2585 123 0 4 402 0 IV a. C. Oratoria Hyperides In Athenogenem Jensen, C., Leipzig, Teubner, 1917 Rist. 1963, Stuttgart. 8

HYPERIDES - In Athenogenem-[ΚΑΤΑ ΑΘΗΝΟΓΕΝΟΥς Α.]

[col. 1] αὐτ]ή̣ν̣. εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε πραχθέ]ν̣τα̣, καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς] εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγ]χωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶν]α̣ι, ἐμὲ δ' ἐκέλευε θαρρεῖν· αὐτὴ γάρ μοι πά]ν̣τα συναγωνιεῖσθαι. καὶ ταῦτ' ἔλεγεν σπο]υδάζουσά τε τῶι ἤθει ὡς ἔνι μάλιστα, καὶ] ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν με]τ' εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάση̣]ς ἀληθείας, ὥστ' ἐμὲ ὦ ἄνδρες δικασταί (ῥηθ̣]ή̣σεται γὰρ πρὸς ὑμᾶς τἀληθές) ταῦτα π]επεῖσθαι. οὕτως ὡς ἔοικεν ἐξίστησιν ἀνθρώπου] φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνερ̣γ̣]ίαν. ἐκείνη γοῦν φενακίζουσα ἅπαντ̣]α ταῦτα προσπεριέκοψε[ν̣ α̣]ὑτῆι ἔτ]ι εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐν]οίας ἕνεκα. ἴσως μὲν οὖν ὦ ἄνδρες δικας]τ̣α̣ὶ οὐ[δ]ὲν θαυμαστόν με ὑπὸ Ἀντιγόν]α[ς̣] τὸν τρόπον τουτονὶ παιδαγωγηθῆ]να[ι], γυναι[κ]ὸς ἣ δεινοτάτη μὲν τῶν] ἑταιρῶν ὥς φασιν ἐφ' ἡλ[ικί]ας ἐγένετο, διατ̣]ετ̣έ̣λ̣εκε δὲ πορνοβοσκοῦσα ................π.......τ̣.θ̣ν̣. ............. οἶκον τοῦ Χολλείδου οὐδενὸ̣ς ἐλ̣ά]τ̣τω ὄντα ἀνήι̣ρ̣ηκεν. καίτοι ὅπου κ̣α̣θ̣' ἑα]υτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴες]θ̣' αὐτ̣ὴν νῦν ἐν[ν̣ο]εῖν, προσλαβοῦσαν συ]ναγωνιστὴν Ἀθηνογένην,

[col. 2] ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον Αἰγύπτιον; τέλος δ' οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμέν[η] γάρ με πάλιν ὕστερον εἶπεν, ὅτι πολλ̣ο̣ὺ̣ς λόγους ἀναλώσασα πρὸς τ̣ὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικ[υ]ῖα αὐτὸν ἀπολ̣ῦσαί μοι τόν τε Μίδαν κα[ὶ τ]οὺς υἱεῖς ἀμ̣φ̣οτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλ̣ε̣υέ με τὴν ταχίστην πορίζει̣ν τὸ ἀργύριο[ν], πρὶν μεταδόξαι τι Ἀθηνογέ̣νει. συν̣αγαγὼν δ' ἐγὼ πανταχόθεν καὶ τοὺς φ[ί]λους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴ̣ν τρά̣π̣εζαν τὰς τετταράκοντα μνᾶς ἧ̣κ̣ο̣ν ὡ̣ς τὴν Ἀντι]γόναν. κἀκε[ίνη̣] σ[υνήγα]γεν [ἡ̣]μᾶς εἰς τὸ αὐτό, ἐμ̣έ τε καὶ [Ἀθηνο]γ̣[έ]νην, κα[ὶ διή[λλ]αξε, καὶ παρεκελεύσα̣τ[ο τ]ο̣ῦ̣ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγ' ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθην̣ογένης οὑτοσὶ̣ ὑπολαβὼν εἶπε[ν, ὅ]τι τ[ῶν̣] πεπρα[γ]μέν[ω]ν δε[ῖ] με χάριν ἔχειν Ἀντ[ι]γ̣ό̣να̣ι̣. 'καὶ νῦν' ἔφη 'ταύτης ἕνεκα ἤδη σοι ἐνδείξ̣ομαι, ὅσα σε̣ ἀ̣γα̣[θὰ] ποιήσω. σ̣ὺ μὲ[ν γάρ]' ἔ̣φη̣ '[τὸ] ἀργύριον ἐπ' ἐλευθερίᾳ καταβαλε̣[ῖ]ς το̣[ῦ Μίδο]υ̣ καὶ τῶν παίδων· ἐγὼ δέ σοι ἀποδώ[ς]ομαι αὐτοὺς ὠνῆι καὶ πράσε[ι], ἵνα π̣ρ̣ῶτο̣ν̣ μὲν μηδείς [ς]ε̣ [ἐ]νοχ[λ]ῇ [μ̣η]δὲ διαφθείρ[ῃ] τὸν π̣[α]ῖ̣δα, ἔ[π̣]ε[ι]τ̣' αὐτοὶ μ̣ὴ̣ ἐ̣γχειρῶσι π̣[ο]νηρε[ύ]εσθαι μηδὲν διὰ τὸν φόβ̣[ον]. τὸ δὲ μέγιστον·

[col. 3] νῦν μὲν ἂν δόξειαν δι' ἐμὲ γεγονέναι ἐλεύθεροι· ἐὰν δὲ πριάμενος σὺ ὠνῆι καὶ πράσει εἶθ' ὕστερον, ὅτε ἄν σοι δοκῆι, ἀφῆις αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀ[ρ]γύριον, μύρου τέ τινος τιμὴν Παγκάλωι κ]αὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα' ἔφη 'σὺ ἀναδέξηι. ἔστιν δὲ μικρὰ κομιδῆι, καὶ πολλῶι πλείω φορτία ἐστὶν τούτων ἐν τῶι ἐργαστηρίωι, μύρον καὶ ἀλάβαστροι καὶ ζμύρνα', καὶ ἄλλ' ἄττα ὀνόματα λέγων, 'ὅθεν πάντα ταῦτα δ[ι̣α̣λ̣υ̣θ]ήσε[τ̣αι] ῥαιδίως'. ἦν δὲ ὦ ἄνδρες δικασ[τ̣]αὶ ὡς ἔοι[κ]εν ἐνταῦθα ἡ ἐπ̣ι̣βουλὴ καὶ τὸ πλ̣ά̣σμα τ[ὸ] μέγα. εἰ μὲν γὰ[ρ] ἐπ' ἐλευθερίαι καταβάλ[λ]οιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπ[ώ]λλυον ὃ δοίην αὐτῶι, ἀ[λλ'] οὐδὲν δεινὸν ἔπασχον· εἰ δὲ πριαίμην ὠ̣]νῆι καὶ πράσει, ὁμολογήσας αὐτῶι τὰ χρέα ἀναδέξα̣σθαι, ὡς οὐθενὸς ἄξια ὄντα, δ[ιὰ] τὸ μὴ π̣[ρ̣ο]ειδέναι, ἐπάξειν [μ]οι ἔμελλεν ὕστ̣ερον τοὺς χρ[ης]τὰς καὶ τοὺς πληρωτὰς τῶν ἐράνων, ἐν ὁμολογίαι λαβών· ὅπερ ἐποίησεν. ὡς γ̣ὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμ̣ο̣λ̣όγησα, εὐθὺς ἐκ τῶν γονάτων̣ λ̣αβὼν [τ̣ῶ̣]ν αὑτοῦ γραμματε̣ῖ̣όν τ̣[ι τὸ ἐγ]γ̣εγραμμ̣έ̣νον ἀνεγίγνωσκ̣[εν·

[col. 4] ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ· ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφ' ὃ ἧκον τοῦτο διοικήσ̣ασθαι. καὶ σημαίνεται τὰς συνθ̣ήκας εὐθὺς ἐν τῇ [α̣]ὐ̣[τ̣]ῇ οἰκίᾳ, ἵνα μηδε[ὶ]ς τῶν εὖ φρονούντων [ἀ]κ̣ούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετ' ἐμοῦ Νίκωνα τὸν Κηφισ‹ι›έα. ἐλθόντες δ' ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖ̣ον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοεῖ· τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴ[ν̣] ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρησταί, οἷς ὠφείλετο παρὰ τῶι Μίδαι, καὶ οἱ πληρωταὶ τῶν ἐράνων, καὶ διε]λέγοντό μοι· [κ̣]αὶ ἐν τρισὶν μησὶν ἅπαντ̣α̣ τὰ χρέα φανε̣ρὰ ἐγεγόνει, ὥστ' εἶναί μοι σὺ]ν τοῖς ἐράνο[ι]ς, ὅπερ καὶ ἀρτίως εἶπον, περὶ π]έντε τάλαντα. ὡς δ' ἠισθόμην οὗ ἦν κα̣κ̣οῦ, τότ' ἤδη τοὺς φίλους κ̣αὶ̣ τοὺς οἰκείους συνήγαγον, καὶ τὰ ἀντίγραφα τῶν συνθηκ[ῶ̣ν ἀνεγιγνώσκομεν, ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου κ̣αὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο· ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν, ὅτι̣ τ̣ὸ μύρον ἄξιον εἴη τοῦ̣ ἀργυρίου τὸ ἐν τ[ῶ̣ι ἐ]ργαστηρίωι· τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τ̣ὰ μέγιστα οὐκ ἐν[ε]γέγραπτο ἐπ' ὀνομάτων

[col. 5] ἀλλ' ἐν προσθήκης μέρει, ὡς οὐδὲν ὄντα· 'καὶ εἴ τωι ἄλλωι ὀφείλει τι Μίδας'. καὶ τῶν ἐράνων εἷς μὲν οὖν Δικαιοκράτης ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος [ἦ̣]ν γεγραμμένος, οἱ δ' ἄλλοι ἐφ' οἷς εἰλήφει πάντα ὁ Μίδας (νεοσύλλογο̣ι δ' ἦσαν), τούτους δ' οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλ' ἀπεκρύψατο. βουλευομένοις δ' ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτ[ο]ν καὶ διαλέγεσθαι, καὶ κα̣[τ]α̣λαβόντ̣ες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρω̣[τ]ῶ̣μεν, εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος κα[ὶ ἐν]εδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δ' ἀπεκρίνατο̣ ἡμῖν, ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμ[ῖ̣ν̣] τὸν νοῦν, γραμματεῖόν τ' εἴη αὐτ̣ῷ̣ κεί[μ]ενον πρὸς ἐμὲ περὶ τού[τ]ων. πολ̣λῶν δ' ἀ[ν]θρώπων σ[υλλ]εγομένων καὶ ἐπακουόν[τ]ων τοῦ πρά[γ]μ̣ατος, διὰ τ̣[ὸ] ἐ̣ν τ̣ῆι ἀγορᾶι τ̣οὺς λόγους γίγνεσθα̣ι̣, [κ]α̣ὶ̣ κα̣τα̣τ̣εμνόντων αὐτὸν κελευόν[τ]ων τε̣ [ἀ]π̣[άγ̣]ειν ὡς ἀνδρ̣αποδι[σ̣]τή[ν, τοῦτο μὲ]ν οὐκ ὠιόμεθα δεῖν ποιεῖν, πρ[οσεκαλεσά]μεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ [τὸν νόμ]ον. πρῶτον μὲν οὖν ὑμῖν τὰς σ[υνθή]κας ἀναγνώσεται· ἐξ̣ [αὐτῶ]ν γὰρ τ[ῶν γ̣]εγρα[μμένων

[col. 6] μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας.

ΣΥΝΘΗΚΑΙ.

Τὰ μὲν το̣[ίν]υν πεπραγμένα ὦ ἄνδρες δικασταὶ καθ' ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης, ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρωι ὁμολογήσῃ, κύρια εἶναι. τά γε δίκαια ὦ βέλτιστε· τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθηκας καὶ περίφοβον πεποίηκας, μὴ ἀπόλωμαι̣ [ὑ]πὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥ[ς]τε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἆλ[λ̣α̣ π̣]άντα ποιησάμενον. ὁ μὲν τοίνυν εἷ[ς] νόμος κελεύ̣[ει] ἀψευ̣[δ]εῖν ἐ[ν̣] τῆι ἀγ[ορᾶι], π̣άντων οἶμα[ι π̣]αρά̣[γγελ]μα̣ κάλ̣[λιστο]ν παραγγέλλων. σὺ [δὲ ψε]υσάμενο[ς ἐν] μέσηι τῇ ἀγορᾷ̣ συν[θήκα]ς κατ' ἐμ̣ο̣[ῦ ἔθ]ου̣· ἐ̣πεὶ ἐὰ̣ν δ......... ων ἐμ̣[οὶ το]ὺ̣ς ἐράνους ............ ἐν ταῖς συν]θήκαι[ς], ὅσους [ἐπυ̣θόμην, οὐδὲν ἀντιλέ]γω σοι, ἀλλ' ὁμ̣ολογ[ῶ̣ ὀφείλειν. μετὰ δὲ τ]αῦτα ἕτερο]ς νόμο[ς ἐστὶ περὶ ὧν ὁμολογοῦντες

[col. 7] ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῆι ἀνδράποδον, προλέγειν, ἐάν τι ἔχηι ἀρρώστημα· εἰ δ[ὲ μ̣]ή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήμ̣α̣τα ἂν μὴ δηλώσηι τις πωλῶν οἰκέτ[ην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοι ἐστίν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν· ὁ δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, κ[α]ὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκ[ε]. σκέψαι δὲ ὦ Ἀθηνόγενες μὴ μόνον π̣ε̣ρὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ ‹οἱ› ἄλ[λ]οι πάντες, ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν πα̣ῖ̣δ̣ες, οὗτοι γνήσιοί εἰσ[ι]ν. ἀλ[λὰ] μ[ὴ̣ν̣ ο̣ὐκ ἀπ̣]έ̣[χρ]ησε τῶι νομοθ[έτηι] τὸ ἐγγ[υηθῆ]ναι τὴν γυναῖκα ὑπὸ [τοῦ πατ]ρὸς [ἢ̣ τοῦ ἀδ]ελφοῦ, ἀλλ' ἔγραψε δι[α̣ρρή]δην ἐν [τῶι νόμ]ωι· [ἣν̣] ἂν ἐγγυήσηι τ[ις ἐπὶ δικαίοις δάμαρτα], ἐκ ταύτης εἶνα̣[ι παῖδας γνησίους, καὶ οὐ]κ̣· ἐάν τις ψευσ̣[άμενος ὡς θυγατέρα ἐγ]γυήσηι ἄλ[λην τινά. ἀλλὰ τὰς μὲν δι]καίας ἐγγύας κ̣[υρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους̣] καθίστη[σιν. ἔτι δὲ καὶ ὁ περὶ] τῶ[ν̣] διαθηκῶν

[col. 8] ν[όμο]ς παρ[α]πλήσιος τούτοι̣ς ἐστίν· κελεύε[ι̣ γὰρ ἐξ̣εῖν]αι τὰ ἑαυτοῦ [δ̣ια]τίθεσθα[ι ὅπως ἄν] τις βούληται, πλὴν [ἢ̣ γή]ρ̣ω̣ς ἕνε[κεν] ἢ νόσου ἢ μανιῶν ἢ γυ[ν̣αικὶ] πειθόμ̣[ενο]ν ἢ [ὑ̣πὸ] δεσμοῦ ἢ ὑ[π̣]ὸ̣ [ἀνά]γκης κ[ατ̣]αληφθ[έντ̣]α. ὅπου δὲ οὐδὲ [π̣ερὶ] τῶν αὑτοῦ ἰδίων αἱ μ̣[ὴ δ]ίκαιαι διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογ[έ]ν̣ει γε κα̣τ̣ὰ̣ [τ̣]ῶ̣ν̣ ἐμῶν συνθεμέν[ω̣ι] τ̣οιαῦτα δεῖ̣ [κ̣]ύ̣[ρι]α εἶναι; καὶ ἐὰν μέν τι[ς] ὡ̣ς ἔ̣οικ̣[ε]ν τῇ̣ ἑ̣αυτοῦ γ̣υ̣ναικὶ̣ πειθόμενος διαθήκας [γρά]ψ̣ῃ̣, ἄκυροι ἔσο[ντα]ι· ε̣[ἰ] δ' ἐγὼ τῆι Ἀθηνογ[έν̣ο]υς ἑταίραι ἐπε̣[ί]σ̣θην, προσαπολωλέναι μ̣[ε̣] δ̣εῖ, ὃς ἔχω μ[ε]γ̣[ί]σ̣την βοήθειαν τὴν ἐν τῶι νόμωι γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σ̣ὺ̣ ταῖς συνθή̣κ̣α̣ι̣ς ἰ̣σ[χυρί]ζηι, ἃς ἐνεδρεύσαντές με σὺ κ[α]ὶ̣ ἡ̣ ἑ̣τ̣[αίρα] σο[υ ἐς]ημήνασθε, καὶ ὑπὸ]..............β̣[ου]λεύσεως ὑμᾶ̣ς κ̣ε...............ς εἶναι, ἐπὶ τούτοις προσεδεξάμην οἷς ἐγράψα]τε· καὶ οὐ[χ̣ ἱ]κ̣ανόν σοι ἦν τὰς τετταράκον]τ̣[α μ]νᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀ̣]λ̣λὰ καὶ πέντε τάλαντα προσαφείλου] με, ὥσπερ [ὑ]πὸ .. .....ποδοστράβηι κατ]ειλημμένον. [Ἐρεῖ δ' ἴσως Ἀθηνογένης ὡ]ς οὐκ ᾔδε̣[ι... .................... Μ̣ίδαν ἀλ.... ...................σθέντα λ...

[col. 9] σ̣.............. εἰς τὰ ἐν ἀγορᾶι, ἀτρέ[μα δ' [ἔ̣χ̣ων, ἐν τρισὶ] μησὶν ἅπαντα τ[ὰ] χρέα καὶ τ[οὺς ἐράν]ο̣υς ἐπυθόμην· οὗτ[ος] δὲ ὁ ἐκ τριγ̣[ο]νίας [ὢν̣] μυροπώλης, καθ[ήμε]νος δ' ἐν τῆ̣[ι] ἀγο[ρ̣ᾶι] ὅ̣[ς]αι ἡμέραι, τρία [δὲ μυ]ροπώλια κεκτη̣[μένος], λόγους δὲ κατ[ὰ] μῆνα λαμβάνω[ν, οὐκ] ᾔδει τὰ χρέα. ἀλλ' ἐν μὲν τοῖς ἄλλοις οὐκ [ἰ]δ̣ι̣ώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην οὕτ[ως ε]ὐήθης ἐγένετο, καὶ τινὰ μὲν τῶν χρ[εῶ̣]ν ὡς ἔοικεν ἤιδει, τὰ δέ φησιν οὐκ εἰδένα̣ι̣, ὅ̣σ̣α μὴ βούλεται. ὁ δὲ τοιοῦτο[ς αὐτ̣οῦ] λόγος ὦ ἄνδρες δ[ικας]ταὶ οὐκ ἀπολόγημ]ά ἐστιν, ἀλλ' ὁμολόγημα ὡς οὐ δεῖ με τὰ χρέα̣] δ̣[ιαλ]ύειν· ὅταν γὰρ φῆι μὴ εἰδένα̣ι̣ ἅ̣[παντα] τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῶι δήπου [τ̣όδ̣]' εἰπεῖν, ὡς προεῖπέ μοι περὶ τῶν χρεῶν̣· ὅσα δ' ο̣ὐ̣κ] ἤκουσα παρὰ τοῦ πωλοῦντος, [ταῦτ[α οὐ δίκαιός] εἰμι διαλύειν. ὅτι μὲν οὖν ἤιδεις ὦ Ἀθηνό]γε̣νες ὀφείλοντα Μ[ί̣δ̣αν̣] τ̣ὰ̣ χρήματα ταῦτα̣], οἶμαι πᾶσιν εἶναι δῆλ[ον ἐξ ἄλλων τε πολ]λ̣ῶν καὶ ἐκ τοῦ αἰτεῖν [σε τὸν Νίκωνα ὑπὲρ ἐ]μοῦ ἐγγυητ[ή̣]ν, εἰ̣..... ..........τ]ὰ χρέα ὄντα ἱκανὸ̣[ν..... ...........νο. οὐ μὲν δὴ ἐγὼ..... ...........τῶ̣ι] λ̣ό̣γωι σοῦ τούτ̣[ωι... ..............ο̣ς καὶ οὐκ εἰλ̣..... ................νος καὶ τωι..... .............τ]ουτονὶ τὸν τ[ρόπον.

[col. 10] ε]ἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς μο]ι̣ πάντα τὰ χρέα, ἐγὼ δὲ ὅσα σου ἤκουσα τα[ῦ]τα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην, πότερος δίκαι[ό]ς ἐστιν ἐκτεῖσα]ι; ὁ ὕσ[τ]ερος πριάμενο̣ς ἢ̣ [ὁ π̣]ά̣λαι κεκτημένος, ὅτ̣' ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δ' ἄρ' ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω ὁ νόμος, ὃν οὐχ̣ οἱ ἐρῶντε̣[ς ο]ὐδ' οἱ ἐπιβουλεύοντες τοῖς ἀλλ]οτρίοις ἔθεσαν ἀλλ' ὁ δημοτικώτατος] Σόλων· ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνον̣]ται ἐν τῇ πόλει, ἔθηκε νόμον δίκαιον, ὡς] παρὰ πάντων ὁμολογ[ε]ῖται, τὰς ζημίας ἃς ἂ̣ν] ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀναλώμ]ατα διαλύειν τὸν δεσπότην παρ' ὧι ἂν ἐργάς]ωνται οἱ οἰκέται. εἰκότως· καὶ γὰρ ἐάν τι ἀγ]αθὸν πράξηι ἢ ἐργα[ς]ί̣αν εὕρ[ηι] ὁ̣ ο̣[ἰκέτης, το]ῦ [κ̣]εκτημένου αὐ̣[τ]ὸν γ[ίγ]νετ̣[αι. σὺ δὲ τὸν] νόμον ἀφεὶς περὶ συνθ̣[ηκῶν παραβαιν]ομένων διαλέγῃ. καὶ ὁ [μὲν Σόλων οὐδ' ὃ̣] δικαίως ἔγραφεν ψήφ[ισμά τις τοῦ νόμου] οἴεται δεῖν κυριώ[τ]ε[ρον εἶναι· σὺ δὲ καὶ τ]ὰς ἀδίκους συνθ[ή̣κας ἀξιοῖς κρατεῖν πάντων] τ̣ῶ̣ν νόμων. Καὶ π[ρὸς τούτοις ὦ ἄνδρες δικαστα̣ὶ̣ τῷ τε πατ[ρὶ τῶι ἐμῶι καὶ τοῖς ἄλλοις ἐπιτ]ηδείοις ἔλ[εγεν, ὡς .... ................. ἐ̣θέλ........... ................δ]ωρεὰν̣..........

[col. 11] κε.., τ̣ὸ̣ν δὲ Μίδαν κελεύσ[α]ς ἐᾶ̣ν αὑτῶι καὶ μ̣ὴ̣ ὠνεῖσθαι, ἐμὲ δ' οὐκ ἐθέλειν, ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. καὶ ταῦτα καὶ̣ πρὸς ὑμᾶς αὐτόν φασιν μέλλει‹ν› λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι, ὥσ[πε̣]ρ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδ[εια]ν. τὸ δὲ γενόμενον δεῖ ὑμᾶς ἀκ̣οῦσα̣[ι· φαν̣]ήσεται̣ [γ]ὰ̣ρ ἀκόλουθον ὂν τῆι ἄλλη[ι α]ὐτῶν ἐπιβο[υλῆι.] τὸν μὲν γὰρ παῖδα, ὅνπ[ε̣ρ ἀρ]τίως εἶπο[ν, ἔπε]μπέ μοι λέγοντα, ὅτι οὐκ [ἂν συ]ν̣είη μ̣[οι, εἰ μὴ λ]ύ̣σ̣ο̣μαι αὐτοῦ τὸν πα[τέ̣]ρα κ̣αὶ τὸν [ἀδελφ]όν. ἤδη δ' ἐμοῦ ὡμολ[ογη]κότος [αὐτῶν κα]ταθήσειν τριῶν ὄν̣[τω]ν̣ τὸ ἀρ̣[γύριον, προ]σελθὼν ὁ Ἀ[θ]ηνογ̣[έ]ν̣ης πρός [τινας τῶν] φίλων τῶν ἐμῶν̣, '[τί] βού[λ]ετ[αι', ἔφη, 'Ἐπ]ικράτης πράγμα̣τα ἔχειν, [ὧι ἔξεστι λα]βόντι τὸν παῖδα [χ̣ρ]ῆσθ̣[αι.... ......τὴν μὲν συκοφα[ν̣τίαν....... ..... ἐ]ποιεῖτο, τῶι δὲ λ............ ......ἀ]δικημάτων κα........... ..... ἐπ]ίστευσα [ὡ̣]ς ἐγ̣[ὼ........... .....τὸ]ν μὲν παῖδα διι̣........... ........ν̣ οὐκ ἤθελο[ν........... ..........γ̣οῦν τετ[ταράκοντα μνᾶς .......πέν̣]τε τάλα[ντα........... ...........δ̣....ο̣............. (deesse videtur unus versus.) [οὔτε

[col. 12] μυροπώλη]ς εἰμὶ οὔτ' ἄλλην τ̣έχνην ἐργάζο[μαι, ἀλ]λ' ἅπερ ὁ πατήρ μοι ἔ̣δ̣ωκεν χ̣ωρία....τ̣[α̣]ῦ̣τα γεωργῶ, π̣ρ̣[ὸς] δὲ το̣ύτ]ων ε[ἰς τὴν] ὠνὴν ἐνεσείσθην. πότερα γὰρ εἰκός ἐς]τ̣ιν ὦ Ἀθηνόγενες ἐμὲ τῆς σῆ[ς τέχνης ἐπιθ]υμῆσαι, ἧς οὐ[κ̣] ἤ̣μη̣ν ἔμπειρος, ἢ σὲ καὶ τ]ὴν ἑταίραν τοῖς [ἐ]μοῖς ἐπιβουλεῦσαι]; ἐγὼ μὲν γὰρ οἴομαι ὑμᾶς. Διόπερ ὦ ἄνδρες] δικασταὶ ἐμοὶ μὲν ἂν εἰκότως συγγνώ̣]μην ἔχοιτ' [ἀ̣]π̣α̣[τη̣]θῆναι ...........καὶ ἀτυχῆσαι τ[οιού̣]τω[ι ἀνθρώπωι περ]ιπεσόντα, Ἀθην[ογένει δὲ] ... (desunt vss. XVI)

[col. 13] ενε[........π]ά̣ντα ἐμοὶ εἶναι, τὰ δὲ τῆς ἀπάτ[ης κέρδη αὐτ]ῷ· καὶ τὸν μὲν Μίδα̣ν̣ τὸν τ̣ολ...........ξαι, ὃν ἄκων φησὶν ἀ[πο]λῦσαι, τοῦτ̣[ον.......λα]β̣εῖν· τοῦ δὲ παιδό̣σ̣, [ὃν] τότε προῖκ[ά μοί φησιν] διδόναι, νῦν αὐτ[ὸν λ]αβεῖν ἀργύρ[ιον πολὺ πλε]ῖον τῆς ἀ̣ξίας, οὐχ ὥ[ς]τε ἐμὸν ε[ἶ̣ν̣αι, ἀλλ' ὥστε ὑφ̣' ὑμῶ̣ν̣] τῆι ψήφω[ι] ἐ̣λεύθερον ἀφ[ίεσθαι. αὐτὸς μέ̣]ντοι οὐκ ἀξιῶ πρὸς [τοῖς ἄλλοις καὶ ἀτι]μωθῆνα[ι ὑ]π' Ἀθηνογέν̣[ους. καὶ γὰρ ἂν] δεινὸν [συ]μβαίνοι μ̣[οι ὦ ἄνδρες δικας]τ̣αί, εἰ μ̣...τ̣ος ...........εισ..ο̣ν ἥμαρτο̣[ν]...διε̣ .........κο̣σ....μ̣ία δὲ κ̣....ο̣υ .........ιος [ἠδί]κηκεν ο̣....ρε ............... ἀ]δικήσαντ̣...... ................τ]ιμήματι δι..... ..................ται πολιτ...... ..................ν̣ο̣ς ἐνίοτε̣..... (desunt vss. X)

[col. 14] μ̣ώτατοι τῶν μετοίκων ἀφυ̣[λ̣άκτως ἔρχ̣εσθαι. ἐν δὲ τῶι πο̣λέμωι τῶι πρ[ὸ]ς Φ̣[ίλ̣ι̣‹π›πον μικρὸν πρὸ τῆς μάχης ἀπέ[λ̣ιπ̣ε̣ τ̣]ὴν π̣ό̣λ̣[ι]ν, καὶ μεθ' ὑμῶν μὲν οὐ συνεστρατεύ̣σ[ατ]ο̣ εἰς Χαιρώνεια[ν̣], ἐξώικησε δὲ εἰς Τ̣[ροιζῆνα, παρὰ τὸν νό[μ]ον ὃς κελεύει ἔν[δ̣ειξιν [ε̣ἶ̣ν̣αι̣] καὶ ἀπαγωγὴν̣ τοῦ ἐξοικήσαντος [ἐν τῶι πολέμωι, ἐὰν π[ά]λιν ἔλθηι. καὶ τα̣[ῦτα ἐποίει τ̣[ὴ]ν μὲν ἐκείνω[ν] πόλιν ὡς ἔοικ̣[ε περιέσε[σθ]αι ὑπολαμβ[ά̣νω̣]ν, τῆς δ' ἡμε[τέρας θάνα[το̣]ν καταγνο[ύ̣ς]. καὶ τὰς θυγα[τέρας ἐν τ̣ῆι παρ' ὑμῖν εὐ̣δαι̣[μον̣]ί̣αι ἐκθρ[έ]ψα̣[ς ..... .... ἐξέδωκε̣..δ̣..... ὡ̣ς πάλιν η...... σ̣π̣.. ἐργασόμε[νος, ἐπ]εὶ εἰρήνη γέ[γονεν· τ̣[αῦ]τα γὰρ ὑμ̣ῖ̣[ν....]ασιν οἱ χρησ....... ... ο]ὗτοι π̣ο̣ι......τῆι εἰρήνηι τ̣....... ....ρ̣πων̣........ ἐν το̣ῖ̣[ς̣] κ̣ιν[δύνοις .. ....ρ̣ιπ̣.........μὲν ἐ[ν] Πλατα[ιαῖς ... ................δήσαντες ο........ .............. Ἀθη]νογ[ένη]ς π......... ................χειν...νω......... ................το....υθ........ (desunt v. VI) .......[τὰς

[col. 15] κοινὰ[ς] τῆς πόλεως συνθήκας παραβάς, ταῖς ἰδίαις πρὸς ἐμὲ ἰσχυρίζεται, ὥσπερ ἄν τινα πεισθέντα, ὡς ὁ τῶν πρὸς ὑμᾶς δικαί̣ων καταφρονήσας, οὗτος ἂν τῶν πρὸς ἐμὲ] ἐφρόντιζεν. ὃς οὕτω πονηρός ἐστι καὶ πανταχοῦ ὅμοιος, ὥστε καὶ εἰς Τροιζῆν̣α ἐλθὼν καὶ ποιησαμένων αὐτὸν Τροιζηνίων πολίτην ὑποπεσὼν Μνησίαν τὸ]ν Ἀργεῖον καὶ ὑπ' ἐκείνου κατασ[τα]θεὶς ἄρχω]ν ἐξέβαλεν τοὺς πολίτας ἐκ τῆς πόλ]ε̣ως, ὡς ὑμῖν αὐτοὶ μαρτυρήσουσιν· ἐ]ν̣θ̣άδε γὰρ φεύγουσιν. καὶ ὑμεῖς μὲν ὦ ἄνδρ[ε]ς δικασταὶ ἐκπ[ε]σόντας αὐτοὺς ὑ̣πεδέξ]ασ̣θε, καὶ πολίτας ἐποιήσασθε, καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντ̣ω̣ν μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τὴ]ν πρὸς τὸν βάρβαρον δι' ἐτῶν πλει̣[ό]νω̣ν̣ ἢ π̣ε̣]ντήκοντα κ[αὶ] ἑκατόν, καὶ οἰόμ̣ε̣ν̣οι δεῖ̣ν̣] τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χ[ρ]ησίμους γενομένους, τούτο[υ]ς ἀτυχοῦντ̣[ας π̣]ε̣ρι[ποιηθῆναι] ὑφ' ὑμῶν· οὗτος δὲ ὁ μιαρός, [ὁ̣] ἀφεὶς ὑμᾶς κἀ]κε̣ῖ̣ ἐγγραφ[ε̣ί]ς, ο̣ὔτε τῆς πολ[ι]τεί[α̣ς οὔτε τοῦ ἤθο̣]υς τῆς [π]όλεως [ο̣]ὐδὲ̣ν [ἐ]πετ̣ή̣δευεν ἄξι]ο̣ν, ἄλ[λ' οὕτ̣]ως ὠμῶς τοῖς ὑ̣π̣ο[δεξαμένοις α̣]ὐτὸν [ἐχρ]ήσατο, ὥστε [μ]ε̣τ̣α .........τ̣ο̣ ἐν τῆι ἐκκλησία[ι...... ............κ̣α̣τὰ τοῦτ̣[ο........ι (deest versus unus)

[col. 16] ραν δεδ̣[ι̣ὼ̣ς .....]ιν κ̣α̣τέ̣φ̣[υ̣γ]εν. καὶ ταῦτα ὅτι ἀ̣λη̣θῆ λέ[γω, ἀνα]γ̣νώσεται ὑμῖν πρῶτον μὲν τὸν νό[μ̣]ον, [ὃ̣ς] οὐκ ἐᾶι τοὺς μετοίκους ἐξοι[κεῖ]ν ἐ[ν τῶι π]ο̣λέμωι, ἔπειτα τὴν Τροιζη[νίων] μαρ[τυ]ρίαν, πρὸς δὲ τούτοις τὸ τῶν [Τ̣ρο̣ιζηνίω̣]ν ψήφισμα, ὃ ἐψηφίσαντ̣[ο τῆι πόλει τῆ̣ι̣ ὑμ̣]ετέραι, δι' ὃ ὑμεῖς αὐτοὺς ὑπέδεξασθε] καὶ [π̣]ολίτας ἐποιήσασθε. ἀνάγνωθι].

[ΝΟΜΟΣ] ΜΑΡΤΥΡΙΑ. [ΨΗΦΙΣΜΑ].

Λα[βὲ δή μοι καὶ τὴ̣]ν τοῦ κηδ[ε̣στ̣]οῦ αὐτοῦ μ[α̣ρτυρίαν.....]μεν οὐσι̣α....ιλατ̣... πα[..........κα]ταλειφ[θέν̣τ̣.....]ν̣... ἀδ[........... ἑ̣]ξῆς πα...ω̣....ε̣α̣... π̣ρ̣...........ν̣ Ἀντιγ[ό̣ν̣.......... ε.............. μαρτ[υρ.............. (desunt vss. X) .......[πραχθέντα,

[col. 17] καὶ ὃν [τρ]όπον ἐ[πιβεβούλευκέν μοι Ἀθηνογένης, καὶ ὡς ὑμῖ[ν̣ π̣ρ̣οσενήνεκται. τὸν δὴ καὶ ἰδία[ι] πονηρὸν [καὶ τῆς πόλεως τὴν σωτηρίαν ἀπελπίσαν[τα καὶ ὑμᾶς ἐγκαταλιπόντα καὶ παρ' οὓς ἐξ[ώικησεν ἀναστάτους ποιήσαντα, [τ̣οῦ̣τον ὑμεῖς συνειληφότες οὐ κολάσε̣τε; κ[αὶ ἐγὼ ὦ ἄνδρες δ̣[ι]κ̣α̣σ̣ταὶ δέομαι ὑμῶν [καὶ ἀντιβολῶ ἐλεῆσαί] με, ἐκεῖνο σκεψαμέ[νους, ὅτι προσήκει ἐν τα]ύ̣τηι τῆι δίκηι τ̣............ .......σιν ἐλεεῖν οὐ τὸν φ̣......... ....... ἐὰ]ν̣ ἁλῶι, οὐδὲν πάσχε̣[ιν.... ..........δε τοτ̣..τι παλ......... ....... δ' ἂν ἀ̣π̣[οφ]ύ̣γηι μο̣........... ..... ἀπολο]ῦμαι. οὐ γὰρ ἂν δ[υ̣ν̣αίμην... ..........ν̣ οὐδὲ [π]ολλο̣στ[ὸν μέρος ... ..........ψ..ν....α̣ι ἀχρ̣........ ....... ὦ] ἄνδρ[ες δικ̣]αστ[αί.......... .......υ̣ς ἐξ α̣[ὐτ]ῶν .π............. (desunt vss. VIII)