43 3 0 0 0 0 VIII-VI sec. a. C. Inno [Homerus] In Neptunum Càssola, F., Milano, Fondazione Lorenzo Valla, 1975 0

Hymni Homerici XXII - In Neptunum - Εἰς Ποσειδῶνα

Ἀμφὶ Ποσειδάωνα θεὸν μέγαν ἄρχομ' ἀείδειν

γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης

πόντιον, ὅς θ' Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.

διχθά τοι Ἐννοσίγαιε θεοὶ τιμὴν ἐδάσαντο

ἵππων τε δμητῆρ' ἔμεναι σωτῆρά τε νηῶν.

Χαῖρε Ποσείδαον γαιήοχε κυανοχαῖτα,

καὶ μάκαρ εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.