5872 238 0 15 6 0 IV d. C. Oratoria Ilianus imperators Εἰς τὴν μητέρα τῶν θεῶν Rochefort, G., Paris, Les Belles Lettres, 1963. 29

Iulianus imperator - Εἰς τὴν μητέρα τῶν θεῶν

   Ἆρά γε χρὴ φάναι καὶ ὑπὲρ τούτων; Καὶ ὑπὲρ τῶν ἀρρήτων γράψομεν καὶ τὰ ἀνέξοιστα καὶ τὰ ἀνεκλάλητα ἐκλαλήσομεν; Τίς μὲν ὁ Ἄττις ἤτοι Γάλλος, τίς δὲ ἡ τῶν θεῶν Μήτηρ, καὶ ὁ τῆς ἁγνείας ταυτησὶ τρόπος ὁποῖος, καὶ προσέτι τοῦ χάριν οὑτωσὶ τοιοῦτος ἡμῖν ἐξ ἀρχῆς κατεδείχθη, παραδοθεὶς μὲν ὑπὸ τῶν ἀρχαιοτάτων Φρυγῶν, παραδεχθεὶς δὲ πρῶτον ὑφ' Ἑλλήνων, καὶ τούτων οὐ τῶν τυχόντων, ἀλλ' Ἀθηναίων, ἔργοις διδαχθέντων ὅτι μὴ καλῶς ἐτώθασαν ἐπὶ τῷ τελοῦντι τὰ ὄργια τῆς Μητρός; Λέγονται γὰρ οὗτοι περιυβρίσαι καὶ ἀπελάσαι τὸν Γάλλον ὡς τὰ θεῖα καινοτομοῦντα, οὐ ξυνέντες ὁποῖόν τι τῆς θεοῦ τὸ χρῆμα καὶ ὡς ἡ παρ' αὐτοῖς τιμωμένη Δηὼ καὶ Ῥέα καὶ Δημήτηρ. Εἶτα μῆνις τὸ ἐντεῦθεν τῆς θεοῦ καὶ θεραπεία τῆς μήνιδος· ἡ γὰρ ἐν πᾶσι τοῖς καλοῖς ἡγεμὼν γενομένη τοῖς Ἕλλησιν, ἡ τοῦ Πυθίου πρόμαντις θεοῦ, ‹τὴν› τῆς Μητρὸς τῶν θεῶν μῆνιν ἐκέλευσεν ἱλάσκεσθαι, καὶ ἀνέστη, φασίν, ἐπὶ τούτῳ τὸ Μητρῷον, οὗ τοῖς Ἀθηναίοις δημοσίᾳ πάντα ἐφυλάττετο τὰ γραμματεῖα. Μετὰ δὴ τοὺς Ἕλληνας αὐτὰ Ῥωμαῖοι παρεδέξαντο, συμβουλεύσαντος καὶ αὐτοῖς τοῦ Πυθίου ἐπὶ τὸν πρὸς Καρχηδονίους πόλεμον ἄγειν ἐκ Φρυγίας τὴν θεὸν σύμμαχον. Καὶ οὐδὲν ἴσως κωλύει προσθεῖναι μικροῦ ἱστορίαν ἐνταῦθα.

[2]    Μαθόντες γὰρ τὸν χρησμὸν στέλλουσιν οἱ τῆς θεοφιλοῦς οἰκήτορες Ῥώμης πρεσβείαν αἰτήσουσαν παρὰ τῶν Περγαμηνῶν βασιλέων, οἳ τότε ἐκράτουν τῆς Φρυγίας, καὶ παρ' αὐτῶν δὲ τῶν Φρυγῶν τῆς θεοῦ τὸ ἁγιώτατον ἄγαλμα. Λαβόντες δὲ ἦγον τὸν ἱερὸν φόρτον ἐνθέντες εὐρείᾳ φορτίδι πλεῖν εὐπετῶς δυναμένῃ τὰ τοσαῦτα πελάγη. Περαιωθεῖσα δὲ Αἴγαιόν τε καὶ Ἰόνιον, εἶτα περιπλεύσασα Σικελίαν τε καὶ τὸ Τυρσηνὸν πέλαγος, ἐπὶ τὰς ἐκβολὰς τοῦ Τύβριδος κατήγετο· καὶ δῆμος ἐξεχεῖτο τῆς πόλεως σὺν τῇ γερουσίᾳ, ὑπήντων γε μὴν πρὸ τῶν ἄλλων ἱερεῖς τε καὶ ἱέρειαι πᾶσαι καὶ πάντες ἐν κόσμῳ τῷ πρέποντι κατὰ τὰ πάτρια, μετέωροι πρὸς τὴν ναῦν οὐριοδρομοῦσαν ἀποβλέποντες, καὶ περὶ τὴν τρόπιν ἀπεσκόπουν τὸ ῥόθιον σχιζομένων τῶν κυμάτων· εἶτα εἰσπλέουσαν ἐδεξιοῦντο τὴν ναῦν προσκυνοῦντες ἕκαστος ὡς ἔτυχε προσεστὼς πόρρωθεν. Ἡ δὲ ὥσπερ ἐνδείξασθαι τῷ Ῥωμαίων ἐθέλουσα δήμῳ ὅτι μὴ ξόανον ἄγουσιν ἀπὸ τῆς Φρυγίας ἄψυχον, ἔχει δὲ ἄρα δύναμίν τινα μείζω καὶ θειοτέραν ὃ δὴ παρὰ τῶν Φρυγῶν λαβόντες ἔφερον, ἐπειδὴ τοῦ Τύβριδος ἥψατο, τὴν ναῦν ἵστησιν ὥσπερ ῥιζωθεῖσαν ἐξαίφνης, κατὰ τοῦ Τύβριδος. Εἷλκον δὴ οὖν πρὸς ἀντίον τὸν ῥοῦν, ἡ δὲ οὐχ εἵπετο. Βραχέσι δὲ ἐντετυχηκότες ὠθεῖν ἐπειρῶντο τὴν ναῦν, ἡ δὲ οὐκ εἶκεν ὠθούντων. Πᾶσα δὲ μηχανὴ προσήγετο τὸ ἐντεῦθεν, ἡ δὲ οὐχ ἧττον ἀμετακίνητος ἦν· ὥστε ἐμπίπτει κατὰ τῆς ἱερωμένης τὴν παναγεστάτην ἱερωσύνην παρθένου δεινὴ καὶ ἄδικος ὑποψία, καὶ τὴν Κλωδίαν ᾐτιῶντο, τοῦτο γὰρ ὄνομα ἦν τῇ σεμνῇ παρθένῳ, μὴ παντάπασιν ἄχραντον μηδὲ καθαρὰν φυλάττειν ἑαυτὴν τῇ θεῷ· ὀργίζεσθαι οὖν αὐτὴν καὶ μηνίειν ἐμφανῶς· ἐδόκει γὰρ ἤδη τοῖς πᾶσιν εἶναι τὸ χρῆμα δαιμονιώτερον. Ἡ δὲ τὸ μὲν πρῶτον αἰδοῦς ὑπεπίμπλατο πρός τε τὸ ὄνομα καὶ τὴν ὑποψίαν, οὕτω πάνυ πόρρω ἐτύγχανε τῆς αἰσχρᾶς καὶ παρανόμου πράξεως. Ἐπεὶ δὲ ἑώρα τὴν αἰτίαν ἤδη καθ' ἑαυτῆς ἐξισχύουσαν, περιελοῦσα τὴν ζώνην καὶ περιθεῖσα τῆς νεὼς τοῖς ἄκροις, ὥσπερ ἐξ ἐπιπνοίας τινὸς ἀποχωρεῖν ἐκέλευεν ἅπαντας, εἶτα ἐδεῖτο τῆς θεοῦ μὴ περιιδεῖν αὐτὴν ἀδίκοις ἐνεχομένην βλασφημίαις, βοῶσα δὲ ὥσπερ τι κέλευσμα, φασί, ναυτικόν, "Δέσποινα Μῆτερ, εἴπερ εἰμὶ σώφρων, ἕπου μοι", ἔφη· καὶ δὴ τὴν ναῦν οὐκ ἐκίνησε μόνον, ἀλλὰ καὶ εἵλκυσεν ἐπὶ πολὺ πρὸς τὸν ῥοῦν. Καὶ δύο ταῦτα Ῥωμαίοις ἔδειξεν ἡ θεὸς οἶμαι κατ' ἐκείνην τὴν ἡμέραν· ὡς οὐδὲ μικροῦ τινος τίμιον ἀπὸ τῆς Φρυγίας ἐπῆγον τὸν φόρτον, ἀλλὰ τοῦ παντὸς ἄξιον, οὐδὲ ὡς ἀνθρώπινον τοῦτον, ἀλλὰ ὄντως θεῖον, οὐδὲ ἄψυχον γῆν, ἀλλὰ ἔμπνουν τι χρῆμα καὶ δαιμόνιον. Ἓν μὲν δὴ τοιοῦτον ἔδειξεν αὐτοῖς ἡ θεός, ἕτερον δὲ ὡς τῶν πολιτῶν οὐδὲ εἷς λάθοι ἂν αὐτὴν χρηστὸς ἢ φαῦλος ὤν. Κατωρθώθη μέντοι καὶ ὁ πόλεμος αὐτίκα Ῥωμαίοις πρὸς Καρχηδονίους, ὥστε τὸν τρίτον ὑπὲρ τῶν τειχῶν αὐτῆς μόνον Καρχηδόνος γενέσθαι. Τὰ μὲν οὖν τῆς ἱστορίας εἰ καί τισι‹ν ἀ›πίθανα δόξει καὶ φιλοσόφῳ προσήκειν οὐδὲν οὐδὲ θεολόγῳ, λεγέσθω μὴ μεῖον, κοινῇ μὲν ὑπὸ πλείστων ἱστοριογράφων ἀναγραφόμενα, σωζόμενα δὲ καὶ ἐπὶ χαλκῶν εἰκόνων ἐν τῇ κρατίστῃ καὶ θεοφιλεῖ Ῥώμῃ. Καίτοι με οὐ λέληθεν ὅτι φήσουσιν αὐτά τινες τῶν λίαν σοφῶν ὕθλους εἶναι γραϊδίων οὐκ ἀνεκτούς· ἐμοὶ δὲ δοκεῖ ταῖς πόλεσι πιστεύειν μᾶλλον τὰ τοιαῦτα ἢ τουτοισὶ τοῖς κομψοῖς, "ὧν τὸ ψυχάριον δριμὺ μέν", ὑγιὲς δὲ οὐδὲ ἓν βλέπει.

[3]    Ὑπὲρ δὲ ὧν εἰπεῖν ἐπῆλθέ μοι παρ' αὐτὸν ἄρτι τὸν τῆς ἁγιστείας καιρόν, ἀκούω μὲν ἔγωγε καὶ Πορφυρίῳ τινὰ πεφιλοσοφῆσθαι περὶ αὐτῶν· οὐ μὴν οἶδά γε, οὐ γὰρ ἐνέτυχον, εἰ καὶ συνενεχθῆναί που συμβαίη τῷ λόγῳ. Τὸν Γάλλον δὲ ἐγὼ τουτονὶ καὶ τὸν Ἄττιν αὐτὸς οἴκοθεν ἐπινοῶ τοῦ γονίμου καὶ δημιουργικοῦ νοῦ, τὴν ἄχρι τῆς ἐσχάτης ὕλης ἅπαντα γεννῶσαν, οὐσίαν εἶναι, ἔχουσάν τε ἐν ἑαυτῇ πάντας τοὺς λόγους καὶ τὰς αἰτίας τῶν ἐνύλων εἰδῶν· οὐ γὰρ δὴ πάντων ἐν πᾶσι τὰ εἴδη, οὔτε ἐν τοῖς ἀνωτάτω καὶ πρώτοις αἰτίοις τὰ τῶν ἐσχάτων καὶ τελευταίων, μεθ' ἃ οὐδέν ἐστιν ἢ τὸ "τῆς στερήσεως" ὄνομα μετὰ ἀμυδρᾶς ἐπινοίας. Οὐσῶν δὴ πολλῶν οὐσιῶν καὶ πολλῶν πάνυ δημιουργῶν, τοῦ τρίτου δημιουργοῦ, ὃς τῶν ἐνύλων εἰδῶν τοὺς λόγους ἐξῃρημένους ἔχει καὶ συνεχεῖς τὰς αἰτίας, ἡ τελευταία καὶ μέχρι γῆς ὑπὸ περιουσίας τοῦ γονίμου διὰ τῶν ἄνωθεν παρὰ τῶν ἄστρων καθήκουσα, "φύσις" ὁ ζητούμενός ἐστιν Ἄττις. Ἴσως δὲ ὑπὲρ οὗ λέγω χρὴ διαλαβεῖν σαφέστερον· εἶναί τι λέγομεν ὕλην, ἀλλὰ καὶ ἔνυλον εἶδος. Ἀλλὰ τούτων εἰ μή τις αἰτία προτέτακται, λανθάνοιμεν ἂν ἑαυτοὺς εἰσάγοντες τὴν ἐπικούρειον δόξαν· ἀρχαῖν γὰρ ‹τοῖν› δυοῖν εἰ μηδέν ἐστι πρεσβύτερον, αὐτόματός τις αὐτὰς φορὰ καὶ τύχη συνεκλήρωσεν. "Ἀλλ' ὁρῶμεν", φησὶ περιπατητικός τις ἀγχίνους ὥσπερ ὁ Ξέναρχος, "τούτων αἴτιον ὂν τὸ πέμπτον καὶ κυκλικὸν σῶμα. Γελοῖος δὲ καὶ Ἀριστοτέλης ὑπὲρ τούτων ζητῶν τε καὶ πολυπραγμονῶν, ὁμοίως δὲ καὶ Θεόφραστος· ἠγνόησε γοῦν τὴν ἑαυτοῦ φωνήν. Ὥσπερ γὰρ εἰς τὴν ἀσώματον οὐσίαν ἐλθὼν καὶ νοητήν, ἔστη μὴ πολυπραγμονῶν τὴν αἰτίαν, ἀλλὰ φὰς "οὕτω ταῦτα πεφυκέναι"· χρῆν δὲ δήπουθεν καὶ ἐπὶ τοῦ πέμπτου σώματος τὸ πεφυκέναι ταύτῃ λαμβάνοντα μηκέτι ζητεῖν τὰς αἰτίας, ἵστασθαι δὲ μετ' αὐτῶν καὶ μὴ πρὸς τὸ νοητὸν ἐκπίπτειν, ὂν μὲν οὐθὲν φύσει καθ' ἑαυτό, ἔχον δὲ ἄλλως κενὴν ὑπόνοιαν." Τοιαῦτα γὰρ ἐγὼ μέμνημαι τοῦ Ξενάρχου λέγοντος ἀκηκοώς. Εἰ μὲν οὖν ὀρθῶς ἢ μὴ ταῦτα ἐκεῖνος ἔφη, τοῖς ἄγαν ἐφείσθω Περιπατητικοῖς ὀνυχίζειν, ὅτι δὲ οὐ προσηνῶς ἐμοὶ παντί που δῆλον, ὅπου γε καὶ τὰς ἀριστοτελικὰς ὑποθέσεις ἐνδεεστέρως ἔχειν ὑπολαμβάνω, εἰ μή τις αὐτὰς ἐς ταὐτὸ τοῖς Πλάτωνος ἄγοι, μᾶλλον δὲ καὶ ταῦτα ταῖς ἐκ θεῶν δεδομέναις προφητείαις.

[4]    Ἐκεῖνο δὲ ἴσως ἄξιον πυθέσθαι πῶς τὸ κυκλικὸν σῶμα δύναται τὰς ἀσωμάτους ἔχειν αἰτίας τῶν ἐνύλων εἰδῶν· ὅτι μὲν γὰρ δίχα τούτων ὑποστῆναι τὴν γένεσιν οὐκ ἐνδέχεται, πρόδηλόν ἐστί που καὶ σαφές. Τοῦ χάριν γάρ ἐστι τοσαῦτα τὰ γιγνόμενα; Πόθεν δὲ ἄρρεν καὶ θῆλυ; Πόθεν δὲ ἡ κατὰ γένος τῶν ὄντων ἐν ὡρισμένοις εἴδεσι διαφορά, εἰ μή τινες εἶεν προϋπάρχοντες καὶ προεστῶτες λόγοι αἰτίαι τε ἐν παραδείγματος λόγῳ προϋφεστῶσαι; Πρὸς ἃς εἴπερ ἀμβλώττομεν, ἔτι καθαιρώμεθα τὰ ὄμματα τῆς ψυχῆς. Κάθαρσις δὲ ὀρθὴ στραφῆναι πρὸς ἑαυτὸν καὶ κατανοῆσαι πῶς μὲν ἡ ψυχὴ καὶ ὁ ἔνυλος νοῦς ὥσπερ ἐκμαγεῖόν τι τῶν ἐνύλων εἰδῶν καὶ εἰκών ἐστιν· ἓν [τοῦτο] γὰρ οὐδέν ἐστι τῶν σωμάτων, ἢ τῶν περὶ τὰ σώματα γινομένων τε καὶ θεωρουμένων ἀσωμάτων, οὗ τὴν φαντασίαν ὁ νοῦς οὐ δύναται λαβεῖν ἀσωμάτως, ὅπερ οὔποτ' ἂν ἐποίησεν, εἰ μή τι ξυγγενὲς εἶχεν αὐτοῖς φύσει. Ταῦτά τοι καὶ Ἀριστοτέλης τὴν ψυχὴν "τόπον εἰδῶν" ἔφη, πλὴν οὐκ ἐνεργείᾳ, ἀλλὰ δυνάμει. Τὴν μὲν οὖν τοιαύτην ψυχὴν καὶ τὴν ἐπεστραμμένην πρὸς τὸ σῶμα δυνάμει ταῦτα ἔχειν ἀναγκαῖον· εἰ δέ τις ἄσχετος εἴη καὶ ἀμιγὴς ταύτῃ, τοὺς λόγους οὐκέτι δυνάμει, πάντας δὲ ὑπάρχειν ἐνεργείᾳ νομιστέον. Λάβωμεν δὲ αὐτὰ σαφέστερον διὰ τοῦ παραδείγματος, ᾧ καὶ Πλάτων ἐν τῷ Σοφιστῇ, πρὸς ἕτερον μὲν λόγον, ἐχρήσατο δ' οὖν ὅμως· Τὸ παράδειγμα δὲ οὐκ εἰς ἀπόδειξιν φέρω τοῦ λόγου, καὶ γὰρ οὐδὲ ἀποδείξει χρὴ λαβεῖν αὐτό, ἀλλ' ἐπιβολῇ μόνῃ. Περὶ γὰρ τῶν πρώτων αἰτιῶν ἐστιν ἢ τῶν γε ὁμοστοίχων τοῖς πρώτοις, εἴπερ ἡμῖν ἐστιν, ὥσπερ οὖν ἄξιον νομίζειν, καὶ ὁ Ἄττις θεός. Τί δὲ καὶ ποῖόν ἐστι τὸ παράδειγμα; Φησί που Πλάτων τῶν περὶ τὴν μίμησιν διατριβόντων εἰ μὲν ἐθέλοι τις μιμεῖσθαι ὥστε καθυφεστάναι τὰ μιμητά, ἐργώδη τε εἶναι καὶ χαλεπὴν καὶ νὴ Δία γε τοῦ ἀδυνάτου πλησίον βάλλειν, εὔκολον δὲ καὶ ῥᾳδίαν καὶ σφόδρα δυνατὴν τὴν διὰ τοῦ δοκεῖν τὰ ὄντα μιμουμένην. Ὅταν οὖν τὸ κάτοπτρον λαβόντες περιφέρωμεν, ἐκ πάντων τῶν ὄντων ῥᾳδίως ἀπομαξάμενοι δείκνυμεν ἑκάστου τοὺς τύπους. Ἐκ δὴ τούτου τοῦ παραδείγματος ἐπὶ τὸ εἰρημένον διαβιβάσθω μὲν τὸ ὁμοίωμα, ἵν' ᾖ τὸ μὲν "κάτοπτρον" ὁ λεγόμενος ὑπὸ Ἀριστοτέλους δυνάμει "τόπος εἰδῶν"· αὐτὰ δὲ χρὴ τὰ εἴδη πρότερον ὑφεστάναι πάντως ἐνεργείᾳ τοῦ δυνάμει. Τῆς τοίνυν ἐν ἡμῖν ψυχῆς, ὡς καὶ Ἀριστοτέλει δοκεῖ, δυνάμει τῶν ὄντων ἐχούσης τὰ εἴδη, ποῦ πρῶτον ἐνεργείᾳ θησόμεθα ταῦτα; Πότερον ἐν τοῖς ἐνύλοις; Ἀλλ' ἔστι γε ταῦτα φανερῶς τὰ τελευταῖα. Λείπεται δὴ λοιπὸν ἀΰλους αἰτίας ζητεῖν, ἐνεργείᾳ, προτεταγμένας τῶν ἐνύλων, αἷς παρυποστᾶσαν καὶ συμπροελθοῦσαν ἡμῶν τὴν ψυχὴν δέχεσθαι μὲν ἐκεῖθεν, ὥσπερ ἐξ ὄντων τινῶν τὰ ἔσοπτρα, τοὺς τῶν εἰδῶν ἀναγκαῖον λόγους, ἐνδιδόναι δὲ διὰ τῆς φύσεως τῇ τε ὕλῃ καὶ τοῖς ἐνύλοις τουτοισὶ σώμασιν. Ὅτι μὲν γὰρ ἡ φύσις ἐστὶ δημιουργὸς τῶν σωμάτων ἴσμεν, ὡς ὅλη τις οὖσα τοῦ παντός, ἡ δὲ καθ' ἕκαστον ἑνὸς ἑκάστου τῶν ἐν μέρει, πρόδηλόν ἐστί που καὶ σαφές· ἀλλ' ἡ φύσις ἐνεργείᾳ δίχα φαντασίας ἐν ἡμῖν, ἡ δὲ ὑπὲρ ταύτης ψυχὴ καὶ τὴν φαντασίαν προσείληφεν. Εἰ τοίνυν ἡ φύσις καὶ ὧν οὐκ ἔχει τὴν φαντασίαν ἔχειν ὅμως ὁμολογεῖται τὴν αἰτίαν, ἀνθ' ὅτου, πρὸς θεῶν, οὐχὶ τοῦτο αὐτὸ μᾶλλον ἔτι καὶ πρεσβύτερον τῇ ψυχῇ δώσομεν, ὅπου καὶ φανταστικῶς αὐτὸ γιγνώσκομεν ἤδη καὶ λόγῳ καταλαμβάνομεν; Εἶτα τίς οὕτως ἐστὶ φιλόνεικος, ὡς τῇ φύσει μὲν ὑπάρχειν ὁμολογεῖν τοὺς ἐνύλους λόγους, εἰ καὶ μὴ πάντας καὶ κατὰ τὸ αὐτὸ ἐνεργείᾳ, ἀλλὰ δυνάμει γε πάντας, τῇ ψυχῇ δὲ μὴ δοῦναι τοῦτο αὐτό; Οὐκοῦν εἰ δυνάμει μὲν ἐν τῇ φύσει καὶ οὐκ ἐνεργείᾳ τὰ εἴδη, δυνάμει δὲ ἔτι καὶ ἐν τῇ ψυχῇ καθαρώτερον καὶ διακεκριμένως μᾶλλον, ὥστε δὴ καὶ καταλαμβάνεσθαι καὶ γινώσκεσθαι, ἐνεργεῖᾳ δὲ οὐδαμοῦ πόθεν ἀναρτήσομεν τῆς ἀειγενεσίας τὰ πείσματα; Ποῦ δὲ ἑδράσομεν τοὺς ὑπὲρ τῆς ἀϊδιότητος Κόσμου λόγους; Τὸ γάρ τοι κυκλικὸν σῶμα ἐξ ὑποκειμένου καὶ εἴδους ἐστίν. Ἀνάγκη δὴ οὖν, εἰ καὶ μήποτε ἐνεργείᾳ ταῦτα δίχα ἀλλήλων, ἀλλὰ ταῖς γε ἐπινοίαις ἐκεῖνα πρῶτα ὑπάρχοντα εἶναί τε καὶ νομίζεσθαι πρεσβύτερα.

[5]    Οὐκοῦν ἐπειδὴ δέδοταί τις καὶ τῶν ἐνύλων εἰδῶν αἰτία προηγουμένη παντελῶς ἄϋλος ὑπὸ τὸν τρίτον δημιουργόν, ὃς ἡμῖν οὐ τούτων μόνον ἐστίν, ἀλλὰ καὶ τοῦ φαινομένου καὶ πέμπτου σώματος πατὴρ καὶ δεσπότης, ἀποδιελόντες ἐκείνου τὸν Ἄττιν, τὴν ἄχρι τῆς ὕλης καταβαίνουσαν αἰτίαν, καὶ θεὸν γόνιμον Ἄττιν εἶναι καὶ Γάλλον πεπιστεύκαμεν, ὃν δέ φησιν ὁ μῦθος ἀνθῆσαι μὲν ἐκτεθέντα παρὰ τοῦ Γάλλου ποταμοῦ ταῖς δίναις, εἶτα καλὸν φανέντα καὶ μέγαν ἀγαπηθῆναι παρὰ τῆς Μητρὸς τῶν θεῶν. Τὴν δὲ τά τε ἄλλα πάντα ἐπιτρέψαι αὐτῷ καὶ τὸν ἀστερωτὸν ἐπιθεῖναι πῖλον· ἀλλ' εἰ τὴν κορυφὴν σκέπει τοῦ Ἄττιδος ὁ φαινόμενος οὐρανὸς οὑτοσί, τὸν Γάλλον ποταμὸν ἆρα μή ποτε χρὴ τὸν γαλαξίαν μαντεύεσθαι κύκλον; Ἐνταῦθα γάρ φασι μίγνυσθαι τὸ παθητὸν σῶμα πρὸς τὴν ἀπαθῆ τοῦ πέμπτου κυκλοφορίαν. Ἄχρι τοι τούτων ἐπέτρεψεν ἡ Μήτηρ τῶν θεῶν σκιρτᾶν τε καὶ χορεύειν τῷ παγκάλῳ τούτῳ καὶ ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐμφερεῖ τῷ νοερῷ θεῷ, τῷ Ἄττιδι. Ὁ δὲ ἐπειδὴ προϊὼν ἦλθεν ἄχρι τῶν ἐσχάτων, ὁ μῦθος αὐτὸν εἰς τὸ ἄντρον κατελθεῖν ἔφη καὶ συγγενέσθαι τῇ νύμφῃ, τὸ δίυγρον αἰνιττόμενος τῆς ὕλης, καὶ οὐδὲ τὴν ὕλην αὐτὴν νῦν ἔφη, τὴν τελευταίαν δὲ αἰτίαν ἀσώματον, ἣ τῆς ὕλης προέστηκε. Λέγεταί τοι καὶ πρὸς Ἡρακλείτου

   "ψυχῇσιν θάνατος ὑγρῇσι γενέσθαι"· τοῦτον οὖν τὸν Γάλλον, τὸν νοερὸν θεόν, τὸν τῶν ἐνύλων καὶ ὑπὸ σελήνην εἰδῶν συνοχέα, τῇ προτεταγμένῃ τῆς ὕλης αἰτίᾳ συνιόντα, συνιόντα δὲ οὐχ ὡς ἄλλον ἄλλῃ, ἀλλ' οἷον αὐτὸ εἰς αὐτὸ ‹ὑπολαμβάνομεν› ὑποφερόμενον.

[6]    Τίς οὖν ἡ Μήτηρ τῶν θεῶν; Ἡ τῶν κυβερνώντων τοὺς ἐμφανεῖς νοερῶν καὶ δημιουργικῶν θεῶν πηγή, ἡ καὶ τεκοῦσα καὶ συνοικοῦσα τῷ μεγάλῳ Διί, θεὸς ὑποστᾶσα μεγάλη μετὰ τὸν μέγαν καὶ σὺν τῷ μεγάλῳ δημιουργῷ, ἡ πάσης μὲν κυρία ζωῆς, πάσης δὲ γενέσεως αἰτία, ἡ ῥᾷστα μὲν ἐπιτελοῦσα τὰ ποιούμενα, γεννῶσα δὲ δίχα πάθους καὶ δημιουργοῦσα τὰ ὄντα μετὰ τοῦ Πατρός· αὕτη γὰρ καὶ παρθένος ἀμήτωρ καὶ Διὸς σύνθωκος καὶ μήτηρ θεῶν ὄντως οὖσα πάντων. Τῶν γὰρ νοητῶν ὑπερκοσμίων θεῶν δεξαμένη πάντων αἰτίας ἐν ἑαυτῇ, πηγὴ τοῖς νοεροῖς ἐγένετο. Ταύτην δὴ τὴν θεὸν οὖσαν καὶ πρόνοιαν ἔρως μὲν ὑπῆλθεν ἀπαθὴς Ἄττιδος· ἐθελούσια γὰρ αὐτῇ καὶ κατὰ γνώμην ἐστὶν οὐ τὰ ἔνυλα μόνον εἴδη, πολὺ δὲ πλέον τὰ τούτων αἴτια. Τὴν δὴ τὰ γινόμενα καὶ φθειρόμενα σώζουσαν Προμήθειαν ἐρᾶν ὁ μῦθος ἔφη τῆς δημιουργικῆς τούτων αἰτίας καὶ γονίμου, καὶ κελεύειν μὲν αὐτὴν ἐν τῷ νοητῷ τίκτειν μᾶλλον καὶ βούλεσθαί γε πρὸς ἑαυτὴν ἐπεστράφθαι καὶ συνοικεῖν, ἐπίταγμα δὲ ποιεῖσθαι μηδενὶ τῶν ἄλλων, ἅμα μὲν τὸ ἑνοειδὲς σωτήριον διώκουσαν, ἅμα δὲ φεύγουσαν τὸ πρὸς τὴν ὕλην νεῦσαν. Πρὸς ἑαυτήν τε βλέπειν ἐκέλευσεν, οὖσαν [τε] πηγὴν μὲν τῶν δημιουργικῶν θεῶν, οὐ καθελκομένην δὲ εἰς τὴν γένεσιν οὐδὲ θελγομένην· οὕτω γὰρ ἔμελλεν ὁ μέγας Ἄττις καὶ κρεῖττον εἶναι δημιουργός, ἐπείπερ ἐν πᾶσιν ἡ πρὸς τὸ κρεῖττον ἐπιστροφὴ μᾶλλόν ἐστι δραστήριος τῆς πρὸς τὸ χεῖρον νεύσεως. Ἐπεὶ καὶ τὸ πέμπτον σῶμα τούτῳ δημιουργικώτερόν ἐστι τῶν τῇδε καὶ θειότερον, τῷ μᾶλλον ἐστράφθαι πρὸς τοὺς θεούς, ἐπεί τοι τὸ σῶμα, κἂν αἰθέρος ᾖ τοῦ καθαρωτάτου, [καὶ] ψυχῆς ἀχράντου καὶ καθαρᾶς, ὁποίαν τὴν Ἡρακλέος ὁ δημιουργὸς ἐξέπεμψεν, οὐθεὶς ἂν εἰπεῖν κρεῖττον τολμήσειε. Τότε μέντοι ἦν τε καὶ ἐδόκει μᾶλλον δραστήριος, ὅτε αὐτὴν ἔδωκεν ἐκείνη σώματι, ἐπεὶ καὶ αὐτῷ νῦν Ἡρακλεῖ ὅλῳ πρὸς ὅλον κεχωρηκότι τὸν πατέρα ῥᾴων ἡ τούτων ἐπιμέλεια καθέστηκεν ἢ πρότερον ἦν, ὅτε ἐν τοῖς ἀνθρώποις σαρκία φορῶν ἐτρέφετο. Οὕτως ἐν πᾶσι δραστήριος μᾶλλον ἡ πρὸς τὸ κρεῖττον ἀπόστασις τῆς ἐπὶ τὸ χεῖρον στροφῆς· ὃ δὴ βουλόμενος ὁ μῦθος διδάξαι παραινέσαι φησὶ τὴν Μητέρα τῶν θεῶν τῷ Ἄττιδι θεραπεύειν αὐτὴν καὶ μήτε ἀποχωρεῖν μήτε ἐρᾶν ἄλλης.

[7]    Ὁ δὲ προῆλθεν ἄχρι τῶν ἐσχάτων τῆς ὕλης κατελθών. Ἐπεὶ δὲ ἐχρῆν παύσασθαί ποτε καὶ στῆναι τὴν ἀπειρίαν, Κορύβας μὲν ὁ Μέγας Ἥλιος, ὁ σύνθρονος τῇ Μητρὶ καὶ συνδημιουργῶν αὐτῇ τὰ πάντα καὶ συμπρομηθούμενος καὶ οὐδὲν πράττων αὐτῆς δίχα, πείθει τὸν Λέοντα μηνυτὴν γενέσθαι. Τίς δὲ ὁ Λέων; Αἴθωνα δήπουθεν ἀκούομεν αὐτόν, αἰτίαν τοίνυν τὴν προεστῶσαν τοῦ θερμοῦ καὶ πυρώδους, ἣ πολεμήσειν ἔμελλε τῇ νύμφῃ καὶ ζηλοτυπήσειν αὐτὴν τῆς πρὸς τὸν Ἄττιν κοινωνίας, εἴρηται δὲ ἡμῖν τίς ἡ νύμφη, τῇ ‹δὴ› δημιουργικῇ προμηθείᾳ τῶν ὄντων ‹αὐτὸν› ὑπουργῆσαί φασι, δηλαδὴ τῇ Μητρὶ τῶν θεῶν, εἶτα φωράσαντα καὶ μηνυτὴν γενόμενον αἴτιον γενέσθαι τῷ νεανίσκῳ τῆς ἐκτομῆς. Ἡ δὲ ἐκτομὴ τίς; ἐποχὴ τῆς ἀπειρίας· ἔστη γὰρ δὴ τὰ τῆς γενέσεως ἐν ὡρισμένοις τοῖς εἴδεσιν ὑπὸ τῆς δημιουργικῆς ἐπισχεθέντα προμηθείας, οὐκ ἄνευ τῆς τοῦ Ἄττιδος λεγομένης παραφροσύνης, ἣ τὸ μέτριον ἐξισταμένη καὶ ὑπερβαίνουσα καὶ διὰ τοῦτο ὥσπερ ἐξασθενοῦσα καὶ οὐκέθ' αὑτῆς εἶναι δυναμένη, ὃ δὴ περὶ τὴν τελευταίαν ὑποστῆναι τῶν θεῶν αἰτίαν οὐκ ἄλογον. Σκόπει οὖν ἀναλλοίωτον κατὰ πᾶσαν ἀλλοίωσιν τὸ πέμπτον θεώμενος σῶμα περὶ τοὺς φωτισμοὺς τῆς σελήνης, ἵνα λοιπὸν ὁ συνεχῶς γιγνόμενός τε καὶ ἀπολλύμενος κόσμος γειτνιᾷ τῷ πέμπτῳ σώματι· περὶ τοὺς φωτισμοὺς αὐτῆς ἀλλοίωσίν τινα καὶ πάθη συμπίπτοντα θεωροῦμεν.

[8]    Οὐκ ἄτοπον οὖν [εἰ] καὶ τὸν Ἄττιν τοῦτον ἡμίθεόν τινα εἶναι, βούλεται γὰρ δὴ καὶ ὁ μῦθος τοῦτο, μᾶλλον δὲ θεὸν μὲν τῷ παντί· πρόεισί τε γὰρ ἐκ τοῦ τρίτου δημιουργοῦ καὶ ἐπισυνάγεται πάλιν ἐπὶ τὴν Μητέρα τῶν θεῶν μετὰ τὴν ἐκτομήν· ἐπεὶ δὲ ὅλως ῥέπειν καὶ νεύειν εἰς τὴν ὕλην δοκεῖ, θεῶν μὲν ἔσχατον, ἔξαρχον δὲ τῶν θείων γενῶν ἁπάντων οὐκ ἂν ἁμάρτοι τις αὐτὸν ὑπολαβών. Ἡμίθεον δὲ διὰ τοῦτο ὁ μῦθός φησι τὴν πρὸς τοὺς ἀτρέπτους αὐτοῦ θεοὺς ἐνδεικνύμενος διαφοράν. Δορυφοροῦσι γὰρ αὐτὸν παρὰ τῆς Μητρὸς δοθέντες οἱ Κορύβαντες, αἱ τρεῖς ἀρχικαὶ τῶν μετὰ θεοὺς κρεισσόνων γενῶν ὑποστάσεις. Ἄρχει δὲ καὶ τῶν Λεόντων, οἳ τὴν ἔνθερμον οὐσίαν καὶ πυρώδη κατανειμάμενοι μετὰ τοῦ σφῶν ἐξάρχου Λέοντος, αἴτιοι τῷ πυρὶ μὲν πρώτως, διὰ δὲ τῆς ἐνθένδε θερμότητος ἐνεργείας τε κινητικῆς αἴτιοι καὶ τοῖς ἄλλοις εἰσὶ σωτηρίας· περίκειται δὲ τὸν οὐρανὸν ἀντὶ τιάρας, ἐκεῖθεν ὥσπερ ἐπὶ γῆν ὁρμώμενος.

[9]    Οὗτος ὁ μέγας ἡμῖν θεὸς Ἄττις ἐστίν· αὗται τοῦ βασιλέως Ἄττιδος αἱ θρηνούμεναι τέως φυγαὶ καὶ κρύψεις καὶ ἀφανισμοὶ καὶ αἱ δύσεις αἱ κατὰ τὸ ἄντρον, τεκμήρια δὲ ἔστω μοι τούτου ὁ χρόνος ἐν ᾧ γίνεται. Τέμνεσθαι γάρ φασι τὸ ἱερὸν δένδρον καθ' ἣν ἡμέραν ὁ ἥλιος ἐπὶ τὸ ἄκρον τῆς ἰσημερινῆς ἁψῖδος ἔρχεται· εἶθ' ἑξῆς περισαλπισμὸς παραλαμβάνεται· τῇ τρίτῃ δὲ τέμνεται τὸ ἱερὸν καὶ ἀπόρρητον θέρος τοῦ θεοῦ Γάλλου· ἐπὶ τούτοις Ἱλάρια, φασί, καὶ ἑορταί. Ὅτι μὲν οὖν στάσις ἐστὶ τῆς ἀπειρίας ἡ θρυλλουμένη παρὰ τοῖς πολλοῖς ἐκτομή, πρόδηλον ἐξ ὧν ἡνίκα ὁ μέγας Ἥλιος ‹ἔστη›, τοῦ ἰσημερινοῦ ψαύσας κύκλου, ἵνα τὸ μάλιστα ὡρισμένον ἐστί· τὸ μὲν γὰρ ἴσον ὡρισμένον ἐστί, τὸ δὲ ἄνισον ἄπειρόν τε καὶ ἀδιεξίτητον κατὰ τὸν λόγον αὐτίκα τὸ δένδρον τέμνεται· εἶθ' ἑξῆς γίνεται τὰ λοιπά, τὰ μὲν διὰ τοὺς μυστικοὺς καὶ κρυφίους θεσμούς, τὰ δὲ καὶ ῥηθῆναι πᾶσι δυναμένους. Ἡ δὲ ἐκτομὴ τοῦ δένδρου, τοῦτο δὲ τῇ μὲν ἱστορίᾳ προσήκει τῇ περὶ τὸν Γάλλον, οὐδὲν δὲ τοῖς μυστηρίοις, ‹οἷς› παραλαμβάνεται, διδασκόντων ἡμᾶς οἶμαι τῶν θεῶν συμβολικῶς ὅτι χρὴ τὸ κάλλιστον ἐκ γῆς δρεψαμένους, ἀρετὴν μετὰ εὐσεβείας, ἀπενεγκεῖν τῇ θεῷ, σύμβολον τῆς ἐνταῦθα χρηστῆς πολιτείας ἐσόμενον. Τὸ γάρ τοι δένδρον ἐκ γῆς μὲν φύεται, σπεύδει δὲ ὥσπερ εἰς τὸν αἰθέρα καὶ ἰδεῖν τέ ἐστι καὶ ὀφθῆναι καλὸν καὶ σκιὰν παρασχεῖν ἐν πνίγει, ἤδη δὲ καὶ καρπὸν ἐξ ἑαυτοῦ προβαλεῖν καὶ χαρίσασθαι· οὕτως αὐτῷ πολύ τί γε τοῦ γονίμου περίεστιν. Ἡμῖν οὖν ὁ θεσμὸς παρακελεύεται, τοῖς φύσει μὲν οὐρανίοις, εἰς γῆν δὲ ἐνεχθεῖσιν, ἀρετὴν μετὰ εὐσεβείας ἀπὸ τῆς ἐν τῇ γῇ πολιτείας ἀμησαμένους παρὰ τὴν προγονικὴν καὶ ζωογόνον σπεύδειν θεόν. Εὐθὺς οὖν ἡ σάλπιγξ μετὰ τὴν ἐκτομὴν ἐκδίδωσι τὸ ἀνακλητικὸν τῷ Ἄττιδι καὶ τοῖς ὅσοι ποτὲ οὐρανόθεν ἔπτημεν εἰς τὴν γῆν καὶ ἐπέσομεν. Μετὰ δὴ τὸ σύμβολον τοῦτο, ὅτε ὁ βασιλεὺς Ἄττις ἵστησι τὴν ἀπειρίαν διὰ τῆς ἐκτομῆς, ἡμῖν τε οἱ θεοὶ κελεύουσιν ἐκτέμνειν καὶ αὐτοῖς τὴν ἐν ἡμῖν αὐτοῖς ἀπειρίαν καὶ κινεῖσθαι ἐκ τούτων, ἐπὶ δὲ τὸ ὡρισμένον καὶ ἑνοειδὲς καί, εἴπερ οἷόν τέ ἐστιν, αὐτὸ "τὸ Ἓν" ἀνατρέχειν· οὗπερ γενομένου, πάντως ἕπεσθαι χρὴ τὰ Ἱλάρια. Τί γὰρ εὐθυμότερον, τί δὲ ἱλαρώτερον γένοιτο ἂν ψυχῆς ἀπειρίαν μὲν καὶ γένεσιν καὶ τὸν ἐν αὐτῇ κλύδωνα διαφυγούσης, ἐπὶ δὲ τοὺς θεοὺς αὐτοὺς ἀναχθείσης; Ὧν ἕνα καὶ τὸν Ἄττιν ὄντα περιεῖδεν οὐδαμῶς ἡ τῶν θεῶν Μήτηρ βαδίζοντα πρόσω πλέον ἢ χρῆν, πρὸς ἑαυτὴν δὲ ἐπέστρεψε στῆσαι τὴν ἀπειρίαν προστάξασα.

[10]    Καὶ μή τις ὑπολάβοι με λέγειν ὡς ταῦτα ἐπράχθη ποτὲ καὶ γέγονεν, ὥσπερ οὐκ εἰδότων τῶν θεῶν αὐτῶν ὅτι ποιήσουσιν, ἢ τὰ σφῶν αὐτῶν ἁμαρτήματα διορθουμένων· ἀλλὰ οἱ παλαιοὶ τῶν ὄντων ἀεὶ τὰς αἰτίας ἤτοι τῶν θεῶν ὑφηγουμένων ‹ἢ› κατὰ σφᾶς αὐτοὺς διερευνώμενοι, βέλτιον δὲ ἴσως εἰπεῖν. ζητοῦντες ὑφ' ἡγεμόσι τοῖς θεοῖς, ἔπειτα εὑρόντες ἐσκέπασαν αὐτὰς μύθοις παραδόξοις, ἵνα διὰ τοῦ παραδόξου καὶ ἀπεμφαίνοντος τὸ πλάσμα φωραθὲν ἐπὶ τὴν ζήτησιν ἡμᾶς τῆς ἀληθείας προτρέψῃ, τοῖς μὲν ἰδιώταις ἀρκούσης, οἶμαι, τῆς ἀλόγου καὶ διὰ τῶν συμβόλων μόνων ὠφελείας, τοῖς δὲ περιττοῖς κατὰ τὴν φρόνησιν οὕτως ἂν μόνως ἐσομένης ὠφελίμου τῆς περὶ θεῶν ἀληθείας, εἴ τις ἐξετάζων αὐτὴν ὑφ' ἡγεμόσι τοῖς θεοῖς εὕροι καὶ λάβοι, διὰ μὲν τῶν αἰνιγμάτων ὑπομνησθεὶς ὅτι χρή τι περὶ αὐτῶν ζητεῖν, ἐς τέλος δὲ καὶ ὥσπερ κορυφὴν τοῦ πράγματος διὰ τῆς σκέψεως εὑρὼν πορευθείη, οὐκ αἰδοῖ καὶ πίστει μᾶλλον ἀλλοτρίας δόξης ἢ τῇ σφετέρᾳ κατὰ νοῦν ἐνεργείᾳ.

[11]    Τί οὖν εἶναί φαμεν, ὡς ἐν κεφαλαίῳ; Κατανοήσαντες ἄχρι τοῦ πέμπτου σώματος οὐ τὸ νοητὸν μόνον, ἀλλὰ καὶ τὰ φαινόμενα ταῦτα σώματα τῆς ἀπαθοῦς ὄντα καὶ θείας μερίδος, ἄχρι τούτου θεοὺς ἐνόμισαν ἀκραιφνεῖς εἶναι· τῇ γονίμῳ δὲ τῶν θεῶν οὐσίᾳ τῶν τῇδε παρυποστάντων, ἐξ ἀϊδίου συμπροελθούσης τῆς ὕλης τοῖς θεοῖς, παρ' αὐτῶν δὲ καὶ δι' αὐτῶν διὰ τὸ ὑπέρπληρες αὐτῶν τῆς γονίμου καὶ δημιουργικῆς αἰτίας, ἡ τῶν ὄντων Προμήθεια, συνουσιωμένη τοῖς θεοῖς ἐξ ἀϊδίου, καὶ σύνθωκος μὲν οὖσα τῷ βασιλεῖ Διί, πηγὴ δὲ τῶν νοερῶν θεῶν, καὶ τὸ δοκοῦν ἄζωον καὶ ἄγονον καὶ σκύβαλον καὶ τῶν ὄντων, οἷον ἂν εἴπῃ τις, ἀποκάθαρμα καὶ τρύγα καὶ ὑποσταθμὴν διὰ τῆς τελευταίας ‹αἰτίας› τῶν θεῶν, εἰς ἣν αἱ πάντων οὐσίαι τῶν θεῶν ἀποτελευτῶσιν, ἐκόσμησέ τε καὶ διωρθώσατο καὶ πρὸς τὸ κρεῖττον μετέστησεν. Ὁ γὰρ Ἄττις οὗτος ἔχων τὴν κατάστικτον τοῖς ἄστροις τιάραν εὔδηλον ὅτι τὰς πάντων τῶν θεῶν εἰς τὸν ἐμφανῆ κόσμον ὁρωμένας λήξεις ἀρχὰς ἐποιήσατο τῆς ἑαυτοῦ βασιλείας· ἐπ' αὐτῷ τὸ μὲν ἀκραιφνὲς καὶ καθαρὸν ἦν ἄχρι Γαλαξίου· περὶ τοῦτον δὲ ἤδη τὸν τόπον μιγνυμένου πρὸς τὸ ἀπαθὲς τοῦ παθητοῦ καὶ τῆς ὕλης παρυφισταμένης ἐκεῖθεν, ἡ πρὸς ταύτην κοινωνία κατάβασίς ἐστιν εἰς τὸ ἄντρον, οὐκ ἀκουσίως μὲν γενομένη τοῖς θεοῖς καὶ τῇ τούτων Μητρί, λεγομένη δὲ ἀκουσίως γενέσθαι. Φύσει γὰρ ἐν κρείττονι τοὺς θεοὺς ὄντας οὐκ ἐκεῖθεν ἐπὶ τάδε καθέλκειν ἐθέλει τὰ βελτίω, ἀλλὰ διὰ τῆς τῶν κρειττόνων συγκαταβάσεως καὶ ταῦτα ἀνάγειν ἐπὶ τὴν ἀμείνονα καὶ θεοφιλεστέραν λῆξιν. Οὕτω τοι καὶ τὸν Ἄττιν οὐ κατεχθραίνουσα μετὰ τὴν ἐκτομὴν ἡ Μήτηρ λέγεται, ἀλλὰ ἀγανακτεῖ μὲν οὐκέτι, ἀγανακτοῦσα δὲ λέγεται διὰ τὴν συγκατάβασιν, ὅτι κρείττων ὢν καὶ θεὸς ἔδωκεν ἑαυτὸν τῷ καταδεεστέρῳ· στήσαντα δὲ αὐτὸν τῆς ἀπειρίας τὴν πρόοδον καὶ τὸ ἀκόσμητον τοῦτο κοσμήσαντα διὰ τῆς πρὸς τὸν ἰσημερινὸν κύκλον συμπαθείας, ἵνα ὁ μέγας Ἥλιος τῆς ὡρισμένης κινήσεως τὸ τελειότατον κυβερνᾷ μέτρον, ἐπανάγει πρὸς ἑαυτὴν ἡ θεὸς ἀσμένως, μᾶλλον δὲ ἔχει παρ' ἑαυτῇ. Καὶ οὐδέποτε γέγονεν ὅτε μὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον ὅνπερ νῦν ἔχει, ἀλλ' ἀεὶ μὲν Ἄττις ἐστὶν ὑπουργὸς τῇ Μητρὶ καὶ ἡνίοχος, ἀεὶ δὲ ὀργᾷ εἰς τὴν γένεσιν, ἀεὶ δὲ ἀποτέμνεται τὴν ἀπειρίαν διὰ τῆς ὡρισμένης τῶν εἰδῶν αἰτίας. Ἐπαναγόμενος δὲ ὥσπερ ἐκ γῆς τῶν ἀρχαίων αὖθις λέγεται δυναστεύειν σκήπτρων, ἐκπεσὼν μὲν αὐτῶν οὐδαμῶς οὐδὲ ἐκπίπτων, ἐκπεσεῖν δὲ αὐτῶν λεγόμενος διὰ τὴν πρὸς τὸ παθητὸν σύμμιξιν.

[12]    Ἀλλ' ἐκεῖνο ἴσως ἄξιον προσαπορῆσαι· διττῆς γὰρ οὔσης τῆς ἰσημερίας, οὐ τὴν ‹μὲν› ἐν ταῖς Χηλαῖς, τὴν δὲ ἐν τῷ Κριῷ προτιμῶσιν. Τίς οὖν αἰτία τούτου, φανερὸν δήπουθεν. Ἐπειδὴ γὰρ ἡμῖν ὁ ἥλιος ἄρχεται τότε πλησιάζειν ἀπὸ τῆς ἰσημερίας, αὐξομένης, οἶμαι, τῆς ἡμέρας, ἔδοξεν οὗτος ὁ καιρὸς ἁρμοδιώτερος. Ἔξω γὰρ τῆς αἰτίας ἥ φησι τοῖς θεοῖς εἶναι τὸ φῶς σύνδρομον, ἔχειν οἰκείως πιστευτέον τοῖς ἀφεθῆναι τῆς γενέσεως σπεύδουσι τὰς ἀναγωγοὺς ἀκτῖνας ἡλίου. Σκόπει δὲ ἐναργῶς· ἕλκει μὲν ἀπὸ τῆς γῆς πάντα καὶ προσκαλεῖται καὶ βλαστάνειν ποιεῖ τῇ ζωπυρίδι καὶ θαυμαστῇ θέρμῃ, διακρίνων οἶμαι πρὸς ἄκραν λεπτότητα τὰ σώματα, καὶ τὰ φύσει φερόμενα κάτω κουφίζει. Τὰ δὴ τοιαῦτα τῶν ἀφανῶν αὐτοῦ δυνάμεων ποιητέον τεκμήρια· ὁ γὰρ ἐν τοῖς σώμασι διὰ τῆς σωματοειδοῦς θέρμης οὕτω τοῦτο ἀπεργαζόμενος, πῶς οὐ διὰ τῆς ἀφανοῦς καὶ ἀσωμάτου πάντη καὶ θείας καὶ καθαρᾶς ἐν ταῖς ἀκτῖσιν ἱδρυμένης οὐσίας ἕλξει καὶ ἀνάξει τὰς εὐτυχεῖς ψυχάς; Οὐκοῦν ἐπειδὴ πέφηνεν οἰκεῖον μὲν τοῖς θεοῖς τὸ φῶς τοῦτο καὶ τοῖς ἀναχθῆναι σπεύδουσιν, αὔξεται δὲ ἐν τῷ παρ' ἡμῖν κόσμῳ τὸ τοιοῦτο ὥστε εἶναι τὴν ἡμέραν μείζω τῆς νυκτός, Ἡλίου τοῦ βασιλέως ἐπιπορεύεσθαι τὸν Κριὸν ἀρξαμένου, δέδεικται δὲ καὶ ἀναγωγὸν φύσει τὸ τῶν ἀκτίνων τοῦ θεοῦ διά τε τῆς φανερᾶς ἐνεργείας καὶ τῆς ἀφανοῦς, ὑφ' ἧς παμπληθεῖς ἀνήχθησαν ψυχαὶ τῶν αἰσθήσεων ἀκολουθήσασαι τῇ φανοτάτῃ καὶ μάλιστα ἡλιοειδεῖ. Τὴν γὰρ τοιαύτην τῶν ὀμμάτων αἴσθησιν οὐκ ἀγαπητὴν μόνον οὐδὲ χρήσιμον εἰς τὸν βίον, ἀλλὰ καὶ πρὸς σοφίαν ὁδηγὸν ὁ δαιμόνιος ἀνύμνησε Πλάτων. Εἰ δὲ καὶ τῆς ἀρρήτου μυσταγωγίας ἁψαίμην, ἣν ὁ Χαλδαῖος περὶ τὸν ἑπτάκτινα θεὸν ἐβάκχευσεν ἀνάγων δι' αὐτοῦ τὰς ψυχάς, ἄγνωστα ἐρῶ, καὶ μάλα γε ἄγνωστα τῷ συρφετῷ, θεουργοῖς δὲ τοῖς μακαρίοις γνώριμα· διόπερ αὐτὰ σιωπήσω τανῦν.

[13]    Ὅπερ δὲ ἔλεγον, ὅτι καὶ τὸν καιρὸν οὐκ ἀλόγως ὑποληπτέον, ἀλλ' ὡς ἔνι μάλιστα μετὰ εἰκότος καὶ ἀληθοῦς λόγου παρὰ τῶν παλαιῶν τῷ θεσμῷ προστεθεῖσθαι, σημεῖον δὲ τούτου ὅτι τὸν ἰσημερινὸν κύκλον ἡ θεὸς αὕτη κατενείματο· τελεῖται γὰρ περὶ τὸν Ζυγὸν Δηοῖ καὶ Κόρῃ τὰ σεμνὰ καὶ ἀπόρρητα μυστήρια. Καὶ τοῦτο εἰκότως γίνεται· χρὴ γὰρ καὶ ἀπιόντι τῷ θεῷ τελεσθῆναι πάλιν, ἵνα μηδὲν ὑπὸ τῆς ἀθέου καὶ σκοτεινῆς δυσχερὲς πάθωμεν ἐπικρατούσης δυνάμεως Δὶς γοῦν Ἀθηναῖοι τῇ Δηοῖ τελοῦσι τὰ μυστήρια, ἐν αὐτῷ μὲν τῷ Κριῷ τὰ Μικρά, φασί, Μυστήρια, τὰ Μεγάλα δὲ περὶ τὰς Χηλὰς ὄντος ἡλίου, δι' ἃς ἔναγχος ἔφην αἰτίας. Μεγάλα δὲ ὠνομάσθαι καὶ Μικρὰ νομίζω καὶ ἄλλων ἕνεκα, μάλιστα δέ, ὡς εἰκός, τούτου ἀποχωροῦντος τοῦ θεοῦ μᾶλλον ἤπερ προσιόντος· διόπερ ἐν τούτοις ὅσον εἰς ὑπόμνησιν μόνον, ἅτε δὴ καὶ παρόντος τοῦ σωτῆρος καὶ ἀναγωγοῦ θεοῦ, τὰ προτέλεια κατεβάλλοντο τῆς τελετῆς· εἶτα μικρὸν ὕστερον ἁγνεῖαι συνεχεῖς καὶ τῶν ἱερῶν ἁγιστεῖαι. Ἀπιόντος δὲ λοιπὸν τοῦ θεοῦ πρὸς τὴν ἀντίχθονα ζώνην, καὶ φυλακῆς ἕνεκα καὶ σωτηρίας αὐτὸ τὸ κεφάλαιον ἐπιτελεῖται τῶν μυστηρίων. Ὅρα δέ· ὥσπερ ἐνταῦθα τὸ τῆς γενέσεως αἴτιον ἀποτέμνεται, οὕτω δὲ καὶ παρὰ Ἀθηναίοις οἱ τῶν ἀρρήτων ἁπτόμενοι παναγεῖς εἰσι, καὶ ὁ τούτων ἐξάρχων ἱεροφάντης ἀπέστραπται πᾶσαν τὴν γένεσιν, ὡς οὐ μετὸν αὐτῷ τῆς ἐπ' ἄπειρον προόδου, τῆς ὡρισμένης δὲ καὶ ἀεὶ μενούσης καὶ ἐν τῷ ἑνὶ συνεχομένης οὐσίας ἀκηράτου τε καὶ καθαρᾶς Ὑπὲρ μὲν δὴ τούτων ἀπόχρη τοσαῦτα.

[14]    Λείπεται δὴ λοιπόν, ὡς εἰκός, ὑπέρ τε τῆς ἁγιστείας αὐτῆς καὶ τῆς ἁγνείας διεξελθεῖν, ἵνα καὶ ἐντεῦθεν λάβωμεν εἰς τὴν ὑπόθεσιν εἴ τι συμβάλλεται. Γελοῖον δὲ αὐτίκα τοῖς πᾶσιν ἐκεῖνο φαίνεται κρεῶν μὲν ἅπτεσθαι δίδωσιν ὁ ἱερὸς νόμος, ἀπαγορεύει δὲ τῶν σπερμάτων. Οὐκ ἄψυχα μὲν ἐκεῖνα, ταῦτα δὲ ἔμψυχα; Οὐ καθαρὰ μὲν ἐκεῖνα, ταῦτα δὲ αἵματος καὶ πολλῶν ἄλλων οὐκ εὐχερῶν ὄψει τε καὶ ἀκοῇ πεπληρωμένα; Οὐ τὸ μέγιστον, ἐκείνοις μὲν πρόσεστι τὸ μηδένα ἐκ τῆς ἐδωδῆς ἀδικεῖσθαι, τούτοις δὲ τὸ καταθύεσθαι καὶ κατασφάττεσθαι τὰ ζῷα ἀλγοῦντά γε, ὡς εἰκός, καὶ τρυχόμενα; Ταῦτα πολλοὶ καὶ τῶν περιττῶν εἴποιεν ἄν· ἐκεῖνα δὲ ἤδη κωμῳδοῦσι καὶ τῶν ἀνθρώπων οἱ δυσσεβέστατοι· τὰ μὲν ὄρμενά φασιν ἐσθίεσθαι τῶν λαχάνων, παραιτεῖσθαι δὲ τὰς ῥίζας, ὥσπερ γογγυλίδας Καὶ σῦκα μὲν ἐσθίεσθαί φασι, ῥοιὰς δὲ οὐκέτι καὶ μῆλα πρὸς τούτοις. Ταῦτα ἀκηκοὼς μινυριζόντων πολλῶν πολλάκις, ἀλλὰ καὶ εἰρηκὼς πρότερον, ἔοικα ἐγὼ μόνος ἐκ πάντων πολλὴν εἰδέναι τοῖς δεσπόταις θεοῖς μάλιστα μὲν ἅπασι, πρὸ τῶν ἄλλων δὲ τῇ Μητρὶ τῶν θεῶν, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω δὲ καὶ ἐν τούτῳ χάριν ὅτι με μὴ περιεῖδεν ὥσπερ ἐν σκότῳ πλανώμενον, ἀλλά μοι πρῶτόν γε ἐκέλευσεν ἀποκόψασθαι, οὔτι κατὰ τὸ σῶμα, κατὰ δὲ τὰς ψυχικὰς ἀλόγους ὁρμὰς καὶ κινήσεις τῇ νοερᾷ καὶ προεστώσῃ τῶν ψυχῶν ἡμῶν αἰτίᾳ τὰ περιττὰ καὶ μάταια· ἐπὶ νοῦν δὲ ἔδωκεν αὕτη λόγους τινὰς ἴσως οὐκ ἀπᾴδοντας πάντη τῆς ὑπὲρ θεῶν ἀληθοῦς ἅμα καὶ εὐαγοῦς ἐπιστήμης. Ἀλλ' ἔοικα γάρ, ὥσπερ οὐκ ἔχων ὅ τι φῶ, κύκλῳ περιτρέχειν· ἐμοὶ δὲ πάρεστι μὲν καὶ καθ' ἕκαστον ἐπιόντι σαφεῖς καὶ τηλαυγεῖς αἰτίας ἀποδοῦναι τοῦ χάριν ἡμῖν οὐ θέμις ἐστὶ προσφέρεσθαι ταῦτα ὧν ὁ θεῖος εἴργει θεσμός· καὶ ποιήσω γε αὐτὸ μικρὸν ὕστερον· ἄμεινον δὲ νῦν ὥσπερ τύπους τινὰς προθεῖναι καὶ κανόνας, οἷς ἑπόμενοι, κἄν τι πολλάκις ὑπὸ τῆς σπουδῆς παρέλθῃ τὸν λόγον, ἕξομεν ὑπὲρ τούτων κρῖναι.

[15]    Προσήκει δὲ πρῶτον ὑπομνῆσαι διὰ βραχέων τίνα τε ἔφαμεν εἶναι τὸν Ἄττιν καὶ τί τὴν ἐκτομήν, τίνος τε εἶναι σύμβολα τὰ μετὰ τὴν ἐκτομὴν ἄχρι τῶν Ἱλαρίων γινόμενα καὶ τί βούλεσθαι τὴν ἁγνείαν. Ὁ μὲν οὖν Ἄττις ἐλέγετο αἰτία τις οὖσα καὶ θεός, ὁ προσεχῶς δημιουργῶν τὸν ἔνυλον κόσμον, ὃς μέχρι τῶν ἐσχάτων κατιὼν ἵσταται ὑπὸ τῆς ἡλίου δημιουργικῆς κινήσεως ὅταν ἐπὶ τῆς ἄκρως ὡρισμένης τοῦ παντὸς ὁ θεὸς γένηται περιφερείας, οὗ τῆς ἰσημερίας τοὔνομά ἐστι κατὰ τὸ ἔργον. Ἐκτομὴν δὲ ἐλέγομεν εἶναι τῆς ἀπειρίας τὴν ἐποχήν, ἣν οὐκ ἄλλως ἢ διὰ τῆς ἐπὶ τὰς πρεσβυτέρας καὶ ἀρχηγικωτέρας αἰτίας ἀνακλήσεώς τε καὶ ἀναδύσεως συμβαίνειν. Αὐτῆς δὲ τῆς ἁγνείας φαμὲν τὸν σκοπὸν ἄνοδον τῶν ψυχῶν.

[16]    Οὐκοῦν οὐκ ἐᾷ πρῶτον σιτεῖσθαι τὰ κατὰ γῆς δυόμενα σπέρματα· ἔσχατον μὲν γὰρ τῶν ὄντων ἡ γῆ. Ἐνταῦθα δέ φησιν ἀπελαθέντα καὶ Πλάτων τὰ κακὰ στρέφεσθαι, καὶ διὰ τῶν λογίων οἱ θεοὶ σκύβαλον αὐτὸ πολλαχοῦ καλοῦσι, καὶ φεύγειν ἐντεῦθεν [πολλαχοῦ] παρακελεύονται. Πρῶτον οὖν ἡ ζωογόνος καὶ προμηθὴς θεὸς οὐδὲ ἄχρι τῆς τῶν σωμάτων τροφῆς ἐπιτρέπει τοῖς κατὰ γῆς δυομένοις χρῆσθαι, παραινοῦσά γε πρὸς τὸν οὐρανόν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸν οὐρανὸν βλέπειν. Ἑνί τινες κέχρηνται σπέρματι, τοῖς λοβοῖς, οὐ σπέρμα μᾶλλον ἢ λάχανον αὐτὸ νομίζοντες εἶναι τῷ πεφυκέναι πως ἀνωφερὲς καὶ ὀρθὸν καὶ οὐδὲ ἐρριζῶσθαι κατὰ τῆς γῆς· ἐρρίζωται δὲ ὥσπερ [οὐκ] ἐκ δένδρου κιττοῦ τινος, ἢ καὶ ἀμπέλου καρπὸς ἤρτηται ἐκ κλήματος. Ἀπηγόρευται μὲν οὖν ἡμῖν σπέρματι χρῆσθαι διὰ τοῦτο φυτῶν, ἐπιτέτραπται δὲ χρῆσθαι καρποῖς καὶ λαχάνοις, οὐ τοῖς χαμαιζήλοις, ἀλλὰ τοῖς ἐκ γῆς αἰρομένοις ἄνω μετεώροις. Ταύτῃ τοι καὶ τῆς γογγυλίδος τὸ μὲν γεωχαρές, ὡς χθόνιον, ἐπιτάττει παραιτεῖσθαι, τὸ δὲ ἀναδυόμενον ἄνω καὶ εἰς ὕψος αἰρόμενον, ὡς αὐτὸ τοῦτο καθαρὸν τυγχάνον, δίδωσι προσενέγκασθαι. Τῶν γοῦν λαχάνων, ὀρμένοις μὲν συγχωρεῖ χρῆσθαι, ῥίζαις δὲ ἀπαγορεύει καὶ μάλιστα ταῖς ἐντρεφομέναις καὶ συμπαθούσαις τῇ γῇ. Καὶ μὴν καὶ τῶν δένδρων, μῆλα μέν, ὡς ἱερὰ καὶ χρυσᾶ καὶ τῶν ἀρρήτων ἄθλων καὶ τελεστικῶν εἰκόνας, καταφθείρειν οὐκ ἐπέτρεψε καὶ καταναλίσκειν, ἄξιά γε ὄντα τῶν ἀρχετύπων χάριν τοῦ σέβεσθαί τε καὶ θεραπεύεσθαι· ῥοιὰς δέ, ὡς φυτὸν χθόνιον, παρῃτήσατο καὶ τοῦ φοίνικος δὲ τὸν καρπόν, ἴσως μὲν ἄν τις εἴποι διὰ τὸ μὴ γίνεσθαι περὶ τὴν Φρυγίαν, ἔνθα πρῶτον ὁ θεσμὸς κατέστη· ἐμοὶ δὲ δοκεῖ μᾶλλον, ὡς ἱερὸν ἡλίου τὸ φυτὸν ἀγήρων τε ὄν, οὐ συγχωρῆσαι καταναλίσκειν ἐν ταῖς ἁγιστείαις εἰς τροφὴν σώματος. Ἐπὶ τούτοις ἀπηγόρευται ἰχθύσιν ἅπασι χρῆσθαι· κοινὸν δέ ἐστι τοῦτο καὶ πρὸς Αἰγυπτίους τὸ πρόβλημα.

[17]    Δοκεῖ δὲ ἔμοιγε δοιοῖν ἕνεκεν ἄν τις ἰχθύων μάλιστα μὲν ἀεί, πάντως δὲ ἐν ταῖς ἁγιστείαις ἀποσχέσθαι· ἑνὸς μέν, ὅτι τούτων ἃ μὴ θύομεν τοῖς θεοῖς οὐδὲ σιτεῖσθαι προσῆκε. Δέος δὲ ἴσως οὐδὲν μή πού τις ἐνταῦθα λίχνος καὶ γάστρις ἐπιλάβηταί μου, ὥς που καὶ πρότερον ἤδη παθὼν αὐτὸ διαμνημονεύω, "Διὰ τί δὲ οὐχὶ καὶ θύομεν αὐτῶν πολλάκις τοῖς θεοῖς;" εἰπόντος ἀκούσας. Ἀλλ' ἔχομέν τι καὶ πρὸς τοῦτο εἰπεῖν· "Καὶ θύομέν γε". ἔφην, "ὦ μακάριε, ἔν τισι τελεστικαῖς θυσίαις, ὡς ἵππον Ῥωμαῖοι, ὡς πολλὰ καὶ ἄλλα θηρία καὶ ζῷα, κύνας ἴσως Ἕλληνες Ἑκάτῃ καὶ Ῥωμαῖοι δέ· καὶ πολλὰ παρ' ἀλλήλοις ἐστὶ τῶν τελεστικῶν. καὶ δημοσίᾳ ταῖς πόλεσιν ἅπαξ τοῦ ἔτους ἢ δὶς τοιαῦτα θύματα, ἀλλ' οὐκ ἐν ταῖς τιμητηρίοις, ‹ἐφ'› ὧν μόνον κοινωνεῖν ἄξιον καὶ τραπεζοῦν θεοῖς. Τοὺς δὲ ἰχθύας ἐν ταῖς τιμητηρίοις οὐ θύομεν ὅτι μηδὲ νέμομεν, μήτε τῆς γενέσεως αὐτῶν ἐπιμελούμεθα, μήτε ἡμῖν εἰσιν ἀγέλαι καθάπερ προβάτων καὶ βοῶν οὕτω δὲ καὶ τῶν ἰχθύων. Ταῦτα μὲν γὰρ ὑφ' ἡμῶν βοηθούμενα τὰ ζῷα καὶ πληθύνοντα διὰ τοῦτο δικαίως ἂν ἡμῖν εἴς τε τὰς ἄλλας χρείας ἐπικουροίη καὶ πρό γε τῶν ἄλλων ἐς τιμητηρίους θυσίας." Εἷς μὲν δὴ λόγος οὗτος, δι' ὃν οὐκ οἶμαι δεῖν ἰχθῦν ἐν ἁγνείας καιρῷ προσφέρεσθαι τροφήν· ἕτερος δέ, ὃν καὶ μᾶλλον ἡγοῦμαι τοῖς προειρημένοις ἁρμόζειν, ὅτι τρόπον τινὰ καὶ αὐτοὶ κατὰ τοῦ βυθοῦ δεδυκότες εἶεν ἂν χθονιώτεροι τῶν σπερμάτων· ὁ δὲ ἐπιθυμῶν ἀναπτῆναι καὶ μετέωρος ὑπὲρ τὸν ἀέρα πρὸς αὐτὰς ‹τὰς› οὐρανοῦ πτῆναι κορυφὰς δικαίως ἂν ἀποστρέφοιτο πάντα τὰ τοιαῦτα, μεταθέοι δὲ καὶ μετατρέχοι τὰ τεινόμενα πρὸς τὸν ἀέρα καὶ σπεύδοντα "πρὸς τὸ ἄναντες" καί, ἵνα ποιητικώτερον εἴπω, πρὸς τὸν οὐρανὸν ὁρῶντα. Ὄρνισιν οὖν ἐπιτρέπει χρῆσθαι πλὴν ὀλίγων, οὓς ἱεροὺς εἶναι πάντῃ συμβέβηκε, καὶ τῶν τετραπόδων τοῖς συνήθεσιν, ἔξω τοῦ χοίρου. Τοῦτον δὲ ὡς χθόνιον πάντη ‹τῇ› μορφῇ τε καὶ τῷ βίῳ καὶ αὐτῷ τῷ τῆς οὐσίας λόγῳ, περιττωματικός τε γὰρ καὶ παχὺς τὴν σάρκα, τῆς ἱερᾶς ἀποκηρύττει τροφῆς. Φίλον γὰρ εἶναι πεπίστευται θῦμα τοῖς χθονίοις θεοῖς οὐκ ἀπεικότως· ἀθέατον γάρ ἐστιν οὐρανοῦ τουτὶ τὸ ζῷον, οὐ μόνον οὐ βουλόμενον, ἀλλ' οὐδὲ πεφυκὸς ἀναβλέψαι ποτέ. Τοιαύτας μὲν δὴ αἰτίας ὑπὲρ τῆς ἀποχῆς ὧν ἀπέχεσθαι δεῖ εἴρηκεν ὁ θεῖος θεσμός· οἱ ξυνιέντες δὲ κοινούμεθα τοῖς ἐπισταμένοις θεούς.

[18]    Ὑπὲρ δὲ ὧν ἐπιτρέπει χρῆσθαι λέγομεν τοσοῦτον ὡς οὐ πᾶσιν ἅπαντα, τὸ δυνατὸν δὲ ὁ θεῖος νόμος τῇ ἀνθρωπίνῃ φύσει σκοπῶν ἐπέτρεψε χρῆσθαι τουτοισὶ τοῖς πολλοῖς, οὐχ ἵνα πᾶσι πάντες ἐξ ἀνάγκης χρησώμεθα, τοῦτο μὲν γὰρ ἴσως οὐκ εὔκολον, ἀλλ' ὅπως ἐκείνῳ, ὅτῳ ἄρα πρῶτον μὲν ἡ τοῦ σώματος συγχωροίη δύναμις, εἶτά τις περιουσία συντρέχει καὶ τρίτον ἡ προαίρεσις, ἣν ἐν τοῖς ἱεροῖς οὕτως ἄξιον ἐπιτείνειν, ὥστε καὶ ὑπὲρ τὴν τοῦ σώματος δύναμιν ὁρμᾶν καὶ προθυμεῖσθαι τοῖς θείοις ἀκολουθεῖν θεσμοῖς. Ἔστι γὰρ δὴ τοῦτο μάλιστα μὲν ἀνυσιμώτερον αὐτῇ τῇ ψυχῇ πρὸς σωτηρίαν, εἰ μείζονα λόγον αὐτῆς, ἀλλὰ μὴ τοῦ σώματος τῆς ἀσφαλείας ποιήσαιτο, πρὸς δὲ καὶ αὐτὸ τὸ σῶμα μείζονος καὶ θαυμασιωτέρας φαίνεται λεληθότως τῆς ὠφελείας μεταλαγχάνον. Ὅταν γὰρ ἡ ψυχὴ πᾶσαν ἑαυτὴν δῷ τοῖς θεοῖς ὅλα τὰ καθ' ἑαυτὴν ἐπιτρέψασα τοῖς κρείττοσιν, ἑπομένης, οἶμαι, τῆς ἁγιστείας καὶ πρό γε ταύτης τῶν θείων θεσμῶν ἡγουμένων, ὄντος οὐδενὸς λοιπὸν τοῦ ἀπείργοντος καὶ ἐμποδίζοντος ‑ πάντα γάρ ἐστιν ἐν τοῖς θεοῖς καὶ πάντα περὶ αὐτοὺς ὑφέστηκε καὶ "πάντα τῶν θεῶν ἐστι πλήρη" ‑ αὐτίκα μὲν αὐταῖς ἐλλάμπει τὸ θεῖον φῶς, θεωθεῖσαι δὲ αὗται τόνον τινὰ καὶ ῥώμην ἐπιτιθέασι τῷ συμφύτῳ πνεύματι, τοῦτο δὲ ὑπ' αὐτῶν στομούμενον ὥσπερ καὶ κρατυνόμενον σωτηρίας ἐστὶν αἴτιον ὅλῳ τῷ σώματι. Τὸ δὲ ὅτι μάλιστα μὲν πάσας τὰς νόσους, εἰ δὲ μὴ ὅτι τὰς πλείστας καὶ μεγίστας, ἐκ τῆς τοῦ πνεύματος εἶναι τροπῆς καὶ παραφορᾶς συμβέβηκεν, οὐδεὶς ὅστις, οἶμαι, τῶν Ἀσκληπιαδῶν οὐ φήσειεν· οἱ μὲν γὰρ καὶ πάσας φασίν, οἱ δὲ τὰς πλείστας καὶ μεγίστας καὶ ἰαθῆναι χαλεπωτάτας. Μαρτυρεῖ δὲ τούτοις καὶ τὰ τῶν θεῶν λόγια, φημὶ δὲ ὅτι διὰ τῆς ἁγιστείας οὐχ ἡ ψυχὴ μόνον, ἀλλὰ καὶ τὰ σώματα βοηθείας πολλῆς καὶ σωτηρίας ἀξιοῦται· "σώζεται γάρ", φησί, "καὶ τὸ μικρᾶς ὕλης περίβλημα βρότειον", οἱ θεοὶ τοῖς ὑπεράγνοις παρακελευόμενοι τῶν θεουργῶν κατεπαγγέλλονται.

[19]    Τίς οὖν ἡμῖν ὑπολείπεται λόγος, ἄλλως τε καὶ ἐν βραχεῖ νυκτὸς μέρει ταῦτα ἀπνευστὶ ξυνεῖραι συγχωρηθεῖσιν, οὐθὲν οὔτε προανεγνωκόσιν οὔτε σκεψαμένοις περὶ αὐτῶν, ἀλλ' οὐδὲ προελομένοις ὑπὲρ τούτων εἰπεῖν πρὶν ἢ τὰς δέλτους ταύτας αἰτῆσαι; μάρτυς δὲ ἡ θεός μοι τοῦ λόγου. Ἀλλά, ὅπερ ἔφην, τί τὸ λειπόμενον ἡμῖν, ‹εἰ μὴ› ὑπομνῆσαι τὴν θεὸν μετὰ τῆς Ἀθηνᾶς καὶ τοῦ Διονύσου, ὧν δὴ καὶ τὰς ἑορτὰς ἐν ταύταις ἔθετο ταῖς ἁγιστείαις ὁ νόμος, ὁρῶν μὲν τῆς Ἀθηνᾶς πρὸς τὴν Μητέρα τῶν θεῶν διὰ τῆς προνοητικῆς ἐν ἑκατέραις ταῖς οὐσίαις ὁμοιότητος τὴν συγγένειαν, ἐπισκοπῶν δὲ καὶ τὴν Διονύσου μεριστὴν δημιουργίαν, ἣν ἐκ τῆς ἑνοειδοῦς καὶ μονίμου ζωῆς τοῦ μεγάλου Διὸς ὁ μέγας Διόνυσος παραδεξάμενος, ἅτε καὶ προελθὼν ἐξ ἐκείνου, τοῖς φαινομένοις ἅπασιν ἐγκατένειμεν, ἐπιτροπεύων καὶ βασιλεύων τῆς μεριστῆς συμπάσης δημιουργίας; Προσήκει δὲ σὺν τούτοις ὑπομνῆσαι καὶ τὸν Ἐπαφρόδιτον Ἑρμῆν· καλεῖται γὰρ οὕτως ὑπὸ τῶν μυστῶν ὁ θεὸς οὗτος, ὃς τὰς λαμπάδας φησὶν ἀνάπτειν Ἄττιδι τῷ σοφῷ. Τίς οὖν οὕτως παχὺς τὴν ψυχὴν ὃς οὐ συνίησιν ὅτι δι' Ἑρμοῦ μὲν καὶ Ἀφροδίτης ἀνακαλεῖται πάντα πανταχοῦ τὰ τῆς γενέσεως ἔχοντα τὸ ἕνεκά του πάντη καὶ πάντως, ὃ τοῦ λόγου μάλιστα ἴδιόν ἐστιν; Ἄττις δὲ οὐχ οὗτός ἐστιν ὁ μικρῷ πρόσθεν ἄφρων, νῦν δὲ ἀκούων διὰ τὴν ἐκτομὴν σοφός; Ἄφρων μὲν ὅτι τὴν ὕλην εἵλατο καὶ τὴν γένεσιν ἐπιτροπεύει, σοφὸς δὲ ὅτι τὸ σκύβαλον τοῦτο εἰς κάλλος ἐκόσμησε καὶ τοσοῦτον μετέστησεν ὅσον οὐδεμία μιμήσαιτο ἀνθρώπων τέχνη καὶ σύνεσις. Ἀλλὰ τί πέρας ἔσται μοι τῶν λόγων, ἢ δῆλον ὡς ὁ τῆς Μεγάλης ὕμνος Θεοῦ;

[20]    "Ὦ θεῶν καὶ ἀνθρώπων Μῆτερ, ὦ τοῦ μεγάλου Σύνθωκε καὶ Σύνθρονε Διός, ὦ Πηγὴ τῶν νοερῶν θεῶν, ὦ τῶν νοητῶν ταῖς ἀχράντοις οὐσίαις συνδραμοῦσα καὶ τὴν κοινὴν ἐκ πάντων αἰτίαν παραδεξαμένη καὶ τοῖς νοεροῖς ἐνδιδοῦσα, Ζωογόνε Θεὰ καὶ Μῆτις καὶ Πρόνοια καὶ τῶν ἡμετέρων ψυχῶν Δημιουργέ, ὦ τὸν μέγαν Διόνυσον ἀγαπῶσα καὶ τὸν Ἄττιν ἐκτεθέντα περισωσαμένη καὶ πάλιν αὐτὸν εἰς τὸ γῆς ἄντρον καταδυόμενον ἐπανάγουσα, ὦ πάντων μὲν ἀγαθῶν τοῖς νοεροῖς ἡγουμένη θεοῖς, πάντων δὲ ἀποπληροῦσα τὸν αἰσθητὸν κόσμον, πάντα δὲ ἡμῖν ἐν πᾶσιν ἀγαθὰ χαρισαμένη, δίδου πᾶσι μὲν ἀνθρώποις εὐδαιμονίαν, ἧς τὸ κεφάλαιον ἡ τῶν θεῶν γνῶσίς ἐστι, κοινῇ δὲ τῷ Ῥωμαίων δήμῳ μάλιστα μὲν ἀποτρίψασθαι τῆς ἀθεότητος τὴν κηλῖδα, πρὸς δὲ καὶ τὴν τύχην εὐμενῆ συνδιακυβερνῶσαν αὐτῷ τὰ τῆς ἀρχῆς πολλὰς χιλιάδας ἐτῶν, ἐμοὶ δὲ καρπὸν γενέσθαι τῆς περὶ σὲ θεραπείας ἀλήθειαν ἐν τοῖς περὶ θεῶν δόγμασιν, ἐν θεουργίᾳ τελειότητα, πάντων ἔργων, οἷς προσερχόμεθα περὶ τὰς πολιτικὰς καὶ στρατιωτικὰς τάξεις, ἀρετὴν μετὰ τῆς Ἀγαθῆς Τύχης καὶ τὸ τοῦ βίου πέρας ἄλυπόν τε καὶ εὐδόκιμον μετὰ τῆς Ἀγαθῆς Ἐλπίδος τῆς ἐπὶ τῇ παρ' ὑμᾶς πορείᾳ."