10454 1231 0 0 0 0 V-IV a. C. Medicina Hippocrates VII De morbis popularibus (= Epidemiae) Littré, E., Paris, Baillière, 1844 Rist. 1962, Amsterdam, Hakkert. 2

Hippocrates - De morbis popularibus (= Epidemiae) VII

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΕΒΔΟΜΟΝ.

[1]

[1]   Μετὰ κύνα οἱ πυρετοὶ ἐγένοντο ἱδρώδεες, καὶ οὐ περιεψύχοντο παντάπασι μετὰ τὸν ἱδρῶτα· πάλιν δὲ ἐπεθερμαίνοντο, καὶ μακροὶ ἐπιεικῶς, καὶ δύσκριτοι, καὶ οὐ πάνυ διψώδεες· ὀλίγοισιν ἐν ἑπτὰ καὶ ἐννέα ἐπαύοντο, ἄλλοις ἕνδεκα, καὶ τεσσαρεσκαίδεκα, καὶ ἑπτακαίδεκα, καὶ εἰκοσιδύω. Πολυκράτει πυρετὸς, καὶ τὰ τοῦ ἱδρῶτος οἷα γέγραπται· ἀπὸ φαρμάκου κάθαρσις κάτω σφοδρὴ ἐγένετο· καὶ τὰ τοῦ πυρετοῦ οὕτως ἤπια, ὡς ἄδηλα καταστῆναι, πλὴν ἐν κροτάφοισιν· καὶ τὰ ἱδρώτια πρὸς δείλην, περὶ κεφαλὴν, τράχηλον, στήθεα, εἶτ' αὖτις καὶ ἐς ὅλην κοιλίην, καὶ πάλιν ἐπεθερμαίνετο. Περὶ δὲ τὰς δώδεκα καὶ τὰς τεσσαρεσκαίδεκα ἐπέτεινεν ὁ πυρετός· καὶ ὑποχωρήσιες βραχέαι· ῥυφήμασι δὲ μετὰ τὴν κάθαρσιν ἐχρήσατο. Περὶ δὲ τὰς πεντεκαίδεκα, ἀλγήματα γαστρὸς κατὰ σπλῆνα καὶ κενεῶνα ἀριστερόν· θερμῶν προσθέσιες ἧσσον ἢ ψυχρῶν ξυνέφερον· κλύσματι μαλθακῷ χρησαμένῳ ἔληξεν ἡ ὀδύνη· τὸ αὐτὸ δὲ καὶ Κλεοκύδει ξυνήνεγκε πρὸς ὀδύνην ὁμοίως ἔχουσαν καὶ ἐν πυρετῷ. Περὶ δὲ ἑκκαιδεκάτην ἠπιώτεραι αἱ θέρμαι ἐδόκεον εἶναι· καὶ ὑποχωρήσιες ἀκρήτου χολῆς, καὶ ἡ διάνοια θρασυτέρη· πνεῦμα δὲ μέτριον, ἔστι δ' ὅτε καὶ ἅλες ἑλκύσας πάλιν ἀθρόον ἐξέπνει, ὥσπερ ὑπ' ἀψυχίης, ἢ ὡς ἂν διὰ πνίγους πορευθεὶς ἐν σκιῇ καθεζόμενός τις ἀναπνεύσειεν. Τῇ δὲ οὖν ἑπτακαιδεκάτῃ, ἑσπέρης, ἀνακαθεζόμενος ἐς δίφρον ἠψύχησε, καὶ ἄφωνος πουλὺν χρόνον καὶ ἀναίσθητος ἔκειτο· μελικρήτου μόγις κατεδέξατο, ξυντείνων τὰς ἐν τῷ τραχήλῳ ἶνας, ὡς κατεξηρασμένης τῆς φάρυγγος, καὶ τῆς πάσης ἀδυναμίης παρεούσης· μόγις γοῦν ἐντὸς ἑωυτοῦ ἐγένετο, καὶ αἱ θέρμαι ἠπιώτεραι μετὰ ταῦτα· ἐπαύσατο δευτέρῃ καὶ εἰκοστῇ.

[2]    Πυθοδώρῳ περὶ τὸν αὐτὸν χρόνον, πυρετὸς ξυνεχής. Ὀγδοαίῳ ἱδρὼς ἐγένετο, καὶ πάλιν ἐπεθέρμηνε. Δεκάτῃ, πάλιν ἱδρώς. Δωδεκάτῃ, ἐῤῥύφησε χυλοῦ· καὶ μέχρι τεσσαρεσκαιδεκάτης ἄδηλος ἦν, ἐν κροτάφοισι δὲ ἐνῆν· ἄδιψος δέ· καὶ αὐτὸς ἑωυτῷ ὑγιὴς ἐδόκεεν εἶναι· ἱδρῶτες ἐγίνοντο ἑκάστης ἡμέρης. Πεντεκαιδεκάτῃ, ζωμίον νεοσσοῦ ῥυφῶν, ἤμεσε χολήν· καὶ κοιλίη κάτω ἐξεταράχθη· καὶ ὁ πυρετὸς παρωξύνθη, πάλιν ἔληξεν· καὶ ἱδρῶτες ἐγένοντο πουλλοί· καὶ τὸ σῶμα πᾶν, περιεψυγμένον, πλὴν κροτάφων· σφυγμὸς οὐκ ἔλιπεν, ἐδόκεε δὲ κοπάσαι ὀλίγον χρόνον, ὡς δόξαι ἐπιθερμαίνειν. Τετάρτῃ καὶ εἰκοστῇ, ἤδη ἀπογευομένῳ σιτίων συχνὰς ἡμέρας, καὶ ἀριστήσαντι, πουλὺς ἦν ὁ πυρετός· καὶ πρὸς τὴν ἑσπέρην, παραλήρησις, προσιόντι ἅμα τῷ ὕπνῳ· εἶχε γοῦν ἤδη, ξυνεχὴς καὶ ἰσχυρός· ὁτὲ μὲν μίην, ὁτὲ δὲ δύο νύκτας ἄγρυπνος, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον κατακορὴς ὕπνος, ἐγείρειν ἔργον, καὶ παραλήρησις ἐν τῷ ὕπνῳ, καὶ εἴ ποτε ἐξ ὕπνου ἐγερθείη, μόγις ἐντὸς ἑωυτοῦ· ἄδιψος· καὶ τὸ πνεῦμα μέτριον, τοιοῦτον δὲ ἐνίοτε, οἷον Πολυκράτει· γλῶσσα οὐκ ἄχρως. Μετὰ δὲ ἑβδόμην τῆς ὑποστροφῆς χυλοὶ προσεφέροντο. Μετὰ δὲ τεσσαρεσκαιδεκάτην σιτίον· περὶ τὰς πρώτας ἑπτὰ, ἐρυγμοί· καὶ ἀπήμει ἔστιν ὅτε μετὰ τοῦ ποτοῦ ὑπόχολον ἄνευ ἄσης, ἕως κάτω ἐλύθη ἡ κοιλίη. Ἱδρῶτες, ἐξ οὗ ὑπέστρεψεν, ἐξέλιπον, εἰ μή τις, ὅσον ὡς σημεῖον, περὶ μέτωπον· γλῶσσα ἐκ τοῦ ὕπνου, εἰ μὴ διακλύσαιτο, ὑπότραυλος ὑπὸ ξηρότητος, καὶ ῥήγματα περὶ αὐτὴν ἑλκέων, καὶ ἐν χείλει τῷ κάτω, καὶ παρ' ὀδόντας· σμικραὶ ὑποχωρήσιες, περὶ πεντεκαιδεκάτην, ὡς ὑπέστρεψε, πυκνότεραι καὶ γλοιώδεες, τὸ ἀπὸ τῶν σιδίων ἔπαυσεν αὐτάς· οὖρα, οἷα τὰ πολυχρόνια. Ὑπὸ δὲ τὸν τελευταῖον χρόνον, ἄλγημα στήθεος καταπίνοντι τὸ ποτὸν, καὶ ἡ χεὶρ ἐπὶ τῷ στήθει, κύμινον καὶ ὠὸν ῥυφαίνοντι κατέστη· ἡ γλῶσσα δὲ, τὸ μαννῶδες ξυνήνεγκεν. Πεντηκοστῇ ἀπὸ τῆς πρώτης, περὶ ἀρκτοῦρον, ἱδρώτια κατ' ὀσφὺν καὶ στήθεα, βραχέα· καὶ τὸ σῶμα περιεψύχετο πλὴν κροτάφων, ὀλίγον χρόνον πάνυ. Πρώτῃ καὶ πεντηκοστῇ ἐχάλασε, καὶ δευτέρῃ οὐκ ἔτι ἔλαβεν.

[3]    Ὁ Ἐρατολάου περὶ φθινοπωρινὴν ἰσημερίην δυσεντερικὸς ἐγένετο, καὶ πυρετὸς εἶχε, τὰ ὑποχωρήματα ἦν χολώδεα, λεπτὰ, πουλλὰ, καὶ ὕφαιμα μετρίως, ἡ δὲ ὀδύνη τῆς γαστρὸς σφοδρή. Ὀῤῥοποτήσαντι δὲ καὶ γαλακτοποτήσαντι ἐν γάλακτι πεπυρωμένῳ, μετριώτερα ἐγένετο τὰ ἀλγήματα καὶ τὰ ὕφαιμα· τὰ δὲ χολώδεα παρηκολούθει· καὶ ἀναστάσιες πυκναὶ, ἀπονώτεραι. Τὸ δὲ πυρέτιον ἐδόκει ἀῤῥωστέοντι καὶ τοῖσι πολλοῖσιν ὅλως μὴ ἔχειν διὰ παντὸς τοῦ χρόνου μετὰ τὰς πρώτας πέντε ἢ ἓξ ἡμέρας, οὕτως ἄδηλος ἦν· κατὰ κροτάφους δὲ σφυγμὸς ἦν· καὶ γλῶσσα ὑπὸ ξηρότητος ὑπότραυλος καὶ διψώδης μετρίως, καὶ ἄγρυπνος· ῥυφήμασι δὲ ἤδη ἐχρῆτο καὶ οἴνοισιν. Περὶ τεσσαρεσκαίδεκα ἐόντος ἡμέρας ἤδη, ἐγένετο τὰ παρ' οὖς ἐν μέρει, καὶ παρ' ἑκάτερον σκληρὰ καὶ ἄπεπτα πάντα ἐμωλύνθη, ὀδυνώδεα δὲ μετρίως. Οὐκ ἀποληγόντων δὲ τῶν ὑποχωρημάτων, καταχόλων τε διὰ παντὸς ἐόντων, τὴν ἐν τῷ ἀλεύρῳ βοτάνην ῥυφέοντι, μετριώτερα τὰ χολώδεα καὶ τὰ ἀλγήματα ἐγένετο μέχρι τινὸς χρόνου, ὑγρὰ δὲ πουλλὰ πολλάκις· καὶ ἀπόσιτος σφόδρα, καὶ μετὰ πάσης ἀνάγκης προσδεχόμενος· τὰ δὲ τῆς θέρμης καὶ γλώσσης καὶ δίψης τοιαῦτα παρηκολούθει, οἷα εἴρηται· καὶ ἱδρῶτες, οὐδέν. Λήθη δέ τις τοιαύτη· ἐρωτήσας, ὅ τι πύθοιτο, σμικρὸν, καὶ διαλιπὼν πάλιν ἠρώτα, καὶ ἔλεγεν αὖτις, ὡς οὐκ εἴη εἰρηκώς· καθεζόμενός τε ἐπελανθάνετο, εἰ μή τις ὑπομιμνήσκοι αὐτόν· καὶ αὐτὸς ἑωυτῷ ξυνῄδει τὸ πάθος, οὐδ' ἠγνόει. Πνεῦμα, ὁκοῖον ὑγιαίνοντι. Ὑπὲρ δὲ τὰς τριήκοντα μέχρι τῶν τεσσαράκοντα ἥ τε ὀδύνη πουλὺ ἐπεδίδου τῆς γαστρός· ὕπτιός τε κατέκειτο, καὶ ἐπιστρέφεσθαι οὐδ' ἐπὶ ποσὸν ἠδύνατο, τῷ δὲ εἶναι τὸ ἄλγημα δεινόν· ψωμίζειν ἄλλον δεῖ. Ἡ δὲ ὑποχώρησις πουλλὴ, καὶ διακεκριμένη, λεπτή· καὶ χρώματα οἰνωπὰ, ὅσαπερ προσδέχοιτο, καὶ ὕφαιμα ἔστιν ὅτε· καὶ ὁ τόνος τοῦ σώματος, ἔκτηξις ἐσχάτη καὶ ἀδυναμίη, οὐδ' ἀνίστασθαι ἄλλου ἐπαίροντος ἔτι δυνατὸς ἦν. Μέσον δὲ ὀμφαλοῦ καὶ χόνδρου, κατὰ ταύτην τὴν καταγωγὴν ἁπτομένῳ τῇ χειρὶ, τοιοῦτος παλμὸς ἦν, οἷος οὐδὲ ὑπὸ δρόμου οὔτε ὑπὸ δείματος περὶ καρδίην ἂν γενηθείη. Πίνοντι ἄπεφθον, ὡς ἐννέα ἀττικὰς κοτύλας, ὄνειον ἐπὶ δύο ἡμέρας, χολώδης ἐγένετο σφόδρα ἡ κάθαρσις, καὶ ἔληξαν αἱ ὀδύναι, καὶ σιτίων ἐπιθυμίη ἐγένετο. Μετὰ δὲ ταῦτα, βοείου γάλακτος ὡς τέσσαρας κοτύλας ἀττικὰς ὠμοῦ ἔπινεν, κατὰ δύο κυάθους δι' ἡμέρης, πρῶτον ὕδατος τὸ ἕκτον μίσγων καὶ μέλανος οἴνου καὶ αὐστηροῦ σμικρόν. Ἐμονοσίτει δὲ ἑσπέρην· ἄρτος ὡς ἡμιχοίνικος ἐγκρυφίης καὶ ἰχθύδιον πετραῖον ἁπλοῦν, ἢ κρεάδιον αἰγὸς ἢ προβάτου· ἡ δὲ πόσις τοῦ γάλακτος, ἐπὶ τεσσαράκοντα ἡμέρας ἄνευ ὕδατος μετὰ τὰς πρώτας δέκα ἡμέρας, οἴνου δὲ ὡς σμικρὸν μέλανος μέρος. Ἱδρώτιον δὲ ἐγένετο μετὰ τὰς ἑβδομήκοντα ἤδη ἀπὸ τῆς πρώτης μετὰ λουτρὸν ἐς νύκτα. Ὀλιγοποσίῃ δὲ ἐχρῆτο, καὶ μετὰ τὸ σιτίον τῷ ποτῷ αὐστηροτέρῳ, τοῖς ἄλλοισιν οὔ.

[4]    Κτησικράτει δὲ τὸ ἐν τῷ ἀλεύρῳ μᾶλλον τοῦ αἰγείου ὀῤῥοῦ ξυνήνεγκεν, ὀδύνης ἐούσης περὶ ὅλην τὴν κοιλίην, καὶ πόνων, καὶ ἀναστάσιος πολλῆς καὶ ὑφαίμου, καὶ ἐπάρματος περὶ τοὺς πόδας, σχεδὸν ἤδη περὶ πέντε καὶ εἴκοσιν ἡμέρας ἐόντι, καὶ Ἀγριάνῳ ταῦτα· τῷ δὲ Καινίου τὸ ὄνειον ἑφθόν.

[5]    Τῷ Κύδιος περὶ χειμερινὰς ἡλίου τροπὰς ῥῖγος καὶ πυρετὸς, καὶ ὠτὸς δεξιοῦ ἄλγημα, καὶ κεφαλῆς ὀδύνη· τὸ δὲ τοιοῦτον ἄλγημα εὐθὺς ἐκ σμικροῦ παιδίου παρηκολούθει ῥευματῶδες καὶ συριγγῶδες καὶ ἔνοδμον, ἔχον δὲ οὕτω τὰ πολλὰ ἀνώδυνον ἦν· τότε δὲ ἡ ὀδύνη ἦν δεινὴ καὶ ἡ κεφαλαλγίη. Δευτεραίῳ ἢ τριταίῳ ἐόντι, χολῆς ἔμετος· ἀνακαθιζομένῳ ἐγένετο ὑπόχολον, γλίσχρον, ὡς ἐξ ὠοῦ, ὕπωχρον. Τετάρτῃ ἐς νύκτα καὶ πέμπτῃ ὑποπαρελήρει· καὶ ἡ ὀδύνη τῆς κεφαλῆς καὶ τοῦ ὠτὸς δεινὴ, καὶ ὁ πυρετός. Ἕκτῃ, ὑποχώρησις ἀπὸ λινοζώστιος, καὶ ἡ θέρμη λῆξαι ἐδόκει καὶ ἡ ὀδύνη. Τῇ ἑβδόμῃ ὡς ὑγιής· κροτάφῳ δὲ σφυγμὸς οὐκ ἔλιπεν· ἱδρῶτος οὐδὲν ἐγένετο. Ὀγδόῃ, χυλοῦ ἐῤῥύφησεν, ἐς δὲ τὴν ἑσπέρην σεύτλου· καὶ τὴν νύκτα ὕπνος· καὶ σφόδρα ἀνώδυνος· καὶ τὴν ἐνάτην ᾔσθετο πρὸς ἡλίου δυσμάς· ἐς δὲ νύκτα, τῆς κεφαλῆς δεινὴ ὀδύνη καὶ τοῦ ὠτός· ξυνέβαινε δὲ καὶ πυοῤῥοεῖν τὸ οὖς περὶ τοῦτον τὸν καιρὸν, ὁπότε μάλιστα πονοίη, εὐθὺς ἀπ' ἀρχῆς. Ὅλην δὲ τὴν νύκτα τὴν ἐνάτην καὶ τὴν ἐπιοῦσαν ἡμέρην καὶ τῆς νυκτὸς τὸ πλεῖον, οὐκ ἐπεγίνωσκεν οὐδένα, στένων δὲ διετέλει· ἡμέρην δὲ ἐντὸς ἑωυτοῦ ἐγένετο, καὶ αἱ ὀδύναι ἔληξαν, καὶ τὰ τῆς θέρμης μετριώτερα. Ῥυφήσαντι δὲ λινόζωστιν τῇ ἑνδεκάτῃ, ὑπεχώρησε φλεγματώδεα, μυξώδεα, κάκοδμα. Δυοκαιδεκάτῃ, καὶ τρισκαιδεκάτῃ, μετρίως. Τεσσαρεσκαιδεκάτῃ, ἀρξάμενος ἀφ' ἑωθινοῦ μέχρι ἐς μέσον ἡμέρης ἵδρου ὅλον τὸ σῶμα, μετὰ ὕπνου καὶ κώματος πολλοῦ· ἐγεῖραι ἔργον ἦν· πρὸς ἑσπέρην δὲ διηγέρθη· καὶ τὸ μὲν σῶμα μετρίως κατεψύχθη, ἐν κροτάφοισι δὲ σφυγμὸς διετέλει. Πεντεκαιδεκάτῃ καὶ ἑκκαιδεκάτῃ, χυλοῖσιν ἐχρήσατο. Ἐν δὲ τῇ ἑπτακαιδεκάτῃ, ἧκε πάλιν ἐς νύκτα ὀδύνη τῶν αὐτῶν, καὶ παραλήρησις, καὶ ἐπυοῤῥόει. Ὀκτωκαιδεκάτῃ καὶ ἐννεακαιδεκάτῃ καὶ εἰκοστῇ, μανικῶς· ἦν δὲ κεκραγὼς, ἐπαίρειν ἑωυτὸν πειρώμενος, οὐ δυνάμενος δὲ κρατεῖν τῆς κεφαλῆς, τῇσι χερσὶν ἐπορεγόμενος καὶ αἰεί τι διακενῆς θηρεύων. Πρώτῃ καὶ εἰκοστῇ, ἱδρώτιον περὶ πλευρὸν δεξιὸν καὶ στήθεα καὶ κεφαλήν. Εἰκοστῇ δευτέρῃ, ἱδρώτιον περὶ τὸ πρόσωπον πλεῖστον ἦν· τῇ δὲ φωνῇ κατὰ τὸν χρόνον τοῦτον, εἰ μὲν σφόδρα ἀποβιάσαιτο, εἶπεν ἃ ἐβούλετο τελέως, εἰ δ' οὖν προχείρως, ἡμιτελέα· καὶ τὸ στόμα λελυμένον, καὶ αἱ γένυες καὶ χείλεα αἰεὶ ἐν κινήσει, ὥς τι θέλοντος λέγειν· καὶ τῶν ὀφθαλμῶν πυκνὴ κίνησις καὶ ἔμβλεψις, καὶ χρῶμα ἐπ' ὀφθαλμοῦ δεξιοῦ, οἷον εἴρηται τὸ ὕφαιμον, καὶ βλέφαρον τὸ ἐπάνω ἐπῴδησε, καὶ κατὰ γνάθον ἔρευθος ἐπὶ τελευτῆς, καὶ φλέβες πᾶσαι αἱ ἐν τῷ προσώπῳ, φανεραὶ οὔτε ξυνεσταλμέναι· καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐκ ἔτι ξυμμύων ἦν, ἀλλ' ἀτενὲς ἐνορῶν, καὶ διαίρων τὰ βλέφαρα ἐς τὸ ἄνω μέρος, ὡς ἐπήν τι ἐμπέσῃ ἐς τὸ ὄμμα· καὶ ὁπότε πίοι, κατιόντος ἐς τὰ στήθεα καὶ τὴν κοιλίην ψόφος, οἷος καὶ Χαρτάδει. Πνεῦμα δὲ ἐπιεικῶς διὰ παντὸς μέτριον· γλῶσσα, οἵη ἐστὶ τοῖσι περιπλευμονικοῖσιν, ὠχρόλευκος· ἀπ' ἀρχῆς καὶ διὰ παντὸς κεφαλαλγίη· τράχηλος διὰ παντὸς ἀκίνητος· ξυμπεριάγειν τῇ κεφαλῇ ἐδεῖτο· καὶ τὸ κατὰ ῥάχιν ἐκ τραχήλου, ἰθὺ καὶ ἄκαμπτον· καὶ κλίσιες, ὁποῖαι εἴρηνται, καὶ οὐκ αἰεὶ ὕπτιος· τὸ δὲ πῦον εἴδει ὀῤῥῶδες, λευκὸν, πουλὺ, ἔργον ὑποσπογγίσαι, ὀδμὴ ὑπερβεβλημένη· κατὰ τὸν τελευταῖον χρόνον, ποδῶν ἅψιος οὐ πάνυ καταισθανόμενος.

[6]    Τῇ Ἁρπαλίδεω ἀδελφῇ περὶ τέταρτον μῆνα ἢ πέμπτον κυούσῃ, οἰδήματα περὶ τοὺς πόδας ὑδατώδεα ἐγένετο, καὶ τὰ κύκλα τῶν ὀφθαλμῶν ἐπῴδει, καὶ ἅπαν τὸ χρῶμα μετέωρον, οἷον τοῖσι φλεγματίῃσιν· βὴξ ξηρή· ὀρθοπνοίη δὲ καὶ ἆσθμα τοιοῦτον καὶ πνιγμοὶ ἔστιν ὅτε ὑπὸ τοῦ πνεύματος, ὥστε καθημένη διετέλει κατὰ κλίνην, κατακεῖσθαι δὲ οὐχ οἵη τε ἦν, ἀλλ' εἴ τις καὶ ὕπνου δόξα γένοιτο, καθημένη ἦν· ἄπυρος δὲ ἐπιεικῶς· καὶ τὸ κύημα ἐπὶ πλεῖστον χρόνον ἀκίνητον ἦν, ὡς διεφθαρμένον, καὶ μετέπιπτεν. Παρηκολούθησε δὲ τὸ ἆσθμα σχεδὸν δύο μῆνας. Κυάμοισι δὲ χρωμένη μελιχροῖσι καὶ μέλιτος ἐκλείξει, καὶ τοῦ αἰθιοπικοῦ κυμίνου πιοῦσα ἐν οἴνῳ, ἐῤῥήϊσεν· μετὰ ταῦτα δὲ ἀνῆγε βήσσουσα πολλὰ, πέπονα, φλεγματώδεα, λευκὰ, καὶ τὸ πνεῦμα ἔληξεν· ἔτεκε δὲ γόνον θῆλυν.

[7]    Τῇ Πολυκράτεος, θέρεος, περὶ τὸ ἄστρον, πυρετός· πνεῦμα τὸ ἑωθινὸν, ἧσσον, ἀπὸ μέσου ἡμέρης μᾶλλον τὸ πνεῦμα, πυκνότερον μικρῷ· βὴξ, καὶ ἀπόχρεμψις εὐθὺς ἀπ' ἀρχῆς ὁμοίη πυώδεσιν· ἔσω περὶ ἀρτηρίην καὶ φάρυγγα, ὑπεσύριζε κερχναλέον· πρόσωπον εὔχροον, ἐπὶ γνάθοισιν ἐρύθημα, οὐ κατακορὲς, ἀλλ' ἐπιεικῶς ἀνθηρόν. Προϊόντος δὲ τοῦ χρόνου, καὶ ἡ φωνὴ βραγχώδης, καὶ τοῦ σώματος ξύντηξις, καὶ περὶ ὀσφὺν ἐκρήγματα, καὶ ἡ κοιλίη κατὰ τὸν τελευταῖον χρόνον ὑγροτέρη. Ἑβδομηκοστῇ, ὁ πυρετὸς ἔξωθεν σφόδρα ἔψυχεν· ἐν δὲ τοῖσι κροτάφοισιν, ἡσυχίη· τὸ δὲ πνεῦμα πυκνότερον ἐγίνετο. Μετὰ δὲ τὴν παῦσιν ταύτην, τὸ πνεῦμα πυκνότερον οὕτως, ὥστε καθημένη διετέλεσεν, ἕως ἀπέθανεν· ἐν δὲ τῇ ἀρτηρίῃ ψόφος πουλὺς ἐνῆν, καὶ ἱδρῶτες πονηροὶ, καὶ ἐμβλέψιες ἐμφρονώδεες σφόδρα, μέχρι τοῦ ἐσχάτου χρόνου. Ἡμέραι δ' ἐπεγίνοντο αὐτῇ κατεψυγμένῃ πλείους ἢ πέντε· μετὰ δὲ τὰς πρώτας διετέλει πυῶδες ἀποχρεμπτομένη.

[8]    Τῇ ἄνω τῶν πυλέων οἰκεούσῃ, ἤδη οὔσῃ πρεσβυτέρῃ, πυρέτιον ἐγένετο, καὶ, ἤδη ἀπολήγοντος, τοῦ τραχήλου ἄλγημα μέχρις ἐς ῥάχιν καὶ ὀσφύν· καὶ οὐ πάνυ ἐγκρατὴς τούτων· γένυες δὲ ξυνηγμέναι καὶ ἐπὶ τοὺς ὀδόντας πλέον ἢ μήλην παρεῖναι· ἥ τε φωνὴ ψελλὴ διὰ τὸ παραλελυμένον καὶ ἀκίνητον καὶ ἀσθενὲς εἶναι τὸ σῶμα· ἔμφρων δέ. Χλιάσμασι καὶ μελικρήτῳ χλιηρῷ ἐχάλασε τριταίη σχεδὸν, καὶ μετὰ ταῦτα χυλοῖσι καὶ ζωμοῖσιν ὑγιὴς ἐγένετο. Ξυνέβη δὲ τελευτῶντος τοῦ μετοπωρινοῦ καιροῦ.

[9]    Ὁ παρὰ Ἁρπαλίδῃ ἀλείπτης, ἀκρατέστερος σκελέων καὶ χειρῶν περὶ φθινόπωρον γενόμενος, ἔπιεν εἰκῇ φάρμακον ἄνω καὶ κάτω· ἐκ δὲ τῆς καθάρσιος, πυρετός· καὶ ἐς τὴν ἀρτηρίην κατεῤῥύη τοιοῦτον, οἷον ἐπισχεῖν διαλεγόμενον, καὶ ἀσθμαίνειν ἐν τῷ διαλέγεσθαι ὁμοίως κυναγχικῷ βραγχώδει· πνιγμὸς καταπίνοντι, καὶ ἄλλα κυναγχικά· οἴδημα δὲ οὐκ ἦν. Ὁ δὲ πυρετὸς ἐπέτεινε, καὶ ἡ βὴξ, καὶ ἡ ἀπόχρεμψις ὑγροῦ καὶ πολλοῦ φλέγματος. Προϊόντος δὲ, καὶ ὀδύνη κατὰ στῆθος καὶ μαζὸν ἀριστερόν· ὁπότε δὲ ἐξανασταίη ἢ μετακινηθείη, ἆσθμα πουλὺ καὶ ἱδρὼς ἀπὸ μετώπου καὶ κεφαλῆς· καὶ τὰ περὶ τὴν φάρυγγα κατεῖχε, μαλακώτερον δὲ, ἐς τὸ στῆθος τῆς ὀδύνης ἀπελθούσης. Ἀπ' ἀρχῆς μὲν οὖν κυάμοισι μελιχροῖσιν ἐχρῆτο· ἐπεὶ δὲ οἱ πυρετοὶ ἐπεῖχον, μᾶλλον ὀξυμέλιτι θερμῷ καὶ μέλιτος ἐκλείξει πολλῇ. Παρελθουσέων δὲ τεσσάρων καὶ δέκα ἡμερέων, ἅπαντα ἔληξε, καὶ τῶν περὶ χεῖρας καὶ σκέλεα οὐ πουλὺ ὕστερον ἐγκρατὴς ἐγένετο.

[10]    Χαρτάδει, πυρετὸς καῦσος, ἔμετος χολῆς πουλὺς, καὶ κάτω ὑποχώρησις· ἄγρυπνος· καὶ κατὰ σπλῆνα ἔπαρμα στρογγύλον. Ἐνάτῃ, πρωῒ ἐξανέστη, ψόφου περὶ τὴν κοιλίην ἄνευ ὀδύνης γενομένου· ὡς ἀφοδεύων δὲ ἦν, ὑπῆλθεν αἵματος πλέον ἢ χοεὺς προσφάτου, καὶ μικρὸν ἐπισχόντι, καὶ τρίτον, πεπηγότες θρόμβοι. Ἄση δὲ περὶ τὴν καρδίην, καὶ ἱδρώτιον σχεδὸν καθ' ὅλον τὸ σῶμα· καὶ τὸ πυρέτιον καταψύχειν ἐδόκει· καὶ ἔμφρων τὸ πρῶτον· προϊούσης δὲ τῆς ἡμέρης, ἥ τε ἄση πλείων καὶ ἀλυσμὸς, καὶ πνεῦμα σμικρῷ πυκνότερον· καὶ θρασύτερον καὶ φιλοφρονώτερον τοῦ καιροῦ προσηγόρευε καὶ ἐδεξιοῦτο. Καί τινες λειποψυχίαι ἐδόκεον ἐπιγίνεσθαι· προσφερόντων δέ τινων χυλοὺς καὶ τὸ ἀπὸ κρίμνων ὕδωρ, οὐκ ἔληγεν· ἀλλὰ τὸ πνεῦμα πρὸς τὴν ἑσπέρην ὑπέρπουλυ ἦν, καὶ ῥιπτασμὸς πουλύς· καὶ ἐπὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ μεταῤῥίπτων ἑωυτὸν, οὐδένα χρόνον ἀτρεμίζειν δυνατὸς ἦν· πόδες ψυχροί· ἐν κροτάφοισι καὶ κεφαλῇ θέρμη μᾶλλον, ὑπογύου τῆς τελευτῆς· καὶ ἱδρώτια πονηρά· καὶ πίνοντι τὰ τοῦ ψόφου περί τε στήθεα καὶ κοιλίην, κατιόντος τοῦ πόματος, οἷον δὲ κάκιστον· φάμενος δὲ θέλειν τι ἑωυτῷ ὑπελθεῖν, καὶ ἀτενίσας τοῖς ὄμμασιν, οὐ πολὺ ἐπισχὼν, ἐτελεύτησεν.

[11]    Τῇ Ἑρμοπτολέμου, χειμῶνος ὥρῃ, πυρετὸς, καὶ κεφαλῆς ἀλγήματα· καὶ ὁπότε πίοι, ὡς χαλεπῶς καταπιοῦσα· ἐξανέστη, καὶ τὴν καρδίην οἱ γυιοῦσθαι ἔφη· γλῶσσα πελιδνὴ ἀπ' ἀρχῆς. Ἡ δὲ πρόφασις ἐδόκει ἐκ φρίκης μετὰ λουτρὸν γενέσθαι. Ἄγρυπνος καὶ νύκτα καὶ ἡμέρην· μετὰ τὰς πρώτας ἡμέρας, ἐρωτωμένη, οὐκ ἔτι μόνην κεφαλὴν, ἀλλὰ καὶ ὅλον τὸ σῶμα πονέειν ἔφη· δίψα, ὁτὲ μὲν κατακορὴς, ὁτὲ δὲ μετρίη. Πέμπτῃ καὶ ἕκτῃ καὶ μέχρι τῆς ἐνάτης σχεδὸν παραλήρησις, καὶ αὖτις πρὸς ἑωυτὴν ἐλάλει μετὰ κώματος ἡμιτελέα· καὶ τῇ χειρὶ ἔστιν ὅτε ἐπωρέγετο πρὸς τὸ κονίημα καὶ προσκεφάλαιόν τι ψυχρὸν ἐνεὸν τῇ κεφαλῇ· καὶ τοῖσι στήθεσι προσεῖχε, καὶ τὸ ἱμάτιον ἔστιν ὅτε ἀπεῤῥίπτει· καὶ ἐπὶ ὀφθαλμοῦ τοῦ δεξιοῦ τὸ ὕφαιμον ἦν, καὶ δάκρυον ἦν· οὖρον δὲ, ὃ τοῖσι παισὶ πονηρόν ἐστιν αἰεί. Ὑπεχώρει δὲ ἀπ' ἀρχῆς μὲν ὑπόκιῤῥα, ὕστερον δὲ ὑδατώδεα σφόδρα καὶ τοιουτόχροα. Ἑνδεκάτῃ, ἐδόκει μετριώτερον θερμὴ εἶναι, καὶ ἄδιψος ἔστιν ὅτε ἐγένετο, οὕτως ὡς, εἰ μή τις διδοίη, οὐκ ᾔτει. Ὕπνοι μετὰ τὸν πρῶτον χρόνον ἐγένοντο ἐπιεικῶς ἡμέρης, ἐς δὲ νύκτα ἄγρυπνος, καὶ ἐπόνει μᾶλλον ἐς νύκτα. Ἐνάτῃ ἡ γαστὴρ ἐξεταράχθη ὑδατώδεα διαχωρήσασα, ὡσαύτως δὴ καὶ ἑνδεκάτῃ· τὰς δὲ ἐπιούσας, ἐπιεικῶς πολλὴ ἡ διανάστασις καὶ τοιαύτη. Ἦσαν δὲ ἐν τῇσι πρόσθεν ἡμέρῃσιν ἀκρηχολίαι, καὶ κλαυθμοὶ οἷον παιδαρίου, καὶ βοὴ, καὶ δείματα, καὶ περιβλέψιες, ὁπότε δὴ ἐκ τοῦ κώματος ἐγείροιτο. Τῇ δὲ τεσσαρεσκαιδεκάτῃ, ἔργον κατέχειν ἦν, ἀναπηδῶσαν καὶ βοῶσαν ἐξαίφνης καὶ συντόνως, ὥσπερ ἂν ἐκ πληγῆς καὶ δεινῆς ὀδύνης καὶ φόβου, ὡς καταλαβών τις αὐτὴν κατάσχοι χρόνον ὀλίγον· εἶτα πάλιν ἡσυχίην τε εἶχε κεκωματισμένη, καὶ ὑπνώσσουσα διετέλει οὐχ ὁρῶσα ὅλως, ἔστι δ' ὅτε οὐδὲ ἀκούουσα· μετέβαλλε δὲ ἐς ἀμφότερα θόρυβόν τε καὶ ἡσυχίην πυκνὰ, σχεδὸν ὅλην τὴν ἡμέρην ταύτην· ἐς νύκτα δὲ τὴν ἑπομένην, ὑπῆλθέ τι ὕφαιμον, οἷον μυξῶδες, καὶ πάλιν οἷον ἰλυῶδες, μετὰ δὲ, πρασοειδέα σφόδρα καὶ μέλανα. Τῇ δὲ πεντεκαιδεκάτῃ, ὀξεὶς ῥιπτασμοί· καὶ οἱ φόβοι, καὶ ἡ βοὴ ἐγίνετο ἤπιος, παρηκολούθει δὲ τὸ ἀγριοῦσθαι καὶ τὸ θυμαίνειν καὶ κλαίειν, εἰ μή οἱ ταχέως, ὅ τι βούλοιτο, ῥεχθείη· καὶ ἐπεγίνωσκεν μὲν πάντας καὶ πάντα ἤδη μετὰ πρῶτας εὐθὺς ἡμέρας· καὶ τὸ τοῦ ὀφθαλμοῦ κατέστη· ἡ δὲ μανίη παρὰ καιρὸν, καὶ ἡ βοὴ, καὶ ἡ μεταβολὴ ἡ εἰρημένη παρηκολούθει ἐς τὸ κῶμα· ἤκουεν ἀνωμάλως, τὰ μὲν σφόδρα καὶ εἰ σμικρόν τις λέγοι, ἐπ' ἐνίων δὲ μέζον ἔδει διαλέγεσθαι· πόδες αἰεὶ ὁμαλῶς τῷ ἄλλῳ σώματι θερμοὶ ἔς τε τὰς τελευταίας ἡμέρας. Τῇ δὲ ἑκκαιδεκάτῃ, ἧσσον. Ἑπτακαιδεκάτῃ, μετριώτερον τῶν ἄλλων ἡμερῶν ἔχουσα, ἐς νύκτα, ὡς φρίκης αὐτῇ γενομένης, ξυνάγουσα ἐπυρέτηνε μᾶλλον· καὶ ἡ δίψα πουλλὴ ἦν· τὰ δ' ἄλλα ὅμοια παρηκολούθει· τρόμοι δὲ περὶ τὰς χεῖρας ἐγένοντο, καὶ κεφαλὴν ὑπέσειεν· ὑπώπια καὶ ἐμβλέψιες τῶν ὀφθαλμῶν πονηραί· καὶ ἡ δίψα ἰσχυρή· πιέουσα, πάλιν ᾔτει, καὶ ἥρπαζε, καὶ λαύρως ἔπινεν, ἀποσπάσαι δὲ οὐκ ἠδύναντο· γλῶσσα ξηρὴ, ἐρυθρὴ σφόδρα, καὶ τὸ στόμα ὅλον καὶ χείλεα καθηλκωμένα καὶ ξηρά· καὶ τὰς χεῖρας ἀμφοτέρας ἐπὶ τὸ στόμα φέρουσα ἐμασσᾶτο, τρομώδης ἐοῦσα, καὶ, εἴ τι προσενέγκαι τις μασσήσασθαι ἢ ῥυφήσασθαι, λαύρως καὶ μανικῶς κατέπινε καὶ ἐῤῥύφανεν· καὶ τὰ περὶ τὴν ὄψιν πονηρά. Ἡμέρῃσι δὲ τρισὶν ἢ τέσσαρσι πρὸ τῆς τελευτῆς, φρῖκαί τε αὐτῇ ἔστιν ὅτε ἐνέπιπτον, ὥστε ξυνάγειν τὸ σῶμα, καὶ ξυγκαλύπτεσθαι, καὶ πνευστιᾷν· τέτανοί τε τὰ σκέλεα, καὶ ψύξις ποδῶν· ἡ δίψα δὲ ὁμοίη, καὶ τὰ περὶ τὴν διάνοιαν ὅμοια· καὶ ἐξαναστάσιες, ἢ διὰ κενῆς, ἢ σμικρὰ καὶ λεπτὰ μετά τινος βραχέος τόνου. Τῇ δὲ τελευταίῃ, τῇ τρίτῃ καὶ εἰκοστῇ, τὸ ὄμμα μέγα τὸ πρωῒ ἦν, καὶ περίβλεψις βραχείη· καὶ ἡσυχίην ἔσχεν ἔστιν ὅτε καὶ ἄνευ τοῦ ξυγκεκαλύφθαι τε καὶ κεκωματίσθαι. Πρὸς δὲ τὴν ἑσπέρην, τοῦ δεξιοῦ ὄμματος κίνησις, οἵη ὁρεούσης, ἤ τινος βουλήσιος, ἐκ τοῦ ἔξω κανθοῦ πρὸς ῥῖνα· ἐπεγίνωσκέ τε καὶ πρὸς τὸ ἐρωτώμενον ὑπεκρίνετο· φωνὴ μετὰ πολλὰ ὑπότραυλος, καὶ ὑπὸ τῆς βοῆς ἀπεῤῥωγυῖα καὶ βραγχώδης.

[12]    Τῷ Ἀμφιφράδεος, θέρεος, πλευροῦ ἀριστεροῦ ὀδύνη, καὶ βὴξ, καὶ ὑποχωρήματα πουλλὰ, ὑδατώδεα, καὶ ὑπόχολα. Ὁ πυρετὸς ἐδόκει λῆξαι περὶ ἑβδόμην· ἡ βὴξ ἔνι· χρῶμα ὑπόλευκον καὶ ὕπωχρον. Περὶ δὲ τὰς δώδεκα, ὑπόχλωρον ἔπτυεν· τὸ πνεῦμα, προϊόντος τοῦ νοσήματος, αἰεὶ πυκνότερον, καὶ ἆσθμα, καὶ ὑποκερχάλεον περὶ στήθεα καὶ ἀρτηρίην. Ῥυφήμασιν ἐχρῆτο, ἔμφρων ἅπαντα τὸν χρόνον. Περὶ δὲ εἰκοστὴν ὀγδόην ἐτελεύτησεν· ἱδρῶτες ἔστιν ὅτε ἐγένοντο.

[13]    Ὁ ἔξω κάπηλος ὁ περιπλευμονικὸς, κοιλίη εὐθὺς ὑπῄει. Περὶ τετάρτην, ἱδρὼς πουλύς· ἐδόκει λῆξαι τὸ πυρέτιον· τὸ βηχίον, οὐδὲν ὡς εἰπεῖν. Πέμπτῃ καὶ ἕκτῃ καὶ ἑβδόμῃ, ἐπεῖχεν ὁ πυρετός. Ἱδρὼς, ὀγδόῃ. Ἐνάτῃ, ἀπεχρέμψατο ὠχρόν. Δεκάτῃ, ᾔει ἅλες οὐ πολλάκις. Περὶ ἑνδεκάτην, ἠπιώτερος. Ἐν τῇ τεσσαρεσκαιδεκάτῃ, ὑγιής.

[14]    Ἑρμοπτολέμῳ, μετὰ πληϊάδος δύσιν, πυρετὸς ἐπῆλθεν· βὴξ οὐ πάνυ· γλῶσσα δὲ περιπλευμονική. Ἐνάτῃ, ἐξίδρωσεν ὅλος, κατεψύχθη τε, ὡς ἐδόκει· προσήνεγκαν αὐτῷ χυλόν· περὶ μέσον ἡμέρης ἐθερμαίνετο. Ἑνδεκάτῃ, ἱδρὼς, καὶ κοιλίη ἐξυγραίνετο· κατάχολα ὑποχωρήματα· τὸ βηχίον ἐπεγένετο. Τεσσαρεσκαιδεκάτῃ, ὠχρὸν ἀπεχρέμψατο, καὶ ῥεγχώδης ἦν, καὶ τῇ πεντεκαιδεκάτῃ, ἔμφρων δὲ πάντα τὸν χρόνον ἐὼν, ἐτελεύτησεν.

[15]    Ἕτερός τις ἐπὶ τοῦ ὑπερῴου, ῥεγχώδης, γλῶσσα ξηρὴ, περιπλευμονικὴ, ἔμφρων, ἐτελεύτησεν.

[16]    Καὶ Ποσειδώνιος, ἔτι τοῦ θέρεος ἐνισταμένου, κατὰ στῆθος καὶ ὑποχόνδρια καὶ πλευρὸν ἐπόνει χρόνον πουλὺν ἄνευ πυρετῶν· πολλοῖσι δὲ ἔτεσιν ἔμπροσθεν, ἔμπυος ἐγένετο. Τοῦ δὲ χειμῶνος, φρίξαντι ἐπέτεινεν ἡ ὀδύνη, καὶ τὸ πυρέτιον λεπτὸν, καὶ ἀπόχρεμψις πυώδης, βὴξ κερχαλέη περὶ φάρυγγα, καὶ ῥεγχώδης, ἔμφρων δὲ ἐὼν ἐτελεύτησεν.

[17]    Ὁ δὲ Βαλοῖος, ἐκ τοῦ ὄρεος, πάντα ἡμαρτηκὼς, ἐννεακαιδεκάτῃ γλῶσσα πονηρὴ, ὑπέρυθρος, καὶ κατὰ φωνὴν ἦν ἐν τῇ ῥέμβῃ· ὀφθαλμοὶ κεχρωσμένοι, πλέοντες ὥσπερ τῶν νυσταζόντων· χρῶμα καὶ τοῦ ἄλλου σώματος οὐκ ἰκτεριῶδες σφόδρα, ἀλλ' ὕπωχρον, πελιδνόν· φωνὴ πονηρὴ, ἀσαφής· γλῶσσα περιπλευμονική· οὐκ ἔμφρων· πνεῦμα πρὸς χεῖρα πονηρὸν, οὐ πυκνὸν, οὐδὲ μέγα· πόδες ψυχροὶ, λιθώδεις. Περὶ εἰκοστὴν ἐτελεύτησεν.

[18]    Κυναγχικὴ ἡ παρὰ Μέτρωνι, χεῖρα δεξιὴν, σκέλος ἤλγησε, πυρέτιον ἐπεῖχε, βηχίον, πνίγμα. Τρίτῃ, ἐχάλασεν. Τετάρτῃ, σπασμώδης, ἄφωνος, ῥέγχος, ὀδόντων ξυνέρεισις, γνάθων ἔρευθος. Ἐτελεύτησε τῇ πέμπτῃ ἢ ἕκτῃ· σημεῖον περὶ χεῖρα τὸ ὑποπέλιον.

[19]    Βίων ἐξ ὑδρωπικοῦ πολυχρονίου ἀπόσιτος ἐγένετο πολλὰς ἡμέρας καὶ στραγγουριώδης· ἐπὶ γούνατος ἀριστεροῦ ἀπόστημα ἐγένετο, ἐξεπύησεν, ἐτελεύτησεν.

[20]    Κτησιφῶν ὑδρωπικὸς ἐκ καύσου πολλοῦ, καὶ πρότερον ὑδρωπικὸς καὶ σπληνώδης, σφόδρα συνεπληρώθη καὶ ὄσχεον καὶ σκέλεα καὶ περιτόναια. Ἐπὶ τῇ τελευτῇ βὴξ καὶ πνιγμοὶ ἐγένοντο, ἐς νύκτα μᾶλλον, ἀπὸ τοῦ πλεύμονος, ὥσπερ τοῖς πλευμονώδεσιν. Πρὸ δὲ τῆς τελευτῆς ἡμέρῃσι τρισὶν ἢ τέσσαρσι, ῥῖγος, πυρετός· κατὰ μηρὸν δεξιὸν, ἔσω κατὰ φλέβα μέσην τὴν ἀπὸ τοῦ βουβῶνος, ὡς πυρὸς ἀγρίου σύστρεμμα ὑποπέλιον ἔχον ἔρευθος· ἐς νύκτα, καρδίης ἄλγος, καὶ οὐ πολὺ ὕστερον ἀφωνίη, πνιγμὸς μετὰ ῥέγχους, καὶ ἐτελεύτησεν.

[21]    Καὶ ὁ ἐν Ὀλύνθῳ ὑδρωπικὸς, ἐξαίφνης ἄφωνος, ἔκφρων νύκτα καὶ ἡμέρην, ἐτελεύτησεν.

[22]    Ὁ δὲ Προδρόμου, θέρεος, ὑπότραυλος, καυσώδης, ἡ γλῶσσά οἱ ὑπόξηρος, ἀσαφής· κάτω πολλὴ ἄφοδος· περιεγένετο.

[23]    Λεωφορβείδῃ, πυρετὸς ὀξὺς μετὰ χειμερινὰς τροπάς, ὑποχονδρίων καὶ κατὰ κοιλίην ἄλγημα· ὑποχωρήματα ὑγρὰ, χολώδεα πουλλά· καὶ μεθ' ἡμέρην, κωματώδης· γλῶσσα περιπλευμονική· βὴξ οὐκ ἐνῆν. Δωδεκάτῃ, μέλανα σμικρὰ καὶ πρασοειδέα ὑπεχώρησεν. Τεσσαρεσκαιδεκάτῃ, λῆξαι πυρέτιον ἐδόκει· μετὰ δὲ, ῥοφήμασιν ἐχρήσατο. Ἑκκαιδεκάτῃ, στόμα σφόδρα ἁλμῶδες, ξηρὸν ἐγένετο· ἀκρέσπερον δὲ, φρίκη, πυρετός. Μιῇ καὶ εἰκοστῇ, περὶ μέσον ἡμέρης, ῥῖγος καὶ ἱδρώς· τὸ πυρέτιον ἔληξε, θέρμη δὲ ὑπῆν λεπτή· ἐς νύκτα πάλιν ἱδρώς· καὶ εἰκοστῇ δευτέρῃ, ἐς νύκτα ἱδρώς· καὶ ἡ θέρμη ἐχάλασεν. Τῇσι δὲ ἔμπροσθεν πάσῃσιν ἀνίδρωτος ἦν, ἡ δὲ κοιλίη ὑγράνθη, καὶ ἐν τῇ ὕστερον δοκεύσῃ ὑποστροφῇ.

[24]    Ἡ ἄνω οἰκοῦσα ἡ τῷ Θεοκλεῖ προσήκουσα, ὑπὸ πληϊάδα, πυρετὸς ὀξύς. Ἕκτῃ, ἐδόκει λῆξαι· ἐλούσατο ὡς πεπαυμένη. Ἑβδόμῃ πρωῒ, γνάθος σφόδρα ἐρυθρὴ, ὁποτέρη οὐ μέμνημαι· ἐς τὴν ἑσπέρην ὁ πυρετὸς ἦλθε πουλύς· καὶ λειποψυχίη, καὶ ἀφωνίη ἦν· οὐ πολὺ δὲ ὕστερον ἱδρὼς, καὶ παῦσις ἑβδομαίῃ.

[25]    Καὶ ἡ Θεοδώρου σφόδρα ἐν πυρετῷ, αἱμοῤῥαγίης γενομένης, χειμῶνος· λήξαντος δὲ τοῦ πυρετοῦ περὶ δευτέρην, οὐ πολὺ ὕστερον, πλευροῦ δεξιοῦ ὡς ἀπὸ ὑστερέων βάρος· καὶ πρῶτον δὲ ἐγεγόνει, καὶ τὰς ἐχομένας ἡ ὀδύνη κατὰ στῆθος δεινή· καὶ πλευρὸν δεξιὸν πυριωμένη, ἐχάλασεν. Τεταρταίῃ, τὰ ἀλγήματα· τὸ πνεῦμα, πυκνότερον· ἡ ἀρτηρίη μόλις ἀναπνεούσῃ ὑπεσύριζεν· κλισίη ὑπτίη, ἐπιστρέφεσθαι χαλεπῶς· ἐς νύκτα ὀξύτερος ὁ πυρετὸς, καὶ λῆρος βραχὺς ἐγένετο. Πέμπτῃ πρωῒ, ἐδόκει ἠπιώτερος εἶναι· ἱδρώτιον ἀπὸ μετώπου κατεχύθη ὀλίγον πρῶτον, ἔπειτα πουλὺν χρόνον ἐς ὅλον τὸ σῶμα καὶ πόδας· μετὰ δὲ ταῦτα ἐδόκει αὐτῇ κεχαλακέναι τὸ πῦρ· ἦν δὲ πρὸς χεῖρα ψυχρότερον τὸ σῶμα· αἱ δὲ ἐν κροτάφοισι καὶ μᾶλλον ἐπήδων, καὶ πνεῦμα πυκνότερον, καὶ ὑπελήρει ἄλλοτε καὶ ἄλλοτε, καὶ πάντα ἐπὶ τὸ χεῖρον. Γλῶσσα διὰ τέλεος λευκὴ λίην· ἥ τε βὴξ οὐκ ἐνῆν, ὅτι μὴ τριταίῃ καὶ πεμπταίῃ ὀλίγον χρόνον· δίψα οὐκ ἐνῆν, πτυσμὸς δὲ ἦν· ὑποχόνδριον δεξιὸν σφόδρα ἐπῇρτο περὶ τὴν πέμπτην, μετὰ δὲ μαλθακώτερον· ὑποχώρησις τριταίῃ ἀπὸ βαλάνου κόπρου ὀλίγης, πέμπτῃ πάλιν ὑγρὸν ὀλίγον· κοιλίη δὲ λαπαρή· οὖρα στρυφνὰ, ὀποειδέα· ὄμματα ὡς κοπιώσης, χαλεπῶς ἀνέβλεπε καὶ περιέφερεν. Πέμπτῃ, ἐς νύκτα χαλεπῶς, καὶ λῆρος εἵπετο. Ἕκτῃ, πάλιν τὴν αὐτὴν ὥρην περὶ πλήθουσαν ἀγορὴν, ἱδρὼς πουλὺς κατεχεῖτο, ἀπὸ μετώπου ἤρχετο ἐς ὅλον τὸ σῶμα πουλὺν χρόνον· ἐμφρόνως διετίθετο τὰ ἑαυτῆς· πρὸς μέσον δὲ ἡμέρης, σφόδρα ἐλήρει, καὶ τὰ τῆς καταψύξιος ὅμοια, βαρύτερα δὲ τὰ κατὰ τὸν χρῶτα πάντα· πρὸς δὲ τὴν ἑσπέρην, ἡ κνήμη αὐτῆς ἐκ τῆς κλίνης κατεῤῥύη, καὶ τῷ παιδὶ παραλόγως ἠπείλησέ τε καὶ πάλιν ἐσιώπησε, καὶ ἐς ἡσυχίην μετέβαλεν· περὶ δὲ τὸν πρῶτον ὕπνον, δίψα πουλλὴ, καὶ μανίη, καὶ ἀνεκάθιζε, καὶ τοῖσι παροῦσιν ἐλοιδορεῖτο, καὶ πάλιν ἀπεσιώπησε καὶ ἐν ἡσυχίῃ ἦν· καὶ ἐδόκει τὴν ἐπίλοιπον νύκτα κεκωματίσθαι· τοὺς δὲ ὀφθαλμοὺς οὐ ξυνῆγεν. Ἐπὶ δ' ἡμέρην ὑπεκρίνετο τὰ πλεῖστα νεύμασιν, ἀτρεμίζουσα τὸ σῶμα, καὶ κατανοοῦσα ἐπιεικῶς· πάλιν δὲ ἱδρὼς τὴν αὐτὴν ὥρην· ὁμοίως οἱ ὀφθαλμοὶ κατηφέες, ἐς τὸ κάτω βλέφαρον μᾶλλον ἐγκείμενοι, ἀτενίζοντες, κεκαρωμένοι, τὰ λευκὰ τῶν ὀφθαλμῶν ὠχρὰ καὶ νεκρώδεα, καὶ τὸ πᾶν χρῶμα ὠχρὸν καὶ μελανέον· τῇ χειρὶ τὰ πουλλὰ πρὸς τοῖχον ἢ πρὸς ἱμάτιον· οἱ ψόφοι δὲ πινούσῃ ἐγίνοντο, ἀπεπύτιζε καὶ ἄνω ἐς τὴν ῥῖνα, καὶ ἐκροκυδολόγει, καὶ ξυνεκάλυπτε τὸ πρόσωπον· μετὰ δὲ τὸν ἱδρῶτα, χεῖρες ὥσπερ κρυστάλλιναι· ὁ ἱδρὼς παρηκολούθει ψυχρός· σῶμα πρὸς χεῖρα ψυχρόν· ἀνεπήδα, ἀνεκεκράγει, ἐμαίνετο· πνεῦμα πουλύ· τρομώδεες αἱ χεῖρες ἐγένοντο, ὑπὸ δὲ τὸν θάνατον ἐλθούσῃ σπασμώδεες. Ἑβδομαίη ἐτελεύτησεν. Οὔρησε τῇ ἕκτῃ ἐν νυκτὶ ὀλίγον· τὸ οὐρούμενον τῷ κάρφει εἵλκετο, γλίσχρον, γονοειδές· ἄγρυπνος ἁπάσας· μετὰ τὴν ἕκτην οὖρον ὕφαιμον.

[26]    Τῷ Ἀντιφάνους, χειμῶνος, ἄλγημα πλευροῦ δεξιοῦ, βὴξ, πυρετός· ἤσθιεν, ἐπορεύετο ὑποπυρεταίνων, ἐδόκεε ῥηγματώδης εἶναι. Ἐνάτῃ, ἀφίετο ὁ πυρετὸς, οὐκ ἔλειπεν· ἡ βὴξ πολλὴ, καὶ παχέα ἀφρώδεα· τὸ πλευρὸν ἐπόνει. Περὶ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν τὴν εἰκοστὴν ἐδόκεον ἀπολήγειν οἱ πυρετοὶ, καὶ πάλιν ἐπελάμβανον· ἦν δὲ λεπτὴ θέρμη, καὶ βραχύ τι ἐξέλειπεν· ἡ δὲ βὴξ ὁτὲ μὲν ἐξέλειπε, ὁτὲ δὲ κατακορὴς ἦν μετὰ πνίγματος πολλοῦ, ὁτὲ δὲ ἐχάλα· καὶ ἀπόχρεμψις μετὰ ταύτας τὰς ἡμέρας πολλὴ μετὰ πνιγμώδους βηχὸς, καὶ πυώδεα ζέοντα ὑπὲρ τοῦ ἀγγείου καὶ ἀφρέοντα· καὶ ἐν τῇ φάρυγγι τὰ πολλὰ κερχαλέα ὑπεσύριζεν· ἆσθμα αἰεὶ κατεῖχε, καὶ πνεῦμα πυκνότερον, ὀλιγάκις εὔπνοος. Ὑπὲρ δὲ τὰς τεσσαράκοντα, ἔγγυς οἶμαι τῶν ἑξήκοντα, ὀφθαλμὸς ἀριστερὸς ἐτυφλώθη μετὰ οἰδήματος ἄνευ ὀδύνης, οὐ πολὺ δ' ὕστερον καὶ ὁ δεξιός· καὶ σφόδρα αἱ κόραι λευκαὶ καὶ ξηραὶ ἐγένοντο· καὶ ἐτελεύτησε μετὰ τὴν τύφλωσιν οὐ πουλὺ ὑπὲρ ἑπτὰ ἡμέρας μετὰ ῥέγχου καὶ πολλῆς ληρήσιος.

[27]    Ὅμοια δὲ καὶ ἐξ ὁμοίων τὴν ὥρην τὴν αὐτὴν ξυνέβη Θεσσαλίωνι, τὰ ζέοντα καὶ ἀφρέοντα καὶ πυώδεα, καὶ βῆχες, καὶ οἱ κερχμοί.

[28]    Τῇ Πολεμάρχου, χειμῶνος, κυναγχικῇ, οἴδημα ὑπὸ τὸν βρόγχον, πουλὺς πυρετός· φλέβα ἐτμήθη· ἔληξεν ὁ πνιγμὸς ἐκ τῆς φάρυγγος· ὁ πυρετὸς παρείπετο. Περὶ πέμπτην, γούνατος ἄλγημα καὶ οἴδημα ἀριστεροῦ· καὶ κατὰ τὴν καρδίην ἔφη δοκεῖν τι ξυνάγεσθαι ἑωυτῇ, καὶ ἀνέπνει οἷον ἐκ τοῦ βεβαπτίσθαι ἀναπνέουσι, καὶ ἐκ τοῦ στήθεος ὑπεψόφει, ὡς αἱ ἐγγαστρίμυθοι λεγόμεναι, τοιοῦτόν τι ξυνέβαινεν. Περὶ τὴν ὀγδόην ἢ ἐνάτην ἐς νύκτα κοιλίη κατεῤῥάγη· ὑγρὰ, πουλλὰ, ἅλεα, καὶ κάκοδμα· ἀφωνίη ἔσχεν· ἐτελεύτησεν.

[29]    Ἀρίστιππος ἐς τὴν κοιλίην τοξευθεὶς ἄνω βίῃ χαλεπῶς· ἄλγος κοιλίης δεινόν· ἐπίμπρατο ταχέως· κάτω δὲ οὐδὲν διεχώρεεν· ἀσώδης ἦν· ἤμεε χολώδεα κατακορέα· ὁπότε δὴ ἀπεμέσειεν, ἐδόκει ῥᾴων εἶναι· μετ' ὀλίγον δὲ τὰ ἀλγήματα πάλιν δεινά· καὶ ἡ κοιλίη ὁμοίως ἐπίμπρατο ὡς ἐν εἰλεοῖς· θέρμαι καὶ δίψαι· ἐν ἑπτὰ ἡμέραις ἐτελεύτησεν.

[30]    Ὁ δὲ Νεόπολις, πληγεὶς ὁμοίως, ταὐτὰ ἔπασχεν· κλυσθέντι δὲ δριμεῖ ἡ κοιλίη κατεῤῥάγη· χρῶμα κατεχύθη λεπτὸν, ὠχρὸν, μελανέον· ὄμματα αὐχμηρὰ, καρώδεα, ἐνδεδινημένα, ἀτενίζοντα.

[31]    Τῷ δὲ καθ' ἧπαρ ἐγγὺς πληγέντι ἀκοντίῳ, εὐθὺς τὸ χρῶμα κατεχύθη νεκρῶδες· τὰ ὄμματα κοῖλα· ἀλυσμός· δυσφορίη· ἀπέθανε πρὶν ἀγορὴν λυθῆναι, ἐν ᾗπερ ἡμέρῃ ἐπλήγη.

[32]    Ὁ τὴν κεφαλὴν ὑπὸ Μακεδόνος λίθῳ πληγεὶς, ὑπὲρ κροτάφου ἀριστεροῦ ὅσην ἀμυχὴν διεκόπη· ἐσκοτώθη πληγεὶς, καὶ ἔπεσεν. Τριταῖος ἄφωνος ἦν· ἀλυσμός· πυρετὸς οὐ πάνυ σφοδρός· σφυγμὸς ἐν κροτάφοισιν, ὡς λεπτῆς θέρμης· ἤκουεν οὐδὲν, οὐδὲ ἐφρόνεεν, οὐδ' ἠτρέμιζεν· νοτὶς περὶ μέτωπον καὶ ὑπὸ ῥῖνα ἄχρις ἀνθερεῶνος· πεμπταῖος ἐτελεύτησεν.

[33]    Ὁ Αἰνιήτης ἐν Δήλῳ ἀκοντίῳ πληγεὶς ἐς τοὔπισθεν τοῦ πλευροῦ κατὰ τὸ ἀριστερὸν μέρος, τὸ μὲν ἕλκος, ἄπονον· τριταίῳ δὲ γαστρὸς ὀδύνη σμικρή· οὐχ ὑπεχώρει· κλυσθέντι δὲ ἐς νύκτα κόπρος ἦν, καὶ ὁ πόνος διέλειπεν. Ἕδρη ἔξω ἐς τὰς ἰξύας τεταρταίῳ, καὶ ἐς ἥβην καὶ κοιλίην ὅλην δεινῶς ὁ πόνος καταιγίζων· ἀτρεμέειν οὐκ ἠδύνατο· χολώδεα ἤμεσε κατακορέα· χλοώδεες ὀφθαλμοὶ, καὶ οἷοι τῶν λειποθυμεόντων. Μετὰ πέμπτην ἐτελεύτησεν· θέρμη λεπτή τις ἐνῆν αὐτῷ.

[34]    Αὐδέλλῳ πληγέντι ἐς τὸν νῶτον, πνεῦμα πουλὺ κατὰ τὸ τρῶμα μετὰ ψόφου ἐχώρει, καὶ ᾑμοῤῥάγει· τῷ ἐναίμῳ δὲ καταδεθεὶς, ὑγιὴς ἐγένετο· ξυνέβη δὲ καὶ τῷ Δυσχύτᾳ.

[35]    Τῷ Φιλίας παιδίῳ, ψιλώματος ἐν τῷ μετώπῳ γενομένου, ἐναταίῳ πυρετός· εἶτα ἐπελιάνθη τὸ ὀστέον· ἐτελεύτησεν. Καὶ τῷ Φανίου καὶ τῷ Εὐέργου· πελιαινομένων δὲ τῶν ὀστέων καὶ πυρεταινόντων, ἀφίστατο τὸ δέρμα ἀπὸ τοῦ ὀστέου, καὶ πῦον ὑπεμένετο· τούτοισι τρυπωμένοισιν ἐξ αὐτοῦ τοῦ ὀστέου ἀνήρχετο ἰχὼρ λεπτὸς, ὀῤῥώδης, ὕπωχρος, κάκοδμος, θανάσιμος. Ξυμβαίνει δὲ τοῖσι τοιούτοισι, καὶ ἐμέτους ἐπιγίνεσθαι καὶ τὰ σπασμώδεα ἐπὶ τελευτῇ, καὶ ἐνίους κλαγγώδεας εἶναι, καὶ ἐνίους ἀκρατέας, καὶ ἢν μὲν ἐν τοῖσι δεξιοῖσι τὸ τρῶμα ᾖ, τὰ ἀριστερά· ἢν δ' ἐν τοῖσιν ἀριστεροῖσι, τὰ δεξιά. Τῷ Θεοδώρου ἐναταίῳ ἡλιωθέντι, πυρετὸς ἐπῄει δεκαταίῳ ἐκ ψιλώματος, οὐδενὸς ἀξίου, ὡς εἰπεῖν, κατὰ τὸ ὀστέον· ἐν δὲ τῷ πυρετῷ ἐμελάνθη, ἀπέστη τὸ δέρμα· ἐπὶ πουλὺ κλαγγώδης· δευτέρῃ καὶ εἰκοστῇ, ἡ γαστὴρ ἐπήρθη, μάλιστα δὲ κατὰ τὰ ὑποχόνδρια· τρίτῃ καὶ εἰκοστῇ ἐτελεύτησεν. Οἷσι δ' ἂν ὀστέα κατεαγῇ, τούτοισιν ἑβδομαίοισιν οἱ πυρετοί· ἢν δὲ θερμοτέρη ἡ ὥρη, καὶ θᾶσσον· ἢν δὲ μᾶλλον κλασθῇ, καὶ παραχρῆμα. Καὶ ὁ Ἐξαρμόδου παιδίσκος παραπλησίως, καὶ ἄλγημα ἐς μηρὸν οὐ κατ' ἴξιν τοῦ τρώματος, καὶ ἐγεγόνει κλαγγώδης, καὶ τραχήλου ὀδύνη. Καὶ ὁ Ποσειδοκρέων, τρίτῃ σπασμός· θέρμη οὐκ ἔλιπεν· ἐτελεύτησεν ὀκτωκαιδεκαταῖος. Ὁ τοῦ Ἰσαγόρα ὄπισθεν ἐπλήγη τῆς κεφαλῆς, φλασθέντος τοῦ ὀστέου καὶ μελανθέντος πεμπταίῳ, περιεγένετο, ὀστέον δὲ οὐκ ἀπέστη.

[36]    Τῷ ἐκ τοῦ μεγάλου πλοίου διόπῳ, ᾧ ἡ ἄγκυρα τὸν λιχανὸν δάκτυλον καὶ τὸ ὀστέον συνέφλασε τῆς δεξιῆς χειρὸς, φλεγμασίη ἐπεγένετο, καὶ σφάκελος, καὶ πυρετός. Ὑπεκαθάρθη πέμπτῃ μετρίως, αἱ θέρμαι ἀνῆκαν καὶ αἱ ὀδύναι, τοῦ δακτύλου τι ἀπέπεσεν. Μετὰ δὲ τὴν ἑβδόμην ἐξῄει ἰχὼρ ἐπιεικῶς· μετὰ ταῦτα τῇ γλώσσῃ οὐ πάντα ἔφη δύνασθαι ἑρμηνεύειν· πρόῤῥησις· ὀπισθότονος· ξυνεφέροντο αἱ γνάθοι ξυνερειδόμεναι, ἔπειτα ἐς τράχηλον, τριταῖος ὅλος ἐσπᾶτο ἐς τοὐπίσω ξὺν ἱδρῶτι· ἑκταῖος ἀπὸ τῆς προῤῥήσιος ἀπέθανεν.

[37]    Ὁ δὲ ἐκ τῆς Ἁρπάλου ἀπελευθέρης Τηλεφάνης τύμμα κάτωθεν μεγάλου δακτύλου ἔλαβεν· ἐπεφλέγμηνε, καὶ σφόδρα ἐπώδυνος ἦν, καὶ, ἐπεὶ ἀνῆκεν, ᾤχετο ἐς ἀγρόν. Ὀσφὺν ἤλγησεν, ἐλούσατο, αἱ γένυες ξυνήγοντο ἐς νύκτα, καὶ ὀπισθότονος παρῆν· τὸ σίαλον ἀφρῶδες, μόλις ἔξω διὰ τῶν ὀδόντων διῄει· τριταῖος ἀπέθανεν.

[38]    Ζήνων ὁ τοῦ Δάμωνος, περὶ κνήμην, ᾗ σφυρὸν, ἕλκος κατὰ νεῦρον, ἤδη καθαρόν· τούτῳ δηχθέντι ὑπὸ φαρμάκου, ξυνέβη ὀπισθοτόνῳ ἀποθανεῖν.

[39]    Δείνωνι ὑπ' ἀρκτοῦρον, καὶ πρότερον ἐκ πυρετοῦ θερινοῦ καὶ διαῤῥοίης ἀσθενέως διατεθέντι, ἐκ πορείης κοπιάσαντι, καὶ πλευροῦ ὀδύνη ἀριστεροῦ· καὶ βὴξ, ἔχουσα μὲν ἐκ καταῤῥόου καὶ πρότερον, τότε δὲ ἦν κατακορής· καὶ ἄγρυπνος, καὶ δυσφόρως φέρων τὸν πυρετὸν εὐθὺς ἀπ' ἀρχῆς, καὶ ἀνακαθίζων. Τριταῖος ἔπτυσεν ὠχρόν· ἀρτηρίη ὑπεσύριζε ῥεγχῶδες. Περὶ τὴν πέμπτην, πνεῦμα ἐπιεικῶς πυκνόν· πόδες, αἱ κνῆμαι, ἄκρεα τὰ πλεῖστα ψυχρὰ, καὶ ἔξω τοῦ ἱματίου· ὑποχώρησις ἀπ' ἀρχῆς ἐπεγένετο χολώδης, οὔτε λίην ὀλίγη, οὔτε πουλλή. Ἑβδομαῖος καὶ ὀγδοαῖος καὶ ἐναταῖος ῥᾷον ἐδόκει φέρειν, καί τινες ὕπνοι ἐγένοντο, καὶ τὰ ἀποχρεμπτόμενα ἀμεμπτότερα. Δεκάτῃ καὶ μέχρι τρισκαιδεκάτης, σφόδρα λευκὰ καὶ καθαρά· καὶ ὑποχόνδριον λαπαρώτερον ἐγένετο, τὸ δὲ ἀριστερὸν ξυντεταμένον· καὶ εὐπνούστερος· πρὸς δὲ βάλανον ὑπῆλθε μετρίως. Τρισκαιδεκάτῃ, πάλιν ἔπτυσεν ὠχρὸν, τεσσαρεσκαιδεκάτῃ δὲ μᾶλλον, πεντεκαιδεκάτῃ δὲ πρασοειδές· κοιλίη δὲ κακώδεα, χολώδεα, ὑγρὰ, συχνὰ ὑπῆλθεν· ἀριστερὸν ὑποχόνδριον ἐπῄρετο, ἑκκαιδεκάτῃ δὲ καὶ σφόδρα ἐπῴδησεν· καὶ τὸ πνεῦμα ἤδη ῥεγχῶδες· ἱδρὼς περὶ μέτωπον καὶ αὐχένα, ὀλιγάκις ἐπὶ τὸ στῆθος· ἄκρεα καὶ μέτωπον ἐπιεικῶς διετέλει ψυχρά· πηδηθμὸς δὲ φλεβῶν περὶ κροτάφους κατεῖχεν· ὕπνοι κωματώδεες καὶ ἡμέρην καὶ νύκτα τοὺς τελευταίους χρόνους· οὖρον ἀπ' ἀρχῆς ὠμὸν, σποδοειδές· περὶ δεκάτην καὶ μέχρι τρισκαιδεκάτης λεπτὰ καὶ οὐκ ἄχροα, ἀπὸ δὲ τῆς τρισκαιδεκάτης οἷάπερ ἀπ' ἀρχῆς.

[40]    Τῷ Κλεόχῳ πλευροῦ ἄλγημα καὶ πυρετός· ἀνῆκεν ὁ πυρετός· ἵδρωσε τὸ σῶμα ὅλον· ἐν τῷ οὔρῳ πουλλὰ τὰ ἐμφερόμενα ἦν, ἐθορυβήθη μετὰ ταῦτα.

[41]    Πληϊάδων περὶ δύσιν, τὴν Ὀλυμπιάδεω, ὀκτάμηνον ἔχουσαν, ἐκ πτώματος πυρετὸς ὀξὺς ἔλαβε· γλῶσσα καυσώδης, ξηρὴ, τρηχείη, ὠχρή· ὀφθαλμοὶ ὠχροὶ, καὶ τὸ χρῶμα νεκρῶδες. Διέφθειρε πεμπταίη· ῥηϊδίως ἀπήλλαξε, καὶ ὕπνος, ὡς ἐδόκεε, κωματώδης· δείλης διεγειρόντων οὐκ ᾐσθάνετο, πταρμικῷ ὑπήκουσε, πόμα κατεδέξατο καὶ χυλοῦ, ὑπέβησσε καταπίνουσα τὸ πόμα· ἡ φωνὴ οὐκ ἐλύετο, οὐδὲ αὐτή τι ἀνέφερεν· τὰ ὄμματα κατηφέα· πνεῦμα μετέωρον, κατὰ ῥῖνα σπώμενον· χρῶμα πονηρόν· ἱδρὼς περὶ τοὺς πόδας καὶ σκέλεα περὶ θάνατον ἐούσῃ· ἐτελεύτησεν.

[42]    Τῇ Νικολάου εὐνέτιδι ἐκ καύσου τὰ παρ' οὖς ἐγένετο ἐπ' ἀμφότερα, ὀλίγῳ ὕστερον τὸ ἕτερον, ἤδη δοκέοντος χαλᾷν τοῦ πυρετοῦ. Ὡς οἶμαι, περὶ τεσσαρεσκαιδεκάτην μεγάλα· ἀσήμως κατέστη· ὑπέστρεψεν· χρῶμα νεκρῶδες, γλῶσσα τρηχείη, δασέη σφόδρα, ὑπόλευκος, διψώδης· ὑποχώρησις κάτω, πολλὴ, ὑγρὴ, κακώδης παρὰ πάντα τὸν χρόνον, πρὸ τῆς τελευτῆς ἐφθάρη τὸ σῶμα τῷ πλήθει· ἐτελεύτησε περὶ τὰς εἴκοσιν.

[43]    Ἀνδρέαν πρὸ πληϊάδος, φρίκη, πυρετὸς, ἔμετος· ἀπ' ἀρχῆς ἡμιτριταῖος ἐφαίνετο. Τριταῖος δ' οὖν ἐὼν, πάλιν ἀγοράζων ἔφριξε· πυρετὸς ὀξύς· ἔμετος χολῆς ἀκρήτου· παραλήρησις ἐς νύκτα· ῥᾴων πάλιν. Πέμπτῃ, χαλεπῶς. Ἕκτῃ, ἀπὸ λινοζώστιος εὖ ὑπῆλθεν. Ἑβδόμῃ, χαλεπώτερον· καὶ τὰς ἐφεξῆς ξυνεχέστερος ἤδη, καὶ ἀνίδρωτος ἀπ' ἀρχῆς, καὶ διψώδης· μάλιστα δὲ στόμα ὑπεξηραίνετο, καὶ πόμα οὐδὲν ἡδέως προσεδέχετο, ἀηδίης πολλῆς ἐούσης περὶ τὸ στόμα· γλῶσσα ξηρὴ, ἄκροπις, τρηχύτης ἐπήνθει ὠχρόλευκος· ἄγρυπνος, ἀσώδης, ἐκλελυμένος, κεκλασμένος· γλῶσσα ὑπὸ ξηρότητος ἐνίοτε ὑπότραυλος, ἕως διαβρέξειεν· χυλὸν μάλιστα προσεδέχετο. Ἐναταίῳ ἢ δεκαταίῳ παρ' οὖς ἀριστερὸν καὶ παρὰ τὸ ἕτερον ἐπάρματα σμικρά· ἀσήμως ἐφάνη· οὖρα διὰ παντὸς οὐκ ἄχροα, ἄνευ δὲ ὑποστάσιος. Τεσσαρεσκαιδεκαταίῳ ἱδρώτιον περὶ τὰ ἄνω· οὐ πολὺ μετριώτερον ἡ θέρμη, περὶ τὰς ἑπτακαίδεκα ἐμωλύνθη. Κοιλίη μετὰ τὰς δέκα ξηρὴ, οὐκ ἄνευ βαλάνων ὑποχωρέουσα. Περὶ δὲ τὰς πέντε καὶ εἴκοσιν, ἐξανθήματα δι' ὀλίγου κνησμώδεα, θερμὰ, ὥσπερ πυρίκαυστα. Ὀδύνη δὲ ἦν περὶ τὰς μασχάλας καὶ τὰ πλευρά· ἐς σκέλεα διῆλθεν ἀσήμως, καὶ ἔληξεν. Λουτρὸν ὠφέλει καὶ χρίσμα τὸ ἐν τῷ ὄξει. Μηνὶ δὲ δευτέρῳ ἴσως ἢ τρίτῳ, ἐς νεφροὺς ἡ ὀδύνη, καὶ πρότερόν ποτε γενομένη, κατέστη.

[44]    Ἀριστοκράτει, περὶ ἡλίου τροπὰς χειμερινὰς, κόπος καὶ φρίκη καὶ θέρμη· μετὰ δὲ ἤρξατο τριταίῳ πλευροῦ ὀδύνη καὶ ὀσφύος, καὶ οἴδημα ἐκ τῆς μασχάλης ἀρξάμενον παρ' ὅλον τὸ δεξιὸν πλευρὸν, σκληρὸν, ἐρυθρὸν, πελιδνὸν, ὡς ὑπὸ πυρὸς θαλφθὲν καὶ ἐκκεκαυμένον. Ἀσώδης, δυσφόρως ἔχων, σφόδρα διψώδης, γλῶσσα ὑπόλευκος, οὖρα οὐκ ἐχώρεε, σκέλεα ὑπόψυχρα· ὑποχώρησις ἀπὸ λινοζώστιος ὀλίγη, ὑγρὰ, ὑπόλευκα, ἀφρώδεα. Ἐς νύκτα πνεῦμα ἐμετεωρίζετο· ἱδρώτιον περὶ μέτωπον· τὰ κάτω ψυχρά· ἀσώδης· τράχηλος ἐνεφυσᾶτο· βὴξ οὐκ ἐνῆν· ἐτελεύτησεν ἔμφρων.

[45]    Μνησιάνακτι, περὶ φθινόπωρον, ὀφθαλμίη, μετὰ δὲ τεταρταῖος πυρετός· ἀρχομένου τοῦ τεταρταίου, σφόδρα ἀπόσιτος, προσιόντος δὲ, ἡδέως πρὸς σιτίον· καὶ Πολυχάρει δὲ ἐν τεταρταίῳ ὅμοια τὰ περὶ τὴν σίτισιν. Ξυνέβη δὲ καὶ τῷ Μνησιάνακτι ὑποχώρησις ἔμπροσθεν τοῦ πυρετοῦ, καὶ μετὰ ἐπὶ πουλὺν χρόνον παρηκολούθει πολλῶν, λευκῶν, μυξοποιῶν, καὶ ἔστιν ὅτε σμικρὸν αἷμα ἄνευ τόνων καὶ ὀδύνης· ψόφοι δὲ ἐν γαστρί. Μετὰ τὸν πυρετὸν, ἀπέστη παρὰ τὴν ἕδρην φῦμα σκληρὸν, πουλὺν χρόνον παρηκολούθει ἄπεπτον, ἐῤῥάγη ἐς τὸ ἔντερον, καὶ ἔξω συριγγῶδες ἐγένετο. Περιπατοῦντι δ' αὐτῷ ἐν τῇ ἀγορῇ, μαρμαρυγαὶ ὡρῶντο πρὸ τῶν ὀφθαλμῶν, καὶ τὸν ἥλιον οὐ πάνυ καθεώρα· ἀποχωρήσας δὲ σμικρὸν ἐξ ἑωυτοῦ ἦν καὶ τράχηλον σπασμώδης. Ἐπεὶ δὲ ἐκομίσθη ἐς οἶκον, μόγις ἀνέβλεψε, καὶ αὐτὸς ἑωυτοῦ μόγις ἐγένετο· τὸ πρῶτον δὲ περιέβλεπε τοὺς περιεστῶτας, καὶ τὸ σῶμα κατεψύχθη, μόγις δὲ ἀνεθερμάνθη ἀσκίοισι καὶ πυρίῃ ὑπὸ τῇ κλίνῃ. Ἐπεὶ δ' ἐντὸς ἑωυτοῦ ἦν, καὶ ἐξανίστατο, οὐκ ἐξιέναι ἤθελεν, ἀλλὰ δεδιέναι ἔλεγεν· εἰ δέ τις περὶ νουσημάτων χαλεπῶν διαλέγοιτο, ὑπεξήρχετο φόβῳ· ἔστι δ' ὅτε προσπίπτειν αὐτῷ πρὸς τὰ ὑποχόνδρια θερμασίην ἔφη, καὶ τῶν ὀφθαλμῶν μαρμαρυγὰς παρακολουθεῖν. Καὶ ἡ ὑποχώρησις πουλλὴ, καὶ πολλάκις, καὶ ὁμοίη χειμῶνος ξυνέβη. Φλεβοτομίη γέγονεν· ἐλλέβοροι· γαλακτοποσίη βοείου, πρότερον δὲ ὀνείου, ξυνήνεγκε, καὶ τὰς ὑποχωρήσιας ἔπαυσεν· ὑδροποσίη ἀπ' ἀρχῆς, περίπατοί τε καὶ κεφαλῆς καθάρσιες.

[46]    Τῷ Ἀνεχέτου ταὐτά· χειμῶνος ἐν βαλανείῳ πρὸς πυρὶ χριόμενος ἐθερμάνθη, καὶ παραχρῆμα περιέπεσεν ἐπιληπτικοῖς σπασμοῖς· ἐπεὶ δ' ἀνῆκαν οἱ σπασμοὶ, περιέβλεπεν, οὐ παρὰ ἑωυτῷ ἦν. Ἐπεὶ δὲ ἐντὸς ἑωυτοῦ ἐγένετο, πάλιν τῇ ὑστεραίῃ πρωῒ ἐλήφθη· σπασμώδης· ἀφρὸς δὲ οὐ πάνυ· καὶ τρίτῃ ἄκροπις· καὶ τετάρτῃ ἐπεσήμαινε τῇ γλώσσῃ, ἔπταιεν, οὐχ οἷός τε ἦν λέγειν, ἀλλ' ἴσχετο ἐν τῇσιν ἀρχῇσι τῶν ὀνομάτων. Καὶ τῇ πέμπτῃ γλῶσσα σφοδρὰ, καὶ ὁ σπασμὸς ἐπεγένετο, καὶ ἐκτὸς ἑωυτοῦ ἐγένετο· ὅτε δὲ ἠνίει ταῦτα, ἡ γλῶσσα μόγις ἀποκαθίστατο εἰς τωὐτό. Ἑκταίῳ ἀποσχομένῳ πάντων, καὶ ῥοφήματος καὶ ποτοῦ, οὐδέν· καὶ οὐκ ἔτι ἐλάμβανεν.

[47]    Κλεόχῳ ἐκ κόπων καὶ γυμνασίων, μέλιτι τὰς ἡμέρας διαχρωμένῳ, οἴδημα ἐς γόνυ δεξιὸν, μᾶλλον δὲ ἐς τὸ κάτω περὶ τοὺς τένοντας τοὺς ὑπὸ τῷ γούνατι· περιῄει ὑποχωλαίνων· καὶ ἡ γαστροκνημίη ᾤδει, καὶ σκληρὴ ἦν, καὶ ἐς τὸν πόδα, καὶ ἐς τὸ σφυρὸν τὸ δεξιόν· καὶ ἐς τὰ οὖλα παρ' ὀδόντας, μεγάλα ὡς ῥάγες, πελιδνὰ, μεμελανωμένα, ἀνώδυνα, ὁπότε μὴ ἐσθίοι, καὶ τὰ σκέλεα, εἰ μὴ ἐξανασταίη· ἦλθε γὰρ καὶ ἐς τὸ ἀριστερὸν τὸ οἴδημα, ἧσσον δέ· καὶ ἀπελειαίνετο ἐν τοῖσιν οἰδήμασι τοῖσι περὶ γούνατα καὶ πόδας, ὥσπερ ὑπόπυα. Τέλος δὲ οὐχ οἷός τε ἦν ἵστασθαι, οὐδ' ἐπὶ τὰς πτέρνας ἐπιβαίνειν, ἀλλὰ κλινοπετὴς ἦν. Θέρμαι δῆλοι ἐνίοτε· ἀπόσιτος, οὐ πάνυ διψώδης· οὐδὲ ἐπὶ θᾶκον ἀνίστατο, ἀσώδης, καὶ ἔστιν ὅτε καὶ ὀλιγοψυχίῃ ἴσχετο. Ἐλλέβοροι προσήχθησαν, κεφαλῆς καθάρσιες· πρὸς τὸ στόμα μαννῶδες ξὺν τοῖσιν ἄλλοισι μισγομένοισι ξυνήνεγκεν· πρὸς τὰ ἐν τῷ στόματι ἕλκεα, ῥόφημα φακὴ ἐπιτήδειον. Περὶ δὲ ἑξηκοστὴν κατέστη τὰ οἰδήματα πρὸς τοῦ δευτέρου ἐλλεβόρου μοῦνον· ὀδύναι ἐς τὰ γούνατα κατακειμένῳ ἦλθον, ὑγρὸν δὲ καὶ χολὴ ἀπέστη ἐς γούνατα, καὶ πλείους ἡμέρας πρὸ τοῦ ἐλλεβόρου.

[48]    Πεισιστράτῳ ὤμου ἄλγημα, καὶ βάρος πουλυχρόνιον περιπατοῦντι καὶ τἄλλα ὑγιαίνοντι· χειμῶνος δὲ ἐπέπεσε πουλλὴ ὀδύνη πλευροῦ, καὶ θέρμη, καὶ βὴξ, ἀπόχρεμψίς τε αἵματος ἀφρώδεος· τοῦτο καὶ ῥεγχῶδες ἐν τῇ φάρυγγι· εὔφορος δὲ καὶ παρ' ἑωυτῷ. Καὶ ἡ θέρμη ἐχάλασεν, ἅμα δὲ καὶ ἡ ἀπόχρεμψις, καὶ τὸ κέρχον· καὶ περὶ τετάρτην ἢ πέμπτην ἡμέρην ὑγιής.

[49]    Τῇ Σίμου ἐν τόκῳ σεισθείσῃ, ἄλγημα περὶ στῆθος καὶ πλευρόν· βὴξ, πυρετοὶ, ἀποχρέμψιες πυώδεες. Φθίσις κατέστη· καὶ ἓξ μῆνας οἱ πυρετοί· καὶ διάῤῥοιαι αἰεί· ἐπὶ τέλει, παῦσις πυρετῶν· κοιλίη ἔστη μετὰ τὴν παῦσιν· ἡμέρας μεθ' ἑπτὰ ἐτελεύτησεν.

[50]    Καὶ ἡ Εὐξένου· ἐκ πυριήσιος, ὡς ἐδόκει· θέρμαι οὐκ ἔλειπον οὐδένα χρόνον, μᾶλλον πρὸς ἑσπέρην ἐπέτεινον· ἱδρῶτες ἐγίνοντο ἐς ὅλον τὸ σῶμα· μέλλοντος ἐπιτείνειν τοῦ πυρετοῦ, ψύξιες τῶν ποδῶν, ὁτὲ δὲ καὶ κνημέων καὶ γουνάτων, ἐγίνοντο· βηχίον ξηρὸν ὀλίγον χρόνον, ἀρχομένου τοῦ πυρετοῦ παροξύνεσθαι, εἶτα ἔληγεν· διὰ δὲ χρόνου πολλοῦ, καὶ ὅλου τοῦ σώματος ῥῖγος ἐγένετο· ἄδιψος διὰ παντός. Φάρμακον πιοῦσα καὶ ὀῤῥὸν, ἐβλάβη μᾶλλον. Ἀπ' ἀρχῆς πάντων ἀνώδυνος καὶ εὔπνοος· μεσοῦντος δὲ τοῦ χρόνου, πλευροῦ δεξιοῦ ἐγένετο ἄλγημα, καὶ ἡ βὴξ ἐκινήθη, καὶ ἆσθμα, καὶ ἀποχρέμψιες σμικραὶ, λευκαὶ, ὑπόλεπτοι· καὶ ἡ φρίκη, οὐκ ἔτι ἐκ ποδῶν, ἀλλὰ ἀπὸ τραχήλου καὶ νώτου· καὶ κοιλίη ὑγροτέρη. Ἐχάλασεν ὁ πυρετὸς μετὰ πολλοῦ ἱδρῶτος, καὶ κατεψύχθη· ἆσθμα δὲ ἦν ποικίλον· ἐτελεύτησε μετὰ τὴν ἄφεσιν ἑβδόμῃ ἔμφρων.

[51]    Καὶ ἡ Πολεμάρχου θέρεος ἤρξατο πυρεταίνειν· ἀφῆκε δὲ αὐτὴν ἑκταίην· μετὰ δὲ ὑπεφέρετο· ἐς νύκτα θέρμαι· πάλιν δὲ διαλιπὼν ἔλαβεν ὁ πυρετὸς, καὶ οὐκ ἀνῆκε σχεδὸν τριῶν μηνῶν. Βὴξ πουλλή· ἀπόχρεμψις φλέγματος· ἐπεὶ περὶ τὰς εἴκοσιν ἐγένετο, πνεῦμα αἰεὶ πυκνόν· ἐν τῷ στήθει ψόφοι· ἱδρώδης τὰ πολλά· πρωῒ ἠπιώτερος ὁ πυρετός· καὶ φρῖκαι ἔστιν ὅτε ἐλάμβανον· ὕπνοι ἐγίνοντο· καὶ κοιλίη ἔστιν ὅτε καθυγραίνετο, καὶ πάλιν ξυνίστατο· ἐγεύετο ἐπιεικῶς. Μεσοῦντος δὲ τοῦ χρόνου, ἐς γούνατα καὶ κνήμας ἄλγημα· καὶ ξυγκάμπτειν καὶ ἐκτείνειν ἄλλου ἐδεῖτο· διετέλει τὰ τῶν σκελέων μέχρι τελευτῆς· ὑπόγυον δέ· καὶ ἐπῴδησαν οἱ πόδες μέχρι κνημέων, καὶ ἐφαπτομένων ἤλγει· καὶ οἱ ἱδρῶτες ἔληξαν καὶ τὰ ῥίγεα· ὁ δὲ πυρετὸς αἰεὶ ἐπέτεινεν. Πρὸ δὲ τῆς τελευτῆς κοιλίη κατεῤῥάγη· ἔμφρων διετέλει· πρὸ τριῶν ἡμερῶν τῆς τελευτῆς, ῥεγχώδης ἐν φάρυγγι, καὶ πάλιν ἐπανίετο, ἐτελεύτησεν.

[52]    Ἡγησιπόλιος παιδίον σχεδὸν τέσσαρας μῆνας ἄλγημα περὶ ὀμφαλὸν βρωτικὸν εἶχεν· προϊόντος δὲ, ἐπέτεινεν ἡ ὀδύνη, ἔκοπτε τὴν γαστέρα, ἐτίλλετο, θέρμαι ἐπελάμβανον· ἐτήκετο· ὀστέα ἐλείφθη· τὰ πόδια ἐπῴδει, ὄρχιες· γαστρὸς τὸ περὶ ὀμφαλὸν πεφυσημένον ἄρα, οἷον οἷσι μέλλουσι κοιλίαι ἐκταράσσεσθαι· ἀπόσιτος ἐγένετο, γάλα μοῦνον προσεδέχετο· ὑπόγυον, καὶ ἡ κοιλίη καθυγράνθη, καὶ ὕφαιμος ἰχὼρ ὑπῄει κάκοδμος· κοιλίη ἐπίμπρατο. Ἐτελεύτησεν ἐμέσας μικρὸν, βραχὺ, φλεγματῶδες, ὥστε δόξαι οἷον γονὴν τῆς πλατείης. Τελευτήσαντι δ' ἡ ῥαφὴ τῆς κεφαλῆς σφόδρα ἐκοιλάνθη· ἀῤῥωστῶν δ' αἰεὶ τῇ χειρὶ κατῆγε κατὰ τοῦ βρέγματος, μάλιστα δ' ὑπόγυον, οὐκ ἤλγει δὲ τὴν κεφαλήν· καὶ ἐν μηρῷ ἀριστερῷ ὑπὸ βουβῶνα τὸ κάτω, πελιδνόν· ἴσως τῇ προτεραίῃ ὄρχιες κατισχνάνθησαν. Ὅμοια δὲ καὶ τῷ Ἡγητορίδεω παιδίῳ ἀπέβη, πλὴν ὅτι ἔμετοι προσεγένοντο ὑπὸ τὴν τελευτὴν πλείους.

[53]    Ἡ Ἱππίου ἀδελφεὴ, χειμῶνος, φρενιτικὴ, ἁμαρτάνουσα, τῇσι χερσὶ πραγματευομένη, ἀμύσσουσα ἑωυτήν· πέμπτῃ, ἕκτῃ, ἐς νύκτα ἄφωνος, κωματώδης, ἐμφυσῶσα ἐς γνάθους καὶ χείλεα, ὡς οἱ καθεύδοντες· ἐτελεύτησε περὶ ἑβδόμην.

[54]    Ἄσανδρος φρίξας, πλευροῦ ὀδύνη, ἄλγος ἐς γούνατα καὶ μηρόν· φαγὼν παρεφρόνει, ἐτελεύτησε ταχέως.

[55]    Τῷ Κλεοτίμου σκυτεῖ, κοιλίης ὑγρανθείσης πουλὺν χρόνον, καὶ θέρμης γινομένης, καθ' ἧπαρ ἔπαρμα φυματῶδες ἐς ὑπογάστριον κατέβη· καὶ κοιλίη ὑγραίνετο· καὶ ἕτερον αὐτῷ καθ' ἧπαρ ἄνω πρὸς ὑποχόνδριον φῦμα· ἐτελεύτησεν.

[56]    Οἷσι κεφαλῆς ὀδύνη δεινὴ ξὺν θέρμῃ, οἷσι μὲν ἐς τὸ ἥμισυ τῆς κεφαλῆς, καὶ κατὰ ῥῖνάς τι ὑγρὸν ἀποχωρέει λεπτὸν ἢ πέπον, ἢ ἐς ὦτα, ἢ ἐς φάρυγγα ἐκ κεφαλῆς, ἀσφαλέστερον· οἷσι δὲ ξηρὰ ταῦτα, ὁ δὲ σφάκελος δεινὸς, ἐπικίνδυνα· ἢν δὲ προσῇ ἀσώδης, ἢ χολώδης ἔμετος, ἢ κατάπληξις ὀμμάτων, ἢ ἀφωνίη, καὶ σπάνιόν τι φθέγγηται, ἢ λῆρός τις, θανάσιμα καὶ σπασμώδεα. Ὁπόσοι δ' ἂν ἐκ κατάῤῥου τὸ ἥμισυ τῆς κεφαλῆς πονέοντες, καὶ κατὰ ῥῖνας ὑγροῦ ὑποχωρέοντος, ἐπιπυρετήνωσιν, ἐπιεικῶς ἐν τῇ πέμπτῃ ἢ ἕκτῃ περιψύχονται.

[57]    Ἐχεκράτει τῷ τυφλῷ, κεφαλῆς ὀδύνη δεινὴ, μᾶλλον ἐς τοὔπισθεν, καὶ τραχήλου, ὅπου ἡ πρόσφυσις, καὶ ἐς κορυφὴν ἐχώρει, προϊόντος δὲ καὶ ἐς οὖς ἀριστερόν· καὶ τὸ ἥμισυ τῆς κεφαλῆς ἐπώδυνον· μυξώδεα αἰεὶ ἐχώρει ἐπιεικῶς ξυγκεκαυμένα· καὶ θέρμη παρηκολούθει λεπτή· καὶ ἀπόσιτος· τὴν ἡμέρην ῥᾴων, ἐς νύκτα δὲ ὠδυνᾶτο. Ἐπεὶ δὲ τὸ κατὰ τὸ οὖς ἐῤῥάγη πῦον, ἔληξε πάντα· ἐῤῥάγη δὲ περὶ χειμῶνα. Ἦρά γε ἐν πᾶσι τοῖς ἐμπυήμασι καὶ τοῖσι περὶ ὀφθαλμὸν ἐς νύκτα οἱ πόνοι;

[58]    Οἷσι βῆχες χειμῶνος, μάλιστα δὲ νότοισι, παχέα καὶ πουλλὰ χρεμπτομένοισι, πυρετοὶ ἐπιγίνονται, ἐπιεικῶς δὲ πεμπταῖοι παύονται· αἱ βῆχες δὲ περὶ τὰς τεσσαράκοντα, οἷον Ἡγησιπόλει. Οἷσι θέρμαι λεπταὶ ἔστιν ὅτε παυομένων, οὐχ ὅλον τὸ σῶμα, ἀλλ' ἢ περὶ αὐχένα καὶ ὑπὸ μασχάλας, ἢ κεφαλὴν ἀφιδρώσαντες, παύονται.

[59]    Χάρητι, χειμῶνος, ἐκ βηχίου ἐπιδημίου προσγενόμενος πυρετὸς ἐπέλαβεν ὀξύς· τὰ ἱμάτια ἀπέβαλλεν· κῶμα μετὰ πόνου ἐγένετο· οὖρα ἐρυθρὰ, οἷον ὀρόβων πλύμα· ὑπόστασις εὐθὺς ἀπ' ἀρχῆς πολλὴ λευκὴ, ὕστερον δὲ καὶ ὑπέρυθρος. Ἑβδόμῃ, ἀπὸ βαλάνου σμικρὰ ὑπῆλθεν· τὸ κῶμα κατεῖχεν ἄλυπον· νοτὶς ἐπὶ μετώπῳ· ὕπνος ἐς νύκτα, καὶ θέρμη ἠπιωτέρη. Ὀγδόῃ, χυλὸν προσεδέξατο· κωματώδης διετέλει μέχρις ἑνδεκάτης. Ταύτῃ δὲ καὶ ἡ θέρμη μάλιστα ἔληξεν· ὑπῆν δὲ βὴξ, ἀπόχρεμψις διετέλει αἰεὶ πουλλὴ, ῥηϊδίως, πρῶτον γλίσχρη, λευκὴ, παχέη, ἐπεὶ δὲ ξυνεπεπαίνετο, ὁμοίη πυώδεσιν· οὖρα ἀπὸ ἑνδεκάτης καθαρώτερα, ὑπόστασις τρηχείη. Τρισκαιδεκάτῃ, ἄλγημα ἐπὶ δεξιὰ μέχρι κενεῶνος ἐς ὑπογάστριον· οὖρον ἴσχετο· πόμα τὸ ἀπὸ τοῦ καλλιφύλλου ξυνήνεγκεν. Πεντεκαιδεκάτῃ, πάλιν τὸ ἄλγημα. Ἑκκαιδεκάτῃ, ἐς νύκτα μᾶλλον τὸ ἄλγημα ὑποχονδρίου ἤρχετο ἐς κοιλίην· λινοζώστιος ὕδωρ ὑπήγαγεν. Ἡ θέρμη ἐντὸς τῶν εἴκοσιν ἐμωλύνθη, καὶ ἀποχρέμψιες παρηκολούθουν παχέαι, ῥηϊδίως, ἐς τεσσαράκοντα.

[60]    Ὑποκαθαίρειν τὰς κοιλίας ἐν τοῖσι νουσήμασιν, ἐπὴν πέπονα ᾖ ἢ πεμπταῖα, τὰς μὲν κάτω, ἐπὴν ἱδρυμένα ἴδῃς· σημεῖον, ἢν μὴ ἀσώδεες μηδὲ καρηβαρικοὶ ἔωσι, καὶ ὅτε αἱ θέρμαι πρηΰταται, καὶ ὅταν λήγωσι μετὰ τοὺς παροξυσμούς· τὰς δὲ ἄνω, ἐν τοῖσι παροξυσμοῖσι, τότε γὰρ καὶ αὗται μετεωρίζονται, ἐπὴν ἀσώδεες καὶ βαρέες τὰ ἄνω ἔωσιν. Διὰ τοῦτο δὲ μὴ ἐν ἀρχῇσι καθαίρειν, ὅτι ἀπὸ τοῦ αὐτομάτου ἐν τοῖσι χρόνοισι τούτοισιν, ἢ χρόνια ἐπικίνδυνα.

[61]    Ἐπὶ ὠλεκράνου ἐκ τρώματος τρωθέντος, πῆχυς ἐπισφακελίσας πυοῦται· πεπαινομένου δὲ, γλίσχρος ἰχὼρ καὶ κολλώδης ἐκθλίβεται· ταχὺ προσίσταται, ὡς καὶ Κλεογενίσκῳ καὶ Δημάρχῳ τῷ Ἀγλαοτέλεος· ὁμοίως δὲ καὶ πάνυ ἐκ τῶν αὐτῶν πῦον οὐδὲν, οἷον τῷ Αἰσχύλου παιδὶ ξυνέβη· πυουμένου δὲ, τοῖσι πλείστοισι φρῖκαι καὶ πυρετοὶ ἐπιγίνονται.

[62]    Ἀλκμᾶνι ἐκ νεφριτικῶν ἀνακομιζομένῳ, κάτω καὶ αἵματος ἀφαιρεθέντος, ἄνω καθ' ἧπαρ ἐστράφη· καὶ πρὸς καρδίην ἄλγος δεινόν· καὶ τὸ πνεῦμα ὑπὸ τοῦ πόνου κατείχετο· καὶ ἡ κοιλίη χαλεπῶς ὑπεχώρεε σμικρὰ σπυραθώδεα· ἄση οὐκ ἐνῆν· ῥῖγος δ' ἔστιν ὅτε καὶ πυρετὸς ὑπελάμβανε, καὶ ἱδρὼς, καὶ ἔμετος· καὶ ἐν τῷ ἀλγήματι οὐ ξυνέφερεν ὑποκλύσαι θαλάσσῃ, ξυνήνεγκεν ἀπὸ πιτύρων. Ἠσίτησεν ἡμέρας ἑπτὰ, μελίκρητον ἀκρητέστερον ἔπιε, μετὰ δὲ, χυλὸν φακοῦ, ὁτὲ δὲ λεπτὸν τὸ ἔτνος, ἐπέπινεν ὕδωρ, μετὰ δὲ, σκυλακίου ἑφθοῦ, μάζης μικρὸν ὅτι μάλιστα πάλαι ξυγκειμένης· προϊόντος δὲ, ἢ βόεια τραχήλια, ἢ κωλῆνας ὑείων κρεῶν ἑφθῶν. Τῇ προτεραίῃ, ὑδροποσίη, ἡσυχίη, σκέπη· πρὸς τὸ νεφριτικὸν, ἐκ τῆς σικύης κλυσμός.

[63]    Τῷ Παρμενίσκου παιδὶ, κώφωσις· ξυνήνεγκε μὴ κλύζειν, διακαθαίρειν δὲ εἰρίῳ· μοῦνον δὲ ἐγχέειν ἔλαιον ἢ νέτωπον· περιπατεῖν, ἐγείρεσθαι πρωῒ, οἶνον πίνειν λευκὸν, λαχάνων ἀπέχεσθαι, ἄρτῳ τρέφεσθαι, ἰχθύσι πετραίοισιν.

[64]    Τῇ Ἀσπασίου ὀδόντος δεινὸν ἄλγημα καὶ γνάθου· καστόριον καὶ πέπερι διακλυζομένη, καὶ κατέχουσα ἐν τῷ στόματι, ἀνῆκε, καὶ στραγγουρικὸν αὐτῇ ἀνῆκε προσθεμένῃ τὸ ἄλευρον τὸ ξὺν τῷ ῥοδίνῳ. Τὰς ἀφ' ὑστερέων κεφαλαλγίας καστόριον παύει. Τὰ πλεῖστα τῶν ὑστερικῶν, αἱ φῦσαι· σημεῖον, οἱ ἐρευγμοὶ, καὶ οἱ περὶ γαστέρα ψόφοι, καὶ ἐπάρματα ὀσφύος, καὶ περὶ νεφροὺς ἀλγήματα καὶ ἰσχία· καὶ ἐκγεγλευκισμένος μέλας· ἢ ἀρωμάτων τρίτον μέρος, ἀλεύρου δύο, ἐν οἴνῳ εὐώδει ἑψῆσαι λευκῷ, ἐπ' ὀθόνιον ἐπιχέαντα, ἐπαλείψαντα, καταπλάσσειν, ᾗ ἐπὶ τῆς γαστρὸς ἀλγήματα ὑστερικά.

[65]    Τῷ Καλλιμέδοντος ξυνήνεγκε πρὸς τὸ φῦμα τὸ ἐν τῷ τραχήλῳ, σκληρὸν ἐὸν καὶ μέγα καὶ ἄπεπτον καὶ ἐπώδυνον, καὶ ἀπόσχασις βραχίονος, λίνου σπόρῳ καταπλάσσειν πεφρυγμένῳ· οἴνῳ λευκῷ καὶ ἐλαίῳ δεύοντα ἐπιδεῖν μὴ θερμὸν μηδ' ἑφθὸν ἄγαν, ἢ ξὺν μελικρήτῳ ἑψεῖν ἄλευρον τήλιος, ἢ κριθῶν, ἢ πυρῶν.

[66]    Μελησάνδρῳ τοῦ οὔλου ἐπιβαλόντος, καὶ ὄντος ἐπωδύνου, καὶ σφόδρα οἰδέοντος, ἀπόσχασις βραχίονος, στυπτηρίη Αἰγυπτίη, ἐν ἀκμῇ παραστέλλειν.

[67]    Εὐτυχίδει ἐκ χολερικῶν ἐπὶ τὰ τῶν σκελέων τετανώδεα ἔληξεν· ἅμα τῇ κάτω ὑποχωρήσει κατακορέα χολὴν πολλὴν ἤμει ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, σφόδρα ὑπέρυθρον· ὑπὸ δὲ τὸν ἔμετον ἔπινε, καὶ ἀκρατὴς ἦν καὶ ἀσώδης, οὐδὲν κατέχειν ἠδύνατο οὐδὲ τὸ ἐκ τῶν σιδίων· καὶ οὔρου σχέσις καὶ τῆς κάτω διόδου· διὰ τοὺς ἐμέτους τρὺξ μαλθακὴ ἦλθε, καὶ κατέῤῥηξε κάτω.

[67bis]    Ὑδρωπιώδεα ταλαιπωρέειν, ἱδροῦν, ἄρτον ἐσθίειν, πίνειν μὴ πουλὺ, λούεσθαι κατὰ κεφαλῆς πολλῷ, μὴ θερμῷ, ἀλλὰ χλιηρῷ· ὁ οἶνος λευκός· ὕπνῳ μὴ πολλῷ χρῆσθαι.

[68]    Καλλιγένει, περὶ πέντε καὶ εἴκοσιν ἔτεα γεγενημένῳ, κατάῤῥοος· ἡ βὴξ πολλή· ἀνῆγε τὸ καταῤῥέον ὑπὸ βίης· οὐδὲν κάτω· ἔτεα τέσσαρα διετέλεσεν· θέρμαι λεπταὶ ἐν ἀρχῇ ἐγένοντο. Ἐλλέβορος οὐκ ὠφέλησεν, ἀλλὰ ὀλιγοσιτίη, ἀλλὰ τὸ συμπιασθῆναι· ἐσθίειν ἄρτον· οἶνον μέλανα· ὄψα, ὁποῖα ἐθέλοι· ἀπέχεσθαι δριμέων, ἁλυκῶν, λιπαρῶν, ὀποῦ σιλφίου, λαχάνων ὠμῶν· περιπατεῖν πουλλά· γαλακτοποσίη οὐ ξυνήνεγκεν, ἀλλὰ σήσαμον πίνειν, καθαρὸν, ὠμὸν, ὅσον ὀξύβαφον, σὺν οἴνῳ μαλθακῷ.

[69]    Τιμοχάρει, χειμῶνος, κατάῤῥους, μάλιστα ἐς τὰς ῥῖνας· ἀφροδισιάσαντι, ἐξηράνθη πάντα· κόπος, θέρμη ἐπεγένετο· κεφαλὴ βαρέη· ἱδρὼς ἀπὸ κεφαλῆς πουλύς· κατέῤῥει δὲ καὶ κατὰ τοῦ σώματος ὅλου· ἦν δὲ καὶ ὑγιαίνων ἱδρώδης· τριταῖος ὑγιάνθη.

[70]    Ὁ τοῦ Κλεομένεος παῖς, χειμῶνος ἀρξάμενος, ἀπόσιτος, ἄνευ πυρετοῦ ἐτρύχετο, καὶ ἤμει τὰ σιτία καὶ φλέγμα, μῆνας δὲ δύο ἡ ἀσιτίη παρηκολούθησεν.

[71]    Τῷ μαγείρῳ ἐν Ἀκάνθῳ τὸ κώφωμα ἐκ φρενίτιδος ἐγένετο· φαρμακοποσίη οὐδεμίη ξυνήνεγκεν· οἶνος μέλας, καὶ ἀρτοσιτίη, καὶ λουτρῶν ἀπέχεσθαι, χρίεσθαί τε καὶ ἀνατρίβεσθαι χριόμενον, μὴ σφόδρα θάλπειν, μὴ πολλῷ πυρὶ, ἀλλ' ἠπίῳ.

[72]    Οἷσι ῥεύματα ἐν ὀφθαλμοῖσι λεπτὰ καὶ χρόνια, ἢν πέπονα κατὰ ῥῖνας χωρήσῃ, ὠφελέονται.

[73]    ᾟσιν ἐν κυήμασιν ἐκ πτώματος ἢ σπάσματος ἢ πληγῆς πόνοι, ἐπιεικῶς ἐν τῇσι τρίτῃσι δηλοῖ, εἰ διαφθείρει.

[74]    Τῇ Σίμου τὸ τριηκοσταῖον ἀπόφθαρμα πιούσῃ τι ἢ αὐτόματον· ξυνέβη πόνος, ἔμετος χολωδέων πολλῶν, ὠχρῶν, πρασοειδέων, μελάνων, ὅτε πίοι. Τριταίῃ, σπασμός· τὴν γλῶσσαν κατεμασσᾶτο. Πρὸς τεταρταίην εἰσῆλθον· ἡ γλῶσσα μέλαινα, μεγάλη· τῶν ὀφθαλμῶν τὰ λευκὰ, ἐρυθρά· ἄγρυπνος· τεταρταίη ἀπέθανεν ἐς νύκτα.

[75]    Πυθοκλῆς τοῖσι κάμνουσιν ὕδωρ, γάλα πολλῷ τῷ ὕδατι μιγνὺς, ἐδίδου καὶ ἀνέτρεφεν.

[76]    Χειμέτλων, κατασχᾷν, ἀλεαίνειν τοὺς πόδας, ὡς μάλιστα ἐκθερμαίνειν πυρὶ καὶ ὕδατι. Ὀφθαλμοῖσι πονηρὸν, φακή· τοῖσί γε οὕτως ἔχουσιν, ἡ γλυκέη ὀπώρη, καὶ λάχανα. Τοῖσι περὶ ὀσφὺν ἢ ἰσχίον ἢ σκέλεα ἀλγήμασιν ἐκ πόνων, θαλάσσῃ, ὄξει, θερμοῖσι καταιονῇν, καὶ σπόγγους βάπτοντα πυριῇν, ἐπικαταδεῖν δὲ εἰρίοισιν· Ὀρίγανος ὀφθαλμιῶσι κακὸν πινομένη καὶ ὀδοῦσιν.

[77]    Ἡ ἀπὸ τοῦ κρημνοῦ κόρη πεσοῦσα, ἄφωνος· ῥιπτασμὸς αὐτὴν εἶχεν· ἤμεσεν ἐς νύκτα· αἷμα συχνὸν ἐῤῥύη, κατὰ τὸ οὖς τὸ ἀριστερὸν πεσούσης· καὶ μελίκρητον χαλεπῶς κατέπινεν· ῥέγχος εἶχε· πνεῦμα πυκνὸν, ὥσπερ τῶν ἀποθνησκόντων, φλέβες αἱ περὶ τὸ μέτωπον τεταμέναι, κλίσις ὑπτίη, πόδες χλιηροί· πυρετὸς πουλύς· ὁπότε ὀξύτατος, μάλιστα κατεπλήσσετο. Ἑβδόμῃ, φωνὴν ἔῤῥηξεν· αἱ θέρμαι λεπτότεραι· περιεγενέτο.

[78]    Ὀνισαντίδης τοῦ ὤμου τὸ ἄλγημα ἔσχεν ἐν θέρει γενόμενον ἐξ ἀποστάσιος· ἐν τῇ θαλάσσῃ βρέχειν τὸ σῶμα καὶ τὸν ὦμον ὡς πλεῖστον χρόνον ἐπὶ τρεῖς ἡμέρας· οἶνον λευκὸν ὑδαρέα ἅμα πίνειν ἐν τῇ θαλάσσῃ κατακείμενον, καὶ οὐρέειν ἐν τῇ θαλάσσῃ.

[79]    Ὁ γναφεὺς ὁ ἐν Σύρῳ, ὁ φρενιτικός· μετὰ δὲ καύσιος τρομώδης· σκελέων τὸ χρῶμα, οἷον ὑπὸ κωνώπων ἐν καταδήγμασιν· ὀφθαλμὸς μέγας, βραχείη κίνησις· φωνὴ κεκλασμένη, σαφὴς δέ· οὖρον καθαρὸν, ὑπόστασιν οὐκ ἔχον· ἦρα διὰ τὴν τῆς θαψίης ὑποχώρησιν; Ὀκτωκαιδεκαταῖος ἀνῆκε μολυνθεὶς ἄνευ ἱδρῶτος.

[80]    Ὁ ἐν Ὀλύνθῳ Νικόξενος ὁμοίως· ἑβδομαῖος ἐδόκει χαλάσειν μεθ' ἱδρῶτος· ῥοφήματα προσεφέρετο, οἶνον, βότρυν ἐξ ἡλίου. Πρὸς ἑπτακαιδεκαταῖον εἰσῆλθον· καυστικός· τοιοῦτον, ἡ γλῶσσα· θέρμη ἔξωθεν οὐ πάνυ ἰσχυρή· ἔκλυσις σώματος δεινή· φωνὴ κεκλασμένη, ἔργον ἀκοῦσαι, σαφὴς δέ· κρόταφοι ξυμπεπτωκότες· ὀφθαλμοὶ κοῖλοι· πόδες μαλθακοὶ καὶ χλιηροί· κατὰ σπλῆνα ξύντασις· τὸ κλύσμα οὐ πάνυ τι ἐδέχετο, ἀλλ' ἀνεπήδα· ἐς νύκτα ἐπῆλθε κόπρος ξυνεστηκυῖα ὀλίγη, καὶ αἵματός τι, οἶμαι ἀπὸ τοῦ κλυσμοῦ· οὖρον καθαρὸν, λαμπρόν· κλίσις ὑπτίη, σκέλεα διηνοιγμένα διὰ τὴν ἔκλυσιν· παράπαν ἄγρυπνος. Ἐντὸς τῶν εἴκοσιν ἡ θέρμη ἐμολύνθη. Πρῶτον, ποτὸν τὸ ἀπὸ κρίμνου, ἄλλοτε ἀπὸ μήλων ὁμοῦ καὶ σίδης χυλὸς καὶ φακοῦ πεφωσμένου ψυχρός· καὶ ἀλεύρου πλύμα ἑφθὸν, ψυχρόν· λεπτὸν ῥύφημα· περιεγένετο.

[81]    Τῶν κναφέων οἱ βουβῶνες ἐφυματοῦντο σκληροὶ καὶ ἀνώδυνοι περὶ ἥβην· ἐν τραχήλῳ ὅμοια μεγάλα· πυρετός· ἔμπροσθεν δὲ καὶ βηχώδεες ἀπὸ ῥηγμάτων. Τρίτῃ μὲν ἢ τετάρτῃ γαστὴρ ξυνετάκη, θέρμαι ἐπεγένοντο· γλῶσσα ξηρή· δίψα· ὑποχώρησις ἑκάστῳ χαλεπαί· ἀπέθανον.

[82]    Τὰ χολερικὰ ἐκ κρεηφαγίης, μάλιστα δὲ χοιρείων ἐνωμοτέρων, καὶ ἐρεβίνθων, καὶ μέθης εὐώδεος παλαιοῦ, καὶ ἡλιώσιος, καὶ σηπίης, καὶ καράβων τε καὶ ἀστακῶν, καὶ λαχανοφαγίης, μάλιστα δὲ πράσων καὶ κρομμύων, ἔτι δὲ θριδάκων ἑφθῶν, καὶ κράμβης, καὶ λαπάθων ἐνωμοτέρων, καὶ ἀπὸ πεμμάτων, καὶ μελιτωμάτων, καὶ ὀπώρης, καὶ σικύου πέπονος, καὶ οἰνογάλακτος, καὶ ὀρόβων, καὶ ἀλφίτων νέων. Μᾶλλον ἐν θέρει τὰ χολερικὰ, καὶ οἱ διαλείποντες πυρετοί. Καὶ οἷσι φρῖκαι ἐπιγίνονται, οὗτοι ἔστιν ὅτε κακοήθεις γίνονται, καὶ ἐς νοσήματα ὀξέα καθίστανται· ἀλλ' εὐλαβεῖσθαι χρή· μάλιστα δὲ τὰ τοιαῦτα νοσήματα ἡ πέμπτη καὶ ἡ ἑβδόμη καὶ ἡ ἐνάτη δηλοῦσι, βέλτιον δὲ μέχρι τῶν τεσσαρεσκαίδεκα φυλάσσεσθαι.

[83]    Φερεκύδει μεθ' ἡλίου τροπὰς χειμερινὰς, τῆς νυκτὸς, πλευροῦ δεξιοῦ ἄλγημα, καὶ πρότερον εἰθισμένον, ἔληξεν· ἠρίστησεν· ἐξελθὼν, ἔφριξε· πυρετὸς ἐς νύκτα· ἀνώδυνος· βηχίον ῥέον τι ξηρόν. Οὖρα πουλλὰ, ὑπόστασις πουλλὴ, ξυσματώδεα μαδαρὰ διεσπασμένα ἀπ' ἀρχῆς, μετὰ δὲ τέσσαρας θολερὰ ὑφίστατο, καὶ τὸ οὖρον οὐκ ἄχροον, ὑπόστασιν ἔχον, καὶ τὸ σύστημα οὐκ ἐφαίνετο ἐν τῷ χερνιβίῳ, ψύχεος ἐόντος. Τριταίῳ αὐτομάτη κοιλίη ὑπῆλθεν. Τετάρτῃ, βαλάνου γεγονότος, κοπρώδεα καὶ χολώδεα διεχώρησεν· ὑγρὸς περίῤῥοος. Ὕπνος ἐς νύκτα οὐ πάνυ, ἡμέρης δέ τι ἐκοιμᾶτο· δίψα οὐ σφοδρὴ, τεταρταίῳ μάλιστα ἐς νύκτα· δέρμα περὶ μέτωπον καὶ τὸ ἄλλο, μαλθακὸν, ὑποφέρειν αἰεί· πυρετὸς ἐκρατεῖτο πρὸς χεῖρα, καὶ ὑπενότιζεν, ἄδηλος· σφυγμὸς σφόδρα ἐν μετώπῳ φλεβῶν· βάρος ἐν τῇσιν ἐπιστροφῇσι καὶ ἐν τῇσιν ὑποχωρήσεσι πάσῃσιν ὀλίγον χρόνον· διὰ παντὸς ἀνώδυνος· ἀπ' ἀρχῆς ἀσώδης, καὶ κατὰ σμικρὸν ἤμει. Ἑβδόμῃ, παρὰ βαλάνου ὑπεχώρησε τρὶς, χολῶδες καὶ κοπρῶδες, ὑγρὸν σφόδρα καὶ ὠχρόν· καὶ ἤδη τι ὑποπαρέκρουε, καὶ νοτὶς ἐπ' ὀλίγον ἔστιν ὅτε περὶ μέτωπον· τὸ ἱμάτιον ἐπὶ τὸ πρόσωπον· τὰ ὄμματα διὰ κενῆς, ὡς εἴ τι βλέπων, ξυνέστρεφε, καὶ πάλιν κατέμυεν· τὸ ἱμάτιον ἀπέβαλλεν. Ἐναταίῳ ἱδρὼς πρωῒ ἀρξάμενος μέχρι στήθεος διετέλει, ἕως ἐτελεύτησε, καὶ ὁ πυρετὸς ἐπέτεινε, καὶ ἡ παραλήρησις· περὶ μέτωπον πλεῖστος ἱδρὼς, καὶ οἷον δεινὸν μὲν ἢ ἔκλευκον τὸ χρῶμα, τὸ δὲ ὑπὸ τὰς τρίχας ὡς ἐστιγμένον· ὑποχόνδριον δεξιὸν ἐπηρμένον· ὑφῆκεν ὑφ' ἑωυτὸν χολῶδες. Ὀγδόῃ, ὡς ὑπὸ κωνώπων ἀναδήγματα. Πρὸ τῆς τελευτῆς ἀνέβηξεν, οἷον ἐκ μύξης, μύκητα ξυνεστηκότα, λευκῷ φλέγματι περιεχόμενον· ἀπεχρέμπτετο δὲ καὶ ἔμπροσθεν σμικρὰ, λευκὰ, γαλακτώδεα.

[84]    ..... μετὰ τὸ δεῖπνον ἐν τῷ ὕπνῳ ἔφριξεν. Πρωῒ ἐξανέστη καρηβαρικός· ἔφριξεν, ἀπήμεσε, κεφαλὴν ἐβαρύνετο· ἐς νύκτα ἀνῆκε μέχρι μέσου ἡμέρης ἐπιεικῶς· ἔφριξε πάλιν· νύκτα χαλεπῶς. Τὴν ἐπιοῦσαν δὲ ἡμέρην, πυρετὸς ὀξύς· κεφαλῆς σφάκελος· ἔμετος χολῆς πολλῆς, ἡ πλείστη πρασοειδής· ἔληξε πάντα· ὕπνος ἐς νύκτα. Πρωῒ περιέψυκτο· ἱδρώτιον, νοτὶς ἐπιπολὺ τοῦ σώματος· κατὰ σπλῆνα τῇ χειρὶ ἐδείκνυεν ὀλίγον χρόνον ξύστρεμμα ἀνώδυνον, παραχρῆμα ἐμαράνθη. Ἐς νύκτα ἄγρυπνος· περὶ ἀγορὴν παρωξύνετο πυρετός· ἄση, σκοτόδινος, στρόφος, κεφαλῆς ὀδύνη, ἔμετος πρασοειδὴς, λεῖος, γλίσχρος ὡς φλέγμα· πρὸς δυσμὰς ἔληξε πάντα· ἱδρὼς κεφαλῆς, τραχήλου· ὑπεχώρησε μετὰ τὸν ἔμετον κοπρώδεα, ὑγρὰ, χολώδεα, οὔτε μέλανα, οὔτε ἐπεοικότα. Νύκτα μετρίως, καὶ τὴν ἐπιοῦσαν ἡμέρην· ἐς νύκτα πάλιν ἄγρυπνος· ἔμετος ὄρθρου ὁμοίως, καὶ τὴν ἐπιοῦσαν ἡμέρην ἄνευ ἄσης· τῆς δὲ κεφαλῆς μετὰ τὸν ἱδρῶτα ἔληξαν αἱ ὀδύναι· ἐς τὴν ἑσπέρην πάντα ἐχάλασεν. Ἐνάτῃ, οὐκ ἔτι ἤμεσεν· ἐθερμάνθη μᾶλλον· τοῖσιν ἄλλοισιν οὐκ ἐδόκει πυρεταίνειν· αἱ ἐν κροτάφοισι φλέβες ἐπήδων· ἀνώδυνος πάντων· δίψος ἦν αἰεί. Ἐναταῖος, ἐπὶ θῶκον ἀναστὰς, ἐλειποψύχει σφόδρα· ὑπεχώρησε πρὸς βάλανον ξυσμάτια μέλανα καὶ χολώδεα· χρῶμα κοπρῶδες, ὅσον ἀπέσταξεν· ἡ φωνὴ κεκλασμένη· ἐν τῇσιν ἐπιστροφῇσι βαρύς· ὀφθαλμοὶ κοῖλοι· δέρμα μετώπου περιτεταμένον· ἄλλως, εὔπνοος, κόσμιος· πρὸς τοῖχον τὰ πλεῖστα ἀπεστραμμένος, ὑγρὸς ἐν τῇσι κλίσεσιν, ἐπικεκαμμένος, ἀτρεμίζων· γλῶσσα λευκὴ, λείη. Περὶ δὲ τὰς δέκα καὶ μετὰ, οὖρα ἐρυθρὰ τὰ κυκλώδεα, ἐν μέσῳ σμικρὸν λευκόν. Δωδεκαταίῳ, πρὸς βάλανον ὅμοια ἀπέσταξε χολώδεα καὶ ξυσματώδεα· μετὰ τοῦ βαλανίου, λειποψυχίη· ἔπειτα τὸ στόμα ἐπεξηραίνετο, διεκλύζετο αἰεί· καὶ εἰ μὴ σφόδρα ψυχρὸν ἦν, θερμὸν ἔφασκεν εἶναι· τῆς χιόνος ἐπιεικῶς· εἶτα δίψα οὐκ ἐνῆν· τὸ ἱμάτιον αἰεὶ ἀπὸ τῶν στηθέων ἀπεώθει· τὴν χλαμύδα χλιαίνειν οὐκ εἴα· τὸ πῦρ πόῤῥω καὶ σμικρόν· γνάθων ἀμφοτέρων ἔρευθος· μετὰ ταῦτα ἄκροπις· ἀνεθερμάνθη μίην ἢ δύο ἡμέρας, καὶ ἔληξεν.

[85]    Ἀνδροθαλεῖ ἀφωνίη, ἄγνοια, παραλήρησις· παυθέντων δὲ τουτέων, περιῄει ἔτι συχνά· καὶ ὑποστροφαὶ ἐγίνοντο. Ἡ γλῶσσα διετέλει πάντα τὸν χρόνον ξηρή· εἰ μὴ διακλύσαιτο, διαλέγεσθαι οὐχ οἷός τε ἦν· καὶ σφόδρα πικρὴ ἦν τὰ πουλλά· ἔστι δ' ὅτε καὶ πρὸς καρδίην ὀδύνη. Φλεβοτομίη ἔλυσε ταῦτα· ὑδροποσίη· μελίκρητον· ἐλλέβορον ἔπιε μέλανα, χολῶδες οὐ διῄει, ἀλλ' ὀλίγον. Τέλος δὲ, χειμῶνος κατακλιθεὶς, ἐξ ἑωυτοῦ ἐγένετο· καὶ τὰ τῆς γλώσσης παθήματα ὅμοια· θέρμη λεπτή· γλῶσσα ἄχρως· φωνὴ περιπλευμονική· ἀπὸ τοῦ στήθεος τὸ ἱμάτιον ἀπέῤῥιπτε, καὶ ἐξάγειν ἑωυτὸν ὡς οὐρήσοντα ἐκέλευεν, οὐδὲν δυνάμενος σάφα εἰπεῖν, οὐδὲ ἐὼν παρ' ἑωυτὸν, ἐξῆγον αὐτόν· ἐς νύκτα ἐτελεύτησεν· ᾗσι κατεκλίνη, δύο ἢ τρεῖς ἡμέραι ἐγένοντο.

[86]    Τὸ Νικάνορος πάθος, ὁπότε ἐς ποτὸν ὥρμητο, φόβος τῆς αὐλητρίδος· ὅτε ἀρχομένης αὐλεῖν ἀκούσειεν ἐν τῷ ξυμποσίῳ, ὑπὸ δειμάτων ὄχλοι, μόγις ὑπομένειν ἔφη, ὅτε νὺξ εἴη, ἡμέρης δὲ ἀκούων, οὐδὲν διετρέπετο, καὶ ταῦτα παρείπετο χρόνον συχνόν.

[87]    Δημοκλέης δὲ ὁ μετ' ἐκείνου ἀμβλυώσσειν καὶ λυσισωματεῖν ἐδόκει, καὶ οὐκ ἂν παρὰ κρημνὸν ἔφη παρελθεῖν οὐδὲ ἐπὶ γεφύρης, οὐδὲ τοὐλάχιστον βάθος τάφρου τολμῆσαι ἂν, ὑπὸ δείματος μὴ πέσῃ, διελθεῖν, ἀλλὰ δι' αὐτῆς τῆς τάφρου πορεύεσθαι· τοῦτο χρόνον τινὰ αὐτῷ ξυμβῆναι.

[88]    Τὸ Φοίνικος, ἐκ τοῦ ὀφθαλμοῦ τὰ πουλλὰ ἐκ τοῦ δεξιοῦ ὥσπερ ἀστραπὴν ἐκλάμπειν ἐδόκει· οὐ πολὺ δὲ ἐπισχόντι, ὀδύνη ἐς κρόταφον τὸν δεξιὸν ἐγένετο δεινὴ, ἔπειτα καὶ ἐς ὅλην τὴν κεφαλὴν, καὶ ἐς τὸν τράχηλον, ᾗ δέδεται ἡ κεφαλὴ, ὄπισθεν τῶν σπονδύλων· καὶ ξύντασις καὶ σκληρότης ἀμφὶ τοὺς τένοντας· εἰ γοῦν ἐπειρᾶτο διακινέειν τὴν κεφαλὴν ἢ διοίγειν τοὺς ὀδόντας, ὠδυνᾶτο, ὡς σφόδρα ξυντεινόμενος. Ἔμετοι, ὁπότε γενοίατο, ἀπέτρεπον τὰς εἰρημένας ὀδύνας, ἢ ἠπιωτέρας ἐποίεον· καὶ φλεβοτομίη ὠφέλησε, καὶ ἐλλέβοροι ἦγον παντοδαπὰ, οὐχ ἥκιστα πρασοειδέα.

[89]    Τῷ Παρμενίσκῳ καὶ πρότερον ἐνέπιπτον ἀθυμίαι καὶ ἵμερος τῆς ἀπαλλαγῆς βίου, ὁτὲ δὲ πάλιν εὐθυμίη. Ἐν Ὀλύνθῳ δέ ποτε φθινοπώρου ἄφωνος κατείχετο, ἡσυχίην ἔχων, βραχύ τι ὅσον ἄρχεσθαι ἐπιχειρέων προσειπεῖν· εἰ δὲ δή τι καὶ διαλεχθείη, καὶ πάλιν ἄφωνος. Ὕπνοι ἐνῆσαν, ὁτὲ δὲ ἀγρυπνίη, καὶ ῥιπτασμὸς μετὰ σιγῆς, καὶ ἀλυσμὸς, καὶ χεὶρ πρὸς ὑποχόνδρια ὡς ὀδυνωμένῳ· ὁτὲ δὲ ἀποστραφεὶς, ἔκειτο ἡσυχίην ἄγων. Ἀπύρετος δὲ διατελέως, καὶ εὔπνοος· ἔφη δὲ ὕστερον ἐπιγινώσκειν τοὺς ἐσιόντας· πιεῖν δὲ ὁτὲ μὲν ἡμέρης ὅλης καὶ νυκτὸς, καὶ διδόντων, οὐκ ἤθελεν, ὁτὲ δὲ ἐξαίφνης τὸν στάμνον ἀρπάσας τοῦ ὕδατος παντὸς ἐξέπιεν· οὖρον παχὺ ὡς ὑποζυγίου. Περὶ δὲ τὴν τεσσαρεσκαιδεκάτην ἀνῆκεν.

[90]    Ἡ δὲ Κόνωνος θεράπαινα, ἐκ κεφαλῆς ὀδύνης ἀρξαμένης, ἐκτὸς ἑωυτῆς, καὶ βοὴ, καὶ κλαυθμὸς πουλὺς, ὀλιγάκις δὲ ἡσυχίη. Περὶ δὲ τὰς τεσσαράκοντα ἐτελεύτησεν· τὰς δὲ ἐπὶ τελευτῆς ὡς ἓξ ἡμέρας ἄφωνος καὶ σπασμώδης ἐγένετο.

[91]    Καὶ ὁ τοῦ Τιμοχάριος θεράπων, ἐκ μελαγχολικῶν δοκεύντων εἶναι καὶ τοιούτων, ἐτελεύτησεν ὁμοίως, καὶ περὶ ἡμέρας τὰς αὐτάς.

[92]    Τῷ Νικολάου, περὶ ἡλίου τροπὰς χειμερινὰς, ἐκ πότων ἔφριξεν· ἐς νύκτα πυρετός. Τῇ ὑστεραίῃ, ἔμετος χολώδης, ἄκρητος, ὀλίγος. Τρίτῃ δὲ, ἀγορῆς πληθούσης, ἱδρὼς δι' ὅλου τοῦ σώματος· ἔληξε, καὶ ταχὺ πάλιν ἐθερμάνθη· περὶ μέσας νύκτας, ῥῖγος, πυρετὸς ὀξύς. Ἡμέρης δὲ τὴν αὐτὴν ὥρην ἱδρώς· ταχὺ πάλιν ἐπεθερμάνθη· ἔμετος ὅμοιος. Τῇ τετάρτῃ, ἀπὸ ὕδατος λινοζώστιος ὑπεχώρησεν εὖ κοπρώδεα καὶ ὑγρὰ, ὑπομύσαρα δέ· οὖρα σποδοειδέα, οἷα ὕδωρ λινοζώστιος, οὐκ ἀνόμοια, ὑπόστασις οὐκ ἦν, οὐδὲ πουλὺ τὸ οὖρον· ἐναιωρήματα σμικρά· ἀλγήματα ὑποχονδρίου ἀριστεροῦ καὶ ὀσφύος, ᾤετο ἐκ τοῦ ἐμέτου· ἐπανέπνει ἔστι δ' ὅτε διπλόον· γλῶσσα λευκὴ, ἔχουσα ἐκ δεξιοῦ οἷον θέρμου πρόσφυσιν ὑποβρυχίην· διψώδης, ἄγρυπνος, ἔμφρων. Ἑκταίῳ δὲ δεξιὸς ὀφθαλμὸς μέζων ἐν τῷ βλέπειν. Ἑβδομαῖος ἐτελεύτησεν· κοιλίη πρὸ τῆς τελευτῆς ἐμετεωρίσθη, καὶ ἀποθανόντι τὰ ὄπισθεν ἐφοινίχθη.

[93]    Μέτωνι, μετὰ πληϊάδων δύσιν, πυρετὸς, πλευροῦ ἀριστεροῦ ὀδύνη μέχρι κληῗδος, οὕτω δὲ δεινὴ, ὥστε ἀτρεμίζειν οὐχ οἷός τ' ἦν, καὶ τὸ φλέγμα κατεῖχεν· ὑποχώρησις πουλλὴ, χολώδης. Ἐν τρισὶν ἡμέρῃσι σχεδὸν ἔληξεν ἡ ὀδύνη, ἡ θέρμη δὲ περὶ τὰς ἑπτὰ ἢ ἐννέα. Βὴξ ἐνῆν· ἀποχρέμψιες ὑπόχολοι οὐδὲ ἐγένοντο, οὐδὲ πολλαὶ, φλεγματώδεες δέ. Αἱ βῆχες παρηκολούθεον· σιτίων ἀπεγεύετο, ἔστιν ὅτε ἐξῄει ὡς ὑγιής· ὑπελάμβανον δὲ ἐνίοτε θέρμαι λεπταὶ ὀλίγον χρόνον· ἱδρώτια ἐγίνοντο ἐς νύκτα· τὸ πνεῦμα ἐν τῇ θέρμῃ πυκνότερον· γνάθων ἔρευθος· περὶ τὸ πλευρὸν βάρος καὶ ὑπὸ τὴν μασχάλην καὶ ἐς ὦμον. Αἱ βῆχες ἐπεῖχον· φάρμακον ἄνωθεν ἤγαγε χολώδεα· τρίτῃ ἀπὸ τοῦ φαρμάκου ἐῤῥάγη τὸ πῦον, ἀπὸ δὲ τῆς ἀρχῆς τοῦ ἀῤῥωστήματος τεσσαρακοστῇ· ἀπεκαθάρθη δὲ περὶ πέντε καὶ τριήκοντα ἡμέρας ἄλλας, καὶ ὑγιής.

[94]    Τῇ Θεοτίμου ἐν ἡμιτριταίῳ ἄση, καὶ ἔμετος, καὶ φρίκη ἅμα ἀρχομένῳ τῷ πυρετῷ, καὶ δίψα· προϊόντος καὶ ἀρχομένῳ ἐξαίσιον τὸ θερμόν· μελίκρητον πιούσῃ, καὶ ἀπεμεύσῃ, ἥ τε φρίκη καὶ ἡ ἄση ἐπαύσατο· καὶ τὸ ἀπὸ τῆς σίδης ὕστερον.

[95]    Τῇ Διοπείθεος ἀδελφεῇ ἐν ἡμιτριταίῳ δεινὴ καρδιαλγίη περὶ τὴν λῆψιν· καὶ ξυμπαρείπετο ὅλην τὴν ἡμέρην· καὶ κεφαλαλγίη, καὶ τῇσιν ἄλλῃσιν ὡσαύτως ὑπὸ πληϊάδος δύσιν· ἀνδράσι σπανιώτερα ἐγίνετο τὰ τοιαῦτα.

[96]    Τῇ Ἀπομότου ἐν ἡμιτριταίῳ, περὶ ἀρκτοῦρον, δεινὴ καρδιαλγίη περὶ τὴν λῆψιν, καὶ ἔμετοι, καὶ πνῖγες προσίσταντο ἅμα ὑστερικαὶ, καὶ ἐς τὸ μετάφρενον ὀδύναι κατὰ ῥάχιν· ὅτε δὲ ἐνταῦθα εἴη, ἔληγον αἱ καρδιαλγίαι.

[97]    Τῇ Τερπίδεω μητρὶ, τῇ ἀπὸ Δορίσκου, διαφθορῆς γενομένης μηνὶ πέμπτῳ διδύμων ἐκ πτώματος, τοῦ μὲν ἑτέρου αὐτίκα ὡς ἐν χιτῶνί τινι ἀπηλλάγη· τοῦ δὲ ἑτέρου ἢ πρότερον ἢ ὕστερον τεσσαράκοντα ἡμερέων ἀπηλλάγη· ὕστερον δὲ ἔλαβεν ἐν γαστρί. Ἔτει δὲ ἐνάτῳ ὀδύναι δειναὶ κατὰ γαστέρα ἐπὶ πουλὺν χρόνον· ἤρχοντο ἔστι μὲν ὅτε ἐκ τοῦ τραχήλου καὶ ῥάχιος, καθίσταντο δὲ ἐς ὑπογάστριον καὶ βουβῶνας· ἔστι δ' ὅτε ἐκ γούνατος τοῦ δεξιοῦ, καθίσταντο δὲ ἐς τωὐτό· καὶ ὅτε μὲν κατὰ τὴν γαστέρα αἱ ὀδύναι εἶεν, ἐμετεωρίζετο ἡ κοιλίη· ὅτε δὲ ἐπαύσατο, ξυνέπιπτεν ἡ καρδιαλγίη· πνιγμοὶ οὐκ ἐνῆσαν· ψύξις δὲ τοῦ σώματος ὡς ἐν ὕδατι κειμένῳ, κατὰ τὸν χρόνον ἡνίκα ἡ ὀδύνη ἐγίνετο. Ὑπέστρεφε δι' ὅλου τὰ ἀλγήματα ἠπιώτερα τῶν κατ' ἀρχάς. Σκόροδα, σίλφιον, τὰ δριμέα ξύμπαντα οὐ ξυνέφερεν, οὐδὲ τὰ γλυκέα, οὐδὲ τὰ ὀξέα, οὐδὲ οἱ λευκοὶ οἶνοι· οἱ μέλανες δὲ καὶ λουτρὰ ὀλιγάκις. Ἀρχομένῃ, καὶ ἔμετοι δεινοὶ ἐπεγίνοντο, καὶ τῶν σιτίων ἀποκλείσιες, καὶ περὶ τὰς ὀδύνας τὰ γυναικεῖα οὐκ ἐφαίνετο.

[98]    Τῇ Κλεομένεος, περὶ ζεφύρου πνοὰς, ἐκ ναυσίης καὶ κόπου, πλευροῦ ἀριστεροῦ ὀδύνη, ἐκ τραχήλου ἀρξαμένη καὶ τοῦ ὤμου· πυρετὸς καὶ φρίκη καὶ ἱδρώς. Ἤρξατο δὲ ὁ πυρετὸς, καὶ οὐκ ἔληγεν, ἀλλ' ἐπέτεινε· καὶ ἡ ὀδύνη δεινή· βὴξ, ἀπόχρεμψις ὕφαιμος, ὠχρὴ, πουλλή· γλῶσσα λευκή· διαχωρήματα μέτρια, ὑγρά· οὖρα χολώδεα. Τετάρτῃ ἐς νύκτα, τὰ γυναικεῖα ἦλθε πουλλά· ἔληξεν ἥ τε βὴξ καὶ ἡ ἀπόχρεμψις καὶ ἡ ὀδύνη, ἡ δὲ θέρμη λεπτή.

[99]    Τῇ Ἐπιχάρμου πρὸ τόκου δυσεντερίη, πόνος, ὑποχωρήματα ὕφαιμα, μυξώδεα· τεκοῦσα, παραχρῆμα ὑγιής.

[100]    Τῇ Πολεμάρχου ἐν ἀρθριτικοῖσιν ἰσχίου ἄλγημα ἐξαίφνης, γυναικείων οὐ γενομένων. Τὸ ἐν τῷ σεύτλῳ πιούσῃ, ἴσχετο ἡ φωνὴ νύκτα καὶ ἐς μέσον ἡμέρης· ἤκουε δὲ καὶ ἐφρόνει, καὶ τῇ χειρὶ ἐσήμαινεν ἀμφὶ τὸ ἰσχίον εἶναι τὸ ἄλγημα.

[101]    Τῇ Κλεινίου ἀδελφῇ, τῇ ἀφηλικεστέρῃ, ἔμετος, ὅ τι προσδέξαιτο, τεσσαρεσκαίδεκα ἡμέρας, ἄνευ πυρετοῦ, αἱματωδέων· ἐρευγμοί· καὶ, ξυνεσταλμένων, ἐχώρει πρὸς καρδίην πνίγμα. Καστόριον, σέσελι πάντα ἔπαυσε, καὶ τὸ ἀπὸ τῆς σίδης· ἀπέστη δὲ ἄλγημα μέτριον ἐς κενεῶνα. Βολβοῦ χυλός· καὶ οἶνος γαλακτώδης αὐστηρός· καὶ ἄρτοι ὡς ἐλάχιστοι ξὺν ἐλαίῳ.

[102]    Τῇ Παυσανίου κούρῃ, μύκητα ὠμὸν φαγούσῃ, ἄση, πνιγμὸς, ὀδύνη γαστρός. Μελίκρητον θερμὸν πίνειν καὶ ἐμέειν ξυνήνεγκε, καὶ λουτρὸν θερμόν· ἐν τῷ λουτρῷ ἐξήμεσε τὸν μύκητα, καὶ, ἐπεὶ λήξειν ἔμελλεν, ἐξίδρωσεν.

[103]    Ἐπιχάρμῳ, περὶ πληϊάδων δύσιν, ὤμου ὀδύνη, καὶ βάρος δεινὸν ἐς βραχίονα, ἄση, ἔμετοι συχνοὶ, ὑδροποσίη.

[104]    Τῷ Εὔφρονος παιδὶ ἐξανθήματα, οἷα ἀπὸ κωνώπων.

[105]    Μετὰ ζέφυρον αὐχμοὶ ἐγένοντο μέχρις ἰσημερίης μετοπωρινῆς· ὑπὸ κύνα δεινὰ πνίγεα, καὶ πνεύματα θερμὰ, καὶ πυρετοὶ ἱδρώδεες, καὶ πάλιν εὐθὺς ἐπεθέρμαινον· φύματα δὲ παρ' οὖς πολλοῖσιν ἐγένετο· τῇ γραίῃ τῇ Βησσιακῇ περὶ ἐνάτην· τῷ μειρακίῳ τῷ σπληνώδει τῷ τῆς παιδίσκης, κοιλίης ὑγρανθείσης, περὶ τὸν αὐτὸν χρόνον· Κτησιφῶντι ὑπ' ἀρκτοῦρον σχεδὸν περὶ τὰς ἑπτά· τῷ παιδὶ μοῦνον ἐπωθοῦντο· τῷ Ἐρατύλλου ἀπεμωλύνθη· παρὰ ἀμφοτέρων ἀνιδρώσιες, γλώσσης ὑπὸ ξηρότητος ψελλοί. Οἱ ὀρνιθίαι ἔπνευσαν πολλοὶ καὶ ψυχροί· καὶ χιόνες ἐξ εὐδίων ἔστιν ὅτε ἐγένοντο· καὶ μετὰ ἰσημερίην νότια διαμίσγοντα βορείοις, ὕδατα συχνά· ἐπεδήμησαν βῆχες πουλλαὶ, μᾶλλον δὲ παιδίοισι· παρὰ τὰ ὦτα πουλλοῖσιν, οἷα τοῖσι σατύροισιν· ὁτὲ δὲ ὁ πρὸ τούτου τοῦ χρόνου χειμὼν σφόδρα χειμερινὸς ἐγένετο ἐν χιόνι καὶ ὄμβροισι βορείοισιν.

[106]    Τῷ Τιμώνακτος παιδίῳ ὡς διμηνιαίῳ ἐξανθήματα ἐν σκέλεσι, καὶ ἐν ἰσχίοισι, ὀσφύϊ, ὑπογαστρίῳ, καὶ οἰδήματα σφόδρα ἐνερευθῆ. Καταστάντων δὲ τούτων, σπασμοὶ καὶ ἐπιληπτικὰ ἐγένοντο ἄνευ πυρετῶν ἡμέρας πολλὰς, καὶ ἐτελεύτησεν.

[107]    Τῷ τοῦ Πολεμάρχου ξυνέβη μὲν τῷ ἔμπροσθεν χρόνῳ ἐμπυωθῆναί τε καὶ ἀποχρέμψασθαι· ὕστερον δὲ θέρμαι αὐτῷ ἦσαν, καὶ ὑδρωπιώδης τε ἦν, καὶ ἐπίσπληνος, καὶ ἀσθματώδης, πρὸς αἶπος εἴ ποτε ἴοι, καὶ ἀδύνατος, καὶ διψώδης, καὶ ἀπόσιτος ἐπιεικῶς ἔστιν ὅτε, καὶ βηχία ξηρὰ ἐπὶ πουλὺν χρόνον οὕτως ἐγίνετο· ὑπεφέρετο, καὶ εἰ μή τι εὔλυτος γίνοιτο κοιλίη κάτω, πλήρης ἐγένετο ἄνω, καὶ ἆσθμα καὶ πνίγμα ἐγίνετο μᾶλλον. Τέλος δὲ κατάῤῥοος, καὶ ἀπόχρεμψις ἐπικατῆλθε, καὶ βήξ· ἡ δὲ ἀπόχρεμψις, παχέα καὶ ὠχρὰ πῦα· καὶ πυρετὸς σφοδρός· καὶ ἐδόκει λῆξαι, καὶ ἡ βὴξ πρηϋτέρη, καὶ ἡ ἀπόχρεμψις καθαρή. Ὑπέστρεψε, πάλιν ὀξὺς πυρετός· πνεῦμα πυκνόν· ἐτελεύτησε, πλὴν προσεῤῥίγωσε πόδας, καὶ κατεψύχθη· μετὰ ταῦτα πνεῦμα μᾶλλον ἐγκατελήφθη· ἡ οὔρησις ἔστη· τὰ ἄκρεα κατεψύχθη· ἔμφρων ἐτελεύτησε τριταῖος ἀπὸ τῆς ὑποστροφῆς.

[108]    Τῷ τοῦ Θυνοῦ σφόδρα ἐν πυρετῷ καυσώδει ἐλιμοκτονήθη· ὑποχώρησις συχνὴ χολῆς ἐγένετο μετὰ ἀψυχίης καὶ ἱδρῶτος πολλοῦ· κατεψύχθη σφόδρα· ἄφωνος ἦν ἡμέρην ὅλην καὶ νύκτα· ἐγχεόμενος χυλὸν πτισάνης, κατείχετο, ἐφρόνεεν, εὔπνοος ἦν.

[109]    Τῷ Ἐπιχάρμου ξυνέβη ἐκ περιόδου καὶ ποτοῦ ἀπεψίη. Τῇ ὑστεραίῃ δὲ πρωῒ ἄσης γενομένης, πιὼν ὕδωρ, ὄξος, ἅλας, ἐξήμεσε φλέγμα· μετὰ δὲ, ῥῖγος ἔλαβεν· ἐλούσατο πυρεταίνων, τὸ στῆθος ἤλγει. Τῇ τρίτῃ εὐθὺς πρωῒ, κῶμα ὀλίγον χρόνον ἐπεῖχε, καὶ ἐπελήρει, καὶ πυρετὸς ὀξύς· βαρέως ἔφερε τὴν νοῦσον. Τῇ τετάρτῃ, ἄγρυπνος· ἀπέθανεν.

[110]    Ἀρίστωνι, δακτύλου ποδὸς ἡλκωμένου, ξὺν πυρετῷ ἀσάφεια· τὸ γαγγραινῶδες ἀνέδραμεν ἄχρι πρὸς γόνυ· ἀπώλετο· ἦν δὲ μέλαν, ὑπόξηρον, δυσῶδες.

[111]    Ὁ τὸ καρκίνωμα τὸ ἐν τῇ φάρυγγι καυθεὶς, ὑγιὴς ἐγένετο ὑφ' ἡμέων.

[112]    Πολύφαντος ἐν Ἀβδήροισι κεφαλὴν ὠδυνᾶτο ἐν πυρετῷ σφοδρῷ· οὖρα λεπτὰ, πουλλά· ὑποστάσιες δασέαι καὶ ἀνατεταραγμέναι· οὐ παυομένου δὲ τοῦ ἀλγήματος τῆς κεφαλῆς, πταρμικὰ προσετέθη ἐόντι δεκαταίῳ. Μετὰ δὲ, ἐς τράχηλον ὀδύνη ἰσχυρή· οὖρον ἦλθεν ἐρυθρὸν, ἀνατεταραγμένον, οἷον ὑποζυγίου· παρέκρουσε τρόπον φρενιτικόν· ἀπέθανεν ἐν σπασμοῖσιν ἰσχυροῖσιν. Παραπλησίως δὲ καὶ ἡ τοῦ Εὐαλκίδου οἰκέτις ἐν Θάσῳ, ᾗ πουλὺν χρόνον τὰ δασέα ἐχώρει οὖρα, καὶ κεφαλαλγίαι ἐνῆσαν· φρενιτικὴ γενομένη ἀπέθανεν ὡσαύτως σπασμοῖσιν ἰσχυροῖσι· πάνυ γὰρ τὰ δασέα οὖρα καὶ ἀνατεταραγμένα, σημεῖον ἀκριβὲς κεφαλαλγίης καὶ σπασμοῦ καὶ θανάτου. Ὁ δὲ Ἁλικαρνασσεὺς ὁ ἐν τῇ Ξανθίππου οἰκίῃ καταλύων οὖς ἐν χειμῶνι ὠδυνᾶτο καὶ κεφαλὴν οὐ μετρίως· ἦν δὲ περὶ ἔτεα πεντήκοντα· φλέβα ἐτμήθη κατὰ Μνησίμαχον· ἐβλάβη ἡ κεφαλὴ κενωθεῖσα, καὶ ψυχθεῖσα, οὐ γὰρ ἐξεπύησε, φρενιτικὸς ἐγένετο, ἀπέθανεν· οὖρα καὶ τούτῳ δασέα.

[113]    Ἐν Καρδίῃ, τῷ Μητροδώρου παιδὶ ἐξ ὀδόντων ὀδύνης σφακελισμὸς σιηγόνος, καὶ οὔλων ὑπερσάρκωσις δεινή· μετρίως ἐξεπύησεν· ἐξέπεσον οἵ τε γόμφιοι καὶ ἡ σιηγών.

[114]    Ἀναξήνωρ, ἐν Ἀβδήροισιν, ἦν μὲν σπληνώδης καὶ κακόχρους· ξυνέβη δὲ αὐτῷ, οἰδήματος γενομένου περὶ μηρὸν τὸν ἀριστερὸν, ἐξαπίνης τοῦτο ἀφανισθῆναι· οὐ πολλῇσι δὲ ὕστερον ἡμέρῃσιν ἐγενήθη αὐτῷ κατὰ τὸν σπλῆνα οἷον ἐπινυκτὶς ἐξ ἀρχῆς, ἔτι δὲ οἴδημα καὶ ἐρύθημα σκληρόν· μετὰ δὲ ἡμέρην τετάρτην πυρετὸς ἐγένετο καυσώδης, καὶ ἐπελιδνώθη πάντα κύκλῳ καὶ σαπρὰ ἐδόκει· ἀπέθανεν· ὑπεκαθάρθη δὲ πρότερον καὶ κατενόει.

[115]    Κλόνιγος, ἐν Ἀβδήροισιν, ἦν μὲν νεφριτικός· οὔρει δὲ αἷμα κατὰ σμικρὸν πουλὺ χαλεπῶς· ἠνώχλει δὲ καὶ κοιλίη δυσεντερική. Τούτῳ πρωῒ μὲν ἐδίδοτο γάλα αἴγειον καὶ ὕδατος πέμπτη μερὶς, ἀνεζεσμένον, τὸ πᾶν κοτύλαι τρεῖς· ἑσπέρην δὲ, ἄρτος μὲν ἔξοπτος· ὄψα δὲ, σεῦτλα, ἢ σίκυος, οἶνος μέλας λεπτός· ἐδίδοτο δὲ καὶ σίκυος πέπων· οὕτω δὲ διαιτωμένῳ καὶ ἡ κοιλίη ξυνέστη, καὶ τὰ οὖρα καθαρὰ ἐφοίτα· ἐγαλακτοπότησε δὲ, ἕως τὰ οὖρα ἀποκατέστη.

[116]    Γυναικὶ, ἐν Ἀβδήροισι, καρκίνωμα ἐγένετο περὶ τὸ στῆθος· ἦν δὲ τοιοῦτον· διὰ τῆς θηλῆς ἰχὼρ ὕφαιμος ἔῤῥει· ἐπιληφθείσης δὲ τῆς ῥύσιος, ἀπέθανεν.

[117]    Τῷ Δεινίου παιδίῳ ἐν Ἀβδήροισι μετρίως ὀμφαλὸν τμηθέντι, συρίγγιον κατελείφθη, καί ποτε καὶ ἕλμινς δι' αὐτοῦ διῆλθεν ἁδρὰ, καὶ ἔφη, ὅτε πυρέξειε, χολώδεα ὅτι καὶ αὐτὰ ταύτῃ διῄει. Προσεπεπτώκει τούτῳ τὸ ἔντερον πρὸς τῷ συριγγίῳ, καὶ διεβέβρωτο ὡς τὸ συρίγγιον, καὶ ἐπανεῤῥήγνυτο, καὶ βηχία διεκώλυε διαμένειν.

[118]    Τῷ παιδίῳ τῷ Πύθωνος, ἐν Πέλλῃ, πυρετὸς αὐτίκα ἤρξατο πουλὺς, καὶ καταφορὴ πουλλὴ μετὰ ἀφωνίης· ὕπνοι ἐγένοντο, καὶ κοιλίη σκληρὴ παρὰ πάντα τὸν χρόνον. Προστιθεμένου δὲ τοῦ ἐκ τῆς χολῆς, πουλλὰ διεχώρει, καὶ αὐτίκα ἐνεδίδου· ταχὺ δὲ πάλιν ἡ κοιλίη ἐπῄρετο, καὶ ὁ πυρετὸς παρωξύνετο, καὶ ἡ καταφορὴ διὰ τῶν αὐτῶν. Τῆς δ' αὐτῆς ἀγωγῆς ἐούσης, ἐδόθη τι τῶν σὺν κνήκῳ, καὶ σικύου, καὶ μηκωνίου, καὶ χολώδεα κατέῤῥηξε, καὶ αὐτίκα τὸ κῶμα ἐπέπαυτο, καὶ ὁ πυρετὸς ἐπρηΰνετο, καὶ τὰ ὅλα ἐκουφίσθη, καὶ ἐκρίθη τεσσαρεσκαιδεκαταῖος.

[119]    Εὔδημος σπλῆνα ἐπόνει ἰσχυρῶς· προσετάσσετο ὑπὸ τῶν ἰητρῶν ἐσθίειν πουλλὰ, πίνειν οἶνον μὴ ὀλίγον, λεπτὸν, περιπατεῖν συχνά· οὐ μετέβαλλεν· ἐφλεβοτομήθη· σιτία καὶ ποτὰ πεφεισμένως· περίπατοι ἐκ προσαγωγῆς· οἶνος μέλας λεπτός· ὑγιάνθη.

[120]    Φιλιστίδι τῇ Ἡρακλείδου γυναικὶ ἤρξατο πυρετὸς ὀξὺς, ἔρευθος προσώπου, ἐξ οὐδεμιῆς προφάσιος· ὀλίγον δ' ὕστερον τῆς ἡμέρης ἐῤῥίγωσεν· οὐκ ἀναθερμανθείσης, σπασμὸς ἐγένετο ἐν τοῖσι δακτύλοισι τῶν χειρῶν καὶ τῶν ποδῶν· σμικρὸν δὲ μετὰ ταῦτα ἐπεθερμάνθη, οὔρησε τροφιώδεα, νεφελώδεα, διεσπασμένα, νύκτα ἐκοιμήθη. Δευτέρῃ, ἐπεῤῥίγωσεν ἡμέρῃ, σμικρῷ μᾶλλον ἐθερμάνθη· καὶ τὸ ἔρευθος ἧσσον· καὶ οἱ σπασμοὶ ἐγένοντο μετριώτεροι· οὖρα διὰ τῶν αὐτῶν· νύκτα ἐκοιμήθη, σμικρὰ διαγρυπνήσασα, μηδεμιῆς δυσφορίης ἐούσης. Τριταίη οὔρησεν εὐχροώτερα, σμικρὰ ὑφεστηκότα· τὴν δ' αὐτὴν ὥρην ἐπεῤῥίγωσε· πυρετὸς ὀξύς· ἱδρὼς ἐς νύκτα δι' ὅλον· ὀψὲ δὲ τῆς ἡμέρης τὸ χρῶμα ἀνετράπη ἐς τὸν ἰκτερώδεα τρόπον· νύκτα ὕπνωσε δι' ὅλου. Τεταρταίῃ αἷμα ἐκ τοῦ ἀριστεροῦ ἐῤῥύη καλῶς, καὶ γυναικεῖα σμικρὰ ἐπεφάνη ἐν τάξει· πάλιν δὲ τὴν αὐτὴν ὥρην τὸ πυρέτιον παρωξύνθη· οὖρα τροφιώδεα σμικρά· κοιλίη δὲ, φύσει μὲν σκληρὴ, πουλὺ δέ τι μᾶλλον ξυνεστήκει, καὶ οὐδὲν διῄει, εἰ μὴ βάλανον πρόσθοιτο· νύκτα ὕπνωσεν. Πεμπταίῃ τό τε πυρέτιον πρηΰτερον, καὶ πρὸς τὴν ἑσπέρην δι' ὅλου ἵδρου· καὶ γυναικείων χώρησις· καὶ νύκτα ὕπνωσεν. Ἑκταίη οὔρησεν ἀθρόον πουλὺ τροφιῶδες, σμικρὴν ὑπόστασιν ἔχον ὁμόχροον· περὶ δὲ μέσον ἡμέρης, σμικρὰ ἐῤῥίγωσεν, ὑπεθερμάνθη, ἵδρωσε δι' ὅλου· νύκτα ἐκοιμήθη. Ἑβδομαίη σμικρὰ ὑπεθερμάνθη, εὐφόρως ἤνεγκεν· ἵδρωσε δι' ὅλου· οὖρα εὔχροα· ἐκρίθη πάντα.

[121]    Τύχων ἐν τῇ πολιορκίῃ τῇ περὶ Δάτον ἐπλήγη καταπέλτῃ ἐς τὸ στῆθος, καὶ μετ' ὀλίγον γέλως ἦν περὶ αὐτὸν θορυβώδης· ἐδόκει δέ μοι ὁ ἰητρὸς ἐξαίρων τὸ ξύλον ἐγκαταλιπεῖν τὸν σίδηρον κατὰ τὸ διάφραγμα. Ἀλγέοντος δὲ αὐτοῦ, περὶ τὴν ἑσπέρην ἔκλυσέ τε καὶ ἐφαρμάκευσε κάτω· νύκτα διήγαγε τὴν πρώτην δυσφόρως· ἅμα δὲ τῇ ἡμέρῃ ἐδόκει καὶ τῷ ἰητρῷ καὶ τοῖσιν ἄλλοισι βέλτιον ἔχειν· ἦν γὰρ ἡσυχαῖος. Πρόῤῥησις, ὅτι, σπασμοῦ γενομένου, οὐ βραδέως ἀπολεῖται. Ἐς τὴν ἐπιοῦσαν νύκτα, δύσφορος, ἄγρυπνος, ἐπὶ γαστέρα τὰ πολλὰ κείμενος. Τρίτῃ, πρωῒ ἐσπᾶτο· περὶ μέσον ἡμέρης ἐτελεύτησεν.

[122]    Εὐνοῦχος ἐκ κυνηγεσίης καὶ διαδρομῆς ὑδραγωγὸς γίνεται. Ὁ παρὰ τὴν Ἐλεαλκέος κρήνην, ὁ περὶ τὰ ἓξ ἔτεα ἔσχεν ἵππουρίν τε καὶ βουβῶνα καὶ ἴξιν καὶ κέδματα. Ὁ τὸν αἰῶνα φθινήσας ἑβδομαῖος ἀπέθανεν. Πυοποιούντων ἄπεπτον, ἁλμυρὰ μετὰ μέλιτος. Πορνείη ἄχρωμος δυσεντερίης ἄκος.

[123]    Τῇ Λεωνίδεω θυγατρὶ ἡ φύσις ὁρμήσασα ἀπεστράφη, ἀποστραφεῖσα, ἐμυκτήρισεν· μυκτηρίσασα διηλλάγη· ὁ ἰητρὸς οὐ ξυνεῖδεν· ἡ παῖς ἀπέθανεν.

[124]    Ὁ Φιλοτίμου παῖς ἔφηβος ἦλθεν εἰς μὲ εὑρὼν κρανίον ὀστέον ἔρημον ἰητρικῆς ἐς ἰηχῖνα τὰ κρύφημα οὐκ ὀρῶν ἑστῶτα.