4772 207 1 9 0 0 IV d. C. Epistolografia Ilianus imperator Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ Bidez, J., Paris, Les Belles Lettres, 1932. 14

Iulianus imperator - Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ<

[1]   Πολλῶν εἰργασμένων τοῖς προγόνοις ὑμῶν, ἐφ' οἷς οὐκ ἐκείνοις μόνον τότε ἐξῆν, ἀλλὰ καὶ ὑμῖν νῦν ἔξεστι φιλοτιμεῖσθαι, καὶ πολλῶν ἐγηγερμένων τροπαίων ὑπέρ τε ἁπάσης τῆς Ἑλλάδος κοινῇ καὶ κατ' ἰδίαν ὑπὲρ αὐτῆς τῆς πόλεως, ἐν οἷς ἠγωνίσατο μόνη πρός τε τοὺς ἄλλους Ἕλληνας καὶ πρὸς τὸν βάρβαρον, οὐδέν ἐστι τηλικοῦτον ἔργον οὐδὲ ἀνδραγαθία τοσαύτη, πρὸς ἣν οὐκ ἔνεστι καὶ ταῖς ἄλλαις ἁμιλληθῆναι πόλεσι· τὰ μὲν γὰρ μεθ' ὑμῶν καὶ αὗται, τὰ δὲ κατ' ἰδίαν εἰργάσαντο. Καὶ ἵνα μὴ μεμνημένος ἔπειτα ἀντιπαραβάλλων, ἢ προτιμᾶν ἑτέρας ἑτέραν ἐν οἷς διαμφισβητοῦσι νομισθείην ἢ πρὸς τὸ λυσιτελοῦν, ὥσπερ οἱ ῥήτορες, ἐνδεέστερον ἐπαινεῖν τὰς ἐλαττουμένας, τοῦτο ἐθέλω φράσαι μόνον ὑπὲρ ὑμῶν, ᾧ μηδὲν ἀντίπαλον ἔχομεν ἐξευρεῖν παρὰ τοῖς ἄλλοις Ἕλλησιν, ἐκ τῆς παλαιᾶς φήμης εἰς ἡμᾶς παραδεδομένον. Ἀρχόντων μὲν Λακεδαιμονίων οὐ βίᾳ τὴν ἀρχήν, ἀλλὰ δόξῃ δικαιοσύνης παρείλεσθε, καὶ τὸν Ἀριστείδην τὸν δίκαιον οἱ παρ' ὑμῖν ἐθρέψαντο νόμοι. Καίτοι γε ταῦτα οὕτως ὄντα λαμπρὰ τεκμήρια διὰ λαμπροτέρων οἶμαι τῶν ἔργων ὅμως ἐπιστώσασθε· τὸ μὲν γὰρ δόξαι δίκαιον ἴσως ἄν τῳ καὶ ψευδῶς συμβαίη, καὶ τυχὸν οὐ παράδοξον ἐν πολλοῖς φαύλοις ἕνα γενέσθαι σπουδαῖον. Ἢ γὰρ οὐχὶ καὶ παρὰ Μήδοις ὑμνεῖταί τις Δηιόκης, Ἄβαρίς τε ἐν Ὑπερβορέοις καὶ Ἀνάχαρσις ἐν Σκύθαις; ὑπὲρ ὧν τοῦτο ἦν θαυμαστόν, ὅτι παρὰ τοῖς ἀδικωτάτοις γεγονότες ἔθνεσι τὴν δίκην ὅμως ἐτίμησαν, τὼ μὲν ἀληθῶς, ὁ δὲ τῆς χρείας χάριν πλαττόμενος· δῆμον δὲ ὅλον καὶ πόλιν ἐραστὰς ἔργων καὶ λόγων δικαίων ἔξω τῆς παρ' ὑμῖν οὐ ῥᾴδιον εὑρεῖν. Βούλομαι δὲ ὑμᾶς ἑνὸς τῶν παρ' ὑμῖν πολλῶν γε ὄντων ἔργων ὑπομνῆσαι. Θεμιστοκλέους γὰρ μετὰ τὰ Μηδικὰ γνώμην εἰσηγεῖσθαι διανοουμένου λάθρᾳ καταφλέξαι τὰ νεώρια τῶν Ἑλλήνων, εἶτα μὴ τολμῶντος εἰς τὸν δῆμον λέγειν, ἑνὶ δὲ ὁμολογοῦντος πιστεύσειν τὸ ἀπόρρητον, ὅνπερ ἂν ὁ δῆμος χειροτονήσας προέληται, προὐβάλετο μὲν ὁ δῆμος τὸν Ἀριστείδην· ὁ δὲ ἀκούσας τῆς γνώμης, ἔκρυψε μὲν τὸ ῥηθέν, ἐξήνεγκε δὲ εἰς τὸν δῆμον ὡς οὔτε λυσιτελέστερον οὔτε ἀδικώτερον εἴη τι τοῦ βουλεύματος· καὶ ἡ πόλις ἀπεψηφίσατο παραχρῆμα καὶ παρῃτήσατο, πάνυ γε νὴ Δία μεγαλοψύχως καὶ ὃν ἐχρῆν τρόπον ἄνδρας ὑπὸ μάρτυρι τῇ φρονιμωτάτῃ θεῷ τρεφομένους.

[2]    Οὐκοῦν εἰ ταῦτα παρ' ὑμῖν μὲν ἦν πάλαι, σώζεται δὲ ἐξ ἐκείνου καὶ εἰς ὑμᾶς ἔτι τῆς τῶν προγόνων ἀρετῆς ὥσπερ ἐμπύρευμά τι σμικρόν, εἰκός ἐστιν ὑμᾶς οὐκ εἰς τὸ μέγεθος τῶν πραττομένων ἀφορᾶν οὐδὲ εἴ τις ὥσπερ δι' ἀέρος ἱπτάμενος διὰ τῆς γῆς ἐβάδισεν ἀμηχάνῳ τάχει καὶ ἀτρύτῳ ῥώμῃ, σκοπεῖν δὲ ὅτῳ ταῦτα μετὰ τοῦ δικαίου κατείργασται, κᾆτα ἂν μὲν φαίνηται ξὺν δίκῃ πράττων, ἰδίᾳ τε αὐτὸν ἴσως καὶ δημοσίᾳ πάντες ἐπαινεῖτε, τῆς δίκης δὲ ὀλιγωρήσας ἀτιμάζοιτο ἂν παρ' ὑμῶν εἰκότως· οὐδὲν γὰρ οὕτως ἐστὶν ὡς τὸ δίκαιον ἀδελφὸν φρονήσει. Τοὺς οὖν ἀτιμάζοντας τοῦτο δικαίως ἂν καὶ ὡς εἰς τὴν παρ' ὑμῖν θεὸν ἀσεβοῦντας ἐξελαύνοιτε. Βούλομαι οὖν ὑμῖν τὰ κατ' ἐμαυτὸν οὐκ ἀγνοοῦσι μὲν ἀπαγγεῖλαι δὲ ὅμως, ὅπως, εἴ τι λέληθεν (εἰκὸς δὲ ἔνια, καὶ ὅσα μάλιστα τοῖς πᾶσι γνωσθῆναι προσήκει), ὑμῖν τε καὶ δι' ὑμῶν τοῖς ἄλλοις Ἕλλησι γένοιτο γνώριμα. Μηδεὶς οὖν ὑπολάβῃ με ληρεῖν ἢ φλυαρεῖν, εἰ περὶ τῶν πᾶσιν ὥσπερ ἐν ὀφθαλμοῖς γεγονότων οὐ πάλαι μόνον, ἀλλὰ καὶ μικρῷ πρότερον, ποιεῖσθαί τινας ἐπιχειρήσαιμι λόγους· οὐδένα γὰρ οὐδὲν ἀγνοεῖν βούλομαι τῶν ἐμαυτοῦ, λανθάνειν δὲ ἄλλον ἄλλα εἰκός· ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον τῶν ἐμαυτοῦ.

[3]    Καὶ ὅτι μὲν τὰ πρὸς πατρὸς ἡμῖν ἐντεῦθεν ὅθενπερ καὶ Κωνσταντίῳ τὰ πρὸς πατρὸς ὥρμηται, φανερόν· τὼ γὰρ ἡμετέρω πατέρε γεγόνατον ἀδελφὼ πατρόθεν. Οὕτω δὲ πλησίον ἡμᾶς ὄντας συγγενεῖς ὁ φιλανθρωπότατος οὗτος βασιλεὺς ἃ εἰργάσατο, ἓξ μὲν ἀνεψιοὺς ἐμοῦ τε καὶ ἑαυτοῦ, πατέρα δὲ ἐμόν, ἑαυτοῦ δὲ θεῖον, καὶ προσέτι κοινὸν τὸν ἕτερον πρὸς πατρὸς θεῖον ἀδελφόν τε ἐμὸν τὸν πρεσβύτατον ἀκρίτους κτείνας, ἐμὲ δὲ καὶ ἕτερον ἀδελφὸν ἐμὸν ἐθελήσας μὲν κτεῖναι, τέλος δὲ ἐπιβαλὼν φυγήν, ἀφ' ἧς ἐμὲ μὲν ἀφῆκεν, ἐκεῖνον δὲ ὀλίγῳ πρότερον τῆς σφαγῆς ἐρύσατο τὸ τοῦ Καίσαρος ὄνομα, τί με δεῖ νῦν ὥσπερ ἐκ τραγῳδίας τὰ ἄρρητα ἀναμετρεῖσθαι; "Μετεμέλησε γὰρ αὐτῷ", φασί, "καὶ ἐδήχθη δεινῶς, ἀπαιδίαν τε ἐντεῦθεν νομίζει δυστυχεῖν, τά τε ἐς τοὺς πολεμίους τοὺς Πέρσας οὐκ εὐτυχῶς πράττειν ἐκ τούτων ὑπολαμβάνει". Ταῦτα ἐθρύλλουν οἱ περὶ τὴν αὐλὴν τότε καὶ τὸν μακαρίτην ἀδελφὸν ἐμὸν Γάλλον, τοῦτο νῦν πρῶτον ἀκούοντα τὸ ὄνομα· κτείνας γὰρ αὐτὸν παρὰ τοὺς νόμους, οὐδὲ τῶν πατρῴων μεταλαχεῖν εἴασε τάφων οὐδὲ τῆς εὐαγοῦς ἠξίωσε μνήμης. Ὅπερ οὖν ἔφην, ἔλεγον τοσαῦτα καὶ δὴ καὶ ἔπειθον ἡμᾶς ὅτι τὰ μὲν ἀπατηθεὶς εἰργάσατο, τὰ δὲ βίᾳ καὶ ταραχαῖς εἴξας ἀτάκτου καὶ ταραχώδους στρατεύματος. Τοσαῦτα ἡμῖν ἐπῇδον ἐν ἀγρῷ τινι τῶν ἐν Καππαδοκίᾳ κατακεκλεισμένοις, οὐδένα ἐῶντες προσελθεῖν, τὸν μὲν ἀπὸ †τραλ φυγῆς ἀνακαλεσάμενοι, ἐμὲ δὲ κομιδῇ μειράκιον ἔτι τῶν διδασκαλείων ἀπαγαγόντες. Πῶς ἂν ἐνταῦθα φράσαιμι περὶ τῶν ἓξ ἐνιαυτῶν οὓς ἐν ἀλλοτρίῳ κτήματι διαγαγόντες, ὥσπερ οἱ παρὰ τοῖς Πέρσαις ἐν τοῖς φρουρίοις τηρούμενοι, μηθενὸς ἡμῖν προσιόντος ξένου, μηδὲ τῶν πάλαι γνωρίμων ἐπιτρεπομένου τινὸς ὡς ἡμᾶς φοιτᾶν, διεζῶμεν ἀποκεκλεισμένοι παντὸς μὲν μαθήματος σπουδαίου, πάσης δὲ ἐλευθέρας ἐντεύξεως, ἐν ταῖς λαμπραῖς οἰκετείαις τρεφόμενοι καὶ τοῖς ἡμῶν αὐτῶν δούλοις ὥσπερ ἑταίροις συγγυμναζόμενοι; προσῄει γὰρ οὐθεὶς οὐδὲ ἐπετρέπετο τῶν ἡλικιωτῶν.

[4]    Ἐντεῦθεν ἐγὼ μὲν μόγις ἀφείθην διὰ τοὺς θεοὺς εὐτυχῶς, ὁ δὲ ἀδελφὸς ὁ ἐμὸς εἰς τὴν αὐλὴν καθείρχθη δυστυχῶς, εἴπερ τις ἄλλος τῶν πώποτε. Καὶ γὰρ εἴ τι περὶ τὸν τρόπον ἄγριον καὶ τραχὺ τὸν ἐκείνου κατεφάνη, τοῦτο ἐκ τῆς ὀρείου τροφῆς συνηυξήθη. Δίκαιος οὖν οἶμαι καὶ ταύτην ἔχειν τὴν αἰτίαν ὁ ταύτης ἡμῖν πρὸς βίαν μεταδοὺς τῆς τροφῆς, ἧς ἐμὲ μὲν οἱ θεοὶ διὰ τῆς φιλοσοφίας καθαρὸν ἀπέφηναν καὶ ἐξάντη, τῷ δὲ οὐδεὶς ἐνέδωκεν· εὐθὺς γὰρ ἀπὸ τῶν ἀγρῶν ἐς τὰ βασίλεια παρελθόντι ἐπειδὴ πρῶτον αὐτῷ περιέθηκεν ἁλουργὲς ἱμάτιον, αὐτίκα φθονεῖν ἀρξάμενος οὐ πρότερον ἐπαύσατο πρὶν καθελεῖν αὐτόν, οὐδὲ τῷ περιελεῖν τὸ πορφυροῦν ἱμάτιον ἀρκεσθείς· καίτοι τοῦ ζῆν γοῦν ἄξιος, εἰ μὴ βασιλεύειν ἐφαίνετο ἐπιτήδειος. ‑ Ἀλλ' ἐχρῆν αὐτὸν καὶ τούτου στέρεσθαι. ‑ Ξυγχωρῶ, λόγον γε πάντως ὑποσχόντα πρότερον, ὥσπερ τοὺς κακούργους. Οὐ γὰρ δὴ τοὺς μὲν λῃστὰς ὁ νόμος ἀπαγορεύει τῷ δήσαντι κτείνειν, τοὺς ἀφαιρεθέντας δὲ τιμάς, ἃς εἶχον, καὶ γενομένους ἐξ ἀρχόντων ἰδιώτας ἀκρίτως φησὶ δεῖν ἀναιρεῖσθαι. Τί γάρ, εἰ τῶν ἁμαρτημάτων εἶχεν ἀποφῆναι τοὺς αἰτίους; ἐδέδοντο γὰρ αὐτῷ τινων ἐπιστολαί, Ἡράκλεις, ὅσας ἔχουσαι κατ' αὐτοῦ κατηγορίας, ἐφ' αἷς ἐκεῖνος ἀγανακτήσας ἀκρατέστερον μὲν ‹καὶ› ἥκιστα βασιλικῶς ἐφῆκε τῷ θυμῷ, τοῦ μέντοι μηδὲ ζῆν ἄξιον οὐδὲν ἐπεπράχει. Πῶς γάρ; οὐχ οὗτός ἐστιν ἀνθρώποις ἅπασιν κοινὸς Ἕλλησιν ἅμα καὶ βαρβάροις ὁ νόμος, ἀμύνεσθαι τοὺς ἀδικίας ὑπάρχοντας; Ἀλλ' ἴσως μὲν ἠμύνατο πικρότερον, οὐ μὴν ἔξω πάντη τοῦ εἰκότος· τὸν γὰρ ἐχθρὸν ὑπ' ὀργῆς εἰκός τι καὶ ποιεῖν, εἴρηται καὶ πρόσθεν. Ἀλλ' εἰς χάριν ἑνὸς ἀνδρογύνου, τοῦ κατακοιμιστοῦ, καὶ προσέτι τοῦ τῶν μαγείρων ἐπιτρόπου τὸν ἀνεψιόν, τὸν Καίσαρα, τὸν τῆς ἀδελφῆς ἄνδρα γενόμενον, τὸν τῆς ἀδελφιδῆς πατέρα, οὗ καὶ αὐτὸς πρότερον ἦν ἀγαγόμενος τὴν ἀδελφήν, πρὸς ὃν αὐτῷ τοσαῦτα θεῶν ὁμογνίων ὑπῆρχε δίκαια, κτεῖναι παρέδωκε τοῖς ἐχθίστοις· ἐμὲ δὲ ἀφῆκε μόγις ἑπτὰ μηνῶν ὅλων ἑλκύσας τῇδε κἀκεῖσε καὶ ποιησάμενος ἐμφρούριον, ὥστε, εἰ μὴ θεῶν τις ἐθελήσας με σωθῆναι τὴν καλὴν καὶ ἀγαθὴν τὸ τηνικαῦτά μοι παρέσχεν εὐμενῆ, τὴν τούτου γαμετήν, Εὐσεβίαν, οὐδ' ἂν ἐγὼ τὰς χεῖρας αὐτοῦ τότε διέφυγον. Καίτοι μὰ τοὺς θεοὺς οὐδ' ὄναρ μοι φανεὶς ἁδελφὸς ἐμ' ἑωράκει· καὶ γὰρ οὐδὲ συνῆν αὐτῷ οὐδὲ ἐφοίτων οὐδὲ ἐβάδιζον παρ' αὐτόν, ὀλιγάκις δὲ ἔγραφον καὶ ὑπὲρ ὀλίγων. Ὡς οὖν ἀποφυγὼν ἐκεῖθεν, ἄσμενος ἐπορευόμην ἐπὶ τὴν τῆς μητρὸς ἑστίαν· πατρῷον γὰρ οὐδὲν ὑπῆρχέ μοι οὐδὲ ἐκεκτήμην ἐκ τοσούτων, ὅσων εἰκὸς ἦν πατέρα κεκτῆσθαι τὸν ἐμόν, οὐκ ἐλαχίστην βῶλον, οὐκ ἀνδράποδον, οὐκ οἰκίαν· ὁ γάρ τοι καλὸς Κωνστάντιος ἐκληρονόμησεν ἀντ' ἐμοῦ τὴν πατρῴαν οὐσίαν ἅπασαν, ἐμοί τε, ὅπερ ἔφην, οὐδὲ γρὺ μετέδωκεν αὐτῆς, ἀλλὰ καὶ τῷ ἀδελφῷ τὠμῷ τῶν πατρῴων ἔδωκεν ὀλίγα, πάντων αὐτὸν ἀφελόμενος τῶν μητρῴων.

[5]    Ὅσα μὲν οὖν ἔπραξε πρός με πρὶν ὀνόματος ‹μὲν› μεταδοῦναί μοι τοῦ σεμνοτάτου, ἔργῳ δὲ εἰς πικροτάτην καὶ χαλεπωτάτην ἐμβαλεῖν δουλείαν, εἰ καὶ μὴ πάντα, τὰ πλεῖστα γοῦν ὅμως ἠκούσατε. Πορευομένου δὲ λοιπὸν ἐπὶ τὴν ἑστίαν, ἀγαπητῶς τε καὶ μόγις ἀποσωζομένου, συκοφάντης τις ἀνεφάνη περὶ τὸ Σίρμιον, ὃς τοῖς ἐκεῖ πράγματα ἔρραψεν ὡς νεώτερα διανοουμένοις· ἴστε δήπουθεν ἀκοῇ τὸν Ἀφρικανὸν καὶ τὸν Μαρῖνον· οὔκουν ὑμᾶς οὐδὲ ὁ Φῆλιξ ἔλαθεν οὐδὲ ὅσα ἐπράχθη περὶ τοὺς ἀνθρώπους. Ἀλλ' ὡς τοῦτο αὐτῷ κατεμηνύθη τὸ πρᾶγμα, καὶ Δυνάμιος ἐξαίφνης, ἄλλος συκοφάντης, ἐκ Κελτῶν ἤγγειλεν ὅσον οὔπω τὸν Σιλουανὸν αὐτῷ πολέμιον ἀναφανεῖσθαι, δείσας παντάπασι καὶ φοβηθεὶς αὐτίκα ἐπ' ἐμὲ πέμπει, καὶ μικρὸν εἰς τὴν Ἑλλάδα κελεύσας ὑποχωρῆσαι, πάλιν ἐκεῖθεν ἐκάλει παρ' ἑαυτόν, οὔπω πρότερον τεθεαμένος πλὴν ἅπαξ μὲν ἐν Καππαδοκίᾳ, ἅπαξ δὲ ἐν Ἰταλίᾳ, ἀγωνισαμένης Εὐσεβίας ὡς ἂν ὑπὲρ τῆς σωτηρίας τῆς ἐμαυτοῦ θαρσήσαιμι. Καίτοι τὴν αὐτὴν αὐτῷ πόλιν ἓξ ᾤκησα μηνῶν, καὶ μέντοι καὶ ὑπέσχετό με θεάσεσθαι πάλιν. Ἀλλ' ὁ θεοῖς ἐχθρὸς ἀνδρόγυνος, ὁ πιστὸς αὐτοῦ κατακοιμιστής, ἔλαθέ μου καὶ ἄκων εὐεργέτης γενόμενος· οὐ γὰρ εἴασεν ἐντυχεῖν με πολλάκις αὐτῷ, τυχὸν μὲν οὐδὲ ἐθέλοντι, πλὴν ἀλλὰ τὸ κεφάλαιον ἐκεῖνος ἦν· ὤκνει γὰρ ὡς ἂν μή τινος συνηθείας ἐγγενομένης ἡμῖν πρὸς ἀλλήλους, ἔπειτα ἀγαπηθείην καὶ πιστὸς ἀναφανεὶς ἐπιτραπείην τι. Παραγενόμενον δή με τότε πρῶτον ἀπὸ τῆς Ἑλλάδος αὐτίκα διὰ τῶν περὶ τὴν θεραπείαν εὐνούχων ἡ μακαρῖτις Εὐσεβία καὶ λίαν ἐφιλοφρονεῖτο. Μικρὸν δὲ ὕστερον ἐπελθόντος τούτου (καὶ γάρ τοι καὶ τὰ περὶ Σιλουανὸν ἐπέπρακτο), λοιπὸν εἴσοδός τε εἰς τὴν αὐλὴν δίδοται, καὶ τὸ λεγόμενον ἡ Θετταλικὴ περιβάλλεται πειθανάγκη. Ἀρνουμένου γάρ μου τὴν συνουσίαν στερεῶς ἐν τοῖς βασιλείοις, οἱ μὲν ὥσπερ ἐν κουρείῳ συνελθόντες ἀποκείρουσι τὸν πώγωνα, χλανίδα δὲ ἀμφιεννύουσι καὶ σχηματίζουσιν, ὡς τότε ὑπελάμβανον, πάνυ γελοῖον στρατιώτην. Οὐδὲν γάρ μοι τοῦ καλλωπισμοῦ τῶν καθαρμάτων ἥρμοζεν· ἐβάδιζον δὲ οὐχ ὥσπερ ἐκεῖνοι περιβλέποντες καὶ σοβοῦντες, ἀλλ' εἰς γῆν βλέπων, ὥσπερ εἰθίσμην ὑπὸ τοῦ θρέψαντός με παιδαγωγοῦ. Τότε μὲν οὖν αὐτοῖς παρέσχον γέλωτα, μικρὸν δὲ ὕστερον ὑποψίαν, εἶτα ἀνέλαμψεν ὁ τοσοῦτος φθόνος. Ἀλλ' ἐνταῦθα χρὴ μὴ παραλείπειν ἐκεῖνα, πῶς ἐγὼ συνεχώρησα, πῶς δὲ εἱλόμην ὁμορόφιος ἐκείνοις γενέσθαι, οὓς ἠπιστάμην παντὶ μέν μου λυμηναμένους τῷ γένει, ὑπώπτευον δὲ οὐκ εἰς μακρὰν ἐπιβουλεύσοντας καὶ ἐμοί. Πηγὰς μὲν οὖν ὁπόσας ἀφῆκα δακρύων καὶ θρήνους οἵους, ἀνατείνων εἰς τὴν ἀκρόπολιν τὴν παρ' ὑμῖν τὰς χεῖρας, ὅτε ἐκαλούμην καὶ τὴν Ἀθηνᾶν ἱκέτευον σώζειν τὸν ἱκέτην καὶ μὴ ἐκδιδόναι, πολλοὶ τῶν παρ' ὑμῖν ἑωρακότες εἰσί μοι μάρτυρες, αὐτὴ δὲ ἡ θεὸς πρὸ τῶν ἄλλων, ὅτι καὶ θάνατον ᾐτησάμην παρ' αὐτῆς Ἀθήνησι πρὸ τῆς τότε ὁδοῦ. Ὡς μὲν οὖν οὐ προὔδωκεν ἡ θεὸς τὸν ἱκέτην οὐδὲ ἐξέδωκεν, ἔργοις ἐπέδειξεν· ἡγήσατο γὰρ ἀπανταχοῦ μοι καὶ παρέστησεν ἁπανταχόθεν τοὺς φύλακας, ἐξ Ἡλίου καὶ Σελήνης ἀγγέλους λαβοῦσα.

[6]    Συνέβη δέ τι καὶ τοιοῦτον· ἐλθὼν ἐς τὸ Μεδιόλανον, ᾤκουν ἔν τινι προαστείῳ· ἐνταῦθα ἔπεμπεν Εὐσεβία πολλάκις πρός με φιλοφρονουμένη καὶ γράφειν κελεύουσα καὶ θαρρεῖν ὑπὲρ ὅτου ἂν δέωμαι. Γράψας ἐγὼ πρὸς αὐτὴν ἐπιστολήν, μᾶλλον δὲ ἱκετηρίαν ὅρκους ἔχουσαν τοιούτους· "οὕτω παισὶ χρήσαιο κληρονόμοις, οὕτως τὰ καὶ τά σοι ὁ θεὸς δοίη, πέμπε με οἴκαδε τὴν ταχίστην", ἐκεῖνο ὑπειδόμην ὡς οὐκ ἀσφαλὲς εἰς τὰ βασίλεια πρὸς αὐτοκράτορος γυναῖκα γράμματα εἰσπέμπειν· ἱκέτευσα δὴ τοὺς θεοὺς νύκτωρ δηλῶσαί μοι, εἰ χρὴ πέμπειν παρὰ τὴν βασιλίδα τὸ γραμμάτιον· οἱ δὲ ἐπηπείλησαν, εἰ πέμψαιμι, θάνατον αἴσχιστον. Ὡς δὲ ἀληθῆ ταῦτα γράφω, καλῶ τοὺς θεοὺς ἅπαντας μάρτυρας. Τὰ μὲν δὴ γράμματα διὰ τοῦτο ἐπέσχον εἰσπέμψαι· ἐξ ἐκείνης δέ μοι τῆς νυκτὸς λογισμὸς εἰσῆλθεν, οὗ καὶ ὑμᾶς ἴσως ἄξιον ἀκοῦσαι. "Νῦν", ἔφην, "ἐγὼ τοῖς θεοῖς ἀντιτάττεσθαι διανοοῦμαι, καὶ ὑπὲρ ἐμαυτοῦ βουλεύεσθαι κρεῖττον νενόμικα τῶν πάντα εἰδότων; Καίτοι φρόνησις ἀνθρωπίνη πρὸς τὸ παρὸν ἀφορῶσα μόνον ἀγαπητῶς ἂν τύχοι καὶ μόγις τοῦ πρὸς ὀλίγον ἀναμαρτήτου· διόπερ οὐθεὶς οὔθ' ὑπὲρ τῶν εἰς τριακοσιοστὸν ἔτος βουλεύεται οὔτε ὑπὲρ τῶν ἤδη γεγονότων (τὸ μὲν γὰρ περιττόν, τὸ δὲ ἀδύνατον), ἀλλ' ὑπὲρ τῶν ἐν χερσὶ καὶ ὧν ἀρχαί τινές εἰσιν ἤδη καὶ σπέρματα· φρόνησις δὲ ἡ παρὰ τοῖς θεοῖς ἐπὶ τὸ μήκιστον, μᾶλλον δὲ ἐπὶ πᾶν βλέπουσα μηνύει τε ὀρθῶς καὶ πράττει τὸ λῷον· αἴτιοι γάρ εἰσιν αὐτοὶ καθάπερ τῶν ὄντων, οὕτω δὴ καὶ τῶν ἐσομένων· οὐκοῦν εἰκὸς αὐτοὺς ὑπὲρ τῶν παρόντων ἐπίστασθαι". Τέως μὲν οὖν ἐδόκει μοι κατὰ τοῦτο συνετωτέρα τῆς ἔμπροσθεν ἡ δευτέρα γνώμη· σκοπῶν δὲ εἰς τὸ δίκαιον εὐθέως ἔφην· "Εἶτα σὺ μὲν ἀγανακτεῖς, εἴ τι τῶν σῶν κτημάτων ἀποστεροίη σε τῆς ἑαυτοῦ χρήσεως ἢ καὶ ἀποδιδράσκοι καλούμενον, κἂν ἵππος τύχῃ κἂν πρόβατον κἂν βοΐδιον, ἄνθρωπος δὲ εἶναι βουλόμενος οὐδὲ τῶν ἀγελαίων οὐδὲ τῶν συρφετῶν, ἀλλὰ τῶν ἐπιεικῶν καὶ μετρίων, ἀποστερεῖς ἑαυτοῦ τοὺς θεοὺς καὶ οὐκ ἐπιτρέπεις ἐφ' ὅ τι ἂν ἐθέλωσι χρήσασθαί σοι; ὅρα μὴ πρὸς τῷ λίαν ἀφρόνως καὶ τῶν δικαίων τῶν πρὸς τοὺς θεοὺς ὀλιγώρως πράττῃς. Ἡ δὲ ἀνδρεία ποῦ καὶ τίς, γελοῖον· ἕτοιμος γοῦν εἶ καὶ θωπεῦσαι καὶ κολακεῦσαι δέει τοῦ θανάτου, ἐξὸν ἅπαντα καταβαλεῖν καὶ τοῖς θεοῖς ἐπιτρέψαι πράττειν ὡς βούλονται, διελόμενον πρὸς αὐτοὺς τὴν ἐπιμέλειαν τὴν ἑαυτοῦ, καθάπερ καὶ ὁ Σωκράτης ἠξίου, καὶ τὰ μὲν ἐπὶ σοὶ πράττειν ὡς ἂν ἐνδέχηται, τὸ δὲ ὅλον ἐπ' ἐκείνοις ποιεῖσθαι, κεκτῆσθαι δὲ μηδὲν μηδὲ ἁρπάζειν, τὰ διδόμενα δὲ παρ' αὐτῶν ἀσφαλῶς δέχεσθαι."

[7]    Ταύτην ἐγὼ νομίσας οὐκ ἀσφαλῆ μόνον, ἀλλὰ πρέπουσαν ἀνδρὶ μετρίῳ γνώμην, ἐπεὶ καὶ ‹τὰ› τῶν θεῶν ἐσήμαινε ταύτῃ (τὸ γὰρ ἐπιβουλὰς εὐλαβούμενον τὰς μελλούσας, εἰς αἰσχρὸν καὶ προὖπτον ἐμβαλεῖν ἑαυτὸν κίνδυνον δεινῶς ἐφαίνετό μοι θορυβῶδες), εἶξα καὶ ὑπήκουσα. Καὶ τὸ μὲν ὄνομά μοι ταχέως καὶ τὸ χλανίδιον περιεβλήθη τοῦ Καίσαρος, ἡ δὲ ἐπὶ τούτῳ δουλεία καὶ τὸ καθ' ἑκάστην ἡμέραν ὑπὲρ αὐτῆς τῆς ψυχῆς ἐπικρεμάμενον δέος, Ἡράκλεις, ὅσον καὶ οἷον; κλεῖθρα θυρῶν, θυρωροί, τῶν οἰκετῶν αἱ χεῖρες ἐρευνώμεναι μή τίς μοι παρὰ τῶν φίλων γραμματίδιον κομίζῃ, θεραπεία ξένη· μόλις ἠδυνήθην οἰκέτας ἐμαυτοῦ τέτταρας, παιδάρια μὲν δύο κομιδῇ μικρά, δύο δὲ μείζονας, εἰς τὴν αὐλὴν οἰκειότερόν με θεραπεύσοντας εἰσαγαγεῖν, ὧν εἷς μοι μόνος καὶ τὰ πρὸς θεοὺς συνειδὼς καὶ ὡς ἐνεδέχετο λάθρᾳ συμπράττων· πεπίστευτο δὲ τῶν βιβλίων μου τὴν φυλακήν, ὢν μόνος τῶν ἐμοὶ πολλῶν ἑταίρων καὶ φίλων πιστῶν, εἷς ἰατρός, ὃς καί, ὅτι φίλος ὢν ἐλελήθει, συναπεδήμησεν. Οὕτω δὲ ἐδεδίειν ἐγὼ ταῦτα καὶ ψοφοδεῶς εἶχον πρὸς αὐτά, ὥστε καὶ βουλομένους εἰσιέναι τῶν φίλων πολλοὺς παρ' ἐμὲ καὶ μάλ' ἄκων ἐκώλυον, ἰδεῖν μὲν αὐτοὺς ἐπιθυμῶν, ὀκνῶν δὲ ἐκείνοις τε καὶ ἐμαυτῷ γενέσθαι συμφορῶν αἴτιος. Ἀλλὰ ταῦτα μὲν ἔξωθέν ἐστι, τὰ δὲ ἐν αὐτοῖς τοῖς πράγμασι. Τριακοσίους ἑξήκοντά μοι δοὺς στρατιώτας εἰς τὸ τῶν Κελτῶν ἔθνος ἀνατετραμμένον ἔστειλε, μεσοῦντος ἤδη τοῦ χειμῶνος, οὐκ ἄρχοντα μᾶλλον τῶν ἐκεῖσε στρατοπέδων ἢ τοῖς ἐκεῖσε στρατηγοῖς ὑπακούσοντα. Γέγραπτο γὰρ αὐτοῖς καὶ ἐνετέταλτο διαρρήδην οὐ τοὺς πολεμίους μᾶλλον ἢ ἐμὲ παραφυλάττειν, ὡς ἂν μὴ νεώτερόν τι πράξαιμι. Τούτων δὲ ὃν ἔφην τρόπον γενομένων, περὶ τὰς τροπὰς τὰς θερινὰς ἐπιτρέπει μοι βαδίζειν εἰς τὰ στρατόπεδα τὸ σχῆμα καὶ τὴν εἰκόνα περιοίσοντι τὴν ἑαυτοῦ· καὶ γάρ τοι καὶ τοῦτο εἴρητο καὶ ἐγέγραπτο, ὅτι τοῖς Γάλλοις οὐ βασιλέα δίδωσιν, ἀλλὰ τὸν τὴν ἑαυτοῦ πρὸς ἐκείνους εἰκόνα κομιοῦντα. Οὐ κακῶς δέ, ὡς ἀκηκόατε, τοῦ πρώτου στρατηγηθέντος ἐνιαυτοῦ καὶ πραχθέντος σπουδαίου, πρὸς τὰ χειμάδια πάλιν ἐπανελθὼν εἰς τὸν ἔσχατον κατέστην κίνδυνον· οὔτε γὰρ ἀθροίζειν ἐξῆν μοι στρατόπεδον (ἕτερος γὰρ ἦν ὁ τούτου κύριος), αὐτός τε ξὺν ὀλίγοις ἀποκεκλεισμένος, εἶτα παρὰ τῶν πλησίον πόλεων αἰτηθεὶς ἐπικουρίαν, ὧν εἶχον τὸ πλεῖστον ἐκείνοις δούς, αὐτὸς ἀπελείφθην μόνος. Ἐκεῖνα μὲν οὖν οὕτως ἐπράχθη τότε· ὡς δὲ καὶ ὁ τῶν στρατοπέδων ἄρχων ἐν ὑποψίᾳ γενόμενος αὐτῷ παρῃρέθη καὶ ἀπηλλάγη τῆς ἀρχῆς, οὐ σφόδρα ἐπιτήδειος δόξας, ἔγωγε ἐνομίσθην ἥκιστα σπουδαῖος καὶ δεινὸς στρατηγός, ἅτε πρᾷον ἐμαυτὸν παρασχὼν καὶ μέτριον· οὐ γὰρ ᾤμην δεῖν ζυγομαχεῖν οὐδὲ παραστρατηγεῖν, εἰ μή πού τι τῶν λίαν ἐπικινδύνων ἑώρων ἢ δέον γενέσθαι παρορώμενον, ἢ καὶ τὴν ἀρχὴν μὴ δέον γενέσθαι γιγνόμενον· ἅπαξ δὲ καὶ δεύτερον ‹οὐ› καθηκόντως μοί τινων χρησαμένων, ἐμαυτὸν ᾠήθην χρῆναι τιμᾶν τῇ σιωπῇ, καὶ τοῦ λοιποῦ τὴν χλανίδα περιέφερον καὶ τὴν εἰκόνα· τούτων γὰρ τὸ τηνικαῦτα διενοούμην ἀποπεφάνθαι κύριος. Ἐξ ὧν ὁ Κωνστάντιος νομίσας ὀλίγῳ μὲν ἐπιδώσειν, οὐκ εἰς τοσοῦτον δὲ μεταβολῆς ἥξειν τὰ τῶν Κελτῶν πράγματα, δίδωσί μοι τῶν στρατοπέδων τὴν ἡγεμονίαν ἦρος ἀρχομένου. Καὶ στρατεύω μὲν ἀκμάζοντος τοῦ σίτου, πολλῶν πάνυ Γερμανῶν περὶ τὰς πεπορθημένας ἐν Κελτοῖς πόλεις ἀδεῶς κατοικούντων. Τὸ μὲν οὖν πλῆθος τῶν πόλεων πέντε που καὶ τεσσαράκοντά ἐστι τείχη τὰ διηρπασμένα, δίχα τῶν πύργων καὶ τῶν ἐλασσόνων φρουρίων· ἧς ‹δ'› ἐνέμοντο γῆς ἐπὶ τάδε τοῦ Ῥήνου πάσης οἱ βάρβαροι τὸ μέγεθος ὁπόσον ἀπὸ τῶν πηγῶν αὐτῶν ἀρχόμενος ἄχρι τοῦ Ὠκεανοῦ περιλαμβάνει· τριακόσια δὲ ἀπεῖχον τῆς ᾐόνος τοῦ Ῥήνου στάδια οἱ πρὸς ἡμᾶς οἰκοῦντες ἔσχατοι, τριπλάσιον δὲ ἦν ἔτι τούτου πλάτος τὸ καταλειφθὲν ἔρημον ὑπὸ τῆς λεηλασίας, ἔνθα οὐδὲ νέμειν ἐξῆν τοῖς Κελτοῖς τὰ βοσκήματα, καὶ πόλεις τινὲς ἔρημοι τῶν ἐνοικούντων, αἷς οὔπω παρῴκουν οἱ βάρβαροι.

[8]    Ἐν τούτοις οὖσαν καταλαβὼν ἐγὼ τὴν Γαλατίαν, πόλιν τε ἀνέλαβον τὴν Ἀγριππίναν ἐπὶ τῷ Ῥήνῳ, πρὸ μηνῶν ἑαλωκυῖάν που δέκα, καὶ τεῖχος Ἀργέντορα πλησίον πρὸς ταῖς ὑπωρείαις αὐτοῦ τοῦ Βαρσέγου, κατεμαχεσάμην ‑ εἰς κλέος ἴσως καὶ εἰς ὑμᾶς ἀφίκετο ἡ τοιαύτη μάχη ‑ ἔνθα τῶν θεῶν δόντων μοι τὸν βασιλέα τῶν πολεμίων αἰχμάλωτον, οὐκ ἐφθόνησα τοῦ κατορθώματος Κωνσταντίῳ. Καίτοι εἰ μὴ θριαμβεύειν ἐξῆν, ἀποσφάττειν τὸν πολέμιον κύριος ἦν καὶ μέντοι διὰ πάσης αὐτὸν ἄγων τῆς Κελτίδος ταῖς πόλεσιν ἐπιδεικνύειν καὶ ὥσπερ ἐντρυφᾶν τοῦ Χνοδομαρίου ταῖς συμφοραῖς οὐδεὶς ἐκώλυε. Τούτων οὐδὲν ᾠήθην δεῖν πράττειν, ἀλλὰ πρὸς τὸν Κωνστάντιον αὐτὸν εὐθέως ἀπέπεμψα, τότε ἀπὸ τῶν Κουάδων καὶ Σαυροματῶν ἐπανιόντα. Συνέβη τοίνυν, ἐμοῦ μὲν ἀγωνισαμένου, ἐκείνου δὲ ὁδεύσαντος μόνον καὶ φιλίως ἐντυχόντος τοῖς παροικοῦσι τὸν Ἴστρον ἔθνεσιν, οὐχ ἡμᾶς, ἀλλ' ἐκεῖνον θριαμβεῦσαι. Τὸ δὴ μετὰ τοῦτο δεύτερος ἐνιαυτὸς καὶ τρίτος, καὶ πάντες μὲν ἀπελήλαντο τῆς Γαλατίας οἱ βάρβαροι, πλεῖσται δὲ ἀνελήφθησαν τῶν πόλεων, παμπληθεῖς δὲ ἀπὸ τῆς Βρεττανίδος ναῦς ἀνήχθησαν· ἑξακοσίων νηῶν ἀνήγαγον στόλον, ὧν τὰς τετρακοσίας ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος πάσας εἰσήγαγον εἰς τὸν Ῥῆνον, ἔργον οὐ μικρὸν διὰ τοὺς ἐπικειμένους καὶ παροικοῦντας πλησίον βαρβάρους. Ὁ γοῦν Φλωρέντιος οὕτως ᾤετο τοῦτο ἀδύνατον, ὥστε ἀργύρου δισχιλίας λίτρας ὑπέσχετο μισθὸν ἀποτίσειν τοῖς βαρβάροις ὑπὲρ τῆς παρόδου, καὶ ὁ Κωνστάντιος ὑπὲρ τούτου μαθών (ἐκοινώσατο γὰρ αὐτῷ περὶ τῆς δόσεως), ἐπέστειλεν αὐτὸ πρός με πράττειν κελεύσας, εἰ μὴ παντάπασιν αἰσχρόν μοι φανείη. Πῶς δὲ οὐκ ἦν αἰσχρόν, ὅπου Κωνσταντίῳ τοιοῦτον ἐφάνη, λίαν εἰωθότι θεραπεύειν τοὺς βαρβάρους; Ἐδόθη μὲν αὐτοῖς οὐδέν, ἀλλ' ἐπ' αὐτοὺς στρατεύσας ἀμυνόντων μοι καὶ παρεστώτων ‹τῶν› θεῶν, ὑπεδεξάμην μὲν μοῖραν τοῦ Σαλίων ἔθνους, Χαμάβους δὲ ἐξήλασα, πολλὰς βοῦς καὶ γύναια μετὰ παιδαρίων συλλαβών. Οὕτω δὲ πάντας ἐφόβησα καὶ παρεσκεύασα καταπτῆξαι τὴν ἐμὴν ἔφοδον, ὥστε παραχρῆμα λαβεῖν ὁμήρους καὶ τῇ σιτοπομπίᾳ παρασχεῖν ἀσφαλῆ κομιδήν. Μακρόν ἐστι πάντα ἀπαριθμεῖσθαι καὶ τὰ καθ' ἕκαστον γράφειν, ὅσα ἐν ἐνιαυτοῖς ἔπραξα τέτταρσι, τὰ κεφάλαια δέ· τρίτον ἐπεραιώθην Καῖσαρ ἔτι τὸν Ῥῆνον· δισμυρίους ἀπῄτησα παρὰ τῶν βαρβάρων ὑπὲρ τὸν Ῥῆνον ὄντας αἰχμαλώτους· ἐκ δυοῖν ἀγώνοιν καὶ μιᾶς πολιορκίας χιλίους ἐξελὼν ἐζώγρησα, οὐ τὴν ἄχρηστον ἡλικίαν, ἄνδρας δὲ ἡβῶντας· ἔπεμψα τῷ Κωνσταντίῳ τέτταρας ἀριθμοὺς τῶν κρατίστων πεζῶν, τρεῖς ἄλλους τῶν ἐλαττόνων, ἱππέων τάγματα δύο τὰ ἐντιμότατα· πόλεις ἀνέλαβον νῦν μὲν δὴ τῶν θεῶν ἐθελόντων πάσας, τότε δὲ ἀνειλήφειν ἐλάττους ὀλίγῳ τῶν τεσσαράκοντα. Μάρτυρα καλῶ τὸν Δία καὶ πάντας θεοὺς πολιούχους τε καὶ ὁμογνίους ὑπὲρ τῆς ἐμῆς προαιρέσεως εἰς αὐτὸν καὶ πίστεως, ὅτι τοιοῦτος γέγονα περὶ αὐτόν, οἷον ἂν εἱλόμην ἐγὼ υἱὸν περὶ ἐμὲ γενέσθαι. Τετίμηκα μὲν οὖν αὐτὸν ὡς οὐδεὶς Καισάρων οὐδένα τῶν ἔμπροσθεν αὐτοκρατόρων. Οὐδὲν γοῦν εἰς τὴν τήμερον ὑπὲρ ἐκείνων ἐγκαλεῖ μοι, καὶ ταῦτα παρρησιασαμένῳ πρὸς αὐτόν, ἀλλὰ γελοίους αἰτίας ὀργῆς ἀναπλάττει. "Λουππικῖνον", φησί, "καὶ τρεῖς ἄλλους ἀνθρώπους κατέσχες", οὓς εἰ καὶ κτείνας ἤμην ἐπιβουλεύσοντας ἔμοιγε φανερῶς, ἐχρῆν τὴν ὑπὲρ τῶν παθόντων ὀργὴν ἀφεῖναι τῆς ὁμονοίας ἕνεκα. Τούτους δέ, οὐδὲν ἄχαρι διαθείς, ὡς ταραχώδεις φύσει καὶ πολεμοποιοὺς κατέσχον, πολλὰ πάνυ δαπανῶν εἰς αὐτοὺς ἐκ τῶν δημοσίων, ἀφελόμενος οὐθὲν τῶν ὑπαρχόντων ἐκείνοις. Ὁρᾶτε πῶς ἐπεξιέναι τούτοις ὁ Κωνστάντιος νομοθετεῖ· ὁ γὰρ χαλεπαίνων ὑπὲρ τῶν προσηκόντων μηθέν, ἆρ' οὐκ ὀνειδίζει μοι καὶ καταγελᾷ τῆς μωρίας, ὅτι τὸν φονέα πατρός, ἀδελφῶν, ἀνεψιῶν, ἁπάσης ὡς ἔπος εἰπεῖν τῆς κοινῆς ἡμῶν ἑστίας καὶ συγγενείας τὸν δήμιον εἰς τοῦτο ἐθεράπευσα; Σκοπεῖτε δὲ ὅπως καὶ γενόμενος αὐτοκράτωρ ἔτι θεραπευτικῶς αὐτῷ προσηνέχθην ἐξ ὧν ἐπέστειλα.

[9]    Καὶ τὰ πρὸ τούτου δὲ ὁποῖός τις γέγονα περὶ αὐτὸν ἐντεῦθεν εἴσεσθε. Αἰσθόμενος ὅτι τῶν ἁμαρτανομένων κληρονομήσω μὲν αὐτὸς τὴν ἀδοξίαν καὶ τὸν κίνδυνον, ἐξεργασθήσεται δὲ ἑτέροις τὰ πλεῖστα, πρῶτον μὲν ἱκέτευον, εἰ ταῦτα πράττειν αὐτῷ φαίνοιτο καὶ πάντως ἐμὲ προσαγορεύειν Καίσαρα δεδογμένον εἴη, ἄνδρας ἀγαθοὺς καὶ σπουδαίους δοῦναί μοι τοὺς ὑπουργοῦντας· ὁ δὲ πρότερον ἔδωκε τοὺς μοχθηροτάτους. Ὡς δὲ ὁ μὲν εἷς ὁ πονηρότατος καὶ μάλα ἀσμένως ὑπήκουσεν, οὐδεὶς δὲ ἠξίου τῶν ἄλλων, ἄνδρα δίδωσιν ἄκων ἐμοὶ καὶ μάλα ἀγαθὸν Σαλούστιον, ὃς διὰ τὴν ἀρετὴν εὐθέως αὐτῷ γέγονεν ὕποπτος. Οὐκ ἀρκεσθεὶς ἐγὼ τῷ τοιούτῳ, κατανοήσας δὲ πρὸς τὸ διάφορον τοῦ τρόπου καὶ βλέπων τῷ μὲν ἄγαν αὐτὸν πιστεύοντα, τῷ δὲ οὐδ' ὅλως προσέχοντα, τῆς δεξιᾶς αὐτοῦ καὶ τῶν γονάτων ἁψάμενος· "Τούτων", ἔφην, "οὐδείς ἐστί μοι συνήθης οὐδὲ γέγονεν ἔμπροσθεν· ἐπιστάμενος δὲ αὐτοὺς ἐκ φήμης, σοῦ κελεύσαντος, ἑταίρους ἐμαυτοῦ καὶ φίλους νομίζω, τοῖς πάλαι γνωρίμοις ἐπ' ἴσης τιμῶν. Οὐ μὴν δίκαιον ἢ τούτοις ἐπιτετράφθαι τὰ ἐμά, ἢ τὰ τούτων ἡμῖν συγκινδυνεῦσαι. Τί οὖν ἱκετεύω; γραπτοὺς ἡμῖν δὸς ὥσπερ νόμους, τίνων ἀπέχεσθαι χρὴ καὶ ὅσα πράττειν ἐπιτρέπεις· δῆλον γὰρ ὅτι τὸν μὲν πειθόμενον ἐπαινέσεις, τὸν δὲ ἀπειθοῦντα κολάσεις, εἰ καὶ ὅ τι μάλιστα νομίζω μηδὲν ἀπειθήσειν".

[10]    Ὅσα μὲν οὖν ἐπεχείρησεν ὁ Πεντάδιος αὐτίκα καινοτομεῖν, οὐδὲν χρὴ λέγειν· ἀντέπραττον δὲ ἐγὼ πρὸς πάντα, καὶ γίνεταί μοι δυσμενὴς ἐκεῖθεν· εἶτ' ἄλλον λαβὼν καὶ παρασκευάσας δεύτερον καὶ τρίτον, Παῦλον, Γαυδέντιον, τοὺς ὀνομαστοὺς ἐπ' ἐμὲ μισθωσάμενος συκοφάντας, Σαλούστιον μὲν ὡς ἐμοὶ φίλον ἀποστῆναι παρασκευάζει, Λουκιλιανὸν δὲ δοθῆναι διάδοχον αὐτίκα. Καὶ μικρὸν ὕστερον καὶ Φλωρέντιος ἦν ἐχθρὸς ἐμοὶ διὰ τὰς πλεονεξίας αἷς ἠναντιούμην. Πείθουσιν οὗτοι τὸν Κωνστάντιον ἀφελέσθαι με τῶν στρατοπέδων ἁπάντων, ἴσως τι καὶ ὑπὸ τῆς ζηλοτυπίας τῶν κατορθωμάτων κνιζόμενον, καὶ γράφει γράμματα πολλῆς μὲν ἀτιμίας εἰς ἐμὲ πλήρη, Κελτοῖς δὲ ἀνάστασιν ἀπειλοῦντα· μικροῦ γὰρ δέω φάναι τὸ στρατιωτικὸν ἅπαν ἀδιακρίτως τὸ μαχιμώτατον ἀπαγαγεῖν τῆς Γαλατίας ἐκέλευσεν, ἐπιτάξας τοῦτο τὸ ἔργον Λουππικίνῳ τε καὶ Γιντωνίῳ, ἐμοὶ δὲ ὡς ἂν πρὸς μηδὲν ἐναντιωθείην αὐτοῖς ἐπέστειλεν. Ἐνταῦθα μέντοι τίνα τρόπον τὰ τῶν θεῶν εἴποιμ' ἂν ἔργα πρὸς ὑμᾶς; διενοούμην (μάρτυρες δὲ αὐτοί) πᾶσαν ἀπορρίψας τὴν βασιλικὴν πολυτέλειαν καὶ παρασκευὴν ἡσυχάζειν, πράττειν δὲ οὐδὲν ὅλως. Ἀνέμενον δὲ Φλωρέντιον παραγενέσθαι καὶ τὸν Λουππικῖνον· ἦν γὰρ ὁ μὲν περὶ τὴν Βίενναν, ὁ δὲ ἐν ταῖς Βρεττανίαις. Ἐν τούτῳ θόρυβος πολὺς ἦν περὶ πάντας τοὺς ἰδιώτας καὶ τοὺς στρατιώτας, καὶ γράφει τις ἀνώνυμον εἰς τὴν ἀστυγείτονά μοι πόλιν πρὸς τοὺς Πετουλάντας τουτουσὶ καὶ Κελτούς (ὀνομάζεται δὲ οὕτω τὰ τάγματα), ἐν ᾧ πολλὰ μὲν γέγραπτο κατ' ἐκείνου, πολλοὶ δὲ ὑπὲρ τῆς Γαλλιῶν προδοσίας ὀδυρμοί· καὶ μέντοι καὶ τὴν ἐμὴν ἀτιμίαν ὁ τὸ γραμμάτιον συγγράψας ἀπωδύρετο. Τοῦτο κομισθὲν ἐκίνησε πάντας οἳ τὰ Κωνσταντίου μάλιστα ἐφρόνουν, ἐπιθέσθαι μοι κατὰ τὸ καρτερώτατον, ὅπως ἤδη τοὺς στρατιώτας ἐκπέμψαιμι, πρὶν καὶ εἰς τοὺς ἄλλους ἀριθμοὺς ὅμοια ῥιφῆναι· καὶ γὰρ οὐδὲ ἄλλος τις παρῆν τῶν δοκούντων εὔνως ἔχειν ἐμοί, Νεβρίδιος ‹δέ›, Πεντάδιος, Δεκέντιος, ὁ παρ' αὐτοῦ πεμφθεὶς ἐπ' αὐτὸ τοῦτο Κωνσταντίου, λέγοντος δέ μου χρῆναι περιμένειν ἔτι Λουππικῖνον καὶ Φλωρέντιον, οὐθεὶς ἤκουσεν, ἀλλ' ἔλεγον πάντες τοὐναντίον ὅτι δεῖ ποιεῖν, εἰ μὴ βούλομαι ταῖς προλαβούσαις ὑποψίαις ὥσπερ ἀπόδειξιν καὶ τεκμήριον τοῦτο προσθεῖναι· εἶτα προσέθεσαν ὡς "Νῦν μὲν ἐκπεμφθέντων αὐτῶν σόν ἐστι τὸ ἔργον· ἀφικομένων δὲ τούτων, οὐ σοὶ τοῦτο, ἀλλ' ἐκείνοις λογιεῖται Κωνστάντιος, σὺ δὲ ἐν αἰτίᾳ γενήσῃ." Γράψαι με ἔπεισαν αὐτῷ, μᾶλλον δὲ ἐβιάσαντο· πείθεται μὲν γὰρ ἐκεῖνος, ᾧπερ ἔξεστι καὶ μὴ πεισθῆναι, βιάζεσθαι δὲ οἷς ἂν ἐξῇ, τοῦ πείθειν οὐδὲν προσδέονται· οὔκουν οὐδὲ οἱ βιασθέντες τῶν πεπεισμένων εἰσίν, ἀλλὰ τῶν ἀναγκασθέντων. Ἐσκοποῦμεν ἐνταῦθα ποίαν ὁδὸν αὐτοὺς χρὴ βαδίζειν, διττῆς οὔσης· ἐγὼ μὲν ἠξίουν ἑτέραν τραπῆναι, οἱ δὲ αὖθις ἀναγκάζουσιν ἐκείνην ἰέναι, μὴ τοῦτο αὐτὸ γενόμενον ὥσπερ ἀφορμήν τινα στάσεως τοῖς στρατιώταις παράσχῃ καὶ ταραχῆς τινος αἴτιον γένηται, εἶτα στασιάζειν ἅπαξ ἀρξάμενοι πάντα ἀθρόως ταράξωσιν.

[11]    Ἐδόκει τὸ δέος οὐ παντάπασιν ἄλογον εἶναι τῶν ἀνθρώπων. Ἦλθε τὰ τάγματα, ὑπήντησα κατὰ τὸ νενομισμένον αὐτοῖς, ἔχεσθαι τῆς ὁδοῦ προὔτρεψα· μίαν ἡμέραν ἐπέμεινεν, ἄχρις ἧς οὐθὲν ᾔδειν ἐγὼ τῶν βεβουλευμένων αὐτοῖς· ἴστω Ζεύς, Ἥλιος, Ἄρης, Ἀθηνᾶ καὶ πάντες θεοί, ὡς οὐδὲ ἐγγὺς ἀφίκετό μού τις τοιαύτη ὑπόνοια ἄχρι δείλης αὐτῆς· ὀψίας δὲ ἤδη περὶ ἡλίου δυσμὰς ἐμηνύθη μοι, καὶ αὐτίκα ‹τὰ› βασίλεια περιείληπτο, καὶ ἐβόων πάντες, ἔτι φροντίζοντός μου τί χρὴ ποιεῖν καὶ οὔπω σφόδρα πιστεύοντος· ἔτυχον γὰρ ἔτι τῆς γαμετῆς ζώσης μοι ἀναπαυόμενος ἰδίᾳ πρὸς τὸ πλησίον ὑπερῷον ἀνελθών. Εἶτα ἐκεῖθεν (ἀνεπέπτατο γὰρ ὁ τοῖχος) προσεκύνησα τὸν Δία. Γενομένης δὲ ἔτι μείζονος τῆς βοῆς καὶ θορυβουμένων πάντων ἐν τοῖς βασιλείοις, ᾐτεόμην τὸν θεὸν

   δοῦναι τέρας, αὐτὰρ ὅ γ' ἡμῖν

   δεῖξε καὶ ἠνώγει

πεισθῆναι καὶ μὴ προσεναντιοῦσθαι τοῦ στρατοπέδου τῇ προθυμίᾳ. Γενομένων ὅμως ἐμοὶ καὶ τούτων τῶν σημείων, οὐκ εἶξα ἑτοίμως, ἀλλ' ἀντέσχον εἰς ὅσον ἠδυνάμην, καὶ οὔτε τὴν πρόσρησιν οὔτε τὸν στέφανον προσιέμην. Ἐπεὶ δὲ οὐδὲ εἷς τῶν πολλῶν ἠδυνάμην κρατεῖν, οἵ τε τοῦτο βουλόμενοι γενέσθαι θεοὶ τοὺς μὲν παρώξυνον, ἐμοὶ δὲ ἔθελγον τὴν γνώμην, ὥρᾳ που τρίτῃ σχεδὸν οὐκ οἶδα οὗτινός μοι στρατιώτου δόντος μανιάκην περιεθέμην καὶ ἦλθον εἰς τὰ βασίλεια, ἔνδοθεν ἀπ' αὐτῆς, ὡς ἴσασιν οἱ θεοί, στένων τῆς καρδίας. Καίτοι χρῆν δήπουθεν πιστεύοντα τῷ φήναντι θεῷ τὸ τέρας θαρρεῖν· ἀλλ' ᾐσχυνόμην δεινῶς καὶ κατεδυόμην, εἰ δόξαιμι μὴ πιστῶς ἄχρι τέλους ὑπακοῦσαι Κωνσταντίῳ. Πολλῆς οὔσης περὶ τὰ βασίλεια κατηφείας, τοῦτον εὐθὺς οἱ Κωνσταντίου φίλοι τὸν καιρὸν ἁρπάσαι διανοηθέντες ἐπιβουλήν μοι ῥάπτουσιν αὐτίκα καὶ διένειμαν τοῖς στρατιώταις χρήματα, δυοῖν θάτερον προσδοκῶντες, ἢ διαστήσειν ἀλλήλους ἢ καὶ παντάπασιν ἐπιθέσθαι μοι φανερῶς. Αἰσθόμενός τις τῶν ἐπιτεταγμένων τῇ προόδῳ τῆς ἐμῆς γαμετῆς λάθρᾳ πραττόμενον αὐτὸ ἐμοὶ μὲν πρῶτον ἐμήνυσεν, ὡς δὲ ἑώρα με μηθὲν προσέχοντα, παραφρονήσας ὥσπερ οἱ θεόληπτοι δημοσίᾳ βοᾶν ἤρξατο κατὰ τὴν ἀγοράν· "Ἄνδρες στρατιῶται καὶ ξένοι καὶ πολῖται, μὴ προδῶτε τὸν αὐτοκράτορα". Εἶτα ἐμπίπτει θυμὸς εἰς τοὺς στρατιώτας, καὶ πάντες εἰς τὰ βασίλεια μετὰ τῶν ὅπλων ἔθεον· καταλαβόντες δέ με ζῶντα καὶ χαρέντες ὥσπερ οἱ τοὺς ἐξ ἀνελπίστων ὀφθέντας φίλους ἄλλος ἄλλοθεν περιέβαλλον καὶ περιέπλεκον καὶ ἐπὶ τῶν ὤμων ἔφερον, καὶ ἦν ἴσως τὸ πρᾶγμα θέας ἄξιον, ἐνθουσιασμῷ γὰρ ἐῴκει. Ὡς δέ με ἁπανταχόθεν περιέσχον, ἐζήτουν ἅπαντας τοὺς Κωνσταντίου φίλους ἐπὶ τιμωρίᾳ· πηλίκον ἠγωνισάμην ἀγῶνα, σῶσαι βουλόμενος αὐτούς, ἴσασιν οἱ θεοὶ πάντες.

[12]    Ἀλλὰ δὴ τὰ μετὰ τοῦτο πῶς πρὸς τὸν Κωνστάντιον διεπραξάμην; οὔπω καὶ τήμερον ‹ἐν› ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς τῇ δοθείσῃ μοι παρὰ τῶν θεῶν ἐπωνυμίᾳ κέχρημαι, Καίσαρα δὲ ἐμαυτὸν ἔγραψα, καὶ πέπεικα τοὺς στρατιώτας ὀμόσαι μοι μηδενὸς ἐπιθυμήσειν, εἴπερ ἡμῖν ἐπιτρέψειεν ἀδεῶς οἰκεῖν τὰς Γαλλίας, τοῖς πεπραγμένοις συναινέσας. Ἅπαντα τὰ παρ' ἐμοὶ τάγματα πρὸς αὐτὸν ἔπεμψεν ἐπιστολάς, ἱκετεύοντα περὶ τῆς πρὸς ἀλλήλους ἡμῖν ὁμονοίας· ὁ δὲ ἀντὶ τούτων ἐπέβαλεν ἡμῖν τοὺς βαρβάρους, ἐχθρὸν δὲ ἀνηγόρευσέ με παρ' ἐκείνοις, καὶ μισθοὺς ἐτέλεσεν, ὅπως τὸ Γαλλιῶν ἔθνος πορθηθείη, γράφων τε τοῖς ἐν Ἰταλίᾳ παραφυλάττειν τοὺς ἐκ τῶν Γαλλιῶν παρεκελεύετο, καὶ περὶ τοὺς Γαλλικοὺς ὅρους ἐν ταῖς πλησίον πόλεσιν εἰς τριακοσίας μυριάδας μεδίμνων πυροῦ κατειργασμένου ἐν τῇ Βριγαντίᾳ, τοσοῦτον ἕτερον ἐπὶ τὰς Κοττίας Ἄλπεις ὡς ἐπ' ἐμὲ στρατεύσων ἐκέλευσε παρασκευασθῆναι. Καὶ ταῦτα οὐ λόγοι, σαφῆ δὲ ἔργα· καὶ γὰρ ἃς γέγραφεν ἐπιστολὰς ὑπὸ τῶν βαρβάρων κομισθείσας ἐδεξάμην, καὶ τὰς τροφὰς τὰς παρεσκευασμένας κατέλαβον καὶ τὰς ἐπιστολὰς Ταύρου. Πρὸς τούτοις ἔτι νῦν μοι Καίσαρι γράφει, καὶ οὐδὲ συνθήσεσθαι πώποτε πρός με ὑπέστη, ἀλλ' Ἐπίκτητόν τινα τῶν Γαλλιῶν ἐπίσκοπον ἔπεμψεν ὡς πιστά μοι περὶ τῆς ἀσφαλείας τῆς ἐμαυτοῦ παρέξοντα, καὶ τοῦτο θρυλλεῖ δι' ὅλων αὐτοῦ τῶν ἐπιστολῶν, ὡς οὐκ ἀφαιρησόμενος τοῦ ζῆν, ὑπὲρ δὲ τῆς τιμῆς οὐθὲν μνημονεύει. Ἐγὼ δὲ τοὺς μὲν ὅρκους αὐτοῦ τὸ τῆς παροιμίας οἶμαι δεῖν εἰς τέφραν γράφειν, οὕτως εἰσὶ πιστοί· τῆς τιμῆς δὲ οὐ τοῦ καλοῦ καὶ πρέποντος μόνον, ἀλλὰ καὶ τῆς τῶν φίλων ἕνεκα σωτηρίας ἀντέχομαι· καὶ οὔπω φημὶ τὴν πανταχοῦ γῆς γυμναζομένην πικρίαν.

[13]    Ταῦτα ἔπεισέ με, ταῦτα ἐφάνη μοι δίκαια. Καὶ πρῶτον μὲν αὐτὰ τοῖς πάντα ὁρῶσι καὶ ἀκούουσιν ἀνεθέμην θεοῖς· εἶτα θυσάμενος περὶ τῆς ἐξόδου καὶ γενομένων καλῶν τῶν ἱερῶν κατ' αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τοῖς στρατιώταις περὶ τῆς ἐπὶ τάδε πορείας ἔμελλον διαλέγεσθαι, ὑπέρ τε τῆς ἐμαυτοῦ σωτηρίας καὶ πολὺ πλέον ὑπὲρ τῆς τῶν κοινῶν εὐπραγίας καὶ τῆς ἁπάντων τῶν ἀνθρώπων ἐλευθερίας αὐτοῦ τε τοῦ Κελτῶν ἔθνους, ὃ δὶς ἤδη τοῖς πολεμίοις ἐξέδωκεν, οὐδὲ τῶν προγονικῶν φεισάμενος τάφων, ὁ τοὺς ἀλλοτρίους πάνυ θεραπεύων, ᾠήθην δεῖν ἔθνη τε προσλαβεῖν τὰ δυνατώτατα καὶ χρημάτων πόρους δικαιοτάτων ἐξ ἀργυρείων καὶ χρυσείων, καὶ εἰ μὲν ἀγαπήσειεν ἔτι νῦν γοῦν τὴν πρὸς ἡμᾶς ὁμόνοιαν, εἴσω τῶν νῦν ἐχομένων μένειν, εἰ δὲ πολεμεῖν διανοοῖτο καὶ μηδὲν ἀπὸ τῆς προτέρας γνώμης χαλάσειεν, ὅ τι ἂν ᾖ τοῖς θεοῖς φίλον πάσχειν ἢ πράττειν, ὡς αἰσχρὸν ἀνανδρίᾳ ψυχῆς καὶ διανοίας ἀμαθίᾳ ἢ πλήθει δυνάμεως ἀσθενέστερον αὐτοῦ φανῆναι· νῦν μὲν γὰρ εἰ τῷ πλήθει κρατήσειεν, οὐκ ἐκείνου τὸ ἔργον, ἀλλὰ τῆς πολυχειρίας ἐστίν· εἰ δὲ ἐν ταῖς Γαλλίαις περιμένοντά με καὶ τὸ ζῆν ἀγαπῶντα καὶ διακλίνοντα τὸν κίνδυνον ἁπανταχόθεν περικόψας κατέλαβε, κύκλῳ μὲν ὑπὸ τῶν βαρβάρων, κατὰ στόμα δὲ ὑπὸ τῶν αὐτοῦ στρατοπέδων, τὸ παθεῖν τε οἶμαι τὰ ἔσχατα προσῆν "καὶ ἔτι ἡ τῶν πραγμάτων αἰσχύνη οὐδεμιᾶς ἐλάττων ζημίας τοῖς γε σώφροσι".

   Ταῦτα διανοηθείς, ἄνδρες Ἀθηναῖοι, τοῖς τε συστρατιώταις τοῖς ἐμοῖς διῆλθον καὶ πρὸς κοινοὺς τῶν πάντων Ἑλλήνων πολίτας γράφω. Θεοὶ δὲ οἱ πάντων κύριοι συμμαχίαν ἡμῖν τὴν ἑαυτῶν, ὥσπερ ὑπέστησαν, εἰς τέλος δοῖεν καὶ παράσχοιεν ταῖς Ἀθήναις ὑφ' ἡμῶν τε εἰς ὅσον δύναμις εὖ παθεῖν καὶ τοιούτους σχεῖν ἐς ἀεὶ τοὺς αὐτοκράτορας, οἳ μάλιστα καὶ διαφερόντως αὐτὰς εἴσονται καὶ ἀγαπήσουσιν.