5009 465 9 82 338 79 III a. C. Mim. Herodas Mimiambi Cunningham, I.C., Oxford, Clarendon Press, 1971. 71

HERODAS - Mimiambi

I

ΜΗΤΡΙΧΗ

Θ̣[ρέις]σ̣α, ἀράσσει τὴν θύρην τις· οὐκ ὄψηι

μ̣[ή] τ̣[ις] παρ' ἠμέων ἐξ ἀγροικίης ἤκει;

ΘΡΕΙΣΣΑ

τί̣σ̣ τ̣[ὴν] θ̣ύρην; ΓΥΛΛΙΣ ἐγὦδε. ΘΡ. τίς σύ; δειμαίνεις

ἆσσον προσελθεῖν; ΓΥ. ἢν ἰδού, πάρειμ' ἆσσον.

   5‹ΘΡ.› τίς δέ εἰ‹ς› σύ; ‹ΓΥ.› Γυλλίς, ἠ Φιλαινίδος μήτηρ.

ἄγγειλον ἔνδον Μητρίχηι παρεῦσάν με.

ΘΡ. καλεῖ ‑ ‹ΜΗ.› τίς ἐστιν; ‹ΘΡ.› Γυλλίς. ‹ΜΗ.› ἀμμίη Γυλλίς.

στρέψον τι, δούλη. τίς σε μοῖρ' ἔπεισ' ἐλθεῖν,

Γυλλίς, πρὸς ἠμέας; τί σὺ θεὸ̣σ̣ π̣ρ̣ὸ̣ς ἀνθρώπους;

  10ἤδη γάρ εἰσι πέντε κου, δοκέω̣, [μ]ῆ̣ν̣[ε]ς̣

ἐξ οὖ σε, Γυλλίς, οὐδ' ὄναρ, μὰ τὰς Μοίρας,

πρὸς τὴν θύρην ἐλθοῦσαν εἶδέ τις ταύτην.

ΓΥ. μακρὴν ἀποικέω, τέκνον, ἐν δὲ τῆις λαύρηις

ὀ πηλὸς ἄχρις ἰγνύων προσέστηκεν,

  15ἐγὼ δὲ δραίνω μυῖ' ὄσον· τὸ γὰρ γῆρας

ἠμέα̣ς καθέλκει καὶ σκιὴ παρέστηκεν.

[ΜΗ.] ...].ε καὶ μὴ τοῦ χρόνου καταψεύδεο·

......]. γὰρ, Γυλλί, κἠτέρους ἄγχειν.

ΓΥ. σίλλ̣[α]ι̣ν̣ε· ταῦτα τῆις νεωτέρηις ὖμιν

  20πρόσεστιν. ‹ΜΗ.› ἀλλ' οὐ τοῦτο μή σε θερμήνηι.

‹ΓΥ.› ἀλλ' ὦ τέκνον, κόσον τιν' ἤδη χηραίνεις

χρόνον μόνη τρύχουσα τὴν μίαν κοίτην;

ἐξ οὖ γὰρ εἰς Αἴγυπτον ἐστάλη Μάνδρις

δέκ' εἰσὶ μῆνες, κοὐδὲ γράμμα σοι πέμπει,

  25ἀλλ' ἐκλέλησται καὶ πέπωκεν ἐκ καινῆς.

κεῖ δ' ἐστὶν οἶκος τῆς θεοῦ· τὰ γ̣ὰρ πάντα,

ὄσσ' ἔστι κου καὶ γίνετ', ἔστ' ἐν Αἰγύπτωι·

πλοῦτος, παλαίστρη, δύναμι[ς], εὐδίη, δόξα,

θέαι, φιλόσοφοι, χρυσίον, νεηνίσκοι,

  30θεῶν ἀδελφῶν τέμενος, ὀ βασιλεὺς χρηστός,

Μουσῆιον, οἶνος, ἀγαθὰ πάντ' ὄσ' ἂν χρήιζηι,

γ̣υναῖκες, ὀκ̣όσους οὐ μὰ τὴν Ἄ̣ιδεω Κούρην

ἀ̣σ̣τ̣έ̣ρας ἐνεγκεῖν οὐραν[ὸ]ς κεκαύχηται,

τ̣ὴ̣ν̣ δ̣' ὄψιν̣ οἴαι πρὸς Πάρι[ν] κοτ' ὤρμησαν

  35.... κρι]θ̣ῆ̣ναι καλλονήν ‑ λάθοιμ' αὐτάς

......]. κο[ί]ην οὖν τάλαιν[α] σὺ ψυχήν

ἔ]χ̣ο̣[υς]α̣ θάλπεις τὸν δίφρον; κατ' οὖν λήσεις

......] καί σευ τὸ ὤριον τέφρη κάψει.

.....]νον ἄλληι κἠμέρας μετάλλαξον

  40τὸ]ν̣ νο̣ῦν δύ' ἢ τρεῖς, κἰλαρὴ κατάστηθι

(.).....ις ἄλλον· νηῦς μιῆς ἐπ' ἀγκύρης

οὐκ] ἀ̣σ̣φ̣α̣λ̣ὴς ὀρμε̣ῦσ̣α̣· κεῖνος ἢν ἔλθηι

........]..[..]ν[.] μηδὲ εἶς ἀναστήσηι

ἠ]μέασ̣ ....τοδιν̣α̣ δὲ ἄγριος χειμών

  45..[.............].. κοὐδὲ εἶς οἶδεν

.......]ν ἠμέων ἄστατος γὰρ ἀνθρώποις

......].λ̣η[.]ς. ἀλλὰ μήτις ἔστηκε

σύνεγγυσ̣ ἦμιν; ‹ΜΗ.› οὐδὲ ε[ἶ]ς. ‹ΓΥ.› ἄκουσον δή

ἄ σοι χρ[εΐ]ζουσ' ὦδ' ἔβην ἀπαγγεῖλαι·

  50ὀ Ματαλ[ί]νης τῆς Παταικίου Γρύλλος,

ὀ πέντε νικέω̣ν ἆθλα, παῖς μὲν ἐν Πυθοῖ,

δὶς δ̣' ἐ̣ν̣ Κορίνθ̣ω̣ι τοὺς ἴουλον ἀνθεῦντας,

ἄνδρας δὲ Πίσ̣η̣ι̣ δ̣ὶ̣σ̣ κ̣αθεῖλε πυκτεύσας,

πλουτέων τὸ̣ κ̣α̣λ̣ό̣ν, οὐδὲ κάρφος ἐκ τῆς γῆς

  55κινέων, ἄθικτο̣σ̣ ἐ̣σ̣ Κ̣υ̣θ̣ηρίην σφρηγίς,

ἰδών σε κα̣θόδ̣ω̣ι τ̣ῆ̣σ̣ Μίσης ἐκύμηνε

τὰ σπλ̣ά̣γ̣χν̣' ἔρω̣τ̣ι̣ κ̣α̣ρδίην ἀνοιστρηθείς,

καί μευ̣ οὔτ̣ε νυκτὸς οὔτ' ἐπ' ἠμέρην λείπει

τὸ δῶμα̣, [τέ]κνον, ἀλλά μευ κατακλαίει

  60καὶ ταταλ[ί]ζει κα̣ὶ̣ ποθέων ἀποθνήισκει.

ἀλλ', ὦ τέ̣κ̣νον μ̣οι Μητρίχη, μίαν ταύτην

ἀμαρτ̣ί̣η̣ν̣ δ̣ὸς τ̣ῆι θ̣ε̣ῶι· κατάρτησον

σαυτή̣ν̣, τ̣ὸ̣ [γ]ῆρα̣ς μ̣ὴ̣ λ̣άθηι σε προσβλέψαν.

καὶ δοιὰ πρήξεις· ἠδε.[.]..[.].[..].[

  65δοθήσεταί τι μέζον ἢ δοκεῖς· σκέψαι,

πείσθητί μευ· φιλέω σε, να[ὶ] μὰ τὰς Μοίρας.

ΜΗ. Γυλλί, τὰ λευκὰ τῶν τριχῶν ἀπαμ̣βλύνει

τὸν νοῦν· μὰ τὴν γὰρ Μάνδριος κα̣τ̣άπλωσιν

καὶ τὴν φίλην Δήμητρα, ταῦτ' ἐγὼ [ἐ]ξ ἄλλης

  70γυναικὸς οὐκ ἂν ἠδέως ἐπ̣ήκουσ̣α,

χωλὴν δ' ἀείδειν χώλ' ἂν ἐξεπαίδευσα

καὶ τῆς θύρης τὸν οὐδὸν ἐχθρὸν ἠγεῖσθαι.

σὺ δ' αὖτις ἔς με μηδὲ ἔν‹α›, φί̣λη, τοῖον

φέρουσα χώρει μῦθον· ὂν̣ δ̣ὲ γρή̣ιηισ̣ι̣

  75πρέπει γυναιξὶ τῆις νέηις ἀπάγγε̣λλε·

τὴν Πυθέω δὲ Μητρίχην ἔα θάλπειν

τὸν δίφρον· οὐ γὰρ ἐνγελᾶι τ̣ι̣ς εἰς Μάνδριν.

ἀλλ' οὐχὶ τούτων, φασί, τῶν λό̣γ̣ων Γυλλίς

δεῖται· Θρέισσα, τὴν μελαινίδ' ἔκτ[ρ]ιψον

  80κ̣ἠ̣κτημ̣όρους τρεῖς ἐγχέασ̣[α τ]ο̣ῦ̣ [ἀ]κρήτου

καὶ ὔδωρ ἐπιστάξασα δὸς πιε̣ῖ[ν]. ΓΥ. κα̣λ̣ῶς̣.

‹ΜΗ.› τῆ, Γυλλί, πῖθι. ‹ΓΥ.› δεῖξον οὐ[.]......πα.[

πείσουσά σ' ἦλθον, ἀλλ' ἔ̣κ̣η̣[τι] τ̣ῶν ἰ̣ρ̣ῶν.

‹ΜΗ.› ὦν οὔνεκέν μοι, Γυλλί, ὠνα[

  85‹ΓΥ.› οσσοῦ γένοιτο, μᾶ, τέκ̣νον π[.]..........

ἠδύς γε· ναὶ Δήμητρα, Μητρ̣[ί]χη, τ̣ο̣ύ̣τ̣[ου

ἠδίον' οἶνον Γυλλ̣ὶς οὐ πέ[π]ωκ̣έ̣ν̣ [κω.

σὺ δ' εὐτύχει μοι, τέκνον, ἀσ̣[φα]λ̣ίζ[ε]υ̣ [δέ

σαυτήν· ἐμοὶ δὲ Μυρτάλη τε κ[αὶ Σ]ίμη

  90νέαι μένοιεν, ἔστ' ἂν ἐνπνέη̣[ι] Γυλλίς.

 

II

ΒΑΤΤΑΡΟΣ

ἄνδρες δικασταί, τῆς γενῆς μ̣[ὲ]ν̣ οὐκ ἐστέ

ἠμέων κριταὶ δήκουθεν οὐδὲ̣ [τ]ῆ̣σ̣ δόξησ̣,

οὐδ' εἰ Θαλῆς μὲν οὖτος ἀξίην τὴ̣[ν] νηῦν

ἔχει ταλάντων πέντ', ἐγὼ δὲ μ[η]δ̣' ἄρτους,

   5....].περέ̣ξει Βάτταρόν [τι π]ημή̣ν̣ασ·

....]...κ̣.ι̣..[.]ωλυκον γὰρ [..]κλαυσαι

....].ιησομαστοσηιασ[..]ν̣χωρη

....].σμε..ι̣.. ἐστὶ τῆς [πό]λιος κἠγώ,

... ζ]ῶ̣μ̣ε̣ν̣ οὐ̣κ ὠς βουλό[με‹ς›]θ' ἀλλ' ὠς ἠμέας

  10....]ρος ἔλκει. προστάτην [..]ει Μέννην

ἐγὼ] δ̣' Ἀ̣ρ̣ι̣[στοφ]ῶντα· πὺξ [νε]νίκηκεν

Μέν]νης, [Ἀρις]τοφῶν δὲ κ[...] νῦν ἄγχει·

...]η ἐστ' [ἀλη]θ̣έα ταῦτα, το[ῦ ἠ]λ̣ίου δύντος

...].θετ̣ω̣σ̣[..]ων ἄνδρες .[..]ι̣χε̣ χλαῖναν

  15...].νωσε..ιω προστάτ[ηι τ]εθώρη̣γ̣μ̣αι

...]..χ...ν "ἐξ Ἄκης ἐλήλ̣ο̣υ̣θα

πυρ]οὺς ἄγω̣ν κἤστησα τὴν κακὴν λιμ̣όν,"

....]ε̣ π̣ό̣[ρ]νας ἐκ Τύρου· τί τῶι δήμωι

........; ] δ̣ωρεὴν γὰρ οὔτ' οὖτος πυρούς

  20........]θιν οὔτ' ἐγὼ πάλιν κείνην.

εἰ δ' οὔνεκεν πλεῖ τὴν θάλασσαν ἢ χλαῖναν

ἔχει τριῶν μνέων Ἀττικῶν, ἐγὼ δ' οἰκέω

ἐν γῆι τρίβωνα καὶ ἀσκέρας σαπρὰς ἔλκων,

βίηι τιν' ἄξει τῶν ἐμῶν ἔμ' οὐ πείσας,

  25καὶ ταῦτα νυκτός, οἴχετ' ἦμιν ἠ ἀλεωρή

τῆς πόλιος, ἄνδρες, κἀπ' ὄτ‹ε›ωι σεμνύνεσθε,

τὴν αὐτονομίην ὐμέων Θαλῆς λύσει.

ὂν χρῆν ἐαυτὸν ὄστις ἐστὶ κἀκ ποίου

πηλοῦ πεφύρητ' εἰδότ' ὠς ἐγὼ ζώειν

  30τῶν δημοτέων φρίσσοντα καὶ τὸν ἤκιστον.

νῦν δ' οἰ μὲν ἐόντες τῆς πόλιος καλυπτῆρες

καὶ τῆι γενῆι φυσῶντες οὐκ ἴσον τούτωι

πρὸς τοὺς νόμους βλέπουσι κἠμὲ τὸν ξεῖνον

οὐδεὶς πολίτης ἠλόησεν οὐδ' ἦλθεν

  35πρ̣ὸ̣ς τὰς θύρας μευ νυκτὸς οὐδ' ἔχων δᾶιδας

τὴν ο̣ἰκίην ὐφῆ̣ψ̣εν οὐδὲ τῶν πορνέων

β[ί]ηι λαβὼν οἴχωκεν· ἀλλ' ὀ Φρὺξ οὖτος,

ὀ νῦν Θαλῆς ἐών, πρόσθε δ', ἄνδρες, Ἀρτίμμης,

ἄ̣παντα ταῦτ' ἔπρηξε κοὐκ ἐπηιδέσθη

  40οὔτε νόμον οὔτε προστάτην οὔτ' ἄρχοντα.

κ̣αίτοι λαβών μοι, γραμματεῦ, τῆς αἰκείης

τὸν νόμον ἄνειπε, καὶ σὺ τὴν ὀπὴν βῦσον

τῆς κλεψύδρης, βέλτιστε, μέχρις οὖ ‹'ν›είπηι,

μὴ προστε†κῦσος φῆι τι κὠ τάπης ἦμιν,

  45τὸ τοῦ λόγου δὴ τοῦτο, ληίης κύρσηι.

ΓΡΑΜΜΑΤΕΥΣ

ἐπὴν δ' ἐλεύθερός τις αἰκίσηι δούλην

ἢ ἔ‹λ›κων ἐπίσπηι, τῆς δίκης τὸ τίμημα

διπλοῦν τελείτω. ΒΑ. ταῦτ' ἔγραψε Χαιρώνδης,

ἄνδρες δικασταί, καὶ οὐχὶ Βάτταρος χρήιζων

  50Θαλῆν μετελθεῖν. ἢν θύρην δέ τις κόψηι,

μν̣ῆν τινέτω, φησί· ἢν δὲ πὺξ ἀλοιήσηι,

ἄ̣λ̣λ̣η̣ν πάλι μνῆν· ἢν δὲ τὰ οἰκί' ἐμπρήσ̣η̣ι

ἢ ὄ̣ρους ὐπερβῆι, χιλίας τὸ τίμημα

ἔν̣ει̣με, κἢν βλάψηι τι, διπλόον τίνειν.

  55ὤικ̣ει̣ πόλιν γάρ, ὦ Θάλης, σὺ δ' οὐκ οἶσθας

οὔτ̣ε πόλιν οὔτε πῶς πόλις διοικεῖται,

οἰ̣κ̣εῖ̣ς δὲ σήμερον μὲν ἐν Βρικινδήροις

ἐχ̣θ̣ὲς δ' ἐν Ἀβδήροισιν, αὔριον δ' ἤν σοι

ν[α]ῦ̣λον διδοῖ τις, ἐς Φασηλίδα πλώσηι.

  60ἐ[γ]ὼ δ' ὄκως ἂν μὴ μακρηγορέων ὐμέας,

ὦνδρες δικασταί, τῆι παροιμίηι τρύχω,

πέ̣πονθα πρὸς Θάλητος ὄσσα κἠμ πίσσηι

μῦ̣ς· πὺξ ἐπλήγην, ἠ θύρη κατήρηκται

τῆς οἰκίης μευ, τῆς τελέω τρίτην μισθόν,

  65τὰ ὐπέρθυρ' ὀπτά. δεῦρο, Μυρτάλη, καὶ σύ·

δεῖξον σεωυτὴν πᾶσι· μηδέν' αἰσχύνευ·

νόμιζε τούτ̣ου[ς] οὒς ὀρῆις δικάζοντας

πατέρας ἀδελφοὺς ἐμβλέπειν. ὀρῆτ' ἄνδρες,

τὰ τίλματ' αὐτῆς καὶ κάτωθεν κἄνωθεν

  70ὠς λεῖα ταῦτ' ἔτιλλεν ὠναγὴς οὖτος,

ὄτ' εἶλκεν αὐτ̣ὴν κἀβιάζετ' ‑ ὦ γῆρας,

σοὶ θυέτω ἐπ[εὶ] τὸ α̣ἶμ' ἂν ἐξεφύσησεν

ὤσπερ Φίλι[π]πο̣σ̣ ἐν Σάμωι κοτ' ὀ βρεγκος.

γελᾶις; κίν[α]ι̣δό̣σ̣ εἰμι καὶ οὐκ ἀπαρνεῦμαι,

  75καὶ Βάτταρός μ̣οι τοὔνομ' ἐστὶ κὠ πάππος

ἦν μοι Σισυμ̣β̣ρᾶ̣ς κὠ πατὴρ Σισυμβρίσκος,

κἠπορνοβόσ[κ]ευν πάντες, ἀλλ' ἔκητ' ἀλκῆς

θαρσέων λε.[.].α̣.[.]οιμαν εἰ Θαλῆς εἴη.

ἐρᾶις σὺ μὲν ἴσω[ς] Μυρτάλης; οὐδὲν δεινόν·

  80ἐγὼ δὲ πυρέω̣ν· ταῦτα δοὺς ἐκεῖν' ἔξεις.

ἢ νὴ Δί', εἴ σευ θ[ά]λπεταί τι τῶν ἔνδον,

ἔμβυσον εἰς τὴν χεῖρα Βαττ̣αρίωι τιμήν,

καὐτὸς τὰ σαυτοῦ θλῆ λαβὼν ὄκως χρήιζεις.

ἒν δ' ἔστιν, ἄνδρες ‑ ταῦτα μὲν γὰρ εἴρηται

  85πρὸς τοῦτον ‑ ὐμεῖς δ' ὠς ἀμαρτύρων εὔντων

γνώμηι δικαίηι τὴν κρίσιν διαιτᾶτε.

ἢν δ' οἶον ἐς τὰ δοῦλα σώματα σπεύδηι

κἠς βάσανον αἰτῆι, προσδίδωμι κἀμαυτόν·

λαβών, Θαλῆ, στρέβλου με· μοῦνον ἠ τιμή

  90ἐν τῶι μέσωι ἔστω· ταῦτα τρυτάνηι Μίνως

οὐκ ἂν δικάζων βέλτιον διήιτησε.

τὸ λοιπόν, ἄνδρες, μὴ δοκεῖτε τὴν ψῆφον

τῶι πορνοβοσκῶι Βαττάρωι φέρειν, ἀλλά

ἄπασι τοῖς οἰκεῦσι τὴν πόλιν ξείνοις.

  95νῦν δείξετ' ἠ Κῶς κὠ Μέροψ κόσον δραίνει,

κὠ Θεσσαλὸς τίν' εἶχε κἠρακλῆς δόξαν,

κὠσκληπιὸς κῶς ἦλθεν ἐνθάδ' ἐκ Τρίκκης,

κἤτικτε Λητοῦν ὦδε τεῦ χάριν Φοίβη.

ταῦτα σκοπεῦντες πάντα τὴν δίκην ὀρθῆι

 100γνώμηι κυβερνᾶτ', ὠς ὀ Φρὺξ τὰ νῦν ὖμιν

πληγεὶς ἀμείνων ἔσσετ', εἴ τι μὴ ψεῦδος

ἐκ τῶν παλαιῶν ἠ παροιμίη βάζει.

 

III

ΜΗΤΡΟΤΙΜΗ

οὔτω τί σοι δοίησαν αἰ φίλαι Μοῦσαι,

Λαμπρίσκε, τερπνὸν τῆς ζοῆς τ' ἐπαυρέσθαι,

τοῦτον κατ' ὤμου δεῖρον, ἄχρις ἠ ψυχή

αὐτοῦ ἐπὶ χειλέων μοῦνον ἠ κακὴ λειφθῆι.

   5ἔκ μευ ταλαίνης τὴν στέγην πεπόρθηκεν

χαλκίνδα παίζων· καὶ γὰρ οὐδ' ἀπαρκεῦσιν

αἰ ἀστραγάλαι, Λαμπρίσκε, συμφορῆς δ' ἤδη

ὀρμᾶι ἐπὶ μέζον. κοῦ μὲν ἠ θύρη κεῖται

τοῦ γραμματιστέω ‑ καὶ τοιηκὰς ἠ πικρή

  10τὸν μισθὸν αἰτεῖ κἢν τὰ Ναννάκου κλαύσω ‑

οὐκ ἂν ταχέως λήξειε· τήν γε μὴν παίστρην,

ὄκουπερ οἰκίζουσιν οἴ τε προύνεικοι

κοἰ δρηπέται, σάφ' οἶδε κἠτέρωι δεῖξαι.

κἠ μὲν τάλαινα δέλτος, ἢν ἐγὼ κάμνω

  15κηροῦσ' ἐκάστου μηνός, ὀρφανὴ κεῖται

πρὸ τῆς χαμεύνης τοῦ ἐπὶ τοῖχον ἐρμῖνος,

ἢν μήκοτ' αὐτὴν οἶον Ἀίδην βλέψας

γράψηι μὲν οὐδὲν καλόν, ἐκ δ' ὄλην ξύσηι·

αἰ δορκαλῖδες δὲ λιπαρώτεραι πολλόν

  20ἐν τῆισι φύσηις τοῖς τε δικτύοις κεῖνται

τῆς ληκύθου ἠμέων τῆι ἐπὶ παντὶ χρώμεσθα.

ἐπίσταται δ' οὐδ' ἄλφα συλλαβὴν γνῶναι,

ἢν μή τις αὐτῶι ταὐτὰ πεντάκις βώσηι.

τριτἠμέρηι Μάρωνα γραμματίζοντος

  25τοῦ πατρὸς αὐτῶι, τὸν Μάρωνα ἐποίησεν

οὖτος Σίμωνα ὀ χρηστός· ὤστ' ἔγωγ' εἶπα

ἄνουν ἐμαυτήν, ἤτις οὐκ ὄνους βόσκειν

αὐτὸν διδάσκω, γραμμάτων δὲ παιδείην,

δοκεῦσ' ἀρωγὸν τῆς ἀωρίης ἔξειν.

  30ἐπεὰν δὲ δὴ καὶ ρῆσιν οἶα παιδίσκον

ἢ 'γώ μιν εἰπεῖν ἢ ὀ πατὴρ ἀνώγωμεν,

γέρων ἀνὴρ ὠσίν τε κὤμμασιν κάμνων,

ἐνταῦθ' ὄκως νιν ἐκ τετρημένης ἠθεῖ

"Ἄπολλον ... Ἀγρεῦ ...", "τοῦτο" φημὶ "κἠ μάμμη,

  35τάλης, ἐρεῖ σοι ‑ κἠστὶ γραμμάτων χήρη ‑

κὠ προστυχὼν Φρύξ." ἢν δὲ δή τι καὶ μέζον

γρῦξαι θέλωμεν, ἢ τριταῖος οὐκ οἶδεν

τῆς οἰκίης τὸν οὐδόν, ἀλλὰ τὴν μάμμην,

γρηῢν γυναῖκα κὠρφανὴν βίου, κείρει,

  40ἢ τοῦ τέγευς ὔπερθε τὰ σκέλεα τείνας

κάθητ' ὄκως τις καλλίης κάτω κύπτων.

τί μευ δοκεῖς τὰ σπλάγχνα τῆς κάκης πάσχειν

ἐπεὰν ἴδωμι; κοὐ τόσος λόγος τοῦδε·

ἀλλ' ὀ κέραμος πᾶς ὤσπερ ἴτ‹ρ›ια θλῆται,

  45κἠπὴν ὀ χειμὼν ἐγγὺς ἦι, τρί' ἤμαιθα

κλαίουσα ἐκάστου τοῦ πλατύσματος τίνω·

ἒν γὰρ στόμ' ἐστὶ τῆς συνοικίης πάσης,

"τοῦ Μητροτίμης ἔργα Κοττάλου ταῦτα",

κἀληθίν' ὤστε μηδ' ὀδόντα κινῆσαι.

  50ὄρη δὲ κοίως τὴν ράκιν λελέπρηκε

πᾶσαν, κατ' ὔλην, οἶα Δήλιος κυρτεύς

ἐν τῆι θαλάσσηι, τὠμβλὺ τῆς ζοῆς τρίβων.

τὰς ἐβδόμας δ' ἄμεινον εἰκάδας τ' οἶδε

τῶν ἀστροδιφέων, κοὐδ' ὔπνος νιν αἰρεῖται

  55νοεῦντ' ὄτ' ἦμος παιγνίην ἀγινῆτε.

ἀλλ' εἴ τί σοι, Λαμπρίσκε, καὶ βίου πρῆξιν

ἐσθλὴν τελοῖεν αἴδε κἀγαθῶν κύρσαις,

μἤλασσον αὐτῶι ‑ ΛΑΜΠΡΙΣΚΟΣ Μητροτίμη, ‹μὴ› ἐπεύχεο·

ἔξει γὰρ οὐδὲν μεῖον. Εὐθίης κοῦ μοι,

  60κοῦ Κόκκαλος, κοῦ Φίλλος; οὐ ταχέως τοῦτον

ἀρεῖτ' ἐπ' ὤμου τῆι Ἀκέσεω σεληναίηι

δείξοντες; αἰνέω τἄργα, Κότταλ', ἂ πρήσσεις·

οὔ σοι ἔτ' ἀπαρκεῖ τῆισι δορκάσιν παίζειν

ἀστράβδ' ὄκωσπερ οἴδε, πρὸς δὲ τὴν παίστρην

  65ἐν τοῖσι προ‹υ›νείκοισι χαλκίζεις φοιτέων;

ἐγώ σε θήσω κοσμιώτερον κούρης,

κινεῦντα μηδὲ κάρφος, εἰ τό γ' ἤδιστον.

κοῦ μοι τὸ δριμὺ σκῦτος, ἠ βοὸς κέρκος,

ὦι τοὺς πεδήτας κἀποτάκτους λωβεῦμαι;

  70δότω τις εἰς τὴν χεῖρα πρὶν χολη†βῆξαι.

ΚΟΤΤΑΛΟΣ

μή μ' ἰκετεύω, Λαμπρίσκε, πρός σε τῶν Μουσέων

καὶ τοῦ γενείου τῆς τε Κόττιδος ψυχῆς

μὴ τῶι με δριμεῖ, τῶι 'τέρωι δὲ λώβησαι.

‹ΛΑ.› ἀλλ' εἲς πονηρός, Κότταλε, ὤ‹ς›τε καὶ περνάς

  75οὐδείς σ' ἐπαινέσειεν, οὐδ' ὄκου χώρης

οἰ μῦς ὀμοίως τὸν σίδηρον τρώγουσιν.

ΚΟ. κόσας, κόσας, Λαμπρίσκε, λίσσομαι, μέλλεις

ἔς μ' ἐνφορῆσαι; ‹ΛΑ.› μὴ 'μέ, τήνδε δ' εἰρώτα.

‹ΚΟ.› τατα‹ῖ›, κόσας μοι δώσετ'; ‹ΜΗ.› εἴ τί σοι ζώιην,

  80φέρειν ὄσας ἂν ἠ κακὴ σθένηι βύρσα.

‹ΚΟ.› παῦσαι· ἰκαναί, Λαμπρίσκε. ΛΑ. καὶ σὺ δὴ παῦσαι

κάκ' ἔργα πρήσσων. ‹ΚΟ.› οὐκέτ' οὐκέτι πρήξω,

ὄμνυμί σοι, Λαμπρίσκε, τὰς φίλας Μούσας.

ΛΑ. ὄσσην δὲ καὶ τὴν γλάσσαν, οὖτος, ἔσχηκας·

  85πρός σοι βαλέω τὸν μῦν τάχ' ἢν πλέω γρύξηις.

ΚΟ. ἰδού, σιωπῶ· μή με, λίσσομαι, κτείνηις.

ΛΑ. μέθεσθε, Κόκκαλ', αὐτόν. ΜΗ. οὐ δ‹εῖ σ'› ἐκλῆξαι,

Λαμπρίσκε· δεῖρον ἄχρις ἤλιος δύσηι.

‹ΛΑ. ἀλλ' ..............................›

ΜΗ. ἀλλ' ἐστὶν ὔδρης ποικιλώτερος πολλῶι

  90καὶ δεῖ λαβεῖν νιν ‑ κἀπὶ βυβλίωι δήκου,

τὸ μηδέν ‑ ἄλλας εἴκοσίν γε, καὶ ἢν μέλληι

αὐτῆς ἄμεινον τῆς Κλεοῦς ἀναγνῶναι.

‹ΚΟ.› ἰσσαῖ. ‹ΛΑ.› λάθοις τὴν γλάσσαν ἐς μέλι πλύνας.

‹ΜΗ.› ἐρέω ἐπιμηθέως τῶι γέροντι, Λαμπρίσκε,

  95ἐλθοῦσ' ἐς οἶκον ταῦτα, καὶ πέδας ἤξω

φέρουσ' ὄκως νιν σύμποδ' ὦδε πηδεῦντα

αἰ πό̣τν̣ια̣ι βλέπω̣σ̣ι̣ν̣ ἂς ἐμίσησεν.

 

IV

ΚΥΝΝΩ

χαίροις, ἄν̣αξ Παίη̣ον, ὂ̣ς μ̣έδεις Τρίκκης

καὶ Κῶν γλυκεῖαν κἠπίδαυρον ὤικηκας,

σὺν καὶ Κορωνὶς ἤ σ' ἔτικτε κὠπόλλων

χαίροιεν, ἦς τε χειρὶ δεξιῆι ψαύεις

   5υγίεια, κὦνπερ οἴδε τίμιοι βωμοί

Πανάκη τε κἠπιώ τε κἰησὼ χαίροι,

κοἰ Λεωμέδοντος οἰκίην τε καὶ τείχεα

πέρσαντες, ἰητῆρες ἀγρίων νούσων,

Ποδαλείριός τε καὶ Μαχάων χαιρόντων,

  10κὤσοι θεοὶ σὴν ἐστίην κατοικεῦσιν

καὶ θεαί, πάτερ Παίηον· ἴλεωι δεῦτε

τοῦ ἀλέκτορος τοῦδ', ὄντιν' οἰκίης τοίχων†

κήρυκα θύω, τἀπίδορπα δέξαισθε.

οὐ γάρ τι πολλὴν οὐδ' ἔτοιμον ἀντλεῦμεν,

  15ἐπεὶ τάχ' ἂν βοῦν ἢ νενημένην χοῖρον

πολλῆς φορίνης, κοὐκ ἀλέκτορ', ἴητρα

νούσων ἐποιεύμεσθα τὰς ἀπέψησας

ἐπ' ἠπίας σὺ χεῖρας, ὦ ἄναξ, τείνας.

ἐκ δεξιῆς τὸν πίνακα, Κοκκάλη, στῆσον

  20τῆς υγιείης. ‹ΦΙΛΗ› ἆ, καλῶν, φίλη Κυννοῖ,

ἀγαλμάτων· τίς ἦρα τὴν λίθον ταύτην

τέκτων ἐπο‹ί›ει καὶ τίς ἐστιν ὀ στήσας;

‹ΚΥ.› οἰ Πρηξιτέλεω παῖδες· οὐκ ὀρῆις κεῖνα

ἐν τῆι βάσι τὰ γράμματ'; Εὐθίης δ' αὐτήν

  25ἔστησεν ὀ Πρήξωνος. ‹ΦΙ.› ἴλεως εἴη

καὶ τοῖσδ' ὀ Παιὼν καὶ Εὐθίηι καλῶν ἔργων.

‹ΚΥ.› ὄρη, Φίλη, τὴν παῖδα τὴν ἄνω κείνην

βλέπουσαν ἐς τὸ μῆλον· οὐκ ἐρεῖς αὐτήν

ἢν μὴ λάβηι τὸ μῆλον ἐκ τάχα ψύξει‹ν›;

  30‹ΦΙ.› κεῖνον δέ, Κυννοῖ, τὸν γέροντ' ‑ ‹ΚΥ.› ἆ πρὸς Μοιρέων

τὴν χηναλώπεκα ὠς τὸ παιδίον πνίγει.

πρὸ τῶν ποδῶν γοῦν εἴ τι μὴ λίθος, τοὔργον,

ἐρεῖς, λαλήσει. μᾶ, χρόνωι κοτ' ὤνθρωποι

κἠς τοὺς λίθους ἔξουσι τὴν ζοὴν θεῖναι.

  35ΦΙ. τὸν Βατάλης γὰρ τοῦτον οὐκ ὀρῆις, Κυννοῖ,

ὄκως βέ̣β̣η̣κ̣ε̣ν̣ ἀνδρ[ι]άντα τῆς Μύττεω;

εἰ μή τ̣ι̣ς α̣ὐ̣τὴ̣ν εἶδε Βατάλην, βλέψας

ἐς τοῦτο τὸ εἰκόνισμα μὴ ἐτ̣ύ̣μ̣ης δείσθω.

ΚΥ. ἔπευ, Φίλη, μοι καὶ καλόν τί σοι δείξω

  40πρῆγμ' οἶον οὐκ ὤρηκας ἐ̣[ξ] ὄ̣τευ ζώεις.

Κύδιλλ', ἰοῦσα τὸν νεωκ̣ό̣ρ̣ο̣ν βῶσον.

οὐ σοὶ λέγω, αὔτη, τῆι ὦδ̣ε̣ κὦδε χασκεύσηι;

μᾶ, μή τιν' ὤρην ὦν λέ̣γ̣ω̣ πεποίηται,

ἔστηκε δ' εἴς μ' ὀρεῦσα καρ̣κ[ί]νου μέζον.

  45ἰοῦσα, φημί, τὸν νεωκόρον βῶσον.

λαίμαστρον, οὔτ' ὀργή σ[ε] κ̣[ρ]ηγύην οὔτε

βέβηλος αἰνεῖ, πανταχῆι δ' ἴ̣σ̣η̣ κεῖσαι.

μαρτύρομαι, Κύδιλλα, τὸν θε̣ὸ̣ν̣ τ̣οῦτον,

ὠς ἔκ με κα‹ί›εις οὐ θέλουσαν ο̣ἰ̣δῆσαι·

  50μαρτύρομαι, φημί· ἔσσετ' ἠμέ̣ρ̣η̣ κείνη

ἐν ἦι τὸ βρέγμα τοῦτο τωυσυρε̣ς†κνήσηι.

ΦΙ. μὴ πάντ' ἐτοίμως καρδιηβολεῦ, Κυννοῖ·

δούλη 'στι, δούλης δ' ὦτα νωθρίη θλίβει.

ΚΥ. ἀλλ' ἠμέρη τε κἠπὶ μέζον ὠθεῖται·

  55αὔτη σύ, μεῖνον· ἠ θύρη γὰρ ὤϊκται

κἀνεῖτ' ὀ παστός. ‹ΦΙ.› οὐκ ὀρῆις, φίλη Κυννοῖ;

οἶ' ἔργα κεῖ 'νῆν· ταῦτ' ἐρεῖς Ἀθηναίην

γλύψαι τὰ καλά ‑ χαιρέτω δὲ δέσποινα.

τὸν παῖδα δὴ ‹τὸν› γυμνὸν ἢν κνίσω τοῦτον

  60οὐκ ἔλκος ἔξει, Κύννα; πρὸς γάρ οἰ κεῖνται

αἰ σάρκες οἶα θερμὰ θερμὰ πηδῶσαι

ἐν τῆι σανίσκηι. τὠργύρευν δὲ πύραυστρον

οὐκ ἢν ἴδη‹σι› Μύλλος ἢ Παταικίσκος

ὀ Λαμπρίωνος, ἐκβαλεῦσι τὰς κούρας

  65δοκεῦντες ὄντως ἀργύρευν πεποιῆσθαι;

ὀ βοῦς δὲ κὠ ἄγων αὐτὸν ἤ τ' ὀμαρτεῦσα

κὠ γρυπὸς οὖτος κὠ [ἀν]άσιλλος ἄνθρωπος

οὐχὶ ζοὴν βλέπουσι κἠμέρην πάντες;

εἰ μὴ ἐδόκευν τι μέζον ἢ γυνὴ πρήσσειν,

  70ἀνηλάλαξ' ἄν, μή μ' ὀ βοῦς τι πημήνηι·

οὔτω ἐπιλοξοῖ, Κυννί, τῆι ἐτέρηι κούρηι.

ΚΥ. ἀληθιναί, Φίλη, γὰρ αἰ Ἐφεσίου χεῖρες

ἐς πάντ' Ἀπελλέω γράμματ'· οὐδ' ἐρεῖς "κεῖνος

ὤνθρωπος ἒν μὲν εἶδεν, ἒν δ' ἀπηρνήθη",

  75ἀλλ' ὦι ἐπὶ νοῦν γένοιτο καὶ θέων ψαύειν

ἠπείγετ'. ὂς δ' ἐκεῖνον ἢ ἔργα τὰ ἐκείνου

μὴ παμφαλήσας ἐκ δίκης ὀρώρηκεν,

ποδὸς κρέμαιτ' ἐκεῖνος ἐν γναφέως οἴκωι.

ΝΕΩΚΟΡΟΣ

κάλ' ὖμιν, ὦ γυναῖκες, ἐντελέως τὰ ἰρά

  80καὶ ἐς λῶιον ἐμβλέποντα· μεζόνως οὔτις

ἠρέσατο τὸν Παιήον' ἤπερ οὖν ὐμεῖς.

ἰὴ ἰὴ Παίηον, εὐμενὴς εἴης

καλοῖς ἐπ' ἰροῖς τῆισδε κεἴ τινες τῶνδε

ἔασ' ὀπυιηταί τε καὶ γενῆς ἆσσον.

  85ἰὴ ἰὴ Παίηον, ὦδε ταῦτ' εἴη.

‹ΚΥ.› εἴη γάρ, ὦ μέγιστε, κὐγίηι πολλῆι

ἔλθοιμεν αὖτις μέζον' ἴρ' ἀγινεῦσαι

σὺν ἀνδράσιν καὶ παισί. Κοκκάλη, καλῶς

τεμεῦσα μέμνεο τὸ σκελύδριον δοῦναι

  90τῶι νεωκόρωι τοὔρνιθος· ἔς τε τὴν τρώγλην

τὸν πελανὸν ἔνθες τοῦ δράκοντος εὐφήμως,

καὶ ψ̣αιστὰ δεῦσον· τἄλλα δ' οἰκίης ἔδρηι

δαισόμεθα, καὶ ἐπὶ μὴ λάθηι φέρειν, αὔτη

τῆς ὐγιίης λωι†πρόσδος· ἦ γὰρ ἰροῖσιν

  95με.ων αμαρτιησηυγιηστι†τῆς μοίρης.

 

V

ΒΙΤΙΝΝΑ

λέγε μοι σύ, Γάστρων, ἤδ' ὐπερκορὴς οὔτω

ὤστ' οὐκέτ' ἀρκεῖ τἀμά σοι σκέλεα κινεῖν

ἀλλ' Ἀμφυταίηι τῆι Μένωνος ἔγκεισαι;

ΓΑΣΤΡΩΝ

ἐγὼ Ἀμφυταίηι; τὴν λέγεις ὀρώρηκα

   5γυναῖκα; ‹ΒΙ.› προφάσις πᾶσαν ἠμέρην ἔλκεις.

‹ΓΑ.› Βίτιννα, δοῦλός εἰμι· χρῶ ὄτι βούληι ‹μοι›

καὶ μὴ τό μευ αἶμα νύκτα κἠμέρην π̣[ῖ]νε.

ΒΙ. ὄσην δὲ καὶ τὴν γλάσσαν, οὖτος, ἔσχηκας.

Κύδιλλα, κοῦ 'στι Πυρρίης, κάλει μ' αὐτόν.

  10ΠΥΡΡΙΗΣ

τί ἐστι; ΒΙ. τοῦτον δῆσον ‑ ἀλλ' ἔτ' ἔστηκας; ‑

τὴν ἰμανήθρην τοῦ κάδου ταχέως λύσας.

ἢν μὴ καταικίσασα τῆι σ' ὄληι χώρηι

παράδειγμα θῶ, μᾶ, μή με θῆις γυναῖκ' εἶναι.

ἦρ' οὐχὶ μᾶλλον Φρύξ; ἐγὼ αἰτίη τούτων,

  15ἐγὦιμι, Γάστρων, ἤ σε θεῖσα ἐν ἀνθρώποις.

ἀλλ' εἰ τότ' ἐξήμαρτον, οὐ τὰ νῦν εὖσαν

μώρην Βίτινναν, ὠς δοκεῖς, ἔτ' εὐρήσεις.

φέρ', εἶς σύ, δῆσον, τὴν ἀπληγίδ' ἐκδύσας.

ΓΑ. μὴ μή, Βίτιννα, τῶν σε γουνάτων δεῦμα̣ι̣.

  20ΒΙ. ἔκδυθι, φημί. δεῖ σ' ὀτεύνεκ' εἰ‹ς› δοῦλος

καὶ τρεῖς ὐπέρ σευ μνᾶς ἔθηκα γινώσκειν.

ὠς μὴ καλῶς γένοιτο τἠμέρηι κείνηι

ἤτις σ' ἐσήγαγ' ὦδε. Πυρρίη, κλαύσηι·

ὀρῶ σε δήκου πάντα μᾶλλον ἢ δεῦντα·

  25σύσσφιγγε τοὺς ἀγκῶνας, ἔκπρισον δήσας.

ΓΑ. Βίτιννα, ἄφες μοι τὴν ἀμαρτίην ταύτην.

ἄνθρωπός εἰμι, ἤμαρτον· ἀλλ' ἐπὴν αὖτις

ἔληις τι δρῶντα τῶν σὺ μὴ θέληις, στίξον.

ΒΙ. πρὸς Ἀμφυταίην ταῦτα, μὴ 'μὲ πληκτίζευ,

  30μετ' ἦς ἀλινδῆι καὶ εμ..(.)η π̣ο̣δ̣όψηστρον

‹ΠΥ.› δέδεται καλῶς σοι. ΒΙ. μὴ λάθηι λυθεὶς σκέ̣ψαι.

ἄγ' αὐτὸν εἰς τὸ ζήτρειον πρὸς Ἔρμωνα

καὶ χιλίας μὲν ἐς τὸ νῶτον ἐγκόψαι

αὐτῶι κέλευσον, χιλίας δὲ τῆι γαστρί.

  35ΓΑ. ἀποκτενεῖς, Βίτιννα, μ' οὐδ' ἐλέγξασα

εἴτ' ἔστ' ἀληθέα πρῶτον εἴτε καὶ ψευδέα;

ΒΙ. ἂ δ' αὐτὸς εἶπας ἄρτι τῆι ἰδίηι γλάσσηι,

"Βίτινν', ἄφες μοι τὴν ἀμαρτίην ταύτην";

ΓΑ. τήν σευ χολὴν γὰρ ἤθελον κατασβῶσαι.

  40ΒΙ. ἔστηκας ἐμβλέπων σύ, κοὐκ ἄγεις αὐτόν

ὄκου λέγω σοι; θλῆ, Κύδιλλα, τὸ ρύγχος

τοῦ παντοέρκτεω τοῦδε. καὶ σύ μοι, Δρήκων̣,

ἤδη 'φαμάρτει ‹τῆι› σοι ἂν οὖτος ἠγῆται.

δώσεις τι, δούλη, τῶι κατηρήτωι τούτωι

  45ράκος καλύψαι τὴν ἀνώνυμον κέρκον,

ὠς μὴ δι' ἀγορῆς γυμνὸς ὢν θεωρῆται.

τὸ δεύτερόν σοι, Πυρρίη, πάλιν φωνέω,

ὄκως ἐρεῖς Ἔρμωνι χιλίας ὦδε

καὶ χιλίας ὦδ' ἐμβαλεῖν· ἀκήκουκας;

  50ὠς ἤν τι τούτων ὦν λέγω παραστείξηις,

αὐτὸς σὺ καὶ τἀρχαῖα καὶ τόκους τείσεις.

βάδιζε καὶ μὴ παρὰ τὰ Μικκάλης αὐτόν

ἄγ', ἀλλὰ τὴν ἰθεῖαν. οὖ δ' ἐπεμνήσθην ‑

κάλει, κάλει δραμεῦσα, πρὶν μακρήν, δούλη,

  55αὐτο‹ὺ›ς γενέσθαι. ΚΥΔΙΛΛΑ Πυρρίης, τάλας, κωφέ,

καλεῖ σε. μᾶ, δόξει τις οὐχὶ σύνδουλον

αὐτὸν σπαράσσειν ἀλλὰ σημάτων φῶρα.

ὀρῆις ὄκως νῦν τοῦτον ἐκ βίης ἔλκεις

ἐς τὰς ἀνάγκας, Πυρρίη; ‹ς›έ, μᾶ, τούτοις

  60τοῖς δύο Κύδιλλ' ἐπόψετ' ἠμερέων πέντε

παρ' Ἀντιδώρωι τὰς Ἀχαϊκὰς κείνας,

ἂς πρῶν ἔθηκας, τοῖς σφυροῖσι τρίβοντα.

ΒΙ. οὖτος σύ, τοῦτον αὖτις ὦδ' ἔχων ἦκε

δεδεμένον οὔτως ὤσπερ ἐξάγεις αὐτόν,

  65Κόσιν τέ μοι κέλευσον ἐλθεῖν τὸν στίκτην

ἔχοντα ραφίδας καὶ μέλαν. μιῆι δεῖ σε

ὀδῶ̣ι γενέσθαι ποικίλον. κατηρτήσθω

οὔτ̣ω κατάμυος ὤσπερ ἠ Δάου τιμή.

ΚΥ. μή, τατί, ἀλλὰ νῦν μὲν αὐτόν ‑ οὔτω σοι

  70ζ̣ώ̣ιη Βατυλλὶς κἠπίδοις μιν ἐλθοῦσαν

ἐς ἀνδρὸς οἶκον καὶ τέκν' ἀγκάληις ἄραις ‑

ἄφες, παραιτεῦμαί σε· τὴν μίαν ταύτην

ἀμαρτίην ... ΒΙ. Κύδιλλα, μή με λύπει τι

ἢ φ̣εύξομ' ἐκ τῆς οἰκίης. ἀφέω τοῦτον

  75τὸ̣ν ἐπτάδουλον; καὶ τίς οὐκ ἀπαντῶσα

ἔς μευ δικαίως τὸ πρόσωπον ἐμπτύοι;

οὐ̣ τ̣ὴν Τύραννον, ἀλλ' ἐπείπερ οὐκ οἶδεν,

ἄν̣θρωπο̣ς ὤν, ἐωυτόν, αὐτίκ' εἰδήσει

ἐν̣ τῶι με̣τώπωι τὸ ἐπίγραμμα ἔχων τοῦτο.

  80ΚΥ. ἀλλ' ἔστιν εἰκὰς καὶ Γερήνι' ἐς πέμπτην.

ΒΙ. νῦν μέν σ' ἀφήσω, καὶ ἔχε τὴν χάριν ταύτηι,

ἢν οὐδὲ̣ν ἦσσον ἢ Βατυλλίδα στέργω,

ἐν τῆισι χερσὶ τῆις ἐμῆισι θρέψασα.

ἐπεὰν δὲ τοῖς καμοῦσιν ἐγχυτλώσωμεν

  85ἄξεις τότ' ἀμελι‹τῖ›τιν ἐορτὴν ἐξ ἐορτῆς.

 

VI

ΚΟΡΙΤΤΩ

κάθησο, Μητ̣ροῖ. τῆι γυναικὶ θὲς δίφρον

ἀνασταθ̣εῖ̣σ̣α̣· πάντα δεῖ με προστάσσειν

αὐτήν· σὺ̣ δ' οὐδὲν ἄν, τάλαινα, ποιήσαις

αὐτὴ ἀπὸ σαυτῆς· μᾶ, λίθος τις, οὐ δούλη

   5ἐν τῆι οἰκίηι ‹κ›εῖσ'· ἀλλὰ τἄλφιτ' ἢν μετρέω

τὰ κρίμν' ἀμ̣ιθρεῖς, κἢ‹ν› τοσοῦτ' ἀποστάξηι

τὴν ἠμέ[ρ]η̣ν ὄλην σε τονθορύζουσαν

καὶ πρημο̣ν̣ῶσαν οὐ φέρουσιν οἰ τοῖχοι.

νῦν αὐτὸν ἐ̣κμάσσεις τε καὶ ποεῖς λαμπρόν

  10ὄτ' ἐστὶ χρ[εί]η̣, ληιστρί; θῦέ μοι ταύτηι

ἐπεί σ' ἔγευ̣σ̣' ἂν τῶν ἐμῶν ἐγὼ χειρέων.

ΜΗΤΡΩ

φίλη Κοριττοῖ, ταὔτ' ἐ̣μο̣ὶ ζυγὸν τρίβεις·

κἠγὼ ἐπιβρύχουσα ἠ̣μέρην τε καὶ νύκτα

κύων ὐλακτέω τῆι[ς] ἀνωνύμοις ταύτηις.

  15ἀλλ' οὔνεκεν πρ̣ός σ' ἦ̣λ̣[θ]ον ‑ ἐκποδὼν ἦμιν

φθείρεσθε, νώβυστρα, ὦτ̣[α] μοῦνον καὶ γλάσσαι

τὰ δ' ἄλλ' ἐορτή ‑ λίσσομα[ί ς]ε̣, μὴ ψεύσηι,

φίλη Κοριττοῖ, τίς κοτ' ἦν ὄ σοι ράψας

τὸν κόκκινον βαυβῶνα; ΚΟ. κοῦ δ' ὀρώρηκας,

  20Μητροῖ, σὺ κεῖνον; ΜΗ. Νοσσὶς ε[ἶ]χεν ἠρίννης

τριτημέρηι νιν· μᾶ, κ̣αλόν τι δώρημα.

ΚΟ. Νοσσίς; κόθεν λαβοῦσα; ΜΗ. διαβαλεῖς ἤν σοι

εἴπω; ΚΟ. μὰ τούτους τοὺς γλυκέας, φίλη Μητροῖ,

ἐκ τοῦ Κοριττοῦς στόματος οὐδεὶς μὴ ἀκούσηι

  25ὄσ' ἂν σὺ λέξηις. ΜΗ. ἠ Βιτᾶδος Εὐβούλη

ἔδωκεν αὐτῆι καὶ εἶπε μηδέν' αἰσθέσθαι.

ΚΟ. γυναῖκες. αὔτη μ' ἠ γυνή κοτ' ἐκτρίψει.

ἐγὼ μὲν αὐτὴν λιπαρεῦσαν ἠιδέσθην

κἤδωκα, Μητροῖ, πρόσθεν ἢ αὐτὴ χρήσασθαι·

  30ἢ δ' ὤ‹ς›περ εὔρημ' ἀρπάσα‹σα› δωρεῖται

καὶ τῆισι μὴ δεῖ. χαιρέτω φίλη πολλά

ἐοῦσα τοίη, κἠτέρην τιν' ἀντ' ἠμέων

φίλην ἀθρείτω. τἀμὰ Νοσσίδι χρῆσαι

τῆι μὴ δοκέω ‑ μέζον μὲν ἢ δίκη γρύζω,

  35λάθοιμι δ', Ἀδρήστεια ‑ χιλίων εὔντων

ἔνα οὐκ ἂν ὄστις σαπρός ἐστι προσδώσω.

ΜΗ. μὴ δή, Κοριττοῖ, τὴν χολὴν ἐπὶ ρινός

ἔχ' εὐθύς, ἤν τι ρῆμα μὴ σοφὸν πεύθηι.

γυναικός ἐστι κρηγύης φέρειν πάντα.

  40ἐγὼ δὲ τούτων αἰτίη λαλεῦσ' εἰμι

πόλλ', ἀ‹λλὰ› τήν μευ γλάσσαν ἐκτεμεῖν δεῖται.

ἐκεῖνο δ' οὖ σοι καὶ μάλιστ' ἐπεμνήσθην,

τίς ἔστ' ὀ ράψας αὐτόν; εἰ φιλεῖς μ', εἶπον.

τί μ' ἐνβλέπεις γελῶσα; νῦν ὀρώρηκας

  45Μητρο̣ῦν τὸ πρῶτον; ἢ τί τἀβρά σοι ταῦτα;

ἐνεύχομαι, Κοριττί, μή μ' ἐπιψεύσηι,

ἀλλ' εἰπὲ τὸν ράψαντα. ΚΟ. μᾶ, τί μοι ἐνεύχηι;

Κέρδων ἔραψε. ‹ΜΗ.› κοῖος, εἰπέ μοι, Κέρδων;

δύ' εἰσὶ γὰρ Κέρδωνες· εἶς μὲν ὀ γλαυκός

  50ὀ Μυρταλίνης τῆς Κυλαιθίδος γείτων,

ἀλλ' οὖτος οὐδ' ἂν πλῆκτρον ἐς λύρην ράψαι·

ὀ δ' ἔτερος ἐγγὺς τῆς συνοικίης οἰκέων

τῆς Ἐρμοδώρου τὴν πλατεῖαν ἐκβάντι,

ἦν μέν κοτ' ἦν τις, ἀλλὰ νῦν γεγήρακε·

  55τούτωι̣ Κ̣υ̣λ̣αιθὶς ἠ μακαρῖτις ἐχρῆτο ‑

μνησθεῖεν αὐτῆς οἴτινες προσήκουσι.

ΚΟ. οὐδέτερος αὐτῶν ἐστιν, ὠς λέγεις, Μητροῖ·

ἀλλ' οὖτος οὐκ οἶδ' ἢ ‹'χ› Χίου τις ἢ 'ρυθρέων

ἤκει, φαλακρ̣ό̣ς, μικκός· αὐτὸ ἐρεῖς εἶναι

  60Πρηξῖνον, ο̣ὐ̣δ' ἂν σῦκον εἰκάσαι σύκωι

ἔχοις ἂν [οὔτ]ω̣· πλὴν ἐπὴν λαλῆι, γνώσηι

Κέρδων ὀτεύνεκ' ἐστὶ καὶ οὐχὶ Πρηξῖνος.

κατ' οἰκίην δ' ἐργάζετ' ἐνπολέων λάθρη,

τοὺς γὰρ τελώνας πᾶσα νῦν θύρη φρίσσει.

  65ἀλλ' ἔργα, κο̣ῖ̣' ἐ̣στ' ἔργα· τῆς Ἀθηναίης

αὐτῆς ὀρῆ̣ν̣ τ̣ὰ̣σ̣ χ̣ε̣ῖ̣ρας, οὐχὶ Κέρδωνος,

δόξεις. ἐ[γὼ] μ̣ὲν ‑ δύο γὰρ ἦλθ' ἔχων, Μητροῖ ‑

ἰδοῦσ' ἄμ' ἰδ̣μ̣ῆι τὤμματ' ἐξεκύμηνα·

τὰ βαλλί' οὔτως ἄνδρες οὐχὶ ποιεῦσι

  70‑ αὐταὶ γάρ εἰ̣μεν ‑ ὀρθά· κοὐ μόνον τοῦτο,

ἀλλ' ἠ μαλακότ̣ης ὔπνος, οἰ δ' ἰμαντίσκοι

ἔρι', οὐκ ἰμά̣ν̣[τες]. εὐνοέστερον σκυτέα

γυναικ[ὶ] διφῶσ' ἄλλον οὐκ ἀνευρ[ή]σ̣[εις.

ΜΗ. κῶς οὖν ἀφῆκας τὸν ἔτερον; ‹ΚΟ.› τ[ί] δ' οὐ, Μητροῖ,

  75ἔπρηξα; κοίην δ' οὐ προσήγαγ[ο]ν πειθοῦν

αὐτῶι; φιλεῦσα, τὸ φαλακρὸν κ[α]τ̣αψῶσα,

γλυκὺν πιεῖν ἐγχεῦσα, ταταλίζ̣[ο]υσα,

τὸ σῶμα μοῦνον οὐχὶ δοῦσα χρ̣ήσασθαι.

ΜΗ. ἀλλ' εἴ σε καὶ τοῦτ' ἠξίωσ', ἔδει δοῦ[ν]αι.

  80ΚΟ. ἔδει γάρ· ἀλλ' ἄκαιρον οὐ πρέποντ' εἶναι·

ἤληθεν ἠ Βιτᾶδος ἐν μέσω̣ι ‹Εὐ›βούλη·

αὔτη γὰρ ἠμέων ἠμέρην τε κα[ὶ] νύκτα

τρίβουσα τὸν ὄνον σκωρίην πεποίηκεν,

ὄκως τὸν ωὐτῆς μὴ τετρωβόλου̣ κόψηι.

  85ΜΗ. κῶς δ' οὖτος εὖρε πρός σε τὴν ὀδ[ὸ]ν̣ ταύτην,

φίλη Κοριττοῖ; μηδὲ τοῦτό με ψεύσηι.

ΚΟ. ἔπεμψεν αὐτὸν Ἀρτεμεὶς ἠ Κανδᾶδο̣σ̣

τοῦ βυρσοδέψεω τὴν στέγην σημήν̣ασα.

ΜΗ. α̣ἰεὶ μὲν Ἀρτεμείς τι καινὸν εὐρίσ̣[κ]ει,

  90πρόσω πιεῦσα τὴν προκυκλίην θα...ν.

ἀλλ' οὖν γ' ὄτ' οὐχὶ τοὺς δύ' εἶχες ἐγλῦσαι

ἔδει πυθέσθ̣αι τὸν ἔτερον τίσ̣ ἠ ἐγ̣δοῦσα.

ΚΟ. ἐλιπάρεον, ὀ δ' ὤ[μ]ν̣υ̣ε οὐκ ἂν εἰπεῖν μοι·

ταύτηι γὰρ καὶ ἠγάπησεν Μητροῖ.†

  95‹ΜΗ.› λέγεις ὀδόν μοι· νῦν πρὸς Ἀρτ̣εμεῖν εἶμι,

ὄκως ὀ Κέ̣ρ̣δ̣ω̣ν ὄστις ἐστὶν εἰδ[ή]σω.

ὐγίαινέ μο̣[ι, Κοριτ]τί. λαιμᾶι τ[ις], κὤρη

ἠμῖ[ν] ἀφ[......] ἐστί. ΚΟ. τὴν θύρην κλεῖσον,

αὔτ[η ς]ύ, .[..]..οπῶλι, κἀξαμίθρησαι

 100αἰ ἀλε̣κτο̣[ρῖ]δες εἰ [ς]όαι εἰσί, τῶν τὲ αἰρέων

αὐτῆισ[......]ν· οὐ γὰρ ἀλλὰ πορθεῦ[ς]ι̣

ὠρν[ι]θ̣ο̣[κ]λ̣έ̣[π]τ̣αι, κἢν τρέφη̣ι τισ̣ ἐν κόλπωι.

 

VII

ΜΗΤΡΩ

Κέρδων, ἄγω σ̣οι τάσδε τὰς .[.....] τι

τῶν σ̣ῶν ἔχεις αὐτῆισιν ἄξιον δεῖ[ξ]αι

χειρέων νοῆρες ἔργον. ΚΕΡΔΩΝ οὐ μάτην, Μητροῖ,

ἐγὼ φ[ι]λ‹έ›ω σε. τῆις γυναιξὶν οὐ θήσεις

   5τὴν μέζον' ἔξω σ̣ανίδα; Δριμύλωι φωνέω·

πάλιν καθεύδεις; κόπτε, Πίστε̣, τὸ ρύγχος

αὐτοῦ, μέχρις τὸν ὔπνον ἐκχέηι πάντα·

μᾶλλον δὲ τὴν ἄκανθα̣[ν] ὠς ἐχ[...].καληι

ἐκ τοῦ τραχήλου δῆσο[ν. εἶ]α δή, [.....]ψ,

  10κίνει ταχέως τὰ γοῦνα· [μ]έζον [....]..

τ̣ρίβειν ψοφεῦντα νουθ̣[........] τῶνδε.

νῦ̣ν ἔκ μιν αὐτὴν λε[..........]ρυνις

κ..ψ[..].[...] σ̣ευ τη.[..........]ψήσω.

ἔζε̣σ̣[θ]ε̣, Μ̣ητρ̣ο̣ῖ. Πίστ[ε, ........ ο]ιξας

  15πυρ̣γῖδα, μὴ τὴν ὦδ[ε, ..........]ν

τὰ χρήσιμ' ἔργα τοῦ τρ[..........]ος

ταχέ̣ως ἔνεγκ' ἄνωθ̣[εν ....... Μη]τ̣ροῖ,

οἶ' ἔργ' ἐπόψεσθ'. ἠσυχῆ [.........]ον

τὴν ‹ς›αμβαλούχ̣ην οἶγ[ε .......] π̣ρῶτον

  20Μητροῖ, τελέων ἄρη[ρε ......]ε̣ων ἴχνος.

θηεῖσθε κὐμε[ῖ]ς, ὦ γυ[ναῖκες· ἠ πτ]έρνη

ὀρῆτ' ὄπως πέπηγε, χ[....]φην.[..]οις

ἐξηρτίωται πᾶσα, κο̣[ὐ τ]ὰ̣ μὲν κ[αλ]ῶς

τὰ δ' οὐχὶ καλῶς, ἀλλὰ πα[ν]τ̣' ἴσαι χ[εῖρε]ς.

  25τὸ̣ χρῶμα δ' οὔτως ὖμ[ι]ν ἠ Πα[...] δοίη

.[.........]ερ ἰχανᾶσθ' ἐπαυρέσθαι

.[...........]λο τῶιδ' ἴσον χρῶ̣μα

κ[............]ωκουδε κηρὸς ἀνθήσει

χ[............]ς τρεῖς ἔδωκε Κανδᾶτ[.].

  30κ[............] τοῦτο κἤτερον χρῶμα

β[............]μι πάντ' ὄσ' ἐστὶ ἰ[ρ]ά

κω[..........] τὴν ἀ̣λ̣η̣θ̣[ε]ι̣[η]ν βάζειν

............] οὐδ' ὄσον ροπὴν ψεῦδος

...........] Κ̣έρδωνι μὴ βίου ὄνησις

  35μ[.........]ων γίνοιτο κα[ὶ] χάριν πρός με

.........]α̣ρ ἀλλὰ μεζόνων ἤδη

.........] κερδέων ὀριγνῶνται

............] τὰ ἔργα τῆς τέχνης ἠμ‹έ›ων

.....πί]σ̣υ̣γ̣γος δὲ δειλαίην οἰζύν

  40.....].ναν[..]εων νύκτα κἠμέρην θάλπω

.....]ς ἠμέων ἄχρι‹ς› ἐσπέρης κάπτει

....]α̣ι πρ[ὸς] ὄρθρ̣ον οὐ δοκέω τόσ‹ς›ον

τὰ Μικίωνος κηρί' εὐπ[          ]

κοὔπω λέ̣γω, τρισκαίδε[κ...... β]ό̣σκω,

  45ὀτεύνεκ', ὦ γυναῖκες, ἀργ[.......]ς

οἴ, κἢν ὔηι Ζεύς, τοῦτο μοῦ[νον .....].

φέρ' εἰ φέρεις τι, τἄλλα δ' ἀ[.].[.....].ται

ὄκως νεοσσο[ὶ] τὰς κοχώνας θά[λ]π[ο]ντες.

ἀλλ̣' οὐ λό̣γων γάρ, φασίν, ἠ ἀγορὴ δεῖ̣ται

  50χαλκῶν δέ, τοῦτ̣' ἢν μὴ̣ ὖμιν ἀ[ν]δ̣άνηι, Μητρ[οῖ,

τὸ ζεῦγος, ἔτερον κἄτε[ρ]ον μάλ' ἐξοίσει,

ἔστ' ἂν ν̣όω̣ι̣ πεισθῆτε [μὴ λ]έγει[ν] ψευδέα

Κέρδωνα. τάς μο̣ι̣ σ̣α̣[μβα]λ̣ουχ̣ίδας πάσας

ἔνεγκε, Πίστε ...αλισγ.ννηθεισας

  55ὐμέας ἀπελθεῖν, ὦ γυναῖκες, εἰς ο̣ἶκον.

θήσεσθε δ' ὐμ[εῖς·] γ̣έ̣νεα τα̣ῦτα πα[ν]τοῖα·

Σικυώνι', Ἀμβρακίδια, Νοσ̣σίδες, λεῖαι,

ψιττάκια, κανναβίσκα, Βαυκίδ[ες], βλαῦται,

Ἰωνίκ' ἀμφίσφαιρα, νυκτ̣ιπήδη̣κ̣ες,

  60ἀκροσφύρια, κα̣ρκίνια, σάμβαλ' Ἀργ̣εῖα,

κοκκίδες, ἔφηβοι, διάβαθρα· ὦν ἐρᾶι θυ̣μός

ὐμέων ἐκάστης εἴπατ', ὠς ἂν αἴσθοισθε

σκύτεα γυναῖκες καὶ κύνες τί βρώζουσιν.

ΜΗ. κόσου χρεΐζεις κεῖν' ὂ πρόσθεν ἤειρας

  65ἀπεμπολῆ‹σαι› ζεῦγος; ἀλλὰ μὴ βροντέων

ο̣ὖτος σὺ τρέψηις μέζον εἰς φυγὴν ἠμέας.

ΚΕ. αὐτὴ σὺ καὶ τίμησον, εἰ θέλεις, αὐτό

καὶ στῆσον ἦς κότ' ἐστιν ἄξιον τιμῆς.

ὀ̣ τ̣ο̣ῦτο ἐ̣ῶ̣ν γὰρ οὔ σε ρηιδίως ρ̣ι̣νᾶι.

  70ζ̣ευγέων, γύναι, τὠληθὲς ἢν θέληις ἔργον,

ἐρεῖς τι ‑ ναὶ μὰ τήνδε τὴν τεφρὴν κόρσην,

ἐπ' ἦς ἀλώπηξ νοσσίην π̣επ̣ο̣ίη̣τα̣[ι ‑

τάχ' ἀλφιτηρὸν ἐργ̣α[λ]ε̣ῖ̣α κινεῦσι.

Ἐρμῆ τε Κερδέων καὶ σὺ Κερδείη Πειθοῖ,

  75ὠς, ἤν τι μὴ νῦν ἦμιν ἐς βόλον κύρσηι,

οὐκ οἶδ' ὄκως ἄμεινον ἠ χύτρη πρήξει.

ΜΗ. τί τονθορύζεις κοὐκ ἐλευθέρηι γλάσσηι

τὸν τῖμον ὄστις ἐστὶν ἐξεδίφησας;

ΚΕ. γύ̣ναι̣, μιῆς μν̣ῆ̣σ̣ ἐστιν ἄξιον τοῦτο

  80τὸ ζεῦγος· ἢ ἄνω 'σ‹τ›' ἢ κάτω βλέπειν· χαλκοῦ

ρίνημ' ὂ δήκοτ' ἐστὶ τῆς Ἀθηναίης

ὠνευμένης αὐτῆς ἂν οὐκ ἀποστάξαι.

ΜΗ. μάλ' εἰκότως σευ τὸ στεγύλλιον, Κέρδων,

πέπληθε δαψιλέων τε καὶ καλῶν ἔργων.

  85φύλασσε κάρ̣τ̣α σ' αὐτά· τῆι γὰρ εἰκοστῆι

τοῦ Ταυρεῶνος ἠκατῆ γάμον ποιεῖ

τ̣ῆς Ἀρτ̣α̣κηνῆς, κὐποδημάτων χρείη·

τάχ' οὖν, τάλης, ἄ̣ιξ̣ο̣υσι σὺν τύχηι πρός σε,

μᾶλλον δὲ πάντως. ἀλλὰ θύλακον ράψαι

  90τὰς μνέας ὄκως σοι μὴ αἰ γαλαῖ διοίσουσι.

ΚΕ. ἤν τ' ἠκατ‹ῆ› ἔλθηι, μνῆς ἔλασσον οὐκ οἴσει,

ἤν τ' ἠ Ἀρτακηνή. πρὸς τάδ', εἰ θέλεις, σκέπτευ.

ΜΗ. οὔ σοι δίδωσιν ἠ ἀγαθὴ τύχη, Κέ̣ρδων,

ψαῦσαι ποδίσκων ὦν Πόθοι τε κἤρωτες

  95ψαύουσιν; ἀλλ' εἲς κνῦσα καὶ κακὴ λώβη

ὤστ' ἐκ μὲν ἠμέων λιο̣λεοσεω†πρήξεις.

τα̣ύτηι δὲ δώσεις κε[ῖ]νο τὸ ἔτερον ζεῦγος

κόσου; πάλιν πρήμηνον ἀξίην φωνήν

σεωυτοῦ. ‹ΚΕ.› στατῆρας πέντε, ναὶ μὰ̣ θεούς, φο[ι]τᾶι

 100ἠ ψάλτρι' ‹Εὐ›ετηρὶς ἠμέρην πᾶσαν

λαβεῖν ἀνώγουσ', ἀλλ' ἐγώ μιν [ἐ]χ̣θ̣[α]ίρω,

κἢν τέσσαρας μοι Δαρικοὺς ὐπόσχηται,

ὀτεύνεκέν μευ τὴν γυναῖκα τ̣ω̣θ̣άζει

κακοῖσι δέννοις· εἰ δ̣[.......].ι χρείη

 105φερευλαβου‹     › τῶν τριῶν̣ [....] δοῦναι

καὶ ταῦτα καὶ ταῦτ' ἦι ὖμιν ἐπτὰ̣ Δ̣α̣ρεικῶν

ἔκητι Μητροῦς τῆσδε̣· μηδὲν ἀντείπ̣η̣ισ̣.

δύ]ναιτό μ' ἐλάσαι σαν[..] τὸν πίσ[υγγον

ἐόντα λίθινον ἐς θεοὺς ἀναπτῆν̣α̣ι̣·

 110ἔχεις γὰρ οὐχὶ γλάσσαν, ἠδονῆς δ' ἠθμόν.

ἆ, θεῶν ἐκεῖνος οὐ μακρὴν ἀπ..[...]..

ὀτέωι σὺ χείλεα νύκτα κἠμέρην οἴγ̣[εις.

φέρ' ὦδε τὸν ποδίσκον· εἰς ἴ‹χ›νος θῶ....

πάξ· μήτε προσθῆις μήτ' ἀπ' οὖν ἔληι[ς] μηδέν·

 115τὰ καλὰ πάντα τῆις καλῆισιν ἀρμόζει·

αὐτὴν ἐρεῖς τὸ πέλμα τὴν Ἀθηναίην

τεμεῖν. δὸς αὔτη καὶ σὺ τὸν πόδ'· ἆ, ψωρή

ἄρηρεν ὀπλή· βοῦς ὀ λακτίσας ὐμ‹έ›ας.

εἴ τις πρ[ὸ]ς ἴχνος ἠκόνησε τὴν σμίλην,

 120οὐκ ἄν, μὰ τὴν Κέρδωνος ἐστίην, οὔτω

τοὔργον σαφέως ἔκειτ' ἂν ὠς σαφ‹έ›ως κεῖται.

αὔτη σύ, δώσεις ἐπτὰ Δαρικοὺς τοῦδε,

ἠ μέζον ἴππου πρὸς θύρην κιχλίζουσα;

γυναῖκες, ἢν ἔχητε κἠτέρων χρείην

 125ἢ σαμβαλίσκων ἢ ἂ κατ' οἰκίην ἔλκειν

εἴθισθε, τήν μοι δουλ[ίδ]' ὦδε ‹δεῖ› πέμπειν.

σὺ δ' ἦκε, Μητροῖ, πρός με τῆι ἐνάτηι πάντως

ὄκως λάβηις καρκίνια· τὴν γὰρ οὖν βαίτην

θάλπουσαν εὖ δεῖ 'νδον φρονεῦντα καὶ†ράπτειν.

 

VIII

ἄστηθι, δούλη Ψύλλα· μέχρι τέο κείσηι

ρέγχουσα; τὴν δὲ χοῖρον αὐονὴ δρύπτει·

ἢ προσμένεις σὺ μέχρις εὖ ἤλιος θάλψηι

τὸ]ν̣ κ̣ῦσον ἐσδύς; κῶς δ', ἄτρυτε, κοὐ κάμνεις

   5τὰ πλ]ευρὰ κνώσσουσ'; αἰ δὲ νύκτες ἐννέωροι.

ἄστη]θ̣ι, φημί, καὶ ἄψον, εἰ θέλεις, λύχνον,

καὶ τ]ὴν ἄναυλον χοῖρον ἐς νομὴν πέμψ[ον.

τ]ό̣ν̣θ̣ρυζε καὶ κνῶ, μέχρις εὖ παραστά[ς σοι

τὸ] βρέγμα τῶι σκίπωνι μαλθακὸν θῶμα[ι.

  10δει]λὴ Μεγαλλί, κα̣[ὶ] σ̣ὺ Λάτμιον κνώσσεις;

οὐ] τὰ ἔριά σε τρύχ[ο]υ̣σιν· ἀλλὰ μὴν στέμμ[α

ἐπ' ἰρὰ διζόμεσ[θ]α· βα̣ι̣ὸς οὐκ ἦμιν

ἐν τῆι οἰκίηι ἔτι μα[λ]λὸς εἰρίων. δειλή,

ἄστηθι. σύ τε μοι τ̣[οὖ]ν̣α̣ρ, εἰ θέλεις, Ἀννᾶ,

  15ἄκουσον· οὐ γὰρ νη̣[πία]σ̣ φρένας βόσκεις.

τράγον τιν' ἔλκειν [διὰ] φάραγγος ὠιήθη̣[ν

μακρῆς, ὀ δ' εὐπώ[γω]ν τε κεὔκερως [     .

ἐπεὶ δὲ δὴ [.]..[.......]. τῆς βήσσης

η[..]σφα[..........] γὰρ ἔσσωμαι

  20συ[...............].ες αἰπόλοι πλε[

τη[...............].ριωντεποιευ[

κἠγὼ οὐκ ἐσύλευν [....].(.)[

καὶ ἄλλης δρυὸς [...].ε.[

οἰ δ' ἀμφικαρτα.[...]τεσ[

  25τὸν αἶγ' ἐποίευν [....]π[

καὶ [π]λησίον με[....]..[

κ[.....].νμα.[....].ω[

σχ[.....] κροκωτ[....]φι[

ω[.....] λεπτῆς ἄντυγος ....[

  30σ[.....]ς δὲ νεβροῦ χλαν[ι]δίω[ι] κατέζω[στ]ο

κ[......].ν κύπα[σσι]ν ἀμ[φ]ὶ τοῖ[ς] ὤμοις

κο[......] ἀμφὶ κρ̣[ητὶ κ]ίσσι[ν]' ἔστεπτο

..... κο]θόρνου[....]η̣ κα[τ]αζώστρηι

........]ωμεντο[....].α.[.....] φ̣ρίκη[.

  35........]ωρηνιχ[...].θι[       ]

.......]ο λῶπο[ς ...]κον [πε]ποιῆσθαι

...... Ὀδ]υσσέως ω[....] Αἰόλ[ου] δῶρον

.........]φ.[.......]το.[...]α̣ λακτίζειν

........]εγ[......].εν[..] λῶιστον

  40ὤσπερ τελεῦμεν ἐγ χοροῖς Διωνύσου.

κοἰ μὲν μετώποις ἐ[ς] κόνιν κολυμβῶ[ντες

ἔκοπτον ἀρνευτῆρ̣[ε]σ̣ ἐκ βίης οὖδας,

οἰ δ' ὔπτι' ἐρριπτεῦντο̣· π̣άντα δ' ἦν, Ἀνν[ᾶ,

εἰς ἒν γέλως τε κἀνίη [......]ε̣ντα.

  45κἀγὼ δόκεον δὶς μ..[..]. ἐκ τ[ό]σης λείης

ἐπ' οὖν ἀλέσθαι, κἠλάλαξαν ὤνθρωπ̣[οι

ὤς μ' εἶδ[ον ..]ως τὴν δο[ρὴ]ν πιεζεῦσαν

καὶ φ[....................]τ[

οιδε[

  50γρυπ[

ρυπ[

τ[

τ[

[

  55[

[

[

τὰ δεινὰ πνεῦσαι λὰξ πατε[

ἔρρ' ἐκ προσώπου μή σε καίπ̣ερ ὢν πρέσβυς

  60οὔληι κατ' ἰθ̣ὺ τῆι βατηρίηι κό[ψω.

κἠγὼ με̣ταῦτις· ὦ παρεόν[τες

θανεῦμ' ὐ̣π̣ὲρ γῆς, εἰ ὀ γέρων μ[

μαρτύρ[ο]μαι δὲ τὸν νεην[ίην

ὀ δ' εἶπεν [ἄ]μφω τὸν δορέα .[

  65καὶ τοῦτ' ἰ[δ]ὼν ἔληξα. τὸ ἔνδυ[τον

...]ναδ[..] ὦδε. τὦναρ ὦδ' ἰ[

.......]ν αἶγα τῆς φ[άραγγος] ἐξεῖλκον

..... κ]α̣λοῦ δῶρον ἐκ̣ Δ̣[ιων]ύ̣σου

..... αἰ]πόλοι μιν ἐκ βίης [ἐδ]αιτρεῦντο

  70τ]ὰ̣ ἔνθεα τελεῦντες καὶ κρεῶ[ν] ἐδαίνυντο,

τὰ μέλεα πολλοὶ κάρτα, τοὺς ἐ̣μ̣οὺς μόχθους,

τιλεῦσιν ἐν Μούσηισιν. ωδεγω[  ]το.

τὸ μὴν ἄεθλον ὠς δόκευν ἔχ[ει]ν μοῦνος

πολλῶν τὸν ἄπνουν κώρυκον πατησάντων,

  75κἠ τῶι γέροντι ξύν' ἔπρηξα ὀρινθέντι,

..] κλέος, ναὶ Μοῦσαν, ἤ μ' ἔπεα κ[

.]εγ' ἐξ ἰάμβων, ἤ με δευτέρη γν[

.]... μετ' Ἰππώνακτα τὸν παλαι[

τ]ὰ κύλλ' ἀείδειν Ξουθίδηις επιουσι.

 

IX

.]ζεσθε πᾶσαι. κοῦ τὸ παιδίον; δεξ[

.]αιπ̣[.]ος Εὐέτειραν κ̣αὶ Γλύκην .[

.]ιτ[....]αιδρη τὴν̣ ἐ̣τοῖμον ου[

........].ισμησε[..]ισματων[

   5.......].ινα̣τ[.....]νηνυτω[

........].η[......]αχηπεπο̣[

......]..[.......]φ̣ερεσκο.[

.ρ[..]οδ̣.[............]α δειλαίοις βλε[

φερω...[.........].ακαιτανυ[

  10α̣υτησυ.[..........].εται νο[

ουπρ̣ο̣σθα[.........]νι̣σ̣ηξ[

τίθεσθ' α.[........ ἄ]εθλον ἐξοι[

γληχ[...............]κεῦσί σ' ἤειρα

 

X

ἐπὴν τὸν ἐξηκοστὸν ἤλιον κάμψηις,

ὦ Γρύλλε, Γρύλλε, θνῆισκε καὶ τέφρη γίνευ·

ὠς τυφλὸς οὐπέκεινα τοῦ βίου καμπτήρ·

ἤδη γὰρ αὐγὴ τῆς ζοῆς ἀπήμβλυνται.

 

XI

προσφὺς ὄκως τις χοιράδων ἀνηρίτης

 

XII

ἢ χαλκέην μοι μυῖαν ἢ κύθρην παίζει

ἢ τῆισι μηλάνθηισιν ἄμματ' ἐξάπτων

τοῦ κεσκίου μοι τὸν γέροντα λωβᾶται.

 

XIII

ὠς οἰκίην οὐκ ἔστιν εὐμαρέως εὐρεῖν

ἄνευ κακῶν ζώουσαν· ὂς δ' ἔχει μεῖον,

τοῦτόν τι μέζον τοῦ ἐτέρου δόκει πρήσσειν.