98 6 0 0 0 0 VIII-VI sec. a. C. Inno [Homerus] In Vestam Càssola, F., Milano, Fondazione Lorenzo Valla, 1975 0

Hymni Homerici XXIX - In Vestam II - Εἰς Ἑστίαν

Ἑστίη ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν

ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων

ἕδρην ἀΐδιον ἔλαχες πρεσβηΐδα τιμὴν

καλὸν ἔχουσα γέρας καὶ τιμήν· οὐ γὰρ ἄτερ σοῦ

εἰλαπίναι θνητοῖσιν ἵν' οὐ πρώτῃ πυμάτῃ τε

Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·

καὶ σύ μοι Ἀργειφόντα Διὸς καὶ Μαιάδος υἱὲ

ἄγγελε τῶν μακάρων χρυσόρραπι δῶτορ ἐάων,

ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν

ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε

Ἑστίῃ· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων

εἰδότες ἔργματα καλὰ νόῳ θ' ἕσπεσθε καὶ ἥβῃ.

Χαῖρε Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς.

αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ' ἀοιδῆς.