40 4 0 0 0 0 VIII-VI sec. a. C. Inno [Homerus] In Venerem Càssola, F., Milano, Fondazione Lorenzo Valla, 1975 0

Hymni Homerici X - In Venerem III - Εἰς Ἀφροδίτην

Κυπρογενῆ Κυθέρειαν ἀείσομαι ἥ τε βροτοῖσι

μείλιχα δῶρα δίδωσιν, ἐφ' ἱμερτῷ δὲ προσώπῳ

αἰεὶ μειδιάει καὶ ἐφ' ἱμερτὸν θέει ἄνθος.

Χαῖρε θεὰ Σαλαμῖνος ἐϋκτιμένης μεδέουσα

εἰναλίης τε Κύπρου· δὸς δ' ἱμερόεσσαν ἀοιδήν.

αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.