8609 349 1 1 3 0 III d. C. ? Narrazione fittizia Heliodorus V Aethiopica Rattenbury, R.M., Paris, Les Belles Lettres, 1960. 29

HELIODORUS - Aethiopica V

[1]

[1]  "Ἡ μὲν δὴ πόλις ἡ Δελφῶν ἐν τούτοις ἦν καὶ ἔδρασεν ὅ τι δὴ καὶ ἔδρασεν, οὐ γὰρ ἔχω γινώσκειν· ἐμοὶ δὲ τὸν καιρὸν τῆς φυγῆς ἡ ἐκείνων ἐπιδίωξις ὑπέβαλεν, ἀναλαβών τε τοὺς νέους ἦγον ὡς ἐπὶ θάλατταν αὐτῆς ὡς εἶχον τῆς νυκτὸς ἐνεβίβαζόν τε εἰς τὴν ναῦν τὴν Φοίνισσαν ἄρτι τὰ πρυμνήσια λύειν μέλλουσαν· καὶ γάρ πως λοιπὸν καὶ ὄρθρου ὑποφαίνοντος οὐδὲ ὑπερβαίνειν ᾤοντο τὸν πρός με ὅρκον οἱ Φοίνικες ἡμέραν καὶ νύκτα μόνην ἀναμεῖναι συνθέμενοι.

[2] Λίαν οὖν χαίροντες ἥκοντας ἡμᾶς ὑποδέχονται καὶ παραχρῆμα λιμένων ἐκτὸς ὑπ' εἰρεσίᾳ τὸ πρῶτον ἀνήγοντο· ὡς δὲ λείου πνεύματος ἐκ γῆς προσπνεομένου κῦμα χθαμαλὸν ὑπέτρεχέ τε καὶ οἷον προσεγέλα τῇ πρύμνῃ, τότε δὴ τὴν ναῦν τοῖς ἱστίοις ὑποφέρειν ἐπέτρεπον. Κιρραῖοι μὲν δὴ κόλποι καὶ Παρνασοῦ πρόποδες Αἰτωλοί τε καὶ Καλυδώνιοι σκόπελοι μόνον οὐ διιπταμένην τὴν ὁλκάδα παρημείβοντο, νῆσοι δὲ Ὀξεῖαι καὶ σχῆμα καὶ ὄνομα θάλαττά τε Ζακύνθιος ἄρτι πρὸς δύσιν ἡλίου νεύοντος ἀνεφαίνοντο.

[3] Ἀλλὰ τί ταῦτα ἀωρὶ μηκύνω; τί δὲ λανθάνω τὴν διήγησιν εἰς πέλαγος ὄντως ἀφεὶς τῶν ἑξῆς; Ἐνταῦθά ποι τὸν λόγον ἐπίσχωμεν ὀλίγον δὲ καὶ ὕπνου σπάσωμεν· εἰ γὰρ καὶ λίαν ἄοκνος ὑπάρχεις τὴν ἀκοὴν καὶ ἐρρωμένως ἀπομάχῃ πρὸς τὸν ὕπνον, ὦ Κνήμων, ἀλλ' ἡγοῦμαί σε λοιπὸν ὀκλάζειν ἐμοῦ τἀμαυτοῦ πάθη μέχρι πόρρω τῶν νυκτῶν ἀποτείναντος· κἀμὲ δὲ λοιπόν, ὦ τέκνον, γῆράς τε βαρύνει καὶ ἡ τῶν συμφορῶν ὑπόμνησις παραλύουσα τὴν διάνοιαν εἰς ὕπνον καταφέρει."

[4] "Ἐπίσχες" εἶπεν ὁ Κνήμων "ὦ πάτερ, οὐχ ὡς ἐμοῦ τὴν διήγησιν ἀποσκευαζομένου, δοκῶ γάρ μοι μηδ' εἰ πολλὰς μὲν νύκτας πλείους δὲ ἡμέρας ἐπισυνάπτοις τοῦτο ἄν ποτε παθεῖν, οὕτως ἀκόρεστόν τι καὶ σειρήνειον τὸ κατ' αὐτήν. Ἀλλά με πάλαι θροῦς τις καὶ βόμβος ὄχλου κατὰ τὴν οἰκίαν περιηχεῖ, καὶ ἦν μὲν οὐκ ἐκτὸς τοῦ θορυβεῖσθαι σιωπᾶν δὲ ἐβιαζόμην ἐπιθυμίᾳ τῶν ἀεὶ πρὸς σοῦ λεχθησομένων ἑλκόμενος."

[5] "Ἐγὼ μὲν οὐκ ᾐσθόμην" ἔφη ὁ Καλάσιρις "τάχα μέν που καὶ δι' ἡλικίαν νωθρότερος ὢν τὴν ἀκοήν, νόσος γὰρ ἄλλων τε καὶ ὤτων τὸ γῆρας, ἴσως δὲ καὶ πρὸς τὴν διήγησιν ἠσχολημένος· ἔοικε δέ μοι Ναυσικλῆς ἥκειν ὁ τῆς οἰκίας δεσπότης, ἀλλὰ τί ἄρα ποτὲ ὦ θεοὶ διαπεπραγμένος;"

[6] "Ἅπαντα ὡς ἐβουλόμην" ἔφη ὁ Ναυσικλῆς ἀθρόον αὐτοῖς ἐπιφανείς· "οὐ γάρ με ἔλαθες, ὦ 'γαθὲ Καλάσιρι, φροντίζων τὰς ἐμὰς πράξεις καὶ ὥσπερ τῇ διανοίᾳ συνεκδημῶν, ἀλλά σε ἐφώρασα τῷ τε ἄλλῳ σου περὶ ἐμὲ τρόπῳ καὶ οἷς ἐνταῦθα εἰσιὼν κατείληφα διαλεγόμενον· ἀλλὰ τίς ὅδε ὁ ξένος;" "Ἕλλην" ἔφη ὁ Καλάσιρις· "τὰ δ' ἄλλα εἰσαῦθις ἀκούσῃ· σὺ δὲ εἴ τί σοι κατώρθωται δεξιὸν ἀπάγγελλε θᾶττον, ὡς ἂν τοῦ χαίρειν γ' ἔχοις ἡμᾶς κοινωνοῦντας."

[7]"Ἀλλὰ καὶ ὑμεῖς" εἶπεν ὁ Ναυσικλῆς "εἰς ἕω μαθήσεσθε, τὸ δὲ παρὸν ὑμῖν ὅτι βελτίονα Θίσβην ἐκτησάμην ἀπόχρη μαθεῖν· ἐμοὶ γὰρ τήν τε ἐκ τῆς ὁδοιπορίας καὶ τῶν ἄλλων φροντίδων κάκωσιν ὕπνῳ βραχεῖ γοῦν ἐστι παραμυθητέον."

[2]

[1]    Ὁ μὲν ταῦτα εἰπὼν ἀπέτρεχεν ὡς εἰρήκει ποιήσων, ὁ δὲ Κνήμων αὖος ἐγεγόνει πρὸς τὴν ἀκοὴν τῆς Θίσβης ὑπό τε ἀμηχανίας πᾶσαν ἔννοιαν διαπορῶν ἀνέστρεφε βαρύ τε καὶ συνεχὲς ἐπιστένων τὸ λειπόμενον ἐταλαιπώρει τῆς νυκτός, ὥστε οὐδὲ τὸν Καλάσιριν ἐλάνθανε τελευτῶν, ὕπνῳ καὶ ταῦτα βαθεῖ κατεσχημένον.

[2] Ἀλλὰ ἀνασχὼν ἑαυτὸν ὁ πρεσβύτης κἀπὶ τοῦ ἀγκῶνος ἐρείσας ὅ τι πεπόνθοι διηρώτα καὶ δι' ἣν αἰτίαν οὕτως ἐκτόπως ἀλύοι σχεδόν τι τῶν μεμηνότων οὐκ ἀποδέων· εἶτα "Οὐ μὴ μανῶ" πρὸς αὐτὸν ὁ Κνήμων "Θίσβην ὅτι περίεστιν ἀκηκοώς;" "Καὶ τίς ἡ Θίσβη" ἔφη ὁ Καλάσιρις "ἢ πόθεν γνωρίζεις τε ἀκούσας καὶ ζῶσαν ἀγγελλομένην φροντίζεις;"

[3] Καὶ ὃς "Τῶν μὲν ἄλλων ἀκούσῃ μετὰ ταῦτα ὅταν ποτὲ καὶ τὰ ἐμαυτοῦ σοι διηγῶμαι· ἐκείνην δὲ ἀνῃρημένην τούτοις ἐγὼ τοῖς ὀφθαλμοῖς ἐγνώρισα καὶ παρὰ τοῖς βουκόλοις χερσὶ ταυταισὶ ταῖς ἐμαῖς κατέθαψα." "Κάθευδε" εἶπεν ὁ Καλάσιρις· "ταῦτα δὲ ὅπη ποτὲ ἔσχεν οὐκ εἰς μακρὰν εἰσόμεθα."

[4] "Οὐκ ἂν δυναίμην" ἔφη, "ἀλλὰ σὺ μὲν ἀτρέμας ἔχε σαυτόν, ἐγὼ δὲ οὐκ ἔστιν ὅπως ἂν βιῴην εἰ μὴ θᾶττον ὑπεξελθὼν τρόπον ὅντινα δὴ πολυπραγμονήσαιμι τίς ποτε πλάνη τὸν Ναυσικλέα κατείληφεν ἢ ὅπως παρὰ μόνοις Αἰγυπτίοις οἱ τεθνεῶτες ἀναβιοῦσιν."

[5] Ἐμειδίασε πρὸς ταῦτα μικρὸν ὁ Καλάσιρις καὶ αὖθις ὑπηνέχθη τῷ ὕπνῳ, ὁ δὲ Κνήμων τοῦ δωματίου προήκων ἔπασχε μὲν οἷα εἰκὸς ἦν τὸν νύκτωρ καὶ σκότους καὶ κατ' οἰκίαν ἄγνωστον ἀλύοντα, πλὴν ἀλλὰ πάντα γε ὑπέμενε τὸ δεῖμα τὸ ἐκ τῆς Θίσβης καὶ τὴν ὑπόνοιαν ἀποδύσασθαι σπεύδων· [6] ἕως ὀψέ ποτε καὶ πολλάκις τοὺς αὐτοὺς ὡς ἄλλοτε ἄλλον ἀνελίττων τόπους ᾔσθετο γυναικὸς λαθραῖόν τι καὶ γοερὸν οἷον ἠρινῆς ἀηδόνος αἴλινον ᾠδὴν ἐν νυκτὶ μυρομένης, ἐπί τε τὸ δωμάτιον ὑπὸ τοῦ θρήνου χειραγωγούμενος ὥρμησε καὶ ταῖς θύραις καθ' ὃ συνέπιπτον ἀλλήλαις τὸ οὖς παραθέμενος ἐπηκροᾶτο καὶ τοιάδε κατελάμβανεν ἔτι θρηνοῦσαν.

[7] "Ἐγὼ δὲ ἡ παναθλία χεῖρα λῃστρικὴν ἐκπεφευγέναι καὶ μιαιφόνον ᾤμην θάνατον ἐλπισθέντα διαδεδρακέναι βιώσεσθαί τε τὸ λειπόμενον ἅμα τῷ φιλτάτῳ, ξένον μὲν καὶ ἀλήτην βίον ἀλλὰ μετ' ἐκείνου γινόμενον ἥδιστον, οὐδὲν γὰρ οὕτως ἐμοὶ χαλεπὸν ὃ μὴ μετ' ἐκείνου φορητόν· νυνὶ δὲ ὁ μηδεπώποτε κεκορεσμένος ἐμὲ δὲ ἐξ ἀρχῆς εἰληχὼς δαίμων μικρὸν τῶν ἡδονῶν ὑποθέμενος εἶτα ἠπάτησε.

[8] Δουλείαν ᾤμην ἐκπεφευγέναι, δουλεύω πάλιν· δεσμωτήριον, καὶ φρουροῦμαι· νῆσος εἶχέ με καὶ σκότος· ὅμοια τὰ νῦν ἐκείνοις, ἀληθέστερον δὲ εἰπεῖν καὶ πικρότερα, τοῦ καὶ βουλομένου καὶ δυναμένου παραμυθεῖσθαι ταῦτα κεχωρισμένου· σπήλαιον ἦν μοι λῃστρικὸν εἰς τὴν παρελθοῦσαν τὸ καταγώγιον, ἄδυτον καὶ βάραθρον καὶ τί γὰρ ἄλλ' ἢ τάφος ἡ οἴκησις;

[9] Ἐπεκούφιζε καὶ ταῦτα παρὼν ὁ πάντων ἐμοὶ φίλτατος· ἐκεῖ με καὶ ζῶσαν ἐθρήνησε καὶ τεθνεῶσαν, ὡς ᾤετο, ἐδάκρυσεν, ὡς ἀνῃρημένην ἐπένθησεν· ἀπεστέρημαι νυνὶ καὶ τούτων, οἴχεται ὁ κοινωνὸς τῶν δυστυχημάτων καὶ ὡς ἄχθη τὰ πάθη πρός με νεμόμενος· ἐγὼ δὲ μόνη καὶ ἔρημος, αἰχμάλωτος καὶ πολύθρηνος, τύχης βουλήμασι πικρᾶς ἐκκειμένη, καὶ ζῆν τέως ἀνεχομένη διότι μοι περιεῖναι τὸν γλυκύτατον ἐλπίζω.

[10] Ἀλλ' ὦ ψυχὴ ἐμή, ποῦ ποτε ἄρα τυγχάνεις; τίς δέ σε διεδέξατο τύχη; ἆρα μὴ καὶ αὐτός, οἴμοι, δουλεύεις τὸ μόνον ἐλεύθερον καὶ ἀδούλωτον πλὴν ἔρωτος φρόνημα; ἀλλὰ σῴζοιό γε μόνον καὶ θεάσαιό ποτε Θίσβην τὴν σήν· τοῦτο γάρ με καλέσεις καὶ μὴ βουλόμενος."

[3]

[1]    Οὐκέτι κατέχειν ἑαυτὸν ἐκαρτέρησεν ὁ Κνήμων ὡς τούτων ἤκουσεν οὐδὲ ὑπέμεινε τὴν τῶν ὑπολοίπων ἀκρόασιν, ἀλλ' ἐκ τῶν πρώτων ἕτερα ὑπονοήσας, ἐκ τῶν ἐπὶ τέλους τὴν Θίσβην εἶναι τῷ ὄντι πιστεύσας, ὀλίγου μὲν ἐδέησε καὶ κατενεχθῆναι παρ' αὐταῖς σχεδόν τι ταῖς θύραις· [2] ἀντίσχων δὲ χαλεπῶς καὶ δέει τοῦ μὴ πρός τινος ἁλῶναι (καὶ γὰρ καὶ ἀλεκτρυόνες ἤδη τὸ δεύτερον ᾖδον) ἀπέτρεχε σφαλλόμενος καὶ νῦν μὲν τὼ πόδε προσπταίων νῦν δὲ τοῖς τοίχοις ἀθρόον ἐμπίπτων, καὶ ἄρτι μὲν ὑπερθύροις ἄρτι δὲ σκεύεσιν εἴ πή τι τῆς ὀροφῆς ἤρτητο τὴν κεφαλὴν προσαράσσων ἐπὶ τὸ δωμάτιον οὗ κατήγοντο μετὰ πολλὴν τὴν πλάνην ἀφικόμενος ἀθρόον ἐπὶ τὴν εὐνὴν καταφέρεται·

[3] καὶ αὐτῷ τὸ μὲν σῶμα παλμὸς εἶχε τῶν δὲ ὀδόντων ἄραβος πολὺς ἐγίνετο, καὶ τάχα ἂν καὶ εἰς ἔσχατον ἦλθε κινδύνου εἰ μὴ θᾶττον ὁ Καλάσιρις αἰσθόμενος ἔθαλπέ τε συνεχῶς καὶ λόγῳ παντοίως ἀνελάμβανεν. Ἐπεὶ δὲ μικρὸν ἀνέπνευσε τὴν αἰτίαν ἐξεμάνθανεν· ὁ δὲ "Ἀπόλωλά σοι" ἔφη· "ζῇ γὰρ ὡς ἀληθῶς ἡ κακίστη Θίσβη"· καὶ εἰπὼν αὖθις ἐξέθανε.

[4]

[1]    Καὶ ὁ Καλάσιρις αὖθις πράγματα εἶχεν ἐπιρρωννύναι πειρώμενος. Ἔπαιζε δὲ ἄρα τι τὸν Κνήμωνα δαιμόνιον, ὃ καὶ τὰ ἄλλα χλεύην ὡς ἐπίπαν τὰ ἀνθρώπεια καὶ παιδιὰν πεποίηται, καὶ οὐδὲ τῶν ἡδίστων ἀλύπως μετέχειν ἐπέτρεπεν ἀλλ' ὅτι μετ' ὀλίγον ἡσθήσεσθαι ἔμελλεν ἤδη τὸ ἀλγεινὸν ἐπέπλεκε, τάχα μὲν οὕτως ἔθος ὂν αὐτῷ καὶ νῦν ἐπιδεικνύμενον, τάχα δέ που καὶ τῆς ἀνθρώπων φύσεως ἀμιγὲς καὶ καθαρὸν τὸ χαῖρον οὐκ ἐπιδεχομένης.

[2] Ὡς δὴ καὶ τότε ὁ Κνήμων ἔφευγέ τε τὰ πάντων μᾶλλον αἱρετὰ καὶ φοβερὰ τὰ ἥδιστα ὑπελάμβανεν, ἦν γὰρ οὐ Θίσβη τὸ θρηνοῦν γύναιον ἀλλὰ Χαρίκλεια.

[3] Ἐγεγόνει δὲ τὰ περὶ αὐτὴν ὧδε· ἐπειδὴ γὰρ ὁ μὲν Θύαμις ἁλοὺς ἐζώγρητο καὶ εἴχετο αἰχμάλωτος ἡ δὲ νῆσος ἐνεπέπρηστο καὶ τῶν ἐνοίκων ἐκεκένωτο βουκόλων, ὁ μὲν Κνήμων καὶ Θέρμουθις ὁ τοῦ Θυάμιδος ὑπασπιστὴς ἑῷοι τὴν λίμνην διέπλευσαν ὅ τί ποτε τὸν λῄσταρχον ἔδρασαν οἱ πολέμιοι κατασκοπήσοντες· ἔσχε τε τὰ κατ' αὐτοὺς ὡς δὴ καὶ εἴρηται.

[4] Μόνοι δὲ Θεαγένης καὶ Χαρίκλεια κατὰ τὸ σπήλαιον ὑπελείποντο τὸ ὑπερβάλλον τῶν παρόντων δεινῶν ἀγαθὸν μέγιστον τιθέμενοι· τότε γὰρ πρῶτον ἰδίᾳ καὶ παντὸς ἀπηλλαγμένοι τοῦ ὀχλήσοντος ἀλλήλοις ἐντυχόντες ἀπαραποδίστων καὶ ὁλοσχερῶν περιπλοκῶν τε καὶ φιλημάτων ἐνεπίμπλαντο.

[5] Καὶ πάντων ἅμα εἰς λήθην ἐμπεσόντες εἴχοντο ἐπὶ πλεῖστον ἀλλήλων οἱονεὶ συμπεφυκότες, ἁγνεύοντος μὲν ἔτι καὶ παρθενεύοντος ἔρωτος κορεννύμενοι δάκρυσι δὲ ὑγροῖς καὶ θερμοῖς εἰς ἀλλήλους κεραννύμενοι καὶ καθαροῖς μόνον μιγνύμενοι τοῖς φιλήμασιν· ἡ γὰρ Χαρίκλεια τὸν Θεαγένην εἴ τι παρακινοῦντα αἴσθοιτο καὶ ἀνδριζόμενον ὑπομνήσει τῶν ὅρκων ἀνέστελλεν, ὁ δὲ οὐ χαλεπῶς ἐπανήγετο καὶ σωφρονεῖν ῥᾳδίως ἠνείχετο ἔρωτος μὲν ἐλάττων ἡδονῆς δὲ κρείττων γινόμενος.

[6] Ἐπεὶ δὲ ὀψέ ποτε τῶν πρακτέων εἰς ἔννοιαν ἐλθόντες δόξαι κόρον ἔχειν ἐβιάσθησαν, ἄρχεται ὁ Θεαγένης λόγων τοιῶνδε "Τὸ μὲν συνεῖναι ἡμᾶς ἀλλήλοις, ὦ Χαρίκλεια, καὶ τοῦτο ἔχειν ὃ πάντων τε προτιμότερον ἐποιησάμεθα καὶ δι' ὃ πάντα ὑπέστημεν, ἡμεῖς τε εὐχόμεθα θεοί τε Ἑλλήνιοι παρέχοιεν.

[7] Ἐπεὶ δὲ ἀστάθμητόν τι τὸ ἀνθρώπειον καὶ ἄλλοτε πρὸς ἄλλα φερόμενον καὶ πολλὰ μὲν πεπόνθαμεν πολλὰ δὲ ἐλπίζομεν πρόκειται δὲ ἡμῖν κατὰ τὰ συγκείμενα πρὸς Κνήμωνα πάντως ἐπὶ Χέμμιν τὴν κώμην ἐπείγεσθαι καὶ ἄδηλον ἥτις ἡμᾶς διαδέξεται τύχη πολὺ δὲ καὶ ἄπειρον ὡς ἔοικε διάστημα τῆς ἐλπιζομένης ἡμῖν γῆς ὑπολείπεται, φέρε σύμβολά τινα ποιησώμεθα δι' ὧν ἀπόρρητά τε γνωριοῦμεν παρόντες καὶ εἰ χωρισθῆναί ποτε συμβαίνοι μαστεύσομεν ἀλλήλους. Ἀγαθὸν γὰρ πλάνης ἐφόδιον σύνθημα φιλικὸν εἰς ἀνεύρεσιν φυλαττόμενον."

[5]

[1]    Ἐπῄνει ταῦτα ἡ Χαρίκλεια καὶ ἐδόκει ναοῖς ἐπιγράφειν, εἰ χωρισθεῖεν, ἢ ἀγάλμασιν ἐπισήμοις ἑρμαῖς τε καὶ λίθοις ἐπὶ τριόδων τὸν μὲν Θεαγένην "ὁ Πυθικός" τὴν δὲ Χαρίκλειαν "ἡ Πυθιὰς ἐπὶ δεξιὰ ἢ ἀριστερὰ πεπόρευται πόλιν ἐπὶ τήνδε ἢ κώμην ἢ ἔθνος", ἡμέραν καὶ ὥραν προσδιορίζοντας.

[2] Εἰ δὲ εἰς ταὐτὸν γίνοιντο, ἀρκεῖν μὲν ἑτέρῳ τὸν ἕτερον καὶ μόνον ὀφθῆναι, οὐδένα γὰρ χρόνον εἶναι ὅσος ἀμαυρῶσαι αὐτοῖς τῶν ψυχῶν τὰ ἐρωτικὰ γνωρίσματα. Ὅμως δ' οὖν ἡ μὲν Χαρίκλεια τὸν συνεκκείμενον αὑτῇ πατρῷον ἐδείκνυ δακτύλιον οὐλὴν δὲ ἐπὶ τοῦ γόνατος ἐκ θήρας συὸς ὁ Θεαγένης, ἐκ δὲ λόγων σύμβολα ἡ μὲν λαμπάδα ὁ δὲ φοίνικα συνετίθεντο.

[3] Ἐπὶ τούτοις αὖθις περιέβαλλον ἀλλήλους καὶ αὖθις ἔκλαιον ὥσπερ οἶμαι σπονδῶν τῶν δακρύων ἀπάρχοντες καὶ ὅρκια τὰ φιλήματα ποιούμενοι. Τούτων συγκειμένων ἀνεδύοντο τοῦ σπηλαίου κειμηλίων μὲν ἄλλων τῶν ἐναποκειμένων οὐδενὸς θιγόντες, τὸν γὰρ ἀπὸ σύλων πλοῦτον βέβηλον ἐδοκίμαζον, ἃ δὲ αὐτοὶ μὲν ἐκ Δελφῶν ἐπήγοντο οἱ λῃσταὶ δὲ αὐτῶν ἀφείλοντο ταῦτα συνεσκευάζοντο.

[4] Ἡ Χαρίκλεια δὲ καὶ μετημφίασεν ἑαυτὴν ἐνθεμένη μὲν πηριδίῳ τινὶ τούς τε ὅρμους καὶ τὰ στέμματα καὶ τὴν ἱερὰν ἐσθῆτα, καὶ ὥστε λανθάνειν αὐτοὺς καὶ ἄλλα σκεύη τῶν εὐτελῶν ἐπιβαλοῦσα, τὸ δὲ τόξον καὶ τὴν φαρέτραν Θεαγένει φέρειν ἐγχειρίσασα, φόρτον ἥδιστον ἐκείνῳ καὶ θεοῦ τοῦ κρατοῦντος ὅπλον οἰκειότατον. Ἄρτι δὲ τῇ λίμνῃ πλησιάσαντες καὶ σκάφους ἐπιβήσεσθαι μέλλοντες ἔνοπλον ὁρῶσι πλῆθος ἐπὶ τὴν νῆσον περαιούμενον.

[6]

[1]    Ἰλιγγιάσαντες οὖν πρὸς τὴν θέαν ἐπὶ πλεῖστον ἀχανεῖς εἱστήκεσαν οἷον ἀπαλγοῦντες πρὸς τὴν τύχην οὕτως ἐπαλλήλως ἐπηρεάζουσαν· ὀψὲ δ' οὖν ποτε καὶ μόνον οὐ προσορμιζομένων ἤδη τῶν ἐπιόντων ἀποδιδράσκειν ἡ Χαρίκλεια καὶ τῷ σπηλαίῳ κρύπτειν ἑαυτοὺς εἴ πη διαλάθοιεν ἠξίου καὶ ἅμα ἀπέτρεχεν.

[2] Ἀλλ' ὁ Θεαγένης ἐπεῖχέ τε καὶ "Ἄχρι τίνος" ἔλεγε "φευξόμεθα τὴν πανταχοῦ διώκουσαν εἱμαρμένην; εἴξωμεν τῇ τύχῃ καὶ χωρήσωμεν ὁμόσε τῷ φέροντι· κερδήσωμεν ἄλην ἀνήνυτον καὶ πλάνητα βίον καὶ τὴν ἐπάλληλον τοῦ δαίμονος καθ' ἡμῶν πομπείαν.

[3] Οὐχ ὁρᾷς ὡς φυγαῖς ἐπισυνάπτειν πειρατήρια καὶ τοῖς ἐκ θαλάττης ἀτόποις τὰ ἐκ γῆς φιλοτιμεῖται χαλεπώτερα, πολέμους ἄρτι λῃσταῖς μετ' ὀλίγον; Αἰχμαλώτους μικρῷ πρόσθεν εἶχεν, ἐρήμους αὖθις ἀπέδειξεν· ἀπαλλαγὴν καὶ φυγὴν ἐλευθέραν ὑπέθετο καὶ τοὺς ἀναιρήσοντας ἐπέστησε, τοιοῦτον παίζει καθ' ἡμῶν πόλεμον ὥσπερ σκηνὴν τὰ ἡμέτερα καὶ δρᾶμα πεποιημένος.

[4] Τί οὖν οὐχ ὑποτέμνομεν αὐτοῦ τὴν τραγικὴν ταύτην ποίησιν καὶ τοῖς βουλομένοις ἀναιρεῖν ἐγχειρίζομεν; μή πη καὶ ὑπέρογκον τὸ τέλος τοῦ δράματος φιλοτιμούμενος καὶ αὐτόχειρας ἡμᾶς ἑαυτῶν ἐκβιάσηται γενέσθαι."

[7]

[1]    Τούτοις εἰρημένοις οὐ πᾶσιν ἡ Χαρίκλεια συνετίθετο, τὴν μὲν τύχην ἐν δίκῃ κακηγορεῖσθαι πρὸς αὐτοῦ φάσκουσα τὸ δὲ τοῖς πολεμίοις ἑκόντας ἑαυτοὺς ἐγχειρίζειν οὐκ ἐπαινοῦσα· μὴ γὰρ εἶναι πρόδηλον ὡς ἀναιρήσουσι λαβόντες (οὐ γὰρ οὕτω χρηστῷ τῷ δαίμονι προσπαλαίειν ὡς ταχεῖαν τῶν συμφορῶν ἀπαλλαγὴν συγχωρῆσαι), ἀλλ', ἐνδεχόμενον βουληθῆναι καὶ περισῴζειν ἑαυτοῖς εἰς δουλείαν (ὃ τίνος οὐκ ἂν γένοιτο θανάτου πικρότερον;), ὀλέθροις βαρβάροις ἐκκεῖσθαι πρὸς ὕβριν ἐπίρρητον καὶ δυσώνυμον, "ἣν πάντα τρόπον καὶ ὡς δυνατὸν ἐκκλίνωμεν, ἐπιτυχίας ἐλπίδα τὴν πεῖραν τῶν παρελθόντων ὑποθέμενοι, πολλάκις ἤδη καὶ ἐξ ἀπιστοτέρων περιγενόμενοι."

[2] "Ποιῶμεν ὡς βούλει" φήσας ὁ Θεαγένης εἵπετο ἡγουμένῃ καθάπερ ἑλκόμενος. Οὐ μὴν ἔφθησάν γε πρὸς τὸ σπήλαιον διελθόντες ἀλλ' ἕως τοὺς κατὰ πρόσωπον ἐπιόντας περιεσκόπουν ἔλαθον ὑπὸ μοίρας τῶν πολεμίων ἣ κατ' ἄλλο μέρος ἀπέβη τῆς νήσου κατόπιν σαγηνευθέντες· καὶ οἱ μὲν ἐκπλαγέντες ἔστησαν ὑποδραμούσης τὸν Θεαγένην τῆς Χαρικλείας ὡς εἰ καὶ τεθνάναι δεήσειεν ἐν χερσὶ ταῖς ἐκείνου γίνοιτο.

[3] Τῶν δὲ ἐπελθόντων ἐπανετείναντο μέν τινες ὡς πατάξοντες· ὡς δ' ἐπιβλέψαντες οἱ νέοι κατηύγασαν τοὺς ἐπιφερομένους ὤκλαζεν αὐτοῖς ὁ θυμὸς καὶ παρεῖντο αἱ δεξιαί, τοὺς γὰρ καλοὺς καὶ βάρβαροι χεῖρες ὡς ἔοικε δυσωποῦνται καὶ πρὸς τὴν ἐράσμιον θέαν καὶ ἀπρόσφυλος ὀφθαλμὸς ἡμεροῦται.

[8]

[1]    Συλλαβόντες οὖν ἦγον ἐπὶ τὸν ἄρχοντα λίαν ἐσπουδακότες λαφύρων τὸ κάλλιστον πρῶτοι προσαγαγεῖν· ἔμελλον δὲ ἄρα καὶ μόνον προσφέρειν, ἄλλῳ γὰρ οὐδενὶ τῶν ἄλλων οὐδεὶς ἐπετύγχανεν ἐκ περάτων καὶ ταῦτα εἰς πέρατα τὴν νῆσον ἐπιδραμόντες καὶ ὡς ἄρκυσι τοῖς ὅπλοις πανταχόθεν πᾶσαν περιβαλόντες. Ἡ μὲν γὰρ ἄλλη πυρὶ πρὸς τοῦ προτέρου πολέμου κατηνάλωτο· μόνον δὲ λειπόμενον τὸ σπήλαιον ἠγνοεῖτο.

[2] Καὶ οἱ μὲν οὕτως ἤγοντο ἐπὶ τὸν πολέμαρχον, ἦν δ' ἄρα Μιτράνης ὁ φρούραρχος Ὀροονδάτου τοῦ τῷ βασιλεῖ τῷ μεγάλῳ τὴν Αἴγυπτον σατραπεύοντος, ἐπὶ χρήμασι πολλοῖς ὑπὸ Ναυσικλέους, ὡς δεδήλωται, κατὰ ζήτησιν τῆς Θίσβης ἀφιγμένος ἐπὶ τὴν νῆσον.

[3] Ὡς οὖν ἀγόμενοι πλησίον οἱ περὶ τὸν Θεαγένην ὤφθησαν θεοὺς σωτῆρας ἐπιβοώμενοι πολλάκις, ἐμπορικόν τι καὶ δραστήριον ἐννοήσας ὁ Ναυσικλῆς ἐξήλατό τε καὶ προσδραμὼν "Αὕτη ἐκείνη Θίσβη" κεκραγὼς ἔλεγεν "ἣν ἀφῃρέθην μὲν πρὸς τῶν ὀλέθρων βουκόλων ἔχω δὲ διὰ σέ, Μιτράνη, καὶ τοὺς θεούς."

[4] Ἐδράττετό τε τῆς Χαρικλείας καὶ χαίρειν εἰς ὑπερβολὴν ἐνεδείκνυτο καὶ τῇ Χαρικλείᾳ Θίσβην ὁμολογεῖν ἑαυτὴν εἰ βούλοιτο σῴζεσθαι παρεκελεύετο, ἠρέμα καὶ ἑλληνιστὶ παραφθεγγόμενος ὡς ἂν λανθάνοι τοὺς παρόντας· καὶ τοῦ σοφίσματος ἔτυχεν· ἡ γὰρ δὴ Χαρίκλεια γλώσσης τε ἑλληνίδος αἰσθομένη καί τι καὶ συνοῖσον ἀνύεσθαι πρὸς τοῦ ἀνδρὸς στοχαζομένη συνύφαινε τὸν σκοπὸν καὶ τῷ Μιτράνῃ πυνθανομένῳ τίς ποτε καλοῖτο Θίσβην ἑαυτὴν ὡμολόγει.

[5] Τότε δὴ προσδραμὼν ἐφίλει τε πολλὰ τὴν κεφαλὴν τοῦ Μιτράνου καὶ τῆς τύχης ὑπερθαυμάζων ἐφύσα τὸν βάρβαρον ὡς ἄλλα τε πλεῖστα κατωρθωκότα ἐν πολέμοις καὶ δὴ καὶ τὴν παροῦσαν στρατείαν εὐδαιμόνως πεποιημένον. Ὁ δὲ χαυνωθεὶς τοῖς ἐπαίνοις καὶ ἅμα τὸ πρᾶγμα οὕτως ἔχειν ὑπὸ τοῦ ὀνόματος ἀπατηθεὶς ἐξεπέπληκτο μὲν τῆς ὥρας, ἀπ' εὐτελοῦς γὰρ καὶ ταῦτα τῆς ἐσθῆτος οἷον νέφους αὐγὴ σεληναίας διεξέλαμπεν· [6] ὅμως δ' οὖν τὸ κοῦφον τοῦ φρονήματος ἀπάτης ὀξύτητι συσχεθεὶς καὶ τὸν καιρὸν τῆς μεταμελείας προληφθεὶς "Ταύτην μὲν" ἔφη "σὴν οὖσαν ἀπολαβὼν ἄγε" (καὶ εἰπὼν ἐνεχείριζεν, ἀφορῶν τε εἰς αὐτὴν συνεχῶς καὶ ὅτι ἄκων καὶ προλήψει τοῦ μισθοῦ παραχωροίη τῆς κόρης ἐπισημαίνων) "οὑτοσὶ δέ, ὅστις ποτέ ἐστι" λέγων τὸν Θεαγένην "λάφυρον ἡμέτερον ἔστω καὶ ἑπέσθω φρουρούμενος, ἀναπεμφθησόμενος εἰς Βαβυλῶνα, τραπέζῃ γὰρ τῇ βασιλέως διακονεῖν ἐμπρέπει."

[9]

[1]    Τούτων εἰρημένων ἐπεραιοῦντο τὴν λίμνην καὶ χωρισθέντες ἀλλήλων ὁ μὲν εἰς τὴν Χέμμιν ὁ Ναυσικλῆς ἔχων τὴν Χαρίκλειαν ἔρχεται, Μιτράνης δὲ ἐπὶ ἑτέρας κώμας τῶν ὑπηκόων ἐκτραπεὶς οὐδὲν ὑπερθέμενος ἅμα γράμμασι τὸν Θεαγένην πρὸς Ὀροονδάτην ὄντα κατὰ τὴν Μέμφιν ἐξέπεμψεν.

[2] Εἶχε δὲ ὧδε τὰ ἐπεσταλμένα· "Ὀροονδάτῃ σατράπῃ Μιτράνης φρούραρχος· Ἕλληνα νεανίσκον, ὑπεραίροντα τὴν ἐμὴν δεσποτείαν καὶ θεῷ βασιλεῖ τῷ μεγίστῳ μόνῳ καὶ φαίνεσθαι καὶ διακονεῖσθαι ἄξιον, αἰχμάλωτον εἰληφὼς πρός σε διεπεμψάμην, ἐκχωρῶν σοι τηλικοῦτο καὶ τοιοῦτο δῶρον τῷ κοινῷ δεσπότῃ προσάγειν οἷον ἡ βασίλειος αὐλὴ κόσμον οὔτε πρότερον εἶδεν οὔτε αὖθις ὄψεται."

[10]

[1]    Ταῦτα μὲν ἐκεῖνος ἐπέστελλεν· οὔπω δὲ ἡμέρας ἀκριβῶς ὑποφαινούσης ὁ Καλάσιρις ἅμα τῷ Κνήμωνι παρὰ τὸν Ναυσικλέα σπεύδων μαθεῖν τι τῶν ἀγνοουμένων ἔρχεται καὶ πυνθανομένω τίνα εἴη διαπεπραγμένος ἅπαντα ὁ Ναυσικλῆς ἔλεγεν,

[2] ὡς ἦλθεν ἐπὶ τὴν νῆσον, ὡς κατέλαβεν ἔρημον, ὡς οὐδενὶ τὰ πρῶτα συνέτυχεν, ὡς ἀπάτῃ τὸν Μιτράνην περιῆλθε καί τινα φανεῖσαν κόρην ὡς Θίσβην ἀπέλαβε, καὶ ὅτι βέλτιον εἴη διαπεπραγμένος ταύτης ἐπιτυχὼν ἢ ἐκείνην ἂν εὑρών· οὐ γὰρ μικρὸν εἶναι τὸ διάφορον ἀλλ' ὅσον ἄν τι γένοιτο θεοῦ πρὸς ἄνθρωπον, οὕτως οὐκ εἶναι τοῦ κάλλους ὑπερβολὴν οὐδὲ αὐτῷ δυνατὸν εἶναι τῷ λόγῳ φράζειν, καὶ ταῦτα ἐξὸν παροῦσαν ἐπιδεικνύναι.

[11]

[1]    Ταῦτα ὡς ἤκουσαν ὑπόνοιαν εὐθὺς τῶν ἀληθῶν ἐλάμβανον ἱκέτευόν τε προστάττειν ὡς ὅτι τάχιστα παρεῖναι τὴν κόρην, τὸ γὰρ ἄφραστον κάλλος Χαρικλείας ἐγνώριζον. Ὡς δὲ ἤχθη καὶ τὰ πρῶτα κάτω νεύουσα καὶ τὸ πρόσωπον εἰς ὀφρὺν σκέπουσα τοῦ Ναυσικλέους θαρρεῖν παρακελευομένου μικρὸν ἀνένευσεν εἶδέ τε καὶ ὤφθη παρ' ἐλπίδας, ὀδυρμὸς ἅπασιν ἀθρόον ἀνεκινήθη καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος ἢ πληγῆς τῆς αὐτῆς ἀνωλόλυξαν.

[2] Ἦν τε ἀκούειν ἐπὶ πλεῖστον "ὦ πάτερ" καὶ "ὦ θύγατερ" καὶ "ἀληθῶς Χαρίκλεια καὶ οὐχὶ Θίσβη" [τοῦ Κνήμωνος]. Ὁ δὲ Ναυσικλῆς ἐνεὸς ἐγεγόνει τόν τε Καλάσιριν ἐφ' ὅσον περιβαλὼν τὴν Χαρίκλειαν ἐδάκρυεν ἀφορῶν καὶ τίς ὁ καθάπερ ἐπὶ σκηνῆς ἀναγνωρισμὸς διαπορῶν, ἕως αὐτὸν ὁ Καλάσιρις ἐφ' ὅσον πλεῖστον ἅμα φιλήμασι κατασπασάμενος

[3]"Ὦ βέλτιστε ἀνδρῶν" ἔλεγε "σοὶ δὲ ἀντὶ τούτων οἱ θεοὶ τοσαῦτα δοῖεν ὅσα κατὰ γνώμην ὄντα τὴν σὴν εἰς κόρον τελεσθῆναι. Σωτήρ μοι τῆς οὐδαμόθεν ἐλπισθείσης ἔτι θυγατρὸς γέγονας καὶ δέδωκας ἰδεῖν τὴν ἐμοὶ πάντων ἡδίστην θέαν. Ἀλλ' ὦ θύγατερ, ὦ Χαρίκλεια, Θεαγένην δὲ ποῦ κατέλιπες;" Ἀνωλόλυξε πρὸς τὴν ἐρώτησιν καὶ διαλιποῦσα μικρὸν "Αἰχμάλωτον" εἶπεν "ἄγει λαβὼν ὅστις ποτέ ἐστιν ὁ κἀμὲ τούτῳ παραδεδωκώς."

[4] Ἱκέτευεν οὖν ὁ Καλάσιρις τὸν Ναυσικλέα μηνύειν ἃ γινώσκει περὶ τοῦ Θεαγένους καὶ τίς μὲν ὁ νῦν δεσπόζων ὅποι δ' ἄγει λαβών. Ἔλεγε πάντα ὁ Ναυσικλῆς συνεὶς ἐκείνους εἶναι τούτους περὶ ὧν διείλεκτο πολλάκις πρὸς αὐτὸν ὁ πρεσβύτης καὶ ὧν κατὰ ζήτησιν ἀλώμενον ἐν θρήνοις ἐγίνωσκε.

[5] Προσετίθει δὲ μηδὲν αὐτοῖς εἶναι πλέον τῆς γνώσεως ἀνθρώποις ἀπορουμένοις, τοῦ Μιτράνου θαυμαστὸν εἰ καὶ ἐπὶ πολλοῖς ἂν αἱρησομένου χρήμασιν ἀφεῖναι τὸν νεανίσκον. "Ἔστιν ἡμῖν" ἔφη "χρήματα" λάθρα πρὸς τὸν Καλάσιριν ἡ Χαρίκλεια "καὶ ἐπάγγειλαι πλῆθος ὁπόσον βούλει· τὸν ὅρμον ὃν οἶσθα διασῴζω καὶ ἔχω φέρουσα."

[12]

[1]    Θαρσήσας οὖν πρὸς ταῦτα ὁ Καλάσιρις δεδιὼς δὲ μή τινα λάβοι τῶν ὄντων ὁ Ναυσικλῆς ὑπόνοιαν καὶ ὧν ἐπεφέρετο ἡ Χαρίκλεια "Ὦ 'γαθὲ Ναυσίκλεις" ἔφη "οὐκ ἔστιν ὅτε ἐνδεής ἐστιν ὁ σοφὸς ἀλλ' ὕπαρξιν ἔχει τὴν βούλησιν, τοσαῦτα λαμβάνων παρὰ τῶν κρειττόνων ὅσα καὶ αἰτεῖν οἶδε καλόν· ὥστε καὶ φράζε μόνον ὅπου ποτέ ἐστιν ὁ κρατῶν Θεαγένους, ὡς τό γε ἐκ τῶν θεῶν ἡμᾶς οὐ περιόψεται ἀλλ' ἐπαρκέσει πρὸς ὅσον ἂν βουληθῶμεν τὸ Περσικὸν φυγαδεῦσαι φιλοχρήματον."

[2] Ἐμειδίασε πρὸς ταῦτα ὁ Ναυσικλῆς καὶ "Τότε" ἔφη "δώσεις με πιστεύειν δύνασθαί σε καθάπερ ἐκ μηχανῆς ἀθρόον πλουτεῖν εἴπερ ἐμοὶ προτέρῳ τὰ ὑπὲρ τῆσδε λύτρα καταθεῖο· πάντως δὲ ἐννοεῖς ὡς τὸ Περσικὸν καὶ τὸ ἐμπορικὸν ἐν ἴσῳ φιλοπλούσιον." "Οἶδα" εἶπεν ὁ Καλάσιρις "καὶ ἕξεις. Τί δὲ οὐ μέλλεις, φιλανθρωπίας οὐδὲν ἀπολιπὼν ἀλλὰ φθάνων τε τὰς ἡμετέρας παρακλήσεις καὶ τὴν ἀπόδοσιν τῆς θυγατρὸς αὐτεπάγγελτος ἐπινεύων; εὐχῆς δὲ δεῖ μοι πρότερον."

[3] "Οὐδεὶς φθόνος" ἔφη ὁ Ναυσικλῆς "μᾶλλον δὲ εἰ δοκεῖ, θύειν γὰρ μέλλω χαριστήρια τοῖς θεοῖς, ἐπεύχου παρὼν τοῖς ἱεροῖς θεῖος καὶ τὸν πλοῦτον ἡμῖν μὲν αἴτει σαυτῷ δὲ λάμβανε." "Μὴ παῖζε μηδ' ἄπιστος ἔσο" [ἔφη] πρὸς αὐτὸν ὁ Καλάσιρις "ἀλλ' ἡγοῦ καὶ εὐτρέπιζε τὰ πρὸς τὴν θυσίαν, ἡμεῖς δὲ παρεσόμεθα πάντων ἡτοιμασμένων."

[13]

[1]    Ἐποίουν οὕτως καὶ μετ' οὐ πολὺ παρὰ τοῦ Ναυσικλέους ἥκων τις ἐκάλει σπεύδειν ἐπὶ τὴν θυσίαν. Οἱ δέ ‑ τὰ πρακτέα γὰρ αὐτοῖς ἤδη συνέκειτο ‑ χαίροντες ἐπορεύοντο, αὐτοὶ μὲν ἅμα τῷ Ναυσικλεῖ καὶ ἄλλῳ πλήθει τῶν κεκλημένων (δημοτελῆ γὰρ ηὐτρέπιστο τὴν θυσίαν) ἡ Χαρίκλεια δὲ σὺν τῇ θυγατρὶ τοῦ Ναυσικλέους καὶ γυναιξὶ ταῖς ἄλλαις ὅσαι παρηγοροῦσαι πολλὰ καὶ λιπαροῦσαι μόλις ἔπεισαν ἅμα βαδίζειν, τάχα οὐκ ἄν ποτε πεισθεῖσαν εἰ μὴ τῇ προφάσει τῆς θυσίας εἰς τὰς ὑπὲρ Θεαγένους εὐχὰς ἀποχρήσασθαι διενοήθη.

[2] Ὡς δὲ ἐπὶ τὸν νεὼν τοῦ Ἑρμοῦ παρεγένοντο, τούτῳ γὰρ ἦγε τὴν θυσίαν Ναυσικλῆς ὡς ἀγοραίῳ τε καὶ ἐμπορικῷ διαφερόντως τῶν ἄλλων θεῶν αὑτὸν καθοσιούμενος, καὶ τὰ ἱερὰ τάχιστα τέθυτο, πρὸς βραχὺ τὰ σπλάγχνα ὁ Καλάσιρις ἐπιθεωρήσας καὶ ποικίλην δηλοῦσθαι τῶν μελλόντων συντυχίαν ἡδέων τε καὶ λυπηρῶν ταῖς τοῦ προσώπου τροπαῖς ἐμφήνας, ἐπιβάλλει τὼ χεῖρε τοῖς βωμοῖς ἐπιφθεγγόμενος καὶ ὡς τῆς πυρᾶς δῆθεν σπασάμενος ἃ πάλαι ἐπεκομίζετο "Ταῦτά σοι" ἔφη "λύτρα Χαρικλείας, ὦ Ναυσίκλεις, οἱ θεοὶ δι' ἡμῶν προσάγουσι."

[3] Καὶ ἅμα ἐνεχείριζε δακτύλιόν τινα τῶν βασιλικῶν ὑπερφυές τι χρῆμα καὶ θεσπέσιον, τὸν μὲν κύκλον ἠλέκτρῳ διάδετον ἀμεθύσῳ δὲ Αἰθιοπικῇ τὴν σφενδόνην φλεγόμενον, μέγεθος μὲν ὅσον ὄμμα παρθενικὸν περιγραφῇ κάλλος δὲ μακρῷ τῆς Ἰβηρίδος τε καὶ Βρεττανίδος ὑπερφερούσῃ· ἡ μὲν γὰρ ἀδρανεῖ τῷ ἄνθει φοινίσσεται καὶ ῥόδῳ προσέοικεν ἐκ καλύκων ἄρτι πρὸς πέταλα σχιζομένῳ καὶ πρῶτον ἡλιακαῖς ἀκτῖσιν ἐρευθομένῳ.

[4] Ἀμεθύσου δὲ Αἰθιοπίδος ἀκραιφνὴς μὲν καὶ ἐκ βάθους ἐαρινή τις ὥρα πυρσεύεται· εἰ δὲ κατέχων περιτρέποις ἀκτῖνα προσβάλλει χρυσῆν οὐκ ἀμαυροῦσαν τραχύτητι τὴν ὄψιν ἀλλὰ φαιδρότητι περιλάμπουσαν· οὐ μὴν ἀλλὰ καὶ δύναμις αὐτῇ γνησιωτέρα τῶν ἐκ δύσεων ἐγκαθίδρυται, οὐ γὰρ ἐπιψεύδεται τὴν προσηγορίαν ἀλλ' ἀληθῶς ἀμέθυσος τῷ φέροντι γίνεται, νηφάλιον ἐν τοῖς συμποσίοις διαφυλάττουσα.

[14]

[1]    Τοιαύτη μὲν καὶ πᾶσα ἐξ Ἰνδῶν τε καὶ Αἰθιόπων ἀμέθυσος· ἣν δὲ τότε τῷ Ναυσικλεῖ προσεκόμιζεν ὁ Καλάσιρις μακρῷ καὶ ταύτας ἐπλεονέκτει, γραφῇ γὰρ ἔξεστο καὶ εἰς μίμημα ζῴων ἐκεκοίλαντο.

[2] Καὶ ἦν ἡ γραφή, παιδαρίσκος ἐποίμαινε πρόβατα χαμαιζήλῳ μὲν πέτρᾳ πρὸς περιωπὴν ἐφεστὼς τὴν δὲ νομὴν τῇ ἀγέλῃ πλαγίοις αὐλήμασι διατάττων, τὰ δὲ ἐπείθετο ὡς ἐδόκει καὶ ἠνείχετο πρὸς τὰ ἐνδόσιμα τῆς σύριγγος ποιμαινόμενα. Εἶπεν ἄν τις αὐτὰ καὶ χρυσοῖς βεβριθέναι τοῖς μαλλοῖς, οὐ τῆς τέχνης τοῦτο χαριζομένης ἀλλ' οἰκεῖον ἐρύθημα τῆς ἀμεθύσου τοῖς νώτοις ἐπανθούσης.

[3] Γέγραπτο καὶ ἀρνίων ἁπαλὰ σκιρτήματα καὶ οἱ μὲν ἀγεληδὸν ἐπὶ τὴν πέτραν ἀνατρέχοντες οἱ δὲ περὶ τὸν νομέα κύκλους ἀγερώχους ἐξελίττοντες ποιμενικὸν θέατρον ἐπεδείκνυσαν τὸν κρημνόν, ἄλλοι δὲ ὥσπερ ἡλίῳ τῇ φλογὶ τῆς ἀμεθύσου γανύμενοι ἅλμασιν ἀκρωνύχοις τὴν πέτραν ἐπέξεον.

[4] Ὅσοι δὲ αὐτῶν πρωτόγονοί τε καὶ θρασύτεροι, καὶ ὑπεράλλεσθαι βουλομένοις τὸν κύκλον ἐῴκεσαν εἰργομένοις δὲ ὑπὸ τῆς τέχνης ὥσπερ εἰ μάνδραν χρυσῆν τὴν σφενδόνην αὐτοῖς τε καὶ τῇ πέτρᾳ περιβαλλούσης· ἡ δὲ ἦν πέτρα τῷ ὄντι καὶ οὐχὶ μίμημα, τῶν γὰρ ἄκρων τῆς λίθου μέρος εἰς τοῦτο περιγράψας ὁ τεχνίτης ἔδειξεν ἐκ τῆς ἀληθείας ὃ ἐβούλετο, περίεργον ἡγησάμενος λίθον ἐν λίθῳ σοφίζεσθαι· τοιοῦτος μὲν ὁ δακτύλιος.

[15]

[1]    Ὁ δὲ Ναυσικλῆς ἐκπλαγείς τε ἅμα πρὸς τὸ παράδοξον καὶ πλέον ἡσθεὶς πρὸς τὸ πολύτιμον, οὐσίας ὅλης τὴν λίθον ἰσοστάσιον κρίνων, "Ἐγὼ μὲν ἔπαιζον" εἶπεν "ὦ 'γαθὲ Καλάσιρι καὶ λόγος ἄλλως ἦν ἡ τῶν λύτρων αἴτησις, σκοπὸς δὲ ἀπριάτην σοι λύσασθαι τὴν θυγατέρα.

[2] Ἐπεὶ δὲ οὐκ ἀπόβλητά ἐστιν, ὡς φατέ, θεῶν ἐρικυδέα δῶρα, δέχομαι τὴν θεόπεμπτον ταυτηνὶ λίθον πειθόμενος παρ' Ἑρμοῦ τοῦ καλλίστου καὶ ἀγαθωτάτου τῶν θεῶν ἥκειν μοι συνήθως καὶ τόδε τὸ εὕρημα διὰ τοῦ πυρός σοι τῷ ὄντι τὸ δῶρον διακονήσαντος· ὁρᾶν γοῦν πάρεστι τῇ φλογὶ περιλαμπόμενον. Καὶ ἄλλως κέρδος κρίνω κάλλιστον ὃ μὴ ζημιοῦν τὸν παρέχοντα εὐπορώτερον ἀποφαίνει τὸν λαμβάνοντα."

[3] Ταῦτα ὡς εἰπὼν ἐποίησεν, ἐπὶ τὴν εὐωχίαν αὐτόν τε καὶ τοὺς ἄλλους ἔτρεπεν, ἰδίᾳ μὲν ταῖς γυναιξὶ τὴν ἐνδοτέρω τοῦ ἱεροῦ χώραν ἀποκληρώσας τοὺς δὲ ἄνδρας ἐν τῷ προτεμενίσματι κατακλίνας· ἐπεὶ δὲ εὐφροσύνης τῆς ἐκ τῶν ἐδεσμάτων εἰς κόρον ᾖσαν καὶ τοῖς κρατῆρσιν αἱ τράπεζαι παρεχώρουν, οἱ μὲν ἄνδρες ἐμβατήρια τῷ Διονύσῳ καὶ ᾖδον καὶ ἔσπενδον αἱ δὲ γυναῖκες ὕμνον τῇ Δήμητρι χαριστήριον ἐχόρευον· ἡ Χαρίκλεια δὲ χωρισθεῖσα τὸ ἑαυτῆς ἔπραττεν, ηὔχετο Θεαγένει σῴζεσθαι κἀκεῖνον ἑαυτῇ φυλάττεσθαι.

[16]

[1]    Τοῦ πότου δὲ λαμπρῶς ἤδη βρυάζοντος καὶ ἄλλου πρὸς ἄλλο τι τῶν τερπόντων ἀποκλίναντος, ὕδατος ἀπαραχύτου φιάλην προτείνας ὁ Ναυσικλῆς "Ὦ 'γαθὲ Καλάσιρι" ἔφη "καθαράς σοι τὰς νύμφας ὥς σοι φίλον καὶ ἀκοινωνήτους τοῦ Διονύσου καὶ ἀληθῶς ἔτι νύμφας προπίνομεν· σὺ δὲ εἰ λόγους ἡμῖν οὓς ποθοῦμεν ἀντιπροπίνοις, ἀπὸ καλλίστων ἂν κρατήρων εὐωχοίης.

[2] Τὰς μὲν γὰρ γυναῖκας ἀκούεις ὡς διατριβὴν τῷ πότῳ χορείαν ἐστήσαντο· ἡμῖν δὲ ἡ σὴ πλάνη κάλλιστα ἄν, εἰ βουληθείης, τὴν εὐωχίαν παραπέμποι χοροῦ τε γινομένη καὶ αὐλοῦ παντὸς ἡδίων, ἣν πολλάκις μοι διελθεῖν ὡς οἶσθα ὑπερθέμενος, ἐπειδή σε τὰ συμβεβηκότα ἐβάπτιζεν, οὐκ ἔστιν ὅπως ἂν ἐς καιρὸν βελτίονα τοῦ παρόντος φυλάξειας, ὅτε σου τῶν παίδων ἡ μὲν θυγατὴρ ἥδε σῴζεται καὶ ὁρᾶται ὁ παῖς δὲ ὅσον οὐδέπω σὺν θεοῖς ὀφθήσεται, καὶ μάλιστα εἴ με μὴ ἀνιάσεις ὑπερθέμενος καὶ πάλιν τὴν διήγησιν."

[3] "Ἀλλά σοι πλεῖστα ἀγαθὰ γένοιτο ὦ Ναυσίκλεις" ὑπολαβὼν ὁ Κνήμων "ὡς ἅπαν μουσικῆς ὄργανον εἰς τὸ συμπόσιον παρακεκληκὼς ἐκείνων μὲν τὸ παρὸν ὑπερορᾷς καὶ τοῖς δημωδεστέροις ἐκχωρεῖς, πραγμάτων δὲ μυστικῶν ὡς ἀληθῶς καὶ ἡδονῇ θείᾳ τῷ ὄντι συγκράτων φιληκόως ἔχεις.

[4] Καί μοι δοκεῖς καὶ τοῦ δαιμονίου κάλλιστα συνιέναι τὸν Ἑρμῆν τῷ Διονύσῳ συγκαθιδρύων καὶ λόγων ἥδυσμα τῷ πότῳ συναναχέων· ὡς ἐγώ σου καὶ τὴν ἄλλην μὲν τῆς θυσίας πολυτέλειαν ἔχω θαυμάσας, οὐκ ἔστι δὲ ὅπως μᾶλλον ἄν τις τὸν Ἑρμῆν ἱλάσαιτο ἢ τὸ οἰκειότατον ἐκείνῳ λόγους εἰς εὐωχίαν ἐρανιζόμενος."

[5] Ἐπείθετο ὁ Καλάσιρις ἅμα μὲν τῷ Κνήμωνι χαριζόμενος ἅμα δὲ τὸν Ναυσικλέα τῶν μετὰ ταῦτα ἕνεκεν ὑποποιούμενος καὶ ἅπαντα ἔλεγε, τὰ μὲν πρῶτα καὶ ἤδη λεχθέντα πρὸς Κνήμωνα ἐπιτεμνόμενος καὶ ὡσπερεὶ κεφαλαιούμενος, καί τινα καὶ ἑκὼν ὑπερβαίνων ὅσα τὸν Ναυσικλέα γινώσκειν οὐ συμφέρειν ἐδοκίμαζε, τὰ δὲ ἔτι ἀδιήγητα καὶ ἐχόμενα τῶν εἰρημένων ἔνθεν ἑλών,

[17]

[1]    Ὡς ἐπειδὴ τῆς Φοινίσσης ὁλκάδος ἐπέβησαν τοὺς Δελφοὺς ἀποδράντες τὰ μὲν πρῶτα πλεῖν κατὰ γνώμην εὐκραεῖ τῷ πνεύματι καὶ ἐκ νώτων ὑποφερομένους, ἐπεὶ δὲ κατὰ τὸν Καλυδώνιον πορθμὸν γενέσθαι διαταραχθῆναι σφᾶς οὐ μικρῶς, ταραχώδει τὰ πολλὰ φύσει θαλάττῃ προστυχόντας.

[2] Τοῦ δὲ Κνήμωνος μηδὲ τοῦτο παραλιπεῖν ἀξιοῦντος ἀλλὰ φράζειν εἴ τινα καταμεμαθήκοι τῆς ἐπιπολαζούσης τῷ τόπῳ τραχύτητος αἰτίαν, "Τὸ πέλαγος" ἔφη "τὸ Ἰόνιον ἐκ πολλῆς εὐρυχωρίας ἐνταῦθα στενούμενον καὶ καθάπερ διὰ στομίου τινὸς εἰς τὸν Κρισαῖον κόλπον εἰσχεόμενον ἐπιμίξαι τε πρὸς τὴν Αἰγαίαν θάλασσαν ἐπειγόμενον ὑπὸ τοῦ Πελοποννησίων ἰσθμοῦ τῆς πρόσω φορᾶς ἀνακόπτεται προμηθείᾳ κρειττόνων, ὡς ἔοικεν, ἐπικλύσαι τὴν ἀντίθετον προβολῇ τοῦ αὐχένος ἀποτειχιζόμενον.

[3] Κἀκ τοῦδε παλιρροίας ὡς τὸ εἰκὸς γινομένης καὶ περὶ τόνδε τὸν πορθμὸν πλέον ἢ κατὰ τὸν ἄλλον κόλπον θλιβομένης, τοῦ ἐπιρρέοντος ἔτι τῷ ἀνατρέχοντι πολλάκις ἐμπίπτοντος, βρασμόν τε ἴσχει τὸ ὕδωρ καὶ κῦμα φλεγμαῖνον ἐγείρει πρὸς τῆς ἀντιτυπίας εἰς κλύδωνα κορυφούμενον."

[4] Ἐπὶ τούτοις κρότου γενομένου καὶ ἐπαίνου τῶν παρόντων ἀληθῆ εἶναι μαρτυρούντων τὴν αἰτίαν, ὁ Καλάσιρις εἴχετο τῶν ἑξῆς "Ὑπερβαλόντες δὴ" λέγων "τὸν πορθμὸν καὶ νήσους Ὀξείας ἀποκρύψαντες τὴν Ζακυνθίων ἄκραν προσκοπεῖν ἀμφεβάλλομεν ὥσπερ ἀμυδρόν τι νέφος τὰς ὄψεις ἡμῖν ὑποδραμοῦσαν, καὶ ὁ κυβερνήτης τῶν ἱστίων παραστέλλειν ἐπέταττεν.

[5] Ἡμῶν δὲ πυνθανομένων διότι παραλύει τὸ ῥόθιον τῆς νεὼς οὐριοδραμούσης "Ὅτι" ἔφη "πλησιστίῳ χρώμενοι τῷ πνεύματι περὶ πρώτην ἂν φυλακὴν τῇ νήσῳ προσορμίσαιμεν καὶ δέος προσοκεῖλαι σκοταίους τόποις ὑφάλοις τὰ πολλὰ καὶ κρημνώδεσι· καλὸν οὖν ἐννυκτερεῦσαι τῷ πελάγει καὶ τὸ πνεῦμα ὑφειμένως δέχεσθαι, συμμετρουμένους ὅσον ἂν γένοιτο αὔταρκες ἑῴους ἡμᾶς τῇ γῇ προσπελάσαι."

[18]

[1]    Ταῦτα οὐκ εἶπε μὲν ὁ κυβερνήτης οὐκ ἐγένετο δέ, ὦ Ναυσίκλεις, ἀλλ' ἅμα ἥλιός τε ἀνίσχε καὶ ἡμεῖς ἄγκυραν καθίεμεν.

[2] Οἱ δὲ τῆς νήσου περὶ τὸν ὅρμον οἰκοῦντες ἀπέχοντα οὐ πολὺ τῆς πόλεως καθάπερ ἐπί τι παράδοξον τὴν θέαν τὴν ἡμετέραν συνέρρεον, ἀγάμενοι μὲν ὡς ἐφαίνοντο καὶ τὸ τῆς ὁλκάδος εὐάγωγον εἰς κάλλος τε ἅμα καὶ μέγεθος †αἰρόμενον ἐκπεπονημένης , Φοινίκιον τὸ φιλοτέχνημα γνωρίζειν λέγοντες, πλέον δὲ θαυμάζοντες ὡς παραλόγῳ τῇ τύχῃ χρησαμένους εὔδιόν τε καὶ ἀπήμονα πλοῦν ἐν χειμερίῳ τῇ ὥρᾳ καὶ Πλειάδων ἤδη δυομένων ἀνύσαντας.

[3] Οἱ μὲν οὖν ἄλλοι σχεδόν τι πάντες ἔτι τῶν πρυμνησίων ἀναπτομένων ἀπολιπόντες τὴν ναῦν ἐπὶ τὸ ἄστυ τὴν Ζάκυνθον ἀγοράσοντες ἀνέτρεχον, ἐγὼ δέ, τοῦ κυβερνήτου γὰρ ἀκηκοὼς ἐτύγχανον ὡς χειμαδίῳ χρήσονται τῇ νήσῳ, καταγωγὴν σκεψόμενος αὐτοῦ που περὶ τὴν ἀκτὴν ἠρχόμην, τὴν μὲν ναῦν ὡς ἀπρεπὲς οἰκητήριον διὰ τὴν ναυτικὴν τύρβην, τὴν πόλιν δὲ ὡς οὐκ ἀσφαλὲς διὰ τὴν τῶν νέων φυγὴν παραιτούμενος.

[4] Ὀλίγον οὖν ὅσον προήκων ὁρῶ πρεσβύτην ἁλιευτικὸν πρόσθεν τῶν θυρῶν αὐτοῦ καθήμενον καὶ δικτύου διερρωγότος βροχίδας ἀκεζόμενον. Πλησιάσας δὴ "Χαῖρε" εἶπον "ὦ βέλτιστε καὶ φράζε ὅποι τις ἂν τύχοι καταγωγῆς." Ὁ δὲ "Περὶ τὴν πλησίον ἄκραν" ἔφη "χοιράδι πέτρᾳ τῆς προτεραίας ἐνσχεθὲν διεσπάρακται."

[5] Κἀγὼ "Τοῦτο μὲν" ἔφην "οὐδὲν ἐδεόμην μαθεῖν, ὅμως δ' οὖν χρηστῶς ἂν ποιοίης καὶ φιλανθρώπως ἢ αὐτὸς ὑποδεχόμενος ἢ ἕτερον ὑφηγούμενος." Καὶ ὃς "Οὐκ αὐτὸς" φησίν, "οὐ γὰρ συνέπλεον· μὴ γὰρ οὕτω ποτὲ σφαλείη μηδὲ ὑπὸ γήρως πιεσθείη Τυρρηνός, ἀλλ' ἐστὶ πταῖσμα τῶν παιδαρίων ἀπειρίᾳ τῶν ὑφάλων οὗ μὴ ἐχρῆν τὰ δίκτυα καθορμισάντων."

[6] Ὀψὲ δὴ οὖν συνεὶς ὡς παχύτερον ἔχει τῆς ἀκοῆς γεγωνότερον ἐμβοήσας "Χαίρειν κελεύω σοι" ἔφην "καὶ φράζειν ἡμῖν ξένοις οὖσι καταγωγήν." "Ἀλλὰ καὶ αὐτὸς χαίροις" ἀπεκρίνατο "καὶ μένοις εἰ βούλοιο παρ' ἡμῖν, εἰ μή τις τυγχάνοις τῶν πολυκλίνους οἴκους ἐπιζητούντων ἢ θεραπείαν εἰς πλῆθος ἐπαγομένων."

[7] Ἐμοῦ δὲ εἰπόντος ὡς παῖδές εἰσί μοι δύο καὶ τρίτος ἐγώ, "Χαρίεν" ἔφη "τὸ σύμμετρον, ἑνὶ γὰρ πλείους ἡμᾶς εὑρήσετε· κἀμοὶ γὰρ παῖδές εἰσιν ἔτι δύο συσσιτούμενοι, οἱ προγενέστεροι δὲ γήμαντες οἴκου ἄρχουσι, καὶ τετάρτη τροφὸς ἡ τῶν παιδίων· ἡ γὰρ μήτηρ αὐτοῖς οὐ πρὸ πολλοῦ τέθνηκεν· ὥστε, ὦ λῷστε, μὴ μέλλε μηδὲ ἀμφίβαλλε ὡς χαίροντες ὑποδεξόμεθα ἄνδρα καὶ ἐκ πρώτης ἐντεύξεως εὐγένειαν ἐμφαίνοντα."

[8] Ἔπραττον οὕτω καὶ μετ' οὐ πολὺ σὺν τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ παρόντα με ἄσμενος ὁ πρεσβύτης ὑποδέχεται καὶ μέρος τὸ ἀλεεινότερον ἀπεκλήρου τῆς οἰκήσεως· καί πως οὐκ ἀηδῶς τὴν χειμέριον ὥραν τὰ πρῶτα διηνύομεν, τὰ μὲν ἄλλα συνδιημερεύοντες χωριζόμενοι δὲ ὅτε καθεύδειν ἔδει, σὺν τῇ τροφῷ μὲν ἡ Χαρίκλεια ἐγὼ δὲ ἰδίᾳ καὶ Θεαγένης, ὁ Τυρρηνὸς δὲ σὺν τοῖς αὑτοῦ παισὶ καθ' ἕτερον δωμάτιον ἀναπαυόμενος.

[9] Ἡ τράπεζα δὲ ἡμῖν κοινὴ προὐτίθετο τὰ μὲν ἄλλα ἡμῶν παρεχόντων τοῦ Τυρρηνοῦ δὲ ὄψον ἄφθονον ἐκ θαλάττης τοὺς νέους ἑστιῶντος, τὰ μὲν καθ' ἑαυτὸν ἁλιεύοντος τὰ δὲ καὶ ἡμῶν ἔστιν ὅτε τὴν σχολὴν διατιθεμένων καὶ συνεφαπτομένων τῆς ἄγρας, ἣν ποικίλην τε καὶ πρὸς πᾶσαν ὥραν ἁρμόδιον ἐξήσκητο· καὶ ἦν εὔβολόν τι χρῆμα καὶ πολύθηρον ὥστε καὶ οἱ πολλοὶ τὴν ἐμπειρίαν αὐτῷ τῆς τέχνης εἰς εὐμένειαν τύχης προσῆπτον.

[19]

[1]    Ἀλλ' οὐ γὰρ ἦν, φασί, τοὺς δυστυχοῦντας μὴ οὐχὶ πανταχοῦ δυστυχεῖν οὐδὲ ἐπὶ τῆς ἐρημίας ἀνενόχλητον εἶχεν ἡ Χαρίκλεια τὸ κάλλος, ἀλλ' ὁ Τύριος ἐκεῖνος ἔμπορος ὁ Πυθιονίκης ᾧ συνεπλεύσαμεν ἰδίᾳ μοι προσιὼν ἠνώχλει πολλάκις καὶ ἀπέκναιε λιπαρῶν καὶ εἰς γάμον ὡς ἂν παρὰ πατρὸς αἰτῶν τὴν Χαρίκλειαν, [2] πολλὰ σεμνύνων ἑαυτὸν καὶ τοῦτο μὲν γένος ἔνδοξον καταλέγων τοῦτο δὲ τὸν παρόντα πλοῦτον καταριθμούμενος τήν τε ὁλκάδα ὡς ἴδιον αὐτοῦ κτῆμα τυγχάνοι καὶ ὡς τοῦ πλείονος φόρτου τῶν ἀγωγίμων δεσπόζοι, χρυσοῦ τε ὄντων καὶ λίθων πολυταλάντων καὶ σηρικῆς ἐσθῆτος· οὐκ ὀλίγον δὲ εἰς εὐδοξίας προσθήκην καὶ τὴν Πυθιονίκην ὠνόμαζεν ἕτερά τε αὖ πολλὰ πρὸς τούτοις.

[3] Ἐμοῦ δὲ τήν τε παροῦσαν πενίαν προβαλλομένου καὶ ὡς οὐκ ἄν ποτέ τῳ χώραν ἄλλην οἰκοῦντι καὶ ἔθνος ὃ τοσοῦτον κεχώρισται τῆς Αἰγυπτίων ἐκδοῦναι τὸ θυγάτριον αἱρησομένου "Πέπαυσο τούτων" ἔλεγεν "ὦ πάτερ, τὴν μὲν γὰρ προῖκα ἀπέχειν ἡγήσομαι πολλὰ τάλαντα καὶ πλοῦτον ὅλον τὴν κόρην, ἔθνος δὲ καὶ πατρίδα τὴν ὑμετέραν ἀλλάξομαι τῆς μὲν ἐπὶ Καρχηδονίους ὁρμῆς ἐκτραπεὶς ὑμῖν δὲ σύμπλους οἷ δὴ καὶ βούλεσθε γενόμενος."

[20]

[1]    Ὁρῶν δὴ τὸν Φοίνικα μὴ ἀνιέντα ἀλλ' εἰς ὑπερβολήν τε πρὸς τὸ βούλημα θερμαινόμενον καὶ ἡμέραν οὐδεμίαν τοῦ διοχλεῖν μοι περὶ τῶν αὐτῶν ἀπολειπόμενον, ἔγνων τὸ παρὸν ὑπερθέσθαι χρησταῖς ἐπαγγελίαις μὴ καὶ βίαιόν τι κατὰ τὴν νῆσον ὑποσταίημεν, καὶ ἅπαντα ποιήσειν ἐλθὼν εἰς τὴν Αἴγυπτον ἐπηγγελλόμην. Οὔπω δέ μου τοῦτον ἐπ' ὀλίγον ἀποσκευασαμένου κῦμα φασὶν ἐπὶ κύματι προσέβαλλεν ὁ δαίμων.

[2] Ὁ γὰρ Τυρρηνὸς οὐ πολλαῖς ὕστερον ἡμέραις εἴς τινά με παρηγκωνισμένην ἀκτὴν παραλαβὼν "Ὦ Καλάσιρι" ἔφη "τὸν Ποσειδῶ σοι τὸν πελάγιον ἐπόμνυμι καὶ τοὺς ἄλλους ἐναλίους θεοὺς ἦ μὴν αὐτόν τε σὲ ὡς ἀδελφὸν παῖδάς τε τοὺς σοὺς ἴσα καὶ παισὶν ὁρᾶν τοῖς ἐμοῖς· ἥκω δή σοι φράσων ἐγειρόμενόν τι πρᾶγμα ἀνιαρὸν μὲν ἀλλ' ἐμοί τε σιωπῆσαι ἀθέμιτον ἑστίας ὑμῖν τῆς αὐτῆς κεκοινωνηκότι σοί τε γνῶναι πάντως ἀναγκαῖον.

[3] Ναυλοχεῖ τὴν ὁλκάδα τὴν Φοίνισσαν πειρατικὸν ἐργαστήριον κατὰ τὴν περιπτύσσουσαν τῆσδε τῆς ἄκρας πλευρὰν ὑποκαθήμενον, σκοποῖς ἀμοιβαδὸν τὸν ἔκπλουν τῆς νεὼς ἐπιτηρούμενον. Ὅρα δὴ οὖν, φυλάττου καὶ λογίζου τί ἂν ποιοίης, σοῦ γὰρ δὴ ἕνεκεν μᾶλλον δὲ θυγατρὸς τῆς σῆς τὸ οὕτως ἀπηνὲς ἔργον ἐκείνοις δὲ σύνηθες διανοοῦνται."

[4] Κἀγὼ πρὸς αὐτὸν "Σὲ μὲν" ἔφην "ἀντὶ τούτων οἱ θεοὶ κατ' ἀξίαν ἀμείψαιντο· πόθεν δέ, ὦ Τυρρηνέ, συνείληφας τὴν ἐπιβουλήν;" Καὶ ὃς "Ἀπὸ τῆς τέχνης" ἔφη "τοῖς ἀνδράσι γνωρίζομαι καὶ ὄψον αὐτοῖς προσκομίζων πλέον ἢ παρὰ τῶν ἄλλων τὸ τίμημα κομίζομαι.

[5] Τῇ προτεραίᾳ δὴ κύρτους ἀναλεγομένῳ μοι περὶ τοὺς κρημνοὺς ἐντυχὼν ὁ λῄσταρχος "Πότε ἄρα οἱ Φοίνικες ἐξορμήσειν μέλλουσιν, εἴ γε πέπυσαι;" διηρώτα, κἀγὼ συνιεὶς τὴν ἐνέδραν τοῦ ἐρωτήματος "Τὸ μὲν ἀκριβὲς" ἔφην, "ὦ Τραχῖνε, οὐκ ἔχω λέγειν, εἰς ἔαρ δὲ πρῶτον ἡγοῦμαι αὐτοὺς ἀφορμήσειν."

[6] "Ἆρ' οὖν" ἔφη "καὶ ἡ κόρη αὐτοῖς ἡ παρὰ σοὶ καταγομένη συμπλεύσεται;" "Ἄδηλον μέν" εἶπον, "ἀλλὰ τί πολυπραγμονεῖς;" "Ὅτι αὐτῆς" ἔφη "ἐρῶ μανικῶς ἅπαξ θεασάμενος· οὐ γὰρ οἶδα προστυχὼν τοιούτῳ κάλλει, πολλὰς καὶ ταῦτα καὶ οὐκ ἐξώρους αἰχμαλώτους ᾑρηκώς."

[7] Ὑπαγόμενος οὖν αὐτὸν ὥστε πᾶν ἀναπτύξαι τὸ βούλευμα "Τί οὖν" ἔφην "δεῖ σε συμπλέκεσθαι τοῖς Φοίνιξιν ἀλλὰ μὴ ἀναιμωτὶ καὶ πρὸ τῆς θαλάττης ἔχειν, ἐκ τῆς οἰκίας ἁρπάσαντα τῆς ἐμῆς;" "Σῴζεται καὶ παρὰ λῃσταῖς" ἔφη "τι συνειδὸς καὶ πρὸς τοὺς γνωρίμους φιλάνθρωπον.

[8] Σοῦ τε οὖν φείδομαι μὴ πραγμάτων πειραθείης τοὺς ξένους ἐπιζητούμενος, ἐγώ τε δι' ἑνὸς ἔργου δύο τὰ μέγιστα κτήσασθαι βούλομαι, τόν τε πλοῦτον τῆς νεὼς καὶ τὸν γάμον τῆς κόρης, ὧν θατέρου πάντως ἐστὶν ἀποτυχεῖν κατὰ γῆν ἐγχειροῦντα τὴν πρᾶξιν· καὶ ἄλλως οὐδὲ ἀκίνδυνον εἴ τι τούτων γίνοιτο πλησίον τῆς πόλεως, ἐκ τοῦ παραχρῆμα τῆς τε αἰσθήσεως καὶ τῆς ἐπιδιώξεως ἐσομένης."

[9] Πολλὰ δὴ τῆς συνέσεως αὐτὸν ἐπαινέσας ἐκείνου μὲν ἀπηλλαττόμην, σοὶ δὲ καταμηνύων τὴν σκευωρουμένην πρὸς τῶν ἀλαστόρων ἐπιβουλὴν ἱκετεύω φροντίδα ποιεῖσθαι τοῦ σαυτόν τε καὶ τοὺς σαυτοῦ διασῴζειν."

[21]

[1]    Ἀπῄειν κατηφὴς τούτων ἀκούσας καὶ παντοίας ἔστρεφον παρ' ἐμαυτῷ βουλὰς ἕως ἐκ ταὐτομάτου μοι πάλιν ἐντυχὼν ὁ ἔμπορος καὶ περὶ τῶν αὐτῶν διαλεγόμενος σκέμματός τινος ἐνδόσιμον παρεῖχεν· ἀποκρύπτων γὰρ τῶν παρὰ τοῦ Τυρρηνοῦ μηνυθέντων ἅπερ ἐβουλόμην, ἐκεῖνο μόνον τὸ μέρος ἐξέφαινον ὡς ἁρπάσαι τις τῶν ἐγχωρίων διανοεῖται τὴν κόρην πρὸς ὃν οὐκ ἔστιν ἀξιόμαχος ἀντιτάξασθαι.

[2] "Ἐγὼ δὲ σοὶ μᾶλλον ἂν" ἔφην "ἑλοίμην αὐτὴν κατεγγυῆσαι διά τε τὴν προϋπάρχουσαν γνῶσιν διά τε τὴν περιουσίαν, καὶ πρὸ πάντων ὅτι τὴν ἡμετέραν οἰκεῖν, εἰ τοῦ γάμου τύχοις, ἔφθης ἐπαγγελλόμενος, ὥστε εἴ σοι πάντως φίλον σπουδαστέον ἡμῖν τὸν ἐνθένδε ἀπόπλουν πρίν τι καὶ πρὸς τὸ ἀκούσιον προληφθῆναι παθόντας."

[3] Ὑπερήσθη τούτων ἀκούσας καὶ "Εὔγε, ὦ πάτερ" ἔφη, καὶ ἅμα ἐφίλει προσιὼν τὴν κεφαλὴν ἐπυνθάνετό τε πότε ἀνάγεσθαι κελεύοιμι, καὶ γὰρ εἰ μηδέπω τῆς ὥρας εἶναι τὰ πλώιμα ἀλλ' ὑπάρχειν μεταστησαμένους εἰς ἕτερον ὅρμον ἐπιβουλῆς τε ἐκτὸς γενέσθαι τῆς ὑπονοουμένης καὶ τὸ ἀκριβὲς τοῦ ἔαρος περιμεῖναι.

[4] "Οὐκοῦν" ἔφην "εἰ δὴ μέλλει τὸ ἐμὸν ἰσχύειν πρόσταγμα, τῆς ἐρχομένης ἂν βουλοίμην ἀποπλεῦσαι νυκτός". Καὶ ὁ μὲν "Οὕτω γενήσεται" εἰπὼν ἀπεχώρει· ἐγὼ δὲ οἴκαδε ἐλθὼν πρὸς μὲν τὸν Τυρρηνὸν οὐδὲ ἓν πρὸς δὲ τοὺς παῖδας ἔφραζον ὡς μεθ' ἑσπέραν βαθεῖαν αὖθις ἐπιβαίνειν δεήσει τῆς ὁλκάδος· τῶν δὲ τὸ αἰφνίδιον θαυμαζόντων καὶ τὴν αἰτίαν πυνθανομένων ὑπερεθέμην εἰσαῦθις ἐρεῖν, "νῦν δὲ οὕτω πραχθῆναι συμφέρει" ἔλεγον.

[22]

[1]    Ἐπεὶ δὲ δείπνου πρὸς ὀλίγον μεταλαβόντες εἰς ὕπνον ἐτράπημεν, ὄναρ μοί τις πρεσβύτης ἐφαίνετο τὰ μὲν ἄλλα κατεσκληκὼς ἐπιγουνίδα δέ, λείψανον τῆς ἐφ' ἡλικίας ἰσχύος, ἀνεσταλμένου ζώματος ὑποφαίνων, κυνῆν μὲν τῆς κεφαλῆς ἐπικείμενος ἀγχίνουν δὲ ἅμα καὶ πολύτροπον περισκοπούμενος καὶ οἷον ἐκ πληγῆς τινος μηρὸν σκάζοντα παρέλκων.

[2] Πλησιάσας δή μοι καὶ σεσηρός τι μειδιάσας "Ὦ θαυμάσιε" ἔφη, "σὺ δὲ μόνος ἐν οὐδενὸς λόγου μέρει τέθεισαι τὰ καθ' ἡμᾶς, ἀλλὰ πάντων ὅσοι δὴ τὴν Κεφαλλήνων παρέπλευσαν οἶκόν τε τὸν ἡμέτερον ἐπισκεψαμένων καὶ δόξαν γνῶναι τὴν ἡμετέραν ἐν σπουδῇ θεμένων αὐτὸς οὕτως ὀλιγώρως ἔσχηκας ὡς μηδὲ τοῦτο δὴ τὸ κοινὸν προσειπεῖν, ἐν γειτόνων καὶ ταῦτα οἰκοῦντα.

[3] Τοιγάρτοι τούτων ὑφέξεις οὐκ εἰς μακρὰν τὴν δίκην καὶ τῶν ὁμοίων ἐμοὶ παθῶν αἰσθήσῃ, θαλάττῃ τε ἅμα καὶ γῇ πολεμίοις ἐντυγχάνων· τὴν κόρην δὲ ἣν ἄγεις παρὰ τῆς ἐμῆς γαμετῆς πρόσειπε, χαίρειν γὰρ αὐτῇ φησι διότι πάντων ἐπίπροσθεν ἄγει τὴν σωφροσύνην καὶ τέλος αὐτῇ δεξιὸν εὐαγγελίζεται."

[4] Ἀνηλάμην ὑπὸ τῆς ὄψεως παλλόμενος καὶ τοῦ Θεαγένους ὅ τι πέπονθα ἐρομένου "Τάχα" ἔφην "ὠψίσθημεν τῆς ἀναγωγῆς καὶ τεθορύβημαι ἀφυπνίσας πρὸς τὴν ἔννοιαν· ἀλλ' αὐτός τε ἀνίστω καὶ τὰ ὄντα συσκευάζου τὴν Χαρίκλειάν τε ἐγὼ μετελεύσομαι." Παρῆν ἡ παῖς ἐμοῦ τοῦτο σημήναντος καὶ ὁ Τυρρηνὸς αἰσθόμενος διανέστη καὶ τὸ γινόμενον ἐπυνθάνετο.

[5] Κἀγὼ "Τὸ μὲν γινόμενον ἔστιν" ἔλεγον "ἡ σὴ συμβουλή· διαδρᾶναι πειρώμεθα τοὺς ἐπιβουλεύοντας· σὺ δὲ αὐτός τε σῴζοιο πρὸς τῶν θεῶν, ἀνδρῶν βέλτιστος περὶ ἡμᾶς γεγενημένος, καὶ τήνδε δίδου τελευταίαν χάριν· θῦε διαπλεύσας εἰς Ἰθάκην ὑπὲρ ἡμῶν Ὀδυσσεῖ καὶ αἴτει τῆς μήνιδος ἀνεῖναι τῆς καθ' ἡμῶν ἣν ἀγανακτεῖν ὡς παρεωραμένος τῆσδέ μοι τῆς νυκτὸς ἐπιφανεὶς ἐξηγόρευσεν." Ἐπηγγέλλετο ποιήσειν οὕτω καὶ ἄχρι τῆς νεὼς παρέπεμπεν ἐπιδακρύων τε πλεῖστα καὶ τὸν πλοῦν ἡμῖν ἀπήμονά τε γενέσθαι καὶ κατὰ νοῦν ἐπευχόμενος.

[6] Τί δεῖ μηκύνοντα ἐνοχλεῖν; ἄρτι φωσφόρου διαλάμψαντος ἀνηγόμεθα, πολλὰ μὲν τῶν ναυτῶν τὴν πρώτην ἐναντιουμένων τέλος δὲ πρὸς τοῦ Τυρίου τοῦ ἐμπόρου πεισθέντων λῃστρικὴν προαγορευθεῖσαν ἔφοδον διαδιδράσκειν εἰπόντος· καὶ ὁ μὲν ἐλάνθανεν τὰ ὄντα ὡς πλάσμα λέγων.

[7] Ἡμεῖς δὲ πνεύμασι βιαίοις χρησάμενοι ζάλης τε ἀπροσμάχου καὶ κλύδωνος ἀφράστου πειραθέντες ἀπολέσθαι τε παρὰ μικρὸν ἐλθόντες εἰς ἄκραν τινὰ Κρητικὴν προσωκείλαμεν, τῶν τε πηδαλίων θάτερον ἀποβαλόντες καὶ τῆς κεραίας τὸ πλεῖστον συντρίψαντες· ἐδόκει οὖν ἐπισκευῆς τε ἕνεκεν τῆς ὁλκάδος καὶ ἡμῶν αὐτῶν ἀναλήψεως ἡμέρας τινὰς ἐπιμεῖναι ‹ἐν› τῇ νήσῳ.

[8] Καὶ τούτων οὕτω γενομένων ὁ πλοῦς ἡμῖν αὖθις παρηγγέλλετο πρώτην ἡμέραν τῆς σεληναίας μετὰ τὴν πρὸς ἥλιον σύνοδον ἐπιλαμπούσης· καὶ ἀναχθέντες ἤδη ζεφύρων ἐαρινῶν ὑπηχούντων ἐφερόμεθα νύκτα τε καὶ ἡμέραν ἐπὶ τὴν Λιβύων γῆν τοῦ κυβερνήτου τὴν ὁλκάδα χειραγωγοῦντος· ἔφασκε γὰρ ἐνδέχεσθαι μὲν εὐθυβόλως καὶ διαμπὰξ περαιωθῆναι τὸ πέλαγος τοῦ πνεύματος ἐπιτρέποντος ἐπείγεσθαι δὲ λαβέσθαι τινὸς ἠπείρου καὶ ὅρμου, πειρατικὸν εἶναι τὸ ἐκ πρύμνης ἀναφαῖνον ἀκάτιον ὑφορώμενος.

[9] "Ἐξ οὗ γὰρ" ἔφη "τῆς Κρητικῆς ἤραμεν ἄκρας ἕπεται κατ' ἴχνος καὶ ἀπαράλλακτον μεταθέει τὸν ἡμέτερον πλοῦν ὥσπερ τῆς αὐτῆς ὁρμῆς ἐξηρτημένον, ἐφώρασά τε πολλάκις συμπαραφερόμενον, ἐμοῦ τὴν ναῦν ἐξεπίτηδες ἔστιν ὅτε τοῦ εὐθέος παρατρέποντος."

[23]

[1]    Τούτων εἰρημένων οἱ μὲν ἐδήχθησαν καὶ πρὸς ἄμυναν εὐτρεπίζεσθαι παρῄνουν, οἱ δὲ ὀλιγώρως εἶχον, ἔθος εἶναι φάσκοντες ἐν τοῖς πελάγεσιν ἕπεσθαι ταῖς ὑπερόγκοις ναυσὶ τὰς βραχυτέρας, ὥσπερ ὑπὸ πλείονος ἐμπειρίας ὁδηγουμένας.

[2] Ἔτι τούτων ἐπὶ θάτερα γυμναζομένων ἦν μὲν ἤδη τῆς ἡμέρας ὅτε ἀρότρου βοῦν ἐλευθεροῖ γηπόνος, ὁ δὲ ἄνεμος τῆς ἄγαν φορᾶς ὤκλαζε καὶ κατ' ὀλίγον ἐνδιδοὺς ἄπρακτός τε καὶ μαλακὸς τοῖς ἱστίοις ἐνέπιπτε καὶ σοβῶν μᾶλλον ἢ προωθῶν τὴν ὀθόνην τέλος καὶ εἰς γαλήνην ἐξενικήθη καθάπερ τῷ ἡλίῳ συγκαταδυόμενος, ἢ ἀληθέστερον εἰπεῖν τοῖς ἐπιδιώκουσιν ὑπηρετούμενος.

[3] Οἱ γὰρ κατὰ τὴν ἄκατον ἕως μὲν ἡμῖν ὁ πλοῦς ὑπήνεμος ἠνύετο μακρῷ τῆς ὁλκάδος ὡς τὸ εἰκὸς ὑπελείποντο μείζοσι τοῖς ἱστίοις πλέον τὸ πνεῦμα δεχομένης· ἐπειδὴ δὲ τὴν θάλασσαν ἐστόρεσεν ἡ γαλήνη καὶ τὰς κώπας ἡ χρεία παρεκάλει, θᾶττον ἡμῖν ἢ ὥστε εἰπεῖν ἐπέστησαν ἅτε οἶμαι πρόσκωποί τε πάντες οἱ ἐμπλέοντες καὶ κοῦφον ἀκάτιον καὶ πρὸς εἰρεσίαν εὐπειθέστερον ἐλαύνοντες.

[24]

[1]    Ἤδη δὲ πλησιαζόντων ἀνέκραγέ τις τῶν συνεμβεβηκότων ἀπὸ τῆς Ζακυνθίων "Τοῦτο ἐκεῖνο, ἄνδρες, ἀπολώλαμεν· πειρατικὸς ὁ στόλος, Τραχίνου γνωρίζω τὴν ἄκατον."

[2] Ἐσείσθη πρὸς τὴν ἀγγελίαν ἡ ὁλκὰς ἔν τε γαλήνῃ κλύδωνος ἐμπέπληστο θορύβοις ὀλολυγμοῖς διαδρομαῖς καταιγιζομένη, τῶν μὲν εἰς τὰ κοῖλα τῆς νεὼς καταδυομένων τῶν δὲ προμαχεῖν ἐπὶ τῶν ἰκρίων ἀλλήλοις παρακελευομένων τῶν δὲ εἰς τὸ σκάφος τὸ ὑπηρετικὸν ἅλλεσθαι καὶ διαδρᾶναι βουλευομένων· ἕως ἐν τῷ μέλλειν καὶ ἄκοντας αὐτοὺς προλαβὼν ἔστησεν ὁ πόλεμος, τῷ προστυχόντι πρὸς ἄμυναν ὁπλίσας.

[3] Ἐγὼ δὲ καὶ ἡ Χαρίκλεια τῷ Θεαγένει περιφύντες ὅλον ἐνθουσιῶντα πρὸς τὴν μάχην καὶ ζέοντα μόλις ἐπείχομεν, ἡ μὲν ἵνα μηδὲ παρὰ τὸν θάνατον ὡς ἔφασκε χωρίζοιτο ξίφει δὲ ἑνὶ καὶ πληγῇ μιᾷ τοῦ πάθους ὁμοίου κοινωνήσειεν, ἐγὼ δὲ ὡς Τραχῖνον εἶναι τὸν ἐπιόντα ἔγνων συνοῖσον πρὸς τὰ μέλλοντά τι προμηθούμενος.

[4] Ὅπερ δὴ καὶ γενέσθαι συνέβη· πλησιάσαντες γὰρ οἱ λῃσταὶ καὶ ἐγκάρσιοι παρελαύνοντες ἀποπειρώμενοί τε εἴ πως ἀναιμωτὶ γένοιντο ἐγκρατεῖς τῆς ὁλκάδος ἔβαλλον μὲν οὐδέπω τοῖς δὲ εἰς κύκλον περίπλοις οὐδαμοῦ προβαίνειν ἐπέτρεπον ἐῴκεσάν τε πολιορκοῦσι καὶ τὴν ναῦν ἐξ ὁμολογίας ἑλεῖν ἐσπουδακόσι.

[5] Καὶ "Ὦ δυσδαίμονες" ἔφασαν "τί δή ποτε μαίνεσθε καὶ πρὸς οὕτως ἄμαχον καὶ ὑπερφέρουσαν ἰσχὺν ἐναντίας ἐπαίρετε χεῖρας καὶ προῦπτον ἀναρριπτεῖτε θάνατον; ἔτι φιλανθρωπευόμεθα, ἐπιτρέπομεν ὑμᾶς εἰς τὸ ἐφόλκιον εἰσβῆναι, καὶ σῴζεθ' ἑαυτοὺς οἷ βούλεσθε." Οἱ μὲν ταῦτα προὔτεινον· οἱ δὲ ἐπὶ τῆς ὁλκάδος ἕως μὲν ἀκίνδυνον μάχην καὶ πόλεμον ἀναίμακτον ἠγωνίζοντο θρασεῖς τε ἦσαν καὶ οὐκ ἂν ἔφασαν ἐκστῆναι.

[25]

[1]    Ἐπεὶ δέ τις τῶν λῃστῶν, ὁ τολμηρότατος, ἐναλάμενος εἰς τὴν ναῦν καὶ παίων τῷ ξίφει τοὺς προστυχόντας φόνῳ καὶ θανάτῳ κρίνεσθαι τὸν πόλεμον ἐδίδαξεν ἐφήλαντο δὲ καὶ οἱ λοιποὶ πάντες, τότε δὴ μετεμέλοντο οἱ Φοίνικες καὶ προσπεσόντες ἀπέχεσθαι σφῶν ἱκέτευον ἐφ' ᾧ τε τὰ προσταχθησόμενα ποιήσειν.

[2] Οἱ δὲ καίπερ ἤδη φονῶντες, αἵματος γὰρ ὄψις φρονήματος γίνεται στόμωσις, ἐκ προστάγματος τοῦ Τραχίνου παρ' ἐλπίδα πᾶσαν ἐφείδοντο τῶν ὑποπεσόντων, ἐγίνετο δὲ ἄσπονδος ἐκεχειρία καὶ πόλεμος ἔργοις ὁ χαλεπώτατος εἰρήνης ὀνόματι νόθῳ παραλυόμενος, συνθήκης βαρυτέρας πλέον ἢ τῆς μάχης ὁριζομένης. Σὺν ἑνὶ γὰρ χιτωνίσκῳ τῆς ὁλκάδος ἐξίστασθαι προηγορεύετο καὶ θάνατος τῷ παραβαίνοντι διηπειλεῖτο.

[3] Ἀλλ' ἔστιν ὡς ἔοικεν ἀνθρώποις ψυχὴ πάντων προτιμότερον· δι' ἣν καὶ τότε οἱ Φοίνικες ἐλπίδος πλούτου τῆς νεὼς ἀποσυλώμενοι, καθάπερ οὐ στερούμενοι κερδαίνειν δὲ μέλλοντες ὅστις πρότερος τὸν ἕτερον φθάσας ἐπιβαίη τοῦ σκάφους ἠπείγοντο, θᾶττον ἐν τῷ βεβαίῳ τοῦ περιεῖναι γενέσθαι πᾶς τις ἁμιλλώμενος.

[26]

[1]    Ἐπεὶ δὲ καὶ ἡμεῖς τῷ δόγματι πειθόμενοι παρῄειμεν ὁ Τραχῖνος τῆς Χαρικλείας ἐπιλαβόμενος "Οὐδὲν" ἔφη "πρὸς σὲ ὅδε ὁ πόλεμος, ὦ φιλτάτη, ἀλλὰ διὰ σὲ γεγένηται καὶ σοὶ πάλαι καὶ ἐξ οὗ γε ἀπολελοίπατε τὴν Ζακυνθίων ἕπομαι, τοσοῦτον ἕνεκα σοῦ καὶ πέλαγος καὶ κίνδυνον ἀναδεξάμενος· ὥστε θάρσει καὶ ἴσθι δέσποινα σὺν ἡμῖν τῶνδε ἁπάντων ἐσομένη."

[2] Ταῦτα ἐκεῖνος μὲν ἔλεγεν, ἡ δέ (ἔστι γὰρ χρῆμα σοφώτατον) καιρὸν διαθέσθαι δραστήριος ἅμα δέ τι καὶ τῆς ἐμῆς ὑποθήκης ἀνύουσα, τὸ κατηφὲς ἐκ τῶν περιεστηκότων τοῦ βλέμματος ἀπεσκευασμένη καὶ πρὸς τὸ ἐπαγωγότερον ἐκβιασαμένη "Ἀλλὰ θεοῖς μὲν" ἔφη "χάρις τοῖς τὰ φιλανθρωπότερα περὶ ἡμῶν ἐπὶ νοῦν τὸν σὸν ἄγουσιν.

[3] Εἰ δὲ βούλει με τῷ ὄντι θαρσοῦσαν καὶ ἔχειν καὶ μένειν, πρώτην δίδου ταύτην αἴσθησιν τῆς σῆς εὐνοίας· ἀδελφὸν τουτονὶ τὸν ἐμὸν καὶ πατέρα περίσῳζε μηδὲ ἐπίτρεπε τὴν ναῦν ἀπολιπεῖν, ὡς οὐκ ἔστιν ὅπως βιώσομαι τούτων χωριζομένων." Καὶ ἅμα λέγουσα τοῖς γόνασι προσέπιπτεν καὶ εἴχετο ἐπὶ πλεῖστον ἱκετεύουσα, τοῦ Τραχίνου ταῖς περιπλοκαῖς ἐντρυφῶντος καὶ τὴν ὑπόσχεσιν ἐπίτηδες παρέλκοντος.

[4] Ὡς δὲ ὑπό τε τῶν δακρύων πρὸς οἶκτον ἤγετο καὶ ὑπὸ τῶν βλεμμάτων πρὸς τὸ ὑπήκοον ἐδουλοῦτο, τὴν κόρην ἀναστήσας "Τὸν μὲν ἀδελφὸν" ἔφη "δωροῦμαί σοι καὶ μάλα χαίρων, ὁρῶ γὰρ νεανίσκον ἀνδρείας ἀνάμεστον καὶ βίῳ τῷ ἡμετέρῳ συντελεῖν ἐπιτήδειον· ὅδε δὲ ὁ πρεσβύτης, ἄχθος τηνάλλως, εἰς χάριν μόνην τὴν σὴν περιέστω."

[27]

[1]    Τούτων καὶ λεγομένων καὶ γινομένων ὁ μὲν ἥλιος ἀκριβῶς εἰς δυσμὰς περιελθὼν τὸ μεταίχμιον ἡμέρας καὶ νυκτὸς σκιόφως ἀπετέλεσεν, ἡ θάλασσα δὲ αἰφνίδιον ἐτραχύνετο τάχα μὲν τροπὴν ἐκ τοῦ καιροῦ λαβοῦσα τάχα δέ που καὶ τύχης τινὸς βουλήματι μεταβληθεῖσα· [2] καὶ βόμβος ἀνέμου κατιόντος ἠκούετο καὶ ὅσον οὔπω πνεῦμα λάβρον τε καὶ βίαιον αὐτόθεν ἐμπεσὸν ἀπροσδοκήτου θορύβου τοὺς λῃστὰς ἐνεπεπλήκει, τὴν μὲν ἰδίαν ἄκατον ἀπολιπόντας κατὰ δὲ τὴν ὁλκάδα πρὸς τῇ διαρπαγῇ τοῦ φόρτου καταληφθέντας ὅπη τε χρήσονται τῷ μεγέθει τῆς νεὼς ἀπείρως ἔχοντας.

[3] Τοιγάρτοι πᾶν μὲν ναυτιλίας μέρος ὑπὸ τοῦ προστυχόντος ἐσχεδιάζετο τέχνην δὲ ἄλλος ἄλλην αὐτοδίδακτος ἐθρασύνετο, τῶν μὲν τὰ ἱστία τεταραγμένως ἀνιμώντων τῶν δὲ τοὺς κάλως ἀπείρως κατανεμόντων, καὶ ὁ μέν τις τὴν πρώραν ἀδοκίμαστος ἐκληροῦτο ὁ δὲ τὴν πρύμναν εἶχε καὶ τοὺς αὐχένας.

[4] Οὐχ ἥκιστα γοῦν· ἡμᾶς εἰς τὸν ἔσχατον τῶν κινδύνων ἐνέβαλλεν οὐ τὸ βίαιον τοῦ κλύδωνος, οὔπω γὰρ ὁλοσχερῶς ἐκτετάρακτο, ἀλλὰ τὸ ἄτεχνον τοῦ κυβερνῶντος ἀντισχόντος μὲν ἐφ' ὅσον ἡμερινοῦ φωτὸς ἀπαύγασμα περιέλαμπεν ἀπειπόντος δὲ τοῦ σκότους ἐκνικήσαντος.

[5] Ἤδη δὲ βαπτιζομένων καὶ καταδῦναι μικρὸν ἀπολειπόντων ἐπεχείρουν μὲν τὴν πρώτην ἔνιοι τῶν λῃστῶν εἰς τὴν ἰδίαν αὐτῶν μετεισβαίνειν ἄκατον, ἔπειτα ἐπεῖχον ὑπό τε τοῦ κλύδωνος ἐκκρουόμενοι καὶ τοῦ Τραχίνου πείθοντος ὡς μυρίοις σκάφεσιν εὐπορωτέροις ἐξέσται γενέσθαι τὴν ὁλκάδα καὶ τὸν ἐνόντα πλοῦτον διασῴζουσι· [6] καὶ τέλος καὶ τὸ καλώδιον ἐξ οὗ τῆς νεὼς ἐξήρτητο διέκοψεν ἄλλον χειμῶνα τοῦτον ἐφέλκεσθαι σφᾶς διατεινόμενος, καὶ ἅμα καὶ τοῦ μέλλοντος ἀσφαλοῦς προνοεῖν ὑφηγούμενος, εἶναι γὰρ ὕποπτον ἀμφοτέραις προσπλεῦσαί ποι ταῖς ναυσί, τῶν ἐμπλευσάντων θατέρᾳ πάντως ἐπιζητηθησομένων.

[7] Ἐδόκει τε εἶναι πιθανὸς καὶ δυοῖν δι' ἑνὸς τὸ παρὸν εὐδοκιμεῖν, βραχείας ῥᾳστώνης αἰσθομένων ἐξ οὗ τὴν ἄκατον ἐχώρισεν, οὐ μὴν παντάπασι τῶν δεινῶν ἀπαλλαγέντων ἀλλὰ τρικυμίαις τε ἐπαλλήλοις ἐλαυνομένων καὶ πολλὰ τῆς νεὼς ἀποβαλλόντων καὶ κινδύνου πᾶν εἶδος ὑφισταμένων, ἕως, ἐκείνης τε τῆς νυκτὸς μόλις διαδραμούσης καὶ πρὸς τῆς ἐχομένης ἡμέρας, περὶ δείλην ἀκτῇ τινι κατὰ τὸ στόμιον τοῦ Νείλου τὸ Ἡρακλεωτικὸν προσωκείλαμεν [8] καὶ γῆς Αἰγυπτίας ἀβουλήτως οἱ δυσδαίμονες ἐπιβαίνομεν, οἱ μὲν ἄλλοι χαίροντες ἡμεῖς δὲ ἀνιώμενοι καὶ πολλὰ τῆς σωτηρίας τὴν θάλατταν ὀνειδίζοντες, ὡς ἀνυβρίστου θανάτου φθονήσασαν καὶ φοβερωτέρᾳ γῇ καὶ προσδοκίᾳ παραδοῦσαν ἀθέσμοις βουλήμασι λῃστῶν ἐκκειμένους.

[9] Οἷα γὰρ καὶ ἐπεχείρουν οὔπω σχεδὸν τῆς γῆς ἐπιβεβηκότες οἱ ἀλιτήριοι· χαριστήρια δῆθεν Ποσειδῶνι θύειν βούλεσθαι φήσαντες οἶνον μὲν Τύριον καὶ ἄλλα ἄττα τῆς νεὼς ἐξεκόμιζον βοσκήματα δὲ ἐκ τῶν πέριξ χωρίων τοὺς ὠνησομένους ἀπέστελλον, ἀργύριόν τε ὅσον πλεῖστον ἐγχειρίσαντες καὶ τίμημα τὸ πρῶτον αἰτούμενον διδόναι κελεύσαντες.

[28]

[1]    Ὡς δὲ ἐκεῖνοί τε τάχιστα παρῆσαν ὅλην προβάτων ἀγέλην καὶ συῶν ἐλαύνοντες· οἵ τε κατὰ χώραν μείναντες ὑποδεξάμενοι πυράν τε ἐξῆπτον καὶ τὰ θύματα δείραντες ηὐτρέπιζον τὴν εὐωχίαν, ὁ Τραχῖνος ἰδίᾳ με καὶ τῶν ἄλλων εἰς ἀνήκοον παραλαβὼν "Ὦ πάτερ" ἔφη, "θυγατέρα τὴν σὴν ἐμαυτῷ γαμετὴν ἐμνηστευσάμην καὶ τοὺς γάμους ὡς ὁρᾷς ἑστιᾶν μέλλω τήμερον, ἑορτῶν τὴν ἡδίστην θυσίᾳ τῇ τῶν θεῶν ἐπισυνάπτων.

[2] Ὅπως οὖν μὴ αὐτός τε ἀνήκοος στυγνότερον συμποσιάζῃς ἥ τε παῖς διὰ σοῦ μαθοῦσα δέξηται χαίρουσα τὸ ἐσόμενον, ἐδικαίωσα προειπεῖν σοι τὴν ἐμαυτοῦ γνώμην, οὐ βεβαιωθῆναι παρά σου ταύτην βουλόμενος, ἔχω γάρ μοι κατεγγυῶσαν τὸ βούλημα τὴν ἐξουσίαν, ἀλλ' αἴσιον ἄλλως καὶ εὐπρεπὲς δοκιμάζων εὐπειθεστέραν εὐτρεπίσαι τὴν νύμφην, διὰ τοῦ φύντος προμαθοῦσαν τὸν γάμον." Ἐπῄνουν τὰ εἰρημένα καὶ χαίρειν ἐνεδεικνύμην τοῖς τε θεοῖς χάριν ὁμολογεῖν ἥτις μεγίστη, τοῖς ἄνδρα τὸν δεσποτεύοντα τῆς θυγατρὸς ἀποφήνασιν.

[29]

[1]    Ἀποχωρήσας τε μικρὸν καί τινα τῶν πρακτέων ἔννοιαν ἐπ' ἐμαυτοῦ φροντίσας, ἐπανελθὼν ἱκέτευον σεμνότερον τελεσθῆναι τὰ δρώμενα καὶ θάλαμον ἀποφῆναι τῇ κόρῃ τὴν ὁλκάδα, ἐπεισιέναι [δὲ] μηδένα μηδὲ διοχλεῖν κελεύσαντα ὡς ἂν καὶ κόσμου τοῦ νυμφικοῦ καὶ τῆς ἄλλης εὐπρεπείας ἐπιμεληθῆναι κατὰ καιρὸν ἐγγένοιτο "καὶ γὰρ ἂν εἴη πάντων ἀτοπώτατον τὴν εὐγενείᾳ καὶ πλούτῳ κομῶσαν καὶ τὸ μέγιστον Τραχίνου γαμετὴν ἐσομένην μηδὲ ἀφ' ὧν ἔξεστιν ἁβρύνεσθαι, εἰ καὶ τὰ λαμπρότερα τῆς γαμηλίου πομπῆς ὁ καιρὸς ἡμᾶς καὶ ὁ τόπος ἀφῄρηται."

[2] Διεχεῖτο πρὸς ταῦτα ὁ Τραχῖνος καὶ χαίρων οὕτω προστάξειν ἐπηγγέλλετο, καὶ προσέταξεν αὐτίκα πάντα κομισαμένους ὧν χρήζοιεν τοῦ λοιποῦ τῇ νηὶ μὴ πλησιάζειν. Καὶ οἱ μὲν τὰ ἐντεταλμένα ἔπραττον, ἐξεφόρουν τραπέζας κρατῆρας τάπητας παραπετάσματα, Σιδωνίων ἔργα χειρῶν καὶ Τυρίων, τἄλλα οἷς δεῖπνον ὑπηρετεῖται πάντα ἀφειδῶς, καὶ ἐπὶ τῶν ὤμων ἀκόσμως ἐξετίθεντο, πλοῦτον ὃν πολλοὶ πόνοι καὶ φειδωλοὶ συνήθροισαν ἀσώτῳ συμποσίῳ τῆς τύχης ἐνυβρίσαι παραδούσης.

[3] Ἐγὼ δὲ τὸν Θεαγένην παραλαβὼν καὶ παρὰ τὴν Χαρίκλειαν ἐλθὼν εὑρών τε δεδακρυμένην "Ὦ θύγατερ" ἔφην, "εἰωθότα μέν σοι καὶ οὐ ξένα· θρηνεῖς δ' οὖν ὅμως ἃ καὶ πρότερον ἤ τι καινότερον;"

[4] Ἡ δὲ "Πάντα μὲν" ἔφη, "πρὸ πάντων δὲ τὰ προσδοκώμενα κατὰ τὴν ἐμοὶ Τραχίνου πολεμίαν εὔνοιαν ἣν εἰκὸς ἐκείνῳ τὸν καιρὸν ἐπιτεῖναι, φιλεῖ γὰρ εὐημερία παράλογος ὕβρεως ἔργα προκαλεῖσθαι. Τραχῖνος μὲν οὖν καὶ ὁ Τραχίνου στυγητὸς ἔρως οἰμώξεται, θανάτου μοι προλήψει περιγραφησόμενος, ἐμὲ δὲ ἥ τε σὴ ἔννοια καὶ ἡ Θεαγένους, εἰ πρὸ τοῦ τέλους χωρισθήσομαι, πρὸς θρήνους κατήγαγε."

[5] "Τὰ ὄντα" ἔφην "εἰκάζεις· ὁ γὰρ Τραχῖνος εἰς γάμον τὸν αὐτοῦ τε καὶ σὸν ἀπὸ τῆς θυσίας μεταποιεῖ τὴν εὐωχίαν, ἐμοί τε ὡς πατρὶ τὴν βουλὴν ἐξηγόρευσεν, εἰδότι μὲν αὐτοῦ καὶ πάλαι τὴν ἐπὶ σοὶ μανιώδη κίνησιν ἐξ ὧν ὁ Τυρρηνός μοι κατὰ τὴν Ζακυνθίων διείλεκτο, σιωπῶντι δὲ πρὸς ὑμᾶς ὡς ἂν τοῖς μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνοιτε τὰς γνώμας, ἐνδεχόμενον καὶ διαδρᾶναι τὴν ἐπιβουλήν.

[6] Ἐπεὶ δέ, ὦ παῖδες, πρὸς τοῦτο μὲν ὁ δαίμων ἀντέπραξεν ἐν αὐτοῖς δὲ τοῖς δεινοῖς ἐμβεβήκαμεν, φέρε τι γενναῖον καὶ ἀπότομον ἐγχειρήσαντες ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρήσωμεν, ἢ τὸ εἶναι γενναίως καὶ ἐλευθέρως κατορθώσοντες ἢ τὸ τεθνάναι σωφρόνως καὶ ἀνδρείως κερδήσοντες."

[30]

[1]    Ὡς δὲ ποιήσειν ὅτι ἂν κελεύω καθυπέσχοντο, ὑποθέμενος τὸ πρακτέον ἐκείνους μὲν ἀπολείπω διασκευαζομένους ἐπὶ δὲ τὸν δευτερεύοντα Τραχίνου λῃστήν, ἐκαλεῖτο δὲ οἶμαι Πέλωρος, ἀφικόμενος ἔχειν τι φράζειν αὐτῷ κερδαλεώτατον ἔλεγον· ἐκείνου δὲ ἑτοίμως ὑπακούσαντος καὶ οὗ μηδεὶς ἀκροάσεται παραγαγόντος "Ἀκούοις ἂν" ἔφην, "ὦ τέκνον, ἐπιτετμημένως· τὸ γὰρ στενὸν τοῦ καιροῦ πολυλογίαν οὐκ ἐπιδέχεται.

[2] Ἐρᾷ σου θυγάτηρ ἡ ἐμή, καὶ θαυμαστὸν οὐδέν· ἡττήθη τοῦ βελτίονος· ὑφορᾶται δὲ τὸν λῄσταρχον ὡς εἰς γάμον παρασκευάζοντα τὸ συμπόσιον, καὶ γάρ τι καὶ τοιοῦτο ἐνέφηνεν, εὐπρεπέστερον αὐτὴν κοσμηθῆναι προστάξας. Ὅρα δὴ πῶς ἂν τοῦτο διακρούσαιο καὶ σαυτῷ μᾶλλον τὴν παῖδα περιποιήσειας, φησὶ γὰρ ἀποθανεῖσθαι πρότερον ἢ Τραχίνῳ γαμηθήσεσθαι."

[3] Καὶ ὃς "Θάρσει" ἔφη· "πάλαι γάρ τοι καὶ αὐτὸς τῇ κόρῃ προσπεπονθὼς ἐφοδίου λαβέσθαι τινὸς ηὐχόμην, ὥστε ἢ παραχωρήσει μοι Τραχῖνος ἑκὼν εἰς τὰ πρωτεῖα τῆς νύμφης ἃ χρεωστοῦμαι προεμβάτης τῆς ὁλκάδος γεγονώς, ἢ πικρόγαμος ἔσται πρὸς τῆσδε τῆς δεξιᾶς ἃ προσήκει παθών." Ἀπέτρεχον τούτων ἀκούσας ὡς μή τινα ἐγγενέσθαι ὑπόνοιαν, καὶ τοὺς παῖδας ἥκων ἐθάρρυνον, ὁδῷ βαδίζειν τὴν σκέψιν εὐαγγελιζόμενος.

[31]

[1]    Ἐδειπνοῦμεν ὀλίγον ὕστερον καὶ ὅτε διαβεβρεγμένους ἤδη καὶ πρὸς τὸ ὑβριστικώτερον παραφερομένους ᾐσθόμην, ἠρέμα πρὸς τὸν Πέλωρον (ἐκείμην δὲ αὐτοῦ πλησίον ἐπιτηδεύσας) "Εἶδες" ἔφην "ὅπως ἡ κόρη κεκόσμηται;" Τοῦ δὲ "Οὐδαμῶς" εἰπόντος, "Καὶ μὴν ἔξεστιν" εἶπον "εἰ λάθρα παρέλθοις εἰς τὴν ναῦν· οἶσθα γὰρ ὡς καὶ τοῦτο διεκώλυσεν ὁ Τραχῖνος· αὐτὴν τὴν Ἄρτεμιν ὄψει προκαθημένην. Ἀλλ' ὅπως τὸ παρὸν θεάσῃ σωφρόνως, μὴ σαυτῷ τε κἀκείνῃ θάνατον προξενήσῃς."

[2] Ὁ δὲ μηδὲν μελλήσας ὥς τινος τῶν ἀναγκαίων ἐπείγοντος ἀνίσταται καὶ λαθὼν εἰστρέχει τε εἰς τὴν ὁλκάδα καὶ ἰδὼν τὴν Χαρίκλειαν δάφνης τε φέρουσαν ἐπὶ τῆς κεφαλῆς στέφανον καὶ χρυσοϋφεῖ στολῇ καταυγάζουσαν (τὴν γὰρ ἐκ Δελφῶν ἱερὰν ἐσθῆτα ἠμφίεστο ὡς ἢ νικητήριον ἢ ἐντάφιον ἐσομένην) καὶ τἄλλα περὶ αὐτὴν φαιδρυνόμενα καὶ σχῆμα παστάδος ἀπομιμούμενα, διακαίεται ὡς εἰκὸς τῇ θέᾳ, πόθου τε ὁμοῦ καὶ ζήλου προσπεσόντων, καὶ δῆλος ἦν αὐτόθεν ἐπανήκων ἀπὸ τοῦ βλέμματος ἐμμανές τι διανοούμενος.

[3] Οὔπω γὰρ σχεδόν τι κατακλινεὶς "Ἐγὼ δὲ" ἔφη "τὸ γέρας τὸ προεμβατήριον τίνος ἕνεκεν οὐχὶ κομίζομαι;" "Ὅτι" ἔφη ὁ Τραχῖνος "οὐκ ᾔτησας· ἀλλ' οὐδὲ νέμησις οὐδέπω προὐτέθη τῶν εἰλημμένων." Καὶ ὃς "Οὐκοῦν αἰτῶ τὴν κόρην τὴν αἰχμάλωτον." Τοῦ Τραχίνου δὲ "Παρ' αὐτὴν ὃ βούλει λάμβανε" εἰπόντος ὁ Πέλωρος ὑπολαβὼν "Καταλύεις οὖν τὸν λῃστρικὸν νόμον ὃς τῷ πρώτῳ νηὸς ἐπιβάντι πολεμίας καὶ τὸν ὑπὲρ πάντων ἀγῶνα προκινδυνεύσαντι τοῦ κατὰ βούλησιν ἐκλογὴν ἀπένειμεν."

[4] "Οὐ τοῦτον" εἶπεν ὁ Τραχῖνος, "ὦ βέλτιστε, καταλύω ἀλλ' ἑτέρῳ νόμῳ διισχυρίζομαι, τοὺς ὑπηκόους εἴκειν τοῖς ἄρχουσι κελεύοντι· πέπονθα δή τι πρὸς τὴν κόρην καὶ γαμετὴν ἐμαυτῷ λαμβάνων προτιμηθῆναι δικαιῶ, σὺ δὲ εἰ μὴ τὸ κελευόμενον πράττοις οὐκ εἰς μακρὰν οἰμώξῃ τῷδε τῷ κρατῆρι βαλλόμενος." Ὁ δὲ Πέλωρος ἀπιδὼν εἰς τοὺς παρόντας "Ὁρᾶτε" ἔφη "τἀπίχειρα τῶν πόνων; οὕτω καὶ ὑμῶν ἕκαστος τοῦ γέρως ποτὲ στερηθήσεται καὶ τοῦ τυραννικοῦ τούτου νόμου πειραθήσεται."

[32]

[1]    Τί ἦν ἰδεῖν τὸ ἐντεῦθεν, ὦ Ναυσίκλεις; θαλάττῃ προσείκασας ἂν τοὺς ἄνδρας αἰφνιδίῳ σπιλάδι κατασεισθέντας, οὕτως ἀλόγιστος ὁρμὴ πρὸς ἄφραστον αὐτοὺς ἤγειρε τάραχον, ἅτε οἴνῳ καὶ θυμῷ κατόχους γεγενημένους. Οἱ μὲν γὰρ ὡς τοῦτον οἱ δὲ ὡς ἐκεῖνον ἀποκλίναντες οἱ μὲν αἰδεῖσθαι τὸν ἄρχοντα οἱ δὲ μὴ καταλύεσθαι τὸν νόμον ἐθορύβουν.

[2] Καὶ τέλος ὁ μὲν Τραχῖνος ἐπανατείνεται ὡς τῷ κρατῆρι πατάξων τὸν Πέλωρον, ὁ δέ, προπαρεσκεύαστο γάρ, ἐγχειριδίῳ φθάνει διελαύνων τὸν μαζόν. Καὶ ὁ μὲν ἔκειτο καιρίᾳ βεβλημένος, τοῖς λοιποῖς δὲ ἄσπονδος ἐτέτατο πόλεμος ἔπαιόν τε συμπεσόντες ἀλλήλους ἀφειδῶς, οἱ μὲν ὡς ἐπαμύνοντες τῷ ἄρχοντι οἱ δὲ ὡς τοῦ Πελώρου σὺν τῷ δικαίῳ προασπίζοντες.

[3] Καὶ ἦν οἰμωγὴ μία ξύλοις λίθοις κρατῆρσι δαλοῖς τραπέζαις βαλλόντων καὶ βαλλομένων. Ἐγὼ δὲ ὡς πορρωτάτω χωρίσας ἐμαυτὸν ἐπί τινος λόφου θέαν ἀκίνδυνον ἐμαυτῷ κατένεμον. Οὐ μὴν οὐδὲ Θεαγένης ἀπόλεμος ἦν οὐδὲ ἡ Χαρίκλεια, τὰ γὰρ συγκείμενα πράττοντες ὁ μὲν ξιφήρης θατέρῳ τὰ πρῶτα μέρει συνεμάχει παντάπασιν ἐνθουσιῶντι προσεοικώς, ἡ δὲ ὡς συνερρωγότα τὸν πόλεμον εἶδεν ἀπὸ τῆς νεὼς ἐτόξευεν εὔσκοπά τε καὶ μόνου τοῦ Θεαγένους φειδόμενα.

[4] Καὶ ἔβαλλεν οὐ καθ' ἓν τῆς μάχης μέρος, ἀλλ' ὅντινα πρῶτον ἴδοι τοῦτον ἀνήλισκεν, αὐτὴ μὲν οὐχ ὁρωμένη ἀλλὰ ῥᾳδίως πρὸς τὴν πυρκαϊὰν τοὺς ἐναντίους κατοπτεύουσα, τῶν δὲ ἀγνοούντων τὸ κακὸν καὶ δαιμονίους εἶναι τὰς πληγὰς ἐνίων ὑπονοούντων, ἕως τῶν ἄλλων πεσόντων μόνος ὁ Θεαγένης ὑπελείφθη τῷ Πελώρῳ μονομαχῶν, ἀνδρὶ τὰ πάντα γενναίῳ καὶ φόνοις ἐγγεγυμνασμένῳ παμπόλλοις, οὐδὲν οὐδὲ τῆς Χαρικλείου τοξείας ἐπαμύνειν ἔτι δυναμένης, ὠδινούσης μὲν εἰς τὴν βοήθειαν δεδοικυίας δὲ τὴν ἀποτυχίαν, αὐτοσχεδίου καὶ ἐν χερσὶ τῆς μάχης αὐτοῖς ὠθουμένης.

[5] Οὐ μὴν εἰς τέλος γε ἀντέσχεν ὁ Πέλωρος· ὡς γὰρ ἀποροῦσα πρὸς τὴν ἐνέργειον συμμαχίαν ἡ Χαρίκλεια λόγον ἐπίκουρον τῷ Θεαγένει ἐτόξευσεν "Ἀνδρίζου, φίλτατε" βοήσασα, ἐνταῦθα ἤδη μακρῷ τὸν Πέλωρον ὑπερεῖχεν ὁ Θεαγένης ὥσπερ ἰσχὺν αὐτῷ καὶ θάρσος τῆς φωνῆς διακονούσης καὶ ὅτι τῆς μάχης περίεστι τὸ ἔπαθλον μηνυούσης.

[6] Ἐγείρας γὰρ τὸ φρόνημα πολλοῖς ἤδη τοῖς τραύμασι πεπιεσμένος ἐφήλατό τε τῷ Πελώρῳ καὶ τῇ κεφαλῇ τὸ ἐγχειρίδιον ἐπιβαλὼν τῆς μὲν ἀπέτυχεν, ἐκείνου μικρὸν ἀποκλίναντος, ἄκρον δὲ τὸν ὦμον παραξέσας τὴν χεῖρα κατὰ τὴν συμβολὴν τοῦ ἀγκῶνος ἀπέκοπτε· κἀκ τοῦδε ὁ μὲν ἐτράπη πρὸς φυγήν, ὁ δὲ ἐδίωκε.

[33]

[1]    Καὶ τὰ μὲν ἄλλα τῶν μετὰ ταῦτα οὐκ ἔχω λέγειν πλὴν ὅτι γε ἐμὲ μὲν ἔλαθεν ἐπανελθὼν ἐγκαταμείναντα τῷ λόφῳ καὶ οὐ θαρσήσαντα τῆς νυκτὸς ἐπιμίξαι χωρίῳ πολεμουμένῳ, τὴν Χαρίκλειαν δὲ οὐδαμῶς· ἀλλ' εἶδον ἡμέρας γενομένης τὸν μὲν ἴσα καὶ νεκρῷ προκείμενον τὴν δὲ προσκαθημένην καὶ θρηνοῦσαν καὶ βούλεσθαι μὲν ἐπισφάττειν ἑαυτὴν ἐνδεικνυμένην ὑπὸ δὲ ὀλίγης ἐλπίδος τοῦ τάχα ἂν καὶ περιγενέσθαι τὸν νεανίσκον ἐπεχομένην.

[2] Οὐδὲ ἔφθην ὁ δυσδαίμων εἰπεῖν τε καὶ μαθεῖν οὐδὲ ἐπικουφίσαι παραμυθίᾳ τὴν συμφορὰν οὐδὲ τὰ ἐνδεχόμενα ἐπιμεληθῆναι, τὰ ἐκ θαλάττης κακὰ τῶν ἐκ γῆς ἀδιαστάτως διαδεξαμένων. Ἄρτι γὰρ ἐμοῦ ὅτε ἡμέραν εἶδον τὸν λόφον κατιόντος, λῃστρικὸν Αἰγυπτίων πλῆθος ἐκ τοῦ ὑπερτείνοντος ὄρους, ὡς ἐῴκει, κατέτρεχεν, εἶχέ τε ἤδη τοὺς νέους καὶ ἀπῆγε μικρὸν ὕστερον, ὅσα φέρειν ἐδύνατο τῆς νεὼς ἐπικομιζόμενον.

[3] Ἐγὼ δὲ τηνάλλως πόρρωθεν εἱπόμην ὀδυρόμενος τὰς ἐμαυτοῦ τε κἀκείνων τύχας οὔτε δὲ ἐπαμύνειν ἔχων οὔτε ἐπιμίγνυσθαι δοκιμάζων, εἰς ἐπικουρίας ἐλπίδα ἐμαυτὸν ταμιευόμενος. Οὐ μὴν ἐπήρκεσά γε, πόθεν; ἀπολειφθεὶς μὲν τότε τοῦ γήρως ἐμποδίσαντος ἐν τοῖς ὀρθίοις συνεκδραμεῖν τοῖς Αἰγυπτίοις, ἐπί τε τοῦ παρόντος εἰς τὴν ἀνεύρεσιν τέως τῆς θυγατρὸς θεῶν μὲν εὐμενείᾳ σῇ δέ, ὦ Ναυσίκλεις, εὐνοίᾳ χρησάμενος, αὐτὸς δὲ οὐδὲν ἐρανισάμενος θρήνων δὲ μόνων τῶν ἐπ' αὐτῆς καὶ ὀδυρμῶν ἀφθόνων χαριζόμενος."

[4] Ἐπὶ τούτοις ἐδάκρυε μὲν αὐτὸς ἐδάκρυον δὲ οἱ παρόντες καὶ εἰς θρῆνον ἡδονῇ τινι σύγκρατον μετεβέβλητο τὸ συμπόσιον, ἐπίφορον γάρ τι πρὸς δάκρυον οἶνος· ἕως ὁ Ναυσικλῆς ἐπιθαρσύνων τὸν Καλάσιριν "Ὦ πάτερ" ἔφη, "σὺ δὲ εἰς τὸ ἑξῆς γοῦν εὔθυμος εἶναι τὴν μὲν θυγατέρα ἤδη τήνδε κεκομισμένος τὸν παῖδα δὲ ἰδεῖν ὑπὸ τῆς νυκτὸς μόνης εἰργόμενος· εἰς ἕω γὰρ ἀφιξόμεθα πρὸς τὸν Μιτράνην καὶ πάντα τρόπον λύσασθαί σοι τὸν ἄριστον Θεαγένην πειρασόμεθα."

[5] "Βουλοίμην ἂν" εἶπεν ὁ Καλάσιρις· "νῦν δὲ ὥρα γε διαλύειν τὸ συμπόσιον· μνήμη τοῦ δαιμονίου γινέσθω καὶ τὰς λυτηρίους τις σπονδὰς περιαγέσθω."

[34]

[1]    Ἐκ τούτου περιήγοντο μὲν αἱ σπονδαὶ διελύετο δὲ τὸ συμπόσιον· ὁ Καλάσιρις δὲ τὴν Χαρίκλειαν ἐσκοπεῖτο καὶ ὡς τὴν πάροδον τοῦ πλήθους παρατηρῶν οὐκ ἐφεύρισκεν, ὀψέ τινος γυναίου φράσαντος εἰς τὸ ἄδυτον παρελθὼν καταλαμβάνει τοῖς ἴχνεσι τοῦ ἀγάλματος προσπεφυκυῖαν καὶ εὐχῆς τε μακρᾷ παρολκῇ καὶ λύπης προσβολῇ πρὸς ὕπνον βαθὺν ὀλισθήσασαν.

[2] Ἐπιδακρύσας οὖν ὀλίγα καὶ πρὸς τὰ βελτίονα τρέψαι τὰ κατ' αὐτὴν ἱκετεύσας τὸν θεὸν ἡσυχῆ τε ἀφυπνίσας ἦγεν εἰς τὴν καταγωγὴν ἐρυθριῶσαν ὡς ἐφαίνετο διότι λάθοι πρὸς τοῦ ὕπνου κεκρατημένη. Καὶ ἡ μὲν εἰς τὴν γυναικωνῖτιν χωρισθεῖσα σὺν τῷ θυγατρίῳ τε τοῦ Ναυσικλέους κατακλινεῖσα τὰς παρούσας ἀγρυπνίᾳ διετίθετο φροντίδας.