102 3 0 0 0 0 VIII-VI sec. a. C. Inno [Homerus] In Martem Càssola, F., Milano, Fondazione Lorenzo Valla, 1975 0

Hymni Homerici VIII - In Martem - Εἰς Ἄρεα

Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,

ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,

καρτερόχειρ, ἀμόγητε, δορυσθενές, ἕρκος Ὀλύμπου,

Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,

ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,

ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων

αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν ἔνθα σε πῶλοι

ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι·

κλῦθι βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαλέος ἥβης,

πρηῢ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα

ἡμετέρην καὶ κάρτος ἀρήϊον, ὥς κε δυναίμην

σεύασθαι κακότητα πικρὴν ἀπ' ἐμοῖο καρήνου,

καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμὴν

θυμοῦ τ' αὖ μένος ὀξὺ κατισχέμεν ὅς μ' ἐρέθῃσι

φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος

δὸς μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς

δυσμενέων προφυγόντα μόθον κῆράς τε βιαίους.