ἐπ' ἀνδρὶ καὶ γυναῖκας ἐπὶ τοῖς φιλτάτοις ἀποκτιννύς, εἰκότως ἀπέγνω τὴν ἱκετηρίαν. Ταῦτα εἰκὸς μὲν αὐτὸν διανοηθῆναι, εἰκὸς δὲ καὶ ἄλλως ἔχειν· οὐ γὰρ δὴ ἴσμεν ὅ τί ποτε παθὼν ἢ δράσας ᾤχετο ἄιστος, ἄφαντος· ἀλλ' εἴτε αὐτὸν δαίμων τιμωρὸς ξυναρπάσας, καθάπερ Ὅμηρός φησι τὰς τοῦ Πανδάρεω θυγατέρας, ἐπὶ γῆς ἄγει πέρατα ποινὰς ἀπαιτήσων τῶν διανοημάτων, εἴτε αὐτὸν ὁ ποταμὸς ὑποδεξάμενος ἑστιᾶν κελεύει τοὺς ἰχθῦς, οὔτι πω δῆλον. Ἄχρι μὲν γὰρ τῆς μάχης αὐτῆς καὶ ὁπηνίκα οἱ λόχοι συνετάττοντο πρὸς φάλαγγα θρασὺς ἦν ἐν μέσοις ἀναστρεφόμενος· ἐπεὶ δὲ ἐπράχθη τὰ τῆς μάχης, ὥσπερ ἦν ἄξιον, ἀφανὴς ᾤχετο οὐκ οἶδα ὑπὸ τοῦ θεῶν ἢ δαιμόνων κρυφθείς, πλὴν ὅτι γε οὐκ ἐπ' ἀμείνοσι ταῖς τύχαις εὔδηλον. Οὐ γὰρ δὴ αὖθις ἔμελλε φανεὶς ἐπ' ἐξουσίας ὑβρίζων ἀδεῶς εὐδαιμονήσειν, ὡς ᾤετο, ἀλλὰ ἐς τὸ παντελὲς ἀφανισθεὶς τιμωρίαν ὑφέξειν αὑτῷ μὲν δυστυχῆ, πολλοῖς δὲ ὠφέλιμον καὶ πρὸς ἐπανόρθωσιν. Τὰ μὲν δὴ περὶ τὸν μηχανοποιὸν τῆς ὅλης ὑποθέσεως πλείονος ἀξιωθέντα λόγου, μέσῃ τῇ πράξει παρελόμενα τὸ ξυνεχὲς τῆς διηγήσεως, ἐνταῦθά που πάλιν ἀφετέα· ἐπανιτέον δὲ ὅθενπερ ἐξῆλθον καὶ ἀποδοτέον τὸ τέλος τῆς μάχης.

[9]    Οὐ γὰρ δὴ ξὺν τῇ τῶν στρατηγῶν δειλίᾳ καὶ τὰ τῶν στρατιωτῶν πίπτει φρονήματα, ἀλλ' ἐπειδὴ τὰ τῆς τάξεως αὐτοῖς διεφθάρη, οὐ κακίᾳ σφῶν, ἀπειρίᾳ δὲ καὶ ἀμαθίᾳ τοῦ τάττοντος, κατὰ λόχους συνιστάμενοι διηγωνίζοντο· καὶ ἦν τὸ ἔργον ἁπάσης ἐλπίδος μεῖζον, τῶν μὲν οὐχ ὑφιεμένων ἐς τὸ παντελὲς τοῖς κρατοῦσι, τῶν δὲ ἐπεξελθεῖν τελέως τῇ νίκῃ φιλοτιμουμένων, ξυμμιγής τε ᾔρετο τάραχος καὶ βοὴ καὶ κτύπος τῶν ὅπλων, ξιφῶν τε ἀγνυμένων ἀμφὶ τοῖς κράνεσι καὶ τῶν ἀσπίδων περὶ τοῖς δόρασιν· ἀνὴρ δὲ ἀνδρὶ ξυνίστατο, καὶ ἀπορριπτοῦντες τὰς ἀσπίδας αὐτοῖς τοῖς ξίφεσιν ὠθοῦντο μικρὰ τοῦ παθεῖν φροντίζοντες, ἅπαντα δὲ εἰς τὸ δρᾶσαί τι δεινὸν τοὺς πολεμίους τὸν θυμὸν τρέποντες, τοῦ μὴ καθαρὰν αὐτοῖς μηδὲ ἄδακρυν παρασχεῖν τὴν νίκην καὶ τὸ ἀποθνήσκειν ἀνταλλαττόμενοι. Καὶ ταῦτα ἔδρων οὐ πεζοὶ μόνον πρὸς τοὺς διώκοντας, ἀλλὰ καὶ τῶν ἱππέων ὅσοις ὑπὸ τῶν θραυμάτων ἀχρεῖα παντελῶς ἐγεγόνει τὰ δόρατα σφῶν, ξυστοὶ δέ εἰσιν εὐμήκεις, οὓς συγκαταγνύντες καὶ ἀποπηδῶντες εἰς τοὺς ὁπλίτας μετεσκευάζοντο. Καὶ χρόνον μέν τινα χαλεπῶς καὶ μόλις ἀντεῖχον· ἐπεὶ δὲ οἵ τε ἱππεῖς ἔβαλλον ἐκ τόξων πόρρωθεν ἀφιππαζόμενοι καὶ οἱ θωρακοφόροι πυκναῖς ἐπ' αὐτοὺς ἐχρῶντο ταῖς ἐπελάσεσιν ἅτε ἐν πεδίῳ καθαρῷ καὶ λείῳ νύξ τε ἐπέλαβεν, ἐνταῦθα οἱ μὲν ἀπέφευγον ἄσμενοι, οἱ δὲ ἐδίωκον καρτερῶς ἄχρι τοῦ χάρακος, καὶ αὐτὸν αἱροῦσιν αὐταῖς ἀποσκευαῖς καὶ ἀνδραπόδοις καὶ κτήνεσιν. Ἀρξαμένης δέ, ὅπερ ἔφην, ἄρτι τῆς τροπῆς τῶν πολεμίων καὶ τῶν διωκόντων οὐκ ἀνιέντων, ἐπὶ τὸ λαιὸν ὠθοῦνται, ἵναπερ ὁ ποταμὸς ἦν τοῖς κρατοῦσιν ἐν δεξιᾷ. Ἐνταῦθα καὶ ὁ πολὺς ἐγένετο φόνος, καὶ ἐπλήσθη νεκρῶν ἀνδρῶν τε καὶ ἵππων ἀναμίξ· οὐ γὰρ δὴ ὁ Δρᾶος ἐῴκει Σκαμάνδρῳ, οὐδὲ ἦν εὐμενὴς τοῖς φεύγουσιν, ὡς τοὺς μὲν νεκροὺς αὐτοῖς ὅπλοις ἐξωθεῖν καὶ ἀπορριπτεῖν τῶν ῥευμάτων, τοὺς ζῶντας δὲ ξυγκαλύπτειν καὶ ἀποκρύπτειν ἀσφαλῶς ταῖς δίναις. Τοῦτο γὰρ ὁ ποταμὸς ὁ Τρὼς τυχὸν μὲν ὑπὸ εὐνοίας ἔδρα, τυχὸν δὲ οὕτως ἔχων μεγέθους, ὡς ῥᾴδιον παρέχειν βαδίζειν τε ἐθέλοντι καὶ νηχομένῳ τὸν πόρον, ἐπεὶ καὶ γεφυροῦται μιᾶς ἐμβληθείσης εἰς αὐτὸν πτελέας, ἅπας τε ἀναμορμύρων ἀφρῷ καὶ αἵματι πέλαζεν ὤμοις Ἀχιλῆος, εἰ χρὴ καὶ τοῦτο πιστεῦσαι, βιαιότερον δὲ οὐδὲν εἰργάζετο· καὶ ἐπιλαβόντος ὀλίγου καύματος ἀπαγορεύει τὸν πόλεμον καὶ ἐξόμνυται τὴν ἐπικουρίαν.

[10]    Ὁμήρου δὲ ἔοικεν εἶναι καὶ τοῦτο παίγνιον, καινὸν καὶ ἄτοπον μονομαχίας τρόπον ἐπινοήσαντος· ἐπεὶ καὶ τἆλλα δῆλός ἐστιν Ἀχιλλεῖ χαριζόμενος, καὶ ὥσπερ θεατὰς ἄγων τὸ στράτευμα μόνον ἄμαχον καὶ ἀνυπόστατον ἐπάγει τοῖς πολεμίοις, κτείνοντα μὲν τοὺς ἐντυγχάνοντας, τρεπόμενον δὲ ἁπαξαπλῶς πάντας φωνῇ καὶ σχήματι καὶ τῶν ὀμμάτων ταῖς προσβολαῖς, ἀρχομένης τε οἶμαι τῆς παρατάξεως καὶ ἐπὶ τοῦ Σκαμάνδρου ταῖς ᾐόσιν, ἕως εἰς τὸ τεῖχος ἄσμενοι ξυνελέγησαν οἱ διαφυγόντες. Ταῦτα ἐκεῖνος πολλοῖς ἔπεσι διηγούμενος καὶ θεῶν ἀναπλάττων μάχας καὶ ἐπικοσμῶν μύθοις τὴν ποίησιν, δεκάζει τοὺς κριτὰς καὶ οὐκ ἐπιτρέπει δικαίαν φέρειν καὶ ἀψευδῆ ψῆφον. Ὅστις δὲ ἐθέλει μηδὲν ὑπὸ τοῦ κάλλους ἐξαπατᾶσθαι τῶν ῥημάτων καὶ τῶν ἔξωθεν ἐπιφερομένων πλασμάτων ὥσπερ †ἐν ἀρχῇ περὶ ἀρωμάτων τινῶν καὶ χρωμάτων Ἀρεοπαγίτης ἔστω κριτής, καὶ οὐκ εὐλαβησόμεθα τὴν κρίσιν. Εἶναι μὲν γὰρ ἀγαθὸν στρατιώτην ὁμολογοῦμεν τὸν Πηλέως, ἐκ τῆς ποιήσεως ἀναπειθόμενοι· κτείνει μὲν ἄνδρας εἴκοσι,

   Ζωοὺς δ' ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους,    Τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠύτε νεβρούς,

   Ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος· τοσαύτην μέντοι ἤνεγκεν εἰς τὰ πράγματα τῶν Ἀχαιῶν ἡ νίκη τὴν ῥοπήν, ὥστε οὐδὲ μείζονα φόβον τοῖς πολεμίοις ἐνέβαλεν οὐδὲ ἀπογνῶναι ἐς τὸ παντελὲς ὑπὲρ σφῶν ἐποίει. Καὶ ὑπὲρ τούτων ἆρ' ἑτέρου τινὸς μάρτυρος δεησόμεθα, τὸν Ὅμηρον παραλιπόντες; καὶ οὐκ ἀπόχρη τῶν ἐπῶν μνησθῆναι ἃ πεποίηκεν ἐκεῖνος, ὁπηνίκα ἐπὶ τὰς ναῦς ἦλθεν ὁ Πρίαμος φέρων ὑπὲρ τοῦ παιδὸς τὰ λύτρα; ἐρομένου γὰρ μετὰ τὰς διαλύσεις, τὰς ὑπὲρ ὧν ἀφῖκτο, τοῦ τῆς Θέτιδος υἱέος

   Ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, τά τε ἄλλα διέξεισι καὶ περὶ τοῦ πολέμου φησίν·

   Τῇ δὲ δυωδεκάτῃ πολεμίζομεν, εἴπερ ἀνάγκη. Οὕτως οὐδὲ ἐπαγγέλλειν ὀκνεῖ μετὰ τὴν ἐκεχειρίαν τὸν πόλεμον. Ὁ δὲ ἀγεννὴς καὶ δειλὸς τύραννος ὄρη τε ὑψηλὰ προὐτείνετο τῆς αὑτοῦ φυγῆς καὶ ἐξοικοδομήσας ἐπ' αὐτοῖς φρούρια οὐδὲ τῇ τῶν τόπων ὀχυρότητι πιστεύει, ἀλλὰ ἱκετεύει συγγνώμης τυγχάνειν, καὶ ἔτυχεν ‹ἄν›, εἴπερ ἦν ἄξιος καὶ μὴ ἐφωράθη πολλάκις ἄπιστος καὶ θρασύς, ἄλλα ἐπ' ἄλλοις προστιθεὶς ἀδικήματα.

[11] Τὰ μὲν δὴ κατὰ τὴν μάχην, εἰ μὴ δόξῃ τις τῶν διηγουμένων προσέχειν ἐθέλοι μηδὲ ἔπεσιν εὖ πεποιημένοις, ἐς αὐτὰ δὲ ὁρᾶν τὰ ἔργα, κρινέτω· ἑξῆς δέ, εἰ βούλεσθε, τὴν Αἴαντος ὑπὲρ τῶν νεῶν καὶ τὴν ἐπὶ τοῦ τείχους τῶν Ἀχαιῶν ἀντιθῶμεν μάχην τοῖς ἐπὶ τῆς πόλεως ἐκείνης ἔργοις, ᾗ δὴ Μυγδόνιος ποταμῶν κάλλιστος τὴν αὑτοῦ προστίθησι φήμην, οὔσῃ γε καὶ Ἀντιόχου βασιλέως ἐπωνύμῳ· γέγονε δὲ αὐτῇ καὶ ἕτερον ὄνομα βάρβαρον, σύνηθες τοῖς πολλοῖς ὑπὸ τῆς πρὸς τοὺς τῇδε βαρβάρους ἐπιμιξίας. Ταύτην δὴ τὴν πόλιν στρατὸς ἀμήχανος πλήθει Παρθυαίων ξὺν Ἰνδοῖς περιέσχεν, ὁπηνίκα ἐπὶ τὸν τύραννον βαδίζειν προὔκειτο· καὶ ὅπερ Ἡρακλεῖ φασιν ἐπὶ τὸ Λερναῖον ἰόντι θηρίον συνενεχθῆναι, τὸν θαλάττιον καρκίνον, τοῦτο ἦν ὁ Παρθυαίων βασιλεὺς ἐκ τῆς ἠπείρου Τίγρητα διαβὰς καὶ ἐπιτειχίζων τὴν πόλιν χώμασιν· εἶτα εἰς ταῦτα δεχόμενος τὸν Μυγδόνιον, λίμνην ἀπέφηνε τὸ περὶ τῷ ἄστει χωρίον καὶ ὥσπερ νῆσον ἐν αὐτῇ συνεῖχε τὴν πόλιν, μικρὸν ὑπερεχουσῶν καὶ ὑπερφαινομένων τῶν ἐπάλξεων. Ἐπολιόρκει δὲ ναῦς τε ἐπάγων καὶ ἐπὶ νεῶν μηχανάς· καὶ ἦν οὐχ ἡμέρας ἔργον, μηνῶν δὲ οἶμαι σχεδόν τι τεττάρων. Οἱ δὲ ἐν τῷ τείχει συνεχῶς ἀπεκρούοντο τοὺς βαρβάρους καταπιμπράντες τὰς μηχανὰς τοῖς πυρφόροις· ναῦς δὲ ἀνεῖλκον πολλὰς μὲν ἐκ τοῦ τείχους, ἄλλαι δὲ κατεάγνυντο ὑπὸ ῥώμης τῶν ἀφιεμένων ὀργάνων καὶ βάρους τῶν βελῶν· ἐφέροντο γὰρ εἰς αὐτὰς λίθοι ταλάντων ὁλκῆς Ἀττικῶν ἑπτά. Καὶ ἐπειδὴ συχναῖς ἡμέραις ταῦτα ἐδρᾶτο, ῥήγνυται μέρος τοῦ χώματος καὶ ἡ τῶν ὑδάτων ἐκρεῖ πλήμμυρα, καὶ ἐπ' αὐτῇ τοῦ τείχους μέρος οὐκ ἔλασσον πήχεων ἑκατὸν συγκατηνέχθη. Ἐνταῦθα κοσμεῖ τὴν στρατιὰν τὸν Περσικὸν τρόπον· διασώζουσι γὰρ καὶ ἀπομιμοῦνται τὰ Περσικὰ οὐκ ἀξιοῦντες, ἐμοὶ δοκεῖ, Παρθυαῖοι νομίζεσθαι, Πέρσαι δὲ εἶναι προσποιούμενοι. Ταῦτά τοι καὶ στολῇ Μηδικῇ χαίρουσι καὶ ἐς μάχας ἔρχονται ὁμοίως ἐκείνοις ὅπλοις τε ἀγαλλόμενοι τοιούτοις καὶ ἐσθήμασιν ἐπιχρύσοις καὶ ἁλουργέσι. Σοφίζονται δὲ ἐντεῦθεν τὸ μὴ δοκεῖν ἀφεστάναι Μακεδόνων, ἀναλαβεῖν δὲ τὴν ἐξ ἀρχαίου βασιλείαν προσήκουσαν. Οὐκοῦν καὶ ὁ βασιλεὺς Ξέρξην μιμούμενος ἐπί τινος χειροποιήτου καθῆστο γηλόφου, προσῆγε δὲ ἡ στρατιὰ ξὺν τοῖς θηρίοις. Ταῦτα δὲ ἐξ Ἰνδῶν εἵπετο, καὶ ἔφερεν ἐκ σιδήρου πύργους τοξοτῶν πλήρεις. Ἡγοῦντο δὲ αὐτῶν ἱππεῖς οἱ θωρακοφόροι καὶ οἱ τοξόται, ἕτερον ἱππέων πλῆθος ἀμήχανον. Τὸ πεζὸν γάρ σφιν ἀχρεῖον ἐς τὰ πολεμικὰ καθέστηκεν οὔτε ἐντίμου μετέχον τάξεως οὔτε ὄν σφιν ἐν χρείᾳ, πεδιάδος οὔσης καὶ ψιλῆς τῆς χώρας ὁπόσην νέμονται· ἔοικε γὰρ δὴ τὰ τοιαῦτα πρὸς τὰς τοῦ πολέμου χρείας τιμῆς καὶ ἀτιμίας ἀξιοῦσθαι· ὡς οὖν ἀχρεῖον τῇ φύσει ὄν, οὐδὲ ἐκ τῶν νόμων πολυωρίας ἀξιοῦται. Συνέβη δὲ οὕτω καὶ περὶ τὴν Κρήτην καὶ Καρίαν καὶ ἐν ἄλλοις δὲ μυρίοις ἔθνεσι τὰ περὶ τὸν πόλεμον κατασκευασθῆναι. Οὐκοῦν καὶ ἡ Θετταλῶν οὖσα πεδιὰς ἱππεῦσιν ἐναγωνίζεσθαι καὶ ἐμμελετᾶν ἐπιτήδειος ἐφάνη. Τὰ γὰρ δὴ τῆς ἡμετέρας πόλεως, ἅτε ἐς ἀντιπάλους παντοδαποὺς καταστάντα, εὐβουλίᾳ καὶ τύχῃ περιγενόμενα, εἰκότως ἐς ἅπαν εἶδος ὅπλων τε καὶ παρασκευῆς ‹ἄλλοτε› ἄλλης ἡρμόσθη. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐδὲν πρὸς τὸν λόγον, ὡς ἂν εἴποιεν οἱ ταῖς τῶν ἐπαίνων τέχναις καθάπερ νόμοις ἐπιτεταγμένοι· ἐγὼ δὲ εἰ μὲν τί σοι προσήκει καὶ τούτων, ἐν καιρῷ σκέψομαι· τά γε μὴν ὀνείδη τῶν ἀνθρώπων οὐ χαλεπῶς ἀπολύομαι. Φημὶ γὰρ ὡς οὔτε ἐγὼ τῶν τεχνῶν μεταποιοῦμαι οὔτε ὅστις μή τισιν ὡμολόγησεν ἐμμενεῖν ἀδικεῖ μὴ φυλάττων ταῦτα· τυχὸν δὲ καὶ ἄλλων οὐκ ἀπορήσομεν εὐπρεπῶν παραιτήσεων· ἀλλ' οὐ γὰρ ἄξιον μακρότερον εἰς οὐδὲν δέον ἀπαρτᾶν τὸν λόγον καὶ ἀποπλανᾶσθαι τῆς ὑποθέσεως· ἐπαναβῶμεν οὖν αὖθις εἰς ἴχνος καὶ ὅθεν ἐξέβην.

[12]    Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα διαρπασόμενοι, καὶ ἐδέδοτό σφιν τοῦ πρόσω χωρεῖν τὸ σημεῖον, ὠθοῦντο ξύμπαντες, αὐτός τις ἐθέλων πρῶτος ἐσαλέσθαι τὸ τεῖχος καὶ οἴχεσθαι φέρων τὸ ἐπ' αὐτῷ κλέος, εἶναί τε οὐδὲν ἐτόπαζον δέος· οὐδὲ γὰρ ὑπομενεῖν σφῶν τὴν ὁρμὴν τοὺς ἔνδον ἠξίουν. Παρθυαίοις μὲν τοσοῦτον περιῆν ἐλπίδος· οἱ δὲ πυκνήν τε εἶχον τὴν φάλαγγα κατὰ τὸ διερρηγμένον τοῦ τείχους, καὶ ὑπὲρ τοῦ συνεστῶτος ὁπόσον ἦν ἀχρεῖον πλῆθος ἐν τῇ πόλει κατέστησαν ἀναμίξαντες τῶν στρατιωτῶν οὐκ ἐλάττω μοῖραν. Ἐπεὶ δὲ οἱ πολέμιοι προσήλαυνον καὶ οὐδὲν ἐπ' αὐτοὺς ἐκ τοῦ τείχους ἀφίετο βέλος, βεβαιοτέραν εἶχον τὴν ἐλπίδα τοῦ κατ' ἄκρας αἱρήσειν τὴν πόλιν, καὶ τοὺς ἵππους ἔπαιον μάστιξι καὶ ᾕμασσον τὰς πλευρὰς τοῖς κέντροις, ἕως ἐποιήσαντο σφῶν κατὰ νώτου τὰ χώματα· πεποίητο δὲ ὑπ' αὐτῶν ἐκεῖνα πρότερον πρὸς τὸ ἐπέχειν τοῦ Μυγδονίου τὰς ἐκροάς, ἰλύς τε ἦν περὶ τὸ χωρίον εὖ μάλα βαθεῖα οὐδὲ αὐτοῦ παντελῶς ὄντος ὑπὸ τῇ ἕλῃ καὶ διὰ τὸ πίειραν εἶναι τὴν γῆν καὶ στέγειν δύνασθαι φύσει τὰς λιβάδας. Ἦν δὲ ἐνταῦθα καὶ παλαιὸν ἔρυμα τῇ πόλει τάφρος εὐρεῖα, καὶ ἐν αὐτῇ βαθύτερον συνειστήκει τέλμα. Ἁπτομένων δὲ ἤδη τῶν πολεμίων καὶ ταύτης καὶ διαβαίνειν πειρωμένων, ἐπεξῄεσαν πολλοὶ μὲν ἔνδοθεν, πολλοὶ δὲ ἀπὸ τῶν τειχῶν ἔβαλλον τοῖς λίθοις· καὶ αὐτῶν μὲν πολὺς ἐγένετο φόνος, φυγῇ δὲ ἔτρεπον τοὺς ἵππους ξύμπαντας τῷ μόνον ἐθέλειν καὶ δηλοῦν τὴν γνώμην διὰ τοῦ σχήματος· ἐπιστρεφόντων γὰρ ἔπιπτον εὐθέως καὶ κατέφερον τοὺς ἱππέας· βαρεῖς δὲ ὄντες τοῖς ὅπλοις μᾶλλον ἐνείχοντο τῷ τέλματι. Καὶ αὐτῶν ἐνταῦθα γίνεται φόνος ὅσος οὔπω πρόσθεν ἐν πολιορκίᾳ τοσαύτῃ γέγονεν. Ἐπεὶ δὲ τὰ τῶν ἱππέων ὧδε ἐπεπράγει, τῶν ἐλεφάντων πειρῶνται, καταπλήξεσθαι μᾶλλον οἰόμενοι τῷ ξένῳ τῆς μάχης· οὐ γὰρ δὴ τοσοῦτον αὐτοῖς τὰ τῶν ὀμμάτων διέφθαρτο, ὡς μὴ καθορᾶν βαρύτερον μὲν ὂν ἵππου τὸ θηρίον, φέρον δὲ ἄχθος οὐχ ἵππων δυοῖν ἢ πλειόνων, ἁμαξῶν δὲ οἶμαι συχνῶν, τοξότας καὶ ἀκοντιστὰς καὶ σιδηροῦν πύργον. Ταῦτα δὲ ἦν ἅπαντα πρὸς τὸ χωρίον χειροποίητον γεγονὸς τέλμα κωλύματα, καὶ ἦν αὐτοῖς ἔργῳ φανερά· ὅθεν οὐκ εἰκὸς ἐς μάχην ἰέναι, ἀλλὰ ἐς κατάπληξιν τῶν ἔνδον παρασκευάζεσθαι. Προσῆγον δὲ ἐν τάξει μέτρον διεστῶτες ἀλλήλων ἴσον, καὶ ἐῴκει τείχει τῶν Παρθυαίων ἡ φάλαγξ, τὰ μὲν θηρία τοὺς πύργους φέροντα, τῶν ὁπλιτῶν δὲ ἀναπληρούντων τὰ ἐν μέσῳ. Ταχθέντες δὲ οὕτως οὐ μέγα ὄφελος ἦσαν τῷ βαρβάρῳ· παρεῖχον γὰρ ἡδονὴν καὶ τέρψιν τοῖς ἐκ τοῦ τείχους θεωμένοις. Ὡς δὲ ἐγένοντο διακορεῖς οἱονεὶ λαμπρᾶς καὶ πολυτελοῦς πομπῆς πεμπομένης, λίθους ἐκ μηχανῶν ἀφιέντες καὶ τόξοις βάλλοντες ἐς τὴν τειχομαχίαν προεκαλοῦντο τοὺς βαρβάρους· φύσει δὲ ὄντες ‹ἐς› ὀργὴν ὀξύρροποι καὶ δεινὸν ποιούμενοι τὸ γέλωτα ὀφλῆσαι καὶ ἀπαγαγεῖν ὀπίσω τὴν παρασκευὴν ἄπρακτον, ἐγκελευομένου σφίσι τοῦ βασιλέως, προσῆγον τῷ τείχει καὶ ἐβάλλοντο πυκνῶς τοῖς λίθοις καὶ τοῖς τοξεύμασι· καὶ ἐτρώθη τῶν θηρίων τινὰ καὶ ἀπέθανεν εἰσενεχθέντα ὑπὸ τῆς ἰλύος· δείσαντες δὲ καὶ ὑπὲρ τῶν ἄλλων, ἀπῆγον ὀπίσω πάλιν εἰς τὸ στρατόπεδον.

[13]    Ὡς δὲ καὶ ταύτης ὁ Παρθυαῖος ἥμαρτε τῆς πείρας, τοὺς τοξότας διελὼν εἰς μοίρας, διαδέχεσθαί τε ἀλλήλους κελεύει καὶ συνεχῶς βάλλειν πρὸς τὸ διερρηγμένον τοῦ τείχους, ὡς μὴ δυνηθεῖεν ἀποικοδομῆσαι καὶ ἔχειν ἀσφαλῶς τὴν πόλιν· οὕτω γὰρ αἱρήσειν λαθὼν ἢ βιασάμενος τῷ πλήθει τοὺς ἔνδον ἤλπιζε. Μάταιον δὲ ἀπέφηνεν ἡ βασιλέως παρασκευὴ τοῦ βαρβάρου τὸ διανόημα· κατὰ νώτου γὰρ τῶν ὁπλιτῶν ἕτερον τεῖχος εἰργάζετο. Ὁ δὲ ᾤετο τοῖς ἀρχαίοις ἴχνεσιν ἐς τὰ θεμέλια χρωμένους μέλλειν ἔτι. Ἡμέρᾳ δὲ ὅλῃ καὶ νυκτὶ συνεχῶς ἐργασαμένων ἔστε ἐπὶ τέτταρας πήχεις ὕψους ἠγείρετο, καὶ ἕωθεν ὤφθη λαμπρὸν καὶ νεουργές, ἐκείνων οὐδὲ ἀκαρῆ χρόνον ἐνδιδόντων, διαδεχομένων δὲ ἀλλήλους καὶ ἀκοντιζόντων ἐς τοὺς ἐφεστῶτας τῷ κειμένῳ τείχει. Τοῦτο ἐξέπληξε δεινῶς τὸν βάρβαρον· οὐ μὴν ἀπῆγεν εὐθὺς τὴν στρατιάν, ἀλλ' αὖθις τοῖς αὐτοῖς χρῆται παλαίσμασι. Δράσας δὲ οἶμαι καὶ παθὼν παραπλήσια, ἀπῆγε τὴν στρατιὰν ὀπίσω, πολλοὺς μὲν ὑπὸ τῆς ἐνδείας δήμους ἀπολέσας, πολλὰ δὲ ἀναλώσας περὶ τοῖς χώμασι καὶ τῇ πολιορκίᾳ σώματα, σατράπας δὲ ἀνελὼν συχνούς, ἄλλον ἄλλο ἐπαιτιώμενος, τὸν μὲν ὅτι μὴ καρτερῶς ἐπεποίητο τὰ χώματα, εἶξε δὲ καὶ ἐπεκλύσθη παρὰ τῶν ποταμίων ῥευμάτων, τὸν δὲ ὡς φαύλως ἀγωνισάμενον ὑπὸ τοῖς τείχεσι, καὶ ἄλλους ἄλλας ἐπάγων αἰτίας ἔκτεινεν. Ἔστι γὰρ εὖ μάλα τοῖς κατὰ τὴν Ἀσίαν βαρβάροις σύνηθες ἐς τοὺς ὑπηκόους τὰς αἰτίας τῆς δυσπραγίας ἀποσκευάζεσθαι· ὃ δὴ καὶ τότε δράσας ἀπιὼν ᾤχετο, καὶ ἄγει πρὸς ἡμᾶς εἰρήνην ἐκ τούτου, καὶ οὔτε ὅρκων οὔτε συνθηκῶν ἐδέησεν, ἀγαπᾷ δὲ οἴκοι μένων εἰ μὴ στρατεύοιτο βασιλεὺς ἐπ' αὐτὸν καὶ δίκην ἀπαιτοίη τοῦ θράσους καὶ τῆς ἀπονοίας. Ἆρά γε ἄξιον ταύτην παραβάλλειν τὴν μάχην ταῖς ὑπὲρ τῶν νεῶν τῶν Ἑλληνικῶν καὶ τοῦ τείχους; ἀθρεῖτε δὲ ὧδε τὴν ὁμοιότητα καὶ τὸ διάφορον λογίζεσθε. Ἑλλήνων μὲν Αἴαντε καὶ οἱ Λαπίθαι καὶ Μενεσθεὺς τοῦ τείχους εἶξαν καὶ περιεῖδον τὰς πύλας συντριβομένας ὑφ' Ἕκτορος καὶ τῶν ἐπάλξεων ἐπιβεβηκότα τὸν Σαρπηδόνα· οἱ δὲ οὐδὲ διαρραγέντος αὐτομάτως τοῦ τείχους ἐνέδοσαν, ἀλλὰ ἐνίκων μαχόμενοι καὶ ἀπεκρούοντο Παρθυαίους ξὺν Ἰνδοῖς ἐπιστρατεύσαντας· εἶτα ὁ μὲν ἐπιβὰς τῶν νεῶν ἀπὸ τῶν ἰκρίων ὥσπερ ἐρύματος πεζὸς διαγωνίζεται, οἱ δὲ πρότερον ἀπὸ τῶν τειχῶν ἐναυμάχουν· τέλος δὲ οἱ μὲν τῶν ἐπάλξεων εἶξαν καὶ τῶν νεῶν, οἱ δὲ ἐνίκων ναυσί τε ἐπιόντας καὶ πεζῇ τοὺς πολεμίους.

[14]    Ἀλλὰ γὰρ εὖ ποιῶν ὁ λόγος ἐπὶ τὸν Ἕκτορα καὶ τὸν Σαρπηδόνα, οὐκ οἶδα ὅπως, ὑπηνέχθη καὶ ἐπ' αὐτό γέ φασι τῶν ἔργων τὸ κεφάλαιον, τὴν καθαίρεσιν τοῦ τείχους, ‹ὃ› μιᾷ πρότερον ἡμέρᾳ τοὺς Ἀχαιούς φησι, τοῦ Πυλίου δημαγωγοῦ καὶ βασιλέως ξυμπείθοντος,

   ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ κατασκευάσασθαι. Σχεδὸν γάρ μοι τοῦτο φαίνεται τὸ γενναιότατον τῶν ἔργων Ἕκτορος, καὶ οὐχὶ Γλαύκου τέχνῃ συνεῖναι οὐδὲ σοφωτέρας ἐπινοίας δεῖται, Ὁμήρου σαφῶς διδάσκοντος ὡς Ἀχιλλέως μὲν φανέντος

   ἐδύσατο οὐλαμὸν ἀνδρῶν,Ἀγαμέμνονος δὲ τοῖς Τρωσὶν ἐπικειμένου καὶ ἐς τὸ τεῖχος καταδιώξαντος Ἕκτορα ὕπαγε Ζεύς, ἵνα ἀποσώζοιτο καθ' ἡσυχίαν. Προσπαίζων δὲ αὐτὸν ὁ ποιητὴς καὶ καταγελῶν τῆς δειλίας ὑπὸ τῇ φηγῷ καὶ πρὸς ταῖς πύλαις ἤδη καθημένῳ τὴν Ἶριν ἥκειν ἔφη παρὰ τοῦ Διὸς φράζουσαν·

   Ὄφρ' ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα, ποιμένα λαῶν,

   Θύνοντ' ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,

   Τόφρ' ὑπόεικε μάχης.

Πῶς γὰρ εἰκὸς οὕτως ἀγεννῆ καὶ δειλὰ παραινεῖν τὸν Δία, ἄλλως τε οὐδὲ μαχομένῳ, ξὺν πολλῇ δὲ ἑστῶτι ῥᾳστώνῃ; Καὶ ὁπηνίκα δὲ ὁ τοῦ Τυδέως, τῆς Ἀθηνᾶς πολλὴν ἐκ τοῦ κράνους ἀναπτούσης φλόγα, πολλοὺς μὲν ἔκτεινε, φεύγειν δὲ ἠνάγκαζε τοὺς ὑπομένοντας, πόρρω τε ἀφειστήκει τοῦ πολέμου καὶ πολλὰ ὑπομένων ὀνείδη ἀπέγνω μὲν κρατοῦσι τοῖς Ἀχαιοῖς ἀντιστῆναι, εὐπρεπῆ δὲ ποιεῖται τὴν εἰς τὸ ἄστυ πορείαν, ὡς τῇ μητρὶ παραινέσων ἐξιλεοῦσθαι τὴν Ἀθηνᾶν μετὰ τῶν Τρωάδων. Καίτοι εἰ μὲν αὐτὸς ἱκέτευε πρὸ τοῦ νεὼ ξὺν τῇ γερουσίᾳ, πολὺν ‹ἂν› εἶχε λόγον· προσήκει γὰρ οἶμαι τὸν στρατηγὸν ἢ βασιλέα καθάπερ ἱερέα καὶ προφήτην θεραπεύειν ἀεὶ ξὺν κόσμῳ τὸν θεὸν καὶ μηδὲν ὀλιγωρεῖν μηδὲ ἑτέρῳ μᾶλλον προσήκειν ἡγεῖσθαι μηδὲ ἐπιτρέπειν, ἀνάξιον αὐτοῦ νομίζοντα τὸ διακόνημα.

[15]    Οἶμαι γὰρ τὴν Πλάτωνος μικρὰ παρατρέψας λέξιν οὐχ ἁμαρτήσεσθαι, ὡς ὅτῳ ἀνδρί, μᾶλλον δὲ βασιλεῖ, ἐς τὸν θεὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἀναγκάζεται αὐτὸς καὶ τὰ ἐκείνου πράγματα, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν. Εἰ δὲ ἐπιτρέποι μηδεὶς παραγράφειν μηδὲ ἐκτρέπειν μηδὲ μεταλαμβάνειν τοὔνομα, ἀλλὰ ὥσπερ ἱερὸν ἀρχαῖον κελεύοι μένειν ἐᾶν ἀκίνητον, οὐδὲ οὕτως ἄλλο τι διανοεῖσθαι τὸν σοφὸν ἐροῦμεν. Τὸ γὰρ σεαυτοῦ οὐ δήπου τὸ σῶμά φησιν οὐδὲ τὰ χρήματα οὐδὲ εὐγένειαν καὶ δόξαν πατέρων· ταῦτα γὰρ αὐτοῦ μέν τινος οἰκεῖα κτήματα, οὐ μήν ἐστι ταῦτα αὐτός, ἀλλὰ νῷ καὶ φρονήσει, φησί, καὶ τὸ ὅλον τῷ ἐν ἡμῖν θεῷ· ὃ δὴ καὶ αὐτὸς ἑτέρωθι κυριώτατον ἐν ἡμῖν ψυχῆς εἶδος ἔφη, καὶ ὡς ἄρα αὐτὸν δαίμονα θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ' ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. Ἐς τοῦτο γὰρ ἔοικεν ἐπιτάττειν ἀνηρτῆσθαι χρῆναι ἑκάστῳ ἀνδρί, καὶ οὐκ εἰς ἄλλους ἀνθρώπους· οἳ τὰ μὲν ἄλλα βλάπτειν καὶ κωλύειν ἐθέλοντες πολλάκις ἐδυνήθησαν, ἤδη δέ τινες καὶ μὴ βουλόμενοι τῶν ἡμετέρων τινὰ παρείλοντο· τοῦτο δὲ ἀκώλυτον μόνον καὶ ἀπαθές ἐστιν, ἐπεὶ μηδὲ θεμιτὸν ὑπὸ τοῦ χείρονος τὸ κρεῖττον βλάπτεσθαι· ἔστι δὲ καὶ οὗτος ἐκεῖθεν ὁ λόγος. Ἀλλ' ἔοικα γὰρ καταφορτίζειν ὑμᾶς τοῖς τοῦ Πλάτωνος λόγοις μικρὰ ἐπιπάττων τῶν ῥημάτων ὥσπερ ἁλῶν ἢ χρυσοῦ ψήγματος· τούτων δὲ οἱ μὲν [ὡς] ἡδίω τὴν τροφήν, ὁ δὲ εὐπρεπῆ μᾶλλον παρέχει τὴν θέαν· ἀμφότερα δὲ ἐν τοῖς τοῦ Πλάτωνος λόγοις· καὶ γὰρ αἰσθέσθαι διὰ τῆς ἀκοῆς ἡδίους τῶν ἄλλων καὶ θρέψαι ψυχὴν ξὺν ἡδονῇ καὶ καθᾶραι θαυμαστοί· ὥστε οὐκ ἀποκνητέον οὐδὲ εὐλαβητέον τὸν ψόγον, εἴ τις ἄρα καταμέμφοιτο τὴν ἀπληστίαν, καὶ ὅτι παντὸς ἐπιδραττόμεθα ὥσπερ ἐν τοῖς συμποσίοις οἱ λίχνοι τῶν ἐδωδίμων ἁπάντων, οὐχ ὑπομένοντες τὸ μὴ τῶν προκειμένων ἅψασθαι. Τοῦτο γὰρ δὴ τρόπον τινὰ καὶ ἡμῖν ἔοικε συμβαίνειν, ἐπαίνους ἅμα καὶ δόγματα ᾄδειν καὶ πρὶν ἢ μετρίως ἐφικέσθαι τοῦ προτέρου λόγου μέσον ὑποτεμομένοις φιλοσόφων ἐξηγεῖσθαι ῥήσεις· πρὸς δὴ τοὺς τὰ τοιαῦτα καταμεμφομένους εἴρηται μὲν ἤδη καὶ πρότερον, καὶ αὖθις δὲ ἴσως λελέξεται.

[16]    Νῦν δὲ τὸ συνεχὲς ἀποδόντες τῷ παρόντι λόγῳ ἐπὶ τὸν ἐξ ἀρχῆς ἐπανάγωμεν ὥσπερ οἱ προεκθέοντες ἐν τοῖς δρόμοις. Ἐλέγετο δ' οὖν ἐν τοῖς πρόσθεν ὡς αὐτὸν μέν τινά φησι Πλάτων τὸν νοῦν καὶ τὴν ψυχήν, αὐτοῦ δὲ τὸ σῶμα καὶ τὴν κτῆσιν. Ταῦτα δὲ ἐν τοῖς θαυμασίοις διώρισται νόμοις. Ὥσπερ οὖν, εἴ τις ἐξ ἀρχῆς ἀναλαβὼν λέγοι· "ὅτῳ ἀνδρὶ ἐς νοῦν καὶ φρόνησιν ἀνήρτηται πάντα τὰ ἐς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν τοῖς ἐκτός, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων ἢ καὶ πασχόντων πλανᾶσθαι ἀναγκάζεται, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν", οὐ παρατρέπει τὴν λέξιν οὐδὲ παραποιεῖ, ἐξηγεῖται δὲ ὀρθῶς καὶ ἑρμηνεύει, οὕτω δὲ καὶ ὅστις ἀντὶ τῆς "αὐτοῦ" λέξεως τὸν θεὸν παραλαμβάνει οὐκ ἀδικεῖ. Εἰ γὰρ τὸν ἐν ἡμῖν δαίμονα, ὄντα μὲν ἀπαθῆ τῇ φύσει καὶ θεῷ ξυγγενῆ, πολλὰ δὲ ἀνατλάντα καὶ ὑπομείναντα διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν καὶ τοῦ πάσχειν τε καὶ φθείρεσθαι φαντασίαν πολλοῖς παρασχόντα, τοῦ παντὸς ἐκεῖνος προΐσταται βίου τῷ γε εὐδαιμονήσειν μέλλοντι, τί χρὴ προσδοκᾶν αὐτὸν ὑπὲρ τοῦ καθαροῦ καὶ ἀμιγοῦς γηίνῳ σώματι διανοηθῆναι νοῦ, ὃν δὴ καὶ θεὸν εἶναί φαμεν καὶ αὐτῷ τὰς ἡνίας ἐπιτρέπειν τοῦ βίου χρῆναι παραινοῦμεν πάντα τε ἰδιώτην καὶ βασιλέα, τόν γε ὡς ἀληθῶς ἄξιον τῆς ἐπικλήσεως καὶ οὐ νόθον οὐδὲ ψευδώνυμον, συνιέντα μὲν αὐτοῦ καὶ αἰσθανόμενον διὰ ξυγγένειαν, ὑφιέμενον δὲ αὐτῷ τῆς ἀρχῆς καὶ ὑποχωροῦντα τῆς ἐπιμελείας ὡς ἔμφρονα; ἀνόητον γὰρ καὶ μάλα αὔθαδες τὸ μὴ καθάπαξ ἐς δύναμιν πείθεσθαι τῷ θεῷ ἀρετῆς ἐπιμελομένους· τούτῳ γὰρ μάλιστα χαίρειν ὑποληπτέον τὸν θεόν. Οὐ μὴν οὐδὲ τῆς ἐννόμου θεραπείας ἀποστατέον οὐδὲ τὴν τοιαύτην τιμὴν ὑπεροπτέον τοῦ κρείττονος, θετέον δὲ ἐν ἀρετῆς μοίρᾳ τὴν εὐσέβειαν τὴν κρατίστην· ἔστι γὰρ ὁσιότης τῆς δικαιοσύνης ἔκγονος· αὕτη δὲ ὅτι τοῦ θειοτέρου ψυχῆς εἴδους ἐστίν, οὐδένα λέληθε τῶν ὅσοι τὰ τοιαῦτα μεταχειρίζονται.

[17]    Ταῦτά τοι καὶ ἐπαινοῦμεν τὸν Ἕκτορα σπένδειν μὲν οὐκ ἐθέλοντα διὰ τὸ ἐπὶ τῶν χειρῶν λύθρον· ἠξιοῦμεν δὲ μηδὲ ἐς ἄστυ ἰέναι μηδὲ ἀπολείπειν τὴν μάχην, μέλλοντά γε οὐ στρατηγοῦ καὶ βασιλέως ἐπιτελεῖν ἔργον, διακόνου δὲ καὶ ὑπηρέτου, Ἰδαίου τινὸς ἢ Ταλθυβίου τάξιν ἀναληψόμενον. Ἀλλ' ἔοικε γάρ, ὅπερ ἔφαμεν ἐξ ἀρχῆς, πρόφασις εὐπρεποῦς εἶναι φυγῆς τοῦτο· καὶ γὰρ ὁπότε τῷ Τελαμωνίῳ ξυνίστατο πεισθεὶς τῇ φήμῃ τοῦ μάντεως, ἀσπασίως διελύθη καὶ ἔδωκε δῶρα, τὸν θάνατον ἐκφυγὼν ἀσμένως· καθόλου δὲ εἰπεῖν, φεύγουσιν ἕπεται θρασέως, αἴτιος δέ ἐστιν οὐδαμοῦ νίκης καὶ τροπῆς, πλὴν ὅτε

   πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν ξὺν τῷ Σαρπηδόνι. Πότερον οὖν ὡς οὐκ ἔχοντες τηλικοῦτον ἔργον βασιλέως εὐλαβησόμεθα τὸν ἀγῶνα, μή ποτε ἄρα μικρὰ μεγάλοις καὶ φαῦλα σπουδῆς ἀξίοις μείζονος παρατιθέναι δόξωμεν, ἢ τολμήσομεν καὶ πρὸς τηλικοῦτον ἔργον ἁμιλλᾶσθαι; Οὐκοῦν ἐκεῖνο μὲν ἦν τὸ τεῖχος ὑπὲρ τῆς ᾐόνος, ἐν οὐδὲ ὅλῳ τῷ πρὸ μεσημβρίας χρόνῳ συντελεσθέν, ὁποίους ἡμῖν τοὺς χάρακας ἔννομον κατασκευάζεσθαι· τὸ δὲ ὑπὲρ τῶν Ἄλπεων τεῖχος παλαιόν τε ἦν φρούριον, καὶ αὐτῷ χρῆται μετὰ τὴν φυγὴν ὁ τύραννος, ὥσπερ ἔρυμά τι νεουργὲς ἀποφήνας καὶ ἀξιόλογον φρουρὰν ἀπολιπὼν ἐρρωμένων ἀνδρῶν. Οὐδὲ αὐτὸς ὡς πορρωτάτω πορεύεται, ἔμενε δὲ ἐν τῇ πλησίον πόλει. Ἔστι δὲ Ἰταλῶν ἐμπόριον πρὸς θαλάττῃ μάλα εὔδαιμον καὶ πλούτῳ βρύον· φέρουσι γὰρ ἐντεῦθεν φορτία Μυσοὶ καὶ Παίονες καὶ τῶν Ἰταλῶν ὁπόσοι τὴν μεσόγαιον κατοικοῦσιν. Ἑνετοὶ δὲ οἶμαι τὸ πρόσθεν ὠνομάζοντο· νῦν δὲ ἤδη Ῥωμαίων τὰς πόλεις ἐχόντων τὸ μὲν ἐξ ἀρχῆς ὄνομα σώζουσι βραχείᾳ προσθήκῃ γράμματος ἐν ἀρχῇ τῆς ἐπωνυμίας· ἔστι δὲ αὐτοῦ σύμβολον χαρακτὴρ εἷς, ὀνομάζουσι δὲ αὐτὸν "οὐ", καὶ χρῶνται ἀντὶ τοῦ βῆτα πολλάκις προσπνεύσεως οἶμαι τινὸς ἕνεκα καὶ ἰδιότητος τῆς γλώττης. Τὸ μὲν δὴ ξύμπαν ἔθνος ὧδε ἐπονομάζεται· τῇ πόλει δὲ ἀετός, ὥς φασιν, οἰκιζομένῃ δεξιὸς ἐκ Διὸς ἱπτάμενος τὴν αὑτοῦ φήμην χαρίζεται. Οἰκεῖται δὲ ὑπὸ τοῖς ποσὶ τῶν Ἄλπεων· ὄρη δέ ἐστι ταῦτα παμμεγέθη, καὶ ἀπορρῶγες ἐν αὐτοῖς πέτραι, μόλις ἁμάξῃ μιᾷ καὶ ὀρικῷ ζεύγει τὴν ὑπέρβασιν βιαζομένοις ξυγχωροῦντα, ἀρχόμενα μὲν ἀπὸ θαλάττης, ἣν δὴ τὸν Ἰόνιον εἶναί φαμεν, ἀποτειχίζοντα δὲ τὴν νῦν Ἰταλίαν ἀπό τε Ἰλλυριῶν καὶ Γαλατῶν καὶ ἐς τὸ Τυρσηνὸν πέλαγος ἀναπαυόμενα. Ῥωμαῖοι γὰρ ἐπειδὴ τῆς χώρας ἁπάσης ἐκράτουν (ἔστι δὲ ἐν αὐτῇ τό τε τῶν Ἑνετῶν ἔθνος καὶ Λίγυές τινες καὶ τῶν ἄλλων Γαλατῶν οὐ φαύλη μοῖρα), τὰ μὲν ἀρχαῖα σφῶν ὀνόματα σώζειν οὐ διεκώλυσαν, τῷ κοινῷ δὲ τῶν Ἰταλῶν ξυγχωρεῖν κατηνάγκασαν. Καὶ νῦν ὁπόσα μὲν εἴσω τῶν Ἄλπεων κατοικεῖται, ἔστε ἐπὶ τὸν Ἰόνιον καὶ τὸν Τυρσηνὸν καθήκοντα, ταύτῃ κοσμεῖται τῇ προσωνυμίᾳ· τὰ δὲ ὑπὲρ τῶν Ἄλπεων τῶν πρὸς ἑσπέραν Γαλάται νέμονται, καὶ Ῥαιτοὶ δὲ τὰ ὑπὸ τὴν ἄρκτον, ἵνα Ῥήνου τέ εἰσιν αἱ πηγαὶ καὶ αἱ τοῦ Ἴστρου πλησίον παρὰ τοῖς γείτοσι βαρβάροις· τὰ δὲ ἐκ τῆς ἕω, ταῦτα δὴ τὰς Ἄλπεις ὀχυροῦν ἔφαμεν, ἵναπερ ὁ τύραννος τὴν φρουρὰν κατεσκευάσατο. Οὕτω δὴ τῆς Ἰταλίας ἁπανταχόθεν ὄρεσί τε συνεχομένης λίαν δυσβάτοις καὶ θαλάσσῃ τεναγώδει, ἅτε ἐσρεόντων ποταμῶν μυρίων, οἳ ποιοῦσιν ἕλος προσεοικὸς τοῖς Αἰγυπτίοις ἕλεσι τὸ ξύμπαν τῆς ἐκείνῃ θαλάττης πέρας, βασιλεὺς ὑπὸ σοφίας ἔλαβε καὶ ἐβιάσατο τὴν ἄνοδον.

[18]    Καὶ ἵνα μὴ διατρίβειν δοκῶ αὖθίς τε ὑπὲρ τῶν δυσχωριῶν διαλεγόμενος καὶ ὡς οὔτε στρατόπεδον ἦν οὐδὲ χάρακα πλησίον καταβαλέσθαι οὔτε ἐπάγειν μηχανὰς καὶ ἑλεπόλεις, ἀνύδρου δεινῶς ὄντος καὶ οὐδὲ μικρὰς λιβάδας ἔχοντος τοῦ πέριξ χωρίου, ἐπ' αὐτὴν εἶμι τὴν αἵρεσιν. Καὶ εἰ βούλεσθε τὸ κεφάλαιον ἀθρόως ἑλεῖν τοῦ λόγου, ὑπομνήσθητε τῆς τοῦ Μακεδόνος ἐπὶ τοὺς Ἰνδοὺς πορείας, οἳ τὴν πέτραν ἐκείνην κατῴκουν, ἐφ' ἣν οὐδὲ τῶν ὀρνίθων ἦν τοῖς κουφοτάτοις ἀναπτῆναι, ὅπως ἑάλω, καὶ οὐδὲν πλέον ἀκούειν ἐπιθυμήσετε, πλὴν τοσοῦτον μόνον, ὅτι Ἀλέξανδρος μὲν ἀπέβαλε πολλοὺς Μακεδόνας ἐξελὼν τὴν πέτραν, ὁ δὲ ἡμέτερος ἄρχων καὶ στρατηγὸς οὐδὲ χιλίαρχον ἀποβαλὼν ἢ λοχαγόν τινα, ἀλλ' οὐδὲ ὁπλίτην τῶν ἐκ καταλόγου, καθαρὰν καὶ ἄδακρυν περιεποιήσατο τὴν νίκην. Ἕκτωρ δὲ οἶμαι καὶ Σαρπηδὼν πολλοὺς ἐκ τοῦ τειχίσματος ἔβαλον, ἐντυχόντες δὲ ἀριστεύοντι Πατρόκλῳ, ὁ μὲν ἐπὶ τῶν νεῶν κτείνεται, ὁ δὲ ἔφευγεν αἰσχρῶς οὐδὲ ἀνελόμενος τὸ σῶμα τοῦ φίλου· οὕτως οὐδενὶ ξὺν νῷ, ῥώμῃ δὲ μᾶλλον σωμάτων θρασυνόμενοι, τὴν ἐς τὸ τεῖχος πάροδον ἐτόλμων. Βασιλεὺς δέ, οὗ μὲν ἀλκῆς ἔργον ἐστὶ καὶ θυμοῦ, χρῆται τοῖς ὅπλοις καὶ κρατεῖ ξυμβουλίᾳ, οὗ δὲ μόνον ἐδέησε γνώμης, ταύτῃ κυβερνᾷ, καὶ κατεργάζεται πράγματα τοσαῦτα, ὁπόσα οὐδὲ ὁ σίδηρος ἐξελεῖν ἰσχύσει.

[19]    Ἀλλ' ἐπειδὴ καθ' αὑτὸν ὁ λόγος φερόμενος ἥκει πάλαι ποθῶν τὴν ξύνεσιν ἐπαινεῖν καὶ τὴν εὐβουλίαν, ἀποδοτέον καὶ ὑπὲρ τούτων ὀλίγα ἃ πάντα διεληλύθαμεν· ὁπόσα δὲ ἡμῖν ἐφαίνετο πρὸς τὰ τῶν ἡρώων ἐκείνων ἔχειν ξυγγένειαν, μεγάλα μικροῖς εἰκάζοντες δι' ὁμοιότητα δηλοῦμεν· δῆλον δὲ ἀποβλέψαντι πρὸς τὸ τῆς παρασκευῆς μέγεθος καὶ τῆς δυνάμεως τὴν περιουσίαν· τότε γὰρ ἥ τε Ἑλλὰς ἐκεκίνητο ξύμπασα καὶ Θρᾳκῶν μοῖρα καὶ Παιόνων, τό τε τοῦ Πριάμου ξύμπαν ὑπήκοον,

   Ὅσσον Λέσβος ἔσω, Μάκαρος ἕδος, ἐντὸς ἐέργει

   Καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων·

τὰ δὲ νῦν ἔθνη συνιόντα βασιλεῖ καὶ συμπολεμοῦντα τὸν πόλεμον καὶ τοὺς ἀντιταξαμένους καταριθμεῖν μὴ λῆρος ᾖ καὶ φλυαρία περιττὴ καὶ λίαν ἀρχαῖος· ὅσῳ δὲ μείζους αἱ συνιοῦσαι δυνάμεις, τοσούτῳ τὰ ἔργα προφέρειν εἰκός, ὥστε ἀνάγκη καὶ ταῦτα ἐκείνων ὑπεραίρειν. Πλήθει γε μὴν ποῦ ποτε ἄξιον συμβαλεῖν; οἱ μὲν γὰρ περὶ μιᾶς ἐμάχοντο πόλεως ξυνεχῶς, καὶ οὐδὲ ἀπελάσαι τοὺς Ἀχαιοὺς ἐπικρατοῦντες ἠδύναντο, οὐδὲ ἐκεῖνοι νικῶντες ἐξελεῖν καὶ ἀνατρέψαι τῶν Πριαμιδῶν τὴν ἀρχὴν καὶ τὴν βασιλείαν ἴσχυον, δεκαέτης δὲ αὐτοῖς ἀναλώθη χρόνος. Βασιλεῖ δὲ πολλοὶ μέν εἰσιν ἀγῶνες ‹οὓς› ἀνεγράφη Γερμανοῖς τοῖς ὑπὲρ τὸν Ῥῆνον πολεμῶν, τά τε ἐπὶ τῷ Τίγρητι ζεύγματα, καὶ τῆς Παρθυαίων δυνάμεως καὶ τοῦ φρονήματος ἔλεγχος οὐ φαῦλος, ὅτε οὐχ ὑπέμενον ἀμῦναι τῇ χώρᾳ πορθουμένῃ, ἀλλὰ περιεῖδον ἅπασαν τμηθεῖσαν τὴν εἴσω Τίγρητος καὶ Λύκου· τῶν γε μὴν πρὸς τὸν τύραννον πραχθέντων ὅ τε ἐπὶ Σικελίαν ἔκπλους καὶ ἐς Καρχηδόνα, Ἠριδανοῦ τε αἱ προκαταλήψεις τῶν ἐκβολῶν, ἁπάσας αὐτοῦ τὰς ἐν Ἰταλίᾳ δυνάμεις ἀφελόμεναι, καὶ τὸ τελευταῖον καὶ τρίτον πάλαισμα περὶ ταῖς Κοττίαις Ἄλπεσιν, ὃ δὴ βασιλεῖ μὲν παρέσχεν ἀσφαλῆ καὶ τοῦ μέλλοντος ἀδεᾶ τὴν ὑπὲρ τῆς νίκης ἡδονήν, τὸν δὲ ἡττηθέντα δίκην ἐπιθεῖναι δικαίαν αὑτῷ καὶ τῶν ἐξειργασμένων πάνυ ἀξίαν κατηνάγκασε.

[20]    Τοσαῦτα ὑπὲρ τῶν βασιλέως ἔργων ἐν βραχεῖ διεληλύθαμεν, οὔτε κολακείᾳ προστιθέντες καὶ αὔξειν ἐπιχειροῦντες τυχὸν οὐδενὸς διαφέροντα τῶν ἄλλων, οὔτε πόρρωθεν ἕλκοντες καὶ βιαζόμενοι τῶν ἔργων τὰς ὁμοιότητας, καθάπερ οἱ τοὺς μύθους ἐξηγούμενοι τῶν ποιητῶν καὶ ἀναλύοντες ἐς λόγους πιθανοὺς καὶ ἐνδεχομένους τὰ πλάσματα, ἐκ μικρᾶς πάνυ τῆς ὑπονοίας ὁρμώμενοι καὶ ἀμυδρὰς λίαν παραλαβόντες τὰς ἀρχὰς πειρῶνται ξυμπείθειν ὡς δὴ ταῦτά γε αὐτὰ ἐκείνων ἐθελόντων λέγειν. Ἐνταῦθα δὲ εἴ τις ἐξέλοι τῶν Ὁμήρου μόνον τὰ τῶν ἡρώων ὀνόματα, ἐνθείη δὲ τὸ βασιλέως καὶ ἐναρμόσαι, οὐ μᾶλλον εἰς ἐκείνους ἢ τοῦτον πεποιῆσθαι δόξει τὰ [ὑπὲρ] τῆς Ἰλιάδος ἔπη.

[21]    Ἀλλ' ὅπως μὴ τὰ ὑπὲρ τῶν ἔργων μόνον ἀκούοντες καὶ τῶν κατορθωμάτων ἐς τὸν πόλεμον, ἔλαττον ἔχειν ὑπολαμβάνητε βασιλέα περὶ τὰ σεμνότερα καὶ ὧν ἄξιον μείζονα ποιεῖσθαι λόγον, δημηγοριῶν φημι καὶ ξυμβουλιῶν καὶ ὁπόσα γνώμη μετὰ νοῦ καὶ φρονήσεως κατευθύνει, ἀθρεῖτε ἐν Ὀδυσσεῖ καὶ Νέστορι τὰ ἐπαινούμενα κατὰ τὴν ποίησιν, καὶ ἤν τι μεῖον ἐν βασιλεῖ καταμανθάνητε, τοῖς ἐπαινέταις τοῦτο λογίζεσθε· πλέον δὲ ἔχοντα δικαίως ‹ἂν› αὐτὸν μᾶλλον ἀποδεχοίμεθα. Οὐκοῦν ὁ μέν, ὁπηνίκα χαλεπαίνειν καὶ στασιάζειν ἤρχοντο περὶ τῆς αἰχμαλώτου κόρης, λέγειν ἐπιχειρῶν οὕτω δή τι πείθει τὸν βασιλέα καὶ τὸν τῆς Θέτιδος, ὥστε ὁ μὲν ἀκόσμως διέλυσε τὸν ξύλλογον, ὁ δὲ οὐδὲ περιμείνας ἀφοσιώσασθαι τὰ πρὸς τὸν θεόν, ἔτι δὲ αὐτὰ δρῶν καὶ ἀφορῶν ἐς τὴν θεωρίδα, στέλλει τοὺς κήρυκας ἐπὶ τὴν Ἀχιλλέως σκηνήν, ὥσπερ οἶμαι δεδιὼς μὴ τῆς ὀργῆς ἐπιλαθόμενος καὶ ἀπαλλαγεὶς τοῦ πάθους μεταγνοίη καὶ ἀποφύγοι τὴν ἁμαρτάδα· ὁ δὲ ἐκ τῆς Ἰθάκης ῥήτωρ πολυτρόπως πείθειν ἐπιχειρῶν πρὸς διαλλαγὰς Ἀχιλλέα καὶ δῶρα πολλὰ διδούς, μυρία δὲ ἐπαγγελλόμενος, οὕτω τὸν νεανίσκον παρώξυνεν, ὥστε οὐ πρότερον βουλευσάμενος τὸν ἀπόπλουν παρασκευάζεται. Ἔστι δὲ αὐτῶν τὰ θαυμαστὰ τῆς συνέσεως δείγματα αἵ τε ἐπὶ τὸν πόλεμον παρακλήσεις καὶ ἡ τειχοποιία τοῦ Νέστορος, πρεσβυτικὸν λίαν καὶ ἄτολμον ἐπινόημα· οὔκουν οὐδὲ ὄφελος ἦν πολὺ τοῖς Ἀχαιοῖς τοῦ μηχανήματος, ἀλλὰ ἡττῶντο τῶν Τρώων τὸ τεῖχος ἐπιτελέσαντες, καὶ μάλα εἰκότως· τότε μὲν γὰρ αὐτοὶ τῶν νεῶν ᾤοντο προβεβλῆσθαι καθάπερ ἔρυμα γενναῖον· ἐπεὶ δὲ ᾔσθοντο τὸ σφῶν προκείμενον καὶ ἀποικοδομούμενον τεῖχος τάφρῳ βαθείᾳ καὶ πασσάλοις ὀξέσι διηλούμενον, κατερρᾳθύμουν καὶ ὑφίεντο τῆς ἀλκῆς τῷ τειχίσματι πεποιθότες.

[22]    Ἀλλ' οὐ γὰρ εἴ τις ἐκείνοις μέμφοιτο καὶ ἐπιδεικνύοι διαμαρτάνοντας, οὗτός ἐστι βασιλέως ἀξιόχρεως ἐπαινέτης· ὅστις δὲ οἶμαι τῶν ἔργων ἀξίως μνησθείη οὐ μάτην οὐδὲ αὐτομάτως οὐδὲ ἀλόγῳ φορᾷ γενομένων, προβουλευθέντων δὲ ὀρθῶς καὶ διοικηθέντων, οὗτος ἀρκούντως ἐπαινεῖ τὴν βασιλέως ἀγχίνοιαν, Τὸ δὲ ἐφ' ἑκάστῃ συνόδῳ τὰς δημηγορίας ἐκλέγειν ἐς τὰ στρατόπεδα καὶ δήμους καὶ βουλευτήρια, μακροτέρας δεῖται τῆς ξυγγραφῆς· ἑνὸς δὲ ἴσως ἐπακούειν οὐ χαλεπόν. Καί μοι πάλιν ἐννοήσατε τὸν Λαέρτου, ὁπότε ὡρμημένους ἐκπλεῖν τοὺς Ἕλληνας ἐπέχει τῆς ὁρμῆς καὶ ἐς τὸν πόλεμον μετατίθησι τὴν προθυμίαν, καὶ [τοῦ] βασιλέως τὸν ἐν Ἰλλυριοῖς ξύλλογον, ἵνα δὴ πρεσβύτης ἀνὴρ ὑπὸ μειρακίων παιδικὰ φρονεῖν ἀναπειθόμενος ὁμολογιῶν ἐπελανθάνετο καὶ πίστεων, καὶ τῷ μὲν σωτῆρι καὶ εὐεργέτῃ δυσμενὴς ἦν, σπονδὰς δὲ ἐποιεῖτο πρὸς ὃν ἦν ἄσπονδος καὶ ἀκήρυκτος βασιλεῖ πόλεμος, στρατόν τε ἤγειρε καὶ ἐπὶ τοῖς ὁρίοις ἀπήντα τῆς χώρας, κωλῦσαι τοῦ πρόσω χωρεῖν ἐπιθυμῶν. Ἐπεὶ δὲ ἐς ταὐτὸν ἦλθον ἀμφοτέρω τὼ στρατεύματε καὶ ἐχρῆν ἐπὶ τῶν ὁπλιτῶν ποιεῖσθαι τὴν ἐκκλησίαν, βῆμά τε ὑψηλὸν ᾔρετο καὶ αὐτὸ περιέσχεν ὁπλιτῶν δῆμος καὶ ἀκοντιστῶν καὶ τοξοτῶν ἱππεῖς τε ἐνσκευασάμενοι τοὺς ἵππους καὶ τὰ σημεῖα τῶν τάξεων, ἀνῄει τε ἐπ' αὐτὸ βασιλεὺς μετὰ τοῦ τέως ξυνάρχοντος, οὔτε αἰχμὴν φέρων οὔτε ἀσπίδα καὶ κράνος, ἀλλὰ ἐσθῆτα τὴν συνήθη, καὶ οὐδὲ αὐτῷ τις τῶν δορυφόρων εἵπετο, μόνος δὲ ἐπὶ τοῦ βήματος εἱστήκει πεποιθὼς τῷ λόγῳ σεμνῶς ἡρμοσμένῳ. Ἐργάτης γάρ ἐστι καὶ τούτων ἀγαθός, οὐκ ἀποσμιλεύων οὐδὲ ἀπονυχίζων τὰ ῥήματα οὐδὲ ἀποτορνεύων τὰς περιόδους καθάπερ οἱ κομψοὶ ῥήτορες, σεμνὸς δὲ ἅμα καὶ καθαρὸς καὶ τοῖς ὀνόμασι ξὺν καιρῷ χρώμενος, ὥστε ἐνδύεσθαι ταῖς ψυχαῖς οὐ τῶν παιδείας καὶ ξυνέσεως μεταποιουμένων μόνον, ἀλλ' ἤδη καὶ τῶν ἰδιωτῶν ξυνιέναι πολλοὺς καὶ ἐπαΐειν τῶν ῥημάτων. Οὐκοῦν ᾕρει μυριάδας ὁπλιτῶν συχνὰς καὶ χιλιάδας ἱππέων εἴκοσι καὶ ἔθνη μαχιμώτατα καὶ χώραν πάμφορον, οὐ βίᾳ ἕλκων οὐδὲ αἰχμαλώτους ἄγων, ἑκόντας δὲ αὐτῷ πειθομένους καὶ τὸ ἐπιταττόμενον ποιεῖν ἐθέλοντας. Ταύτην ἐγὼ τὴν νίκην κρίνω τῆς Λακωνικῆς μακρῷ σεμνοτέραν· ἡ μὲν γὰρ ἦν ἄδακρυς μόνον τοῖς κρατοῦσιν, ἡ δὲ οὐδὲ τοῖς κρατηθεῖσιν ἤνεγκε δάκρυα, ἀλλ' ἀπὸ τοῦ βήματος κατῆλθεν ὁ τῆς βασιλείας ὑποκριτὴς δικασάμενος καὶ ὥσπερ ὄφλημα βασιλεῖ πατρῷον ἀποδοὺς τὴν ἁλουργίδα· τἆλλα δὲ αὐτῷ δίδωσι βασιλεὺς ἄφθονα μᾶλλον ἢ Κῦρόν φασι παρασχεῖν τῷ πάππῳ, ζῆν τε ἐποίησε καὶ διαιτᾶσθαι καθάπερ Ὅμηρος ἀξιοῖ τῶν ἀνδρῶν τοὺς ἀφηλικεστέρους·

   Τοιούτῳ γὰρ ἔοικεν, ἐπεὶ λούσαιτο φάγοι τε,

   Εὑδέμεναι μαλακῶς·

ἣ γὰρ δίκη ἐστὶ γερόντων. Τὸ μὲν οὖν ἐμὸν ἡδέως ἂν τοὺς ῥηθέντας λόγους διεξῆλθον, καὶ οὐκ ἄν με ὄκνος καταλάβοι οὕτω καλῶν ἁπτόμενον λόγων· αἰδὼς δὲ οἶμαι κατείργει καὶ οὐκ ἐπιτρέπει μετατιθέναι καὶ ἐξερμηνεύειν ἐς ὑμᾶς τοὺς λόγους· ἀδικοίην γὰρ ἂν διαφθείρων καὶ ἐλεγχόμενος αἰσχυνοίμην, εἴ τις ἄρα τὸ βασιλέως ἀναγνοὺς ξύγγραμμα ἢ τότε ἀκούσας ἀπομνημονεύοι καὶ ἀπαιτοίη οὐ τὰ νοήματα μόνον, ὅσαις δὲ ἀρεταῖς ἐκεῖνα κοσμεῖται κατὰ τὴν πάτριον φωνὴν ξυγκείμενα. Τοῦτο δὲ οὐκ ἦν Ὁμήρῳ τὸ δέος, πολλαῖς μὲν ὕστερον γενεαῖς τοὺς λόγους διηγουμένῳ, λιπόντων δὲ ἐκείνων οὐδὲν ὑπόμνημα τῶν ἐς τοὺς ξυλλόγους ῥηθέντων, [καὶ] σαφῶς οἶμαι πιστεύοντι ὅτι ἄρα τἀκείνων αὐτὸς ἐξαγγελεῖ καὶ διηγήσεται· τὸ δὲ ἐπὶ τὸ χεῖρον μιμεῖσθαι καταγέλαστον καὶ οὐκ ἄξιον ἐλευθέρας ψυχῆς καὶ γενναίας.

[23]    Τὰ μὲν δὴ θαυμαστὰ τῶν ἔργων καὶ ὁπόσων ὁ πολὺς ὅμιλος θεατής τε ἐγένετο καὶ διασώζει τὴν μνήμην ξὺν εὐφημίᾳ, ἅτε ἐς ‹τὸ› τέλος ἀφορῶν καὶ τῶν εὖ ἢ κακῶς ἀποβάντων κριτὴς καθεστὼς καὶ ἐπαινέτης οὐ μάλα ἀστεῖος, ἀκηκόατε πολλάκις τῶν μακαρίων σοφιστῶν καὶ τοῦ ποιητικοῦ γένους πρὸς αὐτῶν τῶν Μουσῶν ἐπιπνεομένου, ὥστε ὑμᾶς τούτων ἕνεκα καὶ διωχλήκαμεν, μακροτέρους τοὺς ὑπὲρ αὐτῶν ποιούμενοι λόγους· καὶ γάρ ἐστε λίαν αὐτῶν ἤδη διακορεῖς καὶ ὑμῶν ἐστι τὰ ὦτα πλήρη, καὶ οὐ μή ποτε ἐπιλείπωσιν οἱ τούτων ποιηταί, πολέμους ὑμνοῦντες καὶ νίκας ἀνακηρύττοντες λαμπρᾷ τῇ φωνῇ κατὰ τοὺς Ὀλυμπίασι κήρυκας· παρέσχεσθε γὰρ ὑμεῖς τῶν ἀνδρῶν τούτων ἀφθονίαν, ἀσμένως ἐπακούοντες. Καὶ οὐδὲν θαυμαστόν· εἰσὶ γὰρ αἱ τούτων ὑπολήψεις ἀγαθῶν πέρι καὶ φαύλων ταῖς ὑμετέραις ξυγγενεῖς, καὶ ἀπαγγέλλουσι πρὸς ὑμᾶς τὰ ὑμῶν αὐτῶν διανοήματα ‹ἃ› ὥσπερ ἐσθῆτι ποικίλῃ τοῖς ὀνόμασι σκιαγραφήσαντες καὶ διαπλάσαντες ἡδίστοις ῥυθμοῖς καὶ σχήμασιν ὡς δή τι καινὸν εὑρόντες εἰς ὑμᾶς φέρουσιν· ὑμεῖς δὲ ἄσμενοι παραδέχεσθε, καὶ ἐκείνους τε οἴεσθε ὀρθῶς ἐπαινεῖν, τούτοις τε ἀποδίδοσθαι τὸ προσῆκόν φατε. Τὸ δέ ἐστι μὲν ἴσως ἀληθές, τυχὸν δὲ καὶ ἄλλως ἔχει, ἀγνοούμενον πρὸς ὑμῶν ὅπῃ ποτὲ ἂν ὀρθῶς γίγνοιτο. Ἐπεὶ καὶ τὸν Ἀθηναῖον ἐνενόησα Σωκράτην (ἴστε δὲ ὑμεῖς ἀκοῇ τὸν ἄνδρα καὶ τὸ ἐπ' αὐτῷ κλέος τῆς σοφίας παρὰ τῆς Πυθίας ἐκβοηθέν) οὐ ταῦτα εὐδαιμονοῦντα, οὐδὲ εὐδαίμονας καὶ μακαρίους ὁμολογοῦντα τοὺς πολλὴν κεκτημένους χώραν, πλεῖστα δ' ἔθνη καὶ ἐν αὐτοῖς πολλοὺς μὲν Ἑλλήνων, πλείους δὲ ἔτι καὶ μείζους βαρβάρων, καὶ τὸν Ἄθω διορύττειν δυναμένους καὶ σχεδίᾳ τὰς ἠπείρους, ἐπειδὰν ἐθέλωσι διαβαίνειν, συνάπτοντας, καὶ ἔθνη καταστρεφομένους καὶ αἱροῦντας νήσους καὶ σαγηνεύοντας, καὶ λιβανωτοῦ χίλια τάλαντα καταθύοντας. Οὔτε οὖν Ξέρξην ἐκεῖνος ἐπῄνει ποτὲ οὔτε ἄλλον τινὰ Περσῶν ἢ Λυδῶν ἢ Μακεδόνων βασιλέα, ἀλλ' οὐδὲ Ἑλλήνων στρατηγόν, πλὴν σφόδρα ὀλίγων, ὁπόσους ἠπίστατο χαίροντας ἀρετῇ καὶ ἀσπαζομένους ἀνδρείαν μετὰ σωφροσύνης, καὶ φρόνησιν μετὰ δικαιοσύνης στέργοντας· ὅσους δὲ ἀγχίνους ἢ δεινοὺς ἢ στρατηγικοὺς ἢ κομψοὺς καὶ τῷ πλήθει πιθανοὺς ἑώρα, σμίκρ' ἄττα μόρια κατανειμαμένους ἀρετῆς, οὐδὲ τούτους ἐς ἅπαν ἐπῄνει. Ἕπεται δὲ αὐτοῦ τῇ κρίσει σοφῶν ἀνδρῶν δῆμος ἀρετὴν θεραπεύοντες, τὰ κλεινὰ δὲ οἶμαι ταῦτα καὶ θαυμαστὰ οἱ μὲν ὀλίγου τινός, οἱ δὲ οὐδενὸς ἄξια λέγοντες. Εἰ μὲν οὖν καὶ ὑμῖν ταύτῃ πη ξυνδοκεῖ, δέος οὐ φαῦλόν με ἔχει περὶ τῶν ἔμπροσθεν λόγων καὶ ἐμαυτοῦ, μή ποτε ἄρα τοὺς μὲν παιδιὰς ἀποφήνητε, σοφιστὴν δὲ ἐμὲ γελοῖον καὶ ἀμαθῆ, μεταποιούμενον τέχνης ἧς σφόδρα ἀπείρως ἔχειν ὁμολογῶ, ὥς γ' ἐμοὶ πρὸς ὑμᾶς ὁμολογητέον ἐστὶ τοὺς ἀληθεῖς ἐπαίνους διεξιόντι καὶ ὧν ἀκούειν ἄξιον ὑμῖν οἴεσθε, εἰ καὶ ἀγροικότεροι καὶ ἐλάττους μακρῷ τῶν ῥηθέντων τοῖς πολλοῖς φαίνοιντο. Εἰ δέ, ὅπερ ἔμπροσθεν ἔφην, ἀποδέχεσθε τοὺς ἐκείνων ποιητάς, ἐμοὶ μὲν ἀνεῖται τὸ δέος εὖ μάλα· οὐ γὰρ πάντα ὑμῖν ἄτοπος φανοῦμαι, ἀλλὰ πολλῶν μὲν οἶμαι φαυλότερος, κατ' ἐμαυτὸν δὲ ἐξεταζόμενος οὐ παντάπασιν ἀπόβλητος οὐδὲ ἀτόποις ἐπιχειρῶν.

[24]    Ὑμῖν δὲ ἴσως οὐ ῥᾴδιον σοφοῖς καὶ θείοις ἀπιστεῖν ἀνδράσιν, οἳ δὴ λέγουσι πολλὰ μὲν ἕκαστος ἰδίᾳ, τὸ κεφάλαιον δέ ἐστι τῶν λόγων ἀρετῆς ἔπαινος. Ταύτην δὲ τῇ ψυχῇ φασιν ἐμφύεσθαι καὶ αὐτὴν ἀποφαίνειν εὐδαίμονα καὶ βασιλικὴν καὶ ναὶ μὰ Δία πολιτικὴν καὶ στρατηγικὴν καὶ μεγαλόφρονα καὶ πλουσίαν γε ἀληθῶς, οὐ τὸ Κολοφώνιον ἔχουσαν χρυσίον,

   Οὐδ' ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἔεργε

   Τὸ πρὶν ἐπ' εἰρήνης, ὅτε ἦν ὀρθὰ τὰ τῶν Ἑλλήνων πράγματα, οὐδὲ ἐσθῆτα πολυτελῆ καὶ ψήφους Ἰνδικὰς καὶ γῆς πλέθρων μυριάδας πάνυ πολλάς, ἀλλὰ ὃ πάντων ἅμα τούτων καὶ κρεῖττον καὶ θεοφιλέστερον, ὃ καὶ ἐν ναυαγίαις ἔνεστι διασώσασθαι καὶ ἐν ἀγορᾷ καὶ ἐν δήμῳ καὶ ἐν οἰκίᾳ καὶ ἐπ' ἐρημίαις ἐν λῃσταῖς μέσοις καὶ ἀπὸ τυράννων βιαίων. Ὅλως γὰρ οὐδέν ἐστιν ἐκείνου κρεῖττον, ὃ βιασάμενον καθέξει καὶ καταφαιρήσεται τὸν ἔχοντα ἅπαξ· ἔστι γὰρ ἀτεχνῶς ψυχῇ τὸ κτῆμα τοῦτο τοιοῦτον, ὁποῖον οἶμαι τὸ φῶς ἡλίῳ. Καὶ γὰρ δὴ τοῦδε νεὼς μὲν καὶ ἀναθήματα πολλοὶ πολλάκις ὑφελόμενοι καὶ διαφθείραντες ᾤχοντο, δόντες μὲν ἄλλοι τὴν δίκην, ἄλλοι δὲ ὀλιγωρηθέντες ὡς οὐκ ἄξιοι κολάσεως εἰς ἐπανόρθωσιν φερούσης· τὸ φῶς δὲ οὐδεὶς αὐτὸν ἀφαιρεῖται, οὐδὲ ἐν ταῖς συνόδοις ἡ σελήνη τὸν κύκλον ὑποτρέχουσα, οὐδὲ εἰς αὑτὴν δεχομένη τὴν ἀκτῖνα καὶ ἡμῖν πολλάκις, τοῦτο δὴ τὸ λεγόμενον, ἐκ μεσημβρίας νύκτα δεικνῦσα. Ἀλλ' οὐδὲ αὐτὸς αὑτὸν ἀφαιρεῖται φωτὸς τὴν σελήνην ἐξ ἐναντίας ἱσταμένην περιλάμπων καὶ μεταδιδοὺς αὐτῇ τῆς αὑτοῦ φύσεως οὐδὲ τὸν μέγαν καὶ θαυμαστὸν τουτονὶ κόσμον ἐμπλήσας αὐγῆς καὶ ἡμέρας. Οὔκουν οὐδὲ ἀνὴρ ἀγαθὸς ἀρετῆς μεταδιδοὺς ἄλλῳ τῷ μεταδοθέντι μεῖον ἔχων ἐφάνη ποτέ· οὕτω θεῖόν ἐστι κτῆμα καὶ πάγκαλον, καὶ οὐ ψευδὴς ὁ λόγος τοῦ Ἀθηναίου ξένου, ὅστις ποτὲ ἄρα ἦν ἐκεῖνος ὁ θεῖος ἀνήρ· "πᾶς γὰρ ὅ τε ὑπὸ γῆς καὶ ἐπὶ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος."

[25]    Θαρροῦντες οὖν ἤδη πλούσιον καλῶμεν τὸν ταύτην ἔχοντα, οἶμαι δὲ ἐγὼ καὶ εὐγενῆ καὶ βασιλέα μόνον τῶν ἁπάντων, εἴ τῳ ξυνδοκεῖ. Κρείττων μὲν εὐγένεια φαυλότητος γένους, κρείττων δὲ ἀρετὴ διαθέσεως οὐ πάντη σπουδαίας. Καὶ μή τις οἰέσθω τὸν λόγον δύσεριν καὶ βίαιον, εἰς τὴν συνήθειαν ἀφορῶν τῶν ὀνομάτων. Φασὶ γὰρ οἱ πολλοὶ τοὺς ἐκ πάλαι πλουσίων εὐγενεῖς· καίτοι πῶς οὐκ ἄτοπον μάγειρον μὲν ἢ σκυτέα καὶ ναὶ μὰ Δία κεραμέα τινὰ χρήματα ἐκ τῆς τέχνης ἢ καὶ ἄλλοθέν ποθεν ἀθροίσαντα μὴ δοκεῖν εὐγενῆ μηδὲ ὑπὸ τῶν πολλῶν ἐπονομάζεσθαι τοῦτο τὸ ὄνομα, εἰ δὲ ὁ τούτου παῖς διαδεξάμενος τὸν κλῆρον εἰς τοὺς ἐκγόνους διαπορθμεύσειε, τούτους δὲ ἤδη μέγα φρονεῖν καὶ τοῖς Πελοπίδαις ἢ τοῖς Ἡρακλείδαις ὑπὲρ τῆς εὐγενείας ἁμιλλᾶσθαι; Ἀλλ' οὐδὲ ὅστις προγόνων ἀγαθῶν ἔφυ, αὐτὸς δὲ ἐπὶ τὴν ἐναντίαν τοῦ βίου ῥοπὴν κατηνέχθη, δικαίως ἂν μεταποιοῖτο τῆς πρὸς ἐκείνους ξυγγενείας, μηδὲ ἐς τοὺς Πελοπίδας ἐξῆν ἐγγράφεσθαι τοὺς μὴ φέροντας ἐπὶ τῶν ὤμων τοῦ γένους τὰ γνωρίσματα, λόγχη δὲ λέγεται περὶ τὴν Βοιωτίαν τοῖς Σπαρτοῖς ἐντυπωθῆναι παρὰ τῆς τεκούσης καὶ θρεψαμένης αὐτοὺς βώλου, καὶ τὸ ἐντεῦθεν ἐπὶ πολὺ διασωθῆναι τοῦτο τῷ γένει σύμβολον· ἐπὶ δὲ τῶν ψυχῶν οὐδὲν οἰόμεθα δεῖν ἐγκεχαράχθαι τοιοῦτον, ὃ τοὺς πατέρας ἡμῖν ἀκριβῶς κατερεῖ καὶ ἀπελέγξει τὸν τόκον γνήσιον; Ὑπάρχειν δέ φασι καὶ Κελτοῖς ποταμὸν ἀδέκαστον κριτὴν τῶν ἐγγόνων, καὶ οὐ πείθουσιν αὐτὸν οὔτε αἱ μητέρες ὀδυρόμεναι συγκαλύπτειν αὐτὰ καὶ ἀποκρύπτειν τὴν ἁμαρτάδα οὔτε οἱ πατέρες ὑπὲρ τῶν γαμετῶν καὶ τῶν ἐγγόνων ἐπὶ τῇ κρίσει δειμαίνοντες, ἀτρεκὴς δέ ἐστι καὶ ἀψευδὴς κριτής· ἡμᾶς δὲ δεκάζει μὲν πλοῦτος, δεκάζει δὲ ἰσχὺς καὶ ὥρα σώματος καὶ δυναστεία προγόνων ἔξωθεν ἐπισκιάζουσα, καὶ οὐκ ἐπιτρέπει διορᾶν οὐδὲ ἀποβλέπειν ἐς τὴν ψυχήν· ᾗπερ δὴ τῶν ἄλλων ζῴων διαφέροντες, εἰκότως ἂν κατ' αὐτὸ τὴν ὑπὲρ τῆς εὐγενείας ποιοίμεθα κρίσιν. Καί μοι δοκοῦσιν εὐστοχίᾳ φύσεως οἱ πάλαι θαυμαστῇ χρώμενοι, καὶ οὐκ ἐπίκτητον ὥσπερ ἡμεῖς ἔχοντες τὸ φρονεῖν, οὔτι πλαστῶς, ἀλλ' αὐτοφυῶς φιλοσοφοῦντες, τοῦτο κατανοῆσαι, καὶ τὸν Ἡρακλέα τοῦ Διὸς ἀνειπεῖν ἔγγονον καὶ τὼ τῆς Λήδας υἱέε, Μίνω τε οἶμαι τὸν νομοθέτην καὶ Ῥαδάμανθυν τὸν Κνώσιον τῆς αὐτῆς ἀξιῶσαι φήμης· καὶ ἄλλους δὲ ἄλλων ἐκγόνους ἀνεκήρυττον πολλοὺς διαφέροντας τῶν φύσει πατέρων. Ἔβλεπον γὰρ ἐς τὴν ψυχὴν αὐτὴν καὶ τὰς πράξεις, ἀλλ' οὐκ ἐς πλοῦτον βαθὺν καὶ χρόνῳ πολιόν, οὐδὲ δυναστείαν ἐκ πάππων τινῶν καὶ ἐπιπάππων ἐς αὐτοὺς ἥκουσαν· καίτοι γε ὑπῆρχέ τισιν οὐ παντάπασιν ἀδόξων γενέσθαι πατέρων· ἀλλὰ διὰ τὴν ὑπερβολὴν ἧς ἐτίμων τε καὶ ἐθεράπευον ἀρετῆς αὐτῶν ἐνομίζοντο τῶν θεῶν παῖδες. Δῆλον δὲ ἐνθένδε· ἄλλων γὰρ οὐδὲ εἰδότες τοὺς φύσει γονέας ἐς τὸ δαιμόνιον ἀνῆπτον τὴν φήμην, τῇ περὶ αὐτοὺς ἀρετῇ χαριζόμενοι.

[26]    Καὶ οὐ πειστέον τοῖς λέγουσιν ὡς ἄρα ἐκεῖνοι ὑπὸ ἀμαθίας ἐξαπατώμενοι ταῦτα τῶν θεῶν κατεψεύδοντο· εἰ γὰρ δὴ καὶ ἐπὶ τῶν ἄλλων εἰκὸς ἦν ἐξαπατηθῆναι θεῶν ἢ δαιμόνων, σχήματα περιτιθέντας ἀνθρώπινα καὶ μορφὰς τοιαύτας, ἀφανῆ μὲν αἰσθήσει καὶ ἀνέφικτον κεκτημένων αὐτῶν φύσιν, νῷ δὲ ἀκριβεῖ διὰ ξυγγένειαν μόλις προσπίπτουσαν· οὔτι γε καὶ ἐπὶ τῶν ἐμφανῶν θεῶν τοῦτο παθεῖν εὔλογον ἐκείνους, Ἡλίου μὲν ἐπιφημίζοντας Αἰήτην υἱέα, Ἑωσφόρου δὲ ἕτερον, καὶ ἄλλους ἄλλων. Ὅπερ δὲ ἔφην, χρὴ περὶ αὐτῶν πειθομένους ἡμᾶς ταύτην ποιεῖσθαι τὴν ὑπὲρ τῆς εὐγενείας ἐξέτασιν· καὶ ὅτῳ μὲν ἂν ὦσιν ἀγαθοὶ πατέρες καὶ αὐτὸς ἐκείνοις ἐμφερής, τοῦτον ὀνομάζειν θαρρούντως εὐγενῆ· ὅτῳ δὲ τὰ μὲν τῶν πατέρων ὑπῆρξεν ἀρετῆς ἐνδεᾶ, αὐτὸς δὲ μετεποιήθη τούτου τοῦ κτήματος, τούτου δὲ νομιστέον πατέρα τὸν Δία καὶ φυτουργόν, καὶ οὐδὲν μεῖον αὐτῷ δοτέον ἐκείνων, οἳ γεγονότες πατέρων ἀγαθῶν τοὺς σφῶν τοκέας ἐζήλωσαν· ὅστις δὲ ἐξ ἀγαθῶν γέγονε μοχθηρός, τοῦτον τοῖς νόθοις ἐγγράφειν ἄξιον· τοὺς δὲ ἐκ μοχθηρῶν φῦντας καὶ προσομοίους τοῖς αὑτῶν τοκεῦσιν οὔποτε εὐγενεῖς φατέον, οὐδὲ εἰ πλουτοῖεν ταλάντοις μυρίοις, οὐδὲ εἰ ἀπαριθμοῖντο προγόνους δυνάστας ἢ ναὶ μὰ Δία τυράννους εἴκοσιν, οὐδὲ εἰ νίκας Ὀλυμπιακὰς ἢ Πυθικὰς ἢ τῶν πολεμικῶν ἀγώνων, αἳ δὴ τῷ παντὶ 'κείνων εἰσὶ λαμπρότεραι, ἀνελομένους ἔχοιεν δείκνυσθαι πλείους ἢ Καῖσαρ ὁ πρῶτος, ὀρύγματά ‹τε› τὰ Ἀσσύρια καὶ τὰ Βαβυλωνίων τείχη πυραμίδας τε ἐπ' αὐτοῖς τὰς Αἰγυπτίων, καὶ ὅσα ἄλλα πλούτου καὶ χρημάτων καὶ τρυφῆς γέγονε σημεῖα καὶ διανοίας ὑπὸ φιλοτιμίας ἀναφλεγμαινομένης ἐς ὅ τι τῷ πλούτῳ χρήσεται, εἶτα ἐς τοῦτο τὰς τῶν χρημάτων εὐπορίας καταβαλλομένης. Εὖ γὰρ δὴ ἴστε ὡς οὔτε πλοῦτος ἀρχαῖος ἢ νεωστί ποθεν ἐπιρρέων βασιλέα ποιεῖ οὔτε ἁλουργὲς ἱμάτιον οὔτε τιάρα καὶ σκῆπτρον καὶ διάδημα καὶ θρόνος ἀρχαῖος, ἀλλ' οὐδὲ ὁπλῖται πολλοὶ καὶ ἱππεῖς μυρίοι, οὐδὲ εἰ πάντες ἄνθρωποι βασιλέα σφῶν τοῦτον ὁμολογοῖεν συνελθόντες, ὅτι μηδὲ ἀρετὴν οὗτοι χαρίζονται, ἀλλὰ δυναστείαν μὲν οὐ μάλα εὐτυχῆ τῷ λαβόντι, πολὺ δὲ πλέον τοῖς παρασχομένοις· δεξάμενος γὰρ ὁ τοιοῦτος αἴρεται μετέωρος ἐπίπαν, οὐδὲν διαφέρων τοῦ περὶ τὸν Φαέθοντα μύθου καὶ πάθους. Καὶ οὐδὲν ἑτέρων δεῖ παραδειγμάτων πρὸς πίστιν τῷ λόγῳ, τοῦ βίου παντὸς ἀναπεπλησμένου τοιούτων παθημάτων καὶ ἐπ' αὐτοῖς λόγων.

[27]    Ὑμῖν δὲ εἰ θαυμαστὸν δοκεῖ τὸ μὴ δικαίως μεταποιεῖσθαι τῆς καλῆς ταύτης καὶ θεοφιλοῦς ἐπωνυμίας τοὺς πολλῆς μὲν γῆς καὶ ἐθνῶν ἀπείρων ἄρχοντας, γνώμῃ δὲ αὐτεξουσίῳ δίχα νοῦ καὶ φρονήσεως καὶ τῶν ταύτῃ ξυνεπομένων ἀρετῶν τὰ προστυχόντα κρίνοντας, ἴστε οὐδὲ ἐλευθέρους ὄντας, οὐ μόνον εἰ τὰ παρόντα οὐδενὸς σφίσιν ἐμποδὼν ὄντος ἔχοιεν καὶ ἐμφοροῖντο τῆς ἐξουσίας, ἀλλὰ καὶ εἰ τῶν ἐπιστρατευόντων κρατοῖεν καὶ ἐπιόντες ἀνυπόστατοί τινες σφόδρα καὶ ἄμαχοι φαίνοιντο. Εἰ δὲ ἀπιστεῖ τις ὑμῶν τῷ λόγῳ τῷδε, μάλα ἐμφανῶν μαρτύρων οὐκ ἀπορήσομεν, Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, οἳ μάχας πολλὰς καὶ ἰσχυρὰς λίαν μαχεσάμενοι καὶ νενικηκότες, ἔθνη μὲν ἐκτῶντο καὶ αὑτοῖς φόρους ἀπάγειν κατηνάγκαζον, ἐδούλευον δὲ αἴσχιον ἐκείνων ἡδονῇ καὶ τρυφῇ καὶ ἀκολασίᾳ καὶ ὕβρει καὶ ἀδικίᾳ. Τούτους δὲ οὐδὲ ἰσχυροὺς ἂν φαίη νοῦν ἔχων ἀνήρ, εἰ καὶ ἐπιφαίνοιτο καὶ ἐπιλάμποι μέγεθος τοῖς ἔργοις· μόνος γάρ ἐστι τοιοῦτος ὁ μετὰ ἀρετῆς ἀνδρεῖος καὶ μεγαλόφρων· ὅστις δὲ ἥττων μὲν ἡδονῶν, ἀκράτωρ δὲ ὀργῆς καὶ ἐπιθυμιῶν παντοίων, καὶ ὑπὸ σμικρῶν ἀπαγορεύειν ἀναγκαζόμενος, οὗτος δὲ οὐδὲ ἰσχυρὸς οὐδὲ ἀνδρεῖος ἀνθρωπίνην ἰσχύν· ἐπιτρεπτέον δὲ ἴσως αὐτῷ κατὰ τοὺς ταύρους ἢ τοὺς λέοντας ἢ τὰς παρδάλεις τῇ ῥώμῃ γάννυσθαι, εἰ μὴ καὶ ταύτην ἀποβαλὼν καθάπερ οἱ κηφῆνες ἀλλοτρίοις ἐφέστηκε πόνοις, αὐτὸς ὢν μαλθακὸς αἰχμητὴς καὶ δειλὸς καὶ ἀκόλαστος. Τοιοῦτος δὲ ὢν οὐ μόνον ἀληθοῦς ἐνδεὴς πλούτου καθέστηκεν, ἀλλὰ καὶ τοῦ πολυτιμήτου καὶ σεμνοῦ καὶ ἀγαπητοῦ, ἐξ οὗ παντοδαπαὶ κρεμάμεναι ψυχαὶ πράγματα ἔχουσι μυρία καὶ πόνους, τοῦ καθ' ἡμέραν κέρδους ἕνεκα πλεῖν τε ὑπομένουσαι καὶ καπηλεύειν καὶ λῃστεύειν καὶ ἀναρπάζειν τὰς τυραννίδας· ζῶσι γὰρ ἀεὶ μὲν κτώμενοι, ἀεὶ δὲ ἐνδεεῖς, οὔτι τῶν ἀναγκαίων φημὶ σιτίων καὶ ποτῶν καὶ ἐσθημάτων· ὥρισται γὰρ ὁ τοιοῦτος πλοῦτος εὖ μάλα παρὰ τῆς φύσεως, καὶ οὐκ ἔστιν αὐτοῦ στέρεσθαι οὔτε τοὺς ὄρνιθας οὔτε τοὺς ἰχθύας οὐδὲ τὰ θηρία, ἀλλ' οὐδὲ ἀνθρώπων τοὺς σώφρονας· ὅσους δὲ ἐνοχλεῖ χρημάτων ἐπιθυμία καὶ ἔρως δυστυχής, τούτους δὲ ἀνάγκη πεινῆν διὰ βίου καὶ ἀθλιώτερον ἀπαλλάττειν μακρῷ τῶν τῆς ἐφημέρου τροφῆς δεομένων· τούτοις μὲν γὰρ ἀποπλήσασι τὴν γαστέρα πολλὴ γέγονεν εἰρήνη καὶ ἀνακωχὴ τῆς ἀλγηδόνος, ἐκείνοις δὲ οὔτε ἡμέρα πέφηνεν ἀκερδὴς ἡδεῖα, οὔτε εὐφρόνη τὸν λυσιμελῆ καὶ λυσιμέριμνον ὕπνον ἐπάγουσα παῦλαν ἐνεποίησε τῆς ἐμμανοῦς λύττης, στροβεῖ δὲ αὐτῶν καὶ στρέφει τὴν ψυχὴν ἐκλογιζομένων καὶ ἀπαριθμουμένων τὰ χρήματα· καὶ οὐκ ἐξαιρεῖται τοὺς ἄνδρας τῆς ἐπιθυμίας καὶ τῆς ἐπ' αὐτῇ λοιδορίας οὐδὲ ὁ Ταντάλου καὶ Μίδου πλοῦτος περιγενόμενος οὔτε ἡ μεγίστη καὶ χαλεπωτάτη δαιμόνων τυραννὶς προσγενομένη. Ἢ γὰρ οὐκ ἀκηκόατε Δαρεῖον τὸν Περσῶν μονάρχην ‹ἢ μᾶλλον› μισθωτόν, οὐ παντάπασι μοχθηρὸν ἄνθρωπον, δυσέρωτα δὲ αἰσχρῶς εἰς χρήματα, καὶ νεκρῶν θήκας ὑπὸ τῆς ἐπιθυμίας διορύττειν ἀναπειθόμενον καὶ πολυτελεῖς ἐπιτάττειν φόρους; ὅθεν αὐτῷ τὸ κλεινὸν ὄνομα γέγονε κατὰ πάντας ἀνθρώπους ἐκφανές· ἐκάλουν γὰρ αὐτὸν Περσῶν οἱ γνώριμοι ὅτιπερ Ἀθηναῖοι τὸν Σάραμβον.

[28]    Ἀλλ' ἔοικε γὰρ ὁ λόγος, ὥσπερ ὁδοῦ τινος κατάντους ἐπιλαβόμενος, ἀφειδῶς ἐμφορεῖσθαι τῆς καταρρήσεως καὶ πέρα τοῦ δέοντος κολάζειν τῶν ἀνδρῶν τοὺς τρόπους, ὥστε οὐκ ἐπιτρεπτέον αὐτῷ περαιτέρω φοιτᾶν, ἀπαιτητέον δὲ εἰς δύναμιν τὸν ἀγαθὸν ἄνδρα καὶ βασιλικὸν καὶ μεγαλόφρονα. Ἔστι δὲ πρῶτον μὲν εὐσεβὴς καὶ οὐκ ὀλίγωρος θεραπείας θεῶν, εἶτα ἐς τοὺς τοκέας ζῶντάς τε οἶμαι καὶ τελευτήσαντας ὅσιος καὶ ἐπιμελής, ἀδελφοῖς τε εὔνους, καὶ ὁμογνίους θεοὺς αἰδούμενος, ἱκέταις καὶ ξένοις πρᾷος καὶ μείλιχος, τοῖς μὲν ἀγαθοῖς τῶν πολιτῶν ἀρέσκειν ἐθέλων, τῶν πολλῶν δὲ ἐπιμελόμενος ἐν δίκῃ καὶ ἐπ' ὠφελείᾳ· ἀγαπᾷ δὲ πλοῦτον, οὔτι τὸν χρυσῷ καὶ ἀργύρῳ βριθόμενον, φίλων δὲ ἀληθοῦς εὐνοίας καὶ ἀκολακεύτου θεραπείας μεστόν· ἀνδρεῖος μὲν φύσει καὶ μεγαλοπρεπής, πολέμῳ δὲ ἥκιστα χαίρων καὶ στάσιν ἐμφύλιον ἀπεχθαίρων, τούς γε μὴν ἔκ τινος τύχης ἐπιφυομένους ἢ διὰ τὴν σφῶν αὐτῶν μοχθηρίαν ἀνδρείως ὑφιστάμενος καὶ ἀμυνόμενος ἐγκρατῶς, τέλος τε ἐπάγων τοῖς ἔργοις καὶ οὐ πρότερον ἀφιστάμενος, πρὶν ἂν ἐξέλῃ τῶν πολεμίων τὴν δύναμιν καὶ ὑποχείριον αὑτῷ ποιήσηται. Κρατήσας δὲ μετὰ τῶν ὅπλων ἔπαυσε τὸ ξίφος φόνων, μίασμα κρίνων τὸν οὐκ ἀμυνόμενον ἔτι κτείνειν καὶ ἀναιρεῖν. Φιλόπονος δὲ ὢν φύσει καὶ μεγαλόψυχος, κοινωνεῖ μὲν ἅπασι τῶν πόνων καὶ ἔχειν ἐν αὐτοῖς τὸ πλέον ἀξιοῖ, μεταδίδωσι δὲ ἐκείνοις τῶν κινδύνων τὰ ἔπαθλα, χαίρων καὶ γεγηθὼς οὔτι τῷ πλέον ἔχειν τῶν ἄλλων χρυσίον καὶ ἀργύριον καὶ ἐπαύλεις κόσμῳ πολυτελεῖ κατεσκευασμένας, ἀλλὰ τῷ πολλοὺς μὲν εὖ ποιεῖν δύνασθαι, χαρίζεσθαι δὲ ἅπασιν ὅτου ἂν τύχωσιν ἐνδεεῖς ὄντες· τούτων αὑτὸν ὅ γε ἀληθινὸς ἀξιοῖ βασιλεύς. Φιλόπολις δὲ ὢν καὶ φιλοστρατιώτης, τῶν μὲν καθάπερ νομεὺς ποιμνίων ἐπιμελεῖται, προνοῶν ὅπως ἂν αὐτῷ θάλλῃ καὶ εὐθηνῆται τὰ θρέμματα δαψιλοῦς καὶ ἀταράχου τῆς νομῆς ἐμπιπλάμενα, τοὺς δὲ ἐφορᾷ καὶ συνέχει, πρὸς ἀνδρείαν καὶ ῥώμην καὶ πρᾳότητα γυμνάζων καθάπερ σκύλακας εὐφυεῖς καὶ γενναίους τῆς ποίμνης φύλακας, ἔργων τε αὑτῷ κοινωνοὺς καὶ ἐπικούρους τῷ πλήθει νομίζων, ἀλλ' οὐχὶ ἁρπακτῆράς τινας οὐδὲ λυμεῶνας τῶν ποιμνίων, καθάπερ οἱ λύκοι καὶ κυνῶν οἱ φαυλότατοι ‹οἳ›, τῆς αὑτῶν φύσεως καὶ τροφῆς ἐπιλαθόμενοι, ἀντὶ σωτήρων καὶ προαγωνιστῶν ἀνεφάνησαν αὐτοὶ δηλήμονες· οὐδὲ μὴν ὑπνηλοὺς ἀνέξεται εἶναι καὶ ἀργοὺς καὶ ἀπολέμους, ὅπως ἂν μὴ φυλάκων ἑτέρων οἱ φρουροὶ δέωνται, ἀλλ' οὐδὲ ἀπειθεῖς ἄρχουσιν, εἰδὼς ὅτι τοῦτο μάλιστα πάντων, ἔστι δὲ ὅπου καὶ μόνον ἀπόχρη σωτήριον ἐπιτήδευμα πρὸς πόλεμον· πόνων δὲ ἁπάντων ἀδεεῖς καὶ ἀτεράμονας, οὔτι ῥᾳθύμους ἐργάσεται, ἐπιστάμενος ὅτι μὴ μέγα ὄφελος φύλακος τὸν πόνον φεύγοντος καὶ οὐ δυναμένου καρτερεῖν οὐδὲ ἀντέχειν πρὸς κάματον. Ταῦτα δὲ οὐ παραινῶν μόνον οὐδὲ ἐπαινῶν τοὺς ἀγαθοὺς προθύμως καὶ χαριζόμενος ἢ κολάζων ἐγκρατῶς καὶ ἀπαραιτήτως ξυμπείθει καὶ βιάζεται, ἀλλὰ πολὺ πρότερον αὑτὸν τοιοῦτον ἐπιδεικνύων, ἀπεχόμενος μὲν ἡδονῆς ἁπάσης, χρημάτων δὲ οὐδὲν οὔτε σμικρὸν οὔτε μεῖζον ἐπιθυμῶν καὶ ἀφαιρούμενος τῶν ὑπηκόων, ὕπνῳ τε εἴκων ὀλίγα καὶ τὴν ἀργίαν ἀποστρεφόμενος. Ἀληθῶς γὰρ οὐδεὶς οὐδενὸς εἰς οὐδὲν ἄξιος καθεύδων ἀνὴρ ἢ καὶ ἐγρηγορὼς τοῖς καθεύδουσιν ἐμφερής. Πειθομένους δὲ αὐτοὺς ἕξει καλῶς αὑτῷ τε οἶμαι καὶ τοῖς ἄρχουσιν, εἰ τοῖς ἀρίστοις πειθόμενος νόμοις καὶ τοῖς ὀρθοῖς ξυνεπόμενος διατάγμασι δῆλος εἴη, καὶ ὅλως τὴν ἡγεμονίαν ἀποδοὺς τῷ φύσει βασιλικῷ καὶ ἡγεμονικῷ τῆς ψυχῆς μορίῳ, ἀλλ' οὐ τῷ θυμοειδεῖ καὶ ἀκολάστῳ.

[29]    Καὶ καρτερεῖν δὲ καὶ ὑπομένειν τόν τε ἐπὶ στρατιᾶς καὶ ἐν τοῖς ὅπλοις κάματον ὁπόσα τε κατὰ τὴν εἰρήνην ἐξευρέθη γυμνάσια μελέτης εἵνεκα τῆς πρὸς τοὺς ὀθνείους ἀγῶνας, πῶς ἄν τις μάλιστα πείσειεν; ἢ δῆλον ὡς αὐτὸς ὁρώμενος καρτερὸς καὶ ἀδαμάντινος; Ἔστι γὰρ ἀληθῶς ἥδιστον θέαμα στρατιώτῃ πονουμένῳ σώφρων αὐτοκράτωρ, συνεφαπτόμενος ἔργων καὶ προθυμούμενος καὶ παρακαλῶν καὶ ἐν τοῖς δοκοῦσι φοβεροῖς φαιδρὸς καὶ ἀδεὴς καὶ ὅπου λίαν θαρροῦσι σεμνὸς καὶ ἐμβριθής. Πέφυκε γὰρ ἐξομοιοῦσθαι πρὸς τὸν ἄρχοντα τὰ τῶν ὑπηκόων εὐλαβείας πέρι καὶ θάρσους. Προνοητέον δὲ αὐτῷ τῶν εἰρημένων οὐ μεῖον ὅπως ἄφθονον τὴν τροφὴν ἔχωσι καὶ οὐδενὸς τῶν ἀναγκαίων ἐνδέοιντο· πολλάκις γὰρ οἱ πιστότατοι τῶν ποιμνίων φρουροὶ καὶ φύλακες ὑπὸ τῆς ἐνδείας ἀναγκαζόμενοι ἄγριοί τέ εἰσι τοῖς νομεῦσι καὶ αὐτοὺς πόρρωθεν ἰδόντες περιυλακτοῦσι καὶ οὐδὲ τῶν προβάτων ἀπέσχοντο. Τοιοῦτος μὲν ἐπὶ στρατοπέδων ὁ γενναῖος, πόλει δὲ σωτὴρ καὶ κηδεμών, οὔτι τοὺς ἔξωθεν μόνον ἀπείργων κινδύνους οὐδὲ ἀντιταττόμενος ἢ καὶ ἐπιστρατεύων βαρβάροις γείτοσι, στάσιν δὲ ἐξαιρῶν καὶ ἔθη μοχθηρὰ καὶ τρυφὴν καὶ ἀκολασίαν, τῶν μεγίστων κακῶν παρέξει ῥᾳστώνην· ὕβριν δὲ ἐξείργων καὶ παρανομίαν καὶ ἀδικίαν καὶ ἐπιθυμίαν ἀμέτρου κτήσεως, καὶ τὰς ἐκ τούτων ἀναφυομένας στάσεις καὶ ἔριδας εἰς οὐδὲν χρηστὸν τελευτώσας οὐδὲ τὴν ἀρχὴν ἀνέξεται φῦναι, γενομένας δὲ ὡς ἔνι τάχιστα ἀφανίσει καὶ ἐξελάσει τῆς αὑτοῦ πόλεως. Λήσεται δὲ αὐτὸν οὐδεὶς ὑπερβὰς τὸν νόμον καὶ βιασάμενος μᾶλλον ἢ τῶν πολεμίων τις τὸν χάρακα· φύλαξ δὲ ὢν ἀγαθὸς τῶν νόμων, ἀμείνων ἔσται δημιουργός, εἴ ποτε καιρὸς καὶ τύχη καλοίη· καὶ οὐδεμία μηχανὴ πείθει τὸν τοιοῦτον ψευδῆ καὶ κίβδηλον καὶ νόθον τοῖς κειμένοις ἐπεισάγειν νόμον, οὐ μᾶλλον ἢ τοῖς αὑτοῦ παισὶ δούλειον καὶ ἀγεννὲς ἐπαγαγεῖν σπέρμα. Δίκης δὲ αὐτῷ μέλει καὶ θέμιδος, καὶ οὔτε γονεῖς οὔτε ξυγγενεῖς καὶ φίλοι πείθουσι καταχαρίσασθαί σφιν καὶ προδοῦναι τὸ ἔνδικον· ὑπολαμβάνει γὰρ ἁπάντων εἶναι τὴν πατρίδα κοινὴν ἑστίαν καὶ μητέρα, πρεσβυτέραν μὲν καὶ σεμνοτέραν τῶν [φίλων καὶ] πατέρων, φιλτέραν δὲ ἀδελφῶν καὶ ξένων καὶ φίλων· ἧς ἀποσυλῆσαι τὸν νόμον καὶ βιάσασθαι μεῖζον ἀσέβημα κρίνει τῆς περὶ τὰ χρήματα τῶν θεῶν παρανομίας· ἔστι γὰρ ὁ νόμος ἔγγονος τῆς δίκης, ἱερὸν ἀνάθημα καὶ θεῖον ἀληθῶς τοῦ μεγίστου θεοῦ, ὃν οὐδαμῶς ὅ γε ἔμφρων ἀνὴρ περὶ σμικροῦ ποιήσεται οὐδὲ ἀτιμάσει, ἀλλὰ ἐν δίκῃ πάντα δρῶν τοὺς μὲν ἀγαθοὺς τιμήσει προθύμως, τοὺς μοχθηροὺς δὲ ἐς δύναμιν ἰᾶσθαι καθάπερ ἰατρὸς ἀγαθὸς προθυμηθήσεται.

[30]    Διττῶν δὲ ὄντων τῶν ἁμαρτημάτων, καὶ τῶν μὲν ὑποφαινόντων ἐλπίδας ἀμείνους καὶ οὐ πάντη τὴν θεραπείαν ἀπεστραμμένων, τῶν δὲ ἀνίατα πλημμελούντων, τούτοις δὲ οἱ νόμοι θάνατον λύσιν τῶν κακῶν ἐπενόησαν, οὐκ εἰς τὴν ἐκείνων μᾶλλον, εἰς δὲ τὴν ἄλλων ὠφέλειαν, διττὰς δ' ἀνάγκη τὰς κρίσεις γίγνεσθαι. Οὐκοῦν τῶν μὲν ἰασίμων αὑτῷ προσήκειν ὑπολήψεται τήν τε ἐπίγνωσιν καὶ τὴν θεραπείαν, ἀφέξεται δὲ τῶν ἄλλων μάλα ἐρρωμένως, καὶ οὐκ ἄν ποτε ἑκὼν ἅψαιτο κρίσεως, ἐφ' ᾗ θάνατος ἡ ζημία παρὰ τῶν νόμων τοῖς ὠφληκόσι τὴν δίκην προαγορεύεται. Νομοθετῶν δὲ ὑπὲρ τῶν τοιούτων, ὕβριν μὲν καὶ χαλεπότητα καὶ πικρίαν τῶν τιμωριῶν ἀφαιρήσει, ἀποκληρώσει δὲ αὐτοῖς ἀνδρῶν σωφρόνων καὶ διὰ παντὸς τοῦ βίου βάσανον οὐ φαύλην τῆς αὑτῶν ἀρετῆς παρασχομένων τὸ δικαστήριον, οἳ μηδὲν αὐθαδῶς μηδὲ ὁρμῇ τινι παντελῶς ἀλόγῳ χρώμενοι, ἐν ἡμέρας μορίῳ σμικρῷ βουλευσάμενοι, τυχὸν δὲ οὐδὲν βουλῇ δόντες, ὑπὲρ ἀνδρὸς πολίτου τὴν μέλαιναν οἴσουσι ψῆφον. Αὐτῷ δὲ οὐδὲ ἐν τῇ χειρὶ ξίφος εἰς πολίτου, κἂν ἀδικῇ τὰ ἔσχατα, φόνον οὐδὲ ἐν τῇ ψυχῇ κέντρον ὑπεῖναι χρή, ὅπου καὶ τὴν τῶν μελιττῶν ὁρῶμεν βασιλεύουσαν καθαρὰν ὑπὸ τῆς φύσεως πλήκτρου γενομένην. Ἀλλ' οὐκ εἰς μελίττας βλεπτέον, ἐπ' αὐτὸν δὲ οἶμαι τῶν θεῶν τὸν βασιλέα, οὗπερ εἶναι χρὴ τὸν ἀληθῶς ἄρχοντα προφήτην καὶ ὑπηρέτην. Οὐκοῦν ὅσα μὲν ἀγαθὰ γέγονε παντελῶς τῆς ἐναντίας ἄμικτα φύσεως καὶ ἐπ' ὠφελείᾳ κοινῇ τε ἀνθρώπων καὶ τοῦ παντὸς κόσμου, τούτων δὲ αὐτὸς ἦν τε καὶ ἔστι δημιουργός· τὰ κακὰ δὲ οὔτ' ἐγέννησεν οὔτ' ἐπέταξεν εἶναι, ἀλλ' αὐτὰ μὲν ἐφυγάδευσεν ἐξ οὐρανοῦ, περὶ δὲ τὴν γῆν στρεφόμενα καὶ τὴν ἐκεῖθεν ἀποικίαν σταλεῖσαν τῶν ψυχῶν διαλαβόμενα κρίνειν ἐπέταξε καὶ διακαθαίρειν τοῖς αὑτοῦ παισὶ καὶ ἐγγόνοις· τούτων δὲ οἱ μέν εἰσι σωτῆρες καὶ ἐπίκουροι τῆς ἀνθρωπίνης φύσεως, ἄλλοι δὲ ἀπαραίτητοι κριταί, τῶν ἀδικημάτων ὀξεῖαν καὶ δεινὴν ἐπάγοντες δίκην ζῶσί τε ἀνθρώποις καὶ ἀπολυθεῖσι τῶν σωμάτων, οἱ δὲ ὥσπερ δήμιοι τιμωροί τινες καὶ ἀποπληρωταὶ τῶν δικασθέντων, ἕτερον τῶν φαύλων καὶ ἀνοήτων δαιμόνων τὸ φῦλον.

[31]    Ἃ δὴ μιμητέον τῷ γενναίῳ καὶ θεοφιλεῖ, καὶ μεταδοτέον πολλοῖς μὲν ἀρετῆς διὰ φιλίας ἐς ταύτην τὴν κοινωνίαν, ἀρχὰς δὲ ἐπιτρεπτέον οἰκείας ἑκάστου τῇ φύσει καὶ προαιρέσει, τῷ μὲν ἀνδρώδει καὶ τολμηρῷ καὶ μεγαλοθύμῳ μετὰ ξυνέσεως στρατιωτικάς, ἵν' εἰς δέον ἔχῃ τῷ θυμῷ χρῆσθαι καὶ τῇ ῥώμῃ, τῷ δικαίῳ δὲ καὶ πρᾴῳ καὶ φιλανθρώπῳ καὶ πρὸς οἶκτον εὐχερῶς ἐπικλωμένῳ τῶν πολιτικῶν τὰς ἀμφὶ τὰ συναλλάγματα, βοηθείας τοῖς ἀσθενεστέροις καὶ ἁπλουστέροις μηχανώμενον καὶ πένησι πρὸς τοὺς ἰσχυροὺς καὶ ἀπατεῶνας καὶ πανούργους καὶ ἐπαιρομένους τοῖς χρήμασιν ἐς τὸ βιάζεσθαι καὶ ὑπερορᾶν τῆς δίκης· τῷ δὲ ἐξ ἀμφοῖν κεκραμένῳ μείζονά τε ἐν τῇ πόλει τιμὴν καὶ δύναμιν περιθετέον, καὶ αὐτῷ τὰς ὑπὲρ τῶν ἁμαρτημάτων κρίσεις οἷς ἕπεται τιμωρία καὶ κόλασις ἔνδικος ἐπ' ὠφελείᾳ τῶν ἀδικουμένων ‹ἐπιτρέπων›, ὀρθῶς ἂν καὶ ἐμφρόνως λογίζοιτο. Κρίνας γὰρ ὁ τοιοῦτος ἀδεκάστως ἅμα τοῖς συνέδροις παραδώσει τῷ δημίῳ τὰ γνωσθέντα ἐπιτελεῖν, οὔτε διὰ θυμοῦ μέγεθος οὔτε διὰ μαλακίαν ψυχῆς ἁμαρτάνων τοῦ φύσει δικαίου. Κινδυνεύει δὲ ὁ κράτιστος ἐν πόλει τοιοῦτός τις εἶναι, τὰ μὲν ἐν ἀμφοτέροις ἔχων ἀγαθά, τὰς δὲ οἷον κῆρας ἐκ τοῦ πλεονάζοντος ἐν ἑκάστῳ τῶν ἔμπροσθεν εἰρημένων ἐκφεύγων. Ἐφορῶν δὲ αὐτὸς ἅπαντα καὶ κατευθύνων καὶ ἄρχων ἀρχόντων, τοὺς μὲν ἐπὶ τῶν μεγίστων ἔργων καὶ διοικήσεων τεταγμένους καὶ αὐτῷ τῆς ὑπὲρ ἁπάντων βουλῆς κοινωνοῦντας ἀγαθούς τε εἶναι καὶ ὅ τι μάλιστα αὑτοῦ παραπλησίους εὔξεται γενέσθαι· αἱρήσεται δὲ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, οὐδὲ ἐθελήσει φαυλότερος εἶναι κριτὴς τῶν λιθογνωμόνων καὶ τῶν βασανιζόντων τὸ χρυσίον ἢ τὴν πορφύραν· τούτοις γὰρ οὐ μία ὁδὸς ἐπὶ τὴν ἐξέτασιν ἀπόχρη, ἀλλὰ συνιέντες οἶμαι τῶν πανουργεῖν ἐθελόντων ποικίλην καὶ πολύτροπον τὴν μοχθηρίαν καὶ τὰ ἐπιτεχνήματα, εἰς δύναμιν ἅπασιν ἀντετάξαντο καὶ ἀντέστησαν ἐλέγχους τοὺς ἐκ τῆς τέχνης. Ὃ δὴ καὶ αὐτὸς περὶ τῆς κακίας ὑπολαμβάνων, ὡς ἔστι ποικίλη καὶ ἀπατηλὸς καὶ τοῦτό ἐστι χαλεπώτατον τῶν ἐκείνης ἔργων, ὅτι δὴ ψεύδεται πολλάκις ἀρετὴν ὑποδυομένη καὶ ἐξαπατᾷ τοὺς οὐ δυναμένους ὀξύτερον ὁρᾶν ἢ καὶ ἀποκάμνοντας τῷ μήκει τοῦ χρόνου πρὸς τὴν ἐξέτασιν, τὸ παθεῖν τι τοιοῦτον ὀρθῶς φυλάξεται· ἑλόμενος δὲ ἅπαξ καὶ περὶ αὑτὸν τοὺς ἀρίστους ἔχων, τούτοις ἐπιτρέψει τὴν τῶν ἐλασσόνων ἀρχόντων αἵρεσιν.

[32]    Νόμων μὲν δὴ πέρι καὶ ἀρχόντων τοιάδε γινώσκει· τοῦ πλήθους δὲ τὸ μὲν ἐν τοῖς ἄστεσιν οὔτε ἀργὸν οὔτε αὔθαδες ἀνέξεται εἶναι, οὔτε μὴν ἐνδεὲς τῶν ἀναγκαίων· τὸ δὲ ἐν τοῖς ἀγροῖς τῶν γεωργῶν φῦλον, ἀροῦντες καὶ φυτεύοντες τροφὴν ἀποίσουσι τοῖς φύλαξι καὶ ἐπικούροις σφῶν μισθὸν καὶ ἐσθῆτα τὴν ἀναγκαίαν. Οἰκοδομήματα δὲ Ἀσσύρια καὶ πολυτελεῖς καὶ δαπανηρὰς λειτουργίας χαίρειν ἐάσαντες, ἐν εἰρήνῃ πολλῇ τῶν τε ἔξωθεν πολεμίων καὶ τῶν οἴκοθεν καταβιώσονται, ἀγαπῶντες μὲν τὸν αἴτιον τῶν παρόντων σφίσι καθάπερ ἀγαθὸν δαίμονα, ὑμνοῦντες δὲ ἐπ' αὐτῷ τὸν θεὸν καὶ ἐπευχόμενοι, οὔτι πλαστῶς οὐδὲ ἀπὸ γλώττης, ἔνδοθεν δὲ ἀπ' αὐτῆς τῆς ψυχῆς αἰτοῦσιν αὐτῷ τὰ ἀγαθά. Φθάνουσι δὲ οἱ θεοὶ τὰς εὐχάς, καὶ αὐτῷ πρότερον τὰ θεῖα δόντες οὐδὲ τῶν ἀνθρωπίνων ἐστέρησαν· εἰ δὲ τὸ χρεὼν βιάζοιτο κακῷ τῳ περιπεσεῖν, τούτων δὴ τῶν θρυλλουμένων ἀνηκέστων, χορευτήν τε αὑτῶν ἐποιήσαντο καὶ συνέστιον, καὶ αὐτῷ κλέος καθ' ἅπαντας ἤγειραν ἀνθρώπους. Ταῦτα ἐγὼ τῶν σοφῶν ἀκούω πολλάκις καί με ὁ λόγος ἰσχυρῶς πείθει. Οὐκοῦν καὶ ἐς ὑμᾶς αὐτὸν διεξῆλθον, μακρότερα μὲν τυχὸν ἴσως τοῦ καιροῦ φθεγγόμενος, ἐλάττονα δὲ οἶμαι τῆς ὑποθέσεως· καὶ ὅτῳ γέγονε τῶν τοιούτων λόγων ἐπακούειν ἐν φροντίδι, οὗτος ὅτι μὴ ψεύδομαι σαφῶς ἐπίσταται. Ἑτέρα δέ ἐστιν αἰτία τοῦ μήκους, τῆς μὲν εἰρημένης ἧττον ἀναγκαία, προσεχεστέρα δὲ οἶμαι τῷ παρόντι λόγῳ· τυχὸν δὲ οὐδὲ ταύτης ἀνηκόους ὑμᾶς εἶναι χρή.

[33]    Πρῶτον μὲν οὖν ὑπομνησθῶμεν μικρὰ τῶν ἔμπροσθεν, ὁπότε τῆς ὑπὲρ τούτων διηγήσεως ἀπεπαυόμεθα. Ἔφαμέν που χρῆναι τοὺς σπουδαίους τῶν ἀληθινῶν ἐπαίνων ἀκροατὰς οὐκ εἰς ταῦτα ὁρᾶν, ὧν ἡ τύχη καὶ τοῖς μοχθηροῖς πολλάκις μεταδίδωσιν, εἰς δὲ τὰς ἕξεις καὶ τὴν ἀρετήν, ἧς μόνοις μέτεστι τοῖς ἀγαθοῖς ἀνδράσι καὶ φύσει σπουδαίοις. Εἶτα ἐντεῦθεν ἑλόντες τὴν ἀρχὴν τοὺς ἑξῆς ἐπεραίνομεν λόγους, ὥσπερ κανόνα τινὰ καὶ στάθμην ἀπευθύνοντες, ᾗ τοὺς τῶν ἀγαθῶν ἀνδρῶν καὶ βασιλέων ἐπαίνους ἐναρμόττειν ἐχρῆν. Καὶ ὅτῳ μὲν ἀληθὴς καὶ ἀπαράλλακτος ἁρμονία πρὸς τοῦτο γέγονε τὸ ἀρχέτυπον, ὄλβιος μὲν αὐτὸς καὶ ὄντως εὐδαίμων, εὐτυχεῖς δὲ οἱ μεταλαβόντες τῆς τοιαύτης ἀρχῆς· ὅστις δὲ ἐγγὺς ἀφίκετο, τῶν πλέον ἀπολειφθέντων ἀμείνων καὶ εὐτυχέστερος· οἱ δὲ ἀπολειφθέντες παντελῶς ἢ καὶ τὴν ἐναντίαν τραπόμενοι δυστυχεῖς καὶ ἀνόητοι καὶ μοχθηροί, αὑτοῖς τε καὶ ἄλλοις τῶν μεγίστων αἴτιοι συμφορῶν. Εἰ δὴ οὖν καὶ ὑμῖν ταύτῃ πη ξυνδοκεῖ, ὥρα ἐπεξιέναι τοῖς ἔργοις ἃ τεθαυμάκαμεν. Καὶ ὅπως μή τις ὑπολάβῃ τὸν λόγον καθ' αὑτὸν ἰόντα, καθάπερ ἵππον ἀνταγωνιστοῦ στερόμενον ἐν τοῖς δρόμοις, κρατεῖν καὶ ἀποφέρειν τὰ νικητήρια, πειράσομαι πῆ ποτε διαφέρετον ἀλλήλων ὅ τε ἡμέτερος καὶ ὁ τῶν σοφῶν ῥητόρων ἔπαινος δεῖξαι. Οὐκοῦν οἱ μὲν τὸ προγόνων γενέσθαι δυναστῶν καὶ βασιλέων θαυμάζουσι μάλα, ὀλβίων καὶ εὐδαιμόνων μακαρίους ὑπολαμβάνοντες τοὺς ἐκγόνους· τὸ δὲ ἐπὶ τούτοις οὔτε ἐνενόησαν οὔτε ἐσκέψαντο, τίνα τρόπον διατελοῦσιν ἀλλήλοις χρώμενοι. Καίτοι γε τοῦτο ἦν τῆς εὐτυχίας ἐκείνης τὸ κεφάλαιον καὶ σχεδὸν ἁπάντων τῶν ἐκτὸς ἀγαθῶν (εἰ μή τις καὶ πρὸς τοὔνομα δυσχεραίνει), τὴν κτῆσιν ὑπὸ τῆς ἔμφρονος χρήσεως ἀγαθήν, καὶ φαύλην ὑπὸ τῆς ἐναντίας γίγνεσθαι συμβαίνειν· ὥστε οὐ μέγα, καθάπερ οἴονται, τὸ βασιλέως πλουσίου καὶ πολυχρύσου γενέσθαι, μέγα δὲ ἀληθῶς τὸ τὴν ἀρετὴν τὴν πατρῴαν ὑπερβαλλόμενον ἄμεμπτον αὑτὸν τοῖς γειναμένοις παρασχεῖν εἰς ἅπαν.

[34]    Βούλεσθε οὖν εἰ τοῦτο ὑπάρχει βασιλεῖ καταμαθεῖν; παρέξομαι δὲ ὑμῖν ἐγὼ μαρτυρίαν πιστήν, καί με οὐχ αἱρήσετε ψευδομαρτυριῶν, εὖ οἶδα· ὑπομνήσω γὰρ ὑμᾶς αὐτοὺς ὧν ἴστε· τυχὸν δὲ καὶ ἤδη τοῦ λεγομένου ξυνίετε, εἴ τε οὔπω δῆλον, αὐτίκα μάλα ξυνήσετε ἐννοήσαντες πρῶτον μὲν ὡς αὐτὸν ὁ πατὴρ ἠγάπα διαφερόντως, οὔτι πρᾷος ὢν λίαν τοῖς ἐγγόνοις οὐδὲ τῇ φύσει πλέον ἢ τῷ τρόπῳ διδούς, ἡττώμενος δὲ οἶμαι τῆς θεραπείας καὶ οὐκ ἔχων ὅ τι μέμφοιτο δῆλος ἦν εὔνους ὤν. Καὶ αὐτοῦ σημεῖον τῆς γνώμης, πρῶτον μὲν ὅτι Κωνσταντίῳ ταύτην ἐξεῖλε τὴν μοῖραν, ἣν αὑτῷ πρότερον προσήκειν ἔχειν ὑπέλαβεν, εἶθ' ὅτι τελευτῶν τὸν βίον, τὸν πρεσβύτατον καὶ τὸν νεώτατον ἀφεὶς σχολὴν ἄγοντας, τοῦτον δὴ ἄσχολον ἐκάλει καὶ ἐπέτρεπε τὰ περὶ τὴν ἀρχὴν ξύμπαντα. Γενόμενος δὲ ἐγκρατὴς ἁπάντων οὕτω τοῖς ἀδελφοῖς δικαίως ἅμα καὶ σωφρόνως προσηνέχθη, ὥστε οἱ μὲν οὐδὲ κληθέντες οὐδὲ ἀφικόμενοι πρὸς ἀλλήλους ἐστασίαζον καὶ διεμάχοντο, τούτῳ δὲ ἐχαλέπαινον οὐδὲν οὐδὲ ἐμέμφοντο. Ἐπεὶ δὲ αὐτῶν ἡ στάσις τέλος εἶχεν οὐκ εὐτυχές, ἐξὸν μεταποιεῖσθαι πλειόνων, ἑκὼν ἀφῆκε, τῆς αὐτῆς ἀρετῆς ὑπολαμβάνων πολλά τε ἔθνη καὶ ὀλίγα δεῖσθαι, περικεῖσθαι δὲ οἶμαι φροντίδας μείζονας ὅτῳ πλειόνων ἀνάγκη ἐπιμελεῖν καὶ κήδεσθαι. Οὐ γὰρ δὴ τρυφῆς ὑπολαμβάνει τὴν βασιλείαν εἶναι παρασκευὴν οὐδέ, ὥσπερ ἐπὶ τῶν χρημάτων εἰς πότους καὶ ἡδονὰς οἱ καταχρώμενοι μειζόνων εὐπορίαν προσόδων ἐπινοοῦσιν, οὕτω χρῆναι τὸν βασιλέα παρασκευάζεσθαι, οὐδὲ ἀναιρεῖσθαι πόλεμον, ὅ τι μὴ τῶν ἀρχομένων τῆς ὠφελείας ἕνεκα. Οὐκοῦν ἐκείνῳ μὲν ἔχειν τὸ πλέον ξυγχωρῶν, αὐτὸς δὲ μετὰ ἀρετῆς ἔλαττον ἔχων, τῷ κρατίστῳ πλεονεκτεῖν ὑπέλαβε. Καὶ ὅτι μὴ δέει μᾶλλον τῆς ἐκείνου παρασκευῆς τὴν ἡσυχίαν ἠγάπα, τεκμήριον ὑμῖν ἐμφανὲς ἔστω ὁ μετὰ ταῦτα ξυμπεσὼν πόλεμος· ἐχρήσατο γοῦν πρὸς τὰς ἐκείνου δυνάμεις ὑπὲρ αὐτοῦ τοῖς ὅπλοις ὕστερον. Πάλιν δὲ ἐνταῦθα 'κεῖνοι μέν που τὸ νικᾶν τεθαυμάκασιν· ἐγὼ δὲ πολὺ πλέον τὸ ξὺν δίκῃ μὲν ἀνελέσθαι τὸν πόλεμον, διενεγκεῖν δὲ ἀνδρείως καὶ μάλα ἐμπείρως, ἐπιθείσης δὲ τὸ τέλος τῆς τύχης δεξιόν, χρήσασθαι τῇ νίκῃ σωφρόνως καὶ βασιλικῶς, καὶ ὅλως ἄξιον τοῦ κρατεῖν φανῆναι. Βούλεσθε οὖν καὶ τούτων ὑμῖν ὥσπερ ἐν τοῖς δικαστηρίοις ὀνομαστὶ καλῶμεν τοὺς μάρτυρας; Καὶ ὅτι μὲν οὐδείς πω πόλεμος συνέστη πρότερον οὐδὲ ἐπὶ τὴν Τροίαν τοῖς Ἕλλησιν οὐδὲ ἐπὶ τοὺς Πέρσας Μακεδόσιν, οἵπερ δὴ δοκοῦσιν ἐν δίκῃ γενέσθαι, τοσαύτην ἔχων ὑπόθεσιν, καὶ παιδί που δῆλον, τοῖς μέν γε λίαν ἀρχαίων ἀδικημάτων τιμωρίας σφόδρα νεωτέρας οὔτε εἰς παῖδας οὔτε εἰς ἐγγόνους γενομένης, ἀλλὰ εἰς τὸν ἀφελόμενον καὶ ἀποστερήσαντα τὴν ἀρχὴν τοὺς τῶν ἀδικησάντων ἀπογόνους· Ἀγαμέμνων δὲ ὥρμητο

   Τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε, καὶ ἐπὶ τοὺς Τρῶας ἐστράτευε γυναῖκα μίαν ἐκδικεῖν ἐθέλων· τῷ δὲ ἔτι μὲν ἦν νεαρὰ τὰ ἀδικήματα, ἦρχε δὲ οὐ κατὰ Δαρεῖον οὐδὲ Πρίαμον ἀνὴρ εὐγενὴς καὶ τυχὸν δι' ἀρετὴν ἢ κατὰ γένος προσηκούσης αὐτῷ τῆς βασιλείας ἀξιωθείς, ἀλλὰ ἀναιδὴς καὶ τραχὺς βάρβαρος τῶν ἑαλωκότων οὐ πρὸ πολλοῦ. Καὶ ὅσα μὲν ἔπραξε καὶ ὅπως ἦρχεν, οὔτε ἡδύ μοι λέγειν οὔτε ἐν καιρῷ· ἐν δίκῃ δὲ ὅτι πρὸς αὐτὸν ἐπολέμησεν, ἀκηκόατε· τῆς δὲ ἐμπειρίας καὶ τῆς ἀνδρείας ἱκανὰ μὲν τὰ πρόσθεν ῥηθέντα σημεῖα, πιστότερα δὲ οἶμαι τὰ ἔργα τῶν λόγων.

[35]    Τὰ δὲ ἐπὶ τῇ νίκῃ γενόμενα καὶ ὅπως ξίφους μὲν οὐδὲν ἐδέησεν ἔτι, οὐδ' εἴ τις ἀδικημάτων μειζόνων εἶχεν ὑποψίαν, οὐδὲ εἴ τῳ πρὸς τὸν τύραννον οἰκειοτέρα γέγονε φιλία, οὐδὲ μὴν εἴ τις ἐκείνῳ χαριζόμενος φέρειν τε ἠξίου κηρύκιον καὶ ἐλοιδορεῖτο βασιλεῖ, τῆς προπετείας ἀπέτισε δίκην, ὅ τι μὴ τἆλλα μοχθηρὸς ἦν, ἐννοήσατε δὴ πρὸς φιλίου Διός. Ποταπὸν δὲ χρῆμα λοιδορία; ὡς θυμοδακὲς ἀληθῶς καὶ ἀμύττον ψυχὴν μᾶλλον ἢ σίδηρος χρῶτα; οὐκοῦν καὶ τὸν Ὀδυσσέα παρώξυνεν εἰς δύναμιν ἀμύνασθαι λόγῳ τε καὶ ἔργῳ (διηνέχθη γοῦν ὑπὲρ τούτου πρὸς τὸν ξενοδόκον αὐτὸς ὢν ἀλήτης καὶ ξένος, καὶ ταῦτα εἰδὼς ὅτι

   Ἄφρων ‑ καὶ οὐτιδανὸς πέλει ἀνήρ,

   Ὅστις ξεινοδόκῳ ἔριδα προφέρῃσι βαρεῖαν) καὶ Ἀλέξανδρον τὸν Φιλίππου καὶ Ἀχιλλέα τὸν τῆς Θέτιδος καὶ ἄλλους δέ τινας οὐ φαύλους οὐδὲ ἀγεννεῖς ἀνθρώπους. Μόνῳ δὲ ὑπῆρχεν οἶμαι Σωκράτει καὶ σπανίοις τισὶν ἐκείνου ζηλωταῖς, εὐδαίμοσιν ἀληθῶς καὶ μακαρίοις γενομένοις, τὸν ἔσχατον ἀποδύσασθαι χιτῶνα τῆς φιλοτιμίας· φιλότιμον γὰρ δεινῶς τὸ πάθος, καὶ ἔοικεν ἐμφύεσθαι διὰ τοῦτο μᾶλλον ταῖς γενναίαις ψυχαῖς· ἄχθονται γὰρ ὡς ἐναντιωτάτῳ σφίσι λοιδορίᾳ, καὶ τοὺς ἀπορρίπτοντας ἐς αὐτοὺς τοιαῦτα ῥήματα μισοῦσι μᾶλλον ἢ τοὺς ἐπάγοντας τὸν σίδηρον καὶ ἐπιβουλεύοντας φόνον, διαφόρους τε αὑτοῖς ὑπολαμβάνουσι φύσει καὶ οὐ νόμῳ, εἴ γε οἱ μὲν ἐπαίνου καὶ τιμῆς ἐρῶσιν, οἱ δὲ οὐ τούτων μόνον ἀφαιροῦνται, ἀλλὰ καὶ ἐπ' αὐτοῖς μηχανῶνται βλασφημίας ψευδεῖς. Τούτου καὶ Ἡρακλέα φασὶ καὶ ἄλλους δέ τινας ἀκράτορας τοῦ πάθους γενέσθαι. Ἐγὼ δὲ οὔτε περὶ ἐκείνων τῷ λόγῳ πείθομαι, καὶ βασιλέα τεθέαμαι σφόδρα ἐγκρατῶς τὴν λοιδορίαν τρεψάμενον, οὔτι φαυλότερον ἔργον, ὡς ἐγὼ κρίνω, τοῦ Τροίαν ἑλεῖν καὶ φάλαγγα γενναίαν τρέψασθαι. Εἰ δὲ ἀπιστεῖ τις καὶ οὐ μέγα οἴεται οὐδὲ ἄξιον ἐπαίνων τοσούτων, ἐς αὑτὸν ἀφορῶν, ὅταν ἔν τινι τοιαύτῃ ξυμφορᾷ γένηται, κρινέτω, καὶ αὐτῷ οὐ σφόδρα ληρεῖν δόξομεν, ὡς ἐγὼ πείθομαι.

[36]    Τοιοῦτος δὲ ὢν καὶ γενόμενος βασιλεὺς μετὰ τὸν πόλεμον, εἰκότως οὐ μόνον ἐστὶ ποθεινὸς τοῖς φίλοις καὶ ἀγαπητός, πολλῆς μὲν τιμῆς καὶ δυνάμεως καὶ παρρησίας μεταδιδούς, χρήματα δὲ αὐτοῖς ἄφθονα χαριζόμενος καὶ χρῆσθαι ὅπως τις βούλεται τῷ πλούτῳ ξυγχωρῶν, ἀλλὰ καὶ τοῖς πολεμίοις τοιοῦτος ἐδόκει. Τεκμήριον δὲ ὑμῖν ἐμφανὲς καὶ τοῦδε γιγνέσθω· ἄνδρες, τῆς γερουσίας ὅτιπερ ὄφελος, ἀξιώσει καὶ πλούτῳ καὶ ξυνέσει διαφέροντες τῶν ἄλλων, ὥσπερ ἐς λιμένα καταφεύγοντες τὴν τούτου δεξιάν, ἑστίας τε λιπόντες καὶ οἴκους καὶ παῖδας, Παιονίαν μὲν ἀντὶ τῆς Ῥώμης, τὴν μετὰ τούτου δὲ ἀντὶ τῶν φιλτάτων συνοικίαν ἠσπάσαντο, ἴλη τε τῶν ἐπιλέκτων ἱππέων ξὺν τοῖς σημείοις καὶ τὸν στρατηγὸν ἄγουσα τούτῳ τοῦ κινδύνου ξυμμετέχειν μᾶλλον ἢ 'κείνῳ τῆς εὐτυχίας ἠξίουν. Καὶ ταῦτα ἅπαντα ἐδρᾶτο πρὸ τῆς μάχης ἣν ἐπὶ τοῦ Δράου ταῖς ᾐόσιν ὁ πρόσθεν λόγος παρέστησεν. Ἐντεῦθεν γὰρ ἤδη βεβαίως ἐθάρρουν, τέως δ' ἐδόκει τὰ τῶν τυράννων ἐπικρατεῖν, πλεονεκτήματός τινος περὶ τοὺς κατασκόπους τοῦ βασιλέως γενομένου, ὃ δὴ 'κεῖνόν τε ἐποίησεν ὑπὸ τῆς ἡδονῆς ἄφρονα καὶ ἐξετάραττε τοὺς οὐ δυναμένους ἐφικνεῖσθαι οὐδὲ διορᾶν τὴν στρατηγίαν. Ὁ δὲ ἦν ἀκατάπληκτος καὶ γεννάδας καθάπερ ἀγαθὸς νεὼς κυβερνήτης, ἐξαπίνης νεφῶν ῥαγείσης λαίλαπος, εἶτα ἐπ' αὐτῇ τοῦ θεοῦ σείοντος τὸν βυθὸν καὶ τὰς ᾐόνας· ἐνταῦθα γὰρ τοὺς μὲν ἀπείρους δεινὸν καὶ ἄτοπον κατέλαβε δέος, ὁ δὲ ἤδη χαίρει καὶ γάννυται, γαλήνην ἀκριβῆ καὶ νηνεμίαν ἐλπίζων· λέγεται γὰρ δὴ καὶ ὁ Ποσειδῶν συνταράττων τὴν γῆν παύειν τὰ κύματα. Καὶ ἡ τύχη δὲ τοὺς ἀνοήτους ἐξαπατᾷ καὶ σφάλλει περὶ τοῖς μείζοσι, μικρὰ πλεονεκτεῖν ἐπιτρέπουσα, τοῖς ἔμφροσι δὲ τὸ βεβαίως θαρσεῖν ὑπὲρ τῶν μειζόνων, ὅταν ἐν τοῖς ἐλάττοσιν αὐτοὺς διαταράττῃ, παρέχει. Τοῦτο Λακεδαιμόνιοι παθόντες ἐν Πύλαις οὐκ ἀπηγόρευον οὐδὲ ἔδεισαν τὸν Μῆδον ἐπιφερόμενον, τριακοσίους Σπαρτιατῶν καὶ τὸν βασιλέα περὶ τὰς εἰσβολὰς τῆς Ἑλλάδος προέμενοι· τοῦτο Ῥωμαῖοι πολλάκις παθόντες μείζονα κατώρθουν ὕστερον· ὃ δὴ καὶ βασιλεὺς ἐννοῶν καὶ λογιζόμενος οὐδαμῶς ἐσφάλη τῆς γνώμης.

[37]    Ἀλλ' ἐπείπερ ἅπαξ ἑκὼν ὁ λόγος ἐς τοῦτο ἀφῖκται καὶ τὴν εὔνοιαν τοῦ πλήθους καὶ τῶν ἐν τέλει καὶ τῶν φυλάκων, οἵπερ δὴ ξυμφυλάττουσιν αὐτῷ τὴν ἀρχὴν καὶ ἀπείργουσι τοὺς πολεμίους, διηγεῖται, βούλεσθε ὑμῖν ἐναργὲς εἴπω τεκμήριον χθές που ἢ καὶ πρῴην γενόμενον; Ἀνὴρ τῶν ἐπιταχθέντων ἐν Γαλατίᾳ στρατοπέδοις (ἴστε ἴσως καὶ τοὔνομα καὶ τὸν τρόπον) ὅμηρον φιλίας καὶ πίστεως ἀπέλιπεν οὐδὲν δεομένῳ βασιλεῖ τὸν παῖδα· εἶτα ἦν ἀπιστότερος τῶν λεόντων, οἷς οὐκ ἔστι, φησί, πρὸς ἄνδρας [Ὅμηρος] ὅρκια πιστά, ἁρπάζων τε ἐκ τῶν πόλεων τὰ χρήματα καὶ διανέμων τοῖς ἐπιοῦσι βαρβάροις καὶ ὥσπερ λύτρα καταβαλλόμενος, ἐξὸν τῷ σιδήρῳ παρασκευάζειν καὶ οὐ τοῖς χρήμασι ποιεῖσθαι τὴν ἀσφάλειαν· ὁ δὲ ἐκείνους ὑπήγετο διὰ τῶν χρημάτων εἰς εὔνοιαν, καὶ τέλος ἐκ τῆς γυναικωνίτιδος ἀνελόμενος ἁλουργὲς ἱμάτιον γελοῖος ἀληθῶς τύραννος καὶ τραγικὸς ὄντως ἀνεφάνη. Ἐνταῦθα οἱ στρατιῶται [καὶ] χαλεπῶς μὲν εἶχον πρὸς τὴν ἀπιστίαν, θῆλυν δὲ οὐχ ὑπομένοντες ὁρᾶν ἐνδεδυκότα στολὴν τὸν δείλαιον, ἐπιθέμενοι σπαράττουσιν, οὐδὲ τὸν τῆς σελήνης κύκλον ἄρξαι σφῶν ἀνασχόμενοι. Τοῦτο μὲν δὴ παρὰ τῆς τῶν φυλάκων εὐνοίας ὑπῆρξε βασιλεῖ τὸ γέρας, ἀρχῆς ἀμεμφοῦς καὶ δικαίας ἀμοιβὴ θαυμαστή. Ὅστις δὲ ἐπ' αὐτῇ γέγονε ποθεῖτε ἀκούειν; ἀλλ' οὐδὲ τοῦτο ὑμᾶς λέληθεν ὅτι μήτε ἐς τὸν ἐκείνου παῖδα χαλεπὸς μήτε ἐς τοὺς φίλους ὕποπτος καὶ δεινὸς εἵλετο γενέσθαι, ἀλλὰ ὡς ἔνι μάλιστα πρᾴως εἶχε καὶ εὐμενὴς πᾶσιν ἦν, καίτοι πολλῶν συκοφαντεῖν ἐθελόντων καὶ διηρμένων ἐπὶ τοὺς οὐκ αἰτίους τὰ κέντρα. Πολλῶν δὲ τυχὸν ἀληθῶς ἐνόχων ὄντων ταῖς περὶ αὑτῶν ὑποψίαις, ὁμοίως ἅπασιν ἦν πρᾷος τοῖς οὐκ ἐλεγχθεῖσιν οὐδὲ ἀποφανθεῖσι κοινωνοῖς τῶν ἀτόπων καὶ ἐξαγίστων βουλευμάτων. Τὴν δὲ ἐς τὸν τοῦ παρανομήσαντος παῖδα καὶ πατήσαντος πίστιν καὶ ὅρκια φειδὼ ἆρα βασιλικὸν ἀληθῶς καὶ θεῖον φήσομεν, ἢ μᾶλλον ἀποδεξόμεθα τὸν Ἀγαμέμνονα χαλεπαίνοντα καὶ πικραινόμενον τῶν Τρώων οὐ τοῖς ξυνεξελθοῦσι μόνον τῷ Πάριδι καὶ καθυβρίσασι τοῦ Μενέλεω τὴν ἑστίαν, ἀλλὰ καὶ τοῖς κυουμένοις ἔτι καὶ τυχὸν ὧν οὐδὲ αἱ μητέρες τότ' ἐγεγόνεσαν, ὁπότε ἐκεῖνος τὰ περὶ τὴν ἁρπαγὴν ἐνενόει; εἰ δὴ τὸ μὲν ὠμόν τις οἴεται καὶ τραχὺ καὶ ἀπάνθρωπον ἥκιστα βασιλεῖ πρέπειν, τὸ πρᾷον δὲ οἶμαι καὶ χρηστὸν καὶ φιλάνθρωπον ἁρμόττειν ἥκιστα μὲν χαίροντι τιμωρίαις, ἀχθομένῳ δὲ ἐπὶ ταῖς τῶν ὑπηκόων ξυμφοραῖς, ὅπως ἂν γίγνωνται, εἴτε κακίᾳ σφῶν καὶ ἀμαθίᾳ, εἴτε ἔξωθεν παρὰ τῆς τύχης ἐπάγοιντο, δῆλός ἐστι τούτῳ διδοὺς τὰ νικητήρια.

[38]   Ἐννοεῖτε γὰρ ὡς περὶ τὸν παῖδα γέγονε τοῦ φύσαντος ἀμείνων καὶ δικαιότερος, περὶ δὲ τοὺς ἐκείνου φίλους πιστότερος τοῦ τὴν φιλίαν ὁμολογήσαντος· ὁ μὲν γὰρ ἅπαντας προεῖτο, ὁ δὲ ἀπέσωσεν ἅπαντας. Καὶ εἰ μὲν ἐκεῖνος ταῦτα περὶ τοῦ βασιλέως ἐγνωκώς, ἅτε ἐν πολλῷ χρόνῳ τὸν τρόπον κατανοήσας, σφόδρα ἐπίστευεν ἀσφαλῶς μέν οἱ τὰ τοῦ παιδός, βεβαίως δὲ ὁρμεῖν τὰ τῶν φίλων, συνίει μὲν ὀρθῶς, πολλάκις δὲ ἦν πανοῦργος καὶ μοχθηρὸς καὶ δυστυχής, πολέμιος ἐθέλων εἶναι τῷ τοιούτῳ καὶ ὃν σφόδρα ἀγαθὸν καὶ διαφερόντως πρᾷον ἠπίστατο μισῶν καὶ ἐπιβουλεύων καὶ ἀφαιρούμενος ὧν οὐδαμῶς ἐχρῆν· εἰ δέ, ἀνελπίστου μέν οἱ τοῦ παιδὸς τῆς σωτηρίας τυγχανούσης, χαλεπῆς δὲ καὶ ἀδυνάτου ‹τῆς› τῶν φίλων καὶ τῶν συγγενῶν, τὴν ἀπιστίαν ὅμως προείλετο, ὁ μὲν ἦν καὶ διὰ ταῦτα μοχθηρὸς καὶ ἀνόητος καὶ ἀγριώτερος τῶν θηρίων, ὁ δὲ ἥμερος καὶ πρᾷος καὶ μεγαλόφρων, τοῦ μὲν νηπίου κατελεήσας τὴν ἡλικίαν καὶ τὸν τρόπον, τοῖς δὲ οὐκ ἐξελεγχθεῖσι πρᾴως ἔχων, τοῦ δὲ ὑπεριδὼν καὶ καταφρονήσας τῶν πονηρευμάτων. Ὁ γὰρ ἃ μηδὲ τῶν ἐχθρῶν τις διὰ μέγεθος ὧν αὑτῷ σύνοιδεν ἀδικημάτων ἐλπίζει ξυγχωρῶν, εἰκότως ἀρετῆς ἐστι νικηφόρος, τὴν δίκην μὲν ἐπὶ τὸ κρεῖττον καὶ πρᾳότερον μετατιθείς, σωφροσύνῃ δὲ ὑπερβαλλόμενος τοὺς τὸ μέτριον ἐπιτιθέντας ταῖς τιμωρίαις, ἀνδρείᾳ δὲ διαφέρων τῷ μηδένα πολέμιον ἀξιόχρεων ὑπολαμβάνειν, φρόνησιν δὲ ἐπιδεικνύμενος τῷ συγκαταλύειν τὰς ἔχθρας καὶ οὐ παραπέμπειν εἰς τοὺς παῖδας οὐδὲ εἰς ἐγγόνους προφάσει τῆς ἀκριβοῦς δίκης καὶ τοῦ βούλεσθαί περ ἐπιεικῶς μάλα πίτυος δίκην τῶν πονηρῶν ἀφανίζειν τὰ σπέρματα· 'κείνων γὰρ δὴ καὶ τὸ ἔργον τόδε, καὶ ἐπ' αὐτῷ τὴν εἰκόνα παλαιὸς ἀπέφηνε λόγος. Ὁ δὲ ἀγαθὸς βασιλεὺς μιμούμενος ἀτεχνῶς τὸν θεὸν οἶδε μὲν καὶ ἐκ τῶν πετρῶν ἑσμοὺς μελιττῶν ἐξιπταμένους καὶ ἐκ τοῦ δριμυτάτου ξύλου τὸν γλυκὺν καρπὸν φυόμενον, σῦκά φημι τὰ χαρίεντα, καὶ ἐξ ἀκανθῶν τὴν σίδην καὶ ἄλλα ἐξ ἄλλων φυόμενα ἀνόμοια τοῖς γεννῶσι καὶ ἀποτίκτουσιν. Οὔκουν οἴεται ταῦτα χρῆναι πρὸ τῆς ἀκμῆς διαφθείρειν, ἀλλὰ περιμένειν τὸν χρόνον καὶ ἐπιτρέπειν αὐτοῖς ἀπωσαμένοις τῶν πατέρων τὴν ἄνοιαν καὶ τὴν μωρίαν ἀγαθοῖς γενέσθαι καὶ σώφροσι, ζηλωτὰς δὲ γενομένους τῶν πατρῴων ἐπιτηδευμάτων ὑφέξειν ἐν καιρῷ τὴν δίκην, οὐκ ἀλλοτρίοις ἔργοις καὶ ξυμφοραῖς παραναλωθέντας.

[39]    Ἆρ' οὖν ὑμῖν ἱκανῶς δοκοῦμεν ἐκτετελεκέναι τὸν ἀληθινὸν ἔπαινον; ἢ ποθεῖτε ἀκούειν ὑμεῖς καὶ τὴν καρτερίαν καὶ τὴν σεμνότητα, καὶ ὡς οὐ μόνον ἐστὶ τῶν πολεμίων ἀήττητος, ἀλλ' οὔτε αἰσχρᾶς ἐπιθυμίας ἑάλω πώποτε, οὔτε οἰκίας καλῆς οὔτ' ἐπαύλεως πολυτελοῦς οὔτε ὅρμων σμαραγδίνων ἐπιθυμήσας ἀφείλετο βίᾳ ἢ καὶ πειθοῖ τοὺς κεκτημένους, ἀλλ' οὐδὲ γυναικὸς ἐλευθέρας οὐδὲ θεραπαίνης, οὐδὲ ὅλως τὴν ἄδικον ἀφροδίτην ἠγάπησε, καὶ ὡς οὐδὲ ὧν ὧραι φύουσιν ἀγαθῶν τὴν ἄμετρον ἀπαιτεῖ πλησμονήν, οὐδὲ αὐτῷ θέρους ὥρᾳ τοῦ κρυστάλλου μέλει, οὐδὲ μεταβάλλει πρὸς τὰς ὥρας τὴν οἴκησιν, τοῖς πονουμένοις δὲ ἀεὶ πάρεστι τῆς ἀρχῆς μέρεσιν, ἀντέχων καὶ πρὸς τὸ κρύος καὶ πρὸς τὰ θάλπη τὰ γενναῖα; τούτων δὲ εἴ με κελεύοιτε ἐσφέρειν ὑμῖν ἐμφανῆ τὰ τεκμήρια, γνώριμα μὲν ἐρῶ καὶ οὐκ ἀπορήσω, μακρὸς δὲ ὁ λόγος καὶ διωλύγιος, ἐμοί τε οὐ σχολὴ τὰς Μούσας ἐπὶ τοσοῦτον θεραπεύειν, ἀλλ' ὥρα λοιπὸν πρὸς ἔργον τρέπεσθαι.