51 6 0 0 0 0 VIII-VI sec. a. C. Inno [Homerus] In Musas et Apollinem Càssola, F., Milano, Fondazione Lorenzo Valla, 1975 0

Hymni Homerici XXV - In Musas et Apollinem - Εἰς Μούσας καὶ Ἀπόλλωνα

Μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε·

ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος

ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,

ἐκ δὲ Διὸς βασιλῆες· ὁ δ' ὄλβιος ὅν τινα Μοῦσαι

φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.

Χαίρετε τέκνα Διὸς καὶ ἐμὴν τιμήσατ' ἀοιδήν·

αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ' ἀοιδῆς.