11185 462 0 22 18 0 II d. C. Medicina Galenus VIII De placitis Hippocratis et Platonis De Lacy, P., Berlin, Akademie-Verlag, 1978. 7

Galenus - De placitis Hippocratis et Platonis VIII

[1]

[1]   Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέψασθαι προθέμενοι πρῶτον μὲν ἐδιδάξαμεν ἀναγκαιότατον ὑπάρχειν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ, εἴτε πλείους εἰσὶ δυνάμεις αἱ διοικοῦσαι τὸν ἄνθρωπον εἴτε μία, βεβαίως ἐξευρεῖν· ἐφεξῆς δ' ἐπὶ τὴν ζήτησιν αὐτῶν τραπόμενοι κατὰ τὸν ἀποδεικτικὸν νόμον ἔννοιαν ὁμολογουμένην ἔφαμεν εἶναι τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ τὸ κατάρχον αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν, οὐδὲν ὡς πρὸς τὰ παρόντα διαφέροντος ἢ κατὰ προαίρεσιν ἢ καθ' ὁρμὴν εἰπεῖν.

[2]    εὔδηλον δὲ ὅτι ἕτεραι μέν εἰσιν αἱ κινήσεις ἐκτεινόντων τε καὶ συστελλόντων τὰ κῶλα, βαδιζόντων τε καὶ τρεχόντων, ἑστώτων τε καὶ καθημένων ὅσα τ' ἄλλα τοιαῦτα πραττόντων, ἕτεραι δ' αἱ κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας οὐ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἀποτελούμεναι, καθάπερ καὶ τρίτον ἄλλο γένος κινήσεων αἱ περὶ τὴν τῆς τροφῆς οἰκονομίαν.

[3]    ἀλλ' ἀπό γε τῶν προαιρετικῶν ἀρξάμενοι καθ' ἃς καὶ τὸ καλούμενον ἰδίως ἡγεμονικόν ἐστι τῆς ψυχῆς, ἕνα λόγον ἐδείκνυμεν ἠρωτῆσθαι μόνον ἐπιστημονικῶς ἀπ' αὐτοῦ τοῦ ζητουμένου τῆς οὐσίας ἔχοντα τὰς προτάσεις, ὄντα τοιοῦτον· "ὅπου τῶν νεύρων ἡ ἀρχή, ἐνταῦθα καὶ τὸ τῆς ψυχῆς ἡγεμονικόν."

[4] αὕτη μὲν ἡ τοῦ λόγου κυριωτάτη πρότασις ὡμολογημένη πᾶσιν ἰατροῖς τε καὶ φιλοσόφοις·

   ἡ δ' οἷον πρόσληψις αὐτῆς ἀληθὴς μὲν "ἡ ἀρχὴ τῶν νεύρων ἐν τῷ ἐγκεφάλῳ", ψευδὴς δὲ "ἡ ἀρχὴ τῶν νεύρων ἐν καρδίᾳ," γράφειν μὲν ταύτην τὴν πρότασιν ἢ καὶ λέγειν τοῖς ἀπείροις ἀνατομῆς δυναμένου [5] τινός, οὐ μὴν δεῖξαί γε δυναμένου. πάντα γὰρ ἐν τοῖς ζῴοις τὰ μόρια νεύρων μετέχει, τὰ μὲν ἄντικρυς ἐξ ἐγκεφάλου παραγιγνομένων εἰς αὐτά, τὰ δὲ διὰ μέσου τοῦ νωτιαίου. [6] πρῶτοι οὖν μακρολογίας αἴτιοι κατέστησαν οἱ καταψευσάμενοι τῶν φαινομένων, οὐχ Ἱπποκράτης ἢ Ἐρασίστρατος ἢ Εὔδημος ἢ Ἡρόφιλος ἢ Μαρῖνος ὁ μετὰ τοὺς παλαιοὺς ἐν τῷ μεταξὺ χρόνῳ τὴν ἀνατομικὴν θεωρίαν ἠμελημένην ἀνακτησάμενος· ὡς εἴ γε τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς εἶπον, οὐκ ἂν ἐμακρολογοῦμεν δι' ἀποδείξεως μιᾶς εὑρημένου τοῦ ζητουμένου.

[7]    μακροτέρων οὖν λόγων ἐδεήθημεν εὐθὺς ἐν τῷ πρώτῳ βιβλίῳ διὰ τοὺς ἃ μηδ' ὅλως εἶδον ὡς ἀκριβῶς ἰδόντας ἐπιχειρήσαντας γράφειν, ἠναγκάσθημέν τε καὶ νεύρων καὶ ἀρτηριῶν ἀνατομὴν ἐπὶ κεφαλαίων ἐν αὐτῷ διελθεῖν.

[8]    ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τῶν ἠρωτημένων λόγων περὶ ψυχῆς ἡγεμονικοῦ τοὺς πιθανωτάτους ἀπεδείξαμεν οὐ κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑπ' αὐτῶν συντεθέντας, ἀλλὰ τοὺς μὲν ἐγγὺς αὐτῶν, οὓς διαλεκτικοὺς ἔθος ἐστὶν Ἀριστοτέλει καλεῖν, ἐνίους δὲ πορρώτερον, οὓς διαιροῦμεν [9] εἴς τε τοὺς ῥητορικοὺς [τε] καὶ τοὺς σοφιστικούς. ἔπραξα δὲ τοῦτο καὶ τοῦ ὑποκειμένου μὲν ἕνεκεν αὐτοῦ καὶ διὰ τοὺς ἑταίρους δὲ βουλομένους ἐκ παραλλήλου τῶν λόγων ἔχειν τὰς διαφορὰς ἐφ' ἑνὸς προβλήματος, ἐσομένης τῆς γυμνασίας ταύτης εἰς πολλὰ χρησίμης.

[10]    ἐπεὶ δὲ καὶ τοιοῦτόν τινα λόγον ὁ Χρύσιππος ἔγραψεν· "ἔνθα τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ ἡγεμονικόν· τὰ δὲ πάθη τῆς ψυχῆς ἐν καρδίᾳ· ἐν ταύτῃ ἄρα καὶ τὸ ἡγεμονικόν," ἐδείκνυον αὐτὸ τὸ ζητούμενον αὐτὸν ἐν τῷ κυριωτάτῳ λήμματι λαμβάνοντα·

[11]    Πλάτωνος γὰρ εἰρηκότος ἐν μὲν τῇ κεφαλῇ τὸ λογιστικὸν ὑπάρχειν, ἐν δὲ τῇ καρδίᾳ τὸ θυμοειδές, ἐν ἥπατι δὲ τὸ ἐπιθυμητικὸν, ἐχρῆν αὐτὸν ἐλέγξαι πρότερον ὅσα κατασκευάζων ἑαυτοῦ τὸ δόγμα διῆλθεν ὁ Πλάτων, οὐχ ἁπλῶς ἀποφηνάμενον ἀξιοπιστοτέραν ἡγεῖσθαι τὴν ἰδίαν ἀπόφασιν τῶν ὑπὸ Πλάτωνος [12] εἰρημένων λόγων. ἐδείκνυον δὲ καὶ ὡς οὐδ' ἐπεχείρησέ που τῶν ἑαυτοῦ συγγραμμάτων ὁ Χρύσιππος ἀντειπεῖν τοῖς τοῦ Πλάτωνος λόγοις.

[13]    ἅπαντες μὲν οὖν ὅσοι μηδέπω φιλοσοφίας ἦσαν ἡμμένοι γεωμέτραι καὶ ἀριθμητικοὶ καὶ λογιστικοὶ καὶ ἀστρονόμοι καὶ ἀρχιτέκτονες ἔτι τε μουσικοὶ καὶ γνωμονικοὶ καὶ ῥητορικοὶ καὶ γραμματικοὶ καὶ ὅλως εἴ τις ἐν τέχνῃ λογικῇ γεγύμναστο, πίστιν βεβαίαν ἔσχον ἐξεληλέγχθαι μὲν τοὺς τῶν ἄλλων λόγους, ὅσους ἐγεγράφεσαν ὑπὲρ ἡγεμονικοῦ ψυχῆς, ἀληθεῖς δ' εἶναι τοὺς Ἱπποκράτους καὶ Πλάτωνος·

[14]    ἐπεὶ δὲ τὰ τοῦ Χρυσίππου βιβλία περὶ παθῶν γεγραμμένα καὶ ‹ἔτ' ἐπῄνουν› οἱ ἀπ' ἐκείνου, ‹λέγοντες› ὡς ἐν ἐκείνοις ἀπέδειξεν ὁ ἀνὴρ ἐν τῷ λογιστικῷ τῆς ψυχῆς εἶναι τὰ πάθη, τοὺς θυμοὺς καὶ τοὺς φόβους καὶ τὰς λύπας ὅσα τ' ἄλλα τοιαῦτα, δι' ἐκείνους ἠναγκάσθην ἐπιδεικνύναι μὴ μόνον ψευδῶς εἰρηκότα πολλὰ κατὰ τὰ περὶ τῶν παθῶν βιβλία τὸν Χρύσιππον, ἀλλὰ καὶ μαχομένως αὑτῷ· καὶ κατὰ τοῦτο προσέθηκα τοῖς πρώτοις δύο βιβλίοις ἕτερα τρία δείξας εὐθέως ἐν αὐτοῖς ὅτι καὶ Ποσειδώνιος ὁ ἐπιστημονικώτατος τῶν Στωϊκῶν διὰ τὸ γεγυμνάσθαι κατὰ γεωμετρίαν ἀπέστη τε τοῦ Χρυσίππου

   καὶ δείκνυσιν ἐν τῇ περὶ παθῶν πραγματείᾳ διοικουμένους ἡμᾶς ὑπὸ τριῶν δυνάμεων, ἐπιθυμητικῆς τε καὶ θυμοειδοῦς καὶ λογιστικῆς· τῆς δ' αὐτῆς δόξης ὁ Ποσειδώνιος ἔδειξεν εἶναι καὶ [15] τὸν Κλεάνθην. καὶ μέντοι καὶ τὸν περὶ τῶν ἀρετῶν λόγον ἐπὶ ταύταις ταῖς ἀρχαῖς ὀρθῶς φησι περαίνεσθαι καὶ δείκνυσιν αὐτὸ τοῦτο διὰ μεγάλης πραγματείας ἰδίᾳ γεγραμμένης αὐτῷ. ὥστ' οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἀλλ' οἱ προπετῶς ἐπαινοῦντες τὰ γεγραμμένα Χρυσίππῳ περί τε τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ καὶ περὶ παθῶν.

[16]    ἃ πάντ' ἐγνώκειν ἐγὼ παρελθεῖν ἐάσας ἀνέλεγκτα· θεοὺς δ' ἅπαντας ἐπικαλοῦμαι μάρτυρας ὡς τοὺς ἀναισχύντους τῶν λόγων ἐλέγχων αὐτὸς αἰδοῦμαι βέλτιον εἶναι νομίζων ἀγνοεῖσθαι τοῖς πολλοῖς αὐτούς, ὅπως μὴ βλάπτοιντο θεώμενοι φιλοσόφους ἄνδρας ἃ μηδέποτ' εἶδον ὡς ἰδόντας γράφοντας· ἧττον γὰρ [17] αἰδοῦνται καὶ αὐτοὶ φωραθῆναι ψευδόμενοι. αἰδεσθῆναι δ' ἐστὶ καὶ ὅτι μὴ γινώσκουσιν ἐν φιλοσοφίᾳ γεγηρακότες ἄνδρες ὡς εἷς μόνος οὗτος ἠρώτηται λόγος ἀποδεικτικῷ νόμῳ περὶ ψυχῆς ἡγεμονικοῦ καθ' ὃν ἡ μὲν ἀληθὴς πρόσληψίς ἐστιν ἐγκέφαλον εἶναι τῶν νεύρων ἀρχήν, ἡ ψευδὴς δὲ τὴν καρδίαν.

[18]    ὥστε οὐ μόνον ἐν πέντε βιβλίοις οὐκ ἦν ἀνάγκη γραφῆναι τὸν περὶ ψυχῆς ἡγεμονικοῦ λόγον, ἀλλ' οὐδὲ δι' ἑνὸς ὅλου πρός γε τοὺς μεμαθηκότας ὁποῖόν τι πρᾶγμά ἐστιν ἀπόδειξις ἐπιστημονική, προσήκουσα μέν, ὡς ἐγώ φημι, φιλοσόφοις μᾶλλον ἢ γεωμέτραις ἀριθμητικοῖς τε καὶ λογιστικοῖς, ἀστρονόμοις τε καὶ ἀρχιτέκτοσιν, οὐ μὴν ἠσκημένη γ' αὐτοῖς ὥσπερ ἐκείνοις.

[19]    διὰ τοῦτ' οὖν Εὐκλείδης μὲν ἑνὶ θεωρήματι τῷ πρώτῳ κατὰ τὸ τῶν φαινομένων βιβλίον ἐπέδειξε δι' ὀλιγίστων ἐπῶν τὴν γῆν μέσην εἶναι τοῦ κόσμου καὶ σημείου καὶ κέντρου λόγον ἔχειν πρὸς αὐτόν, καὶ οἱ μαθόντες οὕτω πιστεύουσι τῷ συμπεράσματι τῆς ἀποδείξεως ὡς καὶ τῷ τὰ δὶς δύο τέτταρα εἶναι· τῶν φιλοσόφων δ' ἔνιοι τοιαῦτα ληροῦσι περὶ μεγέθους τε καὶ θέσεως γῆς ὡς αἰδεσθῆναί τινα περὶ τοῦ παντὸς ἐπιτηδεύματος.

[20]    ὅπου γὰρ οἱ μὲν ἀεὶ παρακελευόμενοι μηδὲν μήτε πράττειν μήτε λέγειν προπετῶς ἔργῳ φαίνονται τοιοῦτοι, τῶν δ' εἰρημένων ἄνωθεν ἀντιτεχνιτῶν οὐδεὶς μὲν ἑαυτὸν νομίζει σοφόν, ὡς ἐκεῖνοι, ταῖς δ' ἀποδείξεσι προσηκόντως χρῶνται μηδαμόθεν μαχόμενοι μηδὲ διαφωνοῦντες ἀλλήλοις μηδὲ ἀναισχύντως ἀποφαινόμενοι περὶ ὧν οὐκ ἴσασι, πῶς οὐκ ἄν τις αἰδεσθείη περὶ παντὸς τοῦ τῆς φιλοσοφίας ἐπιτηδεύματος;

[21]    οὕτως γοῦν ὁ ἀληθὴς λόγος ἐστὶ βραχὺς ὡς ἐγὼ δείξω σοι δι' ὀλίγων συλλαβῶν περαινόμενον αὐτὸν ὄντα τοιοῦτον· "ἔνθα τῶν νεύρων ἡ ἀρχή, ἐνταῦθα τὸ ἡγεμονικόν· ἡ δ' ἀρχὴ τῶν [22] νεύρων ἐν ἐγκεφάλῳ [ἐστίν]· ἐνταῦθα ἄρα τὸ ἡγεμονικόν." εἷς μὲν οὗτος λόγος ἐννέα καὶ τριάκοντα συλλαβῶν, ὅπερ ἐστὶ δυοῖν καὶ ἡμίσεος ἐπῶν ἑξαμέτρων·

   ἕτερος δ' ἐστὶ πέντε τῶν πάντων ἐπῶν· "ἔνθα τὰ πάθη τῆς ψυχῆς ἐπιφανέστερον κινεῖ τὰ μόρια τοῦ σώματος, ἐνταῦθα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν· ἀλλὰ μὴν ἡ καρδία φαίνεται μεγάλην ἐξαλλαγὴν ἴσχουσα τῆς κινήσεως ἐν θυμοῖς καὶ φόβοις· ἐν ταύτῃ ἄρα [23] τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν." εἰ δὲ συνθείης ὡδὶ τούτους τοὺς δύο λόγους, οὐ πλεῖον ἐπῶν ἑξαμέτρων ὀκτὼ τὸ συγκείμενον ἐξ αὐτῶν πλῆθος ἔσται.

[24]    τίνες οὖν αἴτιοι τοῦ πέντε βιβλία γραφῆναι περὶ τούτων ἃ διὰ ὀκτὼ στίχων ἡρωϊκῶν ἐπιστημονικὴν ἀπόδειξιν εἶχεν; οὐχ ἡμεῖς δήπουθεν, ἀλλ' οἱ μὴ βουλόμενοι γραμμικαῖς χρῆσθαι ἀποδείξεσι φιλόσοφοι, [25] περὶ ὧν ἔφην αἰδεῖσθαι. τίνες δὲ αἴτιοι τοῦ καὶ τὸ ἕκτον βιβλίον ἐπ' αὐτοῖς γραφῆναι περὶ τῆς τρίτης ἀρχῆς μακροτέρου μὲν λόγου δεομένης, οὐ μὴν ὥσθ' ὅλον ἓν πληρωθῆναι βιβλίον; οἱ μὴ γεγυμνασμένοι γραμμικῶν ἀποδείξεων ἀκούειν, ἐπεί τοι καὶ τούτου τοῦ σκέμματος ἐν ὀλίγοις κεφαλαίοις ἐστὶν ἡ ἀπόδειξις.

[26]    ἐδείχθη γὰρ ἔν τε τοῖς φυτοῖς τὰ παχύτατα μέρη τῆς ἀρχῆς αὐτῶν ἐκφυόμενα καὶ τῶν προδεδειγμένων δυοῖν ἀρχῶν, τῆς τῶν νεύρων καὶ τῶν ἀρτηριῶν, τὰ μὲν οἷον στελέχη πρὸς ταῖς ἀρχαῖς εἶναι, τὰ δὲ ἀνάλογον κλάδοις ἐν τῷ προιέναι τὰ στελέχη γεννώμενα.

[27] τοῦτο μὲν ἓν λῆμμα δι' ἐναργῶν ἀπεδείχθη· δεύτερον δὲ ἐπ' αὐτῷ τῆς φυτικῆς ἐν ἡμῖν δυνάμεως, ἣν κοινὴν ἔχομεν πρὸς τὰ φυτά, τὰς φλέβας ὑπάρχειν ὄργανα καθηκουσῶν μὲν εἴς τε τὴν γαστέρα καὶ τὰ ἔντερα λεπτῶν φλεβῶν ὥσπερ εἰς τὴν γῆν αἱ ῥίζαι τῶν δένδρων, ἁπασῶν μὲν ἀπὸ μιᾶς φλεβὸς πεφυκυιῶν, τῆς ἐπὶ πύλαις ἥπατος, αὖθις δὲ ἐκ τοῦ ἥπατος ἐκφυομένης μεγίστης φλεβός, ἣν κοίλην ὀνομάζουσιν, ἧς ὥσπερ κλάδοι τινὲς σχίζονται φλέβες ἄλλαι πάντῃ τοῦ σώματος φερόμεναι.

[28]    ἐξ ὧν ἐπεραίνετο ἡ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπαρ ὑπάρχειν, ᾧ πάλιν εἵπετο καὶ τῆς κοινῆς πρὸς τὰ φυτὰ δυνάμεως ἀρχὴν εἶναι τοῦτο τὸ σπλάγχνον, ἥντινα δύναμιν ὁ Πλάτων ἐπιθυμητικὴν ὀνομάζει.

[29] αὕτη μὲν ἀπόδειξις μία τοῦ τὸ ἧπαρ ἀρχὴν εἶναι τῆς ἐπιθυμητικῆς δυνάμεως καὶ τῶν φλεβῶν· ἑτέρα δ' ἐκ τοῦ μηδὲν ἄλλο μόριον εὑρίσκεσθαι κατὰ τὸ ζῷον, ᾧ συμφυεῖς εἰσιν αἱ [30] φλέβες ἅπασαι, λαμβανομένη. τὴν γὰρ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκφυομένην φλέβα τὴν κοίλην ἔνιοί φασι τῆς δεξιᾶς ἐν τῇ καρδίᾳ κοιλίας ἐκπεφυκέναι.

   εἴπερ οὖν ἀπ' ἐκείνης ἀνάλογον κλάδοις αἱ κατὰ τὸ σῶμα πᾶν ἀποσχίζονται φλέβες, εἴη ἂν [31] ἁπασῶν αὐτῶν ἀρχὴ ‹ἡ› καρδία. ἀλλ' αἵ γ' ἐκ τῶν σιμῶν τοῦ ἥπατος ἀνάλογον ῥίζαις εἰς τὴν γαστέρα τήν τε νῆστιν καὶ τὸ λεπτὸν ἔντερον καὶ τὸ τυφλὸν καὶ τὸ κόλον εἴς τε τὸ ἀπευθυσμένον ὀνομαζόμενον καὶ τὸν σπλῆνα καὶ τὸ ἐπίπλοον ἥκουσαι φλέβες οὐκ ἀπὸ ταύτης πεφύκασιν, ἀλλ' ἔστιν ἑτέρα φλὲψ ἁπασῶν τούτων ἀρχὴ κατὰ τὰς πύλας τοῦ ἥπατος τεταγμένη.

[32]    πῶς οὖν ἔτι ἀρχὴ τῶν φλεβῶν ἡ δεξιὰ τῆς καρδίας ἔσται κοιλία μήτε τῶν εἰρημένων φλεβῶν μήτε πρὸς αὐταῖς τῶν ἐν τοῖς σιμοῖς τοῦ ἥπατος συναπτομένων τῇ καρδίᾳ; [33] ἧπαρ δὲ καὶ ταύταις ἁπάσαις συνῆπται ταῖς φλεψὶ καὶ ταῖς καθ' ὅλον τὸ σῶμα διὰ τῆς ἐκ τῶν κυρτῶν αὐτοῦ μερῶν ἐκπεφυκυίας, ἣν οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν κοίλην ὀνομάζουσι διὰ τὸ μέγεθος, Ἱπποκράτης δὲ καὶ ὅσοι τὰ τούτου πρεσβεύουσιν ἡπατῖτιν ἀπὸ τοῦ σπλάγχνου προσονομάζουσιν, ὅθεν ἐκπέφυκεν.

[34]    αὕτη τοιγαροῦν ἤδη σοι δευτέρα περὶ ἥπατος ἀπόδειξις, ὡς ἁπασῶν ἐστι φλεβῶν ἀρχή, διὰ τοῦτο δὲ [35] καὶ τῆς θρεπτικῆς δυνάμεως. ἄλλη δ' ἐκ περιουσίας τρίτη τοιάδε τις· ἐὰν τὴν δεξιὰν τῆς καρδίας κοιλίαν ἀρχὴν ὑποθώμεθα τῆς κοίλης φλεβός, ἐναντίως ἔσται τῷ φαινομένῳ καὶ ἐν ταῖς τῶν ἰχθύων ἀνατομαῖς εὑρισκομένῳ. οὐδενὸς γοῦν αὐτῶν ἡ καρδία δεξιὰν ἔχει κοιλίαν, ὅτι μηδὲ πνεύμων [36] ἐστὶ τοῖς ζῴοις ἐκείνοις. διὰ τί δὲ γεννᾶταί τε καὶ συναπόλλυται πνεύμονι τῆς καρδίας ἡ δεξιὰ κοιλία, δέδεικταί μοι κατὰ τὴν περὶ χρείας μορίων πραγματείαν.

[37]    ἐκ περιουσίας μέν, ὡς ἔφην, οὐ σμικρὰ τῷ δόγματι πίστις ἐστὶ καὶ ἐκ τοῦ νῦν εἰρημένου λόγου· προσέρχεται δὲ καὶ ἄλλη τις ὁμοία τῇδε τὴν εὐθύτητα τῆς κοίλης ἡμῶν ἐπισκεπτομένων.

[38] ὁρᾶται γὰρ ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος ἄχρι τῶν σφαγῶν ἅπαν μὲν αὐτῆς τὸ δεξιὸν μέρος εὐθείᾳ μιᾷ ἄκλαστον φυλάττον αὐτήν, ἐκ δὲ τῶν ἀριστερῶν ἀπόφυσις εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας γιγνομένη, ἥντινα φλέβα νομίζουσιν ἔνιοι τὸ πρέμνον, ὡς ἂν εἴποι τις, εἶναι τῶν καθ' ὅλον τὸ σῶμα φλεβῶν.

[39]    εἰ δέ περ ἦν ἀληθὲς τοῦτο, πάντως ἂν ἐσχίζετο καὶ αὕτη μετὰ τὴν ἔκφυσιν ὡσαύτως τῇ μεγάλῃ ἀρτηρίᾳ ἣν ὁμολογουμένως ἁπασῶν τῶν καθ' ὅλον τὸ ζῷον ἀρτηριῶν ἀρχὴν οὖσαν ἰδεῖν ἔστι μετὰ τὸ πρῶτον ἐκφῦναι τῆς καρδίας δίχα σχιζομένην, ὅπως τῶν μερῶν αὐτῆς τὸ μὲν ἕτερον ἄνω, [40] τὸ δὲ ἕτερον ἐνεχθείη κάτω τοῦ σώματος. ὥστε καὶ εἰ ἡ κοίλη φλὲψ ‹ἐκ› τῆς καρδίας ἐφύετο, πάντως ἂν καὶ αὕτη παραπλησίως τῇ ἀρτηρίᾳ δίχα σχισθεῖσα τῷ μὲν ἑτέρῳ μέρει πρὸς τὰς σφαγὰς ἀνηνέχθη, τῷ δὲ ἑτέρῳ κατηνέχθη πρὸς τὸ ἧπαρ· οὗ μὴ φαινομένου δῆλόν ἐστιν οὐδὲ ἐκ τῆς καρδίας αὐτὴν ἄρχεσθαι.

[41]    αὗται τέτταρες ἀποδείξεις εἰσὶν εἰρημέναι κατὰ τὸ τῆς προκειμένης πραγματείας ἕκτον γράμμα τοῖς [42] εἰδόσι τί ποτ' ἐστὶν ἀπόδειξις αὐτάρκης. εἴρηται δὲ καὶ ἄλλα τινὰ κατὰ τὸ βιβλίον εἰς πίστιν τοῦ δόγματος, οὐ μὴν ἐπιστημονικήν γε τὴν ἀπόδειξιν ἔχοντα καθάπερ οἱ πρῶτοι δύο λόγοι. καὶ μέντοι καὶ ἀντιλογία τις εἴρηται πρὸς τοὺς [43] ἑτέρως δοξάζοντας. ὥστε, ὅσον ἐπ' ἐμοί, διὰ βραχυτάτων ἂν ἤδη τὸ προκείμενον ἀποδέδεικτο καὶ χρὴ τοῦ μήκους τῶν λόγων οὐχ ἡμῖν ἐλέγχουσιν οὓς ἡμαρτημένους ἔγραψαν ἐκεῖνοι λόγους ἀλλὰ τοῖς συνθεῖσιν αὐτοὺς μέμφεσθαι.

[44]    τριῶν οὖν βιβλίων λογικῶν περὶ παθῶν γεγραμμένων Χρυσίππῳ δυνάμενος ἀντειπεῖν ‹καὶ› ἃ πρὸς αὑτὸν διηνέχθη διελέγχων μηκύνειν οὐχ ὑπέμεινα τοῦτο πρᾶξαι καθάπερ οὐδ' ὅσα περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ἔγραψεν ἐν τέτταρσι βιβλίοις [45] ὑπὲρ ὧν αὐτῷ καὶ ὁ Ποσειδώνιος μέμφεται. ἀλλὰ καὶ περὶ τούτων ἐνδειξάμενος τοῖς ἀκούειν δυναμένοις ἐπιστημονικῶν ἀποδείξεων ἀνεβαλόμην ἐπὶ σχολῆς αὖθις ἐπιδείξειν ὅσα καὶ πρὸς αὑτὸν ἐναντιολογούμενος ἔγραψε καὶ πρὸς τὴν τῶν ἐναργῶς φαινομένων ἀλήθειαν. ἐκείνη μὲν οὖν ἡ πραγματεία καθ' ἑαυτὴν γέγραπται.

[2]

[1]    Νῦν δὲ ποθοῦσιν ἔχειν ἤδη πολλοῖς τῶν φίλων τὰ κατάλοιπα τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐνταῦθα τρέψομαι ἀρχὴν ἀπὸ τῶν φυσικῶν στοιχείων ποιησάμενος.

[2] ὀνομάζεται μὲν οὖν στοιχεῖον ὅπερ ἂν ἐλάχιστον ᾖ μέρος ἐκείνου τοῦ πράγματος οὗπερ ἂν ᾖ στοιχεῖον. ἐκ γὰρ τῆς τοῦ πρός τι κατηγορίας ἐστὶν ἡ στοιχεῖον φωνὴ καθάπερ καὶ ‹ἡ› [τοῦ] μέρος· τό τε γὰρ στοιχεῖον τινός ἐστι στοιχεῖον τό τε μέρος τινός ἐστι μέρος.

[3]    ὥσπερ οὖν τῆς φωνῆς ἡμῶν, ᾗ χρώμεθα διαλεγόμενοι πρὸς ἀλλήλους, τέτταρα καὶ εἴκοσί ἐστι στοιχεῖα, κατὰ τὸν αὐτὸν τρόπον ἁπάντων τῶν γεννητῶν καὶ φθαρτῶν σωμάτων ἐλάχιστα μόρια γῆ καὶ ἀήρ ἐστιν ὕδωρ τε καὶ πῦρ, ἐλαχίστου δὲ λεγομένου τοῦ μηκέτι τομὴν [4] ἐγχωροῦντος. ἡ μὲν γὰρ κατὰ τὸ μέγεθος τομὴ τοιοῦτον οὐδὲν ἐλάχιστον ἔχει, μόνη δὲ ἡ κατ' εἶδος ἵσταταί ποτε καθάπερ ἐπὶ τῆς φωνῆς.

[5]    οὔσης γάρ τινος συνθέτου τοιᾶσδε

   μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος, ὅλη μέν ἐστιν αὕτη, μέρη δὲ τὸ μῆνιν καὶ τὸ ἄειδε καὶ τὸ θεὰ καὶ τὸ Πηληϊάδεω καὶ τὸ Ἀχιλῆος. ἕκαστον δὲ τούτων πάλιν εἰς τὰς συλλαβὰς τέμνεται καὶ τῶν συλλαβῶν αὖθις [6] ἑκάστη διαίρεσιν εἰς τὰ στοιχεῖα λαμβάνει. τῆς γοῦν πρώτης συλλαβῆς τῆς μη συγκειμένης ἐκ δυοῖν στοιχείων οὐδέτερον αὐτῶν εἰς ἄλλας ἑαυτοῦ φωνὰς ἐλάττους δύναται τμηθῆναι καὶ διὰ τοῦτο τὴν μη φωνὴν ἐλαχίστην τε καὶ ἄτμητον εἶναί φαμεν, ὡς καὶ τὸν Δίωνα καλεῖν ἔθος ἐστὶ τοῖς φιλοσόφοις ἄτομον οὐσίαν.

[7]    οὕτως δὲ καὶ λόγον βραχύτατον εἴρηκεν ὁ Πλάτων τὸν συγκείμενον ἐξ ὀνόματος καὶ ῥήματος, ὡς λόγον δηλονότι καλῶν βραχύτατον αὐτόν. ἕκαστον γὰρ τῶν κατ' εἶδος λεγομένων τε καὶ νοουμένων, ὅταν μηκέτι χωρῇ τομὴν εἰς εἴδη πλείω, τοῖς τοιούτοις ὀνόμασι προσαγορεύομεν, βραχύτατον, ἄτμητον, στοιχεῖον.

[8]    περὶ μὲν οὖν τοῦ στοιχεῖον ὀνόματος ὅλον ἔχεις γεγραμμένον βιβλίον ἐν τῇ τῶν ἰατρικῶν ὀνομάτων πραγματείᾳ. περὶ δὲ τῆς κατὰ μέγεθος τομῆς τῶν σωμάτων ἐπιδέδεικται τοῖς γεωμετρικοῖς ἀνδράσιν ὡς οὐδέποτε στῆναι δυναμένης ἀλλ' αἰεὶ τοῦ τεμνομένου [9] μικρότερον ἑαυτοῦ τὸ μέγεθος ἔχοντος. ἀπολειπομένης δὲ μόνης τῆς κατ' εἶδος τομῆς ὡμολόγηται πάλιν αὖθις περὶ τῆς καθ' ἕκαστον γένος τῶν ὄντων ἄτομον εἶδος εἶναί τι τοιοῦτον ὁποῖόν ἐστιν ἐν τοῖς φυσικοῖς σώμασι στοιχεῖον, ἡ γῆ καὶ τὸ ὕδωρ ὅ τε ἀὴρ καὶ τὸ πῦρ.

[10]    ἀποδείξεις δὲ τούτων οὐ δέομαι γράφειν ἐνταῦθα φθάσαντος γραφῆναι ὑπομνήματος ἑτέρωθι περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων ὃ σαφέστερον μὲν ἂν ἐγέγραπτο, καθάπερ καὶ ἄλλα πολλά, μὴ πρὸς μόνον ἀποβλέποντι τὸν λαμβάνοντά μου τὸ βιβλίον, ἀλλ' ὡς καὶ τῶν ἀμαθεστέρων ἐκείνου μελλόντων ὁμιλήσειν αὐτῷ.

[11]    πολλῶν δ' ἔχειν φθασάντων οὐκέτ' ἔδοξέ μοι γράφειν ἄλλο τῷ εἶναι ὀλίγους τινὰς ἐν αὐτῷ λόγους μακροτέρας ἐξεργασίας δεομένους, ὧν οὐχ ἥκιστα καὶ οὗτος αὐτὸς ὁ νῦν εἰρημένος ὑπὲρ τῆς κατὰ τὸ στοιχεῖον ἐννοίας, ἐπὶ πλεῖστον μὲν ἐξειργασμένος, ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ, διὰ κεφαλαίων δὲ νῦν εἴρηται μὲν ὅσα που μᾶλλον ἂν εἴρητο κἀν τῷ περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων εἴπερ αὐτῶν ὁ λαβὼν [τὸ στοιχεῖον] ἐδεῖτο.

[12]    γεγραμμένου δὲ τῷ Ἱπποκράτει βιβλίου περὶ φύσεως ἀνθρώπου, προστεθέντος δ' αὐτῷ καὶ τοῦ περὶ διαίτης μικροῦ βιβλιδίου καί τινος παρεντεθείσης ἀνατομῆς φλεβῶν ἣν ὁ διασκευάσας δοκεῖ μοι προσθεῖναι τῷ περὶ φύσεως ἀνθρώπου καὶ τῷ περὶ διαίτης, ἐξήγησίς ἐστι τὸ ἡμέτερον γράμμα τὸ περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων τοῦ γεγραμμένου περὶ φύσιος ἀνθρώπου.

[13]    τὴν δὲ ἐξήγησιν οὐχ οὕτως ἔχει γεγονυῖαν ὡς εἰώθασιν οἱ τὰς ἐξηγήσεις γράφοντες ποιεῖσθαι καθ' ἑκάστην λέξιν, ἀλλὰ τῶν συνεχόντων τὸ δόγμα μόνων ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ἃς εἴπερ [14] ἐθέλεις μανθάνειν, ἐπ' ἐκεῖνο μετάβηθι τὸ βιβλίον. ἐγὼ δ' οὐκ εἴωθα πολλάκις τὰ αὐτὰ γράφειν ἐν διαφόροις ὑπομνήμασιν ἀλλ' ἐνταῦθα τὰς μόνου τοῦ Πλάτωνος παραγράψω ῥήσεις ἐν αἷς ἠκολούθησε τῷ Ἱπποκράτει τὰ σώματα ἡμῶν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος συγκεῖσθαι λέγων. [15] εἰρημένου δ' αὐτοῦ τούτου καὶ κατὰ τἆλλα βιβλία νῦν ἡμῖν ἀρκέσει τὴν ἐκ τοῦ Τιμαίου παραγράψαι ῥῆσιν ἔχουσαν ὧδε· [16] "τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς, πυρός, ὕδατός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ' ἀλλοτρίαν γιγνομένη, πυρός τ' αὖ καὶ τῶν ἑτέρων, ἐπειδή γε πλέω ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαμβάνειν καὶ πάνθ' ὅσα τοιαῦτα στάσεις καὶ νόσους παρέχει."

[17]    ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ἐδήλωσεν ὁ Πλάτων οὐ μόνον ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρὸς γεγονέναι τὰ σώμαθ' ἡμῶν ἀλλὰ καὶ διότι διὰ ταῦτα μέτρῳ μὲν ἀλλήλοις κεκραμένα κατὰ φύσιν ἔχομεν, ὅπερ ταὐτόν ἐστι τῷ ὑγιαίνομεν, ἐλλείποντος δέ τινος ἢ πλεονάσαντος ἢ μεταστάντος εἰς ἀλλοτρίαν χώραν νοσοῦμεν.

[18]    ὅτι μὲν οὖν ἥ τε πλεονεξία καὶ ἡ ἔνδεια διαφθείρει τὴν εὐκρασίαν ἐν ᾗ τῶν πρώτων σωμάτων ἡ ὑγίεια, ‹πρόδηλον›· πρόδηλον δ' ὅτι καὶ ἡ μετάστασις, ἐὰν ἐννοήσωμεν ὡς τοῖς κατὰ τὸν θώρακα καὶ τὰς τραχείας ἀρτηρίας ὀργάνοις αἵματος ἤ τινος ἄλλου χυμοῦ παρεμπεσόντος συγχεῖσθαι τὴν ἄμεμπτον ὑγίειαν αὐτῶν ἔν τε τοῖς κατὰ γαστέρα καὶ ἔντερα καὶ φλέβας καὶ σάρκας ἀερώδους οὐσίας ἀθροισθείσης.

[19]    ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων διὰ τῶν συνεχῶν τῇ προειρημένῃ ῥήσει διδάξει σε τοῦτο λέγων ὡδί· "παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου θερμαίνεται μὲν ὅσα ἂν πρότερον ψύχηται ξηρὰ δ' ὄντα εἰς ὕστερον γίγνεται ὑγρότερα καὶ κοῦφα δὴ καὶ βαρέα [20] καὶ πάσας πάντῃ μεταβολὰς δέχεται. μόνως γὰρ δή φαμεν κατὰ ταὐτὸν ταὐτὸν ταὐτῷ καὶ ὡσαύτως ‹καὶ› ἀνάλογον προσγιγνόμενον καὶ ἀπογιγνόμενον ἐάσει ταὐτὸν ὂν αὑτῷ σῶον [21] καὶ ὑγιὲς μένειν. ὃ δ' ἂν πλημμελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ προσιόν, ἀλλοιότητας παμποικίλας καὶ νόσους φθοράς τε ἀπείρους παρέξεται."

[22]    ὅτι μὲν οὖν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος ἡ τοῦ σώματος ἡμῶν ἐστι σύστασις ὅτι τε διὰ τὴν τούτων ἔνδειαν ἢ πλεονεξίαν ἢ μετάστασιν αἱ νόσοι γίγνονται, σαφῶς ἐδήλωσε.

[3]

[1]    Δόξει δ' ἐν τῷ μὴ καλεῖν αὐτὰ στοιχεῖα διαφέρεσθαι πρὸς Ἱπποκράτην· καίτοι γε οὐδ' ἐκεῖνος ὠνόμασεν αὐτὰ στοιχεῖα, μόνον δ' ὅτι τούτων συνιόντων καὶ κεραννυμένων [2] τὰ φυσικὰ γίγνεται σώματα. καὶ τούτων προσωτέρω χωρεῖν ὁ μὲν Ἱπποκράτης οὐδεμίαν ἀνάγκην εἶναί φησι, πρακτικὴν οὐ θεωρητικὴν μετερχόμενος τέχνην· ὁ δὲ Πλάτων ὡς ἂν τὴν θεωρητικὴν φιλοσοφίαν ἡγούμενος εἶναι τιμιωτάτην οὐκ ἠρκέσθη μόναις ταῖς φαινομέναις ἐν τοῖς στοιχείοις δυνάμεσιν ἀλλὰ καὶ τὴν αἰτίαν ἐπιζητεῖ τῆς γενέσεως αὐτῶν, ἄχρηστον ἰατρῷ σκέμμα.

[3]    διὰ τί γὰρ ὑγραίνει μὲν τὸ ὕδωρ, καίει δὲ τὸ πῦρ ἢ διὰ τί ῥεῖ μὲν τὸ ὕδωρ, ἄνω δὲ φέρεται τὸ πῦρ, ἑδραιοτάτη δὲ καὶ βαρυτάτη τῶν στοιχείων ἐστὶν ἡ γῆ, πρὸς [4] τὰς τῶν νόσων ἰάσεις οὐδὲν συντελεῖ. μόνον γὰρ ἀρκεῖ τῷ φυλάξοντι μὲν τὴν ὑγίειαν, ἰασομένῳ δὲ τὰς νόσους ἐπίστασθαι διὰ μὲν τὴν εὐκρασίαν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὴν ὑγίειαν ὑπάρχειν τοῖς ζῴοις, ἐπὶ δὲ ταῖς τούτων δυσκρασίαις τὰς νόσους γίγνεσθαι.

[5]    τὸ δ' ἐκζητεῖν εἴτ' ἐκ πυραμοειδῶν τῷ σχήματι μορίων σύγκειται τὸ πῦρ εἴτ' ἄλλη τίς ἐστιν αἰτία δι' ἣν τέμνει τε καὶ διαιρεῖ τὰ πλησιάζοντα σώματα, τῆς θεωρητικῆς φιλοσοφίας ἔργον ἐστίν, ἣν μεταχειριζόμενος ὁ Πλάτων τὰ μὲν τοῦ πυρὸς μόρια πυραμοειδῆ φησιν εἶναι, τὰ δὲ τῆς γῆς κυβοειδῆ, τὸ δὲ καλούμενον ὀκτάεδρον σχῆμα τοῦ ἀέρος ἴδιον εἶναι νομίζει καθάπερ καὶ τὸ εἰκοσάεδρον ὕδατος.

[6]    εἰ μὲν οὖν ὀρθῶς ἢ οὐκ ὀρθῶς ἐδόξαζε περὶ τούτων ὁ Πλάτων, οὐκ ἔστι τοῦ νῦν ἡμῖν προκειμένου λόγου. διὰ τί γὰρ οὐκ ὀνομάζει στοιχεῖα γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ ἐζητοῦμεν λόγον ἡμεῖς δοῦναι, ὡς εἴρηται, οὐκ εἰ ψευδῶς ἕκαστον ὧν εἶπε σχημάτων [7] αὐτοῖς ἀπονέμει. διαιρεῖ δὲ τῷ λόγῳ πάλιν αὐτὰ ταῦτα κατ' ἐπίνοιαν εἴς τε τὴν ὕλην καὶ τὸ σχῆμα·

   κἀπειδὴ τὸ σχῆμα σύνθετόν ἐστι, τὸ μὲν τῆς πυραμίδος ἐκ τεττάρων ἰσοπλεύρων τριγώνων, τὸ δὲ ἑξάεδρον τοῦ κύβου τετραγώνων ἕξ, τὸ δὲ ὀκτάεδρον ὀκτὼ τριγώνων ἰσοπλεύρων ὥσπερ γε καὶ τὸ εἰκοσάεδρον εἴκοσι τριγώνων, πάλιν ἐπισκοπεῖται τῶν τὰ στερεὰ σχήματα περιοριζόντων ἐπιπέδων τὴν τάξιν καί φησι τὸ μὲν ἰσόπλευρον τρίγωνον ἐκ τριγώνων ὀρθογωνίων δυοῖν γενέσθαι, τὸ δὲ τετράγωνον ἐκ τεττάρων.

[8] ἐπεὶ δὲ μηκέτι ἀνωτέρω προελθεῖν εἶχεν, ὡς ἐν ἐλαχίστοις ἵσταται τούτοις, καὶ διὰ τοῦτ' αὐτὸ προσαγορεύει στοιχεῖα, τὸ μὲν ἕτερον ἰσοπλεύρου τριγώνου, τὸ δ' ἕτερον τετραγώνου.

[9]    παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐπὶ τῆς πυραμίδος εἰρημένην ἔχουσαν ὧδε κατὰ λέξιν· "ἄρξει δὴ τό τε πρῶτον [μὲν] εἶδος καὶ σμικρότατον συνιστάμενον, στοιχεῖον δ' αὐτοῦ τὸ τὴν ὑποτείνουσαν τῆς ἐλάττονος πλευρᾶς [10] διπλασίαν ἔχον μήκει"· δευτέραν δὲ ἐπὶ τῇδε τὴν ἐπὶ τοῦ εἰκοσαέδρου καὶ αὐτὴν οὕτως ἔχουσαν αὐτοῖς ὀνόμασι· "τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τῶν στοιχείων συμπαγέντων, στερεῶν δὲ γωνιῶν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων τριγώνων ἰσοπλεύρων περιεχομένης ἑκάστης εἴκοσι βάσεις ἔχον τριγώνους ἰσοπλεύρους γέγονε."

[11]    νῦν μὲν οὖν τὰ συστατικὰ τρίγωνα τῶν ὁριζόντων ἐπιπέδων τὰ στερεὰ σχήματα κέκληται στοιχεῖα· προελθὼν δὲ καὶ αὐτὰ τὰ περιοριζόμενα σώματα πρὸς τῶν εἰρημένων ἐπιπέδων ὀνομάζει στοιχεῖα γράφων οὕτως· "ἔστω δὴ κατὰ τὸν ὀρθὸν λόγον καὶ κατὰ τὸν εἰκότα τὸ μὲν τῆς πυραμίδος [12] γεγονὸς στερεὸν εἶδος πυρὸς στοιχεῖόν τε καὶ σπέρμα." τὸ αἰσθητὸν τουτὶ πῦρ ἀθρόον ἄθροισμα νομίζει μικρῶν εἶναι σωμάτων τὸ σχῆμα πάντων ἐχόντων πυραμίδος.

[13]    ἐκείνων οὖν ἕκαστον στοιχεῖον εἶναί φησι τοῦ πυρός, ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν, [14] κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ μὲν τῆς φωνῆς στοιχεῖα γεννᾶν πρώτας μὲν τὰς συλλαβάς, εἶτ' ἐξ αὐτῶν γεννᾶσθαι τό τ' ὄνομα καὶ τὸ ῥῆμα καὶ τὴν πρόθεσιν ἄρθρον τε καὶ σύνδεσμον ἃ πάλιν ὁ Χρύσιππος ὀνομάζει τοῦ λόγου στοιχεῖα. [15] ταυτὶ μὲν οὖν σοι, καίτοι γε οὐκ οὔσης ἀνάγκης, διῆλθον ὅπως μή τις ἐριστικὸς ἐπηρεάζῃ μου τῷ λόγῳ διαφέρεσθαι φάσκων ἐν τῷ περὶ τῶν στοιχείων δόγματι τὸν Πλάτωνα τῷ [16] Ἱπποκράτει. τὴν ἀρχὴν μὲν γὰρ οὐδ' ὠνόμασεν Ἱπποκράτης στοιχεῖα τὴν γῆν καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ ἀλλ' ἐξ αὐτῶν ἡμᾶς ἔφη συνεστάναι μηκέτι ζητῶν διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν ἔχει δύναμιν ἰδίαν ἣν ἐναργῶς ὁρῶμεν ἐν αὐτοῖς ὑπάρχουσαν· ὁ Πλάτων δὲ καὶ τοῦτ' ἐζήτησε πρὸς τῷ συγχωρεῖν ἐκ τῶν τεττάρων ἅπαντα τὰ γεννητὰ καὶ φθαρτὰ σώματα συμπεπηγέναι.

[4]

[1]    Καὶ μὴν καὶ τὸν τρόπον ὃν ἐκ τῶν στοιχείων τὰ σώμαθ' ἡμῶν συνίσταται τὸν αὐτὸν ἀμφότεροι λέγουσι, οὐ δήπου τῆς γῆς ὕδατι φυραθείσης εἶτ' ἐν ἡλίῳ θερμανθείσης γεννᾶσθαι τὰ ζῷα φάσκοντες, ἀλλὰ διὰ πλεόνων τῶν μεταξὺ μεταβολῶν.

[2]    ἐκ μὲν γὰρ τῶν τεττάρων στοιχείων ἥ τε τῶν φυτῶν ἐστι γένεσις οἵ τ' ἐξ αὐτῶν καρποὶ καὶ τὰ σπέρματα· τροφὴ δὲ ταῦτα πάντα προβάτοις τε καὶ ὑσὶν αἰξί τε καὶ βουσὶ καὶ τοῖς ἄλλοις ζῴοις ὁπόσα πόας ἢ καρποὺς δένδρων [3] ἢ ἀκρεμόνας ἢ ῥίζας ἐσθίει. τοῖς δ' ἀνθρώποις αὐτά τε ταῦτα τροφαὶ ‹καὶ› τὰ ζῷα, καὶ γεννᾶται δ' ἐν αὐτοῖς ἐκ τούτων αἷμα καὶ φλέγμα καὶ χολαὶ διτταί· πλεῖστον μὲν αἷμα (διὸ καὶ φαίνεται μόνον ἐν ταῖς φλεψίν), ὀλίγον δὲ τῶν ἄλλων ἑκάστου.

[4]    καὶ τοῦτο ἔστιν αὐτὸ τὸ αἷμα, τῆς γενέσεως ἡμῶν ὡς ὕλη, τὸ συγκείμενον μὲν ἐκ τῶν τεσσάρων χυμῶν κατ' ἐπικράτειαν [5] δ' ὠνομασμένον οὕτως. γεννώμεθα γὰρ ἐξ αὐτοῦ κατὰ τὰς μήτρας κυούμενοι καὶ τήν τε πρώτην διάπλασιν ἐκ τούτου λαμβάνομεν, ἐφεξῆς δὲ ταύτῃ τῶν διαπλασθέντων μορίων τήν τε διάρθρωσιν καὶ τὴν αὔξησιν καὶ τὴν τελείωσιν.

[6]    ἀποκυηθέντες δὲ πρῶτα μὲν τῷ γάλακτι τρεφόμεθα τὴν γένεσιν ἐξ αἵματος ἔχοντι, μετὰ δὲ ταῦτα ταῖς αὐταῖς τελείοις τροφαῖς, ἐξ ὧν πάλιν αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθὴ καὶ μέλαινα γεννῶνται· διαφερέτω δὲ μηδὲν εἰς τὰ παρόντα ξανθὴν [7] ἢ ὠχρὰν ὀνομάζειν χολήν. ἀλλὰ ταῦτά γε πάντα Ἱπποκράτης ἁπάντων πρῶτος ὧν ἴσμεν ἰατρῶν τε καὶ φιλοσόφων ἀκριβῶς ὡρίσατο καὶ διὰ τοῦτο τὰ νοσήματα τῶν πρώτων σωμάτων κατὰ δυσκρασίαν ἔφη γίγνεσθαι.

[8]    τίνα δ' ὀνομάζω πρῶτα σώματα δηλώσω πρότερον, ὅπως μηδὲν ἀσαφὲς ᾖ κατὰ τὸν λόγον.

[9] αὐτὸς μὲν γὰρ Ἱπποκράτης οὐκ ὠνόμασε σῶμα πρῶτον ἢ δεύτερον, ὥσπερ Ἀριστοτέλης· ὁ δὲ Πλάτων δευτέραν μέν τινα σύστασιν εἶπεν εἶναι σωμάτων, πρώτην δ' οὐδ' αὐτὸς ὠνόμασεν, ἀλλ' ἐκ τοῦ δευτέραν τινὰ φάναι δῆλός ἐστι πρὸ αὐτῆς ἑτέραν τιθέμενος ἣν ὀνόματι τῷ τῶν ὁμοιομερῶν ὁ Ἀριστοτέλης οὕτως ὠνόμασεν, ὡς ἂν ἐπὶ πλέον περί τε τῶν ἐν τοῖς ζῴοις μορίων καὶ περὶ τῆς γενέσεως αὐτῶν διελθών·

[10]    ὅσον γὰρ ἄν τις ἀκριβέστερόν τε καὶ λεπτομερέστερον ἡντινοῦν φύσιν πραγμάτων ἐξεργάζηται, τοσούτῳ πλεόνων [11] ὀνομάτων αὐτῷ γίγνεται χρεία. τὰ τοίνυν ἐν μιᾷ περιγραφῇ σώματα πολλάκις μὲν ὁμοιομερῆ καλεῖται τῷ πάντ' αὐτῶν τὰ μόρια καὶ ἀλλήλοις ὑπάρχειν ὅμοια καὶ τῷ παντί, πολλάκις δ' ἁπλᾶ καὶ πρῶτα·

[12]    συντίθεται [καὶ] γὰρ ἐξ αὐτῶν τὰ σύνθετά τε καὶ ὀργανικὰ προσαγορευόμενα, δάκτυλοι καὶ καρπὸς ὅλος καὶ πῆχυς ὅλος καὶ βραχίων ὅλος· ἀνάλογον δ' αὐτοῖς τὰ κατὰ τὰ σκέλη μόρια, δάκτυλοι καὶ ποὺς καὶ κνήμη καὶ μηρός· καὶ μὴν καὶ ὀφθαλμὸς καὶ γλῶττα καὶ καρδία καὶ πνεύμων ἅπαντά τε τὰ σπλάγχνα καὶ ἡ γαστὴρ καὶ τὰ ἔντερα τῶν ὀργανικῶν μορίων ἐστὶν ἐξ ὧν πάλιν ὅλον τὸ σῶμα συντίθεται.

[13]    πρώτη μὲν οὖν ἐστι γένεσις ἡμῖν αἵματος ἐκ τῆς λαμβανομένης τροφῆς εἴσω τοῦ σώματος· [ἔτι δὲ καὶ σπέρμα·] αἷμα δ' ὀνομάζω τὸ κατ' ἐπικράτειαν οὕτω καλούμενον ὃ καὶ περιεχόμενον ὁρᾶται κατὰ τὰς φλέβας.

[14]    ἐκ τούτου δὲ τὰ πρῶτα μόρια γεννᾶται, χόνδρος καὶ ὀστοῦν καὶ νεῦρον καὶ ὑμὴν καὶ σύνδεσμος [καὶ] ὅσα τ' ἄλλα τοιαῦτα· κἄπειτ' ἐκ τούτων ὀφθαλμὸς ‹καὶ› γλῶττα καὶ κεφαλὴ καὶ τὰ σπλάγχνα καὶ τὰ κῶλα καὶ πάλιν ἐκ τούτων ὅλον τὸ [15] σῶμα. καὶ διὰ τοῦθ' Ἱπποκράτης ἐν τῷ περὶ φύσιος ἀνθρώπου τὴν ἐκ τῶν στοιχείων ἕνωσιν ἁπάντων τῶν φυσικῶν σωμάτων κοινὴν εἰπὼν ὑπάρχειν ἑξῆς ἐπὶ τὴν τῶν ζῴων μετέβη καὶ τούτων οὐχ ἁπάντων ἀλλὰ τῶν ἐναίμων, ἐν οἷς ἐστι καὶ ὁ ἄνθρωπος, ἐφ' ὃν ἑξῆς ὁ λόγος ἔσπευδεν αὐτῷ.

[16]    καὶ τοίνυν φησὶν ὧδέ πως ὑπὲρ αὐτοῦ· "τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν καὶ ταῦτά ἐστιν αὐτῷ φύσις τοῦ σώματος καὶ [17] διὰ ταῦτ' ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν οὖν μάλιστα ὅταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα δυνάμεως καὶ τοῦ πλήθους καὶ μάλιστα ἢν μεμιγμένα ᾖ· ἀλγέει δ' ὅταν τι τούτων ἔλαττον ἢ πλέον ‹ᾖ ἢ› χωρισθῇ ‹ἐν› τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν.

[18]    ἀνάγκη γάρ, ὅταν τι τούτων χωρισθῇ καὶ ἐφ' ἑωυτοῦ στῇ, οὐ μόνον τὸ χωρίον ἔνθεν ‹ἐξέστη› ἐπίνοσον γενέσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπισχεθῇ [19] ὑπερεμπιπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχειν. καὶ γὰρ ὅταν τι τούτων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις· ἤν τ' αὖθις ἔσω ποιήσηται τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλή γ' αὐτῷ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλλεν."

[20]    αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους ῥῆσις ᾗ μοι δοκεῖ βουλόμενος ἀκολουθεῖν ὁ Πλάτων εἰπεῖν ἐκεῖνα τὰ μικρὸν ἀνωτέρω γεγραμμένα περί τε τῶν τεσσάρων στοιχείων τῆς γενέσεως ἡμῶν καὶ περὶ τοῦ καθόλου τρόπου τῶν νοσημάτων· ἀρχὴ δὲ τῆς ῥήσεώς ἐστιν ἥδε· "τεττάρων γὰρ ὄντων τῶν γενῶν ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς, πυρός, ὕδατός τε καὶ ἀέρος." [21] ἀκριβέστερον ‹δὲ› φαίνεται καὶ μέντοι καὶ χρησιμώτερον ἰατρῷ περὶ αὐτῶν ὁ Ἱπποκράτης γεγραφώς. ἐκ μὲν γὰρ τῶν τεσσάρων στοιχείων φησὶ γεγονέναι τὸ σῶμα καλῶν τοὐπίπαν ἀπὸ τῶν δραστικῶν ποιοτήτων αὐτά, τὸ μὲν ξηρόν, τὸ δ' ὑγρὸν καὶ τὸ μὲν θερμόν, τὸ δὲ ψυχρόν· οὐ μὴν κατ' ἐκεῖνά γε τὸν περὶ τῶν νοσημάτων λόγον ἐποιήσατο.

[22]    δυνάμει μὲν γάρ ἐστιν ἐν τοῖς σώμασιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν, ἀλλὰ τὰ ἐξ αὐτῶν γεγονότα διὰ μέσων τῶν τροφῶν, αἷμα καὶ φλέγμα καὶ ἡ ξανθὴ καὶ μέλαινα χολή· πυρὶ μὲν ἀνάλογον ἡ ξανθὴ χολή, ἡ δὲ μέλαινα τῇ γῇ, τὸ δὲ φλέγμα τῷ ὕδατι καὶ διὰ τοῦτο θερμὴ μὲν καὶ ξηρὰ τὴν δύναμίν ἐστιν ἡ ξανθὴ χολή, καθάπερ τὸ πῦρ, ψυχρὰ δὲ ἡ μέλαινα καὶ ξηρὰ παραπλησίως τῇ γῇ, τὸ δὲ φλέγμα ψυχρὸν καὶ ὑγρὸν ὥσπερ τὸ ὕδωρ. [23] μόνον δὲ τὸ ἀερῶδες στοιχεῖον ἐν τοῖς τῶν ζῴων σώμασιν ὁρᾶται πλησίον τῆς ἑαυτοῦ φύσεως ἔν τε ταῖς ἀναπνοαῖς καὶ κατὰ τοὺς σφυγμούς, ἤδη δὲ κἀν τοῖς παλμώδεσι πάθεσιν ἐμφυσήμασί τε καὶ οἰδήμασιν [ἐστὶν] ἔν τε ταῖς καλουμέναις πνευματώσεσιν.

[24] ἡ δ' ἐξ ἁπάντων τῶν τεττάρων στοιχείων σύμμετρος κρᾶσις ἐγέννησε τὸ ἀκριβὲς αἷμα. καὶ βέλτιόν ἐστιν ἐπὶ τῶν χυμῶν λέγειν ἅπερ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων ἔγραψεν. [25] ἀλλ' ὁ Ἱπποκράτης προειπὼν "τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν,"

[26] ἐφεξῆς φησι, "καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει." τὸ μὲν ἀλγέει, κατ' ἐξοχὴν μεγάλου νοσήματος, ἐπὶ πάντων τῶν παρὰ φύσιν τάσσεται, τὸ δὲ ὑγιαίνει κατὰ τὴν πρὸς τὰ παρὰ φύσιν [27] ἀντίθεσιν πάντα. κἄπειτα πάλιν ἐφεξῆς ὅπως μὲν ὑγιαίνει διδάσκων φησίν· "ὑγιαίνει μὲν οὖν μάλιστα ὅταν μετρίως ἔχῃ ταῦτα πρὸς ἄλληλα δυνάμεως καὶ τοῦ πλήθεος καὶ μάλιστα μεμιγμένα ᾖ."

[28]    τίνα ταῦτα; οὐ τὰ στοιχεῖα δήπουθεν ἀλλὰ [καὶ] τὰ προσεχῶς γεννητικὰ τῶν τοῦ σώματος [29] μορίων, αἷμα καὶ φλέγμα καὶ δύο χολαί. "ἀλγέει δέ" φησιν "ὅταν τι τούτων ἔλαττον ἢ πλέον ᾖ ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν," ὅπερ ὁ Πλάτων παραφράζων ἔφη "καὶ τῆς χώρας μετάστασιν ἐξ οἰκείας ἐπ' ἀλλοτρίαν γιγνομένην."

[30]    ἀλλ' οὗτος μὲν ὡς ἔφην ἁμαρτάνει προσθεὶς "πυρός τε καὶ τῶν ἑτέρων, ἐπειδὴ γένη πλέονα ἑνὸς ὄντα [31] τυγχάνει." ταῦτα γὰρ οὐκ ἔστι τὰ μεθιστάμενα καὶ χώραν ἀμείβοντα κατὰ τὰ τῶν ζῴων σώματα, φλέγμα δὲ καὶ χολαὶ καὶ αὐτὸ τὸ αἷμα· καὶ γὰρ καὶ τοῦτο πολλάκις εἰς ἀλλοτρίαν ἀφικόμενον ἕδραν αἴτιον ὀλεθρίων νοσημάτων γίγνεται.

[32]    ἄχρι μὲν οὖν τοῦ πλέονος ἢ ἐλάσσονος ἑκάστου τῶν συντιθέντων ἡμᾶς γιγνομένου αἱ νόσοι καθίστανται, κοινὸς ὁ λόγος ἐστὶν ἐπί τε τῶν χυμῶν καὶ τῶν στοιχείων· ἐπὶ δὲ τοῦ καθ' ἑαυτό που στάντος ἔν τινι τόπῳ τοῦ σώματος οὐκέθ' ὁμοίως ἐπ' ἀμφοῖν ὁ λόγος ἀληθής.

[33]    οἱ μὲν γὰρ χυμοὶ σαφῶς ὁρῶνται καθ' ὅπερ ἂν ἐν τῷ σώματι μόριον στῶσι νόσους ἐργαζόμενοι, τὰ ἐρυσιπέλατα καὶ τοὺς ἕρπητας ἡ ξανθὴ χολή, τοὺς καρκίνους δὲ ἡ μέλαινα, τὰ δ' οἰδήματα τὸ φλέγμα, τὸ δ' αἷμα κατά τε τὸν πνεύμονα καὶ μεταξὺ θώρακός τε καὶ πνεύμονος, ὅταν ἐκχυθὲν τῶν οἰκείων ὀργάνων στῇ σηπόμενον, ἐν τῷ χρόνῳ φθορὰς ἐργάζεται καὶ κατὰ γαστέρα, καὶ κατὰ τὰ μεγάλα τῶν τραυμάτων θρομβούμενον ἐσχάτους κινδύνους ἐπιφέρει.

[34]    γῆν δ' οὐδαμοῦ καθ' ἑαυτὴν ἰδεῖν ἐστι μόνην ἐν τῷ σώματι ἀθροισθεῖσαν, ὥσπερ οὐδὲ πῦρ αὐτὸ καθ' ἑαυτὸ μόνον οὐδ' ὕδωρ στοιχεῖον, ἀλλ' ἰχῶράς τινας ἐπιμιχθέντων ἀλλήλοις τοῦ θ' ὑδατώδους στοιχείου καὶ τοῦ πυρώδους, οὐ μόνων οὐδ' εἰλικρινῶν, ἀλλὰ καὶ πάχους ἰλυώδους προσλαβόντων.

[35]    οὕτω δὲ καὶ τὸ φυσῶδες πνεῦμα γεννᾶται κατὰ τὰ ζῷα προσλαβούσης γε τῆς ἀερώδους οὐσίας [36] ὑγρὰν ἰκμάδα. καλῶς μὲν οὖν Ἱπποκράτης ἐπὶ τῶν χυμῶν ἔγραψε τὸ χωριζομένους τε τῶν ἄλλων καὶ καθ' ἓν ὁτιοῦν ἱσταμένους μόριον αἰτίους γίγνεσθαι νοσημάτων· οὐκ ὀρθῶς δ' ὁ Πλάτων ἐπὶ τῶν στοιχείων εἶπεν αὐτό.

[5]

[1]    Περὶ μὲν δὴ τῆς ἐκ στοιχείων γενέσεως ὑγιείας τε καὶ νόσου τῶν ὁμοιομερῶν καὶ πρώτων σωμάτων ἱκανὰ καὶ ταῦτα· μεταβῶμεν δ' ἐπὶ τὴν ἑξῆς ῥῆσιν ἐν τῷ Τιμαίῳ γεγραμμένην ἣν φθάνομεν ἐξηγεῖσθαι, κατὰ λέξιν οὕτως ἔχουσαν· [2] "δευτέρων δὴ συστάσεων αὖ κατὰ φύσιν συνεστηκυιῶν δευτέρα κατανόησις νοσημάτων τῷ βουλομένῳ συννοῆσαι γίνεται.

[3] μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος ἔτι τε αἵματος ἄλλον μὲν τρόπον ἐκ δὲ τῶν αὐτῶν γεγονότος, τῶν μὲν ἄλλων τὰ πλεῖστα ᾗπερ τὰ πρόσθεν, τὰ δὲ μέγιστα τῶν νοσημάτων τῇδε χαλεπὰ συμπέπτωκε."

[4]    ‹ἐν› τούτοις πάλιν ὁ Πλάτων ὀρθῶς μὲν ἔφη δευτέραν ἁπάντων στοιχείων εἶναι σύστασιν μυελοῦ καὶ ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου· ταῦτα γὰρ ἐκ τῶν χυμῶν γίγνεται τὴν πρώτην ἐχόντων γένεσιν· οὐκ ὀρθῶς δὲ αὐτοῖς συγκατέλεξε τὸ αἷμα πρώτην ἔχον οὐ δευτέραν σύστασιν.

[5]    εἰς ἔννοιαν οὖν μοι δοκεῖ καὶ αὐτὸς ἀφικόμενος τῆς ἀνομοιότητος τοῦ αἵματος πρὸς ταῦτα μὴ ἁπλῶς εἰπεῖν "μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος ἔτι τε αἵματος," ἀλλὰ προσθεῖναι τῷ λόγῳ τὸ "ἄλλον μὲν τρόπον, [6] ἐκ δὲ τῶν αὐτῶν γεγονότος." ὁμολογεῖ γὰρ ἐν τούτοις οὐ κατὰ τὴν αὐτὴν σύστασιν ἐκ τῶν τεττάρων στοιχείων ὀστῷ καὶ μυελῷ καὶ σαρκὶ καὶ νεύρῳ γεγονέναι τὸ αἷμα.

[7]    πρότερον γὰρ αὐτῶν ἐστι κοινὴν τοῖς ἄλλοις χυμοῖς ἔχον τὴν γένεσιν, ἐξ ὧν συνίσταται τὰ πρῶτα σώματα, μυελὸς καὶ σὰρξ καὶ νεῦρον καὶ ὀστοῦν ἕτερά τε πολλά· βιβλίον γὰρ ὅλον ἐμοὶ γέγραπται περὶ τῆς τῶν ὁμοιομερῶν σωμάτων διαφορᾶς.

[8]    εἰ δέ τις ἠρώτησε τὸν Πλάτωνα, τίς ἕτερος τρόπος ἐστὶ τῆς τοῦ αἵματος γενέσεως, ὃν αἰνίττῃ, θαυμάζοιμ' ἂν εἰ ἄλλον τινὰ παρὰ τὸν ὑφ' Ἱπποκράτους εἰρημένον [9] ἔσχεν εἰπεῖν. ἐπὶ πλεῖστον γὰρ ὁ ἀνὴρ οὗτος ἐξείργασται τά τε περὶ γενέσεως τῶν χυμῶν καὶ διαφορᾶς καὶ δυνάμεως ὅστις τε καθ' ἥντινα χώραν ἢ ὥραν ἢ ἡλικίαν ἢ σώματος ἕξιν ἐπικρατεῖ.

[10]    οὐ μὴν ἀναγκαῖον ἦν Πλάτωνι ταῦθ' ὁμοίως Ἱπποκράτει διέρχεσθαι πάντα καθάπερ οὐδ' Ἱπποκράτει ζητεῖν διὰ τί λευκὸς μὲν ὁ τοῦ φλέγματος χυμός, ἐρυθρὸς δ' ὁ τοῦ αἵματος ἢ ξανθὸς ὁ τῆς πικρᾶς χολῆς ἢ μέλας ὁ τῆς ὀξείας.

[11]    ἀφορμὰς μὲν γὰρ αὐτὸς ἔδωκε τῆς τούτων εὑρέσεως, ὥσπερ ὅταν ἐκ τῶν τῆς γλώττης χρωμάτων διαγιγνώσκῃ τὰς ἐν τῷ σώματι διαθέσεις μελαίνας λέγων αὐτὰς ἀπὸ ἐγκαύσεως [12] λιγνυώδους γίγνεσθαι. καθάπερ γὰρ ἐκτὸς ἡ λιγνὺς κατά τε τοὺς λύχνους καὶ τὰς δᾷδας καὶ ἄλλα πολλὰ τῶν λιπαρῶν γεννᾶσθαι πέφυκεν, οὕτω καὶ κατὰ τὰ σώματα τῶν ζῴων πολλάκις ὑπεροπτωμένων τῶν χυμῶν καὶ μάλιστα τῶν λιπαρῶν γεννᾶταί τι παραπλήσιον λιγνύϊ.

[13]    τὸ μὲν δὴ λευκὸν φαίνεσθαι τὸ φλέγμα, διότι κατὰ τὴν γένεσιν αὐτοῦ μικραὶ πολλαὶ πομφόλυγες ἐναπολαμβάνονται, λέγειν Ἱπποκράτης οὐκ ἐτόλμησεν, ὡς μείζονος ἤδη φυσιολογίας ἢ κατὰ τέχνην ἰατρικήν, ἀλλ' ὅ γε Πλάτων καὶ τοῦτ' εἶπε καὶ περὶ τῆς τοῦ αἵματος χρόας ἐν ταὐτῷ βιβλίῳ διῆλθεν, ἃ νῦν ἐμοὶ γράφειν οὐκ ἀναγκαῖον· ἄμεινον γὰρ ὡς ἀξιοῦσιν ἔνιοι τῶν φίλων ἐξηγήσεις ἑτέρωθι ποιήσασθαί με τῶν ἰατρικῶς ἐν τῷ Τιμαίῳ γεγραμμένων.

[14]    εἰς μὲν γὰρ τἆλλα πολλοῖς ὑπομνήματα γέγραπται καί τισί γ' αὐτῶν μακρότερον τοῦ προσήκοντος, εἰς [15] ταῦτα δ' ὀλίγοι τε καὶ οὐδ' οὗτοι καλῶς ἔγραψαν. ἀρκεῖ τοιγαροῦν ἔν γε τῷ παρόντι τό γε τοσοῦτον εἰπεῖν, ὡς τοὺς τέτταρας χυμοὺς ὁ Πλάτων αἰτιᾶται τῶν πλείστων νοσημάτων ὡσαύτως Ἱπποκράτει καὶ καθ' ἕκαστόν γ' αὐτῶν ἔγραψεν ἐπὶ τῇ τελευτῇ [16] τοῦ βιβλίου. παραθήσομαι δέ σοι τὰς ἀρχὰς τῶν ῥήσεων ἀναμνήσεως ἕνεκα.

   περὶ μὲν οὖν τῆς ἐν ταῖς χολαῖς [17] διαφορᾶς ἀρκέσει παραγράψαι ταῦτα· "ὅσον μὲν οὖν ἂν παλαιότατον ὂν τῆς σαρκὸς τακῇ, δύσπεπτον γιγνόμενον μελαίνει μὲν ὑπὸ παλαιᾶς συγκαύσεως, διὰ δὲ τὸ πάντῃ διαβεβρῶσθαι πικρὸν ὂν παντὶ χαλεπὸν προσπίπτει τοῦ σώματος [18] ὅσον ἂν μήπω διεφθαρμένον ᾖ. καὶ τοτὲ μὲν ἀντὶ τῆς πικρότητος ὀξύτητα ἔσχε τὸ μέλαν σῶμα ἀπολεπτυνθέντος μᾶλλον τοῦ πικροῦ, τοτὲ δ' ἡ πικρότης αὖ βαφεῖσα αἵματι χρῶμα ἔσχεν ἐρυθρότερον, τοῦ δὲ μέλανος τούτῳ συγκεραννυμένου χλοῶδες·

   ἔτι δὲ συμμίγνυται ξανθὸν χρῶμα μετὰ τῆς πικρότητος, ὅταν νέα συντακῇ σὰρξ ὑπὸ τοῦ περὶ τὴν [19] φλόγα πυρός. καὶ τὸ μὲν κοινὸν ὄνομα πᾶσι τούτοις ἤ τινες ἰατρῶν που χολὴν ἐπωνόμασαν ἢ καί τις ὢν δυνατὸς εἰς πολλὰ καὶ ἀνόμοια βλέπειν, ὁρᾶν δ' ἐν αὐτοῖς ἓν γένος ἐνὸν ἄξιον ἐπωνυμίας πᾶσι· τὰ δ' ἄλλα ὅσα χολῆς εἴδη λέγεται κατὰ τὴν χρόαν λόγον ἔσχεν αὐτῶν ἕκαστον ἴδιον." [20] ταῦτα μὲν οὖν τῷ Πλάτωνι γέγραπται περὶ τῆς τῶν χολῶν διαφορᾶς, πάσας αὐτὰς γίγνεσθαι βουλομένῳ, καθάπερ ὁ Ἱπποκράτης [21] εἶπε, διὰ θερμασίας ὑπερβολήν. περὶ δὲ τῶν νοσημάτων ὅσα διὰ χολὴν γίγνεται, τὸν λόγον ποιούμενος ὁ Πλάτων ὧδέ πως ἄρχεται· "ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ καίεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα."

[22]    καὶ μὴν καὶ περὶ φλέγματος ὧδέ πως ἤρξατο· "φλέγμα δ' ὀξὺ καὶ ἁλμυρὸν πηγὴ πάντων νοσημάτων ὅσα γίγνεται καταρροϊκά". καὶ περὶ μελαίνης χολῆς ἄλλα τέ τινα λέγει καὶ ταῦτα· "ἰχὼρ δ' ὁ μὲν αἵματος ὀρὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς ὀξείας τε ἄγριος."

[23]    οὐ μόνος δὲ Πλάτων, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Θεόφραστος οἵ τε ἄλλοι μαθηταὶ Πλάτωνός τε καὶ Ἀριστοτέλους [οἳ] τὸν περὶ τῶν χυμῶν λόγον ἐζήλωσαν Ἱπποκράτους, ὥσπερ γε καὶ τῶν παλαιῶν ἰατρῶν οἱ δοκιμώτατοι, Διοκλῆς, Πλειστόνικος, Μνησίθεος, Πραξαγόρας, Φυλότιμος, Ἡρόφιλος.

[24]    Ἐρασίστρατος δὲ δῆλός ἐστι πρὸς τοὺς ἀπὸ Κῶ φιλοτιμούμενος, ὡς ἐν ἑτέροις ἐδείξαμεν, οὐκ ἀλήθειαν τιμῶν, καὶ διὰ τοῦτο δεδιὼς φθέγξασθαι θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρόν τινα τῶν χυμῶν.

[25]    ὁ δ' Ἱπποκράτης ἔν γε τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ τά τ' ἄλλα καὶ τὴν [26] τάξιν τῆς διδασκαλίας ἄμεινον ἐποιήσατο Πλάτωνος. ὅτι τε γὰρ οἱ τέσσαρες χυμοὶ κατὰ φύσιν εἰσὶν ἀπέδειξεν, οὐδ' ἐπιχειρήσαντος τοῦτο πρᾶξαι τοῦ Πλάτωνος, ὅτι τε κατὰ τὰς ὥρας τοῦ ἔτους ἄλλος ἐν ἄλλῃ πλεονάζει.

[27]    παραθήσομαι δέ σοι καὶ περὶ τούτων ὀλίγα τῶν ῥήσεων αὐτοῦ· "εἶπον δὲ ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταὐτὰ ἐόντα καὶ κατὰ νόμον καὶ κατὰ φύσιν. φημὶ δ' εἶναι αἷμα καὶ [28] φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. τουτέων πρῶτον μὲν κατὰ τὸν νόμον τὰ ὀνόματα διωρίσθαι φημὶ καὶ οὐδενὶ αὐτέων τωὐτὸ ὄνομα, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι οὔτε τὸ αἷμα τῇ χολῇ οὔτε τὴν χολὴν τῷ φλέγματι.

[29]    πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτ' ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα οὔτε τῇ χειρὶ ψαύοντι ὅμοια δοκέει εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν οὔτε ψυχρὰ οὔτε ξηρὰ [30] οὔτε ὑγρά. ἀνάγκη τοίνυν ὅτε τοσοῦτον διήλλακται ἀλλήλων τὴν ἰδέην τε καὶ τὴν δύναμιν, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ [31] μὴ πῦρ τε καὶ ὕδωρ ταὐτόν ἐστι. γνοίης δ' ἂν τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστίν, ἀλλ' ἕκαστον αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτοῦ·

   εἰ γάρ τινι δίδως ἀνθρώπῳ φάρμακον ὅ τι φλέγμα ἄγει, ἐμεῖταί σοι φλέγμα, καὶ ἢν διδοῖς φάρμακον ὅ τι χολὴν ἄγει, ἐμεῖταί σοι χολήν.

[32] κατὰ ταὐτὰ δὲ καὶ χολὴν μέλαιναν καθαίρει ἢν διδοῖς φάρμακον ὅ τι χολὴν μέλαιναν ἄγει· καὶ ἢν τρώσῃς αὐτῷ τοῦ σώματος μέρος τι, ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αὐτῷ αἷμα.

[33] καὶ ταῦτα ποιήσει ‹σοι› πάντα πᾶσαν ἡμέραν καὶ νύκτα καὶ χειμῶνος καὶ θέρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑωυτὸν καὶ πάλιν μεθιέναι, καὶ δυνατὸς ἔσται ἔστ' ἄν τινος τούτων στερηθῇ τῶν συγγεγονότων.

[34]    συγγέγονε δὲ ταῦτα τὰ εἰρημένα· πῶς γὰρ οὐ συγγέγονε; πρῶτον μὲν φανερῶς ἐστιν ἄνθρωπος ἔχων ἐν ἑωυτῷ πάντα ταῦτα αἰεὶ ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου πάντα ταῦτα ἔχοντος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ πάντα ταῦτα ἔχοντι ἃ ἐγώ τέ φημι καὶ ἀποδείκνυμι."

[35]    διὰ τούτων ὁ Ἱπποκράτης ἀπέδειξε τοὺς τέτταρας χυμοὺς κατὰ φύσιν ἐν ἡμῖν εἶναι καὶ οὐχ ὥσπερ ἔνιοι νομίζουσι τὸ αἷμα μόνον, ἐκ περιουσίας τε πάλιν ἐλέγχων διὰ τῶν ἑξῆς τοὺς ἓν ὁτιοῦν τούτων εἰπόντας εἶναι τὸν ἄνθρωπον, ὡς καὶ διὰ τῶν ἔμπροσθεν ἤλεγξε τοὺς ἓν εἰπόντας εἶναι τὸ στοιχεῖον τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων, ὑπὲρ ὧν τῆς ἀποδείξεως ὡς ἔφην γέγραπταί μοι κατ' ἐκεῖνο τὸ βιβλίον ὃ περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων ἐπιγέγραπται.

[36]    καὶ τοῦτον οὖν τὸν λόγον ὁ Πλάτων ἅπαντα παρέλιπεν, ὁ δ' Ἱπποκράτης ὡς ἔφην διῆλθε διὰ τῶν ἐφεξῆς τῇ προγεγραμμένῃ ῥήσει. μόνην δ' ἀρκέσει μοι τὴν ἀρχὴν [37] αὐτῆς παραγράψαι κατὰ λέξιν οὕτως ἔχουσαν· "οἱ δὲ λέγοντες ὡς ἕν ἐστιν ὁ ἄνθρωπος δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ χρῆσθαι· ὁρῶντες τοὺς πίνοντας ἀνθρώπους τὰ φάρμακα ἀπολλυμένους ἐν τῇσι καθάρσεσι, τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦθ' ἕκαστον αὐτῶν ἐνόμισαν εἶναι τὸν ἄνθρωπον ὅ τι καθαιρόμενον εἶδον ἀποθανόντα· [38] καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτῇ γνώμῃ χρῶνται· ὁρῶντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα καταρρέον ἐκ τοῦ σώματος, τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν τῶν ἀνθρώπων καὶ μαρτυρίοισι τούτοισι χρῶνται ἐν τοῖσι λόγοισι."

[39] ταῦτα προειπὼν ὁ Ἱπποκράτης ἐφεξῆς ἐλέγχει τὴν δόξαν τῶν οὕτως ὑπολαμβανόντων, ἅπερ εἴ τις μέλλει πάντα ἀναγιγνώσκειν, ἐκ τοῦ περὶ φύσιος ἀνθρώπου βιβλίου πάρεστιν αὐτῷ· τὸ γὰρ σύγγραμμα παρὰ πᾶσιν ἀνθρώποις ἐστί.

[6]

[1]    Ἐγὼ δὲ μήκους φειδόμενος ἐπὶ τὰ συνεχῆ τοῦ λόγου τρέψομαι. μετὰ γὰρ τὸ κατασκευάσαι τοὺς τέτταρας χυμοὺς ἡμῖν εἶναι κατὰ φύσιν, ὑπερβάλλοντας δὲ ποσότητι καὶ ἀλλοιουμένους κατὰ ποιότητα νόσων αἰτίους γίγνεσθαι, μετὰ ταῦτα δείκνυσιν ἐν μὲν τῷ χειμῶνι πλεονάζον τὸ φλέγμα, τοῦ δ' ἦρος τὸ αἷμα καὶ τοῦ θέρους τὴν ξανθὴν χολὴν καὶ τοῦ φθινοπώρου τὴν μέλαιναν.

[2]    ἄμεινον δ' ἐστὶν αὐτὴν τὴν ῥῆσιν ὅλην αὐτοῦ παραγράψαι κατὰ λέξιν οὕτως ἔχουσαν· "αὔξεται δ' ἐν τῷ ἀνθρώπῳ τὸ φλέγμα τοῦ χειμῶνος· τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων ψυχρότατόν [3] ἐστι. τεκμήρια δὲ τούτων ὅτι τὸ φλέγμα ψυχρότατον· εἰ θέλοις ψαῦσαι φλέγματος καὶ χολῆς καὶ αἵματος, τὸ φλέγμα εὑρήσει ψυχρότατον ἐόν· καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ μάλιστα ἄγεται μετά γε χολὴν μέλαιναν· ὅσα δὲ βίῃ ἔρχεται, θερμότερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆς βίης· ἀλλ' ὅμως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆς φύσεως τῆς ἑωυτοῦ.

[4]    ὅτι δ' ὁ χειμὼν πληροῖ φλέγματος τὸ σῶμα, γνοίης ἂν τοῖσδε· οἱ ἄνθρωποι πτύουσι καὶ ἀπομύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος καὶ τὰ οἰδήματα λευκὰ γίγνονται μάλιστα κατὰ ταύτην τὴν ὥραν καὶ [5] τἆλλα νοσήματα φλεγματώδεα. τοῦ δ' ἦρος ἔτι μένει ἰσχυρὸν τὸ φλέγμα [ἐστὶν] ἐν τῷ σώματι καὶ τὸ αἷμα αὔξεται· τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα ἐπιγίγνεται, τὸ δ' αἷμα αὔξεται ὑπό τε τῶν ὄμβρων καὶ ὑπὸ τῶν θερμημεριῶν· κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτ' ἐστὶ μάλιστα τοῦ ἐνιαυτοῦ, ὑγρόν τε γάρ ἐστι καὶ θερμόν.

[6]    γνοίης δ' ἂν τοῖσδε· οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπὸ τῶν δυσεντεριῶν ἁλίσκονται καὶ ἐκ τῶν ῥινῶν τὰ αἵματα ῥέει αὐτοῖσι καὶ θερμότατοί εἰσι καὶ [7] ἐρυθροί. τοῦ δὲ θέρεος τό τε αἷμα ἰσχύει ἔτι καὶ ἡ χολὴ αἴρεται ἐν τῷ σώματι καὶ παρατείνει εἰς τὸ φθινόπωρον· ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίγνεται· ἐναντίον γὰρ αὐτοῦ τῇ φύσει τὸ φθινόπωρόν ἐστιν· ἡ δὲ χολὴ τὸ θέρος κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον.

[8]    γνοίης δ' ἂν τοῖσδε· οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστατα καθαίρονται· δῆλον δὲ [9] καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι τῶν ἀνθρώπων. τὸ δὲ φλέγμα τοῦ θέρεος ἀσθενέστατόν ἐστι αὐτὸ ἑωυτοῦ· ἐναντίη γὰρ αὐτοῦ τῇ φύσει ἡ ὥρη ἐστὶ ξηρή τε οὖσα καὶ θερμή.

[10]    τὸ δ' αἷμα τοῦ φθινοπώρου ἐλάχιστόν ἐστιν ἐν τῷ ἀνθρώπῳ· ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἄρχεται ἤδη τὸν ἄνθρωπον· ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ [11] ἰσχυροτάτη ἐστίν. ὅταν δ' ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίγνεται καὶ τὸ φλέγμα αὔξεται πάλιν ἀπό τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ ὑπὸ τῶν νυκτῶν τοῦ μήκεος. [12] ἔχει μὲν οὖν πάντα ταῦτα αἰεὶ τὸ σῶμα τοῦ ἀνθρώπου· ὑπὸ δὲ τῆς ὥρης περιϊσταμένης ποτὲ μὲν πλείω γίγνεται αὐτὰ ἑωυτῶν, ποτὲ δ' ἐλάσσω ἕκαστα κατὰ μέρος τε καὶ κατὰ φύσιν.

[13] ὡς γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων, καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν (οὐ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ' εἰ ἕν τί γε ἐκλείποι, πάντα ἂν ἀφανισθείη, ἀπὸ γὰρ τῆς αὐτῆς ἀνάγκης πάντα συνέστηκέ τε καὶ τρέφεται ὑπ' ἀλλήλων), οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλείποι τουτέων τῶν συγγεγονότων, οὐκ ἂν δύναιτο ζῆν ὁ ἄνθρωπος.

[14]    ἰσχύει δ' ἐν τῷ ἐνιαυτῷ τοτὲ μὲν ὁ χειμὼν μάλιστα, τοτὲ δὲ τὸ ἔαρ, τοτὲ δὲ τὸ θέρος, τοτὲ δὲ τὸ φθινόπωρον· οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ τοτὲ μὲν τὸ φλέγμα ἰσχύει, τοτὲ δὲ τὸ αἷμα, τοτὲ δ' ἡ χολή, πρῶτον μὲν ἡ ξανθή, [15] ἔπειτα δὲ ἡ μέλαινα καλεομένη. μαρτύριον δὲ σαφέστατον· εἰ θέλοις τῷ αὐτῷ ἀνθρώπῳ δοῦναι τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμεῖται τοῦ μὲν χειμῶνος φλεγματωδέστερα, τοῦ δ' ἦρος ὑγρότατα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα."

[16]    ταῦτα περὶ τῆς κατὰ τὰς ὥρας διαφορᾶς εἰπὼν ὁ Ἱπποκράτης ἐδίδαξεν ἐν αὐτοῖς δυνάμει [17] περὶ τῶν ἡλικιῶν καὶ χωρῶν. ἀεὶ γὰρ ἐν ἅπασιν οἷς ἂν ὑφηγῆται καθ' ὁντιναοῦν λόγον ἐπιβλέπειν κελεύει καὶ ὥρην καὶ χώραν καὶ ἡλικίην καὶ ὅ τι ἂν ἐφ' ἑνὸς τούτων ἀκούῃς μεταφέρειν ἀξιῶν σε τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ δύο καθ' ὁμοιότητα.

[18]    τὸν αὐτὸν γὰρ λόγον ἐν ἡλικίαις ὁ παῖς ἔχει τῇ τοῦ ἦρος ἐν ὥραις, ὡσαύτως δ' ὁ μὲν νεανίσκος τῇ τοῦ θέρους, ὁ δὲ παρακμάζων τῇ τοῦ φθινοπώρου καὶ τελευταῖος ὁ γέρων [19] τῇ τοῦ χειμῶνος. ὁμοίως δὲ καὶ τῶν χωρῶν ἡ μὲν εὔκρατος τῇ τοῦ ἦρος, ἡ δὲ θερμὴ τῇ τοῦ θέρους, ἡ δ' ἀνωμάλως ἔχουσα κατὰ θερμότητα καὶ ψυχρότητα, πλεονεκτοῦσα δ' ὅμως ψυχρότητί τε καὶ ξηρότητι τῇ τοῦ φθινοπώρου, ἡ δ' ὑγρὰ καὶ ψυχρὰ τῇ τοῦ χειμῶνος.

[20]    ταῦτά τε οὖν διδάξας καὶ πρὸς τούτοις ὅτι "τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα," τῆς κατὰ τὴν τέχνην μεθόδου τὰ στοιχεῖα παρέδωκεν, οἷς ἐφεξῆς τὰ κατὰ τοὺς ἀφορισμοὺς διελθὼν περὶ τῶν πλεοναζόντων καθ' ἑκάστην ὥραν τε καὶ ἡλικίαν νοσημάτων τὰς οἷον συλλαβὰς ἐπὶ τοῖς στοιχείοις ὑφηγήσατο.

[21]    παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ κατὰ λέξιν ἐχούσας ὧδε· "νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσιν ὥρῃσιν γίγνεται, μᾶλλον δ' ἔνια [22] κατ' ἐνίας αὐτῶν καὶ γίγνεται καὶ παροξύνεται· τοῦ μὲν ἦρος τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ τὰ ἐπιληπτικὰ καὶ αἵματος ῥύσιες καὶ κυνάγχαι καὶ κόρυζαι καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι καὶ λειχῆνες καὶ ἀλφοὶ καὶ ἐξανθήσιες ἑλκώδεες πλεῖσται καὶ φύματα καὶ ἀρθριτικά·

[23]    τοῦ δὲ θέρεος ἔνιά τε τουτέων καὶ πυρετοὶ συνεχέες καὶ καῦσοι καὶ τριταῖοι πυρετοὶ καὶ τεταρταῖοι ἔμετοί τε καὶ διάρροιαι καὶ ὀφθαλμίαι καὶ ὤτων πόνοι καὶ στομάτων ἑλκώσιες καὶ σηπεδόνες αἰδοίων καὶ ἵδρωα·

[24]    τοῦ δὲ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ καὶ πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες, ὕδρωπες, φθίσιες καὶ στραγγουρίαι καὶ λειεντερίαι καὶ δυσεντερίαι καὶ συνάγχαι καὶ ἄσθματα καὶ [25] ἰλεοὶ καὶ ἐπιληψίαι καὶ τὰ μανικὰ καὶ τὰ μελαγχολικά· τοῦ δὲ χειμῶνος πλευρίτιδες, περιπνευμονίαι, κόρυζαι, λήθαργοι, βράγχοι, βῆχες, πόνοι στηθέων, πλευρέων, ὀσφύος, κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι."

[26]    ταῦτα περὶ τῶν ὡρῶν εἰπὼν ὁ Ἱπποκράτης ἐφεξῆς περὶ τῶν ἡλικιῶν ὧδε γράφει· 'ἐν δὲ τῇσιν ἡλικίῃσι συμβαίνει τοῖσι μὲν μικροῖσι καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ [27] φλεγμοναί, ὤτων ὑγρότητες. πρὸς δὲ τὸ ὀδοντοφυεῖν προσάγουσιν οὔλων ὀδαξησμοί, πυρετοί, σπασμοί, διάρροιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας καὶ τοῖσι παχυτάτοισι τῶν παιδίων καὶ τοῖσι κοιλίας σκληρὰς ἔχουσι. [28] πρεσβυτέροισι δὲ γιγνομένοισι παρίσθμια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριάσεις, χοιράδες, στραγγουρίαι καὶ τἆλλα φύματα.

[29] τοῖσι δ' ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσάγουσι τούτων τε πολλὰ καὶ πυρετοὶ χρόνιοι μᾶλλον καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες.

[30]    τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησί, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν· ὅσα δ' ἂν διαμείνῃ τοῖσι παιδίοισι καὶ μὴ ἀπολυθῇ περὶ τὸ ἡβάσκειν ἢ τοῖσι θήλεσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθε·

[31]    τοῖσι δὲ νεηνίσκοισιν αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι καὶ τἆλλα νοσήματα, μάλιστα [32] δὲ τὰ εἰρημένα. τοῖσι δ' ὑπὲρ τὴν ἡλικίην ταύτην πλευρίτιδες, περιπνευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάρροιαι, χολέραι, δυσεντερίαι, [33] αἱμορροΐδες. τοῖσι δὲ πρεσβύτῃσι δύσπνοιαι, κατάρροοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώματος, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι."

[34]    ταύτην τὴν τάξιν τῆς διδασκαλίας ἐχρῆν πεποιῆσθαι τὸν Πλάτωνα μᾶλλον, εἴπερ γε φιλοσόφῳ προσήκει τὸ τάξει καὶ μεθόδῳ [35] χρῆσθαι τῇ διδασκαλίᾳ καὶ μᾶλλον ἢ τοῖς ἰατροῖς. ἀλλ' ἴσως οὐκ ἠδύνατο περὶ τῶν τοιούτων ἀκριβῶς διελθεῖν ἐμπειρίας δεομένων, αὐτὸς οὐκ ὢν τρίβων τῶν ἔργων τῆς ἰατρικῆς, καὶ κατὰ τοῦτο ἐπαινεῖν αὐτὸν προσήκει, περὶ ὧν ἀκριβῶς οὐκ ἠπίστατο, μηδ' ἐπιχειρήσαντα λέγειν.

[36]    ἀλλ' ἐκεῖνά γε δυνατὸν ἦν αὐτῷ παρ' αὐτῆς τῆς τῶν πραγμάτων φύσεως μεμαθηκέναι, τὰ λελεγμένα κατὰ [37] τοὺς ἀφορισμοὺς ἐν τῇδε τῇ ῥήσει· "κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν."

[38]    ταῦτα μὲν οὖν περὶ τῶν εἰρημένων ἡλικιῶν ἐφ' ἑαυτοῦ καὶ τῶν ὁμοδιαίτων ἐξετάσαι τις δύναται προήκων ἤδη κατὰ τὴν ἡλικίαν, ὡς εἰκὸς ἦν [39] Πλάτωνα προήκειν ὅτε ἔγραφε τὸν Τίμαιον. ἀμελῶς οὖν ἔσχε περί τε τὴν τῶν αὐτῶν τούτων ἐξέτασιν ἔτι τε μᾶλλον ὧν ἔγραψεν ὁ Ἱπποκράτης περὶ τῶν πλεοναζόντων νοσημάτων ἐν ἑκάστῃ τῶν ἡλικιῶν τε καὶ ὡρῶν, ὡς εἴ γε προσεσχήκει τὸν νοῦν αὐτοῖς, οὐκ ἂν ἐγεγράφει ταῦτα·

[40]    "τὸ μὲν οὖν ἐκ πυρὸς ὑπερβολῆς μάλιστα νοσῆσαν σῶμα συνεχῆ καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δὲ ἐξ ἀέρος ἀφημερινούς, τριταίους δὲ ὕδατος διὰ τὸ νωθέστερον ἀέρος καὶ πυρὸς αὐτὸ εἶναι, τὸ δὲ γῆς τέταρτον ὂν νωθέστατον τούτων ἐν τετραπλασίαις περιόδοις χρόνου καθαιρόμενον τεταρταίους πυρετοὺς ποιῆσαν ἀπαλλάττεται μόλις."

[41]    ἐν τούτῳ τῷ λόγῳ πρῶτον μὲν ἡμάρτηκε κατὰ τὰ κοινὰ στοιχεῖα ἁπάντων σωμάτων, οὐ κατὰ ‹τὰ› τῶν ἐναίμων ζῴων ποιησάμενος τὴν αἰτιολογίαν τῶν περιοδικῶν πυρετῶν· ἄμεινον γὰρ ἦν ἃ καὶ δεῖξαι δυνάμεθα κατὰ τὸ σῶμα πλεονάζοντα, ταῦτ' αἰτιᾶσθαι·

[42]    δεύτερον δ' ὅτι τῶν ἀφημερινῶν καὶ τριταίων πυρετῶν οὐδ' ἐγγὺς ἧκε τῆς ἀληθοῦς αἰτίας. φαίνεται γὰρ ἐναργῶς ἐπὶ μὲν τῶν ἀφημερινῶν ὁ φλεγματώδης πλεονάζων χυμός, ὑγρὸς καὶ ψυχρὸς ὤν, ἐπὶ δὲ τῶν τριταίων ὁ τῆς ξανθῆς χολῆς, πάλιν αὖ καὶ οὗτος ἄκρως θερμὸς καὶ ξηρός· ὥστ' ἐπὶ τούτου μὲν ἐχρῆν εἰρῆσθαι πλεονάζειν τὸ τοῦ πυρὸς στοιχεῖον, ἐπ' ἀμφημερινοῦ δὲ τὸ τοῦ ὕδατος, ὥσπερ ἐν τοῖς τεταρταίοις χυμὸν μὲν τὴν μέλαιναν χολήν, στοιχεῖον δὲ τὴν γῆν.

[43]    ὅστις δ' ἑκάστου τῶν εἰρημένων ἀκριβῶς ἐκμαθεῖν βούλεται τὴν φύσιν, ἔν τε τοῖς περὶ κρίσεων ὑπομνήμασι κἀν τοῖς περὶ τῆς διαφορᾶς τῶν πυρετῶν ἐξειργασμένον τὸν λόγον ἔχει.

[44]    ἐγὼ δ' οὐκ εἴωθα πολλάκις ὑπὲρ τῶν αὐτῶν τὰ αὐτὰ γράφειν, ἀλλ' ἅπαξ ἢ καὶ δὶς ἐνίοτε τὴν ἀπόδειξιν εἰπὼν ἐν τοῖς ἄλλοις βιβλίοις τῷ συμπεράσματι τῆς ἀποδείξεως χρῶμαι· καθάπερ καὶ περὶ τοῦ τρεῖς εἶναι τὰς ἀρχὰς τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἅπαξ ἀποδείξας ἐν τοῖς πρώτοις βιβλίοις τῆσδε τῆς πραγματείας, ἐν ταῖς ἄλλαις ἁπάσαις ἐξ ἑτοίμου λαμβάνω, μόνον ἀναμιμνήσκων ἐνίοις ὡς ἀποδέδεικται.

[45]    καὶ νῦν γοῦν ἀρκεῖ τό γε τοσοῦτον ἀναμνῆσαι περὶ τῶν ἐν ἐκείνοις δεδειγμένων, ὡς τοὺς ὀξυτάτους τε καὶ καυσωδεστάτους πυρετοὺς ἡ ξανθὴ χολὴ γεννᾷ καὶ ὡς τοῦ γένους τῶν καυσωδῶν πυρετῶν ἐστι καὶ ὁ τριταῖος. εἴρηται δ' ἐν ἐκείνοις ἡ αἰτία δι' ἣν οὐκ ἔστι συνεχὴς ὥσπερ ὁ καῦσος ἀλλὰ διαλείπων γίγνεται.

[46]    ταῦτ' οὖν ὁ Πλάτων οὐκ ἀκριβῶς ἔγνω τῆς Ἱπποκράτους τέχνης, καίτοι πειρώμενος ἕπεσθαι τἀνδρὶ [47] καὶ προσέτι γε περὶ τοῦ λευκοῦ φλέγματος. τὸ μὲν γὰρ πομφολύγων ἐναπολαμβανομένων, "ἀοράτων" μὲν "διὰ σμικρότητα," καθάπερ αὐτὸς ἔφη, "συναπασῶν δὲ τὸν ὄγκον παρεχομένων ὁρατόν," γεννᾶσθαι τὸν τοιοῦτον χυμὸν εὔλογόν τε [48] ἅμα καὶ πιθανόν· τὸ δ' ἐκ συντήξεως ἁπαλῆς σαρκὸς γενέσθαι ποτὲ φλέγμα τῶν ἀτοπωτάτων ἐστί, πλὴν εἴ τις Πρόδικος ὑπαλλάττων τοὔνομα τὸν πικρόχολον χυμὸν ὀνομάζει φλέγμα διὰ τὸ νομίζειν ἀπὸ τοῦ πεφλέχθαι τὴν προσηγορίαν αὐτῷ γεγονέναι.

[49]    ἀλλ' ὅ γε Πλάτων αὐτὸς οἶδε θερμότατον ὄντα τὸν τῆς τοιαύτης χολῆς χυμὸν ἐν οἷς φησιν· "ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα," καὶ τούτων ἐφεξῆς, "λαμβάνουσα μὲν ἀναπνοὴν ἔξω παντοῖα ἀναπέμπει ζέουσα φύματα, καθειργνυμένη δὲ ἐντὸς πυρίκαυτα νοσήματα πολλὰ ἐμποιεῖ."

[50]    δῆλος οὖν ἐστι τῇ συνήθει προσηγορίᾳ κατὰ τοῦ πικροχόλου χυμοῦ χρώμενος, ὅσπερ τοὐπίπαν ἐστὶν ξανθὸς τὴν χρόαν· καὶ ὠχρὸς δ' ἐνίοτε γίγνεται πολλὴν [51] ὀρρώδη προσλαβὼν ὑγρότητα. καὶ μέντοι κἀξ αὐτοῦ τοῦ προσθεῖναι τῷ φλέγματι τὸ τῆς χρόας ὄνομα δῆλός ἐστιν οὐκ ἐν τῇ προσηγορίᾳ σφαλλόμενος, ὥσπερ ὁ Πρόδικος, ἀλλ' ἐν τῇ γνώσει τῆς φύσεως τοῦ χυμοῦ.

[52]    λέγει δὲ περὶ αὐτοῦ τόνδε τὸν τρόπον· "τὸ δ' αὖ μετ' ἀέρος τηκόμενον ἐκ νέας καὶ ἁπαλῆς σαρκός, τούτου δ' ἀναιμωθέντος καὶ ξυμπεριληφθέντος ἀπὸ ὑγρότητος καὶ πομφολύγων ξυστασῶν ἐκ τοῦ πάθους τούτου καθ' ἑκάστην μὲν ἀοράτων διὰ σμικρότητα, ξυναπασῶν δὲ τὸν ὄγκον παρεχομένων ὁρατὸν χρῶμα ἐχουσῶν διὰ τὴν τοῦ ἀφροῦ γένεσιν ἰδεῖν λευκόν, ταύτην πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος συμπλακεῖσαν λευκὸν εἶναι φλέγμα φαμέν."

[53]    καὶ μετ' οὐ πολλὰ δὲ πάλιν οὕτως ὑπὲρ αὐτοῦ γράφει· "τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθέν, ἔξω δὲ τοῦ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μέν, καταποικίλλει δὲ τὸ σῶμα λεύκας ἀλφούς τε καὶ τὰ τούτων ξυγγενῆ νοσήματα ἀποτίκτον."

[54]    ἐν ταύτῃ μὲν τῇ ῥήσει καλῶς ἀπεφήνατο περὶ τῶν γινομένων ἀπὸ τοῦ φλέγματος παθῶν· ἡνίκα δ' ἔλεγεν ἔμπροσθεν "τὴν πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος συμπλακεῖσαν λευκὸν εἶναι φλέγμα φαμέν", [55] οὐκ ὀρθῶς. δέδεικται γὰρ ἥ γε τοῦ φλέγματος γένεσις ἐκ τροφῆς φύσει ψυχροτέρας ἐνδεῶς ὑπὸ τῆς ἐμφύτου θερμασίας κατεργασθείσης ἀποτελουμένη.

[56]    τηκομένη δὲ σὰρξ ὅμοιόν τι ποιεῖ τὸ σύντηγμα τῇ χρόᾳ τῆς ὠχρᾶς χολῆς, ἐπὶ τὸ λευκότερον ῥέπον, ὡς εἶναι τὸ καλούμενον ὕπωχρον πυρρόν.

[57] ἔστι δὲ καὶ παχύτερον τὸ σύντηγμα τοῦτο τῆς ὠχρᾶς χολῆς καὶ δυσωδέστερον καί τινα γλισχρότητα πολλάκις ἔχον ἐν [58] ἑαυτῷ καὶ λιπαρότητα. ταῦτα μὲν ἱκανὰ περὶ χυμῶν ἔγνωσται πρός γε τὸ παρόν, εἰ μέλλοιμεν, ὥς τινες τῶν φίλων ἀξιοῦσιν, ἐξηγεῖσθαι τὰ κατὰ τὸν Τίμαιον ἰατρικῶς εἰρημένα.

[7]

[1]    Καὶ τὰ λοιπὰ δὲ τῶν κατὰ τὸ βιβλίον λόγων διὰ κεφαλαίων ῥηθήσεται συνόψεως ἕνεκεν, ἐν οἷς τε ὁμολογοῦσιν οἱ ἄνδρες ἀλλήλοις ἐν οἷς τε διαφέρονται, διὰ μακροτέρων τε [2] κατὰ τὴν ἐσομένην ἡμῖν ἐξήγησιν αὖθις εἰρήσεται. λέγοντος οὖν Ἱπποκράτους ἀεὶ τὸ σύμφυτον θερμὸν αἰτιώτατον εἶναι πάντων τῶν φυσικῶν ἔργων, ὁ Πλάτων οὐ θερμόν, ἀλλὰ πῦρ ὀνομάζει.

[3]    ἴδωμεν δ' ὅπως ὑπ' αὐτοῦ διοικεῖσθαι λέγει τὰ τῶν ζῴων σώματα· "πᾶν ζῷον πάντως περὶ τὸ αἷμα καὶ τὰς φλέβας αὑτοῦ θερμότατα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν [4] τινα ἐνοῦσαν πυρός." πηγὴν μὲν οὖν πάνυ καλῶς εἶπεν· οὐ γὰρ ἐκ παρατρίψεως τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος ἡ θερμασία γεννᾶται κατὰ τὰ τῶν ζῴων σώματα, καθάπερ ἐκτὸς ἐπὶ λίθων τε καὶ ξύλων, ἀλλ' ἔμπαλιν ὑπὸ τῆς συμφύτου [5] θερμασίας αἱ κινήσεις αὐτῶν γίνονται. ὅταν οὖν ψυχθῇ τὸ σῶμα διὰ κρύος ἢ φάρμακον, [ἢ] οὐδενὸς τῶν ἄλλων ἀπολλυμένου τῶν κατ' αὐτό, παύονται μὲν αὐτίκα καὶ αἱ τῶν ἀρτηριῶν κινήσεις ‹καὶ› αἱ κατὰ τὰ νεῦρα καὶ ‹τοὺς› μῦς.

[6]    οὐ μὴν πυρός γε πηγήν, ἀλλὰ μᾶλλον ἐμφύτου θερμοῦ βέλτιον ἦν εἰρῆσθαι κατὰ τὰ σώματα ἡμῶν, ὡς Ἱπποκράτης ὀνομάζει διὰ παντός· εἴπερ γὰρ ὑπὸ πυρὸς ἡ πέψις γίγνεται τῶν σιτίων ἥ τ' ἀνάδοσις ἥ θ' αἱμάτωσις ἥ τε θρέψις, ἄμεινον ἂν ἐπὶ [7] τῶν πυρεττόντων ὀξέως ἐφαίνετο ταῦτα ἐπιτελούμενα. τὸ δ' ἔμφυτον θερμὸν εὔκρατόν ἐστι κατὰ μὲν οὐσίαν ἐν αἵματι καὶ πνεύματι τὴν ὕπαρξιν ἔχον μάλιστα, κατὰ δὲ ποιότητα μικτὸν ὂν εὐκράτως ἐκ θερμότητός τε καὶ ψυχρότητος. [8] ἀσφαλέστερον οὖν ὁ Ἱπποκράτης ἔφη "τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μή, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δ' ὀλίγον τὸ θερμόν· διὰ τοῦτ' ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται, ὑπὸ πολλῶν μὲν γὰρ ἀποσβέννυνται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσιν οὐχ ὁμοίως ὀξέες, ψυχρὸν γὰρ τὸ σῶμα."

[9]    κατὰ τοῦτον οὖν τὸν λόγον κἀν τῷ περὶ φύσεως ἀνθρώπου τῇ πρώτῃ τῶν ἡλικιῶν τὸν ἄνθρωπον ἔφη θερμότατον ὑπάρχειν ἑαυτοῦ, καθάπερ ψυχρότατον ἐν τῇ τοῦ γήρως ἐσχάτῃ· οὐχ ἁπλῶς θερμότατον, ὥσπερ ἐν τοῖς καύσοις πυρετοῖς, ἀλλὰ τῷ ἐμφύτῳ θερμῷ θερμότατον εἶπεν εἶναι τὸ γεγεννημένον ἄρτι παιδίον τῇ οὐσίᾳ.

[10]    διὰ τοῦτ' οὖν ἐν ἀφορισμοῖς πρῶτον μὲν ἔφη "τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν" (ἀλλὰ τοῦτον μὲν ἤδη προὔγραψα τὸν ἀφορισμόν)· [11] ἄλλον δ' ὁμολογοῦντα αὐτῷ γράφει κατὰ λέξιν οὕτως· "αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ. τροφῆς οὖν πλείονος δεῖται· σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί." [12] τὸ ἔμφυτον θερμὸν ἔφη πλεῖστον εἶναι χειμῶνος, οὐ τὸ ἐπίκτητον ὃ τοῦ θέρους πλεονάζει. μηκύνειν δ' οὐ χρὴ περὶ τῆς γνώμης αὐτοῦ κατὰ τόνδε τὸν λόγον, τοὺς μὲν ἀφορισμοὺς ἐξηγησαμένου μου δι' ὑπομνημάτων ἑπτά, βιβλίον δ' ἄλλο γεγραφότος πρὸς τοῦ Κοΐντου μαθητὴν Λύκον, ὃς οὐ νοήσας ὁποῖόν τι τὸ ἔμφυτον θερμὸν ὁ Ἱπποκράτης βούλεται, ἀντεῖπε πρὸς τοὺς εἰρημένους ἀρτίως ἀφορισμούς. [13] νῦν οὖν ἀρκέσει τὰς τοῦ Πλάτωνος παραγράψαι ῥήσεις ἃς ἐν τῷ περὶ τροφῆς ἀναδόσεως λόγῳ κατὰ τὸν Τίμαιον ἔγραψεν· [14] ἄρχεται δ' αὐτῶν ὧδε· "τὸ ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζω, τὰ δ' ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται, πῦρ δὲ πάντων μερῶν μικρομερέστερον, ὅθεν δι' ὕδατος καὶ γῆς, ἀέρος καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖ καὶ στέγειν οὐδὲν αὐτὸ δύναται.

[15]    ταὐτὸν δὴ καὶ περὶ τῆς παρ' ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ σμικρομερέστερα ὄντα τῆς αὑτῆς ξυστάσεως [16] οὐ δύναται. τούτοις οὖν κατεχρήσατο θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν, πλέγμα ἐξ ἀέρος καὶ πυρὸς [ὧν] οἷον οἱ κύρτοι ξυνυφηνάμενος."

[17]    τὸ μὲν οὖν ἀέρι καὶ πυρὶ χρῆσθαι τὴν φύσιν πρὸς πέψιν τροφῆς αἱμάτωσίν τε καὶ ἀνάδοσιν ὀρθῶς εἴρηται· τὸ δ' ἐξ αὐτῶν πλέγμα γεγονέναι καὶ μὴ δι' ὅλων κρᾶσιν οὐκέτ' ἐπαινῶ, καθάπερ οὐδὲ τὸ πῦρ ὀνομάζειν αὐτόν, ἐνόν, ὡς Ἱπποκράτης, ἔμφυτον [18] θερμόν. ἀλλ' ἔοικεν οὕτω καλεῖν ἀναμιμνήσκειν ἡμᾶς βουλόμενος ὅτι διὰ τὴν τοῦ πυρὸς μίξιν ἐν τοῖς ἄλλοις στοιχείοις ἡ πρὸς τὰ ἐκτὸς ἐκ τοῦ βάθους φορὰ γίγνεται τῆς κατὰ τὸ σῶμα θερμασίας.

[19]    φαίνεται γοῦν ποτε καὶ μεταλαμβάνων αὐτὸς εἰς τὴν τοῦ θερμοῦ προσηγορίαν τὸ τοῦ πυρὸς ὄνομα, καθάπερ καὶ κατὰ τήνδε τὴν ῥῆσιν· "τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν ἑαυτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι."

[20]    τούτοις δ' ὁμολογεῖ καὶ τάδε· "καὶ διὰ ταῦτα δὴ καθ' ὅλον τὸ σῶμα ἅπασι τοῖς ζῴοις τὰ τῆς τροφῆς [21] νάματα οὕτως ἐπίρρυτα γεγονέναι. νεότμητα δὲ καὶ ἀπὸ ξυγγενῶν ὄντα τὰ μὲν καρπῶν, τὰ δὲ χλόης, ἃ ὁ θεὸς ἐπ' αὐτὸ τοῦτο ἡμῖν ἐφύτευσεν εἶναι τροφήν, παντοδαπὰ μὲν χρώματα ἴσχει διὰ τὴν σύμμιξιν· ἡ δ' ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθεῖ τῆς τοῦ πυρὸς τομῆς τε καὶ ἐξομόρξεως [22] ἐν ὑγρῷ δεδημιουργημένης φύσεως. ὅθεν τὸ κατὰ τὸ σῶμα ῥέον τὸ χρῶμα ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν, ὃ καὶ καλοῦμεν αἷμα."

[23]    τὴν ἐρυθρὰν χρόαν γεννᾶσθαί φησιν ἐν τῷ αἵματι διὰ τὴν τοῦ πυρὸς ἐξόμορξιν, ὅπερ ἐστὶν οἷον ἐναπόθεσις τῆς αὐτοῦ ποιότητός τε καὶ δυνάμεως· ὥστ' ἐκ κράσεως τοῦ τε πυρώδους στοιχείου καὶ τῆς δεξαμένης ὑγρότητος [24] αὐτὸ γεννᾶσθαί φησι τὸ αἷμα. τῆς δ' ὑγρότητος οὐκ ἀκριβοῦς ὕδατος οὔσης, ἀλλά τι καὶ γεῶδες ἐχούσης, ὡς δηλοῖ τὸ πάχος αὐτῆς, ἐξ ἁπάντων ἐγεννήθη τὸ αἷμα προσλαμβάνον ἐξ ἀνάγκης τι καὶ τῆς ἀερώδους οὐσίας, ὡς ἐν ἑτέροις δέδεικται.

[25]    φαίνεται τοιγαροῦν κἀν τούτοις ὁ Πλάτων ἑπόμενος τῷ Ἱπποκράτει. τὸ γὰρ ἔμφυτον θερμὸν αἴτιον εἶναί φησι τῆς τε κατὰ τὴν γαστέρα πέψεως τῶν σιτίων καὶ τῆς ἐντεῦθεν εἰς ἧπάρ τε καὶ φλέβας ἀναδόσεως καὶ προσέτι τῆς αἱματώσεως καὶ τῆς εἰς ὅλον τὸ σῶμα φορᾶς τε καὶ πέψεως.

[8]

[1]    Ἐν μέντοι τῇ περὶ ἀναπνοῆς δόξῃ διηνέχθη πρὸς αὐτὸν οὐ σμικρά, πρῶτον μὲν τῷ διαπνοῆς μᾶλλον αἰτίαν εἰπεῖν [2] οὐκ ἀναπνοῆς, εἶτ' οὐδὲ ταύτης ἀμέμπτως. ἀναιρεῖ γὰρ ὁλκὴν ᾗ πρὸς πολλὰ τῶν φυσικῶν ἔργων ὁ Ἱπποκράτης χρῆται. διὰ τοῦτ' ἠναγκάσθη τῶν ἐνεργειῶν ἐνίας οὐκ ἄνευ τῆς ὁλκῆς γιγνομένας εἰς περίωσιν ἀναφέρειν.

[3]    ὁποῖον μὲν οὖν τι ‹τὸ› τῆς ὁλκῆς ἐστιν, ἔνεστί σοι μαθεῖν αὐλίσκου τὸ μὲν ἕτερον στόμιον εἰς ὕδωρ καθέντι, τὸ δὲ ἕτερον περιλαβόντι [4] τοῖς χείλεσιν. ἕλκοντι γὰρ καὶ μυζῶντι διὰ τῶν χειλέων τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα συνακολουθήσει τὸ ὕδωρ. οὕτως δὲ καὶ τὰ παιδία τῇ περιθέσει τῶν χειλέων ἔκ τε τῶν τιτθῶν ἕλκει τὸ γάλα κἀκ τῶν βομβυλιῶν τὸ περιεχόμενον ἐν αὐτοῖς ὑγρόν.

[5]    ἀλλὰ καὶ αἱ τῶν χαλκέων φῦσαι διαστελλόμεναι τὸν ἔξωθεν ἀέρα διὰ τῶν προσκειμένων αὐταῖς [6] αὐλίσκων ἕλκουσιν ἐκπληρώσοντα τὴν διαστολήν. ὁμοίως δὲ καὶ τοῖς ζῴοις ὁ θώραξ διαστελλόμενος ἕλκει διὰ τῆς τραχείας ἀρτηρίας ἀναγκαίως εἰς τὸ στόμα τὸν ἔξωθεν ἀέρα, μικρὸν δ' ὕστερον ἐκθλίβει συστελλόμενος ἐν ταῖς ἐκπνοαῖς. [7] τουτὶ μὲν τὸ ἔργον ἐν τῷ δευτέρῳ περὶ μυῶν κινήσεως ἐδείχθη προαιρετικόν· τὸ δὲ ἕτερον, ὃ καλεῖται σφυγμός, ὑπό τε τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται, τῇ μὲν διαστολῇ διὰ τῶν εἰς τὸ δέρμα καθηκόντων στομάτων ἑλκουσῶν τῶν ἀρτηριῶν εἰς τὸ σῶμα τὸν ἔξωθεν ἀέρα τριῶν ἕνεκα χρειῶν, ἐμψύξεως, ῥιπίσεως, γενέσεως πνεύματος ψυχικοῦ, τῇ συστολῇ δ' ἐκθλιβουσῶν ὅσον αἰθαλῶδες ἢ καπνῶδες ἐγενήθη κατ' αὐτὰς τῶν χυμῶν.

[8]    ἀποδέδεικται δὲ περὶ μὲν ἀναπνοῆς ἐν τῷ περὶ χρείας ἀναπνοῆς ὑπομνήματι, περὶ [9] δὲ σφυγμῶν ἐν τῷ περὶ χρείας σφυγμῶν. ὅτι δ' ὁ θώραξ διαστελλόμενος ἕλκει τὸν ἔξωθεν ἀέρα, κατὰ τὰ περὶ θώρακος [10] καὶ πνεύμονος κινήσεως ὑπομνήματα δέδεικται. τίνες δ' εἰσὶν οἱ διαστέλλοντες αὐτὰ μῦς ἢ τίνες οἱ συστέλλοντες, ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ἐδείχθη.

[11]    τὰ δ' ἕκαστον τούτων τῶν μυῶν νεῦρα κινοῦντα πάντ' ἐκ τοῦ νωτιαίου πέφυκεν οὐ κατ' ἐμὲ μόνον, ἀλλὰ καὶ κατὰ πάντας τοὺς ἀνατομικούς, αὐτὸς δὲ ὁ νωτιαῖος ἐξ ἐγκεφάλου, ὥστ' ‹ἐξ› ἐκείνου διὰ μέσου τοῦ νωτιαίου τὰ νεῦρα τὴν καθ' ὁρμὴν κίνησιν ἐπιφέρει τοῖς τοῦ θώρακος μυσίν, ὑφ' ὧν διαστελλόμενος ἕλκει τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα, συστελλόμενος δ' ἐκθλίβει διὰ τῶν αὐτῶν.

[12]    ἥμαρτεν οὖν ὁ Πλάτων μὴ βουληθεὶς ἀκολουθῆσαι τῷ Ἱπποκράτει λέγοντι κατὰ τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον "καὶ ταῦτα ποιήσει σοι πάντα πάσην ἡμέρην καὶ νύκτα καὶ χειμῶνος καὶ θέρεος μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑαυτὸν καὶ πάλιν μεθιέναι."

[13] ἕλκει μὲν οὖν εἰς ἑαυτὸν ὁ ἄνθρωπος τὸν ἔξωθεν ἀέρα διὰ τοῦ στόματος εἰς τὸν πνεύμονα, διὰ δὲ τοῦ δέρματος εἰς τὰς ἀρτηρίας, ἀντεκπέμπει δὲ δι' ὧν ἔλαβεν αὖθις.

[14]    ἡ μὲν οὖν ἑτέρα τῶν ἐνεργειῶν ἀναπνοὴ καλεῖται, διαπνοὴ δ' ἡ διὰ τοῦ δέρματος, ἃς ἀμφοτέρας εἰς ἓν συναγαγὼν ὁ Πλάτων οὔτε συνημμένας ἀλλήλαις οὔθ' ὑπὸ μιᾶς δυνάμεως γιγνομένας, ὡς ἐπιδέδεικται δι' ὧν εἶπον ἀρτίως ὑπομνημάτων, τὸν περὶ τῆς ἀναπνοῆς λόγον ἐν Τιμαίῳ συνέθηκεν [15] ἔχοντα κατὰ λέξιν ὧδε· "πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν οἷον τὰ νῦν ἐστιν.

[16]    ὧδ' οὖν· ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τῶν φερομένων δύναιτ' ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρ' ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενὸν ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ· τὸ δὲ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν ὅθεν ἐξῆλθε τὸ πνεῦμα εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν συνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶναι.

[17]    διὸ δὴ τὸ τῶν στηθῶν καὶ τοῦ πνεύμονος ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος εἴσω διὰ μανῶν τῶν σαρκῶν δυομένου καὶ περιελαυνομένου γίγνεται πλῆρες· αὖθις δ' ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξω ἰὼν ἔσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν τοῦ στόματος καὶ τὴν τῶν μυκτήρων δίοδον."

[18]    τὴν τοῦ τροχοῦ περιαγωγὴν οὐχ ἁπλῆν δεῖ νοεῖν, ἀλλ' ἐξ ἐναντίων κινήσεων συγκειμένην, ὅταν μὲν ἐπὶ τὸ δέρμα τὸ ἔμφυτον ὁρμήσῃ θερμόν, ὠθουμένου τε καὶ περιελαυνομένου τοῦ ἐκτὸς ἀέρος εἰς τὸ σῶμα διὰ τοῦ στόματος, ὅταν δ' αὖ πάλιν ὁρμήσῃ διὰ τοῦ στόματος ἔξω φέρεσθαι, περιωθουμένου τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἰς τὸ σῶμα διὰ τοῦ δέρματος, ὡς ἐνέργειαν μὲν εἶναι [διὰ] τῆς φύσεως ἡμῶν τὴν ἐκπνοὴν καὶ διαπνοήν, πάθος δὲ τὴν εἰσπνοήν, οὐ μόνον τὴν διὰ τοῦ στόματος, ἀλλὰ καὶ τὴν διὰ τοῦ δέρματος.

[19]    ἐν οὐδετέρᾳ δ' αὐτῶν ὁ Πλάτων προσχρῆται τῇ προαιρέσει καίτοι φανερῶς ἐν ἡμῖν ὄντος καὶ τοῦ θᾶττον καὶ βραδύτερον ἔλαττόν τε καὶ πλέον καὶ πυκνότερον [20] εἰσπνεῦσαί τε καὶ ἐκπνεῦσαι. ἔτι γοῦν ὁ λόγος τοῦ Πλάτωνος ἐλέγχεται καὶ ὅτι μετὰ τὴν συστολὴν τῶν ἀρτηριῶν ἐχρῆν εὐθέως εἰσπνοὴν γίγνεσθαι, μετὰ δὲ τὴν ἐκπνοὴν εὐθέως διαστολὴν τῶν ἀρτηριῶν.

[21]    φαίνεται δ' οὐχ οὕτω συμβαῖνον, ἀλλ' ἐὰν θελήσωμεν ἐπισχεῖν πλέονι χρόνῳ τὴν ἀναπνοήν, εὐθέως αἱ ἀρτηρίαι μετὰ τῆς καρδίας κινοῦνται.

[22] καὶ μέντοι καὶ διαστέλλονται μὲν εἰσπνεόντων ἐνίοτε, συστέλλονται δ' ἐκπνεόντων καὶ κατὰ μιᾶς ἀναπνοῆς χρόνον ἑπτάκις ἢ ὀκτάκις ἢ καὶ δεκάκις ἡ καρδία μετὰ τῶν ἀρτηριῶν [23] φαίνεται διαστελλομένη τε καὶ συστελλομένη. ἀλλὰ καὶ αὐτὸς ὁ τῆς περιώσεως λόγος ἄτοπος· ὑπὸ γὰρ τῆς ἐκπνοῆς περιελαυνόμενον τὸν ἀέρα φέρεσθαι πάλιν ἔσω διὰ τοῦ δέρματος οὐκ ἀναγκαῖον.

[24]    ἑπομένης γὰρ τῆς ἐκπνοῆς τῇ συστολῇ τῶν ἀναπνευστικῶν ἐκείνῃ τῇ συστολῇ ἀκολουθῶν ὁ περικεχυμένος ἡμῖν ἀὴρ χώραν παρέχει τῷ ἐκπνεομένῳ. ὅτι δὲ καὶ τἆλλα ὅσα τὴν ὁλκὴν ἀναιρῶν εἶπεν ὁ Πλάτων ἀτόπως ἐπικεχείρηται, κατὰ τὴν ἐξήγησιν αὐτῶν εἰρήσεται.

[9]

[1]    Νυνὶ γὰρ ἀρκεῖ μόνον δεδηλῶσθαι περὶ ὧν ὁμολογεῖ τε καὶ διαφέρεται τῷ Ἱπποκράτει. προσθῶμεν οὖν αὐτῷ καὶ [2] τἆλλα. φαίνεται γὰρ ἐν τῷ περὶ χρείας ἀναπνοῆς λόγῳ συνακολουθῶν ὁ Πλάτων τῷ Ἱπποκράτει βουλομένῳ τὴν μὲν εἰσπνοὴν ἐμψύξεως ἕνεκα γίγνεσθαι τῆς ἐμφύτου θερμασίας, τὴν δὲ ἐκπνοὴν ἀποχύσεως καὶ διαπνοῆς τῶν λιγνυωδῶν περιττωμάτων.

[3]    ἐν ᾗ δὲ ταῦτα λέγει ῥήσει καὶ περὶ τοῦ φέρεσθαι τὸ ποτὸν εἰς τὸν πνεύμονα διῆλθεν ἐχούσῃ κατὰ [4] λέξιν οὕτως· "τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγιγνώσκοντες ὅτι διὰ πυρὸς ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴδησις γενέσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν, πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἐντὸς ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵνα τὸ πνεῦμα καὶ τὸ πόμα δεχομένη ψύχουσα ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῷ καύματι παρέχοι."

[5]    εἰ μὲν οὖν ἡγεῖται Πλάτων ἅπαν τὸ πόμα καταπίνειν ἡμᾶς εἰς τὸν πνεύμονα, δίκαιός ἐστι καταγιγνώσκεσθαι προφανέστατον πρᾶγμα μὴ γιγνώσκων· εἰ δὲ μέρος τι τοῦ πόματος ἡγεῖτο διὰ τῆς τραχείας ἀρτηρίας παρηθούμενον εἰς τὸν πνεύμονα καταφέρεσθαι, τῶν ἐνδεχομένων τι λέγει παραπλησίως τοῖς ἄλλοις δογματικοῖς, περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους ἰατροί τε καὶ φιλόσοφοι.

[6]    οὐ ταὐτὸν δ' ἐστὶν ἢ ψεῦδός τι λέγειν ἢ καταγέλαστον, ἐπεί τοι καὶ αὐτὸν Ἐρασίστρατον ἐδείξαμεν ἔν τε τῷ περὶ χρείας ἀναπνοῆς καὶ σφυγμῶν χρείας τε ἅμα καὶ γενέσεως, ἔτι δὲ καταπόσεώς τε καὶ πέψεως ἐσφαλμένον· ἀλλ' οὐ κατεγελάσαμεν αὐτοῦ διότι μὴ πᾶν τὸ ψεῦδος εὐθύς ἐστι καὶ καταγέλαστον, ἐπεί τοι καὶ περὶ φλεγμονῆς γενέσεως καὶ πυρετοῦ διαγνώσεως ἔν τε τοῖς περὶ φλεβοτομίας λόγοις καὶ ἄλλοις τισὶ θεραπευτικοῖς λογισμοῖς ἐδείχθη ἐσφαλμένος.

[7]    καὶ μέντοι καὶ τῶν ἀπ' αὐτοῦ τις ἀντιστρέψας τὸν λόγον ἡμᾶς φησι περὶ τούτων, οὐκ Ἐρασίστρατον, ἐσφάλθαι, οὐ μὴν οὔτε ἡμεῖς ἐκείνου καταγελάσομεν οὔτ' ἐκεῖνος ἡμῶν· ἀδήλων γὰρ ὄντων τῶν δογμάτων καὶ τῇ διὰ τοῦ λόγου πίστει τοῖς μὲν πιθανῶν, τοῖς δ' ἀπιθάνων φαινομένων ὥσπερ τὸ τοῖς δόξασιν ἀληθέσιν εἶναι συναγορεύειν ἀνεμέσητόν ἐστιν, οὕτω καὶ τὸ συγχωρεῖν ἑτέροις ἀντιλέγειν αὐτοῖς.

[8]    τὸ δὲ σκώπτειν καὶ καταγελᾶν ὡς ἠλίθιον ὃ δογματικῶς ἀμφισβητεῖται, προπετές· οἷόν [ἂν] ἐστι καὶ τὸ παραρρεῖν τι τοῦ πόματος εἰς τὸν πνεύμονα διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας, οὐκ ἀθρόον οὐδὲ διὰ μέσης τῆς εὐρυχωρίας τοῦ ὀργάνου φερόμενον, ἀλλὰ περὶ τὸν χιτῶνα αὐτὸν δροσοειδὲς καταρρέον.

[9]    τοῦτο μὲν οὖν εἴτ' ἀληθὲς εἴτε ψεῦδός ἐστιν, ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸν δὲ καταγέλαστον ὄντως λόγον, ὡς οὐκ εἰς τὴν γαστέρα φέροιτο διὰ τοῦ στομάχου τὸ ποτὸν ἀλλ' εἰς τὸν πνεύμονα διὰ τῆς ἀρτηρίας ἅπαν, οὐδαμόθι Πλάτων εἶπεν.

[10] ἐν γοῦν αὐτῷ τούτῳ τῷ βιβλίῳ καθ' ὃ τὴν προειρημένην περὶ τοῦ πόματος ῥῆσιν ἔγραψεν, εἰς τὴν κοιλίαν ἔφη τὸ πινόμενον ὥσπερ τὰ σιτία φέρεσθαι.

[11]    καὶ οὐχ ἅπαξ τοῦτ' εἶπεν ἀλλὰ πάνυ πολλάκις, ὡς ἔνεστί σοι μαθεῖν ἐκ τῶν ῥήσεων αὐτοῦ, πρώτης μὲν τῆσδε μετὰ τέτταρας πρώτους [12] στίχους τῆς προειρημένης ὑπ' αὐτοῦ ῥήσεως γεγραμμένης· "τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν φρενῶν καὶ τοῦ πρὸς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν."

[13]    οὐκ ἐν τῇ καρδίᾳ καὶ τῷ πνεύμονί φησι τὸ τῶν σιτίων καὶ ποτῶν ἐπιθυμητικόν, ἀλλὰ κατωτέρω τοῦ διαφράγματος εἶναι. φρένας γὰρ οὐχ οὗτος μόνος ἀλλὰ καὶ οἱ ἄλλοι [14] παλαιοὶ τὸ διάφραγμα προσηγόρευον. κατωτέρω δὲ τῶν φρενῶν τούτων ἥ τε γαστὴρ κεῖται καὶ τὰ ἔντερα καὶ τὸ ἧπαρ αὐτό, περὶ οὗ νῦν ποιεῖται τὸν λόγον.

[15]    καὶ μέντοι καὶ μετ' ὀλίγα πάλιν φησί· "τὴν ἐσομένην ἡμῖν ποτῶν καὶ ἐδεσμάτων ἀκολασίαν ᾔδεσαν οἱ ξυντιθέντες ἡμῶν τὸ γένος, καὶ ὅτι τοῦ μετρίου καὶ ἀναγκαίου διὰ μαργότητα πολλῷ [16] χρησοίμεθα πλέονι. ἵν' οὖν μὴ φθορὰ διὰ νόσους ὀξείας γίγνοιτο καὶ ἀτελὲς εὐθὺς τὸ γένος τὸ θνητὸν τελευτῴη, ταῦτα προορώμενοι τῇ ‹τοῦ περι›γενησομένου πόματος ἐδέσματός τε ἕξει τὴν ὀνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν."

[17]    καὶ κατωτέρω δὲ πάλιν ἐν ταὐτῷ συγγράμματι τάδε γράφει· "ταὐτὸν δὴ καὶ περὶ τῆς παρ' ἡμῖν κοιλίας διανοητέον ὅτι σιτία μὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐμπέσῃ στέγει, πνεῦμα δὲ καὶ πῦρ μικρομερέστερα ὄντα τῆς αὑτῆς συστάσεως οὐ δύναται."

[18]    πάλιν οὖν κἀνταῦθα σαφῶς εἶπεν εἰς τὴν κοιλίαν ἡμῶν ἀφικνεῖσθαι τά τε σιτία καὶ τὰ πόματα, καὶ τοῦ γ' ἐν αὐτῇ κατὰ τὴν τούτων μίξιν γενομένου χυμοῦ τὴν εἰς τὰς φλέβας ἀνάδοσιν ὑδρείαν ὠνόμασε διὰ τὴν ὑγρότητα λέγων ἐφεξῆς τοῖς προγεγραμμένοις οὕτως· "τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν."

[19]    κἀν τοῖς ἑξῆς δὲ πάλιν οὐ μετὰ πολλὰ τῶν εἰρημένων ὧδέ πώς φησι· "ὅταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιωρούμενον δ' ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δὴ καὶ κατὰ [τὰ] σμικρὰ διαιροῦν διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον οἷον ἐκ κρήνης ἐπ' ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν ταῦτα ῥεῖν [ἢ] ὥσπερ αὐλῶνος διὰ τοῦ σώματος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα."

[20]    καὶ διὰ τῶν ἑξῆς δὲ φυλάττειν φαίνεται τὴν αὐτὴν γνώμην ἔν τε τοῖς περὶ τῆς ἀναπνοῆς καὶ πέψεως λόγοις ἅπασιν· ὥστε τῆς μὲν ἠλιθίου δόξης ἀπήλλακται καὶ χρὴ τοὺς οἰηθέντας αὐτὸν οὕτως ἀνόητον ὑπάρχειν ὡς ὑπολαβεῖν εἰς πνεύμονα φέρεσθαι τὸ ποτὸν ἅπαν, αὐτοὺς ἐγκαλεῖσθαι μᾶλλον ἐφ' οἷς καταψεύδονται.

[21]    περὶ δὲ τοῦ φέρεσθαί τι τοῦ πόματος εἰς τὸν πνεύμονα περὶ τὸν ἔνδοθεν χιτῶνα τοῦ τε λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας βουλόμενός τις αὐτὸς ἀφ' ἑαυτοῦ πειραθῆναι δύναται λαβὼν μὲν ἑστὼς τοῦ ὕδατος εἰς τὸ στόμα δαψιλές, εἶτα κατακλιθεὶς ὕπτιος ὑπανοίγων τε βραχὺ τὸ στόμιον τοῦ λάρυγγος· ἐφ' ἡμῖν γάρ ἐστιν ἀνοιγνύναι τε καὶ κλείειν αὐτό.

[22]    παραρρέοντος γάρ τινος εἰς αὐτὸν ἐκ τοῦ στόματος αἰσθήσεται βραχέος, ὃ δὴ καὶ γαργαλίζει καὶ παροξύνει πλέον γενόμενον. ἀλλὰ καὶ αὐτὴν τὴν ἐρεθιζομένην βῆχα καρτερήσας τις δύναται κατασχεῖν ὡς αὐτίκα παύσασθαι, βραχέος τοῦ γαργαλίζοντος ὄντος.

[23]    ἐνίοτε δὲ καὶ βηχίον μικρὸν γενόμενον ἐσκέδασε τὸ γαργαλίζον οὐδεμιᾶς ἀναπτύσεως γενομένης· ᾧ καὶ δῆλόν ἐστι τὸ ἀθρόον πόμα καὶ πολὺ καὶ τοσοῦτον ὡς καταλαμβάνειν τὰς ὁδοὺς τοῦ πνεύματος ἐρεθίζον τὸ ζῷον εἰς βῆχα, τὸ δ' οὕτως ὀλίγον ὡς περὶ τὸν ἔνδον χιτῶνα τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας ἐκχεῖσθαι δροσοειδῶς οὔτε ἐρεθίζον οὔθ' ὅλως αἴσθησιν ἐργαζόμενον ἑαυτοῦ καταφερομένου διὰ τῆς ἀρτηρίας.

[24]    ἀλλ' εἰ καὶ ζῷον ὅ τι ἂν ἐθελήσῃς διψῆσαι ποιήσεις ὡς κεχρωσμένον ὕδωρ ὑπομεῖναι πιεῖν, εἰ δοίης εἴτε κυανῷ χρώματι χρώσας εἴτε μίλτῳ, εἶτ' εὐθέως σφάξας ἀνατέμοις, εὑρήσεις κεχρωσμένον τὸν πνεύμονα. δῆλον οὖν ἐστιν ὅτι φέρεταί τι τοῦ πόματος εἰς αὐτόν.