233567 22048 0 0 0 0 XII d. C. Commentarii Eustathius II Commentarii ad Homeri Odysseam Stallbaum, G., Leipzig, Weigel, 1:1825; 2:1826 Rist. 1970, Hildesheim, Olms. 170

Eustathius - Commentarii ad Homeri Odysseam II

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Διηγεῖται τὴν ἐξ Ἅιδου γενομένην αὐτῷ ἐπάνοδον πρὸς Κίρκην, καὶ ὡς τὰς Σειρῆνας παρέπλευσε καὶ τὰς Πλαγκτὰς πέτρας, Σκύλλαν τε καὶ Χάρυβδιν, καὶ τὴν τῆς αὐτοῦ νεὼς καὶ τῶν ἑταίρων ἀπώλειαν, ἀνελόντων τινὰς τῶν Ἡλίου βοῶν, καὶ ὡς μόνος ἐπὶ ξύλου πρὸς Καλυψὼ διεσώθη.

ΟΔΥΣΣΕΙΑΣ Μ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι ἐν τῇ μ ταύτῃ ῥαψῳδίᾳ τὴν περιήγησιν ἀπαρτίζει τῆς κατ' αὐτὸν πλάνης ὁ Ὀδυσσεὺς, ἀφηγησάμενος ὅπως τάς τε Σειρῆνας παραπλεύσοι καὶ τὴν Σκύλλαν διαδράσοι καὶ ἀπαθὴς διεκπέσοι τοῦ κατὰ Χάρυβδιν κακοῦ, καὶ οἷα πάθοι διὰ τὰς τοῦ Ἡλίου βόας, ὧν φαγόντες οἱ αὐτοῦ ἑταίροι ὤλοντο νήπιοι. διὸ καὶ ἐπιγραφὴ τοῦ γράμματος τούτου αὕτη· τὰ περὶ Σειρῆνας καὶ Σκύλλαν καὶ Χάρυβδιν καὶ βόας Ἡλίου.

(Vers. 3.) Ὅτι λιποῦσα ποταμὸν Ὠκεανὸν ἡ τοῦ Ὀδυσσέως ναῦς, ὡς πρὸ ὀλίγων ἐῤῥέθη, ἀφίκετο εἰς τὴν Αἰαίην νῆσον, ὅθι φησὶν Ἠοῦς ἠριγενείης οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο. τοῦτο δέ φασι λέγει ὁ ποιητὴς οὐχ' ὡς ἀνατελλούσης τῆς ἡμέρας ἐν τῇ Αἰαίῃ, ἑσπερία γὰρ αὕτη, ἀλλ' ἤ φασιν ἁπλούστερον

(Vers. 4.) λέγει ὡς ἐπείπερ ἐξ Ἅιδου ἐγενόμεθα ὅπου ἡμέρα καὶ ἥλιος, διὸ καὶ ὑφ' ἥλιον ἡ τοιαύτη λέγεται, ἢ καὶ ὡς πρὸς σύγκρισιν τῶν Κιμμερίων καὶ ἁπλῶς τῶν ἐν Ἅιδου, ἑσπεριωτάτων ὄντων, πρὸς οὓς συγκριθεῖσα ἡ κατὰ τὴν Κίρκην νῆσος Ἠοῦς οἶκος ἐστίν. ἔτι δὲ τὴν τοιαύτην νῆσον καὶ ὡς πρώτην φῶς φασὶ παρέχουσαν ἀνατολὴν Ἡλίου ἔφη,

(Vers. 3.) ἐπείπερ ὑψηλοῦ φασὶν ὄντος τοῦ Κιρκαίου Ἥλιος ἐκ νυκτὸς ἐπιλάμπει τὸ τῆς Κίρκης ξόανον. τινὲς δὲ εἶπον οὕτω φράσαι τὸν ποιητὴν, ὡς τῆς νηὸς τοῦ Ὀδυσσέως πρὸς τοῖς ἀνατολικοῖς μέρεσι τῆς νήσου ὁρμισαμένης ἐν τῷ ἐκ τοῦ Ἅιδου ἐπανελθεῖν. ἄλλοι δὲ οὐ περὶ τῆς νήσου ἀλλὰ τοῦ Ὠκεανοῦ ἁπλῶς τοῦτο ἐνόησαν. ἀναδύνων γὰρ κάτωθεν Ἥλιος εἰ καὶ μὴ ἐντεῦθεν, ὅμως οὖν ἐξ Ὠκεανοῦ, ἡμέραν ποιεῖ.

(Vers. 4.) Ἠοῦς δὲ χοροὶ κατὰ τοὺς παλαιοὺς καὶ οἱ ἁπλῶς τόποι καὶ χῶραι. ὡς καὶ εὐρύχορόν φασι λέγει ἀλλαχοῦ γῆν τὴν εὔχωρον καὶ μεγάλην.

(Vers. 10.) Ὅτι ἐξ Ἅιδου ἐλθὼν Ὀδυσσεὺς τὰ εἰς Ἐλπήνορα πρῶτον ἀφοσιοῦται.

(Vers. 15.) φιτροὺς γάρ φησι ταμόντες, ἐθάπτομεν ἐκεῖνον ὅθι ἀκροτάτη πρόεχεν ἀκτὴ καὶ τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες πήξαμεν ἀκροτάτῳ τύμβῳ κατὰ τὴν ἐκείνου ἐν Ἅιδου παραγγελίαν εὐῆρες ἐρετμόν. ὅ περ ἴσως ἦν καὶ ἀντὶ στήλης.

(Vers. 11.) Τίνες δὲ οἱ φιτροὶ, καὶ ὅτι τὸ, προέχει ἀκτὴ, ποιεῖ τὴν προὔχουσαν ἀκτὴν, δεδήλωται ἀλλαχοῦ.

(Vers. 10.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ νεκρὸν ἢ τὸ τεθνεῶτα περιττόν. φησὶ γὰρ, νεκρὸν Ἐλπήνορα τεθνειῶτα. ποῖος γὰρ νεκρὸς οὐ τεθνεώς; ἢ τίς τεθνεὼς οὐ νεκρός; πολλαὶ δὲ καὶ ἄλλαι παρὰ τῷ ποιητῇ πολλαχοῦ λέξεις κεῖνται περισσαί.

(Vers. 11.) Δῆλον δὲ ὅτι ὥσπερ ὁ φιτρὸς παρὰ τὸ φύειν, οὕτω καὶ ὁ φίτυς ἐπὶ πατρὸς, καὶ φίτυ τὸ γέννημα.

(Vers. 16.) Ὅτι ἐν τῷ, ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, διέπειν τὸ ἐνεργεῖν λέγει, ὅθεν καὶ δίοπος ὁ οἰκονόμος παρ' Αἰσχύλῳ.

(Vers. 18.) Ὅτι τὸ, ἦλθε Κίρκη ἐντυναμένη, δύναται μὲν εἶναι καὶ ἀντὶ τοῦ, ἄλλως ἑαυτὴν ἐπαγωγότερον ὁπλίσασα εἴ πως ἀρέσοι τῷ Ὀδυσσεῖ, καθὰ καὶ μετ' ὀλίγα αἱ Σειρῆνες λιγυρὴν ἔντυννον ἀοιδήν. ἔστι δὲ εἰπεῖν καὶ ἀντὶ τοῦ, ἑτοιμάσασα δαῖτα ἐν τῷ λαβεῖν ἔντεα τραπέζης, κατὰ τὸ, ἀπεκόσμεον ἔντεα δαιτός. διὸ καὶ ἐπάγει, ἅ περ ἐρεῖ τις ἐπὶ δαψιλείᾳ τρυφῆς. ἅμα δ' ἀμφίπολοι φέρον σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν. οἷς [2] ἀκόλουθον ἐφεξῆς τὸ, ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον αὖθι πανημέριοι.

(Vers. 24.) τὰ δὲ ἐπαγόμενα φιλοξενίας εἰσὶ λόγοι. τὸ, ἅμα δ' Ἠοῖ φαινομένῃφι πλεύσεσθε, αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα σημανέω, ἵνα μή τι κακοῤῥαφίῃ ἀλεγεινῇ ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες. οὐδεμία δέ τις ἐστὶ τῶν ἐν τοῖς ῥηθεῖσιν Ὁμηρικῶν λέξεων, περὶ ἧς οὐ δεδήλωται ἐν ἄλλοις.

(Vers. 21.) Ὅτι ἀστείως ἡ Κίρκη πρὸς τοὺς ἀμφὶ τὸν Ὀδυσσέα ἐξ Ἅιδου ἐλθόντας φησί· σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ' Ἀΐδαο, δισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνήσκουσ' ἄνθρωποι.

(Vers. 23.) Καὶ ὅρα ὡς διὰ τὸ μὴ πρέπειν σεμνῷ προσώπῳ ἐν οὐ καιρῷ τοιαῦτα παίζειν δι' ὀλιγίστου ὁ ποιητὴς ἐξήνεγκε τὸ ἀστέϊσμα

(Vers. 21.) καὶ ὅτι οὐδὲ νῦν τὸ σχέτλιος ἐπὶ ἀδίκου κεῖται, ἀλλὰ σχετλίους ἢ τοὺς τολμητίας εἶπεν ἢ τοὺς ἐπιπόνους καὶ πολλὰ ἀνασχομένους καὶ τλάντας.

(Vers. 22.) Τὸ δὲ δισθανέες ἐν δυσὶ μέρεσι λόγου ἀναγινώσκει Ἀπολλόδωρος, λέγων ὅτι τὸ δὶς καὶ τρὶς ἀποβάλλει τὸ σίγμα ἐν ταῖς συνθέσεσι, οἷον δίπους, τρίπους. ὤφειλεν οὖν καὶ διθανέες. νοητέον δὲ τὸν Ἀπολλοδώρου λόγον χωρὶς τῶν ἀριθμητικῶν. δισχιλίους γὰρ μετὰ τοῦ σίγμα καὶ τρισχιλίους φαμέν. καὶ οὕτω μὲν αὐτός. ἕτεροι δὲ τοσοῦτον ἀποδέουσι προσέχειν αὐτῷ, ὥστε καὶ τὸ δὶς παῖδες οἱ γέροντες δίσπαιδες γράφουσι συνθέτως ἐν ἑνὶ μέρει λόγου, ἄλλως τοῦτο ποιοῦντες παρὰ τὸ δίπαις δίπαιδος, ὁ δύο κεκτημένος δηλαδὴ παῖδας. δοκεῖ δὲ πρὸς μίμησιν τῆς συνθέσεως τοῦ Ὁμηρικοῦ δισθανοῦς εἰρῆσθαι δυσθανὴς παρὰ τοῖς ὕστερον ὁ βιαιοθάνατος.

(Vers. 32.) Ὅτι καθὰ στρατιωτικὸν τὸ ἐν ὅπλοις κατακοιμᾶσθαι, οὕτω καὶ ναυτικὸν τὸ, οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός.

(Vers. 34.) Ὅτι ἐν τῷ, εἷσέ τε τὸν Ὀδυσσέα καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα, ὑπονοεῖται μὲν καί τι φιλοτήσιον ἐπὶ Κίρκης, μάλιστα δὲ ὁμιλίαν διὰ λόγων δηλοῖ τὸ προσέλεκτο, καθ' ὁμοιότητα τοῦ, ἐξερέεινεν ἕκαστα, ἤτοι τὰ ἐν Ἅιδου, ἃ δὴ πάντα κατὰ μοῖραν Ὀδυσσεὺς τῇ Κίρκῃ κατέλεξεν.

(Vers. 35.) Ἔνθα ὅρα τὸ ἕκαστα καὶ τὸ πάντα πάνυ γοργῶς ῥηθὲν καὶ, ὡς εἰπεῖν, μυστηριωδῶς. οὐ γὰρ ἠθέλησε διττολογῆσαι ὁ ποιητὴς οὔτε ἀποτάδην οὔτε κεφαλαιωδῶς τὰ κατὰ τὸν Ἅιδην.

(Vers. 37.) Ὅτι τῷ μετὰ πεῖραν δεινοῦ τινὸς εἶτα καὶ περὶ ἑτέρων δυσχερῶν ἀκούοντι ἁρμόττει λαληθῆναι τὸ, ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ' ἄκουσον ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός. Ἔστι δὲ τὸ πεπείρανται ἀντὶ τοῦ τετελείωνται, ἀπὸ τοῦ πειραίνω, ὡς ἐκ τοῦ φαίνω τὸ πέφανται.

(Vers. 37.) Ὅτι τερατώδη τινὰ μέλλων φράζειν ὁ ποιητὴς, ἔτι δὲ καὶ δεινὰ ἐν τοῖς ἑξῆς, φθάνει προεκθετικῶς αὐτὰ λέγων διὰ τῆς Κίρκης. ἣν πλάττει προλέγουσαν τῷ Ὀδυσσεῖ ἃ ἐν τοῖς ἑξῆς πείσεται ὁπηνίκα εἴς τε τὰς Σειρῆνας ἔλθῃ καὶ τῇ Σκύλλῃ περικίχῃ καὶ εἰς τὴν Χάρυβδιν ἐμπέσῃ καὶ τὰς Ἡλίου βόας εὑρήσῃ ἐπὶ ἐσχάτῳ κακῷ, καὶ οὕτω πρῶτον ἐκθέμενος διὰ τῆς Κίρκης τὰ τέσσαρα ταῦτα δεινὰ εἶτα ἐπεξαγάγῃ ἐν τοῖς ἑξῆς τὸν Ὀδυσσέα ἑκάστῳ αὐτῶν.

(Vers. 39.) καὶ τέως πρῶτα περὶ Σειρήνων ἡ Κίρκη φησὶν οὕτω· Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἳ ῥά τε πάντας ἀνθρώπους θέλγουσιν, ὅτε σφέας εἰσαφίκηται, ὅς τις ἀϊδρείῃ πελάσει καὶ φθόγγον ἀκούσει Σειρήνων,

(Vers. 42.) τῷ δ' οὔτι γυνὴ καὶ νήπια τέκνα οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται. ὃ δὴ περίφρασίς ἐστι τοῦ, οὐκ ἐπάνεισιν οἴκαδε. ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ, ἥμεναι ἐν λειμῶνι, πολὺς δ' ἀμφ' ὀστέοφιν θὶς ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσιν. ἀλλὰ παρὲξ ἐλάαν. ἐπὶ δ' οὔατ' ἀλεῖψαι ἑταίρων, κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ τῶν ἄλλων. αὐτὰρ αὐτὸς ἀκουέμεν αἴ κ' ἐθέλῃσθα, δησάντων σ' ἐν νηῒ θοῇ χεῖράς τε πόδας τε ὀρθὸν ἐν ἱστοπέδῃ. ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω, ὄφρα κε τερπόμενος ὄπ' ἀκούῃς Σειρήνοιϊν. αἴ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς, οἱ δέ σ' ἐνὶ πλεόνεσσι τότ' ἐν δεσμοῖσι δεόντων.

(Vers. 155.) καὶ οὕτω μὲν ἡ Κίρκη. Ἐπεὶ δὲ χρὴ καὶ αὐτὸ συνεχῶς ἐνταῦθα τὸ πρᾶγμα γραφῆναι τὸ κατὰ τὸν Ὀδυσσέα ὅτε τὰς Σειρῆνας εὗρεν, ἵνα τῇ παραθέσει ἑνὸς τούτου γενομένου ὕφους ἡ κατὰ τὰς Σειρῆνας ἀλληγορία ἐντελῶς δι' ὅλου ὡς ἐκ διεῤῥωγότων συῤῥαφείη, ἔχει καὶ ἡ ἐν ἐκείνοις Ὁμηρικὴ φράσις οὕτως, Ὀδυσσέως ἀφηγουμένου τοῖς ἑταίροις ἃ εἶπεν αὐτῷ ἡ Κίρκη, εἶτα ἐπισυνείροντος καὶ τὰ ἐφεξῆς.

(Vers. 158.) Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων φθόγγον ἀλεύσασθαι, καὶ λειμῶν' ἀνθεμόεντα, οἶον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν ἀλλά με δεσμῷ δήσατ' ἐν ἀργαλέῳ ὄφρ' ἔμπεδον αὐτόθι μίμνω, ὀρθὸν ἐν ἱστοπέδῃ· ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω. Αἴ δέ κε λίσσομαι ὑμέας λῦσαί τε κελεύω,

(Vers. 164.) ὑμεῖς δὲ πλεόνεσσι τότε δεσμοῖσι πιέζειν. ταῦτα δέ μου λέγοντος, καρπαλίμως ἐξίκετο νηῦς εὐεργὴς νῆσον Σειρήνοιϊν· ἔπειγε γὰρ οὖρος ἀπήμων. αὐτίκ' ἔπειτ' [3] ἄνεμος μὲν ἐπαύσατο, ἠδὲ γαλήνη ἔπλετο νηνεμίη. κοίμησε δὲ κύματα δαίμων. ἀνστάντες δ' ἕταροι νεὼς ἱστία μηρύσαντο. καὶ τὰ μὲν ἐν νηῒ γλαφυρῇ θέσαν. οἱ δ' ἐπ' ἐρετμὰ ἑζόμενοι λεύκαινον

(Vers. 172.) ὕδωρ ξεστῇς ἐλάτῃσι, δεύτερον τοῦτον, ὅ φασι, στελλόμενοι πλοῦν. πρῶτος γὰρ, ὁ διὰ οὔρου ἀπήμονος. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέϊ χαλκῷ τυτθὰ διατμήξας, χερσὶ στιβαρῇσι πιέζευν.

(Vers. 175.) αἶψα δ' ἰαίνετο κηρὸς, τουτέστιν ἐθερμαίνετο, καθὰ κεῖται πολλαχοῦ. ἐπεί φησι κέλετο μεγάλη ἴς, ἡ τῶν ἐμῶν δηλαδὴ στιβαρῶν χειρῶν, ἡ κατὰ τὸ πιέζειν. Ἠελίου τ' αὐγὴ Ὑπεριονίδαο ἄνακτος. ἑξείης δ' ἑτάροισιν ἐπ' οὔατα πᾶσιν ἄλειψα. οἱ δ' ἐν νηΐ μ' ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνῆπτον. αὐτοὶ δ' ἑζόμενοι πολιὴν ἅλα

(Vers. 180.) τύπτον ἐρετμοῖς, τουτέστιν ἐκωπηλάτουν. ὡς ἐκ τοῦ παρακολουθοῦντος δὲ τοῦτο φησὶ, καθὰ καὶ τὸ, ἐλεύκαινον ὕδωρ ἐλάταις. καὶ γὰρ καὶ τύπτεται καὶ λευκαίνεται ἡ θάλασσα κώπαις ὑπὸ τῶν ἐρεσσόντων, ὡς δῆλον μάλιστα ἐν νυκτί. ἀλλ' ὅτε, φησὶ, τόσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας, ῥίμφα διώκοντες, τὰς δ' οὐ λάθεν ὠκύαλος νηῦς ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ' ἔντυνον ἀοιδήν· δεῦρ' ἄγ' ἰὼν πολύαιν' Ὀδυσσεῦ μέγα κῦδος Ἀχαιῶν

(Vers. 185.) νῆα κατάστησον, ἤγουν στῆσον ἵνα νωϊτέρην ὄπ' ἀκούσῃς. οὐ γάρ πώ τις τῇδε παρήλασσε νηῒ μελαίνῃ, πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ' ἀκούσει. ἀλλ' ὅγε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. Ἴδμεν γάρ τοι πάνθ' ὅσσ' ἐν Τροίῃ εὐρείῃ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πολυβοτείρῃ. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον.

(Vers. 193.) αὐτὰρ ἐμὸν κῆρ ἤθελ' ἀκουέμεναι. εἰκὸς γὰρ καὶ ἐμπλατύνεσθαι αὐτὰς ἐπὶ πλέον τῇ τοιαύτῃ ᾠδῇ. λῦσαι δ' ἐκέλευον ἑταίρους,

(Vers. 194.) ὀφρύσι νευστάζων, οὐδὲ γὰρ ἦν ἄλλως ἀκούεσθαι διὰ τὸ ἄλειμμα τοῦ κηροῦ. οἱ δὲ ὡς παρηγγέλθησαν, προπεσόντες ἔρεσσον. αὐτίκα δ' ἀναστάντες Περιμήδης Εὐρύλοχός τε οἱ καὶ ἐν Ἅιδου ὑπουργοῦντες τῷ Ὀδυσσεῖ καὶ τὰ ἱερεῖα σχόντες, πλείοσί με ἐν δεσμοῖσι δέον, μᾶλλόν τε πιέζευν. αὐτὰρ ἐπειδὴ τάς γε παρήλασαν, οὐδ' ἔτ' ἔπειτα φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τ' ἀοιδῆς, αἶψ' ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, ὅν σφιν πᾶσιν ἄλειψα,

(Vers. 200.) ἐμέ τ' ἐκ δεσμῶν ἀνέλυσαν, ἐγκρατέστεροι δηλαδὴ αὐτοὶ φανέντες Ὀδυσσέως. ὁ μὲν γὰρ ἥττητο τῆς ἡδονῆς, ὃ δὴ μαρτύριόν ἐστιν ὅσον ἰσχύει ἡδονὴ, οἱ δὲ, πρὸς ἰσχύος ἔχοντες ἀπαγαγεῖν τὸν κηρὸν καὶ ἀκοῦσαι τῶν Σειρήνων, οὐκ ἐποίησαν οὕτως. αἴτιον δὲ ἡ κατ' ἀλληγορίαν διδασκαλία, καθ' ἣν ὁ φιλόσοφος μὲν Ὀδυσσεὺς τὰς τῶν φίλων ἀκοὰς κηρῷ ἀλείψας, τουτέστιν ἀλείπτης ἐκείνων διὰ σπουδαίας ἀκροάσεως εἰς φιλοσοφίαν γενόμενος, αὐτὸς μὲν ἐπιστημόνως ἤκουσεν, ὡς ἂν πειραθείη. τῶν δ' ἄλλων οὐκ ἀφῆκε τινὰ εἰς ἀκοὴν ἐλθεῖν τῶν Σειρήνων, ἃς ἡ ἀλληγορία εἰς τὸ ἐν μέλεσιν ἡδονὰς μεταλαμβάνειν οἶδεν. ᾔδει γὰρ οἷα φιλόσοφος, ὅτι ἀκούσαντες παραμενοῦσι, καὶ τὸν θῖνα τῶν ὀστέων προσεπαυξήσουσι κατακληθέντες τῇ ἡδονῇ. ἅ περ ὀστᾶ ὁ μὲν γραμματικὸς Ἀριστοφάνης νοεῖ ἐπεστοιβάσθαι σωρηδὸν, ὡς τῶν ἀκροᾶσθαι παρατυχόντων, τηκομένων τῇ ἐκ τῆς ἀοιδῆς ἡδονῇ, καὶ οὕτω θνησκόντων. ὁ δὲ Ἀρίσταρχος, ὡς ἐκλειπόντων διὰ τὴν τῶν ἀναγκαίων σπάνιν ἣν πάσχουσι προστετηκότες ἐπὶ μακρὸν τῇ ᾠδῇ. τέως γε μὴν οὐδ' αὐτὸς ἄνετος ἀκούει τῶν Σειρήνων, ἀλλ' ὀρθὸς χεῖράς τε πόδας τε δεδεμένος ἐν ἱστοπέδῃ· ὀρθὸς μὲν, διότι οὐ κατακαμφθεὶς ὑπέκυψε πρὸς τὰ θέλγητρα, ἔμπεδον δὲ ἦν αὐτόθι μίμνων· δεδεμένος δὲ, ὅτι μὴ ἀνέτως ἔχων ἑαυτὸν ἐκείνοις ἐκδέδωκεν, ἀλλὰ δεσμῷ φιλοσοφίας εἴχετο. παρ' αὐτῷ μέντοι ἦν ἀκοῦσαί τε καὶ μή. ἑκούσιον γὰρ ἡ ἀρετὴ καὶ αἱρετὸν κατὰ θέλησιν. διὸ καὶ ἡ Κίρκη ἔφη· αὐτὸς δὲ ἀκούειν αἴ κ' ἐθέλῃσθα. ὅθεν καὶ αὐτοῦ πείρατα, τοῦ δεσμοῦ δηλαδὴ, ἀνῆπτο, ὡς τοῦ φιλοσόφου ἔχοντος ἑαυτοῦ ἐξημμένον τὸν τοιοῦτον δεσμὸν καὶ μὴ ἄλλοθεν. οὗ δὴ δεσμοῦ καὶ τῆς ὡς ἐῤῥέθη κατ' ὀρθὸν στάσεως σύμβολον ἐπιτμητικὸν ἡ ἱστοπέδη φαίνεται, στάσιν καὶ πέδην ἀλληγορικῶς ἐμφαίνουσα.

(Vers. 173.) ὁ δὲ κηρὸς, ᾧ τὰς τῶν ἑταίρων ἀκοὰς ὁ σοφὸς Ὀδυσσεὺς ἤλειψε, πρός τε τὸν μῦθον πάνυ δεξιῶς εἴληπται, ἄλλη γὰρ οὐδεμία ὕλη ἀσφαλῶς ἅμα καὶ ἀλύπως ἀποφραγνῦναι ἀκοὰς ἔχει, καὶ ὡς πρὸς ἀλληγορίαν δὲ φιλόσοφόν τινα διδασκαλίας λόγον ὑπαινίττεται. φιλοπόνου γὰρ μελίσσης ἐκλογὴ ὁ μελιηδὴς κηρὸς, καὶ θήκη γλυκέος χυμοῦ. φιλοπονία δὲ πάντως καὶ τὸ γλυκὺ τῆς φιλοσοφίας ἐρανίζεται. ὁ δὲ τοιοῦτος μελιηδὴς κηρὸς καὶ ὁ κατ' αὐτὸν λόγος προεντεθεὶς ἀκοαῖς τισὶ καὶ οἷον ἐγκατοικοδομηθεὶς αὐταῖς οὐκ ἀφίησι παρεισδύναι Σειρήνεια μέλη, ἐφ' οἷς οὐ χρὴ, ἀλλ' ἔξω που θυραυλεῖν ἀφεὶς αὐτὰ ὡς δέον ἐξέκρουσεν. ἐπεὶ [4] δὲ καὶ μέγας ὀρθοῖτ' ἄν ποτε ὑπὸ σμικροτέρων κατὰ τὴν τραγῳδίαν, εἰκὸς καὶ τὸν φιλόσοφον εἴ ποτε τῶν Σειρήνων μὴ χρεὼν ὂν ἀκούειν, ὁ δὲ πειρᾶται τοῦτο κωλύεσθαι ὑπὸ τῶν φίλων παρηγγελμένων κανόνι φιλίας, μὴ καὶ προσεπισπάσαιντο βλάβος τι καὶ αὐτοὶ, προσεσχηκότος τοῦ φιλοσόφου ἑταίρου τῇ λιγυρᾷ τῶν Σειρήνων ἀοιδῇ. θαυμάζουσι δέ τινες εἴ περ ὁ τοῦ λωτοῦ μὴ θελήσας πειράσασθαι Ὀδυσσεὺς τοῦ τῶν Σειρήνων μέλους ἀποσχέσθαι οὐκ ἐκαρτέρησε. θαυμαστὸν δέ γε οὐδέν. γεῦσις μὲν γὰρ περίεργος οὐκ ἂν ῥᾷον ἡττήσῃ ἄνδρα φιλόσοφον, ᾠδὴ δὲ σπουδαία πρὸς τέχνην καὶ ἐμμελὴς καὶ κατὰ τὸν ποιητὴν κάλλιμος καὶ λιγυρὰ καὶ φωνὴ μελίγηρυς ὑπαγάγηται ἂν, οὐχ' ὥστε μέντοι καὶ κατασχεῖν αὐτὸν διὰ τέλους ἡ καὶ ἄλλως μὴ πάντας ἁπλῶς θέλγουσα τοὺς τυχόντας, ἀλλ' ὃς ἂν εἰς αὐτὴν ἀφικόμενος ἀϊδρείῃ πελάσῃ καὶ οὕτω φθόγγον ἀκούσῃ. ὡς τόν γε ἴδριν οὐκ ἂν μάλα θέλξοι. ὁποῖος καὶ Ὀδυσσεὺς, ὥσπερ οὐδὲ τοὺς αὐτοῦ ἑταίρους ἀφικομένους μὲν, μὴ ἀκούσαντας δέ. ποία δέ τις ἡ τοιαύτη τῶν Σειρήνων ἐπιστημονικὴ ᾠδὴ ἡ τὸν φιλόσοφον ἔχουσα θέλγειν, ἐγκώμια φέρε εἰπεῖν τὰ εἰς ἡμᾶς αὐτούς. οἷς μάλιστα χαίρομεν, ἱστορίαι, παλαιοὶ λόγοι, συγγραφαὶ, συνθῆκαι μύθων τῶν τε ἄλλων καὶ ὅσοι φιλοσόφως ἀνάγονται, τοῖς τοιούτοις, δώσει τὰς ἀκοὰς ἐν καιρῷ καὶ φιλόσοφος. καὶ τὰ μὲν ἡσθεὶς ἐμφρόνως, τὰ δὲ καὶ τὸ χρήσιμον ἐρανισάμενος, ἐγκαταμίξει τὸ ἐκεῖθεν καλὸν καὶ οἰκείοις συγγράμμασι καὶ γενήσεται θεσπεσία Σειρὴν οἷά τις καὶ αὐτός. ἦ γὰρ οἱ μεγάλοι σοφοὶ οὐκ ἀπὸ τοιούτων ὁρμώμενοι πολιτείας τε συγγεγράφασι, καὶ οἰκονομικοὺς λόγους ἐξέθεντο, καὶ ἠθικὰ ἐκδεδώκασιν. ἤδη δὲ καὶ τοὺς φυσικοὺς αὐτῶν λόγους τοιοῖσδε πολλοῖς ἡδύσμασι παραρτύουσιν; ὡς δὲ τοιαῦταί τινες αἱ Σειρῆνες, δηλοῖ καὶ ἡ ἀοιδὴ ἣν λιγυρὰν ἐντύνουσιν, ὡς καὶ πρὸ ὀλίγων γέγραπται, ἡ τὸν Ὀδυσσέα θέλξασα.

(Vers. 184.) τὸ, δεῦρ' ἄγε πολύαιν' Ὀδυσσεῦ μέγα κῦδος Ἀχαιῶν, τοῦτο ἐγκώμιον εἰς αὐτὸν Ὀδυσσέα φύσει γλυκύ. χαίρομεν γὰρ, ὡς ταπολλὰ, ἐπαινούμενοι ἄνθρωποι, καθὰ καὶ οἱ παλαιοὶ τεχνικοὶ παρετήρησαν. εἶτα μετ' ὀλίγα ἐπάγει τὰ ἐξ ὧν καὶ τερπόμεθα καὶ πλείονα οἴδαμεν.

(Vers. 189.) ἴσμεν γάρ φησι πάντα ὅσα ἐν Τροίᾳ Ἀργεῖοί τε Τρῶές τε μόγησαν. ταῦτα ὁ ἐξ ἱστοριῶν γάργαλος τῆς ἀκοῆς καὶ ὁ ἐκ μυθικῶν καὶ λοιπῆς ποιητικῆς διοικήσεως.

(Vers. 191.) ἴσμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πολυβοτείρῃ. ταῦτα ἡ περὶ φύσεως θεωρία, καὶ ἱστορία ζώων τε καὶ φυτῶν καὶ ὅσα τοιαῦτα, ἴσως δὲ καὶ αἱ τοῦ μέλλοντος σκέψεις αἱ κατὰ λόγον· οὐ γὰρ εἶπεν ὅσσα γίνεται, ἀλλ' ὅσσα γένηται ἤγουν ἔσται. Ὅρα δ' ἐν τούτοις τοῖς Ὁμηρικοῖς ὀκτὼ στίχοις, ὡς ἐτόλμησεν ὁ γλυκὺς καὶ μελίγηρυς ἀοιδὸς Ὅμηρος ὑποκρίνεσθαι τὰς Σειρῆνας ὡς ἐν ἠθοποιΐᾳ, οἷα εἰδὼς τὴν ποίησιν καὶ μάλιστα τὴν αὐτοῦ Σειρήνων οὖσαν ἀοιδήν. ἔοικε γὰρ ἐν οἷς εἶπε τὰ καθ' ἑαυτὸν ὑπαινίττεσθαι ὁ ποιητὴς, καὶ ὅλως εἰπεῖν, τὰ τῆς ποιήσεως. ἧς ὁ ἀκούσας τερψάμενός τε ἄπεισι καὶ πλείονα εἰδὼς, ὡς εἰ καὶ Σειρήνων ἤκουσε.

(Vers. 192.) διὸ καὶ ἐπήγαγεν οἷς ἠθοποίησε τὸ, οὕτως αἱ Σειρῆνες εἶπον ὡς ἐγὼ νῦν ἀείδω, ἀφιεῖσαι ὄπα κάλλιμον, οὐχ' ἁπλῶς οὕτω τὴν ἐκείνων ὄπα ἐπαινῶν, ἀλλ' ὅτι καὶ κάλλιμος ἦν.

(Vers. 193.) ἧς Ὀδυσσεὺς μὲν ἤθελεν ἀκούειν τῷ προοιμίῳ καὶ τῷ σκοπῷ τοῦ μέλους δελεασθεὶς, ἵνα καὶ εἰσέτι πλείονα εἰδὼς καὶ τερψάμενος ἀπέλθοι. τῶν δὲ ἑταίρων οἱ μὲν προπεσόντες ἤρεσσον, ὡς ἂν πόῤῥω γένοιντο, οἱ δὲ τῇ τοῦ φίλου Ὀδυσσέως ἐπιθυμίᾳ συνεπαύξοντες τὴν εἰς αὐτὸν βίαν ἐπίεζον, ὡς ἐῤῥέθη, δεσμοῖς πλείοσι, καθὰ ἐκέλευσεν ἐκεῖνος θηρώμενος μετ' ἀσφαλείας τὸ ἡδύ. καὶ οὕτως ὁ πολιτικὸς φιλόσοφος δελεασθεὶς πρὸς βραχὺ τοιαύταις ᾠδαῖς διὰ τὸ ἐν αὐταῖς θεσπέσιον ποιητικῶς εἰπεῖν, ὅς γε καὶ τερπόμενος ἤκουε, παραπλευσεῖται ὅμως αὐτάς. καὶ τῶν ἄλλως εἰς πολιτείαν χρησίμως γενήσεται, κεράσας τῇ θεωρίᾳ τὸ πρακτικὸν, οὔτε ἀεὶ πρὸς ταῖς Σειρῇσιν ἐθέλων εἶναι, οὔτε μηδέ ποτε συγγινόμενος, ἀλλὰ ποιῶν ἄμφω, καὶ πῇ μὲν ἐν χρῷ αὐταῖς γινόμενος, πῇ δὲ ἀφιστάμενος.

(Vers. 47.) τοῦτο γὰρ δηλοῖ τὸ, παρὲξ ἐλάαν, ὡς ἡ τοῦ παρὲξ ἐπιῤῥήματος πολλαχοῦ φαινομένη σημασία δείκνυσιν. ἐοίκασιν οὖν αἱ Ὁμηρικαὶ Σειρῆνες θεωρητικώτεραι εἶναι, οἷα περί τε ἱστορίαν οὖσαι καὶ περὶ φυσιολογίαν, ὡς ἐῤῥέθη, καὶ ὅλως εἰπεῖν, μάθησιν. διὸ καὶ Ὀδυσσεὺς ἔχων λέγειν καὶ αὐτὸς, ὡς καὶ γηράσκων μανθάνω, γλίχεται ἀκούσειν. καὶ τοῦ σκοποῦ τῆς ᾠδῆς ἀκροασάμενος γενέσθαι ἱμείρεται ταύτης. ἀλλ' οὐ παραμένει, οὐδ' ἐγκάθηται μόνῃ τῇ θεωρίᾳ, ἀλλὰ καὶ εἰς πρᾶξιν σπεύδει, ὡς ἂν τέλειος εἴη φιλόσοφος, ἔκ τε θεωρίας συγκεκροτημένος ἔκ τε πράξεως, κιρνάμενος οὕτως ἐπ' ἀγαθῷ τῶν ἑαυτοῦ ἑταίρων καὶ φυλετῶν, εἴ γε πείθοιντο. καὶ οὕτω μέν ἐστι τὰ τῶν Σειρήνων συμβιβάσαι ἀλληγορικῶς.

[5] ἐν οἷς ἐφάνη Ὀδυσσεὺς εἰς τοσοῦτον καὶ μόνον ἀπονάμενος τῶν Σειρήνων, εἰς ὅσον μαθεῖν τὸν σκοπὸν τῆς αὐτῶν ᾠδῆς καὶ μαρτυρεῖν τῇ τοῦ μέλους γλυκύτητι. Ἕτεροι δὲ ψαλτρίας τινὰς καὶ ἑταιρίδας ἱστορικώτερον τὰς Σειρῆνας ὑπέθεντο, αἳ τοὺς παροδεύοντας τῶν ἐφοδίων στερίσκουσαι θνήσκειν μὲν οὐκ ἐποίουν· τοῦτο γὰρ τῆς τοῦ μύθου ὑπερβολῆς· ἐνδεεῖς δὲ εἶναι καὶ οὕτω κακῶς πάσχειν ἠνάγκαζον. Ἄλλοι δὲ τόπους ἔφασαν εἶναι συνεχὲς ἀνιόντας πνεῦμα γῆθεν ἀναφυσώμενον, ᾧ προστεθέντες ὑπὸ τῶν ἐγχωρίων αὐλοί τινες μέλος ἀπετέλουν τοὺς παροδεύοντας ἐπαγόμενον, καὶ θαῦμα ἐμποιοῦν, καὶ παραμένειν ποιοῦν, οὐ μὴν ὥστε καὶ θάνατον πάσχειν, τῶν ἀναγκαίων ἐπιλειπόντων. τοῦτο γὰρ μυθικῶς ὑπερβέβληται. καὶ τεθέαται τοῦτο πολλαχοῦ τὸ τῆς ᾠδῆς αὐτοφυές. καὶ οὐ μόνον ἐπὶ συστόμων τόπων, ἀλλὰ καὶ ἐπὶ ᾐόνων, αἷς κύματα προσπλαζόμενα καὶ ὄχθοις ἠρέμα κοίλοις ὧδε καὶ ἐκεῖ προσαρασσόμενα κέλαδον ἀφιᾶσιν οὐ δύσηχον, ἀλλά τι γλυκύτητος ἔχοντα. τῶν δὲ μύθων ὁ μέν τις Ἀχελῴου ἢ Στερόπης τῆς Ἀμυθάονος ἢ Τερψιχόρης Μούσης αὐτὰς λέγει, ἕτερος δὲ φυῆναι φησὶν αὐτὰς αἵματος ῥυέντος ἐκ τοῦ κατὰ τὸν Ἀχελῷον κέρως ὅτε αὐτὸν καταπάλαισεν Ἡρακλῆς. ἄλλος δὲ καὶ ταῖς Μούσαις ἐρίσαι περὶ ᾠδῆς πλάττει αὐτὰς, ἔριν ἐκείνην, ἀφ' ἧς πτερόεντες λόγοι ἀλλαχοῦ δηλοῦνται διὰ τὰ πτερὰ τῶν Σειρήνων, ἅ περ κατὰ τὸ συνδόξαν αἱ Μοῦσαι ἀπ' αὐτῶν ἐστέψαντο. λέγονται δὲ καὶ παρθενίαν ἑλέσθαι. διὸ καὶ ἀπεστύγησέ, φησιν, Ἀφροδίτη καὶ ὠρνίθωσεν αὐτάς. αἱ δὲ ἀπέπτησαν εἰς Τυῤῥηνίαν καὶ ᾤκησαν νῆσον ἀνθεμοῦσαν.

(Vers. 167.) Δύο δὲ αὐτὰς ἐμφαίνει ὁ ποιητὴς ἐν οἷς λέγει· ὄπα ἀκούσῃς Σειρήνοιϊν, καὶ νῆσον Σειρήνοιϊν, δυϊκὸν γὰρ τὸ Σειρήνοϊν, ὡς τὸ ποδοῖϊν καὶ ὤμοιϊν. καὶ συνέδραμόν τινες τῷ Ὁμήρῳ, οἳ καὶ ὀνόματά φασιν εἶναι αὐταῖς. Ἀγλαοφήμην καὶ Θελξιέπειαν. οἱ δὲ νεώτεροι, ἐν οἷς καὶ Λυκόφρων, τρεῖς αὐτὰς ἀριθμοῦσι, Παρθενόπην, Λίγειαν, καὶ Λευκωσίαν. ὧν μιᾶς τῆς Παρθενόπης καὶ μνῆμα παρὰ Νεαπολίταις. οὗτοι δὲ καὶ πτερωτὰς αὐτὰς πλάττουσιν, οὐ μὴν οὕτω καὶ ὁ ποιητής. ἦ γὰρ ἂν ἐδίωξαν τὸν Ὀδυσσέα παρελάσαντα προσπετόμεναι, εἴ γε πτεροῖς διῳκοῦντο. ὅτι δὲ καὶ μὴ ἀλύπως φέρουσαι, εἰ Ὀδυσσεὺς μόνος παρέπλευσεν αὐτὰς, καθῆκαν ἑαυτὰς εἰς τὴν θάλασσαν καὶ ἐξεβράσθησαν εἰς ἐπωνύμους αὐτῶν τόπους, θρυλοῦσιν οἱ παλαιοί. ὁ δὲ γεωγράφος ἱστορεῖ καὶ ὅτι περί που τὴν τῶν Καμπανῶν πρόκειται πρὸς τῷ Ποσειδωνιάτῃ κόλπῳ τὸ Ἀθήναιον ἀκρωτήριον, ἐν ᾧ Ἀθηνᾶς ἱερὸν, Ὀδυσσέως ἵδρυμα. κάμψαντι δὲ τὴν ἄκραν κεῖνται νησίδια ἔρημα τρία πετρώδη, ἃ ἐκαλοῦντο Σειρῆνες. λέγει δέ τι περὶ Σειρήνων καὶ κηροῦ καὶ Πλούταρχος ἐν τοῖς κατ' αὐτὸν συμποσιακοῖς. παρὰ Ἀριστοτέλει δὲ ζωΰφιόν τι ἔντομόν ἐστιν ὁ σειρὴν, ἀρσενικῶς οὕτω καλούμενος. ὅτι δὲ καὶ σημειώδη τινὰ φωνὴν ὁ τοιοῦτος ἔχει σειρὴν, σοφός τις ἱερὸς δηλοῖ. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ ταῦτα· Σειρῆνες, τὰ ἄστρα. σείρια γὰρ καλοῦνται παρὰ τὸ σειριᾶν, ὅ ἐστιν ἀστράπτειν. ὅθεν φησὶν ἴσως καὶ τείρεα. ὅτι δὲ σειριᾶν τὸ λάμπειν, δηλοῖ καὶ ὁ Σείριος, ἐκ τοῦ τοιούτου ῥήματος γεγονώς. ἕτερος δέ τις γράφει ὅτι σειράζει, ἀντὶ τοῦ, στρέφει, καὶ ἀστράπτει, τινάσσει. καὶ σειριᾷ, φλεγμαίνει, καροῦται. Ἰστέον δὲ ὅτι Πίνδαρος κηληδόνας λέγει, ποιούσας τοὺς ἀκροωμένους ἐπιλαθέσθαι τῶν τροφῶν ὑφ' ἡδονῆς καὶ οὕτως ἀφαυαίνεσθαι. οὐ πάνυ δὲ δῆλον εἴτε κηληδόνας ἐκεῖνος ἐπιθετικῶς τὰς Σειρῆνας λέγει διὰ τὸν κατ' αὐτὰς, Ὅμηρος ἂν εἴποι, κηληθμὸν, εἴτε καὶ ἄλλα τινὰ ᾠδικὰ δαιμόνια. Ἀθήναιος δὲ παραφέρει μάγειρόν τινα ἐκ τοῦ κατὰ τὰς Σειρῆνας μύθου ἀστεϊζόμενον οὕτως· ἣν τοὐπτανεῖον ἁρμόσωμαι ἅπαξ, ὅ περ ἐπὶ τῶν ἔμπροσθεν Σειρήνων ἐγένετο καὶ νῦν ταυτὸ τοῦτ' ὄψει πάλιν. ὑπὸ τῆς ὀσμῆς γὰρ οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονὶ, ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν ἑστήξεται ἀχανὴς προσπεπαταλευμένος ἄφωνος, ἄχρις ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖνα ἕτερός τις προδραμὼν ἀποσπάσῃ.

(Vers. 184.) Σημείωσαι δ' ἐν τοῖς εἰρημένοις καὶ ὡς Ὀδυσσεὺς ὁ ἐν Ἰλιάδι ὀκνῶν τὸ μάλα αἰνεῖσθαι οὐκ ἀηδῶς ἐνταῦθα ἤκουσε τὸ εἶναι πολύαινος, ὅς γε καὶ ἄλλως αὐχεῖ τὸ μέλειν πᾶσιν ἀνθρώποισιν, ἤγουν διὰ φροντίδος ὑπάρχειν, ὃ μεῖζον ἐστὶ τοῦ πολύαινον καὶ αὐτὸν εἶναι. καὶ ὡς οἱ ἐν τούτοις

(Vers. 47.) ἑταῖροι τοῦ Ὀδυσσέως καὶ φίλοι ἂν εἶεν, εἰ καὶ ἄλλως οὐ πάντως ὁ ἑταῖρος φίλος ἐστὶ κατὰ κυριολεξίαν. ἄνεμος γὰρ πλησίστιος ἐσθλὸς ἑταῖρος οὐ κατὰ τὴν κυρίως φιλίαν ἑταῖρος εἴρηται, ἀλλ' ὡς συνεργὸς, καὶ ἄλλως δὲ εἰπεῖν, φιλητός. φίλος μέντοι ἅπας καὶ ἑταῖρός ἐστι. καὶ ταῦτα μὲν μέχρι τοσοῦδε. τὰ δὲ πρὸς μέρος τοῦ ῥηθέντος χωρίου τοιαῦτα.

(Vers. 40.) Θέλγειν μὲν κἀνταῦθα τὸ καθ' ἡδονὴν ἀοιδῆς ἐξιστᾶν, [6] ὥς περ ἐν ἄλλοις τὸ κατ' ἔκπληξιν ἢ φόβον ἢ ἔρωτα ἤ τι τοιοῦτον. Τὸ δὲ πάντας θέλγειν, ὃς εἰσαφίκηται καὶ ὃς ἀϊδρείῃ πελάσει, σχῆμα σύνηθες τῷ ποιητῇ, καταβαίνοντι πολλαχοῦ ἐκ τοῦ καθόλου εἰς τὸ μερικὸν, ὡς καὶ ἐν τῷ, τίννυται ἀνθρώπους ὃς ἐπίορκον ὁμόσει. δῆλον δὲ ὅτι ταυτὸν τὸ ὅ τις καὶ ὅς τις, καθὰ καὶ τὸ ὃ καὶ ὅς.

(Vers. 41.) Τὸ δὲ φθόγγον ἀκούσει Σειρήνων καὶ τὸ ὄπα Σειρήνοιϊν δηλοῖ μὲν καὶ ἐνθάδε τὴν κοίνωσιν καὶ συγγένειαν τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν. συντελεῖ δὲ τὸ μὲν Σειρήνοιϊν τοῖς ὡς εἴρηται δυάζουσι τὰς Σειρῆνας, τὸ δὲ Σειρήνων τοῖς πληθύνουσι.

(Vers. 43.) Τὸ δὲ οὐδὲ γάνυνται δηλοῖ τῷ δακτυλικῷ ποδισμῷ χρῆναι μὴ διπλασιάζεσθαι τὸ ν ἐν τῷ γάνυσθαι, ὥς περ οὐδὲ ἐν τῷ γάνος, γανόωντες, καὶ γανύσκονται.

(Vers. 45.) Ἐν λειμῶνι δὲ ἀνθεμόεντι ἡ τῶν θεσπεσίων Σειρήνων ἀοιδὴ πρὸς αἴνιγμα τοῦ κατ' αὐτὴν ἀνθηροῦ. Ὁ δὲ τῶν ὀστέων θὶς πολὺν δηλοῖ νεκριμαῖον πληθυσμόν. παραπλέεσθαι δὲ τὴν νῆσον τῶν Σειρήνων δηλοῖ ὁ θὶς τῶν ὀστῶν. οὐ γὰρ ἂν ἄλλως οὕτω πολλοὶ πίπτοντες θῖνα ὀστῶν ἐξήγειραν. εἴθε δὲ ἦν καὶ πρὸ τοῦ σπηλαίου τοῦ βορωτάτου Πολυφήμου θίς τις ὀστέων, ὡς ἂν ὑποπτεύσας κακόν τι Ὀδυσσεὺς ἀπῆλθεν ἐκεῖθεν ἄλυπος. ὥς περ δὲ θὶς ὀστέων, οὕτω καὶ ἄμμου καὶ ἑτέρων τινῶν.

(Vers. 48.) Δεψῆσαι δὲ κηρὸν τὸ μαλάξαι, ἀπὸ τοῦ δέφω δέψω, ἐξ οὗ καὶ βυρσοδέψης, καὶ βοέη, τουτέστι βύρσα ἀδέψητος. ἡ δὲ τοῦ δέφεσθαι χρῆσις καὶ παρὰ τῷ κωμικῷ. ἐξ αὐτοῦ δὲ καὶ σκύλαος δέψης κατὰ τοὺς παλαιοὺς, καὶ σκυλάδεψος, ὁ δέρματα δέφων, ἄλλα μέντοι παρὰ τὰς βύρσας. ὅτι δὲ σκῦλον τὸ δέρμα καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. ἀφ' οὗ καὶ τὸ σκολύπτειν φασί τινες γίνεσθαι. τὸ δέ ἐστιν ἐπὶ περιτομής. ὅθεν καὶ ἀπεσκολύφθαι αἰδοῖον λέγεται, καὶ ἀπεσκολυμμένος ὁ τοῦτο παθών. δῆλον δὲ ὡς τὸ δέφω δέψω περισπασθὲν Αἰολικῶς ὡς τὸ ἐσῶ καὶ πεσῶ καὶ καθεδῶ, ἐξ ὧν τὸ ἐσοῦμαι καὶ πεσοῦμαι καὶ καθεδοῦμαι, ἐποίησε τὸ δεψῶ δεψήσω. ἐξ οὗ τὸ κηρὸν δεψήσας. ἔνθα ἐνθυμητέον καὶ τὸ μαλακὸς κηρὸς ὁ ἐν τῷ γραμματείῳ κατὰ Αἴλιον Διονύσιον, ὡς τῶν παρὰ τοῖς παλαιοῖς πινακιδίων κηρῷ τοιούτῳ μαλακῷ ἀληλιμμένων, ἐν ᾧ ἔγραφον διά τινος γραφείου σκληροῦ. Γίνεται δὲ ὁ κηρὸς, οἷα εἰκὸς, ὡς καὶ τὸ μέλι. ἀπὸ τοῦ κηραίνειν γάρ. ὃ καὶ παρὰ τῷ Σοφοκλεῖ κεῖται. ὥς περ ἐκεῖνο ἀπὸ τοῦ μέλειν. δι' ὧν ἀμφοτέρων τὸ φροντίζειν δηλοῦται. καὶ ἄλλως δὲ κηρὸς παρὰ τὸ κάω, τουτέστι καίω. ἡ δὲ κατ' αὐτὸν ὀξεῖα τάσις ἔστι μὲν καὶ κανονική. καὶ ἄλλως δὲ ὑποβάλλει διαστολήν τινα κατὰ τὸν εἰπόντα ὅτι κῆρος μὲν βαρυτόνως ποταμὸς Ἀρμενίας, κηρὸς δὲ ὀξυτόνως ὁ συνεγνωσμένος.

(Vers. 48.) Τὸ δὲ κηρὸν μελιηδέα τὸν ποτὲ τοιοῦτον δηλοῖ, ὅτε δηλαδὴ αἱ σήραγγες αὐτοῦ μέλι ἐταμίευον.

(Vers. 162.) Τὸ δὲ δησάντων σε ἐν νηῒ καὶ πλείοσιν ἐν δεσμοῖσι δεόντων Ἀττικῶς ἀντὶ τρίτων πληθυντικῶν εἰσὶ προστακτικῶν, ὡς μυριαχοῦ γίνεται. διὸ ἑρμηνεύων Ὀδυσσεὺς ἐρεῖ· ἀλλά με δεσμῷ δήσατε.

(Vers. 51.) ἱστοπέδη δὲ ἢ ὁ τόπος ᾧ ἐντίθεται ὁ ἱστὸς, ἣ ξύλον ὀρθὸν ᾧ προσδέδεται ὁ ἱστός.

(Vers. 163.) Ἐκ δ' αὐτοῦ πείρατα ἀνῆφθαι λέγει ἀντὶ τοῦ τὰ πέρατα τῶν σχοινίων ἐνδεδέσθαι ἢ τοῦ Ὀδυσσέως ἢ ἐκεῖ περὶ τὴν ἱστοπέδην.

(Vers. 53.) Τὸ δὲ λίσσῃ ἑταίρους μετὰ τοῦ λῦσαι

(Vers. 161.) παρηχητικόν τι ποιεῖ, ὁποῖα καὶ ἄλλα τοιαῦτα προεσημειώθησαν.

(Vers. 54.) Οἱ δὲ τὸν Ὀδυσσέα δεσμοῦντες ἀργαλέοι δεσμοὶ, ὃ δὴ τρόπος ἐτυμολογίας ἐστὶ, ῥηθεῖεν ἂν εἶναι ἡ αἰδὼς καὶ ἡ νέμεσις, ὑφ' ὧν ἐπεχόμενος Ὀδυσσεὶς οὐχ' ἡττήθη τῶν Σειρήνων, αἰδούμενος εἰ νεμεσηθείη τὰ δευτερεῖα τῶν ἑταίρων φερόμενος, καὶ ἄλλους ὑπαλείφων εἰς ἀρετὴν αὐτὸς ἀκρατὴς γένηται ἡδονῆς. καὶ ἰδοὺ ὄφελος τῷ Ὀδυσσεῖ καὶ τοῦτο ἐκ τῶν φίλων συμπορισθέν.

(Vers. 164.) Τὸ δὲ πιέζειν λέγεται καὶ πιεζεῖν, ὡς δηλοῖ τὸ, χερσὶ στιβαρῇσι πιέζευν ἀντὶ τοῦ, ἐπίεζον,

(Vers. 174.) ὃ πρώτης συζυγίας τῶν περισπωμένων ῥῆμα ἐστὶν, ὅμοιον τῷ ἐποίευν καὶ τοῖς τοιούτοις. διφορεῖται οὖν παρὰ τῷ ποιητῇ τὸ πιέζω, οὐ μόνον βαρυτονούμενον, ἀλλὰ καὶ περισπώμενον. καὶ ἔστιν ἡ τοῦ περισπωμένου χρῆσις καὶ παρὰ Πλουτάρχῳ καὶ ἑτέροις.

(Vers. 167.) Τὸ δὲ, ἔπειγε γὰρ οὖρος τροπικῶς ὡς ἐπὶ ἐμψύχου τοῦ οὔρου ἔφρασε. Τὸ δὲ γαλήνη ἔπλετο νηνεμίη κεῖται καὶ ἐν τῇ ε ῥαψῳδίᾳ.

(Vers. 169.) Τὸ δὲ κοίμησε δὲ κύματα δαίμων παρηχεῖ πως καὶ αὐτό. καὶ ἔστι χρῆσις τούτου καὶ παρὰ Ἱμερίῳ τῷ σοφιστῇ. ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ, ὡς ἐντεῦθεν λαβὼν Ἡσίοδος ἐμυθεύσατο ὑπὸ Σειρήνων καὶ τοὺς ἀνέμους θέλγεσθαι.

(Vers. 170.) Ἱστία δὲ μηρύσασθαι τὸ συστεῖλαι δηλοῖ. μηρύεται δέ τις καὶ κρόκην γυρουμένην ἢ περὶ ἄτρακτον ἢ καὶ ἄλλως ὁποσοῦν. λέγονται δὲ μέχρι καὶ νῦν μηρύεσθαι καὶ ἁλιεῖς περὶ αἰγιαλὸν σχοινία, ὅτε συνάγοντες κατὰ κύκλον [7] εἰλοῦσιν αὐτά. καὶ ἀράχνης δὲ οὕτω μηρύεται κατά τινα εἴλησιν τὸν αὐτοῦ ἱστόν. καὶ ἱμονιοστρόφοι δὲ οὕτω μηρύονται, ἅ περ συγκλώθουσιν.

(Vers. 171.) Ἐκ δὲ τοῦ, ἐπ' ἐρετμὰ ἑζόμενοι, λαβὰν ὁ κωμικὸς ἔφη τὸ, κάθιζ' ἐπὶ κώπην.

(Vers. 173.) Τροχὸν δὲ κηροῦ ἀκριβέστατα λέγει. κύκλον γὰρ εἰπεῖν τὸ στερεὸν ἤ τοι τριχῇ διαστατὸν, ἀνάκριβες. ἐπίπεδον γὰρ κυρίως ὁ κύκλος ὁ ἀβαθής. οὕτω δὲ καὶ τυροῦ τροχὸς καθ' ὁμοιότητα τοῦ κατὰ ἅρμα καὶ ἅμαξαν.

(Vers. 176.) Ὑπεριονίδην δὲ Ἥλιον λέγει ἐντελῶς, ὃν ἀλλαχοῦ φησὶ συγκεκομμένως Ὑπερίονα.

(Vers. 178.) Ὁ δὲ ἐν νηῒ θεούσῃ δεσμὸς τῶν τε χειρῶν τῶν τε ποδῶν τοῦ φιλοσόφου Ὀδυσσέως παντελῆ μὲν ἀπραξίαν δηλοῖ αὐτοῦ ὅτε θεωρητικῶς βιοῖ, οὐ μὴν καὶ πάντῃ πάντως ἄκραν ἀκινησίαν. εἰ γὰρ καὶ μὴ ποσὶ κινεῖται βαδιστικῶς, ἀλλ' ἑτέρως θέει καὶ διαβαίνει ἔνθεν ἐκεῖ κατὰ τὸ πρέπον τῇ θεωρίᾳ, μελετῶν ὅσα καὶ οἷα προσωπικῶς τε καὶ τοπικῶς καὶ ὡς εἰπεῖν πολυτρόπως μεταχειρίσεται, ὅτε θεωρεῖν ἀφεὶς τοῦ πράττειν γενήσεται, καί πως τηνικαῦτα κινούμενός τε ἀκινητίζει, καὶ αὖ πάλιν ἀκίνητος ὢν θέει κατὰ νοῦν ἢ καὶ ὡς οἷον πέτεται οὐριοδραμῶν.

(Vers. 182.) Τὸ δὲ ῥίμφα διώκοντες ὑπερβατῶς μὲν συνταχθὲν ὀρθῶς ἔχει, ἵνα λέγῃ ὅτι αὐτοὶ ἑζόμενοι ἅλα ἔτυπτον ἐρετμοῖς, ῥίμφα διώκοντες. εἰ δέ τις αὐτὸ συντάξει ἑτέρως ἢ ἐσολοίκισεν ἢ σολοικοφανῶς συνέταξεν, εἰπεῖν εὐφημότερον, ἵνα λέγῃ Ἀττικῶς, ὅτι ἀπῆν ἡ ναῦς ῥίμφα διώκοντες, τουτέστιν οἱ ἐν τῇ νηῒ ναῦται ἄνδρες, διὰ τὸ μηδὲν εἶναι κατὰ τὸν τραγικὸν μήτε νῆα μήτε πόλιν ἔρημον ἀνδρῶν τῶν ὄντων ἔσω.

(Vers. 186.) κεῖται δὲ τὸ διώκοντες ἀντὶ τοῦ κατὰ σπουδὴν ἐλαύνοντες, ὡς εἴ πέρ τι ἐδίωκον. ἐδίωκον δὲ πάντως τὸ συμφέρον, καθὰ καί τις ἐν μάχῃ φεύγων καὶ αἰτιαθεὶς διώκειν ἔφη τὸ συμφέρον ὀπίσω που τυγχάνον.

(Vers. 197.) Τὸ δὲ παρήλασαν νῦν μὲν ἐπὶ νηός· λέγεται δὲ κατὰ κυριολεξίαν ὁμοίαν καὶ ἐπὶ ἁρματηλατῶν.

(Vers. 188.) Τὸ δὲ τερψάμενος καὶ πλείονα εἰδὼς τὸ τέλος ἐστὶ τῆς ποιήσεως. ἧς ἀρετὴ σοφίζειν μεθ' ἡδονῆς.

(Vers. 189.) Τὸ δὲ ἴδμεν πάντα πιθανολογεῖ τὸ καὶ τὸν Ὀδυσσέα ὑπὸ Σειρήνων γινώσκεσθαι, διὸ καὶ πρὸς ὄνομα καλοῦσιν αὐτόν. ὑπεμφαίνει δὲ καὶ μαντικὴν εἶναι τὴν ποίησιν, εἴ γε καὶ αἱ ἀοιδοὶ Σειρῆνες οἴδασιν οὐ μόνον ὅσα καθ' ἱστορίαν γεγονότα μὴ εἶδον αὐταὶ, ἀλλὰ καὶ τὰ ὄντα, καὶ ὅσα δὲ, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη, γενήσεται.

(Vers. 198.) Ἐν δὲ τῷ, οὐ φθογγῆς ἠκούομεν οὐδὲ ἀοιδῆς, φανερὰ διαφορὰ τῆς τε ἁπλῶς οὕτω φθογγῆς καὶ τῆς μετὰ τοῦ περιᾴδειν ἤτοι μέλπειν, ὁποία τις καὶ ἡ ἔμμετρος καὶ ἡ κατὰ Σειρῆνας. ἔστι γὰρ ἀοιδὴ φθογγὴ ἐμμελής. δῆλον δὲ ὅτι τε καὶ ἐπὶ ἀλόγων ἡ φθογγὴ καθὰ καὶ τὸ φθέγγεσθαι, καὶ ὅτι, ὥσπερ χόλος χολὴ μόνος μονὴ καὶ τὰ ὅμοια, οὕτω καὶ φθόγγος φθογγή. ὡς δὲ καὶ τοῦ κελαδεῖν τοῦ τε ἄλλως καὶ τοῦ κατ' ὄρνιθας διαφέρει τὸ ᾄδειν, δηλοῖ ὁ γράψας οὕτω. καὶ τὰς ἀλεκτορίδας ἀπέκτεινε, τοῦ μὴ κελαδούσας καὶ ᾀδούσας ἐπὶ τοῖς ὠοῖς μηνύσαι τὸν μοιχόν. ἡ δὲ αὐδὴ ἄλλο τι περὶ ταῦτα. δεδήλωται γὰρ ἀνθρωπίνῃ φωνῇ ᾠκειῶσθαι ἡ τοιαύτη λέξις, οὐ φθογγὴ ἁπλῶς οὖσα ἢ ἡ τυχοῦσα φωνὴ, ἀλλὰ σύνδεσμον ἀποσώζουσα ἐναρμονίου φθογγῆς εἴτουν φωνῆς, καιριώτερον δὲ εἰπεῖν λαλιᾶς. διὸ καὶ παρὰ τὸ αὔω τὸ φωνῶ καὶ τὸ δέω τὸ δεσμῶ ἐτυμολογεῖσθαι δοκεῖ, καὶ ἁρμόζειν ἀνθρώποις ὡς μάλιστα, καθὰ καὶ ὁ λόγος. ὅθεν καὶ αὐδήεσσα Κίρκη καὶ εἴ τις ἄλλη τοιαύτη οὐχ' ἁπλῶς ἡ περιβόητος ἢ περιλάλητος, ἀλλὰ ἡ χρωμένη αὐδῇ, τουτέστιν ἀνθρωπίνῃ διαλέκτῳ. εἰ δέ ποτε καὶ ἡ φωνὴ ὁμοίως τῇ αὐδῇ ἐπὶ ἀνθρώπου ἰδιάσει καινότερον, θεραπεύεται τότε φιλοσόφως ἡ τόλμα δι' ἐτυμολογίας. τηνικαῦτα γὰρ οὐ φαμὲν ὁρισμὸν φωνῆς τοιαύτης τὸ ἀέρα πεπληγμένον αὐτὴν εἶναι ἢ ἴδιον αἰσθητὸν ἀκοῆς, ἀλλὰ δηλαδὴ φῶς νοῦ. τοιοῦτος γὰρ ὁ προφορικὸς λόγος, διαφωτίζων τοῖς ἀκροαταῖς τὸν ἐνδιάθετον, ὃς ἐν καρδίᾳ μελετᾶται.

(Vers. 59.) Ὅτι μετὰ τὰς Σειρῆνας τρεῖς ὑποτίθενται τόποι, ὧν ὁ μὲν εἷς πάντῃ πάντως ἄπλωτος οἷα ἐπικίνδυνος, ὁ περὶ τὰς ῥηθησομένας Πλαγκτάς.

(Vers. 73.) ἐν θατέρῳ δὲ πλευρῷ δύο σκόπελοι, ὧν ὁ μὲν εἷς ὑψηλότερος περὶ ὃν ἡ Σκύλλα, κακὸν ἐκείνη ἄφυκτον μὲν, οὐχ' οἷον δὲ αἱ Πλαγκταί. ὁ δὲ ἕτερος πῇ μὲν μέγα κακὸν, εἴ περ τύχῃ, καὶ πανώλεθρον, πῇ δὲ οὐδόλως κακὸν, εἴ περ ἄλλως τύχῃ, ὡς ῥηθήσεται, περὶ ὃ ἡ Χάρυβδις. ἔνθα ναῦς ἐμπεσοῦσα, ἀναῤῥοιβδούσης μὲν ἐκείνης, ἐξόλλυται, κατὰ χώραν δὲ μενούσης οὐδέν τι πάσχει κακόν. μέσος δὲ τῶν Πλαγκτῶν καὶ τῶν ἑτέρωθεν δύο σκοπέλων, ἢ μάλιστα μέσος τῶν δύο τούτων σκοπέλων πλησίον ὄντων κατὰ τὸν ποιητὴν καὶ πορθμὸν οὕτως ἀποτελούντων, πορθμὸς οὗτος πλάττεται εἶναι στενώτατος. Κίρκη δὲ παραινεῖ τῷ Ὀδυσσεῖ μήτε τῷ προφανεῖ κακῷ ἑαυτὸν ἐπιῤῥίψαι, τῷ περὶ τὰς Πλαγκτὰς, μήτε τῇ [8] ἀδήλῳ καὶ ἀμφιῤῥόπῳ σωτηρίᾳ τῇ κατὰ τὴν Χάρυβδιν, ἀλλὰ τῷ προφανεῖ μικροτέρῳ κακῷ πλησιάζειν, τῷ σκοπέλῳ τῆς Σκύλλης, ὡς τῶν κακῶν τὸ μεῖον καὶ αὐτὸν ἐπιλέξασθαι. γράφει δὲ ὁ ποιητὴς τὰ τοιαῦτα οὕτως·

(Vers. 55.) αὐτὰρ ἐπειδὰν τάσδε, τουτέστι τὰς Σειρῆνας, παρὲξ ἐλάσωσιν ἑταῖροι,

(Vers. 56.) ἔνθα τοι οὐκέτ' ἔπειτα διηνεκέως, τουτέστι κατευθὺ καὶ ἀσχιδῶς, ἀγορεύσω, ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται.

(Vers. 57.) ἀλλὰ καὶ αὐτὸς θυμῷ βουλεύειν, ὅ ἐστι βούλευε. ἐρέω δέ τοι ἀμφοτέρωθεν.

(Vers. 59. sqq.) εἶτα ἑρμηνεύωντί ἐστι τὸ ἐρεῖν ἀμφοτέρωθεν, ἐπάγει· ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, τουτέστι καὶ ὑψηλαὶ καὶ ταῖς ἐξοχαῖς οἷον ἐρέφειν δοκοῦσαι. ποτὶ δ' αὐτὰς, ὅ ἐστι πρὸς αὐταῖς κῦμα μέγα θαλάσσης ῥοχθεῖ. Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι, τῇ μέν τε, ἤγουν τῇδε, οὐδὲ ποτητὰ παρέρχεται, οὐδὲ πέλειαι τρήρωνες, ταί τ' ἀμβροσίην Διῒ πατρὶ φέρουσιν. ἀλλά τε καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη. ἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι. τῇ δ' οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν εἴ τις ἵκηται. ἀλλά θ' ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν κύμαθ' ἁλὸς φορέουσι πυρός τ' ὀλοοῖο θύελλαι. οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς Ἀργὼ πασιμέλουσα παρ' Αἰήταο πλέουσα.

(Vers. 71.) καὶ νύ κε τὴν, ἔνθ' ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, τὸ κῦμα δηλαδὴ, ἀλλ' Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων. καὶ τοιόνδε μὲν τὸ κατὰ τὰς Πλαγκτὰς Ὁμηρικὸν πλάσμα.

(Vers. 73. sqq.) τὸ δὲ περὶ τῶν ἐφεξῆς τοιοῦτον. οἱ δὲ δύω σκόπελοι, οἱ ἑτέρωθεν δηλαδὴ, καθ' οὓς τὸ ἀμφοτέρωθεν συμβιβάζεται ἀντιπαρακειμένους ταῖς ἐξ ἑτέρου μέρους Πλαγκταῖς, οἱ τοίνυν δύο οὗτοι σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη. τὸ μὲν οὔ ποτ' ἐρωεῖ, οὐδέ ποτ' αἴθρη κείνου ἔχει κορυφὴν οὔτ' ἐν ὀπώρῃ. οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ, οὐ καταβαίη, οὐδ' εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν. πέτρη γὰρ λίς ἐστι περιξεστῇ εἰκυῖα. μέσσῳ δ' ἐν σκοπέλῳ ἔστι σπέος ἱεροειδὲς πρὸς ζόφον εἰς ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς νῆα παρὰ γλαφυρὴν ἰθύνετε φαίδιμ' Ὀδυσσεῦ. οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήϊος ἀνὴρ τόξῳ ὀϊστεύσας κοῖλον σπέος εἰσαφίκηται. ἔνθα δ' ἐνὶ Σκύλλη ναίει, δεινὸν λελακυῖα· τῆς ἤ τοι φωνὴ μὲν, ὅση σκύλακος νεογιλῆς γίνεται. αὐτὴ δ' αὖτε πέλωρ κακόν. οὐδέ κέ τίς μιν γηθήσειεν ἰδὼν οὐδ' εἰ θεὸς ἀντιάσειε. τῆς ἤ τοι πόδες μέν εἰσι δυώδεκα πάντες ἄωροι. ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ σμερδαλέη κεφαλή. ἐν δὲ τρίστοιχοι ὀδόντες πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο. μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν. ἔξω δ' ἓξ ἴσχει κεφαλὰς δεινοῖο βερέθρου. αὐτοῦ δ' ἰχθυάᾳ σκόπελον περιμαιμώωσα, δελφῖνάς τε, κύνας τε καὶ εἴ ποθι μεῖζον ἕλῃσι κῆτος, ἁ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη. τῇ δ' οὐ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται παρφυγέειν σὺν νηΐ. φέρει δέ τε κρατὶ ἑκάστῳ φῶτ' ἐξαρπάσασα νεὼς κυανοπρώροιο. τὸν δ' ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ, πλησίον ἀλλήλων, καί κεν διοϊστεύσειας. τῷ δ' ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς. τῷ δ' ὕπο δῖα Χάρυβδις ἀναῤῥοιβδεῖ μέλαν ὕδωρ. τρὶς μὲν γάρ τ' ἀνίησιν ἐπ' ἤματι, τρὶς δ' ἀναῤῥοιβδεῖ δεινόν.

(Vers. 106.) εἶτα ἑρμηνεύων τὸ τοιοῦτον δεινὸν φησί· μὴ σύ γε κεῖθι τύχῃς ὅτε ῥοιβδήσειεν. οὐ γάρ κεν ῥύσαιτό σ' ὑπ' ἐκ κακοῦ οὐδ' Ἐνοσίχθων. ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος, ὦκα νῆα παρὲξ ἐλάαν.

(Vers. 110.) ἐπεὶ πολὺ φέρτερόν ἐστιν ἓξ ἑτάρους ἐν νηῒ ποθήμεναι ἢ ἅμα πάντας. ὧν τοὺς ἓξ μὲν ἡ Σκύλλα λήψεται πλεούσης τῆς νηὸς διὰ τοῦ δηλωθέντος στενοῦ πορθμοῦ, τὴν δὲ ὅλην πληθὺν ἡ Χάρυβδις ἐξολεῖ ἀναῤῥοιβδήσασα, εἴ περ εἰς αὐτὴν ἡ ναῦς ἐμπεσεῖται. καὶ οὕτω μὲν διὰ τούτων τοὺς ῥηθέντας τρεῖς ἔφρασε τόπους ἡ ποιητικὴ Κίρκη, καὶ ὃ ἔδει ποιήσειν τὸν Ὀδυσσέα ἐδίδαξε. πολλὴ δὲ καὶ ἐνταῦθα ἡ ποιητικὴ ἀρετή. πρός τε γὰρ ἦθος πολλὰ διδάσκει. καὶ μάλιστα ὅτι περιπίπτειν εἰκὸς μυρίοις δεινοῖς τὸν τῇ κατὰ βίον θαλάσσῃ ἐμπλέοντα. καὶ ὅτι χρὴ τὸν φιλοσόφως βιοῦντα σκέπτεσθαι τὰ πρακτέα κατὰ πολλὴν ἀκρίβειαν. καὶ ὡς χρεὼν τῶν φίλων ὑπερπονεῖσθαι, καὶ τοῖς δυστυχῶς παραπίπτουσιν ἀντιβαίνειν ὡς δυνατὸν κραταιῶς, καὶ μὴ δὲ ἀπεσχῆσθαι τῶν σκοπιμωτάτων διὰ τὰ ἐφεπόμενα δυσχερῇ. ἔχει δὲ καὶ ἱστορίαν τὸ χωρίον συχνὴν, τοπικήν τε καὶ ἑτεροίαν, τὴν μὲν αὐτόθεν, τὴν δὲ καὶ μετὰ πλασμάτων τινῶν. ἔγκεινται δὲ αὐτῷ καὶ μῦθοι, ὧν εἰσὶν οἳ καὶ ἀλληγοροῦνται. καὶ φράσις δὲ αὐτῷ θαυμασία ἐπανθεῖ συνεκτραχυνομένη που κατὰ τὸ δέον, καὶ φοβερῶς τῇ τῶν πραγμάτων συνδεινουμένῃ σκυθρωπότητι. πολὺ δὲ ἔχει καὶ τὸ τῆς πλάσεως πιθανὸν ὡς τὰ κατὰ μέρος δείξει ὄντα ἐν τοιοῖσδε.

(Vers. 60.) Τὸ μὲν ῥοχθεῖν ὡς τραχὺν ἦχον δηλοῖ κατ' ὀνοματοποιΐαν, ἱκανῶς δεδήλωται.

[9] Πλαγκταὶ δὲ πέτραι ἢ διότι προσπλάζονται ἀλλήλαις συμπίπτουσαι καὶ συγκρούονται πελάζουσαι, ὅθεν καὶ πυρεκβολοῦσιν, ὡς ῥηθήσεται, ἢ διότι κῦμα φασὶ συνεχῶς ἐκεῖ προσπλάζεται. Θεοὶ δὲ αὐτὰς οὕτω καλοῦσιν, ὡς ἀνθρώπων μήτε εἰδότων τὰς πλαστὰς ταύτας Πλαγκτὰς διὰ τὸ μυθικῶς ἐκτετοπισμένον, μήτε καλούντων. τοῦτο δὲ καὶ ἐπὶ τοῦ μώλυος εἶπε.

(Vers. 70.) Σημείωσαι δὲ ὅτι τὰς χαλεπὰς Πλαγκτὰς πέτρας, ἃς καὶ διεξέπλευσεν ἀβλαβὴς μόνη ἡ Ἀργὼ ἐκ τῆς Κολχίδος παρ' Αἰήταο, ἤγουν ἐκ τοῦ Αἰήτου πλέουσα, ὁ ποιητὴς ὡς διά τινος πετροβόλου τεραστίας μηχανῆς ἐκ τοῦ κατὰ Θρᾴκην πορθμοῦ εἰς τὸν Σικελικὸν ἐξετίναξεν ὑπὸ ἀρχιτέκτονι τῷ μύθῳ. καὶ ῥιζώσας ἐκεῖ ἐξετόπισε, κατὰ ὁμοιότητα δῆθεν τῶν κατὰ Θρᾴκην Συμπληγάδων, ἃς περὶ τὸν πρὸ τοῦ Εὐξείνου Θρᾳκικὸν πορθμὸν πλαττομένας εἶναι, ὡς ἐν τοῖς τοῦ περιηγητοῦ ἐῤῥέθη, παρῆλθεν ἡ Ἀργὼ κατὰ τοὺς μεθ' Ὅμηρον, ἐκ τῆς Προποντίδος καὶ τοῦ πόντου εἰς τὴν Κολχίδα γῆν ἐκ Θετταλίας ἀναπλέουσα. ἐκ δὲ τῆς Κολχικῆς καθ' ἑτέραν κέλευθον παλίμπλους στελλομένη ἐνέκυρσε ταῖς καθ' Ὅμηρον ἄρτι μυθευομέναις Πλαγκταῖς. λέγεται γὰρ πρός τινων, ὅτι παλιννοστοῦντες ἐκ Κόλχων οἱ Ἀργοναῦται οὐ τὸν αὐτὸν ἐστείλαντο πλοῦν, οὐδὲ τὸν Εὔξεινον αὖθις διὰ τοῦ κατὰ τὸ Βυζάντιον πορθμοῦ καὶ τῶν ῥηθεισῶν Συμπληγάδων διεξέπλευσαν, ἀλλ' ἔχοντες τήν τε Μήδειαν τό, τε χρυσοῦν κῶας τὸν σκοπὸν καὶ τὸ ἆθλον ἐκείνου τοῦ πλοῦ ἄλλην ἐτράποντο. καὶ κατὰ μέν τινας τὸν Ὠκεανὸν παραπλεύσαντες ἕως καὶ εἰς τὸν Ἀτλαντικὸν, εἶτα ἐκεῖθεν διὰ Λιβύης πεζῇ ἐπ' ὤμων τὴν Ἀργὼ περιαγαγόντες καὶ τῇ Λιβυκῇ ἐμβαλόντες θαλάσσῃ πρὸς τῷ Σικελικῷ πορθμῷ καὶ ταῖς Ὁμηρικαῖς ταύταις Πλαγκταῖς ἐγένοντο, ἃς καὶ αὐτὰς εὐτυχῶς διεκδύντες καθὰ καὶ τὰς Θρᾳκικὰς Συμπληγάδας περιεσώθησαν. καὶ ἔστιν εὑρεῖν τι τῆς ἱστορίας ταύτης καὶ ἐν τῷ Πινδάρῳ καὶ τῷ Λυκόφρονι. Ἕτεροι δέ φασιν ὅτι τῷ Ἴστρῳ τὴν Ἀργὼ ἐκ τοῦ Εὐξείνου προσχόντες οἱ Ἀργοναῦται, καὶ διὰ ποταμοῦ ἑτέρου ἢ καὶ διά τινος ἀποσπάδος τοῦ μεγάλου Ἴστρου τῷ Ἀδρίᾳ κόλπῳ ἐμβαλόντες, καὶ, ὡς ἔπος εἰπεῖν, μεταβάντες ἐκ τοῦ Ἴστρου εἰς τὸ Ἰόνιον πέλαγος, εἶτα πρὸς τὰ ἑσπέρια κάμψαντες, εἰς τὸν Σικελικὸν πορθμὸν διεξέπεσον. ὅτε καὶ παρέπλευσαν ὥς περ πρὸ τούτων τὰς Θρᾳκίας Συμπληγάδας, οὕτω καὶ τὰς ἑσπερίας τότε Πλαγκτάς. ἀλλὰ ταύτας μὲν ἔτι κινουμένας οἶδεν ὁ ποιητὴς ἐπὶ τῆς κατὰ τὸν Ὀδυσσέα πλάνης. τὰς δὲ τοῦ Θρᾳκικοῦ βοσπόρου ἔπαυσεν ἤδη πάλαι ὁ μῦθος τῆς συνεχοῦς κινήσεως, καθά που δηλοῖ καὶ Πίνδαρος. δίδυμοι γάρ φησιν ἦσαν, ζωαὶ, ἐκυλίνδοντο δὲ κραιπνότεραι ἤ περ ἄνεμος. ἀλλ' ἤδη τελευτὴν αὐταῖς ἐκεῖνος ἡμιθέων πλοῦς ἤγαγεν, ὡς εἱμαρμένον ὂν, στήσεσθαι ὅτε ναῦς τις διεκπλεύσει αὐτάς. ἔστι δὲ ὁ περὶ τῶν Θρᾳκικῶν Συμπληγάδων καὶ τῆς Ἀργοῦς λόγος τοιοῦτος. Οἱ περὶ τὴν Ἀργὼ τὴν Βιθυνῶν φασὶν ἀναπλέοντες χώραν εὗρον τὸν Φινέα πηρὸν ὄντα διὰ τοιαύτην αἰτίαν. ἔχων ἐκεῖνος παῖδας ἐκ Κλεοπάτρας τῆς Βορέου, εἶτα ἐπιγήμας ἑτέραν, ἐξέδοτο αὐτοὺς τῇ μητρυιᾷ διαβληθέντας πρὸς ἀναίρεσιν. Ζεὺς δὲ χαλεπῄνας ἔδοτο αὐτῷ αἵρεσιν, εἰ ἄρα βούλοιτο πηρωθῆναι ἢ ἀποθανεῖν. ὁ δὲ προαιρεῖται μὴ βλέπειν Ἥλιον. ἀγανακτήσας οὖν ὁ Ἥλιος Ἁρπυίας ἐπιπέμπει αὐτῷ, αἳ λιμώττειν ἐποίουν τὸν ἄνθρωπον, ἀφαρπάζουσαι δαινυμένου τὰ βρώματα. τοῦτον ἰδόντες οἱ περὶ τὸν Ἰάσονα καὶ σοφὸν εἶναι μαθόντες παρεκάλουν ὑποθέσθαι ὡς διεκπλευσοῦνται τὰς πέτρας. ὁ δὲ ἤθελεν ὑποθέσθαι, εἰ τὰς Ἁρπυίας ἀπελάσουσι. καὶ αὐτοὶ ἐπαγγέλλονται οὕτω ποιήσειν. ἐρωτᾷ οὖν ὁ Φινεὺς, ὅσον ἂν εἴη τὸ τάχος τῆς Ἀργοῦς. εἰπόντος δὲ ἐκείνου, ὅσον πελειάδος, ἐκέλευσεν ἀφεῖναι περιστερὰν μέσον τῶν πετρῶν. κἂν μὲν αὐτὴ μεσολαβηθῇ, μηδὲ τούτους πλέειν, ἐὰν δὲ περισωθῇ, τότε περαίνειν ἀφόβως τὸν πλοῦν. ἀπολυθείσης οὖν τῆς περιστερᾶς καὶ συσχεθείσης οὐ πάσης ἀλλὰ κατὰ τὸ οὐραῖον, εἰσβάλλουσι τοῦ λοιποῦ διὰ τῶν Συμπληγάδων αὐτοί. αἱ δὲ συμβύσασαι τὴν ἄκραν πρώραν τῆς Ἀργοῦς ἔκλασαν κατὰ τὸ ἐν τῇ περιστερᾷ σύμβολον. οἱ δὲ Βορεάδαι Ζήτης καὶ Κάλαϊς, οὓς ὁ μῦθος πτερωτοὺς πλάττει, καθά που καὶ Περσέα τὸν ποιητικῶς ἀρβυλόπτερον, ἤγουν πτερόπουν κατὰ τὸν μῦθον· ταῖς γὰρ ἀρβυλαῖς αἵ πέρ εἰσιν εἶδος ὑποδήματος οἱ πόδες δηλοῦνται· οἱ τοίνυν Βορεάδαι συμπλέοντες τοῖς Ἀργοναύταις τὰς Ἁρπυίας, ἃς ἡ τοῦ μύθου ἱστορικὴ θεραπεία ἀσώτους δαπάνους οἶδε γυναῖκας, ἀπελαύνουσιν, ἀέριοι ἀρθέντες καὶ ἐκδιώξαντες, καὶ οὕτως ἐλευθεροῦσι τὸν γέροντα, ὃ δὴ προϋπέσχητο. καὶ τὸ ἐντεῦθεν οἱ Ἀργοναῦται εἰς Κόλχους περισώζονται. τοῦ λοιποῦ δὲ ἐν τῇ τῶν Ἀργοναυτῶν ἐπανελεύσει μετεκδέχεται ἡ ποιητικὴ διασκευὴ τὴν καὶ διὰ τῶν Πλαγκτῶν διέκδυσιν τῆς Ἀργοῦς. καὶ τοῦτο μὲν τοιοῦτον. [10]

(Vers. 61.) παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ ταῦτα ῥητῶς. αἱ Πλαγκταὶ οὕτω καλούμεναι κατέχουσι τὸν περὶ Σικελίαν πορθμὸν, συντρέχειν μεμυθευμέναι κατὰ αἰτίαν τοιαύτην· στενοῦ τοῦ πορθμοῦ ὄντος καὶ πολλοὺς ἀγκωνισμοὺς ἔχοντος, ὁτὲ μὲν συμπίπτειν δοκεῖ τοῖς πλέουσι τὰ προκείμενα, ὁτὲ δὲ ἀνοίγεσθαι, πλανωμένης τῆς ὄψεως διὰ τὸ τάχος τοῦ πλοῦ. Πλαγκτὰς οὖν λέγειν τὸν ποιητὴν, οἷα πλαζομένας καὶ κυλιομένας, ὡς ἐκ τῆς συγκρούσεως καὶ πῦρ ἀποτελεῖν. εἰ δ' ἴσως ἐκ τοῦ πλήσσειν εἴποι τις παρῆχθαι τὰς Πλαγκτὰς, δύναιντ' ἂν οὕτω Συμπληγάδες λέγεσθαι καὶ αὐταί.

(Vers. 62.) Ποτητὰ δὲ γενικῶς τὰ πτηνὰ λέγει, ἃ ὥς περ πτηνὰ ἐκ τοῦ πτῶ πτήσω, οὕτω καὶ ποτητὰ ἐκ τοῦ ποτῶ ποτήσω. Τὸ δὲ, οὐδὲ πέλειαι, κατ' ἐξαίρετον ἤτοι κατ' ἐξοχήν τινα κεῖται, οὐ μόνον διὰ τὸ ἐν τῇ πτήσει ὠκὺ τοῦ ζῴου, ἀλλὰ καὶ, ἵνα δηλοῖ ἀναιδεῖς τὰς πέτρας, εἰ μηδὲ πελειάδων φείδεσθαι οἴδασιν, αἳ Διῒ ἀμβροσίαν φέρουσιν. Ἀθήναιος δὲ γράφει, ὅτι ἐπεὶ Διῒ τὴν ἀμβροσίαν φέρουσι πελειάδες, εἰ καὶ μὴ ὄρνις ἀλλὰ πλειάδες αἱ προσημαίνουσαι τὰς ὥρας τοῖς ἀνθρώποις, διατοῦτο καὶ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει Ὅμηρος ἐν τῷ, τῇ μὲν οὐδὲ ποτητὰ παρέρχεται καὶ ἑξῆς. ὡς δὲ τὰς πλειάδας τῶν ἐνδοξοτάτων ἐν τοῖς ἀπλανέσιν ὁ ποιητὴς ὑπείληφε, δηλοῖ ἐν τῇ ἀσπιδοποιΐᾳ, προτάξας αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν ἐν τῷ, ἐν δὲ τὰ τείρεα πάντα καὶ ἑξῆς. δῆλον δὲ τὸ τῶν πελειάδων ἤτοι πλειάδων ἀξίωμα, καὶ παρὰ τῇ Βυζαντίᾳ Μοιροῖ ἐν τῷ· Ζεὺς τρήρωσι πελειάσιν ὤπασε τιμὴν, αἳ δή τοι θέρεος καὶ χειμῶνος ἄγγελοί εἰσιν. εἶδος δὲ περιστερᾶς ἡ πέλεια, ἧς μάλιστα ἴδιον τὸ τρεῖν δειλαινομένην, διὸ καὶ τρήρων λέγεται. ἱστορεῖται δὲ ζωϊκῶς, ὅτι περιστερῶν εἴδη πέντε, οἰνὰς, μείζων περιστερᾶς, οἰνωπὸς τὸ χρῶμα, φὰψ, μέση περιστερᾶς καὶ οἰνάδος, φάττα, μέγεθος ἀλέκτορος, χρῶμα δὲ αὐτῇ σποδίον, καὶ τρυγὼν, πάντων ἐλάττων, ᾗ χρῶμα τεφρὸν, καὶ περιστερὰ δὲ ἡ κοινότερον. πολυχρονιώτερον δέ φασι τούτων ἡ φάττα. ζῶσα καὶ τεσσαράκοντα ἔτη. Δωριεῖς δέ, φασι, τὴν πελειάδα ἀντὶ περιστερᾶς τιθέασιν. Ἀττικοὶ δὲ τὴν περιστερὰν περιστερὸν λέγουσιν. Ἄλεξις· Ἀφροδίτης εἰμὶ περιστερός. τίκτουσι δέ, φασι, πᾶσαν ὥραν ἔτους. διὸ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει. Ἰστέον δὲ καὶ, ὡς εἴ περ μόνον πελειάδων ἐπίθετον εἶναι δοκεῖ τὸ τρήρωνες, ἐπεὶ δι' ἀσθένειαν εὐλαβὴς ἡ ὄρνις αὕτη, τρεῖν δέ ἐστι τὸ εὐλαβεῖσθαι, ὥς φησιν Ἀθήναιος, ὅμως πιθανόν ἐστι τὸ ἐπίθετον καὶ ἐπὶ πλειάδων λεγόμενον, αἳ τὸν προειρημένον Ὠρίωνα μυθεύονται φεύγειν διώκοντα τὴν αὐτῶν μητέρα Πληϊόνην, ᾗ κατά τινας αἱ Πληϊάδες παρονομάζονται.

(Vers. 64.) Τὸ δὲ τὰς πέτρας καὶ τῶν πελειάδων ἀεὶ ἀφαιρεῖσθαι ὅτε ἀμβροσίαν Διῒ φέρουσιν, ὁ μὲν Ἀθήναιος λέγει ὑπὸ τῆς ὀξύτητος τῶν Πλαγκτῶν πετρῶν καὶ τῆς λειότητος ἀφαιρεῖσθαι μίαν τῶν πλειάδων, ἄλλην δὲ πρὸς τοῦ Διὸς ἐνίεσθαι χάριν τοῦ σώζειν τὸν ἀριθμὸν αὐτῶν.

(Vers. 65.) ποιητικῶς αἰνιττομένου Ὁμήρου, ὡς τῶν πλειάδων ἓξ ὁρωμένων, ὅμως ὁ ἀριθμὸς αὐτῶν οὐκ ἀπόλλυται. λέγονται δὲ καὶ τῷ ἀριθμῷ καὶ τοῖς ὀνόμασιν ἑπτά· ὁ δὲ μῦθος οὕτω καθιστᾷ, ὡς οὐδὲ αὐταὶ ἀσινεῖς τὰς πέτρας διέρχονται, ἀλλὰ κολούονται ἢ οὐραίου τυχὸν ἤ τινος ἑτέρου τῶν μερῶν. ὁ δὲ ποιητὴς μέσως ἔφρασεν, ὡς νοεῖσθαι μὲν καὶ τοῦτο, δοκεῖν δὲ ἄλλως, καὶ ὅλην πέλειαν μίαν ἐκ πολλῶν βλάπτεσθαι. διὸ καὶ ἐπήγαγε τὸ, ἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι ὡς τοῦ ἀριθμοῦ ἐπιλιπόντος. οἱ δὲ παλαιοὶ οὕτω τὰ τοῦ λόγου θεραπεύουσι. Χείρων ὁ Ἀμφιπολίτης Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐρωτήσαντός φασι, τί βούλεται παρὰ τῷ ποιητῇ τὸ τὰς περιστερὰς εἰπεῖν κομίζειν ἀμβροσίαν τῷ Διῒ, καὶ τὸ ἀφαιρεῖσθαί τι αὐτὰς καὶ τῶν πελειῶν, περὶ τῶν πλειάδων εἶναι τὸν λόγον ἔφη, ἃς εἶναι μὲν ἑπτὰ, φαίνεσθαι δὲ ἓξ τοῖς ἐκεῖ, τῆς μιᾶς διὰ τὸ καὶ ἄλλως ἀμυδρὸν τοῦ ἀστρίου ἀφανιζομένης ὑπὸ τῶν πετρῶν. ὡς δὲ ἡμεῖς φησὶ πελειάδων ἤτοι πλειάδων ἐπιτελλουσῶν ἀρχόμεθα θερίζειν, οὕτω καὶ θεοὶ τὴν ἀμβροσίαν κομίζεσθαι. ὅτι δὲ πολλοὶ τὰς πλειάδας πελειάδας ὠνόμασαν, ἱκανῶς δείκνυσιν ὁ Ἀθήναιος, δήλην τιθεὶς τὴν ἐκτροπὴν τοῦ ὀνόματος καθ' ἣν αἱ πλειάδες πέλειαι καὶ πελειάδες παρὰ ποιηταῖς λέγονται. ὡς πλανᾶσθαι πολλοὺς, ὄρνις εἶναι τὰς πλειάδας, τῷ τε παρασχηματισμῷ φησὶ τοῦ κατὰ πρόσθεσιν γράμματος ἤγουν τοῦ ε δι' οὗ ἐκ τῆς τῶν πλειάδων τρισυλλαβίας εἴς τε τετρασυλλαβίαν πελειάδων προέβησαν, καὶ ὅτι δοκεῖ φησὶ τὸ τρήρωνες, ὡς καὶ ἐν τοῖς περὶ τῆς σχεδίας τοῦ Ὀδυσσέως προδεδήλωται, μόνον ἐπίθετον εἶναι τῶν πελειάδων, ἐπάγει δὲ τούτοις ὁ αὐτὸς ῥήτωρ καὶ χρήσεις ταύτας. Μοιρὼ ἡ Βυζαντία λέγουσα τὴν ἀμβροσίαν τῷ Διῒ τὰς [11] πλειάδας κομίζειν γράφει, ὡς καὶ προδεδήλωται, Ζεὺς τρήρωσι πελειάσιν ὤπασε τιμὴν ταύτην. Σιμωνίδης δὲ πελειάδας οὐρανίας τὰς πλειάδας φησί. καὶ Πίνδαρος δὲ, ἔνθα ὀρίας αὐτὰς πελειάδας λέγει, ὡς κειμένας ἐπὶ τῆς οὐρᾶς τοῦ ταύρου, καθὰ καὶ αὐτὸ προγέγραπται. καὶ Αἰσχύλος δὲ ἐκφανέστερον προσπαίζων πρὸς τὴν ὁμοφωνίαν ἀπτέρους πελειάδας εἶπεν ἐν πτώσει ὀρθῇ. καὶ Λαμπροκλῆς, αἳ ποταναῖς ὁμώνυμοι πελειάσιν ἐν αἰθέρι κεῖνται· ἔνθα ὅρα τὸ ποταναῖς, ληφθὲν μὲν ἀπὸ θέματος οὗ καὶ τὰ ποτητὰ, πρωτόθετον δὲ ὂν τοῦ πτηναῖς. καὶ τοιαῦτα μὲν τὰ τοῦ δειπνοσοφιστοῦ περὶ πελειάδων, εἴτουν πλειάδων. ἐν δὲ τοῖς οὕτως ὀνομάσασιν ἔστι καὶ Εὐριπίδης, ἑπταπόρου δρόμημα πελειάδος εἰπών. Καὶ Θεόκριτος δὲ, παρ' ᾧ κεῖται τὸ, ἀνατέλλουσι πελειάδες. ἀλλ' οὕτω μὲν ὁ Ἀμφιπολίτης Χείρων. Ἀριστοτέλης δέ φασιν ἀλληγορικῶς εἶπε δηλοῦν Ὅμηρον ἐξ ἀναθυμιάσεως τρέφεσθαι τοὺς θεοὺς ἤτοι τὰ ἄνω σώματα, ἀεροπόρον ζῷον παραλαβόντα εἰς ἔνδειξιν τῆς τοιαύτης τροφῆς. τὸ δὲ ἀφαιρεῖσθαί τι ὑπὸ τῆς πέτρας δηλοῦν ἔφη ὡς καὶ ἡ γῆ ἕλκει ἐκ τῆς τοιαύτης ἀναθυμιάσεως. Ἀλέξανδρος δὲ ὁ βασιλεὺς διὰ τὸ δοκεῖν φησὶ τοὺς θεοὺς φιλοσόφους καὶ ἡδονῆς μείζους ἀναθεῖναι τὸν ποιητὴν τὴν ἐκείνων τροφὴν τῷ ἀσθενεστάτῳ καὶ τρυφερωτάτῳ ζῴῳ, ὑφ' οὗ βραχύ τι ἂν παρακομίζετο. Ἄλλοι δὲ Δία μὲν νοοῦσι τὸν Ἥλιον ἀκολούθως Πλάτωνι, ὃς ἐν Φαίδρῳ φησίν· Ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς, ὅ ἐστιν Ἥλιος, πτηνὸν ἅρμα ἐλαύνων· ἀμβροσίαν δὲ τὰς ἀτμίδας αἷς Ἥλιος τρέφεται, καθὰ δοξάζει καὶ Δημόκριτος. δῆλον δὲ ὡς καὶ ἐκ θαλάσσης τοιαύτη ἀνιμωμένη τροφὴ ἀναφέρεται. εἰσὶ δὲ οἵ φασι καὶ ὡς ὅτε τὸ ἄστρον ὁ ταῦρος ἕκαθεν τῶν Πλαγκτῶν γένηται, συμβαίνει ἕνα τῶν ἐπὶ τῆς οὐρᾶς αὐτοῦ ἑπτὰ ἀστέρων, οἳ πλειάδες λέγονται, ἀμαυροῦσθαι τῇ ἐκ τῶν Πλαγκτῶν ἀναφορᾷ τοῦ καπνοῦ. καὶ τοῦτο εἶναι τὸ τὰς Πλαγκτὰς ἀφαιρεῖσθαι καὶ τῶν πελειῶν. Ἀλέξανδρος δὲ ὁ Πάφιος ἱστορεῖ τὸν Ὅμηρον υἱὸν Αἰγυπτίων Δμασαγόρου καὶ Αἴθρας, τροφὸν δὲ αὐτοῦ προφῆτιν τινὰ θυγατέρα Ὤρου, ἱερέως Ἴσιδος, ἧς ἐκ τῶν μαστῶν μέλι ῥεῦσαι ποτὲ εἰς τὸ στόμα τοῦ παιδίου. καὶ τὸ βρέφος ἐν νυκτὶ φωνὰς ἐννέα προέσθαι, χελιδόνος, ταῶνος, περιστερᾶς, κορώνης, πέρδικος, πορφυρίωνος, ψαρὸς, ἀηδόνος, καὶ κοττύφου· εὑρεθῆναί τε τὸ παιδίον μετὰ περιστερῶν ἐννέα παῖζον ἐπὶ τῆς κλίνης. εὐωχουμένην δὲ παρὰ τοῖς τοῦ παιδὸς τὴν Σιβύλλαν, ἐμμανῆ γεγονυῖαν, ἔπη σχεδιάσαι. ὧν ἀρχὴ, Δμασαγόρα πολύνικε, ἐν οἷς καὶ μεγακλεῆ καὶ στεφανίτην αὐτὸν προσειπεῖν, καὶ ναὸν κτίσαι κελεῦσαι ἐννέα πεγριδῶν· ἐδήλου δὲ τὰς Μούσας. τὸν δὲ καὶ τοῦτο ποιῆσαι, καὶ τῷ παιδὶ ἀνδρωθέντι ἐξειπεῖν τὸ πρᾶγμα. καὶ τὸν ποιητὴν οὕτω σεμνῦναι τὰ ζῷα οἷς βρέφος ὢν συνέπαιζε. καὶ ποιῆσαι αὐτὰ τῷ Διῒ τὴν ἀμβροσίαν κομίζοντα.

(Vers. 64.) Τὸ δὲ λὶς πέτρα δὶς ἐνταῦθα ῥηθὲν δηλοῖ μὲν κατά τι προσηγορικὸν τὰς δύο Πλαγκτάς. ἀποκέκοπται δὲ ἐκ τοῦ λισσή· οἷον, λισσὴ δ' ἀναδέδρομε πέτρη· καὶ οὕτω συμπέπτωκε πρὸς τὸ λὶς ὁ λέων. διὸ περισπῶσι τινὲς ἐκεῖνο πρὸς διαφοράν. οὐκ ἔχει δὲ κλίσεως κίνησιν τὸ, λὶς πέτρη, ὡς οὐδὲ ἄλλη τις λέξις ἀποκοπὴν παθοῦσα τῶν ὡσανεὶ ποδῶν ἤγουν τῆς ληγούσης, καθ' ἣν κινεῖται τὰ κλινόμενα, ὁποῖον τὸ δῶ, τὸ κρῖ, τὸ λίπα, καὶ ἕτερα.

(Vers. 67.) Πίνακες δὲ νεῶν σανίδες, ὡς καὶ ἀλλαχοῦ. ἐξ ὧν καὶ τὸ, ῥήματα πινακηδὸν ἀποσπῶν, παρὰ τῷ κωμικῷ. Οἱ δὲ παλαιοὶ τὴν λέξιν ἑρμηνεύουσιν ἐνταῦθα καὶ ἀποκλάσματα καὶ ναυάγια. Ἰστέον δὲ ὅτι τὸ, ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν κύματα φορέουσι, χρονικὸν ἔχει τὸ ὁμοῦ, ἶσον ὂν τῷ, ἐν τῷ αὐτῷ τόπῳ. τοιοῦτον δὲ καὶ τὸ, τῇ ὁμοῦ ἐτρεφόμην. καὶ τὸ, ὁμοῦ ἔχον ὠκέας ἵππους ἐν Ἰλιάδι. ἔσθ' ὅτε δέ φασι τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ ἐπιῤῥήματος τάσσεται κατὰ Ἀσκληπιάδην, ὡς ἐν τῷ, εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς, εἰ μή τις εἴποι καὶ τοῦτο, ἐν τῷ αὐτῷ τόπῳ, ἵνα λέγῃ ὡς ἐν Τροίᾳ ἡ μάχη καὶ ὁ λοιμὸς δαμᾷ. ὅτι δὲ καὶ τὸ ἅμα λαμβάνεται τὰ πλείω χρονικῶς, πρόδηλόν ἐστιν, οἷον· ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν, ἤγουν ἐν τῷ αὐτῷ χρόνῳ· καὶ, κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστος. καὶ, οἱ δ' ἅμα πάντες ἐφ' ἵπποισι μάστιγας ἄειραν. τοιοῦτον φασὶ καὶ τὸ, Σόλων ἅμα ἐγένετο Ἀναχάρσιδι. ὅ πέρ ἐστι, κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν. οὐ δήπου γὰρ τὸν Ἕλληνα Σόλωνα καὶ τὸν Σκύθην σοφὸν ὁ αὐτὸς τόπος εἰς γένεσιν παρήγαγε.

(Vers. 68.) Πυρὸς δὲ ὀλοοῦ θύελλαι, τοῦ ἐκ τῶν Πλαγκτῶν δηλαδὴ, καθὰ καὶ προεδηλώθη. αἳ πῦρ, φασὶν, ἐν τῷ συναράττεσθαι πρὸς ἀλλήλας ἐκβάλλουσι καθὰ καὶ τὰ πυρεῖα, εἰ χρὴ μικροῖς τὸ οὕτω μέγα παραβαλεῖν. διὸ καὶ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς, εἰ καὶ μὴ πῦρ ἀλλὰ πυρὸς σημεῖον καπνὸν ὁρᾷ, καὶ δοῦπον ἀκούει τὸν ἐκ τῆς συῤῥήξεως καὶ παρατρίψεως τῶν [12] Πλαγκτῶν.

(Vers. 70.) Ἡ δὲ πολυθρύλητος Ἀργὼ κατ' ἀντίφρασιν ἐκλήθη Ἀργὼ, καθὰ καὶ τὸ ἀργὸν ὅ ἐστι ταχύ. πάνυ γὰρ ἦν κατὰ τὴν ἱστορίαν ὠκύαλος. Πασιμέλουσα δὲ αὐτὴ διά τε τὸ πολυϊστόρητος εἶναι καὶ διὰ τὸ πᾶσι τοῖς ἐξ Ἑλλάδος διὰ μελήσεως τεθῆναι οἷα τοὺς Ἀργοναύτας φέρουσα, τὸ τῶν Ἑλλήνων ἄωτον. οὕτω δ' ἂν εἴη καὶ ὁ Ὀδυσσεὺς πασιμέλων, ὃς πᾶσιν ἀνθρώποις ἔφη μέλειν δι' οὓς οἶδε δόλους. τινὲς δὲ γράφουσι φασιμέλουσαν, ἐπειδή φασιν αὐτὴν εἰς τὸν Φάσιν Κολχικὸν ποταμὸν ἐλθοῦσαν, ἐπεσκεύασαν οἱ Ἀργοναῦται ἀκεσάμενοι εἴ τί που παρεβλάβη κατὰ τὸν πλοῦν. πρὸς ὁμοιότητα δὲ τοῦ πασιμέλουσα ἐκλήθη καὶ Πασιφίλα, ἑταίρα παλαιὰ εὐειδής. αὐτὸ δὲ ἴσως ἐκ τοῦ Πασιφάη παρείλκυται. Τὸ δὲ μέλημα τῆς μὲν Ἀργοῦς, ὡς παρὰ πᾶσι γέγονε, δῆλον ἐστίν. ὡς δὲ καὶ Ὀδυσσεὺς μάλιστα ἔμελλεν ἅπασι, δηλοῖ πρὸς ἄλλοις, καὶ Εὔφαντος, οὐ μόνον Ὀδυσσέως εἰκόνα, φασὶν, ἐν τῇ σφραγίδι περιφέρων, ἀλλὰ καὶ τέκνοις θέμενος κλῆσιν Ὀδυσσέως χάριν, Ἀντίκλειαν ὁμωνύμως τῇ ἐκείνου μητρὶ καὶ Τηλέγονον καθ' ὁμωνυμίαν τοῦ ἐκ Κίρκης καὶ Ὀδυσσέως

(Vers. 72.) Ἥρη δὲ παραπέμψαι λέγεται τὴν Ἀργὼ ἐπεὶ ὡς εἰκὸς εὐαερία πολλὴ κατὰ τὸν πλοῦν ἐχρήσατο, ἢ καὶ ἄλλως, ἐπειδή περ Ἥρα μὲν ἡ βασιλεία, ὡς καὶ ἐν Ἰλιάδι πολλαχοῦ ἐφάνη. ἐπιτυχὴς δὲ βασιλείας ὁ Ἰάσων γέγονε διὰ τοῦ παρόντος πλοῦ· διατοῦτο φιλεῖσθαι τῇ Ἥρᾳ λέγεται, τουτέστι τῇ βασιλείᾳ ἧς ἔτυχεν, εἰ καὶ ὁ θεῖος Πελίας οὐκ ἤθελεν, ὡς ἐν ἄλλοις δηλοῦται.

(Vers. 73.) Τὸ δὲ, οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν ἱκάνει, καινοπρεπῶς πέφρασται. ὤφειλε γὰρ εἰπεῖν, τῶν δύο σκοπέλων ὁ μὲν ὁ δέ. οὐ ποιεῖ δὲ οὕτως, ἢ ὁρίσας πρᾶγμα καινὸν τὸ κατὰ τοὺς δεινοὺς σκοπέλους καινῶς φράσαι, ἢ καὶ ὅτι οὐκ ἔχει ἓν ῥῆμα κοινὸν ἐπαγαγεῖν ὑπάρχον τοῖς δυσὶ σκοπέλοις. οὐ γὰρ ὅμοιοι αὐτοὶ οὐδὲ ἶσοι ἵνα εἴποι ὡς οἵδε δύο σκόπελοι τοιοίδε εἰσὶν ἢ τόδε ποιοῦσι. διὸ μερίζων λέγει ὡς ὁ μὲν ἦν τοιόσδε, ὁ δὲ τοιόσδε. εἰσὶ δὲ καὶ ἐν Ἰλιάδι πολλὰ τοιαῦτα σχήματα. Ἰστέον δὲ καὶ ὅτι τὸ, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει, μετὰ εἰκοσιεπτὰ στίχους ἀποδίδωσι δίχα ἐπαναλήψεως, εἰπών· τὸν δὲ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει. ἔνθα ὅρα καὶ ὡς ἀκαταλλήλως ἡ τοιαύτη σύνταξις ἀποδέδοται. τὸ μὲν γὰρ ὀρθὸν καὶ κοινὸν τοιοῦτον· ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει, ὁ δὲ ἕτερος σκόπελος χθαμαλώτερος. Ὅμηρος μέντοι καινότερον σχηματίζων καὶ τοῦτο ἔφη ὡς ὁ μὲν οὐράνιός ἐστι, τὸν δὲ ἕτερον χθαμαλώτερον ὄψει.

(Vers. 74.) Σημείωσαι δὲ καὶ ὅτι εὐθὺς καὶ ἕτερον ἐπισυνάπτει σχῆμα καινὸν τὸ, νεφέλη δέ μιν ἀμφιβέβηκε· τὸ μὲν, οὔ ποτ' ἐρωεῖ, ἐχρῆν μὲν γὰρ εἰπεῖν, ἡ μὲν οὔ ποτ' ἐρωεῖ, τουτέστιν οὐδέ ποτε ἀποχωρεῖ ἐκεῖθεν ἡ νεφέλη, ὁ δὲ ἄλλως ἔφη· τὸ μὲν, οὔ ποτ' ἐρωεῖ, τουτέστι τὸ νέφος, ὃ ταυτὸν τῇ νεφέλῃ κατὰ πολυωνυμίαν.

(Vers. 73.) Σκόπελος δὲ κυρίως μὲν, ἐξ οὗ ἔστι τινὰ τὰ κύκλῳ σκοπεῖν. ὁ δ' ἐνταῦθα σκόπελος οὐκ ἂν εἴη τοιοῦτος, οὗ ἡ κορυφὴ μὲν ὀξεῖα, ἡ δὲ λειότης οὐκ ἂν ἀφήσοι ἀναβῆναι τινά. εἴη ἂν οὖν σκόπελος καθ' ἕτερον τρόπον, ὡς πάντοθεν κατασκοπούμενος, εἴ γε οὐρανὸν εὐρὺν ἱκάνει τῷ ὕψει. ὃ δὴ καὶ αὐτὸ χρήσιμον ἐν τοῖς πρὸ τούτων εἰς τὸ μέγεθος τῶν κιόνων τοῦ Ἄτλαντος. ὅμοιος δέ τις καὶ ὁ ἕτερος ὁ χθαμαλώτερος.

(Vers. 74.) Τὸ δὲ ὀξὺ τῆς κορυφῆς τοῦ σκοπέλου οἶδεν ἡ Κίρκη. ἄλλως γὰρ οὐκ ἔγνωσται ὡς νεφελούμενον. Τὸ δὲ ἀμφιβέβηκεν οὐδ' ἐνταῦθα ἐπικουρίαν σημαίνει κατὰ τὰς ἐν Ἰλιάδι ἀμφιβάσεις τῶν ζώντων ἐπὶ τοῖς κειμένοις, ἀλλὰ πύκασίν τινα δηλοῖ καὶ κύκλῳ σκέπην τῶν ἄνω.

(Vers. 75.) Κυανέη δὲ νεφέλη πρὸς διαστολὴν ἑτέρων, αἳ πῇ μὲν πυῤῥάζουσι, πῇ δὲ καὶ ὑπολευκαίνονται. Αἴθρη δὲ ἡ εὐδία ἀπὸ τοῦ αἰθὴρ αἰθέρος, ὡς ἀπὸ γαστέρος ἡ γάστρη, κατὰ τὸ, γάστρην μὲν πῦρ ἄμφεπε· καὶ ἐντεῦθεν αἰθρηγενέτης Βοῤῥᾶς, ὡς καὶ ἀλλαχοῦ ἐλέχθη.

(Vers. 76.) Ἐν δὲ τῷ, οὔτ' ἐν θέρει οὔτ' ἐν ὀπώρῃ, ὅτε μάλιστα ἡ αἴθρη παῤῥησιάζεται ἢ ὀπώραν λέγει τὸν μεταξὺ θέρους καὶ φθινοπώρου καιρὸν, ἢ τὸ φθινόπωρον, ἐλλείψει τῆς συνήθους προθέσεως, κατὰ τὸ, μὴ δὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον, ἤγουν μετοπωρινόν.

(Vers. 77.) Τὸ δὲ οὐδέ κεν ἀναβαίη οὐ καταβαίη κάλλος ἔχει διὰ τὰ κομματικὰ πάρισα. ἐχρῆν γὰρ μὴ διόλου δεινὸν τὸ χωρίον εἶναι, ἀλλά τι καὶ διαγελάσαι πρὸς καλλονήν. ἀφελῶς δὲ πρόσκειται τὸ, οὐ καταβαίη. ἄλλως γὰρ δῆλον ὡς ἔνθα οὐκ ἔστιν ἀναβῆναι, ἐκεῖ οὐδὲ καταβῆναι. περιττῶς γοῦν κεῖται. Τὸ δὲ γράφειν οὐδ' ἐπιβῆναι, οὐκέτι ἀφελὲς ἀλλὰ γελοῖον.

(Vers. 78.) Τὸ δὲ χεῖρες εἴκοσι καὶ πόδες μίγμα ἐστὶν ἀφελείας καὶ ὑπερβολῆς. εἰπεῖν μὲν γὰρ εἴκοσι καὶ μή τινα πλείω ἀριθμὸν ἀφελέστερον ἔχει, πολλαπλασιάσαι δὲ οὕτω τὸν ἄνθρωπον ὑπερβάλλον ἐστὶ, καὶ πλεῖον πάντως τοῦ, δέκα τινὶ στόματα εἶναι, ὃ ἡ Ἰλιὰς γράφει. [13]

(Vers. 79.) Τὸ δὲ περιξεστῇ εἰκυῖα πάνυ γοργῶς τὴν λειότητα τῆς πέτρας ἐδήλωσε διὰ παραβολῆς ξεστικῆς. βούλεται γὰρ ὡς οἷον καὶ ἐστιλβῶσθαι αὐτήν. κρεῖττον δὲ βαρυτόνως γράφειν περιξέστῃ ὁμοίως τῷ ἀσβέστη. τὸ γὰρ περισπᾶν ἔχει τι καὶ ἀντιλογίας. Τὸ δὲ εἰκυῖα οὐ κατὰ τὴν ὕστερον Ἰωνικὴν γλῶσσαν λέγεται. οἱ γὰρ μεθ' Ὅμηρον, ὡς δηλοῖ καὶ Ἡρόδοτος, οἰκὸς γράφουσι, καὶ ἀκολούθως καὶ οἰκυῖα, Ἀττικοὶ δὲ ἐοικὸς καὶ ἐοικυῖα. πολλαχοῦ δὲ καὶ παρὰ τῷ ποιητῇ ὁ τοιοῦτος ἀττικισμὸς, ἐξ οὗ καὶ ὁ, ἐῴκειν ὑπερσυντέλικος, οἷον, αὐτῷ πάντα ἐῴκει.

(Vers. 80.) Τὸ δὲ μέσσῳ σκοπέλῳ τὸ πάνυ δολιχόδειρον τῆς Σκύλλης δίδωσι συλλογίζεσθαι, εἴ περ ὁ μὲν σκόπελος οὗτος οὐρανὸν εὐρὺν ἱκάνει, περὶ μέσον δὲ αὐτὸν ἡ Σκύλλα οὖσα καθίησι τὰς δειρὰς ὅσα καὶ ὁρμιάς. καὶ οὐ μόνον ἰχθυᾶται, ἀλλὰ καὶ ἀφαρπάζει εἴ πού τις παραπλέει. δηλοῖ δὲ τὸ τοῦ σπηλαίου ὕψος καὶ τὸ εἰπεῖν, μήδ' ἂν τοξικώτατον ἄνδρα ὀϊστεύσαντα βαλεῖν ἕως ἐκεῖ.

(Vers. 81.) Τὸ δὲ πρὸς ζόφον καὶ τὸ εἰς Ἔρεβος ἐκ παραλλήλου μὲν θέσεως δυσμικὸν μέρος δηλοῦσιν. αἰνίττονται δὲ θανάτου καὶ Ἅιδου τόπον εἶναι τὰ ἐκεῖ διὰ τὴν Σκύλλαν.

(Vers. 82.) Τὸ δὲ νῆα παρὰ γλαφυρὴν ἰθύνειν ταυτόν πώς ἐστι τῷ, παρὲξ ἐλάαν. δῆλον δὲ ὡς ἀπὸ τοῦ γλάφω ναῦς γλαφυρὴ καταχρηστικῶς. ἡ δ' αὐτὴ ὁμοίως καὶ σκάφος ἀπὸ τοῦ σκάπτω, ὅ περ ἐπὶ γῆς κυριολεκτεῖται, ὡς δηλοῖ παρ' Ἡσιόδῳ τὸ, σκάφος οἰνέων. τὸ δὲ, φαίδιμ' Ὀδυσσεῦ, ἁπλῶς οὕτω παρέῤῥιπται πρὸς ἀναπλήρωμα στίχου, καθὰ καὶ μετ' ὀλίγα ἐν τῷ, χθαμαλώτερον ὄψει Ὀδυσσεῦ.

(Vers. 83.) Τὸ δὲ αἰζήϊος ἀνὴρ τετρασυλλάβως ῥηθὲν δηλοῖ, ὡς ἐν τῷ αἰζῃὸς προσγέγραπται τὸ ι, ὅ περ ἐνταῦθα στιχθὲν ἐκπεφώνηται.

(Vers. 84.) Τὸ δὲ κοῖλον σπέος ταυτόν ἐστι τῷ, σπέος ἠεροειδές. δῆλον γὰρ ὡς τὰ βαθέα ἐσκότωνται διὰ τὸ τοῦ ἀέρος μέλαν. Ὅρα δὲ τὸ ὀϊστεύσας εἰσαφίκοιτο ἀντὶ τοῦ φθάσοι ἕως ἐκεῖ τῇ βολῇ. καὶ ἔστιν ἐνταῦθα τὸ εἰσαφικέσθαι ταυτὸν τῷ καθικέσθαι, ὅ ἐστιν ἅψασθαι.

(Vers. 85.) Τὴν δὲ Σκύλλαν Φόρκυνος θυγατέρα καὶ Ἑκάτης ὁ μῦθος λέγει, ἔχουσαν πρὸς ταῖς πλευραῖς σκύλακας, κατέχουσαν τὸν περὶ Σικελίαν πορθμόν. Ὅμηρος μέντοι Κράταιϊν ἐν τοῖς ἑξῆς μητέρα τῆς Σκύλλης δηλοῖ, ἐπάγων καὶ ἥ μιν τέκε πῆμα βροτοῖσιν. Εἰ δὲ καὶ Ὅμηρος Κράταιϊν λέγει αὐτὴν, ἀλλ' οἱ μάγοι Ἑκάτην, φασὶν, αὐτὴν καλοῦσιν. εἰσὶ δὲ οἳ Τρίτωνά φασιν εἶναι πατέρα τῇ Σκύλλῃ. Στησίχορος δὲ Λάμιαν αὐτῆς μητέρα ποιεῖ, ἣν δὴ Λάμιαν ὁ μῦθος μὲν δαιμόνιόν τι πλάττει, ὁ δὲ κωμικὸς καὶ λαγνείαν αὐτῆς ἐμφαίνει ἐν τῷ, Λαμίας ὄρχεις ἀπλύτους. Νίκανδρος δέ, φασιν, ὁ Κολοφώνιος ἐν γλώσσαις ἰχθύος αὐτὴν οἶδεν ὄνομα, καθὰ καὶ τὴν Σκύλλαν, εἰπὼν ὅτι ὁ καρχαρίας ἰχθὺς, καὶ λάμια καὶ σκύλλα καλεῖται. ὅτι δὲ Ὁμήρου ἓξ πλασαμένου κεφαλὰς τῇ Σκύλλῃ ἕτεροι τρικέφαλον αὐτὴν ἐμυθεύσαντο, δηλοῖ καὶ ὁ κωμικὸς Ἀναξίλας, ἔνθα τὰ τοιαῦτα μυθικὰ τέρατα εἰς κακοτρόπους ἑταίρας μετέλαβεν, εἰπών· ὅς τις ἀνθρώπων ἑταίραν ἠγάπησεν, οὐ γένος ἂν δύναιτο παρανομώτατον φράσαι. τί γὰρ ἢ δράκαιν' ἄμικτος ἢ Χίμαιρα πύρπνος, ἢ Χάρυβδις, ἢ τρίκρανος Σκύλλα ποντία κύων, Σφὶγξ, ὕδρα, λέαιν', ἔχιδνα. πτηνάθ' Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους. ἔστι δὲ σκοπεῖν ἀπ' ἀρχῆς καὶ ἑξῆς τὰ εἰς κατασκευὴν τῆς προτάσεως. Ἰστέον δὲ καὶ ὅτι ἐπιῤῥεπὴς ὁ μῦθος εἰς τὰ κυνώδη φάσματα, ὃς καὶ τὴν Ἑκάβην ἀπεκύνωσε. καὶ τὴν Ἑκάτην δὲ κυνὸς κεφαλὴν ἔχουσαν πλάττει. καὶ Καλλίμαχος οὖν ἐν ὑπομνήμασι τὴν Ἄρτεμιν ἐπιξενωθῆναι φησὶν Ἐφέσῳ υἱῷ Καΰστρου, ἐκβαλλομένην δὲ ὑπὸ τῆς γυναικὸς, τὸ μὲν πρῶτον μεταβαλεῖν αὐτὴν εἰς κύνα, εἶτ' αὖθις ἐλεήσασαν ἀποκαταστῆσαι εἰς ἄνθρωπον, καὶ αὐτὴν μὲν αἰσχυνθεῖσαν ἐπὶ τῷ συμβεβηκότι ἀπάγξασθαι, τὴν δὲ θεὸν περιθεῖσαν αὐτῇ τὸν οἰκεῖον κόσμον Ἑκάτην ὀνομάσαι. καὶ τοιάδε μὲν ταῦτα. ὅτι δὲ τὴν Σκύλλαν Ἡρακλῆς μὲν ἀνεῖλεν, ὁ δὲ μῦθος αὖθις ἐζώωσε καὶ ἀθάνατον κακὸν ἐποίησεν, οἶδε καὶ ὁ Λυκόφρων. ἡ δὲ ἀλληγορία τὴν Σκύλλαν ταύτην εἰς αὐθάδειαν μετάγει καὶ κυνώδη θρασύτητα, ἣ οὐδ' αὐτὴ κατὰ Ὀδυσσέως ἔσχε νεανιεύσασθαι. τῶν μέντοι φίλων τινὰς, ὡς εἰκὸς, ἐσίνατο, συντελεῖ δὲ τῇ τοιαύτῃ ἀλληγορίᾳ καὶ ὁ πατὴρ Φόρκυν, ὡς ἐν τῇ α ῥαψῳδίᾳ ἐγράφη. ἔτι δὲ καὶ τὸ τῆς μητρὸς Ἑκάτης ἢ ἁπλῶς κύνεον ἢ κατά τινας κυνοπρόσωπον. Τὸ δὲ λελακυῖα ἔχει μὲν ὁριστικὸν παρακείμενον καὶ διὰ τοῦ η. λέληκε γὰρ, ὡς τὸ, δαιμονίη τί λέληκας. δηλοῖ δὲ φωνὴν ἄναρθρον, καθὰ καὶ τὸ λακεῖν, ὡς τὸ ὀστέα ἔλακεν, ἤτοι ποιὸν ἀπετέλεσαν ἦχον θραυσθέντα, εἰ καὶ ὁ κωμικὸς παίζων τραγικώτερον ἐπὶ φωνῆς ἐνάρθρου τὸ ῥῆμα τέθεικεν ἐν τῷ, τί δῆτα ὁ Φοῖβος ἔλακεν. Ἰωνικῶς δὲ ἡ λέξις τῷ ἄλφα προπαραλήγεται συσταλέντος τοῦ η. Δωριεῖς μὲν γὰρ τὸ ἦτα εἰς α μακρὸν τρέπουσιν, οἷον, [14] δῆμος δᾶμος, μὴν μὰν, Ἴωνες δὲ εἰς βραχὺ καταστρέφουσιν, οἷον, λεληκυῖα λελακυῖα, μεμηκυῖα, μεμακυῖα. οὕτως Ἀφθόνιος. Ἡρακλείδης δὲ ἐν οἷς λέγει τὸ δάκνω, Δωρίδι καὶ Ἰάδι πεποιῆσθαι διαλέκτῳ, Δωριεῖς μὲν γάρ, φησιν, ἐντιθέασι τῷ υ, τὸ ν, θύω θύνω, δύω δύνω, Ἴωνες δὲ βραχύνουσι τὸ η διὰ τοῦ ἄλφα, ἐπάγει οὕτω· μεσημβρία μεσαμβρία, πήρη πάρη, λεληκυῖα λελακυῖα, μεμηκυῖα μεμακυῖα, συλλαλῶν οὕτω καὶ αὐτὸς τῷ Ἀφθονίῳ. Τὸ δὲ δεινὸν πρόσκειται εἰς τὸ λελακυῖα, ἵνα μεγεθύνει κατ' ἔννοιαν τὸ τῆς λέξεως ταπεινόν. ἄλλως γὰρ κατὰ νεογιλὴν σκύλακα ἡ Σκύλλα ὑλακτεῖ, ὡς ὁ ποιητὴς δηλοῖ τὸ πέλωρ κακόν.

(Vers. 86.) τὸ δὲ σκύλακος δοκεῖ καθ' ὑποκορισμὸν ἐσχηματίσθαι ὁμοίως τῷ, λίθακι ποτὶ πέτρῃ. ἀφῄρηται δὲ τοῦ ἑνὸς λ, ὡς τῶν δύο τῇ Σκύλλῃ προσνενομημένων. Νεογιλὸν δὲ τὸ νεωστὶ γινόμενον. διὸ ἐτυμολογικῶς ἐῤῥέθη τὸ, φωνὴ ὅση σκύλακος νεογιλῆς γίνεται, ὅθεν καὶ ἐκτείνει τὴν παραλήγουσαν τὸ νεογιλῆς, ὁμοίως τῇ ἀρχούσῃ τοῦ γίνεσθαι. δῆλον δὲ ὅτι τε ἐκ τοῦ γίνω προϋπάρχει ἄῤῥητον ὄνομα τὸ νεογινὸν, ἐξ οὗ συγκέκοπται τὸ νεογνὸν, καὶ ὅτι τροπὴν ἔχει τοῦ ν εἰς λ, καὶ τὸ πνεύμων πλεύμων, καὶ τὸ νίτρον λίτρον, ἀφ' οὗ καὶ ψευδόλιτρος κονία παρὰ τῷ κωμικῷ. ἔτι δὲ καὶ ἄϊκνον εἰς ὅ τις λίαν ἱκνεῖται, καὶ ἄϊκλον, ὧν τὸ μὲν ἄϊκνον συναιρεθὲν αἶκνον γίνεται, τὸ δὲ ἄϊκλον παρονομάζει τὰ καλούμενα ἐπάϊκλα. τραγήματα δέ τινα δείπνου ἦσαν ἐκεῖνα κατὰ τὴν παρὰ τῷ Ἀθηναίῳ ἱστορίαν, ἃ καὶ ματτύη φησὶν ἐκαλεῖτο, θηλυκῷ δηλαδὴ γένει, εἰσφορά τις οὖσα χηνῶν καὶ τρυγόνων καὶ λοιπῶν. ἦν δὲ ὡς εἰκὸς ἡ ἀναλογία τοῦ ἐπάϊκλα κατὰ τὰ ἐπιδόρπια τὰ παρὰ τοῖς βαρβαρωτέροις ἀναδείπνια καλούμενα. Δωριέων δέ φασι δοκεῖ γλώσσης εἶναι τὸ ἄϊκλον.

(Vers. 87.) Τὸ δὲ πέλωρ κακὸν ἀστείως ἀντίκειται πρὸς τὸ, σκύλακος νεογιλῆς. σπουδαῖον οὖν ἀντίθετον εἰπεῖν ὅτι τῇ Σκύλλῃ φωνὴ μὲν σκύλακος ὀλίγης, αὐτὴ δὲ μέγα κακόν. ἔστι δὲ τὸ φωνὴ μὲν ὅση σκύλακος καὶ τὸ ἑξῆς οἰκεῖον ποτὲ πρὸς τοὺς ἁπαλὰ μὲν ὑπολαλοῦντας, κακὰ δὲ ἐνεργοῦντας, ἁρμόσει δέ ποτε καὶ προσώπῳ λεπτοφώνῳ μὲν, κακούργῳ δέ. Ἰστέον δὲ καὶ ὡς κατὰ τοὺς παλαιοὺς Ὁμήρου εἰπόντος τὸ, ὅση φωνὴ σκύλακος προσέπλασαν τῇ Σκύλλῃ καὶ κυνῶν κεφαλὰς οἱ νεώτεροι. πιθανώτερον δέ φασι, δρακόντων νοεῖν κεφαλάς.

(Vers. 89.) εἰπὼν γὰρ πόδας αὐτὴν ἔχειν δώδεκα, ἓξ δὲ δειρὰς, ἐν δὲ ἑκάστῃ κεφαλὴν, ἐπάγει· ἐν δὲ τρίστοιχοι ὀδόντες. δρακόντων δὲ οὐ μὴν κυνῶν ἡ τῶν ὀδόντων τριστοιχία. ἔστι δέ που καὶ ἑτέρων, οἷον μεγίστων κητῶν.

(Vers. 88.) Τὸ δὲ οὐδ' εἰ θεὸς ἀντιάσειεν ὑπερβολή ἐστι πρὸς ἐκφόβησιν Ὀδυσσέως, εἰωθότος τοῦ ποιητοῦ παραλαμβάνειν ἔστιν ὅτε καί τι θεῖον πρόσωπον ἐν ταῖς ὑπερβολαῖς, οἷον, ἔνθα καὶ ἀθάνατος ἐπελθὼν θηήσαιτο, καὶ, οὐδ' ἂν Ἄρης ὀνόσαιτο μετελθὼν, καὶ, οὐκ ἄν σε ῥύσαιτο κακοῦ οὐδ' Ἐνοσίχθων, καὶ, οἵ τε μάλιστα νῆα διαῤῥαίσουσι θεῶν ἀέκητι ἀνάκτων. πιθανολογεῖ δὲ ὁ ποιητὴς ἐν τῷ, οὐδ' εἰ θεὸς ἀντιάσειε τὴν τῶν ἑταίρων τοῦ Ὀδυσσέως ἀπώλειαν ὑπὸ τῆς Σκύλλης, ὡς μὴ δυνατὸν ὂν μηχανῇ τινὶ περισωθῆναι αὐτούς. ὑπόκειται μὲν γὰρ μὴ εἶναι πλοῦν ἑτέρωθέν ποθεν. ὁμοίως δὲ ὑποτέθειται καὶ ἡ Σκύλλα κακὸν ἀκαταπολέμητον διὰ τὸ πάντῃ πάντως ἄφυκτον. ἐν ὑψίστῳ τε γὰρ σπηλαίῳ οἰκεῖ καὶ οἵῳ μὴ βέλος ἐκεῖ ἀφικνεῖσθαι, καὶ οὐδὲ θνήσκειν οἶδε, καὶ οὐ μόνον ἀνθρώπῳ ἀλλὰ καὶ θεῷ ἂν εἶναι δυσπρόσιτος. οὐ τεθνηξομένῳ μὲν ὑπ' αὐτῆς, οὐ γηθήσοντι δὲ ὅμως εἴ περ ἴδοι αὐτὴν τὸ πέλωρ κακὸν, καὶ ὅσα ἄλλα καταλαλεῖ αὐτῆς μετ' ὀλίγα ὁ ποιητής.

(Vers. 89.) Πόδες δὲ ἄωροι κατὰ τοὺς παλαιοὺς ἢ λεπτοὶ ἢ παραιωρούμενοι καὶ ἀσθενεῖς, ἢ δυσφύλακτοι, οὓς οὐδεὶς ἂν ὠρήσηται, ὅ ἐστι φυλάξηται διὰ τὴν ἐν αὐτοῖς δεινότητα. ὠρεῖν γάρ φασι τὸ φυλάσσειν. ὅθεν καὶ ὁ πυλωρὸς, καὶ δυσωρεῖν ἐν Ἰλιάδι τὸ δυσχερῶς φυλάσσειν. ἔνιοι δέ, φασι, δασέως ἀναγινώσκουσιν, ἵνα εἶεν ἄωροι οἱ ὠμοὶ καὶ σκληροὶ καὶ ἄγριοι, ἐκ μεταφορᾶς τῶν ἀώρων καὶ μὴ πεπόνων ἤτοι πεπείρων καρπῶν. ἔνθα ὅρα τὸ, δασέως ἀναγινώσκουσιν, ὡς τοῦ ω μεγάλου ἐνταῦθα ἐν μὲν ταῖς ἄλλαις ἑρμηνείαις ψιλουμένου, ἐν δὲ τῇ ῥηθείσῃ δασυνομένου διὰ τὴν ὥραν, ἣ δηλοῖ τὸν καιρόν. ὅτι δὲ οἱ παλαιοὶ καὶ ἐν μέσῳ λέξεων ἐπνευμάτιζον τὰ φωνήεντα, καὶ ἡ Ἰλιὰς δηλοῖ. ἄλλοι δὲ ἀώρους τούτους πόδας εἶπον, ὧν πολλὴ φροντὶς κατ' ἐπίτασιν τοῦ α. εἰσὶ δὲ οἳ τοὺς ἐμπροσθίους πόδας ἀώρους φασὶ, φέροντες καὶ χρῆσιν τοῦ κωμικοῦ, εἰπόντος· οὐ τοὺς ἀώρους εἶπας πόδας κομίζειν; σὺ δὲ φέρεις ὀπισθίους; δοκεῖ δέ τισιν, ὡς καὶ Ἀριστάρχῳ ἀώρους εἰρῆσθαι καὶ τοὺς πλεκτανώδεις, καὶ διατοῦτο κωλῆν μὴ ἔχοντας. ὥρα γὰρ ἢ ὠρὴ ὀξυτόνως ἡ κωλῆ κατὰ Ἴωνας. εἰσὶ δὲ οἳ τὸ ἄωροι ταυτὸν εἶπον εἶναι τῷ ἀόριστοι διὰ μέγεθος, ἤγουν μεγάλοι, ἐκτάσει τοῦ ο εἰς ω. Ἀπολλώνιος [15] δέ, φασιν, ὁ Ῥόδιος, ἀώρους τοὺς συνεσταλμένους νοεῖ. ἄμεινον δέ, φασιν, ἀποδιδόναι ἀώρους, ὡς καὶ προεῤῥέθη, τοὺς χαλεποὺς καὶ δυσφυλάκτους, ἢ τοὺς ἀκινήτους καὶ δυσορμήτους καὶ μὴ ὀρούειν δυναμένους, ἐκταθέντος δηλαδὴ τοῦ ο εἰς ω. οὐ γὰρ χρῆται, φασὶν, αὐτοῖς ἡ Σκύλλα πρὸς πορείαν· δεδυκέναι γὰρ κατὰ τοῦ σπηλαίου δοκεῖ. καὶ αὐτὴ μὲν κατὰ τὰ ὄστρεια προσέχεσθαι τῷ σπηλαίῳ, ἔχειν δὲ τὸ πᾶν τῆς ἰσχύος ἐν μόναις ταῖς δειραῖς. ὅθεν οὔτε διώκει τοὺς παραπλέοντας. καὶ οὐδὲ τῷ Ὀδυσσεῖ γενομένῳ ὕστερον μεταξὺ τοῦ πορθμοῦ πρὸς τῇ Χαρύβδει πλησίον τοῦ κατ' αὐτὴν σπηλαίου ἐπῆλθεν, οἷα προσπεφυκυῖα. μόνας δὲ τὰς ἓξ κεφαλὰς ἔξω τοῦ βερέθρου ἴσχουσα. ὅτι δὲ περιμήκεες αἱ δειραὶ τῇ Σκύλλῃ πρὸ ὀλίγων εἴρηται.

(Vers. 91.) Σμερδνὰς δὲ αὐτῇ τὰς κεφαλὰς εἶναι, οὐδὲν ἀπεικός. ἧς καὶ τὸ κατὰ νεογιλὴν σκύλακα ὕλαγμα δεινὸν ἦν.

(Vers. 92.) Τὸ δὲ πυκνοὶ καὶ θαμέες ἐκ παραλλήλου μὲν τὴν αὐτὴν σημασίαν ἔχουσι, δηλοῦσι δὲ πύκνωσιν τήν τε καθ' ἕνα ἕκαστον ὀδόντα, καὶ μάλιστα τὴν κατὰ τοὺς στοίχους τοὺς τρεῖς. νοητέον δὲ ἀναλόγως καὶ καρχαρόδοντα τὴν Σκύλλαν εἶναι. Τὸ δὲ πλεῖοι μέλανος θανάτοιο ἀστείως ἔφη, ὡς εἴ περ εἶπεν ἰοῦ πλήρεις. λέγοιτο δ' ἂν καὶ ὁ διαβολεὺς τοιούτους ὀδόντας ἔχειν.

(Vers. 94.) Τὸ δὲ ἔξω δ' ἐξίσχει κεφαλὰς γράφεται καὶ ἔξω δ' ἓξ ἴσχει κεφαλάς. καὶ ἔχει τι τοῦτο καὶ κάλλους. Τὸ δὲ βέρεθρον κοινῶς μὲν βάραθρον, κατὰ Μακεδόνας δέ, φασι, καὶ ζέρεθρον λέγεται. τροπὴν δὲ τὸ βέρεθρον ἔχει ἐκ τοῦ βαράθρου, ὁποίαν καὶ τὸ πένθος ἐκ τοῦ πάθους.

(Vers. 95.) Τὸ δὲ ἰχθυάᾳ καταχρηστικῶς ἔφη ἀντὶ τοῦ ἁλιεύει. οὐ γὰρ ἰχθύες οἱ δελφῖνες καὶ οἱ κύνες, ἀλλὰ κήτη, ὡς καὶ ὁ ποιητής φησιν. ὁποῖα καὶ ἄλλα ἡ Σκύλλα αἱρεῖ. καὶ χρὴ ἔχειν καὶ τοῦτο εἰς συγκρότησιν τοῦ, νέκταρ ἐνῳνοχόει. τοιοῦτον δέ τι σὺν ἄλλοις τοῖς ἀλλαχοῦ δηλωθεῖσι καὶ παρὰ Ὀππιανῷ τὸ, δινωτὸς κύβος μολίβου. κατὰ παράχρησιν γὰρ καὶ τοῦτο. ἐπεί τοι ἄλλως εἰ τετράγωνος κύβος, πῶς δινωτὸς ἤτοι τορευτός; καὶ αὖ πάλιν εἰ δινωτὸς, πῶς κύβος; Ἰστέον δὲ ὅτι τὸ, αὐτοῦ ἰχθυάᾳ οἰκείως, φασὶ, πλάττεται τοῖς περὶ τὸ Σκύλλαιον συμβαίνουσιν, ἔνθα οἱ θύννοι ἀγεληδὸν φερόμενοι καὶ τῆς Σικελίας ἁψάμενοι περιπίπτουσι τοῖς κητώδεσι, καὶ πιαίνουσι τοὺς γαλεώτας, οὓς καὶ ξιφίας, φασὶ, καὶ κύνας καλοῦσι. τὴν δὲ θήραν τῶν τοιούτων γαλεωτῶν ὁ γεωγράφος ἱστορεῖ ὅπως γίνεται.

(Vers. 96.) Τὸ δὲ καὶ εἴ ποθι μεῖζον ἕλῃσι, τὴν πολλὴν ἰσχὺν τῆς Σκύλλης ἐμφαίνει, ὡς καὶ τῶν μεγάλων κητῶν περιγινομένης, καὶ μὴ μόνων δελφίνων ἢ κυνῶν οἷς καὶ αὐτοῖς πολλάκις βριθὺ τὸ μέγεθος. Ὡς δὲ μυρία κήτη βόσκει ἡ ἐκεῖ θάλασσα, μεμαρτύρηται.

(Vers. 97.) Καιριώτερον δὲ τὸ βόσκειν ἐνταῦθα, ἤ περ ὅτε Ἀλκίνοος ἔφη ὡς πολλοὺς βόσκει γαῖα πολυσπερέας ἀνθρώπους. Ὅτι δὲ βοσκήματα πόντου τὰ ἐν αὐτῷ ζῷα, δεδήλωται. δῆλον δὲ καὶ ὅτι ἡ τῶν μνίων καὶ φυκίων καὶ βρύων τῶν κατὰ θάλασσαν νομὴ, βόσκει τὰ νεμόμενα. ἴσως δὲ καὶ ἑτέρων τινῶν φυτῶν ὡς εἰκὸς θαλαττίων. θύννοι γὰρ ἱστοροῦνται ἐπέκεινα Σικελίας βαλανηφαγεῖν ἀπὸ δρυαρίων φυομένων κατὰ θάλασσαν. Ὅτι δὲ τὸ βόσκειν καὶ περισπωμένως προφέρεται, δῆλον μὲν καὶ ἐκ τῶν ὡς ἐῤῥέθη βοσκημάτων. καὶ ἐξ αὐτοῦ δὲ Ὁμήρου εἰπόντος ἐν τοῖς ἑξῆς τὸ, βοσκήσεις γαστέρα. οὕτω καὶ Ἡσίοδος οἶδε τὸ διδασκῶ διδασκήσω περισπωμένως. καὶ οὕτω θεραπεύεται ῥηματικὴ ἀναλογία. ἐπεὶ γὰρ ὅσα βαρύτονα ῥήματα εἰς τὴν σκῶ συλλαβὴν λήγουσιν, οὐ δύνανται κλιθῆναι μετὰ τοῦ σίγμα εἰς μέλλοντα, περισπῶνται τινὰ ἐξ αὐτῶν διὰ κλίσιν ἀκώλυτον. Ἀγάστονος δὲ Ἀμφιτρίτη ἢ ἡ πολύκτυπος· στένειν γὰρ λέγεται καὶ πόντος ἀντὶ τοῦ ἠχεῖν· ἢ ἡ τοῖς ναυαγοῦσιν αἰτία στόνων πολλῶν.

(Vers. 98.) Ναῦται δὲ ἀκήριοι οἱ ἀβλαβεῖς καὶ μὴ παθόντες κῆρα τινά. τὸ μέντοι ἀκήριον αἶψα τίθησιν ἐν Ἰλιάδι, ταυτόν ἐστι τῷ νεκρόν. ἀκήριος γὰρ ἐκεῖ ὁ ἄψυχος.

(Vers. 99.) Ἐν δὲ τῷ, κρατὶ ἑκάστῳ, καινογενές τι ἐμφαίνεται, εἴτε ὁ κρὰς εἴποι τις κατὰ γένος ἀρσενικὸν, εἴτε ἡ ἕκαστος κράς. οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ, σῷ κράατι τίσεις. ἢ γὰρ ἡ σὸς κρὰς ἔστιν εἰπεῖν καὶ ἐκεῖ, ἢ ὁ κρὰς ὁ σός. ἀμφότερα δὲ καινόφωνα. ἐνταῦθα δὲ καὶ ἕτερόν τί ἐστιν ἄπορον. πῶς γὰρ τὸ κράατι ἐκεῖνο οὐ προπερισπᾷ τὴν ἐνταῦθα συναίρεσιν; ἵνα ᾖ κρᾶτι προπερισπωμένως ὁμοίως τῷ, κέαρι κῆρι καὶ ἔαρι ἦρι. καὶ τούτου μὲν ζητητέον λύσιν. τῷ τέως δὲ ἰστέον καὶ ὅτι ἀκολούθως Ὁμήρῳ καὶ ὁ κωμικὸς λέγει τὸ, ἀμφὶ κρατὶ σῷ βρύοντα στέφανον μύρτων. καὶ ὅτι δοκεῖ τὸ τοιοῦτον κατὰ γένος εἰρῆσθαι οὐδέτερον, ὡς ἐμφαίνει Πίνδαρος ἐν Ἰσθμιονίκαις, εἰπών· τρία κρᾶτα ἤτοι κράατα.

(Vers. 100.) Τὸ δὲ νεὼς κυανοπρώροιο οὐδεὶς ἂν εἴποι μὴ Ἀττικῶς εἰρῆσθαι. τὰ γὰρ κοινότερα ναὸς καὶ νηὸς, ὡς γραῦς γραὸς γρηός. Ἰωνικὸν [16] δὲ πάντως τὸ νηὸς καὶ γρηός. τὰ πλείω δὲ τῶν παλαιῶν ἀντιγράφων καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἄλλοις τόποις διὰ τοῦ ο μικροῦ ἔχουσι τὴν λήγουσαν τῆς νεός.

(Vers. 103.) ὁ δὲ ἐρινεὸς εὐφυῶς ὑπὸ τοῦ ποιητοῦ πέπλασται διὰ τὸ πιθανόν. εἴωθε γὰρ εἰκῇ ὅποι ποτὲ τύχῃ αὐτοφυῶς καὶ οὐκ ἀπὸ χειρομαχίας τὸ τοιοῦτον φυτὸν γίνεσθαι, ὡς καὶ ἐνταῦθα κατὰ τὸ εἰκὸς, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἐπιθανολόγησεν ὁ ποιητὴς, εἴ περ ἄλλο τι φυτὸν παραπεφυκέναι τῇ Χαρύβδει ἐπλάσατο. μέγας δὲ πλάττεται ὁ τοιοῦτος ἐρινεὸς, ὡς ἂν δύναιτο ἀνέχειν τὸν ἥρωα. οὗ χάριν καὶ πέπλασται, ἵνα σωθῇ ἀποκρεμασθεὶς αὐτοῦ. Φύλλοις δὲ τέθηλεν, ἵνα μὴ ἀπεξηραμμένος ὢν ἀνωφελὴς τῷ Ὀδυσσεῖ κατά τινα συκίνην ἐπικουρίαν γένηται, καὶ ἅμα, ἵνα καὶ βαρυνόμενος τοῖς φύλλοις ἕτοιμος εἴη τῷ Ὀδυσσεῖ πρὸς ἀντίληψιν μέγας τε ὢν καὶ δασὺς καὶ οὕτω βαρὺς καὶ κάτω ῥέπων εἰς θάλασσαν. δηλοῖ δὲ καὶ μὴ δὲ βαθὺν χειμῶνα εἶναι τὴν ὥραν εἰ φύλλοις ἔτι τέθηλεν ὁ ἐρινεὸς, καθὰ καὶ ὁ πτόρθος ἐν τοῖς πρὸ τούτων, ὃς ἐν Φαιακίᾳ χρήσιμος τῷ Ὀδυσσεῖ γέγονε.

(Vers. 104.) Περὶ δὲ Χαρύβδεως τοιαῦτα τινὰ ἱστόρηται. Μεσσήνη ἐν τῷ κατὰ Σικελίαν κόλπῳ τῆς Πελωρίδος πόλις μεγάλη, κτίσμα Πελοποννησίων Μεσσηνίων, ἥ ποτε καλουμένη Ζάγκλη, δι' ἣν ἔχει σκολιότητα. ζάγκλιον γὰρ παρὰ τοῖς ἐκεῖ τὸ σκολιόν. ὅθεν καὶ ζάγκλον τὸ δρέπανον. ἐνταῦθα μικρὸν πρὸ τῆς πόλεως ἡ Χάρυβδις δείκνυται ἐν τῷ πόρῳ βάθος ἐξαίσιον, εἰς ὃ αἱ τοῦ πορθμοῦ παλίῤῥοιαι μετὰ συστροφῆς καὶ δίνης μεγάλης ἐκτραχηλίζουσαι τὰ σκάφη κατάγουσιν. οἱ δὲ τοῦτο ἱστοροῦντες προσιστοροῦσι καὶ ὡς τὸ,

(Vers. 105.) τρὶς μὲν ἀνίησιν ἐπ' ἤματι, τρὶς δὲ ἀναροιβδεῖ, δὶς ὀφείλει γράφεσθαι διὰ τὸ καὶ τὴν κατὰ τὸν Σικελικὸν πορθμὸν παλίῤῥοιαν, ἀφ' ἧς ἐπλάσθη καὶ τὰ κατὰ Χάρυβδιν, δὶς ἑκάστης ἡμέρας γίνεσθαι, ὡς ἡ περὶ τὸν Χαλκιδικὸν Εὔρυπον ἑπτάκις καθ' ἡμέραν ἑκάστην γίνεται. παρὰ δέ γε τῷ ποιητῇ τρὶς γέγραπται, ἢ ἁμαρτήματός, φασιν, ὡς εἰκὸς γραφικοῦ γενομένου, ἢ τῆς Κίρκης πρὸς τὸ ἐκφοβῆσαι χρησαμένης, ὡς εἰς ὑπερβολὴν, τῷ τοιούτῳ ἀριθμῷ, καθὸ καί τινας τρισμακαρίους καὶ τρισαθλίους φαμέν. τὸ μέντοι τὴν Χάρυβδιν ἐς τὸ παντελὲς ἀναπίνεσθαι, ὡς καὶ τὴν ἄμμον ἢ τὰς ὑποκρήμνους πέτρας φαίνεσθαι εἶτ' αὖθις πάλιν ἀνιέναι, οὐδεὶς ἱστόρησεν ἀληθὲς εἶναι. πλασθῆναι δὲ ἄλλως αὐτὸ ὑποτοπάζεται, ἀπὸ ἀμπώτεων γινομένων ἀλλαχοῦ. φησὶν οὖν καὶ ὁ γεωγράφος ὅτι ἀπὸ τῶν ἀμπώτεων καὶ τῶν πλημυρίδων, ἃς ὁ Ὠκεανὸς πάσχει, τὴν Χάρυβδιν ὁ ποιητὴς ἐμυθεύσατο, οὐ παντάπασι πλάσας, ἀλλ' ἀπὸ τῶν ἱστορουμένων ἐκεῖ διασκευάσας καὶ τὰ κατὰ πορθμὸν, ἐν ᾧ δὶς καθ' ἑκάστην ἡμέραν καὶ νύκτα παλίῤῥοια γίνεται, εἰ καὶ ἡ Κίρκη τραγῳδίας καὶ φόβου χάριν τρὶς ταύτην εἶπε γίνεσθαι. ὁ δ' αὐτὸς λέγει καὶ μεταξὺ Ἀπαμείας τῆς Συριακῆς καὶ Ἀντιοχείας χάσμα τι Χάρυβδιν λέγεσθαι, εἰς ὃ καταδὺς Ὀρόντης πάλιν ἀνατέλλει ἑτέρωθι. περιᾴδεται δὲ καὶ Λυκιακή τις ἔτι καὶ νῦν Χάρυβδις. ὅτι δὲ τὸ κατὰ τὴν Χάρυβδιν πλάσμα τοῦ ποιητοῦ ἄμπωτιν καὶ ταύτην ὑποβάλλει νοεῖν, οὐκ ἔστιν ἀμφιβαλεῖν. Ἰστέον δὲ καὶ ὅτι ὁ Κίλιξ ποιητὴς τοπογραφῶν τε ἅμα ἐν παραβολῇ καὶ μυθικῶς αἰτιολογῶν τὸ κατὰ τὴν Χάρυβδιν Ἰονίου τε καὶ Τυρσηνικοῦ πόντου μέσην κεῖσθαι αὐτὴν ἱστορεῖ, ὡς καὶ τῶν κατὰ τὸν Σικελικὸν πορθμὸν οὕτω κειμένων, ἃ δὴ ἀποῤῥῶγα πορθμοῦ λέγει ἐκεῖνος. καὶ πνεύματι δὲ ὑπογαίῳ τυφωνικῷ αὐτήν φησιν ἀνακυκᾶσθαι, κατά τινα δῆθεν ὁμοιότητα τοῦ ἐν Σικελίᾳ Αἰτναίου πυρὸς, οἷα τοῦ μυθικοῦ Τυφῶνος ὥς περ τῇ Αἴτνῃ, οὕτω καὶ τοῖς κατὰ Χάρυβδιν τόποις ὑποκειμένου, ἵνα καθὰ ἐν Ἰλιάδι Ζεὺς ὑπὸ Τυφώεϊ γαῖαν τινὰ ἱμάσσει, πνεύματι δηλαδὴ ἐλαυνομένην σφοδρῷ, οὕτω καὶ ἡ Χάρυβδις ὁμοίῳ τινὶ πνεύματι λαύρῳ κάτωθεν κατὰ πάθος ἀμπώτεως ἀναταρασσομένη πάσχῃ ἅ περ ἡ ποίησις τερατεύεται. ὅτι δὲ εἴς τινα πολυδάπανον ἀσωτίαν καὶ ἡ Χάρυβδις ἀλληγορικῶς ἐκλαμβάνεται, δῆλον ἐστὶν ἐκ τῶν παλαιῶν. ὁποίῳ δή τινι λόγῳ καὶ ἡ κωμῳδίᾳ τὴν φάραγγα ἐπὶ ὁμοίου νοήματος τίθησιν, ὡς εἴ τις εἴποι τὸν δάπανον κλέπτην ἢ συκοφάντην φάραγγα συκοφαντίας εἴ τε κλοπῆς. καὶ τοιάδε μὲν καὶ ταῦτα. περὶ δὲ πάθους ἀμπώσεως καὶ ἐν τοῖς τοῦ περιηγητοῦ διείληπται. νῦν δὲ ἀρκεῖ φάναι ὅτι τε Ἀττικῶς ἐκτείνει τὴν παραλήγουσαν ἡ ἄμπωτις, ὡς καὶ τὸ αἱματοπότης καὶ ὑδροπότης κατὰ Αἴλιον Διονύσιον. καὶ ὡς εἴ περ ὑπόθοιτό τις παύσασθαί ποτε ὕστερον τὸ κατὰ τὴν Χάρυβδιν ἀμπώτισμα, εἴη ἂν ἡ ἐκεῖσε γῆ ἁλίπεδον. λέγεται γὰρ παρὰ τοῖς παλαιοῖς δασέως ἁλίπεδον, πεδίον πρότερον θάλασσα γεγονός. ὁ δὲ γεωγράφος ἐν οἷς ἱστορεῖ περὶ Αἴτνην καὶ Λεοντίνην ἀξένους τινὰς ἄνδρας εἶναι, δι' οὓς ἀπροσπέλαστα ἦσαν τὰ κατὰ τὸν πορθμὸν ὁποῖοι τινὲς [17] καὶ Κύκλωπες καὶ Λαιστρυγόνες, λέγει ὡς καὶ ἡ Χάρυβδις καὶ τὸ Σκύλλαιον ὑπὸ λῃστῶν κατείχετο. ἔοικε δὲ ἡ Χάρυβδις ἢ κατὰ ὀνοματοποιΐαν τινὰ λεχθῆναι καὶ μίμησιν ἤχου, ἢ παρωνυμεῖσθαι τῷ Χάρωνι διὰ τὸ κατ' αὐτὴν ὀλέθριον, ἢ καὶ ἐκ τοῦ συμβαίνοντος ἐτυμολογεῖσθαι, παρὰ τὸ εἰς χάος ῥᾷον ὑποδύνειν, τοῦ πι στοιχείου ἐν τῇ συγκοπῇ τραπέντος εἰς β, ὡς ἐπὶ τοῦ ὑποβάλλειν ὑββάλλειν. ὑποπτεύεται δὲ καὶ ὡς δαιμόνιον πλάττεσθαι. διὸ καὶ δῖαν αὐτὴν Χάρυβδιν ὁ ποιητὴς λέγει, ὡς καὶ δῖαν θάλασσαν. καίτοι τινὲς τὸ δῖαν ἀντὶ τοῦ φοβερὰν εἶπον, ὡς ἀπὸ τοῦ δίω τὸ φοβοῦμαι. ὅθεν καὶ τὸ δεδιέναι, ἄλλοι δέ φασιν, ὡς οὐκ ἐδήλωσεν ὁ ποιητὴς πότερον θηρίον ἐστὶν ἢ ἄμπωτις ἡ Χάρυβδις. φέρεται δὲ παρὰ τοῖς ἀρχαίοις καὶ ὅτι Χάρυβδις θαλάσσης βάθος ἀναπτωτικὸν μεταξὺ τοῦ Ἀδρίον καὶ τοῦ Τυῤῥηνικοῦ πελάγους. ᾧ συλλαλεῖ καὶ ὁ μεταβολεὺς Δημοσθένης, εἰπὼν ὅτι τῷ φυτῷ ὑπέκειτο ἡ ὀνομαζομένη μὲν Χάρυβδις, αὐτὸ δὲ τοῦτο ἄμπωτις τοῦ πελάγους βιαιοτάτη καὶ αὖθις πλημύρα. Ἰστέον δὲ ὅτι οὐ κλίνεται ὡς Θέτις Θέτιδος, Ἴσις Ἴσιδος, οὕτω καὶ Χάρυβδις Χαρύβδιδος, ἵνα μὴ ἐπάλληλον δὶς γένηται τὸ δ καθ' Ἡρῳδιανόν. τοιούτῳ δὲ λόγῳ καὶ τὸ ἐκ τοῦ δείδω δέδοιδα, δέδοικα γέγονε. πολλαὶ δέ τινες καὶ ἄλλαι ἀλλεπαλληλίαι μισοῦνται.

(Vers. 104.) Τὸ δὲ Χάρυβδις ἀναροιβδεῖ ὕδωρ, οὐ μακρὰν οὐδ' αὐτό ἐστι τοῦ παρηχεῖν. ὥς περ παρήχησις ἔστι τις καὶ ἐν τοῖς ἑξῆς τὸ, Σκύλλη κοίλης ἐκ νηὸς ἑτάρους ἓξ ἕλετο, ταυτὸν δὲ ἀναροιβδεῖν εἰπεῖν καὶ ῥοιβδεῖν, ὡς δηλοῖ τὸ, ὅτε ῥοιβδήσειε. δηλοῦται δὲ καὶ ἐν ἀμφοτέροις τὸ ῥοφεῖν εἴτουν ἀναῤῥοφεῖν κατὰ ὀνοματοποιΐαν ὁποίαν τινὰ ἔχει καὶ τὸ ῥοχθεῖν, τραχύτερον μέντοι ἐκεῖνο τοῦ ῥοιβδεῖν, καθὰ καὶ τὸ ἐῤῥοίβδησε τραχυφωνότερον τοῦ ἐῤῥοίζησεν. ἅ περ εἶεν ἂν ὅμοιά τινα, εἴ περ καὶ ὁ ῥοῖζος εὕρηται ῥοῖβδος λεγόμενος κατὰ τὸ, πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.

(Vers. 105.) Ὅρα δὲ ὅτι τε ἐν μὲν τῷ ἀνίησι τὴν ἄνω σχέσιν ἡ πρόθεσις δηλοῖ, ἐν δὲ τῷ ἀναροιβδεῖ πλεονάζει, ὡς καὶ πρὸ τούτων ἐπὶ Ταντάλου ἐν τῷ, ὕδωρ ἀναβροχὲν, ὅ ἐστιν ἀναποθὲν, ἀναροφηθέν. καὶ ὅτι ἐν μὲν τῷ, δῖα Χάρυβδις ἀναροιβδεῖ ἐκτείνεται τὸ προπαραλῆγον α καὶ ἔχει διπλάζειν τὸ ρ, ἐν δὲ τῷ, τρὶς δ' ἀναροιβδεῖ συστέλλεται κατὰ τὴν ἀναλογίαν τῶν προθέσεων. Τὸ δὲ ἐπ' ἤματι ἀντὶ τοῦ, ἐφ' ἑκάστῳ νυχθημέρῳ, ὡς γίνεσθαι ἑκάστην ἀναῤῥοίβδησιν δι' ὡρῶν ὀκτὼ περιοδικῶς, ὡς τεκμαίρονται οἱ παλαιοὶ ἐν τοῖς ἑξῆς περί που τὸ τέλος τῆς ῥαψῳδίας.

(Vers. 106.) Τὸ δὲ ἀναροιβδεῖ δεινὸν, καὶ τὸ, δεινὸν λελακυῖα, καὶ τὸ, σμερδαλέη κεφαλὴ, καὶ τὸ δεινοῖο βερέθρου, καὶ ἐν τοῖς ἑξῆς τὸ, δεινόν τ' ἀργαλέον τε, καὶ τὰ τοιαῦτα, καὶ μάλιστα ἐν τοῖς μετὰ ταῦτα τὸ, δεινὸν ἐβεβρύχει, φοβερὰ εἶναι τὰ τοιαῦτα ποιητικὰ χωρία δηλοῖ τά τε ἄλλα καὶ τῇ κατὰ τὴν φράσιν τραχύτητι. Τὸ δὲ μὴ σύ γε κεῖθι τύχοις ὅτε ῥοιβδήσειε, πάνυ ἐνδιαθέτως ἐῤῥέθη πρὸς ἔνδειξιν τοῦ, μέγα εἶναι τὸ δεινόν. δύναται δὲ ῥηθῆναι αὐτὸ καὶ ὅτε τις εὔξεται μὴ παρατυχεῖν τινὶ τῶν πάνυ ἀδίκων, παρ' οἷς ἀναροιβδεῖται τὰ ἀλλότρια, ὅτε προσεπιπλέξει τις ἀφελῶς, καὶ τὸ ἐφεξῆς. ὡς οὐ γάρ κεν ῥύσαιτό σε ὑπ' ἐκ κακοῦ οὐδ' Ἐνοσίχθων.

(Vers. 108.) εἰ δ' ἔστιν ἐλπὶς τὸν ἀδικούμενον βοηθηθῆναι ὑπὸ γυναικὸς ἀδίκου μὲν καὶ αὐτῆς οὐ πάνυ δὲ Χαρύβδεως, οἰκεῖον παραινέσαι καὶ τὸ, ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος καὶ τὰ ἑξῆς, ὡς χρήσιμον κριθείη ἂν τῷ τεχνικῶς γράφοντι.

(Vers. 109.) τὸ δὲ φέρτερον ἐκ τοῦ φέρειν γινόμενον συστοιχεῖ οὐ μόνον πρὸς τὸ προφερέστερον, ἀλλὰ καὶ πρὸς τὸ συμφέρον καὶ ὑπερφερές.

(Vers. 110.) Τὸ δὲ ποθήμεναι δῆλον ὡς ἀπὸ τοῦ ποθαίνω ἀχρήστου παράγεται ῥήματος, ὡς καὶ τὸ φορῆναι ἀπὸ τοῦ φοραίνω. ἴσως δὲ καὶ ἄλλως αὐτὰ τὸ μὲν ἐκ τοῦ ποθῶ πόθημι, τὸ δὲ ἐκ τοῦ φορῶ φόρημι γίνεται.

(Vers. 112.) Ὅτι ὁ ζητῶν πῶς ἂν καὶ φύγῃ ἄδικόν τινα μεγάλα βλάπτειν δυνάμενον καὶ αὖ πάλιν ἕτερόν τινα ὅμοιον ἀμύναιτο, εἴποι ἂν τὸ, εἰ δ' ἄγε δή μοι τοῦτο νημερτὲς ἔνισπε, εἴ πως ἀντὶ τοῦ ὅπως, καθὰ καὶ προδεδήλωται, τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν. τὴν δέ κ' ἀμυναίμην ὅτε μοι σίνοιτό γ' ἑταίρους.

(Vers. 116.) ὁ δὲ τοιοῦτος ἀκούσοι ἂν τὸ, σχέτλιε, καὶ δ' αὖ τοι πολεμήϊα ἔργα μέμηλε καὶ φόνος, οὐδὲ τοῖς κρείττοσιν ὑπείξεαι; δεινὸν τὸ κακὸν, ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητὸν, οὐδέ τίς ἐστιν ἀλκή. φυγέειν κράτιστον ἀπ' αὐτοῦ. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος, δείδω μή σ' ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι τόσσῃσι κεφαλῇσι, τόσους δ' ἐκ φῶτας ἕληται. ἀλλὰ μάλα σφοδρῶς ἐλάαν.

(Vers. 124.) εἰ δὲ καὶ φίλη μήτηρ ὁμοία τῷ πολυκεφάλῳ ἀδίκῳ πρόσεστιν, εἰκὸς προσαρμόσαι καὶ τὸ, βωστρεῖν δὲ Κράταιϊν τὴν καὶ προγραφεῖσαν, μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν, ἥ μιν ἔπειτ' ἀποπαύσει ἐσυστέρου [18] ὁρμηθῆναι.

(Vers. 125.) Καὶ ὅρα τὸ ἥ μιν δὶς ἐν παραθέσει λεχθέν. ἔστι δὲ βωστρεῖν τὸ ἀναβοᾶσθαι ἤγουν ἐπικαλεῖσθαι, καὶ λαμβάνεται συνήθως ἀντὶ προστακτικοῦ. γίνεται δὲ ἀπὸ τοῦ βοῶ βοήσω βοητῶ καὶ κατὰ κρᾶσιν βωτῶ, ὅθεν τὸ ἐπιβωτᾷ παρὰ Ἡροδότῳ. πλεονασμῷ δὲ τοῦ σίγμα καὶ ῥῶ βωστρῶ, καθ' ὁμοιότητα τοῦ ἐλαστρῶ, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται, καὶ τοῦ, χωστρὶς χωστρίδος καὶ τῶν ὁμοίων. παρὰ δὲ Θεοκρίτῳ κεῖται ἡ λέξις καὶ ἐπὶ τοῦ ψηλαφητικῶς ἐν ἀγυιαῖς ἀναβοᾶσθαι τινά.

(Vers. 116.) Ἐν τούτοις δὲ δοκεῖ πως ἑρμηνεύεσθαι καὶ ὁ σχέτλιος· ὡς τοιοῦτος ὢν ὁ πολεμήϊα ἔργα ἐν μελήσει ἔχων, καὶ φόνῳ καὶ δεινοῖς ἐγχειρῶν καὶ μὴ ἐνδέοντι φεύγειν ἐθέλων ἀλλ' ἐπέχων τλημόνως ἑαυτόν.

(Vers. 118.) Ὅρα δὲ καὶ ὅτι τὸ δυνατώτερον νόημα καὶ πείθειν ἔχον τὸν Ὀδυσσέα ὡς δεινὸν ἡ Σκύλλα καὶ ἄμαχόν ἐστι κακὸν τελευταῖον ἐτηρήθη τῇ Κίρκῃ κατὰ λόγον ἀκμῆς. ὅ πέρ ἐστι τοιοῦτον· ἡ δέ τοι οὐ θνητὴ, ἀλλ' ἀθάνατον κακόν ἐστιν, ἤγουν δαίμων κακοποιὸς καὶ μὴ πεφυκὼς θανεῖν, δεινόν τε καὶ τὰ ἑξῆς, ὡς προσεχῶς ἐγράφη κείμενα συχνὰ κομματικῶς πρὸς ψόγον τῆς Σκύλλης, εἰ καὶ μὴ ἐπίστευσεν Ὀδυσσεὺς, ὡς τὰ ἑξῆς δηλώσει, ἀλλὰ πειρασάμενος ἀντιστῆναι, εἶτα παθὼν ἔγνω. Σημείωσαι δὲ ἐν τῷ, οὐ θνητὴ, ἀλλ' ἀθάνατον κακόν ἐστιν, ὅτι καὶ παρ' Ὁμήρῳ διαφέρει ἀθάνατος καὶ θεός. καὶ γὰρ οἱ Ἀχιλλέως ἵπποι ἀθάνατοι μὲν πλάττονται, οὐ μὴν καὶ θεοί· οὕτω δὲ καὶ ἡ Σκύλλα. καὶ ἡ ψυχὴ δὲ θεῖον οὖσα καὶ ἀθάνατον, ὅμως οὐ θεός ἐστιν.

(Vers. 127.) Ὅτι ἐν τῇ προῤῥηθείσῃ Θρινακίῃ νήσῳ, ἔστι δὲ ἡ Σικελία, ἐβόσκοντο πολλαὶ Ἠελίοιο βόες καὶ ἴφια μῆλα. καὶ ἑρμηνεύων τὸ πολλαὶ ἐπάγει, ἑπτὰ βοῶν ἀγέλαι, τόσσα δ' οἰῶν πώεα καλά.

(Vers. 130.) πεντήκοντα δ' ἕκαστα καθ' ἑκάστην δηλαδὴ ἀγέλην. γόνος δ' οὐ γίνεται αὐτῶν, οὐδέ ποτε φθινύθουσι. θεαὶ δ' ἐπιποιμένες εἰσὶ Φαέθουσά τε Λαμπετίη τε. ἃς τέκεν Ἠελίῳ δῖα Νέαιρα. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ ἐκεῖ ἀπῴκισε μῆλα φυλασσέμεναι πατρώϊα καὶ ἕλικας βοῦς. περὶ τούτων συμβουλεύει Κίρκη τῷ Ὀδυσσεῖ, ὡς εἰ μὲν ἀσινεῖς ταύτας ἐᾷς νόστου μεδόμενος, ἦ τ' ἂν εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομαι ὄλεθρον. ὃ δὴ καὶ πρὸ τούτων ἐποίει τό, τε κακὸν προλέγουσα καὶ τὴν θεραπείαν αὐτοῦ. Ἰστέον δὲ ὅτι τὰς ἀγέλας ταύτας καὶ μάλιστα τὰς τῶν βοῶν φασὶ τὸν Ἀριστοτέλην ἀλληγορεῖν εἰς τὰς κατὰ δωδεκάδα τῶν σεληνιακῶν μηνῶν ἡμέρας, γινομένας πεντήκοντα πρὸς ταῖς τριακοσίαις, ὅσος καὶ ὁ ἀριθμὸς ταῖς ἑπτὰ ἀγέλαις, ἐχούσαις ἀνὰ πεντήκοντα ζῷα. διὸ οὔτε γόνον αὐτῶν γίνεσθαι Ὅμηρος λέγει οὔτε φθοράν. τὸ γὰρ αὐτὸ ποσὸν ἀεὶ ταῖς τοιαύταις ἡμέραις μένει.

(Vers. 132.) Φαέθουσα δὲ καὶ Λαμπετία, αἱ κατὰ τὸν Ἥλιον δυνάμεις ἢ ἡμέραι αἱ τὸν καθ' ἡμᾶς βίον ὑπὸ χρόνον ὄντα οἷον ποιμαίνουσαι.

(Vers. 133.) ἃς ἔτεκεν Ἡλίῳ Νέαιρα, ἡ ἀεὶ νεάζουσα ἐν αὐτῷ καὶ ἀκμαία κίνησις. τὰς δὲ τοιαύτας ἀγέλας οἱ μὲν Ὀδυσσέως ἑταῖροι εἰ καὶ μὴ ἔφαγον, ἀναιδὲς γὰρ τοῦτό γε εἰς ἀλληγορίαν, ἀλλ' εἰς οὐδὲν δέον κατεδαπάνησαν.

(Vers. 139.) καὶ τὸ κατὰ τὸν Ξενοφῶντα πολυτελέστατον ἀνάλωμα τὸν καιρὸν, ἐν κενοῖς παρανάλωσαν. Ὀδυσσεὺς δὲ ἀεὶ σπουδαῖος ὢν παρεφυλάξατο αὐτὰς ὡς φιλοσόφῳ ἔπρεπεν. οἱ δέ φασιν ἐργάτας εἶναι τοὺς βόας οὓς καὶ ἱεροὺς Ἡλίου οἱ παλαιοὶ ἐνόμιζον, διὸ καὶ Ἀθηναίοις ἀπώμοτον ἦν θύειν βόας ἐργάτας. ὅθεν τὸν Ἥλιον ἀγάσασθαι, διότι τοιαύτας βόας ἐλάσαντες ἔθυσαν. ὅ, φασιν, οὐκ ἂν ἔπαθεν ὁ Ἥλιος εἰ προβάτων ἥψαντο. ἴσως δὲ καὶ λευκοὶ οἱ βόες καθ' ὁμοιότητα χρώματος πρὸς τὸν Ἥλιον. τοῦτο δὲ οὐ πάνυ ἀληθὲς διὰ τὸ ἕλικας αὐτὰς ῥηθῆναι, ὅ ἐστι μελαίνας κατά τινας. ὅτι δὲ καὶ καθ' ἱστορίαν, ἀγέλας ὅλας ἡμέρων ζῴων Ἕλληνες ἀφιέρουν δαίμοσιν ὧν οὐκ ἦν θεμιτὸν ἅπτεσθαί τινας, ἐν οἷς καὶ πτηνὰ ὡσιοῦντο ἱεροῖς ἀνειμένα, οἷον ταῶνες καὶ χῆνες καὶ τοιαῦτα τινὰ, καθωμίληνται ἐν ταῖς ἱστορίαις. Ἡρόδοτος δὲ ἱστορεῖ ἐν τῷ Ἰονίῳ κόλπῳ ἱερὰ εἶναι Ἡλίου πρόβατα περὶ πολλοῦ ὄντα τοῖς ἐκεῖ Ἀπολλωνιάταις οἷς ἀπὸ τόπου τὸ ὄνομα.

(Vers. 131.) Ἰστέον δὲ καὶ ὅτι ὁ μῦθος τὰ ῥηθέντα ζῷα τοῦ Ἡλίου ἐν ταυτότητι ποσοῦ φυλάττων ἀεὶ ἀθάνατα ἐκεῖνα βούλεται εἶναι.

(Vers. 128.) Τί δὲ δηλοῖ τὸ ἴφια μῆλα, προδεδήλωται. καὶ ὡς ἀγέλη μὲν ἐπὶ βοῶν,

(Vers. 129.) πώεα δὲ ἐπὶ οἰῶν κατὰ κυριολεξίαν.

(Vers. 130.) Τὸ δὲ, γόνος δ' οὐ γίνεται αὐτῶν οὐδέ ποτε φθινύσουσιν, εἰκὸς ἐπιλεχθῆναι καὶ θησαυροῖς οὓς καταχωννύουσιν οἱ πολλοί.

(Vers. 131.) Τὸ δὲ ἐπιποιμένες ταυτὸν τῷ ἐπιβουκόλος καὶ τοῖς τοιούτοις.

(Vers. 133.) Ἡ δὲ Νέαιρα καὶ κύριον ὕστερον ὄνομα γυναικὸς Ἀτθίδος παρά τε ἄλλοις, καὶ Δημοσθένει.

(Vers. 134.) Τὸ δὲ θρέψασά τε τεκοῦσά τε, πρωθυστερεῖται συνήθως [19] τρόπῳ ποιητικῷ.

(Vers. 136.) Τὸ δὲ μῆλα φυλάσσειν σεμνῶς εἶπεν ἀντὶ τοῦ ποιμαίνειν.

(Vers. 137.) Τὸ δὲ εἰ μὲν ἀσινέας ἐᾷς καὶ ἑξῆς, ἔστι κατὰ παρῳδίαν χρησιμεῦσαι ποτὲ ὅτε τις παραγγέλλεται μὴ ἅψασθαί τινος ἐπὶ βλάβῃ αὐτοῦ.

(Vers. 143.) Ὅτι ὥς περ ὁ ἐκ τῆς Καλυψοῦς, οὕτω καὶ ὁ ἐκ τῆς Κίρκης ἀπόπλους τοῦ Ὀδυσσέως ἁπλοϊκῶς ἔχει καὶ ἀφελῶς. οὐδὲν γάρ τι αἱ νύμφαι πρὸς τὸν Ὀδυσσέα λαλοῦσιν ἀπιόντα, τυχὸν μὲν διὰ τὸ παθαίνεσθαι, ἴσως δὲ καὶ μὴ θέλοντος τοῦ ποιητοῦ καὶ τοιούτοις ἐνασχολησθῆναι λόγοις, ὡς δέον ὂν κατὰ τὸ σιωπώμενον νοεῖσθαι ὅσα ἐν τοῖς τοιούτοις εἰκὸς γίνεσθαι. ἐνταῦθα οὖν Κίρκη μὲν ἀνὰ νῆσον ἁπλῶς οὕτως ἀπέστιχεν, Ὀδυσσεὺς δὲ ἄπεισιν, οὐ συνταξάμενοι οὐδὲ λαλήσαντες οὐδὲν, ἢ ἄλλως παθηνάμενοι.

(Vers. 149.) Ὅτι καὶ νῦν τὸν πλησίστιον οὖρον ἐσθλὸν ἑταῖρον λέγει, ἀφελῶς καὶ γλυκέως θεὶς ἐπὶ ἀνέμου καὶ τὸ ἐσθλὸς καὶ τὸ ἑταῖρος, ὅ πέρ ἐστι βοηθὸς, συνεργὸς, ὥς φασιν οἱ παλαιοί. ἄλλως μέντοι πρὸς ἀλήθειαν φίλος λόγῳ γλυκύτητος. διὸ καὶ Σοφοκλῆς ἀφελῶς ἔφη τὸ, τίς δ' ἀνέμων ὁ φίλτατος.

(Vers. 154.) Ὅτι ἔνθα κοινὸς ὁ κίνδυνος χρὴ δημοτικῶς εἰς μέσον παρατιθέναι τὰ ἀπόῤῥητα, καί που λέγειν τὸ τοῦ Ὀδυσσέως· ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ' οἴους τάδε τινὰ, ἀλλὰ ἐρέω μὲν ἐγὼ ἵνα εἰδότες ἤ κε θάνωμεν ἤ κεν ἀλευσάμενοι θάνατον καὶ κῆρα φύγοιμεν. Ὅρα δὲ ὡς κἀνταῦθα συνήθως ἤρξατο μὲν ἀπὸ τοῦ γαρ συνδέσμου, ἐπήγαγε δὲ ἀποδοτικῶς τὸν ἀλλα. εἶτα εὐθὺς Ὀδυσσεὺς ἄρχεται λέγειν τοῖς περὶ αὐτὸν, ὃ παρήγγειλεν ἡ Κίρκη περὶ Σειρήνων. τὰ μέντοι ἐφεξῆς δεινὰ στρατηγικῶς ἐπικρύπτει τοῖς ἑταίροις, ὡς ἂν μὴ μαθόντες ἀποδυσπετήσωσι πλέειν. ὅτι δὲ παρήγγειλεν ἡ Κίρκη Σειρήνων θεσπεσιάων φθόγγον ἀλεύασθαι καὶ λειμῶν' ἀνθεμόεντα, καὶ ὡς μόνον τὸν Ὀδυσσέα ἐκέλευσεν ἀκούειν μὲν, δεσμῷ δὲ ἀργαλέῳ δεθῆναι, ὄφρα ἔμπεδον αὐτόθι μίμνῃ καὶ τὰ ἑξῆς, προδεδήλωται ἱκανῶς. Εἰ δὲ μετὰ τὰς Σειρῆνας μεγάλοις κακοῖς περιέπεσεν Ὀδυσσεὺς, ἔστιν ἠθικῶς ἐκλαβέσθαι αὐτὸ εἰς δεῖγμα τοῦ ἕπεσθαι ὡς ταπολλὰ τῇ ἡδονῇ τέλος οὐκ εὔχαρι.

(Vers. 202.) Ὅτι ἐπεὶ τὴν τῶν Σειρήνων ἔλιπον νῆσον οἱ περὶ Ὀδυσσέα, αὐτίκα καπνὸν τὸν προῤῥηθέντα καὶ μέγα κῦμα ἴδε καὶ δοῦπον ἄκουσεν ὁ Ὀδυσσεὺς πρῶτος, ὡς εἰκὸς, οἷα κατὰ νοῦν ἔχων τὰ τῆς Κίρκης, τῶν δὲ λοιπῶν μετ' αὐτὸν μαθόντων καὶ δεισάντων ἐκ χειρῶν ἔπτατ' ἐρετμά. βόμβησε δ' ἄρα πάντα κατὰ ῥόον. ἔσχετο δ' αὐτοῦ νηῦς. φαίνεται δέ, φασιν, ἄρτι καπνὸς, ἐπεὶ ἐν ἡμέρᾳ οὐ φαίνεται πῦρ.

(Vers. 203.) Τὸ δὲ ἔπτατο ἔχει τι ἀστείας εὐτραπελίας, εἴ γε τὰ ἐν ἄλλοις πτερὰ νηῶν ἐρετμὰ νῦν ἐκπετασθῆναι λέγεται καθά τινα πτηνά. καὶ εἶχε μὲν εἰπεῖν χειρῶν ἔκφυγ' ἐρετμά. ἔκρινε δὲ κάλλιον οὕτω φράσαι.

(Vers. 204.) Ὅρα δὲ καὶ νῦν τὸ βομβεῖν ἐπὶ οἵου κτύπου ἐλήφθη. δῆλον δὲ, ὡς καὶ λίθος βομβεῖ ὁποῖος καὶ ὁ Φαιακικὸς δίσκος, καὶ μέλισσα δὲ καὶ βροντή. ἐκ τούτου δὲ καὶ ἔντομόν τι ζῷον ὁ βομβυλίος, καὶ παρὰ τῷ κωμικῷ δὲ βομβὰξ παικτικὸν ἐπίῤῥημα καθ' ὁμοιότητα τοῦ βαβαί. ὡσαύτως καὶ βομβαλοβομβάξ.

(Vers. 206.) Ὅτι δεδιότων τῶν Ὀδυσσέως ἑταίρων τὴν διὰ τοῦ πορθμοῦ πάροδον αὐτὸς μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ὤτρυνεν· ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονες εἰμὲν, οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακὸν ἢ ὅτε Κύκλωψ εἴλει ἐνὶ σπῆϊ γλαφυρῷ κρατερῇφι βίῃφι, ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐκφύγομεν. καί που τῶνδε μνήσεσθαι ὀΐω. νῦν δ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθόμεθα πάντες.

(Vers. 214.) ἔστι δὲ ἡ τοῦ Ὀδυσσέως βουλὴ, τὸ, κώπαις αὖθις ἁλὸς ῥηγμῖνα βαθεῖαν τύπτειν, αἴ κέ ποθι θεὸς δῴη

(Vers. 216.) τόνδε γ' ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι, τὸν ἐκ τοῦ τόπου δηλαδὴ περὶ ὃν ὁ καπνὸς καὶ ὁ δοῦπος.

(Vers. 217.) εἶτα καὶ μέθοδον διδοὺς, πῶς ἂν ὑπεκφύγωσιν, ἐπάγει· σοὶ δὲ κυβερνῆθ' ὧδ' ἐπιτέλλομαι, ἀλλ' ἐνὶ θυμῷ βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήϊα νωμᾷς.

(Vers. 219.) τούτου μὲν καπνοῦ καὶ κύματος, τοῦ κατὰ τὰς Πλαγκτὰς δηλαδὴ, ἐκτὸς ἔεργε νῆα, σὺ δὲ σκοπέλου

(Vers. 220.) ἐπιμαίεο, τουτέστι ζητητικῶς ἐπιθύμει, ἐφάπτου, μή σε λάθῃσι κεῖσ' ἐξορμήσασα καὶ ἐς κακὸν

(Vers. 221.) ἄμμε βάλῃσθα, τουτέστι πρὸς τῷ ἑτέρωθεν ἔσω σκοπέλῳ, μή ποτε ἐξορμήσας, ἤγουν ἔξω αὐτοῦ πλεύσας, ἀπολέσῃς ἡμᾶς, ὡς τοῦ σκοπέλου δηλαδὴ ἀκινδύνου ὄντος περὶ ὃν ἦν ἡ Σκύλλα. Καὶ σημείωσαι ὡς κἀνταῦθα ἐπικρύπτει τὸ ἀληθὲς ὁ Ὀδυσσεὺς, ἐμφαίνων μὲν ἀγαθὸν εἶναι τὸ διὰ τοῦ ῥηθέντος σκοπέλου πλεῦσαι, οὐχ' οὕτω δὲ εἰδὼς ἔχειν τὸ πρᾶγμα. οὐ γὰρ ἀκίνδυνος οὗτος ὁ σκόπελος, ἀλλὰ ὀλιγοκίνδυνος καὶ διατοῦτο αἱρετὸς μᾶλλον καὶ τῶν Πλαγκτῶν καὶ τῆς Χαρύβδεως.

(Vers. 223.) διὸ καὶ Ὀδυσσεὺς ἐπισημαίνεται, εἰπών· Σκύλλην δ' οὐκέτ' ἐμυθεόμην, ἄπρηκτον ἀνίην, τουτέστι καθ' ἧς [20] οὐκ ἦν τι πρᾶξαι καὶ μηχανήσασθαι, ὡς εἶναι δῆλον κἀντεῦθεν, ὅτι οὐκ ἐκκαλυπτέον τὰς ἀπράκτους ἀνίας τοῖς φίλοις οὐδὲ ἡμᾶς.

(Vers. 208.) Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰρημένοις τὸ μὲν, ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονες ἐσμὲν, τλήμοσιν ἀνθρώποις ἁρμόττει.

(Vers. 211.) τὸ δὲ ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐξεφύγομεν ἔπαινος ἀνδρὸς περισωσαμένου τινάς.

(Vers. 215.) τὸ δὲ αἴ κέ ποθι θεὸς δῴη τόνδε ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι, καιροῦ ἐπικινδύνου δηλωτικόν.

(Vers. 219.) τὸ δὲ τούτου μὲν καπνοῦ καὶ κύματος καὶ ἑξῆς δύναται παρῳδηθῆναι, ὅτε ἐστὶ συμβουλὴ περὶ τοῦ ἔλαττόν τι κακὸν ἀνθελέσθαι μείζονος. ἔνθα σημείωσαι, ὅτι τε καπνὸς οὗτος οὐχ' ἡδὺς τῷ Ὀδυσσεῖ κατὰ τὸν ἐν τῇ α ῥαψῳδίᾳ, ὃν ἐκθρώσκοντα ἧς γαίης ἰδεῖν ἵετο, καὶ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ τοῦδε τόπου παρείλκυσται καὶ τὸ, ἐκ καπνοῦ καταθεῖναι ὅπλα ἢ ἄλλο τι, ἀλλοῖον ὂν αὐτὸ παρὰ τὸ, ὑπὲρ καπνοῦ τὸ πηδάλιον. καὶ ὅτι πολλαχοῦ σημεῖον πραγμάτων ὑποκειμένων τινῶν ὁ καπνὸς εἴληπται παρὰ τῷ ποιητῇ, ὡς καὶ ἐν τοῖς κατὰ Κίρκην. καὶ ὅτι δὲ παραβολὴν ἐν Ἰλιάδι ἀπὸ νησιωτικοῦ λαμβάνει καπνοῦ. καὶ ὅτι οὐ πᾶς καπνὸς ἀηδὴς ἀλλ' εἰσὶν οἳ χαρὰν ὑποκινοῦσι. καὶ εἶεν ἂν τοιοῦτοι οὐ μόνον οἱ ἐξ ἀρωματικῶν ξύλων καί τινων τοιούτων, ἀλλὰ καὶ οἱ σημαίνοντες τὰ πρὸς ἡδονὴν, ὡς ὁ εἰρημένος τῆς α ῥαψῳδίας καὶ ὁ τὸν παρὰ τῇ κωμῳδίᾳ καπνοσφράντην συντιθεὶς, ὁ μὴ κατὰ τὸν κωμικὸν ἐκπέμπων τῆς οἰκίας, ἀλλ' εἰσάγων τοὺς φιληδοῦντας βίῳ παρασιτικῷ, οἳ καὶ αὐτοὶ λέγοιεν ἂν ἐθέλειν καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι οἰκίας πλουσίου εἰλαπιναστοῦ. Ἡδὺς δὲ καπνὸς τοῖς πάλαι δεισιδαίμοσι καὶ ὁ θυτικὸς, ἀφ' οὗ ἐν Ἰλιάδι ἐῤῥέθη τὸ, κάπνισάν τε κατὰ κλισίας καὶ δόρπον ἕλοντο, καθὰ καὶ ἐκεῖ ἐξηγήθη. τοῖς δέ τε φευκτέοις καπνοῖς ἐναριθμητέον καὶ τὸν κωμικευόμενον ἀπὸ σύκων εἶναι καὶ αἰνιττόμενον τὸν συκοφάντην, ὃς οὐ βλέφαρα δάκνων λυπεῖ ἀλλὰ ψυχὴν αὐτήν. καὶ ὧδε μὲν ταῦτα.

(Vers. 208.) Ὅρα δὲ καὶ ὅτι ἀρξάμενος καὶ νῦν ἀπὸ τοῦ γαρ μετὰ πέντε στίχους τὸ τῆς ἐννοίας ἀποδίδωσι κρέμασμα ἐν τῷ,

(Vers. 213.) νῦν δ' ἄγετε, ὃ ταυτόν ἐστι τῷ, ἀλλ' ἄγετε, ὃ δὴ σύνηθες Ὁμήρῳ, καθὰ καὶ πρὸ ὀλίγων δεδήλωται. Ἐν δὲ τῷ, ὦ φίλοι, λείπει τὸ εἰπὼν, συνεπιτροχασθέντος τοῦ λόγου τῷ, τε καιρῷ καὶ τῇ τοῦ λαλοῦντος Ὀδυσσέως σπουδῇ. πάντως γὰρ τὸ ἐντελὲς οὕτως· ὤτρυνεν ἑταίρους εἰπὼν ὦ φίλοι.

(Vers. 212.) οὕτω δὲ καὶ ἐν τῷ, τῶνδε μνήσεσθαι ὀΐω, λείπει τὸ ὑμᾶς.

(Vers. 209.) Τὸ δὲ μεῖζον ἔπι κακὸν, τινὰ μὲν ἀντίγραφα κατὰ ῥῆμα προσφέρουσιν, ἵνα λέγῃ, ὡς μεῖζον ἀμφέπει κακόν· τινὰ δὲ πρόθεσιν ἔχει ἔπι ἀντὶ τοῦ ἔπεστι.

(Vers. 210.) Τὸ δὲ κρατερῇφι βίῃφι, σύγκρισιν ὑπολαλεῖ βίας καὶ φρονήσεως, οἱονεὶ λέγοντος Ὀδυσσέως, ὅτι Κύκλωψ μὲν βίαν εἶχε καθ' ἡμῶν, ἐγὼ δὲ νόῳ περιεγενόμην.

(Vers. 211.) Ἀρετὴν δὲ καὶ νῦν τὴν ἀνδρίαν εἶπεν Ὀδυσσεὺς, ἐπιμαρτυρούμενος ἑαυτῷ καὶ ἀνδρείῳ εἶναι καὶ συνετῷ. Ἰστέον δὲ ὅτι ἔχει τι ὅμοιον τὸ κατὰ τὴν Σκύλλαν πρὸς τὸ τοῦ Κύκλωπος, ἐπεὶ καὶ ἐκεῖ καὶ ὧδε ἀπὸ σπηλαίου τὸ κακόν. καὶ φίλοι δὲ ὥς περ ἐκεῖ, οὕτω καὶ ἐνταῦθα ἓξ ἀπόλλυνται.

(Vers. 214.) Ῥηγμῖνα δὲ βαθεῖαν ἁλὸς τὴν ἐπιφάνειαν τῆς θαλάσσης νῦν λέγει, ἤ τοι τὸ ἐπιπολάζον, παρὰ τὸ ῥήγνυσθαι κώπαις, ἢ ἐπεὶ κύματα ῥήγνυνται καὶ ἐκεῖ. διαστέλλεται δὲ αὕτη τῆς κατὰ τοὺς αἰγιαλοὺς κατὰ τὸ βαθύ. αὕτη μὲν γὰρ βαθεῖα, ἐκείνη δὲ ἢ ἀβαθὴς ἢ ἀγχιβαθής.

(Vers. 217.) Τὸ δὲ ἐν θυμῷ βάλλευ, περιφραστικῶς ἀντὶ τοῦ, ἐνθυμοῦ. παθητικῶς δὲ εἶπε βάλλεο, οὐχὶ βάλλε. Οἰήϊα δὲ τίνα εἰσὶν, ἤδη προδεδήλωται.

(Vers. 225.) Ὅτι τὸ, ἐντὸς πυκάζοιεν σφέας αὐτοὺς, ἀντὶ τοῦ κρύπτοιεν, σκέπτοιεν.

(Vers. 227.) Ὅτι ὥς περ ἐν Ἰλιάδι ἐν τῷ, ἢ λάθετ' ἢ οὐκ ἐνόησε, λήθην λέγει τὴν ἑκούσιον ἀμέλειαν, οὕτω καὶ νῦν φησὶν Ὀδυσσεὺς τὸ,

(Vers. 226.) Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς λανθανόμην, ἤγουν ἑκὼν ἠμέλουν. ἔστι δὲ ἐφημοσύνη ἡ ἐντολὴ, ὥς περ αὖ μεγηθοσύνη ἡ ἀμέλεια.

(Vers. 227.) ἦν δὲ Κίρκης ἐντολὴ μὴ θωρήσσεσθαι κατὰ Σκύλλης, ὃ περιφρονήσας Ὀδυσσεὺς κατέδυ κλυτὰ τεύχεα.

(Vers. 228.) καὶ δύο δοῦρε μακρὰ ἐν χερσὶ λαβὼν δίκην ἀμφοτεροδεξίου εἰς ἴκρια νηὸς ἔβαινε πρώρης. ἔνθεν γάρ, φησιν, ἐδέγμην πρῶτα φανεῖσθαι Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμ' ἑτάροισιν, οὐδέ πῃ ἀθρῆσαι δυνάμην.

(Vers. 232.) ἔκαμον δέ μοι ὄσσε πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην. ἃ δὴ χρήσιμα παρῳδηθῆναι, ὅτε σκοπευσάμενός τις ἐπὶ μακρὸν μὴ βλέπει τὸ ζητούμενον.

(Vers. 230.) Ὅρα δὲ τὸ, ἴκρια πρώρης. οὐ γὰρ μόνον πρύμνης ἴκρια, ὡς καὶ προεγράφη, ἀλλ' ἰδοὺ καὶ πρώρης· ἑτέρωθι δὲ καὶ μέσον τῆς νηὸς ἔνθα οἱ ναῦται κοιμῶνται, ὡς δηλοῖ καὶ τὸ, νηὸς ἐπ' ἰκριόφιν καταλέξεται.

(Vers. 226.) Ἀλεγεινὴν δὲ λέγει τὴν [21] ῥηθεῖσαν ἐντολὴν τῆς Κίρκης, ὡς αὐτῷ τοιαύτην κριθεῖσαν. ἦν γὰρ ἀφόρητον αὐτῷ παριδεῖν τοὺς ἑταίρους ὀλλυμένους.

(Vers. 231.) Πετραίην δὲ Σκύλλην ἔφη ὡς προσπεφυκυῖαν τῷ σκοπέλῳ, καθὰ πρὸ βραχέων γέγραπται.

(Vers. 234.) Ὅτι εἰπὼν, ἡμεῖς δὲ στεινωπὸν ἀνεπλέομεν γοόωντες, καὶ θέλων ἑρμηνεῦσαι τί λέγει στεινωπὸν, ἐπάγει· ἔνθεν μὲν γὰρ Σκύλλα, ἑτέρωθι δὲ δῖα Χάρυβδις, δεινὸν ἀνεῤῥοίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ, ἵνα εἴη στεινωπὸς ὁ στενὸς πορθμὸς ὁ μεταξὺ Σκύλλης καὶ Χαρύβδεως, οὗ τὴν στενότητα καὶ πρὸ ὀλίγων ἐδήλωσεν ὁ ποιητὴς ἐν τῷ πλησίον ἀλλήλων τοὺς σκοπέλους εἰπεῖν. καὶ νῦν μὲν οὕτως. οἱ δὲ μεθ' Ὅμηρον καὶ ἐπὶ ῥυμοτομιῶν καὶ ἀγυιῶν τὴν λέξιν τιθέασιν, ἔνθα δηλαδὴ ἀποστενοῦνται ὦπες οἱ τῶν βλεπόντων, διὰ τὰ ἔνθεν καὶ ἐκεῖθεν οἰκοδομήματα ἢ ἄλλως ἐξαναστήματα. ὥς περ οὖν πάλιν ἐν τοῖς μὴ τοιούτοις πλατύνεται τὸ βλέπειν, ὅθεν καὶ εὐρωπὸν σπήλαιόν τις ἔφη τὸ πλατὺ ἀπεναντίας τῷ στενωπῷ.

(Vers. 236) Τὸ δὲ ἀνεῤῥοίβδησεν ἀνηκόντισεν ἑρμηνεύουσί τινες τῶν παλαιῶν. ἴσως δὲ οὐ καλῶς διὰ τὰ προῤῥηθέντα, ἐν οἷς ὁ ποιητὴς τὸ μὲν ἐξακοντίζεσθαι τὸ τοιοῦτον ὕδωρ ἀνιέναι εἶπεν, ἀναροιβδεῖν δὲ τὸ καταπίνεσθαι. εἰς τοῦτο δὲ χρήσιμον καὶ Μνησιμάχου τοῦ κωμικοῦ τὸ, κρατὴρ δ' ἐξεῤῥοίβδητ' οἴνου, ἶσον ὂν τῷ, ἐξηντλήθη καὶ ἔξω πίθου ἐφάνη.

(Vers. 237.) Ὅτι τὸ, ὡς ἐῤῥέθη, ἀναπωτικὸν τῆς Χαρύβδεως ἑρμηνεύων ὁ ποιητής φησιν οὕτως· ἤτοι ὅτ' ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ πᾶσ' ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ' ἄχνη ἄκροισι σκοπέλοισιν ἐπ' ἀμφοτέροισιν ἔπιπτεν. ἀλλ' ὅτ' ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, πᾶσ' ἐντὸς φάνεσκε κυκωμένη. ἀμφὶ δὲ πέτρη δεινὸν ἐβεβρύχει. ὑπένερθε δὲ γαῖα φάνεσκε ψάμμῳ κυανέῃ. τοὺς δὲ χλωρὸν δέος ᾕρει.

(Vers. 236.) Ὅ περ καὶ αὐτὸ καθὰ καὶ τὸ, δεινὸν ἀνεῤῥοίβδησεν, αἰνίττεται φοβερὸν εἶναι τὸ χωρίον τοῦτο γραφῆς, ὥς περ τότε γινόμενον, οὕτω καὶ ὑπὸ τοῦ ποιητοῦ φραζόμενον. ἐν ᾧ καὶ ἡ ἐξ ὀνοματοποιϊῶν τραχυφωνία σεμνῶς καὶ δεινῶς ἐπιτετήδευται διὰ τοῦ ἀναῤῥοιβδεῖν, καὶ μορμύρειν, καὶ ἀναβρόχειν, καὶ βεβρυχέναι, καὶ τῶν λοιπῶν.

(Vers. 237.) Ὅρα δὲ τὸ ἐξεμέσειεν, ὃ πρὸ τούτων ἀνιέναι εἶπεν ἐν τῷ, τρὶς μὲν γάρ τ' ἀνίησιν. ἔστι δὲ τὸ ἐξεμεῖν ὑψηλότερον καὶ πρέπον χωρίῳ δεινῷ. καὶ ἦν μὲν προσφυὲς ἐν τούτοις προσθεῖναί που καὶ τὸ ἐρεύγεσθαι, ἀκολούθως τῷ ἐξεμεῖν, οὐχ' εἵλετο δὲ ὁ ποιητής. Ἡ δὲ ἀπὸ τοῦ λέβητος παραβολὴ μικροπρεπὴς μὲν, πάνυ δὲ διασαφητικὴ τοῦ πράγματος. καὶ αὐτὸς γὰρ πνεύματι κυκώμενος ἀναζέει καὶ βράζεται. καὶ τὸ ὕδωρ δὲ τοῦτο πνεύματι ἀνωθούμενον βιαιοτάτῳ, καθὰ καὶ προδεδήλωται, ἀναμορμύρει αἰρόμενον ὑψοῦ, ὡς τὴν αὐτοῦ ἄχνην καὶ τοῦ ὑψηλοτάτου σκοπέλου καθικνεῖσθαι.

(Ver. 238.) καίριον δὲ τὸ κυκᾶσθαι ἐν τούτοις, διὸ καὶ δὶς εἴρηται. Τοῦ δὲ μορμύρειν ἡ παραγωγὴ ὁμοία τῇ τοῦ μαρμαίρειν, ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται.

(Vers. 240.) Τὸ δὲ ἀναβρόξειε ταυτόν ἐστι τῷ ἀναῤῥοιβδεῖν. ἄμφω δὲ ἶσον δύναται τῷ ἀναῤῥοφεῖν, ὡς καὶ προδεδήλωται. τραχυφωνότερον δὲ τούτου τὸ ἀναμορμύρειν, ἐξ οὗ καὶ ἡ μυθικὴ Μορμὼ πλάττεται, δαιμόνιόν τι φοβερόν. Θέμα δὲ τοῦ ἀναβρόξειεν ἄχρηστον τὸ βρόχω, ἐξ οὗ καὶ ὁ βρόχθος ἐπὶ λαιμοῦ,

(Vers. 239.) καὶ βροχθίζειν τὸ διὰ τοῦ τοιούτου βρόχθου προάγειν.

(Vers. 238.) Τὸ δὲ ἄκροισι, καὶ τὸ σκοπέλοισι, καὶ τὸ ἀμφοτέροισι, διαγελᾷ τῇ παρισώσει ὡς ἂν μὴ διόλου σκυθρωπὸν εἴη τὸ χωρίον. Ἔχει δέ τι κάλλους καὶ τὸ, ἀναμορμύρεσκε καὶ φάνεσκεν, εἰ καὶ μακρὰν ἀλλήλων κεῖνται.

(Vers. 244.) Ὅτι τῶν περὶ Ὀδυσσέα πρὸς τὴν Χάρυβδιν ἀπιδόντων, ὅτε ἀνεῤῥοίβδησε δηλαδὴ ἐξεμοῦσαν γὰρ, ὕστερον μόνος ἰδὼν Ὀδυσσεὺς πεπείραται ὧν ἄρτι ἀφήγηται,

(Vers. 245.) τόφρα Σκύλλη κοίλης ἐκ νηὸς ἑτάρους ἓξ ἕλετο, ὥς περ ἐπιλέγδην ἑλοῦσα ἐκείνους, καθὰ δηλοῖ καὶ τὸ ἕλετο τουτέστιν ἐξαιρέτους ἔλαβε. διὸ ἑρμηνεύων ἐπάγει· οἳ χερσί τε βίῃφί τε φέρτεροι ἦσαν. οἳ καὶ ὑψόσε ἀειρόμενοι ἐμέ, φησι, φθέγγοντο καλεῦντες ἐξονομακλήδην, τό τ' ὕστατον ἀχνύμενοι κῆρ. καὶ οὐ νῦν μόνον, ἀλλὰ καὶ ὅτε αὐτοῦ εἰνὶ θύρῃσι κατήσθιε κεκλήγοντας, χεῖρας ἐμοί, φησιν, ὤρεγον.

(Vers. 258.) ἐφ' οἷς ἐλεεινολογίαν τῷ φρικτῷ διηγήματι ἐπιπλέκων φησίν· οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι πάντων ὅσσ' ἐμόγησα οὐχ' ἁπλῶς, ἀλλὰ πόρους ἁλὸς ἐξερεείνων. καὶ ἔστι τοῦτο θεωρία τις Ὁμηρικὴ, παρασημειωμένου τοῦ ποιητοῦ καὶ οἴκτου πολύ τι ἐνεῖναι τῷ παρόντι ἀφηγήματι, ὡς παρακεῖσθαι ἀλλήλοις ἄνω μὲν δεινὸν χωρίον, ἐνταῦθα δὲ ἐλεεινόν.

(Vers. 245.) Ὅτι δὲ τὸ Σκύλλη κοίλης ἐκ νηὸς παρηχεῖν δοκεῖ, γέγραπται οὐ πρὸ πολλῶν. τοιοῦτον δέ τι καὶ ἐν τοῖς τοῦ Ἀθηναίου τὸ, κοίλη κύλιξ.

(Vers. 256.) Ὅτι δὲ καὶ τὸ κεκλήγοντας, καθὰ τὸ πεπλήγοντας Συρακούσιοι λέγουσιν, ἐδηλώθη που καὶ αὐτό.

(Vers. 251.) Ὅτι παραβολικῶς δηλῶν [22] ὁ ποιητὴς ὅπως ῥᾷον ἡ Σκύλλα τοὺς τοῦ Ὀδυσσέως ἑταίρους ἄνω ἤγαγε ταῖς περιμήκεσι δειραῖς, φησίν·

(Vers. 252.) ὡς δ' ὅτε ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ ἰχθύσιν οὐ μεγάλοις τισὶν ἀλλὰ τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων, ἤγουν βρώματά τινα δέλεαρ καταβάλλων, ὅ ἐστι ῥίπτων, ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, ἀσπαίροντα δ' ἔπειτα λαβὼν ἔῤῥιψε θύραζε, ὣς οἵ γ' ἀσπαίροντες ἀείροντο ποτὶ πέτρας, ἤτοι ἀέριοι ἐκουφίζοντο φερόμενοι. καὶ ἔστιν ἡ παραβολὴ αὕτη ἔχουσά τι γλυκύτητος, οὐ μόνον ὡς παραβολὴ ἁπλῶς, ἀλλὰ καὶ ὡς τοιαύτη παραβολὴ, σκυθρωπὸν δηλαδὴ ἔχουσα οὐδὲν, ἀλλ' ἐξ ὕλης οὖσα γλυκείας. τοιαῦτα γὰρ καὶ τὰ θηρατικὰ διηγήματα. ἐχρῆν δὲ πάντως τὸν Ὀδυσσέα νῦν ἀδειάζοντα οὕτω φράζειν πρὸς τοὺς τρυφῶντας Φαίακας, ἵνα μὴ τὸ παθητικὸν τοῦ λόγου ἄκρατον ὂν ἀποκναίη ἐκείνους εἰς ἀκρόασιν.

(Vers. 251.) Ὅρα δὲ ὡς πρόβολον τὸν προβλῆτα λίθον λέγει, ὅθεν λαβόντες οἱ μεθ' Ὅμηρον καὶ τὸν σύμμαχον πρόβολον τροπικῶς λέγουσι. Ῥάβδῳ δὲ ἁλιεύοντα παράγει, ὡς ἀσφαλέστερον ὂν τοῦτο τοῦ καλάμοις ἁλιεύειν, καὶ διατοῦτο προσφυέστερον ταῖς δειραῖς τῆς Σκύλλης. ὁ γὰρ κάλαμος εὐσύντριπτός ἐστι, καὶ μάλισθ' ὅταν μέγα τι ἀνέλκῃ.

(Vers. 252.) Ὀλίγους δὲ ἰχθύας οὐ τῷ πλήθει κατὰ διωρισμένον ποσὸν, ἀλλὰ τοὺς μικρούς. καὶ ἔστι πολλαχοῦ χρῆσις τῆς τοιαύτης σημασίας παρὰ τῷ ποιητῇ. παλαιὸς δὲ ὁ γράψας, ὅτι ὅλος μὲν ἐπὶ πηλικότητος τάσσεται καὶ ἐφ' ἑνὸς ἀνθρώπου ἢ ἁπλῶς ζῴου, πᾶς δὲ ἐπὶ ποσότητος καὶ πολλῶν· ὁ λέγων οὖν ὅλος ἄνθρωπος ἓν λέγει σῶμα· ὁ δὲ λέγων πᾶς ἄνθρωπος πλείους δηλοῖ· ἔτι δὲ δηλώσας καὶ ὅτι μέγας μὲν ἐπὶ πηλικότητος, πολὺς δὲ ἐπὶ ποσότητος· διὸ τὸ, ποία ὥρα ἤτοι πόση, ἀκυρολογεῖται, λέγει καὶ ὅτι μικρὸς μὲν ἐπὶ πηλικότητος, ἤγουν μεγέθους, ὀλίγος δὲ ἐπὶ ποσότητος, καὶ τηλικοῦτος μὲν ἐπὶ πηλικότητος, τοσοῦτος δὲ ἐπὶ ποσότητος. Ὅμηρος δ' ἐναλλάσσει, καί σε τοσοῦτον ἔθηκά φησι ἀντὶ τοῦ τηλικοῦτον· καὶ, ἰχθύσιν ὀλίγοις ἤγουν μικροῖς· καὶ, ὀλίγος ἐὼν ἤγουν μικρός. Ἰστέον δὲ ὅτι ὁ παντελῶς ὀλίγος ἰχθὺς ἄπιχθυς ἐλέγετο παρὰ τοῖς παλαιοῖς καὶ ἐδήλου τὸν μὴ ἐσθιόμενον. καὶ φέρουσιν ἐκεῖνοι χρῆσιν εἰς τοῦτο ἐκ τοῦ κωμικοῦ. ἐν μέντοι τῷ περὶ ὀνομασίας ἡλικιῶν τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ὅτι ἀπίχθυες κατά τινας οἱ μὴ ἐσθίοντες ἰχθῦς, καὶ φέρει ἐκεῖνος καὶ Ἀριστοφάνους χρῆσιν ἐξ Ἐρεχθέως ταύτην· τοὐνθένδεν ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ. προάγει δὲ καὶ ἄλλας λέξεις, ἐν αἷς ὁμοία ἐμφαίνεται σημασία τῆς ἀπο προθέσεως, ἀποίνους γάρ φησι θυσίας καλεῖσθαι τὰς νηφαλίους, καὶ ἀποβώμια δέ τινα ἱερὰ ὧν οὐκ ἐπὶ βωμοῦ ὁ καθαγισμὸς ἀλλ' ἐπὶ ἐδάφους. Ὅρα δὲ κἀνταῦθα ἰχθυοφαγίαν παλαιὰν, ὡς καὶ πρὸ τούτων, ὅπου ἤσθιόν τινες ὅ, τι φίλας χεῖρας ἵκοιτο. εἰ καὶ Εὔβουλος κωμικώτερον παίζων φησίν· ἰχθὺν δὲ ποῦ Ὅμηρος ἐσθίοντα εἴρηκέ τινα τῶν Ἀχαιῶν; καὶ λέγει μὲν ἐκεῖνος ἀληθῶς. οὐδαμοῦ γὰρ προσώπῳ ἡρωϊκῷ τροφὴν ἐξ ἰχθύων διεσκεύασεν. ἄλλως μέντοι νοεῖται ὡς καὶ ἰχθυοφάγουν κατ' ἀνάγκην οἱ ἥρωες. εἰ δὲ μὴ ἰχθυοφάγουν οἱ Πυθαγορισταὶ ὕστερον, οὐδὲν αὐτὸ πρὸς τὰ πάλαι ἡρωϊκά. ἦν δὲ τοῖς Πυθαγορισταῖς ἀπειρημένον τὸ ἰχθυοφαγεῖν εἰς σύμβολον τοῦ ἐχεμυθεῖν. ἐπειδὴ θεῖον ἡγοῦντο τὴν σιωπήν. σιγηλὸν γὰρ ὁ ἰχθὺς διχά γε τοῦ σκάρου. διὸ καὶ ἔλλοψ ἐῤῥέθη διὰ τὸ ἴλλεσθαι ὅ πέρ ἐστιν ἐκβάλλεσθαι, ἐκκλείεσθαι, στερεῖσθαι ὀπός. καθολικὸν γὰρ ὁ ἔλλοψ ἐπὶ πάντων ἰχθύων, καθὰ καὶ ὁ μέροψ ἐπὶ ἀνθρώπων. εἰ καὶ ἰδίως ἰχθύς τις ἔλλοψ καλεῖται, καθὰ καὶ ἄνθρωπός τις Μέροψ, ὁ καὶ παρὰ τῷ ποιητῇ. ὅτι δὲ καὶ κύριον ὄνομα ἰχθὺς παρὰ τοῖς παλαιοῖς, ὁ Ἀθήναιος λέγει, προσιστορῶν καὶ μὴ μόνον τὸν σκάρον φθέγγεσθαι. γράφει γὰρ οὕτω· πολλαχοῦ εὑρίσκονται ὀρυκτοὶ ἰχθύες, ζῶντες κατὰ τόπους, οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντας, οὔτε θερμῶν ναμάτων, τὸ καινότατον, ξενίζει δὲ καὶ τὸ, τοὺς ἐν Κλείτορι ποταμῷ Ἀρκαδίας περὶ τὸν Λάδωνα ἰχθύας φθέγγεσθαι, καί τοι Ἀριστοτέλους εἰπόντος μόνον σκάρον φθέγγεσθαι καὶ τὸν ποτάμιον χοῖρον. καὶ ἐν Ἀόρνῳ δὲ ποταμῷ ἰχθύες οἳ καλοῦνται ποικιλίαι φθέγγονται οἷα κίχλαι. δοκεῖ δὲ ὁ εἰρημένος σκάρος ὡς ἡ σκαρὶς ἐκ τοῦ σκαίρειν γίνεσθαι, ὡς καὶ ἀπὸ τοῦ σπαίρειν ὁ σπάρος. οὓς ὑπερφιλῶν τις ἔγραψεν· ἁλιεύομεν σπάρους καὶ σκάρους, τῶν, ἤγουν ὧν τινῶν, οὐδὲ τὸ σκῶρ θεμιτὸν ἐκβαλεῖν θεοί. Ἐτυμολογία δὲ ἰχθύος ἐκ τοῦ ἷγμαι ἷξαι ἷκται, τραπέντων τῶν δύο ψιλῶν συμφώνων εἰς τὰ σφῶν ἀντίστοιχα, καὶ ἀκολούθως ψιλωθέντος καὶ τοῦ κατάρχοντος ἰῶτα διὰ τὸ ἐπαγόμενον δασὺ χ, οὗ περ οὐ δύναται προκεῖσθαι δασεῖα, δίχα γε τοῦ ᾗχι ὅ πέρ ἐστιν ὅπου. Ὅτι δὲ τοὺς ἰχθῦς ἅπαντας Ἐμπεδοκλῆς καμασήνας λέγει, καὶ διατί, καὶ ὅτι φιλόκρεως ἀνὴρ εἴποι ἂν τὸ, μηδέ ποτ' ἰχθὺν ὦ [23] Δευκαλίων μήδ' ἂν αἰτῶ παραθῇς, καὶ ὅτι ἐν Λυκίᾳ καὶ ἰχθυομάντεις ἦσαν τινὲς, παρ' οἷς ὁ ἱερεὺς χρησμοὺς ἐδίδου, ὀρφῶν φαινομένων ἢ φαλλαινῶν ἢ πρηστίδων μεγάλων τε καὶ πολλῶν, καὶ ὅτι τῶν εἰρημένων ὀρφῶν ἡ εὐθεῖα ἡ κατὰ τὰ ἑνικὰ διφορεῖται, καθὰ καὶ ὁ λαγὸς, κατὰ δέ τινας καὶ ὁ ταὸς, ἔτι δὲ καὶ ὁ κάλος, καὶ ὅτι τοῦ ὀρφὸς, ὃ γράφεται διὰ τοῦ ο μικροῦ, χρῆσις ἐν τῷ, ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βορὰν, καὶ ὅτι ὁ νέος ὀρφὸς ὑπ' ἐνίων ὀρφακίνης ὑποκοριστικῷ τύπῳ καλεῖται, ὡς ἀπὸ τοῦ ὄρφαξ ὄρφακος ὡς μείρακος, καὶ ὅτι τοὺς μὴ κατὰ τὸν Ὅμηρον εἰπεῖν ὀλίγους ἰχθύας, ἀλλὰ δηλαδὴ μεγάλους, νενομηκέναι τις εἶπεν ἀνθρωποφάγους ἰχθῦς διὰ τὸ πολυδάπανον τῶν ἐξωνουμένων αὐτοὺς, ἕτερος δέ τις, θεοὺς τοὺς τοιούτους ὠνόμασε διὰ τὸ πολύτιμον, οἷον, ἀνθίαν, λάβρακα, καὶ τοὺς λοιποὺς, καὶ ὅτι βόες περί που τὴν Θρᾴκην ἰχθύας ἤσθιον παραβαλλομένους αὐτοῖς ἐς τὰς φάτνας, καὶ ὅτι Ἐφίππου τοῦ ποιητοῦ τὸ, φράζε ἰχθῦς φρονοῦντας μή μοι βρέφη, ἀνδρός ἐστι λόγος φιλοῦντος μὲν τοὺς μείζονας, ἐκφαυλίζοντος δὲ τὰ ἰχθύδια, καὶ ὅτι πολλοὶ ἱστοροῦνται φιλίχθυες ἐν τοῖς τοῦ Ἀθηναίου ἔστιν εὑρεῖν, παρ' ᾧ κεῖται καὶ ὅτι αἱ Δηλιάδες, ἤγουν αἱ κατὰ τὴν Δῆλον νῆσον γυναῖκες, θύουσαι τῇ Βριζοῖ, αὕτη δ' ἐστὶν ἡ ἐν ὕπνῳ μάντις, προσφέρουσιν αὐτῇ σκάφας πλήρεις ἁπάντων ἀγαθῶν, διὰ τὸ εὔχεσθαι αὐτήν, φησι, καὶ ὑπὲρ πλοίων σωτηρίας. Ἔνθα ὅρα τὸ Βριζὼ ὡς ἡ Σαπφὼ κύριον δῆθεν ὄνομα. ὃ χρήσιμον εἰς τὸ βρίζειν ἤγουν μετὰ βορὰν κοιμᾶσθαι, οὗ χρῆσις καὶ παρ' Ὁμήρῳ. ὁ αὐτὸς δὲ ῥήτωρ καὶ ἄλλως ἰχθύας ἀποσεμνύνων ὡς θεοῖς φίλους φησὶ πένητες, οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος, οὐδὲ κρανίον λάβρακος, οὐδὲ γόγγρον, οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς. Ἐν οἷς ὅρα τὸ θύννακος ὑποκορισθὲν ὁμοίως τῷ ὄρφακος. ἔτι ἐκεῖνος παρῳδίαν ποιῶν ἐπὶ ὁμοίᾳ ἐννοίᾳ φησί· θυννίδα κἂν ξηρὰν ἐθέλῃς ἐσθίειν, γενναῖαι πέλονται, ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὁμοῖαι. ἂν δ' ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη. δῆλον δ' ὅτι παρὰ τὸ θύνω τὸ ὁρμῶ, διπλωθέντος τοῦ ἀμεταβόλου, γίνεται ὁ θύννος. καὶ ὅτι ῥῆμα ὁ Λουκιανὸς ἐξ αὐτοῦ παίζων παρήγαγε τὸ ἀποθυννίζεσθαι ἤγουν περιφρονεῖσθαι, ὡς τοῦ θύννου μὴ σπουδαστοῦ ἰχθύος ὄντος, εἰ καὶ ἄλλοι πάνυ σεμνύνουσιν αὐτόν. Δόλος δὲ παρὰ τὸ δέλω γίνεται, ἀφ' οὗ καὶ τὸ δέλεαρ καὶ τὸ ὡς λεβήτιον, οὕτω καὶ δελήτιον.

(Vers. 253.) Κέρας δὲ βοὸς κεράτινόν, φασι, λέγει συρίγγιον προτιθέμενον τοῦ ἀγκίστρου εἰς ἀσφάλειαν τῆς ὁρμιᾶς. καὶ ἄλλως δὲ φράσαι τὸ αὐτὸ κατὰ τοὺς παλαιοὺς, εἰώθασιν οἱ ἁλιεῖς μεταξὺ τοῦ ἀγκίστρου καὶ τῆς σπάρτου, κέρας βόεον προσάπτειν, ἵνα καταπιόντες τὸ ἄγκιστρον οἱ ἰχθύες μὴ ἀποτρώγωσι τὴν σπάρτον. ἕτεροι δὲ κέρας τὴν τρίχα εἶπον. γέγραπται δὲ περὶ τοῦ τοιούτου κέρατος ἐν τῇ Ἰλιάδι πλατύτερον.

(Vers. 254.) Τὸ δὲ ἀσπαίροντα ἐλλειπτικῶς ἔχει· λείπει γὰρ τὸ ἰχθὺν, νοούμενον δηλαδὴ ἀπὸ κοινοῦ. ἔστι δὲ συνήθως ἀσπαίρειν τὸ σπᾶσθαι καὶ ἐπωδύνως κινεῖσθαι. Ἐν δὲ τῷ, ποτὶ πέτρας, ἢ συνήθης τῷ ποιητῇ ἐστὶ πλεονασμὸς τῆς μιᾶς εἰς πολλὰς, ἢ πρὸς ἀλήθειαν τὴν τοῦ σκοπέλου φύσιν λέγει, ὡς τῇ ῥωχμώδει διαθέσει διαιρουμένου εἰς πέτρας πολλάς.

(Vers. 246.) Ἰστέον δὲ ὅτι οἱ παλαιοὶ καὶ ὀνόματα τῶν ἁρπασθέντων ἀφῆκαν τοῖς μετ' αὐτοὺς ταῦτα· Στήσιον, Ὁρμένιον, Ἀμφίνομον, Ἄγχιμον, Ὄρνυτον, καὶ Σίνωπον, οὗ πρὸς ὁμοιότητα ἡρωῒς Σινώπη, ἀφ' ἧς ὁμωνύμως ἡ κατὰ Σινώπην χερόννησος.

(Vers. 260.) Ὅτι ἐν τῷ, ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν, Σκύλλην τε, αὐτίκ' ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον ἱκόμεθα, τὴν τοῦ Ἡλίου δηλαδὴ, συνεχεῖς ἀλλήλοις τόπους ἱστορεῖ, ὡς εἶναι ταῦτα πάντα περὶ τοὺς κατὰ Σικελίαν τόπους.

(Vers. 261.) ἔπαινος δὲ τῆς νήσου ταύτης οὐ μόνον τὸ ἀμύμονα εἶναι, ἀλλὰ καὶ τὸ Ἡλίου νῆσον λέγεσθαι. οὕτω δὲ καὶ ἡ Ῥόδος Ἡλίῳ ἀνεῖται κατὰ Πίνδαρον. καλὴ δὲ ὡς εἰκὸς οὖσα Ἡλίου εἶναι λέγεται, ὃς χαίρει τοῖς καλοῖς· οὗ καὶ αἱ βόες τοιαῦται, ὡς δηλοῖ τὸ, καλαὶ βόες εὐρυμέτωποι.

(Vers. 265.) Ὅτι κυριολεκτῶν λέγει μυκηθμὸν ἀκοῦσαι βοῶν αὐλιζομενάων οἰῶν τε βληχήν. μυκῶνται μὲν γὰρ αἱ βόες, βληχᾶται δὲ ὄϊς. εἰ δέ που ἐν Ἰλιάδι ἐπὶ προβάτου καὶ αἰγῶν κεῖται κοινῶς ὁμοῦ τὸ μηκᾶσθαι, συλληπτικὸς ὁ τρόπος ἐκεῖ. αἶγες γὰρ κυρίως μηκῶνται, προβάτων δὲ οὐκ ἔστι τοῦτο, ἀλλ' ἡ βληχή. Ἰστέον δὲ ὅτι μάλιστα τὸ βὴ φωνῆς προβάτων ἐστὶ σημαντικόν. καὶ φέρεται παρὰ Αἰλίω Διονυσίῳ καὶ χρῆσις Κρατίνου τοιαύτη· ὅδ' ἠλίθιος ὥς περ πρόβατον βὴ βὴ λέγων βαδίζει. καὶ εἰκὸς καὶ τὴν βληχὴν ἐκ τοῦ τοιούτου βὴ παρῆχθαι κατὰ πλεονασμὸν τοῦ λ, ἵνα ᾖ βληχὴ ὁ τοῦ βὴ ἦχος. αὐλιζόμεναι δὲ βόες αἱ μὴ ἄγριαι, ἀλλὰ αἱ κατὰ ἔπαυλιν. διὸ καὶ οὐ τῆλε νηὸς τῆς κατὰ τὸν [24] Ὀδυσσέα ἐβόσκοντο, ἡμέρως ὡς εἰκὸς ἔχουσαι καὶ διατοῦτο καὶ ῥᾷον κατασχεθεῖσαι καὶ ἀθορύβως ὡς μηδέν τι γνῶναι τὸν Ὀδυσσέα. Ὅτι τὸ ἐνθυμηθῆναι ἐμπεσεῖν θυμῷ λέγει ἐν τῷ, καί μοι ἔπος ἔμπεσε θυμῷ μάντιος ἀλαοῦ.

(Vers. 269.) Ὅτι δὶς ἐνταῦθα τερψίμβροτον λέγει τὸν Ἥλιον ὁ Ὀδυσσεὺς, αἰνιττόμενος ὡς οὐκ ἐχρῆν αὐτὸν λύπην πρὸς βροτῶν πάσχειν οὓς αὐτὸς τέρπει. ὅθεν οἱ τοῦ Ὀδυσσέως ἑταῖροι λυπήσαντες αὐτὸν εἰκότως ὤλοντο.

(Vers. 275.) Ὅτι πρόῤῥησιν κακοῦ ἔχει τὸ, ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.

(Vers. 277.) Ὅτι καὶ ἐνταῦθα τὸ κατεκλάσθη φίλον ἦτορ ἀντὶ τοῦ κατέπεσε διὰ ῥᾳθυμίαν, ὡς ἐκ μεταφορᾶς τῶν κλωμένων σωμάτων.

(Vers. 279.) Ὅτι σχέτλιος καὶ ὧδε ὁ καρτερικὸς καὶ ἀνένδοτος ἐν τῷ, σχέτλιος εἶς Ὀδυσσεῦ. διὸ ἑρμηνεύων ἐπάγει· περί τοι μένος, ἀντὶ τοῦ, περιττόν σοί ἐστι μένος. καὶ πάλιν· οὐδέ τι γυῖα κάμνεις. καὶ πάλιν· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται. καὶ ὅρα ὡς τετράκις ἐνταῦθα εἶπε κομματικῶς τὸ αὐτὸ νόημα κατὰ γοργότητα. ταυτὸν γὰρ τῷ, σχέτλιος εἶς, καὶ περί τοι μένος, καὶ οὔ τι γυῖα κάμνεις, καὶ σιδήρεά σοι πάντα.

(Vers. 280.) ἔπαινοι δὲ ταῦτα καρτερικοῦ καὶ φερεπόνου ἀνδρός. σεμνότερον δὲ πέφρασται τὸ τέταρτον κόμμα καὶ ποιητικώτερον, ὁποῖόν τι καὶ τὸ, σιδήρεόν νύ τοι ἦτορ. πλὴν ἐκεῖ μὲν ἦτορ μόνον σιδήρεον, ἐνταῦθα δὲ πάντα σιδήρεα.

(Vers. 281.) Ὅτι ἐν τῷ, ἑτάρους καμάτῳ ἀδηκότας ἠδὲ ὕπνῳ, κάματον μὲν λέγει τὸν ἤδη γενόμενον, ὕπνον δὲ τὸν μὴ γεγονότα, ἤγουν οὗ ἐστέρηνται οἱ τοῦ Ὀδυσσέως φίλοι. διὸ καὶ ἀδηκότες εἰσὶν ἤγουν ἀηδῶς ἔχοντες διά τε τὸν κάματον καὶ διὰ τὸ ἐστερῆσθαι ὕπνου. εἰπεῖν γὰρ ὕπνον κατά τινας τὴν ἀγρυπνίαν ἀντιφραστικῶς ὀκνήσῃ ἄν τις. Ἰστέον δὲ ὅτι τε πολλὴ χρῆσις παρὰ ποιηταῖς τοῦ ἀδηκὼς ἀδηκότος, καὶ ὅτι ἐκ τοῦ κατὰ τὸν τοιοῦτον παρακείμενον ἐνεστῶτος ἤγουν τοῦ ἀδῶ ἀδήσω καὶ τοῦ ἐκεῖθεν παθητικοῦ παρακειμένου ἄῤῥητον γίνεται ὄνομα ἀδήμων ἀδήμονος, ὅθεν τὸ ἀδημονεῖν, καὶ ὅτι καὶ ἆδος ὁ κόρος τῷ εἰρημένῳ ῥήματι γειτνιάζει, καὶ ὅτι ἀδεῖν λέγεται ἄλλως τὸ ἀρέσκειν ὡς ἀπὸ δευτέρου μέλλοντος οὗ ἐνεστὼς θεματικὸς τὸ ἥδω ἤτοι εὐφραίνω, δασυνομένου αὐτοῦ εἰ καὶ τὸ ἀδεῖν ψιλοῦται Αἰολικῶς, οὗ χρῆσις ἐν Ἰλιάδι. ὅτι δὲ τὸ ἀδῶ ἀδήσω καὶ αὐτόχρημα τὸ ἥδεσθαι δηλοῖ ποτὲ, δῆλον ἀπὸ χρήσεως Ἱππώνακτος ἣν Ἡρακλείδης προφέρει, εἰπόντος, ἄδηκε βουλὴ, ἤγουν ἤρεσκε τὸ βούλευμα, καὶ εἴη ἂν τοῦ τοιούτου παρακειμένου μετοχὴ, ἀδηκὼς ὁ ἡδυνθεὶς ἀπεναντίας τῷ Ὁμηρικῷ. εἰ δὲ ἐκ τοῦ τοιοῦδε ἄδηκα καὶ τοῦ ἀδηκὼς γίνεται Ἀττικῶς μὲν καὶ Αἰολικῶς τὸ εὔαδεν ἀντὶ τοῦ, ἡδὺς ἔδοξε, κοινότερον δὲ τὸ, ἑαοδότα μῦθον ἔειπε, ζητητέον ἐς ἀκριβές.

(Vers. 283.) Ὅτι κεῖται τὸ ἀμφιρύτη καὶ ἐνταῦθα μετὰ ἑνὸς ἀμεταβόλου. καὶ λαρὸς δόρπος ὁ γλυκὺς μετὰ ἐκτάσεως τοῦ διχρόνου, καὶ νὺξ θοὴ ἡ ταχεῖα, ἢ καταθετικὴ, ἢ ὀξεῖα, ὡς δεδήλωται ἀλλαχοῦ.

(Vers. 279.) Ὅτι ὁ τοῦ Ὀδυσσέως κηδεστὴς Εὐρύλοχος ἐπιτηδείως προσεπαινέσας τὸν Ὀδυσσέα ὡς τλησίπονον, εἶτα καὶ μεμψάμενος εἰ μὴ τοὺς φίλους ἐᾷ γῆς ἐπιβῆναι κατὰ τὴν Ἡλίου νῆσον δόρπου χάριν, ἀλλ' αὔτως διὰ νύκτα ἐθέλει αὐτοὺς πλανᾶσθαι νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέϊ πόντῳ, ἐπάγει·

(Vers. 286.) ἐκ νυκτῶν δ' ἄνεμοι χαλεποὶ δηλήματα νεῶν γίνονται, ὅ ἐστι βλάβαι, ὄλεθροι. πῇ κέν τις ὑπεκφύγῃ αἰπὺν ὄλεθρον ἤν πως ἐξαπίνης ἔλθοι ἀνέμοιο θύελλα,

(Vers. 289.) ἢ Νότου ὃς καὶ πνευσεῖται μετὰ μικρὸν, ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα

(Vers. 290.) νῆα διαῤῥαίουσι θεῶν ἀέκητι ἀνάκτων, ἐν τῷ ἐκεῖ δηλαδὴ κλίματι. ἐν ἑτέροις γὰρ τόποις ἕτεροι ἄνεμοι χείριστοι καὶ ὀλέθριοι.

(Vers. 286.) Τὸ δὲ ἐκ νυκτῶν ἀντὶ τοῦ ἐν αὐταῖς νυξί. μετ' ὀλίγα οὖν ὅτε τρίχα νυκτὸς ἦν ἐγείρεται ζαὴς ἄνεμος, ἢ καὶ μετὰ νύκτας, ὁμοίως τῷ, πρόβατα πιόμενα ἐκ βοτάνης, ἤγουν μετὰ τὸ βοσκηθῆναι. Δηλήματα δὲ ἀπὸ τοῦ δηλῶ δηλήσω, ἐξ οὗ καὶ τὸ δηλητήριον. τὸ δὲ θεῶν ἀέκητι ὑπερβολικῶς ἐῤῥέθη, καθὰ καὶ προδεδήλωται.

(Vers. 293.) Ὅτι τὸ ἐκ γῆς ἀποπλεύσειν ἐνήσειν πόντῳ λέγει ἐν τῷ, ἠῶθεν δ' ἀναβάντες ἐνήσομεν εὐρέϊ πόντῳ τουτέστιν ἐμβαλοῦμεν, τὴν νῆα δηλαδή. ἀναβῆναι δὲ καὶ νῦν τὸ ἀναπλεῦσαι.

(Vers. 294.) Ὅτι πειθοῦς παραστατικὸν τὸ, ὣς ἔφατο ὁ δεῖνα, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι.

(Vers. 295.) Ὅτι ἐν τῷ, καὶ τότε δὴ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, ὅ περ οἰκεῖον λέγειν ἐν προγνώσει κακοῦ, ἔστιν ἐνθυμηθῆναι καὶ τὸ Σοφόκλειον γνωμάτευμα, τὸ λέγον· δεινὸν τὸ φρονεῖν ἔνθα μὴ τέλη λύει φρονοῦντι, τουτέστι, δεινόν ἐστι προειδέναι τὸ μέλλον, ἔνθα μὴ λυσιτελεῖ τῷ προειδότι. τοῦτο γὰρ πραγματικῶς ἐνταῦθα διδάσκων ὁ ποιητὴς προειδέναι μέν φησι τὸν Ὀδυσσέα ὡς κακὰ ἔσται τοῖς περὶ αὐτὸν προσορμισθεῖσι τῇ τοῦ Ἡλίου νήσῳ, ἀνῦσαι δὲ ὅμως αὐτὸν [25] μηδὲν, μήδ' ἀπόνασθαί τι τῆς προγνώσεως τοῦ μέλλοντος διὰ τὴν τῶν ἑταίρων βίαν καὶ τὸν λιμόν. ὧν ἡ μὲν βία κατέσχεν αὐτὸν παραμεῖναι τῇ τοῦ Ἡλίου νήσῳ, ὁ δὲ λιμὸς ἠνάγκασε τοὺς ἑταίρους ἅψασθαι τῶν τοῦ Ἡλίου βοῶν. καὶ μὴν ὤμοσαν οἱ ἑταῖροι κρατερὸν ὅρκον, μὴ κτεῖναι βοῦν ἢ μῆλον τῶν τοῦ Ἡλίου, ἦν δὲ ὁ λιμὸς ἐπικρατέστερος, οὗ περ ὕστερον ἐπικειμένου ἐπὶ ὅρκον ἢ ἐπίορκον ὤμοσαν καὶ διατοῦτο ἐβλάβησαν. Ἔνθα καὶ ὅρα τὴν ἐξ ἐπιορκίας βλάβην, εἰ καὶ ἄλλως οὐχ' ἑκουσία ἦν πάντῃ ἀλλ' εἶχεν ἀφορμὴν τὸν λιμόν.

(Vers. 295.) Ἐν δὲ τοῖς εἰρημένοις πρῶτα μὲν ἰστέον ὅτι τὸ γίνωσκον ἡμαρτῆσθαι δοκεῖ μὴ γραφόμενον γίγνωσκον ἐν δυσὶ γ ὡς Ἡρακλείδης βούλεται. λέγει γὰρ ἐκεῖνος ὅτι ὥς περ τελῶ τελίσκω Ἰωνικῶς διὰ τοῦ κάππα παραληγομένου τῷ σίγμα καὶ τῷ ἰῶτα, ὁμοίως καὶ θορῶ θορίσκω, καὶ μολῶ μολίσκω, οὕτω καὶ νοῶ νοΐσκω. ἐκ τούτων δὲ κατὰ κρᾶσιν θρώσκω, βλώσκω, νώσκω, καὶ Αἰολικῶς γνώσκω. Αἰολεῖς γάρ, φησι, τὸ νοῶ γνῶ φασίν. ὅθεν καὶ τὸ ἀμφιγνοεῖν ἤγουν διχονοεῖν, καὶ ἡ ξύγγνοια, καὶ τὸ ἀγνοεῖν, καὶ ἡ ἄγνοια. ἐφ' οἷς παραδοὺς ὁ Ἡρακλείδης, ὡς προστιθέασι τὸ γ ταῖς λέξεσι καὶ οἱ Ἠπειρῶται, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸν δοῦπον γδοῦπον λέγοντες, ὅθεν καὶ ἐρίγδουπος πόσις Ἥρης. ἔνθα μνηστέον καὶ τοῦ, ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη. προσθεὶς δ' εἰπεῖν καὶ ὅτι ἀπὸ τοῦ νέφος νόφος καὶ γνόφος Αἰολικὸν ὁ ἄλλως δνόφος, καὶ ὅτι καὶ τὸ ἐν Ἰλιάδι γέντο ἤγουν εἵλετο ἔξωθεν ἔχει τὸ γάμμα, καὶ ὡς ἡ γνώμη πλεονάζει καὶ αὐτὴ τῷ γάμμα, γενομένη δηλαδὴ ἐκ τοῦ νοῶ νοήσω, Δωρικῶς μὲν νώμη, Αἰολικῶς δὲ γνώμη, διδάσκει ὡς Ἴωνες, ὅτ' ἂν ἀναδιπλῶσι ῥήματα, τὸ αὐτὸ ἀρκτικὸν ποιοῦνται πρώτης καὶ δευτέρας συλλαβῆς· λαβέσθαι λελαβέσθαι, κάμω κεκάμω, πιθέσθαι πεπιθέσθαι, δάσκω διδάσκω, τύσκω τιτύσκω, χωρὶς εἰ μὴ μέλλοι δύο δασέα κείσεσθαι παράλληλα. τοίνυν φησὶ τοῦ νοΐσκω συνῃρημένου, ὡς εἴρηται εἰς τὸ νώσκω, εἴη ἂν ἐπ' αὐτοῦ Ἰωνικὴ ἀναδίπλωσις, νιννώσκω διὰ τῶν δύο ν, τοῦ δὲ νώσκω Ἠπειρωτικὴ, γιγνώσκω διὰ τῶν δύο γάμμα. ὡς εἶναι τῷ λόγῳ τούτῳ ἡμαρτημένον τὸ γινώσκω διὰ μόνου τοῦ κατ' ἀρχὴν γάμμα. εἰ δὲ τοῦτο τοιοῦτον καθ' Ἡρακλείδην, πταίοιτο ἂν ὁμοίως καὶ τὸ γίνεσθαι καὶ τὰ κατ' αὐτὸ πάντα. οἷς οἱ μὲν παλαιοὶ ἐν δυσὶ γάμμα ἐχρῶντο, γίγνομαι λέγοντες καὶ γιγνόμενος. οὕτω δὲ καὶ τὰ ἄλλα. οἱ δὲ ὕστερον, ὡσεὶ καὶ φειδόμενοι γραφικοῦ μέλανος, τὸ δεύτερον γάμμα παρέλειψαν. ἔστι γὰρ κἀνταῦθα ὡς Ἡρακλείδης βούλεται, καθὰ μένω μέμνω κατὰ διπλασιασμὸν, καὶ μεταθέσει τοῦ ε εἰς ι μίμνω κατὰ Ἴωνας, οὕτω καὶ γένω γέγνω, καὶ ἐξ αὐτοῦ, γίγνω γίγνομαι καὶ τὰ ἀπ' αὐτῶν. ἐν τούτοις δὲ περὶ ἀναδιπλώσεως ἀκριβολογούμενος Ἡρακλείδης λέγει ὅτι ὁπηνίκα μὲν συλλαβῆς ἀναδίπλωσις ᾖ, ὑστερεῖται τὸ ὁλόκληρον μιᾷ συλλαβῇ, ἤγουν λείπεται τὸ τέλειον καὶ κοινὸν μιᾶς συλλαβῆς πρὸς τὸ διπλασιαζόμενον. τὸ γὰρ λάβω μιᾷ συλλαβῇ οὕτως ὑστερεῖ τοῦ κατὰ ἀναδιπλασιασμὸν λελάβω. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων. ὅτε δὲ γράμματι ἐνθεωρεῖται ἑνὶ ἡ ἀναδίπλωσις, τότε ἰσοσυλλαβεῖ τῷ ἀναδεδιπλωμένῳ τὸ ὁλόκληρον, οἷον, μένω μίμνω, γένω γίγνω. οὕτω δὲ καὶ μέλω μέμλω, καὶ πλεονασμῷ ἤγουν παρενθέσει τοῦ βῆτα, μέμβλω, παρεντιθέντος τοῦ βῆτα διὰ τὸ μηδέ ποτε κατὰ μίαν συλλαβὴν τῷ λάμβδα ἕπεσθαι τὸ μ. ὡς δῆλον καὶ ἐκ τοῦ, ὡς ἐῤῥέθη, μολίσκω βλώσκω, καὶ ἐκ τοῦ, παραμεμέληκε παραμέμβλωκε. καὶ πρῶτον μὲν ταῦτα ἰστέον ὡς ἀναγέγραπται, εἶτα καὶ ὅτι τὸ ὀμῶ ἤγουν ὀμνύω ἔστι μὲν καὶ πρώτης συζυγίας τῶν περισπωμένων, ὡς δῆλον ἐκ τοῦ ὀμεῖν ἀπαρεμφάτου, ἴσως δὲ καὶ ἐκ τοῦ ὀμοῦμαι ὀμῇ ὀμεῖται. συνηθεστέρα δέ ἐστιν ἡ κατὰ τρίτην συζυγίαν τῶν περισπωμένων προφορὰ τοῦ τοιούτου ῥήματος. ὡς γὰρ ὁμῶ ὁμώσω τὸ ἑνώσω, οὗ χρῆσις ἐν Ἰλιάδι, οὕτω καὶ ὀμῶ ὀμόσω κατὰ μόνην ἐκφώνησιν, τὸ, ὅρκον δώσω. εἰ δὲ μὴ παραλήγεται ὁ τοιοῦτος μέλλων τῷ ω μεγάλῳ κατὰ τὸ χρυσῶ χρυσώσω καὶ τὰ ὅμοια καὶ τὰ ἐξ αὐτῶν, καινὸν οὐδὲν τοῖς ἐπισκεπτομένοις τὴν καὶ ἐν τοιούτοις ἀνάλογον ὁμοιότητα. ἔστι γὰρ φάναι, ὅτι ὥς περ ἡ πρώτη συζυγία τῶν περισπωμένων ποτὲ μὲν ἐν τῷ μέλλοντι τῷ ε παραλήγεται οἷα τοῦ ἐντελοῦς ἐνεστῶτος προσλαμβανομένου τὸ σίγμα πρὸ τοῦ λήγοντος ω, οἷον, καλέω καλέσω, ἐμέω ἐμέσω, αἰνέω αἰνέσω, νεικέω νεικέσω, καὶ τῶν ὁμοίων, ποτὲ δὲ τρέπει ἐκτατικῶς τὴν ἐν τῷ μέλλοντι βραχεῖαν παράληξιν εἰς μακρὰν, ὃ γίνεται ἐν τῷ καλήσω, ἀφ' οὗ ὁ ἐν τῇ Ἰλιάδι Καλήτωρ, καὶ ἐν τῷ ἐπαινήσω καὶ νεικήσω καὶ τοῖς λοιποῖς ὧν δαψιλὴς ἡ χρῆσις, ἔτι δὲ καὶ ἐν τῇ τῶν περισπωμένων δευτέρᾳ συζυγίᾳ πῇ μὲν ὁ μέλλων τὸ τοῦ θέματος παραλῆγον α τηρεῖ, ὡς ἐν τῷ γελάω γελάσω, πῇ δὲ εἰς τέλειον μακρὸν τρέπει ὡς ἐν τῷ βοάω βοήσω, οὕτω καὶ ἐπὶ τῆς περισπωμένης τρίτης γίνεται συζυγίας.

[26] καὶ τὸ μὲν ὀμόω τὸ ὀμνύω καὶ ἀρόω τὸ ἀροτριῶ καὶ ὀνόω τὸ μέμφομαι καὶ βόω τὸ τρέφω προσλήψει τοῦ σίγμα φυλάσσουσι τὸ παραλῆγον ο ἐν τῷ ὀμόσω ἀρόσω ὀνόσω βόσω, ἐξ οὗ καὶ τὸ βόσκω καὶ ἡ βόσις καὶ ἡ βότειρα, τὴν παραλήγουσαν τοῦ ἐντελοῦς ἐνεστῶτος φυλάσσουσι. τὸ μέντοι χρυσόω χρυσώσω καὶ τὰ λοιπὰ ὅλα τὰ πρὸς αὐτὸ ἐξέτειναν τὸ ἀνάλογον ο εἰς ω μέγα. καὶ κατεκράτησεν ἡ τοιαύτη γραφὴ ἐν τῇ συνηθείᾳ, ὥς περ καὶ τῶν εἰς ως μετοχῶν ὀξυτόνων ἀπαλλαττομένων τοῦ ω μεγάλου ἐν ταῖς πλαγίαις, οἷον ἐν τῷ ἑστηκὼς ἑστηκότος, τεθνηκὼς τεθνηκότος καὶ τοῖς ἄλλοις ὅλοις. μόνα κοινότερον τὸ ἑστῶτος βεβῶτος γεγῶτος τεθνεῶτος ἐφύλαξαν τὸ ω τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ πρὸς ἐνθύμιον ἀναλογίαν τοῦ γέλως γέλωτος, ἱδρὼς ἱδρῶτος καὶ τῶν ὁμοίων. οὕτω καὶ τὰ δεύτερα παθητικὰ πρόσωπα τῶν εἰς μαι ληγόντων ῥημάτων, ὁποῖον τὸ τύπτομαι τύπτῃ καὶ τὰ λοιπὰ ὅλα, κατὰ τὴν παλαιὰν Ἀτθίδα διὰ τῆς ει διφθόγγου γραφόμενα, ὡς καὶ ἐν τοῖς τοῦ κωμικοῦ πέφῃνεν, οἱ ὕστερον Ἀττικοὶ γράψαντες διὰ τοῦ η σὺν τῷ ἰῶτα προσγεγραμμένῳ ἀφῆκαν σώζεσθαι ἐν γραφῇ τῇ διὰ τῆς ει διφθόγγου χάριν παλαιᾶς ἐνθυμήσεως τὸ βούλομαι βούλει, οἴομαι οἴει, ὄψομαι ὄψει, καὶ ἔομαι ἔει καὶ κατὰ κρᾶσιν εἶ. εἰ δὲ ὁ βώτωρ καὶ ἡ βωτιάνειρα, χρὴ γὰρ ἀνακάμψαι τι βραχὺ ἐς τὰ πρὸ ὀλίγων, διὰ τοῦ ω μεγάλου γράφεται, λογιστέον ὅτι ταῦτα ὑπομιμνήσκουσιν ἐγχωρεῖν καὶ τὸ βῶ βώσω ἐκταθῆναι εἰς ω μέγα καὶ τὰ ἄλλα. οὐ μὴν τὸ αὐτὸ βούλεται καὶ ὁ βοτήρ.

(Vers. 297.) Ὅτι βίαν δηλοῖ τὸ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.

(Vers. 298.) Πληροφορίας δὲ τῆς ἐπ' ἀγαθῷ ἀπαιτητικὸν τὸ, ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, μή πού τις ἀτασθαλίῃσι κακῇσι ποιήσῃ τόδε τι.

(Vers. 305.) Ἐλλιμένισιν δὲ φράζει τὸ, στήσαμεν ἐν λιμένι γλαφυρῷ εὐεργέα νῆα ἄγχ' ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι νηός. Καὶ ὅρα ὡς οὐ μόνον ναῦς γλαφυρὰ, ἀλλὰ καὶ λιμὴν ἐνταῦθα γλαφυρός.

(Vers. 309.) Πένθους δὲ φράσις τὸ, μνησάμενοι δ' ἤπειτα, φίλους ἔκλαιον ἑταίρους.

(Vers. 311.) κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος. ὃ δή που πρὸ τούτων καὶ ἡ Πηνελόπη ἔπαθε καὶ μεταταῦτα πείσεται κλαίουσα ἐπὶ τῷ ἀνδρί.

(Vers. 310.) μέσον δὲ τούτων κεῖται καὶ ἀφελὴς στίχος καὶ εὐτελὴς τὸ, οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα.

(Vers. 312.) Ὅτι ἐν μὲν Ἰλιάδι τὸ τὰς δύο μοίρας τῆς νυκτὸς παρελθεῖν, περιλειφθῆναι δὲ τὴν τρίτην, ἄλλως ἔφρασεν ὁ ποιητής. ἐνταῦθα δὲ οὕτω συντομώτερόν φησιν· ἦμος δὲ τρίχα νυκτὸς ἔην μετὰ δ' ἄστρα βεβήκει, μεταλλάξει χρησάμενος. ἐκεῖ μὲν γὰρ ἤρξατο ἐκ τοῦ, ἄστρα δὲ δὴ προβέβηκε, κατέληξε δὲ εἰς τὸ, τριτάτη δ' ἔτι μοῖρα λέλειπται. ἐνταῦθα δὲ τὸ ἀνάπαλιν πεποίηκεν. Ὅρα δὲ τὸ, τρίχα νυκτὸς ἦν, ἤγουν τριχῇ, ὅμοιον ὂν τῷ, τόφρα δὲ κουρήτεσσι κακῶς ἦν, ὥστε μηδὲ τὸ, Ἀθηναίη ἀκέων ἦν, παρὰ τὸ εἰκὸς εἶναι λέγεσθαι πρός τινων ἀντὶ τοῦ ἡσύχως ἦν. Τὸ δὲ μετὰ δ' ἄστρα βεβήκει, ἀντὶ τοῦ, μετέβη τὰ ἄστρα, ἤτοι μετεκινήθη, ὡς εἰκὸς πρὸς δύσιν.

(Vers. 313.) Ὅτι ἐν τῷ, ὦρσεν ἐπιζαῆν ἄνεμον Ζεὺς, περισπᾷ τὸ ζαῆν Ἀρίσταρχος, ὡς τὸ Ἑρμῆν καὶ Ποδῆν. καὶ τοῦτο μὲν οἱ παλαιοί φασιν. εἰκὸς δὲ αὐτὸν καὶ τὴν εὐθεῖαν ἴσως περισπᾶν κατὰ τὸ Ἑρμῆς καὶ Ποδῆς. καὶ μὴν ἐκεῖνα συνῄρηνται, ἄδηλον δὲ εἴ περ οὕτω καὶ ὁ ζαῆς, ὃς δηλοῖ τὸν ἄγαν πνέοντα. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς ζαῆς ἄνεμος νυκτὸς μὲν ἀρξάμενος πνέειν, παραμείνας δὲ ὅλον μῆνα, ὡς καὶ μετ' ὀλίγα εἰρήσεται, τὴν ἐσχάτην βλάβην τοῖς τοῦ Ὀδυσσέως ἐπήγαγε. Κεῖται δ' ἐνταῦθα καὶ διασκευὴ ῥηθεῖσα καὶ ἀλλαχοῦ τῆς θεσπεσίας τηνικαῦτα λαίλαπος καὶ τῆς τῶν νεφῶν πυκνώσεως.

(Vers. 315.) δι' ἧς ὀρώρει οὐρανόθεν νὺξ, ἄλλη τις αὕτη παρὰ τὴν εἰρημένην νύκτα καθ' ἣν ὁ ἄνεμος ἔπνευσεν, ἵνα ᾖ νὺξ αὕτη ἐπὶ νυκτὶ ἐκείνῃ ζοφοῦσα τὸν ἀέρα εἰς πλέον.

(Vers. 317.) Ὅτι ὅρμος φαίνεται καὶ ἐνταῦθα σαφῶς τόπος λιμένος ἔνθα ἡ ναῦς ὁρμεῖ· εἰπὼν γοῦν Ὀδυσσεὺς ἐν λιμένι γλαφυρῷ στῆσαι τὴν νῆα ἐπάγει μετ' ὀλίγα· νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες, τουτέστιν ἐν ὅρμῳ ἐστήσαμεν.

(Vers. 318.) Ὅτι δὲ πολλὰ σπήλαια καὶ πολλαχοῦ αὐτοφυῆ, παράλια δεκτικὰ τοιούτων νηῶν, καὶ ἡ πεῖρα δηλοῖ. Ἐν δὲ τῷ τοιούτῳ σπηλαίῳ πλάττει καὶ νύμφας διατρίβειν, εἰπών· ἔνθα δ' ἔσαν νυμφέων καλοὶ χοροὶ, ἤγουν τόποι τοῦ χορεύειν, ἠδὲ θόωκοι. καὶ τοῦτο μὲν οὕτω πεφεισμένως ἐν βραχυλογίᾳ ἔφη, ἀρχὴν ἐνδιδοὺς τοῦ ἐοικέναι καὶ ἄλλα τοιαῦτα εἶναι. προϊὼν δὲ ἐν τοῖς περὶ τοῦ ἐν Ἰθάκῃ τῶν νυμφῶν ἄντρου, πλατυνεῖ τὴν ἔκφρασιν ἐφ' ὁμοίοις, ἣν καὶ ὁ σοφὸς Πορφύριος ἱκανοῦ λόγου ἠξίωσε. Δοκεῖ δὲ Νηϊάδων καὶ ἐνταῦθα μεμνῆσθαι νυμφῶν, αἳ τῷ γλυκερῷ ἔχαιρον ὕδατι τῷ περὶ τὸν ῥηθέντα γλαφυρὸν λιμένα.

(Vers. 320.) Ὅτι καὶ ἐνταῦθα, ὡς [27] καὶ πρὸ ὀλίγων, ἔννοιαν θεὶς ἀρχομένην ἐκ τοῦ γὰρ, ἀποδίδωσιν εἰς τὸν δε σύνδεσμον πάνυ γοργῶς, εἰπών· ὦ φίλοι, ἐν γὰρ νηῒ θοῇ βρῶσίς τε πόσις τε, τῶν δὲ βοῶν ἀπεχώμεθα μή τι πάθοιμεν. καὶ ἔστι καὶ τοῦτο ὅμοιον, ὡς εἰ καὶ συνήθως εἶπεν, ἀλλὰ τῶν βοῶν ἀπεχώμεθα· ἢ καὶ ἄλλως ἀντὶ τοῦ δη ἐγράφη ὁ δε σύνδεσμος, ἵνα λέγῃ, ὅτι ἐπεὶ ἔχομεν βρῶσιν, ἀπεχώμεθα δὴ τῶν βοῶν. τὸ δὲ γράψαι

(Vers. 321.) τῶνδε βοῶν ἀπεχώμεθα, ἤγουν τούτων, οὐ δοκεῖ τοῖς παλαιοῖς

(Vers. 322.) Λέγει δ' ἐνταῦθα καὶ δεινὸν θεὸν τὸν Ἥλιον, ἐκφοβῶν τοὺς ἑταίρους κατὰ τὸ, ἤϊε νυκτὶ ἐοικώς. ἄλλως γὰρ ἥμερός ἐστιν, εἴ γε καὶ τὸ κατάστημα, ὃ ὑπὲρ γῆς ποιεῖ, ἡμέρα λέγεται διὰ τὴν τηνικαῦτα ἐν τῷ παντὶ ἡμερότητα τὴν ἀπεναντίαν τῇ νυκτί. ἣν μάλιστα διὰ τὸ δεινὸν δειδίαν φαμέν.

(Vers. 323.) λέγει δὲ καὶ ὡς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει ὁ Ἥλιος, πλὴν εἰ καὶ τοιοῦτος ἐστὶν ἀλλ' ὅμως ἡ Λαμπετία μετ' ὀλίγα τῆς τῶν βοῶν ἀπωλείας ἄγγελος ἥκει αὐτῷ εὖ εἰδότι, ποιοῦσα τὸ καθῆκον αὐτὴ παιδευτικῶς. ἔδει γὰρ ὡς ποιμαίνουσαν ἀγγεῖλαι τὸ ὀφειλόμενον.

(Vers. 325.) Ὅτι διασκευάζων ὁ ποιητὴς τὴν τοῦ λιμοῦ βίαν, δι' ἣν εἰς ἐπιορκίαν κατώλισθον οἱ περὶ τὸν Ὀδυσσέα παριδόντες τὰ ὀμωμοσμένα, φησί· μῆνα δὲ πάντα ἄληκτος ἄη Νότος, οὐδέ τις ἄλλος γίνετ' ἔπειτ' ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε. οἱ δ' ἕως μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρὸν, τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.

(Vers. 329.) ἀλλ' ὅτε δὴ νηὸς ἐξέφθιτο ἤϊα πάντα, τουτέστι τὰ εἰς ὁδὸν βρώματα, καὶ δὴ

(Vers. 330.) ἄγρην ἐφέπεσκον, τουτέστι θήραν ἐνήργουν ἀλητεύοντες ἀνάγκῃ, ἰχθῦς ὄρνιθάς τε φίλας ὅ, τι χεῖρας ἵκοιτο, γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·

(Vers. 333.) ἐπὶ τούτοις οὖν Ὀδυσσεὺς βαλόμενος ἐπὶ νοῦν τὸ τῆς ἀμηχανίας φάρμακον τὴν εὐχὴν ἀνὰ νῆσον ἀπέστιχεν εὐξόμενος εἴ που ὁδὸν θεὸς φήνειε νέεσθαι. τοῦτο δὲ

(Vers. 338.) δεινότης ἐστὶ ποιητικὴ, οἰκονομοῦντος Ὁμήρου πιθανῶς οὕτω φονευθῆναι τοὺς βόας διὰ τὸ ἄγαν πολὺ καὶ ἀπαραίτητον τῆς τοῦ λιμοῦ βίας, καὶ μάλιστα εἰ καὶ κοιμηθῇ Ὀδυσσεύς. παρόντος γὰρ καὶ ἐγρηγορότος οὐκ ἂν δεόντως ἐπιθανολογήθη τὰ τοῦ πλάσματος. εἰς ὃ συμβάλλεται πιθανῶς καὶ τὸ ἐγγὺς νηῶν τὰς βόας νέμεσθαι καὶ μηδὲ ἀπηγριῶσθαι. καὶ διατοῦτο μὲν Ὀδυσσεὺς ἄπεισι κατὰ λόγον εὐχῆς. ἀλλ' ὅτε δή, φησι, διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, χεῖρας νιψάμενος ὅθ' ἐπὶ σκέπας ἦν ἀνέμοιο, ἠρώμην θεοῖς, οἱ δ' ἄραμοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν. καὶ τότε δὴ ἐγένετο τὸ εἰς τοὺς βόας κακὸν κατὰ πᾶσαν ἄδειαν.

(Vers. 325.) Τὸ δὲ μῆνα πάντα ἀντὶ τοῦ ὅλον. καὶ ἔστιν ἔθος Ὁμήρῳ οὕτω γράφειν μυριαχοῦ, ἤγουν τιθέναι τὸ πᾶν ἐπὶ ὁλότητος. Τὸ δὲ ἄη Νότος, ἤτοι ἔπνεε, πολλὰ μὲν τῶν ἀντιγράφων ἐν τῷ η ἔχει ἀκολούθως τῷ πρώτῳ προσώπῳ τῷ ἄην, οὐκ ὀλίγα δὲ καὶ διὰ διφθόγγου ὁμοίως τῷ· ἀνέμων διάει μένος, ὡς ἐν τῇ ε ῥαψῳδίᾳ ἐγράφη. δόξοι δ' ἂν μαρτυρεῖν τῇ διὰ τοῦ η γραφῇ καὶ τὸ Θρῄκηθεν ἄητον, ἤγουν ἐκ Θρᾴκης πνέουσι. καὶ ὁ βαθὺς δὲ Ἡρακλείδης οὕτω βούλεται, ἵνα ὥς περ ἐκ τοῦ φιλῶ φίλημι Αἰολικῶς, οὕτως εἴη καὶ ἀπὸ τοῦ ἀῶ ἄημι, καὶ ἀκολούθως ὡς φίλη τρίτον ἑνικὸν καὶ δυϊκὸν ἐξ αὐτοῦ φίλητον, οὕτω καὶ ἄη ἄητον. συλλαλεῖ δὲ τῇ εἰρημένῃ διὰ τοῦ η γραφῇ καὶ ὁ ἀήτης, ὃς δηλοῖ ἄνεμον. περὶ οὗ λέγει ὁ Ἡρακλείδης τοιαῦτα· πεποίηται ὁ ἀήτης ὡς ἀπὸ περισπωμένου τοῦ ἀῶ ἀήσω. διὸ ἡμάρτηται κατὰ τόνον. τὰ γὰρ τοῖς εἰς ω περισπωμένοις ῥήμασι παρασχηματιζόμενα εἰς της ἀρσενικὰ τῷ η παραληγόμενα ὀξύνεται, οἷον, ποιῶ ποιήσω ποιητής. ὁμοίως ἠχητής, μιμητής. οὐκοῦν καὶ τὸ ἀῶ ἀήσω τοιοῦτον γεννᾷ. ὁ δὲ ἀήτης οὐχ' οὕτως ἀλλὰ βαρύνεται. λέγει δὲ τοιοῦτον ἁμάρτημα εἶναι καὶ ἐν τῷ χηρῶσται. τοῦ γὰρ ῥήματος ὄντος περισπωμένως χηρῶ, τοὔνομα οὐκ ὀξυτονεῖται. ἅμα δὲ τοῦτο καὶ περισσὸν ἔχει τὸ σ. καὶ σημαίνει τὸ τοιοῦτον καινῶς παραδοθὲν ὑπὸ τοῦ Ἡρακλείδου. ἡ γὰρ Ἰλιὰς, διορθωθεῖσα ὡς ἔοικεν ὕστερον, οὐ γράφει χηρῶσται προπερισπωμένως, ἀλλ' ὀξύνει, οἷον, χηρωσταὶ δὲ διὰ κτῆσιν δατέονται. περὶ δὲ τοῦ· εἴτε βαρυτόνως ἄω εἴτε περισπωμένως ἀῶ, προδεδήλωται ἐν τῷ, νᾶον δ' ὀρῷ ἄγγεα πάντα. καὶ οὕτω μὲν ταῦτα.

(Vers. 326.) Τὸ δὲ, οὐδέ τις ἄλλος ἐγίνετο ἀνέμων, ἄριστα ἐῤῥέθη. οὐ γὰρ σταθεροὶ καὶ ὄντες οἱ ἄνεμοι κατὰ τὰ στοιχεῖα καὶ τὰ ἐν οὐρανῷ, ἀλλ' ἐν τῷ γίνεσθαι τὸ εἶναι αὐτοῖς, καθὰ καὶ τοῖς ὑετοῖς καὶ ὅσα τοιαῦτα.

(Vers. 326.) Τὸ δὲ εἰ μὴ Εὖρός τε Νότος τε ταυτόν ἐστι τῷ, ἀλλ' Εὖρός τε Νότος τε, καὶ τῷ, ὅτι μὴ Εὖρός τε Νότος τε. οὕτω γὰρ φράζουσιν οἱ ῥήτορες. ἔχει δέ τι καὶ ἐπιδιορθώσεως ὁ λόγος. ἀνωτέρω γὰρ Νότου μόνου μνησθεὶς νῦν καὶ Εὖρον συμπνέειν φησί.

(Vers. 327.) Τὸ δὲ σῖτον καὶ οἶνον τὰ ἀναγκαιότατα τῶν βρωμάτων δηλοῖ, ὧν ἐπιλιπόντων [28] παῤῥησιάζεται λιμός.

(Vers. 328.) Τὸ δὲ λιλαιόμενοι βιότοιο ἀνθρωπίνως ἐῤῥέθη, ὡς τῶν λιμωττόντων καὶ τὸ ζῆν περιφρονούντων, εἰ μόνον εὑρόντες τι φάγοιεν, ὡς μετ' ὀλίγα δηλώσει Εὐρύλοχος.

(Vers. 330.) Ἐν δὲ τῷ, καὶ δὴ ἄγραν ἐφεῖπον, περιττεύει ὡς καὶ ἐν ἄλλοις ὁ και σύνδεσμος. Τοῦ δὲ ἀνάγκῃ ἐφερμηνευτικόν ἐστι τὸ, ἔτειρε δὲ γαστέρα λιμός. δῆλον δὲ ὡς εἰ μὴ ἀνάγκη ἦν τοιαύτη, οὔτε ἰχθυοφάγουν οἱ παλαιοὶ οὔτε ὀρνίθων ἐτεχνῶντο θήραν, ἣν ὡς αἱμύλον ὁ Πλάτων οὐ φιλεῖ. Ἐν τούτοις δὲ μνηστέον καὶ τῶν τοῦ Ἀθηναίου, εἰπόντος, ὡς εἰ καὶ ἁπλῆ πανταχοῦ παρ' Ὁμήρῳ τοῖς ἥρωσιν ἡ δίαιτα θεωρουμένη ἐν παραθέσει κρεῶν ὡς ἐπὶ πολὺ βοείων, καὶ αὐτῶν ὠπτημένων, καὶ αὐτῷ δὲ Ἀλκινόῳ τῷ τρυφερῷ, καὶ τοῖς ὑβρισταῖς μνηστῆρσι, καὶ οὔτε ἰχθυοφαγοῦντας τοὺς τοιούτους ποιεῖ, οὔτε ὄρνιθας προσιεμένους, οὔτε μελίπηκτα φιλοῦντας, οὔτε μαγειρικὰς μαγγανείας, καὶ ὑποβινητιῶντα ὥς φησι Μένανδρος βρώματα, καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκκαβον καλούμενον ἔδεσμα, ὅμως ἐποιοῦντο ποτὲ καὶ ἰχθύων καὶ ὀρνίθων ἄγραν οἱ ἀμφὶ τοὺς ἥρωας. ἐν γοῦν Θρινακίᾳ θηρεύουσιν οἱ τοῦ Ὀδυσσέως ἰχθῦς ὄρνιθάς τε γναμπτοῖς ἀγκίστροισιν, ἅ περ οὐκ ἐν τῇ Θρινακίᾳ πάντως ἐχάλκευσαν, ἀλλ' ἐπεφέροντό φασιν, ἐν τῷ πλῷ δηλονότι, ὥστε ἦν αὐτοῖς τοιαύτης θήρας τέχνη. ἧς ἐπιστήμων καὶ ὁ ποιητὴς ὢν, εἰκάζει τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους, ἰχθύσι προμήκεϊ ῥάβδῳ ἁλισκομένοις. καὶ τοιαῦτα μὲν ταῦτα. Ὅτι δὲ εἰ καὶ μὴ φιλίχθυας οἶδε τοὺς παλαιοὺς Ὅμηρος ἀλλ' ὡς ἐπὶ πολὺ κρεοφάγους, ὅμως οἱ ὕστερον ἔψεγον τὸ πρᾶγμα, ὡς δηλοῖ Θεόπομπος, γράψας ὅτι τὸ ἐσθίειν πολλὰ καὶ κρεαφαγεῖν τοὺς λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας ὀργῆς τε καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι.

(Vers. 331.) Τὸ δὲ ἰχθῦς ὄρνιθάς τε, τῆς ῥηθείσης ἄγρας ἐστὶ διασαφητικόν.

(Vers. 332.) Τὸ δὲ γναμπτοῖς ἀγκίστροις, εἰκὸς μὲν καὶ διὰ μόνους τοὺς ἰχθύας εἰρῆσθαι, εἰκὸς δὲ καὶ διὰ τοὺς ὄρνιθας. ἀγκιστρεύονται γάρ ποτε δελεαζόμενοι καὶ αὐτοὶ, καὶ μᾶλλον οἱ θαλάσσιοι. Ἐτυμολογεῖ δέ πως καὶ τὸ γναμπτὸν τὰ ἄγκιστρα, εἴ περ ἄγκιστρον λέγεται παρὰ τὸ ἄγειν ἤτοι περιάγειν καὶ κάμπτειν, ὅ ἐστι γνάμπτειν.

(Vers. 333.) Τὸ δὲ ἀπέστισχεν ἐνταῦθα κατὰ λόγον ἀορίστου δευτέρου διὰ τοῦ ι γράφεται.

(Vers. 335.) Τὸ δὲ ἤλυξα ἑταίρους, οὐ φυγήν τινα δηλοῖ, ἀλλὰ τὸ ἁπλῶς ἐκκλῖναι καὶ ἐκτὸς γενέσθαι τοῦ βλέπεσθαι ὑπ' αὐτῶν. χεῖρας δὲ νίπτεται Ὀδυσσεὺς εὐξόμενος, καθά που καὶ ὁ υἱὸς Τηλέμαχος.

(Vers. 331.) Τὸ δὲ σκέπας ἀνέμοιο κατά τινα ἴσως κεῖται παρατήρησιν, ὡς δέον ὂν τὸν περὶ ἀνέμου εὐξόμενον ἐν σκέπῃ εἶναι πρὸς τὸ μὴ ἀνεμίζεσθαι, εἰπεῖν κατὰ τοὺς παλαιούς.

(Vers. 338.) Γλυκὺς δὲ ὕπνος ὁ ἐν ἄλλοις νήδυμος. οὐκ ἐπὶ κακῷ δὲ τοῦ Ὀδυσσέως ὁ ὕπνος, ἀλλὰ τοὺς ἑταίρους βλάπτει. διὸ καὶ ἀνηλεῆ αὐτὸν μετ' ὀλίγα ἐρεῖ. αὐτὸς μέντοι διὰ τὴν εὐχὴν καὶ ὅτι μηδὲ μετέσχε τοῦ κακοῦ περισωθήσεται. ἰδοὺ δὲ κἀνταῦθα ὕπνος ἐπὶ κακῷ, καθὰ καὶ ὁ μετὰ τὸν Αἰόλον γλυκὺς ἐπελθὼν κεκμηκότι τῷ Ὀδυσσεῖ.

(Vers. 339.) Ὅτι Ὀδυσσέως ὑπνοῦντος Εὐρύλοχος ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς, εἰπὼν γνωμικῶς·

(Vers. 341.) πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν, διὰ τὴν ἐκεῖθεν δηλαδὴ τηκεδόνα στρευγομένου τοῦ λιμώττοντος.

(Vers. 343.) εἶτα ἐπαγαγὼν Εὐρύλοχος τὴν τοῦ λόγου ἀξίωσιν ἐν τῷ, ἀλλ' ἄγετε Ἡλίου βοῶν ἐλάσαντες ἀρίστας ῥέξομεν ἀθανάτοισι.

(Vers. 345.) καὶ ὑποσχόμενός τι δι' οὗ μειλιχθείη ἂν Ἥλιος, ὅ πέρ ἐστι, τεύξειν ταχὺ Ἡλίῳ πίονα νηὸν ὅτε εἰς Ἰθάκην ἀφίκοιντο, ἐν δὲ θεῖναι ἀγάλματα πολλὰ καὶ ἐσθλὰ,

(Vers. 348.) ἐπάγει νόημα δριμύτερον ἐξ ἀντιπαρατάσεως τοιοῦτον· εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων νῆα ἐθέλῃ ὀλέσαι, ἐπὶ δ' ἕσπονται θεοὶ ἄλλοι, βούλομαι ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, ἢ δηθὰ

(Vers. 351.) στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ. λέγει δὲ στρεύγεσθαι τὸ τήκεσθαι λιμῷ, καὶ οἷον κατὰ στράγγα ὑποῤῥέειν ὁποῖόν τι καὶ τὸ ἀπολιβάζειν, ὃ ταυτόν ἐστι τῷ λείβεσθαι, ἤτοι κατά τι λιβάδιον ὑγροῦ ῥέειν εἰς φθοράν.

(Vers. 339.) Τὸ δὲ ἐξήρχετο βουλῆς δύναται καὶ ἐξῆρχε λεχθῆναι. διφορεῖ γὰρ πολλαχοῦ καὶ τὸ τοιοῦτον ῥῆμα ὁ ποιητής.

(Vers. 342.) Τὸ δὲ θανεῖν καὶ πότμον ἐπισπεῖν ἢ ταυτά εἰσιν, ἢ καὶ ἄλλως, πότμον μὲν ἐπισπεῖν τὸ δυσπότμως ζῆν, θανεῖν δὲ τὸ τῆς τοιαύτης ζωῆς δεινὸν ἀποτέλεσμα, καὶ τούτῳ τῷ λόγῳ εἴη ἂν πρωθύστερον τὸ θανεῖν καὶ πότμον ἐπισπεῖν. προηγεῖται γὰρ τοῦ θανεῖν τὸ δυσπότμως ζῆν.

(Vers. 343.) Τὸ δὲ βοῶν ἐλάσαντες ἀρίστας, ἄλλως μὲν λιχνείαν ἔχει, ὡς δέον ὂν ἐπιλέξεσθαι εἰς τροφὴν τὰς κρείττονας, φαίνεται δὲ διὰ θυσίαν λεχθῆναι κατὰ τὸ, [29] πίονα μηρία ἔκηα, ὡς χρεὼν ὂν τοιαῦτα θύειν. ἔνθα σημείωσαι ὡς ῥητορικώτερον οὐκ αὐτὸ τοῦτο φαγεῖν τὰς βοῦς συμβουλεύει Εὐρύλοχος, ἀλλ' αὐτὸ μὲν ὑπολαλεῖ ἐν τῷ εἰπεῖν μὴ θέλειν λιμῷ τήκεσθαι, ἐν δὲ φαινομένῳ ῥέξειν ἐθέλει τὰς ἀρίστας βόας. καὶ οὐδὲ Ἡλίῳ μόνῳ οὗ πέρ εἰσιν,

(Vers. 344.) ἀλλ' ἀθανάτοις τοῖς περὶ οὐρανὸν, ἵνα δῆθεν ἀντικαθίσταιντο ἐκεῖνοι τῷ Ἡλίῳ βουλομένῳ βλάπτειν τοὺς περὶ τὸν Ὀδυσσέα. διὸ καὶ ἔφη τὸ,

(Vers. 349.) εἴ περ νῆα ἐθέλῃ ὀλέσσαι, ἐπὶ δ' ἕσπονται θεοὶ ἄλλοι. οὕτω πως καὶ ἐν Ἰλιάδι οὐ πιεῖν ἁπλῶς ἡ μήτηρ Ἑκάβη συμβουλεύει τῷ υἱῷ Ἕκτορι, ἀλλὰ σπείσειν τῷ Διῒ, εἶτα καὶ αὐτὸν πιόντα ὀνήσεσθαι.

(Vers. 346.) Πίονα δὲ νηὸν λέγει τὸν πιαινόμενον λιπαροῖς θύμασιν.

(Vers. 347.) Ἀγάλματα δὲ καὶ νῦν ἀγαλλιάματα, ἀγλαΐσματα, κατὰ τὸ, ἀγλαΐης δ' ἕνεκα κομόωσιν ἄνακτες. λέγει δὲ νῦν οὕτω τὰ ἀναθήματα, ὡς δηλοῖ καὶ τὸ, θεῖναι ἀγάλματα. ἐκ τοῦ θεῖναι γὰρ τὸ ἀνάθημα.

(Vers. 348.) Ὀρθόκραιραι δὲ αἱ ὄρθιαι τὰς κεφαλὰς καὶ γαῦροι διὰ τὸ ἀγελαῖον καὶ ἄνετον. κραῖρα γὰρ ἡ κεφαλὴ, ὡς καὶ ἐν Ἰλιάδι. ἐντεῦθεν δὲ τροπικῶς καὶ νῆες ὀρθόκραιραι. ἐξ ὧν ἀντιλαβών τις καὶ μεταγράψας ἔφη τὰ βούπρωρα. Τὸ δὲ χανὼν ἀπὸ θυμὸν ὀλέσσαι τὸν τοῦ κατὰ θάλασσαν θανάτου τρόπον δηλοῖ. ἔχει δέ τι καὶ ἀστεῖον, ὡς αἱρετὸν ὂν χανεῖν καὶ πλησθῆναι τοῦ θανατοῦντος ὑγροῦ, ἤ περ θανεῖν μεμυκότα λιμῷ. Τὸ δὲ ἐρήμη σύνηθες τοῖς ῥήτορσιν, οἳ οὐ μόνον ἔρημον ἀλλὰ καὶ ἐρήμην φασίν.

(Vers. 352.) Ὅτι Εὐρυλόχῳ λαλήσαντι τὰ προσεχῶς ῥηθέντα πεισθέντες οἱ ἀκούσαντες, ἐνίκησε γὰρ κἀνταῦθα ἡ κακὴ βουλὴ, αὐτίκα Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ἐγγύθεν, οὐ γὰρ τῆλε νηὸς βοσκέσκοντο ἕλικες καλαὶ βόες εὐρυμέτωποι, τὰς δὲ περιστήσαντο καὶ εὐχετόωντο θεοῖσι, φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο. οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐϋσέλμου ἐπὶ νηός.

(Vers. 359.) ἐπεὶ δὲ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, καὶ τὰ ἑξῆς τῆς πολλαχοῦ δηλωθείσης θυτικῆς διασκευῆς, οὐδ' εἶχον μέθυ λεῖψαι ἐπ' αἰθομένοις ἱεροῖσιν, ἀλλ' ὕδατι σπένδοντες ἐπώπτων

(Vers. 363.) ἔγκατα πάντα. ἃ δὴ καὶ σπλάγχνα κατὰ πολυωνυμίαν εὐθὺς ἐρεῖ, ὡς ἀπὸ τοῦ σπλὰν ἤτοι ὁ σπλὴν κατὰ τοὺς παλαιούς. ἀφ' οὗ ὡς ἐκ μέρους σπλάγχνα καὶ τὰ λοιπὰ ἔγκατα.

(Vers. 354.) Τὸ δὲ ἐγγὺς τὰς βόας βόσκεσθαι διατί ἔπλασεν ὁ ποιητὴς, προείρηται. χρήσιμον δὲ ὂν καὶ τοῦτο εἰς οἰκονομίαν ἐδίσσευσεν ὁ ποιητὴς μνήμης χάριν, εἰπών· ἐλάσαντες ἐγγύθεν, οὐ γὰρ τῆλε βοσκέσκοντο.

(Vers. 355.) ἔχει δέ τι παρηχήσεως τὸ βόσκονται καὶ τὸ βόες. ἃς καὶ οἰκτίζεσθαι δοκεῖ ὁ ποιητὴς ἐν τῇ τῶν συχνῶν ἐπιθέτων στοιβῇ.

(Vers. 356.) Ὅρα δὲ ἐν τῷ, τὰς δὲ περιστήσαντο καὶ ἐν τῷ, οὐδ' εἶχον μέθυ λεῖψαι, ὅτι περιττὸς κεῖται ὁ δε σύνδεσμος. τὸ γὰρ ὀρθὸν τῆς συντάξεως, ταύτας περιέστησαν καὶ οὐκ εἶχον μέθυ λεῖψαι. κεῖται οὖν συνήθως κἀνταῦθα ὁ δε σύνδεσμος ἀντὶ τοῦ δη. Τὸ δὲ περιστήσαντο ἢ ἀντὶ τοῦ κύκλῳ περιεστάθησαν ὥστε συσχεῖν αὐτὰς, ἢ ἀντὶ τοῦ ὡς εἰς θυσίαν ἔστησαν. Τοῦ δὲ εὐχετόωντο ῥήματος δοκεῖ προϋπάρχειν ὁ εὐχέτης, ὡς ἀπὸ τοῦ εὐχέω εὐχῶ ἀῤῥήτου ῥήματος, ὁμοίου τῷ τελέω τελῶ καὶ τοῖς τοιούτοις. Δῆλον δὲ ὡς ἡ εὐχὴ καὶ τὸ εὔχεσθαι παρὰ τὸ εὖ χέειν ἤτοι ῥέειν λόγους γίνεται, ἢ μᾶλλον παρὰ τὸ ἔχεσθαι τοῦ εὖ ἤτοι τοῦ ἀρίστου. τοιοῦτον γὰρ ἡ πρὸς τὸ θεῖον ἀνάτασις δι' εὐχῆς. δύναται δὲ εἶναι εὐχὴ καὶ ἀπὸ τοῦ εὖ ἔχειν. οὗ τὸ ἀνάπαλιν δυσανασχετεῖν, ὁ μὲν γὰρ εὐχόμενος ὁπωσοῦν εὖ ἔχει ἐφ' ᾧ ποιεῖ, ὁ δὲ δυσανασχετῶν δυσκόλως ἔχει ὡς καὶ ἡ λέξις δηλοῖ.

(Vers. 357.) Φύλλα δὲ οἱ περὶ τὸν Εὐρύλοχον δρέπονται, εἰς εὐπορίστους οὐλοχύτας. οὓς μὴ ἔχοντες ἀντὶ μὲν οὐλῶν, ὅ ἐστιν ἀκεραίων κριθῶν, ἐξ ὧν οἱ οὐλοχύται παρονομάζονται, φύλλοις χρῶνται δρυὸς, ἀντὶ δὲ οἴνου, ὕδατι χάριν λοιβῆς. ποιοῦσι δὲ καὶ ταῦτα πρὸς ἀνάμνησιν τῆς παλαιφάτου τροφῆς, ἧς πρεσβυτάτη ἦν κατὰ τοὺς παλαιοὺς τοῖς ἀνθρώποις ἡ ἐκ δρυός. ἐβαλανηφάγουν γάρ. ὡσαύτως δὲ καὶ ἡ διὰ μόνου ὕδατος. εἰς ταυτὸν οὖν ἄγοιτο ἂν οὐλοχύτας τε σὺν οἴνῳ προβαλέσθαι καὶ φύλλα δρυὸς καὶ ὕδωρ πότιμον, ἅ περ ὁ τοῦ λιμοῦ καιρὸς σχεδιάζει νῦν εἰς προθύματα. Ὅτι δὲ τίμιον ἡ δρῦς ἦν ποτὲ, ὡς παλαιά τις ἀνθρώπων τιθήνη, ἐκ πολλῶν δῆλον. ὧν τινὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. δρῦς τε γὰρ ἐκεῖθεν ἅπαν ξύλον ὡς ἀπὸ μέρους ἀξίου λόγου, καὶ δρύκαρπα, οἱ τῶν ξύλων καρποί. λέγονται δ' ἐκ δρυὸς οὐ μόνον δρυπέπεις ἐλαῖαι βαρυτόνως κατὰ τοὺς παλαιοὺς αἱ ἐν τῷ δένδρῳ πεπαινόμεναι αἱ καὶ γεργέριμοι, ἀλλὰ καὶ ἁπλῶς δρυπέπης καρπὸς ὁ ἐπὶ τοῦ δένδρου πεπανθείς. ἐλέγοντο δὲ καὶ ἰσχάδες τινὲς δρυπέπεις. ὧν ἡ μέση ὀξεῖα κατὰ τοὺς παλαιοὺς, τουτέστιν αἳ παροξύνονται, οὐ μὴν προπαροξύνονται. οἳ καὶ δοτικὴν πληθυντικὴν αὐτῶν προφέρουσι προπαροξύτονον· δρυπέπεσι γάρ. ἐλέγετο δὲ καὶ [30] δρυπολεῖν τὸ ξύλοις ἁπλῶς πολιορκεῖν ἢ τὸ κακοηθίζεσθαι, ὡς καὶ τοῦτο φασὶν οἱ παλαιοὶ, ἀπὸ παροιμίας τῆς, ἄλλην δρῦν βαλάνιζε. καὶ δρύτη δέ, φασι, πύελος κυρίως ἡ ξυλίνη, ὡς ἀπὸ δρυός· ἧς ἡ χρῆσις καὶ παρ' Αἰσχύλῳ ἐν Ἀγαμέμνονι. εἰ δὲ διὰ διφθόγγου γράφεται ἡ δροίτη ἐκεῖ διὰ τὸν οἶτον, οὐ κωλύει τοῦτο τὴν ῥηθεῖσαν ἑρμηνείαν αὐτῆς. συγκέκοπται γὰρ ἐκ τοῦ δρυοίτη, ἵνα ᾖ κυρίως δροίτη πύελος ἢ λάρναξ ἐπὶ τεθνεῶσιν. ἐκ τῆς δρυὸς δὲ καὶ ὁ κατὰ μὲν τὸν κωμικὸν δρυκολάπτης, κατὰ δὲ Ἀριστοτέλην δρυοκολάπτης, ὁ πᾶν δένδρον τῷ ῥάμφει κολάπτων. ἐκεῖθεν δὲ καὶ δρύοχοι ὧν καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς μέμνηται, καὶ δρυοπαγὴς στόλος ὁ δρύϊνος πάσσαλος· στόλους γάρ, φασιν, ἔλεγον τὰ ἀποξυσμένα, διὰ τὸ συνεστάλθαι. ὅτι δὲ καὶ δενδρυάζειν ἐντεῦθεν τὸ ἐν δρυσὶν, ὅ ἐστι δένδροις κρύπτεσθαι, δεδήλωται καὶ αὐτὸ ἀλλαχοῦ. εἰ δὲ οὐχ' ἡδὺς ὁ τότε κατὰ τοὺς δενδρυάζοντας βίος καὶ τοὺς βαλανηφαγοῦντας, ἀλλὰ νῦν οὐ περὶ βίου τρυφεροῦ ὁ λόγος ἀλλ' ἀρχαϊκοῦ. τραχὺν γὰρ τὸν βίον ἐκεῖνον εἶναι, καὶ παροιμία δηλοῖ παρὰ Παυσανίᾳ, λέγουσα· ἔφυγον κακὸν, εὗρον ἄμεινον, ἣν ἔλεγέ, φησιν, ἀμφιθαλὴς παῖς Ἀθήνῃσιν, ἐστεμμένος ἀκάνθαις μετὰ δρυΐνων καρπῶν, λίκνον βαστάζων πλῆρες ἄρτων, αἰνισσόμενος τὴν ἐκ τοῦ παλαιοῦ βίου ἐπὶ τὸ κρεῖττον μεταβολήν. δοκεῖ δὲ καὶ δρέπειν καὶ δρέπεσθαι ἐκεῖθεν λεχθῆναι, ἵνα ᾖ δρέπειν τὸ περὶ δρῦν ἕπειν ἤγουν ἐνεργεῖν διὰ τὸ τρυγᾶν δρύκαρπα. Τέρενα δὲ φύλλα δρέπονται δρυὸς διὰ τὸ ὡς ἐν ἀχρήστοις εὐχρηστότερον. διὸ οὐδὲ ἀπὸ χθαμαλῆς ἀλλ' ὑψικόμου δρυὸς ταῦτα, διὰ τὸ λαμπρότερον. Μέθυ δὲ καὶ νῦν ἁπλῶς ὁ οἶνος.

(Vers. 362.) Ὅτι δὲ ταυτὸν λείβειν καὶ σπένδειν, δηλοῖ ὁ ποιητὴς ἐν τῷ, μέθυ λεῖψαι, καὶ ὕδατι σπένδοντες. οὗ πρωτότυπον καθ' Ἡρακλείδην τὸ σπείδω. Ἀργεῖοι γάρ, φησι, καὶ Κρῆτες ἐξαιροῦντες τὸ ι, τάσσουσι τὸ ν, τὴν εις πρόθεσιν ενς λέγοντες, καὶ τὸ τιθεὶς τιθένς. οἷς ὡμοίωται τὸ σπείδω σπένδω. ἡ δὲ διάλεκτός, φησιν, αὕτη ἔτι καὶ νῦν σώζεται παρὰ τοῖς ἀντιγράφοις. τὸ γὰρ αἰεὶ αἰέν φασι, καὶ τὸ οὐ μέντοι, οὐ μέντον, οἷον, οὐ μέντον κάμετόν γε μάχην ἀνὰ κυδιάνειραν. ἔμπαλιν δέ, φησι, χρῶνται Σικελοὶ τῷ ι ἀντὶ τοῦ ν, τὸ ἔνδον ἔνδοι λέγοντες, καὶ Ὅμηρος, εἰνάνυχες ἀντὶ τοῦ ἐννεάνυχες. καὶ τοιόνδε μὲν καὶ τοῦτο.

(Vers. 363.) Ὅτι δὲ τὸ ὀπτᾶν ἐπεχωρίαζε τοῖς τότε μᾶλλον ἤ περ τὸ ἕψειν, δηλοῖ καὶ τὸ ὀπτανεῖον. οὐ γὰρ ἄλλοθεν ἠξιώθη τὸ μαγειρεῖον καλεῖσθαι ἀλλ' ἐκ τοῦ ὀπτᾶν.

(Vers. 366.) Ὅτι ἐθέλων εἰπεῖν Ὀδυσσεὺς ἀφυπνίσθην περιφράζει αὐτὸ οὕτως· καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος, ὃν φθάσας γλυκὺν ἔφη. ὡς ἐπὶ σωματικοῦ δέ τινος ἔφη τὸ ἐξέσσυτο ἀντὶ τοῦ ἐξεπήδησεν, ᾤχετο.

(Vers. 369.) Ὅτι τὸ ὀσμήσασθαι περιφράζων φησί· καὶ τότε με κνίσσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή. Καὶ ὅρα τὸ ἡδὺς θηλυκῶς λεχθὲν, ὁμοίως τῷ θῆλυς ἐέρση, καὶ πολὺς ὑγρὰ, ὡς τὸ πουλὺν ἐφ' ὑγρήν.

(Vers. 372.) Ὅτι ὁ ἐπὶ βλάβῃ κοιμηθεὶς ἐρεῖ ἂν τὸ, ἦ με μάλ' εἰς ἄτην κοιμήσατε νηλέϊ ὕπνῳ. Καὶ ὅρα ὡς τὸν γλυκὺν ἄλλως καὶ νήδυμον ὕπνον νηλέα καλεῖ ὁ κακωθεὶς δι' αὐτοῦ.

(Vers. 375.) Ὅτι τὴν προῤῥηθεῖσαν θυγατέρα τοῦ Ἡλίου Λαμπετίαν τανύπεπλον λέγει διὰ τὴν πανταχοῦ τῆς οἰκουμένης ἅπλωσιν τῆς ἡλιακῆς λάμψεως, ἣν καὶ ὅσα ὀφθαλμόν τινα δοκεῖ ἔχειν Ἥλιος. διὸ καὶ αὐτὴ μηνύει μυθικῶς τῷ πατρὶ τὴν τῶν βοῶν ἀπώλειαν, ὡς καὶ προδεδήλωται.

(Vers. 377.) Ὅτι ἔδοξεν Ὁμήρῳ ἠθοποιΐαν ἐνταῦθα πλάσαι τί ἂν ὁ Ἥλιος εἶπε παρὰ τῷ Διῒ μαθὼν ὡς ἀπώλοντο αὐτῷ αἱ βόες. καὶ λαλεῖ μὲν εἰς τοῦτο, οὐ μακρολογεῖ δὲ, ὅτι μηδὲ ἦν εἰκός. καὶ ἃ δὲ λαλεῖ, γλυκέως λαλεῖ, ὡς ἂν ἡ κατὰ νοῦν γλυκύτης παραγάγῃ τὸν ἀκροατὴν καὶ ὑποκλέψῃ τὴν ἐξ αὐτοῦ μέμψιν.

(Vers. 380.) ἀξιώσας οὖν ἐν δυσὶ στίχοις τιμωρηθῆναι τοὺς βοοκτόνους, ἐπάγει γλυκέως κατὰ ἀφέλειαν, ὅτι ἔχαιρον μὲν ταῖς βουσὶν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα, ἠδ' ὁπότ' ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτραποίμην. εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ' ἀμοιβὴν,

(Vers. 383.) δύσομαι εἰς Ἀΐδαο, καὶ ἐν νεκύεσσι φαείνω, ὡς μηκέτι δηλαδὴ τὴν ἡμέραν ἔχειν, φόως φέρειν ἀθανάτοις τε καὶ βροτοῖς.

(Vers. 385.) καὶ ὁ Ζεὺς αὐτῷ μὲν τῷ Ἡλίῳ οὐκ ἐφίησι τίσασθαι τοὺς κακούργους. οὐ γὰρ ὁπλοφορεῖ καὶ Ἥλιος κατὰ τὸν τοῦ μύθου Ἀπόλλωνα, ὃς τοξεύων ἐκάκωσέ που τοὺς Ἀχαιοὺς, οὐδὲ κατὰ τὸν Ποσειδῶνα, ὃς τὸ Ἑλληνικὸν ἐν Τροίᾳ τεῖχος τῇ τριαίνῃ ἀνεμόχλευσεν. ἀλλὰ τῷ μὲν Ἡλίῳ ἐπιτρέπει φαείνειν, ὡς καὶ πρὶν, ἀθανάτοις τε καὶ θνητοῖς.

(Vers. 387.) αὐτὸς δὲ κατὰ σχῆμα προεκθέσεως τὰ μέλλοντα ἐκτιθέμενος ὑπισχνεῖται μετὰ βραχὺ τὴν νῆα ἐκείνων ἀργῆτι κεραυνῷ τυτθὰ βαλὼν κεάσαι μέσῳ ἐνὶ οἴνοπι πόντῳ. καὶ γίνεται οὕτως ἐν τοῖς ἑξῆς. Πιθανῶς δὲ ὁ Ζεὺς ἀναδέχεται τὴν τῶν [31] Ἰθακησίων τούτων ποινὴν, οὐ μόνον ὡς ταυτιζόμενός ποτε τῷ Ἡλίῳ κατὰ τὸ, ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων, ἔτι δὲ καὶ ὡς χαριζόμενος τῷ ὁμοίῳ, εἱμαρμένη γάρ τις θεωρεῖται καὶ κατὰ τὸν Ἥλιον καθὰ καὶ παρὰ τῷ Διῒ, ὡς πολλαχοῦ δηλοῖ ὁ ποιητὴς, ἀλλὰ καὶ διότι ὅπλα ἔχει προσφυῆ τῷ μέλλοντι κακῷ, κατὰ τὸ, τὰ ἃ κῆλα πιφασκόμενος. κῆλα δὲ Διὸς τὰ περὶ τὸν ἀέρα δείματα, ὧν καὶ ὁ κεραυνὸς ὁ τὴν τοῦ Ὀδυσσέως ὀλέσας νῆα. περὶ ἧς σημειωτέον ὡς εἰ καὶ εἰς πλοῖον ἡ ναῦς ἑρμηνεύεται, ἀλλ' Ὁμήρῳ ἡ τοῦ πλοίου λέξις οὐκ ἔγνωσται. καὶ ὅτε δὲ πλοῖον εὑρέθη λέγεσθαι, διαφορὰ ἦν τῶν λέξεων. Ἐρένιος οὖν Φίλων διαφέρειν φησὶ νῆας πλοίων κατὰ Δίδυμον. τὰ μὲν γὰρ στρογγύλα, αἱ δὲ στρατιώτιδες. εἰς ὃ φέρει καὶ χρῆσιν Ἀριστοτέλους ταύτην. Ἀλέξανδρος ὁ Μολοττὸς αὐτὸν μεταπεμψαμένων Ταραντίνων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς τε καὶ στρατιωτικοῖς. Ἰστέον δὲ ὅτι πολλαχοῦ μὲν ὁ μῦθος πλάττει τοὺς παρ' αὐτῷ θεοὺς ποιοῦντας καὶ ἀφ' ἑαυτῶν πολλὰ δυναστευτικῶς καὶ αὐτονόμως. ἔστι δὲ οὗ κατὰ μίμησιν τῶν ἐν ἀνθρώποις ποιεῖ ἐκείνους καὶ ἐν κοινῷ σκεπτομένους τὸ ποιητέον. καὶ τὰ μὲν τῆς Ἰλιάδος ἐκδηλοῦται. ἡ δὲ Ὀδύσσεια οὐ προοιμίων εὐθὺς τὴν Ἀθηνᾶν ἔχει μὴ δίχα τοῦ πατρὸς Διὸς ποιοῦσαν τὰ ὑπὲρ Ὀδυσσέως. ἰδοὺ δὲ καὶ ὁ Ἥλιος ἐν κοινῷ κατηγορεῖ τῶν λυπησάντων καὶ ἀκούει τὸ γενησόμενον. καὶ μετ' ὀλίγα δὲ ὁ Ποσειδῶν κατάῤῥησιν τῶν Φαιάκων ποιήσεται ὡς περισωσαμένων τὸν ἐχθρὸν Ὀδυσσέα, καὶ ἐπιτρέπεται τὰ κατ' ἐκείνων.

(Vers. 383.) πάνυ δὲ ἀφελὲς ἐνταῦθα τὸ τοῦ μυθικοῦ Ἡλίου ἦθος καὶ ἀκκιστικὸν, εἰ διὰ βόας ἑαυτὸν συστελεῖ τοῦ λάμπειν καὶ, ὡς εἰπεῖν, ταρταρώσει γεγονὼς ὑπόγαιος. ὅ περ ὁ Κρόνος καὶ οἱ περὶ αὐτὸν οὐχ' ἑκόντες ἐποίησαν ἀλλὰ πρὸς βίαν ἔπαθον. καὶ ἔστιν εὐηθικὸν τὸ μικρᾶς λύπης ἀνθελέσθαι μέγα κακόν. πιθανεύεται δὲ ὅμως ἡ ποίησις τὴν μεγίστην ταύτην λύπην, ὡς ἂν ἀκολούθως μέγα κακὸν τοῖς βουφάγοις γένηται καὶ ἀντιτίσωσι τῶν φιλτάτων Ἡλίῳ βοῶν τὰς οἰκείας ψυχάς.

(Vers. 380.) Ἀστερόεις δὲ οὐρανὸς ὁ ἀστέρας ἔχων, τύπῳ δηλαδή τινι περιεκτικῷ. ὅτε δέ που θώραξ ῥηθείη ἀστερόεις ἢ ἄλλο τι τοιοῦτον, τὸν λαμπρὸν δηλοῖ τροπικῶς. τοιούτου δὲ λόγου καὶ τὸ παραβολικῶς ἀστέρι ἐναλίγκιον εἰπεῖν τινὰ ἢ στεροπῇ ἐοικέναι, καὶ ὅσα τοιαῦτα.

(Vers. 381.) τί δὲ τὸ προτραπέσθαι τὸν Ἥλιον ἐπὶ γαῖαν ἐξ οὐρανοῦ, προδεδήλωται.

(Vers. 382.) Ἐπιεικέα δὲ ἀμοιβὴν τὴν ἐοικυῖαν φησὶ καὶ ἀναλόγως πρέπουσαν. οὐδαμοῦ γὰρ οἶδεν ἐπὶ πρᾳότητος τὸ ἐπιεικές. Ἀμοιβὴν δὲ νῦν τὴν ποινὴν λέγει, εἰ καὶ ἄλλως οἱ περὶ Εὐρύλοχον ὑπέσχοντο ἑτεροίαν ἀμοιβὴν ὑπὲρ τῶν βοῶν, ἤγουν ναοῦ τε κατασκευὴν καὶ ἀναθημάτων πολλῶν καὶ ἐσθλῶν, εἰ περισωθῶσιν οἴκαδε.

(Vers. 385.) Ἰστέον δὲ ὅτι ὁπηνίκα λαμπρός τις ἀνὴρ καὶ πολύχρηστος λελυπημένος ἀπαγαγεῖν ἑαυτὸν ἐκ τοῦ μέσου μελετᾷ εἰς παράβυστον, εἰκὸς ἐπ' αὐτῷ προσαρμόσαι ἢ κατὰ παρῳδίαν ἢ καθ' ἕτερόν τινα τρόπον ῥητορικῶς τὴν τοῦ Ἡλίου τε ἀπειλὴν καὶ τὴν τοῦ Διὸς παραμυθίαν, ἵνα τις δυσχεραίνων εἴπῃ περὶ τοῦ τοιούτου, μὴ χρῆναι δῦναι τοιοῦτον Ἥλιον καὶ ἀποκρύψαι τηλικοῦτον φῶς καὶ ἀλαμπῆ τὰ κατὰ τὸν τόπον ἐκεῖνον ἐάσαι, ἀλλὰ φαείνειν ἐπὶ ζείδωρον ἄρουραν, καὶ εἴ τι ἕτερον τοιοῦτον ὑποβαλεῖ ἡ κατὰ τέχνην μέθοδος.

(Vers. 389.) Ἰστέον δὲ καὶ ὅτι χαίρων μὲν τοῖς μύθοις ὁ ποιητὴς, ὑπειδόμενος δὲ ἀπορίαν ἐνταῦθα, ὡς ἐροῦντος τινὸς πόθεν Ὀδυσσεὺς εἰδὼς, λέγει τὰ κατὰ τὸν Ἥλιον καὶ τὸν Δία οἷς αὐτὸς οὐ παρέτυχε, τὸν μὲν μῦθον οὐκ ἀνατρέπει, τὸ δὲ ἀπορούμενον ἀπίθανον θεραπεύων λύει, εἰπόντος Ὀδυσσέως οὕτως· ταῦτα δ' ἐγὼν ἤκουσα Καλυψοῦς, ἡ δ' ἔφη Ἑρμείαο αὐτὴ ἀκοῦσαι. δῆλον δ' ἐκ τούτου, ὅτι τε ἡ Καλυψὼ καὶ ὅσαι κατ' αὐτὴν οὐδήεσσαι οὐκ οἴδασι τὰ τῶν θεῶν εἰ μή τις ἐκεῖθεν ἐλθὼν αὐτὰ εἴπῃ, καὶ ὅτι καὶ τὰ ἄλλα, ὅσα εἰκὸς μὴ αὐτόθεν εἰδέναι τὸν Ὀδυσσέα, ἐκ τῆς Καλυψοῦς καὶ τῆς Κίρκης ἔχει μαθών. οὕτω γὰρ καὶ τὴν Ἀρτακίαν ἐῤῥέθη κρήνην εἰδέναι καὶ τὸν Ἀντιφάτην Λαιστρυγόνα καὶ ὡς θυγατέρα ἐκεῖνος εἶχε, καὶ ὅτι δὲ οἱ Κύκλωπες παίδων καὶ γυναικῶν ἐθεμίστευον, καὶ εἴ τι δὲ ἄλλο τοιοῦτον.

(Vers. 385.) Περὶ δὲ τοῦ φαείνω καὶ τῶν κατ' αὐτὸ, εἰ καὶ σποράδην πολλὰ δηλοῦνται, ὅμως οὐκ ἄχαρι συλλαβεῖν ἐνταῦθα τὰ πλείω εὐκρινῶς ὡς οἷόν τε οὕτω. τοῦ φαείνω, ἐξ οὗ δύναται εἶναι καὶ τὸ φαεινὸν, πρωτότυπόν ἐστι τὸ φάω. οὗ εὕρηται παρατατικὸς ἐν χρήσει. ἐκεῖθεν δὲ πλεονασμῷ τοῦ υ φαύω Αἰολικῶς, ὅθεν ἡ φαῦσις. τοῦ δὲ τοιούτου φάω παράγωγον ῥῆμα μὲν φαέθω, ἐξ οὗ καὶ Φαέθων τὸ κύριον, ὄνομα δὲ τὸ φάος καὶ τὰ παρ' αὐτὸ, ὧν καὶ ἡ Πασιφάη. ἐν οἷς καὶ τὸ φάλιον, ὅ πέρ ἐστι λαμπρὸν, καὶ ὅσα [32] παρ' αὐτό. ἐκ δὲ τοῦ, ὡς ἐῤῥέθη, φάω ῥήματος συνῄρηται τὸ φῶ τὸ σύστοιχον τῷ φωτὶ, δοκοῦν αὐτὸ τρίτης εἶναι συζυγίας τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ φάσκω φαίνεται. καὶ τοιοῦτον μὲν τὸ δεδηλωμένον φάω καὶ φῶ. ἔστι δὲ καὶ ἕτερον φῶ, κατάρχον τοῦ φένω καὶ τοῦ φόνος καὶ τῶν ὅσα ἐκ τούτων. μυρία δὲ ἐκεῖνα. τὸ δὲ φῶ τοῦτο, προσλήψει τοῦ θ γενόμενον φθῶ, γεννᾷ τὸ φθείρω καὶ τὸ φθίνω καὶ τὰ τούτων παράγωγα, πολλὰ καὶ αὐτὰ ὄντα. τοῦ δ' αὐτοῦ φῶ παράγωγον τὸ φάζω. ἐξ οὗ ἀρηΐφατος ὁ ἐν μάχῃ φονευθεὶς, καὶ ἐπίσφατος πλεονασμῷ συνήθει τοῦ σ, ὁ ὀλέθριος παρὰ τὸ πεφάσθαι, οὗ χρῆσις ἐν τῷ, τρεῖς ἑνὸς ἀντιπεφάσθαι, καὶ νεκρὸς πρόσφατος ὁ ἐγγὺς χρόνῳ ἤγουν ἐκ νέου πεφονευμένος. αὐτοῦ δὲ καὶ δύο παθητικοὶ παρακείμενοι, ὁ μὲν εἷς μετὰ τοῦ σ, οὗ μετοχὴ πεφασμένος ταῦρος ὁ παρὰ Λυκόφρονι, καὶ ἕτερος δίχα τοῦ σ ἔχων τρίτον πληθυντικὸν, τὸ πέφανται, οἷον, πλέοντες σόοι ἠὲ πέφανται ἤγουν ἐφονεύθησαν. ὅτι δὲ τὸ δηλωθὲν φάζω προσθέσει τοῦ σ σφάζω γίνεται, καὶ ὡς ἐξ αὐτοῦ σὺν ἄλλοις μυρίοις καὶ ἡ διασφὰξ, δῆλον ἐκ τῶν παλαιῶν. ἔτι φάω φῶ λέγεται καὶ τὸ λαλῶ τὸ πρωτότυπον τοῦ φημί. ἐκεῖθεν δὲ φάσις ὁ λόγος καὶ πρόφασις καὶ τὰ ἐξ αὐτῶν. καὶ φατὸς καὶ φατειὸς ὁ λεκτός, καὶ πρόφατος ὁ πρὸ ὀλίγου φατὸς, ἄλλος οὗτος παρὰ τὸν δεδηλωμένον πρόσφατον νεκρόν. τοῦ δὲ φῶ ἤτοι λέγω πρόεισι καὶ τὸ φαίνω τὸ ἁπλοῦν τοῦ ἀποφαίνω καὶ τῆς ἀποφάνσεως, ἕτερον ὂν αὐτὸ παρὰ τὸ φαίνω τὸ λάμπω, οὗ τρίτον ἑνικὸν παθητικοῦ παρακειμένου τὸ, τέλος δ' οὔπω τι πέφανται, ἤγουν ἐφάνη, ἐξέλαμψεν. οὗ διαφέρει πάντως τὸ, κλεινὸν ἔπος πέφανται παρὰ Σοφοκλεῖ ἀντὶ τοῦ ἀπεφάνθη ἐγνωματεύθη. ἔτι τοῦ φῶ τὸ λέγω παράγωγον τὸ φάσσω ὡς βράσσω· χρῆσις δὲ αὐτοῦ σύνθετος ἐν τῷ ἀλλοφάσσειν, ὅ περ ἐν τῷ Ἰλιακῷ ἐπιταφίῳ παρασεσημείωται. ἔτι ἐκ τοῦ φῶ τὸ φαίνω καὶ τοῦ φῶ τὸ λέγω παράγωγα φάσκω, καὶ ἐπενθέσει τοῦ υ φαύσκω, καὶ ἀναδιπλασιασμῷ φιφάσκω, καὶ μεταβολῇ τοῦ δασέως εἰς τὸ ἀντίστοιχον αὐτοῦ ψιλὸν πιφαύσκω, ἤγουν φαίνω ἐπιδεικνύμενος, ἢ λέγω. χρῆσις δὲ ἀμφοῖν πολλαχοῦ. ὡς δὲ ἐκ τοῦ φῶ καὶ τὸ φράζειν ἐστὶ, προδεδήλωται ἐν τῇ α ῥαψῳδίᾳ.

(Vers. 392.) Ὅτι ἐν τῷ, Νείκεον ἄλλοθεν ἄλλον ἐπισταδὸν, ἀντὶ τοῦ ἑστηκότως, εἴ πέρ ἐστιν οὕτω ἓν ἀνθ' ἑνὸς φράσαι. πλείων δὲ ἐν ἄλλοις ἡ χρῆσις τοῦ ἐπισταδὸν ἀντὶ τοῦ ἐπιστημόνως. ἔστι δὲ τοῦτο μὲν ἐκ τοῦ ἐφίστασθαι, ἐκεῖνο δὲ ἐκ τοῦ ἐπίσταθαι.

(Vers. 393.) Ὅτι ἀμηχανίας δηλωτικὸν τὸ, οὐδέ τι μῆχος εὑρέμεναι δυνάμεθα. κεῖται δ' ἐνταῦθα καὶ τὸ τεθνάναι ἐπὶ βοῶν. ἐπάγει γάρ· βόες δ' ἀποτέθνασαν ἤδη.

(Vers. 394.) Ὅτι τέρατα προὐφαίνοντο τοῖς Ὀδυσσέως ἑταίροις ἐν τῇ τῶν βοῶν τοῦ Ἡλίου σφαγῇ τοιαῦτα· εἷρπον μὲν ῥινοί. κρέα δ' ἀμφ' ὀβελοῖς ἐμεμύκει ὀπταλέα τε καὶ ὠμά.

(Vers. 396.) εἶτα ἑρμηνεύων τὸ ἐμεμύκει καὶ διαστέλλων αὐτὸ ἀπὸ τοῦ δηλοῦντος τὸ ἔμυσεν ἐπάγει· βοῶν δ' ὣς γίνετο φωνή. ἔστι γὰρ μυκηθμὸς φωνὴ βοός. Ὅρα δὲ ὡς καὶ ὁ ποιητὴς παρασημειοῦται τέρατα εἶναι τὰ ῥηθέντα. διὸ καὶ ὡς πάνυ τερατώδη λαβὰς γελοιασμοῦ δέδωκε τοῖς παίζειν ἐθέλουσιν. δῆλον δὲ ὅτι τὸν τοῦ συνειδότος ἔλεγχον ταῦτα ἐμφαίνουσι. καθ' ὃν ἀνειδωλοποιοῦντες τὰ γεγονότα οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰ ῥηθέντα φαντάζονται. ἡ δὲ καθ' Ἡρόδοτον ἱστορία δηλοῖ ὅμοιόν τι τέρας καὶ αὐτὴ, φαμένη ὅτι ἐν τοῖς Περσικοῖς τάριχοι που ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπερον ὡς νεάλωτοι ἰχθύες. ἐδήλουν δέ, φησιν, ἐκεῖνοι περὶ τὸν τόπον ἔνθα τὸ τέρας ἦν, ὅτι Πρωτεσίλαος καὶ τεθνεὼς καὶ τάριχος ὢν δύναται βλάψαι τὸν ἀδικοῦντα. οὐ τοιαύτη μέντοι καὶ νῦν δήλωσις τῶν τεράτων ἐστὶν, ἀλλ' ἔνδειξις ποινῆς τῆς ὑπὲρ τῶν βοῶν. ἐν τούτοις δὲ φαίνεται Ὀδυσσεὺς μὴ ἀπογεύσασθαι καὶ αὐτὸς τῶν βοῶν, διὸ καὶ περιεσώθη.

(Vers. 398.) ἐρεῖ γάρ· ἑξῆμαρ μὲν ἑτάροι δαίνυντο, οὐ μὴν δαινύμεθα.

(Vers. 400.) Ὅτι ἀνάπλου εὐδιεινοῦ φράσις τὸ, καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων. ἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέϊ πόντῳ, ἱστὸν στησάμενοι, ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες.

(Vers. 401.) Τοῦ δὲ ἐνήκαμεν ὁ μέλλων πρὸ βραχέων ἐῤῥέθη ἐν τῷ, ἐνήσομεν εὐρέϊ πόντῳ. Ὅτι ἀχανὲς ὑπογράφων πέλαγος ὁ ποιητὴς καὶ πλοῦν κινδυνώδη, φησίν·

(Vers. 403.) ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν οὐδέ τις ἄλλη φαίνετο γαιάων ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα, δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων νηὸς ὑπὲρ γλαφυρῆς.

(Vers. 406.) ἤχλυσε πόντος ὑπ' αὐτῆς, τουτέστιν, ἀχλύος ἐπλήσθη.

(Vers. 407.) ἡ δ' ἔθει, τουτέστιν ἔθεεν, οὐ μάλα πολλὸν ἐπὶ χρόνον. αἶψα γὰρ ἦλθε κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων. ἱστοῦ δὲ προτόνους ἔῤῥηξεν ἀνέμοιο θύελλα ἀμφοτέρους. ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα εἰς ἄντλον κατέχυντο. ὁ δ' ἄρα πρύμνῃ ἐνὶ νηῒ πλῆξε κυβερνήτεω κεφαλήν. σὺν [33] δ' ὀστέ' ἄραξε πάντ' ἄμυδις κεφαλῆς. ὁ δ' ἂρ ἀρνευτῆρι ἐοικὼς κάππεσ' ἀπ' ἰκριόφιν, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ. Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν. δ' ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ. ἐν δὲ θεείου πλῆτο. πέσον δ' ἐκ νηὸς ἑταῖροι.

(Vers. 418.) οἱ δὲ κορώνῃσιν ἴκελοι κύμασιν ἐφορέοντο. Θαλασσίας δὲ κορώνας ἐνταῦθα λέγει, ὁποίων καὶ ἐν τοῖς πρὸ τούτων ἐμνήσθη. προϊὼν δὲ ἐρεῖ καὶ ὅτι ἀπὸ τοίχους λῦσε κλύδων τρόπιος.

(Vers. 404.) Ὅρα δὲ ὅτι γαιάων ἔφη πληθυντικῶς, εἰ καὶ ἀρέσκει τοῖς παλαιοῖς μὴ εἶναι πληθυντικὸν τῆς γῆς, ὥς περ οὐδὲ τῆς ἁλός. δοκεῖ δὲ τὰς νήσους οὕτω λέγειν, ὡς δηλοῖ καὶ τὸ, Κρήτη τίς ἐστι γαῖα μέσῳ ἐν πόντῳ.

(Vers. 405.) ἡ δὲ ὑπὲρ τῆς νηὸς σταθεῖσα νεφέλη ἐκνεφίαν εἶναι παραδηλοῖ τὸν πνεύσαντα ἄνεμον. βίαιοι δὲ οἱ τοιοῦτοι καὶ μεγάλην κινοῦντες θύελλαν.

(Vers. 409.) Ἐν δὲ τῷ, προτόνους ἀμφοτέρους, ὅρα ὅτι τε ἀρσενικῶς οἱ πρότονοι, ὡς καὶ Ὀππιανὸς δηλοῖ, πρότονος νηὸς εἰπὼν ὁμοίως τῷ ἐπίτονος, καὶ ὅτι οὐχ' ἁπλῶς πρότονος ἅπαν σχοινίον, ἀλλὰ δύο τινὰ, περὶ ὧν καὶ προδεδήλωται. εἰ δὲ ῥαγέντων τῶν προτόνων ἱστὸς ὀπίσσω ἔπεσε, δῆλον ὅτι συνεκτικοὶ τοῦ ἱστοῦ οἱ πρότονοι.

(Vers. 410.) ὁ δὲ ὀπίσω πεσὼν ἱστὸς,

(Vers. 411.) ὃς καὶ τὴν τοῦ κυβερνήτου κατέαξε κεφαλὴν, ἀντίπρωρον πνεῦσαι δηλοῖ ἄνεμον.

(Vers. 412.) ἄντλον δὲ ὁ τόπος ἔνθα ὕδωρ συῤῥέει τό, τε ἄνωθεν καὶ τὸ ἐκ τῶν ἁρμονιῶν.

(Vers. 411.) ὃ δὴ ἀντλίαν ἡ κοινὴ γλῶσσα φησὶν, ἔτι δὲ καὶ ἡ παλαιὰ, ὡς δηλοῖ ὁ εἰπὼν οὕτως· ἄντλος, ἀντλία, δεξαμενή. λέγεται δέ, φησι, καὶ γαῦλος ἡ ἀντλία. ἐντεῦθεν δὲ καὶ τὸ ἀγγεῖον, ᾧ ἀντλεῖται τὸ τοιοῦτον ὕδωρ, ἀντλίον, φασὶν, ἐκαλεῖτο, κατὰ δέ τινας καὶ ἀντλιαντλητήρ. λέγει οὖν τῶν τις παλαιῶν, ὅτι ἀντλιαντλητῆρα, κάδδον δὲ οὐ δεῖ λέγειν. χρῆσις δὲ τοῦ ἄντλου καὶ παρὰ τῷ Ὀππιανῷ.

(Vers. 412.) Τὸ δὲ ἀράσσειν τραχύτερον τοῦ λακεῖν. διὸ καὶ τὸ, ἔλακεν ὀστέα, λειοτέραν ἔχει φωνὴν τοῦ ἄραξεν ὀστέα.

(Vers. 413.) Ἀρνευτὴρ δὲ ὅτι ὁ κυβιστητὴρ λέγεται, καὶ ὅτι ἐκ τῶν ἀρνῶν ἡ λέξις παράγεται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη.

(Vers. 414.) Ἐν δὲ τῷ, κάππεσεν ἀπ' ἰκριόφιν, τὰ περὶ τὴν πρύμναν ἴκρια δηλοῖ. ὡς δὲ καὶ περὶ πρώραν καὶ περὶ τὸ μέσον εἰσὶ, προδεδήλωται. Τὸ δὲ ἀγήνωρ εἰκῇ παρέῤῥιπται πρὸς ἐντέλειαν ἔπους ἐν τῷ, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ.

(Vers. 415.) Τὸ δὲ ἄμυδις βρόντησε καὶ ἑξῆς, σύγχρονον δηλοῖ τῇ τοῦ νέφους ῥήξει καὶ τῇ ἐντεῦθεν βροντῇ, τὴν τοῦ κεραυνοῦ ἐκδρομήν.

(Vers. 417.) Τὸ δὲ θεῖον, ὡς δηλοῖ καὶ θέαφον, καὶ ἡ κατὰ τοῦτο δὲ ἔννοια, ἐδηλώθη ἐν Ἰλιάδι. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς μετὰ ταῦτα περὶ αὐτοῦ. ἐνταῦθα δὲ τὸ, ἐν δὲ θεείου πλῆτο, ἑρμηνεύουσιν οἱ παλαιοὶ, ἐπλήσθη πυρὸς, πλεονασμῷ τοῦ ε.

(Vers. 420.) Τοῖχοι δὲ νεὼς τὰ ἑκατέρωθεν πλάγια τοῦ πλοίου. ὧν πέρας ἡ πρύμνη καὶ ἡ πρώρα. καὶ ἦσαν τινὲς ἐν τοῖς μεγάλοις τῶν πλοίων, ὁ μέν τις τοῦ δεξιοῦ τοίχου ἄρχων, ὁ δὲ τοῦ ἀριστεροῦ, καθὰ καὶ πρύμνην μὲν προΐσταται κυβερνήτης, πρώραν δὲ διοικονομεῖται ὁ πρωρεύς. ἔστι δὲ εἰπεῖν καὶ ὅτι ὡς οἷα μεταφορητός τις οἶκος οὖσα ἡ ναῦς, καὶ τοίχους ἔχειν λέγεται. οἳ καὶ λύονται ἐν ναυαγίῳ, καθὰ καὶ πόλεως κρήδεμνα ἐν πολιορκίᾳ ἥ τις εἴη ἂν ναυάγιον πόλεως. Ὅτι Ὀδυσσεὺς ὁ ἐν τοῖς πρὸ τούτων τῇ Λευκοθέᾳ μὴ πεισθεὶς τὴν σχεδίαν μὲν καταλιπεῖν ἀνέμοις φέρεσθαι, νήχεσθαι δὲ, οὐ τότε πρώτως τὸν τοιοῦτον εὗρε νοῦν, ἀλλ' ἐντεῦθεν εἶχε κερδήσας. φησὶ γοῦν ὅτι καὶ μετὰ τὸ ναυάγιον ἐγὼ διὰ νηὸς ἐφοίτων ὄφρ' ἀπὸ τοίχους

(Vers. 421.) ἔλυσε κλύδων τρόπιος, ἤγουν διέσπασεν ἐκ τῆς τρόπεως, λύσας τῆς ἁρμονίας καὶ τῆς συνδέσεως.

(Vers. 423.) τὴν δὲ ψιλὴν φέρε κῦμα, τουτέστι τὴν τρόπιν. εἶτα ἐν μεγίστῃ δυστυχίᾳ βραχύ τι σχὼν ἀγαθὸν βλέπει τὸν ἱστὸν ἀραχθέντα πρὸς τὴν τρόπιν μετὰ καὶ ἐπιτόνου.

(Vers. 424.) καὶ οὕτω συνείρξας, ὅ ἐστι συνδήσας, ὁμοῦ τήν τε τρόπιν καὶ τὸν ἱστὸν καὶ ἐπικαθίσας ἐξέδοτο τοῖς ἀνέμοις ἑαυτὸν,

(Vers. 425.) κελητίζων ἴσως κἀνταῦθα, ὡς καὶ ἐν τοῖς μετὰ τὴν Καλυψὼ ἔπαθε. καὶ μέχρι μὲν ὀλίγου ἔπλεεν οὐ πολὺν ἔχων κίνδυνον Ζεφύρῳ φερόμενος, ὃς ἀπῆγεν αὐτὸν τῆς τε Χαρύβδεως καὶ τῶν σκοπέλων ὡς ἐπὶ τὴν πατρίδα. Νότος δὲ ἐπελθὼν ἐπανέστρεψεν αὐτὸν εἰς τὰ δεινὰ, ἔνθα μικροῦ ἂν ὤλετο εἰ μὴ ὁ προῤῥηθεὶς ἐρινεὸς αὐτὸν περιεσώσατο. ἔστι δὲ ἡ περὶ τούτων Ὁμηρικὴ φράσις τοιαύτη·

(Vers. 422.) ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν, τουτέστι προσέκρουσεν ὡς ὁμοῦ γενέσθαι αὐτὰ, ἵνα οὕτω πιθανῶς ὁ ἱστὸς καὶ ἡ τρόπις δύναιντο φέρειν ἐφεζόμενον τὸν ἥρωα. διατοῦτο γὰρ καὶ εἰς τυτθὰ κεασθῆναι βληθεῖσαν τὴν νῆα ἐπλάσατο, ἵνα ἡ μὲν εἰς μικρὰ κατατομὴ ἰδιάσῃ καὶ τὴν τρόπιν καὶ τὸν ἱστὸν, ὁ δὲ κλύδων προσαράξῃ αὐτὰ, καὶ ὁ Ὀδυσσεὺς συνδήσας τῷ ἐπιτόνῳ σχοίη ἐντεῦθεν ὄφελος. [34] ἐπάγει οὖν· αὐτὰρ ἐπ' αὐτῷ

(Vers. 423.) ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχὼς, ἤγουν τμῆμα ὢν βοείου δέρματος, τῷ ῥ' ἄμφω συνέεργον ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν. ἑζόμενος δ' ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν. ἔνθ' ἤτοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων. ἦλθε δ' ἐπὶ Νότος ὦκα φέρων ἐμῷ ἄλγεα θυμῷ, ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. παννύχιος φερόμην. ἅμα δ' Ἠελίῳ ἀνιόντι ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν. ἡ μὲν ἀνεῤῥοίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ' ἀερθεὶς, τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ' ἐπιβῆναι. ῥίζαι γὰρ ἑκὰς εἶχον ἢ ἦσαν.

(Vers. 435.) ἀπήωροι δ' ἔσαν ὄζοι μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν. νωλεμέως δ' ἐχόμην ὄφρ' ἐξεμέσειεν ὀπίσω ἱστὸν καὶ τρόπιν. ἐελδομένῳ δέ μοι ἦλθον ὀψέ. ἧκα δ' ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι. μέσσῳ δ' ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα. ἑζόμενος δ' ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσιν.

(Vers. 439.) ἐν τούτοις δὲ ἑρμηνεύων καὶ τὸ ὀψὲ, περὶ ὃ ἐξεβράσθη ὁ ἱστὸς καὶ ἡ τρόπις, φησίν· ἦμος ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, τῆμος δὲ τά γε δοῦρα Χαρύβδεως ἐξεφαάνθη. καί φασιν οἱ παλαιοὶ ἐοικέναι τὸν καιρὸν περὶ ὀγδόην ὥραν εἶναι εἴ γε εἰκοσιτεσσάρων ὡρῶν οὐσῶν τῇ νυκτὶ καὶ τῇ ἡμέρᾳ τρὶς ἑκάστης ἡμέρας ἡ Χάρυβδις ἐποίει τὰ ἑαυτῆς. οἱ δὲ τοιοῦτοι καὶ δόρπον ἐνταῦθα τὴν δειλινὴν ὥραν φασίν.

(Vers. 423.) Ἰστέον δὲ ὅτι ἐπίτονος λέγεται ἱμὰς ἀνέλκων τὸ κέρας ὑψοῦ πρὸς ἱστόν. οἱ δὲ παλαιοὶ μάλιστα οὕτως. ἐπίτονος, δέρμα ᾧ πλοίου ἱστὸς κατασφαλίζεται.

(Vers. 425.) Ὀλοοὺς δὲ ἀνέμους λέγει τόν τε σφοδρὸν Ζέφυρον ὃς πρὶν αὐτὸν ἔφερε, καὶ τὸν μετὰ ταῦτα Νότον, ὃς μάλιστα ἤλγυνε τὸν Ὀδυσσέα στρέψας ἐπὶ τὸ κακόν.

(Vers. 428.) Τὸ δὲ ἀναμετρήσαιμι ἐπαινεῖται παρὰ τῶν παλαιῶν ὡς διὰ τὸ σημαντικώτατον τῆς φωνῆς μηδὲ δυνάμενον μεθερμηνευθῆναι. δύναται δὲ καὶ ἀντὶ τοῦ δὶς μετρῆσαι ληφθῆναι ἡ λέξις. ἐμέτρησε μὲν γὰρ αὐτὴν Ὀδυσσεὺς τὸ πρῶτον, ὅτε οἶδεν ἀναῤῥοιβδήσασαν, ὅ ἐστιν ἀναῤῥοφήσασαν. νῦν δὲ ἀναμετρεῖ αὐτὴν ἐξεμέσασαν, ὅ περ ἀντίκειται πραγματικῶς πρὸς τὸ ἀναῤῥοιβδήσασαν καὶ ἀναβρόξασαν, ἤγουν ἀναπιοῦσαν. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν τὸ ἀναμετρήσαιμι ὡς ἐπί τινος ἔφη μιλιασμοῦ, οἷα τοῦ μετρεῖν λαμβανομένου καὶ ἐπὶ ἐννοίας τοιαύτης. Ἡσίοδος δὲ ἄλλως ἐχρήσατο τῇ λέξει ἐν τῷ, εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ' ἀποδοῦναι αὐτῷ τῷ μετρῷ, μέτρον μὲν εἰπὼν τὸ σκεῦος ᾧ λαμβάνομεν πυρόν, φασιν, ἤ τι τοιοῦτον δάνους λόγῳ ἵνα πάλιν ἀποδῶμεν, μετρεῖσθαι δὲ τὸ οὕτω λαμβάνειν δάνειον καί που καὶ δωρεάν. οὔ πω γάρ, φασιν, ἐπενοήθη νόμισμα ἵστασθαι. ὃ δηλοῖ, φασὶν, Ὅμηρος ἐν τῷ, τὸ χθιζὸν Ἀχαιοὶ χρεῖος ἀποστήσωνται, ἤγουν τὸ γενόμενον αὐτοῖς ἐν τῇ μάχῃ ἐλάττωμα χρεολυτήσωσιν ὥς περ ὀφειλόμενον δάνειον. καὶ τοιοῦτον μὲν τὸ μετρεῖν καὶ μετρεῖσθαι τὸ ἐπὶ δάνους καθ' Ἡσίοδον. χρήσασθαι δέ, φασι, λέγεταί τις ἱμάτιον ἢ σκεῦος. εἰ δὲ τοῦτο ἀληθὲς, ὅμως χρήστης ἐν τῷ καθόλου ὁ ἁπλῶς δανείζων εὕρηται, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων διόλλυμαι.

(Vers. 433.) Τὸ δὲ προσφὺς πλεῖόν τι πίεσμα δηλοῖ τοῦ ἐμφύς. ὡς νυκτερὶς δὲ προσπέφυκεν Ὀδυσσεὺς τῷ ἐρινεῷ, τυχὸν μὲν πρὸς ἔνδειξιν τοῦ στερεμνίου τῶν κλάδων ὧν οὐχ' ὡς βαρὺς ἥρως ἐξεκρέματο ἀλλ' ὡς κουφοτάτη νυκτερίς, ἴσως δὲ, καὶ διό τι καὶ ἡ νυκτερὶς οὐκ εἴωθεν ἐπιβαίνειν κλάδων ἀλλ' ἐκκρέμαται, ὡς καὶ ἐν τῷ τέλει τῆς Ὀδυσσείας φανεῖται.

(Vers. 434.) οὐκ ἔχει δὲ Ὀδυσσεὺς οὔτε στηρίξαι ἔμπεδον οὔτε ἐπιβῆναι, τὸ μὲν διὰ τὸ βάθος τῆς Χαρύβδεως, τὸ δὲ ὅτι μακρὰν ἄνω τοῦ κρημνοῦ αἱ τοῦ ἐρινεοῦ ῥίζαι καὶ τὸ ἐπ' αὐταῖς πρέμνον. διὸ κρέμαται. ὅ περ μέσον τι ὂν ἐπιβάσεως καὶ στηριγμοῦ πιθανολογεῖ τὸ ῥᾳδίως οὕτως ἰσχύσαι τὸν Ὀδυσσέα ἐπιῤῥίψαι τοις ξύλοις τοῦ ναυαγίου ἑαυτόν. ὑψόθεν γὰρ καταπηδήσας ἐβλάβη ἂν κατὰ τὴν τῆς τρόπεως ἐπίβασιν.

(Vers. 435.) Ἀπήωροι δὲ ὄζοι οἱ ἀπῃωρημένοι. διατοῦτο γὰρ καὶ ἐκτείνεται ἡ παραλήγουσα. οὗτοι δὲ ὡς μὲν μεγάλοι ἀνέχουσι τὸν Ὀδυσσέα, ὡς δὲ μακροὶ σκιάζουσί τε τὴν Χάρυβδιν καὶ χθαμαλοὶ γίνονται, ὡς οὕτω πιθανῶς τὸν Ὀδυσσέα σχεῖν δράξασθαι τοῦ ἐρινεοῦ ἐν τῷ τὴν Χάρυβδιν ἀναῤῥοιβδεῖν.

(Vers. 436.) εἰ δὲ σκιάζεται ἡ Χάρυβδις τῷ ἐρινεῷ, τόπος ἄρα ἐστὶ καὶ οὐ θηρίον κατά τινας. Ὅτι δὲ παρατετηρημένως ὁ ποιητὴς οὐκ ἄλλο τι δένδρον παρέφυσε τοῖς περὶ Χάρυβδιν κρημνοῖς ἀλλὰ ἐρινεὸν, ὃς καὶ ἐν κρημνοῖς καὶ οἰκοδομήμασι καὶ ὅπῃ τύχοι φύεται, προδεδήλωται.

(Vers. 437.) Τὸ δὲ ἐξεμέσειεν ἱστὸν καὶ τρόπιν ἐντελῶς πέφρασται, ὥστε πρὸ ὀλίγων ἐν τῷ, ὅτ' ἐξεμέσειεν ὡς λέβης, λείπει τὸ, ὕδωρ ἁλμυρὸν, ἤ τι τοιοῦτον. οὕτω δὲ καὶ [35] τὸ μὲν τρὶς ἀναῤῥοιβδεῖ ἐλλιπῶς ἔχει, τὸ δὲ ἀναῤῥοιβδεῖ μέλαν ὕδωρ, ἐντελῶς. σαφέστερον δὲ τοῦ ἐξεμεῖν τὸ ἐκφαίνεσθαι, ὡς δηλοῖ τὸ, δοῦρα

(Vers. 441.) Χαρύβδεως ἐξεφαάνθη, τὰ πρὸ τούτου δηλαδὴ κρυπτόμενα.

(Vers. 439.) τὸ δὲ εἰρημένον ὀψὲ, οὐ τὸ πρὸς ἑσπέραν δηλοῖ, ἀλλὰ τὸ μετὰ παραῤῥοὴν χρόνου. φασὶ γὰρ οἱ παλαιοὶ ὅτι ἑσπέρα μὲν τὸ μετὰ δύσιν Ἡλίου κατάστημα, ὀψὲ δὲ οὐχ' ἁπλῶς τὸ μετὰ πολὺ τῆς δύσεως, ἀλλὰ τὸ μετὰ πολὺν χρόνον.

(Vers. 440.) Ἡ δὲ ῥηθεῖσα τοῦ κριτοῦ παρένθεσις παράγγελμά τί, φασιν, ἠθικὸν ἔχει τὸ, δεῖν τὸν κρίνοντα ὀψὲ εἰς οἶκον ἀπιέναι διημερεύοντα καὶ λύοντα φιλονεικίας, ὃ δὴ καὶ τὸν Δηόκην ἱστοροῦσι ποιεῖν, τῶν μὲν οἰκείων ἀμελοῦντα, δι' ἡμέρας δὲ τὰς τῶν φυλετῶν δίκας λύοντα. Τὸ δὲ κρίνων νείκεα δηλοῖ μὲν τὸ διαχωρίζειν. ἐπεὶ καὶ διχαστὴς οἷόν τίς ἐστιν ὁ δικαστὴς κατὰ τοὺς σοφούς. πέφρασται δὲ καὶ αὐτὸ κατὰ ἐντέλειαν. τὸ δέ γε κρίνειν ἁπλῶς οὕτω ῥηθὲν λείπεται τοῦ, νείκεα ἢ στάσεις ἢ φιλονεικίας ἢ τοιούτου τινός.

(Vers. 443.) Τὸ δὲ ἐνδούπησα, ἐκ τοῦ παρακολουθοῦντος ἀντὶ τοῦ ἔπεσον· παρακολουθεῖ γὰρ τῇ τοιαύτῃ πτώσει καὶ δοῦπος, τοιοῦτον δέ τι καὶ τὸ, δεδουπότος Οἰδιπόδαο. ἐκεῖνο δὲ θανάσιμον δοῦπον δηλοῖ. Τὸ δὲ παρὲξ φανερὰν ἑρμηνείαν ἔχει κἀνταῦθα ἐγγύτητός τε καί τινος ἀπώσεως. παρὰ μὲν γὰρ τοῖς ξύλοις ἐγγὺς ἐδούπησεν Ὀδυσσεὺς, ἔξω μέντοι αὐτῶν καὶ οὐκ ἐπ' αὐτοῖς ἤγουν ἄνω αὐτῶν, ἵνα μὴ προσαραχθεὶς αὐτοῖς βλαβῇ.

(Vers. 444.) Τὸ δὲ διήρεσα χερσὶν, ἀστείως ἅμα καὶ περιφραστικῶς ἀντὶ τοῦ ἐνηχόμην εἴρηται.

(Vers. 445.) Ὅτι παρασημειοῦται Ὀδυσσεὺς εὐτυχῶς αὐτῷ συμπεσεῖν τὸ μὴ ἐντρανίσαι αὐτῷ τὴν Σκύλλαν. φησὶ γάρ· Σκύλλην δ' οὐκέτ' ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε εἰσιδέειν. οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον. δῆλον δὲ ὡς καὶ ἡ κατὰ κρημνῶν ἐκεῖ ἔκφυσις τοῦ ἐρινεοῦ πρὸς εὐτυχίας αὐτῷ ἦν, καθὰ καὶ ἡ συνάραξις τοῦ ἱστοῦ πρὸς τὴν τρόπιν. παραμέμικται γοῦν τι καὶ εὐτυχίας οὕτω τῇ πολλῇ δυσπραγίᾳ τοῦ ἥρωος.

(Vers. 447.) Ὅτι ἐννῆμαρ ἐκεῖθεν φερόμενος Ὀδυσσεὺς νῆσον ἐς Ὠγυγίην πέλασε περιτρόπιος βεβαὼς, ὡς καὶ ἡ Κωλυψώ που ἔφη. ἔνθα μέ φησιν ἐκείνη φίλει τ' ἐκόμει τε. Τὸ δ' ἐντεῦθεν παύων ὁ ποιητὴς τὴν ἐπὶ τὰ ἑξῆς πρόοδον τοῦ λόγου φησί·

(Vers. 450.) τί τοι τάδε μυθολογεύω; ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ὑμῖν, ἐχθρὸν δέ μοί ἐστιν

(Vers. 453.) αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν, τουτέστι διττολογεῖν τὰ ἀριδήλως ῥηθέντα. ἐξ οὗ δῆλον, ὅτι οὐδεμία τῶν παρ' Ὁμήρῳ δισσολογιῶν ἀχρεία οὐδὲ μάτην ἐπ' ἀδολεσχίᾳ παρέῤῥιπται. ὁ δὲ τοιοῦτος τοῦ Ὀδυσσέως λόγος χρήσιμός ἐστι παντὶ μὴ ἐθέλοντι παλιλλογεῖν τὰ εἰρημένα σαφῶς. ὃ δὲ Ὀδυσσεὺς παραιτεῖται, Ὁμήρου πάντως ἐστὶ λόγος πρὸς τὸν ἀκροατὴν, ἀναμιμνήσκων ὡς τὰ ἐφεξῆς τῶν ἄρτι ῥηθέντων προϊστόρηται. διὸ εἰς καινὸν διττολογηθήσονται. Ὅρα δὲ ἐν τῷ μυθολογεύειν μνείαν λόγου, εἰ καὶ οἱ παλαιοὶ μὴ γινώσκεσθαι Ὁμήρῳ λόγου λέξιν φασίν. ἐν δὲ τῷ, ἀριζήλως, ἡ τοῦ δ καὶ τοῦ ζ συγγένεια δείκνυται.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Κοιμώμενον Ὀδυσσέα μετὰ τῶν δώρων ἐκτιθέασιν οἱ Φαίακες εἰς τὴν γῆν τῶν Ἰθακησίων. καὶ τὴν μὲν ναῦν αὐτῶν ὑποστρέφουσαν λίθον ποιεῖ Ποσειδῶν. Ἀθηνᾶ δὲ ἐπὶ τῷ αἰγιαλῷ ὄντι τῷ Ὀδυσσεῖ συμβουλεύει περὶ τῆς μνηστηροφονείας, καὶ τὰ χρήματα ἔν τινι σπηλαίῳ ἀποκρύπτει. καὶ εἰς γέροντα μεταμορφοῖ τὸν Ὀδυσσέα.

ΟΔΥΣΣΕΙΑΣ Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ παυσάμενος Ὀδυσσεὺς τοῦ τῆς πλάνης κακοῦ οἴκαδε τοῦ λοιποῦ καταπαύει ἀεθλεύσων καὶ ἐκεῖ τὰ λειπόμενα. διὸ καὶ ἐπιγράφουσι ταύτην οἱ παλαιοὶ οὕτως· Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην.

(Vers. 1.) λέγει δὲ κἀνταῦθα ὁ ποιητὴς ἀκὴν γενομένους σιωπῇ τοὺς Φαίακας κηληθμῷ σχεθῆναι ἐφ' οἷς Ὀδυσσεὺς ἀφηγεῖτο. ποιεῖ δὲ καὶ τὸν βασιλέα ὑπισχνούμενον διαταῦτα καὶ ἕτερα δῶρα τῷ Ὀδυσσεῖ ἐπέκεινα ὧν ἔχει λαβών.

(Vers. 4.) Ὅτι εἴ πέρ [36] που ἀλλαχοῦ, ἐνταῦθα μάλιστα κυρίως κεῖται τὸ χαλκοβατὲς ἐπὶ δώματος. φησὶ γὰρ Ἀλκίνοος· Ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ καὶ ἑξῆς. τὰ γὰρ Ἀλκινόου δώματα πολλῷ χαλκῷ συγκεκρότηται, ὡς προδεδήλωται. Ὅτι ὑποσχετικὸν ἐπ' ἀγαθοῖς τὸ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ δῶ, οὔτι παλιμπλαγχθέντα σε ὀΐω ἂψ ἀπονοστήσειν εἰ καὶ μάλα πολλὰ πέπονθας.

(Vers. 7.) Ὅτι προοιμίῳ ἐπιστρεπτικῷ εἰς προσοχὴν Ἀλκίνοος χρᾶται τούτῳ, ὑμέων δ' ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω, ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον αἰεὶ πίνετ' ἐμοῖσιν, ἀκουάζεσθε δ' ἀοιδοῦ.

(Vers. 8.) δύο ταῦτα λέγων ἐξαίρετα δοκοῦντα τοῖς Φαίαξι,

(Vers. 9.) τὸ αἰεὶ πίνειν, καὶ τὸ ἀκούειν ἀοιδοῦ, τοῦ Δημοδόκου δηλαδή. ἔστι δὲ τὸ μὲν ἐφιέμενος

(Vers. 7.) ἀντὶ τοῦ ἐντελλόμενος· ὅθεν καὶ ἐφημοσύνη καὶ ἐφετμὴ ἡ ἐντολή.

(Vers. 8.) Γερούσιος δὲ οἶνος, ὡς καὶ ἐν Ἰλιάδι, ὁ ἐν τῷ τῶν γερόντων ἤτοι τῶν ἐντίμων συμποσίῳ πινόμενος.

(Vers. 9.) Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα τῷ πίνειν καὶ τὸ ἐσθίειν συνεξακούεται. νικᾷ δὲ ὅμως ἐκφωνεῖσθαι τὸ πίνειν, ἐπεὶ καὶ συμπόσιον ἡ τοιαύτη σύνταξις καλεῖται καὶ εἰλαπίνη ὡς ἐπὶ πολύ. καλεῖται μέντοι ἔστιν ὅτε καὶ δαὶς, ὡς τὸ, τίς δαὶς τίς δ' ὅμιλος. τὸ δὲ ἀκουάζεσθε δῆλον ὅτι τοῦ ἀκούειν ἐστὶ παραγωγή.

(Vers. 11.) Ὅτι χρυσὸν πολυδαίδαλον Ἀλκίνοος ἐνταῦθα λέγει τὸν ἀργὸν καὶ ἀκατέργαστον καὶ εἰς πολλὰ δαιδάλλεσθαι ἐπιτήδειον. τοιοῦτος δὲ ὁ τῶν ταλάντων ἃ φθάσας ἔλαβεν ἐκ τῶν Φαιάκων Ὀδυσσεύς. δῆλον δὲ ὅτι ἐκ τοῦ πολυδαιδάλεος ἑξασυλλάβου συγκέκοπται ὁ πολυδαίδαλος, καὶ ὅτι ἐκ τοῦ Κρητικοῦ Δαιδάλου καὶ ἡ τοιαύτη λέξις, ὡς πολλαχοῦ φαίνεται.

(Vers. 13.) Ὅτι πρὸς τοῖς ἤδη δοθεῖσι δώροις τῷ Ὀδυσσεῖ καὶ ἕτερα παρέλκων ἐκ τῶν βουληφόρων Ἀλκίνοος χάριν ὧν ἐῤῥητόρευσεν Ὀδυσσεὺς, φησίν· ἀλλ' ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠὲ λέβητα ἀνδρακάς. ἡμεῖς δ' αὖτε ἀγειρόμενοι κατὰ δῆμον τισόμεθα. ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι. Ἰστέον δὲ ὅτι ἐν ἀσαφεῖ παραῤῥίψας τὸ, τρίποδα ἠὲ λέβητα, οὐ διήρθρωσε νῦν εἴτε τοῦτο εἴτε ἐκεῖνο γέγονεν ἀλλὰ σιγᾷ τὸ μὴ ὂν ἀναγκαῖον ἱστορηθῆναι, χαλκὸν εὐήνορα εἰπὼν αὐτὰ μετ' ὀλίγα, ὃς ὕλη τοῖς τοιούτοις ἐστίν. ἐν δέ γε τοῖς ἑξῆς εἰπὼν περὶ Ὀδυσσέως, ὅτι τρίποδας περικαλλέας ἠδὲ λέβητας ἠρίθμει, ἐμφαίνει μὲν ὡς καὶ τρίποδες καὶ λέβητες ἐδόθησαν τῷ Ὀδυσσεῖ, οὐ διευκρινεῖ δὲ τὸ ποσόν. εἰ δέ τις εἴπῃ, ἀνδρακὰς λαβεῖν τὸν Ὀδυσσέα καὶ τρίποδας καὶ λέβητας, κωλύεται εἰς τὸν νοῦν διὰ τοῦ, τρίποδα μέγαν ἠὲ λέβητα. εἰ μὴ ἄρα γράψοι τις καὶ ἐνταῦθα τρίποδα μέγαν ἠδὲ λέβητα. τότε γὰρ ἔσονται ἀνδρακὰς τρίποδες δεκατρεῖς καὶ λέβητες δεκατρεῖς, ὃ κρεῖττον. φέρεται γὰρ καὶ τοιαύτη γραφὴ ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. Τιμιώτερον δὲ λέβητος ὁ περικαλλὴς τρίπους. διὸ καὶ Ἥφαιστος ἐν Ἰλιάδι ἀσχολεῖται εἴκοσι τρίποδας τεύχων. Διαφορὰ δὲ τρίποδος καὶ λέβητος φανήσεται ἐν τοῖς ἑξῆς.

(Vers. 12.) Βουληφόρους δὲ Ἀλκίνοος τοὺς τῶν Φαιάκων προὔχοντας λέγει, ἑαυτῷ ὑποκρατήσας, ὡς καὶ προεδηλώθη, τὸ, ἐξ αὐτοῦ ἔχεσθαι ἔργον τε ἔπος τε. ὃ ἐπιβεβαιώσας ἐκεῖ ἔφη ἐν ἐπηκόῳ πάντων, ὡς τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος αἴ κεν ἔγωγε ζωὸς ἀνάσσω. ὥστε αὐτὸς μὲν ἄναξ, οἱ δὲ λοιποὶ οὐ μόνον βουληφόροι, ἀλλὰ καὶ ἄριστοι, ἤδη δέ γε καὶ βασιλεῖς διὰ τὸ πάνυ ἔντιμον, ὃ καὶ ἐπ' ἄλλων ἐφάνη.

(Vers. 14.) Τὸ δὲ ἀνδρακὰς ὀξύνεται μὲν κατὰ τὸ ἑκὰς καὶ ἀγκὰς καὶ ἐντυπάς. δηλοῖ δὲ τὸ κατ' ἄνδρα, ἵνα μὴ τὸ τρίποδα μέγαν ἠδὲ λέβητα ἐπὶ ἑνὸς μόνου τρίποδος καὶ ἑνὸς λέβητος νοηθείη, ἀλλὰ ἑνὸς κατὰ ἕκαστον ἄνδρα ἡμῶν δηλαδὴ τῶν δεκατριῶν βασιλέων, ἵνα καὶ οἱ τρίποδες καὶ οἱ λέβητες τρεῖς εἶεν καὶ δέκα.

(Vers. 15.) οὐ γὰρ ἂν εἷς ἢ ἐξ ἡμῶν τῶν προεχόντων ἢ ἐκ τῶν δημοτῶν δυνηθείη ἂν τοσαῦτα προικὸς χαρίσασθαι, ἤγουν προῖκα καὶ δωρεάν. Φρύνιχος δέ, φασιν, ἀνδρακάδα που ἔφη τὴν τῶν ἀνδρῶν δεκάδα, ἀπὸ εὐθείας τῆς ἡ ἀνδρακὰς, ἵνα ᾖ τὸ ἀνδρακὰς ἀντὶ τοῦ κατὰ δέκα ἄνδρας, ὅ περ ἐνταῦθα οὐκ εὐσυμβίβαστον. τινὰ δὲ τῶν ἀντιγράφων ἔχουσιν ἄνδρα κάθ' ἡμεῖς δὲ καὶ ἑξῆς, ἵνα ἐξ ὀρθοῦ λέγῃ κοινῶς, ὅτι δῶμεν κατὰ ἄνδρα. τοῦτο γὰρ δηλοῖ τὸ, ἄνδρα κάτα. ἐκ δὲ τοῦ ῥηθέντος ἀγείρειν εἴτουν ἀγυρτάζειν καὶ ὁ ἀγύρτης γίνεται καὶ ἀγυρμός. Τὸ δὲ τισόμεθα οἱ μὲν παλαιοί φασιν εἰσπραξόμεθα. ἔστι δὲ καὶ συνήθως εἰπεῖν ἀποτίσομεν. τὸ γὰρ ἐκ τοῦ δήμου ἀγερθὲν τοῖς βουληφόροις ἀποδοθήσεται ὑπὲρ ᾧ ἄρτι δεδώκασι τῷ Ὀδυσσεῖ. Ἰστέον δὲ ὅτι τὸ, ὡς ἐῤῥέθη, ἀγείρειν ἐκ τοῦ δήμου τὰ δωρηθέντα σμικροπρεπὲς μὲν, ἔθος δὲ ὅμως παλαιὸν κατὰ τὰς λεγομένας συνδοσίας καὶ διανομάς.

(Vers. 15.) Ὅτι δὲ προῖκα οἱ παλαιοὶ τὴν δωρεὰν ἔλεγον, καὶ ὅτι ἐκ τοῦ καταπροΐξασθαι αὐτὴν παρῆγον, δηλοῦται καὶ ἀλλαχοῦ. εἴη δὲ ἂν τὸ καταροΐξασθαι ὅμοιόν τι τῷ καταπροήσεσθαι, ὅ ἐστι προδοῦναι. ἑρμηνευθείη [37] δ' ἂν καὶ χάρις ἡ προῖξ. ὡς δηλοῖ τὸ, προικὸς χαρίσασθαι. Ἀττικὸς δὲ ἀνὴρ οὕτω φράζει. τὸ γὰρ κοινότερον προῖκα χαρίσασθαι. ἐλλειπτικῶς δὲ καὶ ἄμφω ἔχει. ἔστι γὰρ τὸ μὲν διὰ προικὸς, τὸ δὲ κατὰ προῖκα. τὸ μέντοι ἐπὶ γαμηλίου δώρου τὴν προῖκα νοεῖσθαι τῶν μεθ' Ὅμηρόν ἐστιν. ἡ δὲ τοιαύτη προῖξ ὅτι καὶ φερνὴ λέγεται, δηλοῖ, φασὶν, ἐν Φαέθοντι Εὐριπίδης, εἰπών· ἐλεύθερος δ' ὢν δοῦλος ἐστὶ τοῦ λέχους, πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων. ἔστι δὲ φερνὴ μὲν παρὰ τὸ φέρειν, ἡ προσφερομένη δηλαδή. προῖξ δὲ παρὰ τὸ προΐκω προΐξω. οὗ δύο σημαινόμενα· προΐξασθαι γὰρ οὐ μόνον τὸ δωρεὰν δοῦναι, ἀλλὰ καὶ τὸ καταπροδοῦναι. ὃ καὶ προέσθαι καὶ καταπροέσθαι λέγεται Ἀττικώτερον.

(Vers. 19.) Ὅτι χαλκὸν εὐήνορα κἀνταῦθα λέγει τὸν εἰς ἀνδρίαν πάλαι ποτὲ συντελοῦντα ὅτε εἰς ὁπλοποιΐαν χρήσιμος ἦν. οὐκ ἐνεργείᾳ δὲ τοιοῦτος ἀλλὰ δυνάμει ὁ τῶν ἐνταῦθα τριπόδων καὶ λεβήτων χαλκός. χαλκὸς γὰρ αὐτόχρημά ἐστι, δυνάμενός ποτε καὶ ὁπλοποιηθῆναι καὶ οὕτως εὐήνωρ γενέσθαι.

(Vers. 20.) Ὅτι Ἀλκίνοος τιμῶν τὸν σοφὸν Ὀδυσσέα οὐ μόνον κατεπλούτισε δώροις, ἀλλὰ καὶ διακονεῖν οὐκ αἰσχύνεται. αὐτὸς γὰρ ἰὼν διὰ νηὸς ὑπὸ ζυγὰ κατέθηκε τὰ δῶρα, μή τινα ἑταίρων βλάπτοι ἐλαυνόντων ὁπότε σπερχοίατο ἐρετμοῖς. οὕτω καὶ Αἰόλος αὐτὸς κατέδησε τὸν ἀσκὸν ἐν ᾧ οἱ ἄνεμοι.

(Vers. 21.) Ζυγὰ δὲ τὰς ναυτικὰς λέγει καθέδρας. ἀφ' ὧν καὶ τὸ ἐζεῦχθαι ἐπὶ νηῶν. ἄμφω γὰρ ταῦτα συμβαίνει περὶ τὰ ζυγὰ, ἤγουν καὶ τὸ τοὺς τοίχους τῆς νηὸς ζευγνύναι καὶ εἰς καθέδραν χρήσιμα εἶναι.

(Vers. 24.) Ὅτι συνεπισπεύδων ὁ Ὁμηρικὸς ἐνταῦθα λόγος τῷ Ὀδυσσεῖ τήν τε γενομένην θυσίαν βραχυλογεῖ, καὶ τὴν τοῦ Δημοδόκου δὲ ἀοιδὴν οἵα τις ἦν σιωπᾷ. ἐνδεικνύμενος δὲ καὶ τὴν τοῦ Ὀδυσσέως πολλὴν σπουδὴν εἰς τὸ ἀποπλεῦσαι συχνὰ βλέπειν ἐκεῖνον λέγει πρὸς Ἥλιον πότε ἂν δύνῃ. φράζει δὲ οὕτω πως· τοῖς δὲ βοῦν ἱέρευσεν ἱερὸν μένος Ἀλκινόοιο, Διῒ ὃς πᾶσιν ἀνάσσει. μῆρα δὲ κείαντες δαίνυντ' ἐρικυδέα δαῖτα, τερπόμενοι. μετὰ δέ σφισιν ἐμέλπετο θεῖος ἀοιδὸς Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς πολλὰ πρὸς Ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. τοῦτο δὲ παντὶ ἁρμόζει σπεύδοντι, εἰς νυκτὸς ὁδόν.

(Vers. 31.) εἶτα καὶ διὰ παραβολῆς δεικνὺς τὴν πολλὴν τοῦ Ὀδυσσέως ἔπειξιν ἐπιφέρει· ὡς δ' ὅτ' ἀνὴρ δόρποιο λιλαίεται, ᾧτε πανῆμαρ νειὸν ἀνέλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον, ἀσπασίως δ' ἄρα τῷ κατέδυ φάος Ἠελίοιο δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ' ἰόντι, ὣς Ὀδυσσῆ' ἀσπαστὸν ἔδυ φάος Ἠελίοιο. ἐπισπεύδει δὲ τὸν ἀπόπλουν Ὅμηρος, ἵνα καὶ τῆς ἐπισοδιώδους ἱστορίας ὀψέ ποτε ἀπαλλαγῇ, καὶ τὸν Τηλέμαχον ἐπαναγάγῃ ἐκ τῆς Σπάρτης. καὶ μὴ ἐπιπλέον ἀπιθάνως ἐκεῖ βραδύνοντος τοῦ παιδὸς ἀργοίη τὰ κατὰ τὸν πατέρα σπουδαῖα ἔργα.

(Vers. 30. sqq.) Ὅρα δὲ τὸ ἔδυ καὶ κατέδυ καὶ δῦναι, ὧν οὐκ ἔστι καιριωτέρα λέξις ἐπὶ τοῦ ὑπὸ γῆν ἐλθεῖν τὸν Ἥλιον.

(Vers. 31.) φιλότιμον δὲ εἰς ἔργον ἄνδρα ἡ ῥηθεῖσα παραβολὴ δηλοῖ καὶ καματηρὸν, εἴ γε καὶ πανημέριος πονεῖται ἄσιτος, καὶ ἐπανιὼν ὀκλάζει τοῖς γόνασι διὰ τὸ πολὺ τοῦ καμάτου. καὶ οὕτως ἐπιτείνεται τῷ τοιούτῳ ἡ σπουδὴ τοῦ ἐλθεῖν οἴκαδε καθὰ καὶ τῷ Ὀδυσσεῖ ἡ τοῦ νόστου.

(Vers. 32.) Οἴνοπες δὲ βόες ἢ μέλανες διὰ τὸ, μέλας οἶνος, ἢ πυῤῥοὶ διὰ τὸ, οἶνος ἐρυθρός. Πηκτὸν δὲ ἄροτρον ἢ τὸ εὐπαγὲς κατὰ συνήθη ἔλλειψιν τοῦ εὖ, χρὴ γὰρ εὐπαγὲς αὐτὸ εἶναι, ἢ καὶ διότι πρῶτον ἐπενοήθη ὡς εἰκὸς τὸ πηκτὸν, εἶθ' ὕστερον ἐξευρέθη τὸ παρ' Ἡσιόδῳ αὐτόγυον, οὗ περ οὐδαμοῦ μέμνηται Ὅμηρος.

(Vers. 34.) Ἀπὸ δὲ τοῦ βλάβεται ἡ βλάβη γίνεται, ὡς καὶ ἡ ἀποκρυβὴ ἀπὸ ἀῤῥήτου θέματος τοῦ κρύβω, καὶ ἡ καλύβη ἐξ ὁμοίου τοῦ καλύβω. ἐφ' ὧν, ἴσως ἐκ τοῦ βέβλαφα καὶ κέκρυφα καὶ κεκάλυφα, οἱ εἰρημένοι ἐνεστῶτες παρήχθησαν ἀναγωγῇ συνήθει, Μακεδόνων ἔθει, μεταβαλλόντων τὸ φ εἰς β, ὡς ἐν τῷ Φίλιππος καὶ τοῖς ὁμοίοις, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται.

(Vers. 39.) Ὅτι καὶ ἀπιόντες οἱ παλαιοὶ ἀπὸ ξενοδόχων προσεφώνουν τὸ χαίρειν, ἐπευχόμενοι καὶ τὰ εἰκότα. ὃ καὶ Ὀδυσσεὺς ἐνταῦθα ποιεῖ εἰπών· πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ' αὐτοί. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμὸς, πομπὴ καὶ φίλα δῶρα, τά μοι θεὸς ὄλβια ποιήσειεν. ἀμύμονα δ' οἴκοι ἄκοιτιν νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν. ὑμεῖς δ' αὖθι μένοντες εὐφραίνοιτε γυναῖκας κουριδίας καὶ τέκνα, θεὸς δ' ἀρετὴν ὀπάσειε παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.

(Vers. 59.) καὶ ταῦτα μὲν πρὸς τοὺς ἄνδρας ὁ Ὀδυσσεύς. ἰδίᾳ δὲ τῇ Ἀρήτῃ προπιὼν, ὡς ἐφεξῆς εἰρήσεταί, φησι· χαῖρέ μοι ὦ βασίλεια διαμπερὲς εἰσόκε γῆρας ἔλθῃ καὶ θάνατος τά τ' ἐπ' ἀνθρώποισι πέλονται. αὐτὰρ ἐγὼ νέομαι. σὺ δὲ τέρπεο τῷδ' ἐνὶ οἴκῳ, παισί τε καὶ λαοῖσι

(Vers. 62.) καὶ Ἀλκινόῳ [38] βασιλῆϊ.

(Vers. 63.) Καὶ ὅρα ὡς φανερῶς ἐνταῦθα βασιλέα καθ' ὑπεροχὴν ἔφη τὸν Ἀλκίνοον. τὰ δὲ ῥηθέντα νῦν παρὰ Ὀδυσσέως χρήσιμα πολλαχοῦ, καὶ μᾶλλον, ὅτε τις μεγάλοις προσώποις ἀπιὼν συντάσσεται τὰ συνήθη.

(Vers. 43.) Ἀρτεμὴς δὲ καὶ νῦν ὁ ὑγιὴς καὶ, ὡς εἰπεῖν, ἀκέραιος καὶ ὅλος, ὡς οἱονεὶ ἀτεμὴς, ἢ καὶ ἄρτιος. ἐξ οὗ δοκεῖ κατὰ τοὺς παλαιοὺς παρωνομάσθαι καὶ ἡ παρθένος Ἄρτεμις.

(Vers. 45) Ἀρετὴν δὲ παντοίαν τὴν εὐδαιμονίαν λέγει. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθ' Ὅμηρον συγκεκροτῆσθαι τὴν εὐδαιμονίαν φασὶν ἐξ ἁπάσης ἀρετῆς. ἔτι δὲ τῆς ῥηθείσης ἀρετῆς ἑρμηνεία τὸ, μή τι κακὸν μεταδήμιον εἴη, ὥς περ καὶ τοῦ, χαῖρε διαμπερὲς, τὸ, εἰσόκε γῆρας ἔλθῃ καὶ θάνατος.

(Vers. 56.) Ὅτι οἱ μὲν τῶν Φαιάκων ἄριστοι αὐτόθεν ἐξ ἑδρέων ἢ ἐξ ἑδέων ἔσπεισαν πέμποντες τὸν Ὀδυσσέα. ἱδρύσεως γὰρ καὶ μονῆς τῆς κατὰ χώραν ἔδει αὐτοῖς. Ὀδυσσεὺς δὲ ἀναστὰς ἔσπεισεν, ἀπιέναι γὰρ αὐτὸν ἔδει. ὁ δ' αὐτὸς καὶ τῇ Ἀρήτῃ ἐν χειρὶ θεὶς τὸ δέπας ἐπεύχεται τὰ προσεχῶς ἄνω ῥηθέντα.

(Vers. 57.) Καὶ σημείωσαι ὅτι πρόποσίς ἐστί τις καὶ ὅ περ ἐνταῦθα ποιεῖ Ὀδυσσεύς. προτείνει γὰρ τῇ ἑστιάτορι δέπας ὥστε πιεῖν, καθὰ καὶ ἐν Ἰλιάδι ὁ αὐτὸς τῷ Ἀχιλλεῖ καὶ ἐν τοῖς ἑξῆς δὲ τῷ δούλῳ Εὐμαίῳ. καὶ γὰρ καὶ τὸ, πλησάμενος δ' οἴνοιο δέπας δείδεκτ' Ἀχιλλῆα, προπόσεως ἦν. καθ' ἣν πληροῦντες δέπας ἐδίδουν πρός τινα, ὡς καὶ νῦν Ὀδυσσεὺς τῇ Ἀρήτῃ. καὶ ἦν, φασὶ, κυρίως προπίνειν τὸ πρὸ ἑαυτοῦ διδόναι τινὶ πίνειν. ἔστι δὲ ὅτε καὶ τὸ ποτήριον ἀποχαρίζεσθαι.

(Vers. 63.) Ὅτι τὸ ἐξῆλθε περιφράζων φησίν· ὣς εἰπὼν, ὑπὲρ οὐδὸν ἐβήσετο. ἀλλαχοῦ δὲ ἐπὶ εἰσόδου ὑπερέβη λάϊνον οὐδόν φησιν.

(Vers. 64.) ἐνταῦθα δὲ βιωτικῶς ἅμα καὶ φιλοφρόνως κήρυκά τε στέλλει ὁ βασιλεὺς ἡγεῖσθαι τῷ Ὀδυσσεῖ ἐπὶ νῆα, καὶ δμωὰς δὲ γυναῖκας ἡ δέσποινα πέμπει,

(Vers. 67.) τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα, κατ' ἐπιβολήν τινα δηλαδὴ τῆς πρὸ ὀλίγων φιλόφρονος εὐχῆς, τὴν δ' ἑτέρην χηλὸν πυκινὴν ἅμ' ἔπεμπε κομίζειν. ἡ δ' ἄλλη

(Vers. 69.) σῖτόν τ' ἔφερε καὶ οἶνον ἐρυθρὸν, δηλονότι διὰ τοὺς ἐρέτας, ἴσως δὲ καὶ διὰ τὸν Ὀδυσσέα. Καὶ ὅρα ὅτι τε ἤλλαξε τὸ σχῆμα εἰπών· τὴν μὲν φᾶρος ἔχουσαν, τὴν δ' ἑτέρην χηλὸν, ἡ δ' ἄλλη σῖτον ἔφερε.

(Vers. 67.) καὶ ὅτι κατὰ κυριολεξίαν ἔφρασε τὸ, τὴν μὲν, καὶ τὸ, τὴν ἑτέρην, καὶ τὸ, ἡ δ' ἄλλη. τὸ μὲν γὰρ ἕτερος ἐπὶ δύο εἴωθε λέγεσθαι, τὸ δὲ ἄλλος ἐπὶ πλειόνων. καὶ ὅτι τὸ ἔπεμπε δὶς εἶπε διὰ τὸ τῆς λέξεως καίριον.

(Vers. 69.) Τὸ δὲ σῖτον καὶ οἶνον ὑποκαταβὰς παραφράζει τε καὶ μετατίθησιν, εἰπών· κατέθεντο πόσιν καὶ βρῶσιν.

(Vers. 73.) Ὅτι ἐπιμελούμενοι τοῦ Ὀδυσσέως οἱ Φαίακες καὶ ἐν τῇ νηῒ κατεστόρεσαν ῥῆγός τε λίνον τε νηὸς ἐπ' ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδῃ πρύμνης. καὶ νῦν μὲν ἁπλῶς ἔφη νήγρετον.

(Vers. 79.) ὑποκατιὼν δέ φησιν ὅτι νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε τῷ Ὀδυσσεῖ, νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.

(Vers. 117.) καὶ οὐκ ἔστιν οὕτω γοργῶς κάλλιον φρασθῆναι ὕπνον βαθύτατον. οὗ χάριν καὶ ὅτε ἐκ νηὸς αὐτὸν ἄειραν ἐν τοῖς ἑξῆς οἱ Φαίακες αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, κὰδ δ' ἂρ ἐπὶ ψαμάθῳ ἔθεσαν, οὔπω οὐδὲ τότε ἀφυπνίσθη δεδμημένος ἔτι τῷ εἰρημένῳ ὕπνῳ. πλάττει δὲ ὁ ποιητὴς τοῦτο, οὐ μόνον ὅτι συντελεῖ τὸ πρᾶγμα τῷ παραδόξῳ οἷα φόνον ἀπαραδόκητον φέρον τοῖς μνηστῆρσι, καὶ ἀφορμὰς οὕτω πολλὰς πλατυσμοῦ εἰς γραφὴν χορηγοῦν τῷ ποιητῇ, καὶ καινοτέραν ἐργαζόμενον τὴν τῆς ποιήσεως περιπέτειαν, ὡς ἀγνοήσαντος τοῦ Ὀδυσσέως τὴν πατρίδα μετὰ τὸ ἀφυπνισθῆναι, καὶ ἀπορήσαντος, καὶ δεινοπαθήσαντος, καὶ τοιαῦτα τινὰ ἕτερα παθόντος τε καὶ ποιήσαντος, ἀλλὰ καὶ ἄλλως πιθανῶς πρός γε τὸ φαινόμενον. ἐπειδὴ ἐοίκασιν αἰδεῖσθαι οἱ Φαίακες μὴ καὶ δόξωσιν ἀφυπνίσαντες τὸν ἥρωα μισθὸν τοῦ πλοῦ ἀπαιτεῖν· τυχὸν δὲ καὶ δεδίασι μὴ συσχεθέντες καταμηνύσωσι τὴν τέως κεκρύφθαι δοκοῦσαν Φαιακίαν καὶ οὕτω ῥᾷον ἐπιβουλευθῶσιν, ἄνθρωποι, φιληδονίαν συνειδότες ἑαυτοῖς καὶ βίον ἀπολαυστικὸν καὶ ἀπόλεμον, οἷς οὐ βιὸς μέλει οὐδὲ φαρέτρη, ἀλλὰ δαῖτες καὶ χοροὶ καὶ λοετρὰ καὶ τὰ τούτοις σύστοιχα. ὅθεν καὶ νυκτὸς αὐτοῖς ὁ ἀνάπλους γέγονεν, ἵνα μὴ ἔχῃ Ὀδυσσεὺς ἡμέρας οὔσης παρασημειοῦσθαι τόπους τινάς. ὅτι δὲ καὶ εἰκὸς ἦν, τοὺς Φαίακας εἴ περ ἀφύπνισαν τὸν Ὀδυσσέα ἐθελῆσαι συνέψεσθαι αὐτῷ οἴκαδε, καὶ ὡς ἐκεῖνος μὴ πεισθεὶς μὲν ἔδοξεν ἂν ἀγνώμων καὶ ἀφιλόξενος, πεισθεὶς δὲ καὶ συνανελθὼν οἴκοι ἐγνωρίζετο καὶ ἠχρειοῦτο ἐντεῦθεν τὸ τῆς μνηστηροκτονίας εὐμέθοδον, δῆλον ἐστί. διαταῦτα γοῦν ἐπέκρινεν ὁ ποιητὴς οὕτω καὶ μὴ ἄλλως πέμψαι τὸν Ὀδυσσέα οἴκαδε διὰ τὸ εὐπλαστότερον καὶ πιθανώτερον. καὶ ὅρα ὕπνον τοῦτον, πάνυ χρηστὸν τῷ Ὀδυσσεῖ, εἰ καὶ πρὸ τούτων ὑπνώσας ἐδυστύχησεν. Ὅτι δὲ ταῖς [39] τῶν Φαιάκων ναυσὶ προσπλάττεται οὐ μόνον τὸ κατίσχειν, ὅ ἐστιν ἐλλιμενίζεσθαι ὅπου βούλονται, ἀλλὰ καὶ τὸ ἔτι τερατωδέστερον, τὸ δύνασθαι ὕπνον ἐπιπέμπειν, προδεδήλωται ὅπου ἐλέχθη τὸ, αὔριον σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, καὶ πάλιν· μή τις καθ' ὁδὸν δηλήσεται ὁπόταν σὺ μὲν εὕδῃς γλυκὺν ὕπνον.

(Vers. 74.) Ἐπ' ἰκριόφιν δὲ νηὸς πρύμνης κοιμᾶται Ὀδυσσεὺς διά τε τὸ ἐντιμότερον, ἐπεὶ καὶ ἀρχικὸν ἡ πρύμνα διὰ τὸν κυβερνήτην, καὶ διότι οὐδὲ ἔδει ἐπὶ τῶν καταστρωμάτων κείμενον ἐμποδὼν γενέσθαι τοῖς ῥέσσουσιν. Ἐν δὲ τῷ, νήγρετον εὕδοι, λείπει τὸ, ὕπνον.

(Vers. 75.) Πεπαιδευμένον δὲ τοῦ Ὀδυσσέως ἐν τούτοις καὶ τὸ,

(Vers. 76.) ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο σιγῇ. τί γὰρ καὶ ἔδει ἄρτι λαλεῖν ἄνδρα σοφὸν, εἰδότα ἐν τοιούτῳ καιρῷ τὰς γλώττας ὁσιοῦσθαι τῷ Ἑρμῇ, καθά που προείρηται. κεῖται δ' ἐνταῦθα καὶ ἀπόπλου σύντομος διασκευὴ τὸ, οἱ δὲ κάθιζον ἐπὶ κληῖσιν ἕκαστοι κόσμῳ.

(Vers. 77.) πεῖσμα δ' ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. τρόπου δὲ τοῦτο πρωθυστέρου. πρῶτον γὰρ ἀπολυθεῖσα τοῦ ἔξω δεσμοῦ ναῦς, εἶτα ἀποπλέει. Τρητὸν δὲ λίθον λέγει, ὃν παρὰ τὸ τρῶ τὸ τρυπῶ ἢ παρὰ τὸ γρῶ τὸ ἐσθίω γρώνην ὁ Λυκόφρων καλεῖ.

(Vers. 79.) Τὸ δὲ ἐπιπίπτειν βλεφάροις ὕπνον, ὡς ἀπὸ μεγέθους βαρέος καὶ δυσμετακινήτου μετήνεκται. διὸ καὶ οἰκείως ἐπήχθη τὸ, νήγρετος. ὃ δὶς ἐνταῦθα λεχθὲν προκλητικόν ἐστι τοῦ, θανάτῳ ἐοικώς. ὁ γάρ τοι νήγρετος καὶ ὁ τανηλεγὴς ταυτὸν δηλοῦσιν. ὧν τὸ μὲν ἐνταῦθα τῷ ὕπνῳ ἐπελέχθη, τὸ δὲ τανηλεγὴς πολλαχοῦ τῷ θανάτῳ ἐπιτίθεται. ὃς καὶ αὐτὸς καθὰ τανηλεγὴς, οὕτω καὶ νήγρετος λέγοιτ' ἄν. καὶ μᾶλλον αὐτός. ὁ γάρ τοι ὕπνος,

(Vers. 80.) ἄλλως λέγεται νήγρετος, οὐχ' ὡς ἀνέγερτος δηλαδὴ, ἀλλ' ὡς δυσέγερτος. Τὸ δὲ ἥδιστος πρὸς διαστολὴν τοῦ καρωτικοῦ καὶ καρηβαρικοῦ ὕπνου πρόσκειται. Τὸ δὲ ἄγχιστα κἀνταῦθα ταυτόν ἐστι τῷ σχεδὸν, ἵνα λέγῃ ὕπνον θανάτῳ σχεδὸν ἐοικότα. ἐπίτασις μέντοι τοῦ σχεδόν ἐστι τὸ ἄγχιστα. καὶ εἴη ἂν μάλιστα ὁ τοιοῦτος ὕπνος ἀδελφὸς τῷ θανάτῳ.

(Vers. 81.) Ὅτι τερατολογῶν Ὅμηρος τὴν αὐτῷ φίλην νῆα ἐφ' ἧς ὁ Ὀδυσσεὺς πέμπεται οἴκαδε, τετρώρου τε κινήμασιν εἰκάζει τὸν δρόμον αὐτῆς, καὶ αὖθις ὑπὲρ ἱέρακα πέτεσθαι λέγει κατὰ τὸν πλοῦν, τὸ μὲν κατὰ μόνον τὸ ἀσφαλὲς τοῦ κατ' αὐτὴν δρόμου καὶ ἀκλινὲς, τὸ δὲ διὰ τὸ εἰσάγαν ὠκύαλον καὶ ὡς εἰπεῖν πτηνὸν, ἵνα δύο τούτων παραβολῶν ἡ μία μὲν ᾖ πρὸς τὸ τοῦ πλοῦ στερεὸν, ἡ δὲ ἑτέρα πρὸς τὸ τοῦ τάχους πτηνὸν, καὶ ὡς ὁ ποιητὴς λέγει, ἡ μὲν πρὸς τὸ μάλ' ἀσφαλέως θέειν ἔμπεδον, ἡ δὲ πρὸς τὸ ῥίμφα θέειν. φησὶ γάρ· ἡ δ' ὥστ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι, πάντες ἅμ' ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης, ὑψόσ' ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο. κῦμα δ' ὄπισθεν πορφύρεον μέγα θῦεν πολυφλοίσβοιο θαλάσσης. ἡ δὲ μάλ' ἀσφαλέως θέεν ἔμπεδον, οὐδέ κεν ἴρηξ κίρκος ὁμαρτήσειεν ἐλαφρότατος πετεηνῶν. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κῦματ' ἔταμνεν.

(Vers. 88.) καὶ οὕτω περάνας τὰς δύο παραβολὰς τὴν μὲν πρὸς τὸ τοῦ πλοῦ ἰσόῤῥοπον καὶ ἀσφαλὲς ῥηθεῖσαν, ὡς εἰ καὶ ἐν χέρσῳ ἔθεε τὴν δὲ πρὸς τὸ πολὺ τοῦ τάχους, ὅ περ διεφαίνετο καὶ πρὸ τούτων ἐν τῷ, ὡσεὶ πτερὸν ἠὲ νόημα, πτερὸν γὰρ ἐκεῖ τὸ πτηνὸν ἐνοεῖτο συννοούμενον, ὡς ὅλον τῷ μέρει αὐτοῦ τῷ πτερῷ ἐπάγει· ὣς ἔθεεν ἡ τοιαύτη ναῦς ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε' ἔχοντα. ὃς πρὶν μὲν μάλα πολλὰ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα

(Vers. 91.) πείρων, ὅ ἐστι περῶν, ὡς καὶ ἀλλαχοῦ ἐφάνη· δὴ τότε γ' ἀτρέμας εὗδε λελασμένος ὅσσ' ἐπεπόνθει.

(Vers. 81.) Σημείωσαι δ' ἐν ταῖς ῥηθείσαις παραβολαῖς, ὡς ἡ μὲν πρώτη συνήθως πέφρασται μετὰ παραβολικοῦ ἐπιῤῥήματος· φησὶ γὰρ· ἡ δ' ὥστ' ἐν πεδίῳ καὶ ἑξῆς, ὡς ἐγράφη.

(Vers. 86.) ἡ δὲ ἑτέρα καινότερον συνηρτήθη ἀνελπίστως, οὐ σχηματισθεῖσα κατὰ παραβολὴν, ἀλλὰ μᾶλλον καθ' ὑπερβολὴν δι' ἐπεμβολῆς ἀποφατικῆς. φησὶ γάρ· οὐδὲ ἱέραξ ὁμαρτήσοι ἂν αὐτῇ, ὡς δῆθεν μικροπρεπὲς ὂν εἰπεῖν ὡς ἔθεε κατὰ ἱέρακα ναῦς αὕτη ἡ καὶ ὑπὲρ ἐκεῖνον ὠκεῖα, εἴ γε κατὰ νόημα ἦν τὸ τάχος αὐτῇ.

(Vers. 88.) τοιαῦται συχναὶ τρεῖς καὶ ἐν Ἰλιάδι παραβολαὶ ὑπερβολικαὶ, ὅπου φησὶν ὁ ποιητὴς ὡς οὔτε πῦρ οὔτε ἄνεμος οὔτε θάλασσα τοσοῦτον ἦχον ἔχει ὅσον ὁ τηνικαῦτα πόλεμος. καὶ ὅμως εἰ καὶ εἶπεν ὡς οὐδέ κεν ἴρηξ κίρκος ὁμαρτήσειεν, ἀλλ' ἡ ἀπόδοσις παραβολικῶς ἐξήχθη. φησὶ γάρ· ὣς ἡ ῥίμφα θέουσα ἦν. πῶς δὲ οὕτως; οὐ κατὰ ἱέρακα δηλαδὴ, ἀλλὰ πάντως ὑπὲρ αὐτὸν, ἢ καὶ ἄλλως τὸ αὐτὸ φράσαι, οὕτως ἔθεεν, ὡς οὐδ' ἂν ἱέραξ πέτοιτο. ἔστι μέντοι εἰπεῖν καὶ ὅτι τὸ, ὣς ἡ ῥίμφα θέουσα θάλασσαν ἔταμνε, τῶν δύο παραβολῶν ἐστὶν ἀπόδοσις, τῆς τε κατὰ τὸ τέτρωρον καὶ τῆς κατὰ τὸν ἱέρακα. ἐπεὶ καὶ τὸ θέειν δίκην [40] τετρώρου καὶ τὸ, ὡς οὐδ' ἂν ἱέραξ ῥίμφα θέειν ἐστί. καὶ ἔστιν ἡ ἔννοια συνημμένη ἐκ δύο παραβολικῶν ἐννοιῶν, οὕτω πως· ὡς ἵπποι ἂν τετράοροι ὁρμηθεῖεν καὶ ὡς οὐδ' ἂν ἱέραξ κίρκος πέτοιτο, οὕτως ἡ Φαιακικὴ ναῦς κατὰ θαλάσσης ἔθεεν.

(Vers. 81.) ἐπαινοῦντες δὲ καὶ ἄλλως τὴν πρώτην παραβολὴν οἱ παλαιοί φασι τὸν ποιητὴν εὖ κεχρῆσθαι αὐτῇ. ὡς γὰρ ἵπποι τρέχοντες ἐκ τῶν ὄπισθεν διεγείρονται πληττόμενοι, οὕτω καὶ ναῦς ἐλαυνομένη ἀνέμοις ἐκ τῆς πρύμνης κουφίζεται. Τετράοροι δὲ ἢ κατά τινας τετράορες ἵπποι οἱ τέσσαρες ὁμοῦ συνεζευγμένοι. ἀείρω γὰρ τὸ συζευγνύω, ὥς περ αὖ ξυνωρὶς δύο ἵππων σύζευξις, ξυναορίς τις οὖσα· ἢ καὶ ἄλλως τετράοροι ἀντὶ τοῦ τέσσαρες ὀρούοντες. οἱ δὲ τοιοῦτοι καὶ τετράσειροι λέγονται παρὰ τὴν σειράν. ἀφ' ἧς καὶ ἄσειρος ἵππος ὁ ἄδετος, καὶ παράσειρος ὁ παρήορος. οἶδεν οὖν, φασὶν, Ὅμηρος καὶ τὸ τέτρωρον, καθὰ καὶ πρὸ τούτου τὸν κέλητα, εἰ καὶ μὴ ποιεῖ χρωμένους αὐτοῖς τοὺς ἥρωας. Ἰστέον δὲ ὅτι τοῦ τετράορος πρωτότυπον τὸ ἄορ ἄορος. ὅθεν ὦρες ἐν Ἰλιάδι αἱ γυναῖκες. ἀναδραμούσης δὲ τῆς ῥηθείσης γενικῆς εἰς εὐθείαν, γίνονται ἀπ' αὐτῆς οἱ τετράοροι. ἐξ ὧν τὸ τέτρωρον. ὅ περ οἱ γραμματικοὶ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀξιοῦσι προπερισπᾶν, ὡς ἀπὸ τοῦ τετράορον, καθὰ καὶ προείρηται ὅπου καὶ ἡ αἰτία κεῖται τῆς προπαροξυτονήσεως. Ἀρσένων δὲ ἵππων μέμνηται ὡς αὐτῶν μάλιστα χρησίμων εἰς τέτρωρον. ὅτι δὲ καὶ θηλείας εἰκὸς ὑποζεύγνυσθαι, ἡ Ἀγαμεμνονέη ἐν Ἰλιάδι αἴθη δηλοῖ.

(Vers. 82.) Τὸ δὲ ὑπὸ πληγαῖς ταυτὸν τῷ ὑπὸ πληγῶν. καὶ εἰσὶ κεντρηνεκέες οἱ οὕτω πάσχοντες ἵπποι.

(Vers. 83.) τὸ δὲ ὑψόσε ἀειρόμενοι ἐμφαίνει δύνασθαι τετραόρους λέγεσθαι, καὶ οἳ ὁμοῦ τέσσαρες ἀείρονται, τουτέστι κοῦφα καὶ οἷον μετάρσια θέουσιν, ἢ ὧν ἕκαστος διὰ τεσσάρων ποδῶν ἀείρεται, κατὰ τὸν εἰπόντα τραγικὸν, τετραόρου φάσμα ταύρου. Πρωτότυπον δὲ τοῦ αἴρειν τὸ ἀείρειν, ὡς καὶ τὸ ἀεικίζειν τοῦ αἰκίζειν καὶ ἡ ἀεικία τῆς αἰκίας. ὅμοιον δέ τι καὶ ἐπὶ τῆς αἰδοῦς γίνεται, καὶ ἐπὶ τοῦ φαείνειν φαίνειν. Κέλευθον δὲ καὶ νῦν οὐ τὴν θαλασσίαν ἀλλὰ τὴν διὰ χέρσου λέγει ὁδὸν, δεξιῶς οὕτω τὴν λέξιν χρησάμενος ἐν τῇ τοῦ τετρώρου πρὸς τὴν νῆα παραβολικῇ ὁμοιότητι.

(Vers. 84.) τὸ δὲ πρύμνη ἀείρετο, τῆς παραβολῆς ἐστὶ τὸ καιριώτατον. καθ' ὃ τετραόροις ἵπποις εἰκάζεται ἐλαυνομένοις πληγαῖς ἐκ τῶν ὄπισθεν. Κῦμα δὲ θαλάσσης πρὸς διαστολὴν ποταμίου φησὶ κύματος. εἰσὶ γὰρ καὶ κυματίαι ποταμοὶ, ὡς ὁ ποιητής τέ που ἐδήλωσε καὶ ὁ γράψας δὲ τὸ, κυματίης ἐγένετο.

(Vers. 86.) Τὸ δὲ ἀσφαλέως καὶ τὸ ἔμπεδον τὴν αὐτὴν μὲν δηλοῖ ἔννοιαν. ἔστι δὲ ἔμπεδον μὲν τὸ περὶ γῆν, ἀσφαλὲς δὲ, ὃ μὴ σφάλλεται κλονούμενον ἢ ἐμποδιζόμενον. Ὁ δὲ ἴρηξ ψιλοῦται Ἰωνικῶς, εἰ καὶ ὁ ἱέραξ δασύνεται κοινῶς τε καὶ Ἀττικῶς.

(Vers. 87.) ὁ δὲ κίρκος εἶδος ἱέρακος, καὶ σύγκειται τὸ γένος τῷ εἴδει καὶ νῦν κατὰ λόγον περιβολῆς, ὡς καὶ ἐν τῷ, βοῦς ταῦρος, καὶ σῦς κάπριος, καὶ τοῖς ὁμοίοις. ἴσως δὲ ὡς παρὰ τὸ κρέκειν ἡ κρὺξ, οὕτω καὶ παρὰ τὸ κρίζειν ὁ κίρκος, ὅ πέρ ἐστιν ἤχου μίμημα, ἐξ οὗ καὶ τὸ κρίγεν ἐν τῇ Ἰλιάδι. καὶ εἰκὸς μὲν κρίκον εἶναι τὸ ὀρθὸν, παθεῖν δὲ μετάθεσιν πρὸς διαστολὴν ἑτέρου κρίκου τοῦ ἀπὸ σιδήρου ἢ τοιαύτης τινὸς ὕλης. ὅθεν καὶ ῥῆμα τὸ κρικῶ κρικώσω. ὅτι δὲ ὁ τοιοῦτος ἴρηξ ἐλαφρότατος πετεηνῶν, ζωϊκὴ ἱστορία ἐστί.

(Vers. 89.) Τὸ δὲ θεοῖς ἐναλίγκια μήδε' ἔχοντα ἐγγύς ἐστι τοῦ, Διῒ μῆτιν ἀτάλαντος.

(Vers. 91.) Ἐν δὲ τῷ, ἀνδρῶν πολέμους, νοητέον ἰδικήν τινα μετοχὴν, οἷον, ἀνύων, ἢ τολυπεύων, ἤ τι τοιοῦτον, τὸ γὰρ πείρων οὐχ' ἁρμόττει ἐπὶ ἁπλῶς πολέμου· καὶ ἔστιν ὅμοιον τῷ, σῖτον καὶ οἶνον ἔδων. ὅτι δὲ τὸ πείρειν καὶ ἐπὶ τοῦ περᾶν λέγεται, προέγνωσται.

(Vers. 90.) Τὸ δὲ πολλὰ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, παρείλκυσται μὲν ἐκ τῆς ἀρχῆς τοῦ βιβλίου. δηλοῖ δὲ ὡς χρὴ οὕτω καὶ ἐκεῖ στίζειν καὶ μὴ ἀναγινώσκειν, ἀρνύμενος ὃν κατὰ θυμόν.

(Vers. 92.) Τὸ δὲ λελασμένος, οἰκεῖον ὑπνοῦντι νήγρετον. θανάτῳ μὲν γὰρ ἄγχιστα ὁ τοιοῦτος ὡς ἐῤῥέθη ἔοικεν ὕπνος. θανόντων δὲ ἴδιον μυθικῶς τὸ πίνειν τοῦ τῆς Λήθης ὕδατος.

(Vers. 89.) Σημείωσαι δὲ ὅτι τε τὸ, ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε' ἔχοντα καὶ ἑξῆς, προσπαθῶς ὁ ποιητὴς ἔφη κατ' ἐνδιάθετον λόγον ἐπὶ τῷ Ὀδυσσεῖ, ὡς εἰ καὶ μήτηρ φίλον παῖδα κοιμίσασα λαλεῖ τι ἐπαίνου εἰς αὐτόν.

(Vers. 92.) καὶ ὅτι σεμνὸς ἐνταῦθα στίχος κατὰ τὸ ὁλοδάκτυλον τὸ, δὴ τότε γ' ἀτρέμας εὗδε λελασμένος ὅσσ' ἐπεπόνθει, ὁποῖον σὺν ἄλλοις καὶ ἐν Ἰλιάδι τὸ, κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων.

(Vers. 93.) Ὅτι μετρῶν ὁ ποιητὴς τὸν ἐκ Φαιάκων ἕως καὶ εἰς Ἰθάκην πλοῦν μιᾷ νυκτὶ ἀνυσθῆναι αὐτὸν ἱστορεῖ. φησὶ γοῦν· εὖτ' ἀστὴρ ὑπερέσχε φαάντατος ὅστε μάλιστα ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, ὁ καὶ [41] Φωσφόρος διατοῦτο καλούμενος ὥς περ αὖ πάλιν ἕσπερός τις ἕτερος διὰ τὸ πρὸς τὸν τοιοῦτον ἀνάπαλιν, τῆμος δὴ νήσῳ

(Vers. 95.) προσεπίλνατο ποντοπόρος νηῦς. εἰ δὲ τυχὸν δοκοίη ὁ λόγος ἀπίθανος διὰ τὸ κατὰ τὸν μῦθον πολὺ τοῦ ἐν μέσῳ διαστήματος, ἐκτετόπισται γὰρ κατ' αὐτὸν ἡ τῶν Φαιάκων νῆσος, ἀλλὰ τὸ πάνυ πολὺ τάχος τῶν Φαιακικῶν νηῶν εὐπαράδεκτόν πως τὸν λόγον ποιεῖ.

(Vers. 96.) Ὅτι ἐκφραστικόν τι κἀνταῦθα γράψαι προθέμενος ὁ ποιητὴς ἐκφράζει τόν τε ἐν τῷ δήμῳ τῆς Ἰθάκης λιμένα, καὶ τὸ ἐκεῖσε νυμφαῖον ἄντρον, τὸν μὲν ἐπαινῶν ὡς ναυσὶν ἀγαθὸν ἐνορμίσασθαι, τὸ δὲ ἄντρον ὑποτιθεὶς εἰς ταμιεῖον τοῖς τοῦ Ὀδυσσέως χρήμασιν, ἅ περ ἀναγκαῖον ἦν πιθανῶς κρυβῆναι. ἄλλως γὰρ οὔτε αὐτοῦ που ἐν ὑπαίθρῳ ἐχρῆν αὐτὰ κεῖσθαι, οὔτε περὶ τοὺς ἀγροὺς ἀχθῆναι, οὔτε πολλῷ πλέον ἐπὶ τὴν πόλιν. ἄρχεται δὲ ἀπὸ συνήθους ὑπαρκτικοῦ ῥήματος καὶ φησί· Φόρκυνος δέ τίς ἐστι λιμὴν ἁλίοιο γέροντος ἐν δήμῳ Ἰθάκης. δύο δὲ προβλῆτες ἐν αὐτῷ ἀκταὶ ἀποῤῥῶγες λιμένος ποτιπεπτηυῖαι. αἵ τ' ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν. ἔντοσθεν δέ τ' ἄνευ δεσμοῖο μένουσι νῆες ἐΰσελμοι ὅτ' ἂν ὅρμου μέτρον ἵκωνται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη. ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδὲς, ἱρὸν νυμφάων, αἳ Νηϊάδες καλέονται. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασι λάϊνοι. ἔνθα δ' ἔπειτα τιθαιβώσσουσι μέλισσαι. ἐν δ' ἱστοὶ λίθεοι περιμήκεες. ἔνθα τε νύμφαι φάρε' ὑφαίνουσιν ἁλιπόρφυρα θαῦμα ἰδέσθαι. ἐν δ' ὕδατ' αἰενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν. αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν.

(Vers. 111.) αἱ δ' αὖ πρὸς Νότου εἰσὶ θεώτεραι. οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται, ἀλλ' ἀθανάτων ὁδός ἐστι. ταῦτα δὲ πεπλασμένα εἰσὶν, ὥς φασιν οἱ παλαιοί. διὸ καὶ ὁ Πορφύριος τὸ πᾶν τοῦτο ἄντρον εἰς ἀλληγορίαν μεταλλαξεύει, λέγων καθόλου πᾶν ἄντρον καὶ σπήλαιον τῷ κόσμῳ καθιερῶσθαι καὶ πολλὰ γράφων εἰς αὐτὸ, ὡς οἷα τοῦ κόσμου ἄντρου τινὸς ὄντος μεγίστου.

(Vers. 103.) ὅ περ ἠεροειδὲς μὲν λέγεται διὰ τὸ τῆς ἀρχεγόνου ὕλης αἰσχρὸν καὶ ἀνείδεον,

(Vers. 104.) Ἐπήρατον δὲ, διὰ τὸ εἶδος καὶ τὴν ἐξ αὐτοῦ εἰδοποιητικὴν διακόσμησιν, ἀφ' ἧς καὶ ὁ κόσμος ἐκλήθη. ἄλλως γὰρ πῶς ἂν εἴη, φησὶ, τὸ αὐτὸ καὶ ἠεροειδὲς καὶ ἐπήρατον, τοῦ ἠεροειδοῦς φοβεροῦ μᾶλλον ὄντος οὐ μὴν ἐπεράστου; νύμφας δὲ Ναΐδας ἐκεῖνος ἀλληγορεῖ ψυχὰς ἰούσας εἰς γένεσιν.

(Vers. 105.) αἷς κρατῆρας οἷον τινὰς καὶ ἀμφιφορεῖς ὁ μῦθος δίδωσι τὰ κατ' ἀνθρώπους σώματα. αὐτά τε γὰρ ἐκ γῆς, καὶ οἱ κρατῆρες γῇ ὠπτημένοι εἰσίν.

(Vers. 108.) οἱ δὲ ὑφασμένοι ἱστοὶ τῶν νυμφῶν σαρκοποιΐα ἐστὶν ἡ ἐν ὀστοῖς ὁποία καί τισι στήμοσιν. ἢ καὶ θαῦμα ἰδέσθαι λέγεται διὰ τὸ κατὰ φύσιν θεῖον τῆς τοιαύτης ἱστουργίας.

(Vers. 106.) ἡ δὲ τοῦ μέλιτος ἐργασία καὶ αὐτὴ ψυχαῖς φησὶν οἰκεία διὰ τὸ τοῦ μέλιτος πολυδύναμον, γλυκύ τε ὂν τῇ γεύσει καὶ συναγόμενον ἐξ ἀνθέων ὑπὸ μελισσῶν· ὧν τῇ κλήσει αἱ δικαίως βιοτεύουσαι ψυχαὶ ὀνομάζονται καὶ πρὸς τὰ θεῖα τῇ καθαρότητι ἢ καθάρσει στρεφόμεναι, μέλισσαι καλούμεναι καὶ αὐταὶ, διότι καὶ καθαρτικῆς ἐστὶ τὸ μέλι δυνάμεως καὶ συντηρητικῆς· τραύματά τε γὰρ χρόνια μέλιτι ἐκκαθαίρονται, καὶ πολλὰ τῷ μέλιτι μένει ἄσηπα. καὶ οὕτως ἱκανῶς ἐνδιατρίψας ὁ φιλόσοφος κατά τινα μυῖαν τῷ Ὁμηρικῷ μέλιτι

(Vers. 109.) λέγει καὶ τὰς δύο πύλας τοῦ ἄντρου καρκίνον εἶναι καὶ αἰγόκερων, ὧν διὰ μὲν αἰγοκέρωτος ἐδόξαζόν τινες ψυχὰς ἀνιέναι, διὰ δὲ καρκίνου καταβαίνειν, ὡς εἶναι τὸν μὲν καρκίνον Βόρειον καὶ καταβατικὸν, αἰγόκερων δὲ Νότιον καὶ ἀναβατικὸν ψυχῶν εἰς θεούς. διὸ καὶ θεωτέρας εἶναι αὐτάς. καὶ τοιαῦτα λαλεῖ πολλὰ γλαφυρότητι λήρων πυκάζων τὸ τοῦ μύθου γλαφυρὸν ἄντρον.

(Vers. 96.) ὁ μέντοι γεωγράφος μὴ εἶναι φησὶν ἐν Ἰθάκῃ νῦν ἄντρον τοιοῦτον ὁποῖον ὁ ποιητὴς φράζει, μηδὲ νυμφαῖον,

(Vers. 103.) διὰ τὸ μεταβολὴν ὡς εἰκός τινα συμβεβηκέναι τῷ μακρῷ χρόνῳ. Φόρκυνος δὲ λιμὴν ὁ ῥηθεὶς λέγεται ἢ διὰ τὸ ἴσως τιμᾶσθαι Φόρκυνα ἐκεῖ ἢ καὶ διὰ τὸ ἀγαθὸν εἶναι τὸν λιμένα καὶ οἷον σώζεσθαι ὑπὸ Φόρκυνος τοὺς ἐν αὐτῷ καταίροντας. ἄλλως δέ γε καὶ πᾶς λιμὴν Φόρκυν κατὰ τὴν ἀλληγορίαν ἐστὶν, ὅπου φέρονταί, φασιν, αἱ ὁλκάδες.

(Vers. 96.) Τίς δὲ ὁ τῆς Ἰθάκης δῆμος, ἤδη σαφῶς προδεδήλωται. Ἀποῤῥῶγες δὲ ἀκταὶ αἱ διεῤῥωγυῖαι, ὡς οὕτω στόμα εἶναι τῷ λιμένι δι' αὐτῶν οἷον λείως δέξασθαι κατὰ ψάμμου τὴν Φαιακικὴν νῆα, ὡς ὁ ποιητὴς βούλεται.

(Vers. 97.) Ὅρα δὲ καὶ ὡς οὐδ' ἐνταῦθα πέτραι προβλῆτες, ἀλλὰ ἀκταὶ προβεβλημέναι τοῖς κύμασι, καὶ περιαγνύουσαι αὐτὰ, ὡς ἐντεῦθεν τὸν μέσον αὐτῶν λιμένα γαληνιᾶν.

(Vers. 98.) Ποτιπεπτηυῖαι δὲ αἱ προσπεπτωκυῖαι πρὸ τοῦ λιμένος καὶ εἰς σκέπην οὖσαι τῶν ἀνέμων.

(Vers. 99.) Τὸ δὲ σκεπῶ περισπώμενον, ἐξ οὗ τὸ σκεπόωσι, πρωτότυπόν [42] ἐστι τοῦ σκεπάζω, ὡς καὶ τὸ πετῶ τοῦ πετάζω, καὶ τὸ βιβῶ τοῦ βιβάζω, ὃ δηλοῖ τὸ ὀχεύειν, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἔτι δὲ καὶ τὸ ἁπλῶς βαίνειν. Τὸ δὲ δυσαήων σημειῶδες ἐστί. γέγονε γὰρ ἐκ τοῦ δυσαὴς, δυσαέος, καὶ κατὰ ἔκτασιν δυσαῆος καθ' ὁμοιότητα τοῦ Ἡρακλῆς Ἡρακλῆος, καὶ Ἄρης Ἄρηος, καὶ Διοκλῆος ποτὶ δῶμα, καὶ Ἰφικλῆος, καὶ τῶν ὁμοίων.

(Vers. 100.) Τὸ δὲ ἐντὸς τοῦ λιμένος ἄνευ δεσμοῦ μένειν τὰς νῆας, ὃ δὴ λιμένος ἔπαινός ἐστιν, ἡ τῶν Φαιάκων νῆσος οὐ δοκεῖ ἔχειν, εἴ περ πρὸ ὀλίγων ἀναπλέοντες πεῖσμα ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.

(Vers. 101.) Τὸ δὲ ὅρμου μέτρον ἵκωνται περιφραστικῶς ἀντὶ τοῦ εἰς τὸν ὅρμον. ἐν ᾧ καὶ ὅρα ὡς φανερὰ κἀνταῦθα διαφορὰ λιμένος καὶ ὅρμου. ἐπεὶ οὐχ' ἁπλῶς ἐν τῷ λιμένι μένουσιν αἱ νῆες ἄνευ δεσμοῦ, ἀλλ' ὅτε ὅρμον ἵκωνται.

(Vers. 102.) ἔστι δέ, φασιν, ὅρμος, τὸ τέλος τῆς ἐν θαλάσσῃ καταγωγῆς. Ὅτι δὲ Ἀθηνᾶς ἱερὸν φυτὸν ἡ ἐλαία, καὶ ὡς ἐν Ἀθήναις πρῶτον εὕρηται, ὁ μῦθος λέγει. διὸ καὶ μετ' ὀλίγα ἐν τῷ τῆς ἐλαίας ταύτης πυθμένι τὰ τοῦ Ὀδυσσέως τίθενται χρήματα, ὡς οἷον εὐτυχῶς παρακατατιθέμενα τῇ Ἀθηνᾷ. διὸ καὶ συντηροῦνται. Ὡς δὲ ὁμωνύμως ἐλαία καὶ τὸ φυτὸν καὶ ὁ καρπὸς εἰ καὶ ἄλλως οἱ Ἀττικοὶ ἐλαίαν μέν φασι τὸ δένδρον, ἐλάαν δὲ τὸ ἐξ αὐτοῦ, δῆλον ἐστίν. οὕτω δὲ καὶ ἐπὶ ῥοιᾶς φαίνεται εἴτουν ῥόας. τὸ δ' αὐτὸ καὶ ἐπὶ φοίνικος. καὶ τοῦ φυτοῦ μὲν χρῆσις πρὸ τούτων παρ' Ὁμήρῳ, καρποῦ δὲ ἔν τε ἄλλοις μυρίοις καὶ ἐν τῷ, φοινίκων ἐνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν ἠδ' ἀπυρήνους. εἰσὶ γὰρ καὶ φοίνικες ἢ μηδόλως ἔχοντες πυρῆνας ἢ σμικροτάτους.

(Vers. 104.) Τὸ δὲ ἄντρον ἱερὸν νυμφάων ὁμοίως πέφρασται τῷ, ἄλσος ἱερὸν Ἀθήνης, ὃ πρὸ τούτων που εἴρηται.

(Vers. 105.) Οἱ δὲ λίθινοι κρατῆρες καὶ ἀμφιφορῆες ἀναθήματα νυμφῶν χειροποίητα. οἰκεῖον δὲ πρὸς Νηϊάδας τὰ τοιαῦτα δοχεῖα τοῦ ὕδατος.

(Vers. 106.) Τιθαιβώσσειν δὲ κυρίως ἐπὶ μελισσῶν τὸ ἀποτιθέναι βόσιν ἑαυταῖς, ὅ ἐστι σιμβλοποιεῖν· οὗ ἡ παραγωγὴ ὁμοία τῇ τοῦ Πυλαιμένους καὶ τοῦ μεσαιπολίου, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. ᾗ δὴ ἐκείνῃ παραγωγῇ ἔοικε μὲν καὶ τὸ, ἀκρόχολος ἀκράχολος Ἀττικῶς ὁ ἄκρως χολούμενος· οὐ προσλαμβάνει δέ που καὶ τὸ ἰῶτα κατὰ τὸ μεσαιπόλιος καὶ τὰ ὅμοια, καθὰ οὐδὲ ὁ Ὁμηρικὸς ταλαπείριος, καί τοί γε τῶν ὕστερον ἐν τοῖς τοιούτοις τὸ ἰῶτα προσλαμβανόντων, ὡς δηλοῖ καὶ ὁ ταλαίπωρος καὶ ὁ ταλαίμοχθος. Μέλισσαι δὲ ὅτι παρὰ τὸ μήλοις ἐφιζάνειν ἤγουν ἄνθεσι γίνεται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. ὡς δὲ καὶ παρὰ τὸ μέλω καὶ αὐταὶ καὶ τὸ μέλι, ἀλλὰ τοῦτο κεκοίνωται. λέγεται δὲ καὶ ὅτι Ἀλκμὰν κηρίνην ὀπώραν λέγει τὸ μέλι. τούτου δὲ παράγωγον ὁ Μέλιτος τὸ κύριον, καὶ ὁ ἐπὶ ἀφροσύνῃ ἐξάκουστος Μελιτίδης, καὶ ἡ ἐντελῶς μὲν εἰπεῖν μελιττόεσσα, συναιρεθεῖσα δὲ ἰδίως ὑπὸ Ἀττικῶν εἰς τὸ μελιτοῦττα πρὸς ὁμοιότητα τοῦ, οἰνόεσσα οἰνοῦττα· ἐπὶ μελιπήκτων δὲ ἡ μελιττοῦτα, καὶ οὐχ' ἁπλῶς κατὰ τὸ μελιττόεσσα γαλήνη καὶ τὰ ὅμοια.

(Vers. 107.) Οἱ δὲ λίθεοι ἱστοὶ πιθανῶς νοεῖσθαι ὀφείλουσιν. οὐ γὰρ ὕφασμα δηλοῦσιν, ἀλλὰ ὑφαντικὰ ὄργανα, τὸ ἐκ λίθων δηλαδὴ ἀντίον ἐν ᾧ τυλίσσεται τὸ ὑφαινόμενον, καὶ τοὺς ἱστόποδας καὶ τὰ ἐπ' αὐτοῖς.

(Vers. 108.) Ταυτὸν δὲ ἐν τούτοις τὸ λάϊνοι καὶ τὸ λίθεοι, μετουσιαστικὰ γὰρ καὶ ἀμφότερα. Ἁλιπόρφυρα δὲ φάρεα τὰ πορφύροντα δίκην ἁλὸς, ἢ τὰ ἁλουργά.

(Vers. 109.) Τὸ δὲ ὕδατα αἰενάοντα ἐν ἑνὶ μέρει λόγου γράφεται καὶ δι' ἑνὸς ν, διὰ τὸ μέτρον. φέρεται δ' ἔν τισι καὶ ἀενάοντα κατ' ἔκτασιν τῆς ἀρχούσης, πρὸς ὁμοιότητα τοῦ ἀκάματος καὶ ἀθάνατος καὶ τῶν ὁμοίων ὅσα τριβράχεα.

(Vers. 110.) Τὸ δὲ πρὸς Βορέαο καὶ πρὸς Νότου ἐλλέλειπται. τὸ γὰρ πλῆρες πρὸς μέρος Βοῤῥᾶ καὶ πρὸς μέρος Νότου. Ἐκ δὲ τοῦ καταιβαταὶ παρῆκται καὶ ὁ καταιβάτης ἢ Ζεὺς ἢ κεραυνός.

(Vers. 111.) Τὸ δὲ θεώτεραι, πρωτότυπόν ἐστι τοῦ θειότεραι, οὗ ἑρμηνεία τὸ, οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται καὶ μάλιστα τὸ,

(Vers. 112.) ἀλλ' ἀθανάτων ὁδός ἐστιν. ὃ δίχα ἐκθλίψεως γραφὲν λῃστρικῷ ποτὲ προσαρμόσει τόπῳ, οὐκ ἀπροσφυῶς ἂν λεχθησομένῳ, θανάτων ὁδῷ οὐ μὴν ἀνδρῶν.

(Vers. 111.) Τὸ δὲ ἐκείνῃ ἐπίῤῥημά ἐστιν ἶσον τῷ, ἐκεῖσε, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ ἄλλῃ καὶ ταύτῃ καὶ τῶν ὁμοίων.

(Vers. 113.) Ὅτι εἰς τὸν Ἰθακήσιον λιμένα οἱ Φαίακες εἰσέλασαν πρὶν εἰδότες. πότε δὲ εἰδότες ἢ πῶς, οὔ φησιν ὁ ποιητὴς, ἀλλ' ἀφίησι νοεῖν, ὅτι οἴδασιν, ὡς εἰκὸς, Φαίακες Κερκυραῖοι ὄντες Ἰθακησίοις γείτονες. τοῦ γὰρ ἐκτοπισμοῦ πλάσματος ὄντος ἀληθές ἐστι τῆς κατὰ Φαιακίαν Κεφαλληνίας οὐ πολὺ ἀπέχειν τὴν Ἰθάκην, στενὸν καὶ μετέωρον ἔχουσαν λιμένα, καλούμενόν, φασι, Φόρκυνα, καὶ αἰγιαλόν τινα ἐν ᾧ νυμφῶν ἱερὸν ἄντρον. Σημείωσαι δὲ καὶ ὅτι τὸ εἰπεῖν ὡς ἴσασιν αἱ Φαιακικαὶ νῆες τὰς [43] ἑκάστων πόλεις, τοῦτ' ἦν τὸ τοὺς ναύτας Φαίακας εἰδέναι ὅποι πλέουσι. καὶ ὅτι πάνυ πιθανῶς ἐνταῦθα ἐῤῥέθη τὸ πρὶν εἰδότες, ἵνα εἰκοτολογηθῇ τὸ ἐν νυκτὶ τολμῆσαι τοὺς Φαίακας ἐπεῖξαι κατὰ τῆς χέρσου κώπαις ὅλαις τὴν νῆα· ὅ περ οὐκ ἂν ἐποίησαν οὔσης νυκτὸς, εἰ μὴ ἀκριβῶς ᾔδεισαν. Ἰστέον δὲ ὅτι λέγονται μὲν παρὰ τοῖς παλαιοῖς νυμφαῖοι μύρμηκες οἱ πτερωτοὶ, καὶ οἱ ἐν κήποις δὲ σκώληκες, ἄδηλον δὲ εἴ περ ἀπὸ τῶν τοῦ μύθου καὶ αὐτοὶ νυμφῶν παρονομάζονται, πλὴν ὅμως εἰκὸς τοῦτό γε ἕως ἑτέραν τις αἰτίαν ἀποδῷ.

(Vers. 115.) Ὅτι ἐλλιμενιζομένη κατὰ Ἰθάκην ἡ Φαιακικὴ ναῦς Ἠπείρῳ ἐπέκελσεν ὅσον τ' ἐπὶ ἥμισυ πάσης σπερχομένη. τοῖον γὰρ ἐπείγετο χερσὶν ἐρετάων, ἤγουν οὕτω γὰρ ἤπειγον αὐτὴν οἱ ἐρέσσοντες, ταυτὸν δ' εἰπεῖν, ἔσπερχον. ὑποθετέον δὲ, ἄπετρον καὶ ἀμμώδη εἶναί τε καὶ ὑπὸ Φαιάκων δὲ, ὡς ἐῤῥέθη, γινώσκεσθαι τὸν ἐκεῖ αἰγιαλόν. οὐ γὰρ ἂν οὕτως ἡ ναῦς ἐπέκελσεν εἴ περ αἱ ἀκταὶ πετρώδεις ἦσαν ἢ καὶ ἄλλως σκληραί. ἐπίτηδες δὲ γίνεται καὶ τοῦτο, ἵνα μὴ θόρυβος ἐν τῷ κατάπλῳ γένηται. διὸ καὶ τὸν Ὀδυσσέα, ὡς καὶ προδεδήλωται, ἤπειρόνδε γλαφυρῆς ἐκ νηὸς ἄειραν αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,

(Vers. 119.) καὶ ἐπὶ ψαμάθῳ κατέθεσαν δεδμημένον, ὕπνῳ βαθεῖ δηλαδὴ, ὃς αὐτῷ ἐπῆλθεν ἀγρυπνήσαντι παρὰ Φαίαξιν, ἵνα δηλαδὴ μὴ ἀφυπνίσαντες αὐτὸν, ὡς προεῤῥέθη, δόξωσι μισθὸν τῆς πομπῆς ἀπαιτεῖν ἀγεννῶς, ἢ καὶ κατασχεθῶσι, καὶ δι' ἄλλας δὲ αἰτίας, ὡς προγέγραπται.

(Vers. 120.) λέγει δὲ καὶ ὡς χρήματα ἐξάειραν ἤτοι βαστάσαντες ἐξήγαγον, ἅ οἱ Φαίακες ἀγαυοὶ ὤπασαν οἴκαδε ἰόντι διὰ μεγάθυμον Ἀθήνην, ἤγουν διὰ τὴν φρόνησιν, ἧς χάριν οἷα σοφὸς ὑπὸ Φαιάκων εὐηργέτηται. καὶ τὰ μὲν παρὰ πυθμένα ἐλαίης, ὡς προδεδήλωται, ἀθρόα ἔθηκαν

(Vers. 123.) ἐκτὸς ὁδοῦ ἤγουν ἔξω τῆς ὁδοῦ, μή πού τις ὁδιτάων ἀνθρώπων

(Vers. 124.) πρὶν Ὀδυσσῆα ἔγρεσθαι ἐπελθὼν δηλήσαιτο. δίκαιοι καὶ οὗτοι ὄντες καὶ μήτε θελήσαντες οὑτινοσοῦν ἀποστερῆσαι τὸν ξεῖνον αὐτοὶ, προμηθευσάμενοι δὲ καὶ μηδὲ ὑφ' ἑτέρων αὐτὸν τοῦτο παθεῖν. αὐτοὶ δέ, φησιν, οἶκονδε πάλιν κίον.

(Vers. 118.) Ὅρα δὲ ὅτι τε λίνον οὐ δίκτυον ἐνταῦθα λέγει ἀλλ' ὕφασμά τι ἐκ λίνου,

(Vers. 122.) καὶ ὡς οὐ μόνον ἐπὶ ἀγγείων ὁ πυθμὴν, ἀλλὰ καὶ ἐπὶ δένδρων. πυθμένα γὰρ ἐλαίας τὰς ῥίζας ἔφη, οὗ πυθμένος ἡ ἐτυμολογία γέγραπται ἀλλαχοῦ.

(Vers. 128.) Ὅτι καὶ ὁ Ποσειδῶν ἐνταῦθα κατὰ τῶν Φαιάκων ἀγανακτῶν, καθὰ πρὸ τούτου διὰ τοὺς τοῦ Ὀδυσσέως ἑταίρους ὁ Ἥλιος, ἐκλαλεῖ τὸ λυποῦν βιωτικῶς. καὶ ἀπὸ τοῦ μείζονος λαμβάνων ἐπιχείρημα φησί· Ζεῦ πάτερ, οὐκέτ' ἔγωγε ἐν θεοῖς τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσι Φαίηκες,

(Vers. 130.) καὶ ταῦτα, οἵ περ ἐμῆς ἔξεισι γενέθλης. ἐπειδὴ ὁ ἀρχαῖος Φαίαξ Ποσειδῶνος υἱός, φασιν, ἐδόκει καὶ Κερκύρας τῆς Ἀσωποῦ.

(Vers. 131.) εἶτα καὶ προβολὴν κατὰ Φαιάκων ποιούμενος λέγει, ὡς ἐγὼ μὲν ἐφάμην αὐτὸν πολλὰ κακὰ παθόντα οἴκαδε ἐλεύσεσθαι, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας. οἱ δὲ εὕδοντα ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες κατέθεσαν ἐν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, χαλκόν τε χρυσόν τε ἅλις, ἐσθῆτά θ' ὑφαντὴν, πόλλ' ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεὺς, λαχὼν ἀπὸ ληΐδος αἶσαν. καὶ οὕτω μὲν ὁ Ποσειδῶν, ἀγασάμενος εἴ περ αὐτὸς μὲν μοχθοῦντα τὸν Ὀδυσσέα ἤθελεν εἰς Ἰθάκην ἐλθεῖν ὡς καὶ εἰς τὴν τῶν Φαιάκων νῆσον. οἱ δὲ οὐ μόνον ἀπόνως ἀλλὰ καὶ ἀνεπαισθήτως αὐτὸν ὑπνοῦντα τῇ πατρίδι ἀποκατέστησαν.

(Vers. 140.) ὁ δὲ τοῦ μύθου Ζεὺς παραμυθησάμενος καὶ εἰπὼν τίμιον αὐτὸν ἐν θεοῖς εἶναι παραχωρεῖ ποιῆσαι ὅ περ ἂν ἐθελήσειεν εἰς τοὺς Φαίακας.

(Vers. 149.) τοῦ δὲ Ποσειδῶνος εἰπόντος, ἐθέλειν Φαιάκων περικαλλέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳ ῥαῖσαι, ἵνα ἐπὶ δεινῷ μεγάλῳ πτοηθέντες ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι,

(Vers. 154.) ὁ Ζεὺς οἷα πολύμητις μεθοδεύων ὅπως χρὴ ῥαῖσαι τὴν νῆα φησίν· ὦ πέπον, ὣς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προσίδωνται λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης, νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες ἄνθρωποι. μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.

(Vers. 160.) ὁ δὲ Ποσειδῶν ἀκούσας ἔβη, φησὶν, ἐς Σχερίην, περὶ ἧς προεγράφη, ὅθι δηλαδὴ Φαίηκες γεγάασι. καὶ ὁ μὲν ἔνθα ἔμενεν. ἡ δὲ ναῦς μάλα σχεδὸν ἦλθε ῥίμφα διωκομένη. τῆς δὲ σχεδὸν ἦλθεν Ἐνοσίχθων, ὅς μιν λᾶαν ἔθηκε καὶ ἐῤῥίζωσεν ἔνερθε χειρὶ καταπρηνεῖ ἐλάσας.

(Vers. 166.) τῶν δὲ Φαιάκων οὓς καὶ νῦν δολιχηρέτμους καὶ ναυσικλειτοὺς ἄνδρας λέγει, ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον κατά τινα ἠθοποιΐαν, ὤ μοι, τίς δὲ νῆα θοὴν ἐπέδησ' ἐνὶ πόντῳ οἴκαδ' ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα. [44] καὶ οὕτω μὲν ἂν ἔφη τῶν τις ἑτέρων Φαιήκων. Ἀλκίνοος δὲ, ὦ πόποι, φησὶν, ἦ μάλα δή με παλαίφατα

(Vers. 173.) θέσφατα ἱκάνει πατρὸς ἐμοῦ, τοῦ Ναυσιθόου δηλαδὴ, ὃς ἔφασκε Ποσειδάωνα ἀγάσασθαι ἡμῖν καὶ ἑξῆς τοὺς τέσσαρας στίχους οὓς καὶ ἐν τῷ τέλει τῆς θ ῥαψῳδίας ὁ αὐτὸς ἔφη.

(Vers. 178.) εἶτα ἐπάγει, ὣς ἀγόρευ' ὁ γέρων, τάδε δὴ νῦν πάντα τελεῖται. εἶτα καὶ ὡς ἤδη τὴν νῆα ἐῤῥαισμένην ἰδὼν κατὰ τὸ θέσφατον, βουλεύεται περὶ τῶν ἑξῆς καὶ φησίν· ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. πομπῆς παύσασθε βροτῶν ὅτε τις ἵκηται εἰς ἡμᾶς. Ποσειδάωνι δὲ ταύρους δώδεκα κεκριμένους ἱερεύσωμεν αἴ κ' ἐλεήσῃ, μηδ' ἡμῖν περίμηκες

(Vers. 183.) ὄρος πόλει ἀμφικαλύψῃ, ἤγουν ὡς κάλυμμά τι καὶ σκέπασμα ἐπιῤῥίψῃ, ὁποῖα πολλὰ μυθικῶς γέγονεν. ἐξ οὗ δῆλον, ὡς καὶ ὑψηλὸν ὄρος ὑπερκεῖσθαι πλάττει τῆς τῶν Φαιάκων πόλεως. Σημείωσαι δὲ ὅτι πλάττει μὲν τὰς ῥηθείσας ἀπειλὰς ὁ ποιητὴς, ἵνα καὶ μὴ ζητῶμεν ποῦ ποτὲ ἂν εἴη ἡ ἔκτοπος Φαιακία ἣν αὐτὸς τερατεύεται, ὡς δέον ὂν ὑπονοεῖν ἐκ τῶν ἀπειληθέντων ὅτι ἠφάντωται. οὐ τολμᾷ μέντοι καὶ εἰπεῖν ἐκβῆναι τὴν ἀπειλὴν εἰς τέλος, τὸ τῆς ἱστορίας δυσωπούμενος ἀληθές. ἡ γὰρ τῶν Φαιάκων σώζεται φανερῶς. παραῤῥίπτει δέ γε ἄλλως τὰ τῆς ἀπειλῆς εἰς ἀποφυγὴν ἐλέγχου. εἰ γάρ τις τὴν ἀναπλαττομένην Φαιακίαν ζητεῖ παρ' Ὁμήρῳ μαθεῖν, ἔχοι ἂν αὐτὸς εἰπεῖν μὴ εἰδέναι εἴτε κατὰ τὴν ἀπειλὴν κατεχώσθη ἐκείνη καὶ ὤλετο, εἴτε καὶ ἀτέλεστον ἔμεινε τὸ ἀπειληθέν. διὸ καὶ τοὺς Φαίακας εὐχομένους πεποίηκε μετὰ τὴν τῆς νηὸς ἀπολίθωσιν, μὴ καὶ τὴν πόλιν ὄρει καλυφθῆναι, ὡς ἐνδεχομένου ὄντος καὶ τούτου· ἐπὶ ἐνδεχομένοις γὰρ ἡ εὐχή. καὶ εἰ μὲν εὑρίσκεται ἡ Φαιακία ὁπουδήποτε ὥς περ δὴ καὶ εὑρίσκεται, ἀποβῆναι δοκεῖ τὰ τῆς εὐχῆς τοῖς Φαίαξι, καὶ ἐλεηθεῖσα ἡ πόλις περίεστιν. εἰ δὲ μὴ εὑρίσκεται, πάντως δὲ ἡ μυθικὴ, οὐκ ἂν εὑρίσκοιτο. οὐκ ἄρα οὐδὲ ζητητέα ἐστὶν, ὡς ἤδη ἀφαντωθεῖσα κατὰ τὰς τοῦ Ποσειδῶνος ἀπειλάς. οὕτω δὲ καὶ τὸ μή τινα ἱστορηθῆναι ὕστερον πομπὴν ἑτέραν ξενικὴν ἐκ Φαιάκων καὶ μεγαλοπρεπῆ φιλοξενίαν ἐν τῷ ἀθεσφάτῳ χρόνῳ, πιθανὸν ἐκ τῶν τοιούτων φαίνεται. ἀϊστωθεῖσα μὲν γὰρ ἡ Φαιακία, οὐκ ἂν οὔτε φιλοξενίη οὔτε πέμποι τινὰ, περιοῦσα δὲ οὐδ' ἂν οὕτω τοιοῦτόν τι ποιήσοι. ἀπώμοτον γὰρ ἤδη τοῦτο τοῖς Φαίαξιν, εὐλαβουμένοις τὸν τοῦ Ποσειδῶνος χόλον.

(Vers. 186.) ὥς περ δὲ τὰ περὶ τῆς ἀπειλῆς τοῦ Ποσειδῶνος ἐσίγησεν ὁ ποιητὴς διὰ πολλὰ, οὕτω καὶ τὴν τῆς θυσίας τελετὴν, ἐκεῖνο καὶ μόνον εἰπὼν, ὅτι εὔχοντο Ποσειδῶνι ἑσταότες περὶ βωμὸν οἱ τῶν Φαιάκων ἄριστοι.

(Vers. 163.) Ἰστέον δὲ καὶ ὅτι ὄψεως φαντασία, ὡς εἰκὸς, τὴν τῆς Φαιακικῆς νηὸς πλασθῆναι πεποίηκεν ἀπολίθωσιν. φασὶ γὰρ, λίθον ἐκεῖ που περίοπτον κείμενον ἐν θαλάσσῃ περὶ Κέρκυραν νηὸς φαντασίαν πέμπειν, καὶ δι' αὐτὴν τὸν τοιοῦτον λόγον πλασθῆναι. ὃ δὴ καὶ ὁ ποιητὴς ὑπεμφαίνει ἐν τῷ, θεῖναι λίθον ἐγγύθι γαίης νηῒ θοῇ ἴκελον, οὐ μὴν βυθίσαι. τοῦτο δὲ καὶ μυθικῶς φησὶν, ἵνα δηλαδὴ βλεπόμενος ὁ λίθος σωφρονίζοι τοὺς ὁρῶντας καὶ ἀποπαύοι οὕτω τῆς τῶν ξένων πομπῆς. τῇ δὲ Ὁμηρικῇ τῆς νεὼς ἀπολιθώσει καὶ ἑτέραν ὁμοίαν ἀναιδεύεται ὁ μῦθος, φάμενος ὅτι Πομπίλος θαυματουργὸς ἄνθρωπος διαπεραιῶν κόρην φίλην Ἀπόλλωνος ἁρπαγῆς τρόπῳ οὐκ εὐστόχησεν, ἀλλὰ καταληφθεὶς ὑπὸ Ἀπόλλωνος εἰς τὸν ὁμώνυμον ἰχθὺν μετεμορφώθη ἀπολιθωθείσης καὶ τῆς νεώς.

(Vers. 133.) Ἰστέον δὲ ὅτι ἐν τούτοις Διὸς βουλὴν εἰπὼν, εἶτα ἑρμηνεύων ὡς ταυτὸν ὂν βουλὴν Διὸς εἰπεῖν καὶ εἱμαρμένης κατάνευσιν ἐπάγει· ἐπεὶ σὺ ὑπέσχεο καὶ κατένευσας. Ἔτι ἰστέον καὶ ὅτι τὸ, οἱ δ' εὕδοντα ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες καὶ ἑξῆς ἕως τοῦ, λαχὼν ἀπὸ ληΐδος αἶσαν, ἐπιτομὴ κεφαλαιώδης ἐστὶ τῶν περὶ τὸν Ὀδυσσέα, ὅσα μετὰ τὴν εἰς Φαίακας αὐτῷ καταγωγὴν γέγονε.

(Vers. 135.) Τὸ δὲ κατέθεσαν ἐν Ἰθάκῃ, ἀστείως ἔχει. ὡς οἷα γὰρ ἄψυχόν τι αὐτὸν ἄραντες ἐπὶ ψάμμῳ ἔθεσαν.

(Vers. 136.) Ἐν δὲ τῷ, ἐσθῆτα ὑφαντὴν, προσυπακουστέον συνήθως καὶ τὸ εὖ, ἵνα λέγῃ ἐσθῆτα ἐΰφαντον.

(Vers. 137.) Τὸ δὲ πολλὰ οἰκείως ἔφη καὶ νῦν κατὰ γένος οὐδέτερον ἐπὶ χαλκοῦ καὶ χρυσοῦ καὶ ἐσθῆτος,

(Vers. 203.) διὰ τὸ κατὰ τὸν ποιητὴν χρήματα εἶναι αὐτὰ, ἐφ' ὧν οἰκεῖον εἰπεῖν τὸ πολλά.

(Vers. 149.) Τὸ δὲ περικαλλέα νῆα, ἐνδείκνυται καὶ μιλτοπαρῄους καὶ ἄλλως δέ γε εὐπροσώπους εἶναι τὰς τῶν Φαιάκων νῆας.

(Vers. 152.) Τὸ δὲ καλύψαι, καὶ νῦν ἀντὶ τοῦ ἐπιθεῖναι, σκεπάσαι, καταπετάσαι, ἐπικαταστρέψαι, ὡς ἐκ μεταφορᾶς νέφους ἢ λίνου ἢ τοιούτου τινός· οὐκ ἐπὶ πανωλεθρίᾳ μέντοι ἀλλ' ἐκπλήξει, ὡς δηλοῖ ὁ ποιητὴς, ἵνα μηκέτι τὰ αὐτὰ ποιῶσι.

(Vers. 154) Τὸ δὲ ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ἐπιεικῶς εἴρηται, τὸ μέντοι σεμνότερον ἦν εἰπεῖν ὡς ἔστιν ἄριστα ἤγουν ἄριστον.

(Vers. 156.) Τὸ δὲ θεῖναι λίθον νηῒ [45] θοῇ ἴκελον, ἁρμόζει ἐπὶ δυσκινήτου νηὸς, ὅτε καὶ οἱ αὐτῆς ναῦται ἀστείως ἂν ἀργοναῦται λέγοιντο. ἀκολούθως δὲ καὶ ἀργὼ λέγοιτ' ἂν ἡ τοιαύτη ναῦς.

(Vers. 162.) Ἐν δὲ τῷ ῥίμφα διωκομένη, ὅρα τὴν τῶν Ὁμηρικῶν ἐπίχυσιν λέξεων. οὐ μόνον γὰρ ὡς προεγράφη σπερχομένη ναῦς καὶ ἐπειγομένη χερσὶν ἐρετάων, ἀλλὰ καὶ διωκομένη, ὅ ἐστι κατὰ σπουδὴν θέουσα, μετ' ὀλίγα δὲ καὶ ἐλαυνομένη.

(Vers. 163.) Τὸ δὲ ἐῤῥίζωσε, πιθανότης ἐστὶ τοῦ μὴ καὶ βυθισθῆναι τὴν ναῦν. πιθαναλογία δέ τις βραχεῖα τῆς ῥιζώσεως τὸ, ἐγγύθι γαίης. ἐν γὰρ βάθει ῥαισθείσης οὐκ ἦν πιθανὸν τηλικαύτην ῥίζωσιν ὑποβληθῆναι αὐτῇ.

(Vers. 164.) Χεὶρ δὲ καταπρηνὴς ἡ κατεστραμμένη, ὥς φασιν οἱ παλαιοὶ, ἡ κατὰ τὸ θέναρ δηλαδὴ πλήξασα.

(Vers. 167.) Ἡ δὲ ῥηθεῖσα ἠθοποιΐα ἡ ἐκ τοῦ λαοῦ στενὴ κἀνταῦθα· δίστιχος γάρ. εἴωθε γὰρ ὁ ποιητὴς, ὡς πολλαχοῦ τῶν αὐτοῦ ποιήσεων φαίνεται, στενολεσχεῖν τὰς ἐκ κοινοῦ ἠθοποιΐας κατὰ τὸ εἰκός.

(Vers. 172.) Τὸ δὲ παλαίφατα θέσφατα, πάρισον μέν ἐστι σχῆμα ἐπαινετόν. δηλοῖ δὲ παλαίτατον χρησμόν.

(Vers. 182.) Ταῦροι δὲ κεκριμένοι οἱ ἐπίλεκτοι. τοιαῦτα γὰρ ἔδει θύεσθαι.

(Vers. 183.) Τὸ δὲ περίμηκες, ὃ μέγα φθάσας εἶπε, ταυτόν ἐστι τῷ περιμήκετον. Ἰστέον δὲ καὶ ὅτι τὰ ῥηθέντα θέσφατα ἐνταῦθα μὲν καιρίως κεῖται ἀναμνήσεως ἕνεκα παλαιοῦ γενομένου μαντεύματος διὰ τὴν ἀπολίθωσιν τῆς νηός. ἐν δέ γε τῇ θ ῥαψῳδίᾳ ἐντεῦθεν μετάκεινται οὐκ ὀρθῶς, καθὰ δοκεῖ τοῖς παλαιοῖς. ὁ γὰρ ἐκεῖ μεμνημένος Ἀλκίνοος, τοιούτου χρησμοῦ φόβον αὐτῷ δεινὸν ἐπισείοντος, πῶς ἂν τὸν ξεῖνον Ὀδυσσέα ἔπεμψεν; ἔτι ἰστέον καὶ ὅτι ἐν μέσῳ τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου κεῖται τὸ,

(Vers. 140.) ὢ πόποι εὐρυσθενὲς οἷον ἔειπες, οὔ τί σ' ἀτιμάζομεν· χαλεπὸν δέ κεν εἴη πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν. ἀνδρῶν δ' εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων οὔ τι τίει, σοὶ δ' ἔστι καὶ ἐξοπίσω τίσις αἰεί. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ. οἰκεῖα δὲ ταῦτα λεχθῆναι πρός τινος μείζονος πρὸς ἄνδρα μέγαν ἀτιμούμενον ὑπὸ ἐλαττόνων. Ζεὺς δὲ ταῦτα πρὸς τὸν Ποσειδῶνα φησίν.

(Vers. 142.) Ἔνθα ὅρα καὶ τὸ, πρεσβύτατον καὶ ἄριστον, ὡς μὴ πάνυ τιμίου ὄντος τοῦ πρεσβύτου εἰ μὴ καὶ ἄριστός ἐστι.

(Vers. 145.) καὶ ὅτι τὸ ἐθέλεις καὶ τὸ φίλον ἔπλετο θυμῷ ἐκ παραλλήλου ταυτὸ δηλοῦσιν.

(Vers. 147.) Ἔτι ἰστέον καὶ ὅτι ὁ τοιαῦτα ποθὲν ἀκούσας, ὁποῖα ὁ Ποσειδῶν ἐκ τοῦ Διὸς, εἴποι ἂν καλῶς αὐτὸς τὸ τοῦ Ποσειδῶνος· αἶψα ἐγὼν ἔρξαιμι ὡς ἀγορεύεις, ἀλλὰ σὸν ἀεὶ θυμὸν ὀπίζομαι ἠδ' ἀλεείνω.

(Vers. 148.) ἔστι δέ, φασι, τὸ ὀπίζομαι ἀντὶ τοῦ αἰδοῦμαι, μάλιστα δὲ ἀντὶ τοῦ διὰ ὄπιδος καὶ ἐπιστροφῆς ἄγω.

(Vers. 151.) Τὸ δὲ ἐθέλω ῥαῖσαι ἵν' ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, καὶ τὸ,

(Vers. 180.) πομπῆς μὲν παύσασθε βροτῶν ὅτε κέν τις ἵκηται εἰς ἡμᾶς ἀπόῤῥησίς ἐστι φιλοξενίας διά τινα κακοποίησιν, ἐπὶ δὲ τῶν λεγόντων, ἃ μὴ οἴδασιν, οἰκεῖον τὸ, ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ἤτοι ἐγίνωσκον ὡς ἐτέτυκτο.

(Vers. 172.) Προμαντεύματος δὲ ἴδιον τὸ, ἦ μάλα δή με παλαίφατα θέσφατα ἱκάνει τοῦ δεῖνος, ὃς ἔφασκε τόδε τι.

(Vers. 178.) Τὸ δὲ, ὣς ἔφασκεν ὁ δεῖνα τάδε δὴ νῦν πάντα τελεῖται, ἐπὶ ἀποβάσεως λέγοιτ' ἂν πράγματος. πρὸ τούτων μέντοι ὅτε μή πω τὸ πρᾶγμα εἰς τέλος ἐξέβη, ἄλλως ἔφη εἰπών· ὣς ἀγόρευ' ὁ γέρων, τὰ δὲ θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη.

(Vers. 188.) Ὅτι Ὀδυσσεὺς ἐγερθεὶς ἐξ ὕπνου οὐκ ἔγνω γαίην πατρωΐην ἤγουν τὴν πατρίδα γῆν, ἤδη δὴν ἀπεών. περὶ γὰρ θεὸς ἠέρα χεῦε Παλλὰς Ἀθηναίη, ὄφρα μιν αὐτὸν ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο, μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. τοὔνεκα δὴ ἀλλοειδέα φαίνετο πάντα ἄνακτι, ἀτραπιτοί τε διηνεκέες λιμένες τε, πάνορμοι, πέτραι τ' ἠλίβατοι, καὶ δένδρεα τηλεθόωντα, ὧν ἦν καὶ ἡ προῤῥηθεῖσα ἐλαία.

(Vers. 190.) Καὶ ὅρα προαναφώνησιν ταύτην καὶ οἰκονομίαν δὲ τῶν ἐφεξῆς. προεκτίθεται γὰρ ὁ ποιητὴς, ὡς ἡ παρ' αὐτῷ Ἀθηνᾶ, τουτέστιν ἡ ῥητορικὴ κατὰ δεινότητα μέθοδος, ὑποβάλλει αὐτῷ δεῖν εἶναι ἄγνωστόν τε τὸν Ὀδυσσέα τεύξειν ἅπασι καὶ ἕκαστα τῶν ἐν τῷ οἴκῳ δηλοποιηθῆναι αὐτῷ καὶ μὴ πρότερον γνωσθῆναι τινὶ πρινὴ τοὺς μνηστῆρας ἀνελεῖν. τοῦτο γὰρ καὶ παραδοξότερον καὶ πιθανώτερον. διὸ καὶ πλαστέον ἀγνοεῖσθαι αὐτῷ τὴν πατρίδα, ἵνα τὰ ἐφεξῆς εὐμεθόδως πλασθείη δι' ἐμφανείας τῆς Ἀθηνᾶς. ἄλλως δὲ Ἀθηνᾶ ἐνταῦθα ἡ κατὰ τὸν Ὀδυσσέα φρόνησις, ἡ δεόντως ὑποτιθεμένη αὐτῷ μὴ γνωσθῆναι τινὶ τῶν ἁπάντων δίχα γε τῶν ἀποδειχθησομένων ἀναγκαίων, μηδ' αὐτῷ τῷ πατρὶ μηδὲ τῇ γυναικὶ, ἐξ ὧν οὐδὲν ἦν αὐτῷ χρήσιμον εἰς τὸ τοὺς μνηστῆρας κτανεῖν. ἡ δὲ τοιαύτη πολλὴ σύννοια καὶ τὸ ἐπὶ μεγίστοις ἄγαν φροντιστικὸν οὐδὲ ἀφῆκαν τὸν Ὀδυσσέα τὴν πατρίδα γνωρίσαι, καὶ ἄλλως ἤδη δὴν [46] ἀπεόντα.

(Vers. 191.) Τὸ δὲ ἕκαστα μυθήσαιτο, περὶ τῆς γυναικὸς λέγει καὶ τῶν μνηστήρων καὶ τοῦ συβώτου καὶ τοῦ Τηλεμάχου καὶ ὅσα ἄλλα ἐν τοῖς ἑξῆς προεκθετικῶς καὶ οἰκονομικῶς ἐρεῖ τε καὶ ποιήσει ἡ μυθικὴ Ἀθηνᾶ. Ἐν τούτοις δὲ ὅρα καὶ ὅτι παρασημειοῦται ὁ ποιητὴς ὡς οὐκ ἂν οἱ μνηστῆρες δίκην ἔτισαν τῆς ὑπερβασίας, εἰ τὸν Ὀδυσσέα ἔγνων ἡ γυνή τε καὶ οἱ λοιποί.

(Vers. 192.) Ἐν δὲ τῷ, ἀστοί τε φίλοι τε, φίλους μὲν τοὺς συγγενεῖς λέγει καὶ ὅσοι δὲ ἄλλως οἰκεῖοι, ἀστοὺς δὲ οὓς ἀλλαχοῦ ἔτας ἔφη.

(Vers. 194.) Ἀλλοειδέα δὲ, ὧν τὸ εἶδος ἠλλοίωται.

(Vers. 195.) Ἀτραπιτοὶ δὲ ὁδοὶ, αἱ μὴ ἔχουσαί, φασιν, ἐκτροπὴν ἤτοι κάμψιν, αἱ στεναὶ δηλαδὴ καὶ εὐθεῖαι. ὅθεν καὶ διηνεκεῖς λέγονται παρὰ τὸ διόλου ἐνηνέχθαι καὶ μὴ παρεκκλίνειν. οὕτω καὶ ἐν τοῖς ἑξῆς αὔλακα διηνεκέα ἐρεῖ τὴν ἐπιμήκη. λέγεται δὲ καὶ ἀταρπιτὸς κατὰ μετάθεσιν ἡ τοιαύτη ὁδὸς, ἔτι δὲ καὶ ἀταρπός. ἧς διαφορά τις εἶναι δοκεῖ πρὸς τὴν ἁπλῶς λεγομένην ὁδὸν, ὡς δηλοῖ καὶ παροιμία λέγουσα· ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς; ἔοικε δὲ καὶ ἕτερόν τι τῆς ἀτραπιτοῦ εἶναι ἡ ἁμαξιτὸς καὶ ἡ λεωφόρος, καὶ αὐτὴ μᾶλλον λέγεσθαι ὁδός. Πάνορμοι δὲ λιμένες, οἱ ἀγχιβαθεῖς. εἰς οὓς διατοῦτο πᾶσα ναῦς καὶ ἐν παντὶ ἀνέμῳ ὁρμίζεται. δῆλον δὲ ὅτι εἰκὸς καὶ μὴ πανόρμους λιμένας εἶναι τινάς. φαίνεται δὲ καὶ ἐνταῦθα διαφορὰ λιμένος τε καὶ ὅρμου. Πληθύνων δὲ τὸν ῥηθέντα ἕνα λιμένα τὸν τοῦ Φόρκυνος λιμένας αὐτὸν ἐνταῦθα πανόρμους φησίν.

(Vers. 196.) οὕτω δὲ καὶ πέτρας ἠλιβάτους λέγοι ἂν, ἐμφαίνων τὸ Νήριτον ἢ Νήϊον Ἰθακήσιον ὄρος, ὥς περ καὶ δένδρεα τηλεθόωντα διὰ τὴν προῤῥηθεῖσαν ἴσως ἐλαίαν.

(Vers. 197.) Ὅτι ἠθοποιεῖ τὸν λόγον κἀνταῦθα ὁ ποιητὴς, μιμούμενος ἅ περ ἂν εἴποι Ὀδυσσεὺς ἀγνοῶν ποῦ ἐξετέθη πρὸς τῶν Φαιάκων. καὶ πρῶτα μὲν πλάττει ὅπως διετέθη Ὀδυσσεὺς ἀφυπνισθεὶς, εἰπών· στῆ δ' ἂρ ἀναΐξας καὶ εἴσιδε πατρίδα γαῖαν, ᾤμωξέν τ' ἂρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσιν· ὀλοφυρόμενος δ' ἔπος ηὔδα.

(Vers. 200.) εἶτα εὐθὺς ἐπιπλέξας ἠθοποιΐαν, φησὶν· ὤ μοι ἐγὼ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι, οὐδὲ δίκαιοι, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἠὲ φιλόξενοι, καί σφιν νόος ἐστὶ θεουδὴς; πῇ δὴ χρήματα πολλὰ φέρω τάδε, πῇ δὲ καὶ αὐτὸς πλάζομαι; αἴθ' ὄφελον, τὰ χρήματα δηλαδὴ, μεῖναι παρὰ Φαιήκεσσιν αὐτοῦ, ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην, ὅς κέν με φίλει καὶ ἔπεμπε νέεσθαι. νῦν δ' οὔτ' ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι ἦσαν Φαιήκων ἡγήτορες, οἵ μ' εἰς ἄλλην γαῖαν ἀπήγαγον. ἦ τέ μ' ἔφαντο ἄξειν εἰς Ἰθάκην εὐδείελον οὐδ' ἐτέλεσσαν. Ζεύς σφεας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς κεν ἁμάρτῃ.

(Vers. 215.) ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι, μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες. ἐθέλει Ὀδυσσεὺς ποιήσειν τοῦτο, οὐ σμικρολογούμενος, ἀλλὰ τεκμαιρόμενος, τουτέστι σημεῖον ἐντεῦθεν ποριζόμενος. εἰ γὰρ μηδὲν τῶν χρημάτων ἐνέλιπεν, οὐδ' ἄρα εἰς ἀλλοτρίαν γῆν αὐτὸν κατήγαγον· καὶ ἄλλως δὲ εἰπεῖν, εἰ περὶ τὰ χρήματα ἔπταισαν, οὐδ' ἄρα εἰς Ἰθάκην αὐτὸν ἤγαγον. οὐ πιστεύσει δέ, φασιν, οὐδὲ τῷ τῆς Κίρκης δεσμῷ ἀνεπιβουλεύτῳ ὄντι, ὡς ἢ διὰ τὴν ἄγαν ἔκπληξιν ἐκκρουσθεὶς τοῦ σκέψασθαι αὐτὸν, ἢ καὶ, ὡς εἰκὸς, οἰηθεὶς τοὺς Φαίακας μεμαθηκέναι καὶ αὐτοὺς τὸν τοιοῦτον δεσμόν. Ὅρα δὲ τὴν ῥηθεῖσαν ἠθοποιΐαν ἀπολύτως τε κατὰ τὸ κομματικὸν προηγμένην, καὶ ἀνθηρῶς ἔχουσαν. καὶ ὅλως ἐκτεθειμένην κατὰ τὸν ὕστερον παρατηρηθέντα ἐν ταῖς ἠθοποιΐαις κανόνα.

(Vers. 200.) Τὸ δὲ τέων βροτῶν ἀντὶ τοῦ τίνων, Ἰωνικὸν πλεονασμὸν ἔχει τοῦ ε, ὡς καὶ τὸ ὁτέοισι καὶ ὅσα τοιαῦτα.

(Vers. 208.) Ὅρα δὲ καὶ ὅτι τὸ ἕλωρ οὐκ ἐπὶ σπαραγμοῦ θηριώδους ἐνταῦθα κεῖται, ἀλλ' ἐπὶ μοίρας ἁπλῶς, βιαίας μέντοι.

(Vers. 211.) Τὸ δὲ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἀνδρὸς θυμουμένου ἦθος δηλοῖ, ὃς καὶ τοὺς ἀναιτίους αἰτιᾶσθαι οἶδε. τὸν γὰρ Ὀδυσσέα οὐχ' οἱ τῶν Φαιάκων ἡγήτορες καὶ μέδοντες ἀπήγαγον, ἀλλὰ δημόται Φαίακες. ἴσως δὲ οἴεται παρηγγέλθαι τούτους ἐκεῖθεν.

(Vers. 212.) Εὐδείελος δὲ οὐχ' ἡ Ἰθάκη μόνη, ἀλλὰ καὶ πᾶσα νῆσος, ὡς πολλαχοῦ φαίνεται. διὸ καὶ μετ' ὀλίγα ἐρεῖ· ἤ πού τις νήσων εὐδείελος.

(Vers. 213.) Ἱκετήσιος δὲ Ζεὺς δοκεῖ πρωτότυπον εἶναι τοῦ ἱκέσιος.

(Vers. 216.) Τὸ δὲ ἐπὶ νηὸς ἄγοντες, ἐπὶ ἀψύχου καὶ νῦν τὸ ἄγειν τίθησιν. εἴθισται δὲ ἡ λέξις ἐπὶ νηῶν λέγεσθαι. ὅθεν καὶ ἀγώγιμα τὰ ἐν αὐταῖς φορτία, καὶ αὐταὶ φορτηγοί.

(Vers. 217.) Ὅτι ἀριθμήσας Ὀδυσσεὺς τρίποδας περικαλλέας ἠδὲ λέβητας, περὶ ὧν καὶ προδεδήλωται, καὶ χρυσὸν ὑφαντά τε εἵματα καλὰ ἅ περ ἐσθῆτα ὑφαντὴν πρὸ ὀλίγων εἶπε,

[47] (Vers. 219.) τούτων μὲν οὔτι ἐπόθει, τουτέστιν ἐζήτει. οὐδὲν γὰρ ἐνέλιπεν. ὁ δ' ὠδύρετο πατρίδα γαῖαν, ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, πολλὰ ὀλοφυρόμενος.

(Vers. 220.) Ἑρπύζει δὲ, καταπεσὼν διὰ λύπην, ἀπεναντίας οἷς τε ὁ Ἀγαμέμνων ἐποίησεν, ὃς ἐπιβὰς τῆς πατρίδος ἔκυσε τὴν γῆν, καὶ οἷς δὲ αὐτὸς ἔπραξε τῆς τῶν Φαιάκων γῆς ἐπιβὰς, ἔκυσε γὰρ τότε καὶ αὐτὸς ζείδωρον ἄρουραν. ὁ μέντοι πατὴρ αὐτοῦ Λαέρτης, καὶ διὰ γῆρας ἀκράτωρ ἑαυτοῦ ὢν, ἑρπύζει παρὰ γουνὸν ἁλωῆς. καὶ νῦν μὲν οὕτως ἑρπύζει Ὀδυσσεὺς, προϊὼν δὲ κύσει καὶ αὐτὸς τὴν πατρίδα γῆν, ἀναγνοὺς αὐτήν.

(Vers. 221.) Ὅτι ὀλοφυρομένῳ τῷ Ὀδυσσεῖ σχεδόθεν ἦλθεν Ἀθήνη ἀνδρὶ δέμας εἰκυῖα νέῳ ἐπιβώτορι μήλων παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν, δίπτυχον ἀμφ' ὤμοισιν ἔχουσα εὐεργέα λώπην, ποσσὶ δ' ὑπὸ λιπαροῖσι

(Vers. 225.) πέδιλ' ἔχε, χερσὶ δ' ἄκοντα. τοιαῦτα δὲ οὐκ ἂν φοροίη βώτωρ, ὅ ἐστι ποιμὴν, μὴ εὐγενὴς ὤν. Ὅτι δὲ καὶ οἱ βασιλικοὶ παῖδες ἔνεμον, δηλοῖ καὶ τὸ, πάντας γὰρ κατέπεφνεν Ἀχιλλεὺς βουσὶν ἐπ' εἰλιπόδεσσι, καὶ τὸ, ἤδη με καὶ ἄλλοτ' ἐφόβησεν ὅτι βουσὶν ἐπῆλθεν ἡμετέρῃσιν· ὁ Αἰνείας δὲ οὕτως ἐν Ἰλιάδι φησί.

(Vers. 222.) πλεονάζει δὲ ἐν τῷ ἐπιβώτορι συνήθως ἡ πρόθεσις ὡς καὶ ἐν τῷ ἐπίουρος. ἐκτείνεται δὲ ὁ βώτωρ, καθὰ καὶ ὁ δώτωρ. οὐ μέντοι καὶ ὁ βοτὴρ, ὥς περ οὐδὲ ὁ δοτὴρ παρά γε τοῖς ὕστερον, Ὅμηρος γὰρ ἐκτείνει καὶ αὐτό.

(Vers. 223.) Ἰστέον δὲ ὅτι προσφυῶς νῦν παναπάλῳ νέῳ εἰκάζεται ἡ κατὰ νοῦν Ἀθηνᾶ, ὡς οἷα Παλλὰς πάλλακι, ὅ ἐστι νέῳ, ἀφ' ἧς λέξεως καὶ ἡ παλλακὶς γίνεται. ἔτι δὲ καὶ διὰ τὸ νεάζον τῆς ἐν τῷ ὠμογέροντι Ὀδυσσεῖ φρονήσεως, ἴσως δὲ καὶ διὰ τὴν ἐν τοῖς ἄρτι ἁπλότητα καὶ ἀφέλειαν αὐτοῦ.

(Vers. 224.) ἡ δὲ δίπτυχος ἀμφ' ὤμοις λώπη, περίβλημα δοκεῖ μανδυοειδὲς εἶναι. λώπη δὲ κυρίως λεπτὸν ὕφασμα κατὰ τὸν τοῦ κρομύου λοπὸν, ὡς ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ ποιητής· ἀλλ' ἐκεῖνο μὲν διὰ τοῦ ο μικροῦ γράφεται, ὡς γεγονὸς ἐκ τοῦ λέπω τὸ λεπίζω, τοῦτο δὲ μεγεθύνεται κατὰ ἔκτασιν. ἐκ τούτου δὲ καὶ τὸ ἐξελώπισας ἐν ῥητορικῷ κεῖται λεξικῷ ἀντὶ τοῦ ἐξέδυσας, ἔξω τοῦ λοποῦ ἐποίησας. φέρεται δὲ καὶ δίχα προθέσεως λωπίζειν τὸ γυμνοῦν. καὶ λῶπος δὲ προπερισπωμένως τὸ ἱμάτιον. ὅθεν καὶ λωποδύτης ὁ τὰ ἱμάτια ἀποδύων.

(Vers. 225.) Τὰ δὲ πέδιλα οὐκ ἠθέλησεν εἰπεῖν ὁποῖα ἦσαν, διὰ τὸ περιττὸν τοῦ λόγου.

(Vers. 228.) Ὅτι τὸ, ὦ φίλε ἐπεὶ σὲ πρῶτα κιχάνω τῷδ' ἐνὶ χώρῳ, χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις, ἀλλὰ σάω μὲν ταῦτα, σάω δ' ἐμέ. σοὶ γὰρ εὔχομαι ὥστε θεῷ, καί σευ φίλα γούναθ' ἱκάνω. ταῦτα τοίνυν Ὀδυσσεὺς λέγει κολακικῶς καὶ ἀφελῶς καὶ πάνυ γλυκέως πρὸς τὴν φαινομένην Ἀθηνᾶν. ἁρμόσει δέ ποτε καὶ ὅτε τις ἐντυχών τινι παρ' ἐλπίδα ἑαυτόν τε καὶ τὰ περὶ αὐτὸν πιστεύσει ἐκείνῳ.

(Vers. 228.) Ὅρα δὲ ὅτι τὸ κιχάνω καὶ τὸ ἱκάνω, δι' ὧν τὸ ἱκετεύειν δηλοῦται, ἐκτείνουσι κἀνταῦθα τὸ ἐν τῇ παραληγούσῃ δίχρονον. τοῦτο δὲ καὶ νῦν παρασημειούμεθα διὰ τὴν ἀμφιβολίαν τῆς προπαραληγούσης τοῦ ἱκανότατος. Τὸ δὲ σάω κατὰ ἀποκοπὴν ἐκ τοῦ σάωζε γέγονεν.

(Vers. 233.) Ὅτι γοργὴ περὶ τόπου ἐρώτησις τὸ, τίς γῆ; τίς δῆμος; τίνες ἀνέρες ἐγγεγάασιν; ἤγουν ὁποία ἡ γῆ, Ἀσία ἢ Εὐρώπη; ποῖος δῆμος, Λάκων ἢ Πύλιος; οἱ ἄνδρες οἷοι, δίκαιοι ἢ ἄδικοι; εἰκὸς δὲ χρησιμεῦσαι τινὶ καὶ ἑξῆς τὸ,

(Vers. 234.) ἦ πού τις νήσων εὐδείελος ἠέ τις ἀκτὴ κεῖται ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο. εὔλογος δὲ ἡ τοιαύτη τῷ Ὀδυσσεῖ ἀπορία. ἐν αἰγιαλῷ γὰρ ὢν οὐκ οἶδεν εἴτε νήσου ἐστὶν ἀκτὴ ὁ τόπος, εἴτε καὶ ἄλλως πέρας ἠπείρου.

(Vers. 238.) Ὅτι ἔπαινον ὁ ποιητὴς φράζων τῆς Ἰθάκης διὰ τῆς μυθικῆς Ἀθηνᾶς ὑπὸ ἀκροατῇ τῷ Ὀδυσσεῖ, φησίν· οὐδέ τι λίην οὕτω νώνυμός ἐστιν, ἴσασι δέ μιν μάλα πολλοί, ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ' ἠέλιόν τε, ἠδ' ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα. ἤτοι μὲν τρηχεῖα καὶ οὐχ' ἱππήλατός ἐστιν οὐδὲ λίην λυπρὴ, αὐτὰρ οὐδ' εὐρεῖα τέτυκται. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος γίνεται, αἰεὶ δ' ὄμβρος ἔχει τεθαλυῖά τε ἕρση. αἰγίβοτος δ' ἀγαθὴ καὶ βούβοτος. ἔστι μὲν ὕλη παντοίη. ἐν δ' ἀρδμοὶ ἐπηετανοὶ παρέασι.

(Vers. 248.) τῷ τοι ξεῖνε Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ' ἵκει, διὰ τὸν Ὀδυσσέα δηλαδὴ, ὃς ἐπ' αὐτῇ πτολίπορθος ἐπονομάζεται. τήν περ τηλοῦ, φασὶν, Ἀχαιΐδος ἔμμεναι αἴης.

(Vers. 246.) φασὶ δὲ οἱ παλαιοὶ, ψεύδεσθαι τὴν ῥηθεῖσαν ἔκφρασιν, καὶ μὴ λέγειν τὸν ποιητὴν οἵα ἐστὶν ἡ κραναὴ αὕτη νῆσος, ἀλλ' οἵαν εἶναι χρὴ νῆσον εὐδαιμόνως οἰκουμένην. δίχα οὖν τῶν ἄλλων οὐδὲ βούβοτος ἡ νῆσος, εἴ γε τὰ τοῦ Ὀδυσσέως βουστάσιά, φασιν, ἐν ἠπείρῳ ἦν, εἰ μὴ ἄρα συλληπτικῶς ἴσως τῇ Ἰθάκῃ συνεπινοητέον καὶ τὴν ἀντικρὺ αὐτῆς κειμένην ἤπειρον. ἔστι δὲ εἰπεῖν καὶ ὡς ἐγκωμίου νόμῳ οὐ πᾶν λέγει τὸ ἀληθὲς οὐδὲ περὶ τῆς [48] Ἰθάκης, ἀλλὰ προσεπιτίθησιν αὐξήσει χρώμενος.

(Vers. 248.) Σημείωσαι δὲ ὡς ἄλλως ἐνταῦθα ὁ ποιητὴς τὴν Ἀθηνᾶν ποιεῖ ἁπλοϊκώτερον σμικρύνουσαν τὸν τῆς Ἰθάκης ἔπαινον ἐν τῷ εἰπεῖν καὶ εἰς Τροίαν ἱκάνειν τὸ αὐτῆς ὄνομα. οὐδὲν γὰρ μέγα, εἴ περ εἰς Τροίαν μόνην φθάνει. ποιεῖ δὲ Ὅμηρος οὕτω διὰ τὸ ἀφελὲς τοῦ φαινομένου παναπάλου βώτορος νέου, ὃς οὐκ ἂν ἔχοι μέγα τι λαλεῖν, καὶ ἔοικεν ἡ τοιαύτη ἐγκωμιαστικὴ σμικροπρέπεια τῷ εἰς Ὀδυσσέα ἐπαίνῳ τῆς Πηνελόπης εἰπούσης, τὸ τοῦ ἀνδρός που κλέος εἶναι καθ' Ἑλλάδα καὶ Ἄργος.

(Vers. 238.) Ἰστέον δὲ ὅτι τὸ οὔτι λίην ἀνώνυμος ἀντὶ τοῦ οὐδόλως νοεῖται ὁμοίως τῷ οὐ πάμπαν.

(Vers. 240.) Τὸ δὲ πρὸς ἠῶ καὶ πρὸς ἥλιον, τὴν αὐτὴν ἔχουσιν ἔννοιαν, ὥς περ καὶ τὸ μετόπισθε καὶ τὸ ποτὶ ζόφον. ἔνθα καὶ ὅρα ὡς εὐλόγως ἐπὶ δύσεως τέθεικε τὸ ὀπίσω, ὡς τῆς ἀνατολῆς προσώπου λόγον ἐχούσης, διὰ τὸν ἐκεῖθεν ἀνιόντα ὀφθαλμὸν τῆς ἡμέρας ἥλιον.

(Vers. 242.) τὸ δὲ ἤτοι μὲν τρηχεῖα, τὸ τοῦ λέγοντος δηλοῖ φιλάληθες, ὥς περ καὶ τὸ, οὐχ' ἱππήλατος, καὶ τὸ, οὐδὲ λίην λυπρὴ, καὶ τὸ, αὐτὰρ οὐδ' εὐρεῖα, καὶ τὸ μὴ εἰπεῖν δὲ αὐτὴν μηλόβοτον. ἐμφαίνει γάρ τοι ῥητορικώτερον, ὡς εἴ γε μὴ ἐπικρύπτει τὰ ψογερὰ τῆς νήσου, ἀληθεύοι ἂν καὶ ἐπὶ τοῖς κατ' ἐκείνην ἀγαθοῖς.

(Vers. 247.) Ἀρδμοὶ δὲ οἱ ἐξ ὑδάτων ἐγχωρίων ποτισμοὶ τῶν ζῴων. καὶ οὕτω μὲν ἡ πλαστὴ Ἀθηνᾶ.

(Vers. 250.) Ὀδυσσεὺς δέ, φησι, μείδησε χαίρων ᾗ γαίῃ πατρωΐῃ, τουτέστιν ὅτι ἔγνω τῆς πατρίδος ἐπιβῆναι. ἴσως δὲ χαίρει καὶ τῷ τῆς πατρίδος ἐγκωμίῳ. φύσει γὰρ ἡδέα τὰ τοιαῦτα κατὰ τοὺς παλαιοὺς ῥήτορας.

(Vers. 254.) Ὅτι μέλλων ποιήσειν Ὅμηρος τὸν Ὀδυσσέα λαλοῦντα τῇ φαινομένῃ Ἀθηνᾷ προεπισημαίνεται ὡς ψεύσεται, ἵνα λάθοι Ὀδυσσεὺς εἶναι· παρήγγελται γὰρ κρύβδα μηδ' ἀναφανδὰ ἐς τὴν πατρίδα ἱκέσθαι. φησὶ γοῦν ὃ προσαρμόζει παντὶ ψευδομένῳ· οὐδ' ὅ γ' ἀληθέα εἶπε. πάλιν δ' ὅ γε λάζετο μῦθον, ἤγουν πρὸς ψεῦδος ἐλάλησεν. ἀνάπαλιν γὰρ τῆς ἀληθείας τὸ ψεῦδος. δῆλον δὲ ὅτι οὐ μάτην οὕτω ἀλλὰ καιρὸν εὑρὼν ὁ Ὀδυσσεὺς τοῦ ψεύσασθαι λαλεῖ οὐ πρὸς ἀλήθειαν, αἰεὶ ἐν στήθεσι νόον πολυκερδέα νωμῶν. Καὶ ἔστιν ἐνταῦθα παραποιήσαντα εἰπεῖν, ὡς ψεῦδος ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν. ἔφη μὲν οὖν καὶ ἐν τοῖς Φαίαξι πολλὰ ψευδῆ ὁ Ὀδυσσεύς. πλὴν ἀλλ' ἐκεῖνα μυθικῆς ἀρχῆς ἐξῆπτο προπεπλασμένης ὑπὸ ἑτέρων, ὁποῖα πρὸς ἄλλοις καὶ τὰ περὶ ἡρώων καὶ ἡρωΐδων. ἐν γάρ τοι τοῖς καθ' ἑαυτὸν ἀληθεύειν ἐδόκει, ἐνταῦθα δὲ καὶ ἔτι ἐν τοῖς πρὸς τὸν Εὔμαιον καὶ ἐν οἷς δὲ διηγήσεται τῇ Πηνελόπῃ καὶ τοῖς μνηστῆρσι περὶ τῶν καθ' ἑαυτὸν, οὐκ ἐκ παλαιῶν μύθων τὰ ψεύσματα ἀλλ' αὐτοῦ Ὀδυσσέως πλάσματα. ὅθεν καὶ τὴν ὅλην ταύτην ποίησιν, ὡς καὶ προείρηταί που, ὕποπτον τέθηκεν ὁ ποιητὴς, ὡς οἷα ψεύδεα λέγων ἐτύμοισιν ὁμοῖα, καὶ πείθων καθὰ καὶ Ὀδυσσεὺς, οὕτω δὴ καὶ αὐτὸς τοὺς ἀκροατὰς οἷς εὐπλάστως λαλεῖ. ἄρχεται δὲ τῶν πρὸς τὴν Ἀθηνᾶν ψευδέων ὁ ποιητὴς οὕτω· πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ τηλοῦ ὕπερ πόντου. νῦν δ' ἦλθον καὶ αὐτὸς χρήμασι σὺν τοῖσδεσσι. λιπὼν δ' ἔτι παισὶ τοσαῦτα φεύγω,

(Vers. 259.) ἐπεὶ φίλον, φησὶν, υἱὸν κατέκτανον Ἰδομενῆος, οὗ καὶ ὄνομα πλάττει Ὀρσίλοχον πρὸς πιθανότητα διηγήματος. καὶ ἀρετὴν δὲ αὐτοῦ λέγει τὸ πόδας ὠκὺν εἶναι, ὃ καὶ ἐφερμηνεύων περιφραστικῶς ἐπάγει· ὃς ἐν Κρήτῃ ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσι.

(Vers. 262.) λέγει δὲ καὶ αἰτίαν τοῦ φόνου τὴν ἐκ τοῦ ῥηθέντος Ὀρσιλόχου πολλὴν ἀδικίαν. ὅς, φησιν, ἤθελέ με στερέσαι ληΐδος πάσης Τρωϊάδος. καὶ τρόπον δὲ τοῦ φόνου λέγει τὸ,

(Vers. 267.) ἔβαλον χαλκήρεϊ δουρὶ λοχησάμενος.

(Vers. 268.) καὶ τόπον ὑποτίθησιν, ἀγρὸν, εἰπὼν ἀνελεῖν τὸν Ὀρσίλοχον κατιόντα ἀγρόθεν ἐγγὺς ὁδοῖο. ἔτι δὲ καὶ καιρόν.

(Vers. 269.) νὺξ γάρ, φησι, μάλα δνοφερή. καὶ οὕτω ποιήσας τὸν λόγον πιστόν τε ἅμα καὶ ἐμπερίβολον μέμνηται

(Vers. 272.) καὶ Φοινίκων ἀνδρῶν ὡς ἀγαθῶν ἐμπόρων καὶ μὴ θελόντων ἀπατῆσαι. οὓς νῦν μὲν ἀγαυοὺς καλεῖ, ἐν δὲ τοῖς ἑξῆς που τρώκτας ἐρεῖ. καὶ λέγει λίσασθαι μὲν αὐτὸς ἐκείνους καὶ πολλὰ δοῦναι ἐφ' ᾧ Πύλονδε καταστῆσαι τοῦτον καὶ ἐφέσσαι, ὅ ἐστι καθίσαι, ἱδρύσαι,

(Vers. 274.) ἢ καὶ εἰς Ἤλιδα δῖαν ὅθι κρατέουσιν Ἐπειοί. ἀλλ' αὐτοὺς μὲν ἐκεῖθεν ἀπώσατό, φησιν, ἄνεμος πόλλ' ἀεκαζομένους, οὐδ' ἤθελον ἐξαπατῆσαι.

(Vers. 282.) ἐκεῖθεν δὲ ἐνταῦθα ἐλθόντων, αὐτὸς μὲν κοιμηθῆναι φησὶ, τοὺς δὲ τὰ χρήματα ἐκ νηὸς ἑλόντας καταθεῖναι ἐν ψαμάθοισιν,

(Vers. 285.) εἶτα ἐς Σιδονίην εὖ ναιομένην ἀποβῆναι. καὶ τοῦτ' ἦν αἴτιον τοῦ εἰπεῖν ὡς οὐκ ἤθελον οἱ Φοίνικες ἀπατῆσαι, ἵνα δηλαδὴ πιθανεύηται περὶ τῶν χρημάτων, ὡς δῆθεν μὴ θελόντων ἐκείνων κερδῆσαι τὸ ἀλλότριον. ἄλλως γὰρ ἄπορον ἔδοξεν ἂν τῷ φανέντι βώτορι, πῶς ξένος ἀνὴρ ἐν Ἰθάκῃ μετὰ [49] χρημάτων εὕρηται. Καὶ ὅρα ὅτι καὶ νῦν καθὰ καὶ ἐν ταῖς ἑξῆς ψευδολογίαις Κρῆτα ἑαυτὸν ὁ Ὀδυσσεὺς πλάττει,

(Vers. 256.) ἐπιλεξάμενός τε τὸν Κρητικὸν τόπον διὰ τὸ δυσεξέλεγκτον ὡς μακρὰν τῆς Ἰθάκης ὄντα, καὶ ἀφορμὴν προκαταβαλόμενος παροιμίᾳ τῇ λεγούσῃ, Κρῆτες ἀεὶ ψεῦσται. πιθανευόμενος δ' ἐν τούτοις ὁ Ὀδυσσεὺς καὶ ἣν ἔφη ἀδικίαν εἰς αὐτὸν τοῦ ὕστερον φονευθέντος Ὀρσιλόχου λέγει ἐγκοτεῖν αὐτῷ ἐκεῖνον, διότι ἄλλων αὐτὸς ἄρχων ἑταίρων οὐκ ἐθεράπευόν, φησιν, ἐκεῖνον. Ἔνθα σημείωσαι ὡς ἐντεῦθεν θεράπων παρὰ τῷ ποιητῇ, ὃς χαριζόμενός τινι θεραπεύει. Ὅρα δ' ἐν τούτοις καὶ τὸ πυνθανόμην Ἰθάκης, γενικῇ συνταχθὲν καὶ ληφθὲν ἀντὶ τοῦ, ἤκουον περὶ Ἰθάκης.

(Vers. 262.) Τὸ δὲ στερέσαι, στερῆσαι κοινῶς λέγεται, ὁμοίως τῷ ποθέσω καὶ ποθήσω, περὶ οὗ προείρηται.

(Vers. 274.) Τὸ δὲ Πύλονδε καταστῆσαι, ἀντὶ τοῦ εἰς Πύλον ἀπαγαγεῖν, ὅ περ ἡμεῖς ἀποκαταστῆσαι φαμέν. Ὅτι δὲ Ἠλεῖοι οἱ Ἐπειοὶ, καὶ ἐν ἄλλοις δηλοῦται.

(Vers. 275.) Τὸ δὲ ἀπώσατο ἐπὶ ἀνέμου ἐνταῦθα ῥηθὲν τὸν παρὰ τοῖς ὕστερον ὤστην καὶ ἐξώστην παρήγαγεν,

(Vers. 276.) ὃς δύναται ὡς εἰκὸς διὰ τὸ ἀπώσατο καὶ ἀπώστης λέγεσθαι.

(Vers. 277.) Τὸ δὲ ἀεκαζομένους ἀπὸ ῥήματός ἐστι παράγωγον τοῦ ἀεκάζω πρὸς ὁμοιότητα τοῦ ἀκούω ἀκουάζω, ὃ πρὸ ὀλίγων κεῖται.

(Vers. 285.) Τὸ δὲ ἐς Σιδονίην ἑρμηνεύει Σιδονίους εἶναι τοὺς ῥηθέντας Φοίνικας, ἵνα κἀνταῦθα συνήθως τῷ μέρει συνεκφωνοῖτο καὶ τὸ ὅλον. μέρος γὰρ Φοινίκων οἱ Σιδόνιοι, ὡς πολλαχοῦ φαίνεται. Ὅτι δὲ καὶ συστέλλει παρ' Ὁμήρῳ ἡ Σιδὼν τὴν ἐφεξῆς τῶν πλαγίων κλίσιν, ἐν ἄλλοις ἐδηλώθη καὶ αὐτό. καὶ ὡς οἱ μεθ' Ὅμηρον οὐ συστέλλουσιν ἀλλὰ διόλου φυλάττουσι τὸ ω τῆς εὐθείας πανταχοῦ, συστέλλοντες καὶ τὴν ἄρχουσαν, καὶ ταῦτα τοῦ ποιητοῦ ἐκτείνοντος αὐτήν. Ἡρῳδιανὸς δὲ λέγει ὅτι τὸ Σιδῶνος γραφόμενον, ὡς Ἀντρῶνος Πλευρῶνος, μετέπεσε παρ' Ὁμήρῳ, συναπενεχθὲν τοῖς εἰς δων λήγουσι ῥηματικοῖς, ἤγουν τῷ ἀλγηδόνος ἀηδόνος.

(Vers. 259.) Ἐν δὲ τῷ ῥηθέντι χωρίῳ, γράφουσιν οἱ παλαιοὶ, ὅτι πιθανῶς ὁ σοφὸς Ὀδυσσεὺς πρὸς τὸν φαινόμενον Ἰθακήσιον παῖδα πλάττοι ἀνῃρηκέναι υἱὸν Ἰδομενέος τοῦ φιλουμένου τῷ Ὀδυσσεῖ, ὡς ἂν αὐτὸν πρόσωνταί, φασι, δι' αὐτοῦ οἱ μνηστῆρες ἤτοι προσδέξωνται ὡς ἐχθρὸν τοῦ Ἰδομενέως, ὃν Ὀδυσσεὺς ἐφίλει. φιλοῖτο γὰρ ἂν πάντως ὑπὸ τῶν μνηστήρων ὁ τῷ φίλῳ τοῦ Ὀδυσσέως ἐχθρός.

(Vers. 258.) Υἱοὺς δέ, φασιν, ἐν Κρήτῃ ἔχειν λέγει, ἐκφοβῶν ὡς εἴ τι καὶ πάθοι ἐν Ἰθάκῃ κακὸν, ἕξει τοὺς τιμωρήσαντας. καὶ τὸν Ὀρσίλοχον δὲ

(Vers. 262.) ἀνελεῖν λέγει διὰ στέρησιν τῆς λείας, δεικνὺς ὡς ἀμυντικὸς ὢν οὐδὲ νῦν παραχωρήσει τοῖς ἐν Ἰθάκῃ ἀναιμωτὶ στερῆσαι αὐτὸν ὧν ἔχει χρημάτων.

(Vers. 272.) τοὺς Φοίνικας δὲ ἐπαινεῖ, διδάσκων μὴ δεῖν ἀδικηθῆναι μηδὲ ὑπὸ τῶν κατὰ τὴν Ἰθάκην, εἴ γε καὶ εἰ φιλοκερδεῖς Φοίνικες αὐτοῦ ἐφείσαντο.

(Vers. 261.) Ἔτι ἰστέον καὶ ὅτι ἐν τῇ ῥηθείσῃ ψευδοδιηγήσει κεῖνται τινὰ χρήσιμα εἰς πεζολογίας παραπλοκὴν, οἷον τὸ μὲν πόδας ὠκὺν ὃς ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, ἔπαινος ἀνδρὸς ποδώκεος.

(Vers. 262.) Τὸ δὲ στερέσαι με ληΐδος ἤθελε πάσης, τῆς εἵνεκα ἐγὼ πάθον ἄλγεα θυμῷ, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα πείρων, οὕνεκα οὐ χαριζόμενος θεράπευον, ἄνδρα καθυπογράφει ἀδικούμενον διὰ τὸ μὴ ἐθέλειν ζῆν κολακικῶς.

(Vers. 269.) Τὸ δὲ νὺξ δὲ μάλα δνοφερὴ κάτεχεν οὐρανὸν, οὐδέ τις ἡμέας ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας, νύκτερον λαθραῖον φόνον δηλοῖ.

(Vers. 279.) Τὸ δὲ κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτὸς, σπουδῇ δ' ἐς λιμένα προερύσσαμεν ἢ μάλιστα προερέσσαμεν, οὐδέ τις ἡμῖν δόρπου μνῆστις ἔην μάλα περ χατέουσιν ἑλέσθαι, ὅ ἐστι πεινῶσι περιφραστικῶς,

(Vers. 280.) ἀλλ' αὕτως ἀποβάντες ἐκείμεθα, νυκτερινὸν κατάπλουν φράζει πάνυ καματηρόν.

(Vers. 281.) Τὸ δὲ, ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθεν κεκμηότα, ὑπνοῦντι ἁρμόζει τινὶ μετὰ κάματον.

(Vers. 282.) Ἀρχαϊκὸν δὲ τὸ, ἐμὲ γλυκὺς ὕπνος ἐπῆλθεν. οἱ γὰρ μεθ' Ὅμηρον ἐπῆλθέ μοι φασίν.

(Vers. 280.) Ἐν τούτοις δὲ σημείωσαι τὸ μνῆστις πλεονασμὸν ἔχον τοῦ σίγμα, οὐ γὰρ ὡς ἐκ τοῦ λέλησται ἡ λῆστις, οὕτω καὶ ἐκ τοῦ μέμνησται μνῆστις, ἀλλ' ἐκ τοῦ μέμνηται.

(Vers. 287.) Ὅτι Ὀδυσσέως ψευσαμένου, ὡς ἐῤῥέθη πιθανῶς πρὸς τὸν φαινόμενον νεανίαν ἐν Ἰθάκῃ ὃς ἦν ἡ Ἀθηνᾶ, πρῶτα μὲν μείδησεν ἀφελῶς καὶ αὐτὴ καθὰ πρὸ αὐτῆς Ὀδυσσεύς.

(Vers. 288.) εἶτα δέμας εἰκασθεῖσα γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα εἰδυίῃ, ὁποῖαν κατὰ τὸ εἰκὸς ἔδει φαντασθῆναι τὴν θήλειαν θεὰν Ἀθηνᾶν, χειρί τέ μιν κατέρεξε καὶ προσέφη· κερδαλέος ἂν εἴη καὶ, ἐπίκλοπος ὅς σε παρέλθῃ ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε, σχέτλιε, ποικιλομῆτα,

(Vers. 293.) δόλων αἶτε, ὅ ἐστιν ἄατε, ἀκόρεστε, ὡς καὶ [50] ἀλλαχοῦ κεῖται, οὐκ ἂρ ἔμελλες οὐδ' ἐν σῇ περ ἐὼν γαίῃ λήξειν ἀπατάων, μύθων τε πλοκίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν; ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα,

(Vers. 296.) εἰδότες ἄμφω κέρδεα ὡς οἷα κερδαλέοι. ἐπεὶ σὺ μὲν ἐσσὶ βροτῶν ὄχ' ἄριστος ἁπάντων βουλῇ καὶ μύθοισιν, ἐγὼ δ' ἐν πᾶσι θεοῖσι μήτι τε κλέομαι καὶ κέρδεσιν. οὐδὲ σύ γ' ἔγνως Παλλάδ' Ἀθηναίην κούρην Διὸς,

(Vers. 301.) ἥ τέ τοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω. ὃ δὴ χρήσιμον ἐπὶ προσωπικῆς βοηθείας λέγεσθαι.

(Vers. 297.) ὥς περ τὰ πρὸ αὐτοῦ ἐπὶ ἐπαίνῳ κερδαλέων καὶ λογίων προσώπων.

(Vers. 302.) εἶτα φησὶν ἡ Ἀθηνᾶ καὶ ὅτι αὐτὴ Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκε τὸν Ὀδυσσέα, δηλαδὴ ὡς ἀθηναΐζοντα κατὰ τὴν φρόνησιν. καὶ νῦν δὲ ἱκέσθαι φησὶν ἐνταῦθα, ἵνα μῆτιν συνυφάνῃ χρήματα κρύψαι ὅσα, φησὶ, Φαίακές

(Vers. 305.) σοι ὤπασαν ἐμῇ βουλῇ τε νόῳ τε, τουτέστι διὰ σύνεσιν ἧς Ἀθηνᾶ προΐσταται. ἔτι δέ φησι, καὶ ἵνα εἴπω ὅσσα τοι αἶσα ἐν δόμοις κήδεα ἀνατλῆσαι, σὲ δὲ τλῆναι ἀνάγκῃ, μηδέ τῳ ἐκφάσθαι μήτ' ἀνδρῶν μήτε γυναικῶν πάντων οὕνεκα ἦλθες ἀλώμενος,

(Vers. 310.) ἀλλὰ σιωπῇ πάσχειν ἤγουν, πάσχε ἄλγεα πολλὰ, βίας ὑποδέγμενος ἀνδρῶν, ὅ περ ἐπὶ φερεπονίᾳ ἐστὶ παραίνεσις, προεκτιθέμενον ῥητορικῶς καὶ ὅπως χρὴ τὸν Ὀδυσσέα οἰκονομῆσαι τὰ καθ' ἑαυτόν.

(Vers. 308.) εἰ δὲ μεταταῦτα ὁ Ὀδυσσεὺς ἄκων μὲν ἑαυτὸν ἀνακαλύψει τῇ μαίᾳ Εὐρυκλείᾳ, ἑκὼν δὲ τῷ Τηλεμάχῳ καὶ τῷ Εὐμαίῳ καὶ ἑτέροις τισὶν, ἔκδηλον ὅτι πλεῖόν τι τῆς Ἀθηνᾶς αὐτὸς ἐκεῖ νοεῖ, τουτέστι τῆς κατὰ πρώτην ἐπιβολὴν παρ' αὐτῷ συνέσεως.

(Vers. 286.) ἐπεὶ κατὰ παροιμίαν, αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα μεθομοίωσις τῆς Ἀθηνᾶς ἡ ἐκ παναπάλου νεανίου εἰς καλήν τε μεγάλην τε γυναῖκα ῥηθείη ἂν σκοπτικώτερον μὴ πάνυ ἀπεοικέναι τῶν κατὰ Πρωτέα ἢ τῶν κατὰ Τειρεσίαν μεταβολῶν. συντελεῖ δὲ εἰς τοιοῦτον νοῦν καὶ τὸ, σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις, ὃ μετ' ὀλίγα εἰρήσεται. οὗ λόγου παράδειγμα καὶ ἡ ἐν τῇ Φαιακίᾳ παρθενικὴ νεᾶνις, ᾗ ὡμοιώθη Ἀθηνᾶ.

(Vers. 291.) Τὸ δὲ κερδαλέος ἂν εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθῃ ἐν πάντεσσι δόλοισι, πανούργῳ ἀνθρώπῳ ἐπιλεχθήσεται. Ἔνθα τὸ, ὅς σε παρέλθῃ, ὅμοιόν ἐστι τῷ, ἐπεὶ οὐ παρελεύσεαι. ὅ περ ἐν Ἰλιάδι κεῖται. ἐντελέστερον δὲ τοῦτο ἐκείνου καὶ σαφέστερον.

(Vers. 292.) Τὸ δὲ καὶ εἰ θεὸς ἀντιάσειε, ποιητική ἐστι συνήθης ὑπερβολή. Σχέτλιος δὲ οὐδ' ἐνταῦθα κατὰ ὕβριν ὅλως εἴρηται, ἀλλὰ δηλοῖ καὶ νῦν τὸν ἐπισχετικὸν καὶ τλήμονα.

(Vers. 294.) Τὸ δὲ οὐδ' ἐν σῇ περ ἐὼν γαίῃ, καλῶς καὶ αὐτὸ ἐῤῥέθη. ξένος μὲν γάρ τις διὰ τὸ εὐεπηρέαστον παραλογίσεταί που καὶ ψεύσεται, ὡς καὶ ὁ ψευδοπλανήτης Ὀδυσσεὺς ἐν τοῖς κατ' οἶκον ποιεῖ.

(Vers. 295.) αὐτόχθων δὲ, τί ἂν ψεύδοιτο; Μῦθοι δὲ πλόκιοι, οἱ πεπλεγμένοι καὶ σκολιοί. δῆλον γὰρ ὅτι σκολιοῦται πᾶν τὸ πλεκόμενον καὶ οὐκ ἔχει τὴν προτέραν εὐθύτητα. τινὲς δὲ κλοπίων γράφουσιν ἀντὶ τοῦ, δολίων. Τὸ δὲ πεδόθεν, ἀντὶ τοῦ ἐκ γενετῆς, καὶ ὡς οἷον ἐκ πέδου, τουτέστι γῆς, καὶ ὡς εἰπεῖν, ἐκ ῥίζης αὐτῆς. ἡ δὲ μεταφορά, φασιν, ἐκ τῶν φυτῶν ἢ ἀντὶ τοῦ, βρεφόθεν, καὶ ἐξ αὐτοῦ πέδου, εἰς ὃ καὶ πίπτουσι καὶ ἕρπουσιν οἱ ἀρτιγενεῖς, ἵνα λέγῃ ὅτι συνανετράφης τοῖς ψεύδεσι.

(Vers. 296.) Τὸ δὲ ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα εἰδότες ἄμφω κέρδεα καὶ ἑξῆς, παρῳδηθείη ἂν ἐπί τε συστάσει φρονήσεως καὶ εἰς δήλωσιν τοῦ μὴ ἂν ἐξαπατηθῆναι. Ἔνθα ὅρα καὶ τὸ εἰδότες ἀπὸ ἀρσενικοῦ τοῦ Ὀδυσσέως διαβεβηκὸς καὶ εἰς τὴν Ἀθηνᾶν. ἐκνικᾷ γὰρ πανταχοῦ ἡ ἀρσενικὴ σύνταξις.

(Vers. 297.) ἐνταῦθα δὲ καὶ ἐπίκρισίς ἐστι ποιητικὴ, ὡς Ἀθηνᾶ μὲν ἐν θεοῖς κερδίστη ἐστὶν, ἐν ἀνθρώποις δὲ Ὀδυσσεύς.

(Vers. 299.) ἐν τούτοις δὲ σημείωσαι ὡς εἰ καὶ κέρδεα ὡς μάλιστα ἡ Ἀθηνᾶ οἶδεν, ἀλλ' οὐκ ἤδη καὶ κερδῴα λέγεται κατὰ τὸν κερδῷον Ἑρμῆν, ἐκεῖνο γὰρ ἑτεροίου λόγου ἐστὶ δεδηλωμένου ἐν ἄλλοις. σημεῖον δὲ τοῦ κέρδεσιν ἐμπρέπειν αὐτὴν καὶ τὸ, οὐδὲ σύ γ' ἔγνως Παλλάδα, ἓν γάρ τι καὶ τοῦτο τῶν κερδέων αὐτῆς. Τὸ δὲ μήτι κλέομαι, ἀντὶ τοῦ, τῇ βουλῇ εὐκλεής εἰμι, παραγώγως δὲ εἰπεῖν, κλεΐζομαι. καὶ ἐκτείνεται τὸ μήτι, καθὰ καὶ ἐν Ἰλιάδι ἐν τῷ, μήτι δ' ἡνίοχος περιγίνεται ἡνιόχοιο.

(Vers. 300.) Ἐν δὲ τῷ, Παλλάδ' Ἀθηναίην ἐπαγάλλεται αὐτὴ τῷ τῆς Παλλάδος ἐπιθέτῳ, γινομένῳ, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, ἢ παρὰ τὸ πάλλω, ἢ παρά τινα Πάλλαντα, ἢ καὶ διὰ τὸ νεάζον καὶ εὐειδές. λέγουσι γὰρ οἱ παλαιοὶ, τὰς εὐειδεστάτας καὶ εὐγενεῖς παρθένους ἱερῶσθαι καὶ καλεῖσθαι παρ' Ἕλλησι Παλλάδας, οἳ καὶ τὸν νέον οὐ μόνον πάλλαντα καλοῦσιν, ἀλλὰ καὶ πάλλακα. καὶ τὴν παλλακὴν δὲ, ὡς προεῤῥέθη, ἐντεῦθεν παράγουσιν. ἴσως δὲ καὶ οἱ νῦν Ἀττικοὶ πάληκες ἐντεῦθεν καλεῖσθαι διεδέξαντο. Ἀναπλῆσαι δὲ κήδεα, τὸ ἐντελῶς καὶ κατὰ [51] τὸ πλῆρες ἀνατλῆναι, ὡς δεδήλωται ἀλλαχοῦ.

(Vers. 312.) Ὅτι πολυγνώμονι καὶ δυσκατανοήτῳ ἀνδρὶ καὶ γυναικὶ ἐπιλεχθήσεται τὸ, ἀργαλέον σε γνῶναι βροτῷ ἀντιάσαντι, καὶ μάλ' ἐπισταμένῳ. σὲ γὰρ αὐτὸν παντὶ ἐΐσκεις.

(Vers. 314.) λήθην δὲ φιλίας δηλοῖ τὸ, τοῦτο δ' ἐγὼν εὖ οἶδ' ὅτι μοι πάρος ἤπιος ἦσθα ἕως τοῦ δεῖνος καιροῦ. μετ' αὐτὸν δὲ, οὔ σε ἔτι ἔπειτα ἴδον οὐδ' ἐνόησα ἐλθόντα ὅπως τί μοι ἄλγος ἀλάλκοις, ἀλλ' αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ ἠλώμην, εἵως με θεὸς

(Vers. 321.) κακότητος ἔλυσε. βοήθειαν δέ τινα δηλοῖ τὸ, θάρσυνάς τ' ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες.

(Vers. 324.) ἱκετευτικὸν δὲ τὸ, νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι.

(Vers. 326.) ἀπάτης δὲ ὑποψία τὸ, σὲ δὲ κερτομέοντα ὀΐω ταῦτ' ἀγορευέμεναι ἵν' ἐμὰς φρένας ἠπεροπεύσῃς. Ὀδυσσεὺς δὲ ταῦτα φησὶν ὑποπτεύων τοὺς τῆς Ἀθηνᾶς λόγους μὴ καὶ αὕτη ψεύδηται κατ' αὐτόν.

(Vers. 330.) αὐτὴ δὲ ἀποδεξαμένη τῆς στεῤῥότητος τὸν Ὀδυσσέα φησὶν ἔπαινον σταθεροῦ ἀνδρὸς τοιόνδε· αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα, τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, οὕνεκα ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.

(Vers. 332.) ἔστι δὲ ἐπητὴς ἢ ὁ λόγιος παρὰ τὸ ἔπος ἢ ὁ χαίρων τῇ ἀληθείᾳ παρὰ τὴν ἐπὶ πρόθεσιν καὶ τὸ ἐτέον. ὀξύνεται δέ, φασιν, ἡ λέξις παρὰ τοῖς παλαιοτέροις. οἱ δὲ ὕστερον παροξύνουσιν αὐτὸ, λέγοντες ἐπήτην τὸν φρόνιμον. ἀγχίνους δὲ διαφέρει ἐχέφρονος, ὡς καὶ ἀγχίνοια φρονήσεως. ἡ μὲν γὰρ σκέψις ἐστὶ τοῦ δέοντος ἐν βραχεῖ χρόνῳ ἀγχινοοῦσα, τουτέστιν ἐγγὺς καὶ ἐν ὀλιγίστῳ χρόνῳ, ἡ δὲ φρόνησις οὐ τοιαύτη, ἀλλ' ἔχει παράτασιν.

(Vers. 333.) ἐπὶ δὲ τούτοις δεικνῦσα ἡ Ἀθηνᾶ ὅπως ὁ Ὀδυσσεὺς ἐχέφρων ἐστὶν, ἐπάγει· ἀσπασίως γάρ κεν ἄλλοις ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἵεται ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ' ἄλοχόν τε. σοὶ δ' οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,

(Vers. 336.) πρίν γέ τι σῆς ἀλόχου πειρήσεαι. τοῦτο δὲ Ὀδυσσέως ἔπαινος, εἰ οὕτω στερέμνια φρονεῖ, ὡς μὴ εὐθὺς ἁρπάσαι τὴν τῶν οἰκείων ἐντυχίαν πρινὴ πειράσασθαι ὅπως ἔχουσι περὶ αὐτόν. εἶτα καὶ πληροφορεῖ περὶ τῆς γυναικὸς ὡς ἀγαθὴ περὶ τὸν ἄνδρα ἐστὶν, εἰποῦσα ἐπαινετικῶς, ὅτι αὕτως, τουτέστιν οὕτως ὡς καὶ ἐξ ἀρχῆς, ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθινύθουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ.

(Vers. 326.) Ὅτι καινόν τι σχῆμα καὶ τὸ, οὐ γὰρ ὀΐω ἥκειν εἰς Ἰθάκην ἀλλὰ ἄλλην γῆν ἀναστρέφομαι. τὸ γὰρ κοινότερον ἀναστρέφεσθαι ἦν.

(Vers. 339.) Ὅτι ὅ περ ἄν τις ἠπόρησε πρὸς τὸν ποιητὴν, πῶς δηλαδὴ περιεώρα τὸν Ὀδυσσέα ἡ φίλη Ἀθηνᾶ κακῶς ἐν τῇ δεκαετῇ πλάνῃ πάσχοντα, λύει ἐνταῦθα προποιήσας τὸν Ὀδυσσέα πρὸς τὴν Ἀθηνᾶν ἀπορήσαντα περὶ τούτου αὐτοῦ. καὶ αὐτὴν ἄρτι πλάσας λέγουσαν λυτικῶς, ὡς ᾔδεα μὲν, ὅ ἐστιν ἠπιστάμην,

(Vers. 340.) ὅτι νοστήσεις ὀλέσας ἀπὸ πάντας ἑταίρους, καὶ οὔ ποτε ἀπίστεον ταῦτά γε.

(Vers. 341.) ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι πατροκασιγνήτῳ, ὅς τοι χόλον ἢ κότον ἔνθετο θυμῷ, χωόμενος περὶ τοῦ υἱοῦ Κύκλωπος. ἐντεῦθεν Εὐριπίδης ὠφελημένος ποιεῖ τὴν Ἄρτεμιν ἀπολογουμένην τῷ καλῷ Ἱππολύτῳ, αἰτιωμένῳ εἰ παρεῖδεν ἐκείνη αὐτὸν ὀλλύμενον Ἀφροδίτης χόλῳ, καὶ λέγουσαν· οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ τῇ τοῦ θέλοντος, ἀλλ' ἀφιστάμεθ' ἀεί.

(Vers. 339.) Ὅρα δ' ἐνταῦθα τὸ ἀπιστεῖν ὡς ἐναντίον κείμενον τῷ εἰδέναι. φησὶ γάρ· οὔποτ' ἀπίστεον ἀλλ' ἐνὶ θυμῷ ᾔδεα.

(Vers. 345.) Ὅτι ἐπίτροχον εἶδος περιηγήσεως ὡς πρὸς εἰδότα τὸ, Φόρκυνος μὲν ὅδ' ἐστι λιμὴν ἁλίοιο γέροντος, ἥδε δ' ἐπὶ κράτος λιμένος τανύφυλλος ἐλαίη. ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδὲς, ἱρὸν νυμφάων, αἳ Νηϊάδες καλέονται. οὗτοι δὲ οἱ δύο στίχοι ἔν τισι τῶν ἀντιγράφων οὐ κεῖνται. τὸ μέντοι ἐφεξῆς ἐν ἅπασι κεῖται· τοῦτο δέ σοι σπέος ἐστὶ κατηρεφὲς, ἔνθα σὺ πολλὰς ἔρδεσκες Νύμφῃσι τεληέσσας ἑκατόμβας.

(Vers. 351.) τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταείμενον ὕλῃ, τουτέστι κεκαλυμμένον δένδροις, ἤγουν δασὺ, ἀπὸ τοῦ ἕω τὸ ἐνδύω, ἐξ οὗ ἔνω, ἀφ' οὗ ἐνύω τὸ σκεπάζω, καὶ πλεονασμῷ τοῦ ι, εἰνύω, ὡς τὸ, θριξὶ δὲ νέκυν καταείνυον.

(Vers. 345.) περὶ Ἰθάκην δὲ ἡ ῥηθεῖσα ἐπελευστικὴ τοπογραφία, Ἀθηνᾶς περιηγουμένης ταῦτα τῷ Ὀδυσσεῖ, ὅ ἐστι φρονήσεως. γνοὺς γὰρ ἐκ πολλῶν φθασάντων ἀγαθοὺς τοὺς Φαίακας καὶ μηδέ τινος τῶν χρημάτων λειπόμενος, πιστεύει τοῦ λοιποῦ τῆς πατρίδος εἶναι, καὶ ἀνακινήσας τὴν μνήμην περίεισι τὰ ῥηθέντα, οἱονεὶ ὁμιλῶν ἑαυτῷ καὶ λέγων, ὡς οὗτος μὲν ὁ Φόρκυνος λιμὴν, αὕτη δὲ ἐλαία ἱερὰ, ἐκεῖνο δὲ ἄντρον· οὗ καὶ μέμνηται συχνὰ ὁ ποιητὴς ὡς ἐπιτηδείου τῷ Ὀδυσσεῖ ἐναποκρύψαι τὰ χρήματα. καὶ οὕτω τῆς Ἀθηνᾶς ἠέρα σκεδασάσης τὸν τῆς λήθης καὶ τῆς πατρίδος χθονὸς τῷ Ὀδυσσεῖ γνωσθείσης δι' ἀναμνήσεως εὐοδοῦται καθ' ὅμοιον τρόπον τὰ ἐφεξῆς.

(Vers. 370.) καὶ Ἀθηνᾶς προηγουμένης [52] τῷ ἥρωϊ ἔργων τε καὶ λόγων τά τε χρήματα κρύπτει, αὐτὸς καταθεὶς ἀσφαλῶς, καὶ λίθον ταῖς θύραις ἐπιθεὶς ἤγουν τῇ ὀπῇ τῆς πέτρας διὰ τῆς αὐτῆς Ἀθηνᾶς. καὶ τὸ ἐντεῦθεν ἐκεῖ καθεσθεὶς παρὰ πυθμένα ἐλαίης συμφράζεται τῇ φρονήσει Ἀθηνᾷ οἷα καὶ ἀγχίνους καὶ ἐχέφρων τὰ κατὰ τοὺς μνηστῆρας.

(Vers. 375.) καὶ ἡ μὲν ἐρεθίζει αὐτὸν κατ' ἐκείνων, καὶ τὴν βίαν αὐτῶν φράζει καὶ τὸ ποιητέον ὑποτίθησι καὶ παρέσεσθαι ὑπισχνεῖται αὐτῷ κατὰ τῶν μνηστήρων, καὶ ἀλλοιοῖ δὲ τὸ εἶδος αὐτοῦ πρὸς τὸ εἰδεχθέστερον, καὶ σκευάζει πτωχικώτερον χάριν ἐπικρύψεως καὶ συμβουλεύει ἀπελθεῖν πρῶτα εἰς τοὺς κατὰ τὴν νῆσον ἀγροὺς εἰς τὸν καλὸν Εὔμαιον. καὶ Ὀδυσσεὺς ποιεῖ οὕτως, ὡς ἡ φρόνησις δηλαδὴ αὐτῷ νοῆσαι ὑπέβαλε. καὶ οὕτως εὐοδοῦται τὰ ἐφεξῆς. ἐν τούτοις δὲ καὶ ἐπαινῶν ὁ ποιητὴς τὴν μέθοδον τοῦ κρύφα τὸν Ὀδυσσέα ἐλθεῖν εἰς τὰ ἑαυτοῦ

(Vers. 383.) ποιεῖ τὸν αὐτὸν Ὀδυσσέα χάριν ὁμολογοῦντα τῇ Ἀθηνᾷ ἐφ' οἷς αὐτῷ ὑπέθετο τὴν τοιαύτην βουλὴν, εἰπὼν οὕτως· ὦ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες. καινὸν δὲ οὐδὲν εἰ θεὰν εἶπε τὴν ἑαυτῷ φρόνησιν ὁ καὶ μῆνιν ἄειδε θεὰ εἰπὼν πρὸς τὴν ἐν ἑαυτῷ γνῶσιν, ὡς ἐῤῥέθη ἐκεῖ. οὕτω δὲ καί· ἄνδρα μοι ἔννεπε Μοῦσα, ὅ ἐστιν ἡ κατ' ἐμὲ γνῶσις. καὶ τοιαῦτα μὲν ταῦτα.

(Vers. 347.) Τὸ δὲ ῥηθὲν ἱερὸν ἄντρον τῶν Νηΐδων νυμφῶν φαίνεται καὶ ὑδάτων κατάῤῥυτον εἶναι νάμασι, διὸ καὶ νυμφῶν ἱερὸν λέγεται, περὶ ὧν προγέγραπται. δῆλον γὰρ ὡς χαίρουσιν αἱ τῆς ἀλληγορίας νύμφαι τῇ κατὰ γῆν ὑγρότητι.

(Vers. 349.) Σπέος δὲ καὶ ἄντρον εἰπεῖν ταυτὸν κατὰ πολυωνυμίαν ἐστὶν ὥς περ καὶ σπήλαιον. Ἐπηρεφὲς δὲ, κοινότερον μὲν, τὸ αὐτόροφον. οἱ δὲ παλαιοὶ γράφουσι καὶ τὸ χθαμαλόν. τοῦτο δὲ προϊὼν

(Vers. 363.) καὶ θεσπέσιον καλεῖ κατά τι κοινὸν ἴσως ἐπίθετον. διὸ καὶ ἐν τῷ τέλει τοῦ βιβλίου, ἄντρου μνησθεὶς ἐν παραβολῇ, θεσπέσιον ἐκεῖνο καλεῖ. τοῦτο δὲ διὰ τὸ ἐν τοῖς ἄντροις σεμνόν. ἅ περ εἰς κόσμον ἀλληγοροῦνται, ὡς καὶ προείρηται. Ὅρα δ' ἐν τούτοις καὶ ὅπως ἐπέτεμε γοργότατα ὁ ποιητὴς ἐν ὀλιγίστῳ τὰ πρὸ μικροῦ πλατύτερον ἐκφρασθέντα περί τε τοῦ λιμένος καὶ τῶν κατ' αὐτόν.

(Vers. 353.) Ὅτι ὥς περ πρὸ ὀλίγων μείδησεν Ὀδυσσεὺς χαίρων ᾗ γαίῃ πατρωΐῃ, οὕτω καὶ νῦν ἀκριβέστατα γνοὺς αὐτὴν γήθησε χαίρων ᾗ γαίῃ.

(Vers. 354.) καὶ οὐκ ἔτι ἑρπύζει παρὰ θῖνα θαλάσσης ἀχθόμενος, ἀλλὰ καὶ αὐτὸς ἔκυσε ζείδωρον ἄρουραν ὡς εἰ καὶ φίλην μητέρα.

(Vers. 356.) καὶ νύμφαις ἀρᾶται χεῖρας ἀνασχὼν καὶ κατὰ ἠθοποιΐαν πλάττεται λέγων οὕτω· νύμφαι Νηϊάδες κοῦραι Διὸς, τουτέστι ἀέρος, ὡς ἡ ἀλληγορία ἐδήλωσεν, οὔ ποτ' ἔγωγε ὄψεσθαι ὑμᾶς ἐφάμην. νῦν δ' εὐχωλῇς ἀγανῇσι χαίρετε. ἀτὰρ καὶ δῶρα διδώσομεν ὡς τὸ πάρος περ, αἴ κεν ἐᾷ πρόφρων με θεὸς αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ. ταῦτα δὲ παρῳδηθέντα ποτὲ προσαρμόσει βιωτικῷ ἀνδρὶ σεσωσμένῳ ἀπὸ κακοῦ.

(Vers. 358.) Τὸ δὲ διδώσομεν πρωτότυπόν ἐστι τοῦ δίδωμι. δῆλον γὰρ ὡς ἐκ τοῦ διδῶ διδώσω τὸ δίδωμι.

(Vers. 362.) Ὅτι θαρσοποιὸν κἀνταῦθα τὸ, θάρσει, μηδέ τι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.

(Vers. 363.) Ὅτι ὁ τέως μὲν σχάζων τὴν χρηματικὴν φροντίδα, ἐθέλων δὲ πρῶτον σκέψασθαι, εἴποι ἂν τὸ, ἀλλὰ χρήματα μὲν θείομεν αὐτίκα νῦν μυχῷ ἄντρου θεσπεσίοιο ἢ ἁπλῶς τόπου τινὸς αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ, αὐτοὶ δὲ

(Vers. 365.) φραζώμεθα ὅπως ὄχ' ἄριστα γένηται. Μετακομιδὴν δὲ ἀσφαλιστικὴν χρημάτων φράζει τὸ, ἐφόρει χρυσὸν καὶ ἀτειρέα χαλκὸν, εἵματά τ' εὐποίητα. καὶ τὰ μὲν εὖ κατέθηκε,

(Vers. 370.) λίθον δ' ἐπέθηκε θύρῃσι. λέγει δὲ θύρας, ὡς καὶ προεδηλώθη, τὴν τοῦ σπηλαίου ὀπὴν, πληθύνας τὴν λέξιν πρὸς ἔνδειξιν τῆς κατὰ τὴν μυθικὴν Ἀθηνᾶν ἰσχύος, ᾗ ἀναλόγως μέγαν ἔστι λογίσασθαι τὸν λίθον τὸν ταῖς τοιαύταις θύραις ἐπιτιθέμενον.

(Vers. 369.) Ὅρα δὲ τὸ, εἵματα εὐποίητα, ὡς χρήσιμον εἰς τὸ, ἐσθῆτα ὑφαντήν. δῆλον γὰρ ὅτι καὶ ἐκείνη ἐΰφαντος, ὡς καὶ προεδηλώθη, κατὰ τὰ νῦν εὐποίητα εἵματα. Τὸ δὲ ἵνα περ τάδε τοι σόα μίμνῃ, οὐκ ἀναγκαίως ἀντὶ τοῦ ἔνθα μένει νοηθείη ἂν, ἀλλὰ μᾶλλον ἀντὶ τοῦ, ὅπως μένῃ φυλαττόμενα.

  

(Vers. 372.) Ὅτι ἱερὰν τὴν προῤῥηθεῖσαν ἐλαίαν λέγει καὶ δι' ἄλλας μὲν αἰτίας, μάλιστα δὲ διὰ τὸ μυθικῶς, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀνιερῶσθαι αὐτὴν τῇ Ἀθηνᾷ. διὸ καὶ τόπος ἐνταῦθα βουλῆς ὁ πυθμὴν αὐτῆς γίνεται, ὅτε Ὀδυσσεὺς τῇ Ἀθηνᾷ συμφράζεται προεκθετικῷ λόγῳ περὶ τῶν ἐφεξῆς. εἰ δὲ ἀκολούθως τῇ ἐν Ἀθήναις ἱερᾷ ἐλαίᾳ καὶ ἡ ἐν Ἰθάκῃ πέπλασται, οὐκ ἄν τις ἀπισχυρίσαιτο ἀσφαλῶς.

(Vers. 378.) Ὅτι καὶ ἐνταῦθα ἕδνα τὰ ἐξ ἀνδρῶν πρὸς γυναῖκα. φησὶ γὰρ ὅτι τρίετες [53] ἦσαν οἱ μνηστῆρες μνώμενοι τὴν Πηνελόπην καὶ ἕδνα διδόντες. ὃ δὴ ποιήσουσιν ἐν τοῖς ἐφεξῆς αὐτοὶ καὶ τοῦ Ὀδυσσέως παρόντος καὶ βλέποντος καὶ χαίροντος τῇ συνέσει τῆς γυναικός.

(Vers. 386.) Ὅτι παράκλησις ἐπὶ συμμαχίᾳ τὸ, ἀλλ' ἄγε μῆτιν ὕφηνον ὅπως ἀποτίσομαι αὐτούς. πὰρ δέ μοι αὐτὴ στῆθι μένος πολυθαρσὲς ἐνιεῖσα.

(Vers. 389.) εἰ δὲ καὶ γενναῖος ὁ δυσωπούμενος, ἁρμόσει καὶ τὰ ἐφεξῆς· αἴ κέ μοι παρασταίης, καί κε τριηκοσίοισιν ἐγὼ ἄνδρεσσι μαχοίμην σὺν σοὶ, ὅτε μοι πρόφρασσα ἐπαρήγοις.

(Vers. 393.) εἰ δὲ ὁ παρακληθεὶς ὑπόσχηται οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ, καὶ λίην τοι ἔγωγε παρέσσομαι οὐδέ με λήσεις, ὁππότε κεν δὴ ταῦτα πενώμεθα, καί τιν' ὀΐω αἵματί τ' ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας, ἐκ τῆς Ὀδυσσέως δὲ καὶ Ἀθηνᾶς ὁμιλίας ταῦτα εἰσὶ, προεκθετικῶς ῥηθέντα καὶ αὐτὰ περὶ τῶν εἰσέπειτα.

(Vers. 390.) Ἰστέον δὲ ὅτι ἐν τῷ, καὶ τριακοσίοις ἂν μαχοίμην σὺν σοὶ, ὑπονοοῦσι τὸν στίχον οἱ παλαιοὶ ὡς μὴ ἔχοντα ὑπερβολὴν, φάμενοι ὡς ἐν τῇ λάμβδα τῆς Ἰλιάδος καὶ Ἀθηνᾶς δίχα πλείοσιν ἢ τριακοσίοις ἀντέστη Ὀδυσσεὺς, τέως μέντοι ὅπως ἂν καὶ ἔχοι ὁ λόγος ἀξιόμαχος ὢν ὁ Ὀδυσσεὺς πρὸς τριακοσίους θαῤῥῶν ἂν τοῖς μνηστῆρσιν ἐπίθοιτο τοῖς μήτε τοσούτοις μήτε ἄγαν στρατιωτικοῖς. καὶ νῦν μὲν πρὸς τριακοσίους εἶπεν ὁ Ὀδυσσεὺς ἀντιστήσεσθαι ἂν ἐπιεικευόμενος, ἐν δὲ τοῖς ἑξῆς πρὸς πεντήκοντα λόχους γενναῖος ἂν ἔσεσθαι ἀκούει πρὸς Ἀθηνᾶς, ὅ ἐστι πρὸς δισχιλίους καὶ ἐπέκεινα. καὶ ἔστιν ἐκεῖνο ὑπερβολὴ, ὡς δέον ὂν, τὸν μὲν Ὀδυσσέα μετριώτερον εἰπεῖν, τὴν δὲ Ἀθηνᾶν ὑπερβολικώτερον διὰ τὸ σεμνόν.

(Vers. 388.) Ἐν τούτοις δὲ καὶ ἄλλως περιαυτολογῶν Ὀδυσσεὺς Τροίης ἐλύομέν, φησι, λιπαρὰ κρήδεμνα, λιπαρὰ μὲν λέγων κατὰ τοὺς παλαιοὺς τὰ ἔκδηλα καὶ λαμπρά. εἰκὸς δὲ δηλοῦσθαι οὕτω καὶ τὰ εὐδαίμονά ποτε. Κρήδεμνα δὲ μεταφορικῶς καὶ νῦν τὰς τῶν πύργων στεφάνας καὶ λοιπὰς ἐξοχάς.

(Vers. 394.) Τὸ δὲ πενώμεθα ἤδη τὴν Ἀθηνᾶν συνεργοῦσαν τῷ Ὀδυσσεῖ παριστᾷ. Τὸ δὲ ὀΐω ἐπιεικῶς ἡ Ἀθηνᾶ λέγει. οὐ γὰρ ὀΐεται, ὃ λέγει, ἀλλ' ἀκριβῶς οἶδε. μάλιστα δὲ οὐκ ἐπιεικεύεται ἀλλὰ βαρέως λαλεῖ, ὡς καὶ μετ' ὀλίγα ἐρεῖ.

(Vers. 395.) Παλάξειν δὲ τὸ ἀναδεύσειν, ὥς φασιν οἱ παλαιοὶ, καὶ φῦραι καὶ μολῦναι. δηλοῖ δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ ἡ Ἰλιάς. Ἄσπετον δὲ οὖδας περιφραστικῶς τὴν ἤπειρον λέγει, ὅ ἐστι τὴν ἁπλῶς γῆν. ἄλλως γὰρ πῶς ἄσπετος ἡ βραχεῖα καὶ εὐπερίγραπτος καθ' ἣν οἱ μνηστῆρες πεσοῦνται; οἱ δὲ παλαιοὶ λέγουσι περὶ τῆς ἐνταῦθα τοῦ Ὀδυσσέως βουλῆς δι' ἧς χερσὶν ὀλίγαις ἐπιθήσεσθαι τοῖς μνηστῆρσι μελετᾷ, ὅτι οὐκ ἠθέλησέ ποθεν συμμαχίαν λαβεῖν, ἐπειδὴ τοῖς μὲν πολίταις οὐ προέθετο πολεμήσειν, ὡς μηδὲν αἰτίοις, οἷα καὶ μαθὼν ἐν Ἅιδου φυλάττεσθαι τὰς βασιλικὰς τιμὰς τῷ υἱῷ. οἱ δὲ μνηστῆρες καὶ δίχα συμμαχίας εὐεπιχείρητοί εἰσιν, εἴ περ Ὀδυσσεὺς καὶ μόνος πρὸς τριακοσίους ἢ καὶ πρὸς λόχους ὅλους πολλοὺς ἀντίμαχός ἐστιν ἀξιόμαχος σὺν Ἀθηνᾷ, τουτέστι μετὰ καὶ φρονήσεως, καθ' ἣν καὶ μάλιστα τῶν μνηστήρων περιεγένετο.

(Vers. 397.) Ὅτι ἐπεὶ ἔδει τὸν Ὀδυσσέα μὴ λαμπρὰ φοροῦντα μηδὲ φαιδρῷ προσώπῳ ἐμφανισθῆναι τοῖς ἑαυτοῦ, εἰκὸς μὲν καὶ ἄλλως τοῦτο ποιηθῆναι πρός γε αὐτοῦ Ὀδυσσέως. ὁ δὲ ποιητὴς κἀνταῦθα τερατῶδές τι ἐθελήσας πλάσασθαι παράγει τὴν μυθικὴν Ἀθηνᾶν λέγουσαν οὕτως· ἀλλ' ἄγε σε ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι. ξανθὰς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας. ἀμφὶ δὲ λαῖφος ἕσσω, ὅ κεν στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα, ἢ στυγέει τις ἰδὼν ἄνθρωπον ἔχοντα. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε

(Vers. 402.) ὡς ἂν ἀεικέλιος, καὶ διατοῦτο δηλαδὴ ἄγνωστος, πᾶσι μνηστῆρσι φανείης σῇ τ' ἀλόχῳ καὶ παιδὶ, τὸν ἐν μεγάροισιν ἔλιπες.

(Vers. 430.) καὶ μετ' ὀλίγα δὲ, ὅτε ἡ Ἀθηνᾶ τοῦτο ποιεῖ, ὁμῶς φράζει ὁ ποιητὴς, πλὴν ὅσον καὶ προστίθησιν ἐκεῖ καὶ παραποιεῖ δέ τινα πρὸς σαφήνειαν. φησὶ γάρ· κάρψε μὲν οἱ χρόα καὶ ἑξῆς τὸν ὅλον στίχον, ξανθὰς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας. ἀμφὶ δὲ δέρμα πάντεσσι μελέεσσι παλαιοῦ θῆκε γέροντος. κνύζωσε δέ οἱ ὄσσε καὶ ἐφεξῆς τὸ πᾶν τοῦ στίχου. ἀμφὶ δέ μιν ῥάκος κακὸν βάλεν ἠδὲ χιτῶνα ῥωγαλέα, ῥυπόεντα, κακῷ μεμορυγμένα καπνῷ. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάφοιο, ψιλόν. δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ. Ἐν οἷς ὅρα τὴν σκευὴν ἀρχοειδῆ τινὰ οὖσαν ὡσεὶ παράδειγμα τῇ ὕστερον κωμικῇ μεθόδῳ, ἢ πρὸς εὐτέλειαν τὰ σκηνικὰ διεσκεύαζεν, ὡς καὶ ὁ Ἀριστοφάνης δηλοῖ. πολλὴ δὲ ἡ τῆς ἀλλοιώσεως ταύτης τῷ Ὀδυσσεῖ συμβολὴ πρὸς ἃ μέλλει ποιεῖν. οὐ γὰρ ἔχει τι καλὸν ὡς καὶ περιεργασθῆναι, ἀλλὰ κατὰ τὸν ποιητὴν, καὶ στυγεῖται βλεπόμενος. διό περ οὐδ' ἂν πολυπραγμονηθεὶς γνωρισθείη τινί. Ἄγνωστος δὲ γίνεται πᾶσι, δίχα γε τῆς μαίας Εὐρυκλείας. [54] πλὴν οὐδ' αὐτὴ ἐκ τοῦ εἴδους ἁπλῶς ἀναγνωρίζει τὸν Ὀδυσσέα, ἐκ τῆς κατὰ τὸν μηρὸν δὲ οὐλῆς, ὡς φανήσεται.

(Vers. 398.) Κάρψαι δέ ἐστι τὸ ξηράναι καὶ συσπάσαι, ἐκ τοῦ κάρφω. ἀφ' οὗ καὶ τὸ κάρφος. κάρφεται δὲ χροῦς ὁ τοῦ γέροντος, ὡς δηλοῖ τὸ, ἀμφὶ δὲ δέρμα πᾶσι μέλεσσι παλαιοῦ θῆκε γέροντος. ταυτὸν γὰρ εἰπεῖν κάρψε χρόα, καὶ δέρμα γέροντος ἔθετο. ὠνοματοπεποίηται δὲ τὸ κάρφω, ἐξ οὗ καὶ καρφαλέον τὸ ξηρόν. ὡς τὸ, καρφαλέον δ' ἄϋσεν. ἔτι δὲ καὶ τὸ ὑπέρισχνον κατὰ τοὺς παλαιούς. ἐπειδὴ τῷ ὑπερίσχνῳ ξηρότης ἕπεται, ὡς εἶναι αὐτὸν οὕτω καὶ ἀλίβαντα καὶ αὗον μετὰ δασείας Ἀττικῶς. οὕτω δὲ καὶ ὕφαυον διὰ τὸ ἀποφαυάνθαι γήρᾳ, εἴποι ἂν ὁ κωμικός. ὡς δὲ ἐδάσυνον οἱ Ἀττικοὶ τὸ αὕω, καθὰ καὶ τὸ εὕω, ἡ παράδοσις δηλοῖ. τάχα γὰρ ἐκ τοῦ εὕω τροπῇ τοῦ ε εἰς α παρῆγον τὸ αὕω. ἐξ οὗ ἴσως καὶ ἀφαυρὸς ὁ ἀσθενὴς καὶ μὴ διερὸς κατὰ τὸν ποιητὴν εἰπεῖν, ἤγουν ὑγρὸς καὶ ὑγιὴς, ἀλλ' οἷον ξηρός. δοκεῖ δὲ τοῦ κάρφω μέσος παρακείμενος εἶναι κέκαρπα, καὶ ἐξ αὐτοῦ καρπὸς, ὡς οἱ παλαιοί φασι καὶ αὐτό.

(Vers. 399.) Περὶ δὲ τοῦ ξανθὰς εἶναι τῷ Ὀδυσσεῖ κόμας ἤδη τὸ δέον προγέγραπται. ὡς δὲ καὶ παρὰ τὸ ξαίνειν ὁ ξανθὸς καὶ ἡ ξανθὴ παρῆχθαι δοκεῖ, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται, ὁμοίως δὲ καὶ ὡς ἀλλήλοις ἀντιμεταχωροῦσι τὰ ψιλὰ καὶ τὰ δασέα, πλειστάκις. οὕτω γὰρ ἐκ τοῦ σκύτος μὲν ὁ Σκύθης, καὶ ἐκ τοῦ πιεῖν ἅλις ἡ φιάλη, καὶ ἐκ τοῦ ξαντὸς ὁ ξανθός. αὖθις δὲ ἐκ τοῦ ἱστία καὶ ἐφίστιος τὸ ἐπίστιον Ἰωνικῶς, καὶ ἐκ τοῦ κολφαβρὸς, καὶ ὅσα τοιαῦτα. Λαῖφος δὲ πτωχικόν τι ἱμάτιον κατὰ τὸ σπεῖρον. διὸ καὶ καθὰ σπεῖρον λέγεται νηὸς, οὕτω καὶ λαῖφος τὸ ἱστίον διὰ τὸ καὶ τοῦ σπείρου καὶ τοῦ λαίφους ἁδρὸν καὶ ἐπιτήδειον τοῖς πλέουσι.

(Vers. 401.) Τὸ δὲ κνυζώσω ἀντὶ τοῦ ῥυσώσω, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοι, φασὶν, οἱ τῶν καθευδόντων ὀφθαλμοί. κατὰ δέ τινας καὶ οἱ τῶν κυνῶν· διὸ καὶ ἐντεῦθεν παρῆχθαι δοκεῖ τὸ κνυζοῦν. ὅθεν καὶ κνυζηθμὸς ἐν τοῖς ἑξῆς ἐπὶ κυνῶν εὑρεθήσεται κείμενος. Ἡρῳδιανὸς δὲ τοῦτο μὲν ἐμφαίνει ἀπὸ τοῦ κνύζειν γενέσθαι, τὸν κνυζηθμὸν δηλαδὴ, τὸ δὲ ἀπὸ κυνῶν εἰπεῖν τὸ κνυζώσω ὀκνεῖ, ἀπίθανον εἰπὼν καὶ δυσκατάστατον περιστᾶν ἐκ τῆς κατὰ κύνας μεταφορᾶς τὸ τῶν ὀφθαλμῶν ἀπρεπές. ὁμοίως ἀπίθανον λέγει καὶ τὸ ἐκ τῆς κονύζης γενέσθαι αὐτὸ ἧς ἡ χρῆσις ἐν τῷ, χαμαιζήλοιο κονύζης. ἐπικρίνει δὲ, ἄμεινον εἶναι Φιλοξένῳ πείθεσθαι, εἰπόντι ὡς παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν μὲν ὂν, προφερόμενον δὲ καὶ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν. οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ ἐν Θεσμοφοριαζούσαις· οὗτος πόθῳ μοὔκνυεν ἕλκων τὴν θύραν, ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέσκεται ὥς περ ἑρπύω ἑρπύζω καὶ μύω μύζω τρύω τρύζω, οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ, ὁμοίως τῷ, δίζω διζῶ. καὶ ἄλλως δὲ παρὰ τὸ κνύζα κνυζῶ, ὡς κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ. ἐκ δὲ τοῦ ῥηθέντος κνύω καὶ κνύμα δακτύλων προφέρει ἐκ τοῦ κωμικοῦ, καὶ κνύος δὲ τὴν φθορὰν κατὰ γένος οὐδέτερον ὁμοίως τῷ, θῶ θύος καὶ φλῶ φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας, φέρων καὶ χρῆσιν ἐκ τοῦ παρὰ Ἡσιόδῳ καταλόγου περὶ τῶν Προιτίδων. καὶ γάρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν· ἀλφὸς γὰρ χρόα πάντα κατέσχεν, ἐν δέ νυ χαῖται ἔῤῥεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα. παράγει δὲ τὸ τοιοῦτον κνύω ἐκ τοῦ κνῶ, ἐξ οὗ καὶ ἡ κόνις, ὡς ἀλλαχοῦ φαίνεται, καὶ τὸ κναίω ἀντὶ τοῦ διαφθείρω, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ, καὶ τὸ κνίζω ἤγουν ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, ἀφ' οὗ περ οὐ μόνον ἡ κνῖσα, ὡς καὶ αὐτὸ ἐν ἄλλοις κεῖται, ἀλλὰ καὶ ἡ κνίζα, ὡς σχίζω σχίζα. Ἀνακρέων· κνίζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. ὁμοίως δὲ ἐκ τοῦ κνῶ λέγει καὶ τὸ κνάπτειν γίνεσθαι. ὡς γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰς ῥῶσιν ἄγω, καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον, καὶ θῶ θάπτω τὸ ἀποτίθημι εἰς ταφὴν, οὕτω καὶ κνῶ κνάπτω. ἀφ' οὗ κνάφος φυτὸν ἀκανθῶδες. ᾧ τὰ ἄθικτά, φησιν, ἱμάτια ἐπισύροντες κατεργάζονται. τὸ δ' αὐτὸ καὶ γνάπτω. ὅθεν καὶ ὁ κναφεὺς καὶ γναφεὺς ὁ αὐτός. λέγει δὲ καὶ ὅτι τὰ εἰς ζω ῥήματα παραληγόμενα τῷ υ φιλεῖ πως βαρύνεσθαι, οἷον τρύζω, γρύζω, σύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὀτοτύζω. εὑρέθη μέντοι τινὰ καὶ περισπώμενα, ὧν ἔσθ' ὅτε καὶ προκατάρχει ὄνομα, ὡς τὸ κορυζῶ καὶ τὸ φυζῶ, οὗ μέσος παρακείμενος ἐν τῷ, πεφυζότες ἠΰτε νεβροί· καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ, μεμυζότε μυδαλέω τε παρὰ Ἀντιμάχῳ. ἔτι λέγει καὶ ὅτι τὰ εἰς ζω περισπώμενα τῷ υ παραληγόμενα ὀφείλει τρίτης συζυγίας εἶναι. τοῦτο δὲ ἐλέγχοιτ' ἂν ἐκ τοῦ κνυζηθμοῦ. ἐκεῖνο γὰρ οὐκ ἀπὸ τρίτης γίνεται συζυγίας. ἔτι ὁ αὐτὸς ἑρμηνεύων τὸ κνυζῶσαι ἀντὶ τοῦ διαφθεῖραι κεῖσθαι λέγει. διό, φησιν, ἐπιφέρει Ὅμηρος τὸ, πάρος περικαλλέ' ἐόντε. καὶ οὕτω μὲν Ἡρῳδιανός. [55] Ἕτεροι δὲ κνυζῶσαι, φασὶ, τὸ διὰ ψώρας αἰσχῦναι. κνύζα γάρ, φασιν, ἡ ψώρα. Ὄσσε δὲ ὡς μὲν ἀπὸ τοῦ ὄσσω τὸ βλέπω γίνεται, καὶ ὡς κατά τινας μεταπέπλασται ἀπὸ εὐθείας δυϊκῶν τῆς, τὼ ὄσσω, γέγραπται ἀλλαχοῦ. ὁ δὲ Ἡρῳδιανὸς λέγει ὅτι καθάπερ ὁ σκότος καὶ τὸ σκότος ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχος καὶ τὸ ἔλεγχος, οὕτω καὶ τὸ ὄσσος. οὗ ὤφειλε τὸ δυϊκὸν γεγενῆσθαι τὼ ὄσσεε, παθὸν δὲ ἀποκοπὴν ἢ συγκοπὴν, ἄδηλον γάρ φησι τὸ πάθος, ἐποίησε τὸ ὄσσε. βαρύνεται δέ, φασιν, οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰς ος μονογενῆ δισύλλαβα τῷ ο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶς τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, ὄῤῥος, κόκκος, κόττος. οὕτως ἄρα καὶ ὄσσος εἴρηται μονογενῆ διὰ τὸ πολλός. μάχεται τῷ κανόνι τὸ, κομμός. θαυμαστὸν δέ, φησιν, οὐδὲν εἴ περ τὰ εἰς ος λήγοντα τῷ ο παραληγόμενα φιλεῖ ἓν ἔχειν σ εἰ μὴ κατὰ πάθος διπλοῦται ὡς τὸ, τόσσος. τοῦτο δὲ μόνον ἔσχε δισσὸν αὐτό. τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ, νόσος καὶ δρόσος. τὸ γὰρ κροσσὸς οὐκ οἶδα, φησὶ, σύνηθες Ἕλλησιν.

(Vers. 435.) Ῥωγαλέα δὲ ἱμάτια δηλαδὴ τὰ διεῤῥηγμένα, τροπῇ τοῦ μακροῦ εἰς μακρόν. οὕτω δὲ καὶ πήρη πυκνὰ ῥωγαλέη ἡ πολύσχιστος. γελοία δὲ αὐτὴ, εἴ περ πεποιημένη τηρεῖν τὰ ἐντὸς, ὅθεν καὶ πήρα λέγεται, ἡ δὲ εἰς πυκνὰ διέῤῥηκται. Μεμορυχμένα δὲ ἢ μεμορυγμένα, διχῶς γὰρ φέρεται καθὰ καὶ τὸ, βρεχμὸς καὶ βρέγμα, τὰ μεμολυσμένα καὶ πεφυρμένα κατὰ τοὺς παλαιούς. κρεῖττον δὲ ἠφανισμένα εἰπεῖν, παρὰ τὸν μόρον, ἐξ οὗ τὸ μορύσσω.

(Vers. 436.) Μέγα δὲ δέρμα ἐλάφου καὶ ψιλὸν τὸ μὲν ἀναλόγως τῷ ἡρωϊκῷ σώματι, τὸ δὲ πρὸς γελοιασμὸν πλείονα, εἰ μὴ λεοντῆν, εἰ μὴ παρδαλῆν, εἰ μὴ λυκέην φορεῖ, ἀλλὰ ἐλάφου δέρμα καὶ αὐτὸ τριχῶν πενόμενον.

(Vers. 437.) Ἐν δὲ τῷ, σκῆπτρον καὶ ἀεικέα πήρην τὸ ἀεικὲς καὶ ἐπὶ τοῦ σκήπτρου νοητέον. οὐ γὰρ βασιλικὸν δή που ἦν ἐκεῖνο, ἀλλὰ πτωχική τις ῥάβδος. Ἀεικὴς δὲ πήρα ἡ μὴ κατὰ τὸ εἰκὸς ἐσκευασμένη διὰ τὸ πυκνὰ ῥωγαλέον. ὃ κωλύει πάντως τὴν πήραν τηρεῖν τὰ βαλλόμενα. τοῦτο δὴ τὸ ἐτυμολογοῦν αὐτήν. παρὰ τὸ τηρεῖν γὰρ ἡ πήρα λέγεται γίνεσθαι. καὶ ἄλλως δὲ διὰ τὴν αὐτὴν αἰτίαν ἀεικὴς πήρα, ἣν οὐκ ἂν εἰκάσοι τις πήρᾳ, καθὰ καὶ ἀεικέλιος Ὀδυσσεὺς ἐῤῥέθη φανῆναι τοῖς μνηστῆρσιν, ἀντὶ τοῦ μὴ ἂν πρὸς Ὀδυσσέα εἰκασθησόμενος. διχῶς δέ, φασιν, ἡ πήρα. λέγεται γὰρ οὕτω καὶ ὃ φέρουσιν οἱ ποιμένες ἐπ' ὤμων καὶ ἰατρικὸν δέ τι ἐγχειρίδιον.

(Vers. 438.) Στρόφος δὲ, σχοινίον ἐστραμμένον ἤτοι κλωστὸν, ἢ καὶ ἱμὰς τοιοῦτος, ὑφ' οὗ ἀείρεται ἤτοι βαστάζεται καὶ κουφίζεται πήρα. διὸ καὶ ἀορτὴρ λέγεται. οὕτω δὲ καὶ τελαμών τις λέγεται ἀσπίδος ἀορτήρ. ὅτι δὲ στρόφος οὐ μόνον ὁ ποιητικὸς, ἀλλὰ καί τι νόσημα ζωϊκὸν, δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, στρόφος μ' ἔχει, ὦ ἄνερ, καὶ ὀδύνη τὴν γαστέρα. δῆλον δὲ καὶ ὡς ἐκ τοῦ στρόφος ἡ στροφὴ, κατὰ τὸ, χόλος χολὴ καὶ τὰ ὅμοια.

(Vers. 404.) Ὅτι τὸν συβώτην καὶ ὑῶν ἐπίουρον λέγει καὶ σύεσσι παρήμενον περιφραστικώτερον, προϊὼν δὲ καὶ ὑφορβόν. δῆλον δὲ, ὡς πλεονασμὸν προθέσεως ἔχει, καθὰ πρὸ ὀλίγων ὁ ἐπιβώτωρ,

(Vers. 405.) οὕτω καὶ νῦν ὁ ἐπίουρος. περὶ Εὐμαίου δὲ ὁ λόγος, ὃν συνιστῶν ὁ ποιητὴς ὡς ἀγαθὸν οἰκέτην φησὶν αὐτὸν ἤπια τοῖς δεσπόταις εἰδέναι, Τηλέμαχόν τε φιλεῖν καὶ ἐχέφρονα Πηνελόπειαν, καθὰ καὶ Ὀδυσσεὺς ἂν αὐτοὺς φιλοίη. φησὶ γάρ· ὁμῶς δέ τοι ἤπια οἶδεν, ἤγουν ὁμοίως σοὶ τῷ Ὀδυσσεῖ ἤπιός ἐστι πρὸς τοὺς σούς. πολλὰ δὲ καὶ ἐν τοῖς ἐφεξῆς δείγματα τῆς αὐτοῦ πρὸς τοὺς δεσπότας εὐνοίας. διό περ εἰκότως καὶ ἐφιλεῖτο καὶ φιληθήσεται.

(Vers. 408.) Ὅτι τόπους περὶ τὴν Ἰθάκην ἱστορεῖ, Κόρακος πέτραν καὶ κρήνην Ἀρέθουσαν, ἔνθα τὰ βασιλικὰ συβόσια. φησὶ γὰρ ὅτι αἱ δὲ σύες νέμονται πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ, ἔσθουσαι βάλανον μονοεικέα καὶ μέλαν ὕδωρ πίνουσαι, τά θ' ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. ὑφὲν δὲ τίθεται ἐν τῷ, Κόρακος πέτρῃ, ὡς κύριον γάρ που εἴρηται, καθὰ καὶ τὸ, μεγάλη πόλις ἡ ἐν Ἀρκαδίᾳ. Κόραξ δὲ οὗτος ἦν ἐγχώριος ἀνὴρ, υἱὸς Ἀρεθούσης γυναικὸς ἐκ τῶν ἐκεῖ· ὃς διώκων λαγωὸν ἐν Ἰθάκῃ κατὰ κρημνοῦ ἠνέχθη καὶ τέθνηκεν. ἡ δὲ μήτηρ διὰ λύπην ἐλθοῦσα ἐπί τινα κρήνην ἀπήγξατο. ἐντεῦθεν ἀπὸ μὲν τῆς μητρὸς Ἀρέθουσα κρήνη ἐκεῖ, ἀπὸ δὲ τοῦ υἱοῦ Κόρακος πέτρα, ἧς ὁ ἐντόπιος Κορακοπετρίτης, ὡς τῆς ῥηθείσης μεγάλης πόλεως Μεγαλοπολίτης. ἔστι δέ, φασιν, Ἀρέθουσα καὶ ἐν Σμύρνῃ καὶ ἐν Χαλκίδι τῇ κατὰ Εὔβοιαν καὶ ἐν Συρακούσαις, ἣ καὶ μάλιστα ἐν ἱστορίαις τεθρύληται, ἧς λέγεται καὶ τὸν Ἀλφειὸν ἐρᾶν καὶ τὸ ἐκ Πελοποννήσου τέμνοντα ἕως καὶ εἰς Σικελίαν πέλαγος παρ' ἐκείνην φοιτᾶν, γλυκὺν ἐραστὴν ἁλμυρῷ θαλάσσης ὕδατι ἀμιγὲς τὸ ῥεῖθρον φυλάσσοντα. ἱστορεῖ δὲ μιᾶς τούτων ἀποτυφλωθῆναι σεισμῷ τὰς πηγὰς [56] ὁ γεωγράφος, αἳ συχναῖς, φησὶν, ἡμέραις ὕστερον κατ' ἄλλο στόμιον ἀνέβλυσαν. Ἰστέον δὲ ὡς Ὅμηρος μὲν τοιαύτην οἶδε Κορακοσπέτραν. ἴσως δὲ ἐκ τοιούτου τινὸς καὶ τὸ ἐν Κιλικίᾳ ὠνόμασται Κορακήσιον. ἐξ αὐτοῦ δὲ τὸ, εἰς κόρακας, καθά φασιν οἱ παλαιοὶ, ὡς ἀπὸ τῶν οἰκούντων τὸ τοιοῦτον Κιλίκιον Κορακήσιον πονηρῶν ὡς εἰκὸς ὄντων. τινὲς μέντοι τὸ ἐς κόρακας, ἀντὶ τοῦ, εἰς κακὰ ὄρνεα, ὅμοιόν φασι τῷ, εἰς αἶγας ἀγρίας. Παυσανίας δέ φησιν ὅτι Βοιωτοῖς ἔχρησεν ὁ θεὸς, ἔνθα λευκοὶ κόρακες αὐτοῖς ὀφθῶσιν, ἐκεῖ κατοικεῖν. ἰδόντες οὖν, φησὶ, κόρακας πετομένους περὶ τὸν Παγασιτικὸν κόλπον, οὓς ἄκακοι παῖδες ἐγύψωσαν, ᾤκησαν ἐκεῖ, καλέσαντες τὸ χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς ἔπεμπον ἐκεῖ τοὺς φυγαδευομένους. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι Ἀριστοτέλης ἱστορεῖ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐπαοιδαῖς ἀφιέναι ζῶντας, καὶ ἐπιλέγειν τῷ λοιμῷ, φεῦγ' ἐς κόρακας. ὁ δὲ Αἴσωπος πλάττει μυθικῶς κολοιὸν μέγαν, νομίσαντα τοῖς κόραξιν ἐξισοῦσθαι, προσμίξαι αὐτοῖς, ἡττηθέντα δὲ ὑποστρέψαι πάλιν εἰς τοὺς κολοιούς. τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν καὶ βοᾶν, φεῦγ' ἐς κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι τοὺς κόρακας νεοσσοποιεῖσθαι λέγειν ἡμᾶς φεῦγ' ἐς κόρακας, ὅ ἐστιν εἰς ἀποκρήμνους τόπους καὶ εἰς φθοράν. δῆλον δὲ ὅτι πολλοὶ τόποι ἀπὸ ζῴων ἐκαλοῦντο, ὡς καὶ ἡ Λεοντάρνη, καὶ ἡ Λεοντόπολις, καὶ ἡ Βουκεφάλα καὶ τὸ Κυνόσαργες γυμνάσιον ἔξω τοῦ ἄστεος Ἀθήνῃσιν. ὅ τινες Κυνοσαργὲς ὀξυτόνως προέφερον ὁμοίως τῷ περικαλλές· κρατεῖ δὲ ὅμως ἡ τοῦ προπαροξυτόνου ἀνάγνωσις, ὡς δηλοῖ τὸ, ἐν Κυνοσάργει. οὕτω δὲ καὶ ἐν Ἄργει Κυνάδρα κρήνη, ἐξ ἧς ἔπινον οἱ ἐλευθερούμενοι. ὅθεν τὸ ἐν Κυνάδρᾳ ἐλευθέριον ὕδωρ παροιμιακῶς ἐπὶ τῆς κατ' ἐλευθερίαν ζωῆς. ἐκλήθη δὲ οὕτως ἡ ῥηθεῖσα κρήνη διὰ τὸ κύνα, φασὶ, ταύτῃ, τουτέστιν ἐκεῖ, διαδράναι, ὥς περ καὶ Κυνόσαργες ἀπὸ κυνὸς ἀργοῦ, ὅ ἐστι λευκοῦ, κρέας ἐκ θυσίας ἁρπάσαντος καὶ ἀπαγόντος ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ὥς περ τόποι γῆς, οὕτω καὶ νῆες ἐκληρώσαντό τινα μέρη παρώνυμα ζῴων. οὕτω συὸς τόπος παροιμιωδῶς, ἐπεί περ τὰ Σάμια πλοῖα συὸς εἶχε τύπον ἐν ταῖς πρώραις. ἐντεῦθεν ὁ Λουκιανὸς καὶ ἕτεροι χηνίσκον λέγουσι νηὸς τύπωμά τι χηνὸς παράσημον ἐν ναυσίν. ἐντεῦθεν δὲ καὶ τὸ παρὰ Λυκόφρονι ταυρόμορφον πλοίου τύπωμα. καὶ τοιαῦτα μὲν ταῦτα.

(Vers. 409.) Περὶ δὲ βαλάνου καὶ ὡς πιαίνει σύας αὕτη, προδεδήλωται.

(Vers. 411.) Ὅτι προεκτιθέμενος ὁ ποιητὴς τὴν διάθεσιν τῆς ἐφεξῆς ἱστορίας πλάττει τὴν Ἀθηνᾶν παραγγέλλουσαν τῷ Ὀδυσσεῖ τοῖς ἀγροῖς παραμένειν καὶ πάντα ἐξερέεσθαι ὄφρ' ἂν αὐτὴ ἐπανακαλέσεται ἐκ Σπάρτης τὸν Τηλέμαχον καὶ συμμίξῃ τῷ πατρί. ὃ πάνυ ἀναγκαῖον τῇ ποιήσει ἐστὶν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται.

(Vers. 412.) Ὅτι καλλιγύναικα τὴν Σπάρτην κἀνταῦθα λέγει διὰ τὴν Ἑλένην,

(Vers. 414) καὶ Λακεδαίμονα δὲ εὐρύχορον.

(Vers. 415.) ἑρμηνεύει δὲ καὶ τὸ ἐν τοῖς φθάσασί που γραφὲν περὶ Τηλεμάχου ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν, ὃ διττὴν ἔχον ἐκεῖ ἔννοιαν συγκροτεῖται ἐκ τῶν ἐνταῦθα. ἢ γὰρ λέγει ἐκεῖ ὅτι ἄπεισιν ὁ Τηλέμαχος πευσόμενος περὶ τοῦ πατρὸς ὅπου κλέος ἤγουν φήμη ἔχει αὐτὸν εἶναι καὶ διατρίβειν, καί φησι κἀνταῦθα ὁμοίως ἡ τοῦ μύθου Ἀθηνᾶ, ὅτι ᾤχετο Τηλέμαχος πευσόμενος μετὰ σὸν κλέος εἴ που ἔτι εἴης· ἢ δηλοῖ ἄλλως ἐκεῖνο, ὅτι ᾤχετο γνωσόμενος περὶ τοῦ πατρὸς ὁ Τηλέμαχος, ἵνα κλέος αὐτὸν ἤγουν τὸν Τηλέμαχον ἔχῃ, τουτέστι τιμὴ, ὡς φιλοπάτορα ὄντα. καὶ λέγει καὶ ἐνταῦθα

(Vers. 422.) πάλιν μετ' ὀλίγα ἡ αὐτὴ Ἀθηνᾶ, ὅτι αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο κεῖσε ἐλθών. Ἔνθα ὅρα τὸ πόμπευον, ἐξ οὗ ὁ πομπεὺς, ὡς ἡγεμονεὺς ἐκ τοῦ ἡγεμονεύω, καὶ ἡνιοχεὺς ἐκ τοῦ ἡνιοχεύω.

(Vers. 418.) ἐν τούτοις δὲ καὶ τὴν τῶν πολλῶν ἀπορίαν λύει τὴν ὡς εἰκὸς λέγουσαν· τί δή ποτε Τηλέμαχος ἀποδημεῖ ἔξω καιροῦ; ἢ ἵνα που κἀκεῖνος ἀλώμενος ἄλγεα πάσχῃ πόντον ἐπ' ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδωσι; λύουσα γὰρ τῷ Ὀδυσσεῖ τοῦτο ἡ Ἀθηνᾶ φησὶν, ὡς οὔ τινα ἔχει πόνον, ἀλλὰ ἕκηλος ἧσται ἐν Μενελάου δόμοις,

(Vers. 424.) παρὰ δ' ἄσπετα κεῖται, ἤγουν παρατέθειται αὐτῷ πολλὰ εἰς τρυφὴν, καὶ θεοῦ πέμποντος κλέος ἐσθλὸν αἴρεται εἶτα καὶ προαναφωνουμένη τὸ μέλλον φησὶν ὡς λοχῶσι μὲν αὐτὸν οἱ μνηστῆρες ἱέμενοι κτεῖναι, ἀλλὰ τά γ' οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει. βαρέως δὲ καὶ νῦν εἴρηται τὸ οὐκ ὀΐω, ἤτοι οὐ νομίζω. ἄλλως γὰρ οὐκ ἂν ἀγνοεῖν λέγοιτο ἡ Ἀθηνᾶ.

(Vers. 427.) Τὸ δὲ, πρὶν καί τινα γαῖα καθέξει, περιφραστικῶς ἀντὶ τοῦ, πρὶν τεθνήξεταί τις. παραπέφρασται δὲ αὐτὸ ἐκ τοῦ πρὸ ὀλίγων ῥηθέντος, καί τινα ὀΐω αἵματί τε [57] ἐγκεφάλῳ τε παλάξειν οὖδας.

(Vers. 421.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω, ἀντὶ τοῦ, μὴ ἐνθυμοῦ ἐκεῖνον, κατὰ περίφρασιν λεχθὲν καὶ αὐτό.

(Vers. 429.) λέγει δὲ καὶ ὡς ῥάβδῳ ἐπεμάσατο Ἀθήνη καὶ μετεποίησε τὸν Ὀδυσσέα εἰς εἰδεχθῆ γέροντα ὁποῖος ἐσκηνογραφεῖτο προσεχῶς, καθὰ καὶ ἡ Κίρκη ῥάβδῳ πλήττουσα ἠλλοίου μορφάς.

(Vers. 439.) Ὅτι διατμαγῆναι οὐ μόνον τὸ διακοπῆναι ἤτοι ἀποτμηθῆναι, ἀλλὰ καὶ τὸ χωρισθῆναι τοπικῶς, ὡς δηλοῖ ἐνταῦθα τὸ, ὣς βουλεύσαντε διέτμαγον, ὃ καὶ διασαφῶν Ὅμηρος ἐπάγει· ἡ μὲν ἐς Λακεδαίμονα δῖαν ἔβη, Ὀδυσσεὺς δὲ εἰς τὸν ἀγρόν. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι Ἀθηνᾶς οὔσης καὶ Ὀδυσσέως τὸ, βουλεύσαντε, ἀρσενικῶς ἀπεδόθη, ὡς πανταχοῦ γίνεται.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Ξενισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρ' Εὐμαίῳ καὶ ποικίλη τις ὁμιλία. ἄλλως Ὀδυσσέως παρουσία πρὸς Εὔμαιον καὶ λόγοι γίνονται ἀναπλάττοντος ἑαυτὸν καὶ πράξεις τινὰς ἐκτιθεμένου.

ΟΔΥΣΣΕΙΑΣ Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

  

(Vers. 2.) Ὅτι τῷ δούλῳ Εὐμαίῳ ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἐντυγχάνει Ὀδυσσεὺς εἰς ἀγαθὸν ἑαυτῷ. διὸ καὶ ἐπιγραφὴ ταύτης αὕτη· Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία. ἄρχεται δὲ οὕτως· Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν χῶρον ἀν' ὑλήεντα δι' ἄκριας, ἤγουν κατὰ τὰς ἄκρας τῶν ὀρῶν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ὅθεν καὶ Ζεὺς ἐπάκριος, ᾧ ἐπ' ἄκρων ὀρέων ἱδρύοντο βωμοί. εἰκὸς δὲ πάντως, τὴν κραναὴν Ἰθάκην καὶ τραχείας ἔχειν ἀταρποὺς καὶ ὕλην καὶ ἄκριας.

(Vers. 1.) Ἐκ δὲ τῆς ἀτραποῦ, καὶ ἀτραπίζειν ἐν ῥητορικῷ λεξικῷ κεῖται τὸ βαδίζειν ἢ ὁδοποιεῖν.

(Vers. 3.) Ὅτι σεμνύνων τὸν Εὔμαιον δῖον ὑφορβὸν λέγει ἐνταῦθα. μετ' ὀλίγα δὲ

(Vers. 22.) καὶ ὄρχαμον ἀνδρῶν, ἤγουν ἀρχικὸν ἄνδρα, ἢ καὶ ἄρχοντα δούλων ἑτέρων, ὡς καὶ μετὰ ταῦτα φανεῖται καὶ νῦν δὲ δηλοῦται ἐν τῷ, ὃς οἱ βιότοιο μάλιστα κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεὺς, καὶ ὅρα ὅτι δῖον καὶ τὸν δεσπότην προσεῖπε, καθὰ καὶ τὸν δοῦλον ὑφορβόν.

(Vers. 4.) Ἰστέον δὲ ὅτι οἰκῆες οὐ μόνον οἱ οἰκέται, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ τῆς οἰκίας ἐλέγοντο, καθὰ καὶ ἐν ἄλλοις εἴρηται.

(Vers. 5.) Ὅτι τὴν τοῦ Εὐμαίου παραδεικνὺς σπουδὴν περὶ τὰ δεσποτικὰ πράγματα φράζει οὕτως· τὸν δ' ἂρ ἐνὶ προδόμῳ εὗρεν Ὀδυσσεύς, ἔνθα οἱ αὐλὴ ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι καλή τε

(Vers. 7.) μεγάλη τε περίδρομος ἤγουν περιοδευομένη, ἀγειτόνευτος, ἢ κυκλοτερὴς διὰ τὸ πολυχωρητότερον, ἣν δὴ συβώτης αὐτὸς δείματο ὕεσσιν ἀποιχομένοιο ἄνακτος νόσφι δεσποίνης καὶ Λαέρταο γέροντος ῥυτοῖσι λάεσσι, καὶ ἐθρίγκωσεν ἀχέρδῳ, σταυροὺς δ' ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα, πυκνοὺς καὶ θαμέας ἢ μεγάλους, τὸ μέλαν δρυὸς ἀμφικεάσας. ἔντοσθεν δ' αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει πλησίον ἀλλήλων εὐνὰς συσίν.

(Vers. 14.) εἶτα τὰς σύας ἀριθμῶν φησίν· ἐν δ' ἑκάστῳ πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο θήλειαι τοκάδες. τοὶ δ' ἄρσενες ἐκτὸς ἴαυον,

(Vers. 17.) πολλὸν παυρότεροι, οὗ καὶ τὴν αἰτίαν προστιθεὶς ἐπάγει· τοὺς γὰρ μινύθεσκον ἔδοντες ἀντίθεοι μνηστῆρες. ἐπεὶ προΐαλλε συβώτης αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων.

(Vers. 20.) οὓς καὶ αὐτοὺς μετρῶν ἐπιφέρει· οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο. καὶ τοιαῦτα μὲν ἃ περὶ τῶν τοιούτων ἱστορεῖ Ὅμηρος.

(Vers. 6.) Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ κατωρυχέεσσι λίθοισι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα περισκέπτῳ ἐνὶ χώρῳ γράφουσιν. ἐχρῆν γὰρ τοιοῦτον εἶναι ἀναγκαίως τὸν τῆς αὐλῆς τόπον, ἵνα περισκοπῆται τὰ πέριξ, ὁποῖός τις καὶ ὁ τοῦ Τηλεμάχου πρὸ τούτου θάλαμος ἦν.

(Vers. 5.) Ὅρα δὲ καὶ νῦν ὅτι πρόδομος ὁ ἔξω, μεθ' ὃν εὐθὺς ἡ αὐλή.

(Vers. 8.) Τὸ δὲ αὐτὸς δείματο, κατ' ἐξοχὴν ἔχει τὸ αὐτὸς, ὅ περ ἑρμηνεύων ἐπάγει τὸ, ἀποιχομένοιο ἄνακτος, καὶ τὸ, νόσφι δεσποίνης καὶ Λαέρτου, ὡς αὐτὸς δαπανήσας δίχα ἐκείνων, ὃ τὴν περὶ τὰ δεσποτικὰ ἐμφαίνει κηδεμονίαν τοῦ δούλου.

(Vers. 10.) Ῥυτοὶ δὲ λίθοι, οἱ μεγάλοι καὶ μὴ φορητοὶ [58] ἀλλ' ἑλκυστοὶ, οὓς οὐκ ἔστι δηλαδὴ φέρειν ἀλλ' ἕλκειν διὰ τὸ πολὺ τοῦ μεγέθους, οἳ λέγοιντ' ἂν, ὡς εἰκὸς, καὶ κατωρυχέες διὰ τὸ ἐξαρκεῖν ἐπί τι μὲν ὀρωρύχθαι κατὰ γῆς, πῇ δὲ καὶ ὑπερκεῖσθαι. Θριγκῶσαι δὲ τὸ χαρακῶσαι, ἢ στεφάνην καὶ οἷον τρίχα τινὰ ἐπιθεῖναι οἰκοδομήμασιν, ἢ καὶ ἄλλοις φραγμοῖς, κόσμου ἢ ἀσφαλείας χάριν. ἀπὸ τῆς τριχὸς γὰρ ὁ θριγκὸς κατὰ ἀντιστοιχίαν συμφώνων, ὡς προγέγραπται. διὸ παρὰ πολλοῖς τῶν ῥητόρων καὶ τριγχίον γράφεται. Ἄχερδος δὲ περὶ ἧς ἤδη καὶ ἡ κατὰ τὸν Μελάμποδα ἱστορία ἐδήλωσέ τι, φυτόν φασιν ἀκανθῶδες, ἐξ οὗ αἱμασιαὶ γίνονται θριγκοῦσαι τὰ ἔνδον. οἱ δὲ τὴν ἀγρίαν ἄπιόν φασιν, ἀκανθώδη καὶ αὐτὴν οὖσαν. πλεονάζει δὲ τὸ δ καὶ ἐν ταύτῃ. ἄλλως γὰρ ἄχερός ἐστιν, ἧς ἅψασθαι οὐκ ἔστι χειρί.

(Vers. 11.) Σταυροὶ δὲ ὀρθὰ καὶ ἀπωξυμμένα ξύλα. τὰ καὶ σταύαρα παρὰ τοῖς μὴ λαλοῦσιν εὐγενῶς. γίνονται δὲ παρὰ τὴν εἰς ἀέρα στάσιν ἢ παρὰ τὸ εἰς εὖρος ἵστασθαι. οἱ δ' αὐτοὶ καὶ σκόλοπες λέγονται, ἀφ' ὧν τὸ ἀνασκολοπίζεσθαι καὶ ἀνασταυροῦσθαι. Τὸ δὲ ἔλασεν ἀντὶ τοῦ ἐξήπλωσε, παρέτεινεν, ὃ δὴ ἐπὶ πάντων νοεῖται τῶν σημαινομένων τοῦ ἐλαύνειν. Τὸ δὲ ἔνθα καὶ ἔνθα ἑρμηνεία ἐστὶ τοῦ διαμπερές. Τὸ δὲ πυκνοὺς καὶ θαμέας καὶ νῦν τῇ παραλλήλῳ θέσει τὴν ἄγαν δηλοῖ πυκνότητα. Μέλαν δὲ δρυὸς οἱ μὲν τὴν ἐντεριόνην φασὶν, ἤγουν τὸ ἐγκάρδιον τῆς δρυὸς, μέλαν ὡς ταπολλὰ ὄν· Ἀρίσταρχος δὲ τὸν φλοῦν οὕτω νοεῖ· Κράτης δὲ τὴν δασύτητα καὶ πολλὴν πυκνότητα τῶν φύλλων μελάνδρυον καλεῖ, ὡς αἰτίαν τῷ ξύλῳ μελανίας διὰ τῆς σκιᾶς. φέρεται δὲ καὶ Αἰσχύλου χρῆσις ἐν Φιλοκτήτῃ, κρεμάσας τόξον πίτυος ἐκ μελανδρύου. Ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ ὅτι μήτρα τὸ μέσον τοῦ ξύλου, ὅ τινες ἐντεριόνην λέγουσιν, ὥστε ταυτὸν εἶναι τῷ λόγῳ τούτῳ μήτραν, ἐντεριόνην καὶ μέλαν δρυός.

(Vers. 14.) Τὸ δὲ εὐνὰς συσὶν ἑρμηνεία ἐστὶ τοῦ συφεούς. συφεὸς γάρ ἐστι συῶν εὐνή. ὅθεν καὶ παρετυμολογεῖται ὡς φέρων σύας.

(Vers. 15.) Περὶ δὲ χαμαιευνάδων συῶν προγέγραπται. ὧν καὶ ἡ αι δίφθογγος συστέλλεται παρὰ τῷ ποιητῇ, ὡς ἐκεῖ δηλοῦται. Ἰστέον δὲ, ὅτι ἐπὶ συῶν ἡ λέξις αὕτη κυρία. ἄνθρωποι μέντοι χαμαιεῦναι παρὰ τῷ ποιητῇ ἐν Ἰλιάδι, ἐπειδὴ καὶ χαμεῦναι καὶ χαμευνάδες παρὰ τοῖς παλαιοῖς ψίαθοι καὶ στιβάδες, οἵ φασι καὶ ὅτι χαμεύνα ἡ ταπεινὴ κλίσις καὶ στιβάς. καὶ ὅρα οἵα διαφορὰ τοῦ χαμαιευνάδες πεντασυλλάβου ταύτης λέξεως πρὸς τοὺς ἐν τετρασυλλαβίᾳ χαμαιεύνας καὶ τὰς χαμευνάδας καὶ τὰ λοιπά. Τὸ δὲ ἐρχατόωντο καινῶς παρῆκται. προϋπάρχει μὲν γὰρ Ἰωνικὸν τὸ ἔρχατο. ἐξ αὐτοῦ δὲ γίνεται τὸ ἐρχατῶ, οὐκ ἀγαθὸν ῥῆμα εἰς πεζὴν γραφήν. Ὅρα δὲ καὶ ὡς μεταξὺ ἀρσένων συῶν καὶ τοκάδων οὐκ ἔθετο μὲν τὰς στείρας, ἐνέφῃνε δὲ ὅμως καὶ αὐτὰς διὰ τοῦ εἰπεῖν θήλειαι τοκάδες διὰ τὸ εἶναι καὶ ἑτεροίας θηλείας αἳ μὴ τοκάδες εἰσί.

(Vers. 18.) Τὸ δὲ ἀντίθεοι μνηστῆρες, εἰ μὲν τοὺς ἀσεβεῖς δηλοῖ, πάνυ σφοδρῶς ἔχει. ἐπιεικέστερον δὲ αὐτοῦ μετ' ὀλίγα τὸ, μνηστῆρσιν ὑπερφιάλοισιν. εἰ δὲ τοὺς ἰσοθέους λέγει διά τε γένος τυχὸν καὶ κάλλος καὶ πλοῦτον καὶ ἀνδρίαν, Ὁμηρικώτερόν ἐστι, καθὰ καὶ τὸ θεοειδῆ που εἰπεῖν τὸν Πάριν. εὐλογητικὸς γάρ ἐστι καὶ οὐκ οἶδεν ἔξω καιροῦ κακολογεῖν ὁ ποιητής. Ζατρεφέας δὲ νῦν μὲν σιάλους λέγει, ὥς περ καὶ μετ' ὀλίγα αἶγας. πρὸ δὲ τούτων καὶ φώκας ζατρεφέας ἱστόρησε. Σημείωσαι δὲ καὶ ὅτι τὸ ἄριστον καὶ ἐνταῦθα ἐπὶ συὸς ἔθηκεν, ὡς καὶ ἐν τοῖς ἐφεξῆς, οὐ πάνυ κυριολεκτῶν.

(Vers. 21.) Ὅτι καὶ τοῖς σμικροτάτοις καλά τινα παραπλέκων ὁ ποιητὴς πλάττει ἐνταῦθα καὶ ὅτι ἐκινδύνευσεν ἂν μικροῦ ὁ Ὀδυσσεὺς ἐκ τῶν κυνῶν τοῦ Εὐμαίου, εἰ μὴ οἷα σοφὸς ἐφυλάξατο. φησὶ γάρ· πὰρ δὲ κύνες θήρεσσιν ἐοικότες, λύκοις τυχὸν ἢ λέουσιν, ὀκνεῖ γὰρ διασαφῆσαι τὴν λέξιν, ἐκτὸς ἴαυον τέσσαρες, οὓς ἔθρεψε συβώτης ὄρχαμος, ὡς ἐῤῥέθη, ἀνδρῶν τῶν ἐφεξῆς δηλωθησομένων, αὐτὸς δ' ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκεν, ἤγουν ἥρμοττε πέδιλα, τάμνων δέρμα βόειον ἐϋχροές.

(Vers. 24.) οἱ δὲ δὴ ἄλλοι, ὧν δηλαδὴ ἦρχεν ὁ Εὔμαιος, ᾤχοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισιν ὕεσσιν οἱ τρεῖς. τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε, σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, ὄφρα ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν. ἐξαπίνης δ' Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. οἱ μὲν κεκλήγοντες ἐπέδραμον. αὐτὰρ Ὀδυσσεὺς ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.

(Vers. 32.) ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον ἤτοι ἀπρεπὲς πάθεν ἄλγος. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν, ἤγουν ἐπιδραμὼν, ἔσσυτ' ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρὸς, τοὺς μὲν ὁμοκλήσας σεῦεν, ἤγουν ἐδίωξε πυκνοῖσι λιθάδεσσιν, ὁ δὲ προσέειπεν ἄνακτα· ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο ἐξαπίνης καὶ κέν μοι ἐλεγχείην κατέχευας.

(Vers. 39.) εἶτα εὐμεθόδως δεικνὺς [59] Ὅμηρος, ὁποῖος τῷ Ὀδυσσεῖ ὁ δοῦλος ἦν, πλάττει αὐτὸν μνησθέντα ἐκείνου περιπαθῶς ἐν τῷ εἰπεῖν, καὶ δ' ἐμοὶ ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων ἧμαι, ἄλλοισι δὲ σύας σιάλους ἀτιτάλλω ἔδμεναι. αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς πλάζεται, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φῶς Ἠελίοιο.

(Vers. 45.) εἶτα καὶ προκαλεῖται τὸν γέροντα δεσπότην εἰς τὴν κλισίαν ἐλθεῖν, εἰπὼν ἃ δή τις ἐρεῖ προκαλούμενος τοιοῦτον ἄνδρα ἐπὶ ξενίᾳ. ἔφη γάρ· ἀλλ' ἕπεο κλισίηνδε ἴομεν γέρον, ὄφρα καὶ αὐτὸς σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμὸν εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε' ἀνέτλης. καὶ ὅρα τὸ, καὶ αὐτὸς κορεσσάμενος, ὡς πρὸς τοὺς μνηστῆρας γὰρ ἀποτείνεται, οἳ ἀεὶ κρεῶν ἐκορέννυντο.

(Vers. 23.) Τὸ δὲ ἀραρίσκειν ἐκ τοῦ ἀράρω ἀχρείου ῥήματος παρῆκται ὁμοίως τῷ τελίσκω ῥυίσκω καὶ τοῖς τοιούτοις.

(Vers. 24.) Τὸ δὲ τάμνων δέρμα συνέθετο παρὰ τοῖς ὕστερον τὸ σκυτοτομεῖν. δῆλον δ' ὅτι ἄλλο δέρμα καὶ ἄλλο κῶας ἢ κῶος. δέρμα μὲν γὰρ τὸ ἁπλῶς ἐκδερόμενον, κῶας δὲ ἐν ᾧ κεῖταί τις ἢ κοιμᾶται, ἀπὸ τοῦ κῶ ῥήματος. ὅθεν οὐ μόνον σὺν ἄλλοις καὶ ὁ κῶμος καὶ τὸ κωμάζειν, ἀλλὰ καὶ ἡ κώμη καὶ ὁ κωμήτης καὶ ὁ κώμαξ, ὃς δηλοῖ φλύαρον, τὸν καὶ κόπιν κατὰ τοὺς παλαιοὺς καὶ βωμολόχον. Τὸ δὲ εὐχροὲς δέρμα ὑγίειαν ζῴου δηλοῖ, οὗ τὸ δέρμα εἴη ἂν καὶ πυκνὸν καὶ οὕτως εὔχρηστον εἰς πέδιλα. ἔοικε δὲ καὶ ἀδέψητον εἶναι τὸ τοιοῦτον δέρμα καὶ τρίχας ἔχον δι' ὧν ἦν εὐχροές.

(Vers. 27.) Τὸ δὲ ἀνάγκῃ, τουτέστι κατὰ βίαν, τὸ αἴτιον ἔστιν οὗ ἕνεκα δυσπαθήσας ὁ ποιητὴς ὑπερφιάλους ἀνωτέρω τοὺς μνηστῆρας ὕβρισεν. οὓς φθάσας ἀντιθέους εἶπε.

(Vers. 28.) Τὸ δὲ κορέσασθαι ὅτι ἀνοίκειον ἀγαθοῖς ἀνδράσι, πολλαχοῦ ἐδηλώθη. οἰκεῖον δὲ ἀγαθοῖς τὸ, ἔφαγον ὅσον ἤθελε θυμὸς, καὶ τὸ, ἤραρε θυμὸν ἐδωδῇ, καὶ τὸ, βρώσεως καὶ ἐδητύος ἐξ ἔρον ἕντο, καὶ ὅσα τοιαῦτα.

(Vers. 29.) Κύνες δὲ ὑλακόμωροι κατὰ μὲν Ἀρίσταρχον, οἱ ὀξύφωνοι, ἐπεὶ καὶ μόρον ἐν ἄλλοις ἐδηλώθη λέγεσθαι τὸ ὀξύ. ὃ ἐξετάθη ἐν τῷ ὑλακόμωροι. κρεῖττον δέ φασιν ἀποδιδόναι, οἱ περὶ τὴν ὑλακὴν μεμορημένοι, ὅ ἐστι πεπονημένοι, ἐκταθέντος καὶ πάλιν τοῦ ο τῆς παραληγούσης, ἢ καὶ οἱ περὶ ὑλακὴν καὶ φυλακὴν ὄντες, παρὰ τὴν ὤραν τὴν φυλακήν· ἵνα εἶεν ὑλακόωροι, πλεονάσαντος δὲ τοῦ μ, ὑλακόμωροι. ἀπὸ δὲ τῆς τοιαύτης ὤρας καὶ τοῦ ἐξ αὐτῆς ῥήματος τοῦ ὠρεῖν ὁ πυλωρὸς καὶ ὁ ἀρκυωρὸς καὶ τὰ ὅμοια. εἰπεῖν δὲ ὡς ἔγκειται τῇ λέξει ταύτῃ τὸ μωρὸς, ἀσύνετόν ἐστιν. οὐ γὰρ οἶδε τὴν λέξιν ταύτην ὁ ποιητὴς, ἀλλ' ὕστερον εὕρηται, τὴν μὲν ἀρχὴν προπερισπωμένη, ὡς καὶ προδεδήλωταί που· μῶρος γὰρ, οἷον· ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι· ὀξυνθεῖσα δὲ παρὰ τοῖς ὕστερον. δῆλον δὲ ὅτι κυνῶν ἴδιον ἡ ὑλακὴ, ὥς περ καὶ τὸ ὑλακτεῖν καὶ τὸ βαΰζειν δὲ παρὰ Θεοκρίτῳ.

(Vers. 30.) τὸ γὰρ κεκλήγοντες ἀπὸ οἰωνῶν ἐνταῦθα μετῆκται, ὥς περ καὶ ἐπὶ συῶν ἐν τοῖς μεταταῦτα ῥηθήσεται ἡ κλαγγή.

(Vers. 31.) Κερδοσύνην δὲ τὴν φρόνησιν λέγει τὴν καὶ κερδαλεότητα, ἣν Ἀθηνᾶ φθάσασα τῷ ἥρωϊ ἐπεμαρτύρατο. φασὶ δὲ φυσικὸν βοήθημα εἶναι ἀνθρώποις πρὸς ἐκμείλιξιν κυνῶν τὸ καθεσθῆναι τινὰ καὶ προέσθαι τὸ ἐν χερσὶν ὅπλον ὡς μὴ ἐπιτιθέμενον, ὅθεν τοὺς κύνας ἀνιέναι τὸν θυμὸν τοῖς τοιούτοις, ὡς καὶ ἐγγίσαντάς ποτε καὶ ὀσφρησαμένους, ἔστι δὲ οἷς καὶ προσουρήσαντας, ἀπαλλάττεσθαι, καὶ μάλιστα εἰ καὶ τὸ τῆς ἐκπνοῆς ἄθρουν ἐπέχοιεν. Ὅτι δὲ οὐ μόνον τοῦ νῦν πτωχικοῦ σκήπτρου ἤτοι ὡς εἰκὸς ῥοπάλου ἀλλὰ καὶ τοῦ ἄλλως ἁπλῶς σκήπτρου διαφορὰ πρὸς τὸν σκίπωνα ἐνδοξότερον ὄντα, δηλοῖ ὁ γράψας ῥήτωρ τὸ, προεδρίαν καὶ πορφύραν καὶ σκίπωνα ἀντὶ σκήπτρου.

(Vers. 33.) Τὸ δὲ ἔκπεσε χειρὸς, οὐ διὰ φόβον φασὶ τῷ Ὀδυσσεῖ γενέσθαι, ἀλλ' ἁπλῶς οὕτω διὰ σπουδὴν, καθὰ καὶ τὸ σκῦτος ὁμοίως ἐξέπεσε τῆς τοῦ Εὐμαίου χειρός. Τὸ δὲ μετασπὼν σύστοιχόν ἐστι τῷ ἐπισπὼν καὶ ἐπισπόμενος καὶ ἐπισπεῖν καὶ τοῖς ὁμοίοις.

(Vers. 36.) Οἱ δὲ ῥηθέντες κύνες πάνυ ἄγριοι εἰ μὴ κεκλήγοντος τοῦ συβώτου φεύγουσιν ἀλλὰ καὶ λιθάκων δέονται, διὸ καὶ ὀρθῶς Ὀδυσσεὺς εὐλαβεῖται αὐτούς. Αἱ δὲ λιθάδες ἐοίκασι μικρότεραι εἶναι τῶν λιθάκων, εἴ περ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς λιθάκεσσι τὸν ἑαυτοῦ φανεῖται δείμας ποτὲ θάλαμον.

(Vers. 37.) Τὸ δὲ ὀλίγου σε κύνες διεδηλήσαντο, ἐλλειπτικῶς ἐγράφη ἀντὶ τοῦ δι' ὀλίγου καιροῦ. ὅ περ οἱ μεθ' Ὅμηρον καὶ μικροῦ λέγουσι καὶ μικροῦ δεῖν. Τὸ δὲ σύας σιάλους ἔχει καὶ ἑτέρας πρὸ αὐτοῦ ὁμοίας παρηχήσεις.

(Vers. 43.) τίνες δὲ ἀλλόθροοι ἄνδρες, ἱκανῶς προδεδήλωται.

(Vers. 48.) Ὅτι τὸν Ὀδυσσέα εἰς τὴν κλισίαν ἀγαγὼν ὁ εὔνους δοῦλος Εὔμαιος καὶ καθίσας ῥῶπας ὑπέχευε δασείας, ἐστόρεσε δ' ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγὸς αὐτοῦ, ἤγουν ἐκεῖ ἐνεύναιον μέγα καὶ δασύ. χαῖρε δ' Ὀδυσσεὺς, ὡς εἰκὸς, ὅττι μιν ὣς ὑπέδεκτο, [60] ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·

(Vers. 53.) θεός τοι δοίη ξεῖνε ὅττι μάλιστ' ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο. τοῦτο δὲ πᾶς ἂν εἴποι ὀρθῶς ὁ καλῶς ὑπό τινος ξενισθείς.

(Vers. 48.) Κλισία δὲ καὶ νῦν εὐτελὴς οἴκησις· ἐπεὶ καὶ σταθμὸς αὕτη καὶ μέσαυλον καὶ αὖλις καὶ ἔπαυλις· οὐ μὴν οἶκος, ἢ δῶμα, ἢ μέγαρον.

(Vers. 49.) Ῥῶπες δὲ καὶ νῦν ἱμαντώδη φυτὰ παρὰ τὸ ῥέπω, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται σαφῶς. Τὸ δὲ ὑπέχευεν ἁπαλότητα δηλοῖ τὴν ἐκ φύλλων καὶ πτόρθων λεπτῶν, ἵνα μὴ πάνυ τραχεῖα ἡ δασεῖα στιβὰς εἴη.

(Vers. 50.) Ἰονθάδος δὲ ἢ τῆς νέας κατὰ τοὺς παλαιοὺς ἢ τῆς ταχείας παρὰ τὸ ἰέναι ἄδην, ὥς περ καὶ ἵξαλος παρὰ τὸ ἵξεσθαι ἅλις, ἵνα ᾖ ταυτὸν ἰονθὰς καὶ ἵξαλος αἲξ ἢ τῆς δασείας. ἴονθοι γάρ, φασιν, αἱ ῥίζαι καὶ αἱ πρῶται τῶν ῥιζῶν ἐκφύσεις· ἢ τῆς ἐχούσης ἰόνθους, ὅ ἐστιν ἐξανθήματα σώματός, φησιν, ἀκμάζοντος, ἅ περ οἱ νῦν χυδαΐζοντες ἰονθονάριά φασι. καὶ δοκεῖ πιθανότητα ἔχειν μάλιστα ὁ τοιοῦτος νοῦς. εἰκὸς γὰρ τὰ τοιαῦτα δέρματα εἰς στρωμνὴν εἶναι χρηστὰ, ὡς μὴ εὐχρηστούμενα εἰς ἀσκὸν διὰ τοὺς ἰόνθους. ἐκ τῶν ἰόνθων δὲ καὶ τὸ ἐξιονθίζειν ἤγουν ἐκ ῥιζῶν αἴρειν τὰς τρίχας, ὡς ἐν ῥητορικῷ λεξικῷ κεῖται. ἴονθοι γάρ, φησιν, αἱ πρῶται φυόμεναι τρίχες. Ἰστέον δὲ ὅτι εἰ μὲν θηλυκῶς κεῖται τὸ ἰονθάδος, Ἀττικόν ἐστι τὸ, ἡ ἄγριος αἴξ· εἰ δὲ ἐκεῖνο ἀρσενικῶς ἔχει, ἐπεὶ καὶ ὁ ἄγριος αἲξ ἔστι παρ' Ἀττικοῖς, ὡς δηλοῖ καὶ μετ' ὀλίγα τὸ, αἰγῶν ὅς τις φαίνεται ἄριστος, εἴη ἂν τὸ ἰονθάδος αἰγὸς, ἀνάλογον τῷ, ἀρκάδος, ἐθάδος διὰ τοῦ ε ψιλοῦ, καὶ ἠθάδος δὲ διὰ τοῦ ἦτα, ὡς καὶ Λυκόφρων δηλοῖ ἐν τῷ, ἰαυθμοὺς ἠθάδας διζήμενοι. Ἔνθα ὅρα τὸ ἰαυθμοὺς, οὗ θέμα ἰαύειν τὸ διατρίβειν, ἐξ οὗ καὶ ἐνιαυτὸς ὁ μὴ ἀκαριαῖος ἀλλὰ τριβὴν ἔχων χρόνος. εἰ δὲ καὶ ἐπὶ τοῦ ὑπνοῦν λέγεταί ποτε τὸ ἰαύειν, διατριβὴν ὕπνου σημαίνει καὶ οὐ τὸν ἁπλῶς ὀλίγον ὕπνον.

(Vers. 51.) Τὸ δὲ αὐτοῦ οὐχ' ἁπλῶς κεῖται ἀντὶ τοῦ ἐκεῖ, ἀλλὰ κατὰ ἔλλειψιν Ἀττικὴν ἀντὶ τοῦ ἐπ' αὐτοῦ τοῦ τόπου. Ἐνεύναιον δέ, φασιν, ἐγκοίμητρον, ἐγκοίτιον. Τὸ δὲ μέγα καὶ δασὺ πρὸς τὸ δέρμα συντακτέον. ἐχρῆν δὲ τοιοῦτον αὐτὸ εἶναι πρὸς ἰσότητά τε καὶ πρὸς ἀνάπαυσιν ἡρωϊκοῦ τληπαθοῦς σώματος.

(Vers. 52.) Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ ἔκ τ' ὀνόμαζε, ταυτὸν ὂν τῷ, ἔπος ἔφατο καὶ τοῖς τοιούτοις. οὐ γὰρ ἂν ἐξ ὀνόματος ἄρτι καλοίη ὁ δῆθεν ξένος Ὀδυσσεὺς τὸν Εὔμαιον, ὃν οὔπω οἶδεν.

(Vers. 55.) Ὅτι ἐν Ἰλιάδι μὲν Ὅμηρος πολλαῖς χρῆται ἀποστροφαῖς ἐπὶ προσώπων ἀξίων λόγου, οἷον· οὐδὲ σέθεν Μενέλαε θεοὶ ἐλάθοντο, καὶ, τὸν δὲ προσέφης Πατρόκλεις ἱππεῦ, καὶ ἕτερα δὲ ὅμοια· ἐν δὲ τῇ Ὀδυσσείᾳ ἐπὶ μόνου Εὐμαίου σχηματίζει οὕτως ὁ ποιητὴς, φιλῶν τῆς εὐνοίας τὸν δοῦλον καὶ τοῦ εἰς πολλὰ χρησιμεύειν ἐνταῦθα τῇ ποιήσει. καὶ ἀρξάμενος ἐντεῦθεν λέγει ὅ περ πολλαχοῦ καὶ ἐν τοῖς ἑξῆς· τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα.

(Vers. 56.) Εἰσὶ δὲ οἱ τούτου λόγοι, ὁποῖοι ἂν εἶεν ξεινοδόχου ἀνδρὸς ὑπουργικοῦ ἀγαθοῦ καὶ εὐπόρου, λυπουμένου μὲν ἐπὶ νέοις δεσπόταις, μεμνημένου δὲ παλαιᾶς εὐπραγίας, ἣν ἐκ τοῦ δεσπότου εἶχε. φησὶ γάρ· ξεῖν', οὔ μοι θέμις ἐστὶν οὐδ' εἰ κακίων ἤτοι πενέστερος ἢ εἰδεχθέστερος σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι. πρὸς γὰρ θεοῦ εἰσὶν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε φίλη τε γίνεται ἡμετέρη.

(Vers. 59.) ἡ γὰρ, ἤγουν αὕτη, δμώων δίκη ἐστὶν, αἰεὶ δειδιότων ὅτ' ἐπικρατέουσιν ἄνακτες οἱ νέοι, ἦ γὰρ τοῦ γε θεὸς κατὰ νόστον ἔδησεν, ὃς ἐμὲ ἐφίλει καὶ κτῆσιν ὄπασσεν, οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα, ὃς οἱ πολλὰ κάμῃσι, θεὸς δ' ἐπὶ ἔργον ἀέξει. ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται ᾧ ἐπιμίμνω, τῷ κέ με πόλλ' ὤνησεν ἄναξ εἰ αὐτόθ' ἐγήρα,

(Vers. 68.) ἀλλ' ὤλετο. καὶ ὤφειλε μὲν ἐνταῦθα εἰπεῖν ὅτι διὰ τὴν Ἑλένην. ὁ δὲ ἄλλως διὰ λύπην ἄκραν σχηματίσας τὸν τοιοῦτον λόγον εἰς ἀρὰν φησίν·

(Vers. 69.) ὡς ὤφελλ' Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι πρόχνυ, τουτέστι παντελῶς, ἢ προγόνυ, ὅ ἐστι πρόῤῥιζον, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε. καὶ γὰρ κεῖνος ἔβη Τρώεσσι μαχησόμενος. Καὶ ὅρα οἷον ἡ λύπη ἐστὶν, εἴ γε δι' αὐτὴν ὁ φιλοδέσποτος Εὔμαιος ἐπαρώμενος τῇ Ἑλένῃ συνεπαρᾶσθαι καὶ τοῖς δεσπόταις δοκεῖ. οἱ μέντοι παλαιοί φασι φῦλον Ἑλένης οὐ τὴν κατὰ πλάτος συγγένειαν τὴν εἰς πᾶν τὸ γένος διήκουσαν, ἀλλὰ τὴν κατὰ βάθος ἐν ἐκείνῃ περιϊσταμένην, οἷον τὸν τῆς Ἑλένης πατέρα καὶ αὐτὴν καὶ τοὺς ἐξ αὐτῆς, καθὰ καὶ μετ' ὀλίγα ἐν τῷ, μνηστῆρες ἀγαυοὶ Τηλέμαχον οἴκαδ' ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο, φῦλον Ἀρκεισίου λέγει τὸν Λαέρτην καὶ τὸν ἐξ αὐτοῦ Ὀδυσσέα καὶ τὸν ἀπ' αὐτοῦ Τηλέμαχον. ἄλλοι δὲ ἀφερεπόνως ἐπιβαλόντες οὔτε τὸν Ἰκάριον Λάκωνα εἶναι φασὶ τὸ γένος τὸν τῆς Πηνελόπης πατέρα, μήτε αὐτανεψίας τυγχάνειν τὴν Ἑλένην καὶ τὴν [61] Πηνελόπην. οὐ γὰρ ἄν φασι τὸν φιλοδέσποτον Εὔμαιον κατὰ τῶν περιόντων δεσποτῶν ἀρᾶσθαι, οἳ τοῦ φύλου, ὅ ἐστι τοῦ γένους, τῆς Ἑλένης εἰσίν.

(Vers. 56.) Ὅρα δὲ ὅτι ἐν τρισὶν ἐφεξῆς στίχοις ὁ ποιητὴς τῇ τοῦ ξένου ἐχρήσατο λέξει καταρχὰς, εἰπών· ξεῖνε, οὔ μοι θέμις, καὶ, ξεῖνον ἀτιμῆσαι, καὶ ξεῖνοί τε πτωχοί τε, κάλλος τι καὶ οὕτω τεχνησάμενος. ὅτι δὲ διαφέρει ξένος πτωχοῦ, προδεδήλωται.

(Vers. 59.) Τὸ δὲ αὕτη γὰρ δμώων δίκη, ταυτόν ἐστι τῷ, αὕτη θέμις, οὗτος νόμος, οὗτος τρόπος, τοῦτο ἔθος, καὶ ὅσα τοιαῦτα.

(Vers. 60.) Τὸ δὲ ἐπικρατέουσιν ἄνακτες, εὐφήμως περὶ μνηστήρων ἔφη τῶν βιαίων ὁ εὐπαίδευτος δοῦλος.

(Vers. 61.) Τὸ δὲ οἱ νέοι, καλὸν μὲν ἦν καὶ χωρὶς ἄρθρου. ἔχει δὲ οὕτω διὰ τὴν ἀναφορὰν πλείω βαρύτητα.

(Vers. 63.) Τὸ δὲ οἷα ἠδύνατο μὲν οἵαν εἰπεῖν ὀρθῶς, ἵνα ἦν, κτῆσιν ὄπασσεν οἵαν ᾧ οἰκῆϊ ἄναξ ἔδωκεν. εἵλετο δὲ καινότερον ἀποδοῦναι οὐ πρὸς κτῆσιν ἀλλ' ὡς πρὸς τὰ πράγματα. τοιαῦτα γὰρ ὁ οἶκος καὶ ὁ κλῆρος καὶ ἡ γυνή. ἐν οἷς ἐνθυμητέον, ὅτι οὐχ' ὡς ἔχων ταῦτα ὁ Εὔμαιος ἐκ τοῦ δεσπότου ἀπαριθμεῖται, ἀλλ' ὡς ἕξων ἂν καὶ εὐτυχήσων καὶ αὐτὸς εἴ περ ἔζη ὁ δεσπότης Ὀδυσσεύς. δῆλον δὲ τοῦτο ἐκ τῶν μεταταῦτα, ἔνθα ἐρεῖ Ὀδυσσεὺς τῷ τε Φιλοιτίῳ καὶ τῷ Εὐμαίῳ, ὅτι ἄξομαι ἀμφοτέροις γυναῖκας, ὥστε οὐκ εἶχεν οὐδ' ὁ Εὔμαιος ἄρτι γυναῖκα δοθεῖσαν αὐτῷ ὑπὸ Ὀδυσσέως. διὸ χαρακτῆρα σώζων ὁ Εὔμαιος ἀγαθοῦ δούλου δοκεῖ λέγειν, ὡς ἔδωκεν ἂν καὶ ἐμοὶ Ὀδυσσεὺς ὅσα δεσπότης εὔθυμος, ὅ ἐστιν εὔψυχος, ἀγαθῷ δούλῳ δίδωσι πολλὰ καμόντι καὶ τῷ κατ' αὐτὸν ἔργον αὔξοντι διὰ τοῦ ἐπιμένειν, ὃ καὶ μάλιστα χρήσιμον τοῖς δουλεύουσι. τὸν δὲ τοιοῦτον νοῦν διασαφῶν ἐπάγει· ὡς πολλά με ἂν ὤνησεν ἄναξ εἰ αὐτόθι ἐγήρα.

(Vers. 63.) Ἰστέον δὲ ὅτι οἰκεὺς καὶ ἐνταῦθα οὐ μόνον δοῦλος, ἀλλὰ καὶ ὁ κατ' οἶκον φιλητός. ἐπαμφοτερίζει γὰρ ἡ λέξις, ὡς ἐν τῇ Ἰλιάδι ἐφάνη. οὕτω δέ, φασι, καὶ ἄτμενος οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ τεταγμένος ἐλεύθερος, καὶ λάτρις δὲ κατά τινας μὲν ὁ ἁπλῶς θεράπων, κατὰ δ' ἑτέρους ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ εἰς δουλείαν ἀπαχθείς. δοῦλος μέντοι μονάζει τῇ δουλείᾳ, καθὰ καὶ ὁ δμὼς, ὡς δῆλον καὶ ἐν τῷ, θῆτές τε δμῶές τε. οὕτω δὲ καὶ τὸ, ἀμφίπολος κοινόν, φασιν, ἄῤῥενος δούλου καὶ θηλείας ὄνομα. οἱ δὲ ταῦτα σημειωσάμενοι καὶ τὴν ἐλευθερίαν διασκεπτόμενοι ἐξελεύθερον μὲν εἶπον τὸν διὰ χρέος ὑπὸ τῷ δανειστῇ γενόμενον δούλου δίκην, εἶτα ἀπολυθέντα· ἀπελεύθερον δὲ τὸν ἐν τῇ κοινῇ συνηθείᾳ.

(Vers. 64.) Τὸ δὲ οἶκόν τε παρηχητικῶς ἅμα καὶ ἐτυμολογικῶς ἔχει πρὸς τὸ οἰκῆϊ. Κλῆρον δὲ καὶ ὧδε συνήθως τὸ ἐκ τοῦ κληροῦσθαι λάχος νοητέον· οἷ διαφορὰ πρὸς κλῆρον, ὅτι κληροῦνται μὲν πολλοὶ, ὡς εἰκὸς, λαγχάνει δὲ εἷς ὁ ἐπιτυγχάνων. καὶ οὕτω μὲν ταῦτα. Ἐν οἷς σημείωσαι καὶ ὅτι τὸ ἔδωκεν ἤγουν ἔνειμε κλῆρον ἀφορμὴ γέγονε τοῖς ὕστερον τῆς τοῦ κληρονόμου συνθέσεως καὶ τῶν ἐξ αὐτοῦ.

(Vers. 69.) Τὸ δὲ ὑπὸ γούνατ' ἔλυσε, δοκεῖ ἀντιθέτως εἰρῆσθαι πρὸς τὸ πρόχνυ, ἵνα πως λέγῃ, ὡς ἐπὶ γόνυ πέσοι τὸ τῆς Ἑλένης φῦλον, ἐπεὶ πολλῶν ὑπὸ γούνατ' ἔλυσε.

(Vers. 68.) Περὶ δὲ τοῦ ὡς ὤφελλεν ἀπολέσθαι ἰστέον ὡς ἡ τοιαύτη ἔννοια δοκεῖ ἀπεύχεσθαι τὸ ἐν τοῖς πράγμασιν ἐνδεχόμενον. ὁ γὰρ φάμενος ὡς ὤφελλε γενέσθαι τόδε τι δυσαρεστεῖται εἴ περ πέφυκεν αὐτὸ γενέσθαι καὶ μὴ γενέσθαι καὶ μὴ κατὰ ὀφειλὴν ἀναγκαίαν γέγονεν. ὁμοίας δὲ ἐννοίας καὶ τὸ, ὡς ὤφελλέ τι μὴ γενέσθαι. δῆλον δὲ ὅτι τε καὶ ὀφείλειν τέτριπται κοινῶς, καὶ ὀφέλλειν δὲ ποιητικώτερον. καὶ ὅτι τὸ ὀφείλω καὶ περισπασμοῦ ὑπόνοιαν ἔχει. διὸ ὡς οἰκῶ οἰκέτης καὶ οἰκέσιον, οὕτω καὶ ὀφειλῶ ὀφειλέτης καὶ ὀφειλέσιον. καὶ ὅτι τὸ ὀφείλω συγκοπὲν ὄφλω γέγονε. διαφορὰ δέ, φασιν, αὐτῶν, ὅτι ὄφλει μέν τις ἐπὶ δίκῃ, ὀφείλει δὲ, ὡς ἡ κοινὴ λέγει συνήθεια. οὐκοῦν καὶ ὁ γέλωτα ὄφλων καταδίκης λόγῳ τοῦτο πάσχειν λέγεται.

(Vers. 72.) Ὅτι σπουδῆς δηλωτικὸν τὸ, ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα, ὡς εἴ τις εἴποι, ἀνεκομβοῦτο διὰ ἔργον, ὥς τε τὰ πρὸ τούτου, ἄζωστος ἦν ὁ τοῦτο ποιήσας Εὔμαιος, ὁποῖοι ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι ἱστοροῦνται οἱ ἐν ταῖς γυμνασίοις νήσοις· ἄζωστοι γάρ, φασιν· εἰ δὲ Ἡσίοδος ἐπὶ ἀργίας τὸ ζώσασθαι τίθησιν ἐν τῷ, γείτονες ἄζωστοι κίον ζώσαντο δὲ πηοὶ, ἑτέρου λόγου ἐκεῖνο καὶ οὐδέν τι πρὸς τὰ ἐνταῦθα.

(Vers. 73.) Ὅτι ἔθνεα χοίρων λέγει ἀντὶ τοῦ πλήθη, ὡς καὶ ἐν Ἰλιάδι ἔθνεα μελισσάων, ὅθεν λαβὼν καὶ Ὀππιανὸς ἔθνεα πόντου τοὺς ἰχθύας φησίν. Ὅτι ἀρχαϊκὸν ἁπλοῦν ὁ ποιητὴς διασκευάζων μαγείρευμά φησι· βῆ ἐς συφεούς· ὃ ἑρμηνεύων ἐπάγει· ὅθι ἔθνεα χοίρων.

(Vers. 74.) εἶτα ἡ διασκευὴ συντομωτάτη διὰ τὸ μὴ δεῖν εἶναι ἄρτι πανηγυρικῶς φρασθῆναι τοῦτο. ἔνθεν ἑλὼν δύο ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, ὅ ἐστιν ἔσφαξεν, εὗσέ τε, μίστυλλέν τε καὶ ἀμφ' ὀβελοῖσιν [62] ἔπειρεν. ὀπτήσας δ' ἄρα πάντα φέρων παρέθηκεν Ὀδυσσῆϊ θερμὰ αὐτοῖς ὀβελοῖσιν. ὁ δ' ἄλφιτα λευκὰ ἐπάλυνεν, ὅ ἐστιν ἐπέπασε κατὰ ἔθος ἀρχαῖον τὸ ὕστερον ἀργῆσαν. ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, ἤγουν συνέμιξεν ὕδατι, ὥστε κεῖσθαι πίνειν.

(Vers. 75.) Ὅρα δὲ τὸ εὗσε καὶ μίστυλλε καὶ ἔπειρε, πάρισα συχνὰ τὴν τῆς ξενικῆς τραπέζης φράσιν γοργῶς ἀρτύοντα. ἔχει δὲ ὁ τόπος οὗτος καὶ ἐπαναστροφὴν κατὰ μερισμὸν λέξεως ἐν τῷ, ἱέρευσεν εὗσεν, ὡς τὸ Σαμία μία ναῦς. καὶ ἔστι κάλλους καὶ τοῦτο. Περὶ δὲ τοῦ εὗσεν ἱκανῶς προγέγραπται, ὥς περ καὶ περὶ τῶν λέξεων τοῦ τοιούτου τόπου ἐν ἄλλοις δεδήλωται. ἔνθα καὶ περὶ τοῦ μιστύλλειν, ὃ καιριώτατα εἰπεῖν, ταυτόν ἐστι τῷ σμικρύνειν, ὡς ἐκεῖ φαίνεται.

(Vers. 77.) Ἀγροτικὴ δὲ καὶ ἡ νῦν τράπεζα, καθὰ καὶ ἡ ῥηθεῖσα στρωμνή.

(Vers. 78.) κισσύβιόν τε γὰρ ὁ κρατὴρ, περὶ οὗ προγέγραπται, καὶ ἡ τροφὴ μονοειδὴς, κρέα ὀπτὰ ὀβελοῖς αὐτοῖς ἀφελῶς παρακείμενα, ἤγουν σὺν αὐτοῖς ὀβελοῖς Ἀττικῶς. Κισσύβιον δὲ καὶ νῦν, ὡς καὶ προεδηλώθη, ποτήριον ἀγροτικὸν, ὃ μετ' ὀλίγα σκύφος ἐρεῖ οὐδετέρως ἐν τῷ, σκύφος ἔδωκεν οἴνου πλέον, ὅ περ ὁ Λυκόφρων ἀρσενικῶς οἶδεν, εἰπών· τὸν δὲ λοίσθιον ἐκπιὼν σκύφον. τινὲς δὲ σκύφον ἐνταῦθα γράφουσι καὶ τὸ Ὁμηρικόν. Ἰστέον δὲ ὅτι τὸν καλὸν Εὔμαιον μαγειρικῶς ὑπουργήσαντα ἐνταῦθα τῷ δεσπότῃ, ὡς εἴρηται, τέττιγα μὲν ἐρεῖ τις ἂν, οὐκ ἂν δὲ καὶ μαίσωνα. Χρύσιππος γάρ, φασιν, οἴεται μαίσωνα μὲν, ὡς ἀπὸ τοῦ μασᾶσθαι, καλεῖσθαι τὸν πολιτικὸν μάγειρον, τὸν δ' ἐκτόπιον τέττιγα. ἦν δὲ καὶ κωμῳδίας ὑποκριτὴς Μαίσων, προσωπεῖον εὑρηκὼς καλούμενον μαίσωνα· ἐξ οὗ καὶ σκώμματα Μαισωνικὰ, ὡς δοκεῖν, παρὰ τὸν τοιοῦτον Μαίσωνα, εἰρῆσθαι καὶ τὸν μάγειρον Μαίσωνα. πλὴν εὐφυῶς καὶ Χρύσιππος ἠτυμολόγησε. λέγεται δὲ καὶ ἡ Θετταλικὴ ματτύη ἐκ τοῦ μασᾶσθαι παρῆχθαι, ὥς περ καὶ ἡ μαστίχη. ὁ δὲ Ἀθήναιος λέγει, ὅτι ἡμεῖς φαμὲν ἀπὸ τοῦ μάττειν, ἀφ' οὗ καὶ ἡ μάζα καὶ ἡ Κυπρία μαγὶς καὶ ὑπερμαζᾶν τὸ ἄγαν τρυφᾶν. λέγει δὲ καὶ ὡς καταρχὰς μὲν τὴν κοινὴν καὶ δημοτικὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μάζαν ἐκάλουν· ὅθεν καὶ μαζαγρέτης ὁ καὶ ἄκολος, καὶ μάττειν τὸ σκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλαντες τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιττῶς μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν πολυτελὲς ἔδεσμα, καὶ ματτυάζειν τὸ σκευάζειν αὐτὸ, εἴτε ἰχθὺς εἴη εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε σπερμάτιον. διὸ καὶ Ἄλεξις πρὸς δήλωσιν ἀκολάστου παρασκευῆς προσέθετο τῇ ματτύῃ τὸ λέπεσθαι, εἰπών· προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε. ἦν δέ, φασι, λέπεσθαι παρ' Ἀθηναίοις ἐπὶ ἀσελγοῦς καὶ φορτικῆς ἀφροδισίων ἡδονῆς, ὁποία καὶ ἡ τοῦ δέφεσθαι. Ὅρα δὲ ὅτι ὀπτὰ κἀνταῦθα ὁ σπουδαῖος Εὔμαιος τῷ Ὀδυσσεῖ κρέα παρέθετο, σχεδιάσας διὰ τάχος. ἄλλως μέντοι ἐπαινεῖται μᾶλλον ὀπτήσεως ἡ ἕψησις. οὐ μόνον γάρ, φασιν, ὠμότητα περιαιρεῖ, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύναται καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δ' εὐμενέστερον καὶ ἀκινδυνότερον συμπέττει τὴν τροφήν.

(Vers. 81.) Ὅτι διαφορά τις εἶναι δοκεῖ χοίρων καὶ συῶν, ὡς ἐμφαίνει ὁ Εὔμαιος ἐν τῷ, ἔσθιε νῦν ὦ ξεῖνε τά τε δμωέσσι πάρεστι χοίρεα. ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. καὶ ἴσως ἢ καθ' ἡλικίαν ἡ διαφορὰ τοῖς χοίροις καὶ τοῖς σιάλοις, ἢ κατὰ τὸ, ζατρεφέας μὲν εἶναι τοὺς σιάλους, οἳ καὶ καλοῦνται οὕτω διὰ τὸ σιτεῖσθαι ἅλις, ὀλιγοτρεφεῖς δὲ τοὺς χοίρους, ὁποῖα καὶ τὰ παρὰ τοῖς ῥήτορσι μετάχοιρα, τὰ τῶν ὑῶν ὀψίγονά, φασι, καὶ λειπογάλακτα. δοκοῦσι δὲ ἐξορθοῦ δέλφακες οἱ Ὁμηρικοὶ ἐνταῦθα εἶναι χοῖροι· οὓς δὴ δέλφακας Ἀριστοφάνης μὲν ὁ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν τοὺς νέους χοίρους λέγει, μᾶλλον δὲ τοὺς νεωτάτους γράψας οὕτω· Τῶν συῶν οἱ μὲν τέλειοι καὶ ἐνόρχαι, κάπροι· οἱ δὲ πίονες αὐτῶν σίαλοι· ἡ δὲ θήλεια, σῦς μόνον. Ἱππώναξ δὲ γρόμφιν λέγει, εἴτε καθόλου πᾶσαν ὗν δηλῶν, εἴτε τὴν παλαιὰν τῇ ἡλικίᾳ. τὰ δὲ νέα, δέλφακες μὲν τὰ πεπηγότα πως ἤδη τοῖς σώμασι, τὰ δὲ ἔτι ἁπαλὰ καὶ ἔνικμα, χοῖροι. καὶ οὕτω μὲν ὁ εἰρημένος Ἀριστοφάνης τοὺς δέλφακας στεῤῥοτέρους οἶδε χοίρων καὶ τελειοτέρους, Ἐπίχαρμος δέ, φασι, τοὺς ἄῤῥενας καὶ τελείους. Ἀριστοφάνης δὲ ἐπὶ θηλείας τάττει τοὔνομα ἐν τῷ, δέλφακος ὀπωρινῆς, ὅ περ ὁ δειπνοσοφιστὴς παρασημειωσάμενος λέγει ἐπικρίνων, ὡς κυρίως αἱ θήλειαι οὕτω λέγοιντ' ἂν, ὡς δελφύας ἔχουσαι εἴτουν μήτρας ὅθεν καὶ οἱ ἀδελφοί. ἀποφαίνεται δὲ καὶ ἐκ τῶν εἰρημένων λόγων τοῦ Ἀριστοφάνους, τοῦ γραμματικοῦ δηλαδὴ, σαφὲς εἶναι τὸ τὰ μὲν χοίρεα ὡς εὐτελῆ ἐσθίεσθαι τοῖς δούλοις, τοὺς δὲ σιάλους τοῖς μνηστῆρσιν ὡς καὶ τελείους καὶ εὐτραφεστέρους διὰ τὸ σεσιτεῦθαι, καθὰ δηλοῖ καὶ ἡ ἐτυμολογία τῆς λέξεως τῶν σιάλων οἳ σιτεύονται [63] ἅλις. ἔτι πρὸς τούτοις ἰστέον καὶ ὅτι οὐ μόνον φειδοῖ τῶν τοῦ δεσπότου οἱ ἀμφὶ τὸν Εὔμαιον οὐ σιάλους ἀλλὰ συΐδια ἤσθιον, ἀλλὰ καὶ κατά τι ἔθος. ἐκράτει γὰρ ἴσως καὶ τότε τὸ ἐν τοῖς μετὰ ταῦτα νομοθετηθὲν ἕνεκά, φησι, θρεμμάτων ἐπιγονῆς, ἤγουν τὸ μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον. διὸ τὰ ἤδη τέλεια ἤσθιον. καὶ τὴν ἱέρειαν δέ, φασι, τῆς Ἀθηνᾶς ἔθος ἦν οὐ θύειν ἀμνήν. ἔνθα ὅρα τὸ ἀμνὴν, ἧς ἀρσενικὸν ὁ ἀμνός. τῇ δ' αὐτῇ οὐδὲ τυροῦ ἐξῆν γεύεσθαι, ὡς δὲ καὶ χοῖρον Ἴωνες τὴν θήλειαν λέγουσιν, ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται καὶ αὐτό. ἔτι ἰστέον καὶ ὅτι καὶ ὁ κωμικὸς ἔν τε τῷ, χοῖρε τρώγοις ἂν ἰσχάδας, καὶ ἀλλαχοῦ δὲ, ἐπὶ νεάκων χοίρων τὴν λέξιν τίθησιν. ὑποδηλοῖ δὲ Ὅμηρος ἐνταῦθα σμικρότητα χοίρων, εἴ γε δύο ἱερευθέντες εἰς βρῶσιν παρατίθενται. κεῖται δὲ τοιαύτη χρῆσις καὶ παρὰ τῷ ἑρμηνεύσαντι ὅτι σαργάνη ἦν σκεῦός τι ὃ περιηρτυμένοι ἔφερον τοὺς γαλαθηνοὺς χοίρους. ἦν δέ τι καὶ χοιροτροφεῖον, ἔτι δὲ καὶ χοιροκομεῖον, ὡς Ἀριστοφάνης ἐν Λυσιστράτῃ δηλοῖ. καὶ ταῦτα μὲν ἔχει λόγον. τὸ δὲ χύριον, πάνυ δυσχερὲς πῶς ἂν διὰ τοῦ υ ψιλοῦ γράφοιτο, εἰ μὴ ἄρα ἴσως κατὰ ὀνοματοποιΐαν τινά. ὅτι γὰρ ἄλλως μέτεστί τι τῶν χοίρων καὶ τῷ χυρίῳ, δηλοῖ ὁ εἰπὼν ὅτι χύριον δεσμὸς, ᾧ δεσμεῖται τὰ χοιρίδια· καὶ ὅτι χύριον ξύλον, ᾧ προσδεσμεύονται οἱ ὗς. ὑπονοεῖται δὲ κατὰ ὀνοματοποιΐαν ἡ τοιαύτη εἶναι γραφὴ, ἐξ οὗ γράφει Αἴλιος Διονύσιος, εἰπών· χύῤῥε, ἐπίφθεγμα πρὸς τοὺς ὗς. οὐ χεῖρον δὲ εἰδέναι καὶ ὅτι παρὰ τοῖς παλαιοῖς ὑσπέλεθρος κυρίως ἡ τῶν ὑῶν κόπρος λέγεται. ὅρα δὲ ὅπως ἀγαθοῦ δούλου ὑπέγραψεν ἦθος ἐνταῦθα ὁ ποιητὴς, οὐ φιλοῦντος, εἰ καὶ ζῇ ἐλευθερίως, ἀλλὰ καὶ ἀχθομένου εἴ περ αὐτὸς μὲν κάμνει ἐπὶ τοῖς τοῦ δεσπότου, ἐσθίουσι δὲ οἱ κακοὶ μνηστῆρες. τάχα δὲ καὶ ὑπογρύζει ὁ Εὔμαιος ἐπὶ τοῖς σιάλοις, εἰ μὴ καὶ αὐτῷ ἔξεστι τῶν τοιούτων ἀπεσθίειν. καί πως ὅμοιόν τι πάσχει τοῖς ὕστερον Συρακουσίοις ὀψοποιοῖς ἢ μαγείροις, ὧν εἴ τις ἴδιον εὕροι βρῶμα καὶ περιττὸν, ἐξουσίαν οὐκ εἶχε, φασὶ, χρήσασθαι αὐτῷ ἄλλως ὅτι μὴ κατὰ καιρὸν ὃν ἔδει. ὁ δὲ ἦν ἐνιαυτὸς, οὗ μή πω συντετελεσμένου θλίβοιντο ἂν καὶ ἐκεῖνοι μετέχοντες τοῦ εὑρήματος.

(Vers. 82.) Ὅτι κατὰ ὕβρεως καὶ ὑβριστῶν λεχθείη ἂν τὸ, οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ' ἐλεητύν. οὐ μὲν σχέτλια ἔργα θεὸς φιλέει, ἀλλὰ δίκην τίει καὶ αἴσιμα ἔργ' ἀνθρώπων.

(Vers. 85.) τοῦτο δὲ γνωμικῶς ἐῤῥέθη παρὰ τοῦ Εὐμαίου. τὸ δὲ ἐφεξῆς πάνυ ἐντρεπτικὸν τῶν κατὰ πόλεις βιαίων καὶ ἀδίκων ἀνδρῶν, τὸ, καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ' ἐπὶ γαίης ἀλλοτρίης βῶσι, τουτέστιν ἐπιβῶσιν ἀλλοδαπῆς χώρας, καί σφι θεὸς ληΐδα δοίη. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει. οἵδε δέ τι ἴσασι, θεοῦ δέ τινα ἔκλυον αὐδήν· ὅ πέρ ἐστιν ὅμοιόν τι τῷ, ἐπισπόμενος θεοῦ ὀμφῇ. Σημείωσαι δ' ἐνταῦθα τὸ ἀκατάλληλον τῆς συντάξεως καὶ σολοικοειδὲς, ἐν τῷ, καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι. καὶ μὲν τοῖς, ὄπιδος κρατερὸν δέος. ἐχρῆν γὰρ εἶναι κατὰ δοτικὴν πτῶσιν, καὶ μὲν δυσμενέεσσι καὶ ἀναρσίοις ὄπιδός ἐστι δέος. μιμεῖται δὲ ὁ ποιητὴς ἐνταῦθα θυμούμενον ἄνδρα τὸν Εὔμαιον καὶ μὴ κρατοῦντα τῆς ἀκολουθίας τοῦ λόγου. ἴσως δὲ καὶ ἄλλως δύναται ὀρθῶς ἔχειν, εἴ περ τὸ δεύτερον μὲν ληφθείη ἀντὶ τοῦ ἀλλα, ἵνα εἴποι μὴ ἐκκρεμῶς ἀλλὰ ἀπολύτως, ὅτι καὶ μὲν ἀνάρσιοι ἄνδρες πλήσαντες δὴ τὰς νῆας ἀπῆλθον, ἀλλὰ καὶ τούτοις δέος ἐστὶν ὄπιδος. κρεῖττον μέντοι τὸ πρῶτον καὶ λογικώτερον καὶ ἀβίαστον.

(Vers. 88.) Πειραταὶ δὲ ὑπόκεινται οἱ ῥηθέντες ἀνάρσιοι, ὡς δηλοῖ τὸ πλησάμενοι νῆας. ὄπιδα δὲ καὶ νῦν τὴν εἰς τὸ μέλλον θείαν ἐπιστροφὴν λέγει. Ἐλεητὺν δὲ τὸν ἔλεον Αἰολικῶς, ὥς φασιν οἱ παλαιοί.

(Vers. 90.) Ὅτι βιαίαν μνηστείαν φράζει τὸ, οὐκ ἐθέλουσι δικαίως μνᾶσθαι, οὐδὲ νέεσθαι ἐπὶ σφέτερα, ἀλλὰ ἕκηλοι κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδὼ, ἢ οὐκέτι φειδώ. δαπάνην δὲ ἀνένδεκτον βίου πολλοῦ ἀλλοτρίου δηλοῖ τὸ, ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν, ἤγουν ἐξ Ἡλίου ἢ Οὐρανοῦ κατὰ Ἄρατον, οὔ ποτε ἓν ἱερεύουσιν ἱερεήϊον, τουτέστιν οὐδέ ποτε σφαγιάζουσι σφάγιον ἓν, ὃ δὴ τρόπος ἐτυμολογίας ἐστὶν, οὐδὲ δύ' οἴω, ἀλλὰ δηλαδὴ πολλά. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες, ἤγουν ἀντλοῦντες, ὃ δὴ πρωτότυπόν ἐστι τοῦ ἀφύσσοντες.

(Vers. 96.) Σύστασις δὲ πλούτου τὸ, ἦ γάρ οἱ ζωή γ' ἦν ἄσπετος, οὔ τινι τόσση ἀνδρῶν ἡρώων, οὔτε ξυνεείκοσι φωτῶν ἔστ' ἄφενος τοσοῦτον. Καὶ ὅρα ὅτι τε ζωὴν ἔφη τὴν εἰς τὸ ζῆν κτῆσιν καὶ χορηγίαν οἷα διχῶς τῆς ζωῆς λεγομένης κατὰ τοὺς παλαιοὺς, ἐπί τε τῆς συνήθους δηλαδὴ καὶ ἐπὶ τῆς περιουσίας.

(Vers. 98.) καὶ ὅτι τὸ ξυνεείκοσιν ὅμοιόν ἐστι τῷ σύνδυο καὶ σύντρεις καὶ τοῖς τοιούτοις.

(Vers. 99.) καὶ ὅτι οὐδετέρως ἔφη τὸ ἄφενος, καθὰ καὶ ἐν Ἰλιάδι. [64] ἐν τούτοις δὲ καὶ ἤπειρον ἔφη μέλαιναν, ἰδίως τὴν ἀντικρὺ τῆς Ἰθάκης καθὰ καὶ ἀλλαχοῦ πολλαχοῦ, ὥς περ καὶ κατωτέρω εὐθύς. ἔνθα τὰ τοῦ Ὀδυσσέως ἀριθμῶν ζῷα ὅσα εἶχε πάλαι ποτὲ, φησὶν ὁ Εὔμαιος· ἐγὼ δέ κέ τοι καταλέξω·

(Vers. 100.) δώδεκ' ἐν ἠπείρῳ ἀγέλαι, βοῶν δηλαδὴ, ἴσως δὲ καὶ ἵππων. ἐπ' ἀμφοῖν γάρ, φασιν, ἡ ἀγέλη κυριολεκτεῖται. ἧς παράγωγον ἀγελαῖος μὲν, ὁ ἐξ ἀγέλης· ἀγέλαιος δὲ κατὰ τοὺς παλαιοὺς προπαροξυτόνως ὁ ἀμαθής.

(Vers. 101.) τούτοις δ' ἐπάγει ὁ ποιητὴς τὸ, τόσα πώεα οἰῶν, τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν, βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες. ἔνθα δέ τ' αἰπόλια πλατέ' αἰγῶν ἕνδεκα πάντα ἐσχατιῇ βόσκονται, ὧν αἰεί σφιν ἕκαστος ἐπ' ἤματι μῆλον ἀγινεῖ, τουτέστιν ἄγει, ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε καί σφι συῶν τὸν ἄριστον ἐϋκρίνας, ὅ ἐστιν ἐπιλεξάμενος, ἀποπέμπω.

(Vers. 106.) Καὶ ὅρα ὡς καὶ ἐνταῦθα συῶν ἄριστος ἐῤῥέθη, ὥς περ καὶ αἰγῶν ἄριστος.

(Vers. 100.) Οἰῶν δὲ, ὅ πέρ ἐστι προβάτων, εὐθεῖα ὄϊς οἶς. τοιοῦτον δὲ καὶ τὸ φθόϊς φθοῖς. τούτων δὲ οἶς μὲν ἔχει καὶ πλαγίας, φθοῖς δὲ οὐ δίδωσι πεῖραν εἴ περ πλαγιάζει εἰς γενικὴν καὶ ἑξῆς. ἔστι δὲ φθοῖς ποιός τις πλακοῦς, οὗ τὴν κατασκευὴν οὕτω τις περιλαλεῖ· τυρὸν ἐκπιέσας τρίβε καὶ ἐμβαλὼν εἰς κόσκινον χάλκεον διήθει. εἶτ' ἐπίβαλον μέλι καὶ σιλίγνεως ἡμίναν καὶ συμμάλαξον εἰς ἕν. ἐν τούτοις δὲ διηθεῖν μὲν τὸ διυλίζειν, ὅ περ ἀπηθεῖν λέγει ὁ κωμικός, ὅθεν καὶ ἠθμὸς ὁ διυληστήρ. περὶ δὲ σιλίγνεως ζητητέον μὲν ὅ τι ποτὲ εἶδος ἐστίν. Ἰστέον δὲ ὡς παράγει ἄρτον λεγόμενον σιλιγνίτην καὶ σιλιγνίαν διὰ τὴν ἐκεῖθεν μίξιν. ἡ δὲ ἡμίνα ἴσως ἥμισυ ἐστὶ μέτρου τοῦ ἲν, οὗ χρῆσις ἐν τῷ, ἔλαιον πλέον ἤ περ ἴν.

(Vers. 101.) Ὅρα δὲ καὶ ὅτι εἰπὼν ὁ ποιητὴς πώεα οἰῶν καὶ δυνάμενος ἐπαγαγεῖν τόσσα ὑῶν ἤγουν χοίρων συβόσια ὤκνησεν οὕτω ποιῆσαι, ἵνα μὴ τῇ ψευδοπαρηχήσει τοῦ, οἰῶν καὶ ὑῶν, δοκοίη ἀστεΐζεσθαι εἰς οὐδὲν δέον. διὸ συῶν ἔγραψεν, εἰπών· τόσα πώεα οἰῶν τόσα συῶν συβόσια. Ἐν δὲ τῷ, ὅσσαι νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσι, περιττῶς κεῖται καὶ ἀφελῶς τὸ νύκτες. τὸ δὲ ὅλον περίφρασίς ἐστι τοῦ αἰεὶ καὶ τοῦ ὁσημέραι, καὶ ἔστιν ὅμοιον τῷ, αἰεὶ ἐπ' ἤματι. Ἀγέλαι δὲ βοῶν πάντως, εἰ καὶ ὁ ποιητὴς διὰ τὸ πάνυ φανερὸν σιωπᾷ τοῦτο. Περὶ δὲ τῶν ἐφεξῆς λέξεων ἐν ἄλλοις διείληπται.

(Vers. 102.) Τὸ δὲ βόσκουσι προστεθὲν σχήματος ἐποίησεν ἐξαλλαγήν. μετὰ γὰρ τὸ, δώδεκα ἐν ἠπείρῳ ἀγέλαι, τὸ, τόσα πώεα καὶ τὰ ἑξῆς, αἰτιατικαί εἰσι διὰ τὸ βόσκουσι. καὶ οὐδὲν μὲν ἐκώλυεν εἰπεῖν καὶ ὅτι δώδεκα ἀγέλας καὶ τόσα πώεα καὶ τόσα συβόσια καὶ τόσα αἰπόλια βόσκουσιν. οὐχ' εἵλετο δὲ ὁ ποιητὴς οὕτως εἰπεῖν, ἀλλὰ στίξας εἰς τὸ ἀγέλαι εἶτα συνέταξε τὰ ἑξῆς πρὸς αἰτιατικὴν διὰ τὸ βόσκουσι. Ξείνους δὲ τοὺς μισθωτοὺς λέγει.

(Vers. 105.) Τὸ δὲ ἐπ' ἤματι ἑρμηνεία ἐστὶ τοῦ αἰεὶ, ἵνα εἴη ἀεὶ τὸ καθ' ἕκαστον ἦμαρ. Μῆλον δὲ νῦν φανερῶς ἐπὶ αἰγὸς ἡρμήνευται.

(Vers. 106.) Ἰστέον δὲ ὅτι περὶ τοῦ τῶν αἰγῶν κρέατος ὡς τροφιμώτατόν ἐστιν, οἱ παλαιοὶ μαρτυροῦσι. Κλειτόμαχος οὖν, φασὶν, ἱστορεῖ τινὰ Θηβαῖον ἀθλητὴν ὑπερβαλεῖν ἰσχύει τοὺς καθ' ἑαυτὸν, κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ ἐντεῦθεν καὶ γλίσχροι χυμοὶ γίνονται καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι. ἐσκώπτετο δὲ ὅμως ὁ ἀθλητής, φασι, διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δὲ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητά, φασιν, ὑπάρχοντα ταῖς ἕξεσι ῥᾷον φθείρεται διὰ τὴν πιμελήν. παρὰ δὲ Ἀντιφάνει ἐπαινῶν αἶγα ὁ Κύκλωψ λέγει οὐρανίαν αἶγα ἐν τῷ, βοῦς ἀγελαῖος, ταῦρος ἠλιβάτας, αἲξ οὐρανία, κριὸς τομίας, καὶ ἑξῆς, ὡς ἀλλαχοῦ ἐγράφη, λέγοι δὲ ἂν ἐκεῖνος αἶγα οὐρανίαν ὡς οἷον μεγάλην καὶ ὑψηλὴν πρός τινα ὁμοιότητα αἰγῶν τῶν κατ' οὐρανὸν ὧν αἱ αἰγίδες παρώνυμοι. ἀκόλουθον δὲ τοιαύτῃ αἰγὶ καὶ ὁ ἠλίβατος ταῦρος, οὗ παρώνυμον ὁ ἠλιβάτας.

(Vers. 80.) Εἰς δὲ τὸ ἔσθιε σημείωσαι, ὅτι τὸ ἐσθίειν καὶ ἀπεσθίειν λέγεταί ποτε μετὰ προθέσεως, οἱονεὶ ἀπό τινος ἐσθίειν. οἷον· οἴμοι τάλας, δάκνει δάκνει ἀπεσθίει μου τὴν ἀκοήν. εὕρηται δὲ ἀπεσθίειν καὶ τὸ μὴ ἐσθίειν, οἷον τοῖς βλίτοις διαχρῶ, τὴν κοιλίαν ξηρὰν ἔχεις, τὰ πετραῖα τῶν ἰχθύων ἀπέσθιε, ἤγουν μὴ ἔσθιε.

(Vers. 81.) Χοῖρος δὲ ὅτι καὶ κρύφιόν τι δηλοῖ, δεδήλωταί που. ὡς δὲ καὶ πλακοῦντες αὐτῷ παρώνυμοι αἱ χοιρίναι, ὁ Ἀθήναιος λέγει. αὗται δέ, φησιν, ἆθλα ἐτίθεντο ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι. ὁ δὲ κωμικὸς φαίνεται χοιρίνας εἰδέναι καί τινας ψήφους δικαστικάς. Τὸ δὲ ἀγινεῖ ἀχρεῖον μὲν εἰς πεζογραφίαν, ἐκτείνει δὲ τὴν παραλήγουσαν.

(Vers. 107.) Τὸ δὲ φυλάσσω τε ῥύομαί τε οὐ διαφέρουσι κατὰ νοῦν.

(Vers. 102.) Ἰστέον δὲ ὡς εἰ καὶ φαίνονται πολλοὶ τῷ Ὀδυσσεῖ γενέσθαι δοῦλοι, ἀλλὰ τὸ, βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες [65] ἄνδρες, οὐκ ἀφίησιν αὐτοὺς τοσούτους εἶναι ὁπόσοι τοῖς ὑστερογενέσιν ἱστόρηνται, ἀλλ' εἰσὶν αὐτοὶ σχεδόν τι τὸ μηδὲν, εἴ τις ἐνθυμοῖτο ἐξ ἱστοριῶν, ὡς Νικίας μέν τις χιλίους ἔχων οἰκέτας ἐμίσθωσέ, φασιν, αὐτοὺς εἰς τὰ ἀργυρεῖα Σωσίᾳ τῷ Θρᾳκὶ, ἐφ' ᾧ ὀβολὸν ἕκαστον τελεῖν τῆς ἡμέρας. Δαρδανεῖς δὲ δούλους ἐκτῶντο ὁ μὲν χιλίους, ὁ δὲ καὶ πλείους. ὧν ἕκαστος ἐν μὲν εἰρήνῃ γεωργεῖν λέγεται, ἐν πολέμῳ δὲ λοχίζεσθαι ὑπὸ ἡγεμόνι τῷ ἰδίῳ δεσπότῃ, Ῥωμαίων δὲ ἕκαστος μυρίους καὶ δισμυρίους πολλοὶ δὲ καὶ πλείους, οὐκ ἐπὶ προσόδοις φασὶν ὡς ὁ τῶν Ἑλλήνων ζάπλουτος Νικίας. καὶ Μνάσων δέ, φασιν, ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων.

(Vers. 109.) Ὅτι Εὔμαιος μὲν κατέλεγε τῶν μνηστήρων, Ὀδυσσεὺς δὲ τὴν γαστέρα ἐν τοσούτῳ τημελῶν κρέατ' ἤσθιε πῖνέ τε οἶνον ἁρπαλέως ἀκέων, κακὰ δὲ τοῖς ἐχθροῖς φύτευεν. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε

(Vers. 111.) θυμὸν ἐδωδῇ, ὃ καὶ ἀλλαχοῦ ἐγράφη, ἐποίησε τόδε. δύναται δὲ προσαρμόσαι ταῦτα τῷ ἐν καιρῷ δαιτὸς μὴ ἐθέλοντι διὰ πεῖναν ἀκούειν πολυλογιῶν.

(Vers. 110.) Ἰστέον δὲ ὅτι ὁ οὕτως ἐσθίων κατὰ σπουδὴν διὰ πεῖναν ὀξυχειρίᾳ χρῆσθαι οὐκ ἐγκρατῶς λεχθείη ἂν, κατὰ τὸν εἰπόντα ὡς ἐπὶ τὰ ἀλλότρια δεῖπνα, ὁποῖα νῦν τρόπον τινὰ καὶ τὰ τοῦ Ὀδυσσέως, πᾶς γίνεται ὀξύχειρ, οὐκ ἐγκρατής. ὁ δὲ ὀξύχειρ καὶ ὀξυλάβος ῥηθείη ἂν, καὶ ἡ κατ' αὐτὸν σπουδὴ ὀξυλάβεια.

(Vers. 112.) Ὅτι φιλοτησίου δαιτὸς τὸ, πλησάμενος δῶκε σκύφον ἢ σκύφος, ᾧ περ ἔπινεν, οἴνου ἐνίπλειον. ὁ δ' ἐδέξατο, χαῖρε δὲ θυμῷ.

(Vers. 115.) ἐπαινετικὸν δὲ τὸ, τίς ἐκεῖνος ὧδε μάλ' ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις; εἰπέ μοι αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.

(Vers. 119.) εἰ δὲ καὶ πλανήτης ὁ τὴν τοιαύτην τιθεὶς ἐρώτησιν, εἴποι ἂν καὶ τὸ, θεός που τόδε οἶδεν εἴ κέ μιν ἀγγείλαιμι ἰδὼν, ἐπίπολλα δ' ἀλήθην.

(Vers. 122.) ὁ δὲ μὴ μέλλων πεισθῆναι τοιούτῳ ἀγγέλῳ εἴποι ἄν· ὦ γέρον, οὔτις ἐκεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἀγγέλλων πείσειε τοὺς ἐκείνου.

(Vers. 112.) Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς ἐνταῦθα δίδωσι σκύφον τῷ Εὐμαίῳ δεξιούμενος κατὰ τὸν τοῦ προπίνειν λόγον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται.

(Vers. 124.) Ὅτι δηλῶν κατὰ πιθανὴν γνώμην ὁ ποιητὴς ὡς ψεῦσται καὶ λόγων συνθέται οἱ πλανῆται πτωχοὶ ὡς ἐπὶ πολὺ φησὶν ὅτι ἄλλως τουτέστι μάτην οὕτω κομιδῆς κεχρημένοι, τουτέστιν ἐπιμελείας χρῄζοντες ἄνδρες ἀλῆται, ψεύδονται, οὐδ' ἐθέλουσιν ἀληθέα μυθήσασθαι, ὅ πέρ ἐστι περίφρασις τοῦ ψεύδονται.

(Vers. 126.) Ὅτι ἐν μὲν τοῖς ἑξῆς ὁ Τηλέμαχος αἰτιᾶται τὴν μητέρα ὡς ἐμπλήγδην τοῖς ξένοις προσφερομένην διὰ τὸ ἐπὶ τῷ ἀνδρὶ φιλήκοον καὶ μὴ διακρίνουσαν τίς τε ἀγαθὸς καὶ τίς μὴ τοιοῦτος. ἐνταῦθα δὲ ὁ Εὔμαιος τὴν ἔννοιαν ἐκείνην ἄλλως διηγηματικῶς καὶ σαφέστερον φράζων φησίν· ὅς δ' ἂν ἀλητεύων εἰς Ἰθάκην ἵκηται, ἐλθὼν εἰς δέσποιναν ἐμὴν, ἀπατήλια βάζει. ἡ δ' εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ καί οἱ ὀδυρομένῃ βλεφάρων ἀπὸ δάκρυα πίπτει, ἣ θέμις ἐστὶ γυναικὸς ἐπὴν πόσις ἄλλοθ' ὄληται.

(Vers. 131.) εἶτα φησὶ πρὸς τὸν Ὀδυσσέα, ὅ περ οἰκεῖον εἰπεῖν πρὸς πτωχὸν ὑποπτευόμενον ἐπὶ ψεύδεσιν· αἶψά κε καὶ σὺ γεραιὲ ἔπος παρατεκτήναιο, εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη. λέγει δὲ παρατεκτήνασθαι τὸ παρατεχνήσασθαι, ὡς ἐκ μεταφορᾶς τῶν ἀτέχνων τεκτόνων ἢ τῶν ἀπατώντων ἐφ' οἷς τεκταίνουσι.

(Vers. 130.) Τὸ δὲ ἣ θέμις ἐστὶ, δύναται καὶ ἀντὶ τοῦ, καθὰ δίκαιον, κεῖσθαι, καὶ ἄλλως δὲ, πρὸς ὁμοιότητα τοῦ, ἣ γὰρ δμώων δίκη ἐστίν. Ὅτι περί τινος ἀνιστορήτως ἀπολωλότος ῥηθήσεται τὸ, τοῦ δ' ἤδη μέλλουσι κύνες ταχέες τ' οἰωνοὶ, ῥινὸν ἀπ' ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν, ἢ τόν γ' ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ' αὐτοῦ κεῖται ἐπ' ἠπείρου, ψαμάθῳ εἰλυμένα πολλῇ, ὅ ἐστι κεκαλυμμένα, ὡς εἴ περ ἐτάφησαν κατά τι αὐτόματον. Τὸ δὲ ῥινὸν ἀπ' ὀστεόφιν ἐρύσαι, οὐδὲν ἂν εἴη ἕτερον, ἢ ἕλωρ γενέσθαι τὸν οὕτω παθόντα, εἴτε ἑλώριον. Ἰστέον δὲ ὅτι τῷ ὀνόματι τῶν ἰχθύων ἐνταῦθα καὶ τὰ κήτη συμπεριείληπται. Καὶ ὅτι τοῦ ἐπ' ἠπείρου ψαμάθῳ κεκαλύφθαι τὰ ὀστᾶ, προηγεῖται τὸ, εἰν ἁλὶ κῦμα κυλίνδει.

(Vers. 137.) Ὅτι δοῦλος ἀγαθὸν ἐπ' ἀλλοδαπῆς ἀπολέσας δεσπότην ἢ καί τις ξένος ὑπουργικὸς ἀνὴρ ὁμοίως τοιούτου οἰκοδεσπότου διεκπεσὼν εἴποι ἂν ὡς ἐν ἠθοποιΐᾳ τοιάδε· ὣς ὁ μὲν ἔνθ' ἀπόλωλε. φίλοισι δὲ κήδε' ὀπίσσω πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται. οὐ γὰρ ἔτ' ἄλλον ἤπιον ὧδ' ἄνακτα κιχήσομαι ὁππόσ' ἐπέλθω οὐδ' εἴ κεν πατρὸς καὶ μητρὸς αὖτις ἵκωμαι οἶκον, ὅθι πρῶτον γενόμην καί μ' ἔτρεφον οὗτοι. οὐδέ τι τῶν ἔτι τόσσον ὀδύρομαι ἀχνύμενός περ ὀφθαλμοῖσιν ἰδέσθαι, ἀλλά με τοῦ δεῖνος πόθος αἴνυται οἰχομένοιο. τὸν μὲν ἐγὼν, ὦ ξεῖνε, καὶ οὐ παρεόντα ὀνομάζειν αἰδέομαι. περὶ γάρ με φίλει καὶ κήδετο θυμῷ. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα. ἔστι δὲ ἠθεῖος ὁ πρεσβύτερος [66] ἀδελφὸς, ὡς ἡ Ἰλιὰς μάλιστα ἐδήλωσε.

(Vers. 144.) Τὸ δὲ αἴνυται ὅτι τὸ λαμβάνειν δηλοῖ καὶ πόθεν γίνεται, προδεδήλωται. ποιητικὴ δὲ αὕτη λέξις καὶ τοῖς κατὰ λογάδην γράφουσιν ἀῤῥητόρευτος.

(Vers. 145.) Τὸ δὲ καὶ οὐ παρεόντα παιδευτικόν ἐστι τοῦ μὴ χρῆναι ἀπόντας τοὺς φίλους περιφρονεῖν καὶ ἔξω τιμῆς βάλλειν, μὴ καί τις τῷ τοιούτῳ προσονειδίσῃ τὸ, αἰδὼς ἐν ὀφθαλμοῖς, ὃ παροιμία μέν ἐστι χρηστὴ τοῖς μεμφομένοις τὸ ἀλλοπρόσαλλον καὶ ἀχάριστον καὶ κολακικόν. εἴληπται δὲ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἐξ Ἀριστοτέλους, φαμένου τὴν αἰδῶ ἐν ὀφθαλμοῖς εἶναι οὐ γνωμικῶς, ὡς ἡ παροιμία βούλεται, ἀλλὰ φυσικῶς ἄλλως καὶ ἀστείως, οἷα τῶν αἰδημόνων καὶ ἐξ αὐτῆς ὄψεως χαρακτηριζομένων, οἳ ἐφ' οἷς αἰδεῖσθαι χρὴ χαλῶσι τὰ βλέφαρα καὶ βλέπειν ἀτενὲς ὀκνοῦσιν. οὐ μὴν κατὰ τοὺς θρασυτέρους ἀσκαρδαμύκτως βλέπουσιν, ὡς ὁ κωμικὸς γράφει. διὸ καὶ προσφυῶς ἐτυμολογοῦσι τὴν αἰδῶ οἱ φάμενοι γενέσθαι αὐτὴν παρὰ τὸ α στερητικὸν μόριον καὶ τὸ ἰδεῖν, ἵνα ᾖ οὕτω δυσωπία τις καὶ ἡ αἰδώς. καλῶς ἄρα ἡ αἰδὼς ἐν ὀφθαλμοῖς εἶναι λέγεται ὡς οἷα τινὶ τόπῳ καὶ δόμῳ αἰσθητῷ, οὖσα μὲν ἐν ψυχῇ, ἀναλάμπουσα δὲ δι' ὄψεως. ἧς ὅσα καὶ κορίσκη εὐγενὴς διεκκύπτουσα φαίνεται, ἐντροπή, φασιν, οὖσα καθ' ἕκαστον, ὧν τις ἔχει σεβασμίων. σεβόμεθα γὰρ αἰδοῦς λόγῳ τοὺς προέχοντας ἔν τινι ἀγαθῷ, οἷον ἀρετῇ, ἐμπειρίᾳ, εὐδοξίᾳ καὶ τοῖς ὁμοίοις. οὕτω δὲ καὶ ἀρετῆς ἐκπεσεῖν αἰδούμεθα. ἐκπεσόντες δὲ εἶτα ἐντραπέντες, τότε δὴ αἰσχύνην παθεῖν λεγόμεθα ἐφ' οἷς ἡμάρτομεν, καὶ οὐκέτι μόνους τοὺς εἰρημένους ἀγαθοὺς ἀλλὰ καὶ πάντα ἄνθρωπον διὰ τὸ δοκεῖν ἅπασιν αἰσχρὰ νενομίσθαι τὰ πεπραγμένα.

(Vers. 146.) Τὸ δὲ ὀνομάζειν αἰδέομαι, ἀντὶ τοῦ αἰδοῦμαι Ὀδυσσέα νῦν καλεῖν πρὸς ὄνομα δίχα τινὸς προσρήσεως φιλόφρονος, ὡς ἐν τῇ μνηστηροφονίᾳ παρόντα προσφωνεῖ, πολυμήχαν' Ὀδυσσεῦ. Σημείωσαι δὲ τὸ ὀνομάζειν τεθὲν ὁμοίως τῷ ὀνομαίνειν ἀντὶ τοῦ καλεῖν ἐξ ὀνόματος. οὐ μὴν τοιοῦτον καὶ τὸ ἐξονομάζειν φαίνεται παρὰ τῷ ποιητῇ. ἔτι δὲ καὶ ἄλλως, Ὀδυσσέα μέν φησιν αὐτὸν οὐκ ἂν ἐθέλοιμι καλέσαι, τοῦτο γὰρ ἄν τις καὶ ξένος ποιήσειεν, οὐ μὴν ἀλλ' οὐδὲ δεσπότην, οὐ γάρ μοι τοιοῦτος ἐκεῖνος ἦν, οἷα πάνυ με φιλῶν καὶ κηδόμενος. καλῶ τοίνυν αὐτὸν ἠθεῖον κατὰ φιλοφροσύνην ἀδελφικήν. Καὶ ὅρα ὅπως λίαν πάνυ φιλεῖ τὸν Ὀδυσσέα ὁ Εὔμαιος. διὸ καὶ συλλήπτορα τῆς μνηστηροφονίας ἕξει αὐτὸν Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς, ὀψὲ μέντοι καιροῦ καὶ ὅτε πρὸς αὐτῷ τῷ ἔργῳ γενήσεται. εἰ γὰρ οὐκέτι πιστὰ γυναιξὶν, οὐδ' ἂν δούλοις μάλιστα. Σημείωσαι δὲ ἐκ τῶν ἐνταῦθα, ὡς οὐκ ἐξ ἀνάγκης ἀεὶ τὸ δοῦλον δυσμενὲς τοῖς δεσπόταις, ἀλλ' ὅπου μὲν αὐτοῖς ἱλαρὰ τὰ τῶν δεσποτῶν, τιθασσεύονται ὡς ἐπιπολύ. βαρύτης δὲ ἄκαιρος δεσποτικὴ ἐξαγριοῖ αὐτούς. ἐνθυμητέον οὖν ὁποῖοι ἂν τοῖς Λάκωσι καὶ τοὺς ἀμφ' αὐτοὺς οἱ Εἵλωτες, οἳ δίχα κακώσεων ἄλλων καὶ πληγὰς τεταγμένας ἐλάμβανον κατ' ἐνιαυτὸν δίχα γε τοῦ ἀδικῆσαί τι, ἵνα, φασὶ, μή ποτε δουλεύειν ἀπομάθωσιν. ἐνθυμητέον δ' ἐν τούτοις καὶ ὡς εἰ δεσπότην αἰδεῖται τὸν Ὀδυσσέα καλεῖν ὁ καλὸς Εὔμαιος, ὅτι μηδὲ δουλικῶς ὑπ' ἐκείνῳ ἐτάττετο, ἀλλ' οὖν κύριον οὐκ ἂν αἰδοῖτο ἐκεῖνον ὀνομάζειν. ὃ δὴ ἁρμόζει καὶ πατρὶ ἐπὶ υἱῷ κατὰ τὸν εἰπόντα ὅτι κύριος γυναικὸς καὶ υἱῶν ἀνὴρ καὶ πατήρ. δεσπότης δὲ ἀργυρωνήτων. καὶ ὅμως οὐδ' αὐτὸ ἂν αἱροῖτο Εὔμαιος οἷα μηδὲ ὑπ' ἐξουσίᾳ δοκῶν κεῖσθαι.

(Vers. 147.) εἵλετο οὖν ἠθεῖον μάλιστα καλεῖν τὸν δεσπότην, διὰ τὸ τὰ μὲν ἄλλα ἐξισοῦσθαι, χρόνῳ δὲ πρεσβύτερον ἀδελφικῶς εἶναι τὸν Ὀδυσσέα. ὅτι δὲ οὐκ ἀναγκαίως ὁ κύριος ἐπὶ δεσπότου τάττεται, ἀλλά ποτε καὶ συγγενικὴν, ὡς ἐῤῥέθη, δηλοῖ σχέσιν, καὶ ὁ κωμικὸς σημαίνει ἐν τῷ Σμικίθην καὶ κύριον, ὡς ἐπὶ ἀνδρὸς ἐκεῖνο φράσας καὶ γυναικός.

(Vers. 141.) Ὅτι πρὸς τὸν μὴ ῥᾳδίως πιστεύοντα οἷς λέγει τις, ἐρεῖ ἐκεῖνος τὸ, ὦ φίλ', ἐπειδὴ πάμπαν ἀναίνεαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος, ἀλλ' ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ, εὐαγγέλιον δέ μοι ἔστω, ἤγουν κείσθω μοι δῶρον ὑπὲρ ἀγαθῆς ἀγγελίας. ἐκεῖνος δὲ αὖθις ὁ ἀπιστῶν ἐρεῖ· ὦ δεῖνα, οὔτ' ἂρ ἐγὼν εὐαγγέλιον τόδε τίσω, οὔτε τόδε τι γενήσεται, οἷον, οὔτ' ἐκεῖνος οἶκονδ' ἐλεύσεται κατὰ τὸν ποιητὴν εἰπεῖν.

(Vers. 149.) Ἀναίνεσθαι δέ ἐστι τὸ μὴ συγκατατίθεσθαι παρὰ τὴν α στέρησιν καὶ τὸν αἶνον, ὃς δηλοῖ συγκατάθεσιν. ἐξ οὗ καὶ ἡ συναίνεσις καὶ τὸ συναινεῖν καὶ συγκαταινεῖν.

(Vers. 151.) Ἰστέον δὲ ὅτι τὸ οὐκ αὔτως ἐν τοῖς ἀντιγράφοις διὰ τοῦ κ ἐκφερόμενον δηλοῖ ψιλοῦσθαι τὸ αὔτως Ἰωνικῶς, ἢ καὶ ὡς ἀπὸ τοῦ αὐτός.

(Vers. 152.) Ὅτι ὁ μετὰ πράγματος ἀπόβασιν ζητῶν τὸ προσεχῶς ῥηθὲν εὐαγγέλιον εἴποι ἄν· εὐαγγέλιον δέ μοι ἔστω, αὐτίκα ἐπειδὰν τόδε γενήσεται, πρὶν δέ κε καὶ μάλα περ κεχρημένος οὔτι δεχοίμην.

(Vers. 153.) ἔνθα ὅρα τὸ αὐτίκα [67] ἐμφαντικῶς ὑπὸ τοῦ Ὀδυσσέως ῥηθὲν εἰς δήλωσιν τοῦ, ὅτι πάρεστιν ὁ λαλούμενος Ὀδυσσεὺς καὶ χρὴ λοιπὸν αὐτίκα δηθῆναι τὸ εὐαγγέλιον. ἐπεὶ δὲ πτοεῖται ὑποπτευθῆναι, στρέφει μετ' ὀλίγα τὸν λόγον ἄλλως εἰς ἐπίκρυψιν τοῦ αὐτίκα καὶ λέγει, ὡς τοῦδε τοῦ ἐνιαυτοῦ ἐλεύσεται Ὀδυσσεύς.

(Vers. 156.) Ὅτι γνωμικῶς ἐῤῥέθη τὸ, ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι γίνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.

(Vers. 157.) πρόσκειται δὲ τὸ πενίῃ εἴκων πρὸς διαστολὴν ἑτέρων αἰτιῶν ἐπαινουμένων ἃ πείσοι ἄν τινα πρὸς ἀπάτην λαλεῖν, ὡς Ὀδυσσεὺς τοὺς μνηστῆρας ἀπατᾷ λόγοις οἷα ἐχθρὸς, καὶ τὴν Πηνελόπην δὲ, ὡς ἂν ἑαυτὸν ἀναγκαίως ἐπικρύψῃ. ὁμοίως δὲ καὶ τοῦτον τὸν Εὔμαιον.

(Vers. 156.) Τὸ δὲ ἀπατήλιον ὁμοίως τῷ νοσήλιον ἐσχημάτισται καὶ τοῖς τοιούτοις. τὸ δὲ ἐχθρὸς γάρ μοι καὶ ἑξῆς ὁ ὅλος στίχος, καὶ ἐν Ἰλιάδι κεῖται ταυτολογίας τρόπῳ.

(Vers. 158.) Ὅτι προκεφαλαιούμενος κἀνταῦθα ὁ ποιητὴς τὰ ἐφεξῆς ποιεῖ τὸν Ὀδυσσέα λέγοντα οὕτω πρὸς Εὔμαιον· ἴστω θεὸς ξενίη τε τράπεζα ἱστίη τ' Ὀδυσσέως ἀμύμονος, ἣν ἀφικάνω, ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.

(Vers. 161.) τοῦ δ' αὐτοῦ λυκάβαντος, ἢ μᾶλλον κατὰ τοὺς ἀκριβεστέρους, τοῦ δ' αὖ τοῦ λυκάβαντος, ἐλεύσεται ἐνθάδ' Ὀδυσσεὺς, τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ' ἱσταμένοιο, τουτέστι περὶ ἀκριβῆ τριακάδα μηνὸς, ὡς φανήσεται ὅτε καὶ Ἡλίου ἔκλειψις ἱστορηθήσεται, οἴκαδε νοστήσει. καὶ ἔστι τοῦτο σαφέστερον τοῦ, τὸν Ὀδυσσέα ἐλθεῖν ἐνθάδε τῷδε τῷ λυκάβαντι, ὥς περ αὖ πάλιν ἐπὶ πλέον τούτου σαφὲς τὸ, εὐαγγέλιον δέ μοι ἔστω αὐτίκα, ἐπειδὰν κεῖνος ἔλθοι. ὥρισται γὰρ ἐνταῦθα ἐμφαντικῶς, ὡς ἤδη νῦν ἦλθεν.

(Vers. 163.) ἐπόμνυται δὲ ὁ ποιητικὸς ξεῖνος καὶ ὅτι τίσεται τοὺς ἐχθροὺς ἐλθὼν Ὀδυσσεύς. καὶ οὕτω μὲν ὁ ἀλήτης δεσπότης.

(Vers. 171.) ὁ δὲ Εὔμαιος ὑποτιθεὶς οὐ χρείαν ὅρκων ἐν τοῖς ἀδήλοις εἶναι πρὸς βεβαίωσιν ἀλλ' εὐχῆς πρὸς ἀποτέλεσμα; φησίν· ἀλλ' ἤτοι ὅρκον μὲν ἐάσομεν, ἐκεῖνος δὲ ἔλθοι, ὅπως μιν ἔγωγ' ἐθέλω καὶ οἱ αὐτοῦ.

(Vers. 158.) Ἰστέον δὲ ὡς Ἡρακλείδης ἡμαρτῆσθαι εἰπὼν τὸ ἴστω, γράφει τοιαῦτα. τὰ διὰ τοῦ σ ἐκφερόμενα προστακτικὰ καὶ εἰς ω λήγοντα ἀρκτικὸν ἔχει τοῦ ω τὸ θ, οἷον, λεγέσθω, ποιείσθω καὶ τὰ ὅμοια. ἡμάρτηται οὖν τὸ ἴστω, καθὰ καὶ τὸ ἔστω, διὰ τοῦ τ λεγόμενα. νοητέον δέ, φησιν, ἡμαρτῆσθαι αὐτὰ διὰ τὴν πρόθεσιν τοῦ σ, ἤ περ τὴν διὰ τοῦ τ γραφήν. ταῦτα δὲ οὕτως εἰπὼν ἐπάγει μετ' ὀλίγα, ὅτι ἔνιοι ἐν τῷ ἔστω καὶ ἴστω οὔ φασι περιττεύειν τὸ σ, ἐκ τοῦ ἰσέτω δὲ καὶ ἐσέτω κατ' ἔξαρσιν γενέσθαι τὸ ἴστω καὶ ἔστω. κἂν μὲν ἀοριστώδη χρόνον σημαίνει τὸ ἔστω, τὸ α εἶναι ἐξαιρούμενον· ἐπὶ δὲ μέλλοντος τὸ ε λείπειν οὐ τὸ α. ἐφ' οἷς ἐπικρίνει, ὅτι τὸ α λείπει, ἵνα ᾖ ἐσάτω ἔστω. ποιησέτω γὰρ ἢ νυξέτω οὐδεὶς λέγει. εἰ δέ, φησι, καὶ λείπει τὸ ε, ὡς ἐνεστῶτα νοητέον, κατὰ τὸ νυσσέτω. ἐν τούτοις δὲ κατασείων καὶ τοὺς τὸ ἔτω, ἀφ' οὗ τὸ ἔστω, ἤτω λέγοντας ἐκτάσει τοῦ ε εἰς ἦτα λέγει, ὡς οὐδὲν εἰς τω λῆγον προστακτικὸν ἔχον παρατέλευτον τὸ ε μετατίθησιν αὐτὸ εἰς ἦτα. οὐδεὶς γὰρ τὸ φερέτω, λεγέτω, φερήτω λεγήτω φησίν. οὐκοῦν οὐδὲ ἔτω ἤτω. ὡς δέ, φησι, καὶ τὸ ἔτω ἡμάρτηται διὰ τοῦ ε λεγόμενον, παράπηγμα διδάξει τόδε. πᾶσα μετοχὴ εἰς ων ὀξύτονος τὸ τρίτον προστακτικὸν διὰ τοῦ ετω περαιοῖ, ἐλθὼν ἐλθέτω, σχὼν σχέτω, σπὼν σπέτω καὶ μετασπέτω. ταύτῃ τοι καὶ ἀπὸ τοῦ εἰπὼν εἰπέτω ῥητέον. προστακτικὸν μέντοι ἀορίστου μετοχῆς ἅπαν ληγούσης εἰς σίγμα, ὅτε εἰς τω περαιοῦται ἐπὶ τρίτου προσώπου τῷ ἦτα παραλήγεται, οἷον σφαγεὶς σφαγήτω, δαρεὶς δαρήτω. καὶ ἀπὸ τοῦ θεὶς οὖν καὶ εἰς θήτω καὶ ἤτω, οὐ μὴν θέτω καὶ ἔτω, ἔνθα ἡμαρτῆσθαι εἰπὼν κατὰ τὸ θέτω καὶ ἔτω, ἤγουν ὑπαρχέτω, καὶ τὸ ἕτω, ἀφ' οὗ σύνθετον τὸ ἀφέτω, λέγει καὶ ὅτι τινὲς οὔτε ἔτω φασὶ προστακτικὸν, οὔτε ἀπ' αὐτοῦ τὸ ἤτω, ἀλλὰ ἐέτω τρισύλλαβον ἀπὸ τῆς ἐὼν μετοχῆς. ὅθεν γενέσθαι τὸ εἴτω ἐν διφθόγγῳ, καὶ ἐκεῖθεν ἤτω διὰ τοῦ ἦτα, ὡς ἐν τῇ α ῥαψῳδίᾳ προγέγραπται. ὁ δ' αὐτὸς Ἡρακλείδης τῆς αὐτῆς ἐὼν ὀξυτόνου μετοχῆς τὸ εὐκτικὸν κανονίζων λέγει ὅτι καθὰ τῆς ἐλθὼν καὶ εἰπὼν μετοχῆς εὐκτικὰ ἔλθοι καὶ εἴποι, οὕτω δὲ καὶ σχὼν ἐπίσχοι καὶ ἐπισπὼν πότμον ἐπίσποι, οὕτω καὶ ἀπὸ τῆς ἐὼν ἔοι, οὐχὶ εἴη. περὶ δὲ τοῦ εἴη, οὗ λόγος ἔσται τις καὶ ἐν τοῖς μετὰ ταῦτα, λέγει ὡς πᾶν ῥῆμα εὐκτικὸν ἔχον τὴν ει δίφθογγον παρατέλευτον καὶ τὸ τέλος διὰ τοῦ η ἐκ μετοχῆς πεποίηται ληγούσης εἰς εις οὐ μὴν εἰς ων. καὶ τοῦτο φανερόν φησιν ἐκ τῶν Αἰολικῶν μετοχῶν. Αἰολεῖς γὰρ τὸ νοῶν νοοίην φρονῶν φρονοίην, καὶ τὰ ὅμοια τὰ παρ' ἡμῖν, φιλείην λέγουσι καὶ νοείην, ἐπειδὴ καὶ τὰς μετοχὰς αὐτῶν εἰς εις προφέρουσι, φίλεις καὶ νόεις λέγοντες ἀντὶ τοῦ φιλῶν καὶ νοῶν. κατὰ δὴ τὸ ὅμοιον καὶ ἀπὸ τῆς ὦν πρωτοτύπου μετοχῆς συζυγίας πρώτης τῶν [68] περισπωμένων εἴη ἂν εὐκτικὸν τὸ οἴη, καὶ Αἰολικῶς εἴη· ἐπεὶ καὶ ἡ μετοχὴ εἴς. οὕτω δὲ πρῶτον εἰπὼν ὑποκαταβὰς γράφει οὕτως· ἀπὸ τοῦ θεὶς καὶ βλεὶς γίνεται θεῖο εὐκτικὸν καὶ βλεῖο, οὗ χρῆσις ἐν Ἰλιάδι. πᾶν δὲ τοιοῦτον εὐκτικὸν ἤγουν εἰς ο λῆγον παρὰ Σικελοῖς ἀπὸ τῶν παρ' ἡμῖν εἰς εις ληγουσῶν μετοχῶν μεταβάλλον τὸ ο εἰς ε πληθυντικὸν ποιεῖ προσθέσει τοῦ ταυ· θεῖο θεῖτε, σφαγεῖο σφαγεῖτε, βληθεῖο βληθεῖτε. εἶτα εἰπὼν ὅτι οὕτω καὶ Ὅμηρος ἀπὸ τοῦ διακρινθεὶς καὶ τοῦ ἐκεῖθεν Σικελικοῦ διακρινθεῖο ἔφη τὸ, διακρινθεῖτε τάχιστα, καὶ ἀπὸ τῆς κατὰ Σικελοὺς εἰς μετοχῆς καὶ τοῦ εἶο εὐκτικοῦ τὸ εἶτε, οἷον, ποῖοι κ' εἶτ' Ὀδυσσῆϊ ἀμυνέμεν, ὅ περ ἐν τοῖς ἑξῆς κεῖται, καταδέχεται καὶ τοὺς λέγοντας τὰ τοιαῦτα συγκεκόφθαι, οἷον, τὸ διακρινθεῖτε ἐκ τοῦ δακρινθείητε, καὶ τὸ εἶτε ἀπὸ τοῦ εἴητε, εἰπὼν ὡς οὐ διαφερόμεθα αὐτοῖς· οὐ γὰρ ἄτοπον, αὐτὰ κατὰ συγκοπὴν ἐξενηνέχθαι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα.

(Vers. 159.) Ἱστία δὲ Ὀδυσσέως νῦν ἡ τοῦ Εὐμαίου οἴκησις διὰ τὸ κτῆμα ἐκείνου εἶναι, εἰ καὶ ἄλλως ἢ Διός ἐστιν ἱερὰ ἡ κατ' οἶκον ἑστία, ὡς πολλαχοῦ εἴρηται, ἣ τῇ μυθικῇ Ἑστίᾳ ἱέρωται. περὶ δὲ ἱστίας καὶ ἑστίας γέγραπται καὶ πρὸ τούτων ὅπου καὶ περὶ ἐσχάρας. δῆλον δὲ ὡς, καθάπερ ὅρμος καὶ βωμὸς μέρη ὁ μὲν λιμένος ὁ δὲ ναοῦ καὶ ὅμως ἐξ αὐτῶν καὶ ὁ ὅλος λιμὴν καὶ ὁ ναὸς καλοῦνται ὁμωνύμως τοῖς μέρεσιν, οὕτω καὶ ἑστία καὶ ἱστία κυρίως μὲν ἐσχάρα οἴκου, καθ' ἣν ἔθυον ὁσημέραι Διΐ τε ἑστιούχῳ καὶ θεᾷ τινὶ, ἣν ἐκάλουν Ἑστίαν, διὰ τὸ συνεστάναι τὸν οἶκον δι' αὐτῆς. ἐκεῖθεν δὲ καθ' ὁμωνυμίαν ἑστία τε καὶ ἱστία καὶ ὁ ὅλος οἶκος ἐλέγετο. ὡς δὲ ἐκ τούτων καὶ Ζεὺς ἐφέστιος καὶ ἐπίστιος καὶ ἑστία ἡ ἐκεῖθεν τροφὴ, καὶ παροιμία τὸ, ἀφ' ἑστίας, καὶ ὅσα τοιαῦτα, οὐδ' αὐτὰ σεσίγηται ἀλλ' ἐν διαφόροις τόποις κατέσπαρται. παρηχοῦσι δέ πως τὸ, ἴστω νῦν Ζεὺς καὶ ἱστία Ὀδυσσέως.

(Vers. 161.) Λυκάβας δὲ καὶ νῦν ὁ ἐνιαυτὸς, οὐ μόνον διὰ τὸ λυγαίως, ὅ ἐστι λεληθότως καὶ οἷον σκοτεινῶς, παρέρχεσθαι, ἀλλὰ καὶ διότι αἱ κατ' αὐτὸν ἡμέραι καθ' ὁμοιότητα διαβάσεως λύκων ἀλλήλοιν ἔχονται. πιστεύεται γάρ, φασι, τοὺς λύκους διαβαίνοντας βίαιον ποταμὸν, ἐνδακόντας τὴν κέρκον τῶν ἀεὶ προηγουμένων τοὺς ἑπομένους στιχηδὸν διανήχεσθαι καὶ οὕτω μὴ παρασύρεσθαι τῷ ποταμῷ ἄλλον ἀλλαχοῦ, ὡς καὶ Αἰλιανὸς ἱστορεῖ.

(Vers. 167.) Ὅτι ὁ μὴ θέλων ἀκούειν ἔκ τινος ἀγγελλόμενα λυπηρὰ ἐρεῖ ἂν τὸ, ἀλλὰ ἕκηλος πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων μίμνησκε· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσιν ἐμοῖσιν ἄχνυται, ὁππότε τις μνήσῃ τοῦ δεῖνος, οἷον κεδνοῖο ἄνακτος ἢ ἑτέρου τινός.

(Vers. 168.) Καὶ ὅρα ὡς ἐν τῷ, ἕκηλος πῖνε, συννοεῖται καὶ τὸ ἐσθίειν. καὶ ὅτι τὸ παρὲξ, περὶ οὗ πολλαχοῦ ἐῤῥέθη, αὐτὸ καθ' αὑτὸ κεῖται δίχα συντάξεως τῆς πρὸς πτῶσιν τινά. δηλοῖ δὲ καὶ νῦν διὰ μὲν τῆς εξ τὸ ἔξω εἶναι τούτους τοῦ τοιαῦτα λέγειν. διὰ δὲ τῆς παρα τὸ ἐγγὺς ὅμως εἶναι ἤγουν πρὸς αὐτῷ τῷ ἄλλως λαλεῖν περὶ τῶν καθ' ἑαυτούς. καὶ ὅτι ἀδιαφόρως συνέταξε τὸ αὐτὸ ῥῆμα κατά τε αἰτιατικὴν καὶ γενικὴν εἰπών· ἀλλὰ μεμνώμεθα, καὶ μηδέ με τούτων μίμνησκε, καὶ, ὅτε τις μνήσει κεδνοῖο ἄνακτος.

(Vers. 172.) Ἐν τούτοις δὲ σεμνολογῶν ἑαυτὸν ὁ δοῦλος προτάσσει ἀφελῶς τὸ οἰκεῖον ὄνομα τῶν δεσποτικῶν, εἰπών· ἔλθοι Ὀδυσσεὺς ὡς ἐγὼ θέλω καὶ Πηνελόπη Λαέρτης τε καὶ Τηλέμαχος. καὶ εἰκὸς ἐπὶ τούτοις χαίρειν τὸν δεσπότην Ὀδυσσέα καὶ εἰς ἐχέγγυον αὐτὰ πίστιν τῷ δούλῳ καταλογίζεσθαι.

(Vers. 175.) Ὅτι ὄνειδος υἱοῦ ἀγαθοῦ διαστραφέντος τὸ, ὃν ἐπεὶ θρέψε θεὸς ἔρνεϊ ἶσον, καί μιν ἔφην ἔσεσθαι ἐν ἀνδράσιν οὔτι χερείω πατρὸς ἑοῖο φίλοιο δέμας καὶ εἶδος ἀγητὸν, τοῦ δὲ θεὸς βλάψε φρένας ἔνδον ἐΐσας, ἠέ τις ἀνθρώπων.

(Vers. 174.) Εὔμαιος δὲ τοῦτο φησὶ περὶ Τηλεμάχου ἐφ' οἷς ἀπέπλευσε διὰ πατρὸς ἀκουὴν, εἰπών· καὶ ὅτι νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ' Ὀδυσσεύς. καὶ θηρᾶται καὶ οὕτω τὴν δεσποτικὴν φιλίαν διὰ τὸ πρὸς τοὺς δεσπότας φιλοίκειον. εὐμεθόδως δὲ παρέῤῥιψεν ὁ ποιητὴς τοῦτό τε καὶ τὰ ἑξῆς, οἷα μέλλων μετ' ὀλίγα ἐπανελθεῖν εἰς τοὺς περὶ Τηλεμάχου λόγους καὶ ἐπαναγαγεῖν ἐκεῖνον ἀναγκαίως εἰς Ἰθάκην ἐκ Λακεδαίμονος.

(Vers. 178.) ὡς δὲ οὐ βέβλαπται τὰς φρένας ὁ νεανίας, καθὰ τῷ Εὐμαίῳ δοκεῖ, λέλυκε μὲν καὶ πρὸ βραχέων ἡ μυθικὴ Ἀθηνᾶ. προκατεσκεύασται δὲ καὶ ἐν αὐτῇ τῇ τοῦ βιβλίου τοῦδε καταρχῇ. δῆλον γὰρ ὡς ὁ διά τι χρήσιμον πλοῦς οὐ κατηγορεῖ τοῦ παιδὸς βλάβην φρενῶν.

(Vers. 175.) Ὁ δὲ πρὸς ἔρνος εἰκασμὸς καὶ πρὸ τούτων τῇ τοῦ Ἀλκινόου θυγατρὶ προσήρμοσται.

(Vers. 179.) Τὸ δὲ ἠέ τις ἀνθρώπων, οὐκ ἀμάρτυρον· πολλοὶ γὰρ καὶ ἐξ ἀνθρώπων βλάπτονται φρένας, καὶ οὐ μόνον φαρμάκοις, ἀλλὰ καὶ λόγοις τὰ πλείω αἱμύλοις καὶ ἀπατητικοῖς.

(Vers. 181.) κεῖται δ' ἐν τούτοις καὶ φῦλον Ἀρκεισίου τὸ προῤῥηθὲν, δηλοῦν τὴν κατὰ [69] σειρὰν πρὸς βάθος διαδοχήν. καὶ τὸ, ὑπέρσχῃ χεῖρα θεὸς, ἀντὶ τοῦ ὑπεράνω ἔξει καὶ σκεπάσει. φησὶ γάρ· ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἁλῴη ἤ κε φύγῃ, καί κέν οἱ ὑπέρσχῃ χεῖρα θεός. ὅ περ οἰκεῖον ῥηθῆναι, ὅτε τις καταπαύει λόγον τὸν περί τινος κινδυνεύοντος.

(Vers. 182.) Ὅτι δὲ ὁ Ἀρκείσιος πάππος Ὀδυσσέως καὶ ὡς ἢ ἀπὸ ἄρκτου ἢ ἀπὸ τοῦ ἀρκέω ἀρκέσω παρῆκται, δηλοῦσιν οἱ παλαιοὶ καὶ κεῖται ἀλλαχοῦ.

(Vers. 185.) Ὅτι ἀνάκρισις ξένου τὸ, ἀλλ' ἄγε μοι σὺ γεραιὲ τὰ σαυτοῦ κήδε' ἔνισπε, καί μοι τοῦτ' ἀγόρευσον καὶ ἑξῆς περὶ τοῦ, ποίας πόλεως ὁ ἀνὴρ καὶ γονέων, ὡς καὶ ἀλλαχοῦ τὰ τοιαῦτα κεῖνται.

(Vers. 193.) Ὅτι ὁ ἐν Φαίαξιν εἰπὼν Ὀδυσσεὺς ὡς εἴ με καὶ εἰς ἐνιαυτὸν θέλοιτε μένειν καὶ δῶρα διδοῖτε, βουλοίμην ἂν τοῦτο αὐτὸς καὶ νῦν τῷ Εὐμαίῳ φιλοπευστοῦντι, φησίν· εἴη μὲν νῦν ἡμῖν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ, ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι δαίνυσθαι ἀκέοντ', ἄλλοι δ' ἐπὶ ἔργα τράποιντο, ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα οὔτι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ, ὅσσα γε δὴ ξύμπαντα μόγησα.

(Vers. 196.) καὶ εἰκὸς τὸν πολύτλαν καὶ πολλὰ ἔχειν λέγειν μογήματα. χρόνον δὲ κἀνταῦθα τὸν πολὺν ἔφη καὶ ἐγγὺς ἂν ἐνιαυτοῦ, ὡς ἐμφαίνει ὁ ποιητὴς διὰ τοῦ, καὶ εἰς ἐνιαυτὸν ἅπαντα.

(Vers. 194.) Τὸ δὲ κλισίης ἔντοσθεν ἐοῦσιν, ἀστείως ἔφη, ὡς οἷα δῆθεν ἐθέλων καθῆσθαι ἀργὸς καὶ ἐσθίειν. διὸ καὶ ἐπήγαγε πρὸς σαφήνειαν τὸ, ἀκέοντε, καὶ τὸ, ἄλλοι δ' ἐπὶ ἔργα τράποιντο ἢ ἐπὶ ἔργα ἕποιεν ἀντὶ τοῦ ἐνεργοῖεν, ἐφέποιεν.

(Vers. 199.) Ὅτι θελήσας ὁ ποιητὴς ἐμφῆναι, πῶς οἱ εἰς τὴν Ἰθάκην ἐρχόμενοι ἐπαῖται ἠπάτων ἂν τοὺς τοῦ Ὀδυσσέως ψευδῆ ἀγγέλλοντες, ποιήσει μὲν τὸν Ὀδυσσέα ψευδόμενον καὶ ἐν τοῖς ἑξῆς πρός γε τοὺς μνηστῆρας καὶ πρὸς τὴν γυναῖκα, καθὰ καὶ πρὸ τούτων ἐπὶ τῆς Ἀθηνᾶς ἐπειράσατο. ποιεῖ δὲ καὶ νῦν τὸ ὅμοιον ἐπὶ τοῦ Εὐμαίου. καὶ δαπανᾷ μὲν στίχους ὑπὲρ τοὺς ἑξήκοντα καὶ ἑκατὸν, ἀπατήλια βάζων. εἰδὼς δὲ ὡς οὐκ ἂν τῶν τις ἐσύστερον ἀνθρώπων ἐπιστραφείη λόγων οὕτω ψευδῶν, ἀρτύει αὐτοὺς ἐν τῷ μέσῳ ἱστορίαις τε ἀληθέσι καὶ τοπογραφίαις καὶ ἑτέροις οὐκ ὀλίγοις χρησίμοις καὶ λόγου ἀξίοις. ὡραΐζει δὲ καὶ ῥητορικῶς καλλιγραφίᾳ τὴν διήγησιν, καὶ ὅλως πολὺ τὸ ἐπαγαγὸν ἐντίθησι καὶ τῷ τοιούτῳ λόγῳ, ἵνα μὴ διὰ τὴν ψευδῆ πλάσιν ἐξαθερίζοιτο. καὶ τέως Κρῆτα καὶ νῦν ἑαυτὸν πλάττει Ὀδυσσεὺς, ἐν Κρήτῃ τὴν σκηνὴν τῆς ψευδολογίας πηξάμενος, εἰπὼν ὅτι ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων, ἐλλειπτικῶς φράσας. τὸ γὰρ ἐντελὲς οὕτω πως· ἐκ μὲν Κρητάων εὐρειάων τὸ γένος μοι εὔχομαι εἶναι, ὡς δηλοῖ μετ' ὀλίγα τὸ, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι, καὶ οὐδὲ ἑνικῶς, ὡς πρὸ μικροῦ, Κρήτην εἰπὼν, ἀλλὰ πληθύνας τὸ ὄνομα πρὸς ἔμφασιν τοῦ μεγέθους τῆς νήσου.

(Vers. 200.) εἶτα καὶ ἀνέρος ἀφνειοῖο πάϊς εἶναι λέγει. πολλοὶ δέ, φησι, καὶ ἄλλοι υἷες ἐνὶ μεγάρῳ ἠμὲν τράφεν ἠδ' ἐγένοντο γνήσιοι. ὅ περ εἴποι ἂν ὁ συνιστῶν τινὰ ἐπὶ γένει λαμπρῷ.

(Vers. 201.) ἔνθα δῆλον, ὡς καὶ νῦν πρωθύστερον τὸ ἠμὲν τράφεν ἠδ' ἐγένοντο, οὐ μὴν ὀρθὸν φύσει κατὰ τὸ, ὅθι πρῶτον γενόμην καί μ' ἔτρεφον αὐτοὶ, ὃ πρὸ ὀλίγων ἔφη ὁ Εὔμαιος.

(Vers. 202.) εἶτα λέγει καὶ ὅτι ὠνητή με μήτηρ ἔτεκε παλλακὶς, ἐπαγόμενος οὕτω τὸν Εὔμαιον, οἷα ὁμομαστιγίας ὢν κατὰ τὸν κωμικόν. καὶ λέγειν ἔχων παροιμιακῶς τὸ, τὴν ἐμὴν κάμνεις νόσον, καὶ τὸ, τὸν αὐτὸν ἕλκομεν ζυγὸν, κατὰ τοὺς παλαιοὺς, ἵνα ἐλαττῶν τὸ γένος καὶ ὅμοιος εἶναι λέγων τῷ ξενίζοντι συβώτῃ δούλῳ πιστευθῇ ὡς φιλαλήθης καὶ ἐπὶ τοῖς λοιποῖς.

(Vers. 288.) διὸ καὶ Φοίνικι περιπεσεῖν λέγει ναυκλήρῳ, ἐπεὶ καὶ τὸν Εὔμαιον ὑπὸ Φοινίκων οἶδε πραθέντα, ὡς ῥηθήσεται ἐν τοῖς ἑξῆς. καὶ φθάσας πρὸ μικροῦ εὐλογῆσαι τοὺς Φοίνικας ὡς μὴ ἀπατᾶν ἐθέλοντας, ὅμως νῦν οἷά τις ἀμφοτερόγλωσσος τοῦτον τὸν Φοίνικα ναύκληρον ἀπατήλιά φησιν εἰδέναι καὶ πολλὰ κακὰ ἀνθρώπους ἐοργέναι, προληπτικῶς τοῦτο λέγων, οἷα γνοὺς ἤδη ἐξ ὧν ἔπαθεν. ἄλλως γὰρ οὐκ ἂν εἰδὼς ἠκολούθησε.

(Vers. 289.) τὸν δ' αὐτὸν Φοίνικα καὶ ὁμωνύμως ἰχθύϊ τῷ παρὰ Αἰλιανῷ τρώκτην καλεῖ, ὅ ἐστι φάγον, φιλοκερδῆ, φιλάργυρον, ἐκ παντὸς ἐθέλοντα τρώγειν, ὅ ἐστι κερδαίνειν· κατὰ τοὺς παλαιοὺς δὲ καὶ ἀπατεῶνα, παραλογιστήν. δι' ὧν Εὔμαιος ἀκούων θεραπεύεται. Ἰστέον δὲ ὅτι περίκλυτον γένος οἱ Φοίνικες, ἐξ ὧν καὶ Φοινίκια γράμματα. ἐπεί, φασι, δοκεῖ Κάδμος ἀπὸ Φοινίκης αὐτὰ κομίσαι. δηλοῖ δ' αὐτὸ καὶ ὁ γράψας ὅτι Φοίνικες εὗρον γραμματ' ἀλεξίλογα, περὶ ὧν ἐν τοῖς ἑξῆς ῥηθήσεται. καὶ ψεῦδος δὲ Φοινικικὸν ἀπὸ τῶν κατὰ τὸν Κάδμον τὸν Φοίνικα καὶ τὸν δράκοντα καὶ τοὺς Σπαρτοὺς μυθικῶς λεγομένων, ὥς φησι Παυσανίας, ἵνα ᾖ Φοινικικὸν ψεῦδος τὸ τερατῶδες. Ὁ δὲ Ὀδυσσεὺς καὶ τὸ ῥάκος τὸ κακὸν, ὃ φορεῖ, καὶ τὸν χιτῶνα τὰ ῥωγαλέα, τοὺς Φοίνικας αὐτῷ βαλεῖν φησὶ, διαβάλλων [70] τοὺς οὐδὲν πταίσαντας, ἵνα φιλοφρόνως ἐφελκύσηται τὸν Εὔμαιον.

(Vers. 203.) Ἔνθα καὶ ὅρα τὸ παλλακὶς, παράγωγον ὂν τοῦ, παλλακὴ, ὁμοίως τῷ, πύλη πυλίς, καὶ τοῖς τοιούτοις. ὅθεν δὲ γίνεται ἡ παλλακὶς οὐ πρὸ πολλῶν εἴρηται. χρῆσις δὲ παλλακῆς καὶ λοιπή τις μνεία καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐνταῦθα δὲ ῥητέον καὶ ὅτι διαφορὰν ἑταίρας καὶ παλλακῆς καὶ γυναικὸς ὁ Δημοσθένης διδοὺς λέγει, ὡς τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκεν ἔχομεν, τὰς δὲ πολλακὰς τῆς καθ' ἡμέραν παλλακείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν. Κεῖται δ' ἐν τούτοις καὶ παῖς ἰθαγενὴς ὁ γνήσιος, ἤγουν ὁ μὴ ἐκ παλλακίδος, καθάπερ αὐτὸς ἐδήλωσεν, εἰπὼν ὡς οὐ γνήσιος μὲν ἦν τῷ πατρὶ, ὁ δὲ αὐτὸν ἶσον ἰθαγενέεσσιν ἐτίμα. ἔστι δὲ ἰθαγενὴς ὁ ἐκ τῆς κατ' ἰθὺ, τουτέστι κατ' εὐθύτητα νόμου, γενήσεως καὶ μὴ πλαγίως πως τῷ γένει ἐπεισαγόμενος. λέγεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ πολιτῶν αὐτοχθόνων. ἔστι δ' ὅτε καὶ πλεονασμῷ τοῦ ἰῶτα λέγεται ἰθαιγενὴς, ὡς καὶ ἐνταῦθα τινὲς γράφουσιν, ὁμοίως τῷ, Ἰθαμένης Ἰθαιμένης κύριον. οὔκουν διὰ τοῦ η ἡ ἄρχουσα τοῦ ἰθαγενὴς, καθά τινες πλανῶνται, ὡς δῆθεν παρὰ τὸ ἦθος. Ὅμηρος γὰρ εἰς δακτύλου ἀπαρτισμὸν αὐτὴν τίθησιν, εἰπών· ἀλλά με ἶσον ἰθαγενέεσσιν ἐτίμα.

(Vers. 204.) Λέγει δὲ Ὀδυσσεὺς καὶ ὡς Κάστωρ ἦν αὐτῷ πατὴρ Ὑλακίδης, ὅ ἐστιν Ὑλάκου υἱὸς, οὐ μὴν ὁ τῶν Διοσκούρων ἕτερος.

(Vers. 205.) ὃν καὶ σεμνύνων ἔπαινον ἐκτίθεται εὐδαίμονος ἀνδρὸς, εἰπών· ὃς τότε θεὸς ὣς τίετο δήμῳ ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισι.

(Vers. 208.) λέγει δὲ καὶ ζωὴν ἐν τούτοις, καθὰ καὶ πρὸ ὀλίγων, τὴν εἰς τὸ ζῆν περιουσίαν, εἰπών· οἱ δὲ ζωὴν ἐδάσαντο.

(Vers. 209.) εἰς ὃ καὶ κλήρους ἱστορεῖ συνήθως βάλλεσθαι διὰ τὸ ἀφθόνητόν τε καὶ δίκαιον. φησὶ γάρ· καὶ ἐπὶ κλήρους ἐβάλοντο, ὥστε δηλαδὴ ἕκαστον λαχεῖν τὸ ἶσον.

(Vers. 211.) διὸ καὶ πολυκλήρους ἀνθρώπους μετ' ὀλίγα ἐρεῖ, ἐφ' οἷς πολλοὶ βάλλονται κλῆροι κατὰ λαχμούς. ὅθεν καὶ τὸ κληρονομεῖν παρετυμολογεῖται. δῆλον γὰρ, ὡς κλήροις διενέμοντο οἱ παῖδες τὴν πατρικὴν κτῆσιν.

(Vers. 208.) ὅθεν ἡ κληρονομία λέγεται. ἐκ μέντοι τοῦ ζωὴ ἀλλαχοῦ παραφραστικῶς περιπέφρασται τὸ, οἷσί τ' εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.

(Vers. 214.) Ἐκτίθεται δὲ Ὀδυσσεὺς καὶ παροιμίαν ἐλλιπῆ τὸ, ἐκ καλάμης εἶναι δῆλον τὸν τεθερισμένον ἄσταχυν, ἣ κεῖσθαι εἴωθεν ἐπὶ ἀνδρῶν γενναίων, οἳ καὶ περὶ καιρὸν γήρως ἐμφαίνουσι λείψανα τῆς παλαιᾶς ἀρετῆς. εἰπὼν γὰρ ἐπαινετικῶς τὸ, ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκα ἐμῆς ἀρετῆς, ὅ ἐστιν ἀνδρίας, ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος, ἐπάγει· νῦν δ' ἤδη πάντα λέλοιπεν, ἀλλ' ἔμπης καλάμην γέ σε ὀΐομαι εἰσορόωντα γινώσκειν. ἦ γάρ με δύη ἔχει ἤλιθα πολλὴ, τουτέστιν οἶμαί σε ὁρῶντα τὸ τῆς νεότητος ὑπόλειμμα τὴν μετὰ θέρος καλάμην, ἤγουν τουτὶ τὸ σῶμα τὸ φέρον ποτὲ καρπὸν ἀρετῆς γινώσκειν ἐξ αὐτοῦ οἷος ἂν ἦν ἐγὼ καὶ ὅτε τὸ τῆς ἡλικίας μοι λήϊον ἤκμαζεν. ἐπεὶ καὶ τὸν εὐγενῆ τις πυρὸν ἐκ τῆς ὑπολειφθείσης καλάμης ἤγουν ὑποστάθμης τεκμαίρεται. ὅτι δὲ ἡ τοιαύτη καλάμη καὶ καλαμαία λέγεται κατὰ παραγωγὴν ὁμοίως τῷ, μέλισσα μελισσαία καὶ οὐρὰ οὐραία δραχμὴ δραχμαία λίμνη λιμναία γαληναία ἡ γαλήνη σεληναία ἁμαξαία καὶ ἄλλοις, καὶ ὅτι ἐξ αὐτῆς τροπικῶς καλαμᾶσθαι τὸ εἰσάγαν ἀδικεῖν, ὡς ἐκ μεταφορᾶς τῶν καὶ τὴν καλάμην ἐπὶ κέρδει ἐκσπώντων, δῆλον ἐστίν.

(Vers. 213.) Ἰστέον δὲ ὅτι φυγοπτόλεμος μὲν ὁ ἑτέρωθι παρ' Ὁμήρῳ φύξηλις, ἀνάπαλιν ἐκπίπτει τῷ φιλοπτολέμῳ. περὶ δὲ ἀποφωλίου καὶ ἀλλαχοῦ ἱκανῶς ἐδηλώθη.

(Vers. 212.) Τὸ δὲ ἦα, κοινότερον μὲν εἰπεῖν, πρῶτος ἀόριστος τοῦ ἦον ἐστὶν, ὃς Ἰωνικῶς ἔον λέγεται. οὗ μετοχὴ ἐὼν, περὶ ἧς πολλὰ Ἡρακλείδης βαθυλογεῖ. Ἰάδι δὲ συστολῇ εὕρηται καὶ ἔα, ἀφ' οὗ κατὰ κρᾶσιν ἦ δίχα τοῦ ν. οὗ τὸ κοινὸν καὶ τετριμμένον ἦν μετὰ τοῦ ν, ὃ πολλὰ λογοπραγήσας Ἡρακλείδης ἐσπάραξεν, ὃς τοιαῦτα τινὰ περὶ τῶν διειλημμένων γράφει. Ἴωνες τοὺς παρῳχημένους ἀπὸ τῶν αὐτῶν στοιχείων προφέρονται ταῖς μετοχαῖς, οἷον, εἰπὼν εἶπον, λαβὼν λάβον. οὕτως ἦ καὶ ἔα Ἰακῶς, οἷον, εἰ τότε κοῦρος ἔα. ἐπεὶ καὶ ἡ ἐὼν μετοχὴ ἀπὸ τοῦ ε ἄρχεται. ἡμάρτηται δέ, φησι, τὸ ἔα εἰς ἄλφα περατούμενον καὶ Ἀσιανῆς ἔχεται φωνῆς. καὶ οἱ ἑλληνίζοντες δὲ ἐν Κιλικίᾳ οὕτω προφέρονται. τὰς γὰρ εἰς ων ληγούσας ὀξυτόνους μετοχὰς δέον ἐπὶ τῶν ῥημάτων εἰς ον περαιοῦσθαι βραχυνόμενον κατὰ πρῶτον πρόσωπον, οἷον λαβὼν ἔλαβον, φαγὼν ἔφαγον, καὶ τὰ ὅμοια, αὐτοὶ ἀποβάλλοντες τὸ ν καὶ μετατιθέντες τὸ μικρὸν ο εἰς βραχὺ ἄλφα προφέρονται, ἀπὸ τοῦ λαβὼν καὶ φαγὼν ἔλαβα λέγοντες καὶ ἔφαγα, καὶ τρίτα δὲ τούτων πληθυντικὰ εἰς αν λήγοντα λέγουσιν. ὁ οὖν ἀπὸ τῆς ἐών, φησι, [71] μετοχῆς ἔα λέγων ἀντὶ τοῦ ἔον ἁμαρτάνει, ὡς εἰ καὶ ἀπὸ τοῦ λαβὼν ἔλαβα φαίη. λέγει δὲ ὡς καὶ ἀναλογώτερον τοῦ ἔα τὸ ἦα, γλώσσης μὲν ὂν Ἀσιανῆς, κείμενον δὲ καὶ παρὰ Καλλιμάχῳ. αἱ γὰρ ἀπὸ ψιλουμένου ε δισύλλαβοι μετοχαὶ τὸ ε εἰς η μεταβάλλουσιν ἐν ῥήμασι. λέγει δὲ καὶ χρῆσιν εἶναι τοῦ ἔον παρὰ Ἀλκαίῳ. καὶ ὅτι ὥς περ φαγόντος ἔφαγον, δραμόντος ἔδραμον, ἀπελεύσει τῆς μετοχικῆς ληγούσης, οὕτω καὶ ἐόντος ἔον ῥητέον καὶ οὐκ ἔα, καὶ ὡς Ἰακώτερον μὲν τὸ ἔον, τὸ δὲ ἦον κοινόν. ὅθεν τὸ ἦες καὶ ἦε. τὸ δὲ ἦον ἐπὶ πρώτου προσώπου, ἐξαιρέσει τοῦ ο, ἦν γίνεται. ᾧ ὁμόφωνον κατὰ Χαλκιδεῖς τὸ, ἦν ἐκεῖνος. ἀφ' οὗ Δωρικῶς Ἡσίοδος ἔφη τὸ, τῆς δ' ἦν τρεῖς κεφαλαί. τὸ δὲ τοιοῦτον Ἡσιόδειον ἦν ποιεῖ, φησὶ, τὸ ἦσαν προσθέσει τοῦ σίγμα καὶ τοῦ ἄλφα. ὃ δὴ καὶ οἱ τῇ Ἀσιανῇ χρώμενοι φωνῇ ποιοῦσι, τὸ ἔφυγον καὶ ἦλθον παρενθέσει τῆς αν συλλαβῆς ἐφύγοσαν λέγοντες καὶ ἤλθοσαν. οὕτω δὲ καὶ τὰ ὅμοια. παραδίδωσι δὲ ὁ αὐτὸς καὶ ὅτι Ἀριστάρχειοι τὸ ἦν ἔα γενέσθαι εἶπον κατὰ τμῆσιν, ὁποία τις γίνεται καὶ ἐν τῷ, ἧνται ἔαται καὶ τοῖς ὁμοίοις καὶ ἐν τῷ, Ἀστυάγην Ἀστυάγεα, Διομήδην Διομήδεα, καὶ ἐν τῷ, ᾔδην ᾔδεα καὶ τοῖς λοιποῖς, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. καὶ οὕτω μὲν καὶ ταῦτα οὐ κατὰ πάρεργον.

(Vers. 214.) Σημείωσαι δὲ τὸ σύντομον τῆς κατὰ τὴν καλάμην παραβολικῆς παροιμίας. μιᾷ γὰρ μόνῃ λέξει τῇ καλάμῃ δηλαδὴ χρησάμενος ἐξ ὅλου τοῦ πράγματος ἀφῆκεν ὡς ἐν ἐλλείψει τὸ ὅλον ἀπ' αὐτῆς νοεῖν, οὔτε ληΐου μνησθεὶς οὔτε καρποῦ, οὔτε ἄλλου τινός. καὶ μὴν εἶχε βραχείᾳ τινὶ τοιαύτῃ προσθήκῃ ἀναπληρῶσαι τὸν νοῦν, ἵνα εἶπεν, ὡς οἶμαί σε καλάμην εἰσορῶντα γινώσκειν τὸ λήϊον ἢ τὸν καρπόν. ἔκρινε δ' ὅμως κάλλιον τὸ ἐλλιπῶς παροιμιάσασθαι. πολλαὶ δὲ καὶ ἄλλαι τοιαῦται παραβολαὶ, ἃς ἀποδέχονται μάλιστα οἱ παλαιοὶ διὰ τὸ συμβολικώτερον λέγεσθαι. Λέγει δὲ καὶ ἑτέραν ἐν τοῖς ἑξῆς παροιμίαν τὸ,

(Vers. 254.) κατὰ ῥοῦν φέρεσθαι, ὅ περ εἴωθε μεταφορικῶς ποτὲ ἐπὶ τῶν κατὰ βίον εὐπλοούντων λέγεσθαι, εἰπὼν φέρεσθαι νῆα Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως ὡσεί τε κατὰ ῥόον, τουτέστιν ὡς ἐν ὕδατι κάτω ῥέοντι καὶ οὐ στατῷ κατὰ ἰσότητα ἐπιφανείας.

(Vers. 253.) ἔνθα Βορέαν ἀκραῆ λέγει, οὐχ' οὕτω τὸν ἄκρως ἀέντα, ὡς μᾶλλον τὸν μὴ κεκραμένον ἑτέροις ἀνέμοις. τοῦ γὰρ τοιούτου δεινότητα κατηγορεῖ Ὅμηρος ἐν τῷ, δεινὴ μισγομένη ἀνέμοιο θύελλα, ἐπαινῶν καὶ ἐπὶ οἴνου τὸ ἀκέραστον ἐν τῷ, πίθοι οἴνου ἄκρητον ποτὸν ἔχοντες.

(Vers. 254.) τοῦ δὲ κατὰ ῥοῦν ἀνάπαλιν ἔχει τὸ ἀνάῤῥουν χωρεῖν, ὃ καὶ αὐτὸ παροιμιάζεται ἐπὶ τῶν ἐξ εὐτυχίας μεταβληθέντων εἰς τὸ ἀνάπαλιν.

(Vers. 228.) ἔτι δ' ἐν τούτοις καὶ γνωμικὸν γεννητικὸν παροιμίας ἐκτίθεται τῆς λεγούσης, ἄλλα παρ' ἄλλοις καλὰ, εἰπών· ἄλλος γάρ τ' ἄλλοις ἀνὴρ ἐπιτέρπεται ἔργοις, ᾧ περ ἔοικε καὶ ἐν Ἰλιάδι τὸ, ἄλλος ἄλλῳ ἔρεζε θεῶν.

(Vers. 232.) ἔτι ὁ πλαστὸς οὗτος Καστορίδης διδάσκει καὶ τί μὲν τὸ γέρας παρὰ τοῖς παλαιοῖς, τί δὲ τὸ ἑτεροῖον κέρδος τοῖς ἀριστεῦσιν. ὧν τὸ μὲν γέρας αὐτὸς πρότερον ἐξαιρεῖται ὁ στρατηγὸς, τὸ δὲ ἕτερον ὕστερον ἐκ τοῦ λαχεῖν αὐτῷ περιγίνεται. φησὶ γάρ·

(Vers. 233.) ὧν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ' ὀπίσσω ἐλάγχανον, ἤγουν κληρούμενος ἐλάμβανον καὶ οὐ κατ' ἐξαίρετον. ἔνθα καὶ λῃστρικὸν ἄνδρα ἑαυτὸν γενέσθαι πλασάμενος μέμνηται ὡς ἐκ παρόδου καὶ ὅτι ἡ Τροία δεκάτῳ ἔτει ἐπορθήθη, καὶ ὡς θεὸς ἐν τῷ νόστῳ διεσκέδασεν Ἀχαιούς.

(Vers. 257.) δηλοῖ δὲ ὡς καὶ πρὸ τούτων καὶ ὅτι Αἴγυπτος καὶ ὁ Νεῖλος ἐκαλεῖτο. φησὶ γάρ· Αἴγυπτον ἐϋῤῥείτην ἱκόμεθα· καὶ, στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας. οὗ δὴ Αἰγύπτου καὶ διάστημα μετρῶν τὸ ἀπὸ Κρήτης φησί· πεμπταῖοι δ' Αἴγυπτον ἐϋῤῥείτην ἱκόμεθα.

(Vers. 263.) Ἱστορῶν δὲ καὶ τὴν τοῦ Νείλου πιότητα περικαλλέας λέγει τοὺς ἐκεῖσε ἀγρούς. Λέγει δὲ καὶ στεῖλαι νῆας ἀντὶ τοῦ εὐτρεπίσαι, ὅθεν ὁ στόλος.

(Vers. 268.) καὶ Διὸς ὀπίζεσθαι μῆνιν, ἤτοι δι' ἐπιστροφῆς ἔχειν. ὅθεν καὶ ὄπις ἀπολύτως λέξει μιᾷ θεοῦ ἐπιστροφὴ, καιρίως οὕτως ἑρμηνευόμενον. ὄπις τε γὰρ ἡ τῶν ὄπισθεν ἤτοι τοῦ μέλλοντος ἔννοια, καὶ ἐπιστροφὴ δὲ τὸ εἰς τὰ ὀπίσω στρέφεσθαι.

(Vers. 284.) Σεμνολογῶν δὲ καὶ τὸν ξείνιον φησίν· ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα. Ἱστορεῖ δὲ καὶ Φοινίκην πρὸς ὄνομα καὶ Λιβύην, λέγων καὶ περάσαι τὸ πέραν διαπωλῆσαι, καθὰ καὶ ἐν Ἰλιάδι. φησὶ γάρ· ὡς περάσῃσι καὶ ἄσπετον ὦνον ἕλοιτο.

(Vers. 296.) Ἔνθα καὶ φόρτον λέγει τὸν τῆς νηός. καὶ τὸ ἄγεσθαι συνήθως τίθησιν ἐπ' αὐτοῦ εἰπών· ἵνα οἱ σὺν φόρτον ἄγοιμι, κοινωνήσας ἐνταῦθα τὸ φέρειν καὶ τὸ ἄγειν κατὰ συνήθειαν. ἐξ ὧν τὸ φορτηγεῖν.

(Vers. 305.) Ἀφηγεῖται δὲ καὶ κινδυνεῦσαι, καθὰ καὶ πρὸ τούτων ἔφη μετὰ τὰς τοῦ Ἡλίου βόας, ἀπαραποιήτως τοῖς ἐκεῖσε στίχοις χρώμενος, ἐν [72] οἷς φράζεται θαλάσσης ἀγριότης καὶ νηὸς κίνδυνος καὶ ἀνδρῶν ἀπώλεια.

(Vers. 311.) καὶ σωθῆναι δὲ λέγει ὁμοίως, ἱστὸν ἀμαιμάκετον νηὸς ἐν χείρεσσι λαβὼν, ᾧ περιπλεχθεὶς ἐφέρετο, πλάσας καὶ τὰ τοιαῦτα ἐξ ὧν ἔπαθε καὶ διδασκάλῳ ψεύδους ἐν τούτοις τῇ προτέρᾳ τύχῃ χρησάμενος καὶ ἀκόλουθα τοῖς πρώτοις πλάσας τὰ δεύτερα. Ἔστι δὲ ἱστὸς ἀμαιμάκετος ὁ πάνυ μέγας καὶ, ὡς εἰπεῖν, ἀμάκετος, ἤτοι ἄγαν μακρὸς, τῆς μαι συλλαβῆς ἐξ ἀναδιπλασιασμοῦ μὲν οὔσης, ἐκταθείσης δὲ κατὰ τὴν τοῦ διχρόνου ἐπένθεσιν. ἡ μέντοι ἀμαιμάκετος χίμαιρα, οἷα ζῷον οὖσα, εἰκότως καὶ παρὰ τὸ ἄγαν μαιμᾶν εἰρῆσθαι λέγεται. Τὸ δέ γε ἱστὸν νηὸς, πρὸς διαστολὴν εἰρῆσθαι δοκεῖ τοῦ ὑφαντικοῦ ἱστοῦ χάριν σαφηνείας. ὡς τά γε μὴ οὕτως ἑρμηνεύειν δώσοι ἄν ποτε λαβὰς λόγων τοῖς σκώπτουσιν. ἐπεί τοι ἐκ τοιούτου τρόπου λόγος ἀστεῖος ἐξέπεσε παρὰ τοῖς παλαιοῖς διὰ τὸ ἐξ ὁμωνυμίας τῆς λέξεως ταύτης ἀσαφές. λέγεται γὰρ ἐν Κορίνθῳ ἑταίρας τινὸς ἐπαινουμένης ὡς ἐργατικῆς εἰπεῖν τὸν ἀκούοντα ὅτι καὶ πῶς οὐκ ἂν εἴη ἐργατικὴ, ἥτις ἐν μιᾷ ἡμέρᾳ δύο ἱστοὺς καθεῖλε; καὶ δοκεῖ μὲν ὁ λόγος δηλοῦν δύο ἱστάρια. τὸ δ' ἦν ἄλλως, ὅτι ταχὺ δύο ναυκλήρους ἀπήγαγεν ἐκείνη τοῦ εὐπορεῖν, φοιτῶντας ἐπ' αὐτήν.

(Vers. 316.) Ἔτι ὁ ὑποβολιμαῖος οὗτος Κρητικὸς καὶ Φείδωνά τινα ἱστορεῖ Θεσπρωτῶν βασιλέα, ὃς αὐτὸν δῆθεν περιεσώσατο αἴθρῳ καὶ καμάτῳ δεδμημένον, παρελκύσας ταῦτα ἐκ τῶν κατὰ τὴν Φαιακίαν. ἔνθα καὶ τὴν ἑῴαν στίβην ἐδεδίει καὶ τὸ ἐκεῖθεν ψύχος, ὃ ἐνταῦθα διὰ τοῦ αἴθρου ὑποδηλοῖ. εἰ δὲ φιλόξενοι καὶ μεγαλόδωροι ἐκεῖσε οἱ Φαίακες, ἀλλ' ἐνταῦθα ὁ Θεσπρωτῶν βασιλεὺς Φείδων ἀστείως λέγεται οἷα ὀλίγα τινὰ δοὺς τούτῳ, χλαῖναν δηλαδὴ καὶ χιτῶνα.

(Vers. 318.) χώρα δὲ καὶ πόλις ἡ Θεσπρωτία περὶ τὰ ἔσχατα Θετταλίας. ἀρσενικοῦ δὲ γένους ὁ ῥηθεὶς αἶθρος. ὡς γὰρ πύλη πύλος, οἷον, πύλῳ ἐν νεκύεσσι, καὶ ὠνὴ ὦνος, ὡς τὸ, ἄσπετον ὦνον ἕλοιτο, καὶ χολὴ χόλος, οὕτω καὶ αἴθρη αἶθρος. ἐξ οὗ αἰθρηγενέτης.

(Vers. 315.) κεῖται δ' ἐνταῦθα καὶ κῦμα κυλίνδον ἐπ' αὐτοῦ τοῦ κύματος. ὡς γὰρ ἄνεμος λέγεται κῦμα κυλίνδειν, οὕτω καὶ κῦμα κυλίνδον ἐστὶ τὸ κυμαινόμενον.

(Vers. 317.) Ἔστι δ' ἐν τούτοις καὶ τὸ ἀπριάτην ὡς ἐπίῤῥημα, δηλοῦν τὸ δίχα τοῦ πρίασθαι, ἵνα ᾖ ἀντὶ τοῦ προῖκα, κατὰ ἀναλογίαν τοῦ ἄντην καὶ μάτην. ἴσως δὲ καὶ ὡς ὄνομα. φησὶ γάρ· ἔνθα με κομίσατο ἀπριάτην. ἐν δέ γε τῇ Ἰλιάδι ληφθεῖσα καὶ ὡς ὄνομα ἡ τοιαύτη λέξις θηλυκοῦ γένους ἦν.

(Vers. 321.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ πυθόμην μετὰ γενικῆς, οἷον· ἔνθ' Ὀδυσσῆος ἐγὼ πυθόμην, ὁμοίως τῷ, πυνθανόμην Ἰθάκης.

(Vers. 327.) ποιεῖται δὲ μνήμην καὶ Δωδώνης πόλεως Θεσπρωτικῆς ποτὲ, εἰ καὶ ὕστερον ὑπὸ Μολοττοῖς, φασὶν, ἐγένετο. καὶ τὴν ἐκεῖσε μαντικὴν δρῦν ἐκλαλεῖ, εἰπών· τὸν δ' ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ, περὶ ἧς καὶ ἐν τοῖς ἑξῆς κεῖται. Ἱερὰ δὲ κατὰ τὸν γεωγράφον δρῦς τιμᾶται ἐν Δωδώνῃ, ἀρχαιότατον ὑποληφθεῖσα φυτὸν καὶ πρῶτον τροφὴν ἀνθρώποις παρασχόν. ὁ δ' αὐτὸς καὶ εἰς τὰς ἐκεῖ λεγομένας μαντικὰς πελείας φησὶν ὅτι αἱ πέλειαι εἰς οἰωνοσκοπίαν ὑπονοοῦνται, καθὰ καὶ κορακομάντεις ἦσαν τινές. οἱ δὲ τὸ παλαιὸν μὲν ἄνδρας προφητεύειν φασὶν, ὕστερον δὲ τρεῖς ἀποδειχθῆναι γραίας προφήτιδας, ἃς πελείας καλεῖσθαι, γλώσσῃ Μολοττῶν, ὡς τοὺς γέροντας πελείους. καὶ πᾶσι μὲν ἐκεῖ γυναῖκας χρηματίζειν, ὅ ἐστι χρᾶσθαι καὶ μαντεύεσθαι. μόνοις δὲ Βοιωτοῖς ἄνδρας καὶ τὴν αἰτίαν ὁ γεωγράφος ἐκτίθεται, λέγων καὶ Τόμουρον ἢ Τμάρον ὄρος Θεσπρωτικὸν, ἐν ᾧ τὸ Δωδωναῖον ἱερόν. διὸ καὶ ἐν τῷ, εἰ μὲν αἰνήσουσι Διὸς μεγάλοιο θέμιστες, ὅ περ ἐν τοῖς μετὰ ταῦτα γράφει ὁ ποιητὴς, ἕτεροι γράφουσιν, εἰ μὲν αἰνήσουσι Διὸς μεγάλοιο τόμουραι, λέγοντες, μὴ εὖ ἐνταῦθα κεῖσθαι τὸ θέμιστες, ἀλλὰ δεῖν μᾶλλον εἰπεῖν μαντεῖαι, ὃ δηλοῦσιν αἱ τόμουραι. οἷς φαίνεται σύστοιχος εἶναι καὶ ὁ παρὰ τῷ Λυκόφρονι τόμουρος. Ἡρόδοτος δὲ ἀρχαιότατον εἰπὼν τῶν ἐν Ἕλλησι χρηστηρίων τὸ ἐν Δωδώνῃ μαντεῖον φησὶ καὶ ὅτι λέγεται ὡς δύο μέλαιναι πελειάδες ἐκ Θηβῶν τῶν Αἰγυπτίων ἀναπτάμεναι ἡ μὲν ἐς Λιβύην ἀφίκετο, ἡ δὲ εἰς Δωδώνην, ἔνθα καθεσθεῖσα ἐπὶ φηγὸν ἐλάλησε φωνῇ ἀνθρωπίνῃ, χρῆναι μαντεῖον ἐκεῖ Διὸς γενέσθαι, καὶ ἐγένετο. ἡ δὲ ἑτέρα πέλεια χρηστήριον Ἄμμωνος ἐκέλευσε ποιεῖν τοὺς Λίβυας, καὶ ἐποίησαν. δοκοῦσι δέ μοί, φησιν, αἱ πελειάδες αὗται βάρβαροι γυναῖκες εἶναι, διὸ καὶ ἐδόκουν ὁμοίως ὄρνισι φθέγγεσθαι. μετὰ δὲ χρόνον συνετᾷ ἐλάλουν βαρβαρίζουσαι. τὸ δὲ μέλαν τῆς πελειάδος σημαίνει ὅτι Αἰγυπτία ἡ γυνὴ ἦν. ἱέρειαι δέ, φησι, τῶν Δωδωναίων, πρεσβυτάτη μὲν Προμένεια, ἡ δὲ μετ' αὐτὴν Τιμαρέτη, ἡ δὲ νεωτάτη Νικάνδρη. περὶ δὲ Δωδώνης δηλοῦται καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. δῆλον δὲ, ὡς ἐκ ταύτης καὶ τὸ παροιμιακὸν [73] Δωδωναῖον Χαλκεῖον, περὶ οὗ Παυσανίας φησὶν, ὅτι ἐν Δωδώνῃ πολλῶν παραλλήλων κειμένων λεβήτων, εἴ τις ἑνὸς ἅψεται, φασὶν ἐκ διαδοχῆς πάντας ἠχεῖν. Ἀριστοτέλης δὲ δύο στύλους εἶναι λέγει, καὶ ἐπὶ μὲν θατέρου λέβητα ἑστάναι, ἐπὶ δὲ θατέρου παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας καὶ σειομένους ὑπ' ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. καὶ τοιαῦτα μὲν καὶ ταῦτα.

(Vers. 330.) Τὸ δὲ κρύβδην κρυφηδὸν ἐνταῦθα φησὶν, εἰπών· ἢ ἀμφαδὸν ἠὲ κρυφηδόν. ὃ καὶ κάλλος ἔχει τὸ ἐκ παρισώσεως. ἐν ᾧ σημείωσαι ὅτι οὐκ ἔστι τὸ, ἢ ἀμφαδὸν ἠὲ κρυφηδὸν, νοῆσαι ὡς ἐν τοῖς πρὸ τούτων τινὲς ἔφασαν, ἀντὶ τοῦ καὶ φανερῶς καὶ κρύφα, ἀλλ' ἔστι φανερῶς διστακτικὸν τὸ νόημα.

(Vers. 331.) ἔστι δὲ ἐν τούτοις καὶ πιστωτικὸν φιλίας τὸ, ὄμνυε δὲ πρὸς ἔμ' αὐτόν.

(Vers. 334.) κεῖται δ' ἐνταῦθα καὶ τὸ τυγχάνειν ἐπὶ τοῦ κατὰ τύχην γίνεσθαι, οἷον· καί μοι μάλ' ἐτύγχανε πάντα, ἤγουν εὐτυχῶς ἀπέβαινε· καὶ, τύχησε γὰρ ἐρχομένη νηῦς ἐς Δουλίχιον.

(Vers. 335.) Τὸ δὲ Δουλίχιον, νῆσος δὲ αὕτη μία τῶν Ἐχινάδων δηλουμένη καὶ ἐν Βοιωτίᾳ, πολύπυρον λέγει. ἔοικε γὰρ πίων εἶναι ἡ νῆσος καὶ ἀγαθὴ σιτοφορεῖν. λέγει δὲ καὶ βασιλέα ταύτης Ἄκαστόν τινα ὁμώνυμον τῷ ᾀδομένῳ ἥρωϊ.

(Vers. 338.) δύης δὲ πῆμα φησὶν ἐν τῷ, ὄφρ' ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην· ὅ περ ὅμοιόν πώς ἐστι τῷ, πῆμα ἄτης, ὡς Σοφοκλῆς· μὴ κακὸν κακῷ τιθεὶς ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει. καὶ ἔοικε δύη μὲν καὶ ἄτη δαιμονιώδεις τινὲς πλάττεσθαι οὐσίαι, πῆμα δὲ εἶναι τὸ ἐκ τῆς δύης καὶ τῆς ἄτης κακόν. ἴσως δὲ καὶ περιφραστικῶς ἄτης πῆμα καὶ δύης πῆμα ἡ ἄτη αὐτὴ καὶ ἡ βλάβη, ὡς καὶ δούλιον ἦμαρ ἡ δουλεία.

(Vers. 340.) ἐρεῖ γάρ· αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. ἔνθα ἔστιν ἰδεῖν ὡς ἐξέφυγε ψυχρότητα γραφῆς ὁ ποιητὴς εὐμεθόδως. ἄλλος μὲν γάρ τις ἐπετηδεύσατο ἂν, ὡς εἰκὸς, ἐγγὺς τοῦ, Δουλίχιον πολύπυρον θεῖναι τὸ, δούλιον ἦμαρ, εἰπὼν ὡς πλεύσας ἐς Δουλίχιον δούλιον ἦμαρ εἶδον, Ὅμηρος δὲ τοῦτο παραῤῥίψας μετὰ τέσσαρας στίχους τοῦ ἐς Δουλίχιον ἐπήγαγε τὸ δούλιον ἦμαρ, οὐ τεχνησάμενος παιγνήμονα παρήχησιν ἔνθα μὴ ἐχρῆν.

(Vers. 342.) ἔτι Ὀδυσσεὺς πιθανολογεῖ καὶ τὴν τῶν ῥωγαλέων ἱματίων ἔνδυσιν, παθεῖν αὐτὴν πλαττόμενος ὑπὸ τῶν Δουλιχιωτῶν.

(Vers. 346.) λέγει δὲ καὶ νηὸς ὅπλον ἐϋστρεφὲς τὸ σχοινίον, καὶ τὸ λῦσαι τοῦ δεσμοῦ ἀναγνάμψαι ἐν τῷ, αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψε θεὸς αὐτός· ἡ μὲν γὰρ σύνδεσις καμπὴν ἔχει, ἡ δὲ λύσις ἀνακάμπτει.

(Vers. 350.) εἰπὼν δὲ καὶ ὅτι ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασα θαλάσσῃ στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσ' ἀμφοτέρῃσι νηχόμενος, μάλα δ' ὦκα θύρῃφι ἔα ἤγουν ἔξω τῆς θαλάσσης ἦν, ἐφόλκαιον τὸ πηδάλιον λέγει, ὡς ἀρέσκει τοῖς παλαιοῖς, παρὰ τὸ ἐφέλκεσθαι τῇ νηΐ. διὸ καὶ ξεστὸν αὐτό φησιν, οὐ μὴν γλαφυρὸν ἢ μέλαν ἢ ἄλλο τι τῶν ταῖς ναυσὶν ἐπιτιθεμένων, ἐφόλκιον μέντοι, εἶδος πλοίου παρά τε τῷ γεωγράφῳ· φησὶ γάρ· ἐφόλκια δύο λέμβοις λῃστρικοῖς ὅμοια καὶ πλοῖον μέγα, καὶ παρὰ Παυσανίᾳ εἰπόντι· λέμβος καὶ ἐφόλκιον, σκάφος ἢ πλοῖον. τὸ δ' αὐτὸ ἐφόλκιον καὶ ἐφολκίδα λέγει ὁ τὰ ἐρωτικὰ παίξας Ἀλεξανδρεὺς ῥήτωρ, πλεονάσας τῇ λέξει διὰ τὸ καίριον. δῆλον δὲ ὅτι τε λέμφος διὰ τοῦ φ οὐ μὴν διὰ τοῦ βῆτα ἡ πεπηγυῖα μύξα κατὰ τοὺς παλαιοὺς ἐκ τῶν μυκτήρων· ὅθεν καὶ λέμφος ὁ εὐήθης. ἐπειδή, φασιν, εἰς μωρίαν διέσκωπτον τοὺς ῥεομένους ἐκ τῶν μυκτήρων. ὅθεν καὶ ἀπομύξαι τινὰ τὸ ἐξαπατῆσαι, καὶ ὅτι καὶ τὰ μυξώδη κρέα λέμφοι ἐκαλοῦντο, καὶ ὅτι ὥς περ ὁ λέμφος ὁ προσεχῶς ῥηθεὶς καινὴ καὶ τοῖς πολλοῖς ἀσυνήθης λέξις ἐστὶν, οὕτω καὶ ὁ παρὰ τῷ κωμικῷ Κρατίνῳ σάννας. αὐτὸς μέντοι οὐ τὸν εὐήθη ἁπλῶς δηλοῖ, ἀλλὰ τὸν μωρὸν, ὃν ἴσως ἡ κοινὴ γλῶσσα τζαννὸν λαλεῖ. δόξοι δ' ἂν εἰλῆφθαι ἡ λέξις ἀπὸ τῶν Ἀσιανῶν σάννων, οὓς οἱ ἰδιῶται τζάννους καλοῦσι, βαρβαρικοὺς ὄντας καὶ, ὡς εἰκὸς, εὐήθεις δι' ἀπαιδευσίαν. ὁ δὲ τὸν σάνναν τοῦτον παρασημηνάμενος Ἀριστοφάνης ὁ γραμματικὸς καὶ ἄλλας ἐκτίθεται καινοφώνους λέξεις, οἷον, ἀσίλλαν, σκεῦός τι ἰχθυηρὸν, οὗ χρῆσις παρὰ Σιμωνίδῃ ἐν τῷ, πρόσθε μὲν ἀμφ' ὤμοισιν ἔχων τρηχεῖαν ἀσίλλαν, ἰχθῦς ἐξ Ἄργους ἐς Τεγέην ἔφερε. προφέρει δὲ καὶ τὸ, μοιχὴ καὶ μοιχὶς ἀσυνήθη, δι' ὧν δηλοῦται ἡ μοιχαλὶς, καὶ τὸ στεγανόμιον, ὃ δηλοῖ, φασὶ, παρ' ἡμῖν μὲν τὸν τόπον ἐν ᾧ ἑστιῶνται, παρ' Ἀττικοῖς δὲ τὸν μισθὸν τοῦ πανδοχείου· καὶ τὸ ἐπικοκκάζειν ὕβρει, ἢ κατά τινας ἐπιμηκάζειν, ὅθεν παρὰ Ἀριστοφάνει τὸ, ἀοιδὸς ἐπικοκκάστρια. λέγει δὲ καὶ λαπίζειν παρὰ Σοφοκλεῖ τὸ συρίζειν καὶ βαυβᾶν τὸ κοιμᾶσθαι, οἷον· ἡ δὲ προὐκαλεῖτό με βαυβᾶν μετ' αὐτῆς. ὅθεν, φησὶ, καὶ παρὰ Κρατίνῳ τὸ, λόγος τις ὑπῆλθ' ἡμᾶς ἀμαθὴς συβαύβαλος. συνάπτει δὲ τούτοις ξενικὸν καὶ τὸ ἀρδαλῶσαι ἤγουν μολύναι, προφέρων [74] καὶ τὸ, τὴν μὲν ἄρδαν ἀπ' ἐμοῦ σπόγγισον· καὶ τὸ, Αἰγύπτιος θοιμάτιον ἠρδάλωσέ μου. παραδίδωσι δὲ καὶ ὅτι τὸ ἐσχάζοσαν παρὰ Λυκόφρονι καὶ παρ' ἄλλοις τὸ ἐλέγοσαν καὶ τὸ, οἱ δὲ πλησίον γενομένων φεύγοσαν, φωνῆς Χαλκιδέων ἴδιά εἰσιν. ἔτι καὶ τὸ στίμμιν, περὶ οὗ ἀλλαχόθι ἐγράφη, θηλυκῶς προάγει, εἰπὼν ὅτι στίμμις ἡ εἰς τὰ ὄμματα χρήσιμος Αἰγυπτίων μέν ἐστι φωνή. κεῖται δὲ ὅμως καὶ παρὰ Ἴωνι τῷ ποιητῇ, ἐν τῷ, καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον. ἔφη δὲ καὶ ὅτι ἡ μαγὶς ἀπὸ τῆς μάζης ἢ τοῦ μαστεύειν ῥηθεῖσα παράγει τὸν μάγειρον, ὃς οὕτω, φησὶ, λέγεται παρὰ τὸ μαγίδας αἴρειν ἤγουν προσφέρειν. ἔτι λέγει καὶ δοκὸν τὴν δόκησιν καὶ ὑπόληψιν, οἷον, τῷ γ' ἐμῷ δοκῷ ἤγουν τῇ ἐμῇ δοκήσει. καὶ ὅτι παρὰ Αἰτωλοῖς τὸ τοῖς γέρουσι γερόντοις φράζεται, οἷον, Μιλησίοις καὶ ταῖς συναρχίαις καὶ τοῖς γερόντοις, καὶ τὸ παθήμασι παθημάτοις. καὶ Πλάτων δέ, φησιν, ὁ κωμικὸς, ὁ πρόσωπος εἴρηκεν ἀντὶ τοῦ πρόσωπον, καὶ ἀντὶ τοῦ γάλακτος ἢ γάλατος τοῦ γάλα ἔκλινε δισυλλάβως. εἴρηται δέ, φησι, καὶ τὸ ἀπόστηθι ἀπόστα, καθὰ δηλαδὴ καὶ τὸ κατάβηθι κατάβα παρὰ Ἀριστοφάνει, καὶ οἱ ἔμετοι ἐμίαι ὡς κοχλίαι. Εὔπολις δέ, φησιν, ἐπὶ τοῦ κακοφώνου τὸν ἐμίαν τίθησιν. ἐπὶ δὲ πᾶσι λέγει ὁ αὐτὸς γραμματικὸς καὶ μομφὸν παρ' Εὐριπίδῃ τὴν μέμψιν λεχθῆναι. καὶ τοιαῦτα μὲν ταῦτα. Ἐκ δὲ τοῦ προειρημένου ἐφολκίου, ὃ παραλήγεται καταμόνας τῷ ἰῶτα διχρόνῳ, καὶ τὸ σῶμα οἱ σοφοὶ συμβολικῶς παροιμίας λόγῳ, ἐφόλκιον φασίν. ὡς μεγάλῃ τινὶ ἐφελκόμενον νηῒ, τῇ ψυχῇ, χρήσιμον δὲ ἴσως εἰς τὴν τοιαύτην λέξιν καὶ τὸ, ἐφελκομένοισι πόδεσσιν, ὃ ἐν Ἰλιάδι κείμενον δηλοῖ πάρεσιν ποδῶν ἑλκομένων ἐν τῷ σύρεσθαί τινα. τὸ δὲ ῥῆμα, ἐξ οὗ καὶ τὸ ἐφόλκαιον καὶ τὸ ἐφόλκιον, ποιεῖ καὶ τὸ ἐφολκὸν, ὃ δηλοῖ τὸ ἐπαγωγὸν, ὡς Καλλίμαχος· ἔχοιμι δέ τι παιδὸς ἐφολκόν. ἡ μέντοι παρὰ τοῖς ἰατροῖς ἐφελκὶς οὐχ' ὁμοίως γίνεται, ἀλλὰ ἐκ τοῦ ἕλκος. καὶ δοκεῖ τι συντελεῖν εἰς αὐτὴν Ὁμηρικὸν τὸ, ἐφ' ἕλκεϊ ἕλκος ἄρηται. παρὰ δέ γε τῷ δειπνοσοφιστῇ φέρεται καὶ ὅτι ἐφόλκια πλοιάρια διάφορα, ἐφελκόμενα δηλαδὴ μείζοσι ναυσί. φησὶ γάρ· ἐφόλκια δ' ἦσαν αὐτῇ τῇ τοῦ Ἱέρωνος δηλονότι μεγίστῃ νηῒ τῇ Συρακουσίᾳ κληθείσῃ τὸ πρῶτον, εἶτα Ἀλεξανδρίδι, κέρκουρος, ἐπίκωπος, ἁλιάδες τε καὶ σκάφαι πλείους. τοῦ δὲ καὶ λέμβον τὸ ἐφόλκιον λέγεσθαι χρῆσις φέρεται Ἀναξανδρίδου παρὰ τῷ Ἀθηναίῳ. ἦν δὲ καὶ ἐπίθετον ἢ κύριον ἀνδρός τινος ὁ λέμβος.

(Vers. 352.) Τὸ δὲ νηχόμενος ἑρμηνεία ἐστὶ τοῦ χερσὶ διήρεσσα. Τὸ δὲ θύρηφ' ἔα ἶσον ἐστὶ τῷ, θύραζε ἦν. Τὸ δὲ καὶ προδηλωθὲν ἔα, οὗ χρῆσις καὶ ἐν τῷ, τοῖος ἔα, διαλελύσθαι δοκεῖ ἀπὸ τοῦ ἦ, οὗ μνήμη καὶ παρὰ Αἰλίῳ Διονυσίῳ, εἰπόντι ὡς Ἴωνες μὲν ἔα φασὶν, Ἀττικοὶ δὲ ἦ μονοσυλλάβως, οἱ δὲ μέσοι σὺν τῷ νυ, οἷον, ἐπειδὴ μεστὸς ἦν, ἀνεπαυόμην. τὸ δὲ τρίτον οὐδέ ποτέ φησιν ἄνευ τοῦ νυ. ἕτερος δὲ ῥήτωρ γράφει, ἔα καὶ ἐν συναιρέσει ἦ. Ἴωνες δὲ ἐπεκτείνοντες ἦα φασίν· ὥστε ταυτὸν ἔα καὶ ἦ καὶ ἦα καὶ ἦν καὶ ἔσκον καὶ ἔην ἐπὶ πρώτου προσώπου. κεῖνται γὰρ ἀντὶ τοῦ ὑπῆρχον, ὡς καὶ τὸ, τοῖος ἔον ἐν πολέμῳ.

(Vers. 353.) ἔτι πλάττει ὁ ψευδόπτωχος καὶ περὶ ὄρος τὸ Ἰθακήσιον διαφυγεῖν αὐτὸς τοὺς Δουλιχιώτας ναύτας, εἰπών· ἔνθ' ἀναβὰς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, κείμην πεπτηὼς, ἤγουν κατεπτηχὼς, εἰπὼν καὶ τοῦτο καθ' ὁμοιότητα τῶν ἐν τῇ Φαιακίᾳ. Πολυανθῆ δὲ ὕλην λέγει, οὐκ ἐξ ἀνάγκης τὴν ἄρτι τοιαύτην, ἀλλὰ τὴν ἐν καιρῷ τοῦ ἀνθεῖν. ἐπὶ δὲ πᾶσι κολακεύων τὸν ξεινοδόκον Εὔμαιον λαλεῖ ὅ περ εἰκὸς καὶ παρ' ἄλλου ὁμοίου τινὸς ῥηθῆναι πρὸς ξενοδοχοῦντα· καί με σταθμῷ ἐπέλασεν ἄγων θεὸς, ἀνδρὸς ἐπισταμένου. ἔτι γὰρ νύ μοι αἶσα βιῶναι. καὶ ὅρα τὸ, ἔτι γὰρ δή μοι αἶσα βιῶναι, οἰκεῖον ὂν εἰπεῖν ἐξαλύξει κινδύνου, ὥς περ καὶ τὸ, ἐμὲ δ' ἔκρυψε θεὸς αὐτὸς, πρέπει λέγειν ὁπηνίκα πολεμίους λαθὼν ἐκφύγῃ τις. σταθμὸν δὲ καὶ νῦν τὸν ἀγροτικὸν οἶκον λέγει, ὡς ἐκ μέρους τοῦ κατὰ τὰς θύρας. ἐπιστάμενον δὲ ἄνδρα τὸν σπουδαῖον φησὶν ἤτοι ἀγαθόν. ἀφ' οὗ γέγονεν ἀφορμὴ τοῖς ὕστερον τοῦ λέγειν ἐπιστήμας τὰς ἀρετάς. καὶ τοιαῦτα μὲν ὡς ἐν ὀλίγῳ ἐπελευστικῶς ἀνθολογῆσαι τὰ τῆς ἡρωϊκῆς ψευδομυθίας.

(Vers. 223. sqq.) ὧν ἐν μέσῳ καὶ νόημά τι ἐμφαίνεται φιλόσοφον τὸ μὴ ἐξανάγκης ἀεὶ τὰ σύνθετα διαιρεθέντα τὴν αὐτὴν φυλάσσειν ἔννοιαν. φιλόσοφος μὲν γὰρ καὶ φιλῶν σοφίαν ὁ αὐτὸς, καθὰ καὶ φιλοσοφία καὶ φιλία σοφίας. οὕτω δὲ καὶ ἐπὶ ἑτέρων μυρίων ὅσων, οὐ μὴν ἀεὶ τὸ τοιοῦτον. τὴν γοῦν οἰκωφελίαν ὄνομα σύνθετον ἕτερον οἶδεν ὁ ποιητὴς ἐν τούτοις τοῦ, οἶκον ὀφέλλειν. εἰπὼν γοῦν ὁ ψευδοπλάνης Ὀδυσσεὺς, ὅτι ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδ' οἰκωφελία, ἐπάγει μετ' ὀλίγα, ὅτι ἐν πολέμοις πολλὰ μὲν ἐξαιρεύμην, τουτέστιν ἐξῃρούμην, ἤγουν κατ' ἐξαίρετον ἐκλεγόμενος ἐλάμβανον [75] ὡς οἷα γέρας, καθὰ πρὸ ὀλίγων ἐῤῥέθη, πολλὰ δ' ὀπίσω λάγχανον, αἶψα δὲ οἶκος ὀφέλλετο. ἕτερον οὖν οἰκωφελία καὶ ἕτερον ὀφέλλεσθαι οἶκον. ἐκείνην μὲν γὰρ οὐ φιλεῖ Ὀδυσσεὺς, τὸ δὲ ὀφέλλεσθαι οἶκον φιλεῖ πραγματιωδῶς. καὶ ἔστιν ὀφέλλεσθαι μὲν οἶκον τὸ ἄλλως αὔξεσθαι χρήμασιν, ἐξ ὧν δεινός τ' αἰδοῖός τε παρὰ τοῖς εἰδόσι τις τέθειται, ὡς αὐτὸς εὐθὺς λέγει σεμνύνων συνήθως τὸν πλοῦτον, εἴ γε τοιούτους ποιεῖ τοὺς ἔχοντας. οἰκωφελία δὲ κατὰ τοὺς παλαιοὺς ἡ οἰκουρία καὶ ἐπιμέλεια τοῦ οἴκου διὰ γεωργίας τυχὸν ἢ τοιούτου τινὸς, οὐ μὴν δι' ἀποδημίας τῆς κατ' ἐμπορίαν ἢ κατὰ πόλεμον. καὶ ἄλλως δὲ εἰπεῖν, οἰκωφελία ἐστὶ πορισμὸς βίου εἰρηναίου ἤτοι τοῦ κατὰ εἰρήνην κουροτρόφου διὸ εἰπὼν οἰκωφελίη ἐπήγαγεν· ἢ τρέφει ἀγλαὰ τέκνα, ὃ ταυτόν ἐστι τᾷ, κούρους τρέφει, τουτέστι κουροτρόφος ἐστὶν, ἀπεναντίας πρὸς τοὺς βροτολοιγοὺς πολέμους καὶ τὰ ἑξῆς λυγρὰ καὶ ῥιγηλά. εἰσὶ δὲ οἳ καὶ τὴν οἰκοδομίαν οἰκωφελίαν εἶπον, δι' ἧς οἶκος ἀνεγειρόμενος ὀφέλλεται, ὅ ἐστιν αὔξεται. τοῦτο δὲ ἴσως εὐτελέστερον καὶ οὐ πόῤῥω γελοίου. οὕτω καὶ παρ' Ἡσιόδῳ ὁ χειροδίκης μὲν τὸ σύνθετον οὐκ ἀγαθόν. δηλοῖ γὰρ τὸν κατὰ χεῖρα βίαιον· ᾧ δὲ δίκη ἐν χερσὶν, ἀγαθὸς ἐκεῖνος. ψέγων οὖν ἐκεῖνος τοὺς τότε λέγει, ὅτι δίκη ἐν χερσὶν αὐτοῖς καὶ αἰδὼς οὐκ ἔστιν. Ἔτι ὁμοίως ὑπὸ σκιᾷ μὲν μαχοῦνται κατὰ Ἡρόδοτον Ἕλληνες, τοῦ νέφους τῶν βαρβαρικῶν βελῶν σκιάζοντος τὸν ἥλιον. ἡ δὲ σκιαμαχία τὸ σύνθετον καὶ τὸ σκιαμαχεῖν ἑτέραν ἔχουσιν ἔννοιαν. Ἔτι καθ' ὅμοιον τρόπον καὶ τὸ, ὠμογέροντα δέ μιν φασὶν εἶναι, διάφορον ἔοικεν εἶναι τοῦ, ὠμῷ γήραϊ δῶκε τὸν Λαέρτην θανοῦσα ἡ γυνή. ὠμογέρων μὲν γὰρ ἡλικία γέροντος, ἄρτι παραλλάξαντος τὸν ἀκμάζοντα καὶ ἐλευσομένου εἰς τὸ λέγεσθαι γέρων, εἶτα εἰς τὸ πέμπελος, μετὰ δέ γε εἰς τὸ σύφαρ. ὠμῶς μέντοι γηράσαι λέγεται ὁ μὴ ἀκριβῶς γέρων ἀλλὰ πρὸ ὥρας πεπανθεὶς τῷ γήρᾳ. καὶ τοιόνδε μὲν καὶ τοῦτο.

(Vers. 208.) Πολλὰ δὲ τῶν τοῦ ῥηθέντος ψευδοχωρίου χρήσιμα καὶ εἰς λόγων παραπλοκὰς, οἷον τὸ, τοὶ δὲ ζωὴν ἐδάσαντο καὶ ἐπὶ κλήρους ἐβάλοντο, χρήσιμον εἰς περιουσίας δασμόν. ἔνθα καὶ κάλλος ἔχει τὸ ἐν τοῖς δυσὶ στίχοις ὁμοιοκατάληκτον.

(Vers. 207.) ἐν οἷς καὶ περίφρασις τοῦ θανεῖν τὸ, ἀλλὰ τοῦτον μὲν Κῆρες ἔβαν θανάτοιο φέρουσαι εἰς Ἀΐδαο δόμους, ἤγουν ἀλλ' οὗτος μὲν ἔθανεν.

(Vers. 211.) ἔπαινος δὲ προσωπικὸς τὸ, ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκ' ἐμῆς ἀρετῆς, ὅ ἐστιν ἀνδρίας. ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος.

(Vers. 213.) εἰ δὲ καὶ δυστυχὴς τὰ ἐσύστερον ἀπεκβῇ ὁ τοιοῦτος, οἰκεῖα καὶ τὰ ἐφεξῆς· νῦν δ' ἤδη πάντα λέλοιπεν, ἀλλ' ἔμπης καλάμην γε, καὶ ἑξῆς, ὡς προγέγραπται.

(Vers. 216.) ὁμοίως δὲ ἔπαινος ἀνδρίας καὶ τὸ, ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη· καὶ ῥηξηνορίην ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας κακὰ δυσμενέεσσι φυτεύων. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ.

(Vers. 220. sqq.) ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος προμάχου δίκην, καὶ διὰ τὸ ποδώκης δὲ, ὡς εἰκὸς, εἶναι, ἔγχει ἕλεσκον ἀνδρῶν δυσμενέων, ὃς ἄν μοι εἴξειε πόδεσσιν, ὑποχωρήσας δηλαδή. τοῖος ἔον ἐν πολέμῳ, τῷ κατὰ γῆν δηλονότι. ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδ' οἰκωφελίη ἥτε τρέφει ἀγλαὰ τέκνα.

(Vers. 224.) εἰ δὲ καὶ ναύμαχος ἀγαθὸς ὁ τοιοῦτος, ἐπιπρέπει καὶ τὰ ἐφεξῆς τούτοις· ἀλλά μοι νῆες ἐπήρετμοι φίλαι ἦσαν καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοὶ, λυγρὰ, τά τ' ἄλλοισί γε καταριγηλὰ πέλονται. αὐτὰρ ἐμοὶ τὰ φίλ' ἔσκε, τά που θεὸς ἐν φρεσὶ θῆκεν. ἐπειδὴ, ὡς ἐῤῥέθη, ἄλλος ἄλλοις τέρπεται ἔργοις.

(Vers. 216.) ἔστι δ' ἐν τοῖς ἄρτι ῥηθεῖσι θάρσος μὲν, θερμότης ἔμφρων ἐναντία τῷ θράσει, ἣν καὶ λαβεῖν ἐξ Ἀθηνᾶς φησὶν Ὀδυσσεύς.

(Vers. 217.) ῥηξηνορία δὲ ἡ ἐκ ῥωμαλεότητος ἀνδρία καὶ ῥῆξις ἀνέρων ἀνθισταμένων, ἣν ὁ Ἄρης αὐτῷ δοῦναι λέγεται ἐν τῷ, θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη. ὃ δὴ καὶ αὐτὸ Ἀλκμανικόν ἐστι σχῆμα κατὰ τὸ, Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε.

(Vers. 219.) Τὸ δὲ οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς, ἐν πολέμῳ δηλαδή. ἄλλως γὰρ ἐν τοῖς ἑξῆς κατ' οἶκον εὕρηται Ὀδυσσεὺς ὀϊσάμενος θάνατον, ὃς ἐπετέλλετό ποτε τῇ γυναικὶ, ὡς εἰ τεθνήξομαι, ποίησον τὰ καὶ τά. Λόχου δὲ μέμνηται ὡς ἐν αὐτῷ μάλιστα, καθὰ καὶ ἡ Ἰλιὰς δηλοῖ, τῶν ἀνδρείων διαφαινομένων.

(Vers. 222.) Ἔργον δέ τινες τὴν γεωργίαν μόνην ἐνόησαν κατ' ἐξοχὴν ἐν τῷ· ἔργον δέ μοι οὐ φίλον ἔσκε, παρὰ τὴν ἔραν λέγοντες τοῦτο καὶ τὴν γῆν ταυτοδυνάμους λέξεις.

(Vers. 223.) οἰκωφελίαν δὲ, οὐ μόνον τὴν οἰκουρικὴν οἰκονομίαν, ἀλλὰ καὶ τὴν ἐμπορίαν. τὴν οἰκοδομίαν γὰρ, ὡς καὶ προεῤῥέθη, νοῆσαι ἀποδεδοκίμασται.

(Vers. 224.) Τὸ δὲ ἐπήρετμοι καὶ τὰ ἑξῆς πρὸς διαστολὴν κεῖται τῶν ἄλλως μετὰ φόρτου [76] ναυτιλλομένων. εἰ γὰρ καὶ ἐκεῖνο εἶδεν οἶκον ὀφέλλειν, ἀλλ' Ὀδυσσεὺς προτιμήσασθαι λέγει τὸ κινδυνωδέστερον.

(Vers. 226.) Τὸ δὲ λυγρὰ καὶ τὸ ῥιγηλὰ, ὅ ἐστι φρικτὰ καὶ θανατηρὰ, οὐδετέρως προῆκται, ὡς πρὸς πράγματα. πάντως γὰρ πρᾶγμα καὶ οἱ λυγροὶ καὶ ῥιγηλοὶ πόλεμοι καὶ τὰ ἑξῆς.

(Vers. 236.) Τὸ δὲ ἄλλ' ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν θεὸς ἐφράσατο ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσεν ὁποία καὶ ἡ περὶ Τροίαν, ἐπὶ μεγάλου πολέμου ἢ καὶ ἄλλως ὁδοῦ ἐπικινδύνου ῥηθήσεται.

(Vers. 239.) Φόβον δὲ δήμου ἐμφαίνει τὸ, οὐδέ τι μῆχος ἦεν ἀνήνασθαι, χαλεπὴ δ' ἔχε δήμου φῆμις, ἤγουν ὠργίζονται οἱ δημόται. Καὶ ὅρα τὸ φῆμις διὰ τοῦ ἰῶτα καὶ νῦν ἔχον τὴν παραλήγουσαν.

(Vers. 244.) Σπουδὴν δὲ ἐμπορικὴν φράζει τὸ, ὀλίγον ἔμεινα τεταρπόμενος τεκέεσσι κουριδίῃ τ' ἀλόχῳ καὶ κτήμασιν. αὐτὰρ ἔπειτα θυμὸς ἀνώγει ναυτίλλεσθαι,

(Vers. 247.) νῆας εὖ στείλαντα. ἐξ οὗ ῥήματος καὶ ὁ στόλος γίνεται.

(Vers. 248.) Ἐννέα δὲ αἱ τοιαῦται πλάττονται νῆες διὰ τὸ φιλεῖσθαι τὸν τοιοῦτον ἀριθμὸν τῷ ποιητῇ φανερῶς.

(Vers. 249.) Εἰλαπίνην δὲ λαμπρὰν δηλοῖ τὸ, ἐξῆμαρ μὲν ἔπειτα οἱ δεῖνα δαίνυντο, αὐτὰρ ἔγωγε ἱερήϊα πολλὰ παρεῖχον δαῖτα πένεσθαι.

(Vers. 250.) λέγει δὲ καὶ νῦν ἱερεῖα τὰ σφάγια.

(Vers. 253.) Πλοῦν δὲ εὐτυχῆ φράζει τὸ, ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως, ὡσεὶ καταῤῥόον, περὶ οὗ προείρηται. οὐ δέ τις οὖν μοι νηῶν πημάνθη, ἀλλ' ἀσκεθέες καὶ ἄνουσοι ἥμεθα. τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον.

(Vers. 255.) Καὶ ὅρα τὸ ἀσκεθέες. ὅ περ εἰ μὲν ἀπὸ τοῦ ἀσκῶ ἀσκήσω γίνεται, συστολὴν ἔπαθε τοῦ τῆς προπαραληγούσης η εἰς ε, ὁμοίως τῷ, ξηρὸν ξερόν· οἷον, ποτὶ ξερὸν ἠπείροιο· εἰ δὲ ἀπὸ τοῦ σχέθω ἐτυμολογεῖται, φυσικῶς ἔχει τὸ ε. δύναται δὲ καὶ ἐκ τοῦ ἀσκῶ ἀσκέσω γενέσθαι ἀσκεθὴς, καθ' ὁμοιότητα τοῦ, ποθῶ ποθέσω καὶ στερῶ στερέσω, ὡς τὸ, οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελεν, ὃ ἐν τοῖς πρὸ τούτων ἔφη ὁ ποιητής.

(Vers. 261.) Στρατηγικὸν δὲ τὸ, ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. κεῖται δὲ ἡ τοῦ ὀπτῆρος ἤτοι κατασκόπου χρῆσις καὶ παρὰ Σοφοκλεῖ.

(Vers. 262.) Εἰ δὲ τυχόν τινες θρασυνάμενοι στρατιωτικώτερον κακόν τί που μέγα δράσουσι, ῥηθείη ἂν περὶ τῶν τοιούτων τὸ, οἱ δ' ὕβρει εἴξαντες ἐπισπόμενοι μένεϊ σφῶν, αἶψα μάλα τῶν δεῖνα ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, αὐτούς τ' ἔκτεινον. τάχα δ' ἐς πόλιν ἵκετο ἀϋτή. ταῦτα δὲ καὶ ληΐδος ἔχουσιν ὑπογραμμόν.

(Vers. 266.) ὥς περ πολέμου φανεροῦ τὰ ἐφεξῆς· οἱ δὲ βοῆς ἀΐοντες ἦλθον. πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων, χαλκοῦ τε στεροπῆς. ἐν δὲ θεὸς φύζαν τοῖς δεῖνα κακὴν βάλεν. οὐδέ τις ἔτλη μεῖναι ἐναντίβιον, ὃ δὴ ἑρμηνεία φύζης ἐστί. περὶ γὰρ κακὰ πάντοθεν ἔστη, τουτέστι περιεστάθη καὶ κύκλῳ ἔστη τὰ κακά. ἐπιφωνηματικῶς δὲ τοῦτο κεῖται καθ' ὁμοιότητα τοῦ, πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.

(Vers. 273.) Αὐτομόλου δέ τινος οὐ πάνυ εὐτυχοῦς χαρακτὴρ τὸ, αὐτὰρ ἐμοὶ θεὸς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα ποίησεν, ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν, ἔτι γὰρ δή με πῆμα ὑπέδεκτο. αὐτίκ' ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα καὶ σάκος ὤμοιϊν, δόρυ δ' ἔκβαλον ἔκτοσε χειρός. αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων, καὶ κύσα γούναθ' ἑλὼν,

(Vers. 279.) ὁ δ' ἐρύσατο, τουτέστιν ἐφύλαξε, καί μ' ἐσάωσεν. ἄγε δ' οἴκαδε δακρυχέοντα. ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, ἱέμενοι κτεῖναι.

(Vers. 282.) δὴ γὰρ κεχολώατο λίην· διὰ τὸ πολλὰ κακὰ δηλαδὴ ἐκ τοῦ αὐτομόλου παθεῖν. ἀλλ' ἀπὸ κεῖνος ἔρυκε.

(Vers. 283.) θεοῦ δ' ὠπίζετο μῆνιν, ὡς καὶ προεῤῥέθη, ξεινίου, τοῦ νεμεσῶντος κακὰ ἔργα, τουτέστιν ἐπὶ κακοῖς ἔργοις κατὰ ἀντίπτωσιν, ἢ διὰ τὰ κακὰ ἔργα κατὰ προθέσεως ἔλλειψιν.

(Vers. 278.) φασὶ δὲ οἱ παλαιοὶ ἐν τῷ, βασιλῆος ἐναντίον ἤλυθον, ὅτι ὁ Σέθως ἐβασίλευεν Αἰγύπτου τότε. περὶ Αἴγυπτον γὰρ τὸ πλάσμα ὑπόκειται, ἧς καὶ χωρίζει τὴν Λιβύην ὁ ποιητὴς, ἔνθα ἐκεῖθεν ἐς Λιβύην ἀπῆγε τὸν Ὀδυσσέα Φοίνιξ ἀνὴρ περάσων αὐτὸν ἐκεῖ, ὡς προείρηται.

(Vers. 277.) Ἐν δὲ τοῖς ῥηθεῖσιν ὅρα τὸ ἔκτοσε ἀπὸ τοῦ ἐκτὸς, ὅμοιον ὂν τῷ, παντὸς πάντοσε καὶ ἄλλος ἄλλοσε.

(Vers. 279.) Ἔτι δὲ ὅρα καὶ τὸ, κύσα γούνατα, τουτέστιν ἐφίλησα, εἶδος ὂν καὶ αὐτὸ γουνάσματος ἐνδιαθετώτερον τοῦ, λάβε γούνων.

(Vers. 274.) Τὸ δὲ ὡς ὄφελον θανέειν, καὶ ἑξῆς, ἐπεμβολή ἐστι, παθαινομένην ψυχὴν διαγράφουσα. καὶ ταῦτα μὲν τοιαῦτα.

(Vers. 285.) Ἀγυρτικοῦ δὲ ἤθους τὸ, ἔνθα ἑπτάετες μένον. πολλὰ δ' ἄγειρα χρήματα. δίδοσαν γὰρ ἅπαντες. περὶ Αἰγυπτίων δὲ τὸ πλάσμα, ὧν τὸ φιλόδωρον οἶδε καὶ ὁ Μενέλαος,

(Vers. 288.) ὥς περ εἰς τὸ τῶν Φοινίκων ἀπατήλιον καὶ τρωκτικὸν μαρτυρεῖ Ὀδυσσεύς.

(Vers. 292.) Παραμονὴν δὲ φιλικὴν λαλεῖ τὸ, ἔνθα παρ' αὐτῷ μεῖνα τελεσφόρον [77] εἰς ἐνιαυτόν· ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο, ἂψ περιτελλομένου ἔτεος, καὶ ἐπήλυθον ὧραι, τότε δὴ ἐγένετο τόδε τι, ἐγράφη δὲ ταῦτα καὶ ἀλλαχοῦ. Εἰ δὲ τὸ μεῖνα καὶ τὸ μῆνες παρηχεῖ, ἔστιν ἐκ τῶν ἤδη ῥηθέντων σκοπεῖν. Τελεσφόρος δὲ ὁ ἐνιαυτὸς διατί λέγεται, ἑτέρωθι δηλοῦται. δῆλον δὲ ὅτι καὶ λόγος τελεσφόρος τροπικῶς ὁ εἰς ἔργον ἀπεκβάς.

(Vers. 293.) Τὸ δὲ ἐξετελεῦντο διὰ ποιητικὸν ὄγκον ἐγράφη. ἄλλως γὰρ οὐκ ἐκώλυεν ἐξετελοῦντο εἰπεῖν.

(Vers. 298.) Ἀκούσιον δὲ πειθὼ φράζει τὸ, τῷ δ' ἑπόμην ὀϊόμενός περ ἀνάγκῃ.

(Vers. 301.) Πέλαγος δὲ κἀνταῦθα δηλοῖ ἀχανὲς τὸ, ἀλλ' ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν καὶ ἑξῆς οἱ δύο στίχοι, παραφρασθέντες ἀπὸ τῆς μ ῥαψῳδίας ἐκ τοῦ, ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν. κατὰ μόνον γὰρ τὸ, ἀλλ' ὅτε δὴ τὴν νῆσον μὲν καὶ τὸ, ἀλλ' ὅτε δὴ Κρήτην μὲν, διαφέρουσιν οἱ στίχοι οὗτοι τῶν ἐκεῖ.

(Vers. 318.) Φιλοξένου δὲ ἀνδρὸς τὸ, ἐπελθὼν αἴθρῳ καὶ καμάτῳ δεδμημένον, περὶ ὧν εἴρηται, ἦγεν ἐς οἶκον χειρὸς ἀναστήσας, ὄφρ' ἵκετο δώματα. ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν,

(Vers. 337.) ὥς περ αὖ πάλιν πειρατικὰ τὸ, τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ ἀμφ' ἐμοὶ, ὄφρ' ἔτι πάγχυ δύης, ὡς καὶ προεγράφη, ἐπὶ πῆμα γενοίμην. ἀλλ' ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς, αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ' ἔδυσαν. ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς ὁρᾶς·

(Vers. 343.) ὅ περ Ὅμηρος ποιητικῶς ὅρηαι φησὶ προπαροξυτόνως ὡς ἀπὸ ἐνεστῶτος τοῦ ὅρημι, οὗ χρῆσις παρὰ Θεοκρίτῳ· κατὰ δέ τινας ὁρῆαι προπερισπωμένως, ἐκ τοῦ ὁρᾶται ἐνδείᾳ τοῦ τ καὶ τροπῇ τοῦ α εἰς η. ἔτι πειρατικὸν καὶ τὸ, ἐμὲ μὲν κατέδησαν ὅπλῳ νηὸς ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ' ἀποβάντες δόρπον ἕλοντο.

(Vers. 348.) Εἰ δὲ καὶ φύγῃ παραδόξως τοὺς πειρατὰς ὁ τοιοῦτος δεσμώτης, καλὸν εἰπεῖν καὶ ἐκ τῶν ἐφεξῆς, ἄλλα τέ τινα καὶ τὸ, αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψεν, ὡς ἐῤῥέθη, θεὸς αὐτὸς ῥηϊδίως.

(Vers. 353.) καὶ δὴ ἀναβὰς ὅθι τυχὸν δρίος, τουτέστι δάσος, ἦν πολυανθέος ὕλης, κείμην πεπτηὼς, ὡς καὶ αὐτὸ προεδηλώθη. οἱ δὲ μεγάλα στενάχοντες φοίτων. ἀλλ' ἐπεὶ οὔ σφιν ἐφαίνετο κέρδιον εἶναι μαίεσθαι προτέρω, τουτέστι ζητεῖν ἐπὶ πλέον προσωτέρω, οἱ μὲν πάλιν αὖτις ἔβαινον, ἐμὲ δ' ἔκρυψε θεὸς αὐτός.

(Vers. 339.) Ὅρα δὲ τὸ, γαίης πολλὸν ἀπέπλω ναῦς, ἀορίστως λεχθέν. τὸ μέντοι πρὸ αὐτοῦ

(Vers. 301.) ἀλλ' ὅτε Κρήτην ἐλείπομεν οὐδέ τις ἄλλη φαίνετο γαιάων ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα, οὐχ' οὕτως ἦν ἀόριστον, ἀλλὰ πάνυ πολὺ ἐδήλου πελάγισμα. ἐν ᾧ καὶ ὅρα τὸ, οὐδέ τις ἄλλη γαιάων. τὸ γὰρ ἄλλη πρὸς διαστολὴν τῆς Κρήτης κεῖται, γαίας οὔσης, ὡς προδεδήλωται. οὕτω δὲ καὶ ἐν τῷ, ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, πρὸς διαστολὴν τῆς κατὰ τὴν νῆσον ταύτην γαίας κεῖται. ἀστεῖον δ' ἐν τούτοις καὶ τὸ Κρήτην μὲν ἁπλῶς ὀνομάσαι ὡς φύσει περίκλυτον,

(Vers. 344.) Ἰθάκην δὲ περιφράσαι ἐν τῷ, ἑσπέριοι δ' Ἰθάκης εὐδειέλου ἔργ' ἀφίκοντο, ἵνα τῇ περιφράσει σεμνόν τι προσλάβηται ἡ πατρίς.

(Vers. 341.) Τὸ δὲ ἐκ μὲν εἵματ' ἔδυσαν, τὸν παρὰ τοῖς ὕστερον λωποδύτην συνέθετο.

(Vers. 354.) Τὸ δὲ στενάχοντες τραχυφωνότερον τοῦ στενάζοντες καὶ δοκεῖ ἐγκεῖσθαι αὐτῷ ἰαχή.

(Vers. 325.) Τὸ δὲ, καὶ νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι, τόσσα ἐνὶ μεγάροις κειμήλια κεῖτο ἄνακτος, πλούτου περιουσίαν δηλοῖ. παραλαλεῖ δ' ἐν τούτοις Ὀδυσσεὺς, ἃ ἐκ τῶν Φαιάκων κτήματα ξυναγείρατο, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε ὑφάντην, ὅ ἐστι εὐϋφῆ, ὡς καὶ προδεδήλωται.

(Vers. 361.) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ, ἆ δειλὲ, ὡς καὶ ἀλλαχοῦ. τοῦτο μέντοι νῦν καὶ ὑπερθετικῶς συντέτακται, ἁπλοῦν μὲν ὂν, ληφθὲν δὲ ἀντὶ ὑπερθετικοῦ, ἢ ἀλλ' ἀντὶ συγκριτικοῦ. φησὶ γάρ· ἆ δειλὲ ξείνων, ἀντὶ τοῦ δειλαιότερε ἢ δειλαιότατε, ὁποῖόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ, δαιμόνιε ξείνων. ἔχει δέ τι οἴκτου τὸ, ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ' ὅσ' ἀλήθης.

(Vers. 363.) δυσπιστία δὲ λόγου τὸ, ἀλλὰ τάδ' οὐ κατὰ κόσμον ὀίομαι, ἤγουν ἄκοσμα νομίζω, οὐδέ με πείσεις εἰπών· τί σε χρὴ τοῖον ἐόντα μαψιδίως ψεύδεσθαι; ἐγὼ δ' εὖ οἶδα καὶ αὐτός.

(Vers. 365.) Καὶ ὅρα τὸ μαψιδίως ψεύδεσθαι, δηλοῦν ὡς τὸ μὴ μάτην ψεύδεσθαι οὐ πάνυ ψεκτόν.

(Vers. 361.) Ἰστέον δὲ ὅτι τὸ ἆ κλητικὸν ἐπίῤῥημα ὂν, καθὰ καὶ τὸ ὦ, ἔχει πρὸς τῇ κλίσει, ὡς πολλαχοῦ φαίνεται, καί τινα πλείω ἔμφασιν ἐπὶ σχετλιασμῷ ἢ θαύματι κατὰ τοὺς παλαιοὺς ἢ καὶ ἄλλως οἴκτῳ. ὁμοίῳ δέ τινι λόγῳ καὶ τὸ αἲ δυσφορικόν τέ, φασιν, ἐστὶ καί που καὶ μεμπτικὸν, ὡς δηλοῖ καὶ τὸ, αἲ τάλαν, παρὰ τῷ κωμικῷ, εἰ καὶ ὡς ταπολλὰ θρηνητικόν ἐστιν. Ὅτι δὲ τὸ ἆ ψιλούμενον καὶ περισπώμενον καὶ ἀντὶ τοῦ αἴθε λαμβάνεται, δῆλον ἐκ τῶν [78] παλαιῶν, οἳ καὶ χρῆσιν εἰς τοῦτο παράγουσιν.

(Vers. 366.) Ὅτι καθάπερ ἐν Ἰλιάδι καθ' Ὅμηρον ὁ Βελλεροφόντης ἀπήχθετο πᾶσι θεοῖς, οὕτω καὶ Ὀδυσσεὺς ἐνταῦθα κατὰ τὸν Εὔμαιον εἰπόντα· ἐγὼ δ' εὖ οἶδα καὶ αὐτὸς νόστον ἐμοῖο ἄνακτος, ὅτ' ἤχθετο, ἤγουν ὃς ἤχθετο πᾶσι θεοῖς πάγχυ μάλα, ὅ περ ἐκ παραλλήλου δηλοῖ τὸ λίαν. σημεῖον δὲ τοῦ τοιούτου ἔχθους τῷ δούλῳ τὸ ἀκλειῶς ἐκεῖνον Ἁρπυίαις ἀπαχθῆναι. Ἰστέον δὲ ὅτι τὸ ὅτ' ἤχθετο δύναται νοηθῆναι καὶ ἀντὶ τοῦ, ὅτι ἐμισήθη, ὁ νόστος δηλαδὴ ἢ ὁ Ὀδυσσεύς.

(Vers. 372.) Ὅτι ὑπότροπος μὲν ἐν τοῖς ἑξῆς ὁ ὑποστραφεὶς καὶ παλιννοστήσας, ἀπότροπος δὲ ὁ κεχωρισμένος καὶ οἷον ἐξόριστος. φησὶ γὰρ Εὔμαιος τῷ δεσπότῃ· αὐτὰρ ἐγὼ παρ' ὕεσσιν ἀπότροπος, ἐφ' οἷς ἑρμηνεύων τί ἐστι τὸ ἀπότροπος, ἐπάγει· οὐδὲ πόλινδε ἔρχομαι, εἰ μή πού τι ἡ δέσποινα κελεύσει.

(Vers. 375.) εἶτα δηλῶν τὸ ἐν μὲν τοῖς ἄλλοις φύσει φιλοπαθὲς ἑαυτοῦ, ὀκνηρὸν δὲ εἰς τὸ πολυπραγμονεῖν τὰ δεσποτικὰ, φησίν· ἀλλ' οἱ μὲν ἕκαστα παρήμενοι ἐξερέουσι καὶ οἳ, ἄχνυνται περὶ Ὀδυσσέως, τουτέστιν οἱ αὐτῷ φίλοι· καὶ οἳ, χαίρουσι βίοτον νήποινον ἔδοντες, ἤγουν οἱ ἐχθροί. ἀλλ' ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἔρεσθαι.

(Vers. 379.) οὗ καὶ αἰτίαν προσθεὶς ἐπάγει· ἐξ οὗ δή μ' Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ, ὃς δὴ ἄνδρα κτείνας πολλὴν ἐπὶ γαῖαν ἀληθεὶς ἤλυθ' ἐμὸν πρὸς σταθμὸν, ἐγὼ δέ μιν ἀμφαγάπαζον, τουτέστιν ἐφίλουν, ἐφιλοφρονούμην. φῆ δέ μιν οὐκ ἀκοῦσαί που κατὰ σὲ, ἀλλὰ ἐν Κρήτεσι παρ' Ἰδομενῆϊ ἰδέσθαι νῆας ἀκειόμενον, τὰς οἱ ξυνέαξαν ἄελλαι. καὶ φάτ' ἐλεύσασθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην, πολλὰ χρήματ' ἄγοντα σὺν ἀντιθέοις ἑτάροισι. καὶ ὅρα ὡς ἑνὸς πτωχοῦ ψευσαμένου καὶ λυπήσαντος τὸν Εὔμαιον ὑπόπτως ἐκεῖνος ἔχει καὶ πρὸς τοὺς λοιποὺς, καὶ ὅτι καὶ ὁ τοιοῦτος Αἰτωλὸς κατὰ Κρήτην σκηνοβατεῖ τὰ κατ' αὐτὸν ψεύσματα. μή ποτε δὲ καὶ εὐφυῶς καὶ ἀστείως τὸ τοιοῦτον ἐθνικὸν ὁ Αἰτωλὸς, ἐπελέγη ἐκ τῶν ἄλλων ἐθνῶν τῷ ποιητῇ, ἵνα τὸν ἐπαίτην δηλώσῃ. κἀντεῦθεν καὶ ὁ κωμικὸς εἴτε καὶ ἄλλως ἡ παροιμία ὠφέληται εἰπεῖν τὼ μὲν χεῖρ' ἐν Αἰτωλοῖς, ὁ δὲ νοῦς ἐν Κρωπιδῶν. εἶτα κατὰ παραγραμματισμὸν Κλωπιδῶν, ἵνα σκωπτικῶς δηλώσῃ τὸν ταῖς χερσὶ μὲν αἰτοῦντα καὶ οἱονεὶ καὶ αὐτὸν λαλοῦντα ἔμβαλε κυλλῇ, τῷ δὲ νῷ κλέπτοντα. ὅτι δὲ οἱ παλαιοὶ καὶ κατὰ παραγραμματισμὸν τραυλισμοῦ ἐκωμῴδουν, δηλοῖ μὲν καὶ τὸ Κλωπιδῶν. Κρωπιδῶν γὰρ ὤφειλεν εἶναι ὡς ἀπὸ γένους ἢ τόπου. δηλοῖ δὲ παρὰ τῷ αὐτῷ κωμικῷ καὶ τὸ, ὁ λᾶς; θέωλος τὴν κεφαλὴν κόλακος ἔχει. βούλεται μὲν γὰρ δῆθεν Ἀλκιβιάδης ὡς ἐν ὀνείρῳ εἰπεῖν ἐρωτηματικῶς, ὁρᾶς; ὁ Θέωρος τὴν κεφαλὴν κόρακος ἔχει. τραυλίζων δὲ ἐκεῖνος, οὐδὲ γὰρ οὐδὲ τορῶς εἶχε τῆς γλώσσης, φησίν· ὁ λᾶς, τουτέστιν ὁ λίθος, διὰ σκληρότητα καὶ δυσαισθησίαν ὁ θέωλος, τουτέστιν ὃν θεὸς ἐξολέσει, κεφαλὴν κόλακος ἔχει. ἐσκώπτετο γὰρ καὶ ἐπὶ κολακείᾳ ὁ κωμῳδούμενος Θέωρος. οὐ μόνον δὲ ἡ κωμῳδία ἐκπίπτουσά ποτε τῆς τοῦ ἀμεταβόλου ῥῶ κραυγῆς εἰς τὴν κλαγγὴν τοῦ λάμβδα κατολισθαίνει, ἀλλὰ καὶ ὁ ποιητὴς οἶδε τοιοῦτον μεταγραμματισμὸν, οὐ παίζων μέντοι ἀλλὰ σπουδάζων. ἐν γοῦν τοῖς κατὰ Φαίακας εἰπὼν ἐπὶ τοίχων τὸ ἐρηρέδαται ἀπὸ τοῦ ἐρείδω, ἐρήρεισται γὰρ ὁ τοῖχος ἐῤῥοίζησεν οἷον τῷ ἀμεταβόλῳ, ἐληλέδαται εἰπὼν ἀπὸ τοῦ ἐλῶ ἐλάσω, διττὴ γὰρ φέρεται γραφὴ, ἔλιγξε μέν πως τῷ ἤχῳ, γελοῖον δὲ εἶπεν οὐδέν. ὅμοιον δέ τι γίνεται καὶ εἴ τις ἐκ τοῦ κρώζω εἰς τὸ κλώζω καιρίως μεταπέσοι ποτὲ, ἢ ἐκ τοῦ ῥυσόμενος εἰς τὸ λυσόμενος καὶ οὕτω μὲν ταῦτα. Τετραχῶς δὲ λεγομένων τῶν ἐθνικῶν ἀπὸ ἔθνους, ἀπὸ χώρας, ἀπὸ πόλεως, καὶ ἀπὸ βασιλείας, χωρικὸν ἐθνικόν ἐστιν ὁ Αἰτωλός. δύναται δὲ καὶ ἀπὸ ἔθνους λεχθῆναι, καὶ ἀπὸ βασιλείας δὲ, καὶ μὴν καὶ ἀπὸ πόλεως. καὶ χωρικὸν μέν ἐστιν, ὡς ἀπὸ χώρας τῆς τῶν Αἰτωλῶν. ἐθνικὸν δὲ, καθότι ἔθνος τι καὶ οἱ Αἰτωλοί. ἀπὸ βασιλείας δὲ, διὰ τὸν προϋπάρξαντα Αἰτωλόν. οὕτω καὶ ὁ Ἀργεῖος, ἀπὸ βασιλείας τὸ τοιοῦτον ἔχει ἐθνικόν. ὁμοίως καὶ ὁ Ἕλλην καὶ ὁ Δαναὸς καὶ ὁ Ἀχαιὸς, ὃς ὅτι καὶ Ἀχαὸς λέγεται ἐκδρομῇ τοῦ ἰῶτα, ὁμοίως τῷ, παλαιὸς παλαὸς, δηλοῦται ἐν τοῖς παλαιοῖς. διὸ καὶ οἱ λέγοντες Ἀχαιϊκὸν Ἄργος ἢ ἄλλο τι τοιοῦτον διὰ τῆς αι διφθόγγου, καὶ αὖ πάλιν Ἀχαϊκὸν διὰ μόνου τοῦ ἰῶτα ὀρθῶς φράζουσιν, ἐκεῖνο μὲν διὰ τὸν Ἀχαιὸν, τοῦτο δὲ διὰ τὸν Ἀχαόν.

(Vers. 383.) Τὸ δὲ νῆας ἀκειόμενον οὐκ ἐπὶ νεοπαγῶν λέγεται νηῶν. πῶς γὰρ νέαι ἃς ξυνέαξαν ἄελλαι; εἴρηται δὲ ἀντὶ τοῦ, φιλοκαλοῦντα, ἀναῤῥάπτοντα. ὅθεν καὶ ἀκέστριαι αἱ ῥάπτριαι ἢ ἀνυφάντριαι. εἴρηται δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ ἀλλαχοῦ. εἰκὸς δὲ καὶ ἰατρικῶς εἰρῆσθαι τὴν λέξιν πρὸς τὸ πάθος τῶν νεῶν. οὕτω γάρ τις ἀκέσεται νῆας ἃς συνέαξαν ἄελλαι.

(Vers. 384.) Ἐν δὲ τῷ, ἐς θέρος ἢ ἐς ὀπώρην, ὀπώρα, ὡς καὶ ἀλλαχοῦ, ἢ τὸ μεταξὺ θέρους καὶ φθινάδος ὥρας ἢ τὸ μετόπωρον, ὡς καὶ [79] αὐτὸ οἱ παλαιοί φασι. τοῦτο δὲ ἤγουν τὸ εἰς θέρος ἢ εἰς ὀπώραν τὸν Ὀδυσσέα ἐλεύσεσθαι, καὶ τὸ, πολλὰ χρήματ' ἄγοντα, πρὸς τὰ τοῦ ψευδοξένου Ὀδυσσέως εἶπεν ὁ Εὔμαιος. ὃς καὶ αὐτὸς κτήματά τε εἶπε πολλὰ συναγηγερμένα εἶναι τῷ Ὀδυσσεῖ, καὶ καιρὸν ἔθετο τῆς ἐκείνου ἐλεύσεως ἡμέραν τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ' ἱσταμένοιο, μονονουχὶ λέγων ὅτι ὡς ὁ Αἰτωλὸς ἐψεύσατο, οὕτω καὶ σὺ ὁ Κρητικός.

(Vers. 386 sqq.) Ὅτι ὁ μὴ ἀνεχόμενος πλανήτου γέροντος ψευδομένου ἐρεῖ τὸ, καὶ σὺ γέρον πολυπενθὲς, ἐπεὶ σέ μοι ἤγαγε θεὸς, μήτε τί μοι ψεύδεσσι χαρίζεο, μηδέ τι θέλγε, τουτέστιν ἀπάτα. οἱ γὰρ τοὔνεκ' ἐγώ σ' αἰδήσομαι οὐδὲ φιλήσω, ἤγουν ἀμφαγαπάσω, ὡς πρὸ βραχέων εἴρηται, ἀλλὰ τὸν ξένιον δείσας αὐτόν τ' ἐλεαίρων, ἤγουν σέ. ὁ δὲ ξένος εἴ περ ἀληθεύειν θαῤῥεῖ, οὐκ ἂν ὀκνήσοι τοιαῦτα εἰπεῖν· ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος, οἷόν σε οὐδ' ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω, ὅ περ ἑρμηνεία ἐστὶ τοῦ, οὐδ' ὀμόσας ἐπήγαγον. ἀλλ' ἄγε νῦν ῥήτρην ποιησόμεθ'· αὐτὰρ ὕπερθε μάρτυρος ἀμφοτέροισι θεὸς, ὃς Ὄλυμπον ἔχει. δεῖ γὰρ καὶ μαρτύρων τῇ ῥήτρῃ. ἔστι δὲ ῥήτρη συμφωνία καὶ συνθήκη ἐπί τισι ῥητοῖς, ὅ ἐστιν ὡρισμένοις. οἱ μέντοι μετὰ τὸν Ὅμηρον ῥήτρην τὴν δημηγορίαν φασὶ, καθὰ καὶ ὁ Λυκόφρων.

(Vers. 392.) Ἐκ δὲ τοῦ ῥηθέντος ἐπήγαγον καὶ ἐπαγωγὸν παρὰ τοῖς ὕστερον λέγεται τὸ ἐφελκτικὸν καὶ ἡδύ. παθητικῶς δὲ οἱ μεθ' Ὅμηρον ἐπάγεσθαί φασι τὸ ἐφέλκεσθαι καὶ πείθειν.

(Vers. 387.) Τὸ δέ γε μὴ ψεύδεσσι χαρίζεο, ἀκριβῶς ἔχει. πολλαχῶς γὰρ ἔστι χαρίζεσθαι, δώροις, δεξιώσεσιν, ἀληθείαις, ψεύδεσι, καὶ ἑτέροις πολλοῖς.

(Vers. 394.) Τὸ δὲ μάρτυρος ἡ ἀπαθὴς ἀρχὴ τοῦ μάρτυς ἐστὶν, ὡς καὶ ἐν ἄλλοις φαίνεται.

(Vers. 393.) Ὅτι Ὀδυσσεὺς ῥήτρην μετὰ Εὐμαίου, ὡς ἐῤῥέθη, ἐθέλει ποιήσασθαι, ὅ ἐστι κοινότερον εἰπεῖν, στοιχῆσαι, λαβεῖν χλαῖνάν τε χιτῶνά τε καὶ εἰς τὸ Δουλίχιον πεμφθῆναι εἴ περ ἔλθοι Ὀδυσσεύς.

(Vers. 399.) εἰ δέ κέ, φησι, μὴ ἔλθῃσι, δμῶας φησὶν ἐπισσεύσας, τουτέστιν ἐφορμήσας, βαλέειν ἤτοι ῥῖψαι μεγάλης κατὰ πέτρης, ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.

(Vers. 402. sqq.) Εὔμαιος δὲ δυσανασχετήσας πρὸς τὴν τοιαύτην ῥήτρην ξεῖνε, φησὶν, οὕτω γάρ κέν μοι εὐκλείη τ' ἀρετή τε εἴη ἐπ' ἀνθρώπους ἅμ' αὐτίκα καὶ μετόπισθεν, ἤγουν μετέπειτα, ὅς σ' ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα, τὰ εἰς τροφὴν δηλαδὴ καὶ στρωμνὴν, αὖτις δὲ κτείναιμι φίλον τ' ἀπὸ θυμὸν ἑλοίμην, ὃ δὴ ταυτολογικὴ περίφρασίς ἐστι τοῦ κτείναιμι. εἶτα καὶ κόμμα ἠθικῶς ἐπάγων δηλοῦν τὴν ἐντεῦθεν θεομηνίαν φησί· πρόφρων ἂν ἔπειτα λιτοίμην θεὸν, ὅ περ διπλῆν ἔννοιαν ἔχει. ἢ γὰρ λέγει βαρέως καὶ εἰρωνικῶς κατ' ἀντίφρασιν, ὣς οὕτω πρόφρων ἂν εὐξαίμην θεῷ ξενίῳ φονεύσας ξένον, ἢ καὶ ἄλλως κατὰ συναλοιφὴν, ὅτι οὕτως ἂν πρόφρων ἤτοι ἑκούσιος καὶ μετὰ ῥήτρης ἀλιτοίμην ἤγουν ἁμάρτοιμι εἰς θεόν.

(Vers. 403.) Καὶ ὅρα, ὡς οὐ μόνον τῶν αὐτίκα μέλει τῷ δούλῳ εὐγενῶς, ἀλλὰ καὶ τῶν μετέπειτα.

(Vers. 404.) Τὸ δὲ, ὅς σ' ἐπεὶ ἤγαγον, ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ σύνηθες τοιοῦτον· εἴ σε ἀγαγὼν οἴκαδε, εἶτα κτείναιμι.

(Vers. 405.) Ἐν δὲ τῷ, αὖτις δὲ κτείναιμι, περιττὸς ὁ σύνδεσμος ληφθεὶς συνήθως ἀντὶ τοῦ δή.

  

(Vers. 407.) Ὅτι προτρεπτικὸν εἰς δόρπον τὸ, νῦν δ' ὥρη δόρποιο. τάχιστά μοι ἔνδον ἑταῖροι εἶεν, ἵν' ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον. Ἔστι δὲ τὸ, τετυκοίμεθα δόρπον, κατὰ τὸ, τετύκοντό τε δαῖτα.

(Vers. 411.) Ὅτι ἤθεα συῶν λέγει τὰς συνήθεις κοίτας, οἷον, σύας ἕρξαν κατὰ ἤθεα κοιμηθῆναι. γίνεται δὲ τὸ ἕρξαν ἀπὸ τοῦ ἔργω, οὐ τοῦ δηλοῦντος τὸ πράττω, ὃ καὶ τρισυλλάβως ἐέργω λέγεται, ὡς δῆλον ἐκ τοῦ ἔοργα, ἀλλὰ τοῦ σημαίνοντος τὸ ἐγκλείω, ἀφ' οὗ τὸ εἴργω τὸ παρ' Ἀττικοῖς δασυνόμενον, ὡς ἡ εἱρκτὴ δηλοῖ καὶ ἡ κάθειρξις.

(Vers. 412.) λέγει δὲ καὶ κλαγγὴν συῶν τὴν ὀξεῖαν βοήν. ἔφθη δὲ καὶ ἐπὶ κυνῶν τὴν λέξιν εἰπεῖν.

(Vers. 414.) καὶ ἱερεύσειν δὲ τὸ σφάξειν· ἄξεθ' ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω τηλεδαπῷ.

(Vers. 415.) λέγει δὲ καὶ ὀνήσεσθαι τὸ ὠφεληθῆναι ἀπὸ τοῦ φαγεῖν, ἀφ' οὗ καὶ ὄνειαρ τὸ βρῶμα, ὡς καὶ ἀλλαχοῦ· καθ' ἣν ἔννοιαν καὶ ἐν Ἰλιάδι ἐῤῥέθη τὸ, ἔπειτα δὲ αὐτὸς ὀνήσεαι πιών. Ἰστέον δὲ ὅτι τὸ, ἱερεύσω ξείνῳ, δύναται ῥηθῆναι καὶ ἀντὶ τοῦ, θύσω χάριν τοῦ ξείνου.

(Vers. 416.) Ὅτι λόγος ἀνδρῶν πονούντων ἀκερδῶς ἄλλοις τὸ, οἵ περ ὀϊζὺν δὴν ἔχομεν πάσχοντες, ἄλλοι δ' ἡμέτερον κάματον νήποινον ἔδουσιν.

(Vers. 422.) Ὅτι ἐν τῷ ἱερεύεσθαι ὗν μάλα πίονα πενταέτηρον, ὃν ἔστησαν ἐπ' ἐσχάρῃ, συβώτης οὐ λήθετο ἀθανάτων, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν. ἀλλ' ὅ γ' ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν ἀργιόδοντος ὑὸς, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, [80] χάριν προθύματος καὶ ὡς εἰς ἀπαρχὴν θυσίας, ἔτι δὲ ἀναμνήσει τῆς παλαιᾶς ἐκ τριχῶν ἐνδύσεως. καὶ εὔχετο περὶ τοῦ δεσπότου Ὀδυσσέως, κόψε δὲ ἀνασχόμενος σχίζῃ δρυὸς, ἣν λίπε κείων.

(Vers. 426.) τὸν δ' ἔλιπε ψυχὴ, τουτέστι τὸν ὗν. εἶτα διασκευάζων φησί· τοὶ δ' ἔσφαξάν τε καὶ εὗσαν. αἶψα δέ μιν διέχευαν. ὁ δ' ὠμοθετεῖτο συβώτης πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν.

(Vers. 429.) καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, πρὸς ὁλοκαύτωσιν δηλαδὴ, παλύνας ἀκτῇ, ὃ πολλαχοῦ κεῖται, καθὰ καὶ ἑξῆς τὸ, μίστυλλόν τ' ἄρα τ' ἄλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. εἶτα ἐπάγει·

(Vers. 432.) βάλλον δ' εἰν ἐλεοῖσιν ἀολλέα, ὅ περ ἔχει τι παρηχήσεως. ἀν' δὲ συβώτης ἵστατο δαιτρεύσων, περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη, τουτέστι τὰ καθήκοντα ἠπίστατο.

(Vers. 433.) εἶτα ἑρμηνεύων τὸ δαιτρεύσων ἐπάγει· καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων, ἵνα ᾖ δαιτρεύειν τὸ διαμοιρᾶσθαι καὶ δαΐζειν, ἐξ οὗ ὁ δαιτρός· μεθ' ὃ σαφηνίζων τὸ ἕπταχα λέγει τὴν μὲν ἴαν, τουτέστι τὴν μίαν μοῖραν, ἣν κατὰ κοινοῦ ἐκ τοῦ διαμοιρᾶσθαι νοεῖ, Νύμφῃσι καὶ Ἑρμῇ Μαιάδος υἷϊ θῆκεν ἐπευξάμενος. τὰς δ' ἄλλας νεῖμεν ἑκάστοις. νώτοισι δ' Ὀδυσσῆα διηνεκέεσσι γέραιρεν ἀργιόδοντος ὑός. κύδαινε δὲ θυμὸν ἄνακτος. βασιλικὸν γὰρ ἦν ἡ τῶν νώτων παράθεσις, ὡς πολλαχοῦ φαίνεται.

(Vers. 437.) Δῆλον δὲ ὅτι τὸ, νώτοισι δ' Ὀδυσσῆα γέραιρεν, ἐξ Ἰλιάδος παρείλκυσται ἀπὸ τοῦ, νώτοισι δ' Αἴαντα διηνεκέεσι γέραιρεν ὁ ἐκεῖ βασιλεύς.

(Vers. 435.) Δωρεῖται δὲ μοῖραν ὁ Εὔμαιος Νύμφαις μὲν, ἵνα γῆθεν ἀναδιδοῖεν τροφὰς τοῖς ζῴοις, ὡς ἐπιστατοῦσαι κρήναις καὶ ἄλσεσι καὶ ἱεροῖς ποταμοῖς, ὡς προδεδήλωται, Ἑρμῇ δὲ, ὡς καὶ αὐτῷ νομίῳ καὶ αὐξητικῷ τῶν θρεμμάτων, ὃ δὴ καὶ ὁ Ἀπόλλων Ἥλιος ἔχει καὶ αἱ ἀλληγορούμεναι Νύμφαι· ἔτι δὲ καὶ ὡς κερδῴῳ. φέρεται δ' ἐνταῦθα καὶ Σιμωνίδου χρῆσις αὕτη· θύειν Νύμφαις καὶ Μαιάδος τόκῳ, οὗτοι γὰρ ἀνδρῶν αἷμα ἔχουσι ποιμαίνων, ἤγουν οὗτοι φυλάττουσι τὸ ποιμενικὸν γένος, καὶ οἷον ζωοῦσιν αὐτούς. εἰκὸς δὲ καὶ ὡς δολίῳ τῷ Ἑρμῇ μοῖραν πρὸς Εὐμαίου δίδοσθαι διὰ τὸν αὐτῷ φίλτατον δεσπότην Ὀδυσσέα, ὃς αὐχεῖ πᾶσιν ἀνθρώποις μέλειν ἐν δόλοις. ὅθεν ἴσως καί τις αὐτοῦ δοῦλος Δολίος παροξυτόνως ὠνόμαστο, παρονομασθεὶς ἐκ τοῦ φίλου δόλου. ὅτι δὲ Ἑρμοῦ ἐπίθετον ὁ δόλιος, δηλοῖ καὶ ὁ ἱστορήσας, ὅτι μαντευομένῳ τινὶ περὶ σωτηρίας χρησμὸς ἐδόθη θύειν Ἑρμῇ δολίῳ, δηλῶν, ὡς δόλῳ χρὴ σωτηρίαν περιποιήσασθαι. Δῆλον δὲ ὡς ἡ ἐνταῦθα νοουμένη μοῖρα κοινότερον λαλεῖται, οὐ μὴν κατὰ τὴν δαιμονίαν μοῖραν τὴν συστοιχοῦσαν τῇ πεπρωμένῃ καὶ τῇ ἀνάγκῃ, οὐδὲ μὴν κατὰ τὴν ἄλλην, ἣν εἰς ταυτὸν τῇ τύχῃ τιθέντες, εἶτα ὡς μέσην λέξιν ὁμοίως τῇ τύχῃ ἐκ τῶν ἐπαγομένων διευκρινοῦσιν εἴτε ἀγαθή ἐστιν εἴτε φαύλη· ὡς γὰρ τὸν τῆς τύχης δυασμὸν διασαφεῖ ὁ εἰπὼν εὐτυχίαν ἢ δυστυχίαν, τὸ δ' αὐτὸ καὶ ἐπὶ δαίμονος τοῦ κατὰ τύχην, οὕτω ποιεῖ καὶ ἐπὶ μοίρας. οὐκοῦν μοιρηγενὴς παρ' Ὁμήρῳ νοοῖτο ἂν, ὁ μέτοχος μοίρας ἀγαθῆς, διὰ τὴν ἐπαγωγὴν τοῦ ὀλβιόδαιμον· οὗ γὰρ δαίμων ὄλβιος, ἐκείνου τοιαύτη καὶ ἡ μοῖρα καὶ τὸ ἀνάπαλιν. ἐφ' οὗ γὰρ ἐῤῥέθη τὸ, δαίμων ὃς ἔστι σοι βαρὺς, ἐκείνῳ βαρεῖα καὶ ἡ μοῖρα ὡς καὶ ἡ τύχη. ταυτοδύναμα γὰρ παρ' Ἕλλησι μοῖρα δαίμων καὶ τύχη. Μαίας δὲ υἱὸς ὁ Ἑρμῆς διά τε τὸ ἐν ζῴοις θρεπτικὸν καὶ ἐπιμελὲς ὁποία τις καὶ ἡ ἐν ἀνθρώποις μαῖα. καὶ ἀλληγορικῶς δὲ διὰ τὸ τοῦ Ἑρμοῦ λόγου ζητητικὸν καὶ ἐρευνητικόν. οὐχ' ὑποκοριστικὸν δὲ ἡ μαιὰς, ἀλλὰ πρὸς διαστολὴν τῆς ἁπλῶς μαίας, ἵνα μὴ ἐκφωνοῖτο καὶ αὕτη κατ' ἐκείνην. ἴσως δὲ ἀπὸ τῆς τοιαύτης μαίας ἢ μαιάδος καὶ ὁ Εὔμαιος κέκληται. ὡς ἂν τῷ Ἑρμῇ φιλοῖτο οἷα παρωνυμούμενος τῇ μητρί· οὗ ἕκητι καὶ εὐτυχεῖ τὸ ἔργον αὐτῷ.

(Vers. 421.) Ἰστέον δὲ ὅτι τὸ, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν, ἔπαινος εὐσεβείας ἐστίν. ἐξ οὗ ἀνάπαλιν ἔστιν εἰπεῖν, ὡς ὁ μὴ τοιοῦτος οὐ κέχρηται φρεσὶν ἀγαθαῖς.

(Vers. 425.) Τὸ δὲ κόψε σχίζῃ ἀντὶ τοῦ ἔπληξεν, ἔκρουσεν, ὡς ἐπὶ συγχύσει τοῦ ἐγκεφάλου. ἄλλως γὰρ καὶ σφάζεται ὁ τοιοῦτος ὗς. Τὸ δὲ ἀνασχόμενος εὕρηται ἀλλαχοῦ καὶ ἀνασχὼν ἤτοι ἀνατείνας ἢ τὴν σχίζαν ἢ τὴν χεῖρα. Τὸ δὲ ἣν λίπε κείων, ἢ ἀντὶ τοῦ κέων πῦρ κατὰ τοὺς παλαιοὺς, ἐδηλώθη γὰρ ἤδη ὡς καὶ διὰ τοῦ ε γράφεται πρωτότυπον ὂν τοῦ ἑτέρου καίειν ὃ διὰ διφθόγγου γράφεται, ἢ μᾶλλον ἀντὶ τοῦ σχίζων· κέω γὰρ πρωτότυπον, ἀφ' οὗ τὸ κεάζειν καὶ τὸ κέασε καὶ τὸ κεάσας καὶ ὅσα τοιαῦτα. ἐξ αὐτοῦ δὲ τὸ κείω ἐπενθέσει τοῦ ἰῶτα καθ' ὁμοιότητα τοῦ, τελέω τελείω καὶ κέω κείω τὸ κεῖμαι καὶ τῶν ὁμοίων.

(Vers. 427.) Τί δὲ τὸ εὗσαν καὶ τὸ διέχευσαν καὶ τὸ ὠμοθετεῖν, ἐν πολλοῖς ἐδηλώθη. δῆλον δὲ ὡς διχῶς καὶ ὠμοθετεῖν καὶ ὠμοθετεῖσθαι λέγεται, ὡς δηλοῖ νῦν τὸ, ὁ δ' ὠμοθετεῖτο συβώτης, ὅ περ ὅτι καὶ ἀπαρχή τίς ἐστι [81] τῶν τοῦ ἱερείου μελῶν, δηλοῖ τὸ, πάντοθεν ἀρχόμενος μελέων, καὶ μετ' ὀλίγα τὸ, ἄργματα θῦσε θεοῖς. Δῆλον δὲ ὅτι διαχεύεται μὲν ἱερεῖον ἁδρομερῶς, μιστύλλεται δὲ εἰς βραχέα τινα, καὶ ὅτι ἐκ τοῦ τοιούτου διαχεύειν καὶ τὸ διαχέεσθαι εἴρηται παρὰ τοῖς ὕστερον, ὡς τοῦ χαίροντος μὴ ἔχοντος ἑαυτὸν συνάγειν, ἀλλ' ἐκχέοντος εἰς πλατυσμόν.

(Vers. 428.) Τὸ δὲ ἐς πίονα δημὸν, ἔστι μὲν ἑρμηνεία τις ἢ παράφρασις τοῦ, κατά τε κνίσσῃ ἐκάλυψαν. λέγει δὲ δημὸν τὴν κνῖσσαν, τὸν ἐπίπλουν, ὃς κατὰ Ἡρῳδιανὸν εὐανάδοτός ἐστι πρὸς τὴν ὄσφρησιν οὐκ αὐτοτελὴς περιτεθειμένος τοῖς μηρίοις, ἔνθα διαλαμβάνων ἐκεῖνος καὶ περὶ κνίσσης φησὶν ὅτι ὥς περ στῶ στίζω τρῶ τρίζω, οὕτω καὶ κνῶ κνίζω τὸ ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, οὗ μέλλων κνίσω, ἀφ' οὗ ἡ κνῖσα, ἔκτασιν μέν, φησι, λαβοῦσα τοῦ ἰῶτα, δηλοῦσα δὲ τὴν κατ' ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζουσαν. ὁ δ' αὐτὸς ἐκεῖ διασκευάζων καὶ ὡς ταυτόν ἐστι τό, τε ξύειν καὶ τὸ κνεῖν ἤτοι κόπτειν, ἐξ οὗ καὶ τὸ κνίζειν λέγεται, παράγει χρήσεις τοιαύτας. ξύομαι δ' οὐδὲν ἰσχύων, τουτέστι κνῶμαι· καὶ Σώφρων, βαιὰ δ' ἔξυσμαι ἐκ ποδὸς εἰς κεφαλὴν, ἤγουν κέκνησμαι. καὶ ξύσιλον δέ, φησιν, ἀποφαίνεταί τινα ἐκ τοῦ συνεχοῦς ἐν τῷ γήρᾳ κνησμοῦ. φέρει δὲ καὶ Δημοκρίτου χρῆσιν ταύτην· ξυόμενοι ἄνθρωποι ἥδονται, καί σφιν γίνεται ἅ περ τοῖς ἀφροδισιάζουσιν.

(Vers. 427.) Ἰστέον δὲ ὅτι σαφέστερον ἄλλως τὸ ὠμοθετεῖτο πάντοθεν ἀρχόμενος ἐς δημὸν, ἔστι νοῆσαι ὡς ἑρμηνείαν τοῦ ὠμοθετεῖν. δῆλον γὰρ ὡς τὰ ὠμὰ ἐτίθεντο ἐς δημὸν, ἵνα ῥᾷον ἐκκαίοιντο.

(Vers. 429.) Τὸ δὲ ἐν πυρὶ βάλλε παλύνας, τουτέστι λευκάνας καὶ καταπάσας, ἀλφίτου ἀκτῇ, τουτέστι δώρῳ ἢ κλάσματι, ὡς πολλαχοῦ δεδήλωται, δηλοῖ μὲν, ὡς τῶν ἀρτοποιουμένων ἀπήρχοντο ἐν τῷ θύειν. ἀναμιμνήσκει δὲ καὶ ὡς πρὸ τῆς τοῦ λιβανωτοῦ εὑρέσεως εἰς μνήμην τῆς πάλαι διαίτης ἐθυμίων τότε ἀλφίτοις, ἢ καθ' αὑτὰ ἢ μετὰ τῶν ἄλλων ἀπαρχῶν, ἃς ἀπάργματα ἐρεῖ ὁ ποιητής. ἕτεροι δὲ τὸ παλύνας ἀλφίτοις εἶπον ἀντὶ τοῦ μαζοποιήσας καὶ συναναδεύσας τὰ ἄλευρα.

(Vers. 432.) Ἐλεοῖς δὲ ταῖς μαγειρικαῖς λέγει τραπέζαις κατὰ γενὸς ἢ ἀρσενικὸν ἢ καὶ οὐδέτερον, ὡς δηλοῖ παρὰ τῷ κωμικῷ τὸ, κάθελε τοὐλεόν. ἐκ τούτου δὲ, ἐλέατρος παρὰ τοῖς ὕστερον ὁ δαιτρός. ἐδέατρος μέντοι διὰ τοῦ δέλτα ὁ προγεύστης. δῆλον δ' ὅτι ὁ ἐλεὸς καὶ εἰλεὸς λέγεται ἐπενθέσει τοῦ ἰῶτα.

(Vers. 434.) Ἐν δὲ τῷ, ἕπταχα, ὃ γίνεται ἀπὸ τοῦ ἑπταχῇ ὁμοίως τῷ, διχῇ δίχα καὶ τοῖς ἑξῆς, τέτραχα πένταχα ἕξαχα, δηλοῖ τὴν πολλὴν διαφορὰν τοῦ πενταετήρου μάλα πίονος ὑὸς πρὸς τοὺς πρὸ βραχέων σφαγέντας δύο χοίρους. οἱ μὲν γὰρ ὀπτηθέντες παρετέθησαν τῷ Ὀδυσσεῖ, ἀρκέσοντες ἢ μόνῳ αὐτῷ ἢ ἀλλὰ καὶ τῷ Εὐμαίῳ. οὗτος δὲ ὁ πενταέτηρος ἕπταχα μεμοιραμένος ἀρκέσει τῇ μὲν μιᾷ μοίρᾳ πρὸς θυσίαν, ταῖς δὲ λοιπαῖς Ὀδυσσεῖ τε καὶ Εὐμαίῳ καὶ λοιποῖς τέσσαρσιν.

(Vers. 433.) Ὅτι δὲ προϋπάρχει ὥς περ τῆς κοινότερον λεγομένης μοίρας, ἀφ' ἧς τὸ μοιρᾶσθαι, οὕτω καὶ τῆς κατὰ τὴν πεπρωμένην ῥῆμα τὸ μείρω, οὐκ ἔστιν ἀμφιβαλεῖν. ὁμοίως δὲ καὶ τῆς ὁμωνύμου αἴσης προϋπόκειται τὸ δαίω, ἔτι δὲ καὶ τοῦ αἰσίμου. διὸ μετὰ τὸ συβώτης δαιτρεύσων, ὅ περ ἀπὸ τοῦ δαίω γίνεται, ἐπῆκται τὸ, περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη, ταυτὸν δὲ εἰπεῖν, αἴσια καὶ ἐναίσιμα, ἤγουν κατ' αἶσαν, ἧς θέμα τὸ δαίω ἤτοι μερίζω, ὃ δὴ μερίζω ἐκ τοῦ μείρω μερῶ γέγονε κατὰ παραγωγήν.

(Vers. 434.) Ὅτι δὲ τὸ μείρω καὶ ἀμείρω λέγεται πλεονασμῷ ἐθίμῳ τοῦ ἄλφα, Ἡσίοδος ἔδειξεν ἐν τῷ, τρίτην ἀπαμείρεται αἶσαν. ἔνθα φαίνεται καὶ ὅτι συγγενῆ, ὥς περ τὸ ἀπαμείρειν καὶ ἡ αἶσα, οὕτω καὶ τὸ δαίειν καὶ ἡ μοῖρα. χρῆσις δὲ κατὰ τὴν τοῦ Ἡσιόδου καὶ παρ' Ὁμήρῳ ἐν τῷ, ἥμισυ γάρ τ' ἀρετῆς ἀπαμείρεται εὐρύοπα Ζεὺς ἀνδρῶν, οὓς ἂν δὴ καὶ ἑξῆς, ὅ περ σημαίνει ὅτι παρά τισιν ἄλλοις εὕρηται κατ' ἑτεροίαν γραφὴν, ἥμισυ γάρ τε νόου ἀπαμείρεται, ἤγουν τὸ ἥμισυ τῆς φρονήσεως. ὅτι δὲ καθὰ ἐν τῷ ἀμείρεται, οὕτω καὶ ἐν τῷ ἄσταχυς καὶ ἀσταφὶς πλεονασμός ἐστι τοῦ ἄλφα, πολλαχοῦ δεδήλωται.

(Vers. 440.) Ὅτι εὐχή τινος τιμωμένου πρὸς τὸν τιμῶντα τὸ, αἴθ' οὕτως φίλος θεῷ πατρὶ γένοιο ὡς ἐμοὶ, ὅττι με τοῖον ἐόντ' ἀγαθοῖσι γεραίρεις. Ὀδυσσέως δὲ τοῦτο ὑπὲρ Εὐμαίου εὐχὴ, ὃς τὸν δεσπότην νώτοις ὑὸς διηνεκέεσσι γέραιρε. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἰλιάδι κεῖται τὸ, αἴθε οὕτω φίλος Διῒ πατρὶ γένοιτο ὡς ἐμοί· ἀπὸ ἐναντίας μέντοι διαθέσεως. ἄχθεται γὰρ ἐκεῖ κατὰ τοῦ Ἀχιλλέως ὁ τοῦτο λέγων καὶ οὐχ' ὡς ἐνταῦθα εἰς ἀγαθὸν ἐπεύχεται.

(Vers. 443.) Ὅτι εὐνοοῦντος ξενοδόχου λόγος τὸ, ἔσθιε δαιμόνιε ξείνων καὶ τέρπεο τοῖσδε, οἷα πάρεστιν.

(Vers. 444.) εἶτα ἐπιπλέκει γνωμικὸν ὁ τοῦτο παρὰ τῷ ποιητῇ εἰπὼν Εὔμαιος· θεὸς δὲ τὰ μὲν δώσει τὰ δ' ἐάσει, ὅττι κεν ᾧ θυμῷ ἐθέλει, δύναται γὰρ ἅπαντα. [82]

(Vers. 443.) καὶ ὅρα τὸ, δαιμόνιε ξένων, συνταχθὲν ὡς οἷον ὑπερθετικὸν, καθὰ καὶ πρὸ ὀλίγων ἐσημειώθη.

(Vers. 444.) Τὸ δὲ τὰ μὲν δώσει τὰ δ' ἐάσει, γοργῶς μὲν παρισοῦται πρὸς κάλλος. δηλοῖ δὲ τὴν ἐν ἀνθρώποις εὐδαιμονίαν κεκραμένην ἐξ ὧν τε θέλομεν καὶ ἐκ τῶν μὴ τοιούτων, κατὰ τὴν Ὁμηρικὴν δόξαν ἣν ἐν τῇ Ἰλιάδι δεδήλωκε.

(Vers. 445.) Τὸ δὲ, ὃ ἂν ἐθέλει, κατάβασίς ἐστιν ἐκ πληθυντικοῦ εἰς ἑνικὸν συνήθης τῷ ποιητῇ.

(Vers. 446.) Ὅτι τὴν πρὸ βραχέων φρασθεῖσαν σύντομον θυτικὴν διασκευὴν, ἣ τῇ σμικρότητι συνεξομοιοῦτο τῆς θυσίας, εἷς γὰρ ὗς ἱερεύθη, γοργότατα νῦν ἐπιτέμνων ὁ ποιητής φησι περὶ Εὐμαίου οὕτως· ἔφη δή· καὶ ἄργματα, τουτέστιν ὡς ἐῤῥέθη ἀπαρχὰς, ἔθυσε θεοῖς, ἤγουν κατὰ τοὺς παλαιοὺς, ἐθυμίασεν. οὐδέ ποτε γάρ, φασι, παρὰ τῷ ποιητῇ τὸ θῦσαι ἀντὶ τοῦ σφάξαι ἱερεῖον λέγεται. συλλαλεῖ δὲ τούτοις καὶ ὁ γράψας, ὅτι σφάξαι μὲν τὸ ἱερουργῆσαι ζῷον, θῦσαι δὲ τὸ θυμιάσαι. θύη γὰρ τὰ θυμιάματα, ὅθεν καὶ νέφος θυόεν, καὶ κόλπος θυώδης. φέρει δ' ἐκεῖνος καὶ χρῆσιν τοῦ πρώτου μὲν τὸ, ἔσφαξαν καὶ ἔδειραν, τοῦ δευτέρου δὲ τὸ, θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον. ὅτι δὲ τὸ θύειν καὶ ἐπὶ τοῦ θυμιᾶν κεῖται, Θεόκριτος ἐν ταῖς φαρμακευτρίαις δηλοῖ σαφέστατα.

(Vers. 448.) εἶτα εἰπὼν καὶ ὡς ἔσπεισεν αἴθοπα οἶνον, ὅ περ ἐν τῇ πρὸ τούτων διασκευῇ ἐσίγησε, λέγει ὅτι ἕζετο ᾗ παρὰ μοίρῃ ὁ Εὔμαιος ἤγουν παρὰ τῇ ἑαυτοῦ μερίδι.

(Vers. 449.) πλάττει δὲ καὶ Μεσαύλιόν τινα δοῦλον τοῦ Εὐμαίου, ὃν συβώτης φησὶν αὐτὸς ἐκτήσατο πριάμενος ἐκ Ταφίων, οἶος, τουτέστι μόνος καθ' ἑαυτὸν ἀποιχομένοιο ἄνακτος. καὶ ἦν μὲν καὶ τοῦτο ἑρμηνευτικὸν τοῦ οἶος.

(Vers. 451.) ὁ δὲ καὶ σαφέστερον ἐφερμηνεύων ἐπάγει· νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος.

(Vers. 449.) οἰκεῖον δὲ ὄνομα δούλῳ ἀγροίκῳ ἤγουν ἀγροτικῷ τὸ Μεσαύλιος, ἀπὸ τοῦ μέσαυλον, ὅ πέρ ἐστιν ἀγροτικὴ ποιμενικὴ κατοικία, ὡς δηλοῖ καὶ ἡ Ἰλιὰς ἐν τῷ, ὅτε οἱ μέσαυλον ἵκοντο. εἰ δὲ μὴ μόνον δεσποτικοὶ οἰκέται ὑπὸ τῷ Εὐμαίῳ εἰσὶν, ἀλλὰ καὶ δοῦλον αὐτὸς ἰδιόκτητον ἔχει, καλῶς ἄρα ὄρχαμος ἀνδρῶν λέγεται.

(Vers. 452.) οἰκονομικὴ δ' ἐνταῦθα ἡ ἱστορία ὡς τῶν εὐνουστάτων δούλων καὶ πεκουλιαζομένων ἀκωλύτως ὡς ταπολλά. Ληϊστὰς δὲ τοὺς προεγνωσμένους Ταφίους καὶ ἐνταῦθα ὁ ποιητὴς ἱστορεῖ, τυχὸν δὲ καὶ ἄλλως ἐμπορικούς. ἐξ ὧν Εὔμαιος τὸν Μεσαύλιον πρίατο κτεάτεσσιν ἑοῖσιν, ὡς ὁ ποιητής φησι.

(Vers. 456.) λέγει δὲ τοὺς τοιούτους ἀγρότας καὶ μέχρι κόρου νῦν φαγεῖν, εἰπών· οἱ δ' ἐπὶ κοῖτον, ὅ ἐστιν ἐπὶ κοίτην σίτου καὶ κρειῶν, κεκορημένοι ἐσσεύοντο.

(Vers. 457.) Ὅτι καινοποιὸς ὢν Ὅμηρος, ὡς ταπολλὰ, προτίθεται κἀνταῦθα εἰπεῖν τι πλασματικῶς γλαφυρὸν καὶ ἀνέλπιστον. ὑποτίθεται γὰρ νύκτα τυχαίως οὕτω γενέσθαι ψυχρὰν, καὶ οἵαν ἀναγκάσαι τὸν ψευδοπλάνητα τοῦτον ῥιγοῦν.

(Vers. 469.) εἶτα πλάττει καὶ αὐτὸν δεξιῶς ἀναμιμνησκόμενον ἐν τῷ ψύχεσθαι, ὅπως ἐν ὁμοίῳ καιρῷ αὐτὸν ἐν τῇ Τροίᾳ ὁ Ὀδυσσεὺς καταπεπονημένον ὑπὸ ῥίγους εὐμεθόδως ᾠκτίσατο καὶ ἐσκέπασε καὶ ζητοῦντα καὶ νῦν ὅμοιόν τι γενέσθαι εἰς αὐτόν.

(Vers. 460.) ὅ περ ἔσται, εἴ περ αἰδεσθέντες τοῦτον οἱ περὶ τὸν Εὔμαιον δοῖεν παχεῖαν χλαῖναν κατὰ τοῦ χειμῶνος, ὁποία τις ἡ μὴ μόνον ἀλεξήνεμος λεγομένη, ἀλλὰ καὶ χειμάμυνα ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ· ἐκεῖνο μὲν διὰ τὸ ἀλέγειν, ὅ ἐστιν ἀποσοβεῖν τὸν ἄνεμον, τοῦτο δὲ διὰ τὸ ἀμύνειν τὸ χεῖμα, ἃ δὴ τῆς αὐτῆς ἐννοίας εἰσίν.

(Vers. 457.) ἔστι δὲ ἡ Ὁμηρικὴ ἐν τῷ τοιούτῳ πλάσματι φράσις τοιαύτη· νὺξ δ' ἂρ ἐπῆλθε κακὴ σκοτομήνοις. ὗε δ' ἄρα Ζεὺς πάννυχος.

(Vers. 458.) αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος. καὶ τοῦτο μὲν ἔκφρασις κακῆς νυκτός.

(Vers. 459.) τὰ δὲ ἑξῆς ἐν οἷς πειρητίζει τοῦ συβώτου εἴ πως χλαῖναν ποθὲν λάβοι, ἐπεὶ αὐτοῦ κήδετο λίην, τοιαῦτα εἰσί· κέκλυτε νῦν, εὐξάμενός τοι ἔπος ἐρέω. οἶνος γὰρ ἀνώγει ἠλεὸς, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι, καί θ' ἁπαλὸν γελάσαι, καί τ' ὀρχήσασθαι ἀνῆκε, καί τι ἔπος προέηκεν ὅ πέρ τ' ἄῤῥητον ἄμεινον.

(Vers. 467.) εἶτα ἐπεί περ εἰκὸς εἰπεῖν τινὰ ὡς ἐπειδὴ οἶδας μέθης ἀπόβλησιν εἶναι τὸ ῥηθησόμενον σίγησον φησίν· ἀλλ' ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω, τουτέστιν ἐπεὶ τὸ μεῖζον ὡμολόγησα τὸ, οἴνῳ κάτοχος εἶναι κἀκεῖθεν κελεύεσθαι εἰπεῖν, οὐκ ἂν ὀκνήσω οὐδὲ τὸ ἔλαττον.

(Vers. 468.) καὶ εὐθὺς ἐπιφέρει κατὰ ἀσύνδετον σχῆμα, ὁποῖα τινὰ καὶ ἐν Ἰλιάδι κεῖνται, οὕτως· εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, ὡς ὅθ' ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες. ἡγείσθην δ' Ὀδυσσεύς τε καὶ Μενέλαος. τοῖσι δ' ἅμα τρίτος ἦρχον ἐγὼν, αὐτοὶ γὰρ ἄνωγον. ἀλλ' ὅτε δή ῥ' ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος, ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνὰ ἀνδόνακας καὶ ἕλος ὑπὸ τεύχεσι πεπτηῶτες κείμεθα. νὺξ δ' ἂρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,

(Vers. 476.) [83] πηγυλὶς, ἤγουν παγετὸς κατὰ τοὺς παλαιοὺς, ἢ παγετώδης. αὐτὰρ ὕπερθε χιὼν γένετ' ἠΰτε πάχνη ψυχρὴ καὶ σακέεσσι περιτρέφετο κρύσταλλος. ἔνθ' ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας, εὗδον δ' εὔκηλοι σάκεσι σκεπόμενοι. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἔλιπον ἀφραδίαις. ἃς ἑρμηνεύων ἐπάγει· ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης· ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην μετὰ δ' ἄστρα βεβήκει, ὡς καὶ ἀλλαχοῦ κεῖται, καὶ τότ' ἐγὼν Ὀδυσσῆα προσηύδων ἐγγὺς ἐόντα ἀγκῶνι νύξας,

(Vers. 485.) ὁ δ' ἂρ ἐμμαπέως, ἤγουν ταχὺ καὶ ἅμα ἔπει, ὑπάκουσεν, ἤγουν ἁπλῶς ἤκουσε· Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ, οὔ τι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα δάμναται· οὐ γὰρ ἔχω χλαῖναν. παρά μ' ἤπαφε δαίμων οἰοχίτωνα ἔμμεναι. νῦν δ' οὐκέτι φυκτὰ πέλονται. ὣς ἐφάμην. ὁ δ' ἔπειτα νόον σχέθε τόνδ' ἐνὶ θυμῷ, οἷος ἐκεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι. φθεγξάμενος δ' ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε· σίγα νῦν μή τις ἄλλος ἀκούσῃ.

(Vers. 494.) ἦ, τουτέστιν ἔφη, καὶ ἐπ' ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον· κλῦτε φίλοι, θεῖος ἐνύπνιον ἦλθεν ὄνειρος. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν. ἀλλά τις εἴη εἰπεῖν Ἀγαμέμνονι εἰ πλέονας

(Vers. 498.) παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι, ἤγουν ὅπως πλείους σρατιώτας πέμψει ὧδε. καὶ ὁ μὲν οὕτως εἶπε ψευσάμενος ἐν δέοντι στρατηγικῶς. Θόας δὲ ἀνεγερθεὶς

(Vers. 500.) ἀπὸ χλαῖναν θέτο φοινικόεσσαν, ἵνα δηλαδὴ τρέχῃ κοῦφος. βῆ δὲ θέειν ἐπὶ νῆας, ἐγὼ δ' ἐνὶ εἵματι κείμην ἀσπασίως.

(Vers. 502.) φάε δὲ χρυσόθρονος Ἠώς. ὃ δὴ ἰσοδύναμόν ἐστι τῇ πολλαχοῦ κειμένῃ περιφράσει τοῦ, Ἠὼς δ' ἐκ λεχέων καὶ τὰ ἑξῆς. καὶ οὕτω μὲν ἐνταῦθα κατέληξε τὸ διήγημα, αἴνιγμα ὂν εἴτουν αἶνος μεθοδευθεὶς καὶ προτεθεὶς τοῖς περὶ τὸν Εὔμαιον, ἐπὶ ζητήσει ἐπιβλήματος, δι' οὗ τὸ κρύος ἐκφεύξεται, ἵνα δηλαδὴ νοήσωσιν ἐκεῖνοι, ὡς χρὴ καὶ νῦν ὑφ' ἡμῶν ἐπὶ τῷ ξένῳ τούτῳ γενέσθαι ὅ πέρ ποτε καὶ ὁ ἡμέτερος δεσπότης ἐπ' αὐτῷ πεποίηκε. καὶ ἔδει μὲν διὰ τὸν τοῦ αἰνίγματος κανόνα στῆναι τὸν λόγον ἐνταῦθα καὶ μὴ περαιτέρω προελθεῖν, ὡς ἂν ὁ ἀκροατὴς ἀφ' ἑαυτοῦ νοοίη τὸ λεῖπον κατὰ τὸν τοῦ αἴνου νόμον, ὅτι δηλαδὴ καὶ νῦν χειμῶνος ὄντος δέομαι περιβλήματος.

(Vers. 503.) ὁ δὲ διὰ τὸ πρὸς ἀγροίκους λέγειν προστίθησι χάριν σαφηνείας καὶ τὴν ἀξίωσιν τοῦ προβληθέντος αἴνου, εἰπών· ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος.

(Vers. 506.) νῦν δέ μ' ἀτιμάζουσι κακὰ χροῒ εἵματ' ἔχοντα, ὡς δηλονότι τιμηθησόμενος ἂν, εἴ περ καλὰ χροῒ εἵματα ἕστο. τίμιον γὰρ τοῖς πλείοσιν ὁ ὡραϊσμὸς καὶ ἡ κατὰ σῶμα θεραπεία, ὡς καὶ ὁ κατὰ Φαίακας ἔδειξεν Ὀδυσσεύς.

(Vers. 508.) ἀλλ' οὕτω μὲν ὁ Ὀδυσσεὺς ᾐνίξατο δεξιῶς, οὐχ' ἧττον δὲ αὐτοῦ εἰς δεξιότητα καὶ τὸ τοῦ Εὐμαίου, εἰπόντος· ὦ γέρον, αἶνος μέντοι ἀμύμων, ὃν κατέλεξας, οὐδέ τί πω παρὰ μοῖραν, ἤτοι παρὰ τὸ προσῆκον, ἔπος νηκερδὲς ἔειπες. διὸ οὔτ' ἐσθῆτος δεήσῃ οὔτε τινὸς ἄλλου.

(Vers. 511.) ὧν ἐπέοικεν οὐ δέεσθαι δηλαδὴ, οἰκέτην ταλαπείριον ἀντιάσαντα νῦν. αὐτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.

(Vers. 512.) λέγει δὲ ὁ Εὔμαιος ἐπιδεξίως ὡς πρὸς τὸ αἴνιγμα, ὡς νῦν μὲν τεύξῃ ὧν ἐθέλεις, ἕωθεν δὲ τὰ σὰ ἐνδύσῃ αὖθις ῥάκεα. καὶ ὥς περ ἐν Τροίᾳ οὐκ ἐκληρονόμησας τῆς φοινικοέσσης χλαίνης τοῦ Θόαντος, ἀλλ' ἕωθεν ἀπέδωκας αὐτὴν, οὕτω καὶ νῦν οὐ κύριος ἔσῃ τοῦ ἐπιβλήματος, ἀλλὰ τὸ νυκτερινὸν ψύχος φυγὼν ἐσαύριον ἀποδώσεις αὐτό.

(Vers. 516.) καὶ τὴν αἰτίαν ἀποδιδοὺς φησίν· οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες ἐνθάδε ἕννυσθαι, μία δ' οἴη φωτὶ ἑκάστῳ διὰ τὸ ἀπεριουσίαστον καὶ ἀνόσφιστον. διὸ ἔχαιρεν Ὀδυσσεὺς, ὅτι οὕτω κήδεται τῶν ἐκείνου ὁ Εὔμαιος.

(Vers. 508.) Ὅτι δὲ, ὡς ἐῤῥέθη, τὴν τοῦ αἴνου ἀξίωσιν κεκρύφθαι δεῖ καὶ μὴ ἐκφωνεῖσθαι πρὸς λογίους μέντοι ἀκροατὰς, δηλοῖ καὶ Ἡσίοδος, ὃς τῷ παρ' αὐτοῦ πλασθέντι αἴνῳ τῆς ἀηδόνος οὐ προσέθετο τὴν ἀξίωσιν, ἥ τις ἦν, τὸ μὴ δεῖν εἶναι θηριωδῶς τοὺς ἅρπαγας ἐπιφύεσθαι τῷ μουσολήπτῳ ἐκείνῳ ἀοιδῷ, ἀλλὰ σεσίγηκεν, ἀφεὶς νοεῖν ἐκεῖθεν τοὺς ἀκροατὰς ὡς λογίους. αἶνον γάρ, φησιν, ἐρέω βασιλεῦσι φρονέουσι καὶ αὐτοῖς, τουτέστι δυναμένοις νοεῖν ὅ περ αἰνίξομαι. Δῆλον δὲ ὅτι αἶνος παρὰ τοῖς παλαιοῖς οὐ μόνον ἔπαινος, ἐξ οὗ πολύαινος Ὀδυσσεὺς, ὡς αἱ Σειρῆνες εἶπον, ἀλλὰ καὶ λόγος συμβολικὸς ἐκ μύθου ἢ ἱστορίας περιπέτειαν ἔχων παραινετικὴν, ῥητῶς δὲ κατὰ τὸν παλαιὸν εἰπεῖν, λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ὡς εἰρήσεται. διὸ καὶ Ἡσίοδος τὸν περὶ τῆς ἀηδόνος παρ' αὐτῷ λόγον αἶνον, ὡς ἐῤῥέθη, ἐκάλεσε, καὶ Ἀρχίλοχος δέ φησιν, ὅτι αἶνός τις ἀνθρώπων ὁ δ' ὡς ἄρ' ἀλώπηξ ἠδ' ἀετὸς ξυνωνίην ἔμιξαν, ἢ καθ' ἑτέραν γραφὴν, ἔθεντο. Ἔνθα ὅρα τὸ ξυνωνίην παραχθὲν ἐκ τοῦ [84] ξυνὸν, ὅθεν τὸ παρ' Ὁμήρῳ ξυνήϊον, ἵνα ᾖ ξυνωνία ἡ κοινωνία. οὐ δή που γὰρ ὥς περ ἰσωνία ἡ ἴση πράσις παρὰ τοῖς τεχνικοῖς, οὕτω καὶ ξυνωνία ἐνταῦθα ἡ ξύμπρασις. ὁ δὲ τὴν εἰρημένην Ἀρχιλόχειον χρῆσιν παραγαγὼν ἐπαγαγὼν καὶ ἑτέραν ὁμοίαν ἐν ᾗ κεῖται ἡ ἀχνυμένη σκυτάλη τὸ περιᾳδόμενον σκῶμμα ἐπιφέρει· πίθηκος ᾔει θηρίων ἀποκριθεὶς, μοῦνος ἀν' ἐσχατιήν. τῷ δ' ἄρ' ἀλώπηξ κερδαλέη συνήντετο πυκινὸν ἔχουσα νοῦν. καὶ ταῦτα μὲν ἀπὸ ἀλόγων. εἰς δὲ τὸ ἀπὸ φυτῶν συντελεῖ Καλλιμάχου τὸ, ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε μάλῳ ἢ Δάλῳ, τουτέστι Δήλῳ τῇ νήσῳ, δάφνη ἐλαίην καὶ ἑξῆς. καὶ ἔστι, φησὶν, ὁ αἶνος ἡπλωμένη παροιμία, ἥ τις καὶ αὐτὴ ἀποκεφαλαιοῦται μὲν εἴς τινα παραίνεσιν, ἐκδέχεται δέ τι ἔξωθεν ἐπέκεινα τοῦ κειμένου. ὅτι δὲ καὶ γρίφῳ ἔοικεν ὁ τοιοῦτος αἶνος, δῆλον ἐστί. γριφεύεται γάρ πως ὁ αἰνισσόμενος. πρὸς διάφορον δὲ σημασίαν βαρύνεται ὁ τοιοῦτος αἶνος, πρὸς διαστολὴν δηλονότι τοῦ κατ' εὐθεῖαν ὀξυνομένου αἰνοῦ, ἀφ' οὗ ἐπαινὴ Περσεφόνεια. γίνεται γὰρ ὁ μὲν εὐλογητικὸς αἶνος παρὰ τὸ ἰαίνειν ὡς οἷον ἴαινος, ὁ δὲ ῥηθεὶς συμβολικὸς παρὰ τὸ αἰνὸν, ὑποδύσκολος γάρ ἐστιν, ἢ καὶ παρὰ τὸ αἰανόν. σκοτεινὸς γὰρ λόγος ὁ τοιοῦτος αἶνος ἐστὶ καθὰ καὶ πᾶν αἴνιγμα. καὶ ἴσως διὰ τοῦτο Θηβαῖοι τὸν λόχον αἴνιγμα ἔλεγον, ὡς δηλοῖ Παλαίφατος ἐν τῷ περὶ Σφιγγός. βούλονται γὰρ οἱ λοχῶντες κρύπτεσθαι καὶ λανθάνειν, ὡς εἰ καὶ ὑπὸ σκότῳ αἰανῷ ἦσαν. φέρεται δὲ παρὰ τοῖς παλαιοῖς καὶ ὅτι Ἀθηνοκλῆς ἀθετεῖ ἐν τοῖς ῥηθεῖσι τὰ ἔπη, διότι ὁ αἶνος οὐκ ἔχει προσκειμένην καὶ τὴν ἀξίωσιν. καὶ ὅμως ἐγράφη τι ἀνωτέρω εἰς τοῦτο εὔλογον. ἡ γὰρ τῶν ἀκροατῶν ἀγροικία ἠνάγκασεν ἑρμηνευθῆναι τὸν αἶνον τῇ τῆς ἀξιώσεως ἐπιφορᾷ. καὶ οὕτω μὲν ταῦτα. οἷς προσθετέον καὶ ὅτι τετραχῶς παρὰ τοῖς παλαιοῖς ὁ αἶνος. ἔπαινος γάρ, φασι, γνώμη, παροιμία, καὶ πόλις, ἣν ῥαίκηλον ὁ Λυκόφρων καλεῖ.

(Vers. 457.) Νὺξ δὲ γίνεται κατὰ τοὺς παλαιοὺς ἐκ τοῦ νύσσω νύξω ἀποβολῇ τοῦ ω, ἀντιφραστικῶς, φασὶν, ἡ μὴ νύσσουσα εἰς ἔργον, ἀλλὰ μᾶλλον κατατιθεῖσα. ὅθεν καὶ θοὴ νὺξ ἡ καταθετικὴ κατά τινας, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται. ἀπὸ δὲ τοῦ αὐτοῦ, φασὶ, νύξω νὺξ καὶ τὸ κατὰ τοὺς δακτύλους ἔξω σκληρὸν, καὶ πλεονασμῷ τοῦ ο πρὸς διαστολὴν ταυτοφωνίας ὄνυξ. οὕτω καὶ κλῶ κλάζω, ἐξ οὗ ἡ κλαγγή. καὶ αὖ πάλιν κλῶ κλάζω καὶ ὁμοίῳ πλεονασμῷ τοῦ ο ὀκλάζω ἐξ οὗ καὶ δίφρος ὀκλαδίας, καὶ ἐπίῤῥημα δὲ ὀκλὰξ, ὅθεν ὀκλὰξ καθῆσθαι τὸ ἐπὶ γόνυ. Σκοτομήνιος δὲ νὺξ οὐχ' ἁπλῶς ἡ ἀσέληνος ἀλλὰ καθ' ἣν ἡ σελήνη ἀποσκοτοῦται, φασὶν, ἐγγίσασα ἡλίῳ πρὸς σύνοδον ὅτε καὶ μετ' ὀλίγον ἁρπαγιμαία γενομένη ἔνην καὶ νέαν ποιήσει, τοῦ μὲν φθίνοντος μηνὸς κατὰ τὸν ποιητὴν, τοῦ δ' ἱσταμένοιο. ἡ γὰρ τοιαύτη σελήνη διὰ τὴν πρὸς ἥλιον σύνοδον καὶ τὸν ἀέρα μεταβάλλει πρὸς τὸ ταραχωδέστερον, ὅτε καὶ κελαδεινὴ κυρίως ἔστιν ἡ Ἄρτεμις, ὅ ἐστιν ἡ σελήνη. ὅτι δὲ τοιαύτην δεῖ νοεῖν ἄρτι τὴν σκοτομήνιον νύκτα, δηλώσει καὶ ὁ ἐφεξῆς που καιρός. ὑπόκειται γὰρ ἐν τοιαύτῃ τὸν Ὀδυσσέα ἡμέρᾳ ἐκφανθῆναι τοῖς μνηστῆρσι, καθ' ἣν ἡλίῳ συνοδεύουσα σελήνη ποιήσοι ἂν ἔκλειψιν. φανεῖται δὲ ἡ τοιαύτη ἡμέρα μετὰ τρεῖς ἐφεξῆς οἶμαι νύκτας, ὥστε ἡ νὺξ αὕτη ἐγγίζει τῇ συνόδῳ. καὶ κατὰ τοῦτο εἰκότως ἂν εἴη σκοτομήνιος. Ἰστέον δὲ ὅτι τε παρὰ τὸ νύσσω νύξω ἡ νὺξ, ὡς καὶ ἀλλαχοῦ σαφῶς ἐδηλώθη, καὶ ὅτι νὺξ νυχὸς ἡ κλίσις αὐτῆς, ὡς δῆλον ἐκ τοῦ πάννυχος καὶ παννύχιος καὶ εἰνάνυχες. εἰ καὶ πλεονάσαντος τοῦ τ, ὡς καὶ ἐν τῷ γάλακτος καὶ ἄνακτος, ἐτράπη εὐθὺς καὶ τὸ χ εἰς κάππα, ἵνα ψιλὸν ψιλοῦ κανονικῶς ἡγήσηται. καὶ ὅτι ἔοικεν ἡ σκοτομήνιος καὶ σκοτομήνεια γράφεσθαι, ὡς δηλοῖ ὁ γράψας διὰ τὴν σκοτόμαιναν, ὅτι Ἀττικοὶ μὲν καὶ Δωριεῖς σκοτόμαιναν λέγουσιν, Ὅμηρος δὲ σκοτομήνειαν, ὅ περ οὐχ' εὕρηταί που ἀλλαχοῦ κείμενον παρὰ τῷ ποιητῇ. καὶ ἔστιν ἐνταῦθα νοῆσαι ὡς οὐ παρὰ τὸ μαίνεσθαι ἡ σκοτόμαινα γίνεται, ἀλλὰ παρὰ τὸ μὰν μανὸς Δωρικὸν καὶ παρὰ τὸ μάνα ἡ μήνη, σκοτόμανα καὶ πλεονασμῷ τοῦ ἰῶτα, σκοτόμαινα. ἡ δὲ κωμῳδία καὶ σκώπτει διὰ τῆς τοιαύτης λέξεως ἐν τῷ, ὅσσαι σκοτόμαιναι ὅσαι κηλίδες. Σημείωσαι δὲ καὶ ὅτι τὴν τοιαύτην νύκτα, ἴσως δὲ μᾶλλον τὴν ἐφεξῆς ῥηθεῖσαν πηγυλίδα καὶ χιονοβόλον, καὶ κατουλάδα καλεῖσθαι Παυσανίας φησὶν, ὡς κατίλλουσαν καὶ καθείργουσαν, καθὰ καὶ ἐξούλης φησὶ δίκη ἡ τῆς ἐξείρξεως, ἕτεροι δὲ τὴν πανώλεθρον· οὖλον γὰρ τὸ ὀλέθριον· ἢ τὴν ἔχουσαν συστροφὰς ἀνέμων. ἴλλειν γὰρ καὶ τὸ συστρέφειν. ὅθεν καὶ ἰλλὰς παρὰ Ἴωσιν ὁ ἀπὸ λύγου δεσμὸς ἐν Ἰλιάδι, καὶ τὸ, ἰλαδὸν εἰς ἀγορὴν, καὶ οὔλη θρὶξ, ἢ καὶ ἄλλως κατουλὰς νὺξ ἡ ζοφώδης ἀπὸ τῆς κατὰ σῶμα, φασὶν, οὐλῆς. ἀφ' ἧς καὶ ὕπουλος ὁ κακότροπος· μελαντέρα γάρ, φασιν, αὐτὴ, ὡς ἐπιπολύ. Τὸ δὲ ὗε Ζεὺς [85] ἤτοι ἀὴρ ἐντελῶς ἔχει. ὅτε μέντοι καταμόνας κεῖται τὸ ὕειν, ἐλλείπει τότε ὁμοίως τῷ, ἀστράπτει καὶ βροντᾷ καὶ τοῖς τοιούτοις. ἔοικε γοῦν τῷ Ὁμηρικῷ καὶ Ξενοφῶντος ἐν Ἑλληνικοῖς τὸ, γέγονε τόδε τι, ὕοντος πολλοῦ, ἤγουν ὑετοῦ πολλοῦ καταῤῥηγνυμένου. ὅ πέρ ἐστιν ἶσον τῷ, πολλὰ ὕοντος τοῦ Διός. Ζέφυρον δὲ μέγαν τὸν σφοδρὸν λέγει.

(Vers. 463.) Τὸ δὲ ἔφυδρος ἀκόλουθόν ἐστι πρὸς τὸ, ὗε δ' ἄρα Ζεύς. Τὸ δὲ εὐξάμενος προθεωρία τίς ἐστι τοῦ διηγήματος, προεκτεθεῖσα, ὡς αὐχεῖ ὁ ξένος ἐφ' οἷς μέλλει εἰπεῖν. Τὸ δὲ οἶνος γὰρ ἀνάγει, δεσπότην ἐφίστασθαι δηλοῖ τὸν οἶνον τοῖς πολυπόταις, καθάπερ ἀλλαχοῦ καὶ τὴν γαστέρα τοῖς πεινῶσιν ἔφη κελεύειν. διὸ καὶ ἐπήγαγε γνωμικῶς, ὅτι οἶνος ἐφέηκε, τουτέστιν ἐνετείλατο ἢ ἐπετείλατο, οὐ μόνον ἀεῖσαι ἀλλὰ καὶ μάλ' ἀεῖσαι. λάλον γὰρ ὁ οἶνος καὶ ἐπινοητικὸν, ὡς καὶ ὁ κωμικὸς δηλοῖ σαφέστατα. Ἰστέον δὲ ὅτι τὸ πρῶτον οἱ παλαιοὶ, ὡς ἱστορεῖ Παυσανίας, τιμῶντες τὴν εὕρεσιν τοῦ οἴνου, ᾄδειν ἐφεῦρον καὶ τοὺς ἑαυτῶν κωμήτας κακολογεῖν. ὅθεν ἐῤῥέθη καὶ τὸ κωμῳδεῖν, ὅτε καὶ τὴν λυμαινομένην τοῖς ἀμπέλοις αἶγα, φησὶν, ἆθλον τῆς ᾠδῆς προέθεντο. τοὺς δὲ ἀγωνισαμένους τραγῳδοὺς ἐκάλεσαν διὰ τὴν ἐπὶ τράγῳ δηλονότι ᾠδήν. καὶ οἱ νικήσαντες ἐνήλλοντο τῷ ἀσκῷ καὶ ἦν τοῦτο ἀσκωλιάζειν. τοὺς δὲ ὑστέρους, φησὶ, κριθέντας ἤγουν τοὺς ἡττηθέντας ἕτερον ἔδει τράγον ἐπὶ τὴν εἰρημένην χρείαν ἐκδεῖραι καὶ τὸν χορηγὸν αὖθις μισθοῦσθαι τοὺς ἐναλλομένους τῷ ἀσκῷ. τοὺς δὲ νικῶντας μηκέτι τοῦτο πράττειν, ἤγουν μὴ ἀναγκάζεσθαι εἰς τὸ ἐναλλέσθαι, ἀλλὰ ἡσυχάζειν. Ἠλεὸς δὲ οἶνος ὁ ἀλῶν ἤτοι πλανῶν τὸν οὐ πρὸς μέτρον πίνοντα. καὶ ἄλλως δὲ κατὰ τοὺς παλαιοὺς εἰπεῖν ὁ ἠλιθιοποιὸς, καθὰ καὶ δέος χλωρὸν τὸ χλωροὺς ποιοῦν, καὶ ἔρως τυφλὸς ὁ τυφλοποιὸς, καὶ πλοῦτος δειλὸς ὁ τοιούτους ποιῶν τοὺς ἔχοντας. δοκεῖ δὲ ἠλὸς εἶναι τὸ πρωτόθετον, ὡς δῆλον ἐκ τοῦ μαινόμενε φρένας ἠλὲ διέφθορας. καὶ ἔστιν ὡς ἀφνὸς ἀφνεὸς, ἐξ οὗ τὸ, ἀφνεωτέραις χερσὶ παρὰ Σοφοκλεῖ, καὶ συφὸς συφεὸς, οὗ δὴ συφοῦ ἐν χρήσει δοτικὴ πληθυντικῶν τὸ συφοῖσιν, ἔτι δὲ καὶ ὡς ἀδελφὸς ἀδελφεὸς, οὕτω καὶ ἠλὸς ἠλεός.

(Vers. 465.) Ὅρα δὲ καὶ ὅτι τὸ ἧκε μετὰ διαφόρων ἐνταῦθα προθέσεων ἐννοίας διαφόρους ἐχορήγησε· τὸ, ἐφέηκεν ἀεῖσαι, καὶ τὸ, ὀρχήσασθαι ἀνῆκε, καὶ τὸ, ἔπος προέηκε, τὰ καὶ πάρισα, ὧν τὸ μὲν ἐφέηκε καὶ προέηκεν Ἀττικὰ, τὸ δὲ ἀνῆκε κοινόν. Ἰστέον δὲ ὅτι κανόνος ὄντος τοῦ, πᾶς παρακείμενος πλεονοσυλλαβεῖ τοῦ ἐνεστῶτος χωρὶς τῶν ἀπὸ φωνήεντος ἀρχομένων· ἐν ἐκείνοις γὰρ ὁ παρακείμενος μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεστῶτος, οἷον, ἵημι ἧκα· διὸ τοῦ φημὶ οὐκ ἔστι παρακείμενος ὅλως οὐδὲ τοῦ εἰμί· οὐ γὰρ ἔστι μονοσυλλαβῆσαι παρακείμενον· τοιούτου γοῦν ὑποκειμένου κανόνος, ὅμως οἱ Ἀττικοὶ τὸ ἧκα ἕηκα ποιήσαντες ἐν τῷ ξυνέηκε καὶ ἐφέηκεν ἰσοσύλλαβον τῷ ἵημι ἐνεστῶτι τὸν αὐτοῦ ἐποίησαν παρακείμενον. δῆλον δὲ ὅτι ὅθεν τὸ ἐφέηκεν, ἐκεῖθεν γίνεται καὶ ἡ ἐφημοσύνη ὅ πέρ ἐστι κέλευσις, ἐντολὴ, ποιητικώτερον δὲ ἐπιτολή.

(Vers. 466.) Τὸ δὲ ὅ περ ἄῤῥητον ἄμεινον, ἐλλειπτικῶς κεῖται, ἀντὶ τοῦ ὅ περ ἄμεινον ἦν ἄῤῥητον ὂν, ἢ καὶ ἄλλως ὅ περ ἄμεινον ἦν ἄῤῥητον εἶναι. τὸ τοιοῦτον ἔπος ὀρθῶς ἂν τὸ τῶν ὀδόντων ἕρκος λεχθείη ἂν φυγεῖν.

(Vers. 464.) Ὅρα δ' ἐν τῇ εἰρημένῃ γνώμῃ τὸ, μάλ' ἀεῖσαι, ἀπηκριβωμένως λεχθέν. οὐ γὰρ μέμφεται τοῦ ἀείδειν τὸν οἶνον ὁ σοφὸς ἀοιδὸς Ὅμηρος, ἀλλὰ τοῦ μάλα ἀείδειν καὶ πέρα τοῦ μετρίου. συνεπιμεριστέον δὲ τὸ τοιοῦτον μάλα καὶ εἰς τὸ ἁπαλὸν γελάσαι καὶ εἰς τὸ ὀρχήσασθαι. οὐ γὰρ οὕτω, φασὶν, οἶδεν Ὅμηρος τὸν οἶνον ἠλεὸν, ὡς ἠλίθιον καὶ ματαιοποιόν. οὐδ' οὕτως ἀγροῖκος οὐδ' ἐπαρίστερός ἐστιν, ὡς κελεύειν σκυθρωπὸν εἶναι τὸν πίνοντα, μήτε ᾄδοντα μήτε γελῶντα μήτ' εὐρύθμως ποτὲ καὶ πρὸς ὄρχησιν τρεψόμενον, ἀλλ' ᾔδει ἐν ἑκάστῳ τούτων διαφορὰν ποιότητος καὶ ποσότητος. διὸ καὶ κωλύσας τὸ μάλα ἐπὶ τοῦ ᾄδειν καὶ γελᾶν καὶ ὀρχεῖσθαι καὶ τὴν ἐκεῖθεν ἄνανδρόν, φασι, πρόπτωσιν ἐφίησιν ἄλλως αὐτὰ συμμέτρως γίνεσθαι διὰ τοῦ πίνειν Ὁμηρικῶς εἰπεῖν, ὅσον ἤθελε θυμὸς, εἰ καὶ οἱ παρὰ Πλάτωνι οὐχ' οὕτω, φασὶ, πίνουσιν, ἀλλ' ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι, οἳ οὐ μόνον οὐκ ἂν ὀρχεῖσθαι δύναιντο, ἀλλ' ἴσως οὐδὲ ζῆν. εἰς ταῦτα δὲ χρήσιμον καὶ τὸ, κρύψαι πάντα τἄλλα τις δύναιτ' ἂν, πλὴν δυοῖν, οἶνόν τε πίνων εἰς ἔρωτά τ' ἐμπεσών. ἔτι γε μὴν καὶ τὸ τοῦ κωμικοῦ Ἐρίφου, εἰπόντες ὅτι λόγος ἔστ' ἀρχαῖος οὐ κακῶς ἔχων, οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ, πείθειν χορεύειν οὐκ ἐθέλοντας· ἔτι δὲ καὶ τὸ τοῦ Κυθηρίου Φιλοξένου τὸ, εὐρείτας οἶνος πάμφωνος· καὶ μὴν καὶ τὸ, οἶνος δὲ κοκκύζειν τοὺς ὁδοιπόρους ποιεῖ μέλας Σκιάθιος ἶσον ἴσῳ κεκραμένος. ἔστι δὲ Σκιάθιος μὲν ὁ ἀπὸ νήσου Σκιάθου, μέλας δὲ ὁ καὶ αἶθοψ παρ' Ὁμήρῳ. Τὸ δὲ κοκκύζειν [86] κωμικῶς ἀντὶ τοῦ ᾄδειν ἀπὸ τοῦ κόκκυγος. ἶσον δὲ ἴσῳ κεκρᾶσθαι τὸ καὶ παρὰ Ἀριστοφάνει κείμενον. συμφωνεῖ δὲ τῇ Ὁμηρικῇ περὶ οἴνου γνώμῃ καὶ τὸ, ἐπειδὰν δειπνῶμέν που τότε πλεῖστα λαλοῦμεν ἅπαντες. συντελεῖ δέ τι καὶ τὸ, οἶδε Διόνυσος τὸ μεθύσαι μόνον, εἰ δὲ νέον ἢ παλαιὸν οὐ πεφρόντηκε.

(Vers. 468.) Τὸ δὲ ὣς ἡβώοιμι καὶ ἑξῆς, τεθὲν αὖθις μετὰ τὸ πέρας τοῦ διηγήματος κύκλον ποιεῖ μακροαπόδοτον, ὁποῖόν τι καὶ ἐν Ἰλιάδι ἐστί.

(Vers. 469.) Τὸ δὲ ὑπὸ Τροίην ἀκριβῶς πέφρασται. οἱ γὰρ κάτω λοχῶντες περὶ αἰπὺ τεῖχος καλῶς ἂν ὑπὸ Τροίην λόχον ἄγειν λέγοιντο. Τὸ δὲ λόχον ἤγομεν καὶ τὸ ἡγείσθην παρήγαγον τὸν ὕστερον λοχαγόν.

(Vers. 474.) Ὅτι δὲ ἑλώδη τὰ κατωτέρω τῆς Τροίας, ὡμολόγηται. Οἰκεῖον δὲ φυτὸν ἕλεσι καὶ οἱ δόνακες, περὶ ὧν καὶ ἡ Ἰλιὰς δηλοῖ. Δῆλον δὲ καὶ ὡς συνεργάζεταί τι χειμῶνος τῷ κρύει καὶ τὸ ἕλος διὰ τὴν περὶ αὐτὸ ὑγρότητα κρυσταλλουμένην, ὡς εἰκὸς, ἐν δριμύτητι ψύχους. Τοῦ δὲ ὑπὸ τεύχεσι πεπτηῶτες, ἑρμηνεία μετ' ὀλίγα τὸ, σάκεσιν εἰλυμένοι ὤμους.

(Vers. 475.) Τὸ δὲ νὺξ κακὴ Βορέαο πεσόντος πηγυλὶς καὶ τὰ ἑξῆς, αἰθρηγενέτην ὑποβάλλει νοεῖν τὸν Βορέαν, ὡς ψυχροποιὸν, ὅ περ καὶ ἐν ἄλλοις λέλεκται.

(Vers. 476.) Τὸ δὲ χιὼν γένετο ἠΰτε πάχνη, παχυτέραν χιόνος τὴν πάχνην εἶναι δηλοῖ. λεπτὴ γὰρ ἐκείνη, τουτέστιν ἀραιά. κρύσταλλος δέ γε καὶ πάχνης παχύτερος, ὧν πάντων ἐμνήσθη ἐνταῦθα ὁ ποιητής. ὃς καὶ θεὶς ἐν ἄκρῳ στίχου τὸ κρύσταλλος τὴν ἐν δυσὶ λ γραφὴν τῇ λέξει δέδωκε.

(Vers. 477.) Τὸ δὲ περιτρέφετο ἀντὶ τοῦ πέριξ ἐπήγνυτο, ἐπαγετοῦτο, συνίστατο, ἐστερεοῦτο. ὅθεν καὶ τροφὴ, ἡ συμπηγνῦσα καὶ στερεοῦσα τὸ σῶμα. οὕτω δὲ καὶ γάλα θρέψας Κύκλωψ τυροποιεῖται.

(Vers. 481.) Τὸ δὲ ἐφάμην ἐκ τοῦ φημὶ ὂν, ἀναλόγως συστέλλει τὴν παραλήγουσαν. τὰ γὰρ τοιαῦτα εἰς μι, βραχύνουσι καθ' Ἡρακλείδην τὸ παρατέλευτον φωνῆεν, ὃ ἐμήκυνεν ὁ ἐνεστώς. ὡς γὰρ δίδωμι ἐδιδόμην ἐτιθέμην ἐκιρνάμην, οὕτω φημὶ ἐφάμην. τὸ ἤμην, φησὶν, οὐ τοιοῦτον. ἐχρῆν γὰρ ἀπὸ τοῦ εἰμὶ ἔμην εἶναι παραιρεθέντος τοῦ ἰῶτα, οἷα, φησὶ, τῆς ει χεροκοπουμένης τῷ ἰῶτα καὶ μὴ ἄλλως τῶν διφθόγγων βραχυνομένων, εἰ μὴ θάτερον περιαιρεθῇ φωνῆεν, εἶτα καὶ ἄλλως ἡμαρτῆσθαι δείξας τὸ ἤμην, καὶ εἰπὼν μὴ χρῆναι τοῦ ἤμην τὸ δεύτερον ἦς εἶναι ἀλλὰ ἦσο καὶ προσθεὶς ὅτι Ὅμηρος τοῦτο εἰδὼς γράφει ἐκεῖθεν προστακτικὸν τὸ ἔσσο διὰ δύο σίγμα, ἐπιφέρει ὅτι ἐκ περιουσίας ἔστι καὶ περὶ τούτου εἰπεῖν, ὡς ἡμάρτηται καὶ αὐτό. καὶ γάρ, φησι, τῶν εἰς ο τοιούτων ῥημάτων οὐ διπλάζεται τὸ σίγμα διαλέκτῳ. οὐδεὶς γοῦν μὴ εἴπῃ τὸ, φάσο φάσσο, οὐδ' ἄλλο τι τῶν ὁμοίων. οὕτω δὲ πολύνους ὢν ὁ Ἡρακλείδης κατασκευάζει καὶ ὡς οὐκ ἔστι τὸ φήσω ἐκ τοῦ φημὶ εἶναι, ἀλλ' ἐκ τοῦ φῶ. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ῥιγῶσαι κατὰ τρίτην συζυγίαν λέγεται παρὰ τῷ ποιητῇ καὶ τοῖς μετ' αὐτὸν ἐπὶ ψύχους. ἐπὶ μέντοι φόβου ῥιγῶ ῥιγήσω λέγεται, ἀφ' οὗ καὶ τὸ ῥιγηλόν.

(Vers. 482.) Ζῶμα δὲ φαεινὸν τὸν χιτῶνα δοκεῖ λέγειν, καθὰ μετ' ὀλίγα δηλοῖ τὸ, οὐ γὰρ ἔχω χλαῖναν ἀλλ' ἐκ δαίμονος οἰοχίτων εἰμὶ, τουτέστι, μόνον ἔχω χιτῶνα. ταυτὸν δὲ ἂν εἴη καὶ ζῶμα εἰπεῖν. καὶ σημείωσαι τοῦτο εἰς τὰ τῆς Ναυσικάας ζώματα. ἴσως δὲ πρὸς διαστολὴν χλαίνης λέγεται ζῶμα ὁ χιτὼν, οἷα ζωνύμενος. χλαῖνα γὰρ οὐ ζώνυται. ὅτι δὲ ζώνυται ὁ χιτὼν, δηλοῖ τὸ, ζωστῆρι συνέεργε χιτῶνα, ὡς εἶναι ζωστῆρα μὲν καὶ ζωνύντα, ζῶμα δὲ τὸν ζωνύμενον χιτῶνα.

(Vers. 485.) Τὸ δὲ ἀγκῶνι νύξας, ἐμφαίνει μὴ δύνασθαι λαλεῖν πολλὰ τὸν τοῦτο ποιήσαντα. διὸ καὶ τῷ ἀγκῶνι χρᾶται εἰς ἐπιστροφὴν τοῦ ἀκούοντος.

(Vers. 485.) δηλοῖ δὲ τοῦτο καὶ τὸ, οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι. ὅθεν καὶ κομματικῶς λαλεῖ, ὡς μὴ δυνάμενος ἀποτάδην προάγειν φωνήν. Τὸ δὲ οὔτοι ἔτι ζωοῖσι μετέσσομαι ἀλλά με χεῖμα δάμναται, ἄνδρα φράζει πάνυ ῥιγοῦντα.

(Vers. 489.) Τὸ δὲ οὐκέτι φυκτὰ πέλονται καὶ εἰς παροιμίαν κεῖται ἐπὶ ἀφύκτων κακῶν.

(Vers. 490.) Τὸ δὲ νόον σχέθεν ἀντὶ τοῦ ἔκρυψε τὸν μυστηριώδη λόγον κατὰ νοῦν.

(Vers. 491.) Τὸ δὲ οἷον ἐκεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι, ἔπαινός ἐστι πρακτικοῦ τε καὶ δαΐφρονος ἀνδρός. γράφεται δὲ καὶ οἷος ἐκεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε. ὀλίγην δὲ ὄπα τὴν ἠρεμαίαν λέγει καὶ μικράν.

(Vers. 495.) Ὁ δὲ κατὰ τὸν ὄνειρον στίχος καὶ ἀλλαχοῦ γέγραπται. οὐ φράζεται δὲ ὁ ὄνειρος διὰ τὸ μὴ ἀναγκαῖον εἶναι τοῦτο. ἐμφαίνει δὲ ὅμως ὁ ποιητὴς δύνασθαι καὶ ὄνειρον ἐνταῦθα διασκευάσαι. Τὸ δὲ ἐπ' ἀγκῶνος κεφαλὴν σχέθεν ὅμοιον, ὡς εἰ καί τις εἴποι ἐπὶ θεμελίῳ εἶναι ὄροφον. ὡς γὰρ ἐκεῖ σιγῶνται οἱ τοῖχοι, οὕτω καὶ ἐνταῦθα ὁ πῆχυς.

(Vers. 496.) Τὸ δὲ ἀλλά τις εἴη εἰπεῖν Ἀγαμέμνονι, οὐ μόνον ἀντὶ τοῦ ὑπάρχοι κεῖται, ἀλλὰ καὶ μόνον ἀντὶ τοῦ πορεύοιτο, ὡς ἀπὸ τοῦ εἴω ἐνεστῶτος· ὅθεν καὶ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη, καὶ ᾔει ἀντὶ [87] τοῦ ἦλθε, καὶ ἰὼν μετοχή.

(Vers. 500.) Τὸ δὲ χλαῖναν φοινικόεσσαν δηλοῖ, ὡς καὶ ἐν Ἰλιάδι ἐφάνη, χρηστὰ ἐν πολέμῳ εἶναι τὰ τοιαῦτα φορήματα κατὰ ἔθος Λακωνικὸν, ὡς ἂν ἐν μάχαις ὑποκλέπτοιτο ἡ τοῦ αἵματος ῥύσις διὰ τῆς ὁμοχρόου ἐνδύσεως.

(Vers. 502.) Τὸ δὲ φάε χρυσόθρονος Ἠὼς ἤτοι ἔλαμπε, πρωτότυπόν ἐστι τοῦ φαέθειν καὶ τοῦ κατὰ τὸν Ἥλιον Φαέθοντος.

(Vers. 505.) Τὸ δὲ ἀμφότερον φιλότητι καὶ αἰδοῖ φωτὸς, σχῆμα ἐστὶ φιλητὸν Ὁμήρῳ, ὅμοιον τῷ, ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητὴς, καὶ τοῖς τοιούτοις. ἐπιμαρτύρεται δὲ καὶ τῇ ἀρετῇ τὸ φίλιόν τε καὶ αἰδοῦς ἄξιον, εἴ γε ὁ ξένος ἡβῶν καὶ βίαν ἔχων φιλότητός τε ἂν καὶ αἰδοῦς ἠξίωτο. Τὸ δὲ ἑῆος τουτέστιν ἀγαθοῦ, γίνεται μὲν, ἀπὸ τοῦ ἠὺς ἠέος, κατὰ μετάθεσιν, ἀφίλητον δέ ἐστι πεζογραφοῦντι ῥήτορι.

(Vers. 509.) Τὸ δὲ οὐ παρὰ μοῖραν, ἀντὶ τοῦ οὐ παρὰ τὸ καθῆκον. ἐξ ἧς μοίρας καὶ μεμψίμοιρος ὁ μεμφόμενος τὸ προσῆκον. Τὸ δὲ οὐ νηκερδὲς ἔειπες, κερδαλεόφρονα τὸν ξένον ὑποδείκνυσι. τοιοῦτος γὰρ ὁ μὴ ἀκερδῆ λαλῶν. κερδαίνει δὴ καὶ αὐτὸς τὸ χλαῖναν ἐπὶ σκέπῃ λαβεῖν.

(Vers. 512.) Τὸ δὲ ῥάκεα δνοπαλίξεις, ἀντὶ τοῦ ταῖς χερσὶν ἕξεις, ταῖς παλάμαις δονήσεις ἢ δινήσεις, οἷα συῤῥάπτων ἢ καὶ ἄλλως μεταχειριζόμενος καὶ καλύπτων τάδε ἢ ἐκεῖνα μέρη σώματος, τὰ γυμνὰ δηλαδὴ, διὰ τὸ διεῤῥωγότα εἶναι τὰ ῥάκεα. καὶ ἔστι δνοπαλίζειν, ὡς εἰπεῖν, τὸ δονοπάλλειν ἢ δονοπαλαμίζειν. ἅπαξ δὲ ἡ λέξις ἐν Ὀδυσσείᾳ εἴρηται, οὕτω δὲ καὶ ἐν Ἰλιάδι ἐν τῷ, ἀνὴρ ἄνδρα ἐδνοπάλιζεν. ἐν δὲ ῥητορικῷ λεξικῷ γράφεται, δνοπαλίζειν, τὸ κεντεῖν, ταράσσειν, ἐκτινάσσειν, σείειν. ἔστι δὲ ὅτε καὶ κτείνειν καὶ πολεμεῖν. Ἰστέον δὲ ὅτι δεξιῶς πλάττεται μεθ' ἡμέραν αὖθις ἐξαλλαγῆναι τῷ Ὀδυσσεῖ τὰ εἵματα. χρὴ γὰρ αὐτὸν ῥάκεα φοροῦντα εἰς Ἰθάκην ἐλθεῖν. Ἔτι ἰστέον καὶ ὅτι κατὰ τὴν τεχνικὴν παράδοσιν οὐ ταυτὸν, ῥάκος εἰπεῖν καὶ τρίβωνα. τοῦτο γὰρ ἀκυρολεξίας. ἔστι δέ, φασι, ῥάκος μὲν τὸ διεῤῥωγὸς, τρίβων δὲ τὸ ἀποβεβληκὸς τὰς κροκύδας, εἴτουν κρόκας. ὃ καὶ στημονίζων οἱ ἰδιῶται φασίν. καὶ ἔστι τούτου μὲν ἀρχὴ ἡ ἐκ τοῦ τρίβω τριβή. παρώνυμον γὰρ ὁ τρίβων. οὗ ὑποκοριστικὸν τὸ τριβώνιον. τοῦ δὲ ῥάκους προϋπόκειται τὸ ῥέσσω καὶ ὁ ἐκεῖθεν ἐνεργητικὸς παρακείμενος.

(Vers. 513.) Ἐπημοιβοὶ δὲ χιτῶνες οἱ περιττεύοντες, ὥστε χειμῶνος ἢ ἄλλως ἐπί τινι χρείᾳ μεταλαμβάνειν αὐτοὺς, ὁποῖα παρὰ Φαίαξι τὰ κατὰ τρυφὴν ἐξημοιβὰ εἵματα, παρ' οἷς καὶ τὰ θερμὰ λοετρὰ καὶ τὸ τρυφερὸν τῆς εὐνῆς. εἴη δ' ἂν κατὰ τοὺς ἐπημοιβοὺς χιτῶνας καὶ τὰ ἐξημοιβὰ εἵματα καὶ ἡ αὐτίκα δηλωθησομένη ἀμοιβὰς χλαῖνα.

(Vers. 514.) Τὸ δὲ μία δ' οἴη φωτὶ ἑκάστῳ βίον δηλοῖ ἀγροτικὸν ἀπέριττον. διὸ οὐδ' ἠρκέσθη μία εἰπεῖν, ἀλλὰ προσέθετο καὶ τὸ οἴη, ὃ δὴ πολλαχοῦ ταυτὸν δύναται τῷ μία. καὶ οὕτω μὲν ἀγροτικὸν τὸ μονόχλαινον καὶ ὁ εἷς χιτὼν, ἀστικὸν δὲ τὸ ἀνάπαλιν.

(Vers. 515.) Τηλέμαχος οὖν χλαῖνάν τε καὶ λοιπὰ εἵματα δοὺς τῷ ξένῳ κατὰ τὸν Εὐμαίου λόγον πέμψει ὅπῃ ἐθέλει. Δῆλον δὲ ὅτι φιλοξένου ἀνδρὸς ἔνδειξις τὸ, αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει, πέμψει δ' ὅπῃ σε κραδίη θυμός τε κελεύει.

(Vers. 518.) Ὅτι κηδόμενος ὁ καλὸς Εὔμαιος τοῦ πλανήτου δεσπότου τίθει ἄρα οἱ πυρὸς ἐγγὺς εὐνὴν διὰ τὸ ῥιγοῦν, ἐν δ' οἰῶν τε καὶ αἰγῶν δέρματ' ἔβαλλεν. ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ πυκνὴν καὶ μεγάλην,

(Vers. 521.) ἥ οἱ παρεκέσκετο ἤτοι παρέκειτο ἢ παρεχέσκετο ἤγουν παρείχετο ἀμοιβὰς, τουτέστι πρὸς ἀμοιβήν.

(Vers. 522.) ὃ ἑρμηνεύων ἐπάγει· ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο. εἰκὸς γὰρ τὸν ὄρχαμον ἀνδρῶν Εὔμαιον καὶ ἀμοιβάδα χλαῖναν ἔχειν, οὐχ' ὥστε δύο χλαίνας φορεῖν, ἀλλ' ἵνα χειμῶνος ἐπιγενομένου ἀμείβων ὡς καὶ πυκνοτέραν καὶ μεγάλην χροῖτο αὐτῇ, πυκνῇ μὲν οὔσῃ διὰ τὸ ψύχος, μεγάλῃ δὲ, ἵνα σκέπῃ τὸν ὅλον Εὔμαιον. διὸ ἡ μετ' ὀλίγα φορουμένη χλαῖνα ἔξω ἐν αἰθρίᾳ μάλα μὲν πυκνὴ, οὐ μεγάλη δέ.

(Vers. 523.) Ἐνταῦθα δὲ ὅρα καὶ ὡς εἰπὼν ἔνθ' Ὀδυσσεὺς κατέλεκτο ἐπάγει· ὣς ὁ μὲν ἔνθ' Ὀδυσσεὺς κοιμήσατο, ὡς ἢ ἄμφω ταυτὰ εἶναι ἢ τὸ μὲν κατέλεκτο ἐπὶ ἀνακλίσεως, τὸ δὲ ἕτερον ἐπὶ ὕπνου.

(Vers. 526.) Ὅτι παιδεύων ὁ ποιητὴς τὸ πλεῖον τῆς κατὰ βίον σπουδῆς χρῆναι τῶν ὑπερεχόντων εἶναι πλάττει ἐνταῦθα τὸν ὄρχαμον Εὔμαιον ἐν τῷ τοὺς ἄλλους ἔσω κοιμᾶσθαι διὰ τὴν σκοτομήνιον καὶ κακὴν νύκτα ἔξω κοιμώμενον αὐτὸν ἔνοπλον πρὸς τοῖς βοσκήμασιν ἐπὶ φυλακῇ. ὃ καὶ βλέπων Ὀδυσσεὺς χαίρει. φησὶ γοῦν ὡς οἱ μὲν ἄλλοι ἄνδρες νεανίαι ἔσω παρὰ τὸν ξένον ἤγουν ἐγγὺς τοῦ ξένου κοιμήσαντο, οἷα δι' ἡμέρας καμόντες ἔξω, οὐδὲ συβώτῃ ἥνδανεν αὐτόθι κοῖτος ὑῶν ἄπο κοιμηθῆναι. ἀλλ' ὅ γ' ἂρ ἔξω ἰὼν ὡπλίζετο, χαῖρε δ' Ὀδυσσεὺς ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος. εἶτα ἑρμηνεύων τὸ ὡπλίζετο φησί· πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς [88] βάλετ' ὤμοις, ἀμφὶ δὲ χλαῖναν ἑέσσατο ἀλεξάνεμον, ὡς προεῤῥέθη, μάλα πυκνήν. ἂν δὲ νάκην ἕλετο, ἤγουν ἀνείλετο, δέρμα αἰγὸς ἐϋτρεφέος μεγάλοιο, ἕτερα ταῦτα ὅπλα κατὰ χειμῶνος. εἵλετο δ' ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν. βῆ δ' ἴμεναι κείων ἤγουν κοιμηθησόμενος, ὅθι περ σύες ἀργιόδοντες πέτρῃ ὑπὸ γλαφυρῇ εὗδον Βορέω ὑπ' ἰωγῇ, τουτέστι σκέπῃ. ἔνθα ὁ Βορέας ἰὼν ἄγνυται καὶ οὐ δίεισιν ἐνδοτέρω. κεῖται δὲ ἡ λέξις καὶ ἐν τοῖς πρὸ τούτων. καὶ ἔχει ὁμοίαν αὐτῇ τὴν κυματωγὴν, ὡς προδεδήλωται.

(Vers. 526.) Ὅρα δὲ τὸ ὡπλίζετο λεχθὲν μὲν καὶ νῦν συνήθως ἀντὶ τοῦ ἡτοιμάζετο. κατὰ συμβεβηκὸς δὲ εὑρεθὲν ἐνταῦθα καὶ ἐπὶ στρατιωτικῆς ὁπλίσεως· τοιοῦτον γὰρ τὸ περιθέσθαι ξίφος καὶ ὀξὺν ἄκοντα ἑλέσθαι.

(Vers. 529.) Ἀλεξάνεμος δὲ, ἡ ὡς ἐῤῥέθη, ἀλέγουσα ἤτοι ἀποσοβοῦσα τὸ ἐξ ἀνέμων ψύχος, ἢ βοηθοῦσα κατὰ ἀνέμων. κεφαλαιωτέον δ' ἐνταῦθα χάριν ἀναμνήσεως, ὡς πρὸς ὁμοιότητα τοῦ ἀλεξάνεμος χιτὼν ἐῤῥέθη καὶ νειὸς ἀλεξιάρη ἡ παρὰ Ἡσιόδῳ, καὶ ἀλεξίκακος ὁ κατὰ μετάληψιν καὶ κηραμύντης παρὰ Λυκόφρονι, ἔτι δὲ καὶ ὁ ἐν ἐπιγράμματι ἀλεξιβέλεμνος χιτὼν, ὃς ἔστι θώραξ πολεμικός. τοιαύτης δὲ συνθετικῆς δυνάμεως καὶ τὸ ἀλεξιφάρμακον καὶ τὸ ἀλεξίλογον, οἷον, Φοίνικες δ' εὗρον γράμματα ἀλεξίλογα, φορτηγοὺς δ' ἀκάτους Κάρες ἁλὸς ταμίαι. εἶεν δ' ἂν ἀλεξίλογα γράμματα ἢ τὰ ἀλέγοντα ἤγουν βοηθοῦντα εἰς λόγον, ἢ δι' ὧν ἀποσοβεῖται τὸ πλείω λέγειν.

(Vers. 530.) Ἡ δὲ νάκη καὶ νάκος λέγεται ὁμοίως τῷ, νάπη νάπος καὶ βλάβη βλάβος, ὡς τὸ, σὺ δ' ἐπιτήρει τὸ βλάβος, καὶ δίψα δίψος, καὶ νείκη νεῖκος ἡ φιλονεικία· ἐκ δὲ τοῦ νάκος καὶ νακοτίλλαι οἱ τίλλοντες τὰ κώδια, ὥς φασιν οἱ παλαιοὶ, προφέροντες καὶ χρῆσιν τοῦ νάκους τὸ, βοέην καὶ νάκος. λέγεται δέ, φασι, νάκη ὡς οἱονεὶ ἀνάκη, ἐφ' οἷς ἀνέκειντο ὑπνοῦντες. ὁ μέντοι Εὔμαιος ἄλλως, φασὶν, ἔχει τὴν νάκην ἤτοι τὸ αἴγειον δέρμα· ἐπὶ φορήματι γὰρ, ὡς καὶ εἴ τις ἀνάψοιτο λεοντῆν ἢ παρδαλέην ἢ λυκέην. διὸ καὶ εὐτρεφοῦς ἦν αἰγὸς, ὡς ἂν εἴη καὶ αὐτὴ ἀλεξάνεμος. Τὸ δὲ μεγάλοιο δείκνυσιν ὡς ἀρσενικῶς ἐῤῥέθη ὁ αἴξ.

(Vers. 531.) Ὀξὺν δὲ ἄκοντα πρὸς σαφήνειαν λέγει, ἔτι δὲ καὶ πρὸς διαστολὴν τῆς ἄκων ἄκοντος μετοχῆς, ἥτις καὶ ἐκτείνει τὴν ἄρχουσαν ὡς συναιρεθεῖσα ἐκ τοῦ ἀέκων ἀέκοντος. ὁ μέντοι ἄκων τὸ ὅπλον συστέλλεται παρὰ τὴν ἀκὴν, ὃ δηλοῖ τὴν ὀξύτητα, δι' ἣν καὶ ὀξὺς λέγεται τρόπῳ ἐτυμολογικῷ. Κυνῶν δὲ ἀλκτῆρα οὐ τῶν οἰκείων λέγει. οὐ γὰρ ἂν ἀλάλκοι τοὺς ἑαυτοῦ, εἰ μὴ ἄρα μαίνοιντο κατὰ τοὺς τοῦ Ἀκταίωνος, ἀλλ' εἴ που, ἀλλοτρίοις ποτέ τις περιτύχοι τὸν τοιοῦτον κρατῶν ἄκοντα.

(Vers. 533.) Γλαφυρὴ δὲ νῦν πλάττεται πέτρα εἰς ὑποδοχήν τινα τοῦ Εὐμαίου, ἵνα μὴ αἴθριος βρέχοιτο καὶ ψυχρῷ Βοῤῥᾷ καταπνέοιτο. εἰκὸς δὲ καὶ σπηλαιώδη τετυχηκέναι πέτραν ἐκεῖ ὑποδεχομένην καὶ σύας. Τὸ δὲ Βορέω ἐκ τοῦ Βορέας Βορέου Βορέεω συγκέκοπται, ὁμοίως τῷ Ἑρμείω, καὶ εὐμελίω Πριάμου, καὶ τοῖς τοιούτοις.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ο. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Τηλέμαχον Ἀθηνᾶ ὄναρ ἐπιστᾶσα εἰς Ἰθάκην ἐπανελθεῖν προτρέπεται, ὃς δῶρα παρὰ Μενελάου λαβὼν πέμπεται, καὶ ἐμβαίνειν μέλλων εἰς τὴν ναῦν Θεοκλύμενόν τινα Ἀργεῖον μάντιν ἀναλαμβάνει ἐπὶ φόνῳ φεύγοντα. καὶ Εὔμαιος Ὀδυσσεῖ διηγεῖται, ὡς Φοίνικες αὐτὸν ληϊσάμενοι ἐκ Συρίας νήσου ἀπέδοντο Λαέρτῃ. καὶ ἡ Τηλεμάχου ναῦς κατάγεται εἰς Ἰθάκην, καὶ ταύτην εἰς ἄστυ ἀποπέμψας αὐτὸς πρὸς Εὔμαιον ἔρχεται.

ΟΔΥΣΣΕΙΑΣ Ο. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ πλάττει τὴν Ἀθηνᾶν ὁ ποιητὴς ἀγχοῦ ἱσταμένην τῷ Τηλεμάχῳ καὶ τὰ ποιητέα ὑποτιθεμένην. ἅ πέρ εἰσι τό, τε εἰς Ἰθάκην ἐπανελθεῖν, διὸ καὶ Τηλεμάχου ἐπάνοδος αὕτη ἐπιγράφεται, καὶ τὸ τοὺς μνηστῆρας ἐλλοχῶντας φυλάξεσθαι, καὶ τὸ εἰς τὸν Εὔμαιον ἀπελθεῖν. ὃ μάλιστα τῇ Ὁμηρικῇ χρησιμεύσει πλάσει πρὸς τὸν τοῦ Ὀδυσσέως ἀναγνωρισμόν. φρονεῖ γὰρ, ὡς εἰκὸς, ὁ Τηλέμαχος [89] ἐκ τῆς κατ' αὐτὸν Ἀθηνᾶς, καιρὸν εἶναι ἤδη τοῦ ἐπανελθεῖν αὐτὸν, μὴ καὶ γένηταί τι τῶν μὴ θελητῶν αὐτῷ. διὸ καὶ εἰς εὐρύχορον Λακεδαίμονα ἡ Ἀθηνᾶ πλάττεται ἥκειν νόστου ὑπομνήσουσα ὡς οἷον ἐκλαθόμενον καὶ ὀτρυνέουσα νέεσθαι, οὐχ' ὡς ἐν ὀνείρῳ, ἀλλ' ἐναργῶς. ὁ Νεστορίδης μὲν γὰρ μαλακῷ δέδμητο ὕπνῳ.

(Vers. 7.) Τηλέμαχον δ' οὐχ' ὕπνος ἔχε γλυκὺς, ἀλλ' ἐνὶ θυμῷ νύκτα δι' ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. ἀγρυπνῶν οὖν συννοεῖται Ἀθηνᾶς ὑπομιμνησκούσης, ὡς οὐκέτι καλὰ δόμων ἄπο τῆλ' ἀλάληται, κτήματά τε προλιπὼν ἄνδρας τε οὕτως ὑπερφιάλους, μή τι κατὰ πάντα φάγωσι κτήματα δασσάμενοι.

(Vers. 15.) εὐλαβεῖται δὲ καὶ μή ποτε οὐχ' εὕρῃ οἴκοι ἀμύμονα μητέρα, οἷα εἰδὼς ὡς ἤδη, καθὰ καὶ προδεδήλωται, ὁ πατήρ τε Ἰκάριος κασίγνητοί τε κέλονται Εὐρυμάχῳ αὐτὴν γήμασθαι. ὃ γὰρ περιβάλλει ἅπαντας μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἕεδνα. διὸ καὶ δέδιε μή ποτε ἀέκητι αὐτοῦ δόμων ἐκ κτήματα φέρηται.

(Vers. 20.) εἶτα καὶ γνωμικῶς ἐπιλογίζεται καθ' ἑαυτὸν τοιαῦτα· οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός. κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίοι. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο οὐκέτι μέμνηται τεθνηότος, οὐδὲ μεταλλᾷ. εἶτα νοεῖ δέον εἶναι αὐτὸν ἐλθόντα εἰς Ἰθάκην ἐπιτρέψειν ἕκαστα δμωάων, ἥ τις αὐτῷ ἀρίστη φαίνεται εἶναι, εἰσόκε δῴη σοι θεὸς κυδρὴν παράκοιτιν, θεόσδοτον δηλαδὴ οὖσαν καλόν. εἰ δὲ μὴ ἐποίησε τοῦτο, ἀλλ' ὅμως ἔστιν ὅτε καὶ τὸ οὕτω γενέσθαι. εἰκὸς δὲ καὶ ποιήσειν ἂν οὕτω τὸν παῖδα, εἰ μὴ τοῦ πατρὸς ἐλθόντος καὶ καταστήσαντος τὰ τοῦ οἴκου ἀπείρχθη τῆς βουλῆς ὁ παῖς.

(Vers. 28.) ἐπὶ τούτοις ὑπονοεῖ καὶ λόχον οἷα εἰκὸς τῶν μνηστήρων καὶ προβαλλόμενος τὴν ἀγαθὴν ἐλπίδα κατὰ τῶν ἀδίκων ἐχθρῶν, οἳ τὸν αὐτοῦ βίοτον κατέδουσι, βούλεται ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα, νυκτὶ δὲ πλέειν, θαῤῥὼν καὶ ὡς πέμψει οὖρον ὄπισθεν θεὸς ὃς αὐτὸν φυλάσσει τε ῥύεταί τε, εἰ καὶ μνηστήρων ἐπιτηδὲς ἀριστῆες λοχόωσιν ἐν τῷ κατὰ Ἰθάκην καὶ Σάμον πορθμῷ. καὶ ἐπὶ πᾶσι κυρώσασα ἡ ἐν τῷ βασιλικῷ νεανίᾳ σύνεσις, ἔτι δὲ μάλιστα ἡ Ὁμηρικὴ δεινότης, ὡς ἐπειδὰν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηται, χρὴ νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους, αὐτὸν δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι καὶ ἀναπαύσασθαι τὴν νύκτα, τὸν δὲ Εὔμαιον ὀτρῦναι εἰς τὴν πόλιν ἀγγελίην ἐρέοντα τῇ Πηνελόπῃ, οὕνεκά οἱ σῶς ἐστὶ καὶ ἐκ Πύλου ἦλθε, παύει τὴν σύννοιαν. καὶ οὕτω τοῦ λοιποῦ ἔργων ἔχεται, καταστήσασα προεκθετικῶς τὴν τῶν ἐφεξῆς μεταχείρισιν, ἐν οἷς ἐπανελθὼν Τηλέμαχος, ὁ μέχρι νῦν οἰκονομικῶς παρὰ τῷ Μενελάῳ διάγων, τούς τε ἐλλοχῶντας διαφύγῃ καὶ τὸν πατέρα εὑρήσει καὶ στείλας ἐς πόλιν εὐτυχήσει τὸ ἐν ἀδείᾳ τὸν πατέρα γνωρίσαι καὶ βουλεύσεται σὺν αὐτῷ πιθανῶς περὶ τῶν εἰσέπειτα πρακτέων. ὅ περ οὐκ ἂν ἐπλάσθη γενέσθαι πιθανῶς, εἰ φθάσας ὁ Τηλέμαχος ἦλθεν ἀφ' ἱκανοῦ πρὸς τὴν Ἰθάκην, καὶ μὴ εὐτυχῶς ἀναμείνας τὸν ἕως ἄρτι καιρὸν ἐφρόνησεν, ὡς εἰκὸς, νῦν τὴν ἐπ' ἀγαθῷ ταύτην ἐπάνοδον, καθ' ἣν εὗρεν οἴκοι τὸν ψηλαφώμενον.

(Vers. 3.) Ὅρα δὲ τὸ ὑπομνήσασα γενικῇ συνταχθὲν μετὰ καὶ αἰτιατικῆς· καὶ ἔστιν οὕτω σύνηθες. τοιοῦτον δὲ καὶ τὸ, τὸν δεῖνα ἀναμιμνήσκειν τοῦδε τινός.

(Vers. 4.) Καὶ ὅτι Πεισίστρατος μὲν μαλακὸν ὕπνον εὕδει οἷα ἔχων ἀφροντίστως, Τηλέμαχος δὲ ἐγρήγορε μεριμνῶν ἐπὶ τῷ πατρί.

(Vers. 6.) μαλακὸς δὲ ὕπνος ὁ καὶ γλυκὺς καὶ ἀμβρόσιος διὰ τὴν ἀμβροσίαν νύκτα· μετ' ὀλίγα δὲ καὶ ἡδὺς, ὡς δηλοῖ τὸ, Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρε λὰξ ποδὶ κινήσας, ὃ καὶ ὁ πατὴρ τοῦ Πεισιστράτου Νέστωρ ἐν Ἰλιάδι ἐπὶ τῷ Διομήδει πεποίηκεν ὑπνοῦντι. δῆλον δὲ ὅτι καὶ τραχύς τις ἂν ἢ σκληρὸς ὕπνος λεχθείη πρὸς διαστολὴν τοῦ μαλακοῦ, ὅτε τὸν ἀνακλιθέντα μέριμναι κεντρίζουσι.

(Vers. 8.) Τὸ δὲ μελεδήματα ἔχει τι ἀστεῖον εἴ περ τὸν μὲν Νεστορίδην λυσιμελὴς ὕπνος ἔχει· τοιοῦτος γάρ τις ὁ μαλακός· τὸν δὲ Τηλέμαχον μελεδήματα. Ἐγγὺς δὲ σπουδαίου καὶ ἀστείου ἀντιθέτου καὶ τὸ ἔγειρεν· ὁ μὲν γὰρ Τηλέμαχος κεῖται, τὰ δὲ ἐπὶ τῷ πατρὶ μελεδήματα ἐγείρεται αὐτῷ ἐν ψυχῇ. Τὸ δὲ ἐγείρειν θέμα ἐστὶ τοῦ ἐγρηγορέναι. ἀπ' αὐτοῦ γὰρ ὁ ἐγρήγορα μέσος παρακείμενος. οὗ ἡ ἔννοια οἰκεῖα ἐνταῦθα. δῆλον γὰρ ὡς ἐγρήγορεν ὁ ἐν θυμῷ μελεδήματα ἐγείρων νυκτός.

(Vers. 9.) Τὸ δὲ ἀγχοῦ ἱσταμένην, πρόσφατα εἶναι δηλοῖ τῷ Τηλεμάχῳ τὰ εἰς νόστον ἐρεθίζοντα νοήματα, οὐ πάλαι ἀλλὰ νῦν ἀγχοῦ παραστάντα κατά τινα ἀγχίνοιαν.

(Vers. 10.) Τὸ δὲ οὐκέτι καλὰ, ἐπιῤῥηματικῶς ἐῤῥέθη ἀντὶ τοῦ οὐ καλῶς, ὡς καὶ ἀλλαχοῦ.

(Vers. 12.) Τὸ δὲ οὕτω ὑπερφιάλους ἑρμηνεύων ἐπήγαγε τὸ, μὴ κατὰ πάντα φάγωσιν, ὃ πάντῃ ὑπερφιάλων ἐστί. δῆλον δὲ ὅτι τὸ, πάντα καταφαγεῖν, παντελῆ δαπάνην δηλοῖ καὶ οὐ κατὰ τὴν τοῦ ἁπλῶς φαγεῖν· ᾧ περ ὅμοιον καὶ [90] τὸ, βίοτον κατέδουσι.

(Vers. 16.) Κασίγνητοι δὲ Πηνελόπης Σῆμος ἱστοροῦνται καὶ Αὐλητής.

(Vers. 17.) Τὸ δὲ περιβάλλει ἅπαντας ἀντὶ τοῦ ὑπερβάλλει, καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι περιβάλλειν λέγει τοὺς αὐτοῦ ἵππους, ὅ ἐστι τῶν ἄλλων ὑπερτερεῖν, ὡς τῆς περι προθέσεως δηλούσης ποτὲ περιττότητα. ὅθεν καὶ ἡ παρὰ τοῖς ῥήτορσιν ἐκλήθη περιβολὴ, μέγεθος ποιοῦσα λόγου καὶ περιττότητα.

(Vers. 18.) Ἐν δὲ τῷ ἐξώφελλεν ἕεδνα δῆλον καθὰ καὶ ἐν ἄλλοις ἕδνα κυρίως λέγεσθαι τὰ ἐκ τοῦ νυμφίου τῇ γυναικί. ἑρμηνεία δὲ εἶναι δοκεῖ τοῦ περιβάλλειν πάντας ἡ τῶν ἕδνων αὔξησις.

(Vers. 19.) Τὸ δὲ ἐκ κτήματα φέρηται ἀντὶ τοῦ ἐκφέρει, ὡς ἐπὶ φορτίου νηός. πρὸς τοῦτο δὲ καὶ ἐναντίον τὸ εἰσφέρει, καθὰ καὶ τὸ ἐκφορεῖν καὶ εἰσφορεῖν ἠναντίωνται. δῆλον δὲ ὡς οἱ μεθ' Ὅμηρον ἐπὶ ταφῆς λέγουσι τὸ ἐκφέρειν καὶ τὴν ἐκφοράν.

(Vers. 20.) Τὸ δὲ οἶσθα γὰρ οἷος θυμὸς, ἐλέγχει Ζηνόδοτον καὶ τοὺς κατ' αὐτὸν, κακῶς γράφοντας τὸ οἶσθας παρὰ τῷ ποιητῇ. ἐν τέλει μὲν γὰρ στίχου ἢ καὶ ἐπιφορᾷ φωνήεντος εἴη ἂν γενέσθαι συγχωρηθεῖσαν τοιαύτην γραφήν. ἐνταῦθα δὲ οὐκ ἂν γένοιτο διὰ τὸ κακομέτρητον. Αἴλιος μέντοι Διονύσιος, γράφει ὅτι καὶ τὸ οἶσθα καὶ τὸ οἶσθας ἄμφω Ἑλληνικὰ, καθὰ καὶ ἦσθα καὶ ἦσθας. ἅπαξ δέ, φασι, παρ' Ὁμήρῳ τὸ οἶδας ἐν τῷ, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας.

(Vers. 21.) ἐν δὲ τῷ, οἶκον ὀφέλλει, ἔοικε τὴν πρὸ βραχέων οἰκωφελίαν δηλοῦν, τουτέστι, τὸ διὰ πολυτρόπου οἰκονομίας αὐξάνειν τὰ τοῦ οἴκου.

(Vers. 22.) Ἐν δὲ τῷ, κουριδίου φίλου, λείπει τὸ ἀνδρὸς, οἷα τῶν δύο καιρίων ἐπιθέτων ἀρκούντων καὶ ἐκεῖνον δηλῶσαι.

(Vers. 23.) Ὅρα δὲ νῦν τὸ τεθνηότος. εἰ καὶ γὰρ ἑτέρωθι ἄλλως γράφεται, ἀλλ' ἐνταῦθα συστέλλει μὲν τὴν παραλήγουσαν ἀναλόγως κοινότερον, διὰ τοῦ η δὲ ἔχει τὴν προπαραλήγουσαν.

(Vers. 25.) Τὸ δὲ ἐπιτρέψαι τῇ τῶν δμώων ἀρίστῃ τὰ τοῦ οἴκου δηλοῖ μὲν ὡς προτιμηθήσεταί ποτε δούλη εὔνους δαπάνου μητρός. ἑρμηνεύει δὲ καὶ τὶς οἴκου ἐπίτροπος, ὅτι δηλαδὴ ᾧ ἕκαστα ἐπιτρέπεται.

(Vers. 28.) Ὅτι δὲ οἱ ἐπιτηδεῖς ἐπιτηδὲς λέγονται ἀπελεύσει τοῦ ἰῶτα ἢ κατὰ συγκοπὴν ἐκ τοῦ ἐπιτηδέες, καὶ ἀλλαχοῦ σαφῶς ἐλέχθη. Προδεδήλωται δὲ καὶ ὁ μεταξὺ Ἰθάκης καὶ Σάμου πορθμός.

(Vers. 33.) Τὸ δὲ ἀπέχειν ἑκὰς νήσων, ἐναντίον ἐστὶ τῷ προσίσχειν ἤτοι ἐλλιμενίζειν. ἐπεὶ καὶ ἐγγύτητα μὲν ἡ προς πρόθεσις δηλοῖ, τὸ δὲ ἀνάπαλιν αὐτῆς ἡ ἀπο. Περιοδεῦσαι δὲ πλοῦν δηλοῖ καὶ μὴ κατευθὺ πλεῦσαι τὸ ἑκὰς ἀπέχειν τὴν νῆα.

(Vers. 34.) Οὖρος δὲ ἄνεμος ὅτι ὁ φορὸς, ἐκδηλότατόν ἐστιν, ὥς περ καὶ ὅτι ταυτὰ τὸ φυλάσσειν καὶ ῥύεσθαι, ὃ ταυτόν ἐστι τῷ ἕλκειν εἰς ἑαυτόν.

(Vers. 34.) Τὸ δὲ πρώτιστα παρατετηρημένως κεῖται, ἵνα μὴ ἑτέρῳ τινὶ ἐντυχόντος τοῦ Τηλεμάχου ἡ περὶ τῶν ἐφεξῆς πιθανὴ πλάσις ἀχρειωθείη. Φανερὸν δὲ καὶ ὅτι ἡ εἰς τὸν συβώτην ἄφιξις, εἰ καὶ βεβούλευται, ἵνα ἐκεῖ ὁ παῖς μάθῃ τὰ κατὰ τὸν οἶκον, ἀλλὰ καὶ ἄλλως εὐτυχῶς ἀπέβη αὐτῷ, εὑρηκότι ἐκεῖ τὸν φίλον πατέρα.

(Vers. 46.) Ὅτι ὅσα καὶ ὑπηρέτῃ χρώμενος τῷ Νεστορίδῃ Πεισιστράτῳ Τηλέμαχος κελεύει· ἔγρεο, Νεστορίδη, ζεῦξον ἵππους ὑφ' ἅρματα, ὡς καὶ ἀλλαχοῦ, ἔτι νυκτὸς οὔσης, οἷα ἐθέλων τελεσφορηθῆναι ὅσα νύκτωρ αὐτῷ ὑπέθετο ἡ Ἀθηνᾶ, ὡς εἴρηται.

(Vers. 49.) ὁ δὲ, οὔ πως ἔστι, φησὶν, ἐπειγομένους περ ὁδοῖο, νύκτα διὰ δνοφερὴν ἐλάαν.

(Vers. 50.) τάχα δ' ἔσσεται Ἠὼς, ἤγουν ταχὺ ἐπιφαύσει ἡμέρα.

(Vers. 51.) εἶτα καὶ ὑποτίθεται κερδαλεώτερον μένειν τὸν Τηλέμαχον, εἰσόκε δῶρα φέρων ὁ Μενέλαος ἐπιδίφρια θείη

(Vers. 53.) καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ, τουτέστι παραμυθησάμενος, προσειπών· ἃ δὴ καὶ γίνεται· λόγοις τε γὰρ τὸν Τηλέμαχον δεξιοῦται μειλιχίοις ὁ βασιλεὺς καὶ μένε εἰπὼν ἕως δῶρα φέρων ἐπιδίφρια θείω καλὰ, σὺ δ' ὀφθαλμοῖσιν ἴδῃς, ποιεῖ οὕτως.

(Vers. 54.) εἶτα ἐπιπλέκει γνωμικὸν ὁ Πεισίστρατος τοιοῦτον· τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα ἀνδρὸς ξεινοδόκου, ὅς κε φιλότητα παράσχῃ, τουτέστι δῶρα φιλικά. δῆλον δὲ ὡς οὕτω καὶ τὸν πατέρα Νέστορα ἔπεισεν ἂν ὁ Πεισίστρατος δῶρα δοῦναι τῷ Τηλεμάχῳ, εἰ μὴ κατὰ σπουδὴν ἐκεῖνος ἐκτρέψας τὴν ὁδὸν ἀπέπλευσεν. ἐν τούτοις δὲ ὁ Νεστορίδης καὶ ἐπαινεῖ τὸν βασιλέα εἰπών· ἥρως Ἀτρείδης δουρικλειτὸς, οὐ κατὰ τὸ παρέλκον ποιῶν οὕτως, ἀλλὰ διότι, ὡς εἰκὸς, πάνυ φιλίως ἐκεῖνος τοὺς βασιλικοὺς τούτους νέους ἐξένισε. διὸ καὶ ἐπὶ τοσοῦτον παρέμειναν ἐκεῖ. κἀντεῦθεν καὶ θαῤῥεῖ τὴν δωροφορίαν ὁ Νεστορίδης. δηλοῖ δὲ τὴν φιλοξενίαν καὶ τὸ εὐθὺς ἐνταῦθα

(Vers. 58.) τὸν Μενέλαον ἀναστάντα ἐξ εὐνῆς Ἑλένης παρὰ καλλικόμοιο ἀγχίμολον αὐτοῖς ἐλθεῖν ἔτι κοιμωμένοις. ὃ καὶ πρὸ ταύτης καθ' ἑκάστην ἡμέραν ἔοικε ποιεῖν διὰ φιλοφροσύνην.

(Vers. 61.) διό περ ὁ Τηλέμαχος σπερχόμενος δὴ χιτῶνα περὶ χροῒ σιγαλόεντα δῦνεν καὶ μέγα φᾶρος [91] ἐπὶ στιβαροῖς βάλετ' ὤμοις. ἔνθα ὅρα τὸ, χιτῶνα δῦνε, καὶ τὸ, μέγα φᾶρος ἐπὶ στιβαροῖς ὤμοις βάλετο, ἤγουν ἔθετο. ἔοικε γὰρ μανδοειδές τι νῦν τὸ φᾶρος εἶναι καὶ οὐ δυτὸν ἀλλὰ ἀναπτόν.

(Vers. 49.) Τὸ δὲ ἐπειγομένους ὁδοῖο κατὰ συνήθειαν Ὁμηρικὴν συντέτακται.

(Vers. 53.) Τὸ δὲ μύθοις ἀγανοῖς καιρίως κεῖται. τοιούτοις γάρ τις παραυδᾶται, ὅ ἐστι παρηγορεῖται, τοῖς δέ γε μὴ ἀγανοῖς κερτομεῖται.

(Vers. 58.) Ὅρα δὲ καὶ ὅτι, ὥς περ τὴν ἀνδρὸς καὶ γυναικὸς εὐνὴν σεμνῶς φράζει ἐν πολλοῖς, οὕτω καὶ νῦν ἔφρασε τὴν ἔγερσιν ἐν τῷ, ἀναστὰς ἐξ εὐνῆς Ἑλένης παρὰ καλλικόμοιο.

(Vers. 65.) Ὅτι σπεύδοντος οἴκαδε ξένου λόγος τὸ, ἤδη νῦν μ' ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν, ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ' ἱκέσθαι, ὁμοίως καὶ τὸ, βούλομαι ἤδη νεῖσθαι ἐφ' ἡμέτερα. εἰ δὲ καὶ φόβον ὁ τοῦτο λέγων ἔχοι περὶ τῶν οἴκοι, ἁρμόσει καὶ τὸ, οὐ γὰρ ὄπισθεν οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσι· τῷ δέ γε Τηλεμάχῳ ἥρμοσεν ἐφεξῆς καὶ τὸ, μὴ πατέρ' ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι. καὶ ὅρα τὸ διζήμενος ὡς ἀπὸ τοῦ διζῶ, δίζημι παραγώγου. ἐξ οὗ παρὰ Ἡροδότῳ τὸ δίζηνται ἤτοι ψηλαφῶσι. Τὸ δὲ οὖρον κατέλειπον ἀντὶ τοῦ φύλακα, ἀπὸ τοῦ ὁρᾶν. καὶ ἔστι τοῦτο ἁπλοῦν, ἐξ οὗ πρὸ ὀλίγων συβώτης ὑῶν ἐπίουρος. Καὶ σημείωσαι ὅτι ἐκ τοῦ ὁρῶ γενομένων τοῦ, τε ὅρου τοῦ κατὰ γῆν καὶ τοῦ παρὰ τοῖς φιλοσόφοις ἔτι δὲ καὶ τοῦ δηλοῦντος τὸν φύλακα, ὁ μὲν φιλόσοφος οὐ μεταπεποίηται, ἀλλ' ἔμεινεν ἀπαθὴς κοινότερον. οἱ δὲ λοιποὶ δύο ἰωνίζονται, ὡς δῆλον ἐκ τοῦ, ἀμφ' οὔροισι δηριόωνται, καὶ ἐκ τοῦ, οὖρον ἰὼν κατέλειπον. ἡ δ' αὐτὴ διάλεκτος καὶ τὸ ἀφορίσαι ἀποῦραι εἶπε. δῆλον δ' ὅτι, ὥς περ πρὸς διαστολὴν τῶν βαρυνομένων οὔρων ὀξυτονοῦνται οἱ ἐν Ἰλιάδι οὐροὶ τῶν νεῶν, οὕτω διαστολῆς ἕνεκεν τῆς πρὸς τὸ ὄρος ὠξυτονήθη μὲν ὁ τοῦ γάλατος ὀρός. ἐδιπλασίασε δὲ τὸ ἀμετάβολον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὁ ζωϊκὸς ὄῤῥος ὁ καὶ παρὰ τῷ κωμικῷ· ἐξ οὗ σύγκειται τὸ ὀῤῥωδεῖν.

(Vers. 68.) Καὶ τοιαῦτα μὲν τὰ τοῦ σπεύδοντος ξένου, ἅ περ ἔφη Τηλέμαχος. ὁ δὲ κατὰ τὸν Μενέλαον ἀγαθὸς ξενοδόχος ἐρεῖ ἄν· οὔ τι σ' ἔγωγε πολὺν χρόνον ἐνθάδ' ἐρύξω ἱέμενον, ἤγουν ἐφιέμενον, νόστοιο. προσεπιπλέξει δὲ καὶ τὰ ἑξῆς γνωμικῶς οὕτω· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ ἀνδρὶ ξεινοδόκῳ, ὅς κ' ἔξοχα μὲν φιλέῃσιν, ἔξοχα δ' ἐχθαίρῃσιν· ἀμείνω δ' αἴσιμα πάντα. ἶσόν τοι κακόν ἐστιν ὅς τ' οὐκ ἐθέλοντα νέεσθαι ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει. χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. ὅθεν λαβὼν Ἡρόδοτος ἔγραψε τὸ τραπέζῃ μειλίξαντα ἀποπέμψαι ἐπὰν ἐθέλωσι νέεσθαι.

(Vers. 77.) εἰ δὲ καὶ παρακατέχων τὸν ξένον ὥστε δειπνῆσαι εἴπῃ τὸ, εἴπω δὲ ἔσω δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων, ἐπενεχθήσεται οἰκείως καὶ τὸ ἐφεξῆς· ἀμφότερον κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ, δειπνήσαντας ἴμεν ἤγουν ἐλθεῖν πολλὴν ἐπ' ἀπείρονα γαῖαν, τουτέστι τὸ τοὺς ξένους δειπνήσαντας ὑποχωρῆσαι εἰς ὁδὸν, ὄνειαρ μὲν τῷ ξενοδοχηθέντι διὰ τὸ φαγεῖν, κατὰ τὸ, ἔπειτα δέ κ' αὐτὸς ὀνήσεαι, τουτέστιν ὠφεληθήσῃ, ἐξ οὗ καὶ ὄνειαρ τὸ βρῶμα. καὶ ἰδοὺ τὸ ἕν· κῦδος δὲ καὶ ἀγλαΐα τῷ ξενοδοχήσαντι. καὶ ἰδοὺ τὸ ἕτερον, καὶ ὁμοῦ δύο. διατοῦτο γὰρ εἶπεν ἀμφότερον ἐπιῤῥηματικῶς καθ' ὁμοιότητα τοῦ ἀμφότερον, φιλότητι καὶ αἰδοῖ. οὐκ ἄδηλον δὲ ὅτι πολυωνύμως ταυτὸν τὸ, κῦδός τε καὶ ἀγλαΐα, ὡς καὶ ἐν τῷ, πολλὴν ἐπ' ἀπείρονα γαῖαν, ταυτόν τι πολλὴν καὶ ἀπείρονα. τοῦτο δὲ καὶ ἄλλως ἐῤῥέθη, ὡς τοῦ μὲν ἀπείρονα γαῖαν, καθ' ἕν τι λαμβανομένου, γῆν γὰρ δηλοῖ μετὰ καὶ ἐπιθέτου, τοῦ δὲ πολλὴν ποσότητα δηλοῦντος τῆς διοδευθείσης γῆς.

(Vers. 69.) ἐν δὲ τῷ, νεμεσσῶμαι δὲ καὶ ἄλλῳ καὶ τοῖς ἑξῆς σημείωσαι ὅπως παραφράζει φιλοτίμως ἐλθὼν διὰ τριῶν ἐννοιῶν καὶ χορεύων δι' αὐτῶν τεχνικῶς. ὧν ἡ μὲν δευτέρα σαφεστέρα τῆς πρώτης, ἡ δὲ τρίτη καὶ γοργοτέρα τῶν δύο, ὥς περ ἡ δευτέρα τῆς πρώτης. ἐκείνη γὰρ ἔχει συμπαρακείμενον καὶ ἕτερον γνωμικὸν τὸ, ἀμείνω δ' αἴσιμα πάντα. τοιοῦτόν τι παραφραστικὸν σχῆμα ἐστὶ καὶ ἐν ταῖς κατὰ τὴν Ἰλιάδα λιταῖς· ἐν ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ ἐσθλὸς καὶ ἑξῆς. καὶ ἐκεῖ γὰρ κυκλοῖ γοργῶς ἐν παραφράσει μίαν ἔννοιαν τρὶς περὶ τὴν αὐτὴν στραφείς. Σημείωσαι δὲ καὶ ὅτι ἀποτρέπων Ὅμηρος ἔξοχα φιλεῖν καὶ ἔξοχα ἐχθαίρειν τὸ μηδὲν ἄγαν προϋποτίθησι τὸ ὕστερον ὑπ' ἄλλων ἀποφανθὲν, οἳ καὶ ἔδοξαν οἴκοθέν τι ἐξευρεῖν, ἐξ Ὁμήρου ὠφελημένοι τὸ νόημα.

(Vers. 71.) Τὸ δὲ ἀμείνω δ' αἴσιμα πάντα, ἐγγύς ἐστι τοῦ εἰπεῖν ὡς πάντων μέτρον ἄριστον.

(Vers. 77.) Τὸ δὲ τετυκεῖν χρήσιμον μὲν εἰς μόνον μέτρον· γίνεται δὲ ἐκ τοῦ τύκω, ὅθεν καὶ τὸ τετύκοντο, καὶ ἔστι δεύτερος μέλλων ἀπαρέμφατος τοῦ τύκω ἢ τετύκω Ἰωνικῶς. μάλιστα μὲν οὖν γοργότερον εἰπεῖν, ἐκ τοῦ τεύχω γίνεται τυχεῖν καὶ ἀναδιπλασιασμῷ καὶ τροπῇ τοῦ δασέως εἰς [92] ψιλὸν κατὰ Ἴωνας τετυκεῖν.

(Vers. 80.) Ὅτι ἀλητεύειν καὶ ἀγείρειν ἐκπεπονημένος ὁ Μενέλαος παιδοτριβεῖν ἐθέλει ἐπὶ ὁμοίοις καὶ τὸν ἐξ Ἰθάκης νεανίαν. φησὶ γοῦν· εἰ δ' ἐθέλεις τρεφθῆναι ἀν' Ἑλλάδα καὶ μέσον Ἄργος, ἐπὶ χρηματισμῷ δηλαδὴ, ὄφρα τοι αὐτὸς ἕπωμαι. ὑποζεύξω δέ τοι ἵππους, ἄστεα δ' ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας αὕτως ἀποπέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι, ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων, ἠὲ δύ' ἡμιόνους, ἠὲ χρύσειον ἄλεισον· καὶ αὐτὸς μὲν οὕτω παρατείνει τὸν καιρόν. ὁ δὲ Τηλέμαχος, ὡς καὶ προεῤῥέθη, ταχὺ ἀπελθεῖν ἵεται. Ὅρα δὲ τὸ τρεφθῆναι προτιμηθὲν τοῦ ταρπῆναι καὶ τοῦ τραπῆναι ἐπίτηδες διὰ τὸν τραχυφωνίας ὄγκον. οὕτω δὲ καὶ τὸ στρεφθεὶς καὶ βλαφθεὶς καὶ τὸ ἐδρύφθη καὶ τὸ ἐβρέχθη καὶ τὸ ἐθρέφθη, ἀγαπητὰ τοῖς κατὰ τὸν ποιητὴν μᾶλλον ἤ περ τὰ σύστοιχα τούτοις λεῖα ῥήματα.

(Vers. 81.) Τὸ δὲ ὄφρα ἕπωμαι ἀπὸ κοινοῦ ἔχει χρεωστικῶς τὸ μένε, οἷον, ἀλλὰ μένε εἰσόκε δῶρα φέρω καλά. εἰ δ' ἐθέλεις μένε δηλαδὴ, ὄφρα τοι αὐτὸς ἕπωμαι. καὶ ἔστι ταυτὰ τὸ εἰσόκε καὶ τὸ ὄφρα. διαφορὰ δὲ κἀνταῦθα τριπόδων καὶ λεβήτων, καὶ δοκοῦσι καὶ νῦν κρείττους οἱ τρίποδες, διὸ καὶ εὔχαλκοι κατ' ἐξαίρετον εἴρηνται.

(Vers. 85.) ἐν δὲ τῷ, δύ' ἡμιόνους, δύο μὲν λέγει διὰ τὴν ξυνωρίδα. οὐ γὰρ ἐκελήτιζον οἱ ἥρωες τότε· ἡμιόνους δὲ, ἐπειδὴ φθάσας ἀπείπατο τοὺς ἵππους ὁ Τηλέμαχος διὰ τὸ μηδὲ ἱππήλατον εἶναι τὴν Ἰθάκην. ἐτυμολογία δὲ ἀλείσου ἐῤῥέθη μὲν καὶ ἐν ἄλλοις. ἐνταῦθα δὲ ῥητέον ὡς ἐν βραχεῖ κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ γνώμην, ὅτι ἄλεισον ἀπὸ τοῦ ἄγαν λεῖον εἶναι, εἰ μὴ ἄρα τὸ ποικίλον τῇ κατασκευῇ ἄλεισον ἀκούει τις ὡς ἔξω λειότερον ὂν, πλεονάζοντος δηλαδὴ τοῦ α. δύναται δὲ καὶ κατὰ στέρησιν τοῦ λείου εἶναι ὅτε ζωωτοῖς δαιδάλμασιν ἐμπέπαισται. ὡς δὲ τὸ αὐτὸ καὶ ἄλεισον καὶ δέπας λέγεται, δῆλον ἐκ τῶν Ὁμήρου, εἰπόντος· ἐν δ' οἶνον ἔχευε χρυσέῳ δέπαϊ· εἶτα περὶ τοῦ αὐτοῦ, τοὔνεκά σοι δώσω χρύσειον ἄλεισον, καὶ ἑξῆς, δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας. εἶεν δὲ ἂν ἴσως καὶ τὸ ἀμφικύπελλον καὶ τὸ σκύφος εἰς ἓν τοῖς τοιούτοις ἥκοντα πολυωνυμίας λόγῳ. καὶ περὶ μὲν ἀμφικυπέλλου τοῦ καὶ ἐν Ἰλιάδι ἑρμηνευθέντος μετ' ὀλίγα εἰρήσεται. νῦν δὲ περὶ σκύφους εἴτουν σκύφου τοῦ, καὶ αὐτοῦ ἐν τοῖς κατὰ τὸν Κύκλωπα ἐπ' ὀλίγον μνείας ἠξιωμένου γραπτέον ὅτι τε διγενὲς τὸ σκύφος ὡς προγέγραπται, καὶ ὅτι Ἡσίοδος ἐν μελαμποδίᾳ, ποιημάτιον δὲ αὕτη ἐκείνου, μετὰ τοῦ πι σκύπφον φησὶν, οἷον, πλήσας δ' ἀργύρεον σκύπφον φέρε, δῶκε δ' ἄνακτι. προφέρει δὲ ὁ δειπνοσοφιστὴς καὶ ἄλλας χρήσεις τοῦ διγενοῦς τούτου σκεύους. Εὐριπίδης· σκύφος τε μακρός. Σιμωνίδης· οὐατόεντα σκύφον. Ἴων· οἶνος οὐκ ἔνι ἐν τῷ σκύφει. Ἐπίχαρμος· φέρ' ἐγχέας εἰς τὸ σκύφος. Φαίδιμος· σκύφος εὐρὺ μελιζώροιο ποτοῖ· ὃ σημειωτέον καὶ εἰς τὸ, ζωρότερόν τε κέραιε. τὸ δὲ παρ' Ὁμήρῳ, φησὶ, κείμενον Ἀριστοφάνης μὲν γράφει· πλησάμενος δ' ἄρα οἱ δῶκε σκύφος ᾧπερ ἔπινεν· Ἀρίσταρχος δὲ, σκύφον ᾧπερ ἔπινε. λέγει δὲ καὶ ὡς Αἰσχύλος μὲν σεμνύνει τὸ σκεῦος ἐν τῷ, ποῦ χρυσότευκτα κἀργυρὰ σκυφώματα. οἱ δὲ κατ' Ἀσκληπιάδην λέγουσιν ὡς ποιμενικώτερον ἀγγεῖον ὁ σκύφος. εἰ δὲ προσεκτέον τοῖς φαμένοις ὡς ἐκ τοῦ κύφος γίνεται κύπελλον καὶ ἀμφικύπελλον κατὰ ἀντιστοιχίαν τὴν πολλαχοῦ φανεῖσαν, δοκεῖ καὶ τὸ σκύφος πλεονασμὸν σχεῖν τοῦ κατ' ἀρχὴν σίγμα. ὃ δὴ καὶ ἐπὶ ἄλλων γέγονε λέξεων. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι σκύφος ἀπὸ τοῦ σκαφίδος ἥ τίς ἐστι ξύλινον ἀγγεῖον στρογγύλον, γάλα καὶ ὀρὸν δεχόμενον. Ὅμηρος· γαυλοί τε σκαφίδες τε τοῖς ἐνάμελγεν, εἰ μή πού, φασι, τὸ σκύφος ἔστιν ὡς οἷον σκύθος τις διὰ τοὺς Σκύθας οἳ περαιτέρω τοῦ δέοντος μεθύσκονται, ὅθεν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται καὶ τὸ μεθύσαι σκυθίσαι καὶ ἐπισκυθίσαι ἐλέγετο. καὶ δηλοῖ τὸ τοῦ θῆτα καὶ φ συγγενὲς ἡ τοιαύτη ἐτυμολογία. λέγει δ' ὁ αὐτὸς σοφιστὴς καὶ ὅτι κατὰ μίμησιν τῶν ξυλίνων ὕστερον εἰργάσαντο κεραμεοῦς καὶ ἀργυροῦς σκύφους ἢ σκύθους. ὧν πρῶτοι καὶ κλέος ἔχοντες οἱ Βοιώτιοι, χρησαμένου τῷ γένει πρώτου Ἡρακλέος. διὸ καὶ Ἡρακλεωτικοὶ ἐλέγοντο, ἔχοντες διαφορὰν πρὸς ἄλλους τὸν ἐπικείμενον αὐτοῖς εἰς τὰ ὦτα δεσμὸν, ὃς ἐλέγετο Ἡράκλειος. χρῆσις δέ, φασι, τοῦ εἰρημένου σκύθου, τοῦ κατὰ τὸ σκεῦος δηλαδὴ, παρὰ Μηθυμναίοις. ὃς ἐκαλεῖτο λυρτὸς ὑπὸ Ἠπειρωτῶν. ἐσκώπτετο δὲ καί τις Λακεδαιμόνιος Δεοκυλλίδας ἐν τῷ καλεῖσθαι σκύθος, ἴσως ἀπὸ τῶν σκυθῶν. ἄνθρωπος ἐκεῖνος οὐδέν, φασιν, ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδ' ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. τῇ δὲ γραφῇ τοῦ ἀνωτέρω σημειωθέντος σκύπφου μετὰ τοῦ π συνθετέον εἰς μνείαν καὶ τὸν γράψαντα αἰόλον ὄπφιν διὰ τοῦ π καὶ φ ἐν τῇ Ἰλιάδι. ὅτι δὲ καὶ ὠοσκύφιον ποτήριον ἦν διπύθμενον, ἕνα μὲν πυθμένα ἔχον τὸν συγκεχαλκευμένον, [93] ἕτερον δὲ πρόσθετον ὀξὺν, ἄνω λήγοντα δὲ εἰς πλατεῖαν βάσιν, καὶ ὅτι ποτήριόν τι καὶ τὸ ὠὸν, οἷον, οἶνος κεκραμένος ἐν ὠῷ χρυσῷ, καὶ ὅτι ὠῷ τοιούτῳ καὶ σκύφει ποιμενικῷ συγκροτεῖται τὸ ὠοσκύφιον εἰς σύνθεσιν, οἱ παλαιοὶ δηλοῦσιν.

(Vers. 97.) Ὅτι Ἐτεωνεὺς, ὃς οὐ πολὺ ναῖεν ἀπ' αὐτοῦ ἤτοι τοῦ Μενελάου, πιστὸς δὲ οὗτος ἐφάνη θεράπων τῷ βασιλεῖ, πῦρ ἀνέκαυσε κελευσθεὶς χάριν τῶν ξένων,

(Vers. 94.) καὶ ὤπτησε κρεῶν τῶν ἀπολελειμμένων ἔτι ἀπαρασκευάστων, ὥς φασιν οἱ παλαιοὶ, ὡς ἐδήλωσε καὶ τὸ, δεῖπνον τετυκεῖν ἅλις ἔνδον ἐόντων. Καὶ ὅρα τὸ, κρεῶν ὤπτησεν, Ἀττικῶς λεχθὲν, ὡς καὶ τὸ, βοὸς βεβρωκὼς, καὶ ὅσα τοιαῦτα. μετ' ὀλίγον δὲ καὶ δειπνήσαντες οἱ βασιλικοὶ παῖδες ἀπέρχονται.

(Vers. 92. sqq.) Ἐν τούτοις δὲ καὶ οἰκονομικόν τι κεῖται παράγγελμα, ἔνθα τῇ τε ἀλόχῳ καὶ ταῖς δμωαῖς ἐκέλευσεν ὁ βασιλεὺς δεῖπνον ἑτοιμάσαι. διδάσκει γὰρ πραγματικῶς ὁ ποιητὴς μὴ δίχα τῆς γυναικὸς δεῖν εἶναι τὸν ἄνδρα κελεύειν ταῖς κατ' οἶκον γυναιξί. Θεόφραστος δὲ ὕστερον γράψας αὐτός τε παραδέδωκεν καὶ ὡς οὐδὲ γυναιξὶν ἀνδρὸς δίχα χρὴ μετεῖναι τῆς ἀνδρωνίτιδος.

(Vers. 103.) Ὅτι κρατερὸς Μεγαπένθης ὁ ἐκ δούλης, ὡς καὶ προϊστόρηται, τῷ Μενελάῳ γεννηθεὶς, κρητῆρα φαεινὸν ἐκ τοῦ πατρὸς λαβὼν ἔθηκε φέρων προπάροιθεν Τηλεμάχου ἀργύρεον, οὗ χρυσῷ ἐπὶ χείλεα κεκράανται.

(Vers. 120.) αὐτὸς δὲ ὁ βασιλεὺς δέπας λαβὼν ἀμφικύπελλον ἐν χερσὶ τοῦ Τηλεμάχου ἔθετο, οὗ τὴν ὕλην ἐνταῦθα μὲν σιωπᾷ Ὅμηρος. ἐμφαίνει δὲ ὅμως χρύσεον εἶναι αὐτὸ, ἐν οἷς λέγει τὸν Τηλέμαχον θεῖναι ἐν τῇ νηῒ ἐσθῆτά τε χρυσόν τε. οὐ γὰρ δή που λέγει τοῦτο διὰ τὸν κρατῆρα, ὃς ἀργύρεος ὢν ὅλος ἔχει τι καὶ χρυσοῦ περὶ τὰ χείλη. καὶ οὕτω μὲν ὁ βασιλεὺς δωροφορεῖ τῷ ξένῳ ἐκ θαλάμου λαβὼν τοῦ κατὰ τὸν ἐν Ἰλιάδι κηώεντος ὅθι οἱ κειμήλια κεῖτο.

(Vers. 104.) Ἑλένη δὲ, εἰ καί τις κρατὴρ Ἑλένης παροιμιάζεται διάφορος, ὡς εἰκὸς, τὴν κατασκευὴν καὶ πρέπων ἡρωΐδι τοιαύτῃ, ἀλλ' αὐτὴ οὐ κρατῆρα δίδωσιν ὁμοίως τῷ ἀνδρί. φωριαμοῖσι δὲ παρίστατο, ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι οὓς κάμεν αὐτὴ, ἤτοι καμοῦσα ἔτευξεν, ἢ περὶ οὓς ἔκαμε. τῶν ἕν' ἀειραμένη Ἑλένη δῖα γυναικῶν, ὃν πέπλον καὶ ἐπαινῶν ὁ ποιητὴς λέγει καὶ τὰ ἐν Ἰλιάδι γραφέντα· ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δ' ὣς ἀπέλαμπεν, ἔκειτο δὲ νείατος ἄλλων, ὡς ἔκκριτος δηλαδή.

(Vers. 125.) ὃν καὶ χειρίζουσα τῷ Τηλεμάχῳ ἔφη ἐλλαμπομένη τῷ δώρῳ· δῶρόν τοι καὶ ἐγὼ, τέκνον φίλε, τοῦτο δίδωμι, μνῆμ' Ἑλένης χειρῶν πολυηράτου ἐς γάμου ὥρην σῇ ἀλόχῳ φορέειν. τείως δὲ φίλῃ παρὰ μητρὶ κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.

(Vers. 111.) οὕτω δέ πως καὶ ὁ Μενέλαος πρὸ αὐτῆς ἔφη, νόστον ὅπως φρεσὶ σῇσι μενοινᾷς, ὥς τοι θεὸς τελέσειε. λόγοι δὲ οὗτοι εὐκτικοὶ ἐπὶ ἀπελεύσει ξένου. Ἰστέον δὲ ὅτι ῥηθείη μὲν ἂν ὁ δεδηλωμένος ἀργύρεος κρατὴρ ἀργύρωμα. μάλιστα δὲ ποτηρίοις ἡ τοιαύτη λέξις ἁρμόττει, ὡς δηλοῖ τὸ, ἐξ ἀργυρωμάτων καὶ χρυσῶν πίνει, ὁ πρότερον οὐχ' ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ' ἐκ κεραμεῶν καὶ τούτων ἐνίοτε κολοβῶν. φασὶ δὲ μὴ Ἑλληνικὴν τὴν λέξιν εἶναι. οἱ γὰρ ἑλληνίζοντες οὐκ ἀργυρώματα καὶ χρυσώματα φασὶν, ἀλλ' ἀργυροῦν καὶ χρυσοῦν κόσμον.

(Vers. 116.) Ὅτι δὲ ὁ ῥηθεὶς κρατὴρ κάλλιστος καὶ τιμηέστατός ἐστι καὶ ὅτι Φαίδιμος αὐτὸν τῷ βασιλεῖ ἐδωρήσατο Σιδονίων βασιλεὺς, ἐν τοῖς πρὸ τούτων δεδήλωται. καὶ ἀπαραποίητοι οἱ ἐνταῦθα στίχοι κεῖνται καὶ ἐκεῖ.

(Vers. 120.) Τοῦ δὲ ἀμφικύπελλον ὅτι ἁπλοῦν ἔστι τὸ κύπελλον, πολλαχοῦ δηλοῦται. ὅθεν καὶ ἡ κυπελλὶς καὶ ὁ κυπελλοχάρων. εἰ δὲ περὶ ἀμφικυπέλλου ἐδηλώθη ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ὅμως οὐ πάρεργον κἀνταῦθα θεῖναι ὅτι κατὰ τὸν δειπνοσοφιστὴν ἀμφικύπελλον οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι ἦν ἀμφίκυρτον. Σιληνὸς δὲ τὸ μὴ ἔχων ὦτα. ἕτεροι δὲ τὴν ἀμφι ἀντὶ τῆς περι νοοῦντες ἀμφικύπελλόν φασι τὸ περίποτον, ἤγουν τὸ πάντοθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια. κυφὸν γὰρ εἶναι τὸ κυρτόν. Ἀνίκητος δὲ κύπελλον μὲν φιάλη φησίν. ἀμφικύπελλον δὲ ὑπερφίαλον, ὑπερήφανον καὶ καλόν. λέγει δὲ καὶ ὡς τὸ κύπελλον διαλλάσσει ἀλείσου τε καὶ δέπαος τῷ κυφὸν εἶναι. ἀπὸ γὰρ κυφότητος κύπελλον καὶ ἀμφικύπελλον, ὡς οἷον κυρτὸν καὶ ἀμφίκυρτον ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ καὶ παραπλήσια πέλλαις συνηγμέναις μᾶλλον εἰς τὸ κυφώτερον. λέγει δὲ καὶ ὡς καὶ Κύπριοι οὕτω φασὶ τὸ δίωτον ποτήριον. εἰ δὲ ταῦθ' οὕτως ἔχει, θετέον ἄλεισον μὲν καὶ δέπας εἴς τι ταυτὸν, σκύφος δὲ καὶ πέλλαν καὶ κύπελλον καὶ ἀμφικύπελλον εἰς ἑτεροίαν ὁμοιότητα. ὅτι δὲ ὅθεν τὸ κύφος, ἐκεῖθεν καὶ κυφὸς ὁ κυρτὸς καὶ κύφων ὁ παρὰ τῷ κωμικῷ, προδηλότατόν ἐστι.

(Vers. 104.) Φωριαμοὺς δὲ λέγει Ὅμηρος [94] τὰς πεπλοδόχους χηλοὺς, παρὰ τὸ φᾶρος, ὥς φασιν οἱ παλαιοί. ὅτι δὲ τοιοῦτοι οἱ φωριαμοὶ, δηλοῖ καὶ τὸ, ἔνθα ἔσαν πέπλοι. ἑτέρωθι δὲ καὶ ὁ τόνος τῆς λέξεως ταύτης κεκανόνισται.

(Vers. 119.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ νοστῆσαι ἀντὶ τοῦ ἁπλῶς ἐλθεῖν, ἔνθα φησὶ Μενέλαος ὡς τὸν ῥηθέντα κρατῆρα δέδωκεν αὐτῷ ὁ Σιδόνιος βασιλεὺς νοστήσαντι ἐκεῖσε εἰς αὐτὸν, ἤγουν ἐλθόντα ἁπλῶς. ἴσως δὲ καὶ αὐτὸ ἐπὶ τοῦ οἴκαδε ἐπανελθεῖν εἴρηται. εἰ γὰρ καὶ μὴ εἰς Σιδόνα ἐνόστησεν ὁ Μενέλαος, ἀλλ' ἐν τῷ οἴκαδε παλιννοστεῖν ἐπλανήθη ἐκεῖ.

(Vers. 109.) Ἔτι ἐν τούτοις κεῖται καὶ τὸ, ἔβησαν ἰέναι διὰ δώματα, ὅ περ ἐν ἄλλοις διὰ δῶμα εἴρηται ἀσυνήθως. τῷ γὰρ σύνηθες βαίνειν διὰ δωμάτων καὶ διὰ δώματος. Ὅμηρος δὲ ἰσοδυναμεῖν οἶδε τῇ κατα τὴν δια πρόθεσιν.

(Vers. 108.) Τὸ δὲ ἀστὴρ ὣς ἀπέλαμπεν ἐτυμολογίαν τε ἀστέρος ὑποβάλλει νοεῖν, ὃς ἀπὸ τοῦ αἴθειν, ὅ πέρ ἐστι λάμπειν, λέγεται, καὶ ἀρχὴν ἐνδέδωκεν ἐπαίνου τοῖς εἰποῦσι τὸν καλὸν Μένανδρον ἀστέρα τῆς νέας κωμῳδίας. μάλιστα δὲ αὐτὸ ἐκ τοῦ ἀστέρι ὀπωρινῷ ἐναλίγκιος εἴληπται. Ὅτι δὲ ὁ ῥηθεὶς ἀργύρεος κρατὴρ καὶ ὁ χάλκεος λέβης καὶ τὸ χρύσεον δέπας καὶ τὰ τοιαῦτα μετουσιαστικὰ ὄντα διαφέρει τοῦ ὁμοίου τύπου τῶν σωματικῶν τῷ ἀπὸ ἀψύχων γίνεσθαι, οἱ παλαιοὶ παραδιδόασι.

(Vers. 125.) Τὸ δὲ τέκνον φίλε ὅτι Ἀττικῶς ἐσχημάτισται, προεσαφηνίσθη ἐν τοῖς φθάσασιν. Ἰστέον δὲ ὅτι δύναται τοῦτο καὶ διὰ στιγμῆς ὀρθοῦσθαι εἰς τὸ κοινότερον, ἵνα λέγῃ, ὦ τέκνον, ὦ φίλε.

(Vers. 126.) Μνῆμα δὲ νῦν ἁπλῶς τὴν μνήμην λέγει. ἐξ οὗ δῆλον ὅτι καὶ τὸ νεκρικὸν μνῆμα οὕτω καλεῖται διὰ τὴν ἐξ αὐτοῦ μνήμην τοῦ ποτὲ ζῶντος. δῆλον δὲ ὅτι ταυτὸν ὥς περ τρῶμα τρώμη, βρῶμα βρώμη, οὕτω καὶ μνῆμα μνήμη. Ἐν δὲ τῷ, Ἑλένης χειρῶν, σεμνῶς ἡ ἡρωῒς τὸ ἑαυτῆς ἔφη ὄνομα κατά τινα ἐξοχὴν καὶ μεγαλειότητα διὰ τὸ αὐτῆς πολυθρύλητον. οὕτω δὲ καὶ ὁ ποιητὴς χαίρων κἀνταῦθα τῇ αὐτῆς μνήμῃ ἐκ περιττοῦ καὶ εἰς οὐδὲν δέον ἐμνήσθη αὐτῆς ἐν τῷ, ἕνα τῶν πέπλων ἀειραμένη Ἑλένη ἔφερεν. ἐκεῖ γὰρ οὐκ ἀναγκαίως πρόσκειται τὸ Ἑλένη. διότι καὶ ἄλλως αὐτὴ ἐξηκούετο κατ' ἀκολουθίαν τοιαύτην. Ἑλένη δὲ παρίστατο φωριαμοῖς, ἔνθ' ἔσαν πέπλοι. τῶν ἕν' ἀειραμένη ἔφερεν, ὥστε τὸ, Ἑλένη ἔφερεν, ἐκ περισσοῦ κεῖται διὰ φιλίαν Ὁμηρικήν. ἐθέλει γὰρ συχνὰ καὶ πρὸς ὄνομα μεμνῆσθαι αὐτῆς ὁ ποιητής.

(Vers. 126.) Τὸ δὲ, πολυηράτου, ἀμφιβολίαν ἔχει. ἄδηλον γὰρ εἴτε πολυηράτου Ἑλένης ῥητέον, εἴτε γάμου πολυηράτου. τοῦτο δὲ ἢ διὰ τοὺς κατὰ τὸν γάμον ἔρωτας ἢ διὰ τὸ εὐκταῖον αὐτοῦ χάριν τεκνογονίας, ἢ καὶ διότι πολλῶν εὐχῶν χρεία τοῖς περὶ γάμους, ἵνα τύχοιεν ἀγαθῶν γυναικῶν. Ὅτι δὲ δεξιωτάτη ἱστουργεῖν ἡ Ἑλένη, δηλοῖ καὶ ἐν Ἰλιάδι τὰ τῆς δίπλακος, ᾗ τοὺς τῶν Ἀχαιῶν ἐκείνη ἄθλους ἐνέπασσεν, ἀρχέτυπον αὐτὴν τιθεμένη τῆς Ὁμηρικῆς ποιήσεως.

(Vers. 127.) Τὸ δὲ, τέως δὲ φίλῃ παρὰ μητρὶ κείσθω, ἑτεροῖον ἐστὶν ὧν πρὸ μικροῦ ὁ Τηλέμαχος ἐνόει, λογιζόμενος δμωΐδι ἀναθέσθαι τὰ καθ' ἑαυτόν. ἐκεῖνος μὲν γὰρ ἐγίνωσκεν ἄλλα, ἡ Ἑλένη δὲ οὐκ οἶδε τὰ κατὰ τὴν Πηνελόπην ὅπως ἔχουσι, διὸ καὶ αὐτῇ παρατεθῆναι τὸν πέπλον συμβουλεύεται.

(Vers. 128.) Ἐν δὲ τῷ, σὺ δέ μοι χαίρων, ἢ περιττὸν κεῖται τὸ μοι, ὡς καὶ ἐν ἄλλοις γίνεται, ἢ ἀντὶ τοῦ, χαίρων ὅσον τὸ ἐπ' ἐμοὶ, εἰ καὶ τυχὸν ἄλλοθεν οὐκ ἔσται σοι τοῦτο.

(Vers. 131.) Ὅτι ἐν Ἰλιάδι μὲν πείρινθα εἶπεν ὁ ποιητὴς τὸ τῆς ἁμάξης ἄνω τοῦ ἄξονος φορτοφόρον πλινθίον. καὶ ζητητέον ἐκεῖ περὶ τούτου. ἐνταῦθα δὲ Πεισίστρατος ἐς πείρινθα δίφρου, ἔνθα ὁ διφρηλάτης ἐκάθητο, ὡς ἐκεῖ ὁ ἁμαξηλάτης, τὰ βασιλικὰ δῶρα τίθησιν, ἃ πάντα θηήσατο θυμῷ, ὡς εἶναι οὕτως αὐτὰ θηητά. λέγοι δὲ ἂν πείρινθα κατὰ τὸ ἐοικὸς τῆς λέξεως τὸ περίθεμα, ὡς ἀπὸ τῆς περι προθέσεως καὶ τοῦ θῶ τὸ τίθημι. εἴη δ' ἂν πείρινθα καὶ ἡ πρὸ τούτων ῥηθεῖσά που ὑπερτερία ἐπὶ τῆς κατὰ τὴν Ναυσικάαν ἁμάξης, ὅ περ οἱ ὕστερον ἐσχάραν καλοῦσι. ζητητέον δὲ, εἴ περ πείρινς πείρινθος ἡ εὐθεῖα τῆς λέξεως ταύτης εἴτε τὸ πείρινθον.

(Vers. 140.) Ὅτι ἐν τῷ, κρέα δαίετο καὶ νέμε μοίρας, τὸ μὲν νέμε τὸν ὕστερον κρεανόμον ὑποβάλλει νοεῖν, τὸ δὲ δαίετο τὸν δαιτρὸν παρετυμολογεῖ. συστέλλει δὲ τὸ κρέα τὴν λήγουσαν ἐνταῦθα, ὡς ἀποκοπὴν παθὸν ἐκ τοῦ κρέατα. διὸ καὶ δάκτυλον ἀπαρτίζει. φησὶ γάρ· Βοηθοίδης κρέα δαίετο. εἰ δὲ καὶ ἴσως ἐκτέταται, συνίζησιν ἡ λέξις πάσχει ἐπὶ σπονδείου ἀπαρτισμῷ. ἐν τούτοις δὲ κρεανομεῖ μὲν ὁ Βοηθοίδης Ἐτεωνεὺς, οἰνοχοεῖ δὲ ὁ τοῦ βασιλέως παῖς. φησὶ γάρ· ᾠνοχόει δ' υἱὸς Μενελάου κυδαλίμοιο.

(Vers. 148.) Ὅτι τοῖς βασιλικοῖς νεανίαις ἀναβεβηκόσιν εἰς τὸ ἅρμα, οἶνόν τε μελίφρονα δίδωσιν ὁ βασιλεὺς ἐν δέπαϊ χρυσέῳ ἔχων ἐν χειρὶ δεξιτερῇ διὰ τὸ εὐοιώνιστον, ἵνα λείψαντε, τουτέστι σπείσαντες, κιοίτην ἤγουν ἀπέλθοιεν. καὶ [95] χαίρετον, ὦ κοῦροι, φησὶ, καὶ Νέστορι ποιμένι λαῶν εἰπεῖν, τουτέστιν εἴπατε αὐτὸ τοῦτο τὸ χαίρειν. διατί; ἦ γὰρ ἔμοιγε πατὴρ ὣς ἤπιος ἦεν ἐν Τροίᾳ.

(Vers. 156.) ἐπὶ δὲ τούτοις τῷ Τηλεμάχῳ εὐξαμένῳ, ὡς αἲ γὰρ ἐγὼ νοστήσας, τουτέστιν Ἰθάκηνδε κιὼν Ὀδυσεῖ ἐνὶ οἴκῳ εἴποιμι ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης ἔρχομαι.

(Vers. 159.) αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλὰ, εἰ καὶ μὴ ὅσα ἐκεῖνος ἐκ Φαιάκων, ἐπέπτατό φησι δεξιὸς ὄρνις αἰετὸς, ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον ἥμερον ἐξ αὐλῆς, οἱ δ' ἰΰζοντες ἕποντο ἀνέρες ἠδὲ γυναῖκες. ὁ δέ σφιν ἐγγύθεν ἐλθὼν δεξιὸς ἤϊξε πρόσθ' ἵππων, οἱ δὲ ἰδόντες γήθησαν

(Vers. 165.) καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. ὃ δὴ περίφρασίς ἐστι τοῦ γήθησαν. καὶ ὁ μὲν Νεστορίδης φράζεο δὴ Μενέλαε φησὶν εἴτε ἡμῖν τόδ' ἔφῃνε θεὸς τέρας ἢ σοὶ αὐτῷ, τέρας τὸ σημεῖον εἰπών. οὐ γάρ τι παρὰ φύσιν ἐπράχθη, ἵνα καὶ τέρας εἴη.

(Vers. 169.) Μενέλαος δὲ μερμήριζεν, ὅπως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας, ὅ ἐστιν ἐμελέτα σκεπτόμενος, πῶς ἂν προσηκόντως νοήσας ἀποκριθείη. οὕτω γὰρ οἶδε φράζειν ὁ ποιητὴς, οἷα μὴ εἰδὼς τὴν παρὰ τοῖς ὕστερον δραματικὴν ἢ καὶ ἀλλοίαν ὑπόκρισιν.

(Vers. 171.) Ἑλένη δὲ ἐν τοσούτῳ τανύπεπλος ὑποφθαμένη, τουτέστι φθάσασα καὶ προλαβοῦσα διὰ ὀξύτητα φύσεως καὶ ἀγχίνοιαν, εὐφυὴς γὰρ καὶ ἐν τοῖς φθάσασι δέδεικται, λύει τὸ ἄπορον πρὸ τοῦ ἀνδρὸς, εἰποῦσα· κέκλυτέ μευ, αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω. ἃ δὴ καὶ ἀλλαχοῦ κεῖνται.

(Vers. 174.) ὡς ὅδε χῆν' ἥρπαξεν ἀτιταλλομένην ἐνὶ οἴκῳ ἐλθὼν ἐξ ὄρεος ὅθι οἱ γενεή τε τόκος τε, ὣς Ὀδυσσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς οἴκαδε νοστήσει καὶ τίσεται,

(Vers. 177.) ἠὲ καὶ ἤδη οἴκοι ἐστὶ μνηστῆρσι κακὸν πάντεσσι φυτεύων, νοήσασα, ὡς εἰκὸς, ἡ Ἑλένη τοῦτο ἐκ τοῦ ἅμα τῇ εὐχῇ τὸν ῥηθέντα φανῆναι χηνοφόρον ἀετὸν, ἢ καὶ ἐκ τοῦ ἐγγύθεν ἐλθεῖν δεξιόν. καὶ ὁ Τηλέμαχος τὴν τοῦ τέρατος λύσιν μαθὼν καὶ εὐξάμενος οὕτω γενέσθαι καὶ εἰπὼν, ὡς εἰ τοῦτο γένηται, καὶ κεῖθι, τουτέστιν ἐν τῇ Ἰθάκῃ θεῷ ὣς εὐχετοῴμην, ἤγουν εὐχοίμην ἄν σοι δίκην θεοῦ, ἐφ' ἵπποιϊν μάστιν βάλε καὶ ἤρξατο ἀπέρχεσθαι, ἡνιοχῶν αὐτὸς ἐνταῦθα οἷα ἐκ τοῦ Πεισιστράτου ἤδη μαθών. ταπρῶτα γὰρ ἐκ Πύλου εἰς τὴν Σπάρτην ἐκεῖνος ἡνιόχευεν.

(Vers. 150.) ἐν τούτοις δὲ καὶ λέξις κεῖται ποιητικὴ τὸ, δέπαϊ δεδισκόμενος, ὅ ἐστι δεξιούμενος, ὃ ἐν ἄλλοις δειδισκόμενος ἔφη ὡς ἀπὸ τοῦ δέχω, δέκω, δίσκω, δεδίσκω, καὶ δειδίσκω κατὰ διχρόνου ἐπένθεσιν.

(Vers. 155.) Ἔτι καὶ λόγος ἐνταῦθα κεῖται ἀνδρὸς ἀγγελιαφόρου τὸ, καὶ λίην κείνῳ γε ὡς ἀγορεύεις πάντα τάδ' ἐλθόντες καταλέξομεν.

(Vers. 160.) Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς περὶ τοῦ ῥηθέντος τέρατος τὸ μὲν ὄρνις γενικὸν, εἶδος δὲ ὁ αἰετὸς, ἢ καὶ ἄλλως ὄρνις συνήθως ὁ σημαντικὸς τοῦ μέλλοντος οἰωνὸς, ὃς δεξιὸς ἐνταῦθα ἐπιπετασθεὶς ἀγαθὰ οἰωνίζεται.

(Vers. 161.) Ἀργὴν δὲ χῆνα λέγει μὲν τὴν οἰκουρὸν καὶ, ὡς αὐτός φησιν, ἥμερον καὶ ἀτιταλλομένην ἐν οἴκῳ. δηλοῖ δὲ καὶ διὰ τῆς κατοικιδίου ταύτης χηνὸς τοὺς μνηστῆρας. οἰκουρὸς γὰρ καὶ αὐτὴ καὶ κατ' ἐκείνους πολύφαγος καὶ ἀπὸ τοῦ χαίνειν καὶ χανδὸν ἐσθίειν καλουμένη. καὶ ἐν τοῖς ἑξῆς δὲ χῆνες καθ' ὕπνον διὰ ταῦτα ἐν ὀνείρῳ οἱ μνηστῆρες ὀπτάνονται τῇ Πηνελόπῃ. καὶ τοῦτο μὲν διὰ τὸ βορὸν καὶ οἰκουρὸν, ἐν δὲ τοῖς ἑξῆς καὶ κίρκος Ἀπόλλωνος ταχὺς ἄγγελος ἐν ποσὶ τίλλει ἔχων πέλειαν, παρὰ δὲ καταχέει ἔραζε, τὸν ὄλεθρον καὶ αὐτὸς ὑποσημαίνων τῶν μνηστήρων, εἰς πελείας νοουμένων, αἳ διὰ δειλίαν καὶ τρήρωνες λέγονται ὡς εὔτρεστοι. Θηλυκῶς δὲ ἡ χὴν πρὸς ἔμφασιν τῆς τῶν μνηστήρων ἀσθενείας. οὐ γὰρ μόνον ἥμερος χὴν ἀλλὰ καὶ θήλεια τῷ Ὀδυσσεῖ ἀετῷ κατέχεται. ὡς ὅ γε ἄγριος χὴν οὐχ' οὕτως ἀγεννής. ὡς δὲ καὶ ἀρσενικῶς ποτὲ λέγεται ὁ χὴν, καὶ ὡς περισπούδαστα ἦσαν κατὰ ῥώμην τὰ χήνεια ἥπατα, οἱ παλαιοὶ δηλοῦσι. παρ' οἷς καὶ χάριτος ὄφλονται ὑπὸ Ῥωμαίων χῆνες, ὡς περιποιησάμενοί ποτε αὐτοῖς διὰ νυκτέρου κραυγῆς τὴν ἀκρόπολιν κλεπτομένην ὑπὸ πολεμίων. ὡς δὲ ἀπὸ τοῦ χαίνειν οὐ μόνον χὴν καὶ χανδὸν ἀλλὰ καὶ ἰχθὺς χάννος διπλάζων Αἰολικῶς τὸ ἀμετάβολον, ἴσασιν οἱ ἐτυμολόγοι. ἐκ τοῦ χῶ δὲ τὸ χωρῶ γίνεται τὸ χαίνω ὁμοίως τῷ ῥῶ ῥαίνω καὶ τοῖς τοιούτοις· Ἰστέον δὲ ὅτι χαίνειν λεγομένου καὶ τοῦ λαλεῖν ὡς ἐκ τοῦ παρακολουθοῦντος τοῖς λαλοῦσι, καθὰ δηλοῖ Σοφοκλῆς ἐν τῷ μαστιγοφόρῳ, ἐκεῖθεν γίνεται προχάνη ἡ πρόφασις. καὶ εἰσὶ δύο αὗται λέξεις ταυτοδυνάμενοι. διότι γὰρ ταυτὸν τραγικώτερον τὸ χαίνειν καὶ τὸ φάσκειν εἰς ἶσον ἥκουσιν ἑρμηνείας καὶ ἡ προχάνη καὶ ἡ πρόφασις. οἱ δὲ ἀετώδεις ὄνυχες βελῶν δηλοῦσιν ὀξύτητα, δι' ὧν οἱ μνηστῆρες πίπτουσι. τὸ δὲ πέλωρον τῆς χηνὸς τὸ τῶν μνηστήρων αἰνίττεται κατ' αὐτοὺς εἰπεῖν ὑπερφίαλον.

(Vers. 162.) Τὸ δὲ ἰΰζειν φωνὴ [96] καὶ αὐτὸ ἄσημος, ἀφ' ἧς καὶ ἡ ἴυγξ παράγεται καὶ ὁ ἰυγμός. εἰσὶ δὲ ἰΰζοντες ἀνέρες καὶ γυναῖκες οἱ ἐπὶ τῷ θανάτῳ τῶν μνηστήρων κλαυσόμενοι οἰκεῖοι, οὓς δὴ μνηστῆρας μικρὸν ὕστερον ἁρπάσει τοῦ βίου ἐλθὼν ὁ ἀετὸς Ὀδυσσεὺς ἐξ ὄρεος τοῦ κατὰ τὴν ἐσχατιὰν ἀγροῦ. Τὸ δὲ ἰΰζοντες ἀνέρες ἠδὲ γυναῖκες οὐκ ἀπέοικε τοῦ, Μοῦσαι καλαὶ καὶ Ἀπόλλων, οἷς ἐγὼ σπένδω. ὡς γὰρ ἐκεῖ πρὸς τὸ ἑνικὸν ἀρσενικὸν, οὕτω κἀνταῦθα πρὸς τὸ ἀνέρες ἡ σύνταξις γέγονε.

(Vers. 164.) Τὸ δὲ πρόσθεν ἵππων ἑρμηνεία ἐστὶ τοῦ ἐγγύθεν. ἄμφω δὲ σημεῖον εἰσὶ τοῦ μὴ ἑτέρῳ τινὶ ἀλλὰ τοῖς ἐπὶ τοῦ ἅρματος φανῆναι τὸ τέρας.

(Vers. 171.) Τανύπεπλος δὲ ὅτι τε γυναικός ἐστιν ἐπίθετον, καὶ τίς ὁ τῆς λέξεως ταύτης νοῦς, δηλοῦται ἀλλαχοῦ.

(Vers. 175.) Γενεὴ δὲ νῦν ἐπὶ ὀρνέων, ὡς καὶ ἀλλαχοῦ καὶ ἐπὶ φύλλων καὶ ἐπὶ ἵππων καὶ οὐ μόνον ἐπὶ ἀνθρώπων. δῆλον δὲ καὶ ὅτι τὸ ῥηθὲν περὶ τοῦ οἰωνοῦ πλάσμα εὔελπιν ἀποκαθιστᾷ τὸν Τηλέμαχον εἰς Ἰθάκην καὶ εὐπαράδεκτον αὐτῷ ποιεῖ τὸν πατρικὸν ἀναγνωρισμόν. τὸ δὲ, ἐφ' ἵπποιϊν μάστιν βάλεν, ὅμοιόν ἐστι τῷ, ἐπέβαλεν ἱμάσθλην.

(Vers. 182.) γίνεται δὲ ἡ μάστις ἀπὸ τοῦ μαστίω μαστίσω, ὥς περ ἡ μάστιξ ἀπὸ τοῦ μαστίζω μαστίξω.

(Vers. 193.) Ὅτι καθάπερ ἐκ Πύλου πανημέριοι οἱ βασιλικοὶ παῖδες πρὸ τούτων ἐλάσαντες εἰς τὸν Φηραῖον ἵκοντο Διοκλῆν καὶ ἐκεῖθεν εἰς Λακεδαίμονα, οὕτω καὶ νῦν ἐκ Λακεδαίμονος εἰς τὸν αὐτὸν ἐλθόντες τρόπον καὶ ὁμοίως ξενισθέντες ἵκοντο ἐς Πύλου αἰπὺ πτολίεθρον. καὶ κεῖνται καὶ ἐνταῦθα στίχοι ἀπαράλλακτοι, ὁποῖοι καὶ ἐκεῖ, ἀρχόμενοι ἐκ τοῦ, οἱ δὲ πανημέριοι σεῖον ζυγὸν, καὶ λήγοντες εἰς τὸ, ἵππους τε ζεύγνυντο.

(Vers. 195.) Ὅτι παράκλησις ξενικὴ τὸ, πῶς κέν μοι ὑποσχόμενος τελέσειας μῦθον ἐμόν. ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ' εἶναι ἐκ πατέρων φιλότητος.

(Vers. 197.) Εἰ δὲ καὶ ὁμήλικες ὄντες συνοδεύουσιν ἁρμόζει καὶ τὸ, αὐτὰρ καὶ ὁμήλικες ἐσμέν.

(Vers. 198.) ἥδε δ' ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει, ἤγουν εἰς ὁμόνοιαν ἐμβαλεῖ. Τηλέμαχος δὲ τοῦτο λέγει ἀξιῶν τὸν ὁμήλικα Πεισίστρατον μὴ ἀγαγεῖν αὐτὸν εἰς Πύλον. καὶ δοκεῖ μὲν οὐκ εὐπαιδεύτως ἔχειν, εἴ περ ἐθέλει μὴ συνταξάμενος τῷ γέροντι νοστῆσαι εἰς Ἰθάκην. αἴτιον δὲ ὅμως τούτου κατὰ τὸν ποιητὴν τὸ πάνυ σπεύδειν οἴκαδε τὸν Τηλέμαχον. διὸ φησί· μή με παρὲξ ἄγε νῆα διοτρεφὲς, ἀλλὰ λίπ' αὐτοῦ, μή μ' ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ, ἱέμενος φιλέειν, ἤγουν ἐφιέμενος φιλοφρονεῖσθαι. ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι, διά γε τὸ κατὰ τὸν ἀετὸν καὶ τὴν χῆνα τέρας καὶ διὰ τὸν ἐκ τῆς Ἀθηνᾶς, ὡς ἐῤῥέθη, νύκτωρ ἐρεθισμὸν, ὃν οὐκ ἐθέλει ἐκκαλύπτειν ὁ Τηλέμαχος, οἷα φρονῶν μὴ χρῆναι εἰκῆ ἐκφαίνειν τὰ ἀπόῤῥητα. ἄλλως μέντοι καὶ ὁ ποιητὴς θᾶσσον ἐθέλει τὸν παῖδα ἐπαναγαγεῖν διὰ τὸν Ὀδυσσέα καὶ αὐτὸν ἤδη νοστῆσαι. καὶ οὕτω μὲν ὁ τοῦ σοφοῦ Ὀδυσσέως υἱὸς δυσωπεῖ τὸν Νεστορίδην τῇ τε πατρῴᾳ ξενίᾳ καὶ τῇ ὁμηλικιότητι καὶ τῇ συνδιατριβῇ.

(Vers. 202.) ὁ δὲ Νεστορίδης συμφρασάμενος θυμῷ, ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειε, φρονεῖ κέρδιον εἶναι στρέψαι ἵππους ἐπὶ νῆα. καὶ τὰ τοῦ Μενελάου κάλλιμα δῶρα πρύμνῃ ἐνὶ νηῒ θέμενος

(Vers. 209.) σπουδῇ νῦν ἀνάβαινε, φησὶν, ἤγουν ἀνάπλεε, κέλευέ τε πάντας ἑταίρους ὁμοίως ποιεῖν, πρὶν ἐμὲ οἴκαδ' ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμὸν, οἷος ἐκείνου θυμὸς ὑπέρβιος. οὔ σε μεθήσει,

(Vers. 213.) ἀλλ' αὐτὸς καλέων δεῦρ' εἴσεται, τουτέστι πορεύσεται. οὐδέ ἑ φημὶ, ἢ οὐδέ σε φημὶ, ἂψ ἰέναι κενεὸν, ἤγουν μὴ ἔχοντα δῶρα.

(Vers. 214.) μάλα γὰρ κεχολώσεται ἔμπης, εἰ μὴ δηλαδὴ πεισθείης ἐκείνῳ. καλῶς ἄρα παρατρέχει τὸν γέροντα ὁ Τηλέμαχος, ἵνα μὴ βιασθεὶς καὶ παραμείνας εἰκῆ διατρίψῃ καιρὸν ἐκεῖ.

(Vers. 199.) Ὅρα δὲ καὶ ἐν τούτοις τὸ παρὲξ ἄγε νῆα αἰτιατικῇ συνταχθέν.

(Vers. 197.) Ἰστέον δὲ, ὅτι τὸ ἐκ πατέρων ἑρμηνευτικόν ἐστι τοῦ διαμπερὲς, καὶ ὅτι ταυτὸν ξένους ἐκ πατέρων φιλότητος εἰπεῖν καὶ ξένους πατρῴους, ὁποῖοι καὶ ἐν Ἰλιάδι Γλαῦκος καὶ Διομήδης.

(Vers. 206.) Τὸ δὲ νηῒ ἐνὶ πρύμνῃ τῷ μέρει τῇ πρύπνῃ συμπαρέλαβε τὸ ὅλον τὴν νῆα κατὰ ἰδέαν περιβολῆς. κεῖται δὲ τὸ σχῆμα καὶ ἐν τοῖς ἑξῆς.

(Vers. 212.) Τὸ δὲ, οἷος ἐκείνου θυμὸς ὑπέρβιος καὶ ἑξῆς, φιλικὴν βίαν φράζει. Θυμὸς δὲ ὑπέρβιος ἢ ὁ χόλος· διὸ ἐπήγαγε τὸ, μάλα γὰρ κεχολώσεται· ἢ βιαία ψυχὴ, ὡς δηλοῖ τὸ, οὔ σε μεθήσει, ἐξ οὗ μεθήμων ὁ ἀμελητής. Τοῦ δὲ εἴσεται ἐνεστὼς εἴω τὸ πορεύομαι, οὗ μνεία καὶ πρὸ ὀλίγων ἦν. Ἐπὶ δὲ τούτοις ὅρα καὶ ὅτι εὐτελῆ καὶ μὴ ἀναγκαῖα παρατρέχων ὁ ποιητὴς, εἰ καὶ εἶχε πλατύνειν καὶ ἀπ' αὐτῶν τὴν ποίησιν, ὅμως οὔτε Πεισιστράτου οὔτε Νέστορος μεμνήσεται τί δή ποτε μετὰ ταῦτα πεποιήκασι καὶ εἴτε εἶπέ τι ὁ Πεισίστρατος τῷ πατρὶ εἴτε καὶ μὴ, καὶ εἴτε ἐδυσχέρανεν ὁ γέρων εἴτε καὶ μή. Ἔτι δὲ ὅρα καὶ ὡς ἐψεύσατο κατά τινα [97] περιπέτειαν ἀναγκαίως ὁ Τηλέμαχος. ὑπέσχετο μὲν γὰρ τῷ Μενελάῳ, ὡς πάντα τάδ' ἐλθόντες καταλέξομεν τῷ Νέστορι. οὐ ποιεῖ δὲ αὐτὸ, οἷα ἐπειγόμενος εἰς τὴν πατρίδα διὰ τὸ ἐκ τῆς Ἑλένης οἰωνίσασθαι, ὡς ἴσως οἴκοι ἐστὶν ἄρτι Ὀδυσσεύς. διὸ καὶ εἶπεν ὅτι ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.

(Vers. 218.) Ὅτι τὰ τῆς νηὸς ὅπλα τεύχεα καὶ ἐνταῦθα λέγει διὰ τὸ ταυτοδυνάμους τὰς λέξεις εἶναι κατὰ πολυωνυμίαν. φησὶ γὰρ Τηλέμαχος· ἐγκοσμεῖτε τὰ τεύχεα ἑταῖροι νηῒ μελαίνῃ, αὐτοί τ' ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο, ἤγουν περάσωμεν διὰ κελεύθου τῆς κατὰ θάλασσαν. μετ' ὀλίγα δὲ ὁ αὐτὸς κελεύσει τοῖς ἑταίροις ὅπλων ἅπτεσθαι, τὰ τεύχεα ὅπλα εἰπών.

(Vers. 222.) Ὅτι ἐπιτηδείως κἀνταῦθα ὁ ποιητὴς ἱστορικὸν ἐπεισόδιον τῇ αὐτοῦ ποιήσει ἐγκατατίθεται, ἀφορμὴν εὑρηκὼς τὴν τοῦ μάντεως Θεοκλυμένου ἔλευσιν εἰς τὸν Τηλέμαχον καὶ τὴν αὐτοῦ γενεαλογίαν, ὡς ῥηθήσεται. καὶ οὕτω ποικιλίαν τῇ ποιήσει τεχνᾶται, ὡς καὶ ἐν ἄλλοις ποιεῖ. ἔστι δὲ ἃ περὶ τοῦ Θεοκλυμένου λέγει, τοιαῦτα· ὁ μὲν δὴ, τουτέστιν ὁ Τηλέμαχος, ἐπονεῖτο θύων. σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ, τηλεδαπὸς, φεύγων ἐξ Ἄργεος, αὐτῆς δὴ τῆς πόλεως,

(Vers. 224.) ἄνδρα κατακτὰς, μάντις. ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, τοῦ ἐν τῇ νεκυίᾳ γραφέντος, ὃς, ἤγουν ὁ Μελάμπους, πρὶν μέν ποτ' ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, ἀφνειὸς Πυλίοισι, μέγ' ἔξοχα δώματα ναίων.

(Vers. 228.) δὴ τότε, ἄλλων δῆμον ἀφίκετο πατρίδα φεύγων, τουτέστιν εἰς Ἄργος ἦλθε τὴν Πύλον φυγών. Νηλέα τε μεγάθυμον ἀγαυότατον ζωόντων, ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν

(Vers. 231.) εἶχε ποτὲ βίῃ, διὰ τὸν ἀδελφὸν δηλαδὴ Βίαντα, ὡς καὶ αὐτὸ ἱστορήθη πρὸ τούτων, ὑπὲρ οὗ ἑαυτὸν κινδύνῳ ἐκδοὺς ὁ Μελάμπους τέως μὲν, ὡς προεγράφη, παρὰ τῷ Θετταλῷ Φυλάκῳ δεσμῷ ἐν ἀργαλέῳ δέδετο κρατέρ' ἄλγεα πάσχων,

(Vers. 233.) εἵνεκα Πηροῦς τῆς Νηλέως θυγατρὸς ἄτης τε βαρείας.

(Vers. 234.) τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐριννὺς, κακοθέντι διὰ τιμὴν τοῦ ἀδελφοῦ Βίαντος, καθὰ προδεδήλωται.

(Vers. 235.) ἀλλ' ὁ μὲν Μελάμπους μαντευσάμενος τῷ Φυλάκῳ, ὅ περ ἐκεῖνος ἤθελεν, ἤθελε δὲ περὶ παιδοποιΐας ὡς προεδηλώθη, μαθεῖν, ἔκφυγε κῆρα μετ' ἐνιαυτὸν, καὶ ἤλασε βοῦς ἐριμύκους τὰς τῆς Πηροῦς, ἐς Πύλον ἐκ Φυλάκης, καὶ ἐτίσατο ἔργον ἀεικὲς ἀντίθεον Νηλῆα, τὸ καὶ τὴν Πηρὼ δηλαδὴ κατεγγυῆσαι τῷ ἀδελφῷ Βίαντι ἄκοντος Νηλέως, καὶ τὰ χρήματα δὲ ἀφελέσθαι τὸν περὶ αὐτὰ ἄδικον. καὶ τοίνυν κασιγνήτῳ ἀγαγόμενος γυναῖκα τὴν Πηρὼ, ἄλλων ἵκετο δῆμον αὐτὸς, ὡς καὶ ἀνωτέρω ἔφη, Ἄργος ἐς ἱππόβοτον.

(Vers. 239.) αὐτόθι γάρ, φησιν, αἴσιμον ἦν ναίειν πολλοῖσιν ἀνάσσοντ' Ἀργείοισιν. ἔνθα γήμας γυναῖκα καὶ ὑψερεφὲς θέμενος δῶμα γείνατο Ἀντιφάτην καὶ Μάντιον υἷε κραταιώ. ὧν Ἀντιφάτης μὲν τίκτεν Ὀϊκλῆα μεγάθυμον, Ὀϊκλῆς δὲ λαοσσόον Ἀμφιαρήονα, ὃν περὶ κῆρι φίλει Ζεύς τ' αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητα, οὐδ' ἵκετο γήραος οὐδόν. ἀλλ' ὄλετ' ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.

(Vers. 248.) τοῦ δ' υἱεῖς ἐγένοντο, τουτέστι τοῦ Ἀμφιαράου, Ἀλκμάων Ἀμφίλοχός τε. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε. ἀλλὰ Κλεῖτον μὲν χρυσόθρονος ἥρπασεν Ἠὼς κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων θῆκε βροτῶν ὄχ' ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάρηος.

(Vers. 254.) ὃς, ὁ Πολυφείδης δηλαδὴ, Ὑπερησίηνδε, τουτέστιν εἰς Ὑπερησίαν πόλιν Ἄργους ἀπενάσσατο, πατρὶ χολωθείς. καὶ ἐκεῖ κατοικῶν ἐμαντεύετο πᾶσι βροτοῖς, τοῖς εἰς αὐτὸν δηλαδὴ φοιτῶσι. τούτου υἱὸς ἐπῆλθεν, Θεοκλύμενος δ' ὄνομ' ἦεν, κλῆσιν ταύτην λαχὼν, οἰκείαν μάντεϊ, ὡς τὰ ἐκ θεῶν κλύων, ὅ περ ἐν Ἰλιάδι Ἕλενός που αὐχεῖ ἔχειν, εἰπών· ὡς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν. εἶτα ἐνταῦθα στήσας τὴν τοιαύτην ἱστορίαν ὁ ποιητὴς καὶ πλάσας εὐμεθόδως τὸν Θεοκλύμενον μὲν ἐρώτησιν θέσθαι πρὸς τὸν Τηλέμαχον τίς καὶ πόθεν καὶ τίνων γονέων ἐστὶ, τὸν δὲ Τηλέμαχον ἀπολογήσασθαι τὰ δοκοῦντα, ἐπάγει καὶ τὰ ἐφεξῆς καὶ συγκολλᾷ δεξιώτατα.

(Vers. 272.) μαθὼν γὰρ ὁ Θεοκλύμενος ἀποδημεῖν τῆς πατρίδος ἄρτι ἄκοντα τὸν Τηλέμαχον, φησὶν αὐτὸς ἀφηγηματικῶς· οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἤγουν μακρὰν τῆς πατρίδος, ἄκων εἰμὶ δηλαδὴ, ἄνδρα κατακτὰς ἔμφυλον, τουτέστι φυλέτην, ὁμόφυλον. πολλοὶ δὲ αὐτῷ κασίγνητοί τε ἔται τε Ἄργος ἀν' ἱππόβοτον. μέγα δὲ κρατέουσιν Ἀχαιῶν, ἤγουν Ἀργείων. τῶν ὑπαλευάμενος θάνατον φεύγω. ἐπεί νύ μοι αἶσα κατ' ἀνθρώπους ἀλάλησθαι.

(Vers. 277.) εἶτα καὶ ἀξιῶν φησίν· ἀλλά με νηὸς ἔφεσσαι, τουτέστιν ἐπὶ τῆς νηὸς κάθισον, ἐπιβίβασον· ἐπεί σε φυγὼν ἱκέτευσα, μή με κατακτείνωσι, διωκέμεναι γὰρ ὀΐω. Καὶ ὅρα τὸ κομματικὸν τῆς ἀξιώσεως, ἐναγωνίως προαχθὲν, ὡς εἴ περ ἐπνευστία ὁ λέγων. [98] δυσὶ γὰρ στίχοις ἔννοιαι τέσσαρες ἔγκεινται. ὧν αἱ δύο μὲν προτάσεις εἰσὶν, αἱ δὲ δύο κατασκευαὶ αὐτῶν. οὕτω δὲ καὶ ἡ ἀρχὴ τοῦ ἱστορικοῦ διηγήματος κομματικῶς προήχθη, συνεξομοιουμένη τῷ προσώπῳ περὶ οὗ τὸ διήγημα. ἔφη γὰρ οὕτω·

(Vers. 223.) σχεδόθεν δέ οἱ ἦλθεν ἀνὴρ, τηλεδαπὸς, φεύγων ἐξ Ἄργεος, ἄνδρα κατακτὰς, μάντις.

(Vers. 272.) Πάνυ δὲ πολλὴ τῷ Θεοκλυμένῳ ἡ δειλία διὰ τὸ κρατερὸν τῶν τοῦ πεφονευμένου συγγενῶν, εἴ γε καὶ ὡς διώκοντας αὐτοὺς φαντάζεται. Ἡ δὲ ῥηθεῖσα περὶ Μελάμποδος καὶ Βίαντος τῶν ἀδελφῶν ἱστορία καὶ περὶ Νηλέως καὶ Πηροῦς ἱκανῶς ἐν τοῖς φθάσασι περὶ τῶν ἐν Ἅιδου ἡρωΐδων λεχθῆναι διείληπται. ἐν τοῖς ἐκεῖ δὲ καὶ περὶ τοῦ χρυσοῦ λέλεκται ὅρμου, ὃν ἡ Ἐριφύλη παρὰ Πολυνείκους λαβοῦσα τὸν ἄνδρα προέδωκεν Ἀμφιάραον, ὃν δὴ ὅρμον ἐνταῦθα δηλοῖ ὁ ποιητὴς ἐν τῷ,

(Vers. 247.) γυναίων εἵνεκα δώρων. Πολὺς δὲ τῷ ῥηθέντι διηγήματι σποράδην ἔπαινος ἔγκειται. μητέρα μὲν γὰρ μήλων τὴν Πύλον λέγει, ὡς πολυθρέμμονα, ἀφνειὸν δὲ καὶ μέγα ἔξοχα δώματα ναίοντα τὸν Μελάμποδα, καὶ πολλοῖς ἀνάσσοντα Ἀργείοισιν, εἰ καὶ ἄλλως κρατερὰ καὶ ἄλγεα ἔπαθε καὶ ἄτην βαρεῖαν ἔσχεν ἐξ Ἐριννύων.

(Vers. 229.) τὸν δὲ Νηλέα μεγάθυμον λέγει καὶ ἀγαυότατον ζωόντων,

(Vers. 242.) τοὺς δὲ Μελάμποδος υἱοὺς κραταιοὺς, ὧν ὁ ἕτερος τῷ Λαιστρυγόνι Ἀντιφάτῃ ὁμωνυμεῖ.

(Vers. 243.) μεγάθυμον δὲ τὸν Ὀϊκλέα. θεοφιλῆ δὲ τὸν Ἀμφιάραον καὶ λαοσσόον, ὅ ἐστι λαοὺς σόοντα, ἤτοι διώκοντα κατ' ἀνδρίαν, ἢ σώζοντα διὰ μαντικῆς.

(Vers. 250.) τὸν δὲ πρὸ ὥρας θανεῖν δοκοῦντα Κλεῖτον περικαλλέστατόν φησιν, εἴ γε καὶ ἡ Ἠὼς ἠράσθη αὐτοῦ καὶ ἥρπασε διὰ κάλλος, καθὰ καὶ τὸν Τιθωνὸν, περὶ οὗ ἐν ἄλλοις κεῖται. τὸν δὲ Πολυφείδεα ὑπέρθυμόν τε λέγει καὶ μάντιν ἄριστον μετὰ τὸν Ἀμφιαράου θάνατον, ὡς ἐκείνου δηλαδὴ κρείττονος ὄντος ὅτε ζῶν ἦν.

(Vers. 225.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, Μελάμποδος ἔκγονος ἦεν, διὰ τοῦ κάππα ἔκγονος λέγεται ὁ κοινότερον ὀφείλων ἔγγονος λεχθῆναι. οὐ γὰρ κυρίως κατὰ κοινολεξίαν ὁ Θεοκλύμενος ἔκγονός ἐστι τοῦ Μελάμποδος, ὅτι μηδὲ υἱός. δισέγγονος γὰρ ἐκεῖθεν ἐστίν, ἐπεὶ Μελάμποδος, Μάντιος· οὗ Πολυφείδης· οὗ Θεοκλύμενος. ὥς περ αὖ πάλιν τρισέγγονος ἐκεῖθεν ὁ Ἀλκμάων, ὁ καὶ Ἀλκμαίων καὶ Ἀλκμὰν, ὡς προγέγραπται, ὁ ἀνελὼν τὴν μητέρα. Μελάμποδος γὰρ Ἀντιφάτης· οὗ Ὀϊκλῆς· οὗ Ἀμφιάραος, ἀνὴρ καὶ ἀνδρεῖος καὶ μαντικώτατος· οὗ Ἀλκμαίων. ἔστι δὲ εἰπεῖν πρὸς τὴν διὰ τοῦ κ γραφὴν τοῦ ἔκγονος, ὅτι τὸ ἐξεγένετο ῥῆμα εἰδὼς Ὅμηρος ἔκγονον ἐξ αὐτοῦ λέγει τὸν ἔκ τινος γένους, ὡς εἴ περ ἔφη ἀπόγονον. ἡ δὲ τοῦ ἐγγόνου γραφὴ τῶν μεθ' Ὅμηρον ἐστίν.

(Vers. 228.) Ἐν δὲ τῷ, ἄλλων δῆμον ἀφίκετο, διφορεῖται μὲν κατὰ τὴν γραφὴν τὸ ἄλλων, κρεῖττον δὲ ἐκτείνειν αὐτό. ἐπεὶ μετ' ὀλίγα εἰς τόπον σπονδείου κεῖται τὸ, ὁ δ' ἄλλων ἵκετο δῆμον. Δασπλῆτις δὲ Ἐριννὺς κατὰ πλεονασμὸν τοῦ σ, ἡ ἄγαν πελάζουσα ἢ πλήττουσα.

(Vers. 245.) Τὸν δὲ Ἀμφιάραον φιλεῖν ὁ Ζεὺς μὲν λέγεται ὡς βασιλικὸν ἄνδρα καὶ διατοῦτο διογενῆ καὶ διοτρεφῆ, Ἀπόλλων δὲ ὡς μάντιν.

(Vers. 246.) Τὸ δὲ, οὐδ' ἵκετο γήραος οὐδὸν, ἁπλῶς οὕτω καὶ ἀφελῶς εἰπεῖν δοκεῖ ὁ ποιητὴς, καὶ οὐ πρός τι σκῶμμα καὶ φαυλισμὸν, ὡς καὶ ὅτε τινὰ ἱστορήσας ἐν Ἰλιάδι πάντας ξενίζοντα εἴπῃ, ὅτι κτεινομένῳ αὐτῷ οὐδεὶς ἐκείνων παραστὰς ἐπήμυνεν, οὐ λέγει οὕτως οἷα φαυλίζων τὸ τῆς ξενίας ἀγαθὸν, ἀλλ' αὐτὸ τὸ ὂν διηγούμενος. οὕτω δὲ καὶ ὅτε φιλεῖσθαι τινὰ εἰπὼν ὑπὸ Ἀρτέμιδος ἔφη, ἀλλ' οὔ οἱ θνήσκοντι ἐκείνη παρέστη, οὐ μωμεύει, ἀλλ' ἱστορεῖ. ὁμοίως οὖν καὶ Ἀμφιάραος οὐ κατεγήρασε, καὶ ταῦτα φιλούμενος θεοῖς, οἳ πεπρωμένης μὲν οὐκ ἀπολύουσί τινα, ζῶντι δέ, φασιν, ἀγαθῶν αἴτιοι γίνονται. Μένανδρος μέντοι ἄλλως ἂν λύσῃ τὸ ἄπορον, δοξάζων σύμβολον θεοφιλοῦς εἶναι τὸ μὴ καταγηρᾶν. φησὶ γάρ· ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνήσκει νέος. Τιθωνῷ γοῦν ὑπεργηράσαντι οὐ συνήνεγκε τὸ μακρογήρων. Τὸ δὲ, ἐφίλει παντοίην φιλότητα, εἴρηται μὲν ἐτυμολογικῶς, ἐμφαίνει δὲ πολυάρετον εἶναι τὸν Ἀμφιάρεων κατά τε τὸ βασιλικὸν καὶ τὸ ἀνδρεῖον καὶ τὸ μαντικὸν, ἴσως δὲ καὶ τὸ ἐξ Ἀπόλλωνος μουσικὸν καὶ τοιαῦτα τινά. Γήραος δὲ οὐδὸν ἢ τὴν ὁδὸν λέγει, ἐῤῥέθη γάρ που καὶ ἐπὶ ὁδοῦ τὴν λέξιν ταύτην κεῖσθαι, ἢ καὶ ὡς ἐπὶ οἴκου γήραος οὐδὸς ἡ εἰς τὸ γῆρας εἰσέλευσις.

(Vers. 249.) Ὅρα δὲ καὶ τὴν βαρυτόνησιν τοῦ Πολυφείδεος καὶ τοῦ Κλείτου, τὰ γὰρ ἐπίθετα ὀξυτονοῦνται, ἤγουν ὁ πολυφειδὴς ὁμοίως τῷ ἀφειδὴς καὶ ὁ κλειτὸς ἐπὶ ἐνδόξου. τῷ δὲ τοιούτῳ Κλείτῳ ὁμώνυμος καὶ ὕστερον ὁ τῷ Μακεδόνι Ἀλεξάνδρῳ φίλος.

(Vers. 254.) Τὸ δὲ πατρὶ χολωθεὶς βιωτικῶς κεῖται δίχα αἰτίας, ὡς οὐκ ἀδύνατον ὂν καὶ πατράσι διαφόρους γίνεσθαι τοὺς υἱούς. Σημείωσαι [99] δ' ἐνταῦθα καὶ ὡς εἰ καὶ χρησιμεύσει τῷ Τηλεμάχῳ Θεοκλύμενος ὡς μάντις, ἀλλὰ τοῦτο μὲν ὕστερον. νῦν δὲ ὡς ξένος καὶ ὁμοιοπαθὴς προσλαμβάνεται. αὐτός τε γὰρ, ὡς ἐῤῥέθη, φυγὰς ἥκει, καὶ Τηλέμαχος δὲ ἄκων τῆς πατρίδος ἀποδημεῖ.

(Vers. 258.) Σημείωσαι δὲ καὶ ὅτι εἶχε μὲν ὁ ποιητὴς τὴν Θεοκλυμένου γενεαλογίαν αὐτῷ περιθεῖναι τῷ Θεοκλυμένῳ, ἵνα, καθάπερ αὐτὸς ἐρωτήσας ὡς ῥηθήσεται τὸν Τηλέμαχον τίς καὶ πόθεν ἐστὶν, ἔμαθε τὰ ἐκείνου, οὕτω καὶ ὁ Τηλέμαχος ἐξ ἐρωτήσεως γνοίη τὰ τούτου. οὐ ποιεῖ δὲ οὕτω διὰ τὴν κατέπειξιν τοῦ καιροῦ. διὸ καὶ τὴν τοῦ Τηλεμάχου ἀπόκρισιν βραχυτάτην πλάττει γενέσθαι. καὶ ἄλλως δὲ εἰπεῖν, Θεοκλύμενος μὲν ἠρώτησε τὸν Τηλέμαχον τίς ἂν καὶ πόθεν εἴη ἀναγκαίως, οἷα δεδιὼς μὴ τῶν διωκόντων προσγενὴς εἴη.

(Vers. 265.) Τηλέμαχος δὲ σπεύδων οὐκ ἂν ὁμοίως ἐκεῖνον ἔροιτο. διὸ φθάνων ὁ ποιητὴς αὐτὸς ἡμῖν γενεαλογεῖ τὸν Θεοκλύμενον, ἵνα μὴ καὶ ἄλλως πλάσας λαλοίη ἀπίθανα.

(Vers. 273.) Ἰστέον δὲ καὶ ὅτι τὸ ἄνδρα ἔμφυλον πρωτότυπόν ἐστι τοῦ ἐμφύλιον, ὡς καὶ τοῦ οὔλιος προϋπόκειται ὁ οὖλος καὶ τοῦ ἐλευθέριος ὁ ἐλεύθερος. οὕτω δὲ καὶ τοῦ δούλιον ἦμαρ τὸ δοῦλον προϋπόκειται.

(Vers. 258. sqq.) Ὅτι καὶ ὁ Θεοκλύμενος ἐνταῦθα ἐκ τοῦ καιροῦ λαβὼν προοίμιον, εὗρε γὰρ τὸν Τηλέμαχον σπένδοντα εὐχόμενόν τε περὶ εὐπλοίας, φησίν· ὦ φίλε, ἐπεί σε θύοντα κιχάνω τῷδ' ἐνὶ χώρῳ, λίσσομαι ὑπὲρ θυέων, ἤγουν τῶν ἄρτι τούτων θυσιῶν καὶ θεοῦ, ᾧ εὔχῃ, ἠδὲ τοκήων κατά τινα τῶν ἀντιγράφων, κατὰ δὲ ἕτερα, αὐτὰρ ἔπειτα σῆς τ' αὐτοῦ κεφαλῆς καὶ ἑταίρων οἵ τοι ἕπονται, εἰπέ μοι εἰρομένῳ νημερτέα μηδὲ ἐπικεύσῃς, τίς πόθεν εἶς ἀνδρῶν καὶ τὰ ἑξῆς. δέδοικε γὰρ, ὡς εἰκὸς, καθὰ καὶ προείρηται, μή ποτε προσήκῃ τῷ γένει τοῦ φονευθέντος, ὁ δὲ κεφαλαιωσάμενος τὰ καθ' ἑαυτὸν ἐν στίχοις τέτρασι φησίν· ἐξ Ἰθάκης γένος εἰμὶ, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεὺς, εἴ ποτ' ἔην, νῦν δ' ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο. καὶ ἦν μὲν ἀκόλουθον μαντεύσασθαί τι ἐνταῦθα τὸν Θεοκλύμενον περὶ Ὀδυσσέως. ἐπεὶ δὲ οὐκ ἦν οὐδὲ τοῦτο γενέσθαι νῦν διὰ τὴν σπουδὴν, μαντεύσεται καιρίως μετ' ὀλίγα καὶ φιληθήσεται ὑπὸ τοῦ Τηλεμάχου εἰς πλέον.

(Vers. 268.) καὶ ὅρα τὸ, εἴ ποτ' ἔην, περιπαθῶς τε λεχθὲν καὶ ἐπὶ διορθώσει τοῦ, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς· οὐ γὰρ ἔστιν ὁ ἤδη φθαρεὶς ὀλέθρῳ λυγρῷ, ἀλλὰ ἦν ποτέ.

(Vers. 260.) Καὶ ὅτι τὸ σπένδειν καὶ εὔχεσθαι θύειν εἶπεν, ὡς καὶ πρὸ ὀλίγων, εὔχετο, θῦε δ' Ἀθήνῃ. ἄλλως γὰρ οὐχ' ὑπόκειταί τι ἐνταῦθα θυόμενον.

(Vers. 280.) Ὅτι φιλοξένου ἀνδρὸς λόγος τὸ, οὐ μὲν δή σ' ἐθέλοντά γε ἀπώσω, Ἀττικῶς δὲ εἰπεῖν, ἀπώσομαι. ἀλλ' ἕπευ. αὐτὰρ κεῖθι φιλήσεαι οἷά κ' ἔχωμεν.

(Vers. 283.) Ὅτι καὶ ἐνταῦθα ἴκρια τὰ τῆς νηὸς λέγει καταστρώματα. τὸ γοῦν ἔγχος τοῦ ξένου Θεοκλυμένου δεξάμενος ὁ Τηλέμαχος οὐκ ἔστησεν ὀρθὸν, ἀλλὰ νηὸς ἐπ' ἰκριόφιν ἐτάνυσεν.

(Vers. 285.) εἶτα καὶ τιμῶν αὐτὸν ἄγχι αὐτοῦ ἐκάθισεν ἐν τῇ πρύμνῃ τῆς νηὸς, περὶ ἣν οἱ ἔνδοξοι κάθηνται.

(Vers. 289.) Ὅτι καὶ ἐνταῦθα διασκευάζων πλοῦν ἱστόν τε εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης φησὶ σταθῆναι καὶ προτόνοις αὐτὸν δεθῆναι.

(Vers. 291.) ἱστία τε λευκὰ ἑλκυσθῆναι οὐ σχοίνοις ἀλλὰ εὐστρέπτοισι βοεῦσιν, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ. λέγει δὲ καὶ ἴκμενον αὐτοῖς οὖρον πεμφθῆναι θεόθεν λάβρον ἐπαιγίζοντα δι' αἰθέρος,

(Vers. 293.) ὄφρα τάχιστα ναῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. ἀνύεται δὲ τοῦτο οὔρῳ, τουτέστι φορῷ ἀνέμῳ καὶ ὁρμητίᾳ οὐχ' ἁπλῶς ἀλλὰ καὶ ἐπαιγίζοντι, τουτέστιν ἔχοντι καὶ αἰγίδος τι, ἀφ' ἧς παρονομάζεται καὶ ἡ καταιγίς. Τὸ δὲ λάβρον οὐ σφαλερὸν μὲν, εἰ καὶ τῇ αυ διφθόγγῳ παραλήγεται παρὰ τὴν αὖραν. ἀρέσκει δὲ τοῖς ἀκριβεστέροις διὰ τοῦ βῆτα γράφεσθαι διὰ τὸ λίαν βαρύ. ἐπεὶ καὶ ζαχρηεῖς ἄνεμοι κατὰ τοιοῦτον σημαινόμενον λέγονται. ἄδηλον δὲ εἴτε στικτέον εἰς τὸ λάβρον, εἴτε καὶ συναπτέον αὐτὸ πρὸς τὸ ἐπαιγίζοντα, ἵνα ἐκείνως μὲν λέγῃ κατὰ γένος ἀρσενικὸν λάβρον ἄνεμον, οὕτω δὲ λάβρον ἐπαιγίζοντα κατὰ γένος οὐδέτερον. Ἐν δὲ τῷ δι' αἰθέρος αἰθὴρ φανερῶς ὁ ἀὴρ λέγεται. ἄλλως γὰρ ὁ κυρίως αἰθὴρ νήνεμός ἐστιν.

(Vers. 297.) Ὅτι ἐν τῷ, ἡ δὲ, τουτέστιν ἡ ναῦς, Φερὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ, Φερὰς, τὰς Φηρὰς λέγει, συστείλας τὸ η διὰ τὸ μέτρον, ὁμοίως τῷ, ξηρὸν ξερὸν, οἷον, ποτὶ ξερὸν ἠπείροιο, καὶ νοσηρὸν νοσερόν, καὶ ἀσκηθὴς ἀσκεθὴς, οἷον, ἀσκεθέες καὶ ἄνουσοι. Εἰσὶ δὲ Φεραὶ μὲν περὶ Θετταλίαν, ὡς ἡ Ἰλιὰς δηλοῖ, Φηραὶ δὲ αὗται περὶ τὴν ἐν Πελοποννήσῳ Μεσσηνίαν γῆν καὶ περί που τὴν Ἤλιδα καὶ τοὺς Ἐπειοὺς, ὡς δηλοῖ τὸ, ἠδὲ παρ' Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. δῆλον δὲ ὅτι οἱ ἐκ Πύλου πρὸς Ἰθάκην πλέοντες διὰ τῶν [100] ἐνταῦθα δηλουμένων τόπων ἵενται, τῶν Φερῶν, τῆς Ἤλιδος, καὶ τῶν ἑξῆς.

(Vers. 297.) Τὸ δὲ ἐπέβαλλεν ἀντὶ τοῦ εὐστόχως καὶ ἐπιτυχῶς ἔπλεεν, ὡς ἐκ τοῦ βάλλειν, ὃ δηλοῖ τὸ ἐπιτυγχάνειν. ἐνταῦθα δὲ μέμνηται καὶ θοῶν νήσων, εἰπών· ἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν. αἱ δὲ τοιαῦται τῶν Ἐχινάδων εἰσὶ, καθὰ καὶ τὸ Δουλίχιον τὸ πρὸ ὀλίγου ῥηθὲν, ὡς ὁ γεωγράφος φησὶν, ὃς καὶ πλησιάζειν αὐτὰς λέγει τῷ Κορινθιακῷ κόλπῳ. Περὶ δὲ θοῶν νήσων ἀκριβῶς ἐν τοῖς εἰς τὴν Βοιωτίαν γέγραπται. Θοαὶ δέ, φασι, νῆσοι, μεταληπτικῶς αἱ λεγόμεναι ὀξεῖαι. δῆλον δὲ ὅτι τὸ θοὸν καὶ ἐπὶ τοῦ ὀξέως τίθεται, ὅθεν καὶ θοῶσαι τὸ ἀποξῦναι, ὡς τὸ, ἐγὼ δ' ἐθόωσα παραστάς.

(Vers. 304.) Ὅτι ἀναμενεῖ μὲν ἐξανάγκης Ὀδυσσεὺς τὴν τοῦ υἱοῦ ἐπάνοδον, ὅμως δὲ συβώτεω πειρητίζων, τουτέστιν ἀποπειρώμενος, εἴ περ αὐτὸν ἔτι φιλέοι μεῖναί τε κελεύοι αὐτοῦ ἐνὶ σταθμῷ ἢ ὀτρύνειε πόλινδε, φησὶν, ὅτι ἕωθεν ἐθέλω εἰς ἄστυ ἀπελθεῖν πτωχεύσων, ἤγουν ἐπαιτήσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.

(Vers. 310.) ἀλλά μοι εὖ τε ὑπόθευ, ἤγουν συμβούλευσον, καὶ ἅμα ἡγεμόνα ἐσθλὸν ὄπασσον. καὶ ἑρμηνεύων, τίνα φησὶν ἡγεμόνα, ἐπάγει· ὅς κέ με κεῖσε ἀγάγῃ.

(Vers. 311.) κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ, τουτέστιν ἀναγκαίως, πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.

(Vers. 313.) λέγει δὲ καὶ ὅτι ἐλθὼν καὶ εἰς τὸν τοῦ Ὀδυσσέως οἶκον ἀγγελίην εἴποιμι τῇ γυναικὶ, καὶ μνηστῆρσι δὲ ἂν μιγείην, εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί' ἔχοντες.

(Vers. 317.) εἶτα καὶ συνιστῶν ἑαυτὸν πτωχικῶς, ὡς χρήσιμον δῆθεν τοῖς μνηστῆρσιν ἐσόμενον, καταλέγει ἃ δύναται δρᾶν, εἰπών· αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ὅττι θέλοιεν. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος, πῦρ τ' εὖ νηῆσαι, διά τε ξύλα δανὰ κεάσαι, δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρῃες. καὶ τοιαῦτα μὲν Ὀδυσσεὺς, πειρητίζων, ὡς ἐῤῥέθη, τοῦ δούλου.

(Vers. 326.) ὁ δὲ δεινοπαθήσας ἐφ' οἷς ἤκουεν, ᾤ μοι, ξεῖνε, φησὶ, τί σοι ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθι ὀλέσθαι, εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον, ὧν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει, οὔ τοι τοιοίδ' εἰσὶν ὑποδρηστῆρες ἐκείνων, κατὰ σὲ δηλαδὴ τὸν καὶ ῥωγαλέα φοροῦντα καὶ ῥυσὸν, ἀλλὰ νέοι χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα, οἵ σφιν ὑποδρώωσιν. ἐΰξεστοι δὲ τράπεζαι σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασι. τρυφώντων δὲ καὶ πολυτελῶν χαρακτῆρες ταῦτα ἀνθρώπων. εἶτα καὶ δεικνὺς ὡς οὐκ ἄχθεται παρόντι τῷ ξένῳ, φησίν· ἀλλὰ μένε, οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι. οὔτ' ἐγὼ οὔτε τις ἄλλος ἑταίρων οἵ μοι ἔασιν.

(Vers. 309.) Καὶ ὅρα ὅτι Ὀδυσσεὺς μὲν ἐν τῷ, μή σε κατατρύχω καὶ ἑταίρους, ὤκνησε συνδούλους ἤ τι τοιοῦτον εἰπεῖν, θεραπεύων, οἷα εἰκὸς, τὸν ξενοδόχον δοῦλον. ὁ δὲ Εὔμαιος ἄλλως ἑταίρους τοὺς συνδούλους λέγει διὰ τὸ τοῦ ἤθους μέτριον.

(Vers. 336.) Τὸ δὲ οἵ μοι ἔασι πρὸς ἀκρίβειαν εἶπεν. εἰ γὰρ καὶ τυχὸν ἄλλος τις τῶν ἐμοὶ ἑταίρων ἀνιάσεται ἐπὶ σοὶ, ἀλλ' οὐχὶ καὶ οὗτοι οἵ πέρ εἰσιν ὑπ' ἐμοί.

(Vers. 337.) εἶτα καὶ καιρὸν τίθησι τοῦ μένειν, ὁποῖον ὁ Ὀδυσσεὺς ἐθέλει, εἰπὼν ὡς ἐπειδὰν ὁ Τηλέμαχος ἔλθοι, ἐκεῖνος χλαῖνάν τε χιτῶνά τε δοὺς πέμψει ὅππῃ σε κραδίη θυμός τε κελεύει.

(Vers. 339.) Καὶ ὅρα τὸ πέμψει, οὗ περ οὐκ ἔχει καιριωτέραν λέξιν ἐν τοῖς τοιούτοις ὁ ποιητής.

(Vers. 312.) Τὸ δὲ, αἴ κέν τις κοτύλην παρέξῃ, καὶ τὸ, εἴ μοι δεῖπνον δοῖεν, τοῦ αὐτοῦ εἰσὶ σχήματος, καὶ δηλοῦσι τὸ, εἴ πως ἀντὶ τοῦ, ὅπως ὀρέξῃ καὶ ὅπως δοῖεν. Ὁμώνυμος δὲ λέξις καὶ τὸ ὀρέξαι. χεῖρα μὲν γάρ τις ὀρέγει ἐκτείνων αὐτήν. δῶρον δὲ ὀρέγει, ἤγουν δίδωσιν, ἐκτείνων χεῖρα. Κοτύλη δὲ ποτηρίου ἤτοι ἐκπώματος εἶδος. ἔστι δὲ ὅτε καθὰ καὶ νῦν καὶ τὸ ἔσω αὐτοῦ ὑγρὸν ὁμωνύμως κοτύλη λέγεται, καθὰ καὶ μέδιμνον καὶ σχοῖνιξ τό, τε μέτρον καὶ τὸ μετρούμενον. ὅτι δὲ κοτύλη καὶ τὸ κοῖλον ὀστοῦν, ᾧ ἐνστρέφεται ὁ μηρὸς, κοτύλαι δὲ καὶ τὰ περὶ τὰς πλεκτάνας τῶν πολυπόδων πυκνὰ κοῖλα σαρκία, δηλοῦται ἀλλαχοῦ. ἐκ δὲ τῆς ἐνταῦθα κοτύλης καὶ κοτυλήρυτον ὕδωρ ἢ αἷμα τὸ κοτύλῃ, ἀρυόμενον. Τοῦ δὲ πύρνου τὸ γένος ἄδηλόν φασιν εἶναι. εἰ δὲ καὶ πύρνα εὕρηται παρὰ τῷ ποιητῇ, ὑποπτεύεται καὶ οὕτως ἡ λέξις μή ποτε μεταπέπλασται ὡς τὰ σταθμὰ καὶ τὰ κέλευθα καὶ τὰ δεσμὰ καὶ τὰ τοιαῦτα. λέγει δὲ πύρνον τὸν πύρινον, ὅ ἐστι σίτινον ἄρτον ἢ ψωμὸν κατὰ τοὺς παλαιούς. Δεῖπνον δὲ, ὡς ἐκ μέρους τοῦ πρωϊνοῦ ἐμβρώματος, καὶ τὸ ἄριστον καὶ τὸν δόρπον φησίν.

(Vers. 316.) Ὀνείατα δὲ μυρία καὶ νῦν τὰ βρώματα, ἐξ ὧν ἔστι τις ὄνησις.

(Vers. 317.) Τὸ δὲ εὖ δρώοιμι ἀντὶ τοῦ διακονοίην, ὑπηρετοίην. δρᾶν γὰρ [101] τὸ ὑπηρετεῖν, καὶ μετὰ προθέσεως παραδρᾶν καὶ ὑποδρᾶν. καὶ δραστῆρες οἱ θεράποντες καὶ δρήστεια τὸ τούτου θηλυκὸν καὶ δρηστοσύνη καθ' ὁμοιότητα τοῦ παλαισμοσύνη ἡ ταπεινὴ διακονία ἤγουν τὸ, πῦρ ἀνάψαι καὶ ξύλα κεάσαι καὶ τὰ ἑξῆς, ὡς δηλοῖ καὶ ὁ ποιητής.

(Vers. 319.) Τὸ δὲ Ἑρμείαο ἕκητι ἀντὶ τοῦ διὰ τὸν Ἑρμῆν. αὐτὸς γὰρ οὐχ' ὡς λόγιος οὐδ' ὡς ἐμπολαῖος ἢ στρόφις ἤ τι τοιοῦτον, ἀλλ' ὡς κερδῷος ἢ καὶ διάκτορος ἐπιστατεῖν δοκεῖ ταῖς ῥηθείσαις ὑπουργίαις καὶ χαρίεντα ποιεῖ τὰ κατ' αὐτὸν διακονικὰ βουλεύματα. καὶ ἔστιν ὅμοιον τὸ εἰπεῖν ὡς Ἑρμείου ἕκητι ὑπουργική εἰμι, ὡς εἰ καὶ ὁ πολεμικὸς Ἄρεος χάριν τοιοῦτος εἶναι εἴπῃ καὶ ὁ μουσικὸς Ἀπόλλωνος ἕκητι.

(Vers. 322.) Πῦρ δὲ νηῆσαι τὸ ἐκ σπινθήρων σωρεῦσαι καὶ οὕτως ἄναμμα πυρὸς διὰ ξύλων ποιήσασθαι. Ὅτι δὲ νηῆσαι τὸ σωρεῦσαι, δηλοῖ καὶ ἡ Ἰλιάς. τινὲς δὲ πῦρ εὐνῆσαι γράφουσιν, ἤτοι φυλάξαι, κατευνάσαι, ζωπυρῆσαι ἐν σποδιᾷ. Τὸ δὲ ξύλα δανὰ κεάσσαι, τουτέστι ξηρὰ καὶ ἐπιτήδεια εἰς τὸ δαίεσθαι, γράφεται καὶ ξύλα πολλὰ κεάσαι. Ὅρα δ' ἐνταῦθα καὶ συχνὰ πάρισα τὸ νηῆσαι, κεάσαι, δαιτρεῦσαι, ὀπτῆσαι, οἰνοχοῆσαι, δι' ὧν καλλωπιζόντων ὑπανίσταται ἠρέμα τὸ τῆς εὐτελοῦς ἐνταῦθα ἐννοίας ταπεινόν.

(Vers. 324.) Ἐν δὲ τῷ ἀγαθοῖς πάρα δρώωσι χέρῃες, τινὲς γράφουσιν ὑφὲν παραδρώωσιν ἤγουν παραδιακονοῦσι. δῆλον δ' ὅτι ποιητικωτέρα λέξις τὸ τοιοῦτον δρᾶν καὶ αἱ ἀπ' αὐτοῦ κινήσεις, καθὰ καὶ τὸ περᾶν ἤγουν πέραν πιπράσκειν καὶ τὸ περάσαι καὶ ὅσα ἐκ τούτου. οἷς καὶ ἐπιμένει διὰ τὸ καίριον τῆς κυριολεξίας ὁ ποιητὴς, ἤγουν τοῖς μὲν ἐκ τοῦ δρᾶν ἐνταῦθα, τοῖς δὲ ἐκ τοῦ περᾶν μάλιστα ἐν Ἰλιάδι. Χέρῃες δὲ γίνονται μὲν κατὰ συγκοπὴν καὶ τροπὴν Ἰωνικὴν ἀπὸ τοῦ χερείονες. δηλοῖ δὲ τοὺς ταπεινοὺς καὶ ὡς εἰπεῖν χειρουργούς. ὁποίαν καὶ τὴν χειρομάχαν πληθὺν οἶδεν ὁ Ναυκρατίτης σοφιστής. ἀντίκεινται δὲ οἱ χέρῃες τοῖς ἀγαθοῖς. καὶ εἴ πέρ εἰσι χέρῃες οἱ ταπεινοὶ καὶ πτωχοὶ, λέγοι ἂν ἀγαθοὺς ἐνταῦθα τοὺς ἀπεναντίας τούτοις ὁ ποιητής. Τοῦ δὲ χέρῃες εὕρηται ἐν ἄλλοις καὶ δοτικὴ χέρηϊ, καὶ αἰτιατικὴ, χέρῃα.

(Vers. 328.) Τὸ δὲ, μνηστήρων καταδῦναι ὅμιλον, τὸ πολὺ πλῆθος τῶν μνηστήρων δηλοῖ.

(Vers. 329.) Τὸ δὲ, σιδήρεον οὐρανὸν ἵκει, ὅμοιον μέν ἐστι τῷ, αὐτὴ δ' οὐρανὸν ἷκεν, ὅ περ ἐν Ἰλιάδι ἐπὶ μάχης κεῖται. σιδήρεον δὲ οὐρανὸν δηλοῖ τὸν ἐν ἄλλοις χάλκεον, ὡς ἀδιάφορον ὂν οὕτως ἢ οὕτως εἰπεῖν.

(Vers. 331.) Τὸ δὲ εὖ εἱμένοι, ὅ ἐστιν ἐνδεδυμένοι, τὸ εὐειμονεῖν παράγει. Λιπαροὶ δὲ κεφαλὰς οἱ τρυφῶντες, ὅ ἐστι λιπῶντες, ὡς ἀπὸ μέρους εἰπεῖν, τὸ πᾶν σῶμα. οἱ δὲ τοιοῦτοι οὐκ ἂν εἶεν ῥυσοὶ ἢ ῥικνοὶ κατὰ τοὺς ἀλιπεῖς. οὐ μόνον δὲ κεφαλαὶ λιπαραὶ, ἀλλὰ καὶ πόδες, κατὰ τὸ, ποσσὶ δ' ὑπὸ λιπαροῖσι.

(Vers. 332.) Τὸ δὲ καὶ καλὰ πρόσωπα περιττῶς μὲν κεῖσθαι δοκεῖ. συνεπινοοῦνται γὰρ αὐτὰ πάντως τῇ κεφαλῇ· ἐκφωνοῦνται δὲ ὅμως ἰδίᾳ διὰ τὸ ἐν αὐτοῖς μάλιστα ἐκφαίνεσθαι τὴν λιπαρότητα οἷα προκειμένοις τῶν ὄψεων.

(Vers. 341.) Ὅτι φιλόφρονος ξένου λόγος πρὸς ξενοδόχον τὸ, αἴθ' οὕτως φίλος θεῷ γένοιο, ὡς ἐμοὶ, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.

(Vers. 343.) εἶτα ὁ τοῦτο εἰπὼν Ὀδυσσεὺς ἐπιπλέκων καὶ γνωμικὸν κατὰ τῆς πλάνης φησί· πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν. ἀλλ' ἕνεκα οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν ἀνέρες, ὅν κεν ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος, τὰ οἱονεὶ σύστοιχα καὶ τῇ ἄλῃ παρεπόμενα.

(Vers. 345.) Ὅρα δὲ καὶ νῦν τὸ, ὅν κεν ἵκηται, ἀντὶ τοῦ, εἰς ὃν ἂν παραγένηται. ἀπὸ γὰρ πληθυντικοῦ τοῦ ἀνέρες, εἰς ἑνικὸν κατέβη συνήθως. αἴτιον δὲ τούτου, ὅτι οὐ πάντες βλάπτονται διὰ τῆς γαστρὸς, ἀλλ' ὃν ἂν ἵκηται ἡ πλάνη. ἐκεῖνος γὰρ μάλιστα διὰ τὴν γαστέρα μυρία πάσχει κακά. ἀπὸ δὲ τῆς ἄλης ὅτι καὶ ὁ ἀλήτης καὶ ὁ ἀλαζὼν, δῆλον. κεῖται γὰρ ἐν ῥητορικῷ λεξικῷ, ὅτι ἀλαζὼν κυρίως ὁ ἀπὸ ἄλης ζῶν καὶ ἀγύρτης, ἁπλῶς δὲ ὁ φέναξ.

(Vers. 347.) Ὅτι ἐρώτησις περὶ φίλων ἀποδήμων τὸ, εἰπὲ ἄγε μοι περὶ τῶν δεῖνα εἴ που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο ἢ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, εἰσὶ δηλαδή.

(Vers. 351.) Ὅτι ἐρωτηθεὶς ὁ συβώτης περὶ Ὀδυσσέως εἰ ζῶσιν οἱ δεσποτικοὶ γονεῖς, λαβὼν ἐντεῦθεν ἀφορμὴν, οὐ μόνον πρὸς τὸ ἐρωτηθὲν λαλεῖ, ἀλλὰ καὶ ἄλλα τινὰ κατὰ ποικιλίαν ποιητικὴν προσεπιτίθησιν. ἐν οἷς καὶ περὶ ἑαυτοῦ λαλεῖ τι. καὶ τῆς δεσποίνης δὲ δεινότητα κατειπὼν, εἶτα καὶ ὑπεραπολογεῖται εὐνοϊκῶς. φησὶ γοῦν ὡς Λαέρτης μὲν ἔτι ζώει. εὔχεται δὲ θυμὸν ἀπὸ μελέων φθίσθαι,

(Vers. 355.) ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο, τοῦ Ὀδυσσέως δηλαδὴ,

(Vers. 356.) κουριδίης τ' ἀλόχου δαΐφρονος, τῆς Ἀντικλείας δηλονότι, ἣ αὐτὸν μάλιστα ἤκαχεν ἀποφθιμένη, καὶ ὠμῷ γήραϊ δῶκεν. αὐτὴ δέ, φησιν, ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο λευγαλέῳ θανάτῳ.

(Vers. 359.) [102] ὣς μὴ θάνοι ὅς τις ἔμοιγε ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι, περιπαθῶς τοῦτο εἰπὼν ἐν μέσῳ κατὰ λόγον ἐπεμβολῆς διὰ τὸ τοῦ θανάτου δεινόν. λύπῃ γὰρ τακεῖσα διεφθάρη κατά τινας, ἕτεροι δὲ ὡς καὶ προεῤῥέθη, ἀγχόνῃ φασὶν αὐτὴν μεταλλάξαι τὸν βίον. διὸ καὶ τὸν Εὔμαιον ἀπεύξασθαι τὸν τοιοῦτον θάνατον, διὰ τὸ μὴ καθαρὸν εἶναι, ὡς ἐν τοῖς μεταταῦτα δηλώσει καὶ ὁ ποιητής.

(Vers. 361.) Εἶτα ὁ Εὔμαιος εὐγνωμόνως ἐπαινῶν τὴν θανοῦσαν ἐπιφέρει· ὡς ὄφρα μὲν δὴ κείνη ἔην ἀχέουσά περ ἔμπης, τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἔρεσθαι, οὕνεκά με αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ θυγατέρ' ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παῖδα, τῇ ὁμοῦ ἐτρεφόμην. ὀλίγον δέ τί με ἧσσον ἐτίμα. αὐτὰρ ἐπεὶ ἥβην πολυήρατον ἱκόμεθ' ἄμφω,

(Vers. 367.) τὴν μὲν ἔπειτα Σάμηνδ' ἔδοσαν καὶ μυρία ἕλοντο, ἕδνα δηλαδή. αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐκείνη καλὰ μάλ' ἀμφιέσασα ποσὶ δ' ὑποδήματα δοῦσα, ἀγρόνδε προΐαλλε. φίλει δέ με κηρόθι μᾶλλον. νῦν δ' ἤδη τούτων ἐπιδεύομαι, ἀλλά μοι αὐτῷ ἔργον ἀέξει θεὸς, ᾧ ἐπιμίμνω. τῶν ἔφαγόν τ' ἔπιόν τε, καὶ αἰδοίοισιν ἔδωκα.

(Vers. 374.) εἶτα οἱονεὶ ψέγων καὶ αὖθις ἀπολογούμενος φησίν· ἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι οὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, ἄνδρες ὑπερφίαλοι. μέγα δὲ δμῶες χατέουσιν ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι ἀγρόνδε,

(Vers. 379.) οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει. ὃ δὴ λόγου ἐστὶν οἰκονομικοῦ, ὡς τῶν δούλων οὕτω δελεαζομένων. Ὅρα δὲ καὶ ὡς ἀφελῶς ὁ Εὔμαιος οἷα δοῦλος λαλεῖ, γλυκέα φράζων, οὐ μὴν σπουδαῖα τινά. οὗ περ κἀκεῖνο ἀφελὲς, ὡς ἐρωτηθεὶς εἰ ζῶσιν οἱ τοῦ Ὀδυσσέως τοκέες, ὁ δὲ πολὺν λόγον ἐδαπάνησεν εἰς οὐδὲν δέον, χορηγῶν τῷ Ὁμήρῳ πλατυσμὸν ποιήσεως. πολλὰ δὲ τοῦ τοιούτου λόγου καὶ εἰς πεζολογικὴν παραπλοκὴν χρήσιμα, οἷον, εἰς προσπάθειαν δεσποτικὴν καὶ εἰς λύπην τὴν ἐπὶ στερήσει καλοῦ τινὸς, καὶ εἰς εὐχαριστίαν τὴν ἐπὶ εὐτυχίᾳ, καὶ εἰς γογγυσμὸν εἰ παρὰ τοῦ δεσπότου πάσχει τις κακόν.

(Vers. 354.) Τὸ δὲ θυμὸν φθίσθαι, ὅ ἐστι φθαρῆναι, πολλὰ μὲν τῶν ἀντιγράφων διὰ διφθόγγου γράφουσι διὰ τὸ φθέω φθῶ· τινὰ δὲ καὶ διὰ τοῦ ἰῶτα, ὡς ἐκ τοῦ φθίω, ὅθεν καὶ τὸ ἤκαχεν ἀποφθιμένη, καὶ τὸ, ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο.

(Vers. 357.) ὠμὸν δὲ καὶ νῦν γῆρας τὸ παρὰ καιρὸν, ἵνα δηλοῖ τὸ ὠμὸν γῆρας ἄωρον πέπανσιν, ὡς καὶ εἰ καρπός τις πεπανθείη κατασαπείς. εἰ δὲ τὸ ἐνταῦθα ὠμὸν γῆρας τὸν ἐν τῇ Ἰλιάδι ὠμογέροντα συντίθησιν, οὐκ ἂν εἴη στεῤῥῶς ἀποφῄνασθαι. δοκεῖ γὰρ ὠμογέρων ἐκεῖνος ἡλικίας ὄνομα εἶναι γεροντικῆς, εὖ ἐχούσης καὶ ὑγιῶς, οὐ μὴν πεπονθυίας γῆρας ἔκ τινος νοσερᾶς ὠμότητος. καὶ ἔστιν οὕτως ὠμογέρων ὁ λεγόμενος προπόλιος, οὗ πέρας ὁ σύφαρ, ὡς ἐν ἄλλοις δεδήλωται, ὥς περ γραὸς ἡ ἐσχατόγηρως κατὰ τὴν τοῦ γραμματικοῦ Ἀριστοφάνους παράδοσιν. ἴσως γὰρ οὐκ ἐχρῆν ἀνδρὶ τὴν τοιαύτην προσρηθῆναι λέξιν διὰ τὸ ἀδρανὲς καὶ δυσοιώνιστον. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν τὴν Ὀδυσσέως μητέρα ὠμῷ γήραϊ δοῦναι λέγει τὸν ἄνδρα κατὰ συμβεβηκὸς διὰ τὸ ἐπ' αὐτῇ πένθος ὡς ἀγαθῇ γυναικί. ἡ δὲ παρὰ τῷ Ἡσιόδῳ δειπνολόχη γυνὴ ἄλλως ὠμῷ γήραϊ τὸν ἄνδρα δίδωσι διὰ τὴν αὐτῆς φαυλότητα. ἔστι δὲ εἰπεῖν ὡς καὶ ἄλλως τὸ τοιοῦτον ὠμὸν γῆρας τρόπον ἄλλον ἐξοπτᾷ ἢ ἀφέψει ἐκείνη ἐν τῷ εὕειν ἄτερ δαλοῦ.

(Vers. 360.) Τὸ δὲ φίλος εἴη καὶ φίλα ἔρδοι ἀκριβῶς κεῖται διὰ τὸ πολλοὺς φίλους εἶναι δοκοῦντας μὴ φίλα ἔρδειν ἢ διὰ χαυνότητα ἢ καὶ διὰ τὸ φιλουμένους, μὴ τὸ ἶσον ἀντιφιλεῖν.

(Vers. 363.) Ἡ δὲ Κτιμένη Ὀδυσσέως ἀδελφή. ἧς ἀνὴρ ὑπονοεῖται, ὡς καὶ προεγράφη, Εὐρύλοχος.

(Vers. 364.) Ἰφθίμην δὲ αὐτὴν λέγει, καθὰ καὶ τὴν ἄλοχον τοῦ Λαέρτου δαΐφρονα, καὶ πρὸ αὐτῆς τὴν Πηνελόπην, ὡς εἴ τις εἴπῃ ἀνδρείαν γυναῖκα. Τὸ δὲ, τὴν ὁπλοτάτην τέκεν, ἁπλοϊκῶς κεῖται πρὸς ἱστορίας ἐντέλειαν.

(Vers. 365.) Τὸ δὲ τῇ ὁμοῦ ἐτρεφόμην ὑποβάλλει νοεῖν δεῖν εἶναι τὸν δοῦλον τοῦτον Εὔμαιον κληθῆναι καὶ διὰ τὸ εὖ μαιωθῆναι παρὰ τοῖς δεσπόταις. Τὸ δὲ ὀλίγον δέ τί με ἧσσον ἐτίμα, ὅμοιον τῷ, μικροῦ ἐμὲ κατὰ τὴν θυγατέρα ἐτίμα. δουλοῖ δὲ μάλιστα τὸν Εὔμαιον ἡ τοιαύτη τιμὴ, ὥς περ καὶ τὸ, εἵματα καλὰ μάλα ἀμφιεσθῆναι καὶ εἰς τὸν ἀγρὸν προπεμφθῆναι. χαίρει γὰρ αὐτὸς τοιούτοις ὡς ἀφελὲς πρόσωπον.

(Vers. 372.) Τὸ δὲ ᾧ ἐπιμίμνω, παιδευτικόν ἐστιν, ὡς ἐκείνων μάλιστα τῶν ἔργων ἐπαυξομένων οἷς ἐπιμένει τις.

(Vers. 373.) Τὸ δὲ ὧν ἔφαγον, καινῶς ἐσχημάτισεν. ἦν γὰρ τὸ ἀκόλουθον οὕτως· ἀλλά μοι ἔργον αὔξεται οὗ ἔφαγόν τε ἔπιόν τε. ὁ δὲ πληθυντικῶς ἔφη, ὧν ἔφαγον, δηλῶν τῷ πληθυσμῷ τῆς πτώσεως τὴν τοῦ ἔργου αὔξησιν. Ἰστέον δὲ ὅτι τε τραχύτερον τῇ φωνῇ τὸ ἔτραγον τοῦ ἔφαγον, [103] ὡς καὶ τοῦ φαγεῖν τὸ τραγεῖν καὶ τοῦ ὁ φάγος τὸ ὁ τράγος. καὶ ὅτι τοῦ τραγεῖν μὲν πρωτότυπον θέμα τρῶ, ὅθεν τὸ τρώγω, ὡς καὶ τοῦ ἀνώγω τὸ ἄνω ἤγουν τελειῶ, ἐξ οὗ τὸ ἀνύω. τοῦ δὲ φαγεῖν προσεχὲς μὲν θέμα τὸ φήγω ἢ φάγω. πρωτόθετον δὲ τὸ φῶ ἤγουν φονεύω, συντρίβω, κλῶ, θλῶ, ἀφ' οὗ καὶ ἄλευρον μυλήφατον. καὶ ὅτι ἐκ τοῦ φαγεῖν ἄλλα τε παράγονται καὶ ἡ φηγὸς κατ' ἐξαίρετον διὰ τὴν πάλαι ποτὲ βαλανηφαγίαν. ἴσως δὲ καὶ ὁ φάγρος ἰχθύς. πάντως δὲ καὶ ὁ κατὰ διάλεκτον Κρητῶν φάγρος ἡ ἀκόνη, ὡς ἱστορεῖ ὁ παρὰ τῷ Ἀθηναίῳ Σιμμίας. ἔργον γὰρ καὶ πάθος δὲ ἀκόνης τὸ φαγεῖν, ἐσθιούσης τε δηλαδὴ τὰ τριβόμενα καὶ ἐσθιομένης ὑπ' αὐτῶν. ἔτι δὲ ἐκ τοῦ φαγεῖν καὶ ἡ φάτνη, τροπῇ τοῦ γ εἰς τ, ἣν ἀντιστοιχία ἰδιωτικὴ πάθνην καλεῖ. τῆς δὲ φάτνης ῥῆμα οὐ μόνον ἐκφατνίζειν κατὰ τὸ, ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερεν ὁλομελῆ κρέα, καὶ τὸ, ἐκφατνίζει ὀδόντας, ἀλλὰ καὶ φατνοῦν. ὅθεν καὶ φάτνωμα ὀδόντων. ἐξ οὗ λέγονται αὐτοὶ ἐκφατνίζεσθαι, ἤγουν ἐξάγεσθαι ἐκριζούμενοι. Τὸ δὲ, αἰδοίοισιν ἔδωκα, ἀντὶ τοῦ, ἀνδράσιν αἰδοῦς ἀξίοις, ξένοις δηλαδὴ καὶ ἱκέταις. παραιτητέον γὰρ τοὺς ἄλλους ἀναξίως Ὁμήρου νοοῦντας ἐνταῦθα τὸ αἰδοίοις, καὶ κίναιδον διομολογουμένοις τὸν Εὔμαιον. κωμικευομένῳ μέντοι ἀνδρὶ χρήσιμος ἔσται ποτὲ ὁ λόγος κατὰ παράχρησιν, ὡς δυναμένου τοῦ, ἔφαγόν τε καὶ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα, καὶ λάγνῳ προσαρμόσαι ἀνδρὶ, ὁποῖα καὶ ἕτερα τῶν Ὁμήρῳ σεμνῶς λεχθέντων ἄλλως ἐκληφθέντα ὡς ἐπὶ θυμέλης ἐπαίχθησάν τε καὶ εἰσέτι δὲ παίζονται. Σημείωσαι δὲ καὶ ὅτι καλῶς ὕστερον ἐπενοήθη ἀντὶ τοῦ αἰδοῖος τὸ αἰδήμων καὶ τὸ αἰδέσιμος. τούτων μὲν γὰρ ἡ ὅλη κλίσις ἔννοιαν ἔχει σεμνήν. ὁ δὲ αἰδοῖος ἔν τε τῷ οὐδετέρῳ γένει καὶ ταῖς πλαγίαις συνεμπίπτει τῷ σωματικῷ μορίῳ καὶ παρεμφαίνει ἐννοίας οὐκ εὐσχήμονας, καὶ οὕτω γελοιασμοὺς ὑποκινεῖ φίλους κιναιδολόγῳ, οὗ χρῆσις, ὅπου κεῖται καὶ ἡ κιναιδία καὶ τὸ κιναίδισμα. ὅτι δὲ ταῦτα οὐκ ἐκ τῆς ἐναρέτου αἰδοῦς παρῆκται, ἧς παρώνυμος ὁ αἰδοῖος ἱκέτης, ἀλλ' ἐκ τῆς κατὰ σῶμα, ἧς ἐν Ἰλιάδι χρῆσις τὸ, τά τ' αἰδῶ ἀμφικαλύπτει, δῆλον ἐστίν.

(Vers. 374.) Ἐν δὲ τῷ, οὔτ' ἔπος ἀκοῦσαι οὔτε τι ἔργον, προσυπακουστέον τῷ ἔργῳ τὸ ἰδεῖν ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὡς οὔτε ἔπος ἔστιν ἀκοῦσαι μείλιχον, οὔτε τι ἔργον ἰδεῖν ἢ μαθεῖν ἢ γνῶναι μείλιχον.

(Vers. 376.) Τὸ δὲ ἄνδρες ὑπερφίαλοι, πάνυ στενῶς ἔφη ὁ Εὔμαιος, μιᾷ ταύτῃ λέξει καὶ οὐδὲ πάνυ σφοδρᾷ δηλώσας ἀφελῶς καὶ ἀγροικικῶς τὸ μέγα κακὸν, ὃ τῷ δεσποτικῷ οἴκῳ ἐνέπεσεν. Ἰστέον δὲ ὅτι ἐς τοσοῦτον ἠξιώθη λόγου τοῖς παλαιοῖς ὁ εὐνοϊκὸς οὗτος δοῦλος Εὔμαιος, ὥστε καὶ μητέρα αὐτοῦ ἐξευρίσκουσι. Δημόκριτος μὲν Πενίαν, Εὐφορίων δὲ Πάνθειαν, Φιλόξενος δὲ ὁ Σιδόνιος Δαναὴν, Ὅμηρος δὲ τοῦτο μὲν οὐκ ἀξιώσει λόγου, ἄλλως δέ γε ἱστορήσει τὰ κατ' αὐτὸν ὅθεν τε ἦν καὶ ὅπως περιῆλθε τῷ τοῦ Ὀδυσσέως οἴκῳ, πορισάμενος ἀφορμὴν λόγου, ἐξ ὧν αὐτὸς εἶπεν ὁ Εὔμαιος. ἀκούσας γὰρ ὁ ξένος Ὀδυσσεὺς ὡς ἡ τοῦ Λαέρτου γυνὴ αὐτὸν ἔθρεψεν ἅμα τῇ ὁπλοτάτῃ θυγατρὶ δράττεται ἀφορμῆς ὡς οἷον οἰκτιζόμενος, εἰ οὕτω νεώτατος τῆς πατρίδος ἐξέπεσε, καὶ ἐρωτᾷ τὴν αἰτίαν καὶ μανθάνει τὰ ἐφεξῆς.

(Vers. 381.) Ὅτι οἶκτος ἐπί τινι ἐκ νέου ᾐχμαλωτισμένῳ ἢ ἄλλως ἐστερημένῳ τῶν οἴκαδε τὸ, ὦ πόποι ὡς ἄρα τυτθὸς ἐὼν πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.

(Vers. 383.) ὁ δὲ τὸν τοιοῦτον ἐρωτῶν, περὶ ὧν ἔπαθεν, ἐρεῖ ἂν, ὡς εἰκὸς, τὸ, ἀλλ' ἄγε μοι τόδε εἰπέ,

(Vers. 384.) ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια, ᾗ ἔνι ναιετάεσκε πατὴρ καὶ πότνια μήτηρ, τουτέστι διεπράθετό σοι ἡ πατρίς· τοῦτο γὰρ καὶ μόνον περιφραστικῶς οἱ δύο στίχοι φασίν· ἤ σέ γε μουνωθέντα παρ' οἴεσιν ἢ παρὰ βουσὶν ἢ ἀλλαχοῦ που ἄνδρες δυσμενέες λάβον. ὁ δὲ Ὀδυσσεὺς ἐνταῦθα προστίθησι καὶ τὸ,

(Vers. 387.) ἠδ' ἐπέρασαν ἀντὶ τοῦ, καὶ πέραν ἐνταῦθα κατὰ τὴν Ἰθάκην ἀπέδοντο τοῦδ' ἀνδρὸς πρὸς δώματα, ὁ δ' ἄξιον ὦνον ἔδωκεν, ὅ περ ἐν ἄλλοις ἄσπετον ὦνον ἔφη, μετὰ δὲ ὀλίγα μυρίον ὦνον.

(Vers. 386.) Τὸ δὲ παρ' οἴεσι διὰ διφθόγγου γράφεται πρὸς εὐγενείας δήλωσιν. εἰ γὰρ καὶ ὑφορβός ἐστιν ἄρτι ὁ Εὔμαιος, ἀλλὰ τοῦτο μὲν δουλικὸν καὶ οὐδὲ ἄλλως εὐγενές. ὄϊας μέντοι νέμειν οὐδὲ βασιλέων παῖδες ἀπηξίουν, ὥς περ οὐδὲ βουκολεῖν.

(Vers. 391.) Ὅτι ὁ κελευόμενος ἐν τῷ ἐπιδόρπια ἐσθίειν, καθῆσθαι ἡσυχῇ καὶ ἀκούειν καὶ μᾶλλον ὅτε μακραὶ νύκτες εἰσὶν, ἀκούσοι ἂν τὸ, σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον ἥμενος. αἵδε δὲ νύκτες

(Vers. 392.) ἀθέσφατοι, ὡς καὶ προϊστόρηται, τουτέστι πάνυ μακραί. διὸ καὶ ἑρμηνεύων φησίν· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκουέμεν. οὐδέ τί σε χρὴ, πρὶν ὥρη, καταλέχθαι. ἀνίη καὶ πολὺς ὕπνος. τῶν δ' ἄλλων ὅ τινα κραδίη καὶ θυμὸς ἀνώγει, εὑδέτω ἐξελθών. [104] Εὔμαιος δὲ ταῦτα πρὸς τὸν δεσπότην ξένον λαλεῖ. ἔνθα φαίνεται, ὡς καὶ ἀλλαχοῦ, ὁ τῆς ἐπανόδου καιρὸς τῷ Ὀδυσσεῖ οὔτε ἐαρινὸς εἶναι οὔτε θερινὸς, ἀλλ' ὅτε νύκτες ἀθέσφατοι.

(Vers. 391.) Τὸ δὲ σιγῇ, ἐκτείνει μὲν τὴν ἄρχουσαν, ὠνοματοπεποίηται δὲ ἐκ τοῦ σίζω, οὗ μέσος παρακείμενος σέσιγα, ἐξ οὗ ἡ σιγή. ὡς τῶν ἐγκελευομένων σιγᾶν τῷ σιγμῷ ἔστιν ὅτε χρωμένων. Τὸ δὲ, πῖνέ τε οἶνον, ἐκ μέρους καὶ τὸ ἔσθιε συμπαραδηλοῖ. μετ' ὀλίγα οὖν φησί· πίνοντέ τε δαινυμένω τε.

(Vers. 393.) Τὸ δὲ μὴ χρῆναι πρὸ ὥρας κοιμᾶσθαι γνωμικῶς κεῖται, καὶ μάλιστα τὸ, ἀνία καὶ πολὺς ὕπνος, ἀφοριστικῶς λεχθὲν κατὰ συντομίαν ἀποφθεγματικήν.

(Vers. 394.) Δῆλον δὲ, ὡς οὐ μόνον ἄλλως ἀνία ὁ μακρὸς ὕπνος, ἀλλὰ καὶ ἡμισεύει τὸ ζῆν ἡμῖν. διὸ καὶ θανάτῳ ἄγχιστα ἔοικε.

(Vers. 395.) Τὸ δὲ ὅ τινα, ποιητικὸν δύσχρηστον κατὰ τὸ, ὅ τινας. Σημείωσαι δὲ ὅτι, ὥς περ νῦν ἀνία ὁ μακρὸς λέγεται ὕπνος, οὕτως ἑτέρωθι ἀνίη καὶ τὸ φυλάσσειν παννύχιον ἐγρήσοντα.

(Vers. 396.) Ὅτι ἀγροτικὸν τὸ, ἅμα ἠοῖ φαινομένῃφι δειπνήσας, ἅμ' ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω. Ἔνθα ὅρα τὸ ἅμα ἐν ταυτῷ καὶ χρονικῶς κείμενον καὶ κατὰ τοπικὴν διατριβήν. Ἀνακτορίας δὲ ὕας Ἀρίσταρχος μὲν τὰς δεσποτικάς φησιν, Ἀριστοφάνης δὲ, ὧν ἕκαστος βόσκων, ἀνάσσει, ὅ ἐστιν ἄρχει. ἀπὸ τοιούτου δὲ ἀνάσσειν γίνεται καὶ χειρώναξ ὁ τῆς χειρὸς ἢ τῶν ἐν χερσὶν ἀνάσσων.

(Vers. 398.) Ὅτι τοῖς παρὰ πότον ἀφηγουμένοις, ἃ ἔπαθον, ἐπιπρέπει τὸ, ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι, μνωομένω, ἤγουν μιμνησκόμενοι.

(Vers. 400.) εἶτα, ἐπεί περ οὐ πιθανὸν τὸ ἐπὶ τοιούτοις τέρπεσθαί τινα, ἐπάγει κατασκευὴν τοῦ λόγου ταύτην· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνὴρ, ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ' ἐπαληθῇ. γνωμικὴ δὲ καὶ αὕτη ἔννοια, δηλοῦσα, ἡδονήν τινα εἶναι καὶ τὸ διηγεῖσθαι, ἃ πάθοι τις ἀλγεινά. αἴτιον δὲ τοῦ τερπεσθαί τινα οὕτως, οἷς ἔπαθεν, ὁ ἔπαινος ὃν οἶδεν ἔχειν ἐντεῦθεν ἐπί τε πολυπειρίᾳ καὶ φερεπονίᾳ καὶ εὐτυχίᾳ ἤτοι θείᾳ προμηθείᾳ. τούτων γὰρ πάντων ἐπήβολος ὁ πολλὰ μὲν παθὼν, περισωθεὶς δέ.

(Vers. 403.) Ὅτι δυνάμενος ὁ ποιητὴς μετὰ τὸν ἐκ Πύλου ἀνάπλουν τοῦ Τηλεμάχου εὐθὺς ἐπαγαγεῖν ὡς ἡμέρας ἐλθούσης ἐπὶ χέρσου οἱ Τηλεμάχου ἕταροι λύον ἱστία καὶ τὰ ἑξῆς, ὅμως οὐκ ἠθέλησεν οὕτω ποιῆσαι, ἀλλὰ τὸν Τηλέμαχον πλέειν ἀφεὶς ἀπησχόλησεν ἑαυτὸν τοῖς περὶ Ὀδυσσέα, καὶ εἰπὼν μέχρι νῦν, ὅσα δὴ καὶ εἶπε· πορίζεται καὶ ἀπὸ τοῦ Εὐμαίου πλατυσμὸν διηγήσεως, ἀποσεμνύνων αὐτὸν ὡς εὔνουν τῷ δεσπότῃ καὶ ποιῶν μνήμης ἄξιον δι' ἱστορίας. καὶ τοίνυν ὁ δοῦλος διηγούμενος τὰ καθ' ἑαυτὸν τῷ δεσπότῃ, ὡς ἐκεῖνος ἠρώτησεν, οὐκ ἀγεννέστερον ἴσως τοῦ δεσπότου ψευδολογήσει πρὸς πιθανότητα. φησὶ γοῦν· νῆσός τις, Συρίη κικλήσκεται, εἴ που ἀκούεις, Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο. οὔτι περιπληθὴς λίην τόσον, ἀλλ' ἀγαθὴ μὲν, εὔβοτος, εὔμηλος, οἰνοπληθὴς, πολύπυρος. πείνη δ' οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν. ἀλλ' ὅτε γηράσκωσι πόλιν κατὰ φῦλ' ἀνθρώπων, ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν, οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν, αἴφνης δηλαδὴ θνήσκοντας νόσου τε δίχα καὶ οὐδὲ πρὸ ὥρας, ἀλλ' ἐν γήρᾳ λιπαρῷ, εἴ γε μηδὲ πεῖναν οἴδασι. τοιαύτην δέ τινα εὐδαιμονίαν καὶ τοῖς ἐπὶ Κρόνου ζῶσιν Ἡσίοδος ἐπιμαρτύρεται, οὓς εἰπὼν ζῆν ἄτερ πόνων καὶ παντὸς κακοῦ, μηδὲ νοσεῖν λέγει, ἀλλ' εἰς βαθὺ γῆρας ἐλάσαντας θνήσκειν ἅ τε ὕπνῳ δεδμημένους. καὶ οὕτως ἐπαινέσας Εὔμαιος τὴν πατρίδα εἴτε πρὸς ἱστορίαν εἴτε ἴσως καὶ πρὸς πλάσμα, ὡς δέον ὂν τοιαύτην εἶναι τὴν ἀγαθὴν νῆσον, φησὶν ἐφεξῆς καὶ ὅτι

(Vers. 412.) δύο πόλεις ἐκεῖ, αἷς δίχα πάντα δέδασται, αἷς ἀμφοτέραις πατὴρ ἐμὸς ἐμβασίλευε Κτήσιος Ὁρμενίδης ἐπιείκελος ἀθανάτοισι.

(Vers. 415.) λέγει δὲ καὶ ὅτι Φοίνικες ἐκεῖ ἐλθόντες ἠπερόπευον τὴν τούτου μητέρα. Φοίνισσα δὲ ἦν ἐκείνη, καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ' εἰδυῖα. ἡ δὲ μετὰ πολλὰ τὰ ἐν μέσῳ, ὧν μνεία τις ἔσται εἰς ὅσον χρὴ ἐν τοῖς ἑξῆς, χειρὸς τοῦτον ἑλοῦσα συναπέπλευσε λάθρα τοῖς Φοίνιξιν ὡς οἴκαδε ἀπελευσομένη.

(Vers. 478.) καὶ αὐτὴ μὲν ὑπὸ Ἀρτέμιδος βληθεῖσα, τουτέστιν αἰφνιδίῳ θανάτῳ περιτυχοῦσα,

(Vers. 479.) ἄντλῳ ἐδούπησε πεσοῦσα ὡς εἰναλίη κὴξ, ὄρνεον δηλαδή τι θαλάσσιον χελιδόνι παραπλήσιον κατὰ τοὺς παλαιοὺς, ἢ λάρος, ἢ αἴθυια, ἧς ἡ γενικὴ δοκεῖ εἶναι κηκός. ὅθεν ἴσως τὸ κηκάζειν ἐπὶ βλασφημίας πρὸς ὁμοιότητα τοῦ κακάζειν, ὃ καὶ αὐτὸ φωνὴ ὄρνιθός ἐστι. καὶ τοιοῦτον μὲν τοῦτο. τὰ δὲ ἐφεξῆς τῆς ποιήσεως ταῦτα·

(Vers. 480.) καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι ἔκβαλον, ἤγουν ἐξέῤῥιψαν. ἐμὲ δὲ οἱ Φοίνικες εἰς Ἰθάκην ἤγαγον, ἔνθα με Λαέρτης πρίατο.

(Vers. 484.) καὶ συμπεραίνων [105] τὸ διήγημα φησίν· οὕτω τήνδε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν.

(Vers. 415.) ἐν μέσῳ δὲ τοῦ διηγήματος τούτου κεῖνται σποράδην καὶ ταῦτα. οἱ Φοίνικες ναυσικλυτοὶ λέγονται ἄνδρες. τοιοῦτοι γὰρ ναυτικώτατοι ὄντες, ὡς αἱ ἱστορίαι οἴδασι.

(Vers. 416.) καὶ τρῶκται, ἤγουν κερδαλέοι, ὡς καὶ προεγράφη. καὶ μυρία ἄγοντες ὡς εἰκὸς ἀθύρματα, τουτέστι κόσμια, φύσει μὲν ἀθύρματα ὄντα, ταῖς μέντοι γυναιξὶ σπουδαῖα, ὁποῖος καὶ ὁ ῥηθησόμενος χρύσεος ὅρμος.

(Vers. 419.) Ἔτι δὲ καὶ πολυπαίπαλοι οἱ αὐτοὶ, τουτέστι στεγανοὶ, καὶ οὐχ' ὑγροὶ καὶ διὰ τρυφὴν κατασεσαρκωμένοι, ἀλλὰ διὰ συχνὴν ἐν θαλάσσῃ γυμνασίαν ὑπόξηροι, καὶ αὐτάρκως ἔχοντες τοῦ κατὰ φύσιν ὑγροῦ, ἢ μᾶλλον πολυπαίπαλοι οἱ μοχθηροὶ καὶ κακοήθεις. τὴν γὰρ παιπάλην καὶ ὁ κωμικὸς ἐπὶ πονηρίας τίθησι. καὶ τὸ παιπάλημα δὲ τοιοῦτόν τι δηλοῖ. οἱ δ' αὐτοὶ καὶ ἠπεροπευταὶ κατὰ τὸ, τήνδ' ἄρα Φοίνικες ἠπερόπευον. ἐξ ἀποτελέσματος δὲ καὶ ἀνδραποδισταὶ, οἳ τήν τε μητέρα τοῦ Εὐμαίου καὶ αὐτὸν ἐπὶ κακῷ ἀπήγαγον.

(Vers. 459.) λέγοιντο δ' ἂν καὶ πολυΐδριες κατὰ τὸ, ἤλυθ' ἀνὴρ πολύϊδρις χρύσεον ὅρμον ἔχων. ἀλλὰ τοῦτο μὲν ἄλλως πραγματικῶς πολυΐδριας εἶναι δηλοῖ τοὺς Φοίνικας. ἡ δὲ ἱστορία εἰποῦσα ὅ τι Φερεκύδης ὁ τοῖς ἑπτὰ συγχρονίσας σοφοῖς, ὁ καθὰ μετ' ὀλίγα ῥηθήσεται Σύριος, ἐδίδαξε Πυθαγόραν. αὐτὸς δὲ οὐκ ἔσχηκε καθηγητὴν κτησάμενος τὰ τῶν Φοινίκων ἀπόκρυφα βιβλία καὶ ἄλλως τὸ πολύϊδρι κατὰ σοφίαν αὐτοῖς ἐπιμαρτύρεται.

(Vers. 420.) Λέγει δ' ἐνταῦθα περὶ τῆς μητρὸς Εὔμαιος καὶ ὅτι πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει θηλυτέρῃσι γυναιξὶ καὶ εἴ κ' εὐεργὸς ἔῃσιν. Καὶ ὅρα τὸ, πλυνούσῃ· ἔθος γὰρ ἦν καὶ ταῖς ἐνδόξοις τὸ τοιοῦτον ἔργον, ὡς ἡ Ναυσικάα ἐδήλωσεν. ἴσως δὲ καὶ δουλικῶς ἐκείνη τοῦτο ποιεῖ ἐκ Φοινίκης κτηθεῖσα δούλη καὶ ἐχομένη τῷ τοῦ Εὐμαίου πατρὶ, ὥς που καὶ ὁ Λαέρτης εἶχεν ἂν τὴν Εὐρύκλειαν, εἰ μὴ χόλον ἀλέεινε γυναικός. καὶ οὕτως ἐξισάζεταί πως ὁ Εὔμαιος τῷ ψευδοξένῳ Ὀδυσσεῖ. αὐτόν τε γὰρ πατρόθεν εὐγενῆ ὄντα Κρήτηθεν κατὰ τὸ αὐτοῦ πλάσμα ὠνητὴ ἔτεκε μήτηρ. καὶ ὁ Εὔμαιος δὲ φαίνεται ἀπὸ βασιλέως γεγονὼς Φοίνισσαν δμωΐδα μητέρα σχεῖν.

(Vers. 421.) Τὸ δὲ μίγη εὐνῇ καὶ φιλότητι, πρὸς διαστολὴν ἑτέρων κεῖται μίξεων. Τὸ δὲ ἃ φρένας ἠπεροπεύει γυναιξὶν, ὅμοιόν ἐστι τῷ, τὴν γυναῖκα ἐκείνου βούλεσθαι οἶκον ὀφέλλειν ὅς κεν ὀπύει. ὃ καὶ ἐνταῦθα ποιοῦσα ἡ Φοίνισσα τρία ἄλεισα κατακρύψασα ὑπὸ κόλπῳ ἔκφερεν, ὀφέλλουσα τὸν φόρτον τοῖς Φοίνιξι.

(Vers. 425.) λέγει δ' ἐν τούτοις καὶ πολύχαλκον τὴν Σιδῶνα, ἐξ ἧς εἶναι τὴν ῥηθεῖσαν Φοίνισσαν, κούρην Ἀρύβαντος ῥυδὸν ἀφνειοῖο, ἣν ἀνήρπαξαν ἐκεῖθεν Τάφιοι ληΐστορες ἄνδρες ἀγρόθεν ἐρχομένην. πέρασαν δὲ εἰς Ἰθάκην πρὸς δώματα Λαέρτου.

(Vers. 429.) ὁ δ' ἄξιον ὦνον ἔδωκεν. ὃ καὶ πρὸ ὀλίγων κεῖται ἐν τῇ τοῦ Ὀδυσσέως ἐρωτήσει. καὶ τοιαῦτα μὲν ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα.

(Vers. 403.) Ἡ δὲ ῥηθεῖσα Συρία μία, φασὶ, τῶν Κυκλάδων, καλουμένη καὶ Σῦρος ἐν ἐκτάσει τῆς παραληγούσης. φησὶ γοῦν ὁ γεωγράφος, ὅτι ἡ Σῦρος μηκύνει τὴν πρώτην συλλαβὴν, ἣν Συρίαν λέγει ὁ ποιητὴς, ἐξ ἧς Φερεκύδης ὁ Βαβυλώνιος, ὥστε καθὰ Ψῦρος Ψυρία νῆσος πρὸ τῆς Χίου, οὕτω καὶ Σῦρος Συρία. Τὸ δὲ εἴ που ἀκούεις, ἐμφαίνει μὴ περιώνυμον εἶναι τὴν ῥηθεῖσαν νῆσον. διὸ καὶ ἐδέησε τῷ Εὐμαίῳ συστατικοῦ ἐπαίνου εἰς αὐτήν.

(Vers. 404.) Ὀρτυγία δὲ ὅτι ἡ Δῆλος καὶ διατί οὕτω καλεῖται, δηλοῖ καὶ τὰ τοῦ Λυκόφρονος. Τὸ δὲ ὅθι τροπαὶ ἠελίοιο, ἀντὶ τοῦ κειμένη πρὸς τροπὰς ἡλίου, ἤτοι πρὸς τὰ δυτικὰ μέρη τῆς Ὀρτυγίας. Ὅτι δὲ τὸ τρέπεσθαι καὶ ἐπὶ τοῦ δύνειν κεῖται, δηλοῖ ἐπὶ ἡλίου λεχθὲν τὸ, ἀπουρανόθεν προτράπηται. ἕτεροι δέ φασιν σπήλαιον εἶναι ἐκεῖ, δι' οὗ τὰς τοῦ ἡλίου, ὡς εἰκὸς, ἐσημειοῦντο τροπὰς, ὃ καὶ ἡλίου διατοῦτο σπήλαιον ἔλεγον, καὶ τοῦτο δηλοῦσθαι ἐν τῷ, ὅθι τροπαὶ ἠελίοιο.

(Vers. 405.) Τὸ δὲ περιπληθὴς, δηλοῖ μὲν τὸ πολυάνθρωπος, παρισοῦται δὲ κατὰ κάλλος πρὸς τὸ οἰνοπληθής.

(Vers. 406.) Τὸ δὲ εὔβοτος καὶ ἑξῆς, πάνυ ἐπαινεῖται τῆς γοργότητος, ἅπασαν ἀρετὴν χώρας περιέχον ἐν στίχῳ ἑνί. Ἔνθα ὅρα καὶ τὸ εὔμηλος, ἐπίθετον χώρας, ᾧ περ ὁμώνυμον τὸ κύριον, ὁ τοῦ Ἀδμήτου δηλαδὴ παῖς Εὔμηλος. δῆλον δὲ ὅτι γενικὸν μὲν ἐνταῦθα τὸ εὔβοτος, εἰδικὸν δὲ τὸ εὔμηλος.

(Vers. 407.) Τὴν δὲ πεῖναν συνέζευξεν ἢ καὶ συνεξωμοίωσε τῇ νήσῳ, ἐπεὶ τῷ λιμῷ πολλάκις φθορὰ παρακολουθεῖ, ὡς καὶ Ἡσίοδος, λιμὸν ὁμοῦ καὶ λοιμὸν, ἀποφθινύθουσι δὲ λαοί.

(Vers. 408.) Δειλοὺς δὲ βροτοὺς τοὺς τὴν νόσον πάσχοντας λέγει, ὡς δειλαίους.

(Vers. 415.) Οἱ δὲ προδηλωθέντες τῶν Φοινίκων ψόγοι εὖ πίπτουσιν Εὐμαίῳ ἀπεχθῶς αὐτοῖς ἔχοντι διὰ τὸν ἐκ τῆς πατρίδος ἀνδραποδισμὸν, ὃ καὶ Ὀδυσσεὺς [106] εἰδὼς κατελάλησέ τινος Φοίνικος ἐπὶ θεραπείᾳ τοῦ Εὐμαίου.

(Vers. 418.) Τὸ δὲ καλή τε μεγάλη τε καὶ ἑξῆς, γυναικὸς ἔπαινος.

(Vers. 425.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τούτοις εὕρηται ἡ Σιδὼν φυλάττουσα τὸ ω ἐν τῇ γενικῇ, οἷον, ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι· καί τοι τὸ τοπικὸν αὐτῆς πανταχοῦ κατὰ συστολὴν ὁ ποιητὴς προάγει, τὸ Σιδόνιος, τὸ Σιδονίη, καὶ τὰ τοιαῦτα. Πολύχαλκος δὲ Σιδὼν ἢ διὰ τὸ ὀχυρὸν, ἵνα δηλοῖ ἡ λέξις τὴν στεῤῥὰν, ἢ ἡ πλουσία διὰ τὴν ἐν αὐτῇ πορφύραν. χαλκὸς γάρ, φασι, περὶ αὐτὴν οὐ γίνεται. καὶ ἄλλοι δὲ τόποι τῆς Φοινίκης πορφυροφόροι εἰσίν. ἐπαινεῖται γοῦν καὶ ἡ Τυρία πορφύρα. Τὸ δὲ Ἀρύβαντος καὶ τὸ ῥυδὸν, ἐοίκασί πως παρηχεῖν. ἔστι δὲ ῥυδὸν ἀφνειὸς ὁ χύδην πλουτῶν καὶ ἐπίῤῥοιαν ἔχων, φασὶ, πλούτου.

(Vers. 427.) Τοὺς δὲ Ταφίους κἀνταῦθα λῃστὰς οἶδεν ὁ ποιητής. ἐφ' ὧν καλῶς τὸ ἀναρπάζειν, ὡς ἐπὶ θηρίων. λέγει δ' ἐν τούτοις καὶ

(Vers. 436.) πιστωθῆναι ὅρκῳ τὸ πίστιν δοῦναι δι' ὅρκου, εἰπών· εἴη κεν καὶ τοῦτ', εἴ μοι ἐθέλοιτε ὅρκῳ πιστωθῆναι, ἀπήμονα οἴκαδε ἀπάξειν.

(Vers. 435.) ἔστι δὲ καὶ νῦν τὸ εἴη οὐ κυρίως εὐκτικὸν ἀλλ' ἰσοδύναμον τῷ ἔσται, οὗ διαφορὰ κατὰ τοὺς παλαιοὺς πρὸς τὸ γενήσεται, ὅτι ἔσται μὲν τὰ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως ἑξόμενα, οἷον, ὁ νέος ἔσται πρεσβύτης, τῷ ἀτέκνῳ γενήσονται παῖδες. περὶ δὲ τοῦ εἴην εἴης εἴη γράψας ὁ Ἀλεξανδρεὺς Ἡρακλείδης ὡς οὐ γίνεται ἀπὸ τοῦ ὦ τὸ ὑπάρχω, ἦν γὰρ ἄν, φησιν, οἴην οἴης οἴη κατὰ τὸ φρονοίην φρονοίης φρονοίη, φιλοίην φιλοίης φιλοίη, καὶ τὰ τοιαῦτα, εἶτα ὑποκαταβὰς μετὰ τὸ εἰπεῖν, ὡς ἡμάρτηται, γράφει οὕτω· λέγουσιν οἱ Αἰολεῖς ἐκ τοῦ φιλῶ μετοχὴν φίλεις, καὶ τοῦ φρονῶ φρόνεις, καὶ εὐκτικὰ τούτων, φιλείη καὶ φρονείη. οὕτω φαμὲν καὶ τὸ εἰδείη ἀπὸ τῆς εἴδεις πεποιῆσθαι Αἰολικῆς μετοχῆς, ἧς δηλαδὴ τὸ θέμα εἰδῶ. μήποτε οὖν καὶ τὸ εἴη ῥῆμα Αἰολικόν ἐστιν ἀπὸ τῆς εἲς μετοχῆς, ἧς κλίσις παρὰ τοῖς ποιηταῖς εἰπὼν φυλάττεσθαι παράγει χρῆσιν ἐξ Ἀλκμᾶνος τὸ, ἔστι παρέντων μνᾶστιν ἐπιθέσθαι, οὐ κατὰ ἔξαρσιν, φησὶ, τοῦ ο ἀπὸ τοῦ παρεόντων, ἀλλ' ἐκ τοῦ, εἲς ἔντος Αἰολικοῦ. καὶ οὕτω μὲν αὐτός. οἱ δὲ νεώτεροι οὔτε Αἰολικὸν οἴδασι τὸ εἴη, καὶ ἀπεριέργως αὐτὸ κανονίζουσιν ἐκ τοῦ εἰμί. κεῖται δ' ἐνταῦθα καὶ σχῆμα ἐλλειπτικὸν τὸ, σιγὴ νῦν, λείπει γὰρ τὸ ἔστω. εἰ δὲ καὶ περισπᾶται τὸ σιγῇ, λέγοι ἂν, ὅτι σιγῇ νῦν ἔχετε, ἢ μένετε, ἤ τι τοιοῦτον· ἑρμηνεύων δὲ ἐπάγει· μή τίς με προσαυδάτω ἐπέεσσι. Καιρία δὲ αὕτη ἔλλειψις, τεθεῖσα προσφυῶς ἐπὶ σιωπῇ καὶ λόγου ἐλλείψει. ἔστι δέ που καὶ ἐν τοῖς ἑξῆς καιρία ὁμοίως ἔλλειψις ἐπὶ σιγῇ λόγου τὸ, οὔ πω πᾶν εἴρητο· λείπει γὰρ ἐκεῖ τὸ, ἔπος ἢ ῥῆμα.

(Vers. 449.) κεῖται δ' ἐν τούτοις καὶ ἐπίβαθρον τὸ ναῦλον, ἤτοι μισθὸς ἐπιβάσεως νηός.

(Vers. 463.) Καὶ τὸ, κατένευσε σιωπῇ, ἀντὶ τοῦ, σημεῖον ἐλεύσεως δέδωκε τῇ κατανεύσει τῆς κεφαλῆς. τοῦτο δὲ καὶ διανεύειν λέγεται καὶ μάλιστα δι' ὀφθαλμῶν.

(Vers. 468.) λέγει δὲ καὶ δήμου φῆμιν διὰ τοῦ ἰῶτα τὴν δημοτικὴν συνέλευσιν ἐπὶ δημηγορίᾳ. καὶ ἔστι τῆς αἰτιατικῆς ταύτης εὐθεῖα ἡ φῆμις ἡ καὶ ἀλλαχοῦ ῥηθεῖσα. χρῆσις δὲ τοιαύτης αἰτιατικῆς καὶ ἐν τῷ, εὐνὴν αἰδομένη πόσιος δήμοιό τε φῆμιν.

(Vers. 469.) συντάσσει δὲ καὶ τὴν ὑπο πρόθεσιν δοτικῇ Ἀττικῶς ἐν τῷ, κατακρύψασα ὑπὸ κόλπῳ.

(Vers. 479.) Περὶ δὲ ἄντλου, ἱκανῶς προδεδήλωται.

(Vers. 480.) Τὸ δὲ φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι, ἁπλοϊκῶς καὶ ἀφελῶς κεῖται. οὐ γὰρ ταῦτα μόνα τῶν ἐν θαλάσσῃ σαρκοφαγεῖ, ἀλλὰ καὶ τὰ λοιπὰ κήτη. ἐκ μέρους δὲ ὅμως καὶ ἐκεῖνα δηλοῦται.

(Vers. 432.) ἔτι ἐν τῷ ῥηθέντι διηγήματι κεῖται καὶ τὸ, ὄφρα ἴδῃς πατρὸς καὶ μητρὸς δῶ αὐτούς τε. ἦ γὰρ ἔτ' εἰσὶ καὶ ἀφνειοὶ καλέονται· ὅ περ εἴποι ἄν τις πρὸς ἀπόδημον, ἀγγέλλων αὐτῷ τὰ οἴκοι.

(Vers. 434.) ἔτι κεῖνται ἐν τούτοις ἐκ παραλλήλου ὅμοια τὸ, μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ, καὶ τὸ, μή τις ποτὶ δῶμα ἐλθὼν ἐξείπῃ, ὁ δ' ὀϊσάμενος καταδήσῃ δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ' ἐπιφράσαιτ' ὄλεθρον. ὅ περ κλεπτικὸν ἂν εἴποι πρόσωπον ἀσφαλιζόμενον τοὺς συγκλέπτοντας.

(Vers. 469.) ὁμοίου δὲ ἤθους καὶ τὸ, τρία ἄλεισα κατακρύψασα ὑπὸ κόλπῳ ἔκφερεν. ἔνθα τὸ μὲν ὑπὸ κόλπῳ Ἀττικῶς συντέτακται, ὡς εἴρηται, ὁμοίως τῷ, ὑπὸ διδασκάλῳ εἶναι, καὶ ὑπὸ στρατηγῷ τάττεσθαι, καὶ τοῖς ὁμοίοις.

(Vers. 470.) Τὸ δὲ ἔκφερεν ἀντὶ τοῦ ἐξεφόρησε. καὶ παρασημαντέον εὐχρήστως ἐνταῦθα, ὅτι τὸ φέρω καὶ τὰ ἐξ αὐτοῦ χύμα πολὺ προΐενται λέξεων ῥητορικῶν, κολλώμενα ταῖς ὅλαις προθέσεσιν. ἐξ ἐκείνων γὰρ σὺν ἑτέροις πολλοῖς πρόεισιν ὁ ἐμφερὴς, ἤγουν ὅμοιος, καὶ τὰ ἐξ αὐτοῦ, καὶ τὸ εἰσφέρειν, ὃ κοινότερον εἰσοδιάζειν λέγεται, καὶ ἡ εἰσφορὰ, καὶ ἡ δημοσία συνεισφορὰ, καὶ τὸ ὡς ἐῤῥέθη ἐκφέρειν, ὃ καὶ ἐπὶ τοῦ θάπτειν ἔστιν ὅτε λέγεται. ὅθεν καὶ ἐκφορὰ ἡ ταφή. ἐκφέρει [107] δέ τις καὶ μυστήριον, ὅ περ ἐχρῆν εἶναι ἀνέκφορον, ταυτὸν δ' εἰπεῖν, ἀνέξοιστον. ἐκεῖθεν καὶ τὸ συμφέρον, ὅ πέρ ἐστι συνοῖσον, καὶ τὸ σύμφορον, καὶ μέση λέξις ἡ συμφορὰ, καὶ προσφέρειν καὶ τὸ ἀπ' αὐτῆς πρόσφορον· καὶ ἡ προσφορά. τοιαύτης δὲ ἀναλογίας καὶ τὸ προφέρειν καὶ ἡ προφορά. ἐξ ἐκείνων γίνεται καὶ ἀναφέρειν καὶ ἡ ἀπ' αὐτοῦ ἀναφορὰ, καὶ τὸ ἄλλως ἀναφέρειν ἀπὸ μανίας ἢ κάρου, ὃ ταυτόν ἐστι τῷ ἐγρηγορέναι, ᾧ ἐναντίον τὸ καταφέρεσθαι, οὗ τὸ ἐνεργητικὸν ἔχει ποτὲ καὶ ψόγον, ὡς ἐν τῷ καταφερὴς, ὅ πέρ ἐστι λάγνος. καὶ μὴν καταφέρεταί τίς τινος καὶ ὡς κατήγορος, ὅθεν καὶ καταφορὰ ἡ ἐν κατηγορίᾳ τάσις, καὶ καταφορικὸς λόγος ὁ ὡς εἰπεῖν τοπικός. ὁμοίας ἀρχῆς καὶ τὸ διαφέρειν καὶ τὸ διαφέρεσθαι ἤγουν ἐναντιοῦσθαι, ὅθεν καὶ διάφορος οὐ μόνον τὸ κοινὸν, ἀλλὰ καὶ ὁ ἐχθρὸς, καθ' ὃ Φίλιππος διάφορος τῷ πατρὶ Ἀμύντᾳ λέγεται, καὶ διαφορὰ οὐ μόνον ἡ ἑτεροιότης, ἀλλὰ καὶ ἡ μάχη. τῶν τοιούτων ἐστὶ καὶ τὸ μεταφέρειν καὶ ἡ ῥητορικὴ μεταφορὰ ἤτοι τροπὴ καὶ ὁ μεταφορικὸς λόγος καὶ τὸ παραφέρειν καὶ ὁ ἀπ' αὐτοῦ παράφορος ὡς μὴ φρενήρης, οὗ τὸ πάθος παραφορὰ, καὶ τὸ ἀντιφέρεσθαι καὶ ἀντιφερίζειν ἐπὶ ἐναντιώσεως καὶ ἡ ἐπιφορὰ ἡ αὐτὴ οὖσα τῇ εἰρημένῃ καταφορᾷ, ὡς καὶ ὁ ἐπιφορικὸς λόγος ὁ αὐτὸς τῷ καταφορικῷ καὶ τὸ περιφερὲς ἐπὶ στρογγυλότητος καὶ ἡ οὐράνιος περιφορὰ καὶ ὁ ἀμφιφορεὺς, οὗ χρῆσις πολλὴ, καὶ ἡ ἀποφορὰ, ὅ πέρ ἐστιν ὀδμὴ, καὶ τὸ ὑποφέρειν καὶ ἀνθυποφέρειν καὶ ἡ ἐξ αὐτῶν ἐν λόγοις ὑποφορὰ καὶ ἀνθυποφορὰ, καὶ τὸ ὑπερφέρειν καὶ ὑπερφέρεσθαι καὶ ὁ ἐξ αὐτῶν ὑπερφερὴς τόπῳ ἴσως ἢ ἐνδοξότητι. καὶ τοιαῦτα μὲν ὡς ἐν βραχεῖ φάναι τὰ ἐκ τοῦ φέρω καὶ τῶν ἐξ αὐτοῦ. Τὸ δὲ ἀλλ' ἔχετ' ἐν φρεσὶ μῦθον, παραίνεσίς ἐστιν ἐπὶ μυστηριασμῷ.

(Vers. 445.) Ἔνθα κεῖται καὶ τὸ, ἐπείγετε δ' ὦνον ὁδαίων, τουτέστιν ἐπισπεύδετε τὴν τῶν ἐφοδίων ἐξώνησιν. ἔνθα ὅρα ὅτι τε οὐ μόνον ἐνόδιος καὶ ἐφόδιον καὶ εἴ τι ἄλλο τοιοῦτον ἐκ τῆς ὁδοῦ γίνεται, ἀλλὰ καὶ ὁδαῖος. οὗ περ οὐδέτερον τὸ ὁδαῖον. καὶ ὅτι ὥς περ διάλογος διαλογὴ, καὶ βίοτος βιοτὴ, καὶ ἄλλα δὲ τοιαῦτα, ὧν μνεία γέγονε καὶ ἐν ἄλλοις, οὕτω καὶ ἐκ τοῦ ἐνταῦθα Ὁμηρικοῦ ὤνου παρὰ τοῖς ὕστερον ἡ ὠνή. ἀφ' ἧς εὕρηται καὶ ἰσωνία ἡ ἴση πρᾶξις παρὰ τοῖς παλαιοῖς. εἰ δὲ ἀπ' αὐτῆς παρῆκται καὶ ἡ παρὰ τῷ κωμικῷ ὄνωνις, ἧς χρῆσις φέρεται παρὰ τοῖς τεχνικοῖς τὸ, εἶτα δὴ εἰς πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα, οὐκ ἔστι βεβαίως ἀπισχυρίσασθαι. ὄνομα δὲ βοτάνης ἡ ὄνωνις, δι' ἧς ἐπ' ἀλογίᾳ ἴσως ὁ κωμικός τινα σκώπτει καὶ ῥαθυμίᾳ, ὡς τοῦ ὄνου καὶ νωθροῦ ὄντος, καθὰ καὶ ἡ Ἰλιὰς οἶδε, καὶ παροιμιάζοντος τό, τε ἀπ' ὄνου πεσεῖν τινὰ, καὶ τοὺς ὄνου πόκους, οὓς ὁ κωμικὸς εἰς πόκας παρῴδησε. καὶ τοιοῦτον μὲν τοῦτο.

(Vers. 446.) Εἰπὼν δέ που Ὅμηρος δῶμα ἐνίπλειον βιότοι ἐνταῦθα λέγει νῆα πλείην βιότοιο τὴν χρηματιστικῶς ἔμφορτον ἀστείως. δῶμα γάρ πως μεταφορητὸν ἔγνωσται καὶ ἡ ναῦς.

(Vers. 447.) Κλεπτικὴ δὲ ἔννοια καὶ τὸ, ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθ' ἱκέσθω. οἴσω γὰρ καὶ χρυσὸν ὅ τις ἤγουν ὅς τις ὑποχείριος, τουτέστιν εἰς χεῖράς μοι ἔλθοι, ὑπὸ ταῖς ἐμαῖς χερσὶ γένηται. οἱ δὲ παλαιοὶ καὶ δίχα προθέσεως οἴδασι τὴν λέξιν ταύτην, ὡς δηλοῖ ὁ γράψας οὕτω· χείριος, ὑπήκοος, τιθασὸς, χειροήθης, χρήσιμος. καὶ χείριον, χειρόηθες, ὑπήκοον, ὑποχείριον, ὥστε ἡ τοιαύτη γραφὴ ῥητορικῶς οἶδε καὶ τοὺς δουλευτὰς ὑποχειρίους καλεῖσθαι.

(Vers. 450.) Παιδὸς δὲ δραστηρίου ἔνδειξις τὸ, παῖδα γὰρ ἀτιτάλλω κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε.

(Vers. 452.) Εἰ δὲ καὶ πωλητέος ὁ τοιοῦτος, ἁρμόσει καὶ τὸ ἐφεξῆς· ὁ δ' ὑμῖν μυρίον ὦνον ἄλφοι, ὅ ἐστιν εὑρήσει, ὅπῃ περάσητε κατ' ἀλλοθρόους ἀνθρώπους. ἀφ' οὗ καὶ Ἀλφεσίβοια ἡ βόας ἄλφουσα. ἐκείνη μέντοι λόγῳ προικὸς διὰ κάλλος. Ἐν οἷς ἰστέον ὅτι τὸ μὲν ἄλφοι κατὰ τὸ ἐδούπησα ἔδουπον, ἐκτύπησα ἔκτυπον, ἐχραίσμησα ἔχραισμον, γίνεται ἀπὸ τοῦ ἀλφῶ ἀλφήσω, ἀφ' οὗ ἀλφηστής. Τὸ δὲ περάσητε Ὁμήρῳ σύνηθες, ὃς περᾶσαι οἶδε τὸ πέρην ἁλὸς διαπωλῆσαι. καὶ ἔστιν αὐτὸ πρωτότυπον τοῦ παρὰ τοῖς ὕστερον πιπράσκειν καὶ τῆς πράσεως· περῶ γὰρ περάσω πεπέρακα πέρασις, ἐξ ὧν κατὰ συγκοπὴν πράσω πέπρακα πρᾶσις. Τοῦ δὲ ἀλλοθρόους εὐθεῖα ἑνικὴ ὁ ἀλλόθροος πρὸς ὁμοιότητα τοῦ ἄθροος ὁ ἀθόρυβος, οὗ πρὸς διαστολὴν ἀθρόος ὁ συνηθροισμένος παροξύνεται.

(Vers. 451.) Τὸ δὲ ἁματροχόωντα ἀντὶ τοῦ ἀκολουθητικὸν, δυνάμενον ἅμα τινὶ τρέχειν. γράφεται δέ, φασι, καὶ ὁμοτροχόωντα, τουτέστιν ἐν τῷ συμπορεύεσθαι καὶ τρέχοντά ποτε.

(Vers. 455.) Ἐμπορευτικὰ δὲ τὸ, οἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμῖν αὖθι μένοντες ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.

(Vers. 459.) καὶ τὸ, ἤλυθεν ἀνὴρ πολύϊδρις χρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο, ἢ ἔερκτο, τουτέστι συνεπέπλεκτο, [108] ἢ συνεκέκλειστο, καὶ ἦν οὗτος ἐκ τῶν ῥηθέντων Φοινικικῶν ἀθυρμάτων.

(Vers. 462.) ὁμοίως ἐμπορικὸν καὶ τὸ, χερσὶν ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο ὦνον ὑπισχόμενοι, ὃ δὴ ὡς πρωπότυπον προϋπάρχει τοῦ ὑπισχνεῖσθαι.

(Vers. 456.) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ἐνταῦθα τὸ ἐμπολᾶσθαι παθητικῶς τε ἔφη, καὶ ἀντὶ τοῦ ἐξωνεῖσθαι. οἱ δὲ ὕστερον καὶ ἐνεργητικῶς λέγουσι καὶ ἀντὶ τοῦ ἁπλῶς πραγματεύεσθαι, ὡς δηλοῖ καὶ τὸ, κερδαίνετ' ἐμπολᾶτε.

(Vers. 457.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ, ναῦς ἤχθετο, ἀντὶ τοῦ, ἐβαρύνετο φόρτῳ. καὶ συγκροτεῖται καὶ διὰ τοῦ, ὅσα οἱ νέες ἄχθος ἄειραν. οἱ μέντοι μεθ' Ὅμηρον καὶ ἐπὶ λύπης τό, τε ἄχθεσθαι τιθέασι καὶ τὴν ἐξ αὐτοῦ ἀχθηδόνα.

(Vers. 460.) Περὶ δὲ ὅρμου ἱκανῶς ἡ Ἰλιὰς δηλοῖ· κόσμος δὲ γυναικεῖος ἐστίν. ἐξ αὐτοῦ δὲ καὶ ὑφόρμιον χρυσοῦν κοσμάριον, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ὀξύνεται δὲ παρά τισι τῶν ἐσύστερον ὁ τοιοῦτος ὅρμος, καθὰ καὶ ἀλλαχοῦ ἐῤῥέθη, πρὸς διαστολὴν τοῦ κατὰ τὸν λιμένα. Περὶ δὲ ἠλέκτρου προδεδήλωται.

(Vers. 470.) Ὁδοῦ δὲ μετάμελον φαίνει τὸ, αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύναις, ὅ ἐστι βλάβαις φρενῶν, ὃ καὶ ἀλλαχοῦ κεῖται.

(Vers. 472.) Καταγωγῆς δὲ εἰς λιμένα φράσις τὸ, ἡμεῖς δ' ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες. Ἐν τούτοις δὲ συλλογιστέον βρέφος μὲν οὐκ ἂν εἶναι τὸν Εὔμαιον ὅτε χρόνου τοιαῦτα ἐφ' ἑαυτῷ ἱστορεῖ, οὐ μὲν οὐδὲ παιδίον, ἀλλ' οὐδὲ παιδάριον, παιδίσκον δὲ ἤδη. οὐ γὰρ ἔστιν εἰπεῖν αὐτὸν ἡλικίας μείζονος, οἷον, παῖδα, ἢ ἄλλο τι τῶν ἐφεξῆς. ὧν τὴν ἀκολουθίαν Ἀλεξίων ἐκτιθέμενος γράφει οὕτως· βρέφος τὸ γεννηθὲν εὐθέως. παιδίον δὲ, τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ. παιδάριον δὲ, τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον. παιδίσκος δὲ, ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ. παῖς δὲ, ὁ δι' ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δὲ ἑξῆς ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν. ὁ δὲ μετ' αὐτὴν, ἔφηβος. ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τρικαδίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μήπω τῶν κοινῶν δρόμων μετέχειν, Ἀχαιοὶ δὲ κούρους, Θρᾷκες ἀγούρους, ὡσαύτως καὶ Ἀττικοί. οἱ δὲ μετὰ ταῦτα μειράκειον ἢ μείραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκὼς, ὁ καὶ ὠμογέρων, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως. ταῦτα ὁ Ἀλεξίων, μὴ εἰπὼν καὶ τίς ὁ πέμπελος καὶ ὁ παρὰ τῷ Λυκόφρονι σύφαρ, ἀλλ' ὡς εἰκὸς, διὰ τοῦ ἐσχατόγηρως συνδηλώσας καὶ αὐτούς. Ὅτι δὲ βρέφος καὶ ἐπὶ τοῦ κατὰ γαστρὸς ἔτι ἐμβρύου ἐλέχθη καὶ αὖ πάλιν ἔμβρυον ἐπὶ βρέφους, ἔδειξεν ἐκεῖνο μὲν ἡ Ἰλιὰς, τὸ δεύτερον δὲ ἡ Ὀδύσσεια. Ἐπὶ πᾶσιν ἰστέον καὶ ὅτι τὰ ἐν τῷ διηγήματι λεπτὰ τὴν τῆς Σύρου δηλαδὴ ἢ Συρίας νήσου ἀρετὴν τὸ τοῦ γένους τοῦ Εὐμαίου βασιλικὸν τὴν τῆς Φοινίσσης μοιχείαν τοὺς τῶν Φοινίκων δόλους καὶ τὰ λοιπὰ τοιαῦτα τὸν Εὔμαιον αὐτόθεν εἰδέναι ἀπίθανον. εἰκὸς δέ, φασι, τοὺς Φοίνικας ἐκείνους τῷ Λαέρτῃ ἐπίτηδες αὐτὰ διηγήσασθαι, ὡς ἂν σπουδασθείη ὁ παῖς οἷα τίμιος, τὸν δὲ Λαέρτην ἀφηγήσασθαι ὕστερον τῷ Εὐμαίῳ. οὐ γὰρ ἂν ὁ ὑπὸ τιθήνῃ ἀτιταλλόμενος εἰδείη ἂν καὶ μάλιστα τὰ κρύφα πεπραγμένα, εἰ καὶ ἄλλως κερδαλέος τότε εἶναι φησίν.

(Vers. 486.) Ὅτι σχηματίζεται ὁ προσποίητος ξένος Ὀδυσσεὺς δυσχεραίνειν ἐφ' οἷς ἐκ τοῦ Εὐμαίου ἤκουσε περὶ τῶν κατ' αὐτὸν, καὶ οἰκτιζόμενος, ὧν ἐκ παιδὸς ἔπαθε, παραμυθεῖται τοῖς ὕστερον ἀγαθοῖς, εἰπών· Εὔμαιε, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας ἤτοι ἐτάραξας, ταῦτα ἕκαστα λέγων ὅσα δὴ πάθες ἄλγεα θυμῷ. ἀλλ' ἤτοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε θεὸς, ἐπεὶ ἀνδρὸς δώματ' ἀφίκεο πολλὰ μογήσας ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε ἐνδυκέως, ἤγουν ἐπιμελῶς, ζώεις δ' ἀγαθὸν βίον. αὐτὰρ ἔγωγε πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω.

(Vers. 488.) Ἰστέον δὲ ὅτι τὸ, παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε, καὶ εἰς παροιμίαν κεῖται ὅτε σύμμικτά τινι τὰ κατὰ τὸν βίον, οὗ περ ἐστερῆσθαι δοκεῖ λέγειν ὁ Ὀδυσσεύς. καὶ ὅτι ἐν τῷ, παρὰ καὶ κακῷ ἐσθλὸν, τὸ ὀρθὸν οὕτως ἦν· παρὰ κακῷ καὶ ἐσθλὸν ἔθηκεν.

(Vers. 494.) Ὅτι νυκτερινὴν ὀλιγοϋπνίαν δηλοῖ τὸ, καταδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος.

(Vers. 496.) Ὅτι τὸ ἐν ἄλλοις πλατέως ἐπὶ κατάπλου διασκευασθὲν ἐνταῦθα τῷ καιρῷ συνεπιτέμνων φράζει γοργῶς οὕτως· οἱ δὲ λύον ἱστία, καθεῖλον δὲ ἱστόν. τὴν δ' εἰς ὅρμον προέρυσαν ἐρετμοῖς, ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν, ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, δεῖπνόν τ' ἐντύνοντο, κερῶντό τε αἴθοπα οἶνον. ἐν τοῖς ἑξῆς δὲ ἄλλως ἐρεῖ συντομώτερον· εἶδε νῆα στρεφθεὶς ἐκ χώρης λιμένος ἐντὸς, ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. Ὅτι τὴν νῆα μὲν εἰς τὸ ἄστυ ὁ Τηλέμαχος στέλλει, αὐτὸς δὲ θελήσας εἰς ἀγρὸν ἐλθεῖν κατὰ τὴν ὑποθήκην τῆς Ἀθηνᾶς [109] αὔριον παραθεῖναι λέγει τοῖς συμπλεύσασιν ὁδοιπόριον, τουτέστι μισθὸν ἢ ἀμοιβὴν ὑπὲρ τοῦ πλεῦσαι, δαῖτ' ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. ἡρωϊκὰ ταῦτα. οὔ πω γὰρ τὰ κίβδηλα ἐπαῤῥησιάζετο ἐν τοῖς τότε χρήματα. Ἰστέον δὲ ὅτι καὶ πᾶν δῶρον τὸ ὑπὲρ συνοδεύσεως καλῶς ἂν λέγοιτο ὁδοιπόριον. Ὅτι τὸ εἰς αὐτὴν τὴν Πηνελόπην καὶ εἰς αὐτὸν τὸν τοῦ Ὀδυσσέως οἶκον ἐλθεῖν ἰθὺς ἐκείνης καὶ ἐκείνου φησὶν ἀντὶ τοῦ, ἐξ ὀρθοῦ εἰς αὐτοὺς μηδαμοῦ πλαγιάσαντα.

(Vers. 513.) Ὅτι μὴ ἀφεὶς ταπρῶτα ὁ Τηλέμαχος τὸν Θεοκλύμενον εἰς τὴν μητέρα ἐλθεῖν δι' εὔλογον αἰτίαν, ἀλλὰ πέμπων αὐτὸν εἰς τὸν Εὐρύμαχον, ὃς ἐπίδοξος ἦν γῆμαι τὴν Πηνελόπην, ὅμως ὕστερον γνοὺς μάντιν αὐτὸν εἶναι, οἷς τὰ περὶ Ὀδυσσέως ἐμαντεύσατο, μεταβουλεύεται τῇ τύχῃ συμμεταβληθεὶς, καὶ οὐκέτι ἐθέλει ἐμφανισθῆναι τῷ Εὐρυμάχῳ αὐτὸν, μὴ καὶ τὰ ὑπὲρ Ὀδυσσέως εἰπὼν ἀχρειώσῃ τὴν ἐφεξῆς πλάσιν. παραδίδωσιν οὖν αὐτὸν εὐπειθεῖ ἑταίρῳ Πειραίῳ τινὶ συμπλεύσαντι, ἵνα οἴκοι ἀγαγὼν ἐκεῖνον φιλοφρονῆται. καὶ ἐκεῖνος πείθεται. φράζει δὲ τὸ τοιοῦτον ὁ ποιητὴς οὕτως· ἄλλως μέν σε ἂν ἔγωγε καὶ ἡμέτερόνδε κελοίμην ἔρχεσθαι, οὐ γάρ τοι ξενίων ποθὴ, ἀλλὰ σοὶ αὐτῷ χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ ὄψεται. οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσι φαίνεται, ἀλλ' ὑπερωΐῳ ἱστὸν ὑφαίνει.

(Vers. 518.) ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ἤγουν φάσκω, εἰς ὃν ἐλεύσῃ, Εὐρύμαχον Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱὸν, ὃν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι. καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ, μέμονέ τε, ἤτοι μένος ἔχει μάλιστα, μητέρ' ἐμὴν γαμέειν καὶ Ὀδυσσέως γέρας ἕξειν.

(Vers. 523.) εἶτα χρηστολογῶν εὐοιωνίστως ἤγουν εὐτυχῶς τὰ ἐφεξῆς, ἵνα καὶ ἑξῆς οἰωνοσκοπία προκλητικῶς ἐντεῦθεν συναφθεῖσα, εὐθὺς ἀλληλουχεῖται, φησίν· ἀλλὰ τά γε θεὸς οἶδεν Ὀλύμπιος αἰθέρι ναίων, εἴ κέ σφιν πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος. ἐν δὲ πόδεσσι τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε, μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἄπο νόσφι καλέσας ἐνέφυ τε τῇ χειρὶ καὶ εἶπε· Τηλέμαχε, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις· ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα, τουτέστι σημαντικὸν καὶ μαντευτικόν.

(Vers. 533.) καὶ ἑρμηνεύων στενῶς καὶ οὐδὲ πάνυ σαφῶς τὸν τοιοῦτον οἰωνὸν διὰ τοὺς περιεστῶτας, ἵνα μὴ ἔκπυστα γένηται τὰ σιγῆς ἄξια, φησίν· ὑμετέρου δ' οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο ἐν δήμῳ Ἰθάκης, εἰ καὶ ὁ Εὐρύμαχος ἐθέλει τὸ τοῦ Ὀδυσσέως γέρας ἕξειν, ἤτοι τὴν βασιλείαν,

(Vers. 534.) ἀλλ' ὑμεῖς καρτεροὶ αἰεὶ, τουτέστι δεσπόται, ἐγκρατεῖς, ὡς καὶ Ἀρχίλοχος· Ἀσίης καρτερὸς μηλοτρόφου, ὅ ἐστιν ἄρχων.

(Vers. 526.) ἄλλως μέντοι πλατύτερον ὅμοιός ἐστιν ὁ νῦν οἰωνὸς τῷ πρὸ ὀλίγου ἐπὶ ἀετοῦ καὶ χηνὸς, πλὴν ὅσον ἐκεῖ μὲν ἄμφω τὰ ζῷα μεγάλα, ἐνταῦθα δὲ οὐ τοιαῦτα, καὶ ἐκεῖ μὲν ὡς φάγων τῶν μνηστήρων σύμβολον ἦν ἡ ἀδηφάγος χὴν, ἐνταῦθα δὲ ἡ τρήρων πέλεια τὴν ἐκείνων, ὡς προγέγραπται, δειλίαν συμβολοσκοπεῖ καὶ ἀγγέλλει κατὰ τὸν ποιητὴν ὡς ἄγγελος οἰωνὸς κακὸν ἦμαρ τελευτήσειν τοῖς μνηστῆρσι πρὸ γάμου, καθὰ καὶ τῇ πελείᾳ νῦν αὐτίκα ὄλεθρος ἐπῆλθεν ἅμα τῇ φήμῃ τοῦ Τηλεμάχου, ὃς σὺν καὶ τῷ πατρὶ τῦπον ἀετοῦ τε ἔχει καὶ κίρκου, περὶ οὗ καὶ αὐτοῦ προδεδήλωται.

(Vers. 517.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν ὅτι τε ὑπερώϊον ἐνταῦθα πεντασυλλάβως ἔφη ὁ ποιητὴς, ἐξ οὗ τὸ ὑπερωϊόθεν ἐπίῤῥημα.

(Vers. 521.) καὶ ὅτι καὶ αὐτὸς ὁ Τηλέμαχος κρίνει τὸν Εὐρύμαχον ὑπερτερεῖν τῶν ἄλλων μνηστήρων, φιλαλήθως αὐτὸν ἐπαινῶν.

(Vers. 525.) καὶ ὅτι τὸ μὲν ὄρνις γένος, ὡς καὶ ἀλλαχοῦ ὁ ἀετὸς, εἰδικὸν δέ τι, μᾶλλον δὲ εἴδους ἄτομον, ὁ κίρκος, ὡς ἐκεῖ ὁ χήν.

(Vers. 532.) ὁ δ' ἐνταῦθα οἰωνὸς ἐπὶ συμβόλου καὶ σημείου μαντικοῦ τίθεται, ὅθεν καὶ οἰωνίζεσθαι τὸ μαντεύεσθαι. δῆλον δ' ὅτι τοιοῦτόν τι πολλάκις καὶ ὁ ὄρνις δηλοῖ, ὡς καὶ ἐν τῷ, δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ, καὶ ἐν ἄλλοις δὲ πολλοῖς.

(Vers. 531.) Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι τὸ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο ὄρνις, ὁριστικόν ἐστι τοῦ οἰωνοῦ. ἔστι γὰρ μαντικὸς οἰωνὸς ὄρνις οὔ τοι ἄνευ θεοῦ πετόμενος.

(Vers. 526.) ταχὺν δὲ τὸν κίρκον εἶναι καὶ Ἀπόλλωνος ἱερὸν, τεθρύλληται, καθὰ καὶ ὅτι τῷ Διῒ ἀνιέρωται ὁ ἀετός.

(Vers. 532.) Τὸ δὲ ἔγνων οἰωνὸν ἐόντα ταυτόν ἐστι τῷ, ἔγνων ὡς οἰωνίζεταί σοι.

(Vers. 533.) Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν ἐν τούτοις, γένους βασιλεύτερον, γένευς εἶπε ποιητικώτερον διὰ πλείω φωνῆς ὄγκον. Τὸ δὲ βασιλεύτερον συγκριτικῶς λεχθὲν δηλοῖ ὡς καὶ ἄλλοι μέν εἰσι βασιλεῖς ἐν Ἰθάκῃ καθά που καὶ ὁ Τηλέμαχος εἶπεν, ὅμως δὲ πάντων βασιλεύτερον τὸ γένος τοῦ Ὀδυσσέως.

(Vers. 534.) Τὸ δὲ ἐν δήμῳ Ἰθάκης, πρὸς ἀκρίβειαν κεῖται. οὐ γὰρ οὐδαμοῦ [110] γῆς οὐκ ἔστι βασιλεύτερον γένος ἄλλο, ἀλλ' ἐν Ἰθάκῃ. Τὸ δὲ ἀλλ' ὑμεῖς καρτεροὶ αἰεὶ, οὐκ ἀναγκαίως μὲν κεῖται, ποιεῖ δ' ὅμως πλείω σαφήνειαν, ἵνα τὸ μὲν οὐκ ἔστιν ἄλλο γένος βασιλεύτερον εἴη ἄρσις, θέσις δὲ τὸ, ἀλλ' ὑμεῖς. ἀστεία δὲ ἡ λύσις τοῦ οἰωνοῦ πρὸς τὴν τοῦ Τηλεμάχου πρότασιν. ἐκεῖνος μὲν γὰρ θεῷ εἶπε γνωστὸν εἶναι εἰ τὸ τοῦ Ὀδυσσέως γέρας ἕξει Εὐρύμαχος, Θεοκλύμενος δὲ ἀποφαίνεται τὸ τοῦ Ὀδυσσέως βασιλεῦσαι γένος. ἐνταῦθα δὲ ἔστιν εἰπεῖν καὶ ὅτι Θεοκλύμενος καλὸν ἐπίβαθρον, τουτέστι ναῦλον, ἀποδίδωσι τῷ Τηλεμάχῳ τὴν περὶ τοῦ μέλλοντος ἀγαθὴν εἴδησιν.

(Vers. 536.) Ὅτι ὁ ἐπὶ ἀγαθῇ ἀγγελίᾳ ὑπισχνούμενός τι ἀγαθὸν καλῶς ἂν εἴπῃ τὸ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἔστι δὲ τὸ θέμα τοῦ συναντόμενος ἄντω ἄντομαι.

(Vers. 540.) Ὅτι ὁ παραδιδοὺς ἀγαθῷ φίλῳ ξένον τινὰ ἐπὶ φιλοφροσύνῃ ἔχοι ἂν φάναι τὸ, ὦ δεῖνα, σὺ δή μοι τά περ ἄλλα μάλιστα πείθῃ ἐμῶν ἑτάρων, καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν ἐνδυκέως φιλέειν καὶ τιέμεν, ἤγουν φίλει καὶ τίμα εἰσόκεν ἔλθω. Τηλέμαχος δὲ ταῦτα λέγει πρὸς τὸν ῥηθέντα Πείραιον περὶ Θεοκλυμένου. ἐφ' ᾧ δευτέραν σοφωτέραν ταύτην φροντίδα σχὼν ὁ Τηλέμαχος οὐκέτι, ὡς ἐῤῥέθη, παριστᾶν αὐτὸν ἐθέλει τῷ Εὐρυμάχῳ, ἀλλὰ μεταθέμενος τῷ Πειραίῳ παραδίδωσι, δοκιμάσας οὕτω διὰ τὸ μαντικῆς αὐτὸν εὑρεῖν ἐπιστήμονα.

(Vers. 545.) Σημείωσαι δὲ καὶ ὅτι ὁ καταδεξάμενος ὑποδέξασθαι τὸν, ὡς ἐῤῥέθη, παραδιδόμενον ξένον, εἰκότως πρὸς τὸ εἰσόκε ἔλθω, ἐρεῖ τὸ, ὦ δεῖνα, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις, τόνδε τ' ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται. εἴη δ' ἂν τὸ κομιῶ ἐφερμηνευτικὸν τοῦ φιλέειν καὶ τιέμεν· τούτου γὰρ ἐκεῖνα ἦσαν δηλωτικά. ἔστι δὲ τὸ κομιῶ μέλλων δεύτερος Ἀττικὸς τοῦ κομίζειν ὅμοιος τῷ ἐγγιῶ καὶ βαδιοῦμαι καὶ τοῖς τοιούτοις. δηλοῖ δὲ ἡ λέξις τὸ, ἐπιμελείας ἀξιώσω.

(Vers. 540.) Ἰστέον δὲ ὅτι τὸν ῥηθέντα Πείραιον υἱὸν ὄντα Κλυτίου Κλυτίδην λέγει κατὰ συγκοπήν. τὸ γὰρ ἐντελὲς Κλυτιάδης ἐστὶν ὁμοίως τῷ Ἀλεξιάδης καὶ τοῖς τοιούτοις.

(Vers. 553.) Ὅτι τὸ, οἱ μὲν ἀναβάντες ἔπλεον, ἐνταῦθα παραφράζων φησίν· οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, τουτέστιν ἀνωθήσαντες τὴν ναῦν ὑψοῦ ἐν νοτίῳ ὥστε πλέειν. κυρίως γὰρ ὠθεῖν τὸ ἀπὸ χθαμαλωτέρων ἀνάγειν εἰς ὑψηλότερον.

(Vers. 555.) Ὅτι καὶ ἐνταῦθα τὸν σπουδαίως θέοντα φέρεσθαι λέγει ποσὶν, οὐ μὴν αὐτὸν φέρειν τοὺς πόδας, εἰπών· τὸν δ' ὦκα προβιβῶντα πόδες φέρον, ὄφρα ἵκετο αὐλὴν, ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι.

(Vers. 557.) αἷς ὁ συβώτης ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς· ὅ περ σύστοιχόν ἐστι τῷ, ὅμως δέ τοι ἤπια οἶδε. διὰ δὲ τὸ τοιοῦτος εἶναι καὶ ἐσθλὸς ἐῤῥέθη. Ὅρα δὲ καὶ ὅτι μετρήσας ἤδη τάς τε θηλείας ὕας καὶ τοὺς ἄῤῥενας καὶ εἰς ῥητὸν ἀριθμὸν περιστήσας, ἤγουν εἰς ἐνακοσίους καὶ ἑξήκοντα, ὅμως ἐνταῦθα ὕες μάλα μυρίαι εἶπεν ὁ ποιητὴς, ἐκπλήττειν καὶ οὕτως ἐθέλων τῇ ἀοριστίᾳ τὸν ἀκροατήν.

(Vers. 556.) Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι καὶ ἀῤῥένων συῶν ὄντων, ἔτι δὲ καὶ θηλειῶν, ἐξενίκησε τὸ ἀπὸ μέρους τοῦ τῶν θηλειῶν οὕτω φράσαι τοὺς ὅλους. ἐνεχώρει μὲν γὰρ εἰπεῖν, ὕες μυρίοι οἷσι συβώτης ἐνίαυεν· εἵλετο δὲ Ἰωνικῶς ἅμα καὶ Ἀττικῶς, θηλυκῶς φράσαι, ὕες μυρίαι αἷς ἐνίαυε.

(Vers. 555.) Τὴν δὲ ῥηθεῖσαν αὐλὴν καὶ αὖλιν παρωνύμως καὶ ἔπαυλιν ἔστιν εἰπεῖν. Τὸ δὲ ἐνίαυεν ἀντὶ τοῦ, ἐνδιέτριβεν, ὅθεν καὶ ἐνιαυτὸς, χρόνος ἐπιμήκης ἔχων τριβήν.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Π. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Ἐλθόντος εἰς τοὺς ἀγροὺς Τηλεμάχου, πέμπεται Εὔμαιος εἰς τὴν πόλιν ὀφείλων ἐπαγγεῖλαι τοῦ δεσπότου τὴν παρουσίαν. γίνεται δὲ ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς τὸν υἱὸν ἀναγνωρισμὸς κατὰ βούλησιν Ἀθηνᾶς καὶ τῶν ἐπὶ τὴν ἐνέδραν Τηλεμάχου τεταγμένων ἐπὶ τὴν πόλιν ὑποστροφή.

ΟΔΥΣΣΕΙΑΣ Π. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι ἀναγνωρισμὸς Ὀδυσσέως ἡ ῥαψῳδία αὕτη ἐπιγέγραπται. ἀνεγνωρίσθη γὰρ ἀναγκαίως ἐνταῦθα τῷ υἱῷ Τηλεμάχῳ, ἵνα προβουλεύσωνται.

(Vers. 2.) Ὅτι τὸ, ἐντύνοντ' ἄριστον ἅμα ἠοῖ [111] κηάμενοι πῦρ, δεῖπνον δηλοῖ σκευάζεσθαι τῷ Εὐμαίῳ καὶ τῷ Ὀδυσσεῖ. διὸ καὶ πρὸ ὀλίγων ἐῤῥέθη τὸ, ἅμα ἠοῖ φαινομένῃ δειπνήσας. ταυτὸν οὖν ἐνταῦθα δεῖπνον καὶ ἄριστον συνωνυμίας λόγῳ, γενόμενα τὸ μὲν παρὰ τὸ δεῖ πονεῖν, τὸ δὲ παρὰ τὸ ἄρην τηνικαῦτα συνίστασθαι, ὥς περ αὖ πάλιν ἑσπέρας δόρυ παύεται, τουτέστι πόλεμος, κατὰ τὸ, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. Σημειοῦνται δὲ οἱ παλαιοὶ ὅτι ἅπαξ ἐνταῦθα ἡ τοῦ ἀρίστου λέξις εἴρηται καὶ ἅπαξ ἐν Ἰλιάδι, καὶ ἐλέχθη περὶ τούτου καὶ ἐκεῖ. Ἰστέον δὲ ὅτι ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται περὶ ἀρίστου καὶ δείπνου καὶ τῶν τούτοις ὁμοστοίχων καὶ τοιαῦτα τινά. ἄριστον, τὸ ἀκράτισμα, ἤγουν τὸ πρωϊνὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμόν, φησι, καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς. προφέρει δὲ ὁ αὐτὸς καὶ χρήσεις, ἐν αἷς καὶ τὸ, ἀκρατιοῦμαι μικρὸν εἶθ' ἥξω πάλιν. λέγει δὲ καὶ ὅτι Φιλήμων τροφαῖς τέσσαρσι χρᾶσθαι φησὶ τοὺς παλαιοὺς, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ· καὶ ὅτι τὸν μὲν ἀκρατισμὸν διανηστισμὸν ἐκεῖνοι ἔλεγον, τὸ δὲ ἄριστον δορπηστὸν, τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἔστι δέ, φησιν, ἡ τάξις τῶν ὀνομάτων καὶ παρ' Αἰσχύλῳ, ἐν οἷς παράγει τὸν Παλαμήδην λέγοντα οὕτω· σῖτον δ' εἰδέναι διώρισα, ἄριστα δεῖπνα δόρπαθ' αἱρεῖσθαι τρία. τῆς δὲ τετάρτης, φησὶ, τροφῆς οὕτω μέμνηται Ὅμηρος· ἔρχεο δειελιήσας, ὃ καλοῦσι τινὲς δειλινὸν βρῶμα, μεταξὺ ὂν τοῦ ὑφ' ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. ὅτι δὲ τοῦτο ἤγουν τὸ δειελιήσας ἀντιλέγεται ὡς μὴ δηλοῦν τετάρτην τροφὴν, ἐπεὶ μηδὲ οἶδεν Ὅμηρος τροφὰς ἐφ' ἑκάστης ἡμέρας τέσσαρας, ἐν τοῖς ἑξῆς που ῥηθήσεται. ὁ δὲ Ἀθήναιος λέγει καὶ ὡς ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινὸν, ὃ ἡμεῖς ἄριστον φαμέν· δόρπον δὲ τὸ ἑσπερινόν. ἐπὶ δὲ τούτοις ἐπικρίνει συνωνυμεῖν τὸ ἄριστον τῷ δείπνῳ ἐξ Ὁμηρικῆς χρήσεως ὡρμημένος.

(Vers. 4.) Ὅτι τὸν Τηλέμαχον ἐλθόντα περίσαινον κύνες ὑλακόμωροι, οὐδ' ὕλαον προσιόντα. ἐνόησε δὲ ὁ ἐμφρόντις Ὀδυσσεὺς σαίνοντάς τε κύνας, περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν, ἤγουν περιῆλθεν αὐτὸν ὁ κτύπος τῶν ποδῶν τοῦ υἱοῦ. οὕτω καὶ ὁ γέρων Νέστωρ ἐν Ἰλιάδι νοεῖ πρὸ τῶν ἄλλων τὸ ἐλπιζόμενον, ὅτε φησὶν ἐκεῖνος, ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. καὶ εἰκότως ταῦτα. ἐκεῖ τε γὰρ ὁ Νέστωρ ἐφ' οἷς ἐλπίζει ἐγρήγορε. καὶ νῦν δὲ ὁμοίως ὁ Ὀδυσσεὺς προσδοκῶν τὸν υἱόν.

(Vers. 8.) διὸ καὶ λέγει πρὸς Εὔμαιον· ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ' ἑταῖρος, ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ' ὑλάουσιν ἀλλὰ περισαίνουσι. ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω, ὃν κτύπον ἀνωτέρω ἔφη ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. οὐκ ἔχει δὲ καιριωτέραν ἐπὶ κυνῶν λέξιν εἰπεῖν τοῦ σαίνειν καὶ τοῦ ὑλάειν, ἐξ οὗ παράγωγον τὸ ὑλάσσειν καὶ τὸ ὑλακτεῖν. ὧν ἀγριώτατον μὲν ἡ ὑλακὴ, ἐξ οὗ κύνες ὑλακόμωροι, ὡς προδεδήλωται· πραῢ δὲ τὸ σαίνειν, παραχθὲν ἐκ τοῦ τὸ οὐραῖον τηνικαῦτα σείεσθαι. ἀπὸ γὰρ τοῦ σέω, σῶ, ἐξ οὗ τὸ σείω, ἐξ αὐτοῦ καὶ τὸ σαίνω, κυριολεκτούμενον μὲν ἐπὶ κυνῶν, ἤδη δὲ καὶ ἐπὶ ἑτέρων ζῴων, μεταφερόμενον δὲ τροπικῶς καὶ εἰς τοὺς ὑπούλους καὶ κολακικοὺς, ἔτι δὲ καὶ εἰς τοὺς λαιθάργως δάκνοντας. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὡς ἐῤῥέθη, σέω, οὗ παράγωγα τὸ σείω καὶ τὸ σαίνω, προῆλθε καὶ τὸ σήθω, ἀφ' οὗ καὶ σητάνειος ἄρτος, καὶ τηλία, ἧς χρῆσις καὶ παρὰ τῷ κωμικῷ. ἐκεῖθεν δὲ καὶ τὸ σόω, οὗ σύνθετον παράγωγον ὁ λαοσσόος Ἄρης, ὅ περ εἰκὸς γενόμενον σούω προσλήψει τοῦ υ σχεῖν ῥῆμα ἐκ κινήσεως Λακωνικὸν τὸ ἀπέσσουα, ἤγουν ἀφώρμησεν, ἀπῆλθεν, ἀπέθανεν. καὶ τὸ σούσθω δὲ παρὰ Σοφοκλεῖ ἐκ τοῦ σόω, θέματος ὥρμηται. σοέσθω γὰρ ἐκεῖθεν καὶ κράσει σούσθω. ἔτι ἐκ τοῦ σέω σῶ ἐκείνου τοῦ πρώτου καὶ τὸ σύω τὸ ὁρμῶ. τοῦ δὲ σαίνειν σύνθετον τὸ σαίνουρον, πρὸς ἀναλογίαν τοῦ λόφουρον, ἴσως δὲ καὶ ὁ σάννας ἢ σάννος ἐξ αὐτοῦ παρῆκται, ὃς ὅτι τὸν εὐήθη σημαίνει, ἀλλαχοῦ ἐγράφη. καὶ τοῦτο μὲν τοιοῦτον. Δῆλον δὲ ὅτι διὰ τὸ, ὡς ἐῤῥέθη, καίριον ἐπέμεινε καὶ τῇ τοῦ σαίνειν λέξει καὶ τῇ τοῦ ὑλάειν.

(Vers. 4.) Ὅρα δὲ ὡς τὸ μὲν ὑλακόμωροι ἐκτείνει τὴν ἄρχουσαν, τὸ δὲ ὕλαον καὶ τὸ οὐχ' ὑλάουσι συστέλλει αὐτήν.

(Vers. 10.) Ἰστέον δὲ ὅτι τὸ, ἀλλὰ περισαίνουσιν, ἀναγκαίως πρόσκειται. οὐ γὰρ ἁπλῶς φίλου ἥκοντος σύμβολον τὸ μὴ ὑλάειν τοὺς κύνας, εἰ μὴ καὶ περισαίνουσι.

(Vers. 6.) Τὸ δὲ περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν ἐσχημάτισται. τὸ γὰρ ὀρθὸν καὶ σαφὲς καὶ κοινὸν ἦν τὸ, σαίνοντάς τε κύνας κτύπον τε ποδῶν. ὁ δὲ, ὑποστίξας εἰς τὸ κύνας, ἐπήγαγεν ὡς ἀπὸ ἄλλης ἀρχῆς ἰδικὴν ἔννοιαν τὸ, περὶ δὲ κτύπος ἦλθε ποδῶν. ἔστι δὲ τὸ περιῆλθε ταυτὸν τῷ ἠκούσθη, περὶ αὐτὸν ἦλθε. παρὰ δὲ τοῖς ὕστερον περιελθεῖν λέγεται καὶ τὸ ὑπούλως μετελθεῖν, καὶ τὸ κατεργάσασθαι δὲ, οἷον, περιῆλθε τὸν δεῖνα τὸ φάρμακον. δῆλον δὲ καὶ ὅτι ταυτὸν τὸ, περὶ δὲ κτύπος [112] ἦλθε ποδοῖϊν, καὶ, ποδῶν δ' ὑπὸ δοῦπον ἄκουσεν.

(Vers. 8.) Ἐν δὲ τῷ, ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, διορίζει τοῦ ἑταίρου τὸν γνώριμον. καὶ ἴσως μὲν τιμιώτερον ὁ ἑταῖρος τοῦ ἁπλῶς γνωρίμου. ἴσως δὲ καθολικώτερόν τι ὁ γνώριμος, περιέχων τόν τε ἑταῖρον καὶ τοὺς ἄλλους ὁπωσοῦν συνήθεις. ἅπαξ δέ, φασιν, ὧδε ἡ τοῦ γνωρίμου κεῖται λέξις. Τὸ δὲ ἄλλος, ἑτεροιότητα δηλοῖ γνωρίμου καὶ ἑταίρου, καὶ οὐκ ἔστι κατὰ τὸ κοινὸν σύνηθες, οἷον τὸ, οὐχ' οὗτος ἐστὶν ἀλλὰ ἄλλος, καθ' ὃ σημαινόμενον μετ' ὀλίγα κεῖται τὸ,

(Vers. 34.) ἠέ τις ἀνδρῶν ἄλλος ἔγημεν, ὃς δὴ ἄλλος ἀντιδιαστέλλεται πρὸς τὸν Ὀδυσσέα. Σημείωσαι δ' ἐν τοῖς περὶ τοῦ ὑλάειν ῥηθεῖσι καὶ ὅτι τὸ αὐτὸ καὶ ῥάζειν καὶ ῥοίζειν λέγεται. φέρεται γὰρ ἐν ῥητορικῷ λεξικῷ, ὅτι ῥάζειν καὶ ῥοίζειν κυρίως μὲν τὸ ὑλακτεῖν· μετήνεκται δὲ καὶ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦντας.

(Vers. 11.) Ὅτι ἀπόβασιν δηλοῖ στοχαστικοῦ λόγου τὸ, οὔ πω πᾶν εἴρηται ἔπος ὅτε τόδε τι γέγονεν, οἷον ἐνταῦθα, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισιν. ἅμα γὰρ Ὀδυσσεὺς ἔφη ὡς ἥξει τις καὶ εὐθὺς ἐπέστη ὁ Τηλέμαχος. οἷς ἐπάγων τὰ εἰκότα ὁ ποιητὴς φησί·

(Vers. 12.) ταφὼν δ' ἀνόρουσε συβώτης, ὅ περ ἐν Ἰλιάδι ἐπὶ Ἀχιλλέως κεῖται. ἐκ δ' ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον, καθὰ πρὸ τούτων ἐπὶ τῷ Ὀδυσσεῖ δραμόντι σκύτος ἐξέπεσε χειρὸς ὃ μετεχειρίζετο.

(Vers. 14.) ὁ δ' ἀντίος ἤλυθεν ἄνακτος, κῦσε δέ μιν κεφαλὴν καὶ ἄμφω φάεα καλὰ, χεῖράς τε ἀμφοτέρας, ὃ συγκεφαλαιωσάμενος μετ' ὀλίγα ἐρεῖ· πάντα κύσε περιφύς.

(Vers. 15.) Οὐχ' ὡς δοῦλος δὲ ταῦτα ποιεῖ, δούλων γὰρ οὐκ ἦν ἄμφω φάεα φιλεῖν, οἷα δέ τις καθ' αἷμα οἰκεῖος, ὡς καὶ ἡ ἐφεξῆς δηλώσει παραβολή· ὁμοιότητα πατρικήν τινα πρὸς Τηλέμαχον παραδεικνῦσα ἐν αὐτῇ. εἰπὼν γὰρ, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ, ἐπιφέρει· ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει ἐλθόντ' ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον τηλύγετον, τῷ ἐπ' ἄλγεα πολλὰ μογήσοι ἤγουν ἐμόγησεν, ὣς τότε Τηλέμαχον θοειδέα δῖος ὑφορβὸς πάντα κύσε περιφὺς ὡς ἐκ θανάτοιο φυγόντα, καὶ δὴ ὀλοφυρόμενος προσεῖπεν ἀφελῶς τὸ περιφερόμενον· ἦλθες Τηλέμαχε γλυκερὸν φάος. οὔ σε ἔγωγε ὄψεσθαι ἐφάμην ἐπεὶ ᾤχεο νηῒ Πύλονδε· ἀλλ' ἄγε νῦν εἴσελθε φίλον τέκος καὶ ἑξῆς.

(Vers. 17.) Καὶ ὅρα ὡς πάνυ τὰ τῆς ῥηθείσης παραβολῆς ηὔξηται. παῖδα γὰρ ὑποτίθεται πρὸς ἔνδειξιν πολλῆς φιλοστοργίας, καὶ αὐτὸν φιλούμενον πατρὶ καὶ ἐκ γῆς ἀλλοδαπῆς ἐλθόντα καὶ μετὰ πολυετῆ ἀποδημίαν καὶ μόνον ὄντα τῷ πατρὶ, τυχὸν δὲ καὶ μεθ' ὃν οὐκέτι ἐλπὶς τεκεῖν καὶ πεπαιδευμένον. τοιοῦτος γὰρ παῖς, ἐφ' ᾧ πολλὰ μογήσει πατήρ. ὡς οὖν τοιούτῳ υἱῷ προσφέρεται πατὴρ ἐπανελθόντι, οὕτω καὶ ὁ Εὔμαιος διετέθη ἐπὶ τῷ Τηλεμάχῳ. διὸ οὐ μόνον ἐλευθέρια φιλεῖ, ἀλλὰ καὶ φίλον τέκος καλεῖ.

(Vers. 15.) καιρία δὲ λέξις ὡς ἐν ποιήσει καὶ τὸ κύσεν ἀντὶ τοῦ ἐφίλησε, διὸ καὶ δὶς αὐτῇ μόνος ἐνταῦθα χρῆται. τὸ μέντοι φιλεῖν τῇ ὁμωνυμίᾳ σχιζόμενον εἰς διάφορα οὐχ' οὕτω φιλεῖ λέγειν ὁ ποιητής. Σημείωσαι δὲ ὅτι ἐν μὲν τῷ, κῦσε δέ μιν κεφαλὴν, ἐκτείνει τὸ κῦσε τὴν παραλήγουσαν.

(Vers. 21.) ἐν δὲ τῷ, πάντα κύσε, συστέλλει αὐτήν. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ, οὔ πω πᾶν εἴρητο ἔπος ὅτε τόδε γέγονε, λαβόντες οἱ μεθ' Ὅμηρον ἔγραψαν παροιμίας τοιαύτας εὐτραπέλους, πρὶν ὀπτῆσαι τὰ ἄλευρα, ἤγουν τὰ ἄλφιτα τοῖς ὀπτωμένοις ἐπιπασσόμενα, καὶ, πρὶν τοὺς ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾷς, καὶ, πρὶν ἐσφάχθαι δέρεις.

(Vers. 14.) Ὅρα δὲ τὸ κιρνὰς οἶνον ἀντὶ τοῦ κιρνῶν ἐπιλεγὲν ὡς ποιητικώτερον. ἄλλως γὰρ οὐκ ἐκώλυεν εἰπεῖν κιρνῶν αἴθοπα οἶνον. θέμα δὲ αὐτοῦ τὸ κίρνημι, οὗ παρατατικὸς, ἐκίρνην, ἡ μετοχὴ, κιρνὰς καὶ συνανακιρνάμενος.

(Vers. 15.) Τὸ δὲ κῦσε δέ μιν κεφαλὴν καὶ ἑξῆς, σχῆμα ἐστὶ συνηθέστατον Ὁμήρῳ, καὶ ἔχει αὐτὸ συντάξεις τρεῖς· ἢ γὰρ ἔκυσεν αὐτοῦ κεφαλὴν καὶ φάεα, ἢ ἔκυσεν αὐτὸν κατὰ κεφαλὴν καὶ φάεα, ἢ ἔκυσεν αὐτὸν, ἤγουν τὴν κεφαλὴν καὶ τὰ φάη. φιλεῖ δέ τινος ὀφθαλμοὺς ὁ γλυκερὸν φάος ἐλθεῖν αὐτὸν λέγων.

(Vers. 18.) Τίς δὲ ἡ ἀπία γῆ, καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ δεκάτῳ ἐνιαυτῷ, ἁπλῶς παρέῤῥιπται κατὰ τέλειον ἀριθμὸν, εἰ μὴ ἄρα ὁ ποιητὴς ἔφη τοῦτο ὡς πρὸς εἰκόνα τῆς τοῦ Ὀδυσσέως πλάνης.

(Vers. 21.) Τὸ δὲ περιφὺς ἀντὶ τοῦ περιπλακεὶς, καὶ ἔστιν ἕτερον τοῦ ἐμφὺς χειρὶ, ἢ ἐμφὺς χείλεσι, καὶ ὅλως μέρει τινί. Τὸ δὲ ὡς ἐκ θανάτοιο φυγόντα, ἑρμηνεύεται ἐν τῷ, οὔ σε ὄψεσθαι ἐφάμην.

(Vers. 23.) Ἰστέον δὲ ὅτι τὸ, ἦλθες Τηλέμαχε, γλυκερὸν φάος, οὕτω πεφίληται τοῖς πολλοῖς, ὥστε καὶ παροιμιακῶς ἐπιφωνεῖσθαι φίλοις ἐξ ἀποδημίας ἥκουσιν.

(Vers. 25.) Ὅτι φιλοφροσύνης τὸ, ἀλλ' ἄγε νῦν εἴσελθε φίλον τέκος ὄφρα σε θυμῷ τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. εἰ δὲ καὶ ἀγροτικῷ ἀνδρὶ ἀστικὸς ἐνδημήσας [113] ὁ τοιοῦτος ἐστὶ, καλὸν εἰπεῖν καὶ τὸ, οὐ μὲν γάρ τι θαμὰ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, ἀλλ' ἐπιδημεύεις. ὣς γὰρ δή σοι εὔαδε θυμῷ.

(Vers. 28.) Ἔστι δὲ ἐπιδημεύειν τὸ ἐν πόλει διατρίβειν καὶ ὡς εἰπεῖν ἐπὶ τοῦ δήμου· ὅθεν καὶ ἐπίδημος εἴη ἂν ὁ τοιοῦτος, ἀπεναντίας τῷ ἀποδήμῳ καὶ τῷ ἀποδημοῦντι. γίνεται δὲ ἐκ τοῦ ἐπιδημέω πλεονασμῷ τοῦ υ ὁμοίως τῷ, χέω χεύω, δισκέω δισκεύω. Τὸ δὲ εὔαδε δηλοῖ μὲν τὸ ἤρεσκε, γίνεται δὲ παρὰ τὸ ἥδω, ἧδε, καὶ ἐν διαλύσει, ἕαδε, καὶ Αἰολικῶς, εὔαδε· διὸ καὶ ψιλοῦται.

(Vers. 26.) Εὐμαίου δὲ οἱ προσεχῶς ῥηθέντες λόγοι, ὃς ἐθέλων συνεχῶς τὸν Τηλέμαχον βλέπειν ὀνειδίζει ἐφ' οἷς ἐπιδημεύων εὐαρεστεῖται ἀνδρῶν μνηστήρων προσορᾶν ἀΐδηλον ὅμιλον. Περὶ δὲ τοῦ ἀΐδηλον καὶ ἀείδελον ἀρκούντως γέγραπται ἀλλαχοῦ. Σημείωσαι δ' ἐν τούτοις τὴν φιλοστοργίαν Εὐμαίου, εἴ γε τὸν συχνὰ ἐρχόμενον σπάνιον αὐτῷ θέαν εἶναι φησὶν, οἷα ἐπιθυμῶν ἀεὶ βλέπειν αὐτόν. ὅτι δὲ ἐθάμιζε Τηλέμαχος εἰς τὸν ἀγρὸν, δηλοῦσιν οἵ τε κύνες ὡς συνήθη τοῦτον σαίνοντες καὶ οἱ μνηστῆρες οἰηθέντες μὴ πλεῦσαι αὐτὸν, ἀλλ' ἐν ἀγροῖς εἶναι ὡς πολλάκις τοῦτο ποιοῦντα.

(Vers. 31.) Ὅτι πράγματος μέλλοντος ὑπόσχεσιν καὶ φιλόφρονα δὲ ἔλευσιν φράζει τὸ, ἔσσεται οὕτως ἄττα, σέθεν δ' ἕνεκ' ἐνθάδ' ἱκάνω, ὄφρα σέ τε ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω. Τηλέμαχος δὲ ταῦτα λέγει πρὸς Εὔμαιον, ὃς καὶ εὐθὺς ἐρωτᾷ εἴ περ αὐτῷ ἔτι ἐν μεγάροις μήτηρ μένει, ἠέ τις ἤδη ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ χήτει ἐνευναίων κάκ' ἀράχνια κεῖται ἔχουσα. ἐχρῆν δὲ τὸν Τηλέμαχον οὕτω πρὸ πάντων ἐρωτῆσαι, τὸ μὲν φύσει, τὸ δὲ καὶ πρὸς οἰκονομίαν Ὁμηρικὴν, ὡς ἂν εὐμεθόδως ἀκούων μανθάνοι τὰ κατὰ τὸν οἶκον ὁ Ὀδυσσεύς. Ὅρα δὲ τὸ ἄττα πολλαχοῦ κείμενον ἐνταῦθα, ὅ πέρ ἐστι προσφώνησις ἀδελφοῦ νέου πρὸς πρεσβύτερον. καὶ ἔστιν ἡ λέξις ἀπαράγωγος, ἀκίνητος καὶ τὸ ὅλον εἰπεῖν πρωτόθετος. οὐ γάρ ἐστιν ἀρχήν τινα τοῦ ἄττα εὑρεῖν καὶ οὐδὲ ἑρμηνείαν ἔχει· διὸ καὶ ἀμετάληπτος ἤγουν ἀνερμήνευτος ὑπὸ τῶν παλαιῶν λέγεται. πολλὴ δὲ οἰκείωσις ἀδελφὸν προσφωνεῖσθαι ὑπὸ Τηλεμάχου τὸν Εὔμαιον, καθὰ καὶ τὸ ἠθεῖον πρὸ τούτων ὀνομασθῆναι τὸν δεσπότην Ὀδυσσέα ὑπὸ δούλου τοῦ Εὐμαίου, πλὴν ἐκεῖνο μὲν οὐ κατ' ὄψιν δῆθεν παρόντι τῷ Ὀδυσσεῖ προσεφωνήθη. Τηλέμαχος δὲ ὀφθαλμοῖς βλέπων τὸν Εὔμαιον ἀδελφικῶς προσφωνεῖ. Σημείωσαι δὲ καὶ ὅτι Εὔμαιος μὲν, ὡς προείρηται, φίλον τέκος αὐτὸν ἐκάλεσεν· αὐτὸς δὲ ἀπαξιῶν ἴσως τὴν τοιαύτην προσφώνησιν ὡς ἀδελφῷ αὐτῷ πρεσβυτέρῳ προσφέρεται· οὐ γὰρ ἂν φίλον πατέρα καλέσῃ τὸν δοῦλον αὐτὸς, ἀπαξιοῦντος Ὁμήρου τοῦτο διὰ τὸ καὶ τὸν πατέρα Ὀδυσσέα παρεῖναι.

(Vers. 32.) Ὅρα δὲ τὸ, ὀφθαλμοῖσιν ἰδὼν, ἄλλως γὰρ ἀφ' ἱκανοῦ τῇ φαντασίᾳ ἔβλεπεν αὐτὸν, ἐξότου Ἀθηνᾶ παρῄνεσεν αὐτῷ πρώτιστα συβώτῃ ἐσαφικέσθαι.

(Vers. 35.) Τὸ δὲ Ὀδυσσέως εὐνὴ χήτει ἐνευναίων κακὰ ἔχει ἀράχνια, συμβολικῶς ἐῤῥέθη, ἀντὶ τοῦ, στερουμένη τῶν ἐγκοιμωμένων γέμει ἀραχνίων, ἤγουν ἠμέληται διὰ τὸ μὴ εἶναι τὸν Ὀδυσσέα· εἰώθασι γὰρ οἱ ἀράχναι ἱστουργεῖν ἐν τόποις ἀμελουμένοις. διὸ καὶ παρὰ Ἡσιόδῳ τὸ, ἐκ δ' ἀγγέων ἐλάσειας ἀράχνια, ἀντὶ τοῦ ἐπιμέλειαν θήσεις τῶν ἀγγείων, ὡς ἐπιλιπεῖν τὰ ἀράχνια οἷα καρποῦ εἰσενεχθέντος. οὕτω δὲ καί τις ἕτερος ποιητὴς μισοπόλεμος ἐθέλων εἰρήνην εὔξασθαι ἀράχνας ἐπεύχεται νήματα ὑφάναι τοῖς ὅπλοις, ἐπειδὴ ἐν εἰρήνης καιρῷ ἀμελουμένων τῶν ὅπλων ποιοῦσιν οὕτως οἱ ἀράχναι, ὑφαίνοντες ἐν αὐτοῖς ἱστούς. παροιμιῶδες οὖν τὸ κακὰ ἀράχνια ἔχειν κείμενον ἐπὶ τῶν πάντῃ ἀμελουμένων σκευῶν, εἴτε ὅπλον εἴη ἐκεῖνο εἴτε ἄγγος εἴτε εὐνή. Τὸ δὲ χήτει φασὶν οἱ παλαιοὶ εὐθεῖαν ἔχειν τὸ χῆτος, οἳ καὶ ἐνευναίῳ γράφουσι κατὰ δοτικὴν πτῶσιν, χήτει ἐνευναίῳ, ἵνα εἴη τὸ ἐνεύναιον χῆτος· τὸ μέντοι συνηθέστερον κατὰ γενικὴν πληθυντικὴν γράφεται ἐνευναίων, ἵνα λέγῃ πάλιν ἐν χήτει τῶν ἐγκοιμήτρων. ἐνεύναια γὰρ, ὡς καὶ πρὸ ὀλίγων, τὰ ἐγκοίτια. δῆλον δὲ καὶ ὡς κοινότερον θηλυκοῦ γένους τὸ χήτει ὁμοίως τῇ σπάνει καὶ τοῖς τοιούτοις. Τηρητέον δ' ἐνταῦθα ὡς εἰ καὶ παραδέδοται λέχος μὲν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπ' αὐτὴν στρωμνὴ κατὰ τὸ, ἐμβάλετ' εὐνῇ δέμνια καὶ χλαῖναν, ἅ περ ἐξηγεῖται τὴν εὐνὴν, ἀλλὰ τὸ ἐνεύναιον ἀμφότερα δηλοῖ, τήν τε εἰρημένην δηλαδὴ εὐνὴν καὶ τὸ ὑποκείμενον λέχος.

(Vers. 37.) Ὅτι φιλάνδρου γυναικὸς δεῖγμα τὸ, καὶ λίην κείνη γε μένει τετληότι θυμῷ ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθινύθουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ.

(Vers. 42.) Τιμῆς δὲ ἔνδειξις τὸ, τῷ δ' ἕδρης ἐπιόντι ὑπόειξεν ὁ δεῖνα, ἤγουν ἐξεχώρησε τῆς ἕδρας ἀναστὰς διὰ τιμὴν τοῦ ἐπιόντος.

(Vers. 44.) ἐκεῖνος δὲ αὖθις, εἴ περ ἂν τιμᾷ τὸν τοιοῦτον, εἴποι ἂν, ἧσο, ὦ ξεῖνε, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην. ποιεῖ δὲ τὸ μὲν πρῶτον ὁ πτωχὸς Ὀδυσσεὺς, τὸ δὲ [114] ἐφεξῆς λέγει ὁ υἱὸς Τηλέμαχος, τιμῶν ἐκεῖνον ὡς ἁπλῶς ξένον, προσθεὶς καὶ ὡς εὑρήσομεν ἕδρην σταθμῷ ἐν ἡμετέρῳ, πάρα δ' ἀνὴρ ὃς καταθήσει, τουτέστιν ὁ Εὔμαιος.

(Vers. 45.) Ἰστέον δὲ ὡς χαίροι ἂν, ὥς πέρ που ἡ Ἀθηνᾶ πεπνυμένῳ ἀνδρὶ δικαίῳ, οὕτω καὶ νῦν Ὀδυσσεὺς τῷ υἱῷ ποιοῦντι τὸ καθῆκον, καὶ μᾶλλον ὅτι ἑτέρωθεν ἐρήτυεν αὐτὸν ὅτε ὑπεῖκεν αὐτῷ τῆς ἕδρας. σταθμὸς δὲ καὶ ἐνταῦθα ἡ ἀγροτικὴ οἴκησις. σύστοιχον δὲ τούτῳ καὶ τὸ κλίσιον. τὸ μέντοι δῶμα καὶ τὸ μέγαρον ἀστικώτερα.

(Vers. 47.) Ὅτι ὁ συβώτης τῷ Τηλεμάχῳ χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν. καὶ τοῦτο μόνον πλεονεκτεῖ αὐτὸς τοῦ πλανήτου πατρὸς, τὸ χλωρὰς ῥῶπας ὑποτεθῆναι αὐτῷ ἀγροικώτερον. οὐ γὰρ ἀπηξίου τὰ τοιαῦτα ὁ ἡρωϊκὸς βίος. Τὸ δὲ ὑποχεῦε ῥῶπας καὶ κῶας τὸ ἁπαλὸν καὶ ὑγρὸν τοῦ στρώματος δηλοῖ.

(Vers. 49.) Ὅτι ἐν τῷ, τοῖσι δὲ κρειῶν πίνακας παρέθηκεν ὀπταλέων, ἃ δὴ τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, πίνακας μὲν τὰ κάνεα λέγει κατὰ λόγον πολυωνυμίας, ὧν καὶ εὐθὺς μέμνηται ἐν τῷ, σῖτον παρενήνεεν ἐν κανέοισι, προτέραν δὲ τὴν χθὲς, ἣν καὶ προτεραίαν φαμέν. Τὸ δὲ ἃ ὑπέλειπον ἔδοντες, δηλοῖ μὲν τὰ ἕωλα, σύστοιχον δέ ἐστι τῷ, χαριζομένη παρεόντων. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι οὐ μόνοις μνηστῆρσι τοῖς τρυφῶσιν οἰκεῖον τὸ, σῖτον παρενήνεεν ἐν κανέοις, ἀλλ' ἰδοὺ καὶ νῦν ἔνθα σώφρων ἡ δίαιτα. καὶ τὰ μὲν κρέα ἕωλα, ἐν δὲ κισσυβίῳ τὸ κέρασμα. σῖτον δὲ παρενήνεεν Εὔμαιος, ὅ ἐστι παρετίθει συνάγων ἐν τῷ κανῷ. Σημείωσαι δὲ ὅτι τὸ, κρειῶν πίνακας πρὸς διαστολὴν κεῖται τοῦ, πίνακας σίτου καὶ τῶν τοιούτων, ἐν οἷς καὶ οἴνου πίνακες λέγοιντο ἄν. καὶ μᾶλλον τοῦτο κυρίως. δοκεῖ γὰρ ἐκ τοῦ πίνειν παρῆκται ὁ πίναξ, συνδηλουμένου καὶ τοῦ ἐσθίειν τρόπῳ συλληπτικῷ· διὸ ἡ παρὰ τοῖς ὕστερον χρῆσις τῶν πινάκων εἰς ἄμφω ὑπουργεῖ. ὅτι δὲ πίνακες καὶ αἱ σανίδες, δηλοῦσι σὺν ἄλλοις καὶ χρήσεις Ὁμηρικαί.

(Vers. 62.) Ὅτι Τηλεμάχου εἰπόντος πρὸς Εὔμαιον ἄττα πόθεν τοι ξεῖνος ὅδ' ἵκετο καὶ ἑξῆς, ὁ Εὔμαιος τὸν πλατὺν λῆρον τῆς δεσποτικῆς ψευδολογίας ἐπιτεμὼν στενοχωρεῖ ἐν οὐδὲ ὅλοις πέντε στίχοις, ἀνακεφαλαιούμενος οὕτως· ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, ὃ καὶ Ὀδυσσεὺς φθάσας ἔφη. φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσε τά γε δαίμων. νῦν δ' αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς ἤλυθ' ἐμὸν πρὸς σταθμόν.

(Vers. 66.) εἶτα ἐνιστῶν τὴν ὑπὲρ τοῦ δῆθεν ξένου ἀξίωσιν φησίν· ἐγὼ δέ τοι ἐγγυαλίξω, τουτέστιν ἐν γύοις, ὅ ἐστι χερσὶ θήσω, καὶ ὡς εἰπεῖν ἐγχειρίσω, ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι, ἐπεὶ δηλαδὴ καὶ ἐμός. κοινὰ γὰρ τὰ τῶν φιλούντων, καθὰ καὶ ὁ σταθμὸς οὗτος κοινός. δηλοῦται δ' αὐτὸ διὰ τοῦ, νῦν μὲν τὸν Εὔμαιον εἰπεῖν, ἤλυθ' ἐμὸν πρὸς σταθμόν. πρὸ δὲ αὐτοῦ τὸν Τηλέμαχον, δήομεν ἕδρην σταθμῷ ἐν ἡμετέρῳ. τοῦτο δὲ καὶ αὐτόθεν κοινοποιεῖται τὸν σταθμὸν διὰ τῆς ἡμέτερος ἀντωνυμίας. Σημείωσαι δὲ ὅτι ἐπίτηδες ὁ ποιητὴς τὴν μακρὰν τοῦ Ὀδυσσέως διήγησιν ἐν βραχεῖ παρεδήλωσε· μυθολογεύειν γὰρ ἐν διττολογίᾳ τὸ ἀριδήλως φρασθὲν οὐκ ἐθέλει, μὴ καὶ ἀποκναίσῃ τοὺς ἀκροατὰς, ὅς γε, εἰ καὶ τὸν Ὀδυσσέα ἔπλασεν ἐρωτηθέντα παρὰ τοῦ Τηλεμάχου, οὐκ ἂν ἄλλως εἰ μὴ οὕτως ἀπολογούμενον πεποίηκεν, οἷα φειδόμενος ὀλιγάκις ψεύδεσιν ἐναδολεσχεῖν. εἰκὸς δὲ καὶ εὐλαβηθῆναι τὸν δοῦλον Εὔμαιον, μή ποτε οὐκ ἐξισχύσῃ πλατέως καὶ καλῶς φράσαι κατὰ τὸν σοφὸν ξένον καὶ μᾶλλον ἀκροωμένου αὐτοῦ.

(Vers. 69.) Ὅτι βαρυνθεὶς ὁ Τηλέμαχος ἐφ' οἷς ὁ Εὔμαιος ἐγγυαλίξειν εἶπεν αὐτῷ τὸν ξένον ἱκέτην, φησίν· ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; ἐρεῖ δὲ αὐτὸ καὶ ἕτερός τις ἀδυνατῶν ξενίσαι τινά.

(Vers. 71.) εἶτα ἐπάγει καὶ αἴτιον τὸ, αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρ' ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ, ὅ περ ὁμολογία ἐστὶν ἀδυναμίας. Ἔνθα σημείωσαι ὅτι τῶν τις παλαιῶν ἐρωτηθεὶς τί ἐστι τὸ δικανικὸν τῆς ῥητορικῆς εἶδος, τὸν στίχον εἶπε, δηλαδὴ τὸ, ἄνδρ' ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ, οὐκ ἀκριβῶς μὲν, εὐφυῶς δὲ ὅμως ἐκεῖνος εἰπών. ὁ δὲ Τηλέμαχος καὶ ἕτερον αἴτιον λέγει τὸ, μητρὶ δ' ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει ἢ αὐτοῦ παρ' ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν, περὶ ἧς προεγράφη, ἢ ἤδη ἅμ' ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἀνὴρ, καὶ πλεῖστα πόρῃσιν, ἕδνα δηλαδή· ἃ δὴ ἀκούων Ὀδυσσεὺς ἐρεθίζεται πάντως. ὅθεν καὶ ταχὺ σπεύσει τελεσθῆναι τὴν μνηστηροφονίαν.

(Vers. 80.) ἐπὶ δὲ τούτοις προνοούμενος ἄλλως τοῦ ξένου ἐνδύσειν αὐτὸν ἔφη καὶ πέμψειν ὅπῃ κραδίη κελεύει. εἰ δ' ἐθέλεις, φησὶ, σὺ κόμισσον αὐτὸν ἐνὶ σταθμοῖσιν ἐρύξας, εἵματα δ' ἐνθάδ' ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα ἔδμεναι, ὡς ἂν μή σε κατατρύχοι [115] καὶ ἑταίρους. κεῖσε δ' ἂν οὔ μιν ἔγωγε μετὰ μνηστῆρας ἐῷμι, τουτέστι συγχωροίην ἔρχεσθαι. διατί; λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι, μή μιν κερτομέωσιν, ἐμοὶ δ' ἄχος ἔσσεται αἰνόν. πρῆξαι δ' ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα ἄνδρα καὶ ἴφθιμον, ἐπειὴ πολὺ φέρτεροί εἰσιν, οἱ πλέονες δηλαδή. τοῦτο δὲ καὶ γνωμικῶς δοκεῖ λέγεσθαι.

(Vers. 89.) Καὶ σημείωσαι ὅτι τὸ τῆς μνηστηροκτονίας δυσχερὲς καὶ ἄπορον τοῦτο ἐστὶν, ὃ νῦν διὰ τοῦ Τηλεμάχου λαλεῖται, τὸ μὴ αὐτὸν ἕνα Ὀδυσσέα δυνατὸν εἶναι τῶν τοσούτων περιγενήσεσθαι. Ὁμήρου δὲ εἰς τοῦτο λύσεις πολλαὶ, ὧν μία καὶ τὸ τὸν Ὀδυσσέα καὶ τριηκοσίοις ἂν ἔχειν ἀντιστῆναι. τέως μέντοι Ὀδυσσεὺς γνοὺς ἐνταῦθα μὴ ἂν παραδεχθῆναι τοῦτον εἰπόντα τῷ υἱῷ περιγενήσεσθαι τῶν τῆς γυναικὸς μνηστήρων, εὐθὺς ἐρεῖ τι πρὸς τὸν τοιοῦτον λόγον τοῦ παιδός. ἐν τοῖς ἐφεξῆς δὲ καὶ πάνυ πείσει αὐτὸν ὡς ἐχέγγυος ὁ πατὴρ εἷς ὢν τίσεσθαι τοὺς μνηστῆρας.

(Vers. 75.) Ἰστέον δὲ καὶ ὅτι αἰδὼς καὶ νέμεσις κωλύει τὴν Πηνελόπην λαβεῖν ἄνδρα. ὧν τὸ μὲν δηλοῦται διὰ τοῦ, εὐνήν τ' αἰδομένη πόσιος, τὸ δὲ ἐν τῷ, δήμοιό τε φῆμιν. ὑποπτεύει γὰρ τὴν ἐκ τοῦ δήμου νέμεσιν. ὡς δὲ τὸ αἰδομένη διφορεῖται, ἔστι γὰρ καὶ αἰδουμένη, καὶ ὅτι ἐκ τοῦ φημίζω φημίσω ἡ κατ' ἀνθρώπου φῆμις, πολλαχοῦ δηλοῦται.

(Vers. 83.) Ἐν δὲ τῷ, καὶ σῖτον ἅπαντα, δυσχερὲς ἀρσενικοῦ γένους νοῆσαι τὴν λέξιν. σῖτος μὲν γὰρ ὁ ἀκατέργαστος, ἐπὶ δὲ βρώματος οὐδετέρως τὸ σῖτον λέγεται. ἔστιν οὖν ἴσως θεραπεία ἢ τὸ εἰπεῖν, εἵματα ἅπαντα πέμψω καὶ τὸ σῖτον, ἢ καὶ τὸ στίξαι εἰς τὸ σῖτον, εἶτα ἐπαγαγεῖν τὸ ἅπαντα οὐδετέρως ὡς ἐπὶ ὄψων.

(Vers. 87.) Τὸ δὲ, ἐμοὶ δ' ἄχος ἔσσεται, καὶ τὸ, πρῆξαι δ' ἀργαλέον τι, ὡς πρὸς τὸ, ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ, εἴρηνται. ἄχος μὲν γὰρ παθεῖν τὸ χαλεπανθῆναι πρός τινος, πρῆξαι δὲ τὸ ἀπαμύνασθαι.

(Vers. 88.) Ἐν δὲ τῷ, μετὰ πλεόνεσσιν, ἡ μετα συνήθως ἀντὶ τῆς εν προθέσεως κεῖται.

(Vers. 91.) Ὅτι εὔλογον τόλμαν λόγου δηλοῖ τὸ, ὦ φίλ', ἐπεί μοι καὶ ἀμείψασθαι θέμις ἐστίν. Ὅτι ὁ μαθὼν ἔκ τινος κακὰ πάσχειν ἐκεῖνον καὶ ἀνέχεσθαι δύναται εἰπεῖν τοιαῦτα· ἦ μάλα μευ καταδάπτεται ἀκούοντος φίλον κῆρ, οἷα φατὲ τοὺς δεῖνα ἀτάσθαλα μηχανάασθαι ἐν μεγάροις ἀέκητι σέθεν τοιούτου ἐόντος. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἢ σέ γε λαοὶ ἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἃ καὶ ἀλλαχοῦ κεῖνται. ἤ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷς περ ἀνὴρ μαρναμένοισι πέποιθε καὶ εἰ μέγα νεῖκος ὄρηται, ἤγουν καὶ εἰ μεγάλη μάχη ἐγείρεται. σέμνωμα δὲ τοῦτο ἀδελφότητος ἀγαθῆς καὶ ἔπαινος ἀληθής. πολυχειρία γὰρ ἐπικουρίας τοῖς ἀνθρώποις ἐξ ἀγαθῶν ἀδελφῶν γίνεται. Ὀδυσσεὺς δὲ ταῦτα πρὸς Τηλέμαχον λέγει, μαθὼν αὐτὸν δεδιότα τοὺς μνηστῆρας.

(Vers. 92.) Ὅρα δὲ τὸ καταδάπτεται, πρωτότυπον ὂν τοῦ δαρδάπτειν, ὡς καὶ τὸ μαίρειν τοῦ μαρμαίρειν. ἐκ δὲ τοῦ δάπτειν καὶ ἡ δαπάνη. καὶ δαπταὶ παρὰ Λυκόφρονι αἱ δακνηραὶ μυῖαι. γίνεται δὲ τὸ δάπτειν ἐκ τοῦ δῶ δάπτω, ὡς ῥῶ ῥάπτω, βῶ βάπτω καὶ τὰ ὅμοια.

(Vers. 97.) Τὸ δὲ ἐπιμέμφεαι κασιγνήτοις, ἀντιπτωτικῶς κεῖται ἀντὶ τοῦ κασιγνήτων. ὡς γὰρ τὸ, εὐχωλῆς ἐπιμέμφεται ἐν Ἰλιάδι, οὕτω καὶ ἐνταῦθα τὸ, κασιγνήτοις ἐπιμέμφεαι, ἤγουν χρῄζεις ἀδελφῶν, ὡς μὴ ὄντων σοι δηλαδὴ, ἵνα λέγῃ ὅτι ἢ οὐκ εἰσί σοι ἀδελφοί. καὶ ἄλλως δὲ, δύναται καὶ ἐπὶ ἀδελφῶν ὄντων ἐρωτηθῆναι τὸ, ἢ κασιγνήτοις ἐπιμέμφεαι, ἵνα λέγῃ ὅτι ἢ ἀδελφοὺς ἔχων ἐπιμέμφῃ αὐτοῖς ὡς μὴ ἐπικουροῦσί σοι, ὃ καὶ αὐτὸ ἀπαγορεύει σὺν τοῖς ἄλλοις ὁ Τηλέμαχος, εἰπὼν ὅτι οὐδὲ κασιγνήτοις ἐπιμέμφομαι, ὡς ἀστόργοις δηλαδὴ, καὶ ἔστι τοῦτο κρεῖττον τοῦ πρώτου, ὡς δηλώσει εὐθὺς τὰ ἐφεξῆς.

(Vers. 99. sqq.) Ὅτι σχηματίζων Ὀδυσσεὺς ἐν ἐπηκόῳ Τηλεμάχου καὶ Εὐμαίου τὸν λόγον φησίν· αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ' ἐνὶ θυμῷ, ἤγουν νεάζοιμι κατὰ σὲ ἔχων ὃν ἔχω θυμὸν, ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός. καὶ ἰδοὺ αὐτός ἐστιν ὁ λαλῶν Ὀδυσσεὺς, λανθάνων καὶ τὸν υἱὸν καὶ τὸν Εὔμαιον. καὶ λαλῶν μὲν τἀληθὲς μὴ, νοούμενος δέ. τέρπει δὲ ὅμως οὕτως ὁ ποιητὴς τὸν ἀκροατὴν τῷ σχηματισμῷ. εἶτα ἐπάγει κατὰ θυμὸν ἐνδιάθετον· αὐτίκ' ἔπειτα ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς ἤγουν πολέμιος, εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην ἐλθὼν ἐς μέγαρον Ὀδυσῆος. ἐπεὶ δὲ ἀνεξέλεγκτον τὸ τοῦ ξένου αὔχημα καὶ ὑποδύσκολον, ἐπιφέρει ἀντιπαραστατικῶς τὸ, εἰ δ' αὖ με πληθύϊ δαμασαίατο μοῦνον ἐόντα, βουλοίμην κ' ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι τεθνάμεν, ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι. ἃ καὶ διασκευάζων φησί· ξείνους τε στυφελιζομένους, δμωάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλὰ, καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας μὰψ αὕτως ἀτέλεστον ἀνηνύστῳ ἐπὶ ἔργῳ, ὃ ταυτόν ἐστι τῷ ἀτέλεστον. ἐρεθισμοὶ δὲ ταῦτα τοῦ Τηλεμάχου ὡς ἂν ἐπὶ [116] πλέον θυμωθείη κατὰ τῶν μνηστήρων. Ἐνταῦθα δὲ δοκεῖ ὁ ξένος ἐνστατικῶς μὲν εἰπεῖν, ὡς ἐγὼ νέος ὢν κατὰ σὲ τὸν Τηλέμαχον πᾶσιν ἂν τοῖς μνηστῆρσιν ἐγενόμην κακόν· κατὰ δὲ ἀντιπαράστασιν, ὅτι κἂν εἰ μὴ ἐγενόμην αὐτοῖς κακὸν ἀλλ' ἔπεσον φονευθεὶς, οὐκ ἂν ἦν μοι οὐδὲ τοῦτο ἀβούλητον. καὶ οὕτως ἀντιπίπτει τῷ Τηλεμάχῳ εἰπόντι μὴ δύνασθαι αὐτὸν ἕνα ὄντα πρῆξαί τι παρὰ πολλοῖς. Ὅρα δὲ ὡς ἐν εὐχῆς τύπῳ εἰπὼν εἴθε εἴην Ὀδυσσεὺς ὡς ἂν ποιήσαιμι τὰ καὶ τὰ, λαλεῖ ἐν σχήματι ἀλλοτρίῳ ἐμφαντικῶς, ἅ περ ἐν τοῖς ἑξῆς ποιήσει αὐτός. ὑπανοίγει δὲ τὴν ἔμφασιν οὐ μόνον τὸ, ἠὲ καὶ αὐτὸς, ὁ Ὀδυσσεὺς δηλαδὴ, ὡς εἴρηται, ἀλλὰ καὶ τὸ, ἐν ἐμοῖς μεγάροις τεθνάμεν. καὶ ὅμως ἠχρείωσαν τὸ σχῆμα τοῦτο τινὲς, παρεμβαλόντες μετὰ τὸ, ἠὲ καὶ αὐτὸς, τὸ, ἔλθοι ἀλητεύων, ἔτι γὰρ καὶ ἐλπίδος αἶσα. τοῦ γὰρ τοιούτου στίχου παρεντεθέντος, ἐγκόπτεται ὁ εἱρμὸς τῆς εὐφυοῦς ἐμφάσεως. διὸ καλῶς οἱ παλαιοὶ ἐπιστήσαντες ἐνόθευσαν τὸν στίχον ὀβελίσαντες, εἰ μὴ ἄρα τις εἴπῃ, ὡς ἐπίτηδες ὁ ῥηθεὶς στίχος ὑπὸ Ὀδυσσέως παρενεβλήθη, δι' αὐτὸ μάλιστα τοῦτο ἵνα ἡ ἔμφασις ἐπισκιασθῇ, καὶ μὴ ὑποπτευθῇ διὰ τὸ εὐσύντακτον τοῦ σχηματισμοῦ, ὅτι Ὀδυσσεύς ἐστιν ὁ λαλῶν. διὸ καὶ τὸ, νέος εἴην, πρὸς ἐπίκρυψιν ἑαυτοῦ ὁ Ὀδυσσεὺς ἔφη, ὡς μὴ τοιοῦτος φαινόμενος, καὶ τὸ, τῷδ' ἐνὶ θυμῷ, ὡς προθυμίαν μὲν ἔχων, ἰσχὺν δὲ δῆθεν μὴ ἔχων.

(Vers. 102.) Τὸ δὲ ἀλλότριος φὼς, κακοῦ δηλοῖ ἐπίτασιν. πολέμιος γὰρ ἀνὴρ ἀνελών τινα οὐκ ἀρκεῖται οὕτω ποιήσας, ἀλλὰ καὶ προσαικίζεται τὸν πεσόντα, καὶ ἕτερα δὲ δεινὰ ἐπ' αὐτῷ ποιεῖ.

(Vers. 105.) Τὸ δὲ εἴ με πληθύϊ δαμάσαιντο, ἐντρέπων τὸν Τηλέμαχον εἶπεν, ὃς εὐλαβεῖται τοὺς μνηστῆρας ὡς πλέονας.

(Vers. 108.) Ἐν δὲ τῷ, ξείνους στυφελιζομένους καὶ ἑξῆς, ὅρα ὡς δυνάμενος παθητικῶς εἰπεῖν πάντα, οἷον, ξείνους στυφελιζομένους, δουλίδας ῥυσταζομένας, οἶνον διαφυσσόμενον, σῖτον δαπανώμενον, ὁ δὲ ἓν παρ' ἓν ἔθετο, πάθος δηλαδὴ καὶ ἐνέργειαν σχηματίσας οὕτως ποικιλώτερον, καὶ τοὺς ξένους μὲν καὶ τὸν οἶνον ἐκθέμενος πάσχοντας ὑπὸ μνηστήρων, τοὺς μὲν, τὸ στυφελίζεσθαι ἤγουν ἐστυμμένως ἑλίσσεσθαι, τὸν δὲ τὸ ἀντλεῖσθαι, ἐπὶ δὲ τῶν δουλίδων καὶ τοῦ σίτου μνησθεὶς τῶν μνηστήρων ἐνεργούντων βίαν μὲν εἰς τὰς δμωὰς, δαπάνην δὲ εἰς τὸν σῖτον. ἐν οἷς θαυμασία καὶ ἡ εὐταξία τοῦ σχήματος· εἰπὼν γὰρ ξένους προπηλακιζομένους τοὺς πάσχοντας δηλαδὴ τὴν ὕβριν, εἶτα τοὺς ἑλκυσμὸν ποιοῦντας μνηστῆρας ἐν τῷ δμωὰς ῥυστάζοντας, φυλάσσει καὶ ἐφεξῆς τὴν τοῦ σχήματος ὁμοιότητα, εἰπὼν καὶ οἶνον διαφυσσόμενον, ὃς πάσχει τὸ ἀντλεῖσθαι καὶ σῖτον ἔδοντας τοὺς ποιοῦντας τὴν τοῦ σίτου δαπάνην.

(Vers. 109.) Ἰστέον δὲ ὅτι τὸ ῥυστάζειν βίαιον δηλοῖ ἑλκυσμὸν γυναικῶν ὡς ἐπὶ πολὺ, καθὰ καὶ τὸ ἑλκῆσαι, ὡς προδεδήλωται. Τὸ δὲ ἀφύσσειν δόξοι ἂν ἐκ τοῦ ὕειν γίνεσθαι, ἀφ' οὗ καὶ ὁ ὑετός. ὕει μὲν γάρ πως εἰς πίθον ἢ ἀμφιφορέα ὁ πληρῶν ὑγροῦ, ἀφύει δὲ καὶ ἀφύσσει παραγώγως ὁ ἐκκενῶν ἤτοι ἐξαντλῶν. ὅτε μέντοι ἐκ πληγῆς ἀφύσσονταί που ἕτερα, ἐκεῖ καὶ ἀπὸ τοῦ στερεῖσθαι τῆς συμφυΐας αὐτὰ, ἡ λέξις ἐτυμολογεῖσθαι λέγεται.

(Vers. 111.) Τὸ δὲ μὰψ αὕτως ἐκ παραλλήλου ταυτὸν νοοῦσι, δηλοῦντα ἐπίτασίν τινα τοῦ μάτην διὰ τοῦ διπλωθῆναι ὁμοῦ κείμενα. Τὸ δὲ ἀνηνύστῳ ἐπὶ ἔργῳ, ἀναλόγως ἔχει. εἰ γάρ ἐστι τὸ ἀνυστὸν, ἔστι καὶ τὸ ἀνήνυστον. τὸ δὲ ἀνήνυτον ἀπέῤῥιψε τὸ σίγμα ὁμοίως τῷ, γνωτὸς καὶ ἀλλόγνωτος, ὧν προϋπάρχει τὸ γνωστὸς, ἔτι δὲ καὶ κατὰ τὸ ἐραστὸς ἐρατὸς ὁ ἐπιθυμητὸς, ὅθεν καὶ ἡ Ἐρατὼ Μοῦσα, καὶ κατὰ τὸ, ἀγάζω ἀγαστὸς, καὶ ἀπελεύσει τοῦ σίγμα καὶ τροπῇ τοῦ τ εἰς θῆτα ἀγαθόν. κεῖνται δὲ ἑτέρωθι καὶ ἄλλα τοιαῦτα· ὧν καὶ τὸ, θαυμαστὰ θαυματὰ παρὰ Πινδάρῳ. δοκεῖ δὲ ὅμως καὶ τὸ ἀνήνυτος ἐκ τοῦ ἀνυτὸς γίνεσθαι, οὗ δίδωσιν ἔμφασιν ὁ Ἄνυτος τὸ κύριον, προπαροξυνθεὶς πρὸς σημασίαν διάφορον.

(Vers. 117.) Ὅτι λυπηρόν ἐστι τῷ Τηλεμάχῳ μὴ πολύχουν αὐτῷ εἶναι τὸ γένος, ἀλλὰ κατὰ μοναδικὴν σειρὰν καταβαίνειν τὴν διαδοχὴν στενοχωρουμένην εἰς τηλυγέτους. φησὶ γάρ· ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων· ὅ περ ἑρμηνεύων ἐπάγει· μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε. μοῦνον δ' αὖτ' Ὀδυσῆα πατὴρ τέκεν. αὐτὰρ Ὀδυσσεὺς μοῦνον ἔμ' ἐν μεγάροισι τεκὼν λίπεν, οὐδ' ἀπόνητο, τουτέστιν οὐδὲν ἐξ ἐμοῦ ὠφελήθη, ὡς εἰκὸς ὠφελεῖσθαι πατέρας ὑπὸ τέκνων. διὸ, τουτέστι διὰ τὴν τοιαύτην μόνωσιν, δυσμενέες μάλα μυρίοι εἰσὶν ἐν οἴκῳ, λέγων τοῦτο περὶ μνηστήρων τῶν ἐκ Δουλιχίου καὶ Σάμης καὶ Ζακύνθου καὶ Ἰθάκης. τόσσοι γὰρ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, μητέρα ἐμὴν μνῶνται, καὶ τὰ ἐφεξῆς τῶν καὶ ἑτέρωθι γραφέντων.

(Vers. 118.) Ὅρα δὲ ὅτι τε τρεῖς στίχοι ἐφεξῆς ἔχουσι κείμενον ἐξ ἀρχῆς τὸ μοῦνον κατὰ σχῆμα ἐπαναφορᾶς, οἷς σύστοιχον καὶ τὸ ἐμούνωσε,

(Vers. 117.) καὶ ὅτι τὸ ἐμόνωσεν ἀντὶ τοῦ ἀῤῥένων παίδων [117] ἐστέρησε τῶν ἐπέκεινα ἑνὸς, ὡς δηλοῖ καὶ τὸ, οὔ τι κασιγνήτοις ἐπιμέμφομαι τὸ πρὸ ὀλίγων ῥηθέν· πῶς γὰρ ἄν τις μέμφοιτο οἷς οὐδόλως ἔχει; κατὰ μέντοι τὴν προῤῥηθεῖσαν ἑτέραν ἑρμηνείαν τὴν νοοῦσαν τὸ, ἢ κασιγνήτοις ἐπιμέμφεαι ἀντὶ τοῦ ἢ χρῄζεις κασιγνήτων, οὐκ ἂν ἔχοι ὁ Τηλέμαχος εἰπεῖν ὅτι οὐ κασιγνήτοις ἐπιμέμφομαι. πῶς γὰρ ἂν τοῦτο εἴποι ὁ χρήζων μάλιστα κασιγνήτων διὰ τὸ μεμονῶσθαι;

(Vers. 118.) Ὅρα δὲ καὶ ὅτι ἐπιμείνας τῇ ἀπὸ τοῦ τίκτειν κινήσει ὅμως ὡς ἐνῆν ἤλλαξε πολυειδῶς τὰς ἐκεῖθεν λέξεις διὰ τοῦ, οἶον ἔτικτε, καὶ, πατὴρ τέκε, καὶ, τεκὼν λίπε.

(Vers. 121.) Τὸ δὲ μάλα μυρίοι ὅμοιόν ἐστι τῷ, μάλα μυρίαι, ὃ φθάσας εἶπε διὰ τοὺς ὕας. οὔτε γὰρ ἐκεῖναι ἀληθῶς μάλα μυρίαι, ὡς προεδηλώθη, οὔτε μὴν οἱ μνηστῆρες, πολὺ ὄντες ἐλάττονες δὲ ἐκείνων.

(Vers. 118.) Ἰστέον δὲ ὅτι γενεαλογοῦσι Διὸς μὲν καὶ Εὐρυοδίας Ἀρκείσιον· αὐτοῦ δὲ καὶ Χαλκομεδούσης Λαέρτην· τοῦ δὲ καὶ Ἀντικλείας Ὀδυσσέα· οὗ καὶ Πηνελόπης Τηλέμαχον· αὐτοῦ δὲ καὶ Πολυκάστης τῆς Νέστορος Περσέπτολιν, ὡς Ἡσίοδος. Τηλεμάχῳ δ' ἂρ ἔτικτεν ἐΰζωνος Πολυκάστη Νέστορος ὁπλοτάτη κούρη Νηληϊάδεω Περσέπτολιν μιχθεῖσα διὰ χρυσῆν Ἀφροδίτην. Ἀριστοτέλης δὲ ἐν Ἰθακησίων πολιτείᾳ καὶ Ἑλλάνικος δὲ Τηλέμαχόν φασι Ναυσικάαν γῆμαι τὴν Ἀλκινόου καὶ γεννῆσαι τὸν Περσέπτολιν· τινὲς δὲ καὶ τοιούτοις λόγοις ἐνευκαιροῦσιν. ἐκ Κίρκης υἱοὶ καθ' Ἡσίοδον Ὀδυσσεῖ Ἄγριος καὶ Λατῖνος, ἐκ δὲ Καλυψοῦς Ναυσίθοος καὶ Ναυσίνοος. Ὁ δὲ τὴν τηλεγόνειαν γράψας Κυρηναῖος ἐκ μὲν Καλυψοῦς Τηλέγονον υἱὸν Ὀδυσσεῖ ἀναγράφει ἢ Τηλέδαμον· ἐκ δὲ Πηνελόπης Τηλέμαχον καὶ Ἀρκεσίλαον· κατὰ δὲ Λυσίμαχον υἱὸς αὐτῷ ἐξ Εὐίππης Θεσπρωτίδος Λεοντόφρων, ὃν ἄλλοι Δόρυκλόν φασί. Σοφοκλῆς δὲ ἐκ τῆς αὐτῆς Εὐρύαλον ἱστορεῖ, ὃν ἀπέκτεινε Τηλέμαχος. ὁ δὲ τοὺς νόστους ποιήσας Κολοφώνιος Τηλέμαχον μέν φησι τὴν Κίρκην ὕστερον γῆμαι, Τηλέγονον δὲ τὸν ἐκ Κίρκης ἀντιγῆμαι Πηνελόπην. περιττὰ ταῦτα καὶ κενὴ μοχθηρία. εἰ δ' οὖν στενῶς φράζοιντο, μικρὸν τὸ βλάβος.

(Vers. 123.) Ἔτι ἰστέον καὶ ὡς ἐν τῷ ῥηθέντι χωρίῳ τεσσάρων μνησθεὶς νήσων Δουλίχιον μὲν καὶ Σάμην δίχα ἐπιθέτων προάγει, Ζάκυνθον δὲ ὑλήεντα συνήθως λέγει, κραναὴν δὲ τὴν πατρίδα Ἰθάκην, ὃ δηλοῖ τὴν τραχεῖαν. ὅθεν μέχρι καὶ νῦν τινὲς τῶν μὴ κατὰ γλῶσσαν λογάδα ὁμιλούντων τὴν ἄπηλον γῆν ξηρὰν εἶναι φασὶν ὡς τὸ κάκαρον, ὃ κρανίον ἐκεῖνοι νοοῦσιν.

(Vers. 130.) Ὅτι στέλλει Τηλέμαχος τὸν Εὔμαιον ἀγγελοῦντα τῇ Πηνελόπῃ, ὅτι σῶς ἐστὶ καὶ ἐκ Πύλου ἦλθεν. ἐπισκήπτει δὲ μόνῃ τῇ μητρὶ ἀπαγγεῖλαι, τῶν δ' ἄλλων, φησὶ, μήτις Ἀχαιῶν πευθέσθω.

(Vers. 134.) πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται· ὅ περ ἀνδρὸς λόγος πολλοὺς ἐπιβούλους ἔχοντος. Ὁμηρικῆς δὲ καὶ τοῦτο δεινότητος οἰκονομία, ἵνα λείψαντος καὶ τοῦ Εὐμαίου σχοίη χώραν πιθανῶς ὁ τοῦ πατρὸς ἀναγνωρισμὸς ἐν ἀδείᾳ γενέσθαι.

(Vers. 136.) Ἰστέον δὲ ὅτι ἀορίστως εἰπόντος τοῦ Τηλεμάχου ὡς πολλοὶ αὐτῷ κακὰ μηχανῶνται καὶ μή τις πευθέσθω, καὶ ὡς οἷον εἰπεῖν μυστηριασθέντος, λέγει Εὔμαιος· γινώσκω, φρονέω, τά γε δὴ νοέοντι κελεύεις, τρὶς φράσας τὴν αὐτὴν ἔννοιαν. νοεῖ δὲ πάντως ὁ Εὔμαιος πολλοὺς τούς τε μνηστῆρας καὶ τῶν πολιτῶν οὐκ ὀλίγους καὶ τῶν δουλίδων πολλὰς, ἅ περ οὐκ ἐχρῆν ἄρτι πρὸς ἔπος φράζειν Τελέμαχον.

(Vers. 139.) Ὅτι σταλεὶς εἰς τὴν δέσποιναν Εὔμαιος ὑπὸ Τηλεμάχου ἐρωτᾷ, εἰ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθῃ δυσμόρῳ, φησίν· ὃς τέως μὲν ὑπὲρ Ὀδυσσέως μέγα ἀχεύων ἔργα τ' ἐποπτεύεσκε, μετὰ δμώων τ' ἐνὶ οἴκῳ πῖνε καὶ ἦσθεν

(Vers. 141.) ὅτε θυμὸς ἐνὶ στήθεσιν ἀνώγοι, ζῶν καὶ αὐτὸς κατὰ ἡρωϊκὴν ἀφέλειαν. αὐτὰρ νῦν, φησὶν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε, οὔ πώ μίν φασι φαγέμεν καὶ πιέμεν αὕτως, οὐδ' ἐπὶ ἔργα ἰδεῖν· ἀλλὰ στοναχῇ τε γόῳ τε ἧσται ὀδυρόμενος,

(Vers. 145.) φθινύθει δ' ἀμφ' ὀστεόφιν χρὼς, τουτέστι μόνον τὸ ἐπιφαινόμενον τοῦ χρωτὸς ἐμπεριλείπεται μετὰ τῶν ὀστῶν διὰ τὸ καὶ λυπεῖσθαι καὶ ἀσιτεῖν.

(Vers. 140.) Τὸ δὲ ἐποπτεύειν, ὃ ταυτόν ἐστι τῷ ἐπὶ ἔργα ἰδεῖν, νῦν μὲν ἐπὶ ἔργων τηρήσεως τέθειται, ὕστερον δὲ παρ' Ἀθηναίοις ἱερὰ λέξις ἐστὶν, ὡς δηλοῖ καὶ παρὰ τῷ κωμικῷ τὸ, μάλ' ἐποπτεύειν δοκῶ.

(Vers. 145.) Τὸ δὲ ἧσται ὀδυρόμενος καὶ ἑξῆς, ἐσχημάτισται καινότερον. ἦν δὲ τὸ κοινὸν καὶ ὀρθὸν ἧσθαι ὀδυρόμενον καὶ φθινύθειν, ἵνα ᾖ τὸ πᾶν οὕτως· οὔ πώ μίν φασι φαγεῖν καὶ πιεῖν καὶ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ ἧσθαι ὀδυρόμενον καὶ φθινύθειν. αἴτιον δὲ καὶ νῦν ἡ τελεία στιγμὴ ἐν τῷ, ἐπὶ ἔργα ἰδεῖν, ὅθεν γέγονεν ἄλλη συντάξεως ἀρχὴ τὸ, ἀλλὰ ποιεῖ τόδε τι. καὶ οὕτω μὲν ὁ Εὔμαιος περὶ τοῦ γέροντος ἐρωτᾷ.

(Vers. 147.) Τηλέμαχος δὲ δεικνύς τε ἅμα ὡς οὐ χρὴ τοῖς μὴ πάνυ ἀναγκαίοις ἐνασχολεῖσθαι παρὰ τὸ δέον, καὶ ἅμα [118] καὶ ποικιλίαν ἀγγελίας τεχνώμενος οἷος ὁ ταῦτα πλάττων ποιητὴς, αὐτὸν μὲν κωλύει μὴ πλάζεσθαι εἰκῇ, ἐθέλει δὲ τῇ μητρὶ ἀναθεῖναι τὸ ἔργον, ἵνα ἐκείνη ὀτρυνεῖ ἀμφίπολον ἀγγεῖλαι τῷ γέροντι, ἐπειδὰν αὐτὴ μάθοι ὅ περ ἐθέλει. βούλεται δὲ πάντως αὐτὸ τοῦτο μόνον πυθέσθαι ὅτι ἐκ Πύλου τε ἦλθεν ὁ υἱὸς καὶ σῶς ἐστίν. εἰ δέ τι καὶ ἄλλο τῆς ἀποδημίας χρὴ μαθεῖν αὐτὴν, ἐρεῖ αὐτὸς ὁ Τηλέμαχος τῇ μητρί. διὸ καὶ ὁ Μέδων μετ' ὀλίγα οὕτως ἐρεῖ ἀγγέλλων· ἤδη τοι βασίλεια φίλος πάϊς ἐκ Πύλου εἰλήλουθεν. Ἔστι δὲ ἡ τοῦ Τηλεμάχου φράσις τοιαύτη· ἄλγιον, τουτέστι λυπηρὸν μέν ἐστι τὸ οὕτω τὸν γέροντα πάσχειν, ἀλλ' ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ, ἢ ἀχνύμενόν περ.

(Vers. 148.) εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ, τουτέστιν, εἴ περ αὐθαίρετα ἢ μᾶλλον αὐτόθεν ἀγειρόμενα ἢ ἀγρευόμενα καὶ παραυτὰ γινόμενα ἦν τοῖς ἀνθρώποις πάντα τὰ πράγματα, πρῶτον ἂν τὸν τοῦ Ὀδυσσέως εἱλόμεθα νόστον, ἀλλὰ μὴν οὐκ αὐτάγρετα πάντα βροτοῖς. λείπει γὰρ ἐνταῦθα τῷ τοιούτῳ ὑποθετικῷ σχήματι ἡ λεγομένη πρόσληψις, ὑπομενετέον ἄρα. καὶ ἔστι πως τὸ σχῆμα τοῦτο γνωμολογία λανθάνουσα, ὡς εἴ τις εἴποι· εἴ περ ἦν τοῖς ἀχαρίστοις χαίρειν, εὖ ἂν ἔσχε τῷ δεῖνι ἀχαρίστῳ ὄντι. κἀνταῦθα γὰρ ἡ πρόσληψις γνωμικὴ οὖσα τὸ, ἀλλὰ μὴν οὐκ ἔστι τοῖς ἀχαρίστοις χαίρειν, ἔξωθεν ὡς εἰκὸς νοηθήσεται. εἰ δέ ποτέ τις μικρόν τι παραποιήσας εἴπῃ, οὐ γάρ πως αὐτάγρετα πάντα βροτοῖς, ὀρθὸν ἂν τότε ποιήσειε γνωμικόν.

(Vers. 147.) Τὸ δὲ ἄλγιον κεῖταί που καὶ πρὸ τούτων παροιμιακῶς ἐν τῷ, ἄλγιον οὐ γὰρ τῷ δεῖνι τάδε ἐλυσιτέλησεν. ἐνταῦθα δὲ ὁ τοιοῦτος ὅλος στίχος οἰκεῖος ῥηθῆναι, ὅτε διάτι κατεπεῖγον οὐ γίνεται τοῦ ἀχνυμένου ἐπιστροφή. καὶ τοιαῦτα μὲν ταῦτα.

(Vers. 150.) ὁ δὲ Τηλέμαχος παραγγέλλει τῷ δούλῳ καὶ τὸ, ἀλλὰ σύ γ' ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ' ἀγροὺς πλάζεσθαι, ἤγουν πλάζου, μετ' ἐκεῖνον, ἤγουν δι' ἐκεῖνον τὸν Λαέρτην· εἰπὲ δὲ τῇ μητρὶ ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα κρύβδην· κείνη γάρ κεν, ὡς ἐῤῥέθη, ἀγγείλειε γέροντι. Καὶ ὅρα ὅτι δυνάμενος εἰπεῖν ὀτρυνέμεν ἀγγεῖλαι γέροντι καὶ οὕτως ἀπαλλαγῆναι πολυλογίας, ὁ δὲ εἰπὼν μόνον τὸ ὀτρυνέμεν ἀναγκαίως ἐπήγαγε τὸ, κείνη γάρ κεν ἀγγείλειε γέροντι. νοητέον δὲ ὡς εἰ καὶ μὴ ἐξεφωνήθη που ἐν τοῖς ἑξῆς γενέσθαι τοῦτο, ἀλλὰ, ὡς εἰκὸς, κατὰ τὸ σιωπώμενον ἔσταλται ἡ ταμία εἰς τὸν γέροντα.

(Vers. 153.) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ κρύβδην, ὅμοιον ὂν τῷ, τῶν δ' ἄλλων μή τις πευθέσθω, ὃ πρὸ ὀλίγων ἐῤῥέθη.

(Vers. 155.) Ὅτι καὶ ἐνταῦθα ἐν τῷ, πέδιλα δησάμενος ὑπὸ ποσὶ, τὰ ὑποδήματα ἐτυμολογεῖ, ταυτὰ δηλαδὴ τοῖς πεδίλοις ὄντα.

(Vers. 157.) Ὅτι μετὰ τὴν Εὐμαίου εἰς τὴν πόλιν ὑποχώρησιν προελθὼν Ὀδυσσεὺς τοῦ σταθμοῦ ἐντυγχάνει τῇ Ἀθηνᾷ, ὅτε σχεδὸν ἐλθοῦσα ἐκείνη δέμας ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα εἰδυίῃ. εἶτα εἰσελθὼν ἀναγνωρίζεται τῷ υἱῷ. ἔδει γὰρ πάντως ἐξελθόντα τὸν Ὀδυσσέα περιεργάσασθαι πρῶτα μή τις ἔξω που ὢν καὶ μαθὼν τὰ ἔσω γινόμενα θήσει ἀνάπυστον τὸ τέως κρυπτόμενον.

(Vers. 191.) Κλαύσονται γὰρ, ὡς εἰκὸς, καὶ Ὀδυσσεὺς καὶ Τηλέμαχος ἐπὶ τῷ ἀναγνωρισμῷ καὶ διαχεθήσονται καὶ κατατενοῦσι ῥήσεις μακράς. τούτοις δὲ καιρὸν χρὴ ἐπιστῆσαι τὸν δέοντα. ὧν πάντων ταμίας ὁ ἔμφρων τοῦ Ὀδυσσέως λόγος καὶ ἡ σύνεσις Ἀθηνᾶ, ἣν πλάττει Ὅμηρος ὑποτιθεμένην τὰ ποιητέα τῷ Ὀδυσσεῖ.

(Vers. 159.) ἔστη γάρ, φησι, κατ' ἀντίθυρον κλισίης, τουτέστιν ἀντικρὺ τῆς θύρας, Ὀδυσῆϊ φανεῖσα. καὶ Τηλέμαχος μὲν οὐκ εἶδεν αὐτὴν

(Vers. 160.) οὐδ' ἐνόησε. μόνῳ γὰρ ἐπεφάνη τῷ Ὀδυσσεῖ, οὐ μὴν καὶ τῷ υἱῷ, κατὰ μὲν τὴν ἀλήθειαν, ἐπεὶ οὐκ εἶχε νοῆσαι Τηλέμαχος τὰ ἔνδον κρυπτικῶς τῷ Ὀδυσσεῖ μελετώμενα, κατὰ δὲ τὸ φαινόμενον τῆς ποιήσεως, οὐ γάρ πως πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς.

(Vers. 162.) ἀλλ' Ὀδυσσεύς τε κύνες τε ἴδον, οἷς δηλαδὴ οὐκ ἐπέκρυψεν ἑαυτὴν ἡ μυθικὴ Ἀθηνᾶ, καὶ δὴ οὐχ' ὑλάοντο,

(Vers. 163.) κνυζηθμῷ δ' ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν, τουτέστιν ἔφυγον εἰς ἕτερόν τι μέρος τοῦ σταθμοῦ, ὃν καὶ κλισίαν νῦν τε ἔφη καὶ μετ' ὀλίγα ἐρεῖ. καὶ οἱ μὲν κύνες οὕτως ἔφυγον διὰ τῆς Ἀθηνᾶς, ἵνα μὴ παρόντες καὶ ἐμπηδήσαντες τῷ Ὀδυσσεῖ παράσχοιεν αὖθις πράγματα.

(Vers. 164.) ἡ δὲ ἐπ' ὀφρύσι νεῦσε τῷ Ὀδυσσεῖ, ἵνα δηλαδὴ μὴ φωνήσασα ἐξακουσθείη τῷ Τηλεμάχῳ, νόησε δὲ δῖος Ὀδυσσεύς. ἐκ δ' ἦλθε μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς.

(Vers. 166.) στῆ δὲ πάροιθ' αὐτῆς, τουτέστιν οὐκ ἦλθεν ὀπίσω τοῦ δεόντως ἐν τοῖς ἑξῆς φρονῆσαι.

(Vers. 168.) καὶ τὸ ἐντεῦθεν ἡ μυθικὴ μὲν Ἀθηνᾶ πρὸς δὲ ἀλήθειαν ἀγχίνοια ἡ τοῦ ἥρωος ὑποτίθεται αὐτῷ, γνωρισθῆναι τῷ υἱῷ. φησὶ γάρ· ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ' ἐπίκευθε, ὡς ἂν μνηστῆρσι θάνατον καὶ κῆρ' ἀραρόντε [119] ἔρχησθον προτὶ ἄστυ, καὶ οὐδ' ἐγὼ αὐτὴ δηρὸν ἀπέσσομαι. τὸ δ' ἐντεῦθεν εἰσελθὼν Ὀδυσσεὺς καὶ γνωρισθεὶς καὶ ἀνακινήσας τὸ βουλευτικὸν λαλεῖ μετὰ τοῦ υἱοῦ τὰ περὶ τῶν ἑξῆς, Ὁμήρου οἰκονομοῦντος δι' εὐκρίνειαν τὰ τοιαῦτα κατὰ συνήθη σχηματισμὸν προεκθετικόν.

(Vers. 162.) Ἰστέον δὲ ὅτι πρὸς τέρας ἐλαλήθη τὸ μὴ ὑλάειν τοὺς κύνας· ἐχρῆν γὰρ Ἀθηνᾶς ἐπιφανείσης τερατολογηθῆναι καὶ τοιοῦτόν τι, ὡς ἄρα πτοηθέντες αὐτὴν οἱ κύνες ἔφυγον.

(Vers. 163.) διὸ κρεῖττον ἐστὶ ποιὸν κλαυθμὸν τῶν κυνῶν νοῆσαι τὸν κνυζηθμὸν ἤ περ ποππυσμόν τινα κατὰ τοὺς παλαιοὺς καὶ ποιὸν ἦχον, ὃν Ὀδυσσεὺς ἐποίησεν ἐπὶ συστολῇ τῶν κυνῶν. Δῆλον δὲ ὡς ἐκ τοῦ κνυζῶ κνυζήσω ὁ κνυζηθμὸς, ὡς ὀρχήσω ὀρχηθμὸς, καὶ ὡς ἄλλο ῥῆμα τοῦτο παρὰ τὸ, κνυζώσω δέ οἱ ὄσσε, καθὰ καὶ ἐκεῖ δεδήλωται, ὥστε τὸ κνυζῶ πολλαῖς μεμέρισται συζυγίαις. τριχῶς γὰρ φέρεται· κνυζῶ κνυζεῖς, κνυζῶ κνυζᾷς, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου, καὶ κνυζῶ κνυζοῖς. οὐ πολλὰ δὲ τῶν περισπωμένων ῥημάτων οὕτω τριλογοῦνται, πλείω δὲ τὰ καὶ περισπώμενα, ὡς δῆλον ἔκ τε τοῦ στέρεσθαι καὶ στερεῖσθαι καὶ μυρίων ἄλλων, ἐν οἷς καὶ τὸ ξυρεῖσθαι καὶ ξύρεσθαι, οὗ μετοχὴ παθητικὴ παρὰ τῷ δειπνοσοφιστῇ τὸ, ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες. ἔνθα ὅρα τὸ, ἄνδρες ὄντες, ῥηθὲν σκωπτικῶς κατὰ τῶν ψιλούντων ἀνδρῶν τοὺς πώγωνας, οὓς εὐφυῶς ἔσκωψέ τις ὡς οἷα δοκοῦντας αὐτὸ ποιεῖν διὰ τὸ αἰδεῖσθαι, εἴ περ ἄνδρας αὐτοὺς ἡ φύσις ἀπετέλεσεν. Ὅτι δὲ γυναικεῖον τὸ τοιοῦτον, δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.

(Vers. 164.) Τὸ δὲ ἐπ' ὀφρύσι νεύειν, λέγεται καὶ κεφαλῇ νεύειν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. τῷ μέντοι Ἴρῳ ἐπιλλίζουσιν οἱ μνηστῆρες, ἤγουν ὀφθαλμοῖς ἐννεύουσι. καὶ ἔστι κεφαλῇ μὲν κατανεύειν κατὰ τὸ ὅλον, ἐπιλλίζειν δὲ καὶ ὀφρύσι νεύειν, ὃ καὶ ἐν Ἰλιάδι κεῖται, ἀπὸ μερῶν· μέρη γὰρ πάντως κεφαλῆς ὀφρύες καὶ ἴλλοι, ἐν οἷς φαίνεται κατάνευσις ὥς περ καὶ ἀνάνευσις· στόματι γὰρ μύλλειν μὲν ἔστιν, ἐννεύειν δὲ οὐκ ἔστιν.

(Vers. 165.) Ὅρα δὲ καὶ τὸ μέγαρον ἐπὶ σταθμοῦ ἐνταῦθα ῥηθέν· καὶ τὸ παρὲξ αἰτιατικῇ τε συνταχθὲν καὶ διὰ τοῦ κ γραφὲν ἐν τῷ, παρὲκ μέγα τειχίον αὐλῆς.

(Vers. 168.) Τὸ δὲ φάο, περὶ οὗ καὶ προεγράφη, δεύτερόν ἐστι κοινὸν πρόσωπον προστακτικὸν γινόμενον ἐκ τοῦ φάσο ἐνδείᾳ τοῦ σ. Τὸ δὲ ἀραρόντε δύσχρηστον μὲν εἰς ῥητορείαν· νοῦν δὲ ὑποβάλλει χρηστὸν ἐν τῷ, θάνατον ἀραρόντε, τουτέστι τεχνησάμενοι, τεκτήναντες· λέξις γάρ ἐστι τεκτονικὴ, χρόνου δευτέρου ἀορίστου. ἐκ τοῦ ἄραρον γὰρ ἡ μετοχὴ ἀραρών.

(Vers. 172.) Ὅτι ἐπεὶ οὐχ' ἡδὺς ἤδη προσέβαλε τῇ τοῦ υἱοῦ ὄψει Ὀδυσσεὺς καὶ ἦν εἰκὸς ἀπεύξασθαι αὐτὸν τὴν πατρικὴν θέαν μετὰ τὸν ἀναγνωρισμὸν καὶ ἑλέσθαι μηδ' ἂν ἐλθεῖν, εἰ τοιοῦτος ἐστὶν, ὁποῖον αὐτὸν ἡ Ἀθηνᾶ προσεμόρφωσε, πλάττει ἐνταῦθα μεταβολὴν αὐτῷ τεραστίαν ὁ ποιητὴς ὑπὸ Ἀθηνᾶς, ἵνα τε φιληθείη τῷ υἱῷ γενόμενος ὁ πρὶν ἐκεῖνος καλὸς Ὀδυσσεὺς, καὶ ἅμα, ἵνα καὶ θεοφιλὴς φανεὶς ἐπάγηται πιθανῶς τὸν υἱὸν εἰς τὸ ἐφεξῆς μέγα καὶ κινδυνῶδες ἔργον. γίνεται δὲ καὶ νῦν ἡ μεταβολὴ τοῦ Ὀδυσσέως κατὰ Ὁμηρικὸν ἔθος δι' ἐπαφῆς. ῥάβδῳ γὰρ ἡ Ἀθηνᾶ μεταποιεῖ αὐτὸν, καθὰ καὶ πρὸ τούτων, πλὴν ὅσον ἐκεῖ μὲν οἷα μὴ λαμπροῦ τοῦ πράγματος ὄντος ῥάβδον ἁπλῶς εἶπεν ὁ ποιητὴς, ἐνταῦθα δὲ χρυσέαν ῥάβδον. φησὶ γὰρ, ὅτι χρυσείῃ ῥάβδῳ ἐπιμασαμένη, ὅ ἐστιν ἐφαψαμένη Ἀθήνη, φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα θῆκεν ἀμφὶ στήθεσσιν, ἀπεναντίας πρὸς τὸ, ῥάκος κακὸν βάλε καὶ τὰ ἑξῆς, ὡς προπεποίηται.

(Vers. 174.) δέμας δ' ὤφελλε καὶ ἥβην, ἡ κάρψασα πρὶν χρόα καλὸν τῷ Ὀδυσσεῖ ἐπὶ μέλεσιν. ἂψ δὲ μελαγχροιὴς ἐγένετο, γναθμοὶ δ' ἐτάνυσθεν τῷ κνυζωθέντι πρὸ τούτων τοὺς καλοὺς ὀφθαλμούς. κυάνεαι δ' ἐγένοντο γενειάδες ἢ ἐθειράδες ἀμφὶ γένειον, καὶ οὐκέτι κακόθριξ ὁ ἀνὴρ, ὡς ἔστιν ἐκ μέρους νοεῖν. καὶ ἡ μὲν οὕτω ποιήσασα ᾤχετο,

(Vers. 178. sqq.) Ὀδυσσεὺς δὲ ἤϊεν ἐς κλισίην, τουτέστιν ἐπορεύετο, ἐκ τοῦ ἐΐω ἐνεστῶτος, οὗ συναίρεσις τὸ εἴω. θάμβησε δέ μιν φίλος υἱὸς, ὡς εἰκὸς, καὶ οὐ μόνον, ἀλλὰ καὶ ταρβήσας ἑτέρωσε βάλεν ὄμματα, μὴ θεὸς εἴη φανεὶς, δηλαδὴ ἐναργής. καὶ τοίνυν λαλεῖ τὸ περιᾳδόμενον·

(Vers. 181.) ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἠὲ πάροιθεν, ἄλλα δὲ εἵματ' ἔχεις, καί τοι χρὼς οὐκέθ' ὁμοῖος. ὧν ὁ μὲν πρῶτος στίχος παροιμιωδῶς ἐπιφωνεῖται τοῖς ἁπλῶς ἀλλοιουμένοις, ὁ δὲ δεύτερος παραπλακείη ἂν ἐπὶ τῶν ἐκ πενίας ἢ εἰδεχθείας εἰς τὸ ἀνάπαλιν μεταποιηθέντων.

(Vers. 183.) Εἶτα ἐπιφέρει ὁ νέος καὶ τὰ ἐφεξῆς εἰκότα ῥηθῆναι· ἦ μάλα τοι θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν· ἀλλ' ἵληθι, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ, ἠδὲ χρύσεα δῶρα τετυγμένα, τουτέστιν ἐσκευασμένα χρυσῷ. φείδεο δ' ἡμέων. ταῦτα δὲ παρῳδηθήσεταί ποτε εἰς μέγα τι πρόσωπον. καὶ οὕτω μὲν ὁ Τηλέμαχος. [120] Ὀδυσσεὺς δέ φησιν, ὡς οὔ τί τοι θεός εἰμι· τί μ' ἀθανάτοισιν ἐΐσκεις; ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων πάσχεις ἄλγεα πολλὰ βίας ὑποδέγμενος ἀνδρῶν.

(Vers. 187.) Ἰστέον δὲ ὅτι, οὔ τί τοι θεός εἰμι καὶ τὸ ἑξῆς, ἔχοι ἄν ποτε παροιμιακῶς ῥηθῆναι, ὅτε τις οὐκ ἐθέλει ἀκούειν ἐπαίνους τοὺς ὑπὲρ ἑαυτόν. Τὸ δὲ οὗ ἕνεκα σὺ στεναχίζων καὶ ἑξῆς, πολυπενθὴς ἀνὴρ ἀκούσοι ἄν ποθεν.

(Vers. 174.) Ἰστέον δὲ ὅτι τὸ ἀμφὶ στήθεσφιν, τὸ ὅλον δηλοῖ σῶμα ὡς ἀπὸ μέρους τοῦ προφαινομένου. διὸ μετ' ὀλίγα ἐρεῖ κάλλιον τὸ, καλὰ περὶ χροῒ εἵματ' ἔχοντι. Δέμας δὲ ὀφέλλεται τῷ Ὀδυσσεῖ, καθὰ καὶ ἐν τῇ τῶν Φαιάκων γῇ. Ἥβην δὲ οἱ μὲν Ἀττικοὶ ἐπὶ νεανικῆς ἡλικίας τίθενται, ὅθεν καὶ ἡβυλλιᾶν ἐπὶ μειρακίσκης κατὰ τὸν κωμικόν. ἥβη δὲ ἄρτι ἐπὶ Ὀδυσσέως τοῦ ὠμογέροντος οὐκ ἂν κυριολεκτοῖτο, εἰ μὴ ὅτι γε κατὰ μῦθον, ὡς τῆς Ἀθηνᾶς τοιοῦτον ἐκφηνάσης αὐτόν. ἐναλίγκιος γοῦν μετ' ὀλίγα ῥηθήσεται ἀνδρὶ νέῳ. εἰ δ' ἴσως καὶ κυριολεκτεῖται, πρωθήβης γοῦν τέως οὐκ ἂν εἴη Ὀδυσσεύς.

(Vers. 175.) μελαγχροιὴς δὲ ἱστορεῖται νῦν φύσει εἶναι ὁ Ὀδυσσεύς. διὸ καὶ τλήμων ἦν. στερεότερα γάρ, φασι, τὰ μέλανα τῶν σωμάτων, ὡς τὰ λευκὰ εὐπαθέστερα. Ἀττικὸς δὲ ἀνὴρ συγκόψας τὸ μελαγχροιὴς μελαγχρὴς λέγει, ὅθεν καὶ Μένανδρος μελαγχρές, φασιν, εἶπε μειράκιον. Τὸ δὲ γναθμοὶ ἐτάνυσθεν, ἀντὶ τοῦ ἐπαχύνθησαν, οἱ πρὸ τούτου δηλαδὴ ῥυσοί. χρήσιμον δὲ τοῦτο καὶ εἰς τὸ τανύπεπλος γυνή. οὕτω γὰρ κἀκείνη τανύει τοὺς πέπλους διὰ τὸ ἔμπαχυ.

(Vers. 176.) Αἱ δὲ κυάνεαι γενειάδες ὑποκινοῦσι μὲν ἀπορίαν διὰ τὸ, ξανθὰς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας, ὅ περ ἐν τῷ τέλει τῆς μ ῥαψῳδίας· εἴρηται δὲ περὶ τοῦ τοιούτου ἐκεῖ. οἱ δὲ παλαιοί φασι καὶ ὅτι πρὸς τὸ πιθανὸν τῆς τοῦ Ὀδυσσέως φαλακρώσεως ἐκεῖνο ἐῤῥέθη. αἱ γὰρ ξανθαὶ τρίχες ἀραιαί, φασιν, εἰσὶ καὶ εὐχερῶς φαλακροῦνται. ὀλέσω οὖν, φασὶ, τὰς τρίχας οὕτως, ὡς ἔμφασιν δοῦναι προϋπαρχούσης ξανθότητος. καὶ ἔστι σκοπὸς τοῦ τοιούτου λόγου, μὴ ξανθὰς ἀλλὰ κυανέας εἶναι καὶ τὰς κόμας τῷ Ὀδυσσεῖ. Ὅτι δὲ φαλακρὸς ὁ Ὀδυσσεὺς, δηλώσει τὰ ἐφεξῆς. Ἐτυμολογικὸν δὲ τὸ, γενειάδες ἀμφὶ γένειον, ἤγουν τρίχες ἀμφὶ τὴν γνάθον. εἰ δὲ γράφεται ἐθειράδες, δῆλον ὡς ἀπὸ τοῦ ἐθείρω ἡ ἔθειρα, ὡς ἀλλαχοῦ ἐφάνη. ἀπ' αὐτῆς δὲ παράγωγον ἡ ἐθειρὰς, ὁμοίως τῷ, μαῖα μαιὰς, ὡς τὸ, μαιάδος υἷϊ.

(Vers. 179.) Τὸ δὲ ἑτέρωσε ἔβαλεν ὄμματα, ὅ ἐστιν εἶδε, μεταλαβόντες οἱ μεθ' Ὅμηρον ἔῤῥιψέ ποι ὄψεις ἢ ὀφθαλμοὺς λέγουσιν, ὡς τοῦ βάλλειν ταυτόν ποτε δηλοῦντος τῷ ῥίπτειν. δύναται δέ τις καὶ ἰλλῷ ἀνδρὶ, ὅ πέρ ἐστι στραβῷ, οὐκ ἀφυῶς ἐπισκῶψαι τὸ ἑτέρωσε βάλλειν ὄμματα.

(Vers. 181.) Τὸ δὲ ἀλλοῖον φανῆναι τὸν Ὀδυσσέα νῦν ἤ περ πάροιθεν ἔχει μέν τι καὶ μεταβολῆς καὶ ἀλλοιώσεως καὶ ἑτεροιότητος ἐξάπαντος. ἔδοξε δέ τισιν ὅμως μεταμορφωτικὸν τοῦτο εἰπεῖν ἰδιαζόντως. μεταβολὴ μὲν γάρ, φασι, πάθος κοινὸν ἐπί τε καιρῶν καὶ πράξεων παντοίων. Εὐριπίδης οὖν παριστὰς τὴν τῆς λέξεως δύναμίν φησι· μεταβολὴ πάντων γλυκύ. μεταμόρφωσις δὲ μορφὴ χαρακτῆρος καὶ σώματος, τυπωθεῖσα εἰς ἕτερον χαρακτῆρα, ὁποῖον, φασὶ, τὸ ἀλλοῖός μοι ξεῖνε καὶ ἑξῆς. ἀλλοίωσις δὲ προτέρας ὑπολήψεως ποίησις ἑτέρα, ἑτεροίωσις δὲ ἡ ἀφ' ἑτέρου σώματος εἰς ἕτερον μεταβολὴ, ὡς τῆς Νιόβης εἰς λίθον. καὶ τοιαύτη μὲν ἡ εἰρημένη παράδοσις, μὴ ἀκριβωσαμένη ὡς οὐχ' ἑτεροιοῦσθαι, ἀλλὰ μεταμορφοῦσθαι οἱ μυθογράφοι φασὶ τοὺς ἀπὸ σώματος ἄλλου εἰς ἄλλο μεταπίπτοντας, ὡς δηλοῦσιν οἱ τὰ περὶ μεταμορφώσεων ληρήσαντες. δοκεῖ γοῦν προσφυέστερον εἶναι εἰπεῖν τὸν Ὀδυσσέα ἠλλοιῶσθαι νῦν, Ὁμήρου ἐνδιδόντος εἰς τοῦτο ἀρχὴν διὰ τοῦ εἰπεῖν ὅτι ἀλλοῖός μοι ἐφάνης. ἄλλως δέ γε προσαρμόζει ἐνταῦθα καὶ τὸ μεταμορφωθῆναι διὰ μόνον τὸ πρόσωπον. ἀρέσκει γὰρ τοῖς παλαιοῖς ἐπὶ προσώπου τιθέναι τὴν μορφήν. διὸ καὶ φασὶν ὅτι εὐειδὴς μὲν ὁ τοῦ εἴδους εὖ ἔχων ἤγουν ἅπαν τὸ σῶμα καλὸς, εὔμορφος δὲ ὁ μορφῆς εὖ ἔχων· οἷον εὐπρόσωπος. καὶ οὕτω μὲν ταῦτα.

(Vers. 184.) Τὸ δὲ ἵληθι λέγεται μὲν καὶ ἵλαθι. σύστοιχον δὲ αὐτῷ καὶ τὸ ἱλήκοις καὶ τὰ κατ' αὐτό.

(Vers. 190.) Ὅτι Ὀδυσσεὺς εἰπὼν τὰ ἀνωτέρω δηλωθέντα υἱὸν κύσεν, ὅ ἐστιν ἐφίλησε, κὰδ δὲ παρειῶν δάκρυον ἧκε χαμᾶζε δαψιλῶς οὕτω ὑφ' ἡδονῆς, πάρος δ' ἔχε νωλεμὲς αἰεὶ, τουτέστι, πρὶν μέντοι ἐπεῖχεν αὐτὸ, τλήμων κἀνταῦθα ὢν τότε· οὗ καὶ ὅτε τῇ Πηνελόπῃ ἐντύχοι, οἱ ὀφθαλμοὶ ὡσεὶ κέρα ἢ σίδηρος στήσονται· καὶ Τηλέμαχος δὲ μετ' ὀλίγα, ἐπεί περ ἠκριβώσατο, ἀμφιχυθεὶς πατέρ' ἐσθλὸν ὀδύρετο δάκρυα λείβων. ἔνθα καὶ ἐμφαίνων οἷος ἦν ἀμφοῖν γόος φησίν·

(Vers. 215.) ἀμφοτέροισι δὲ τοῖσιν ὑφ' ἵμερος ὦρτο γόοιο. Καὶ ὅρα τὸ ἵμερος, οὐ γὰρ ἁπλῶς ἀλλοία ὄρεξις, ἀλλ' ἵμερος ὅ πέρ ἐστιν ἐπιθυμίας ἐπίτασις. διὸ καὶ παραβολικῶς ὑποδεικνὺς τὸ πρᾶγμα φησί· κλαῖον δὲ λιγέως, ἀδινώτερον [121] ἤ περ οἰωνοὶ φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι· ὣς ἄρα τοί γ' ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβον. καλῶς ἄρα καὶ ὁ Εὔμαιος νῦν ἀποδημεῖ, ὡς ἂν καταμόνας ταῦτα γίνοιτο.

(Vers. 220.) εἶτα διασαφῶν τὸν τοῦ γόου ἵμερον ἐπὶ πλέον, φησί· καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, εἰ μὴ Τηλέμαχος ἐρωτήσας τὸν πατέρα, ὅπως ἦλθεν εἰς Ἰθάκην, ἔπαυσε τὸν γόον, τρέψας τὸ παθητικὸν εἰς ἀφήγησιν. καὶ ἰδοὺ πρῶτος αὕτη τῷ πατρὶ πεῖρα τοῦ φρόνιμον εἶναι τὸν Τηλέμαχον· ὃς καὶ μετ' ὀλίγα δεικνὺς, ὡς καὶ μέγας ὀρθοῖτ' ἄν ποτε ὑπὸ σμικροτέρων, ὑποθήσει τῷ πατρὶ βούλευμά τι καλὸν, ὅ περ ἐκεῖνος οὐκ ἀπέβαλεν.

(Vers. 190.) Ὅρα δὲ ὥς περ ἐν ἄλλοις, οὕτω καὶ ἐν τῷ, υἱὸν κύσεν, ὅτι τοῦ φιλεῖν τρία δηλοῦντος· τὸ ἀγαπᾶν, τὸ ξενίζειν, καὶ τὸ φιλοφρόνως χείλη συμβάλλειν, ὥς φασιν οἱ παλαιοὶ, τὰ μὲν πρῶτα δύο σημαινόμενα τοῦ φιλεῖν χρηστά εἰσι καὶ ποιηταῖς, τὸ δὲ τρίτον φιλῆσαι κύσαι φιλοῦσι γράφειν, ὡς πολλαχοῦ φαίνεται. δῆλον δ' ὅτι κύειν καὶ τὸ ἔγκυον εἶναι δηλοῖ, ὃ διαφέρει τοῦ τίκτειν καθότι αὐτὸ ἀπαλλάττει τοῦ κύειν. καὶ φέρεται εἰς τοῦτο χρῆσις ἐξ Ἀντιόπης τὸ, κύουσα τίκτον, ἤγουν κατὰ γαστρὸς φέρουσα εἶτα ἔτεκον. οἱ δέ γε ὕστερον καὶ αὐτὸ τὸ τίκτειν κύειν ἔλεγον.

(Vers. 214.) Ἰστέον δὲ ὅτι τὸ, ἀμφιχυθεὶς πατέρα, ἐμφαντικώτερόν ἐστι τοῦ ἐμφὺς καὶ τοῦ περιφὺς καὶ τῶν ἄλλων, καὶ δηλοῖ τὴν ἄγαν διόλου περιπλοκὴν, ὁρμηθὲν ἐκ τοῦ, νήδυμος ἀμφιχυθείς.

(Vers. 217.) Ἐν δὲ τῇ ῥηθείσῃ παραβολῇ σημείωσαι ὅτι ἐξ ἀνομίου παραβολικὴν ὁμοιότητα καὶ νῦν ἐπορίσατο. φήνη μὲν γὰρ καὶ αἰγυπιὸς ἐπὶ στερήσει τέκνων κλαίουσι λυπούμενοι. Ὀδυσσεὺς δὲ τὸν παῖδα σχὼν κλαίει χαίρων. πρὸς μόνην οὖν τὴν ὀξύτητα τοῦ κλαυθμοῦ ἡ παραβολὴ καὶ τὸ ἐξάκουστον τῆς βοῆς, ὡς ἐκεῖ τῆς κλαγγῆς, ἴσως δὲ καὶ πρὸς τὸ ἐλεεινόν.

(Vers. 216.) Ἐν δὲ τῷ, οἰωνὸς καὶ ἑξῆς, γένος μὲν ὁ οἰωνὸς, εἴδη δὲ ἡ φήνη καὶ ὁ αἰγυπιός. εἰ δὲ ἴσως ὁ αἰγυπιὸς πάντων τῶν ἀετῶν κατηγορεῖται, εἴη ἂν γένος ὑπάλληλον ὁ αἰγυπιὸς, εἶδος δὲ πάλιν αὐτοῦ ἡ φήνη. πάνυ δὲ πολὺς ὁ λιγὺς τῶν ἡρώων κλαυθμὸς, εἰ καὶ φήνης καὶ αἰγυπιοῦ ἀδινώτερος ἦν· ὅσῳ δ' ἂν πλείων, τοσούτῳ καὶ εὐγενέστερος. τὸ γὰρ μινυρίζειν οὐκ εὐγενές. Ζῴων δὲ ἰδιότητα ἱστόρησεν ἡ παραβολὴ, ὧν πολὺ τὸ φιλότεκνον. μάλιστα δὲ τοιοῦτον ἡ φήνη, γένος αὕτη ἀετῶδες, ἣν λόγος ἐκτρέφειν καὶ τοὺς ἐκθέτους ἀετιδεῖς. Τὸ δὲ ἐξείλοντο καὶ νῦν ἀντὶ τοῦ, ὡς ἐξαίρετά τινα ἔλαβον. Πετεηνὰ δὲ τὰ πτῆναι δυνάμενα καὶ ὡς εἰπεῖν ἐκπετήσιμα.

(Vers. 219.) Τὸ δὲ ἐλεεινὸν ἀναμεμίχθαι δηλοῖ καὶ τῷ καθ' ἡδονὴν δακρύῳ ἔλεόν τινα, οἷς δι' ἀνάμνησιν προϋπαρξάντων κακῶν γίνεται. Δῆλον δὲ καὶ ὅτι ἔνδοξος ἡ παραβολὴ, ὡς ἐξ εὐγενῶν γαμψωνύχων οἰωνῶν συγκεκροτημένη. καὶ κλαυθμὸν δὲ μέγαν ἐμφαίνει τῇ τῶν ἀρετῶν βοῇ, οὐχ' ἁπλῶς ἀλλ' ὅτε τῶν φίλων τέκνων ἀποστερηθεῖεν.

(Vers. 194.) Ὅτι οὐκ ἔχων ῥᾷον συγκαταθέσθαι ὁ Τηλέμαχος πατέρα εἶναι τὸν φανέντα ἢ ἁπλῶς ἄνδρα τινὰ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρα εἶναι, φησίν· οὐ σύ γ' Ὀδυσσεύς ἐσσι πατὴρ ἐμὸς, ἀλλά με δαίμων θέλγει, ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο ᾧ αὐτοῦ νόῳ, ἤγουν κατὰ ἴδιον αὐτοῦ νοῦν, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο· νῦν δὲ θεοῖς ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι· ὅ περ ἄλλος πρὸ τούτων ἔφρασεν ἐν τῷ, μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι. καὶ ταῦτα μὲν ὁ Τηλέμαχος. ἐν οἷς τὸ, οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ καὶ ὁ ἐφεξῆς αὐτῷ στίχος ἁρμόσοι ἂν εἰς ἔπαινον μεγαλουργοῦ τινὸς ἀνδρός.

(Vers. 202. sqq.) Ὀδυσσεὺς δὲ, οὔ σε ἔοικε, φησὶ, φίλον πατέρα ἔνδον ἐόντα, οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι. οὐ μὲν γάρ τοι ἔτι ἄλλος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεὺς, ἀλλ' ὅδ' ἐγὼ τοιόσδε παθὼν καὶ πολλὰ δ' ἀνατλὰς ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν· ὅ περ ἐπιτομή ἐστι τῆς εἰκοσαετοῦς ἀποδημίας τοῦ Ὀδυσσέως. τοῦτο δέ, φησι, τὸ ἔργον Ἀθηνᾶς ἐστὶν, ἥ τέ με τοῖον ἔθηκε ὅπως ἐθέλει· δύναται γάρ· ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ὡς πρὸ τούτου, ἄλλοτε δ' αὖτε, ὡς νῦν, ἀνδρὶ νέῳ, καὶ καλὰ περὶ χροῒ εἵματ' ἔχοντι. ῥηΐδιον δὲ θεῷ, ὃς οὐρανὸν εὐρὺν ἔχει, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι, οἷον, τὸ μὲν διὰ κάλλους, τὸ δὲ διὰ τοῦ κατ' εἶδος αἴσχους. καὶ ἰδοὺ σεμνὴ αὕτη λύσις τῆς τε παρὰ τῷ Τηλεμάχῳ εὐλόγου ἀπορίας καὶ τῆς ἐπὶ τῷ πλάσματι τῷ κατὰ τὴν Ἀθηνᾶν. διὸ καὶ οὐκέτι ἀπορεῖ ἐπὶ πλέον ὁ Τηλέμαχος.

(Vers. 195.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ, ἀλλά με δαίμων θέλγει, οὐδ' ἐνταῦθα ἐπὶ καλῷ ῥηθέν. ἀπάτην γὰρ νῦν τὸ θέλγειν δηλοῖ καὶ ἐπίτασιν ὀδυρμοῦ, ὡς δηλοῖ προσκείμενον τὸ, ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. ἐκφανεστάτη δὲ καὶ μετ' ὀλίγα ἡ φαυλότης [122] τῆς λέξεως ἐν τῷ, τοὺς δὲ ἤγουν τοὺς μνηστῆρας Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.

(Vers. 197.) Τὸ δὲ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥᾳδίως μεταβαλεῖ τινὰ, ἐγκείμενον φυσικῶς τῇ τοῦ φρονίμου παιδὸς ψυχῇ, ποιεῖ αὐτὸν ἑτοίμως παραδεχόμενον τοὺς τοῦ πατρὸς λόγους ὅτε σεμναῖς ἐννοίαις χρώμενος, ὡς ἐῤῥέθη, δύνασθαι εἴπῃ τὸν θεὸν ἀλλοιοῦν ἀνθρώπους καὶ ἢ κυδαίνειν ἢ κακοποιεῖν· ὃ γνωμικῶς εἶπεν Ὀδυσσεὺς, δύνασθαι μέντοι αὐτὰ οὐχ' ἁπλῶς, ἀλλὰ ῥᾷον, ὡς καὶ ὁ Τηλέμαχος ἔφη καὶ μετ' αὐτὸν ὁ πατήρ. μή ποτε δὲ καὶ ἐνταῦθα τὸ ῥηθὲν νόημα ἐκ τοῦ υἱοῦ πορισάμενος ὁ Ὀδυσσεὺς ἐξ αὐτοῦ ἔπεισεν αὐτὸν κατὰ φιλόσοφον μέθοδον. ἐξ ὧν γὰρ οἶδε δοξάζειν τὸν Τηλέμαχον, ὅτι δηλαδὴ οὐκ ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο, ὅτε μὴ θεὸς αὐτὸς ποιεῖ αὐτὰ, ἐξ ἐκείνων αὐτῶν ὁ παλαιὸς ῥήτωρ τὸν νέον ἔπεισε τοῖς οἰκείοις, ὅ φασιν, ἑαλωκότα πτεροῖς. Τὸ δὲ ὅτε μὴ θεὸς αὐτὸς, ὅμοιόν ἐστι τῷ, ὅτι μὴ θεὸς αὐτὸς, καὶ τῷ, εἰ μὴ ἄρα θεὸς αὐτός.

(Vers. 200.) Τὸ δὲ θεοῖσιν ἔοικας, κατὰ μὲν τὸ πληθυντικῶς εἰρῆσθαι σεμνότερόν ἐστι τοῦ, θεός ἐσσι, κατὰ δὲ τὸ ἔοικας ἐπιεικέστερον φαίνεται. σεμνότερον δὲ αὐτοῦ τὸ θεός ἐσσι διὰ τὸ ἀποφαντικῶς προενεχθῆναι.

(Vers. 203.) Τὸ δὲ, οὔ σε ἔοικεν οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι, παραινεθήσεται ὁ μὴ ῥᾳδίως πιστεύων τοῖς ἀληθῶς φαινομένοις. Ἔστι δὲ τὸ ἀγάασθαι, τουτέστιν ἐκπλήττεσθαι, ἐπίτασίς τις τοῦ θαυμάζειν. Τὸ δὲ περιώσιον ἤτοι μέγα, ὡς ἐκ τοῦ περιαύειν γίνεται, ἵνα δηλοῖ πως τὸ περιβόητον, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται.

(Vers. 227.) Ὅτι συγκεφαλαιούμενος ὁ ποιητὴς διὰ τοῦ Ὀδυσσέως τὸν ἐκ Φαιάκων εἰς Ἰθάκην πλοῦν, ὡς αὐτοὶ ἄγαγον αὐτὸν εἰς Ἰθάκην, καὶ ὅτι εὕδοντα ἐν νηῒ ἄγοντες, εἶτα κατέθεσαν εἰς Ἰθάκην, καὶ ὡς πολλὰ ἔδωκαν αὐτῷ, καὶ ὡς ἐν τῷ

(Vers. 232.) κατὰ τὴν Ἰθάκην σπηλαίῳ ἐκεῖνα κεῖνται, ὃ καὶ πληθύνων ἐν σπήεσσι λέγει, στίχοις ἓξ ἐμπεριγράφει τὴν τοιαύτην κεφαλαίωσιν, οἷα μὴ θέλων μηδὲ νῦν τὰ ἀριζήλως εἰρημένα μακρολογεῖν, καὶ ταῦτα πρὸς ἀκροατὴν συνετόν. κεῖται δ' ἐνταῦθα καὶ τὸ,

(Vers. 227.) Φαίηκές με ἄγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅ τις σφέας εἰσαφίκηται. παρεσημειώθη δὲ τοῦτο εἰς μνήμην τοῦ καὶ ἐπὶ τῶν Ἰθακησίων πορθμέων ἐν τοῖς ἑξῆς ῥηθήσεσθαι τὸ,

(Vers. 229.) οἳ πάντας ἀνθρώπους πέμπουσι καὶ ἑξῆς, ἁρμόζον ὡς ἴδιόν τι τοῖς πορθμεύουσιν ἐπιλέγεσθαι. ἐν ᾧ καὶ αὐτῷ ἔστιν ἰδεῖν ὅτι ἐκ τοῦ, οἳ καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, εἰς τὸ ἑνικὸν κατέβη τὸ, ὅ τις σφέας εἰσαφίκηται, διὰ τὸ ἀκριβέστερον. οὐ γὰρ ἁπλῶς πάντας πέμπουσιν, ἀλλ' ὃς ἂν εἰς αὐτοὺς ἔλθῃ. Περὶ δὲ τοῦ ὅ τις ἤτοι ὅς τις προδεδήλωται. κεῖται δ' αὐτοῦ χρῆσις καὶ μετ' ὀλίγα ἐν τῷ, ἠδ' ὅ τις οὐκ ἀλέγει.

(Vers. 235.) Ὅτι θέλων ὁ ποιητὴς πιθανολογῆσαι τὴν ὑποδύσκολον μνηστηροφονίαν ποιεῖ τὸν Ὀδυσσέα πολυπραγμοῦντα ἐκ τοῦ υἱοῦ τὸν ἀριθμὸν τῶν μνηστήρων, ὡς ἂν ἢ ἀξιόμαχος ὢν ἀποδύσηται εἰς τὸν ἀγῶνα, ὃ καὶ γενήσεται, ἢ μὴ δυνάμενος ἀντιστήσεσθαι διζήσεται καὶ ἑτέρους συμμάχους. φησὶ γοῦν· ἀλλ' ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, ὄφρ' εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας φράσσομαι

(Vers. 238.) εἴ κεν νῶϊ δυνησόμεθα ἀντιφέρεσθαι μόνω ἄνευθ' ἄλλων, ἢ καὶ διζησόμεθ' ἄλλους. ὁ δὲ ἀδύνατον κρίνων τὴν διὰ μόνων τῶν δύο τούτων ἄμυναν, φησίν·

(Vers. 241.) ὦ πάτερ, ἤτοι σεῖο μέγα κλέος αἰὲν ἄκουον, χεῖράς τ' αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν· ἃ δὴ χρήσιμα εἰς ἔπαινον ἀνδρείου καὶ φρονίμου τινός· ἀλλὰ λίην μέγα εἶπες.

(Vers. 243.) ἄγη μ' ἔχει, οὐδέ κεν εἴη ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι· ὃ δὴ παρῳδηθῆναι δύναται, ὅτε τις μικρᾷ δυνάμει μεγίστων κατεπιχειρεῖ. ἐφ' οἷς ὁ βασιλικὸς νεανίας τὸν τοῦ πατρὸς λόγον πληρῶν ἐπιφέρει·

(Vers. 245.) μνηστήρων δ' οὔτ' ἂρ δεκὰς ἀτρεκὲς, ἤγουν ἀληθῶς καταμόνας, οὔτε δύω οἶαι, ἀλλὰ πολὺ πλέονες. τάχα δ' εἴσεαι ἐνθάδ' ἀριθμόν.

(Vers. 247.) ἐκ μὲν Δουλιχίοιο δύο καὶ πεντήκοντα κοῦροι κεκριμένοι, ὅ ἐστιν ἔκκριτοι· τοίους γὰρ ἔδει τοὺς τὴν Πηνελόπην μνηστευομένους εἶναι· ἓξ δὲ δρηστῆρες, ὅ ἐστι θεράποντες ὑπουργοὶ ἕπονται. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν· ἐκ δὲ Ζακύνθου ἐείκοσιν· ἐκ δ' αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι· καί σφιν ἅμα ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς,

(Vers. 253.) καὶ δοιὼ θεράποντε εἴτουν δρηστῆρε δαήμονε δαιτροσυνάων. Καὶ σημείωσαι κἀνταῦθα τὸ ἡρωϊκὸν εὐτελές. τοῖς γὰρ τοσούτοις δύο ἦσαν δαιτροὶ, ὡς τῶν βρωμάτων οὐ πολυειδῶν ὄντων. ἀριθμὸς δὲ τῶν μνηστήρων μόνων, ὀκτὼ καὶ ἑκατόν· συναριθμουμένων δὲ καὶ τῶν ἓξ δρηστήρων καὶ τῶν δύο δαιτρῶν, οἳ οὐδ' αὐτοὶ ἐκφευξοῦνται τὸν θάνατον φαύλοις δεσπόταις συγκινδυνεύσαντες, [123] γίνονται οἱ ὅλοι κακοὶ ἓξ καὶ δέκα καὶ ἑκατόν.

(Vers. 252.) ὁ δὲ Μέδων καὶ ὁ ἀοιδὸς συναριθμοῦνται μὲν, οὐκ εἰσὶ δὲ θανάτου ἄξιοι· ἀγαθοὶ γάρ εἰσι· διὸ καὶ περισωθήσονται. ὅθεν καὶ προοιμιάζεται τὸ μὴ θανεῖν τῷ Μέδοντι μὲν τὸ κῆρυξ· τίμιοι γὰρ οἱ τοιοῦτοι καὶ ἄσυλοι· τῷ ἀοιδῷ δὲ τὸ θεῖος· ὁ γὰρ τοιοῦτος οὐδὲν ἂν πάθοι ὅτι μηδὲ ποιήσοι κακόν. Ὅτι δὲ ὁ Μέδων ἀγαθὸς τῷ τοῦ Ὀδυσσέως οἴκῳ, μαρτυρήσει καὶ ἐν τοῖς ἑξῆς ὁ Τηλέμαχος, ὅτε καὶ περιποιηθήσεται. ὡς δὲ καὶ ὁ ἀοιδὸς ἀνάγκῃ ἄειδε τοῖς μνηστῆρσι, προϊστόρηται. τέως γε μὴν ἀρκεῖ αὐτοῖς ἡ ἐκ τοῦ υἱοῦ πρὸς τὸν Ὀδυσσέα σύστασις, φαῦλον μὲν περὶ αὐτῶν εἰπόντος οὐδὲν, σεμνύναντος δὲ τὸν μὲν διὰ τοῦ κῆρυξ, τὸν δὲ διὰ τοῦ θεῖος.

(Vers. 247.) Ἐνδοξότερον δὲ φαίνεται τὸ ἐκ Δουλιχίου φῦλον. πλείους τε γάρ εἰσι κοῦροι ἔκκριτοι καὶ δρηστῆρας αὐτοὶ μόνοι ἔχειν λέγονται.

(Vers. 235.) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ὁ γλυκὺς ἀριθμεῖν καὶ νῦν καὶ ἀλλαχοῦ λέγει κοινότερον. καινολόγος δέ τις ποιητὴς μεταθεὶς ἀμιθρεῖν λέγει τὸ ἀριθμεῖν.

(Vers. 236.) Ἐν δὲ τῷ, ὄφρ' εἰδέω, φυσικῶς ἔγκειται τὸ ε, ὡς ἐν τῷ ποιέω καὶ τοῖς ὁμοίοις. εἰδέω γὰρ εἰδῶ εἰδήσω, ὡς ποιέω ποιῶ ποιήσω, καὶ ἐκεῖθεν καὶ τὸ εἰδήσειν καὶ ἡ εἴδησις καὶ ὁ εἰδηκὼς, ἐξ οὗ κατὰ συγκοπὴν ὁ εἰδὼς, ὥς περ καὶ τὸ εἰδέναι ἐκ τοῦ εἰδηκέναι. Ἐν δὲ τῷ, ὅσσοι τε καὶ οἵ τινες, ποσοῦ μὲν τὸ ὅσσοι, ποιοῦ δὲ τὸ οἵ τινες.

(Vers. 238.) Νῶϊ δὲ δίχα τοῦ ν ἀντὶ τοῦ ἡμεῖς, τὸ μέντοι νῶϊν μετὰ τοῦ ν γενικὴ καὶ δοτική ἐστι τῶν δυϊκῶν, κειμένη ἀντὶ τοῦ ἡμῖν.

(Vers. 244.) Ἐν δὲ τῷ, πολλοῖσι καὶ ἰφθίμοισιν, ἀκρίβειά ἐστι λόγου. ἀνάνδροις μὲν γὰρ πολλοῖς μάχοιντο ἂν ἀνδρεῖοι δύο, ἤδη δέ που καὶ εἷς. πολλοῖς δὲ καὶ ἰφθίμοις οὐκ ἂν προσμίξοι ἀκινδύνως.

(Vers. 254.) Ὅτι Τηλέμαχος μὲν ὀκνῶν τὴν κατὰ τῶν μνηστήρων μάχην φησίν· ὡς εἴ περ τῶν μνηστήρων πάντων ἀντήσομεν, ὅ ἐστιν ἄντην ἔλθωμεν, ἔνδον ἐόντων καὶ μὴ ἐσκεδασμένων που ἔξω,

(Vers. 255.) μὴ πολύπικρα καὶ αἰνὰ, τουτέστι πολυπίκρως καὶ αἰνῶς, βίας ἀποτίσεαι ἐλθὼν, ἤγουν πειραθῇς ἀμυντικῶς ἐκδικῆσαι τὰς βίας αὐτῶν. ἀλλὰ σὺ εἰ δύνασαί τινα ἀμύντορα μερμηρίξαι, φράζευ,

(Vers. 257.) ὃς ἂν νῶϊν ἀμύνοι πρόφρονι θυμῷ· ὅ περ ἑρμηνεία ἐστὶ τοῦ, ἀμύντορα. καὶ οὕτω μὲν ὁ Τηλέμαχος.

(Vers. 259.) Ὀδυσσεὺς δὲ λύων τὸ ἄπορον φησὶ μεγαληγόρως καὶ σεμνῶς· τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καὶ φράσαι, εἴ κεν νῶϊν, ἤγουν ἡμῖν, Ἀθήνη σὺν Διῒ πατρὶ ἀρκέσει, ἠέ τιν' ἄλλον ἀμύντορα μερμηρίξω.

(Vers. 263.) καὶ ὁ νεανίας φησίν· ἐσθλώ τοι τούτω γ' ἐπαμύντορε, τοὺς ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥς τε καὶ ἄλλοις ἀνδράσι κρατέουσι καὶ ἑξῆς. πρέπει δὲ πάντως ἐπὶ ἐνδόξων βοηθῶν λέγεσθαι τὸ, ἐσθλοί τοι οὗτοί γε ἐπαμύντορες, οὓς ἀγορεύεις. εἰ δὲ καὶ εἰς ἑνικὸν σχῆμα παρῳδηθῇ, ἐπιπρέπει ὁ πᾶς λόγος θεῷ, οἷον· ἐσθλός τοι οὗτος ἐπαμύντωρ, ὃν ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθήμενος, ὅς τε καὶ ἄλλοις ἀνδράσι τε κρατέει καὶ ἀθανάτοισιν.

(Vers. 255.) Ὅρα δὲ τὴν ἔλλειψιν ἐν τῷ, μὴ πολύπικρα καὶ ἑξῆς. λείπει γὰρ τὸ σκόπει, ἢ σκέπου, ἢ δέδοικα, ἤ τι τοιοῦτον· ἵνα λέγῃ, ὅτι δέος ἐστὶ μὴ τίσεσθαι τοὺς κακοὺς προθέμενος πικρανθῇς αὐτός.

(Vers. 256.) Ὅρα δὲ καὶ ὅτι τὸ ἀμύντωρ, ὃ καὶ ἡρμήνευσεν, ὡς ἐῤῥέθη, τρὶς ἐνταῦθα κεῖται κατὰ σχῆμα ἐπιμονῆς, καὶ ὅτι πάνυ καὶ πιθανῶς καὶ, ὡς ἐῤῥέθη, σεμνῶς, κατέστησεν ὁ ποιητὴς οὐκ ἀπίθανον εἶναι τὴν τῶν μνηστήρων πανωλεθρίαν εἰ θεὸς ἐπαμύνῃ, οἷα τοῦ παιδὸς μὲν ἀπορήσαντος, τοῦ δὲ Ὀδυσσέως φιλοσόφως λύσαντος. εἰ δὲ καὶ ἀόπλοις ἐκείνοις ἔνοπλοι οὗτοι ἐμπέσοιεν, καὶ μεθύουσι νήφοντες καὶ πάντῃ ἀνελπίστως καὶ οὐδὲ μόνοι οὗτοι οἱ δύο ἀλλὰ σὺν ἑτέροις τισὶν, ἐπίτασίς τίς ἐστι ταῦτα τῆς πιθανότητος. ὅτι δὲ πλάσει ὁ ποιητὴς καὶ αὐτὴν τηνικαῦτα παρεῖναι τὴν Ἀθηνᾶν, ἐκεῖ φανεῖται.

(Vers. 267.) Ὅτι ἐπικουρίας ὑποσχετικὸν τὸ, οὐ μέντοι κεῖνοί γε πολὺν χρόνον ἀμφὶς ἔσονται φυλόπιδος κρατερῆς, ὁπότε ἡμῖν μένος κρίνηται Ἄρηος, ἤγουν ὅτε πολεμοῦμεν. συμβολικὸς δὲ ὁ λόγος καὶ οἷον αἰνιγματώδης διὰ τὸ ἀσαφές.

(Vers. 269.) Ἔστι δὲ κρίνεσθαι μένος Ἄρεος, ὅτε σύμμιξις πολέμου γένηται. τότε γὰρ διακρίνεται τὸ τῶν μερῶν μένος καί πως διακεκριμένως οἱ τοιοῦτοι μίγνυνται, τὴν ἀρχὴν μὲν συμπλεκόμενοι, τῷ δὲ τέλει τῆς μάχης διακρινόμενοι ὅτε νίκη ἑτεραλκὴς γένηται.

(Vers. 267.) Τὸ δὲ ἀμφὶς φυλόπιδος, ἀντὶ τοῦ, ἰδίᾳ καὶ χωρὶς καὶ πόῤῥω τῆς μάχης.

(Vers. 270.) Ὅτι προεκτιθεὶς ἐνταῦθα σαφέστερον τὰ ἐφεξῆς ὁ ποιητὴς καὶ προθεωρῶν, ὅπως μεθοδεύσοι αὐτὰ, ποιεῖ τὸν Ὀδυσσέα λέγοντα τῷ υἱῷ, ὡς σὺ μὲν ἕωθεν ἐλθὼν οἴκαδε μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει.

(Vers. 272. sqq.) ἐμὲ δὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, οὐκ ἐν τῷ νῦν σχήματι, ἀλλὰ πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. εἶτα λαλεῖ τινὰ γυμναστικὰ εἰς [124] καρτερίαν καὶ τληπάθειαν, εἰπών· εἰ δέ μ' ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ τετλάτω ἐν στήθεσσιν, ὅ πέρ ἐστι περίφρασις τοῦ, σὺ δὲ τλῆθι κακῶς πάσχοντος ἐμοῖο, ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε, ἢ βέλεσι βάλλωσι, σὺ δ' εἰσορόων ἀνέχεσθαι, ἤτοι ἀνέχου. παύεσθαι μέντοι ἄνωγε ἀφροσυνάων μειλιχίοις ἐπέεσσι παραυδῶν, ὅ ἐστι παραινῶν. οἱ δέ τοι οὐχὶ πείσονται, δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ· τουτέστιν ἐγγὺς αὐτῶν ἵσταται ὄλεθρος ὁ ἀποκείμενος. εἶτα προσεπιβάλλει προεκθετικῶς καὶ ἑτέραν παραγγελίαν χρησίμην εἰς τὰ ἑξῆς, εἰπών· ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ὅ περ καὶ μετ' ὀλίγα ἐν ἑτέρᾳ παραινέσει ἀπαραποιήτως λέγει· ὁππότε ἂν πολύβουλος ἐνὶ φρεσὶ θήσει Ἀθήνη, νεύσω μέντοι ἐγὼ κεφαλῇ, σὺ δ' ἔπειτα νοήσας, ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται, ἐς μυχὸν ὑψηλοῦ θαλάμου κατάθες ἀείρας πάντα μάλα. μνηστῆρας δὲ μαλακοῖς ἐπέεσσι παρφάσθαι, ἤτοι παράφαθι, παραλόγισαι, εἴ πέρ σε μεταλλῶσι ποθέοντες· ἐκ καπνοῦ κατέθηκα, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει οἷα ποτὲ Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς. ἀλλὰ κατῄκισται ὅσον πυρὸς ἵκετ' ἀϋτμή. πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε θεὸς, μή πως οἰνωθέντες ἔριν στήσαντες ἐν ὑμῖν ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα καὶ μνηστὺν, ἤγουν τὴν τῆς Πηνελόπης μνηστείαν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. ἡμῖν δέ, φησι, μόνοις, δύο φάσγανα καὶ δύο δοῦρε καλλιπέειν ἤτοι κατάλιπε, καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, ἤγουν ὥστε ἑλεῖν αὐτὰ χερσὶ καὶ ἀντικαταστῆναι τοῖς μνηστῆρσι. τοὺς δὲ Παλλὰς Ἀθηναίη θέλξει, ὡς ἐῤῥέθη πρὸ μικροῦ, καὶ Ζεὺς, τουτέστιν ὁ ἐν ἡμῖν νοῦς καὶ ἡ φρόνησις.

(Vers. 288.) Καὶ ὅρα τὸ τοῦ Ὀδυσσέως βαθὺ καὶ ἐπιχειρηματικόν. συμβουλεύει μὲν γὰρ τῷ υἱῷ· συστεῖλαι τὰ Ἀρεϊκὰ ὅπλα· ὑποβάλλει δὲ αἰτίαν εἰπεῖν τῆς πράξεως εἴ τίς που αὐτὸν ἐρωτήσει, μίαν μὲν ὑπὲρ τῶν ὅπλων, ἵνα δῆθεν μὴ ἀχρειῶνται καπνῷ πρόχειρα κείμενα,

(Vers. 292.) ἑτέραν δὲ ὑπὲρ τῶν μνηστήρων, μή πως οἴνῳ κατασχεθέντες ἐπεγερθῶσιν ἀλλήλοις ὡς ἀντερασταί. τοῦτο δὲ ἔχει τι καὶ σκώμματος, εἴ γε λεληθότως ἐν τῷ δοκεῖν ὑπὲρ αὐτῶν λέγειν σκώπτει αὐτοὺς καὶ ὡς μεθύσους.

(Vers. 294.) ἐν δὲ τούτοις καὶ γνωμικὸν ἀστείως ὡς ῥήτωρ χορηγεῖ πρὸς ἀπολογίαν τῷ υἱῷ τὸ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος, ἤγουν πρόχειρος εἰς μάχην ἀνὴρ κατὰ τοὺς παλαιοὺς παρακειμένου σιδήρου, ἵνα ὥς περ σίδηρον ἡ μαγνῆτις, οὕτως αὐτὸς ἐπάγηται τὸν θυμούμενον καὶ ἀληθῶς ὅπλον ἀχορηγήτου θυμοῦ κατὰ τὸν εἰπόντα πᾶν τὸ παρατυχόν.

(Vers. 287.) Ἰστέον δὲ ὅτι εἰ καὶ ἐν ἄλλοις ταυτὸν τὸ παραυδᾶν καὶ τὸ παρφάσθαι, ἀλλ' ἐνταῦθα, ὡς ἐφάνη, ἀγαθὸν μὲν τὸ παραυδᾶν, τὸ δὲ παρφάσθαι, ὃ σύστοιχόν ἐστι τῷ παραιφάσκειν καὶ τῇ παραιφάσει, ἔχει τι ψόγου διὰ τὸ δηλοῦν ἀπάτην καὶ παραλογισμόν.

(Vers. 282.) Τὸ δὲ πολύβουλος Ἀθήνη, πάνυ συντελεῖ πρὸς τὸ ἀλληγορικῶς Ἀθηνᾶν τὴν φρόνησιν λέγεσθαι.

(Vers. 284.) Ἀρήϊα δὲ τεύχεα πρὸς διαστολὴν τῶν ἐν ἄλλαις τέχναις ὅπλων.

(Vers. 288.) Τὸ δὲ ἐκ καπνοῦ κατέθηκα, ἀντὶ τοῦ ἔξω καπνοῦ. καὶ ἔστιν ἀνάπαλιν πρὸς τὸ ὑπὲρ καπνοῦ. ἐκεῖνο μὲν γὰρ ὡς ἐπὶ πολὺ ἐπὶ τῶν ἀμελουμένων παροιμιάζεται, οἷα τῶν ὑπὲρ καπνοῦ τιθεμένων ἤδη πως καὶ ἀμελουμένων. τὸ δὲ ἐκ καπνοῦ ἐπιμέλειαν δηλοῖ, ἐπεὶ μὴ ἐῶνται τὰ τοιαῦτα σώματα καπνίζεσθαι, ἀλλὰ δηλαδὴ ἐκτὸς καπνοῦ τίθενται, ἵνα λαμπρὰ ὦσι καὶ οὕτως ἐκπληκτικά. ὅτι δὲ τὸ μὴ ἐκ καπνοῦ τὰ ὅπλα τεθεῖσθαι ἀμέλειαν αὐτῶν ἐμφαίνει, δηλοῖ ὁ γράψας τὸ, ἡ δ' ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται, ἀμεληθεῖσα δηλονότι διὰ τὸ εἰρήνην εἶναι. παράφρασις δὲ πάντως τοῦ καπνοῦ προκεῖσθαί τι τὸ ἐν φεψάλῳ κρέμασθαι. φέψαλοι γάρ, φασι, καὶ φεψάλυγες, ὧν χρῆσις καὶ παρὰ Λυκόφρονι, σπινθῆρες ἀναφερόμενοι ἐκ τῶν καιομένων ξύλων, οἷς οὐκ ἂν εἴη μὴ καὶ καπνὸν συναναφέρεσθαι. οὐ πάρεργον δ' ἐνταῦθα εἰπεῖν καὶ ὅτι ἐκ τοῦ φέβω φέψω εἴη ἂν ὁ φέψαλος, οὗ δηλαδὴ φέβεταί τις τὸ ἅλμα ἤγουν φεύγει.

(Vers. 290.) Τὸ δὲ κατῄκισται ἀντὶ τοῦ κακῶς ἔπαθεν, ἐκ μεταφορᾶς τῶν αἰκιζομένων σωμάτων· ἢ ἀεικῶς καὶ ἀεικελίως ἔχει τῆς προτέρας καταστάσεως. Ἀϋτμὴ δὲ πυρὸς ὁ καπνὸς, ὡς ἀναθυμίασις, παρὰ τὸ ἄω καὶ ἀΰω τὸ πνέω· ἐπεὶ πνευμάτων ἡ ἀναθυμίασις γεννητικόν.

(Vers. 293.) Τὸ δὲ τρώσητε ἀντὶ τοῦ βλάψητε· ἐξ οὗ καὶ τρώμη, ἡ τρῶσις Ἰωνικῶς.

(Vers. 296.) Βοάγρια δὲ, ὡς καὶ ἐν Ἰλιάδι, ἀσπίδες ἐκ βοῶν ἀγρίων καὶ ὅσα ἄλλα ἐῤῥέθη ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ἡ περὶ τῶν ὅπλων ἐνταῦθα παραγγελία τῇ τῆς τ μάλιστα ῥαψῳδίᾳ ᾠκείωται κατὰ τοὺς παλαιούς· ὧδε γὰρ ὀβελίζονταί, φασι, τὰ τοιαῦτα ἔπη μετὰ καὶ ἀστερίσκων· ἐκεῖ δὲ καιριώτατα κεῖνται ὅπου καὶ εἶδεν Ὀδυσσεὺς τὰ ὅπλα. νῦν γάρ, φησιν, ἐν ἀγροῖς ὢν πῶς οἶδεν ὅτι πρόχειρα κεῖνται ὅπλα ἐν τῷ οἴκῳ; Σημείωσαι [125] δὲ καὶ τὸ ἄδηλον ἐν τούτοις τῆς τῶν πραγμάτων συμπτώσεως. οὐ γὰρ συνεῖδεν Ὀδυσσεὺς νῦν, εἰ καὶ ἄλλων ὅπλων δεήσονται ἐπέκεινα τῶν δύο φασγάνων καὶ δύο δουράτων καὶ δύο βοαγρίων· ὅτε μέντοι προσεπιγένωνται καὶ οἱ δύο δοῦλοι ἐπαμύντορες, τότε δεηθέντες εὐπορήσουσι καὶ ἑτέρων ὅπλων, ὡς τὸ πρᾶγμα δίδωσιν.

(Vers. 300.) Ὅτι Ὀδυσσεὺς μετὰ τὸ βουλεύσασθαι, ὅσα ἐχρῆν, παραινεῖ τῷ υἱῷ μηδενὶ ἐκφῆναι τὴν πατρικὴν ἔλευσιν, φυλάσσων τὸ, κρύβδην οὐδ' ἀναφανδὰ εἰς τὴν πατρίδα ἐλθεῖν, ὃ καὶ προπαρήγγελται. φησὶ γοῦν οὕτως· εἰ ἐτεόν γ' ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, μή τις ἔπειτ' Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, μὴ Λαέρτης, μὴ συβώτης,

(Vers. 303.) μήτε τις οἰκήων, τουτέστι τῶν ἁπλῶς ἐν τῷ οἴκῳ, μήτ' αὐτὴ Πηνελόπεια, ἀλλ' οἶοι σύ τ' ἐγώ τε γυναικῶν γνώομεν ἰθὺν, τὴν κατὰ ψυχὴν δηλαδὴ ὁρμήν.

(Vers. 305.) καί τινος δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, ἤτοι πειρηθείημεν, ὅς τε ἡμᾶς τίει καὶ δείδιε θυμῷ, καὶ ὃς οὐκ ἀλέγει, σὲ δ' ἀτιμᾷ τοῖον ἐόντα. καὶ οὕτω μὲν ὁ πατήρ.

(Vers. 309.) Τηλέμαχος δὲ καὶ νῦν δεικνὺς κατ' ἴχνη θέειν τῆς πατρικῆς ἀγχινοίας, καί πως καὶ ὀρθοῦν ἐθέλων τραγῳδικῶς, τὸν μέγαν, ὡς καὶ προεῤῥέθη, ὁ σμικρότερος, πρῶτα μὲν ἑαυτὸν συνιστᾷ ἐφ' οἷς ἀπῃτήθη σιγᾶν, εἰπών· ὦ πάτερ, ἤτοι ἐμὸν θυμὸν καὶ ἔπειτά γε ὀΐω γνώσεαι, οὐ μὲν γάρ τι χαλιφροσύναι με ἔχουσιν. εἶτα καὶ διορθούμενος εὐλαβῶς τὸν πατέρα ἐπὶ τῷ κατὰ τοὺς δμῶας κεφαλαίῳ φησίν·

(Vers. 311.) ἀλλ' οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω ἡμῖν ἀμφοτέροισι, σὲ δὲ φράζεσθαι ἄνωγα. δηθὰ γὰρ αὕτως εἴσῃ ἑκάστου πειρητίζων, ἔργα μετερχόμενος. τοὶ δ' ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδέ τι φειδώ. ἔστι δὲ ὁ τοῦ λόγου νοῦς, ὅτι ἀκερδές ἐστι τὸ πειρᾶσθαί σε τῶν ἀνδρῶν, ὧν οἱ πλείους ἔξω τῆς νήσου περὶ τὴν ἤπειρον. ἐν ὅσῳ γὰρ αὐτὸς μετέρχῃ τὰ ἐκείνων ἔργα, ἐν τοσούτῳ οἱ μνηστῆρες τὰ κατ' οἶκον ἐκκενώσουσι.

(Vers. 316. sqq.) διὸ καὶ συμβουλευόμενος τὸ ἄλλως ποιητέον φησίν· ἀλλ' ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσὶν, ἤτοι ἀναμάρτητοι. πᾶσαι γὰρ ἐν τῷ οἴκῳ οὖσαι οὐ δώσουσι τριβὴν καιροῦ. ἀνδρῶν δ' οὐκ ἂν ἔγωγε κατὰ σταθμοὺς ἐθέλοιμι ἡμέας πειράζειν, ἀλλ' ὕστερα ταῦτα πένεσθαι εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας· ἐξ οὗ δηλαδὴ ὁρμώμενος ἔφης ἀμύντορα τὸν Δία ἡμῖν ἔσεσθαι. ὡς εἴ γε μὴ τοῦθ' οὕτως ἔχει, τότε δὴ καὶ δμώων πειρητέον, καὶ ἑτέρους δὲ προσαιτεριστέον ἀμύντορας. Ἰστέον δὲ ὅτι τὸ, καὶ αἵματος ἡμετέροιο διασάφησίς ἐστι τοῦ, ἐμός ἐσσι. ἄλλως γὰρ τὸ ἐμὸς οὐ δηλωτικόν ἐστι τοῦ ἐξ αἵματος ἤτοι σπέρματος.

(Vers. 307.) Τὸ δὲ σὲ ἀτιμᾷ τοῖον ἐόντα, ἔμφασίν τε ἔχει ἐπαίνου μυστικὴν ὡς μεγάλου φανέντος τοῦ Τηλεμάχου κατὰ τὴν νῦν πεῖραν. καὶ ἄλλως δὲ χαρίζεται αὐτῷ, ὡς λυπουμένου τοῦ πατρὸς εἴ περ ἀτιμᾶται ὁ τοιοῦτος Τηλέμαχος.

(Vers. 317.) τοῦτό τε αὖθις ἀνταποδιδοὺς ὁ υἱὸς ἁμαρτητικὰς ἔφη δμωΐδας τὰς ἀτιμαζούσας τὸν Ὀδυσσέα, ὡς δηλοῖ τὸ, αἵ σε ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσί. Δῆλον δὲ ὅτι πρωτότυπον τοῦ ἀτιμάζω τὸ ἀτιμᾶν, ἐξ οὗ καὶ τὸ ἠτίμησε καὶ τὸ ἀτίμητος ἐν Ἰλιάδι.

(Vers. 310.) Τὸ δὲ καὶ ἔπειτά γε ὀΐω γνώσεαι, ἀποστατικῶς μὲν ἔχει ἐπεντεθειμένον τὸ ὀΐω, ἢ καὶ ἄλλως ἐλλιπῶς ἐφράσθη ἀντὶ τοῦ, ἔπειτα ὡς ὀΐω γνώσεαι. καὶ οὕτως ἐσχημάτισται· ὡς τό γε κοινότερον ἦν ἂν οὕτως· ἔπειτά γε ὀΐω σε γνώσεσθαι. ἐνδοιασμὸν δὲ εὐλαβῆ ἔχει, ὡς ἂν μὴ δόξῃ καὶ ὁ νεανίας ἀλαζονεύεσθαι, οἷς λέγει μὴ ἔχεσθαι χαλιφροσύναις, τουτέστιν ἀφροσύναις, ἐξ ὧν χαλίφρων ὁ τὰς φρένας κεχαλασμένος καὶ ἔκλυτος, ὡς καὶ ἀλλαχοῦ ἐγράφη.

(Vers. 312.) οὕτω δὲ καὶ τὸ, σὲ δὲ φράζεσθαι ἄνωγα, ἐπιεικῶς ὁ νεανίας ἔφη δι' εὐλάβειαν, ἵνα μὴ τῷ ἀποφαντικῷ τῆς βουλῆς λυπήσῃ τὸν πατέρα. Ἔστι δὲ τὸ, σὲ δὲ φράζεσθαι ἄνωγα, ἀντὶ τοῦ, σὺ δὲ φράζου εἴτε συμφέρον εἴτε καὶ μὴ, ὅ περ ἂν ἐγὼ εἴπω, ἢ καὶ ὅ περ σὺ εἶπας περὶ τοῦ ἀποπειρᾶσθαι τῶν ἀνδρῶν.

(Vers. 313.) Τὸ δὲ πειρητίζειν ταυτὸν τῷ πειρᾶσθαι, ἅ περ ἄμφω ἐν τούτοις κεῖνται. γίνεται δὲ ἀπὸ τοῦ πεῖραρ πείρατος κατὰ τροπὴν φωνήεντος ἔθιμον.

(Vers. 316.) Δεδάεσθαι δὲ τὸ μανθάνειν, ἐξ οὗ ἀόριστος τὸ δεδάασθαι, εἰς τοσοῦτον οὐκ εὔχρηστον γράφειν, ὥστε ἄτριπτον καὶ τῷ ποιητῇ. γέγονε δὲ κατὰ ἀναδιπλασιασμὸν καὶ ἀπέλευσιν διχρόνου ἐκ τοῦ δαίεσθαι, ὅ ἐστι μανθάνειν.

(Vers. 318.) Τὸ δὲ κατὰ σταθμοὺς πειράζειν ὅμοιόν ἐστι τῷ πειρητίζειν ἐν τῷ ἔργα μετέρχεσθαι, τὰ γεωργικὰ δηλαδή.

(Vers. 314.) Σημείωσαι δὲ καὶ ὅτι οὐκ ἔσχεν ὁ γέρων ἀντειπεῖν οἷς ἐνόησεν ὁ Τηλέμαχος, ὡς εἶναι κἀνταῦθα εἰπεῖν τὸ, σύν τε δύ' ἐρχομένω καὶ ἑξῆς, καὶ τὸ, συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν.

(Vers. 311.) Τὸ δὲ, ἀλλ' οὔ τοι τόδε κέρδος καὶ ἑξῆς οἱ δύο στίχοι, τέλους εἰσὶ δηλωτικοὶ οὐκ [126] ἀγαθοῦ. Οἱ δὲ ἀνωτέρω ἕτεροι δύο στίχοι, ἤγουν τὸ, ὦ πάτερ ἤτοι ἐμὸν θυμὸν καὶ ἑξῆς, προσώπου εἰσὶ συστατικοὶ ἐπὶ φρονήσει.

(Vers. 314.) Βιαίαν δὲ δαπάνην φράζει τὸ, οἱ δ' ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσι καὶ ἑξῆς.

(Vers. 318.) Κώλυσις δὲ ἀκαίρου πείρας τὸ, ἀνδρῶν δ' οὐκ ἂν ἔγωγε καὶ ἑξῆς οἱ δύο στίχοι.

(Vers. 301.) Ἰστέον δὲ καὶ ὅτι ὀκνεῖ Ὀδυσσεὺς ἀκουσθῆναι τοῖς οἰκείοις ὡς ἔνδον ἐστὶν, ἵνα μὴ περιχαρεῖς γενόμενοι ἐπίσημον τὴν αὐτοῦ ποιήσωσιν ἔλευσιν καὶ οὕτω κωλυθῇ μὲν ἡ τῶν μνηστήρων πανωλεθρία, γένηται δὲ καὶ ὁ ἀναγνωρισμὸς ἧττον παράδοξος, ἄλλως δέ γε πάνυ θαυμάσιον τῷ τε Λαέρτῃ καὶ τῇ Πηνελόπῃ, αἴφνης τὸν Ὀδυσσέα ἰδεῖν καὶ ἅμα τοὺς μνηστῆρας τεθνεῶτας μαθεῖν. ποιεῖ δὲ τοῦτο καὶ τοῖς Ἰθακησίοις πάνυ πολλὴν κατάπληξιν.

(Vers. 322.) Ὅτι κατάγεται ναῦς ἐνταῦθα εὐεργὴς, τουτέστιν ἐλλιμενίζεται, ἣ ἔφερε Τηλέμαχον Πυλόθεν. Καὶ ὅρα τὸ φέρειν ἐπὶ ἐμψύχου καὶ νῦν λεχθέν. καλῶς μέντοι ἐπὶ νηὸς, ἧς τὰ ἐντὸς φόρτος λέγεται.

(Vers. 333.) Ὅτι δύο τούτους Ὅμηρος πλάσας τὸν κήρυκα Μέδοντα καὶ τὸν συβώτην Εὔμαιον τῆς αὐτῆς ἕνεκ' ἀγγελίης ἵκοντας εἰς Πηνελόπην ποιεῖ αὐτοὺς διαφόρως ἀπαγγέλλοντας, ποικίλλων καὶ οὕτω τὴν γραφήν.

(Vers. 336.) κῆρυξ μὲν γὰρ μέσῃσι μετὰ δμωῇσιν ἔειπε, γοργῶς ἀγγείλας. ἦ δή τοι βασίλεια, φίλος πάϊς εἰλήλουθε.

(Vers. 338.) συβώτης δὲ τῇ δεσποίνῃ ἄγχι παραστὰς εἶπε πάνθ' ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι, ὅ περ οὐκ ἀξιοῖ ἄρτι Ὅμηρος εἰπεῖν ὡς ἤδη ῥηθέν. ἔστι δὲ ἐκεῖνο, ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα, ὅ περ οὐδὲ ἀκέραιον ὂν ἔπος πληθύνει συνήθως ὁ ποιητὴς εἰπὼν, πάνθ' ὅσα, ὡς εἴ περ ἦσαν πολλά. καὶ εἰσὶν ἀληθῶς εἰ καὶ μὴ πολλὰ, πλείω δ' οὖν ὧν εἶπεν ὁ κῆρυξ. οὐ γὰρ μόνον φησὶν ὁ συβώτης κατὰ τὸν κήρυκα ὅτι ἦλθεν ὁ παῖς, ἀλλὰ καὶ ὅτι σῶς ἐστίν. ἐνταῦθα δὲ συννοεῖται καὶ ἡ τῶν ἑταίρων σωτηρία καὶ ἡ τῆς νεώς. πολύνους ἄρα ἡ διὰ τοῦ συβώτου ἀγγελία πρὸς τὴν δέσποιναν. διὸ καὶ τὸ πάντα οἰκεῖον ἐπ' αὐτῆς, δι' οὗ ποσὸν δηλοῦται διωρισμένον, ὡς καὶ ἐν τῷ, πᾶσαι κρῆναι καὶ πάντες ποταμοί. οὐ μὴν συνεχὲς ὡς ἐν τῷ, πᾶν δ' ὑπερθερμάνθη ξίφος αἵματι. Ἰστέον δὲ καὶ ὅτι ὥς περ ἐνταῦθα δοκεῖ τὸ πάντα ἐπὶ δύο εἰπεῖν, ἤγουν ἐπὶ τοῦ σῶς ἐστὶ καὶ τοῦ ἐλήλυθεν, οὕτω καὶ πρὸ τούτων ἐν τῷ, ἐμοὶ δ' ἐπὶ πάντ' ἔταλτο, ἤγουν τὸ ἀνακλῖναι λόχον καὶ τὸ ἐπιθεῖναι.

(Vers. 340.) Κεῖται δ' ἐνταῦθα καὶ ἀπειπεῖν τὸ ἀπαρτίσαι λόγον ἐν τῷ, ἐπεὶ δὲ πᾶσαν ἐφημοσύνην ἀπέειπε. λέγει δὲ πᾶσαν ἐφημοσύνην τὴν ῥηθεῖσαν τοῦ Τηλεμάχου ἐντολὴν ἐπὶ τῇ βραχυτάτῃ ἀγγελίᾳ. Καὶ ὅρα καὶ τὸ πᾶσαν, ὡς ἐπὶ πολλοῦ τινὸς ῥηθέν. Ἰστέον δὲ ὅτι ἄλλως κοινότερον τὸ ἀπειπεῖν παρὰ τοῖς μεθ' Ὅμηρον· ταυτὸν γάρ ἐστι τῷ ἀπαγορεῦσαι, οἷον· τάλαιν' ἀπεῖπον ἄλγει. τὸ δ' αὐτὸ καὶ ἀπαυδᾶν καὶ ἀπειρηκέναι λέγεται.

(Vers. 341.) Ὅτι τὸ, λίπε δ' ἕρκεά τε μέγαρόν τε, ἀντὶ τοῦ μακρὰν γέγονε τοῦ οἴκου. ἀφελῶς δὲ τοῦτο ἐῤῥέθη κατὰ περίφρασιν ἀντὶ τοῦ, ἀνεχώρησε. Τὰ δὲ ἕρκεα ὑποκατιὼν τειχίον λέγει αὐλῆς.

(Vers. 342.) Ὅτι σιγηλῆς λύπης δήλωσις τὸ, οἱ δεῖνα ἀκάχοντο κατήφησαν δ' ἐνὶ θυμῷ. πάσχουσι δὲ τοῦτο οἱ μνηστῆρες μαθόντες ἐπανελθεῖν ἀβλαβῆ τὸν Τηλέμαχον. Ὅρα δὲ τὸ κατήφησαν ἐκ τοῦ κατηφῶ κατηφήσω τοῦ καὶ ἐν ἄλλοις κειμένου, τὸ μέντοι κατηφιᾶν κοινόν. ὅμοιον δὲ καὶ τὸ μειδῶ μειδήσω καὶ μειδιῶ. Δῆλον δὲ ὅτι ταυτὸν τὸ ἀκάχοντο καὶ τὸ κατήφησαν.

(Vers. 343.) Ὅτι αὐτοσχέδιον ἀγορὰν φράζει τὸ, ἐκ δ' ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο. μνηστῆρες δὲ τοῦτο ποιοῦσιν, οἳ καὶ νῦν, καθά που καὶ ἀλλαχοῦ,

(Vers. 346.) μέγα ἔργον τελεσθῆναι φασὶ Τηλεμάχῳ τήνδε ὁδὸν, ἣν ἔλεγον μὴ ἂν τελεσθήσεσθαι. καὶ τοῦτο μὲν λόγος Εὐρυμάχου.

(Vers. 364.) Ἀντίνοος δὲ μετ' ὀλίγα ὑψηλότερον τὸν λόγον μεταχειριζόμενος ἐν τῷ ἐπανελθεῖν ἐκ τοῦ λόχου φησὶν ἐν θαύματι· ὦ πόποι, ὡς τόνδ' ἄνδρα θεοὶ κακότητος ἔλυσαν, οἷα θεοφιλῆ.

(Vers. 365.) καὶ κατασκευάζων ἐπάγει· ἤματα μὲν σκοποὶ ἷζον ἐπ' ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι, τουτέστι πυκνότεροι, ὡς πολλαχοῦ φαίνεται. ἅμα δ' ἠελίῳ καταδύντι οὔ ποτ' ἐπ' ἠπείρου νύκτ' ἄσαμεν, ὅ ἐστιν ἀνεπαυσάμεθα, ἀνεπνεύσαμεν, ὡς ἀπὸ τοῦ ἄω ἄσω, ἀλλ' ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν Τηλέμαχον λοχόωντες,

(Vers. 369.) ἵνα φθίσωμεν ἑλόντες αὐτόν. καλῶς ἄρα περιώδευε τὸν πλοῦν, ἵνα ἐκφύγῃ τοὺς οὕτω τεχνικῶς λοχῶντας. καὶ ἦν οὐκ ἄνευ ἀγαθῆς τύχης τὸ διεκφυγεῖν αὐτόν. διὸ καὶ θαυμάζουσιν, ὡς εἰκὸς, οἱ ἐνεδρεύσαντες.

(Vers. 367.) Τὸ δὲ νύκτα ἄσαμεν ἤγουν, ὡς ἐῤῥέθη, ἀνεπαυσάμεθα, κεῖσθαι ἀφετέον παρ' Ὁμήρῳ οἷα οὐκ εὔχρηστον ὂν εἰς γραφὴν ὥς περ οὐδὲ τὸ φθίσωμεν, οὗ περ ἐδιφορεῖτο ἡ γραφή.

(Vers. 349.) Ὅτι ἐρέτας ἁλιῆας ἐνταῦθα [127] λέγει ὁ ποιητὴς ἢ κοινῶς τοὺς ἁλιευτὰς ἢ καὶ ἄλλως ἁπλῶς τοὺς περὶ ἅλα πονουμένους, κυριολεκτῶν πάντως.

(Vers. 351.) Ὅτι Εὐρυμάχου εἰπόντος, δεῖν εἶναι σταλῆναι τοὺς ἀνακαλεσομένους ἐκ τοῦ λόχου τὸν Ἀντίνοον καὶ τοὺς περὶ αὐτὸν, οὔ πω πᾶν εἴρητο, καὶ Ἀμφίνομος εἷς τῶν μνηστήρων ἴδε νῆα, ᾗ συννοητέον καὶ τοὺς ἐν αὐτῇ, στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντὸς,

(Vers. 353.) ἱστία τε στέλλοντας, ἐρετμά τε χερσὶν ἔχοντας, ὃ δὴ βραχυτάτη ἐστὶ κατάπλου διασκευὴ, ὡς καὶ προείρηται. ἡδὺ δ' ἂρ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι, μή τινα ἔτι ἀγγελίην ὀτρύνομεν, οἵδε γὰρ ἔνδον.

(Vers. 356.) ἤ τίς σφιν τόδ' ἔειπε θεῶν ὡς εἴ περ ἦσαν θεοφιλεῖς οἱ ὑπερφίαλοι, ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν τοῦ Τηλεμάχου δηλαδή. τὴν δ' οὐκ ἐδύναντο κιχῆναι, ἤγουν καταλαβεῖν, ὡς ἀπὸ τοῦ κιχαίνω ἢ κίχημι.

(Vers. 351.) Καὶ ὅρα τὸ, οὔ πω πᾶν εἴρητο, καινῶς λεχθὲν, ὡς καὶ προεμνημονεύθη. λείπει γὰρ ἢ τὸ ἔπος ἢ τὸ νόημα ἢ ἴσως τὸ ῥῆμα, ληφθὲν ἀπὸ κοινοῦ ἐκ τοῦ εἴρητο· τῇ σπουδῇ δὲ τοῦ λαλοῦντος καὶ ἡ φράσις συντετρόχασται.

(Vers. 354.) Τὸ δὲ ἐκγελάσαι ἴσως μὲν τὸ χανδὸν γελάσαι δηλοῖ, ἴσως δὲ καὶ τὸ ἐξεπιπολῆς οἷα βαρυνομένης τῆς ψυχῆς διὰ τὸ περισωθῆναι τὸν Τηλέμαχον κατὰ τὸ, ἐκ δ' ἐγέλασε Ζεὺς, παρ' Ἡσιόδῳ.

(Vers. 350.) Ὅτι δὲ βαρύνεται ὁ Εὐρύμαχος, δῆλον καὶ ἐκ τοῦ μὴ πρὸς ὄνομα ἐθελῆσαι φράσαι τοὺς ἐλλοχῶντας ἀλλὰ κατὰ ἀντωνυμίαν. ἀγείρομεν γάρ, φησιν, οἳ τάχιστα κείνοις ἀγγείλωσι νέεσθαι. ὧν καὶ αὐτῶν χρῄζει ὁ ποιητὴς εἰς τὴν μετὰ μικρὸν ἀναίρεσιν, ἵνα μηδεὶς ἐκφύγῃ τὸν ὄλεθρον.

(Vers. 356.) Τὸ δὲ ἤ τις ἔειπε θεῶν, ἦθος δηλοῖ τοῦ Ἀμφινόμου ὡς οἷα ἐπιῤῥεπῶς ἔχοντος ἀνάγειν εἰς τὸ θεῖον τὰ πράγματα. διὸ καὶ μετ' ὀλίγα ἐν τοῖς κατὰ Τηλεμάχου θεῶν εἴρεσθαι βουλὰς συμβουλεύει καὶ μὴ ἄλλως ἐγχειρῆσαι κτείνειν ἐκεῖνον. Ὅτι δὲ Δουλιχεὺς ὁ τοιοῦτος Ἀμφίνομος καὶ ὡς προσεῖχεν αὐτῷ ἡ Πηνελόπη, μετ' ὀλίγα ῥηθήσεται.

(Vers. 361.) Ὅτι μυστηριακῆς ἀγορᾶς τὸ, αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τιν' ἄλλον εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων. ἔστι δὲ μεταΐζειν τὸ συνίζειν.

(Vers. 370.) Ὅτι Ἀντίνοος μηδὲν κατὰ Τηλεμάχου ἀνύσας ἐν τῷ λοχᾶν καὶ ὅμως ἑαυτὸν συνιστῶν ὡς μὴ φαύλως λοχαγήσαντα, εἰ καὶ εὐτυχῶς ἀπήλλαξεν ὁ Τηλέμαχος, καὶ μέθοδον δὲ ἑτέραν ὑποβάλλων, δι' ἧς ὁ κατὰ θάλασσαν εὐπραγήσας κινδυνεύσει κατὰ χέρσον, δημηγορεῖ παρὰ τοῖς μνηστῆρσιν, ὡς τέως μὲν ἀπήγαγεν αὐτὸν οἴκαδε θεὸς, ἡμεῖς δ' ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον

(Vers. 372.) μηδ' ὑμᾶς ὑπεκφύγῃ, τοὺς τοσούτους δηλαδὴ, εἰ καὶ τοὺς εἴκοσι διέδρα τοὺς ἐλλοχῶντας. καὶ αἰτίαν προστιθεὶς φησίν· οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσεσθαι τάδε ἔργα, τὰ ὑπ' αὐτοῦ δηλονότι ῥηθησόμενα. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, ὅ περ ἔπαινός ἐστι φρονίμου ἀνδρός. λαοὶ δ' οὐκέτι πάμπαν ἐφ' ἡμῖν ἦρα φέρουσιν, ἤγουν οὐδεμίαν χάριν ἡμῖν ἔχουσιν, οὐ κεχαρισμένοι εἰσὶν ἡμῖν οἷα τὸ βασιλικὸν γένος φιλοῦντες εὐνοϊκῶς. εἶτα καὶ εἰς τὸν μέλλοντα χρόνον καταβαίνων τεχνικῶς καὶ οὕτω ἐπιμᾶλλον ἀξιῶν κατ' ἐκείνου φησίν·

(Vers. 376.) ἀλλ' ἄγετε πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς εἰς ἀγορήν· οὐ γάρ τι μεθησέμεναι ὀΐω, ἀλλ' ἀπομηνίσει, ἐρέει δ' ἐν πᾶσιν ἀναστὰς οὕτω πως δριμύτατα καὶ συντομώτατα, οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ' ἐκίχημεν. οἱ δ' οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα, μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι γαίης ἡμετέρης, ἄλλων δ' ἀφικώμεθα δῆμον·

(Vers. 383.) ἀλλὰ φθέωμεν, ἤγουν φθῶμεν, προλάβωμεν, ἑλόντες ἐπ' ἀγροῦ νόσφι πόληος, ἢ ἐν ὁδῷ· βίοτον δ' αὐτοὶ καὶ κτήματ' ἔχωμεν,

(Vers. 385.) δασσάμενοι κατὰ μοῖραν ἐφ' ἡμέας, οἰκία δ' αὖτε κείνου μητέρι δοῖμεν ἔχειν, ἠδ' ὅς τις ὀπυίει. Καὶ ὅρα τὸν νοῦν ὃς τοσούτους μνηστῆρας ἐν τῷ τοῦ Ὀδυσσέως οἴκῳ συνεῖχεν· οὐ δή που γὰρ πᾶσιν αὐτὸ τοῦτο τέλος ἀρίδηλον τὸ τὴν Πηνελόπην γυναῖκα σχεῖν, ἀλλὰ τοῦτο μὲν ἐχρῆν ἕνα τινὰ εὐτυχῆσαι τὸν ἐπικριθέντα ὑπ' αὐτῆς, οἱ δὲ λοιποὶ συντεθειμένον εἶχον δάσασθαι τὰ τοῦ Ὀδυσσέως ἅπαντα κτήματα κατὰ μοῖραν, εἰ δή τις ἐν τοῖς τοιούτοις μοῖρα ἤτοι προσῆκον, μόνα δὲ ἀφεῖναι τῇ γυναικὶ τὰ δώματα, ὡς εἰ καί τις πίθον πρὸς βίαν ἀπαντλήσας ἀγαπητῶς ἀφήσει τῷ δεσπότῃ, κἂν γοῦν τὸ ἀγγεῖον κενόν. Τηλεμάχου δὲ αὐτοῖς ἐν τῷ δασμῷ μνεία οὐδεμία, πρῶτον γὰρ κτεῖναι αὐτὸν ἐβούλοντο, καὶ ταῦτα μὲν οὕτω γενναίως δημηγορηθέντα καὶ πεῖσαι τοὺς κακοὺς ἰσχύοντα.

(Vers. 380.) Ἐν οἷς ὅρα καὶ ὡς δεδίασιν οἱ ἐν τέλει τὴν τοῦ δήμου ὀξύτητα ὡς ταπολλὰ, καθὰ καὶ ἡ τοῦ Εὐριπίδου Ἑκάβη δηλοῖ. Ἐπεὶ δὲ προφανῶς ἄδικος ἡ τοῦ Ἀντινόου ἀξίωσις, καὶ, ὡς αὐτὸς ὡμολόγησε, κακὰ τὰ κατὰ μνηστῆρας ἔργα, καὶ οἶδεν ὡς οὐκ ἂν ἔχοι πείσειν· αὐτέλεγκτον γὰρ φύσει τὸ συνειδός·

(Vers. 387.) ἔτι δὲ εἰκὸς καὶ ἔλεον τοῦ μηδὲν αἰτίου [128] Τηλεμάχου ὑπεῖναι τισὶν, ἐκβάλλων ἐκείνων τὸ τοιοῦτον καλὸν, ἐπάγει· εἰ δ' ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βούλεσθε αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, μή οἱ χρήματ' ἔπειτα ἅλις θυμηδέα ἔδωμεν ἐνθάδ' ἀγειρόμενοι, ἀλλ' ἐκ μεγάροιο ἕκαστος μνάσθω ἕδνοισι διζήμενοι. ἡ δ' ἂν ἔπειτα γήμαιτο ὃς ἂν πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.

(Vers. 380.) Ἔστι δὲ καὶ ἐν τούτοις ἰδεῖν, οἷόν τι χρῆμα ὁ κακός. ἰδοὺ γὰρ Ἀντίνοος εἰδὼς καὶ ὁμολογῶν κακὰ εἶναι τὰ τῶν μνηστήρων ἔργα, ὅμως καὶ αὐτὸς ποιεῖν ἐπιμόνως αὐτὰ βούλεται καὶ τοὺς ἄλλους προτρέπεται. ὁ δὲ ποιητὴς καὶ θεόμαχον αὐτὸν παρεμφαίνει. πῶς γὰρ οὐ τοιοῦτος, ὃς διαβεβαιωσάμενος ὅτι θεὸς κακότητος ἔλυσε τὸν Τηλέμαχον καὶ ἀπήγαγεν οἴκαδε, εἶτα πάλιν αὐτῷ ἐπιτίθεσθαι βούλεται;

(Vers. 375.) Τὸ δὲ τοὺς λαοὺς μηδόλως ἦρα φέρειν τοῖς μνηστῆρσι, πιθανολογίαν τινὰ χορηγεῖ τῇ καθ' Ὅμηρον ἱστορίᾳ. οἱ γὰρ τοιοῦτοι οὐκ ἂν λυπηθεῖεν ὕστερον, οὐδ' ἀμύναιντο πεσόντων μνηστήρων. Ὅτι δὲ ἦρα τὴν χάριν λέγει, προδεδήλωται σαφῶς. Τὸ δὲ ὁμηγυρίζειν ὅμοιόν ἐστι τῷ σωφρονίζειν καὶ τοῖς τοιούτοις. ὁμηγυρέονται μὲν γάρ τινες αὐτοὶ, ὁμηγυρίζονται δὲ ὑπ' ἄλλων.

(Vers. 378.) Τὸ δὲ ἀπομηνίσει περιττὴν κἀνταῦθα ὡς καὶ ἐν Ἰλιάδι ἔχει τὴν πρόθεσιν. ἄλλως γὰρ κυρίως ἀπομηνῖσαι τὸ ἀποθέσθαι μῆνιν. τοῦτο δὲ καὶ ἐσχημάτισται. τὸ γὰρ ἀκόλουθον ἦν κοινότερον οὕτω· οὐ γάρ μιν μεθήσειν ὀΐω, ἀλλ' ἀπομηνίσειν, ἐρέειν τε ἀναστάντα.

(Vers. 379.) Τὸ δὲ ῥάπτειν φόνον ποιητῇ μὲν χρήσιμον, κακόζηλον δὲ ἐν λόγῳ πεζῷ διὰ τὸ μὴ προσκεῖσθαι καὶ ἑτέραν τινὰ λέξιν σύστοιχον πρὸς τὸ ῥάπτειν. ἀνάττικον δὲ τὸ ἐράπτομεν δι' ἑνὸς ῥῶ, φυσικὸν δὲ ὅμως καὶ κοινόν. Τὸ δὲ ἐκίχημεν παρατατικός ἐστι τοῦ κίχημι· ἐξ οὗ τὸ κιχῆναι, ὡς καὶ πρὸ βραχέων εἴρηται.

(Vers. 381.) Τὸ δὲ μή τι κακὸν ῥέξωσιν ἐλλειπτικῶς ἔχει. λείπει γὰρ τὸ, διὸ δέδοικα ἢ ἄλλο τι ὅμοιον. θυμοῦ δὲ σχῆμα τοῦ πολλοῦ μὴ ἐῶντος λαλεῖν ἀνελλιπῶς, ὁποῖόν τι καὶ τὸ, ἀλλ' ἄγετε πρὶν κεῖνον ὁμηγυρίσασθαι εἰς ἀγορὴν Ἀχαιούς.

(Vers. 376.) ἐν γὰρ τῷ ἄγετε λείπει ῥῆμα πληθυντικὸν, οἷον τὸ, ὀλοθρεύσωμεν ἢ ἀνέλωμεν ἢ ἑτεροῖόν τι τοιοῦτον πρὸς ἀκολουθίαν τοῦ, φραζώμεθα λυγρὸν ὄλεθρον. οὕτω δὲ καὶ τὸ, εἰ δ' ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βούλεσθε αὐτὸν ζῆν, ἄρσεώς τινος λείπεται, οἷον· εἰ δὲ ἀφανδάνει, καὶ οὐ δοκεῖ καλὸν ὁ φόνος ἀλλὰ βούλεσθε αὐτὸν ζῆν. τοῦτο μέντοι δύναται καὶ ἀνελλιπῶς ἔχειν, εἴ τις νοήσει τὸν ἀλλα σύνδεσμον ἀντὶ τοῦ δε, ἵνα λέγῃ, ὡς εἴ περ ὑμῖν τάδε ἀφανδάνει, βούλεσθε δὲ αὐτὸν ζῆν.

(Vers. 383.) Τὸ δὲ ἐπ' ἀγροῦ ἐπιθέσθαι τῷ Τηλεμάχῳ ἢ ἐν ὁδῷ πάνυ δυνατῶς καὶ ἀσφαλῶς ὁ κακὸς Ἀντίνοος ὑποτίθησι, καὶ εἰ ἐξενίκησεν ἡ τοιαύτη βουλὴ, ἦν ἂν ἄφυκτον τὸ κακόν. αὐξήσας οὖν οὕτω τὸ δεινὸν ὁ ποιητὴς καὶ τὸν ἀκροατὴν θέμενος ἐναγώνιον λύσει τὴν ἀγωνίαν ταύτην καὶ τὸ ἄπορον πιθανῶς διὰ τοῦ Ἀμφινόμου.

(Vers. 389.) Τὸ δὲ θυμηδὲς ὁμοίως παρῆκται τῷ μελιηδές. ἐναντίον δὲ πρὸς τὸ θυμηδὲς τὸ θυμαλγές.

(Vers. 392.) Τὸ δὲ πλεῖστα πόροι, πρὸς τὴν τῆς Πηνελόπης ἀξίαν ἐῤῥέθη, ὡς πλείστων ἀξιουμένης. Τὸ δὲ μόρσιμος ἔλθοι, τὸν Ὀδυσσέα ἐθέλει προκαλεῖσθαι ἀστείως, ὃς καὶ πλεῖστα τῇ Πηνελόπῃ πάλαι ποτὲ χρόνου ἔπορε. καὶ ἔστι τοῦτο οἷόν τις φήμη μαντευομένη τὰ ὑπὲρ Ὀδυσσέως, λελοξευμένου τοῦ πόροι, καὶ νοουμένου ἐπὶ Ὀδυσσέως ἀντὶ τοῦ, ἔπορε, σχήματι Ἀττικῷ.

(Vers. 394.) Ὅτι Ἀντινόου συμβουλευσαμένου κτεῖναι Τηλέμαχον, Ἀμφίνομος Νίσου φαίδιμος υἱὸς, ὃς ἐκ Δουλιχίου ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ ἥνδανε μύθοισι, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν. ὁ τοίνυν Ἀμφίνομος μόνος οὗτος ἀντειπὼν, ὦ φίλοι, φησὶν, οὐκ ἂν ἔγωγε κατακτείνειν ἐθέλοιμι Τηλέμαχον. δεινὸν δὲ γένος βασιλήϊόν ἐστι κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς. Εἰ μέν κ' αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, αὐτός τε κτενέω, τούς τ' ἄλλους

(Vers. 404.) πάντας ἀνώξω· οὗ θέμα ἀνώγω τὸ κελεύω.

(Vers. 405.) εἰ δέ κ' ἀποτρωπῶσιν ἤτοι ἀποτρέπωσιν αἱ ῥηθεῖσαι θέμιστες, παύσασθαι ἄνωγα.

(Vers. 402.) καὶ οὕτω προθέσει μαντείας ἐκφεύγει προφανῆ κίνδυνον ὁ Τηλέμαχος. καὶ οὐκ ἔστιν ἄλλως λῦσαι πιθανώτερον τὴν ἀπορίαν τοῦ πῶς ὁ Τηλέμαχος οὐκ ἐπεβουλεύθη ἐπ' ἀγροῦ ἢ ἐν ὁδῷ.

(Vers. 397.) οὐχ' ἁπλῶς δὲ ἁνδάνει τῇ Πηνελόπῃ ὁ Ἀμφίνομος, ἀλλὰ μάλιστα τῶν λοιπῶν μνηστήρων. καὶ οὐδ' ὡς ἀνδρεῖος, τοιοῦτοι γὰρ μάλιστα Ἀντίνοος καὶ Εὐρύμαχος, οἳ ἀρετῇ πάντων ἦσαν ἔξοχοι,

(Vers. 398.) ἀλλ' ὡς φρεσὶ κεχρημένος ἀγαθαῖς· χαίροι γὰρ ἂν ἡ περίφρων τῷ ὁμοίῳ. οὐκ ἔσται δὲ ὄφελος τῷ Ἀμφινόμῳ, εἰ μόνον φρεσὶ κέχρηται ἀγαθαῖς· καὶ κλέπτης γὰρ ἄν ποτε ἢ καὶ μοιχὸς φρεσὶ χρώμενοι ἀγαθαῖς, ὡς μὲν τοιοῦτοι, ἐπαινοῖντο ἂν, ὡς δὲ φαῦλοι κολάζοιντο· οὕτω καὶ Ἀμφίνομος ὡς μὲν [129] φρεσὶ κεχρημένος ἀγαθαῖς ἁνδάνει τῇ Πηνελόπῃ, ὡς δὲ μνηστὴρ ἀφανδάνει. ἐπίτηδες δὲ καὶ τοὺς τοιούτους ὁ ποιητὴς συμπαραλαμβάνει τοῖς ἀτασθάλοις μνηστῆρσιν, ὡς ἂν βραχύ τι ἀνασειράζοιτο ἡ τῶν πλειόνων ὕβρις. Ὅρα δὲ καὶ τὸ, φρεσὶ κέχρητο, ἐξ οὗ παρὰ τῷ ῥήτορι τὸ, κέχρηται συμφορᾷ, καὶ ὅσα τοιαῦτα. καὶ ὡς θεῖον τὸ βασιλικόν ἐστι γένος, καὶ οἷον δεινὸν εἶναι κτείνεσθαι διὰ τὴν θειότητα. καιρία δὲ λέξις τὸ κτείνειν, διὸ καὶ ἐπιμένει αὐτῇ.

(Vers. 402.) Τὸ δὲ θεῶν εἰρώμεθα βουλὰς, ὅμοιον ὡς εἰ καὶ εἶπεν ὅτι κτείνωμεν Τηλέμαχον θεοῦ ἐπισπόμενοι ὀμφῇ.

(Vers. 403.) Τὸ δὲ θέμιστες Διὸς φασί τινες μὴ δεῖν ἐπὶ μαντείας τίθεσθαι· ἀγορᾶς γὰρ καὶ βουλῆς λέξιν εἶναι τὴν θέμιν· διὸ ἀντὶ τοῦ θέμιστες τόμουραι γράφουσιν, ὅ ἐστι μαντεῖαι, ὡς καὶ προγέγραπται. ὄρος γὰρ κατὰ τὸν γεωγράφον Τόμουρος, ὑφ' ὃ κεῖται ἱερὸν τὸ ἐν Δωδώνῃ κατὰ Θεσπρωτίαν. ἐξ οὗ τόμουροι, οἱ ὑπὸ τοῦ ποιητοῦ λεγόμενοι ὑποφῆται Διὸς ἀνιπτόποδες χαμαιεῦναι, καὶ αἱ μαντεῖαι τόμουραι. βέλτιον γάρ, φησι, τομούρους ἢ θέμιστας γράφειν. θέμιστες γὰρ οὐ τὰ μαντεῖα ἀλλ' αἱ βουλαὶ καὶ τὰ βουλεύματα καὶ τὰ νομοθετήματα. Τοῖς δὲ ῥηθεῖσι τομούροις καὶ ὁ παρὰ τῷ Λυκόφρονι συνονομάζεται τόμουρος νημερτέστατος, ἤγουν ὁ τὸ μὴ ὂν ὁρῶν μαντικῶς.

(Vers. 412.) Ὅτι εἰ καὶ καταμόνας οἱ μνηστῆρες ἐβουλεύσαντο κατὰ Τηλεμάχου, ἀλλ' ὅμως ὁ προδηλωθεὶς κῆρυξ Μέδων μαθὼν κατεμήνυσε τῇ Πηνελόπῃ. καὶ αὐτὴ γνοῦσα ἐνόησε φανῆναι τοῖς μνηστῆρσιν, ὡς καὶ ἄλλοτε ποιεῖν εἴωθε κατὰ ποσὰ χρονικὰ διαστήματα, καὶ δὴ ἐμφανισθεῖσα τοὺς μὲν ἄλλους ἀφίησι καθῆσθαι ἐπὶ ξεστοῖσι θρόνοισιν,

(Vers. 418.) Ἀντινόῳ δέ φησιν ἐπιπλήττουσα· Ἀντίνοε ὕβριν ἔχων κακομήχανε, καὶ δὲ ἤγουν δή σέ φασιν ἐν Ἰθάκῃ μεθ' ὁμήλικας εἶναι ἄριστον βουλῇ καὶ μύθοισι· σὺ δ' οὐκ ἄρα τοῖος ἔησθα·

(Vers. 421.) μάργε, τουτέστι μαινόμενε, τί δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε ῥάπτεις, οὐδ' ἱκέτας ἐμπάζεαι οἷσιν ἄρα Ζεὺς μάρτυρος; οὐδ' ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.

(Vers. 424.) εἶτα ἑρμηνεύουσα τὸ, οὐδ' ἱκέτας ἐμπάζεαι, καὶ εἰς ἀχρηστίαν δὲ ὀνειδίζουσα ἐρωτᾷ λόγους ἀναμνηστικοὺς, ὧν Ὀδυσσεὺς ὠφελήσας Εὐπείθην τὸν Ἀντινόου πατέρα εἰποῦσα· ἢ οὐκ οἶσθα ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο, τουτέστιν ἱκέτευε φεύγων,

(Vers. 425.) δῆμον ὑποδδείσας τὸν τῶν Ἰθακησίων. δὴ γὰρ κεχολώατο λίην, οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν ὁ Εὐπείθης ἤκαχε Θεσπρωτούς.

(Vers. 427.) οἱ δὲ, τουτέστιν οἱ Θεσπρωτοὶ, ἡμῖν ἄρθμιοι ἦσαν, ἤγουν φίλοι. καὶ οἱ μὲν Ἰθακήσιοι ἔθελον φθῖσαι τὸν Εὐπείθην καὶ ἀποῤῥαῖσαι φίλον ἦτορ, ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν. ἀλλ' Ὀδυσσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα, παῖδά τ' ἀποκτείνεις,

(Vers. 432.) ἐμέ τε μεγάλως ἀκαχίζεις, ἣν δηλαδὴ ἐχρῆν ὡς μνηστὴν θεραπεύειν.

(Vers. 433.) ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους. τοῦτο δὲ λέγει ἐμφαίνουσα, διατί πρὸς μόνον αὐτὸν ἀπετείνατο τοὺς λόγους, ὡς πάντων δηλαδὴ αἴτιον καὶ πείθοντα καὶ τοὺς ἄλλους ἕπεσθαι οἷς αὐτὸς ἐθέλει.

(Vers. 409.) Σημείωσαι δὲ, ὡς οὐ πρὸς τρυφὴν ἡ Πηνελόπη τοῖς μνηστῆρσιν ἐπεφαίνετο, ἀλλ' ὅτε τι τυχὸν κατήπειγεν, ὡς καὶ ἐνταῦθα ἡ κατὰ τοῦ παιδὸς ἐπιβουλὴ ἐμφανίζει αὐτὴν παύσουσαν τὸ μελετώμενον κακόν. Ὕβριν δὲ ἔχων ὁ ὑβριστὴς ὡς ἐν περιφράσει.

(Vers. 418.) Κακομήχανον δὲ καλεῖ τὸν Ἀντίνοον, ὅ περ ὅμοιόν ἐστι πρὸς τὸ ἀμήχανος Ἥρη, ὡς ἀεί τε τοιοῦτον καὶ πρὸς διαστολὴν ἴσως τοῦ μὴ τοιούτου Ἀμφινόμου, ὃς ἀεὶ ἁνδάνων αὐτῇ μύθοις οἷα φρεσὶ κεχρημένος ἀγαθαῖς, ὅ ἐστιν οὐ διὰ καλλιέπειαν ἀλλ' ὅτι νοῦν αὐτῷ εἶχον οἱ λόγοι φρενήρει ὄντι, καὶ νῦν αὐτῇ μάλιστα ἤρεσεν ἂν ὑπὲρ τοῦ παιδὸς λαλήσας.

(Vers. 420.) ῥητορικῶς δὲ ἡ Πηνελόπη τὸ ἄριστον εἶναι βουλῇ καὶ μύθοις τὸν Ἀντίνοον ἀνατρέπει, ἐξ ὧν ἀδίκως ποιεῖ ὁ ἁμαρτάνων εἰς αὐτὸν τὸν ἱκέσιον. ὡς γὰρ Διομήδης καὶ Γλαῦκος, ξένοι πατρῷοι, ἤδη δὲ καὶ Μέντης καὶ Τηλέμαχος, οὕτω καὶ νῦν Τηλέμαχος καὶ Ἀντίνοος ἱκέται πατρῷοι ἀλλήλοις συνάγονται.

(Vers. 422.) καὶ ἔστιν οὐ μόνον Εὐπείθης ἱκέτης τῷ Ὀδυσσεῖ καὶ δι' ἐκεῖνον καὶ Ἀντίνοος ἱκέτης πατρῷος τῷ Τηλεμάχῳ, ἀλλὰ καὶ ἀνάπαλιν Ὀδυσσεύς τε ἱκέτης τῷ Εὐπείθει, οὐχ' ὡς ἱκετεύσας μέντοι, ἀλλ' ὡς ἱκετευθείς. καὶ Τηλέμαχος δὲ ἱκέτης ὁμοίως τῷ Ἀντινόῳ, ἵνα ᾖ μέση λέξις τὸ ἱκέτης καὶ ὁμώνυμος, καθὰ καὶ ὁ ξένος, ὃς καὶ τὸν ξενισθέντα δηλοῖ καὶ τὸν ξενίσαντα· ξένοι γὰρ ἄμφω ἀλλήλοιν, καθὰ καὶ ὁ ἱκετεύσας καὶ ὁ τὴν ἱκετείαν δεξάμενος ἤτοι κατὰ τοὺς παλαιοὺς εἰπεῖν ἱκετοδόχος ἱκέται εἰσὶν ἀλλήλοις. τοιοῦτον καὶ ὁ προστρόπαιος, ἐπεὶ μέσως ἔχει καὶ αὐτός. προστρόπαιός τε γὰρ Ζεὺς ἐν ῥητορικῷ λεξικῷ, ᾧ ἄν τις, φασὶ, προστρέποιτο δεόμενος. καὶ [130] προστρόπαιος ὁ ἱκέτης, ὁ πρός τινα δηλαδὴ δεητικῶς τρεπόμενος. τοιόν δε τι καὶ ὁ χρήστης ὁ δανείσας τε γὰρ οὕτω καλεῖται καὶ ὁ ὀφείλων.

(Vers. 419.) Τὸ δὲ μεθ' ὁμήλικας ἀντὶ τοῦ καθ' ὁμήλικας, ἤγουν ἐν ὁμήλιξι.

(Vers. 422.) Τὸ δὲ ἐμπάζεαι νῦν μὲν αἰτιατικῇ συντέτακται καὶ λαμβάνεται ἀντὶ τοῦ, δι' ἐπιστροφῆς ἔχεις· ὡς ταπολλὰ δὲ μετὰ γενικῆς. οἷον καὶ τὸ, ὁ δ' οὐκ ἐμπάζετο ἱρῶν ἤγουν ἐπεστρέφετο. καὶ, οὔτε θεοπροπίης ἐμπάζομαι.

(Vers. 423.) Τὸ δὲ μάρτυρος πρωτότυπόν φασιν εἶναι τοῦ μάρτυς, ποιῆσαν ἐκεῖνο διὰ συγκοπῆς· ὅθεν εὐλόγως οὐδὲ ἔχει κλίσιν ὁ μάρτυς. ἀλλὰ τοῦτο μὲν ἕτεροι. ἐν δέ γε τοῖς ὀνοματικοῖς τοῦ Ἡρῳδιανοῦ φέρεται ὡς ἐκ τοῦ μάρτυς γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ σ εἰς ρ ὁ μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦσα εἰς εὐθεῖαν κινεῖ τὸν μάρτυρον. Δωρικὴ δέ τις ἡ ῥηθεῖσα ἐν ταῖς εὐθείαις τροπὴ τοῦ σ εἰς ρ, ὡς ἔστι καὶ παρὰ Ἰαμβλίχῳ εὑρεῖν ἐν οἷς εἰς τὸν Πυθαγόραν ἔγραψεν. Ἰστέον δὲ ὅτι μάρτυς λέγεται τοῖς ἱκέταις ὁ Ζεὺς καθὰ καὶ τοῖς ξένοις καὶ τοῖς ἑταίροις, ἵνα ὡς εὖ εἰδὼς καὶ ἐπιτιμήτωρ ποιητικῶς εἰπεῖν ὕστερον τοῖς ἁμαρτάνουσι γίνοιτο. Τὸ δὲ οὐδ' ὁσίη ἀντὶ τοῦ οὐδ' ὅσιον ἐλλελεῖφθαι δοκεῖ. λείπει γὰρ τὸ, βουλὴ ἢ τοιόνδε τι, ἵνα λέγῃ, ὡς οὐκ ἔστιν ὁσία δίκη ἢ βουλὴ ἢ πρᾶξις τὸ τοὺς ἱκέτας ῥάπτειν ἀλλήλοις κακά· ὃ γνωμικῶς ῥηθὲν ἐντρέπει τὸν Ἀντίνοον, εἴ περ ὀφειλέτης ὢν σωτηρίας τῷ Τηλεμάχῳ διὰ τὴν πατρῷαν ἱκεσίαν, ὁ δὲ βούλεται τὰ πρὸς ὄλεθρον αὐτοῦ. Ἰστέον δὲ ὅτι καθάπερ ἐλλιπὲς, ὡς ἐῤῥέθη, τὸ οὐχ' ὁσίη, οὕτω καὶ ἡ αὐτοῦ ἑρμηνεία τὸ οὐχ' ὅσιον. νοεῖται γὰρ ἀντὶ τοῦ οὐχ' ὅσιον πρᾶγμα ἐστί. Τὸ δὲ ῥάπτειν φίλη τροπή ἐστι τῷ ποιητῇ ἐπὶ τῶν κατὰ δόλον· φθάσας τε οὖν ἔφη, φόνον αἰπὺν ἐράπτομεν. καὶ νῦν δὲ θάνατον ῥάπτεις φησὶ, καὶ, κακὰ ῥάπτειν ἀλλήλοις.

(Vers. 425.) Τὸ δὲ δῆμον ὑποδδείσας παρηχεῖ μέν πως κατὰ τὸ, τὸν, καὶ ὑπέδδεισαν μάκαρες θεοὶ οὐδέ τ' ἔδησαν· δηλοῖ δὲ τὸ ἄσχετον τῆς δημοτικῆς ὁρμῆς, ἣ κρεῖσσον πυρὸς κατὰ τὴν τραγῳδίαν ἀκολάστως ἐπινέμεται τὰ καθ' ὧν ὁρμήσει. μέγα οὖν τι ὠφέλησεν Ὀδυσσεὺς τὸν Εὐπείθην ἀπαλλάξας αὐτὸν τοῦ κατὰ τὸν δῆμον δέους.

(Vers. 426.) Τοὺς δὲ Ταφίους ληϊστῆρας κἀνταῦθα ὁ ποιητὴς ἱστορεῖ.

(Vers. 427.) ἄρθμιοι δὲ οἱ κατὰ φιλίαν ἡρμοσμένοι. ἀρθμὸς γὰρ ἡ φιλία, ὡς καὶ ἀλλαχοῦ ἐφάνη.

(Vers. 428.) Τὸ δὲ φθῖσαι καὶ τὸ ἀποῤῥαῖσαι ταυτὰ νοοῦσι, καθὰ καὶ τὸ, θάνατόν τε μόρον τε, καὶ τὸ, μενοεικέα πολλήν. ζωὴν δὲ καὶ νῦν τὸν βίον λέγει, τουτέστι πάντα τὰ εἰς τὸ ζῆν ἐπιτήδεια.

(Vers. 431.) Ἐν δὲ τῷ, οἶκον ἄτιμον, οἶκον μὲν λέγει τὰ ἐν τῷ οἴκῳ, ἀπὸ τοῦ τόπου τὰ ἐν τόπῳ δηλῶν ἤγουν ἐκ τοῦ περιέχοντος τὸ περιεχόμενον, ἄτιμον δὲ τὸν ἀτιμώρητον, ἢ καὶ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ ἀτίμως, προῖκα, δωρεάν· μὴ καταβαλὼν τιμὴν ὅ ἐστι τίμημα τῶν ἐσθιομένων. Ἐνταῦθα δὲ ὅρα καὶ πυκνότητα καὶ γοργότητα νοημάτων μετὰ κάλλους ἐν τῷ, τοῦ, ἤτοι τοῦ ἱκέτου, οἶκον ἄτιμον ἔδεις οὗ ὁ πατὴρ Ὀδυσσεὺς μενοεικέα περιεσώσατό σε ζωήν. μνάᾳ δὲ γυναῖκα οὐ δικαίως, τὴν τοῦ εὐεργέτου. παῖδά τ' ἀποκτείνεις, τὸν πατρῷον δηλαδὴ ἱκέτην. ἐμέ τε οὐχ' ἁπλῶς ἀλλὰ μεγάλως ἀκαχίζεις, ἣν μεγάλως ἔδει εὐφραίνειν διὰ τὴν μνηστείαν. τέσσαρες οὖν ἔννοιαι αὐτοτελεῖς δυσὶ στίχοις ἔγκεινται μετὰ παρίσων τριῶν, τοῦ ἔδεις, κτείνεις, ἀκαχίζεις. ὧν τὸ κτείνεις δριμέως ἐῤῥέθη, ὡς εἰ καὶ ἤδη ἐνηργεῖτο εἰς τὸν παῖδα ὁ φόνος. θυμοῦ δὲ συγκοπαὶ τὰ ῥηθέντα κόμματα. διὸ καὶ παύει τὸν λόγον εὐθὺς ἡ φιλόσοφος γυνὴ, μηδὲν ἀγεννὲς ἀξιώσασα, ἀλλὰ βασιλικῶς εἰποῦσα τὸ, ἀλλά σε παύσασθαι κέλομαι, εἶτα καὶ οἱονεὶ θεραπεύσασα κολακευτικῶς ἐν τῷ, καὶ ἀνωγέμεν ἄλλους.

(Vers. 436.) Ὅτι Ἀντίνοος μὲν εἰ καὶ θρασὺς καὶ ὕβριν ἔχων ὡς προσεχῶς ὠνείδισται, ἀλλ' οὖν σιγᾷ ἐφ' οἷς ἡ Πηνελόπη καταφορικῶς αὐτῷ προσήνεκται. Εὐρύμαχος δὲ οἷα κρυψίνους ὑπούλως καὶ ἐσχηματισμένως ἀμειβόμενος τοιαῦτα φησί· θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. οὐκ ἔσθ' οὗτος ἀνὴρ οὐδ' ἔσσεται οὐδὲ γένηται, ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει ζώοντός γ' ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ ἡμετέρῳ. ἐπειὴ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν ἀνδρῶν. οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ἔκ γε μνηστήρων. θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι. καὶ τοιαῦτα μὲν ὁ ὕπουλος Εὐρύμαχος κατά γε σχῆμα· βούλεται δὲ τῇ ἀληθείᾳ λέγειν, ὅτι ἐμοῦ ζῶντος οὐδεὶς ἔσται, ὃς πρὸ ἐμοῦ ἢ δίχα ἐμοῦ ἐπιβουλεύεται τῷ Τηλεμάχῳ.

(Vers. 441.) οὕτω δὲ καὶ τὸ, αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει, δοκεῖ μὲν λέγειν ὅτι τὸ αἷμα τοῦ ἐπιβουλεύσοντος [131] τῷ Τηλεμάχῳ ῥευσεῖται περὶ τῷ ἐμῷ δόρατι. ἄλλως δὲ δηλοῖ, ὅτι τῷ Τηλεμάχῳ τὸ αἷμα ἐρωήσει περὶ τῷ τῶν μνηστήρων δόρατι. οὐ γὰρ εἶπε περὶ δουρὶ ἐμῷ, ἀλλὰ ἡμετέρῳ κοινῶς.

(Vers. 447.) καὶ μὴν καὶ ἐν τῷ, θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι, φαίνεται μὲν λέγειν, ὅτι τὸν φυσικὸν θάνατον οὐκ ἐκφευξεῖται ὁ Τηλέμαχος. λέγει δὲ ἄλλως αὐτὸ ἐκεῖνο τὸ ἤδη προβεβουλευμένον, ὅτι δηλαδὴ τεθνήξεται ὑφ' ἡμῶν αὐτῶν, ἐὰν αἱ τοῦ Διὸς ὡς προείρηται αἰνήσωσι θέμιστες ἤγουν συγκαταινέσωσι προτρέπουσαι ἡμᾶς· ὁποῖον καὶ τὸ ἐν ἄλλοις τεθὲν πρὸς Τηλέμαχον, ἤ σέ γε λαοὶ ἐχθαίρουσιν ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἤγουν θεόθεν ὀτρυνθέντες. ἐπεὶ δὲ ἦν εἰκὸς ἐμβαθῦναι τὴν δαΐφρονα Πηνελόπην τῷ σχηματισμῷ τοῦ νοήματος καὶ φανερῶς αὐτὰ δύσνοιαν κατὰ τὴν τραγῳδίαν ἡγήσασθαι, ἀχρειοῖ δῆθεν τὴν ἔμφασιν ὁ Εὐρύμαχος εἰπών· ἐπεὶ καὶ ἐμὲ πολλάκις ὁ Ὀδυσσεὺς γούνασιν ἐπικαθίσας κρέας ὀπτὸν ἐχείρισε καὶ οἶνον ἐπέσχε.

(Vers. 445.) διό μοι Τηλέμαχος οὐχ' ἁπλῶς φίλος οὐδὲ φίλτατος, ἀλλὰ πάντων πολὺ φίλτατός ἐστιν, ὡς εἰ καὶ ἀδελφὸς διὰ τὴν ἐξ Ὀδυσσέως κηδεμονίαν, ὃ δὴ καὶ αὐτὸ ἐπίτηδες γελοιάζων φησίν· εἴ περ διὰ μὲν τὸ δίκαιον, οὐκ ἐδεῖται τόν ποτε βασιλέα Ὀδυσσέα.

(Vers. 443.) διὰ δὲ κρέας ὀπτὸν καὶ οἴνου ῥόφημα πολὺ φίλτατον αὐτῷ εἶναι φησὶ τὸν ἐκείνου υἱὸν Τηλέμαχον, αἰτίαν θεὶς παιγνιώδη, ὡς εἰ καί τις πολλῶν τινὶ ὀφειλέτης ὢν, εἶτα καὶ ὀβολὸν ἐξ ἐκείνου παραῤῥιφέντα σχὼν, ἐκεῖνα μὲν ἐν καιρῷ σιωπᾷ, προφέρει δὲ εἰς μνήμην τοῦ ὀβολοῦ σμικροδωρεάν.

(Vers. 448.) ἐπὶ δὲ τούτοις θεωρῶν ὁ ποιητὴς αὐτὸς ἑαυτὸν, τουτέστι τὴν οἰκείαν ἑρμηνεύων μέθοδον καὶ δηλῶν ὡς ἐσχηματισμένως ἐνταῦθα ἔγραψε, φησίν· ὣς φάτο θαρσύνων, τὴν Πηνελόπην δηλαδὴ Εὐρύμαχος, τῷ δ' ἤρτυεν αὐτὸς ὄλεθρον, ὃν καὶ τοῖς λόγοις ἐνέφηνεν, εἰ καὶ ἡ Πηνελόπη ἁπλοϊκῶς ἤκουσε. καὶ ὅρα ὡς καὶ τῶν ἐσχηματισμένων ὁμιλιῶν ἀρχὰς ὁ ποιητὴς ἐνδέδωκεν.

(Vers. 436.) Ὅτι δὲ τὸ μελόντων ἀντὶ τοῦ μελέτωσαν κεῖται, οὐκ ἔστιν ἀμφιβαλεῖν. δῆλον δὲ καὶ ὅτι ἔχει τι ἐσχηματισμένης ἐννοίας καὶ τὸ, μή τοι ταῦτα μελόντων. μονονουχὶ γάρ, φησιν, ὅτι οὐ σοί γε ἀλλ' ἡμῖν ἔσται μέλησις, ὅπως ἂν διαχειρισώμεθα τὸν Τηλέμαχον. ὅλως γὰρ ὀργίλου μὲν ἤθους τὰ τοῦ Ἀντινόου καὶ βαρέος, εἰρωνικοῦ δὲ τὰ τοῦ Εὐρυμάχου.

(Vers. 439.) Τὸ δὲ ζώοντος ἐμοῦ καὶ ἐπὶ χθονὶ δερκομένοιο, ἐκ τῆς Ἰλιάδος παρειλκύσθαι δοκεῖ.

(Vers. 437.) Τὸ δὲ ἔσσεται καὶ τὸ γένηται δοκεῖ τοῖς φιλοσοφοῦσι διαφορὰν ἔχειν τινά. ἔσεσθαι μὲν γὰρ ἐπὶ τῶν ἐξανάγκης φασὶν, ἐπὶ τῶν ἐνδεχομένων δὲ τὸ γενήσεσθαι, οἷον, ἔσεται μετὰ χειμῶνα ἔαρ ἀναγκαίως, τὸ δὲ βρέφος τόδε γενήσεται γραμματικὸν, ἐνδεχομένως· οὐ γὰρ ἐξανάγκης τοῦτό γε.

(Vers. 443.) Τὸ δὲ πολλάκι γούνασιν ἐφέζεσθαι καὶ τὰ ἑξῆς, μέγα εἰς φιλοστοργίαν εἶναι δοκεῖ τοῖς φρονοῦσι διὰ τὴν εἰς αὐτοὺς βρεφικήν ποθεν ἐπιμέλειαν. διὸ καὶ ὁ ἐν Ἰλιάδι Φοῖνιξ ἀναμιμνήσκων τὸν Ἀχιλλέα, ὅτι πολλάκις μοι τὸ στῆθος κατέδευσας οἴνου ἀποβλύζων, ἐνδείκνυται δυσωπητικὸν εἶναι τὴν τοιαύτην βρεφοκομίαν καὶ παιδοτροφίαν. ὅ περ καὶ ὁ Εὐρύμαχος ἐνταῦθα ἐφ' ἑαυτῷ προσποιεῖται, λαλῶν μὲν τὸ δέον, οὐ φρονῶν δὲ ὡς δέον. Κρέας δὲ ὀπτὸν καὶ ταῦτα νηπίῳ δίδοται, ὅτι σπανίως ἀνάβραστα κρέα οἱ ἥρωες προσεφέροντο. δῆλον δὲ ὅτι ἐκ τοῦ ὀπτητὸν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, συγκέκοπται τὸ ὀπτόν. Ἐπισχεῖν δὲ οἶνον τὸ ἐγγὺς σχεῖν, οὗ ἐναντίον τὸ ἀποσχεῖν.

(Vers. 446.) Τὸ δὲ ἄνωγα μέσος ἐστὶ παρακείμενος τοῦ ἀνώγω ἐνεστῶτος, καθὰ καὶ τοῦ ἀνοίγω τὸ ἠνέωγα.

(Vers. 449.) Ὅτι ἐν ἄλλοις ἠχήεντα λέγων δώματα, ὡς ἐκεῖ ἐφάνη, νῦν ὑπερώϊα σιγαλόεντα λέγει ἀντιθετικῶς, κατ' ἄλλον μέντοι λόγον, οὐ τὰ σιγῶντα· οὐ γὰρ ἂν ἔχοι τοῦτο λόγον, ἀλλὰ τὰ ἐμποιοῦντα σιγὴν τῷ βλέποντι διὰ τὸ θαυμαστὰ εἶναι.

(Vers. 450.) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ πρὸ τούτων, ἔκλαιε τὸν Ὀδυσσέα ἡ γυνὴ, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλεν Ἀθήνη.

(Vers. 454.) Ὅτι Εὔμαιος μὲν φθάσας πενταέτηρον σῦν ἱέρευσε, πανηγυρίσας οἷον ἐπὶ ἐνδημίᾳ ξένου ἀγαθοῦ, Ὀδυσσεὺς δὲ καὶ Τηλέμαχος ἐνιαύσιον, φειδωλότερον μὲν διατεθέντες, τρυφώτερον δὲ, οὓς καὶ εὗρεν ὁ Εὔμαιος δόρπον ἐπισταδὸν ὁπλιζομένους· ὃ καὶ ἀλλαχοῦ κεῖται. Ὅτι πλατύνας ἤδη τὴν μεταβολὴν τῆς τοῦ Ὀδυσσέως μορφῆς ὁ ποιητὴς συντέμνει αὐτὴν ἐνταῦθα καιρίως οὕτως. Ἀθηνᾶ δὲ ἄγχι παρισταμένη ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,

(Vers. 457.) λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ. καὶ τὴν αἰτίαν ἐπάγων φησί· μή ἑ συβώτης γνοίη ἑσάντα ἰδὼν καὶ τῇ γυναικὶ ἔλθοι ἀπαγγέλλων.

(Vers. 459.) μηδὲ φρεσὶν εἰρύσαιτο, τουτέστι μὴ οὐ φυλάξοι καὶ κρύψοι κατὰ νοῦν. οὐ βούλεται γὰρ γνωσθῆναι Ὀδυσσεὺς οὐδενὶ διὰ τὰ προῤῥηθέντα. διὸ καὶ πᾶσα ἐπίκρυψις ἐπ' αὐτῷ γίνεται.

(Vers. 461.) Ὅτι Τηλέμαχος [132] μὲν ἐρωτᾷ τὸν δοῦλον βιωτικῶς ἦλθες δῖ' Εὔμαιε, τί δὴ κλέος ἔστ' ἀνὰ ἄστυ; ἤγουν τί φημίζεται ἀνὰ τὴν πόλιν. προσεπερωτᾷ δὲ καὶ περὶ τῶν μνηστήρων, εἴ περ ἔνδον εἰσὶν ἐκ λόχου.

(Vers. 465.) ὁ δὲ καὶ αὐτὸς ἁπλοϊκῶς ἀπολογησάμενος, ὡς οὐκ ἔμελέ μοι ταῦτα μεταλλῆσαι καὶ ἔρεσθαι ἄστυ καταβλώσκοντα τάχιστά με θυμὸς ἄνωγεν ἀγγελίην εἰπόντα, πάλιν δεῦρ' ἀπονέεσθαι, ὕστερον λέγει ἰδεῖν νῆα θοὴν κατιοῦσαν ἐς λιμένα ἡμέτερον. πολλοὶ δ' ἔσαν ἄνδρες ἐν αὐτῇ. βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι.

(Vers. 475.) καί σφεας ὠΐσθην, τουτέστιν ἐνόμισα, τούτους εἶναι, οὐδέ τοι οἶδα. ἔνθα καὶ ὅρα διαφορὰν τοῦ ὠΐσθην καὶ τοῦ οἶδα. τὸ μὲν γὰρ οἶδα πρὸς ἀκρίβειαν, τὸ δὲ ὠΐσθην πρὸς νόμισιν. εἰ δὲ ἀνωτέρω εἰδέναι φησὶν ὁ συβώτης ἐν τῷ, ἄλλο δέ τοι τόδε οἶδα, ὅμως οὐκ ἔστι τοῦτο ἀντίφασις. ἐκεῖ μὲν γὰρ εἰδέναι εἶπεν, ὃ εἶδε, νῆα δηλαδὴ πολλοὺς ἄνδρας ἔχουσαν καὶ ὅπλα· νῦν δὲ μὴ εἰδέναι φησὶν, εἰ καὶ μνηστῆρες ἦσαν ἐκεῖνοι, ἀλλὰ οἴεσθαι τοῦτο.

(Vers. 468.) λέγει δὲ ὁ Εὔμαιος καὶ ὅτι ὡμήρησε δέ μοι ἄγγελος, κῆρυξ, ὁ Μέδων δηλαδὴ, σταλεὶς ὑπὸ τῶν ἑταίρων τοῦ Τηλεμάχου, ὃς πρῶτος ἤγγειλε τῇ μητρί· οὐκ ἐθέλει γὰρ ἐπικρύψαι τι ὧν οἶδε. μέμνηται δὲ καὶ λόφου τινὸς Ἑρμαίου ἐγχωρίου, εἰπὼν ὅτι ὅτε ἦν ἤγουν ἤμην ὅθι Ἕρμαιος λόφος ἐστὶ, εἶδον τὴν εἰρημένην νῆα. ἐπὶ δὲ τούτοις μείδησε, φησὶν, ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρα ὀφθαλμοῖσιν ἰδὼν λάθρα τοῦ ὑφορβοῦ, ἀγαλλιασάμενος δηλαδὴ ἐφ' οἷς ὑπέστρεψαν οἱ μνηστῆρες κενοί· ἴσως δὲ καὶ ὑποδηλῶν τῷ πατρὶ ὅτι πρὸς πλείους ἔκ γε τῆς ἄρτι ἔσται τούτοις ὁ ἀγών.

(Vers. 461.) Ὅρα δὲ τὸ ἦλθες δῖ' Εὔμαιε, ὀρθῶς μὲν νοούμενον, ἀσαφῶς δὲ πεφρασμένον διὰ τὴν ἔκθλιψιν τῆς ληγούσης τοῦ, δῖε. καλεῖται γὰρ καὶ ἀλλαχοῦ δῖος ὁ τοιοῦτος Εὔμαιος. τοιοῦτον δὲ καὶ ἐν Ἰλιάδι τὸ, ἐπεμῄνατο δῖ' Ἄντεια· δῖα γὰρ ἐκεῖ τὸ ἐντελές. καὶ ἔστιν εἰπεῖν καὶ τοῦτο βραχεῖαν τινὰ φλέβα σχεδικῆς μεταλλείας τῆς ἐξευρημένης ὕστερον, εἴτε καὶ ξέσμα τι λατομίας σχεδουργικῆς, ἣν μετὰ τὸν ποιητὴν τεχνώμενοι πόνους τοῖς γραμματικευομένοις ἐξευρήκασι. καὶ εἰσὶ καὶ ἕτερα πολλὰ τοῦ εἴδους τούτου γραφέντα ἐν τοῖς εἰς τὴν Ἰλιάδα, τὰ μὲν συναληλιμένα, τὰ δὲ καὶ κατὰ ἑτεροίαν συνθήκην· ἐξ ὧν ἡ τῶν σχεδοποιῶν εἰλῆφθαι δοκεῖ μέθοδος. ὁποῖον καὶ παρὰ Σοφοκλεῖ τὸ, θεοῖσιν ἔμμην' ἱερὰ τοῖς σωτηρίοις. ὥς περ γὰρ τὸ, ἦλθες δῖ' Εὔμαιε, συναρπάσοι ἄν τινα ὡς ἐπιῤῥήματος ἐνταῦθα ἐκπεφωνημένου τοῦ δῖ', ὁποῖόν τι καὶ παρ' Ἡσιόδῳ τὸ, δεῦτε Δί' ἐννέπετε, τὸν Δία γὰρ ἐκεῖνος ἐνταῦθα συνήλειψεν, οὕτω καὶ ἐν τῷ, θεοῖσιν ἔμμην' ἱερὰ, δοκήσοι ἂν ῥηθῆναι νέμειν ἱερὰ τοῖς θεοῖς. τοιοῦτον παρὰ τῷ αὐτῷ καὶ τὸ, ὥς πέρ μ' ἀραῖον εἷλες, ἤγουν ὥς περ ἐμὲ εἷλες διὰ τῆς ἀρᾶς. καὶ ἐν τούτῳ γὰρ παραγάγοι ἂν ἡ προφορὰ τὸν ἀπραγμόνως ἀκούσαντα, ὡς ἔγκειται ῥέον σπέρμα τῇ φράσει. καὶ ἄλλα δὲ τοιαῦτα μυρία Ὁμηρικά τε καὶ ἄλλως ποιητικὰ, οὔτε ζηλωτὰ εἰς τὸ καταλογάδην γράφειν, καὶ οὐδὲ οἷα λόγου νῦν ἠξιῶσθαι πλείονος.

(Vers. 466.) Τὸ δὲ βλώσκοντα δύναται γραφῆναι καὶ βλώσκοντι κατὰ πτῶσιν δοτικὴν, καὶ ἔστιν ἀμφοτέρως ἄσφαλτον. γίνεται δὲ ἀπὸ τοῦ μολῶ μολήσω μολήσκω, ὡς θνήσω θνήσκω καὶ τὰ ὅμοια, καὶ τροπῇ συνήθει μακροῦ εἰς μακρὸν ἤγουν τοῦ ἦτα εἰς ω, μολώσκω, καὶ συγκοπῇ τοῦ ο τῆς ἀρχούσης καὶ ἀπελεύσει μὲν τοῦ μ, ἀντενθέσει δὲ τοῦ βῆτα, βλώσκω. Ἰστέον δὲ ὅτι ἐν μέσῳ μὲν λέξεως τὴν ἀπὸ συγκοπῆς κακοφωνίαν τοῦ μ καὶ λ θεραπεύουσιν οἱ παλαιοὶ, ἐπεμβάλλοντες τὸ βῆτα καὶ φυλάσσοντες καὶ τὸ μ, ὡς ἐν τῷ, παρμέμβλωκε, περὶ οὗ μετ' ὀλίγα ῥηθήσεται. ἐνταῦθα δὲ μὴ δυναμένων ὁμοῦ κεῖσθαι τοῦ μ καὶ τοῦ βῆτα καὶ τοῦ λ, μήτε μὴν τοῦ μ καὶ τοῦ λ, ἐξεβλήθη μὲν ἐξανάγκης τὸ μῦ, προετέθη δὲ τὸ βῆτα, καὶ οὕτως ἡ λέξις ἐξεφωνήθη κάλλιον.

(Vers. 468.) Ὡμήρησε δὲ ἀντὶ τοῦ συνήντησεν, ὁμοῦ γέγονεν. ὡς γὰρ οἶνος οἰνηρὸς, οἴσυπος οἰσυπηρὸς, ἐξ οὗ ἔρια οἰσυπηρὰ τὰ ῥυπώδη, οὕτω, φασὶν, ἐκ τοῦ ὁμὸς Ὅμηρος, ὅθεν ὁμηρῶ ῥῆμα τὸ συναντῶ. δοκεῖ δὲ καὶ ἄλλως ἡ λέξις μετῆχθαι ἐκ τῶν ὁμοῦ ἐρεσσόντων ἢ συναρηρότων. Ὅμηρον δὲ ἔφαμεν, ἐξ οὗ καὶ τὰ ἐπὶ εἰρήνῃ λεγόμενα ὅμηρα εἴτουν οἱ ὅμηροι.

(Vers. 471.) Λόφος δὲ Ἑρμαῖος προπερισπωμένως, ἢ μᾶλλον κατὰ τὸν φιλόπονον προπαροξυτόνως Ἕρμαιος κατά τι κύριον ὄνομα, τόπος ὑπὲρ τῆς κατὰ Ἰθάκην πόλεως, ὅθεν ἀφ' ὑψηλοῦ εἶδεν Εὔμαιος τὴν τῶν μνηστήρων νῆα κατιοῦσαν, ὅ ἐστι καταγομένην εἰς γῆν, καταβαίνουσαν, ἐλλιμενιζομένην. ὁ δὲ τὸν Ὅμηρον παραφράσας Θρᾷξ Δημοσθένης τὸν Ὁμηρικὸν τοῦτον λόφον Ἑρμαῖον ἔφη ἐν οὐδετέρῳ γένει, φράσας οὕτω· ἔτυχον μὲν τῆς ὁδοῦ τῆς ἐνταῦθα προκεχωρηκὼς κατὰ τὸ Ἑρμαῖον ἤδη γεγονέναι. ἦν δὲ ἡ κλῆσις τῷ τόπῳ παρὰ τὸν Ἑρμῆν διὰ τὸ δοκεῖν ἐκείνῳ ἀνεῖσθαι εἰς διατριβήν. οἱ δέ φασιν ὅτι Ἕρμαιος [133] λόφος σωρὸς λίθων ἐστὶν ἐνόδιος ἢ βωμὸς ἢ λόφος ὑποκείμενος Ἑρμοῦ ἀνδριάντι. ἄλλοι δὲ νοοῦσιν Ἑρμαίους κοινῶς λόφους σημεῖα ὁδῶν κατὰ ποσήν τινα διάστασιν μιλιασμοῦ τυχὸν ἢ σταδιασμοῦ. Ἑρμῆς γάρ, φασι, πρῶτος οἷα κῆρυξ καὶ διάκτορος καθήρας τὰς ὁδοὺς, εἴ που λίθους εὗρεν, ἀπετίθει ἔξω ὁδοῦ. ὅθεν τοὺς τοιοῦτόν τι ποιοῦντας καὶ τὰς ὁδοὺς τῷ Ἑρμῇ ὡς διακτόρῳ ἐκκαθαίροντας εἰς τιμὴν Ἑρμοῦ τοὺς τῶν τοιούτων λίθων σωροὺς Ἕρμαια ἢ Ἑρμαίους λόφους καλεῖν. τινὲς δέ φασιν, Ἑρμοῦ τοῦ εἰς λόγον ἀλληγορουμένου σύμβολον εἶναι τὸ τοιοῦτον ἔργον. ὡς γὰρ σωρὸς λίθων ἐκ μικρῶν εἰς μέγαν ὀγκοῦται κολωνὸν, οὕτω καὶ Ἑρμῆς λόγος ἀποτάδην διεξοδικῶς ἐκ βραχυτάτων στοιχείων τε καὶ συλλαβῶν καὶ λέξεων συσσωρευόμενος εἰς πολὺ κορυφοῦται. ἄλλοι δὲ εἶπον, Ἑρμῇ ἀνελόντι τὸν Ἄργον, ἐξ οὗ καὶ ἀργειφόντης ἐκλήθη, ἀνάγκην γενέσθαι δοῦναι δίκας τοῦ φόνου· ἐπεὶ δὲ Διῒ πεισθεὶς ἐπλημέλησε τὸ κακὸν καὶ ὤκνουν αὐτὸν τίσασθαι, προσέῤῥιψαν τὰς ψήφους ὁ καθένα τῶν κρειττόνων ἠρέμα τῷ Ἑρμῇ, βάλλοντος οἷον ἐκεῖνον λίθους, καὶ οὕτω τὴν τοῦ φόνου ποινὴν ἀφωσιώσαντο. καὶ οἱ τῶν ψήφων ἐκείνων λίθοι ἀναβάντες τῇ σωρείᾳ εἰς λόφον εἰς τιμὴν ὕστερον ἔπεσον τῷ Ἑρμῇ· ἐντεῦθεν γὰρ οἱ σωρευόμενοί που λίθοι τῷ Ἑρμῇ κατὰ τὴν ἐνταῦθα Ὁμηρικὴν φράσιν ἐπωνομάζοντο. Ἰστέον δὲ καὶ ὅτι οὐ καινὸν, εἴ περ ἐκ τοῦ Ἑρμοῦ ὁ μὲν Ἑρμαῖος λόφος προπερισπᾶται, τὸ δὲ Ἕρμαιον εἴτε τοπικῶς ὡς ἐῤῥέθη νοεῖται, εἴτε ἐπὶ εὑρήματος τυχηροῦ, προπαροξύνεται. ἀναλογίαν γὰρ ταῦτα σώζει. οὕτω γὰρ καὶ ὀγκαῖος μὲν προπερισπᾶται ὁ παρὰ Λυκόφρονι, ὄγκαιον δὲ τὸ καὶ ὄγκιον ἐν τοῖς ἑξῆς παρ' Ὁμήρῳ προπαροξύνεται. τὸ δ' ἀνάλογον καὶ ἐπὶ τοῦ, τροπὴ τροπαῖος Ζεύς· τρόπαιον δὲ ἄλλως τὸ οὐδέτερον, εἰ καὶ οἱ Ἀττικοὶ προπερισπῶσιν αὐτὸ, καθὰ καὶ τὸ ἑτοῖμον καὶ τὸ ἐρῆμον. ὅτι δὲ Ἕρμαιον τὸ εὕρημα Ἑρμῇ καὶ αὐτὸ παρωνόμασται, κερδώῳ δηλαδὴ, ὅθεν καὶ εὐερμεῖν ῥῆμα τὸ εὐτυχεῖν καὶ εὐερμία ἡ εὐτυχία, ἐν ἄλλοις δεδήλωται σαφῶς. τῆς δὲ κατὰ τὸ Ἕρμαιον, ὅ πέρ ἐστιν εὕρημα προπαροξυτονήσεως, παραπήγματα κείσθω παρώνυμα προπαροξύτονα καὶ τὸ Σκύλλαιον, τόπου ὄνομα, καὶ τὸ Ἀθήναιον, ἔτι δὲ καὶ τὸ Νύμφαιον καὶ Τύχαιον, ἃ παρεσημειώσαντο οἱ παλαιοὶ, παρ' οἷς καὶ ἡ τοῦ εὑρήματος λέξις διφορεῖται. λέγεται γὰρ αὐτὸ καὶ εὕρεμα διὰ τοῦ ε. καὶ εἰσὶ μὲν καὶ ἀμφοτέρων χρήσεις, ἐπικρίνει δὲ μᾶλλον Ἡρῳδιανὸς τὴν διὰ τοῦ η, ὡς ἀπὸ περισπωμένου τοῦ εὑρῶ, οὗ τὴν περίσπασιν ἐλέγχει ὁ εὑρήσω μέλλων, περιττεύων τοῦ ἐνεστῶτος μιᾷ συλλαβῇ.

(Vers. 473.) Τὸ δὲ πολλοὶ ἔσαν ἄνδρες ἐν αὐτῇ καὶ ἑξῆς, νῆα φράζει πολεμικήν. διαγελᾷ δὲ ἡ τοῦ πράγματος σοβαρότης παρίσοις, τῷ σάκεσσιν, ἔγχεσιν, ἀμφιγύοισιν.

(Vers. 474.) ἔχει δέ τι καὶ ἀστειότητος τὸ οὕτω βεβριθέναι τὴν ναῦν, ὡς εἴ γε φόρτον εἶχεν ὅπλα πολεμικά. τίνα δὲ τὰ ἀμφίγυα ἔγχεα, ἡ Ἰλιὰς δηλοῖ.

(Vers. 476.) Τὸ δὲ ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρα ἰδὼν, ὅμοιόν ἐστι τῷ, ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον ἔχων.

(Vers. 481.) Ἐν τούτοις δὲ τερματοῦται ἡ ῥαψῳδία εἰς τὸ, δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο, ἤγουν ὕπνωσαν, ὡς καὶ ἐν Ἰλιάδι κεῖται. ἀστεῖος δὲ ὁ νοῦς τοῦ ῥητοῦ· ὡς γὰρ ὁ ἐπὶ τῷ φαγεῖν ἀνακλιθεὶς λαμβάνει δῶρον βρώσεως, οὕτω καὶ ὁ κοιμηθεὶς ἤγουν ἀναπεσὼν, ὥστε ὑπνῶσαι, λαμβάνει ὡς ἀπὸ τοῦ σωματικοῦ δαιμονίου τοῦ ὕπνου ὃ δίδωσιν αὐτὸς δῶρον, τὴν ἐκ τοῦ ὑπνῶσαι δηλαδὴ χάριν.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ρ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Εἰς τὴν πόλιν ἐλθὼν Τηλέμαχος διηγεῖται τῇ μητρὶ Πηνελόπῃ τῆς ἀποδημίας τὰ κεφάλαια, ὕστερον δὲ Ὀδυσσεὺς ἀχθεὶς ὑπὸ τοῦ Εὐμαίου εἰς Ἰθάκην ἀπὸ τῶν ἀγρῶν εἰς τὸ συμπόσιον τῶν μνηστήρων εἰσέρχεται. ὁ δὲ ποιητὴς ἀπαγγέλλει, πῶς ὁ κύων ἀναγνωρίζει τὸν δεσπότην, καὶ ὡς Εὔμαιος μὲν εἰς τοὺς ἀγροὺς ὑποστρέφει, Ὀδυσσεὺς δὲ ἐν αὐτοῖς μένει. [134]

ΟΔΥΣΣΕΙΑΣ Ρ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι πολλὰ μὲν ἡ ῥαψῳδία λαλεῖ, ἐπιγράφεται δ' ὅμως ἐκ τοῦ κατ' ἀρχὴν εὐθὺς πράγματος· ἐπάνοδος δηλαδὴ Τηλεμάχου εἰς Ἰθάκην.

(Vers. 6.) Ὅτι ἄττα καὶ ἐνταῦθα Τηλέμαχος προσφωνεῖ τὸν Εὔμαιον, περὶ οὗ ἱκανῶς προείρηται. Ὅτι μητρικὴν ὁ Τηλέμαχος ἀγάπην δηλοῖ περὶ αὐτὸν ἐν τῷ, εἶμ' ἐς πόλιν ὄφρα με μήτηρ ὄψεται. οὐ γάρ μιν πρόσθεν παύσασθαι ὀΐω κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, πρίν γ' αὐτόν μ' ἐσίδηται. τοῦτο δὲ καὶ ἄλλως εἶχε φράσαι, πρίν γ' αὐτόν μ' ἐσιδέσθαι.

(Vers. 10.) Ὅτι προεκτιθέμενος τὰ ἐφεξῆς ὁ Τηλέμαχος ἐπιτέλλει τῷ Εὐμαίῳ τὸν ξεῖνον δύστηνον ἄγειν ἐς πόλιν, ὄφρα, φησὶν, ἐκεῖθι δαῖτα πτωχεύῃ, τουτέστι, ζητῇ πτωχικῶς, ὡς καὶ προεδηλώθη· ὃ ἑρμηνεύων φησί·

(Vers. 11.) δώσει δέ οἱ ἐπαιτοῦντι ὅς κ' ἐθέλῃσι πύρνον, περὶ οὗ προεγράφη, καὶ κοτύλην, οἴνου δηλαδή· ἐλλιπῶς γὰρ εἴρηται· ἐγράφη δὲ πρὸ ὀλίγων καὶ περὶ κοτύλης. εἶτα βεβαιῶν ξεῖνον εἶναι τὸν παρόντα φησίν· ἐμὲ δ' οὔ πως ἔστιν ἅπαντας ἀνθρώπους ἀνέχεσθαι ἔχοντά περ ἄλγεα θυμῷ.

(Vers. 14.) ὁ ξεῖνος δ' εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ ἔσσεται. ἦ γὰρ ἐμοὶ φίλ' ἀληθέα μυθήσασθαι. τοιαῦτα δὲ λέγοι ἂν ὁ ἀξιούμενος μὲν πολλὰ εὐεργετεῖν, μὴ δυνάμενος δὲ, εἰ καὶ γογγύζει ὁ ζητῶν. Ἔνθα ὅρα καὶ ὅτι, καθὰ πρὸ τούτων ἐῤῥέθη, μὴ χρῆναι τῷ ξεινοδόκῳ ἔριδα προφαίνειν, ἵνα μὴ ἑαυτοῦ πάντα κολούη, οὕτω κἀνταῦθα οὐκ ἀγαθὸν εἶναι λέγεται τὸν ξεῖνον μηνίειν τῷ ξεινοδόκῳ· ἄλγιον γὰρ αὐτῷ ἔσται οὕτω ποιοῦντι. δῆλον δ' ἐκ τούτου, ὅτι ὁπηνίκα ἔφη μόνον τὸ ἄλγιον, ἐνέλιπεν ἐκεῖ ῥῆμα ὑπαρκτικὸν, ὡς καὶ προδεδήλωται. Τὸ δὲ τὸν ξεῖνον δύστηνον, παρατεθειμένον ἀσυνήθως ἔχει τὸ ἄρθρον. τὸ γὰρ σύνηθες, τὸν δύστηνον ξεῖνον.

(Vers. 12.) Τὸ δὲ ἅπαντας ἀνθρώπους ἀνέχεσθαι, εἴρηται μὲν ἀληθῶς· οὐ γὰρ ἄν τις δύνηται δεόντως ξενίζειν ἅπαντας, ὡς ἐκεῖνοι ζητοῦσιν. ἔχει δὲ τὸ ἀνέχεσθαι ἢ ἀντὶ τοῦ τιμᾶν ἢ ἀντὶ τοῦ ἀνέχειν ἤτοι ἀναβαστάζειν, ὡς ἐκ μεταφορᾶς τινὸς ὑπερείσματος.

(Vers. 15.) Τὸ δὲ φίλ' ἀληθέα μυθήσασθαι, ἢ Ἀττικῶς ἀντὶ τοῦ φίλον ἐστὶ τἀληθῆ εἰπεῖν, ἢ φίλα τὰ ἀληθῆ, ὥστε εἰπεῖν αὐτά.

(Vers. 17.) Ὅτι καὶ νῦν αἰτιολογῶν Ὀδυσσεὺς τὸ ἐθέλειν εἰς Ἰθάκην ἀπελθεῖν φησίν· ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω, ἐν τῷ ἀγρῷ δηλαδή· πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἢ κατ' ἀγροὺς δαῖτα πτωχεύειν· ὃ καὶ ἀνωτέρω κεῖται· δώσει δέ μοι ὅς κ' ἐθέλῃσι, κατὰ τὸν τοῦ Τηλεμάχου λόγον. οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμὶ, ὥστ' ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι· ἤγουν οὐκ εἰμὶ τοιαύτης ἡλικίας, ὥστε εἰς πᾶν ἔργον πείθεσθαι τῷ κελεύοντί μοι κατ' ἀγροὺς, ὡς οἷα δηλαδὴ γέρων ὢν καὶ μὴ ἐξισχύων πονεῖν. σημάντορα δὲ συνήθως λέγει τὸν ἐπιτάσσοντα.

(Vers. 22.) Ὅτι πτωχοῦ γέροντος γυμνίτου τὸ, ἐμὲ δ' ἄξει ἀνὴρ ὅδε τὸν σὺ κελεύεις αὐτίκα. εἰπεί κε πυρὸς θερέω, ἤγουν διὰ πυρὸς θερμανθῶ, ἀλέη τε γένηται, ἡ ἐκ τοῦ ἡλίου δηλονότι, αἰνῶς γὰρ τάδε εἵματα ἔχω κακὰ, μή με δαμάσσῃ στίβη ὑπηοίη ἤγουν ἡ ἑωθινὴ πάχνη, ὡς προγέγραπται. δῆλον δὲ καὶ ἐντεῦθεν, ὡς ψυχεινὸς ὁ τῆς ἐπανόδου τῷ Ὀδυσσεῖ καιρός.

(Vers. 27.) Ὅτι κἀνταῦθα κακὰ φυτεύειν, ὡς καὶ ἀλλαχοῦ, τὸ βουλεύεσθαι κατά τινων. ᾧ σύμφωνον καὶ τὸ ὑπορύττειν κακά. τῆς δὲ αὐτῆς ἐννοίας καθ' ἕτερον λόγον καὶ τὸ ῥάπτειν κακά·

(Vers. 32.) Ὅτι κώεα καταστορνῦσα θρόνοις ἐνὶ δαιδαλέοισι τοῖς τῶν μνηστήρων ἡ τοῦ Τηλεμάχου τροφὸς Εὐρύκλεια εἶδεν αὐτὸν πολὺ πρώτη ἐρχόμενον, καθά που καὶ Τηλέμαχος τὸν Μέντην πολὺ πρῶτος εἶδεν ἐλθόντα διὰ τὸ μεριμνᾶν καὶ διατοῦτο πρὸς ταῖς εἰσόδοις τοῦ οἴκου ἔχειν τὴν θέαν. Ὅρα δὲ ὡς εὐτελῶς κώεα ἐν τοῖς ῥηθεῖσι θρόνοις τίθενται. Τὸ δὲ στορνῦσα καθ' ὁμοιότητα παράγεται τοῦ ὄρνυσθαι καὶ τῶν ὁμοίων. ὡς γὰρ ὄρω ὄρνω ὀρνύω ὄρνυμι, οὕτω στορῶ στόρνω στορνύω στόρνυμι· ἐξ οὗ ὁ στορνύς· οὗ θηλυκὸν ἡ στορνῦσα. δῆλον δ' ὅτι ταυτόν ἐστι στορέσαι καὶ στόρνυσθαι. παρὰ δὲ τοῖς ὕστερον καὶ στρῶσαι, συγκοπὲν ἐκ τοῦ στορῶ καὶ μεταπεσὸν ἐκ πρώτης συζυγίας τῶν περισπωμένων εἰς τρίτην. ὅθεν καὶ τὸ στρῶμα καὶ τὸ τῆς νηὸς κατάστρωμα.

(Vers. 33.) Ὅτι δακρύσασα, ὡς εἰκὸς, ἡ μαῖα ἰθὺς ἦλθε τοῦ Τηλεμάχου. ἀμφὶ δ' ἂρ ἄλλαι δμωαὶ Ὀδυσσῆος ἠγερέθεντο καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. καὶ ἔστι δουλικὸν τὸ φίλημα τοῦτο. Πηνελόπη δὲ ἔκυσέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα [135] καλά. καὶ Εὔμαιος δὲ πρὸ ταύτης ὁμοίως ὡς οἷά τις ἀδελφὸς, καθὰ δηλοῖ τὸ ἄττα προσφώνημα, ᾧ δεξιοῦται αὐτὸν ὁ Τηλέμαχος. στόμα μέντοι οὐδεὶς ἐφίλει. καὶ ἴσως ὁρμηθείς τις ἐντεῦθεν εἴποι ἂν κυρίως φιλεῖν τὸ ἐμφῦναι ἴλλοις, εἴ γε καὶ ἄμφω φάεα καλὰ ἐφιλοῦντο. ἡ Πηνελόπη δὲ καὶ ἀμφὶ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα καὶ ὀλοφυρομένη δὲ λαλεῖ. ἔργα δὲ ταῦτα γινόμενα ἐπὶ φίλοις ἐξ ἀποδημίας ἥκουσιν, ὥς περ καὶ λόγος πρέπων τοιούτῳ καιρῷ τό· ἦλθες Τηλέμαχε γλυκερὸν φάος καὶ ἑξῆς, καθὰ προεγράφη. ἐπαινῶν δὲ ὁ ποιητὴς κἀνταῦθα ὡς ἑτέρωθι τὴν Πηνελόπην, φησὶν ὡς ἦλθεν ἐκ θαλάμοιο Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ· τοῦτο μὲν, ὡς καλή· ἐκεῖνο δὲ, ὡς περίφρων καὶ σώφρων.

(Vers. 38.) Τὸ δὲ ἀμφὶ παιδὶ βάλε πήχεε, ἀντὶ τοῦ ἀμφέβαλε τὸν υἱὸν τοῖς πήχεσι. καλῶς δὲ τὸ, πήχεε· βραχίονες γὰρ οὐκ ἔχουσι περιπλέκεσθαι.

(Vers. 35.) Ἰστέον δὲ ὅτι τοῦ κυνεῖν, ὅ ἐστι φιλεῖν, πρωτότυπόν ἐστι τὸ κύειν. διὸ ἀμφοῖν ἐνταῦθα χρῆται ὁ ποιητὴς, ὡς προέκκειται. ἐκ τούτων δὲ κατά τινα σχέσιν καὶ κυνεῖν τὸ προσκυνεῖν καὶ κύειν τὸ γεννᾶν. ἐν τούτοις δὲ κεῖται καὶ ὁ κίων ἀρσενικῶς ἐν τῷ,

(Vers. 29.) ἔγχος μὲν στῆσε πρὸς κίονα μακρὸν ἐρείσας, κοινότερον· ἄλλως μέντοι θηλυκῶς προήχθη, ἐν τῷ, ἔγχος ἔστησε φέρων πρὸς κίονα μακρήν.

(Vers. 38.) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ, ἀμφὶ παιδὶ φίλῳ βάλε πήχεε, δύναται τὸ φίλῳ, καὶ τῷ παιδὶ προσκεῖσθαι καὶ δυϊκῶς λέγεσθαι πρὸς τὸ πήχεε, καθότι καὶ φίλαι που χεῖρες καὶ φίλη χεὶρ λέγεται.

(Vers. 46.) Ὅτι ὄκνον δηλοῖ ἐπὶ σκυθρωπῷ λόγῳ τὸ, μή τοι γόον ὄρνυθι, μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον. Τηλέμαχος δὲ τῇ μητρὶ τοῦτο φησίν·

(Vers. 48.) ἣν καὶ παραινεῖ ὑδρηναμένην καθαρὰ χροῒ εἵματα ἑλοῦσαν εὔχεσθαι, εἴ ποθι θεὸς ἄντιτα ἔργα τελέσσει· ὃ καὶ πρὸ τούτων ἡ μαῖα παρῄνεσε.

(Vers. 57.) καὶ αὐτὸς μὲν οὕτω λαλεῖ. τῇ δέ φησιν ἄπτερος ἔπλετο μῦθος. καὶ ἐποίησεν ἡ γυνὴ οὕτω. κεῖται δὲ τὸ, ἄπτερος ἔπλετο μῦθος εἰς ἶσον τῷ, ταχέως προσήκατό, φασι, τὸν λόγον. ἄπτερος δὲ ὁ παράμονος καὶ μὴ πτερόεις κατὰ τὸ κοινὸν τοῦ λόγου ἐπίθετον, ἤγουν ὁ μὴ ἀποπτὰς, ἀλλ' ἐπιμείνας τῇ γυναικί. τινὲς δὲ καὶ ἀντὶ τοῦ ταχὺ καὶ ἰσόπτερος νοοῦσι τὴν λέξιν, ἵνα λέγῃ, ὅτι ταχὺ ἐς ψυχὴν εἰσέδυ τῇ Πηνελόπῃ.

(Vers. 44.) Ὅτι περίφρασις τοῦ, τί εἶδες, τὸ, ὅπως ἤντησας ὀπωπῆς. ἔστι δὲ ἀντῆσαι μὲν τὸ τυχεῖν, ὀπωπὴ δὲ ἡ θέα, ὡς καὶ ἀλλαχοῦ.

(Vers. 61.) Ὅτι καὶ νῦν, ὥς που καὶ ἐν καταρχαῖς τοῦ βιβλίου, ὁ Τηλέμαχος εἰς ἀγορὰν ἄπεισι κατὰ ὅμοιον σχῆμα· ἔγχος τε γὰρ ἔχει, καὶ κύνες πόδας ἀργοὶ ἕπονται αὐτῷ, καὶ θεσπεσία χάρις αὐτῷ θεόθεν καταχεύεται. καὶ πάντες λαοὶ ἐπερχόμενον αὐτὸν θηεῦντο. ἀγείρονται δὲ ἀμφ' αὐτὸν καὶ οἱ μνηστῆρες ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον· ὅ περ δολίοις προσφωνεῖσθαι πρέπει ἀνδράσιν. ἐν δὲ τῷ βυσσοδόμευον ἐξαλλαγὴν σχήματος ἔχει. ἦν γὰρ κοινότερον βυσσοδομεύοντες εἰπεῖν πρὸς τὸ ἀγορεύοντες.

(Vers. 69.) Ἐνταῦθα δὲ κεῖται καὶ βιωτικὴ παραίνεσις τὸ δεῖν εἶναι προτιμᾶσθαι τοὺς φίλους τῶν μὴ τοιούτων. Τηλέμαχος γὰρ τὸν τῶν μνηστήρων ἀλευάμενος ὅμιλον καθέξεται ἰὼν εἰς ἀγορὰν, ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος καὶ Ἀλιθέρσης, οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι.

(Vers. 70.) Ὅτι καὶ ἐν τῷ τόπῳ τούτῳ δυνάμενος ὁ ποιητὴς πολυλογῆσαι παραιτεῖται αὐτὸ διὰ τὸ μὴ καίριον. ὡς μὲν γὰρ οἱ φίλοι ἐξερέεινον ἕκαστα, λέγει· τί δὲ πρὸς αὐτοὺς ὁ Τηλέμαχος ἔφη, οὐ λέγει.

(Vers. 78.) Ὅτι τοῦ προῤῥηθέντος Πειραίου ἀποκαθιστῶντος τῷ Τηλεμάχῳ τόν τε ξένον Θεοκλύμενον καὶ τὰ ἐκ Μενελάου δῶρα τὰ φθάσαντα παρατεθῆναι αὐτῷ Τηλέμαχος πάντων ἀκουόντων φησὶν ἀνεμεσήτως πρὸς Πείραιον ἀρξάμενος ἀπὸ τοῦ γαρ συνδέσμου συνήθως· Πείραιε, οὐ γάρ τ' ἴδμεν ὅπως ἔσται τάδε ἔργα· εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι λάθρη κτείναντες πατρώϊα πάντα δάσονται, αὐτὸν ἔχοντά σε βούλομαι ἐπαυρέμεν ἤτοι ἐπαπολαύειν κληρονομικῷ δικαίῳ, ἤ τινα τῶνδε. εἰ δὲ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω, δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων. ὡς νῦν γε οὔτε σὺ χαίρεις οὔτ' ἐγώ.

(Vers. 80.) Καὶ ὅρα τὸ, λάθρη κτείναντες, ὡς μὴ ὂν ἐξ ἐμφανοῦς τοῦτο γενέσθαι. οὕτω καὶ παῤῥησιάζεται καὶ θαῤῥεῖ ὁ νεανίας τὸν πατέρα ἰδών· ὃς καὶ τὴν ἀγορὰν παρ' ἐλπίδα ποιεῖ, καταπλήττων τοὺς μνηστῆρας διὰ τὸ ἐμφαινόμενον αὐτῷ ἄτρεστον. κεῖται δ' ἐν τούτοις

(Vers. 73.) καὶ φίλου τιμὴ, ἔνθα τὸν Πείραιον ἰδὼν ἐγγύθεν ἐλθόντα ὁ Τηλέμαχος οὐκέτι ἐκάθητο βασιλικῶς, ἀλλὰ παρέστη φιλικῶς.

(Vers. 78.) Σημείωσαι δὲ καὶ ὅτι ὁ τοῦ Τηλεμάχου πρὸς τὸν Πείραιον λόγος παῤῥησίαν τε, ὡς ἐῤῥέθη, ἔχει, καὶ φιλίας ἀμοιβὴν, καὶ ἀπάτην δὲ μνηστήρων, διὰ τὸν ῥηθέντα δισταγμόν· καὶ ὅτι δῶμα μὲν οἰκονομικῶς οὐ προσήκατο, [136] ἀλλ' ἀφῆκε παρὰ τῷ Πειραίῳ αὐτὰ εἶναι, τὸν δὲ ξεῖνον Θεοκλύμενον ἦγεν ἐς οἶκον χρησιμεύοντά τι καὶ αὐτὸν ἐν τοῖς ἑξῆς.

(Vers. 101.) Ὅτι φθάσασα Πηνελόπη ἀξιῶσαι τὸν υἱὸν καταλέξαι αὐτῇ τὰ τῆς ὁδοῦ καὶ εὑροῦσα μὴ πεισθέντα ἐν τῷ εἰπεῖν μὴ θέλειν γόον αὐτῷ ἀνεγεῖραι, καὶ ὑποθέσθαι δὲ αὐτῇ τὴν προῤῥηθεῖσαν εὐχὴν, φανερῶς μὲν οὐ δυσχεραίνει κατὰ τοῦ παιδὸς, ἄλλως δὲ ὀνειδίζει ὅτι ὤκνησε τὸν λόγον. καὶ ὁ Τηλέμαχος τὸ ἐντεῦθεν δυσωπηθεὶς λαλεῖ τὰ δηλωθησόμενα. τέως γε μὴν τὰ τῆς Πηνελόπης φράζει οὕτω πως ὁ ποιητής· μήτηρ δ' ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο, κλισμῷ κεκλιμένη, λέπτ' ἠλάκατα στρωφῶσα. καὶ οἱ μὲν περὶ τὸν παῖδα ἤσθιον· αὐτὴ δὲ περιπαθῶς λαλήσασα, ἤτοι ἐγὼν, ἔφη, ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνὴν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσιν ἐμοῖς πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο εἰς Ἴλιον. οὐ δέ μοι ἔτλης πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα, νόστον σοῦ πατρὸς σάφα εἰπέμεν εἴ που ἄκουσας. καὶ ὁ Τηλέμαχος οὐκέτι ἔχων μὴ λαλεῖν ἐρεῖ τῇ μητρὶ περὶ ὧν ζητεῖται. ἐν τούτοις δὲ τὸ,

(Vers. 97.) κλισμῷ κεκλιμένη, ἐτυμολογικοῦ τρόπου ἐστί. τοῦ δὲ αἰεὶ δάκρυσι πεφυρμένη ἑρμηνεία τὸ, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο. οὐ γὰρ διὰ βίου ἔκλαιεν ἡ Πηνελόπη, ἀλλ' ἐξ οὗ ἐστερήθη τοῦ ἀνδρός.

(Vers. 108.) Ὅτι κεφαλαιούμενος πρὸς τὴν μητέρα τὰ φθάσαντα τεχνικῶς ὁ Τηλέμαχος ἐκ τῶν πρώτων μέχρι καὶ τῶν ὑστάτων φησίν· ᾠχόμεθα ἔς τε Πύλον καὶ Νέστορα. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν ἐνδυκέως ἐφίλει. ὡσεί τε πατὴρ ἑὸν υἷα ἐλθόντα χρόνιον νέον ἄλλοθεν·

(Vers. 113.) ὣς ἐμὲ κεῖνος ἐνδυκέως ἐκόμιζε. καὶ εἰκότως. εἰ γὰρ ὁ φίλος ἄλλος αὐτὸς, φίλος δὲ τῷ Ὀδυσσεῖ ὁ Νέστωρ, ἄλλος ἄρα ἐκεῖνος ἐστί· διὸ καὶ ὡς οἰκείῳ υἱῷ τῷ τοῦ φίλου Ὀδυσσέως παιδὶ προσφέρεται. φιλόφρονος δὲ ὑποδοχῆς φράσις ἐνταῦθα τὸ, δεξάμενος δέ με κεῖνος καὶ τὰ ἑξῆς.

(Vers. 114.) εἶτα λέγει ὁ νεανίας καὶ ὡς ὁ Νέστωρ μὲν οὔ ποτε ἔφη Ὀδυσσέως ζωοῦ οὐδὲ θανόντος ποθὲν ἀκοῦσαι, ἀλλά με ἐς Μενέλαον ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν, ἔνθ' ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. εἴρετο δέ με ὁ Μενέλαος ὅ του χρῄζων ἱκόμην εἰς Λακεδαίμονα. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα, καθὰ δηλαδὴ καὶ τῷ Νέστορι, πάνυ ἐπελευστικῶς ἐνταῦθα συντεμὼν τὴν διήγησιν. καὶ τότε δή, φησιν, ἀμειβόμενος προσεῖπεν ὁ Μενέλαος·

(Vers. 124.) ὦ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι, οἱ μνηστῆρες δηλαδὴ, ἀνάλκιδες αὐτοὶ ἐόντες, καὶ ἑξῆς ἀπαραλλάκτως τὰ γραφέντα κατὰ τὴν δέλτα ῥαψῳδίαν ἐν στίχοις ὀκτὼ καὶ δέκα συναπτῶς ἕως τοῦ, τῶν οὐδέν τι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω.

(Vers. 126.) ἐν οἷς κεῖται ἥ τε τοῦ λέοντος παραβολὴ, ὃς ὦκα διὰ τὸ φιλότεκνον εἰς τὴν ἑαυτοῦ εὐνὴν ἐλθὼν ἀεικέα πότμον ἐφῆκε τοῖς νεβροῖς καὶ τὰ κατὰ τὸν Λέσβιον Φιλομηλείδην, ὃν καταπαλαίσας Ὀδυσσεὺς χαίρειν δέδωκε τοῖς Ἀχαιοῖς.

(Vers. 137.) καὶ ὡς ὠκύμοροι ἂν πικρόγαμοί τε γένοιντο οἱ μνηστῆρες ἐπανελθόντος τοῦ Ὀδυσσέως, καὶ ὡς ὑπέσχετο εἰπεῖν ὁ Πρωτεὺς αὐτῷ περὶ Ὀδυσσέως τἀληθές.

(Vers. 142.) εἶτα ὑπερπηδήσας, ὅσα ἐφεξῆς ὁ Μενέλαος ὡς ἐκ τοῦ Πρωτέως ἀφηγήσατο, συγκολλᾷ τῇ ἀνακεφαλαιώσει μόνον ἐκ τῶν ἑξῆς τὸ τοῦ Ὀδυσσέως, εἰπών· φῆ μιν ὅ γε ἤγουν ἔφη αὐτὸν ὁ Πρωτεὺς, ἐν νήσῳ ἰδέειν κρατέρ' ἄλγεα πάσχοντα ἢ θαλερὸν κατὰ δάκρυ χέοντα, νύμφης ἐν μεγάροισι Καλυψοῦς,

(Vers. 143.) καὶ τὰ ἐφεξῆς τρία ἔπη· ὧν ἔννοια τὸ μὴ δύνασθαι τὸν Ὀδυσσέα οἴκαδε ἱκέσθαι διὰ τὸ μὴ ἔχειν νῆάς τε καὶ ἑταίρους. κἀνταῦθα στήσας τὴν ἀνακεφαλαίωσιν, ὅτι μηδὲ ἐχρῆν περαιτέρω προβῆναι, μὴ καὶ μαθοῦσά τι περὶ τοῦ Ὀδυσσέως ἀγαθὸν ἡ γυνὴ βλάψῃ τὰ ἐφεξῆς, ὡς καὶ προδεδήλωται, ἐπάγει συμπληρωτικῶς·

(Vers. 148.) ταῦτα τελευτήσας νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς ἀθάνατος, ὅς με ὦκα φίλην ἐς πατρίδ' ἔπεμψε. καὶ οὕτω μὲν αὐτῇ οὐδὲν εἶπε σαφὲς ἀγαθὸν περὶ τοῦ πατρὸς, ἀλλ' ἢ μόνον ὅτι ζῇ, ἀδύνατον ἔχων τὴν ἐπάνοδον. ὁ μέντοι Θεοκλύμενος ἀναπληρῶν τὸ τοῦ παιδὸς ἔλλειμα ἀγαθὰ τῇ Πηνελόπῃ μαντεύσεται, ὡς ἐφεξῆς εἰρήσεται.

(Vers. 125.) Σημείωσαι δὲ, ὅτι πολλῶν παρὰ Μενελάῳ λαληθέντων περὶ Ὀδυσσέως εἰς ἔπαινον τὰ ἀνθηρότερα ὁ νεανίας ῥήτωρ ἐν τῇ ἀνακεφαλαιώσει ἐκλεξάμενος εἶπε, τήν τε ῥηθεῖσαν δηλαδὴ παραβολὴν καὶ τὸ κατὰ τὸν Φιλομηλείδην, περὶ ὧν ἤδη προγέγραπται ἱκανῶς.

(Vers. 118.) Ὅρα δὲ ὅτι τε καὶ πρὸς τὴν Ἑλένην φιλοφρόνως ἔσχε διὰ τὴν ξενίαν ὁ Τηλέμαχος· διὸ οὐδενὸς ἄλλου τῶν ἐν τῇ ἀποδημίᾳ γνωσθέντων προσώπων κατ' ἐξαίρετον ἐμνήσθη, ἀλλὰ μόνης αὐτῆς ὡς μέγιστόν τι ἰδών· καὶ οὐδὲ φορτικόν τι περὶ αὐτῆς εἶπεν,

(Vers. 119.) ἀλλὰ καὶ μᾶλλον ὑπεραπελογήσατο ἐν τῷ εἰπεῖν, [137] θεῶν ἰότητι γενέσθαι τὰ κατ' αὐτὴν, ὅ περ ἔθος ἦν τοῖς παλαιοῖς νοεῖν, εἰωθόσιν ἀνατιθέναι τῷ θείῳ καὶ τὰς τῶν τοιούτων αἰτίας, ὡς καὶ Ὀδυσσεὺς πρὸ τούτων ἔφη τὸ, οὐδέ τις ἄλλος αἴτιος, ἀλλὰ Ζεὺς Δαναὸν στρατὸν ἤχθηρεν. ἐπορίσατο δὲ τὴν τοιαύτην ἔννοιαν ὁ Τηλέμαχος ἐξ αὐτῆς Ἑλένης, ἥ τις ἐν τῇ δέλτα ῥαψῳδίᾳ τὴν Ἀφροδίτην αἰτιᾶται τῆς κατ' αὐτὴν ἁρπαγῆς.

(Vers. 110.) Ὅρα δὲ καὶ ὅτι δόμους ὑψηλοὺς τοὺς τοῦ Νέστορος λέγει, ὡς εἰκὸς ὂν, καὶ ὑπερῷα εἶναι τινὰ ἐν αὐτοῖς.

(Vers. 111 et 113.) Τὸ δὲ ἐνδυκέως λέξις φίλη ποιηταῖς, διὸ καὶ δὶς ἐνταῦθα ἐῤῥέθη διὰ τὸ ὡς ἐν ποιήσει καίριον. Τὸ δὲ ἐφίλει καὶ ἐκόμιζε ταυτά εἰσιν, ὡς δηλοῖ τὸ, ἐνδυκέως ἐκόμιζε, καὶ τὸ, ἐνδυκέως ἐφίλει, τουτέστιν ἐφιλοφρονεῖτο.

(Vers. 119.) Τὸ δὲ ἐμόγησαν σεμνῶς ἔφη ὁ Τηλέμαχος διὰ τὴν Ἑλένην. εἰπεῖν γὰρ ἧς εἵνεκα ὤλοντο ἤ τι τοιοῦτον ὀκνεῖ διὰ τὸ δυσφημότερον. εἰ γὰρ καὶ ἐκείνη ἕνεκα αὐτῆς κυνώπιδος τὰ ἐν Ἰλίῳ κακὰ γενέσθαι φησὶν, ἀλλ' ὁ Τηλέμαχος ὥς περ αὐτὸ φεισάμενος εἰπεῖν ἔφη θεῶν ἰότητι προβῆναι αὐτὰ, οὕτως οὐδ' ἄλλο τι ἐθέλει φάναι δύσφημον ἀκολούθως τῷ πατρὶ εἰπόντι που, Ἑλένης μὲν ἀπολόμεθα εἵνεκα πολλοί. Ὅρα δὲ ἐν τῇ ῥηθείσῃ ἀνακεφαλαιώσει καὶ ὡς ὤκνησεν ὁ ποιητὴς παραφράσαι τι· διὸ ξηρὰ ἔπη ἐκ τῶν προφρασθέντων ἔθετο, καθάπερ αὐτὸς ἐπέκρινε.

(Vers. 141.) Ἔτι ὅρα καὶ ὅτι οὐκ ἐξ ἀνάγκης ὅτε τις εἴπῃ ὡς οὐ τόδε οὐδὲ τόδε, διάφορά τινα δηλοῖ. ἐνταῦθα γὰρ εἰπὼν, ὡς οὐδέν τι κρύψω ἔπος οὐδ' ἐπικεύσω, οὐδὲν ἔφη διάφορον. ταυτὸν γὰρ κρύψαι καὶ κεῦσαι.

(Vers. 152.) Ὅτι πλάσας ὁ ποιητὴς τὸν Τηλέμαχον ἃ μὲν παρὰ Νέστορος καὶ Μενελάου ἤκουσεν, εἰπόντα, σιγῶντα δὲ ἅ περ αὐτὸς οἶδεν ἀκούσας περὶ τοῦ νόστου, ποιεῖ τὸν Θεοκλύμενον εὐθὺς εἰπόντα οὕτως· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἤτοι ὅ γ' οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· ἀτρεκέως γάρ τοι μαντεύσομαι οὐδ' ἐπικεύσω. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, ἱστίη τ' Ὀδυσσέως ἀμύμονος, ἣν ἀφικάνω, οὓς δὴ στίχους καὶ πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς τὸν Εὔμαιον ἔφη, ὡς ἤτοι Ὀδυσσεὺς ἤδη ἐν πατρίδι γαίῃ ἥμενος ἢ ἕρπων, τουτέστι κρύφα καὶ οὐ κατ' ὀρθὸν βαδίζων, τάδε πευθόμενος κακὰ ἔργα ἐστίν. ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει. καὶ λέγει μὲν

(Vers. 160.) οἰωνὸν φράσασθαι τὸν ταῦτα δηλοῦντα, ὡς προδεδήλωται. οὐκ ἔστι δὲ πιστὸς αὐτὸς οὕτως εἰπὼν, ὡς ἐὰν ὁ Τηλέμαχος τοιοῦτόν τι ἀπήγγειλε. καὶ ἰδοὺ εὐμεθόδως ὁ ποιητὴς ἐδήλωσε μὲν τῇ γυναικὶ, ὡς ἐν Ἰθάκῃ ἐστὶν Ὀδυσσεὺς, οὐκ ἐπληροφόρησε δέ.

(Vers. 156.) Ἱστίην δὲ καὶ νῦν τὴν ἐσχάραν λέγει, τὴν καὶ ἑστίαν λεγομένην, τοῦτο μὲν ἐκ τοῦ ἑστάναι, ἐκεῖνο δὲ ἐκ τοῦ ἵστασθαι. αἰτία γὰρ αὕτη τοῦ τὸν οἶκον συνεστάναι καὶ ἵστασθαι διὰ τὰς ἐν αὐτῇ ὁσημέραι θυσίας. ὅθεν καὶ Ζεὺς ἐφέστιος καὶ ἑστιοῦχος, καὶ Ἑστία θεὰ παρ' Ἀττικοῖς, καὶ ὁ ὅλος δὲ οἶκος ἀπ' αὐτῆς ἑστία ὡς καιρίου μέρους, καθὰ καὶ βωμὸς ὁ ναὸς ἀπὸ τοῦ ἐν αὐτῷ βωμοῦ.

(Vers. 161.) Ὅτι ἐν τῷ, ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν ἀντὶ τοῦ ἐγεγώνεον, δηλοῦται περισπώμενον ῥῆμα εἶναι τὸ γεγωνῶ· ἐξ οὗ γεγωνὼς μετοχὴ, συγκεκομμένη ἐκ τοῦ γεγωνηκὼς, ὁμοία τῷ, εἰδηκὼς καὶ ἐν συγκοπῇ εἰδώς.

(Vers. 163.) Ὅτι ὑποσχετικὸν ἐπὶ ἀγαθῇ ἀγγελίᾳ τὸ, αἲ γὰρ, ἀντὶ τοῦ εἴθε, τοῦτο ἔπος τετελεσμένον εἴη, τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. λέγει δὲ φιλότητα καὶ νῦν τὴν φιλίαν.

(Vers. 165.) Ὅτι δὲ τοῦ συναντόμενος τὸ θέμα ἄντω ἐστὶ, καὶ πρὸ ὀλίγων εἴρηται.

(Vers. 168.) Ὅτι καὶ ἐνταῦθα ὡς καὶ πρὸ τούτων οἱ μνηστῆρες ὕβριν ἔχοντες οὐ μὴν εὐτάκτως γυμναζόμενοι δίσκοισι τέρπονται καὶ αἰγανέῃσιν ἐν τυκτῷ δαπέδῳ. ἀέθλων δὲ σχῆμα τὰ τοιαῦτα ἦσαν, ὡς ὁ Μέδων κολακεύων ἐρεῖ. ἐνταῦθα δὲ ἐφιστῶσιν οἱ παλαιοὶ, ὡς ἰδοὺ καὶ οἱ ἀκρατέστατοι μνηστῆρες ἐπὶ μελέτην ἀθλητικὴν τρεπόμενοι δίσκοις ἐτέρποντο καὶ αἰγανέαις, τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες. βούλεται δὲ ἡ τοιαύτη ἐπιστασία παιδεύειν, μὴ χρῆναι ἄνεσιν ἀεὶ ἔχειν τὸν ἄνθρωπον, ἀλλὰ καὶ ἐντείνεσθαι ὁπωσοῦν εἰς ἔργα σπουδαιότερα.

(Vers. 170.) Ὅτι ἐν τῷ, ἀλλ' ὅτε δὴ δειπνηστὸς ἢ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα πάντοθεν ἐξ ἀγρῶν, μῆλα πάντα τετράποδα λέγει ὡς ἀπὸ μέρους. οὐ γὰρ πρόβατα μόνον ἱέρευον, ἀλλὰ καὶ σύας σιάλους καὶ αἶγας καὶ βοῦς ἀγελαίας, ὡς εὐθὺς δηλοῖ τὰ ἐφεξῆς. δοκεῖ δὲ κρεῖττον εἶναι δειπνητὸς γράφειν ὁμοίως τῷ ἀμητός. ἔστι δὲ δειπνηστὸς ἢ δείπνηστος ὁ τοῦ δείπνου καιρός· ἄλλως δὲ σαφέστερον εἰπεῖν, δειπνητὸς ὀξυτόνως αὐτό φασι τὸ δεῖπνον, βαρυτόνως δὲ ἡ ὥρα τοῦ δείπνου· ὃ δὴ καὶ ἐπὶ τοῦ ἀμητὸς καὶ ἄμητος παρατετήρηται.

(Vers. 172.) Ὅτι συνετὸς ὁ κῆρυξ Μέδων πλάττεται καὶ ὡς εἰπεῖν ἀμφοτεροδέξιος καὶ οἷόν τις κόθορνος, εἴ γε μὴ μόνον τοῖς [138] τοῦ Ὀδυσσέως εὔνους ἦν, ἀλλὰ καὶ μνηστῆρσι μάλιστα ἥνδανε κηρύκων, καί σφιν παρεγίνετο δαιτὶ, ὡς ὁμοτράπεζος, ὃ μέγα ἐδόκει εἶναι κατά τι ἐξαίρετον. Ὅρα δὲ τὸ, μάλιστα κηρύκων· ὡς γὰρ Ἀμφίνομος ἥνδανε τῇ Πηνελόπῃ οὐχ' ἁπλῶς ἀλλὰ πλέον τῶν ἄλλων μνηστήρων, οὕτω καὶ ὁ Μέδων φιλεῖται τοῖς μνηστῆρσιν οὐ κυρίως οὐδ' ἀπολύτως, ἀλλ' ὑπὲρ τοὺς ἄλλους κήρυκας ὡς δεξιώτερος.

(Vers. 174.) Ὅτι τρυφώντων ἀεθλευτῶν εἴτε καὶ θεατῶν τὸ, ἐπειδὴ πάντες ἐτέρφθητε φρέν' ἀέθλοις, ἔρχεσθε πρὸς δώματα ἵνα ἐντυνώμεθα, τουτέστιν ὁπλίσωμεν, δαῖτα. Παίδευσις δὲ γνωμικὴ περὶ δαιτὸς τὸ,

(Vers. 176.) οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ, τουτέστι κατὰ καιρὸν, δεῖπνον ἑλέσθαι.

(Vers. 177.) Εὐπειθείας δὲ παραστατικὸν τὸ, ὣς ἔφαθ'· οἱ δ' ἀναστάντες ἔβαν πείθοντό τε μύθῳ. Ἑτοιμασία δὲ πρὸς ἔργον μάλιστα δαιτὸς τὸ,

(Vers. 179.) χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, οἱ δ' ἱέρευον τὰ ῥηθέντα μῆλα, ἤγουν ὄϊς μεγάλους καὶ πίονας αἶγας. ἱέρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, δαῖτα ἐντυνόμενοι.

(Vers. 180.) Καὶ ὅρα ὅτι τοῦ ἱερεύειν οὐκ ἔχει λέξιν καιριωτέραν ἐν τοῖς τοιούτοις ὁ ποιητής.

(Vers. 187.) Ὅτι φιλῶν τὸν ξένον Ὀδυσσέα ὁ Εὔμαιος φησίν· ὡς ἐγὼ μὲν αὐτοῦ, τουτέστιν ἐνταῦθα, βουλοίμην σταθμῶν ῥητῆρά σε γενέσθαι, ὅ ἐστι φύλακα. ἀλλὰ τὸν, ἤγουν τὸν δεσπότην Τηλέμαχον, αἰδέομαι καὶ δείδια μή με ὀπίσσω νεικείῃ· χαλεπαὶ δέ τ' ἀνάκτων εἰσὶν ὁμοκλαί· τοῦτο δὲ καὶ γνωμικῶς ἐῤῥέθη· καὶ οὕτως εἰπὼν συναπέρχεται τῷ Ὀδυσσεῖ εἰς τὴν πόλιν. ἦν δὲ οὐκέτι πρωῒ, ὡς δηλοῖ τὸ, δὴ γὰρ μέμβλωκε μάλιστα ἦμαρ, ὅ περ ἐφερμηνεύων φησίν· ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται, ἤγουν ταχὺ πρὸς ἑσπέραν ῥιγώσεις ἐκ τοῦ ψύχους, ὥστε μέμβλωκεν οὕτω τὸ ἦμαρ, εἰ ταχὺ ἑσπέρα ἔσται. εἰ δὲ τοῦτο, οὐκ ἄρα ἐνταῦθα δεῖπνος τὸ πρωϊνὸν ἔμβρωμα κατὰ κυριολεξίαν, ἀλλ' ἢ μόνον καθ' ὃ πρὸ δείλης καὶ τοῦ προδόρπου ἦν.

(Vers. 190.) Τὸ δὲ μέμβλωκεν ἀντὶ τοῦ μεμόληκε, παρῆλθεν, οὗ ἡ σκευωρία ἐν Ἰλιάδι κεῖται, ὡς ἐκ τοῦ μολῶ μολήσω μεμόληκα, καθὰ ἐῤῥέθη ἐκεῖ. εἰ δὲ πρὸς τῇ ἑσπέρᾳ ῥίγιον ἔσται, χειμέριος ἄρα καὶ νῦν δηλοῦται ἢ ἐγγὺς χειμῶνος καιρός.

(Vers. 191.) Ἰστέον δὲ καὶ ὅτι τὸ ἕσπερα συγκέκοπται μὲν ἐκ τοῦ ἑσπέρια, δηλοῖ δὲ ἐλλειπτικῶς ἕσπερα μέρη ἢ καταστήματα ἢ τοιοῦτόν τι. Καὶ ὅτι τὸ, ῥίγιόν σοι ἔσται, ἀλλαχοῦ ἀντὶ τοῦ φοβηθήσει κεῖται καὶ φρίξεις, μεταφορικῶς ἐκεῖ λεχθέν.

(Vers. 194.) Ὅτι συσκευὴ πτωχικὴ εἰς ὁδὸν τὸ, ἀλλ' ἴομεν, σὺ δ' ἔπειτα διαμπερὲς ἡγεμόνευε, ὡς προεύοδος δηλαδή. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστὶ, σκηρίπτεσθαι, ὅ ἐστιν ἐπερείδεσθαι· ἐπειδή φατε ἀρισφαλέα ἔμμεναι οὐδόν. καὶ ὅρα τὸ οὐδὸν ἀντὶ τοῦ ὁδὸν ἐπενθέσει Αἰολικῇ τοῦ υ. ἅπαξ δέ, φασιν, ἐνταῦθα εἶπε τὴν λέξιν καὶ δέδωκεν ἀφορμὴν ἐτυμολογίας τῷ οὐδῷ· καὶ ἐκεῖνος γὰρ ὁδὸς εἰς οἶκον ἐστίν. Ἡρακλείδης δ' ἐν οἷς περὶ δυσκλίτων ῥημάτων γράφει, ἀρισφαλὲς ἔμμεναι οὖδας φησὶ γράφεσθαι οὐκ ἄλλως ὑπό τινων.

(Vers. 195.) Τὸ δὲ ῥόπαλον μετ' ὀλίγα καὶ σκῆπτρον

(Vers. 199.) ἐρεῖ θυμῆρες τῷ Ὀδυσσεῖ, ὡς ἀπὸ τοῦ σκηρίπτω ἢ σκήπτω, ἐφ' οὗ ὁδεύει σκηριπτόμενος. ἀπὸ τοῦ ῥέπω δὲ γίνεται τὸ ῥόπαλον ὡς οἷα ῥέπον εἰς μέρος καὶ μὴ ὀρθὸν, κατὰ τὸν τῆς Ἑκάβης παρ' Εὐριπίδῃ σκολιὸν σκίπωνα. ὅμοιον δέ τι καὶ ἡ καλαῦροψ. κάλον ἐκείνη, τουτέστι ξύλον αὖ ῥέπον κατὰ ὁμοίαν ἐτυμολογίαν. καὶ τὸ παρὰ Θεοκρίτῳ δὲ ῥοικὸν λαγώβολον τοιοῦτόν τι δοκεῖ τοῖς πλείοσιν εἶναι καὶ ἀπὸ τοῦ ῥέπειν γίνεσθαι καὶ αὐτό.

(Vers. 196.) Ἀρισφαλὴς δὲ ὁδὸς ἡ τραχεῖα καὶ πάνυ σφάλλουσα ὡς κινδυνεύειν πίπτειν τὸν ὁδεύοντα. Ἀμάρτυρον δὲ τὸ, φατὲ ἀρισφαλέα ὁδὸν εἶναι. οὐδεὶς γὰρ τῷ Ὀδυσσεῖ τοῦτο εἰπὼν φαίνεται, ἀλλ' αὐτὸς εὖ πάλαι εἰδὼς λέγει. ψεύδεται ἄρα κἀνταῦθα οὐκ ἐπιψόγως ὁ Ὀδυσσεύς. εὐμεθόδως δὲ καὶ ἡ τοῦ ῥοπάλου χρῆσις διά τε τὸ ἀναγκαίως πτωχικώτερον τῆς σκευῆς καὶ ἵνα πιθανῶς μετ' ὀλίγα βουλεύσηται Ὀδυσσεὺς ῥοπάλῳ τούτῳ ἀνελεῖν τὸν κακὸν Μελάνθιον. δῆλον δὲ ὅτι τὸ μὲν ῥόπαλον καὶ σκῆπτρον εἴη ἂν, οὐ μὴν καὶ πᾶν σκῆπτρον ῥόπαλον. οὐ γὰρ δή που καὶ τὸ βασιλικὸν καὶ τὸ δικαστικόν.

(Vers. 197.) Ὅτι πτωχικῶς ὁ Ὀδυσσεὺς σκευαζόμενος ἐν τῷ ἀγρῷ εἰς Ἰθάκην ἰέναι ἀμφ' ὤμοισιν ἀεικέα βάλλετο πήρην, τὴν ἐξ ἀρχῆς ἐκείνην, πυκνὰ ῥωγαλέην. ἐν δὲ στρόφος ἦεν ἀορτὴρ, ὡς καὶ πρὸ τούτων ἐγράφη. ἔστι δὲ ἀμφ' ὤμοις βάλλεσθαι πήραν τὸ ἐνάψασθαι· οὐ γὰρ φορεῖται ἄλλως ἡ πήρα.

(Vers. 201.) Ὅτι οὐκ ἀπαθῶς λέγων ὁ ποιητής φησι κατά τινα οἶκτον, ὅτι ὁ Εὔμαιος ἐς πόλιν ἦγεν ἄνακτα πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.

(Vers. 203.) σκηπτόμενον, ὅ ἐστι σκηριπτόμενον, ὡς ἀνωτέρω ἐῤῥέθη, ἢ προφασιζόμενον καὶ φαινόμενον, οὐ γὰρ ἀληθῶς τοιοῦτος ἦν. τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα [139] ἕστο, καθὰ καὶ αὐτὸς Ὀδυσσεὺς φθάσας εἶπεν, αἰνῶς γὰρ τάδε εἵματα ἔχω κακά. Ὅρα δὲ ὅτι ἐν τῷ, τὰ δὲ λυγρὰ εἵματα, περιττῶς κεῖται τὸ ἄρθρον· ἤρκει γὰρ εἰπεῖν λυγρὰ δὲ εἵματα ἕστο. ἐνθυμητέον δ' ἐν τούτοις καὶ ὡς τοιαύτη τις εἰδέχθεια καὶ κακοειμοσύνη καὶ ἐν Τροίᾳ τὸν Ὀδυσσέα ὤνησε δολιευσάμενον.

(Vers. 205.) Ὅτι κρήνη τις ἦν ἐν Ἰθάκῃ τυκτὴ, τουτέστι χειροποίητος, καλλίροος, ὅθεν ὑδρεύοντο πολῖται. ἀξία δὲ λόγου αὕτη τρεῖς ἔχουσα ἐπισκευαστάς· φησὶ γάρ· τὴν ποίησεν Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· ὧν ἐξ Ἰθάκου μὲν ἡ Ἰθάκη, ἀπὸ δὲ Νηρίτου Νήριτον ὄρος ἐκεῖ, ἀπὸ δὲ Πολύκτορος τόπος αὐτόθι Πολυκτόριον. Πτερελάου δὲ παῖδες οὗτοι. καὶ τοῦτο μὲν οὕτως. ἀμφὶ δὲ τήνδε τὴν κρήνην αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος πάντοσε κυκλοτερὲς διὰ τὸ τίμιον τοῦ τοιούτου σχήματος, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ ὑψόθεν ἐκ πέτρης. βωμὸς δ' ἐφύπερθε τέτυκτο νυμφάων, ὅθι πάντες ἐπιρέζεσκον ὁδῖται. φανεῖται δὲ μετ' ὀλίγα καὶ Ὀδυσσεὺς καίων ἦν ὅτε καὶ αὐτὸς μηρία ἀρνῶν καὶ ἐρίφων ταῖς τοιαύταις νύμφαις. αἴθριος δὲ, ὡς εἰκὸς, ὁ ὑπὲρ τῆς πέτρας οὗτος βωμὸς, ὁποῖοι καὶ ἕτεροι ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι σύνηθες ἦν καὶ τοῖς μεθ' Ὅμηρον βωμοὺς ἱδρύειν ταῖς νύμφαις καὶ μάλιστα, ὡς εἰκὸς, ταῖς Νηΐσι. λέγεται οὖν Ἀμφικτύων, βασιλεὺς Ἀθηναίων, βωμὸν ἀναστήσας Διονύσῳ καὶ ἕτερον βωμὸν δείμασθαι ταῖς νύμφαις ἐγγὺς αὐτοῦ, ὑπόμνημά, φασι, θέμενος τοῖς χρωμένοις κράσεως οἴνου πρὸς ὕδωρ. ἣν κατά τινας μὲν Μελάμπους πρῶτος ἐξεῦρε, καθ' ἑτέρους δὲ ὁ ῥηθεὶς Ἀμφικτύων, ὃς καὶ ὀρθουμένων τῶν οὕτω πινόντων, πρότερον γάρ, φασιν, ὑπὸ ἀκράτου ἐκάμπτοντο, βωμὸν ὀρθοῦ Διονύσου ἤγειρεν ἐν τῷ τῶν Ὡρῶν ἱερῷ, αἳ δὴ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. λέγονται δέ, φασι, καὶ Μοῦσαι Διονύσου τροφοὶ, νύμφαι τινὲς οὖσαι καὶ αὐταὶ, ὡς καὶ παρὰ Λυκόφρονι εὕρηται. τοῦτο δέ, φασιν, αἴνιγμα ἦν εἰς τὸ ἔμμουσον καὶ ἐναρμόνιον τῶν μὴ ἀκρατοποτούντων, ἀλλὰ μετριαζόντων τῷ κεράσματι. δῆλον δὲ ὅτι ἄλλοι τινὲς ὄμβρῳ τυχαίῳ ἀνατιθέασι τὸ τοῦ κεράσματος αἴτιον, ὃς ἀμέτρως πινόντων τινῶν ἐπὶ ἀκτῆς καταῤῥαγεὶς τὸ μὲν συμπόσιον διέλυσε, τὸν δὲ κρατῆρα μίξας παρέσχε προσηνῆ μετὰ αἰθρίαν καὶ ἄλυπον. διό, φασιν, ἀκράτῳ μὲν τῷ ἐν δείπνοις ἀγαθὸς ἐπιφωνεῖται δαίμων ἐπὶ Διονύσῳ τῷ εὑρηκότι, τῷ δὲ μετὰ δεῖπνον πρώτῳ κράματι σωτὴρ Ζεὺς ἐπιλέγεται διὰ τὸν ὄμβριον Δία. τὸ δὲ κατὰ Λυκοῦργον κρᾶμα καὶ τὸν περιᾳδόμενον τεθαλαττωμένον οἶνον ζητητέον ἀλλαχοῦ.

(Vers. 209.) Τὸ δὲ πάντοσε κυκλοτερὲς πρὸς διαστολὴν ἡμικυκλίου εἴρηται.

(Vers. 208.) Τὸ δὲ ὑδατοτρεφεῖς τὰς αἰγείρους εἶναι, ἱστορία ἐστὶ φυτική.

(Vers. 209.) Σημείωσαι δ' ἐνταῦθα εἰς τὸ, πάντοσε κυκλοτερὲς, ὅπως τίμιον ἐδόκει χρῆμα τοῖς παλαιοῖς ὁ κύκλος διὰ τὸ κατὰ κόσμον σφαιροειδές. οὗ φαντασίαν ἐναργῆ, φασὶ, λαβόντες ἐκ τοῦ τῆς σελήνης καὶ τοῦ ἡλίου σχήματος θέατρά τε κυκλοτερέσιν ἐσέμνυνον σχήμασι, καὶ τὸν τῆς ἀγορᾶς δὲ τόπον κύκλῳ περιέγραφον κατὰ τὸ, κυκλόεντ' ἀγορᾶς θρόνον, καὶ βωμοὺς δὲ ἱεροὺς πάντοσε κυκλοτερεῖς ἀνίστων, καὶ κατὰ περιστροφὴν δέ, φασι, καθὰ καὶ ἄλλα τινὰ τῶν κάτω τοῖς ἄνω ἤθελον ἀφομοιοῦν. διὸ καὶ ἡ τράπεζα κυκλοειδὴς ἦν αὐτοῖς. κυκλοτερεῖς δὲ καὶ οἱ καθαγιζόμενοι τρίποδες, ἔχοντες αὐτοὶ καὶ ἀστέρας, οὕς, φασι, καὶ ἐκάλουν σελήνας. προσθετέον δὲ τούτοις, φασὶ, καὶ τὴν ἅλω, διαγεγραμμένην εἰς κύκλον. καὶ τὸν ἄρτον δέ, φασιν, οὕτως ἐκάλεσαν διὰ τὸ κατ' αὐτὸν στρογγύλον· ἐπειδὴ τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος· οὗ περ ἴσως ἐμφαντικὸν τὸ, οὖλον ἄρτον ἑλὼν, ὅ πέρ ἐστιν ὅλον, ἤγουν τέλειον. καὶ τὸ ποτήριον οὖν, φασὶ, τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλοτερὲς ἐποίησαν κατὰ μίμησιν τοῦ κόσμου. ἐνταῦθα δὲ παραπηγνύει ὁ παλαιὸς καὶ τὸ Νεστόρεον ποτήριον καὶ τοὺς περὶ αὐτὸ ἀστέρας, οὓς ὁ ποιητὴς ἥλους, φησὶν, ὀνομάζει διὰ τὸ καὶ περιφερῶς ἔχειν κατὰ τοὺς ἥλους καὶ ἐμπεπηγέναι τῷ οὐρανῷ, αἰὲν κατὰ τὴν Ἀράτου σοφίαν ἀρηρότας ἀγάλματα νυκτὸς ἰούσης. ὡς ἐοικέναι οὐρανὸν μὲν ἀργύρῳ τῷ κατὰ τὴν κύλικα τοῦ γέροντος, ἀστέρας δὲ τούτους χρυσῷ, διὰ τὸ πυρῶδες. ὅσοις δὲ καὶ ἄλλοις λόγοις τὸ κατὰ κύκλον σχῆμα πολλῷ δὲ πλέον τὸ κατὰ τὴν σφαῖραν σεμνύνεται, λαλοῦσιν οἱ περὶ ταῦτα ποιησάμενοι, πολλὴν ὅτι μάλα εὐπορίαν ἐκεῖνοι ἐξευρηκότες ἐνταῦθα.

(Vers. 212. sqq.) Ὅτι Μελάνθιος αἰπόλος δοῦλος ὁ καὶ Μελανθεὺς Δουλίου υἱὸς, Εὐρυμάχῳ πεποιθὼς, ᾧ εἴχετο Μελανθὼ ἡ αὐτοῦ ἀδελφὴ, ἀναιδέστατος ἦν. καὶ νῦν Ὀδυσσέα σκώπτει καὶ Εὔμαιον καθ' ὁδὸν αὐτοῖς ἐντυχών. φησὶ γοῦν ὁ ποιητὴς, ὡς ἦγε μὲν αἶγας, αἳ πᾶσι μετέτρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι· δύο δ' ἅμ' ἕποντο νομῆες. τοὺς δὲ ἰδὼν νείκεσσε. καὶ ἑρμηνεύων Ὅμηρος [140] τὸ νείκεσσεν ἐπάγει·

(Vers. 216.) ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν, ἔκπαγλον καὶ ἀεικὲς, ὅ πέρ ἐστι προθεωρία Ὁμηρικὴ, δηλοῦσα οἷα πλάσει λέγοντα τὸν ἀπαίδευτον Μελάνθιον· ὃς εἰπὼν, ἃ εἶπεν, ὤρινε κῆρ Ὀδυσῆος διὰ τὸ τοῦ λόγου θυμοδακὲς καὶ ἀεικὲς καὶ τὸ κατ' αὐτὸν κωμῳδικὸν, ταυτὸν δ' εἰπεῖν, ψογερὸν καὶ περισύρον· ἐπεί τοι τὴν κωμῳδίαν ψόγον καὶ περίσυρμα ὡρίζοντο οἱ παλαιοί. ᾧ δὴ περισύρματι καὶ τὸ διασύρειν συστοιχεῖ, ἔτι δὲ καὶ τὸ περισυρίττειν. αἰσχύνη γοῦν ἦν, καθὰ τὸ περισύρεσθαι, οὕτω καὶ τὸ περισυρίττεσθαι καὶ περικλώζεσθαι.

(Vers. 217.) ἔστι δὲ τὸ ἔκπαγλον ἔπος τοιοῦτον· νῦν μὲν δὴ πάγχυ κακὸς κακὸν ἠγηλάζει. εἰς ὃ καὶ γνωματευόμενος πιθανῶς λέγει·

(Vers. 218.) ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον, ἤγουν εἰς τὸν ὅμοιον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις ἀμέγαρτε συβῶτα, πτωχὸν ἀνιηρὸν, δαιτῶν ἀπολυμαντῆρα; ὃς πολλῇσι φλιῇσι παραστὰς φλίψεται ὤμους, αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας. τόν κ' εἴ μοι δοίης σταθμῶν ῥυτῆρα λιπέσθαι ἢ γενέσθαι, σηκοκόρον τ' ἔμεναι, θαλλόν τ' ἐρίφοισι φορῆναι. καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο. ἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον

(Vers. 228.) βούλεται, ἀντὶ τοῦ βουλήσεται, αἰτίζων βόσκειν ἣν γαστέρ' ἄναλτον. ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· αἴ κ' ἔλθῃ πρὸς δώματ' Ὀδυσῆος θείοιο, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.

(Vers. 233.) ἐπεὶ δὲ τὸν οὐ σεμνὸν ἄνδρα ἐχρῆν μὴ ἐν λόγοις μόνοις ὕβριν ἔχειν, ἀλλὰ καὶ ἐν ἔργοις ἐνασχημονεῖν, ποιεῖ ὁ Μελανθεὺς οὕτω· καὶ ἅμα τῷ λόγῳ παριὼν ἔνθορεν ἀφραδίῃσιν ἰσχίῳ, οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,

(Vers. 235.) ἀλλ' ἔμεν' ἀσφαλέως, εἰ καὶ ἄλλως ἀρισφαλὴς ὡς εἴρηται ἡ ὁδός. καὶ μερμήριξε μὲν Ὀδυσσεὺς οἷα ὀρινθεὶς τὴν ψυχὴν, ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο, ἢ πρὸς γῆν ἐλάσειε κάρη ἀμφ' οὖδας ἀείρας, ἢ ἀμφουδεὶς ἀείρας, εἴτε ἐρείσας. ἀλλ' ἐπετόλμησε, φρεσὶ δ' ἔσχετο. καὶ ὁ ξεῖνος μὲν Ὀδυσσεὺς οὕτω ποιεῖ.

(Vers. 239.) ὁ δὲ Εὔμαιος τὸν κακὸν ἀραῖς ἀμύνεται, ὡς εἰρήσεται. ἃ μέντοι πείσεται ὁ τὴν κορωνίδα τῆς ἀναιδίας ἐπιθεὶς Μελάνθιος, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται, ὅπου διὰ Εὐμαίου καὶ Τηλεμάχου ἀκρωτηριασθήσεται.

(Vers. 218.) Σημείωσαι δὲ ὅπως καιροῦ λαβόμενος ὁ ποιητὴς, ὁποῖοι τινὲς αὐτῷ καὶ ἐν τοῖς ἑξῆς χορηγηθήσονται, κωμικεύεται διὰ μέσου τοῦ ἀναιδοῦς δούλου. καὶ ἀλλάξας ἑαυτὸν ποικιλίας χάριν οὐκέτι οὔτε σεμνὰ λαλεῖ οὔτε πρὸς σαφήνειαν, ἀλλ' ἐκτραχύνει θυμικῶς τὴν φράσιν. διὸ καὶ κατὰ κόμματα λαλεῖ, καὶ ἐννοίας ἐπινοεῖται δριμείας καὶ σκωπτικὰς, ἐπίτηδες κατά τινα διαστήματα καὶ τοιούτοις ἀρτύων τὴν ποίησιν αὐτοῦ.

(Vers. 214.) Ἰστέον δὲ ὅτι ἀγλαΐα τις ἦν τῷ Μελανθίῳ καὶ τὸ μὴ αὐτὸν ἄγειν τὰς αἶγας, ἀλλὰ δύο ἕπεσθαι νομῆας αὐτῷ. Ὅτι δὲ ἔχαιρεν ἀγλαΐαις ὁ Μελάνθιος, ἐν τοῖς ἐφεξῆς φανεῖται. Ἰστέον δὲ ὅτι καὶ ἐν τοῖς ὕστερον Μελάνθιός τις ἱστόρηται ἀνὴρ ὀψοφάγος ἐπίῤῥητος, οὗ μέμνηται Ἀθήναιος, εἰπὼν ὅτι τὸν αὐτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισσότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου. ἔνθα ὅρα τὸ κνισσότερος δοκοῦν ἐκ τοῦ κνισσὸς παρῆχθαι, ὃν ἡ κοινὴ φράσις οἶδεν. εἰ δέ τις αἱροῖτο ἐκ τοῦ κνίσσος οὐδετέρου εἶναι αὐτὸ ἀναλογίας ἔξω, ἔστω οὕτω· δόξοι δ' ἂν καὶ ὡς προηγεῖται ὁ κάπρος τοῦ κάπριος, οὕτω καὶ ὁ μέλανθος τοῦ Μελάνθιος. ἐπίθετον δὲ Ποσειδῶνος ὁ μέλανθος· ὅ περ σύμβολον ἴσως ἦν τῶν κατὰ θάλατταν ἐπιθέτων ἀναπτυχθὲν, ἵνα ᾖ τὸ μὲν μέλανα διὰ τὸν μέλαντα πόντον, τὸ δὲ ἄνθος διὰ τὴν πολιὰν θάλασσαν.

(Vers. 215.) Τὸ δὲ ἔκ τ' ὀνόμαζεν, ὅτι ταυτόν ἐστι τῷ ἔφατο, ἀριδηλότατα καὶ ἐνταῦθα δηλοῦται ἐν τῷ, ἔπος ἔφατ' ἔκ τ' ὀνόμαζεν, ἔκπαγλον. εἰ δὲ ἦν ἐξονομάζειν τὸ καλεῖν ἐξ ὀνόματος, ἐπήγετο ἂν εἰ καὶ μὴ κλητικὴ, ἀλλ' οὖν ἑτέρα τις πτῶσις ἐπὶ τῷ φαινομένῳ πτωχῷ. νῦν δὲ μετὰ τὸ ἔκ τ' ὀνόμαζε, κεῖται τὸ, κακὸς κακὸν ἠγηλάζει.

(Vers. 217.) Τὸ δὲ μάλα πάγχυ, Ἀττικόν ἐστιν, ὡς καὶ τὸ λίαν πάνυ, καὶ τὸ τυχὸν ἴσως, καὶ παρ' Ἡσιόδῳ τὸ, νόσφιν ἄτερ κακῶν. Τὸ δὲ κακὸς γενικῶς ἐνταῦθα κεῖται, δηλοῦν καὶ τὸν ἀγεννῆ καὶ τὸν δειλὸν καὶ τὸν μὴ ἀρετῶντα καὶ ὅλως τὸν οὐδὲν ὑγιὲς ἔχοντα. ἐκ τούτου δὲ Κάκκος βαρυτόνως πρὸς διαστολὴν λῃστὴς παλαιὸς, ὃς Ἡρακλεῖ κατὰ τῶν Γηρυόνου βοῶν ἐπιβουλεύσας ἐκακώθη πρὸς θάνατον. Τὸ δὲ ἡγηλάζει δασυνόμενον μέν, καθά που καὶ πρὸ τούτων ἐγράφη, τὸ προηγεῖσθαι δηλοῖ· ψιλούμενον δὲ ἀντὶ τοῦ ἄγει κεῖται, ἵνα λέγῃ, ὅτι ὁ κακὸς Εὔμαιος τὸν κακὸν ξένον ἄγει· ὅ περ ἔοικε πρὸς τὸ, τὸν ὁμοῖον ἄγει θεὸς, καὶ τὸ, τόνδε τὸν μολοβρὸν ἄγεις.

(Vers. 218.) ὁ δὲ ὁμοῖος ἀναλόγως προπερισπᾶται ἐκ τοῦ [141] ὁμὸς, κατὰ τὸ, παντὸς παντοῖος, ἄλλος ἀλλοῖος καὶ τὰ ὅμοια· τὸ μέντοι ὅμοιος ὕστερον οἱ Ἀττικοὶ παρώξυναν.

(Vers. 219.) Μολοβρὸς δὲ ὁ ἀγύρτης καὶ μολῶν αὐτὸς εἰς βοράν· ὁποῖος καὶ ὁ γαστέρι μάργῃ διαπρέπων ἐν τοῖς ἑξῆς, οὗ περ οὐκ ἀπέοικε κείμενον παρὰ τῷ δειπνοσοφιστῇ τὸ, Ἡρακλῆς καὶ τὰ κάλα καὶ τοὺς ἄνθρακας κατέπινεν. Ἰστέον δὲ ὅτι μολοβρὸς καὶ παράγωγον αὐτοῦ μολοβρίτης δοκεῖ καὶ ἐπὶ συὸς λέγεσθαι. Ἀριστοφάνης γοῦν ὁ γραμματικὸς ἐν τῷ περὶ ὀνομασίας ἡλικιῶν εἰπὼν ὅτι τῶν ἀγρίων ὑῶν τὰ νέα οἱ μὲν κολόβρια, οἱ δὲ μολόβρια καλοῦσιν, ἐπάγει ὡς καὶ Ἱππώναξ τὸν ἴδιον υἱὸν μολοβρίτην που λέγει ἐν τῷ, κρέας ἐκ μολοβρίτου συός. τάχα δ' ἄν, φησιν, ἐγγίζοι τούτῳ καὶ ὁ ἐν τῇ Ὀδυσσείᾳ εἴτε μολοβρὸς εἴτε μολαβρὸς, ὅν, φησι, Νεοπτόλεμος ἀναπτύσσων μολοβρὸν εἶπε τὸν ἐπὶ τὴν βορὰν ἐρχόμενον, ὃς εἴη ἂν πάντως καὶ ἀσυνθέτως βορὸς, ὁποίους πολλοὺς παραδιδοῦσα ἡ παλαιὰ ἱστορία συντάττει ἐκείνοις καὶ τοὺς κυνικοὺς, λέγουσα ὡς κακολόγοι εἰσὶ καὶ βοροὶ καὶ ἄνοικοι καὶ ἀνέστιοι. ἔνθα ὅρα τὸ ἄνοικοι ῥηθὲν σὺν τῷ ν καθ' ὁμοιότητα τοῦ ἀνέστιοι. εἶεν δ' ἂν βοροί τινες καὶ οἱ ὀψοφάγοι· ὧν προλάμπει Φιλόξενος ὁ κατ' εὐχὴν δουλιχόδειρος, οὐ γεράνου τράχηλον ἁπλῶς εὐξάμενος εὐτυχῆσαι, ἀλλὰ τριῶν λάρυγγα πήχεων, ὅπως φησὶ καταπίνω πλεῖστον ὅτι χρόνον. Ἰστέον δὲ καὶ ὅτι μολοβρὸς παρά τισιν ὁ μονοβρὸς, ὅ πέρ ἐστι μονοφάγος, τροπῇ συνήθει τοῦ ν εἰς λ. ἡ βορὰ δὲ τοῦτον παράγει, οὐ μὴν τὸ βρῶ βρώσω κατὰ τὸ, θηγάνη σιδηροβρώς. Ἀμέγαρτος δὲ συβώτης ὁ εὐτελὴς καὶ ἄζηλος, ᾧ οὐκ ἄν τίς, φασι, φθονήσοι τοῦ συβωτεῖν. διὸ προϊὼν ἐρεῖ· ὦ ἀρίγνωτε συβῶτα, ἤγουν ὃν πάντες συβώτην οἴδασιν, ἢ, οὗ τὸ σεμνὸν γνώρισμα, τὸ συβώτην εἶναι, ἢ καὶ ἄλλως, ἀμέγαρτος συβώτης ὁ ἀχρεῖος καὶ διὰ τὴν ἀτεχνίαν ἀφθόνητος.

(Vers. 220.) Τὸ δὲ ἀνιηρὸν ἐπίτασις κακίας, εἴ περ πτωχὸς ὢν μὴ ἐλεεῖται, ἀλλὰ καὶ ἀνιᾷ. Δαιτῶν δὲ ἀπολυμαντὴρ ὁ τὰς δαῖτας διὰ λαιμαργίαν λυμαινόμενος, ἢ τὰ τῶν δαιτῶν λύματα, ὅ ἐστι καθάρματα, οἷον ψιχία καὶ εἴ τι τοιοῦτον, ἀποφερόμενος· ὁποῖος καὶ ὁ ἀκόλους αἰτίζων, ὡς μετ' ὀλίγα ῥηθήσεται. καὶ ἄλλως δὲ εἰπεῖν, δαιτῶν ἀπολυμαντὴρ ὁ τὰ λύματα τῶν δαιτῶν διὰ σπόγγου αἴρων, ἢ δίκην σπόγγου. εἰς δὲ τὸν τοιοῦτον Ὁμηρικὸν τόπον παρασημαντέον εἰς ἔνδειξιν ἀπαραμίλλου Ὁμηρικῆς δεξιότητος τῶν Ἀθηναίου ταῦτα, ῥηθέντα κατά τινων πρὸς ὁμοιότητα τῶν ἐκ Μελανθίου πρὸς Ὀδυσσέα, οἷον, χωλὸς στιγματίας πολυγήραος ἶσος ἀλήτῃ ἦλθε κνισσοκόλαξ ἄκλητος, ζωμοῦ κεχρημένος. καὶ πάλιν· ἡδέως ἂν χόνδρου φάγοι τῶν ὀστρακίδων καὶ τῶν κοκάλων ἅλις ἔχοντας. ταῦτα καὶ ὅσα τοιαῦτα καλὰ μὲν κατὰ ὀψοφάγων, οὐ καλλίω δὲ τῶν Ὁμήρου, ὥς περ οὐδὲ τὸ, ὀψοφάγος εἶ καὶ κλισσολοιχός· ὃ πρὸς ὁμοιότητα εἴρηταί τινα τοῦ παρὰ τῷ Ἀριστοφάνει ματιολοιχοῦ. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ κοκάλων, κοινὸν μὲν ὂν τῇ χρήσει, κείμενον δὲ ἰδοὺ καὶ παρὰ σοφοῖς παλαιοῖς. ζήτει δὲ πῶς ἡ τῆς λέξεως ταύτης ἄρχουσα οὐκ ἐκ τείνεται κατὰ τὴν τοῦ Κρητὸς Κωκάλου, οὗ περ αἱ θυγατέρες τὸν περιᾳδόμενον Δαίδαλον ὤλεσαν.

(Vers. 221.) Τὸ δὲ φλιῇσι παραστὰς φλίψεται ὤμους ἢ θλίψεται, διχῶς γὰρ ἡ γραφὴ, περίφρασίς ἐστι τοῦ θλιβήσεται, ἐπεί περ οἱ πτωχοὶ προστριβόμενοι φλιαῖς καὶ προσκλινόμενοι ἢ καὶ ἐπ' αὐτῶν βιαίως ἑλκόμενοι θλίβονται τοὺς ὤμους· ὁποῖόν τι δηλοῖ καὶ τὸ θύρας ἐκτρίβειν. ἴσως δὲ καὶ παρετυμολογεῖ τὴν φλιὰν, εἰπὼν φλιαῖς φλίψεται. ἡ δὲ λέξις Αἰολικὴ, ὡς τὸ φηρσὶ, καὶ τὸ φλᾶν· αὐτὸ μέντοι καὶ Ἀττικόν ἐστιν.

(Vers. 222.) Ἄκολοι δὲ οἱ σμικρότατοι καὶ ψιχιώδεις ψωμοὶ, εἴτουν πύρνα· ταυτὸν γὰρ πύρνον εἰπεῖν καὶ ψωμὸν κατὰ τὸν παραφράσαντα· οὓς οὐκ ἄν τις ἔχοι κολούειν ἤτοι κολοβοῦν, σμικροτάτους ὄντας. παλαιὸς δέ τις καὶ οὕτω φράζει· ἄκολος, μικρὸς ψωμὸς, μηκέτι κολούεσθαι δυνάμενος καὶ εἰς μικρὰ τέμνεσθαι. τοιαῦτα δέ τινα καὶ τὰ παρὰ τῷ Παυσανίᾳ ψώθια, ἅ περ ὑπερόπτων ἄρτων εἰσὶ θραύσματα ἢ τὰ ὑποκάτω τοῦ ἄρτου. τὰ δὲ τοιαῦτα ψώθια καὶ ἀτταράγους ἐκάλουν τινές. τούτων δὲ ἁδρότερον ὁ βλωμός. ἴσως δὲ ἀκολέῳ ἔοικε καὶ ὁ ἔγκαφος, ὃν ψωμὸν ἤγουν ἄρτου κόμματα οἱ παλαιοὶ ἑρμηνεύουσιν ἀπὸ τοῦ ἐγκάψαι, ὡς Εὔπολις· οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδ' ἔγκαφος. χρῆσις δὲ τοῦ ἐγκάψαι, ὅ ἐστι φαγεῖν, καὶ ἰδιωτικῶς εἰπεῖν, χάψαι, καὶ παρὰ τῷ κωμικῷ. ἡ δὲ λέξις, ἀφ' ἧς οἱ ἄκολοι γίνονται, παράγει καὶ τὸ κολόκυμα τὸ κωφὸν κῦμα, ὃ καὶ κόλον κῦμα διαλελυμένως λέγεται. ἐκεῖθεν δὲ καὶ κόλαφος παρὰ Ἐπιχάρμῳ. καὶ τὸ ἐκολάφισαν ἐντεῦθεν Παυσανίας φησίν. Ἀττικοὶ δὲ τὸν κόλαφον κόνδυλον φασὶ διὰ τοῦ δ, κόντυλος μέντοι εἶδος ὀρνέου. εἰ δὲ καὶ κόλον τροφὴν οἱ παλαιοί φασιν, ὅθεν ὁ βουκόλος, καὶ κοιλίαν τὴν τῆς τροφῆς δεκτικὴν, εἴη ἂν ἐντεῦθεν [142] καὶ ἄκολος ψωμὸς ὁ ὀλιγοτρόφος. Ἰστέον δὲ πρὸς τοῖς εἰρημένοις καὶ ὡς εἰ μὲν στερητικόν ἐστι τὸ α ἐν τῷ ἀκόλους ἤγουν μὴ κολουομένους, ὡς προσεχῶς ἐγράφη, εἴη ἂν ἴσως μεῖζόν τι ὁ κόλλαβος, βλωμίδιόν τι κολούεσθαι δυνάμενον αὐτὸς ὢν, καθὰ δῆλον καὶ ἐκ τοῦ ἐνεκολάβισεν, ἤγουν δίκην κολλάβου κατέπιεν. εἰ δ' ἴσως πλεονασμῷ τοῦ α γίνεται ἄκολοι, ἔχει τις εἰπεῖν, ὡς ταυτὸν δύνανται αὐτοῖς καὶ οἱ κόλλαβοι, περὶ ὧν ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεται, ὅτι δοκοῦσιν οἱ Κίλικες, ἴσως μὲν οἱ Ὁμηρικοὶ, ἴσως δὲ ἕτεροι, οὐκ ἀγαθοῖς ἄρτοις χρῆσθαι. διὸ καὶ οἱ Κιλίκιοι ἄρτοι οὐκ ἔπαινον εἶχον, οἱ αὐτοὶ τοῖς κολλάβοις ὄντες. Πλάτων γοῦν ὁ κωμικὸς τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς καὶ, ὡς Ἄλεξις λέγει, φαιοὺς, Κιλικίους ὀνομάζει, λέγων· ἄρτους ἧκε πριάμενος μὴ τῶν καθαρύλλων ἀλλὰ μεγάλους Κιλικίους. ἐν τούτοις δὲ ὅρα τὸ καθαρύλλων ὑποκορισθὲν καὶ ῥηθὲν ἀντὶ τοῦ καθαρῶν. ἔτι δὲ καὶ τὸ μεγάλους, ὃ κωλύει ψωμίσκους τοὺς κολλάβους νοεῖν. Ἔτι ἰστέον καὶ ὅτι ἐκ τοῦ, ὡς ἐῤῥέθη κόλον ἡ τροφὴ, βούλονταί τινες καὶ τὸν κόλακα εἶναι· οὗ σύνθετον ψωμοκόλαξ, ὡς καὶ ψωμοκόλαφος δραπέτης. ἐκεῖθεν δέ, φασι, καὶ δύσκολος ὁ δυσάρεστος καὶ σικχός. εὕρηται δὲ καὶ ἡ ἁπλῶς τροφὴ ἄκολος λεγομένη, ὡς δηλοῖ Ἀθήναιος, ἔνθα λέγει, ὅτι σκώπτοντες οἱ παλαιοὶ τοὺς ἀλλαχόθι δηλωθέντας δεικηλιστὰς ὡς τὰ πολλὰ ἰδίως ὀνομάζοντας, προφέρουσι λέξεις ἐκείνων τοιαύτας· τὴν σηπίαν ὀπισθοτίλαν λέγουσι, τὸν ἀλεκτρύονα ὀρτάλιχον, τὸν ἰατρὸν σάκταν, βλέφυραν τὴν γέφυραν, τῦκα τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δὲ ἄκολον· ἔστι δ' ἐν τούτοις ἔνθεσις μὲν ἡ τροφή· κωτιλὰς δὲ ἡ ὡς εἰπεῖν στωμύλη, καὶ καθ' Ἡσίοδον εἰπεῖν αἱμύλη κωτίλλειν, σάκτας δὲ ὁ ὡς οἷον φορτωτὴς παρὰ τὸ σάττω· καὶ ἔστι χρῆσις σάκτου καὶ παρὰ τῷ κωμικῷ· ὀπισθοτίλα δὲ ἡ ὀπίσω τιλῶσα τὸν παρ' αὐτῇ θολόν. ἄορας δὲ τὰς γυναῖκας λέγει παρὰ τὸ ἀείρω τὸ συζευγνύω, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ ἐν τῷ, ἀμυνέμεν ὤρεσι, τουτέστι ταῖς γυναιξίν. ἄορ γὰρ, ἐκ τοῦ ἀείρω τὸ συζευγνύω, γενικὴ, ἄορος, καὶ πληθυντικὴ αἰτιατικὴ ἄορας, μετατεθεῖσα δὲ ἡ ἄορ ἐποίησε τὸ, ὄαρ ὄαρος, ὅθεν ὀαρίζειν καὶ ὀαριστής. ἕτεροι δὲ ἄορα γράφουσι χωρὶς τοῦ σίγμα, ἤγουν ξίφη, ὡς ἂν λέγῃ κατὰ μὲν τὴν πρώτην γραφὴν, ὅτι αἰτῶν οὐ μεγάλα τινὰ, οἷον γυναῖκας δμωὰς ἢ λέβητας, ὁποῖα τοῖς μεγάλοις ἀξίοις δίδονται, ἀλλὰ ἀκόλους τοὺς ῥηθέντας. κατὰ δὲ τὴν δευτέραν γραφὴν αἰτῶν οὐ ξίφη καὶ τάδε τινὰ τιμῆς ἄξια, ψωμοὺς δὲ βραχεῖς τινάς. καὶ ἔστι κἀνταῦθα προσφυὲς Ἐρετριέως Ἀχαιοῦ τὸ, πινῶντι δ' ἀνδρὶ μάζα τιμιωτέρα χρυσοῦ τε καὶ ἐλέφαντος.

(Vers. 224.) Σηκοκόρος δὲ, ὡς νεωκόρος. σηκὸς δὲ ἡ μάνδρα τὸ παλαιὸν, παρὰ τὸ στήκω στηκὸς καὶ σηκός· ὅθεν καὶ σταθμοὶ αἱ τῶν ζῴων ἐπαύλεις. οἱ δὲ ὕστερον καὶ ἐπὶ ναοῦ ἔθεντο τὴν λέξιν, μὴ ἀπαξιώσαντες τοὔνομα, διὰ τὸ ἐν βωμῷ τοιαῦτα ζῷα ἐπὶ θυσίᾳ ἵστασθαι. Θαλλὸς δὲ ἢ πᾶν, φασὶ, τὸ ἐκ γῆς φυόμενον, ἢ φυλλὰς, ἢ κλάδος δένδρου. Ἀττικοὶ δὲ, ὥς που καὶ προεγράφη, ἐπὶ μόνης ἐλαίας τὴν λέξιν ἰδιάζουσιν. ἐρίφοις δὲ μάλιστα δοκεῖ δρέπεσθαι ὁ θαλλὸς, φίλος ὢν καὶ ταῖς τελείαις αἰξίν· ἐξ οὗ θαλλοῦ ἡ παλαιὰ λογιότης ὡρμημένη ἔσκωψε τοιοῦτόν τι. ἑταίρα, φασὶν, ἐπιφανὴς Νικὼ ἐπεκαλεῖτο αἲξ, διότι τὸν μέγαν ἐραστήν ποτε κατέφαγε Θαλλὸν τὸν κάπηλον. ἐκείνης δὲ καὶ λόγος ἀστεῖος φέρεται οὗτος. Πύθωνός τινος αὐτὴν μὲν ἀπολιπόντος, ἑτέραν δὲ παχεῖαν ἀναλαβόντος, εἶτα μεταπεμπομένου αὐτὴν, ἔφη, ὡς ὁ Πύθων, ἐπεὶ ἤδη τῶν ὑῶν ἐγένετο διάμεστος, ἐπὶ τὴν αἶγ' οἷος ἐστὶν ἀνακάμπτειν πάλιν. Ὅτι δὲ ὁ Ἀττικὸς θαλλὸς ἐξαίρετος ἦν, ἀφ' οὗ στέφανος Ἀθήνῃσι τοῖς νικηταῖς ἦν, ἡ ἱστορία καὶ αὐτὸ δηλοῖ. ἐκ δὲ τοῦ θαλλοῦ καὶ θαλλοφόρος παροιμιακῶς ὁ μηδὲν χρήσιμος ἀλλ' ἢ βοσκήμασι θαλλὸν παραβάλλειν. Τοῦ δὲ φορῆναι, ὅ ἐστι φορεῖν ἤτοι φέρειν, φοραίνω τὸ θέμα, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ φόρημι, ὁμοίως τῷ κίχημι κιχῆναι, περὶ οὗ πρὸ ὀλίγων εἴρηται.

(Vers. 225.) Ὀρὸς δὲ καὶ νῦν τὸ ὑπολειπόμενον ὑδατῶδες ἐν τῇ πήξει τοῦ γάλατος. καὶ ἄλλως δὲ εἰπεῖν κατὰ τοὺς παλαιοὺς, ὑδατώδης καὶ ἐφθαρμένη ὑποστάθμη γάλατος· δι' ἑνὸς δὲ ρ καὶ νῦν γράφεται. ὀροῦ δὲ ἀξιοῖ τὸν Ὀδυσσέα ὁ Μελάνθιος, ὡς μὴ δικαιῶν αὐτὸν πίνειν γάλατος. καὶ ἄλλως δὲ ἀγροτικὸν τὸ πόμα, ὡς καὶ ὁ Κύκλωψ ἐδήλωσεν. Ἐπιγουνὶς δὲ ὁ ἀνωτέρω τοῦ γόνατος τόπος, ὃν καὶ μύλην φασί τινες. χρῆσις δὲ ταύτης καὶ ἐν τῷ, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει, τουτέστιν εὐσαρκίαν, εὐεξίαν, ὡς ἐκ μέρους τὸ πᾶν δηλοῦσθαι.

(Vers. 226.) Τὸ δὲ ἔργα κάκ' ἔμαθε, διπλάζει τὸ μῦ ἐν τῷ ἔμμαθε κατὰ τοὺς παλαιούς. δηλοῖ δὲ ἡ ἐνταῦθα ἔννοια, ὡς καθὰ ὁ ἀγαθὸς οὐ ῥᾷον ἀλλοιοῦται, ἐπεὶ μάθεν ἔμμεναι ἐσθλὸς, οὕτως οὐδὲ ὁ φαῦλος, ἐπεὶ ἔργα κάκ' [143] ἔμαθε. δυσαπόβλητοι γὰρ, ἔστι δ' ὅτε καὶ ἀναπόβλητοι, ὥς περ αἱ ἀγαθαὶ ἕξεις, οὕτω δὴ καὶ αἱ φαῦλαι.

(Vers. 227.) Ὅρα δὲ ὅτι ἔργον ἐποίχεσθαι λέγει ἁπλῶς, τὸ ἀγαθὸν δηλαδή. ὡς τό γε μὴ τοιοῦτον οὐκ ἂν δίχα προσθήκης ἔργον λέγοιτ' ἂν, ἀλλὰ δηλονότι κακὸν ἔργον. διὸ καὶ παρ' Ἡσιόδῳ τὸ, ἔργον δ' οὐδὲν ὄνειδος, ἐπ' ἀγαθοῦ νοητέον, ἀκολούθως τῷ σοφῷ Σωκράτῃ, ὃς ἔχαιρε τῇ τοιαύτῃ τοῦ Ἡσιόδου γνώμῃ καὶ θαμὰ ἐξελάλει αὐτήν· εἰ καὶ οἱ κατήγοροι πονηροδιδάσκαλον ἐντεῦθεν αὐτὸν ἔσκωψαν, ὡς μηδενὸς ἔργου ἀπείργοντα τοὺς μαθητὰς, μήτε ἀγαθοῦ, φασὶ, μήτε κακοῦ. Ἰστέον δὲ ὅτι καὶ δι' ἑνὸς μῦ γραφὲν τὸ ἔμαθεν ἐκτείνοι ἂν τὴν ἄρχουσαν διὰ τῆς ὀξείας κατὰ λόγον κοινῆς συλλαβῆς. Τὸ δὲ πτώσσων ἑρμηνεύων εὐθὺς αἰτίζων ἔφη. ἔστι δὲ πτώσσειν τὸ, ὡς πρὸ ὀλίγων ἔφη, πτωχεύειν.

(Vers. 228.) Τὸ δὲ βώσκειν ὡς ἐπὶ ἀλόγου ζῴου ἔφη, σκώπτων καὶ οὕτως. Γαστὴρ δὲ ἄναλτος ἡ ἀπλήρωτος καὶ μηδέ ποτε ἅλις ἔχουσα, ἢ ἀεὶ ἐν ταπεινώσει οὖσα καὶ μὴ ἀλδαινομένη, ὅ ἐστιν αὐξομένη ἐν τῷ κορέννυσθαι.

(Vers. 230.) Θεῖον δὲ τὸν Ὀδυσσέα ὁ Μελανθεὺς κατὰ συναρπαγὴν ἔοικε λέγειν. ἄλλως γὰρ σεμνὸν αὐτὸς οὐδὲν ὡς εἰς θεῖον ἄνδρα ἐκεῖνον ποιεῖ, μισῶν τοὺς τῷ υἱῷ Τηλεμάχῳ εὐνοοῦντας δούλους. ἴσως δὲ καὶ χρηστολογεῖ πρὸς δεῖξιν τοῦ μὴ λοίδορος εἰς τὸ πᾶν εἶναι.

(Vers. 231.) Σφέλα δὲ ἢ βελῶν ἐντινάγματα δυνάμενα σφῆλαι, ὅ ἐστιν ἐμποδίσαι καὶ μετακινῆσαι, ἢ τὰ ἁπλῶς ὑποπόδια, παρὰ τὸ ἐσφηνῶσθαι, ὥς φασιν οἱ παλαιοί. καὶ τοῦτο οὕτω νοοῦντες φασὶ τὸ, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι βαλλόμενοι, δηλοῦν, ὅτι πολλὰ σφέλα κατὰ σκοπὸν μὲν ἀμφὶ τὸ τοῦ Ὀδυσσέως κάρη πεμπόμενα, τῇ δὲ τοῦ Ὀδυσσέως παρεκκλίσει ἐνσκήπτοντα ταῖς αὐτοῦ πλευραῖς, ἀποτρίψουσιν αἱ οὕτω πληττόμεναι πλευραί. ἀστείως δὲ ἔφρασεν ὡς τὰ σφέλα αἱ πλευραὶ ἀποτρίψουσι καὶ οὐχὶ αὐτὰ τὰς πλευρὰς, διὰ τὸ δῆθεν στερεωτέρας εἶναι τὰς πλευράς. ὡς εἴ τίς, φασιν, εἴπῃ, πολλὰς μάστιγας ὁ νῶτος κατέτριψεν. ἔτι δὲ καὶ ἄλλως ἑρμηνεύουσιν, ὅτι πολλὰ σφέλα, τουτέστιν ὑποπόδια ἢ καὶ ἁπλῶς βέλη τὰ δι' ὀστῶν ἢ ξύλων ἢ τοιούτων τινῶν, ἀμφὶ κάρη αἰρόμενα, τὸ τῶν βαλλόντων δηλαδὴ, ἀποτρίψουσιν αἱ τοῦ ξένου πλευραὶ, ὡς τῶν βαλλόντων ὑπὲρ κεφαλῆς αἴρειν εἰωθότων τὰς χεῖρας διὰ τὸ τῆς βολῆς ὑψόθεν γενναιότερον ὅτε πέμπειν εἰσβολὴν αὐτὰ μέλλοιεν. ἕτεροι δὲ ἀμφικαρῆ γράφουσιν ἐν ἑνὶ μέρει λόγου καὶ περισπωμένως, ἵνα ᾖ σφέλα, τουτέστιν ὑποπόδια ἀμφικαρῆ, τὰ ἀμφικέφαλα, ὡς οἷον κεφαλὰς ἀμφοτέρωθεν ἔχοντα τὰς ἐν αὐτοῖς ἐξοχὰς καὶ λαβάς. οἱ δ' αὐτοὶ γράφουσι καὶ

(Vers. 232.) πλευρὰς ἀποτρίψουσι, σαφέστερον μὲν οὕτω ποιοῦντες κατὰ πᾶσαν σύνταξιν, πλὴν ταπεινότερον καὶ μὴ ἐμφαντικῶς, ἵνα νοῇ ἡ τοιαύτη γραφὴ, ὅτι πολλὰ σφέλα ἀμφικαρῆ τρίψουσι τὰς τοῦ πτωχοῦ πλευράς. Ἰστέον δὲ ὅτι σφέλας καὶ ἐπὶ νηὸς λέγεται. φησὶ γοῦν Παυσανίας, ὅτι ἐπισφελίτης ὁ θρανίτης. σφέλας γὰρ τὸ ὑποπόδιον. ἔχει δέ, φησιν οὗτος, τὴν ἄνω ἕδραν, τὴν δευτέραν ζύγιος, τὴν τρίτην θαλάμιος, ὃ καὶ θαλάμαξ παρὰ τῷ κωμικῷ. Τὸ δὲ βαλλομένοιο ἀντὶ δοτικῆς κεῖται, ὀρθότερον βαλλομένῳ εἶναι πρὸς τὸ, πολλά οἱ σφέλα πλευρὰς ἀποτρίψουσι. πέφρασται δὲ οὕτως διά τε τὴν τῆς γενικῆς καὶ δοτικῆς συγγένειαν, καὶ διότι, ὡς καὶ ἐν ἄλλοις φαίνεται, οὐκ οἶδε σολοικισμὸν ποιεῖν γενική.

(Vers. 233.) Τὸ δὲ λὰξ ἔνθορεν ἰσχίῳ, ἀντὶ τοῦ τῷ λήγοντι τοῦ ποδὸς μέρει τῷ πρὸς τοῖς δακτύλοις ἔκρουσε τὸ ἰσχίον πρὸς τῷ γλουτῷ, ἵνα ἡ ποιητικὴ πλάσις ἄκραν ἀπαιδευσίαν οὕτω καὶ ὡς αὐτή φησιν ἀφραδίαν κατηγορήσῃ τοῦ Μελανθέως. τὸ δὲ τοιοῦτον καὶ ῥαθαπυγίζειν λέγεται παρὰ τῷ κωμικῷ. ἔστι γάρ, φασι, ῥαθαπυγίζειν τὸ πλατεῖ ποδὶ εἰς τὴν ἰσχία ῥαπίζειν, ἴσως δὲ καὶ τὸ, ποτὶ πυγὰν ἅλλεσθαι, τοιοῦτόν τι δηλοῖ, κείμενον παρὰ τῷ κωμικῷ· εἰ καὶ ἄλλως ὡς γυμνάσματος εἶδός τι ἐκεῖνο αὐτὸ παραλαλεῖ.

(Vers. 236.) Τὸ δὲ ἐκ θυμὸν ἕλοιτο, περίφρασίς ἐστι τοῦ φονεύσοι. Τὸ δὲ ἀμφουδὶς, οὐδὲν διαφέρει τοῦ, ἄμφ' οὖδας, πλὴν ὡς αὐτὸ ἐπίῤῥημά ἐστιν ἐκεῖθεν παραχθέν. λέγει δὲ ἀμφουδὶς ἐρεῖσαι τὸ πρὸς τῇ γῇ ῥῖψαι, καὶ ἔστι ταυτὸν τῷ πρὸς γῆν ἐλάσαι. εἰ δὲ γράφεται ἀείρας, εἴη ἂν ὁ νοῦς τοιοῦτος, ὡς ἐβουλεύσατο Ὀδυσσεὺς ἢ ἀνέλοι τὸν κακὸν, ἢ ἀείρας ἀμφουδὶς, τουτέστιν ἐκ γῆς, πρὸς γῆν αὖθις ἐλάσειε τὴν ἐκείνου κεφαλὴν, ἢ καὶ ἄλλως· ἀείρας βάλῃ τὴν κεφαλὴν πρὸς γῆν ἀμφουδὶς, κατὰ μίαν ἀμφοῖν τῶν λέξεων ἐκ παραλλήλου ἔννοιαν.

(Vers. 238.) Τοῦ δὲ ἐπετόλμησεν ἑρμηνεία τὸ, φρεσὶ δ' ἔσχετο. καὶ ἔστι ταυτὸν τῷ, ἔτλη καὶ ἔμεινεν.

(Vers. 239.) Ὅτι Ὀδυσσεὺς μὲν καὶ παιχθεὶς καὶ λὰξ ἐμποδηθεὶς, ὡς ἐῤῥέθη, τὸ ἰσχίον ἔτλη, μηδὲν μηδὲ εἰπὼν, οἷα διόλου τλήμων, ὁ δὲ συβώτης ὑπερπαθῶν τοῦ ξένου νείκεσσεν ἐσάντα ἰδὼν, [144] μέγα δ' εὔξατο χεῖρας ἀνασχών· νύμφαι κρηναῖαι, κοῦραι Διὸς, περὶ ὧν καὶ ἐν ἄλλοις λέλεκται, εἴ ποτ' Ὀδυσσεὺς ὑμῖν ἐπὶ μηρία ἔκηε καλύψας πίονι δημῷ, τουτέστι λίπει, ὅ περ ὅμοιον ἔχει νοῦν τῷ, κατά σε κνίσσῃ ἐκάλυψε, δημῷ δὲ ἀρνῶν ἠδ' ἐρίφων, τοιαῦτα γὰρ νύμφαις ἐθύοντο ὡς θαλεραῖς νεαρὰ, ἔλθοι μὲν κεῖνος ἀνὴρ, ὃ κατ' ἐξοχὴν ἄρτι τὸν Ὀδυσσέα δηλοῖ, ἀγάγοι δέ ἑ θεὸς, τῷ κέ τοι, τουτέστιν οὕτως ἄν σοι, ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, ἃς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ κατὰ ἄστυ. αὐτὰρ μῆλα, τουτέστι τὰ ὑπὸ σὲ θρέμματα, τὰς αἶγας δηλαδὴ, κακοὶ φθείρουσι νομῆες.

(Vers. 244.) Καὶ ὅρα ὅπως ὁ εὔνους Εὔμαιος αἰτιᾶται Μελανθίου τὸ αἰπόλον ὄντα, ἀγλαΐας φέρειν καὶ θέλειν ἀστικὸν εἶναι ἀεὶ, ὥς περ ἄν τις ἐξ ἀντιστρόφου ποτὲ καὶ τὸν ἀστικὸν αἰτιάσηται ἀεὶ πλανώμενον κατ' ἀγροὺς, πλάνης ἐνταῦθα νοουμένης τῆς ἔξω τῶν οἰκείων ἔργων διατριβῆς. ἡ δὲ ῥηθεῖσα τοῦ Εὐμαίου εὐχὴ ἔσται ποτὲ οἰκεία ῥηθῆναι ἐπὶ ὑπηρέτου, ὃς ἀφραίνει τοῦ δεσπότου ἀπόντος. καὶ οὕτω μὲν ὁ Εὔμαιος, πορισάμενος τὴν εὐχὴν εὐφυῶς ἀπὸ τοῦ ἱεροῦ ἄλσους, ἔνθα Μελάνθιος ἠφρονεύσατο. ὁ δὲ Μελάνθιος οὐκέτι ὡς μόνον ἀγλαὸς, ἀλλ' ὡς καὶ δεσπότης προσενεχθεὶς τῷ Εὐμαίῳ καὶ σκώψας πρῶτον, εἶτα καὶ ἀπειλησάμενος, εὔχεται καὶ αὐτὸς ὡς αὐτῷ ἐδόκει. φησὶ γοῦν· ὦ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδὼς, ὅν ποτ' ἐγὼν ἐπὶ νηὸς ἄξω τῆλε Ἰθάκης, ἵνα μοι, ὡς οἷα δοῦλος, ἀλλὰ μὴ σύνδουλος, βίοτον πολὺν ἄλφοι, τουτέστιν εὑρήσοι. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, ὡς Ὀδυσσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.

(Vers. 253.) Καὶ ὅρα ὡς ταχὺ ὁ κακὸς Μελάνθιος τοῦ θείου Ὀδυσσέως ἐπελάθετο. ἴσως γὰρ ὡς ἤδη τεθνεῶτι ἥρωϊ ἐκείνῳ ἐπιλέγει τὸ θεῖον. εἰ γὰρ ἐπίστατο ζῆν, ἠρᾶτο ἂν καὶ κατ' ἐκείνου. Ἰστέον δὲ ὅτι ἔστι τὸν σοφὸν Ὀδυσσέα ἐν τῇ τοῦ Μελανθίου εὐχῇ χαρῆναι, πορισάμενον μαντικῶς φήμην ὑπὲρ ἑαυτοῦ ἀγαθὴν ἐν τῷ, αἲ γὰρ Τηλέμαχον βάλοι Ἀπόλλων σήμερον, ὡς Ὀδυσσεὺς τηλοῦ ὤλετο. ἐρεῖ γὰρ ἀκούων δεξιῶς, ὡς ἀλλὰ μὴν οὐκ ὤλετο Ὀδυσσεὺς, οὐδ' ἄρα ἡ τοῦ Μελανθίου κατὰ τοῦ Τηλεμάχου εὐχὴ ἐντελὴς ἔσται. Κύνα δὲ τὸν Εὔμαιον καλεῖ ὁ Μελάνθιος, οἷα δυσανασχετῶν εἰ τολμᾷ τὸν οὕτως ἀγλαὸν ὑβρίζειν.

(Vers. 250.) Τὸ δὲ βίοτον πολὺν ἄλφοι, ταυτόν ἐστι τῷ, ὦνον μυρίον ἄλφοι, ὃ πρὸ ὀλίγων ἐῤῥέθη διὰ τὸν μικρὸν Εὔμαιον. Ἡ δὲ τοῦ Ἀπόλλωνος βολὴ κατὰ τοῦ Τηλεμάχου αἰφνίδιον δηλοῖ θάνατον, ὡς δῆλον καὶ ἐκ τοῦ σήμερον. Ἰστέον δὲ ὅτι τὴν τοῦ Μελανθίου ἀγλαΐαν αὐτίκα δηλώσει εὐθὺς, καὶ τὸ μετὰ μνηστῆρσι καθίζειν αὐτὸν ἀντίον Εὐρυμάχου, τὸν γὰρ φιλέεσκε μάλιστα, καὶ μοῖραν δὲ αὐτῷ ἐξαίρετον τίθεσθαι. ὡς δὲ καὶ ὁρμητίας ἦν, δῆλον ἐκ τοῦ τὸν μὲν Εὔμαιον καὶ τὸν ξένον ἡσυχῇ προϊέναι, τὸν δὲ μάλα ὦκα βαίνοντα δόμους ἱκάνειν ἄνακτος.

(Vers. 260.) Ὅτι ἐγγίσας Ὀδυσσεὺς τοῖς αὐτοῦ δώμασι γνωρίζει μὲν, ἄλλως αὐτὰ ὡς ἤδη πάλαι πεπειραμένος, πρὸς μέντοι τὸν Εὔμαιον γινώσκειν αὐτά φησιν ἐκ τοῦ πολλοὺς ἐκεῖ δαίνυσθαι, ὅ περ ἡ ἀναδιδομένη κνίσσα δηλοῖ, καὶ ἐκ τῆς τῶν δόμων δὲ καλλονῆς, καὶ ἐκ τῆς φόρμιγγος δέ. φησὶ γὰρ ὁ ποιητὴς οὕτω·

(Vers. 261.) περὶ δὲ σφέας ἤλυθεν ἰωὴ φόρμιγγος γλαφυρῆς, τουτέστιν ἠκούσθη ἡ φόρμιγξ· τοῦτο γὰρ δηλοῖ τὸ περιελθεῖν αὐτοὺς τῆς φόρμιγγος βοήν. ἀνὰ δὲ σφίσι βάλλετ' ἀείδειν Φήμιος.

(Vers. 262.) τί δέ ἐστι τὸ ἀναβάλλεσθαι, προγέγραπται.

(Vers. 264.) Ὀδυσσεὺς δὲ χειρὸς ἑλὼν συβώτην προσέειπεν· Εὔμαιε, ἦ μάλα δὴ τάδε δώματα κάλ' Ὀδυσῆος, ῥεῖα δ' ἀρίγνωτ' ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι. ἐξ ἑτέρων ἕτερά ἐστιν· ὅ ἐστιν, οὐ μονόστεγα, ἀλλ' ὑπερῷα, ὁποῖοι καὶ οἱ πρὸ βραχέων ὑψηλοὶ δόμοι τοῦ Νέστορος· ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι.

(Vers. 267.) θύραι δ' εὐεργέες ἢ εὐερκέες εἰσὶ, δικλίδες, ὅ ἐστι δύο. οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο, τουτέστιν οὐδεὶς τὸν τοῖχον ὑπερηφανήσῃ, ὡς οἱ παλαιοί φασιν, ἢ δι' ὑπεροπλίαν βλάψῃ. ἔπαινος δὲ ταῦτα οἴκου ὡς ἐν ἐκφράσει. Δύναται δὲ τὸ μιν ἐνταῦθα καὶ ἐπὶ τοῦ οἴκου συνήθως νοηθῆναι, καὶ ἐπὶ τῶν θυρῶν δὲ, εἰ καὶ μὴ πάνυ συνήθως. εἰσὶ γὰρ καὶ τοιαῦται πληθυντικαὶ χρήσεις, καὶ μάλιστα τῆς νιν ἀντωνυμίας. εἶτα ἐπάγει πιθανῶς Ὀδυσσεὺς, ὅτι γινώσκω δὲ, διότι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται ἄνδρες.

(Vers. 270.) ἐπεὶ κνίσση μὲν ἀνήνοθεν ἢ ἐνήνοθε, τουτέστιν ἀναβαίνει, ἀνέρχεται. ἐν δέ τε φόρμιγξ ἠπύει, ἣν ἄρα δαιτὶ θεὸς ποίησεν ἑταίρην. καὶ τοῦτο μὲν ἐνταῦθα. ἐν δὲ ἑτέροις συνήορον λέγει αὐτὴν τῇ δαιτὶ, ὅ ἐστιν συνεζευγμένην. ἀλλαχοῦ δὲ τὴν μολπὴν καὶ τὴν φόρμιγγα δαιτὸς ἀναθήματα φησίν. Ὁ δὲ τοῖχος καὶ ἕρκος λέγεται. Περὶ δὲ θριγκῶν προείρηται, οὓς ἐνταῦθα πληθύνει διὰ τὸ τοῦ τοίχου μέγεθος. Περὶ [145] δὲ δικλίδων δηλοῖ σαφῶς ἡ Ἰλιάς. Ἡ δὲ κνίσσα κοινότερον μὲν διὰ δύο σίγμα γράφεται· Ἡρῳδιανὸς δὲ ἐθέλει ἀπὸ μέλλοντος αὐτὴν γενομένην τοῦ κνίζω κνίσω, δι' ἑνός τε γράφεσθαι σ καὶ ἔκτασιν λαβεῖν τοῦ ι. δηλοῖ δέ, φησιν, ἡ κνῖσα τὴν κατ' ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, προσίζουσαν. προσηγόρευται δὲ καὶ ἐπίπλους, εὖ μάλα, φησὶ, καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Τοῦ δὲ ἀνενήνοθεν ἡ παραγωγὴ ἐν τῇ Ἰλιάδι κεῖται ἐν τῷ, ψεδνὴ δ' ἐπενήνοθε λάχνη.

(Vers. 273.) Ὅτι φρονίμῳ ἀνδρὶ ἐπιλεχθήσεται καὶ ἀγχίνῳ τὸ, ῥεῖ ἔγνως, ἐπεὶ οὐδὲ τά τ' ἄλλα πέρ ἐσσι ἀνοήμων.

(Vers. 274.) βουλῆς δὲ ἴδιον τὸ, ἀλλ' ἄγε δὴ φραζώμεθα, ὅπως ἔσται τάδε ἔργα. Εὐμαίου δὲ τοῦτο λόγος, ἐθέλοντος βουλὴν θέσθαι τοῦ ποιητοῦ ὡς ἐν λόγῳ προκατασκευῆς, ἢ πρῶτος Ὀδυσσεὺς εἰσελθὼν δύσεται μνηστῆρας κατὰ τὸ, ἀνδρῶν δυσμενέων δύσετο πόλιν, αὐτὸς δὲ ὑπολείψεται αὐτοῦ, ἢ Ὀδυσσεὺς μὲν ἐπιμενεῖ, αὐτὸς δὲ εἶσι προπάροιθεν, ὃ καὶ ποιήσει ὁ Εὔμαιος, εἰπὼν μὴ χρῆναι βραδύνειν μηδὲ τὸν Ὀδυσσέα. ἐρεῖ γάρ·

(Vers. 278.) μηδὲ σὺ δηθύνειν, ὅ ἐστι βράδυνε, μή τίς σε ἔκτοσθε νοήσας ἢ βάλῃ ἢ ἐλάσῃ· τάδε σε φράζεσθαι ἄνωγα.

(Vers. 281.) καὶ Ὀδυσσεὺς εἰπὼν, ὡς καὶ ἀλλαχοῦ κεῖται, γινώσκω, φρονέω, τάδε δὴ νοέοντι κελεύεις, καὶ ἐπικρίνας τὸν Εὔμαιον προεισελθεῖν, αὐτὸς ὑπολείψεσθαί φησιν αὐτοῦ.

(Vers. 275.) Ἰστέον δὲ ὅτι τὸ, ἠὲ σὺ πρῶτος εἴσελθε δόμους εὖ ναιετάοντας, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ, εἰ δ' ἐθέλεις ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν, οἰκεῖον ὅτε τινὲς μὴ ὁμοῦ κρίνοιεν εἰσελθεῖν που, ὡς δέον ὂν καθ' ἕνα τοῦτο γενέσθαι.

(Vers. 279.) Τὸ δὲ ἢ βάλῃ ἢ ἐλάσῃ, τουτέστιν ἐγγὺς τύψῃ, διαφορὰν συνήθη δηλοῦσι· δῆλον δὲ ὅτι τὸ βαλεῖν οὐ μόνον τοῦ ἐλάσαι διαφέρει, ἀλλὰ καὶ τοῦ τύψαι καὶ τρῶσαι καὶ οὐτάσαι καὶ πλῆξαι.

(Vers. 283.) διὸ καὶ Ὀδυσσεὺς ὡς ἶσον τιθεὶς τὴν πληγὴν τῇ ἐλάσει ἐπάγει εὐθὺς, ὅ περ ἄν τις εἴπῃ ἀνὴρ πολυπαθὴς, εἰπών· οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων. τολμήεις μοι θυμὸς, ἐπεὶ κακὰ πολλὰ πέπονθα κύμασι καὶ πολέμῳ. μετὰ καὶ τόδε τοῖσι γενέσθω. διὸ καὶ τλήμων καὶ ταλασίφρων καὶ πολύτλας λέγεται.

(Vers. 286.) εἶτα, ὡς πτωχῷ πρέπον, λαλεῖ γνωμικῶς περὶ γαστρὸς οὕτω· γαστέρα δ' οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν, τουτέστιν, οὐκ ἔστιν ἀνεξέλεγκτον σχεῖν, ἐκφαίνει γὰρ ἑαυτὴν,

(Vers. 287.) οὐλομένην, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσιν, ὁποία δή τις καὶ ἐν Ἰλιάδι ἑρμηνεία τοῦ, μῆνιν οὐλομένην, ἣ μυρία ἔθηκεν ἄλγεα.

(Vers. 288.) εἶτα καὶ ὡρισμένον μέγα κακὸν τῆς γαστρὸς ἐπάγων φησί· τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται πόντον ἐπ' ἀτρύγετον κακὰ δυσμενέεσσι φέρουσαι, πειρατικαὶ δηλαδὴ αὗται, κακὸν μέγα γαστρὸς ἕνεκα ἐπινοηθέν. τὸ γὰρ ἑτέρως ναυτίλλεσθαι οὐκ ἂν εἴη ψεκτέον κατὰ κοινωνίαν ἀνθρωπίνην ἐπινοηθέν. δυσμενεῖς δὲ οὐ μόνον τοὺς πολεμουμένους δηλοῖ, ἀλλὰ καὶ τοὺς πειρατὰς, οἳ τὰς ψυχὰς, ὡς ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον φάγοιεν. λέγει δὲ καὶ μετ' ὀλίγα· γαστρὸς ἕνεκα λυγρῆς, οὐλομένης, ἣ πολλὰ κακὰ ἀνθρώποις δίδωσι. καὶ ἐν ἄλλοις· οὕνεκα οὐλομένης γαστρὸς ἄλγε' ἔχουσι. καί· ἀλλά με γαστὴρ ὀτρύνει κακοεργός. καὶ ἐν τῇ η ῥαψῳδίᾳ· οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον καὶ τὰ ἑξῆς.

(Vers. 290.) Ὅτι ποικιλίαν τινὰ γλαφυρὰν Ὅμηρος ἐνταῦθα καὶ διὰ τοῦ Ἄργου κυνὸς ἐπινοεῖται. ἀνομοειδής τε γὰρ τοῖς φθάσασιν ἡ περὶ αὐτοῦ γραφὴ, καί τινα ζωϊκὴν ἱστορίαν ἔχει, καὶ κυνὸς ἔπαινον, καὶ σημείου δὲ ἀγαθοῦ τῷ Ὀδυσσεῖ ἔμφασιν. εἰ δέ τι καὶ πάθους ἔχει πρὸς τῇ γλυκύτητι, αὐτὸ δηλώσει, ἔνθα Ὀδυσσεὺς εἰς δάκρυον προκληθήσεται διὰ τὸν κύνα· οὗ περ καθά τι κύριον τὸ Ἄργος, ὁμωνύμως τῷ παλαιῷ ἥρωϊ, λεχθὲν παρὰ τὸ ἀργὸν ἐν διαφορᾷ τόνου διὰ τὴν διάφορον σημασίαν, ἵνα ἢ κατ' εὐφημισμὸν Ἄργος κληθείη ὁ ἄλλως ταχὺς, ἢ διὰ χρῶμα λευκὸν, ἐφ' ὧν τὸ ὀξύτονον ὁ ἀργὸς λαμβάνεται. φράζει δὲ ὁ ποιητὴς οὕτως· ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, ἤγουν ἀνέσχεν, ἀνήγειρεν, ὤρθωσεν, Ἄργος Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ' αὐτὸς θρέψε μὲν οὐδ' ἀπόνητο, πάρος δ' εἰς Ἴλιον ἱρὴν ᾤχετο.

(Vers. 294.) τὸν δὲ πάροιθεν ἀγίνεσκον, τουτέστιν ἦγον, νέοι ἄνδρες, αἶγας ἐπ' ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς. δὴ τότε κεῖτ' ἀπόθεστος ἀποιχομένοιο ἄνακτος ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ', ὄφρ' ἂν ἄγοιεν δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες. ἔνθα κύων κεῖτ' Ἄργος, ἐνίπλειος κυνοραϊστέων. δὴ τότε γ' ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, οὐκ ἐκ τῆς θέας ὡς εἰκὸς, ἠλλοίωτο γὰρ τὴν μορφὴν, ἀλλ' ὡς ἰχνευτὴς ὀξύτητι ὀσφρήσεως, ᾗ, φασὶ, καὶ ἐν νυκτὶ διακρίνει τὸ οἰκεῖον τοῦ ἀλλοτρίου· ἢ καὶ [146] ἄλλως, ἐπεὶ ἀνθρώποις Ἀθηνᾶ τὸν Ὀδυσσέα ἐπέκρυψεν, ἀλλοιώσασα οὐ μὴν καὶ ἀλόγοις ζῴοις· ἄγε γάρ, φησιν, ἄγνωστόν σε τεύξω πᾶσι βροτοῖς· οὕτω δὲ ἡ αὐτὴ Ἀθηνᾶ Τηλεμάχῳ μὲν ἐπικρύπτει ἐν τοῖς ἀγροῖς αὐτὴν, οἱ δὲ κύνες εἶδον.

(Vers. 302.) ὡς τοίνυν ὁ κύων ἔγνω τὸν Ὀδυσσέα, οὐρῇ μὲν ἔσῃνε καὶ οὔατα κάββαλεν ἄμφω· ὃ δὴ χαρακτὴρ τοῖς τοιούτοις φιλίας ἐστίν· ἆσσον δ' οὐκέτ' ἔπειτα δυνήσατο οἷο ἄνακτος ἐλθέμεν, αὐτὰρ ὃ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, ῥεῖα λαθὼν Εὔμαιον· ἄφαρ δ' ἐρεείνετο μῦθον, ἢ μύθῳ, ὡς οἷον δῆθεν ἀγνοῶν·

(Vers. 305.) Εὔμαιε, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτ' ἐνὶ κόπρῳ. καλὸς μὲν δέμας ἐστὶν, ἀτὰρ τόδε γ' οὐ σάφα οἶδα, εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, ἢ αὕτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν γίνονται, ἀγλαΐης δ' ἕνεκεν κομέουσιν ἄνακτες.

(Vers. 313.) ὁ δὲ συβώτης, εἰ τοιόσδε, φησὶν, εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεὺς, αἶψά κεν θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης κνώδαλον, ὅ,ττι ἴδοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη· νῦν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης ὤλετο· τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι, διὸ καὶ ἀπόθεστος ἐῤῥέθη.

(Vers. 320.) εἶτα ἐπιπλέκων γνωμικὸν περὶ δούλων φησί· δμῶες δ', εὖτ' ἂν μηκέτι ἐπικρατέωσιν ἄνακτες, οὐκέτ' ἔπειτα ἐθέλουσιν αἰνέσιμα ἐργάζεσθαι· ἥμισυ γάρ τ' ἀρετῆς ἀποαίνυται θεὸς ἀνέρος, εὖτ' ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν, ἀρετὴν λέγων ἄρτι τὴν εἰς τὰ ἔργα σπουδὴν μετὰ προαιρέσεως, ἧς δοῦλοι στέρονται ἀφαιρουμένου αὐτὴν θεοῦ τοῦ δουλώσαντος, οἵ τε ἄλλοι κοινῶς καὶ μάλιστα ὧν οὐκ ἐπικρατέουσιν ἄνακτες· ὃ καὶ ἐπὶ Τηλεμάχου γίνεται, ὃς οὔτε ἀνδρῶν ἐπικρατεῖ διὰ νεότητα, οὔτε γυναικῶν ἄρχει, ἐπεί περ ἡ μήτηρ οὐκ εἴα σημαίνειν αὐτὸν γυναιξίν. ἐν οἷς συλλογιστέον, ὅση καὶ οἵα ἡ τῶν δούλων ἀμέλεια, ὅτε μὴ καλῶς ἐπικρατοῦνται. εἰ γὰρ τῷ ἁπλῶς δούλῳ τὸ ἥμισυ τῆς ἀρετῆς ἀφαιρεῖται, πολὺ πλέον ἀφαιρεῖται τοῦ μὴ ἔχοντος ἄρχοντα καλῶς ἐπιστατοῦντα. καὶ οὕτω μὲν ὁ Εὔμαιος εἰπὼν εἰσῆλθεν. Ἄργον δ' αὖ κατὰ μοῖρα ἔλαβε μέλανος θανάτοιο αὐτίκ' ἰδόντ' Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.

(Vers. 327.) Καὶ ὅρα τὴν ἱστορίαν ἐπὶ πόσον ὁ Ἄργος ἐξήρκεσε ζῶν. ὑπὲρ εἴκοσι γὰρ ἔτη, ὡς ὁ ποιητὴς ἐπίτηδες παρεσημῄνατο. Ὅτι δὲ καὶ εἰκοσιτέσσαρα ζῶσιν ἔτη κύνες, ἱστόρησαν οἱ μεθ' Ὅμηρον. φασὶ δὲ οἱ παλαιοὶ ὡς τέθνηκεν οὕτω ταχὺ ὁ Ἄργος ὑφ' ἡδονῆς τῆς ἐπὶ τῷ ἀναγνωρισμῷ, σμικρὰ γάρ τοι ῥοπὴ εὐνάζει κατὰ Σοφοκλῆν τὰ παλαιὰ σώματα, ὅπου γε καὶ τῶν ἰσχυρῶν πολλάκις περιγίνονται ὥς περ σφοδραὶ λῦπαι, οὕτω καὶ ἡδοναί. τὸ δὲ πρᾶγμα καὶ σύμβολον ἦν, ὡς ἐῤῥέθη, αἴσιον τῷ Ὀδυσσεῖ. λευκὸς μὲν γὰρ ἴσως ἦν ὁ κύων, ὡς καὶ προεγράφη. πᾶν δὲ λευκὸν χρηστὸν σύμβολον. ὡς δὲ καὶ κύων καὶ ἀσθενὴς διὰ γῆρας καὶ ἅμα τῇ τοῦ Ὀδυσσέως θέᾳ θανὼν, τὸ τῶν μνηστήρων ἐδήλου ἀναιδὲς καὶ ἀσθενὲς καὶ ὠκύμορον, εἰ καὶ ἄλλως χρησταῖς ἐλπίσιν ἔσαινον ἑαυτούς. τρεῖς δέ ποτε ἀρεταὶ κυνὸς εἶναι δηλοῦνται τῷ Ἄργῳ, ταχυτὴς καὶ ἀλκὴ καὶ τὸ ἴχνεσι περιειδέναι.

(Vers. 304.) Δακρύειν δὲ τὸν Ὀδυσσέα πλάττει οὐκ ἀπιθάνως ὁ ποιητὴς ἐν τοιούτῳ τόπῳ τῆς κατὰ τὸν Ἄργον διηγήσεως, ἐπεὶ καὶ ἄλλως ἑτοιμόδακρυ τὸ ἡρωϊκὸν φῦλον. καὶ ἡ παροιμία δὲ, ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρες, φησίν.

(Vers. 292.) Ἰστέον δὲ ὅτι κύων Ὀδυσσέως κοινότερον ὁ Ἄργος λέγεται, ὡς εἰ καὶ κτῆμά τι, οἷον, ἂν δὲ κύων Ἄργος Ὀδυσσῆος· καὶ μετ' ὀλίγα, καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. οὕτω καὶ βόες Γηρυόνου λέγονται καὶ Ἀχιλλέως ἵπποι καὶ ὅσα τοιαῦτα. ὅθεν λαβόντες οἱ πολλοὶ καὶ ἄνθρωπόν τινα τοῦ δεῖνος φασί.

(Vers. 291.) Τὸ δὲ ἀνέσχε κεφαλὴν ἐγρηγόρσεως σημεῖον, ὥς περ αὖ πάλιν ἀνέσεως φιλικῆς τὸ οὔατα καββαλεῖν ἄμφω, καθὰ εἴρηται.

(Vers. 293.) Τὸ δὲ ἀπόνητο, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀρχαῖον ἐστὶν Ἀττικόν. τὸ γὰρ ἀπώνατο ὕστερον.

(Vers. 295.) Αἶγας δὲ ἀγροτέρας πρὸς διαστολὴν τῶν ἡμέρων φησὶν, ἵνα εἶεν, ὡς ἐκ τοῦ ἀγρὸς ὁ ἄγριος κατὰ τὸ Αἰτωλὸς Αἰτώλιος, οὕτω καὶ ἀγρότεραι ἀγριώτεραι. οὐκ ἄδηλον δὲ ὅτι καὶ ἐλάφους ἀγροτέρας οἶδεν ὁ ποιητὴς, καὶ ἡμιόνους δὲ, ὡς ἡ Ἰλιὰς δηλοῖ. ἡ δὲ Ἀττικὴ ἱστορία καὶ Ἄρτεμιν ἀγροτέραν παραδίδωσιν, ὡς καὶ ἡ κωμῳδία δεδήλωκε. Πρόκες δέ, φασι, δορκάδων εἶδος, ἢ ἐλάφων ἔκγονα νεογνὰ παρὰ τὸ προκίειν, ἢ παρὰ τὸ προΐξεσθαι. ὅθεν ἡ πρόξ· ταχεῖα γάρ. ὁ δὲ λαγωὸς εἰ μὲν ἐκ τοῦ λαγὼς ἐκτεταμένου δισυλλάβου γίνεται, πλεονασμὸν ἔχει τοῦ ο μικροῦ· εἰ δ' ἐκ τοῦ ἑτέρου τοῦ συστέλλοντος τὴν λήγουσαν, ἐπεντεθῆναι δοκεῖ τὸ μέγα ω πρὸς ἀναλογίαν τοῦ κολωὸς καὶ τῶν ὁμοίων. φασὶ δὲ Ἰωνικὸν εἶναι τὸ λαγὼς δισύλλαβον μακροκατάληκτον, οἱ δ' ἄλλοι λαγὸν, δηλαδὴ διὰ τοῦ ο μικροῦ, ὡς ἀπὸ τοῦ λάω τὸ βλέπω. καὶ εἰσὶ καὶ πληθυντικὰ [147] τούτου, ὡς δηλοῖ Ἀθήναιος. ἐκ δὲ τοῦ τοιούτου καὶ Λάγος τὸ κύριον, ὁμοίως τῷ, ἀργὸς Ἄργος. Ὅμηρος δέ, φασι, λαγωὸν λέγει ἴσως διὰ τὸ μέτρον. ἔστι δὲ καὶ θαλάσσιος λαγώς. λέγεται δὲ καὶ κρέα λαγῷα μὲν παρὰ τὸν ἐκτεταμένον λαγὼν, λάγεια δὲ παρὰ τὸν ἕτερον. οὐ γίνεσθαι δέ φασιν ἐν Ἰθάκῃ λαγωόν. διὸ καὶ τὴν ῥηθεῖσαν θήραν αἰγῶν καὶ προκῶν καὶ λαγωῶν κατὰ τὴν ἀντικρὺ ἤπειρον ἐθέλουσι γίνεσθαι οἱ παλαιοί. συντρέχει δὲ τῷ τοιούτῳ λόγῳ καὶ Ἀριστοτέλης ἱστορήσας, ὡς ἐν Ἰθάκῃ οἱ δασύποδες κομισθέντες καὶ ἀφέντες οὐ δύνανται ζῆν, ἀλλὰ φαίνονται τεθνεῶτες πρὸς τῇ θαλάσσῃ, ἐστραμμένοι ὅπου ἂν εἰσαχθῶσι. καὶ εἴη ἂν ἡ τῆς Ἰθάκης γῆ ἄλλως ἔχουσα ἤ περ ἡ κατὰ τὴν Κάρπαθον. ἐκείνη γὰρ λαγωτροφεῖ, ὡς δηλοῖ καὶ παροιμία ἡ λέγουσα, ὁ Καρπάθιος τὸν λαγωὸν, ἐλλιπῶς αὐτὴ προηγμένη· βούλεται γὰρ εἰπεῖν, ὅτι ὁ Καρπάθιος ἐπὶ κακῷ οἰκείῳ λαγωοὺς τῇ κατ' αὐτὸν ἐπεισήγαγε νήσῳ, καθάπερ ἡ ἱστορία λέγει. Ὅτι δὲ ὁ λαγὼς οὐ μόνον καὶ πτὼξ καὶ δασύπους λέγεται κοινῶς, ἀλλὰ καὶ ταχίνας εὕρηται παρὰ Λακεδαιμονίοις ἀπὸ τοῦ φυσικοῦ, οἱ παλαιοὶ γράφουσι. παρ' οἷς καὶ ὡς οἷον πατρωνυμικὸν ὁ λαγιδὴς, ὡς καὶ πελαργιδὴς ὁ τοῦ πελαργοῦ γόνος, καὶ λυκιδὴς ὁ τοῦ λύκου. οὕτω δὲ καὶ ἀλεκτοριδής, φασι, καὶ χηνιδὴς, καὶ περδικιδὴς, καὶ ἄλλα. εἰς λαγὸν δὲ μέγαν ἑψημένον ἔπαιξέ, φασι, Σιμωνίδης τὸ, οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο· οἷα μὴ φθάσαντα παρατεθῆναι αὐτῷ ἐν τῷ δειπνεῖν παρὰ Ἱέρωνι. ἦν δὲ ἡ παρῳδία ἐξ Ὁμήρου, εἰπόντος τὸ, οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν, ὁ αἰγιαλὸς δηλαδὴ, πάσας ἐχώρησε τὰς νῆας.

(Vers. 296.) Ἀπόθεστος δὲ ὁ ἀφίλητος καὶ ἀτημέλητος, ἐκ τοῦ ποθῶ ποθέσω, περὶ οὗ προδεδήλωται.

(Vers. 297.) Κόπρος δὲ ἐπὶ ἄλλων ζῴων δίχα συῶν; ὡς δηλοῖ ὁ γράψας· ὑπέλεθρος, ὑὸς ἀπόπατος.

(Vers. 298.) Τὸ δὲ, ὄφρ' ἂν ἄγοιεν ἀντὶ τοῦ φέροιεν. Τέμενος δὲ ἀνθρώπινον συνήθως κἀνταῦθα. οὐ γὰρ δή που θεῖον τὸ κοπρούμενον διὰ καρποτρόφον πιότητα. ἡ δὲ τῆς κόπρου ἀπόθεσις τῆς τε τῶν ἡμιόνων καὶ τῶν βοῶν, ἤδη δέ που καὶ ἑτέρων ζῴων, ὡς δι' αὐτῆς κοπρῆσαι, ὅ ἐστι κοπρεῦσαι ἤτοι κόπρον ἐπιβαλεῖν τοῖς τοῦ Ὀδυσσέως χωρίοις, κατὰ βιωτικὴν οἰκονομίαν παρέῤῥιπται, εἰωθότος τοῦ ποιητοῦ πολλαχοῦ καὶ τοιαῦτα ποιεῖν.

(Vers. 300.) Κυνοραισταὶ δὲ δι' ἑνὸς ῥῶ κατά τε φύσιν καὶ διὰ μέτρον οἳ τοὺς κύνας ῥαίοντες· ἐξ οὗ κατὰ διάλυσιν καὶ παραγωγὴν τὸ ῥαΐζειν γίνεται· ἀφ' οὗ καὶ θυμοραϊστὴς ἀναλόγως τῷ κυνοραϊστής. λέγονται δὲ οὗτοι καὶ κρότωνες παρὰ τοῖς ὕστερον. ὅθεν καὶ παροιμία κατά τινας τὸ, ὑγιέστερος κρότωνος· περὶ ἧς ἀκριβέστερον ἐν τοῖς τοῦ περιηγητοῦ κεῖται.

(Vers. 302.) Τὸ δὲ σαίνειν καιρία λέξις ἐπὶ κυνῶν, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται.

(Vers. 303.) Σημείωσαι δὲ καὶ ὅτι ὁ ποιητὴς ἐπίτηδες πλάττει μὴ ἔχειν τὸν Ἄργον ἐγγὺς τοῦ Ὀδυσσέως ἐλθεῖν, ἵνα μὴ ἐπιγνωσθῇ παρὰ καιρὸν τῷ Εὐμαίῳ. τὸ μὲν γὰρ σαίνειν καὶ τὰ ὦτα καταβάλλειν οἰηθείη ἂν Εὔμαιος δι' αὐτὸν γίνεσθαι· εἰ δὲ καὶ ἐγερθεὶς ἐγγίσει τῷ Ὀδυσσεῖ, ἀνακαλύπτεται ἡ κατὰ τὸν Ὀδυσσέα σκηνή.

(Vers. 302.) Ὅτι δὲ ἐκ τοῦ, οὐρῇ σαίνειν, τὸ σαίνουρον συντέθειται ζῷον πρὸς ἀναλογίαν τοῦ, λόφουρον, δῆλον ἐστί. παλαιὰ δὲ χρῆσις οὐρὰν παίζει καὶ τὸ ἀνδρεῖον αἰδοῖον· ὅθεν καὶ γυνὴ μύζουρις ἡ αἰσχροποιὸς παρὰ τὸ μυζοῦν οὐρὰν, ὅ ἐστι θηλάζειν. ὡς δὲ καὶ κύων ἐπὶ μορίου θήλεος κεῖται, ἡ εἰρησομένη κύνειρα δηλοῖ. Εἰς δὲ τὸ οὔατα σημείωσαι, ὅτι καὶ εἶδος ὀστρέου τροφιμώτατον ἐλέγετο οὖς, κατὰ τὸν εἰπόντα, ὅτι τὸ ὠτάριον ὄστρεον, ὃ καλεῖται παρ' Αἰολέων οὖς Ἀφροδίτης, ἐν τῇ κατ' Ἀλεξάνδριαν Φάρῳ γίνεται.

(Vers. 305.) Τὸ δὲ ἐρεείνετο ἐνεργητικῶς τὰ πλείω ἐρέεινε λέγεται.

(Vers. 307.) Τὸ δὲ, οὐ σάφα οἶδα, μέσως εἶπεν ὁ ῥήτωρ ξένος· ἢ γὰρ φαινομένως ὅτι ὁ μὲν τοῦ εἴδους χαρακτὴρ σημαίνει καὶ ταχὺν εἶναι τοῦτον, ἐγὼ δὲ οὐκ οἶδα σαφῶς, ἢ καὶ ἀληθῶς ὅτι οὐ μέμνημαι σαφῶς, εἴ περ ἀγαθὸς ἦν θηρεύειν· φθάσας γὰρ ἀπῆλθον εἰς Ἴλιον μηδὲν τοῦ Ἄργου ἀπονάμενος.

(Vers. 308.) Τὸ δὲ ἐπὶ εἴδεϊ τῷδε, δηλοῖ καλὸν εἶναι τῷ ἀγαθῷ εἴδει παρεῖναι καὶ ἐνέργειαν. διὸ καὶ ἐν τοῖς ἑξῆς σκώπτεται ἀνὴρ, ᾧ ἐπ' εἴδεϊ μὴ καὶ φρένες εἰσί.

(Vers. 309.) Τραπεζεὺς δὲ κύων καὶ νῦν ὁ μὴ ἐκ τοῦ ἀγρεύειν ζῶν, ἀλλ' ἐκ τῶν περὶ τράπεζαν. ἔθος δὲ τοῖς εὐπόροις καὶ τοιούτους τρέφειν ἀγλαΐης φησὶν ἕνεκα κατά τι καὶ αὐτὸ μεγαλοπρεπές. τοιοῦτοι δὲ ἴσως καὶ τῷ Τηλεμάχῳ ἦσαν ἀκολουθοῦντες ἐν τοῖς πρὸ τούτων.

(Vers. 310.) Τὸ δὲ κομέουσι καὶ ὅλως τὸ κομεῖν πολλαχοῦ φαίνεται ὅτι καὶ κομίζειν λέγεται· ὅθεν καὶ κομιδὴ ἡ ἐπιμέλεια.

(Vers. 313.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, δέμας ἠδὲ καὶ ἔργα, ἐπὶ κυνὸς ἔφη ἔργα, οὐ συνήθως εἰπών. κυρίως γὰρ ἐπὶ ἀνθρώπων τὸ ἔργον ὥς περ καὶ ἡ πρᾶξις· διὸ καὶ ἐπὶ γυναικὸς κεῖται ἐν τῷ, οὐ [148] δέμας οὐδὲ φυὴν οὔτ' ἂρ φρένας οὔτε τι ἔργα.

(Vers. 315.) Τὸ δὲ ταχυτῆτα καὶ ἀλκὴν, ἀρετὴν προσμαρτύρεται τῷ Ἄργῳ, ἣν οὐκ ἂν ἔχοι τραπεζεὺς, οὐδὲ μὴν ἅπας εὐγενὴς κύων· ὧν οἱ μὲν ταχεῖς μόνον, οἱ δὲ μόνον ἄλκιμοι, αὐτὸς δὲ καὶ ἄμφω. τρίτον δὲ αὐτῷ καὶ τέταρτον ἐπικόσμημα ἴχνη τε ἐρευνᾶν εἰδέναι, καὶ εἶδος ἔχειν καλόν. οὐκ ἂν δὲ τούτων μεμνημένος κλαύσοι Ὀδυσσεὺς, παιδαριῶδες γὰρ τοῦτό γε, ἀλλ' ἐπῆλθεν αὐτῷ δακρῦσαι, ἀγαπήσαντι, ὡς εἰκὸς, εἴ περ ὁ μὲν Ἄργος μνήμην τοῦ δεσπότου ἔσωζεν ἀγαθὴν, τοῦ δ' ὑπ' αὐτὸν λαοῦ οἱ πλείους ἄλλως διέκειντο. Σημείωσαι δὲ, ὡς εἰ καὶ ἐπίσημα κυνῶν παραδέδονται γένη, Ἰνδοὶ, Ὑρκανοὶ, Μολοσσοὶ, πρὸς δὲ ἄλλοις καὶ Λακωνικοὶ, ὡς Πίνδαρος οἶδεν, εἰπὼν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέφειν πυκινώτατον ἑρπετὸν, ὅμως ἡ φύσις καὶ ἐν τοῖς ἄλλοις ἅπασι τόποις διασπείρει κύνας ἀγαθοὺς, ὁποῖός τις καὶ ὁ Ἄργος. Ὅτι δὲ φιλάνθρωπον φύσει ζῷον ὁ κύων, διὸ καὶ τὴν κλῆσιν ἔσχεν ἀπὸ τοῦ κύειν, ὅ ἐστι φιλεῖν, δῆλον ἐστίν. εἰ δὲ καὶ οὕτω φιλητικὸν τὸ γένος μεμαρτύρηται, ἀλλὰ διὰ τὸ κατ' αὐτοὺς ἀναιδὲς διαβάλλεσθαι δίδωσι τοὺς αὐθάδεις. ἐντεῦθεν γὰρ ἐπ' ἀνθρώπων κύνεον ἦθος λέγεται· καὶ κυνάμυια σκώπτεται ἡ θρασεῖα γυνή· καὶ κύων ἀδεὴς ἡ αὐτὴ λέγεται. τρόπον δὲ ἄλλον ἄμφω ταῦτα τὸν κυνικὸν φιλόσοφον ἐμεθώδευσαν, ὃς ἐφίλει τε τοὺς ὀρθὰ πεπαιδευμένους ὑποσαίνων καὶ οἷον κνυζώμενος εὐνοϊκώτερον, καὶ αὖ πάλιν καθυλάκτει τῶν ἑτέρως διακειμένων. ἐκεῖθεν κύων τροπικῶς καὶ ὁ κατὰ θάλασσαν ἄγριος ὢν, ὡσεὶ καὶ κύνες Εὐμαίου, οἳ μικροῦ τὸν ἀλήτην Ὀδυσσέα κατεσπάραξαν. τοιαύτη δέ τις τροπὴ καὶ ἡ κατὰ τὸν οὐράνιον κύνα, ὃν τολμήσοι ἄν τις καὶ λυσσητῆρα σκῶψαι διὰ τὸ ἐν τῇ κατ' αὐτὸν ἐπιτολῇ πολὺ Ὁμηρικῶς εἰπεῖν φλέγμα, ἔτι δὲ ὁμοίως φάναι, πυρετόν. ὡς δὲ κύων καὶ τῇ κωμῳδίᾳ ἐνέτηξε σκῶμμα γυναικεῖον, τὴν εἰρημένην κύνειραν ἤγουν τὴν τὸν κύνα εἰρύουσαν, ὅ πέρ ἐστιν ἐφελκομένην, ὃν δὴ κύνα χοῖρον ἄλλη κωμῳδία φησὶ, παλαιὰ χρῆσις δηλοῖ, ἐμφαίνουσα πρὸς ὁμοιότητα τοῦ κυνόσουρα εἰρῆσθαι καὶ τὸ κύνειρα. ἔτι ἀπὸ κυνὸς λέγεται συντεθεῖσθαι παρὰ Σοφοκλεῖ καὶ ἡ κύναρος ἄκανθα, ἡ καὶ κυνάρα, διὰ τοῦ υ ψιλοῦ, ἣν ἡ κοινὴ γλῶσσα κυνόσβατον ἐν λέξει μιᾷ ἢ κυνὸς βάτον ἐν παραθέσει ὀνομάζειν οἶδεν. αἰνιττόμενος δέ τις εἶπεν αὐτὴν, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ ἱστορεῖ, ξυλίνην κύνα διὰ τὸ ἀκανθῶδες τοῦ φυτοῦ καὶ τραχύ. ὁ δ' αὐτὸς προσιστορεῖ καὶ ὅτι χρησμὸν λαβών τις οἰκίζειν πόλιν, ἔνθα ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισεν ἐκεῖ πόλιν. δῆλον δ' ὅτι βάτου εἶδος καὶ ἡ κυνόσβατος αὕτη. ἧς ἡ βραχυτέρα σμίλαξ ὑπὸ τῶν κοινολεκτούντων λέγεται, ἄλλη αὐτὴ οὖσα παρὰ τὴν δίχα τοῦ σίγμα παρὰ τῷ κωμικῷ μίλακα· ἐκείνη γὰρ βοτάνη ἐστὶν, ᾗ κατὰ τὸν τεχνικὸν τὸ μίλινον χρῶμα παρονομάζεται· καὶ τοιαύτη μὲν ἡ διὰ τοῦ υ κυνάρα ἢ κύναρος, ἡ κατὰ τὸ ἔτυμον τοῦ ὀνόματος κυνὸς ἀρὰν, ὅ πέρ ἐστι βλάβην, ἐνιεῖσα· ἡ δὲ διὰ τοῦ ἰῶτα κινάρα ἑτεροίως ἔχει· τοιαύτην γάρ φασι κάκτον λεγομένην ὑπὸ Ῥωμαίων μὲν καλεῖσθαι κάρδον, ὑπὸ Ἑλλήνων δὲ κινάραν. Ὅτι δὲ ἐδώδιμος αὕτη, δηλοῖ, φασὶ, βασιλεὺς Πτολεμαῖος ὁ εὐεργέτης, εἷς ὢν τῶν Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, λέγων ὡς περὶ Βερενίκην πόλιν Λιβύης, περὶ ἣν καὶ ποταμὸς ῥέει Λήθων καλούμενος, πολλῆς κινάρας φυομένης, οἵ τε συνακολουθοῦντες ἡμῖν στρατιῶται πάντες δρεπόμενοι συνεχρῶντο, καὶ ἡμῖν προσέφερον ψιλοῦντες τῶν ἀκάνθων. Καὶ ὅρα τὸ, ψιλοῦντες τῶν ἀκάνθων, ἐξ οὗ φαίνεται μὴ αὐτόχρημα κάκτον εἶναι τὴν ἐν τοῖς ἄρτι λεγομένην κινάραν· αὕτη γὰρ οὐχ' οὕτω τραχύνεται πάνυ ἀκάνθαις· εἰκὸς δὲ καὶ τὴν διὰ τοῦ ἰῶτα κινάραν ἐκ τῆς διὰ τοῦ υ ψιλοῦ γραφομένης τετράφθαι πρὸς ἀποφυγὴν συνεμπτώσεως, ὃ δὴ καὶ ἐπὶ σικυοῦ γίνεται. εἰ γὰρ ὥς περ ἡ συκῆ παρὰ τὸ σύειν καὶ κίειν, ὅ πέρ ἐστιν ὁρμᾶσθαι, οὕτω κατὰ τοὺς παλαιοὺς καὶ ὁ σικυὸς ἐτράπη καὶ ἐπ' αὐτοῦ τὸ υ εἰς ἰῶτα, διὰ τὸ ἀσυνέμπτωτον, ἵνα μὴ καὶ τῷ σικυῷ σύκου ἐμφαίνηταί τι.

(Vers. 310.) Τὸ δὲ ἀγλαΐης δ' ἕνεκεν κομέουσιν ἄνακτες, ἤγουν οἱ ἁπλῶς οἰκοδεσπόται, μὴ φειδόμενοι σίτου, εἰπεῖν καθ' Ἡσίοδον, δηλοῖ ὡς οὐ μόνον κύνες θηρατικοὶ ἐσπουδάζοντο καὶ ἄλλως δὲ οἴκου δραστήριοι φύλακες, ἀλλὰ καὶ οἵους ὁ Ὀδυσσεὺς λαλεῖ. παρὰ δέ γε τοῖς ὕστερον κατὰ τὸν τοῦ Ἀθηναίου λόγον καὶ κυνάρια μελιταῖα ἐν λόγῳ γεγόνασιν. οἱ δὲ νῦν χαίρουσιν, εἴ περ εἶεν αὐτοῖς κυνίδια καὶ μυαρίων βραχύτερα.

(Vers. 316.) Τὸ δὲ βαθείης βένθεσιν ὕλης, δοκεῖ παρηνέχθαι ἀπὸ τοῦ, βαθείης βένθεσι λίμνης, ὡς μὴ μόνον ἐπὶ ὕδατος τὸ βένθος λέγεσθαι καὶ τὸ βάθος, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ξυλόχου καὶ πολλοῦ δάσους. ἔστι δὲ καὶ ἐπὶ στρατηγικῆς ἐκτάξεως βάθος. ὑπονοεῖται δὲ καὶ ἐπὶ μεγέθους πόλεως, ὡς δηλοῖ τὸ, κατέδυ Τρώων [149] πόλιν εὐρυάγυιαν. ἐπὶ βάθους γὰρ τὸ καταδῦναι.

(Vers. 317.) Κνώδαλον δὲ νῦν τὸ χερσαῖον παρὰ τὸ ὑπὸ κυνῶν ἁλίσκεσθαι. ὅτε δὲ καὶ ἐπὶ θαλασσίου θηρίου κνώσσοντος ἐν τῇ ἁλῒ λέγεται ἡ λέξις, κοινὸν τότε τὸ βένθεσιν· ἐν βένθεσι γὰρ τὰ κνώδαλα. Τὸ δὲ ὅ,ττι ἴδοιτο, κρεῖττον φασὶ γράφειν δίοιτο, ἵνα λέγῃ, ὡς οὐκ ἐξέφευγεν αὐτὸν θηρίον, ὅ περ ἂν δίοιτο, τουτέστι διώκοι· οὗ καὶ ἀπαρέμφατον ἐν τοῖς ἑξῆς τὸ δίεσθαι. τὸ γὰρ ἴδοιτο περιαιρεῖ κυνὸς τὴν ἰχνευτικήν, φασιν, αἴσθησιν· ὁ γὰρ τοιοῦτος ῥινηλατῶν ἐνεργεῖ. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου ῥινηλατεῖν τοῦ ἀπορθοῦντος τοὺς κύνας δοκεῖ ῥινᾶν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, λέγεσθαι τὸ ἐξαπατᾶν, ὅτε δηλαδὴ αἱ ῥῖνες ἀπατήσουσι κύνα. φέρει δὲ χρῆσιν τῆς λέξεως ταύτης ἐκ Μενάνδρου Αἴλιος Διονύσιος, τὸ, ἔγω γ' ἐπίσταμαι ῥινᾶν.

(Vers. 319.) Γυναῖκες δὲ ἀκηδέες αἱ ἀφρόντιδες, ἢ καὶ δυσφρόντιδες, κατὰ τὸ, ἀκηδέα νύκτα φυλάξω.

(Vers. 322.) Τὸ δὲ ἥμισυ ἀρετῆς ἁπλοϊκῶς ἐῤῥέθη. οὐ γὰρ ἂν μετροῖτο κατ' αἴσθησιν ἀκριβῶς ἀρετή. τοιοῦτον δέ τι ἴσως καὶ τὸ, ὅσῳ πλέον ἥμισυ παντὸς, παρ' Ἡσιόδῳ. Δούλιον δὲ ἦμαρ ἡ δουλεία περιφραστικῶς. οὗ πρὸς ὁμοιότητα καὶ ἦμαρ ἐλεύθερον, ὡς τὸ, ἐλεύθερον ἦμαρ ἀπούρας. περίφρασις δὲ ἄμφω, τὸ μὲν δουλείας, τὸ δὲ ἐλευθερίας.

(Vers. 321.) Σημείωσαι δὲ, ὅτι τὸ μὴ ἐργάζεσθαι τοὺς δούλους ἐναίσιμα ὅτε μὴ ἐπικρατέουσιν ἄνακτες, πιθανῶς ἐῤῥέθη ἐκ τοῦ ὡσεπιπολύ. Εὔμαιος γὰρ οὐ δήπουθεν τοιοῦτος, ἀλλ' οἱ σύνδουλοι, οὐ προσλογιζόμενοι δεσπόταις τὴν δέσποιναν καὶ τὸν υἱὸν διὰ τὸ ἀπεῖναι τὸν μέγαν ἄνακτα. πιθανὸν δὲ καὶ τὸ ἐφεξῆς διὰ τὸ πολλοὺς δουλωθέντας τελεωτάτην ἀρετὴν ἐπὶ τοῖς δεσπόταις ἐνδείκνυσθαι.

(Vers. 330.) Ὅτι τὸ, νεῦσεν ἐπὶ οἷ καλέσας, ἀντὶ τοῦ προσεκαλέσατο νεύματι· μετ' ὀλίγα δὲ τὸ, ἐπὶ οἷ καλέσας προσέειπεν, ἑτεροῖον ἐστίν. Ὅτι δίφρος ἐνταῦθα εὐτελὴς, περὶ ὃν δηλαδὴ δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ δαιόμενος· ὅ περ ἐτυμολογία ἐστὶ τοῦ δαιτροῦ.

(Vers. 332.) Τὸ δὲ ἐφεξῆς, ἤγουν τὸ, μνηστῆρσι δαινυμένοις, παρήχησίν τινα ἔχει τὸ δαίεσθαι καὶ τὸ δαιτρός.

(Vers. 333.) Ὅτι, καθάπερ ὁ προῤῥηθεὶς δοῦλος Μελάνθιος καθῖζεν ἀντίος Εὐρυμάχῳ, τὸν γὰρ φιλέεσκε μάλιστα, οὕτω καὶ νῦν Εὔμαιος τὸν προσεχῶς δηλωθέντα δίφρον τοῦ δαιτροῦ κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν ἀντίον, νεύσαντος καὶ καλέσαντος Τηλεμάχου, ἔνθα ἐφέζετο Εὔμαιος.

(Vers. 334.) τῷ δὲ καὶ αὐτῷ κῆρυξ μοῖραν ἑλὼν ἐτίθει, κανέου τ' ἐκ σῖτον ἀείρας· καθὰ καὶ τῷ Μελανθίῳ κρειῶν μὲν μοῖραν ἔθεσαν οἳ πονέοντο, σῖτον δὲ ἡ ταμία παρέθηκεν. ἐνδοξότερον οὖν τὸ τοῦ Εὐμαίου, ὃς ὑπουργεῖτο κήρυκι. ζηλοῖ γὰρ ἴσως ὁ Τηλέμαχος, εἰ δευτερεῖα τοῦ Μελανθίου Εὔμαιος φέρει, ὃν αὐτὸς φιλέεσκε μάλιστα.

(Vers. 339.) Ὅτι ἐνδεικνυμένη ἡ ποιητικὴ Μοῦσα πιθανότητα μέχρι καὶ τῶν σμικροτάτων καὶ ἀκριβῶς ἐμφαίνουσα εἰδέναι περὶ ὧν λέγει, μέλινον οὐδὸν λέγει, ἐν ᾧ ἷζεν Ὀδυσσεύς· τὸν δὲ σταθμὸν εἴτουν τὴν παραστάδα τῶν θυρῶν, ᾧ ἐκλίνατο, κυπαρίσσινον ἱστορεῖ. φησὶ γάρ· ἷζε δ' ἐπὶ μελίνου οὐδοῦ κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε, περὶ ἧς προγέγραπται. Μελία δὲ εἶδος δένδρου, ἐξ οὗ νῦν μὲν οὐδὸς μέλινος ἀπαθῶς, ἀλλαχοῦ δὲ κατὰ πάθος ἐπενθέσεως μείλινον δόρυ.

(Vers. 341.) Ὁ δὲ σταθμὸς μετὰ τῆς στάθμης παρηχοῦσι, καθὰ καὶ τὸ ἐπισταμένως καὶ ἐπὶ στάθμην. ἀφελείας δὲ ἡρωϊκῆς ὁ ἐκ μελίας οὐδὸς καὶ ὁ κυπαρίσσινος σταθμός. τὰ δέ γε τοῦ Μενελάου διὰ τὴν Ἑλένην ὄζει Φρυγίας τρυφῆς. καὶ οἰκονομικῶς δὲ παραῤῥιπτεῖ Ὅμηρος, οἵας ὕλης εἶναι χρὴ οὐδὸν οἴκου καὶ σταθμόν. ἐπιστῆσαι δὲ χρὴ, ὡς ἀπὸ τῆς ἄρτι ὁ ξένος φλιαῖς θλίβεται ὤμους, φλιῶν δηλαδὴ νοουμένων τῶν κατὰ τὰς παραστάδας.

(Vers. 343.) Ὅτι φιλόφρονος ξενοδόχου κέλευσμα τὸ, ἄρτον οὖλον ἑλεῖν περικαλλέος ἐκ κανέοιό τινα, καὶ κρέας ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλεῖν καὶ δοῦναι τῷ ξείνῳ φέροντα. Οὖλον δὲ ἄρτον λέγει τὸν ὅλον καὶ ἀκέραιον. Περικαλλὲς δὲ κάνεον εἰπὼν σιγᾷ τὴν ὕλην, ὡς μὴ ἀναγκαῖον ὂν δηλωθῆναι καὶ αὐτήν.

(Vers. 344.) Ἀμφιβαλεῖν δὲ τὸ περιλαβεῖν ἤτοι περισχεῖν. Τὸ δὲ χανδάνει χαριστέον μὲν τῇ ποιήσει. Ἰστέον δὲ ὅτι ἐκ τοῦ χῶ, τὸ χωρῶ, γίνεται χάζω· οὗ δεύτερος ἀόριστος ἔχαδον· ἐξ οὗ μέλλων δεύτερος αὐθυπότακτος χάδω· ὅθεν καὶ κατὰ ἀναδρομὴν συνήθη χάδω ἐνεστώς· καὶ παράγωγον χαδάνω, καὶ πλεονασμῷ τοῦ ν διὰ κρείττονα φωνὴν χανδάνω, κατὰ τὸ ἁνδάνω καὶ ὅσα τοιαῦτα.

(Vers. 346.) Ὅτι ἐρεθισμὸς εἰς τὸ ἐπαιτεῖν τὸ, κέλευε αἰτίζειν μάλα πάντας ἐποιχόμενον. ἐπεὶ δὲ τὸ τοιοῦτον ἔχει τι αἰδοῦς, ἐπιφέρει ὁ ταῦτα πρὸς Εὔμαιον εἰπὼν Τηλέμαχος περὶ Ὀδυσσέως·

(Vers. 347.) αἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ προΐκτῃ, τοῦτο δὲ γνωμικῶς ἔφη, ὡς οἷα λέγων, ὅτι [150] ἑτέρῳ μέν τινι ἀγαθὸν ἂν εἴη ποτὲ ἡ τοῦ ἐπαιτεῖν αἰδὼς, πτωχῷ δὲ οὐκ ἄν.

(Vers. 352.) καὶ μετ' ὀλίγα δὲ παραφραστικῶς κατὰ λόγον ῥητορικῆς χρείας ἐρεῖ πρὸς Ὀδυσσέα Εὔμαιος τὸν τοῦ Τηλεμάχου λόγον, εἰπών· αἰδῶ δ' οὐκ ἀγαθήν φησιν εἶναι ἀνδρὶ προΐκτῃ, καὶ πάλιν· κακὸν δ' αἰδοῖος ἀλήτης. οἷα δὲ καὶ Ἡσίοδος γνωμολογεῖ περὶ αἰδοῦς, ἔστι παρ' ἐκείνῳ εὑρεῖν. Προΐκτης δὲ ἀνὴρ, ἢ ὁ προϊκετεύων ὑπὲρ τοῦ λαβεῖν, ἢ ὁ προῖκα ζητῶν λαμβάνει, παρὰ τὸ προΐκω, προΐξω, ὅθεν συναιρεῖται ἡ προῖξ, τουτέστι τὸ δῶρον· οὕτω γὰρ οἱ παλαιοὶ ἐχρῶντο, εἰ καὶ ὕστερον ἐπὶ γαμηλίου μερικεύεται δωρεᾶς. ἐκ δὲ τοῦ τοιούτου προΐκειν καὶ καταπροΐξεσθαι τὸ δοῦναί τι δωρεάν.

(Vers. 354.) Ὅτι Ἀττικὸν σχῆμα εὐχῆς τὸ, θεὲ ἄνα, τὸν δεῖνά μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι. λείπει γὰρ κἀνταῦθα τὸ δὸς ἢ ποίησον ἢ εὔχομαι ἢ τοιοῦτόν τι. τὸ μέντοι ἐφεξῆς ἐντελῶς ἔχει· καί οἱ πάντα γένοιτο ὅσα φρεσὶν ᾗσι μενοινᾷ.

(Vers. 356.) Ὅτι πτωχικῶς Ὀδυσσεὺς ἑαυτὸν χρώζων χερσὶν ἀμφοτέραις ἐδέξατο τὸν δοθέντα οὖλον ἄρτον καὶ τὸ χειροπληθὲς κρέας, καὶ κατέθηκεν

(Vers. 357.) αὖθι ποδῶν προπάροιθεν ἀεικελίας ἐπὶ πήρης ὡς οἷα τραπέζης. ἤσθιε δὲ ὡς ὅτ' ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν. ὡς δὲ ὁ θεῖος ἀοιδὸς ἐπαύσατο, τότε δὴ ὡμάδησαν μὲν οἱ μνηστῆρες, Ὀδυσσεὺς δὲ περιϊὼν αὐτοὺς

(Vers. 365.) ἐπτώχευσεν, ὡς ὁ τοῦ οἴκου δῆθεν δεσπότης Τηλέμαχος ἐκέλευσε

(Vers. 363.) πρὸς ἀπόπειραν τῶν μνηστήρων. οὐ γὰρ μόνον ἀνέξεται κακῶς πάσχοντος τοῦ πατρὸς, καθὰ παρήγγελται, ἀλλ' ἰδοὺ καὶ ἐρεθίζει αὐτὸν εἰς προάγωνας τοῦ παθεῖν δεινῶς, ἵνα τάχιον ἡ τῶν μνηστήρων πανωλεθρία πραγματευθείη.

(Vers. 360.) Ὅρα δὲ καὶ ἐνταῦθα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων, ὅτι ᾄδοντος μὲν τοῦ Φημίου, γέγονέ τις βραχεῖα ἡσυχία τῶν μνηστήρων, ὅτε καὶ ἔφαγεν Ὀδυσσεύς· ἴσως δὲ καὶ ἁρπαλέως, διὰ τὸ ἐπείγεσθαι· παυσαμένου δὲ τοῦ ἀοιδοῦ ὁ συνήθης βροντᾷ ὅμαδος. Ἀεικελίαν δὲ πήραν λέγει τὴν ὡς προϊστορήθη πυκνὰ ῥωγαλέην, καὶ φέρειν μέν τι ἀχρείαν καὶ τηρεῖν ἐντὸς, εὐφυῆ δὲ ὑπεστορέσθαι κατὰ γῆς ὡς εἰς τράπεζαν.

(Vers. 358.) Τὸ δὲ ὡς ὅτ' ἀοιδὸς ἄειδεν ἀντὶ τοῦ ἕως ὅτου, καὶ δοκεῖ τὸ ως τοῦτο πρωτότυπον εἶναι τοῦ ἕως, προλαβόντος Ἀττικῶς τὸ ε. τοιοῦτον δέ που ἐν Ἰλιάδι καὶ τὸ εἵως ἀντὶ τοῦ ὅπως, κἀκεῖνο γὰρ προτεθέντος μὲν τοῦ ε γέγονεν ἕως, εἶτα καὶ εἵως κατὰ διχρόνου ἐπένθεσιν.

(Vers. 360.) Ὅτι τῶν μνηστήρων μετὰ τὴν ἀοιδὴν ὁμαδησάντων, ὡς ἐῤῥέθη, Ἀθήνη ἄγχι παρισταμένη τὸν Ὀδυσσέα ὤτρυνεν ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι, ἤγουν ψωμοὺς, γνοίη τε οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ' ἀθέμιστοι. ἀλλ' οὐδ' ὥς τιν' ἔμελλ' ἀπαλεξήσειν κακότητος. προαναφώνησις δὲ καὶ τοῦτο, ὡς μηδενὸς ἐκφευξομένου μηδὲ τῶν δοκούντων ἀγαθῶν, ὁποῖός τις ἐφάνη πρὸ ὀλίγων καὶ ὁ Ἀμφίνομος. βῆ δ' ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, πάντοσε χεῖρ' ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. οἱ δ' ἐλεαίροντες δίδοσαν καὶ ἐθάμβεον αὐτὸν, ἀλλήλους τ' εἴροντο,

(Vers. 368.) τίς εἴη καὶ πόθεν ἔλθοι. οὐ γὰρ ἦν πτωχὸς τοῦ δήμου. καὶ μανθάνουσιν αὐτοὶ ἀκριβὲς οὐδὲν, ὅτι μὴ μόνον ἐκ Μελανθίου

(Vers. 372.) τὸ ἡγεμονεῦσαι τὸν συβώτην αὐτῷ, ἤγουν ἡγεμόνα γενέσθαι ὁδοῦ τῆς εἰς τὴν Ἰθάκην. καὶ τὸ ἐντεῦθεν λυττᾷ ὁ κακὸς Ἀντίνοος καὶ διδάσκει τὸν Ὀδυσσέα, ὡς αὐτὸς ὁ χείρων πάντων ἐστί. καὶ προκατάρξας καὶ νῦν ἀναιδείας προηγήσεται καὶ τῆς τῶν μνηστήρων πτώσεως.

(Vers. 360.) Ἰστέον δὲ ὡς καὶ νῦν Ἀθηνᾶ ἡ τὸν Ὀδυσσέα ὀτρύνασα ἐπαιτεῖν ἡ παρ' αὐτῷ ἐστὶ φρόνησις, ἣ στοχασαμένη καιρὸν εἶναι ἄρτι τοῦ τοιούτου ἔργου ἐγχειρεῖ τῇ πράξει.

(Vers. 362.) Πύρνα δὲ ὅτι πύρινά ἐστι σιτία, τουτέστι κατὰ τοὺς παλαιοὺς σιτώδεις τροφαὶ, προδεδήλωται. Τὸ δὲ ἀγείρειν πύρνα, δέδωκεν ἀφορμὴν τοῖς ὕστερον ἀγύρτας εἰπεῖν τοὺς πτωχοὺς, καὶ ἀγυρτάζειν τὸ πτωχεύειν, καὶ μητραγυρτεῖν δὲ τὸ μετὰ τυμπάνων καί τινων τοιούτων περιϊέναι καὶ ἐπὶ τῇ μητρὶ ἀγείρειν τροφὰς δηλαδὴ, ὅ ἐστιν ἐπὶ τῇ Ῥέᾳ, ὡς δῆλον ἐκ τοῦ, Διονύσιος μητραγυρτῶν καὶ τυμπανιζόμενος, ἢ τύμπανον κρούων, οἰκτρῶς τὸν βίον κατέστρεψεν. ἐνθυμητέον δὲ ὡς καὶ Μενέλαος κατὰ τοιαύτην ἔννοιαν πολὺν βίοτον ἀγείρειν προϊστόρηται.

(Vers. 363.) Ἐναίσιμον δὲ τὸν δίκαιον λέγει καὶ κατὰ θέμιν ζῶντα. τοῖς δὲ τοιούτοις ἀντίκεινται οἱ ἀθέμιστοι.

(Vers. 364.) Τὸ δὲ ἀπαλεξήσειν κακότητος ἐξεῦρε συντεθῆναι τὸν παρὰ τοῖς ὕστερον ἀλεξίκακον.

(Vers. 365.) Τὸ δὲ ἐνδέξια, ἢ ἀντὶ τοῦ ἐκ τοῦ δεξιοῦ καθίσματος ἐπὶ ἀγαθῷ συμβόλῳ, ἢ ἀντὶ τοῦ ἐπιδεξίως. οὗ πρὸς σαφήνειαν ἐπῆκται τὸ, ὡς εἴτε πτωχὸς πάλαι εἴη. καὶ ἰδοὺ ὁ πολυμήχανος Ὀδυσσεὺς καὶ τοῦ ἐπαιτεῖν τεχνίτης ἐστί.

(Vers. 366.) Τὸ δὲ πάντοσε χεῖρα ὀρέγειν καὶ αἰτεῖν φῶτα ἕκαστον, γίνεται μὲν ὡς ὁ Τηλέμαχος δῆθεν ἐκέλευσεν. ἄλλως δέ γε [151] Ὀδυσσεὺς τοῦτο τεχνᾶται, ἵνα πάντων οὕτω πειράσηται.

(Vers. 368.) Τὸ δὲ τίς εἴη καὶ πόθεν ἔλθοι, ἐπιτομή ἐστι τοῦ, τίς πόθεν εἶς ἀνδρῶν καὶ ἑξῆς, ὃ ἐν ἄλλοις κεῖται.

(Vers. 371.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ πρόσθεν ἀντὶ τοῦ πρὸ ὀλίγου καὶ ὡς εἰπεῖν ἐγγὺς, κατὰ δύναμιν τῆς προς προθέσεως. φησὶ γὰρ Μελάνθιος πρόσθεν τὸν Ὀδυσσέα ἰδεῖν, ἤγουν ὀλίγον τι πρὸ τοῦ αὐτὸν καὶ τὸν συβώτην ἐλθεῖν.

(Vers. 375.) Ὅτι μεμφόμενος Ἀντίνοος τὸν Εὔμαιον, οἷς ἤγαγεν εἰς Ἰθάκην τὸν φαινόμενον πτωχὸν, φησίν· ὦ 'ρίγνωτε συβῶτα, τουτέστιν, ὡς καὶ προεῤῥέθη, ἄγαν γνώριμε ἐπὶ ἀχρείᾳ τέχνῃ, ὡς καὶ εἴ τις εἴπῃ πρός τινα, ὦ ἀρίγνωτε πτωχὲ, ἤ τι τοιοῦτον. βούλεται γὰρ εἰπεῖν τὸν Εὔμαιον γνωστικὸν ἐπὶ εὐτελείᾳ καὶ οὐ δαμινότητι. καὶ ἄλλως δὲ, καθὰ καὶ ὁ παρὰ Θεοκρίτῳ αἰπόλος γνωστὸς φαίνεται, ἀφ' ὧν ἐκεῖνος λέγει αἰπολικῶν σημείων, οὕτω κἀνταῦθα συβώτης ἀρίγνωτος ὁ τοιούτῳ ἐοικὼς καὶ ἐκ μόνης τυχὸν ὄψεως, καὶ μὴ ἀμφίβολος εἰς τὸ συβώτης εἶναι, ὅ περ ὁ Μελάνθιος μὴ ἔχων ἀγλαΐας φέρειν ὀνειδίζεται, ὡς μὴ αἰπόλῳ ἐοικώς. ἔστιν οὖν ἀστειότερον τὸ τοῦ Ἀντινόου· ὦ ἀρίγνωτε συβῶτα, ἤ περ τὸ τοῦ Μελάνθεως· ἀμέγαρτε συβῶτα. εἰ δέ τις ἀμέγαρτον ἐπιστατικῶς ἐκεῖ νοήσοι τὸν πολυφθόνητον, εἴη ἂν καὶ ἐκεῖνο ὅμοιον τούτῳ. Ἀττικὴ δὲ συναλοιφὴ τὸ, ὦ 'ρίγνωτε, ὁμοία τῷ, ὦ 'γαθέ. Ὦ τοίνυν ἀρίγνωτε συβῶτα, τιήδε σὺ τόνδε πόλινδε ἤγαγες; ἢ οὐχ' ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι πτωχοὶ ἀνιηροὶ δαιτῶν ἀπολυμαντῆρες; ἢ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος ἐνθάδ' ἀγειρόμενοι; σὺ δὲ καί ποθι τόνδ' ἐκάλεσας; Ὅρα δ' ἐν τούτοις, ὡς εἰς τὴν αὐτὴν ἔννοιαν ὁ κακὸς Ἀντίνοος τῷ κακῷ Μελανθίῳ ἐνέπεσεν. ἐκεῖνός τε πτωχὸν ἀνιηρὸν δαιτῶν ἀπολυμαντῆρα τὸν Ὀδυσσέα ἔφη, καὶ οὗτος ἐπλήθυνε τὰ τοιαῦτα ὀνόματα.

(Vers. 376.) Ἐν δὲ τῷ, ἧμιν ἀλήμονές εἰσιν, ἀλήμονας μὲν τοὺς ἀλήτας λέγει. τοῦ δὲ ἧμιν συστέλλει μὲν τὴν λήγουσαν, περισπᾷ δὲ τὴν ἄρχουσαν, λόγῳ ἐγκλιτικῷ, καθά που καὶ ἀλλαχοῦ ἐποίησε.

(Vers. 378.) Τὸ δὲ ἢ ὄνοσαι, ἀστείως ἔφη ἀντὶ τοῦ, ἢ μέμφῃ ἡμῖν δηλαδὴ ἢ τοῖς ἀλήταις ὡς μὴ βοροῖς οὖσι μηδὲ δαπανᾶν εὖ δυναμένοις τὰ τοῦ οἴκου τῶν σῶν δεσποτῶν, καὶ διατοῦτο καὶ ἑτέρους ἄγεις τοὺς ἀξιολογώτερον καταφαγομένους ἐκεῖνα. καὶ ἔστιν ἔννοια ὁμοία πρὸς τὸ, ἀλλ' οὐδ' ὥς σε ἔολπα ὀνόσεσθαι κακότητος. ὅ περ ἐν τῇ ε ῥαψῳδίᾳ ὁ Ποσειδῶν πρὸς τὸν Ὀδυσσέα φησί. καὶ οὕτω μὲν καλῶς ἔχει τὸ ὄνοσαι. τὸ μέντοι εἰπεῖν τὸ, ἢ ὄνοσαι ἀντὶ τοῦ ὠφέλειαν ἔχεις ἐκκενουμένου τοῦ δεσποτικοῦ οἴκου, σαφέστερον μὲν, οὐκ ἔχει δὲ καὶ ἐμμάρτυρον τὸ ὄνοσαι κείμενον ἐπὶ σημασίας τοιαύτης. ὄνησαι γὰρ μᾶλλον ὤφειλεν εἶναι, ὡς δηλοῖ τὸ, ὀνήμενος. καὶ τὸ, οὐδ' ἀπόνητο.

(Vers. 379.) Τὸ δὲ καί ποθι τόνδ' ἐκάλεσας, προκλητικόν ἐστι τοῦ ἐφεξῆς νοήματος. ἐντεῦθεν γὰρ λαβὼν ὁ Εὔμαιος ἀφορμὴν ἀντιλαλήσει πρὸς Ἀντίνοον, ἀρξάμενος ἀπὸ τοῦ, τίς ἂν ξεῖνον καλέσῃ ἄλλοθεν καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ καὶ ὡς, εἰ καὶ ἐν τοῖς ἑξῆς Ἶρός τις ἱστορηθήσεται πτωχὸς πανδήμιος, ἀλλ' οὐ μόνον ἐκεῖνον Ἰθάκη ἔχει, ἀλλὰ καὶ ἑτέρους τοιούτους, ὡς δηλοῖ τὸ, πτωχοὶ ἀνιηροὶ καὶ ἑξῆς. καὶ ὅμως δοκεῖ προέχειν ὁ Ἶρος τῶν λοιπῶν.

(Vers. 381. sqq.) Ὅτι Εὔμαιος αἰτιώμενος τὸν Ἀντίνοον ἐφ' οἷς αὐτὸν ἐσυκοφάντησεν ὡς καλέσαντά ποθι τὸν πτωχοοδυσσέα εἰς τὴν Ἰθάκην, φησίν· Ἀντίνοε, οὐ μὴν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις· τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν ἄλλον γε, εἰ μὴ τῶν, οἳ δημιουργοὶ ἔασι, τουτέστι δημουργοὶ κατὰ κρᾶσιν, τεχνίται δημοσίᾳ ἐργαζόμενοι· οὓς καὶ πρὸς ὄνομα λέγων φησίν· μάντιν, ἢ ἰητῆρα κακῶν, ἢ τέκτονα δούρων, ἢ καὶ θέσπιν ἀοιδὸν, ὃς ἂν τέρπῃσιν ἀείδων. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ' ἀπείρονα γαῖαν. πτωχὸν δ' οὐκ ἄν τις καλέοι τρύξοντα ἑαυτόν. αὐτοὶ δὲ δηλαδὴ κἂν ἀποσοβῶνται, κατὰ τὰς μυίας ἐφίπτανται ταῖς τραπέζαις αὐτόματοι. εἶτα καὶ ὡς χαλεπὸν τοῖς τε ἄλλοις καὶ αὐτῷ μάλιστα σκώπτων τὸν Ἀντίνοον φησίν· ἀλλ' αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων δμωσὶν Ὀδυσσῆος, πέρι δ' αὖτ' ἐμοὶ, τουτέστι περισσότερον δὲ τῶν ἄλλων ἐμοί. αὐτὰρ ἔγωγε οὐκ ἀλέγω, ἕως μοι ζῶσιν οἱ δεσπόται. Ἰστέον δὲ, ὅτι τε τὸ οὐ καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις, σκῶμμα ἐστὶ πρὸς τὸν μὴ εὖ λαλοῦντα, καὶ ὅτι τὸ, οὐ καλὰ, οὐ μόνον ὀνοματικῶς νοεῖται, ἀλλὰ δύναται καὶ ἐπίῤῥημα εἶναι ἶσον τῷ οὐ καλῶς, κατὰ τό· ἦ μευ καλὰ κήδεαι, ἀντὶ τοῦ, ὄντως καλῶς ἐμοῦ κήδῃ ὡς οἰκείου υἱοῦ. εἰ δὲ καὶ ὄνομά ἐστι τὸ καλὰ, οὐκ ἀπεικὸς ἀντὶ ἑνικοῦ εἰλῆφθαι, ἵνα εἴπῃ, ὡς οὐ καλὸν πρᾶγμα λέγεις. καὶ γέμουσι καὶ τοιούτου σχήματος οἱ παλαιοὶ λόγοι, καὶ αἱ τοῦ δήμου δὲ γλῶσσαι. οὕτω ἐν Ἰλιάδι ἐγράφη τὸ, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην· ταυτὸν γάρ ἐστι τὰ πρῶτα καὶ τὸ πρῶτον εἰπεῖν. οὕτω καί τις ὕστερον ἔφη τὸ, δυοῖν τὸ ἕτερα πεπονθὼς, ὃ κοινῶς [152] δυοῖν θάτερον λέγεται.

(Vers. 383.) ὁ δὲ περὶ τῶν δημιουργῶν λόγος διδάσκει, ποῖαι τέχναι μάλιστα προσκλητέαι εἰς τὸ κοινὸν, ὅτε μὴ κατὰ χώραν εὑρίσκονται. δημιουργοὶ δὲ, ὡς ἐλέχθη, οἱ κατὰ τὸ δημόσιον χειροτέχναι, οἳ καὶ κλητοί εἰσι, διότι καλοῦνται ποτὲ ἄλλοθεν, ὡς ἐτυμολογεῖ ὁ ποιητής. Αἴλιος δὲ Διονύσιος φησὶν, ὅτι δημιουργὸν Ἀττικοὶ λέγουσιν οὔτε τὸν δημοσίᾳ μισθαρνοῦντα, ὡς Ὅμηρος, οὔτε τὸν δήμου προεστῶτα, ὡς οἱ Δωριεῖς, ἀλλὰ γυναῖκα πέττουσαν πέμματα. Παυσανίας δὲ λέγει, ὅτι δημιουργοὶ οἱ δημοσίᾳ ἐργαζόμενοι ἀρχιτέκτονες, καὶ ἅπαξ πάντες οἱ χειροτέχναι, οἳ γεωργοὺς καὶ πολιτικοὺς ὠφέλουν. ὅθεν δημιουργοί, φησι, καὶ αἱ τοῖς γάμοις τὰ σύμφορα πράττουσαι, αἳ καὶ νυμφίους, φησὶ, ἔλουον καὶ ἱερουργίας ἐν γάμοις ἐποίουν καὶ πόπανα παντοδαπὰ καὶ ἄρτους ἔπεττον καὶ τὰς κόμας εὐθέτιζον. Ὅτι δὲ καὶ Ἀττικὴ λέξις ὁ δημιουργὸς, δηλοῖ καὶ Ἡρῳδιανὸς, ἱστορῶν ὅτι Ἰκτῖνος παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργὸς ὁμώνυμος τῷ ὄρνιθι, οὗ καὶ τὴν περισπωμένην φυλάσσει ἐν τῇ παραληγούσῃ. Ἰστέον δὲ ὅτι τοὺς δηλωθέντας χειροτέχνας ἔστιν εἰπεῖν εἶναι τοὺς τοῦ μύθου ἐγχειρογάστορας, ὡς ἀπὸ χειρῶν βιοτεύοντας, καθὰ καὶ ἐγγλωττογάστορες παρὰ Αἰλίῳ Διονυσίῳ οἱ ἀπὸ γλώττης ζῶντες. Τὸ δὲ, ἰητῆρα κακῶν, ἐντελῶς ἐφράσθη, καθὰ καὶ τὸ, τέκτονα δούρων. τὸ μέντοι ἰητὴρ καὶ τὸ τέκτων ἐλλειπτικῶς λέγονται. τέκτων δὲ δούρων οἰκοδόμος τε καὶ ναυπηγὸς, καὶ ἁπλῶς ἅπας ὁ ὁπωσοῦν διακείμενος περὶ ἐπισκευὴν ξύλου.

(Vers. 385.) Ἐν δὲ τῷ, θέσπιν ἀοιδὸν, ἀρσενικοῦ μὲν γένους τὸ θέσπις, σύγκειται δὲ ἐκ τούτων τὸ θεσπιωδεῖν.

(Vers. 387.) Τοῦ δὲ τρύξοντα θέμα μὲν τὸ τρύχω, αὐτὸ δὲ παράγεται ἐκ τοῦ τρύω, τοῦτο δὲ ἐκ τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τορῶ, ὃ δηλοῖ τὸ τρυπᾶν.

(Vers. 393.) Ὅτι παῦσις πολυλογίας τὸ, σίγα, μή μοι τοῦτον ἀμείβεο πόλλ' ἐπέεσσιν· φιλονείκου δὲ ἀνδρὸς ἔνδειξις τὸ, οὗτος εἴωθε κακῶς ἐρεθιζέμεν ἀεὶ μύθοισι χαλεποῖσιν, ἐποτρύνειν δὲ καὶ ἄλλους. Ἰστέον δὲ ὅτι τὸ μὲν σίγα γράφεται καὶ ἄττα.

(Vers. 394.) Τὸ δὲ, ἐρεθίζειν μύθοις χαλεποῖς, πρὸς διαστολὴν εἴρηται χρηστοτέρων ἐρεθισμῶν. ἢ καὶ ἄλλως, τὸ ἐρεθίζειν κακολογίαν δηλοῖ παρὰ τῷ ποιητῇ, ὥς περ καὶ τὸ ἐρέθειν, ὅθεν πᾶς ἐρεθισμὸς ἐν χαλεποῖς μύθοις γίνεσθαι δοκεῖ.

(Vers. 397.) Ὅτι Ἀντινόου δοκοῦντος ἐθέλειν διωχθῆναι τὸν πτωχὸν Ὀδυσσέα, ἵνα δῆθεν μὴ τρύχηται ὁ τοῦ Τηλεμάχου οἶκος, εἰρωνευόμενος ὁ Τηλέμαχος παντοῖος γίνεται. καὶ πρῶτα μὲν εἰσποιεῖται αὐτὸν ὡς εἰς πατέρα οἷα τὴν μητέρα μνηστευόμενον, εἶτα μέμφεται ὡς οὐ καλῶς λέγοντα, καὶ ἐπιτρέπει ἐλεῆσαι τὸν ξένον, ἐλέγχων αὐτὸν ὡς φειδωλόν. φησὶ γοῦν· Ἀντίνοε, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, ἤγουν καλῶς μου φροντίζεις ὡς πατὴρ υἱοῦ,

(Vers. 398.) ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο δίεσθαι, ὅ ἐστι διώκειν, μύθῳ ἀναγκαίῳ, ἤγουν ἀναγκαστικῷ.

(Vers. 399.) μὴ τοῦτο θεὸς τελέσειεν, ὁ ξένιος δηλαδή.

(Vers. 400.) δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἔγωγε. καὶ ὅρα τρεῖς ἐννοίας κομματικὰς ἐν τῷ στίχῳ τούτῳ. εἶτα λέγει, μήτε τὴν μητέρα εἰς τοῦτό γε ἅζεσθαι, μήτε τιν' ἄλλον δμώων· κωλύει γὰρ οὐδείς. ἀλλ' οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα,

(Vers. 404.) αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ· ὅ περ αἰσχροκερδοῦς ἴδιον. ταῦτα ὁ Τηλέμαχος.

(Vers. 406.) ἐφ' οἷς παροξυνθεὶς ὁ Ἀντίνοος ἐντύνεται κατὰ τοῦ Ὀδυσσέως εἰς τὴν μετ' ὀλίγα βολήν. καὶ τέως ὑψαγόρην συνήθως καὶ μένος ἄσχετον τὸν Τηλέμαχον προσειπὼν, λέγει πρὸς τὸ, δός οἱ ἑλὼν,

(Vers. 407.) ὡς εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες, καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι, τουτέστιν, ἐὰν οἱ μνηστῆρες πάντες τοσοῦτον δοῖεν τῷ πτωχῷ, πολὺν ἂν καιρὸν διαγάγοι μὴ ἐλθὼν εἰς τὸν οἶκον. ὃ δηλοῖ φαινομένως μὲν πολλὴν ἐλεημοσύνην τοῦ πτωχοῦ ἐξ αὐτοῦ, ἀληθῶς δὲ πληγὴν μεγάλην καὶ τραῦμα δεινὸν, δι' οὗ πολὺν χρόνον οὐκ ἂν ἰσχύσῃ ἐλθεῖν εἰς τὸν τοῦ Ὀδυσσέως οἶκον ὁ πληγεὶς πτωχὸς, ἵνα λέγῃ ὅτι δώσω μὲν, ἀλλὰ δεινὴν πληγήν.

(Vers. 409.) ἐφ' οἷς καὶ θρῆνυν ἑλὼν ὑπέφῃνε τραπέζῃ κείμενον, ᾧ ἔπεχε λιπαροὺς πόδας εἰλαπινάζων. καὶ τέως μὲν ἀφίησι κεῖσθαι τὸν θρῆνυν, μετ' ὀλίγα δὲ βάλλει δεξιὸν ὦμον τὸν τοῦ Ὀδυσσέως, ὡς ῥηθήσεται. Σημείωσαι δὲ, ὡς νῦν μὲν οὕτως ὁ Ἀντίνοος ἐσχημάτισε, μετ' οὐ πολλὰ δὲ καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς φιλοτιμήσεται εἰπεῖν κατὰ σχηματισμὸν, ὃν Τηλέμαχος μὲν συμβαλεῖται ἂν τότε, οὐ μὴν δὲ καὶ οἱ μνηστῆρες διὰ τὸ ἀσφαλὲς τοῦ σχηματισμοῦ. ἔνθα ἐρεῖ, μὴ πένθιμον εἶναι, ὁπότε τις περὶ τοῖς ἑαυτοῦ μαχόμενος βληθείη καὶ τὰ ἑξῆς.

(Vers. 410.) Ὅρα δὲ ὅτι ἀρσενικῶς εἶπε τὸν θρῆνυν, ὡς δηλοῖ τὸ, ᾧ ἔπεχε πόδας, ἤγουν ἐφ' ᾧ εἶχε τοὺς πόδας. ὃν κείμενον ἐν τῇ τραπέζῃ καὶ ὑποκείμενον τοῖς ποσὶν ὑπέφῃνεν ἤγουν ὑποκάτω ἔφῃνεν [153] ὑπεξαγαγὼν τῶν ποδῶν, ὡς ἂν ἔχοι ῥᾷον αὐτοῦ ἐπικύψας ἅψασθαι, ὅτε θελήσει κατὰ τοῦ Ὀδυσσέως βαλεῖν.

(Vers. 410.) Ὅτι δὲ τὸ ἐπέχειν ἔστιν ὅτε καὶ ἔχθραν δηλοῖ, ἐν τοῖς ἑξῆς που δηλώσει ὁ ποιητής.

(Vers. 408.) Τὸ δὲ, τρεῖς μῆνας, ἁπλοϊκῶς παρεῤῥίφη καὶ οὐ σπουδαίως ὥρισται.

(Vers. 411.) Ὅτι ἔλεον πτωχοῦ δηλοῖ τὸ, οἱ δ' ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ' ἄρα πήρην σίτου καὶ κρειῶν. τάχα δὴ καὶ ἔμελλεν ὁ λαβὼν πτωχὸς, αὖτις ἐπ' οὐδὸν ἰὼν, προικὸς γεύσεσθαι Ἀχαιῶν, ἤγουν δωρεᾶς, ὡς καὶ προγέγραπται.

(Vers. 415.) Ὅτι ὁ δεόμενος τῶν τινὸς μεγιστάνων ἐπὶ δώρῳ εἴποι ἂν τὸ, δὸς φίλος, οὐ μέντοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλ' ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας. τῷ σε χρὴ δόμεναι καὶ λώϊον, ἠέ περ ἄλλοι, σίτου ἢ τοῦδε τινός.

(Vers. 418.) ἐγὼ δ' ἄν σε κλείω κατ' ἀπείρονα γαῖαν. Ὀδυσσέως δὲ καὶ τοῦτο λόγος, ὃς οἷα πολλὴν γῆν ὡς ἀλήτης περιϊὼν ὑπισχνεῖται, τὸν Ἀντίνοον παρὰ πολλοῖς εὐκλεῶς φημίσαι. εἰ δὲ καὶ ἐκ πλουσίων ποτὲ εἴη ὁ δεόμενος, πρέπει προσθεῖναι καὶ τὰ ἑξῆς·

(Vers. 421.) καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, τοίῳ ὁποῖος ἔοι, ἤγουν ὑπάρχοι, καὶ ὅτευ κεχρημένος ἔλθοι, ἤγουν καὶ οὗ ἂν χρῄζοι, μὴ ἀνακρίνων μήτε προσώπου μήτε δώρου ποιότητα. ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ, οἷσιν εὖ ζώουσι

(Vers. 423.) καὶ ἀφνειοὶ καλέονται, οἱ ἄνθρωποι δηλαδή. ἀλλὰ θεὸς ἀλάπαξεν· ἤθελε γάρ που. Καὶ ὅρα τὸ, εὖ ζώουσιν· ἐξ οὗ ζωὴ πρὸ τούτων ἡ τοῦ ζῆν ἐλέχθη περιουσία. οἱ μέντοι μεθ' Ὅμηρον σοφοὶ ἐκ τούτου συνθέντες εὐζωΐαν τὴν εὐδαιμονίαν φασίν.

(Vers. 415.) Ὅρα δὲ τὸ, οὐ κάκιστος ἀλλ' ὤριστος, ἐντελῶς ῥηθὲν σαφηνείας χάριν. ἐξ οὗ δῆλον, ὅτι καὶ ἐν τῷ, οὐ γάρ μιν ἀφαυρότατος βάλεν Ἀχαιῶν, χρὴ προσεπεννοεῖν τὸ, ἀλλ' ὁ ἀνδρειότατος. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων. ἄλλως γὰρ ὁ οὐ κάκιστος καὶ ὁ οὐκ ἀφαυρότατος οὐκ αὐτόθεν ἁπλῶς νοοῦσι τὸν ἄριστον καὶ τὸν ἀνδρειότατον.

(Vers. 418.) Τὸ δὲ, κλείω κατ' ἀπείρονα γαῖαν, χρόνον καὶ αὐτὸ ἀντὶ χρόνου λαμβάνει· ἀντὶ τοῦ δοξάσω γὰρ μέλλοντος εἴρηται.

(Vers. 424.) Τὸ δὲ, ἤθελε γάρ που θεὸς, εὐσεβοῦς ἤθους ἐστὶν, ἀνατιθέντος τῷ κρείττονι τὰ συγκυροῦντα.

(Vers. 425.) Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς καὶ τὰ τοιαῦτα πρὸς τὸν Ἀντίνοον λέγει παρὰ κοφῷ ᾄδων, ὅ φασιν. ἐφ' οἷς καὶ συγκαλύπτων τὴν περὶ αὐτοῦ ὑπόνοιαν ἐπιπλέκει μέρος τι τῆς πρὸς τὸν Εὔμαιον ἐκείνης ψευδολογίας, ἵνα μὴ ἄλλο τι πλάσας ὑποπτευθείη παρὰ τοῦ Εὐμαίου παρόντος καὶ ἀκροωμένου, ὡς πρὸς ἐκεῖνον ψευσάμενος. καὶ λέγει πάλιν, ὅπως ἐν Αἰγύπτῳ ποταμῷ στήσας νέας ἀμφιελίσσας καὶ ὀπτῆρας ὀτρύνας νέεσθαι κατὰ σκοπιὰς ἐδυστύχησεν ἐκ τῶν ἑταίρων, καὶ τέλος μετὰ πολὺν κίνδυνον ἁλοὺς καὶ αὐτὸς ἀπεδόθη ἐς Κύπρον τῷ ἐκεῖ ἀνάσσοντι Δμήτορι Ἰασίδῃ. ἐκεῖθεν δέ, φησι, δεῦρο τόδ' ἵκω πήματα πάσχων.

(Vers. 442.) τούτοις δὲ προστίθησί τι καὶ ἀνήκουστον τῷ Εὐμαίῳ τὸ εἰς τὴν Κύπρον πραθῆναι, οἷα ὑπονοῶν, ὡς εἰκὸς, ὅτι οὐκ ἂν παρὼν καὶ ἀκούων ἄρτι ὁ Εὔμαιος ἐλέγξῃ τοῦτον, ὡς ἢ μὴ μεμνημένος ἢ μὴ βουλόμενος.

(Vers. 415.) Ἰστέον δὲ καὶ ὅτι καθ' ὁμοιότητα τοῦ, οὐ γάρ μιν, ὡς εἴρηται, ἀφαυρότατος βάλεν Ἀχαιῶν, εἴρηται καὶ ὧδε τὸ, οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν εἶναι. πλὴν ἐκεῖνο μὲν ἀφῆκεν οὕτως ἐν ἀσαφεῖ κεῖσθαι διὰ τὸ πρὸς φρονοῦντας λαλεῖν.

(Vers. 416.) νῦν δὲ, ἵνα μὴ ὁ Ἀντίνοος, περὶ οἷ ὁ λόγος οὗτος, ὕβριν ὑποπτεύσῃ, διεσάφησεν ἐπαγαγὼν τὸ, ἀλλ' ὁ ἄριστος.

(Vers. 425.) ἐν δὲ τῷ τόπῳ τούτῳ καὶ ληϊστῆρας πολυπλάγκτους λέγει συνήθως τοὺς κατὰ θάλασσαν πειρατὰς, ἐπεὶ μὴ ἔστιν αὐτοῖς εἷς σκοπὸς τοῦ πλοῦ.

(Vers. 427.) λέγει δὲ καὶ τὸν Νεῖλον Αἴγυπτον ποταμὸν, ὡς καὶ πρὸ τούτων,

(Vers. 432.) καὶ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς διὰ τὴν κατ' Αἴγυπτον πιότητα τῆς γῆς.

(Vers. 443.) εἰ δὲ Κινύρας ἐν Ἰλιάδι Κύπρου ἦν βασιλεὺς, ἀλλ' ἐκείνου μηκέτ' ὄντος ὁ ῥηθεὶς Δμήτωρ βασιλεῦσαι δοκεῖ.

(Vers. 441.) Ἐν δὲ τούτοις κεῖται καὶ ἡ ἀνάγκη ἐπὶ βίας ἐν τῷ, ἐργάζεσθαι ἀνάγκῃ, ἤγουν βιαίως· ὅθεν καὶ μῦθος ἀναγκαῖος πρὸ βραχέων ὁ ἀναγκαστικός.

(Vers. 446.) Ὅτι αὐξάνων ὁ ποιητὴς τὴν κατὰ τὸν Ἀντίνοον περιπέτειαν, ἵνα πάνυ φανεὶς θρασὺς καὶ βίαιος ἀξίαν ὕστερον τίσῃ δίκην, καὶ μὴ μάτην Ὀδυσσεὺς κατ' αὐτοῦ πρώτου τοξάσηται, ἀλλ' ὡς ἀξίου ὄντος πρὸ τῶν ἄλλων πεσεῖν, πλάττει ἐκεῖνον ἐφ' οἷς οὐδέν τι φορτικὸν εἶπεν Ὀδυσσεὺς, ἀλλ' ἢ μόνον ὅτι ὄλβιός ποτε ὢν καὶ φιλόξενος, εἶτα ὕστερον ἀθλίως πέπραγε καὶ ἐξ Αἰγύπτου αἰχμάλωτος ἀπαχθεὶς, ἀπεδόθη ἐς Κύπρον, κἀκεῖθεν τόδε ἵκει, ἤγουν ἐνταῦθα καὶ κατὰ τόδε τὸ δῶμα, ὡς καὶ ἀλλαχοῦ ἐγράφη. ἐπὶ τοίνυν τούτοις πλάττει ἐκεῖνον λέγοντα οὕτω· τίς δαίμων τόδε [154] πῆμα προσήγαγε δαιτὸς ἀνίην; στῆθ' οὕτως ἐς μέσον ἐμῆς ἀπάνευθε τραπέζης, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι ἢ καὶ ἴδηαι· ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι μαψιδίως· ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ' ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. καὶ οὕτω μὲν ὁ Ἀντίνοος.

(Vers. 453.) Ὀδυσσεὺς δὲ ἀναχωρήσας, ἤγουν ἀνὰ πόδα χωρήσας, ἔφη·

(Vers. 454.) ὢ πόποι, οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ φρένες ἦσαν· οὐ σύ γ' ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ' ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος, οὔ τί μοι ἔτλης σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.

(Vers. 458.) ἐπὶ τούτοις χολώσατο κηρόθι μᾶλλον Ἀντίνοος, καί μιν ὑπόδρα ἰδὼν ἔφη·

(Vers. 460.) νῦν δή σε οὐκέτι καλὰ, ἤγουν καλῶς, δι' ἐκ μεγάροιό γ' ὀΐω ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις. ὣς ἂρ ἔφη.

(Vers. 462.) καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον, πρυμνότατον κατὰ νῶτον· ὁ δ' ἐστάθη ἠΰτε πέτρη ἔμπεδον, οὐδ' ἄρα μιν σφῆλε βέλος Ἀντινόοιο· ἀλλ' ἀκέων κίνησε κάρη βυσσοδομεύων· ἂψ δ' ἐπ' οὐδὸν ἰὼν κατ' ἂρ ἕζετο, κὰδ δ' ἄρα πήρην θῆκεν ἐϋπλείην. καὶ εἰπὼν τοῖς μνηστῆρσι,

(Vers. 468.) κέκλυτέ μευ ὄφρ' εἴπω, καὶ ἑξῆς, ἐπάγει·

(Vers. 420.) οὐ μὰν οὔτ' ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, ὁππότ' ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι βλήεται ἢ περὶ βουσὶν ἢ ἀργεννῇσιν ὀΐεσσιν. αὐτὰρ ἔμ' Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς οὐλομένης. εἶτα ἑρμηνεύων τὸ οὐλομένης φησίν·

(Vers. 474.) ἣ πολλὰ κάκ' ἀνθρώποις δίδωσιν.

(Vers. 475.) ἀλλ' εἴ που πτωχῶν γε θεὸς καὶ Ἐριννύες εἰσὶν, Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη. καὶ ὁ Ἀντίνοος ἀπειλησάμενος ἔπαυσε τέως τὴν ὀργήν. Ἰστέον δὲ ὅτι τὸ,

(Vers. 446.) τίς δαίμων τόδε πῆμα προσήγαγε δαιτὸς ἀνίην, λύπην δηλοῖ ἐπὶ κακῷ δαιτυμόνι. Τὸ δὲ ἀνίη δαιτὸς, εἴληπται ἀπὸ τοῦ, πτωχὸν ἀνιηρὸν, ὃ πρὸ ὀλίγων κεῖται.

(Vers. 447.) Τὸ δὲ, στῆθι ἐς μέσον, ἐπίτηδες Ἀντίνοος ἐθέλει, ὡς ἂν ἐκ διαστήματος ἀξιόλογος γένηται ἡ κατὰ τοῦ Ὀδυσσέως βολή.

(Vers. 448.) Ἐν δὲ τῷ, πικρὴν Αἴγυπτον καὶ Κύπρον, ὅρα μή ποτε ἡ παλαιὰ παρατήρησις διαπίπτῃ, ὡς θηλυκῶς ἐνταῦθα τῆς Αἰγύπτου λεχθείσης, ἵνα μὴ κατὰ τοὺς ἀφερεπόνως σημειωσαμένους ἀρσενικῶς μόνον εἰδείη ὁ ποιητὴς Αἴγυπτον τὸν Νεῖλον, ἀλλὰ καὶ χώραν ὁμωνύμως ἢ καὶ πόλιν. καὶ ἔχει λόγον τοῦτο οὐχήκιστα, ἵνα δύο στίχων ἐφεξῆς κειμένων, ἐν οἷς ὁ μὲν ἔχει τὸ, Αἴγυπτόνδε ἰέναι δολιχὴν ὁδὸν, ὁ δὲ τὸ, στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας, Αἴγυπτος μὲν ἁπλῶς ἡ χώρα ἢ καὶ ἡ πόλις εἴη, ὁ δὲ μετὰ προσθήκης Αἴγυπτος ποταμὸς τὸν Νεῖλον δηλοῖ. Αὐτὸ δὲ τὸ, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι ἢ ἴδηαι θυμικῶς ῥηθὲν, οὐκ εὐδιανόητον μὲν ἁπλῶς οὕτως ἐστὶ, δηλοῖ δὲ, ὡς ἐπὶ κακῷ τοῦ ξένου ἔσται τὸ περὶ Αἰγύπτου καὶ Κύπρου ἀφηγεῖσθαι, ὡς ἵκετο ἐκεῖ καὶ εἶδε τὰ ἐκεῖ.

(Vers. 449.) Τὸ δὲ ὥς τις θαρσαλέος ἐσσὶ, ἀντὶ τοῦ λίαν θαρσαλέος· γραφῆναι γὰρ αὐτὸ διὰ μικροῦ ο ἀσύνηθες τοῖς Ὁμηρικῶς λαμβάνουσιν ἐπὶ ἀορίστων τὸ ὅς τις.

(Vers. 450.) Τὸ δὲ πάντεσσι παρίστασαι, ματαία αἰτίασις, ὁποῖα τὰ τοῦ θυμοῦ. τί γὰρ ἂν ἄλλο καὶ ποιήσῃ ὁ πτωχεύων; Τὸ δὲ, οἱ δὲ διδοῦσι μαψιδίως, εὐλογοφανὴς δῆθεν μέμψις αἰτιωμένη τὸ μάτην δαπανᾶν.

(Vers. 451.) Τὸ δὲ, ἐπεὶ οὔ τις ἐπίσχεσις, ὀνειδισμός ἐστιν, ὡς μὴ φειδομένων τῶν μνηστήρων ἐπὶ τοῖς ἀλλοτρίοις. τούτῳ δ' ἀκόλουθον καὶ τὸ, οὐδ' ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἤγουν οὐδεμία φειδὼ δωρεῖσθαι τὰ ἀλλότρια, ὅ περ αὐτὸς μὴ ποιῶν ἀγαθόν τι δῆθεν ποιεῖν ἔοικε. πρὸς ὃ καλῶς ἀκούει ὡς ἐκ περιτροπῆς καὶ στροφῆς τοῦ τοιούτου ἐπιχειρήματος τὸ, οὐ σύ γ' ἂν ἐξ οἴκου δοίης τι, ὃς ἐκ τῶν ἀλλοτρίων οὐδὲν δίδως.

(Vers. 452.) Τὸ δὲ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ, φθόνον ἔχει καὶ φειδωλίαν ὕπουλον, ὡς οἷα μεμφομένου τοῦ Ἀντινόου, εἰ πολλὰ ἑκάστῳ πάρεισιν. οἱονεὶ γάρ, φησιν, ὡς εἴ περ ὀλίγα παρέκειντο, οὐκ ἂν διεδίδοντο.

(Vers. 454.) Τὸ δὲ, οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ φρένες ἦσαν, λέγοιτο μὲν ἂν πρὸς πάντα λαμπρὸν μὲν ἰδεῖν, μεμπτὸν δὲ φρονεῖν. ἐναντιοῦται δὲ πρὸς τὸ, οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν εἶναι, ἀλλ' ὁ ἄριστος, ὅ περ εἶπεν Ὀδυσσεὺς ῥητορικῶς, ὅτε μή πω δεδοκίμακε τὸν Ἀντίνοον, οὐκ εἰπὼν ὅτι ἄριστος εἶ, ἀλλ' ἐνδοιαστικῶς, ὅτι δοκεῖς μοι τοιοῦτος. μέρος δὲ ἀφροσύνης ἐν αὐτῷ καὶ τὸ ἀναιδῆ προΐκτην τὸν ξένον εἰπεῖν, ὡς πᾶσι παριστάμενον καὶ αἰτοῦντα, ὅ περ ἄλλως ἡ περίφρων Πηνελόπη κρίνει, ἐν οἷς ἐρεῖ, ὅτι κακὸν αἰδοῖος ἀλήτης, ὡς τοιούτου τοῦ Ὀδυσσέως φαινομένου αὐτῇ. οὕτως ἐναντίαις δόξαις οἱ ἄνθρωποι ἐν πολλοῖς μεριζόμεθα.

(Vers. 455.) Ἐπιστάτην δὲ τὸν ἐπαίτην λέγει νῦν παρὰ τὸ ἐφίστασθαι. οἱ δὲ παλαιοὶ τὴν λέξιν καὶ ἐπὶ παιδαγωγοῦ καὶ παιδοτρίβου οἴδασι τεθεῖσθαι. [155] ὁ δὲ τοιοῦτος καὶ ἐπιτιμητὴς ἂν λεχθείη ποτὲ κατὰ τὸ, ὡς ὁὐπιτιμητής γε τῶν ἔργων βαρύς. καὶ γυμνασίου δέ, φασιν, ἐπιστάτης ὁ ἐπιμελητής. ἐνταῦθα δὲ μνηστέον τοῦ γραμματικοῦ Ἀριστοφάνους, εἰπόντος οὕτω ῥητῶς· ἐπιστάτης ἐπὶ μόνου τοῦ χυτρόποδος δοκεῖ τοῖς πολλοῖς τάττεσθαι καὶ τοῦ μεταιτητοῦ, ὡς παρ' Ὁμήρῳ. ἀγνοοῦσι δὲ ὅτι καὶ ὁ παιδοτρίβης οὕτω καλεῖται. τὸ δὲ καὶ ἐπὶ τῶν ἄλλων καθηγητῶν τάττειν οὔ φημι πάντως τὴν χρῆσιν δεικνύναι. προσενθυμητέον δὲ καὶ Τηλέφου τοῦ, ὡς ἱστορεῖται, Περγαμηνοῦ, ὅτι κατὰ τὴν ἐκείνου παράδοσιν νομική τις ἦν λέξις ἢ τεχνικὴ ἐν τοῖς μεθ' Ὅμηρον ὁ ἐπιστάτης. γίνεται γάρ, φησιν, ἐπιστάτης Ἀθήνῃσιν ἐκ τῶν πρυτανέων εἷς, ὃς ἐπιστατεῖ νύκτα καὶ ἡμέραν μίαν, καὶ πλείω χρόνον οὐκ ἔξεστιν οὐδὲ δὶς τὸν αὐτὸν γενέσθαι, τάς τε κλεῖς, ἐν οἷς τὰ χρήματά εἰσι, φυλάττει καὶ τὰ γράμματα τῆς πόλεως καὶ τὴν δημοσίαν σφραγῖδα. κληροῖ δὲ καὶ προέδρους ἐξ ἑκάστης φυλῆς ἕνα, πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα. καὶ τοιαῦτα μὲν ταῦτα. ἕτεροι δὲ ἐπιστάτην φασὶ ξύλινόν τι πολλοὺς παττάλους ἔχον, ἐξ οὗ οἱ μάγειροι ἀπεκρέμων, φασὶ, τὰ κρέατα καὶ τὰ ἐργαλεῖα. ἄλλοι δὲ ἐπιστάτην οἴδασί τινα πήλινον πλαττόμενον παρὰ ταῖς ἐσχάραις, ὥς περ παρὰ ταῖς καμίνοις Ἡφαίστους πλάττουσι. τινὲς δὲ λέγουσι καὶ ἐπίστατόν τι, ὡς δηλοῖ ὁ εἰπὼν, ὅτι ἐπίστατος ὁ καὶ πυρίστατος καλούμενος, ὃν δηλαδὴ πυροστάτην οἱ ἀγροικότεροι λέγουσι. Καλλίστρατος δὲ τὸν ἐσχάρᾳ ἐπιτεθειμένον οὕτω λέγει.

(Vers. 455.) Τὸ δὲ, οὐδ' ἅλα δοίης, ἀντὶ τοῦ, οὐδὲ τὸ ἅλας τὸ ἐπὶ ξενίᾳ διδόμενον, ἵνα λέγῃ παροιμιωδῶς, ὅτι οὐδὲ τὸ εὐτελέστατον ἂν δοίης. Ὅτι δὲ τὸν ξένιον ἅλα θεῖον ὁ ποιητὴς οἶδεν, ἐδήλωσεν ἐν ταῖς λιταῖς, ἔνθα ἐγράφη καί τινα συντεθειμένα ἐκ τοῦ ἁλός. νῦν δὲ μνηστέον καὶ ὅτι, καθὰ κρέας ἁλίπαστον καὶ ἰχθὺς, οὕτω καὶ χωρίον ἁλίπαστον. αὐτὸ μέντοι ἐξ ἐπιβουλῆς ποτὲ πρὸς τὸ μὴ φύειν καρπόν. ὅθεν, φασὶ, καὶ οἱ δεινῶς δυσθεράπευτοι τὰ σώματα ἁλίσπαρτοι κωμικώτερον ἐκαλοῦντο. λέγουσι δέ τινες παρὰ τὸν ἅλα καὶ νεαλὲς τὸ ἁλσὶ νεωστὶ πεπασμένον. οἱ δέ γε περὶ προσφάτου καὶ νεαροῦ καὶ νεαλοῦς γράψαντες καὶ ἑτεροῖόν τι τὸ νεαλὲς οἴδασι, πρόσφατον μὲν κρέας φάμενοι, παρὰ τὸ φάσαι ἤγουν φονεῦσαι, ὅθεν καὶ φάσγανον. νεαρὸν δὲ ὕδωρ, τοῦ ἀρύειν ἐγκειμένου τῇ λέξει· νεαλὲς δὲ, τὸ νεωστὶ ἑαλωκός. μνηστέον δ' ἐνταῦθα καὶ ἀνδραπόδων ἁλωνήτων, ἅ περ ἁλὸς ὠνοῦντο τινὲς, οἳ ὡς εἰκὸς κατὰ τὸν ποιητὴν οὐκ ἤδεισαν θάλασσαν, καὶ διατοῦτο πολλοῦ ἠξίουν τὸν ἅλα, ὡς καὶ τὸ τιμιώτατον τὸν ἄνθρωπον ἅλμης οὕτω πεπηγυίας ἀντιδιδόναι. καὶ τοιοῦτον μὲν τὸ, οὐδ' ἅλα δοίης, ὡς γράφει Ἀρίσταρχος. Καλλίστρατος δὲ οὔδαλα ψιλῶς, φασὶν, ἐκδέχεται καὶ προπαροξυτόνως ἀντὶ τοῦ κόπρια, ἢ ἄλλως λύματα, παρὰ τὸν οὐδὸν ἤτοι τὸν βατῆρα κείμενα. πρόσκειται δὲ τὸ ψιλῶς ἐν τῷ λόγῳ τῶν παλαιῶν, διότι καὶ τὸ οὔδαλα ἐπνευμάτιζε τὸ φωνῆεν ἐν τῇ παραληγούσῃ διὰ ψιλῆς, οὐ μὴν διὰ δασείας, ἥ πέρ ἐστιν ἐν τῷ, οὐδ' ἅλα δοίης, διὰ τοὺς δασυνομένους ἅλας. λεχθείη δ' ἂν ὁ ὡς ἐῤῥέθη τῷ ἐπαιτοῦντι, μηδὲ ἅλα διδοὺς, οὐ μόνον φειδωλὸς καὶ κίμβιξ καὶ γλίσχρος καὶ τὸ κύμινον πρίων καὶ συνθέτως κυμινοπρίστης, ἔτι δὲ καὶ λιμὸς, καὶ εἴ τι τοιοῦτον, ἀλλὰ καὶ Μυκόνιος ἀνὴρ παροιμιακῶς. δοκοῦσι γὰρ οἱ Μυκόνιοι διὰ τὸ πένεσθαι καὶ λυπρὰν ἔχειν νῆσον τὴν Μύκονον γλίσχροι καὶ πλεονέκται εἶναι. Κρατῖνος οὖν, ὥς φησιν Ἀθήναιος, τὸν γλίσχρον Ἰσχόμαχον Μυκόνιον εἶπεν. ἐνταῦθα δὲ χρήσιμα ἐκ τῶν παλαιῶν καὶ τὸ, κίμβιξ ὁ ῥυπαρὸς ἀπὸ κιβδήλου, φασὶ, χρυσίου καὶ ἀργυρίου. καὶ λιμοκίμβιξ δὲ ὁ αὐτὸς, καὶ κυμινοκίμβιξ διὰ σμικρότητα, καὶ ῥυποκόνδυλος, καὶ συκοτραγίδης παρὰ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ, διὰ τὸ εὐτελές, φασι, τοῦ βρώματος, καὶ γλίσχρος, διὰ τὸ γλίχεσθαι πολλῶν, καὶ φειδὸς ἤγουν φειδωλὸς, διὰ τὸ φείδεσθαι πολλῶν, καὶ τρυσίβιος παρὰ τῷ κωμικῷ καὶ θυμβρεπίδειπνος, ὧν ὁ μὲν δηλοῖ τὸν τρύοντα ἤτοι κακοπαθοῦντα περὶ βίον, ὁ δὲ τὸν εὐτελῶς δειπνοῦντα ὡς θύμβροις ἀρκεῖσθαι, ἅ περ ἴσως ἡ χυδαία γλῶσσα θρύμβους λέγει. τοιούτου δὲ σκώμματος καὶ ὁ μυσάλμης, γενόμενός, φασιν, ἐκ τοῦ μυστιλᾶσθαι ἅλμην, ἤγουν ἐκ τῶν εὐτελεστάτων ζῆν. ἦν γάρ, φησι, σκεύασμά τι εὐτελὲς, ὃ θαλασσίαν ἅλμην ἐκάλουν. αὐτὸ δὲ κατὰ τοὺς παλαιοὺς δύναται δηλοῦν καὶ τὸ ἐπιπόνως βιοῦν. παροιμίαν γάρ, φασι, τὴν, μῦς ἐν πίσσῃ, ἔνιοι μῦς ἐν ἅλμῃ μεταγράφουσι.

(Vers. 457.) Τὸ δὲ ἀποπροελὼν ταυτόν ἐστι τῷ ἀποπροταμὼν, ὃ ἀλλαχοῦ κεῖται. Τὸ δὲ, τὰ δὲ πολλὰ πάρεστι, σαφέστερον μέν ἐστι τοῦ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. περιτρέπεται δὲ καὶ αὐτὸ κατὰ τοῦ Ἀντινόου. ὁ μὲν γὰρ φειδοῦς ἢ φθόνου λόγῳ ἔφη τὸ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ, Ὀδυσσεὺς δὲ δι' αὐτό φησι τοῦτο τὸ πολλὰ παρεῖναι [156] χρὴ σίτου ἀποπροταμόντα δοῦναι.

(Vers. 460.) Τὸ δὲ, δι' ἐκ μεγάρου ἂψ ἀναχωρήσειν, πρὸς διαστολὴν ἐῤῥέθη τοῦ, ἀναχωρήσας προσέφη Ὀδυσσεύς. ἐκεῖνο μὲν γὰρ ἐκ τραπέζης ἦν ἀναχώρησις, νῦν δὲ ἐκ μεγάρου ἀναχωρήσει.

(Vers. 462.) Ὁ δὲ βληθεὶς θρῆνυς εἴη ἂν καὶ σφέλας, ὡς προδεδήλωται, διὰ τὸ ῥᾷον σφάλλεσθαι, ἤγουν ἀνατρέπεσθαι διὰ σμικρότητα, ἢ καὶ διὰ τὸ δύνασθαι σφῆλαι, εἰ καὶ μὴ ἔσφηλε τὸ τοιοῦτον βέλος τὸν Ὀδυσσέα. εἰ δὲ σφέλας τὸ τοιοῦτον νοηθείη, ἰδοὺ παρὰ βραχὺ καὶ ἀμφὶ κάρη βάλλεται ὁ ξένος, εἴ γε βάλλεται πρυμνότατον κατὰ νῶτον, ὅ ἐστιν ἔσχατον πρὸς τῇ κεφαλῇ δηλαδή· ὁποῖον καὶ μετ' ὀλίγα τὸ, θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον. Σημείωσαι δὲ κἀνταῦθα ὡς κατὰ παλαιὰν γνώμην ἅπαν τὸ παρατυχὸν ἀχορηγήτου θυμοῦ ὅπλον γίνεται. Ἀντίνοός τε γὰρ σφέλας ῥίψας βάλλει τὸν Ἰθαγενῆ τοῦτον ξένον, καί τις ἕτερος πόδα βόειον ἐπαφείς. καὶ Ὅμηρος μὲν οὕτως ἐλλόγως γράφει. Αἰσχύλος δὲ οὐκ εὐπρεπῶς παράγει Ἕλληνά τινα ἐν μέθῃ λέγοντα· ὅδ' ἔστιν, ὅς ποτ' ἀμφ' ἐμοὶ βέλος γελωτοποιὸν τὴν κάκοσμον οὐράνην ἤτοι ἀμίδα ἔῤῥιψεν οὐδ' ἥμαρτε, περὶ δ' ἐμῷ κάρᾳ πληγεῖ σ' ἐναυάγησεν ὀστρακουμένη χωρὶς μυρηρῶν τευχέων πνέουσ' ἐμοί. καὶ Σοφοκλῆς δέ που, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ ἱστορεῖ, φησίν· ἀλλ' ἀμφὶ θυμῷ τὴν κακόκοσμον οὐράνην ἔῤῥιψεν οὐδ' ἥμαρτε, περὶ δ' ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος, οὐ μύρου πλέον, ἐδειματούμην δ' οὐ φίλης ὀδμῆς ὕπο. ἀποθραύσματα δέ πως αὐτὰ Δημοσθενικοῦ τοῦ, ἐνεούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατεῤῥήγνυον. καὶ οὕτω μὲν ταῦτα.

(Vers. 463.) Ἰστέον δὲ ὅτι λέγεται πρυμνὸν καὶ ἐπὶ τῷ κάτω, οἷον τυχὸν ῥίζης ἢ τοιούτου τινός. ὅλως δὲ εἰπεῖν, πρυμνὸν τὸ ἔσχατον, ὡς ἀπὸ τοῦ περῶ, περύω, τὸ περατῶ, ἐξ οὗ καὶ ἡ τῆς νηὸς πρύμνη, καὶ πρυμνόθεν τομὴ ἡ πρόῤῥιζος. Τοῦ δὲ, ἐστάθη ἠΰτε πέτρη, ἑρμηνεία ἐστὶ τὸ, οὐδ' ἄρα μιν σφῆλε βέλος. τὸ γὰρ σταθὲν οὐκ ἔσφαλται. σφάλλεσθαι γὰρ τὸ καταπίπτειν, καὶ σφάλλειν τὸ καταῤῥίπτειν, οἷς τὸ ἐναντίον ἀνασφάλλειν. καὶ τὸ ἔμπεδον δὲ ἑρμηνευτικόν ἐστι τοῦ, ἐστάθη καθὰ πέτρα, ὃ ταχυτάτη ἐστὶ παραβολὴ τῷ καιρῷ πρέπουσα. οὐ γάρ ἐστιν ἐν τοιούτοις πανηγυρίζειν παραβολικῶς.

(Vers. 464.) Τὸ δὲ σφῆλεν ἔοικεν ἡ ἐτυμολογία εἶναι τοῦ προειρημένου σφέλαος. Βέλος δὲ τὸν ῥηθέντα θρῆνυν εἶπε.

(Vers. 465.) Τὸ δὲ, ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων, ὀργὴν κρυφαίαν δηλοῖ.

(Vers. 468.) Τὸ δὲ, κέκλυτέ μευ, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει, προσοχὴν ἀκροάσεως ποιεῖ.

(Vers. 470.) Τὸ δὲ, οὐ μὰν οὔτ' ἄχος ἐστὶ καὶ ἑξῆς, ὡς προγέγραπται, ἐσχημάτισται, ὡς προδεδήλωται. διὸ καὶ κλύειν χρὴ προσεχόντως, ὡς καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς βούλεται. ἀληθῶς γὰρ Ὀδυσσεὺς περὶ τοῖς ἑαυτοῦ μαχειόμενος κτήμασι βέβληται. ἵνα δὲ μὴ ἐξ ὑποψίας περιέργου ὁ σχηματισμὸς νοηθείη, ἀφανίζει αὐτὸν διὰ τοῦ ἐπαγομένου, εἰπών· γαστρὸς ἕνεκα πάσχειν. ἔστι δὲ ὅμως καὶ τοῦτο ἀστεῖον καὶ σύμφωνον τῷ σχηματισμῷ, ἵνα εἴη τὸ ὅλον τοιοῦτον. εἰ μὲν περὶ τῶν ἐμῶν κτημάτων ἦν αὐτίκα νῦν ἡ μάχη, οὐκ ἦν ἂν ἄχος. νῦν δὲ τέως χάριν γαστέρος βέβλημαι, ἤγουν τῆς πρὸς χάριν τροφῆς. τῷ γὰρ δοχείῳ συνεννοεῖται τὸ ἐντιθέμενον. ἐπεὶ ἀληθῶς ὁ ἀλήτης ἐπαίτης οὐ περιουσιασμοῦ χάριν πτωχεύει, ἀλλὰ τοῦ τὴν γαστέρα ἐμπλῆσαι.

(Vers. 471.) Τὸ δὲ, μαχειόμενος, ποιητικὴ λέξις, ὡς ἐκ τοῦ μαχῶ, μαχείω. οὕτω δὲ καὶ τὸ, πήραν ἐϋπλείην, ἀντὶ τοῦ εὖ πεπληρωμένην, καὶ τὸ βλήεται. καὶ οὐκ ἄν τις μὴ μετρικῶς γράφων αὐτοῖς χρήσηται.

(Vers. 472.) καινῶς δὲ καὶ νῦν ἡ περι πρόθεσις μετὰ δοτικῆς λέγεται ἐν τῷ, περὶ κτήμασι καὶ περὶ βουσίν. ἐκ δὲ τῶν ὀΐων καὶ ὄα κατὰ Αἴλιον Διονύσιον ἐπὶ ἱματίου διὰ τοῦ ο μικροῦ. καὶ τοῦτο μὲν ἐκεῖνος ἐν τῷ ο στοιχείῳ τῷ μικρῷ. ἐν δὲ τῷ ω μεγάλῳ φησὶν ὁ αὐτός· ᾦα, μηλωτή· διφθέρα. οἶς γὰρ τὸ πρόβατον. ἐν ἑτέρῳ δὲ ῥητορικῷ λεξικῷ γράφεται, ὅτι ᾦαι ἔσχαται ἄκραι. ἐν ἄλλῳ δὲ, ὅτι ᾦα ἡ μηλωτὴ κατὰ ἔκτασιν. καὶ δῆλον ἐκ τῶν ῥηθέντων, ὅτι τὸ μὲν πρῶτον, ἤγουν τὸ διὰ τοῦ ο μικροῦ, φυσικόν ἐστιν ἐκ τοῦ ὄϊς· τὸ δὲ δεύτερον ἐξετάθη. ἔνθα προσεκτέον τῷ γράψαντι, ὅτι ὄϊαι διφθέραι, μηλωταί· οὗ ἐκτάσει καὶ συναιρέσει ᾦαι. ὁμοίως δῆλον καὶ ὅτι οὐ πολυτελεῖς κατὰ τὴν ἐν τοῖς μετὰ ταῦτα τοῦ Ὀδυσσέως χρυσῆν ᾦαν αἱ λοιπαὶ κυρίως ᾦαι, ἀλλὰ μηλωταί τινες, ὁποῖαι πολλαὶ καὶ μέχρι νῦν παρὰ τοῖς ἀγροίκοις. ἐν δὲ ἀνωνύμῳ ῥητορικῷ λεξικῷ γράφεται καὶ ὅτι ὀξυτόνως καὶ συνεσταλμένως ὀαὶ ἱματίων. φέρει δὲ καὶ χρῆσιν τοῦ κωμικοῦ τὸ, ὅτε τὰς ὀὰς ἐποιήσατο. οἱ γὰρ παλαιοί, φησι, καὶ ταύταις ὀϊὸς δέρμα προσέῤῥαπτον, ἵνα ἥκιστα τρίβοιντο τὰ κάτω τῶν ἱματίων. ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ταῦτα· μῆλα ὁ ποιητὴς καλεῖ καὶ τὰς αἶγας, οἷον, μῆλ' ὄϊές τε καὶ αἶγες ἰαύεσκον. [157] καὶ ἡμεῖς δὲ δήπου μηλωτὴν καλοῦμεν καὶ τὴν αἰγείαν δοράν. τὴν δὲ τῶν προβάτων ἔνιοι οἰέην. τῶν δὲ ἀρχαίων Ἀττικῶν τινὲς συναλιφὴν ποιούμενοι ὦαν ἐκάλουν. καὶ φέρει καὶ χρῆσιν Ἑρμίππου ταύτην· Ὥρα μάττειν ἐπὶ τοῖς ἱεροῖς καὶ τὴν ὦαν περιδεῖσθαι περὶ τὴν ὀσφύν.

(Vers. 476.) Τὸ δὲ, τὸν δεῖνα πρὸ γάμοιο τέλος θανάτοιο κιχείη, εἰ δή που πτωχῶν γε θεὸς, λυπουμένου πτωχοῦ λόγος ἐστίν.

(Vers. 478.) Ὅτι ἀπειλὴ κατὰ πτωχοῦ ἀναιδοῦς τὸ, ἔσθιε ἕκηλος ξεῖνε καθήμενος ἢ ἄπιθ' ἄλλῃ, μή σε νέοι διὰ δώματ' ἐρύσωσιν οἷ' ἀγορεύεις ἢ ποδὸς ἢ καὶ χειρὸς, ἀποδρύψωσι δὲ πάντα, σὲ δηλαδὴ ὅλον, ἢ πάντα τὰ τοῦ σώματος.

(Vers. 480.) Τί δέ ἐστι τὸ ἀποδρύψωσι, προδεδήλωται.

(Vers. 479.) Τὸ δὲ, οἷ' ἀγορεύεις, ὡς οἷον μυστικῶς ἐῤῥέθη τῇ σιωπῇ καὶ ἐμφαίνει ῥητορικῶς μεγάλας δῆθεν ἀτοπίας ῥημάτων. Ἰστέον δὲ, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα ὁ Ἶρος ἀπειλήσεται μὲν τῷ Ὀδυσσεῖ, μὴ τάχα καὶ ποδὸς ἕλκῃ, πείσεται δὲ ἐκεῖνος τὸν τοιοῦτον ἑλκυσμόν. Ὅρα δ' ἐν τούτοις τὸ τοῦ Ὀδυσσέως ὑπομενετικὸν, ὃ φανεῖται οὐχήκιστα καὶ ἐν τοῖς ἑξῆς. ἀφίησι γὰρ οἷα σπουδαῖος ἐναλύειν τοὺς ἄφρονας οἷς βούλονται. τοιούτου δὲ ἤθους καὶ ἄλλοι μὲν ζηλωταὶ οὐκ ὀλίγοι, ὅσοι λεόντων δίκην ἐξουθενοῦσι, καθὰ καὶ ἀφελῆ τινὰ κνώδαλα, τοὺς βραχέος λόγου ἀξίους, ἀφιέντες τοιούτους ἕνα καὶ δύο καὶ πλείονας. περίπυστοι δὲ καὶ οἱ εὐγενεῖς Σπαρτιάται, παρ' οἷς Κλαζομένιοι μὲν πρεσβεύοντες τοὺς θρόνους, ἔνθα οἱ ἔφοροι καθήμενοι τὰ πολιτικὰ ἐχρημάτιζον, διαπραττόμενοι κατέχρισαν ἀσβόλῳ· οἱ δὲ μαθόντες οὐκ ἠγανάκτησαν ἀλλ' ἐκήρυξαν δημοσίᾳ τὸ θαυμαζόμενον· ἐξέστω Κλαζομενίοις ἀσχημονεῖν.

(Vers. 481.) Ὅτι ἐν τῷ, ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, οὐ ψεκτὸν τὸ ὑπερφιάλως, ἀλλ' ἀντὶ τοῦ μεγάλως κεῖται. οὕτω καὶ ἐν τοῖς ἑξῆς γυμνωθέντα τὸν Ὀδυσσέα θαυμάζουσιν ὑπερφιάλως, ἤγουν ὑπερφυῶς. εἶτα δηλῶν τοὺς ἐπὶ τῇ κατὰ τοῦ Ἀντινόου νεμέσει λόγους φησίν.

(Vers. 482.) ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων, Ἀντίνοε, οὐ μὲν κάλ' ἔβαλες δύστηνον ἀλήτην. καὶ ὅρα τὸ ὑπερηνορεόντων, ὡς δεινὸν ὂν ἔργον, ἐφ' ᾧ καὶ οἱ ὑπερηνορέοντες δυσχεραίνουσιν.

(Vers. 484.) εἶτα ἐκφαίνων ὁ ποιητὴς, οἵαν οἱ τότε δόξαν εἶχον περὶ θείας ἐναργείας, ποιεῖ τοὺς μνηστῆρας ἐπαγαγόντας οὕτως· οὐλόμενε, εἰ δή πού τις ἐπουράνιος θεός ἐστι, καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσιν, ἤτοι περιέρχονται, πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.

(Vers. 487.) καὶ ὅρα ὡς ἀντιτίθησι τὴν ὕβριν τῇ εὐνομίᾳ, καθὰ καὶ τῇ δίκῃ ἀλλαχοῦ, ὡς δηλοῖ τὸ, ὑβρισταὶ οὐδὲ δίκαιοι.

(Vers. 484.) Σημείωσαι δὲ ὅτι τὸ, εἰ δή πού τις θεός ἐστιν, ἐλλειπτικῶς ἔχει. λείπει γὰρ ἴσως τὸ, τί ἂν γένηται; ἢ τί ἂν ἐρεῖς; ἵνα λέγῃ ὅτι, οὐλόμενε, τί γενήσεται, εἰ θεός ἐστιν ὁ ἐμπαροινούμενος; Σημείωσαι δὲ ὅτι ὁ σπουδαῖος ἀνὴρ, ὡς ἐκ τῶν ὑποκειμένων φαίνεται, φιλεῖται καὶ τοῖς ὑπερφιάλοις, καὶ ἔχει μὲν συγκρότησιν καὶ ἀπὸ φίλων. καὶ δῆλον αὐτὸ ἔκ τε μυρίων ἄλλων καὶ ἀπό τινος δὲ Ἡγήμονος, ὃς δίκην γραφεὶς ἄφυκτον καὶ προσελθὼν Ἀλκιβιάδῃ ἐπὶ βοηθείᾳ εὐστόχησεν· ἐλθὼν γὰρ ἐκεῖνος, ἔνθα ἦσαν τῶν δικῶν αἱ γραφαὶ, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος, ὥς φησιν ὁ γλυκὺς Ἀθήναιος, διήλειψε, ἤγουν ἀπήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. καὶ ὁ γραμματεὺς καὶ ὁ ἄρχων ἠγανάκτουν μὲν, ἡσυχίαν δὲ ἦγον Ἀλκιβιάδου χάριν. ὁ δὲ τὴν δίκην γραψάμενος εὐλαβηθεὶς ἔφυγε. καὶ οὕτω μὲν βοηθεῖταί τις ὑπὸ φίλων ὡς μάλιστα. ὅτι δὲ διὰ σπουδῆς ἔστι καὶ τοῖς ἐχθροῖς, δηλοῖ καὶ τὰ κατὰ τὸν Ὀδυσσέα, οὗ ὑπερλαλοῦσιν οἱ κακοὶ μνηστῆρες. σώζει δὲ αὐτὸν καί τις ἔχθιστος μνηστὴρ, καταφυγόντα εἰς αὐτὸν, ὡς εἴ που καὶ εἴς τι ἄσυλον ἄψυχον, ἢ καὶ ὡς εἰ ζῷον φεῦγον θῆραν εἴς τι ἄλλο ἐχθρὸν προσφύγῃ, ὁποῖα πολλὰ γίνονται. διάφοροι γοῦν εἰς ἐχθροὺς φυγαὶ περιᾴδονται εἴτουν καταφυγαὶ καὶ σωτηρίαι ὑπ' ἐκείνων. Σημείωσαι δὲ ὡς εἰς τὴν ἐνταῦθα ἐπιτραπέζιον χολὴν τῶν μνηστήρων χρησιμεύει προσφυῶς Διφίλου τοῦ κωμικοῦ τὸ, ἀλλ' ἀλείψας τῇ χολῇ ἀπογαλακτίζει τὸν δεῖνα ὥς περ τὰ παιδία. καὶ αὐτοὶ γὰρ κατὰ Ὀδυσσέως χολῶντες ἐθέλουσιν ἀπότροφον αὐτὸν ποιεῖν.

(Vers. 486.) Τὸ δὲ παντοῖοι, ἀπορίαν λύει τινὰ, ἵνα μὴ τυχὸν ὁ Ἀντίνοος εἴπῃ μὴ ἂν ἐν οὕτω πτωχικῷ σχήματι τὸ θεῖον φαντασθήσεσθαι; οἱ γὰρ παντοῖοι τελέθοντες καὶ πτωχοὶ ἂν ἐπιφανοῦνται. καὶ οὕτω μὲν χρηστολογοῦσιν οἱ μνηστῆρες μεμφόμενοι τὸν Ἀντίνοον.

(Vers. 488.) Ὀδυσσεὺς δὲ οὐκ ἐμπάζετο μύθων, οὔτε τῶν τοῦ Ἀντινόου δηλαδὴ, οὔτε οὓς ἔλεγον οἱ λοιποί· πάντας γὰρ μισεῖ. διὸ καὶ πάντας ἀνελεῖ. ἴσως δὲ καὶ ὁ Ἀντίνοος οὐκ ἐμπάζετο τῶν κατ' αὐτοῦ νεμεσητικῶν μύθων.

(Vers. 489.) Ὅτι τλήμονος ἀνδρὸς τὸ, ὁ δεῖνα ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν· οὐδ' ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν, [158] ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων· ὃ καὶ προεγράφη. ὁ Τηλέμαχος δὲ νῦν οὕτω διάκειται. δείκνυσι δὲ ὁ ποιητὴς ἐνταῦθα καὶ ὅτι δακρύων ἄξιον ἔπαθεν Ὀδυσσεύς. ἔχει δὲ τὸ τλησικάρδιον ὁ νεανίας, ἐξ ὧν ὁ πατὴρ παρῄνεσε τοιοῦτον εἶναι, εἰ καὶ κατὰ δῶμα ποδῶν ἕλκεται, ἢ βέλεσι βάλλεται.

(Vers. 491.) Ἐν δὲ τῷ, κίνησε κάρη, νοητέον ἐκ τῆς κεφαλῆς, τὸ κατ' αὐτὴν λογιστικὸν, καθ' ὃ βουλευόμενος ὥρμαινεν. ἄλλως γὰρ οὐκ ἂν ἐλάνθανε κινῶν κάρη. ἴσως δὲ καὶ οὕτω ποιῶν ἠρέμα καὶ βλεπόμενος οὐδὲν ἂν ἐδόκει ποιεῖν βαρύ.

(Vers. 494.) Ὅτι Ἀντινόῳ βαλόντι τὸν ξένον ἐπαρᾶται ἡ Πηνελόπη ἔνδοθεν ἐνδιαθέτως κατὰ θυμὸν, ὡς εἰ καὶ ἠκροᾶτο ἐκεῖνος, αἴθ' οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.

(Vers. 496.) πρὸς ὅ περ ἡ ταμία Εὐρυνόμη ἔφη· εἰ γὰρ ἐπ' ἀρῇσι τέλος ἡμετέρῃσι γένοιτο, οὐκ ἄν τις τούτων γε εὔθρονον Ἠῶ ἵκοιτο. δηλοῖ δὲ ὁ τῆς γραὸς λόγος τὸ πάντας ἀξίους εἶναι θανάτου καὶ μὴ μόνον τὸν Ἀντίνοον. λεχθείη δ' ἄν ποτε τοῦτο καὶ ἁπλῶς, ὅτε τις ἀτελέστατα εὔχεται.

(Vers. 499.) ἡ δέ γε Πηνελόπη καταθεμένη κακοὺς εἶναι πάντας διὰ τὸ κακοποιεῖν, ὑπερκεῖσθαι δ' ὅμως ἁπάντων δηλοῖ τὸν Ἀντίνοον, εἰποῦσα· μαῖα, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται· Ἀντίνοος δὲ μάλιστα μελαίνῃ Κηρὶ ἔοικεν, ὃ κατὰ ἀνθρώπου ἔστι λέγεσθαι κακίστου ὄντος ἐν κακοῖς. τιμᾷ δὲ τὴν Εὐρυνόμην μαῖαν εἰποῦσα ἡ δέσποινα, ἧς ὁ κατὰ μνηστήρων συλλογισμὸς ἐνταῦθα τοιοῦτός τις· οἱ μνηστῆρες κακὰ μηχανῶνται· οἱ κακὰ μηχανώμενοι ἐχθροί εἰσιν· οἱ μνηστῆρες ἄρα ἐχθροί εἰσι. Τὸ δὲ, κακὰ μηχανόωνται, ἀτάσθαλα μηχανόωνται μετ' ὀλίγα φησί.

(Vers. 496.) Τὸ δὲ τέλος γράφεται καὶ τέκος, ἵνα λέγῃ ἡ γραῦς οὕτως· ὦ τέκνον, εἰ γὰρ ἐπ' ἀραῖς ἡμετέραις ἤγουν ὑπὲρ ἡμῶν ὁ Ἀπόλλων γένοιτο, πάντες ἂν ἀπόλοιντο.

(Vers. 508.) Ὅρα δὲ ὡς εὔμορφος ἡ πρὸς τὸν Ὀδυσσέα ἐντυχία ἐντεῦθεν τῇ δεσποίνῃ προκαταβάλλεται. οἰκτισαμένη γὰρ μετακαλέσεται. καὶ οὕτως εὔοδα ἔσται τὰ ἐφεξῆς.

(Vers. 500.) Τὸ δὲ, Κηρὶ μελαίνῃ ἔοικεν, ἐπίτασίς ἐστι τοῦ κακὰ μηχανόωνται. κακοὶ μὲν γάρ, φησι, πάντες, Ἀντίνοος δὲ οὐκ ἀπέοικε θανάτου.

(Vers. 501.) Ὅτι ἀνακεφαλαιούμενος διὰ τῆς Πηνελόπης ὁ ποιητὴς τὰ διὰ πλειόνων προσεχῶς περὶ Ὀδυσσέως λεχθέντα φησὶν ἀσυνδέτως οὕτω κατὰ ἀπόστασιν· ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα ἀνέρας αἰτίζων, ἀχρημοσύνη γὰρ ἀνώγει, τουτέστιν ἔνδεια χρημάτων. ἔνθ' ἄλλοι μὲν πάντες ἐνέπλησάν τ' ἔδοσάν τε, οὗτος δὲ θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον. ἔστι δὲ τὸ ἐνέπλησαν ἀκόλουθον τῷ, πήρην κατέθηκεν ἐϋπλείην. πρωθυστέρως δὲ κεῖται τὸ, ἔπλησαν καὶ ἔδοσαν· πρῶτον γὰρ δόσις, εἶτα τὸ ἐμπίπλασθαι.

(Vers. 507.) Ὅτι δῖον ἐνταῦθα τὸν Εὔμαιον καὶ ὁ ποιητὴς λέγει καὶ ἡ Πηνελόπη, πρὸ δὲ αὐτῶν καὶ ὁ Τηλέμαχος· ὃ καὶ σύμφωνόν ἐστι πρὸς τὸ, ὄρχαμος ἀνδρῶν. οὕτω καὶ κρείων Ἐτεωνεὺς, Μενελάου θεράπων, οὐ μέντοι δοῦλος ἐκεῖνος.

(Vers. 509.) Ὅτι τὸ προσπτύξομαι τὸν ξένον ἀντὶ τοῦ, προσείπω. διὸ ἐπάγει πρὸς ἑρμηνείαν τὸ, ἠδ' ἐρέωμαι, πρὸς δεῖξιν τοῦ ταυτὰ ἐνταῦθα εἶναι τὸ προσπτύξομαι καὶ τὸ ἐρέωμαι.

(Vers. 513.) Ὅτι συνιστῶν τῇ δεσποίνῃ τὸν ξένον δεσπότην ὁ Εὔμαιος φησίν· εἰ γάρ τοι βασίλεια σιωπήσειαν Ἀχαιοὶ, οἷ' ὅ γε μυθεῖται, θέλγοιτο κέ τοι φίλον ἦτορ. τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ' ἤματ' ἔρυξα ἐν κλισίῃ.

(Vers. 516.) πρῶτον γὰρ ἔμ' ἵκετο, τουτέστιν ἱκέτευσε, νηὸς ἀποδράς. ἀλλ' οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων. Ὅτι δὲ τὸ ἵκετο ἐνταῦθα τὸ ἱκέτευσε δηλοῖ, Ὀδυσσεὺς ἑρμηνεύσει μετὰ βραχέα ἐν τῷ, ἐπεί σε πρῶτον ἱκέτευσα.

(Vers. 514.) Καὶ σημείωσαι ὅτι κατὰ τὸ σιωπώμενον ἔοικεν Ὀδυσσεὺς πολλά τινα ἔξω τοῦ Ὁμήρου ἀφηγήσασθαι τῷ Εὐμαίῳ· ἃ γάρ τοι πρὸς ἐκεῖνον εἶπεν, οὐδὲ ὡρῶν ὀλίγων τινῶν ἐδέοντο. εἰκὸς δὲ καὶ ῥητορικῶς τὸν Εὔμαιον ψεύδεσθαι, ὡς ἂν μεγαλύνῃ παρ' αὐτῇ τὸν φίλον πτωχόν. Τὸ δὲ οἷα ὅ γε μυθεῖται, ὅμοιόν ἐστι τῷ, οἷ' ἀγορεύεις, ὃ πρὸ ὀλίγων εἶπεν ὁ Ἀντίνοος. Σημείωσαι δὲ καὶ τὸ, θέλγοιτο ἦτορ, οὔτε ἀπάτην ἐνταῦθα δηλοῦν, οὔτε ἄλλο τι κακὸν, ἀλλ' ἡδονὴν ἀβλαβῆ, ὑπερβάλλουσαν μέντοι καὶ ἐκπληκτικὴν καὶ ὡς οἷον ἐκστατικήν τινα καὶ αὐτήν.

(Vers. 518.) εἶτα δεικνὺς παραβολικῶς ὁ Εὔμαιος τὸ ἐν λόγοις μελιχρὸν τοῦ ξένου φησίν· ὡς δ' ὅτ' ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ ἀείδει δεδαὼς ἔπε' ἱμερόεντα βροτοῖσι, τοῦδ' ἄμοτον μεμάασιν ἀκουέμεν ὁπποτ' ἀείδει, ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.

(Vers. 521.) Καὶ ὅρα καὶ τοῦτο τὸ ἔθελγεν, ὅμοιον ὂν τῷ ἀνωτέρω ῥηθέντι. Τὸ δὲ ποτιδέρκεται ἀοιδὸν, συννοούμενον ἔχει καὶ τὸ ἀκούειν. οὐ γὰρ χρεία τοῦ ἀοιδοῦ ὡς μόνον προσδέρκεσθαι, ἀλλὰ μᾶλλον ἀκούειν, ἐπεὶ καὶ οὕτω θέλγει, ἀκουόμενος δηλαδή. Τὸ δὲ θεῶν ἒξ δεδαὼς, θεομαθῆ καὶ θεόσοφον εἶναι δηλοῖ τὸν [159] ἀοιδόν. κρουστικῶς δὲ ἐκπεφώνηται τὸ, θεῶν ἒξ, καθὰ καὶ τὸ, Ἀρτέμιδι ξὺν, καὶ τὸ, Ἰλιόθι πρός.

(Vers. 522.) Ὅτι καὶ ὁ Εὔμαιος ἀνακεφαλαιούμενος τὰ τοῦ Ὀδυσσέως ἐν ἐπιτομῇ, ὅσα γε αὐτὸς ἐξ ἐκείνου ἔγνω, λέγει τῇ δεσποίνῃ ὅτι, φησὶν, Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.

(Vers. 525.) ἔνθεν ἵκετο πήματα πάσχων προπροκυλινδόμενος, ἤγουν ἱκετεύων, ἢ καὶ ἱκετευτικῶς ἀπὸ τόπου εἰς τόπον ἥκων. στεῦται δ' Ὀδυσῆος ἀκοῦσαι ἀγχοῦ Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, ζῳοῦ.

(Vers. 527.) πολλὰ δ' ἄγει κειμήλια ὅνδε δόμονδε, ὁ Ὀδυσσεὺς δηλαδή· εἰ καὶ ὁ Εὔμαιος διὰ τὸ τῆς ἀνακεφαλαιώσεως σύντομον οὐ διεσάφησε.

(Vers. 523.) Τὸ δὲ ὅθι Μίνωος γένος ἐστὶν, ἱστορικῶς ἔφη διὰ πολυπειρίαν ὁ Εὔμαιος, ὥς περ καὶ τὸ ἀγχοῦ Ἰθάκης εἶναι τοὺς Θεσπρωτοὺς καὶ πίονα δῆμον ἔχειν. τοῦτο δὲ ἢ διὰ τὸ ἐκεῖσε λιπαρόγεων, ἢ διὰ τὸ ἄλλως εὐδαιμονεῖν τὰ ἐκεῖ. περιᾴδεται δὲ ἐν ταῖς ἱστορίαις ὁ Μίνως ὡς καὶ εὐγενὴς καὶ λόγιος καὶ ἀνακαθαίρων τοὺς πειρατάς. ἕτεροι δὲ καὶ αὐτὸν λῃστρικὸν ἱστόρησαν. Ἰστέον δὲ, ὡς Ὅμηρος μὲν ἀναλόγως καθὰ ἥρως ἥρωος, οὕτω καὶ Μίνως Μίνωος ἔκλινεν. οἱ δὲ ὕστερον καὶ ἰσοσυλλάβως ὡς Μενέλεως Μενέλεω, οὕτω καὶ Μίνως Μίνω. ἄλλοι δὲ καὶ ἄλλως ἔφασαν καινότερον, ὅτι ὥς περ Ἀττικῶς Πετεὼς Πετεὼ καὶ πλεονασμῷ Πετεῶο ἐν Ἰλιάδι, καὶ Ἀνδρόγεως Ἀνδρόγεω καὶ Ἀνδρογέωο, οὕτω καὶ Μίνως Μίνω καὶ Μίνωο. ἦν δὲ ἄν, φασι, καὶ Ἄθως Ἄθωο, εἰ μὴ ἐκώλυε τὸ μέτρον ἐν τῷ, ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐδύσατο κυμαίνοντα.

(Vers. 525.) Αἱ δὲ δύο προθέσεις ἐν τῷ προπροκυλινδόμενος τὸ ἄγαν ὑποπτωτικὸν τοῦ ξένου δηλοῦσιν ἐν τῷ ἱκετεύειν. Τὸ δὲ στεῦται καὶ νῦν ἀντὶ τοῦ διαβεβαιοῦται, ὑφίσταται. ἀλλαχοῦ μέντοι καὶ τὸ ὑπισχνεῖσθαι ἡ λέξις δηλοῖ. Τὸ δὲ ἄγειν καὶ νῦν ἐπὶ ἀψύχων κεῖται τῶν κειμηλίων.

(Vers. 530.) Ὅτι ἄνεσιν δηλοῖ εὐφρόσυνον τὸ, οὗτοι δὲ ἠὲ θύρῃσι καθήμενοι, τουτέστι πρὸ θυρῶν, ἑψιαάσθων, ἢ αὐτοῦ κατὰ δώματα ἐπεὶ σφίσι θυμὸς ἐΰφρων, ἤγουν γλυκὺς, ἄπονος. τῆς παλαιᾶς δέ, φασιν, Ἀτθίδος ἑψιάσθων εἰπεῖν δυϊκῶς ἀντὶ τοῦ ἑψιάσθωσαν. ποιητικὴ δὲ λέξις τὸ ἑψιᾶσθαι ἤτοι λόγον παίζειν· καὶ δασύνεται, ὡς δῆλον ἐν τοῖς ἐφεξῆς ἐκ τοῦ, ἐφεψιόωνται γυναῖκες, καὶ ἐκ τοῦ, ἀφεψιασάμην ἤτοι ἀφωμίλησα, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐκ τούτου δὲ ἴσως εἴρηται καὶ Φιλέψιος, τὸ κείμενον παρὰ τῷ κωμικῷ. οἱ δὲ παλαιοὶ ἑρμηνεύοντες τὴν λέξιν φασὶν οὕτως· ἑψιᾶται ἀντὶ τοῦ, γελᾷ, παίζει, διαλέγεται· καὶ ἑψία παιδία, γέλως, χλεύη· καὶ ἑψίαι ἑορταί. εἴτε δὲ ἀπὸ τοῦ ἕπεσθαι γίνεται εἴτε παρὰ τὸ ἕπω τὸ λέγω κατὰ πνευματισμὸν Ἀττικὸν, οὐκ ἔστι βεβαίως ἀπισχυρίσασθαι.

(Vers. 532.) Ἰστέον δὲ καὶ, ὡς εἴ περ οἱ, ὡς ἐῤῥέθη, ἑψιώμενοι ἔχουσι καὶ πλοῦτον, ἁρμόσει αὐτοῖς καὶ τὰ ἐφεξῆς. αὐτῶν μὲν γὰρ κτήματ' ἀκήρατα κεῖτ' ἐν οἴκῳ, σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσι, καὶ τὰ ἑξῆς, ὡς ἀλλαχοῦ προγέγραπται, ὅπου δυσφημοῦνται οἱ μνηστῆρες, ὡς ἀπὸ ἀλλοτρίων εἰλαπινάζοντες, διὰ τὸ μὴ ἄνδρα εἶναι οἷος Ὀδυσσεὺς ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. Καὶ ὅρα ὅτι ἀκήρατα φησὶ κτήματα οὐ τὰ ἀκέραια· ἔδονται γάρ· ἀλλὰ τὰ μὴ κειρόμενα πρὸς βίαν καὶ λῃστρικῶς.

(Vers. 533.) Τὸ δὲ σῖτος καὶ οἶνος, ἑρμηνεία ἐστὶ τῶν ῥηθέντων κτημάτων. Οἰκῆας δὲ κἀνταῦθα πάντας τοὺς ἐν τῷ οἴκῳ λέγει, ὁποίας ἂν καὶ εἶεν τύχης. οὐ γὰρ δή που τὰ τῶν μνηστήρων δοῦλοι μόνοι ἔδουσιν, ἀλλὰ πάντες οἱ αὐτοῖς οἰκειακοί.

(Vers. 536.) κρίνει δ' ἐν τούτοις ἡ Πηνελόπη καὶ εἰλαπίνην εἶναι τὴν τῶν μνηστήρων ἐν τῷ τοῦ Ὀδυσσέως οἴκῳ δαῖτα, ἔνθα ἤματά, φησι, πάντα εἰλαπινάζουσι πίνουσί τε οἶνον. Καὶ ὅρα δαπάνην ἄμετρον, εἴ περ ὁσημέραι γίνεται ὑπὸ τοσούτων ἀνδρῶν. Τὸ δὲ πίνουσί τε, συννοεῖται μὲν καὶ τῇ εἰλαπίνῃ γινομένῃ ἐκ τοῦ λάπτειν καὶ πίνειν, ἢ κατὰ εἴλας πίνειν, ἐξεφωνήθη δὲ ὅμως καὶ ἰδίᾳ πρὸς τὸ σαφέστερον.

(Vers. 541.) Ὅτι Πηνελόπης εἰπούσης ἔνδον τῷ Εὐμαίῳ πρὸς τοῖς ἄλλοις, καὶ ὡς εἴ περ Ὀδυσσεὺς ἔλθοι, αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν, Τηλέμαχος μέγ' ἔπταρεν· ἀμφὶ δὲ δῶμα σμερδαλέον κονάβησε· γέλασε δὲ Πηνελόπεια, καὶ ἐπισπεύδει ἐλθεῖν τὸν ξένον εἰς αὐτὴν, εἴ πως μάθοι τι ἐξ αὐτοῦ ἀγαθὸν περὶ τοῦ ἀνδρὸς, ὡς οἷα τεκμηραμένη τῷ πταρμῷ, ταχὺ τὸν Ὀδυσσέα σὺν τῷ τέκνῳ τὰς τῶν μνηστήρων βίας ἀποτίσεσθαι. ὄρνις γάρ ποτε ἦν τοῖς παλαιοῖς καὶ ὁ πταρμὸς, ἐπεὶ καὶ ἡ κεφαλὴ τιμία, ἐξ ἧς τὸ τοιοῦτον σύμβολον. διὸ καὶ προσεκυνεῖτο ὁ πταίρων· καὶ τὴν αἰτίαν λέγουσιν οἱ σοφοὶ, ἐν οἷς καὶ Ἀριστοτέλης.

(Vers. 545.) ἔστι δὲ ὃ λέγει στοχαστικῶς ἐνταῦθα ἡ Πηνελόπη τόδε· οὐχ' ὁράας, ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι; τῷ καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο πᾶσι μάλα, οὐδέ κέ τις θάνατον καὶ Κῆρας ἀλύξοι. σημειοῦται δὲ τοῦτο ἡ γυνὴ, ἐξ [160] ὧν ἐπέπταρεν ὁ υἱὸς πᾶσιν οἷς εἶπεν αὐτή. ὡς εἴ γε μὴ οὕτω γέγονεν ἤγουν μὴ ἐπὶ πᾶσιν ἔπταρεν, ἀλλ' ἐν μέσῳ τῶν αὐτῆς λόγων, οὐκ ἂν ἐδήλου πάντας μάλα θανεῖν. Ἰστέον δὲ ὅτι εὕρηται καὶ παρὰ Ἡροδότῳ σημειώδης πταρμὸς, εἰπόντι, ὡς Ἱππίας ὁ Πεισιστράτου ἔπταρε καὶ ἔβηξε μεῖζον τοῦ συνήθους καὶ ὡς πρεσβύτῃ σεισθέντων τῶν ὀδόντων εἷς ἔπεσε καὶ ἦν σημεῖον. Ἰστέον δὲ καὶ ὅτι τὸ πταίρειν καὶ πτάρνυσθαι λέγεται κατὰ παραγωγὴν ὁμοίως τῷ ἄρνυσθαι καὶ τοῖς τοιούτοις, καὶ ὅτι ἐκ τοῦ πτῶ παράγεται τὸ πταίρω κατὰ ὀνοματοποιΐαν, ὥς περ καὶ τὸ πτύρω ἐπὶ ἵππων, ἐξ οὗ ὁ πτυρμός.

(Vers. 542.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι πάρισα, τὸ ἔπταρε, κονάβησε, γέλασε· δι' ὧν γελᾷ οἷον ὁ τοῦ λόγου ῥυθμὸς ἀναλόγως τῇ τοῦ συμβόλου χάριτι.

(Vers. 545.) Τὸ δὲ οὐχ' ὁράας, ἢ ἀντὶ τοῦ νοεῖς· ἐπεὶ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει· ἢ καὶ ἀντὶ τοῦ ἀκούεις, ὡς ἂν εἴη αἴσθησις ἀντὶ αἰσθήσεως, οὗ τὸ ἀνάπαλιν ὁ Ἶρος ἐρεῖ ἐν τῷ, οὐκ ἀΐεις ὅτι μοι ἐπιλλίζουσι μνηστῆρες; ἔδει γὰρ ἐκεῖνον εἰπεῖν ὁρᾷς.

(Vers. 541.) Ἰστέον δὲ ὅτι τὸ, μέγα ἔπταρε, πρὸς πιθανότητα κεῖται, ἵνα καὶ ἔνδον ἀκουσθῇ ὁ μέγας πταρμός. ἑρμηνεία δὲ τοῦ μέγα τὸ, δῶμα σμερδαλέον κανάχησεν ἢ κονάβησεν. ἐγέλασε δὲ ἡ Πηνελόπη, ἢ φαινομένως καθ' ὁμοιότητα τοῦ ἐξεγέλασεν, ἢ καὶ κατὰ ψυχὴν, ὡς τὸ, ἐγέλασε νόος παρὰ τῷ Ὀππιανῷ.

(Vers. 546.) Τὸ δὲ, οὐκ ἀτελὴς θάνατος μνηστῆρσι πᾶσι, καὶ τὸ, οὐδεὶς θάνατον ἀλύξοι, ταυτὸν δηλοῦσιν, ἐπίτηδες τῆς Πηνελόπης ἐμμενούσης τῇ φράσει διὰ τὸ χαίρειν τῷ πράγματι.

(Vers. 554.) Ὅτι καὶ ἐνταῦθα κεῖται σχῆμα καινὸν ἤτοι σολοικοφανὲς ἐν τῷ, μεταλλῆσαί τί ἑ θυμὸς κέλεται καὶ κήδεά περ πεπαθυίῃ. τὸ μὲν γὰρ ὀρθὸν, ὅτι κέλεται αὐτὴν ὁ θυμὸς μεταλλῆσαί τι καὶ κήδεά περ παθοῦσαν. Ὁ δὲ συβώτης ἢ ὡς δοῦλος βαρβαρίζων ἢ καὶ τὴν ε ἀντωνυμίαν ἀντὶ τῆς οι λαβὼν ὡς εἴ περ εἶπεν ὅτι ὁ θυμὸς αὐτῇ βούλεται μεταλλῆσαι, ἐπάγει τὸ πεπαθυίῃ ἀντιπτωτικῶς. ὡς ἐὰν εἶπεν, αὐτῇ παθούσῃ.

(Vers. 555.) τὸ δὲ πεπαθυίῃ, ἀσύνηθες εἰς χρῆσιν. διὸ οὐδὲ περιλαληθήσεται, εἰ μὴ μόνον ὅτι ἐκ τοῦ πήθω ἀχρείου ἐνεστῶτος γίνεται, ὃς τὸ παθεῖν δηλοῖ· ὅθεν τὸ πάθω· ἐξ οὗ τὸ παθήσω ὡς τυχήσω· οὗ παρακείμενος πεπαθηκὼς, καὶ κατὰ πάθος πεπαθώς· ὅθεν ἡ πεπαθυῖα, ὡς Ἡρακλείδης ἐμπλατύνεται, καθὰ καὶ προδεδήλωται.

(Vers. 557.) Ὅτι ἐσθλὸς ἄγγελος ὢν καὶ ὁ Εὔμαιος καὶ αἴσιμα εἰδὼς, ὡς ἀλλαχοῦ διορίζεται ὁ ποιητὴς, λαλεῖ τι πλέον τῷ ξένῳ Ὀδυσσεῖ, ὧν ἐκ τῆς δεσποίνης ἤκουσεν. ἡ μὲν γὰρ ἔφη ἐνδῦσαι τὸν Ὀδυσσέα χλαῖνάν τε χιτῶνά τε εἵματα καλὰ, ὁ δὲ προστίθησι καὶ τὸ, ὧν σὺ μάλιστα χρηΐζεις. σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον γαστέρα βοσκήσεις, δώσει δέ τοι ὅς κ' ἐθέλῃσι.

(Vers. 559.) Καὶ ὅρα καὶ νῦν τὸ βοσκήσει ὡς ἐπὶ ἀλόγων λεχθὲν ἀπὸ περισπωμένου ῥήματος τοῦ βοσκῶ, βοσκήσω, ἀφ' οὗ καὶ τὸ βόσκημα καὶ ὁ βοσκηματώδης ἄνθρωπος. μικροπρεπὴς δὲ ἡ τῆς δεσποίνης ὑπόσχεσις καὶ οὐ βασιλικὴ, διὸ καὶ ἐδέησε τῷ Εὐμαίῳ εἰπεῖν ἃ εἶπεν. ἀναγκαίως δὲ ἐσχημάτισται τὸ βοσκήσεις· ἄλλως γὰρ οὐκ ἔστι μέλλων τοῦ βόσκειν.

(Vers. 561.) Ὅτι ἐν τῷ, Εὔμαιε, αἶψά κ' ἐγὼ νημερτέα πάντ' ἐνέποιμι τῇ Πηνελόπῃ, δι' ἑνὸς ν κατὰ φύσιν εἴρηται τὸ ἐνέποιμι, ὡς δηλοῖ ὁ κατὰ δάκτυλον ποδισμὸς τῆς λέξεως. ἐσχημάτισται δὲ ὁ λόγος τῷ Ὀδυσσεῖ. λέγει γὰρ, ὡς ταχὺ ἂν τῇ Πηνελόπῃ νημερτέα εἴποι πάντα, ἐσαύριον δηλαδὴ μετὰ τὴν μνηστηροφονίαν. ὡς νῦν γε ψεύσεται καὶ πρὸς αὐτήν.

(Vers. 563.) Ὅτι τὸ, ὁμὴν δ' ἀνεδέγμεθα ὀϊζὺν, ὅμοιόν ἐστι παροιμίᾳ τῇ λεγούσῃ, τὴν ἐμὴν κάμνεις νόσον. ὁ ψευδόξενος δὲ Ὀδυσσεὺς καὶ τοῦτο φησὶν, ἐσχηματισμένως εἰπὼν, ὅτι οἶδα εὖ περὶ ἐκείνου, ἤγουν τοῦ Ὀδυσσέως· ὁμοίαν γὰρ ἀνεδέγμεθα κακοπάθειαν. ὅ περ ἀληθῶς οὕτως ἔχει. δῆλον γὰρ ὅτι τε μάλιστα οἶδεν ἑαυτὸν, καὶ ὅτι πονῶν οὐκ ἂν ἦν ἀμέτοχος τοῦ πονεῖν.

(Vers. 564.) Ὅτι ὁ μετὰ παῤῥησίαν βλαβερὰν προκαλούμενος εἰς ὅμοιόν τι εἴποι ἂν τὸ, ἀλλ' ἀνδρῶν χαλεπῶν ὑποδείδια ὅμιλον, τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει· ὅ περ ἐπὶ μεγίστου πολέμου λέγεται, ὡς καὶ προείρηται. καὶ γὰρ νῦν ὅτε με ὁ δεῖνα κατὰ δῶμα κιόντα οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, οὐδεὶς ἐπήρκεσε.

(Vers. 567.) Καὶ ὅρα τὸ, ὀδύνῃσιν ἔδωκεν, ἀντὶ τοῦ, ὠδύνησε, ῥηθὲν κατὰ ἀστείαν περίφρασιν.

(Vers. 572.) Ὅτι ἀξιοῖ δι' Εὐμαίου ὁ ξένος, ἵνα εἴ περ βούλοιτο ἡ δέσποινα περὶ τοῦ ἀνδρὸς ἔρεσθαι, ποιήσῃ οὕτως, ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοί, φησι, λύγρ' ἔχω· οἶσθα καὶ αὐτὸς, ἐπεί σε πρῶθ' ἱκέτευσα. δέεται ἄρα μάλιστα ἱματίων ὁ Ὀδυσσεὺς οὕτω ῥιγῶν πρός τε ἑσπέραν καὶ πρωῒ δὲ, ὡς προδέδεικται. δῆλον δὲ καὶ ἐντεῦθεν, οἷος ἦν καιρὸς τῆς τοῦ Ὀδυσσέως οἴκοι ἐπανελεύσεως.

(Vers. 576.) Ὅτι ὁ δι' ἀγγελίας προκαλεσάμενος πτωχόν τινα, [161] ἰδὼν δὲ τὸν ἄγγελον κενὸν ἐλθόντα, εἴπῃ ἄν· οὐ σύ γε ἄγεις; τί τοῦτ' ἐνόησεν ἀλήτης; ἤ τινά που δείσας ἐξαίσιον; ἠὲ καὶ ἄλλως αἰδεῖται κατὰ δῶμα; κακὸς δ' αἰδοῖος ἀλήτης. τοῦτο δὲ γνωμικόν ἐστιν, ὡς καὶ προδεδήλωται.

(Vers. 578.) Τὸ δὲ ἀλήτης, κάλλος ἐνταῦθα ποιεῖ κείμενον ἐν δυσὶ στίχοις πρὸς τῷ τέλει.

(Vers. 577.) Τὸ δὲ ἐξαίσιον, δηλοῖ μὲν τὸ ἔξω τοῦ αἰσίου. ἔστι δὲ ἢ αἰτιατικῆς πτώσεως, ἵνα δηλοῖ δείσας τινὰ ἄνδρα ἐξαίσιον, ἢ ἐπιῤῥηματικῶς ἐῤῥέθη ἀντὶ τοῦ ἔξω τοῦ δέοντος. οὕτω καὶ ἐν Ἰλιάδι ἐξαίσιον Θέτιδος ἀρὰν λέγει τὴν ἄδικον. τινὲς δὲ τὸ δείσας ἐξαίσιον καὶ ἀντὶ τοῦ μέγα φοβηθεὶς εἶπον.

(Vers. 578.) Τὸ δὲ ἢ καὶ ἄλλως αἰδεῖται, ἑτεροιοῦται κατὰ σχῆμα πρὸς τὸ φθάσαν. ἦν γὰρ ὀρθὸν εἰπεῖν ἤ τινά που δείσας ἢ καὶ ἄλλως αἰδούμενος.

(Vers. 580.) Ὅτι ἐπί τινος εὐλόγως προβαλλομένου φόβον βίας καλὸν εἰπεῖν τό· μυθεῖται κατὰ μοῖραν, ἅ περ ἂν οἴοιτο καὶ ἄλλος ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.

(Vers. 586.) ὁμοίως δὲ καὶ τὸ, οὐκ ἄφρων ὁ ξεῖνος ὀΐεται, ὅς περ ἂν εἴη· οὐ γάρ πού τινες ὧδε κατὰ θνητῶν ἀνθρώπων ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. Καὶ ἄλλως δὲ τὰ τοιαῦτα οἰκεῖα ἐπί τινος λαλοῦντος εὔλογα. Ὅρα δὲ τὸ, οὐκ ἄφρων ὀΐεται, ἀντὶ τοῦ φαίνεται, νομίζεται.

(Vers. 580.) τὸ μέντοι, ἅ περ ἂν οἴοιτο καὶ ἄλλος, ἐνεργητικῶς κεῖται κατὰ κοινὴν συνήθειαν ἀντὶ τοῦ νομίζοι. καιρικὴν δὲ ἀναμονὴν δηλοῖ τὸ, ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα, ἤγουν ἄχρις ἑσπέρας.

(Vers. 593.) Ὅτι ποιμενικὸς λόγος τὸ, ὦ φίλ', ἐγὼ μὲν ἄπειμι σύας καὶ κεῖνα φυλάξων, σὸν καὶ ἐμὸν βίοτον. Καὶ ὅρα τὸ κεῖνα, τὰ πράγματα δηλαδή· οὗ ἑρμηνεία τὸ, σὸν καὶ ἐμὸν βίοτον. ἀόριστον δὲ καὶ τοῦτο, καθὰ καὶ ἐκεῖνο, διὰ τὸ πρὸς εἰδότα λέγεσθαι. δῆλον δ', ὅτι φιλικῶς καὶ ἀδελφικῶς εἶπεν ὁ εὔνους δοῦλος πρὸς τὸν δεσπότην τὸ, σὸν καὶ ἐμὸν βίοτον.

(Vers. 594.) Ὅτι φιλοφρονικὸν τὸ, σοὶ δ' ἐνθάδε πάντα μελόντων, ἤτοι μελέτωσαν. αὐτὸν μέν σε πρῶτα σάω, τουτέστι σῶζε, ὡς καὶ ἐν ἄλλοις κεῖται, καὶ φράζεο θυμῷ, μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, οὓς θεὸς ἐξολέσειε, πρὶν ἡμῖν πῆμα γενέσθαι.

(Vers. 599.) Ὅτι τὸ, σὺ δ' ἔρχεο δειελιήσας, ἀντὶ τοῦ ἕως δείλης διατρίψας ἐνταῦθα. διὸ περὶ δείελον ἦμαρ ὁ παραγγελθεὶς Εὔμαιος ἄπεισι. τὸ μέντοι εἰπεῖν δειελιήσας ἀντὶ τοῦ βρωματισάμενος τροφὴν δειλινὴν, οὐκ ἀρέσκει τοῖς παλαιοῖς. τὸ πολὺ γὰρ τρεῖς ἦσαν τροφαί· ἄριστα δεῖπνα δόρπα τε κατ' Αἰσχύλον, ὃν καὶ αὐτὸν ψέγειν δοκεῖ ὁ αἰτιασάμενός τινας, οἳ δὶς ἑκάστης ἡμέρας ἐμπιπλάμενοι ζῶσι· καὶ ἄλλως δὲ δειελιήσας ἀντὶ τοῦ πρὸς δειλινὴν ὥραν γενόμενος κατὰ τοὺς παλαιοὺς, ἤγουν βαθεῖαν μεσημβρίαν ἰδών. οἱ δὲ ἐπὶ τροφῆς δειλινῆς τὴν λέξιν νοοῦντες προφέρουσι Καλλιμάχου τὸ, δειελίην αἰτίζουσιν, ἄγουσι δὲ χεῖρας ἀπ' ἔργου, τὴν πρὸς δείλην δηλαδὴ τροφὴν αἰτοῦντες. ἔνθα σκεπτέον, ὡς εἰ ψεκτέον τὸ ἄλλως εἰς κόρον γαστρίζεσθαι ἀριστῶντα τινὰ καὶ δορποῦντα καί που καὶ δειπνοῦντα, πῶς οὐ μάλιστα ψεκτέον τὸ καὶ δειλινὴν τροφὴν προσίεσθαι τά τε ἄλλα, καὶ ὡς ἀεργίας αἴτιον; οὐκοῦν τὴν τοιαύτην τροφὴν ἀποῤῥιπτέον ἐκ τῆς καθ' Ὅμηρον ἱστορίας, ἵνα μὴ νοῆται ὁ ποιητὴς ἱστορῶν τροφὰς ἑκάστης ἡμέρας λαμβάνεσθαι τέσσαρας. οὕτω δὲ κατά τινας καὶ τὰς τοῦ Αἰσχύλου, εἰπόντος, ἄριστα δεῖπνα δόρπαθ' αἱρεῖσθαι. οὐδεὶς γάρ, φασι, δείξει ὡς παρὰ τῷ ποιητῇ τρεῖς τροφαὶ λαμβάνονται. εἰ δὲ μέμνηται ἀρίστου καὶ δείπνου καὶ δόρπου, ἀλλ' αὐτὰ δύο εἰσὶν, οἷα συνωνυμούντων τοῦ δείπνου καὶ τοῦ ἀρίστου καὶ τοῦ αὐτοῦ ποτὲ μὲν ἀρίστου, ποτὲ δὲ δείπνου ὀνομαζομένου. δῆλον δὲ, ὡς οὐκ ἄν τινα θορυβήσῃ ὡς ἐπὶ τρισὶ τροφαῖς τὸ παρὰ Μενελάῳ συμπόσιον, ἐν ᾧ ἰδιάζον τι κεῖται παρὰ τὰ κοινά. δειπνήσαντες γὰρ ὁμιλοῦσιν· εἶτ' ἀπονιψάμενοι πάλιν δειπνοῦσιν, ὡς παρετήρησαν οἱ παλαιοί.

(Vers. 601.) Ὅτι ἀγαθῆς ἐλπίδος προβολὴ τὸ, αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ θεῷ μελήσει.

(Vers. 603.) Ὅτι βρῶσιν ἀρκοῦσαν δηλοῖ τὸ, πλησάμενος δ' ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος. οὐ μακρὰν δὲ τοῦ κορεσάμενος ἐστὶ τὸ πλησάμενος· ὅθεν καὶ πλείη γαστὴρ ἡ εἰς κόρον πεπληρωμένη.

(Vers. 605.) Ὅτι τρυφώντων ἔνδειξις τὸ, μέγαρον πλεῖον δαιτυμόνων, τοὶ δὲ ὀρχηστύϊ καὶ ἀοιδῇ τέρποντο. εἰ δὲ καὶ πολύωρος ἡ δαὶς, ἔστιν ἐπαγαγεῖν καὶ τὸ, ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ, ἤγουν δείλη. ὡς γὰρ μέσον ἦμαρ ἡ μεσημβρία, οὕτω καὶ δείελον ἦμαρ ἡ δείλη. [162]

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Σ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Ὀδυσσέως καὶ Ἴρου πυγμὴ γίνεται. φαίνεται δὲ καὶ Πηνελόπη τοῖς μνηστῆρσι καὶ παρ' αὐτῶν δῶρα λαμβάνει. γίνεται δὲ καί τις κοινολογία ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον.

ΟΔΥΣΣΕΙΑΣ Σ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι καθάπερ ἐν τοῖς πρὸ τούτων Ὀδυσσεὺς συχνὸν καιρὸν τὰ γυῖα διαπετάσας, ὁπηνίκα ναυαγήσας ἐνήχετο, ἀναγκαῖον ὕστερον ἔγνω ἄμφω γούνατα κάμψαι καὶ χεῖρας ἐπ' ἀγαθῷ, ὡς ἐῤῥέθη, οἰκείῳ, οὕτως ἐνταῦθα τὸ ἀνάπαλιν ἐκ μακροῦ χρόνου ἀγύμναστος τὰς χεῖρας ὢν τὰ εἰς ῥωμαλεότητα πλάττεται ὑπὸ τοῦ ποιητοῦ, τείνας αὐτὰς εἰς πυγμαχίαν ἐπ' ἀνδρὶ ἐοικότι ἔχειν πρὸς αὐτὸν ὁμοιότητα, ὃς ἦν ὁ ἐξ Ἰθάκης Ἶρος, περὶ οὗ ῥηθήσεται. διὸ καὶ ἡ ἀνὰ χεῖρας ῥαψῳδία γνώρισμα ἐπιγραφικὸν ἔχει τὸ λεχθῆναι Ὀδυσσέως καὶ Ἴρου πυγμὴ, γενομένη δηλαδὴ πρὸς δείλην μετὰ τὸ ἀναχωρῆσαι τὸν Εὔμαιον, ὅτε καὶ γαστέρες αἱ ῥηθησόμεναι ὠπτῶντο εἰς δόρπον.

(Vers. 1. sqq.) ἄρχεται δὲ ταύτης ὁ ποιητὴς οὕτως· Ἦλθε δ' ἐπὶ πτωχὸς πανδήμιος· ὅ περ ἑρμηνεύων ἐπάγει· ὃς κατὰ ἄστυ πτωχεύεσκεν Ἰθάκης· ἵνα εἴη πτωχὸς μὲν ὁ πτωχεύων, πανδήμιος δὲ ὁ τοῦ ὅλου τῆς Ἰθάκης ἄστεος. μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ, ἀζηχὲς φαγέμεν καὶ πιέμεν. οὐ δέ οἱ ἦν ἴς, οὐδὲ βίη. εἶδος δὲ μάλα μέγας ἦν εἰσοράασθαι. Ἀρναῖος δ' ὄνομ' ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ ἐκ γενετῆς. Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, οὕνεκ' ἀπαγγέλλεσκε κιὼν, ὅτε ποῦ τις ἀνώγοι. ὃς δὴ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, ὡς εὐθὺς εἰρήσεται. Ἰστέον δὲ ὅτι τε ὁ παραφραστὴς Δημοσθένης καλλιῤῥημονῶν πεζολογικῶς τὰ κατὰ τὸν Ἶρον οὕτω γράφει· κακόν τι πάνδημον οἷος ἐσθίων ῥαγῆναι δι' ἡμέρας, καὶ πολὺν ἄκρατον ἐκπιεῖν· καὶ ἦν αὐτὸ τοῦτο γαστὴρ μόνον καὶ σχῆμα τηνάλλως, τὰ δὲ ἄλλα ἀχρεῖος· καὶ ὅτι παράγωγον τοῦ πάνδημος τὸ πανδήμιος· καὶ ὅτι δυνήσεταί τις ἐγκαίρως πανδήμιον αἰνίξεσθαί ποτε τὸν κοινὸν ζημιωτὴν, ὡς ἀπὸ τοῦ παρὰ τοῖς ὕστερον κολαστικοῦ δημίου, ἐξ οὗ σκῶμμα πονηροῖς ἐπέκειτο τὸ, δημόκοινος, ὃς καὶ ἄνδραχνος ἢ ἄνδραγχος ἐπεκαλεῖτο· καὶ ὅτι παρὰ τοῖς μεθ' Ὅμηρον πτωχὸς μὲν ὁ δι' ἔνδειαν τροφῶν ἐπαιτῶν ἀκολούθως Ὁμήρῳ καὶ οὕτω τὴν γαστέρα βόσκων· πένης δὲ ὁ χερσὶ πονούμενος καὶ οὕτω ζῶν. τοὺς δὲ τοιούτους χειρομάχαν πληθὺν ἔστιν ἐν τοῖς τοῦ Ἀθηναίου εὑρεῖν. καὶ ὅτι τὸν πτωχὸν ἀστείως νεκρῷ εἴκασεν ὁ Μένανδρος εἰπών· ἄνθρωπε πέρυσι πτωχὸς ἦσθα καὶ νεκρὸς, νῦν δὲ πλουτεῖς.

(Vers. 2.) καὶ ὅτι τὸ, μεταπρέπειν γαστέρι μάργῃ, ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ, ἐκπρεπὴς ἦν ἐπὶ γαστριμαργίᾳ, εἴτουν ἀπληστίᾳ. τοῦτο γὰρ ἡ μάργη γαστὴρ, διαλελυμένως ῥηθεῖσα ὁμοίως τῷ, πόλις ἄκρη καὶ τοῖς ὁμοίοις. ὅθεν καὶ ἐπιφέρει διασαφητικῶς τὸ, ἀζηχὲς φαγέμεν. οὕτω δὲ καὶ ὁ συβώτης πρὸς τοῦ Ἀντινόου ῥηθείη ἂν μεταπρέπειν τῷ σύας βόσκειν, ὥς περ αὖ πάλιν καὶ ὁ Ἶρος ἀκούσοι ἄν ποθεν τὸ, ὦ 'ρίγνωτε φαγεῖν. ταυτὸν γὰρ μεταπρέπειν καὶ ἀρίγνωτον εἶναι. εἰ δὲ καὶ τοιοῦτος ὢν ὁ γάστρις Ἶρος καὶ συνεξαντλῶν καὶ αὐτὸς τὰ τοῦ Ὀδυσσέως οὐκ ἔσκωπται πρὸς τῶν ὑπερφιάλων μνηστήρων ὡς μὴ φειδὼ τῶν ἀλλοτρίων ἔχων, καλῶς ἂν ὁ οἰκοδεσπότης Ὀδυσσεὺς λυπηθείη, αὐτὸς ἀπ' ἐκείνων ἀκούσας τοιοῦτόν τι σκῶμμα, καὶ εἴποι ἂν τὸ, ἀνόητος ὁ διδοὺς, εὐτυχὴς δ' ὁ λαμβάνων· ὃ καιρίως τῶν τις ὑστερογενῶν ἔφη ἐπὶ τῶν κερδαινόντων ἔκ ποθεν ἀνθρώπου εἰκῇ δαπανῶντος.

(Vers. 3.) Ἀζηχὲς δὲ τὸ ἀδιεχθὲς εἴτουν συνεχὲς, ὡς ἀλλαχοῦ ἐγράφη. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι ἀζηχὲς δεινὸν, μέγα, συνεχὲς, ἀδιάλειπτον, μεγαλόφωνον. εἴρηται δὲ παρ' αὐτοῖς τὸ μεγαλόφωνον διὰ τὸ πρὸ τούτων ῥηθὲν, ἀζηχὲς μεμακυῖαι. Ἰστέον δὲ ὅτι τὸ μὲν φαγεῖν ἀζηχὲς οὐ πάνυ πολλοὺς, τὸ δὲ ἀζηχὲς πιεῖν μυρίους ἀπώλεσεν, ὧν εἷς καὶ ὁ μέγας Ἀλέξανδρος, ὃς Μακεδόνι συμπίνων τῷ Πρωτέᾳ, εἶτα ποτήριον λαβὼν δίχουν, ὅ περ ἐν ἄλλοις ἡρμηνεύθη, ἔσπασε μὲν γενναίως, οὐ μὴν δὲ ὑπήνεγκεν, ἀλλ' ἀπεκλίθη ἐπὶ τὸ προσκεφάλαιον, ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον· καὶ ἐκ τούτου, φασὶ, νοσήσας [163] ἀπέθανεν. ἄριστα οὖν τοῦτό γε φρονοῦσιν Ἰνδοί· παρ' οἷς, ὡς ἱστορεῖ Κτησίας, οὐκ ἔστι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δέ γε Πέρσαις, ὥς φησι Δοῦρις, ἐφίεται τῷ βασιλεῖ μεθύσκεσθαι ἡμέρᾳ μιᾷ, ἐν ᾗ τῷ Μίθρᾳ ἔθυον, ὅτε καὶ τὸ Περσικὸν ὠρχεῖτο· τῶν δὲ λοιπῶν οὐδεὶς τηνικαῦτα. εἰ δὲ ὁ Πέρσης Δαρεῖος, ὁ τοὺς μάγους ἀνελὼν, ἐπιγεγραμμένον εἶχε τῷ αὐτοῦ μνήματι τὸ, ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς, πολυπότης μὲν ἂν εἴη, μέθυσος δὲ οὔ. ἲς δὲ διαφέρει βίας, ὅτι αὐτὴ μὲν ἐπὶ νεύρων κυριολεκτεῖται, ἡ βία δὲ ἐπὶ ἰσχύος ἢ ῥώμης.

(Vers. 4.) Τὸ δὲ, εἶδος δὲ μάλα μέγας, δύναται ποιῆσαι παρῳδηθῆναι ἐπὶ τοῦ Ἴρου τὸ, ὢ πόποι, οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ βία ἦν. Οὐχ' ἁπλῶς δὲ μέγας ὁ Ἶρος, ἀλλὰ καὶ μάλα μέγας. διὸ μετ' οὐ πολὺ καὶ βουγάϊος προσρηθήσεται, ὡς καὶ ἐν Ἰλιάδι ὁ Αἴας. οὔκουν τὸ ἁπλῶς μέγα ἢ μάλα μέγα οἶδεν ἐξαρκεῖν εἰς ἔπαινον, εἰ μὴ καί τινι ἀρετῇ ἐπικοσμοῖτο. διὸ Τυδεὺς μὲν, μικρὸς ὢν δέμας, ἔπαινον εἶχε τὸ μαχητὴς εἶναι, μνηστὴρ δὲ, καλὸς μὲν ἰδεῖν, οὐ φρενήρης δὲ, σκώπτεται διὰ φρενῶν στέρησιν. λέγεται δ' ὕστερον καὶ Ἀναξανδρίδης καλὸς ὢν τὴν ὄψιν καὶ κόμην τρέφων, ὅμως ὑπὸ πικρίας παράβολος εἶναι καὶ διατοῦτο ψεκτέος. ἡττώμενος οὖν ποτὲ καὶ δυσκολαίνων τὰς κωμῳδίας καὶ ταύτας κομψῶς ἐχούσας κατέτεμνεν εἰς τὸν λιβανωτόν. οὐκοῦν οὐδὲ ὁ Ἶρος μάλα μέγας ὢν ἐπαινεῖται, ἀλλὰ διὰ τὸ μὴ σπουδαῖος εἶναι δυεῖν ἐπιθέτων τὸ μὲν ἐκ τοῦ μεγάλου βοὸς εἴληχε, τὸ βουγάϊος,

(Vers. 5.) τὸ δ' ἐξ ἀρνὸς, καθὰ εἰρήσεται, ἤγουν τὸ Ἀρναῖος. Ἀρναῖος γὰρ ἢ ὁ εὐκταῖος μητρὶ τῇ καὶ θεμένῃ αὐτῷ τοὔνομα, ὡς ἀπὸ τοῦ ἀρὰ ἡ εὐχὴ πλεονασμῷ τοῦ ν πρὸς διαστολὴν τοῦ ἐπιθετικοῦ ἀραίου, ἢ ὁ βοσκηματώδης καὶ προβατώδης κατὰ τὸ εὔηθες, ἢ παρὰ τῷ ἄρνυσθαι καὶ ἀντιλαμβάνειν καὶ ἐντεῦθεν ζῆν. ἀντιλαμβάνοι δ' ἂν ὁ Ἶρος ψωμὸν ῥαπίσματος, καὶ κρέας κονδύλου, καὶ οἶνον ἀγγελίας τῆς ὅπου δήποτε. ὅτι δὲ τῶν κυρίων ὀνομάτων τινὰ καὶ αἱ μητέρες ἰδίᾳ ἐτίθεντο τοῖς παισὶ, καὶ Εὐριπίδης δηλοῖ, ἔτι δὲ καὶ ὁ κωμικός. Τὸ δὲ, θέτο μήτηρ, θέσει δηλοῖ καὶ οὐ φύσει εἶναι καὶ τὰ κύρια ὀνόματα.

(Vers. 6.) Τὸ δὲ, ἐκ γενετῆς, δῆλον ὡς ἐκ τοῦ γενέσω μέλλοντος ἀχρήστου γενόμενον ὅμως αὐτὸ χρηστόν ἐστιν εἰς πᾶσαν γραφήν. τοιοῦτον δὲ καὶ ὁ γενέσω καὶ ἡ γένεσις καὶ τὸ γενέσιον καὶ τὸ σύστοιχον αὐτοῖς γενέθλιον. Ἶρος δὲ κατὰ τὸν ποιητὴν παρὰ τὸ εἴρω τὸ λέγω καὶ ἀπαγγέλλω, ὅθεν καὶ ἡ Ἶρις καὶ ὁ Ἑρμῆς.

(Vers. 7.) Καὶ ὅρα ὡς πλατέως οὕτως ἐτυμολογεῖ τὸν Ἶρον ἀναφανδὸν ὁ ποιητὴς, ἔνθα δῆλον ὅτι ἐς τοσοῦτον ὁ Ἶρος ἐπένετο, ὡς καὶ τοῦ κατ' αὐτὸν κυρίου ὀνόματος ἐκπεσεῖν, ἀντικληρώσασθαι δὲ τὸ ἐκ τοῦ δυστυχήματος, καθότι πᾶσιν εἰς ἀγγελίαν χρήσιμος ἦν. ἐξ αὐτοῦ δὲ ὕστερον Ἶροι καὶ πάντες οἱ ἐπαιτοῦντες, καθὰ καὶ Εἵλωτες οἱ δοῦλοι ἀπὸ τῶν ἐν τῷ κατὰ Μεσσήνην ἕλει Εἱλώτων, οἳ τοῖς Λάκωσιν εἶξαν δουλικῶς, καὶ ὡς οἱ τρυφηταὶ Σαρδανάπαλοι ἀπὸ τοῦ ὁμοίου Σαρδαναπάλου. οὕτω δὲ καὶ ἀπὸ τοῦ Λικινίου Λικίνιοι καλοῦνται ἰδιωτικῶς οἱ ἀγρίως κολάζοντες, ὥς περ εἰ δεῖ τι καὶ ὑποπαῖξαι, καὶ τοὺς Νικολάους τὰ μελίπηκτα ἔκ τινος ὁμωνύμου ἀνδρὸς εὑρόντος παραλαλοῦσι τινὲς, ἀπὸ τοῦ Ναυκρατίτου σοφιστοῦ ἔχοντες ἀφορμήν· τὸν ὅμοιον δὲ τρόπον καὶ Μόλωνες οἱ πολυμεγέθεις, ἀπὸ τοιούτου Μόλωνος.

(Vers. 6.) Τὸ δὲ, νέοι κίκλησκον ἅπαντες, ἐμφαίνει μὴ χρῆναι σκωπτικοὺς εἶναι τοὺς γέροντας. ἰδοὺ γὰρ τὸν τῆς Ἰθάκης πτωχὸν οἱ νέοι Ἶρον καλοῦσιν, ὡς εἴ τις εἴποι ἀπαγγελέα, οἷα τῶν μὴ τοιούτων, Ἀρναῖον καλούντων ἐκεῖνον, τὸ ἐκ γενετῆς ὄνομα, καὶ μὴ ἐθελόντων παίζειν κατὰ τοὺς νέους. δῆλον δὲ τὸ τοῦ ἀνδρὸς εὔηθες καὶ ἐκ τοῦ ἀπαγγέλλειν ἔνθα τις ἀνώγοι· ὅθεν εἰκὸς ἦν καὶ μὴ ἀγαθαῖς ἀγγελίαις αὐτὸν ὑπουργεῖν. Ἰστέον δὲ καὶ ὅτι ἀλήμονες μὲν καὶ ἄλλοι ἐν Ἰθάκῃ ἦσαν, ὡς προεδηλώθη, καὶ πτωχοί. διὸ καὶ οἱ μνηστῆρες μετ' ὀλίγα ὑπισχνοῦνται τῷ Ὀδυσσεῖ, οὔ τινα πτωχὸν ἄλλον ἔσω μίσγεσθαι αἰτήσοντα, ἀλλὰ μόνον αὐτὸν τὸν Ὀδυσσέα. καὶ ὅμως ὁ Ἶρος ἦν ἰθαγενὴς πανδήμιος, ὡς τῶν ἄλλων ἐπιγινομένων ὡς εἰκὸς τῇ πόλει ἀλημόνων δίκην καὶ αὖθις ἀπιόντων μετὰ τὸ ξενισθῆναι παρά τινων. τοῦτον δὴ τὸν Ἶρον καταγωνισάμενος Ὀδυσσεὺς οἰωνὸν εὕρηκεν ἀγαθὸν, καὶ τῶν πρὸς μνηστῆρας ἀεθλευμάτων προάγωνα καὶ προγύμνασμα.

(Vers. 7.) Σημείωσαι δὲ τὸ ἀπαγγέλλεσκεν· ὤφειλε μὲν γὰρ εἰπεῖν, εἶρεν, ἀφ' οὗ ὁ Ἶρος, ὡς ἐκ τοῦ ἀγγέλλειν ὁ ἄγγελος. Ὅμηρος δὲ ταυτόσημα ἔχων ἄμφω τῷ σαφεστέρῳ μᾶλλον ἐχρήσατο. τὸ γάρ τοι εἶρεν ὁμώνυμον ὂν ἐπεπρόσθει πρὸς τὸ σαφές. οὕτω που καὶ Ἑρμογένης περὶ τοῦ δεινὸς ποιούμενος λόγον εἰς παράδειγμα ἐχρήσατο τῷ αἰνὸς, ὡς ταυτὸν ὂν δεινῶς εἰπεῖν καὶ αἰνῶς.

(Vers. 8.) Τὸ δὲ, διώκετο οἷο δόμοιο, ἀντὶ τοῦ ἐδίωκεν ἐκ τοῦ ἰδίου οἴκου. [164] ἐνεργητικὴν γὰρ σημασίαν ἔχει νῦν τὸ ἐδιώκετο. Ἰστέον δὲ καὶ ὅτι τὸ τοῦ Ἴρου ὄνομα φέρεται μέχρι καὶ νῦν παρὰ τοῖς ὕπερθεν Σινώπης, οἳ τὸν λίαν πτωχὸν ὑποβαρβαρίζοντες πτωχὸν ἄϊρον λέγουσιν.

(Vers. 10.) Ὅτι διώκων ὁ Ἶρος τὸν ξένον Ὀδυσσέα φιλονείκως ἔφη· εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ. οὐκ ἀΐεις, ὡς καὶ προεγράφη, ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες, ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ' αἰσχύνομαι ἔμπης. ἀλλ' ἄνα, τουτέστιν ἀνάστηθι, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται. ὃ δὴ προκλητικόν ἐστι τοῦ ἐφεξῆς ἀγῶνος. Καὶ ὅρα ὡς κατὰ τὸ σιωπώμενον ἐνένευον οἱ μνηστῆρες τῷ Ἴρῳ κατὰ τοῦ Ὀδυσσέως οἷα παίζειν ἐθέλοντες.

(Vers. 11.) Τὸ δὲ οὐκ ἀΐεις τί δηλοῖ, πρὸ ὀλίγων ἐῤῥέθη. Τὸ δὲ ἐπιλλίζειν ἔοικεν ὁμοιότητα ἔχειν πρὸς τὸ ἐνιλλώπτειν, περὶ οὗ γέγραπται ἀλλαχοῦ, ἔνθα καὶ ἰλλὸς διείληπται ὁ στραβὸς καὶ ἑτερά τινα. ὅμοιον δέ τι καὶ τὸ δενδίλλειν πρὸς τὸ ἐπιλλίζειν. οἱ μέντοι ὕστερον ἐπὶ βασκανίας τὸ ἐπιλλίζειν φασί. δῆλον δ' ὅτι ἐκ τοῦ εἰρημένου ἰλλοῦ ἔχουσιν ἀφορμὴν καὶ ἰλλάδες αἱ ἐν Ἰλιάδι τοῦ ἐτυμολογεῖσθαι, καὶ ὅτι πρωτότυπον τὸ ἴλλειν τοῦ ἐπιλλίζειν, καὶ ὅτι ἐκ τοῦ ἴλλειν γίνεται καὶ τὸ ἐξίλλειν, ἀφ' οὗ καὶ ἡ ἐξούλης δίκη. ἔτι δὲ καὶ τὸ, σοὶ δ' ὑπίλλουσι στόμα, ἤγουν ὑποβάλλουσι κλείοντες οἷα ὀδὰξ ἐν χείλεσι φύντες.

(Vers. 13.) Τὸ δὲ, ἔρις καὶ χερσὶ γένηται, δηλοῖ ὡς τὸ παρὸν ἔρις ἐστὶν ἐν λόγοις. διὸ καὶ ὁ ποιητὴς ἔφη· καί μιν νεικείων προσηύδα, ὡς ταυτὸν ὂν νεικεῖν καὶ ἐρίζειν, εἰ καὶ τὸ μέν ἐστιν ἐν τῷ προσαυδᾶν, τὸ δὲ ἕτερον ἐν χερσίν.

(Vers. 15.) Ὅτι λόγους ὁ ξεῖνος Ὀδυσσεὺς λαλεῖ πρὸς τὸν Ἶρον, ὁποίους ἂν συνετὸς πτωχὸς πρὸς ἕτερον φθονερὸν σύμπτωχον, εἰπών· δαιμόνιε, οὔτε τί σε ῥέζω κακὸν, οὔτ' ἀγορεύω, οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ' ἀνελόντα, οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονέειν. δοκέεις δέ μοι εἶναι ἀλήτης, ὥς περ ἐγών. ὄλβον δὲ θεὸς μέλλει ὀπάζειν. τοῦτο δὲ ἐσχημάτισται, ὡς τοῦ ξένου ἐλπίζοντος εἰσαύριον ἀγαθὰ, οἷα τοῦ μὲν Ἴρου Ἴρου μενοῦντος, αὐτοῦ δὲ ὀλβισθησομένου.

(Vers. 20.) εἶτα ἐπάγει καὶ Ὀδυσσεὺς τῷ ἄφρονι Ἴρῳ ἀπειλητικὰ τοιαῦτα· χερσὶ δὲ μή τι λίην προκαλίζεο μή με χολώσῃς, μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω αἵματος· ἡσυχίη δ' ἂν ἐμοὶ καὶ μᾶλλον ἂν ἔτ' εἴη αὔριον.

(Vers. 23.) οὐ μὲν γάρ τί σ' ὑποστρέψεσθαι ὀΐω δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. καὶ ἔστι καὶ τοῦτο ἐσχηματισμένον. δηλοῖ μὲν γὰρ καταπονηθήσεσθαι τὸν Ἶρον ἁπλῶς. ἄλλως δὲ προεκτίθεται τὸ αὔριον ἀνυσθησόμενον κατὰ τῶν μνηστήρων· μεθ' ὃ οὐκέτι δεύτερον παραβαλεῖ ὁ Ἶρος τῷ τοῦ Ὀδυσσέως μεγάρῳ.

(Vers. 17.) Ἰστέον δὲ ὅτι τὸ χείσεται δηλοῖ μὲν τὸ χωρήσει· γράφεται δὲ παρὰ τοῖς παλαιοῖς κοινότερον διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ χῶ, χείω, ἐξ οὗ καὶ χειὰ ἡ φωλεά. καὶ ἴσως μὲν μονήρης μέλλων τὸ τοιοῦτον ἐστὶν, ἴσως δὲ καὶ κατὰ τὸ κείσεται, ἵνα ᾖ ὥς περ κέω, κῶ, οὕτως χέω, χῶ τὸ χωρῶ, καὶ χέημι παράγωγον, ὡς κέημι· ἐξ ὧν ὥς περ κείσεται, οὕτω καὶ χείσεται. ἐκ δὲ τοῦ χέω καὶ χειὴ ἡ κρύψις τοῦ ὄφεως ἐν Ἰλιάδι, κατὰ δέ τινας καὶ κισσύβιον παρὰ τὸ χεῖσθαι, ὅ ἐστι χωρεῖν, τροπῇ τοῦ δασέος εἰς ψιλόν. ἐκ δὲ τοῦ ἑτέρου χέειν τοῦ κοινότερον λεγομένου οὐ μόνον χοεὺς, ὡς καὶ πρὸ τούτων ἐγράφη, ποτηρίου εἶδος· οὗ ἡ κλίσις χόεως, χοῶς, ὡς Πειραιῶς, Ἐρετριῶς, ἀλλὰ καὶ χοῦς ὁ αὐτὸς χοεύς· καὶ οὐ μόνον ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς, οἷον, ζωμόν τε φέρει ἐν χοῒ χρυσῇ. αὕτη δὲ καὶ πρόχους κατὰ σύνθεσιν λέγεται, οἷον, φιάλην τελεπαστὴν χιόνος τε πρόχουν. τοῦ δὲ ῥηθέντος χόεως καὶ αἰτιατικὴ τὸν χοᾶ, ὡς τὸν Πειραιᾶ· ὅθεν κτητικὸν ὁ χοαῖος, οἷον, αἰτεῖ σκύφον χοαῖον, καὶ πλήσας οἴνου Θασίου ὀλίγον ἐπιῤῥάνας ὕδατος ἐξέπιεν, εἰπὼν· ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται. Καὶ ὅρα κἀνταῦθα τὸν σκύφον ἀρσενικοῦ γένους, ἐξ οὗ τὸ, ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος. καὶ τοιάδε μὲν ταῦτα.

(Vers. 21.) Τὸ δὲ, χείλεα φύρσω αἵματος, ἀντὶ τοῦ δι' αἵματος, κατὰ προθέσεως ἔλλειψιν. τὸ μέντοι κοινὸν φύρσω αἵματι μετὰ δοτικῆς. ἔστι δὲ φύρσαι τὸ μολῦναι καὶ συγχέαι. ὅθεν καὶ φύρδην συγκεῖσθαι τινὰ λέγονται. πρωτότυπον δὲ τὸ φυράσαι, ἀφ' οὗ καὶ φύραμα τὸ ζύμωμα. ἐκ δὲ τοῦ φυράσαι κατὰ συγκοπὴν τὸ φύρσαι, ἵνα τῷ λόγῳ τούτῳ εἴη τὸ, χείλεα φύρσαι αἵματος, ῥηθὲν πρὸς ὁμοιότητα τοῦ, ἄλφιτον φύρσαι ὕδατος. Ἰστέον δὲ ὅτι τοῦ, χείλεα φύρσω αἵματος, προῆκται σύνθετον τὸ, αἱμόφυρτος μάχη παρὰ Λυκόφρονι.

(Vers. 26.) Ὅτι ἀντιλέγων ὁ Ἶρος τῷ ξένῳ Ὀδυσσεῖ ἀναιδῶς, ἵνα καὶ ἡ κορωνὶς τοῦ θράσους ἐπιτεθῇ, τὸ προκαλέσασθαι δηλαδὴ τὸν ξένον εἰς ἀγῶνα ἐπὶ οἰκείῳ κακῷ, φησίν· ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει, γρηῒ καμινοῖ ἶσος, ὃν ἂν κακὰ μητισαίμην κόπτων ἀμφοτέρῃσι, χαμαὶ δ' ἐκ πάντας ὀδόντας γναθμῶν [165] ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε μαρναμένους.

(Vers. 31.) πῶς δ' ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο; Καὶ ὅρα μωρίαν τοῦ Ἴρου, εἴ γε δοξάζει ἁπλῶς μηδένα τῶν γεραιοτέρων ἀξιόμαχον εἶναι πρὸς ἄνδρα νεώτερον. διὸ καὶ Ὀδυσσεὺς τῷ τοῦ ἄφρονος λόγῳ συνθέμενος ἐρεῖ, μὴ εἶναι ἀνδρὶ νεωτέρῳ μάχεσθαι γέροντα δύην ἔχοντα, μονονουχὶ λέγων, χρῆναι διαστῆξαι τὸν Ἶρον οὕτω πως· πῶς δ' ἂν σὺ γέρων ὢν κακοπαθὴς νεωτέρῳ ἀνδρὶ ῥωμαλέῳ μάχοιο; ἄλλως γὰρ οὐκ ἂν ὁ Ἶρος λέγοι ὑγιῶς.

(Vers. 26.) Μολοβρὸς δὲ τίς ἐστι, προγέγραπται. Γελοῖος δὲ ὁ τοιοῦτος μὲν ὢν, ἑτέρῳ δὲ τὸ ὅμοιον ὀνειδίζων. Τὸ δὲ ἐπιτροχάδην παρατετηρημένως εἴρηται ἀντὶ τοῦ σπουδαίως καὶ κατ' ἐπιδρομήν· τοῦτο δὲ διὰ τὸ κομματικὸν τῶν ἐννοιῶν τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου. ἐν γὰρ στίχοις δέκα ἔννοιαι κεῖνται ὑπὲρ τὰς δέκα. θυμὸν γοῦν πλαγίως ὀνειδίζει τῷ Ὀδυσσεῖ, ὡς οἷα δι' ὀργὴν λαλοῦντι κομματικῶς.

(Vers. 27.) Τὸ δὲ, γρηῒ καμινοῖ ἶσος, οἱ μὲν κατὰ τὸ πολύλαλον φασὶν, ὡς ἐν ῥητορικῷ δηλοῦται λεξικῷ· ἕτεροι δὲ τὸ μὲν γρηῒ διὰ τὸ ῥυσὸν τοῦ προσώπου εἶπον. Τὸ δὲ καμινοῖ διὰ τὸ ἐπιφαινόμενον μέλαν ὡς οἷον ἔκ τινος ἀσβόλης. Ἀρίσταρχος δὲ καὶ Ἡρῳδιανὸς καμινώ φασι τὴν καμινεύτριαν, ἤτοι φρύττουσαν κριθὰς πρὸς εὐχερεστέραν ἀλευροποιΐαν. αἱ δὲ τοιαῦται κριθαὶ καὶ κάχρυς δισυλλάβως καὶ ἐκτεταμένως ἐλέγοντο κατὰ Αἴλιον Διονύσιον θηλυκῶς. ὅθεν καὶ κατακαχρῦσαι παρὰ Παυσανίᾳ μεταφορικῶς τὸ καταφρύξαι καὶ συντρῖψαι. Κομανὸς δὲ σύνθετον τὴν λέξιν τῆς καμινοῦς νοῶν φησὶν οὕτω καλεῖσθαι διὰ τὸ καμεῖν τὰς ἶνας ὑπὸ γήρως.

(Vers. 28.) ἐν δὲ τῷ, κόπτων ἤτοι πλήττων ἀμφοτέραις, λείπει τὸ χερσὶν, ὡς καὶ ἐν τῷ, ἀμφοτέρῃσιν ἐδέξατο, ὃ πρὸ ὀλίγων ἐῤῥέθη.

(Vers. 29.) Σῦς δὲ ληϊβότειρα ἡ διαβοσκομένη ἀλλότριον λήϊον, ἣν ἐξωδόντιζον οἱ δεσπόται τοῦ χωρίου. ὁ νόμος δέ, φασι, παρὰ Κυπρίοις. ἀπειλεῖ δὲ τοῦτο Ἶρος τῷ Ὀδυσσεῖ, ὡς ὅμοια δῆθεν πταίοντι, καὶ τὸ αὐτοῦ θέρος καταβοσκομένῳ τὴν εἰλαπίνην τῶν μνηστήρων. ἕτεροι δὲ ἐπέβαλον εἰπεῖν, κατασείεσθαι φύσει τοὺς ὀδόντας τῇ ληϊβοτείρῃ συΐ. εἰ δὲ ἀληθεύουσι, ζητητέον ἀπὸ μαρτυρίας παλαιᾶς.

(Vers. 28.) Τὸ δὲ, ἐκ πάντας ὀδόντας, τὴν ῥηθεῖσαν ἐξοδόντισιν συντίθησι.

(Vers. 30.) Τὸ δὲ ζῶσαι ζώνυσθαι τοὺς πυγμάχους δηλοῖ, ὡς μετ' ὀλίγα φαίνεται σαφῶς ἐν τῷ, ζώσατο μὲν ῥάκεϊ περὶ μήδεα Ὀδυσσεύς. καὶ τὸν Ἶρον δὲ δρηστῆρες ἄγουσι ζώσαντες ἀνάγκῃ. Περὶ δὲ τοῦ τοιούτου ζώνυσθαι καὶ ἐν τῷ κατὰ τὴν Ἰλιάδα ἐπιταφίῳ ἀγῶνι διείληπται. Ἰστέον δὲ, ὅτι ἐκ τοῦ ζῶσαι καὶ ἄλλα μὲν γίνονταί τινα, καὶ ὁ ζωστὴρ δὲ, καὶ τὸ παρὰ Σοφοκλεῖ ζῶμα δίχα τοῦ σίγμα· οἷον, καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον, ὃ ταυτόν ἐστι τῇ ζώνῃ, δι' ἧς, φασὶ, τρία τινὰ δηλοῦνται, ζωστὴρ, μίτρα καὶ τόπος σώματος, καθ' ὃν ζωνύμεθα. δῆλον δ' ὅτι, καθὰ ἐκ τοῦ χῶ καὶ ῥῶ γίνεται χωνύω καὶ ῥωνύω, οὕτω καὶ ἐκ τοῦ ζῶ, οὗ προστακτικὸν τὸ ζῶσαι, τὸ ζωνύω. ἀφ' οὗ ὡς χώνυμι, ῥώνυμι, οὕτω καὶ ζώνυμι, καθ' ἑτεροίαν δὲ παραγωγὴν καὶ τὸ ζωνύσκω· ὡς τὸ, ζωνύσκετο μίτρην.

(Vers. 31.) Τὸ δὲ, πῶς ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο, γνωμικῶς λαλεῖται, καθὰ μετ' ὀλίγα καὶ τὸ,

(Vers. 53.) οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι ἄνδρα γέροντα δύῃ ἀρημένον, ἤγουν βεβλαμένον τῇ κακοπαθείᾳ. τοιοῦτον γὰρ ἡ δύη, γινομένη κατὰ μὲν Πλούταρχον ἀπὸ τοῦ δύο ἀριθμοῦ, ἐπεὶ δυάζει, πῶς τὴν στοιχειακὴν καθ' ὑγείαν ἑνότητα τὸ κακοπαθὲς καὶ διαλύει τὴν ἕνωσιν διὰ τῆς φθορᾶς, ἄλλως δὲ κοινῶς παρὰ τὸ δύω ῥῆμα· ἐξ οὗ καὶ ἡ ὀδύνη, δύη τις οὖσα φύσει καὶ αὐτὴ κατὰ τὸ ἀπλεόναστον, εἰ καὶ ἄλλως ἐκ τοῦ δύω κατὰ πλεονασμὸν γίνεται δύνη καὶ ὀδύνη ἡ κατὰ βάθος δύνουσα.

(Vers. 32.) Ὅτι ἐπεί περ ἔδει καὶ θεατὰς παρεῖναι τῷ τῶν πτωχῶν ἀγῶνι, ὡς ἐπὶ τῶν ἀέθλων γίνεται, καὶ ἐρεθισμοὺς εἰς θάρσος πλασθῆναι καὶ γέλωτας δὲ ὑποκινηθῆναι ὡς ἐπὶ ἔργῳ οὐ σπουδαίῳ, γίνεται νῦν καὶ ταῦτα, καὶ συναγερθέντες οἱ μνηστῆρες ποιοῦσιν οὕτω. φησὶ γοῦν ὁ ποιητής· ὣς οἱ μὲν πτωχοὶ πρὸ θυράων ὑψηλάων οὐδοῦ ἐπὶ ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.

(Vers. 34.) τοῖσι δὲ, ἢ τοῖϊν, ξυνέηκεν ἱερὸν μένος Ἀντινόοιο, ἡδὺ δ' ἂρ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν· ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη· οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν χερσὶ μάχεσθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα. ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἀνήϊξαν γελόωντες. ἀμφὶ δ' ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.

(Vers. 44.) εἶτα ὁ δεινὸς Ἀντίνοος καὶ ἔπαθλον προτιθεὶς οἰκεῖον τοῖς διὰ γαστέρα μαχομένοις φησί· γαστέρες αἵδ' αἰγῶν κέατ' ἐν πυρί· τάσδ' ἐπὶ δόρπῳ κατεθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες.

(Vers. 46.) ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, ὃς δὴ στίχος καὶ [166] ἐν Ἰλιάδι κεῖται, τάων ἥν κ' ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω.

(Vers. 48.) αἰεὶ δ' ἡμῖν μεταδαίσεται, ἤγουν συνειλαπινάσει· ὅ περ σαφέστερον φράζων φησίν· οὐδέ τιν' ἄλλον πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα. ὃ καὶ αὐτὸ προσφυὲς ἔπαθλον τῷ περὶ δαιτὸς μαχομένῳ. ὡς οὖν ἤρεσκεν ὁ μῦθος τοῖς μνηστῆρσι, τότε δὴ δολοφρονέων μετέφη Ὀδυσσεύς·

(Vers. 52.) ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι ἄνδρα γέροντα, ὡς προεγράφη, ἀλλά με γαστὴρ ὀτρύνει κακοεργὸς ἵνα πληγῇσι δαμείω. ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, μή τις ἐπ' Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ παχείῃ πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.

(Vers. 58.) καὶ οἱ μνηστῆρες ἀπώμνυον ὡς ἐκέλευε, μὴ συνιέντες ὡς κατὰ δόλον λαλεῖ παίζων καὶ οὐ σπουδάζων. Τηλέμαχος δὲ μετὰ τὸν ὅρκον ἀξιωματικῶς λαλεῖ τὰ ἑξῆς, εὐθὺς δηλωθησόμενα.

(Vers. 44.) Ἰστέον δὲ ὅτι τὸ, γαστέρες αἵδ' αἰγῶν κέατ' ἐν πυρὶ καὶ ἑξῆς, ὁ Θρᾷξ Δημοσθένης οὕτω παραφράζει· αἰγῶν ἤνυστρα ταυτὶ ἐπὶ τὸ δεῖπνον ἀπέκειτο ἡμῖν. τούτων ἓν, εἰ δοκεῖ, τῷ νικήσαντι ἆθλον ἀποφαίνωμεν. Τί δὲ τὸ ἤνυστρον, δηλοῦσι κάλλιον οἱ τὰ ζωϊκὰ ἠκριβωκότες· οἳ τῇ γαστρὶ καθὰ ἤνυστρον, οὕτω καὶ ἐχῖνον συγκληροῦσι. καὶ τοῦτο μὲν τοιοῦτον. ἃ δὲ ὁ Τηλέμαχος ἔφη, ἔχει οὕτω·

(Vers. 60.) ξεῖνε, εἰ σε ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ τοῦτον ἀλέξασθαι ἤγουν ἀποσοβῆσαι, τῶν δ' ἄλλων μή τιν' Ἀχαιῶν δείδιθι· ἐπεὶ πλεόνεσσι μαχήσσεται, ὅς κέ σε θείνῃ, ἤγουν ὃς ἄν σε τύπτῃ.

(Vers. 64.) ἐπεὶ δὲ σφοδρὸς ὁ λόγος, λεαίνει τὸ τραχὺ τούτου δεξιῶς ὁ νεανίας ῥήτωρ κατ' οἰκονομίαν ἐπαγαγὼν κολακικώτερον τὸ,

(Vers. 66.) ξεινοδόκος μὲν ἐγὼν, ἐπὶ δ' αἰνεῖτον βασιλῆες, Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω. καὶ αὐτὸς μὲν οὕτως, οἱ δὲ πάντες ἐπῄνεον, ὡς τῶν ἀρίστων τῷ ἐπαίνῳ θελχθέντων, οἷς εἰκὸς τοὺς λοιποὺς ἐπακολουθεῖν. Καὶ ὅρα τὴν ἐν καιρῷ ὑπόπτωσιν τοῦ βασιλικοῦ παιδὸς, ἐφ' οἷς ἐζημιοῦτο οὐδὲν οἷα κερδαλέα φρονῶν. οὐκέτι γὰρ βασιλέα, ἢ γοῦν ἀλλὰ οἴκου ἄνακτας ἑαυτὸν λέγει, ἀλλὰ βασιλεῖς μὲν τὸν Ἀντίνοον καὶ τὸν Εὐρύμαχον ὀνομάζει, αὐτὸς δὲ ξεινοδόκος εἶναι τοῦ πτωχοῦ λέγει, ἀφθόνητον ἐπιλεξάμενος ὄνομα.

(Vers. 33.) Πανθυμαδὸν δὲ ὀκριᾶσθαι λέγει τὸ ὡς εἰκὸς ὁλοψύχως τραχύνεσθαι. περὶ δὲ τοῦ τοιούτου ῥήματος ἐν ἄλλοις δηλοῦται. ἀφ' οὗ καὶ λίθος ὀκριόεις ὁ τραχύς.

(Vers. 34.) Τὸ δὲ τοῖσι ξυνέηκε, δηλοῖ, ὡς καὶ ἀλλαχοῦ φαίνεται, μὴ γενικῇ καὶ αἰτιατικῇ πτώσει ἀεὶ συντάσσεσθαι τὸ ξυνιέναι. Ὅρα δὲ καὶ ὅτι χρηστολογεῖ κατὰ ἔθος οἰκεῖον ὁ ποιητὴς τὸν κάκιστον Ἀντίνοον ἐν τῷ, ἱερὸν μένος Ἀντινόοιο, ὡς καὶ μετ' ὀλίγα ἱερὴ ἲς Τηλεμάχοιο φησίν. εἰ γὰρ καὶ κακὸς ὁ Ἀντίνοος, ἀλλ' εἶχε τινὰ ἐφ' οἷς ἐχρῆν αὐτὸν ἐπαινεῖσθαι.

(Vers. 35.) Τὸ δὲ ἐκγελάσας ἀντὶ τοῦ λίαν γελάσας, κατ' ἐπίτασιν συνήθη τῆς εξ προθέσεως· ἢ οὐ μόνον κατὰ νοῦν γελάσας, ἀλλὰ καὶ ἐκφῄνας τὸν γέλων. καὶ ἔστι τοῦτο ἑτεροῖον τοῦ παρ' Ἡσιόδῳ ἐκγελάσαι τὸν Δία. τὸ μέντοι, γέλω ἔκθανον, μετ' ὀλίγα ὑπερβολὴν δηλοῖ γέλωτος· ἠρεμαιότερον δὲ τὸ, ἴσαν εἴσω ἡδὺ γελόωντες· ὑφειμένον δὲ πάντῃ τὸ, ἀνΐηξαν γελόωντες. Δῆλον δὲ ὅτι οὐχ' ἧττον ἤ περ οἱ Τιρύνθιοι φιλογέλωτες καὶ οἱ μνηστῆρες εἰσὶν ἐν οὐ δέοντι. οὔτε γὰρ σῖνος ἔχουσί τι σωματικὸν οὔτε Ὀδυσσεὺς οὔτε ὁ Ἶρος, οὐδὲ ὅ περ αὐτοῖς γίνεται, γελοιασμὸν ἔχει. ξενίζει γὰρ οὐδὲν, ἄνδρας ἐπαίτας ἐρίζειν περὶ δαιτὸς, εἴ γε καὶ πτωχὸς πτωχῷ φθονέει. καὶ νῦν μὲν ἰδίαις γνάθοις γελῶσιν, ἐν τοῖς ἑξῆς δὲ ἀλλοτρίαις, ὡς ἐκεῖ φανήσεται. καὶ πείσονται τὰ καὶ δακρύων μὲν καὶ γέλωτος δὲ ἄξια. μνηστέον δ' ἐνταῦθα τοῦ μεμψαμένου ἄκαιρον γέλωτα τὸν ἐπ' ἀνθρώποις οἵ περ οὐκ ἂν γελῷντο. Ἀνάχαρσις δὲ ἦν ἐκεῖνος· ὃς ἐν συμποσίῳ, γελωτοποιῶν μέν, φασιν, εἰσαχθέντων, ἀγέλαστος διέμεινε, πιθήκου δὲ ἐπεισαχθέντος ἐγέλασεν, εἰπὼν ὅτι οὗτος μὲν φύσει γελοῖος ἐστὶν, ὁ δ' ἄνθρωπος ἐπιτηδεύεται. καθὰ δήπου καὶ ὁ Ὀδυσσεὺς ἐνταῦθα γελωτοποιὸς μὲν μὴ ὢν, τοῖς δὲ ἀκολάστοις μνηστῆρσι κινήσας γέλωτα, ὁποῖον οὐ μόνον Ἀνάχαρσις ἐμίσησεν, ἀλλὰ καὶ ὁ καλὸς Εὐριπίδης ἐν τῷ, οἳ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους εὐπρεπεῖς ὄντες ἐν γέλωτι. καὶ τοίνυν ἐναριθμητέον ταῖς τοῦ πολυμηχάνου Ὀδυσσέως ἐπινοίαις καὶ τὴν σκευωρίαν ἣν ἐτεχνάσατο σκηνικῶς καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς ἐπὶ εὐτελείᾳ καὶ τῷ ἐντεῦθεν γέλωτι, καθὰ καὶ ὅτε τὴν Τροίαν εἰσέδυ τὸ Παλλάδιον ὑφαιρησόμενος. καὶ τοιαῦτα μὲν ταῦτα.

(Vers. 37.) Τὸ δὲ, οἵην τερπωλὴν θεὸς ἤγαγεν εἰς τόδε δῶμα, οἰκεῖον λέγεσθαι, ὅτε τί ποθεν ἀστεῖον ἀναφανείη, ὁποῖόν τι καὶ νῦν, ὡς καὶ ὁ ποιητὴς ἐπισημαίνεται, τὸ γελοιαστικὸν τοῦ Ἴρου καὶ τοῦ ξείνου ἐπεισόδιον. καθάπαξ γὰρ εἰπεῖν, ὁ διὰ πάσης τῆς Ἰλιάδος σκυθρωπὸς ποιητὴς καὶ ὡς οἷον ἄγριος μυρίας ἱλαρότητας ἐν Ὀδυσσείᾳ σοφίζεται οὐ μόνον ἐν ἐκφράσεσι [167] καὶ ξενικαῖς διηγήσεσι καὶ ἀνδρῶν τρυφώντων ἐκθέσει καὶ ἀοιδῶν αἷς οἱ τοιοῦτοι χαίρουσιν ἀλλὰ καὶ ἐν τῷ σκώπτειν καὶ παίζειν, ὃ καὶ ἐνταῦθα ποιεῖ μετὰ καὶ ποιητικῆς χάριτος. τί γὰρ δεῖ εἰπεῖν καὶ τὰ λοιπὰ οἷς ὅσα καὶ παῖδας ἡδέως τιτθεύει τοὺς ἁπαλωτέρους καὶ ἁπλουστέρους ἀκροατὰς, οὐ μόνον ἐν τοῖς κατὰ τοὺς Φαίακας καὶ τὴν νεκυίαν, ἀλλὰ καὶ τοῖς πρὸς Εὔμαιον λαμπρῶς ἐψευσμένοις, καὶ τοῖς πρὸς Πηνελόπην καὶ Ἀθηνᾶν αὐτήν· οἷς ἐναβρύνων τὸν ῥήτορα Ὀδυσσέα ὁ ποιητὴς ἔφη τὸ, ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.

(Vers. 39.) Τὸ δὲ ξυνελάσομεν, ἐκ μεταφορᾶς ἔοικε ῥηθῆναι ζῴων, ἃ κατ' ἀλλήλων ὡς εἰς μάχην ἐρεθίζουσί τινες ἢ πληγαῖς ἢ ὠθισμοῖς. ἐπὶ τοιούτων γὰρ κυριολεκτεῖται τὸ ἐλάσαι.

(Vers. 44.) Τὰς δὲ γαστέρας φύσκας τινὲς τῶν παλαιῶν ἡρμήνευσαν. ἁπλοϊκὸν δὲ καὶ ἀγροτικὸν τὸ εἰς δόρπον τοιαύτας φυλάσσειν κνίσης πεπλησμένας καὶ αἵματος. Πόθεν δὲ ἡ κνῖσα, καὶ ὡς προπερισπᾶται κατὰ Ἡρῳδιανὸν, οὐ προπολλοῦ εἴρηται. Τὸ δὲ κέαται ἤτοι κεῖνται δῆλον ὡς Ἰωνικόν ἐστι, καθὰ σὺν ἄλλοις καὶ τὸ δεδέαται παρ' Ἡροδότῳ ἀντὶ τοῦ δέδενται.

(Vers. 46.) Τὸ δὲ νικήσει καὶ τὸ κρείσσων τε γένηται, ἐκ παραλλήλου ταυτὸ νοοῦσι, κείμενα καὶ ἐν τοῖς ἑξῆς· ὥς τε καὶ ἐν Ἰλιάδι τὸ, κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ, ἀντὶ τοῦ νικητὴς ἐκείνου γένηται.

(Vers. 55.) Ἐν δὲ τῷ, ἀλλά με γαστὴρ ὀτρύνει κακοεργὸς, ἀμφίβολον ποίαν λέγει γαστέρα, εἴτε τὴν ἑαυτοῦ, δι' ἣν πάσχειν εἶπε καὶ πρὸ μικροῦ, εἴτε τὴν ὀπτωμένην καὶ κειμένην ὡς ἐῤῥέθη πρὸς ἔπαθλον. εἰ δὲ ἴσως τὴν οἰκείαν λέγει, πρῶτα μὲν σημείωσαι τὸ κακοεργὸς, εἰς ὃ χρησιμεύει Ἀλέξιδος τὸ, εἴ τις ἀφέλῃ τοῦτ' ἀφ' ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος ἤγουν τὴν γαστέρα, οὐδ' ἂν ἀδικοῖτ' οὐδὲν οὐδεὶς οὔθ' ὑβρίζοιτ' ἂν ἑκών. νῦν δὲ διὰ ταύτην ἅπαντα γίνονται τὰ δυσχερῆ. εἶτα θετέον καὶ παρατήρησιν παλαιὰν σκώπτουσαν ῥητορικώτερον τὸν Ὀδυσσέα ἐπὶ λαιμαργίᾳ, λέγουσαν, ὅτι ἐν πολλοῖς Ὅμηρος λαίμαργον αὐτὸν παραδίδωσιν, ὡς καὶ ἐνταῦθα φαίνεται, καὶ ἐν τῷ, ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε. ὑπερβάλλει δέ, φασι, τῇ λαιμαργίᾳ, καὶ ἔνθα οὐκ ἐν δέοντι γνωμολογεῖ περὶ γαστρὸς, ὃν ἐχρῆν εἰ καὶ ἐλίμωττε διακαρτερεῖν, ἢ ἀλλὰ μετριάζειν τὰ περὶ τροφήν. λέγουσι δὲ καὶ ὅτι ἐν τῷ, πένθος μὲν ἔχω ἐνὶ φρεσὶν, ἡ δὲ γαστὴρ τάδε ποιεῖ, τοιαῦτα Ὀδυσσεὺς ἐλάλησεν, οἷα οὐδ' ἂν ὁ Σαρδανάπαλος εἰπεῖν ἐτόλμησε, γέρων τε ὤν, φασιν, ἤσθιεν ἁρπαλέως κρέατ' ἄσπετα καὶ μέθυ ἡδὺ, ὡς προείρηται. Τὸ δὲ κακοεργὸν τῆς γαστρὸς καὶ τὰς δι' αὐτὴν ἔστιν ὅτε πληγὰς δηλοῖ μὲν καὶ ὁ παρὰ Πέρσαις καλούμενος βασιλέως φίλος, ὃς, καθὰ εἰς πλάτος ἑτέρωθι κεῖται, χαμαὶ καθήμενος καὶ κυνιστὶ σιτούμενος τὸ παρατεθὲν ἔπασχε πάνυ κακῶς· οὐχήκιστα δὲ καὶ ἡ τοῦ Χαλκιδέως Εὐφορίωνος ἱστορία, ὅς φησι παρὰ Ῥωμαίοις προτίθεσθαι πέντε μνᾶς τοῖς ὑπομένειν βουλομένοις τὴν κεφαλὴν ἀποκοπῆναι πελέκει· καὶ εὑρίσκεσθαι τοὺς ὑπομένοντας τὸ κακόν· πλὴν τἀληθὲς εἰπεῖν, καὶ διὰ γαστέρα, εὐγενῶς δέ πως, καθὰ ἐκείνοις νενόμιστο, καὶ ὥς περ ἂν εἴ τινες θανάτῳ ἐκδιδοῖεν ἀνδρείως ἑαυτοὺς ἐν πολέμοις, ὅπως κατὰ τὴν ἐν Ἰλιάδι ἔννοιαν γυναῖκες καὶ παῖδες καὶ κλῆρος αὐτοῖς ὕστερον περισώζωνται. οὕτω γὰρ καὶ ἐκεῖνοι ἔφερον ἕκαστος ἀφαιρεῖσθαι τῆς κεφαλῆς, ὥς τε τοὺς κληρονόμους κομίσασθαι τὸ ἆθλον. φησὶ δὲ ὁ Ἀθήναιοις καὶ πολλάκις ἀπογραφομένους πλείους δικαιολογεῖσθαι, καθ' ὃ δικαιότατός ἐστιν ἕκαστος αὐτῶν ἀποτυμπανισθῆναι. καὶ ὅρα τὸ ἀποτυμπανισθῆναι, ταυτὸν ὂν τὸ, τὴν κεφαλὴν ἀποκοπῆναι. Καινὸν δ' οὐδὲν διὰ πέντε μνᾶς τοὺς εἰρημένους ταῦτα πάσχειν, εἴ γέ τινες τῶν ἐκεῖ καὶ ἄλλως εἰκῇ καὶ πρὸς οὐδὲν χρήσιμον ἐξανιστάμενοι τοῦ συμποσίου καὶ εἰς γῆν ὑπτιάζοντες προεκαλοῦντο τὸν σφάξοντα καὶ ἐσφάζοντο πρὸς ἔνδειξιν ἀλογίστου φερεπονίας. Ἰστέον δὲ καὶ ὅτι γαστρὸς ὁ Ὀδυσσεὺς ἡττώμενος, ὡς ἔφη, ὀρθῶς ἂν γάστρις λέγοιτο παρὰ τὸ γαστρίσαι, ὃ δηλοῖ μὲν καὶ τὸ χορτάσαι, σημαίνει δέ, φασι, καὶ τὸ εἰς γαστέρα πλῆξαι. Καὶ ὅτι, ὥς περ ἀπλήστου σκῶμμα ὁ γάστρις, οὕτω καὶ ὁ γαστρίμαργος καὶ ὁ γαστερόπληξ καὶ ὁ παντοφάρυγξ καὶ ὁ τραπεζεὺς καὶ ὁ τραπεζολοιχὸς καὶ ὁ κνισσολοιχὸς καὶ ὁ ἐνθεσίδουλος ἤτοι ψωμόδουλος· ἔνθεσις γάρ, φασιν, ὁ ψωμός· καὶ ὁ τένθης ὡς λίχνος· τένθη γάρ, φασιν, ἡ λιχνεία· καὶ ὁ θυράπαξ· κατὰ δὲ Ἱππώνακτα καὶ ὁ μεσσηγυδορποχέστης, ἤγουν ὃς μεσοῦντος δείπνου πολλάκις ἀποπατεῖ ὡς πάλιν ἐμπίπλασθαι.

(Vers. 56.) Τὸ δὲ, ἐπ' Ἴρῳ ἦρα φέρων, τουτέστι χάριν, ὡς προδεδήλωται, παρηχήσεως οὐκ ἀπέοικεν, ὁποῖαι καὶ ἕτεραι προεδηλώθησαν.

(Vers. 63.) Τὸ δὲ, πλεόνεσσι μαχήσεται, κατὰ ποιότητα προσώπων ἐῤῥέθη. ἄλλως γὰρ τοῦ ξεινοδόκου καὶ τῶν δύο βασιλέων, ἐν οἷς δοκεῖ τὸ πᾶν κεῖσθαι, πλείους πολλῷ οἱ λοιποὶ μνηστῆρες.

[168]

(Vers. 64.) Τὸ δὲ, ἐπὶ δ' αἰνεῖτον βασιλῆες, ἢ ἀντὶ τοῦ ἐπαινοῦσι καὶ οἱ βασιλεῖς ὁμοίως τῷ, οἱ δ' ἄρα πάντες ἐπῄνεον, ὅ περ εὐθὺς ἐπάγεται, ἢ ἀντὶ τοῦ, ἐπὶ δὲ, ἤγουν σὺν ἐμοὶ, συγκατατίθενται καὶ οἱ βασιλεῖς, ὁ Εὐρύμαχος δηλαδὴ καὶ ὁ Ἀντίνοος· οὓς, ὡς διείληπται, καταδημαγωγεῖ εὐμεθόδως ὁ Τηλέμαχος, μειλισσόμενος τὸ ὑβριστικὸν αὐτῶν καὶ ἀτάσθαλον.

(Vers. 67.) Ὅτι τὸν τοῦ Ἴρου καὶ τοῦ ξείνου διασκευάζων ἀγῶνα φησί· ζώσατο μὲν ῥάκεσι περὶ μήδεα Ὀδυσσεύς· φαῖνε δὲ μηροὺς καλούς τε μεγάλους τε. φάνεν δέ οἱ εὐρέες ὦμοι, στήθεά τε στιβαροί τε βραχίονες· ταῦτα δὴ, ἐξ ὧν καὶ ὁ Φαίαξ Λαοδάμας ἐχαρακτήριζεν ἀγαθὸν ἀθλητήν.

(Vers. 69.) ἔοικε γὰρ τὰ περὶ πρόσωπον ἠλλοιῶσθαι μόνα, ἐξ οὗ καὶ ἦν αὐτὸν γνωρίζεσθαι. τὰ δ' ἄλλα οὐ μόνον ὡς εἶχε φύσεως ἐκφαίνεται, ἀλλὰ καὶ εἰς κάλλιον μεταπλάττεται. φησὶ γάρ· αὐτὰρ Ἀθήνη ἄγχι παρισταμένη μέλεα ἤλδανε ποιμένι λαῶν. φρόνησις δὲ καὶ ἡ τοιαύτη Ἀθήνη· καθ' ἣν κρίνας ὁ Ὀδυσσεὺς μὴ δεῖν εἶναι δειλιᾶν καὶ ὑποτρέμειν, ἑαυτοῦ ἐστὶ, καὶ θαῤῥεῖ τὸν ἀγῶνα, ὡς εἰ καὶ λέων ἀνδρεῖος μὲν ὢν καὶ ἄλλως, ἀνδρειότερος δὲ ἀπεκβὰς ἐν τῷ ἐρεθίζεσθαι.

(Vers. 73.) διὸ καὶ οἱ μνηστῆρες ὑπερφιάλως, ὡς καὶ προεῤῥέθη, ἀγασσάμενοι εἶπον κατὰ λόγον ἠθοποιΐας· ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει. ὃ δὴ ἁρμόζοι ἂν ἀνδρὶ ἀφανεῖ μὲν τὰ ἔξω, ἄλλως δὲ πρακτικῷ. Ζητήσεως δὲ ἄξιον ἐν τῇ τῶν μηρῶν γυμνώσει, πῶς οὐκ ἐξεκαλύφθη καὶ ἡ οὐλὴ, τὸ τοῦ Ὀδυσσέως, ὡς μετὰ ταῦτα φανεῖται, μέγα παράσημον.

(Vers. 67.) Ἰστέον δὲ καὶ ὅτι τὸ, ζώσατο ῥάκεσιν, ἐμφαίνει μὴ ζώνῃ χρᾶσθαι τοὺς πυγμάχους καὶ οὕτως ἀναστέλλειν τὸ ἱμάτιον, ἀλλ' ἀποδυσαμένους, εἶτα ἱματίῳ ζώνυσθαι, ὡς ἐνταῦθα Ὀδυσσεὺς ἐζώσατο ῥάκεσιν· ὧν γυμνωθεὶς μήδεα μὲν καλύπτει, φαίνει δὲ μηροὺς καὶ ὤμους καὶ στήθεα καὶ βραχίονας· ὃ τὴν ῥηθεῖσαν γύμνωσιν φράζει.

(Vers. 70.) Ἀλδαίνειν δὲ τὸ αὔξειν, παρὰ τὸ ἅλλεσθαι, ἢ παρὰ τὸ ἀλθαίνειν, διὰ τὸ προδηλωθὲν συγγενὲς τοῦ θ καὶ δ. πρωτότυπον δὲ τοῦ ἀλδαίνειν τὸ ἀλδῶ, ἀλδήσω, ἐξ οὗ καὶ τὸ ἀλδήσκω, καὶ ποταμός που ἄλδησκος θρεμμάτων θεραπευτικός.

(Vers. 73.) Τὸ δὲ, Ἶρος ἄϊρος, ταυτὸν τῷ, Ἶρος κακόϊρος, καθ' ὁμοιότητα τοῦ, κακοΐλιον οὐκ ὀνομαστὴν, καὶ τοῦ, ὕπνος ἄϋπνος παρὰ Σοφοκλεῖ, καὶ τῶν ὁμοίων. ἢ καὶ ἄλλως, ἄϊρος ὁ μηκέτι ἐσόμενος Ἶρος, ἀλλὰ τεθνηξόμενος. Ἐπίσπαστον δὲ κακὸν τὸ αὐθαίρετον, καὶ ὅ τις καθ' ἑαυτοῦ ἐπισπᾶται, καθ' ὁμοιότητα, ὥς φασι, ζῴων δελεαζομένων καὶ ἐπισπωμένων ἑαυτοῖς ὄλεθρον· ὃς δὴ καὶ οὐ μόνον κατὰ δέλεαρ γίνεται, ἀλλά ποτε καὶ διὰ θυμόν. οὕτω γὰρ καὶ σῦς καὶ ἄρκτος πίπτει καὶ λέων καὶ πάρδαλις, ἐξὸν ὂν διεκφυγεῖν τὸ κακὸν, εἰ μὴ ἐπεσπῶντο αὐτό. Ἐπιγουνὶς δὲ τί ἐστι, προείρηται.

(Vers. 75.) Ὅτι Ὀδυσσέα μὲν ἤλδανεν, ὡς εἴρηται, σωμασκήσασα ἡ Ἀθηνᾶ, οἷα θαῤῥοῦντα, Ἶρος δὲ ἀνάπαλιν πάσχει, ταραχθεὶς τὴν ψυχὴν εἰς τοσοῦτον, ὥς τε καὶ τρέμειν. θρασύδειλος γὰρ ἐν τοῖς μάλιστα φαίνεται ὁ ἀνήρ. φησὶ γοῦν ὁ ποιητὴς οὕτως·

(Vers. 76.) Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ, τουτέστιν ἐν βίᾳ, δειδιότα. ὃ ἑρμηνεύων ἐπάγει·

(Vers. 77.) σάρκες δὲ περιτρομέοντο μέλεσσιν.

(Vers. 79.) ἐξεδειμάτωσε δὲ αὐτὸν ἄλλως ἡ τοῦ Ἀντινόου ἐνιπὴ, εἰπόντος· νῦν μὲν μήτ' εἴης βουγάϊε μήτε γένοιο, εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς, ἄνδρα γέροντα, ὡς καὶ ὁ ξένος ἔφη,

(Vers. 81.) δύῃ ἀρημένον παροξυτόνως δίκην παρακειμένου, ἢ προπαροξυτόνως, ἀρήμενον, ὡς τὸ ἀκαχήμενον.

(Vers. 82.) εἶτα ἐπιφέρων τὸ φοβερὸν φησίν· ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται, αἴ κέν σε οὗτος νικήσῃ κρείσσων τε γένηται, ὡς καὶ προεγράφη, πέμψω σ' ἤπειρόνδε βαλὼν ἐν νηῒ μελαίνῃ, εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα πάντων, ὃς ἂν ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ.

(Vers. 87.) μήδεά τ' ἐξερύσας δῴη κυσὶν ὠμὰ δάσασθαι. ὅτι δὲ ταῦτα εἰς πλέον ἐξεθρόησε τὸν Ἶρον, δηλοῖ τὸ ἐφεξῆς· τῷ δ' ἔτι μᾶλλον ὑπότρομος ἔλλαβε γυῖα· καὶ τὸ μὲν τρέμειν οὐκ ἀφίει τὸν Ἶρον θαῤῥεῖν.

(Vers. 76.) οἱ δὲ ὅμως ἐς μέσον ἄναγον, κατ' ἀνάγκην δηλαδὴ καὶ τοῦτο. Καὶ σημείωσαι ὅτι, καθάπερ τὸν ξεῖνον Ὀδυσσέα οἱ ἀγαθοὶ ἐθάῤῥυναν λόγοι, οὕτω τὸν Ἶρον κατέβαλον αἱ ἀπειλαὶ καὶ προσκατειργάσαντο.

(Vers. 75.) Ἰστέον δὲ καὶ ὅτι τὸ, κακῶς ὠρίνετο θυμὸς, πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως ὀρίνεσθαι. ὀρίνεται γάρ τίς ποτε καὶ καλῶς κατὰ τὸν εἰς πόλεμον ὀρινόμενον καὶ θαρσαλέως μαχόμενον.

(Vers. 77.) Τὸ δὲ δειδιότα προτάξας τοῦ περιτρομέεσθαι, μετ' ὀλίγα ἑτέρως ποιεῖ ἐν τῷ, περιτρομέεις καὶ δείδιας αἰνῶς, ἅ περ τὸν αὐτὸν ἔχει νοῦν. ἔστι γὰρ ταυτὸν τρέμειν καὶ δεδιέναι αἰνῶς.

(Vers. 79.) Περὶ δὲ [169] βουγαΐου ἀκριβέστατα ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. ἔχει δέ τι ὅμως ὁ ἐκεῖ λόγος, μὴ καὶ τῷ Ἴρῳ ἁρμόζον, οἷον τὸ, ἐπὶ βοῒ τουτέστιν ἀσπίδι, γαίειν, ὅ ἐστι γαυριᾶν. τοῦτο γὰρ Αἴαντι μὲν οἰκεῖον, οὐκέτι δὲ καὶ τῷ Ἴρῳ. τὰ δ' ἄλλα εὖ ἔχει καὶ ἐπὶ τούτου, οἷον τὸ γῆς βάρος διὰ τὸ πολὺ τῶν σαρκῶν, καὶ τὸ βοῶν ἔργα ποιῶν καὶ τὰ λοιπά. Τὸ δὲ, μήτε εἴης μήτε γένοιο, ἢ ἀντὶ τοῦ μήτε νῦν εἴης μήτε ἐγένου. ἔθος γὰρ τοῖς θυμουμένοις μέμφεσθαι καὶ τὸ ἤδη γεγονὸς καὶ ἐπαρᾶσθαι μὴ ἂν γενέσθαι, εἰ καὶ ἀδύνατος ἡ ἀρά· ἢ μήτε εἴης ἄρτι ἀλλὰ τεθναίης, μήτε μὴν πάλιν ὕστερον γένοιο· ἵνα καὶ Πυθαγόρας ἐξ Ὁμήρου λαβὼν δοξάζοι τοὺς ψυχικοὺς ὕστερον μεταγγισμοὺς, οἳ διὰ τὸ, ὡς ἐῤῥέθη, πάλιν γίνεσθαι κατὰ τὸν Πυθαγόρειον λῆρον καὶ παλιγγενεσίαι λέγονται. ὅθεν βλαβεὶς ὁ φυσικὸς Ἐμπεδοκλῆς καὶ τὸ αὐτὸ συνδοξάσας καταψεύδεται ἑαυτοῦ τὸ, ἤδη πότ' ἐγὼ γενόμην κούρη τε κόρος τε θάμνος τ' οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπνοος ἰχθύς. ὁ δὲ παραφράσας Δημοσθένης ταῦτά τε καὶ τὸν βουγάϊον ἑρμηνεύων φησί· μήτε εἴης ἔτι μήτε ὀνομάζοιο, βόσκημα ἀναίσθητον.

(Vers. 82.) Τὸ δὲ καὶ τετελεσμένον ἔσται, δηλοῖ μὴ ὡς καὶ ἐν ἀπειλῇ τὸν Ἀντίνοον εἰπεῖν ἅ περ εἶπεν, ἀλλ' ἐπ' ἀληθείᾳ. διὸ καὶ προϊόντες μετὰ τὴν ἧτταν φασὶν, ὃ ποιῆσαι οὐκ ἴσχυσαν, ὡς προθανόντες αὐτοὶ, ἤγουν τὸ, τάχα γάρ μιν ἀνάξομεν Ἤπειρόνδε εἰς Ἔχετον. λέγει δὲ καὶ νῦν Ἤπειρον χώραν ἰδίως οὕτω καλουμένην, ἀντιπέραν κειμένην Ἰθάκης, μεγάλην. ἀφ' ἧς καὶ Πύῤῥος Ἠπειρώτης ὕστερον, ἄρξας τῶν ἐκεῖ. ἧς μέρος παράλιον καὶ τὸ ἐν τοῖς ἑξῆς δηλωθησόμενον Νήρικον, ὅ πέρ ἐστιν ἡ νῦν Λευκάς.

(Vers. 84.) Τὸ δὲ, βαλὼν ἐν νηῒ, ἀντὶ τοῦ ῥίψας ἢ θέμενος. Ἔχετος δέ, φασι, βασιλεὺς ἦν τῆς ῥηθείσης Ἠπείρου, υἱὸς Εὐχήνορος καὶ Φλογέας, ὠμὸς καὶ ἀπάνθρωπος. ὃς καὶ τὴν θυγατέρα Μετώπην ἢ καὶ Ἄμφισσαν ὑπό τινος Αἰχμοδίκου φθαρεῖσαν πηρώσας ἠνάγκασεν ἀλήθειν κριθὰς σιδηρᾶς ποιηθείσας κελεύσει αὐτοῦ, εἰπὼν, τηνικαῦτα τὰς ὄψεις ἀπολήψεσθαι, ὅτε τὰς τοιαύτας κριθὰς εἰς ἄλφιτον λεπτυνεῖ. καὶ τὴν μὲν θυγατέρα οὕτω μετῆλθε. τὸν δὲ Αἰχμόδικον ὡς ἐπὶ ἑστίασιν καλέσας ἠκρωτηρίασεν, ἀποκόψας καὶ τὰ αἰδοῖα. τέλος μέντοι ὑπερμανεὶς καὶ τῶν ἰδίων ἐμφορηθεὶς σαρκῶν ἀπέσβη, φασίν. ὃ καὶ Λύσανδρος ἔπαθεν ἐν τοῖς ὕστερον ὁ ἀποτόμως καταχορδεύσας ἑαυτόν. τινὲς δέ φασιν, Ἔχετον ἐπ' αὐτοῦ γενέσθαι τοῦ ποιητοῦ, καί τι πεπλημμεληκότα εἰς αὐτὸν τοιοῦτον ἱστορηθῆναι, ὡσανεὶ παλαιόν τινα ὄντα ἄδικον. ὃ καὶ ἐπὶ Θερσίτῃ ποιῆσαι λέγεται, κακῶς ἐπιτροπεύσαντι τῶν αὐτοῦ. ὧν περ ἀνάπαλιν πεποίηκεν ἐπὶ Τυχίου καὶ Φημίου καὶ Μέντου καὶ Μέντορος. αὐτῶν γὰρ εὖ πεποιηκότων αὐτὸν ἐπ' ἀγαθοῖς μέμνηται, εἰς παλαιότητα χρόνου ἡρωϊκοῦ ἀνάγων αὐτούς. Ὅρα δὲ καὶ ὅτι τὸν Ἔχετον δέον τύραννον εἰπεῖν, ὁ δὲ βασιλέα εἶπεν. ἠγνοεῖτο γὰρ ἐπὶ Ὁμήρου ἡ τύραννος λέξις, ἣ καὶ ὕστερον εὑρεθεῖσα ἐπ' ἀγαθῷ ἐλέγετο. τοῖς γὰρ ἐννόμοις βασιλεῦσι κλῆσις ἦν καὶ αὕτη, ὡς δηλοῖ πρὸς μυρίοις ἄλλοις καὶ ὁ παρὰ Σοφοκλεῖ Οἰδίπους τύραννος. ἡ μέντοι μεταγενεστέρα χρῆσις διορίσασα τοῖς ἀγαθοῖς μὲν βασιλεῦσιν ἀπεκλήρωσε τὸ πρεσβεῖον τῆς παλαιᾶς λέξεως τὸ βασιλεὺς, καθὰ καὶ μάλιστα τὸ ἄναξ, τὸ δέ γε τυραννεῖν ἀποτάξασα τοῖς μὴ κατὰ νόμον ἄρχουσιν ἀπέῤῥιψε. Σημείωσαι οὖν, ὅτι οὐκ ἠξίωσεν ἄνακτα τὸν Ἔχετον εἰπεῖν, ἀλλ' ἁπλῶς βασιλέα, ὅ ἐστιν ἄρχοντα. ὁ γὰρ ἄναξ θεία λέξις, ἀπὸ τοῦ ἀνακῶς ἔχειν τῶν ὑπηκόων γινομένη, ὅ ἐστιν ἐπιμελῶς, ὡς προδεδήλωται.

(Vers. 85.) Ἐν δὲ τῷ, βροτῶν δηλήμονα πάντων, ὑπερβολικῶς πάλιν κεῖται τὸ πάντων, ὡς καὶ ἐπ' ἄλλων ἐφάνη. δηλοῖ δὲ κἀνταῦθα ἡ λέξις μόνους τοὺς περιπίπτοντας ταῖς τοῦ Ἐχέτου χερσί.

(Vers. 86.) Τὸ δὲ, ῥῖνα ταμεῖν καὶ οὔατα, τὸν ἀκρωτηριασμὸν δηλοῦσιν. ἁπλοῦν δὲ τοῦ ῥινοτομεῖν ἐστὶ τὸ ῥῖνα τέμνειν.

(Vers. 87.) Τὸ δὲ, μήδεα ἐξερύσας, ἐπωδύνως ἔχει μᾶλλον, ἤ περ τὸ ταμεῖν αὐτά. Τὸ δὲ, ὠμὰ δάσασθαι, τὸν σπαραγμὸν δηλοῖ τῶν κυνῶν. δάσασθαι δὲ εἶπεν, ἐπεὶ τὸ μέτρον οὐκ ἐπιδέχεται εἰπεῖν δαίσασθαι. δῆλον δὲ, ὡς ἀπὸ τοιούτου δάσασθαι καὶ ὁ δασμός.

(Vers. 89.) Ἐν δὲ τῷ, ἐς μέσον ἄναγον, περιττὴ ἡ πρόθεσις. Ἰώνων δέ, φασιν, ἡ λέξις, κειμένη καὶ μετ' ὀλίγα ἐν τῷ, τάχα γάρ μιν ἀνάξομεν Ἤπειρόνδε. Τοιοῦτον καὶ ἐν Ἰλιάδι τὸ, εἰς ἑλίκην τε καὶ αἰγὰς δῶρ' ἀνάγουσιν. Ὅτι ἀνασχεῖν καὶ ἐνταῦθα χεῖρας τὸ ἀνατεῖναι· φησὶ γοῦν, τὼ δ' ἀμφὼ χεῖρας ἀνέσχον. ἦν δὲ τὸ αὐτὸ καὶ παθητικῶς εἰπεῖν, ἀνέσχοντο, ὡς δηλοῖ τὸ, δὴ τότ' ἀνασχόμενοι, μετ' ὀλίγα ῥηθέν.

(Vers. 90.) Ὅτι ἴσχυε μὲν Ὀδυσσεὺς ἐπιθανάτιον πληγὴν τοῦ Ἴρου κατενεγκεῖν, ἐπέσχε δὲ δι' οἰκονομίαν. φησὶ γοῦν ὁ ποιητὴς, οὕτω δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς, ἢ ἐλάσει, τουτέστι πλήξει, ὥς μιν [170] ψυχὴ λίποι αὖθι πεσόντα, ἠέ μιν ἧκα ἐλάσειε τανύσειέν τ' ἐπὶ γαίῃ. ὧδε δέ οἱ φρονέοντι δοάσατο, ἤγουν, ὡς πολλαχοῦ ἐῤῥέθη, ἔδοξε κέρδιον εἶναι ἦκα ἐλάσαι, ἵνα μή μιν ἐπιφρασαίατο Ἀχαιοὶ, τεκμηράμενοι δηλαδὴ τὸν ἄνδρα ἐκ τῆς οὕτω βριαρᾶς ἐλάσεως. δὴ τότε ἀνασχομένω, ἤγουν ἀνατείναντες τὰς χεῖρας, ὁ μὲν ἤλασε δεξιὸν ὦμον Ἶρος, ὁ δ' αὐχέν' ἐλάσας ὑπ' οὔατος· ὀστέα δ' εἴσω ἔθλασεν. αὐτίκα δ' ἦλθε κατὰ στόμα φοίνιον αἷμα, κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακὼν, ἤγουν εἰς μῆκος, ὡς προδεδήλωται, πεσών· ἢ ποιόν τι ἠχήσας, ὡς καὶ αὐτὸ προέγνωσται. σὺν δ' ἤλασεν ὀδόντας, λακτίζων ποσὶ γαῖαν.

(Vers. 99.) μνηστῆρες δὲ χεῖρας ἀνασχόμενοι, κατὰ σχῆμα ἐκπλήξεως σύνηθες, γέλω ἔκθανον, ὡς οἷα λειποθυμήσαντες ἐκ τοῦ γελᾶν, ὃ καὶ μέχρι νῦν παροιμιακῶς ἐπὶ μεγάλου καὶ ἀθρόου γέλωτος ἐκράτησε λέγεσθαι. Ὀδυσσεὺς δὲ

(Vers. 101.) εἷλκε δι' ἐκ προθύροιο λαβὼν ποδός. τοῦτ' ἐκεῖνο, ὅ περ εἰς αὐτὸν φθάσας ὁ Ἶρος ἠπείλησε. καὶ ἦν ὁ ἑλκυσμὸς, ὄφρ' ἵκετ' αὐλὴν αἰθούσης τε θύρας, ἔνθα ποτὶ ἕρκιον αὐλῆς ἐκάθισεν ἐκεῖνον ἀνακλίνας.

(Vers. 103.) σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ, ῥόπαλον δή τι, ὡς εἰκὸς, καὶ ἔφη σκώπτων· ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τ' ἀπερύκων, ὡς οἷα δηλαδὴ πυλωρός. ἀνταποδιδοὺς τοῦτο σκῶμμα τῷ Ἴρῳ, ἀνθ' οὗ περ ἐκεῖνος τὸν Ὀδυσσέα γρηῒ καμινοῖ ὡμοίωσε.

(Vers. 106.) μηδὲ σύ γε, φησὶ, ξείνων καὶ πτωχῶν κοίρανος εἶναι, ἤγουν ἔσο ἢ θέλε εἶναι, λυγρὸς ἐὼν, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ· ὁποῖον δηλαδὴ Ἀντίνοος ἠπειλήσατο. καὶ οὕτω μὲν τετέλεσται τῷ Ὀδυσσεῖ ὁ ἆθλος εὐτυχῶς.

(Vers. 98.) Ὅρα δὲ ὅτι τε τοῖς ἀπὸ τοῦ ἐλάσαι ῥήμασιν ἑξάκις ἐχρήσατο κατ' ἐπιμονὴν ἐνταῦθα διὰ τὸ καίριον. ὧν τὸ, σὺν δ' ἤλασεν ὀδόντας, ὁ Ἶρος ποιεῖ καθ' ἑαυτοῦ ὡς σφαδάζων· καὶ ὅτι τὸ ἔθλασε κάλλος ἴδιον ἔχει παρὰ γράμμα ἰσοφωνοῦν πρὸς τὸ ἔλασεν. Ὁμήρου δὲ σιγήσαντος εἴτε ἐξεκρούσθησαν ὀδόντες τοῦ κατὰ τὸν Ἶρον στόματος εἴτε κατεσείσθησαν, οὐκ ἂν εἴη ἀναγκαῖον ζητεῖν τὸ συμβάν. ἐνθυμητέον δὲ ἀστεῖόν τι περὶ ὀδόντων ὀλίγων γραός· εἰς ὅ περ ὁ μὲν Ἀριστοφάνης ἄλλως ἔπαιξεν ἐν τῷ Πλούτῳ διὰ καρύων παιδιᾶς, ἕτερος δέ τις πλέον ἀστεϊσάμενος ἔφη, ῥᾷον εἶναι τῆς δεῖνος τοὺς ὀδόντας ἀριθμῆσαι ἢ τοὺς τῆς χειρὸς δακτύλους.

(Vers. 95.) Τὸ δὲ, ἀνασχομένω ὁ μὲν ἤλασεν ὦμον, ὁ δ' αὐχένα, σύνηθες Ὁμήρῳ σχῆμα.

(Vers. 100.) Ἐν δὲ τῷ, γέλω ἔκθανον ἄδηλον, ὡς ἐλέχθη καὶ ἀλλαχοῦ εἴτε κατὰ ἰσοκατάληκτον κλίσιν ἡ δισυλλαβία τῷ γέλω, εἴτε καὶ κατὰ ἀποκοπὴν ἐκ τοῦ γέλωτι, ὅτι οὐδ' ἂν ἔχοι τῷ ἰῶτα προσγεγραμμένον. ἡ δ' αὐτὴ ἀδηλία καὶ ἐπὶ τοῦ ἥρω ἀντὶ τοῦ ἥρωϊ, ὡς καὶ ἐν τῇ Ἰλιάδι φαίνεται. Δῆλον δὲ ὡς ἀφελῶς καὶ γλυκέως τὸ ἄγαν γελάσαι γέλω ἐκθανεῖν λέγεται, ἤγουν ἔξω καὶ ὡς εἰπεῖν ἐπιπολαίως θανεῖν καὶ οὐ κατὰ τὸ κυρίως θανεῖν. ὃ διὰ βάθους χωρεῖ. Ἐνταῦθα δὲ σημείωσαι, ὡς τὸ ὑπὸ ἡδονῆς ἐκλύεσθαι θανάτῳ καὶ αὐτὸ ἔοικεν. Ἰστέον δὲ ὅτι οὐ μόνον οἱ μνηστῆρες φιλογέλωτες, ἤδη δέ που καὶ πάντες οἱ συμποσιάζοντες οἱ μὲν μᾶλλον, οἱ δ' ἧττον, ἀλλά που καὶ κατ' ἔθνος ὅλον τὸ τοιοῦτον ἐπεφαίνετο. Τιρύνθιοι γοῦν, ὡς καὶ προεδηλώθη, φιλογέλωτες ὄντες καὶ διατοῦτο σκωπτόμενοι, καταφυγόντες ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἐφ' ᾧ ἀπαλλαγῆναι τοῦ πάθους ἤκουσαν, τοῦ θεοῦ ἀνελόντος αὐτοῖς, παύσεσθαι, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγελαστὶ τοῦτον ἐμβάλωσιν εἰς τὴν θάλασσαν· οἱ δὲ, δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου, τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ· καὶ ὅμως ἑνὸς παιδὸς συγκαταμιχθέντος καί τι λαλήσαντος ἐν τῷ ἀπελαύνεσθαι αὐτοὶ ἐγέλασαν καὶ ἔμαθον, ὥς φησιν Ἀθήναιος, ἔργῳ, ὡς ἄρα πολυχρόνιον ἦθος ἀμήχανόν ἐστι θεραπευθῆναι.

(Vers. 102.) Ἑρκίον δὲ αὐλῆς ὁ τεῖχος, ᾧ ἔστιν ἐπικεῖσθαι καὶ τὸν θριγκόν. γίνεται δὲ ἐκ τοῦ ἕρκος ὁμοίως τῷ τεῖχος τειχίον.

(Vers. 105.) Τὸ δὲ ἐνταυθοῖ δοκεῖ Δωρικὸν εἶναι, εἰ καὶ παρ' Ἀττικοῖς τέτριπται· οὕτω δὲ καὶ τὸ ἐνταῦθα. ἔστι δὲ τοῦ μὲν ἐνταῦθα ὁ Δωρισμὸς ἁπλοῦς· διπλοῦς δὲ ὁ τοῦ ἐνταυθοῖ. καὶ δῆλον ἐντεῦθεν. ἔθος Δωριεῦσιν, ὡς καὶ ἐν τοῖς τοῦ Πινδάρου φαίνεται, συντάσσειν ἔστιν ὅτε τὴν εν πρόθεσιν μετὰ αἰτιατικῆς· ἔτι δὲ καὶ τὸ ἔνδον λέγειν ἐνδοῖ, ὡς καὶ παρὰ Θεοκρίτῳ κεῖται· καὶ τὸ πέδον πεδοῖ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ εἰς γῆν, οὗ χρῆσις παρ' Αἰσχύλῳ. τούτων οὖν οὕτως ἐχόντων, εἴη ἂν Δωρικὴ σύνταξις τὸ, ἐνταυθοῖ ἤγουν εἰς τοῦτον τὸν τόπον, καὶ αὖθις τροπῇ Δωρικῇ ληγούσης, τὸ ἐν ταυτοῖ, καὶ τροπῇ συνήθει τοῦ ψιλοῦ εἰς δασὺ, ἐνταυθοῖ. ὁμοίᾳ δὲ συντάξει τῆς εν προθέσεως καὶ ἀντιμεταχωρήσει τοῦ ἀφώνου γίνοιτ' ἂν καὶ τὸ ἐνταῦθα· ἐξ οὗ ἴσως καὶ τὸ ἐντεῦθεν, κατὰ τὸ, ἔνθα ἔνθεν. σημειοῦνται δὲ οἱ παλαιοὶ, ὡς τὸ μὲν ἐνταυθοῖ τὴν ἐν τόπω σημασίαν δηλοῖ, τὸ δὲ ἐνταῦθα καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον. [171] Σοφοκλῆς Ἠλέκτρᾳ· ἐνταῦθα πέμψειν ἔνθα μή ποθ' ἡλίου φέγγος κατόψει. τοῦτο δὲ ἄμφω ἔχει. τοιοῦτον δέ, φασι, καὶ τὸ ἐνθάδε. τὸ μὲν γὰρ ἐνθάδε αὖθι μένων τόδε δῶμα φυλάσσεις, καὶ τὸ, σὲ δέ τ' ἐνθάδε γῦπες ἔδονται, τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. Τὸ δὲ τοῦ δ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεὺς, τὴν εἰς τόπον. οἱ δ' αὐτοὶ καὶ τὸ μὲν ἔνδον κυρίως τὸ ἐν τόπῳ φασὶ δηλοῦν, τὸ δὲ ἔσω τὸ εἰς τόπον. τὸ δὲ νῦν καθ' Ἡρακλείδην ἐνεστῶτί τε ἁρμόττεται, οἷον, νῦν ἦλθεν ὁ ἀγών· καὶ παρῳχημένῳ, οἷον, νῦν παρῆλθεν ὁ ἀγών· καὶ μέλλοντι, οἷον, νῦν ἔσται ὁ ἀγών· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος. τῶν Ἀττικῶν δὲ ταῦτα. Τοῦ δὲ ἧσο σύνθετον τὸ κάθησο, ὅθεν ἐνδείᾳ, φασὶ, καὶ συστολῇ κάθεο, καὶ συναλιφῇ κάθου παρὰ Μενάνδρῳ. ὁριστικὸν δὲ τοῦ κάθησο τὸ ἐκάθησο, κατὰ τὸ ἐκαθεζόμην ἐκάθευδον ἐκάμμυον.

(Vers. 106.) Τὸ δὲ μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος καὶ ἑξῆς, κατὰ βιαίου πτωχοῦ ἔστιν εἰπεῖν ῥέποντος πρὸς τὸ ἀρχικόν. Σημείωσαι δὲ, ὡς εἴ περ εὐεπηβόλως ἔγραψεν ὁ εἰπὼν κοίρανον εἶναι τὸν πρὸς καιρὸν ἀνάσσοντα, χρήσιμός ἐστιν ἐκεῖ καὶ ὁ ἐνταῦθα πτωχῶν κοίρανος Ἶρος. λέγει γὰρ ἐκεῖνος οὕτω· βασιλεὺς ὁ πατρόθεν ἢ ἀπὸ γένους ἄρχων, κοίρανος δὲ ὁ πρὸς καιρὸν βασιλέως ἔργον ἐπιτελῶν, οἷος ἦν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς, καὶ, ὃς δὲ κοιρανέων δίεπε στρατόν. ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, οἷον, κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστος. εἰ δὲ ὁ τοιοῦτος τοὺς αἱρετοὺς ἢ ἀλλοίους ἐσίγησε βασιλεῖς, οὐδὲν τοῦτο πρὸς τὸν ἄρτι λόγον. ἐπεί τοι καὶ τοὺς μέδοντας καὶ τοὺς βουληφόρους ἀφῆκεν εἰπεῖν, ἀρχικὰ καὶ ταῦτα ὀνόματα.

(Vers. 111.) Ὅτι μνηστῆρες τὸν Ὀδυσσέα μετὰ τὴν νίκην ἡδὺ γελόωντες δεξιοῦνται λόγοις. καί τις ἂν αὐτῶν εἶπεν οὕτω· θεός τοι δοίη ξεῖνε ὅ,ττι μάλιστ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ· ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας. ὃν καὶ εἰς Ἔχετον ἀνάξειν φησὶν, ὡς καὶ ὁ Ἀντίνοος εἶπε. καὶ οὕτω μέν τις ἔφη.

(Vers. 117.) χαῖρε δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς, φήμην δηλαδὴ τὸν λόγον δεξάμενος, ὅ ἐστι μαντείαν τινά. ἐπὶ τοιαύτης γὰρ σημασίας, καθάπερ ἡ ὄσσα καὶ ἡ ὀμφὴ, οὕτω καὶ ἡ κληδὼν καὶ ἡ φήμη, θεία τις καὶ αὐτὴ λέξις οὖσα. οὐ μὴν καὶ ἡ φῆμις. ἐκείνη γὰρ λαλιὰν ἁπλῶς ἀνθρωπίνην δηλοῖ, οἷον, δήμοιό τε φῆμιν.

(Vers. 119.) ἐπὶ δὲ τούτοις καὶ ἑτέρα τις κληδὼν λαλεῖται τῷ Ὀδυσσεῖ. Ἀμφίνομος γὰρ ὁ Δουλιχιεὺς ἄρτους ἐκ κανέου δύο ἀείρας καὶ παραθεὶς καὶ δέπαϊ χρυσέῳ τὸν Ὀδυσσέα δεξιωσάμενος χαῖρε, φησὶ, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσω, ἤγουν ἐσύστερον καὶ εἰς τὸ μέλλον, ὄλβος. ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσιν.

(Vers. 118.) Ἀντίνοος μέντοι ὁ βαρὺς λαλεῖ μὲν οὐδέν. ἱλαρώτερον δὲ ὅμως καὶ αὐτὸς διατεθεὶς, μεγάλην παρὰ γαστέρα θῆκε τῷ Ὀδυσσεῖ ἐμπλείην κνίσης τε καὶ αἵματος, ὡς οἷά τις ἀγωνοθέτης ἀποκαθιστῶν τῷ νικητῇ Ὀδυσσεῖ τὸ ἔπαθλον.

(Vers. 111.) Ὅρα δὲ καὶ τὸ, ἡδὺ γελόωντες, πρὸς διαστολὴν λεχθέν. ἔστι γὰρ καὶ μὴ ἡδὺ γελᾶν, ὅτε τις γελᾷ σαρδόνιον, ἢ ὡς ὁ ποιητὴς ἐν τοῖς ἑξῆς ἐρεῖ διὰ τοῦ α σαρδάνιον.

(Vers. 113.) Τὸ δὲ, ὅ περ ἐθέλεις καί σοι φίλον ἔπλετο θυμῷ, τῆς αὐτῆς ἐννοίας εἰσί.

(Vers. 114.) Τί δὲ τὸ ἄναλτον, πρὸ ὀλίγων εἴρηται. νῦν δὲ τοσοῦτον ῥητέον, ὅτι Δεινάρχου ἄναλτον εἰπόντος τὸ παρ' ἄλλοις ἄναλον, ἤγουν τὸ χωρὶς ἁλῶν, ἐνταῦθα οὐκ ἔστι νοῆσαι τοιοῦτον τὸν Ἶρον ὡς δῆθεν ἀχρεῖον καὶ μὴ ἅλμην ὃ δὴ λέγεται ἔχοντα καὶ, ὅ φασιν, ἀνάρτυτον καὶ ἀηδῆ, ὡς ἐκ μεταφορᾶς ἐδεσμάτων οὐκ ἐχόντων ἅλας, ἀλλὰ τὸν ἀπλήρωτον, ἤγουν ἀκόρεστον. Τὸ δὲ ἀλητεύειν ἐν δήμῳ παραπέφρασται πρὸς τὸ, ἦλθε δ' ἐπὶ πτωχὸς πανδήμιος. Κλεηδὼν δὲ ἀπὸ τοῦ κλέω τὸ φημίζω, καθάπερ ἀπὸ τοῦ κλήζω δισυλλάβου ἡ κληδών. εἰ δὲ καὶ τραπείη κατ' ἔκτασιν ἡ κλεηδὼν ἐν τῇ ἀρχούσῃ, κληηδὼν γίνεται. Τὸ δὲ, ἔς περ ὀπίσω, γράφεται καὶ ὥς περ ὀπίσω. καὶ ἔχει καὶ τοῦτο τὴν αὐτὴν ἔννοιαν, ὡς ἰσοδυναμοῦντος τοῦ ως τῇ ες προθέσει.

(Vers. 125.) Ὅτι ἀγαθοῦ δῆθεν ἀνδρὸς τοῦ Ἀμφινόμου πειραθεὶς ὁ Ὀδυσσεὺς ἐκλαλεῖ πρὸς αὐτὸν ἠρέμα τινὰ πρὸς τὴν ὑπόθεσιν. καὶ πρῶτα μὲν συναρπάζει αὐτὸν τῇ κατ' ἐκεῖνον γενεαλογίᾳ καὶ ἐπαίνῳ τῷ εἰς αὐτόν· εἶτα καὶ περὶ τῆς κατ' ἄνθρωπον διαλεχθεὶς ἀθλιότητος, ὅτε θεός τινα ἐάσει περιπεσεῖν αὐτῇ, λέγει τι καὶ κατὰ τῶν μνηστήρων, ὡς ἐγχωρεῖ, καταπαύσας τὸν λόγον εἰς μέλλον δεινόν· εἴ πως ἐκφοβήσει αὐτὸν, καθὰ καὶ Ἀντίνοος πρὸ ὀλίγων ἀπειλησάμενος, τὸν Ἶρον ἐξέπληξε. καὶ οὕτω σχήματι καὶ ἐν τοῖς μνηστῆρσι τεχνᾶται. φησὶ γοῦν· Ἀμφίνομε, ἦ μάλα μοὶ δοκέεις πεπνυμένος εἶναι. τοιούτου γὰρ πατρὸς, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον, Νῖσον Δουλιχιῆα ἐΰν τ' ἔμεν ἀφνειόν τε. τοῦ σ' ἔκ φασι γενέσθαι. ἐπήτῃ δ' ἀνδρὶ ἔοικας. τοὔνεκά τοι ἐρέω· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο πάντων, ὅσσα τε [172] γαῖαν ἐπιπνέει τε καὶ ἕρπει. οὐ μὲν γάρ ποτέ, φησι, κακὸν πείσεσθαι ὀπίσσω,

(Vers. 133.) ὄφρ' ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ' ὀρώρῃ, οἷα τῆς ἀγαθῆς ἐλπίδος ἐπαγομένης αὐτόν. ἀλλ' ὅτε δὴ καὶ λυγρὰ θεὸς τελέσει, καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ.

(Vers. 135.) τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ' ἦμαρ ἄγῃσι θεός· τουτέστιν ὁποῖα ἂν εἴη τὰ προσπίπτοντα, τοιοῦτος ἐστὶ καὶ ὁ νοῦς, ἐν εὐτυχίαις συνεξαιρόμενος, ἐν δὲ τοῖς ἀνάπαλιν ταπεινούμενος καὶ ὅλως τοῖς πράγμασι συνεξομοιούμενος καὶ πρὸς τὰ παραπίπτοντα σχηματιζόμενος. καὶ οὕτω μὲν τὴν γνώμην ἑρμηνεῦσαι καλόν· εἰπεῖν δὲ ὅτι κατὰ τὸ κατάστημα τῶν περὶ τὸν Δία ἤτοι αἰθέρα διατελεῖται καὶ ἡ καθ' ἀνθρώπους ἡμέρα ἡ κατὰ βίον, ἢ καὶ ὅτι πρὸς τὰς ἡλιακὰς ἡμέρας βιοῦμεν, ὁποῖόν τι καὶ τὸ τοῦ Ὀρφέως καὶ Ἡσιόδου περὶ ἡμερῶν, παλαιὸν μὲν καὶ αὐτὸ, ἀλλοῖον δέ τι παρὰ τὰ δοκοῦντα κοινῶς.

(Vers. 138.) ὁ δέ γε ξεῖνος Ὀδυσσεὺς ἐκ τοῦ γνωμικοῦ συνήθως εἰς τὸ καθ' ἑαυτὸν μερικὸν καταβαίνων πλασματικῶς μέντοι ἐπιφέρει· καὶ γὰρ ἐγώ ποτ' ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, πολλὰ δ' ἀτάσθαλ' ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων, πατρί τ' ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισιν. ὃ δὴ λόγος ἀνδρὸς μεταμελομένου, ἐφ' οἷς ποτὲ πεπλημμέληκεν.

(Vers. 141. sqq.) εἶτα πάλιν εἰπὼν γνωμικῶς τῷ ἤγουν διὸ μή τις πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη, ἀλλ' ὅγε σιγῇ δῶρα θεοῦ ἔχοι, ὅ,ττι διδοίη, κάτεισιν αὖθις εἰς τὸ προτεθειμένον. καὶ φησὶ θαυμαστικῶς ἐν ἀσυνδέτῳ σχήματι·

(Vers. 143.) οἷ' ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας, κτήματα κείροντας, καὶ ἀτιμάζοντας ἄκοιτιν ἀνδρὸς, ὃν οὐκέτι φίλων καὶ πατρίδος αἴης δηρὸν ἀπέσεσθαι, μάλα δὲ σχεδὸν, εἶναι δηλαδή. ἀλλὰ σὲ θεὸς οἴκαδ' ὑπεξαγάγοι, τουτέστιν εἰς τὸ Δουλίχιον, μηδ' ἀντιάσειας ἐκείνῳ ἐλθόντι.

(Vers. 149.) οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω μνηστῆρας καὶ κεῖνον, ἐπειδὰν μέλαθρον ὑπέλθοι.

(Vers. 151.) ὣς φάτο· καὶ σπείσας καὶ πιὼν μελιηδέα οἶνον, ἂψ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν, τῷ Ἀμφινόμῳ δηλαδὴ, ἑστῶτι ὀρθῷ περὶ αὐτὸν, ἕως ἐξέπιεν.

(Vers. 153.) ἐφ' οἷς ἐκεῖνος ἔβη ἐξ οὐδοῦ κατὰ δῶμα, φίλον τετιημένος ἦτορ, νευστάζων κεφαλῇ. δὴ γὰρ κακὸν ὄσσετο θυμῷ ἢ θυμός. τοιοῦτον γὰρ ὁ δραστικὸς λόγος ὅτε ἀγαθοῦ ἀνδρὸς καθάψεται. θεῖον δὲ καὶ ἡ ψυχὴ, καί ποτε πρόοιδε πεισομένη τι κακόν.

(Vers. 155.) ἀλλ' οὐδ' ὥς, φησι, πεισθεὶς φύγε κῆρα. ἐδάμη γὰρ Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ· ὅ περ προαναφωνητικῶς ἡ Ὁμηρικὴ Μοῦσα φησὶ, δηλοῦσα, ὡς, εἴ περ πεπνυμένος πεσεῖται, οὐδ' ἄν τις τῶν ἄλλων ἐκφευξεῖται.

(Vers. 130.) Ἰστέον δὲ ὅτι τε χρήσιμον εἰς τὸ, οὐδὲν ἀκιδνότερον καὶ ἑξῆς, ἐκ τῶν Ἀθηναίου τὸ, ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπρὰ ὁ βίος ἐν ἑαυτῷ φέρει. ὃ δὴ Τιμοκλῆς τις εἰπεῖν λέγεται. καὶ ὅτι οὐκ ἀπίθανον εἰδέναι τὸν φαινόμενον ξεῖνον τοῦτον τὰ κατὰ τὸν Ἀμφίνομον· τοὔνομα μὲν γὰρ τούτου οἶδεν, ἐν τῷ οἴκῳ τοῦ ξενοδόχου ἄρτι μαθών·

(Vers. 127.) τὸν δὲ Νῖσον εἰδείη ἂν ἐκ παλαιοῦ χρόνου καθὰ καὶ τὸν Ὀδυσσέα Ἕλλην ὤν. Σημείωσαι δὲ τὸ ἐΰν, πρωτότυπον ὂν τοῦ, ἠΰν τε μέγαν τε. ἐκεῖνο γὰρ ἀπὸ ἐκτάσεως ἔχει ἐν τῇ ἀρχούσῃ τὸ η.

(Vers. 128.) Τοῦ δὲ ἐπητῇ εὐθεῖα ὀξύτονος ὁ ἐπητὴς, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ὅ περ οἱ ὕστερον βαρύνουσι. δηλοῖ δὲ τὸν δεινὸν εἰπεῖν καὶ λόγιον. εἰ δὲ καινόν τι τοῖς ἄρτι δοκεῖ τὸ ἐπητὴς ὀξυνόμενον, ἔστιν ἐνθυμηθῆναι καὶ ἕτερα οὐχ' ὅμοια τῇ ὑστέρᾳ χρήσει· οἷον καὶ τὸ ἐρῆμον καὶ τὸ ἑτοῖμον καὶ τὸ τροπαῖον, ἀρχαῖα ὀνόματα, οἷς ἄλλως προπαροξυτόνως οἱ νῦν χρώμεθα.

(Vers. 130.) Ἐν δὲ τῷ, οὐδὲν ἀκιδνότερον, Ζηνόδοτος μὲν ἔγραψεν οὐθὲν διὰ τοῦ θ. τινὲς δὲ ἀντειπόντες αὐτῷ διὰ τὸ δοκεῖν διαφορὰν εἶναι τοῦ οὐδὲν καὶ οὐθὲν ἀπέδειξαν γενναῖον οὐδέν. ἀρέσκει δὲ τοῖς παλαιοῖς ἡ μετάθεσις τοῦ θ καὶ τοῦ δ εἰς ἄλληλα Αἰολέων εἶναι, οἷον τὸ οὐδὲν οὐθὲν, ἐξουδενῶ ἐξουθενῶ, μήδω μήθω, δάσος θάσος. Ἀκιδνότερον δὲ ἢ τὸ ἀσθενέστερον καὶ εὐτελέστερον κατὰ τοὺς γλωσσογράφους, καθ' οὓς καὶ ὑπερβολικῶς εἴρηται τὸ, μηδὲν ἀκιδνότερον εἶναι ἀνθρώπου, ἢ μᾶλλον ὑπομενετικώτερον, φερεπονώτερον, παρὰ τὸ μὴ κίδνασθαι ἤτοι χωρίζεσθαι καὶ πόῤῥω γίνεσθαι τοῦ ἐπισυμβαίνοντος. ὅτι δέ τινες καὶ παρὰ τὸ αἰκίζω τὴν λέξιν παράγουσιν, ἐν τοῖς φθάσασι δεδήλωται.

(Vers. 131.) Τὸ δὲ, ὅσσα γαῖαν ἐπιπνέει τε καὶ ἕρπει, πρὸς διαστολὴν ἔφη τῶν μὴ ἐχόντων ταῦτα. οὐ γὰρ δή που καὶ ἐντόμων ζῴων καὶ σκωλήκων καὶ ἰχθυδίων καὶ ζῳοφύτων καὶ τῶν τοιούτων ἀκιδνότερον ὁ ἄνθρωπος. Ἕρπειν δὲ ἁπλῶς ἐνταῦθα τὸ βαδίζειν φησίν.

(Vers. 133.) ἀρετὴν δὲ τὴν εὐδαιμονίαν λέγει καὶ εὐθηνίαν τοῦ βίου, ἣν ἔχων ἄνθρωπος λέγει μὴ ἂν ἀνέξεσθαι, εἴ τί που καὶ πάθοι κακόν· ἀλλ' ὅτ' ἂν καὶ αὐτὸ πάθοι, φέρει ἀεκαζόμενος, τουτέστιν [173] ἀέκων. ὧν θέμα πρωτότυπον τὸ ἀέκω.

(Vers. 138.) Τὸ δὲ, ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, ἐπιεικῶς εἴρηται ἀντὶ τοῦ ἔοικα. ὀκνεῖ γὰρ εἰπεῖν ὡς ὄλβιος ἦν.

(Vers. 139.) Τὸ δὲ ἔρεξα δι' ἑνὸς ἐκφέρεται ῥῶ κοινῶς, οὐ μὴν Ἀττικῶς.

(Vers. 140.) Τὸ δὲ πίσυνος ὅτι τε Συρακουσίων γλώσσης ἐστὶ καὶ ὅτι ἀπὸ τοῦ πείθω πείσω γίνεται ἀποβολῇ τοῦ ε τῆς διφθόγγου καὶ ὅτι τὸν θάρσυνον καὶ πεποιθότα δηλοῖ, καὶ ἐν ἄλλοις εἴρηται.

(Vers. 142.) Σιγὴν δὲ τὴν ἁπλῶς ἠρεμίαν καὶ τὸ ἐντεῦθεν πρᾷον δηλοῖ ἐν τῷ, σιγῇ δῶρα θεοῦ ἔχοι. Τὸ δὲ, ὅ,ττι διδοῖεν, κατέλευσίς ἐστι συνήθης τῷ ποιητῇ ἐκ πληθυντικοῦ εἰς ἑνικόν.

(Vers. 143.) Τὸ δὲ μηχανόωντας, κείροντας, ἀτιμάζοντας, ἠρέμα καλλωπίζει τὸν καταφορικὸν ἐνταῦθα λόγον, ἵνα τι καὶ μορφῆς τῆς πρὸς χάριν ὁ λόγος ἔχῃ τῷ ῥήτορι. Ὅρα δὲ τὸ μηχανόωντας ἐνεργητικῶς λεχθέν. τὸ μέντοι ῥῆμα παθητικῶς ἀεὶ ἐκφωνεῖσθαι εἴωθεν, ὡς δηλοῖ τὸ μηχανάασθαι καὶ τὸ κακὰ μηχανόωνται.

(Vers. 149.) Τὸ δὲ, οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω, καὶ παροιμιῶδες γέγονε, δηλοῦν, ὡς οὐ δίχα μάχης λυθήσεται τὰ τῆς ἔριδος.

(Vers. 150.) Τὸ δὲ, ὑπέλθοι μέλαθρον, ἀντὶ τοῦ εἰσέλθοι κεῖται. καὶ δοκεῖ καιριώτερον εἶναι τὸ ὑπέλθοι τοῦ εἰσέλθοι.

(Vers. 154.) Τὸ δὲ, νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμὸς, ἔστι λέγειν ἐπὶ τοῦ ἠλλοιωμένου τὴν ὄψιν διὰ καραδοκίαν κακοῦ. τὸ δὲ οὕτω νευστάζειν ἑρμηνεύσει ἐν τοῖς ἐφεξῆς ὁ ποιητὴς διὰ τοῦ Θεοκλυμένου.

(Vers. 160.) Ὅτι ἀρκέσει τῇ Πηνελόπῃ μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα θυμὸν μνηστήρων, ἰδὲ τιμήεσσα γένοιτο μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος, ἢ πάρος ἦεν· τουτέστιν, ἵνα καὶ τοὺς μνηστῆρας διαχέῃ ἐλπιδοκοπήσασα γάμου ὑποσχέσει καὶ τιμήεσσα γένοιτο μάλιστα τῷ ἀνδρὶ καὶ τῷ υἱῷ ὡς ἄριστα μεθοδεύσασα καὶ μεταχειρισαμένη τὴν ῥηθησομένην δημηγορίαν κερδαλεώτατα. καὶ ἔστι τοῦτο προθεωρία τῶν ἐφεξῆς καὶ προέκθεσις, ἐν οἷς ἡδονὴν ἀνακεράσει τοῖς προηγησαμένοις πικροῖς· οἷα τοῦ Ὀδυσσέως καὶ τοῦ Τηλεμάχου, ἀνθ' ὧν ἐδυσφόρησαν, εὐφρανθησομένων, ἐφ' οἷς ἡ Πηνελόπη τεχνάσεται, ἰδίᾳ δὲ αὖθις τοῦ Ὀδυσσέως, ἐφ' οἷς οὕτω χρόνιος καλὴν αὐτὴν εἶδε, καὶ οἵαν ταχὺ αὐτὸν ἐρεθίσαι πρὸς ἄμυναν.

(Vers. 163.) καὶ τέως ἐνθυμηθεῖσα καθ' ἑαυτὴν ἡ γυνὴ ἐμφανισθῆναι τοῖς ἐρασταῖς ἐκκαλύπτει τοῦτο τῇ Εὐρυνόμῃ συγκαθημένῃ, ὡς εἰκός. ἡ γὰρ Εὐρύκλεια τῶν ἐνδοτέρω ἦν. φησὶ γοῦν ὁ ποιητὴς οὕτως· ἀχρεῖον δ' ἐγέλασε καὶ εἶπεν· Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, ἤγουν οὐκ ἐκ πολλοῦ, μνηστήρεσσι φανῆναι ἀπεχθομένοισί περ ἔμπης· παιδὶ δέ κεν εἴποιμι ἔπος κέρδιον αὐτῷ, μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,

(Vers. 168.) οἵ τ' εὖ μὲν βάζουσι, κακῶς δ' ὄπιθεν φρονέουσιν. ᾧ περ ὅμοιον τὸ, ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδομεύοντες. καὶ οὕτω μὲν ἡ Πηνελόπη, διδάσκοντος τοῦ ποιητοῦ, τὰ μὴ πάρος βεβουλευμένα διὰ τὸ αὐτοσχέδιον εἰς σκέψιν προτίθεσθαι.

(Vers. 171.) ἡ δὲ Εὐρυνόμη συναινέσασα φανῆναι τοῖς ἐρασταῖς τὴν δέσποιναν, ἐθέλει καὶ καλλωπισθῆναι αὐτήν. ἴθι γάρ, φησι, χρῶτ' ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· μηδ' οὕτω δάκρυσι πεφυρμένη πρόσωπα ἔρχευ·

(Vers. 174.) ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. ὃ δὴ γνωμικὸν ὂν καὶ μετ' ὀλίγα κεῖται. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα ἠρῶ γενειήσαντα ἰδέσθαι.

(Vers. 178.) ἡ δέ γε Πηνελόπη μὴ ἀνασχομένη τὴν Εὐρυνόμην τοιαῦτα παραυδᾶν οὐκ ἐθέλει χρῶτ' ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ καὶ ἀνακαλεῖσθαι κάλλος τὸ πάλαι ἀπολωλός· οὔτε γὰρ ἡ οὕτω σώφρων φιλεῖ περίαπτον ὡραϊσμὸν, ἀλλὰ στέργει τῇ κατὰ τὸν εἰπόντα σωτηρίῳ φύσει. καὶ οὐδὲ ἐπεπόλαζε τότε ἡ τῶν μυρεψῶν, φασὶ, περιεργία, ἀλλὰ παρὰ τοῖς ὕστερον ηὔξηται, ὥστε, καθά φησιν ὁ κωμικὸς Ἄλεξις, οὐδ' ἂν κωλυμβᾶν εἰς κολυμβήθραν μύρου ἀρκεῖσθαί τις ἂν δύναιτο. διό, φασιν, Ὅμηρος τὴν τοῦ μύρου φύσιν εἰδὼς, ὅμως οὐκ εἰσήγαγε μυραλοιφομένους ἥρωας, πλὴν τὸν τρυφερὸν Πάριν, περὶ οὗ ἐν τῇ γ ῥαψῳδίᾳ ἔφη τὸ, κάλλεϊ στίλβων, ἤγουν γεγανωμένος τὴν ὄψιν, οὐχ' ἁπλῶς, ἀλλ' ὡς εἰ καὶ κάλλεϊ ἔστιλβε, μύρῳ δηλαδὴ, δι' οὗ εὐπρόσωπος ἡ θέα γίνεται, ἵνα ᾖ ὥς περ τὸ, μάρναντο δέμας πυρὸς ἀντὶ τοῦ ὡς πῦρ, οὕτω καὶ στίλβων κάλλεϊ τὸ λάμπεσθαι τὴν ὄψιν, ὡς εἴ περ κάλλεϊ τὸ πρόσωπον ἐκέχριστο. τοῦ δὲ τοιούτου κάλλους μετ' ὀλίγα μεμνήσεται ὁ ποιητής. καὶ οὕτω μὲν ἡ Πηνελόπη ὀκνεῖ διορθοῦσθαι τὴν φύσιν καὶ περιττοτέρα φαίνεσθαι αὑτῆς καὶ τὴν εἰκόνα τοῦ ἐκ γενέσεως προσώπου διαγράφειν εἴτε μεταγράφειν, καὶ μάλιστα τοῦ ἀνδρὸς ἀποδημοῦντος, οὗ πρὸς ἀρέσκειαν ἔμελλεν ἑαυτὴν ἀγλαΐζειν μὴ τοιαύτη νῦν οὖσα.

(Vers. 180.) ἀγλαΐην γάρ, φησιν, ἔμοι γε θεὸς ὤλεσεν, ἐξ οὗ κεῖνος ἔβη κοίλαις ἐπὶ νηυσί. καὶ αὐτὴ [174] μὲν οὕτως ἀπαρνεῖται καλλωπίσασθαι πρὸς τέχνην. τὸ δ' ἄλλως πως γίνεται φυσικῶς. γλυκὺς γὰρ οὕτω συμβὰν ὕπνος θεόθεν αὐτῇ χεύεται. εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δὲ οἱ ἅψεα πάντα αὐτοῦ ἐνὶ κλιντῆρι.

(Vers. 190.) τέως δ' ἄρα, ἤγουν ἐν τοσούτῳ, Ἀθήνη ἄμβροτα δῶρα ἐδίδου, ἵνα μιν θηησαίατο Ἀχαιοὶ γενομένην ἑαυτῆς καλλίονα.

(Vers. 192.) καὶ ἑρμηνεύων τὰ θεῖα δῶρα ἐπάγει· κάλλεϊ μέν οἱ πρῶτα πρόσωπα καλὰ κάθῃρεν ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτ' ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δ' ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. καὶ ἡ μὲν Ἀθηνᾶ ποιήσασα οὕτως ἀπέβη. αὐτὴ δὲ ἀφυπνισθεῖσα ποιεῖ τὰ ἐφεξῆς. καὶ ἐπιφαίνεται ἀναγκαίως. εἰ γὰρ καὶ ἄλλοτε τοῖς μνηστῆρσι προὐνοεῖτο ἐμφανίζεσθαι, ἵνα ἐλπιδοποιῇ καὶ μὴ πάσχῃ βίαν, ἀλλὰ νῦν μάλιστα τοιαύτης οἰκονομίας χρεία τῷ ποιητῇ τά τε ἄλλα, καὶ ἵνα εἰς πλέον φιληθείη τῷ ἀνδρὶ πολλῶν ἕνεκεν. καὶ ἄλλως δὲ χρὴ τὸ τῆς μνηστηροφονίας ἔπαθλον τὴν καλὴν Πηνελόπην θεαθῆναι τῷ Ὀδυσσεῖ, ὡς ἂν ἐπὶ μᾶλλον πρόθυμος ἀγωνίζοιτο.

(Vers. 160.) Ἰστέον δὲ ὅτι τὸ, πετάσειε θυμὸν μνηστήρων, ἀντὶ τοῦ διαχέοι, ἐκ μεταφορᾶς ἐῤῥέθη τῶν διαπεταννυμένων σωμάτων· ὅθεν καὶ πόρων διαπέτεια παρὰ τοῖς σοφοῖς· ἵνα λέγῃ, ὅτι τοῖς μνηστῆρσιν αἱ ψυχαὶ συγκεχυμέναι καὶ οἷον πεπιλημέναι διὰ τὸ δύσελπι, ὅμως διαπετάννυντο, ἡνίκα τὴν ἐρωμένην ἔβλεπον. καὶ ἄλλως δὲ, τὸ πετάσειεν ἐκ μεταφορᾶς τῶν πετομένων ἀντὶ τοῦ, κούφους καὶ μετεώρους ταῖς ἐλπίσι ποιήσειε.

(Vers. 161.) Τὸ δὲ, θυμὸν μνηστήρων, εἶχε μὲν ὁ ποιητὴς καὶ ἀντωνυμικῶς φράσαι, οἷον, θυμὸν αὐτῶν ἢ σφέων, διὰ τὸ ἀνωτέρω ἐγγὺς τῶν μνηστήρων μνησθῆναι. ἔφρασε δὲ ὅμως, ὡς ἔτυχε, κατὰ λόγον σχεδιασμοῦ.

(Vers. 163.) Τὸ δὲ, ἀχρεῖον ἐγέλασεν, ἀντὶ τοῦ ἄκαιρον καὶ πρὸς οὐδεμίαν χρείαν. Ἀττικοὶ δέ, φασι, τὴν λέξιν ταύτην προπαροξύνουσιν, ἄχρειον λέγοντες. Αἰδοῦς δὲ τὸ τοιοῦτον ἄρτι γέλασμα καὶ ὡς οἷον ἐπικρίσεως τοῦ μὴ πάνυ ἀναγκαῖον εἶναι τὸ νῦν ἔργου, ἀλλὰ ἀφελέστερον. καὶ ἄλλως δὲ ποιητικὴ θεωρία τοῦτο, ἐμφαίνοντος Ὁμήρου, ἀστεῖον εἶναι τὸ γενησόμενον καὶ μειδιάματός τινος ἄξιον. διὸ μετ' ὀλίγα γήθησεν Ὀδυσσεὺς, ἐφ' οἷς ἡ γυνὴ ἄρτι ποιεῖ. προοίμιον οὖν τι ὁ ῥηθεὶς γέλως τῇ σοφῇ Πηνελόπῃ, καὶ οὐκ ἦν κάλλιον ἐπινοήσασθαί τι ἐπ' αὐτῇ τοῦ οὕτω γελάσαι. εἰ μὲν γὰρ σπουδαῖον τὸ ῥηθησόμενον, τί ἂν βλάψοι ὁ ἀφελὴς γέλως; εἰ δὲ καὶ ἑτεροῖον, ἐπαινετέα καὶ οὕτως ἡ γυνὴ ὡς προεπαγγελάσασα. καὶ ἔστι τὸ τοιοῦτον ἐνταῦθα σχῆμα ἀμίμητον καὶ κρεῖττον προοιμίου παντός.

(Vers. 172.) Ἐν δὲ τῷ, ἐπιχρίσασα παρειὰς, σιγᾷ τὸ τοῦ χρίσματος εἶδος σεμνῶς τε ἅμα καὶ ὅτι μηδὲ καίριον ἦν καὶ τοιούτοις ἐνδιατρῖψαι.

(Vers. 173.) δάκρυσι δὲ πεφυρμένη ἀντὶ τοῦ ἠχρειωμένη. καὶ ἔχεταί πως ἡ λέξις τοῦ, χείλεα φύρσω αἵματος. Τὸ δὲ πρόσωπα πληθυντικῶς ἔφη διὰ τὴν κατ' αὐτὰ διάχυσιν καὶ τὴν ἐντεῦθεν διαπέτειαν, ὁποίῳ δή τινι λόγῳ καὶ ἡ Ἰλιὰς ἐν τῇ μονομαχίᾳ πληθύνει τὸ τοῦ Αἴαντος πρόσωπον. καὶ νῦν μὲν ἁπλῶς πρόσωπα· τὰ δ' αὐτὰ ὑποκαταβὰς καὶ πρόσωπα καλὰ φησί. πάντως δὲ πρόσωπον κυρίως ἐπὶ μόνου ἀνθρώπου, εἰ μή πού τις παίζει, ὡς ὁ εἰπὼν, μέγα γλαύκου ἰχθύος πρόσωπον.

(Vers. 174.) Τοῦ δὲ πενθήμεναι τὸ κοινὸν πενθῆναι ὡς ἀπὸ τοῦ πένθημι, ὡς κίχημι κιχῆναι· ἢ καὶ ἀπὸ τοῦ πενθῶ πενθαίνω, ὁποῖον καὶ τὸ ὀνομαίνειν καὶ φοραίνειν, ἐξ ὧν ὀνομῆναι καὶ φορῆναι.

(Vers. 175.) Τοῦ δὲ τηλίκος ἑρμηνεία τὸ, γενειήσαντα ἰδέσθαι, ὃ τελειότητος δεῖγμα, καθ' ἣν χρησιμεύοι ἂν παῖς μητρί. εἰ δὲ ἀρᾶται γενειήσαντα ἰδέσθαι παῖδα μητρὶ, πολυήρατον ἄρα καὶ τὴν τοιαύτην ἡλικίαν ἔστιν εἰπεῖν.

(Vers. 179.) Τὸ δὲ, ἐπιχρίεσθαι ἀλοιφῇ, ἐντελέστερον εἴρηται τοῦ, ἐπιχρίσασα παρειάς. δῆλον δ' ὅτι ὁμώνυμος λέξις ἡ ἀλοιφὴ, ἐπί τε πιμελῆς λεγομένη καὶ στέατος καὶ νῦν ἐπὶ καλλοποιοῦ χρίσματος.

(Vers. 181.) Τὸ δὲ, κεῖνος ἔβη, κατ' ἐξοχὴν εἶπεν ἡ γυνή. ὄνομα γὰρ Ὀδυσσέως οὐ πρόκειται.

(Vers. 189.) Τὸ δὲ, λύθεν δέ οἱ ἅψεα, λυσιμελῆ δηλοῖ τὸν ὕπνον ἐξεῖναι λέγεσθαι, μὴ μόνον καθότι λύει μελεδήματα θυμοῦ, ὡς ἀλλαχόθι λέγει ὁ ποιητὴς, ἀλλὰ καὶ κατὰ τὸ λύειν τὰ μέλη, ὅ πέρ ἐστιν ἅψεα.

(Vers. 190.) Ὁ δὲ κλιντὴρ θρόνου εἶδος καὶ αὐτὸς, περὶ ὃν ἔστιν ἀνακλινθῆναι, ὡς δηλοῖ τὸ, εὗδε δ' ἀνακλινθεῖσα. ὃ καὶ ἐτυμολογικὸς τρόπος ἐστί.

(Vers. 192.) Τὸ δὲ κάλλος θεῖόν τι ὑγρὸν ἡ ποίησις πλάττει, ὥς που λέγει καὶ ἡ Ἰλιάς. ἦν δὲ τῷ τοιούτῳ μυθικῶς καὶ νίπτεσθαι, ὡς δηλοῖ τὸ, πρόσωπα καλὰ κάθῃρε τὰ τῷ κάλλει παρωνυμούμενα. ἔτι δὲ καὶ χρίεσθαι. Ἀφροδίτη γὰρ αὐτῷ χρίεται. ἔστι δὲ κάλλος τοιοῦτον ἀμβρόσιον ἀλληγορικῶς ἡ ἐπιπολάζουσα κατὰ πρόσωπον φυσικὴ καλλονὴ καὶ εὐπρέπεια, ὁποία τις καὶ νῦν ἡ τῆς [175] Πηνελόπης, ᾗ κάλλους αἴτιος καὶ ὁ ὕπνος γίνεται, οἷα τοῦ φιλίου χυμοῦ ἀναδοθέντος καὶ εἰς ἔρευθος φυσικὸν τῷ προσώπῳ ἐπανθήσαντος· ὅ περ οὐ κατά τινα τεχνικὴν Ἀθηνᾶν Ὅμηρος πλάττει γενέσθαι, ἀλλ' ἑτέρως κατὰ τὸ σεμνὸν τοῦ μύθου, ᾧ μάλιστα χαίρειν οἶδε ποίησις. Ἰστέον δὲ ὡς οὐ μόνον μύθου πλάσμα τὸ κάλλος, ἀλλὰ καὶ ἄλλως μύρον τι πραγματικῶς, χρήσιμον εἰς ἐπιποίησιν κάλλους, καθὰ καὶ πρὸ ὀλίγων εἴρηται. οὕτω δὲ καὶ τὸ μεγαλεῖον μύρον, εἰ καὶ δοκεῖ τισὶν ἐπαινετικῶς εἰρῆσθαι προπερισπώμενον, ἀλλὰ πρὸς ἀκρίβειαν μεγάλλιον ἐν δυσὶ γράφεται λλ προπαροξυτόνως διὰ τοῦ ι, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὑπεκρούσθη. ὁ μεγάλος μὲν γὰρ παροξυτόνως ἐπίθετόν ἐστιν, οὗ κλητικὴ ἑνικὴ παρ' Αἰσχύλῳ τὸ, ὦ μεγάλε Ζεῦ, καὶ πληθυντικὴ ἀναλόγως εὐθεῖα, οἱ μεγάλοι. ὁ Μέγαλλος δὲ προπαροξυτόνως ἐν διλαμβδίᾳ κύριον ὄνομα κατὰ τοὺς παλαιούς. ᾧ παρώνυμον τὸ ὑπ' ἐκείνου εὑρεθὲν Μεγάλλιον μύρον. Σικελιώτης δὲ ἢ Ἀθηναῖος ἱστορεῖται εἶναι ὁ εἰρημένος Μέγαλλος. Ὅτι δὲ κάλλος καὶ ἐπὶ ἀλεκτρυόνος κεῖται, ἀλλαχοῦ δηλοῦται.

(Vers. 193.) Τὸ δὲ τῆς Κυθερείας χρίσμα ἐμφαίνει κατὰ ἔρωτα ταῖς γυναιξὶ χρηστὰ εἶναι τὰ πρὸς κάλλος χρίσματα καὶ, ὡς εἰπεῖν, διὰ τὸ ἐπαφρόδιτον, καὶ μάλισθ' ὅτε πανηγυρίζουσι. τοῦτο γὰρ ὡς ἐκ μέρους ὁ τῶν Χαρίτων ἄρτι δηλοῖ χορὸς, περὶ οἷα μάλιστα γυναῖκες εὐδοκιμοῦσιν, ὡς ἄνδρες περὶ ἀεθλεύματα.

(Vers. 194.) ὡς δὲ φίλαι τῇ Ἀφροδίτῃ αἱ Χάριτες, καὶ ἡ θῆτα ῥαψῳδία ἐδήλωσεν. ἐνταῦθα δὲ ἰστέον, ὅτι ἐκ τῶν Χαρίτων καὶ τὰ Χαρίσια παρωνόμασται. παννυχίδες δὲ ταῦτα ἦσαν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες, ὅτε πειραμοῦς εἰς ἔπαθλον ἐδίδοτο τοῖς διηγρυπνήσασι καί τινα πέμματα, καλούμενα καὶ αὐτὰ χαρίσια ἐκ τῆς τῶν ἀναιρουμένων αὐτά, φασι, χαρᾶς. Εὔβουλος· εἶτ' εὐθὺς ἐξεπήδησα πέττουσα τὸν χαρίσιον. ἡ δὲ ἀναλογία τοῦ πυραμοῦντος, ὡς σησαμοῦς σησαμοῦντος. τῶν τις δὲ παλαιῶν καὶ μάζαν παρονομάσας ἐπίχαριν χαριτοβλέφαρον ὠνόμασε. δῆλον δὲ, ὅτι καὶ κύριόν ἐστιν ὄνομα ὁ Χαρίσιος.

(Vers. 195.) Τὸ δὲ, μακρότερον καὶ πάσσον τοῦ σώματος, καὶ ἐπὶ τῷ Ὀδυσσεῖ φθάσασα ἐνήργησεν ἡ τοῦ μύθου Ἀθηνᾶ ἐν ἑτέρῳ τε τόπῳ καὶ πρὸ ὀλίγων, ὅτε αὐτῷ πυγμαχήσοντι μέλεα ἤλδανε. οὕτω δέ πως καὶ ὁ τοῦ μύθου Ζεὺς ἐν Ἰλιάδι τὸν βασιλέα ἐσέμνυνεν ἐκπρεπέα καὶ ἔξοχον ἐν τοῖς τότε ποιήσας, οὐχ' ἁπλῶς, ἀλλὰ περί τινα μίαν ἡμέραν. Ἰστέον δ' ἐνταῦθα καὶ ὅτι πάσσων μὲν, πάσσονος ὁ παχύτερος. πάσσος δὲ, πάσσου, οἶνός τις ἐν τοῖς τοῦ Ἀθηναίου.

(Vers. 196.) Πριστὸς δὲ ἐλέφας τὸ ἐλεφάντινον ὀστοῦν πρὸς διαστολὴν τοῦ ζῴου. ἐκεῖνο μὲν γὰρ μέλαν ἐπιφαίνεται, καθὰ δηλοῖ καὶ ὁ εἰπὼν αὐτὸν Ἰνδὸν θῆρα κελαινόῤῥιον.

(Vers. 182.) Ὅτι αἰτίαν ἀποδιδοὺς ὁ ποιητὴς τοῦ μετὰ ἀμφιπόλων τὴν Πηνελόπην ἐφίστασθαι τοῖς μνηστῆρσι πλάττει αὐτὴν κελεύουσαν τῇ Εὐρυνόμῃ, προσκαλέσασθαι ἔνδον ἐκ τῆς γυναικωνίτιδος ἀμφιπόλους Αὐτονόην τινὰ καὶ Ἱπποδάμειαν, ἵνα παραστῶσι, φησὶν, ἐν μεγάροισιν· οἴη δ' οὐκ εἴσειμι μετ' ἀνέρας· αἰδέομαι γάρ. καὶ Εὐρυνόμη μὲν ἄπεισιν, ὑπνοῖ δ' ἐν τοσούτῳ ἡ Πηνελόπη· καὶ μεταβραχὺ αἱ ἀμφίπολοι ἦλθον φθόγγῳ ἐπερχόμεναι.

(Vers. 199.) τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκεν. οὐ γὰρ ἦν βαθὺς, ἀλλ' ὁποῖος παρὰ Σοφοκλεῖ ὕπνος ἄϋπνος. Ὅτι ἀφυπνισθεῖσα ἡ Πηνελόπη, ὡς ἐῤῥέθη,

(Vers. 200.) ἀπωμόρξατο χερσὶ παρειὰς, ἀρκεσθεῖσα εἰς ἐπιποίησιν κάλλους τῷ οὕτω ποιῆσαι, εἶτα καὶ πορισαμένη νόημα ἐκ τοῦ κατ' αὐτὴν αἰφνιδίου ὕπνου, φησίν·

(Vers. 201.) ἦ με μάλα αἰνοπαθῆ μαλακὸν περὶ κῶμ' ἐκάλυψεν. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ αὐτίκα νῦν, ἵνα μηκέτ' ὀδυρομένη κατὰ θυμὸν αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο παντοίην ἀρετὴν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν. ἁρμόζει δὲ ταῦτα γυναικὶ πάσῃ παθαινομένῃ ἐπὶ φίλῳ ἀνδρὶ ἀποδήμῳ.

(Vers. 202.) Σημείωσαι δὲ ὅτι ὥς περ μαλακὸν θάνατον εἶναι λέγει τὸν αὐτίκα νῦν, οὗ περ αἰτία γυναιξὶ παρὰ τῷ ποιητῇ Ἄρτεμις, οὕτω καὶ μαλακὸν κῶμα ὁ αὐτίκα νῦν ὕπνος, ὁποῖον ἄρτι Πηνελόπη ὕπνωσε.

(Vers. 205.) κάλλιον δὲ νῦν τὸν Ὀδυσσέα ἡ γυνὴ ἐπῄνεσε, ἤ περ ὅτε κλέος εὐρὺ αὐτοῦ εἶπε καθ' Ἑλλάδα καὶ μέσον Ἄργος.

(Vers. 206.) Κεῖται δ' ἐν τούτοις καὶ ὑπερῷον σιγαλόεν, καθὰ καὶ πρὸ ὀλίγων· κατέβαινε γάρ, φησιν, ὑπερώϊα σιγαλόεντα.

(Vers. 202.) Ὅτι δὲ τὸ μαλακῶς θανεῖν συγγενές τι τῷ μαλακῶς ὑπνῶσαι, δηλοῖ καὶ Ἡσίοδος ἐν τῷ, θνῆσκον δ' ὡς ὕπνῳ δεδμημένοι.

(Vers. 201.) Σημείωσαι δὲ ὅτι τε ὥς περ ζῶ ζῶμα, βρῶ βρῶμα, τρῶ τρῶμα Ἰωνικῶς ἡ βλάβη, οὕτω καὶ κῶ κῶμα ὁ ὕπνος. καὶ ὅτι καθὰ δέσμα μὲν ἔφη ὁ ποιητὴς, οὐ μὴν δὲ καὶ ὁ δεσμὸς εὕρηται παρ' αὐτῷ, οὕτω καὶ κῶμα μὲν οἶδεν, οὐ μὴν δὲ καὶ τὸν κῶμον, οὗ τῇ χρήσει πλεονάζουσιν [176] Ἀττικοὶ, λέγοντες κῶμον ἐκεῖνοι τὸν ἐν συμποσίῳ κάρον, δι' οὗ καταφέρεταί τις εἰς Ὁμηρικὸν κῶμα, ὅ πέρ ἐστιν ὕπνον· ὅθεν καὶ κωμάζειν καὶ εἰσκωμάζειν τὸ καθὰ μεθύοντα ἐπέρχεσθαι αὐθαδέστερον.

(Vers. 212.) Ὅτι τῶν μνηστήρων ἰδόντων τὴν Πηνελόπην αὐτοῦ λύτο γούνατα. διατί; ἔρῳ δ' ἄρα θυμὸν ἔθελχθεν. πάντες δ' ἠρήσαντο καὶ νῦν, ὡς ἀλλαχοῦ,

(Vers. 213.) παραὶ λεχέεσσι κλιθῆναι, ὅ πέρ ἐστιν ἑρμηνεία τοῦ ἔθελχθεν, οἷα οὕτως ἐκστάντων, ὡς εἰς εὐχὴν θέσθαι τὴν εὐνήν· ἢ καὶ ἄλλως οὕτω θελχθέντων, ὡς λυθῆναι αὐτοῖς τὰ γούνατα, οἷα λυσιμελοῦς τινὸς ὄντος καὶ τοῦ πολλοῦ ἔρωτος.

(Vers. 212.) Τὸ δὲ ἔρῳ δοκεῖ Αἰολικὸν εἶναι ἀπὸ εὐθείας τῆς ὁ ἔρος, οὗ χρῆσις ἅπαξ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Θεογονίᾳ· ὅθεν καὶ αἰτιατικὴ τὸ, ἐξ ἔρον ἕντο. ἠδύνατο δὲ καὶ ἐκ τοῦ, ἔρως ἔρωτος ἔρωτι, ἀποκεκόφθαι καθ' ὁμοιότητα τοῦ, γέλω ἔκθανον. ἀλλ' οὐ δοκεῖ γνωστὸν Ὁμήρῳ εἶναι τὸ, ἔρως ἔρωτος.

(Vers. 213.) Τὸ δὲ, παραὶ λεχέεσσι κλιθῆναι, ἀμφιβόλως νοεῖται· ἢ γὰρ ἐκείνην παρὰ τοῖς αὐτῶν, ἢ αὐτοὺς παρὰ τοῖς τῆς γυναικός. ὅτι δέ ποτε τὸ κλιθῆναι καὶ μετὰ τοῦ ν γράφεται κλινθῆναι, οὐκ ἔστιν ἀμφιβαλεῖν.

(Vers. 215.) Ὅτι ψόγος πρὸς ἀκμάζοντα εὐγενῆ νεανίαν, εἴ περ ἀφραίνει, τὸ, ὦ δεῖνα, οὐκέτι φρένες ἔμπεδον οὐδὲ νόημα, τὸ ἐκ τῶν σωματικῶν φρενῶν δηλαδή.

(Vers. 216.) παῖς ἔτ' ἐὼν, καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε' ἐνώμας, τουτέστι κερδαλέος ἦς. νῦν δ' ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις, καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρὸς, εἰς μέγεθος καὶ κάλλος ὁρώμενος ἀλλότριος φὼς,

(Vers. 220.) οὐκέτι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα. Πηνελόπη δὲ ταῦτα φησὶ πρὸς τὸν υἱὸν, ἀφορμὴν προβαλομένη τοῦ τε κατελθεῖν καὶ τοῦ ταῦτα εἰπεῖν τὴν τοῦ ξένου κακίαν.

(Vers. 221.) ἐπάγει οὖν θαυμαστικῶς καὶ θυμικῶς, οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη, ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως. πῶς νῦν; εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς,

(Vers. 225.) σοὶ ἂν αἶσχος λώβη τε μετ' ἀνθρώποισι πέλοιτο, ὡς ἀχρείῳ δηλαδὴ ξεινοδόκῳ ἢ καὶ ἀδίκῳ. καὶ οὕτω μὲν ἡ μήτηρ.

(Vers. 227.) ὁ δὲ παῖς ἐμφρόνως ἀντιλέγων καὶ ἐπιεικῶς λέγει, ὅσα δὴ συνετὸς νέος εἴπῃ ὁμολογῶν οἰκεῖον ἐλάττωμα, ὃ πταίει ἐξ αἰτίας ἐχθρῶν τινῶν. φησὶ γάρ· μῆτερ ἐμὴ, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι· αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα, ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δ' ἔτι νήπιος ἦα. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι· ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος οἵδε, κακὰ φρονέοντες, ἐμοὶ δ' οὐκ εἰσὶν ἀρωγοί. Καὶ ὅρα ὡς δεξιῶς ἀναστρέφει τὸ τῆς μητρὸς νόημα ὁ παῖς. ἡ μὲν γὰρ παῖδα ἔτι ἐόντα κέρδεα νωμᾶν αὐτὸν ἐν φρεσὶν ἔφη, νῦν δὲ μέγαν ὄντα μὴ τοιοῦτον εἶναι. ὁ δὲ νῦν μᾶλλον ἐπιστήμων ἔφη τῶν δεόντων εἶναι, πάρος δὲ νηπιάζειν. αἰτιᾶται δὲ τοὺς μνηστῆρας ὡς αἰτίους τοῦ δοκεῖν τοῦτον μὴ φρονεῖν, ἵνα τῶν τοῦ Τηλεμάχου τὸ μὲν πρῶτον εἴη ἐνστατικὸν, τὸ νῦν μᾶλλον εἰμὶ φρενήρης, τὸ δὲ ἑξῆς ἀντιπαραστατικὸν, τὸ ὑπὸ τῶν μνηστήρων ἐκκρούεσθαί ποτε τοῦ δέοντος. οἱονεὶ γάρ, φησιν, ὡς εἰ καί ποτε δοκῶ μὴ φρονεῖν, ἐξ αἰτίας τοῦτο τῶν μνηστήρων ἐστί.

(Vers. 217.) Τὸ δὲ, μέγας ἐσσὶ, ἔχεται λόγου τοῦ παιδὸς, ἐν ᾧ φθάσας ἐκεῖνος ἔφη, νῦν δ' ὅτε δὴ μέγας εἰμὶ, πειράσομαι τόδε ποιῆσαι.

(Vers. 219.) Ὅτι δέ ποτε ἀλλότριός τις φὼς εἰς μέγεθός τινος καὶ κάλλος ὁρώμενος, ἤτοι ὁρῶν, ὀλβίσοι ἂν τὸν βλεπόμενον, ἐδήλωσέ που καὶ Μενέλαος, οὕτω χαρακτηρίσας καὶ αὐτὸς ἐκεῖ Πεισίστρατον καὶ Τηλέμαχον, γένος εἶναι διοτρεφέων βασιλήων· ἐπεί, φησιν, οὐκ ἂν κακοὶ τοιούσδε τέκοιεν. καὶ ἄλλως δὲ φράσαι, τὸ ἀλλότριος φὼς ἀκριβῶς πρόσκειται, ὡς τοῦ ἀλλοτρίου φωτὸς ἀπὸ μεγέθους καὶ κάλλους ὡς ταπολλὰ ὀλβίζοντος τὸν ὁρώμενον, ὃς εἴ περ ἀστοχήσοι, ἀκούσοι ἂν, ὡς οὐκ εἰκότως ὄλβιον λέγει, ᾧ μὴ ἐπ' εἴδεϊ καὶ φρένες εἰσίν· ὁ μέντοι εὖ εἰδώς τινα ἑτέρωθεν χαρακτηρίσει τὸν ὄλβιον· ἐξ ὧν δηλαδὴ περὶ ἐκείνου οἶδεν ἀγαθῶν.

(Vers. 223.) Τὸ δὲ, πῶς νῦν; πάνυ ἐλλιπῶς καὶ οὕτω γοργῶς ἠρώτηται. οὐ γὰρ ἀφῆκεν ὁ θυμὸς ἐντελῆ γενέσθαι τὴν πεῦσιν. λέγει δὲ, πῶς νῦν τὸ πρᾶγμα γέγονεν; ἢ πῶς οὐκ ἐπεξῆλθες καὶ ἐκώλυσας; ἢ ἄλλο τι ὅμοιον. Τὸ δὲ εἴ τι ξεῖνος ἢ εἴ τις ξεῖνος, ἀμφοτέρως γὰρ γράφεται, καὶ τὰ ἑξῆς, διδάσκει, τὰ εἰς τοὺς ξείνους κακὰ τοῖς ξεινοδόκοις ἐπιγράφεσθαι.

(Vers. 224.) Ῥυστακτὺς δὲ ἡ αἰκία, ὁ βίαιος ἑλκυσμός· οὗ τὸ ῥῆμα ῥυστάζειν ἐλέχθη πρὸ τούτων.

(Vers. 228.) Τὸ δὲ, θυμῷ νοέω, εὐφυῆ καὶ θυμόσοφον εἶναι δηλοῖ τὸν Τηλέμαχον. οἴκοθεν γὰρ καὶ οὐκ ἀπὸ διδασκάλου φρονεῖ. διὸ καὶ ἐῤῥέθη που πρὸς αὐτόν· Τηλέμαχε, ἦ μάλα σε διδάσκουσι θεοὶ αὐτοί.

(Vers. 229.) Τὸ δὲ, οἶδα ἐσθλά τε καὶ τὰ χέρηα, σοφὸν τὸν παῖδα καθυποδείκνυσιν, εἰδότα μὲν αὐτόθεν καὶ τὰ [177] καλὰ, εἰδότα δὲ καὶ τὰ μὴ τοιαῦτα, ἐν τῷ μαθεῖν αὐτὰ κανόνι τοῦ γ' ἐσθλοῦ κατὰ τὴν τραγῳδίαν. εἰ δὲ καὶ οὕτως οἶδεν ὁ παῖς, ἀλλ' εὐλαβῶς εἴκων, οἷς ἡ μήτηρ εἶπεν,

(Vers. 230.) οὐ δύνασθαί φησι πεπνυμένα πάντα νοῆσαι, διότι ἐκπλήσσουσί με ἄλλοθεν ἄλλος· ὅ περ ἐκ μεταφορᾶς λέγει τῶν ἐπίτηδες διά τινος πληγῆς καὶ κρότου συγχεόντων τινά· οἳ καὶ οὕτω κατακρατηθέντες ἔμπληκτοι λέγονται καὶ ἔκπληκτοι. εἰ δὲ καὶ ὑπὸ βροντῆς αὐτὸ πάθοιεν, καὶ ἐμβρόντητοι καλοῦνται. ἀπὸ δὲ τοῦ ἐκπλήσσειν καὶ ἐκκρούεσθαί τις ἔργου λέγεται, καὶ ὁ κωλύων ἐκκρούει ἐκεῖνον. ὁ μέντοι παραπλὴξ ἄλλο τι δηλοῖ, ὡς προεδηλώθη. περὶ δὲ τοῦ ἐμπλήγδην ἐν τοῖς ἑξῆς δηλωθήσεται.

(Vers. 233.) Ὅτι λαλήσας δεόντως τῇ Πηνελόπῃ ὁ Τηλέμαχος, ἐφ' οἷς ἐκείνη αὐτὸν αἰτιᾶται διὰ τὸ αἰκισθῆναι τὸν ξένον, ἐπιφέρει καί τι νόημα δηλοῦν, ὡς ψεύδεται ἡ μήτηρ τὴν τοῦ ξείνου αἰκίαν. φησὶ γάρ· οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη, μνηστήρων ἰότητι.

(Vers. 234.) ἅμα δὲ καὶ ὑπεραπολογεῖται τῶν μνηστήρων. εἶτα καὶ τὸ γενναιότερον ἐπάγων φησί· βίῃ δ' ὅ γε φέρτερος ἦεν, τουτέστι προφερέστερος ἦν τοῦ Ἴρου ὁ ξεῖνος κατὰ ἰσχύν. ὁ δὴ τοιοῦτος πῶς ἂν ᾐκίσθαι λέγοιτο; Καὶ σημείωσαι τὴν τοῦ Τηλεμάχου δεινότητα. Πηνελόπη μὲν γὰρ αἰκισθῆναι ἀληθῶς τὸν ξένον ἔφη, ὅτε σφέλας ἀφεὶς ὁ Ἀντίνοος ἔβαλεν αὐτόν. Τηλέμαχος δὲ, προσποιησάμενος λαθέσθαι, νοεῖ τὸν τῆς μητρὸς λόγον ἐπὶ τοῖς κατὰ τὸν Ἶρον καὶ τὸν ξεῖνον, ἐφ' οἷς οὐκ ἔστιν αἰκία τοῦ ξένου. ποιεῖ δὲ τοῦτο ἐπίτηδες, ἵνα παύσῃ τὸν θόρυβον, ὑπεραπολογησάμενος μὴ αἰκισθῆναι τὸν ξεῖνον.

(Vers. 235.) εἶτα ἠρέμα κατὰ τῶν μνηστήρων αὖθις λέγων ἐπάγει· αἲ γὰρ οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ κατὰ τὸν Ἶρον, οἱ δ' ἔντοσθε δόμοιο, λέλυτο δὲ γυῖα ἑκάστου, ὡς νῦν Ἶρος ἐκεῖνος ἐπ' αὐλείῃσι θύρῃσιν ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς· οὐδ' ὀρθὸς στῆναι δύναται ποσὶν, οὐδὲ νέεσθαι οἴκαδε ὅπῃ οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.

(Vers. 237.) νεύειν δὲ κεφαλὰς ταυτόν ἐστι τῷ νευστάζειν, ὁποῖόν τι καὶ ἐπὶ Ἀμφινόμου τὸ νευστάζων κεφαλῇ. Τὸ δὲ δεδμημένοι, ἐπίτηδες κεῖται, ἵνα δηλοῖ ὄλεθρον τὸ, νεύοιεν κεφαλάς. ἄλλως γὰρ νεύει τις κεφαλῇ καὶ προκαλούμενός τινα ἢ κατανεύων ἐν τῷ ἐρωτηθῆναι. παραβολικὸν δὲ γνώρισμα τοῦ οὕτω νεύειν κεφαλὰς ἤγουν νευστάζειν κεφαλῇ τὸ κατὰ μέθην. διὸ ἐπήγαγε τὸ, μεθύοντι ἐοικὼς, ὃς οὐδ' ὀρθοῦσθαι δύναται.

(Vers. 238.) Τὸ δὲ, λέλυτο δὲ γυῖα ἑκάστου, ταυτόν ἐστι τῷ λυθεῖεν, ὁριστικὸν μὲν ὂν, τεθὲν δὲ ἀντὶ εὐκτικοῦ, ἴσως δὲ καὶ ἀπὸ τοῦ λελύοιτο συγκέκοπται. Τὸ δὲ, ὅπῃ οἱ νόστος, ἑρμηνεία ἐστὶ τοῦ νέεσθαι οἴκαδε. νόστος γὰρ ἡ εἰς οἶκον ὑποστροφή. διὸ καὶ ἅμα παραθεὶς ἔφη νέεσθαι οἴκαδε ὅπῃ οἱ νόστος.

(Vers. 246.) Ὅτι Εὐρύμαχος κολακεύων, ὡς εἰκὸς, τὴν Πηνελόπην φησίν· εἰ πάντες σε ἴδοιεν ἀν' Ἴασον Ἄργος Ἀχαιοὶ, πλείονές κεν μνηστῆρες ἐν δόμοις ἠῶθεν δαινύατο· ἐπεὶ περίεσσι γυναικῶν εἶδός τε μέγεθός τε, ἰδὲ φρένας ἔνδον ἐΐσας· ὥστε οὐδέν τι καινὸν ἐρᾶν σου ἡμᾶς τοὺς ἐγγὺς, εἴ γε καὶ οἱ ποῤῥωτέρω ἰδόντες σε τὸ αὐτὸ πάθοιεν ἂν ἡμῖν. Λέγει δὲ Ἴασον Ἄργος τὴν Πελοπόννησον ἀπὸ Ἰάσου βασιλέως, τοῦ τῆς Ἰοῦς, ὥς περ τὸ αὐτὸ καὶ Ἄργος διὰ τὸν πολλαχοῦ δηλούμενον πανόπτην Ἄργον. δῆλον δὲ καὶ ὅτι κατὰ πολυωνυμίας λόγον καὶ ἵππιον ἐκλήθη τὸ αὐτὸ καὶ ἱππόβοτον καὶ Ἄργος Ἀχαιϊκόν· ἰδίως μέντοι καὶ ἡ Λακωνικὴ Ἀχαιϊκὸν Ἄργος ἐκλήθη, ὡς τὸ, ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ, τουτέστιν οὐκ ἦν ἐν τῇ Λακωνικῇ. ὡς δὲ οὐχ' ἓν Ἄργος, ἀλλὰ πολλὰ, καὶ ὡς νεώτεροι Μακεδόνες καὶ Θετταλοὶ Ἄργος καὶ τὸ ἁπλῶς πεδίον φασὶ, καὶ ἐν ἄλλοις δεδήλωται. ὡς δὲ καὶ Ἀπία γῆ ἐκλήθη ποτὲ ἡ Πελοπόννησος ἀπὸ Ἄπιδός τινος ἢ Ἄπεως, ἐδηλώθη που καὶ αὐτό. ἐνταῦθα δὲ θετέον καὶ ὅτι Ἀπία ἐκείνη λεχθῆναι ἱστόρηται καὶ διὰ τὸ ἐπιδαψιλεύειν, φασὶν, ἐν αὐτῇ τὸ φυτὸν, ὃ δηλαδὴ τοὺς ἀπίους φέρει. τινὲς δὲ Ἴασον Ἄργος ἐνταῦθα ὡς ἀπὸ μέρους τὴν ὅλην Ἑλλάδα νοοῦσιν. ἀπολογία δέ τις κολακικὴ τῷ Εὐρυμάχῳ τὸ λεχθὲν ὑπὲρ τῶν ὅλων μνηστήρων, ὡς μηδέν τι ποιούντων παρά γε τὸ εἰκὸς, εἰ γυναῖκα τοιαύτην εὑρόντες παραμένοιεν, ἣν καὶ ἄλλοι ἰδόντες ποιήσαιεν ἂν τὸ ὅμοιον. χαρίεις δὲ ὁ λόγος τῷ Εὐρυμάχῳ καὶ διὰ τὸ ἐν ὀλιγίστῳ εἰρῆσθαι καὶ ἔχειν οὕτω τὸ εὐμνημόνευτον. Ἐν δὲ τῷ, ἀν' Ἴασον, λείπει ἄρθρον πληθυντικὸν, ἵνα λέγῃ, ὡς εἰ καὶ πάντες σε ἴδοιεν οἱ ἀνὰ τὸ Ἴασον Ἄργος.

(Vers. 251.) Ὅτι Πηνελόπη ἐπαινεθεῖσα παρὰ τοῦ Εὐρυμάχου φησίν· ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσε θεὸς, ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ἦεν Ὀδυσσεύς. εἰ κεῖνός γ' ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω. ἐνταῦθα δὲ νοητέον, οἷος ἂν εἰς τὸν ἀγῶνα [178] γενήσεται Ὀδυσσεὺς τοιαύτης πειρώμενος τῆς γυναικός· ἢ πάντως αἱρήσεται θανεῖν αὐτὸς, εἰ μὴ ταχὺ τοῦτο οἱ μνηστῆρες πάθοιεν. καὶ ἄλλως δὲ θεωρῆσαι ταῦτά τε καὶ τὰ εὐθὺς ἐφεξῆς·

(Vers. 255.) ἐπαινεῖ ἑαυτὴν ἡ γυνὴ φιλοκάλως εἰς ἐπίτασιν κάλλους ὑπερβαίνουσα τὰ τοῦ Εὐρυμάχου. εἰ γὰρ νῦν πασῶν περίεστιν, οἵα ἦν ἄρα τὸν ἄνδρα ἔχουσα; καὶ τὸν Ὀδυσσέα δὲ ἐπαινέσασα καὶ ἐρωτικῶς ἐκείνου ἔχειν φαμένη ἀντερᾶται εἰς πλέον· καὶ οὕτω πάλιν προσερεθίζεται Ὀδυσσεὺς ταχὺ ἐπεισπεσεῖν τοῖς μνηστῆρσι. προκαταβάλλεται δ' ἐν τούτοις ὁ ποιητὴς καὶ ἀρχὰς τῶν εἰσαύριον. εἰ γὰρ ἤδη τετύπωκεν ἡ γυνὴ γήμασθαι, πιθανῶς ἄρα τὰ τῆς αὔριον προβήσεται. πιθανολογεῖται δὲ καὶ ἡ τῶν δώρων ζήτησις καὶ ἡ τῶν μνηστήρων εἰς τὸ δοῦναι προθυμία, εἴ περ ἤδη ἐθέλει αὐτὴ ἄνδρα λαβεῖν.

(Vers. 251.) Ἀρετὴν δ' ἐνταῦθα οὐ μίαν τινὰ λέγει, ἀλλὰ τὸ εὔδαιμον τῆς ζωῆς καὶ μακαριστὸν ἢ καὶ πᾶσαν γυναικὸς δεξιότητα, οὐ μόνον τὴν κατὰ φρένας, ὡς Εὐρύμαχος εἶπεν, ἀλλὰ καὶ τὴν κατὰ ἔργα καὶ οἰκονομίαν καὶ ὅσα τοιαῦτα.

(Vers. 256.) Ὅτι πένθιμον τὸ, νῦν δ' ἄχομαι, τόσα γάρ μοι ἐπέσσευε κακὰ δαίμων. Ὅτι ἐπισπεύδων ἤδη τὴν μνηστηροκτονίαν ὁ ποιητὴς πλάττει τὴν Πηνελόπην λέγουσαν οὕτως· ἦ μὲν δὴ, ὅτε ἀπέπλεεν Ὀδυσσεὺς, δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα, προσηύδα· ὦ γύναι, οὐ γὰρ ὀΐομαι Ἀχαιοὺς ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι.

(Vers. 261.) καὶ γὰρ Τρῶας φασὶ μαχητὰς ἔμμεναι ἄνδρας, ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν, ἤγουν ὀϊστευτὰς, ἵππων τ' ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο. τῷ οὐκ οἶδ' εἴ κέν μ' ἀνέσει θεὸς ἤ κεν ἁλώω αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δ' ἐνθάδε πάντα μελόντων, μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν, ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος. αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι, οὗ περ αὐτὴν πρὸ βραχέων καὶ ἡ Εὐρυνόμη ἀνέμνησε, γήμασθ', ᾧ κ' ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα. κεῖνός θ' ὣς ἀγόρευε. τὰ δὴ νῦν πάντα τελεῖται. νὺξ δ' ἔσται, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, τῆς τε θεὸς ὄλβον ἀπηύρα.

(Vers. 269.) ἐν τούτοις δὲ φαινόμενον μὲν κεφάλαιον τὸ μελετᾶν ἤδη τὴν Πηνελόπην περὶ γάμου διὰ τὸ γενειῆσαι τὸν Τηλέμαχον· δεινότης δὲ ποιητικὴ ἀληθῶς, ἤδη μεθοδεύουσα ἐπιβαλεῖν τοῖς κατὰ τῶν μνηστήρων.

(Vers. 261.) ἔχει δὲ ὁ λόγος καὶ ἱστορίαν, λέγων ὁποῖοι τινές ποτε οἱ Τρῶες ἦσαν. διδάσκει δὲ χάριν πολυπειρίας καὶ ἀρίστους ἐν ταῖς πολεμικαῖς εἶναι τάξεσι τοὺς ἱππέας. διὸ καὶ παρ' Ἀθηναίοις τὴν πρώτην εἶχον μοῖραν αὐτοὶ, ὡς δηλοῖ καὶ ὁ κωμικός.

(Vers. 264.) ὧν ἔπαινος νῦν τὸ τάχιστα κρίνειν, ὅ ἐστι λύειν, τὸ τοῦ πολέμου νεῖκος. ἕτεροι μέντοι κοινὸν εἶπον τοῦτο ἀκοντισταῖς τε καὶ τοξόταις ὁμοῦ καὶ ἱππεῦσιν, ὡς τῶν τοιούτων τριῶν ταγμάτων τάχιστα κατορθούντων τὸ ἔργον.

(Vers. 266.) ἔτι δὲ ὁ ῥηθεὶς τῆς γυναικὸς λόγος, ὡς ἐξ Ὀδυσσέως, καὶ βιωτικὸν ἔχει παράγγελμα τό τε χρῆναι τὴν σώφρονα μεμνῆσθαι ὥς περ τοῦ ἀνδρὸς ἀποδημοῦντος, οὕτω καὶ τῶν ἐκείνου παραγγελιῶν, τῶν τε κατὰ ζωὴν καὶ τῶν μετὰ θάνατον.

(Vers. 267.) καὶ τὸ ἐπεστράφθαι αὐτὴν γονέων οὐ τῶν οἰκείων μόνων, ἀλλὰ καὶ τῶν τοῦ ἀνδρός· τούτων δὲ οὐ μόνον αὐτοῦ παρόντος, ἀλλὰ καὶ μᾶλλον ἀπόντος. ἐκεῖνο μὲν γὰρ δόξοι ἂν πραγματευτικόν· τοῦτο δὲ τὴν κυρίως φιλίαν διαδείκνυσιν.

(Vers. 265.) Ἐν δὲ τῷ περὶ Τρώων καὶ Ἀχαιῶν λόγῳ καὶ τὸ ξυνὸς ἐνυάλιος ἐφερμηνεύειν δοκεῖ, τοιοῦτον γὰρ τὸ, οὐκ οἶδα, εἴ περ ἀνέλθω ἢ ἁλώω.

(Vers. 258.) Τὸ δὲ, καρποῦ ἑλεῖν, φιλοφροσύνης ἴδιον, εἰωθὸς γίνεσθαι δεξιωτικῶς. Τίς δὲ ὁ κατὰ χεῖρα καρπὸς, ἐλέχθη ἀλλαχοῦ.

(Vers. 260.) Τὸ δὲ ἀπήμονας ἐφερμηνευτικόν ἐστι τοῦ εὖ. ταυτὸν γὰρ εὖ νοστῆσαι καὶ ἀπήμονας νοστῆσαι.

(Vers. 262.) Ὅρα δὲ καὶ ὅτι ἀκοντιστὰς μὲν ἐν ἁπλότητι ἔφη, τοὺς τοξότας δὲ παρέφρασε, ῥυτῆρας εἰπὼν ὀϊστῶν, ἔτι δὲ καὶ ἐπὶ πλέον τοὺς ἱππεῖς, εἰπών· ἵππων ὠκυπόδων ἐπιβήτορας. Ῥυτῆρες δὲ ὀϊστῶν οἱ ἑλκυσταί. ὅθεν εἶεν ἂν οἱ ὀϊστοὶ ῥυτοὶ, ὅ ἐστιν ἑλκυστοί. διὸ καὶ γωρυτὸς, θύλακος, τοξοθήκη, ὡς οἷον, φασὶ, χωρυτὸς, τουτέστι χωρῶν τόξον ῥυτόν.

(Vers. 265.) Τὸ δὲ, ἀνέσει θεὸς, ἀντὶ τοῦ ἀνήσει, ἀφήσει, ἀπολύσει. οὗ τὸ ἐναντίον ἁλῶναι ἐστίν. ἐντεῦθεν καὶ τὸ, ἄφρονα τοῦτον ἀνέντες, ἤγουν ἀφέντες, ἀπολύσαντες, ἀναπείσαντες. καὶ κύων δὲ εἰς θήραν οὕτως ἀνίεται, λυθεὶς δηλαδὴ δεσμοῦ.

(Vers. 269.) Τοῦ δὲ γενειήσαντα οὐκ εὔδηλον, εἴτε γενειῶ ἐστὶν ὁ ἐνεστὼς εἴτε καὶ γενειάζω παράγωγον.

(Vers. 270.) Τοῦ δὲ γήμασθαι ἡ πρὸς τὸ γῆμαι διαφορὰ προδεδήλωται. Ἐν δὲ τῷ, τεὸν κατὰ δῶμα λιποῦσα, φανερῶς ἄδικοι φαίνονται οἱ μνηστῆρες, τὸν μὲν υἱὸν ἐξωθοῦντες, τῇ μητρὶ δὲ διδόντες τὸ τοιοῦτον δῶμα καὶ ὅς τις ὀπυίει.

(Vers. 272.) Τὸ δὲ, νὺξ δὲ ἔσται καὶ ἑξῆς, [179] ἁπλοϊκῶς μὲν νοεῖ χρῆναι νύκτα εἶναι τὸν τοιοῦτον καιρὸν τοῦ γάμου χάριν αἰδοῦς· ἄλλως δὲ δύναται καὶ ὅμοιον εἶναι τῷ, μὴ ἴδοι τοιοῦτον κακὸν ὁ Ἥλιος. παραλαλεῖ δὲ τυχαίως ἐνταῦθα ἡ γυνὴ καὶ τὸ μέλλον. νῦν γὰρ ἔσται αὔριον, ὅτε ὁ αὐτῆς ἔσται γάμος, εἰ καὶ μὴ στυγερός· μετὰ τοῦ Ὀδυσσέως γάρ.

(Vers. 273.) Τὸ δὲ οὐλομένης ἴσως μὲν ἐνεργητικῶς ἐῤῥέθη, ὡς καὶ ἐν Ἰλιάδι ἡ οὐλομένη μῆνις, ἐπεὶ καὶ νῦν αὕτη ἄλγεα τοῖς μνηστῆρσι θήσει· ἴσως δὲ καὶ παθητικῶς ἀντὶ τοῦ, τῆς παθούσης ὀλέθρια καὶ ὡς εἰπεῖν ἀνόλβου. διὸ ἑρμηνεύων ἐπάγει· τῆς τε Ζεὺς ὄλβον ἀπηύρα, ἤγουν ἣν ἀφῆκεν ἄνολβον ἤτοι δυσδαίμονα. καὶ εἰκὸς τὸ οὐλομένη καὶ ἐνεργητικῶς καὶ παθητικῶς λέγεσθαι διὰ τὸ χρόνου εἶναι μέσου ἀορίστου δευτέρου. οἱ δὲ μέσοι ἐπαμφοτερίζουσιν ὡς ἐπὶ πολὺ τῇ ἑρμηνείᾳ. Ἰστέον δὲ καὶ ὅτι τὸ, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, περίφρασίς ἐστι τοῦ, ὅτε εἰς γάμον ἔλθω. Ἑλένη μὲν οὖν πταίσασα κυνῶπιν ἑαυτήν που καλεῖ. Πηνελόπη δὲ οὐκ ἂν τοιαύτην ἔχοι ἑαυτὴν καλέσαι, ἀρκεῖ δὲ ἠθικῶς οὐλομένην εἰπεῖν διὰ τὸ δύσδαιμον ἤτοι δυστυχές.

(Vers. 274.) Ὅτι ὑποκρουσαμένη δεινῶς ἡ Πηνελόπη μελέτην γάμου καὶ θέλξασα οὕτω τοὺς ἐραστὰς ἐπάγει εὐθύς· ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· μνηστήρων οὐχ' ἥδε δίκη τὸ πάροιθε τέτυκτο, οἵ τ' ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν, αὐτοὶ τοί γ' ἀπάγουσι βόας καὶ ἴφια μῆλα, κούρης δαῖτα φίλοισι καὶ ἀγλαὰ δῶρα διδοῦσιν· ἀλλ' οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. οὕτω κερδαλέα φρονεῖ ἡ σοφὴ γυνή. καλῶς ἄρα προεῤῥέθη, ὡς ἡ Ἀθηνᾶ ἐν φρεσὶν ἔθηκεν αὐτῇ φανῆναι μνηστῆρσι· φρονίμως γὰρ αὐτοῖς ἐπεφαίνετο. ἔφασαν δέ που καὶ οἱ μνηστῆρες θεόθεν ἐντεθεῖσθαι τῇ γυναικὶ νοῦν εἰς μέγα κλέος αὐτῆς. εἰ δὲ καὶ τὰ τοῦ υἱοῦ ἐδαπανῶντο, καθὰ ἐῤῥέθη ἐκεῖ, ἀλλ' ἰδοὺ ἡ μήτηρ οὐκ ἀφίησιν ἀζημίους τοὺς δαπανῶντας τὸν ἐκείνου βίον, ἀλλὰ παρέλκει ἐξ αὐτῶν δεξιῶς, ὡς ὁ μὲν ἄν τις ἐρεῖ δῶρα προικῷα, εἰπεῖν δ' ἀληθῶς, ἐπιθανατίους δωρεάς. μικρὸν γὰρ ὅσον καὶ τεθνήξονται οἱ δόντες.

(Vers. 281.) διὸ καὶ γήθησεν ἐνταῦθα πολύτλας δῖος Ὀδυσσεὺς, οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, καθὰ καὶ αὐτὸς ἐν Φαίαξιν ἐποίει, θέλγε δὲ θυμὸν μειλιχίοις ἐπέεσσι.

(Vers. 283.) νόος δέ οἱ ἄλλα μενοίνα. συνίησι γὰρ ὁ περίφρων τὰ τῆς δαΐφρονος γυναικός. ὑπούλου δὲ πάντως ἤθους καὶ τὸ διὰ δῶρα θέλγειν θυμὸν μειλιχίοις λόγοις, ἄλλα δὲ νοεῖν. καί πως οὐ μακράν ἐστι τοῦ εὖ μὲν βάζειν, κακῶς δ' ὄπιθε φρονεῖν, καὶ τοῦ ἐσθλὰ μὲν ἀγορεύειν, κακὰ δὲ βυσσοδομεύειν. εἰ καὶ ἁπαλώτερον τοῦτο ἤ περ ἐκεῖνα διὰ τὸ κερδαλέου ἤθους εἶναι, οὐ μὴν φονικοῦ.

(Vers. 275.) Τὸ δὲ, οὐχ' ἥδε δίκη, ὅμοιον τῷ, οὐχ' ἥδε θέμις, οὐχ' ὅδε νόμος, οὐχ' ὅδε τρόπος, καὶ τοῖς τοιούτοις. Τὸ δὲ πάροιθεν ἐντρεπτικόν ἐστιν, ὡς τῶν μνηστήρων καινιζόντων καὶ πρεσβεῖον ἀθετούντων δίκης, ἣ τὸ πάροιθεν ἤγουν ἀνέκαθεν ἐκ παλαιτάτων χρόνων τέτυκτο. νεωτερίζουσι δὲ πάντως οἱ οὕτω καινίζοντες καὶ εἰσὶν αὐτόχρημα νεωτεροποιοί.

(Vers. 276.) Τὸ δὲ, ἀγαθὴν γυναῖκα, καὶ τὸ, ἀφνειοῦ θύγατρα, καὶ τὸ, μνηστεύειν ἐθέλωσι, καὶ τὸ ἀλλήλοις ἐρίσωσι, παρατετηρημένως κεῖνται. εἰκὸς γὰρ δαπανᾶν τὰ γυναικὸς τοὺς μνηστῆρας καὶ μὴ ἐθέλειν διδόναι, εἴ περ μὴ ἀγαθὴ ἐκείνη γυνὴ, μηδὲ ἐκ πλουσίων, μηδὲ αὐτὴ ἀξιοῦται μνηστεύεσθαι, μηδὲ οἱ ἐρῶντες ἐρίζουσιν. εἰ δὲ ἀγαθὴ ἡ γυνὴ, ἕδνα πάντως καὶ ἐθέλει καὶ ἀξία ἐστὶ λαβεῖν. ὁμοίως καὶ ἐὰν θυγάτηρ ἀφνειοῦ πατρός. οὐ γὰρ ἂν αἰσχυνεῖ αὐτὸν πατρῷον ὄλβον. οὕτω δὲ καὶ ἐὰν ἐκεῖνοι μνηστεύειν ἐθέλωσιν. οὐ γὰρ ἀνάεδνοι τεύξοιντ' ἂν τοῦ θελητοῦ.

(Vers. 277.) πολλῷ δὴ πλέον καὶ, εἴ περ ἀλλήλοις ἐρίζουσι. τότε γὰρ, ὡς ἐν συναλλαγῇ, χαρίσηται ἂν ἡ γυνὴ τῷ διδόντι πλείονα.

(Vers. 278.) Τὸ δὲ, αὐτοὶ τοί γε ἀπάγουσι βόας καὶ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, τίς ἡ δίκη τῶν μνηστήρων πάροιθεν ἦν, ἵνα σαφὲς γένηται τὸ τῆς γυναικὸς βούλημα, καὶ μὴ προσποιήσαιντο ἀγνοεῖν αὐτὸ οἱ μνηστῆρες. Τὸ δὲ, αὐτοὶ τοί γε, ὅμοιον τῷ αὐτοὶ αὐτοὶ, πρὸς ἔμφασιν τοῦ λόγου πλείονα. Τὸ δὲ ἀπάγουσι ταυτὸν τῷ ἄγουσι· περιττὴ γὰρ ἡ πρόθεσις. σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸ ἀποστερεῖν καὶ ληΐζεσθαι. Τὸ δὲ, ἀπάγουσι βόας, τοιαύτας εἶναι τὰς ἀλφεσιβοίας γυναῖκας ὑπολαλεῖ. ἐκ δὲ τοῦ μῆλα ἡ ἐν Ἰλιάδι Πολυμήλη ὠνόμασται, ἔτι δὲ καὶ ἡ Φιλομήλα.

(Vers. 279.) Τὸ δὲ, ἀγλαὰ, βούλεται καὶ λαμπρὰ εἶναι, καθὰ καὶ χρὴ τὰ τῇ ῥηθείσῃ γυναικὶ διδόμενα ἕδνα.

(Vers. 282.) Τὸ δὲ, τῶν μὲν δῶρα παρέλκετο, ἀντὶ τοῦ παρὰ τούτων, ἤγουν ἐκ τῶν μνηστήρων δῶρα εἷλκε. καὶ ἔστι, φασὶν, ὅμοιον τῷ παρέσπα. ἔχει δὲ καὶ ἔμφασιν ἀστείαν τὸ ἕλκετο· οὐ γὰρ ἐξ ἑκόντων ἤρχετο τῶν μνηστήρων, ἀλλὰ εἵλκετο παρὰ τῆς γυναικὸς, ὡς οἷον πρεσβίαν· ἢ καὶ εἰ [180] βαρύ τι μέγεθος διὰ μεθόδου μηχανικῆς εἰς ἀναπλήρωσίν τινα ὧν ἐκεῖνοι ἐδαπάνων, εἰκὸς δὲ καὶ ἀντισήκωσίν τινα τὴν τοιαύτην λέξιν δηλοῦν· ὡς ἔστι συναγαγεῖν ἐκ τῆς ὁλκῆς ἐπὶ ὄγκου λεγομένης, καθὰ δηλοῖ καὶ τὸ, ὁλκὴ χρυσίου ἢ τοιούτου τινὸς, ὅ περ ἐκ τοῦ ἕλκειν γίνεται.

(Vers. 286.) Ὅτι Ἀντίνοος τῆς Πηνελόπης δῶρα παρελκομένης τῶν μνηστήρων, ὡς προσεχῶς ἐγράφη, φησί· δῶρα μὲν ὅς κ' ἐθέλῃσιν ἐνθάδ' ἐνεῖκαι, δέξασθαι, ἤτοι δέξαι. οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν ἐστί. τοῦτο δέ τις ἐρεῖ προτρέπων τινὰ εἰς λῆψιν δώρου. ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν, ὅς τις ἄριστος.

(Vers. 288.) Τοῦτο δὲ Ὁμήρου προαναφώνησις, ὡς οὐδεὶς τῶν μνηστήρων ἐκφευξεῖται τὸν ὄλεθρον μεταμεληθεὶς τυχὸν ἢ καὶ ἄλλως ὁπωσοῦν ἀναχωρήσας, ὃ καὶ Ὀδυσσεὺς ἐθέλοι ἄν. διὸ καὶ Τηλέμαχος μετ' ὀλίγα ἐρεῖ· διώκω δ' οὔ τιν' ἔγωγε, ἅμα μὲν πραΰνων τοὺς κακοὺς, δεικνὺς δὲ καὶ ὡς ἐθέλει ἀπὸ τῆς νῦν παραμεῖναι αὐτοὺς, ἵνα μηδεὶς ἐκφύγῃ τὸν πάναγρον.

(Vers. 287.) ἐπικριτικῶς δὲ εἶπεν ὁ κακὸς τὸ, οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν· καὶ οἱ ἀκούσαντες πείθονται, οὐ γὰρ ἔχουσιν ἀντιπεσεῖν οἷς καλῶς εἶπε καὶ ἡ Πηνελόπη καὶ ὁ Ἀντίνοος.

(Vers. 289.) Ὅρα δὲ τὸ, ὅς τις ἄριστος. ἔοικε γὰρ ὁ Ἀντίνοος μὴ βούλεσθαι λαβεῖν τὴν Πηνελόπην, ὃς ἂν αὐτῇ ἀρέσκοι, ἀλλὰ τὸν ἄριστον, ἑαυτὸν ἴσως τοιοῦτον κρίνων καὶ μαχησόμενος, εἰ διεκπέσοι τοῦ ἀριστείου.

(Vers. 290.) Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ Ἀντίνοος μὲν λέγει, πείθονται δὲ οἱ ἄλλοι, αὐτὸς ἄρα ἄρχει καὶ αἰτιός ἐστι μάλιστα· διὸ καὶ εὖ ποιῶν πρῶτος πεσεῖται.

(Vers. 289.) Ἰστέον δὲ καὶ ὅτι τὸ, γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος, ἔχει τι καὶ φήμης μαντικῆς. ἐξ ἀποτελέσματος γὰρ Ὀδυσσεῖ τῷ ἀρίστῳ ἡ γυνὴ ἐγήματο.

(Vers. 291.) Ὅτι πεμψάντων τῶν μνηστήρων ἤνεγκαν ἑκάστῳ δῶρα κήρυκες, Ἀντινόῳ μὲν μέγαν περικαλλέα πέπλον ποικίλον· ἐν δ' ἂρ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι χρύσειαι, κληῗσιν εὐγνάμπτοις ἀραρυῖαι· ὅρμον δ' Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκα ἔνεικε χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς. ἕρματα δ' Εὐρυδάμαντι δύο θεράποντες ἔνεικαν, τρίγληνα, μορόεντα· χάρις δ' ἀπελάμπετο πολλή. ἐκ δ' ἄρα Πεισάνδροιο ἴσθμιον ἤνεικε θεράπων περικαλλὲς ἄγαλμα. ἄλλο δ' ἂρ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικε. φίλη δὲ τῇ ποιήσει λέξις τὸ ἔνεικε. διὸ πεντάκις αὐτῇ ἐνταῦθα ἐχρήσατο. πόθεν δὲ γίνεται, εἴρηται ἀλλαχοῦ. Ὅρα δὲ τὸ, ἄλλο δ' ἄρα ἄλλος δῶρον ἔνεικε, περικόψαντος τοῦ ποιητοῦ τὸ πλείονα ὀνομάζειν, οἷον τυχὸν ψέλλια, ἢ ὑφορμίδας, ἢ περιδέραια, ἐξ ὧν καὶ ὑποδερὶς, κόσμος γυναικεῖος καὶ αὐτὴ κατὰ τοὺς παλαιούς. ἄκαιρός τε γὰρ φιλοτιμία τὸ πλείω εἰπεῖν, καὶ οὐδ' ἂν εὐπόρησεν ἐπὶ πάντων καθ' ἕνα τῶν μνηστήρων ἰδίᾳ τοιαῦτα περὶ ἑκάστου λαλεῖν.

(Vers. 292.) Πέπλον δέ φασί τινες τὸν ἐνταῦθα μέγαν καὶ περικαλλέα καὶ ποικίλον περιβόλαιον εἶναι σκέπον τὸν ἀριστερὸν ὦμον, καὶ ἔμπροσθεν καὶ ὄπισθεν συνάγον τὰς δύο πτέρυγας εἰς τὴν δεξιὰν πλευρὰν, γυμνὴν ἐῶν τὴν δεξιὰν χεῖρα καὶ τὸν ὦμον. εἰ δὲ τοῦθ' οὕτως ἔχει, τί δή ποτε δώδεκα περόνας ἐχρῆν ἔχειν αὐτὸν μανδυοειδῆ ὄντα; δοκεῖ δὴ μάλιστα γυναικεῖον ἱμάτιον εἶναι ὁ πέπλος κατὰ τὰ Δωρικὰ, σχιστὸν ἐπὶ μόνα τὰ ἔμπροσθεν, καὶ διατοῦτο περόνας ἐθέλον πολλάς.

(Vers. 294.) Κληῗδες δὲ, ὀπαὶ λεγόμεναι κατακλεῖδες, εἰς ἃς αἱ περόναι καθίεντο. Εὔγναμπτοι δὲ αὗται, ὡς ἐπικαμπεῖς καὶ περιφερεῖς.

(Vers. 295.) Περὶ δὲ ὅρμου χρυσέου, ὃς ἠλέκτροις ἔερτο, ἐν τοῖς Εὐμαίου λόγοις προδεδήλωται.

(Vers. 296.) Τὸ δὲ, ἠέλιον ὣς, παραβολικὸν ὂν, ἔλλειψιν ἔχει. χρὴ γὰρ νοεῖν κατὰ τὸ εἰκὸς ὅρμον λάμποντα ἢ φαέθοντα ἢ ἀφιέντα λαμπηδόνα, ὡς ἥλιον.

(Vers. 298.) Ἕρματα δὲ τρίγληνα μορόεντα χάριν ἔχοντα, κεῖται καὶ ἐν Ἰλιάδι ἐν τοῖς περὶ Ἡφαίστου, καὶ εἴρηται τὰ δέοντα ἐκεῖ.

(Vers. 297.) Ἐν δὲ τῷ, ἕρματα δύο θεράποντες ἔνεικαν, ἀμφίβολον μὲν, εἴτε ἕρματα δύο εἴτε θεράποντες δύο. δοκεῖ δὲ κρεῖττον συντάξαι ἕρματα δύο.

(Vers. 295.) Ἰστέον δὲ ὅτι, ὥς περ ἀπὸ τοῦ κείρω καὶ ὁ κορμὸς καὶ τὸ κέρμα, οὕτω καὶ ἀπὸ τοῦ εἴρω ὅρμος καὶ ἕρμα. μάλιστα δὲ ὁμοιότητα παραγωγῆς ἔχει πρὸς τὸν ὅρμον καὶ τὸ ἕρμα τὰ ἐκ τοῦ σπείρω, ὁ σπόρος δηλαδὴ καὶ τὸ σπέρμα, βαρύτονα ὄντα καὶ ἄμφω. ἐκ δέ γε τοῦ εἴρω καὶ τρίτη γίνεται παραγωγὴ ὁ εἱρμός. ἐξ οὗ καὶ ἡ εἱμαρμένη παρῆχθαι δοκεῖ, εἱρμαμένη τις οὖσα διὰ τὸν κατ' αὐτὴν εἱρμόν. ὡς δὲ ὁμώνυμος λέξις τὸ ἕρμα, δηλοῦσι καὶ τὰ ἐν Ἰλιάδι ἕρματα τῶν νηῶν καὶ ἡ ἀνερμάτιστος ναῦς.

(Vers. 300.) Ἴσθμιον δὲ τὸ περὶ τὸν ἰσθμὸν, ὅ ἐστι τὸν τράχηλον· ὃς ἰσθμὸς λέγεται πλεονασμῷ τοῦ σ, ὡς οἷον ἰθμὸς, δι' οὗ ἵενται τὰ σιτία. ἐντεῦθεν δὲ καὶ παρίσθμια τὰ περὶ τὸν τοιοῦτον ἰσθμὸν, ὃς οὐκ ἔστιν ἐν χρήσει. ὁ γὰρ περιφερόμενος [181] ἰσθμὸς τοπικόν ἐστιν ὄνομα. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται, ὅτι καὶ μέρος τις σώματος περὶ τὸν τράχηλον ἴσθμιον. ὅθεν καὶ κόσμος παρίσθμιος. καὶ ποτήριον δέ, φασι, Κύπριον ἐκαλεῖτο ἴσθμιον. ὅτι δὲ ἐκ τοῦ ἰέναι προϋπάρχει τοῦ ἰσθμοῦ παράγωγον ἰθμὸς δίχα τοῦ πρώτου σίγμα, δῆλον καὶ ἐκ τῆς παρὰ τῷ Ὀππιανῷ εἰσίθμης. διαφέρει δὲ ἴσθμιον ὅρμου κατὰ τοὺς παλαιοὺς, ὅτι ὁ μὲν ὅρμος κεχάλασται ἐκκρεμμάμενος, τὸ δὲ ἴσθμιον περιτραχήλιος ὢν καὶ αὐτὸ κόσμος τῷ τραχήλῳ προσέχεται. Ἄγαλμα δὲ καὶ ἐνταῦθα τὸ ἀγαλλίαμα.

(Vers. 306.) Ὅτι ἐπὶ τοῖς μνηστῆρσι τερπομένοις μέλας, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἐπὶ ἕσπερος ἦλθεν. αὐτίκα λαμπτῆρας τρεῖς ἔστασαν ἐν μεγάροισιν, ὄφρα φαείνοιεν, περὶ δὲ ξύλα κάγκανα θῆκαν αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, καὶ δαΐδας μετέμισγον.

(Vers. 311.) ἀμοιβηδὶς δ' ἀνέφαινον δμωαὶ Ὀδυσσῆος. ὁ δὲ πειρᾶσθαι καὶ τῶν δμωΐδων ἐθέλων, ὥς περ πρὸ ὀλίγου τῶν μνηστήρων, ἔρχεσθέ, φησι, δμωαὶ πρὸς δώματα,

(Vers. 314.) ἵνα αἰδοίη βασίλεια, τουτέστιν ὅπου ἡ δέσποινα, ὡς μὴ δέον ὂν αὐτὰς ἀνδράσιν ἀναμεμίχθαι. τῇ δὲ παρ' ἠλάκατα στροφαλίζετε, τέρπετε δ' αὐτὴν ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσί· διὰ τὸ μεγάλας δηλαδὴ τὰς νύκτας εἶναι, ὡς καὶ προϊστόρηται.

(Vers. 317.) αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω. ἤν περ γάρ κ' ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, οὔ τί με νικήσουσι, πολυτλήμων δὲ μάλα εἰμί. ταῦτα εἰπόντος, αἱ μὲν ἄλλαι ἐγέλασαν,

(Vers. 320.) εἰς ἀλλήλας δὲ ἴδοντο, κατά τι ἀφελὲς γυναικεῖον σχῆμα. Μελανθὼ δὲ καλλιπάρῃος καὶ αἰσχρῶς ἐνένιπεν, ἣν Δόλιος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπη, παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ἂρ ἀθύρματα θυμῷ. ἀλλ' οὐδ' ὣς ἔσχεν ἢ σχέθε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης.

(Vers. 325.) ἀλλ' ἥ γ' Εὐρυμάχῳ μιγέσκετο καὶ φιλέεσκεν ἡδονὴν ἀνταλλαξαμένη τοῦ πενθεῖν. αὕτη δὴ τὸν Ὀδυσσέα ἐνένιπεν ὀνειδείοις ἐπέεσσι· ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσὶ, οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν, ἠέ που ἐς λέσχην· ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας· ἃ δὴ καὶ μετ' ὀλίγα κεῖται.

(Vers. 332.) ἢ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστί· τουτέστι, μεθύων ἄρτι ἀφραίνεις, ἢ καὶ ἀεὶ τοιοῦτος εἶ. διὸ καὶ μεταμώνια βάζεις. ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην. μή τίς τι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, ὅς τίς σε ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι δώματος ἐκπέμψῃσι φορύξας αἵματι πολλῷ. καὶ ὅρα ὡς καὶ νῦν εὑρὼν ὁ ποιητὴς τόπον εὐμέθοδον, σκώπτει διὰ τῆς ἀπαιδεύτου Μελανθοῦς ἀρτύων καὶ ταύτῃ εὔλογον ὄλεθρον ἐν τοῖς ἑξῆς διὰ τὸ πρὸς τοὺς δεσπότας μῖσος. ἴσως δὲ ἄνδρα λέγει αὐτὴ ἀμείνονα τὸν Εὐρύμαχον. εἰς ὃν καὶ θαῤῥεῖ. τυχὸν δὲ καὶ τὸν ἀδελφὸν Μελάνθιον.

(Vers. 307.) Ἰστέον δὲ ὅτι λαμπτῆρας λέγει, ἃς νῦν οἱ ἀγροτικοὶ λυχνίας φασὶν, ἐφ' ὧν δᾷδες κείμεναι κατὰ δόρπον ἀνάπτονται, ἢ ξύλα ξηρὰ διὰ τὸ ἄκαπνον, ἢ καὶ ἄμφω ἀναμὶξ, ὡς καὶ ἐνταῦθα γίνεται παρὰ τοῖς λαμπροῖς μνηστῆρσι κατὰ ἡρωϊκὴν καὶ τοῦτο ἀφέλειαν, εἰς ὃ καὶ δμωΐδες ὑπουργοῦσι κατὰ ἔθος ἀρχαῖον. Δῆλον δὲ ὅτι ἁβρότερον οἱ ἐπιδόρπιοι λαμπτῆρες διάκεινται παρὰ Φαίαξι, παρ' οἷς οἱ μὲν δομητοὶ βωμοὶ ἀντὶ λαμπτήρων κεχαλκευμένων εἰσὶν, ἀντὶ δὲ δμωΐδων οἱ χωνευτοὶ χρύσειοι κοῦροι, δαΐδας μετὰ χερσὶν ἔχοντες καὶ φαίνοντες, ὅ περ ἐνταῦθα φαείνειν κεῖται, ταυτὸν ὂν τῷ λάμπειν. ἐξ οὗ οἱ λαμπτῆρες. οἱ δὲ παλαιοὶ καὶ οὕτω φασὶ λαμπτῆρες, ἐσχάραι μετέωροι, ἢ χυτρόποδες, ἐφ' ὧν ἔκαιον.

(Vers. 308.) Ξύλα δὲ κάγκανα τὰ ξηρὰ, τὰ καινόμενα εἰς τὸ καίεσθαι. ταῦτα δὲ καὶ δανὰ ἐλέγετο, καθὰ προεδηλώθη.

(Vers. 309.) Περὶ δὲ τοῦ, αὖα πάλαι περίκηλα, γέγραπται ἐν τοῖς κατὰ τὴν Καλυψώ. ἀντιθετικῶς δὲ λέγει τὸ, αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, ἵνα ᾖ πάλαι μὲν ξηρανθέντα, νεωστὶ δὲ κοπέντα. Ἰστέον δὲ καὶ ὅτι τὸ αὔω ῥῆμα, ὅ τινες καὶ ἐδάσυνον, ἐξ οὗ τὸ αὖον οὐ μόνον τὸ ξηραίνειν δηλοῖ, ἀλλὰ καὶ τὸ λάμπειν καὶ φαίνειν· ὅθεν καὶ αὔως Αἰολικῶς ἡ ἡμέρα, ἡ καὶ ἀὼς λεγομένη Δωρικῶς, καὶ ἠὼς κοινῶς τε καὶ Ἰωνικῶς. ἐκ δὲ τοῦ αὔειν καὶ πυραύστης ζωΰφιον ἐπιβουλεῦον τῷ τῶν λαμπάδων φωτὶ, ὑφ' οὗ καὶ ὄλλυται. ἀφ' οὗ παροιμία τὸ, πυραύστου μόρος, ἐπὶ τῶν ταχὺ θανατουμένων, οἷς ἀνοήτως θρασύνονται. ὅσα δὲ καὶ ἄλλα ἐκ τοῦ αὔειν παράγονται, δεδήλωται ἀλλαχοῦ.

(Vers. 315.) Τὸ δὲ στροφαλίζετε ἀπὸ τῆς στροφάλιγγος ἔχει διὰ τοῦ ο μικροῦ τὴν ἄρχουσαν. ἄλλως γὰρ ὡς ἀπὸ τοῦ στρωφᾶσθαι ὤφειλεν ἐκτείνεσθαι, ὡς τὸ, ἠλάκατα στρωφῶσα.

(Vers. 316.) Εἴρια δὲ πέκειν χερσὶ, τὸ ἐπιμελεῖσθαι καὶ, ὡς ἄν τις εἴπῃ, κτενίζειν, κατὰ τὸ, ἐκτενίζομεν τρίχας. τοῦτο δὲ καὶ ἀσκεῖν λέγεται, ὡς τὸ, ἤσκειν εἴρια καλά· καὶ προηγεῖται τοῦ ἠλάκατα [182] στροφαλίζειν, τὸ, εἴρια πέκειν χερσί. Καὶ ὅρα τὸ χερσὶν, ὡς τοῦ στροφαλίζειν προσεχῶς ἀτράκτοις συντελουμένου· ἢ καὶ ἑτέρως, τὸ χερσὶ πρὸς διαστολὴν τοῦ ἄλλως πέκειν εἴρηται. πέκονται γὰρ ἔρια καὶ κειρομένων προβάτων ποιμενικῶς. καὶ ἐκ τοῦ τοιούτου πέκειν καὶ ὁ πόκος εἴρηται. καὶ αἶγες δὲ, ὧν εὐγενὲς τὸ ἔριον, ἐργαλείῳ τινὶ ἑτεροίῳ πέκονται.

(Vers. 317.) Τὸ δὲ, φάος πᾶσι παρέξω, ἀντὶ τοῦ ἐγγὺς ἕξω· οὗ ἐναντίον ἐδηλώθη τὸ ἀφέξω ἀντὶ τοῦ παρεκτὸς σχήσω.

(Vers. 315.) Τὸ δὲ, τέρπετε αὐτὴν, ἐῤῥέθη, ὡς νῦν τῆς δεσποίνης οὐ τερπομένης, ἀλλ' ἀχθομένης ἐπ' αὐταῖς.

(Vers. 319.) Πολυτλήμων δὲ καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ μάλα, οὐ νῦν μόνον Ὀδυσσεὺς κατὰ τὸ ἐγκρατὴς ὕπνου εἶναι, ἀλλὰ καὶ ἐν τοῖς φθάσασι, τοιοῦτος ὡς μάλιστα δέδεικται. διαφορὰ δὲ πάντως πολλὴ πολυτλήμονος καὶ τάλανος. Ὀδυσσεὺς οὖν τλήμων μὲν εἶναι ὁμολογεῖ, τάλας δὲ οὐκ ἂν εἶναι εἴπῃ, εἰ καὶ ἀπὸ τοῦ αὐτοῦ ἐτυμολογεῖται ἄμφω ῥήματα. οὕτω καὶ τὸ συμφέρον καὶ ἡ συμφορὰ ἐκ τοῦ αὐτοῦ παραγόμενα ῥήματος διάφορον σημασίαν ἔχουσι· καὶ ὁ πανοῦργος καὶ παντουργὸς παρά γε τοῖς ὕστερον. Σοφοκλῆς γὰρ καὶ τὸν παντουργὸν εἰς ταυτὸν ἄγει τῷ πανούργῳ εἰπών· ἀνδρὶ παντουργῷ φρένας. καὶ ἡ στήλη δὲ καὶ ὁ στύλος, εἰ καὶ γίνονται ἀπὸ τοῦ αὐτοῦ, ἀλλ' οὐ ταυτά εἰσι.

(Vers. 321.) Τὸ δὲ, αἰσχρῶς ἐνένιπε, ταυτόν ἐστι τῷ, ἐνένιπεν ὀνειδείοις ἔπεσσι.

(Vers. 322.) Τοῦ δὲ, κόμισε Πηνελόπεια, ἑρμηνεία τὸ, παῖδα δὲ ὣς ἀτίταλλεν. ἔνθα ὅρα καὶ ὡς οὐδέν τι δύναται πρὸς ἀγεννῆ ἄνθρωπον τὸ θρεφθῆναι καλῶς. καὶ γὰρ ἡ δούλη Μελανθὼ παιδὸς δίκην κομισθεῖσα τῇ δεσποίνῃ οὐκ ἔχε πένθος αὐτῆς ἐνὶ φρεσὶν, ἤγουν οὐκ ἐλυπεῖτο κατ' ἐκείνην. οὐ γὰρ τὸ δεσποτικὸν πένθος ὡς πένθος εἶχεν, ἀλλὰ γαμήλια ἐπανηγύριζε δι' αὐτοῦ. Ἀθύρματα δὲ κατὰ τοὺς παλαιοὺς παίγνια, σκιρτήματα, παρὰ τὸ ἄγαν θύειν, ὅ ἐστιν ὁρμᾶν, κατὰ πρόθεσίν, φασι, τοῦ ῥῶ, ὁμοίως τῷ, ἄϊδις ἄϊδρις.

(Vers. 325.) Τὸ δὲ, μιγέσκετο καὶ φιλέεσκεν, ὅμοιόν τί ἐστι τῷ, μίγη φιλότητι καὶ εὐνῇ.

(Vers. 327.) Τὸ δὲ ξεῖνε ἴσως ἐπὶ ὕβρει φησὶν ἡ Μελανθὼ, ὡς εἴ περ εἶπεν, ὦ πλανῆτα, ὦ ἀλλότριε. Πεπαταγμένος δὲ φρένας ὁ ἐκπεπληγμένος καὶ ἐμβρόντητος, ὁποῖοι πολλοὶ ἀπὸ πατάγων, ὅ ἐστι κτύπων γίνονται, ὡς καὶ πρὸ ὀλίγων ἐλέγετο. Δῆλον δὲ ὅτι ἐκ τοῦ πάτου καὶ τοῦ πατεῖν τὸ πατάσσειν γίνεται, ἀφ' οὗ ὄνομα ῥηματικὸν ὁ πάταγος.

(Vers. 328.) Χαλκήϊος δὲ δόμος τὸ τῶν χαλκέων ἐργαστήριον, ἔνθα εἰσιόντες ἀκωλύτως πτωχοὶ ἐκοιμῶντο παρὰ τῷ πυρί· ὃ δὴ καὶ ἐν τοῖς βαλανείοις ἐγίνετο, καθὰ δηλοῖ καὶ ὁ κωμικός. ἐγγὺς δέ πώς ἐστιν ἡ Μελανθὼ τοῦ κατὰ τὸν Ἶρον σκώμματος. ὁ μὲν γὰρ γρηῒ καμινοῖ τὸν ξένον εἴκασεν· αὕτη δὲ ἀξιοῖ καμίνου χαλκευτικῆς ἐγγὺς αὐτὸν κεῖσθαι, καί πως λέγει, ὡς εἰ μὲν ῥιγώσας ἔχεις, τί σοι ὄφελος τοῦ τῶν λαμπτήρων πυρός; ἄπελθε εἰς τὸ χαλκεῖον· εἰ δὲ ὁμιλεῖν ἀνδράσι βούλει, οὐδέν σοι καὶ τοῖς ἥρωσι μνηστῆρσι, δέον εἰς τὴν λέσχην εἰσφρῆσαι κἀκεῖ τοῖς ὁμοίοις ὁμιλεῖν. ἦν δὲ λέσχη δημόσιον ἀθύρωτον οἴκημα, ἔνθα οἱ ἐπαῖται συναγόμενοι ὡς λέχος τὸ αὐτὸ εἶχον καὶ ἐλέσχαινον δὲ, ὅ ἐστιν ὡμίλουν, τὰ δοκοῦντα δηλαδὴ αὐτοῖς. μέμνηται δὲ τούτων καὶ Ἡσίοδος ἐν τῷ, πὰρ δ' ἴθι χάλκεόν τε θῶκον καὶ ἐπ' ἀλέᾳ λέσχην. ἣ καὶ παρὰ τὸ λέσχος λέγεται καὶ παρὰ τὸ λεσχαίνειν, ἀφ' οὗ καὶ τὸ ἀδολεσχεῖν καὶ ὁ ἀδόλεσχος.

(Vers. 329.) Τὸ δὲ, ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις, ὡς πρὸς τὸν χαλκήϊον δόμον καὶ τὴν λέσχην ἔφη, ὡς ἐκεῖ δέον ὂν καὶ μὴ ἐνθάδε πόλλ' ἀγορεύειν πολλοῖσι μετ' ἀνδράσιν, ὅ ἐστιν ἐν ἀνδρείοις, οὐ μὴν πτωχοῖς κατὰ τοὺς ἐν τῷ χαλκείῳ καὶ τῇ λέσχῃ. καὶ ἄλλως δὲ ὁ λόγος τῆς δούλης ἔχει τι ἀστεῖον ἐν τῷ, μετ' ἀνδράσι. χρεὼν γὰρ ὂν αἰδεῖσθαι αὐτὴν ἀναμισγομένην ἀνδράσιν, ἡ δὲ τῷ ξείνῳ περιτρέπει τὸ ὄνειδος.

(Vers. 331.) Τὸ δὲ, οἶνός σ' ἔχει, ἀρχή ἐστι τοῦ κάτοχόν τινα οἴνῳ λέγεσθαι. ἔστι δὲ τὸ, οἶνός σε ἔχει, περίφρασις τοῦ μεθύεις. οὕτω δὲ καὶ ὁ θυμούμενος θυμῷ ἔχεσθαι λέγεται. τὸ δὲ ὅμοιον καὶ ἐπὶ μανίας καὶ ἔρωτος καὶ ἑτέρων παθῶν.

(Vers. 332.) Μεταμώνια δὲ πόθεν τε γίνεται καὶ τί δηλοῖ, προεγράφη. ποιητικὴ δὲ καὶ αὐτὴ λέξις.

(Vers. 333.) Τὸ δὲ ἀλύεις ἀντὶ τοῦ ἐκλέλυσαι τῇ χαρᾷ. καὶ πολλὴ χρῆσις τούτου καὶ παρὰ Πλουτάρχῳ. εἴρηται δὲ καὶ ἀλλαχοῦ περὶ τῆς λέξεως ταύτης ὅσα ἐχρῆν. δῆλον δὲ ὅτι καὶ ἐπὶ ἀδημονίας ἡ λέξις κεῖται, καὶ μάλιστα παρὰ τοῖς ὕστερον, ὡς ἀπὸ τοῦ ἐκλύειν. ἄλις γὰρ ἐντεῦθεν ἡ ἀδημονία, καὶ, ὡς οἱ παλαιοί φασιν, ἄλη, ῥυπασμὸς, καὶ ἀλύειν, τὸ μηδὲν πράττειν. Τὸ δὲ, ἀλύεις μετὰ τοῦ ἀλήτου, ἔοικε παρηχεῖν, εἰ καὶ τὸ μὲν ἐν ἀρχῇ στίχου κεῖται, τὸ δὲ ἐν τῷ τέλει.

(Vers. 335.) Τὸ δὲ, ἀμφὶ κάρη κεκοπὼς ἤτοι πλήξας, ὡς πρὸς τὸ τοῦ Ἴρου πάθος ἡ δούλη ἀνάγει, ὃν οὕτω πλήξας ὁ Ὀδυσσεὺς παρέλυσε τοῦ [183] θρασύνεσθαι.

(Vers. 336.) Τὸ δὲ, φορύξας αἵματι, ταυτὸν τῷ φύρσας, ὃ προγέγραπται. ἴσως δὲ καὶ πρωτότυπον τοῦτο ἐκείνου. φορῶ γὰρ φορύω, ἐξ οὗ παράγωγον τὸ φορύσσω. τὸ δὲ φορύω συγκοπὴν παθὸν καὶ μετατεθὲν φύρω γίνεται. οὗ ὁ μέλλων φύρσω Αἰολικῶς. ἔστι δὲ φορύσσειν τὸ μεταφορεῖν καὶ μόριον ἐκ μορίου μεθέλκειν, ὅθεν καὶ ἕλκος γίνεται, τουτέστι λύσις συνεχείας κατὰ τοὺς σοφούς. ὅθεν μεταλαβὼν Καλλίμαχος ἄπελος τὸ ἕλκος φησὶ παρὰ τὸ μὴ πελάζειν. εἰ γοῦν τὸ μὴ πελάζον ἀφέλκεται, τὸ δὲ τοιοῦτον μεταφορεῖται, εἶεν ἂν σύστοιχα ἄπελος καὶ ἕλκος καὶ φορεῖν καὶ φορύειν, ἐξ οὗ τὸ φορύσσειν.

(Vers. 338.) Ὅτι νῦν μὲν Ὀδυσσεὺς κύνα τὴν ἀναιδῆ Μελανθὼ λέγει, οὐ πάνυ τρανὲς ἴσως βοῶν, καὶ Τηλεμάχῳ ἐρεῖν ἀπειλεῖται τὰ κατ' αὐτὴν, κεῖσε ἐλθὼν, ἔνθα δηλαδὴ κάθηται, ἵνα σε, φησὶν, αὖθι διαμελεϊστὶ τάμῃσιν. ὕστερον δὲ καὶ δικαιωθήσεται αὐτὴ κακῶς παθεῖν. τωτέως δὲ,

(Vers. 340.) διεπτοίησε γυναῖκας οἷς εἶπεν. εἶτα ἑρμηνεύων τί τὸ διαπτοιῆσαι, φησί·

(Vers. 341.) λύθεν δ' ὑπὸ γυῖα ἑκάστης ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι. Καὶ ὅρα ἐνταῦθα καὶ τὴν ταρβοσύνην λυσιμελῆ λεγομένην ἐν τῷ, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης. ἀνύει δὲ Ὀδυσσεὺς νῦν τήν τε τῶν δουλίδων πεῖραν, καὶ μάλιστα τὴν τῶν μνηστήρων. ἐπεὶ γὰρ αὐταὶ ἀπῆλθον, γνώσεται καὶ εἰσέτι τὴν ἐκείνων ὕβριν ἐπ' αὐτῷ. ἔτι γε μὴν ὁ ποιητὴς εὐπλαστοτέραν οὕτω ποιήσει τῷ Ὀδυσσεῖ τὴν εὐθὺς ἐφεξῆς ὁμιλίαν, ὅτε κατὰ σχολὴν οὐ μόνον τῇ γυναικὶ ὁμιλήσει, ἀλλὰ καὶ τῇ Εὐρυκλείᾳ, τὸ ἀναγκαιότατον. κρύψει δὲ καὶ τὰ ὅπλα μετ' αὐτῆς κατὰ πᾶσαν ἄδειαν. οὐδὲν γὰρ εἰκαίως ὁ ποιητὴς παραῤῥιπτεῖ, ἀλλὰ πρὸς μέθοδον πιθανότητος καὶ οἰκονομίαν τῶν ἐφεξῆς.

(Vers. 343.) ἔτι δὲ εὐοδοῦται Ὀδυσσεὺς ἐκ τῆς τῶν ἀμφιπόλων συστολῆς καὶ τῆς δι' ἑαυτοῦ φωσφορίας, καὶ εἰς τὸ τῆς ἑκάστων παρὰ πότον καταστοχάσασθαι φύσεως, ὡς ἕωθεν αὐτοὺς μετελευσόμενος. διό φησιν, ὅτι παρὰ λαμπτῆρσι φαείνων εἱστήκει ἐς πάντας ὁρώμενος, ἤγουν ὁρῶν.

(Vers. 345.) ἄλλα δέ οἱ κῆρ ὥρμαινε φρεσὶν, ἃ δὴ οὐκ ἀτέλεστα γένοντο.

(Vers. 344.) τὸ δὲ εἱστήκει εὕρηται καὶ εἱστήκειν κατὰ τὸ, ἤσκειν εἴρια καλά. Ὅτι μνηστῆρας οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος,

(Vers. 348.) ὄφρ' ἔτι μᾶλλον δύῃ, τουτέστιν ὑπεισέρχηται, ἄχος κραδίην Ὀδυσῆος.

(Vers. 347.) Λέγει δὲ λώβην θυμαλγέα τὰ σκώμματα καὶ τὰς βολὰς, ὑφ' ὧν ὅσα καὶ λέων ὑπὸ ἀλκαίας τῆς ἑαυτοῦ ἢ καὶ πληγῆς τῆς ἑτέρωθεν ἐρεθιζόμενος Ὀδυσσεὺς ποιήσει κατὰ τῶν μνηστήρων τὰ ἱστορηθησόμενα. συντελεῖ δέ τι αὐτῷ πρὸς τὸ σκώπτεσθαι ἡ ἐν αὐτῷ Ἀθηνᾶ, τουτέστι φρόνησις. οἷς γὰρ ποιεῖ εὐμεθόδως καὶ τεχνικῶς, σκώπτεται. οἷς δὲ σκώπτεται, μελετᾷ τίσιν δικαίαν κατὰ τῶν ὑβριστῶν.

(Vers. 349.) Εὐρύμαχος οὖν, ἐπεὶ παρὰ λαμπτῆρσι φαείνει ὁ ξένος, ὑποκινηθεὶς κέρτομα λέγει τινά. οἷς ἀντιλαλήσας ὁ Ὀδυσσεὺς κινεῖ μὲν ἐκεῖνον εἰς βολὴν, ἐκφεύγει δὲ, ὡς φανήσεται. φησὶ γοῦν ὁ ποιητὴς οὕτω· τοῖσι δ' Εὐρύμαχος ἦρχ' ἀγορεύειν κερτομέων Ὀδυσῆα, γέλων δ' ἑτάροισιν ἔτευξεν, οὐ μὴν δηλαδὴ καὶ τῷ Τηλεμάχῳ. αὐτὸς γὰρ οὐκ ἦν ἕταρος.

(Vers. 353.) οὐκ ἀθεεὶ ὅδ' ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει.

(Vers. 354.) ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι αὐτοῦ καὶ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ' ἠβαιαί. πρὸς τὴν τοῦ Ὀδυσσέως δὲ φαλάκρωσιν τὸ σκῶμμα, ἵνα λέγῃ, ὅτι ἐπίσης μοι δοκεῖ τὸ φαινόμενον σέλας τῶν δᾴδων εἶναι καὶ αὐτοῦ τῆς κεφαλῆς, ὡς ἐψιλωμένης. ἐπεὶ καὶ φαλάκρα λέγεται διὰ τὸ φάλιον ἢ φάλον, ὅ ἐστι λαμπρὸν τὸ περὶ τὴν κάραν. οὐκ ἀθεεὶ γοῦν, φησὶν, ὁ ξένος ἦλθεν, ἀλλὰ κατά τι θεῖον, ὡς οἷον περιποιησόμενος ἡμῖν τὰς δᾷδας διὰ τὸ φαίνειν αὐτὸς ἀντὶ δᾴδων. καὶ ὅρα ὡς εὑρηκὼς καὶ νῦν ὁ ποιητὴς εὐκαιρίαν κωμῳδεῖ τεχνικῶς, οὐκ εἰς πλάτος λαλήσας, ἀλλὰ γοργῶς, διὰ τὸ εὐπερίληπτον τοῦ λόγου καὶ οἷον ῥᾷον μνημονεύεσθαι. καὶ οὕτω μὲν Εὐρύμαχος πρὸς τοὺς μνηστῆρας κατάρξας ἐν τῷ συμποσίῳ μωκίας τῆς εἰς τὸν Ὀδυσσέα, ἵνα ἐπ' αὐτοῦ ἁρμόττῃ παρῳδικῶς τὸ, τοῖς δ' ὁ κακὸς πάμπρωτος ὑφαίνειν ἤρχετο λῆρον, ὃ δή τις ἐπὶ κόλακος ἀστείως ἐποίησε παρῳδήσας Ὁμηρικὸν ἔπος τὸ, τοῖς δ' ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῦθον, καὶ γράψας οὕτω· τοῖς δ' ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον. ἐνταῦθα δὲ μνηστέον λόγου παλαιοῦ, δηλοῦντος ὡς οἱ τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας παρέχοντες ὀφθαλμοὶ πρός τινων ἐκαλοῦντο. καὶ ῥητέον, ὡς οὐδὲν κωλύει καὶ τὸν Ὀδυσσέα, φαίνοντα τοῖς μνηστῆρσιν, οὕτω κληθῆναι.

(Vers. 355.) Ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι τριῶν τούτων ταυτοδυνάμων ὄντων, κεφαλῆς, κορυφῆς καὶ κρανίου, κεφαλῆς μὲν ῥῆμα τὸ κεφαλαιώσασθαι, κοινὸν αὐτὸ καὶ γνώριμον, κορυφῆς δὲ τὸ κορυφῶσαι, οὗ χρῆσις καὶ παρ' Ἡσιόδῳ, κρανίου δὲ ἄλλοτι [184] παρὰ ταῦτα, τὸ ἀποκρανίζειν ἤγουν ἀποκόπτειν τὴν κεφαλήν. ἀπεκράνιζε γάρ φησιν ἐκεῖνος τὸ, τῆς κάρας ἀπεχώρισε. Λογιστέον δὲ καὶ ὡς ἐκ τῆς Ὀδυσσειακῆς εὐμεθόδου σιλλογραφίας, ὅπῃ παρήκοι παραμιγνύσης ἀστεῖα τοῖς σπουδαίοις, εἰκὸς ἐπινοηθῆναι τοῖς ὕστερον τὴν σατυρικὴν ποίησιν. ἧς τὴν μέθοδον παραδηλοῖ ὁ μέχρι νῦν εὑρισκόμενος Εὐριπίδειος Κύκλωψ. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς σατυρικοῦ ἴδιον τὸ μέσον εἶναι τραγικοῦ καὶ κωμικοῦ. ὃ δὴ προκατάρξας ὑπέδειξεν Ὅμηρος, ἡρωϊκῇ σεμνότητι καὶ ἐμβριθείᾳ παραμιγνὺς εὐτράπελον γαληνότητα.

(Vers. 357.) εἶτα Εὐρύμαχος, πρὸς τὸν Ὀδυσσέα στρέψας τὸν λόγον, φησί· ξεῖνε, ἦ ἄρ κ' ἐθέλεις θητευέμεν, εἴ σε ἀνελοίμην, ἀγροῦ ἐπ' ἐσχατιῆς,

(Vers. 358.) μισθὸς δέ τοι ἄρκιος ἔσται ὁ ῥηθησόμενος, αἱμασιάς τε λέγων καὶ δένδρα μακρὰ φυτεύων, ἔνθα κ' ἐγὼ

(Vers. 360.) σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, εἰς μισθὸν δηλαδή· εἵματα δ' ἀμφιέσαιμι,

(Vers. 361.) ποσίν θ' ὑποδήματα δοίην. οἰκονομικὰ δὴ ταῦτα. εἶτα λέγει, ὃ δὴ πρὸ αὐτοῦ καὶ Μελάνθιος·

(Vers. 362.) ἀλλ' ἐπεὶ κακὰ ἔργα ἔμαθες, οὐκ ἐθελήσεις ἔργον ἐποίχεσθαι καὶ ἑξῆς.

(Vers. 366.) πρὸς ἅ περ, θυμοδακὴς γὰρ ὁ μῦθος καὶ οἷος ἥρωα ἐποτρύνειν ἀκούοντα, λέγει Ὀδυσσεύς· Εὐρύμαχε, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο τοῦ κατὰ γεωργίαν γένοιτο ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται, ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου νήστιες ἄχρι μάλιστα κνέφαος, ποίη δὲ παρείη. εἰ δ' αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνὸν, τετράγυον δ' εἴη, εἴκοι δ' ὑπὸ βῶλος ἀρότρῳ, τῷ κέ μ' ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. εἰ δ' αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε καὶ κυνέη πάγχαλκος ἐπὶ κροτάφοις ἀραρυία, τῷ κέ μ' ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, οὐδ' ἄν μοι τὴν γαστέρα ὀνειδίζων ἀγορεύοις, κατὰ τὸν σὸν δηλαδὴ κηδεστὴν Μελάνθιον, ὃς καὶ αὐτὸς τοιαῦτά μοί τινα ὠνείδισε.

(Vers. 371.) καὶ ταῦτα μὲν ἴσως Ὀδυσσεὺς ἀκαίρως εἶπεν, ἐκ τοῦ ταπεινοῦ δρεπάνου μεταβὰς εἰς ἄροτρον καὶ ἀπ' αὐτοῦ εἰς ξίφη, καὶ ὑπολαλήσας ὑποθετικῷ σχήματι ἀνυπόπτως καθάπερ αὐτὰ, οὕτω καὶ τὴν εἰσαύριον μάχην. τί γὰρ σήμερον, ὃ δὴ λέγεται, τί δὲ αὔριον;

(Vers. 377.) ἐν οἷς καὶ τὸν υἱὸν εὐφυῶς ἀναμιμνήσκει, τίνων χρῄζει, ὅτι δηλαδὴ σάκεος καὶ δούρων καὶ κυνέης. ἐπεὶ καὶ φθάσας παρήγγειλεν αὐτῷ, τὰ μὲν ἄλλα τῶν ὅπλων κατακρύψαι, δύο δὲ φάσγανα καὶ δύο δοῦρε καὶ δοιὰ βοάγρια ἑλέσθαι αὑτῷ τε καὶ τῷ πατρί.

(Vers. 381.) ἐπὶ δὲ τούτοις αὐστηρότερον τῷ Εὐρυμάχῳ προσφερόμενος κατὰ τὴν, ὡς ἐῤῥέθη, ἐν αὐτῷ Ἀθηνᾶν φησίν· ἀλλὰ μάλ' ὑβρίζεις, καί τοι νόος ἐστὶν ἀπηνής· καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιὸς

(Vers. 383.) οὕνεκα παρὰ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς. ὃ δὴ καλόν ἐστιν εἰς σκῶμμα ἀνδρὸς, ὃς ἐν μικροῖς τισὶ μέγας εἶναι δοκεῖ. εἰ δ' Ὀδυσσεύς, φησιν, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα γαῖαν, αἶψά κέ τοι τὰ θύρετρα καὶ εὐρέα περ μάλ' ἐόντα φεύγοντι στείνοιτο δι' ἐκ μεγάροιο θύραζε. αἴτιον δὲ ὁ φόβος, ὃς παράγων τοὺς πόδας ὧδε καὶ ἐκεῖ οὐκ ἐᾷ κατευστοχῆσαι τῆς ἐξόδου εἰς ὀρθόν. εἰκὸς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐσκοτομένους φόβῳ τοιαύτην ἀστοχίαν ποιεῖν. ὅμοιον δὴ πάθος τοῦτο, καθὰ εἰ καὶ τοξότης ἄτεχνος ἀποτυγχάνει σκοποῦ, εἰ καὶ μέγας ἐστὶν ὁ σκοπός. πάνυ γοῦν καὶ ἀστεῖος ὁ τοῦ ξείνου ῥήτορος λόγος καὶ πικρός,

(Vers. 387.) ἐφ' οἷς χολώσατο κηρόθι μᾶλλον Εὐρύμαχος, καί μιν ὑπόδρα ἰδὼν, ἆ δειλέ, φησι, ἦ τάχα τοι τελέω κακὸν, οἷ ἀγορεύεις θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας καὶ ἑξῆς, ὡς ἡ Μελανθὼ ἔφη, ἀφ' ἧς αὐτὸς τὴν ὕβριν ταύτης προικοφορεῖται, καὶ ἅμα εἰπὼν σφέλας ἔλαβεν, ὡς καὶ πρὸ αὐτοῦ ὁ Ἀντίνοος. Ὀδυσσεὺς δὲ δείσας Εὐρύμαχον.

(Vers. 395.) Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, ὃς ἀγαθαῖς φρεσὶ κεχρῆσθαι μεμαρτύρεται.

(Vers. 396.) ὁ δ' ἂρ οἰνοχόον βάλε χεῖρα δεξιτερήν. ποικιλίας Ὁμηρικῆς καὶ τοῦτο μεθόδευμα, ἵνα μὴ ἀεὶ κατὰ τοῦ αὐτοῦ εὐτυχοῖντο αἱ βολαί. βληθέντος δὲ οὕτω τοῦ οἰνοχόου εὐτυχῶς τε τῷ Ὀδυσσεῖ καὶ μὴν καὶ δεόντως, τί γὰρ εἰς μέθην ἐκίρνα; πρόχοος μὲν χαμαὶ βόμβησε πεσοῦσα. αὐτὰρ ὅ γ' οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι. Καὶ ὅρα, οἵαν βολὴν ἐκπέφευγεν Ὀδυσσεύς. καὶ τοιαῦτα μὲν ταῦτα.

(Vers. 357.) Ἐν δὲ τῷ, εἴ σ' ἀνελοίμην, περιττὴ συνήθως ἡ ἀνα πρόθεσις, ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ, ἄναγον τὸν Ἶρον. κυρίως μέντοι ἀνελέσθαι τὸ κάτωθέν τι λαβεῖν, ὃ διάφορόν ἐστι πρὸς τὸ καθελεῖν.

(Vers. 358.) Τοῦ δὲ μισθὸς οὐ μόνον ῥῆμα προῆκται τὸ μισθῶ, μισθώσω, ἀλλὰ καὶ μισθάριον καθ' ὑποκορισμὸν, [185] οὗ χρῆσις καὶ ἐν τοῖς τοῦ Σουΐδα. τοῦ δὲ μισθώσασθαι παράγωγον μισθωτὸς ὁ καὶ μίσθιος. Αἱμασιὰ δὲ κατὰ τοὺς παλαιοὺς τειχίον ἐκ χαλίκων ὅμοιον φραγμῷ. καὶ ἄλλως δὲ κατὰ τοὺς αὐτοὺς, ἐκ χαλίκων οἰκοδομὴ, τειχίον, θριγκός. Αἴλιος δὲ Διονύσιος εἰπὼν καὶ αὐτὸς, ὅτι αἱμασιὰ τὸ ἀπὸ χαλίκων τειχίον, ἐπάγει· ἥν τινες καὶ ἄρπεζον, ὡς καὶ Ἴωνες. δηλοῖ δέ, φησι, τοῦτο καὶ Ἡρόδοτος. ἀλλαχοῦ δὲ φέρεται καὶ ὅτι αἱμασιὰν Ἀττικοὶ καὶ Ἴωνες τὸ τειχίον φασί. τὸ δὲ ἔδαφος αὐτὸ Δωριέας οἶμαι καλεῖν· καὶ ὅτι αἵμους τοὺς δρόμους Αἰσχύλος λέγει· ἴσως, φασὶν, ἀπὸ τοῦ αὐτοῦ, ἀφ' οὗ καὶ ἡ αἱμασιὰ κέκληται. χρῆσις δὲ τῆς λέξεως καὶ παρὰ Ἡροδότῳ ἐν τῷ, αἱμασιὰν περιέβαλον κυκλοτερῆ, ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς ὀμφαλόν. ἦν δὲ περιῳκοδομημένη. ὁ δὲ Θρᾳκικὸς παραφραστὴς λίθους ἡρμήνευσε τὰς αἱμασιὰς, εἰπών· φυτεύων καὶ τοὺς λίθους ἐκλέγων. Ἰστέον δὲ καὶ ὅτι δοκεῖ ἐξ ἀκανθῶν ποτὲ ἡ αἱμασιὰ οὖσα ἐκεῖθεν σχεῖν τοὔνομα παρὰ τὸ αἱμάσσειν. καὶ παρέμεινεν ἡ κλῆσις ἐκείνη καὶ ὕστερον τοῖς ἐκ χαλίκων κτίσμασι, καθὰ σὺν ἄλλαις πολλαῖς ὁμοιότησι καὶ τοῖς βιβλίοις ὁ πύξος ἐνέμεινε διὰ τὸ πάλαι ποτὲ πυξία κυρίως αὐτὰ εἶναι· καὶ τῇ τοῦ τόξου δὲ νευρᾷ διὰ τὴν ἐκ νεύρων πάλαι ποτὲ χρῆσιν ἡ κλῆσις ἔνεστιν. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ, περιθέει αἱμασιὰ ἐγγεγλυμμένη τύποις, οὐ μόνον οὐκ ἐξ ἀκανθῶν ὕστερον ἡ αἱμασιὰ, ἀλλ' οὐδὲ ἀπὸ χαλίκων, λογάδων δέ τινων, ὡς εἰκὸς, λίθων ποιούντων γλύφεσθαι. Δένδρεα δὲ μακρὰ, οὐ τὰ τοιαῦτα ὄντα ἐν τῷ φυτεύεσθαι, ἀλλ' ὕστερον. Πάρισα δὲ καίρια καὶ φυσικὰ τὸ, αἱμασιάς τε λέγων, ὅ ἐστι συνάγων, καὶ δένδρεα φυτεύων. ἐκ δὲ τοῦ τοιούτου λέγειν καὶ οἱ λογάδες λίθοι παράγονται. Τὸ δὲ, λέγων καὶ φυτεύων, ἐσχημάτισται δι' ὑπερβατοῦ. ἄλλως γὰρ πρὸς τὸ, μισθὸς δέ τοι ἔσται, λέγοντι ὤφειλεν εἶναι καὶ φυτεύοντι.

(Vers. 361.) Τὰ δὲ πέδιλα ὑποδήματα συνήθως εἶπε, θαῤῥήσας συνθεῖναι τὴν λέξιν ἐκ τοῦ, ποσὶ δ' ὑπὸ λιπαροῖς ἐδήσατο πέδιλα.

(Vers. 366.) Τὸ δὲ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο, καὶ τὸ, εἰ δ' αὖ κε βόες εἶεν, καὶ τὸ, εἰ δ' αὖ κε πόλεμόν ποθεν, ὑποθετικῶς, ὡς ἐγράφη, ἀναγνωστέον καὶ οὐκ εὐκτικῶς. ἄλλως γὰρ ἀλόγιστον οὕτω νῦν εὔξασθαι.

(Vers. 367.) Τὸ δὲ, ὥρῃ ἐν εἰαρινῇ, ἐντελῶς κἀνταῦθα εἴρηται, ὡς καὶ ἐν τῇ Ἰλιάδι. ἐν δέ γε τῷ, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ, λείπει τὸ εἰαρινῇ. Δῆλον δὲ, ὅτι τοῦ εἶαρ, ὅθεν τὸ εἰαρινῇ, προϋπάρχει τὸ ἔαρ, καθὰ καὶ τοῦ ὄνειαρ καὶ εἶδαρ τὸ ὄνεαρ καὶ τὸ ἔδαρ. Ἰστέον δὲ καὶ ὅτι Ὀππιανὸς μὲν καὶ τὸ αἷμα ἔαρ ἔφη διὰ μόνου τοῦ ε ψιλοῦ. ἕτερος δέ τις διὰ τῆς ει διφθόγγου ὁμοίως τῷ αὐτῷ, ἔνθα περὶ ληστηρίου γράφει τὸ, ᾗχι κονίστραι ἄξεινοι λύθρῳ τε καὶ εἴαρι πεπλήθωσι.

(Vers. 368.) Δρέπανον δὲ εὐκαμπὲς, ὡς ἀπὸ μέρους τῆς καμπῆς, τὸ διόλου ἔντεχνον. Τὸ δὲ, καὶ σὺ τοῖον ἔχοις, διὰ τὸ ἀναμφήριστον κεῖται τοῦ ἔργου, ἵνα οὕτω φανείη καὶ ὁ ἀγαθὸς ἐργάτης καὶ ὁ μὴ τοιοῦτος. ἡ γὰρ τῶν ἐργαλείων ἀνομοιότης ἐμποδὼν αὐτοῖς πρὸς τὴν ἐν ἔργοις ἰσότητα.

(Vers. 370.) Τὸ δὲ, νήστιες καὶ τὸ ἄχρι μάλα κνέφαος ἤγουν ἄχρι βαθείας ἑσπέρας, φερεπονίας ἔλεγχος. Ὅτι δὲ νῆστις οὐ μόνον ὁ ἄγευστος σίτου, ἀλλὰ καὶ ἔντερον μεταξὺ κοιλίας καὶ στομάχου, καθωμίληται. Τὸ δὲ, ποίη δὲ παρείη, πρὸς μονιμότητα καὶ διάρκειαν ἔργου κεῖται καὶ πρὸς δεῖγμα τοῦ ἐν ἔργοις διόλου καρτερικοῦ, τὸ γὰρ ὀλιγόϋλον ἔργον καὶ τοῖς ἀχρείοις εὐεπιχείρητον. Ἰστέον δὲ ὅτι ποίη καὶ ἡ κατὰ τὸ θέρος κατ' ἐξοχὴν, ἀφ' ἧς καὶ τὸν ἐνιαυτὸν ποίην λέγει τῶν τις ποιητῶν. διὸ καὶ ἑρμηνεύοντες οἱ παλαιοί φασιν, ὅτι ποίη ὁ δημητρειακὸς καρπός. κοινῶς μέντοι ποίη ὁ κατὰ τὸ ἔαρ δρεπόμενος ἢ κειρόμενος χόρτος. δοκεῖ δ' ἐνταῦθα καὶ ὁ ποιητὴς ἐν τῷ, κεκορηότε ποίης, οὐ μόνον δηλοῦν τὸν χόρτον, ἀλλὰ καὶ καρποὺς Δήμητρος, οἷς καὶ βοῦς πιαίνεται ἐν σταθμοῖς.

(Vers. 371.) Τὸ δὲ, βόες ἐλαύνειν ἄριστοι καὶ τὸ, κεκορηότε ποίης, διὰ τὸ τοῦ ἔργου κεῖται ἐντρεχές. ὡς γὰρ δρέπανον ἀγαθὸν, καθά που καὶ πέλεκυς ὀξὺς αὔξει ἐργάτου ἐρωὴν, οὕτω καὶ βόες εὐσθενεῖς καὶ ἄριστοι, τουτέστι τεχνῖται τοῦ ἀροτριᾶν.

(Vers. 372.) Αἴθωνες δὲ βόες οἱ θερμοὶ ἐργάζεσθαι, ἢ μέλανες, οἱ ἐν ἄλλοις οἴνοπες, ἢ καὶ πυῤῥοὶ, ὡς ἀπὸ τοῦ, οἶνος ἐρυθρός. Τὸ δὲ, κεκορηότε ποίης, σύστασις βοῶν, ὡς καὶ ἵππων τὸ ἀκοστεῖν. κυριολεκτεῖται δὲ πάντως ἐπὶ ἀλόγων ζῴων τὸ κεκορηότες. Ἰστέον δὲ καὶ ὅτι τὸ, βόες ἄριστοι αἴθωνες καὶ τὰ ἑξῆς, ἔπαινός ἐστιν ἀγαθῶν βοῶν.

(Vers. 373.) Τὸ δὲ ἥλικες καὶ τὸ ἰσοφόροι καὶ αὐτὸ πρὸς ἰσότητα κεῖται, ἵνα τῷ ἀπαραλλάκτῳ τῶν βοῶν διαφαίνηται καὶ τοῖς ἀροτριῶσι τὸ ἔργον οἷον ἐστί. διὸ καὶ χρὴ τήν τε ἀροτριωμένην γῆν ἐπίσης νενεμῆσθαι καὶ ἀμφοῖν ὑπείκειν εἰς τὸ τέμνεσθαι. Ἰσοφόροι δὲ ἢ εἰς ἶσον φερόμενοι καὶ ὡς εἰπεῖν ἰσοφαρίζοντες, ἢ ἶσον ἄχθος φέρειν δυνάμενοι, ἢ ἰσοκίνητοι [186] καὶ ἶσοι κατὰ τὸ φέρεσθαι.

(Vers. 374.) Τετράγυον δὲ διάστημά τι, ὅσον ἦν ἀροτριᾶν ὡς εἰκὸς δι' ἡμέρας τοὺς ἀγαθοὺς ἐργάτας καὶ χρωμένους βουσὶν ὁμοίοις. Τί δὲ τὸ τετράγυον, προγέγραπται. ὁ δὲ παραφράσας τετράπλεθρον ἡρμήνευσε τὸ τετράγυον, εἰπὼν, ἐλαύνειν ἐν νειῷ τετραπέλεθρον. Πολὺ δὲ ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ τὸ κομματικόν· τό τε ἀλλοῖον καὶ τὸ κατὰ λέξιν, ὡς ἡ ἀνάγνωσις παρίστησιν.

(Vers. 375.) Ὦλξ δὲ ἡ αὖλαξ, ἀπὸ τοῦ ἀλέγω, τὸ λόγον ποιοῦμαι καὶ φροντίζω, ἀλέξω, ἄλοξ, καὶ μεταθέσει ἄολξ, καὶ ἐν συναιρέσει ὦλξ, ἡ ἐν λόγῳ δηλαδὴ οὖσα. Διηνεκὴς δὲ ὦλξ ἡ διόλου ἐνηνεγμένη μία καὶ κοιλανθεῖσα μιᾷ μακρᾷ τομῇ. Τὸ δὲ προταμοίμην ἀντὶ τοῦ, πρὸ σοῦ ἀροτριάσαιμι, καὶ, ὡς εἰπεῖν, προκόψαιμι, καὶ τὰ πάντα ἔχων ἶσα, ὅμως προβαλοίμην τῇ ἀρετῇ.

(Vers. 384.) Τὸ δὲ, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα, διττολογία ἐστὶν ἐννοίας μιᾶς διὰ προσώπου ἀγωνίαν καὶ αὐτὴ γενομένη καθὰ καὶ τὰ ῥηθέντα κόμματα.

(Vers. 376.) Τὸ δὲ, εἰ δ' αὖ καὶ πόλεμον ὁρμήσειέ ποθεν Κρονίων, περίφρασίς ἐστι τοῦ, εἴ ποθεν ἐκφανείη πόλεμος ὁ κατὰ τὸν μῦθον ἐκ Διὸς, ὃς ταμίης πολέμοιο τέτυκται. Ὅρα δὲ τὸ ποθὲν πρὸς ἐπίκρυψιν τεθὲν τοῦ ἀληθοῦς, καιριώτερον ὂν τοῦ ἴσως καὶ τοῦ τυχὸν καὶ τῶν τοιούτων, ὑπεμφαῖνον δὲ καὶ τὴν ἀλήθειαν, ἵνα λέγῃ, ὡς εἴ περ πόλεμος γένηται ἢ ἐξ ὑμῶν προϋπαρξάντων ἢ ἐξ ἐμοῦ ἢ ἐκ τῶν ἐμῶν. Τὸ δὲ ὁρμήσειεν ἀντὶ τοῦ κινήσειε καὶ, κατὰ τοὺς ὕστερον εἰπεῖν, παρορμήσειε. διχῶς οὖν τὸ ὁρμήσειν, ἰδιοπαθῶς τε κατὰ τοὺς μεθ' Ὅμηρον ἀντὶ τοῦ κινηθῆναι καὶ ἑτεροίως ἀντὶ τοῦ κινήσειν. εἰ δὲ ἐχρῆν καὶ αὐτὸ διάφορον σχεῖν διάθεσιν κατὰ τὸ πλουτῶ ἐγὼ, πλουτίζω δὲ ἕτερον καὶ τὰ ὅμοια, ἀλλὰ προελήφθη τοῦτο ὑφ' ἑτέρου ῥήματος τοῦ κατὰ τὸν ὅρμον, καθ' ὃν ὁρμεῖ μὲν ἡ ναῦς, ὁρμίζει δέ τις αὐτήν. καὶ ἄλλως δὲ ὁρμεῖ μὲν αὐτὴ, ὁρμίζεται δὲ ὑπ' ἄλλου.

(Vers. 394.) Σφέλας δὲ ἢ τὸ ὑποπόδιον καὶ νῦν ἢ καὶ ἁπλῶς κατὰ τοὺς παλαιοὺς βλῆμά τι σφῆλαι δυνάμενον, ὡς καὶ αὐτὸ προείρηται.

(Vers. 397.) Ἡ δὲ πρόχοος ἐνταῦθα ἡ καὶ κατὰ κυριολεξίαν βομβήσασα ἐν τῷ πεσεῖν ξέστης ἐστὶ ποτίζειν χρήσιμος, οὐ μὴν κατὰ τὴν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ, δι' ἧς ὕδωρ χερσὶν, ἐπιχέεται, ἣν παραφράζων ἐκεῖ ὁ ἐκ Θρᾴκης σοφὸς εἶπε· τὸ πρῶτον μὲν οὖν κατὰ χειρὸς θεράπαινα ἔφερε χρυσῇ πρόχῳ, οὐδὲ μὴν κατὰ τὴν ὀστεοδόχον, ἣν δηλοῖ ὁ γράψας τὸ, ἐμβαλὼν εἰς πρόχουν ἀργυρᾶν τὰ ὀστᾶ καὶ ἐξέπεμπεν, ὁποῖόν τι ἴσως καὶ ἐν Ἰλιάδι τὸ δέπας, ἐν ᾧ θέσις ἡρωϊκῶν ὀστῶν ἱστόρηται.

(Vers. 395.) Ἰστέον δὲ ὅτι δεξιότατα Ὀδυσσεὺς δοκεῖ προσφεύγειν τῷ Ἀμφινόμῳ, εἴ πως σχοίη συγκροῦσαι τοὺς μνηστῆρας ἀλλήλοις, ἐπικουρήσαντος μὲν ἐκείνου τῷ ξένῳ, ἀπαρασθέντων δὲ τῶν μνηστήρων.

(Vers. 401.) Ὅτι οὕτω θρασὺ πρᾶγμα πεποίηκεν ὁ Εὐρύμαχος, ὡς καὶ τοὺς ὁμοίους αὐτῷ ὑβριστὰς δυσχεράναι, καὶ ὅμως ἀνέχεται Ὀδυσσεὺς, καὶ ὁ Τηλέμαχος δὲ, ἵνα μὴ πρὸ καιροῦ ἐγχειρήσαντες ἔργῳ δυσπραγήσωσι. καὶ λαλεῖ μέν τι ὁ Τηλέμαχος ὑποπίκρως, παραμίγνυσι δέ τι καὶ ἐπιεικείας εὐθύς. λέγει γοῦν ὁ ποιητὴς οὕτως· αἴθ' ὤφελλ' ὁ ξεῖνος ἀλώμενος ἄλλοθ' ὀλέσθαι, πρὶν ἐλθεῖν, τῶ κεν οὔ τι τόσον κέλαδον μεθέηκεν, ἤγουν οὐκ ἂν τοσοῦτον θόρυβον ἐνῆκεν ἡμῖν. νῦν δὲ περὶ πτωχῷ ἐριδαίνομεν, οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. καὶ οὕτω μέν τις εἶπεν ἂν καραδοκῶν αὐτόθι ὀλέσθαι τὸν Ὀδυσσέα καὶ διατοῦτο εὐχόμενος ἄλλοθι αὐτὸν τοῦτο παθεῖν.

(Vers. 406.) Τηλέμαχος δὲ, δαιμόνιοι μαίνεσθέ, φησι, καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα· θεὸς δὴ ὑμᾶς ὀροθύνει·

(Vers. 408.) ἀλλ' εὖ δαισάμενοι κατακείετε οἴκαδε ἰόντες, ὁππότε θυμὸς ἄνωγε. διώκω δὲ οὔ τινα ἔγωγε· ὅ περ ἀγαθοῦ ξενοδόχου λόγος, ὥς περ ἐλεεινολογία ἐπί τινι δυστυχῶς νοστήσαντι, τὸ, αἴθ' ὤφελλ' ὁ ξεῖνος καὶ ἑξῆς ὡς ἀνωτέρω γέγραπται.

(Vers. 414.) δικαιολογίας δὲ ἀναντιῤῥήτου παραστατικὸν τὸ, ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι, ὅ περ ἐφ' οἷς καλῶς ἐλάλησεν ὁ Τηλέμαχος, ἐπικριτικῶς φησὶν ὁ Ἀμφίνομος, οἷα τοῦ πρόσφυγος ξείνου ὑπερλαλῶν. διὸ καὶ παραινεῖ μήτε τὸν ξεῖνον στυφελίζειν μήτε τινὰ ἄλλον δμώων Ὀδυσσέως. εἶτα συμβουλευσάμενος καὶ περὶ σπονδῆς καὶ ὕπνου πείθει·

(Vers. 422.) πᾶσιν ἑαδότα μῦθον εἰπὼν, ἤγουν ἀρέσκοντα, ὡς πολλαχοῦ εἴρηται.

(Vers. 406.) Ἰστέον δὲ ὅτι τὸ, οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα, ἀστείως ἐῤῥέθη διὰ τὸ τοὺς μνηστῆρας μὴ κρύπτειν, ἀλλ' ἐκφαίνειν, ὡς οἱ ἐξεμοῦντες τὰ ἐντὸς, οὕτω καὶ αὐτοὺς, ὅ περ εἶχον ἔνδον βούλευμα, τὸ τὸν ξένον δηλαδὴ, ὡς ἐῤῥέθη, αὐτόθι ὀλέσθαι. ὡς ἐπὶ ἐμέτου γοῦν εἰπὼν τὸ, οὐ κεύθετε βρωτὺν οὐδὲ ποτῆτα, νοεῖν ἀφίησιν αὐτὸ ἐπὶ τοῦ κατὰ ψυχὴν βουλεύματος, προσθεὶς τὸ, θυμῷ. ἔφη γὰρ, οὐκέτι [187] κεύθετε θυμῷ, οὗ περ ἀνάπαλιν τὸ, οὐκέτι κεύθετε γαστρί.

(Vers. 407.) Τὸ δὲ, θεός νύ τις ὔμμ' ὀροθύνει, ἐπιτυχῶς εἶπεν ὁ παῖς. Ἀθηνᾶ γὰρ αὐτοὺς ὀροθύνει, ὡς φθάσας ἐδήλωσεν ὁ ποιητής.

(Vers. 416.) Ἐν δὲ τῷ, μή τέ τιν' ἄλλον δμώων, τὸ ἄλλον, οὐ πρὸς διαστολὴν ὁμογενοῦς ἐῤῥέθη, ὡς εἴ τις εἴπῃ μήτε τοῦτον δοῦλον ὄντα μήτε ἄλλον τινὰ δμώων, ἀλλὰ πρὸς ἑτεροιότητα τύχης, ἵνα λέγῃ, ὅτι μήτε τὸν ἐλεύθερον ξένον τοῦτον στυφελίζετε, μήτε ἄλλον, ἤγουν τύχης ἄλλης ὄντα, ὁποῖοι οἱ τοῦ Ὀδυσσέως δμῶες.

(Vers. 423.) Ὅτι τὸν κήρυκα Μούλιον, ὃς θεράπων ἦν Ἀμφινόμοιο, ἥρωα καλέσας ὁ ποιητὴς ἐμφαίνει ἀδιαφορίαν κἀνταῦθα τοῦ ἥρως ὀνόματος, ὡς μὴ μόνον ἐπὶ πάνυ μεγάλων ἀνδρῶν ἀλλὰ καὶ ἐπὶ θεραπόντων λεγομένου, καθά που καὶ κρείων ὁ Ἐτεωνεὺς ἐλέχθη καὶ ὄρχαμος ἀνδρῶν ὁ Εὔμαιος. παρὰ τὸ μολεῖν δὲ ὁ Μούλιος Ἰωνικῇ ἐπενθέσει τοῦ υ, καθὰ καὶ ὁ τοῦ κωμικοῦ Μόλων καὶ οἱ μολίονες.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Σὺν Τηλεμάχῳ ἔκθεσιν ποιεῖται τῶν ὅπλων Ὀδυσσεὺς καὶ πρὸς Πηνελόπην ἐκ Κρήτης εἶναι ὑποκρίνεται. γίνεται δὲ αὐτοῦ δι' οὐλῆς ἀναγνωρισμὸς πρὸς Εὐρύκλειαν, τοὺς πόδας αὐτοῦ νίπτουσαν. καὶ κατὰ παρέκβασιν ὁ ποιητὴς διηγεῖται, ὡς ἐν Παρνασῷ ὑπὸ συὸς ἐπλήγη κυνηγῶν.

ΟΔΥΣΣΕΙΑΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι Ὀδυσσέως καὶ Πηνελόπης ὁμιλία καὶ ὑπὸ Εὐρυκλείας ἀναγνωρισμὸς ἡ ἀνὰ χεῖρας ἐπιγράφεται ῥαψῳδία διὰ τὸ κατ' αὐτὴν πλασθῆναι ταῦτα γενέσθαι.

(Vers. 1.) Ὅτι τῶν μνηστήρων ὑποχωρησάντων ἑκάστου εἰς τὰ οἰκεῖα καὶ τῶν δμωΐδων κατεπτοημένων, οἷς Ὀδυσσεὺς αὐτὰς ἀπειλησάμενος ἐξεθρόησεν, ὑπελείπετο Ὀδυσσεὺς ἐν μεγάρῳ, μνηστῆρσι φόνον σὺν Ἀθηνᾷ μερμηρίζων.

(Vers. 2.) ἀγαθὴ γὰρ ἐν νυκτὶ βουλὴ κατὰ παροιμίαν· ὅθεν καὶ εὐφρόνη, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, λέγεται ἡ νύξ. καὶ τέως πρὸ τῶν ἄλλων κατατίθενται ἔσω τὰ πρόχειρα ὅπλα ὁ ξεῖνός τε πτωχὸς καὶ ὁ Τηλέμαχος καὶ ἡ γραῦς Εὐρύκλεια.

(Vers. 4.) ἔνθα καὶ στίχους Ὀδυσσεὺς αὐτοὺς ἐκείνους ἀπαραλλάκτως λέγει, οὓς καὶ ἐν τῇ π ῥαψῳδίᾳ περὶ τῶν ὅπλων τῷ Τηλεμάχῳ ἔφη, ἀρξάμενος οὕτω· Τηλέμαχε, χρὴ τεύχε' Ἀρήϊα κατθέμεν εἴσω πάντα μάλα· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι παρφάσασθαι, καὶ ἑξῆς τοὺς ὀκτὼ στίχους ἐκείνους ἕως τοῦ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. ἔνθα καὶ κεῖται πρὸ ἑνὸς ἑκάστου στίχου ἀστερίσκος δίχα ὀβελοῦ, ὡς ἐνταῦθα τῶν τοιούτων στίχων ἄριστα κειμένων, καὶ οἷον ἀστέρος δίκην λαμπόντων, οὐ μὴν ἐκεῖ, ὡς ἐπικρίνουσιν οἱ παλαιοί. Ἰστέον δὲ ὅτι τότε μὲν ἔφη Ὀδυσσεὺς τῷ Τηλεμάχῳ, ὅτι νεύσει μὲν αὐτὸς τῇ κεφαλῇ, ὁ δὲ Τηλέμαχος νοήσας μεταθήσει τὰ ὅπλα· ἐνταῦθα δὲ τοῦ καιροῦ διδόντος ἄδειαν οὐ νεύει κεφαλῇ, λαλεῖ δὲ τὸ ποιητέον· μετ' ὀλίγα δὲ καὶ συμπράξει, διδάσκοντος τοῦ ποιητοῦ καὶ νῦν, ὡς πολλάκις ἄλλως ἡμῶν προβουλευσαμένων ἄλλως ἐκβαίνει τὰ πράγματα.

(Vers. 16.) Ὅτι ἐς τοσοῦτον αἱ δμωαὶ τοῦ Ὀδυσσέως ἄπιστοι, ὥς τε οὐκ ἔχει ὁ Τηλέμαχος καταθέσθαι τὰ ὅπλα ἐν ἀσφαλεῖ, εἰ μὴ λάθοι αὐτὰς πρὸς τὸ μὴ ἐξειπεῖν, δηλαδὴ τοῖς μνηστῆρσι. δικαίως ἄρα ὕστερον κολασθήσονται. φησὶ γοῦν ὁ Τηλέμαχος· μαῖα, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας, ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς καλὰ, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει, ἤγουν ἀφανίζει, πατρὸς ἀποιχομένοιο· ἐγὼ δ' ἔτι νήπιος ἦα. νῦν δ' ἐθέλω καταθέσθαι, ἵνα οὐ πυρὸς ἵξεται ἀϋτμὴ, τουτέστι καπνὸς, ὡς προγέγραπται.

(Vers. 20.) Ὅρα δὲ ὅτι πρὸ ὀλίγων τεύχεα καταθέμεν εἰπὼν ἐνεργητικῶς ἀντὶ τοῦ καταθεῖναι, νῦν παθητικῶς καταθέσθαι τὸ αὐτό φησιν ἀκολούθως τῷ, ἐς θάλαμον καταθείομαι.

(Vers. 18.) Τὸ δὲ, ἔντεα καλὰ, πρὸς διαστολὴν κεῖται τῆς αἰσχρίας, ἣν ἐκ τοῦ καπνοῦ ἔπασχον. ἀκηδέα δὲ καὶ νῦν τὰ ἠμελημένα.

(Vers. 20.) Τὸ δὲ, καπνὸς ἀμέρδει, ἀντὶ τοῦ σκοτίζει, στερίσκει τοῦ μέρδειν, ὅ ἐστι λάμπειν, ὡς [188] ἐντεῦθεν μηδὲ καλὰ εἶναι αὐτὰ, ἀλλὰ κατῃκίσθαι, ὡς προείρηται. Ὅρα δὲ ὅπως ὁ ῥήτωρ νεανίας τὴν ἔννοιαν, ἣν ὁ πατὴρ αὐτῷ περὶ τῶν ὅπλων ὑπέθετο, ἐν ἐπιτόμῳ καὶ πάντῃ ὀλιγίστῳ παραφράσας τῇ μαίᾳ εἶπε, μὴ πλατύνας κατὰ τὸν Ὀδυσσέα ῥητορικῶς, ὅτι μηδὲ ἦν ἀναγκαῖον.

(Vers. 22.) Ὅτι εὐχὴ ἀπὸ φίλου τινὸς γέροντος πρός τινα τῶν οἰκείων ἀμελοῦντα τὸ, αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο, οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν. Εὐρύκλεια δὲ τῷ Τηλεμάχῳ τοῦτο λέγει. Ἔστι δὲ ἐπιφροσύνη ἢ ἡ ἁπλῶς φρόνησις πλεοναζούσης τῆς προθέσεως, ὡς καὶ ἐν τῷ ἐπιβουκόλος καὶ ἐπίουρος, ἢ ἡ πλείων φρόνησις, οἱονεὶ ἡ ἐπὶ τῇ προτέρᾳ ἐπιτιθεμένη ἢ ὕστερόν ποτε, καθ' ὁμοιότητα τοῦ Ἐπιμηθέως, ὃς ἀντίκειται τῷ Προμηθεῖ, καθὰ καὶ ὁ ἐπίφρων τῷ πρόφρονι. Τὸ δὲ ἀνέλοιο ἢ περιττὴν καὶ αὐτὸ ἔχει τὴν πρόθεσιν ἢ κατὰ τὴν περὶ ψυχῶν Ἑλληνικὴν δόξαν ἀντὶ τοῦ ἀναλάβῃς εἴτουν ἀναμνησθείης εἴληπται.

(Vers. 25.) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ βλώσκειν ἀντὶ τοῦ μολεῖν, ὡς καὶ πρὸ τούτων, μετὰ προθέσεως μέντοι οἷον, δμωὰς δ' οὐκ εἴας προβλωσκέμεν.

(Vers. 27.) Ὅτι τὸ, οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὃς ἂν ἐκ τῶν ἐμῶν τρέφηται, παραινετικόν ἐστι τοῦ χρῆναι τοὺς ἐν τῷ οἴκῳ πάντας χρησίμους εἶναι, μὴ ὅτι γε τοὺς οἰκείους, ἀλλὰ καὶ εἴ πού τις παρατύχοι ξένος.

(Vers. 24.) ἐρωτηθεὶς οὖν ὑπὸ τῆς μαίας Τηλέμαχος, τίς ἂν φάος οἴσει, τουτέστιν ἐν χερσὶ βαστάσῃ, ἐπεὶ ὡς ἐῤῥέθη αἱ δουλίδες προμολεῖν εἴργονται, φησί·

(Vers. 27.) ξεῖνος ὅδε. οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὅς κεν ἐμῆς γε χοίνικος ἅπτηται καὶ τηλόθεν εἰληλουθὼς, ἤγουν οὐδεὶς ἀργὸς τραφήσεται παρ' ἐμοί. λείπει δέ τι καὶ ἐνταῦθα ἐν τῷ, οὐ γὰρ ἀεργὸν ἀνέξομαι. λέγει γὰρ, ὡς οὐκ ἂν ἀνασχοίμην ἀργὸν ὄντα ἢ διάγοντα. Τὸ δὲ ἀνέξομαι ἀεργὸν τῆς ἀρχαίας Ἀτθίδος. οἱ γὰρ ὕστερον γενικῇ συντάσσουσι τὸ ἀνέξομαι.

(Vers. 28.) Χοῖνιξ δὲ νῦν ἡ τροφή. δίσημος γὰρ ἡ λέξις, ἐπί τε σκεύους τοῦ μετροῦντος καὶ τοῦ μετρουμένου πράγματος. οὕτω δὲ καὶ ὁ μέδιμνος καὶ τὸ τάλαντον καὶ ὁ ξέστης καὶ ἕτερα πολλά. Χοῖνιξ δὲ σκεῦός τι μετρητικὸν σπορίμων, μεῖζον τοῦ παρὰ τοῖς παλαιοῖς καλουμένου μέτρου. ἐκ τούτου παρὰ τοῖς ὕστερον καὶ δεσμὸς ποδῶν ἐκαλεῖτο χοῖνιξ καθ' ὁμοιότητα ἴσως τῆς κατὰ τὸ σκεῦος στρογγυλότητος. οἱ δὲ παλαιοὶ ἁπλῶς οὕτω φασί· χοινίκαι, παχεῖαι πέδαι, ὧν εὐθεῖα ἡ χοινίκη, παρονομασθεῖσα ἐκ τῆς χοίνικος. Ἰστέον δὲ ὅτι τε τὸ ἐπὶ χοίνικος μὴ καθῆσθαι τὸ Πυθαγόρειον, ἤγουν μὴ τρέφεσθαι ἀργὸν, ἐκ τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου ὥρμηται. ἅπαξ δὲ ἡ λέξις εἴρηται ὧδε παρὰ τῷ ποιητῇ. καὶ ὅτι ὃς ἀεργὸς χοίνικος ἐθέλει ἅπτεσθαι, καὶ μάλιστα νέος ὢν, κληθείη ἂν σιτόκουρος κατὰ τὸ, ὀκνηρὸς πάντα μέλλων σιτόκουρος, ὅ φησι Μένανδρος, ὡς ὁ Ἀθήναιος ἱστορεῖ. καὶ ὅτι κατὰ τὸν Βυζάντιον Δημήτριον τὸ ῥηθὲν Πυθαγόρειον αἴνιγμα, ὥς φησιν ὁ αὐτὸς ῥήτωρ, δήλωσίς ἐστι τοῦ χρῆναι μὴ σκοπεῖν τὰ ἐφήμερα, ἀλλὰ τὴν ἐπιοῦσαν προσδέχεσθαι. καὶ ὅτι καθάπερ ἡ χοῖνιξ, οὕτω καὶ ἡ ἀχάνη μέτρον Βοιώτιον, πολλῶν τινῶν, φασὶ, μεδίμνων. Περσικὰ δέ, φασι, μέτρα αἱ ἀχάναι, ἃς καὶ κίστας εἶπον τινές· εἰς ἃς ἀπετίθεντο ἐπισιτισμοὺς οἱ ἐπὶ θεωρίαν στελλόμενοι, ὡς ἐῤῥέθη καὶ ἀλλαχοῦ. λέγονται δὲ καὶ ἀχανίδες παρὰ τῷ κωμικῷ ἐν Ἀχαρνεῦσιν. οὕτω καὶ ἀρτάβη μέτρον ἐφέρετο Περσικόν. ἦν δὲ καὶ ἄδδιξ μέτρον τί, φασι, τετραχοίνικον. Ἀριστοφάνης· ἀλφίτων μελάνων ἄδδιχα. καὶ ἑκτεὺς δὲ ἄλλο τι μέτρον, ἕκτον ἐκεῖνο μεδίμνου, οὗ δηλαδὴ ἥμισυ τὸ ἡμίεκτον. εἰ δὲ ἐθνικὸν ὂν ἡ ἀχάνη καὶ ἡ ἀχανὶς, χρησταί εἰσι λέξεις τοῖς Ἕλλησι, ξενίζον οὐδέν. αἱ γοῦν θρεπταὶ τοῖς δεσπόταις δοῦλαι ὁποία πρὸ ὀλίγων ἡ Μελανθὼ, ἄβραι λεγόμεναι ἐθνικῶς, κεῖνται παρὰ σοφοῖς Ἕλλησι. Μένανδρος· τρέφει παλλακή τις τοῦ πατρὸς αὐτὰς, ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη. ἔστι δὲ ἄβρα κατὰ Παυσανίαν ἡ σύντροφος καὶ παρὰ χεῖρα θεράπαινα, ἡ καὶ οἰκότριψ παροξυτόνως κατὰ Αἴλιον Διονύσιον καὶ ἔντιμος. οὕτω κεῖται, ὡς ὁ αὐτὸς Διονύσιος λέγει, καὶ παρὰ Θεοπόμπῳ ἀβυρτάκη ὑπότριμμά τι δριμὺ, βαρβαρικὸν διὰ πράσων καὶ καρδάμων καὶ κόκκων ῥόας καὶ ἑτέρων τοιούτων. φησὶ γοῦν· ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη. Παυσανίας δὲ καὶ ἀπὸ σινάπεως καὶ σταφίδων εἶναι φησὶ τὸ τῆς ἀβυρτάκης ὑπότριμμα, ᾧ καὶ πρὸς κοιλιολυσίαν ἐχρῶντο. κεῖται δὲ καὶ ἐν Ἡροδότῳ βάρβαρος λέξις ὁ βουνός· Λιβυκὴ γάρ· καὶ παρ' ἑτέροις ὁ παρασάγγης, ὁ καὶ παρὰ Ἑρμογένει. παρά τισι δὲ καὶ ἄγγατος τὸ εἰς ἀναδενδράδα ξύλον, καὶ ἄγγον, εἶδος δόρατος φραγγικοῦ οὔτε λίαν μικροῦ, φασὶν, οὔτε μεγάλου, οὗ τὸ πλεῖστον σιδήρῳ περιέχεται, οὐ κατὰ τὸ παρὰ Λυκόφρονι σίγυμνον· ἐκεῖνο γὰρ ὁλοσίδηρον. ἡ δὲ βλωθρὴ πίτις ἐν Ἰλιάδι ὅσαις ἐπιμερίζεται [189] γλώσσαις, ἐκεῖ δεδήλωται. ὅσα δὲ καὶ βάρβαρα κύρια ἐν Ἰλιάδι κεῖνται, οἶδεν ὁ ἐπιὼν αὐτά. λέγει δὲ καὶ Αἰσχύλος ἐθνικώτερον καὶ οὐ κατὰ Ἀττικοὺς, βαλῆνα τὸν βασιλέα ἐν τῷ, βαλὴν ἀρχαῖος βαλήν. ὅθεν καὶ βαληνναῖον ὄρος παρὰ Πλουτάρχῳ ἐν τῷ περὶ ποταμῶν ἀντὶ τοῦ βασιλικόν. παρὰ τῷ αὐτῷ δὲ ποιητῇ ἐν Ἀγαμέμνονι καὶ οἱ ἄγγαροι κεῖνται, λέξις φανερῶς Περσική· φρυκτὸς φρυκτὸν δεῦρ' ἀπ' ἀγγάρου πυρὸς ἔπεμπε. τοιοῦτον δὲ τὸ τῶν φανῶν. κυρίως δὲ κατὰ Αἴλιον Διονύσιον ἄγγαροι οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δ' αὐτοί, φησι, καὶ ἀστάνδαι Περσικῶς. τίθεται δέ, φασιν, ἡ λέξις καὶ ἐπὶ φορτηγῶν, καὶ ὅλως ἐπὶ ἀναισθήτων καὶ ἀνδραποδωδῶν· ὅθεν καὶ ἀγγαροφορεῖν τὸ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς, καὶ ἀγγαρεύεσθαι τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. ἐθνικὴ δὲ λέξις καὶ ἡ μόρτη, τὸ ἕκτον, φασὶ, μέρος τῶν καρπῶν, ἣ ἐδίδοτο τοῖς ἑκτημορίοις, ὡς ἐν ἀνωνύμῳ κεῖται λεξικῷ ῥητορικῷ. Αἴλιος δὲ Διονύσιος λέγει ὅτι Περσικὸν ὄνομα καὶ ὁ μανδύας. ἔοικε δέ, φησι, φαινόλῃ. καὶ ὁ γράψας δὲ γέντα τὰ κρέα κατὰ γλῶσσαν Θρᾳκῶν ἔγραψεν. οὐκ ἂν δέ τις ἀπισχυρίσαιτο μὴ οὐκ εἶναι καὶ τὸν ἀῤῥάβακα ἐθνικὸν, ὅς ἐστι κατὰ τοὶς παλαιοὺς ὀρχηστὴς ἢ βλάσφημος. Παυσανίας δὲ καὶ ἐτυμολογίαν αὐτοῦ παραδιδοὺς γίνεσθαί φησιν ἀπὸ τοῦ ἀῤῥαβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι. ὅλως δὲ εἰπεῖν, γέμει διὰ τὰς ἐπιμιξίας μυρίων ἐθνικῶν λέξεων ἡ Ἑλλὰς γλῶσσα· ὅ περ εἰ καὶ παρεκβατικῶς τεθεώρηται, ἀλλ' οὔτε ἀμούσως ἔχει, καὶ οὐδὲ τῆς κατὰ τὴν χοίνικα σκέψεως ἀπεσχοίνισται, εἰ χρὴ πάλιν ἐθνικὴν εἰπεῖν λέξιν ὁποία ἡ σχοῖνος, ἀφ' ἧς τὸ ἀποσχοινίζεσθαι.

(Vers. 32.) Ὅτι ἐν τῷ, Ὀδυσσεὺς καὶ φαίδιμος υἱὸς ἐσφόρεον κόρυθας καὶ ἑξῆς, εἰσφορεῖν συνήθως λέγει τὸ εἰσκομίζειν· ᾧ ἐναντίον τὸ ἐκφορεῖν. φράσις δὲ κομιδῆς ὅπλων τὸ, ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας, ἔγχεά τε ὀξυόεντα.

(Vers. 33.) Ὅτι τῶν ὅπλων, ὡς ἐῤῥέθη, εἰσφορουμένων, πάροιθε Παλλὰς Ἀθήνη, χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει. καὶ ὁ Τηλέμαχος θαυμάσας, ὦ πάτερ, φησὶ, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι· ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι

(Vers. 38.) εἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσ' ἔχοντες, τουτέστιν ἀναβαίνοντες καὶ ὡς οἷον ἀνίσχοντες ἢ καὶ ὑψοῦ ἀνέχοντες τὰς δοκοὺς, φαίνονται ὀφθαλμοῖς ὡσεὶ πυρὸς αἰθομένοιο· ἦ μάλα θεὸς ἔνδον. καὶ Ὀδυσσεὺς, σίγα, φησὶ, καὶ κατὰ σὸν νόον ἴσχανε, μηδ' ἐρέεινε.

(Vers. 43.) αὕτη τοι δίκη ἐστὶ θεοῦ, τουτέστιν αὕτη θέμις θεοῦ ἐν τῷ ἐπιφαίνεσθαι ποιεῖν οὕτω, καθὰ δηλαδὴ βλέπεις. τινὲς δὲ γράφουσιν, αὐτή τοι δίκη ἐστὶ θεοῦ, τουτέστιν οὐκ ἄλλος τις ὁ ἔνδον ἄρτι θεὸς ἢ αὐτὴ ἡ δίκη, ἐσομένη σὺν ἡμῖν ἢ καὶ οὖσα ἤδη. ἔστι δὲ τὰ τοιαῦτα τοῦ Ὁμήρου εἰς θείαν ἐπικουρίαν παρῳδηθῆναι ποτὲ καὶ εἰς ἀναγκαῖον μυστηριασμόν.

(Vers. 33.) Ἰστέον δὲ ὅτι ὁ μῦθος μὲν Ἀθηνᾶν ἐθέλει τὴν φωσφόρον παρεῖναι καὶ φαίνειν· φωσφόρος γὰρ αὐτὴ καὶ ἐν Ἰλιάδι ἐγράφη. ἐθέλει γὰρ Ὅμηρος μεγάλου ἔργου τοῦ κατὰ τῶν μνηστήρων καινά τινα προηγήσασθαι. ἡ δὲ ἀλληγορία τὴν τοῦ Ὀδυσσέως λέγει ἐν τούτοις δηλοῦσθαι φρόνησιν ὀρθῇ κελεύθῳ τἀν σκότει ποδηγετοῦσαν καὶ τὸ τοῦ μέλλοντος ἀφανὲς ὑπὸ φωτὶ γνώσεως ἄγουσαν.

(Vers. 34.) Χρύσεον δὲ λύχνον λαμπτῆρα λέγει ὁποῖοι τινὲς πρὸ ὀλίγων καὶ οἱ τῶν μνηστήρων, πλὴν ὅσον ἐκεῖνοι οὐ χρύσεοι· λύχνῳ γάρ, φασι, τῷ παρ' ἡμῖν οὐκ εἰσάγονται ἥρωες χρώμενοι. τινὲς δὲ προσυπακούουσιν ἐνταῦθα τὸ ως, ἵνα λέγῃ ἔχουσα ὡς χρύσεον λύχνον, ὅ ἐστιν ἀμαυρὸν διδοῦσά τι φῶς ὡς ἀπὸ λάμψεως καὶ στιλβηδόνος χρυσοῦ, ὃ καὶ περικαλλὲς ἔφη, ἵνα μὴ τῷ λαμπτῆρι φωραθῶσι τὰ ὅπλα μετακομίζοντες, καὶ ἵνα μηδὲ φαίνῃ δουλοπρεπῶς ἡ Ἀθηνᾶ. πολλῷ γὰρ σεμνότερον αὐτόματον ἐπιλάμψαι φῶς ἢ δουλικῶς αὐτὴν ὑπηρετεῖν. Ὅτι δὲ λύχνῳ σύστοιχόν τι λυχνοῦχος ὁ φανὸς καὶ τὸ λύχνιον, ὅ πέρ ἐστι λυχνία προπαροξυτόνως ἀναλόγως τῷ θύρα, θύριον καὶ λύρα, λύριον, δηλοῦσιν οἱ παλαιοί.

(Vers. 36.) Τὸ δὲ ὁρῶμαι ἀντὶ τοῦ ὁρῶ. συνήθης δὲ Ὁμήρῳ ἡ τοιαύτη χρῆσις, ὡς δῆλον καὶ ἐκ τοῦ, ὅττι ῥὰ θνήσκοντας ὁρᾶτο.

(Vers. 37.) Τὸ δὲ ἔμπης μεταληπτικοῦ εἴδους ἐστὶ τοῦ δεδηλωμένου πολλαχοῦ· ἔμπης γὰρ τὸ ἴσως. αὐτὸ δὲ νῦν οὐ διστακτικὸν, ἀλλ' ἶσον ὁμοιωματικῶς τῷ ἐπίσης, ἵνα λέγῃ ὅτι ἐξισάζονται τὰ πρὸ ὀφθαλμῶν πυρί. Ὅτι δὲ τὸ ὁρῶ κανονικῶς περισπᾶται, Ἡρακλείδης δηλοῖ, γράψας οὕτω τὰ θέματα ἔχοντα μετὰ τὸ προηγούμενον ο, ἓν σύμφωνον ἁπλοῦν ἑπόμενον, περισπῶνται· νομῶ, σοβῶ, ῥοφῶ, φορῶ. τὸ κόπτω βαρύνεται, ἐπεὶ δύο σύμφωνα ἕπεται αὐτῷ. τὸ δὲ ὄζω καὶ δεσπόζω, ἐπεὶ διπλοῦν, ὅθεν τὸ ὁρῶ εὐλόγως περισπᾶται συμφώνου ἑνὸς ἐπαγομένου ἁπλοῦ.

(Vers. 39.) Πῦρ δὲ καὶ νῦν αἰθόμενον, ὡς καὶ ἑτέρωθι, πρὸς [190] διαστολὴν ἑτεροίου, πυρὸς μὲν λεγομένου ἢ καὶ ὄντος, οὐκ αἰθομένου δέ. ὅτι δὲ πολλὰ παράγωγά εἰσι τοῦ αἴθεσθαι, δηλοῖ καὶ ὁ αἰθὴρ καὶ ὁ αἴθων καὶ ὁ αἰθίοψ καὶ ὁ αἶθοψ, ὃς σημαίνει κατὰ τοὺς παλαιοὺς θερμὸν, λαμπρὸν, πυῤῥὸν καὶ μέλανα.

(Vers. 37.) Μεσόδμαι δὲ οὐ μόνον ἐπὶ νηῶν αἱ προδηλωθεῖσαι, ἀλλ' ἰδοὺ καὶ οἴκου μεσόδμαι, τὰ μεσόστυλα κατὰ Ἀρίσταρχον. καθ' ἑτέρους δὲ τὰ μεταξὺ τῶν δοκῶν· ἔνιοι δὲ, διαφράγματα ἢ καὶ διαστήματα μεταξὺ τῶν κιόνων, οἵ, φασι, περὶ τοὺς τοίχους ἦσαν.

(Vers. 39.) Ὅρα δὲ καὶ τὸ, ὡσεὶ πυρὸς αἰθομένοιο, συντελοῦν εἴς τε τὴν ἀλληγορίαν καὶ εἰς τὴν εἰρημένην δευτέραν ἑρμηνείαν τοῦ χρυσέου λύχνου. οὐ γὰρ ἁπλῶς ἔφη πυρὸς, ἀλλὰ ὡσεὶ πυρός.

(Vers. 30.) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι τε ἡ Εὐρύκλεια ἔξω περιλέλειπται φυλάσσουσα τὰς κληϊσθείσας θύρας,

(Vers. 40.) καὶ ὅτι τὸν φαίνοντα θεὸν οὐράνιον εἶναι στοχάζεται ὁ παῖς, ὡς μὴ ἂν τῶν ἑτεροίων οὕτω φωσφορησόντων. φησὶ γάρ· ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, ὃ ταυτόν ἐστι τῷ Ὄλυμπον ἔχουσιν, ὡς εὐθὺς μετ' ὀλίγα φησίν. Ὅτι σκοπὸς τῷ Ὀδυσσεῖ, ὡς αὐτὸς λέγει, τοῦ ὑπολείπεσθαι αὐτόθι μετὰ τὴν ἀπέλευσιν τῶν μνηστήρων τὸ τὰς δμωὰς καὶ τὴν Πηνελόπην ἐρεθίζειν, ἵνα γνῶ τὰ κατ' αὐτὰς ἀκριβέστερον, καὶ ἅμα, ἵνα, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη, μερμηρίζῃ τὰ κατὰ τῶν μνηστήρων.

(Vers. 53.) Ὅτι κἀνταῦθα τὴν περίφρονα Πηνελόπην ἀναγκαίως ἐξάγει τοῦ θαλάμου ὁ ποιητὴς Ἀρτέμιδι ἰκέλην, ὡς καὶ ἀλλαχοῦ ἔγραψεν, ἠὲ χρυσῇ Ἀφροδίτῃ.

(Vers. 55.) τῇ παρὰ μὲν κλισίην, φησὶ, πυρὶ κάτθεσαν, ἤγουν ἐγγὺς πυρὸς, ἵνα ὁ ξεῖνος θερμαίνοιτο, δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ, ἥν ποτε τέκτων ποίησεν Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε προσφυέα ἐξ αὐτῆς, ἤγουν προσπεφυκυῖαν καὶ ἡνωμένην τῇ κλισίῃ. ὅθι ἐπὶ μέγα βάλλετο κῶας, ἤτοι ἐπετίθετο, ἔνθα καθέζετο, οὐ λῖτα δαιδάλεον ὑπεστρωμένον ἔχουσα, οὐδὲ τάπητα μαλακοῦ ἐρίου κατὰ τὴν τρυφερὰν Ἑλένην. κῶας δὲ μέγα κατὰ ἡρωϊκὴν καὶ τοῦτο ἀφέλειαν. πρὸς ἑρμηνείαν δὲ τῆς ῥηθείσης κλισίης κεῖται τὸ, ἔνθα καθέζετο, ἵνα νοηθείη κλισίη νῦν τὸ ἀνάκλιντρον. ἡ γάρ τοι κοινότερον λεγομένη κλισία οὐ πρὸς καθέδραν, ἀλλὰ πρὸς ἐνοίκησιν ἐγίνετο, σκηνὴ οὖσα.

(Vers. 56.) Δινωτὴ δὲ ἴσως μὲν καὶ ἡ τορευτικὴ κατά τινα μέρη, μάλιστα δὲ ἡ κύκλῳ κεκοσμημένη ἐλεφαντίνοις ὀστοῖς καὶ ἀργύρῳ, καθά που καὶ κολεὸν ἐλέφαντος ἀμφιδεδινῆσθαι εἶπεν ὁ ποιητής.

(Vers. 57.) Τὸ δὲ Ἰκμάλιος ὄνομα οἰκεῖον τέκτονι ξύλων, ἃ χρήσιμα γίνεται μετὰ τὸ ἐξικμασθῆναι.

(Vers. 61.) Ὅτι ὅ περ ἀλλαχοῦ ἔφη ἀποκοσμεῖν ἔντεα δαιτὸς, τοῦτο ἐνταῦθα περιφράζων φησίν· αἵ δ' ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον, ἤτοι ἀφῃροῦντο, ἠδὲ τραπέζας καὶ δέπα, ἔνθεν ἄνδρες ὑπερμενέοντες ἔπινον.

(Vers. 62.) δῆλον δὲ ὡς ταυτὸν ὑπερμενέοντας εἰπεῖν καὶ ἀγήνορας, καὶ ὅτι περιφραστικὴ ἑρμηνεία τοῦ δέπα τὸ, ἔνθεν ἄνδρες ἔπινον.

(Vers. 63.) Ὅτι καὶ νῦν ἐπὶ τῶν λαμπτήρων αἱ δμωαὶ νήησαν, ὅ ἐστιν ἐσώρευσαν, ξύλα πολλά. διατί πολλά;

(Vers. 64.) φόως ἔμεν' ἠδὲ θέρεσθαι, ἤγουν οὐ πρὸς μόνον φῶς ἐπεσωρεύθη ξύλα, ἀλλὰ καὶ ὥς τε θέρμην ποιεῖν τῷ Ὀδυσσεῖ, θερμαίνεσθαι, ὡς προεδηλώθη, ἐθέλοντι. ἔσονται δὴ τὰ τοιαῦτα ξύλα φῶς μὲν ἐπὶ λαμπτῆρος, θέρεσθαι δὲ ἐπ' ἐσχάρας, ἧς ἐγγὺς κείσεται ὁ δίφρος τῷ Ὀδυσσεῖ.

(Vers. 66.) Ὅτι ὀνειδίζει κἀνταῦθα ἡ ἀγρία Μελανθὼ τῷ δεσπότῃ· ξεῖνε, ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις διὰ νύκτα δινεύων κατὰ οἶκον; ὀπιπτεύσεις δὲ γυναῖκας; ἀλλ' ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο· ἦ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε. οὕτως ἡ φαυλοτάτη προκαλεῖται θάνατον καθ' ἑαυτῆς

(Vers. 71.) Ὀδυσσεὺς δὲ περιτρέπων αὐτῇ, ἃ εἶπεν, εἰς μαχλοσύνην ὀνειδίσει, ὡς αὐτοῦ μὲν μὴ ἔργον ἔχοντος ὀπιπτεύειν γυναῖκας, αὐτῆς δὲ μᾶλλον ὀπιπτευούσης τοὺς ἄνδρας, ὅθεν καὶ ἐγκοτεῖν τούτῳ διὰ τὸ δυσμόρφως ἔχειν. φησὶν οὖν· δαιμονίη, τί μοι ὧδ' ἐπέχεις κεκοτηότι θυμῷ; ἢ ὅτι οὐ λιπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι; πτωχεύω δ' ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασιν. Ἐν οἷς ὅρα τὸ θυμικῶς ἐνδιάθετον τοῦ Ὀδυσσέως ἐν τῷ καὶ κομματικῶς καὶ ἀσυνδέτως λαλῆσαι.

(Vers. 75.) εἶτα εἰπὼν, ὥς που πρὸ τούτων ἔφη πρὸς τὸν Ἀντίνοον, τὸ, καὶ γὰρ ἐγώ ποτε οἶκον ἔναιον ὄλβιος ἀφνειὸν καὶ ἑξῆς ἀπαραλλάκτως στίχους ἓξ ἐκ τῶν ἐκεῖ, ἐκθροεῖ τὴν δούλην, ἐπαγαγών·

(Vers. 81.) τῷ νῦν μή ποτε καὶ σὺ, καθὰ δηλαδὴ καὶ ἐγὼ, ἀπὸ πᾶσαν ὀλέσῃς ἀγλαΐην, τῇ νῦν γε μετὰ δμωῇσι κέκασσαι, ἤγουν ἣν ἔχεις ἐν ταῖς ἀμφιπόλοις ὑπερφέρουσα ἐκείνων.

(Vers. 83.) ὃ καὶ σαφέστερον λέγων, ἵνα εὐνόητον εἴη τῇ δούλῃ, φησί· μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπῄνῃ, ἢ Ὀδυσσεὺς ἔλθοι,

(Vers. 84.) ἔτι γὰρ καὶ ἐλπίδος αἶσα, τουτέστιν ἐλπὶς περιφραστικῶς.

[191]

(Vers. 85.) εἰ δ' ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν, ἅ περ ἐκ παραλλήλου ταυτὸ δηλοῦσιν, ἀλλ' ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι Τηλέμαχος. εἶτα ἐφερμηνεύων τὸ τοῖος, φησί·

(Vers. 86.) τὸν δ' οὔ τις ἐνὶ μεγάροισι γυναικῶν λήθει ἀτασθάλλουσα, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν· ὃ καὶ αὐτὸ ταυτόν ἐστι τῷ, ἀλλ' ἤδη παῖς τοῖος. ἐκεῖνο δέ γε ἔχει τι καὶ θαύματος.

(Vers. 66.) Ἰστέον δὲ ὅτι τὸ, ἐνθάδ' ἀνιήσεις, ἐκ τῶν προλαβόντων ὥρμηται, ἔνθα τις τὸν Ὀδυσσέα πτωχὸν ἀνιηρὸν εἶπε καὶ ἀνίην δαιτός. βούλεται δὲ δριμέως εἰπεῖν ἡ δούλη ὡς ἐν ἡμέρᾳ μὲν οὐδὲν καινὸν ἀνιηρὸν εἶναί σε. εἰ δὲ καὶ νῦν ἔτι ἐνθάδε ἀνιᾷς νυκτὸς οὔσης, ἀλλὰ τοῦτο πολὺν φόρτον ἔχει.

(Vers. 67.) Ὀπιπτεύειν δὲ τὸ περιέργως βλέπειν, ὅθεν καὶ ὁ παρθενοπίπης καὶ ὁ παρὰ τῷ κωμικῷ πυῤῥοπίπης, ὡς βούλεσθαι οὕτω τὴν Μελανθὼ γυναικοπίπην τὸν Ὀδυσσέα εἰπεῖν.

(Vers. 68.) Ἐν δὲ τῷ, ἀλλ' ἔξελθε, ἢ παρέλκει ὁ ἀλλα σύνδεσμος, ἢ μᾶλλον ἐλλιπῶς ὁ λόγος ἔχει, ἵνα λέγῃ, ὅτι μηκέτι ἔνδον ἔσο, ἀλλ' ἔξελθε. Τὸ δὲ ὄνησο σύστοιχον τῷ ὀνήμενος καὶ ὄνηται καὶ ὄνητο. τὰ γὰρ διὰ τοῦ ἄλφα, ὡς προείρηται, οἷον ὀνάμενος καὶ ὄνατο, οἱ μεθ' Ὅμηρον λέγουσι. βούλεται δ' ἐνταῦθα ἡ Μελανθὼ εἰπεῖν, ὡς εἰ καὶ τοῖς ἄλλοις ὀνείατα τὰ τῆς τροφῆς, ἀλλὰ σὺ ἀφραίνων οὐκ ἂν ὄναιο δαιτὸς, ἀπειλουμένη τὴν διὰ αἰκίας ἐξέρασιν. Δαλὸν δὲ λαμπάδα λέγει ἐκ τῶν κατὰ τοὺς λαμπτῆρας. Σημείωσαι δὲ καὶ τὸ, εἶσθα θύραζε, διὰ διφθόγγου ἔχον τὴν παραλήγουσαν τοῦ εἶσθα. οὐ γάρ ἐστι ῥῆμα συνήθως ὑπαρκτικὸν, ἀλλὰ τὸ πορεύη καὶ ἐξέρχη δηλοῖ γενόμενον ἀπὸ τοῦ εἶμι, οὗ τὸ δεύτερον εἶς, καὶ κατὰ ἐπέκτασιν εἶσθα ὁμοίως τῷ ἔφησθα, ἐθέλησθα καὶ τοῖς τοιούτοις.

(Vers. 71.) Τὸ δὲ ἐπέχεις ἀντὶ τοῦ κατ' ἐμοῦ ἔχεις· ἐναντιότητα γάρ ποτε καὶ ἡ ἐπι πρόθεσις δηλοῖ, ὡς καὶ ἐν τῷ, ἑπτὰ ἐπὶ Θήβας, ἤγουν κατὰ Θηβῶν, καὶ ἐν τῷ, ἐπιχαίρειν ἤγουν κατά τινος χαίρειν ἐχθρωδῶς, καὶ ἐν τῷ ἐπιβόητος ὁ μοχθηρὰν ἔχων φήμην, καθ' οὗ δηλαδὴ βοαὶ γίνονται, ὃν ἐπίβωτον Ἀνακρέων φησίν· οὗ ἑτεροῖος ὁ διαβόητος ὡς ἐπ' ἀρετῇ ἐγνωσμένος. ὁμοία δὲ ἐναντιότης τῷ ἐπιβοήτῳ καὶ ἐν τῷ ἐπίφατος, ὃ κεῖται παρὰ Σοφοκλεῖ, καὶ ἐν τῷ ἐπάρατος, καθ' οὗ ἀραὶ γίνονται, καὶ ἐν τῷ, ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ παρ' Εὐριπίδῃ, ἥκεις ἐφ' ἡμᾶς, ὅ περ ἀστείως ἡ Ἠλέκτρα ἐκεῖ περὶ Ἑλένης φησί. καὶ ἔστιν ὅμοιον τὸ τοιοῦτον ἐπέχειν πρὸς τὸ ἐνέχειν. δηλοῖ δέ ποτε ἡ λέξις καὶ τὸ προσέχειν. καὶ ἄλλως δὲ κατὰ στοχασμὸν σημαίνει ὁμοίως τῷ, ἔπεχε σκοπῷ τόξον. Ἡρόδοτος δὲ διαλελυμένως φησὶν, ἐπὶ σφίσιν ἔχοντας τοὺς Αἰγινήτας, ἤγουν ἐπέχοντας. κεῖται δὲ παρ' αὐτῷ καὶ τὸ, ἐπὶ Νάξον ἐπεῖχον στρατεύεσθαι οἱ Πέρσαι, ὡς εἴ τις εἴποι, σκοπὸν εἶχον κατὰ τῆς Νάξου στρατεύεσθαι. δηλοῖ δὲ ἡ ἐπι πρόθεσις ἐναντιότητα καὶ ἐν τῷ ἐπίῤῥητος. ἔστι γὰρ ἐπίῤῥητος, καθ' οὗ ῥηθῆναι πολλὰ ἔστιν, ἵνα ᾖ ὁ ἐπίῤῥητος ὁ αὐτὸς τῷ ἐπιβοήτῳ καὶ τῷ ἐπιφάτῳ, τοῖς προσεχῶς γεγραμμένοις. τὸ μέντοι ἐπιῤῥήδην ἐπίῤῥημα παρὰ τῷ Ἀράτῳ, οἷον, ἑπτὰ δ' ἐκεῖναι, ἤγουν αἱ Πλειάδες, ἐπιῤῥήδην καλέονται, οὐ τοιοῦτόν τι δηλοῖ, ἀλλ' ἐῤῥέθη ἀντὶ τοῦ, ῥητῶς καὶ ὀνομαστικῶς. ἐναντιότητος δὲ σημασίαν ἡ ἐπι πρόθεσις ἔχει καὶ ἐν τῷ, θεοὶ ἐτέλειον ἐπαρὰς ἤγουν κατάρας, αἵ εἰσιν ἀραὶ κατά τινος. καὶ τὸ ἐπιτρίβειν δὲ καὶ ὁ ἐκ τούτου ἐπίτριπτος οὐκ ἀπέοικε τῶν τοιούτων. οἱ δὲ λεγόμενοι σκεπτικοὶ φιλόσοφοι ἐπέχειν φασὶ τὸ ὑποκρατεῖν τὴν διαλεκτικὴν ἀπόφανσιν καὶ μὴ ἐθέλειν καταφῆσαι ἢ ἀποφῆσαι περὶ τῶν προκειμένων εἰς διάλεξιν, ὅθεν καὶ ἐφεκτικοὶ ἐλέγοντο. Ὅτι δὲ τὸ ἔχειν ἁπάσαις ταῖς προθέσεσι προσιὸν λόγῳ συνθέσεως διαφόρους προΐσχεται σημασίας, δῆλον ἐστὶ τοῖς ἐφοδεύουσι τεχνικῶς, οἵ περ ἴσασι καὶ ὅτι μόνον τῶν ἄλλων ἡ ἀμφι πρόθεσις ἐν μὲν τοιούτῳ ἐνεστῶτι τρέπει τὸ δασὺ εἰς ψιλόν. ἀμπέχω γάρ φαμεν διὰ τὸ κακόφωνον τοῦ ἀμφέχω, οἷα τὰ δασέα παραλληλίζεται, καθὰ καὶ ἐν τῷ ἀμπεχόνη καὶ ἀμπίσχομαι. ἐν μέντοι τῷ ἀμφέξω ἤγουν ἐνδύσομαι λείψαντος τοῦ θεματικοῦ δασέος ἀποκαθίσταται ἡ πρόθεσις ἀναγκαίως εἰς τὸ οἰκεῖον δασύ. Τὸ δὲ, κεκοτηότι θυμῷ, πρὸς διαστολὴν κεῖται. οὐ γὰρ πᾶς ὁ ἐπέχων κεκοτηότι θυμῷ ἐπέχει, ὥς περ οὐδὲ ὁ ἐπέχων σκοπῷ τόξον.

(Vers. 72.) Τὸ δὲ, κακὰ εἵματα ἐνδεδύσθαι, τοὺς πρὸ ὀλίγων ῥηθέντας κακοείμενας πτωχοὺς συνέθηκε.

(Vers. 73.) Τὸ δὲ ἀναγκαίη ἐπείγει ἀντὶ τοῦ ἀνάγκη. πολλὰ δὲ τοιαῦτα δεδήλωται πολλαχοῦ. ἐν οἷς καὶ ἀλκαία λέοντος καὶ προνομαία ἐλέφαντος ἡ ὡς εἰπεῖν ἀλκὴ καὶ προνομή.

(Vers. 81.) Τὸ δὲ, μή ποτε πᾶσαν ὀλέσῃς ἀγλαΐαν, καὶ τὸ, μή πώς τοι δέσποινα χαλεπῄνῃ, συνήθη ἔλλειψιν ἔχουσι τοῦ ὅρα ἢ δέδιθι ἢ τοιούτου τινός.

(Vers. 86.) Τὸ δὲ Ἀπόλλωνος ἕκητι, ἀντὶ τοῦ, διὰ τὸν καὶ ἐν ἄλλοις κουροτρόφον Ἀπόλλωνα. ὅθεν, φασὶ, καὶ ἡ δάφνη κουροθάλεια ἐλέχθη, διὰ τὸ [192] κουροτρόφον τοῦ ἐραστοῦ Ἀπόλλωνος. εἰ δὲ καὶ ἄλλους πολλοὺς βέλεσι κατακτείνει, ἀλλ' ἔχει καὶ τὸ κουροτροφεῖν ὡς ἥλιος, δύναμιν τῶν ἐναντίων ἔχων καὶ αὐτός· καθὰ καὶ ὁ Ποσειδῶν σεισίχθων τέ ἐστι καὶ τὸ ἐναντίον γαιήοχος καὶ ἀσφάλιος. καὶ Ἄρτεμις δὲ ἀγανοῖς καὶ αὐτὴ βέλεσι κτείνουσα καὶ αὖθις λοχεία ὡς ἐπιστατοῦσα ταῖς λεχοῖς. Ὅτι δὲ κουροτρόφοι καὶ οἱ ποταμοὶ, καὶ ἡ Ἰλιάς που διὰ τοῦ Ἀχιλλέως δηλοῖ.

(Vers. 91.) Ὅτι Πηνελόπη ἀκούσασα καὶ ἀχθεσθεῖσα, ἐφ' οἷς ἡ Μελανθὼ ἀναιδεύεται κατὰ τοῦ ξένου, πάντως φησὶ θαρσαλέη κύον ἀδδεὲς οὔ τί με λήθεις ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις. οὕτω καὶ Ὀδυσσεὺς κύνα ταύτην πρὸ ὀλίγων ἔφη. Πηνελόπη δὲ καὶ ἀδεῆ προσέθετο εἰπεῖν διὰ τὸ ἄτρεστον. διπλάζεται δὲ τὸ σύμφωνον τοῦ ἀδεὲς καθὰ καὶ τὸ, ἔδδεισε δ' ὁ γέρων καὶ τὰ ὅμοια. ἔστι δὲ οὐ μακρὰν τοῦ θαρσαλέη τὸ ἀδδεές. ἄμφω δὲ νῦν φαῦλα. θαρσαλέη τε γὰρ οὐκ ἐπὶ ἐπαίνῳ ἐῤῥέθη, ἀλλ' ἀντὶ τοῦ θρασεῖα, καθὰ καὶ ἀλλαχοῦ, καὶ ἀδεὴς δὲ ἡ μὴ ἁπλῶς ἄτρεστος ἀλλὰ καὶ ἀναιδής. Ἰστέον δὲ ὅτι προϊοῦσα ἡ Πηνελόπη καὶ τὰς λοιπὰς δμωὰς κύνας ἐρεῖ οὐκ ἀλεγούσας, ὃ ταυτόν ἐστι τῷ, θαρσαλέας καὶ ἀδεεῖς. Ἰστέον δὲ ὅτι ἀδεὴς μὲν, ὡς οἷον εἰπεῖν, ἡ ἄφετος καὶ ἄδετος. τοιοῦτος γὰρ ἅπας ὁ μὴ δέος ἔχων. ἡ δ' αὐτὴ καὶ θερμὴ καὶ θερμὸν ἔργον δρῶσα κατὰ τὸν κωμικόν. δι' αὐτὸ δὲ καὶ θαρσαλέα ὡς ἀπὸ τοῦ θέρω θέρσω τὸ θερμαίνω. καὶ θρασεῖα δὲ μεταθέσει τοῦ ρ ἀμεταβόλου, ἐπειδὴ καὶ ἀντὶ πυρὸς δεδόσθαι λέγεται ἡ τοιαύτη γυνὴ καὶ εὕειν ἄτερ δαλοῦ, ᾧ δὴ λόγῳ καὶ τὸν Ἡρακλῆν ἡ Δηϊάνειρα κατειργάσατο, φερώνυμος ἀπεκβᾶσα τοῦτό γε, οἷα δήϊος εἴτουν δάϊος καὶ καυστειρὰ τῷ ἀνέρι γενομένη. οὕτω γὰρ ἐτυμολογεῖται ἡ Δηϊάνειρα. καὶ τοιαῦτα μὲν ταῦτα. Ἡ δὲ, ὡς ἐῤῥέθη, ἀναιδὴς δούλη λέγοιτ' ἂν καὶ λίρη κατὰ τοὺς παλαιούς. ἐπεὶ καὶ λίρος ὁ ἀναιδὴς ἴσως παρὰ τὸ λίαν τὸ ῥῶ τὸ λέγω, ἵνα δηλοῖ τὸν ἀκρολόγον καὶ παρὰ τὸ δέον πολυλόγον καὶ ἀκαιροπαῤῥησιαστήν.

(Vers. 92.) Τὸ δὲ ἀναμάξεις ἀντὶ τοῦ προστρίψεις, σαφέστερον δὲ ἀντὶ τοῦ προσκολληθῆναι ποιήσεις αὐτῇ τῇ σῇ κεφαλῇ. καὶ ἔστιν εὑρεῖν τοιαύτην ἔννοιαν καὶ παρὰ τῷ Σοφοκλεῖ, ἔνθα φαίνεται ταῖς πεφονευμένων κεφαλαῖς ἐναπομάττεσθαι τὸ ἐν τοῖς ξίφεσιν αἷμα, ὡς εἰς κεφαλὴν δῆθεν ἐκείνοις τρεπομένου τοῦ κακοῦ. προϋπόκειται μὲν οὖν, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται, πολύχρηστον ῥῆμα τὸ μάσσειν, ἐξ οὗ κατὰ παραγωγὴν ἀπομάσσειν μὲν τὸ ἁπλῶς ἀποσπογγίζειν, ἀναμάσσειν δὲ τὸ ἄνω ποιεῖν τοῦτο περὶ κεφαλήν. ἐκμάσσειν δὲ καὶ ἐκμάσσεσθαι καὶ τὸ ἀποσπογγίζειν μὲν, μάλιστα δὲ τὸ ἔκ τινος τύπον αἴρειν τινά· ὅθεν καὶ ἐκμαγεῖον κατὰ τοὺς παλαιοὺς ἀποτύπωμα, σφραγὶς, εἰκών. τὸ δ' αὐτὸ καὶ ἔκμαγμα, ὡς ὁ κωμικός· λέων λέων αὖ τ' ἔκμαγμα σόν. ἐκ δὲ τοῦ τοιούτου μάσσειν καὶ ἀπομάγματα καὶ ἀπόμακτρα τὰ ἀποκαθάρματα καὶ μαγδαλιὰ παρὰ τῷ κωμικῷ, παρὰ δὲ ἄλλοις καὶ ἀπομαγδαλιὰ καὶ ἀπομαγδαλὶς ψωμὸς, εἰς ὃν ἐκματτόμενοι τὰς χεῖρας μετὰ δεῖπνον ἐῤῥίπτουν κυσί. Παυσανίας δέ φησιν, ὅτι ἀπομαγδαλιὰ σταῖς, ὃ ἔφερον ἐπὶ τὸ δεῖπνον, εἰς ὃ τὰς χεῖρας ἀποματτόμενοι, εἶτα κυσὶν ἔβαλλον. διὸ κύνα, φησὶ, τὸ τοιοῦτον Διοσκουρίδης προσαγορεύει.

(Vers. 97.) Ὅτι δίφρος καὶ τῷ Ὀδυσσεῖ φέρεται εὔξεστος καὶ κῶας ἐπ' αὐτοῦ βάλλεται ἤγουν τίθεται. καὶ ὁ μὲν καθέζεται, ἡ δὲ γυνὴ ἐρωτᾷ τὸ φύσει πρῶτον ἐν τοῖς τοιούτοις, ἤγουν πόθεν ἐστὶ καὶ ποίας πόλεως καὶ τίνων τοκέων. ὁ δὲ ταῦτα μὲν ἀναρτᾷ τῷ τέως, τὴν δὲ γυναῖκα ἐπαινῶν πρὸς ἀλήθειαν οὐκ ἔξω πείρας φησίν·

(Vers. 107.) ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ' ἀπείρονα γαῖαν νεικέοι, τουτέστι φιλονείκως μέμφοιτο, ἀλλὰ δηλαδὴ ἐν πολλῷ ἐπαίνῳ θείη· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα πυροὺς καὶ κριθὰς, βρίθῃσι δὲ δένδρα καρπῷ, τίκτει δ' ἔμπεδα μῆλα ἤτοι πάντα τὰ θρέμματα. θάλασσα δὲ παρέχει ἰχθῦς ἐξ εὐηγεσίης. ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ.

(Vers. 113.) Καὶ ὅρα τὴν ἐν τῷ ἐπαίνῳ παρέκβασιν, ἐπαγαγοῦσαν ὡς ἐν χαρακτῆρι ἠθικῷ οἵα τῆς εὐδικίας τῷ τοιούτῳ βασιλεῖ ἀμοιβὴ πρὸς παίδευσιν τῶν ἀκροωμένων. φιλεῖ γὰρ ἡ ποίησις ὠφελεῖν καὶ οὕτω τοὺς ἀκούοντας. διὸ καὶ ἐν Ἰλιάδι ἐν τῇ κατὰ τοὺς ἵππους τοῦ Ἕκτορος παραβολῇ φράζει παρεκβατικῶς ἐξ ἐναντίου πρὸς τὰ ἐνταῦθα, οἷα τοῖς ἀδικοῦσι φαῦλα περιγίνεται, πρὸς ἦθος μεταχειρισάμενος ἀσυνήθως τὴν παραβολήν.

(Vers. 116.) τέως γε μὴν οὕτως ἐπαινέσας τὴν φίλην γυναῖκα ὁ ξεῖνος, εἶτα πρὸς τὴν ἐρώτησιν λαλῶν, ἐπάγει, ὡς ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ, μὴ δ' ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν, μή μοι μᾶλλον θυμὸν ἐνηπλήσῃς ὀδυνάων μνησαμένῳ. μάλα δ' εἰμὶ πολύστονος, οὐδέ με χρὴ οἴκῳ [193] ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε ἧσθαι. ἐπεὶ κάκιον, ὡς καὶ προεγράφη, πενθήμεναι ἄκριτον αἰεί. λόγοι δὲ ταῦτα οἷοι παρὰ πολυπαθοῦς ἀλήτου λέγεσθαι· ἴσως δέ ποτε καὶ τὰ ἐφεξῆς, ἤγουν τὸ, μή τίς μοι δμωῶν νεμεσήσεται, ἠὲ σύ γ' αὐτή.

(Vers. 122.) φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ, τουτέστι δάκρυσι πλήθειν διὰ τὸ ἐξ οἴνου βάρος, ἢ καὶ ἄλλως εἰπεῖν ἀστειότερον, μή τις εἴποι διὰ δακρύων πλώειν, ἤγουν πλέειν με ἔμφορτον ὄντα οἴνου βάρει, ὡς εἰ καὶ ναῦς οἰνοφόρος, εἴτουν οἰνοβαρὴς, πλώει δι' ὕδατος. οὐκ ἄκομψον δὲ οὐδ' ἐκεῖνο εἰπεῖν, ὡς Ἡρόδοτος μέν φησιν, οἴνου κατιόντος ἀναπλώειν ἔπεα, διὰ τὸ πολυλόγους εἶναι τοὺς ἐν μέθῃ. Ὅμηρος δ' ἐνταῦθα, ὅθεν καὶ Ἡρόδοτος τὸν λόγον ἴσως μεθείλκυσε, δεξιῶς ἐνέφῃνεν, ὡς ἄρα οἴνου κατιόντος ἐπιπολάζουσι δάκρυα, ὡς εἴ τινος βαρέος σώματος ἐμπεσόντος ὑδροδόχῳ ἀγγείῳ, ἐπιπολάζον τὸ πρώην ὑγρὸν ἐκχέεται.

(Vers. 108.) Ἰστέον δὲ ὅτι Πηνελόπη μὲν εὐρὺ ἔφη που κλέος τὸ τοῦ Ὀδυσσέως καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. ὁ δὲ ῥήτωρ Ὀδυσσεὺς ἐνταῦθα εἰς κρεῖττον ηὔξησε τὰ τῆς γυναικὸς, οὐχ' ὡς γυναῖκα ἐπαινέσας, ἀλλ' ὡς ἄνδρα βασιλέα ἐξαίρετον.

(Vers. 109.) Ὅρα δὲ καὶ ὡς οὐκ ἠρκέσθη βασιλῆος εἰπὼν, βασιλεὺς γὰρ καὶ ὁ πικρὸς Ἔχετος, ἀλλὰ προσέθετο ἀμύμονος. ἐπεὶ οὐδὲ τοῦτο μέγα, καὶ γὰρ ἀμύμων καὶ Αἴγισθος καὶ ἕτεροι, φαῦλοι μὲν ἄλλως, ἄμωμοι δὲ, κατ' ἀνδρίαν ἢ γένος ἤ τι τοιοῦτον, ἐπήγαγε καὶ τὸ, ὅς τε θεουδής. εἰ δὲ εἰς ταυτὸν ἥκει ἀμύμων καὶ θεουδής· λέγεται δὲ τὸ θεουδὴς ὥς περ καὶ τὸ θεοειδὴς οὐκ ἐπ' αὐτοῦ θεοῦ, ἀλλ' ἐπὶ τοῦ ἐοικότος θεῷ· καλῶς ἄρα σεσημείωται ὑπὸ τῶν παλαιῶν, ὅτι τὸ ἀμύμων προσώποις μόνοις ἡρωϊκοῖς ἐπιτίθεται, ἤγουν θνητῶν ἐνδόξων ἀνθρώπων ἐστὶν ἐπίθετον. Σημείωσαι δὲ καὶ ὅτι εἰπὼν ἢ βασιλῆος ἀμύμονος οὐκ ἐπήγαγεν ἀκολούθως τὸ, ἢ τοῦ δεῖνος, ὅ περ ἐχρῆν τὸ γὰρ ἀκόλουθον τοιοῦτον· ἦ γάρ σοι κλέος εὐρὺ καθὰ ἢ βασιλέως ἢ τοῦδε τινὸς ἐνδόξου. ὁ δὲ οὐ ποιεῖ οὕτως, ἀλλ' ἀρκεῖται εἰπὼν τὸ, ἢ βασιλῆος. αἴτιον δὲ τῆς ἐλλείψεως οὐ μόνον ὁ σχεδιασμὸς, ἀλλὰ καὶ ὅτι βασιλεῖ ἀγαθῷ εἰκάσας τὴν Πηνελόπην εἰς μεῖζον μὲν πρόσωπον ἀναβῆναι οὐκ ἔχει, εἰς ἔλαττον δὲ κατελθεῖν ὀκνεῖ διὰ τὸ ἄτεχνον. εἰ δὲ ἦν εἰπεῖν, ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος ἠὲ θεοῖο, ἀλλὰ τοῦτο μέγα κρίνας καὶ οὐδὲ ἔξω κολακείας ἀκαίρου ἀφῆκε μὲν οὕτω ποιῆσαι, ἠγάπησε δὲ παραμίξαι τῷ ἀγαθῷ βασιλεῖ τὸν θεὸν ἐν τῷ, ὅς τε θεουδής.

(Vers. 110.) Τὸ δὲ, ἀνδράσιν ἐν πολλοῖς καὶ ἰφθίμοις, διὰ τοὺς μικροβασιλεῖς κεῖται διασταλτικῶς, ἵνα καὶ εὐρυκρείοντι ἄνακτι τὴν Πηνελόπην εἰκάζῃ. ἔτι δὲ καὶ ἄλλως, διαστολή ἐστι τὸ ῥηθὲν πρὸς βασιλέα πολλῶν μὲν ἄρχοντα, οὐκ ἰφθίμων δὲ, καὶ πρὸς ἄρχοντα μὲν ἐν ἀνδρείοις, ὀλίγοις δὲ, ὡς κρείττονος τῶν λοιπῶν ὄντος τοῦ καὶ ἐν πολλοῖς καὶ ἰφθίμοις ἀνάσσοντος, ἔτι δὲ καὶ ἀγαθοῖς, ὡς δηλοῖ τὰ ἐπαγόμενα καλά.

(Vers. 111.) ὧν δὴ πάντων αἴτιον ἡ εὐδικία καὶ εὐηγεσία τοῦ βασιλεύοντος. Ἰστέον δὲ καὶ ὅτι τὸν τὰς εὐδικίας ἀνέχοντα, τουτέστι τιμῶντα, Ἡσίοδος ἰθυδίκην, ὅ ἐστιν εὐθυδίκην, φησί. τῇ δὲ εὐδικίᾳ δῆλον ὡς ἀντίκειται ἡ ἀδικία, κακοδικία τις οὖσα.

(Vers. 112.) Οἱ δὲ πυροὶ καὶ αἱ κριθαὶ καὶ τὰ λοιπὰ συνεισάγουσι σπόριμα, ὡς καὶ τοῖς μήλοις πᾶν θρέμμα νῦν συνεισφέρεται. Τὸ δὲ βρίθειν καρπῷ τὴν πολλὴν εὐθηνίαν τῶν δρυκάρπων δηλοῖ.

(Vers. 113.) Τὸ δὲ ἔμπεδα διαστέλλει τὴν ἀγαθὴν γέννησιν τῶν μήλων πρὸς τὰ ἀμβλούμενα. ἐκεῖνα γὰρ πίπτει νεκρὰ, καὶ οὐχ' οἷα περὶ γῆν πεσόντα εἶτα ἔμπεδα στάντα ὑποσκιρτᾶν. Τὸ δὲ παρέχει ἰχθῦς ἀντὶ τοῦ ἐγγὺς ἔχει, ὡς πολλαχοῦ φαίνεται, τουτέστιν ἄγει ἐγγὺς χάριν ἄγρας καὶ οὐκ ἀπάγει πρὸς ἄβυσσον, ἢ καὶ ἄλλως μακράν.

(Vers. 114.) Εὐηγεσία δὲ ἡ εὐαρχία ἐκ τοῦ ἡγῶ ἡγέσω, ἐξ οὗ καὶ ὁ ἡγεμών· ὅθεν καὶ εὔαρχος λέξις βασιλικὴ παρὰ Λυκόφρονι ἐν τῷ, εὐάρχῳ μύλῳ, ἤγουν γρόνθῳ βασιλικῷ. ἔοικε δὲ γράφειν τινὰς καὶ εὐηργεσίας. διὸ παρασημειοῦνται οἱ παλαιοὶ, ὅτι καλῶς λέγουσιν οἱ σὺν τῷ ρ γράφοντες. Τὸ δὲ ἀρετῶσιν ἀντὶ τοῦ εὐδαιμονοῦσιν, ἵνα λέγῃ, ὡς καὶ προδεδήλωται, ἀρετὴν ἐνταῦθα τὴν ἐξ ἁπασῶν συγκρότησιν.

(Vers. 115.) Τὸ δὲ, τὰ μὲν ἄλλα μετάλλα, σχήματί τε ῥητορικῆς ἔοικεν ἀντιστροφῆς καὶ μάλιστα παρήχησιν ἔχει καιρίαν καὶ ἀνεπιτήδευτον. ὑπολαλεῖ δὲ καὶ ἐτυμολογίαν τοῦ μεταλλᾶν τὴν ἐν ἄλλοις ῥηθεῖσαν.

(Vers. 119.) Τὸ δὲ μύρεσθαι ὅτι πρωτότυπόν ἐστι τοῦ μορμύρειν καὶ ὅτι ποιὸν ἦχον καταφορᾶς δακρύων ἡ λέξις δηλοῖ, ἐῤῥέθη καὶ ἀλλαχοῦ σαφέστερον.

(Vers. 124.) Ὅτι ἐπαινέσαντος Ὀδυσσέως, ὡς ἐῤῥέθη, τὴν Πηνελόπην λαλεῖ αὐτὴ πολλὰ τῶν φθασάντων ἐν ἄλλοις λεχθῆναι. καὶ τέως λέγει, ὅτι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσε θεὸς, καὶ τὰ ἑξῆς ἐν στίχοις ἓξ, ὡς προλαβοῦσα ἐλάλησε πρὸς Ἀντίνοον, εἶτα ἐνδεικνυμένη τὰ καθ' [194] ἑαυτὴν καὶ ὅσα μὲν αὐτὴ μηχανήσαιτο ἐπὶ σωφροσύνῃ, ὅσα δὲ οἱ μνηστῆρες ἀντιτεχνάσαιντο διὰ δμωὰς κύνας οὐκ ἀλεγούσας, ὡς καὶ προεγράφη, αἳ κατεμήνυον αὐτοῖς τὰ δεσποτικὰ βουλεύματα, ἐκτίθεται

(Vers. 130.) τὰ κατὰ τὸν ἱστόν. ἔνθα τίθησιν ὁ ποιητὴς οὐκ ὀλίγα ἔπη ἐκ τῶν ἐν τῇ βῆτα ῥαψῳδίᾳ κειμένων περὶ τοῦ ἱστοῦ (Odyss. β΄, 94.). λέγει δέ τι καὶ περὶ τοῦ ἀριθμοῦ τῶν μνηστήρων, ὡς ἐκ Δουλιχίου τε καὶ Σάμης καὶ Ζακύνθου καὶ αὐτῆς Ἰθάκης ἠθροισμένων. οἵ με, φησὶν, ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον. διὸ οὔτε ξένων ἐμπάζομαι, οὔθ' ἱκετάων, οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν, ἀλλ' Ὀδυσῆα ποθεῦσα φίλον κατατήκομαι ἦτορ. οἱ δὲ γάμον σπεύδουσιν, ἐγὼ δὲ δόλους τολυπεύω.

(Vers. 138.) ἄλλους τέ τινας, ὡς εἰκὸς, καὶ τὸν περὶ τοῦ φάρους, ὃν θεὸν αὐτῇ ἐμπνεῦσαι φρεσὶ λέγει. ὃ καὶ ἐκτελέσασα ὑπ' ἀνάγκης, καθὰ καὶ προεδηλώθη, καὶ νῦν δὲ αὖθις αὐτὴ εἶπεν ἡ καμοῦσα νῦν οὔτ' ἐκφευγέειν, φησὶ, δύναμαι γάμον, οὔτε τινὰ ἄλλην μῆτιν εὑρίσκω, μάλα δ' ὀτρύνουσι τοκῆες γήμασθαι, ὡς καὶ προϊστορήθη. ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων

(Vers. 160.) γινώσκων, ὅ ἐστι φρονῶν καὶ εἰδὼς οἷα γίνεται κακά. οὗ καὶ ἔπαινον ἐκτιθεῖσα φησίν· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα οἴκου κήδεσθαι οὐκ ἐκ τοῦ ἁπλῶς, ἀλλὰ ᾧ τε Ζεὺς κῦδος ἢ ὄλβον ὀπάζει.

(Vers. 157.) ταῦτα δὲ τὰ τῆς γυναικὸς ὀτρύνει τὸν Ὀδυσσέα κατὰ Ὁμηρικὴν δεινότητα ποιῆσαι τάχιον τὴν ἐπὶ τῷ ἔργῳ ἐπεξέλευσιν. ἤδη γὰρ, ὅ φασιν, ἐπὶ ξυροῦ ἀκμῆς τὰ πράγματα. ὃ δὴ καὶ ποιήσει αὔριον ἐξ ἀνάγκης ὁ Ὀδυσσεὺς, οὐ γάρ ἐστιν ἔτι καιρὸς ἀναβάλλεσθαι.

(Vers. 158.) Ἰστέον δὲ ὅτι τὸ, μάλα δ' ὀτρύνουσι τοκῆες, διασαφητικόν ἐστι τοῦ, οἱ δὲ γάμον σπεύδουσιν, ὅ περ ἀνωτέρω κεῖται. ἐκεῖνο γὰρ ἀσαφὲς, ὡς οἷα περὶ μόνων τῶν μνηστήρων εἰρῆσθαι δοκοῦν. Ἔτι ἰστέον καὶ ὡς ἄριστα ἡ γυνὴ ἐκτίθεται τὰ αἴτια, δι' ὧν ἐν στενῷ κατακλείεται. αὐτὴ μὲν γὰρ οὐκέτι μῆτιν εὑρίσκει ἐκφυγεῖν τὸν γάμον, οἱ δὲ τοκῆες ὀτρύνουσι γήμασθαι. καὶ οὐδὲ ὁ παῖς ἀνεκτὸς, ἀσχάλλων ἐφ' οἷς ὁ οἶκος δαπανᾶται. διὸ ἀνάγκη γενέσθαι γάμον.

(Vers. 135.) Ὅρα δὲ καὶ ὅτι δημιοεργοὶ οὐ μόνον μάντις καὶ ἰατρὸς καὶ τέκτων οἱ προῤῥηθέντες, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ οἱ κήρυκες. ὧν οὐδ' αὐτῶν ἐμπάζεσθαι ἡ Πηνελόπη φησὶν, οἷα παρ' οὐδὲν τιθεμένη καὶ τὰ τοῦ δήμου, ἑνὸς δὲ μόνου γινομένη, τοῦ τὸν Ὀδυσσέα ποθεῖν. Ἰστέον δὲ ὅτι δημιουργοὶ οὐ μόνον οἱ ῥηθέντες ἐλέγοντο, ἀλλ' ὕστερον καὶ οἱ τὰ πέμματα καὶ τὰς πλακοῦντας ποιοῦντες, καὶ δηλοῖ αὐτὸ Ἀθήναιος ἐν τῷ, προὐνοοῦντο πεμμάτων αἱ δημιουργοὶ γυναῖκες, καὶ ἐν τῷ, καὶ δημιουργοὶ μέλιτος αἰτεῦσαι σκάφας. ἦν δὲ οὐδὲ παρὰ τοῖς πάλαι δήμιος ὁ αὐτὸς τοῖς ὕστερον. ἐκεῖνος μὲν γὰρ τῷ δήμῳ χρηστὸς, ὁ δὲ παρὰ τοῖς ἄρτι τῇ τοῦ ζῆν μειώσει παρωνομάζεσθαι δοκεῖ, ὡς οἷον ζήμιός τις ὢν διὰ τὸ τιμωρεῖν. διὸ καὶ ἄνδραγχοι πρὸς διαστολὴν τῶν πάλαι ἀγαθῶν δημίων ἐκαλοῦντο, ὡς ἄνδρας ἄγχοντες, οὐ μὴν δῆμον ὠφελοῦντες κατὰ τοὺς ἀρχαίους. κατὰ δὲ τὴν σύνθεσιν τῶν Ὁμηρικῶν δημιοεργῶν ἔφη καὶ ὁ κωμικὸς τὰ δημιόπρατα. Σημείωσαι δὲ, ὡς λέξις αὕτη ταπεινὴ, ἡ τοῦ δημιουργοῦ δηλαδὴ, καὶ θεία εὐμεθόδως γίνεται παρὰ τοῖς δημιουργὸν τοῦ κόσμου τὸ θεῖον εἰποῦσι. τοιοῦτον δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸ τὸν κόσμον σκάφος εἰπεῖν οὕτως ἢ ἄλλως περιαγόμενον. ὅμοιον δέ τι καὶ τὸ, ἀστραπὰς ἐκπυρηνιζομένας νεφῶν φάναι. καὶ ὁ πυρὴν γὰρ τὸ φαυλότατον εἰς μέγιστον ἐνταῦθα ὕψωται τῇ τροπῇ.

(Vers. 136.) Ἐν δὲ τῷ, Ὀδυσῆα ποθεῦσα φίλον κατατήκομαι ἦτορ, ἀμφίβολον εἴτε πρὸς τὸν Ὀδυσσέα εἴτε πρὸς τὸ ἦτορ κολλητέον τὸ φίλον. Περὶ δὲ τοῦ τολυπεύειν ἱκανῶς ἀλλαχοῦ προδεδήλωται.

(Vers. 138.) Τὸ δὲ, ἐμπνέειν θεὸν φρεσὶ, φιλοσόφως δηλοῖ τὸ, τὰ κατ' ἀνθρώπους θειότερον γίνεσθαι.

(Vers. 160.) Τὸ δὲ, ἤδη γὰρ ἀνὴρ οἷος οἴκου ὀλβίου κήδεσθαι, ἐπαινετικώτερον τοῦ, ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι καὶ ἑξῆς.

(Vers. 161.) Ὀπάζειν δὲ οὐ μόνον τὸ παρέχειν, ὡς καὶ νῦν, ἀλλ' ἔστιν ὅτε καὶ τὸ διώκειν.

(Vers. 162.) Ὅτι ἐξέφυγε μὲν, οἷα εἰκὸς, Ὀδυσσεὺς εἰπεῖν ὡς ἠρωτήθη, τίς καὶ πόθεν καὶ τίνων ἐστίν. ἡ δὲ Πηνελόπη ἔγκειται καὶ οὐκ ἀφίησιν αὐτὸν μὴ εἰπεῖν, ἀλλ' ἐντρέπουσα τὸν ῥήτορα ἐκ τῶν κατ' αὐτὴν λέγει μονονουχί· ὡς ἐπεί περ ἐγὼ πολύστονος οὖσα ἐξεθέμην τὰ κατ' ἐμὲ, οὕτως ἂν καὶ αὐτὸς ποιήσῃς, καὶ οὐδέν σε ὀνήσει πρὸς τὸ σιγῆσαι, εἰ πολλὰ ἔπαθες. φησὶν οὖν· ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος ὁππόθεν ἐσσί· οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου, ἢ παλαιφάγου, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται, οὐδ' ἀπὸ πέτρης.

(Vers. 165.) καὶ Ὀδυσσεὺς δεικνὺς ὡς οὐχ' ἑκὼν λαλήσει, φησὶ γὰρ, οὐκέτ' ἀπολλήξεις, ἢ καὶ δι' ἑνὸς λ ἀπολήξεις, τὸν ἐμὸν γόνον ἐξερέουσα, διηγήσεται καὶ πρὸς αὐτὴν τὰ Κρητικὰ ψεύδη, [195] γόνον εἰπὼν αὐτὸς ὅ περ ἡ Πηνελόπη γένος εἶπε, τουτέστι τὴν γενεὰν ἢ τὴν γέννησιν.

(Vers. 163.) Ἐν τούτοις δὲ ὅρα ὅτι τὴν δρυὸς γενικὴν συστέλλει Ὅμηρος, εἰ καὶ ἡ εὐθεῖα ἐκτεταμένον ἔχει τὸ δίχρονον. τοῦτο δὲ γίνεται καὶ ἐπὶ τοῦ σῦς συὸς καὶ μῦς μυὸς, καὶ ἐπὶ ἄλλων δέ. φησὶ γοῦν Ἡρῳδιανὸς, ὅτι τὸ υ ἐπ' εὐθείας ἐκτεινόμενον φιλεῖ συστέλλειν τὰς ἄλλας πτώσεις, καὶ οὐ μόνον ἐν τῷ πῦρ πυρὸς, ἀλλὰ καὶ ἐν τῷ, ἰχθύος, δρυὸς, ἰσχύος. Ὅτι δὲ οὐ μόνον δρῦς καὶ τὰ κατ' αὐτὸ περισπῶνται, ἀλλὰ καί τινα τῶν ὑπὲρ μίαν συλλαβὴν, δηλοῖ ὁ αὐτὸς γράψας οὕτω· τὰ εἰς υς ὀξύτονα θηλυκὰ συστέλλοντα τὸ υ διὰ τοῦ δέλτα κλίνονται· κροκύδος, χλαμύδος· τὰ δὲ ἐκτεταμένον ἔχοντα τὸ υ διὰ καθαροῦ τοῦ ος, ὀϊζύος, Ἐριννύος. τὰ δὲ περισπώμενα καὶ αὐτὰ καθαρεύει· ὀσφύος, ὀφρύος, δρυός· ὥς τε περισπᾷ καὶ τὸ ὀσφῦς καὶ τὸ ὀφρῦς. ἐν ἄλλοις δὲ δοκεῖ ὅμοιον τόνον ἐπιτιθέναι καὶ τῇ τοῦ ἰχθύος εὐθείᾳ. εἰπὼν γὰρ ἐν τῷ περὶ τῶν εἰς υς περισπωμένων μονοσυλλάβων ἀρσενικῶν, ὡς φυλάσσουσι τὸ ι ἐν τῇ κλίσει, ἐπάγει ὅτι ἓν μόνον ὑπὲρ μίαν συλλαβὴν ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ, οὐδὲ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης, ἐξήγηται μὲν ἱκανῶς ἐν τῇ Ἰλιάδι. καὶ νῦν δὲ εἰς τοσοῦτον ῥητέον, ὅτι τε παροιμιώδης ὁ λόγος καὶ ὅτι καταφατικῶς μὲν ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρης εἶναί τις λέγεται, ὅτε οὐκ ἔστι γένος αὐτοῦ εἰπεῖν. ἀποφατικῶς δέ φαμεν ὡς οὐκ ἔστι τις ἀπὸ δρυὸς παλαιφάτου ἢ ἀπὸ πέτρης, ὅτε οὐκ ἂν ἔχοι σιγῆσαι πόθεν ἐστίν. εἰ γὰρ καὶ τἄλλα μὴ ἀκριβῶς οἶδέ τις κατὰ λεπτὸν, τίνων γοῦν ἐξέφυ, οἶδεν ὡς εἰκός· ἢ ἀλλὰ ποίας γοῦν ἐστὶ γῆς. εἴληπται δὲ ἡ παροιμία ἐκ τοῦ παλαιοῦ βίου, ὅτε ἐν σπηλαίοις καὶ δρυῶν ἤγουν δένδρων κοιλότῃσι, ταυτὸν δ' εἰπεῖν, γερανδρύων, ἐξετίθεντο τὰ νεογνὰ ὑπὸ τῶν γεννησαμένων κατὰ ἀπορίαν βίου. οἷς ἀναληφθεῖσι καὶ ἐκτεθραμμένοις δρύες, τουτέστι δένδρα κοῦφα, εἰς μητέρας ἐνεγράφοντο κατὰ τοὺς ἐκ μελιῶν, οὕς φησιν Ἡσίοδος, ἢ καὶ πέτραι σπηλαιώδεις. ὅτι τοίνυν οἱ τοιοῦτοι οὐκ εἶχον γονεῖς ἀνθρώπους λέγειν ὡς ἐκ δρυῶν καὶ ῥωχμῶν ἑτέρων ἀνειλημμένοι, ἐξέπεσε παροιμία ἐκεῖθεν ἐπὶ τῶν ἀγενεαλογήτων τὸ ἐκ δρυὸς αὐτοὺς εἶναι ἢ ἀπὸ πέτρης. καὶ τοῦτο μὲν οὕτω· ἵνα λέγῃ ἡ Πηνελόπη τῷ ξείνῳ, εἰπέ μοι τὸ σὸν κατ' ἀνθρώπους γένος· οὐ γὰρ δή που ἐκ δρυὸς ἢ πέτρας γέγονας ὡς οἱ παλαίτατοι ἐβούλοντο λέγειν, ἐκπλήττοντες τοὺς πολλούς. ἔστι δὲ καὶ ἄλλως νοηθῆναι τὸ ῥητὸν οὕτως ἁπλούστερον. εἰπέ μοι τὰ κατὰ σέ· οὐ γὰρ ἂν εἴποις χρόνῳ μακρῷ ἀπειλῆφθαι τὴν περὶ αὐτῶν μνήμην, ὡς τὰ ἐκ δρυὸς καὶ πέτρας παλαιὰ διηγήματα. νοῆσαι δὲ τὸ παροιμιῶδες τοῦτο ἐνταῦθα ἐπὶ ἀγριότητος οὐχ' Ὁμηρικόν ἐστι. παραχρησάμενος δ' ἄν τις εὐφυῶς ποτὲ εἴποι ἂν αὐτὸ καὶ ἐπὶ ἀγρίου ἤθους, ἵνα τὸν μὲν τοιοῦτον ἐρεῖ ἀπὸ δρυὸς εἶναι ἢ ἀπὸ πέτρης, τουτέστι ξύλινον ἢ πέτρινον· ἢ καὶ ἄλλως, δρυὸς εἴτε καὶ πέτρας ἀτεράμνου ἀπόκομμα, καθὰ καὶ τῷ ἐπὶ Ἀμφινόμου ῥηθέντι ἐν τῷ, νευστάζων κεφαλῇ δὴ γὰρ κακὸν ὄσσετο θυμὸς, ἐπὶ κακούργου ἀνδρὸς τῶν τις σοφῶν ἐχρήσατο ὕστερον, τὸ μὲν σῶμα φυλάξας τῆς γραφῆς, παραποιήσας δὲ τὸν νοῦν δεξιῶς πρὸς ὅ περ ἐβούλετο. Ἰστέον δὲ ὡς εἴ περ γράφεται ἀπὸ δρυὸς παλαιφάτου, ἀφορμὴν ἡ λέξις ἐτυμολογικὴν ἐνδίδωσι τῆς φηγοῦ. δῆλον γὰρ ὡς φηγὸς ἡ δρῦς, ἐπεὶ προκατῆρξε τοῖς ἀνθρώποις αὐτὴ τοῦ φαγεῖν. οὗ δοκεῖ προϋπάρχειν μέλλων δεύτερος ὁ φαγῶ, ὃς ἀνελθὼν εἰς ἐνεστῶτα παράγει ῥηματικὸν ὄνομα τὸ φάγημα, ὅμοιον ὂν πρός τε τὸ τραγῶ τράγημα καὶ πρὸς τὸ στρατιωτικὸν ἄγημα τὸ ἑτέρωθι δηλωθὲν καὶ πρὸς τὸ τραγικὸν πέσημα. καὶ τοῦτο δηλοῖ ὁ θαλάσσιον ἐχῖνον αὐτῷ κελύφει ἐνθεὶς τῷ στόματι καὶ βρύκων αὐτὸν τοῖς ὀδοῦσι καὶ ἐν τῷ δυσχρηστεῖσθαι, ὡς γράφει Ἀθήναιος, εἰπών· ὦ φάγημα μιαρὸν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς, οὔτ' αὖθις ἔτι λάβοιμι. ἐν οἷς ὅρα τὸ βρύκων, ἤγουν τραχέως μετὰ ποιοῦ τινὸς ἤχου ἐσθίων, οὗ χρῆσις ἐν τοῖς τοῦ κωμικοῦ Ὄρνισιν ὅθεν καὶ παραβρύκων λίχνου τινὸς ἐπίθετον· καὶ τὸ ἀφέω ἀντὶ τοῦ ἀφῶ ἤτοι ἀφήσω πλεονασμῷ τοῦ ε. δοκεῖ δὲ ὥς περ ἐκ τοῦ τρῶ τρώγω ἔτραγον εἶναι τραγεῖν ἀπαρέμφατον καὶ τράγος ὄνομα, οὕτω καὶ φῶ φάγω φαγεῖν καὶ φάγος. ἐκ δὲ τοῦ τοιούτου φῶ καὶ φατὸς καὶ μυλήφατος. ἀπὸ μέντοι ἑτέρου φῶ, ἐξ οὗ καὶ τὸ φῶς, φώζω. οὗ μετοχὴ ἐν χρήσει τὸ πεφωσμένον· καὶ φῶδες αἱ παρὰ τῷ κωμικῷ· καὶ φωκτόν· οἷον, φωκτὸν γὰρ ἀνοιδαίνει βαρύκριμνον. εἰ δὲ γράφεται δρυὸς παλαιφάτου, ἐνθυμητέον ὡς οὐ μόνον δρῦς παλαίφατος, ἀλλὰ ὁμωνυμίας λόγῳ καὶ κύριον ἀνδρὸς σοφοῦ θεραπεύσαντος μύθους πρὸς ἱστορίαν, εἰς ὃ καί τις Ἡράκλειτος ἐπονήσατο, ἔτι δὲ καὶ Χάραξ. Παλαιφάτου δὲ μέμνηται καὶ Ἀθήναιος, ἔνθα μαγείρου σοφιζομένου καὶ τὴν οἰκείαν [196] τέχνην ἀποσεμνύνοντος ἔφη τὸ, καινὸς οὑτοσὶ Παλαίφατος. ὃ δὴ καὶ παροιμιάζεται τοὺς πιθανολογοῦντας τὰ μὴ οἷά τε ὄντα προσοχὴν ἔχειν. Εἰς δὲ τὸ ἀπὸ δρυὸς εἶναι προσενθυμητέον ἐκ τῶν παλαιῶν καὶ τὸν ὥς φασιν ἐκεῖνοι βαλανίτην βίον, ὃς ὕστερον ἐξ ἐπιμελείας καὶ εὑρέσεως ἀλετοῦ ἐξήνεγκε παροιμίαν τὴν, ἀληλεσμένον βίον ζῇ ἐξ ἀγρίου καὶ ἀκανθώδους τοῦ πρότερον· ὃν δηλοῖ τὸ, οὐ γὰρ ἄκανθαι· ὑπομιμνῆσκον τὴν τοῦ παλαιοῦ βίου μεταβολήν. ἐντεῦθεν δὲ καὶ τὸ, ἅλις δρυὸς, ἐπὶ τῶν δυσχερῶς, φασὶ, καὶ ἀηδῶς ἐσθιόντων, ὕστερον δὲ κάλλιόν τι εὑρόντων. τῷ δὲ, οὐ γὰρ ἄκανθαι, σύνδρομον καὶ τὸ, μερὶξ οὐ πνὶξ, ὡς ἀλλαχοῦ ἐγράφη. τὸ δέ γε, ἄλλην δρῦν βαλάνιζε, ἄλλως ἐναλλαγὴν βίου δηλοῖ, οὐ μὴν τὴν ἐκ πάντῃ ἀγρίου εἰς ἥμερον. ἔτι προσενθυμητέον καὶ ὅτι, καθὰ τῷ, ἀπὸ δρυὸς ἢ πέτρης εἶναι τινὰ, ἔστι παραχρήσασθαι παροιμιακῶς ἐπὶ ἀγριότητι, οὕτω καὶ τῷ ἀπὸ τῆς ἅλμης λόγῳ, καθ' ὃν ἐκ μὲν τῆς πικρᾶς ἀκράχολός τις ἄνθρωπος ἁλμίων ἐσκώφθη, ἐκ δὲ τῆς νοστίμου ἅλμην ἔχειν λέγεται ὁ ἡδὺς ἄνθρωπος. Τὸ δὲ διφθόγγισμα τοῦ πάλαι καὶ παλαιὸς καὶ τῶν ἐξ αὐτοῦ ἔδειξαν οἱ Αἰολεῖς καθ' Ἡρακλείδην ἐν τῷ πάλαος, ὅθεν τὰ ἄλλα προσλήψει τοῦ ἰῶτα.

(Vers. 167.) Ὅτι ἐξερέειν ἐνταῦθα καὶ τὸ ἐρωτῆσαι, οἷον, τὸν ἐμὸν γόνον ἐξερέουσα, ὡς προεγράφη, καὶ τὸ ἀπολογήσασθαι. φησὶ γάρ· ἀλλ' ἔκ τοι ἐρέω, ἤτοι ἐξερῶ. τοῦτο δὲ καὶ μῦθον ἐνισπήσειν φησὶ προϊών. Ὅτι καὶ ἐπιτέμνων καὶ παραφράζων Ὀδυσσεὺς ἃ πρὸ μικροῦ ἔφη πρὸς τὴν Πηνελόπην, ἤγουν τὸ, μή μοι θυμὸν ἐμπλήσῃς ὀδυνάων μνησαμένῳ καὶ ἑξῆς, φησίν· ἦ μέν με ἀχέεσσί γε δώσεις πλείοσιν ἢ ἔχομαι.

(Vers. 169.) ἣ γὰρ δίκη ὁππότε πάτρης ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, μονονουχὶ λέγων, ὡς ἐγὼ μὲν ἠξίουν μὴ ἀνακινῆσαί μοι τὴν μνήμην τῶν ἐμῶν κακῶν, σὺ δὲ ἀνηκουστοῦσα πλεῖόν με τῶν συνήθων λυπήσεις.

(Vers. 167.) τούτου γάρ ἐστι περίφρασις τὸ, ἦ μέν μ' ἀχέεσσί γε δώσεις.

(Vers. 168.) τί δέ ἐστι τὸ, ἣ γὰρ δίκη, πρὸ ὀλίγων εἴρηται. καὶ τέως προοιμιακὴν ταύτην ἔννοιαν ὁ ῥήτωρ θεὶς λαλεῖ καὶ πρὸς ἐρώτησιν εἰπὼν διηγηματικῶς·

(Vers. 172.) Κρήτη τις γαῖα ἐστὶ μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίῤῥυτος, ἐν δ' ἄνθρωποι πολλοὶ, ἀπειρέσιοι, καὶ ἐνενήκοντα πόληες, ἄλλη δ' ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί· ἔν δ' Ἐτεόκρητες μεγαλήτορες· ἐν δὲ Κύδωνες Δωριέες τε τριχάϊκες, δῖοι τε Πελασγοὶ, τοῖσι δ' ἐνὶ Κνωσσὸς μεγάλη πόλις.

(Vers. 179.) ἔνθα τε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστὴς, τουτέστιν ὁμιλητὴς, φοιτητής. καὶ ταῦτα μὲν ἱστορικὰ, καὶ εἰς ἔπαινον Κρήτης λαλοῦνται ὡς πρὸς γυναῖκα σοφὴν, ἵνα τούτοις πιστευτικῶς ἀκολουθοῦσα δέξηται καταθετικῶς ὡς ἀληθῆ καὶ τὰ ἐφεξῆς ψεύσματα.

(Vers. 180.) ἐν οἷς ὁ ξένος γενεαλογήσας ἐκ Μίνωος τὸν Δευκαλίωνα, οὗ καθ' ἱστορίαν υἱὸς ὁ Ἰδομενεὺς ἀδελφὸν ἑαυτὸν τοῦ τοιούτου Ἰδομενέως φησὶν, ὁπλότερον γενεῇ. ὁ δ' ἄρα, φησὶ, πρότερος καὶ ἀρείων. λέγει δὲ καὶ ὅτι ἐμοὶ ὄνομα κλυτὸν Αἴθων.

(Vers. 187.) καὶ ὅτι τὸν Ὀδυσσέα ἐν Κρήτῃ ἐξένισεν ὅτε κατήγαγεν αὐτὸν ἐκεῖ ἄνεμος παραπλάγξας Μαλειῶν, ὡς καὶ ἑτέρους ἀληθῶς τῶν ἡρώων ὕστερον.

(Vers. 188.) ἔστησε δ' αὐτὸν, ὁ ἄνεμος δηλαδὴ, ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης ἐν λιμέσι χαλεποῖσιν. ἱστορικὰ καὶ ταῦτα τὸ περὶ Ἀμνισοῦ καὶ τὸ τοῦ σπέους καὶ τὸ τῶν λιμένων, ἵνα παραμιγμένα τοῖς ψεύδεσι πιθανολογοῖεν αὐτὰ ὡς ἐξόν.

(Vers. 190.) λέγει δὲ καὶ ὡς Ὀδυσσεὺς μὲν τὸν Ἰδομενέα μετάλλα, τουτέστιν ἀνεζήτει. ἐπεὶ δ' ἐκεῖνος προῴχετο εἰς Τροίαν, ἐγώ, φησιν, ἄγων αὐτὸν ἐξείνισα καὶ τοὺς σὺν αὐτῷ, δημόθεν ἄλφιτα δοὺς καὶ αἴθοπα οἶνον ἀγείρας,

(Vers. 198.) καὶ βοῦς ἱερεύσασθαι ἵνα πλησαίατο θυμόν· ὃ δὴ ξενίας δημοτικῆς φράσις ἐστὶν, ὥς περ τὸ,

(Vers. 200.) εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ' ἐπὶ γαίῃ εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων. καταιγίδος ἔχει ἔνδειξιν.

(Vers. 203.) καὶ οὕτως εἰπόντος Ὀδυσσέως τίς τέ ἐστιν, ὅτι δηλαδὴ Αἴθων, καὶ πόθεν, ἤγουν ὅτι ἐκ Κρήτης, καὶ τίνων, ὡς ἄρα ἐκ Μίνωος καὶ Δευκαλίωνος, καὶ τὰ τούτων ἐχόμενα, ἐπιφέρει κατά τι ἐπιφώνημα ὁ ποιητὴς κομματικῶς, τὸ, ἴσκε, ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα, διὰ τὸ πιθανὸν πάντως τῆς πλάσεως καὶ ἀνεξέλεγκτον.

(Vers. 172.) Ὅρα δὲ ὡς καὶ τὸ ῥηθὲν πλασματικὸν διήγημα συνήθως Ὁμήρῳ κατὰ ὀρθὴν πτῶσιν μετὰ ῥήματος ὑπαρκτικοῦ προβέβληται· Κρήτη τις γαῖα ἐστίν. Ὅτι δὲ τὸ γαῖα καὶ ἐπὶ νήσων λέγεται, προδεδήλωται. Κρήτης δὲ πολλὰ μὲν καὶ ἄλλα σεμνώματα, ἐν δὲ τοῖς καὶ ταῦτα· ἐν Κρήτῃ παρὰ τοῖς τελοῦσι συσσίτια τράπεζαι ἔκειντο ξενικαὶ καλούμεναι, ἐν αἷς ἐκάθιζον τῶν ξένων τοὺς παριόντας. καὶ τοῖς νέοις μὲν κοινὸς κρατὴρ κέκρατο κατὰ τὰ συσσίτια, τοῖς δὲ πρεσβυτέροις, ἐὰν [197] ἐβούλοντο πλέον πιεῖν, ἐξουσία ἐδίδοτο. ἔτι δὲ Κρῆτες ἀπὸ δείπνου ἐβουλεύοντο περὶ τῶν κοινῶν μεμνημένοι καὶ πολεμικῶν πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦντες καὶ οὕτω προτρεπόμενοι τοὺς νέους εἰς ἀνδραγαθίαν. ἔτι ἐν συσσιτίῳ Κρητικῷ γυνὴ προεστηκυῖα τῆς συσσιτίας φανερῶς ἀπὸ τῆς τραπέζης τὰ βέλτιστά, φασι, τῶν παρακειμένων ἀφαιροῦσα παρετίθει τοῖς κατὰ πόλεμον ἢ σύνεσιν δεδοξασμένοις, ἀκολούθως τοῦτό γε Ὁμήρῳ, ὡς Αἴαντα νώτοισι διηνεκέεσσι γέραιρεν, οὐ μὴν κατὰ τὸν Ὀδυσσέα, ὃς τοιούτοις ἐφιλοφρονεῖτο τὸν παρὰ τοῖς Φαίαξι μουσικὸν Δημόδοκον. ὡς δὲ καὶ δίκης φύλακες οἱ Κρῆτες, δηλοῖ ὁ γράψας ὅτι εὐνομώτατοι οἱ Μαντινεῖς οὐδὲν ἧττον Λοκρῶν οὐδὲ Κρητῶν οὐδὲ Λακεδαιμονίων οὐδ' Ἀθηναίων, ὧν Σόλων νομοθέτης, ὡς Νικόδωρος Μαντινέων.

(Vers. 173.) Τὸ δὲ περίῤῥυτος κοινὸν πάσης νήσου ἐπίθετον, ἐπεὶ καὶ πᾶσαι ἀμφίαλοι. ἴσως δὲ καὶ τὸ πέριξ ἐντὸς πολύϋδρον τῆς νήσου δηλοῖ, οὗ χάριν καλή ἐστι καὶ πίειρα.

(Vers. 174.) Τὸ δὲ ἀπειρέσιοι διασάφησίς ἐστι καὶ ἐπίτασις τοῦ πολλοί. Ἐνενηκοντάπολις δὲ νῦν Κρήτη ἡ ἐν Ἰλιάδι ἑκατόμπολις κατὰ περιπέτειαν. ἀναστατωθῆναι γάρ φασι δέκα πόλεις ὑπὸ Ἰδομενέως ἐπανελθόντος ἐξ Ἰλίου, ὅτε Λεῦκος αὐτὸν ἀπήλαυνεν· ὃν θετὸν παῖδα ὄντα φύλακα τῆς βασιλείας κατέλιπε, δράκοντα θρεπτὸν, ὡς ὁ Λυκόφρων φησί. τὰς δὲ τοιαύτας δέκα πόλεις προσκτισθῆναι φασὶν ὕστερον μετὰ τὰ Τρωϊκά. καὶ οὕτω μέν τινες συνεβίβασαν τὴν ἐν Ἰλιάδι μὲν ἑκατόμπολιν, ἐνταῦθα δὲ ἐνενηκοντάπολιν. ἕτεροι δὲ οὐχ' ὡρισμένως ἐκεῖ νοοῦσι τὴν ἑκατόμπολιν, ἀλλ' ἁπλῶς τὴν πολύπολιν. καὶ εἴωθεν οὕτω ποτὲ λαμβάνεσθαι τὸ ἑκατὸν διὰ τὸ πρεσβεῖον τοῦ ἐντελοῦς ἀριθμοῦ κατὰ τὸ, ἑκατὸν θύσανοι, καὶ ἑκατὸν πόλεων πρυλέεσιν, ὥς τε ἑκατόμπολις Κρήτη ἡ πολύπολις, ἢ καὶ ἀληθῶς ἑκατὸν ἔχουσα πόλεις ὥς πέρ ποτε καὶ ἡ Λακωνική. νῦν δέ ἐστι πυθέσθαι τοῦ χρόνου πού ποτε τὰς πλείους ἀπήγαγεν, Ἁρπυίαις κελεύσας ἀνερείψασθαι. Ὅτι δὲ κατὰ τὴν ἐπὶ Λεύκῳ ἱστορίαν ἐδυστύχησαν καὶ ἄλλαι βασιλεῖαι, δῆλον ἐξ ὧν καὶ Αἴγισθος ἐν τοῖς Ἀγαμέμνονος δόμοις πεπλημμέληκε. καὶ Σθένελος δὲ ὁ Κομήτου ἐν τοῖς τοῦ Διομήδους. θρυλοῦνται δὲ καὶ δοῦλοι ὕστερον Σκυθικοὶ τοῖς δεσπόταις στρατευσαμένοις που πράγματα παρασχόντες ἐν τῷ ἐπανελθεῖν. καὶ τοιαῦτα μὲν ταῦτα.

(Vers. 175.) Ἐν δὲ τῷ, ἄλλη δ' ἄλλων γλῶσσα, τὴν διάλεκτον γλῶσσαν λέγει, ἐξ ὀργάνου αὐτῆς δηλῶν τὸ ἀποτελούμενον, τὴν φωνήν. Ἔνθα φασὶν οἱ παλαιοὶ πλάττειν τὸν Ὀδυσσέα τὴν τῶν γλωσσῶν ἀνάμιξιν, ἵνα μὴ ἐλεγχθῇ ὡς μὴ τῇ τῶν Κρητῶν γλώσσῃ χρώμενος ἢ χαριζόμενος. Τὸ δὲ Ἀχαιοὶ καὶ οἱ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, ἄλλη δ' ἄλλων γλῶσσα. εἰσὶ γὰρ ἄλλοι οἱ Ἀχαιοὶ καὶ οἱ μετ' αὐτοὺς ῥηθέντες, ἐξ ὧν συγκροτεῖται τὸ πολύγλωσσον. Μυκηναίους δέ τινες ἐνταῦθα φασὶ τοὺς Ἀχαιοὺς, εἰπόντες ὡς μετὰ τὰ Ἰλιακὰ Ταλθύβιος ἐκ Μυκηνῶν ἤγαγεν ἐκεῖ ἀποικίαν.

(Vers. 176.) Ἐτεόκρητες δὲ οἱ ἀληθῶς ἢ ἀληθεῖς Κρῆτες, εἰ καὶ ἄλλως Κρῆτες ἀεὶ ψεῦσται, ὡς καὶ προείρηται. αὐτόχθονες οὖν οἱ Ἐτεόκρητες, Ἰθαγενεῖς, γνήσιοι τῆς χώρας, λεχθέντες Ἐτεόκρητες ὡς πρὸς τοὺς ἐπήλυδας, καθὰ καὶ τῷ γεωγράφῳ δοκεῖ. δῆλον δὲ ὡς πρὸς ὁμοιότητα τοῦ Ἐτεόκρητες καὶ οἱ Ἐτεοβουτάδαι συντέθεινται. Μεγαλήτορας δὲ τοὺς Ἐτεόκρητας λέγει διὰ τὸ ἀνδρείους εἶναι ὡς ἡ συχνὴ πεῖρα ἐδήλωσε. Κύδωνες δὲ ἀπὸ Κύδωνός, φασι, τοῦ Ἀπόλλωνος, περὶ ὧν καὶ ἀλλαχοῦ δηλοῦται. εἰ δ' οὗτος ἐστὶ καὶ ὁ παροιμιαζόμενος κατὰ τὸ, ἀεί τις ἐν Κύδωνος διὰ τὴν κατ' ἐκεῖνον φιλοξενίαν, οὐ πάνυ δῆλον. Ὅτι δὲ κάλλους σχῆμα τὸ, ἐν μὲν Ἀχαιοὶ καὶ ἑξῆς, καθὰ καὶ τὸ, ἐν δ' ἵμερος ἐν δ' ὀαριστὺς, πάρφασις καὶ τὰ τοιαῦτα, οὐκ ἄδηλόν ἐστι. Δωριεῖς δὲ οὗτοι ἄποικοι τῆς τῶν Δωριέων χώρας, ἧς μοῖραν ἔσχε καὶ ἡ τῶν Σικελῶν γῆ καὶ ἄλλαι δὲ πόλεις τῶν περὶ τὰς ἐκεῖ χέρσους. Τριχάϊκες Δωριεῖς, ἐπεί περ οἱ μὲν Εὔβοιαν, οἱ δὲ Πελοπόννησον, οἱ δὲ Κρήτην ᾤκησαν. ἕτεροι δὲ τοὺς πολεμικούς φασι καθ' ὁμοιότητα τοῦ, κορυθάϊκι πολεμιστῇ. οὗ δηλαδὴ αἱ τῆς περικεφαλαίας τρίχες αἴσσουσι, τουτέστι σείονται, κατὰ πόλεμον, ὡς δοκεῖν οὕτω τὸ τριχάϊκι πολεμιστῇ ἀναγινώσκεσθαι καθ' ὑφέν. ἄλλοι δὲ τοὺς τριλόφους φασὶν, οἷς λόφοις τρίχες ἔνεισιν. εἰσὶ δὲ οἳ καὶ κούφους ὀρχηστὰς εἶπον τοὺς τριχάϊκας. ἐπεὶ καὶ ἀρετὴ Κρητῶν ἡ κατὰ πόλεμον ὀρχηστική. ὁ δὲ γεωγράφος οὕτω καλεῖσθαι μόνους τοὺς κατὰ τὴν Κρήτην Δωριεῖς ἐμφαίνων δηλοῖ ὀνομασθῆναι οὕτω οὐ μόνον διὰ τριλοφίαν καὶ ὅτι τρίχινοι αὐτοῖς οἱ λόφοι, ἀλλὰ καὶ διότι ἐκ Παρνασοῦ ἐλθόντες τρεῖς πόλεις ᾤκισαν. Πελασγοὺς δέ γέ φασι νῦν λέγεσθαι τοὺς μετὰ Κερκάφου εἰς Κρήτην ἀποικισθέντας ἐκ τῆς Φθιώτιδος. Περιώνυμον δὲ τὸ τῶν ἁπλῶς Πελασγῶν φῦλον καὶ πολυσπερὲς [198] διὰ τὸ πλανητικόν. καὶ δηλοῦται περὶ αὐτῶν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ, ἔνθα τι ἐῤῥέθη καὶ περὶ Κνωσσοῦ, ἣν μεγάλην πόλιν ὁ ποιητὴς ἐπιθετικῶς λέγει, οὐ μὴν κατὰ τὴν ἐν Πελοποννήσῳ, ὑφὲν κυριωνύμως οὕτω καλουμένην, ἧς ὁ πολίτης Μεγαλοπολίτης, ἣν αὐξηθεῖσαν τοσοῦτον ὁ χρόνος ὕστερον ἐταπείνωσεν, ὡς διεκπεσεῖν ἐπ' αὐτῇ λόγον τὸ, ἐρημία μεγάλη ἐστὶν ἡ μεγάλη πόλις.

(Vers. 178.) Ὁ δὲ Μίνως οὗτος ζηλωτής ἐστιν ἀρχαίου Ῥαδαμάνθυος κατά τινας, ὁμωνύμου τῷ οἰκείῳ ἀδελφῷ· ὃν δὴ Ῥαδάμανθυν ἐκεῖνον μιμούμενος ὁ Μίνως δι' ἐννέα ἐτῶν ἀναβαίνων, ὡς ὁ γεωγράφος φησὶν, ἐπὶ τὸ τοῦ Διὸς ἄντρον καὶ διατρίβων ἐκεῖ κατέβαινεν ἔχων συντεταγμένα παραγγέλματα, ἃ ἔλεγεν εἶναι τοῦ Διὸς, ἵνα δηλαδὴ πείθειν οὕτως ἔχῃ δεισιδαιμονοῦντας τοὺς ὑπηκόους, οἳ καὶ ἄλλως ὡς δικαίῳ αὐτῷ ἔχαιρον, ἐπειδὴ τὴν θάλασσαν ἐξεκάθαιρε λῃστῶν, ἐξ ὧν καὶ τὰ κρησφύγετα ὠνόμασται, ὅπου δηλαδὴ αὐτοὶ τὸν τοιοῦτον Κρῆτα ἢ τοὺς περὶ αὐτὸν Κρῆτας ἔφευγον. καὶ τοῦτο μὲν τοιοῦτον. Ἕτεροι δὲ τὸ ἐννέωρος συντιθέντες μετὰ τοῦ ὀαριστὴν φασὶν, ὅτι ἐπὶ ἐννέα ἔτη παρὰ τῷ πατρὶ Διῒ ἐπαιδεύθη· ἄλλοι δὲ, ὅτι ἐννεαετὴς ὢν βασιλεύειν ἤρξατο· τινὲς δὲ, ὅτι ἐπὶ ἐννέα ἔτη ἐβασίλευσε. τοῦτο γάρ ἐστι Διὸς ὀαριστὴν εἶναι, τὸ βασιλεύειν δηλαδή· ἐπεὶ καὶ διοτρεφεῖς καὶ διογενεῖς οἱ βασιλεῖς. πόθεν δὲ παράγεται ὁ ὀαριστὴς, πολλαχοῦ δεδήλωται. πρωτότυπον δὲ αὐτοῦ ὄαρ ὄαρος, ἐξ οὗ ὦρες αἱ ἐν Ἰλιάδι γυναῖκες. δῆλον δὲ ὡς οὐκ ἀναμφιβόλως κατὰ τὸ ὄαρ ὄαρος, οὕτω καὶ ἡ δάμαρ· αὐτὸ γὰρ δάμαρς εἶναι δοκεῖ, οὗ γενικὴ δάμαρτος. Ὄνομα δὲ κλυτὸν, ὅ περ ἀκούει τις ἐξ ἁπάντων. σύνθετον δὲ ἐξ αὐτῶν κύριον Ὀνομάκλυτος.

(Vers. 183.) Πρὸς δὲ τὸν Αἴθωνα τοῦτον ἡ τοῦ Λυκόφρονος ἀστεϊζομένη Κασάνδρα Αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς τὸν Ὀδυσσέα καλεῖ, πλαστὰς εἰποῦσα γραφὰς τὰ τοῦ Ὀδυσσέως παρ' Ὁμήρῳ ψεύσματα.

(Vers. 188.) Ἀμνισσὸς δὲ Μίνωος ἐπίνειον, ὡς ὁ γεωγράφος φησί· ἕτεροι δὲ Κνωσσοῦ. ἔστι δέ, φασι, καὶ ποταμὸς Κρήτης Ἀμνισσός. πάνυ δὲ ἐπιδεξίως ὁ μῦθος ἐπελέξατο τὸν Ἀμνισσὸν τῇ Εἰλειθυίᾳ εἰς διατριβὴν, ἐπειδὴ τὸ βρέφος τηνικαῦτα εἰς φῶς ἐλεύθει, ὅ περ Εἰλειθυίας ἔργον ἐστὶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, ὁπηνίκα οὐ δύναται μένειν κατὰ γαστρός. τοῦτο γὰρ ὁ Ἀμνισσὸς ὡς οἷά τις ἀμενισσὸς τῷ ἤχῳ τῆς λέξεως παραινίττεται. εἰ δὲ καὶ ἀγαθὸς ὁ ἐκεῖ τόπος ὢν ταῖς λεχοῖς διατοῦτο τῇ Εἰλειθυίᾳ ἀνέκειτο, οὐκ ἔστιν ἀπισχυριστικῶς εἰπεῖν. Ὅτι δὲ ταυτὸν Εἰλείθυιαν ἑνικῶς λέγειν καὶ Εἰλειθυίας πληθυντικῶς, καὶ διατί θυγατέρες Ἥρας αἱ Εἰλείθυιαι πλάττονται, ἡ Ἰλιὰς δηλοῖ. ἐκ δὲ τῆς κατὰ γέννησιν ἀλληγορουμένης Εἰλειθυίας Εὐριπίδης παραφέρεται τοῖς παλαιοῖς ἀνειλείθυιαν εἰπὼν τὴν μὴ γεννήσασαν.

(Vers. 189.) Ὅτι δὲ δυσλίμενος ἡ Κρήτη τὰ πρὸς βοῤῥᾶν, δῆλον ἐστί. καὶ ἰδοὺ παρὰ καὶ καλοῖς κακὸν κεῖται, τοῖς τῆς Κρήτης δηλαδὴ, τὸ κατ' αὐτὴν κακολίμενον.

(Vers. 197.) Τὸ δὲ, δημόθεν δοῦναι ἄλφιτα καὶ οἶνον καὶ ἑξῆς, δηλοῖ ἔθος εἶναι ξενίζεσθαι δημοσίᾳ τοὺς ἀξίους. οὕτω καὶ Ἀλκίνοος καὶ οἱ σὺν αὐτῷ ἄριστοι ἀνδρακὰς δόντες δῶρα τῷ Ὀδυσσεῖ, ὕστερον ἀγειρόμενοι κατὰ δῆμον ἐποίησαν τὰ ῥηθέντα ἐκεῖ.

(Vers. 198.) Βοῦς δὲ ἱερεῦσαι καὶ νῦν τὸ σφαγιάσαι. Τὸ δὲ, πλησαίατο θυμὸν, ἶσον ἐστὶ τῷ κορέσαιντο. ἐπῆκται δὲ πρὸς ἑρμηνείαν τοῦ ἱερεύσασθαι, ἵνα μὴ ἐπὶ θυσίας ἡ λέξις νοηθείη, ἀλλ' ἀντὶ τοῦ σφαγιάσασθαι.

(Vers. 200.) Τὸ δὲ, οὐδ' ἐπὶ γαίῃ εἴα ἵστασθαι, βιαιότατον ἄνεμον δηλοῖ, ὃς ὠθήσοι ἂν καὶ κατὰ κρημνοῦ, τόπον εὑρὼν ἐπιτήδειον. ἐπιταθεὶς δὲ καὶ εἰς Ἅρπυιαν αὐξηθήσεται. τοιοῦτος γάρ τις ὁ μὴ ἐῶν ἐπὶ γῆς ἵστασθαι.

(Vers. 201.) Τὸ δὲ, ὤρορε δαίμων, εἰ καὶ φύσει κατὰ τὸ ὄλωλε γράφεται καὶ τὸ ὄδωδε καὶ τὰ ὅμοια Ἀττικὰ, ἀλλὰ καὶ νῦν ὑπέρθεσιν ἔπαθεν διὰ χρείαν μέτρου ὡς καὶ ἐν ἄλλοις.

(Vers. 203.) Τὸ δὲ ἴσκεν οἱ μὲν γλωσσογράφοι ἀντὶ τοῦ ἔλεγεν ἐκδέχονται, οἱ δὲ ἀκριβέστεροι ἀντὶ τοῦ ἤϊσκεν, ὅ ἐστιν εἴκαζεν ἀπεικονίζων πρὸς ἀλήθειαν.

(Vers. 202.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ, ἄνεμος πέσεν, ἀντὶ τοῦ ἐπαύσατο, κοινότερον φρασθὲν ἀφελῶς πρὸς ἀκολουθίαν τοῦ, ἐστόρεσε δὲ θεὸς πόντον. ἔνθα γὰρ τὸ στορέσαι καὶ στρῶσαι, οἰκεῖον ἐκεῖ καὶ τὸ πεσεῖν.

(Vers. 203.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, ἴσκε ψεύδεα πολλὰ λέγων, ἐπιτηδείως ὁ ποιητὴς ἔπαυσε τὴν ἐπὶ πλέον ψευδολογίαν, ὀκνήσας μὲν ἐμβραδῦναι ψεύδεσιν, ἐμφῄνας δὲ μόνον ἐν σχήματι παρασιωπήσεως, καὶ ἄλλα τὸν Ὀδυσσέα ὡς εἰκὸς φάναι πρὸς τὴν γυναῖκα ὡς αὐτῷ ἤρεσε διὰ τὸ ἡδέως ἐκείνην ἀκροᾶσθαι· ὅ περ οὐκ ἂν Ὁμηρικὸς ἀκροατὴς ἐπὶ πλέον γενέσθαι ἀνάσχοιτο ἀληθευτικῆς αὐτὸς μαθήσεως ἐφιέμενος.

(Vers. 204.) Ὅτι τῆς Πηνελόπης ἀκουούσης, ἃ ἔλεγεν Ὀδυσσεὺς, ῥέε δάκρυα, τήκετο δὲ χρώς. εἶτα λαβὼν ἀφορμὴν ἐκ [199] τοῦ τήκετο ἐπάγει· ὡς δὲ χιὼν κατατήκετ' ἐν ἀκροπόλοισιν ὄρεσσιν,

(Vers. 206.) ἥν τ' Εὖρος οἷα χλιαρὸς κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύοι, ὡς ψυχρὸς δηλαδή. τηκομένης δ' ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες, ὣς τῆς τήκετο καλὰ παρήϊα δακρυχεούσης.

(Vers. 208.) Καὶ ὅρα ὡς πεντάκις εἶπε τὰς ἀπὸ τοῦ τήκω κινήσεις. ὡς γάρ φασιν οἱ παλαιοὶ, οὐκ ἔχει καιριωτέραν ταύτης εἰπεῖν λέξιν ἐν τοῖς ἄρτι ῥηθεῖσιν.

(Vers. 207.) Τὸ δὲ, ποταμοὶ πλήθουσι ῥέοντες, διὰ τὸ πλῆρες τῆς παραβολικῆς ἱστορίας ἔφη. ἄλλως γὰρ ὑπερβολικὸν ποταμηδὸν ῥέειν δάκρυον, εἴ γε καὶ τὸ κρήνης δίκην αὐτὸ ῥέειν ἐν Ἰλιάδι ὑπερβολὴν ἔχει.

(Vers. 204.) Ἰστέον δὲ ὅτι τοῦ τήκω ῥήματος πολλά τινα παράγοντες, ἐκεῖθεν γίνεται καὶ τὸ τήγανον, οἱονεὶ τήκανόν τι ὄν. τὸ δ' αὐτὸ παρά τισι καὶ τάγηνον κατὰ μετάθεσιν, Δωρικῶς δὲ καὶ ἤγανον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. τινὲς δὲ ταγηνόν φασι τὸ ἐν τηγάνῳ ἑψηθέν. Συρακούσιοι δὲ, ὥς φησιν Ἀθήναιος, τὴν μὲν λοπάδα τήγανον καλοῦσι, τὸ δὲ κοινῶς τήγανον ξηροτήγανον. χρῆσις δὲ ἠγάνου μὲν δίχα τοῦ τ καὶ παρὰ Ἀνακρέοντι· χεῖρά τ' ἐν ἠγάνῳ βαλεῖν· τηγάνου δὲ σὺν τῷ τ ἐν τῷ, πηδῶσι δ' ἰχθῦς ἐν μέσοισι τηγάνοις· καὶ ἀπὸ τηγάνου τ' ἔφασκεν ἀφύας φαγεῖν. ἐξ αὐτοῦ δὲ καὶ ῥῆμα. Φρύνιχος· ἡδὺ δ' ἀποτηγανίζειν ἄνευ συμβολῶν. ταγήνου δὲ χρῆσις ἐν τῷ, ἀτάρ τοι τὸ τάγηνον ἄριστον.

(Vers. 205.) Ἔτι ἰστέον καὶ ὅτι τὸ, ἀκροπόλοισιν ὄρεσσι, ταυτόν ἐστι τῷ, κορυφαῖς ὀρῶν, ὡς δῆλον ἐκ τῶν παλαιῶν παραδόντων εἰς τρία διαιρεῖσθαι τὸ ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπερώρειαν, καὶ εἰς τέρμα· ὧν τὸ μὲν κορυφὴ, τὸ δὲ πλευρὰ ὄρους, τὸ δὲ τελευταῖον, οἱ καὶ πόδες. αἱ δὲ κορυφαί, φησι, καὶ ἀκρόπολοι, περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. τὸ δὲ ἄκρον, ἐξ οὗ τὰ ἀκροπόλα ὄρη, καὶ τὰς ἀκροπόλεις ποιεῖ, καὶ τὰ ἀκροθίνια, ὅ πέρ ἐστιν ἄκρον σωροῦ, καὶ λάφυρα, καὶ ἀπαρχαὶ δὲ ἀνατιθέμεναι ἐξ ἐμπορίας· τοῦτο μὲν διὰ τὸ ἀπὸ θινὸς θαλαττίου σεσῶσθαι, τὰ δὲ ἐκ πολέμου λάφυρα ὡς οἷον, φασὶν, ἀκροσίνια παρὰ τὸ σίνεσθαι ἐν μάχῃ πολλούς· τὸ δὲ ἐπὶ σωροῦ παρὰ τὸ ἄκρον τοῦ τοιούτου θινός. φέρεται δέ, φασι, καὶ παροιμία ἐπί τινων μάτην κοπιόντων τὸ, ἀκροθίνια πυγμαίων κολοσσῷ ἐφαρμόζειν, ὅ πέρ ἐστιν ἀνδρὶ μεγίστῳ μικρόν τι κέρδος εἶναι. ἐκ τοῦ εἰρημένου δὲ ἄκρου καὶ ἀκρόκομος ὁ κομῶν τὸ ἄκρον τῆς κεφαλῆς. καὶ μὴν ἄλλως ἀκρόκομος ἐν Ἰλιάδι ὁ μετρίως ἢ λίαν κομῶν.

(Vers. 210.) Ὅτι Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δ' ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος ἀτρέμας ἤγουν ἡσύχως ἐν βλεφάροισι. δόλῳ δ' ὅ γε δάκρυα κεῦθε.

(Vers. 211.) Κέρα δὲ ἢ αὐτὴν λέγει κατὰ τοὺς παλαιοὺς τὴν φύσιν τοῦ κέρατος σκληρὰν οὖσαν, ἢ ὡς ἐκ μέρους τὰ τόξα, ἵνα λέγῃ ὡς οἱ ὀφθαλμοὶ τῷ Ὀδυσσεῖ ἵσταντο, εἴτε βούλοιτό τις εἰπεῖν οἷα καὶ σίδηρος, εἴτε καὶ ὡς τεταμένα τόξα, μὴ ἐνδιδόντες δάκρυσιν. οὕτω τλήμων ὁ Ὀδυσσεὺς καὶ νῦν ὁ καὶ παρὰ τῇ Καλυψοῖ συνεχῶς δακρύων καὶ παρὰ Φαίαξιν ἑτοιμόδακρυς διὰ μόνην ἀνάμνησιν κακῶν. Σημείωσαι δὲ ὡς ἐν τῷ, ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος, ἀπὸ τοῦ ὑφειμένου μετέβη αὐξητικῶς ἐπὶ τὸ μεῖζον, ἤγουν ἐκ τῶν κεράτων ἐπὶ τὸν σίδηρον. ἐσχημάτισται οὖν τοῦτο ἑτεροίως ἤ περ τὸ, ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης. ἐκεῖ γὰρ ἄλλως ἀπὸ τοῦ κατὰ λαμπρότητα ἡλιακοῦ μεγέθους ἐπὶ τὸ ἔλαττον κατέβη, ὡς ἂν εἴη ὁ λόγος πιθανώτερος. Ὅρα δὲ καὶ ὡς Ὅμηρος μὲν πρὸς κέρας εἴκασε τὸ τῶν ὀφθαλμῶν τοῦ Ὀδυσσέως ἀτενές· ἡ δὲ συνήθεια καὶ χιτῶνα τινὰ κερατοειδῆ τοῦ ὀφθαλμοῦ λέγει, ὅθεν ἴσως καὶ ἡ Ὁμηρικὴ ὥρμηται παραβολή.

(Vers. 212.) Τὸ δὲ, δόλῳ δάκρυα κεῦθε, παράδειγμα καὶ αὐτὸ δόλου ἐπαινετοῦ, ὃς νῦν εἰς ἶσον ἥκει τῇ καρτερίᾳ.

(Vers. 218.) Ὅτι θελήσας ὁ ποιητὴς ὡς ἐν παρέργῳ χάριν ἁβρότητος γραφικῆς καὶ περὶ λαμπροῦ διαλαβεῖν ἱματισμοῦ καὶ ἅμα πιθανῶς καὶ βιωτικῶς ἀνάκρισιν θέσθαι διὰ Πηνελόπης εἰ μὴ ψεύδεται ὁ ξένος, ἔτι καί τι ἱστορῆσαι, πλάττει αὐτὴν ἀνακρίνουσαν τὸν ξένον, εἰ ἐτεὸν ὡς λέγει τὸν Ὀδυσσέα ἐν Κρήτῃ ἐξένισεν ὅτε εἰς Τροίαν ἀπέπλεεν, ὁποῖα περὶ χροῒ εἵματα ἕστο, αὐτός θ' οἷος ἔην, καὶ ἑταίρους οἵ οἱ ἕποντο. καὶ Ὀδυσσεὺς ἑαυτὸν μὲν, οἷος ἦν, σιωπᾷ, μὴ καὶ περιηγούμενος εὐθὺς ἀναγνωρισθῇ ἐπιλεγομένης τῆς γυναικὸς τὰ σημεῖα, ὃς καὶ ἄλλως ἐπικρύπτων ἑαυτὸν ἀναγνωρισθήσεται ὑπὸ τῆς μαίας, ὡς ἐοικὼς τῷ Ὀδυσσεῖ.

(Vers. 225.) οἷα δὲ ἐφόρει εἵματα, ἐρεῖ ἀναμνησθεὶς, καὶ τῶν ἑταίρων δὲ τὸν ἐπισημότερον ἀπαγγελεῖ. ἐξ ὧν ἡ Πηνελόπη ἀληθῆ τὸν ξένον κρινεῖ. ἀκκισάμενος οὖν πρῶτον καὶ εἰπὼν, ὡς ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα εἰπέμεν, ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν ἐκ τότε, εἶτα ὑποσχόμενος εἰπεῖν ἐν τῷ,

(Vers. 224.) ἀλλὰ καὶ ὣς ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ, τουτέστι φαντάζεται [200] ἀνειδωλοποιεῖται, ἅ περ εἴποι ἂν ὁ δυσχερῶς μεμνημένος τινὸς, ἐπιφέρει· χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεὺς, διπλῆν.

(Vers. 226.) αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο αὐλοῖσι διδύμοισι, πάροιθε δὲ δαίδαλον ἦεν. εἶτα ἑρμηνεύων τὸ δαίδαλον ἐπιφέρει· ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἑλλὸν ἀσπαίροντα λάων, τὸ δὲ θαυμάζεσκον ἅπαντες, ὡς οἳ χρύσεοι ὄντες, ὁ μὲν λάε νεβρὸν ἀπάγχων, αὐτὰρ ὃ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι. τὸν δὲ χιτῶν' ἐνόησα περὶ χροὶ σιγαλόεντα, οἷόν τε κρομύοιο λοπὸν κατὰ ἰσχαλέοιο. τὼς μὲν ἔην μαλακός·

(Vers. 234.) λαμπρὸς δ' ἦν ἠέλιος ὣς, καὶ οὐ κατὰ χρῶμα δηλαδὴ κρομύου. ἦ μὲν, πολλαί γ' αὐτὸν ἐθηήσαντο γυναῖκες.

(Vers. 237.) ταῦτα εἰπὼν ἀληθῶς ὁ ξένος, εἶτα ὑποπτεύσας ἀναγνωρισμὸν διὰ τὸ τῆς εἰδήσεως ταύτης ἀκριβὲς, προσποιεῖται μὴ εἰδέναι εἴτε οἴκοθεν αὐτὰ εἶχεν εἴτε καὶ ξενισθείς ποθεν ἔσχε, καὶ φησίν· ἄλλο δέ τοι ἐρέω. οὐκ οἶδ' εἰ τάδε ἕστο περὶ χροῒ οἴκοθ' Ὀδυσσεὺς, ἤ τις ἑταίρων δῶκεν, ἤ τίς που καὶ ξεῖνος· ἐπεὶ πολλοῖς Ὀδυσσεὺς ἔσκε φίλος·

(Vers. 240.) παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. καὶ πλάττει καὶ αὐτὸς ἄορ δοῦναι καὶ δίπλακα καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα καὶ αἰδοίως ἐκεῖνον ἀποπέμψαι· ἅ περ ἄνδρα ὑπογράφει φιλόξενον. εἶτα λέγει καθ' ἱστορίαν, ὅτι καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ εἵπετο· καὶ τόν τοι μυθήσομαι οἷος ἔην περ. γυρὸς ἔην ὤμοισι, μελανόχροος, οὐλοκάρηνος, Εὐρυβάτης δ' ὄνομ' ἔσκε. τίεν δέ μιν ἔξοχον ἄλλων ὧν ἑτάρων Ὀδυσσεὺς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, τουτέστιν οὐ δι' ἀνδρίαν ἢ γένος ἤ τι τοιοῦτον,

(Vers. 248.) ἀλλ' ὅτι ἀρτίφρων ἦν. τοιοῦτος γὰρ ὁ φρεσὶν ἄρτια εἰδώς.

(Vers. 253.) οὕτως ἀφηγησαμένου τοῦ ξένου σήματα ἀναγνοῦσα ἡ Πηνελόπη τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσσεὺς, καὶ κλαύσασα ἱκανῶς νῦν μὲν δή μοι, φησὶ, ξεῖνε πάρος περ ἐὼν ἐλεεινὸς ἐν μεγάροισιν ἐμοῖσι, φίλος τ' ἔσῃ αἰδοῖός τε.

(Vers. 255.) αὐτὴ γὰρ τάδε εἵματα ἐγὼ πόρον, ἤτοι παρέσχον, οἷ' ἀγορεύεις, πτύξασ' ἐκ θαλάμου, περόνην τ' ἐπέθηκα φαεινὴν, κείνῳ ἄγαλμα εἶναι· τὸν δ' οὐχ' ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.

(Vers. 260.) Καὶ ὅρα τὸ οὐκ ὀνομαστὴν, ἑρμηνευτικὸν ὂν τοῦ Κακοΐλιον. οὐ γάρ τι φαυλόφωνον καὶ δυσπροένεκτον ἡ τῆς Ἰλίου κλῆσις ἔχει. ἀλλὰ Κακοΐλιος ἢ οὐδετέρως Κακοΐλιον ἡ Τροία ἐστὶν, ὡς μὴ ἀξία ἥκειν τινὶ μηδὲ εἰς μνήμην διὰ τὰ ἐν αὐτῇ κακά. οὕτω καὶ Δύσπαρις ἐν Ἰλιάδι ὁ Ἀλέξανδρος καὶ Αἰνελένη ἡ Ἑλένη, οὐ διὰ φαυλότητα κλήσεων, ἀλλ' ὅτι κακῶν ἐγένοντο αἴτιοι. διὸ ἴσως οὐδὲ μνήμης ἄξιοι οὐδ' ἄχρι κλήσεως· ὅ περ ὕστερον χρόνῳ κατεψηφίσθη τοῦ τῆς Ἐφεσίας Ἀρτέμιδος ἐμπρήσαντος τὸν ναόν.

(Vers. 254.) Ὅρα δὲ καὶ ὡς, ὅ περ φθάσας Ὀδυσσεὺς ηὔξατό που, τὸ φίλος δηλαδὴ ἐλθεῖν τοῖς Φαίαξι καὶ ἐλεεινὸς εὗρε καὶ ἄρτι. ἐλεεινὸς γὰρ ὢν ἕως καὶ νῦν, ἤδη φίλος γίνεται ὁ μετ' ὀλίγα καὶ φίλτατος. Τοῦ δὲ ῥηθέντος χωρίου τὰ κατὰ μέρος τοιάδε· πορφυρέη μὲν ἡ χλαῖνα διὰ τὸ βασιλικόν.

(Vers. 226.) Τὸ δὲ διπλοῦν αὐτῆς καὶ ἡ μία περόνη μανδυοειδῆ αὐτὴν εἶναι δηλοῖ, οὐ κύκλῳ ἀμπέχουσαν, ἀλλὰ διπλουμένην κατὰ τὸ ἔμπροσθεν καὶ ὄπισθεν διὰ τῶν ἀριστερῶν, ἀφιεῖσαν δὲ ἄνετα, ὡς καὶ προεδηλώθη τὰ δεξιά.

(Vers. 225.) Οὔλην δὲ καὶ νῦν ἢ τὴν συνεστραμμένην λέγει καὶ εὔκλωστον, ἢ τὴν ὅλην καὶ ὑγιῆ, ἢ τὴν ἁπαλήν. τινὲς δὲ τὸ οὔλην συνάπτοντες μετὰ τοῦ πορφυρέην φασὶν ἄμφω δηλοῦν τὴν ὁλοπόρφυρον. οὖλον γὰρ πάντως που καὶ τὸ ὅλον. Τὸ δὲ ἔχε δῖος Ὀδυσσεὺς ἀντὶ τοῦ, ἐφόρει· ἐξ οὗ τὸ ἀμπέχειν γίνεται.

(Vers. 226.) Εἰς δὲ τὸ διπλῆν γράφουσιν οἱ παλαιοὶ, ὅτι διπλοῦν μὲν κατὰ τὸ μέγεθος· ἱμάτιον γὰρ πτυσσόμενον διπλοῦν λέγεται· διπλάσιον δὲ κατὰ ἀριθμόν. οὕτω γοῦν διπλάσια χρήματα λέγονται. τοῦτο δὲ συντελεῖ καὶ εἰς τὸ, τριπλῇ τετραπλῇ τ' ἀποτίσομεν.

(Vers. 227.) Αὐλοὶ δέ, φασι, ἐνταῦθα ῥαβδοειδεῖς τινὲς ἀνατάσεις εὐθεῖαι, εἰς ἃς κατακλείονται αἱ περόναι, ἃς διὰ τοῦτο καὶ κληΐδας ἐϋγνάμπτους ἔφη πρὸ μικροῦ. Δίδυμοι δὲ οἱ τοιοῦτοι ἀντὶ τοῦ, διπλαῖ ἢ συμφυεῖς ταῖς περόναις. Δαίδαλον δὲ τὸ δαίδαλμα, τὸ ποίκιλμα, συγκοπὲν ἐκ τοῦ δαιδάλεον.

(Vers. 228.) Τὸν δὲ ἑλλὸν καὶ νεβρὸν ὑποκαταβὰς ἔφη, ὃ δηλοῖ νεογνὸν ἔλαφον, νεωστὶ βορὸν ἢ βορᾶς ἁπτόμενον. Περὶ δὲ τοῦ ἑλλὸς ἰχθὺς ζητητέον ἐν ἄλλοις. Προτέρους δὲ πόδας ἢ τοὺς τοῦ κυνὸς λέγει ἢ τὸ πρόσθιον μέρος τῶν ποδῶν τοῦ Ὀδυσσέως.

(Vers. 229.) Τὸ δὲ λάων Ἀρίσταρχος μὲν ἀντὶ τοῦ ἀπολαύων, ἀφ' οὗ καὶ λαιμὸς καὶ λαυκανία καὶ αὐτὸ τὸ ἀπολαύειν πλεονασμῷ τοῦ υ ὅθεν καὶ τὸ, λάε νεβρὸν ἄγχων, ἤγουν ἀπέλαυεν, ἐτρύφα· ἕτεροι δὲ, ὧν καὶ Κράτης, ἀντὶ τοῦ βλέπων, οὗ κατὰ στέρησιν ὁ ἀλαός· ἄλλοι δὲ ὑλάων ἤγουν ὑλακτῶν ὡς [201] ἐν σχήματι χάσκοντος, ἀφαιρεθέντος τοῦ υ. ἀλλ' εἰ τοῦτο, πῶς ὁ χάσκων κύων εἶχε τὸν ἑλλόν; Τὸ δὲ θαυμάζεσκον παρασημείωσίς ἐστι τοῦ θαυμαστὸν ἀληθῶς εἶναι, διαφορὰς ζῴων ἐν μονοειδεῖ χρώματι διαφαίνεσθαι. τοιοῦτον δέ τι καὶ τὸ, πολλαὶ αὐτὸν ἐθηήσαντο γυναῖκες. ἐκεῖνο δὲ καὶ εἰς ἔπαινον τῆς Πηνελόπης κεῖται, ἧς ἔργον εἶναι δοκεῖ ὁ χιτών.

(Vers. 230.) Τὸ δὲ χρύσεοι ὄντες, ὁ μὲν λάεν, ὁ δὲ ἤσπαιρεν, ὅμοιόν ἐστι τῷ, οἱ δὲ δύο σκόπελοι, ὁ μὲν τοιόσδε, ὁ δὲ τοιόσδε.

(Vers. 233.) Κρομύου δὲ λοπὸς, λέπυρον, παρὰ τὸ λέπω. καὶ τούτου οὐ χλωροῦ· παχὺς γὰρ ὁ τοιοῦτος· ἀλλὰ ἰσχαλέου. τοῦτο δέ, φασι, πρὸς τὸ εὔτονον ἐῤῥέθη τοῦ χιτῶνος καὶ ἰσχνόν. ὁ γὰρ χλωρὸς λοπὸς οὐκ εὐτόνως ἔχει. Ἰστέον δὲ, ὅτι τε τὸ ῥηθὲν λέπυρον καὶ λεπύχανόν φασιν εὑρῆσθαι παρὰ Θεοπόμπῳ τῷ κωμικῷ, εἰπόντι ὡς ἐκ προσώπου τοῦ Ὀδυσσέως τό· χιτῶνά μοι φέρων δέδωκας δαίδαλον, ὃν ἤκασεν ἄρισθ' Ὅμηρος κρομύου λεπυχάνῳ. τὸ δ' αὐτὸ καὶ λόπισμα εἴρηται. εἰ δὲ καὶ τὸ λόπιμον κάρυον παρ' Εὐβοεῦσιν, ὃ μετεξέτεροι κάρυον καλέουσι κατὰ Νίκανδρον, τῆς αὐτῆς ἐστὶ σημασίας, οὐκ ἔστιν ἐνστῆναι στερεῶς. Τοῦ δὲ λέπειν, ἐξ οὗ καὶ τὸ λέμμα καὶ ἡ λεπὰς καὶ ἡ λεπρὰς καὶ ὁ λεπηρὸς καὶ ἐν συγκοπῇ λεπρὸς καὶ ἡ λεπὶς καὶ ὁ ἀλέπιστος καθά τις εἶπεν ἰχθὺς καὶ ἡ τὸν καυλὸν ἀπολελεμμένη θρίδαξ, χρῆσις μὲν καὶ ἐν τῇ Ἰλιάδι, ἔτι δὲ καὶ παρὰ τῷ εἰπόντι τὸ, μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει, ἤγουν ἐκλεπίζει. εἰκὸς δὲ καὶ τὴν λοπάδα τοιαύτης εἶναι συστοιχίας διὰ τὸ τῆς πλάσεως οὐ παχὺ ἀλλὰ ὡς εἰπεῖν λεπτόν· ὃ δὴ καὶ αὐτὸ ἐκ τοῦ λέπω γίνεται. Ἔτι ἰστέον καὶ ὅτι οὐδὲ τὸ λέπαδνον ἀπήλλακται τοιαύτης παραγωγῆς, καὶ ὅτι τὸ λέπω οὐ μόνον ἀντεγκείμενον, ὡς ἐῤῥέθη, ἔχει τὸ ο ἐν τῷ κινεῖσθαι, ἀλλὰ καὶ τὸ ε φυλάσσει, ὡς καὶ ἐν τῷ λέπας ἡ ὀρεινὴ τραχύτης, καὶ λέπος· οἷον, οὐδενὸς γάρ πώ ποτ' ἀπέβαλεν ὀσπρίου λέπος. καὶ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ λοποῦ ἐκτάσει καὶ λώπιον τὸ ἱμάτιον, ὅθεν λωποδύτης, ὁ καὶ χλαινοθήρας. καὶ ὅτι πρωτότυπον τοῦ ὕστερον ἰσχναλέου τὸ Ὁμηρικὸν ἰσχαλέον, ἀπὸ τοῦ ἴσχω γενόμενον, ἐξ οὗ καὶ ἰσχὰς τὸ ἰσχνὸν σῦκον.

(Vers. 240.) Τὸ δὲ, ἐπεὶ πολλοῖς Ὀδυσσεὺς ἔσκε φίλος, ὁμοιοῦται πρὸς τὸ, ἐπεὶ κἀκεῖνος ἐπίστροφος ἦν ἀνθρώπων. Ἀνεπαχθὴς δὲ καὶ ἀνεμέσητος Ὀδυσσεὺς νῦν τε παρὰ τῇ γυναικὶ ἑαυτὸν ἐπαινῶν κατὰ καιρὸν ἐπὶ πείρᾳ καὶ μετ' ὀλίγα δὲ, ἔνθα φησὶ θεοῖς ἐναλίγκιον αὐτὸν λέγεσθαι, καὶ αὖ πάλιν, ἔνθα κέρδεα πολλὰ κατὰ θνητῶν ἀνθρώπων εἰδέναι λέγει.

(Vers. 241.) Ἡ δὲ δίπλαξ ἢ ἡ αὐτή ἐστι τῇ ἐν Ἰλιάδι μαρμαρέῃ δίπλακι, ἢ κατὰ τὴν ἀνωτέρω ῥηθεῖσαν χλαῖναν πορφυρέην διπλῆν. δῆλον δ' ὅτι καὶ δίπλακα δημὸν ἐν Ἰλιάδι φησὶν ὁ ποιητής. Χιτὼν δὲ τερμιόεις ὁ σύμμετρος καὶ εὐτερμάτιστος καὶ μήτε ἐνδέων μήτε ὑπέρμετρος ὢν, καθὰ καὶ ἀσπὶς τερμιόεσσα ἡ τοιαύτη. ἕτεροι δὲ τερμιόεντα φασὶ τὰ ποδήρη. λέγει δὲ καὶ Ἡσίοδος τερμιόεντα χιτῶνα γεωργῷ πρέποντα, ὅλῳ τῷ σώματι συναπαρτιζόμενον. Ἡ δὲ τοῦ Εὐρυβάτου ἔκφρασις πάνυ καὶ σαφὴς καὶ σύντομος, ἑνὶ ἔπει ἐμπεριγραφομένη διὰ τὸ πρὸς εἰδυῖαν τὴν Πηνελόπην λέγεσθαι.

(Vers. 246.) Γυρὸς δὲ ὁ στρογγύλους ἔχων ὤμους, ὑπόκυρτος, οὐκ εὐμήκης. οἱ δὲ παλαιοί φασιν ὅτι γυροὶ λέγονται καὶ οὗ τὰ φυτὰ ἐμβάλλουσι, καὶ ὅτι ἐκ τοῦ γυρὸς ὀξυτόνου καὶ γυρῖνοι, βάτραχοι γυροὶ τὸ σχῆμα παρ' Ἀττικοῖς μήπω πόδας ἔχοντες. Ἴωνες δὲ κατὰ Παυσανίαν γερίνους τοὺς τοιούτους φασίν. Ὅτι δὲ γύρος βαρυτόνως οὐ μόνον κοινότερον ὁ κύκλος, ἀλλὰ καί τι πλακοῦντος εἶδος, δηλοῖ καὶ Ἀθήναιος ἐν τῷ, γύρος, πλακοῦς, τῷ σχήματι μαστοειδὴς, ᾧ ἐχρῶντο Λάκωνες πρὸς γυναικῶν ἑστιάσεις. Οὐλοκάρηνος δὲ ὁ παρὰ Ἡροδότῳ οὐλόθριξ, καὶ ἔστιν ἐκεῖνο τοῦ παρ' Ὁμήρῳ σαφέστερον. τοῦτο γὰρ διὰ τοῦ ὅλου τὸ μέρος ἔφρασεν· οὐ γὰρ τὸ κάρηνον οὖλον, ἀλλ' αἱ περὶ τὸ κάρηνον τρίχες.

(Vers. 247.) Εὐρυβάτης δὲ ἦν καὶ τῷ Ἀγαμέμνονι κῆρυξ. ἀμφότεροι δὲ φερωνύμως ἐκαλοῦντο παρὰ τὸ εὐρὺ βάζειν, ὃ κηρύκων ἐστὶν ἀρετή. λέγεται δέ τις καὶ Ἐφέσιος ἐν τοῖς ὕστερον Εὐρυβάτης, πονηρὸς ἀνὴρ, ὁ καὶ Εὐρύβατος, ἐξ οὗ καὶ τὸ πονηρεύεσθαι εὐρυβατεύεσθαι παροιμιάζεται. καὶ ἔστι τις αὐτοῦ μνήμη καὶ ἐν ἐξηγήσει τῶν εἰς τὸ τέλος τοῦ Ἑρμογένους. δοκεῖ δέ τι πρὸς πονηρίαν τῷ τοιούτῳ Εὐρυβάτῃ συμβαλέσθαι καὶ ἡ πατρὶς Ἔφεσος, ἀφ' ἧς καὶ παροιμία τὸ, Ἐφέσια γράμματα, ἐπὶ τῶν ἀσαφῆ τινὰ λαλούντων καὶ δυσπαρακολούθητα. ἐπῳδαὶ γάρ τινές, φασιν, ἐκεῖνα ἦσαν, ἃς καὶ Κροῖσος ἐπὶ τῆς πυρᾶς εἰπὼν ὠφελήθη. καὶ ἐν Ὀλυμπίᾳ δέ φασι Μιλησίου τινὸς καὶ Ἐφεσίου παλαιόντων τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα, ὧν γνωσθέντων καὶ λυθέντων τριακοντάκις τὸ ἐφεξῆς πεσεῖν τὸν Ἐφέσιον. [202] Παυσανίας δέ φησιν ἐν τῷ κατ' αὐτὸν ῥητορικῷ λεξικῷ καὶ ὅτι φωναὶ ἦσαν τὰ Ἐφέσια γράμματα, φυσικὸν ἐμπεριέχουσα νοῦν ἀλεξίκακον, ἃς καὶ Κροῖσον ἐπὶ πυρᾶς φησὶ καὶ αὐτὸς εἰπεῖν, καὶ ὅτι ἀσαφῶς καὶ αἰνιγματωδῶς δοκεῖ ἐπὶ ποδῶν καὶ ζώνης καὶ στεφάνης ἐπιγεγράφθαι τῆς Ἀρτέμιδος τὰ τοιαῦτα γράμματα. ἄλλοι δὲ φάμενοι, ὅτι Ἐφέσιος ὁ πονηρὸς Εὐρύβατος ἢ τῶν Κερκώπων ὁ ἕτερος, φασὶ καὶ ὅτι Εὐρύβατος ὕστερον παροιμία ἐπὶ τῶν πονηρῶν, ἀπὸ τοῦ πεμφθέντος εἰς Πελοπόννησον ὑπὸ Κροίσου μετὰ χρημάτων ἐπὶ ξενολογίᾳ, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλομένου πρὸς Κῦρον τὸν τοῦ Κροίσου ἐχθρὸν καὶ προδεδωκότος τά τε ἀπόῤῥητα καὶ τὰς Σάρδεις. ὡς δὲ καὶ κλέπτης ἦν Εὐρύβατος ἢ ὁ ῥηθεὶς ἢ καὶ ἕτερός τις, ἡ ἱστορία δηλοῖ. καθειρχθεὶς γάρ, φασι, πολλάκις καὶ διαδρὰς, εἶτα πάλιν ἁλοὺς, καὶ παρακαλούμενος ἐπιδείξεσθαι, ὅπως διεδίδρασκε, τὰς ἐγκεντρίδας ὑποδησάμενος καὶ σπόγγους λαβὼν καὶ ἀναῤῥιχώμενος διὰ τοῦ τείχους τῆς εἱρκτῆς, οἷα δῆθεν δεικνὺς οὕτω φεύγειν, ὡς τοῦ ἄκρου γέγονε καὶ τὸν ὄροφον τῆς οἰκίας ἐξεῖλε, βλεπόμενος καὶ καταπλήττων κατεπήδησεν ἔξω καὶ ᾤχετο ἐν ὅσῳ οἱ φύλακες περιῄεσαν ὅπως ἴδοιεν αὐτὸν κατιόντα. εἰ δὲ καὶ πλείους ἦσαν Εὐρύβατοι, περιεργάσασθαι μὲν τὸ κατ' αὐτοὺς πλῆθος οὐκ ἀνάγκῃ, ἁπλῶς δὲ εἰπεῖν, ὅτι πλείονες ἐγένοντο, καθὰ δηλοῖ ὁ γράψας τὸ, ἠδ' ὅσσα προτέροισιν ἀείδεται Εὐρυβάτοισι, προσεπειπεῖν δὲ καὶ ὡς πάντες πανοῦργοι ἀπέβησαν. διὸ καὶ καθὰ ὁ μῦθος τὸν Δία ἔπλασε πολλάκις μορφούμενον ἄλλοτε ἄλλως ἐπὶ δόλῳ, οὕτω, φασὶ, καὶ Ἀριστοφάνης ἐν Δαιδάλῳ ὑποθέμενος αὐτὸν εἰς πολλὰ μεταβαλλόμενον καὶ πανουργοῦντα φησίν· ἤδη τις ὑμῶν οἶδεν Εὐρύβατον Δία; ὡς τοῦ Εὐρυβάτου δηλαδὴ ποικίλου ὄντος πονηρεύεσθαι. προεδηλώθη δὲ καὶ τοὺς Κέρκωπας πανούργους εἶναι καὶ ἀπατηλοὺς, οἵ τινες ἄρα καὶ ἦσαν ἐκεῖνοι, εἴτε οἱ ἐξ Ὠκεανοῦ καὶ Θείας εἶναι μυθευόμενοι, εἴτε καὶ ἕτεροι. οὓς καὶ ἀπολιθωθῆναι φασὶ διὰ τὸ ἐπιχειρεῖν ἀπατῆσαι τὸν Δία. ἕτεροι δέ φασι νήσων οἰκιστὰς ὄντας Κέρκωπας ἀλλοιωθῆναι θεόθεν διὰ κακοήθειαν εἰς πιθήκων μορφὰς καὶ παρασχεῖν ὄνομα τῷ τόπῳ τὰς Πιθηκούσας. νήσων δὲ περιᾳδομένων κλῆσις αὕτη. ὡς δὲ καὶ οἱ Τελχῖνες οἱ φαρμακεῖς καὶ γόητες ἐπίῤῥητοι κατὰ τούτους ἦσαν καὶ εἰς παροιμίαν ἔκειντο καὶ αὐτοὶ, ἐγράφη ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἦν δὲ πολὺς τὴν πονηρίαν καί τις Φρυνώνδας, καὶ Καλλικῶν δὲ, οἱ δεδηλωμένοι ἐν τοῖς περὶ Ἐλπήνορος. ἐρίζοι δ' ἂν τοῖς τοιούτοις καὶ ὁ περιφόρητος Σίσυφος, καὶ μὴν καὶ ὁ Αὐτόλυκος, εἰ καὶ εἰς ἔλαττον.

(Vers. 250.) Τὸ δὲ, σήματα ἀναγνούσῃ, ἀντὶ τοῦ ἀναγνωρισάσῃ. ἔμπεδα δὲ σήματα τὰ μὴ εἰκότα καὶ κατά τινα στοχασμὸν, ἀλλὰ τεκμηριώδη καὶ ἀληθῆ.

(Vers. 255.) Τὸ δὲ, οἷ' ἀγορεύεις, ἀλλαχοῦ μὲν ἀπολύτως ἔκειτο καὶ θαυμαστικῶς, ἐνταῦθα δὲ πρὸς ἀκολουθίαν κεῖται συντάξεως, ὅμοιον ὂν τῷ, ἅ περ ἀγορεύεις.

(Vers. 263.) Ὅτι παραμυθητικὸν γυναικὸς ἐπὶ ἀνδρὶ κλαιούσης τὸ, μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν τῆκε πόσιν γοόωσα. Ὀδυσσεὺς δὲ τοῦτο τῇ Πηνελόπῃ φησὶν ἐλεῶν φύσει αὐτήν.

(Vers. 264.) ἐπεὶ δὲ ἄλλως ἤθελεν αὐτὴν οὕτως ἔχειν, ἕως οἱ μνηστῆρες πεσοῦνται, ἐπάγει· νεμεσσῶμαί γε μὲν οὐδέν. ὃ κατασκευάζων φησί· καὶ γάρ τίς τ' ἀλλοῖον ὀδύρεται ἄνδρ' ὀλέσασα κουρίδιον, τῷ τέκνα τέκῃσι φιλότητι μιγεῖσα, ἤ περ Ὀδυσσῆα,

(Vers. 267.) ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι. ὃ δὴ ἀνεμέσητος, ὡς ἐῤῥέθη, τοῦ Ὀδυσσέως περιαυτολογία ἐστίν.

(Vers. 263.) Ὅρα δὲ τὸ ἐναίρεο τρίτον σημαινόμενον τοῦ ἐναίρειν παθητικῶς τε λεχθὲν, καὶ οὐδὲ τὸ φονεύειν ἢ τὸ σκυλεύειν δηλοῦν, ἀλλὰ τὸ ἀφανίζειν ἢ αἰσχύνειν. οὕτω γὰρ ἐναίρεται χροῦς καλὸς δάκρυσιν, αἰσχρὸς δηλαδὴ ἀντὶ καλοῦ ἤτοι εὐειδοῦς γινόμενος.

(Vers. 265.) Τὸ δὲ, ᾧ τέκνα τέκῃ, ἔστι μὲν ἐτυμολογικοῦ τρόπου. δηλοῖ δὲ εὐνοίας ἐπίτασιν εἶναι ἀνδρὶ καὶ γυναικὶ τὸ τέκνα τεκέσθαι.

(Vers. 267.) Τὸ δὲ, ἤ περ Ὀδυσσέα, οὐ συνήθως ἀντὶ τοῦ παρὰ τὸν Ὀδυσσέα. δηλοῖ δὲ μᾶλλον ἐπίτασίν τινα, ὡς εἴ τις εἴποι, πολλῷ δὴ πλέον τὸν Ὀδυσσέα χρὴ κλαίεσθαι. Τὸ δὲ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι, ἠθικῶς ἐῤῥέθη κατ' ἐπιείκειαν. ἦν δ' ἂν σεμνότερον, εἴ περ εἶπεν, ὃς θεοῖς ἐναλίγκιος ἦν.

(Vers. 268.) Ὅτι παραμυθητικὸν καὶ προσοχῆς δὲ ἀπαιτητικὸν τὸ, ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον.

(Vers. 269.) Ἀληθείας δὲ ὑπόσχεσις τὸ, νημερτέως γάρ τοι μυθήσομαι οὐδ' ἐπικεύσω.

(Vers. 271.) Ὅτι κεῖται ἀνακεφαλαίωσις καὶ ἐνταῦθα, ἐπιτέμνοντος Ὀδυσσέως πρὸς τὴν γυναῖκα τά τε κατὰ Θρινακίαν καὶ τὰ κατὰ Φαίακας ἐν στίχοις οὐδὲ ὅλοις ὀκτώ. λέγει δ' ἐν τούτοις πάλιν καὶ πίονα δῆμον Θεσπρωτῶν, οἳ ὅτι ὁμοροῦσιν Ἀμπρακτιώταις καὶ Λευκαδίοις, Ἡρόδοτος ἱστορεῖ.

(Vers. 272.) ὑπολαλεῖ δὲ καὶ περὶ [203] κειμηλίων πολλῶν καὶ ἐσθλῶν, εἰ καὶ ἄλλως ψεύδεται, πολλὰ μὲν ἐκ τοῦ αἰτίζειν αὐτὸν λέγων ἔχειν, πολλὰ δὲ καὶ ἐκ Φαιάκων.

(Vers. 282.) φησὶ γὰρ πρεπόντως, ὡς πρὸς ἀγύρτην ἄνδρα, ὡς πάλαι ἂν ἤην ἐνθάδ' Ὀδυσσεὺς, ἀλλ' ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ, χρήματ' ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι.

(Vers. 285.) καὶ εὐθὺς ἐπάγει· ὣς περὶ κέρδεα πολλὰ οἶδεν Ὀδυσσεὺς, ὡς ἀνωτέρω ἐῤῥέθη.

(Vers. 287.) μέμνηται δὲ ἀνακεφαλαιωτικῶς καὶ νῦν καθὰ καὶ ἐν τοῖς πρὸς Εὔμαιον τοῦ τῶν Θεσπρωτῶν βασιλέως Φείδωνος.

(Vers. 288.) λέγει δὲ καὶ τοὺς τρεῖς στίχους δι' ὧν ἐκεῖνος ὤμνυε περὶ τοῦ Ὀδυσσέως ἀποσπένδων ἐνὶ οἴκῳ.

(Vers. 291.) καὶ τοὺς ἑτέρους δὲ τρεῖς στίχους τοὺς περὶ τῆς δείξεως τῶν τοῦ Ὀδυσσέως κτημάτων καὶ τῆς αὐτῶν ποσότητος.

(Vers. 296.) καὶ τοὺς τέσσαρας στίχους τοὺς περὶ τῆς ἐς Δωδώνην ἀπελεύσεως τοῦ Ὀδυσσέως, φράσας μὲν ἀπαραλλάκτως αὐτὰ ἐκεῖνα τὰ ἔπη, μετατάξας δὲ τὰς ἐννοίας. καὶ τὸ μὲν ὕστερον ἐν τοῖς ἐκεῖ τὸ, ὤμνυε πρὸς ἔμ' αὐτὸν, πρῶτον ἐνταῦθα θεὶς, δεύτερον δὲ τὸ ἐκεῖ πρῶτον, τὴν τῶν κτημάτων δηλαδὴ ὑπόδειξιν, τρίτον δὲ τὸ ἐκεῖσε δεύτερον τὸν περὶ τῆς Δωδώνης λόγον. οἶδε γὰρ ὁ πολὺς ῥήτωρ Ὅμηρος, ὡς διαφορὰν γραφῆς ποιεῖ καὶ ἡ τῶν νοημάτων μετάταξις.

(Vers. 283.) Ἰστέον δὲ ὅτι τὸ ἤην ταυτόν ἐστι τῷ ἦν, πλεονασμὸν τοῦ η παθόν.

(Vers. 284.) Καὶ ὅτι τὸ ἀγυρτάζειν, ἐξ οὗ καὶ ὁ ἀγύρτης, αἰτίζειν ἐν τούτοις ἔφη, εἰπών·

(Vers. 272.) ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ αἰτίζων, ἄλλο τι ὂν παρὰ τὸ πτωχεύειν. ἐκεῖνο γὰρ τῶν πάνυ ἀπόρων ἦν, οἷος Ὀδυσσεὺς ὁ φαινόμενος πτωχὸς καὶ πρὸ αὐτοῦ ὁ Ἶρος. Ὅτι δὲ τὸ ἀγυρτάζειν καὶ ἀγείρειν λέγεται, δῆλον ἐκ τοῦ,

(Vers. 293.) ὅσα ξυναγείρατ' Ὀδυσσεύς.

(Vers. 288.) Τὸ δὲ, ὤμνυε πρὸς ἔμ' αὐτὸν, τοιοῦτόν τι ὡς εἴ τις εἴπῃ, νὴ τὴν σὴν ἱερὰν κεφαλὴν, καὶ οἷος ὁ τῆς Ἥρας πρὸς τὸν Δία ὅρκος ἐν Ἰλιάδι, ἐπομνυμένης τὸ αὐτοῦ κουρίδιον λέχος.

(Vers. 296.) Περὶ δὲ Δωδώνης τῆς πολυθρυλήτου καὶ προγέγραπται, καὶ ἐν τοῖς τοῦ περιηγητοῦ δὲ δηλοῦται. μέμνηται δὲ αὐτῶν καὶ ἡ Ἰλιάς.

(Vers. 285.) Ὅτι κερδαλέου ἀνθρώπου ἔπαινον ὁ ξεῖνος Ὀδυσσεὺς ἑαυτῷ ἐπιλαλεῖ ἐν τῷ, ὣς περὶ κέρδεα πολλὰ κατὰ θνητῶν ἀνθρώπων, καθὰ προεγράφη, οἶδ' Ὀδυσσεύς. οὐδ' ἄν τις ἐρίσειε βροτὸς ἄλλος. λέγει δὲ οὕτως ἐν ἐπηκόῳ τῆς γυναικὸς, οἷα εὖ εἰδὼς ἑαυτόν. καὶ οὕτω λαλῶν τἀληθὲς καὶ νῦν περὶ ἑαυτοῦ φιλοτίμως καὶ οὐδὲ ἔξω μεγαλοπρεπείας.

(Vers. 286.) Ἰστέον δὲ ὅτι τὸ, οὐδ' ἄν τις ἐρίσοι βροτῶν ἄλλος, διασαφητικόν ἐστι τοῦ, περίοιδε κέρδεα πολλά. ᾧ γὰρ οὐκ ἄν τις ἐρίσειε κέρδεα εἰδότι, κέρδεα ἐκεῖνος περίοιδε. καὶ ἄλλως δὲ εἰπεῖν, ταυτά εἰσιν ἄμφω. δῆλον γὰρ ὅτι ὁ τῶν ἄλλων περιττότερος εἰδέναι κέρδεα οὐδ' ἂν ἔχοι τὸν ἐρίσοντα.

(Vers. 301.) Ὅτι κεῖται χρονικὸν ἐνταῦθα τὸ ἄγχι, οἷον, ὣς ὁ μὲν, οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη ἄγχι μάλα, τουτέστιν ἐγγὺς μετ' ὀλίγον. διὸ καὶ ἑρμηνεύων ἐπάγει·

(Vers. 302.) οὐδὲ δηρὸν ἀπεσσεῖται. Ὅτι δὲ Αἰολικὸν τὸ ἐσεῖται ἐκ τοῦ ἐσῶ ἐσοῦμαι, ἐδηλώθη καὶ ἀλλαχοῦ.

(Vers. 303.) Ὅτι τοὺς προδιασαφηθέντας ὁρκωμοτικοὺς πέντε στίχους, οὓς φθάσας ἔφη πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς Εὔμαιον, ὧν ἀρχὴ τὸ, ἴστω νῦν Ζεὺς ἱστίη τ' Ὀδυσῆος καὶ ἑξῆς, λέγει καὶ νῦν πρὸς τὴν γυναῖκα, διομνύμενος ὡς καὶ ἐκεῖ,

(Vers. 307.) περὶ ἀκριβῆ τριακάδα σεληνιακοῦ μηνὸς ἐλθεῖν τὸν Ὀδυσσέα οἴκαδε, ὁποία ἡ αὔριον· εἰ καὶ αὐτὸς ἀορίστως εἰπὼν, ἐπέκρυψεν αὐτήν· ἡ Πηνελόπη δὲ, τοῦτο μὲν μὴ λογισαμένη, ἀποδεξαμένη δὲ εἰ καὶ τοῦδε τοῦ λυκάβαντος ἐλεύσεται, ὑπισχνεῖται φιλότητά τε, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, πολλά τε δῶρα ἐξ ὧν ὁ ξένος μακαρίζοιτο ἄν.

(Vers. 309.) ἐνταῦθα δὲ κεῖται καὶ ὁ γαρ σύνδεσμος οὐκ αἰτιολογῶν, ἀλλὰ πάντῃ ἀργὸς ἐν τῷ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη.

(Vers. 312.) εἶτα καὶ δυσπιστοῦσα ἡ γυνὴ, ὃ καὶ ἐθέλει πάντως ὁ Ὀδυσσεὺς, ἐπάγει δυσελπιστίας ῥήματα καὶ ψόγον οἴκου δυσοικονομήτου. φησὶ γάρ· ἀλλά μοι ὧδ' ἀνὰ θυμὸν ὀΐεται, ἤγουν φαίνεται, ὡς ἔσεταί περ, οὔτ' Ὀδυσσεὺς ἔτι οἶκον ἐλεύσεται οὔτε σὺ πομπῆς τεύξῃ. ἐπεὶ οὔ τοι σημάντορές εἰσιν ἐν οἴκῳ, οἷος Ὀδυσσεὺς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε, ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι. ὃ δὴ πρωθύστερόν ἐστι. πρῶτον γὰρ τὸ δέχεσθαι, εἶτα τὸ ἀποπέμπειν.

(Vers. 307.) Ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν τριακάδα οἱ ὕστερον Ἀττικοὶ ἔνην ἐκάλουν καὶ νέαν, ὡς εἴ τις εἴποι παλαιὰν καὶ νέαν. τὸ μὲν γὰρ τῆς τριακάδος ἤδη πως πεπαλαίωται συμπαροιχώμενον τῷ πεφθινηκότι μηνί. φασὶ γὰρ οἱ σχολιασταὶ, ἔνον καλεῖσθαι τὸ παλαιὸν καὶ παρῳχημένον, ὅθεν δηλαδὴ ἡ ἔνη δι' ἑνὸς ν, εἰ καί τινες διπλάζουσιν αὐτὸ, καθὰ ὑποδηλοῖ καὶ τὸ, ἔστ' ἔννηφι παρ' Ἡσιόδῳ, τὸ καὶ Ἰωνικῶς μὲν ψιλούμενον, παρά [204] τινων δὲ δασυνόμενον, οἳ καὶ τὸν ἔνον ἐδάσυνον. ἀλλ', ὅ περ ἐλέγετο προσεχῶς, τὸ μὲν τῆς τριακάδος, ὡς εἴρηται, ᾤχετο, τὸ δὲ νῦν ἀπήρξατο ἐν τῇ ἔνῃ, ἥ τίς ἐστι νουμηνία. ὅθεν καὶ μόσχος ἡ τοιαύτη λέγεται ἀρχὴ τοῦ μηνὸς παρὰ τῶν τινὶ παλαιῶν. ἐπίτηδες δὲ ὁ ποιητὴς τοιαύτην ἡμέραν τὴν καὶ ἐσομένην, ὡς ἐῤῥέθη, αὔριον ἐπελέξατο τῇ τοῦ Ὀδυσσέως ἐπανόδῳ, ἵνα τι σχοίη φιλοσοφήσειν ἐν τοῖς ἑξῆς καὶ περὶ ἡλιακῆς ἐκλείψεως, ἣ οὐκ ἐν ἄλλῳ γίνεται καιρῷ, ἀλλ' ἐν αὐτῇ συνόδῳ ἡλίου καὶ σελήνης. Ὅτι δὲ τὸ ἔνη καὶ νέα βούλεται λέγειν τὴν οἱονεὶ παλαιὰν καὶ νέαν, δηλοῖ καὶ ὁ κωμικὸς, ἔνθα παίζων φησὶ περὶ αὐτῆς, πῶς ἂν ἡ αὐτὴ γένοιτο γραῦς τε καὶ νέα γυνή;

(Vers. 317.) Ὅτι ἀκούσασα ἤδη Πηνελόπη ἐκ τοῦ ξένου Ὀδυσσέως, ὡς τὸ κλέος αὐτῆς οὐρανὸν εὐρὺν ἱκάνει, φιλοτιμεῖται ἀγαθὴ φανῆναι αὐτῷ. ἔτι δὲ καὶ περιαυτολογεῖ ἠρέμα καὶ αὐτὴ, καθὰ καὶ πρὸ ὀλίγων ὁ ξεῖνος. γράφει γοῦν Ὅμηρος, ὡς ἐκέλευσε ταῖς ἀμφιπόλοις ἀπονίψαι τοῦτον καὶ κατευθεῖναι εὐνὴν, ἤτοι στρῶσαι.

(Vers. 318.) ἣν δὴ εὐνὴν καὶ ἑρμηνεύων δέμνια φησὶ καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, ὡς ἂν εὖ θαλπιόων ἢ ὑφὲν εὐθαλπιόων χρυσόθρονον ἠῶ ἵκηται.

(Vers. 320.) ἠῶθεν δὲ μάλα ἦρι τουτέστιν ἐν ὄρθρῳ, καθὰ πολλαχοῦ κεῖται, λοέσσαι τε χρῖσαί τε· ἅ περ οἰκεῖα εἰς ξένου ὑποδοχὴν λέγεσθαι.

(Vers. 322.) εἶτα ἐπάγει ἡ γυνὴ καὶ ἀπειλὴν κατὰ ἐπηρείας τῆς εἰς τὸν ξένον, εἰποῦσα· τῷ δ' ἄλγιον ὃς ἂν τοῦτον ἀνιάζῃ θυμοφθόρος, οὐδέ τι ἔργον ἐνθάδ' ἔτι πρήξει· ἢ καὶ ἄλλως, οὐδέ τοι ἔργον ἐνθάδε τι πρήξει μάλα περ κεχολωμένος αἰνῶς.

(Vers. 325.) καὶ εὐθὺς ἐπισυνείρουσα περιαυτολογικῶς ὡς ἐῤῥέθη, ἔπαινον ἑαυτῆς φησί· πῶς γὰρ ἐμεῦ σὺ ξεῖνε δαήσεαι εἴ τι γυναικῶν ἀλλάων περίειμι νόον καὶ ἐχέφρονα μῆτιν, εἴ κεν ἀϋσταλέος κακὰ εἱμένος ἐν μεγάροισι δαινύῃ;

(Vers. 328.) τούτοις δὲ ἐπιπλέκουσα καὶ γνωμικὸν προτρεπτικὸν εἰς πρᾳότητα φησίν· ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν· ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε' ὀπίσω ζωῷ· αὐτὰρ τεθνεῶτί γ' ἐφεψιόωνται ἅπαντες· ὃς δ' ἂν δηλαδὴ ἐκ τοῦ ἐναντίου ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέν τε κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι πάντας ἐπ' ἀνθρώπους, πολλοὶ δέ μιν ἐσθλὸν ἔειπον. ὥς τε φησὶ κἀμοὶ τὸ κλέος ἐσθλὸν, εἰ οὕτω ποιῶ. ποιῶ δὲ πάντως, ὡς καὶ σὺ φῂς ὁ ξεῖνος· καὶ οὕτω μὲν αὐτὴ πειστικῶς. ὁ δὲ ξεῖνος Ὀδυσσεὺς ἀναίνεται τὴν ξενίαν αὐτῆς ταύτην, ἐν οἷς ἐρεῖ πιθανῶς.

(Vers. 326.) Τὸ δὲ, περίειμι νόον καὶ ἐχέφρονα μῆτιν, μαρτυρεῖ καλῶς περίφρονα τὴν Πηνελόπην λέγεσθαι.

(Vers. 325.) Τὸ δὲ δαήσεαι καινῶς γενικῇ συνέταξεν, εἰπών· πῶς γὰρ ἐμεῦ δαήσεαι. ποιεῖ δὲ τοῦτο καθ' ὁμοιότητα τοῦ εἰδέναι, ὃ καὶ αὐτὸ γενικῇ ποτὲ συντάσσεται.

(Vers. 327.) Αὐσταλέος δὲ καὶ κατὰ διάλυσιν ἀϋσταλέος ὁ αὐχμῶν, ἀπὸ τοῦ αὔω, ἐξ οὗ καὶ ὁ αὐχμὸς καὶ ὁ αὐχμηρός. ἔοικε δὲ ἀπὸ τοῦ τοιούτου αὔω προϋπάρχειν δισύλλαβον παράγωγον καὶ ὁ αὐτὸς, ἐξ οὗ αὖθις ὁ αὐστηρὸς καὶ ὁ αὐσταλέος. πάντως δὲ αὐσταλέος ὁ μὴ λοεσσάμενος καὶ χρισάμενος. Ὁ δὲ κακὰ εἱμένος κακοείμων ἂν εἴη.

(Vers. 329.) Ὁ δὲ ἀπηνέα εἰδὼς ἑτεροῖος τοῦ ἁπλῶς ἀπηνέος ἐστὶ, καὶ ὁ ἀμύμονα εἰδὼς τοῦ ἁπλῶς ἀμύμονος. ἀπηνέα μὲν γὰρ καὶ ἀμύμονα ἔργα οἶδεν ὁ περὶ τὰ τοιαῦτα ἤδη ἐπιστήμων. ἀπηνὴς δὲ καὶ ἀμύμων οὐκ ἐξ ἀνάγκης ὁ τοιοῦτος, ἀλλὰ καὶ ὁ μή πω τέλειος εἰς τὸ κακὸν, μηδὲ κατὰ τὸν ποιητὴν μαθὼν ἔργα κακά.

(Vers. 331.) Περὶ δὲ τοῦ ἑψιᾶσθαι προείρηται ὅτι λοιδορίαν ἡ λέξις δηλοῖ· ὥστε τοιοῦτον καὶ τὸ ἐφεψιόωνται, ἀντὶ τοῦ λοιδοροῦνται, ἐμπαίζουσιν, ἐφήδονται.

(Vers. 333.) Τὸ δὲ κλέος διαφορέουσιν ἀντὶ τοῦ διαφέρουσι, διακομίζουσι πανταχοῦ. ὅθεν καὶ συνδιαφέρειν τὸ συνυπομένειν. εἴρηται δὲ ὡς ἐκ μεταφορᾶς τῶν φορτηγῶν. ὁ μέντοι κωμικὸς ἐν τῷ διαφορήσω σε ἑτεροίαν δηλοῖ σημασίαν τῆς λέξεως, ᾧ καὶ ἡ συνήθεια ἕπεται.

(Vers. 334.) Τὸ δὲ, πολλοί μιν ἐσθλὸν ἔειπον, ἀκριβῶς ἐῤῥέθη, ὡς μὴ δυνατὸν ὂν ὑπὸ πάντων ἐπαινεῖσθαι τινὰ, ὥς περ οὐδὲ γνωρίζεσθαι.

(Vers. 337.) Ὅτι τραχυτέρου βίου ἐπιλογὴν δηλοῖ τὸ, ἤτοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα ἤχθετο, ὅτε πρῶτον τόδε τι γέγονε. κείω δ', ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον. πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσα, ἤτοι ἀνέπνευσα, καί τ' ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν, οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ γίγνεται, οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο. λέγει δὲ ταῦτα Ὀδυσσεὺς, ἐθέλων ἕως αὔριον ἐπὶ σχήματος μένειν, ἵνα μή ποθεν ὑποπτευθῇ, ὀκνῶν δὲ καὶ νίψασθαι διὰ τὸ κατὰ τῶν δμωΐδων βαρύνεσθαι. διὸ καὶ ἀπαρνεῖται γυναῖκα ποδὸς ἅψασθαι, αὐτοῦ δηλαδὴ, οὐχ' ἁπλῶς οὐδεμίαν·

(Vers. 345.) ἀλλ' ἐκ τούτων, αἵ, φησι, δῶμα καταδρήστειραι ἔασιν, [205] εἰ μή τις γρηῦς ἐστὶ παλαιὴ κέδν' εἰδυῖα,

(Vers. 347.) ἥ τις δὴ τέτληκε τόσσα φρεσὶν ὅσσα τ' ἐγώ περ, κατὰ τὸ ἀνάλογον καὶ δυνατὸν καὶ ἐγχωροῦν δηλαδή. πῶς γὰρ ἂν ἄλλως γυνὴ εὑρεθείη τετληκυῖα τόσα φρεσὶν ὅσα ὁ παρὼν ξένος;

(Vers. 348.) τήνδε δ' ἄν, φησιν, οὐ φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο. καὶ δὴ γίνεται οὕτω. καὶ νίπτει αὐτὸν μετ' ὀλίγα ἡ περίφρων Εὐρύκλεια, γρηῦς πυκινὰ φρεσὶ μήδεα ἔχουσα, ὃ ταυτόν ἐστι τῷ, κεδνὰ εἰδυῖα· ὀλιγηπελέουσα, ὡς ἐρεῖ ὁ ποιητὴς

(Vers. 356.) τουτέστιν ἀσθενῶς ἔχουσα καὶ ἤδη ὀλίγη πέλουσα κατὰ τὸ εἶναι, καὶ κατά γε τοῦτο τετληκέναι δοκοῦσα φρεσὶν ὅσα καὶ Ὀδυσσεύς. τλήμονες γὰρ οἱ πάνυ γέροντες καὶ πολλῶν κακῶν ἴδρυες. ἡ δ' αὐτὴ καὶ μαῖα ἦν ποτὲ τῷ Ὀδυσσεῖ, ὡς δηλοῖ τὸ, ἣ κεῖνον δύστηνον ἐΰτρεφεν ἠδ' ἀτίταλλε δεξαμένη χείρεσσιν ὅτε μιν πρῶτον τέκε μήτηρ. μαίας δὲ ταῦτα πάντα ἴδια.

(Vers. 348.) Ἰστέον δὲ ὅτι φίλα Ὀδυσσεῖ φανοῦνται τὰ τῆς τοιαύτης γραὸς, καὶ εὐτυχῶς αὐτῷ ἐπιλέξεται ἡ Πηνελόπη ταύτην. ἐθέλει γὰρ ὁ ποιητὴς γυναῖκα πλάσασθαί τινα ἐκ τῶν ἔνδον καὶ οἰκειοτέρων καὶ μάλιστα δυναμένων, ἣ καὶ αὐτὴ συναντιλήψεται τῶν ἔργων τῷ Ὀδυσσεῖ ἐν τοῖς ἐφεξῆς. ἐπικρίνει γοῦν ταύτην ὡς χρησιμωτάτην. καὶ τοίνυν ἀναγνωρίσει μὲν αὐτὴ ὡς ἔκπαλαι εἰδήμων τὸν φίλτατον τρόφιμον Ὀδυσσέα νίπτουσα, ὡς ἐφεξῆς ῥηθήσεται. καὶ ὁρμήσει μὲν ἐκλαλῆσαι τὸ πρᾶγμα ὑφ' ἡδονῆς, οὐ δυνήσεται δὲ οἷα ὀλιγηπελέουσα, καθὰ εἴρηται. τὸ γῆράς τε γὰρ ἐφέξει αὐτὴν τοῦ λαλῆσαι, καὶ μὴν καὶ ἡ παρ' ἐλπίδας χαρὰ ὁποῖα τὰ τῶν γερόντων, οὓς καὶ τοῦ ζῆν ἔσθ' ὅτε ἀπάγει τὸ πολὺ τοῦ χαίρειν. καὶ Ὀδυσσεὺς δὲ ἐπαναστὰς κωλύσει αὐτὴν ῥᾳδίως διὰ τὸ ὀλιγηπελέειν. καὶ αὐτὸς μὲν ἱκετεύσει σιγᾶν, ἡ δὲ πείσεται οἷα φίλη μαῖα. καὶ οὕτως ἐχεμυθήσασα τοῦ λοιποῦ ἡ γραῦς ἔσται τῷ Ὀδυσσεῖ κατὰ τῶν μνηστήρων καὶ αὐτὴ ἐν καιρῷ χρήσιμος. Καὶ τοίνυν Ὀδυσσεὺς μὲν οὐκ ἂν ἴσως δοκοίη σκέψασθαι καλῶς ὑπὸ τοιαύτης γυναικὸς τοὺς πόδας νίψασθαι, οἷα αἱρούμενός, φασι, τὴν δυναμένην ἐκ τῆς ἐπισήμου γνωρίσαι αὐτὸν οὐλῆς. διὸ καὶ ἀθετεῖται ὁ τοιοῦτος τόπος παρὰ τῶν παλαιῶν. ὁ μέντοι ποιητὴς εὐμεθόδως εἴτουν εὐπλάστως διὰ τοιαύτης γραὸς τὸν Ὀδυσσέα νίψας αὐτὸν μὲν οὐδὲν βλάψει, πιθανῶς πλάσας τὸ πᾶν καὶ εὐτυχῶς ἀπαλλάξας αὐτόν. ἦν γὰρ τῷ ὄντι ἀναγκαῖον ἔχειν καὶ γυναῖκα ἐκ τῶν ἔνδον, ὡς ἐῤῥέθη, συναιρουμένην αὐτῷ. εἰ δ' ἴσως καὶ ἐξ ἱστορίας τοῦτο ἔχει ὁ ποιητὴς, οὐκ ἂν ἑτέρα εὑρέθη κρείττων εἰς τοιοῦτον ἔργον ἤ περ ἡ Εὐρύκλεια. Σημείωσαι δὲ καὶ τὸν τόπον τοῦτον εἰς παράδειγμα βουλεύματος οὐκ εὖ μὲν ἐσκεμμένου, εἰς ἀγαθὸν δὲ ἐκβάντος. ἰδοὺ γὰρ, Ὀδυσσεὺς εἰ καὶ γραῦν οὐ καλῶς ἐπελέξατο τὴν δυναμένην ἀναγνῶναι αὐτὸν, ἀλλ' ὅμως εὐτυχῶς ἔσχεν ἀναγνωρισθεὶς ὑπ' αὐτῆς. πολλὰ γὰρ τῇ μνηστηροκτονίᾳ καὶ ἡ τοιαύτη συνήνεγκε γραῦς Εὐρύκλεια. καὶ ταῦτα μὲν οὐκ ἔξω λόγου.

(Vers. 338.) ὁ δὲ ξένος κἀνταῦθα Κρήτης μέμνηται, περιφράσας αὐτὴν ἐκ τῶν κατ' αὐτὴν ὀρέων. φησὶ γάρ· ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμου. ἣν ἐξ Ὁμήρου λαβόντες οἱ ὕστερον μακρὰν νῆα φασί.

(Vers. 337.) Τὸ δὲ, χλαῖναι καὶ ῥήγεα ἤχθετο, Αἰολικὸν σχῆμα καὶ Δωρικόν. καὶ εἰσὶ παρὰ Πινδάρῳ τοιαῦτα πολλά. Ἀττικὸς δὲ ἀνὴρ οὐκ ἂν οὕτω φράσοι, ἀλλὰ διὰ τὰς χλαίνας ἐρεῖ ἂν ἤχθοντο πληθυντικῶς.

(Vers. 339.) Τὸ δὲ νοσφισάμην ἀντὶ τοῦ ἀφῆκα, νόσφιν ἐποιησάμην.

(Vers. 340.) Τὸ δὲ, ἀΰπνους νύκτας ἴαυον καὶ τὸ, πολλὰς δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσσα, τῆς αὐτῆς ἐννοίας εἰσί.

(Vers. 343.) Ποδάνιπτρα δὲ ἢ αὐτὴν λέγει τὴν νίψιν τῶν ποδῶν ἢ τὸ ὕδωρ, ᾧ πόδας νίπτονται, ὃ καὶ ἀπόνιπτρον ἔλεγον, ὡς καὶ ὁ κωμικὸς ἐν Ἀχαρνεῦσι δηλοῖ. Ἰστέον δὲ ὅτι, καθάπερ ἐν τῷ, βοῶν ἐπιβουκόλος ἀνὴρ, περιττεύει τὸ βοῶν, καὶ ἐν τῷ, οἶνον οἰνοχοεῖ, τὸ οἶνον, καὶ ἐν τῷ, αἰπόλος αἰγῶν, τὸ αἰγῶν· αἰπόλος γὰρ οὐδενὸς ἄλλου ζῴου λέγεται, ἀλλὰ μόνων αἰγῶν· οὕτω καὶ ἐνταῦθα παρέλκει τὸ ποδῶν ἐν τῷ, ποδάνιπτρα ποδῶν. διὸ μετ' ὀλίγα ἠρκέσθη εἰπὼν οἰσομένη ποδάνιπτρα. καὶ εἴρηται περὶ τῶν τοιούτων ἐν Ἰλιάδι εἰς ὅσον ἐχώρει. Τὸ δὲ, ἐπιήρανα θυμῷ, κρεῖττον οὕτω γράφεσθαι ἤ περ ἐπίηρ' ἀνὰ θυμῷ. ἡ γὰρ ἀνὰ πρόθεσις οὐκ εἴωθεν ἁπλῶς ἐπὶ τοιούτων σημαινομένων δοτικῇ συντάσσεσθαι. ἔστι δὲ πρωτότυπον τοῦτο τοῦ ἐπίηρα. ἐντεῦθεν γὰρ ἐκεῖνο γίνεται ἀποκοπὲν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται.

(Vers. 348.) Τὸ δὲ, οὐ φθονέοιμι ποδῶν ἅψασθαι, ἀντὶ τοῦ οὐ μεμφοίμην. πολλαχοῦ γὰρ ὁ φθόνος καὶ ἐπὶ μέμψεως ἁπλῶς τίθεται.

(Vers. 350.) Ὅτι ἔπαινος ἀγαθοῦ ξένου τὸ, ξεῖνε φίλε, οὔ πώ τις ἀνὴρ πεπνυμένος ὧδε ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, ὡς σὺ μάλ' εὐφραδέως πεπνυμένα πάντ' ἀγορεύεις.

(Vers. 351.) ἔστι δὲ φιλίων ὁ φίλτερος, καὶ γίνεται [206] ἐκ τοῦ φίλος ὁμοίως τῷ, κάλλος καλλίων. κεῖται δέ που καὶ ἀλλαχοῦ παρὰ τῷ ποιητῇ. τούτου τὸ ὑπερθετικὸν παρὰ Σοφοκλεῖ ἐν τῷ, φιλίστων ἐκγόνων. Ἰστέον δὲ ὅτι ἄρχεται καὶ ὁ ῥηθεὶς λόγος τῷ ποιητῇ ἀπὸ τοῦ γαρ συνδέσμου· ξεῖνε φίλε, οὐ γὰρ πώ τις ἀνὴρ καὶ ἑξῆς, ὡς ἐγράφη προσεχῶς. ἡ δὲ ἀπόδοσις αὐτοῦ μετὰ στίχους τρεῖς ἐν τῷ, ἔστι δέ μοι γρηῦς καὶ ἑξῆς, ἵνα λέγῃ, ὡς ἐπεὶ οὔ πώ τις κατὰ σὲ πεπνυμένος ἀνὴρ ἦλθεν, ἔστι δέ μοι γραῦς τοιάδε ἀπονίψουσά σε.

(Vers. 358.) Ὅτι πάνυ ἀστείως Ὅμηρος ποιεῖ τὴν Πηνελόπην ἐκ τοῦ παρατυχόντος εἰπούσης τῇ μαίᾳ Εὐρυκλείᾳ νόημα ἐρεθιστικὸν αὐτῆς εἰς τὸ τὸν ξεῖνον περιεργάσασθαι ἀκριβῶς, μεθοδεύσας καὶ τοῦτο δεξιῶς ἐπ' ἀναγνωρισμῷ τοῦ Ὀδυσσέως. φησὶ γάρ· νίψον σεῖο ἄνακτος ὁμήλικα. καί που Ὀδυσσεὺς ἤδη τοιόσδ' ἐστὶ πόδας, τοῖος δέ τε χεῖρας.

(Vers. 360.) οὐχ' ὅτι τοιοῦτος ἦν φύσει, ἀλλ' ἴσως νῦν τοιοῦτος διὰ κάκωσιν, ὁποῖοι τινὲς καὶ οἱ προῤῥηθέντες ὠμογέροντες. διὸ καὶ ἐπάγει γνωμικόν· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι. Καὶ Ὅμηρος μὲν οὕτω φυσικῶς εἶπε. Θεόκριτος δὲ, ὡς καὶ προεγράφη, τὸ Ὁμηρικὸν αἶψα εἰς μίαν ἡμέραν ὁρίσας φησίν· οἱ ποθοῦντες ἐν ἅματι γηράσκουσι. Παίζει δὲ, καὶ ὁ κωμικὸς διά τινος γραὸς, καθὰ καὶ αὐτὸ ἐγράφη, πολιὰν ἐκείνην ταχὺ διὰ μιᾶς ἡμέρας γενέσθαι λέγων ὑπὸ δῆθεν ἄλγους τινός. ὁ δὲ Λιβάνιος καὶ αὐτὸς ἐντεῦθεν ποθὲν λέγει κατὰ σχῆμα ὑπερβολῆς, ὡς ὑπὸ λύπης ἐσχάτης καὶ πολιὰς ἐξαίφνης ἔφυσα. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν κακότητα νῦν λέγει τὴν κάκωσιν, Ἡσίοδος δ' ἐπὶ κακίας τὴν λέξιν τίθησιν ἐν τῷ, τὴν μέντοι κακότητα καὶ ἰλαδόν ἐστιν ἑλέσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐπὶ τῷ ῥηθέντι λόγῳ τῆς Πηνελόπης πάντως ἂν Ὀδυσσεὺς διαχέοιτο ὡς λαλούσης μέν πως τἀληθὲς, μὴ γινωσκούσης δέ. λίαν γὰρ εὖ ὁ ποιητὴς ἐσχημάτισε καὶ αὐτό.

(Vers. 361.) Πένθους φράσις τὸ, γρηῦς δὲ κατέσχετο χερσὶ πρόσωπα, δάκρυα δ' ἔκβαλε θερμὰ, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν· ᾤ μοι ἐγὼ σέο τέκνον ἀμήχανος. Εὐρύκλεια δὲ ταῦτα λέγει πρὸ τοῦ νῖψαι τὸν δεσπότην, ὃν καὶ θεουδέα θυμὸν ἔχειν φησὶ καὶ πολλὰ μηρία κῆαι καὶ ἐξαίτους ἑκατόμβας,

(Vers. 367.) ἀρώμενον, ἕως ἵκοιτο γῆρας λιπαρὸν, τὸ καὶ ἀλλαχοῦ ῥηθὲν, θρέψαιτό τε φαίδιμον υἱόν. τὰ ἐν τοῖς ἐν βίῳ εὐκταῖα.

(Vers. 370.) εἶτα καὶ ὡς νοήσασα τὴν αἰτίαν δι' ἣν Ὀδυσσεὺς ἀποπροσποιεῖται νιφθῆναι ὑπὸ τῶν δμωῶν καὶ ἅμα καὶ καταλέγουσα ἐκείνων, φησίν· οὕτω που καὶ ἐκείνῳ ἐφεψιόωντο γυναῖκες ξείνων τηλεδαπῶν, ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ' ἀλεείνων οὐκ ἐάᾳς νίζειν. Καὶ οὕτω μὲν ἡ γραῦς νοεῖ κατὰ τὸν νοῦν τοῦ ξείνου. Ὅμηρος δέ γε παρανοεῖν αὐτὴν ἀφεὶς ἄλλα βούλεται. οὐ γὰρ διὰ μῖσος μεθοδεύει τὰ κατὰ τὴν Εὐρύκλειαν, ἀλλ' ὅτι, ὡς καὶ προείρηται, δέεται αὐτῆς εἰς τὰ ἐφεξῆς. Ὅρα δὲ καὶ νῦν ἐν τῷ ἐφεψιόωντο καὶ καθεψιόωνται, ὡς λέξις ἐστὶ τὸ ἑψιᾶσθαι καιρία κατὰ ποίησιν, δηλοῦσα διάθεσιν παιγνήμονα. ἐπεὶ καὶ ἕψια, φασὶ, τὰ παίγνια, ὅθεν τὸ ἑψιᾶσθαι. ταυτὸν δὲ ἐφεψιᾶσθαι καὶ καθεψιᾶσθαι, ἐπεὶ, ὡς καὶ προεσημειώθη, ἐν πολλοῖς ἡ ἐπι πρόθεσις τῇ κατα ἰσοδυναμεῖ. Τὸ δὲ ἐφεψιόωντο ἢ χρόνος ἐστὶ παρῳχημένος ἀντὶ ἐνεστῶτος ἢ ἐμφαίνει ἀπηλπικέναι τὴν γραῦν ζῆν τὸν Ὀδυσσέα. διὸ παλαί ποτε αὐτὸν ἐφεψιᾶσθαι φησίν. εἰ δὲ γράφεται ἐφεψιόωνται, δυσμετρίαν ἔχει.

(Vers. 362.) Τοῦ δὲ ὀλοφυδνὸν ὀλοφύζω ἐστὶ τὸ πρωτότυπον κατὰ Ἡρῳδιανὸν, ὡς δεδήλωται καὶ ἐν τοῖς περὶ τοῦ κνυζώσω γραφεῖσι.

(Vers. 367.) Τὸ δὲ, ἕως ἵκοιτο, ἀντὶ τοῦ ὅπως καὶ νῦν Ἀττικῶς. τὸ γὰρ κοινὸν, ὡς ἵκοιτο, ἤγουν ἵνα καταλάβῃ. ἀλλαχοῦ δὲ τὸ αὐτὸ καὶ εἵως εὕρηται ὡς τὸ τέως τείως.

(Vers. 374.) Ὅτι προθυμηθεῖσα ἡ γραῦς μαῖα Εὐρύκλεια νῖψαι τὸν ξένον δεσπότην, ὡς ἐκελεύσθη πρὸς τῆς δεσποίνης φησίν· ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγεν, ἀλλὰ δηλονότι ἑκοῦσαν διὰ τὴν εὐθὺς ῥηθησομένην τοῦ ξένου ὁμοιότητα πρὸς τὸν Ὀδυσσέα, τῷ σε πόδας νίψω ἅματ' αὐτῆς Πηνελοπείης καὶ σέθεν εἵνεκα.

(Vers. 377.) ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς κήδεσιν. εἶτα ἑρμηνεύουσα τὸ, ὀρώρεταί μοι θυμὸς, λέγει ὡς πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ' ἵκοντο, ἀλλ' οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι, ὡς σὺ δέμας φωνήν τε πόδας τ' Ὀδυσῆϊ ἔοικας. Ἔοικε γὰρ ἡ μὲν Πηνελόπη αἰδημόνως προσβλέπειν καὶ οὐ κατὰ τὴν αὐτανεψίαν Ἑλένην, περιεργότερον δὲ ἡ μαῖα ἐπιβάλλειν τὴν ὄψιν ὅλῳ τῷ ξένῳ καὶ ἀκριβέστερον διακεῖσθαι τὰ εἰς εἰκασμὸν καὶ εἴδους περιεργίαν. Ὅθεν σημείωσαι, ὡς ἡ παρὰ τῆς Ἀθηνᾶς ἀλλοίωσις τοῦ Ὀδυσσέως οὐδὲν ἦν ἄλλο ἢ τεχνικὴ ἐπίκρυψίς τις αὐτοῦ, μεθοδευθεῖσα ὡς ἐνεχώρει πρὸς τοὺς ἁπλουστέρους καὶ μὴ δεινοὺς ἀνασκαλεύειν γνωριμότητα. ὁ μέντοι Ἄργος ὁ κύων ἀκριβὴς ὢν αἰσθέσθαι καὶ νῦν δὲ ἡ γραῦς [207] μαῖα ἔγνων τὸν Ὀδυσσέα.

(Vers. 383.) αὐτὸς δέ γε καὶ πάλιν ἐπικρύπτειν ἑαυτὸν πειρώμενος καὶ μηδὲ ἀφιεὶς τὴν γραῦν φιλοτιμότερον πλατύναι τὰ σημεῖα φησὶ πάνυ δεξιῶς· ὦ γρηῦ, οὕτω φασὶν, ὅσοι ἴδον ὀφθαλμοῖσιν ἡμέας ἀμφοτέρους, μάλα ἰκέλω ἀλλήλοιϊν ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ' ἀγορεύεις. Καὶ ὁ μὲν Ὀδυσσεὺς οὕτω δεινῶς ὁμολογεῖ μὲν τὴν ὁμοιότητα, μὴ εἶναι δέ φησιν αὐτὸς Ὀδυσσεύς. οὐκ ἔχει δὲ καὶ τὴν γραῦν πειθομένην, ἀλλ' ἐνδομυχοῦσα τὸν γνωρισμὸν ψηλαφήσει τὴν οὐλὴν ἐν τῷ τὸν Ὀδυσσέα νίπτειν καὶ γνώσεται τἀληθές. εἰ δὲ καὶ Ὀδυσσεὺς ἷζεν ἀπ' ἐσχαρόφιν,

(Vers. 389.) ποτὶ δὲ σκότον ἐτράπετ' αἶψα, ἤγουν ἀπεστράφη πρὸς τὸ σκοτεινὸν ὀϊσάμενος κατὰ θυμὸν,

(Vers. 391.) μή ἑ λαβοῦσα οὐλὴν ἀμφράσαιτο, τουτέστιν ἀνανοήσοι καὶ οὕτως ἀμφαδὰ ἔργα γένοιτο, ἀλλὰ τὴν μὲν Πηνελόπην οὕτω ποιήσας λήσεται. ἡ γραῦς δὲ τὸν δεσπότην γνώσεται ἁψαμένη τῆς οὐλῆς ἐχούσης, ὡς εἰκὸς, καί τινα κοιλότητα.

(Vers. 389.) Ἰστέον δὲ ὅτι τὸ τὸν Ὀδυσσέα ἀπ' ἐσχαρόφιν ποτὶ σκότον τραπῆναι Ὀδυσσεῖ μὲν ἄλλως κατεπράχθη, ὡς ἂν δηλαδὴ μὴ ἐπιγνωσθῇ τῇ γραῒ ἐν φωτὶ ὢν, Ὁμήρῳ δὲ ἄλλως εἰς πιθανολογίαν τὸ πλάσμα συντελεῖ. οὕτω γὰρ ἐπικρύπτεται ἡ γενησομένη τῆς γραὸς λειποθυμία, ἡ τοῦ γενείου τοῦ Ὀδυσσέως ἁφὴ, ἡ τοῦ Ὀδυσσέως αὖθις λαβὴ ἐκείνης ἐκ τοῦ φάρυγγος, καὶ τὰ ἄλλα, ὧν οὐδὲν πιθανῶς ἂν γεγόνοι, εἴ περ πρὸς φῶς τετραμμένος Ὀδυσσεὺς ἀπενίπτετο.

(Vers. 391.) Ὅτι δὲ ἡ οὐλὴ παρὰ τὸ ὅλον γίνεται ὡς ἐπιγινομένη ἕλκει ὁλωθέντι, τουτέστιν εἰς ὁλότητα ἐλθόντι, δῆλον. καὶ ὅτι ψιλοῦται διὰ τὴν Ἰωνικὴν τοῦ υ ἐπένθεσιν, καὶ ὅτι ὀξύνεται πρὸς διαστολὴν τῆς οὔλης τριχὸς, καὶ ὅτι ἀπ' αὐτῆς τὸ ὕπουλον γίνεται, ὡς προγέγραπται.

(Vers. 376.) Τὸ δὲ, σὲ πόδας νίψω, ὅμοιον τῷ, κέ σε φρένας ἵκετο πένθος, καὶ τοῖς ὁμοίοις. λέγει γὰρ ἢ ὅτι σε κατὰ τοὺς πόδας νίψω, ἢ σὲ ἤγουν τοὺς πόδας, οὐ μὴν ὅλον τὸν ξένον, ἢ κατ' ἀντίπτωσιν νίψω σου τοὺς πόδας.

(Vers. 377.) Τὸ δὲ, σέθεν εἵνεκα, ἤγουν διὰ σὲ, ὡς ἐοικότα δηλαδὴ τῷ Ὀδυσσεῖ, ὅ περ ἐδήλου ἀνωτέρω καὶ ἐν τῷ, οὐκ ἀέκουσαν. Τοῦ δὲ ὀρώρεται ὁ ἐνεστὼς ἀναδρομὴν ἔχει παρακειμένου εἰς ἐνεστῶτα. ἐκ τοῦ ὄρωρα γὰρ τὸ ὀρώρω, ἐξ οὗ τὸ ὀρώρεται. οὕτω δὲ καὶ τὸ προσαρήρεται ἐν Ἡσιόδῳ ἐκ τοῦ ἄρηρα ἀρήρω γίνεται, ὁμοίως καὶ ἐκ τοῦ ὄλωλα τὸ ὀλώλω. ὅθεν τὸ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος.

(Vers. 384.) Διὰ δὲ τοῦ, μάλα ἰκέλω ἀλλήλοιϊν, πειρᾶται μὲν Ὀδυσσεὺς παῦσαι τὴν πολυπραγμοσύνην τῆς γραὸς ὡς οἷα πληροφορῶν τὴν εἰσάγαν ὁμοιότητα, ἔχει δὲ ἀνύσαι οὐδέν. ἡ γὰρ ποιητικὴ δεινότης πρὸ ἔργου τὸν ἐξ αὐτῆς ἔχει ἀναγνωρισμόν. οὐκοῦν ἡ γραῦς ἐρευνήσει καὶ εὑρήσει, ὃ καὶ αὐτὴ βούλεται καὶ πρὸ αὐτῆς ὁ ποιητής.

(Vers. 385.) Τὸ δὲ ἐπιφρονέουσα κολακικῶς οἷον ῥηθὲν ταυτόν ἐστι τῷ περίφρων. τοιοῦτον γάρ ποτε καὶ ἡ ἐπι πρόθεσις· ἀφ' ἧς καὶ ἐπιόψεσθαι τὸ ἀκριβῶς ἐπισκέψασθαι, ὡς ἐν τῇ βῆτα ῥαψῳδίᾳ προδεδήλωται.

(Vers. 389.) Τὸν δὲ ῥηθέντα σκότον οἱ μεθ' Ὅμηρον καὶ σκότος φασὶν ὡς τεῖχος καὶ βέλος. καὶ διφορεῖται μὲν παρ' αὐτοῖς, τὰ πλείω δὲ κατὰ γένος ἀρσενικὸν προάγεται, ὡς δηλοῖ καὶ τὸ, οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην.

(Vers. 386.) Ὅτι τὸ νίμμα τοῦ Ὀδυσσέως οὕτω διασκευάζει· γρηῦς δὲ λέβηθ' ἕλε παμφανόωντα τῷ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πουλὺ, ψυχρόν. ἔπειτα δὲ θερμὸν ἐπήφυσεν.

(Vers. 387.) Ὅρα δὲ τὸ, ᾧ πόδας ἐξαπένιζεν, ὡς καὶ εἰς ἄλλα τινὰ τῶν λεβήτων χρησιμευόντων, οἷον καὶ εἰς λοετρά. ἔνθα καὶ οἱ λοετροχόοι τρίποδες χρήσιμοι, ὡς εἶναι τηνικαῦτα ὅ περ τὴν πρόχοον τῷ τῆς τραπέζης λέβητι, τοῦτο καὶ τὸν λοετροχόον τρίποδα τῷ τοῦ νίπτεσθαι λέβητι. Ἐν δὲ τῷ, ὕδωρ ἐνεχεύατο πολὺ, συστέλλει τὸ ὕδωρ τὴν ἄρχουσαν. μετ' ὀλίγα μέντοι ἐν τῷ, ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ, ἐκτείνει αὐτήν.

(Vers. 388.) Τὸ δὲ ἐπήφυσεν ἀντὶ τοῦ ἐπήντλησε διά τινος δηλαδὴ ἀγγείου, ὃ καὶ σιγᾷ. οὐ θερμῷ δὲ ψυχρὸν ἐπαφύσσεται κατὰ τὸ ὕστερον ἔθος, ἀλλ' ἀνάπαλιν.

(Vers. 393.) Ὅτι ὡς ἐν ἄλλοις, οὕτω κἀνταῦθα εὐμεθόδως ὁ ποιητὴς ἱστορίας παρεισοδιάζει τῷ λόγῳ τῆς κατὰ τὸν Ὀδυσσέα οὐλῆς, ἧς τὸ κεφάλαιον, ὅτι σπουδαῖον τοῖς παλαιοῖς ἦν ἔργον καὶ τὸ κυνηγέσιον, ὡς καὶ ὁ ἐν τῇ Ἰλιάδι Μελέαγρος δηλοῖ. μελέτη γάρ, φασιν, αὐτὸ πολεμικῶν κινδύνων ἦν, καθὰ καὶ ἐκ τῶν τοῦ Ἡρακλέος ἄθλων φαίνεται καὶ ἐκ τῆς κατὰ τὸν Βελλεροφόντην ἱστορίας καὶ ἐξ ἄλλων δὲ μυρίων ὅσων. ἐπὶ θήρας γοῦν παντοίας οἱ νέοι ἐξῄεσαν, ἀφ' ὧν ῥωμαλεώτεροι, φασὶ, καὶ ὑγιεινότεροι διετέλουν, ἔτι δὲ καὶ πολεμικοὶ, ὡς ὅτε πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι τῶν θηρῶν ὀϊστεύουσιν ἢ ἀκοντίζουσιν. ἔστι δὲ ἱστορία τοιαύτη.

(Vers. 399.) Αὐτόλυκος ἐλθών ποτε εἰς Ἰθάκην εὗρε παῖδα νέον τῇ θυγατρὶ Ἀντικλείᾳ, [208] τῇ τοῦ Λαέρτου γυναικί. τὸν δὲ Εὐρύκλεια ἡ τοῦ παιδὸς μαῖα φίλοις ἐπὶ γούνασι θῆκε τῷ πάππῳ παυομένῳ δόρποιο, καὶ εἶπεν·

(Vers. 403.) Αὐτόλυκε, αὐτὸς νῦν ὄνομ' εὕρεο ὅττι κε θείης παιδὸς παιδὶ φίλῳ, ἤγουν τῷ τῆς θυγατρὸς υἱῷ. πολυάρητος δέ τοί ἐστι.

(Vers. 405.) καὶ ὁ Αὐτόλυκος τῇ μὲν Εὐρυκλείᾳ εἶπεν οὐδέν· πρὸς δὲ τοὺς ἰδίους τὸν λόγον τρέψας ἔφη· γαμβρὸς ἐμὸς θύγατέρ τε, τίθεσθ' ὄνομα ὅττι κεν εἴπω· πολλοῖσι γὰρ ἔγωγ' ὀδυσσάμενος τόδ' ἱκάνω ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα βωτιάνειραν· τῷ δ' Ὀδυσσεὺς ὄνομ' ἔστω ἐπώνυμον. αὐτὰρ ἔγωγε ὁππότ' ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ἔλθῃ Παρνησσόνδε, ὅθι πού μοι κτήματ' ἔασι· τῶν οἱ ἐγὼ δώσω, καί μιν χαίροντ' ἀποπέμψω.

(Vers. 413.) τούτων ἕνεκα ἦλθεν Ὀδυσσεὺς, ἡβήσας δηλαδή. καὶ Αὐτόλυκος μὲν καὶ οἱ παῖδες χερσί τ' ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι.

(Vers. 416.) μήτηρ δ' Ἀμφιθέη μητρὸς, τουτέστιν Ἀμφιθέα ἡ μάμμη ἡ τῆς τοῦ Ὀδυσσέως μητρὸς μήτηρ, περιφῦσα γυναικικώτερον κῦσεν ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ, κατὰ τὸν ἐν τοῖς ἐλευθέροις νόμον, ὡς προδεδήλωται. εἶτα δείπνου ἐφοπλισθέντος· βοῦν γὰρ αὐτίκα εἰσάγαγον ἄρσενα πενταέτηρον, ὃν δείραντες καὶ διαχεύαντες ἅπαντα μιστύλαντές τε ἐπισταμένως καὶ πείραντες ὀβελοῖσιν ὤπτησάν τε περιφραδέως καὶ δαίνυντο

(Vers. 427.) νυκτὸς μὲν ἐπιγενομένης, κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο, καθὰ καὶ προεγράφη. ῥοδοδακτύλου δὲ φανείσης Ἠοῦς, ἔβησαν εἰς θήρην ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ υἱέες Αὐτολύκου καὶ Ὀδυσσεύς. αἰπὺ δ' ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησσοῦ. τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσας.

(Vers. 433.) Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας, ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο, ὃς δὴ καιρὸς ὀρθρινὸς ἐπιτήδειος εἰς κυνηγέσιον. οἵ δ' ἐς βῆσσαν ἵκανον ἐπακτῆρες. πρὸ δ' ἂρ αὐτῶν ἴχνη ἐρευνῶντες κύνες ἤϊσαν.

(Vers. 436.) αὐτὰρ ὄπισθεν τοῦ Αὐτολύκου παῖδες ἤρχοντο, καὶ Ὀδυσσεὺς δὲ σὺν αὐτοῖς ἄγχι κυνῶν οἷα ποδώκης, κραδάων δολιχόσκιον ἔγχος. ἔνθα δ' ἂρ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· ἧς λόχμης τὴν πυκνότητα φράζων ὁ ποιητὴς αὐτὰ ἐκεῖνα λέγει ἐν τῇ κυνηγετικῇ ταύτῃ διασκευῇ, ὅσα καὶ ἐν τῇ ε ῥαψῳδίᾳ περὶ τὸ τέλος ἐπὶ θάμνοις οὓς ὑπῆλθεν Ὀδυσσεὺς, ὅτι δηλαδὴ

(Vers. 440.) οὔτε ἄνεμοι δι' αὐτῆς πνέουσιν οὔτε ἥλιος φαέθων ἀκτῖσι βάλλει οὔτε ὄμβρος διεπέρα εἰς τὸ πᾶν· καὶ φύλλων δὲ ἦν αὐτόθι χύσις ἤλιθα πολλή.

(Vers. 444.) καὶ οἱ μὲν κυνηγέται οὕτω διὰ τοιαύτης λόχμης ἤρχοντο· τὸν δὲ σῦν ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,

(Vers. 445.) ὡς ἐπάγοντες ἐπῇσαν, ἢ οὓς ἐπάγοντες ἐπῇσαν. ὁ δ' ἀντίος ἐκ ξυλόχοιο φρίξας εὖ λοφιὴν, πῦρ δ' ὀφθαλμοῖσι δεδορκὼς, στῆ αὐτῶν σχεδόθεν. ὁ δ' ἄρα πρώτιστος Ὀδυσσεὺς ἔσσυτ' ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ οὐτάμεναι μεμαώς. ὁ δέ μιν φθάμενος ἔλασε σῦς γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι λικριφὶς ἀΐξας, οὐδ' ὀστέον ἵκετο φωτός. τὸν δ' Ὀδυσσεὺς οὔτησε τυχὸν κατὰ δεξιὸν ὦμον.

(Vers. 453.) ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή. κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακὼν, ὃ πολλαχοῦ κεῖται, καθὰ καὶ τὸ, ἀπὸ δ' ἔπτατο θυμός.

(Vers. 455.) τὸν μὲν Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, τουτέστι περὶ αὐτὸν ἐπονοῦντο, ἤτοι περὶ τὸν Ὀδυσσέα, ἴσως δὲ καὶ περὶ τὸν σῦν, ὥς περ καὶ τὸν πενταέτηρον βοῦν ἄμφεπον.

(Vers. 456.) ὠτειλὴν δ' Ὀδυσσέως δῆσαν ἐπισταμένως· τέχνης γὰρ δέονται καὶ οἱ κατάδεσμοι· ἐπαοιδῇ δ' αἷμα κελαινὸν ἔσχον. εἶτα εὖ ἰασάμενοι ἠδ' ἀγλαὰ δῶρα πορόντες χαίροντα φίλως χαίροντες ἔπεμπον εἰς Ἰθάκην, χαίρουσι δηλαδὴ τοῖς ἐκείνου. φησὶ γάρ·

(Vers. 462.) τῷ μὲν πατὴρ καὶ πότνια μήτηρ χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα. ποῖα ἕκαστα; οὐλὴν ὅττι πάθοι, ἤγουν διατί ἔπαθεν αὐτήν. ὁ δ' ἄρα σφιν εὖ κατέλεξεν, ὥς μιν θηρεύοντ' ἔλασε σῦς λευκῷ ὀδόντι Παρνησσόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. Καὶ σημείωσαι τὴν προσεχῶς ἐπενεχθεῖσαν ὡς ἐν ἀνακεφαλαιώσει τεχνικὴν ἐπιτομὴν τοῦ μακροῦ διηγήματος. συνελὼν γὰρ ἐν δυσὶν ἔπεσιν ἐκεῖνα τὰ πολλὰ ἔφη τὸ, ὥς μιν θηρεύοντα ἤλασε σῦς καὶ ἑξῆς. οὕτω καὶ λάλος ὁ ἄνθρωπος οὕτως ὡσεὶ καὶ δωδωναΐζων χαλκεῖον· καὶ αὖ πάλιν ἐν δέοντι σιγηλὸς, ὡς εἰ καὶ Πυθαγόρᾳ ἐφοίτησεν ἢ καὶ τῶν τινὶ ἑτέρῳ ἀποφθεγματικῶς λαλούντων ἢ ἀφοριστικῶς. οἱ δ' αὐτοὶ στίχοι σχεδόν τι καὶ πρὸ τοῦ διηγήματος κατά τινα παράφρασιν κεῖνται οὕτως· τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνασσόν δ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας, ὅ περ οἷα τινὰ πρότασιν ἐκεῖ θεὶς ὁ ποιητὴς ἀνάγκην ἔσχε διὰ σαφήνειαν λόγου τὴν ῥηθεῖσαν ἱστορίαν ἐπαγαγεῖν μετὰ τὸ ἐκ παρέργου χάριν πολυμαθείας προϊστορῆσαι,

(Vers. 395.) οἷος ἦν ὁ Αὐτόλυκος, ὅτι δηλαδὴ κατ' ἀνθρώπους ἐκέκαστο κλεπτοσύνῃ [209] θ' ὅρκῳ τε. θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Ἑρμείας, ὁ τοῦ κλέπτειν ἔφορος.

(Vers. 397.) τῷ γάρ, φησι, κεχαρισμένα ἔθυσεν· οὐ μὴν Ἄρεϊ, ὡς οἱ πολεμικοὶ, οὐδὲ Ποσειδῶνι, ὡς οἱ ναυτικοὶ, οὐδὲ Ἡφαίστῳ κατὰ τοὺς χαλκευτάς. διό φησι·

(Vers. 398.) καὶ Ἑρμῆς αὐτῷ πρόφρων ἅμ' ὀπήδει, τουτέστιν ἠκολούθει τῷ Αὐτολύκῳ ὡς ἐλλόγως κλέπτοντι.

(Vers. 395.) Ἐνταῦθα δὲ ἔστι μὲν μαθεῖν κλεπτοσύνην οὐ κακὴν, καὶ ὅρκον δὲ οὐ φαῦλον, εἴ γε καὶ ἐσθλὸς λέγεται ὁ ταῦτα διαχειριζόμενος, ὡς δηλοῖ τὸ, μητρὸς πατέρα ἐσθλόν. καὶ ἐναβρύνεται δὲ αὐτοῖς· τοιοῦτον γάρ τι τὸ κεκάσθαι, ὅ ἐστι κεκοσμῆσθαι. καὶ θεόθεν δὲ αὐτὰ ἔχει δοθέντα ὡς οἷα δῶρα θεόσδοτα.

(Vers. 397.) ἔστι δὲ γνῶναι καὶ Ἑρμῆν κλεπτικῆς, ὡς ἐῤῥέθη, ἐπιστάτην, καὶ ὅρκων δὲ τῶν ἐπ' αὐτῇ, μάλιστα μὲν τῶν ἐπὶ καλῷ, ἤδη δέ που καὶ τῶν ἀνάπαλιν, ᾧ λόγος ἐστὶ καὶ ἐκ γενετῆς συγκεκληρῶσθαι τὴν κλεπτοσύνην. ὃς τῆς μητρὸς Μαίας συλλουομένης, αἷς ἤθελεν ἐκείνη, αὐτὸς ὑφελόμενος τὰ ἐκδυθέντα ἔκρυψε. καὶ οὕτω μὲν ἔχει ταῦτα.

(Vers. 396.) Τῶν δ' ἐν τούτοις τί μὲν ἡ κλεπτοσύνη, δῆλον. καὶ ὡς ἀνάλογον παρῆκται τῷ παλαισμοσύνη, ὃ καὶ παρὰ Αἰλιανῷ κεῖται, καὶ τῷ δρηστοσύνη, βριθοσύνη, καὶ τοῖς τοιούτοις. Ὅρκος δὲ νῦν οὐχὶ ὁ κατ' ἐπιορκίαν· τοῦτο γὰρ οὔτε ἐσθλοῦ ἀνδρὸς, οὔτε κοσμεῖ ἄνθρωπον, καὶ οὐδὲ θεὸς δίδωσιν· ἀλλὰ ὁ ἐν καιρῷ σοφιζόμενος, ὅτε δηλαδὴ αὐτὸς μέν τις εὐορκῶν ἐστὶ, τοὺς δὲ ἐπικλόπῳ αὐτῷ ἐγκαλοῦντας παραλογίζεται οἷα μὴ ἔχοντας νοεῖν τὸ σόφισμα. οὕτω πως καὶ Ὀδυσσεὺς ἀνόπιν ἐσοφίσατο τὴν Πηνελόπην ὅρκῳ ἐν τῷ, ἴστω νῦν Ζεὺς ἱστίη τ' Ὀδυσσέως, ὡς δῆθεν ἀληθεύων ἐπὶ πᾶσιν οἷς λέγει. τὸ δ' ἦν οὐχ' οὕτως ἔχον, ἀλλὰ μόνους ἐβεβαίου τοὺς μετὰ τὸν ὅρκον δύο στίχους, τὸ, τοῦδε τοῦ λυκάβαντος ἐλεύσεσθαι τὸν Ὀδυσσέα καὶ τὸ ἑξῆς. τοιοῦτος δέ τις ὅρκος πρὸς ἄλλοις μυρίοις, ἤγουν σοφιστικὸς, καὶ ὁ τῶν ὀμοσάντων τόσας ἡμέρας ἄγειν σπονδὰς, ἐν δὲ τῷ μέσῳ νύκτωρ ἐπιθεμένων τοῖς ἐχθροῖς, ὡς δῆθεν τῆς συμβάσεως τῶν σπονδῶν ἡμερῶν μεμνημένης, οὐ μὴν καὶ νυκτῶν. ὅμοιος δέ τις καὶ ὁ τοῦ παρὰ τῷ δειπνοσοφιστῇ τὸν ἰχθὺν ὑφελομένου· ὃς τὸ ὑποκλαπὲν ὀψάριον ἑτέρῳ δοὺς, εἶτα ἀπαιτούμενος, αὐτὸς μὲν ὤμνυε μήτε ἔχειν τὸν ἰχθὺν, μήτ' ἄλλον εἰδέναι ὑφελόμενον· τὸν δὲ φύλακα τοῦ κλέμματος ἐδίδαξεν ὀμνύειν, ὡς οὔτε αὐτὸς ὑφείλετο οὔτε ἄλλον οἶδεν ἔχοντα τὸν ἰχθύν. καὶ οὕτω τὸν ἰχθυέμπορον ἐσοφίσατο. καὶ οὗτοι μὲν ὅρκοι σοφισματώδεις, ὁποίοις φαίνεται χαίρειν καὶ Σίσυφος. Ῥαδάμανθυς δέ, φασιν, ὑπὲρ τοῦ μὴ θεὸν ὀνομάζειν ἐπὶ πᾶσιν ἐκέλευσέ, φασι, κατὰ χηνὸς καὶ κυνὸς καὶ κριοῦ ὀμνύναι. ὤμνυε δέ, φασι, χῆνα καὶ Σωκράτης· ἄλλος δέ τις κράμβην· ὃν ζηλώσας ὕστερον ὁ χυδαΐζων ὄχλος διόμνυται κατὰ λαχάνων. Ὅτι δὲ καὶ γυναῖκες ὤμνυον ἐπὶ οἴνῳ, Ξέναρχος παίζων δηλοῖ ἐν τῷ, ὅρκον δ' ἐγὼ γυναικὸς εἰς οἶνον γράψω. λάμπει δ' ἐν τοῖς τοιούτοις ἠθικοῖς ὅρκοις ὁ Ὁμηρικὸς, ἐν ᾧ τὰ τοῦ πατρὸς ἄλγεα ὁ παῖς ὀμνύει Τηλέμαχος. φέρεται δὲ περὶ Αὐτολύκου καὶ ὅτι οὕτω σοφὸς ἦν τὴν κλεπτικὴν, ὡς καὶ τὰ χρώματα τῶν κλεπτομένων ζῴων μεταχρωνύειν, ὃ καὶ νῦν παρὰ πολλοῖς γίνεται. Σίσυφον μέντοι οὐ κατεσοφίσατο, καθὰ ἐν ἄλλοις εἴρηται. ἦν γὰρ κατὰ τὴν παροιμίαν καὶ πυρὸς ἕτερα θερμότερα, καὶ δόλων τῶν κλεπτικῶν ἕτεροι κλεπτίστεροι. Ἐν δὲ τῷ κεχαρισμένα τῷ Ἑρμῇ θῦσαι τὸν Αὐτόλυκον καὶ οὕτω λαχεῖν τὴν κλεπτοσύνην ἔστι τις πίστις παροιμίας Ἑλληνικῆς, λεγούσης, δῶρα καὶ θεοὺς πείθειν.

(Vers. 402.) Τὸ δὲ, παυομένῳ δόρποιο, δηλοῖ μηδὲ τὸν τοιοῦτον καιρὸν ἀνεπιτήδειον εἶναι σπουδαῖα σκέπτεσθαι.

(Vers. 403.) Ἐν δὲ τῷ, ὄνομα εὕρεο, δῆλον ὡς Ὅμηρος κατῆρξε τοῦ εὑρέσεις λέγεσθαι τὰς ἐπὶ τοῖς ἀδήλοις μεθόδους, παθητικῶς δὲ τὸ εὕρεο, κατ' ἀκολουθίαν τοῦ εὑρέσθαι καὶ τοῦ εὑρόμην· κοινῶς μέντοι εὑρὲ καὶ εὑρεῖν, καὶ τοιαῦτα τινά.

(Vers. 404.) Ἐν δὲ τῷ, πολυάρητος δέ τοί ἐστιν, ἔοικεν ἡ δούλη Εὐρύκλεια ἐθέλειν τοιοῦτόν τι ὄνομα τῷ παιδὶ τεθῆναι, οἷον Δημάρητον κατὰ τὸν παρὰ Ἡροδότῳ, ἢ Ἄρητον, ὁποῖός τις ἐν Ἰλιάδι κεῖται, ἢ Εὐχήνορα, ἢ τοιοῦτόν τι ἐφετὸν τοῖς πολλοῖς· ὅπου γε καὶ ὁ γελοῖος πτωχὸς Ἀρναῖος παρὰ τὴν ἀρὰν, ὡς δεδήλωται, εἰρῆσθαι δοκεῖ.

(Vers. 407.) Αὐτόλυκος δὲ τῇ δούλῃ μὴ προσεσχηκὼς ἐξ ἐκείνων, οἷς ἐκέκαστο, ἐθέλει ὀνομάσαι τὸν παῖδα, ἐκ τοῦ μίσους δηλαδὴ, ὃ εἶχεν ἐκ πολλῶν διὰ τὴν κλεπτοσύνην. δῆλον γὰρ ὡς ὠδύσσοντο αὐτῷ ἐκεῖνοι· ὃ δὴ τίθησιν ὄνομα τῷ ἐγγόνῳ, βιβλιογραφήσας οἷον τὰ κατ' αὐτὸν ἐν ἐκείνῳ κληρονομήσαντι μνήμης τῆς ἐπὶ τῷ πάππῳ οὐ πάνυ εὐκλεῶς· ἐκ τοῦ κατ' ἐκεῖνον γὰρ ὀδύσσω ὁ Ὀδυσσεύς. διὸ καὶ ψιλοῦται κατὰ τὴν ἄρχουσαν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, καὶ ἐν δυσὶ σσ γράφεται ὡς ἐπιπολύ. Σιληνὸς μέντοι ὁ Χῖος κατὰ τὴν ἱστορίαν [210] ἐν δευτέρῳ βιβλίῳ τῶν αὐτῶν μυθικῶν δασύνει παρὰ τὴν ὁδὸν, λέγων ὡς Ἀντικλείας ὁδευούσης παρὰ τὸ Νήριτον, ὗσεν ὁ Ζεύς. τὴν δὲ ὑπὸ ἀγωνίας ἐκεῖ πεσοῦσαν τεκεῖν. καὶ τὸ γεννηθὲν κληθῆναι Ὀδυσσέα παρὰ τὸ ἐν τῇ ὁδῷ ὗσαι.

(Vers. 406.) Τὸ δὲ, γαμβρὸς ἐμὸς, ἀντὶ τοῦ, ὦ γαμβρέ μοι, ὡς δηλοῖ καὶ τὸ θύγατερ ἐπαχθέν. κωλύει δὲ τὸ εἰπεῖν γαμβρὲ κατὰ κλητικὴν ἡ ἐμὸς ἀντωνυμία, ἧς οὐκ ἔστι κλητικὴ διὰ τὴν συνέμπτωσιν τὴν πρὸς ἑτέραν ἀντωνυμίαν αἰτιατικὴν τὴν ἐμέ.

(Vers. 407.) Τὸ δὲ, πολλοῖσι γὰρ ἔγωγε ὀδυσσάμενος, λέγει μὲν τὸ, πολλοῖς μισηθεὶς καὶ δι' ὀργῆς ἐλθὼν παθητικῶς, οὐ μὴν κατ' ἐνέργειαν, ὁποῖον τὸ, τί νύ οἱ τόσον ὠδύσαο Ζεῦ; ἔχει δὲ τὸν γαρ σύνδεσμον προτεθειμένον κατὰ συνήθειαν Ὁμηρικὴν ἐμπερίβολον. τὸ μέντοι σαφὲς καὶ ὀρθότερον οὕτω· τῷ δ' Ὀδυσσεὺς ὄνομα ἔστω· πολλοῖς γὰρ ἔγωγε ὀδυσσάμενος τόδ' ἱκάνω, ἀντὶ τοῦ ἐνταῦθα, καθὰ καὶ ἀλλαχοῦ γέγραπται.

(Vers. 408.) Τὸ δὲ, ἀνδράσιν ἠδὲ γυναιξὶν, ἐπισημότατον ἐν κλεπτοσύνῃ τὸν Αὐτόλυκον ἐνδείκνυται, εἴ γε μὴ μόνον ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶν ἀπεχθὴς ἦν. οὕτω καὶ ἐν Ἰλιάδι ἐπίσημός τις ἀνὴρ, ὂν ἄνδρες τε καὶ γυναῖκες κορυνήτην ἐκάλουν.

(Vers. 409.) Ἐπώνυμον δὲ καὶ νῦν, ὡς καὶ ἐν ἄλλοις, τὸ φερώνυμον. οὐχ' ὅτι μέντοι αὐτὸς ὁ παῖς παρώργησέ τινας, ἀλλ' ὅτι ὁ πάππος· ὁποῖα καὶ ἄλλα τοιαῦτα δεδήλωται. καὶ ὅμως εἴ τις διὰ τὸν πάππον ὀδώδυσται καὶ τῷ ἐγγόνῳ παιδὶ, εἴη ἄν πως καὶ ὁ παῖς ἐπωνύμως δι' ἑαυτὸν Ὀδυσσεύς.

(Vers. 411.) Κτήματα δὲ καὶ νῦν ἁπλῶς τὰ ἐν κτήσει, ἐξ ὧν καὶ τὰ δῶρα δίδονται, ὡς δηλοῖ ἐπαγόμενον τὸ, ἦλθεν Ὀδυσσεὺς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.

(Vers. 415.) Τὸ δὲ, χερσὶν ἠσπάζοντο, ἤγουν ἐδεξιοῦντο καὶ εἰς ἑαυτοὺς ἐπεσπῶντο, προγέγραπται καὶ ἑτέρωθι. χείλεσι δὲ ἀσπάζεσθαι οὐκ ἔστι παρὰ τῷ ποιητῇ.

(Vers. 416.) Τὸ δὲ, μήτηρ μητρὸς, παραφράζει τὴν μάμμην, καθὰ καὶ πρὸ αὐτοῦ τὸν ἔγγονον τὸ παιδὸς παιδὶ φίλῳ.

(Vers. 431.) Ὄρος δὲ καταειμένον ὕλῃ τὸ δασὺ καὶ οἷον ἐνδεδυμένον φυτῶν πυκνότητι καὶ κεκαλυμμένον· ὅθεν καὶ εἴνω τὸ καλύπτω· οὗ παράγωγον τὸ εἰνύω, ὡς τὸ, θριξὶ δὲ πάντα νέκυν καταείνυον. Τὸ δὲ ὄρος νῦν μὲν, ὡς καὶ ἀλλαχοῦ ποτὲ, κοινῶς προήνεκται· τὰ πλείω δὲ ἰάζεται, ὡς καὶ ἐν τῷ, κατ' οὔρεος εἶσι, καὶ, οὔρεά τε σκιόεντα. Τὸ δ' αὐτὸ γίνεται καὶ ἐν τῷ, ὅρος ὁ περιορισμένος, ὡς δῆλον ἐκ τοῦ ἀμφ' οὔροισι, καὶ, δίσκου οὖρα πέλονται. οὕτω καὶ ἐκ τοῦ ὀρούω οὖρος βαρυτόνως ὁ ἄνεμος ἰώνισται, καὶ ὁ πρὸς διαστολὴν δὲ αὐτοῦ ὀξυτονούμενος ἐν Ἰλιάδι οὐρὸς, οἷον, οὐρούς τ' ἐξεκάθαιρον. ὁ μέντοι κατὰ τὸ γάλα οὐρὸς δοκεῖ μὴ ἑλκυσθῆναι εἰς Ἰωνίδα διάλεκτον· οὕτω δὲ οὐδὲ ὁ παρὰ Ἀττικοῖς ζωϊκὸς ὄρος ὁ καὶ αὐτὸς ψιλούμενος. αὐτὸν δὲ διέστειλε τοῦ ὄρους ἡ διπλόη τοῦ ρ. εὕρηται γὰρ ὄῤῥος ἐν ἁπλότητι παρὰ τῷ κωμικῷ τόπος ὢν περὶ τοὺς γλουτοὺς, ὁ καὶ ταῦρος. ἐν μέντοι συνθέσει προσλαμβάνει καὶ αὐτὸς παρά τισι τὸ υ. ὀῤῥωδεῖν μὲν γὰρ καὶ ὀροπύγιον ὀρνέων, οὐ μὴν κατά τινας ὀρθοπύγιον, ἀνάλογον καὶ κοινότερον. Ἰωνικὸν δέ που τὸ οὐροπύγιον, ὄρος ὄν, φασι, πυγῆς, ἀφ' οὗ καὶ ὀῤῥωδεῖν τὸ εὐλαβεῖσθαι. οἱ γὰρ εὐλαβούμενοί, φασι, κατά τι ἀνασπῶσι τὰ κατ' αὐτόν. καὶ τὰ ἄλογα δὲ ὑποστέλλει τὴν οὐρὰν, ὅτε εὐλαβεῖται. ἐκ τοῦ παρακολουθοῦντος οὖν ὀῤῥωδεῖν, τὸ τὸν τοιοῦτον ὄῤῥον ἰδίειν, ὃν οὐρὰν οἱ ἰδιῶται φασὶν, οἷα τῆς οὐρᾶς αὐτῷ παρωνυμουμένης. καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ ἀῤῥωδεῖν διὰ τοῦ α στερητικῶς εἴρηται κατὰ Ἐρέννιον Φίλωνα. δηλοῖ γὰρ τὸ μὴ ὀῤῥωδεῖν, ἀλλὰ καταφρονεῖν καὶ τεθαρηκέναι. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὄρος ἐνδεδυμένον ὕλῃ, ληφθῆναι δοκεῖ καὶ τὸ, ὕδωρ ἀμφιένυσθαι τὸν δύντα καθ' ὕδατος, καὶ πυρὶ σπαργανοῦσθαι τὸν πυρούμενον. ἐντεῦθεν δὲ καὶ ἱμάτια πόλεως ὁ τειχισμός. τῇ ῥηθείσῃ δὲ Ὁμηρικῇ ἐννοίᾳ συγγενὲς καὶ τὸ, λάϊνον ἕσασθαι χιτῶνα, τὸν λίθοις χωσθέντα.

(Vers. 433.) Τὸ δὲ, Ἠέλιος μὲν ἔπειτα καὶ ὁ ἐφεξῆς στίχος, περίφρασίς ἐστι τοῦ, γέγονεν ἡμέρα. δῆλον δὲ, ὡς Ἥλιος οὐ μόνον ὁ φαινόμενος ἀστὴρ, ὡς καὶ ἐνταῦθα καὶ ἐν τῷ, Ἠέλιος δ' ἀνόρουσε καὶ ἑξῆς, ἀλλά που καὶ σωματικὸς δαίμων, ὡς ἐν τῷ, Ἠέλιος μὲν σκοπιὴν ἔχε, καὶ, Ἠέλι', ἤτοι σὺ μετ' ἀθανάτοισι φάεινε.

(Vers. 434.) Ἀκαλαῤῥείτης δὲ Ὠκεανὸς κατὰ τοὺς σοφοὺς ὁ ἀκαλῶς καὶ ἡσύχως ῥέων, ὅ ἐστι πλημύρων, ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη. τὰς γὰρ ἐπιβάσεις, φασὶ, τῶν πλημυρίδων, ἃς πολλαχοῦ ποιεῖ, πραείας ποιεῖ καὶ οὐ τελείως ῥοώδεις.

(Vers. 435.) Βῆσσα δὲ ἡ μὲν τοῦ ὄρους ἐν δυσὶ σσ· πόλις δέ τις Βῆσα ἐν τῇ Βοιωτίᾳ γράφεται καὶ δι' ἑνός. Ἐπακτῆρες δὲ οἱ κυνηγοί. καὶ ὡς μὲν ἐκ τοῦ ἐπάγειν ἡ λέξις γίνεται, δηλοῖ ὁ ποιητὴς μετ' ὀλίγα ἐν τῷ, ὡς ἐπάγοντες ἐπῇσαν. διττὴ δὲ τῆς λέξεως ἔννοια· ἢ γὰρ διότι ἐπάγονται κύνας, ὅθεν καὶ συνθέτως [211] κυνηγοὶ λέγονται, ἢ ὅτι ἐπὶ τοῖς κυσὶν, ἤγουν μετὰ τοὺς κύνας ἄγονται εἰς θήραν, διὰ τὸ ἐκείνους προϊέναι, ὡς δηλοῖ τὸ, ἵκανον ἐπακτῆρες, πρὸ δ' ἂρ αὐτῶν κύνες ἤϊσαν.

(Vers. 445.) ὧν παράφρασις τὸ, ὡς ἐπάγοντες ἐπῇσαν, ἤγουν μετ' ἐκείνους καὶ ἤϊσαν. δῆλον δὲ, ὅτι ἐκ τοῦ ἤϊσαν τὸ ἐπῇσαν συνῄρηται. Ἰστέον δὲ ὅτι καὶ ἐπακτρεῖς ἐλέγοντο οἱ κυνηγοὶ, ὡς δηλοῖ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι ἐπακτρίδες αἱ ἁλιάδες· ἐπακτρεῖς γὰρ οἱ κυνηγοί. ὅτι δὲ ἀπὸ τῆς ῥηθείσης ἐπακτρίδος καὶ ἐπακτροκέλης κατὰ Αἴλιον Διονύσιον πλοῖον λῃστρικὸν, προδεδήλωται.

(Vers. 436.) Τοῦ δὲ ἰχνευταὶ περίφρασις ὂν τὸ, ἴχνι' ἐρευνῶντες, κάλλιον ἐκείνου πέφρασται. Ὅρα δ' ἐνταῦθα τὸ, ἴχνι' ἐρευνῶντες, ὑποδύσκολον ὂν τῇ φράσει καὶ λαβυρινθῶδες κατὰ τὰ νῦν σχεδικά. ἦν μὲν γὰρ καὶ ἴχνη γράψαι διὰ τοῦ η, εἵλετο δὲ ἡ ποίησις τὸ ἴχνια. καὶ ἐσημειώθη ἐν ἄλλοις καὶ ἕτερα τοιαῦτα.

(Vers. 438.) Τοῦ δὲ κραδάων τὸ θέμα πρωτότυπον τοῦ κραδαίνω ἐστί. Λόχμην δὲ καὶ ξύλοχον εἰπεῖν ταυτὸν ἐν τοῖς ῥηθεῖσι φαίνεται.

(Vers. 439.) Ὁ δὲ σῦς, ὡς καὶ αὐτὸ ἐν ῥητορικῷ κεῖται λεξικῷ, καὶ ἀσχέδωρος λέγεται. φησὶ γάρ· ἀσχέδωρος, ὁ σύαγρος παρὰ Ἰταλιώταις. ἠγνόησαν δέ, φησιν, οἱ ἀποδόντες τὸν ἄσχετα δωρούμενον, ἤγουν οἱ ἑρμηνεύσαντες, ὅτι ἀσχέδωρός ἐστιν ὁ ἄσχετα δωρούμενος, ὡς οἷά τις μεγαλόδωρος. χρῆσις δέ, φασιν, ἀσχεδώρου, παρ' Αἰσχύλῳ, διατρίψαντι ἐν Σικελίᾳ καὶ εἰδότι. φησὶ γάρ· ἔδυ δ' ἐς ἄντρον ἀσχέδωρος ὥς. λέγει δὲ καὶ ἡ κωμῳδία· ἔνθ' οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ, οὔτ' ἀσχέδωρος νεμόμενος καπρώζεται. ἔνθα καὶ ὅρα τὸ καπρώζεται, οὗ, ὥς που καὶ ἐν Ἰλιάδι παρεσημάνθη, θέμα παρ' ἄλλοις πρωτότυπον τὸ καπρῶ. ἐξ οὗ καὶ γυνὴ καπρῶσα ἡ μάχλος. ἐτυμώτερον δὲ κατὰ τὸν Ἀθήναιον τὸ σῦς ἐν τρισὶ γράμμασιν ὡς ἀπὸ τοῦ σεύεσθαι καὶ ὁρμητικῶς ἔχειν τὸ τοιοῦτον ζῷον. τέτριπται δὲ καὶ τὸ λέγειν ὗς δίχα τοῦ πρώτου σίγμα. οἱ δέ φασιν εἰρῆσθαι σῦν ὡς οἱονεὶ θῦν τὸν εἰς θυσίαν εὐθετοῦντα. Δῆλον δὲ ὅτι καὶ ὄνομα ἰχθύων ὕες, οἷον, ἐν δ' αἴνῳ καὶ τῷ πόντῳ, τὴν ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμίτην ὀρυκτήν. Ἔτι ἰστέον καὶ ὅτι σύαγρος οὐ παρὰ πᾶσιν ὁ ἀπὸ συὸς ἀγρίου σύνθετος, ἀλλὰ καὶ κύων ὁ σύας ἀγρεύων. Σοφοκλῆς σὺ δ', ὦ σύαγρε, Πηλιωτικὸν βρέφος. παρὰ δὲ Ἡροδότῳ ἔστι καὶ κύριον ὄνομα Σύαγρος. καὶ ὅτι σῦς ἀσχέδωρος εἰρῆσθαι δοκεῖ οὐχ' ὁ ἁπλῶς, οἷον ὁ σίαλος ἢ ἡ ἀγελαῖος, ἀλλ' ὁ μονιὸς, ἤδη δὲ καὶ ὁ χλούνης, ὁ καὶ χαλεπὸς καὶ ἄλκιμος, ὃν δὴ χλούνην οἱ ἐκτομίαν, φασὶ, λέγοντες τελείως ἀπήρτηνται τοῦ ὑποκειμένου, ἤγουν αἰωροῦνται, ἠερέθονται, οὐδὲν ἔμπεδον καὶ βέβαιον λέγουσιν, ἀλλὰ δηλαδὴ ἀνεμώλια λαλοῦσι καὶ οὐδέν τι τοῦ ὑποκειμένου ἅπτονται. Ὅρα δ' ἐν τούτοις καὶ τὸν μονιὸν σῦν, οὗ διενήνοχεν ὁ μονίας, καθὰ καὶ ὁ μονώτης, λεγόμενα ἐπὶ ἀνθρώπου ἐρημάζοντος. ἐπὶ τούτοις ἰστέον καὶ ὅτι, καθὰ καὶ ὗς θαλάσσιος, οὕτω καὶ κάπρος, ὡς δηλοῖ καὶ Ἀθήναιος ἐν τῷ, κάπρον ἂν ἐσίδῃς θαλάττιον, ὠνοῦ καὶ μὴ καταλίπῃς κἂν ἰσόχρυσος ἔνι, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπ' ἀθανάτων· τὸ γάρ ἐστι νέκταρος ἄνθος· ὃ παραποίησίς ἐστι τοῦ, νέκταρος ἀποῤῥὼξ, ὡς καὶ προεγράφη.

(Vers. 444.) Ἐν δὲ τῷ, κτύπος ποδοῖϊν, ὅρα ὡς ἀπὸ μέρους τοῦ κατ' ἄνδρας ἔφρασε τὸ ποδοῖϊν, οὐ προσλογισάμενος καὶ τοὺς τετράποδας κύνας.

(Vers. 446.) Τὸ δὲ φρίσσειν ὅτι κυρίως τριχῶν δηλοῖ ὄρθωσιν, πολλαχοῦ δεδήλωται. διὸ πάνυ κυριολεκτεῖται ἐνταῦθα τὸ, φρίξας λοφιάν. Λοφιὰ δὲ ἐπὶ συὸς κυριολεκτεῖται, καθά περ ἡ χαίτη ἐπὶ ἵππου καὶ λέοντος. ἴσως δὲ ἡ λοφιὰ καὶ ἐπὶ τοιούτων λέγεται, ὡς δηλοῖ ὁ γράφων, ζῷα λόφουρα τὰ, ὥς φασί τινες, ἔχοντα λόφους καὶ οὐράς. πρὸς ὃ ἔστιν εἰπεῖν, ὡς διαφέρει λόφος καὶ λοφιά. λέγεται δὲ λοφιὰ ὡς ἐν τῷ λόφῳ οὖσα ἤγουν τῷ περὶ τὸν αὐχένα τόπῳ, περὶ οὗ εἰς τὸ καταλοφάδια προγέγραπται. Τὸ δὲ, πῦρ ὀφθαλμοῖσι δεδορκὼς, ἀντὶ τοῦ, ὡς πῦρ βλέπων. καὶ ἔστιν ὅμοιον τῷ, ὄσσε δέ οἱ πυρὶ ἐΐκτην.

(Vers. 448.) Τὸ δὲ, πρώτιστος ἔσσυτο ἀνασχόμενος, τουτέστιν ἀνατείνας δόρυ, πιθανὸν ποιεῖ καὶ τὸν παρὰ Φαίαξι λόγον αὐτοῦ τὸ, πρῶτος ἂν ἄνδρα βάλοιμι, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι παρασταῖεν. ἔοικε δὲ νῦν δι' ἀπειρίαν τὴν ἐκ νεότητος ἀτέχνως θρασύνασθαι ὁ Ὀδυσσεύς. διὸ καὶ φθάμενος ἔλασεν αὐτὸν σῦς.

(Vers. 450.) Τὸ δὲ διήφυσε βάθος δηλοῖ τῆς πληγῆς ἕως ἐγγὺς τοῦ ὀστέου. διὸ καὶ τὴν οὐλὴν εἰκὸς βαθεῖαν οὖσαν ῥᾷον γνωσθῆναι ἂν ὑπὸ τῆς Εὐρυκλείας καὶ ἐν σκότῳ. ἄλλως γὰρ ἐπίπεδος οὖσα καὶ ὁμαλὴ οὐκ ἂν ἔγνωστο. ἀστείως δὲ ἐῤῥέθη τὸ διήφυσε καὶ ἀσφαλῶς, ὡς πολλῆς ἐκεῖθεν ὑγρᾶς σαρκὸς οἷον ἐξαντληθείσης. διάφορον δὲ τὸ διήφυσε πρὸς τὸ ἐπήφυσε τὸ πρὸ βραχέων ῥηθέν. Ῥᾳδία δὲ πάντως ἡ δι' ὀδόντος πληγὴ τῷ συΐ. χαυλιόδων γάρ ἐστι, τουτέστι κεχαλασμένον τὸν ὀδόντα [212] ἔξω ἔχων καὶ ὡς οἷά τι βέλος ἀεὶ προβεβλημένος αὐτόν. δῆλον δ' ὅτι ὁ χαυλιόδων καὶ προόδων ἂν λέγοιτο κατὰ τοὺς παλαιοὺς, οἵ φασιν, ὅτι προόδων ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος.

(Vers. 451.) Τὸ δὲ λικριφὶς ἀΐξας, ὅ ἐστι πλαγίως, ὡς ἡ Ἰλιὰς δηλοῖ, συὸς ἴδιον. οὕτω γὰρ σχηματισθεὶς ἐπέρχεται πλήξων. Τὸ δὲ, οὐδ' ὀστέον ἵκετο φωτὸς, ἀσφαλίζεται τὴν ὠκύτητα τοῦ Ὀδυσσέως, ἣν ἡ Ἰλιὰς ἐν τῷ ἐπιταφίῳ ἱστορεῖ ἀγῶνι. οὐ γὰρ ἂν ἦν ἴσως ὠκύπους ὁ καὶ τὸ ὀστέον τηνικαῦτα θραυσθεὶς ὑπὸ τοῦ συός.

(Vers. 453.) Τὸ δὲ ἀντικρὺ διῆλθε καὶ ὡς ἄν τις εἴπῃ διαμπερὲς, γενναῖον δηλοῖ τὸ τοῦ Ὀδυσσέως οὔτασμα. γέγονε δὲ τὸ οὕτως ἀντικρὺ διὰ τὸν ὠθισμὸν τοῦ συός. ὅτι δὲ ἐκ τοῦ οὐτῆσαι ἡ ὠτειλὴ, δῆλον ἐκ τῶν τῆς Ἰλιάδος. καὶ ὡς ταυτὸν οὐτῆσαι καὶ πλῆξαι καὶ τύψαι, καὶ ὡς διαφέρουσι τοῦ βάλλειν. οὕτω δὲ δῆλον καὶ ὅτι προηγησαμένης που ὠτειλῆς ὡς ἐπὶ Ὀδυσσέως ἢ καὶ ἄλλως ἁπλῶς εἰπεῖν πληγῆς, ὕστερον μετὰ θεραπείαν τοῦ τραύματος ἐπιγίνεται ἡ οὐλή· ὥς τε ἀκυρολογεῖν, ὥς φασιν οἱ παλαιοὶ, τὸν λέγοντα οὐλὴν ἀντὶ ὠτειλῆς.

(Vers. 457.) Ἐν δὲ τῷ, ἐπαοιδῇ δ' αἷμα ἔσχεθον, ἔστι νοεῖν ὅτι, καθά περ τὰ περίαπτα· τοιοῦτον γάρ τι ὁ κεστὸς ὁ ἐν Ἰλιάδι· οὕτω καὶ τὴν δι' ἐπαοιδῶν θεραπείαν οἶδεν ὁ ποιητής. πρωτότυπον δὲ τῆς ἐπῳδῆς ἡ ἐπαοιδή.

(Vers. 460.) ἐκ δὲ τοῦ ἰησάμενοι Ἰωνικοῦ γίνεται ἰητρὸς, ὥς περ ἐκ τοῦ κοινῶς ἰάσασθαι ὁ ἰατρός.

(Vers. 465.) Τοῦ δὲ θηρεύοντα προϋπάρχειν δοκεῖ ἢ τὸ θηράω, θηρῶ, ἢ μᾶλλον ἄῤῥητόν τι τὸ θηρέω. ἐξ οὗ τὸ θηρεύω κατὰ τὸ χέω, χεύω, ζητέω, ζητεύω παρ' Ἡσιόδῳ, καὶ τὰ ὅμοια. προϋπάρχει δὲ τούτων ὁ θὴρ ὁ καὶ φὴρ Αἰολικῶς, καθὰ ἐδήλωσεν ἡ Ἰλιάς· ἔτι δὲ καὶ ἡ θήρα, ᾗ ὁμώνυμος νῆσος Θήρα ἡ παρὰ Πινδάρῳ, ἧς οἱ νησιῶται Θηραῖοι, ὧν τῆς γλώσσης ἴδιον τὸ λέγεις λέγει καὶ τὰ λοιπὰ τοιαῦτα ῥήματα δίχα τοῦ ἰῶτα προφέρειν· λέγες γάρ φασι καὶ λέγε, ἀκολούθως δὲ καὶ τύπτες τύπτε καὶ τὰ ἄλλα ὁμοίως· καὶ δοκοῦσι καὶ οἱ τοιοῦτοι δωρίζειν. ἐπεὶ οἱ Δωριεῖς τὸ τύπτειν καὶ λέγειν ἐκ τοῦ, ὡς εἴρηται, τύπτε καὶ λέγε, τύπτεν καὶ λέγεν φασὶ προσθέσει τοῦ ν· ὅθεν τὸ τυπτέμεν καὶ λεγέμεν, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Τοῦ δὲ ἔλασε σῦς, ὅ πέρ ἐστιν ἔπληξεν, ἐνεργέστερον τὸ διήλασε. τὸ μέντοι κατήλασε κωμικὸν σκῶμμα ἐστίν.

(Vers. 466.) Ὁ δὲ Παρνησὸς, ὃν ἡ κοινὴ χρῆσις διὰ τοῦ α λέγει Παρνασὸν, πολὺς ἐν ταῖς ἱστορίαις, φυλάσσων μέχρι καὶ νῦν παρὰ Βοιωτοῖς ὑποβάρβαρον τὸ ἀρχαῖον ὄνομα. Τερνεσὸν γὰρ αὐτὸν παραλαλοῦντες φασὶν οἱ ἐγχώριοι. ἡ δὲ διὰ τῶν δύο σσ γραφὴ τοῦ Παρνησσοῦ κατήργηται παρὰ τοῖς ὕστερον. καὶ τοιαῦτα μὲν τὰ τοῦ εἰρημένου Ὁμηρικοῦ χωρίου λεπτά. Ὅτι δὲ τοῖς παλαιοῖς περισπούδαστον ἦν τὸ κυνηγετεῖν, αἱ παλαιαὶ πράξεις δηλοῦσιν. ἐν αἷς μυρία πρόσωπα λαμπρὰ περιᾴδονται, χαίροντα τῇ θηρατικῇ τέχνῃ καὶ εὐδοκιμοῦντα περὶ αὐτήν. ὅτι μηδὲ ἔστιν εἰκαῖον ἔργον αὕτη, ἀλλὰ γυμνάσιον πολεμικὸν, δίχα γε τοῦ καὶ βίον προσπορίζειν ἐνιαχοῦ ὅλοις ἔθνεσιν. ἦσαν δὲ καὶ γέρα θήρας παρά τισι. Μακεδονικὸν οὖν ἔθος ἱστόρηται, γέρας εἶναι τῷ ἔξω λίνων ὗν κεντήσαντι μὴ καθῆσθαι ἐν δείπνοις, ἀλλὰ κατακλίνεσθαι. ἕως δὲ τότε καθήμενοί, φασιν, ἐδείπνουν. Κάσανδρος οὖν ἀνδρεῖός τε ὢν καὶ κυνηγὸς ἀγαθὸς πέντε καὶ τριάκοντα ἐτῶν γεγονὼς, ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνάμενος τὸ ἆθλον ἐκτελέσαι. ἄλλως δὲ ὅτι ἐκαθέζοντο ἐν τοῖς δείπνοις οἱ ἥρωες, οὐ μὴν κατεκέκλιντο, δῆλον ἐστί. λέγεται γοῦν, ὡς καὶ Ἀλέξανδρός ποτε εἰς ἑξακισχιλίους ἡγεμόνας ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων ἁλουργοῖς περιστρώσας ἱματίοις. καὶ Ἀθήνῃσι δέ, φασι, καθήμενοι ἐδείπνουν ἐν πρυτανείῳ.

(Vers. 467.) Ὅτι τὴν ῥηθεῖσαν οὐλὴν γραῦς χείρεσσι καταπρηνέσσι λαβοῦσα γνῶ ἐπιμασσαμένη, τουτέστιν ἐφαψαμένη, πόδα δὲ προέηκε φέρεσθαι· ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός· ἂψ δ' ἑτέρωσ' ἐκλίθη ἢ ὁ λέβης ἢ αὐτή. τὸ δ' ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ· τὴν δ' ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα· τὼ δέ οἱ ὄσσε δακρυόφιν πλῆσθεν· ὅθεν λαβών, φασι, Σοφοκλῆς ἔφη, ὡς χάρμα ὑφέρπει δάκρυον ἐκκαλούμενον. θαλερὴ δέ οἱ ἔσχετο φωνή. ἁψαμένη δὲ γενείου εἶπεν· ἦ μάλ' Ὀδυσσεύς ἐσσι φίλον τέκος, οὐδέ σ' ἔγωγε πρὶν ἔγνων, πρὶν πάντα ἤγουν ὅλον ἄνακτα ἐμὸν ἀμφαφάασθαι. ἔφη καὶ Πηνελόπην ἐσέδρακεν πεφραδέειν ἐθέλουσα, φίλον πόσιν ἔνδον ἐόντα. ἡ δ' οὔτ' ἀθρῆσαι δύνατ' ἀντίη, οὔτε νοῆσαι· τῇ γὰρ Ἀθηναίη νόον ἔτραπε, τουτέστιν ἡ τοῦ Ὀδυσσέως φρόνησις, ὃς οἷα εἰκὸς, λαβόμενος τῆς γραὸς ἐκ τῆς φάρυγγος, οὐκ ἀφίει λαλεῖν, καὶ οὐ μόνον, ἀλλ' οὐδὲ νοεῖν, ὡς ἀγωνιῶσαν ἐφ' ἑαυτῇ. διὸ οὐδὲ ἀθρῆσαι εἶχεν, ὅτι μηδὲ νοῆσαι. νοῦς γὰρ ὁρᾷ, ὥς περ καὶ ἀκούει. φησὶ γοῦν ὅτι Ὀδυσσεὺς χειρὶ ἐπιμασάμενος, φάρυγος λάβε δεξιτερῇ χειρί. τῇ δ' ἑτέρῃ [213] ἐγγὺς ἐρυσάμενος ἔφη ἱκετευτικῶς· μαῖα, τίη μ' ἐθέλεις ὀλέσαι; σὺ δέ μ' ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ. νῦν δ' ἄλγεα πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλ' ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, σίγα, μή τις ἄλλος πύθηται.

(Vers. 488.) εἶτα τῇ παρακλήσει ἀναμίξας ἀπειλὴν φησὶν, ὡς εἴ περ ὑπ' ἐμοὶ θεὸς δαμάσει μνηστῆρας, οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι ὁππότ' ἂν ἄλλας δμωὰς ἐν μεγάροισιν ἐμοῖς κτείναιμι γυναῖκας· ἢ καὶ κατ' ἄλλην γραφὴν, κτείνῳμι κατὰ ἔκτασιν ἐκ τοῦ κτείνοιμι. Καὶ σημείωσαι ὅπως πάνυ κινδυνώδη καὶ ἐναγώνιον ποιήσας Ὅμηρος τὴν τοῦ ἀναγνωρισμοῦ περιπέτειαν καὶ σχεδὸν εἰς ἄλυτον περιαγαγών· παραβραχὺ γὰρ ἐπεγνώσθη ἂν ὁ Ὀδυσσεὺς τῇ γυναικὶ καὶ οὕτως ἠχρειοῦτο ἡ πιθανότης τοῦ δράματος· ὅμως αὖθις αὐτὰ κατέστησεν οἴκτῳ τε ἱκετείας καὶ ἀπειλῇ, καὶ κατώρθωσεν ἀναγνωρισθῆναι τὸν Ὀδυσσέα μόνῃ τῇ γραῒ, ὃ καὶ συνήνεγκεν αὐτῷ ὕστερον. συντελέσει γάρ τι καὶ ἡ γραῦς εἰς τὴν μνηστηροκτονίαν, ὡς εἴρηται. Ἔτι σημείωσαι καὶ ὡς ἐπὶ τοῖς συμβεβηκόσιν ἄρτι οὐδέν τι τῶν ἁπάντων ἡ Πηνελόπη παρεσημήνατο. καὶ τοῦτο εὐλόγως. δακρύουσα μὲν γὰρ οὐχ' ὁρᾶται ἡ γραῦς, διότι Ὀδυσσεὺς ἀπ' ἐσχαρόφιν ἵζων ποτὶ σκότον ἐτράπετο οὐκέτι ἀσσοτέρω παρακαθήμενος τῇ Πηνελόπῃ. διὸ οὐ δῆλον ἦν οὐδὲ εἰ τὴν φωνὴν ἐπεσχέθη ἡ γραῦς, καὶ οὐδὲ τοῦ γενείου ἁψαμένη ὁρᾶται οὐδὲ μὴν τοῦ φάρυγγος κρατουμένη διὰ τὴν αὐτὴν αἰτίαν. εἰ δὲ καὶ προσεῖπε τὸν Ὀδυσσέα, ὀλίγιστά τε ἦσαν ἐκεῖνα, καὶ ὑφειμένως δηλαδὴ, ὡς εἰκὸς, ἐλαλήθη. οὐ γὰρ εἶχε γεγωνοτέρᾳ χρήσασθαι τῇ φωνῇ.

(Vers. 468.) Τὸ δὲ ἀφεθῆναι τὸν πόδα καὶ τὸν χαλκὸν ἠχῆσαι καὶ τὸ ὕδωρ χεθῆναι, δῆλα μὲν πάντως καὶ τῇ Πηνελόπῃ· δοκοῦσι δὲ δι' ἀσθένειαν γενέσθαι τῆς γραός· ὀλιγεπηλέουσα γὰρ εἶναι ὑπόκειται. διὸ καὶ τοῦ μεγάρου ἐκβαίνουσα μετ' ὀλίγον ἐφ' ᾧ οἴσεσθαι ποδάνιπτρα, ἐπεὶ τὰ πρότερα ἔκχυτο πάντα, οὐκ ἐρωτᾶται ὑπὸ τῆς δεσποίνης, ὡς τῶν προτέρων διὰ τὴν αὐτῆς ὀλιγηπελίαν ἐκχυθῆναι δοκούντων. τὰ δὴ τοιαῦτα οὐκ ἂν οὕτως εὐοικονομήτως διεσκευάσθησαν εἰς τὸ πιθανὸν, εἴ τις νέα καταδρήστειρα ἔνιψε τὸν Ὀδυσσέα. καλῶς ἄρα ἐπελέγη γραῦς αὕτη μαῖα φίλη τῷ Ὀδυσσεῖ, δι' ἧς πιθανῶς τὸ δρᾶμα τῷ ποιητῇ διεσκεύασται.

(Vers. 472.) Ἰστέον δὲ, ὡς εὖ ἔσχε τῷ Ὀδυσσεῖ καὶ ὅτι θαλερὴ ἔσχετο φωνὴ τῇ γραῒ, ὡς ἂν μὴ ἐκβοήσῃ. Ἔνθα καὶ ὅρα τὸ θαλερή. οὐ γὰρ ἁπλῶς ἡ φωνὴ αὐτῇ ἐπεσχέθη· οὐ γὰρ ἂν οὐδὲ προσεῖπε τὸν Ὀδυσσέα, ἀλλὰ τὸ θαλερὸν τῆς φωνῆς. ὅτε μέντοι καὶ τοῦ φάρυγγος αὐτῆς ἐλάβετο, τότε οὐδὲν οὐδόλως εἶχε λαλεῖν. Ὅρα δὲ καὶ ὅτι μᾶλλον ὁ Ὀδυσσεὺς ἀπὸ τῆς συμβεβηκυίας αὐτῷ οὐλῆς ἐγνωρίζετο ἢ ἐκ τῶν δώρων τῆς φύσεως· ὃς ἄλλως μὲν ἔπειθε τὴν γραῦν, ὅτε κομιδῆ ἀπειλημμένος ἦν ἐν στενῷ καὶ πρὸς αὐτῷ τῷ ἐλεγχθῆναι ἐτύγχανεν. ὡς δὲ καὶ τῆς οὐλῆς ἅψοιτο, ἔγνω τὸν ἄνακτα. ἐξ αὐτῆς δὲ καὶ τῷ Εὐμαίῳ καὶ τῷ Φιλοιτίῳ ὕστερον ἀναγνωρίζεται. Ἀριστοτέλης δέ, φασιν, ἐπιλαμβάνεται τοῦ τοιούτου ἀναγνωρισμοῦ, λέγων ὡς ἄρα κατὰ τὸν ποιητὴν τῷ τοιούτῳ λόγῳ πᾶς οὐλὴν ἔχων Ὀδυσσεύς ἐστι. τὸ δέ ἐστιν οὐχ' ἁπλῶς τοιοῦτον, ἀλλὰ συμβάλλεταί τι καὶ τὸ ποιὸν τῆς, ὡς ἐῤῥέθη, ἀξιολόγου οὐλῆς σύν γε τοῖς ἄλλοις. καὶ γὰρ κατὰ τὸν τῆς γραὸς λόγον καὶ δέμας καὶ φωνὴν καὶ πόδας ὁ παρὼν ξένος ἐῴκει τῷ Ὀδυσσεῖ.

(Vers. 467.) Χεῖρες δὲ καταπρηνέες αἱ φυσικῶς ψηλαφῶσαι κατὰ τὸ θέναρ, ὁποίαις καὶ δραττόμεθα· ὥς περ αὖ πάλιν ὑπτίαις χερσὶ δεχόμεθα τὰ διδόμενα.

(Vers. 469.) Τὸ δὲ, ἐν λέβητι πέσε κνήμη, σφοδράν τινα δηλοῖ καταφορὰν διὰ τοῦ ἐνέπεσε, διὸ καὶ καναχεῖ ὁ χαλκός. ἐμπίπτει δὲ ὁ ποὺς τῷ λέβητι, διότι ἀνελπίστως ἀφείθη φέρεσθαι. τοῦτο δὲ γέγονεν ἐκλυθείσης τῆς γραός· διὸ καὶ ἂψ ἑτέρωσ' ἐκλίθη. ἡ δὲ τῆς κνήμης ἔμπτωσις οὐ μόνον καναχῆσαι τὸν χαλκὸν ἐποίησεν, ἀλλὰ καὶ τὸ ὕδωρ ἐξέχεεν ἀνατραπέντος τοῦ λέβητος, ἐπίτηδες καὶ ταῦτα πλάττοντος τοῦ ποιητοῦ διὰ τὸ τῆς περιπετείας ἐναγωνιώτερον.

(Vers. 480.) Ὅρα δὲ καὶ τὸ φάρυγος δι' ἑνὸς γ γραφὲν κἀνταῦθα, καθὰ καὶ ἐν τῷ, φάρυγος δ' ἐξέσσυτο οἶνος, ὡς ἀπὸ τοῦ φάρυξ ὡς δοῖδυξ, εἰ καὶ διὰ τοῦ κ ἐκεῖνο κλίνεται. καὶ δοκεῖ τοῦτο εἶναι φυσικώτερον, καθὰ καὶ τὸ ἴυξ τοῦ ἴυγξ ἴυγγος. ἐκεῖ γὰρ δι' εὐφωνίαν δοκεῖ τὸ ν ἤγουν τὸ ἀντ' αὐτοῦ γ τεθεῖσθαι. ἀπὸ γὰρ τοῦ ἰύζω ἰύξω ἴυξ ἐστὶ τὸ φυσικὸν κατὰ ἀποβολὴν τοῦ ἐν τῷ μέλλοντι ω. ἴσως δ' ἐκ τῆς μονογαμμάτου φάρυγος καὶ αἱ Φαρύγαι, τὸ τοπικὸν ὄνομα.

(Vers. 482.) Τὸ δὲ, σύ μ' ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ, τὴν μαῖαν ὑπογράφει. τοιαύτη γὰρ ἡ κυρίως μαῖα κατὰ μητέρα τρέφουσα. διὸ καὶ ὁμοίως ἄμφω παράγονται· ἀπὸ τοῦ μῶ γὰρ τὸ ζητῶ καὶ ἡ μαῖα καὶ ἡ μήτηρ.

(Vers. 485.) Τὸ δὲ, θεὸς ἔμβαλε θυμῷ, θεῖόν τι δηλοῖ τὸν τοῦ Ὀδυσσέως ἀναγνωρισμὸν εἶναι. οὐ γὰρ ἂν ἄλλως ἡ γραῦς [214] ἀνέγνω τὸν ἠλλοιώμενον ὑπὸ τῆς Ἀθηνᾶς.

(Vers. 488.) Τὸ δὲ, ὑπ' ἐμοὶ δαμάσει μνηστῆρας, συνήθως ἔχει τὴν ὑπο πρόθεσιν συντεταγμένην μετὰ δοτικῆς. Χρὴ δὲ σημειώσασθαι καὶ οἵοις προσώποις ἑαυτὸν καὶ ὅπως ἐπίστευσεν Ὀδυσσεὺς, ἵνα καὶ οὕτως ἡ ποιητικὴ ποικιλία διαδειχθείη καὶ τὸ τῆς πλάσεως πολύτροπον. Τηλεμάχῳ μὲν γὰρ ὡς υἱῷ γνωρίζεται καὶ ἑκών. ἔγνω γὰρ οἷος ἦν, ὃς καὶ ἀπεδήμησε δι' αὐτὸν, Εὐρυκλείᾳ δὲ ἄκων τῇ καὶ τροφῷ καὶ οἷον μητρὶ, Εὐμαίῳ δὲ καὶ Φιλοιτίῳ πρὸς αὐτῇ τῇ ἀκμῇ τοῦ ἔργου γνωσθήσεται. τί γὰρ ἔδει πρῴην; τῇ μέντοι γυναικὶ Πηνελόπῃ ἁπάντων ὕστερον. οὐ γὰρ ἐχρησίμευσεν ἐκείνη εἰς οὐδὲν, ἀλλὰ καὶ προσέβλαψεν ἂν τῆς πολλῆς ἀνεθεῖσα σκυθρωπότητος καὶ ὑποψίαν οὕτω τοῖς μνηστῆρσιν ἐνθεῖσα τοῦ τὸν Ὀδυσσέα δι' ἐλπίδος εἶναι αὐτῇ, καὶ ἄλλως οὐδὲ τερατείαν τινὰ εἶχεν οὕτω τὸ πρᾶγμα Ὁμηρικῇ ποιήσει πρέπουσαν. παραδόξως οὖν καὶ πολυτρόπως ἀνεγνωρίσθη πᾶσιν, οἷς ἦλθεν εἰς γνῶσιν, μηδενὸς ἀναγνωρισμοῦ συμπεσόντος ἑτέρῳ ἀναγνωρισμῷ τὸ σύνολον· ἄλλως γὰρ τῷ Τηλεμάχῳ, ἑτέρως τῇ Εὐρυκλείᾳ, ἑτεροίως τοῖς δούλοις, παραδοξότερον δὲ τῇ Πηνελόπῃ, ἄλλον δὲ τρόπον τῷ Λαέρτῃ, καὶ ὅλως ἀνομοίως ἅπασιν.

(Vers. 492.) Ὅτι μετὰ τὸν ἀναγνωρισμὸν καὶ τὴν ῥηθεῖσαν τοῦ Ὀδυσσέως ἀπειλὴν ἡ Εὐρύκλεια, τέκνον ἐμόν, φησιν, οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ' ἐπιεικτόν. Καὶ ὅρα ὅτι τέκνον ὠνόμασε τὸν δεσπότην, ὃν, ὡς ἐκεῖνος ἔφη, ἐπὶ τῷ ἑαυτῆς ἔθρεψε μαζῷ.

(Vers. 494.) εἶτα ἑρμηνεύουσα, πῶς εἶπε τὸ ἐπιεικτὸν, φησίν· ἕξω δ' ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος. τοῦτο δὲ ἐκ τοῦ φθάσαντος δοκεῖ παραπεποιῆσθαι νοήματος τοῦ, ὀφθαλμοὶ δ' ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος. ἔστι δ' ἐπιεικτὸν κυρίως τὸ εἶκον ἁφῇ ὡς μαλακόν· οὐκ ἐπιεικτὸν δὲ τὸ ἀνάπαλιν. Ὅρα δὲ καὶ τὸ λίθος θηλυκῶς λεχθὲν ἐν τῷ, στερεὴ λίθος. Τὸ δὲ ἕξω ἀντὶ τοῦ κατάσχω τὸ πρᾶγμα, σιγήσω, κατὰ τὸ, ἀλλ' ἔχε σιγῇ μῦθον, ὃ κατωτέρω κεῖται· ἢ καὶ ἄλλως κοινότερον ἀντὶ τοῦ διατεθῶ, ἐφ' οἷς παραγγέλλεις.

(Vers. 495.) εἶτα τῆς γραὸς εὐνοϊκῶς ὑπισχνουμένης, εἴ περ ὑπ' αὐτῷ θεὸς δαμάσει μνηστῆρας, τότε καταλέξειν αὐτῷ γυναῖκας αἵ τε αὐτὸν ἀτιμάζουσι, καὶ αἳ νηλιτεῖς εἰσὶν ἢ νηλίτιδες ἀπὸ εὐθείας βαρυτόνου καθ' ἑτέραν γραφὴν.

(Vers. 500.) Ὀδυσσεὺς οὐ χρῆναι εἶπε τὴν γραῦν αὐτὰς μυθεῖσθαι· φράσομαι γάρ, φησι, καὶ αὐτὸς ἐγὼ καὶ εἴσομαι ἑκάστην·

(Vers. 502.) ἀλλ' ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεῷ. λόγος δὲ τοῦτο πεποιθότος τινὸς εἰς τὸ θεῖον. τὸ δὲ οὕτω τὸν Ὀδυσσέα τῶν γυναικῶν πειράσασθαι φθάσας ὁ Τηλέμαχος παρήγγειλε τῷ πατρί.

(Vers. 505.) Ὅτι καὶ τοὺς πόδας ἀπονιπτόμενοι ἐλαίῳ ἠλείφοντο οἱ παλαιοί. Εὐρύκλεια οὖν τὸν δεσπότην ἔνιψέ τε καὶ ἤλειψε λίπ' ἐλαίῳ. οὗ γενομένου αὖτις ἀσσοτέρω πυρὸς τοῦ κατὰ τὴν ἐσχάραν ἕλκετο δίφρον Ὀδυσσεὺς θερσόμενος, ἤγουν θερμανθησόμενος, ὡς διὰ τὸ νίψεσθαι, καθὰ ἐῤῥέθη, ποῤῥωτέρω γενόμενος.

(Vers. 507.) οὐλὴν δὲ κατὰ ῥάκεσσι κάλυψε, μὴ καὶ τῇ γυναικί ποθεν ἐκφανείη διὰ τὸ τῶν ῥακέων ῥωγαλέον.

(Vers. 510.) Ὅτι προσώπῳ γυναικείῳ μηδὲ ὑπνοῦν ἀφιεμένῳ ὑπὸ λύπης προσφυὲς εἰπεῖν ποτὲ τὸ, καὶ γὰρ δὴ κοίτοιο τάχα ἔσσεται ἡδέος ὥρη, ἤγουν ταχὺ ἔσται εὐνασθῆναι καιρὸς, ὅν τινά γ' ὕπνος ἕλοι γλυκερὸς καὶ κηδόμενόν περ. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων· ἤματα μὲν γὰρ τέρπομ' ὀδυρομένη γοόωσα, ἔς τ' ἐμὰ ἔργα ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ. αὐτὰρ ἐπὴν νὺξ ἔλθοι ἕλῃσί τε κοῖτος ἅπαντας, κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφ' ἀδινὸν κῆρ ὀξεῖαι μελεδῶναι ὀδυρομένην ἐρέθουσι.

(Vers. 517.) Καὶ ὅρα τὸ μελεδῶναι, οὗ ἡ εὐθεῖα ἡ μελεδώνη. ὅτι δὲ καὶ τρισυλλάβως ἔστιν ἡ μελεδὼν, οὐκ ἔστιν ἀμφιβαλεῖν. γίνονται δὲ ἀμφότερα παρὰ τὸ τὰ μέλη ἔδειν, ὅ περ ὅτι ἀπὸ τοῦ ἔθειν γίνεται τροπῇ τοῦ θῆτα εἰς δέλτα προείρηται. συγγενῆ γὰρ ἀλλήλοις τὰ τοιαῦτα φαίνεται σύμφωνα. διὸ καὶ ἀντιμεταχωρεῖ πρὸς ἄλληλα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων δεδήλωται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δὲ γέγραπται. ἡ τοιαύτη δὲ τῶν εἰρημένων συμφώνων φιλία ἐκ τοῦ τένδειν, ὅ πέρ ἐστιν ἐσθίειν κατὰ τὸ, ὃν πόδα τένδει, τὸν προτένθην ἐποίησεν, ὅς ἐστι προγεύστης, ὁ καὶ δέατρος παρὰ τὸ ἔδειν, οὐ μὴν ἐλέατρος· ἐκεῖνος γὰρ μάγειρός ἐστι παρὰ τοὺς ἐλεούς· ὧν χρῆσις ἐν τῷ, εἰν ἐλεοῖσιν ἔχευαν· ὁμοίας ἐναλλαγῆς καὶ τὸ μήδω μήθω καὶ τὰ ἐξ αὐτῶν. κατ' αὐτὴν δὲ καὶ μασθὸν καὶ μαθὸν διὰ τοῦ θῆτα εἰπεῖν ταυτόν ἐστιν, εἰ καὶ ἄλλως ὁ αὐτὸς μαστὸς διὰ τοῦ τ λέγεται ὡς μασητὸς ὢν βρέφεσιν. οὕτω δίχα τῶν ἄλλων καὶ ἐκ τοῦ δρῶ τὸ βλέπω, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη, ὅθεν καὶ τὸ ὑπόδρα ἰδεῖν καὶ ὁ δραπέτης. κατὰ τροπὴν ὁμοίαν γίνεται ἀθρεῖν τὸ ἄγαν βλέπειν, οἷον, οὔτ' ἀθρῆσαι δύνατο· εἰ μὴ ἄρα ἴσως εἴποι τις, ὅτι ὥς περ ἀπὸ [215] τοῦ διορῶ συγκέκοπται τὸ δρῶ, οὕτω καὶ ἀπὸ τοῦ θεωρεῖν τὸ θρεῖν, καὶ κατ' ἐπίτασιν ἀθρεῖν.

(Vers. 516.) Κῆρ δὲ ἀδινὸν ἢ τὸ οἰκτρὸν ἢ τὸ πυκινόν· τοιοῦτον γὰρ τὸ τῆς καρδίας σπλάγχνον.

(Vers. 510.) Τὸ δὲ κοῖτον ἡδὺν εἰπεῖν καὶ ὕπνον γλυκὺν, ταυτόν ἐστι. Τὰ δὲ ῥηθέντα προσεχῶς ἔπη ἔστι παρῳδηθῆναι καὶ ἐπὶ ἀνδρὸς, ὅτε τις ὁμοίοις ἐνέχεται πάθεσιν.

(Vers. 518.) Ὅτι τὰ προσεχῶς ῥηθέντα περιπαθῶς εἰποῦσα ἡ Πηνελόπη ἐπάγει καὶ παραβολὴν, ἐν ᾗ μύθου τέ ἐστιν ἀφέλεια, καὶ ἱστορίας δὲ στρυφνότης. καὶ οὕτω διαδείκνυσιν οἷον αὐτῇ τὸ πένθος. φησὶ γάρ· ὡς δ' ὅτε Πανδαρέου κούρη χλωρηῒς ἀηδὼν καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο, δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνὴν, παῖδ' ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ κτεῖνε δι' ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος· ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα, καὶ ἑξῆς, ὡς μετ' ὀλίγα εἰρήσεται. Ἰστέον δὲ ὅτι ἡ ῥηθεῖσα παραβολὴ οὐ τοσοῦτον διὰ τὸ πένθος παρείληπται, ὅσον διὰ τὸ τρέπεσθαι τὴν γυναῖκα εἰς πολλοὺς λογισμοὺς, καθὰ καὶ ἡ ἀηδὼν θαμὰ τρωπῶσα χέει φωνήν. διὸ καὶ ἡ ἀπόδοσις τῆς παραβολῆς δίχα φησὶν αὐτῇ ὀρώρεσθαι ἤγουν ὀρίνεσθαι τὴν ψυχὴν ἔνθα καὶ ἔνθα. Τὸν δὲ περὶ τῆς ἀηδόνος μῦθον διαφόρως ἤτοι ἀνομοίως τοῖς νεωτέροις μεταχειρίζεται ὁ ποιητής. οὔτε γὰρ Πανδίονος ὁμοίως αὐτοῖς μέμνηται, εἰ μὴ ἄρα διώνυμος ἐκεῖνος ἦν Πανδάρεός τε καὶ Πανδίων καλούμενος, οὔτε Πρόκνης, οὔτε Τειρέως. καὶ τὸν παρὰ τοῖς νεωτέροις δὲ Ἴτυν Ἴτυλον αὐτὸς λέγει. καὶ ἡ μὲν κατὰ τὸν ποιητὴν ἱστορία τε καὶ μυθολογία μετὰ μικρὸν εἰρήσεται, καὶ μὴν καὶ τὰ τῶν νεωτέρων. εὕρηται δὲ γραφὴ παλαιὰ καὶ τὸν παρὰ τῷ ποιητῇ Ζῆθον Ζήτην γράφουσα, οἷον, κοῦρον Ζήταο ἄνακτος, καὶ τὸν Ἴτυλον βουλομένη Ἀήτυλον εἶναι, κατὰ ἀφαίρεσιν δὲ τοῦ ἄλφα Ἤτυλον διὰ τοῦ ἦτα, ὡς οἱονεὶ ἐξ ἀήτου γένος ἕλκοντα, ὅθεν καὶ ὁ πατὴρ Ζήτης, Βορέου γὰρ ἐκεῖνος υἱός. οἱ δὲ ταῦτα γράψαντες καὶ τρίτην τινὰ πρὸς τὰ τοιαῦτα ἐρεσχελίαν γράφουσιν. ἀλλ' αὐτὴν μὲν ἐατέον· ἃ δὲ κοινῶς οἱ μεθ' Ὅμηρον περὶ ἀηδόνος γράφουσι, τοιαῦτα ἐστί. Πανδίονος Ἀττικοῦ τυράννου γίνεται Πρόκνη καὶ Φιλομήλα. τούτων ἡ Φιλομήλα γαμεῖται Τηρεῖ τῷ Θρᾳκὶ, καὶ γίνεται τῷ μετοικισμῷ ἐξ Ἀττικῆς γυναικὸς Θρᾳκική. μέλλοντα δέ ποτε Ἀθήναζε τὸν Τηρέα ἥκειν, ἱκέτευεν ἡ γυνὴ τὴν ἀδελφὴν Πρόκνην ἐν τῷ ἐπανήκειν συνενέγκασθαι. ὁ δὲ ποιεῖ μὲν τοῦτο, περὶ δὲ τὴν ὁδὸν βιάζεται τὴν κόρην, καὶ φθείρας γλωσσοτομεῖ, ὡς ἂν μὴ ἔχοι τῇ ἀδελφῇ ἐκλαλῆσαι τὸ πάθος. ἀλλ' ἡ Πρόκνη ἐν ἱστῷ ἐξυφαίνει τὴν βίαν, καὶ ἐπεὶ μὴ εἶχε τῇ γλώττῃ, ἐκφαίνει τῇ χειρί. καὶ ἡ Φιλομήλα τὴν τῆς ἀδελφῆς γλῶτταν ἀντισταθμᾶται τοῦ παιδὸς, καὶ ἀνελοῦσα τὸν υἱὸν Ἴτυν παραβάλλει τῷ ἀνδρὶ φαγεῖν. ὁ δὲ παθὼν τὴν βρῶσιν ἀλλ' ὕστερον γνωρίζει τὸν παῖδα λειψάνοις μικροῖς τεκμηράμενος, καὶ διώκει τὰς ἀδελφὰς, τῷ παιδὶ συγκαταθύσων αὐτάς. αἱ δὲ φεύγουσι, καὶ τοὺς κρείττονας αἰτησάμεναι πτερύσσονται εἰς χελιδόνα μὲν ἡ Φιλομήλα, Πρόκνη δὲ εἰς ἀηδόνα. διὸ τραχύφωνος μέν ἐστιν ἡ χελιδὼν καὶ ἀηδὴς τὸ μέλος οἷα κολουσθεῖσα τῆς γλώττης, καὶ συχνὰ τὸν Τηρέα ὑποτραυλίζουσα κατὰ στόμα προφέρει, ἀηδὼν δὲ τὸν Ἴτυν τοῦ μέλους προβάλλεται. Τηρεὺς δὲ εἰς ἔποπα μορφωθεὶς ποῦ ἄρα εἰσὶν ἀναφωνεῖ συχνά. καὶ οὕτω μὲν οἱ τοιοῦτοι φασί. τοῖς δὲ περὶ τὸν ποιητὴν ἑτεροῖα δοκεῖ. Πανδαρέου, ᾧ πατὴρ Μέροψ ὁ Μιλήσιος, κούρας οἴδασι Μερόπην, Κλεοθήραν καὶ Ἀηδόνα. τούτων ἡ πρεσβυτάτη Ἀηδὼν Ζήθῳ τῷ Ἀμφίονος ἀδελφῷ, φασὶ, γαμηθεῖσα ἔσχεν υἱὸν ἕνα τὸν Ἴτυλον. φθονοῦσα δὲ τῇ τοῦ Δάερος Ἀμφίονος πολυτεκνίᾳ, συχνοὶ γὰρ αὐτῷ ἐγίνοντο παῖδες ἐκ Νιόβης τῆς Ταντάλου ἢ Ἱππομεδούσης, ἐπεὶ ἑώρα τὸν υἱὸν Ἴτυλον συναθύροντα ἐκείνοις καί ποτε καὶ συνανακλινόμενον παραγγέλλει κατὰ καιρὸν τῷ παιδὶ ἰδίᾳ κοιτασθῆναι, ἢ κατά τινας τὴν ἐνδοτέρω κοίτην ἑλέσθαι, ὡς ἂν ἀωρὶ νυκτὸς αὐτὴ ἐπελθοῦσα τὸν πρῶτον ἀποσφάξῃ τῶν Ἀμφίονος παίδων. ὁ δὲ ἦν ὁ Ἀμαλεύς. τοῦ δὲ Ἰτύλου ἐκλαθομένου ἢ ἄλλως μὴ ὑπακούσαντος, ἐπεισφρήσασα νυκτὸς ἡ Ἀηδὼν ἀποσφάττει τὸν παῖδα Ἴτυλον, εἰς τὸν Ἀμαλέα δοκοῦσα βάπτειν τὸ ξίφος. ὡς δὲ τὸ τοῦ φθόνου κακὸν οὕτω κατέσκηψεν εἰς τὸν Ἴτυλον, κάτοχος ἡ μήτηρ γενομένη τῷ πένθει αἰτεῖ θεοὺς ἐξ ἀνθρώπων γενέσθαι, καὶ ἀλλαγεῖσα εἰς ἀηδόνα τὴν φαινομένην τὸ τοῦ Ἰτύλου πένθος ὅμως οὐ μετήλλαξεν, ἀλλ' ἐπὶ τὸ στόμα ἔχει αὐτὸν ᾄδουσα. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ἄλλοι δὲ τὴν ἄνθρωπον Ἀηδόνα οὐκ ἀγνοοῦσαν φασὶ τὸν Ἴτυλον ἀνελεῖν, ἀλλὰ ἑκοῦσαν. κτείνασα γάρ, φασι, τὸν τοῦ Ἀμφίονος Ἀμαλέα, εἶτα δὴ φόβῳ τῆς ἐκείνου γυναικὸς καὶ τὸν ἴδιον Ἴτυλον ἐπέσφαξε, φθάνουσα τὴν ἐλπιζομένην ἐκ τῆς δυσμενοῦς [216] κόλασιν. καὶ οὕτω μὲν τὰ κατὰ τὴν ἀηδόνα. ἐν δὲ τῇ ἑξῆς ῥαψῳδίᾳ ἡ Πηνελόπη λέγει, ὡς τὰς λοιπὰς δύο Πανδαρέου κούρας ὀρφανὰς τοκέων λειφθείσας ἐκόμισεν Ἀφροδίτη. ὡραίας δὲ γάμου γενομένας ἀνηρείψαντο Ἅρπυιαι καὶ παρεδόθησαν Ἐριννύσιν ἀμφιπολεύειν. ἴσως γὰρ περικαλεῖς μὲν οὖσαι, δι' ὀρφανίαν δὲ δυσπραγοῦσαι καὶ εἰς ὑποδύσκολον καὶ ὡς οἷον εἰπεῖν ἐριννυῶδες ἦθος μεταβληθεῖσαι τῇ λύπῃ ᾤχοντο ἀνώνυμοι, καὶ διατοῦτο καὶ ἀνέμοις ἐπαχθῆναι καὶ Ἐριννύσι παραδοθῆναι μυθεύονται. ἡ δ' αὐτὴ ἐκεῖσε Πηνελόπη ὡς ἤδη ἐνταῦθα τῇ ἀηδόνι ὁμοία εὔξεται καὶ ταῖς λοιπαῖς τοῦ Πανδαρέου θυγατράσιν ὁμοιωθῆναι κατά γε τὸ ἁρπαγῆναι θυέλλαις προφερούσαις εἰς ἠερόεντα κέλευθα. περὶ δὲ τοῦ ῥηθέντος Πανδαρέου φέρεται λόγος, ὅτι κύνα κλέψας χρυσοῦν ἐν Κρήτῃ Ἡφαίστου ἔργον ἔμψυχον ἐκ τοῦ Διὸς τεμένους παρακατέθετο Ταντάλῳ· Διὸς δὲ ἀπαιτοῦντος τὸ κλέμμα δι' Ἑρμοῦ ὤμοσεν ὁ Τάνταλος μὴ ἔχειν. καὶ Ζεὺς μὲν τὸν κύνα Ἑρμοῦ ὑφελομένου ἀπολαβὼν κατέστρεψε τῷ Ταντάλῳ ὄρος τὸ Σίπυλον. ὁ δὲ Πανδάρης ἢ Πανδάρεος φυγὼν εἰς Ἀθήνας ἐκεῖσε εἰς Σικελίαν διέβη. ἔνθα διεφθάρη, φασὶ, μετὰ τῆς γυναικὸς Ἁρμοθόης. Τὸ δὲ Πανδαρέου ὅμοιον τῷ Τυνδαρέου, ὃ κεῖται παρὰ τῷ ποιητῇ ὁμοίως τῷ Πηνελέου. κούρη δὲ Πανδαρέου τὸ πτηνὸν ἡ ἀηδὼν κατά τινα τρόπον μετωνυμίας ἢ μεταλήψεως. οὐ γὰρ ἡ ὄρνις Πανδαρέου θυγάτηρ. δι' ἐκείνην δὲ ὅμως τήν ποτε ζῶσαν καὶ θυγατέρα, λέγεται οὕτω καὶ τὸ ᾠδικὸν πτηνὸν εἰς ὃ μυθικῶς ἐκείνη μετέπεσε. πολὺς δὲ ὁ τοιοῦτος τρόπος μάλιστα παρὰ Πινδάρῳ, ληφθεὶς, ὡς εἰκὸς, ἐκ τοῦ ποιητοῦ· ἐκεῖνος γὰρ τόπους πολλοὺς ἐξ ἡρωΐδων κληθέντας ἱστορῶν λαλεῖ περὶ τῶν τόπων, ὡς εἴ γε προσώπων ἐμέμνητο. Χλωρηῒς δὲ ἀηδὼν ἢ ὡς ἐν χλωροῖς, φασὶ, διατρίβουσα, ἢ ὡς ἅμα τοῖς χλωροῖς φαινομένη· ἔαρος γὰρ φαίνεται, ἢ διὰ τὸ χρῶμα. διό, φασι, καὶ παρὰ Σιμωνίδῃ χλωραύχενες αἱ ἀηδόνες λέγονται.

(Vers. 519.) Ἐν δὲ τῷ, ἔαρος νέον ἱσταμένοιο, δηλοῖ τότε μάλιστα ᾠδικὸν εἶναι τοὐρνίθιον, εἴποι ἂν ὁ κωμικός. παρακμάζοντος γὰρ ἔαρος, ἀνίεται καὶ τὸ μέλος.

(Vers. 520.) Τὸ δὲ, ἐν πετάλοισιν, ἢ τὴν κουφότητα τοῦ ζωϋφίου δηλοῖ, ὡς οἵου τε ὄντος καὶ φύλλοις ἐνιζάνειν, ἢ καὶ τὸ κλαδίον ἐστὶ τοῖς φύλλοις συνεπινοεῖν, ἵνα ἐκ μέρους νοεῖτο τὸ πᾶν. τοιοῦτον δέ τι καὶ ἐν Ἰλιάδι τὸ, πετάλοις ὑποπεπτηῶτες. Τὸ δὲ πυκινοῖσιν ἢ ἁπλῶς οὕτω κεῖται, ἢ κατὰ ἰδιότητα ζῴου χαίροντος φύλλων δασύτητι διὰ τὸ δυσεπιβούλευτον.

(Vers. 521.) Τὸ δὲ, θαμὰ τρωπῶσα καὶ ἡ πολυηχὴς φωνὴ, τὸ πόριμον ἐν φωναῖς τῆς ἀηδόνος δηλοῖ. ἐντεῦθεν δὲ λαβὼν Εὐριπίδης ἔφη τὸ, πάσας φθογγὰς ἱεῖσα ὥς τ' ἀηδόνος στόμα. Τοῦ δὲ τρωπῶ τὸ παθητικὸν ἤγουν τὸ τρωπᾶσθαι κεῖται ἐν τοῖς ἐφεξῆς ἐπὶ φυγῆς κατὰ πόλεμον. ἐκτείνεται δὲ ἡ τῆς τοιαύτης λέξεως ἄρχουσα κατὰ τὸ στρωφῶ καὶ νωμῶ καὶ τρωχῶ, περὶ ὧν ἱκανῶς εἴρηται ἀλλαχοῦ. Τὸ δὲ, χέει φωνὴν, ὅμοιόν ἐστι τῷ, ῥέει αὐδὴν, ὅ περ ἐν Ἰλιάδι κεῖται.

(Vers. 524.) Τὸ δὲ, τὴν Πηνελόπην ἐπὶ ἀνδρὸς πενθοῦσαν παραλαβεῖν εἰς παραβολὴν τὴν ἐπὶ τέκνῳ θρηνοῦσαν, εἰ καὶ ἄλλως ἀνομοίως ἔχει κατὰ τὸ πενθούμενον πρόσωπον, ἀλλ' εἰς ποιότητα θρήνου οἰκείως ἔχει. οὐδὲν γὰρ ἧττον φιλάνδρου γυναικὸς πενθούσης ἐπὶ θανάτῳ ἀνδρὸς θρηνεῖ μήτηρ φιλόπαις μηκέτ' ὄντος τοῦ παιδός.

(Vers. 522.) Τὸ δὲ, χαλκῷ κτεῖνε, διαστέλλει τῶν ἄλλως κτεινομένων, λιμῷ τυχὸν ἢ ἀγχόνῃ ἢ ἑτέρως ὁπωσοῦν. Τὸ δὲ, δι' ἀφραδίας ἤτοι κακοφραδμοσύνας, ψόγον δηλοῖ γυναικὸς τοιούτῳ φθόνῳ ἐπιβαλούσης ὅπως ἂν καὶ ἐπέβαλε. καὶ ἔστι τοῦτο ἡ πρὸς ἦθος ὠφέλεια τῆς τοιαύτης παραβολῆς. ὅτι δὲ πλεῖον αὕτη ἔχει τοῦ παθητικοῦ τὸ γλυκὺ διά τε τὸ ἔαρ καὶ τὴν τῆς ἀηδόνος μνείαν, δῆλον ἐστί. καὶ ὅτι πρὸς δύο κεφάλαια ταύτῃ χρᾶται ἡ Πηνελόπη. ἔστι γὰρ τὸ πᾶν τῆς παραβολῆς τοιοῦτον· ὥς περ ἡ ἀηδὼν ἐπὶ οἰχομένῳ παιδὶ πενθεῖ πυκνὰ, οὕτως ἐγὼ ἐπὶ ὀλωλότι ἀνδρί· καὶ ὥς περ ἐκείνη θαμὰ τρέπει τὴν φωνὴν, οὕτως ἐμοὶ πυκνὰ λογίζεται ὁ θυμός. Ὅτι ψέξει μέν ποτε καὶ τὸν φίλον ὁ φιλῶν, οὐ δίχα δὲ τοῦ καὶ οὕτω φιλεῖν· οὔτε γὰρ πάνυ τραχυνεῖται κατ' ἐκείνου καὶ ὑπερλαλήσει δὲ ὡς εἰκός.

(Vers. 524.) Πηνελόπη τοίνυν ἐνταῦθα εἰποῦσα, ὡς ὀρίνεταί μοι ὁ θυμὸς ἔνθα καὶ ἔνθα, κατὰ τὴν ἀπόδοσιν τῆς παραβολῆς καὶ ἡρμηνευκυῖα τὸ ἔνθα καὶ ἔνθα διὰ τοῦ, ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω· ποῖα δὴ πάντα, κτῆσιν ἐμὴν δμωάς τε καὶ μέγα δῶμα, αἰδοῦν τε χάριν τῆς εἰς τὸν ἄνδρα καὶ διὰ τὴν τοῦ δήμου φῆμιν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἢ ἤδη ἅμα ἕπωμαι Ἀχαιῶν, ὅς τις ἄριστος μνᾶται δοὺς ἀπερείσια ἕδνα.

(Vers. 530.) οὕτω τοίνυν εἰποῦσα ἐπιφέρει· παῖς δ' ἐμὸς, ἕως μὲν ἦν ἔτι νήπιος ἠδὲ χαλίφρων, γήμασθαί με οὐκ εἴα. νῦν δ' ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει, [217]

(Vers. 533.) καὶ δή μ' ἀρᾶται πάλιν ἐλθεῖν ἐκ μεγάροιο, τουτέστιν ἀνάπαλιν ἐλθεῖν, ὅ ἐστιν ἔξω τοῦ μεγάρου, ὅθεν ἦλθον.

(Vers. 534.) ἐπεὶ δὲ τοῦτο διαβολὴ τοῦ φιλτάτου παιδὸς ἦν, εὐθὺς ὑπεραπολογεῖται αὐτοῦ ὡς εὔλογα ποιοῦντος. φησὶ γάρ· κτήσιος ἀσχαλόων τήν οἱ κατέδουσιν Ἀχαιοὶ, οἱ ἐμοὶ δηλαδὴ μνηστῆρες.

(Vers. 528.) Ὅρα δὲ καὶ νῦν τὸ, ὅς τις ἄριστος, καὶ τὸ, ἀπερείσια δοὺς ἕδνα· ὡς τοιούτου ἀξίου ὄντος τὴν Πηνελόπην ἔχειν.

(Vers. 533.) Ἐν δὲ τῷ, καὶ δή μ' ἀρᾶται πάλιν ἐλθεῖν, περιττεύει ὁ και σύνδεσμος Ἀττικῶς. Σημείωσαι δὲ ὅτι τε οὐχ' ἁπλῶς ἐμέμφετο τὰ εἰς ἑαυτὸν διὰ τὴν μητέρα ὁ Τηλέμαχος, ἀλλὰ καὶ ἀρᾶται ἀπελθεῖν αὐτὴν ἐκ τοῦ οἴκου· καὶ ὅτι καὶ πρὸ τούτων, ὅτε ἡ μήτηρ ἐμέμφετο αὐτὸν ὡς παῖς μὲν ὢν μᾶλλον ἐν φρεσὶ κέρδεα ἐνώμα, μέγας δὲ ὢν καὶ ἡβῶν οὐκέτι φρένας ἐναισίμους ἔχει, οὐ δι' ἕτερά τινα τὸν υἱὸν ἐμέμφετο, ἀλλὰ μάλισθ' ὅτι ταύτην ὠθῶν ἦν γήμασθαι. Εὐλαβοῦς δὲ ἤθους τὸ εὐκτικῶς ἀρᾶσθαι, οὐ μὴν ἐγκελεύεσθαι δριμέως τῇ μητρὶ ἀπελθεῖν, ἔτι γε μὴν καὶ ὡς ἐπὶ μεγάλῳ κακῷ ἡ εὐχὴ γίνεται τῷ παιδί.

(Vers. 535.) Ὅτι θαμὰ τρωπῶν καὶ ὁ ποιητὴς πολυηχέα φωνὴν ἀηδόνος τρόπον, ἐπινοεῖταί τι ἐν τούτοις καὶ περὶ ὀνείρων φράσαι. καὶ προϊὼν μὲν ἄλλα τινὰ ἐρεῖ· νῦν δὲ πλάττει τὴν Πηνελόπην προβαλλομένην τῷ ξείνῳ Ὀδυσσεῖ ὀνείρου θέας καὶ ἐθέλουσαν λυθῆναι αὐτὸν, καὶ φησίν· ἀλλ' ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον· ὃ δὴ πρωθύστερόν ἐστι· πρῶτον γάρ τις ὑπακούσας εἶτα ὑποκρίνεται· χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν ἐξ ὕδατος, καὶ τέ σφιν ἰαίνομαι εἰσορόωσα. ἐλθὼν δ' ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης πᾶσι κατ' αὐχένας ἦξε καὶ ἔκτανεν. οἱ δ' ἐκέχυντο ἀθρόοι ἐν μεγάροις. ὁ δ' ἐς αἰθέρα ἢ ἠέρα δῖαν ἀέρθη.

(Vers. 541.) αὐτὰρ ἐγὼ κλαῖον ὡς τοῦ ἰαίνοντος πράγματος ὀλωλότος καὶ ἐκώκυον ἔν περ ὀνείρῳ. ἀμφὶ δέ μ' ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαὶ οἰκτρὰ ὀλοφυρομένην, ὅ μοι αἰετὸς ἔκτανε χῆνας. ἂψ δ' ἐλθὼν κατ' ἂρ ἕζετο ἐπὶ προύχοντι μελάθρῳ, φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε· θάρσει, οὐκ ὄναρ, ἀλλ' ὕπαρ ἐσθλὸν, ὅ τοι τετελεσμένον ἔσται. χῆνες μὲν μνηστῆρες· ἐγὼ δέ τοι αἰετὸς ὄρνις ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα, ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.

(Vers. 551.) ὣς ἔφατο. αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροις ἐνόησα πυρὸν ἐρεπτομένους παρὰ πύελον, ᾗχι πάρος περ.

(Vers. 555.) ταῦτα τῆς γυναικὸς προβαλλομένης, ὦ γύναι, φησὶν Ὀδυσσεὺς, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον ἄλλῃ ἀποκλίναντα, ἐπεὶ αὐτὸς Ὀδυσσεὺς πέφραδεν, ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετ' ὄλεθρος πᾶσι μάλα.

(Vers. 558.) οὐδέ τις θάνατον καὶ Κῆρας ἀλύξει. τοῦτο δὲ ταυτὸν μὲν τῷ, μνηστῆρσι φαίνεται ὄλεθρος πᾶσι, σαφέστερον δέ ἐστιν ἐκείνου. δῆλον δὲ, ὡς κἀνταῦθα διττολογεῖ ἡ τοιαύτη ἔννοια διὰ τὸ χαίρειν αὐτῇ τὸν λαλοῦντα. ὅραμα δὲ ὁ ῥηθεὶς ὄνειρος, οἷα οὕτως ἀπεκβὰς ὡς ἐθεάθη. δοκοῦσι δὲ ἀληθεύειν οἱ καθ' ὕπνους ἑρμηνευθέντες ὄνειροι. Ἰστέον δὲ ὅτι τε οὓς ὀνείρους ἀληθεῖς ὄντας καὶ αὐτόχρημα οὕτως ἐκβάντας καθὰ ὡράθησαν ἐν ὕπνοις ὁράματα καλοῦμεν, θεωρηματικοὺς ἐκάλουν οἱ παλαιοὶ, ὁποῖος κἀνταῦθα ὁ τῆς Πηνελόπης, καὶ ὅτι διττοὶ κατ' ἐκείνους οἱ ὄνειροι· οἱ μὲν γὰρ ἀλληγορικοὶ, οἱ ἄλλα δι' ἄλλων ἀγορεύοντες, οἱ δὲ θεωρηματικοὶ, οἱ τῇ ἑαυτῶν, φασὶ, θέᾳ προσεοικότες. καὶ ὅτι ἐν μὲν τοῖς πρὸ τούτων αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον ἐναργῶς ἐδήλου τὰ κατὰ τῶν μνηστήρων διὰ τῆς μιᾶς χηνός. οὐδὲ γὰρ ἦν πλεῖόν τι ἐκεῖ γενέσθαι. ὁ δὲ τοῦ ὀνείρου ἀετὸς ἄλλως ποιεῖ πετόμενος αὐτόνομα καὶ οὐδὲ κάμνειν εἰδώς.

(Vers. 539.) ἀρσενικῶς δὲ νῦν οἱ χῆνες προφέρονται, ὡς δηλοῖ τὸ, πᾶσιν αὐχένας ἦξε, καὶ, κέχυντο ἀθρόοι, καὶ, πυρὸν ἐρεπτομένους. καὶ ἔστιν Ἰωνικὸν μὲν ἡ χὴν, κοινὸν δὲ οἱ χῆνες. ἤδη δὲ καὶ οἰκεῖον καὶ αὐτὸ τοῖς καὶ ὑπερφιάλοις καὶ ἀγήνορσι μνηστῆρσιν.

(Vers. 535.) Ὑποκρίνασθαι δὲ ἐν Ἰλιάδι μὲν τὸ ἁπλῶς ἀποκρίνασθαι, ὧδε δὲ τὸ ἐπὶ ὀνείρου λύσει θέσθαι ἀπόκρισιν.

(Vers. 536.) Τὸ δὲ, πυρὸν ἔδουσι, πυρὸν ἐρέπτεσθαι μετ' ὀλίγα εἶπεν, ὅ πέρ ἐστιν οἰκειότερον ἐπὶ ζῴων ἀλόγων, ὡς ἐφάνη πολλαχοῦ. Βιωτικὸν δὲ τὸ, πυρὸν ἔδουσιν ἐξ ὕδατος, ὡς οὕτω πιαινομένων χηνῶν. οἷς ἐοίκασιν οἱ μνηστῆρες διὰ τὸ ἀδηφάγον καὶ οἰκουρὸν καὶ τὸ τῇ τρυφῇ ἐπιχαίνειν, ὅ πέρ ἐστιν ἐτυμολογία χηνῶν. δοκεῖ δὲ καὶ ἀγαθὸς εἶναι πιαίνειν χῆνας ὁ πυρὸς, ἄλλο τι ὢν παρὰ τὸν σῖτον, ὡς ἡ Ἰλιὰς δηλοῖ.

(Vers. 537.) Τὸ δὲ, ἰαίνομαι εἰσορόωσα, γυναικείας ἀφελείας ἐστίν. ἀφελὲς δὲ καὶ τὸ ὅλον τοῦτο χωρίον. διὸ καὶ γλυκύ ἐστι.

(Vers. 538.) Τίς δὲ ὁ ἀγκυλοχείλης αἰετὸς, ἐν τῇ Ἰλιάδι ἀκριβῶς δεδήλωται. Ἐξ ὄρους δὲ ὁ τοιοῦτος ἀετὸς ἐφάνη ἐλθεῖν, ὃν τρόπον καὶ ἐν τῇ α ῥαψῳδίᾳ ἡ ἐναργὴς οἰωνοσκοπία [218] περὶ τοῦ Ὀδυσσέως ἐδήλωσε.

(Vers. 539.) Τὸ δὲ, αὐχένας ἦξε, διαλυθὲν σαφέστερον φράζεται, οἷον, αὐχένας ἔαξεν. ἄλλως μέντοι συνέμπτωσιν ἔχει πρὸς ἀόριστον τὸν δηλοῦντα τὸ ἤγαγε. Φυσικῶς δὲ κατὰ ἰδιότητα, καθὰ λέοντες, οὕτω καὶ ἀετοὶ τῶν ἁλισκομένων τοὺς αὐχένας ἀγνύουσιν, ἐκκλίνοντες τὴν ὡς εἰκὸς ἐκ τῆς κεφαλῆς ἐπιβουλήν. Τὸ δὲ, οἱ δ' ἐκέχυντο, πάνυ καιρίως ἔχει. κεχύσθαι γὰρ κατὰ γῆς δοκεῖ τὰ παρειμένα σώματα.

(Vers. 540.) Ὅρα δὲ καὶ τὸ αἰθέρα ἢ ἠέρα θηλυκῶς λεχθὲν, ὡς καὶ ἐν ἄλλοις γίνεται. ἐς αἰθέρα γάρ, φησι, δῖαν ἀέρθη.

(Vers. 544.) Μέλαθρον δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἐξέχον τῆς δοκοῦ μέρος, οὕτω λεγόμενον διὰ τὸ μελαίνεσθαι καὶ θέρεσθαι ὑπὸ ἡλίου.

(Vers. 547.) Τὸ δὲ, οὐκ ὄναρ ἀλλ' ὕπαρ ἐσθλὸν, καὶ παροιμιῶδες ἐστὶν ἐπὶ τῶν ἐμφανῶν ἀγαθῶν. ἀντίκεινται δὲ τὸ ὄναρ καὶ τὸ ὕπαρ. καὶ γίνεται ὄναρ μὲν παρὰ τὸ ὂν καὶ τὸ αἴρειν, ὕπαρ δὲ παρὰ τὸν ὕπνον καὶ τὸ αἴρειν, ἵνα εἶεν ὕπαρ μὲν ὕπνου ἄρσις διὰ τὴν ἐγρήγορσιν, ὡς οἱονεὶ ὕπναρ, ὄναρ δὲ παρὰ τὴν τοῦ ὄντος ἄρσιν· φαντασίᾳ γὰρ τὰ καθ' ὕπνους καὶ οὐκ ἐν ὀντότητι.

(Vers. 550.) Τὸ δὲ, πότμον ἐφήσω, ἢ ἀντὶ τοῦ ἐπιπέμψω, διά τινων δηλαδὴ βολῶν, ὡς ἀπὸ τοῦ ἵημι ἥσω, ἀφ' οὗ καὶ ἥμων ὁ ἀκωντιστής· ἢ ἀστειότερον ἀντὶ τοῦ ἐντελοῦμαι, ἀπὸ τοῦ ἐφίημι, ὅθεν καὶ ἐφετμὴ ἡ ἐντολὴ, ἵνα λέγῃ, ὅτι ὄλεθρον ἐντελοῦμαι αὐτοῖς, ὁποῖον ἐπετείλατό τισι Παλλὰς Ἀθήνη ἐν τοῖς πρὸ τούτων.

(Vers. 553.) Πύελος δὲ συνήθως ἡ λεκανίς. οὐκ ἂν δὲ ἴσως αὕτη παρὰ τὸ πτύειν γίνοιτο, ἀλλὰ παρὰ τὸν πυὸν, ὅς ἐστιν ἀπάνθισμα γάλατος, καθὰ δηλοῦται ἀλλαχοῦ, ὡς τοιούτων ἴσως ἀγγείων ξυλίνων χρησιμευόντων εἰς ὑποδοχὴν πυοῦ τοῖς νομεῦσι κατὰ τοὺς προῤῥηθέντας γαυλούς.

(Vers. 555.) Τὸ δὲ, ὑποκρίνασθαι ὄνειρον, τὸν ὀνειροκρίτην συντίθησι.

(Vers. 556.) Τὸ δὲ, ἄλλῃ ἀποκλίναντα, πρωτότυπόν τί ἐστι τοῦ παρακλιδὸν ἐπιῤῥήματος, οὗ χρῆσις ἐν τῷ, οὐκ ἂν ἄλλα εἴποιμι παρακλιδὸν, ἤγουν ἀποκλίνας τῆς ἀληθείας.

(Vers. 560.) Ὅτι δόξαν τῷ ποιητῇ φιλοσοφῆσαί τι περὶ ὀνείρων ὡς πῇ μὲν ψευδομένων, πῇ δὲ καὶ ἀληθῆ τινὰ δηλούντων, πλάττει τὴν Πηνελόπην μετὰ τὴν, ὡς ἐῤῥέθη, λύσιν τοῦ κατὰ τοὺς χῆνας ὀνείρου λέγουσαν τῷ ὀνειροκρίτῃ Ὀδυσσεῖ οὕτω· ξεῖνε, ἤτοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι γίνονται.

(Vers. 561.) οὐδέ τι πάντα, τὰ τῶν ὀνείρων δηλαδὴ, τελείεται ἀνθρώποισι. καὶ τοῦτο μὲν γνωμικῶς ἐῤῥέθη.

(Vers. 562.) τὸ δὲ ἐφεξῆς τέρας ἔχει τι συμβολικόν. ἐπάγει γάρ· δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων· αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέφαντι· τῶν οἳ μὲν ἂν ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος, οἱ δ' ἐλεφαίρονται, ἔπε' ἀκράαντα φέροντες. οἳ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε, οἵ ῥ' ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.

(Vers. 568.) ἀλλ' ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον ἐλθέμεν· ἦ γὰρ ἂν ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο, ἀλλὰ δηλονότι ἐκ τῆς ἐλεφαντίνου πύλης ὁ κατὰ τοὺς χῆνας ἦλθέ μοι ὄνειρος. ὀκνεῖ γὰρ πεισθῆναι ἡ Πηνελόπη ὡς τῶν τοσούτων μνηστήρων περιγενήσεται μόνος ὁ Ὀδυσσεύς.

(Vers. 562.) Ἰστέον δὲ ὅτι τὰς τῶν ὀνείρων ταύτας θύρας ἐξέτριψαν πολλοὶ τῶν σοφῶν, οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως δι' αὐτῶν ὁδεύσαντες. καὶ οἱ μὲν ἀκολουθοῦντες τῷ ποιητῇ καὶ ἐξ αὐτοῦ ἔχοντες ἀφορμὰς οὕτω πως τὰς τοιαύτας ὑπανοίγουσι θύρας τοῖς ἐθέλουσι θεωρεῖν τὰ κατ' αὐτὰς, λέγοντες αἴνιγμα τὸν λόγον εἶναι, βουλόμενον εἰπεῖν, ὡς οὐ πάντες οἱ ὄνειροι ἀληθεῖς, ἀλλ' οἱ μὲν αὐτῶν τοιοῦτοι, οἱ δὲ ψευδεῖς. διὸ λέγειν τὸν ποιητὴν κερατίνην μὲν πύλην, ὅθεν οἱ ἀληθεῖς καὶ ἔτυμα κραίνοντες, παρηχουμένου πως τοῦ κραίνειν τοῖς κέρασιν, ὡς ἐκ τοῦ κέρας κεραίνω καὶ κραίνω· ἐλεφαντίνην δὲ, ὅθεν οἱ ψευδεῖς καὶ ἐλεφαιρόμενοι, ὅ ἐστι παραλογιζόμενοι, ἀπατῶντες, καὶ ἔλπεσθαι μόνον ποιοῦντες. ἐντεῦθεν γὰρ τὸ ἐλεφαίρω, ὡς οἷον εἰπεῖν, ἐλπαίρω, οὗ χρῆσις καὶ ἐν Ἰλιάδι. οὐδ' ἂρ Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων· ὅ ἐστιν ἀπατήσας, βλάψας. ἐντεῦθεν δὲ ἔστι πορίσασθαι, ὡς εἴ γε τὸ ἐλεφαίρειν ἐκ τοῦ ἔλπειν γίνεται, εἶεν ἂν προσφυεῖς ἀλλήλοις καὶ ὁ Ἐλπήνωρ καὶ ὁ Ἐλεφήνωρ, οὐ πρὸς ἔμφασιν μέντοι ψόγου, εἴ γε μὴ ὅτε ὁ δόλων ἆτος Ὀδυσσεὺς μήτε ὁ κλεπτοσύνῃ τε ὅρκῳ τε κεκασμένος βασιλεὺς ψογερῶς περιέλκονται. καὶ οὕτω μέν τινες θυροκρουστοῦσι τὰς τῶν ὀνείρων πύλας. Ἕτεροι δὲ ὁμοίως μὲν, κατὰ δὲ ἀλλοίαν ἐπιβολὴν κερατίνην μέν φασι τὴν ἀληθῆ καὶ διαφανῆ, ἐλεφαντίνην δὲ τὴν ἀσαφῆ καὶ συγκεχυμένην. ἐπεὶ διὰ κέρατος μὲν ἔστιν ἰδεῖν ἐνοπτρισάμενον, δι' ἐλέφαντος δὲ οὒ, ὡς οὐδὲ διὰ γάλακτος. Τινὲς δὲ συμβολικώτερον ἄλλως ἐκδεξάμενοι τὸν λόγον κερατίνην μὲν πύλην τοὺς ὀφθαλμοὺς ἀπέδωκαν κατὰ τὴν ἐκ μέρους συνεκδοχὴν, ὅ ἐστι σύλληψιν· ἐπεὶ κερατοειδὴς ὁ πρῶτος χιτὼν τοῦ ὀφθαλμοῦ· ἐλεφαντίνην δὲ τὸ [219] στόμα διὰ τοὺς ἐλεφαντόχρωτάς φασιν ὀδόντας, ἵνα λέγῃ συμβολικῶς ἡ σοφὴ Πηνελόπη πιστότερα τῶν ἁπλῶς οὕτω λεγομένων εἶναι τὰ ἐξ ἀποτελέσματος ὁρώμενα. διὸ καὶ τοῖς περὶ Ὀδυσσέως ὀνειροκριτικῶς λεγομένοις πιστεύειν δηλαδὴ, ὅτε ἂν ἴδοι αὐτά. Ἄλλοι δὲ κέρασι μὲν εἴκασαν τοὺς οὐρανίους ὀνείρους, οὓς καὶ διοπέμπτους ἔλεγον καὶ ἀληθεῖς· ἐπεὶ καὶ τὰ κέρατα εἰς ὕψος ἀνέχουσιν· ἐλέφαντι δὲ τοὺς χθονίους· τὰ γὰρ τῶν ἐλεφάντων κέρατα κάτω νεύει. δηλοῖ δὲ καὶ ἀλλαχοῦ ὁ ποιητὴς τοὺς μὲν οὐρανίους ἐν τῷ, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστι, τοὺς δὲ χθονίους ἐν τῷ, Λευκάδα πέτραν καὶ Ἠελίου πύλας καὶ δῆμον ὀνείρων. ἐθέλει οὖν εἰπεῖν ἡ γυνὴ, ὡς ἐμοὶ ὁ θεαθεὶς ὄνειρος οὐκ ἦν ἐκ Διὸς, ἀλλά ποθεν κάτωθεν. Εἰσὶ δὲ οἳ καὶ οὕτως ἐνόησαν, ὡς ὅσα μέν τις ἴδοι πλησάμενος τροφῆς ᾗ καθυπουργοῦσιν οἱ ἐλεφαντοφανεῖς ὀδόντες, ταῦτα ψεύδονται· ὅσα δὲ φαντασθείη ὁ νήφων καὶ ἀναπεπταμένος ὑψοῦ καὶ ἄνω νεύων κατὰ τὸ κέρας τὸ ἀγχιστεῦον τῷ τῆς κεφαλῆς ἡγεμονικῷ, ταῦτα δὲ ἀληθῆ εἰσί. καὶ τοῦτο δέδωκεν ἀρχὴν τῷ Ἰταλῷ ἐν τῷ περὶ ὀνείρων λόγῳ εἰπεῖν τὸ ᾀδόμενον, ὅ πέρ ἐστι τοιοῦτον προσφωνηθέν τινι βασιλεῖ· τὸ δὲ εἶναι νηστείας τὸ κέρας σύμβολον καὶ τοῦ ἕλε φάγε τὸν ἐλέφαντα, καλὸν μὲν, ὦ βασιλεῦ, ἀλλὰ δημῶδες εἰπεῖν. ἐθέλει τοίνυν εἰπεῖν κατὰ τὸν λόγον τοῦτον ἡ Πηνελόπη, ὡς ὁ περὶ τῶν χηνῶν ὄνειρος οὐ νήφοντος ἦν λογισμοῦ, ἀλλὰ δηλαδὴ τοῦ ἀνάπαλιν, ἤτοι ὡς εἰπεῖν ἐξ ὀδόντων, ὅ περ ὤκνησεν εἰπεῖν ὡς μὴ αὐτῆς ἄξιον, εἰποῦσα μὲν τὴν ἄρσιν τὸ μὴ ἐκ τοῦ κατὰ κεφαλὴν ἡγεμονικοῦ τὸν ὄνειρον εἶναι, σιγήσασα δὲ τὴν θέσιν τὸ, ἀλλ' ἐκ πλησμίου τροφῆς. ὁ δ' αὐτὸς Ἰταλὸς καὶ ἐκ τῆς ἐνταῦθα ῥηθείσης τετάρτης ἐννοίας ὡρμημένος τῆς κατὰ τοὺς οὐρανίους καὶ χθονίους ὀνείρους γράφει, ὡς ἡ φαντασία δύναμίς ἐστι ψυχικὴ τῶν τε ἁπλουστέρων μεταίχμιος καὶ τῶν παχυτέρων καὶ γεωδεστέρων. καὶ τούτων τὸ μὲν κέρας, τὸ δὲ ἐλέφας, φησὶν, ὀνομάσθη, ὡς τοῦ μὲν εἰς ὕψος ὁρῶντος καὶ ἄνω ὄντος, καθὰ καὶ τῶν παχυτέρων ὑπέρκειται τὰ ἁπλούστερα· τοῦ δὲ τῇ προνομαίᾳ νενευκότος εἰς ἔδαφος, καὶ τοῦ μὲν νοῦ τυγχάνοντος, τοῦ δὲ αἰσθήσεώς τε καὶ τῶν ἑπομένων αὐτῇ. οἱ μὲν οὖν ἐξ ἐλεφάντων ὄνειροι ἐξ αἰσθήσεώς εἰσιν, ἢ μᾶλλον εἰπεῖν, ἐκ γῆς μελανοπτερύγων μητρὸς ὀνείρων· οἱ δ' ἐκ κεράτων ἐκ μετεώρου τινὸς, καὶ ὡς εἰπεῖν, οἱ μὲν ἐκ νοῦ καὶ νοερᾶς καταστάσεως, οἱ δὲ ἔκ τινων σωματικῶν καὶ ἀλόγων δυνάμεων· ὅθεν οἱ μὲν ἀληθεῖς ὡς ἐκ χωρίων ἀληθινῶν εἰς φαντασίαν νεύοντες, οἱ δὲ ψευδεῖς ὡς κάτωθεν εἰς αὐτὴν ἀναβαίνοντες καὶ τὸ εἰλικρινὲς θολοῦντες αὐτῆς καὶ ἀμαυροῦντες τὸ καθαρώτατον. καὶ οὕτω μὲν καλὰ ταῦτα. πολλῶν δὲ ὄντων ἃ σεμνύνει τὸν ἐλέφαντα καὶ τὸ εὐγενὲς καὶ θέας ἄξιον ζῷον, ἰδοὺ καὶ Ὁμηρικὸν εἰς ἐκεῖνον πεπόρισται σέμνωμα τὸ κατὰ τὴν ὀνειρείαν ἐλεφαντίνην πύλην. περιᾴδεται οὖν καὶ αὐτὴ οὐδὲν ἧττον ἤ περ αἱ θεωρικαὶ καὶ ξυνωρίδες τῶν ἐλεφάντων καὶ τὰ κατὰ πόλεμον ἀγήματα τῶν αὐτῶν. ἱστορεῖται γάρ που ὥς περ ἄγημα στρατιωτῶν ἀθανάτων καὶ μηλοφόρων, οὕτω καὶ ἄγημα ἐλεφάντων. τακτικὴ δὲ λέξις τὸ ἄγημα, ἴσως μὲν παρὰ τὸ ἄγειν γεγονυῖα, ἴσως δὲ παρὰ τὸ ἀγῶ ἀγήσω, διὰ τὸ ἐκπλήττειν καὶ θαυμάζεσθαι. Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι τοῦ ἀληθοῦς ὀνείρου ἐτυμολογουμένου ἀπό τε τοῦ, αὐτὸ τὸ ὂν εἴρειν, ἔτι δὲ καὶ ἀπὸ τοῦ ὀνέω τὸ ὠφελῶ, ἐξ οὗ καὶ τὸ ὄνειαρ πλεονασμῷ τοῦ ἰῶτα, ὠνόμασέ τις ὄνειαρ καὶ αὐτὸ τὸ ὄνειρον, οἷον, ὄνειαρ κεράτων οὐδ' ἐλέφαντος ὄν. ἐξ οὗ δῆλον, ὅτι οὐκ ἐπὶ βρωμάτων μόνον λέγεται τὸ ὄνειαρ, ἀλλὰ πᾶν εἰς ὄνησιν ἐπιτήδειον οὕτω καλεῖται, ὁποῖόν τι καὶ ὁ ἀληθὴς ὄνειρος. οἱ γλωσσογράφοι μέντοι ἐπὶ βρώματος τὴν λέξιν ἰδίασαν.

(Vers. 560.) Ἀμήχανοι δὲ ὄνειροι, πρὸς οὓς οὐκ ἔστι κρίσιν τινὰ ὡρισμένην τεχνήσασθαι ἤτοι μηχανήσασθαι. διὸ καὶ ἀκριτόμυθοι οἱ αὐτοί. σαφεστέρα δὲ τούτου ἑρμηνεία τὸ, οὐδέ τι πάντα τελείεται ἀνθρώποις, ἀλλ' εἰσὶν οἳ καὶ μάτην ἁπλῶς οὕτω βλέπονται, ἀμηχανίαν ἐμποιοῦντες καὶ ἀκριτομυθίαν τοῖς κατασκεπτομένοις αὐτούς. Ἀμενηνοὶ δὲ ὄνειροι οἱ φαντασιοῦντες μὴ στερεμνίως τὰ βλεπόμενα καὶ ὡς εἰπεῖν μετά τινος μένους. εἴρηται δὲ καθ' ὁμοιότητα τῶν ἀμενηνῶν ἐν Ἅιδου εἰδώλων τῶν ἐν τῇ νεκύιᾳ διὰ καὶ τὸ συγγενῶς ἐκεῖνα πρὸς τοὺς ὀνείρους ἔχειν κατὰ τὸ, ψυχὴ δ' ἠΰτ' ὄνειρος ἀποπταμένη πεπότηται.

(Vers. 565.) Τοῦ δὲ ἀκράαντα τὸ ῥῆμα κραιαίνω, ὥς περ τὸ κραίνω τοῦ ἄκραντα, οἷον, ἄκραντα γαρύετον.

(Vers. 568.) Αἰνὸν δὲ ὄνειρον ἢ τὸν σκοτεινὸν, ὡς καὶ ἐπαινὴ Περσεφόνεια ἡ αἰανὴ, ἢ τὸν αἰνιγματώδη παρὰ τὸ αἶνος, ὃς δηλοῖ ποτὲ καὶ τὸ αἴνιγμα, καθὰ πολλαχοῦ ἐφάνη.

(Vers. 570.) Ὅτι τὸ ἐν ποιήσει εὔπλαστον κατορθῶν πανταχοῦ μάλιστα ὁ ποιητὴς θαυμαστός ἐστι καὶ ἐνταῦθα εὐμεθόδως ἀπὸ τῶν ἄρτι προλαλῶν καὶ [220] οἷον προοιμιαζόμενος τὴν κατὰ τῶν μνηστήρων μάχην. ποιεῖ γοῦν τὴν Πηνελόπην οἷς οὐ μόνον ἄλλοι, ἀλλὰ καὶ αὐτὸς ὁ παῖς ἐθέλει γήμασθαι αὐτὴν, ᾧ ἂν βούλεται, μελετῶσαν καὶ αὐτὴν ἀναγκαίως τὸ τοιοῦτον ἔργον. καὶ τοίνυν ἐπεὶ πρὸ βραχέων ἔφη τὸν ἄριστον αἱρήσεσθαι εἰς ἄνδρα, βουλεύεται αὐτὴ διακρῖναι τὸν τοιοῦτον καὶ νοεῖ πρὸς παράδειγμα τὸν Ὀδυσσέα ἐξευρεῖν αὐτὸν, καὶ ἆθλον ἐκείνη ἐξενεγκεῖν πελέκεας δώδεκα δι' ὧν ἐκεῖνος ὠΐστευε, καὶ τὸν ἰσχύσαντα οὕτω διοϊστεῦσαι λαβεῖν ἄνδρα, ὡς ἐοικότα τῷ πάλαι ἀνδρί. καὶ οὕτω παρ' ἑαυτὴν τὸ βούλευμα στήσασα κατὰ ψυχὴν ἐκκαλύπτει ἄρτι τῷ δῆθεν ξείνῳ, οἷα γνοῦσα τοῦτον ἀγχίνουν καὶ οἷος οὔ πώ τις ἀνὴρ πεπνυμένος ξεῖνος ἦλθεν εἰς αὐτήν.

(Vers. 583.) καὶ Ὀδυσσεὺς ἀκούσας ἐπαινεῖ τὴν βουλὴν ὡς εὐτυχῶς αὐτῷ ἐπινοηθεῖσαν, καὶ παραινεῖ ποιῆσαι οὕτω.

(Vers. 573.) καὶ τοίνυν ἡ μὲν γυνὴ ἐξαγάγῃ τοὺς πελέκεας καὶ τὸ παλαί ποτε τόξον τοῦ Ὀδυσσέως, καὶ προκαλέσεται τοὺς μνηστῆρας εἰς πεῖραν. οἱ δὲ λαβόντες μεταχειρίσονται ἀγεννῶς. καὶ ὁ ξεῖνος ζητήσει καὶ αὐτὸς τὸ τόξον ἐφ' ᾧ πειράσασθαι ἀφελῶς. καὶ οἱ μνηστῆρες μόγις μὲν, ἀλλ' οὖν δώσουσι. καὶ αὐτὸς διοϊστεύσας πάντων πελέκεων ἐπαινεθήσεται. εἶτα καὶ κατὰ τῶν μνηστήρων τραπόμενος ἀνύσει δεύτερον μέγιστον ἄεθλον. καὶ οὕτως εὐμόρφως ἐντεῦθεν ἀρξάμενος περανεῖ τὰ ἐφεξῆς πάνυ πιθανῶς καὶ ὡς οὐκ ἂν ἔχοι τις κρεῖττον πλάσασθαι. ἔστι δὲ ἃ λέγει ἐνταῦθα ἡ Πηνελόπη πρὸς τὸν Ὀδυσσέα τοιαῦτα·

(Vers. 571.) ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος ἥ μ' Ὀδυσῆος οἴκου ἀποσχήσει. νῦν γὰρ καταθήσω ἄεθλον τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν ἵστασχ' ἑξείης δρυόχους ὣς, δώδεκα πάντας. στὰς δ' ὅ γε πολλὸν ἄνευθε διαῤῥίπτασκεν ὀϊστόν. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτο ἐφήσω· ὃς δέ κε ῥηΐτατ' ἐντανύσει βιὸν ἐν παλάμῃσι καὶ διοϊστεύσει πελέκεων δυοκαίδεκα πάντων, τούτῳ ἅμ' ἑποίμην νοσφισαμένη, τουτέστιν ἀφεῖσα, τόδε δῶμα κουρίδιον μάλα καλὸν ἐνίπλειον βιότοιο, τοῦ ποτὲ μεμνήσεσθαι ὀίομαι ἔν περ ὀνείρῳ. τοῦτο δὴ τὸ παρεπόμενον τοῖς πάνυ τι ποθοῦσι. καὶ οὕτω μὲν ἡ Πηνελόπη.

(Vers. 583.) ὁ δὲ ξεῖνος, ὦ γύναι, φησὶν, αἰδοίη Ὀδυσῆος, μηκέτι νῦν ἐν δόμοις ἀνάβαλλε τοῦτον ἄεθλον. πρὶν γὰρ ἐλεύσετ' ἐνθάδ' Ὀδυσσεὺς, πρὶν τούτους τόξου τε νευρὴν ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου, τῶν πελεκέων δηλαδή. Ἰστέον δὲ ὅτι ἐθέλει Ὀδυσσεὺς οὕτω γενέσθαι, ὡς ἂν ἢ μή τινος τῶν μνηστήρων δυνηθέντος αὐτὸς μόνος εὐδοκιμήσῃ, ὃ καὶ γενήσεται, ἢ καὶ τυχὸν δυνηθέντων τινῶν ἐντανύσαι οἱ μὲν λοιποὶ χωρισθήσονται ἀπελθόντες, οἱ δὲ δυνηθέντες, ὀλίγοι ὄντες, στασιάσωσι καὶ αὐτοὶ πρὸς ἀλλήλους καὶ οὕτως εἰς πλέον ὀλιγωθέντες ἀλαπαδνότεροι ἔσονται. δῆλον δὲ, ὡς καὶ οἶδεν Ὀδυσσεὺς οἷον τὸ τόξον. ὅθεν καὶ θαῤῥεῖ μὴ ἂν ῥᾳδίως ἐντανυσθῆναι αὐτὸ τῶν τινὶ μνηστήρων. ἀστείως δὲ καὶ τοῦτο πλάττεται. ἦν μὲν γὰρ ποιῆσαι τινὰς ἐντανύσαντας καὶ βαλόντας, οὐκ ἐθέλει δὲ ὁ ποιητὴς τοῦτο, ἵνα μηδεὶς ἐκφύγῃ, ἀλλὰ πᾶσιν ἀχρείοις οὖσι τοξεύειν ἀναφανείη ὄλεθρος, καὶ μή τις θάνατον καὶ Κῆρας ἀλύξῃ, ὃ δὴ μάλιστα ἐθέλει ὁ φιλοδυσσεὺς Ὅμηρος. Δυσώνυμον δὲ ἠῶ τὴν τοῦ γάμου ἡ Πηνελόπη φησὶ, καθὰ καὶ τὴν Ἴλιον Κακοΐλιον εἶπεν οὐκ ὀνομαστήν. ἄλλως γὰρ οὐ δύσφημον οὐδὲ τὸ τῆς ἠοῦς ὄνομα. συντελεῖ δὲ ἐνταῦθα καὶ τὸ, νὺξ ἔσται ὅτε στυγερὸς γάμος ἀντιβολήσει. οὐ βούλεται οὖν οὐδ' ὀνομάζειν ἡμέραν, ἧς ἀνθαιρεῖται νύκτα.

(Vers. 572.) Ἰστέον δὲ ὅτι οὐκ ἀφυῶς ἄν τις τὴν δυσώνυμον ταύτην ἠῶ καὶ ἀποφράδα ἐρεῖ. ἡ γὰρ δυσώνυμος πάντως καὶ δυσφραδὴς, ὅμοιον δὲ εἰπεῖν ἀποφράς. Τὸ δὲ, οἴκου ἀποσχήσει, ἀντὶ τοῦ πόῤῥω ἕξει, ἐκβαλεῖ, ἀφέξει. οὗ ἐναντίον τὸ παρέξειν καὶ τὸ παρασχεῖν, ἃ δὴ καὶ ἐν Ἰλιάδι εὕρηνται. Τὸ δὲ καταθήσω καιρίως ἐῤῥέθη διὰ τὸ κάτω τίθεσθαι κατὰ γῆς τοὺς τοιούτους πελέκεας, ὡς ἐν τοῖς ἑξῆς φανεῖται.

(Vers. 573.) Σποπητέον δ' ἐνταῦθα, εἴ περ ὡς εἰκὸς ἡμιπέλεκκα ἦσαν τῷ εἴδει καὶ οἱ κατὰ τὸν Ὀδυσσέα γυμναστικοὶ πελέκεις. τί γὰρ ἄλλως ἔδει αὐτοὺς ἀκεραίους εἶναι; εἴτε δὲ οὕτως εἴτε ἑτέρως ἔχει, ἰστέον ὅτι πελέκεων μὲν οὐ μία σημασία· δηλοῖ γὰρ ἡ λέξις ὁμωνυμίας λόγῳ κατὰ τοὺς παλαιοὺς καὶ σταθμὸν ἐν Κρήτῃ ἑξάμνουν, ἢ δεκάμνουν. τὰ δέ γε ἡμιπέλεκκα μιᾷ ἐννοίᾳ τῇ συνήθει ἀρκοῦνται. Ὅρα δὲ τὸ ἑξάμνουν καὶ δεκάμνουν καινῶς παρασχηματισθὲν ἐκ τῆς μνᾶς. ἐκείνης γὰρ ἡ ἀνάλογος παραγωγὴ μναῖος καὶ μναῖον εἶναι ὤφειλεν. Ἀριστοτέλης δὲ σεμνότερον ἄλλως παραγαγὼν μναϊαῖος ἔφη, φυλάξας μὲν τὴν τριγράμματον εὐθεῖαν, ἥ περ ἦν ἡ μνᾶ, παραγαγὼν δὲ ἀπ' αὐτῆς μετὰ καὶ πλεονασμῷ τοῦ ἰῶτα τὸ μναϊαῖος, λίθος τυχὸν μνᾶν ἱστῶν, ἢ χαλκὸς, ἤ τι ἕτερον. ὁ δὲ ἐν τοῖς τοιούτοις πλεονασμὸς τοῦ ἰῶτα δηλοῦται καὶ ἐν τῷ, καμινιαία αἰθάλη, καὶ ἐν τῷ, παλαντιαῖος, καὶ ἐν ἄλλοις. [221] ἔχει δὲ ὁ τόπος οὗτος καὶ πρωτοτυπίαν τοῦ ἀθλοθετεῖν ἐν τῷ, ἄεθλον καταθήσω.

(Vers. 574.) Δρύοχοι δὲ κυρίως πάσσαλοι, ἐφ' ὧν στοιχηδὸν διατεθειμένων ἡ τρόπις ἵσταται τῶν καινουργουμένων πλοίων διὰ ἰσότητα. καὶ ἄλλως δὲ εἰπεῖν, δρύοχοι πάτταλοι ἐκ δρυὸς, ὅ ἐστιν ἁπλῶς ξύλου, καθιστῶντες τὴν τρόπιν ἐν τῷ πέριξ αὐτὴν συνέχειν, ὡς δῆλον ἐκ τοῦ, πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς; ἢ τίνι γόμφοι τμηθέντες πελέκει τοῦ τ' ἔκαμνον τὸ κύτος. θαυμαστικὴ δὲ ἡ τοιαύτη ἔννοια παρὰ Ἀθηναίῳ ἐπὶ μεγίστης νηός. ἧς καὶ τοὺς ἱστοὺς ἐφ' ὕψει σεμνύνων ἐκεῖνος ἐπάγει τὸ, ἄστρων γὰρ ψαύει καρχήσια· ὃ παραπεποίηται ὑπερβολικῶς ἐκ τοῦ, οὐρανῷ ἐστήριξε κάρα. δῆλον δ' ὅτι ἄκρα τοιούτων ἱστῶν τὰ καρχήσια καὶ οἷον εἰπεῖν κάραι. τούτοις δὲ ὁμώνυμα καί τινα ποτήρια, ὡς ἐν ἄλλοις δηλοῦται. γίνονται δὲ δρύοχοι παρὰ τὸ τὴν δρῦν, ὅ ἐστι τὴν τρόπιν, συνέχειν ἑκατέρωθεν, ἢ καὶ ἄλλως παρὰ τὸ ξύλα συνεκτικὰ εἶναι τρόπεως. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι ταυτὸν μὲν δρῦς καὶ ξύλον, οὐ ταυτὸν δὲ ὅμως δρύοχοι καὶ ξύλοχοι. δρύοχοι μὲν γὰρ ξύλα, ἐφ' ὧν ἡ τρόπις ἵσταται· ξύλοχοι δὲ δάσος δένδρων ἐν ὄρει. τὸ γοῦν δρυόχους ὣς ἀντὶ τοῦ κατὰ τάξιν καὶ στοῖχον, ὁποῖον ἔχουσι καὶ δρύοχοι. κατὰ στοῖχον γὰρ ἀκριβῆ καὶ οἱ πελέκεις ἵσταντο, ἵνα ὁ τῆς πρώτης στειλειᾶς ἤγουν ὀπῆς ἐπιτυχὼν διαμπερὲς ἔχῃ ὀϊστεῦσαι διὰ πάντων. πελέκεις γὰρ νῦν μόνος ὁ τούτων σίδηρος δίχα τῶν στειλειῶν. Ἰστέον δὲ ὅτι τινὲς ἔγραψαν δρυόχους ὡς δώδεκα. οἳ δρυόχους μὲν εἶπον πελέκεις, οἷς διὰ τῶν τρημάτων δρυΐνους στειλειοὺς ἔστιν ἐνέχεσθαι. Τὸ δὲ, ὡς δώδεκα, ἐνόησαν ῥηθῆναι ἀντὶ τοῦ, ὡσεὶ δώδεκα, κατὰ σχῆμα εἰκασμοῦ. εἴη δὲ ἂν κρεῖττον τὸ πρῶτον.

(Vers. 575.) Τὸ δὲ, στὰς πολλὸν ἀπάνευθεν, τόξου τε ἀρετὴ καὶ τοξότου ἐστί. Τοῦ δὲ διαῤῥίπτειν ὀϊστὸν οὐκ ἔστι κρείττω λέξιν εὑρεῖν· κάλλιον γάρ ἐστι καὶ τοῦ ἀφιέναι καὶ τῶν λοιπῶν.

(Vers. 576.) Τὸ δὲ, ἄεθλον τοῦτο ἐφήσω, δυνατὸν μὲν γράφειν καὶ ἄεθλον τοῦτον ἐφήσω, ὡς δηλοῖ ἑξῆς τὸ, μηκέτι ἀνάβαλλε τοῦτον ἄεθλον. ἔδοξε δὲ ὅμως τῷ ποιητῇ τὸν ἄεθλον ἐνταῦθα οὐδετέρως εἰπεῖν τὸ ἄεθλον, ὁμοίως τῷ, ὁ λύχνος τὸ λύχνον καὶ τοῖς τοιούτοις.

(Vers. 577.) Τὸ δὲ, ῥηΐτατα ἐντανύσει, καὶ τὸ, δυοκαίδεκα πάντων, διαστίζει σωφρόνως. ὡς εἴ γε μὴ οὕτω τανύσει τις, οὐδὲ πάντων διοϊστεύσει, οὐκ ἂν τοιούτῳ ἀνδρὶ αὐτὴ ἕποιτο. Κουρίδιος δὲ οὐ μόνον ἀνδρὶ γυναικὶ, ἀλλ' ἰδοὺ καὶ τόδε δῶμα κουρίδιον.

(Vers. 580.) Τὸ δὲ, μάλα καλὸν καὶ ἔμπλεον βιότου καὶ τὸ ἑξῆς, εὐδαίμονος οἴκου ἔπαινος. Δῆλον δὲ ὅτι ἀρχαϊκὸν μὲν τὸ ἐνίπλειον καὶ τὰ κατ' αὐτὸ, τῆς ὑστέρας δὲ Ἀτθίδος τὸ ἔμπλεων καὶ τὰ οὕτω σύστοιχα.

(Vers. 583.) Τὸ δὲ, ὦ γύναι Ὀδυσῆος, καὶ τὸ, πρὶν γὰρ ἐλεύσεται Ὀδυσσεὺς καὶ τὰ τούτου ἐφεξῆς ἀστείως ἐσχημάτισεν Ὀδυσσεὺς, ὡς αὐτὸς ἤδη παρὼν τῇ γυναικί.

(Vers. 584.) Τὸ δὲ ἀνάβαλλε ἀντὶ τοῦ ἀναβάλλου, ὑπερτίθεσο. καὶ σημείωσαι ὅτι ἀσυνήθως ἐκπεφώνηται κατ' ἐνέργειαν, παθητικῶς γὰρ ἄλλως ἡ λέξις τέτριπται.

(Vers. 586.) Σημείωσαι δὲ καὶ ὅτι ἀνωτέρω διὰ τῆς Πηνελόπης εἰπὼν ὁ ποιητὴς τὸ, ὃς δ' ἂν ῥᾷον ἐντανύσει βιὸν ἐν παλάμαις καὶ διοϊστεύσει πελέκεων δυοκαίδεκα πάντων, ἄλλως τὸ αὐτὸ διὰ τοῦ Ὀδυσσέως ἔφρασε, παραφράσας ἐν τῷ, πρὶν τόδε τόξον ἐΰξοον ἀμφαφόωντας νευρὴν ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου, ἀντὶ μὲν βιοῦ τόξον εἰπών. τὸ δὲ ἐν παλάμῃσι μεταλαβὼν εἰς τὸ ἀμφαφόωντας, τὸ δὲ, διοϊστεύσει πελέκεων καὶ ἑξῆς, στενοχωρήσας εἰς τὸ, διοϊστεῦσαί τε σιδήρου.

(Vers. 589.) Ὅτι οὕτω τοῖς Ὀδυσσέως λόγοις ἡ γυνὴ χαίρει, ὥστε λέγειν ἀεὶ ἐθέλειν αὐτοῦ ἀκούειν. φησὶ γοῦν· εἰ ἐθέλεις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι τέρπειν, οὔ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. ἀλλ' οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰὲν ἀνθρώπους. ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκε θεὸς ἐπὶ ζείδωρον ἄρουραν. ἀλλ' ἤτοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνὴν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσιν ἐμοῖς πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἃ καὶ ἀλλαχοῦ ἔφη.

(Vers. 591.) Ὅρα δὲ καὶ νῦν, ὅτι ἀρξάμενος ἀπὸ τοῦ γαρ συνδέσμου ἀπέδωκεν εἰς τὸ ἀλλά· οἷον, ἀλλ' οὐ γάρ πως ἔστιν ἀΰπνους εἶναι,

(Vers. 595.) ἀλλὰ λέξομαι εἰς εὐνὴν, τουτέστι κοιμηθήσομαι δὴ, ὡς τοῦ δευτέρου ἀλλα ἰσοδυναμοῦντος τῷ δή.

(Vers. 592.) Ἐν δὲ τῷ, ἑκάστῳ μοῖραν ἔθηκε, μοῖραν φησὶ τὴν καθ' εἱρμὸν βίου διανέμησιν, οἷον, μοῖρα τῷ ἐργωμένῳ κοπιᾶν, τῷ βαδίζοντι κινεῖσθαι, τῷ ὑπνοῦντι ἐγρηγορέναι. οὕτω δὲ καὶ τῷ ἐγρηγορότι ζῴῳ τὸ ἀπονυστάζειν καὶ διὰ τοῦτο ἀκολούθως ὑπνοῦν.

(Vers. 593.) Τὸ δὲ, ἐπὶ ζείδωρον ἄρουραν, πρόσκειται διὰ τὸ θεῖα ἔξω μοίρας κεῖσθαι.

(Vers. 596.) Τὸ δὲ, αἰεὶ δάκρυσι πεφυρμένη, ὑπερβολικῶς κεῖται. ὡς γὰρ οὐκ ἔστιν [222] ἄϋπνόν τινα αἰὲν εἶναι, οὕτως οὐδὲ αἰεὶ δάκρυσιν ἔστι πεφύρθαι. ἐπεὶ καὶ ἄλλως αἰψηρὸς ὁ τοῦ γόου κόρος.

(Vers. 597.) Τὸ δὲ ἐποψόμενος ἀλλαχοῦ προγέγραπται.

(Vers. 599.) Ὅτι διαφορὰν ὁ ποιητὴς διδοὺς τοῦ τε χαμαὶ στορέσαι καὶ τῶν δεμνίων φησι· λέξεο ἢ χαμάδι στορέσας ἤτοι καταδέμνια θέντων. τὰ γὰρ κλινοειδῆ δέμνια ἐκ τῶν χαμαὶ αἴρουσι τὸν ἐγκοιμώμενον.

(Vers. 598.) Καιρία δὲ λέξις ἐπὶ ἀνακλίσεως ὑπνωτικῆς τὸ λέξεσθαι. διὸ καὶ τρία ἐνταῦθα κεῖται τοιαῦτα ῥήματα κατὰ σχῆμα ἐπιμονῆς. Τὸ δὲ λέξεο προστακτικὸν πάνυ καινῶς ἔχει. γίνεται δὲ ἀπὸ τοῦ λέγω λέξω· οὗ ἀναδραμόντος εἰς ἐνεστῶτα ἔστιν αὐτοῦ παθητικὸν τὸ λέξομαι· οὗ παρατατικὸς ἐλεξόμην, τὸ τρίτον λέξετο, καὶ ἐξ αὐτοῦ προστακτικὸν τὸ λέξεο. εἰ δέ γε καὶ εὐκτικόν που εὑρεθείη ἐν ἀντιγράφοις, εὔοδον καὶ οὕτω τὸ μέτρον ἔσται διὰ συνιζήσεως.

(Vers. 599.) Τὸ δὲ χαμάδι ἔστι μὲν ὡς τὸ πολλάκι. δύναται δὲ καὶ διὰ τοῦ σ γράφεσθαι χαμάδις, ὡς πολλάκις. οὕτω δὲ καὶ δηθάκις δηθάκι καὶ αὖθις αὖθι καὶ χωρὶς χωρί. Τὸ δὲ, ἢ καταδέμνια θέντων, ἀλλαγή ἐστι σχήματος. ἦν γὰρ τὸ ἀκόλουθον, ἢ χαμάδι στορέσας ἢ ἐν δεμνίοις. ὁ δὲ ἔφη· ἢ χαμαὶ στορέσας ἢ δέμνια θέτωσαν, αἱ δουλίδες δηλαδή.

(Vers. 600.) κεῖται δὲ καὶ ἐν τούτοις ὑπερώϊα σιγαλόεντα τὰ ἐκπληκτικά.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Υ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Βουληθεὶς ἀνελεῖν Ὀδυσσεὺς τὰς μιγνυμένας τοῖς μνηστῆρσι θεραπαινίδας καὶ μεταγνοὺς διὰ τῶν ἑξῆς πρὸς Εὔμαιον καὶ Φιλοίτιον διαλέγεται· ἐν ᾧ καὶ τῶν μνηστήρων γίνεται ὁμιλία.

ΟΔΥΣΣΕΙΑΣ Υ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι ἐν προδόμῳ εὐναζόμενος Ὀδυσσεὺς

(Vers. 2.) ἀδέψητον μὲν βοέην, τουτέστι βύρσαν, ἐστόρεσεν, ὕπερθεν δὲ κώεα πολλὰ οἰῶν, οὓς ἱερεύεσκον Ἀχαιοί. Εὐρυνόμη δὲ ἡ ταμία ἐπέβαλε χλαῖναν κοιμηθέντι, τουτέστιν εὐνασθέντι. ἄλλως γὰρ, ἐγρήγορεν, ὡς δηλοῖ τὸ, ἔνθ' Ὀδυσσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτο ἐγρηγορόων.

(Vers. 6.) Καὶ ὅρα τὸ ἐγρηγορόων ἐκ τοῦ ἐγρήγορα μέσου παρακειμένου γενόμενον. ἐγείρω γάρ· μέλλων ἐγερῶ, παρακείμενος ἤγερκα, μέσος ἤγορα, καὶ Ἀττικῶς ἐγήγορα καὶ πλεονασμῷ ἐγρήγορα. ὅθεν τὸ ἐγρηγορῶ μετὰ τῆς πρωτοτύπου αὐξήσεως, ὁμοίως τῷ πέποιθα πεποιθῶ πεποιθήσω, ἐξ οὗ ἡ πεποίθησις, ὡς ἐγρηγόρησις ἐγρήγορσις. καὶ Ὅμηρος μὲν τετρασυλλάβως οἶδεν ἐγρηγορῶ, οἱ δὲ ὕστερον καὶ γρηγορῶ τρισυλλάβως, ὅ περ οὐ φιλεῖται τοῖς ῥήτορσιν.

(Vers. 2.) Ἀδέψητον δὲ βοέην λέγει καθ' ὁμοιότητα τοῦ, βόας αὔας ἤγουν ξηράς. τὸ μὲν γὰρ ἀδέψητον ἤτοι ἀμάλακτον καὶ ἀκατέργαστον αὖον ἂν εἴη. Βοέη δὲ ἡ βοῦς, ὅ ἐστι βύρσα, ἣν βοείην ἐντελῶς μετ' ὀλίγα ἐρεῖ. Ἀδέψητος γοῦν βοέη ἡ ξηρὰ βύρσα. γίνεται δὲ ἡ ἀδέψητος οὕτως· δέφω δέψω τὸ μαλάσσω καὶ κατεργάζομαι· οὗ ὁ μέλλων δέψω, καὶ Δωρικῶς ἢ Αἰολικῶς δεψῶ, καὶ κατὰ ἀναδρομὴν τὴν εἰς ἐνεστῶτα, δεψῶ δεψήσω, ἀφ' οὗ ἀδέψητος. ἀπὸ μέντοι τοῦ δέφω δέψω βυρσοδέψης καὶ σκυτοδέψης, ὡς δὲ ἐν Ἰλιάδι ἐγράφη, καὶ σκυλαδέψης. Βοέη δὲ καὶ βοῦς ἡ ἐπὶ βύρσης διαφέρουσι, καθότι μετουσιαστικὸν μὲν ἡ βοέη, δορὰ δηλαδὴ, ὡς καὶ ἡ λεοντέη καὶ ἡ παρδαλέη, ἡ δὲ βοῦς τὸ τοῦ ὅλου ἔχει ὄνομα, καθὰ καὶ ὁ πριστὸς ἐλέφας τὸ τοῦ ἐλέφαντος. Τὸ δὲ στορῶ στορέσω συγκοπὲν ἀλλοιοῖ τὴν συζυγίαν· στρῶ γὰρ στρώσω γίνεται. ἀγαθὸν δὲ πτωχῷ στόρεσμα ἤτοι στρῶμα τὸ ἔχον κώεα πολλὰ οἱῶν.

(Vers. 5.) Κεῖται δὲ Ὀδυσσεὺς ἐν προδόμῳ πρὸς ἀπόπειραν τῶν ἀτασθάλων γυναικῶν. Τὸ δὲ μνηστῆρσι κακὰ φρονῶν πεποίηκε τὴν τῆς ῥαψῳδίας ταύτης ἐπιγραφὴν, λέγουσαν οὕτω· τὰ πρὸ τῆς μνηστηροφονίας.

(Vers. 6. sqq.) Ὅτι τοῦ ξένου Ὀδυσσέως ἐν προδόμῳ κοιμηθέντος ἤγουν κειμένου αἱ γυναῖκες ἐκ μεγάρου ἤρχοντο, αἳ μνηστῆρσιν ἐμιγέσκοντο, ἀλλήλαις γέλωτα καὶ εὐφροσύνην παρέχουσαι. τοῦ δὲ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι, πολλὰ δὲ μερμήριζεν ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ἢ ἔτι ἐῷ, τουτέστιν ἐῴη, μνηστῆρσι μιγῆναι ὕστατα καὶ πύματα, [223] τουτέστιν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἔσχατα ἐσχάτων, ἢ καὶ ἄλλως εἰπεῖν, πανύστατα. κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ἐπεὶ δὲ σκληρὸν δοκεῖ ἐπὶ καρδίας τὸ ὑλακτεῖν, ἐπάγει συνήθως ἐπὶ θεραπείᾳ τῆς λέξεως, ὁποῖα καὶ ἐν ἄλλοις παρεσημάνθη, παραβολὴν ταύτην. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρα ἀγνοιήσασα ὑλάει μέμονέν τε μάχεσθαι, ὥς ῥα τοῦ ἔνδον ὑλάκτει, καρδία δηλαδὴ, ἀγαιομένου κακὰ ἔργα. καὶ οὕτω θεραπεύσας τὸ τὴν καρδίαν ὑλακτεῖν τῇ κατὰ τὴν κύνα περὶ τοῦ ὑλακτεῖν παραβολῇ ἐπάγει· στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ, ὃς καὶ εἰς παροιμίαν ἔπεσε, τοιοῦτος ὤν· τέτλαθι κραδίη, καὶ κύντερον ἄλλο ποτ' ἔτλης ἤματι τῷ, ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ ἰφθίμους ἑτάρους· σὺ δ' ἐτόλμας ὄφρα σε μῆτις ἐξάγαγεν ἐξ ἄντροιο, ὀϊόμενον θανέεσθαι. τεχνικὴ δὲ αὕτη μέθοδος, παραμυθεῖσθαι τινὰ ἑαυτὸν ἐφ' οἷς πάσχει ἐξ ὧν ἄλλοτέ ποτε πέπονθεν. Ἰστέον δὲ ὅτι κύντερον Ὀδυσσεὺς λέγει τὸ κατὰ τὸν Κύκλωπα ὡς πρὸς τὰ τῶν δμωΐδων κακά. ἄλλως γὰρ ἁπλῶς οἴκτιστον μὲν αὐτὸς φθάσας ἔφη τὸ κατὰ τοὺς ἑτέρους ὅτε αὐτοὺς ἡ Σκύλλα ἥρπασε. τὸ δὲ κατὰ Λαιστρυγόνας οὐ μόνον οἴκτιστον, ἀλλὰ καὶ χείριστον. ἐπελέξατο δ' ἐνταῦθα ὁ ποιητὴς τὸ κατὰ τὸν Κύκλωπα, διότι Σκύλλα μὲν καὶ Λαιστρυγόνες ἄπρακτος ἦσαν ἀνία, κατὰ δὲ τοῦ Κύκλωπος ἔπραξεν ἄμυναν Ὀδυσσεὺς, τλήμων φανεὶς ἕως εὗρε καιρόν· ὥς περ δὴ καὶ ἐνταῦθα τίσεται κατὰ καιρὸν τὰς κακάς.

(Vers. 8.) Ἔτι ἰστέον καὶ ὅτι τὸν γυναικεῖον γέλων κιχλισμὸν ἐκάλουν οἱ παλαιοὶ, ὁποῖός τις καὶ ἄρτι ὁ δουλικός. οἱ δ' αὐτοὶ καὶ χύτραν ἔλεγον εἶδός τι φιλήματος, καθὰ καὶ δράπετον καὶ παιδάριον. Παυσανίας δὲ καὶ γιγγλισμὸν γένος λέγει φιλήματος. τὸ μέντοι γιγρὶ ἐπιφώνημά τι ἐπὶ καταμωκήσει, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐξ οὗ καὶ γιγρὼν, ἀφροδισιακός, φασι, δαίμων, ὃς καὶ δοκεῖ διάκονος γενέσθαι τῷ Ἄρει τῆς μοιχείας. Ὅρα δὲ ὡς οὐ μόνον πολυλογεῖν ἀνοίκειον γυναιξὶν, αἷς κόσμον ἡ σιγὴ φέρει, ἀλλὰ καὶ ὁ ἄθρους γέλως καὶ ἡ ἀκόλουθος εὐφροσύνη. χρὴ γὰρ, ὡς ταπολλὰ, ἡσύχως ἔχειν αὐτάς. διὸ καὶ ψιθύρου Ἀφροδίτης κατὰ Παυσανίαν ἱερὸν ἦν Ἀθήνῃσι καὶ Ἔρωτος δέ· οὗ καὶ Δημοσθένης, φησὶ, μέμνηται ἐν τῷ κατὰ Νεαίρας. ἐκαλεῖτο δέ, φασι, ψίθυρος διὰ τὸ τὰς εὐχομένας αὐτῇ πρὸς τὸ οὖς λέγειν, ὅ περ ἐδήλου μὲν χρῆναι μυστηριάζεσθαι τὰ τοιαῦτα. οὐκ ἦν δὲ ἀπεικὸς, δηλοῦν καὶ τὸ δεῖν εἶναι ἀπέχειν τὸ τρανὲς τῶν φωνῶν, ὧν μέρος καὶ τὰ θρασέα γελοιαστικά. Ἰστέον δὲ καὶ ὅτι τὸ, γέλωτα καὶ εὐφροσύνην, εὕρηται ἔν τισιν ἀντιγράφοις, γέλω τε καὶ εὐφροσύνην, ἀποκοπὲν ἴσως καὶ αὐτὸ ὁμοίως τῷ, γέλω ἔκθανον. τοιαύτη δὲ ἀποκοπὴ καὶ ἐν τῷ, ἱδρῶτα ἱδρῶ.

(Vers. 10.) Τῷ δὲ μερμηρίζειν σύστοιχον, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε, καὶ ἡ μέρμηρα, ὅ πέρ ἐστι φροντίς· οὗ χρῆσις ἐκεῖ παρήνεκται τὸ, ἄμπαυμά τε μερμηράων. συστοιχεῖ δὲ τούτοις καὶ ἐπίῤῥημα τὸ ἀμερμηρεὶ, ὅ πέρ ἐστι δίχα μερίμνης, ἣ καὶ αὐτὴ ἐκ τοῦ μερίζειν γίνεται· ὅθεν καὶ τὸ μερμηρίζειν καὶ τὰ κατ' αὐτό.

(Vers. 12.) Τοῦ δὲ, ἐῷ μνηστῆρσι μιγῆναι, τὸ πρῶτον εὐκτικὸν, ἐάοιμι ἐῷμι, ὡς βοάοιμι βοῷμι, τὸ δεύτερον ἐῷς, καὶ τρίτον ἐῷ μετὰ προσγεγραμμένου τοῦ ι πρὸς διαστολὴν τοῦ ἐῶ ἐνεστῶτος· ἐκ δὲ τούτων τὸ ἐῴην ἐῴης ἐῴη. τοιαύτης δὲ ἀκολουθίας καὶ τὸ ὁράοιμι ὁρῷμι, ὁράοις ὁρῷς, ὁράοι ὁρῷ μετὰ προσγραφῆς τοῦ ι· πληθυντικὸν δεύτερον ὁράοιτε ὁρῷτε, καὶ ἐπενθέσει τοῦ ο μικροῦ, ὁρόῳτε ἐν Ἰλιάδι, οἷον, νῦν δὲ φίλως χ' ὁρόῳτε, ἤγουν ἡδέως ἂν βλέποιτε.

(Vers. 14.) Τί δὲ τὸ ἀμαλὸν καὶ ἡ ἀμαλὴ, ἐξ ὧν καὶ τὸ ἀμαλδύνειν πλεονασμῷ τοῦ δέλτα, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ περιβαίνειν καὶ τὸ ἀμφιβαίνειν τισὶ, ταυτὰ ὄντα, ὅτι φυλακὴν καὶ σκέπην δηλοῦσι συμμαχικὴν, ἡ Ἰλιὰς μυριαχοῦ δηλοῖ.

(Vers. 15.) Τὸ δὲ ἀγνοιήσασα γίνεται μὲν διὰ χρησιμότητα μέτρου πλεονασμῷ τοῦ ἰῶτα ἐκ τοῦ ἀγνοεῖν, παράγει δὲ ἀναλόγως τὴν ἄγνοιαν. Ὑλακτεῖν δὲ καὶ ὑλάειν δῆλον ὅτι ἀδιάφορά εἰσι. πρωτότυπον δὲ τὸ ὑλάειν· δεύτερον δὲ ἀπ' αὐτοῦ τὸ ὑλάσσειν· ἐξ οὗ ὄνομα ὑλακτὸς, καὶ ἀπ' αὐτοῦ ῥῆμα τὸ ὑλακτεῖν, ὁμοίως τῷ τάσσω, ἄτακτος, ἀτακτῶ.

(Vers. 16.) Ἀγαιόμενος δὲ κακὰ ἔργα ὁ μεμφόμενος, ἐκ τοῦ ἀγῶ ἀγαίω, ὡς γῶ γαίω τὸ γαυριῶ. ὅτι δὲ τὸ ἀγαιομένου καὶ ἀταιομένου γράφεται ὡς ἀπὸ τοῦ ἀτῶ ἀταίνω τὸ βλάπτω, οἱ παλαιοὶ δηλοῦσι κριτικοί.

(Vers. 17.) Στῆθος δὲ πλήττεται διὰ τὸ ἐκεῖσε πάθος τοῦ θυμοῦ ἐν καρδίᾳ. οὕτω καὶ ποὺς ἀνδρὸς στρατιωτικοῦ ἐν πολέμῳ ὑποτρέμων πεπείραται ἐν τοῖς νῦν, δόρατι πληγεὶς ὑπὸ τοῦ πάσχοντος, κολάσοντος οὕτω τὸ μέρος, ὅθεν τὸ κακόν. Τὸ δὲ ἠνίπαπε πλεονασμὸν ἔχει ποιητικόν· τὸ γὰρ κοινὸν ἤνιπα, μέσος παρακείμενος τοῦ ἐνίπω.

(Vers. 18.) Τὸ δὲ, τέτλαθι κραδίη, ἀπὸ μέρους ἀντὶ τοῦ, σὺ, ὦ Ὀδυσσεῦ. διὸ καὶ ὑποκαταβὰς ἔφη· ὀϊόμενον θανέεσθαι, σὲ [224] δηλονότι τὸν Ὀδυσσέα. Ἰστέον δὲ ὅτι τὸ, τέτλαθι κραδίη καὶ ἑξῆς, παρῴδησέ τις οὕτως ἐν τοῖς τοῦ Ἀθηναίου· τέτλαθι δὴ πενίη καὶ ἀνάσχετο μωρολογούντων. οἷς ἐπῆκται καὶ τὸ, ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής· ὅ περ παρῳδία ἐστὶ τοῦ, πόλεμος δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. Τὸ δὲ κύντερον πάνυ καιρίως ἐνταῦθα κεῖται, τὴν ἀσφάλειαν ἔχον ἐκ τῆς ῥηθείσης κατὰ τὴν κύνα παραβολῆς. Ὡς δὲ ἐκ τοῦ Κύκλωπος τοῦ ποιητικοῦ παραποιήσας Ἐμπεδοκλῆς κύκλωπα κούρην ἔφη τὴν τοῦ ὀφθαλμοῦ κατὰ λόγον δριμύτητος, ἐδηλώθη καὶ ἀλλαχοῦ.

(Vers. 22.) Ὅτι καὶ ἐνταῦθα καθάπτεσθαι τὸ λογικῶς ἀποτείνεσθαι, οἷον, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ, τουτέστιν ὡς πρὸς τὴν καρδίαν ἀποτεινόμενος. διὸ καὶ ἐπάγει·

(Vers. 23.) τῷ δὲ μάλα ἐν πείσῃ κραδίη μένε, ἤγουν τὸ ῥηθὲν ἦτορ, τετληυῖα. ἔστι δὲ τὸ πείσῃ ἀντὶ τοῦ πειθοῖ ἀπὸ εὐθείας τῆς ἡ πεῖσα. ἅπαξ δὲ καὶ τοῦτο ἐνταῦθα κεῖται. Τὸ δὲ τετληυῖα καιρία λέξις ἐν τούτοις, ὥς περ καὶ τὸ τολμᾶν. διὸ καὶ πολλάκις τούτοις ὁ ποιητὴς ἐν τοῖς παροῦσιν ἐχρήσατο. δῆλον δὲ ὅτι ὁ κατορθῶν τὸ τοιοῦτον οὐ μόνον τλήμων λέγεται, ἀλλ' εἰκότως καὶ σχέτλιος παρὰ τὸ ἀνέχεσθαι καὶ τλῆναι. διὸ μετ' ὀλίγα

(Vers. 45.) σχέτλιον ἡ Ἀθηνᾶ ἐρεῖ Ὀδυσσέα τὸν ταῦτα λέγοντα.

(Vers. 24.) Ὅτι τὸ ἄϋπνον ὄντα τὸν Ὀδυσσέα ὧδε καὶ ἐκεῖ ἑλίττεσθαι καὶ οὐχ' ἁπλῶς ἀλλὰ συχνὰ μεριμνῶντα νυκτὸς παραβάλλων εἰς ὁμοιότητα πράγματος ὁ ποιητὴς φησίν· ὡς δ' ὅτε γαστέρ' ἀνὴρ, πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσσης τε καὶ αἵματος ἔνθα καὶ ἔνθα αἰόλλει, μάλα δ' ὦκα λιλαίεται ὀπτηθῆναι· τότε γὰρ δηλαδὴ πυκνὰ στρέφεται ἡ γαστήρ·

(Vers. 28.) ὣς ἂρ ὅ γ' ἔνθα καὶ ἔνθα ἑλίσσετο μερμηρίζων. ὃ καὶ πρὸ τῆς παραβολῆς ἔφη εἰπὼν, νωλεμέως αὐτὸν ἑλίσσεσθαι ἔνθα καὶ ἔνθα. ἀστείως δὲ τὸν περὶ γαστέρος ὀπτῆς πρὸ μικροῦ

(Vers. 25.) ἀεθλεύσαντα τοιαύτῃ καὶ νῦν παραβολικῶς εἴκασε. ἐκεῖ μέντοι εἶχέ τις εἰπεῖν καὶ ὡς γαστρίζεσθαι ἤτοι κορέννυσθαι θέλων ὁ Ὀδυσσεὺς ἤθλει. Ἰστέον δὲ ὅτι γαστρίζεσθαι κατὰ τοὺς παλαιοὺς οὐ μόνον τὸ ὡς ἐῤῥέθη χορτάζεσθαι, ἀλλ' ἔστιν ὅτε καὶ τὸ κατὰ γαστρὸς τύπτεσθαι.

(Vers. 27.) Αἰολλεῖν δὲ ἁπλῶς τὸ κινεῖν, ἐνταῦθα δὲ τὸ κατὰ εἴλησιν. δοκεῖ δὲ τοῖς παλαιοῖς γίνεσθαι παρὰ τὴν ἄελλαν τὸ αἰόλλειν, ὅ ἐστι ποικίλως καὶ πυκνῶς καὶ ταχέως στρέφειν καὶ κινεῖν.

(Vers. 29.) Ὅτι εἰδοποιῶν ὁ ποιητὴς τί δή ποτε μερμηρίζων ὁ Ὀδυσσεὺς πυκνὰ, ὡς ἐῤῥέθη, νυκτὸς ἐστρέφετο, λέγει ὅτι μεριμνῶν, πῶς ἂν μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει, μόνος ἐὼν πολέσιν·

(Vers. 40.) οἱ δὲ αἰὲν ἀολλέες ἔνδον ἔασι. τὸ δὲ μεῖζον καὶ εἴ πέρ φησι, κτείναιμι Διός τε Ἀθηνᾶς τε ἕκητι, ποῦ ἂν ὑπεκπροφύγοιμι τοὺς τῶν μνηστήρων πάνυ πολλοὺς ὄντας. ταῦτα δὲ ὁ ποιητὴς μᾶλλον ἐπαπορεῖ πρὸ τοῦ Ὀδυσσέως, πιθανολογῶν τὰ τῆς μνηστηροκτονίας. καὶ ταῦτα μὲν ἀπορητική τις προέκθεσις· λύσις δὲ ἡ θεόθεν ἐπικουρία κατὰ τὸ δίκαιον, ὡς ἡ Ἀθηνᾶ λέγει, τουτέστιν, ἡ παρὰ τῷ Ὀδυσσεῖ σύνεσις, ἣ διαμπερὲς φυλάσσει τὸν Ὀδυσσέα ἐν πάντεσσι πόνοισι. ἔνθα καὶ θαῤῥῶν Ὀδυσσεὺς νομίζει, δι' ἣν ἔχει φρόνησιν, καὶ πεντήκοντα λόχοις ἀνδρῶν ἀντιστῆναι, καὶ πάντας μὲν μὴ ἂν ἀνελεῖν· οὐ γὰρ δυνατὸν τοῦτο ἀνδρὶ ἑνί· βόας μέντοι ἐξ ἐκείνων ἐλάσασθαι καὶ ἴφια μῆλα. οὕτω τὴν ἀγαθὴν ἐλπίδα ὁ ἥρως προβέβληται. καὶ τοῦτο μὲν παρήγορος καραδοκία ἐπὶ τοῖς ἑξῆς.

(Vers. 33.) πρὸς δέ γε τὸ παρὸν ἡ αὐτὴ Ἀθηνᾶ ὑπὲρ κεφαλῆς στᾶσα, τί δή ποτέ, φησιν, ἐγρήσσεις, τουτέστιν ἐγρήγορας, πάντων περικάμμορε φωτῶν, ἤγουν ἀνδρῶν πάντων λίαν κακοτυχέστατε. οἶκος μέντοι ὅδ' ἐστί· γυνὴ δέ τοι ἥδ' ἐνὶ οἴκῳ, καὶ πάϊς, οἷόν πού τις ἐέλδεται εἶναι υἱόν.

(Vers. 52.) καὶ ἐπὶ τούτοις παραινοῦσα ἡ Ἀθηνᾶ τῷ ἥρωϊ, τουτέστιν αὐτὸς ἑαυτὸν συμπείθων, ἀλλ' ἑλέτω σέ, φησι, καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα. κακῶν δ' ὕπο δύσεαι ἤδη, τουτέστιν ὑπὸ τῆς κακώσεως μικρὸν ὅσον δυσμὰς ἂν βίου ἴδοις· ἢ καὶ ἄλλως, οἰχήσῃ καταδὺς ὡς εἰς βυθόν. ὃ καὶ εὐλαβουμένη Ἀθηνᾶ ἡ τοῦ μύθου τε καὶ ἡ τῆς ἀλληγορίας· κήδεται γὰρ αὐτοῦ καὶ νῦν ὡς καὶ πρὸ τούτων ὅτε ἀγνωμόνως αὐτῷ ἡ τύχη ἐχρῆτο, καὶ δέδιε μή ποτε συγκοπεὶς τῇ ἀγρυπνίᾳ ἡττηθείη αὔριον ἐν τῇ μάχῃ· λαλεῖ τὰ ῥηθέντα, δυσὶ ταύταις χρησαμένη ἐννοίαις, μιᾷ μὲν τοιαύτῃ· τί σοι ἄμετρα μερμηρίζειν οἴκαδέ τ' ἐόντι καὶ τὰ φίλτατα εὑρηκότι εὖ ἔχοντα; ἑτέρᾳ δὲ τοιᾷδε· καὶ μέν τις θνητῷ ἀνδρὶ ἑτέρῳ πείθεται, σὺ δὲ εἴης ἂν οὐ σοφὸς μὴ τὴν θεόθεν ἐπικουρίαν καραδοκῶν. καὶ οὕτως αὐτῷ ὕπνον ἐπὶ βλεφάροις ἡ Ἀθηνᾶ ἔχευε παύσαντι φρονίμως τόν τε θυμὸν τήν τε μέριμναν.

(Vers. 33.) Τὸ δὲ ἐγρήσσειν δὶς μὲν ἐνταῦθα κεῖται, εὕρηται δὲ καὶ ἐν ἄλλοις. ποιητικὸν δέ ἐστι καὶ γίνεται ἀπὸ τοῦ ἐγείρω, κατὰ συγκοπὴν ἔγρω, ἐξ οὗ ἐγρήσσω, [225] ὥς περ πέλω πλῶ πλήσσω, πέτω πτῶ πτήσσω.

(Vers. 52.) Τὸ δὲ, ἀλλ' ἑλέτω σε καὶ ὕπνος καὶ ἑξῆς, προτροπὴ εἰς τὸ ὑπνῶσαι ἐστί. Τὸ δὲ, ἀνίη καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα, γνωμικῶς τε εἴρηται καὶ ἐκ μεταφορᾶς τῶν ἀγρυπνούντων ἔν τινι φυλακῇ, πόλεως τυχὸν ἢ ἀγροῦ ἤ τινος τοιούτου. Καίρια δ' ἐνταῦθα καὶ τὰ κομματικὰ νοήματα· ἐν δυσὶ γὰρ στίχοις τρία κεῖται κόμματα ἐπισπεύδοντα εἰς τὸ ἀναγκαίως ὑπνῶσαι.

(Vers. 32.) Ὅτι ἀστεῖον ἐπί τινος βλαπτομένου ἢ ἐπιτασσομένου πρός τινος δυνατοῦ τὸ, στῆ δ' ἂρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε. Μέμψις δὲ ἐπὶ ἀκαίρῳ ἀϋπνίᾳ τὸ, τίπτ' αὖτ' ἐγρήσσεις, ὡς ἐῤῥέθη, πάντων περικάμμορε φωτῶν.

(Vers. 35.) Ἔπαινος δὲ καίριος καὶ γοργὸς εἰς ἀγαθὸν παῖδα τὸ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα, ἤγουν ὁποῖόν τις ἐπιθυμεῖ ἔχειν υἱόν.

(Vers. 45.) Θαρσοποιὸν δὲ ἐκ μεγάλου τινὸς πρὸς τὸν αὐτοῦ ἐν φόβοις δεόμενον τὸ, σχέτλιε, καὶ μέν τις χερείονι πείθεται ἑταίρῳ, ὅς περ θνητός ἐστι καὶ οὐ τόσα μήδεα οἶδεν. αὐτὰρ ἐγὼ τοιόσδε εἰμί. ὡς δὲ ἡ μυθικὴ Ἀθηνᾶ λέγει, θεός εἰμι, διαμπερὲς, ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοις·

(Vers. 48.) εἰ δὲ καὶ ὡς εἰς μάχην ὁ τοιοῦτος ἐπικουρῆσαι ὑπισχνεῖται, ἁρμόζει καὶ τὰ ἐφεξῆς· ἐρέω δέ τοι ἐξαναφανδόν· εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων νῶϊ, τουτέστιν ἡμᾶς, περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, καί κεν τῶν ἐλάσαιο, ἤγουν ἀπελάσεις, βόας καὶ ἴφια μῆλα. Καὶ ὅρα ὡς ἀσφαλῶς εἶπεν, ἀπελάσεις λείαν ζῴων, ἡττήσας δηλαδὴ τοὺς τοσούτους· ἄλλως γὰρ ἀπίθανον ὑπὸ δύο θνητῶν πεντήκοντα λόχους κακόν τι μέγα παθεῖν· βλαβῆναι μέντοι ἐστὶ μερικῶς.

(Vers. 49.) Σημείωσαι δὲ ὅτι μεγαλοφωνότερον νῦν ἡ ποιητικὴ ἔφη Μοῦσα ἤ περ ὅτε πρὸς τριακοσίους μόνους τὸν Ὀδυσσέα ἐν τοῖς πρὸ τούτων ἀντέστησε. πάντως γὰρ οἱ πεντήκοντα λόχοι πολλῷ πλείους τριακοσίων ἀνδρῶν. ἐκ τοῦ μείζονος δὲ κἀνταῦθα ὁ τῆς ἐπιχειρήσεως λόγος τῷ ποιητῇ.

(Vers. 40.) Ἔτι σημείωσαι καὶ ὅτι μεῖζον ὁ Ὁμηρικὸς Ὀδυσσεὺς, ὡς καὶ πρὸ βραχέων ἐλέχθη, κρίνει τοῦ ἀνελεῖν τοὺς μνηστῆρας τὸ δυνηθῆναι ὑπεκπροφυγεῖν τοὺς ἐκείνων. μνηστῆρες μὲν γὰρ καὶ ὀλίγοι ἔπεσον καὶ οὐδὲ νήφοντες· οἱ δὲ τῶν μνηστήρων οὔτε τοιοῦτοι οὔτε τοσοῦτοι, ἀλλὰ πολλῷ καὶ κρείττους καὶ πλείους.

(Vers. 56.) Ὅτι ἐν τῷ, ὕπνος τὸν Ὀδυσσέα ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, λυσιμελὴς, ἔοικε παρετυμολογεῖν τὸ, λυσιμελὴς ὕπνος, ἵνα εἴη τοιοῦτος ὁ λύων τὰς μελεδῶνας καὶ νοοῖτο κατὰ μίαν ἔννοιαν καὶ λυσιμελὴς συνθέτως καὶ διαλελυμένως λύων μελεδήματα θυμοῦ ὁ αὐτός. καὶ μὴν αὐτὸς καὶ ἄλλως καλεῖται λυσιμελὴς παρὰ τὸ λύειν τὰ μέλη, ὡς δηλοῦται καὶ ἐν τῷ, λύθεν δέ οἱ ἅψεα πάντα. εἴη δ' ἂν τοιοῦτος καὶ ὁ κάματος, εἴ γε καὶ καμάτῳ φίλα γυῖα λέλυνται, ὥς τε αὖθις τῷ λόγῳ τούτῳ ἄλλως μὲν λυσιμελὴς, ἄλλως δὲ λύων μελεδήματα ψυχῆς ὁ αὐτός.

(Vers. 58.) Ὅτι κλαυθμὸν γυναικεῖον φράζει τὸ, κλαῖε δ' ἂρ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν, ἕως κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν.

(Vers. 61.) Ὅτι ἔθους ὄντος τοῖς εἰς ἄκρον λυπουμένοις αἱρεῖσθαι θάνατον, γίνεται αὐτὸ καὶ τῇ Πηνελόπῃ. εὔχεται οὖν, ὡς αἴθε Ἄρτεμις πότνια θεὰ, ἰὸν ἐνὶ στήθεσι βαλοῦσα, ἐκ θυμὸν ἕλοιτο αὐτίκα νῦν· διὰ αἰφνιδίου δηλαδὴ θανάτου, ὡς πολλαχοῦ φαίνεται· ἢ ἔπειτά με ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα κατ' ἠερόεντα κέλευθα, ἐν προχοαῖς δὲ βάλοι ἀψοῤῥόου Ὠκεανοῖο. ὅμοιον δὲ καὶ μετ' ὀλίγα

(Vers. 80.) ὑπ' Ἀρτέμιδι εὔξεται θάνατον, ταυτολογοῦσα συνήθως διὰ λύπην πολλὴν ἐν τῷ, ἢ ἔμ' εὐπλόκαμος βάλοι Ἄρτεμις.

(Vers. 64.) Ἰστέον δὲ ὅτι κέλευθα ἠερόεντα ἢ τὰ πρὸς δύσιν καὶ Ἅιδην, ἢ καὶ ἁπλῶς τὰ περὶ ἀέρα. ἔνθα καὶ ὅρα ὡς καὶ τὴν δι' ἀέρος φορὰν κέλευθον εἶπεν.

(Vers. 65.) Ἀψόῤῥοος δὲ Ὠκεανὸς ὁ κύκλῳ τῆς γῆς περινοστῶν καὶ ἂψ πάλιν ἐπὶ τὸ αὐτὸ ἱκνούμενος κατὰ τὸ, περιτελλομένων ἐνιαυτῶν. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτως· ἀψόῤῥοος, ὁ εἰς ἑαυτὸν ἀναλύων ἐν τῷ εἰλεῖσθαι κύκλῳ περὶ τὴν γῆν. τινὲς δὲ ἀψόῤῥοόν φασι τὸν ταχὺ ῥέοντα, ὡς οἷον αἰψόῤῥοον.

(Vers. 79.) Σημείωσαι δ' ἐν τούτοις καὶ ὅτι δίο ταῦτα ἡ γυνὴ εὐξαμένη, θάνατον τὸν αὐτίκα ἢ ἀλλὰ ἁρπαγὴν τὴν ὑπὸ θυέλλης, καὶ διασκευάσασα τὴν εὐχὴν ἐν ἔπεσιν ὀκτωκαίδεκα, εἶτα συνάγουσα τὸ νόημα λέγει ἐπαναληπτικῶς ἐν στίχοις δυσὶν, ὡς ἐμὲ ἀϊστώσειαν θεοὶ, δι' ἁρπαγῆς δηλαδὴ, ἢ Ἄρτεμις βάλοι αἰφνιδίῳ ἀπαγοῦσα θανάτῳ. καὶ οὕτως ἐξ ἀνάγκης διττολογεῖ, μετατάξασα ἐνταῦθα, καὶ πρώτην μὲν θεμένη τὴν ἁρπαγὴν, εἶτα τὴν ἐξ Ἀρτέμιδος διαβολήν.

(Vers. 66.) Ὅτι τὴν ἱστορίαν τῶν θυγατέρων τοῦ Πανδαρέου μερίσας ὁ ποιητὴς δυσὶ τόποις, ὃ καὶ ἐπὶ ἄλλων πολυτρόπως ποιεῖ, περὶ μὲν ἀηδόνος ἤδη δεδήλωκε θέμενος ἐκείνην ἐν παραβολῇ· ἄρτι δὲ καὶ περὶ τῶν λοιπῶν θυγατέρων ἱστορεῖ, [226] ὡς ἐκεῖ προεσημάνθη. φησὶ γοῦν ἡ Πηνελόπη περὶ αὐτῶν οὕτως· ὡς δ' ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι, εἴτουν Ἅρπυιαι ἀνηρείψαντο· αἷς τοκῆας μὲν ἀπήγαγε θεός· αἱ δὲ λίποντο ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ Ἀφροδίτη τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· Ἥρη δ' αὐτῇσι περὶ πασέων δῶκε γυναικῶν εἶδος καὶ πινυτὴν, μῆκος δ' ἔπορεν Ἄρτεμις ἁγνή· ἔργα δ' Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. ὅτε δὲ Ἀφροδίτη αὐταῖς ᾐτήσατο τέλος θαλεροῖο γάμοιο ἐκ Διὸς, ὃς εὖ οἶδεν ἅπαντα μοῖράν τ' ἀμμορίαν τ' ἀνθρώπων, τότε δὴ τὰς κούρας Ἅρπυιαι ἀνηρείψαντο, πρὸ γάμου δηλαδὴ, καὶ ἔδωκαν στυγερῇσιν Ἐριννύσιν ἀμφιπολεύειν, ὣς ἐμὲ ἀϊστώσειε θεός.

(Vers. 80.) εἶτα ἵνα μὴ ἀδύνατα δοκῇ εὔξασθαι, εἰ καὶ εἰς παράδειγμα τὰς Πανδαρέου κόρας παρήγαγεν, ἐπανακάμπτει πάλιν εἰς τὴν ῥηθεῖσαν βολὴν τὴν ἐξ Ἀρτέμιδος, ὡς οἷα προτιμωμένη τὸν αἰφνίδιον θάνατον, οὗ περ Ἄρτεμις αἰτία δοκεῖ. καὶ εὔχεται οὕτω θανεῖν,

(Vers. 81.) ὄφρα, φησὶν, Ὀδυσῆα ὀσσομένη, ἤγουν ἀνειδωλοποιουμένη καὶ μὴ ἐκλαθομένη αὐτοῦ, καὶ γαῖαν ὑπὸ στυγερὴν ἀφικοίμην,

(Vers. 82.) μηδέ τι χείρονος ἀνδρὸς εὐφραίνοιμι νόημα, τουτέστιν, ἵνα θάνοιμι ἔχουσα μνήμην τοῦ ἀρίστου ἀνδρὸς ἐγγεγραμμένην μοι ἀνεξάλειπτον εἰς ψυχήν. Πάνυ δὲ σεμνῶς εἴρηται τὸ, μὴ χείρονος ἀνδρὸς εὐφραίνοιμι νόημα, ἀντὶ τοῦ, μὴ ἑτέρῳ μιγείην ἀνδρί. δῆλον δ' ὅτι ὁ τοιοῦτος χείρων Ὀδυσσεῖ ἀντιδιαστέλλεται τῷ ἀρείονι καὶ ἀρίστῳ. ὁ δὲ λόγος οἰκεῖος καί τινι αἱρουμένῳ θανεῖν ἤ περ δευτέρου τινὸς εὐεργέτου μετὰ τὸν πρῶτον τυχεῖν.

(Vers. 66.) Ὅρα δὲ ὡς ἡ ῥηθεῖσα παραβολὴ σχοινοτενῶς ἐσχημάτισται· μετὰ τρεισκαίδεκα γὰρ στίχους ἀποδέδοται. Μερόπη δὲ καὶ Κλαιοθήρα ἦσαν αἱ ἐνταῦθα τοῦ Πανδαρέου κοῦραι, ἃς οἱ μὲν βρεφόθεν ὀρφανισθῆναι φασὶν, ὡς ἐντεῦθεν ἀνάγκην εἶναι, τυρῷ καὶ μέλιτι καὶ τοιούτοις τισὶ βρεφοκομεῖσθαι αὐτάς. ἕτεροι δὲ μὴ ὀρφανισθείσας οὕτως ἐκτραφῆναι φασὶν, ἀλλὰ πρὸ τῆς ὀρφανίας, οἷα φιλουμένας τῇ Ἀφροδίτῃ. δοκοῦσι δὲ, ὡς καὶ προεγράφη, οὐ φαῦλαι τινὲς εἶναι κορίσκαι, ἀλλὰ καὶ περικαλεῖς καὶ ὡς εἰπεῖν ἐπαφρόδιτοι, καὶ συνεταὶ δὲ, ὡς νῦν ὁ ποιητὴς λέγει, καὶ ἐργατικαὶ, ἤδη δὲ ἴσως καὶ δειναὶ προσενεχθῆναι καὶ οὐ προσηνεῖς. ἀποβῆναι δὲ δυστυχεῖς ἔς γε τὸ μακρόβιον ἢ καὶ εἰς τὸ κατὰ βίον περιφανὲς καὶ εὔδαιμον· διὸ μυθευθῆναι, ἁρπαγῆναι μὲν ἀέλλαις διὰ τὸ ὁπωσοῦν ἀφανὲς, Ἐριννύσι δὲ παραδοθῆναι ἀμφιπολεύειν· ἐξ οὗ δὴ ῥήματος αἱ ἀμφίπολοι, ὡς δὲ ἀγρίως εἶχον αἱ Ἐριννύες, καὶ ὡς στυγεραὶ ἦσαν ἤγουν στυγηταὶ ἢ στυγναὶ, καὶ ὡς οἱ περὶ αὐτὰς ἐριννυώδεις καὶ αὐτοὶ, δῆλον ἐκ τῶν μύθων· οἱ καὶ Ἥραν μὲν δότειραν οἴδασιν εἴδους καὶ πινυτότητος,

(Vers. 70.) εἰ καὶ ἄλλως κοινότερον ἡ Ἀθηνᾶ τοῖς πινυτοῖς ἐπιστατεῖ· Ἄρτεμιν δὲ μεγέθους τοῦ κατὰ γυναῖκας· Ἀθηνᾶν δὲ ταῖς γυναικείαις ἐφιστᾶσι τέχναις, Ἀφροδίτην δὲ γάμοις, εἰ καὶ ἑτέρως Ἥρα γάμων ἐπιστατεῖν λέγεται.

(Vers. 69.) Ἰστέον δὲ καὶ ὅτι κατὰ τὰς ῥηθείσας ἐννοίας τὸ τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ κομίζεσθαι, οὐ μόνον βρεφοκομίαν παραδηλοῖ, ἀλλὰ καὶ τρυφῆς ἐστὶν οὗ ἔνδειξις.

(Vers. 72.) Ἰστέον δὲ ὅτι καὶ τὸ δέδαε μέση λέξις ἐστί. καὶ νῦν μὲν ἀντὶ τοῦ ἐδίδαξε κεῖται, ὡς ταπολλὰ δὲ ἀντὶ τοῦ ἔμαθεν ἤτοι ἔγνω ἀπὸ μαθήσεως. οὕτω καὶ τὸ μανθάνειν μέσως ἔχει παρὰ τοῖς μεθ' Ὅμηρον, ὡς δηλοῖ τὸ, μανθάνει γράμματα παρὰ τοῖς σοφισταῖς.

(Vers. 74.) Τέλος δὲ γάμου ἢ ὁ γάμος περιφραστικῶς ἢ ἡ τεκνοποιΐα. Θαλερὸν δὲ γάμον λέγει διὰ τὸ ἐκεῖθεν ἄρχεσθαι τοὺς ἀνθρώπους εἰς γενεὰν, ὧν ἑκάστῳ καὶ θάλος τὸ γεννηθὲν λογίζεται, ὡς τὸ, τοιόνδε θάλος χορὸν ἐσοιχνεῦσαν.

(Vers. 76.) Ἐν δὲ τῷ, πάντα, ἤγουν μοῖραν ἀμμορίαν τε, μοῖραν φανερῶς τὴν εὐδαιμονίαν καὶ εὐτυχίαν φησίν· ἧς αἴτιος Ζεὺς ἐδόκει εἶναι ὁ καθ' εἱμαρμένην. ὁ δὲ τοιοῦτος Ὁμηρικὸς τόπος δοκεῖ ἀρχὴν ἐνδοῦναι τοῦ εἰς εἱμαρμένην ἀλληγορεῖσθαι τὸν Δία.

(Vers. 77.) Τὸ δὲ, Ἅρπυιαι ἀνηρείψαντο, ταυτὸν, ὡς ἐῤῥέθη, τῷ, ἀνέλοντο θύελλαι, ὃ ἐν ἀρχῇ κεῖται τῆς παραβολῆς.

(Vers. 78.) Τὸ δὲ ἀμφιπολεύειν οὐκ ἐξ ἀνάγκης δουλική ἐστι λέξις. τί γὰρ σεμνὸν ταῖς θεοφιλέσι κόραις τὸ δούλαις γενέσθαι; ἀλλ' ἁπλῶς τὸ συμπεριοδεύειν δηλοῖ.

(Vers. 74.) Ἡ δὲ πρὸ γάμου ἁρπαγὴ τῶν νεανίδων, καθ' ἣν Ἀφροδίτη μὲν γάμον αὐταῖς ᾐτεῖτο, Ἅρπυιαι δὲ αὐτὰς ἀνείλοντο, χρήσιμος καὶ εἰς γάμου ψόγον, ὡς κρεῖττον δῆθεν λογισθὲν, Ἁρπυίαις ἀπαχθῆναι αὐτὰς ἤ περ γάμῳ ἐνδεθῆναι. ἄλλως δέ γε τὸ Ἁρπυίαις ἀνερειφθῆναι καὶ Ἐριννύσι δοθῆναι ἀμφιπολεύειν κόραι ἂν πάθοιεν ἔκτοποι πατρίδος γενόμεναι καὶ δειναῖς περιτυχοῦσαι τροφοῖς ἢ δεσποίναις.

(Vers. 81.) Γαῖα δὲ στυγερὴ ἡ κατὰ τὸν Ἅιδην. ἡ γὰρ ἄνω φίλη μήτηρ, καὶ διατοῦτο Δήμητρος τόπος. καὶ ἄλλως δὲ ὁ τάφος εἴη ἂν γαῖα στυγερή. ὡς καὶ [227] Ἐριννύες στυγεραί.

(Vers. 83.) Ὅτι ὁ μὴ μόνον ἐν ἡμέρᾳ ἔμφροντις ὢν ἀλλὰ καὶ νύκτωρ δειματούμενος εἴποι ἂν τὸ, ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχειν κακὸν ὁππότε κέν τις ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, νύκτας δ' ὕπνος ἔχησιν.

(Vers. 85.) ὁ γὰρ, τουτέστιν ὁ ὕπνος, ἐπέλησεν ἁπάντων ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἂρ βλέφαρ' ἀμφικαλύψει. αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ' ἐπέσσευε κακὰ δαίμων. Τὸ δὲ περὶ ὕπνου ἐνταῦθα γνωμικῶς ἐῤῥέθη, ὃς λήθην ἐπάγει οὐ μόνον κακῶν, οἷα μελεδήματα λύων, ἀλλὰ καὶ ἀγαθῶν. ἐντεῦθεν οὖν καὶ λητὼ ἡ νὺξ, καθ' ἣν μάλιστα ὕπνου καιρός.

(Vers. 86.) Τὸ δὲ ἀμφικαλύψει ὡς ἀπὸ δικτύων μετήνεκται, ἃ καταπετασθέντα ὀρνίθων καλύπτει αὐτὰ ἔσω.

(Vers. 88.) Ὅτι ὅραμα κἀνταῦθα ἡ Πηνελόπη καθ' ἑαυτὴν ἀφελῶς ἀφηγουμένη φησιν· ὡς τῇδέ μοι νυκτὶ Ὀδυσσεὺς παρέδραθεν ἴκελος αὐτῷ, τοῖος ἐὼν, οἷος ᾖεν, τουτέστιν ἤϊεν ἤτοι ἀπῄει, ἅμα στρατῷ. αὐτὰρ ἐμὸν κῆρ χαῖρεν, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ' ὕπαρ· περὶ ὧν προείρηται.

(Vers. 91.) ὣς ἔφατο· αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς· ὃ δὴ ἀποτελεῖσθαι ὡς ταπολλὰ δηλοῖ τὰ πρὸς ὄρθρον ὀνειροπολούμενα.

(Vers. 88.) Ἰστέον δὲ ὡς, εἰ καὶ σαφὲς ἦν τὸ, ἴκελος αὐτῷ, ἀλλ' εἰς πλέον διασαφεῖται δι' τοῦ, τοῖος ἐὼν οἷος ἀπῄει ἐς στρατόν. πολλαὶ γὰρ ἀνθρώπου πρὸς ἑαυτὸν διαφοραὶ ἄλλοτε ἄλλαι, γυμνουμένου, ἐνδεδυμένου, ὡπλισμένου, ἀόπλου, λυπουμένου, χαίροντος, σιγῶντος, λαλοῦντος, νοσοῦντος, εὐρωστοῦντος, αὐξομένου, ἀκμάζοντος, φθίνοντος, καὶ τἄλλα μυρία ὅσα. τὸ τοίνυν ὅραμα ἴκελον Ὀδυσσεῖ ἄγει φάντασμα οὐ δαινυμένῳ, οὐκ ἀγορεύοντι, ἀλλὰ στρατευομένῳ καὶ ἀκμαίῳ καὶ μὴ ὠμογέροντι, ὁποῖος ἄρτι ἐστιν. Ὅρα δὲ καὶ ὡς πάνυ ἀστείως παρεσημειώθη ἐνταῦθα τὸ, ἴκελος αὐτῷ, ἵνα δειχθῇ, ὡς ὁ ξεῖνος οὐ δοκεῖ τῇ Πηνελόπῃ ἴκελος ἐκείνῳ εἶναι, οἷα μηδὲ γνωρισθείς. Ὅρα δὲ ὡς τοῦ πράγματος ἤδη ἐκβαίνοντος συχνὰ τὰ ἐπ' αὐτῷ σημεῖα πλάττονται, ὡς εἰκὸς, γίνεσθαι.

(Vers. 92.) Ὅτι εὐλαβὴς ἀεὶ ἐν τοῖς καιρίοις ὁ ἀγχίνους. διὸ καὶ Ὀδυσσεὺς ἀφυπνισθεὶς πρὸς ἡμέραν καὶ κλαιούσης τῆς γυναικὸς ὄπα συνθέμενος μερμήριζε,

(Vers. 93.) δόκησε δέ οἱ κατὰ θυμὸν ἤδη ἐκ τῆς μαίας ἢ τοῦ υἱοῦ τυχὸν γινώσκουσα παριστάμεναι κεφαλῇφιν. οἴεται γὰρ ἴσως καὶ τὸ δάκρυον ἐφ' ἡδονῆς εἶναι ἄρτι τῇ γυναικί. διὸ χλαῖναν μὲν συνελὼν καὶ κώεα τοῖσιν ἐνεῦδεν ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην θῆκε θύραζε φέρων, τουτέστιν ἐξέθηκε θύραζε, ἢ ἐκφέρων ἔθηκε θύραζε.

(Vers. 95.) Τὸ δὲ συνελὼν ἀντὶ τοῦ συνάξας, συνειλήσας· καὶ κεῖται ἡ λέξις καὶ ἐν Ἰλιάδι ἐν τῷ, ἀμφοτέρας ὀφρῦς σύνελε λίθος. ἐντεῦθεν δὲ εἴληπται καὶ τὸ, συνελόντα φάναι, παρὰ τοῖς ὕστερον, καὶ τὰ παρὰ τοῖς γραμματικοῖς συνῃρημένα, καὶ ἡ συναίρεσις, δι' ἧς αἱ λέξεις ἐκ πλατυτέρων καὶ ἀναπεπταμένων συνάγονται εἰς βραχύτερον. Τὸ δὲ, οἷς ἐνεῦδε, διασαφητικὸν τῶν ἐνευναίων ἤγουν ἐγκοιτίων ἐστί. δῆλον γὰρ ὅτι ἐνεύναιον, ᾧ ἐνεύδει τις ἤτοι ἐγκοιμᾶται.

(Vers. 98.) Ὅτι παραρτύει κἀνταῦθα Ὅμηρος πολυμαθείας χάριν τὸν λόγον, οἷς περὶ μαντικῶν σημείων καιρίως ἐρεῖ, οὕτως ἀρέσαν αὐτῷ. πλάττει οὖν τὸν Ὀδυσσέα πιθανῶς κατ' ἐπιθυμίαν τοῦ μαθεῖν τὸ μέλλον εὐχόμενον οὕτω, καὶ δὴ καὶ εἰσακουόμενον διὰ τὸ δίκαιον τῆς εὐχῆς· Ζεῦ πάτερ, εἴ μ' ἐθέλοντες ἤγετ' ἐμὴν ἐς γαῖαν ἐπεί μ' ἐκακώσατε λίην, φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω. καὶ ὁ μὲν οὕτως εὔξατο. Ζεὺς δὲ, τουτέστιν ἀὴρ, αὐτίκα ἐβρόντησεν ἀπ' αἰγλήεντος Ὀλύμπου ὑψόθεν ἐκ νεφέων, γήθησε δὲ δῖος Ὀδυσσεύς. φήμην δ' ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς πλησίον· ἔνθ' ἄρα οἱ μύλαι εἴατο ποιμένι λαῶν, ἐν αἷς δώδεκα πᾶσαι ἐπεῤῥώοντο γυναῖκες, ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.

(Vers. 109.) αἱ μὲν δὴ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, οἷα δηλαδὴ νεώτεραι καὶ εὐσθενεῖς· ἡ δὲ μί' οὔ πω παύετο, ἀφαυροτάτη δὲ τέτυκτο.

(Vers. 111.) ἥ ῥα μύλην στήσασα, ἤγουν παύσασα τοῦ ἀληθεύειν, ἔπος φάτο σῆμα ἄνακτι· θεὲ πάτερ, ἦ μεγάλ' ἐβρόντησας ἀπ' οὐρανοῦ ἀστερόεντος, οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος ὅ,ττι κεν εἴπω·

(Vers. 116.) μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε ἐν μεγάροις Ὀδυσσῆος ἑλοίατο δαῖτ' ἐρατεινήν· ὃ δὴ περίφρασις καὶ παράφρασίς ἐστι τοῦ, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν· οἳ δή μοι καμάτῳ θυμαλγέϊ γούνατ' ἔλυσαν ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν. ὃ καὶ σημείωσαι ὡς ἐν ἡμιστιχίῳ παραφράζων τοὺς προσεχῶς εἰρημένους στίχους περὶ τῆς αὐτῆς ἀρᾶς. καὶ οὕτω μὲν τὸ γραΐδιον.

(Vers. 120.) χαῖρε δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς, Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας. τούτων δὲ τῶν δύο κλεηδὼν μὲν ἤγουν φήμη, ἡ καὶ κληηδὼν καὶ κληδὼν, ἡ τῆς [228] γραός ἐστιν εὐχὴ, μάντευμα οὖσα τοῦ μέλλοντος καὶ διατοῦτο καὶ φήμη ὀνομασθεῖσα συνήθως. ἡ δ' αὐτὴ καὶ σῆμα, ὡς μέλλον τι σημαίνουσα, καθὰ δηλοῖ τὸ, ἔπος φάτο σῆμα, τουτέστι σημεῖον, ἄνακτι τῷ Ὀδυσσεῖ. καὶ τοιοῦτον μὲν ἡ κληδών.

(Vers. 121.) ἡ δὲ βροντὴ τέρας κατὰ τὴν ἐξήγησιν τῆς γραὸς, οὐ μὴν σῆμα κατὰ τὴν δηλωθεῖσαν φήμην. ἔστι δὲ τέρας αὕτη ὡς δίχα νέφους γεγονυῖα· παρὰ φύσιν γάρ. ὅθεν καὶ χρησμός ποτε προῆλθε λοξὸς διακελευόμενός τισι πόλιν οἰκίσειν, ἔνθα ἐν αἰθρίᾳ τὸ καινὸν ὑετὸς γένηται. ὁ δὲ λόγος ἐδήλου δάκρυα δίχα προϋπαρξάσης λύπης τινός. ὅτι δὲ νέφος οὐ προῆν τῆς βροντῆς, δῆλον ἐκ τοῦ, οὐδέ ποθι νέφος ἐστί. διὸ καὶ ἡ γραῦς τέρας τινὶ τόδε φαίνεσθαι νοεῖ. εἰ δὲ δοκεῖ τοῦτο ἐναντιοῦσθαι τῷ, ἐβρόντησε Ζεὺς ὑψόθεν ἐκ νεφέων, ἔστιν εἰπεῖν ἀληθῶς, ὡς νέφη νῖν Ἀττικῶς ὁ τῶν νεφῶν τόπος κατ' οὐρανόν· ἄλλως γὰρ νῦν καὶ αἰγλήεις καὶ ἀστερόεις ὁ Ὄλυμπος, ὡς δηλοῖ τὸ, ἐβρόντησεν ἀπ' αἰγλήεντος Ὀλύμπου, καὶ, ἐβρόντησας ἀπ' οὐρανοῦ ἀστερόεντος. ἰδοὺ τοίνυν καὶ τέρας ἔξωθεν τῷ Ὀδυσσεῖ τὸ διὰ βροντῆς ἀνεφέλου, καὶ φήμη ἔνδοθεν διὰ τῆς κακοτυχοῦς γραός· ἥ τις οὐχ' ἁπλῶς πύματον καὶ ὕστατον φαγεῖν εὔχεται τοὺς μνηστῆρας, ἀλλὰ καὶ ἐν τῷδε τῷ ἤματι, ὀκνοῦσα ζῆν αὐτοὺς αὔριον, καὶ οἰδὲ ἕως καὶ εἰς δόρπον ἐθέλει παρατεῖναι αὐτοῖς τὴν ζωὴν, ἀλλὰ δειπνῆσαι μόνον αὐτοὺς βούλεται, εἶτα θανεῖν.

(Vers. 100.) Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα τὴν φήμην πολλὰ τῶν ἀντιγράφων διὰ τοῦ ἰῶτα ἔχουσι, λέγοντα Ἰωνικὴν εἶναι τὴν λέξιν. ἔστι δὲ καινὸν τὸ λεγόμενον· δοκεῖ γὰρ ἄλλως τοῖς πλείοσιν ἡ μὲν φῆμις, ὡς ἡ μῆτις καὶ ἡ μῆνις, ἀνθρώπινον λόγον δηλοῦν, ὡς ἐν πολλοῖς ἐφάνη, ἡ δὲ φήμη, ὡς ἡ κνήμη, θειότερον.

(Vers. 98.) Τὸ δὲ, Ζεῦ πάτερ εἴ μ' ἐθέλοντες ἤγετε, ἐπεί μ' ἐκακώσατε, σχῆμα ἐστὶ καινὸν συλληπτικόν· συλλαμβάνει γὰρ τῷ Διῒ καὶ λοιπὰ δαιμόνια, καὶ ἔστιν ὅμοιον τῷ, εἰς οἶκον πατρὸς, οἳ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἕεδνα. καὶ ἐκεῖ γὰρ τῷ πατρὶ καὶ τοὺς περὶ αὐτὸν συνεκδέχεται.

(Vers. 100.) Τὸ δὲ, φήμην φάσθω, ἐτυμολογικῶς ἐῤῥέθη. Διὸς δὲ τέρας ἀλληγορικῶς μὲν τὸ ἐξ ἀέρος· τοιοῦτον γὰρ ἡ, ὡς ἐῤῥέθη, δίχα νέφους βροντή· ἄλλως δὲ διὰ τὸ πᾶν τέρας ἀνάγεσθαι εἰς ἐκεῖνον, καθὰ καὶ πᾶσαν ὀμφήν. διὸ καὶ πανομφαῖος ἐλέγετο Ζεύς.

(Vers. 103.) Τὸ δὲ αὐτίκα πάνυ συμβάλλεται εἰς τὸ ἐφετὸν τῷ Ὀδυσσεῖ· οὐ γὰρ ἐτρίβη χρόνος τῇ εὐχῇ, ἀλλ' αὐτίκα καὶ ἡ φήμη καὶ τὸ τέρας συνέδραμον.

(Vers. 105.) Ἀλετρὶς δὲ γυνὴ παρὰ τὸ ἀλέω τὸ ἀλήθω, ἐξ οὗ καὶ ἀλητὸς, ᾧ ἡ τοιαύτη ἐπιστατεῖ. ἐκ δὲ τοῦ τοιούτου ἀλέω, οὗ τὸ ἀλήθω παράγωγον, καὶ ἄλειαρ τὸ ἀπὸ πυρῶν ἄλευρον, καθάπερ ἄλφιτον τὸ ἀπὸ κριθῆς, ὡς ἐν πολλοῖς δηλοῦται· καὶ αὐτὸ δὲ τὸ ἄλευρον ἐκ τοῦ ἀλέω γίνεται πλεονασμῷ συνήθει τοῦ υ. καὶ τοιαύτη μὲν ἡ Ὁμηρικὴ ἀλετρίς. ὕστερον δὲ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀλετρίδες κόραι τινὲς Ἀθήνῃσιν ἀπεδείκνυντο ἐφ' ᾧ τὰ εἰς θυσίαν πόπανα πωλεῖν. ἐν ἑτέρῳ δὲ αὖθις δηλοῦται, ὅτι ἀλετρίδες ἔντιμοι καὶ εὐδόκιμοι παρθένοι, αἱ τὰ εἰς θυσίαν πόπανα ἄγουσαι. ἐφ' οἷς καὶ ἱερούς τινας μύλωνας ἀναγράφουσιν οἱ τὰ Ἀττικὰ συγγεγραφότες. Παυσανίας δὲ λέγει, ὅτι ἀλετρίδες αἱ τὸν ἱερὸν ἀλετὸν ἀλοῦσαι. ᾑροῦντο δέ τινες παρθένοι, αἳ τὰ εἰς θυσίαν πόπανα ἤλουν, καὶ ἦσαν ἔντιμοι.

(Vers. 106.) Τὸ δὲ πλησίον ἢ χρονικόν ἐστι, καθάπερ ἀλλαχοῦ τὸ ἄγχι, καὶ ἔστιν ὥς περ αὐτίκα ἐβρόντησεν, οὕτω καὶ ἡ γυνὴ ἐλάλησεν πλησίον ἤγουν εὐθύς· ἢ καὶ ἄλλως, πλησίον τοῦ Ὀδυσσέως· οὕτω γὰρ καὶ ἠκούσθη. ὃν τρόπον καὶ τὴν βροντὴν μεγάλην πλάττει ἐν τῷ, μεγάλ' ἐβρόντησας, ἵνα ἡ γραῦς ἀκούσῃ ἐντός. ἄλλως γὰρ οὐκ ἂν ἤκουσεν ἀντιβομβούσης παρ' αὐτῇ τῆς μύλης, ἣ καὶ μύλων καὶ μύλος δὲ παρὰ τοῖς ὕστερον λέγεται. ἀφ' ἧς καὶ μυλίας λίθος ὁ εἰς ἀλετὸν χρήσιμος. ἐξ αὐτῆς δὲ καὶ μυλλὸς, ὡς εἰκὸς, ὁ διεστραμμένος τὴν ὄψιν, διαστελλόμενος τῷ ὀξεῖ τόνῳ τοῦ Μύλλος, ὅ πέρ ἐστι κύριον ὑποκριτοῦ παλαιοῦ, ὃς μιλτωτοῖς, φασὶ, προσωπείοις ἐχρήσατο. ἴσως δὲ ἐκ μύλης, ᾗ ὁμώνυμος καὶ ἡ κατὰ τοὺς ὀδόντας, καὶ τὸ μύλλειν παρὰ Θεοκρίτῳ ἐλέχθη ἐπὶ μίξεως οὐ σεμνῆς. ὁμολογουμένως δὲ καὶ ἡ ἐπιμύλιος ᾠδὴ, ἣν περὶ τοὺς ἀλετοὺς ᾖδον· αὐτὴ δὲ καὶ μυλωθρὸς ἐλέγετο ὁμωνύμως ἀνδρὶ ἢ γυναικὶ ἀθρούσῃ τὴν μύλην· ἔτι δὲ ἡ αὐτὴ καὶ ἱμαῖος κατὰ τὸν Ἀθήναιον, ἴσως, καθά φησιν ἐκεῖνος, ἀπὸ τῆς ἱμαλίδος· ἱμαλὶς δέ φησι παρὰ Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλετῶν. λέγει δὲ νόστον ὁ ῥήτωρ ἐνταῦθα οὐ τὸν Ὁμηρικὸν καὶ συνήθη, ἀλλά τινα δαίμονα ἐπιμύλιον ἔφορον τῶν ἀλετῶν, ὃς καὶ εὔνοστος ἐλέγετο· οὗ παρώνυμον τὸ νόστιμον. ὅτι δὲ μύλαι καί τινες ὀδόντες λέγονται, δῆλον ἐστὶ πᾶσιν ὅσοι καὶ μυλόδοντας καὶ ἀλήθοντας τοὺς τοιούτους καλοῦσι. περὶ δὲ μύλης καὶ ἀλετρίδων, ὧν ῥῆμα [229] τὸ ἀλετρεύειν, καὶ ἐν τοῖς κατὰ τὸν Ἀλκίνοον εἴρηται.

(Vers. 109.) Τὸ δὲ ἀλῶ, ἐξ οὗ τὸ ἀλήθω, οὐ μόνον πρώτης συζυγίας τῶν περισπωμένων ἐστὶν, ἀλλά που καὶ δευτέρας, ὡς δῆλον παρ' Ἀθηναίῳ ἐν τῷ, ἤλων ὄρθριαι τὰ σιτία. ἐκ δέ γε τῆς πρώτης, ἀφ' ἧς καὶ ὁ ῥηθεὶς ἀλετὸς, ἔστι καὶ περιεκτικὸν ὁ ἀλετὼν, οἷον, ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ ἀλήσας ἐξένισεν αὐτούς.

(Vers. 105.) τὴν δὲ ῥηθεῖσαν ἀλετρίδα συντακτέον καὶ αὐτὴν τοῖς τιμίοις δούλοις τοῦ Ὀδυσσέως, καθὰ καὶ τὴν Εὐρυνόμην καὶ τὴν Εὐρύκλειαν, δίχα γε τῶν ἀῤῥένων. εἰ γὰρ καὶ οὐδὲν ὑγιὲς ψυχῆς δούλης, οὐδὲ χρὴ κατὰ τὸν εἰπόντα πιστεύειν αὐτοῖς, ὅμως ἔστιν οὗ καὶ ἀγαθοὶ πολλοὶ εὑρίσκονται. φασὶ γοῦν ἐν Κυδωνίᾳ νενομισμένας τινὰς ἑορτὰς εἶναι, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ' οἱ δοῦλοι πάντων κρατοῦσι, καὶ κύριοι μαστιγοῦντες εἰσὶ τοὺς ἐλευθέρους. εἰ δ' ἄλλως τῷ τοιούτῳ λόγῳ ἀντίκεινταί τινα τοπικὰ ἔθη, ἀλλ' ἐκεῖ νοητέον, οὐ πιστοὶς ἀπεκβῆναι τοὺς δούλους καὶ οἵους τιμᾶσθαι. λέγονται γοῦν οἱ ἐν τῇ νήσῳ Κῷ δοῦλοι, ὅτε τῇ Ἥρᾳ θύουσιν οἱ ἐκεῖ, οὔτε εἰσιέναι εἰς τὸ ἱερὸν, οὔτε γεύεσθαί τινος τῶν παρεσκευασμένων, ὡς ἱστορεῖ Ἀθήναιος. παρ' ἄλλῳ δέ τινι πλάττεταί, φησιν, οἰκέτης ἀγανακτῶν ὅτι πολλῶν παρακειμένων τοῖς δεσπόταις, οὐδὲ τῶν λειφθέντων θέμις δούλων φαγεῖν· ὃ δή που ὑπεμέμψατο καὶ ὁ Εὔμαιος ἐπὶ τῇ δεσποίνῃ Πηνελόπῃ, οὐχ' ὡς κακὴν μέντοι ἐκείνην αἰτιώμενος, ἀλλὰ δηλῶν, ὡς διὰ τοὺς μνηστῆρας οὐκ ἔχει τῶν δούλων ἐμπάζεσθαι,

(Vers. 106.) Τὸ δὲ, μύλαι εἵατο, ἀντὶ τοῦ ἐκάθηντο, ἔκειντο· ταυτὰ γάρ πως τῷ γένει ἄμφω ταῦτα. οἱ δὲ παλαιοὶ γράφουσι καὶ ὅτι ψιλῶς τὸ εἴατο, ἵνα ᾖ ἀντὶ τοῦ ἦσαν, ὡς ἀπὸ τοῦ εἰμί. καὶ ἔστι κρεῖττον τοῦτο. κυριολεξία δὲ τοῦ εἵατο ἀντὶ τοῦ ἐκάθηντο ἐν τῷ, πεντηκόσιοι δ' ἐν ἑκάστῃ, ἕδρῃ δηλαδὴ, εἵατο. οὕτω καὶ ἐν Ἰλιάδι τὸ, εἴαται ἐν μεγάροις ποτιδέγμεναι, ψιλῶς κατὰ Ἡρακλείδην προενεκτέον· οὐ γὰρ κάθηνταί, φησιν, ἀλλ' ὑπάρχουσιν, ἤγουν εἰσίν. Ἴωνες γὰρ τοῖς παρακειμένοις ἀντὶ ἐνεστώτων χρῶνται, οἷον, διανενόημαι ἀντὶ τοῦ διανοοῦμαι, καὶ τὰ ὅμοια. πλατύνων δὲ Ἡρακλείδης τὸν περὶ τοῦ εἴαται λόγον γράφει τοιαῦτα· ὡς ἠχεῖται ἤχηται, οἰκεῖται ᾤκειται, οὕτως ἀπὸ τῆς ὦ πρώτης συζυγίας τῶν περισπωμένων παθητικοῦ ἐνεστῶτος τρίτον εἶται· οὗ εἴη ἂν παρακείμενος ἦται, μεταπεσούσης κἀνταῦθα τῆς ει διφθόγγου εἰς ἦτα. πληθυντικὸν δὲ αὐτοῦ προσθέσει τοῦ ν ἀναλόγως ἦνται, κατὰ τὸ, πεποίηται πεποίηνται καὶ τὰ ὅμοια· εἶτα Ἰωνικῇ τμήσει τοῦ ἦτα εἰς ε καὶ ἄλφα, ὡς νενόηνται νενοέαται, οὕτω καὶ ἦνται ἔαται. Ὅμηρος δὲ κατὰ Ἰάδα προσθεὶς τὸ ἰῶτα ἔφη, εἴαται ἐν μεγάροις. εἶτα λέγει ὅτι καὶ τὸ δασυνόμενον καὶ διὰ τῶν αὐτῶν στοιχείων ἐκφερόμενον οὕτως ἔχει. τὸ γὰρ ἧνται, ἤγουν κάθηνται, κατὰ τμῆσιν τῆς ην συλλαβῆς εἰς ε καὶ α ἕαται λέγεται, οἷον, οἳ δὴ νῦν ἕαται σιγῇ. τούτοις δὲ ὁ αὐτὸς ἐπάγει καὶ ὅτι ἔνιοι τῶν Ἰώνων, οἷς ἀκολουθεῖ, φησὶ, καὶ ὁ τὰ Ναξιακὰ γράψας Φιλήτας εἴτε Καλλῖνος, μόνον τὸ η ἐν τοῖς τοιούτοις παρακειμένοις εἰς ε καὶ α τέμνοντες τὸ ἑπόμενον ν φυλάττουσι, πεποιέανται λέγοντες καὶ γεγενέανται, καθὰ καὶ τὸ ἐγένοντο ἔγεντο. καὶ ὅ γε Ζηνόδοτος πολλάκις, φησὶ, παρὰ τῷ ποιητῇ οὕτω γράφει καὶ τὰ ἑνικά· δίχα μέντοι τοῦ νυ τὸ πεποίηται καὶ νενόηται πεποιέαται γράφων καὶ νενοέαται. ἡ μέντοι Ἀριστάρχειος ἔκδοσις οὐκ οἶδεν Ὅμηρον τῇδε τῇ διαλέκτῳ χρώμενον, εἰ καί τισιν ἔδοξεν ὁμοίως τῷ πεποίηται πεποιέαται, οὕτω τῇ τὸ ἧται ἑνικὸν, ἤγουν κάθηται, γενέσθαι ἕαται καὶ ληφθῆναι Βοιωτιακῶς ἀντὶ πληθυντικοῦ τοῦ ἧνται ἕαται ἐν τῷ, οἳ δὴ νῦν ἕαται σιγῇ· ὃ δὴ ἀποῤῥαπίζει ὁ Ἡρακλείδης εἰπὼν, οὐδέ ποτε τὸν Ὅμηρον ἑνικοῖς χρῆσθαι ῥήμασι ἀντὶ πληθυντικῶν, καθάπερ ἐνίοις Βοιωτῶν ἔδοξεν.

(Vers. 107.) Αἱ δὲ δώδεκα ἀλετρίδες τὸ τοῦ ἀλετοῦ δηλοῦσι πολυδάπανον. πολλαχοῦ δὲ καὶ εἰσέτι ἐπιχωριάζει τὸ δι' ἀνδρῶν καὶ γυναικῶν ἀλετοὺς γίνεσθαι. Τὸ δὲ ἐπεῤῥώοντο τὴν τῶν ἀλετρίδων δηλοῖ σπουδαίαν κίνησιν καὶ ῥωμαλέαν. Τὸ μέντοι, ἀμβρόσιαι χαῖται ἐπεῤῥώοντο, ἄλλως ἐν Ἰλιάδι ἐῤῥέθη διὰ σεμνότητα. Περὶ δὲ ἀλφίτων καὶ ἀλειάτων προεῤῥέθη.

(Vers. 109.) Ἐν δὲ τῷ, κατὰ πυρὸν ἄλεσαν, συνεκδοχικῶς νοεῖται καὶ εἴ τι ἄλλο ἤλεστο.

(Vers. 114.) Τὸ δὲ τέῳ ἀντὶ τοῦ τινὶ πλεονασμὸν καὶ αὐτὸ ἔχει τοῦ ε, καθὰ καὶ ἄλλα τῶν αὐτῷ συστοίχων, ὡς προδεδήλωται. Τοῦ δὲ κρῆνον, ὃ καὶ κρήηνον ἐν ἄλλοις λέγεται, εὑρίσκεται καὶ κρῆναι τὸ ἀπαρέμφατον.

(Vers. 121.) Ὁ δὲ ἀλείτης ἐκ τοῦ ἀλείτω τὸ ἁμαρτάνω γίνεται. ἐκεῖθεν δὲ καὶ ὁ ἀλοιτὸς ὁ παρὰ τῷ Λυκόφρονι, ὅμοιος ὢν τῷ Ἀλείτῃ. τοῦ δὲ ἀλείτω δεύτερος ἀόριστος ἤλιτον, ἐξ οὗ νηλιτεῖς καὶ νηλίτιδες γυναῖκες, καὶ ἀλιτρὸς, κατά τινας δὲ καὶ ἀλιτήριος.

(Vers. 123.) Ὅτι τὸ ἀνάψαι πῦρ ἐν δώμασιν οὕτω φράζει· [230] δμωαὶ δ' ἀνέκαιον ἐπ' ἐσχάρῃ ἀκάματον πῦρ, ἤγουν οὐκ ἀμυδρὸν, ἀλλ' ἐγκρατῶς τῆς ὑποκειμένης ὕλης δραττόμενον, ὡς ἐκείνην μὲν κάμνειν, αὐτὸ δὲ εἶναι ἀκάματον.

(Vers. 129.) Ὅτι κήδεσθαι προσποιούμενος ὡς ξείνου τοῦ πατρὸς ὁ Τηλέμαχος ἐρωτᾷ, πῶς αὐτὸν ἀνέπαυσαν, εἰπών· μαῖα φίλη, πῶς τὸν ξεῖνον ἐτιμήσασθ' ἐνὶ οἴκῳ, εὐνῇ καὶ σίτῳ; ἢ αὕτως κεῖται ἀκηδής; τοιαύτη γὰρ ἐμὴ μήτηρ πινυτή περ ἐοῦσα ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα,

(Vers. 133.) τὸν δέ τ' ἀρείον' ἀτιμήσασ' ἀποπέμπει. καὶ οὐ διαβάλλει μὲν ὁ παῖς τὴν μητέρα, γλυκυπικρῶς δὲ τὸν λόγον κεράσας τὴν ἄγαν φιλανδρίαν αὐτῆς ἐνδείκνυται καὶ ἐν οἷς μέμφεται, λέγων, ὡς τοὺς ψευδῆ μὲν εὐαγγελιζομένους περὶ Ὀδυσσέως τιμᾷ, τοὺς δ' αὖ μὴ τοιούτους οὐχ' ὁμοίως δέχεται.

(Vers. 135.) ἡ μέντοι Εὐρύκλεια τῆς δεσποίνης ὑπεραπολογουμένη πρός γε τὰ παρόντα φησίν· οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο· ὃ παρῴδηται ἐκ τοῦ, καί κεν ἀναίτιον αἰτιόῳτο, τοῦ ἐν Ἰλιάδι κειμένου. οἴνου μὲν γὰρ πῖνε καθήμενος ὄφρ' ἔθελ' αὐτὸς, σίτου δ' οὐκέτ' ἔφη πεινήμεναι· εἴρετο γάρ μιν. ἀλλ' ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο, ἡ μὲν δέμνι' ἄνωγεν ὑποστορέσαι· ὁ δὲ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, οὐκ ἔθελ' ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, ἀλλ' ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν, ὡς προεδηλώθη, ἔδραθεν ἐν προδόμῳ,

(Vers. 143.) χλαῖναν δ' ἐπιέσσαμεν ἡμεῖς. οἰκειοῦται γὰρ ἡ γραῦς αὕτη τὸ τῆς Εὐρυνόμης· ἐκείνη γὰρ χλαῖναν ἐπέβαλε τῷ ξείνῳ πεσόντι. Ἐν οἷς ὅρα, ὡς ταυτὸν ἡγεῖται εἰπεῖν χλαῖναν ἐπιβαλεῖν καὶ χλαῖναν ἐπιέσαι.

(Vers. 4.) εἰ δὲ χλαῖναν ἐπέβαλε κοιμηθέντι, τουτέστιν ἐπέθετο, τὸ δ' αὐτὸ λέγει καὶ χλαῖναν ἐπιέσασθαι, οὐκ ἀεὶ ἄρα τὸ ἐπιέσασθαι ἀντὶ τοῦ ἐνδύσασθαι λέγεται.

(Vers. 129.) Τὸ δὲ, ξεῖνον ἐτιμήσασθε, Ἀττικῶς ἀντὶ τοῦ ἐτιμήσατε. παρὰ δέ γε τοῖς μεθ' Ὅμηρον ἐμπορικὴ καὶ συναλλακτικὴ λέξις τὸ τιμᾶσθαι καὶ γενικῇ συντάσσεται, οἷον, τοῦ παντὸς τιμῶμαι τὴν ἀρετὴ, καὶ τοσοῦδε τινὸς τιμῶμαι τήνδε τὴν ὕλην.

(Vers. 132.) Ἐμπλήγδην δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἀκρίτως παρὰ τὸ ἐμπελάζειν ἢ ἐμπλήσσειν ἤτοι ἐμπίπτειν ὅπως ἂν καὶ τύχοι τοῖς πράγμασι. Καὶ ἄλλως δὲ ἐμπλήγδην τὸ δίκην ἐμπλήκτου τινός. ἔμπληκτος δὲ ὁ ἄστατος καὶ οἱονεὶ ἔσω πεπληγμένος καὶ οὐ κατὰ φύσιν φρονῶν, ὥς περ ἔκπληκτος ὁ ἔξωθεν πεπληγμένος κατὰ τοὺς ἐμβροντήτους καὶ ἐκπεπαταγμένους καὶ ἔκθαμβος κατὰ τὴν κοινῶς λεγομένην ἔκπληξιν. ὁ μέντοι παραπλὴξ ποτὲ μὲν τὸν ἔμπληκτον δηλοῖ, ποτὲ δὲ τὸν παράμουσον καὶ ἀπαίδευτον καὶ, ὡς εἰπεῖν, ἀπῳδόν· καθὰ καὶ παρὰ τῷ κωμικῷ κεῖται.

(Vers. 133.) ὁ δὲ χείρων καὶ ὁ ἀρείων, ὥς περ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα ἀντίκεινται. Τὸ δὲ ἀτιμῶ ἀτιμήσω σύνηθες τῷ ποιητῇ, ὡς ἡ Ἰλιὰς δηλοῖ, ἔνθα καὶ ἀτίμητος ὁ ἄτιμος. οἱ δὲ ὕστερον ἀτιμῶ ἀτιμώσω φασίν.

(Vers. 136.) Ἐν δὲ τῷ, οἶνον ἔπινε, σίτου δὲ οὐκ ἔφη πεινῆν, ἐν οἷς ἔοικε παρήχησίς τις εἶναι, ψεύδεσθαι ἡ γραῦς δοκεῖ· οὐδὲν γὰρ τοιοῦτον ἐφάνη γενέσθαι εἰς τὸν Ὀδυσσέα παρὰ τῇ Πηνελόπῃ, καὶ ἦν καίριον ὑπὲρ τῆς δεσποίνης τὸ ψεῦδος τῇ δούλῃ. καὶ ἄλλως δὲ ἀπεικὸς οὐδὲν κατὰ τὸ σιωπώμενον οὕτω γενέσθαι, ὡς ἡ δούλη ἔφη.

(Vers. 146.) ἔστι δὲ καὶ μετ' ὀλίγα ὅμοιον σχῆμα σιωπηρόν· διεκβέβηκε γὰρ εἰς ἀγορὰν ὁ Τηλέμαχος, ἔχων καὶ πάλιν κύνας πόδας ἀργοὺς ἑπομένους. καὶ τοῦτο μὲν ὁ ποιητὴς παρεσημήνατο, τὸ δὲ καὶ εἰσελθεῖν ἐκεῖνον μὴ ἐκλαληθὲν ἀφείθη νοεῖσθαι κατὰ τὸ σιωπώμενον, ὥς περ καὶ αὐτὸ τοῦτο τὸ, ὡς καὶ ἐνέτυχέ τισιν, ὡς εἰκὸς, ἐν τῇ ἀγορᾷ καὶ ἐλάλησε τὰ δοκοῦντα. ἔθος γὰρ ἦν τοῖς κρατοῦσιν ἐπ' ἀγορᾶς ἕωθεν προϊέναι καὶ ἢ λαλεῖν ἢ ἐκμανθάνειν εἴ τί που νέον συνέπεσε. καὶ τοῦτο μὲν τοιοῦτον.

(Vers. 136.) Τὸ δὲ, οἶνον μὲν γὰρ πῖνε, σίτου δ' οὐκ ἔφη πεινήμεναι, κατὰ ἄρσιν καὶ θέσιν δεξιῶς ἐσχημάτισται πρὸς κάλλος· θέσις μὲν γὰρ τὸ οἶνον πίνειν, ἄρσις δὲ τὸ σίτου δὲ οὐκ ἐπείνα. ἔνθα καὶ ὅρα, ὡς δυνάμενος εἰπεῖν, οἴνου μὲν γὰρ ἔπινεν, ὁμοίως τῷ, σίτου δ' οὐκ ἐπείνα, ὅμως καὶ τῇ ἀλλαγῇ τῆς συντάξεως σχῆμα ἕτερον ἐποίησεν, εἰ μὴ ἄρα τὸ πεινᾶν μὲν οἶδε γενικῇ συντασσόμενον, οὐκέτι δὲ καὶ τὸ πίνειν. Τὸ δὲ, ὄφρα ἔθελεν αὐτὸς, ὕφεσίν τινα ἔχει πρὸς τὸ κορέσασθαι. εἴη δὲ ἄν πως ὅμοιον τῷ, πίνειν ὄφρα ἤθελε, καὶ τὸ, σίτου μηκέτι πεινᾶν. δῆλον γὰρ, ὅτι καὶ ὁ μὴ πεινῶν ἤσθιεν ὄφρα ἤθελε. Τοῦ δὲ πεινήμεναι οὔτε ἡ προφορὰ ζηλωτὴ, οὔτε ἡ τοῦ θέματος εὕρεσις· τοῦ μὲν γὰρ πεινήμεναι προϋπάρχει τὸ πεινῆναι, αὐτοῦ δὲ θέμα τὸ πείνημι ἢ τὸ πειναίνω ἐκ τοῦ πεινῶ, ἀπόθετα καὶ αὐτὰ τῇ ποιήσει, καθὰ καὶ τὸ πένθημι ἢ πενθαίνω, ἐξ οὗ τὸ, πενθήμεναι ἄκριτον, καὶ τὸ θαυμαίνω, ἀφ' οὗ τὸ, ἀέθλια θαυμανέοντες. εἰκὸς δὲ καὶ ἄλλως τὸ πεινήμεναι ἀκολούθως ἔχειν τῷ φιλήμεναι, νοήμεναι· περὶ ὧν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ προγέγραπται, [231] ὅπου κεῖται ἡ τοῦ Ἡρακλείδου γνώμη περὶ τοῦ ἔμμεναι. Τὸ δὲ, εἴρετο γάρ μιν, ἐῤῥέθη πρὸς τὸ, οὐκέτ' ἔφη· εἰ γὰρ μὴ ἠρωτήθη, οὐδ' ἂν ἔφη. Ἡ δὲ, ὡς ἐῤῥέθη, τοῦ Τηλεμάχου διέκβασις εἰς ἀγορὰν εἰς μικρόν τι χρήσιμός ἐστι τῷ ποιητῇ, διὸ οὐδὲ πολυλογεῖ αὐτήν. ἐξελθὼν γὰρ ὁ Τηλέμαχος ἐκκλίνει μόνον τὸ οἴκοι ἐντυχεῖν τῷ πατρὶ καὶ ἀνάγκην σχεῖν ὁμιλῆσαι καὶ οὕτως ὑποψίαν κινῆσαι τινά. ὁ δὲ ἐν τοσούτῳ βλέπει τοὺς δούλους, ἤγουν τὸν συβώτην Εὔμαιον καὶ τὸν βουκόλον Φιλοίτιον, καὶ λαμβάνει πεῖραν χρησιμεύουσαν αὐτῷ.

(Vers. 133.) Ἐκ δὲ τῶν ἀνωτέρω κειμένων τὸ μὲν ἐμπλήγδην ἑτέρους μὲν τιμᾶν χείρονας, τοὺς δὲ ἀρείονας ἀτίμως ἀποπέμπειν, ἀδιακρίτου ἤθους ἐστί.

(Vers. 136.) Τὸ δὲ οἶνον μὲν πίνειν τινὰ ὄφρα ἐθέλῃσι, τοῦ δὲ οὐκέτι πεινῆν, αὐτάρκη δηλοῖ δίαιταν.

(Vers. 140.) Τὸ δὲ, αὐτὰρ ὅ γε ὥς τις πάμπαν ὀϊζυρὸς καὶ τὰ ἑξῆς, ἐπί τινος ῥηθήσεται χαμαικοιτοῦντος ἑκοντί.

(Vers. 143.) Τὸ δὲ ἔδραθε σύνθετόν ἐστι· δράθω γὰρ καὶ δραθεῖν τὸ ἀποτιθέναι τὸ δρᾶν, ὅ ἐστι βλέπειν, περὶ οὗ ἀλλαχοῦ εἴρηται. τὸ μέντοι πλάθειν παρὰ Σοφοκλεῖ ἐν τῷ, τὰ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλάθειν, οὐχ' οὕτω σύνθετόν ἐστιν, ἀλλ' ἐκ τοῦ πλῶ, τὸ πελάζω, γίνεται πλάθω· ἐξ οὗ ἴσως καὶ Πλαθάνη ἡ παρὰ τῷ κωμικῷ.

(Vers. 149.) Ὅτι οἰκονομία εἰλαπίνης ἅ περ ἡ δούλη μαῖα ἐπιτάσσει ταῖς λοιπαῖς δμωαῖς, δῖα κληθεῖσα γυναικῶν αὕτη νῦν, καθὰ καὶ δῖος Εὔμαιος. φησὶ γάρ· ἀγρεῖθ', αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι, ὅ ἐστι πονησάμεναι, ὡς πολλαχοῦ δηλοῦται, ῥάσατέ τε ἔν τε θρόνοις εὐποιήτοισι τάπητας βάλλετε πορφυρέους, περὶ ὧν καὶ αὐτῶν ἱκανῶς δεδήλωται ἐν ἄλλοις· αἱ δὲ σπόγγοισι τραπέζας πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας καὶ δέπα ἀμφικύπελλα· ταὶ δὲ μεθ' ὕδωρ ἔρχεσθε κρήνηνδε. εἰκὸς δὲ τὴν τραπεζοκόμον ταύτην σκευωρίαν μὴ οὕτω γίνεσθαι ἀεὶ, ἀλλὰ σήμερον διὰ τὴν ἑορτήν· νουμηνία γάρ ἐστιν. ἐπάγει δὲ ἡ γραῦς καὶ ὅτι οἴσετε θᾶσσον· διατί; οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, ἀλλὰ μάλα ἦρι νέονται, τουτέστιν ἅμα ὄρθρῳ τῷ καὶ ἀλλαχοῦ κειμένῳ. ἐπεί, φησι, καὶ πᾶσιν ἑορτὴ, τουτέστι πάνδημος καὶ οὐ μόνοις τοῖς ὑπερφιάλοις μνηστῆρσι. νεομηνία γὰρ ἡ ἡμέρα, ὡς ἐῤῥέθη, Ἀπόλλωνος ἱερὰ, τουτέστιν ἡλίου, ὃς αἴτιος νεομηνίας συνοδεύων τηνικαῦτα τῇ σελήνῃ. διὸ εὐτυχῶς καὶ εὐκαίρως ὁ θεοφιλὴς Ὀδυσσεὺς τῶν ἔξω πάντων περὶ τὴν ἑορτὴν πονουμένων αὐτὸς μετὰ τόξου τοῖς ἐχθροῖς ἐπιθήσεται περὶ ἑορτὴν τοξότου Ἀπόλλωνος, ἐφ' ἧς τρεῖς σιάλους ὁ Εὔμαιος κομίζει, οἳ ἦσαν ἐν πᾶσιν ἄριστοι, ἕνα καθεκάστην κομίζειν εἰωθώς· καὶ Μελάνθιος δὲ αἶγας ἄγει, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι· καὶ Φιλοίτιος ἐκ τῆς ἀντιπέραν ἠπείρου φέρει βοσκήματα· καὶ οὕτω πολυτελὴς μὲν ἡ εἰλαπίνη, πολὺς δὲ ὁ φιλοτήσιος οἶνος, οἷς ὁ τῶν μνηστήρων κόρος σύντροχος. καὶ ῥᾷον οὕτω λοιπὸν πίπτουσι βεβαρημένοι, οἷς ἐπλήσθησαν εἰς τρυφήν. τούτου γὰρ ἕνεκεν ὁ ποιητὴς τὰ τοιαῦτα πλάττεται, ἵνα πολυτρόπως ὁ τῶν μνηστήρων φόνος πιθανολογηθῇ. Ὅρα δὲ πάλιν τὸ ἄριστον τεθὲν ἐπὶ συῶν καθὰ καὶ πρὸ τούτων. Τὸ δὲ ἀγρεῖτε γίνεται μὲν ἐκ τοῦ ἀγρέω ἀγρῶ, τὸ ἀγρεύω. ἔστι δὲ ταυτὸν τῷ σπουδαίως ἄγετε, καὶ, ὡς εἰπεῖν, ἄγετε ῥᾷον. διὸ καθάπερ ἄγε καὶ ἄγετε παρακελευσματικῶς, οὕτω νῦν μὲν ἀγρεῖτε. ἐν δὲ Ἰλιάδι ἑνικῶς· ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην. Τὸ δὲ κορήσατε δῶμα ἀντὶ τοῦ σαρώσατε, καλλύνατε· ὅθεν καὶ κόρημα τὸ σάρον, δι' οὗ φιλοκαλεῖται γῆ· καὶ κόρη ἡ ἀπ' ἀνδρὸς καθαρὰ καὶ τὸ τῆς ὄψεως διειδές· καὶ νεωκόρος καὶ τὰ κατ' αὐτόν· καὶ ἐκκορηθείης ἀντὶ τοῦ ὡς κάθαρμα ἐκβληθείης. Ἰστέον δὲ ὅτι τὸ ῥηθὲν σάρον, ἤτοι σάρωτρον, καὶ ὄφελμα ἐκαλεῖτο κατὰ τοὺς παλαιοὺς ἐν ἀντιφράσει· οὐ γὰρ ὀφέλλονται ἤτοι αὔξονται τὰ σαρούμενα· διὸ καὶ τὸ σάρον παραιρεῖ καὶ μειοῖ. τοιοῦτον δέ τι καὶ τὸ σαροῦν διὰ τὸ πρωτότυπον σαίρω· ἐξ οὗ καὶ σήρανες γῆς, καὶ σεσηρέναι ῥῆμα, καὶ χείλη σεσηρότα· ἐφ' ὧν πάντων σχίσμα τι φαίνεται καὶ μείωσις ὁλότητος. ἐπεὶ οὐδέν τι τῶν σεσηρότων ἔστι συνεχὲς, ἀλλὰ τῇ διεχείᾳ πάσχει ἀπέλευσίν τινα τῆς ὁλότητος.

(Vers. 150.) Τὸ δὲ ῥάσατε ἀντὶ τοῦ ῥάνατε, ὡς μὴ λιθοστρώτου ἴσως ὄντος τοῦ τῆς εἰλαπίνης δαπέδου εἰς τὸ πᾶν. ὅτι δὲ ἦν τι καὶ λίθοις ἐστρωμένον, δηλοῖ τὸ ἐν τοῖς ἑξῆς κραταίπεδον, περὶ οὗ φασὶν οἱ παλαιοὶ, ὅτι κραταίπεδον τὸ λιθόστρωτον καὶ οὕτω στεῤῥόν. ἐπεὶ καὶ κραταίποδες οἱ στεῤῥοὶ καὶ ἰσχυροὶ καθ' ὁμοιότητα τοῦ χαλκόποδες. θέμα δὲ τοῦ ῥάσατε ῥάζω, ἐξ οὗ ἐν τοῖς ἑξῆς τοῖχοι ἐῤῥάδαται ὁμοίως τῷ ὠνομάδαται καὶ τοῖς τοιούτοις. ὡς γὰρ βῶ βάζω, οὕτω καὶ ῥῶ ῥάζω. ἐκ δὲ τοῦ τοιούτου ῥῶ καὶ τὸ ῥαίνειν γίνεται. ὅθεν δὲ τὸ ῥάσατε, ἤγουν ῥάατε, ἐκεῖθεν καὶ τὸ παρὰ τῷ δειπνοσοφιστῇ ῥάσμα, οἷον, Δημήτριος ὁ Φαληρεὺς τάδε καὶ τάδε φαῦλα πράσσων ῥάσματα μύρων [232] πίπτειν ποιῶν ἐπὶ γῆν. τὸ μέντοι Ὁμηρικὸν ἀρχαῖον, φασὶν, ἔθος ἦν, ὡς δῆλον ἐκ τοῦ, ἀλλὰ ξενῶνας οἶγε καὶ ῥάνον δόμους, στρῶσόν τε κοίτας καὶ πυρὸς φλέξον μένος, κρατῆρά τ' αἴρου καὶ τὸν ἥδιστον κέρα. ὅτι δὲ ἐκ τοῦ ῥάζειν γίνεται καὶ ὄνομα ὁ περιῤῥηδὴς, ἐν τοῖς ἑξῆς φανεῖται. Ἰστέον δὲ καὶ ὅτι ἔστιν ἐκ τοῦ ῥῶ καὶ ἄλλον τρόπον παράγωγον ῥάσσω, ὡς φῶ φάσσω, καὶ δηλοῖ τὸ, ἐῤῥωμένως καταπίπτω· ἀφ' οὗ καὶ ὁ καταῤῥάκτης ἐπί τε ὀρνέων καὶ ἐπὶ πετρῶν ποταμίων· μεταφορικῶς δὲ καὶ ἐπί τινων ἄλλων καταῤῥασσόντων.

(Vers. 152.) Τὸ δὲ ῥῆμα τοῦ ἀμφιμάσασθε παράγει καὶ τὸ ἐκμάσσειν καὶ ἀπομάσσειν· ὧν τῆς συστοιχίας ἐδηλώθη καὶ τὸ ἐκμαγεῖον εἶναι καὶ τὸ ἔκμαγμα. οὕτω δὲ πάντως καὶ τὸ χειρόμακτρον, ᾧ δηλαδὴ τὰς χεῖρας ἀπεμάττοντο. τοῦτο δὲ ὠμόλινον μὲν ἄλλοι φασί· Φιλόξενος δὲ ὁ Κυθήριος ἔκτριμμα. ὅτι δὲ τὸ μάσσειν διαφόροις ἥνωται προθέσεσι, δῆλον ἐκ τοῦ, σῇ κεφαλῇ ἀναμάξεις. τοῦ δὲ ἀπομάσσειν παράγωγον καὶ ἀπομαγδαλιὰ, ἡ παρὰ τῷ κωμικῷ μαγδαλιά. γράφει γοῦν τις παλαιὸς, ὡς μετὰ τὸ δεῖπνον σπονδὰς ἐποιοῦντο, οὐκ ἀπονιψάμενοι τὰς χεῖρας ἀλλ' ἀπομαζάμενοι τοῖς ψωμοῖς, καὶ τὴν ἀπομαγδαλιὰν ἕκαστος ἀπέφερε, ποιοῦντες, φησὶ, τοῦτο ἕνεκεν τῶν ἐν ταῖς ἀμφόδοις νυκτέρων φόβων, ὧν αἰτία εἶναι ἡ Ἑκάτη ἐδόκει. ὡς δὲ καὶ ζύμη ἀπέματτε χεῖρας λιπώσας ἀπὸ συσσιτίου καὶ ἐῤῥίπτετο κυσὶ, καὶ ἐλέγετο αὕτη μαγδαλιὰ, ὅθεν καὶ παροιμία ἐπὶ τῶν ζώντων ῥυπαρῶς τὸ, σιτεῖσθαι ἀπὸ μαγδαλιᾶς, δῆλον ἐστὶν ὡς καὶ προῤῥηθέν. ὡς δὲ καὶ μάζα καὶ ματτίη καὶ ἄλλα ἐκ τοῦ μάσσειν γίνονται, ζήτει γραφὲν ἑτέρωθι. ἐκεῖθεν δὲ παράγωγον καὶ ὁ μάγειρος καὶ ἡ μαγὶς καὶ ὁ παρὰ τῷ Ἀθηναίῳ Μάγασις μαγείρου ὄνομα παρὰ πολλοῖς, ὃς ἔματτε τὰ πρὸς ἱερουργίαν ὡς τραπεζοποιὸς, καθὰ δηλοῖ τὸ, Μάγασις καὶ Γογγύλος ἔχοντες ἀπὸ τῶν τραπεζῶν φησὶ τὰ ὀνόματα ἐπεὶ τὰς μάζας ἐν ταῖς θοίναις τρίβοντες παρεῖχον γογγύλας, ἤγουν στρογγύλας. ἡ μέντοι μάκτρα, ἤγουν ἡ τῆς ἀρτοποιΐας σκάφη, ἐξ ἑτεροίου μάσσω γίνεται, τοῦ δηλοῦντος τὸ ἅπτεσθαι καὶ φυρᾶν οὕτω τὰ εἰς ἀρτοποιΐαν. καὶ ἐκ τοῦ τοιούτου μάσσειν καὶ ἡ μάζα καὶ ὁ μαζὸς, ἴσως δὲ καὶ ὁ μαστός. αὐτὸς μέντοι καὶ ἄλλως ἀπὸ τοῦ μασᾶσθαι, ὅθεν καὶ ἡ μάσταξ ἐπί τε στόματος καὶ ἐπὶ τροφῆς. εἰκὸς δὲ καὶ τὸ μασᾶσθαι ἀπὸ τοῦ τοιούτου μάσσεσθαι γενέσθαι. ὡς γὰρ δέφω δέψω καὶ ἐκεῖθεν τὸ δεψῶ δεψήσω, οὕτω καὶ μάσσω μάσω, ἐξ οὗ τὸ μασῶ μασήσω καὶ τὰ ἐξ αὐτοῦ.

(Vers. 154.) Τὸ δὲ οἴσετε ποιητικῶς κανονίζεται ὡς παρατατικὸς ἀπὸ μέλλοντος ἀναδραμόντος εἰς ἐνεστῶτα. οἴσω γάρ· οὗ παρατατικὸς οἶσον, τὸ τρίτον οἶσε, τὸ προστακτικὸν ὁμοφώνως οἶσε· οὗ πληθυντικὸν τὸ οἴσετε, ῥῆμα εἰς πεζολογίαν ἄχρηστον.

(Vers. 158.) Τὸ δὲ τὰς δούλας ποιπνύειν ἑρμηνεύων φησὶν, ὡς αἱ μὲν εἴκοσι βῆσαν ἐπὶ κρήνην μαλάνυδρον· αἱ δ' αὐτοῦ κατὰ δώματα ἐπισταμένως πονέοντο, ἤγουν ἐπόνουν· ἐξ οὗ δηλονότι τὸ ποιπνύειν παράγεται, ὡς ἐν ἄλλοις εἴρηται. πολλαὶ δὲ καὶ νῦν εἰσέτι φαίνονται δμωαὶ τῇ Πηνελόπῃ περιεῖναι, καὶ ταῦτα τοῦ Ὀδυσσέως μακρὸν οὕτω χρόνον ἀπόντος καὶ μηδεμιᾶς ποθὲν τῷ αὐτοῦ οἴκῳ συμβολῆς γινομένης. Τὸ δὲ ἐπισταμένως πονεῖσθαι καὶ τοῖς δρηστῆρσι μετ' ὀλίγα ἐπιμαρτύρεται· οἳ εὖ καὶ ἐπισταμένως, φησὶ, κέασαν ξύλα· ὃ δὴ ἔργον ἦν τῶν δρηστήρων.

(Vers. 163.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ κατάγειν ἀντὶ τοῦ ἁπλῶς ἄγειν. συβώτης γὰρ τρεῖς σιάλους κατάγει, ὡς εἴρηται· ἴσως δὲ καὶ ἄλλως, ὡς ἀπὸ ὄρους κατάγει. Μελάνθιος δὲ οὐ κατάγει αἶγας ἀλλὰ ἄγει. καὶ Φιλοίτιος δὲ βοῦν ἄγει.

(Vers. 187.) οἱ πορθμεῖς δὲ μετὰ τῆς δια προθέσεως διάγουσι τούτους, πορθμεῖς πάντως λεγόμενοι ὡς διὰ πορθμοῦ, ὅ ἐστι στενοῦ πόρου θαλάσσης, τοὺς περαιουμένους ἄγοντες. ἄλλως γὰρ οἱ διὰ μακρᾶς θαλάσσης στέλλοντές τινας οὐκ ἂν πορθμῆες λέγοιντο, εἴτουν πορθμευταί. ὧν καὶ ὁ μισθὸς, ἤτοι ὁ ναῦλος ἢ οὐδετέρως τὸ ναῦλον, πορθμεῖον λέγεται· καὶ τὸ αὐτῶν πλοῖον οὐ ναῦς ἁπλῶς ἀλλὰ παρωνύμως τῷ τόπῳ πορθμίον.

(Vers. 166.) Ὅτι ἐρώτησις περὶ τοῦ, εἴ τις ἐξ ἀτίμου εἰς ἀλλοῖον μεταβέβληται, τὸ, ξεῖνε, ἦ δή σε μᾶλλον εἰσορόωσιν, ἠέ σ' ἀτιμάζουσι κατὰ μέγαρα, ὡς τὸ πάρος περ; Καὶ ὅρα τὸ εἰσορόωσιν ἀγάπης ἐνταῦθα ὂν δηλωτικὸν, ἵνα λέγῃ, ὅτι πρὸς σὲ νεύουσιν, ἢ ἀποστρέφονταί σε.

(Vers. 170.) Ὅτι ὑβρίζοντας τοὺς μνηστῆρας λέγει καὶ ἀτάσθαλα ἢ ἀεικέα μηχανωμένους οἴκῳ ἐν ἀλλοτρίῳ οὐδ' αἰδοῦς μοῖραν ἔχοντας. τοιοῦτοι δὲ καὶ πάντες οἱ κατ' ἐκείνους.

(Vers. 176.) Ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς δεικνὺς, ἔξω καὶ τοῦ προδόμου τὴν αἴθουσαν εἶναι, φησὶν, αἶγας δεθῆναι ὑπὸ αἰθούσῃ ἐριδούπῳ. δῆλον γὰρ, ὡς ἔξω που τῶν ὅλων δωμάτων ἐδέθησαν. οὐκ εὔδηλον δὲ εἴτε ἀρσενικῶς νῦν αἶγας φησὶν εἴτε θηλυκῶς διὰ τὸ τὴν ἐπαγομένην [233] γραφὴν διφορεῖσθαι τὸ, τοὺς μὲν κατέδησαν ὑπ' αἰθούσῃ. τινὰ γὰρ τῶν ἀντιγράφων ἐν θηλυκῷ γένει, φασὶ, τὰς μὲν κατέδησαν, οἱ τοῦ Μελανθίου δηλαδὴ δύο νομῆες, οἳ χάριν ἀγλαΐας αὐτῷ ἕπονται· οὐ μὴν τοιοῦτοι ὁ Εὔμαιος καὶ ὁ Φιλοίτιος· αὐτοὶ γὰρ οὐκ ἐκφωνοῦνται νομῆας ἔχειν, εἰ μή που κατὰ τὸ σιωπώμενον εἶχον μὲν καὶ αὐτοὶ, Ὅμηρος δὲ μόνων ἐμνήσθη αὐτῶν ὡς ἀναγκαιοτάτων τῷ Ὀδυσσεῖ.

(Vers. 178.) Ὅτι ὁ ἀναιδὴς δοῦλος Μελάνθιος καὶ ἐνταῦθα κερτομεῖ, λέγων· ξεῖνε, ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις κατὰ δῶμα, ἀνέρας αἰτίζων; αὐτὰρ οὐκ ἔξεισθα θύραζε;

(Vers. 180.) εἶτα καὶ κληδονιζόμενος καθ' ἑαυτοῦ φησί· πάντως οὐκέθ' ἡμᾶς διακρινέεσθαι ὀΐω, πρὶν χειρῶν γεύσασθαι· ὃ καὶ γέγονε μικρὸν ὕστερον.

(Vers. 181.) αἰτιᾶται δὲ τὸν Ὀδυσσέα, λέγων καὶ ὅτι σὺ οὐ κατὰ κόσμον ἤτοι κοσμίως καὶ εὐτάκτως αἰτίζεις· εἰσὶ δὲ καὶ ἄλλοθι δαῖτες. καὶ οὕτω μὲν ὁ ἀτάσθαλος δοῦλος εἰς ἀκοσμίαν τάσσων τὸ χθὲς καὶ σήμερον παραμεῖναι τὸν πτωχὸν ἐπαιτοῦντα.

(Vers. 184.) Ὀδυσσεὺς δὲ καὶ πάλιν μηδὲν προσειπὼν, ὅτι μηδὲ ἐχρῆν, ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων. Ἰστέον δὲ ὅτι νῦν μὲν τὸ ἀκέων οὐκ ἔχει ἀσάφειαν· ἐν δὲ τῇ φ ῥαψῳδίᾳ τὸ, ἀκέων δαίνυσθε καθήμενοι ξενίζον ἐστὶν, ὡς ληφθὲν ἀντὶ τοῦ ἡσύχως, καθά φασιν οἱ παλαιοί. γίνεται δέ, φασιν, ἐκ τοῦ ἀκεόντως, ἀποκοπὴν παθὸν, εἶτα ἔκτασιν τοῦ ο εἰς ω.

(Vers. 182.) Δαῖτας δὲ καὶ ἀλλαχοῦ εἶναι φησὶν, οὐχ' ἁπλῶς διαπαντὸς, ἀλλὰ νῦν ἐν τῇ ἑορτῇ τοῦ Ἀπόλλωνος.

(Vers. 179.) Τοῦ δὲ ἔξεισθα θύραζε τὸ ἁπλοῦν πρὸ τούτων ἐν τῷ, βλήμενος εἶσθα θύραζε.

(Vers. 181.) Ἰστέον δὲ ὅτι τὸ χειρῶν γεύσασθαι ἀστείως εἴρηται ὡς ἐπὶ ἀγαθῆς τινὸς βρώσεως, τοῦτο δὲ διὰ τὴν παρεπομένην ἡδονὴν τοῖς ὁπωσοῦν ἐρίζουσιν.

(Vers. 185.) Ὅτι Φιλοίτιον ἱστορεῖ Ὅμηρος δοῦλον Ὀδυσσέως πέραν περί που τὴν ἤπειρον νέμοντα, ἔνθα καὶ ὁ κακὸς Μελάνθιος ἔνεμεν. ἀλλ' οὗτος μὲν οἷος ἦν, ἔγνωσται. οἷα δὲ καὶ πείσεται, γνωσθήσεται. Φιλοίτιος δὲ ἄρτι πρώτως ἐνταῦθα λαληθεὶς καὶ ὄρχαμος ἀνδρῶν προσαγορευθεὶς, καθά που καὶ ὁ Εὔμαιος, πιστὸς εἶναι φανεῖται τῷ δεσπότῃ κατὰ τὸν Εὔμαιον. τάχα δ' ἂν ὁ τοιοῦτος Φιλοίτιος ἀπὸ τοῦ φίλος παράγοιτ' ἂν ὁμοίως τῷ μένος Μενοίτιος. εἰπεῖν γὰρ ἐτυμολογεῖσθαι αὐτὸν παρὰ τὸ φιλεῖν οἶτον, ἀπίθανόν ἐστι διὰ τὸ δυσοιώνιστον τοῦ ὀνόματος· εἰ μὴ ἄρα ἐκ τοῦ φιλεῖν σύγκειται, ἀφ' οὗ ὁ φιλήτης ἤγουν ὁ κλέπτης, ἵνα οὕτως εἴη Φιλοίτιος ὁ ὑποκλέπτων θάνατον γυμνασίᾳ καὶ διαίτῃ σώφρονι. φιλήτου δὲ τοῦ εἰρημένου χρῆσις μὲν παρά τε Ἡσιόδῳ καὶ παρὰ Ἀρχιλόχῳ ἐν τῷ, φιλήτᾳ νύκτωρ περὶ πόλιν πολευμένῳ, ἤγουν κλέπτῃ νυκτιλόχῳ. ἐτυμολογία δὲ παρὰ τὸ ὑφελεῖν, ὅ πέρ ἐστι κλέψαι, ὡς ἂν ᾖ ὑφειλήτης, καὶ ἀφαιρέσει φειλήτης, καὶ ἀπελεύσει τοῦ ε τῆς ει διφθόγγου δι' αἰτίαν τὴν ἑτέρωθι δηλωθεῖσαν, φιλήτης. καὶ οὕτω μὲν ταῦτα.

(Vers. 191.) ὁ δὲ Φιλοίτιος πρῶτα μὲν ἐρωτήσει τὸν σύνδουλον, τίς δὴ ὅδε ξεῖνος νέον ἦλθε; τίνων δ' ἐξεύχεται εἶναι; ποῦ δέ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; προσθεὶς καὶ ὅτι δύσμορος ὁ ξένος. καὶ ἔοικε δὲ δέμας βασιλῆϊ ἄνακτι.

(Vers. 195.) ἀλλὰ θεοί, φησι, δυόωσιν, ἤγουν εἰς δύην καὶ κακοπάθειαν ἄγουσι, πολυπλάγκτους ἀνθρώπους, ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσονται ὀϊζύν. καὶ οὕτως εἰπὼν δεξιτερῇ δέχεται, ἤγουν δεξιοῦται χειρὶ παραστάς· καὶ χαῖρε, φησὶ, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσω ὄλβος, καὶ ἑξῆς ὡς καὶ ἄλλος τις πρὸ τούτου εὔξατο.

(Vers. 201.) ἔτι δὲ σχετλιάζει καὶ κατὰ τοῦ Διὸς, λέγων καὶ αὐτὸς ἅ τις ἐρεῖ κατὰ τοῦ μετὰ τὸ ὠφελῆσαι βλάπτοντος· Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτὸς, ἤγουν γεννήσῃς, μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν. ἔστι δ' ἐν τούτοις τὸ μὲν, θεῶν ὀλοώτερος, οὐ κατὰ σύγκρισιν, ἀλλ' ἁπλῶς ἀντὶ τοῦ, ὀλοὸς ἐν θεοῖς, ὃ καὶ ἀλλαχοῦ δεδήλωται.

(Vers. 202.) Τὸ δὲ γείνεαι ὡς πρὸς τὸ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε· πατρὸς γὰρ τὸ γείνεσθαι, ἤτοι γεννᾶν. οἰκτιζόμενος ἐπὶ πλέον τὸν δεσπότην ὁ Φιλοίτιος φησίν· ἴδιον, τουτέστιν ἵδρωσα, ἠγωνίασα ὡς ἐνόησα,

(Vers. 204. sqq.) εἶτα ἤγουν ὡς εἰς νοῦν ἔλαβον· δεδάκρυνται δέ μοι ὄσσε μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ κἀκεῖνον ὀΐω τοιάδε λαίφε' ἔχοντα κατ' ἀνθρώπους ἀλάλησθαι, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. εἰ δ' ἤδη τέθνηκεν, ᾤ μοι ἔπειτα Ὀδυσῆος ἀμύμονος, ὅς μ' ἐπὶ βουσὶν ἔταξε τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. νῦν δ' αἱ μὲν γίνονται ἀθέσφατοι, ὁποῖα τινὰ καὶ ὁ Εὔμαιος ὑπὲρ ἑαυτοῦ φθάσας αὐχεῖ, οὐδέ κεν ἄλλως ἀνδρί γε ὑποσταχύωτο βοῶν γένος εὐρυμετώπων· τὰς δ' ἄλλοι με κέλονται ἀγινεῖν αὐτοῖς ἔδμεναι· οὐδὲ παιδὸς ἀλέγουσιν, οὐδ' ὄπιδα τρομέουσι θεοῦ· ἐθέλουσι δὲ κτήματα δάσασθαι [234] ἄνακτος.

(Vers. 218.) ἐμοὶ δὲ θυμὸς πόλλ' ἐπιδινεῖται, τουτέστιν εἰς πολλὰ στρέφεται. ποῖα δὴ ἐκεῖνα; μάλα μέν, φησι, κακὸν υἷος ἐόντος, τουτέστι ζῶντος, ἄλλων δῆμον ἱκέσθαι αὐτῇσι βόεσσιν, ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον αὖθι μένοντα βουσὶν ἐπ' ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.

(Vers. 222.) καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην, τουτέστιν ἱκέτευσα, φεύγων, ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται.

(Vers. 224.) ἀλλ' ἔτι τὸν δύστηνον ὀΐομαι, τουτέστιν ἐλπίζω, εἴ ποθεν ἐλθὼν ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείη. ὅ πέρ ἐστι περίφρασις τοῦ σκεδάσει τοὺς μνηστῆρας.

(Vers. 227. sqq.) οὕτω τοῦ Φιλοιτίου εἰπόντος θερμότερον, πιστωσάμενος Ὀδυσσεὺς εὔνουν αὐτὸν εἶναι πρῶτα μὲν λαλεῖ εἰς αὐτὸν ἔπαινον ἀγαθοῦ ἀνδρὸς, εἰπών· βουκόλε, ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας, γινώσκω δὲ καὶ αὐτὸς ὅ τοι, ἤγουν ὅτι τοι, πινυτὴ φρένας ἵκει καὶ ἑξῆς.

(Vers. 230.) εἶτα πληροφορεῖ καὶ αὐτὸν ἔνορκος διὰ τοῦ Διὸς καὶ τῆς τοῦ Ὀδυσσέως ἱστίας, ὡς ἄρα ἐνθάδε ἐόντος ἔτι αὐτοῦ ἐλεύσεται Ὀδυσσεύς. ὃ δὴ καὶ Εὔμαιος ἀκούων χαίροι ἄν. σὺ δέ, φησιν, ἐσόψει εἴ περ ἐθέλεις κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν· ὃ δὴ καὶ προαναφώνησίς ἐστιν Ὁμηρική. τοῦ δὲ εὐξαμένου τοῦτο γενέσθαι συνεπεύχεται καὶ ὁ συβώτης.

(Vers. 236. sq.) ἔστι δὲ ἡ τοῦ Φιλοιτίου εὐχὴ, ὁποίαν εὔξαιτ' ἄν τις δυνατὸς ὢν βοηθῆσαι τινί· αἲ γάρ, φησι, τουτέστιν εἴθε, τοῦτο, ξεῖνε, ἔπος τελέσειε θεός· γνοίης ἂν οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. καὶ ἰδοὺ ὕπεστιν αὕτη ἐστρατολογημένη δυὰς δούλων τῷ Ὀδυσσεῖ ἐπίκουρος ἀξιόμαχος, ἑτοίμη οὖσα παραβοηθεῖν τῷ φίλῳ δεσπότῃ, καὶ οὕτω τῇ εὐνοίᾳ σπείρουσα καρπὸν χάριτος, ἡδίστης θεῶν, καθά τις ἔφη, οὐ μὴν ἀνακαλύψει τούτοις ἑαυτὸν Ὀδυσσεὺς, εἰ μὴ καὶ πρὸς τῷ ἔργῳ γένηται. ἔχει γὰρ καὶ νῦν λέγειν, ὡς οὐ πιστὰ πέλονται.

(Vers. 235.) Ἰστέον δὲ ὅτι τε ὁ Φιλοίτιος, ὃν καὶ βοῶν ἐπιβουκόλον φησὶ κατὰ πλεονασμὸν προθέσεως, οὐ παρὰ τὸν οἶτον γίνεται, ὡς οὐδὲ ὁ Μενοίτιος, καθὰ ἐῤῥέθη ἀνωτέρω· καὶ ὅτι τὸ, ἐπὶ βουσὶν ἔταξεν,

(Vers. 209.) ἀρχή ἐστι τοῦ ἐπιτάσσειν συνθέτου ῥήματος, ἐξ οὗ καὶ τὸ προστάσσειν ἐπινενόηται. ἐμφαίνεται δ' ἐνταῦθα καὶ ἀστεία ἔννοια τοῦ ἐπιβουκόλος· δοκεῖ γὰρ ἐπιβουκόλος εἶναι ὁ ἐπὶ βουσὶ τεταγμένος, εἴτουν ὁ ἐπὶ τῶν βοῶν ὡς ἐπιστατῶν αὐταῖς. οὕτω δὲ καὶ ἐπίουρος ὁ ἐπὶ φυλακῇ τεταγμένος, καὶ, ὡς εἰπεῖν, ἐπί τινος φυλακῆς.

(Vers. 221.) Τὸ δὲ, καθήμενον ἄλγεα πάσχειν, βαρέως εἴρηται, ὡς τοῦ Φιλοιτίου ἀκινήτου δοκοῦντος εἶναι, εἰ οὕτω ζῇ ἐπαχθῶς. οὕτω καί τις ἐν Ἰλιάδι κεῖσθαι εἴρηται διὰ τὸ ἀπρακτεῖν.

(Vers. 223.) Τὸ δὲ, ἐξικόμην φεύγων, δουλικὸν μὲν ἴσως, ἐπαινετὸν δὲ ἄλλως καὶ εὔγνωμον διὰ τὸ ὑπὲρ δεσπότου ἂν γενέσθαι.

(Vers. 219.) Τοῦ δὲ, ἄλλων δῆμον ἱκέσθαι, ἑρμηνεία τὸ, ἄνδρας ἐς ἀλλοδαπούς· αὐτοῦ δὲ πάλιν τὸ, ἄλλον ὑπερμενέων βασιλήων. τοῦτο δὲ πρὸς διαστολὴν ἐῤῥέθη τοῦ Τηλεμάχου, βασιλέως μὲν ὄντος, μὴ οἵου δὲ βοηθεῖν ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ. δῆλον δὲ ὡς οὐκ ἀπίθανος ὁ τοῦ Φιλοιτίου λόγος. εἶχε γὰρ, εἴ περ ἱκέτης ἑτέρῳ βασιλεῖ προσῆλθεν αὐτοῖς οἷς ἔνεμε ζῴοις, ἐπικουρεῖσθαι πρὸς ἐκείνου ὡς μὴ ἂν ἀποκαταστήσεσθαι εἰσαῦθις τοῖς κατὰ τὴν Ἰθάκην δεσπόταις αὐτοῦ. ἔχει δὲ τὸ, ἄλλων δῆμον, διφόρησιν γραφῆς κατὰ τὸ ἄλλων· καὶ γὰρ καὶ αἰτιατικῇ γράφεται καὶ κατὰ γενικὴν πληθυντικήν.

(Vers. 212.) Τὸ δὲ ὑποσταχύωτο ἀντὶ τοῦ αὔξοιτο δίκην σταχύων· ὧν ἕκαστος ἐξ ἑνὸς κόκκου πολύχους γίνεται τὸν καρπόν· ἐκ τοῦ στάχυος γὰρ τὸ ὑποσταχύεσθαι. οὐδὲν δὲ ἐκώλυεν, εἴ περ ἤθελεν εἰπεῖν καὶ ὑποσταχύοιτο.

(Vers. 210.) Ὁ δὲ Κεφαλλὴν τὸ ἐθνικὸν ἐν δυσὶ γράφεται λ, ὡς καὶ προδεδήλωται. ὡς δὲ ὑπὸ βασιλεῖ τῷ Ὀδυσσεῖ ἦσαν οἱ Κεφαλλῆνες, καὶ ὡς ἀπό τινος Κεφάλου παρωνομάζονται, προγέγραπται καὶ αὐτό. ἐδηλώθη δέ τι περὶ αὐτῶν καὶ ἐν τῇ κατὰ τὴν Ἰλιάδα Βοιωτίᾳ.

(Vers. 207.) Τὸ δὲ. ζώει καὶ ὁρᾷ φῶς, πρὸς ἀκρίβειαν καὶ νῦν κεῖται, ὡς πολλῶν ζώντων μὲν, μὴ βλεπόντων δέ.

(Vers. 206.) Λαίφεα δὲ κἀνταῦθα πτωχικὰ παχέα ἱμάτια, ὡς καὶ τὰ σπεῖρα ἐν τῷ· σπεῖρα κάκ' ἀμφ' ὤμοισι. κυρίως δὲ λαίφεα αἱ τῶν πλοίων, φασὶν, ὀθόναι· ὅθεν οἱ κοινότεροι συνθέντες ἐκ τοῦ σάγος καὶ τοῦ λαῖφος σαγολαίφεα λέγουσιν.

(Vers. 204.) Ἐκ δὲ τοῦ ἴδιον, ὃ δηλοῖ τὸ ἵδρουν, ὡς ἐῤῥέθη, καὶ ἴδος λέγεται ὁ ἱδρώς· ἀφ' οὗ ὁ ἰδάλιμος.

(Vers. 196.) Τὸ δὲ, καὶ βασιλεῦσιν ἐπικλώσονται ὀϊζὺν, παιδευτικῶς δηλοῖ μὴ ἀδύνατον εἶναι καὶ βασιλεῖς πλάνῃ περιπίπτειν. ὃ καὶ Ὀδυσσεὺς ἔπαθεν. ὃν ὁ Φιλοίτιος ἐκ τοῦ εἴδους στοχασάμενος βασιλικὸν, ὡς ἐῤῥέθη, ἄνδρα εἶναι, ἤδη ἑτοίμως ἔχει μετὰ μικρὸν πιστεῦσαι αὐτὸν εἶναι τὸν Ὀδυσσέα, ὅτε καὶ πρὸς αὐτοῦ ἔσται, ὅσα καὶ παῖς ὑπὲρ πατρός· ἐπειδὴ καὶ αὐτὸν τυτθὸν ἐόντα [235] θρεψάμενος ἐπὶ βουσὶν ἔταξεν, ὁποῖός τις τὴν ἡλικίαν καὶ ὁ Εὔμαιος τῇ συβωτικῇ ἐπεστάτησεν.

(Vers. 194.) Ὅρα δὲ καὶ ἐνταῦθα, ὅτι τὰ περὶ πρόσωπον μόνα ἠλλοίωται τῷ Ὀδυσσεῖ, τὰ δὲ λοιπὰ βασιλεῖ ἔοικεν, ὡς ὁ Φιλοίτιος ἐδοκίμασεν, ἐκ τῆς καλάμης καὶ αὐτὸς στοχασάμενος.

(Vers. 195.) δῆλον δὲ καὶ ὅτι τὸ, ἀλλὰ θεὸς εἰς δύην ἄγει πολυπλάγκτους ἀνθρώπους καὶ ἑξῆς, ὡς ἐγράφη, γνωμικῶς ἐῤῥέθη πρὸς λόγου ἀσφάλειαν, ἵνα μὴ εὐήθης ὁ Φιλοίτιος δόξῃ ἄνδρα πλανήτην εἰπὼν καὶ βασιλεῖ ἐοικέναι. Τὸ δὲ δυόωσι καὶ ὅλως τὸ δυᾶν ἤτοι κακοποιεῖν διὰ δύης οὐδ' αὐτὸ εὔχρηστον δίχα ποιήσεως.

(Vers. 185.) ἡ δὲ τοῦ Φιλοιτίου εἰς Ἰθάκην ἔλευσις πιθανή ἐστι διὰ τὴν τῆς νουμηνίας ἑορτὴν, δι' ἣν ἦλθε καὶ αὐτὸς ἠπείρηθεν βοῦν στεῖραν ἄγων καὶ πίονας αἶγας. ὃ καὶ σαφηνίζων ὁ ποιητὴς, ἵνα μή τις καὶ αὐτὸν καὶ τὸν Μελάνθιον ἔσω τῆς Ἰθάκης οἴηται νέμειν, φησί·

(Vers. 187.) πορθμῆες δ' ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσι καὶ ἑξῆς, ὡς καὶ περὶ Φαιάκων προεῤῥέθη.

(Vers. 186.) Βοῦς δὲ ἄγεται στεῖρα βιωτικῶς· ἐπεὶ τὰς τοκάδας περιέπεσθαι χρή. δῆλον δὲ ὡς καὶ αἰπολίοις ἐπιστατεῖ ὁ Φιλοίτιος, εἴ γε καὶ πίονας αἶγας ἄγει.

(Vers. 227.) καλεῖται δὲ ὅμως βουκόλος, ἢ ἐκ τοῦ τιμιωτέρου ἢ ἐκ τοῦ πλεονάζοντος. εἰ δὲ καὶ πίονας αἶγας ἁπλῶς οὗτος ἄγει, ἀλλ' οὐκ ἤδη τὰς πᾶσι μετατρεπούσας αἰπολίοισιν· ἐκεῖνο γὰρ Μελανθίου ἔργον, ὃς μισῶν τοὺς δεσπότας τοῖς μνηστῆρσιν ἔχαιρεν.

(Vers. 189.) εἰ δὲ καὶ ὁ Φιλοίτιος ὑπ' αἰθούσῃ ἐριδούπῳ κατέδησεν ἅ περ ἤγαγε ζῷα, οὐκ ἄρα δῶμα ἡ αἴθουσα, ἡ καὶ αἰθομένη ἡλίῳ καὶ ἀνέμοις δουποῦσα. οἰκοδομοῦνται μὲν γὰρ οἴκοι, ἐφ' ᾧ ἐκκλίνεσθαι χειμῶνάς τε καὶ καύσωνας. ἡ δὲ αἴθουσα οὔτε καύσωνός ἐστι σκέπη· αἴθουσα γάρ· οὔτε ἀνέμου, ἐρίγδουπος γὰρ διὰ τὴν τῶν ἀνέμων ἐπίῤῥηξιν.

(Vers. 233.) Ἰστέον δὲ καὶ ὅτι τὸ, εἴ περ ἐθέλεις, ἀπόπειρά ἐστιν Ὀδυσσέως εἰς Φιλοίτιον, ὁποίαν φθάσας προεδοκίμασεν ἐν ἐπηκόῳ τοῦ υἱοῦ.

(Vers. 228.) Τὸ δὲ, πινυτὴ φρένας ἵκει, ἀντὶ τοῦ φρόνησις. Καὶ ὅρα ὡς πρὸ ὀλίγων μὲν πινυτὴ Πηνελόπη ἐλέγετο, τουτέστι μετέχουσα φρονήσεως. νῦν δὲ πινυτὴ αὐτὴ ἡ φρόνησις.

(Vers. 241.) Ὅτι μνηστῆρες μὲν καὶ νῦν Τηλεμάχῳ θάνατόν τε μόρον τε

(Vers. 242.) ἤρτυον. ὡς δὲ αὐτοῖς ἀριστερὸς ἤλυθεν ὄρνις, τουτέστιν οἰωνὸς τοῦ μέλλοντος, αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν, ἐκώλυσεν Ἀμφίνομος, εἰπών·

(Vers. 245.) ὦ φίλοι, οὐχ' ἡμῖν συνθεύσεται ἥδε γε βουλὴ, Τηλεμάχοιο δηλαδὴ φόνος, ἀλλὰ μνησώμεθα δαιτός. καὶ αὐτοὶ διὰ τὸ μοιρίδιον πείθονται· ἐπιήνδανε γὰρ αὐτοῖς ὁ μῦθος. δοκεῖ δὲ καὶ ὁ Ἀμφίνομος ἀετὸν μὲν νοῆσαι τὸ τοῦ Τηλεμάχου μέρος, τοὺς δὲ μνηστῆρας εἰς πέλειαν ἐχομένην τῷ κρατερωτάτῳ ἀετῷ, καὶ διατοῦτο κωλῦσαι τοὺς μνηστῆρας. οὐκ ἂν δὲ πάντως ἐπείθοντο, εἰ μὴ καὶ τεχνίτην αὐτὸν ἐν τοῖς τοιούτοις ᾔδεισαν εἶναι. πάνυ δὲ μέγα τὸ ἐξ Ὀδυσσέως κακὸν τοῖς μνηστῆρσι καὶ ὅσον τῇ πελείᾳ ἐξ ἀετοῦ, ὡς ὁ οἰωνὸς ἐδήλου. Τὸ δὲ συνθεύσεται ἀστείως καὶ αὐτὸ εἴρηται· οὐ γὰρ συνδραμεῖται, φησὶν, ἡμῖν τὸ βουλευθὲν, ἀλλὰ δηλονότι σκεδασθήσεται ἀφ' ἡμῶν καὶ οὐκ ἂν ἴδοιμεν αὐτό. εἰς κώλυσιν οὖν βουλῆς οἰκεῖον τὸ, οὐχ' ἡμῖν συνθεύσεται ἥδε γε βουλή.

(Vers. 249.) Ὅτι διασκευάζων τὴν τῶν μνηστήρων ἐν τῇ ἄρτι νουμηνίᾳ δαῖτα, φησί· Χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε· περὶ ὧν ἀλλαχοῦ προγέγραπται. οἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας. ἱέρευον δὲ σύας σιάλους,

(Vers. 251.) καὶ βοῦν ἀγελαίην, τουτέστι νομαδικὴν, ἄφετον, ἀδάμαστον.

(Vers. 252.) σπλάγχνα δ' ἂρ ὀπτήσαντες ἐνώμων, ὅ ἐστι παρεῖχον. δηλοῖ δέ ποτε ἡ λέξις καὶ κίνησιν.

(Vers. 253.) ἐν δέ τε οἶνον κρατῆρσι κερόωντο, τουτέστιν ἐμίγνυον· κύπελλα δ' ἔνειμε συβώτης. καὶ ἔστι ταυτὸν τὸ νέμειν καὶ τὸ νωμᾶν. σῖτον δ' ἐπένειμε Φιλοίτιος καλοῖς ἐν κανέοισιν.

(Vers. 255.) ἐῳνοχόει δὲ Μελανθεὺς ὁ καὶ Μελάνθιος.

(Vers. 256.) οἱ δ' ἐπεχείρουν τοῖς προκειμένοις.

(Vers. 257.) Τηλέμαχος δὲ κέρδεα νωμῶν, ἤτοι κινῶν, στρέφων εἰς νοῦν, Ὀδυσῆα καθίδρυεν ἐντὸς εὐσταθέος μεγάρου παρὰ λάϊνον οὐδόν·

(Vers. 259.) καὶ οὐκ ἀφῆκε τὸν ξεῖνον κατὰ γῆς καθῆσθαι ὡς χθὲς, ἀλλὰ δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν, ὡς πτωχῷ ἔπρεπε, παρετίθει καὶ σπλάγχνων μοῖραν, τὸ μὲν φαινόμενον ἐπὶ τιμῇ τοῦ ξένου, ἄλλως δὲ, ὅτι κέρδεα ἐν φρεσὶν ἐνώμα· ὧν κεφάλαιον τὸ τοὺς μνηστῆρας ἐρεθίζειν κατ' αὐτοῦ, ἵνα τάχιον τὸ κατ' ἐκείνων κακὸν γένηται. διὸ καὶ αὐτὸς τῷ ξείνῳ διακονεῖ, οὐκ ἀφιεὶς τοῖς δούλοις τοῦτο ποιεῖν. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ δριμύτερον τοὺς μνηστῆρας προσφθέγγεται, μήτε κακολογεῖν τὸν ξένον αὐτοὺς ἐθέλων μήτε χερσὶ πειρᾶσθαι.

(Vers. 260. sqq.) διὸ καὶ οἶνον [236] ἐγχέας τῷ ξένῳ ἐν δέπαϊ χρυσέῳ ἐνταυθοῖ νῦν, ἔφη, κάθησο μετ' ἀνδράσιν οἰνοποτάζων· κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω πάντων μνηστήρων, ἐπεὶ οὔ τι δήμιός ἐστιν οἶκος ὅδε, ἀλλ' Ὀδυσῆος·

(Vers. 265.) ἐμοὶ δ' ἐκτήσατο κεῖνος, τουτέστι χάριν ἐμοῦ.

(Vers. 266.) εἶτα καὶ ἀπειλεῖται σωφρόνως τὸ, ὑμεῖς δὲ μνηστῆρες ἐπίσχετε θυμὸν, ἤγουν ἐπέχετε τὴν ψυχὴν ἐνιπῆς τε καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται. οὕτως εἶπεν ὁ παῖς.

(Vers. 268.) καὶ τῶν ἄλλων πάντων ὀδὰξ καὶ νῦν ἐν χείλεσι φύντων καὶ θαυμαζόντων ὅτι θαρσαλέως ἐκεῖνος ἀγόρευεν, Ἀντίνοος ἐκρήξας ἔφη·

(Vers. 271.) καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, μάλα δ' ἧμιν ἀπειλήσας ἀγορεύει· ὅ περ εἴποι ἄν τις πειθόμενος κατ' ἀνάγκην ἀπειλαῖς. ᾧ ἀκόλουθον καὶ τὸ, οὐ γὰρ θεὸς εἴασε· τῷ κέ μιν ἤδη παύσαμεν ἐν μεγάροισι λιγύν περ ἐόντ' ἀγορητήν· ὃ καὶ ἄλλοτε ὁμοίως ὠνειδίσθη ὁ Τηλέμαχος. οὗ χαλεπὸν τὸν μῦθον λέγει, ἐπεὶ οὐ μόνον χειρῶν αὐτοὺς ἐθέλει ἀπέχεσθαι, ἀλλὰ καὶ ἐνιπῆς, ἣν εἰς παραμυθίαν ἔχουσιν οἱ μὴ δυνάμενοι ἀμύνεσθαι χερσί. καὶ Ἀντίνοος μέν, φησιν, οὕτως εἶπεν. ὁ δ' ἂρ οὐκ ἐμπάζετο μύθων, τουτέστιν ὁ Τηλέμαχος. τοῦτο δὲ ποιεῖ Ὅμηρος οἰκονομικῶς, ἵνα μὴ λογομαχοῖεν εἰς οὐδὲν δέον μακρότερα.

(Vers. 250.) Σημειοῦνται δ' ἐν τοῖς ῥηθεῖσιν οἱ παλαιοὶ, ὡς ἐνθάδε καὶ μόνον οἱ μνηστῆρες ἱερεύουσιν ὄϊς, καὶ τὰ ἑξῆς ὡς ἐῤῥέθη. ἀλλαχοῦ δὲ τῆς Ὁμηρικῆς ταύτης ποιήσεως οὐχ' εὕρηνται οὕτω ποιοῦντες, οὐ μὴν οὐδὲ εὐχόμενοι. Ὀδυσσεὺς δὲ οὐ τοιοῦτος· οὗ καὶ ὁ δοῦλος Εὔμαιος εὐσεβεῖν φαίνεται θύων, ὡς προϊστόρηται. οὐδὲν δὲ τῶν ἱερευομένων ζῴων δίχα ἐπιθέτου προήγαγεν, οὐ τοὺς ὄϊς, οὐ τὰς αἶγας, οὐ τοὺς σύας, οὐ τὴν βοῦν, ὡς πρόκειται ἐν τῇ προσεχῶς ῥηθείσῃ Ὁμηρικῇ γραφῇ.

(Vers. 259.) Δίφρον δὲ ἀεικέλιον ἔφη πρὸς διαστολὴν ἑτέρου περικαλλέος, ὁποῖος κεῖται τῇ Πηνελόπῃ.

(Vers. 250.) Τὸ δὲ ἱέρευον ὄϊς, ἱέρευον σύας, σχῆμα καὶ αὐτὸ κάλλους τὸ κατ' ἐπαναφορὰν λεγόμενον.

(Vers. 263.) Τὸ δὲ, χεῖρας ἀφέξω, ἀντὶ τοῦ κωλύσω. ἀπεναντίας δὲ πάντως τὸ ἀπέχειν ἐστὶ πρὸς τὸ προσέχειν, εἴ περ ἀπέχειν μὲν τὸ πόῤῥω ἔχειν, προσέχειν δὲ τὸ ἐγγὺς ἔχειν.

(Vers. 264.) Οὐ δήμιος δὲ οἶκος ὁ μὴ δημόσιος ἀλλ' ἰδιωτικὸς, δηλαδὴ Ἀττικῶς εἰπεῖν, ἤγουν ἴδιος, ἐμοὶ κτηθεὶς τῷ τοῦ Ὀδυσσέως υἱῷ τοῦ ποτὲ βασιλέως. διὸ καὶ ἐμφαίνει ὡς βούλεται βασιλέως τὸν τοιοῦτον οἶκον εἰπεῖν, οἷα χωρίζων τοῦ δημοσίου οἴκου τὸν βασιλικόν. εἴη δὲ ἂν ἄλλως δήμιός τις οἶκος, ἐν ᾧ κοινῶς ἐξενοδοχοῦντο οἱ ἐν ταῖς πόλεσι παραβάλλοντες. ἦν δέ τι τοιοῦτον καὶ ἡ λέσχη, τοῖς πτωχοῖς τῶν προκαταλαβόντων οὖσα.

(Vers. 272.) Ἐν δὲ τῷ, μάλα δ' ἧμιν ἀπειλήσας, προπερισπᾶται τὸ ἧμιν, ὡς καὶ ἀλλαχοῦ, κατὰ συστολὴν τῆς ληγούσης, ἀναπεμφθέντος τοῦ τόνου λόγῳ ἐγκλίσεως.

(Vers. 276.) Ὅτι δηλῶν ὁ ποιητὴς δημοσίᾳ τιμᾶσθαι τὰς νουμηνίας διὰ τὸν Ἀπόλλωνα Ἥλιον, ὡς καὶ προδεδήλωται, φησί· κήρυκες δ' ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην ἦγον· τοὶ δ' ἀγέροντο καρηκομόωντες Ἀχαιοὶ

(Vers. 278.) ἄλσος ὑπὸ σκιερὸν Ἀπόλλωνος. ὁποῖα τοῖς δαίμοσιν ἀνεῖντο πολλὰ, οὐ βατὰ τοῖς πολλοῖς ὄντα.

(Vers. 277.) Ἀχαιοὶ δὲ νῦν οἱ κατὰ τὴν Ἰθάκην, ὧν πρὸς τῇ θυσίᾳ ὄντων οὐδὲν ἔσται δέος τῷ Ὀδυσσεῖ μή ποθεν οἱ μνηστῆρες βοηθηθεῖεν ἐν τῷ πολεμεῖσθαι.

(Vers. 276.) καὶ κήρυκες δὲ οἱ κατὰ τὴν Ἰθάκην δημόσιοι ἐνταῦθα νοοῦνται, οἳ καὶ ταῖς θυσίαις ὑπούργουν, θεῖον γένος ὄντες, καὶ οὐ μόνον ἀνδρῶν ἄγγελοι, ἀλλὰ καὶ θεῶν, ὡς ἡ Ἰλιὰς δηλοῖ.

(Vers. 278.) Σκιερὸν δὲ οὐ τὸ λεχθὲν μόνον, ἀλλὰ καὶ ἅπαν ἄλσος, εἴ γε ἄλση μὲν λέγονται παρ' οἷς ἅλλονται δένδρα. τοῖς δὲ τοιούτοις δασυνθεῖσι τὸ σκιερὸν παρέπεται. ἀλλ' οὕτω μὲν οἱ τοῦ δήμου ἐτέλουν τὴν ἑκατόμβην.

(Vers. 279.) οἱ δὲ μνηστῆρες ἐν τοῖς τοῦ Ὀδυσσέως δαίνυντο ἐρικυδέα δαῖτα· σύες, εἴποι τις ἂν, ἐνειρχθέντες εἰς σφαγήν.

(Vers. 281.) Ὅτι τὸ, πὰρ δ' ἂρ Ὀδυσσῆϊ μοῖραν θέσαν, οἳ πονέοντο, ἴσην ὡς αὐτοί περ ἐλάγχανον, δηλοῖ μὲν ἰσομοιρίαν. ἔχει δὲ ἑρμηνείαν τοῦ ἴσην τὸ, ὡς αὐτοὶ ἐλάγχανον. ἅμα δὲ ἐμφαίνει καὶ κατά τινα λαχμὸν καὶ τὰς πολυτελεῖς μοίρας γίνεσθαι. Τὸ δὲ, ἴσην μοῖραν, ἔοικε τῇ ἐΐσῃ δαιτί.

(Vers. 284.) Ὅτι καὶ πάλιν Ἀθηνᾶς ἐριζούσης, ἤτοι φρονήσεως, κατὰ ἐρεθισμὸν τὸν προῤῥηθέντα, ἵνα Ὀδυσσεὺς ἔτι μᾶλλον ὀργίζοιτο, γίνεται ὕβρις παρὰ μνηστήρων. φησὶ γοῦν ὁ ποιητὴς οὕτω· μνηστῆρας δ' οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος,

(Vers. 286.) ὄφρ' ἔτι μᾶλλον δύῃ ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα, ἤγουν ἵνα ὑπεισέλθῃ λύπη τὸν Ὀδυσσέα κατὰ καρδίαν ἢ ἀντιπτωτικῶς, τὴν καρδίαν τοῦ Ὀδυσσέως· ὁποῖα μυρία καὶ ἄλλα τοιαῦτα σχήματα παρὰ τῷ ποιητῇ.

(Vers. 287.) εἶτα ἄρχεται Ὅμηρος διηγήματος ἀπὸ ὑπαρκτικοῦ συνήθως ῥήματος· ἦν δέ [237] τις ἐν μνηστῆρσιν ἀνὴρ, ἀθεμίστια εἰδώς. Κτήσιππος δ' ὄνομ' ἔσκε,

(Vers. 288.) Σάμῃ δ' ἔνι οἰκία ναῖεν, ὡς εἶναι οὕτω Σάμιος ἢ Σαμαῖος κατὰ ἐθνικὸν, ὃ καὶ ἀλλαχοῦ προδηλοῦται.

(Vers. 289.) ὃς δή τοι κτεάτεσσιν, ἤγουν κτήμασι, πεποιθὼς θεσπεσίοισιν, οἷς προσφυῶς καὶ Κτήσιππος ἐκαλεῖτο, μνάσκετ' Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. οὗτος οὖν, κέκλυτέ μευ μνηστῆρες, ἔφη, ἀγήνορες, ὄφρα τι εἴπω· μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν, ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὃς ἂν τάδε δώματα ἵκηται. ἀλλ' ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς ἠὲ λοετροχόῳ δῴη γέρας ἤ τινι ἄλλῳ.

(Vers. 299.) ὣς εἰπὼν ἔῤῥιψε βοὸς πόδα χειρὶ παχείῃ, κείμενον, ἐκ κανέοιο λαβών· ὁ δ' ἀλεύατ' Ὀδυσσεὺς παρακλίνας κεφαλήν. μείδησε δὲ θυμῷ σαρδάνιον μάλα τοῖον, ἢ μέγα τοῖον. ὁ δ' εὔδμητον βάλε τοῖχον, Κτήσιππον δι' ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·

(Vers. 304.) Κτήσιππ', ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ, οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός. ἦ γὰρ ἄν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι, καί κέ τοι ἀντὶ γάμου πατὴρ τάφον ἀμφεπονεῖτο ἐνθάδε. εἶτα μετὰ θάῤῥους καὶ τοῖς ἄλλοις λαλῶν καὶ παραμιγνὺς μὲν ἀπειλαῖς παραινέσεις, αὔξων δὲ ῥητορικῶς τὴν τῶν μνηστήρων ὕβριν ἐκ πατρικῶν μεθόδων, ἐπάγει·

(Vers. 308.) διὸ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, καὶ ἑξῆς, ὥς που καὶ πρὸ τούτων εἶπεν.

(Vers. 311.) εἶτα ἐπιφέρει· ἀλλ' ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες, μήλων σφαζομένων οἰνοιό τε πινομένοιο, καὶ σίτου, ἐσθιομένου δηλαδή. χαλεπὸν γὰρ, ὡς καὶ ταῦτα προεῤῥέθη, ἐρυκακέειν ἕνα πολλούς. ἀλλ' ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες. εἰ δ' ἤδη μ' αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ, καί κε τὸ βουλοίμην καὶ ἑξῆς, ἃ φθάσας ἤκουσεν ἐκ τοῦ πατρὸς, εἰπόντος οὐ τλητὸν εἶναι ἀεικέα ἔργα ὁρᾶν ξείνους τε στυφελιζομένους καὶ τὰ ἑξῆς.

(Vers. 314. sqq.) Καὶ ὅρα ὅπως κέρδεα νωμῶν ὁ Τηλέμαχος καὶ τὸν ξεῖνον πατέρα δίφρῳ, εἰ καὶ ἀεικελίῳ καὶ ὀλίγῃ τραπέζῃ καὶ ἰσομοιρίᾳ τιμήσας, ἠρέθισεν οὕτω φρονίμως τὸν ἀθεμίστιον. διὸ καὶ καλῶς ὁ ποιητὴς ἔφη, ὡς οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη μνηστῆρας λώβης ἴσχεσθαι, ὡς καὶ προεγράφη, ἵνα ἐρεθισθεὶς Ὀδυσσεὺς μὴ ἀναβάλληται τὸ κατ' αὐτῶν ἔργον.

(Vers. 287.) Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς κυκλικῶς φράσαι· ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ, Κτήσιππος δ' ὄνομ' ἦν, αὐτὸ μὲν ἀφῆκεν, ἐχρήσατο δὲ ποικιλίας χάριν ἐν καταρχῇ μὲν τῷ ἦν, κοινῷ ὄντι, ἐν τέλει δὲ ποιητικῷ τῷ ἔσκεν· οὗ παραγωγὴ αὕτη· ἔω, ἔσω, ἔσκω· παρατατικὸς, ἔσκον. μυρία δὲ καὶ ἄλλα τοιαῦτα. ἐν οἷς καὶ τὸ κέω, κέσω, κέσκω· ἀφ' οὗ τὸ κέσκετο ἀντὶ τοῦ ἔκειτο. Σημείωσαι δὲ ὅτι τὸ μὲν ἦν ἀντὶ τοῦ ὑπῆρχον ἐν πρώτῳ προσώπῳ προσφυῶς ἔχει τὸ ν κατὰ συγκοπὴν τοῦ ἦον, ὅ πέρ ἐστιν ὑπῆρχον· τὸ δὲ τρίτον οὐχ' οὕτως ἔχει κατὰ τὸν Ἡρακλείδου λόγον, ἔχοντα οὕτως· τοῖς εἰς βραχὺ περαιουμένοις, εἶτα συναιρεθεῖσι, τοιούτοις προσώποις οὐκέτι μετουσία τοῦ νῦ ἐστιν· ὥς τε ἐν τῷ, ἦον ἦες ἦε, καὶ συναιρέσει ἦν, οὐκ ὀρθῶς ἔχει ἡ προσέλευσις τοῦ ν. καινὸν δέ, φησι, καὶ τὸ, ἤσκειν εἴρια καλά. διαλυθὲν γὰρ εἰς τὸ ἤσκεε πῶς προσλήψεται τὸ ν, ὅπου γε οὐδεὶς παρατατικὸς εἰς ν περατοῦται ἐν τρίτῳ ἑνικῷ παρ' Ἕλλησιν; ἑτέρωθι δὲ λέγει ὁ αὐτὸς καὶ ὅτι, ὥς περ τὸ, κνέε τυρὸν, ἤγουν ἔκνεεν, ἔκοπτεν, εἰς τὸ ἦτα συναιρεθὲν οἷον κνῆ τυρὸν ἐν Ἰλιάδι, οὐκέτι σὺν τῷ ν ἐξηνέχθη, οὕτως οὐδὲ τὸ ἦ μετὰ τοῦ ν γραφήσεται, ἀλλὰ δηλαδὴ δίχα τοῦ ν, κἂν σημαίνει τὸ ὑπῆρχεν, ἀπὸ τοῦ ἔε δηλονότι. καὶ οὕτω μὲν κατέστησεν ὁ σοφὸς τὴν τοιαύτην γραφήν. ἔστι δὲ καὶ ἄλλως καὶ μετὰ τοῦ ν νοῆσαι τὸ ἦν Δωρικῶς ἅμα καὶ Ἀττικῶς κατὰ τὸν αὐτὸν Ἡρακλείδην, εἰπόντα οὕτω· τὸ παρ' ἡμῖν ἔπλει καὶ ἔῤῥει παρὰ μὲν τοῖς Ἴωσιν ἔπλεεν ἔῤῥεεν, ὡς τῆς ει διφθόγγου τεμνομένης παρ' αὐτοῖς εἰς ἄμφω ταῦτα. παρὰ δὲ Δωριεῦσιν, ὧν τῇ διαλέκτῳ καὶ ἀρχαῖοι Ἀττικοὶ χρῶνται τὰ τοιαῦτα δύο εε εἰς ην συναιρεῖται. τὸ γὰρ ἔπλεεν, ἔῤῥεεν, ἔπλην καὶ ἔῤῥην παρ' αὐτοῖς. εἰ τοίνυν τοῦτο δέδοται, τί κωλύει κατὰ τὸ ἔπλεεν, ἔπλην, Δωρικῶς καὶ ἔῤῥεεν, ἔῤῥην, οὕτως εἶναι καὶ ἔεν ἦν; περισπωμένως μέντοι διὰ τὸ τοῦ ῥήματος μονοσύλλαβον, χαρέντων τῇ Δωρικῇ φωνῇ καὶ τῶν Ἀττικῶν. οἳ καὶ τὸ δάματερ, Δωρικὸν ὂν, φιλοῦσι λαλεῖν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ὅτε τι θαῦμα πρόκειται, ὡς καὶ ὁ τοῦ κωμικοῦ Πλοῦτος δηλοῖ. Ἔτι ἰστέον καὶ ὅτι τὸ εἰρημένον ἦν ἐπὶ τρίτου ἑνικοῦ προσώπου ὁ Ἀλκμὰν ἦς λέγει, μετειλημμένου τοῦ ν εἰς σ Δωρικῶς, ὡς ὁ Ἡρακλείδης παραδίδωσιν. ἔστι δὲ αὐτοῦ χρῆσις καὶ παρὰ τῷ βουκολιαστῇ. ὡς καὶ ἐν τῷ πεποιήκαμεν καὶ λέγομεν καὶ τοῖς ὁμοίοις τρέπουσι τὸ ν εἰς σ οἱ Δωριεῖς, λέγοντες πεποιήκαμες καὶ τἄλλα δὲ ὡσαύτως, δηλοῦσιν οἱ χρησάμενοι. τὸ δὲ παρ' [238] Ἡσιόδῳ, τῆς δ' ἦν τρεῖς κεφαλαὶ, ἀντὶ τοῦ ἦσαν, Βοιωτῶν λέγεται γλώσσης εἶναι, οἳ ἑνικὰ ῥήματα πληθυντικοῖς ὀνόμασι συνέταττον.

(Vers. 288.) Ἐν δὲ τῷ, ὄνομ' ἔσκεν, ὄνομα κατ' ἐξοχὴν τὸ κύριον δηλοῦται, οὐ μὴν τὸ κοινὸν, ἐξ οὗ ὀνομάζειν Ὅμηρος πολλαχοῦ οἶδε τὸ διεξοδικῶς λαλεῖν ἐν συνθήκῃ ὀνομάτων, ἤγουν λέξεων. αἷς καὶ τὰ ἐπίθετα συνεισάγονται τὰ, ὡς ἂν Ὅμηρος εἴποι, κατ' ἐπίκλησιν. ἡ δὲ, ὡς ἐῤῥέθη, κυριωνυμία καὶ τὸ παρὰ Εὐμαίῳ εἵλκυσεν ὀνομάζειν. ἔφη γὰρ ἐκεῖνος αἰδεῖσθαι ὀνομάζειν τὸν καλὸν δεσπότην, ἤγουν εὐλαβεῖσθαι λέγειν ἐκεῖνον τὸ κύριον αὐτοῦ ὄνομα, ὅ περ ἦν Ὀδυσσεὺς, οἷα ἐπικρίνων ἠθεῖον αὐτὸν καλεῖν, ὡς προδεδήλωται. τὸ δὲ τοιοῦτον κύριον ὄνομα καὶ τὸν ἐν Ἰλιάδι ὀνομακλυτὸν συνέθετο, οὗ δηλονότι τὸ κύριον ὄνομα περίκλυτον ἀνθρώποις ἦν. ἐξ αὐτοῦ δὲ καὶ τὸ ὀνομακλήδην, δηλοῦν, ὡς ἐξ ὀνόματος κυρίου ἐκάλει ἕκαστον τῶν ἔσω τοῦ δουρείου ἵππου ἡ Ἑλένη. Θεσπέσια δὲ κτήματα Κτησίππου τοῦ διὰ πλοῦτον ὑβριστοῦ τὰ πολλὰ λέγει, ἃ δηλαδὴ θεὸς ἂν εἴποι. οὐ γὰρ δή που κτέατα θεῖα εἰσὶ τὰ τοῦ εἰδότος ἀθεμίστια κατὰ τὸν ποιητήν. Μνηστῆρες δ' ἀγήνορες ἐνταῦθα ἐπὶ ἐπαίνου· οὐ γὰρ ἂν ὁ μνηστὴρ Κτήσιππος τοὺς ὁμοίους ὕβριζε.

(Vers. 293.) Τὸ δὲ πάλαι φανερῶς καὶ νῦν ἐκ περισσοῦ κεῖται καὶ οὐ κατὰ κυρίαν σημασίαν ἐν τῷ, μοῖραν ὁ ξεῖνος ἔχει πάλαι. οὐ γὰρ κυρίως πάλαι μοῖραν ἔχει ὁ νῦν αὐτίκα λαβὼν αὐτήν. Ἀττικῶς δὲ τὸ σχῆμα. παρ' οἷς καὶ τὸ ποτὲ καὶ τὸ πάλαι ἁπλῶς οὕτω κεῖνται δίχα τοῦ σημαίνειν πολυκαιρίαν τινά. Τὸ δὲ, ὡς ἐπέοικε, φθονῶν ὁ κακὸς λέγει κατὰ εἰρωνείαν· ἠρέθισται γὰρ τῇ τοῦ ξένου τιμῇ.

(Vers. 294.) Οὐ καλὸν δὲ πρᾶγμα λέγει τὸ μὴ ἐπαίνου ἄξιον, ἐπεὶ καὶ τέλος ἐγκωμιαστικοῦ εἴδους τὸ καλὸν κατὰ τοὺς μεθ' Ὅμηρον. Περὶ δὲ τοῦ ἀτέμβειν ποιητικοῦ ῥήματος ὄντος καὶ στέρησιν καὶ βλάβην σημαίνοντος δεδήλωται ἀλλαχοῦ,

(Vers. 295.) ὥς περ καὶ ὅτι ἔθος Ὁμήρῳ ἐκ πληθυντικοῦ ἀορίστου καταβαίνειν εἰς ἑνικὸν ὡρισμένον, ὡς καὶ ἐνταῦθα εἰπὼν ξείνους Τηλεμάχου ἐπιφέρει· ὃς ἂν ἐνθάδ' ἵκηται.

(Vers. 297.) Ἐν δὲ τῷ, δῴη γέρας, ἢ τὸ ἁπλῶς δῶρον λέγει γέρας, ἢ τὸ ἐπέκεινα τῆς μοίρας, ὥς που καὶ τῷ Ὀδυσσεῖ οἷά τι γέρας ἐπιπέμπει τὸν τοῦ βοὸς πόδα ὁ Κτήσιππος.

(Vers. 299.) ὃν πόδα καὶ σημειωτέον βιαζόμενον κατὰ τὴν τοῦ Κράτητος παρατήρησιν λογίζεσθαι, ὡς καὶ ἑφθὰ ἤσθιον ἥρωες. οὐ γὰρ ἄν, φησι, γένοιτο ποὺς βοὸς ὀπτός. Τὸ δὲ, ἔῤῥιψε βοὸς πόδα, ταυτὸν τῷ ἀφῆκε δίκην βέλους, ὁποῖόν τι καὶ πρὸ ὀλίγων τὸ, διαῤῥίπτασκεν ὀϊστόν. ὅτι δὲ βέλος καὶ ὁ ῥηθεὶς ποὺς, δηλοῖ ὁ ποιητὴς ἐν τῷ, ἀλεύατο γὰρ βέλος αὐτός.

(Vers. 302.) Τὸ δὲ σαρδάνιον, ὅ τινες σαρδόνιον γράφουσιν, ἐξ οὗ καὶ διεσαρδόνησεν ἐν ῥητορικῷ λεξικῷ τὸ, διεγέλασεν οὐκ ἐπὶ διαχύσει, δηλοῖ μὲν τὸ ἄκροις χείλεσι σεσηρέναι τὸν ἔσω δακνόμενον θυμῷ ἢ λύπῃ, ἵνα ᾖ σαρδάνιον Ὁμηρικῶς καὶ σαρδόνιον δὲ κατὰ τοὺς ἄλλους τὸ σεσηρὸς καὶ σαρκαστικόν. καὶ οἱ μέν φασι τὴν λέξιν εἰλῆφθαι ἀπὸ τοῦ δοθέντος ὑπὸ Διὸς τῇ Εὐρώπῃ φύλακος ἡφαιστοτεύκτου, ὃς τοὺς παραβάλλοντας ξένους τῇ Κρήτῃ συλλαμβάνων ἰδίως, φασὶν, ἐτιμωρεῖτο, πηδῶν εἰς πῦρ καὶ θερμαίνων τὸ στῆθος, ὁποῖόν τι περὶ τοῦ Κρητικοῦ Τάλω τοῦ χαλκεοστήθου φασί τινες καὶ χαλκόποδος, καὶ περιπτυσσόμενος, καὶ καιομένων ἐκείνων, αὐτὸς σεσηρώς. ἀλλ' οὗτος μὲν ὁ λόγος οὐ πάνυ διευκρινεῖ τὴν λέξιν, ἀλλ' ἢ μόνον δίδωσιν ὑπονοεῖν, ὅτι παρὰ τὸ δονεῖν ἢ δαίειν ἤτοι καίειν καὶ παρὰ τὸ σαίρω, ἔσαρον, ὅθεν καὶ τὸ σεσηρέναι, γίνεται τὸ σαρδόνιον, οἱονεὶ τὸ σεσηρὸς καὶ δονοῦν ἢ δαῖον ἤγουν καῖον. ἕτεροι δέ φασιν, ἐν Σαρδοῖ νήσῳ ἐπέκεινα Σικελίας τῇ καὶ Σαρδόνι σέλινον φύεσθαι, οὗ τοὺς ἐμφαγόντας ξένους μετὰ σπασμοῦ ὄλλυσθαι σεσηρότας, ὡς εἶναι σαρδόνιον ἢ σαρδάνιον γέλωτα τὸν μετὰ ὀδύνης, ὁποῖον τινὰ γελᾶν λέγεται καὶ οἱ τετρωμένοι τὰς φρένας, καὶ οἷον δὲ πεῖρα ἔφηνε πολλοῖς, διδάξασα ὑπὸ ὄφεως συσχεθῆναι τινὰ καὶ δηχθῆναι περί που τὰ ὑπὸ μάλην καὶ οὕτω σὺν γέλωτι ἀποῤῥῆξαι τὸν βίον. Τίμαιος δέ, φασιν, ἱστορεῖ τοὺς ἐν Σαρδόνι γεγηρακότας τῶν γονέων ἄγεσθαι πρὸς βόθρον καὶ καταβάλλεσθαι καὶ οὕτω τοῦ ζῆν ἀπολύεσθαι καὶ ὡς μακαρίως θνήσκοντας γελᾶν, κἀντεῦθεν τὸν ἐπὶ λύπαις γέλωτα σαρδόνιον λέγεσθαι. ἕτεροι δὲ τοὺς υἱοὺς γελᾶν φασὶν ἐπὶ τῇ τῶν πατέρων ἐκεῖ καταῤῥίψει, ἀφοσιουμένους τὸν φόνον, καὶ ἐμφαίνοντας, μηδὲν ἁμαρτεῖν, εἰ τοὺς κακῶς πεισομένους πατέρας ὑπὸ γήρως προαπάγουσιν. ἐθέλουσι δὲ οἱ παλαιοὶ ἄμεινον εἶναι, σαρδόνιον γέλωτα λέγεσθαι τὸν ἐπὶ καταμωκήσει προσποίητον παρὰ τὸ σεσηρέναι, ἤγουν ὑπανοίγειν τὰ χείλη, ὡς δηλαδὴ προείρηται. γράφει δέ τις τῶν παλαιῶν καὶ οὕτω· σαρδάνιος γέλως κεχηνότος καὶ σεσηρότος τοῦ στόματος καὶ οὐκ ἐκ διαθέσεως [239] γινόμενος.

(Vers. 305.) Τὸ δὲ, οὐκ ἔβαλες, ἐλλιπῶς εἴρηται διὰ θυμόν. ἦν δὲ τὸ ἐντελὲς οὕτως· ἦ μάλα σοι κέρδιον ὅτι οὐκ ἔβαλες τὸν ξεῖνον.

(Vers. 308.) Τὸ δὲ, μή τις ἀεικείας φαινέτω, οὗ ἑρμηνεία κατωτέρω τὸ, ἀεικέα ἔργα, ἀκριβῶς ἔχει πρὸς σύνεσιν. εἰ γὰρ καὶ ἐνθυμεῖται τις ἀεικῆ, ἀλλὰ μὴ ἐκφαινέτω. ἐκεῖνο μὲν γὰρ οὐχ' οὕτω μεμπτέον, ὡς ἄδηλον· τοῦτο δὲ ἤδη βίαιον, ὡς φανερόν. διφορεῖται δὲ τοῦ ἀεικείας ἡ παραλήγουσα, ὡς καὶ ἐν Ἰλιάδι. πλείων δὲ χρῆσις ἡ διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ ἀεικὴς ἀεικεῖα. ἔχει δὲ λόγον καὶ ἡ διὰ ἰῶτα γραφὴ διὰ τὸ ἐκ τῆς ἀεικίας τὴν αἰκίαν γίνεσθαι.

(Vers. 312.) Τὸ δὲ, μήλων σφαζομένων καὶ ἑξῆς, ἀλλαγὴν ἔχει σχήματος ἀσολοικίστως πλαγιασθέν. τὸ γὰρ ὀρθότερον οὕτω καὶ κοινότερον· τάδε μὲν καὶ τέτλαμεν, μῆλα σφαζόμενα, οἶνον πινόμενον καὶ σῖτον.

(Vers. 314.) Τὸ δὲ, ἀλλ' ἄγε, ταυτὸν ὡς εἰ καὶ ἀλλ' ἄγετε ἐγράφη, καθὰ μυριαχοῦ φαίνεται.

(Vers. 315.) Τὸ δὲ, εἰ δ' ἤδη μ' αὐτὸν κτεῖναι μενεαίνετε, βαρέως εἴρηται πρὸς διαστολὴν τῆς τοῦ ξένου κακώσεως. βούλεται γὰρ εἰπεῖν. ὡς καὶ τοῦ ξένου μὲν κακουμένου ἐμὲ δοκεῖτε βλάπτειν. εἰ δὲ καὶ χεῖρας ἐπιβαλεῖτέ μοι, τότε δὴ οὐ σχετικῶς κακύνομαι, ἀλλ' ἐγὼ αὐτὸς κτείνομαι. Ὁ δὲ ἀθεμίστιος ἀφαιρεθεὶς τὴν κατάρχουσαν κεφαλὴν ἀποτελεῖ περιώνυμον κύριον τὸν Θεμίστιον.

(Vers. 322.) Ὅτι ἐπὶ ἀναντιῤῥήτου δικαιολογίας καλὸν εἰπεῖν τὸ, ὦ φίλοι, οὐκ ἂν δή τις. ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι.

(Vers. 323.) κεῖται δὲ τὸ, ἀντιβίοις καθαπτόμενος, πρὸς διαστολὴν ἑτέρου καθάπτεσθαι, περὶ οὗ προδεδήλωται. Ἀγέλαος δὲ, εἷς τῶν μνηστήρων, τοῦτο φησὶν, ἐπικρίνας, ὡς εἰκὸς, καλὰ εἰπεῖν τὸν Τηλέμαχον· ὃς καὶ παραινεῖ μήτε τὸν ξεῖνον στυφελίζειν, μήτε τιν' ἄλλον, ὡς καὶ ἀλλαχοῦ κεῖται, δμώων τῶν κατὰ τὸν οἶκον τοῦ Ὀδυσσέως.

(Vers. 326.) εἶτα καὶ Τηλεμάχῳ τὸ δῆθεν λυσιτελὲς ὑποτιθείς φησι· Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, εἰ σφῶϊν κραδίῃ ἅδοι ἀμφοῖν. ὄφρα μὲν ὑμῖν θυμὸς ἐώλπει νοστήσειν Ὀδυσῆα,

(Vers. 330.) τόφρα οὔ τις νέμεσις μένειν τε καὶ ἴσχειν, ὅ ἐστιν ἐπέχειν, μνηστῆρας,

(Vers. 332.) ἐπεὶ τόδε κέρδιον ἦν, εἰ νόστησ' Ὀδυσσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα· ἅ περ ἐκ παραλλήλου ταυτὸ δηλοῦσι, τὸν τοῦ Ὀδυσσέως δηλαδὴ νόστον. νῦν δ' ἤδη τόδε δῆλον, ὅτ' οὐκέτι νόστιμός ἐστιν. ἀλλ' ἄγε, σὺ τάδε μητρὶ κατάλεξον. ποῖα τάδε; γήμασθ' ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι, ἔσθων καὶ πίνων. ἡ δ' ἄλλου δώμαθ' ἵκηται.

(Vers. 337.) Καὶ ὅρα τὸ, ἔσθων καὶ πίνων· ἐν οἷς ὁ τρυφητὴς Ἀγέλαος τὸ ἀνθρώπινον περιγράφει καλόν. σημείωσαι δὲ καὶ τὸ ἐν τοῖς μνηστῆρσι πολύβουλον· ὃ καὶ στάσεως ἦν εἰκὸς γενέσθαι ἂν αὐτοῖς αἴτιον, εἴ περ ἐτεθνήκει Ὀδυσσεύς.

(Vers. 336.) Ἀγέλαος μὲν γὰρ ἐθέλει τὸν Τηλέμαχον πάντα πατρῷα νέμεσθαι μετὰ τὸν τῆς μητρὸς γάμον· ἑτέρωθι δέ τινι πρὸ τούτων ἤρεσκε, τὰ μὲν ἄλλα πάντα δάσασθαι, τῇ δὲ Πηνελόπῃ, καὶ ὃς ἂν ὀπυίοι, ἀφεῖναι τὸ δῶμα τὸ μὴ ἐκείνης ὄν. Ὀδυσσεὺς γὰρ τῷ υἱῷ ἐκτήσατο αὐτὸ, καθὰ πρὸ ὀλίγων εἴρηται. οὐ τοίνυν σταθερὰ τὰ τοῦ Ἀγελάου ἐνταῦθα, ὃς οὐ μόνον ἐναντιολογεῖ, ὡς νῦν ἐῤῥέθη, πρὸς μνηστήρων βούλησιν, ἔτι δὲ καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ἀποτάττει, ὡς ἐῤῥέθη, τὰ κατ' ἄνθρωπον, ἀλλὰ καὶ χαίροντα τὸν υἱὸν τὰ πατρῷα φησὶ νέμεσθαι. πῶς γὰρ ἂν υἱὸς τοιοῦτος χαίροι μεμνημένος ὧν τε ἄλλων ἔπαθε καὶ μάλιστα τηλικοῦδε πατρὸς κακῶς ἀπολωλότος, Ὅρα δὲ καὶ ὅτι ἀστείως αὐτὸ τὸ ἐπιχείρημα, δι' οὗ κατασκευάζει τὸν γάμον, λεληθότως κωλύει ἐκεῖνον. εἰ γὰρ γαμητέον, ὡς δῆλον ὂν μὴ νόστιμον εἶναι τὸν Ὀδυσσέα, μὴ γαμητέον λοιπὸν, ἐπεὶ δῆλον ἐστὶ τῶν τισὶ τοῦ Ὀδυσσέως, ὡς νῦν ἐνόστησεν. ἄλλως μέντοι, καὶ πῶς, ὦ Ἀγέλαε, δῆλον ὡς οὐκέτι ἐπανελεύσεται Ὀδυσσεὺς, ὅς που τῆλε Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, ὡς ἐρεῖ ὁ Τηλέμαχος ἀνατρέπων τὸ, νῦν δ' ἤδη τόδε δῆλον ὡς οὐκέτι νόστιμος Ὀδυσσεύς. εἰ γοῦν μὴ δῆλον τὸ ἀμφίβολον, κέρδιον ἄρα καὶ εἰσέτι μένειν καὶ ἴσχειν τοὺς μνηστῆρας. οὕτως ἀδιανόητα λαλεῖ πολλὰ ὁ Ἀγέλαος. καὶ ἔοικε παικτικῶς λαλεῖν ὡς πρὸς νήπιον τὸν Τηλέμαχον, οὐ μὴν σπουδαίως. διὸ οὐδ' ἐπισημαίνεται ὁ ποιητὴς κἀνταῦθα ὅτι πᾶσιν ἐαδότα μῦθον ἔειπεν· ἢ, οἱ δὲ πάντες ἐπήνεον ὡς ἐκέλευεν. ἴσως οὖν ἐχρῆν προσφωνηθῆναι νήπιον ἐν τούτοις καὶ τὸν Ἀγέλαον, καὶ μή ποτε ὁ ποιητὴς ἐπίτηδες τὸν Ἀγέλαον πλάττει εἰπόντα, ὡς Τηλεμάχῳ μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, ἵνα τῇ κατὰ συνθήκην ἐπαγωγῇ τοῦ ἤπιον κειμένου μετὰ τὸ φαίην φαίνεται ἀστείως ἄκων ὁμολογῶν ὁ Ἀγέλαος, ὡς νήπιον λόγον ἐρεῖ.

(Vers. 332.) Ἰστέον δὲ ὅτι ὑπότροπος ἐν τοῖς ῥηθεῖσιν ὁ οἴκαδε ὑποστραφείς. ἐξ αὐτοῦ δὲ καὶ ὑπότροπα νοσήματα τὰ φιλυπόστροφα. [240]

(Vers. 339.) Ὅτι Ἀγελάου ὑπομεμψαμένου τὸν Τηλέμαχον ὡς μὴ ἐφιέντα τῇ μητρὶ γήμασθαι καὶ ταῦτα τοῦ Ὀδυσσέως κατ' ἐκεῖνον εἰπεῖν οὐκέτι νοστίμου ὄντος, Τηλέμαχος ὅρκον ποιησάμενος ἠθικῶς καὶ τὰ τοῦ πατρὸς παθήματα φησιν· οὒ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, ὅς που τῆλ' Ἰθάκης ἢ ἔφθιται, ὡς καὶ προεγράφη, ἢ ἀλάληται, οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω γήμασθαι ᾧ κ' ἐθέλῃσι,

(Vers. 342.) ποτὶ δ' ἄσπετα δῶρα δίδωσι, τουτέστι, καὶ ὃς αὐτῇ πολλὰ δίδωσιν. ἀπὸ κοινοῦ γὰρ ληπτέον τὸ ὅς. αἰδέομαι δέ, φησιν, ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι, τουτέστι διῶξαι, μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε. καὶ ἔστιν ἐσχηματισμένος ὁ ὅλος οὗτος τοῦ Τηλεμάχου λόγος, ἐπίτηδες οὕτω λαλοῦντος οἷα σοφοῦ πρὸς Ἀγέλαον τὸν ὡς ἐῤῥέθη παιγνήμονα. ἐπόμνυται μὲν γὰρ τὰ τοῦ πατρὸς ἄλγεα· ὧν τὰ μὲν φθάσαντα ἔμαθεν ἀπ' ἐκείνου, τὰ δὲ ἄρτι βλέπει αὐτός. ἀνατρέπει δὲ τὸ μηκέτι νόστιμον ἐκεῖνον εἶναι διὰ τοῦ, ἢ ἀλάληται. εἰ γὰρ ἀλάληται, πῶς δῆλον, ὡς οὐ νοστήσει; μᾶλλον δὲ, εἴ περ ἀλάληται, ὡς νὺν ἀλᾶσθαι δοκεῖ, ἀλήτης γὰρ ἅπασι κρίνεται ὁ ἐν τῷ φαινομένῳ ξένῳ κρυπτόμενος Ὀδυσσεὺς, πῶς οὐκέτι νόστιμός ἐστι; καὶ ἄλλως δὲ εἰπεῖν, ἀνατρέπει τὸν Ἀγέλαον διστάσας ἐν τῷ, ὅ που, ἤγουν ὃς ἴσως, ἢ ἔφθιται ἢ ἀλάληται· ὧν οὐδέτερόν ἐστιν. ἡ γὰρ ἐν τῷ Τηλεμάχῳ περὶ τοῦ πατρὸς πεῖρα λύει τὸν δισταγμὸν παρά γε αὐτῷ.

(Vers. 341.) Τὸ δὲ, μὴ διατρίβειν τὸν γάμον καὶ τὸ ἑξῆς, σαφῶς φράζει τὸ ἀληθές. ἐπισπεύδει γὰρ ὁ Τηλέμαχος γήμασθαι αὐτὴν ᾧ ἂν ἐθέλει καὶ ὃς ἂν πόροι πολλά. ἐθέλει δὲ ἐκείνη πάντως τὸν Ὀδυσσέα, ὃς αὐτῇ καὶ πάρεστι χαρισόμενος ἄσπετα, ὅσα δηλαδὴ ἔμελλον οἱ μνηστῆρες δάσασθαι. καὶ τὸ ἐφεξῆς δὲ ἐσχημάτισται, ἤγουν τὸ, αἰδέομαι δίεσθαι. πῶς γὰρ ὁ μὴ πρὸ τούτου τὴν μητέρα διώξας νῦν ἂν τοῦ πατρὸς παρόντος διώκοι αὐτήν;

(Vers. 344.) Ἐν δὲ τῷ, μὴ τοῦτο θεὸς τελέσειε, μονονουχὶ λέγει, ὡς μὴ γένοιτο διωχθῆναι τὴν μητέρα καὶ οὕτως ὑμᾶς διεκφυγεῖν τὸν ὄλεθρον. καὶ οὕτω μὲν ἐσχηματισμένα τὰ τοῦ παιδός.

(Vers. 346.) τῶν δὲ μνηστήρων οὐδεὶς ἐπέβαλε βαθύτερον, ἀλλ' ἐγκαθίσαντες τῷ ἐπιφαινομένῳ καὶ χαρέντες γελῶσι. παρέπλαγξε γάρ, φησιν, αὐτοῖς Ἀθήνη τὸ νόημα, τουτέστιν ἡ ῥητορικὴ τοῦ λόγου δεινότης τεχνικῶς ἐσχηματισμένη παρεπλάνησεν ἐκείνοις τὸν νοῦν μὴ δεδυνημένοις γνῶναι τὸ βούλευμα τοῦ ὅρκου καὶ διατοῦτο καὶ παρακινηθεῖσιν εἰς γέλωτα ὡς οἷα μαθοῦσι τὸν θελητὸν αὐτοῖς γάμον. σημειώσασθαι δὲ δεῖ, ὡς ἰδοὺ καὶ ἐνταῦθα σεσοφισμένος οὗτος ὅρκος, ὁποίοις καὶ ὁ τοῦ Τηλεμάχου πρόγονος ἐκέκαστο Αὐτόλυκος. δῆλον γὰρ, ὅτι ὀμόσας ὁ παῖς μὴ διατρίβειν ἤγουν καταργεῖν καὶ παρατείνειν τὸν μητρικὸν γάμον, ἀλλὰ κελεύειν γήμασθαι, ᾧ ἂν ἐθέλει, αὐτὸς μὲν εὐορκεῖ, οὐ νοεῖται δὲ ὑπὸ τῶν πεπλανημένων τὰς φρένας, τί λέγειν βούλεται.

(Vers. 342.) Τὸ δὲ, ᾧ ἂν ἐθέλῃ καὶ πλεῖστα πόρῃσιν, ὡς πρὸς τὸν λόγον τοῦ Ἀγελάου ἔφη ὁ παῖς· οὗ περ εἰπόντος χρῆναι γήμασθαι τὴν γυναῖκα, ὃς ἄριστος καὶ πλεῖστα πόρῃσι, λέγει καὶ αὐτὸς οὕτω συμβουλεύεσθαι τῇ μητρὶ, αἱρουμένη καὶ αὐτὴ πάντως τὸν ἄριστον, ὃς εἴη ἂν Ὀδυσσεύς.

(Vers. 344.) Μῦθος δὲ καὶ νῦν ἀναγκαῖος ὁ βίαιος καὶ ἀναγκαστικός· ὅθεν καὶ ἀναγκαῖοι ἐν τοῖς μετὰ ταῦτα πολεμισταί. ἔστι μέντοι καὶ ἄλλως κοινότερον ἡ λέξις κειμένη ἐπὶ τῶν ἐπιτηδείων τισὶ καὶ χρησίμων. ἀναγκαῖοι γοῦν καὶ οἱ προσήκοντες κατὰ γένος. καὶ προφέρουσιν εἰς τοῦτο χρῆσιν οἱ παλαιοὶ τοιαύτην· εὐτύχημα δ' ἔστιν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν, ὃ καὶ γνωμικῶς εἴρηται, ἵνα δηλαδὴ καὶ ὀλίγη ἡ περὶ αὐτῶν εἴη φροντίς.

(Vers. 345.) Ὅτι Τηλεμάχου εἰπόντος, ἃ προσεχῶς εἶπεν, Ἀθήνη, ὡς προεδηλώθη, ἄσβεστον γέλων ὦρσε μνηστῆρσι, παρέπλαγξε δὲ νόημα, ὡς καὶ τοῦτο ἐῤῥέθη. οἱ δ' ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δ' ἄρα σφέων δακρυόφιν πίμπλαντο.

(Vers. 349.) γόον δ' ὠΐετο θυμός· τουτέστιν ἐφαντάζετο θρήνους ἡ ψυχή. ἐδήλου δὲ ταῦτα τῷ μαντικοῖς ὄμμασι βλέποντι χύσεις αἱμάτων καὶ γόους καὶ δάκρυα, ὧν πειράσονται οἱ κακοί· ὥς που καὶ ἡ παρὰ Λυκόφρονι Κασάνδρα οἰμωγὴν αὐτῇ λέγει ἰνδάλλεσθαι μαντευομένῃ τὰ ὕστερον τῶν Τρώων κακά. καὶ ὁ ἄκαιρος δὲ καὶ συχνὸς ἐνταῦθα γέλως παραφροσύνης σύμβολον ἦν.

(Vers. 351.) διὸ καὶ ὁ μάντις Θεοκλύμενος τεθνηξομένους καὶ ὑπὸ ζόφῳ γενησομένους αὐτοὺς προορῶν, ἆ δειλοί φησι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα· τουτέστιν, ἐκ κεφαλῆς ἐς πόδας ἐσκοτωμένοι φαίνεσθε κατὰ τοὺς ἐν Ἅιδῃ ὄντας.

(Vers. 353.) οἰμωγὴ δὲ δέδηε, τουτέστιν ἀνάπτεται, ὥς που καὶ μάχη δέδηε. δεδάκρυνται δὲ παρειαί· αἵματι δ' ἐῤῥάδαται τοῖχοι καλαί τε μεσόδμαι. [241]

(Vers. 355.) εἰδώλων δὲ πλέον, τουτέστι πλῆρες, πρόθυρον, πλείη δὲ καὶ αὐλὴ,

(Vers. 356.) ἱεμένων οὐ πρὸς ἥλιον, ἀλλὰ Ἔρεβόσδε ὑπὸ ζόφον· ὅ περ ὅμοιόν ἐστι τῷ, εἰς ἑσπέραν ἢ Ἅιδην.

(Vers. 357.) ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύς. καὶ οὕτω μὲν ὁ μάντις. αὐτοὶ δὲ καὶ πάλιν γελῶσιν, ὡς ῥηθήσεται. ταῦτα δὲ ὡς ἀπὸ ἡλίου ἐκλείψεως ὁ σοφὸς μάντις καθορᾷ, ὅτε καὶ αἵματι ἂν ἐῴκει τὰ τῆς φαύσεως τῶν ἀκτίνων, ὡς καὶ τοὺς τοίχους αἵματι δοκεῖν βάπτεσθαι καὶ κρέα δὲ τοιούτῳ φορύσσεσθαι βάμματι. καὶ αὐτοὶ δὲ ὡς ἐν νυκτὶ ἐδόκουν εἶναι διὰ τὸ τηνικαῦτα ζοφῶδες τοῦ ἀέρος. ἴσως δὲ καὶ τὸν μάντιν, φασὶν, εἰκὸς οἷον ἐνθουσιῶντα καὶ κάτοχον Ἀπόλλωνι θεοφορήτως προβλέπειν καὶ οὕτω προλέγειν ὡς τῷ οἴκῳ ἐμφανταζόμενα τὰ μικρὸν ὅσον ἐπισυμβησόμενα. εἰ δὲ οἱ μνηστῆρες θαυμάζουσιν ἀποροῦντες, διατί μὴ καὶ αὐτοὶ ὁμοίως διορῶσιν, ἔχουσιν ἀκοῦσαι καὶ αὐτοὶ, ὅτι ὀφθαλμοὺς μὲν, οἷς ὁρῶσι τὰ αἰσθητὰ, ἔχουσιν· ᾧ δὲ διορῶνται τὰ νοερὰ, οὐκ ἔχουσι. καὶ τῶν εἰδώλων δὲ ἡ ἔμφασις τὰς τῶν μνηστήρων ἐμφαίνει ψυχὰς ἰούσας ἤδη πρὸς Ἅιδου ζόφον. ἡ δὲ τοῦ ἡλίου ἔκλειψις, ὡς καὶ προδεδήλωται, οὐκ ἀπίθανος, οἷα γενομένη μὲν ἐν νουμηνίᾳ, οὐ γνωσθεῖσα δὲ ἑτέροις τισὶν ἀλλ' ἢ μόνῳ τῷ φιλοσόφῳ καὶ μαντικῷ Θεοκλυμένῳ, ὡς καὶ τὰ τοιαῦτα εἰδότι. καὶ μήν τινες τὸ, ἠέλιος οὐρανοῦ ἐξαπόλωλεν, οὐκ ἐνόησαν ἐπὶ τοῦ ἐκλιπεῖν, ἀλλ' ὅτι τοῖς μνηστῆρσιν ὁ ἥλιος ἤδη ἐπιλέλοιπεν ὡς τεθνηξομένοις, καθὰ καὶ Θεόκριτος ἥλιον πάντα δεδυκεῖν λέγει τῷ ἤδη θνήσκοντι.

(Vers. 347.) Ἰστέον δὲ ὅτι τὸ, γναθμοῖς γελᾶν ἀλλοτρίοις, καὶ νῦν ἐπιπολάζει λέγεσθαι παροιμιακῶς. τοὺς γάρ τοι, ἐφ' οἷς μὴ ἄξιον γελῶντας ἐκ θυμοῦ ἢ ἀμηχανίας τινὸς, ξέναις φαμὲν γελᾶν παρειαῖς, ὥς περ καὶ τοὺς πρὸς βίαν ἐσθίοντας ἀλλοτρίοις ἐσθίειν γναθμοῖς, ὡς τῶν οἰκείων δῆθεν ὀκνούντων. καὶ ἔστιν ὁ τοιοῦτος γέλως ἕτερός τις παρὰ τὸν σαρδόνιον. καὶ ἄλλως δὲ φράσαι, τὸ μὴ κατὰ προαίρεσιν, μηδὲ ἡδέως ἐνεργοῦν μόριον, οὐδὲ μέλος οἰκεῖον εἶναι λογιζόμεθα· ὃ καὶ οἱ μνηστῆρες πάσχουσιν. ἔτι δὲ καὶ ἄλλως, σύμβολόν ἐστι τὸ ῥηθὲν τοῦ ἐξεστηκέναι τοὺς μνηστῆρας ἑαυτῶν ὡς οἷον μηδὲ ἐν σώμασιν εἶναι. διὸ καὶ ἀπηλλοτρίωνταί πως αὐτοί τε τῶν οἰκείων σωμάτων καὶ αὐτὰ ἐκείνων, ὡς δοκεῖν ὡς ἀλλοτρίοις γελᾶν γναθμοῖς. ὤσσοντο γὰρ ἤδη θάνατον αὐτοῖς αἱ ψυχαὶ καὶ ἁρμονίας φυσικῆς παράλυσιν καὶ μελῶν καὶ μερῶν ἀποξένωσιν. οὕτω καὶ τὸν μὴ μετὰ ἐπιθυμίας ἐσθίοντα στόματι ἀλλοτρίῳ φαμὲν ἐσθίειν. καὶ ὁ ἐν λόγοις δὲ παρήκοος ὅμοιόν τι σκωφθείη ἂν κατὰ τῆς ἀκοῆς. οὕτω δὲ καὶ δι' ἐλπίδα κακοῦ τινὸς βάδην περιπατῶν καὶ ὡς οὐκ ἂν ἐθέλῃ. καὶ χεῖρα δέ τις ἐπιβαλὼν ἔργῳ πρὸς βίαν ἀλλοτρίᾳ εἴποι ἂν χειρὶ πρᾶξαι. οὐκ ἀφέξεται δὲ τοιαύτη ἔννοια οὐδὲ ὀφθαλμοῦ, ὅτε βλέπει ἃ μὴ βούλεται. ἴσως δὲ τὸ, γναθμοῖς ἐγέλων ἀλλοτρίοις, καὶ ὅμοιόν ἐστι τῷ, ἀχρεῖον ἐγέλασεν, ὃ ἐπὶ τῆς Πηνελόπης εἴρηται. Τὸ δὲ γελοίων πλεονασμὸν ἔχει τοῦ ἰῶτα, ὡς ἀπὸ τοῦ γελόων, ἤγουν ἐγέλων γενόμενον· ἔστι γὰρ γελόω ῥῆμα, ὡς ὁρόω, βοόω καὶ τὰ τοιαῦτα. διὸ καὶ γελόωντες ἐρεῖ ἐν τοῖς ἑξῆς· καὶ, αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι· καὶ προϊὼν δὲ αὖθις γελοίωντες εἴποι κατὰ ὅμοιον πλεονασμὸν, οἷα μὴ ἔχων εἰπεῖν γελώωντες μετὰ ἐκτάσεως τῆς λο συλλαβῆς. τὰ γὰρ διὰ τοῦ ώω ὑπὲρ δύο συλλαβὰς βαρύτονα μακροῦ θέλει ἔχειν τὴν προπαραλήγουσαν, ὡς τὸ μαιμώω, ἡβώω. τὸ δὲ γελόω βραχείᾳ συλλαβῇ προπαραλήγεται· ὅθεν διὰ προσθήκης τοῦ ἰῶτα ἡ τῆς παραληγούσης ἔκτασις γίνεται ὁμοίως τῷ, ἠγνόησαν, ἠγνοίησαν, καὶ τῷ, ἀλοῶ, ἀλοιῶ· οἷον, ὀστέον ἄχρις ἀπηλοίησε, καὶ τοῖς τοιούτοις.

(Vers. 348.) Αἱμοφόρυκτα δὲ κρέα τὰ αἱμοβαφῆ, ὁποῖα καὶ τὰ ὠμά. συγκέκοπται δὲ ἡ λέξις ἐκ τοῦ αἱματοφόρυκτα· ἄλλως γὰρ παρὰ τὸ αἷμα αἱμαφόρυκτα ὤφειλεν εἶναι. τοιοῦτον δὲ καὶ τὸ αἱμόῤῥυτον καὶ τὸ αἱμοβαφὲς καὶ αἱ παρὰ τῷ Λυκόφρονι αἱμόφυρτοι μάχαι. δῆλον δὲ καὶ ὅτι τὰ αἱματηρὰ σύμβολα οὐδέν τι δηλοῦσιν αἴσιον, οὔτε τὴν ἐπ' ἀληθείᾳ, οὔτε τὰ κατὰ ἔμφασιν· ὧν τοῦ μὲν δήλωσις αἱ ἐν Ἰλιάδι αἱματόεσσαι ψιάδες καὶ τὰ κατ' αὐτὰς, τοῦ δὲ ἡ ἐνταῦθα μαντικὴ θεωρία. συμφωνεῖ δὲ τῷ τοιούτῳ λόγῳ καὶ παροιμία λέγουσα ἐπὶ τῶν ἀδυνάτων τὸ, πρότερον αἷμα ὕσει ἤ περ δηλαδὴ τόδε τι γενήσεται.

(Vers. 352.) Τὸ δὲ εἰλύαται ἀντὶ τοῦ, κεκαλυμμέναι εἰσὶν, ὡς ἀπὸ τοῦ εἰλύω· ἀφ' οὗ καὶ τὸ ἐπειλύω καὶ εἰλυὸς ὁ φωλεός. τὸ μέντοι εἰλύω ἐκ τοῦ εἰλῶ γίνεται κατὰ παραγωγήν. ἔοικε γάρ πως κρύψει καὶ ἡ εἴλησις.

(Vers. 353.) Τὸ δὲ, οἰμωγὴ δέδηε, τὸν ἐκ πολέμου δηλοῖ θρῆνον. ἀπὸ τοῦ δαίω γὰρ τὸ δέδηεν, ὅθεν καὶ δαῒς καὶ δηῒς ὁ καυστερὸς πόλεμος, εἴτουν πυρόεις, ἤδη δὲ καὶ πύρινος κατὰ τὸ, πύρινος πόλεμος σφοδρὸς πάνυ Ῥωμαίων πρὸς Κελτίβηρας καὶ ἀδιάλειπτος.

[242]

(Vers. 354.) Περὶ δὲ τοῦ ἐῤῥάδαται, οὗ ῥάζω τὸ θέμα, καὶ τίνες αἱ μεσόδμαι, προδεδήλωται ἐν τῷ ῥάσατε. δῆλον δ' ὅτι ὁ τὸ ἐρηρέδαται γνοὺς, ὃ ἐν τοῖς φθάσασιν ἐδηλώθη, ἐκεῖθεν εἴσεται καὶ τὴν κίνησιν τοῦ ἐῤῥάδαται. Ἡρακλείδης δὲ ἀκριβέστερόν τι τῶν ἐκεῖ γεγραμμένων παραδιδοὺς διὰ καθαροῦ ἐκφέρεσθαι λέγει πληθυντικὰ Ἰωνικὰ κατὰ τὴν παρατέλευτον, τὸ κεκλέαται, νενοέαται, εἵαται διὰ διφθόγγου, καὶ ἥαται διὰ τοῦ ἦτα, καὶ ὅσα τοιαῦτα, ὧν καὶ ἡ Ἰλιὰς μέμνηται. ὅσα δὲ τῇ δᾶ συλλαβῇ παραλήγονται, σύμφωνον πρὸ τοῦ ἄλφα ἔχειν φησὶν ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος. τοῦτο δὲ ἐπὶ μὲν τοῦ ἐρείδω ἐρηρέδαται ὀρθῶς εὐοδοῦται· ἐπὶ δὲ τοῦ ὀνομάζω ὠνομάδαται, καὶ ῥάζω ἐῤῥάδαται οὐκ ἄλλως ἂν ἔχοι ἀληθεύειν, εἰ μὴ διὰ τὴν τοῦ ζ πρὸς τὸ δ συγγένειαν τὴν μυριαχοῦ φαινομένην, ἵνα ᾖ ὥς περ ἐξ ὀρθοῦ ἐρείδω ἐρηρέδαται, οὕτω καὶ ἐκ τοῦ δῆθεν ὀνομάδω καὶ ῥάδω ὠνομάδαται καὶ ἐῤῥάδαται. λέγει δ' ἐκεῖνος καὶ ὡς οὐκ ἔστιν ἀπὸ τοῦ ῥαίνω γενέσθαι τὸ ἐῤῥάδαται. ἦν γὰρ ἄν, φησιν, ἐῤῥάναται τοῖχοι, ἵνα ἦν πρὸ τοῦ ται τὸ ν τὸ ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος, ὡς καὶ ἐπὶ τοῦ ἐρηρέδαται.

(Vers. 358.) Ὅτι μαντευσαμένου, ὡς ἐῤῥέθη, τοῦ Θεοκλυμένου οἱ μνηστῆρες πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασαν.

(Vers. 360.) Εὐρύμαχος δὲ καὶ λαλεῖ σκωπτικῶς τὰ εἰκότα εἰπών· ἀφραίνει ξεῖνος νέον ἄλλοθεν ἐλθὼν, ὡς εἴ περ δηλαδὴ πάλαι ἦν ἐλθὼν, ἐφρόνει ἂν ἡμῖν συναναστραφείς. ἀλλά μιν αἶψα νέοι δόμου ἐκπέμψασθε θύραζε εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει. καὶ ὁ Θεοκλύμενος,

(Vers. 364.) Εὐρύμαχέ, φησιν, οὔ τί σε ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω

(Vers. 366.) καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικὴς, ὥστε δηλαδὴ καὶ ἀφραίνειν με. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν ἐρχόμενον, τὸ μὲν οὔ τις ὑπεκφύγῃ οὐδ' ἀλέαιτο ἀνδρῶν, οἳ ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.

(Vers. 372.) καὶ ὁ μὲν οὕτως εἰπὼν ἐξῆλθε καὶ ἀφίκετο εἰς τὸν προῤῥηθέντα Πείραιον· ἀποστερήσας μὲν συμμάχου τὸν Ὀδυσσέα, δηλώσας δὲ ὅμως τῷ Ὀδυσσεῖ, ὅ περ ἐκεῖνος ἤθελε. καὶ εἶχε μὲν ὁ ποιητὴς μεθοδεῦσαι, παραμεῖναι τῇ μάχῃ καὶ τὸν Θεοκλύμενον, οὐκ ἐθέλει δὲ, μὴ καὶ δόξῃ Ὀδυσσεὺς περιγενέσθαι τῶν μνηστήρων πλήθει συμμάχων. εἰπὼν οὖν ὁ μάντις ὅσα φίλα τῷ Ὀδυσσεῖ, ἄπεισι· καὶ οἱ μνηστῆρες πάλιν γελῶσιν, Ὁμήρου καὶ τοῦτο πιθανῶς πρὸς τῷ τέλει τῶν κατ' αὐτοὺς πλάσαντος, ἵνα ὄλεθρος αὐτοῖς ἐπέλθοι μὴ ὅτι γε κακόν τι καραδοκοῦσιν, ἀλλὰ καὶ μᾶλλον ἐπεγγελῶσιν εἴ τι κακὸν ἀκούσουσι. διὸ καὶ παρασημειώσεται ἐν τῷ τέλει τῆς ῥαψῳδίας, ὅτι τὸ μὲν δεῖπνον αὐτοῖς γέλωτας εἶχεν, ὁ δὲ δόρπος οὐκ ἦν εὔχαρις.

(Vers. 361.) Ὅρα δὲ τὸ, ἐκπέμψασθε θύραζε, παθητικῶς νῦν λεχθέν· ἐν ἄλλοις γὰρ καὶ ἐνεργητικῶς φράζεται.

(Vers. 365.) Ἐν δὲ τῷ, εἰσί μοι ὀφθαλμοὶ καὶ οὔατα καὶ πόδες ἄμφω καὶ νόος, καὶ ἀστεῖος καὶ γοργὸς ὁ λόγος. λέγει γὰρ, ὅτι εἰσί μοι ὀφθαλμοὶ ὥστε οὐκ ἐθέλω πομπῆας· εἰσί μοι οὔατα, διὸ ἀκούσας, ὡς ἐκπέμπομαι, ἄπειμι· εἰσί μοι καὶ πόδες ἄμφω, οὐ μὴν εἷς, ὥστε καὶ οὕτω πομποῦ τε οὐ δέομαι καὶ ἔξειμι δὲ θύραζε βαδιστικῶς· ἔστι δέ μοι καὶ νόος, οἷα μὴ ἀφραίνοντι, δι' οὗ νοέω κακὸν, ἐξ οὗ πάντες οἰχήσεσθε. Ἰστέον δὲ ὅτι τὸ οὔατα Ἰωνικὴν ἐπένθεσιν ἔχει τοῦ υ· εὐθεῖα γὰρ αὐτοῦ ἑνικὴ ὄας καθ' Ἡρῳδιανὸν, ὡς φόας. διὸ καὶ συναιρεθέντα εἰς φῶς καὶ ὦς, ἃ δὴ μόνα ἐν οὐδετέροις εἰς ως λήγει, διὰ τοῦ ταυ κλίνεται.

(Vers. 366.) Τὸ δὲ, οὐδὲν ἀεικὴς, πρὸς τὸ τετυγμένος κολλᾶται, ἵνα εἴη νοῦς οὐ τετυγμένος ἀεικής. Καὶ σημείωσαι, ὡς ἔνθα κεῖται μόνον τὸ τετύχθαι ἢ τὸ τετυγμένος, τοιοῦτόν τι καὶ ἐκεῖ ἔξωθεν προσυπακούεται· οἷον τετύχθαι, οὐδὲν ἀεικῶς, καὶ τετυγμένα, οὐδὲν ἀεικῆ· ἵνα εἴη ταυτὸν τὸ εὔτυκτος καὶ τὸ τετυγμένος οὐδὲν ἀεικής.

(Vers. 368.) Τὸ δὲ, οὐχ' ὑπεκφύγῃ οὐδ' ἀλέαιτο, τὴν αὐτὴν δηλοῦσιν ἔννοιαν, διπλωθεῖσαν πρὸς ἔνδειξιν τῆς τῶν μνηστήρων πανωλεθρίας.

(Vers. 370.) Τὸ δὲ, ἀτάσθαλα μηχανάασθε, διὰ σαφήνειαν ἐσχημάτισται· ἄλλως γὰρ ἦν εἰπεῖν καὶ ὅτι οὔ τις ὑπεκφύγῃ ἀνδρῶν, οἳ ἀτάσθαλα μηχανόωνται.

(Vers. 362.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει, ἐοίκασι νομίζειν οἱ μνηστῆρες οἴνῳ σφάλλεσθαι τὰς ὄψεις τῷ Θεοκλυμένῳ. ἐπεὶ καὶ ἀληθῶς πλανᾷ ὁ πολὺς οἶνος τὰς τῶν μεθυόντων ὄψεις, ὡς καὶ πρὸ τούτων γέγραπται. καὶ τοῦτο δηλῶν Ἀνάχαρσις ἠστεΐσατο ἐν συμποσίῳ τὸ περιφερόμενον. ἀκούσας γὰρ ὑπό του τῶν συμπινόντων, ὡς αἰσχρὰν γυναῖκα γεγάμηκεν, ἔφη· πάνυ γε κἀμοὶ δοκεῖ· ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω· δεικνύς, φασιν, ὡς ψευδεῖς δόξαι τοῖς μεθύουσιν ἕπονται.

(Vers. 375.) Ὅτι ἠθοποιῶν Ὅμηρος, τί ἂν εἶπον οἱ γελοιασταὶ [243] μνηστῆρες κατὰ τῶν τοῦ Τηλεμάχου ξείνων, πρῶτα μὲν θαυμάζειν αὐτοὺς ἔφη ἐπὶ τοῖς ξείνοις τοῦ Τηλεμάχου γελόωντας· εἶτα φησὶν, ὡς οὕτως ἄν τις εἶπε· Τηλέμαχε,

(Vers. 376.) οὔ τις σεῖο κακοξεινώτερος ἄλλος, ἤγουν κακῶν ξείνων ὑποδοχεύς· οἷον μέν τινα τοῦτον ἔχεις ἢ ἄγεις ἐπίμαστον ἀλήτην, σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων ἔμπαιον οὐδὲ βίης, ἀλλ' αὕτως ἄχθος ἀρούρης. ἄλλος δ' αὖ οὗτος ἀνέστη μαντεύεσθαι.

(Vers. 381.) καὶ ἐπεὶ οὐδέν τι πλεῖον εἰπεῖν ἔχει τῶν ἤδη σκωπτικῶς ἐπὶ τῷ Θεοκλυμένῳ ῥηθέντων, ἐπάγει κερδαλέαν ἀξίωσιν ταύτην· ἀλλ' εἴ μοι πείθοιο, τό κεν πολὺ κέρδιον εἴη· τοὺς ξένους ἐν νηῒ βαλόντες ἐς Σικελοὺς πέμψωμεν, ὅθεν καί τοι ἄξιον ἄλφοι. καὶ αὐτοὶ μὲν οὕτως.

(Vers. 384.) ὁ δ' οὐκ ἐμπάζετο μύθων· πάνυ γὰρ ἤδη περιφρονεῖ αὐτούς.

(Vers. 385.) ἀκέων δὲ πατέρα προσδέρκεται, πότε ἂν μάχης κατάρξηται, ἣν καὶ ἐκεῖνος ἤδη σκέπτεται.

(Vers. 381.) Σημείωσαι δὲ ὡς οἱ μὲν μνηστῆρες οὕτως ἐξουθενοῦσι τὸν ξεῖνον Ὀδυσῆα· αὐτὸς δὲ, ὅτε διοϊστεύσει τοῦ σιδήρου, ἐρεῖ· Τηλέμαχε, οὔ σε ὁ ξεῖνος ἐλέγχει καὶ τὰ ἑξῆς. Περὶ δὲ τῆς γραφῆς τοῦ κακοξεινότερος εἴτε διὰ τοῦ ω μεγάλου εἴτε καὶ διὰ μικροῦ ἡ προπαραλήγουσα, ἱκανῶς ἑτέρωθι προδεδήλωται.

(Vers. 377.) Ἐπίμαστος δὲ ὁ ἐπαίτης ὡς τροφὴν μαστεύων, ὅ ἐστιν ἐπιζητῶν. διὸ ἑρμηνεύων ἐπάγει· σίτου καὶ οἴνου κεχρημένος, οὗ ἀνάπαλιν ἔχει ὁ σίτου καὶ οἴνου κεκορημένος.

(Vers. 379.) Ἔμπαιος δὲ ὁ ἔμπειρος καὶ ἐντριβὴς, παρὰ τὸ παίω, ὁ πολλοῖς δηλαδὴ προσπεπαικὼς πράγμασι. καὶ νῦν μὲν ἐν ἀρχῇ στίχου ἡ λέξις κειμένη δόξοι ἂν συστέλλειν τὴν παραλήγουσαν κατὰ λόγον δακτύλου ποδός· ἐν δὲ τῇ ἑξῆς ῥαψῳδίᾳ ἐν τῷ, κακῶν ἔμπαιος ἀλήτης, ἔκδηλος ἡ διὰ διφθόγγου γραφή· διὸ καὶ ἐνταῦθα οὕτω γραπτέον καὶ μετρητέον τὴν λέξιν κατὰ πόδα σπονδεῖον ἐκ συνιζήσεως. Τὸ δὲ, ἄχθος ἀρούρης, παροιμιῶδες μέν ἐστιν· ὑποδηλοῖ δὲ τὸν βουγάϊον.

(Vers. 383.) Ἐν δὲ τῷ, ἐς Σικελοὺς πέμψωμεν, ὅρα ὡς ἐγίνωσκον οἱ παλαιοὶ τοὺς Σικελούς. διὸ εἴ περ ἐκεῖ πλανᾶσθαι τὸν Ὀδυσσέα ἱστορικῶς ἐδόξαζε καὶ ὁ ποιητὴς, εἶχεν ἂν ἐπισημήνασθαι καὶ οὐκ ἂν ἐσίγησε. νῦν δὲ, ὡς καὶ προεῤῥέθη, ἑκὼν τερατευόμενος ποιητικώτερον, ἐξετόπισε τὴν πλάνην. καὶ ἐν τοῖς ἑξῆς δὲ Σικελὴ γραῦς ἱστορεῖται γυνὴ τοῦ Δολίου. διαφορὰν δέ τινές φασι Σικελιωτῶν καὶ Σικελῶν τὸ τοὺς μὲν Ἕλληνας, τοὺς δὲ βαρβάρους εἶναι. φησὶ γοῦν Αἴλιος Διονύσιος, ὅτι Ἰταλοὶ μὲν οἱ βάρβαροι, Ἰταλιῶται δὲ οἱ ἐπῳκηκότες Ἕλληνες τὴν Ἰταλίαν. οὕτω καὶ Σικελοί φησι καὶ Σικελιῶται διαφέρουσιν. οὐκέτι δὲ ἀνάλογον Θεσσαλοί, φησι, καὶ Θεσσαλιῶται πρὸς ἀλλήλους ἔχουσιν, ἀλλ' ἐκ τοῦ ἐναντίου σχεδόν. ἔθνος γάρ τι τῶν ὑπεροικούντων τὴν Θεσσαλίαν βαρβάρων Θεσσαλιῶται καλοῦνται. Ἰστέον δὲ ὅτι οἱ Σικελοὶ καὶ Σικανοὶ δοκοῦσι λέγεσθαι, ἐπεὶ καὶ Ἡρόδοτος Σικανίαν ἔοικε τὴν νῦν Σικελίαν λέγειν. Διόδωρος μέντοι διαφορὰν τούτων οἶδεν ἐν οἷς λέγει, Σικανῶν καὶ Σικελῶν. Τὸ δὲ, ἄξιον ἄλφοι, ἢ οὐδετέρως ἀντὶ τοῦ, εὑρήσει τὸ ἄξιον, ἤγουν τὴν ἀξίαν τιμὴν, ἢ κατὰ γένος ἀρσενικὸν ἐλλειπτικῶς. τὸ γὰρ τέλειον, ἄξιον ὦνον ἄλφοι, ὡς καὶ ἀλλαχοῦ ἔκειτο. Ὅτι δὲ τὸ ἄξιον καὶ ἐπὶ τοῦ εὐώνου ἔκειτο παρὰ τοῖς ὕστερον Ἀττικοῖς, δηλοῖ σαφῶς καὶ ὁ κωμικὸς ἔν τε ἄλλοις καὶ ἐν τῷ, ἀξιωτέρας ἀφύας, ἤγουν εὐωνοτέρας. δῆλον δὲ ὅτι πρὸς ἐκφόβησιν ἐνταῦθα ἐξεφωνήθησαν οἱ Σικελοὶ, ὡς καὶ πρὸ τούτων ὁ Ἔχετος τῷ Ἴρῳ. εἰκὸς δὲ καὶ ἐμπορικοὺς τὰ τοιαῦτα εἶναι τοὺς Σικελοὺς, ἴσως δὲ καὶ ἀνδραποδιστάς.

(Vers. 387.) Ὅτι ἀναγκαίως ἡ σοφὴ Πηνελόπη κατάντηστιν θεμένη περικαλλέα δίφρον ἀνδρῶν ἐν μεγάροις ἑκάστου μῦθον ἄκουε. πλάττει δὲ ὁ ποιητὴς τοῦτο ἐπίτηδες, ἵνα μαθοῦσα τὰ λαλούμενα ἐπισπεύσῃ τὸν διὰ τῶν πελέκεων ἄεθλον, καὶ οὕτω γένηται τὸ ἔργον τάχιον. Τὸ δὲ κατάντηστιν δηλοῖ μὲν τὸ ἀντικρύ, φασι, τοῦ ἀνδρεῶνος. πλεονασμὸν δὲ τοῦ σίγμα ἔχει ὁμοίως τῷ, προμνηστῖνοι, διὰ τὸ καλλιφωνότερον. ἄλλως γὰρ οὐκ ἀναγκαίως ἔχει τὸ σίγμα, ὡς δηλοῖ καὶ τὸ, ἐνάντητος ἐδωδή· καὶ τὸ δυσάντητος, καὶ εἴ τι ἄλλο τοιοῦτο.

(Vers. 390.) Ὅτι προαναφωνῶν οἷα πείσονται πρὸς ἑσπέραν οἱ μνηστῆρες φησί· δεῖπνον μὲν τοί γε γελοίωντες τετύκοντο ἡδύ τε καὶ μενοεικὲς, ἐπεὶ μάλα πόλλ' ἱέρευσαν· δόρπου δ' οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, οἷον δὴ τάχ' ἔμελλε καρτερὸς ἀνὴρ θήσειν καὶ ἡ παρ' αὐτῷ Ἀθηνᾶ φρόνησις. πρότεροι γάρ, φησιν, ἀεικέα μηχανόωντο· οὗ ἕνεκεν δηλαδὴ καὶ ὤλοντο οἷα κακῶν προκατάρξαντες.

(Vers. 391.) Καὶ ὅρα τὸ, ἐπεὶ μάλα πολλὰ ἱέρευσαν· ἐξ ὧν οὐ μόνον τὸ δεῖπνον ἡδὺ καὶ μενοεικὲς, ἀλλὰ καὶ αὐτοὶ ἡδὺ γελόωντες διά τε τὸν κόρον, ὡς καὶ προδεδήλωται, καὶ διὰ τὴν ὡς εἰκὸς μέθην· ἃ δὴ καὶ αὐτὰ ἔχει τι συλλαβέσθαι τοῖς μνηστῆρσι [244] πρὸς τὴν ῥηθεῖσαν ὠχρίασιν καὶ τὸ ἄλλως εἰδεχθὲς, ἅ περ ὁ Θεοκλύμενος παρεσημειώσατο.

(Vers. 390.) Τὸ δὲ, γελοίωντες τετύκοντο, βέλτιον οὕτω γράφειν. εἰ δέ που γράφεται γελώωντες διὰ τῶν δύο μεγάλων ω, νοητέον τὴν οι δίφθογγον τοῦ γελοίωντες τραπῆναι εἰς ω μέγα ὁμοίως τῷ, ἀγκώνη, ἀγκοίνη, καὶ τοῖς ὁμοίοις.

(Vers. 392.) Ἀχαρίστερον δὲ τὸ ἀηδέστερον· οὗ ὁ τύπος ὡς τὸ λαλίστερον καὶ κλεπτίστερον. δῆλον δὲ ὅτι ἀντίκειται τὸ ἡδὺ, τουτέστι τὸ χαρίεν, πρὸς τὸ ἄχαρι· διὸ καὶ ἐνταῦθα ἡδὺ μὲν τὸ δεῖπνον, ὁ δὲ δόρπος ἄχαρις.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Πηνελόπη τῷ τείνοντι τὸ τόξον ὁμολογεῖ τὸν ἑαυτῆς γάμον. Ὀδυσσεὺς δὲ Εὐμαίῳ καὶ Φιλοιτίῳ ἐντειλάμενος περὶ τῆς τῶν θυρῶν ἀσφαλείας αὐτὸς ἀφίησι τὸ βέλος διὰ τῶν πελέκεων, ἄλλου τεῖναι τὸ τόξον μὴ δυνηθέντος.

ΟΔΥΣΣΕΙΑΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

  

(Vers. 1.) Ὅτι ἐξ ὧν, ὡς ἀνωτέρω ἐῤῥέθη, ἔγνω ἡ Πηνελόπη κατάντηστιν καθημένη ἀνδρῶν, φρονεῖ διὰ τῆς κατ' ἀλληγορίαν ἐν αὐτῇ Ἀθηνᾶς, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.

(Vers. 3.) διὸ ἐκ τοῦ, τόξον θέμεν, τόξου θέσις ἡ παροῦσα ῥαψῳδία ἐπιγράφεται. Πολιὸς δὲ σίδηρος ὁ λευκός, φασι, τῇ σμήξει, ἢ ὁ πολιτικὸς, ἢ ὁ ἔντιμος, ἢ ὁ πολὺς, ὡς καὶ ἀλλαχοῦ δηλοῦται σαφέστερον. λέγει δὲ νῦν σίδηρον τοὺς προῤῥηθέντας πελέκεας.

(Vers. 4.) Τὸ δὲ ἀέθλιον οὐχ' ὑποκοριστικὸν ἀλλὰ παράγωγον, ὁμοίως τῷ, ἴσχνος ἴσχνιον. μετ' ὀλίγα οὖν ἐρεῖ· λιπόντες ἄεθλον. προαναφώνησις δὲ τὸ, καὶ φόνου ἀρχὴν, ἵνα λέγῃ ὅτι οὐκ ἄεθλός ἐστι τὸ τόξον, ὡς ἡ Πηνελόπη καὶ οἱ μνηστῆρες ἐλπίζουσιν, ἀλλὰ φόνου καταρχή. νοεῖ δὲ διὰ τῆς Ἀθηνᾶς ἡ Πηνελόπη χρῆναι ἤδη θέσθαι τόξον ἐπὶ γάμῳ, μὴ καὶ τραχυνομένων τῶν τε μνηστήρων τοῦ τε Τηλεμάχου μέγα τι γένηται κακόν.

(Vers. 6.) Ὅτι ἐν τῷ, εἵλετο δὲ κληῗδ' εὐκαμπέα χειρὶ παχείῃ καλὴν, χαλκείην, κώπη δ' ἐλέφαντος ἐπῆν, ἀρχαϊκὸν εἶδος κληῗδος φράζει, καὶ οὐ κατὰ τὰ ὕστερον τρυπώμενα εἰς πολλὰς ὀπάς. ἔστι δὲ καὶ τοιούτων κληΐδων μέχρι καὶ νῦν χρῆσις, δι' ὀπῆς θύρας ἐνειρομένων καὶ μεταγουσῶν τὴν ἔνδον σειρὰν ἐπὶ ἀνοίξει τῆς θύρας.

(Vers. 7.) Χαλκείην δὲ οὐ τὴν ἐκ σιδήρου κατὰ τὸ, χάλκεα ὅπλα, ἀλλὰ τὴν αὐτόχρημα χαλκῆν. διὸ καὶ καλὴν αὐτὴν ἔφη, ὃ καὶ μᾶλλον προκαλεῖται γραφὴν ἑτέραν τὴν ἔν τισιν ἀντιγράφοις, ἤγουν τὸ, καλὴν χρυσείην. χρυσῷ γὰρ μάλιστα οἰκεῖον τὸ καλόν.

(Vers. 6.) Σημείωσαι δὲ τὴν κληῗδα κἀνταῦθα ἐκτείνουσαν τὸ παραλῆγον δίχρονον, ὡς καὶ ἐν τῷ, ναῦς πολυκλήϊς καὶ ταῖς ἀπὸ τούτων κινήσεσι.

(Vers. 7.) Κώπην δὲ ἐλεφαντίνην τὴν λαβὴν λέγει, τοιαύτην οὖσαν διὰ τὸ τιμιώτερον· αἱ γὰρ λοιπαὶ ξύλινοι, ὡς εἰκός. οὔκουν ἐπὶ ξίφους μόνου ἡ κώπη, ἀλλ' ἰδοὺ καὶ ἐπὶ τῆς δρεπανοειδοῦς ταύτης κληῗδος τῆς καὶ διατοῦτο εὐκαμπέος ῥηθείσης· ἐπεὶ καὶ δρέπανόν που πρὸ τούτων εὐκαμπὲς ἔφη ὁ ποιητής.

(Vers. 6.) Τὸ δὲ, χειρὶ παχείῃ, ἁπλῶς οὕτω κεῖται παραῤῥιφὲν ἐπὶ τῇ Πηνελόπῃ· ἀνδρὶ γὰρ μᾶλλον γενναίῳ ἐπιπρέπει ἡ παχεῖα χεὶρ, γυναικὶ δὲ τὸ λευκώλενον καὶ ῥοδόπηχυ καὶ εἴ τι τοιοῦτον. διὸ καὶ κατὰ ἀκυρολεξίαν οἱ παλαιοὶ ἐνταῦθα κεῖσθαι τὴν λέξιν φασὶν, ὡς καὶ ἐν Ἰλιάδι πλατύτερον δεδήλωται.

(Vers. 2.) εἰ δὲ δαΐφρων ἡ Πηνελόπη ἐῤῥέθη που ὡς ἀνδρεία γυνὴ, ἁρμόττει ἂν αὐτῇ διατοῦτο καὶ ἡ παχεῖα χεὶρ διὰ τὸ τοῖς ἀνδρείοις τοιαῦτα ὡς ἐπιπολὺ τὰ ἀκρωτήρια εἶναι.

(Vers. 9.) Ὅτι θάλαμος ἔσχατος καὶ ἐνταῦθα τὸ ταμιεῖον· ὃ καὶ βασιλικόν ἐστι διὰ τὸν βασιλέα Ὀδυσσέα, ἐν ᾧ, φησὶ, κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος· οἷς ἀνάλογον καλὴ καὶ ἡ κλείς.

(Vers. 11.) ἔνθα δὲ τόξον ἔκειτο παλίντονον, περὶ οὗ καὶ Ἰλιὰς δηλοῖ, ἠδὲ φαρέτρη ἰοδόκος.

(Vers. 12.) πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί. πλάττει δὲ μετ' ὀλίγα ἐν τῷ τοιούτῳ [245] θαλάμῳ καὶ ὑψηλήν τινα σανίδα,

(Vers. 51.) ἔνθα χηλοὶ ἕστασαν· οὐ μεγάλαι δηλαδή τινες· ἐν αἷς θυώδεα εἵματα ἔκειτο, κειμηλιούμενα δηλαδὴ καὶ αὐτά.

(Vers. 10.) εἰ καὶ ὁ ποιητὴς ἐν τῷ, χαλκός τε χρυσός τε καὶ σίδηρος, ἐσίγησεν αὐτὰ, ὥς περ ἴσως καὶ ἄργυρον καὶ ἕτερά τινα, οἷα δηλῶν κἀνταῦθα ἐξ ὀλίγων τὸ πᾶν. ἐπὶ ταύτης δὴ τῆς σανίδος βᾶσα ἡ Πηνελόπη,

(Vers. 53.) ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. ἑζομένη δὲ καταῦθι, φίλοις ἐπὶ γούνασι θεῖσα, κλαῖε μάλα λιγέως, ἐκ δ' ᾕρεε τόξον ἄνακτος.

(Vers. 57.) ἐπεὶ δὲ τάρφθη πολυδακρύτοιο γόοιο διὰ τὴν, ὡς εἰκὸς, ἀνάμνησιν τοῦ ἀνδρὸς, ἦλθεν εἰς τοὺς μνηστῆρας τόξον ἔχουσα ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην,

(Vers. 60.) ᾗ καὶ πάλιν λέγει πολλοὺς ὀϊστοὺς εἶναι, παρασημειούμενος τὸ πλῆθος διὰ τὸ ἀναγκαιότατον ἐν τοῖς ἑξῆς εἶναι.

(Vers. 11.) Οἰκονομικῶς δέ, φασιν, ἐν θαλάμῳ τὸ τόξον ἀπέκειτο, ἵνα τε μὴ ἀπόληται κείμενον ἐν τῷ ἀνδρῶνι πρᾶγμα τοῦτο, οὗ μάλιστα χρῄζει ὁ νῦν καιρὸς, καὶ ἵνα μή τι πάθῃ ἀμεληθὲν ἢ περὶ τὴν νευρὰν ἢ κατά τι ἕτερον μέρος· πρὸς δέ γε τὸ πιθανῶς φαινόμενον ἀπόκειται τὸ τοιοῦτον τόξον ὡς ξένιον ἐπὶ μνήμῃ φιλίας κατὰ ἔθος ἀρχαῖον. πόθεν δὲ τῷ Ὀδυσσεῖ περιῆλθεν εἰς ξένιον, ἐφεξῆς μετ' ὀλίγα ῥηθήσεται.

(Vers. 9.) Τὸ δὲ, κειμήλια κεῖτο, ἐτυμολογικῶς λαλεῖται.

(Vers. 10.) Πολύκμητος δὲ σίδηρος ἴσως μὲν ὁ ἀκατέργαστος, περὶ ὃν πολλὰ ἔστι καμεῖν, μάλιστα δὲ ὁ εἰς ἔργα χαλκευθεὶς πολλῷ καμάτῳ. εἰ δὲ καὶ στονόεντα ξίφη εἰσὶ τὰ τοιαῦτα ἔργα, λέγεται τὰ τοιαῦτα πολύκμητος σίδηρος, δι' οὗ πολλοὶ ἂν κάμοιεν, ὅ ἐστι θάνοιεν, κατὰ τὸ, εἴδωλα καμόντων.

(Vers. 12.) Τὸ δὲ ἰοδόκος ἴσως παροξύνεται διὰ τὸ μὴ δηλοῦν πάθος ὁποῖόν τι καὶ ἡ πρωτότοκος γυνὴ καὶ ἕτερα τοιαῦτα. Τὸ δὲ, πολλοὶ δ' ἔνεσαν ὀϊστοὶ, δηλωτικόν ἐστι τοῦ, τίνα λέγει φαρέτραν, ὅτι δηλαδὴ τὸ δοχεῖον τῶν ὀϊστῶν· ὃ φθάσας διὰ μιᾶς ἐδήλωσε λέξεως, ἰοδόκον εἰπών.

(Vers. 51.) Χηλοὶ δὲ καὶ ἐνταῦθα τὰ κιβώτια, ὡς καὶ ἐν Φαιακίᾳ. Θυώδεα δὲ πόθεν γίνεται, προδεδήλωται.

(Vers. 53.) Τὸ δὲ ὀρεξαμένη ἀντὶ τοῦ ἁπλώσασα, ἀναταθεῖσα· ἐξ οὗ καὶ ὀργυιοῦσθαι παρὰ Λυκόφρονι. Ἐκ πασσάλου δὲ τόξον αἴρεται, διότι καὶ πασσάλου ἀπῃώρηται, ὁμοίως τῇ προδεδηλωμένῃ τοῦ Δημοδόκου φόρμιγγι.

(Vers. 54.) Τὸ δὲ, αὐτῷ γωρυτῷ, Ἀττικῶς ἀντὶ τοῦ σὺν αὐτῷ γωρυτῷ. ἔστι δὲ γωρυτὸς, ὥς που καὶ προεδηλώθη, ἡ τοῦ τόξου θήκη, ὡς χωροῦσα τὸ ῥυτὸν, ὅ ἐστιν ἑλκυστὸν τόξον, ἵνα ᾖ χωρυτὸς, καὶ μεταλήψει τοῦ γάμμα γωρυτός. δῆλον δὲ ὡς προϋπόκειται, καθὰ τοῦ ῥύσαι τόξον τὸ ἐρύσαι· ὡς Ἀγαθίας· κραταιαὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες· οὕτω καὶ τοῦ ῥυτοῦ τὸ ἐρυστόν· ὅθεν ἀφαιρέσει μὲν ῥυστὸν, ἀπελεύσει δὲ τοῦ σ ῥυτόν· κατὰ τὸ, γνωστός, γνωτός· καὶ, γνωστὰ κοὐκ ἄγνωστα· καὶ ἐκβολῇ τοῦ ἡμιφώνου, γνωτὰ κοὐκ ἄγνωτα. οὕτω δὲ καὶ Νήριστον ὄρος κατὰ τὸ ἀμφήριστον, καὶ ἐκδρομῇ τοῦ σίγμα, Νήριτον. ὅτι δὲ θήκη καὶ, ὡς οἱ παλαιοί φασιν, ἔλυτρον τόξου ὁ γωρυτὸς, δηλοῖ οὐ μόνον τὸ,

(Vers. 54.) ὅς οἱ περίκειτο, ἑρμηνευτικῶς ῥηθὲν ἀντὶ τοῦ πέριξ ἔκειτο καὶ περιεῖχεν ἐντὸς, ἀλλὰ καὶ τὸ, ἐκ δ' ᾕρεε τόξον ἄνακτος, ἤγουν ἐξῄρει καὶ ἐξέβαλλε γωρυτοῦ· ὃ καὶ ὅμοιόν ἐστι τῷ, ἐξείλετο ὀϊστὸν ἐν Ἰλιάδι· τουτέστι τῆς φαρέτρης ἐξήγαγε. ταυτὸν γάρ τι τὸ, ἐξῄρει τόξον γωρυτοῦ, καὶ ἐξείλετο φαρέτρης ὀϊστόν. καθεῖλε μὲν οὖν τόξον ἡ γυνὴ πασσαλόφιν αὐτῷ γωρυτῷ· ἐξελοῦσα δὲ τὸν μὲν γωρυτὸν, ὡς εἰκὸς, ἀφῆκεν ἐκεῖ, γυμνὸν δὲ τὸ τόξον τοῖς μνηστῆρσιν ἤγαγεν. ἅμα δέ φησιν αὐτῇ,

(Vers. 61.) αἱ ἀμφίπολοι ἔφερον ὄγκιον, ἢ ὀγκίον παροξυτόνως. ὃ καὶ ἐφερμηνεύων φησίν· ἔνθα σίδηρος κεῖτο πολὺς καὶ χαλκὸς,

(Vers. 62.) ἀέθλια τοῖο ἄνακτος, ἤγουν τοῦ βασιλέως Ὀδυσσέως· ὡς ἐν τῷ τοιούτῳ κεῖσθαι κατὰ περιοχὴν καὶ τοὺς δηλωθέντας πελέκεας. ἔστι δέ, φασιν, ὄγκιον ἀγγεῖον, ἐν ᾧ ἔκειντο ὄγκοι. λέγονται δέ, φασιν, ὄγκοι οἱ πώγωνες τῶν ἀκίδων, καθὰ δηλοῖ καὶ τὸ, ὡς οἶδε νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας.

(Vers. 61.) ἔστι δέ, φασι, καὶ ἡ λέξις αὕτη τῶν ἅπαξ εἰρημένων παρὰ τῷ ποιητῇ· βουλόμενοι δὲ εἰπεῖν καὶ ὡς περιεκτικὴ λέξις ἐστὶ τὸ ὄγκιον, φράζουσιν ἄλλως γλαφυρώτερον, ὅτι συνακτικόν ἐστι τῶν ὄγκων ἀγγεῖον, ὡς κρεῖον τὸ κρεωδόχον ἀγγεῖον. τοῦτο δὲ ἀναγκάζοι ἂν ἴσως τὸ ὄγκιον καὶ κατὰ τὸ κρεῖον γράφεσθαι. τέως γε μὴν ὄγκιον ἡ θήκη, φασὶ, τῶν ἀκίδων· καὶ εἴρηταί, φασι, παρὰ τὸ ὀγκῶδες εἶναι. Ἰστέον δὲ ὡς εἰ καὶ ἐχρῆν προπερισπᾶσθαι τὴν λέξιν περιεκτικῷ τύπῳ κατὰ τὸ ᾠδεῖον καὶ τὸ μουσεῖον καὶ τὸ προσεχῶς ῥηθὲν κρεῖον, ἀλλ' ἡ τῶν ἀντιγράφων παράδοσις, μὴ ἔχουσα οὕτως, οὐχ' οἵα τέ ἐστι βίαν παθεῖν. ἐν μέντοι ῥητορικῷ λεξικῷ εὕρηται τὸ ὄγκιον καὶ τῇ αι διφθόγγῳ παραληγόμενον, γράφει γὰρ, [246] ὅτι ὄγκοι γωνίαι, καὶ ὄγκαιον ἀγγεῖον πλεκτὸν οἷον σπυρίς· ἐν ᾧ αἱ αἰκίδες τῶν βελῶν αἱ καὶ ὄγκοι, ὡς ἐν Ἰλιάδι. ὅθεν ἴσως, φησὶ, καὶ ὄγκος, ὁ κατὰ ἀλαζονείαν δηλαδὴ, ἐξ οὗ ἐγκύλλεσθαι τὸ καυχᾶσθαι. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ ποιητὴς ἑρμηνεύων τὸ ὄγκιον οὐκ ἀρκεῖται εἰπὼν, ἔνθα σίδηρος ἔκειτο πολὺς καὶ χαλκός· ἀλλ' ἐπήγαγεν, ἀέθλια ἄνακτος, δηλῶν, ὅτι οὐχ' ἁπλῶς σιδήρου καὶ χαλκοῦ δοχεῖον τὸ ὄγκιον, ἀλλὰ καὶ τῶν χρησίμων τοῖς ἢ κατὰ μάχην ἢ ἄλλως ἀεθλεύουσιν. ἔνθα καὶ ὅρα τὸ, σίδηρος πολὺς καὶ χαλκὸς, ὡς μὴ ἐξ ἀνάγκης ἀεὶ τοῦ σιδήρου παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ χαλκοῦ νοουμένου. ἰδοὺ γὰρ ἐν τῷ νῦν δηλωθέντι ὀγκίῳ καὶ σιδηρᾶ τινὰ ἔκειντο· ἔτι δὲ καὶ χαλκᾶ, χρήσιμα καὶ αὐτὰ εἰς ἀέθλια. ὅτι δὲ ὄγκος οὐ μόνον, ὡς εἴρηται, ἀκὶς καὶ ἀλαζονεία δὲ μεταφορικῶς, ἀλλὰ καὶ βάρος σταθμητικὸν, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἔχει δὲ καὶ χρήσεις ἡ τοιαύτη λέξις. τὸ δὲ ἐξογκοῦσθαι καί τινα δηλοῖ ὄγκον εἶναι, σημαίνοντα διαπέτειαν καὶ ἄρσιν σωματικήν. ὅθεν ἴσως καὶ ὁ κατ' ἀλωζονείαν ὄγκος, ὁ φυσῶν καὶ ἐξαίρων τοὺς ἄφρονας.

(Vers. 13.) Ὅτι παρεμπλέκων ὁ ποιητὴς καὶ ἐνταῦθα εὐμεθόδως ἱστορίαν, ἵνα τὸν λόγον ἀνεγείρῃ ἐκ τῆς μονοειδοῦς ὑπτιότητος, διηγεῖται περὶ τοῦ προσεχῶς ῥηθέντος τόξου, ὅθεν περιῆλθε τῷ Ὀδυσσεῖ, καὶ ἄρχεται τῆς ἱστορίας οὕτω·

(Vers. 14.) τόξον καὶ φαρέτρη ἰοδόκος δῶρα, τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισιν· ὃν δὴ στίχον καὶ ὑποκαταβὰς λέγει· τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν.

(Vers. 17.) Ὀδυσσεὺς μὲν μετὰ χρεῖος, ἤγουν διὰ χρέος, ὅ περ αὐτῷ πᾶς δῆμος ὄφειλε.

(Vers. 18.) μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν, ληϊσάμενοι δηλαδὴ, νηυσὶ πολυκλήϊσι τριηκόσια ἠδὲ νομῆας. τῶν ἕνεκα ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς, παιδνὸς ἐών.

(Vers. 21.) πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. καὶ αὕτη μὲν ἡ αἰτία τοῦ ἐξ Ἰθάκης ὄντα τὸν Ὀδυσσέα ἐν Μεσσήνῃ εὑρεθῆναι.

(Vers. 22.) Ἴφιτος δέ, φησιν, ἵππους διζήμενος, αἵ οἱ ὄλοντο, δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοί. αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, ἐπειδὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον φῶτα Ἡρακλῆα μεγάλων ἐπιΐστορα ἔργων.

(Vers. 27.) ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατο οὐδὲ τράπεζαν τὴν δὴ οἱ παρέθηκεν, ἔπειτα δὲ πέφνε καὶ αὐτόν· ἵππους δ' αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.

(Vers. 31.) ταύτας τοίνυν, τὰς ῥηθείσας δηλαδὴ ἵππους, ἐρέων, τουτέστιν ἐρευνῶν, καὶ, ὡς ἀνωτέρω ἔφη, διζήμενος, ἐνταῦθα γὰρ μετὰ στίχους ὀκτὼ ἡ τῆς συντάξεως ἔστιν ἀπόδοσις, Ὀδυσῆϊ συνήντετο· δῶκε δὲ τόξον, ὃ πρὶν μὲν ἐφόρει μέγας Εὔρυτος·

(Vers. 32.) αὐτὰρ ὁ παιδὶ κάλλιπεν ἀποθνήσκων ἐν δώμασιν ὑψηλοῖσι. τῷ δ' Ὀδυσσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν ἀρχὴν ξεινοσύνης προσκηδέος·

(Vers. 35.) οὐδὲ τραπέζῃ, τῇ κατ' οἶκον, γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν, ὡς ἐῤῥέθη, τὸν Ἴφιτον, ὅς οἱ τόξον ἔδωκεν· ὃ, καθὰ προεῤῥέθη, οὔ ποτε Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε ᾑρεῖτο, τουτέστιν ἐλάμβανεν· ἀλλ' αὐτοῦ μνῆμα ξείνοιο φίλοιο κέσκετο ἐνὶ μεγάροισι,

(Vers. 41.) φόρει δέ μιν ἧς ἐπὶ γαίης. ὡς εἴ γε μὴ τοῦτ' ἦν, ἀλλ' ἐπὶ Τροίαν ἦγε καὶ αὐτὸ, οὐκ εἶχεν ἂν ἄρτι τοιοῦτον τόξον πιθανεύσασθαι, πάντων ἐν τῷ νόστῳ ἐκπεσὼν καὶ γυμνὸς αὐτὸς περισωθείς. καὶ οὕτω μὲν διεσάφησεν ὁ ποιητὴς, ὅπως ἐν Μεσσήνῃ συνήντησαν ὁ Ἰθακήσιός τε παιδνὸς Ὀδυσσεὺς καὶ ὁ Θετταλὸς Εὐρυτίδης Ἴφιτος, εἴ γε Θετταλὸς καθ' Ὅμηρον καὶ ὁ Εὔρυτος, ὡς δηλοῖ τὸ, οἱ δ' εἶχον Τρίκκην καὶ Ἰθώμην καὶ Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, ὃς καὶ φονεύεται ἢ ὑπὸ Ἀπόλλωνος, ἐπεὶ προεκαλεῖτο ἐκεῖνον εἰς τοξείαν, ὡς ἐν τοῖς Φαίαξιν ἐδήλωσεν Ὀδυσσεύς· ἢ ὡς οἱ νεώτεροί φασιν, ὑπὸ Ἡρακλέος διὰ τὸν τῆς θυγατρὸς ἐκείνου Ἰόλης ἔρωτα, ὃν καὶ Σοφοκλῆς ἱστορεῖ. Τὰς δὲ ῥηθείσας ἵππους εἶχεν Ἡρακλῆς, οὐκ αὐτὸς ἢ ληϊσάμενος ἢ ὑφελόμενος, ἀλλ' ἑτέρωθεν κλέμμα λαβών. Αὐτόλυκος γάρ, φασιν, ὁ Ἑρμοῦ κλέψας τὰς Εὐρύτου ἵππους πέπρακε τῷ Ἡρακλεῖ. ὃς Εὔρυτος οὕτω φερωνύμως καλεῖται παρὰ τὸ εὖ ῥύειν, ὅ ἐστιν ἑλκύειν τὸ τόξον· ἄριστος γὰρ ἦν ἐν τοξόταις· ἐξ οὗ ῥύειν καὶ ὁ γωρυτὸς, ὡς ἐῤῥέθη, γίνεται.

(Vers. 13.) Ὅρα δὲ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν, ὅτι ἀνέστρεψε καὶ αὐτὴν ὁ ποιητὴς οἰκείῳ ἔθει ἀκολουθῶν. ἦν γὰρ φύσει πρῶτον εἰπεῖν, διατί Ὀδυσσεύς τε ἐξ Ἰθάκης εἰς Μεσσήνην ἦλθε καὶ Εὔρυτος ἐκ Θετταλίας, καὶ οὕτω καθεξῆς προβῆναι. ὁ δὲ ἀναγκαίως προθεὶς ὡς ἐν λόγῳ προτάσεως τὸ δῶρον σχεῖν τὸν Ὀδυσσέα τὸ τόξον ἐκ τοῦ Ἰφίτου, εἶτα ὑποβάλλει τὰς ἀρχὰς, ἐπεμβαλὼν ἐκ περισσοῦ χάριν πολυμαθείας καὶ τὴν περὶ τῶν ἵππων ἱστορίαν καὶ τὴν τοῦ Ἡρακλέος ποιότητα καὶ ὑποθήκην περὶ ξενίας, ὡς μὴ δέον ὂν ἐξαθερίζειν αὐτὴν, καὶ ἀντίδοσιν αὖθις ξίφους τοῦ ἐξ [247] Ὀδυσσέως πρὸς τὸν Ἴφιτον· ἃ καὶ συμπεράνας ἐπιφέρει τὴν ἐξ ἀρχῆς πρότασιν τὸ, ὅς οἱ τόξον ἔδωκε, δεικνὺς, τοῦτο καὶ μόνον αὐτῷ πρὸ ἔργου εἶναι, τὸ εἰπεῖν ὡς τὸ ἀνὰ χεῖρας ἄρτι τόξον δῶρον ἦν τοῦ Ἰφίτου, τὰ δ' ἄλλα πάντα κατά τι πάρεργον ἐπεμβεβλῆσθαι. Τῶν δὲ τοῦ ῥηθέντος διηγήματος μερῶν τὸ μὲν δῶρα δῶκεν ἐτυμολογικῶς ἐφράσθη. Τὸ δὲ τυχήσας ἢ ἀντὶ τοῦ τυχὼν ἢ κατὰ τύχην, ἢ καὶ ἄλλως εὐτυχῶς συναντήσας κατά γε μόνον τὸ ἀλλήλους ἰδεῖν καὶ δῶρα δοῦναι καὶ ἀντιλαβεῖν. ἄλλως γὰρ οὐκ ἦν εὐτυχὲς τὸ μὴ καὶ τραπέζῃ γνῶναι ἀλλήλους οἰκειακῇ· εἰ δὲ καὶ ἐν ἀλλοτρίᾳ εἰκὸς ἦν καὶ συμφαγεῖν, οἷον ἐν τῷ τοῦ Ὀρτιλόχου οἴκῳ, ἔνθα ξύμβληντο ἀλλήλοις. Ἡ δὲ Μεσσήνη γράφεται μὲν, ὡς καὶ ἡ Σικελικὴ καὶ εἴ τις που ἄλλη, παρὰ πᾶσιν ἐν δυσὶ σσ. λέγεται δὲ κατὰ μὲν τοὺς ἡρωϊκοὺς χρόνους Λακώνων εἶναι, κατὰ δὲ τοὺς Ἡρακλείδας, ἤγουν μετὰ τὴν αὐτῶν κάθοδον, διχασθῆναι αὐτὴν τῆς Λακωνικῆς. τὸ δὲ δίπλασμα τοῦ σίγμα ἐν τῷ Μεσσήνῃ δηλοῖ καὶ τὸ ῥηθὲν Ὁμηρικὸν ἔπος· τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν, ἤγουν συνήντησαν· ὃς δὴ στίχος καὶ ἐπαινεῖται ὡς ὁλοσπόνδειος καὶ τῷ στασίμῳ τοῦ μέτρου ἐξομοιούμενος τῇ στάσει τῶν συναντώντων ἀλλήλοις κατὰ φιλίαν, ὥς περ αὖ πάλιν ἐπαινετοὶ ἑτέρωθι κατ' ἄλλον τρόπον οἱ ὁλοδάκτυλοι, ὁποῖον καὶ τὸ, κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων· ἔνθα ὅρα τὸ μεγαλωστὶ ὁμοιότητα συνθέσεως ἔχον οὐ μόνον πρὸς τὸ νεωστὶ, ἀλλὰ καὶ πρὸς τὸ δημιωστὶ καὶ ἱερωστὶ, ἐκ τοῦ δημίως καὶ ἱερῶς, ὡς παραδιδόασιν οἱ παλαιοί. Ὅτι δὲ τὸν ἐκ πέντε δακτύλων συγκείμενον στίχον καὶ ἕκτου σπονδείου ἢ τροχαίου πηδητικὸν μάλιστα γίνεσθαι οἴδασιν οἱ παλαιοὶ, ὁ τεχνικὸς παραδίδωσιν. ἔνθα σημειωτέον τὸ, μάλιστα δοκοῦν, πρὸς διαστολὴν ἑτέρου εἰρῆσθαι πηδητικοῦ ἔπους. εἴη δ' ἂν τοιοῦτον ὁ κατ' ἐνόπλιον ῥυθμὸν πεποδισμένος στίχος, οὗ μέμνηται καὶ ὁ κωμικὸς, ὁποῖος κατὰ τοὺς παλαιοὺς ὁ μετὰ δύο δακτύλους ἔχων σπονδεῖον κατὰ τὸ πάλιν καὶ πάλιν· οἷον, ὡς φάτο δακρυχέων, τοῦ δ' ἔκλυε πότνια μήτηρ. λέγοιτο δ' ἂν ἴσως κατ' ἐνόπλιον διὰ τὸ πρέπειν μὲν ῥυθμὸν τοιοῦτον καὶ τοῖς ἄλλως κινουμένοις μετὰ συντονίας, ἐπὶ πλέον δὲ τοῖς μεθ' ὅπλων σεμνῶς πηδῶσι καὶ κοῦφα πυῤῥιχίζουσι·

(Vers. 17.) Χρέος δὲ ἐνταῦθα εἶπεν οὐ τὸ δανεισθὲν ἀλλὰ τὸ ἐξ ἁρπαγῆς, ἣν οἱ Μεσσήνιοι κατὰ Ἰθακησίων ἔπραξαν.

(Vers. 20.) Ἐξεσία δὲ, ὡς καὶ ἐν Ἰλιάδι ἐν τοῖς περὶ Πριάμου, ἡ δημοσία πρεσβεία καὶ, ὡς εἰπεῖν, ἔκπεμψις, ὡς ἀπὸ τοῦ ἐξίημι, ἐξήσω, ὅθεν καὶ ἔξεσις παρ' Ἡροδότῳ ἡ ἀπόπεμψις. διὸ ὑποκαταβὰς ἔφη· πρὸ γὰρ ἧκε πατήρ. ὅθεν γὰρ τὸ προῆκεν, ἐκεῖθεν καὶ ἡ ἐξεσία. Τὸ δὲ, πολλὴν ὁδὸν ἦλθε, ταυτὸν ἴσως τῷ, πολλὴν κέλευθον.

(Vers. 21.) Παιδνὸς δὲ, ὡς καὶ προεδηλώθη, ὁ παῖς παρὰ τὸ παίζειν, ὁμοίως τῷ ὀλοφυδνὸς καὶ ἀκιδνὸς καὶ τοῖς τοιούτοις. πολὺς δὲ ἔπαινος τοῦ Ὀδυσσέως τὸ ἐν παιδικῇ ἡλικίᾳ δι' ὑπερβολὴν συνέσεως πρέσβυν δημοσίᾳ πεμφθῆναι οὐ παρὰ μόνου πατρὸς, ἀλλὰ καὶ τῶν γερόντων.

(Vers. 22.) Τὸ δὲ, ἵππους διζήμενος, ταυτόν ἐστι τῷ ἐρέων, τουτέστιν ἐρευνῶν, ὃ μετ' ὀλίγα ἔθηκεν ἐν τῷ, ταύτας ἐρέων Ὀδυσσεὺς συνήντετο. Τοῦ δὲ διζήμενος πρωτότυπον θέμα διζῶ διζήσω, ἐξ οὗ τὸ δίζημι, ὡς τοῦ αἰτῶ τὸ αἴτημι καὶ τοῦ φιλῶ τὸ φίλημι, ὅθεν τὸ, φίλατο δαίμων, καὶ τοῦ αἰνῶ τὸ αἴνημι, ὡς τὸ, οὔ μιν ἔγωγ' αἴνημι. οὕτω δὲ καὶ ἐκ τοῦ δειπνῶ καὶ ἀριστῶ, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, δείπνημι καὶ ἀρίστημι, ὡς δῆλον ἐκ τοῦ δεδείπναμεν καὶ δειπνάναι καὶ ἀρίσταμεν καὶ ἀριστάναι παρὰ Ἀθηναίῳ. Τὸ δὲ, γηράντεσσι τοκεῦσι, δηλωτικόν ἐστι τοῦ καὶ ἐκ τοῦ γηρῶ γενέσθαι τὸ γήρημι, οὗ μετοχὴ γηρὰς γηράντος.

(Vers. 24.) Ἐν δὲ τῷ, φόνος καὶ μοῖρα γένοντο, μοῖραν φανερῶς τὴν θανάσιμον δηλοῖ.

(Vers. 25.) Ἡρακλέος δὲ ἔπαινος οὐ μόνον τὸ Διὸς υἱὸν δὶς λεχθῆναι, καθὰ καὶ Ἴφιτος ἐν δυσὶ τόποις ἐπιείκελος ἀθανάτοις ἐλέχθη, ἀλλὰ καὶ τὸ, καρτερόθυμον, καὶ τὸ, μεγάλων ἐπιΐστορα ἔργων, τουτέστιν ἐπιστήμονα, οὗ τὸ ἁπλοῦν ἐν Ἰλιάδι, οἷον, ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι· ἄλλως δέ γε εἰπεῖν, μεγάλων ἐπιΐστωρ ἔργων ὁ παρὰ τοῖς ὕστερον συνθέτως λεγόμενος μεγαλουργὸς, ὁποῖος καὶ ὁ Μακεδὼν Ἀλέξανδρος.

(Vers. 27.) Ἰστέον δὲ καὶ ὅτι Ὅμηρος μὲν ἀσαφῶς φησὶν, ὡς κατέκτανεν Ἡρακλῆς καὶ πέφνε ξεῖνον ἐόντα τὸν Ἴφιτον· οἱ δὲ νεώτεροι ἀπὸ τείχους καταβληθῆναι αὐτὸν ὑφ' Ἡρακλέος φασίν. ὅπως δ' ἂν ἔχοι τὸ πρᾶγμα, ἥμαρτεν εἰς τὸν ξένιον Δία ὁ Ἡρακλῆς. διὸ καὶ τῇ Ὀμφάλῃ, φασὶν, ὕστερον ἐδουλώθη Λυδῇ γυναικί. Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ τοῦ ἐνταῦθα ἱστορηθέντος φόνου τοῦ Ἰφίτου καθαρθῆναι ζητῶν ὁ Ἡρακλῆς κατά τινας τῶν παλαιῶν καὶ μὴ ὑπακουσθεὶς ὑπὸ τοῦ Πυλίου Νηλέως ἐπόρθησε τὴν Πυλὸν, πρεσβύτερος ἂν εἴη. τοῦ Νέστορος τοῦ [248] ἐν Γερήνοις τότε τρεφομένου, Ὀδυσσεὺς οὗτος ὁ ἤδη καὶ πρεσβεύειν, ὡς ἐῤῥέθη, δυνάμενος, καὶ διὰ τὸ ἱστορηθὲν χρέος ἐξεσίην πολλὴν ὁδὸν ἐλθών. ἀλλ' ἴσως οὐκ οἶδεν ὁ ποιητὴς οὔτε αἰτίαν ταύτην τοῦ ἁλῶναι τὴν Πύλον, οὔτε τὴν ἐν Γερήνοις ἀνατροφὴν τοῦ Νέστορος. οὕτω γὰρ καλῶς ἡ τοιαύτη ἀπορία λυθήσεται.

(Vers. 28.) Τὸ δὲ, ἔκτανε σχέτλιος, δοκεῖ μὲν ἐνταῦθα τὸν ἄδικον λέγειν διὰ τὸ τὸν Ἡρακλέα τοιοῦτον ἐνταῦθα φανῆναι. δύναται δὲ καὶ νῦν τὸν σφοδρὸν ὡς καὶ ἐν ἄλλοις δηλοῦν καὶ ἄξιον σχέσθαι καὶ τλῆναι. ἐφάνη δὲ τοιοῦτος καὶ ἐπ' ἄλλοις ὁ Ἡρακλῆς. Λίνον τε γοῦν τὸν διδάσκαλον, ἐφ' οἷς ἐχρῆν καὶ εὖ ἐκεῖνον θέσθαι, ἀνεῖλε, καὶ Ἀρχίαν ἢ Χαιρίαν παῖδα κονδυλίσας ἔῤῥιψεν εἰς ἀνέγερτον, δόντα αὐτῷ κατὰ χειρὸς ὕδωρ καὶ τῷ χερνιβίῳ ῥάναντι· ἔτι δὲ καὶ Κάλχαντα τὸν μάντιν ἐπὶ τῷ μετρήματι τῶν ὀλύνθων, ὡς ἱστορεῖ καὶ Λυκόφρων καί τινα δέ, φασι, Κύανθον ἄκων ἀνεῖλεν οἰνοχοοῦντα αὐτῷ, ᾧ καὶ τέμενος ἀνῆκεν οἰνοχόου λεγόμενον.

(Vers. 31.) Τὸ δὲ ἐρέων ἔστι μὲν ποιητικὴ λέξις. ἀπ' αὐτοῦ δὲ γίνεται τὸ ἐρευνᾶν ἐπενθέσει τοῦ υ καὶ τοῦ ν, ὁποίῳ τρόπῳ καὶ τὸ ἐλαύνειν ἀπὸ τοῦ ἐλάειν γίνεται.

(Vers. 32.) Τὸ δὲ, μέγας Εὔρυτος, τὸ τοῦ Ὀδυσσέως τόξον συνιστᾷ, ὡς ἀνάλογον ὂν ἐκείνῳ τῷ μεγάλῳ, ἐξ οὗ διὰ μέσου τοῦ Ἰφίτου εἰς τοῦτον ἦλθε. διὸ οὐδὲ ἐφικνοῦνται αὐτοῖ οἱ μνηστῆρες.

(Vers. 33.) Τὸ δὲ, θνήσκων ἐν δώμασι, δηλοῖ μὴ πάνυ ἀναμφίβολον εἶναι ὑπὸ Ἡράκλεος θανεῖν τὸν Εὔρυτον.

(Vers. 34.) Ἄλκιμον δὲ ἔγχος καὶ ἐν ἄλλοις τὸ ἀλκιμοποιόν.

(Vers. 35.) Τὸ δὲ, ἀρχὴν ξεινοσύνης, τουτέστι ξενίας, δηλοῖ καὶ τέλος εἶναι αὐτῆς, ὃ καὶ παραδεικνὺς ἐπάγει τὸ, οὐδὲ τραπέζῃ γνώτην ἀλλήλω ἤγουν ἀλλήλους. τελεία γὰρ ἔκτοτε ἡ ξενία διὰ τὸν κοινὸν ἁγνίτην ἅλα καὶ τὸ ὁμοτράπεζον καὶ ὁμοέστιον καὶ ὁμωρόφιον. Τὸ δὲ προσκηδέος ἀντὶ τοῦ κηδεμονικῆς, φροντιστικῆς, ἐμφρόντιδος. ἐναντίον δὲ τῷ προσκηδέος τὸ δυσκηδέος καὶ ἀκηδέος.

(Vers. 36.) Τὸ δὲ, γνώτην ἀλλήλω, τὰ τῶν ἀντιγράφων ἀκριβέστερα κατὰ πτῶσιν γενικὴν τῶν πληθυντικῶν γράφουσιν ἀλλήλων, ἵνα λέγῃ, ὅτι γνῶσιν ἔσχον ὁ εἷς τοῦ ἑτέρου. οὕτω δὲ καὶ τὸ εἰδέναι ἐν Ἰλιάδι γενικῇ συντάσσεται μετά τε τοῦ εὖ, οἷον, τόξον εὖ εἰδώς· καὶ ἑτέρως δὲ, ὡς ἐκεῖ φαίνεται. σύστοιχα δὲ πάντως τὸ εἰδέναι καὶ τὸ γνῶναι καὶ τὰ ἐξ αὐτῶν.

(Vers. 40.) Τὸ δὲ μνῆμα ξένου ἀντὶ τοῦ μνήμη καὶ ἐνθύμησις καὶ, ὡς οἱ πολλοὶ λέγουσι, μνημόσυνον· ὁποίου τινὸς χάριν καὶ Ὀδυσσεὺς τὸ τοῦ Ἰφίτου τόξον ἀφεὶς ἐν τῷ οἴκῳ, ἡνίκα εἰς Τροίαν ἔπλεε, πολλὴν, ὡς ἐῤῥέθη, πιθανότητα τῇ κατὰ τῶν μνηστήρων τοξείᾳ νῦν περιεποιήσατο. οὕτω καὶ Διομήδης τὸ τοῦ Βελλεροφόντου ἔκπωμα τὸ δοθὲν τῷ πάππῳ Οἰνεῖ ἔλιπεν ἰὼν ἐν δώμασι, καθὰ ἡ Ἰλιὰς δηλοῖ, ἵνα μὴ ἄλλως ἀπολωλότι συναπέλθοι καὶ τὰ τῆς φιλίας καὶ οἷον συνθάνοι τῷ ξείνῳ, ἀλλ' ὑπὲρ γῆς καὶ εἰσέπειτα τῷ κειμηλίῳ συναναφαίνοιτο.

(Vers. 41.) Τὸ δὲ, κέσκετο ἐνὶ μεγάροις, εἶχε μὲν γράψαι καὶ κάτθετο ἐνὶ μεγάροις, εἵλετο δὲ τὸ, ὡς καὶ προεγράφη που, ποιητικώτερον. ἔφη δὲ κοινότερον πρὸ τούτων ἐν τῷ, κειμήλια κεῖτο ἄνακτος.

(Vers. 43.) Ὅτι θαλάμου διασκευάζων εἰσέλευσιν ὁ ποιητής φησιν· οὐδὸν δρύϊνον προσεβήσετο, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ' ἐπέθηκε φαεινάς. Καὶ ὅρα ὡς λέξεις διαφόρους μὲν τῇ σημασίᾳ, παρηγμένας δὲ ἀπὸ ἑνὸς ῥήματος, τὴν στάθμην καὶ τὸν σταθμὸν, παρέθετο κατὰ σχῆμα παρηχήσεως. Δρύϊνος δὲ οὐδὸς πρὸς διαστολὴν ἑτέρων, μειλίνου τε καὶ χαλκέου καὶ λαΐνου.

(Vers. 44.) Τὸ δὲ, ξέσεν ἐπισταμένως, ταυτόν ἐστι τῷ ἐπελέκησεν.

(Vers. 46.) Ὅτι στερεᾶς θύρας ἄνοιξιν φράζων διασκευαστικῶς φησίν· αὐτίκα ἡ Πηνελόπη ἱμάντα θοῶς ἀπέλυσε κορώνῃ, ἐν δὲ κληϊδ' ἧκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας ἄντα τιτυσκομένη· τὰ δ' ἀνέβραχεν ἠΰτε ταῦρος βοσκόμενος λειμῶνι· τόσ' ἔβραχε καλὰ θύρετρα πληγέντα κληῗδι· πετάσθεισαν δέ οἱ ὦκα. Ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ ὅτι τὸ κλεῖθρον ἑκατέρωθεν ἐξήρτητο πρός τινα κρίκον, ὥστε δι' οὗ μὲν ἑλκομένου πρὸς τῷ σταθμῷ κεκλεῖσθαι, δι' οὗ δὲ ἀνοίγεσθαι εἰς τοὐναντίον ἑλκομένου, ὡς εἶναι δύο ἱμάντας, τὸν μὲν κλείοντα, τὸν δὲ ἀνοίγοντα καὶ ἑκάτερον κρίκου τινὸς ἐξηρτῆσθαι. ὃν δὴ κρίκον ἔοικε κατὰ τοὺς οὕτω λέγοντας κορώνην ὁ ποιητὴς ἐνταῦθα καλεῖν, ᾗ τὸν ἱμάντα ἡ Πηνελόπη ἀπέλυσε. δυνατὸν δὲ καὶ ἄλλως ἕνα ἱμάντα εἶναι ἀνοίγοντα τὸ ἐντὸς κλεῖθρον. εἰ δὲ γράφεται, ἱμάντα θοῶς ἀπέλυσε κορώνης, ἔστι νοῆσαι, ὅτι περ ἱμάς τις, ἐκδεδεμένος τοῦ ἔσω μοχλοῦ, ἐξήρτητο τῆς ἔξω κορώνης, ἧς ἀπέλυσεν αὐτὸν ἡ Πηνελόπη. καὶ λαλοῦνται μὲν οὕτω ταῦτα καὶ ὑπονοοῦνται, οὐ μὴν δὲ καὶ νοοῦνται σαφῶς. ῥηθήσεται οὖν τι σαφέστερον μετὰ τὴν ὅλην ἔφοδον τῆς κλειδός. καὶ γὰρ τὰ ἐφεξῆς τῶν [249] παλαιῶν ἔχουσί τινα δυσχέρειαν. τὸ γοῦν κληῗδα ἐνῆκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας, οὕτω πως καθιστῶσιν. ὀχῆας δέ, φασιν, οὐ τοὺς ἔνδον μοχλοὺς, ἢ δύο τυχὸν ὄντας, ἢ ἕνα μὲν, ἐσχηματισμένον δὲ πληθυντικῶς κατὰ σχῆμα ποιητικὸν, ἀλλὰ τὰς λεγομένας βαλάνους τὰς ἐν τῷ χελωνίῳ καταντικρὺ τῆς κλειδός. αἱ περιαγονταί, φασι, καὶ ἀνοίγονται. δοκοῦσι δὲ εἶναι αὗται, ἃς νῦν διαδρόμους φαμέν, διὸ καὶ ἄντα τιτύσκεται, δηλαδὴ καταστοχάζεται τῶν βαλάνων ἐν τῷ ἀνοίγειν, ὡς ἂν αἱ βάλανοί, φασιν, ἀντίαι γένωνται τοῖς γόμφοις τῆς κλειδὸς, ἵνα λέγῃ, ὅτι ἐνῆκεν ἡ Πηνελόπη τὴν κλεῖδα καὶ ἀνέκοπτεν ἤγουν ἀνέκρουεν, ἀνώθει τὰς βαλάνους, τιτυσκομένη, ὡς εἴρηται. καὶ τοῦτο μὲν φράζεται οὕτως, εἰ καὶ γλαφυρῶς, ἀλλ' οὐ πάνυ σαφῶς. ἔχει δέ τι καὶ προσιστάμενον ὁ λόγος, ἐπεὶ οὐ φαίνεται γόμφους ἔχειν ἡ κλεὶς ὡς ἀνακρούειν τὰς βαλάνους, δρεπανοειδὴς δὲ μᾶλλον ἦν, ὡς προείρηται. δυνατὸν οὖν καὶ ἄλλως εἰπεῖν ἀμαθέστερον κατὰ τὸν κωμικὸν καὶ σαφέστερον, ὅτι πρῶτα μὲν ἱμάντα προσδεδεμένον τῇ κορώνῃ, ὁποία τις ἂν καὶ εἴη αὕτη εἴτε κόραξ εἴτε κρίκος, ἀπέλυσεν ἤτοι ἔλυσεν, ὡς εἰ καί τις δεσμὸν ἰήλας κατὰ τὸν ποιητὴν, εἶτα λύσει. καὶ τὸν ἱμάντα οὕτω λύσασα ἐνῆκε τὴν προῤῥηθεῖσαν εὐκαμπέα κληῗδα διά τινος κατὰ τὰς θύρας ὀπῆς, καὶ ἅμα τούς τε ἔσω ἀνέκοπτε μοχλοὺς τῶν θυρῶν διὰ τῆς κληῗδος, καὶ τὰς θύρας δὲ αὐτίκα συγκόψασα κατὰ τὸ σιωπώμενον ἤνοιξεν, ὡς δηλοῖ τὸ, τὰ δ' ἀνέβραχεν. ὡς γὰρ ἐν Ἰλιάδι διὰ τοῦ, αὐτόματοι πύλαι μύκον, τὴν ἄνοιξιν ἐδήλωσε τῶν θυρῶν, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ἀνέβραχεν, ἀρκεσθεὶς καὶ νῦν ἐκ τοῦ παρακολουθοῦντος δηλῶσαι αὐτὸ τὸ ἔργον. παρακολουθεῖ γὰρ τῇ τῶν ἀσφαλῶν θυρῶν ἐκπετάσει τὸ ἀναβραχεῖν, καθὰ καὶ τὸ μυκᾶσθαι· ἃ καὶ ἀμφότερα ἐκ τῶν βοῶν τέτραπται, ἀλλὰ τὸ μὲν μύκον ἐν Ἰλιάδι ἁπλῶς ῥηθὲν ἀνεπεξέργαστον ἔμεινε διὰ τὴν τοῦ μύκον σαφήνειαν, ἐνταῦθα δὲ τὸ ἀνέβραχεν ἐδεήθη καὶ παραβολῆς, ἵνα διασαφηθῇ. ἄλλως γὰρ καὶ φήγινός που ἄξων ἀνέβραχε, καί τινος πεσόντος ἐν μάχῃ τεύχεα ἔβραχεν ἐπ' αὐτῷ. ἐπήγαγεν οὖν τὸ, ἠΰτε ταῦρος, ἵνα τὸ ἀνέβραχε νοηθείη ἐπὶ ταυρείας κυριολεκτεῖσθαι φωνῆς, ὡς τὸ βρυχᾶσθαι ἐπὶ λέοντος. διὸ καὶ δὶς ἐνταῦθα εἶπε τὸ ἀνέβραχε, τὸ μὲν συνθεὶς μετὰ τοῦ ταύρου ἐν τῷ, ἀνέβραχεν ἠΰτε ταῦρος, τὸ δὲ μετὰ τῶν θυρῶν ἐν τῷ, ἔβραχε καλὰ θύρετρα. δῆλον δὲ καὶ ὡς πλεονάζει ἡ πρόθεσις ἐν τῷ ἀνέβραχεν, ὥς περ ἴσως καὶ ἐν τῷ, ἀνέκοπτεν ὀχῆας, καὶ ἐν τῷ, ἀπέλυσε κορώνης ἢ κορώνῃ, ὡς ἐῤῥέθη, κατὰ δοτικήν. ἀλλ' οὕτω μὲν τὸ ἔβραχε καὶ τὸ ἀνέβραχεν ὡς ἀπὸ ταύρου εἴληπται.

(Vers. 50.) τὸ μέντοι, ἀνεπετάσθησαν, ὃ δηλοῖ τὸ μέγεθος τῶν θυρῶν, ἐξ ὁμοιότητος ἐλήφθη διαπεταννυμένων πτερύγων, ἀετοῦ τυχὸν ἢ τοιοῦδε τινὸς μεγάλου ὄρνιθος. καὶ δηλοῖ ὁ ποιητὴς τοῦτο ἐν Ἰλιάδι περί που τὴν τοῦ ω μεγάλου ῥαψῳδίαν παραβολικῶς. ὡς γὰρ τὸ μύκον ἐπὶ θυρῶν μὴ παρασημηνάμενος ἐν Ἰλιάδι ἀπὸ ταύρου λαβεῖν ἐνέφηνεν αὐτὸ ἐνταῦθα διὰ τοῦ, ἀνέβραχεν ἠΰτε ταῦρος, οὕτως ἐνταῦθα θύρας διαπετασθῆναι ἁπλῶς οὕτως εἰπὼν ἑρμηνεύει τὴν λέξιν ἐκεῖ διὰ παραβολῆς τῆς ἀπὸ ἀετοῦ. ἐν τούτοις δὲ μνηστέον τοῦ, κλαυσιᾷ τὸ θυρίον, ὃ κεῖται παρὰ τῷ κωμικῷ, καὶ λογιστέον, ὅσον τὸ διάφορον τούτου πρὸς τὸ Ὁμηρικόν. ἐκεῖνος μὲν γὰρ παίζων πρὸς ἦχον θυρίδος λεῖον καὶ ἄῤῥοιζον οὕτως ἔφρασεν, ἰσχνάνας τὴν προφορὰν τοῦ νοήματος διά τε τοῦ ἀφώνου κάππα καὶ τοῦ ὑγροτάτου λάμβδα. ἐπεὶ καὶ δοκοῦσι τὰ τοιαῦτα θύρια ἐθέλειν κλαίειν ὡσεὶ νεογιλὰ σκυλάκια. Ὅμηρος δὲ σεμνῶς ἅμα καὶ προσφυῶς μεγάλης θύρας εὖ ἀραρυίας τρισμὸν τραχὺν τῇ φράσει μιμούμενον οὔτε ἄφωνόν τι παρείληφε κατὰ τὰ ψιλὰ, οὐδὲ ἀμετάβολον ἰσχνόφωνον, ἀλλ' εὐγενῶς ἐπελέξατο τὸ ἀνέβραχε, τραχυφωνήσας μὲν διὰ τοῦ ρ περιφανῶς, ὑποσεμνύνας δὲ τὸ τραχύφωνον καὶ τῇ τοῦ β συνεκφωνήσει ὡς οἷον βομβοῦντος, ἔτι δὲ καὶ τῇ τοῦ δασέος χ, ἃ δὴ τρία σύμφωνα καὶ τὸ βρυχᾶσθαι ἀποτελοῦσιν.

(Vers. 47.) Ἰστέον δὲ ὅτι τὸ ἀνακόπτειν παρὰ τοῖς ὕστερον καὶ ἀντὶ τοῦ ἀνασειράζειν ἐπὶ ἵππων λέγεται, ὅμοιόν τι ὂν τῷ ἀναχαιτίζειν. ἐκεῖθεν δὲ τροπῆς γενομένης καὶ ὕδωρ ἀνακόπτεσθαι λέγεται. καὶ ἀταξίαν δέ τις ἀνακόπτει ὡς οἷα τινὸς ἵππου δυσηνίου ὁρμήν. Περὶ δὲ ὀχήων ἤτοι ὀχέων καὶ μοχλῶν ἡ Ἰλιὰς ἐδήλωσε. Τὸ δὲ, τάδ' ἀνέβραχε, μετεσχημάτισται ἀπὸ τοῦ θηλυκοῦ γένους τῶν θυρῶν, ὡς πρὸς τὰ ἐπαγόμενα καλὰ θύρετρα.

(Vers. 49.) Τὸ δὲ, βοσκόμενος λειμῶνι, παρατετηρημένως ἔφη, ὡς τοῦ ταύρου τότε ὑπὸ τρυφῆς ἀναβράχοντος μάλιστα.

(Vers. 50.) Τὸ δὲ πληγέντα κληΐδι, ὅμοιον ὡς εἰ καὶ ἀνακοπέντα εἶπε κατὰ τὸ ἀνέκοπτεν ὀχῆας. ἐπεὶ καὶ ταυτόν ἐστι κόπτειν καὶ πλήττειν. ἐκ δὲ τῶν ἀνωτέρω ῥηθέντων, ἤγουν τῆς κληῗδος, τῶν βαλάνων, τοῦ ἀνακόπτειν, τοῦ ἀνακρούειν, καὶ τῶν τοιούτων, λαβών τις [250] παλαιὸς ἐρωτικὴν προσφώνησιν ἐν ἐποποιΐᾳ ἐλάλησε πρὸς γυναῖκα, κομψῶς φράσας· ἣν ὁ βουλόμενος ἀναλεξάσθω εὑρών.

(Vers. 68. sqq.) Ὅτι τοῦ Τηλεμάχου εἰπόντος ἐν ἄλλοις, ὡς μητέρι μοι μνηστῆρες ἐπέχραον, ἐνταῦθα ἐπιεικέστερον ἡ Πηνελόπη λαλοῦσα ὀνειδίζει τοὺς μνηστῆρας· κέκλυτε, εἰποῦσα, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα ἐχράετ' ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ, ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τιν' ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα· τὰ ἐκ παραλλήλου ταυτά· ἀλλ' ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνεται ἄεθλον, θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο, ὃς δὲ ῥηΐτατα ἐντανύσει βιὸν καὶ ἑξῆς πέντε στίχους, οὓς ἔφη νύκτωρ πρὸς τὸν ξεῖνον ἄνδρα, ἐν οἷς δηλοῦται ὡς τῷ διοϊστεύσαντι τῶν πελέκεων ἕψεται ἀφεῖσα τόδε δῶμα· οὗ, ὡς καὶ προεῤῥέθη, μεμνήσεται ἔν περ ὀνείρῳ.

(Vers. 77.) Ἔνθα ὅρα, ὡς οὐδὲ ἡ γυνὴ κρίνει δίκαιον τὸν τοῦ Τηλεμάχου οἶκον αὐτῇ δοθῆναι καὶ ὅς τις ὀπύει καθά τινες τῶν μνηστήρων ἤθελον. ἔστι δὲ καὶ ἐν τοῖς ῥηθεῖσι τὸ ἐχράετε ἀντὶ τοῦ ἐβαρύσατε, ἐπιπεσόντες ἐβιάσασθε, ὡς ἐν τοῖς φθάσασιν ἀκριβέστερον εἴρηται.

(Vers. 69.) Τὸ δὲ, ἐσθιέμεν καὶ πινέμεν αἰεὶ, βοσκηματώδεις καὶ βοροὺς καὶ ἀργοὺς τοὺς μνηστῆρας εἶναι σκώπτει.

(Vers. 68.) Τὸ δὲ, τόδε δῶμα, ἢ ἀντὶ τοῦ κατὰ τόνδε τὸν οἶκον, ἢ τὰ ἐν τῷδε τῷ δώματι, ἵνα ἐκ τοῦ περιέχοντος δηλοῖ τὰ ἐν αὐτῷ. καὶ ἄλλως δὲ, ἀστείως ἔχει τὸ φάναι ἁπλούστερον τὴν γυναῖκα, ὡς οἱ μνηστῆρες αὐτὸ δὴ ὅλον τὸ δῶμα ἐσθίουσι, καὶ ἔχει τι καὶ βαρύτητος ὁ τοιοῦτος λόγος.

(Vers. 69.) Τὸ δὲ ἐμμενὲς τὴν ὁλόψυχον καὶ ἀγήνορα βίαν δηλοῖ. Τὸ δὲ αἰεὶ ταυτὸν τῷ πολὺν χρόνον.

(Vers. 71.) Ἐν δὲ τῷ, μύθου ἐπισχεσίην, οἱ παλαιοὶ μῦθον μὲν ἐνταῦθα ἰδίως τὴν στάσιν λέγουσιν. ἐπεὶ καὶ Ἀνακρέων τοὺς ἐν Σάμῳ θέλων εἰπεῖν στασιαστὰς, μυθηταὶ δ' ἐν νήσῳ, φησὶ, διέπουσιν ἱερὸν ἄστυ, ἀντὶ τοῦ στασιασταὶ ἐπίῤῥητοι, ἢ ἄλλως ἐν μύθοις καὶ μόνοις ἔχοντες τὸ σεμνὸν, ἢ καὶ ἀγορηταὶ βλαβεροί· ἐπισχεσίαν δὲ τὴν πρόφασιν, ἐπεί περ οἱ προφασιζόμενοι ἐπέχουσιν, ὅ ἐστι μένουσιν ἐννοούμενοι, τί ἂν εἴποιεν. ὅθεν διὰ τὸ οὕτως ἐπιμένειν καὶ μύνην τὴν τοιαύτην ἐπισχεσίην μετ' ὀλίγα ἐρεῖ ἐν τῷ, ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, ἤγουν προφάσεσιν, ἵνα ᾖ μύνη οἱονεί τις μονή. μονῆς γάρ τινος χρεία τοῖς προφασιζομένοις καὶ ἐπίσχουσιν ἤτοι ἐπέχουσιν· ἀφ' ἧς λέξεως καὶ οἱ ἐφεκτικοὶ σοφοὶ παρὰ τοῖς παλαιοῖς, ὅ ἐστι σκεπτικοί. ἐκ δέ γε τοῦ μονὴ γίνεται Αἰολικῶς μύνη κατά τε συνήθη βαρὺν τόνον καὶ τροπὴν τοῦ ο ὁμοίως τῷ, ὄνομα ὄνυμα, ἀσσότεροι ἀσσύτεροι, καὶ τοῖς ὁμοίοις. λέγει δέ, φασι, καὶ Ἀλκαῖος τὸ προφασίζεσθαι μύνεσθαι, οἷον, οὐδέ τι μυνάμενος ἄλλο νόημα. ἕτεροι δὲ μύνην φασὶ τὴν πρόφασιν παρὰ τὸ μύειν τὸ στόμα. καὶ ταῦτα μὲν χρήσιμα μετ' ὀλίγον. Ἐνταῦθα δὲ ῥητέον καὶ ὅτι τὸ χῶ μονοσύλλαβον ῥῆμα, ὃ δηλοῖ τὸ χωρῶ, ἐξ οὗ καὶ τὸ χαίνω καὶ τὰ ἀπ' αὐτοῦ, ὡς ἀλλαχοῦ κεῖται, ὧν ἐστι καὶ τὸ χανδὸν καὶ προχάνη ἡ πρόφασις· τὸ τοίνυν τοιοῦτον χῶ πλεονασμῷ τοῦ σίγμα σχῶ γίνεται, ἀφ' οὗ καὶ σχῆμα τὸ μαθηματικὸν, ὡς χωρητικὸν ὂν τοῦ ἐμβαδοῦ, καὶ σχέσις· καὶ αὐτὴ δὲ ἡ Ὁμηρικὴ ἐπισχεσία. ὃ γὰρ ἐπίσχει τις, καὶ ἄλλως δὲ εἰπεῖν, ὅ περ ἴσχει καὶ κατέχει, χωρεῖται οἷον αὐτὸ παρ' ἐκείνῳ, ἐπεὶ οὐκ ἀφίεται, ὅτι δὲ ἐκ τοῦ χῶ καὶ ἡ χειὰ, προσλήψει δὲ συλλαβῆς καὶ ἡ χώρα, ἧς παράγωγον τὸ χωρίον, κεῖται καὶ αὐτὰ ἐν ἄλλοις. ὅτι δὲ τοῦ χῶ δοκεῖ παράγωγον εἶναι ἄῤῥητον καὶ τὸ χάζω, δῆλον ἔκ τε τῆς χάσμης καὶ ἐκ τοῦ χασμᾶσθαι, ὅ περ οὐκ ἐπὶ στομάτων μόνων λέγεται, ἀλλ' ἤδη τροπικῶς καὶ ἐπὶ θύρας ἠνεῳγμένης, ὡς δηλοῖ ὁ γράψας τὸ, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσῆλθε. καὶ τοιάδε μὲν καὶ ταῦτα.

(Vers. 72.) Τὸ δὲ, ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι, σχήματος ἔχει ἀλλαγήν. τὸ γὰρ ἀκόλουθον ἦν οὕτως· οὐ δέ τινα ἄλλην πρόφασιν ποιήσασθαι ἔσχετε, ἀλλὰ τὸ ἐμὲ ἵεσθαι γῆμαι.

(Vers. 73.) Τὸ δὲ ἐπεὶ τόδε φαίνεται ἄεθλον, ἀντὶ τοῦ, ἐπειδὴ ὁ ἀγὼν ἐπ' ἐμοί ἐστι καὶ ἐπὶ τῷ ἐμὲ γῆμαι, καὶ ἐγὼ κεῖμαι προφανῶς τοῦ ἀγῶνος ἔπαθλον. ὃ μετ' ὀλίγα ὁ υἱὸς ἑρμηνεύων φησί· φαίνετ' ἄεθλον οἵη νῦν οὐκ ἔστι γυνὴ καὶ ἑξῆς. ἐνταῦθα δὲ, εἰ μὴ τὸ ἀλλ' ἄγετε νοηθείη ἀντὶ τοῦ, ἀλλὰ σπεύδετε, δοκεῖ ἔλλειψις εἶναι, ἵνα λέγῃ ὅτι ἀλλ' ἄγε πρὸς ἀγῶνα ἑτοιμάσασθε, ἤ τι τοιοῦτον.

(Vers. 79.) Σημείωσαι δὲ ὅτι Ὁμήρου εἰπόντος τὸ, μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ, λαβὼν ἐκεῖθεν Εὐριπίδης ἀνάπαλιν ἔφη ἐν Κερκύονι ἐπὶ φίλου ἀμελοῦς, Ποσειδῶν δὲ ἦν ἐκεῖνος τὸ, πλήσας δὲ νηδὺν οὐδ' ὄναρ κατ' εὐφρόνην φίλοις ἔδειξεν αὐτόν.

(Vers. 82.) Ὅτι Εὔμαιος καὶ Φιλοίτιος οἱ δοῦλοι τὸ δεσποτικὸν τόξον ἰδόντες τιθέμενον ὡς ἐπὶ ἀγῶνι κλαίουσιν, οἷα δεδιότες μή τις νικήσας τῶν μνηστήρων ἀποίσεται τὴν Πηνελόπην. [251] καὶ ἄλλως δὲ κλαίουσιν, ἀναμνησθέντες τοῦ δεσπότου διὰ μέσου τοῦ τόξου, καθὰ καὶ πρὸ αὑτῶν ἡ δέσποινα.

(Vers. 85.) Ἀντίνοος δὲ ἐπισκώπτων φησί· νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες· τουτέστι τὸ παρὸν μόνον καὶ παραυτίκα σκοπούμενοι, πρόνοιαν δὲ τοῦ μέλλοντος μὴ τιθέμενοι. τοῦτο δὲ καὶ σκῶμμα ἐστὶ κατὰ ἀγροίκων ἀνδρῶν, καὶ ἀπειλὴν δέ τινα ἔχει κατὰ τῶν ῥηθέντων δούλων ὡς μὴ προσκεπτομένων ἃ πείσονται.

(Vers. 86.) εἶτα εἰπὼν συνήθως, ἆ δειλοὶ, αἰτιᾶται, διότι δακρύοντες ἐρεθίζουσι καὶ τὴν γυναῖκα εἰς ὅμοια, πενθοῦσαν καὶ ἄλλως δὲ διὰ τὸν ἄνδρα.

(Vers. 89.) εἶτα εἰπών· ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε κλαίετον ἐξελθόντες, καταθέσθαι τε αὐτόθι τὰ τόξα κελεύει καὶ τὸν προκείμενον ἄεθλον ἀάατον λέγει. καὶ οἴεσθαι μέν, φησι, μὴ ἂν ῥᾳδίως τόδε τόξον ἐντανύεσθαι, καὶ ὁμολογεῖ τὴν τοῦ Ὀδυσσέως ἀρετὴν, εἰπών·

(Vers. 93. sqq.) οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ ἐν τοῖσδεσι πᾶσιν, οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα· καὶ γὰρ μνήμων εἰμί· πάϊς δ' ἔτι νήπιος ἦα, ἤγουν ἤμην, ὅτε δηλαδὴ Ὀδυσσεὺς οὔ πω εἰς Τροίαν ἔπλευσε. καὶ οὕτω μὲν οἴεσθαι λέγει περὶ τῶν ἄλλων μνηστήρων εἰπὼν τοῦτο. τῷ δ' ἄρα, φησὶ, θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου· ἐφ' οἷς Ὅμηρος ἀπαίσιον λόγον ἐκρήξας κατὰ τοῦ ἀλαζόνος φησὶ προαναφωνητικῶς·

(Vers. 98.) ἤτοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὅν ποτ' ἀτίμα ἥμενος ἐν μεγάροις, ἐπὶ δ' ὤρνυε πάντας ἑταίρους, ἤγουν αὐτός τε ἠτίμαζε καὶ τοὺς ἄλλους ἠρέθιζε. λέγει δέ πως ὁ ποιητὴς, ὡς οὐκ ἐντανύσει μὲν ὁ Ἀντίνοος τὸ τόξον μόνος τῶν ἄλλων, καθὰ ἔολπε, γεύσεται δὲ πρῶτος ὀϊστοῦ, ὡς καὶ πρῶτος αἴτιος. πάνυ δὲ καιρίως κεῖται τὸ γεύσεται, καὶ οὐκ ἔστιν οὐδὲ ἑρμηνεῦσαι αὐτὸ κάλλιον. ὥρμηται δὲ ἐκ τοῦ, χειρῶν γεύσασθαι, ὃ φθάσας ἔφη ὁ Μελανθεὺς, πλὴν ὅσον ἐκεῖ μὲν χειρῶν γεύσεσθαι ἐῤῥέθη, ἐνταῦθα δὲ ὀϊστοῦ γεύσεσθαι ἐκ χειρῶν. ὁ δὲ ὀϊστὸς ἐκ τοῦ ὀΐω, τὸ κομίζω, γινόμενος εἰκότως διαλέλυται καὶ τρισυλλαβεῖ πρὸς διαστολὴν τοῦ ὀϊστοῦ, ἐξ οὗ σύνθετον τὸ ἀνύποιστον. καὶ ταῦτα μὲν τοιαῦτα. Ὅτι δὲ τὸ, ἐφημέρια φρονέοντες, ἤγουν μόνα τὰ σήμερον, ἔχει τι καὶ ἀπειλῆς, ὡς ἐῤῥέθη, δηλώσει ἐν τοῖς ἐφεξῆς ἅ περ ἀκούσει ἐκ τῶν μνηστήρων ὁ Εὔμαιος φέρων τὸ τόξον τῷ Ὀδυσσεῖ, ὅτι δηλαδὴ ἐὰν θεὸς αὐτοῖς ἱλήκοι τοῦ γάμου καταπραχθέντος, κύνες αὐτὸν ἔδονται. Ἔτι ἰστέον καὶ ὅτι εἰ καὶ τῷ Ἀντινόῳ μεμπτὸν δοκεῖ τὸ ἐφημέρια φρονεῖν, ἀλλ' ἡ τραγῳδία ἔχει τινὰ νοοῦντα, ὡς καὶ τὸ τοιοῦτον ἔστιν οὗ ἀγαθὸν δοκεῖ, τὸ, ζῶν τι δηλαδή τινι καθ' ἡμέραν μέτρια εἶναι πρός γε τὸ ἀρκοῦν. Ἰστέον δὲ ὅτι, ὥς περ κάπρος κάπριος, Αἰτωλὸς Αἰτώλιος, οὕτω καὶ ἐφήμερος ἐφημέριος· ἐξ οὗ τὸ ἐφημέρια. λέγεται δὲ τὸ ἐφήμερος ἐπί τε ἀνθρώπου καὶ ἐπὶ ζῴου δέ τινος ἄλλου. καλοῦνται γὰρ ἐφήμερα ζωΰφια, οἷς δυστυχία τὸ μίαν μόνην ἡμέραν ζῆν, ὁποῖός τις ἱστόρηται εἶναι καὶ ὁ παρὰ τῷ Λυκόφρονι ἰστριεὺς πόρκος.

(Vers. 86.) Κεῖται δ' ἐνταῦθα καὶ φράσις κωλυτικὴ τοῦ ἐρεθίζειν φίλανδρον γυναῖκα εἰς κλαυθμὸν ἐν τῷ, τί νυ δάκρυα κατείβετον ἠδὲ γυναικὶ θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον, ᾗ τε καὶ ἄλλως κεῖται ἐν ἄλγεσι θυμὸς, ἐπεὶ φίλον ὤλεσεν ἀκοίτην;

(Vers. 88.) Καὶ ὅρα τὸ, κεῖται ἐν ἄλγεσι θυμὸς, ἀντὶ τοῦ ἀπρακτεῖ διὰ τὸ πολὺ τοῦ ἄλγους. Ἐντεῦθεν δὲ συνθέντες οἱ μεθ' Ὅμηρον ἐγκεῖσθαι φασὶ τὸ ἐνστατικῶς περί τι ἔχειν.

(Vers. 89.) Τὸ δὲ, ἀλλ' ἀκέων δαίνυσθε, ἀντὶ τοῦ ἡσύχως ἢ ἡσυχάζοντες, περὶ οὗ καὶ προγέγραπται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δὲ εἴρηται, ὀχλεῖ τινὰς διὰ τὸ καινοφανές. διὸ καὶ μεταγράφοντες, ἀλλὰ καὶ ὣς δαίνυσθε, ἀσύμφωνα λέγουσι τοῖς παλαιοῖς.

(Vers. 90.) Τὸ δὲ τόξα πληθυντικῶς ἔφη ἀντὶ τοῦ τόξον, εἰωθὼς ποιεῖν καὶ οὕτω, καὶ μᾶλλον ὅτε τῷ τόξῳ συννοοῦνται καὶ οἱ ὀϊστοί.

(Vers. 91.) Ἀάατος δὲ καὶ νῦν ὁ ἀτηρὸς παρὰ τὴν ἄτην, ἐξ ἧς κατὰ στέρησιν ἄατος ὁ ἀβλαβὴς, καὶ κατὰ δευτέραν στέρησιν ἀάατος ὁ μὴ ἀβλαβὴς, ἀλλὰ δηλαδὴ βλαβερὸς ἤτοι ἀτηρός. αἱ γὰρ δύο στερήσεις, ἑαυτὰς φθείρασαι, ἀφιᾶσι τὴν ἐξ ἀρχῆς λέξιν δηλοῦν τὸ οἰκεῖον. δύναται δὲ ἄλλως ἀάατος εἶναι καὶ ὁ πολυβλαβὴς ὡς ἀπὸ τοῦ ἀάσαι τὸ βλάψαι, ἐξ οὗ ἄατος ἁπλῶς ὁ βλαβερὸς, καὶ κατ' ἐπίτασιν ἀάατος ὁ πάνυ τοιοῦτος.

(Vers. 93.) Τὸ δὲ, οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε εἰς ἔπαινον ἀνδρὸς ἀγαθοῦ. Τὸ δὲ μετὰ ἐστι μὲν ταυτὸν τῇ εν προθέσει, νοηθὲν δὲ ὑπερβατῶς μετὰ τοῦ, ἐν τοῖσδεσι πᾶσιν, ἐκ παραλλήλου κεῖται μετὰ ἰσοδυνάμου προθέσεως. Τὸ δὲ τοῖσδεσιν οὐκ ἂν προπαροξυνθείη εὐλόγως διὰ τὸ πρὸ δύο συλλαβῶν ἔχειν τὸν τόνον· οὐ γὰρ ἂν ἡ ἐπέκτασις ἀλλοιώσῃ τὴν τόνωσιν τοῦ ἄρθρου τῆς δοτικῆς.

(Vers. 99.) Ἐν δὲ τῷ, ὅν ποτ' ἀτίμα, σημείωσαι τὸ ποτὲ. οὐ [252] παλαιὸν χρόνον δηλοῦν οὐδὲ ἐνταῦθα, ἀλλ' ἁπλῶς οὕτω κείμενον ὡς ἐκ περιττοῦ. δῆλον γὰρ ὡς χθὲς ἠτίμα τὸν Ὀδυσσέα. ἔστι δὲ ὅμως καὶ τοῦτο χρόνου δηλωτικὸν, εἰ καὶ μὴ μακροῦ κατὰ κοινὴν συνήθειαν. καὶ γὰρ καὶ ὁ χθὲς ἀτιμῶν ποτὲ ἀτιμᾷ, καὶ ὁ σήμερον δὲ ἕωθεν ποιῶν τί ποτε ποιεῖ. οὕτω δὲ καὶ ὁ νῦν αὐτίκα ἐνεργῶν ποτὲ ἐνεργεῖ. γράφεται δὲ καὶ, ὃν τότ' ἄτιμα, ὃ ἐκ τοῦ θέματός ἐστι, ἐξ οὗ, ὡς προεῤῥέθη, καὶ τὸ ἀτίμησε καὶ ἀτίμητος ὃ ἄτιμος.

(Vers. 102.) Ὅτι θελήσας πρῶτος ὁ Τηλέμαχος τοῦ πατρικοῦ τόξου πειράσασθαι, ποιεῖ αὐτὸ εὐμεθόδως. καὶ δεινοπαθήσας εἰ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς γελᾷ καὶ αὐτὸς καὶ τέρπεται. εἶτα τὴν μητέρα ἐπαινέσας καὶ τοὺς μνηστῆρας ὑπαλείψας γίνεται τοῦ ἀγῶνος, καὶ στήσας τοὺς πελέκεας εὐκόσμως, οὓς οὐδέ ποτε εἶδε, πειρητίζει τοῦ τόξου· ὃ καὶ ἐτάνυσεν ἂν, εἰ μὴ ὁ πατὴρ Ὀδυσσεὺς λάθρα ἀνανεύσας ἐπέσχεν, ἵνα μὴ ὕστερον οἱ μνηστῆρες ἀδυνατοῦντες φθονήσωσι καὶ ἴσως ἐρεθισθῶσι πρὸ καιροῦ καὶ γένηται τὰ τῆς μνηστηροφονίας καὶ δυσχερῆ καὶ οὐκ εὔπλαστα. ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη· ὢ πόποι, ἦ μάλα με θεὸς ἄφρονα θῆκεν, ὅ τις εἴποι ἂν καταγινώσκων ἑαυτοῦ· μήτηρ μέν μοι φησὶ φίλη, πινυτή περ ἐοῦσα, ἄλλῳ ἅμ' ἕψεσθαι νοσφισαμένη τόδε δῶμα. αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.

(Vers. 106.) ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ, ὡς ἡ μήτηρ εἶπε, τόδε φαίνεται ἄεθλον, ἤγουν, οἵη νῦν οὐκ ἔστι γυνὴ κατ' Ἀχαιΐδα γαῖαν, οὔτε Πύλου ἱερῆς οὔτ' Ἄργεος οὔτε Μυκήνης, οὔτ' αὐτῆς Ἰθάκης, οὔτ' ἠπείροιο μελαίνης. καὶ δ' αὐτοὶ τόδε ἴστε· τί με χρὴ μητέρος αἴνου; ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, μηδ' ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν. καὶ αὐτὸς δ' ἂν ἐγώ, φησι, τόξου πειρησαίμην. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, οὐκ ἄν μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ λείποι ἅμ' ἄλλῳ ἰοῦσα,

(Vers. 116.) ὅτ' ἐγὼ κατόπισθε λιποίμην, οἷός τε ἤδη πατρὸς ἀέθλια κάλ' ἀνελέσθαι, ἤγουν οἷος ἀεθλεύειν κατὰ τὸν πατέρα. ἔφη ὁ παῖς. καὶ ἀπ' ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν ὀρθὸς ἀναΐξας,

(Vers. 119.) ἀπὸ δὲ ξίφος ὀξὺ θέτ' ὤμων· ἔφερε γὰρ καὶ ξίφος κατά τε ἔθος καὶ ἐπίτηδες διὰ τὸ μελετηθέν. δῆλον δ' ὅτι διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἔγχος ἐγγὺς ἔχει, περὶ ὃ ἐν τῷ τέλει τῆς ῥαψῳδίας βάλλει τὴν χεῖρα. οὗ ἕνεκεν καὶ παρέῤῥιψε φθάσας ὁ ποιητὴς πρὸ ὀλίγων δύο στίχους, δηλοῦντας ὡς ἔγχος ἔχων ὁ Τηλέμαχος ἐξῆλθεν εἰς ἀγορὰν, ξίφους ἐκεῖ μὴ μνησθεὶς, ὅ περ ἐνταῦθα κεῖται. καὶ τέως οὕτω καὶ τὴν χλαῖναν καὶ τὸ ξίφος ὁ νέος ἀποθέμενος πρῶτον μὲν πελέκεας στῆσε, διὰ τάφρον ὀρύξας πᾶσι μίαν μακρὴν, καὶ ἐπὶ στάθμην ἴθυνεν·

(Vers. 122. sqq.) ἀμφὶ δὲ γαῖαν ἔναξε, στήσας δηλαδὴ κατὰ τὸ σιωπώμενον τοὺς πελέκεας. τάφος δ' ἕλε πάντας ἰδόντας, ὡς εὐκόσμως στῆσεν, οἷα δηλαδὴ θυμόσοφος καὶ αὐτομαθὴς τοῦ καλοῦ, ὧν δηλωτικὸν τὸ, πάρος δ' οὐ πώποτ' ὀπώπει. εἶτα στὰς ἐπ' οὐδὸν καὶ τόξου πειρητίζων τρὶς μέν μιν πελέμιξεν ἐρύσεσθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου καὶ οὕτω καταπλήξειν μὲν τοὺς μνηστῆρας, ἐπιδείξειν δὲ τῷ πατρὶ ὡς ἀξιόμαχός ἐστι συναγωνίσασθαι. καὶ δὴ ἄν, φησιν, ἐτάνυσε βίῃ τὸ τέταρτον ἀνέλκων,

(Vers. 129.) ἀλλ' Ὀδυσσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ, τὸ κρεῖττον αὐτὸς βουλευσάμενος καὶ τῷ σύν τε δύ' ἔρχεσθαι πρὸ ὃ τοῦ νοήσας τὸ δέον κατὰ τὴν ἐν Ἰλιάδι γνωμολογίαν. καὶ οὕτω φθόνον τε ἔπαυσε τὸν, ὡς ἐῤῥέθη, ἐμποδίσοντα ἴσως εἰς τὸ ἔργον, καὶ καταμαλαχθῆναι δὲ τὸ τόξον ἐκώλυσε, μὴ καὶ εὐχερῶς εἴξῃ τοῖς μνηστῆρσιν εἰς τανυσμόν. καὶ οὐδὲ ἀφῆκεν ἐκείνους ἐρεθιστικὸν ζῆλον ἀναλαβεῖν πλείω τοῦ δέοντος ἐπὶ ἑλκυσμῷ τοῦ τόξου. εἰκὸς γὰρ ἑλκύσαντος μὲν Τηλεμάχου βιάσασθαι καὶ ἐκείνους τὴν τανυστήν. ὁμολογήσαντος δὲ ἀδυνατεῖν ἀναπεσεῖν καὶ ἐκείνους ὡς μηδέν τι καινοπαθοῦντας. καὶ τοίνυν ὁ Τηλέμαχος τίθησι χαμᾶζε τὸ τόξον, κλίνας κολλητῇσιν εὐξέσταις σανίδεσσιν· αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, πρότερον εἰπών·

(Vers. 131.) ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ' ἔσομαι καὶ ἄκικυς, ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρ' ἀπαμύνεσθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἃ δὴ νέῳ εἰπεῖν πρέπει ἀγαθῷ μὲν, δυστυχήσαντι δὲ κατὰ πρώτην ἀγῶνος πεῖραν.

(Vers. 134.) ἐφ' οἷς καὶ τοὺς μνηστῆρας τεχνικῶς κολακεύων, ἀλλ' ἄγετέ, φησιν, οἵ περ ἐμεῖο προφερέστεροί ἐστε, τόξου πειρήσασθε καὶ ἐκτελέωμεν ἄεθλον, λόγος οὗτος ἔκ τινος ταπεινοτέρου ἀεθλευτοῦ πρὸς κρείττονας.

(Vers. 103.) Σημείωσαι δὲ, ὅτι καὶ ἐνταῦθα ἐσχημάτισέ τινας τῶν τοῦ Τηλεμάχου λόγων ὁ ποιητής. αὐτίκα τὸ, μήτηρ μέν μοί φησιν ἄλλῳ ἕψεσθαι, ἔμφασιν ἔχει τοῦ μὴ ἂν οὕτω γενέσθαι· οὐ γὰρ εἶπεν, ὅτι ἕψεταί τινι, ἀλλ' αὐτὴ τοῦτο φησὶ, πινυτὴ μὲν οὖσα, οὐκ εἰδυῖα [253] δὲ δηλαδὴ τὸ πρᾶγμα· ἔτι καὶ τὸ,

(Vers. 111.) μὴ δ' ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ἐσχημάτισται καὶ αὐτό· λέγει μὲν γὰρ φαινομένως, ὅτι πειράσασθε, εἰ τοξεύσετε, δηλοῖ δὲ ἄλλως τὸ ἐγγὺς γενέσθε τοῦ κατατοξεύεσθαι καὶ, ὡς εἰπεῖν, γεύσεσθε τοῦ τόξου· ἔτι δὲ καὶ τὸ,

(Vers. 115.) οὐκ ἄν μοι ἀχνυμένῳ δώματα μήτηρ λείποι καὶ ἑξῆς, ἐπιδεξίως ὑπολαλεῖ αὐτὸ τοῦτο, ὡς οὐκ ἂν λυπηθείη αὐτὸς λιπούσης αὐτὸν τῆς μητρός· οὐ γὰρ ἂν λείποι ἀλλὰ παραμενεῖ τανυσθέντος εὐτυχῶς τοῦ τόξου. Ἰστέον δὲ ὅτι τὸ, οὐκ ἄν μοι ἀχνυμένῳ, γράφεται καὶ ἀχνυμένη, ἡ μήτηρ δηλαδή· καὶ εὐοδοῦται καὶ τοῦτο εἰς ὀρθὴν ἔννοιαν.

(Vers. 122.) ἔτι πρὸς τοῖς ῥηθεῖσι καὶ τὸ, τάφος δ' ἕλε πάντας, τῇ ὁμωνυμίᾳ τοῦ κατὰ τὴν ἔκπληξιν τάφου τὸν νεκροδόχον ὡς ἐν αἰνίγματι ἀστείως παραλαλεῖ.

(Vers. 135.) οὕτω δὲ καὶ τὸ, ἐκτελέωμεν ἄεθλον, δοκεῖ μὲν περὶ τῶν μνηστήρων λέγειν, ἰδιάζει δὲ τὸν νοῦν εἴς τε τὸν πατέρα καὶ ἑαυτόν.

(Vers. 111.) Ὅρα δὲ τὸ ἄγε καὶ τὸ ἄγετε, τὸ μὲν ἑνικῶς, τὸ δὲ πληθυντικῶς ἐπὶ πλήθους ἄμφω κατὰ Ὁμηρικὴν συνήθειαν καὶ ἐνταῦθα λεχθέντα ἐν τῷ, ἀλλ' ἄγετε μνηστῆρες, καὶ, ἀλλ' ἄγε, μὴ παρέλκετε. Ἐν ᾧ καὶ σημείωσαι κειμένην οὐ πάνυ συνήθη τῷ ποιητῇ ἐπανάληψιν. εἰπὼν γὰρ, ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ' ἄεθλον, καὶ ἀπαιωρήσας οὕτω τὸν λόγον, ἐπάγει τὸ, ἀλλ' ἄγε, μὴ μύνῃσι παρέλκετε.

(Vers. 106.) Τὸ δὲ, φαίνεται ἄεθλον, ἀντὶ τοῦ, πέφῃνε καὶ εἰς φῶς ἔκκειται, ὁποῖα τὰ ἐν τοῖς ἀγῶσι προκείμενα ἔπαθλα. χρῆσις δὲ τοῦδε τοῦ φαίνεται καὶ πρὸ τούτων ἐν τῷ, τὰ μὲν ὑμέτερα ἀεικέα ἔργα φαίνεται. Σημείωσαι δὲ καὶ ὅτι ἡ Πηνελόπη μὲν ἐν τῷ, ἀλλ' ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνεται ἄεθλον, οὐδέν τι περιαυτολογῆσαι προέθετο, ἐπεὶ μηδὲ ἐχρῆν· ὁ δὲ ῥήτωρ φίλος υἱὸς ἔπαινον αὐτῆς ἐνταῦθα εἶπεν, ὃς ἦν ἂν μεγαλοπρεπέστερος, εἴ περ ἠρκέσθη ὁ παῖς εἰπὼν, οἵα νῦν οὐκ ἔστι γυνὴ, καθὰ καὶ ἡ μήτηρ σιγήσασα παντελῶς πλείω ἑαυτὴν ἐσέμνυνε διὰ μόνου τοῦ, τόδ' ἄεθλον. νῦν δὲ μερικεύσας αὐτὸς καὶ ὡρισμένως προσθέμενος τὸ, κατ' Ἀχαιΐδα γαῖαν καὶ ἑξῆς, σμικρῦναι δοκεῖ καὶ ἀποστενῶσαι τὸν ἔπαινον. καὶ ὅμως ἔστι νοῆσαι ἄλλως, ὅτι ἡ σύγκρισις τῷ ῥήτορι πρὸς μόνας νῦν τὰς Ἑλληνίδας γίνεται· ὧν πασῶν ὑπεξαίρει τὴν Πηνελόπην, εἰπὼν τὸ κατ' Ἀχαιΐδα γαῖαν. αἱ γὰρ ὁποιδή ποτε Ἑλληνίδες Ἀχαιΐδες ἂν εἶεν ὡς ἐκ μέρους τοῦ κρείττονος. δῆλον δὲ, ὡς ὑπερτίθησι τὴν μητέρα καὶ αὐτῆς Ἑλένης τῆς περιπύστου, εἴ περ Ἀργεία καὶ ἐκείνη. εἰ τοίνυν πρὸς μὲν τὰς βαρβάρους ἀσύγκριτος ὡς Ἑλληνὶς αὕτη, τῶν δὲ Ἑλληνίδων οὐδεμία ἐστὶ κατ' αὐτὴν, πασῶν λοιπῶν ὑπερκεῖσθαι λέγοι ἂν αὐτὴν ὁ παῖς.

(Vers. 108.) Τὸ δὲ, οὔτε Πύλου ἱερῆς οὔτε Μυκήνης, ἐκ περισσοῦ κείσθαι δοκεῖ· συνεπινοοῦνται γὰρ τῷ Ἄργει καὶ αὐταὶ, εἴ περ Ἄργος μὲν ἡ ὅλη τοῦ Πέλοπος νῆσος, Πύλος δὲ καὶ Μυκήνη ἐντὸς αὐτῆς. ἴσως οὖν ἢ τῷ ὅλῳ συνήθως τὰ μέρη συμπεριείληφεν ἁπλοϊκώτερον ὁ παῖς, ἢ ἐπίτηδες ἄλλως αὐτὸ πεποίηκεν, ἵνα μὴ μόνου Ἄργους μνησθεὶς δόξῃ τὴν μητέρα ἐξ ὀρθοῦ τῇ Ἀργείᾳ Ἑλένῃ συγκρίνειν, ἣν καὶ αὐτὴν, ὡς εἰκὸς, δι' αἰδοῦς ἄγει ὡς ξεινοδόκον, καθὰ προδεδήλωται. Ἰστέον δὲ καὶ ὅτι, ὅτε εἶπεν Εὐρύμαχος τῇ Πηνελόπῃ, ὡς εἰ πάντες σὲ ἴδοιεν ἀν' ἴασον Ἄργος Ἀχαιοὶ, πλέονες ἂν μνηστῆρες εὑρεθεῖεν ἐνταῦθα ἕωθεν, ἐπεὶ περίεσσι γυναικῶν, τοιοῦτον τινὰ καὶ ἐκεῖνος ἔπαινον ἔλεγε τῆς γυναικὸς, ὁποῖον καὶ ὁ Τηλέμαχος ἐνταῦθα φησίν.

(Vers. 107.) Ἀχαιῒς γὰρ γῆ δύναται νοηθῆναι νῦν ἡ κατὰ τὸ ῥηθὲν ἐκεῖ ἴασον Ἄργος, περὶ ὃ καὶ χώρα ἡ ἰδίως Ἀχαΐα λεγομένη.

(Vers. 108.) Ἱερὴν δὲ Πύλον λέγει ἢ ἁπλῶς κατὰ κοινὸν ἐπίθετον, ἱεραὶ γὰρ ἅπασαι πόλεις, ἢ καὶ διὰ τὰς ἐκεῖ θυσίας, ἃς ἡ ἀρχὴ τῆς γ ῥαψῳδίας προέφῃνε.

(Vers. 110.) Τὸ δὲ, καὶ δ' αὐτοὶ τόδε ἴστε, τί με χρὴ μητέρος αἴνου; παρῳδηθείη ἄν ποτε, ὅτε τις τὸν πᾶσι γνωστὸν ἐπαινεῖ.

(Vers. 111.) Τὸ δὲ, ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, εἰς ἀπροφάσιστον ἐρεθίζει σπουδήν. μύνη γὰρ, ὡς πρὸ ὀλίγων

(Vers. 71.) ἐῤῥέθη, ἡ πρόφασις.

(Vers. 112.) Τὸ δὲ παρέλκειν ταυτὸν τῷ διατρίβειν ἐστὶν, οἷον, οὔ τι διατρίβω μητρὸς γάμον. Ἡ δὲ τανυστὺς λέξις μὲν καὶ αὐτὴ ποιητική· γίνεται δὲ ἀπὸ τοῦ τανύειν, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ, ὀϊζὺς, ῥυστακτὺς, βρωτὺς, ἐδητὺς, καὶ τῶν ὁμοίων.

(Vers. 117.) Τὸ δὲ, ἐγὼ λιποίμην, οἷος ἤδη πατρὸς ἀέθλια καλὰ ἀνελέσθαι, ὁ ἐοικὼς ἀνδρείῳ ἢ καὶ ἄλλως ἀγαθῷ πατρὶ λέγοι ἄν.

(Vers. 118.) Ἡ δὲ χλαῖνα φανερῶς καὶ ἐνταῦθα μανδύας φαίνεται εἶναι. οὐ γὰρ ἀπεδύσατο χλαῖναν ὁ παῖς, ἄλλ' ἀπ' ὤμοιϊν ἔθετο, καθὰ καὶ ξίφος ὀξὺ ἀπ' ὤμων θέτο. Φοινικόεσσα δὲ αὐτὴ τῷ Τηλεμάχῳ οἷα βασιλέως υἱῷ.

(Vers. 119.) Ὅρα δὲ ὡς ἐν τῷ, ὀρθὸς ἀναΐξας, ἡ ἀνα πρόθεσις ἐκτείνει τὴν λήγουσαν διὰ τὴν ἐπιφερομένην ὀξεῖαν λόγῳ κοινῆς [254] συλλαβῆς.

(Vers. 120.) καὶ ὅτι τάφρος οὐ μόνον ἐπὶ πολλοῦ βάθους ὀρύγματος, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ὀλιγίστου· τὸ γὰρ ἐπὶ τῇ στάσει τῶν πελέκεων ὄρυγμα τάφρον εἶπεν, ἣν μακρὰν μὲν ὀρύττει ὁ παῖς, ὅτι μηδὲ ἔδει πλάτους αὐτῇ.

(Vers. 121.) ἐπὶ στάθμην δὲ ἰθύνει, ὡς ἂν αἱ στειλειαὶ τῶν πελέκεων κατ' εὐθὺ ἐφεξῆς κείμεναι διοϊστευθῶσιν ἀκωλύτως.

(Vers. 122.) Τὸ δὲ ἔναξεν ἀντὶ τοῦ ἐπίλησεν ἢ πατήσας ἢ χερσὶ συμπιλήσας. ἀπὸ τοῦ νάσσω δὲ ἡ λέξις γίνεται, ὅθεν καὶ ναστὸς ἄρτος ὁ πυκνὸς, εἰς ὃ φέρεται καὶ χρῆσις· μάζαν ναξάμενος, ὅ τινες καὶ μαξάμενος γράφουσιν, ὡς εἶναι ἐτυμολογικὸν τὸ μάζαν μαξάμενος. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου δηλοῦται, ὅτι ναστὸς ἄρτου πεπιλημένου εἶδος καὶ οὐχὶ ὠγκωμένου. ἦν δέ, φησι, καὶ ναστὸς πλακοῦς ἔχων ἔνδον καρυκείας.

(Vers. 123.) Τὸ δὲ, οὔ πώ ποτ' ὀπώπει, οὐκ ἂν εἴη ζηλωτὸν ἐν γραφῇ πεζῇ διὰ τὸ ἐπάλληλον τῆς τῶν ἀφώνων ἀηδίας κατὰ τὴν ἐκφώνησιν.

(Vers. 125.) Πελεμίζειν δὲ ὅτι τὸ κινεῖν ἐστὶ καὶ μάλιστα βίᾳ, πολλαχοῦ δεδήλωται. Ἐν δὲ τῷ, μεθῆκε βίῃ, καθ' ὑπερβατὸν ἡ σύνταξις. λέγει γὰρ ὅτι μενεαίνων ἦν ὁ νέος ἐρύσεσθαι βίῃ τὸ τόξον, ὡς δηλοῖ ἐπαχθὲν καὶ τὸ, ἐτάνυσεν ἂν βίῃ τὸ τέταρτον ἀνέλκων, ἐν οἷς νοητέον ἠσκημένον εἶναι τὸν παῖδα τοξεύειν· οὐ γὰρ ἂν ἄλλως τοιαῦτα εἶχε ποιεῖν.

(Vers. 129.) Τὸ δὲ, Ὀδυσσεὺς ἀνένευεν, ἀντὶ τοῦ, ἐκώλυεν ἀνανεύων. διὸ καὶ ἑρμηνεύων ἐπήγαγε τὸ καὶ ἔσχεθεν ἱέμενον. οὕτω δὲ καὶ τοῦ, κακὸς ἔσομαι, ἑρμηνεία τὸ, καὶ ἄκικυς.

(Vers. 137.) Εὐξέστας δὲ σανίδας τὰς θύρας λέγει. κορώνην δὲ τὸ τοῦ τόξου ἄκρον, ἔνθα τὸ, καλῇ κορώνῃ, ὅμοιόν τί ἐστι τῷ, χρυσέῃ κορώνῃ. ἐπεὶ πολλαχοῦ καλὸς ὁ χρυσὸς καὶ καλὰ τὰ ἐξ αὐτοῦ. τινὲς δὲ κορώνην καὶ νῦν ἐνόησαν τὸ τῆς θύρας ἐπίσπαστρον. κρεῖττον δὲ ὅμως τὸ πρῶτον.

(Vers. 141.) Ὅτι Ἀντίνοος εὐτυχῶς δῆθεν ἐθέλων τοὺς μνηστῆρας τὸ τόξον μεταχειρίσασθαι, ὄρνυσθέ, φησιν, ἑξείης ἐπὶ δεξιὰ ἢ καὶ προπαροξυτόνως ἐπιδέξια κατὰ τὸ ἐν δέξια, ἀρξάμενοι τοῦ χώρου, ὅθεν τέ περ οἰνοχοεύει. εὔλογον δέ, φασιν, εἰσιόντων εἰς τὸν ἀνδρῶνα ἐνδεξιᾷ κεῖσθαι τὸν κρατῆρα. ἦν δὲ ὄφελος οὐδὲν τοῖς ἀδίκοις τοῦ ἐκ δεξιῶν ἄρξασθαι τῆς τόξου πείρας. Ἐλλειπτικῶς δὲ εἴρηται τὸ οἰνοχοεύει· λείπει γὰρ ὁ οἰνοχόος ἢ ὁ οἰνοχοεύων, νοούμενος κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα καὶ αὐτὸς ἐκ τοῦ ῥήματος.

(Vers. 145.) Ὅτι μνηστῆρα τινὰ εἰπὼν ἐνταῦθα ὁ ποιητὴς παρὰ κρατῆρα καλὸν καθῆσθαι δοκεῖ τισὶ περιεκτικῶς κρατῆρα λέγειν, ἔνθα κρατῆρες ἵσταντο ἐπεστεμμένοι ποτοῖο, ἢ μᾶλλον προσηγορικῶς διὰ τοῦ κρατῆρος κρατῆρας πολλοὺς δηλοῦν. οὐ γὰρ ἂν εἷς ἦν κρατὴρ τοῖς τοσούτοις. καλὸς δὲ ὁ τοιοῦτος διὰ τὸ ἐξ ὕλης τιμίας τοὺς κρατῆρας εἶναι.

(Vers. 144.) Ὅτι Λειώδης πρῶτος ἀνίστατο, ὃς θυοσκόος μὲν ἦν. παρὰ κρατῆρα δὲ, ὡς προσεχῶς ἐγράφη, καλὸν ἷζε μυχοίτατος αἰεί· ἀτασθαλίαι δέ οἱ οἴῳ ἐχθραὶ ἦσαν, πᾶσι δὲ νεμέσσα μνηστήρεσσιν. οὗτος δὴ τόξον λαβὼν καὶ βέλος ὠκὺ ἔστη ἐπ' οὐδὸν ἵνα κατὰ τῶν ἔξω πελέκεων ὀϊστεύσῃ, καὶ τόξου πειρήτιζεν, οὐδέ μιν ἐτάνυσεν. πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων, ἀτρίπτους ἁπαλάς. εἶπε δὲ τοῖς ἄλλοις· ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.

(Vers. 153.) εἶτα λοξόν τι λόγιον ὡς οἷα φήμην ὁ ποιητὴς παραῤῥίπτων διὰ τοῦ ῥηθέντος θυοσκόου φησί· πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἅ περ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτό. ἐφ' οἷς ἐπισκιάζων ὁ ποιητὴς τεχνικῶς τὸ πάνυ σαφὲς τοῦ οἷον χρησμοῦ ἀποδίδωσιν αἰτίαν τοῦ εἰπεῖν πολλοὺς θυμοῦ στερήσεσθαι διὰ τὸ τόξον τὸ, ἐπεὶ πολὺ φέρτερόν ἐστι τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗ ἕνεκεν αἰεὶ ἐνθάδε ὁμιλέομεν.

(Vers. 157.) εἶτα καὶ τοῖς ἄλλοις οὐκ ἀγαθὴν ἐλπίδα διδούς φησι· νῦν μέν τις καὶ ἔλπεται γῆμαι Πηνελόπειαν Ὀδυσῆος παράκοιτιν. ἐπειδὰν δὲ τόξου πειρήσεται ἠδὲ ἴδηται, ἄλλην δῆτα μνάσθω ἐέδνοις διζήμενος· ἡ δὲ γήμαιτο, ὃς ἂν πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. ἐμφαίνει δέ πως καὶ αὐτὸς μαντικῶς τὸν Ὀδυσσέα.

(Vers. 158.) διὸ καὶ Πηνελόπειαν ἔφη Ὀδυσῆος παράκοιτιν διὰ τὸ ἐκείνῳ ἀποκεῖσθαι αὐτὴν, εἰ καὶ οἱ μνηστῆρες αὐτῆς ἕνεκεν ἀεὶ, τουτέστιν ἤματα πάντα, ἐνθάδε ὁμιλοῦσιν, ὡς οἷα τέλους αὐτῆς ἐφιέμενοι. τοῦτο γάρ ἐστι τὸ, οὗ ἕνεκεν· ᾧ περ ὅμοιόν ἐστι καὶ τὸ, τόδε φαίνεται ἄεθλον, ὃ πρὸ ὀλίγων εἴρηται.

(Vers. 144.) Ὅρα δὲ ὡς εἰ καὶ ἀγαθός τις ὁ Λειώδης ἐνταῦθα παραδέδοται, ὅμως ὑπερφιάλοις συνὼν ἀπωλεῖται δι' αὐτὸ τοῦτο καὶ μόνον, ὅτι ἀλλοτρίαν ὡς οὐκ ἐχρῆν μνηστεύεται. καὶ προβαλεῖται μὲν ἐν τοῖς ἑξῆς τὸ μήτε τι ῥέξαι ἀτάσθαλον, ἀλλὰ καὶ τοὺς ἄλλους παύειν. ἐρεῖ δὲ καὶ θυοσκόος εἶναι, εἴ πως τιμηθεὶς ἐλεηθῇ. ἀκούσει δὲ ἐκ τοῦ Ὀδυσσέως ἅ περ οὐκ ἐθέλει.

(Vers. 145.) Ἰστέον δὲ ὅτι θυοσκόος ἐστὶν ὁ διὰ τοῦ θυμιᾶν ἢ ἱερεύειν μαντευόμενος. θύος μὲν γὰρ τὸ θέμα, ἤγουν ἱερεῖον [255] ἢ τὸ θυμίαμα· κοεῖν δὲ τὸ νοεῖν, ὅθεν καὶ μακκοᾶν τὸ μὴ νοεῖν, ἀλλ' ἀνοηταίνειν. θυοσκόος οὖν ὁ διὰ θυῶν κοῶν ἤτοι νοῶν τὰ μέλλοντα. καὶ ἄλλως δὲ θυοσκόος ὁ θύτης, ὁ τὰ θύη κέων ἀπὸ τοῦ κέω τοῦ γραφομένου διὰ τοῦ ε ψιλοῦ, ἐξ οὗ μετ' ὀλίγα καὶ τὸ, ἄγε δὴ πῦρ κεῖον ἐνὶ μεγάροισιν, ὅ ἐστι καῦσον, ἀπὸ τοῦ κέον πλεονασμῷ τοῦ ἰῶτα. καὶ ἄλλαι δὲ χρήσεις, ὡς καὶ προδεδήλωται, εἰσίν. ἐξ ὧν εὐλογεῖται καὶ ἡ διὰ τοῦ ε ψιλοῦ γραφὴ τοῦ κέω. ἔστι γὰρ, ὡς καὶ αὐτὸ προεῤῥέθη, κέω πρωτότυπον. ἐξ οὗ κατὰ συναίρεσιν κῶ, ἐκ δὲ τούτου τὸ καίω, ὡς γῶ γαίω, μῶ μαίω, καὶ ὅσα τοιαῦτα, ἵνα εἶεν δύο ῥήματα, κέω διὰ ψιλοῦ καὶ καίω διὰ διφθόγγου, ἐκεῖνο μὲν πρωτόθετον, τοῦτο δὲ ὕστερον ἐκ παραγωγῆς. ἐξ ἐκείνου δὲ τοῦ πρωτοτύπου κέω καὶ τὸ κειάμενοι πυρὰ πολλά. Παρὰ κρητῆρι δὲ ὁ θυοσκόος ἵζει, ὡς τῶν μνηστήρων, οἷα εἰκὸς, δεδιότων, καθά που καὶ ἐλάλησαν, μή τις λαθὼν κρητῆρι φάρμακον ἐμβάλῃ καὶ αὐτοὺς πάντας ὀλέσῃ.

(Vers. 146.) Τὸ δὲ μυχοίτατος, ὃν μυχαίτατόν φησιν ἡ μεθ' Ὅμηρον Ἀτθὶς, ἔχει τι ῥητορικῆς ἀντιθέσεως πρὸς τὸ, Λειώδης δὲ πρῶτος ἀνίστατο. ἀντιθετικὸν γὰρ τὸ, πρῶτος ἀνίστατο ὁ ἵζων μυχοίτατος, ἤγουν ἐνδύτατος. γίνεται δὲ τὸ μυχαίτατος ἐκ τοῦ μυχὸς προσλήψει τοῦ ἰῶτα, ὡς ἀδιάφορον ὂν εἴτε μυχοίτατος εἴπῃ τις εἴτε μυχώτατος. καὶ ἔστιν ὅμοιον τῷ, πάρος παροίτατος, οὗ καὶ συγκριτικὸν ἐν Ἰλιάδι ἐστὶ, παροίτεροι ἵπποι, ὅ πέρ ἐστιν ἔμπροσθεν ὄντες, προτρέχοντες. Σημείωσαι δὲ ὅτι, καθὰ τὸ μυχοίτατοι τροπῇ τοῦ ο εἰς ἄλφα μυχαίτατος γίνεται Ἀττικῶς, οὕτω καὶ ἐκ τοῦ πρωῒ πρώϊος, οἷον, τὴν ἐνέδησα πρώϊον, παράγεται τὸ πρωϊαίτερος. οὕτω δὲ καὶ ἐκ τοῦ ἔργον ὁ προυργιαίτερος, πελονάσαντος αὐτόθι τοῦ ἰῶτα, ὡς ἐν τῷ, κάμινος καμιναῖος καμινιαῖος, καὶ μνᾶ μνααῖος λίθος καὶ κατὰ πλεονασμὸν μναϊαῖος παρὰ Ἀριστοτέλει. ἔστι δὲ καὶ φιλαίτερος καθ' ὁμοίαν ἀναλογίαν. πρὸς ἣν, ὡς ἐφάνη καὶ ἐν ἄλλοις, παρῆχθαι καὶ ὁ μεσαιπόλιος καὶ ὁ Πυλαιμένης καὶ τὸ τιθαιβώσσειν καὶ ὅσα τοιαῦτα. ὡς δὲ κατὰ τὰ ἄνω κείμενα λέγεται καὶ ὁ μεσαίτερος, καὶ ὅτι καὶ αὐτὸ καὶ τὰ κατ' αὐτὸ πρὸς ὁμοιότητα ἐστὶ τοῦ, πέρας περαίτερος, γῆρας γηραίτερος, καὶ τῶν ὁμοίων, οὐκ ἄδηλον ἐστίν. Ἰστέον δὲ καὶ ὡς οὐδέν τι καινὸν εὐτάκτως πρῶτον ἀναστῆναι τὸν μυχαίτατον διὰ τὸ ἐκεῖθεν εἶναι τὸ ἀκόλουθον τῆς ἀρχῆς. οὕτω γὰρ καὶ πρὸ τούτων Ἀντίκλεια εἶπε τῷ Ὀδυσσεῖ, ὡς πολλοὶ ποταμοὶ ἐν μέσῳ τοῖς ἐνταῦθα ἥκουσιν, Ὠκεανὸς μὲν πρῶτα· πρῶτον γὰρ λέγει τὸν Ὠκεανὸν ὡς πρὸς τὰ ἐκεῖθεν εἰς ἀνατολήν· τοῖς γάρ τοι ἐκ τῶν ἑῴων πρὸς τὰ ἑσπέρια ἥκουσι μυχοίτατός ἐστιν ὁ Ὠκεανός· οὐκοῦν τὸ μυχοίτατον δύναταί πως κατ' ἄλλον λόγον εἶναι καὶ πρῶτον ποτὲ τοῖς ἐκεῖθεν ἀρξαμένοις.

(Vers. 151.) Τὸ δὲ, ἔκαμε χεῖρας, ἀτρίπτους ἁπαλὰς, ἀγυμνάστου ἀνδρὸς δήλωσις. διασαφητικὸν δὲ τοῦ, ἀτρίπτους, τὸ ἁπαλάς. τὸ γὰρ οὕτως ἄτριπτον καὶ ἁπαλὸν, εἴτε λόφος τραχήλου εἴτε ποδὸς πέλμα εἴτε χειρὸς θέναρ.

(Vers. 152.) Τὸ δὲ, οὐ μὴν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος, ἀπέχρησέ ποτε εἰς χρείαν χαριεντιστικὴν ἢ καὶ ἄλλως εἰς παρῳδίαν, ὡς προπαρεσημάνθη, ἀνδρὶ παλαιῷ, πάνυ γέροντι, ὃς ἑταίρας παρακομισθείσης μὴ ἔχων χρήσασθαι διὰ τὴν τοῦ φυσικοῦ τόνου παράλυσιν ἐντεῦθεν λαβὼν εἶπεν· οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος.

(Vers. 153.) Τὸ δὲ, κεκαδήσει ψυχῆς, ὅ ἐστι στερήσει, ἔστι μὲν ἀπρόσιτον ῥήτορι μὴ μετρικῷ. γίνεται δὲ οὕτως· ἔστι ῥῆμα χῶ πρωτότυπον ἄῤῥητον, ἐξ οὗ ῥητὸν παράγωγον χάζω, ὡς φρῶ φράζω, ῥῶ ῥάζω. ἐξ οὗ ἐφάνη γενέσθαι τό τε ῥάσατε καὶ τὸ ἐῤῥάδαται. τούτου τοῦ χάζω δεύτερος ἀόριστος Ἰωνικὸς χάδω, ὅθεν δεύτερος μέλλων χαδῶ. ἐξ οὗ ἀναγωγῆς γενομένης εἰς ἐνεστῶτα καὶ τροπῆς Ἰωνικῆς τοῦ ψιλοῦ εἰς δασὺ γίνεται τὸ καδῶ καδήσω, καὶ κατὰ ἀναδιπλασιασμὸν κεκαδήσω, ἵνα ᾖ κεκαδήσειν τὸ ἀναγκάσαι τινὰ χάσασθαι, τουτέστιν ὑποχωρῆσαι. οὕτως οὖν καὶ τόδε τὸ τόξον πολλοὺς ἀριστῆας κεκαδήσει, τουτέστι ποιήσει χάσασθαι τῆς ψυχῆς.

(Vers. 159.) Ἐν δὲ τῷ, πειρήσηται καὶ ἴδηται, τὸ ἴδηται οὐ θέαν δηλοῖ ἀλλὰ νόησιν· ἐπειδὴ καὶ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει κατὰ τὸν εἰπόντα σοφόν.

(Vers. 168.) Ὅτι σκῶμμα εἰς ἀκαιρολογίαν τὸ, ὦ δεῖνα, οἷόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, δεινόν τ' ἀργαλέον τε; νεμεσσῶμαι δέ τ' ἀκούων εἰ δὴ τοῦτό γε λέγοις.

(Vers. 172.) ἀνδρὸς δὲ ψευδομένου τὸν στρατιώτην ψόγος τὸ, οὔ τί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ, οἷόν τε ῥυτῆρα βιοῦ ἔμμεναι καὶ ὀϊστῶν, ἀλλ' ἄλλοι τανύουσι. δῆλον δὲ ὅτι πρωτότυπον τοῦ ῥυτῆρος τὸ ῥύω. ἐξ οὗ καὶ ὁ γωρυτὸς καὶ ὁ Εὔρυτος, ὡς πρὸ ὀλίγων ἐῤῥέθη. εἰ δὲ τὸ ῥύειν καὶ βίαν ποτὲ δηλοῖ, ὅθεν καὶ ῥυστάζειν τροπικῶς τὸ κατὰ βίαν ἕλκειν, καὶ ῥυστακτὺς ὁ βίαιος ἑλκυσμὸς καλῶς ἂν καὶ βιὸς τὸ τόξον λέγοιτο διὰ τὸ βίᾳ ῥύεσθαι. ἐκ δὲ τοῦ τοιούτου [256] ῥύειν καὶ ὁ τοῦ χαλινοῦ ῥυτήρ. δῆλον δὲ ὅτι τὸ ῥύεσθαι, ἤτοι ἕλκεσθαι, προσαρμόττει ὥς περ τόξῳ, οὕτω καὶ ὀϊστοῖς.

(Vers. 177.) Ὅτι κελεύσαντος Ἀντινόου δίφρος τε ἐκφέρεται καὶ κῶας ἐπ' αὐτοῦ τίθεται, ὡς ἂν οἱ νέοι ἐν αὐτῷ καθήμενοι διὰ τὸ χαμαὶ πεπῆχθαι τοὺς πελέκεας βάλλοιεν κατὰ σκοποῦ.

(Vers. 178.) ἐκφέρεται δὲ καὶ στέαρ, ἵνα χριόμενον τὸ τόξον καὶ θαλπόμενον εὐχρηστηθείη. πάντως γὰρ τὸ κραῦρον τοῦ τόξου, ὅ περ τῷ μακρῷ τοῦ χρόνου ἐπεγένετο, ἡ τοιαύτη ἂν ἀλοιφὴ ἐξεῖλε διεισδῦσα τῶν κεράτων ἐν τῷ θερμαίνεσθαι πυρί.

(Vers. 176.) Καὶ ὅρα ὡς τῷ Ὀδυσσεῖ ἐπιμέλεται τῶν τόξων ὁ Ἀντίνοος. καὶ φαίνεται μὲν ὁ ἀνὴρ νοῶν καὶ πολύπειρος. ἐδέετο δὲ ἄρα καὶ ἀνδρίας καὶ ῥωμαλεότητος εἰς τό γε δυνηθῆναι ῥηϊδίως ἐντανύσαι. πρὸ δὲ αὐτῶν χρεία ἦν αὐτῷ καὶ συνέσεως, ἣν μὴ ἔχων συγχέει τὰ τῶν μνηστήρων, πρῶτος πεσών. ἔστι δὲ, ἃ λέγει Ἀντίνοος ἐνταῦθα, τοιάδε· ἄγρει δὴ, πῦρ κεῖον ἐνὶ μεγάροισι, Μελανθεῦ, πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ' αὐτοῦ, ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, ὄφρα νέοι θάλποντες ἐπιχρίοντες ἀλοιφῇ τόξου πειρηθῶμεν καὶ ἐκτελέωμεν ἄεθλον. καὶ νῦν μὲν οὕτως ἐμπείρως ὁ Ἀντίνοος μεθοδεύει, μετ' ὀλίγα δὲ, ὡς οὐ περιγίνονται τοῦ τόξου, αἰτιασάμενος τὴν τῆς νουμηνίας ἑορτὴν, τέως μὲν σπεῖσαι κελεύσει καταθεμένους τὸ τόξον, ἕωθεν δὲ θύσαντας ἐγχειρῆσαι τῷ ἔργῳ. καὶ τοῖς μὲν ἄλλοις ἀρέσκει τὰ τῆς βουλῆς, Ὀδυσσεὺς δὲ φθάνει ἄλλως αὐτὸς ἀνύσας τὸν ἄεθλον.

(Vers. 176.) Τί δὲ δηλοῖ τὸ ἄγρει, ἐῤῥέθη οὐ πρὸ πολλοῦ. Τὸ δὲ πῦρ κεῖον διατί διὰ διφθόγγου ἔχει τὴν παραλήγουσαν, πρὸ ὀλίγων δεδήλωται.

(Vers. 178.) Τὸ δὲ ἔνεικε προστακτικὸν βοηθεῖ τοῖς μεθ' Ὅμηρον εἰς τὴν διὰ τοῦ ε ψιλοῦ γραφὴν τοῦ ἔνεγκε. Τροχὸν δὲ στέατος, ὥς περ καὶ τυροῦ, ἀκριβέστερον ἤ περ κύκλον εἰπεῖν. ἐπίπεδον γὰρ ὁ κύκλος καὶ ἀβαθὲς, οὐ τοιοῦτος δὲ ὁ τροχός. ὅθεν καὶ οἰκειότερος ὥς περ ἐπὶ τυροῦ καὶ ἐπὶ κηροῦ δὲ τοῦ κατὰ τὰς Σειρῆνας, οὕτω καὶ ἐπὶ στέατος. ἀρχαῖον δὲ ἔθος τροχοειδῶς καὶ τὰ στέατα στρογγύλλεσθαι. ἴσως δὲ τῷ στέατι καὶ πιμελὴ νῦν συννοεῖται. ὧν διαφορὰ, ὅτι στέαρ μὲν τὸ τῶν κερασφόρων, ὃ καὶ θρύπτεται ψυχθὲν, πιμελὴ δὲ ἐπὶ τῶν μὴ ἐχόντων κέρατα.

(Vers. 185.) Ὅτι τῶν ἄλλων μνηστήρων θαλπόντων τὸ τόξον, καὶ πειρωμένων μὲν, οὐ δυναμένων δὲ ἐντανύσαι, πολλὸν γὰρ βίης ἐπιδευέες ἦσαν τῆς κατὰ τὸν Ὀδυσσέα δηλαδὴ, ὡς μετ' ὀλίγα δηλοῦται σαφῶς, Ἀντίνοος δ' ἔτι ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδὴς, ἀρχοὶ μνηστήρων.

(Vers. 187.) ἀρετῇ δὲ, ὅ ἐστιν ἀνδρίᾳ, ἔσαν ἔξοχ' ἄριστοι.

(Vers. 186.) Ἔστι δὲ νῦν ἐπέχειν τὸ ἐν τῷ τέως ἀργεῖν καὶ μὴ ἐγχειρεῖν ἔργῳ. ἐκ τούτου δὲ οἱ ὕστερον καὶ οἱ προδηλωθέντες ἐφεκτικοὶ φιλόσοφοι ὠνομάσθησαν. ἐν μέντοι τῷ, δαιμονίη, τί μοι ἐπέχεις, ἕτερόν τι σημαινόμενόν ἐστιν, ὡς ἐδηλώθη ἐκεῖ.

(Vers. 188.) Ὅτι ἀσχολουμένων τῶν μνηστήρων εἰς τὴν τοῦ τόξου πεῖραν, καιρὸν ἔσχεν Ὀδυσσεὺς ἀναγνωρισθῆναι τοῖς δούλοις. οἱ μὲν οὖν, οἷα εἰκὸς, προεξῆλθον, οὕτω δόξαν αὐτοῖς ἢ διὰ λύπην ἢ καὶ ἄλλως ὁπωσοῦν.

(Vers. 193.) Ὀδυσσεὺς δὲ μετ' αὐτοὺς δόμου ἐξελθὼν φιλιοῦται, εἰπὼν κατὰ ἦθος ἐνδοιαστικόν· βουκόλε, καὶ σὺ, συφορβὲ, ἔπος τι μυθησαίμην, ἢ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.

(Vers. 195.) ποῖοί κ' εἶτε, τουτέστιν εἴητε κατὰ συγκοπὴν, ἐξ οὗ τὸ εἶεν τρίτον τῶν πληθυντικῶν· ποῖοι τοίνυν εἴητε ἂν Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλ' ἐξαπίνης, καὶ θεὸς αὐτὸν ἐνέγκοι; ἆρα μνηστῆρσιν ἀμύνοιτε ἢ Ὀδυσῆϊ; εἴπατε.

(Vers. 200.) οἱ δὲ ἑκάτερος, αἲ γὰρ τοῦτο, θεὲ πάτερ, εἶπον, τελευτήσειας ἐέλδωρ, ὡς ἔλθοι μὲν κεῖνος ἀνὴρ, ἀγάγοι δέ ἑ θεός· γνοίης ἂν οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. ἀγαθοῦ δὲ ταῦτα ἐπικούρου ὑπόσχεσις.

(Vers. 188.) ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται καὶ τὸ, ὁμαρτήσαντες ἄμφω, ἀντὶ τοῦ, ἅμα ὁρμήσαντες, καὶ ὡς εἰπεῖν, ὁμοῦ ἀρηρότες ἀλλήλοις.

(Vers. 193.) Ἰστέον δὲ ὅτι τὸ, βουκόλε καὶ σὺ συφορβὲ, οὐ λυποῦσι τοὺς δούλους. οὐδὲ γὰρ δυσχερὲς ἡ ἀπὸ τῆς ἀνὰ χεῖρα τέχνης παρωνυμία. καὶ οὕτω μὲν εἶπον οἱ δοῦλοι.

(Vers. 207.) Ὀδυσσεὺς δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐκφαίνων, ἔνδον μὲν δή, φησιν, ὅδ' αὐτὸς ἐγὼ, κακὰ πολλὰ μογήσας, ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. γινώσκω δὲ, ὡς ὑμῖν ἐελδομένοις ἱκάνω μόνοις δμώων· τῶν δ' ἄλλων οὔ τινος ἤκουσα εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ' ἱκέσθαι.

(Vers. 213.) εἶτα, ἐπειδὴ τοὺς πολλοὺς οὐχ' οὕτως ἡ εὔνοια, ὡς ἡ τῶν ἀγαθῶν ἐλπὶς ἐφέλκεται, ὑπάγεται δημαγωγικώτερον τοὺς δούλους καὶ ἐπαγγελίαις χρησταῖς, ὑποσχόμενος ὡς, εἴ περ ὑπ' ἐμοίγε θεὸς δαμάσει μνηστῆρας ἀγαυοὺς, ἄξομαι ἀμφοτέροις ἀλόχους, καὶ κτήματ' ὀπάσσω, οἰκία τ' ἐγγὺς ἐμεῖο τετυγμένα.

(Vers. 216.) τὸ δὲ μεῖζον, καί μοι ἔπειτα Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθε.

(Vers. 221.) ἐφ' οἷς ἀριφραδὲς τὴν [257] οὐλὴν σῆμα καὶ αὐτοῖς δείκνυσιν, ἀποέρξας αὐτῆς ἤτοι ἀπαγαγὼν τὰ ῥάκεα, ἵνα, φησὶν, εὖ γνῶτον πιστωθῆτόν τ' ἐνὶ θυμῷ. οὕτως ἔφη· καὶ αὐτοὶ ἰδόντες εὖ τε ἐφράσαντο ἕκαστα καὶ ἔκλαιον ἀμφ' Ὀδυσῆα δαΐφρονα χεῖρε βαλόντε,

(Vers. 224.) καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους, ὡς δούλοις ἔθος.

(Vers. 225.) ὡς δ' αὕτως Ὀδυσσεὺς κεφαλὰς, ἔτι δὲ καὶ χεῖρας κολακικώτερον ἔκυσε.

(Vers. 226.) καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο ὃ δὴ καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, ἔφεσιν δηλοῖ κλαυθμοῦ, εἰ μὴ Ὀδυσσεὺς ἐκώλυσεν ἐκφοβήσας ἐν τῷ εἰπεῖν, παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.

(Vers. 230.) εἶτα καὶ συμβουλεύει εἰπών· ἀλλὰ προμνηστῖνοι εἰσέλθετε· ὃ ἑρμηνεύων φησί· μὴ δ' ἅμα πάντες· καὶ ἔτι μᾶλλον σαφέστερον·

(Vers. 231.) πρῶτος ἐγὼ, μετὰ δ' ὔμμες, ἤγουν μετὰ δὲ ἐμὲ ὑμεῖς· ὃ καὶ γίνεται.

(Vers. 230.) Εἰσὶ δὲ προμνηστῖνοι, τουτέστιν ὡς οἷον εἰπεῖν προμενετῖνοι, οἱ προμένοντες ἀλλήλους καὶ μὴ ἅμα πάντες προϊόντες κατὰ τὸν ποιητὴν, ἀλλὰ πρῶτος οὗτος, εἶτα ἄλλος καὶ ἐφεξῆς. πλεονάζει δὲ τὸ σίγμα ἐν τῷ προμνηστῖνοι, καθὰ πρὸ βραχέων καὶ ἐν τῷ κατάντηστιν.

(Vers. 231.) Σῆμα δὲ τετύχθαι λέγει, τοῦ ἐφεξῆς δηλαδὴ ἔργου, τοιοῦτον· ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοὶ, οὐκ ἐάσουσιν ἐμοὶ δοῦναι βιὸν ἠδὲ φαρέτρην· ἀλλὰ σὺ, δῖε Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον ἐν χείρεσσιν ἐμοὶ θέμεναι, ἤτοι θές· εἰπεῖν τε γυναιξὶ, κληῗσαι μεγάροιο θύρας. ἢν δέ τις ἢ στοναχῆς ἢ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν, μή τι θύραζε προβλώσκειν, ἤτοι προϊέναι ὡς προδεδήλωται· ἀλλ' αὐτοῦ ἀκὴν εἶναι παρὰ ἔργῳ. σοὶ δὲ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς κληῗσαι κληῗδι, θοῶς δ' ἐπὶ δεσμὸν ἰῆλαι· ὁποῖόν τι καὶ πρὸ ὀλίγου εἶχον αἱ τοῦ βασιλικοῦ θαλάμου θύραι, ἐν αἷς ἡ δέσποινα ἱμάντα θοῶς ἀπολύσασα κληῗδα ἐνῆκεν ὥστε ἀνοῖξαι.

(Vers. 193.) Καὶ ὅρα ὡς ἐξ ἀνάγκης καὶ τούτων τῶν δούλων ἐδέετο Ὀδυσσεὺς εἰς ταῦτα τέως τὰ ῥηθέντα. εἰ δέ τι καὶ πλέον χρησιμεύσουσι, τῆς κατὰ τὸν Ὀδυσσέα εὐβουλίας καὶ εὐτυχίας ἐκεῖνο ἐστί. διὸ καὶ ἔργον ποιεῖται ἀναγνωρισθῆναι αὐτοῖς ἐν αὐτοῖς τοῖς ἔργοις· οὐ γὰρ ἐτόλμα πρὸ τούτων. καὶ ποιήσουσιν οἱ δοῦλοι μετ' ὀλίγα, καθὰ παρηγγέλθησαν. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ, ἔπος τι μυθησαίμην ἢ αὐτὸς κεύθω, ἀδιαφορίαν ἔχον ἐγκλίσεων ἔθιμον τοῖς ῥητορεύουσιν. ἦν δὲ ἂν ταυτότης, εἴ περ ἔφη, ὡς εἰ πέρ τι μυθησαίμην ἢ κεύθοιμι· ὅ περ οὐκ εἶχεν ἀνάγκην εἰπεῖν ὁ ποιητὴς, ὡς ἐξὸν ὂν καὶ οὕτως καὶ οὕτως φράζειν.

(Vers. 195.) Ἰστέον δὲ ὅτι τὸ, ὡς ἐῤῥέθη, ποῖοί κ' εἶτε, γραψάντων τινῶν, ποῖοί κ' εἰτὲ, ἀντὶ τοῦ ἐστὲ, ὡς ἀπὸ τοῦ εἰμὲν εἰτὲ, ὅ πέρ ἐστιν ἐσμὲν ἐστὲ, Ἡρακλείδης τοὺς οὕτως ἀναγινώσκοντας ἁμαρτάνειν φησὶ, καθότι ὁριστικὸν ῥῆμα τῷ κε συνδέσμῳ ὑπάγουσιν, ὃς ἑκάστοτε ὑποτακτικὸν ἀπαιτεῖ ἢ εὐκτικόν. ἐγκρίνει δὲ τὸ εἶτε ἀντὶ τοῦ εἴητε, λέγων ὅτι ἡ ἀρχαία Ἀτθὶς τὰ εὐκτικὰ συγκόπτει κατ' ἔξαρσιν μιᾶς συλλαβῆς, τό τε κοσμηθείημεν καὶ διακριθείημεν, ἀκολούθως δὲ καὶ τὸ εἴημεν κοσμηθεῖμεν καὶ διακριθεῖμεν καὶ εἶμεν λέγοντες, καὶ τὰ τούτων δεύτερα κοσμηθεῖτε καὶ διακριθεῖτε καὶ εἶτε. ἐν οἷς δὲ ταῦτα φησὶ, λέγει καὶ ὅτι τὸ, εἴ περ γάρ κε βλεῖο πονεύμενος, ὅ περ ἐν Ἰλιάδι κεῖται, εὐκτικόν ἐστι συγκοπὲν ἐκ τοῦ βλείοιο, ἐλέγχων κακῶς νοῆσαι τοὺς εἰπόντας προστακτικὸν εἶναι τὸ βλεῖο. Ἔτι ἰστέον καὶ ὅτι τὸ, ποῖοί κ' εἶτε, ταυτόν ἐστι τῷ, ποταποὶ ἂν ἔσεσθε, καὶ ὅτι τῆς ὑστέρας Ἀτθίδος ἐστὶ τὸ ποῖοι. ἡ γὰρ ἀρχαία ἑτεροίαν ἐδίδου παράληξιν τῇ τοιαύτῃ λέξει, ὡς καὶ Ἡρακλείδης δηλοῖ, ἔνθα λέγει τοὺς Ἀττικοὺς τὴν οι δίφθογγον εἰς τὴν ει μεταποιεῖν, τὸ δυοῖν λέγοντας δυεῖν, καὶ τὸ οἴκοι οἴκει, καὶ τὸ ποῖος πεῖος.

(Vers. 207.) Ἐπὶ τούτοις ἰστέον καὶ ὅτι ἐν τῷ, ἔνδον μὲν δὴ ὅδ' αὐτὸς ἐγὼ, ἐκ παραλλήλου πρὸς ἔνδειξιν σαφοῦς ἀναγνωρισμοῦ οἱ τρεῖς κεῖνται σύνδεσμοι, τὸ ὅδε, τὸ αὐτὸς, καὶ τὸ ἐγώ.

(Vers. 211.) Περὶ δὲ τοῦ ὑπότροπος προείρηται.

(Vers. 216.) Τὸ δὲ, μὴ μόνον ἑτάρους ἀλλὰ καὶ κασιγνήτους τῷ Τηλεμάχῳ τοὺς δούλους ἔσεσθαι, κολακεία καίριος φανερά. πῶς γὰρ ἂν ἔσονται κασίγνητοι τῷ δεσπότῃ οἱ δούλοι;

(Vers. 234. 240.) οὕτω δὲ κολακικῶς καὶ δίους αὐτοὺς ἐνταῦθα λέγει. ὑπάγεται δὲ αὐτοὺς καὶ τῇ τῶν ἀλόχων καὶ κτημάτων ὑποσχέσει, ὡς εἰκὸς, καὶ τῇ ἐγγὺς αὐτοῦ κατοικίᾳ.

(Vers. 216.) ἴσως δὲ προσληπτέον συνήθως ἔξωθεν καὶ τὸ ως ἐπίῤῥημα ἐν τῷ, ἑτάρω τε κασιγνήτω τε, ἵνα λέγῃ, ὅτι ἔσεσθε ὡς κασίγνητοι. καὶ ἄλλως δὲ καλῶς ἂν κασίγνητοι τῷ Τηλεμάχῳ λογίζοιντο οἱ στεργόμενοι ἐν τῷ προσφωνεῖν αὐτὸν, ξεῖνε πάτερ. ὁ γὰρ πατὴρ υἱῶν πάντως, οὐ μὴν δούλων πατήρ. εἴποι δ' ἄν τις ἐντεῦθεν εἰλῆφθαι, καὶ παῖδας καὶ παιδίσκας μέχρι νῦν λέγεσθαι τὰ τῶν ἀνδραπόδων χρηστότερα. εἰ γὰρ κασίγνητοι οἱ τοιοῦτοι [258] δοῦλοι τοῖς υἱοῖς τῶν δεσποτῶν, εὐλόγως ἂν εἰσποιοῖντο καὶ ὅσοι τοιοῦτοι τοῖς δεσπόταις εἰς παῖδας· ἐγγὺς δέ ἐστιν εἰπεῖν, εἰς υἱούς.

(Vers. 218.) Τὸ δὲ πιστωθῆτον ἀντὶ τοῦ πίστιν λάβοιτε, πιστεύσοιτε.

(Vers. 219.) Τὴν δὲ οὐλὴν τὴν τοῦ Ὀδυσσέως γνωριστικὴν ἐν τοῖς ῥηθεῖσι μεγάλην λέγει, ὡς ἂν εἴη πιθανὸν τὸ ἐκείνης ἐπίσημον. Ἐν δὲ τούτοις κεῖνται καὶ δύο στίχοι, καθὰ καὶ πρὸ τούτων, ἐπιτέμνοντες τὴν μακρὰν ἱστορίαν τὴν ἐπὶ τῇ οὐλῇ τοῦ Ὀδυσσέως, ἣν ἔπαθε κατὰ Παρνασσὸν, ὅτε εἰς τὸν πάππον ἦλθεν Αὐτόλυκον. ἔδειξε γάρ, φησιν, Ὀδυσσεὺς οὐλὴν, ἥν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησσόνδ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας.

(Vers. 225.) χεῖρας δὲ τὰς τῶν δούλων καὶ αὐτὰς κολακεύων φιλεῖ Ὀδυσσεὺς, ὡς ἂν προθύμως αὐτῷ τοῦ ἔργου συνάροιντο.

(Vers. 230.) Τοῦ δὲ προμνηστῖνος τὸ ἀνάλογον ἀγχηστῖνος καὶ εἴ τι τοιοῦτον. χρῆσις δὲ αὐτοῦ κεῖται καὶ ἐν τῇ Νεκυίᾳ.

(Vers. 211.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, τῶν δ' ἄλλων οὔ τινος ἤκουσα εὐξαμένου ἐμὲ ὑπότροπον ἱκέσθαι, δηλοῖ μὲν βιωτικῶς, ὡς οἱ εὐχόμενοί τινι ἀγαθὰ ἐκεῖνοι καὶ στερκτέοι εἰσίν· ἐμφαίνει δὲ καὶ πολλοὺς εἶναι δούλους τῷ Ὀδυσσεῖ, ὧν ὀνόματα οὐκ ἔκκεινται, ὅτι μηδὲ χρεία γέγονεν αὐτῶν. οὕτω καὶ Κάλχαντος ἐν Ἰλιάδι μόνου μάντεως ἐμνήσθη, καὶ ἰατρῶν Μαχάονος καὶ Ποδαλειρίου, καὶ ταῦτα καὶ ἑτέρων ὄντων.

(Vers. 241.) Τὸ δὲ, κληῗσαι κληῖδι, ἐτυμολογικὸς τρόπος ἐστίν. Ὁ δὲ δεσμὸς τῶν οἴκου θυρῶν γίνεται, ἵνα μὴ αἱ δμωαὶ θύραζε προϊοῦσαι καταμηνύσωσι τῇ πόλει τὰ γινόμενα· φόβος γὰρ ἦν καὶ εἰς τοῦτο, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται.

(Vers. 245.) Ὅτι Εὐρύμαχος τὸ τόξον θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρὸς καὶ οὐδ' οὕτως ἐντανύσαι δυνάμενος μέγα ἔστενε κυδάλιμον κῆρ, ἤγουν κατὰ ψυχήν· ὀχθήσας δ' ἄρα εἶπεν· ὢ πόποι, ἦ μοι ἄχος περί τ' αὐτοῦ καὶ περὶ πάντων· οὔ τι γάμου τοσοῦτον ὀδύρομαι ἀχνύμενός περ, εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες καὶ πολλαχοῦ·

(Vers. 253.) ἀλλ' εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν, ἤγουν ἐσμὲν, ὡς καὶ προείρηται, ἀντιθέου Ὀδυσῆος, ὅτ' οὐ δυνάμεσθα τανύσαι τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.

(Vers. 254.) Ὅρα δὲ τὸ, ἀντιθέου Ὀδυσῆος, παραῤῥιφὲν ἐπὶ θεραπείᾳ τῆς λύπης, ὡς μὴ καινὸν ὂν, εἰ τοιούτου ἀνδρὸς λείπονται.

(Vers. 248.) Ἐνταῦθα δὲ κεῖνται καὶ τρία ἐκ παραλλήλου, τὸ εἶπε, ἔφατο καὶ τὸ ἐξονόμαζε· φησὶ γάρ· ὀχθήσας δ' ἄρα εἶπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν· ὢ πόποι καὶ τὰ ἑξῆς. ἀλλ' οὕτω μὲν ὁ Εὐρύμαχος ἀπογινώσκει ἐντανύσαι τὸ τόξον,

(Vers. 250.) ἐμφήνας καὶ τὴν ἄγαν λύπην ἐπὶ τῇ στερήσει τῆς Πηνελόπης ἐν τῷ, οὔ τι τόσσον ὀδύρομαι. πολλοῦ γὰρ ἄχους τὸ ὅλως ὀδύρεσθαι.

(Vers. 257.) Ἀντίνοος μέντοι παραμυθούμενος, οὐχ' οὕτως ἔσται, φησί· νοέεις δὲ καὶ αὐτός. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ θεοῦ ἐπιστατοῦντος τῷ τόξῳ ἁγνή.

(Vers. 259.) τίς δ' ἂν καὶ τόξα τιταίνοιτο; ὡς τῆς ἑορτῆς ἀργίαν ἐθελούσης.

(Vers. 264.) εἶτα καὶ εἰς τὴν αὔριον ἀναβάλλεται τὸ ἔργον,

(Vers. 267.) ὅτε σπείσαντες ἕωθεν καὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ, τῷ τῆς τοξείας ἐφόρῳ, τόξου, φησὶ, πειρώμεθα καὶ ἐκτελέωμεν ἄεθλον. εἰπὼν δὲ καὶ ὡς τοὺς πελέκεας καὶ εἴ περ ἐῶμεν ἅπαντας ἵστασθαι οὐκ ἄν τις αὐτοὺς ἀναιρήσεται,

(Vers. 263.) κελεύει τὸν οἰνοχόον ἐπάρξασθαι δεπάεσσιν ἐπὶ σπονδῇ. καὶ γίνεται οὕτω. καὶ οἱ κρητῆρες ἐπιστέφονται καὶ νῦν ποτοῖο καὶ ὁ οἶνος διανέμεται καὶ σπονδὴ γίνεται καὶ πίνουσιν ὅσον ἤθελε θυμός.

(Vers. 246.) Ἰστέον δὲ ὅτι σέλας οὐ μόνον πυρὸς ἀλλὰ καὶ ἡλίου· ὅθεν παρὰ Σοφοκλεῖ ἡ ὀπὴ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. παρὰ τὸ σέλας φασὶν ἐμβιβάζειν. ἡ δὲ χρῆσις καὶ παρὰ Λυκόφρονι.

(Vers. 259.) Καίριον δὲ ἐπίθετον ἑορτῆς τὸ ἁγνὴ διὰ τοὺς τηνικαῦτα ἁγνισμούς.

(Vers. 263.) Ἔνθα ὅρα καὶ ὡς οἱ περὶ τὸ θεῖον ῥᾴθυμοι δι' ἀνάγκην ἐπὶ τὸ θύειν ἔρχονται, οὐδ' ἐν τῇ θυσίᾳ πάντως ἀπαλλαγησόμενοι τοῦ πολυφαγεῖν, ἵνα καὶ αὐτὴ φάγων ἑορτὴ λέγηται, ὁποία καὶ ἡ παρὰ Κλεάρχῳ τῷ Ἀριστοτέλους μαθητῇ, ὃς, καθὰ λέγει Ἀθήναιος, φαγησίαν ἑορτὴν ἱστορεῖ, κατὰ δέ τινας φαγησιποσίαν. κρατῶ γάρ, φησι, καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ τὸν Κλέαρχον. ἑορτὴ δὲ ἦν ἄρτι, ὡς προείρηται, Ἀπόλλωνος ἡλίου διὰ τὴν ἐν τριακάδι, ὡς δεδήλωται, σύνοδον. Ἀπόλλωνος γὰρ ἱερὰ πᾶσα νουμηνία, καθὰ καὶ ἡ τοῦ σεληνιακοῦ μηνὸς ἑβδόμη ὡς γενέθλιος Ἀπόλλωνος. δῆλον δὲ καὶ ὅτι τὴν ἑορτὴν, ὀρτὴν δισυλλάβως οἱ μεταγενέστεροι ἔλεγον Ἴωνες. Αἰολεῖς δὲ προπαροξυτόνως καὶ κατὰ μετάθεσιν ἔροτιν, ὡς ἀπὸ εὐθείας τῆς ἡ ἔροτις. ὅτι δὲ ἡ διὰ τὸ τίμιον ἁγνὴ ἑορτὴ καὶ θάλεια λέγεται, ὡς τοῖς θύουσιν αἰτία τοῦ θάλλειν, δῆλον ἐκ τοῦ, ἐπὶ δ' ὀφρύσι σελίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν, ἐν ᾗ δηλαδὴ ἔθαλλον [259] ὑπερβάλλοντές, φασι, τὰ εἰωθότα, ὃ δὴ παρέχει τὰς ἡδονάς. διὸ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτάς.

(Vers. 261.) Τὸ δὲ ἀναιρήσεσθαι ἀνελέσθαί τι δηλοῖ κάτω κείμενον. τοιοῦτον οὖν τι καὶ πρὸ ὀλίγων μεταφορικῶς τὸ, ἀέθλια πατρὸς καλὰ ἀνελέσθαι.

(Vers. 263.) Ἐπάρξασθαι δὲ τὸ ἐπὶ τοῖς φθάσασι πάλιν ἄρξασθαι.

(Vers. 277.) Ὅτι Ὀδυσσεὺς κολακικῶς πάλιν τὸν λόγον μεταχειριζόμενος πρῶτα μὲν, εἰ καὶ Ἡσιόδῳ μὴ δοκεῖ δεῖν εἶναι ἐσαύριον τὸ ἔργον ἀναβάλλεσθαι, ἀλλ' αὐτὸς κατὰ μοῖραν εἰπεῖν φησὶ τὸν Ἀντίνοον ἀναβαλλόμενον τὴν τοξείαν εἰς νέωτα, καλέσας καὶ θεοειδῆ αὐτόν. εἶτα καὶ ζητεῖ λαβεῖν καὶ αὐτὸς ἐπὶ πείρᾳ τὸ τόξον. φησὶ γοῦν· κέκλυτε, μνηστῆρες ἀγακλειτῆς βασιλείης. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομαι, τοὺς κατὰ τὸν ποιητὴν ἀρχοὺς καὶ ἐξόχους τῇ ἀρετῇ. ἐπεί, φησι, καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, τουτέστι προσηκόντως, ὁ Ἀντίνοος, ἤγουν τὸ, νῦν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν, ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κ' ἐθέλῃσιν. ἀλλ' ἄγε μοι δότε τόξον ἐΰξοον,

(Vers. 281.) ὄφρα μεθ' ὑμῖν, ἤγουν ἐν ὑμῖν, χειρῶν καὶ σθένεος πειρήσομαι, εἴ μοι ἔτ' ἔστιν ἲς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ἢ ἤδη με ὄλεσσεν ἄλη τε ἀκομιστίη τε, ἤγουν ἡ πλάνη καὶ τὸ μὴ ἔχειν κομιδὴν, δι' ἧς τημελεῖται τὸ σῶμα.

(Vers. 279.) Καὶ ὅρα τὸ, ἐπιτρέψαι θεοῖσι, μίγμα ὂν ἐπαίνου καὶ σκώμματος. δῆλον γὰρ ὡς ἀνέθετο τὰ τοῦ τόξου Ἀντίνοος ἐς τὴν αὔριον, ὡς μὲν αὐτὸς ἂν ἐρεῖ, ἀνατιθεὶς ἁπλῶς θεῷ τὰ τοῦ ἔργου, ἀληθῶς δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι ἀμηχανοῦντες προκαλοῦνται τὸ θεῖον εἰς σύναρσιν.

(Vers. 277.) Τὸ δὲ θεοειδὲς, νῦν μὲν Ὀδυσσεὺς ἐπιλέγει τῷ Ἀντινόῳ. πρὸ βραχέων δὲ ὁ ποιητὴς τὸν Εὐρύμαχον οὕτως εἶπεν ἐν τῷ, Ἀντίνοος ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής. καὶ ἦν ἐκεῖνο κρεῖττον. τοῦτο γὰρ καιρίως κολακεύων φησὶν Ὀδυσσεύς. πολλὴ γὰρ διαφορὰ Εὐρυμάχου πρὸς Ἀντίνοον τὸν φονικὸν καὶ ἄγριον.

(Vers. 280.) Τὸ δὲ, ᾧ κ' ἐθέλῃσι, μέσως ἐσχημάτισεν ὁ Ὀδυσσεὺς, νοῶν μὲν ἑαυτὸν θελητὸν τῷ θεῷ, ἀφιεὶς δὲ καὶ τοὺς μνηστῆρας ὑπὲρ ἑαυτῶν τοῦτο νοεῖν.

(Vers. 285.) Ὅτι οὐ φορητὸν ὅλως τοῖς μνηστῆρσι τὸν δῆθεν ξεῖνον Ὀδυσσέα πειράσασθαι τοῦ τόξου, διὸ οἱ μὲν ἄλλοι πάντες ὑπερφιάλως νεμέσησαν αὐτῷ ζητήσαντι τὸ τόξον δείσαντες μὴ ἐντανύσειεν.

(Vers. 288.) Ἀντίνοος δὲ καὶ ἐπιπλήττων, ἆ δειλὲ ξείνων, φησίν· ἔνι τοι, ἤγουν ἔνεισι, φρένες οὐδ' ἠβαιαί.

(Vers. 289.) εἶτα καὶ χάριν ὀφείλειν ἐθέλων τὸν ξεῖνον τοῖς μνηστῆρσιν ὡς ἀνθρωπίνως προσφερομένοις αὐτῷ, οὐκ ἀγαπᾷς, φησὶν, ὃ, ἤγουν ὅτι, ἕκηλος ὑπερφιάλοισι μεθ' ἡμῖν δαίνυσαι; οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις μύθων ἡμετέρων καὶ ῥήσιος, οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.

(Vers. 293.) εἶτα καὶ εἰς μέθην σκώπτων φησίν· οἶνός σε τρώει μελιηδὴς, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ, μηδ' αἴσιμα πίνῃ. τοῦτο δὲ γνωμικῶς εἰς ψόγον μέθης φησί.

(Vers. 295310.) πρὸς ὃ καὶ ἱστορίαν παραδειγματικῶς ἐπάγων, δι' ἧς ὁ ποιητὴς παρεμπλακείσης κατὰ οἰκείαν μέθοδον ἐξαιρεῖ τὸ τῆς ἀφηγηματικῆς πλάσεως ὕπτιον, λέγει· οἶνος καὶ Κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα ἄασεν ἐν μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόντα· ὁ δ' ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκ' ἔρεξε γάμον ἢ δόμον κάτα Πειριθόοιο· ἥρωας δ' ἄχος εἷλε, τοὺς Λαπίθας δηλαδή· δι' ἐκ προθύρου δὲ θύραζε εἷλκον ἀναΐξαντες, ἀπ' οὔατα νηλέϊ χαλκῷ ῥῖνάς τε ἀμήσαντες· ὁ δὲ φρεσὶν ἀασθεὶς ἤϊεν, ἤγουν ᾤχετο, ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, οἷ τ' αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, ἤγουν φάσκω, καθὰ πολλαχοῦ κεῖται, εἴ περ τὸ τόξον ἐντανύσεις. οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ. ἄφαρ δέ σε νηῒ μελαίνῃ εἰς τὸν προῤῥηθέντα Ἔχετον πέμψομεν. ἔνθεν δ' οὔ τι σαώσεαι, ἀλλὰ ἕκηλος πῖνέ τε, μήδ' ἐρίδαινε μετ' ἀνδράσι κουροτέροισιν. οὕτω θρασὺς ὑπὲρ τοὺς ἄλλους ὁ Ἀντίνοος καὶ οἷος κριθῆναι τῷ Ὀδυσσεῖ ἄξιος πρῶτος τοῦ τόξου γεύσασθαι.

(Vers. 295.) Ὅρα δὲ ὅτι προσφυῆ τοῖς παροῦσιν ὁ ποιητὴς ἱστορίαν παρέθηκεν· εἰλαπίνη γὰρ ἄρτι λαμπρὰ, ἤδη δὲ καὶ γάμου σκευή. τοιαύτη δέ τις καὶ ἡ κατὰ τοὺς Λαπίθας δαῒς, καθ' ἣν ὁ Εὐρυτίων ἔπαθεν. εἰκὸς δὲ ἦν τῷ διὰ μέθην ὀνειδιζομένῳ καὶ ἱστορίαν παραχθῆναι ὁμοίαν. Θρυλουμένου δὲ καὶ τοῦ κατὰ τοὺς Λαπίθας καὶ τοὺς Κενταύρους πολέμου τὴν αἰτίαν τούτου ἐνταῦθα παραδίδωσιν ὁ ποιητὴς, διδάσκων καὶ ὡς οὐ μόνον πολλάκις καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς εἰς κακὸν ἀπολαύει, ἀλλ' ἰδοὺ καὶ ὅλον φῦλον κακῶς ἀπήλλαξεν ἐπὶ κακίᾳ ἑνὸς, τοῦ Εὐρυτίωνος δηλαδὴ, ὃς οὐδ' αὐτὸς εὖ ἔσχεν ἐφ' οἷς μεθύων ἐπλημμέλει κατὰ γυναικῶν ἐν γάμου καιρῷ, καθά [260] φασιν οἱ παλαιοί.

(Vers. 297.) τίνες δὲ οἱ Λαπίθαι καὶ ὡς ἔθνος Θετταλικὸν καὶ αὐτοὶ, δηλοῖ καὶ ἡ Ἰλιάς. καθ' ἣν περίπυστος καὶ ὁ Πειρίθοος, Λαπίθης ὢν καὶ αὐτός. εἴρηται δὲ ἐκεῖ καὶ περὶ Κενταύρων εἰς ὅσον ἐχρῆν, φύλου ἐκείνου ἄλλως μὲν ἀγρίου, μυθικῶς δὲ καὶ ἱππανθρώπου κατά τινα τεραστίαν σύνθεσιν.

(Vers. 296.) Σημείωσαι δὲ ὅτι τε ἐκ τοῦ χῶ, ἀφ' οὗ τὸ χαίνω καὶ τὸ χανδὸν καὶ ἕτερα πολλὰ, ὡς ἑτέρωθι δηλοῦται, καὶ τὸν χάσκακα οἱ παλαιοὶ παρήγαγον σκωπτικῶς παρὰ τὸ κεχηνέναι, καθά που καὶ ὁ κωμικὸς κεχηναίους ἀστείως τοὺς Ἀθηναίους παρῴδησε. καὶ ὅτι Λαπίθης οὐ μόνον, ὡς ἐν ἄλλοις ἐῤῥέθη, ὁ δοκῶν πειστικὸς εἶναι παρὰ τὸ λαοὺς πείθειν, ἀλλὰ κατὰ τοὺς παλαιοὺς καὶ ὁ αὐχηματίας, παρὰ τὸ λαούς, φασιν, εἰς ὄπιν ἄγειν καὶ ἐπιστροφὴν ἐν τῷ περιαυτολογεῖσθαι. ὁ δὲ τοιοῦτος εἴη ἂν καὶ ἀλαζὼν κατὰ παλαιὰν παράδοσιν διὰ τὸ ἀλώμενος ζῆν ἐν τῷ μάτην αὐχεῖν· ἤδη δὲ καὶ βάβαξ καὶ βαβάκτης.

(Vers. 305.) καὶ ὅτι τὸ ἱστορηθὲν παράδειγμα εἰς τοιοῦτόν τι ἀφορᾷ κατὰ τὸν τοῦ Ἀντινόου νοῦν· ὣς ἄρα καὶ σὺ, ὦ ξεῖνε, μεθύων κατὰ τὸν Εὐρυτίωνα ἔριν κινήσεις ἡμῖν καὶ τοῖς ἀμφὶ Τηλέμαχον· καὶ τὸ μὲν τέλος οἷον ἔσται τῆς ἔριδος, ἄδηλον ἴσως· σοὶ δὲ αὐτῷ πρώτῳ ἔστι κακὸν, καθὰ καὶ τότε τῷ Εὐρυτίωνι, ὃν ἱστορεῖ, φασὶ, Βακχυλίδης ἐπιξενωθέντα τινὶ ἐν Ἤλιδι καὶ ὑβριστικῶς ἐπιχειρήσαντα τῇ τοῦ ξενοδοχήσαντος θυγατρὶ ὑφ' Ἡρακλέος ὕστερον ἀναιρεθῆναι τοῖς ἐκεῖ ἐπιστάντος. Ἐνταῦθα δὲ μνεία ληπτέον Διογένους ὀνοματοποιήσαντος ἱππόπορνόν τινα πρὸς ἀναλογίαν τοῦ ἱπποκένταυρον. ἰδὼν γάρ, φασι, τινὰ κατῃκισμένον τὸ γένειον καὶ μεμυρισμένον ἐπὶ ἵππου, πρότερον μὲν ἔφη ζητεῖν τίς ἐστιν ὁ ἱππόπορνος, νῦν δ' εὑρηκέναι, ὡς δηλαδὴ ἀνυποστάτου φωνῆς μέχρι τότε οὔσης τῆς κατὰ τὸν ἱππόπορνον, ὁποία καὶ ἡ κατὰ τὸν τραγέλαφον καὶ τὰ τοιαῦτα. ὅτι δὲ ἡ τῶν γενείων ἐξαθέρισις ἐπονείδιστος ἦν τοῖς παλαιοῖς, ἐκ πολλῶν δηλοῦται. ὁ γοῦν αὐτὸς Διογένης τοιοῦτον ἰδών τινα ἔφη· μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σε ἐποίησε καὶ οὐ γυναῖκα; Ἕτερος δέ τις παλαιὸς εἶπε τὸ, τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, δι' ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται; λέγεται δὲ ἐν Ἀθήναις τὸν πρῶτον προκειράμενον παρωνύμιον ἔχειν κόρσην, ὡς καὶ αὐτὸ Ἀθήναιος ἱστορεῖ. καὶ ὅρα τὸ παρωνύμιον, ἶσον ὂν τῷ ἐπίκλην. Σημείωσαι δὲ καὶ τὸ κόρσην, ὡς ἀπὸ τοῦ κείρω κέρσω, τραπέντος τοῦ ε εἰς ο κανονικῶς. καὶ οὕτω μὲν ταῦτα.

(Vers. 296.) λέγεται δὲ καὶ ὅτι Πειρίθους τὴν Ἀδράστου Ἱπποδάμειαν ἀγόμενος συνεκαλέσατο κατὰ συγγένειαν Λαπίθας καὶ Κενταύρους, ὅτε Κένταυροι μὲν προαχθέντες ὑπὸ μέθης, τῶν Λαπιθῶν ἁρπάσαντες τὰς γυναῖκας προέθεντο, Λαπίθαι δὲ ἀνεῖλον αὐτούς. Ὅτι δὲ θηριώδεις οἱ Κένταυροι, οὓς καὶ φῆρας ὀρεσκώους ἐν Ἰλιάδι ἔφη ὁ ποιητὴς, δηλοῦται κἀνταῦθα ἐν τῷ, ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη. ἐῤῥέθη γὰρ τοῦτο, οἷα τῶν Κενταύρων ἄλλο τι παρὰ τοὺς ἄνδρας ὄντων. ὅτι δὲ καὶ γυναικεῖον μόριον σημαίνει ὁ Κένταυρος, δηλοῦσιν οἱ παλαιοὶ, φέροντες καὶ χρῆσιν Θεοπόμπου εἰς τοῦτο. πικρότερον δὲ τούτου εἰς σκῶμμα τὸ εἰρῆσθαι Κένταυρον, ὃς κεντεῖ ὄῤῥον τὸν παρὰ τῷ κωμικῷ. Ὅρα ὡς τὸ ἐν Ἰλιάδι ἀδιαρθρώτως ῥηθὲν, ὅτι δηλαδὴ Καινεὺς καὶ Ἐξάδιος καὶ οἱ λοιποὶ Λαπίθαι θηρσὶ τοῖς Κενταύροις ἐμάχοντο, ἐνταῦθα διεσαφήθη. παρασημαντέον δ' ἐνταῦθα ὡς, εἴ περ οὕτω πρὸς ἄλλοις κακοῖς, ὧν ἐπιτελεστὴς ὁ οἶνος ὅτε χανδὸν πίνουσιν ἀνθρώπους κατασκήπτει, καὶ πολέμων αἰτίας δίδωσιν ἐκθηριῶν τοὺς προσιεμένους αὐτὸν, καλῶς ἄρα ὁ κατ' οἶνον Διόνυσος Λυαῖος ἐπωνομάσθη, ὅ ἐστι στασιαστὴς, παρὰ τὴν λύην ἤγουν στάσιν, ᾗ ἐναντίον ἡ εἰρήνη. αὕτη μὲν γὰρ παρὰ τὸ εἴρειν εἰς ἓν γέγονεν, ἐκείνη δὲ παρὰ τὸ λύειν. ὀρθῶς δὲ καὶ ταύρῳ παρά τε ἄλλοις καὶ Λυκόφρονι, ἔτι δὲ καὶ παρδάλει ὁ Διόνυσος εἰκάζεται διὰ τὸ πρὸς βίαν τρέπεσθαί, φασι, τοὺς ἐξοινωθέντας. κατὰ γὰρ τὴν Ἀλκαίου μοῦσαν ἄλλοτε μὲν μελιαδὴς ὁ οἶνος, ὃ δὴ ἔφη καὶ Ὅμηρος, ἄλλοτε δ' ὀξύτερος τριβόλων. καθότι μὲν οὖν θυμικὸν ὁ ταῦρος, ὡς Εὐριπίδης δηλοῖ ἐν τῷ, ταῦροι δ' ὑβρισταὶ εἰς κέρας θυμούμενοι, ταύροις εἰκαστέον τοὺς ἐξοίνους· καθὸ δὲ μάχιμοι καὶ θηριώδεις ἐκ μέθης ἔνιοι γίνονται, παρδάλεις ἄλλως οἷον οἱ τοιοῦτοι, διὰ τὸ ἐν αὐτοῖς, φασὶ, παρδαλῶδες. οὗ σύμβολόν τι καὶ ἡ παρδαλῆ, ἣν ἡ αἰνιγματικὴ σοφία φόρημα τῷ Διονυσίῳ δίδωσιν. Ὅρα δὲ καὶ τὸ, ὀξύτερος τριβόλων, δι' οὗ δηλοῦται, ὡς ὁ λεγόμενος κοινῶς ὀξὺς οἶνος τῷ μελιηδεῖ ἀντιδιαστέλλεται. χρῆσις δὲ τοιούτου ὀξέος, ὥς φησιν Ἀθήναιος, παρὰ Ἡρακλέωνι ἐν τῷ, τὸ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν. καὶ τοιοῦτον μὲν τοῦτο. ἔστι δὲ εἰπεῖν τὴν τοῦ Ἀντινόου κακίαν ἐν τοῖς ἄρτι ῥηθεῖσι καὶ καθότι οὐχ' ὡς μεθύοντι ἀπειλεῖται τῷ ξείνῳ, ἀλλ' ἐὰν τὴν ἀνδρίαν [261] ἐκφήνῃ τανύσας τὸ τόξον, ποινὴν αὐτῷ τῆς ἀρετῆς ἀπειλούμενος.

(Vers. 289.) Σημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὡς ὑπερφιάλους τοὺς μνηστῆρας ὁ Ἀντίνοος ἐπὶ ἐπαίνῳ φησίν. οὐ γὰρ δή που ψέγει τοὺς κατ' αὐτὸν, εἰ μὴ ἄρα βαρυνόμενος λέγει, ὡς ἄξιος κρίνῃ συνευωχεῖσθαι ἡμῖν τοῖς, ὡς οἱ πολλοί φασιν, ὑπερφιάλοις· ᾧ δὴ ὅμοιόν τι ἐστιν ἐφεξῆς καὶ τὸ, ἕκηλος πῖνε μετ' ἀνδράσι κουροτέροισιν, ὡς ταυτὸν ὂν ὑπερφιάλους καὶ κουροτέρους εἰπεῖν.

(Vers. 288.) Τὸ δὲ, ἆ δειλὲ ξείνων, ἁπλοῦν ὂν ἀντὶ ὑπερθετικοῦ εἴληπται τοῦ δειλαιότατε. ἐῤῥέθη δὲ οὕτως ἢ ἀπαρατηρήτως διὰ θυμὸν, ἢ καὶ ἄλλως ἁπλούστερον κατὰ τὸ, νικᾷ γὰρ ἡ ἀρετή με τῆς ἔχθρας πολὺ, ἤγουν πλεῖον· καὶ τὸ, μεταβολὴ πάντων ἡδὺ, ὅ ἐστιν ἡδύτερον, ὥς τινες φασί.

(Vers. 289.) Τὸ δὲ ῥηθὲν, οὐκ ἀγαπᾷς, ἔπεισε τοὺς ὕστερον ἐπὶ τοῦ ἀρκεῖσθαι τιθέναι τὸ ἀγαπᾶν, ὃ καὶ μετὰ δοτικῆς ἐκεῖνοι συντάσσουσιν.

(Vers. 290.) Ἀμέρδειν δὲ ἐν ἄλλοις μὲν τὸ σκοτίζειν, νῦν δὲ δαιτὸς ἀμέρδεσθαι τὸ στερίσκεσθαι, ἀπὸ τοῦ μερίζειν, ἵνα ᾖ ἀμέρδειν τὸ μερίδος ἀποστερεῖν.

(Vers. 291.) Τὸ δὲ, μύθων ἡμετέρων καὶ ῥήσιος, ταυτὰ δηλοῦσιν, ὥς περ καὶ τὸ, ὃς ἂν τὸν οἶνον χανδὸν ἕλῃ μηδ' αἴσιμα πίνῃ, τουτέστι κατὰ τὸ αἴσιον καὶ καθῆκον.

(Vers. 292.) Τὸ δὲ, οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει, ὧν φανερὰ ἡ διαφορὰ, θυμοῦ ἐστὶ λαλιὰ περιττὴ καὶ οὐκ ἀναγκαία λεχθῆναι· ἤρκει γὰρ μόνον τὸ εἰπεῖν ὡς ἀκούεις μόνος μύθων ἡμετέρων καὶ οὐκ ἐχρῆν ἀπανθρωπίαν κατειπεῖν τῶν μνηστήρων εἰς οὐδὲν δέον.

(Vers. 293.) Τρώει δὲ ἀντὶ τοῦ βλάπτει. γίνεται δὲ ἐκ τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τείρω. ἐκ τούτου δὲ παρὰ τοῖς ὕστερον καὶ τὸ τιτρώσκω ὁμοίως τῷ, γνῶ γιγνώσκω, παρῆκται· καὶ τὸ τρῶμα καὶ ἡ τρώμη ἐπὶ βλάβης Ἰωνικῶς ὁμοίως τῷ, βρῶμα βρώμη καὶ τοῖς τοιούτοις. τρῶμα δέ φαμεν οὐ τὴν ἁπλῶς ἀλλ' ἐν πολέμῳ βλάβην, ἀφ' ἧς καὶ ἐπέντρωμα συνθέτως ἐν τοῖς τοῦ Ἀθηναίου, ὃ δοκεῖ ἐρεθισμόν τινα δηλοῦν τρυφητικὸν ἐν τῷ, ἵνα μὴ καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἃ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα. δῆλον δ' ὅτι, ὥς περ γνῶ γνώω, δῶ δώω, οὕτω καὶ τρῶ τρώω. εἰ δὲ καὶ τρώειν ὁ οἶνος λέγεται, ἀλλ' ἔστιν οὓς καὶ ὠφελεῖν φαίνεται πολυτρόπως. Ζήνων οὖν, φασὶν, ὁ Κιτιεὺς σκληρὸς ἄλλως ὢν πρὸς τοὺς συνήθεις, ὅμως εἰ πλεῖον οἴνου πάσειε, ἡδὺς ἐγίνετο καὶ μείλιχος, λέγων ταυτόν τι τοῖς θέρμοις πάσχειν, οἳ πικρότεροι ὄντες πρὶν διαβραχῆναι, ποτισθέντες γλυκεῖς γίνονται καὶ προσηνέστεροι. Ἕκτωρ μέντοι ἐν τῇ Ἰλιάδι οὐ πίνει τὸ παρὰ τῆς μητρὸς διδόμενον, ὅτε τὴν μάχην λιπὼν ἀνῆλθεν εἰς τὴν πόλιν, πάνυ καλῶς. νέος μὲν γάρ, φασιν, ὤν τις ταχὺ μεθυσθήσεται διὰ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν· γηραιὸς δὲ ὢν τάχιστα μεθυσθήσεται δι' ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτὸν θερμοῦ. εἰ δὲ καὶ τότε ὁ Ἕκτωρ ἐδεδίει, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐφάνη, μή ποτε πιὼν ἀπογυωθεῖ διὰ τὸ παρακαίριον, ἀλλ' ὅτε καιρὸν ἡ πόσις ἔχει τοῦ οἴνου, τότε κατὰ τὴν Εὐριπίδειον μοῦσαν ἀρκεσίγυός ἐστιν. εἰς δὲ ψόγον οἴνου καὶ αὖ πάλιν εἰς ἔπαινον μεθοδευτὴς πρόκειται ὁ καλὸς Ἀθήναιος.

(Vers. 294.) Τὸ δὲ, ὃς καὶ ἄλλους βλάπτει ὃς ἄν μιν χανδὸν ἕλῃ, συνήθως ἀπὸ πληθυντικοῦ κατῆλθεν εἰς ἑνικὸν πρὸς ἀκρίβειαν ἐννοίας. οὐ γὰρ πάντας ἁπλῶς ὁ οἶνος βλάπτει, δι' οὗ καὶ ὀνεῖταί τις πολλάκις πιὼν, ὡς καὶ ἡ Ἰλιὰς λέγει, καὶ ἡ ἐτυμολογία δὲ δηλοῖ, ἐκ τοῦ ὀνεῖν αὐτὸν παράγουσα, ἀλλ' ὃς ἂν αὐτὸν χανδὸν ἕλῃ, ὃς δὴ καὶ πάροινος λέγεται καὶ παροινίαν νοσεῖν καὶ ἐξοινίαν ἔχειν, ὃ δηλοῖ τὴν ὑπὲρ τὸ καθῆκον οἰνοποσίαν. ἐκ δὲ τῶν τοιούτων καὶ τὸ ἐμπαροινεῖν καὶ τὸ πεπαρῳνηκέναι. Τὸ δὲ, χανδὸν ἕλῃ, σκωφθείη ἂν ὡς μὴ δυνατὸν ὂν ἄλλως πίνειν τινὰ εἰ μὴ χαίνοι· διὸ κακῶς εἰρῆσθαι βλάπτεσθαι, ὃς ἂν οἶνον ἁπλῶς χανδὸν ἕλῃ. ὅθεν εἰς διόρθωσιν, μάλιστα μὲν οὖν εἰς σαφήνειαν ἐπῆκται τὸ, μηδ' αἴσιμα πίνῃ, ὡς τοῦτο ὂν χανδὸν πίνειν τὸ μὴ αἴσιμα πίνειν. εἴρηται οὖν τὸ χανδὸν πίνειν ὡς ἀπό τινος δοχείου διαχάσκοντος ἀεὶ πρὸς ὑποδοχὴν ὑγροῦ.

(Vers. 295.) Τὸ δὲ, ἀγακλυτὸν Εὐρυτίωνα, εἰς ἔνδειξιν κεῖται τοῦ καὶ τοὺς ἀγακλυτοὺς ἀχρειοῦσθαι τῷ οἴνῳ.

(Vers. 296.) Τὸ δὲ ἄασεν ἀντὶ τοῦ ἔβλαψε λέξις μέν ἐστιν οὐ κοινὴ, καιριωτάτη δὲ ὡς ἐν ποιήσει. διὸ καὶ τρὶς αὐτῇ ἐνταῦθα χρᾶται Ὅμηρος. ἐκ δὲ τούτου τοῦ ῥήματος καὶ ἡ ἄτη κατὰ συναίρεσιν διὰ διχρόνου ἐκτεταμένου.

(Vers. 302.) ἴσως δὲ καὶ ὁ ἀεσίφρων θυμὸς, ἤγουν βλαψίφρων, φρενοβλαβὴς, οὗ περ ἁπλοῦν τὸ, φρεσὶν ἀασθεὶς, ἤγουν βλαβεὶς, ὃ ταυτόν ἐστι τῷ μανείς.

(Vers. 298.) ἐπεὶ καὶ μανίᾳ ἔοικεν ἡ ἄκρα μέθη κατὰ τὸ, μαινόμενος κάκ' ἔρεζε. τοιοῦτον δὲ καὶ τὸ, φρένας ἄασεν οἴνῳ. Τὸ δὲ ἔρεξε φυσικῶς καὶ οὐ [262] κατὰ Ἀττικοὺς ἀδιπλασίαστον ἔχει τὸ ῥῶ.

(Vers. 301.) Τὸ δὲ, οὔατα ῥῖνάς τε ἀμήσαντες ἀντὶ τοῦ ἐκτεμόντες καὶ ῥᾷον ἀποκόψαντες ὡς εἰ καί τι φυτὸν ἀμώμενον.

(Vers. 302.) Τὸ δὲ, ἣν ἄτην ὀχέων, ἀστείως εἴρηται ἀντὶ τοῦ, ὀχῶν καὶ βαστάζων τὴν ἑαυτοῦ βλάβην ὡς οἷα τις ἀχθοφορῶν ἱπποκένταυρος, ἐπεὶ καὶ ἐφ' ἵππων λέγεται τὸ ὀχεῖν. ὡς γοῦν ἵππος ὀχεῖ, τουτέστι φέρει τινὰ, οὕτω καὶ ὁ Κένταυρος Εὐρυτίων τὴν κατ' αὐτὸν βλάβην.

(Vers. 304.) Τὸ δὲ εὕρετο τρίτον ἐστὶν ἑνικὸν δευτέρου ἀορίστου τοῦ εὑρόμην, ὃ κεῖται καὶ παρὰ Σοφοκλεῖ. τὸ γὰρ εὑράμην καὶ τὸ εὕρατο οὐ σύνηθες Ἀττικοῖς. Τοῦ δὲ οἰνοβαρείων βαρύτονος ὁ ἐνεστὼς κατὰ τὸ κιχείω καὶ ὅσα τοιαῦτα. τοῦ μέντοι καρηβαριῶν περισπώμενόν ἐστι τὸ θέμα. αἴτιον δὲ ἐν ἀμφοῖν ὁ κατὰ τὸ μέτρον δακτυλισμός. οὔτε γὰρ τὸ καρηβαριῶ ἐχρῆν διφθόγγῳ παραλήγεσθαι· ἄχρηστον γὰρ τοῦτό γε εἰς μέτρον ἡρωϊκόν· οὔτε αὖ πάλιν τὸ οἰνοβαρείω ἐχρῆν ἐκπεσεῖν τῆς διφθόγγου, ἐγίνετο γὰρ οὕτω ποὺς Ἰωνικὸς ἀπὸ μείζονος, ἄχρηστος μέτρῳ δακτυλικῷ. καλὸν τοίνυν ἐκεῖ μὲν ἡ διὰ τοῦ ἰῶτα, ἐνταῦθα δὲ ἡ διὰ διφθόγγου γραφή.

(Vers. 306.) Ἐπητὺς δὲ κατὰ μέν τινας ἡ μεταίτησις ὡς ἀπὸ τοῦ ἐπαιτεῖν. ἕτεροι δὲ ἐπητὺν τὸν ἐν λόγοις φασὶν ἔπαινον ὡς ἀπὸ τοῦ ἐπήτης ἢ ἐπητὴς ὀξυτόνως, ὃ δηλοῖ τὸν φρόνιμον καὶ λόγιον. Ἀντιβολῆσαι δὲ νῦν τὸ ἐπιτυχεῖν· ἐν ἄλλοις δὲ τὸ συναντῆσαι· παρὰ δὲ τοῖς ὕστερον καὶ τὸ ἱκετεῦσαι.

(Vers. 312.) Ὅτι καὶ ἐπὶ τῆς Πηνελόπης σχηματίζει τι ἀστείως ὁ ποιητής. ποιεῖ γὰρ αὐτὴν τὴν ἀληθῶς ἀγνοοῦσαν, λέγουσαν αὐτὸ τὸ ἐκβησόμενον ὡς ἐν σχήματι ἐρωτήσεως καὶ οὕτω ψυχαγωγοῦσαν τοὺς εἰδότας ἀκροατάς. εἰποῦσα γὰρ πρῶτον καὶ αὐτὴ πρὸς Ἀντίνοον ὡς οὐ καλὸν οὐδὲ δίκαιον ἀτέμβειν τοὺς τοῦ Τηλεμάχου ξείνους ἐπιφέρει ἐρωτιματικῶς· ἔλπεαι, εἴ περ ὁ ξεῖνος μέγα τόξον ἐντανύσει χερσί τε βιῃφί τε πεποιθὼς, οἴκαδέ με ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; ἐνταῦθα γὰρ ὁ εἰδὼς ἀκροατὴς εἴποι ἂν, ὅτι ναὶ οὕτως ἔσται, εἰ καὶ οἱ μνηστῆρες οὐκ οἴεσθαι τοῦτο φασὶν, ἐπεὶ μηδὲ ἔοικεν.

(Vers. 317.) ἀστεῖον δὲ τῆς γυναικὸς καὶ ἐφεξῆς τὸ, οὐδ' αὐτός που τοῦτό γε ἐνὶ στήθεσσιν ἔολπε, τὸ που διστακτικῶς εἰποῦσα ὡς τοῦ ξείνου ἴσως ἐλπίζοντος, ὃ καὶ οὕτως εἶχε.

(Vers. 318.) τὸ μέντοι ἐπιφερόμενον σκοτίζει τὴν ἔμφασιν ἐπίτηδες, ἵνα μὴ διόλου ὁ ποιητὴς χαριεντίζοιτο. φησὶ γὰρ ἡ γυνή· μηδέ τις ὑμῶν τούτου ἕνεκα θυμὸν ἀχεύων δαινύσθω· ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. οὕτω καὶ Τηλέμαχος, εἴ περ ἐτάνυσε τὸ τόξον, οὐκ ἂν πάντως ἠγάγετο τὴν μητέρα, ἔχαιρε δ' ἂν ὡς ἐοικὼς τῷ πατρί. ἄλλως δέ γε ἔστιν ἐπιβαλεῖν ὅτι ἐσχημάτισται ἀστείως καὶ τὸ, μηδέ τις ὑμῶν τούτου ἕνεκα συγκεχυμένος δαινύσθω, ἐπεὶ οὐδὲ ἔοικεν, ὡς τῆς ψυχῆς ἀποφοιβαζούσης, μὴ ἐοικὸς εἶναι τοὺς μνηστῆρας ἄχθεσθαι, εἴ περ ὁ ἀνὴρ Ὀδυσσεὺς ἔλπεται οἴκαδε ἄξεσθαι τὴν οἰκείαν γαμετὴν, ἧς ἐπὶ τοσοῦτον ἀπῆν. καὶ τοῦτο μὲν τοιοῦτον.

(Vers. 322.) ὁ δὲ Εὐρύμαχος ἀρνησάμενος μὴ οὕτως οἴεσθαι, ὡς καὶ προεγράφη, τοὺς μνηστῆρας, ἐπεὶ οὐδὲ ἔοικεν, ὃ δὴ καὶ ἡ γυνὴ πρὸ αὐτοῦ ἔφη, ἐπάγει τὸ,

(Vers. 323.) ἀλλ' αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, ἀτέμβομεν δηλαδὴ τὸν τοῦ Τηλεμάχου ξεῖνον. τοῦτο γὰρ ἀναγκαίως ἐκ μακροῦ ἀπὸ κοινοῦ νοεῖται πρὸ δέκα στίχων κείμενον. τίς δὲ ἡ αἰσχύνη;

(Vers. 324.) μή ποτέ τίς, φησιν, εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν, τουτέστιν ἀσθενὴς ἢ δυσγενὴς, ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν, ἀλλ' ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ῥηϊδίως ἐτάνυσε βιὸν, διὰ δ' ἧκε σιδήρου. ὧν ἀμφοτέρων ἐνταῦθα χρεία, πρῶτα μὲν, τανύσαι τόξον, εἶτα καὶ διοϊστεῦσαι σιδήρου.

(Vers. 329.) ὣς ἐρέουσιν· ἡμῖν δ' ἂν ἐλέγχεα ταῦτα γένοιτο. δι' ὧν ἡρμήνευσεν Εὐρύμαχος ὃ φθάσας εἶπε γοργῶς τὸ, ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. Δῆλον δ' ὅτι τριχῶς λέγεται τὸ ἔλεγχος, ἡ ἐλεγχεία καὶ κοινότερον ὁ ἔλεγχος. καὶ οὕτω μὲν Εὐρύμαχος.

(Vers. 331.) ἡ δὲ γυνὴ θαυμασίως πρὸς τὸν εἰπόντα ἐλέγχεα ταῦτα εἶναι, Εὐρύμαχε, φησὶν, οὔ πώς ἐστιν εὐκλεῖας κατὰ δῆμον ἔμμεναι, οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ἀνδρὸς ἀριστῆος. τί δ' ἐλέγχεα ταῦτα τίθεσθε; τουτέστι τὰ μεγάλα παρορῶντες ἐλέγχεα τί δή ποτε τὰ μικρὰ ὑφορᾶσθε;

(Vers. 333.) Καὶ ὅρα ὡς ἀπὸ μιᾶς λέξεως τῆς ὕστερον ἐπενεχθείσης ἐν τῷ, ἡμῖν δὲ ἂν ἐλέγχεα ταῦτα γένοιτο, ἀντιλογίαν γενναῖαν ἡ σοφὴ Πηνελόπη πορίζεται, κατασκευάζουσα ὡς οὐκ εἰσὶ τὰ τοιαῦτα ἐλέγχεα.

(Vers. 334.) εἶτα καὶ τὸν ξένον ἐπαινοῦσα καὶ τὸ ἔπαθλον ἐκφωνοῦσα, εἴ περ ἀριστεύσει ὁ ξεῖνος, φησίν· οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ' εὐπηγὴς, πατρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός· καὶ μετ' ὀλίγα· εἴ περ ἐντανύσει τὸ τόξον, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλὰ, δώσω δ' ὀξὺν [263] ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν καὶ ξίφος ἄμφηκες, δώσω δ' ὑπὸ ποσσὶ πέδιλα.

(Vers. 342.) πέμψω δ' ὅππῃ μιν κραδίη θυμός τε κελεύει· κελεύσει δὲ, ὡς ὁ Ὁμηρικὸς οἶδεν ἀκροατὴς, ἀπελθεῖν ἐς ἄνδρας, οἱ οὐκ ἴσασι θάλασσαν, ἐκεῖ ἄρα καὶ πέμψει αὐτόν. πάντα γὰρ τὰ ἐνταῦθα ῥηθέντα ποιήσει τῷ ἀνδρὶ μετὰ τὸν ἀναγνωρισμὸν ἡ γυνή. ἐσχημάτισται γὰρ καὶ ταῦτα ὁμοίως τοῖς πρὸ ὀλίγων ῥηθεῖσι πρὸς ψυχαγωγίαν τοῦ εἰδότος ἀκροατοῦ, ὡς εἶναι καὶ τὰ τοιαῦτα φήμας οἷον τινὰς τῷ Ὀδυσσεῖ.

(Vers. 323.) Ἰστέον δὲ ὅτι πολλὴν αἰσχύνην δηλοῖ ὁ Εὐρύμαχος ἐν τῷ, φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν· πάγκοινον γὰρ τὸ τοιοῦτον ὄνειδος.

(Vers. 329.) Τὸ δὲ ἐλέγχεα ποιεῖ τὴν τῆς ἐλεγχείης διὰ διφθόγγου γραφὴν, ὡς καὶ τὸ ἔγχεα τὴν τῆς ἐγχείης.

(Vers. 331.) Τὸ δὲ εὐκλεῖας τοὺς εὐκλεέας δηλοῖ, συναιρεθὲν συνήθως. διὸ καὶ προπερισπᾶται διὰ τὸ συνεστάλθαι τὴν λήγουσαν.

(Vers. 334.) Τὸ δὲ, οὗτος δὲ ξεῖνος, μάλα μὲν μέγας καὶ ἑξῆς, ἀγαθοῦ καὶ εὐγενοῦς ἀνδρός ἐστιν ἔπαινος. Τὸ δὲ εὐπηγὴς εὐπαγής φασιν οἱ μεθ' Ὅμηρον.

(Vers. 335.) Ἐν δὲ τῷ, ἀνδρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱὸς, περιττὸν τὸ υἱός. νοεῖται γὰρ ὁ λόγος καὶ τούτου μὴ κειμένου. καὶ ἄλλως δὲ, πρὸς ἑρμηνείαν ἐπῆκται τοῦ γένος, ἵνα εἴη γένος ἐνταῦθα ὁ υἱός.

(Vers. 345.) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ κρείσσων ἐπὶ ἐγκρατοῦς καὶ ἐξουσίαν ἔχοντος. φησὶ γὰρ Τηλέμαχος· τόξον μὲν οὔ τις ἐμοῦ κρείσσων, ᾧ ἂν ἐθέλω δοῦναί τε καὶ ἀρνήσασθαι, καὶ οὐδεὶς ἀέκοντά με βιήσεται, εἴ περ ἐθέλω καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι. Οὐκοῦν καὶ ἐν Ἰλιάδι τὸ, κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται καὶ ἑξῆς, τοιαύτην τινὰ σημασίαν ἔχει.

(Vers. 344. 349.) Ὅρα δ' ἐν τούτοις καὶ ὅτι τόξον τε ἑνικῶς ἔφη καὶ τόξα πληθυντικῶς.

(Vers. 349.) Τὸ δὲ καθάπαξ ἀντὶ τοῦ εἰς τὸ παντελὲς ἅπαξ ἐνταῦθα εἰρῆσθαι σημειοῦνται οἱ παλαιοὶ, λέγοντες καὶ ὅτι οὐδὲ κατάληξις εἰς ξ καὶ ἀρχὴ αὖθις ἀπὸ τοῦ αὐτοῦ ἑτέρωθί πού ἐστι παρὰ τῷ ποιητῇ ἀλλ' ἢ μόνον ἐνταῦθα ἐν τῷ καθάπαξ ξείνῳ δόμεναι.

(Vers. 347.) κεῖται δ' ἐν τῷ τόπῳ τούτῳ καὶ ἡ Ἦλις ἱππόβοτος, ὅ περ ἀλλαχοῦ τῇ ὅλῃ Πελοποννήσῳ ἐπιλέγεται. φησὶ γάρ· νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο· νῆσοι δὲ ἐγγὺς Ἤλιδος Δουλίχιον, Ζάκυνθος, Σάμη καὶ λοιπαί.

(Vers. 350.) Ὅτι προαγαγὼν πάνυ ἀναγκαίως ὁ ποιητὴς τὴν Πηνελόπην τῆς γυναικωνίτιδος ἐφ' ὅσον ἐχρῆν καὶ ἀνύσας δι' αὐτῆς τὴν τοῦ τόξου κατάθεσιν εὐμεθόδως, εἶτα διαγνοὺς ὡς οὐκέτι χρεία ὅλως ταύτης ἐπὶ τοῖς ἑξῆς, συστέλλει αὐτὴν τοῦ λοιποῦ δεξιώτατα· οὐ μὴν δὲ, ἀλλὰ καὶ κοιμίζει βαθὺ, ὡς ἂν μηδενὸς τῶν γενησομένων αἰσθομένη, ὅτε γίνονται, παραδόξως ὕστερον καὶ μετ' ἐκπλήξεως ἀναγνωρίσοι τε ἅμα τὸν ἄνδρα καὶ μάθοι ἐξολωλότας τοὺς κακούς. καὶ ὁ μὲν ὕπνος αὐτῇ, ὡς καὶ ἀλλαχοῦ, ἥκει παρὰ τῆς Ἀθηνᾶς. ἡ δὲ ἐκ τοῦ ἀνδρῶνος ἀναχώρησις γίνεται διὰ τοῦ υἱοῦ, ὃς καὶ ἐνταῦθα θάμβος ἐνιεὶς τῇ μητρὶ, καθὰ καὶ ἐν τῇ α ῥαψῳδίᾳ, φησίν· ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε καὶ τοὺς ἑξῆς τρεῖς στίχους, παραποιήσας μόνον τὸ,

(Vers. 352.) μῦθος δ' ἄνδρεσσι μελήσει, καὶ εἰπών· τόξον δ' ἄνδρεσσι μελήσει, κατὰ τὸ, πόλεμος δ' ἄνδρεσσι μελήσει. καὶ ὁ μὲν οὕτως εἶπεν·

(Vers. 354.) ἡ δὲ ῥίγησεν ἀναλόγως τῷ καιρῷ καὶ θαμβήσασα ἔβη ἔσω καὶ εἰς ὑπερῷ' ἀναβᾶσα κλαίει. καὶ ἐν τοσούτῳ ὑπνοῖ βαθὺν ὕπνον καὶ οὐ κατὰ τοὺς πρὶν ἐλαφρὸν καὶ μετ' οὐ πολὺ ἀφυπνισθεῖσα ὑπὸ τῆς μαίας βλέπει ἃ θέλει.

(Vers. 359.) Ὅτι Εὐμαίου κατὰ τὴν τοῦ Ὀδυσσέως πρὸ ὀλίγων παραγγελίαν φέροντος τῷ δεσπότῃ τὰ τόξα μνηστῆρες πάντες ὡμόκλεον. καί τις ἂν ὧδε εἶπε· πῇ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε, ὥς που καὶ προεδηλώθη, συβῶτα, πλαγκτέ; τάχ' ἄν σε κύνες κατέδωνται οἶον ἀπ' ἀνθρώπων, οὓς ἔτρεφες, εἴ περ θεὸς ἡμῖν ἱλήκῃσι. καὶ αὐτοὶ μὲν οὕτως.

(Vers. 366.) Εὔμαιος δὲ ἔθηκε φέρων αὐτῷ ἐνὶ χώρῳ, δείσας οὕνεκα πολλοὶ ὡμόκλεον. Τηλέμαχος δ' ἑτέρωθεν ἀπειλήσας ἔφη·

(Vers. 369.) ἄττα, πρόσω φέρε τόξον· τάχ' οὐκ εὖ πᾶσι πιθήσεις· μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, τουτέστι διώξω, βάλλων χερμαδίοισι· βίῃ δὲ φέρτερός εἰμι. αἲ γὰρ πάντων τόσσον ὅσοι κατὰ δώματ' ἔασι, μνηστήρων χερσί τε βίῃφί τε φέρτερος εἴην· τῷ κε τάχα στυγερῶς τινὰ ἐγὼν ἀπέπεμψα νέεσθαι ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται. ὣς ἔφατο·

(Vers. 376.) οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν μνηστῆρες· καὶ δὴ μεθίεν χαλεποῖο χόλοιο.

(Vers. 369.) Τὸ δὲ αἴτιον αὐτοῖς τοῦ γελᾶν, ἐπεὶ οὔτε ὡς δεσπότης ἐπιτάσσειν εἶπε τῷ δούλῳ, ἀλλὰ ὡς βίῃ φέρτερος, καὶ οὐδὲ δοῦλον προσεῖπε· τὸ γὰρ ἄττα δεδήλωται ἀδελφικὸν εἶναι πρόσφθεγμα.

(Vers. 371.) καὶ ἡ διὰ χερμάδων δὲ βολὴ παιδικώτερον ἠπείληται. ὡμολόγησε δὲ καὶ τὸ ἔλαττον φέρεσθαι τῶν [264] μνηστήρων·

(Vers. 376.) ταῦτα δὲ πάντα ὡς ἀφελῆ γλυκέως ἐπιτετηδευμένα εἰς γέλωτα τοῖς μνηστῆρσι τὸν χόλον μετέτρεψεν· ὃς δὴ γέλως παρὰ τῷ ποιητῇ λύσις ἐστὶ καὶ αὐτὸς μεγάλων καὶ δυσλύτων περιπετειῶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. Ὅρα δὲ βίαν μνηστήρων, εἰ καὶ αὐτὸ δὴ τοῦτο χειρίσασθαι τὸν ξεῖνον τὸ τόξον, μόλις ἀφιᾶσι γενέσθαι, ἵνα μηδὲ τοῦτο ἀγωνίας δίχα τῷ τλήμονι Ὀδυσσεῖ περιγένηται.

(Vers. 363.) Τὸ δὲ πλαγκτὲ ἀντὶ τοῦ ἔμπληκτε, παραπλὴξ, ἢ πλαζόμενε τὴν διάνοιαν, οὐ μὴν σταθηρέ. Ἡ δὲ κατὰ τοῦ συβώτου ἀπειλὴ πάνυ σφοδρά· ἐμφαίνει γὰρ οὐ μόνον φονευθήσεσθαι αὐτὸν, ἀλλὰ καὶ ἄταφον ῥιφῆναι εἰς βρῶσιν κυσί.

(Vers. 364.) Τὸ δὲ, ἀπ' ἀνθρώπων, ἑρμηνευτικόν ἐστι τοῦ οἶον· μόνος γὰρ ὁ μὴ μετ' ἀνθρώπων. Τὸ δὲ, οὓς ἔτρεφες, ἔχει τι ἀστεῖον ἀντιθετικόν· τοιοῦτον γὰρ τὸ, τραφήσονται διὰ σοῦ νεκροῦ κειμένου οἱ κύνες οὓς ἔτρεφες.

(Vers. 365.) Τὸ δὲ ἱλήκῃσι χρόνου παρακειμένου ἐστίν· οὗ ἐνεστὼς μὲν οὐχ' εὕρηται, προστακτικὸν δὲ τὸ ἵληθι καὶ ἵλαθι.

(Vers. 367.) Τὸ δὲ ὁμοκλεῖν δηλῶν Ὅμηρος ταυτὸν εἶναι τῷ ἀπειλεῖν ἔφη· πολλοὶ ὡμόκλεον· εἶτα Τηλεμάχου ἀπειλήσας τὸ, οὐκ εὖ πᾶσι πιθήσεις, παροιμιῶδες καὶ ἐπὶ ἀρέσκου καὶ πᾶσιν ἐθέλοντος πάντα πείθεσθαι.

(Vers. 377.) Τὸ δὲ, μεθίεν χόλοιο, δηλοῖ μὲν τὸ μεθίεσαν καὶ ἠμέλουν. γίνεται δὲ συνήθως ἐκ τοῦ μεθιεὶς, μεθιέντος, ἀποβολῇ τοῦ τος ὁμοίως τῷ τράφεν καὶ κόσμηθεν καὶ ἑτέροις μυρίοις.

(Vers. 380.) Ὅτι τὰ τόξα ἐν χερσὶ τῷ δεσπότῃ θεὶς ὁ Εὔμαιος, εἶτα ἐκκαλεσάμενος τὴν Εὐρύκλειαν, ἐγκελεύεσθαι λέγει αὐτῇ τὸν Τηλέμαχον κληῗσαι μεγάροιο θύρας, ἤγουν τῆς γυναικωνίτιδος, ὡς μηδεμίαν θύραζε προβλώσκειν, ἀλλ' αὐτοῦ μένειν παρὰ ἔργῳ. καὶ οὐκ ἀληθεύει μὲν ὁ Εὔμαιος εἰπὼν ὡς ὁ Τηλέμαχος οὕτω κελεύει, πλὴν ὡς πεπνυμένος ψεύδεται καὶ αὐτός. οὐ γὰρ ἔδει πάντως εἰπεῖν ὅτι Ὀδυσσεὺς κέλεταί σε τάδε ποιῆσαι· οὐ γὰρ οἶδε τὸν αὐτῆς ἐκείνου ἀναγνωρισμόν. συνετὸς δὲ καὶ ἄλλως Εὔμαιος. ἐκεῖνος μὲν γὰρ ἐκέλευσε τῷ Εὐμαίῳ εἰπεῖν γυναιξὶ κληῗσαι μεγάροιο θύρας, ἀορίστως εἰπών· ὁ δὲ διέκρινε δεῖν εἶναι ὡρισμένως τοῦτο περὶ τῆς γυναικωνίτιδος τῇ Εὐρυκλείᾳ εἰπεῖν, ᾗ καὶ ἄπτερος ἔπλετο μῦθος, ὃ καὶ ἀλλαχοῦ προεγράφη, καὶ ἔκλεισε θύρας μεγάρων, ὡς ἐκελεύσθη.

(Vers. 387.) Καὶ ὅρα τὸ μεγάρων· ἐπλήθυνε γὰρ συνήθως τὸ προῤῥηθὲν, μεγάροιο θύρας.

(Vers. 388.) Ὅτι Φιλοίτιος κατὰ τὴν τοῦ Ὀδυσσέως κέλευσιν ἔκλεισε θύρας εὐερκέος αὐλῆς, κεῖτο δ' ὑπ' αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης βίβλινον, ᾧ δὴ ἐπέδησε θύρας. Καὶ ὅρα καὶ ἐνταῦθα κλείδωμα θυρῶν, εἶτα καὶ δεσμὸν οὐκέτι δι' ἱμάντων· οὐ γὰρ ἦν τὰς τηλικάσδε θύρας οὕτω συνδεθῆναι· ἀλλὰ διὰ σχοινίου ναυτικοῦ, εἴτε καινὸν ἐκεῖνο εἴτε καὶ τέτριπται.

(Vers. 391.) Βίβλινον δὲ οὐ τὸ ἐκ βίβλου, ὅ ἐστι παπύρου Αἰγυπτίας, ἀλλὰ βοτάνης τινὸς ἐμφεροῦς παπύρῳ. οἱ δὲ καννάβινόν φασιν, ἕτεροι δὲ τὸ ἐκ φιλύρας. ὅτι δὲ, καθὰ καὶ ὁ μόλυβδος παρὰ τοῖς παλαιοῖς, οὕτω καὶ ἡ ῥηθεῖσα βύβλος διφορεῖται κατὰ τὸ δίχρονον, ἐῤῥέθη μὲν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ, δηλοῖ δὲ αὐτὸ καὶ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι βύβλινον καὶ βίβλινον διχῶς. Ἐνταῦθα δὲ σημείωσαι ὅτι τε ἡ Βύβλος ἐπὶ πόλεως μὲν τῆς καὶ ἐν τῷ περιηγητῇ μόνως διὰ τοῦ υ γράφεται, ἐπὶ δὲ φυτοῦ ὡς ἐπιπολὺ μὲν καὶ μάλιστα παρὰ τοῖς ἀρχαίοις ὁμοία ἡ γραφὴ, οἱ δὲ νεώτεροι τρέψαντες κατὰ τὸ δύφρος, δίφρος, μῦσος, μῖσος, μοῦσα, μοῖσα, τύπτουσα, τύπτοισα, καὶ ὅσα τοιαῦτα Δωρικὰ καὶ Αἰολικὰ, βίβλος διὰ τοῦ ἰῶτα φασί. καὶ τὸ πλέον ἐπὶ τῆς ὑποκειμένης βίβλου τοῖς γράμμασι. καὶ ὅτι εἰ κατὰ τὴν ἱστορίαν καὶ σχοινία ἐκ τῆς φυτικῆς βίβλου ἐπλέκοντο, ὡς καὶ ἐκ τῆς σχοίνου καὶ τῆς σπάρτου τῶν φυτῶν, ἔχει τι ἄρα ἡ βύβλος ἰνῶδες, ἐξ οὗ εἰκὸς γίνεσθαι σώματα συντελοῦντα εἰς γραφὰς, ἵνα ὥς περ ἀπὸ ἀρχεγόνου ἀφορμῆς τῆς κατὰ τὴν χελώνην χέλυς ὕστερον πᾶσα κιθάρα ἐκλήθη, ἐπειδὴ χελώνης ὄστρακον μέγα πήχεως περιθέσει καὶ χορδῶν ἐντανύσει λύραν ἀπήρτησεν, ἣν Ἑρμῆς Ἀπόλλωνι ἐχαρίσατο εἰς λύτρον, ἀνθ' ὧν ἔκλεψεν ἐκείνου βοῶν, οὕτω καὶ πᾶσαι γραφικαὶ βίβλοι ἔκ τινος ἀρχαίας χρήσεως τοὔνομα φέροιεν. ἐγίνοντο γάρ, φασιν, ἀπὸ βύβλων Αἰγυπτίων, ὡς οἷα παπύρων ὑδροχαρῶν, καθὰ οἱ τότε μεθώδευον, ὑποκείμενα τοῖς γραφεῦσι χαρτάρια· ὁποῖα ἴσως καὶ τὰ ὕστερον ἰδιωτικῶς λεγόμενα ξυλοχάρτια, ὧν ἡ τέχνη ἄρτι ἀπήλειπται. δόξοι δὲ ἂν καὶ τὸ τῆς δέλτου ὄνομα ἐκ τῶν κατ' Αἴγυπτον βύβλων ἐπιτεθῆναι ταῖς ἄρτι βίβλοις διὰ τὸ καθ' ἱστορίαν περιηγητικὴν Αἰγύπτιον δελτωτόν. ὡς δὲ ἡ βύβλος τὸ φυτὸν συνετέλει καὶ εἰς τὸ ὑποδεῖσθαι, ὁ βυβλινοπέδιλος δηλοῖ, οὗ χρῆσις παρὰ τοῖς παλαιοῖς. εἰς δὲ τὴν ἀντιμεταχώρησιν τοῦ υ καὶ τοῦ ἰῶτα πρὸς ἄλληλα χρήσιμον καὶ τὸ στρυφνὸς ἐκ τοῦ στύφω παρὰ Ἡρῳδιανῷ. [265] καὶ μεταθέσει στιφρὸς, ὅθεν ἴσως καὶ ῥῆμα στιφρῶ· οἷον, ὅταν δὲ τέκωσιν αἱ σηπίαι, τὰ ὠὰ ὁ ἄῤῥην παρακολουθῶν καταφυσᾷ καὶ στιφρᾷ, ἵνα δηλαδὴ στρυφνωθέντα μὴ διαῤῥυῶσι τῇ ἄγαν ἁπαλότητι.

(Vers. 395402.) Ὅτι Ὀδυσσεὺς μὲν τὸ τόξον πάντῃ ἀναστρωφῶν, ὅ περ οὐδεὶς τῶν πρὸ αὐτοῦ ἐποίησεν, ἐπειρᾶτο ἔνθα καὶ ἔνθα, μὴ κέρα ἶπες ἔδοιεν, ὡς ἂν ὑγιοῦς μὲν ὄντος τοῦ τόξου ἐγχειρήσῃ τῷ ἔργῳ, ἀχρειωθέντος δὲ μηχανήσηταί τι ἕτερον. μνηστήρων δέ τις ἐκεῖνον ἰδὼν οὕτω περιέργως τὸ τόξον στρέφοντα εἶπεν ἄν· ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων, ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται, ἢ ὅ γ' ἐφορμᾶται ποιησέμεν· ὡς ἐνὶ χερσὶ νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης. περὶ οὗ καὶ προείρηται. ἔστι δὲ, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὁ νοῦς τοῖς οὕτω εἰποῦσι τοιόσδε, ὡς ἄρα θαυμαστικὸς τῶν τόξων ὁ ξένος καὶ κλέπτων εἰς νοῦν τὴν αὐτῶν ἐμφέρειαν, ἵνα ἢ ἐξεικάσῃ αὐτὰ οἷς ἔχει, ἢ ἵνα ποιήσῃ ὅμοια. καὶ οὕτω μὲν οὗτοι. ἄλλος δ' ἄν τις εἶπεν, αἲ γὰρ δὴ τοσοῦτον ὀνήσιος ἀντιάσειεν, ὃ περιφραστικῶς δηλοῖ τὸ ὄναιτο, ὡς οὗτος ποτὲ δυνήσεται ἐντανύσασθαι. καὶ ἔστι καὶ τοῦτο φήμη τις τῷ Ὀδυσσεῖ· τοσοῦτον γὰρ ὄναιτό, φησιν, ὅσον ἐντανύσαι δυνήσεται. πάνυ δὲ τανύσειν δυνήσεται· τοσοῦτον ἄρα καὶ ὀνήσεται.

(Vers. 396.) Ὅρα δὲ τὸ τῶν ἠθοποιῶν κἀνταῦθα σύντομον, σύνηθες ὂν Ὁμήρῳ οὕτω γράφειν, ἔνθα πρόκειται τὸ, ὧδε δέ τις εἴπεσκεν.

(Vers. 395.) Ἰστέον δὲ ὅτι θηρίδια οἱ ἶπες κέρασιν ἐμφυόμενα καὶ κατεσθίοντα παραπλήσια φασὶ κώνωψι. γίνεται δὲ παρὰ τὸ ἴπτειν, ὅ ἐστι φθείρειν. τινὲς δὲ ὑφὲν κεραῖπες γράφουσιν ἀντὶ τοῦ ἐν τοῖς κέρασιν ἶπες πρὸς διαστολὴν τῶν ἐν φυτοῖς. ἄλλοι δὲ κεραΐδες ὡς ἀπὸ τοῦ κεραΐζειν, ἵνα δηλοῖ τὰς τῶν τόξων φθαρτικάς. κεράτινον δὲ ἦν, φασὶν, ὡς φαίνεται, τὸ τόξον, οὐ μὴν κατὰ τὰ πάλαι Σκυθικὰ ξύλινον. Ἐκτείνεται δὲ ἡ ἄρχουσα τοῦ ἶπες, διὸ καὶ περισπᾶται.

(Vers. 397.) Ὁ δὲ ἐπίκλοπος καὶ τὸν ἁπλῶς κλέπτην ἔστιν ὅτε δηλοῖ καὶ τὸν πανοῦργον δέ.

(Vers. 399.) Τὸ δὲ, ἐφορμᾶται ποιήσειν, ὅμοιόν ἐστι τῷ ὁρμαίνει· ἀπὸ τοῦ ὁρμῶ γὰρ τὸ ὁρμαίνω γίνεται.

(Vers. 400.) Τὸ δὲ, νωμᾶν ἔνθα καὶ ἔνθα, ταυτόν ἐστι τῷ ἀναστρωφᾶν, ὅ περ ἀνωτέρω αὐτοῦ κεῖται. πρὸς δὲ ὁμοιότητα τοῦ, χερσὶ νώμων, ἢ καὶ διαστολὴν, εἴρηται ἀλλαχοῦ τὸ, ἐν φρεσὶν ἐνώμα, ἤγουν διελογίζετο.

(Vers. 406413.) Ὅτι σεμνύνων ὁ ποιητὴς κατὰ τὸν αὐτοῦ νόμον καὶ ἐνταῦθα τὸν αὐτῷ φίλον ἥρωα καὶ τὸ κατ' αὐτὸν ἔργον καινότερον διασκευάζων τόν τε ῥᾴονα τοῦ τόξου τανυσμὸν σεμνοποιεῖ παραβολικῶς καὶ τὸ τῆς νευρᾶς δὲ τίναγμα. καὶ τῆς τοῦ ἄθλου δὲ εἰσβολῆς τέρας ἐκ Διὸς προηγήσασθαι γράφει. ἃ δὴ καὶ μόνα εἶχεν ἐνταῦθα πλάσασθαι διὰ τὸ γλίσχρον τῆς ὑποθέσεως. φησὶ γοῦν, ὡς ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ, ὡς δ' ὅτ' ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς, ῥηϊδίως ἐτάνυσε νέῳ περὶ κόλλοπι χορδὴν, ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰὸς, ὣς ἂρ ἄτερ σπουδῆς τάνυσε μέγα τόξον Ὀδυσσεύς. καὶ ἔστι θαυμασία καὶ οἰκειοτάτη ἡ τῆς νευρᾶς παραβολὴ πρὸς χορδήν. ἡ γὰρ νευρὰ ἑκατέρωθεν τῆς τοῦ τόξου κορώνης ἐξαπτομένη οὕτω ῥᾳδίως, φησὶν, ἐτανύσθη, ὡς εἰ καὶ χορδὴ ὑπ' ἀνδρὸς μουσικοῦ ἀμφοτέρωθεν φόρμιγγος. καὶ οὐκ ἔστιν εὑρεῖν κρείττονα καὶ ἀπονωτέραν καὶ σεμνοτέραν παραβολήν. εἶτα καὶ τὰ ἑξῆς ἐπάγων φησί· δεξιτερῇ δ' ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς, μὴ ἄρα κραυρωθεῖσα ἠχρείωται. ἡ δ' ὑπὸ καλὸν ἄεισε, χελιδόνι ἰκέλη ἄντην, ὅτε δηλαδὴ μὴ ἀποτάδην ἐκείνη ᾄδει, ἀλλὰ κατά τι κόμμα, ὡς εἴωθεν. ὁ δὲ τοιοῦτος ἦχος τῆς νευρᾶς καὶ ψαλμός τίς ἐστιν, ὡς δηλοῖ τὸ, πικρὰν ἀποψήλασα πάγην, παρὰ Λυκόφρονι. λέγει δὲ καὶ Αἴλιος Διονύσιος, εἰ καὶ μὴ ἐπὶ νευρᾶς, ἀλλ' οὖν ἐπὶ χορδῶν μουσικῶν κεῖσθαι καὶ τὸ ψατάλλειν καὶ τὸ ψαθαλεῖν ἀντὶ τοῦ ψηλαφᾶν καὶ μαλάττειν. τὰ δ' αὐτὰ καὶ ψάλλειν ἐστίν· ὅθεν καὶ ψαλλόμενος ὁ ἀκροώμενος ψάλλοντος.

(Vers. 411.) Ἰστέον δὲ καὶ ὅτι χελιδόνι, οὐ μὴν ἀηδόνι κτυπήσασαν εἴκασε τὴν νευρὰν, ἐπεὶ μὴ πρὸς ἡδύτητα ἡ ὁμοίωσις, ἀλλὰ μόνον πρὸς ποιότητα φωνῆς ἠχούσης ὑπότραχυ· ὁποῖος δή τις καὶ ὁ τῆς χελιδόνος βατταρισμὸς, ὅτε πρὸς μνήμην Τηρέως κατὰ τὸν μῦθον ῥοιζήσει, οὐ γλυκὺ ᾄδουσα, λαλαγοῦσα δὲ ἀκαλλὲς ὡς οἷα Θρᾷσσα κατὰ τὸν μῦθον. διὸ καὶ ὁ κωμικὸς, οὓς ἐκεῖνος ψέγει ὡς τὰς Μούσας ἀφανίζοντας, χελιδόνων μουσεῖα καλεῖ, ὅ ἐστιν ὑποβαρβάρους χελιδόνων δίκην οὐ μὴν ἐμμούσους, ὡσεὶ καὶ σειρήνων ἢ ἀηδόνων μουσεῖα, ὅπου γε καὶ αὐτὸ τὸ κατὰ σειρῆνας ᾄδειν, εἰ μὴ τὰς τοῦ μύθου νοεῖ τις, ἀλλὰ τὰς τῆς ζωϊκῆς ἱστορίας, οὐ λαλεῖται πρὸς ἔπαινον. τὸ γὰρ ζωΰφιον ἡ σειρὴν ἀμυδρόν τι κλαυθμυρίζεται καὶ, ὡς ἄν τις εἴποι, ψοφεῖ νόμον ἐπίκλαυτον. εἰ δὲ καλὸν ἄεισε καθ' Ὅμηρον ἡ ῥηθεῖσα νευρὰ, οὐχ' ἁπλῶς ἐῤῥέθη τοῦτο [266] διὰ τὸ ἡδὺ, ἀλλ' ἀνάλογον πρὸς τὸ ἀνῆκον καλὸν τῇ ἀπαθεῖ νευρᾷ καὶ μὴ κραυρουμένῃ πρὸς τὸ ξηρόφωνον καὶ πάντῃ ἀηδές. εἰ δέ τι χρὴ παρεκβῆναι καὶ εἰς τὴν παρὰ τοῖς πάλαι ἀστεϊζομένην χελιδόνι παρώνυμον παιδιὰν, χελιδονίζειν παρὰ Ῥωμαίοις ἦν ἀγερμὸς γινόμενος Βοηδρομιῶνι μηνὶ, καλούμενος οὕτω διὰ τὸ εἰωθὸς τηνικαῦτα ἐπιφωνεῖσθαι· ἦλθ', ἦλθε χελιδὼν, καλὰς ὥρας ἄγουσα καὶ καλοὺς ἐνιαυτοὺς, ἐπὶ γαστέρα λευκὰ, ἤγουν λευκὴ, ἐπὶ νῶτα μέλαινα. εἶτα, ὡς ἐν συνόψει φάναι, οὐ παλάθαν ζητοῦμεν οἴνου τε δέπαστρον, ἁ χελιδὼν, καὶ λεκιθίταν οὐκ ἀπωθεῖται. πότερ' ἀπίωμεν ἢ λαβώμεθα; εἰ μέν τι δώσεις. εἰ δὲ μὴ, οὐκ ἐάσομεν· ἢ τὰν θύραν φέρομεν ἢ τὸ ὑπέρθυρον ἢ τὰν γυναῖκα κὰν ἔσω καθημέναν; μετὰ δὲ ὀλίγα τελειοῦται ἡ ᾠδὴ εἰς τὸ, ἄνοιγ' ἄνοιγε τὴν θύραν χελιδόνι· οὐ γὰρ γέροντες ἐσμὲν, ἀλλὰ παιδία. καὶ οὗτοι μὲν πάντως χελιδονισταί. ἄλλοι δέ τινες ἐκαλοῦντο κορωνισταὶ, οἷα τῇ κορώνῃ τῷ ζώῳ ἀγείροντες καὶ τὰ ὑπ' αὐτῶν ᾀδόμενα κορωνίσματα ἐλέγοντο· ὧν καὶ ἐκτιθεταί τινα ὁ δειπνοσοφιστής. Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰρημένοις παλάθη μὲν συκῶν ἐπισύνθεσις· δέπαστρον δὲ καὶ παρὰ Λυκόφρονι τὸ δέπας, οὗ δεπάστρεον παράγωγον τὸ ἐκ ποτηρίου πόμα· λεκιθίτης δὲ πλακοῦς, ᾧ παραμέμικται καὶ ὠοῦ λέκιθος. τὸ δὲ, εἰ μέν τι δώσεις, εἰ δὲ μὴ, οὐκ ἐάσομεν, ἐλλειπτικῶς ἔχει· ἔστι δὲ καὶ παρ' ὑπόνοιαν. εἰ δὲ καὶ τοιαῦται παιδιαὶ γραφῆς ἠξιοῦντο τοῖς παλαιοῖς, οὐ μεμπτέον τῆς ἀφελείας, ἀλλὰ θαυμαστέον τῆς εἰς πολυμαθείαν παραδόσεως, δι' ἧς ἡ γραφικὴ τέχνη τρέφεται. εἰ δέ τις οἴεται, καὶ τὸ χέλει χελώνη τοῦ χελιδονισμοῦ ἔχεσθαι, ἴστω ὡς ἄλλο τι ἔστι τοῦτο. καθημένης γὰρ τινὸς ἐν μέσῳ, ἥν, φασι, χελώνην ἐκάλουν, περιτρέχουσαι παρθένοι ἐπυνθάνοντο καὶ ἀντήκουον δι' ἀμοιβαίων ἰάμβων οὕτω· χέλει, χελώνη, τί ποιεῖς ἐν τῷ μέσῳ; ἔρια μαρύομαι, ἤγουν κλώθω, καὶ κρόκην Μιλησίαν. ὁ δ' ἔγγονός σου τί ποιῶν ἀπώλετο; λευκὰν ἀφ' ἵππων εἰς θάλασσαν ἅλατο. ἔστι δ' ἐν τούτοις τὸ χέλει προστακτικὸν δῆθεν, παρηχούμενον τῇ χελώνῃ. ἐπὶ δὲ τούτοις φησὶν ὁ ποιητὴς καὶ ὅτι μνηστῆρσι δ' ἂρ ἄχος γένετο μέγα. πᾶσι δ' ἄρα χρὼς ἐτράπετο εἰς ὠχρίαν δηλαδή. Ζεὺς δὲ μεγάλ' ἔκτυπε σήματα φαίνων. γήθησε δὲ Ὀδυσσεὺς, οἷα καὶ τερασκόπος, ὅττι ῥά οἱ τέρας ἐπέμφθη ἐκ Διός. καὶ ἦν καὶ τοῦτο οἷόν τις τεραστία προσάλπιγξις τῆς ἐσομένης μάχης, καθά που καὶ ἐν Ἰλιάδι ἐσάλπιγξε μέγας οὐρανός.

(Vers. 413.) Καὶ ὅρα ὅτι τὸ αὐτὸ κτύπημα τῆς βροντῆς καὶ σῆμα εἶπε καὶ τέρας, τοῦτο μὲν ἑνικῶς, ἐκεῖνο δὲ πληθυντικῶς· σήματα γάρ, φησι, φαίνων· ἢ καὶ ὑπερβατῶς, μεγάλα σήματα φαίνων. καὶ ἔστι σῆμα μὲν ὡς σημεῖον ἁπλῶς τοῦ μέλλοντος· τέρας δὲ ἢ διὰ τὸ ὡς εἰκὸς καὶ νῦν ἀνέφελον τοῦ ἀέρος ἢ καὶ ὡς ἐκ τῶν ἀνωτάτω τόπων, ἔνθα καὶ τὰ τείρεα, οἷς τὸ τέρας παρωνυμεῖται.

(Vers. 405.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ, ἀκόλουθον μὲν ἦν εἰπεῖν εὐθὺς, ὡς ἄτερ σπουδῆς ἐτάνυσεν.

(Vers. 406.) ὁ δὲ ποιητὴς καινότερον ἐπήγαγεν εὐθὺς ἐπεμβλητικῶς παραβολὴν, ὡς ὅτ' ἀνὴρ καὶ ἑξῆς. εἶτα ἀπέδωκε κοινῶς πρός τε τὸ, ἐπεὶ μέγα τόξον ἐβάστασε, καὶ πρὸς αὐτὴν τὴν παραβολὴν μίαν ἀπόδοσιν τὸ, ὣς ἂρ ἄτερ σπουδῆς τάνυσε μέγα τόξον.

(Vers. 405.) Ὅρα δὲ καὶ τὸ, ἐβάστασε τόξον, κοινότερον λεχθέν· καὶ τὸ, ἐπιστάμενος φόρμιγγος καὶ ἀοιδῆς, κατὰ γενικὴν συνταχθὲν ὁμοίως τῷ εἰδέναι καὶ τῷ γνῶναι· ἃ καὶ αὐτὰ οἴδασι παρὰ τῷ ποιητῇ καὶ τὴν μετὰ γενικῆς σύνταξιν.

(Vers. 406.) Τὸ δὲ ἀοιδῆς ἀκριβῶς πρόσκειται· ἐπίσταται μὲν γὰρ φόρμιγγος καὶ ὁ τέκτων αὐτῆς. τὸ δὲ καὶ ἀοιδῆς μόνου ἐστὶ τοῦ ἀοιδοῦ. δοκεῖ δὲ τὸ ἐπιστάμενος ἀρχή τις εἶναι τοῖς ὕστερον τοῦ καὶ τὰς τέχνας ἐπιστήμας λέγεσθαι.

(Vers. 407.) Κόλλοψ δὲ ὁ παρὰ τοῖς ὕστερον κόλλαβος, δι' οὗ τείνονται αἱ τοιαῦται χορδαί. καὶ οὕτω, φασὶ, λεγόμενος διότι τὸ παλαιὸν ἐκ δερμάτων σκληρῶν ἦν τῶν πρὸς τῷ τραχήλῳ τῶν βοῶν, ἔστι δ' ὅτε καὶ τῶν οἰῶν, ἃ καὶ αὐτὰ κόλλοπες ἐκαλοῦντο διὰ τὸ ἐξ αὐτῶν ἀναβραττομένων κόλλαν γίνεσθαι, ὡς δηλοῖ καὶ Παυσανίας γράψας, ὅτι ἐκολλόπωσε τὸ κόλλῃ συνήρμοσεν. ἀπὸ γὰρ τοῦ νωτιαίου, φησὶ, κόλλοπος τῶν βοῶν ἑψομένου ἐγίνετο κόλλα. ὅθεν καὶ κόλλοψ, ᾧ ἐπιτείνουσι τὰς χορδάς· ἦν γάρ, φησι, δερμάτινος. νοητέον οὖν ἐκ τούτου ὡς μᾶλλον σαφέστερον τοῦ κόλλοψ ὁ κόλλαβος εἰς τὸ νοηθῆναι ὡς ἐκ βοῶν κόλλοπος ἦν. ἐν ἑτέρῳ δὲ λεξικῷ γράφεται καὶ ὅτι ἐκολλόπωσε τὸ ἐκόλλησε. κόλλοπες γὰρ βοῶν νεῦρα, ὅθεν κόλλα γίνεται. ἀλλαχοῦ δὲ οὕτω· κόλλοψ τὸ τραχηλιαῖον τοῦ ταύρου σὺν τῇ ὑπὸ τὴν φορίνην, ἤγουν ὑπὸ τὸ δέρμα, πιμελῇ· ἐξ οὗ οἱ κόλλαβοι τοῖς παλαιοῖς. ἄλλοι δὲ γράφουσιν οὕτως· κόλλοψ, ταύρου ἐπαυχένιον δέρμα· ἐξ οὗ καὶ οἱ τῶν ὀργάνων πάλαι ποτὲ κόλλαβοι. ἐξ αὐτοῦ δέ, φασι, κόλλοψ, ὁ σκληρὸς [267] ὑπὲρ τὴν ἀκμὴν πάσχων· καὶ κολλοποδιῶκται οἱ ἄγριοι περὶ τὰ τοιαῦτα. ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ταῦτα· κόλλοπα τὸ παχὺ δέρμα φασὶ λέγεσθαι καὶ τὸν τῶν ὀργάνων κόλλαβον, παρατιθέμενοι Ὅμηρον καὶ ἄλλους τινάς. ἕτεροι δὲ οὕτω καλοῦσι τὸν περιτρέχοντα καὶ ἑταιροῦντα, ὡς καὶ Εὔπολις ἐν τῷ, Καλλίστρατος ἔστι τις. οὗτος οὖν μεγάλην πυγὴν εἶχεν, ὦ Χαριάδη, καὶ καλήν. τοῦτον καταλεκτέον ἐς τοὺς κόλλοπας τοὺς ἐκδρομάδας· οἵ πέρ εἰσιν οἱ, ὡς ἐῤῥέθη, ἀκολασταίνοντες ὑπέρακμα, λεγόμενοι ἐκδρομάδες, ὡς παραδεδραμηκότες τὴν ὥραν καὶ ἀνάπαλιν ὄντες τοῖς πρῶτον ὑπηνήταις.

(Vers. 408.) Τὸ δὲ, ἅψας χορδὴν, ἀντὶ τοῦ ἐκδήσας. ὅτι δὲ τὰς κοινῶς λεγομένας χορδὰς ὀρύας Ἐπίχαρμος ὀνομάζει κατά τινα δηλαδὴ γλῶσσαν, ζητητέον εἰς τὸν καλὸν Ἀθήναιον. Τὸ δὲ, εὐτρεφὲς ἔντερον οἰὸς, περίφρασίς ἐστι τοῦ χορδὴ, ἤδη δὲ καὶ ὁρισμὸς αὐτῆς. κυρίως γὰρ χορδὴ εὐτραφὲς ἤτοι εὔκλωστον ἔντερον οἰὸς, ὃ παραφθείροντες κόρδαν οἱ χυδαῖοι φασί. Τὸ δὲ, ἄτερ σπουδῆς, ἀντὶ τοῦ δίχα καμάτου· ἐξ οὗ ἐν Ἰλιάδι ἀσπουδεὶ τὸ ἀπονητί· οἷον, μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν ἕκηλοι. Ἄντην δὲ ἐν ἄλλοις μὲν τὸ ἀντικρύ· ἐνταῦθα δὲ τὸ ἄντικρυς ἤτοι φανερῶς, ὃ καὶ αὐτὸ ἀντικρὺ λέγεται παρὰ τῷ ποιητῇ· οἷον, ἀντικρὺ δ' ἀπόφημι. τὸ γὰρ ἄντικρυς τῶν ὑστέρων ἐστίν.

(Vers. 417.) Ὅτι γυμνὸν εἰπὼν ὀϊστὸν ἑρμηνεύει τὴν λέξιν, ἐπαγαγών· οἱ δ' ἄλλοι κοίλης ἔντοσθε φαρέτρης κείατο, ὧν ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι, ὡς εἴ περ ἔφη γεύσασθαι. καὶ ἔστιν οἷον ἔνδυμα ὀϊστοῦ τοῦ νῦν γυμνοῦ ἡ φαρέτρα, καθὰ καὶ τόξου ὁ γωρυτὸς, ὡς δηλοῖ τὸ, εἵλετο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο. περικεῖσθαι γάρ ποτε καὶ ἐπὶ ἐνδύσεως τίθεται. ὅθεν καὶ χλαῖναν φορῶν μέν τις περίκειται, ἐκδυόμενος δὲ ἀποτίθεται. Ὅτι τὴν Ὀδυσσέως τοξείαν οὕτω φράζει ὁ ποιητής· ὀϊστὸν ἐπὶ πήχει ἑλὼν εἷλκεν νευρὴν γλυφίδας τε αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ' ὀϊστὸν ἄντα τιτυσκόμενος. πελέκεων δ' οὐκ ἤμβροτε πάντων πρώτης στειλειῆς. διὰ δ' ἀμπερὲς ἦλθε θύραζε ἰὸς χαλκοβαρής.

(Vers. 419.) Ἔστι δὲ τὸ μὲν, ἐπὶ πήχει ἑλὼν, ἀντὶ τοῦ, κρατήσας καὶ θεὶς τὸν ὀϊστὸν ἐπὶ τῷ πήχει τοῦ τόξου, ἤγουν τῷ κέρατι, ἔνθα ἡ τοῦ τόξου λαβή. κεῖται δὲ ἡ λέξις καὶ ἐν Ἰλιάδι· οἷον, ὁ δὲ τόξου πῆχυν ἀνεῖλκε. γλυφίδες δὲ αἱ τοῦ ὀϊστοῦ, αἷς ἐνίεται ἡ νευρὰ, οὕτω καλουμένη ἀρχαιολογικῶς· ὕστερον γὰρ ἐκ δερμάτων βοὸς, οὐ μὴν ἐκ νεύρων αἱ τῶν τόξων νευραί. Εἰ δὲ εἷλκε νευρὴν γλυφίδας τε, ἐρυστὸν ἄρα καὶ ῥυτὸν οὐ μόνον τὸ τόξον, ἀλλὰ καὶ ὀϊστὸς, ὡς προείρηται.

(Vers. 420.) Τὸ δὲ, ἐκ δίφρου καθήμενον τοξεύειν, ἤργησεν ὕστερον. κάμπτοντες γὰρ ἐν τοιούτοις γόνυ οὕτω τοξεύουσι. Στειλειὴ δὲ ὀπὴ πελέκεως, εἰς ἣν ἐνείρεται ἤγουν ἐμβάλλεται στελεός· ὃς καὶ οὐδετέρως λέγεται τὸ στελεὸν, καὶ πλεονασμῷ δὲ διχρόνων ὁ στειλειὸς καὶ τὸ στειλειὸν, ὅθεν καὶ ἡ στειλειὰ, δι' ἧς στέλλεται τὸ διϊὸν ἢ ἐμβαλλόμενον.

(Vers. 421.) Ἰστέον δὲ ὅτι ἐχρῆν μὴ ἁμαρτεῖν τῆς πρώτης τῶν πελέκεων στειλειῆς καὶ εὐθὺς ἅμα τῇ βολῇ διελθεῖν θύραζε τὸν ὀϊστὸν διὰ τὸ ἐπὶ στάθμην αὐτοὺς ἀπευθυνθῆναι, ὡς εἴρηται.

(Vers. 422.) Ὅρα δὲ καὶ νῦν τὸ θύραζε ἀντὶ τοῦ ἁπλῶς ἔξω, ὅ περ ἦν ἐνταῦθα, τὸ ἐκεῖθεν ἀντικρὺ τῆς πρώτης στειλειῆς. Ἰὸς δὲ χαλκοβαρὴς πρὸς διαστολὴν κεῖται τοῦ ἀσιδήρου, ὃς οὐκ ἂν εἴη χρήσιμος τοῖς οὕτως ὀϊστεύουσιν.

(Vers. 424.) Ὅτι Ὀδυσσεὺς μετὰ τὴν ἐν τῇ τοξείᾳ εὐτυχίαν ἐναμβρυνόμενος παρὰ τοῖς αὐτὸν εἰδόσι καὶ εὐέλπιδας αὐτοὺς ποιῶν ἐπὶ τοῖς ἑξῆς φησί· Τηλέμαχε, οὔ σε ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτεν, οὐδέ τι τόξον δὴν ἔκαμον τανύων, ἔτι μοι μένος ἔμπεδόν ἐστιν,

(Vers. 426.) οὐχ' ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται, τουτέστι μέμφονται, ἐκφαυλίζουσι. Χρὴ δὲ νοῆσαι, ὡς ἅμα εἶπεν Ὀδυσσεὺς καὶ μνήμη περιῆλθεν αὐτὸν ὧν ἤκουσε καὶ εἶδε καὶ ἔπαθε. καὶ εὐθὺς ἐρεθίζεται κατὰ τῶν κακῶν· οὐ γὰρ ἔτι καιρὸς ἀναβάλλεσθαι, μὴ καὶ ἀχρειωθῇ τὸ πᾶν.

(Vers. 424.) Ὅρα δὲ καὶ ὅτι καλῶς ἔφη φθάσας Εὐρύμαχος τὸ, ἐλέγχεα ταῦτα γένοιτο. εἰ γὰρ ὁ ξεῖνος οὐκ ἐλέγχει τὸν Τηλέμαχον, τοὺς μνηστῆρας ἄρα ἐλέγχει ὡς μὴ δυναμένους οὕτω βαλεῖν. τὸ δὲ, οὐδέ τι σκοποῦ ἤμβροτε, καὶ παροιμιῶδες γέγονεν ἐπὶ τῶν εὐστοχούντων τοῦ θελητοῦ. Τὸ δὲ, οὐκ ἤμβροτεν ὁ ξένος, καὶ τὸ, οὐκ ἔκαμον τόξον τανύων, ἐξαλλαγὴν ἔσχον σχήματος.

(Vers. 426.) Ὅρα δὲ τὸ ὄνονται φανερῶς βαρύτονον ὂν ὡς ἀπὸ ἐνεστῶτος τοῦ ὄνω, ὄνομαι, ὅθεν τὸ ὀνῶ, ὀνόσω παράγωγον ῥῆμα καινότροπον, καὶ οὐ φύσει ὂν τρίτης συζυγίας τῶν περισπωμένων.

(Vers. 428.) Ὅτι σχηματίζει καὶ νῦν ὁ ποιητὴς, πλάσας τὸν Ὀδυσσέα εἰπόντα· νῦν δ' ὥρη καὶ δόρπον Ἀχαιοῖσι τετυκέσθαι ἐν φάει· αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι οὐχ' ἁπλῶς ἑτέρως πως, ἀλλὰ μολπῇ καὶ φόρμιγγι· τὰ γὰρ ἀναθήματα δαιτὸς, ὃ καὶ [268] ἀλλαχοῦ προεῤῥέθη. δοκεῖ μὲν γὰρ εἰπεῖν Ὀδυσσεὺς ὅτι καιρὸς τοῖς μνηστῆρσι τοῦ δορπῆσαι καὶ παῖξαι. λέγει δὲ ἄλλως δι' ἐμφάσεως, ὅτι καιρός ἐστιν ἡμῖν τάχιόν τε δορπῆσαι ἀνελοῦσι τοὺς μνηστῆρας καὶ ἄλλως δὲ τερφθῆναι, ὃ καὶ γίνεται. θανόντων γὰρ τῶν μνηστήρων λαμπρὰ εὐωχία τελεῖται μετά τε ἀοιδῆς καὶ φιλοπαίγμονος ὀρχηθμοῖο, ὡς καὶ δοκεῖν τοῖς ἔκτοσθεν ἀκούουσι γάμον εἶναι ταῦτα τῆς Πηνελόπης. οἱ δὲ παλαιοί φασιν ἐνταῦθα καὶ ὅτι παρέλκει τὴν διάνοιαν τῶν μνηστήρων Ὀδυσσεὺς, δόρπου μνησθεὶς, καὶ ὅτι συμβολικῶς ἢ καὶ ὡς ἐν εἰρωνείᾳ δόρπον μὲν αὐτῶν τὸν θάνατον λέγει. Τὸ δὲ ἑψιάασθαι ἀντὶ τοῦ οἰμώζειν. ἄλλως δὲ τί ἐστι τὸ ἑψιᾶσθαι, ἱκανῶς προδεδήλωται. νῦν δὲ σημειωτέον ὅτι καὶ ἐπὶ μολπῆς καὶ φόρμιγγος τὸ ἑψιᾶσθαι τίθεται.

(Vers. 431.) Ὅτι ἐπεὶ οὐκέτι ἀναβολῆς ὥρα, ἔνευσε μὲν ἐπ' ὀφρύσιν Ὀδυσσεὺς, Τηλέμαχος δὲ ἀμφέθετο ξίφος ὀξὺ, τῷ ὤμῳ δηλαδὴ, εἰ καὶ ἐλλέλειπται νῦν, προσφυῶς τῇ σπουδῇ τοῦ καιροῦ συνεπιτρέχοντος καὶ τοῦ λόγου.

(Vers. 433.) ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ὃ περίφρασίς ἐστι τοῦ, ἕλεν ἔγχος. ἄγχι δ' ἂρ αὐτοῦ πὰρ θρόνον εἱστήκει κεκορυθμένος αἴθοπι χαλκῷ. καὶ ὁ Ὀδυσσεὺς εὐθὺς ἐνεργεῖ. οὐ γάρ ἔστι ἔτι λόγων καιρὸς, ὡς καὶ ἡ ἐφεξῆς αὐτίκα ῥαψῳδία δηλοῖ. Τὸ δὲ, χεῖρα φίλην, ὅμοιον τῷ, φίλας ὅτι χείρας ἵκοιτο. ἀφελῶς γὰρ καὶ εἰς οὐδὲν ἀναγκαῖον κεῖται καὶ ἐκεῖ τὸ φίλας καὶ ἐνταῦθα τὸ φίλην. ἴσως δὲ νῦν ἐστί τις ἔμφασις τοῦ, φίλην αὐτῷ δὴ τῷ ποιητῇ τὴν τοιαύτην εἰρῆσθαι χεῖρα.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Χ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Τὰ περὶ τὴν μνηστηροφονίαν ἐργασάμενος Ὀδυσσεὺς παρούσης Ἀθηνᾶς ἐν τοῖς ἑξῆς τὰς θεραπαίνας διὰ Τηλεμάχου καὶ τῶν οἰκείων κολάζει ἅμα Μελανθίῳ. Ἄλλως· τὴν μνηστηροφονίαν περιέχει καὶ τὴν τῶν σωμάτων συγκομιδὴν, καὶ ὡς καθαίρει τοῦ φόνου τὸν οἶκον ὁ Ὀδυσσεύς.

ΟΔΥΣΣΕΙΑΣ Χ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι μνηστηροφονίαν ἐπιγράφουσιν οἱ παλαιοὶ τὸ παρὸν γράμμα. οὗ περ ἡ ἀρχὴ πρέπει ἀνδρὶ ἑτοίμῳ εἰς ἔλεγχον ἢ λοιπήν τινα δραστηριότητα ὡς ἐν λόγῳ παροιμίας τινός. φησὶ γάρ· αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς. νοητέον δ' ἐνταῦθα ὅτι ζωσάμενος Ὀδυσσεὺς ἐγυμνώθη τὰ σκέλη μόνα ὡς μηδὲ τὴν ῥηθεῖσαν οὐλὴν παραφαίνεσθαι. οὐ γὰρ δή που τὸ ὅλον ἐγύμνου σῶμα εἰς πόλεμον παραταττόμενος. δηλοῖ δὲ τὸ ἐνδεδύσθαι αὐτὸν καὶ ἡ μαῖα ἐν τοῖς ἑξῆς, εἰποῦσα· μηδ' οὕτω ῥάκεσσι πεπυκασμένος εὐρέας ὤμους ἕσταθι.

(Vers. 2.) ἐπάγει δὲ ὁ ποιητὴς καὶ τὸ, ἆλτο δ' ἐπὶ μέγαν οὐδὸν, ἔχων βιὸν ἠδὲ φαρέτρην ἰῶν ἐμπλείην, ὃ ταυτόν πώς ἐστι τῷ ἰοδόκον. ταχέας δ' ἐξεχεύατ' ὀϊστοὺς αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν· οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται. νῦν αὖ σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν

(Vers. 7.) ἀνὴρ, εἴσομαι, τουτέστι γνώσομαι ἢ ἐπιπορεύσομαι, αἴ κε τύχοιμι, ἔφη· καὶ ἐπ' Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν. ὁ μὲν δὴ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ μέμβλετο.

(Vers. 12.) εἶτα σχηματίσας ἐνδιαθέτως κατὰ ἀσύνδετον ὡς ἐν πολλῇ ἀπορίᾳ φησί· τίς ἂν οἴοιτο μετ' ἀνδράσι δαιτυμόνεσσι μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη, οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. τοῦτο δὲ τὴν τοῦ Ὀδυσσέως ἐξαίρει τόλμαν καὶ τὸ τῆς μνηστηροφονίας δὲ παραμυθεῖται ἀπίθανον, ὡς μηδὲ τοῦ ποιητοῦ ἐκλαθομένου πάνυ δυσχερὲς εἶναι τὸ ἔργον καὶ ὅμως ἱστορήσαντος τὸ τεραστίως γενόμενον κατὰ τὴν αὐτοῦ πιθανὴν πλάσιν.

(Vers. 1.) Ἰστέον δὲ ὅτι τε ἀπὸ τοῦ ῥήσσω, ῥήξω, ἔῤῥηχα παρακειμένου τὰ ῥάκεα γίνονται τροπῇ τοῦ ἦτα εἰς ἄλφα καὶ τοῦ δασέος εἰς ψιλὸν, καὶ ὅτι τὸ ῥάκος βράκος φασὶν οἱ Αἰολεῖς, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα πλατύτερον γέγραπται. χρῆσις δὲ τοιαύτη παρὰ Σαπφοῖ ἐν τῷ, τίς δ' ἀγροιῶτις θέλγει νόον, οὐκ ἐπισταμένη τὰ βράκεα ἕλκειν ἐπὶ τῶν σφυρῶν; ἤγουν ποία γυνὴ χωριτικὴ ἐζωσμένη ἀγροικικώτερον ἐφέλκεται ἐραστήν; [269]

(Vers. 2.) καὶ ὅτι τὸ, ἆλτο ἐπὶ οὐδὸν ἀντὶ τοῦ ἥλατο, καιρίως ἔφη, ὡς ὑψηλοτέρου τῆς θύρας ὄντος τοῦ οὐδοῦ. ψιλοῦται δὲ τὸ ἆλτο καὶ ταῦτα ἀπὸ τοῦ ἅλλεσθαι γεγονὸς, οὐ μόνον ὡς Αἰολικὸν, ἀλλὰ διὰ τὴν ἐπαγωγὴν τοῦ ψιλοῦ τ, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσιν· ὃ δὴ ἔμελλε παθεῖν κατὰ τοὺς τεχνικοὺς καὶ ἡ γενικὴ τοῦ ἃλς, εἴ περ ἐκλήθη ἀλτὸς καὶ μὴ ὑπεστάλη τὸ τ καὶ οὕτως ἡ κλίσις γέγονεν ἃλς, ἁλὸς, καὶ ἐφυλάχθη διατοῦτο ἡ δασεῖα τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ· ὃν τρόπον καὶ τὸ ἅλατο μὲν δασύνεται ἀπὸ τοῦ ἅλλομαι· ἐπεὶ καὶ τὰ τοῦ ἐνεστῶτος πνεύματα εἰς τοὺς ἐκεῖθεν ὁμοίως μεταβαίνουσι χρόνους. συγκοπὲν δὲ εἰς τὸ ἆλτο ἐψίλωται· χαίρει γὰρ τὸ τ, ὥς περ καὶ τὸ θ καὶ τὸ δ, ψιλοῦσθαι τὰ πρὸ αὐτῶν φωνήεντα. Ἵσταται δὲ περὶ τὸν οὐδὸν Ὀδυσσεὺς, ἵνα μὴ ἔχοιεν οἱ μνηστῆρες ἔξω φυγεῖν· βλάπτει γὰρ τοῦτο τὸν Ὀδυσσέα καὶ ζημιοῖ, τοῦτο μὲν εἴ τις διαδράσει τὸν φόνον, ἐκεῖνο δὲ εἰ τοὺς Ἰθακησίους εἰς ἄμυναν προκαλέσονται.

(Vers. 4.) Τὸ δὲ, πρόσθε ποδῶν, ἑρμηνεία ἐστὶ τοῦ, ἐκχεύατο ὀϊστοὺς αὐτοῦ, τουτέστι πρόσθε ποδῶν.

(Vers. 5.) Ἀάατος δὲ δύναται ἡ δίχα βλάβης ἐνταῦθα εἶναι, ἵνα λέγῃ Ὀδυσσεὺς, ὡς οὐ πολυβλαβὴς, ὦ μνηστῆρες, ἐμοὶ ὁ παρὼν ἄεθλος, ὡς ὑμεῖς ἐλέγετε, ἀλλὰ ἐστερημένος ἄτης καὶ, ὡς εἰπεῖν, ἀβλαβής. λέγοι δ' ἂν αὐτὸν καὶ ἄλλως εἰρωνικῶς ἀάατον, ἤγουν πολυβλαβῆ, κατὰ τὸ δοκοῦν τοῖς μνηστῆρσι. Τὸ δὲ, οὗτος μὲν δὴ ἄεθλος ἐκτετέλεσται· νῦν αὖτε σκοπὸν ἄλλον εἴσομαι, αἴ κε τύχοιμι, εἴποι ἂν ὁ μετά τι μέγα ἔργον ἀνυσθὲν δευτέρῳ τινὶ ἐγχειρῆσαι θέλων.

(Vers. 11.) Τὸ δὲ, ὄφρα πίοι οἴνοιο, Ἀττικῶς ἐῤῥέθη. ἄλλως γὰρ τὸ πίνειν αἰτιατικῇ συντάσσεται. ἴσως δὲ καὶ οὐδὲ ἔμελλε τὸν ὅλον ἐκπιεῖν οἶνον, ἀλλά τι μέρος αὐτοῦ, ὡς εἰώθασι ποιεῖν οἱ, ὡς προεδηλώθη, προπίνοντες. τὰ δὲ τοιαῦτα γενικῇ συντάσσονται, ὅτε δηλαδὴ μὴ τὸ πᾶν δαπανᾶται, ἀλλά τι μέρος αὐτοῦ· οἷον, λέων βοὸς βεβρωκώς· καὶ ὄφις μυρμήκων φαγών· καὶ ὅσα τοιαῦτα.

(Vers. 12.) Τὸ δὲ μέμβλετο, ποιητικὴ αὕτη λέξις, ἐκ τοῦ μεμέλητο γίνεται, ὅ ἐστι διὰ μελήσεως ἦν, κατά τε συγκοπὴν καὶ ἐπένθεσιν τοῦ βῆτα δι' εὐφωνίαν καὶ συστολὴν τοῦ παραλήγοντος η εἰς ε. Δαιτυμόνες δὲ νῦν οἱ ἁπλῶς δαινύμενοι. ἐν μέντοι τῇ δ ῥαψῳδίᾳ ἐπὶ τῶν τὴν δαῖτα παρασκευαζόντων εὕρηται ἡ λέξις τεθεῖσα. οἱ δὲ ὕστερον ἐπὶ κλητῶν φίλων αὐτὴν τιθέασιν.

(Vers. 15.) Ὅτι Ὀδυσσεὺς Ἀντίνοον κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή.

(Vers. 17.) εἶτα διασκευάζων, ὅπως ἔπεσε σφαζάδων καὶ οἷα ἔπαθε καὶ ἐποίησε, φησίν· ἐκλίνθη δ' ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς, βλημένου· αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν αἵματος ἀνδρομέοιο, θοῶς δ' ἀφ' ἑαυτοῦ τράπεζαν ὦσε ποδὶ πλήξας, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε·

(Vers. 21.) σῖτός τε κρέα τε ὀπτὰ φορύνετο, τουτέστιν ἐμολύνετο ἢ αἵματι ἢ καὶ ἄλλως κυλιόμενα εἰς γῆν. Καὶ ὅρα φράσιν ταύτην ἀπόζουσαν τῆς ἐν Ἰλιάδι γλυκύτητος τῆς κατὰ ἐμβρίθειαν καὶ νοήματος καὶ φράσεως· πολεμικὴ γὰρ ἡ διασκευή. καὶ εἰσὶ τοιαῦτα καὶ ἐν τοῖς ἐφεξῆς. ὅλως γὰρ τὸ τῆς Ὀδυσσείας ἀνδρῶδες ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ κεῖται. μιᾷ δὲ καὶ ἐνταῦθα βολῇ θανατοῖ ὁ ποιητὴς τοὺς βαλλομένους διὰ τὸ ἀνδροφόνῳ φαρμάκῳ τοὺς ὀϊστοὺς βεβάφθαι, καθὰ καὶ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ προείρηται. τοῦτο δὲ καὶ ἐπίτηδες ὁ ποιητὴς πλάττει διὰ τὴν τῶν ὀϊστῶν ἔνδειαν, ἵνα ἑνὸς ὀϊστοῦ ἕνα θανατοῦντος πλεῖον τὸ ἔργον διὰ τοῦ τόξου γένηται.

(Vers. 15.) Τὸ δὲ ἐπισχόμενος ἀντὶ τοῦ καταστοχασάμενος. τοῦτο δὲ διὰ τὸ ἐπέχειν τὴν χεῖρα καὶ ἱστᾶν τὸν κατὰ σκοποῦ βάλλοντα. οἱ δὲ παλαιοὶ καὶ ἀντὶ τοῦ λαβόμενος φασὶν, ἀστείως λέγοντες ὡς ἀπὸ χερσὶ κρατοῦντος. ὡς γὰρ ὁ ἄγχων ἐπέχει τινὰ τοῦ λαιμοῦ, οὕτω καὶ Ὀδυσσεὺς ἔβαλε τὸν Ἀντίνοον κατὰ λαιμὸν ἐπισχόμενος ἰῷ ὡς οἷα καὶ χειρί.

(Vers. 16.) Τὸ δὲ, ἁπαλοῖο δι' αὐχένος, σαφῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἡρμήνευται, οὐ τοῦ ὅλου αὐχένος ὂν ἐπίθετον, ἀλλὰ τοῦ περὶ αὐτὸν ἁπαλωτέρου μέρους. ἄλλως γὰρ οὐκ ἂν ἁπαλὸς αὐχὴν λέγοιτο ὁ σκληρὸς καὶ παρὰ τὸν αὐχμὸν ἐτυμολογούμενος διὰ τὰ κατ' αὐτὸν ὀστᾶ ὡς οἷά τις αὐχμήν. διὸ καὶ διὰ τοῦ ε κλίνεται, ἵνα ὥς πέρ ἐστι ποιμὴν ποιμένος, οὕτω καὶ αὐχμὴν αὐχμένος, καὶ διὰ τὸ εὐφωνότερον αὐχὴν αὐχένος. ἄλλως γάρ, φασιν, εἴ περ μὴ φύσει εἶχε τὸ μῦ, διὰ τοῦ η ἐκλίνετο ἂν, ὡς τὸ σωλὴν σωλῆνος καὶ τὰ ὅμοια.

(Vers. 17.) Τὸ δὲ ἐκλίνθη εὕρηταί που ἐν τοῖς πρὸ τούτων καὶ δίχα τοῦ ν ἐν τῷ, ἂψ δ' ἑτέρωσ' ἐκλίθη, ἐπιτάξαντος τοῦ μέτρου ἐκεῖ τὴν τοῦ ν ἀπέλευσιν κατὰ κοινοτέραν γραφήν. Δέπας δὲ λέγει τὸ πρὸ ὀλίγων καλὸν ἄλεισον.

(Vers. 18.) Τὸ δὲ βλημένου ὤφειλε μὲν δοτικῇ εἶναι, ἵνα ἦν, δέπας δέ οἱ ἔκπεσε χειρὸς βλημένῳ. καὶ δὴ καὶ εὕρηνταί τινα τῶν ἀντιγράφων οὕτως ἔχοντα τῆς γραφῆς. τὰ μέντοι ἀκριβέστερα γενικὴν ἔχουσιν, ὡς μηδὲ [270] τοῦ πλαγιασμοῦ σολοικίζοντος, καθὰ καὶ ἐν ἄλλοις δεδήλωται. Αὐλὸς δὲ νῦν κατὰ τοὺς παλαιοὺς κρουνὸς, ἐξακόντισμα αἵματος, ὀξεῖα ἀναφορά. αὐλὸς γάρ, φασι, πᾶν τὸ στενόν· ὅθεν καὶ ἔναυλοι στενοὶ ποταμοί. τοιοῦτον δέ τοι καὶ οἱ αὐλῶνες· ὅθεν τὰ διαυλωνίζοντα πνεύματα, καὶ διαυλωνία, τοπικὴ στενότης, καθ' ἣν ὄρτυγες ἢ ἁπλῶς ἄγριοι ὄρνιθες ἀγρεύονται. ἐθνικὴ δὲ λέξις αὕτη γνώριμος τοῖς περὶ Σινώπην ἀνωτέρω οἰκοῦσι πρὸς Βοῤῥᾶν. καὶ ἡ τοῦ ἀρότρου δὲ εἰς μῆκος τομὴ ἐκ τούτου αὖλαξ λέγεται, καὶ ὁ δίαυλος. ἡ δὲ Ἰλιὰς ἐντεῦθεν οἶδε καὶ τὴν αὐλῶπιν τρυφάλειαν. καὶ ὁ μουσικὸς δὲ αὐλὸς καὶ αὐλίσκος τοιοῦτόν τι, καὶ ὅσα δὲ ἄλλα τῆς τοιαύτης συστοιχίας ἐστίν. ἔοικε δ' ἐνταῦθα ὁ ἐλθὼν ἀνὰ ῥῖνας αὐλὸς διὰ τὰς ῥῖνας εἰρῆσθαι αὐλός. οὐ γὰρ ἁπλῶς τὸ στενὸν αὐλὸς, ἀλλὰ τὸ κοιλότητος μετέχον τινός· ὁποῖος καὶ ὁ αὐλὸς, ἔτι δὲ καὶ οἱ αὐλῶνες καὶ ἡ αὖλαξ. ὁ δὲ ῥηθεὶς κρουνὸς τοῦ αἵματος οὐκ ἂν κυρίως αὐλὸς λέγοιτο αὐτὸς, ἀλλὰ διὰ τὸ ἐξ αὐλοειδῶν τῶν ῥινῶν ἐξέρχεσθαι. εἴρηται δὲ περὶ αὐλῶν καὶ τῶν ἐξ αὐτῶν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ἔτι δὲ καὶ περὶ αὐλίσκων τῶν κατὰ σύριγγας· ὧν ἀποτελεστικοὶ οἱ Ὁμηρικοὶ δόνακες, ὡς δηλοῖ ὁ γράψας ἐν ἐπιγράμματι Πινδάρου περὶ τοῦ Πανὸς τὸ, νομίων λησάμενος δονάκων, ἤγουν ἐκλαθόμενος τῆς σύριγγος. Ἀνδρόμεον δὲ οὐ μόνον αἷμα, ὡς νῦν, ἀλλὰ καὶ ψωμοὶ πρὸ τούτων ἀνδρόμεοι ἐπὶ Κύκλωπος.

(Vers. 20.) Τὸ δὲ, ὦσε ποδὶ πλήξας, σφαδάζειν δηλοῖ τὸν Ἀντίνοον ἐν τῷ πίπτειν.

(Vers. 21.) Τοῦ δὲ φορύνειν πρωτότυπον εἶναι δηλοῖ τὸ φορύω, καθὰ καὶ τοῦ φορύσσειν· τοῦ μὲν κατὰ πλεονασμὸν τοῦ ν, τοῦ δὲ κατὰ παραγωγήν· ἐξ οὗ καὶ τὸ αἱμοφόρυκτον. δῆλον δ' ὅτι ἐκ τοῦ φορῶ γίνεται τὸ φορύω, καθὰ καὶ ἐκ τοῦ χῶ τὸ χύω· ἐξ αὐτῶν δὲ Δωρικῇ προσθέσει τοῦ ν τῇ πολλαχοῦ δηλωθείσῃ τὸ φορύνω καὶ χύνω κατὰ τὸ πλύω πλύνω καὶ ὅσα τοιαῦτα. οὕτω δέ, φασι, καὶ ἄχω ἀχύω, καὶ Δωρικῶς ἀχύνω, καὶ μεταθέσει ἀχνύω, ἐξ οὗ τὸ ἄχνυμι. ὁμοίως καὶ δέχω δεχύω δεχύνω καὶ μεταθέσει καὶ παραγωγῇ δεχνύω δέχνυμι. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα, περὶ ὧν καὶ ἑτεροῖόν τι ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται.

(Vers. 24.) Ὅτι πεσόντος, ὡς ἐῤῥέθη, τοῦ Ἀντινόου ὁμάδησαν οἱ μνηστῆρες, ἐκ δὲ θρόνων ἀνόρουσαν, ὀρινθέντες κατὰ δῶμα, πάντοσε παπταίνοντες ποτὶ τοίχους, ἔνθα δὲ τὰ, ὡς ἐῤῥέθη, συσταλέντα ἐκρέμαντο ὅπλα. οὐ δέ πῃ ἀσπὶς ἔην οὐδ' ἄλκιμον ἔγχος ἑλέσθαι.

(Vers. 26.) καλῶς ἄρα Ὀδυσσεὺς προεμηθεύσατο ἐπικρύψαι αὐτά. νείκειον δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι. καὶ ἐκπεσόντες τοῦ ἔργοις ἀμύνεσθαι τρέπονται εἰς τὸ λαλεῖν, λέγοντες·

(Vers. 27.) ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτ' ἀέθλων ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. ὃ δὴ καὶ ἐν ἄλλοις κεῖται. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες, ὃς μέγ' ἄριστος κούρων ἐν Ἰθάκῃ, διό σε ἔνθα γῦπες ἔδονται.

(Vers. 31.) εἶτα δηλῶν ὁ ποιητὴς ὅπως ταῦτ' ἔλεγον οἱ μνηστῆρες καὶ ὅτι οὔ πω γνωρίσαντες τὸν Ὀδυσσέα ἐπάγει· ἴσκεν ἕκαστος ἀνὴρ, τουτέστιν, ὡς καὶ προεῤῥέθη ἀλλαχοῦ, ἔλεγεν ἢ ὑπενόει, ἤϊσκεν. ἐπειδὴ φάσαν οὐκ ἐθέλοντα ἄνδρα κατακτεῖναι, ἀλλὰ κατὰ ἀτεχνίαν τοῦ τοξεύειν.

(Vers. 32.) τὸ δὲ, νήπιοι οὐκ ἐνόησαν ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπτο, ὃ καὶ ἐν Ἰλιάδι γέγραπται· τοῦτο δὲ προαναφωνητικῶς λαλεῖται, ὡς μηδενὸς ἐκφευξομένου τὸν θάνατον. Ἰστέον δὲ ὅτι νοθευέται ὑπὸ τῶν παλαιῶν τὸ χωρίον τοῦτο. ἄκαιρον γάρ, φασι, καὶ γελοῖον, πάντας ὁμοῦ ταῦτα λέγειν ὡς ἐκ συνθήματος οἷα τινὰ τραγικὸν χορόν. ἔθος γάρ, φασιν, Ὁμήρῳ ἐν τοῖς τοιούτοις οὐχ' οὕτω ποιεῖν, ἀλλὰ λέγειν· ὧδε δέ τις εἴπεσκεν. ἔστι δ' εἰπεῖν, ὡς ἐσχημάτισεν Ὅμηρος νῦν ἄλλως τὸ τοιοῦτον νόημα, ὡς οἷα συγκεχυμένως ὑφ' ἑκάστου τῶν μνηστήρων λεγόμενον. οὐ γὰρ εἶχεν ἐν τοσούτῳ ταράχῳ κοινῷ ἰδίᾳ ἠθοποιεῖν.

(Vers. 25.) Τὸ δὲ ἑλέσθαι πάνυ ἀσφαλῶς κεῖται. ἦν μὲν γὰρ ἀσπὶς καὶ ἔγχος, ἀλλ' οὐχ' ὥστε καὶ ἑλέσθαι τοὺς μνηστῆρας· κέκρυπται γάρ.

(Vers. 27.) Τὸ δὲ, κακῶς ἀνδρῶν τοξάζεαι, ἀντὶ τοῦ ἀτέχνως τοξάζῃ κατὰ ἀνδρῶν· οὕτω γὰρ ὡς εἴρηται οἴονται. Ὅρα δ' ἐν τῷ, ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι καὶ ἑξῆς, τὸ τῶν ἐννοιῶν κομματικὸν διὰ θυμόν. τρεῖς γὰρ ἐν δυσὶ στίχοις ἔννοιαι κεῖνται αὐτοτελεῖς. Τὸ δὲ οἴεσθαι τοὺς μνηστῆρας ὡς οὐχ' ἑκὼν ὁ ξένος ἀφῆκε βέλος κατὰ τοῦ Ἀντινόου, ἔχει τι καὶ εὐηθείας, ἐπεὶ παρέπλαγξεν αὐτοῖς κἀνταῦθα θεὸς τὸ νόημα. διὸ καὶ Ὅμηρος ἐπεσημήνατο εἰπών· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν.

(Vers. 28.) Ἰστέον δὲ ὅτι τὸ, οὐκέτ' ἀέθλων ἄλλων ἀντιάσεις, ἔχει τι καὶ ἀστειότητος, ὡς οἷα λεγόντων τῶν μνηστήρων ὅτι διοϊστεύσας μὲν σιδήρου εἶχες ἄεθλα τὰ ὑπὸ τῆς Πηνελόπης ῥηθέντα, ἐπὶ δὲ τῇ βολῇ ταύτῃ τοῦ Ἀντινόου οὐκ ἔσται σοι ἀέθλων τυχεῖν.

(Vers. 33.) Τὸ [271] δὲ, ὀλέθρου πείρατ' ἐφῆπται, κεῖται μὲν καὶ μετ' ὀλίγα. εἴληπται δὲ ὡς ἀπὸ σχοινίου, ἁπτομένου ποθὲν κατὰ τὰ πέρατα, καὶ δηλοῖ συμβολικῶς ὅτι τέλειος καὶ πεπερατωμένος ὄλεθρος τῶν μνηστήρων ἧπται καὶ οὗ ἐπέκεινα οὐκ ἔστιν εὑρεῖν ἕτερον ὄλεθρον.

(Vers. 3567.) Ὅτι τὰ κακὰ τῶν μνηστήρων ἐκτιθέμενος Ὀδυσσεὺς ἐν ἐπηκόῳ καὶ τῆς ἄγαν ἀναιδείας αὐτοὺς αἰτιώμενος καὶ κατηγορῶν παρ' ἑαυτῷ δικαστῇ φησίν· ὦ κύνες, οὔ μ' ἔτι ἐφάσκετε ὑπότροπον οἴκαδ' ἱκέσθαι δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον, δμωῇσί τε γυναιξὶ παρευνάζεσθε βιαίως, αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα, οὔτε θεὸν δείσαντες, ὃς οὐρανὸν εὐρὺν ἔχει, οὔτε τιν' ἀνθρώπων νέμεσιν κατόπισθεν ἔθεσθε, καὶ ἑξῆς. καὶ τοὺς μὲν ἄλλους πάντας ὑπὸ χλωρὸν δέος εἷλεν ἀκούσαντας. ἐξεπτόησε γὰρ αὐτοὺς τὸ τοῦ Ὀδυσσέως ὄνομα, ὡς εἰκός. Εὐρύμαχος δὲ μόνος ὑποθαῤῥήσας ἔφη· εἰ μὲν δὴ Ὀδυσσεὺς Ἰθακήσιος ἦλθες, ταῦτα μὲν αἴσιμα εἶπες· οὐ γάρ ἐστιν ἀντειπεῖν· ἀλλ' ὁ μὲν ἤδη κεῖται, ὃς αἴτιος ἔπλετο πάντων, Ἀντίνοος· οὗτος γὰρ ἐπίηλε τάδε ἔργα, οὔ τι γάμου τόσσον κεχρημένος, ἀλλ' ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσε θεός. ποῖα δὴ ἄλλα; ὄφρα Ἰθάκης κατὰ δῆμον βασιλεύοι αὐτὸς, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας, οἷα δηλαδὴ βασιλειῶν. νῦν δ' ὁ μὲν ἐν μοίρῃ πέφαται, ἤτοι δεόντως πεφόνευται· σὺ δὲ φείδεο λαῶν σῶν, μονονουχὶ λέγων, ὅτι σαυτὸν βλάψεις τοὺς σοὺς ἀνελών. καὶ οὕτω μεταστατικῶς λαλήσας καί τι καὶ ἱκετεύσας ἐπάγει· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε χρυσόν τε ἀποδώσομεν, εἰσόκεν, ἤγουν ἕως ἂν, σὸν κῆρ ἰανθῇ· πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι. καὶ οὕτω μὲν ὁ Εὐρύμαχος μεγαλοπρεπῶς τὸν Ὀδυσσέα ὑπέρχεται. Ὀδυσσεὺς δὲ, Εὐρύμαχέ, φησιν, οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε, ὅσσα τε νῦν ὑμῖν ἐστὶ καὶ εἴ ποθεν ἄλλ' ἐπιθεῖτε, οὐδ' ἂν οὕτω χεῖρας ἐμὰς λήξαιμι φόνοιο, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. εἶτα ἔργον ἀνδρείου καὶ θαῤῥαλέου ἀνδρὸς ποιῶν ἐπάγει· νῦν ὑμῖν πάρα κεῖται ἢ παράκειται, ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὃς ἂν θάνατον καὶ Κῆρας ἀλύξῃ· ἀλλά τινα οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.

(Vers. 36.) Ἰστέον δὲ ὅτι τὸ δήμου ἀπὸ Τρώων δι' ἐκφόβησιν τῶν μνηστήρων παρέῤῥιπται ἐπὶ ἀναμνήσει τῆς αὐτοῦ ἀνδρείας. ἄλλως γὰρ οὐκ ἀπὸ δήμου Τρώων ἥκει Ὀδυσσεὺς ἄρτι, ἀλλ' ἀπὸ μακρᾶς πλάνης. Τὸ δὲ κατεκείρετε ἐπαινεῖται τοῖς παλαιοῖς, οἵ φασιν ὡς οὐκ ἂν ἐμφαντικώτερον ἡ λέξις μεθερμηνευθείη.

(Vers. 38.) Τὸ δέ, γυναιξὶ δμωαῖς τοὺς μνηστῆρας παρευνάζεσθαι βιαίως, δμωὰς γυναῖκας ῥυστάζεσθαι ἀεικελίως πρὸ τούτων ἔφη. γυναῖκες δ' ἐνταῦθα δμωαὶ κατὰ τὸ φύσει σημαινόμενον τῆς γυναικὸς, ἤγουν θήλειαι ἄνθρωποι. ἐφεξῆς δὲ εὐθὺς ἐν τῷ, ὑπεμνάασθε γυναῖκα, τὴν ὑπὸ ἀνδρὶ λέγει. ἔστι δὲ τὸ ὑπεμνάασθε ἀντὶ τοῦ ὑπούλως καὶ ψευδῶς καὶ οὐ κατὰ νόμον ἐμνηστεύεσθε, ὥς περ καὶ τὸ δμωαῖς παρευνάζεσθε ἀντὶ τοῦ παρὰ τὸ δέον συνεκοιμᾶσθε. Ὅρα δὲ καὶ ὡς μνησθεὶς Ὀδυσσεὺς τῆς γυναικὸς σιωπᾷ τὴν τοῦ φίλου υἱοῦ ἐπιβουλὴν καὶ οὐκ ὀνειδίζει καὶ δι' αὐτήν. ἐπειδή, φασιν, ἴσως εἰς τοῦτο διανοεῖται ὡς προεπιβεβουλευμένοι ἠμύνοντο. ἔφη γάρ που ὁ Τηλέμαχος, ὅτι πειρήσομαι εἴ πως ὑμῖν κακὰς ἐπὶ Κῆρας ἰήλω. πρὸς δὲ τὸ τοιοῦτον ἰήλω ἔφη περὶ Ἀντινόου νῦν Εὐρύμαχος, ὅτι οὗτος ἐπίηλε τάδε ἔργα, ἤγουν οὗτος αἴτιος τῶν παρόντων κακῶν, κατηγορίαν ἐνιστῶν ἐπ' ἀκροαταῖς τοῖς ἔτι ζῶσι κατὰ τοῦ μηδὲν ἀντιλέγειν ἔχοντος.

(Vers. 39.) Τὸ δὲ, μήτε θεὸν δεδιέναι μήτ' ἀνθρώπων νέμεσιν ὑφορᾶσθαι, ἀπονενοημένων πάθος ἀνδρῶν.

(Vers. 40.) Τὸ δὲ, οὔτε τινὰ κατόπισθε νέμεσιν ἔθεσθε, ἀλλαγὴν ἐποίησε σχήματος· ἦν γὰρ ἀκόλουθον ἄλλως εἰπεῖν· οὔτε θεὸν δείσαντες οὔτε ἀνθρώπων νέμεσιν θέμενοι, κατὰ νοῦν δηλαδή.

(Vers. 45.) Ἐν δὲ τῷ, Ὀδυσσεὺς Ἰθακήσιος, περιττὸν τὸ Ἰθακήσιος καὶ εἰς οὐδὲν χρήσιμον εἴρηται, οἷα συγκεχυμένου τοῦ Εὐρυμάχου καὶ μὴ φιλοκρινοῦντος λόγου ἀκρίβειαν.

(Vers. 51.) Ὅρα δὲ καὶ τὸ, ἄλλα φρονέων, πολλὴν πάνυ ἔχον διαφορὰν πρὸς τὸ ἀλλοφρονέων, ὃ πρὸ τούτων ἐπὶ τοῦ Ἴρου εἴρηται. τοῦτο δὲ καὶ ἐπ' ἄλλων ἐδείχθη πολλῶν, ἐφ' ὧν διαφορὰ τοῦ συνθέτως ἢ διαλελυμένως λαλεῖν.

(Vers. 55.) Ἀρεσάμενοι δὲ καὶ ἐνταῦθα ἀντὶ τοῦ ἀρέσαντες, φιλιωθέντες, ἄρθμιοι γενόμενοι, ὅ περ προδεδήλωται.

(Vers. 56.) Τὸ δὲ ἐδήδοται τὰ παλαιὰ ὑπομνήματα Ἀττικὸν εἶναι φασὶ παρακείμενον ἐκ τοῦ ἐδῶ ἐδοῖς, ὡς ὀμῶ ὀμοῖς, ἵνα γίνοιτο οὕτως· ἐδῶ ἐδώσω ἤδοκα καὶ Ἀττικῶς ἐδήδοκα, ἐξ οὗ τὸ ἐδήδομαι ἐδήδοται. ἄλλως μέντοι ἔγνωσται εἶναι παρακείμενος τοῦ ἔδω βαρυτόνου ἦκα καὶ Ἀττικῶς ἔδηκα· εἶτα πλεονασμῷ τῆς δο συλλαβῆς, ὡς ἂν ἔχοι τρίτον τόπον συλλαβικὸν συστελλόμενον, ἐδήδοκα. [272] ἐξ οὗ παθητικὸς παρακείμενος ἐδήδομαι. καὶ ἔστιν ὅμοιον τὸ ἐδήδοκα πρὸς τὸ ἄγω ἄξω ἦχα ἄγηχα καὶ πλεονασμῷ ἀγήοχα. ὁ δέ γε κανονίσας τὸ ἐδήδοκα ἐκ τοῦ ἐδῶ ἐδήσω, ὅθεν ἡ ἐδητὺς, ἤδηκα, καὶ πλεονασμῷ τῆς δο συλλαβῆς καὶ συστολῇ τῆς ἀρχούσης ἐδήδοκα, ὅθεν τὸ ἐδήδομαι, εὐανάτρεπτον μὲν οὐδέν τι γράφει, οὐκ ἀφίησι δὲ καθαρῶς ἠττικίσθαι τὴν λέξιν.

(Vers. 57.) Τιμὴν δὲ τὴν ποινὴν λέγει, ἧς τὸ ποσὸν ἐνταῦθα δυσφράστως ἔχον συγκέχυται διὰ πολλῶν ἀορίστων αἰτιατικῶν, τοῦ ὅσσα ἐκπέποται καὶ ἐδήδοται, τοῦ ἐεικοσάβοιον, τοῦ χαλκὸν, τοῦ χρυσόν. ἔχει γὰρ τὸ χωρίον ἀμφιβολίαν ἐπιτηδευτὴν, ὥς που καὶ ἐν Ἰλιάδι τὸ, νῆα ἅλις χρυσοῦ καὶ ἀργύρου. ἄδηλον γὰρ καὶ ἐνταῦθα, εἴτε ἰδίᾳ ἕκαστος ἀνὰ εἰκοσάβοιον χαλκοῦ ἀποδώσει καὶ αὖθις ἀνὰ εἰκοσάβοιον χρυσοῦ, εἴτε καὶ ἄλλως ἰδίᾳ μὲν ἕκαστος ὡρισμένον τι εἰκοσάβοιον, δι' οὗ ἦν βόας εἴκοσι κτήσασθαι, ἰδίᾳ δὲ χαλκὸν καὶ χρυσὸν ἀορίστως. καὶ τὸ ἕκαστος δὲ ἀμφίβολόν τι ἔχει. οὐκ εὔδηλον γὰρ εἴτε ἕκαστος τῶν ὅλων μνηστήρων, εἴτε καὶ ἕκαστος τῶν Ἰθακησίων μόνων μνηστήρων. καὶ τὸ κατὰ δῆμον δὲ οὐ πάνυ δῆλον, εἰ καὶ τὸν ἐν Ἰθάκῃ δῆμον πάντα εἰς ἀπόδοσιν τιμῆς συνεισάγει Εὐρύμαχος, ὡς καὶ ἐκείνων δῆθεν πταιόντων, καθά που προδημηγορήσας ἐνέφηνεν ὁ Τηλέμαχος ἐρεθίζων τὸν δῆμον εἰς τὴν κατὰ τῶν μνηστήρων ἄμυναν. δοκεῖ δὲ ἀμφιβόλως οὕτω λαλῆσαι ὁ Εὐρύμαχος, οὐχ' οὕτω κατὰ δόλον ὡς διὰ σύγχυσιν λογισμοῦ.

(Vers. 58.) Ἰστέον δὲ ὅτι ἔχει θεραπείαν ἡ τοιαύτη ἀμφιβολία τὸ, εἰσόκε σὸν κὴρ ἰανθῇ. ὅπως γὰρ ἂν καὶ νοοῖτο ἡ ῥηθεῖσα τιμὴ, εἰς τοσοῦτον ὅμως αὕτη γενήσεται, ἕως ἄν, φησιν, ἀγαπήσῃς τὰ δοθησόμενα. δύναται δὲ ἄλλως τιμὴ ἐνταῦθα νοηθῆναι καὶ τὸ παρὰ τοῖς ὕστερον λεγόμενον τίμημα, ἵνα λέγῃ Εὐρύμαχος ὡς τιμησόμεθα τὰ δαπανηθέντα ἰδίᾳ καὶ χωρὶς ἕκαστος, ἄγοντες ὡς ἐν συναλλαγῇ χαλκὸν καὶ χρυσὸν κατὰ τὸ ἀνάλογον, ἕως ἂν τὸ σὸν κῆρ ἰανθῇ. ἡ δὲ τοιαύτη τιμὴ καὶ τῖμος λέγεται κωμικώτερον, ὡς Λογγῖνος δηλοῖ, ὁμοίως τῷ, χολὴ χόλος, ὠνὴ ὦνος καὶ τοῖς τοιούτοις. μνηστέον δ' ἐνταῦθα καὶ παλαιᾶς παραδόσεως, ἐκθεμένης ὡς ἡ μὲν εὐκλεὴς τιμὴ παράγει τὸν ἐπίτιμον, ὅς ἐστιν ὁ ἔντιμος, ἡ δὲ ἑτεροία τὸν ἐπιτίμιον. ὁ δέ ἐστιν ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος. ἀφ' οὗ καὶ τὸ ἐπιπλήξειν ἐπιτιμήσειν φαμὲν, καὶ ἐπιτίμησον τῷ δεῖνι ἀντὶ τοῦ ἐπίπληξον. καὶ νοητέον ἐκεῖθεν ὅτι τοῦ ἐπιτίμιος ἀρσενικοῦ ἔστιν οὐδέτερον τὸ κοινῶς λεγόμενον ἐπιτίμιον, ἵνα ᾖ, ὥς περ ἐγκώμιος λόγος παρὰ Πινδάρῳ πολλαχοῦ καὶ ἐγκώμιον ἀπ' αὐτοῦ, σύγγραμμα δηλαδὴ, οὕτω καὶ ὁ ἐπιτίμιος ἀνὴρ καὶ τὸ ἐπιτίμιον πρᾶγμα ἢ λόγιον. Τὸ δὲ ἀποδώσομεν χρεωστικὴν δηλοῖ ἔκτισιν. ἀφ' ἧς καὶ ἡ ἀνωτέρω ῥηθεῖσα τιμὴ ἐν τῷ, τιμὴν ἀμφὶς ἄγοντες. διαφορὰ γάρ τις τοῦ ἀποδοῦναι καὶ τοῦ δοῦναι ἐν ἄλλοις δεδήλωται.

(Vers. 61.) Τὸ δὲ, οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε καὶ τὰ ἑξῆς, οὐ πολλὴν ὑπερβολὴν ἔχει. Σημείωσαι γὰρ ὅτι τὴν ὑπερβολὴν τῶν δόσεων τῇ Ἰλιάδι μάλιστα ἐχαρίσατο, ἔν τε ἄλλοις καὶ μάλιστα ἐν οἷς φησὶν Ἀχιλλεὺς μὴ ἂν ἐξελθεῖν εἰς πόλεμον οὐδὲ εἰ τόσα καὶ τόσα πάμπλειστα λάβοι. ἐνταῦθα δὲ τῇ τῶν προσώπων ποιότητι συμμετριάζει καὶ τὸ ὑπερβάλλον τῆς δόσεως. Τοῦ δὲ πατρώϊα ἑρμηνεία τὸ, ὅσσα τε νῦν, καὶ τὸ, εἴ ποθεν ἄλλα, ἵνα λέγῃ πατρώϊα μὴ τὰ περιελθόντα ἐκ πατέρων τῷ Ὀδυσσεῖ, ἀλλὰ τὰ τοῖς μνηστῆρσι πάλαι ποτὲ πατρῷα, καὶ οὕτω παράγοιντο οἱ τρεῖς χρόνοι, ὁ πρῴην, ὁ νῦν καὶ ὁ εἰσέπειτα, ὡς φαμένου τοῦ Ὀδυσσέως μὴ ἂν καταλλαγήσεσθαι τοῖς μνηστῆρσιν, οὐδ' εἴ περ τὰ ἐκ πατέρων αὐτοῖς προσόντα δοῖεν, μήτε ἃ νῦν ἔχουσι, μήτε ἅ περ εἰσέπειτα κτήσονται.

(Vers. 62.) Τὸ δὲ ἀποδοῖτε καὶ τὸ ἐπιθεῖτε συγκοπή ἐστι τοῦ δοίητε καὶ θείητε, ὧν τρίτα τὸ ἀποδοῖεν καὶ ἐπιθεῖεν.

(Vers. 63.) Τὸ δὲ, χεῖρας ἐμὰς λήξαιμι, τουτέστι παύσω φόνοιο, ἐντελῶς ἐφράσθη. ἡ γὰρ κοινὴ διάλεκτος ἀρκεῖται λέγειν λήξαιμι φόνοιο, τουτέστι παυθήσομαι.

(Vers. 65.) Τὸ δὲ, νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὃ δὴ πρὸς ἐναντίους ἐκφόβησίς ἐστιν ἀπό τινος θαῤῥαλέως ἔχοντος, φιλοσόφως εἴρηται. ἐναντία γὰρ ἀλλήλοις τὸ μάχεσθαι καὶ τὸ φεύγειν.

(Vers. 67.) Σημείωσαι δὲ ὅτι, ἐπεί περ εἰκὸς ἦν ἐνταῦθα τοὺς μνηστῆρας εἰπεῖν ὡς αἱροῦνται οὐ μάχεσθαι ἀλλὰ φεύγειν, ἐπάγει Ὀδυσσεὺς ὡς οὐκ ἔσται οὐδὲ τοῦτο ὑμῖν. φησὶ γάρ· ἀλλά τιν' οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. εἰ γὰρ καὶ Ἀντίνοος οἷα καὶ στρατηγὸς προκατῆρχε τοῦ ληΐζεσθαι, ἀλλ' ὁ Εὐρύμαχος οὐκ ἀντιβαίνων ἐκείνῳ ὑποστρατηγεῖν ἐδόκει. ἀκολούθως δὲ καὶ οἱ λοιποὶ τούτοις ἑπόμενοι στρατός τις ἦσαν αὐτοῖς· εἰκότως ἄρα πάντες ὀλοθρευθήσεσθε.

(Vers. 6888.) Ὅτι Ὀδυσσέως ἐκφήναντος ἑαυτὸν καὶ ἀπειλησαμένου, τῶν μὲν ἄλλων μνηστήρων αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· Εὐρύμαχος δὲ, ἀρετῇ γὰρ ἦν ὡς [273] ἐῤῥέθη ἔξοχος, ποιεῖ τὸ ἐγχωροῦν, καὶ στρατηγικῶς θαῤῥύνων ἐκείνους φησίν· ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, οὐδοῦ ἀπὸ ξεστοῦ τοξάσσεται, εἰσόκε πάντας ἄμμε κατακτείνῃ. ἀλλὰ μνησώμεθα χάρμης· φάσγανά τε σπάσασθε καὶ ἀντίσχεσθε τραπέζας ἰῶν ὠκυμόρων σχεδιάζοντες αὐτὰς ὡς εἰς ἀσπίδας. ἄλλως γὰρ ἀσπίδες αὐτοῖς οὐκ εἰσίν. ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν ἀθρόοι, εἴ πως αὐτὸν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, ἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα γένοιτο. οὕτως ἂν τάχα νῦν ὕστατα τοξάσαιτο. καὶ οὕτω μὲν ὁ τῶν μνηστήρων περιλειφθεὶς ἀρχὸς Εὐρύμαχος πρόμαχος παραθαῤῥύνων ἐλλόγως εἰς μάχην αὐτούς. καὶ ἅμα ἐρύσας φάσγανον ὀξὺ χάλκεον ἆλτο ἐπὶ τῷ Ὀδυσσεῖ σμερδαλέα ἰάχων. ὁ δ' ὁμαρτῇ δῖος Ὀδυσσεὺς ἰὸν ἀποπροϊεὶς, ἤγουν ἀπὸ τόξου ἢ ἀφ' ἑαυτοῦ προπέμψας, βάλε στῆθος παρὰ μαζὸν, ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δ' ἄρα χειρὸς φάσγανον ἧκε χαμᾶζε, περιῤῥηδὴς δὲ τραπέζῃ κάππεσε δινηθεὶς ἢ ἰδνωθείς· ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε, τὰ ἐπὶ τῇ τραπέζῃ, ὃ καὶ Ἀντίνοος ἐποίησε, καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ, θυμῷ ἀνιάζων· ποσὶ δὲ θρόνον ἀμφοτέροισι λακτίζων ἐτίναξε· κατ' ὀφθαλμῶν δὲ ἔχυτ' ἀχλύς. Καὶ ὅρα ὡς πλείων ἡ διασκευὴ τοῦ κατὰ τὸν Εὐρύμαχον σφαδασμοῦ ἤ περ τοῦ κατὰ τὸν Ἀντίνοον, φιλοτιμησαμένου τοῦ ποιητοῦ πλεῖόν τι φράσαι εἰς τὸν καὶ πλεῖον ἀνδρισάμενον. κεῖνται οὖν ἰδοὺ οἱ τῶν μνηστήρων ἀρχοὶ οἱ τῇ κατ' ἀνδρίαν ἀρετῇ ἔξοχοι. φρούδου τοίνυν τοῦ ἐξ αὐτῶν ὄντος κακοῦ, μείων λόγος τῶν λοιπῶν.

(Vers. 70.) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς ἐκ τοῦ γαρ συνδέσμου ἀρξάμενος ἐν τῷ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας, ἀποδίδωσι τὴν ἔννοιαν μετὰ τρεῖς στίχους, εἰπὼν συνήθως, ἀλλὰ μνησώμεθα χάρμης. πολλαχοῦ γὰρ ὁ ἀλλα σύνδεσμος ἀποδοτικὸς κεῖται, ὅτε καὶ ἀντὶ τοῦ δὴ λαμβάνεται. Τὸ δὲ σχήσει ἐνταῦθα ἀντὶ τοῦ ἐφέξει, κωλύσει. Εἰς ἔπαινον δὲ ἀγαθοῦ τοξότου παρῳδηθήσεται τὸ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἐπεὶ ἔλλαβε τόξον καὶ ἑξῆς.

(Vers. 74.) Τὸ δὲ, ἀντίσχεσθε τραπέζας ἰῶν, ἀντὶ τοῦ προβάλλεσθε ἄντα ἢ ἄντην καὶ ἐξεναντίας τῶν βελῶν ἔχετε δίκην ἀσπίδων, ὡς εἴρηται. Τὸ δὲ τραπέζας πιθανῶς ἔχει διὰ τὸ πολλαχοῦ δεδηλῶσθαι ἑκάστῳ τῶν μνηστήρων παρακεῖσθαι τράπεζαν.

(Vers. 75.) Τὸ δὲ, ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν, χρήσιμον εἰς τὸ, δαιμονίη, τί μοι ἐπέχεις; δῆλον γὰρ ὅτι καὶ ἐκεῖνο ταυτόν ἐστι τῷ, τί δή ποτε κατ' ἐμοῦ ἔχεις; τουτέστιν ὁρμᾶς, ἐλαύνεις.

(Vers. 83.) Ἥπατι δὲ τὸ βέλος ἐμπήγνυται, οἰκείως ἴσως διὰ τὸ τοῦ Εὐρυμάχου κατ' ἔρωτα ἐπιθυμητικόν· ἤδη γὰρ οἱ τῆς Πηνελόπης ἐκέλοντο αὐτὴν Εὐρυμάχῳ γήμασθαι. οὕτω καὶ Ἀντίνοος βάλλεται τὸν λαιμὸν, εἴποι ἄν τις, διὰ τὸ φάγον καὶ λαίμαργον. Πολλοῖς δὲ καὶ ἐν Ἰλιάδι ὁ ποιητὴς μέρη βλάπτει σώματος ἀναλόγως οἷς ἐπλημμέλουν, ὡς ἐκεῖ σεσημείωται. βλάσφημος γοῦν τις γλῶσσαν βάλλεται, ἑτέρῳ δέ τινι διὰ δωροδοκίαν χεῖρες τέμνονται.

(Vers. 84.) Περιῤῥηδὴς δὲ ὁ ἐῤῥαντισμένος αἵματι, ὡς ἀπὸ τοῦ ῥάζω, περὶ οὗ προείρηται· οὗ δεύτερος ἀόριστος ἔῤῥαδον· ὅθεν ὁ περιῤῥηδής. εὕρηται δὲ καὶ ἀμφιῤῥηδὴς ἐν ῥητορικῷ λεξικῷ καθ' ὁμοιότητα τούτου λεχθέν.

(Vers. 86.) Τὸ δὲ, χθόνα τύπτε μετώπῳ, ἐπὶ Ἀμφινόμου ἐρεῖ,

(Vers. 94.) χθόνα δ' ἤλασε παντὶ μετώπῳ, ὃν μετ' ὀλίγα κατὰ Ὀδυσσέως ὁρμήσαντα μετὰ ξίφους, εἴ πώς οἱ εἴξειε θυράων, ἔφθη Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ ὤμων μεσσηγὺς, διὰ δὲ στήθεσφιν ἔλασσεν. Ἔνθα καὶ ὅρα τὴν Ὁμηρικὴν δεξιότητα· πρωτόπειρος γὰρ ὢν πολέμου ὁ παῖς οὔτε θαῤῥεῖ μάχην ἀντιμέτωπον, ἀλλ' ἐνεδρευτικῶς βάλλει κατόπισθε. καὶ βαλὼν δὲ ἀπόρουσε λιπὼν δολιχόσκιον ἔγχος αὐτοῦ ἐν Ἀμφινόμῳ, οὐκ ἂν ἀπεοικὼς πάνυ ῥιψάσπιδος, εἴ γε καὶ αὐτὸς λιπὼν ἔγχος ἀπόρουσεν, οἷα δείσας μή τις ἔγχος ἀνελκόμενον ἢ ἐλάσῃ, τουτέστι κεντήσῃ, φασγάνῳ ἀΐξας, ἢ προπρηνέϊ τύψας, τουτέστι καταφερῆ πληγὴν ἐπενεγκών. δῆλον δὲ ὅτι ἐν τῷ προπρηνέϊ λείπει τὸ χειρί· ἄλλως γὰρ οὐκ ἔστι καταστῆσαι τὸ νόημα ὡς χρή.

(Vers. 95.) Ὅρα δὲ ὅτι τε τὸ ἀπόρουσε εὐσχημόνως εἶπεν ἀντὶ τοῦ ἔφυγε διὰ τὸ ἀφοπλισθῆναι, καὶ ὅτι ξίφη πάντες εἶχον οἱ μνηστῆρες, φοροῦντες αὐτὰ κατὰ ἔθος καὶ αὐτὸ ἀρχαῖον, ὡς μυριαχοῦ δέδεικται.

(Vers. 99.) Ἀσφαλὲς δὲ, οὐ μὴν πόῤῥω δειλίας καὶ τὸ μετὰ τὴν πληγὴν τοῦ Ἀμφινόμου τὸν Τηλέμαχον μάλα ὦκα φίλῳ πατρὶ ἀγχοῦ ἱστάμενον συμβουλεύσασθαι σάκος οἴσειν τῷ πατρὶ, ὡς προπαρηγγέλθη, καὶ δύο δοῦρε, καὶ κυνέην πάγχαλκον, καὶ αὐτὸν ἀμφιβαλεῖσθαι, δοῦναι δὲ καὶ τῷ συβώτῃ καὶ τῷ βουκόλῳ ἄλλα.

(Vers. 104.) τετευχῆσθαι γάρ, φησιν, ἄμεινον. οὕτως ἐφευρετικὸν ἡ ἀνάγκη, καθ' ἣν ἐπινοεῖται σωτηρίαν ὁ παῖς ἑαυτῷ τε καὶ τῷ πατρὶ καὶ τοῖς δούλοις. διὸ καὶ ὁ πατὴρ προτρέπων ἐθέλει [274] ταχῦναι αὐτὸν τὸ ἔργον, ἕως μοί, φησιν, ἀμύνεσθαι πάρα, τουτέστι πάρεισιν ὀϊστοί· μή μ' ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.

(Vers. 106.) Καὶ ὅρα ὡς ἡ δειλία τοῦ παιδὸς ἀσφάλεια γέγονεν αὐτῷ τε καὶ τῷ πατρὶ καὶ τοῖς δούλοις. ἐντεῦθεν γὰρ ἀφορμῆς δοθείσης ὡπλίσθησαν καὶ εἰς ἔργον ἠρτύναντο. Ἀσύνηθες δὲ ῥῆμα φράσει πεζῇ, ποιητικὸν δὲ ὅμως, τὸ τετευχῆσθαι, διαφορὰν ἔχον πάνυ πολλὴν πρὸς τὸ τεῦξαι· αὐτὸ μὲν γὰρ κατασκευήν τινα δηλοῖ, τὸ δὲ τετευχῆσθαι ὅπλισιν.

(Vers. 103.) Ἰστέον δὲ καὶ ὅτι τὸ περιθέσθαι ὅπλα νῦν μὲν ἀμφιβαλέσθαι λέγει, μετ' ὀλίγα δὲ καὶ περιβαλέσθαι.

(Vers. 116.) Ὅτι ὄφρα μὲν τῷ Ὀδυσσεῖ ἀμύνεσθαι ἔσαν ἰοὶ, τόφρα μνηστήρων ἕνα αἰεὶ βάλλε τιτυσκόμενος, οἱ δ' ἀγχηστῖνοι ἔπιπτον. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντ' ἄνακτα, τόξον μὲν πρὸς σταθμὸν εὐσταθέος μεγάροιο ἔκλινεν ἑστάναι πρὸς ἐνώπια παμφανόωντα.

(Vers. 121.) Ἔνθα σημείωσαι ὅτι ἐνώπια λέγει τοὺς ἑκατέρωθεν τῆς εἰσόδου τοίχους. πάντως γὰρ ὁ πρὸς τῇ φλιᾷ ἱστάμενος καὶ μὴ ἐθέλων αὐτῆς ἀποστῆναι ἐκεῖ που ἐκ πλαγίων τὸ τόξον ἀνέκλινε καὶ οὐ πρὸς τῷ μυχῷ τοῦ ἀνδρῶνος τῷ ἀντικρὺ τῆς εἰσόδου. ἐκεῖνος γὰρ τοῖς μνηστῆρσιν ἐξ ἀνάγκης εἴχετο. καὶ οὕτω μὲν ἀνέκλινε τὸ τόξον ὁ Ὀδυσσεύς.

(Vers. 122.) αὐτὸς δὲ τοῦ λοιποῦ ὁπλίζεται. ὃ καὶ διασκευάζει ὁ ποιητὴς φράζων, καθὰ καὶ ἐν Ἰλιάδι, ὅτι δηλαδὴ ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον, ὅ ἐστι τετράθετον, τετράπτυχον· κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ· ἃ δὴ πάντα ἐκ τῶν τῆς Ἰλιάδος ἐνταῦθα παρατέθεινται.

(Vers. 126138.) Ὅτι ὀρσοθύρη ἐνταῦθα παρὰ τῷ ποιητῇ θύρα τις ἐπίσημος ὑψηλοτέραν πρόσβασιν ἔχουσα, εἰς ἣν οὐχ' οἷόν τε ἦν ἀνελθεῖν τινὰ μὴ διὰ κλίμακος ἴσως ἢ ἄλλως πως ἀνορούσαντα καὶ ἀναθορόντα εἰς αὐτήν. ὅθεν καὶ ὀρσοθύρη ἐκαλεῖτο, ἤγουν θύρα εἰς ἣν ὄρνυταί τις θέλων ἰδεῖν ἐκεῖθεν. ἡ δὲ τοιαύτη σύνθεσις καὶ τὴν ὀρσύδραν παρήγαγεν, ὀπὴν ἐκείνην, δι' ἧς ὄρνυται ὕδωρ ὑψοῦ. τινὲς δὲ τὴν ὀρσοθύρην ἐκτομάδα θύραν ἡρμήνευσαν, δι' ἧς εἰς ὑπερῷον ἀναβαίνουσιν ὀρούοντες ἐπ' αὐτῆς. εἴη δὲ ἂν αὕτη, ὁποία ἡ καταῤῥάσσουσα κλιμάκων ἄνω, καὶ δι' αὐτὸ λεγομένη κοινῶς καταράκτης. τέως μέντοι τὴν Ὁμηρικὴν ταύτην στοχάζονταί τινες ἐν γωνίᾳ ἐκ δεξιῶν εἶναι τῷ Ὀδυσσεῖ ἱσταμένῳ ἐπὶ τῆς φλιᾶς καὶ τοξεύοντι, οὖσαν ἔν τινι διαχώρῳ τοῦ τοίχου στενωτάτῳ. ἔφερε δὲ ἡ τοιαύτη ὀρσοθύρη τὸν ἀνελθόντα εἰς αὐτὴν ἐπὶ τὰς μετὰ τὸν πρόδομον θύρας τῆς αὐλῆς, ἧς τὰς πύλας δεσμῷ βιβλίνῳ Φιλοίτιος ἐπέδησε, καὶ ἐπὶ λαῦραν, τουτέστι δημοσίαν στενωπὸν, περὶ ἧς καὶ ἐφεξῆς ῥηθήσεται. ταύτην δὴ τὴν ὀρσοθύρην τὴν, ὡς εἰκὸς, φωταγωγὸν, ἄλλως γὰρ οὐκ ἂν προκύπτειν χρήσιμος ἡ ὀρσοθύρη, ἣν ὡς θύραν σανίδες εἶχον εὖ ἀραρυῖαι, ἐπεὶ καὶ πᾶσαι θύραι ὡσεπιπολὺ σανίδες εὖ ἀραρυῖαι λέγονται, κελεύει Ὀδυσσεὺς τὸν Εὔμαιον φράζεσθαι μίαν μόνην ἔχουσαν ἀφορμὴν, οἵαν ἑνὶ μόνῳ διεξοδευθῆναι διὰ τὸ ἄγαν στενώτατον, καὶ διατοῦτο καὶ ὑπὸ ἑνὸς μόνου ἀλκίμου δυναμένην φυλάττεσθαι. δέδιε γὰρ μεμνημένος ὁ Ὀδυσσεὺς τῆς τοιαύτης ὀρσοθύρης, μή τις ἀναδραμὼν ἐκεῖ καὶ ἐκβοήσας ἀνεγείρῃ τὴν πόλιν. καὶ οὕτω μὲν Ὀδυσσεὺς εὖ εἰδὼς, καθὰ καὶ ὅτε τῷ υἱῷ ἐν τοῖς ἀγροῖς ἐγνωρίσθη, ἀνεμνήσθη, πολλὰ ἔχειν οἴκαδε ὅπλα καὶ προησφαλίσατο τὴν ἐκείνων ἐν θαλάμῳ ἀπόθεσιν. ἐπεὶ δὲ οὐκ ἀπεικὸς τὸν αὐτὸν νοῦν ἅμα εἰς διαφόρους ἐλθεῖν, ἔδει δὲ καὶ τὸν Ὀδυσσέα φανῆναι οὐ μάτην εὐλαβούμενον, ἀναμιμνήσκεται ἅμα τῆς ὀρσοθύρης καὶ μνηστὴρ ὁ Ἀγέλαος, καὶ ὀτρύνει ἀναβῆναι τινὰ εἰς αὐτὴν καὶ βοὴν θέσθαι κατὰ τοῦ Ὀδυσσέως δηλαδή. Μελάνθιος μέντοι οὐ δυνατὰ ταῦτα εἶναι φησὶ διά τε τὸ ἐγγὺς τῆς ὀρσοθύρης τὰς τῆς αὐλῆς εἶναι θύρας καὶ διότι ἀργαλέον τὸ στόμα τῆς λαύρας ἤγουν ὁ πρὸς τὴν ὀρσοθύρην ἄγων στενωπός· ὡς ἕνα τινὰ ἐκεῖ σταθέντα δύνασθαι πάντας ἐρύκειν. καὶ οὕτως ἐναγώνιόν τι πρᾶγμα ὁ ποιητὴς ὑπολαλήσας καὶ αὖθις αὐτὸς παύσας δεξιῶς τὸ τοιοῦτον, τὸ ἐντεῦθεν ὡς εἰκὸς μηχανώμενος ἀξιόλογον μάχην συστήσασθαι, ὡς μηδὲν μέγα ὂν, εἴ περ ἔνοπλοι οἱ περὶ Ὀδυσσέα ἀόπλοις τοῖς μνηστῆρσιν ἐπιθέμενοι περιεγένοντο, ποιεῖ τὸν δοῦλον Μελάνθιον ὑπισχνούμενον ἠρεμαίᾳ, ὡς εἰκὸς, φωνῇ ἐνεγκεῖν αὐτοῖς τεύχεα ἐκ θαλάμου, ἅ περ οἴεσθαί φησιν ἔνδον καταθεῖναι τόν τε Ὀδυσσέα καὶ τὸν υἱόν. καὶ ποιεῖ οὕτω. καὶ ἀναβὰς ἐς θαλάμους Ὀδυσῆος ἀνὰρ ῥῶγας μεγάροιο δώδεκα μὲν σάκεα ἔξελεν, ἤγουν ἐξείλετο, ἐπελέξατο· τόσσα δὲ δοῦρα καὶ τόσσας κυνέας χαλκήρας ἱπποδασείας. καὶ οὕτως ὁπλίζονται καὶ οἱ μνηστῆρες καὶ γίνεται ἰσχυρὸς πόλεμος. προέβη δ' ἂν τὸ κακὸν καὶ εἰς πλέον, εἰ μὴ προεμηθεύσατο Ὀδυσσεύς. ἐλθὼν γὰρ αὖθις εἰς τὸν θάλαμον [275] ὁ δοῦλος ἐπειρᾶτο ἀγαγεῖν καὶ ἕτερα τεύχεα τοῖς μνηστῆρσιν. ἁλοὺς δὲ πάσχει τὰ δηλωθησόμενα. ἐν τούτοις δέ φασιν οἱ παλαιοὶ καὶ ἑτέραν ὀρσοθύρην εἶναι, δι' ἧς ἀνελθὼν εἰς τὸ ὑπερῷον Μελάνθιος ἀνείλετο τὰ ὅπλα, τεκμηράμενοι τοῦτο ἐκ τοῦ, ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος ἐς θαλάμους. ἔστι δὲ ἡ περὶ τῆς πρώτης ὀρσοθύρης Ὁμηρικὴ φράσις αὕτη, ἀφηγουμένη συνήθως ἐν τῷ ἀπὸ ῥήματος ἄρξασθαι ὑπαρκτικοῦ· ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ· ἀκρότατον δὲ παρ' οὐδὸν εὐσταθέος μεγάροιο ἦν ὁδὸς ἐς λαύρην, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι, ἢ καὶ ἄλλως, σανίδες δ' ἔχον ἐντὸς ἢ ἔνδον ἐΐσαι. τὴν δ' Ὀδυσσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν, ἑσταότα ἄγχι αὐτῆς· μία δ' οἴη γίνετ' ἐφορμή. τοῖς δ' Ἀγέλαος μετέειπεν· ὦ φίλοι, οὐκ ἂν δή τις ἀν' ὀρσοθύρην ἀναβαίη καὶ εἴποι λαοῖσι, βοὴ δ' ὤκιστα γένοιτο; τῷ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσαιτο. καὶ ὁ Μελάνθιος, ὡς ἐῤῥέθη, κωλύων φησίν· Οὔ πως ἔστ', Ἀγέλαε Διοτρεφές· ἄγχι γὰρ αἰνῶς αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης· καί κεν εἷς πάντας ἐρύκοι ἀνὴρ, ὅστ' ἄλκιμος εἴη.

(Vers. 126.) Ἰστέον δὲ ὅτι παλαιῶν τινῶν λεγόντων ἐνταῦθα, ὡς ἐν τῷ τοῦ οἴκου ἔναντι τοίχῳ θύρα ἦν, δι' ἧς εἰς τὸν θάλαμον ἦν ἀναβῆναι, φαίνεται ὡς ἡ αὐτὴ ὀρσοθύρη ἐπιτηδεία ἦν καὶ βοὴν ἐκεῖθεν γενέσθαι καὶ ἀναγαγεῖν εἰς τὰ ὅπλα. ἐπεὶ οὖν αὕτη ἀσυντελὴς ἦν εἰς τὸ πρῶτον, χρησιμεύει λοιπὸν εἰς τὸ δεύτερον. καὶ ἀναβὰς δι' αὐτῆς ὁ Μελάνθιος φέρει τεύχεα. δοκεῖ δὲ κρεῖττον εἶναι, δευτέραν τινὰ ὀρσοθύρην, ὡς ἐῤῥέθη, νοῆσαι, δι' ἧς ἀναβὰς ὁ Μελάνθιος ἐποίησε τὸ κακόν. Ἰστέον δὲ ὅτι ἔθους ὄντος Ὁμήρῳ κατὰ ποσά τινα διαστήματα στρυφνότερον γράφειν καὶ συνάγειν καὶ οὕτω ἐξ ὑπτιότητος τὸν ἀκροατὴν εἰς ἐγρήγορσιν, τοιοῦτον ἐστὶ καὶ τὸ κατὰ τὴν ὀρσοθύρην, εἰς ὃ καὶ καταγραφῆς ἐδεήθησαν οἱ παλαιοὶ, σχηματίζοντες ποῦ ὀρσοθύρη καὶ ποῦ ὁ θάλαμος, καὶ τὰς ῥῶγας τοῦ οἴκου καὶ τὴν αὐλὴν καὶ τὰ λοιπὰ, ὡς ἐν τοῖς τῶν ἀντιγράφων ἀκριβεστέροις κεῖται. ἀρκεῖ δὲ ὅμως καὶ τὰ ῥηθέντα παραστῆσαι τὴν τοῦ χωρίου, ὡς δυνατὸν, ἔννοιαν.

(Vers. 144.) Σημείωσαι δὲ καὶ ὅτι τὸ περὶ τῶν δώδεκα σακέων καὶ τὸ ἐφεξῆς Ἀρίσταρχος ἀθετήσας κεχίακεν, ἀδύνατον εἶναι εἰπὼν τοσαῦτα βαστάσαι ἄνθρωπον.

(Vers. 128.) Λαῦρα δὲ στενὴ ὁδὸς, ἄμφοδος, δι' ἧς λαοὶ ῥέουσιν ἤτοι φέρονται. ὅθεν, φασὶ, καὶ διάλαυρος ὁ ἐν τῷ πέραν τῆς ἀμφόδου οἰκῶν καὶ οἷον ἀντίθυρος. Ἐν δὲ ῥητορικοῖς λεξικοῖς φέρεται καὶ ὅτι λαῦρα ἡ ἀμάρα καὶ ὅτι λαῦραι ῥύμαι, κῶμαι, στενωποὶ, ὑπόνομοι. σύνθετον δ' ἐκ τῆς λαύρας καὶ ἡ σποδησιλαῦρα, τουτέστιν ἡ πόρνη, λεγομένη οὕτω παρὰ τὸ διατρίβειν ταπολλὰ ἐν ταῖς ὁδοῖς, ἢ καὶ δημοσίᾳ συμπλέκεσθαι, ὥς φασιν οἱ παλαιοί. τὸ γὰρ σποδεῖσθαι καὶ ἐπὶ μίξεως τίθεται. διὸ ἡ αὐτὴ καὶ χαμαιτύπη λέγεται ὁμωνύμως τῷ κατ' αὐτὴν στρώματι· ἔτι δὲ καὶ λεωφόρος· ἀκολούθως δὲ καὶ πανδοσία· καὶ χαλκιδίτις δὲ διὰ τὸ εὐτελές, φασι, τοῦ διδομένου νομίσματος. εἰ δὲ καὶ πολύϋμνος, ἀλλὰ τοῦτο σεμνότερον δῆθεν πόρνης ἐπίθετον διὰ τὸ αὐτῆς περιώνυμον. φορτικὸν δέ γε ἡ μανιόκηπος, ὃ δηλοῖ τὴν μεμηνυῖαν περὶ κῆπον τὸν κατ' αὐτὴν, ὃς τὸ παιδογόνον σημαίνει. εἰ δὲ καὶ λούπα ἡ αὐτὴ, ὅ πέρ ἐστιν Ἰταλικῶς λύκαινα, διὰ τὸ ἁρπακτικὸν, καὶ ἀνασεισίφαλλος, καὶ μύζουρις διὰ τὸ μυζοῦν οὐρὰν, ὅ ἐστι θηλάζειν, καὶ ἀνασύρτολις, καὶ σατύρα, καὶ εἰλίπους, καὶ γεγωνοκώμη. καὶ τοιαῦτα τινὰ εἰς τοσοῦτον εἰρήσθω. Λαύρας δὲ χρῆσις καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, λαῦραν ἀντεσκεύαζε στενήν τινα οὖσαν καὶ πλήθουσαν τῶν πρὸς ἀπόλαυσιν. εἶεν δ' ἂν τοιαῦται λαῦραι καὶ οἱ ἐν ταῖς πόλεσι λεγόμενοι ἔμβολοι.

(Vers. 143.) Ῥῶγες δὲ μεγάροιο, δίοδοι, ῥήγματα, θυρίδες, θηλυκῶς ἀπὸ τοῦ ῥὼξ ῥωγός· αὐτὸ δὲ ἀπὸ τοῦ ῥήσσω ῥήξω. τινὲς δὲ οὐδετέρως τὸ ῥῶγας ἐνόησαν ὡς τὸ κῶας. ὅτι δὲ ἐν τῷ, ἀνὰρ ῥῶγας, διπλάζουσι τινὲς τὸ ἀμετάβολον, καθά που καὶ ἐν τῷ κατὰρ ῥόον καὶ ἐν ἑτέροις ὁμοίοις, ἔστιν ἐκ τῶν παλαιῶν ἀντιγράφων ἀναλέγεσθαι. ἀφ' ὧν δῆλον καὶ ὅτι, ὥς περ σπάνια τὰ εἰς εξ, κρὲξ, ἐπίτεξ, λέλεξ τὸ διὰ τοῦ γ κλιθέν, οὕτω καὶ τὰ εἰς ωξ, πτὼξ, βῶξ, ῥὼξ, ὃ καὶ αὐτὸ διὰ τοῦ γάμμα κλίνεται. τούτων δὲ σύνθετα πολυπτὼξ καὶ ἀποῤῥώξ. εἰσὶ δὲ τοιαῦτα καθ' Ἡρῳδιανὸν καὶ ἀπὸ τοῦ τρώγω γραμματοτρὼξ, κυαμοτρώξ. οὕτω δὲ σπανίζεται καὶ τὰ εἰς οξ διὰ τοῦ ο μικροῦ, φλὸξ διὰ τοῦ γάμμα, καὶ πρὸξ καὶ Καππάδοξ, ὧν κλίσις διὰ τοῦ κάππα. ὁ δὲ ταῦτα παραδιδοὺς καὶ τὰ εἰς αιξ εἰς δύο μόνα περιγράφει. αἲξ γὰρ αἰγὸς, καὶ Θραῖξ Θραικός. ὑποτέτακται γάρ, φησι, τὸ ἰῶτα τῷ ἄλφα, εἰ μὴ συνεκφωνεῖται, ὡς δῆλον ἐκ τοῦ Θρήϊκας καὶ Θρηΐκεον καὶ τῶν ὁμοίων. τὸ μέντοι γύναιξ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὐ· ᾗ συνεπιλείπει καὶ ἡ ἐντελὴς κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ Ζεῦ ἄνα, [276] λείπεται διπλοῦ τοῦ κατὰ ἀναλογίαν, ὡς πολλαχοῦ δηλοῦται.

(Vers. 147156.) Ὅτι τῷ Ὀδυσσεῖ λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς περιβαλλομένους ἴδε τεύχεα, καθὰ ἐῤῥέθη, τοὺς μνηστῆρας, χερσὶ δὲ δοῦρα μακρὰ τινάσσοντας. μέγα δ' αὐτῷ φαίνετο ἔργον. καὶ ἦν ἀληθῶς τοιοῦτον. καὶ ὑποπτεύει μὲν, ὡς εἰκὸς, τὰς γυναῖκας ἐποτρύνειν αὐτοῖς πόλεμον κακόν· ὑποπτεύει δὲ καὶ τὸν Μελανθέα, καὶ ἐπιτυγχάνει ἐνταῦθα. καὶ ἐκλαλεῖ τὴν ὑποψίαν τῷ υἱῷ. ὁ δὲ, ὦ πάτερ, φησὶν, αὐτὸς ἐγὼ τόδε γ' ἤμβροτον, οὐδέ τις ἄλλος αἴτιος. ὃ δὴ πταίσματός ἐστιν ἀνθομολόγησις, ὅς, φησι, θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν κάλλιπον ἀγκλίνας, τουτέστιν ἀνοίξας. τῶν δὲ σκοπὸς ἦεν ἀμείνων· ὃ καὶ παροιμιωδῶς ῥηθείη ἂν ἐπὶ τῶν ἐχόντων προσεκτικωτέρους ἐχθρούς. Ὅρα δὲ τὰ τυχηρὰ φαῦλα ἥκοντα ὡς οὐκ ἄν τις προΐδοιτο. Τηλέμαχος γὰρ ὁ συνετὸς ἤμβροτε μὴ προμηθευσάμενος. δειλιάσαι γὰρ ἤδη φθάσας ἔτι συγκεχυμένος ἦν ἴσως· διὸ καὶ ἐξελάθετο τοῦ δέοντος. ἰάσεται δὲ ὅμως ὁ ἐπιμηθεὺς τὸ ἁμάρτημα. οὐ ψόγος δὲ τῷ υἱῷ λαθέσθαι, εἴ γε καὶ ὁ πατὴρ ἐν Ἰλιάδι τόξῳ πλήσσει τοὺς ἵππους τοῦ Ῥήσου, ἐπεὶ οὐ μάστιγα φαεινὴν ἐκ δίφρου ἐνόησεν ἑλέσθαι. Τὸ δὲ ἀνακλῖναι ἐπὶ θυρῶν ἀνοίξεως καὶ ἐν Ἰλιάδι κεῖται· ᾧ ἀντίθετον τὸ ἐπιθεῖναι. διὸ ἐπάγει· ἀλλ' ἴθι, δῖ' Εὔμαιε, θύρας ἐπίθες θαλάμοιο, τουτέστι κλεῖσον, μὴ καὶ πάλιν ἐκφορηθῶσιν ὅπλα.

(Vers. 151.) Ὅτι πολεμούμενός τις ὑποβολῇ γυναικῶν ἔχει εἰπεῖν τὸ, ἦ μάλα δή τις ἐν μεγάροισι γυναικῶν ἧμιν ἐποτρύνει πόλεμον κακόν. προπερισπᾶται δὲ καὶ ἐνταῦθα τὸ ἧμιν, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ.

(Vers. 165.) Ὅτι κελευσθεὶς Εὔμαιος ὑπὸ Τηλεμάχου ἀπελθεῖν καὶ κλεῖσαι μὲν τὸν θάλαμον, ἔνθα ἦν τὰ ὅπλα, φράσεσθαι δὲ εἴτε γυνή τις τάδε ῥέζει εἴτε ὁ Μελανθεύς· αὐτὸς γὰρ ὁ Τηλέμαχος ἀπελθεῖν ἐκεῖ ὀκνεῖ λιπὼν τὸν πατέρα, ἵνα μὴ καὶ δειλίας γραφὴν ἀποίσεται· καὶ γνοὺς ὁ αὐτὸς, δηλαδὴ Εὔμαιος, ὡς ὁ Μελανθεὺς, ὃν καὶ ἀΐδηλον ἄνδρα λέγει, ἔρχεται εἰς θάλαμον οἴσων καὶ ἕτερα τεύχεα καλὰ, ἐρωτᾷ τὸν Ὀδυσσέα ἢ ἀποκτείνῃ αὐτὸν εἴ γε κρείσσων γένηται, ἢ ἐνθάδε ἀγάγῃ, ἵνα ὑπερβασίας ἀποτίσῃ πολλὰς, καὶ ἑξῆς.

(Vers. 173.) Ὀδυσσεὺς δὲ, ἀξιομάχους ἑαυτὸν καὶ τὸν υἱὸν μόνους κατὰ τῶν μνηστήρων κρίνας, ἐντέλλεται τοῖς δούλοις, ἀπελθόντας ποιῆσαι οὕτω κατὰ τοῦ Μελάνθου. ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν, ἐς θάλαμον βαλέειν, σανίδας δ' ἐκδῆσαι ὄπισθεν. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε, κίον' ἀνὰ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν, ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ' ἄλγεα πάσχῃ.

(Vers. 179.) καὶ αὐτοὶ εὐθὺς ἐλθόντες εἰς θάλαμον ἔλαθον τὸν Μελάνθιον. καὶ ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε' ἐρεύνα.

(Vers. 181.) τὼ δ' ἕσταν λόχου δίκην ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε. εἰσελθεῖν γὰρ οὐκ ἐχρῆν, μὴ καὶ ἀντιστὰς ἔνοπλος διεκφύγῃ. ὡς δὲ ὑπὲρ οὐδὸν ἐκεῖνος ἔβαινε τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, τῇ δ' ἑτέρῃ σάκος εὐρὺ γέρον πεπαλαγμένον ἄζῃ, Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε· δὴ τότε ἤδη κεῖτο, ῥαφαὶ δ' ἐλέλυντο ἱμάντων.

(Vers. 187.) ὡς οὖν ταῦτα ὁ Μελανθεὺς ἔφερε καὶ ἦσαν οὕτως αὐτῷ αἱ χεῖρες ἀχρεῖαι πρὸς μάχην, ἐπαΐξαντες οἱ σύνδουλοι εἷλον ἔρυσάν τε εἴσω κουρίξ· ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ, εὖ μάλ' ἀποστρέψαντε διαμπερὲς, ὡς ἐκέλευσεν Ὀδυσσεύς· σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντες ἔρυσαν ἄνω ὡς παρηγγέλθησαν.

(Vers. 195.) Καὶ ὅρα διαφορὰν δούλων, εἴ γε Μελάνθιος μὲν οὕτω τοῖς δεσπόταις ἔχθιστος, ὁ συβώτης δὲ καὶ ὁ βουκόλος λίαν ἀνάπαλιν, ὁ δέ γε Εὔμαιος καὶ ἐπισκώπτων μετὰ τὴν ἀπαιώρησιν φησί·

(Vers. 198.) νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, εὐνῇ ἐνὶ μαλακῇ καταλέγμενος ὥς σε ἔοικεν· οὐδέ σε ἠριγένεια λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκ' ἀγινεῖς αἶγας μνηστήρεσσι. τοῦτο δέ φησιν ὁ συβώτης, ὡς οἷα φιλοτιμουμένου τοῦ Μελανθέως ἕωθεν ἄγειν τὰς αἶγας ὡς ἂν συνδιημερεύῃ τοῖς ἀτασθάλοις.

(Vers. 165.) Ἰστέον δὲ ὅτι ἐν τοῖς ῥηθεῖσιν εὑρίσκεται ὁ δοῦλος Εὔμαιος ἁπλοϊκώτερον κοινοποιούμενος ἔπαινον δεσποτικὸν ἐν τῷ εἰπεῖν, ὅτι κεῖνος ἀνὴρ, ὃν οἰόμεθα αὐτοὶ, ἔρχετ' ἐς θάλαμον. ὅτι γὰρ κεῖνος ἀνὴρ ἤγουν ὁ Μελανθεὺς αἴτιος τῆς τῶν ὅπλων ἐκφορήσεως, μόνος Ὀδυσσεὺς ὠΐσατο. ὁ δ' αὐτὸς Εὔμαιος, καθάπερ δούλη τις ἐν Ἰλιάδι ἁπλοϊκῶς ὀνομάζει τὸν δεσπότην ἐν τῷ, Ἕκτορ, ἐπεὶ ἄνωγας ἀληθέα μυθήσασθαι, οὕτω καὶ αὐτὸς τὸν δεσπότην πρὸς ὄνομα καλεῖ ἐν τῷ, Διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, ὡς οἷα ἐναγώνιος ὢν καὶ τεταραγμένος. ἄλλως γὰρ ἐν τοῖς πρὸ τούτου αἰδεῖσθαι αὐτὸν εἶπεν ὀνομάζειν.

(Vers. 147.) Ὅρα δὲ καὶ ὅτι τὴν ἀρχὴν μὲν λύτο γούνατα καὶ φίλον ἦτορ Ὀδυσσέως, ὡς ἴδε τοὺς μνηστῆρας τετευχημένους·

(Vers. 171.) ἐπεὶ δὲ, ὡς εἰκὸς, εἶδεν ἀγεννῶς [277] δοῦρα τινάσσοντας, καὶ ἄλλως δὲ οὐκ εὖ τὴν μάχην μεταχειριζομένους, περιφρονεῖ, ὥστε καὶ θαῤῥεῖν μόνος αὐτὸς μετὰ καὶ Τηλεμάχου σχήσειν αὐτούς. διὸ καὶ στείλας τὸν Εὔμαιον καὶ τὸν Φιλοίτιον κατὰ τοῦ Μελανθέως μονοῦται μετὰ τοῦ παιδὸς, καὶ οἱ μνηστῆρες πίπτουσιν ὑπ' αὐτοῖς.

(Vers. 167.) Κρείσσων δὲ καὶ ἐνταῦθα ὁ ἐπικρατέστερος καὶ γενναιότερος, ὡς καὶ πρὸ ὀλίγων ἐφάνη.

(Vers. 168.) Τὸ δὲ, ἀποτίσῃ ὑπερβασίας πολλὰς, ὅσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ, καλὸν ἐπί τινος ῥηθῆναι πολλὰ πταίσαντος.

(Vers. 174.) Τὸ δὲ, εἰς θάλαμον βαλεῖν, καὶ σανίδας ἐκδῆσαι, καὶ εἰς κίονα ἐρύσαι, καὶ πελάσαι δοκοῖς, πάντα προστακτικῶς νοοῦνται ἀντὶ τοῦ, βάλετε, ἐκδήσατε, ἐρύσατε, πελάσατε. Ἰστέον δὲ καὶ ὅτι τὸ, σανίδας ἐκδῆσαι ὄπισθεν, ὑστερολογικῶς κεῖται, ἤγουν κατὰ τρόπον πρωθύστερον. οὐ γὰρ μετὰ τὸ σανίδας ἐκδῆσαι, τουτέστι θύρας, κρεμάννυται ὁ Μελανθεὺς, ἀλλὰ στρεφθεὶς χεῖρας καὶ πόδας καὶ σειρᾷ ἐκδεθεὶς ἀπαιωρεῖται. καὶ οὕτως αἱ σανίδες ἐκδέονται. διὸ καὶ πρὸς ἑρμηνείαν καὶ σαφήνειαν πρόσκειται τὸ ὄπισθε χρονικῶς ἐν τῷ, σανίδας δ' ἐκδῆσαι ὄπισθεν, ἤγουν μετὰ τοῦ πάντα ὅσα χρὴ ἐπὶ τῷ Μελανθίῳ ποιῆσαι. διὸ καὶ πάντα ποιήσαντες οἱ δοῦλοι θύρην ἐπέθεντο φαεινὴν, ὡς ἐν τῇ συμπληρώσει τοῦ διηγήματος ὁ ποιητής φησιν. ἔχει δὲ διαφορὰν τὸ ἐπιθεῖναι θύρας καὶ τὸ ἐκδῆσαι. τὸ μὲν γὰρ ἀντὶ τοῦ κλεῖσαι, ὡς εἴρηται, κεῖται καὶ μὴ ἐάσαι ἀναπεπταμένας, τὸ δὲ ἐκδῆσαι καὶ δεσμὸν ἐπιβληθῆναι δηλοῖ. καὶ ἔστι τὸ σανίδας ἐκδῆσαι ὡς ἐκ μέρους δηλωτικὸν καὶ τοῦ ἐπιθῆναι· οὐκ ἔστι γὰρ δεσμηθῆναι θύρας μὴ πρότερον κλεισθείσας. δῆλον δὲ ὅτι ταυτὸν ἐν τούτοις σανίδας εἰπεῖν καὶ θύρας ἢ θύρην. οὕτω καὶ πρὸ ὀλίγων τὸ τόξον Τηλέμαχος ἔκλινε κολληταῖς εὐξέσταις σανίδεσσι, τουτέστι θύραις. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον πρωθύστερον νόημα, ἴσως δὲ καὶ ἄλλα ὅμοια, βιωτικῶς ὁ ποιητὴς κατὰ σύγχυσιν διανοίας σχηματίζει, εἰκὸς βραχύ τι τοῦ ὅλου νοήματος ἐνθυμούμενόν τινα καὶ κατ' αὐτὸ συμπεράναντα τὸν ὅλον λόγον, εἶτά τι προσενθυμηθῆναι καίριον καὶ προσεπιβαλεῖν καὶ αὐτὸ καὶ οὕτως πρωθυστέρως κατ' ἀνάγκην εἰπεῖν. οὕτω μὲν καὶ νῦν Ὀδυσσεὺς νοεῖ μὲν πρῶτα, χρῆναι τοὺς δούλους εὑρόντας ἔξω που τοῦ θαλάμου τὸν Μελανθέα βαλεῖν αὐτὸν ὕπερθεν ἐς θάλαμον καὶ ἀποστρέψαι μὲν χεῖρας καὶ πόδας, ἐκδῆσαι δὲ τὰς θύρας καὶ ἀναχωρῆσαι· εἶτα προσεπιλογισάμενος δέον εἶναι καὶ ἐκκρεμασθῆναι αὐτὸν παραγγέλλει καὶ τοῦτο. ἔστι τοίνυν τὸ εὐθὲς οὕτως· ἀποστρέψαντες πόδας καὶ χεῖρας καὶ εἰς θάλαμον ὑψηλὸν θέντες· τοῦτο γὰρ δηλοῖ τὸ ὕπερθεν· καὶ σειρᾷ ἐκδήσαντες καὶ ἀπαιωρήσαντες κλείσατε οὕτω τὰς θύρας. Ἰστέον δὲ ὅτι εὑρόντες τινὲς παρὰ Ἡροδότῳ κείμενον τὸ, ζῶντα τὸν δεῖνα πρὸς σανίδα διεπαττάλευσαν, ἐβιάσαντο κἀνταῦθα ὅμοιόν τι νοῆσαι καὶ ἐπὶ τοῦ, σανίδας δ' ἐκδῆσαι ὄπισθεν. οὐκ εὐοδοῦται δὲ τοῖς οὕτω νοοῦσιν ὁ λόγος, ἀλλὰ κρεῖττον ἐστὶ νοεῖν ἁπλούστερον αὐτὸ ἀντὶ τοῦ τὰς θύρας κλείσαντες ἐκδῆσαι αὐτὰς μετὰ ταῦτα. Ἰστέον δὲ ὡς περὶ τῆς καθ' Ἡρόδοτον σανίδος φέρεται ἐν ῥητορικῷ λεξικῷ ὅτι σανὶς, ἐν ᾗ τοὺς κακούργους ἔδουν. πρόσκειται δὲ ἐκεῖ τὸ, καὶ ᾗ τὰς δίκας ἐχάραττον, ὡς Ἀριστοφάνης.

(Vers. 175.) Ἰστέον δὲ ὅτι τῶν σεσημειωμένων Ὁμηρικῶν σπονδειακῶν ἤγουν δωδεκασυλλάβων ἑπτὰ ἐπῶν ἐστὶ καὶ ὁ προκείμενος, ἤτοι τὸ, σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε, καθὰ καὶ τὸ, τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν, ὃ καὶ προδεδήλωται, καὶ τὸ, θώρηκας ῥήξειν δῄων ἀμφὶ στήθεσσιν. οὕτω γὰρ οἱ παλαιοὶ γράφουσι συναιροῦντες τὸ δηΐων εἰς δισύλλαβον. Σειρὴν δὲ πλεκτὴν εἶδός τι λέγει σχοινίου, ἴσως δὲ καὶ ἱμάντος, ὡς δηλοῦσιν οἱ παράσειροι ἵπποι καὶ οἱ ἀνασειραζόμενοι. ἐφυλάχθη δὲ ἡ λέξις καὶ παρὰ τοῖς ὕστερον. σειραὶ τοίνυν ἐλέγοντό τινες πεπλεγμέναι διὰ σχοίνων, φυτῶν δηλαδή. ἐντεῦθεν δὲ εἰλῆφθαι δοκεῖ καὶ ἡ ἰδιωτικῶς σέρα ἡ τὰς θύρας κλείουσα, πάλαι μὲν σχοῖνος οὖσα, καὶ αὐτὸ εἰπεῖν σειρὰ πλεκτή· ὕστερον δὲ καὶ ἐπὶ ξυλίνων μοχλῶν τῶν ἐντὸς παρανοουμένη ἢ παραφθειρομένη, ἵνα ᾖ ὥς περ δειρὰ δέρη, οὕτω καὶ σειρὰ σέρα τὸ ἰδιωτικόν· καὶ τὸ κοινῶς δὲ λεγόμενον σειράδιον τῆς Ὁμηρικῆς ἐστὶ κόμμα τι σειρᾶς. Πειρήναντες δὲ ἀντὶ τοῦ περατώσαντες, ἐκδήσαντες. καὶ ἔστι τὸ, ἐξ αὐτοῦ πειρήναντες, σύστοιχον τῷ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω, ὃ περὶ τοῦ Ὀδυσσέως που εἴρηται. πρωτότυπον δὲ τοῦ πειρήναντες τὸ περαίνω.

(Vers. 176.) Κίονα δὲ κατὰ γένος θηλυκὸν καὶ νῦν Ἀττικῶς λέγει καὶ Ἰωνικῶς.

(Vers. 177.) Τὸ δὲ, ὥς κεν δηθὰ ζωὸς ἐὼν ἄλγεα πάσχῃ, δηλοῖ τοῖς κακοπραγοῦσιν ἀγαθὸν ὡς ἐν κακοῖς εἶναι τὸ ἀπαλλάττεσθαι τοῦ βίου τάχιον· ὡς τό γε χαλεπὰ ἐπὶ πολὺ πάσχειν ζῶντα οἴκτιστόν ἐστι.

(Vers. 184.) Σάκος δὲ γέρον τὸ πάνυ παλαιὸν καὶ, ὡς εἰπεῖν, γηράσαν. ἅπαξ δὲ καὶ τοῦτο εἶπεν [278] ὁ ποιητής. λέγει δέ πού, φασι, καὶ Αἰσχύλος οὕτω τὸ γράμμα, οἷον, ὡς λέγει γέρον γράμμα, τουτέστι λόγος. λέγει δέ, φασι, καὶ Σοφοκλῆς πληθυντικῶς, σὺ γὰρ γέροντα βουλεύεις, ἤγουν παλαιὰ, ἀρχαῖα. Παυσανίας δὲ λέγει ὅτι γέρον ξύλον στυλίδι παραπλήσιον ἔχον κεφαλὴν γεροντοειδῆ, πλαστὴν, γλυπτὴν, καὶ χεῖρας ὡς Ἑρμοῦ τετραγώνου, ἐξ ὧν ἐκρέματό, φησι, τὰ νηθόμενα στυππεῖα· τὸ μέντοι γέῤῥον τὸ ἐν δυσὶ ρ οἱ μεθ' Ὅμηρον γράφουσι. ἔστι δέ, φασι, γέῤῥον ἀσπίς, πρόβλημα, θυρεός. εἴρηται δέ τι περὶ αὐτοῦ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. λαμβάνεται δὲ καὶ ἐπὶ φραγμοῦ τοιούτου ἡ λέξις καὶ σκηνῆς. Παυσανίας δὲ γράφει οὕτω· γέῤῥα, σκηνώματα, καὶ Περσικὰ ὅπλα, καὶ τὸ τῶν ἀνδρῶν καὶ γυναικῶν μόριον, καὶ περιφράγματα. Αἴλιος δὲ Διονύσιος, ὅτι γέῤῥον καὶ οἱ περιπεφραγμένοι τόποι καὶ ἀσπίδες Περσικαὶ ἐκλύγων καὶ οἰσύϊνοι. καλοῦσι δέ, φησιν, οὕτω οἱ κωμικοὶ καὶ τὸ, ὡς ἐῤῥέθη, γυναικεῖον. Ἄζη δὲ ἡ ξηρασία, ἡ τοῖς μυδῶσιν ἐγγινομένη λευκότης, ὁ παλάσσων εὐρὼς, κατὰ στέρησιν τοῦ ζῆν· οὐ ζῶσι γὰρ τὰ ξηρανθέντα.

(Vers. 185.) Τὸ δὲ κουρίζων ἀντὶ τοῦ νέος ὢν κοῦρος.

(Vers. 186.) Ἐν δὲ τῷ, ῥαφαὶ δ' ἐλέλυντο ἱμάντων, ἐλπίδας ὁ ποιητὴς ἀγαθὰς ὑποβάλλει τοῖς περὶ τὸν Ὀδυσσέα, ὡς οὐκέτι λοιπὰ ὅπλα χρηστὰ ἐν τῷ θαλάμῳ κεῖνται ὡς χρήσασθαι αὐτοῖς τοὺς ἐχθρούς. δώδεκα γὰρ σάκεα φθάσας εἰσάπαξ ἐξελεῖν ὁ Μελάνθιος νῦν ἓν μόνον φέρει καὶ αὐτὸ γέρον καὶ λελυμένον τῆς συνδέσεως τῶν ἢ τελαμώνων ἢ κανόνων ἢ ὀχάνων, περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. ἔστι δ' ἐκ τούτων συναγαγεῖν καὶ ἑπτακαίδεκα κεῖσθαι σάκεα ἐν τοῖς τοῦ Ὀδυσσέως, τὰ δυοκαίδεκα τῶν μνηστήρων, τὰ τέσσαρα τῶν ἀμφὶ τὸν Ὀδυσσέα, καὶ τοῦτο τὸ γέρον.

(Vers. 188.) Τὸ δὲ κουρὶξ τῶν ἅπαξ μὲν παρ' Ὁμήρῳ ῥηθέντων ἐστὶ καὶ αὐτὸ, δηλοῖ δὲ κατὰ τοὺς παλαιοὺς τὸ νεανικῶς. καὶ γίνεται ἐκ τοῦ, ὡς ἐῤῥέθη, κουρίζειν, οὗ μέλλων Δωρικὸς κουρίξω, καὶ ἐξ αὐτοῦ κουρὶξ τὸ, ἀνδρείως καὶ ὡς πρέπει κούροις. καὶ οὕτω μέν φησιν ὁ Κράτης. Ἀρίσταρχος δὲ ἀντὶ τοῦ ἐπιλαβομένους τῆς κόμης, ἵνα ᾖ κατ' αὐτὸν τὸ κουρὶξ ἀντὶ τοῦ ἐκ τῆς κεφαλῆς, ὡς εἴ τις εἴποι ἐκ τῆς κουρᾶς ἰδιωτικώτερον. ὁμοιοῦται δὲ τῷ τόνῳ πρὸς τὸ ἀπρὶξ, ἔτι δὲ καὶ πρὸς τὸ ἀμφορὶξ, ὅ περ ἐκ τοῦ ἀμφορίζω γέγονε τοῦ παρηγμένου ἐκ τοῦ ἀμφορέως.

(Vers. 195.) Τὸ δὲ μάλα πάγχυ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτό.

(Vers. 196.) Τὸ δὲ, εὐνῇ ἐνὶ μαλακῇ καὶ τὸ, ὥς σε ἔοικεν, ἀστείως εἴρηνται, σκώπτοντος Εὐμαίου τὰς ἀγλαΐας τοῦ Μελανθίου, ἃς φθάσας αὐτῷ προσωνείδισεν. αἷς ἀκολούθως καὶ εὐνῇ ἐν μαλακῇ ἄρτι καταλέξεται ὡς αὐτὸν ἔοικε κοιτάζεσθαι ἐν τῷ ἀπαιωρεῖσθαι. οὔτε γὰρ ἀέρος τι μαλακώτερον οὔτε Μελανθίῳ τῆς τοιαύτης εὐνῆς πρεπωδέστερον.

(Vers. 198.) Τὸ δὲ ἀγινεῖς ἀντὶ μέλλοντος χρόνου κεῖται τοῦ, ἄξεις, ἀγάγῃς.

(Vers. 200.) Ὅτι τιμωρίαν κακοῦ τινὸς φράζει ἀνδρὸς τὸ, ὣς ὁ μὲν αὖθι λέλειπτο ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ.

(Vers. 203.) ἀνδρικῶν δὲ ἀνδρῶν ἔνδειξις τὸ, ἔνθα μένος πνείοντες ἐφέστασαν. Καὶ ὅρα τὸ ἐφέστασαν οὐκ ἀπὸ τοῦ ἔστην ἔστησαν· οὐ γὰρ ἂν ἐδασύνετο· ἀλλὰ ἀπὸ τοῦ ἐφεστήκεισαν κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ η εἰς α.

(Vers. 205.) Ὅτι καθά περ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα θελήσας ὁ ποιητὴς τῇ μάχῃ παρεισκρῖναι θεῖόν τι πρόσωπον, εἰ καὶ ἐκεῖ μὲν ἀναγκαίως μυριαχοῦ διὰ τὸ πλατύτερον τῆς μάχης, ἐνταῦθα δὲ τοῦτό γε ἅπαξ λέγει, ὡς οἱ μὲν ἐπ' οὐδοῦ ἐφέστασαν τέσσαρες, οἱ δ' ἔντοσθεν δόμων πολέες τε καὶ ἐσθλοί. τοῖσι δ' ἐπ' ἀγχίμολον ἦλθεν Ἀθήνη Μέντορι εἰδομένη.

(Vers. 208.) καὶ Ὀδυσσεὺς ᾠήθη μὲν λαοσσόον εἶναι Ἀθήνην, ἐμφανισθεῖσαν κατά τινα θείαν ἐνάργειαν, ὁποίας οἱ Ἕλληνες ἐδόξαζον, ὡς πολλαχοῦ φαίνεται, ὅμως δὲ λαλεῖ ὡς πρὸς Μέντορα, ὅ περ ἂν εἴποι τις δυσωπῶν φίλον ὁμήλικα ἐπὶ βοηθείᾳ· Μέντορ, ἄμυνον ἀρὴν, μνῆσαι δ' ἑτάροιο φίλοιο, ὅς σε ἀγαθὰ ῥέζεσκον, ὁμηλικίη δέ μοι ἐσσί. Καὶ Ὀδυσσεὺς μὲν οὕτω, φθάσας ἐκ μακροῦ γνωρίζειν τὸν Μέντορα, ὡς καὶ ἐδηλώθη ἔνθα ὁ Μέντωρ καὶ ὁ Ἀλιθέρσης πατρῷοι ἑταῖροι εἶναι τῷ Τηλεμάχῳ ἐῤῥέθησαν.

(Vers. 211.) μνηστῆρες δ' ἑτέρωθεν ὁμόκλεον, λέγοντες διὰ τοῦ Ἀγελάου ὅσα τις εἴποι ἂν κωλύων τὴν ἐκ φίλου ἐπικουρίαν· μή σε ἐπέεσσι παραπείσοι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ· ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω, καὶ τὰ ἑξῆς. ἐν οἷς ὡς οὐ μόνον πατέρα καὶ υἱὸν κτενοῦσιν, ἀλλὰ καὶ αὐτὸν Μέντορα. σῷ δέ, φησιν, αὐτοῦ κράατι τίσεις.

(Vers. 220.) ἀπειλοῦνται δὲ καὶ κτήματα ὅσσα οἵ ἐστι τά τ' ἔνδοθι καὶ τὰ θύρῃφι, τοῖς τοῦ Ὀδυσσέως μεταμίξειν, καὶ τὰ φίλτατα δὲ βλάψειν καὶ μηδὲ τὴν γυναῖκα ἐάσαι Ἰθάκης κατὰ ἄστυ πολεύειν, ἀλλ' ἀφορίσαι που εἰς γῆν ἀλλοτρίαν καὶ αὐτὴν, ἴσως δὲ καὶ τοὺς παῖδας.

(Vers. 224.) ἐφ' οἷς χολωσαμένη Ἀθηνᾶ λαλεῖ τὰ ἐφεξῆς, πλαττομένη μὲν μυθικῶς, νοουμένη [279] δὲ καὶ νῦν ἀλληγορικῶς παρεῖναι τῷ Ὀδυσσεῖ ἐμφρόνως πάντα ποιοῦντι. ὧν κεφάλαιον τὸ ἐπ' οὐδοῦ ἵστασθαι καὶ μηδένα ἐᾶν ἔξω προβλώσκειν, ἀλλὰ ῥίπτειν ἔνδον τοὺς μνηστῆρας ὡς οἷα θρέμματα ἐν σταθμοῖς. οἱ καὶ πειρώμενοι ἐκφοβεῖν ἀπειλὰς οὐ μόνῳ τῷ Ὀδυσσεῖ ἐπιῤῥίπτουσιν, ὃ δὴ καὶ μόνον αὐτοῖς εὐχερὲς, ἀλλὰ καὶ τοῖς ὅσοι περὶ αὐτόν. ἐφ' αἷς ἀπειλαῖς ὡς εἰ καὶ λέων πληγαῖς ἐρεθιζόμενος Ὀδυσσεὺς ἀνάπτει τὸν ἐν ἑαυτῷ θυμὸν, καὶ μνησάμενος ὧν περὶ Τροίαν ἐμόγησε καὶ ὡς εἰκὸς ἐκφωνήσας αὐτὰ καὶ εἰς τρανὲς, ὡς ἐκφοβῆσαι μὲν τοὺς μνηστῆρας, θαῤῥῦναι δὲ τοὺς περὶ αὐτὸν, πολλαπλασιάζει διὰ τῆς αὐτῆς νοερᾶς Ἀθηνᾶς τὴν ἐν ἑαυτῷ ῥώμην. καὶ ἀνδρικώτερον μάχεται παραδείγματι εὐγενεῖ καὶ μεγάλῳ προπαροξυνθείς.

(Vers. 226.) ἃ μέντοι πλάττει τὴν μυθικὴν Ἀθηνᾶν λέγουσαν πρὸς ἐρεθισμὸν, ταῦτα εἰσίν· οὐκέτι σοί γ', Ὀδυσσεῦ, μένος ἔμπεδον, οὐδέ τις ἀλκὴ, οἵη ὅτ' ἀμφ' Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεὶ, πολλοὺς δ' ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, σῇ δ' ἥλω βουλῇ Πριάμοιο πόλις εὐρυάγυια. πῶς δὴ νῦν, ὅτε σόν γε δόμον καὶ κτήμαθ' ἱκάνεις, ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; ἀλλ' ἄγε δεῦρο, πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον,

(Vers. 234.) ὄφρ' εἰδῇς οἷός τοι ἐγὼ εὐεργεσίας ἀποτίνειν· ὃ δὴ προσφυὲς ῥηθῆναι πρὸς τοῦ βοηθοῦντος τινὶ φίλῳ. καὶ λέγει μὲν οὕτως ἡ Ἀθηνᾶ. οὔ πω δέ, φησι, πάγχυ δίδου ἑτεραλκέα νίκην, περὶ ἧς πολλαχοῦ κεῖται, ἀλλ' ἔτ' ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν Ὀδυσσέως τε καὶ τοῦ παιδός. οὐ γὰρ ἅμα λόγος ἐρεθιστικὸς καὶ εὐθὺς μέγα ἔργον, ἀλλ' ὡς εἰκὸς μετὰ βραχὺ, ὅτε δηλαδὴ ἀναχωρήσει ἡ Ἀθηνᾶ ἐκ μέσου, τουτέστι παύσεται μὲν ἡ βουλὴ καὶ τὸ λαλεῖν τὰ πρὸς θάῤῥος τυχὸν ἢ ἐκφόβησιν, γένηται δὲ τῶν ἔργων ὁ οὕτω λαλῶν. τηνικαῦτα γὰρ ἡ κατ' αὐτὸν ἀρετὴ ἐκφαίνεται. πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη ἀλληγορικῶς. καὶ τοιαῦτα μὲν τὰ τῆς Ἀθηνᾶς.

(Vers. 235.) ὁ δὲ Μέντωρ Ἀλκιμίδης ἐνταῦθα λέγεται, τουτέστιν Ἀλκίμου υἱός. διὸ καὶ τῷ ἰῶτα παραλήγεται ὡς ἀπὸ τοῦ ἄλκιμος, οὐ μὴν ἐκ τοῦ μήδεσθαι, ὁποῖον ὁ Θρασυμήδης καὶ ὁ Διομήδης καὶ τὰ τοιαῦτα.

(Vers. 216.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ κτέωμεν ἀντὶ τοῦ φονεύσωμεν, ὅμοιον ὂν τῷ ἀφέωμεν καὶ φθέωμεν καὶ εἰδέωμεν ἀντὶ τοῦ ἀφῶμεν καὶ φθῶμεν καὶ εἰδῶμεν. φησὶ γάρ· ὁππότε κεν τούτους κτέωμεν, πατέρ' ἠδὲ καὶ υἱόν. ἐξ οὗ δῆλον ὡς πρωτότυπόν ἐστι ῥῆμα κτῶ, οὗ τὸ ἐντελὲς κτέω, καὶ πλεονασμῷ τοῦ ν κτένω, καὶ ἐπενθέσει τοῦ ἰῶτα κτείνω, ὁμοίως τῷ ἔω ἔνω εἴνω τὸ καλύπτω, οὗ παράγωγον τὸ εἰνύω ἐν Ἰλιάδι. Ἐν δὲ τῷ, πατέρα καὶ υἱὸν, φαίνονται οἱ μνηστῆρες ἐν τούτοις τιθέναι τὸ πᾶν τοῦ ἔργου, οἷα τὸν Εὔμαιον καὶ Φιλοίτιον εἰς μηδὲν προλογιζόμενοι. οὕτω καὶ Ἀθηνᾶ σθένεος, ὡς ἐῤῥέθη, καὶ ἀλκῆς πειρήτιζεν Ὀδυσσέως μόνου καὶ υἱοῦ.

(Vers. 217.) Ἔτι κεῖται ἐν τούτοις καὶ ἀποστατικὸν σχῆμα κατὰ λόγον θάμβους τὸ, οἷα μενοινᾷς ἔρδειν ἐν μεγάροισιν, ὅμοιον ὂν τῷ οἷά μ' ἔοργας καὶ τοῖς τοιούτοις.

(Vers. 218.) Τὸ δὲ, σῷ αὐτοῦ κράατι τίσεις, ἀντὶ τοῦ τῇ σῇ κεφαλῇ ἀνταποδώσεις, ἤγουν τῇ ζωῇ σου ζημιωθήσῃ καὶ, ὡς οὕτω φάναι, κεφαλικῶς τιμωρηθήσῃ. πῶς δὲ ἐσχημάτισται τὸ, σῷ κράατι, προδεδήλωται. καὶ οὐκ ἔστιν ἐνταῦθα πλεῖόν τι εἰπεῖν ἢ μόνον ὅτι τὸ, σῷ αὐτοῦ κράατι, καινῶς ἐσχημάτισται. τὸ γὰρ σύνηθες σοῦ αὐτοῦ κράατι.

(Vers. 227.) Ἐν δὲ τῷ περὶ Ἑλένης καὶ Τρώων καὶ ἁλώσεως Ἰλίου ὅρα ὅτι τε πάλιν ἐπιτηδείως ὁ ποιητὴς Τρωϊκαῖς ἱστορίαις παραρτύει τὴν τῆς Ὀδυσσείας ἀφέλειαν, καὶ ὅτι φοβερὸν τοῖς μνηστῆρσιν ἐνθυμηθῆναι ὡς οὕτως ὑπὲρ ἀλλοτρίων ἐκινδύνευσεν Ὀδυσσεύς. δῆλον γὰρ ὡς ὁ ὑπὲρ Ἑλένης οὕτω πολεμήσας οὐκ ἂν ἐθελοκακήσῃ ἐπὶ τοῖς ἑαυτοῦ. γίνεται δὲ καὶ πιθανωτέρα ἐντεῦθεν ἡ μνηστηροκτονία· ἐνθυμηθήσεται γὰρ ὁ ἀκροατὴς ὡς ὁ ἐν Τροίᾳ πρὸς τοσούτους καὶ ὑπὲρ ἀλλοτρίας γυναικὸς μαχόμενος καὶ ἀνδραγαθῶν ὁποῖος ἂν εἴη ἐνταῦθα; φαίνεται δὲ νῦν καὶ πτολίπορθος ὁ Ὀδυσσεὺς, οὗ περ βουλῇ τῇ κατὰ τὸν δούρειον ἵππον ἡ Τροία ἥλω. μετ' ὀλίγα οὖν ῥητῶς αὐτὸν ἐρεῖ πτολίπορθον.

(Vers. 232.) Τὸ δὲ, ὀλοφύρεαι ἄλκιμος εἶναι, δεινῶς καὶ δριμέως εἴρηται. ἦν μὲν γὰρ εἰπεῖν, οὐκ ἐθέλεις ἄλκιμος εἶναι, ἢ ὀκνεῖς ἢ τοιόνδε τι. εἴρηται δὲ πρὸς πλείω ἔμφασιν, ὀλοφύρεαι ἄλκιμος εἶναι, ὡς εἰ καὶ παῖς ὀνειδισθείη ὀλοφύρεσθαι φοιτᾶν ἐς διδασκάλου.

(Vers. 239.) Ὅτι κατὰ ποιητικὸν ἔθος καὶ νῦν ἐκ τοῦ φαινομένου Μέντορος ἄλλως μορφωθεῖσα ἡ τοῦ μύθου Ἀθηνᾶ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον ἕζετο ἀναΐξας, χελιδόνι ἰκέλη ἄντην ἢ κατὰ τὴν πτῆσιν ἢ κατὰ τὸ εἶδος. οὐ γὰρ ὀκνεῖ ὁ μῦθος καὶ οὕτω μεταποιεῖν τὰ δαιμόνια

(Vers. 240.) Ἰστέον δὲ ὅτι παρώνυμοι χελιδόνι παρὰ τῷ δειπνοσοφιστῇ χελιδονίαι λαγωοί. τοιοῦτοι δὲ ἴσως οἱ ἄνω μὲν [280] μέλανες, τὰ δὲ κάτω ὑπόλευκοι, ὁποῖαι καὶ αἱ χελιδόνες κατὰ τὸν εἰπόντα τὸ, χελιδὼν ἐπὶ γαστέρα λευκὰ, ἐπὶ νῶτα μέλαινα. Αἰθαλόεντος δὲ μεγάρου μέλαθρον λέγει τὴν ὀροφήν. διὸ ἐρεῖ ἐν τοῖς ἑξῆς· δὴ τότε ἀνέσχεν Ἀθηνᾶ αἰγίδα ὑψόθεν ἐξ ὀροφῆς, ὡς ταυτὸν εἶναι ὀροφὴν καὶ μέλαθρον. καὶ νῦν μὲν ἐντελῶς ἐῤῥέθη μέλαθρον οἴκου· ὅτε δὲ μέλαθρον ὁ οἶκος ἅπας λέγεται, ἀπὸ μέρους λαλεῖται, ὥς περ καὶ στέγη καὶ τέγος ὁ αὐτὸς ἀπὸ τοῦ σκέποντος ὀροφώματος, μέρους καὶ αὐτοῦ ὄντος. αἰθαλόεν δὲ ἢ παρὰ τὸ αἴθω, ἐξ οὗ καὶ τὸ μέλαθρον διὰ τὸ αἰθόμενον δηλαδὴ πῦρ ἐν ταῖς κατὰ τὴν ἑστίαν θυσίαις, ἢ τὸ καταλαμπόμενον καὶ πολύφωτον παρὰ τὸ αἴθειν ἤγουν λάμπειν, ἀφ' οὗ καὶ αἰθήρ. Τὸ δὲ, χελιδόνι ἰκέλη ἄντην ἤγουν ἄντικρυς, καὶ πρὸ ὀλίγων ἐν τῇ τοῦ τόξου κεῖται δοκιμασίᾳ. ἐκεῖ μέντοι πρὸς τὴν τῆς νευρᾶς ᾠδὴν παρείληπται ἡ χελιδών.

(Vers. 244.) Ὅτι ἀρετὴ καὶ ἐνταῦθα ἡ ἀνδρία ἐν τῷ, ὁ δεῖνα καὶ δεῖνα ἀρετῇ ἔσαν ἔξοχ' ἄριστοι, τῶν ὅσσοι ἔτ' ἔζωον περί τε ψυχέων ἐμάχοντο. τοῦτο δὲ καὶ παροιμιῶδες ἐστίν. οἱ γὰρ ἐπικινδύνως ἀγωνιζόμενοι τὸν περὶ ψυχῆς θέειν λέγονται, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, ἢ τὸν περὶ ψυχῆς μάχεσθαι ἢ ἀγωνίζεσθαι. μετρεῖ δὲ ὁ ποιητὴς ἐνταῦθα ἓξ εἶναι τοὺς ἐν τοῖς περιλειπομένοις μνηστῆρσιν ἀρίστους, ἐνδεικνύμενος ὡς αὐτῶν πεσόντων ἑτεραλκὴς αὐτίκα νίκη προσέσται τῷ Ὀδυσσεῖ.

(Vers. 248.) Ὅτι σκῶμμα εἴς τινα στερηθέντα βοηθοῦ ᾧ ἐπεποίθει τὸ, ὦ φίλοι, ἤδη σχήσει, τουτέστιν ἐφέξει, ἀνὴρ ὅδε χεῖρας ἀάπτους, καὶ δή οἱ ὁ δεῖνα ἔβη κενὰ εὔγματα εἰπὼν, ἤγουν κενεναυχὴς, κενὰ καυχησάμενος ὡς εἰς βοήθειαν. Ἀγέλαος δὲ τοῦτο λέγει ὡς τοῦ μυθικοῦ Μέντορος ἀφανισθέντος. Τὸ δὲ, ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας, ὁ Εὐρύμαχος πρὸ τούτων,

(Vers. 70.) οὐ γὰρ σχήσει, ἔφη. ἐκεῖνος μὲν γὰρ ἐδεδίει τὸν Ὀδυσσέα, οὗτος δὲ ἀλογίστως καταθαῤῥεῖ.

(Vers. 254.) Ὅτι ὁ μετά τινα ἕνα καταφρονῶν τῶν ἐπιλοίπων ἀνταγωνιστῶν ἐρεῖ· τῶν δ' ἄλλων οὐ κῆδος ἤτοι φροντὶς, ἐπὴν οὗτός γε πέσῃσι. Καὶ ὅρα τὸ πέσῃ κοινῶς καὶ ἁπλοϊκῶς λεχθὲν ἀντὶ τοῦ ἀποθάνῃ καὶ οὐχ' ὡς τὸ, δεδουπότος Οἰδιπόδαο· ἐκεῖνο γὰρ ποιητικώτερον.

(Vers. 255.) Ὅτι τὰς μὲν βολὰς τῶν περὶ τὸν Ὀδυσσέα ἐπιτυχεῖς ποιεῖ, τῶν δὲ μνηστήρων βαλλόντων ἄλλος μὲν σταθμὸν εὐσταθέος μεγάροιο βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν, ἄλλου δ' ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια· ὅ περ διατί προπαροξύνεται, ἀλλαχοῦ δεδήλωται. ἀχρηστίαν δὲ στρατιωτικὴν οἱ ῥηθέντες στίχοι φράζουσι.

(Vers. 259.) Τὸ δὲ, ἐν τοίχῳ πέσεν, ἀντὶ τοῦ ἐνέπεσε τῷ τοίχῳ. Μελίαν δὲ τὸ ἔγχος λέγει ὃν τρόπον καὶ δόρυ, πλὴν ἐκεῖνο μὲν γενικῶς, τοῦτο δὲ ἀπὸ εἴδους δένδρου τῆς μελίας. διὸ καὶ μείλινον τὸ τοιοῦτον μετουσιαστικῶς. καὶ ἄλλως δὲ τὰ μελία ὁμωνύμως νῦν ἐῤῥέθη τῷ ὅλῳ. ὡς γάρ που ἐλέφας τὸ ἐξ ἐλέφαντος ὀστοῦν, οὕτω καὶ μελία τὸ ἐκ μελίας δόρυ, καθὰ καὶ Ἤπειρος ἡ ἀντικρὺ τῆς Ἰθάκης περαία γῆ ὁμωνύμως τῇ ὅλῃ.

(Vers. 269.) καθ' ὅμοιον δὲ λόγον καὶ ἄσπετον οὖδας μετ' ὀλίγα κεῖται τὸ πάντῃ ὀλίγον ὁμωνύμως τῇ ἀσπέτῳ γῇ καὶ ἀπείρονι. ἐρεῖ γάρ· οἱ μὲν ἔπειθ' ἅμα πάντες ὀδὰξ, τουτέστι δακτικῶς, ἕλον ἄσπετον οὖδας, τουτέστι τὸ ὑποκείμενον ὀλίγον ἔδαφος. Ἰστέον δὲ ὅτι τοὺς ῥηθέντας τρεῖς στίχους καὶ μετ' ὀλίγα οὕτω τίθησιν ὁ ποιητὴς δίχα παραποιήσεως. διό τινες ὠβέλισαν ἐκείνους ὡς ταυτολογοῦντας.

(Vers. 264.) Ὅτι ἀδίκων ἀνδρῶν παραστατικὸν τὸ, οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν, ἤγουν καί τοι αὐτοὶ προκατάρξαντες τοῦ κακοῦ, ὃ καὶ θλίβει τὸν Ὀδυσσέα, εἴ περ κακῶν κατάρξαντες οἱ μνηστῆρες εἶτα καὶ κατὰ τῶν κακωθέντων ἀναιδεύονται.

(Vers. 266.) Ὅτι τέσσαρσιν ἐνταῦθα ἐφεξῆς ὀνόμασιν ἓν ῥῆμα ἐπήγαγεν, εἰπὼν πάνυ συντόμως οὕτως· Ὀδυσσεὺς μὲν τὸν δεῖνα, Τηλέμαχος δὲ τόνδε, συβώτης δὲ ἐκεῖνον, Φιλοίτιος δὲ ἄλλον ἔπεφνε, σπουδῇ πράξεως καὶ τὴν φράσιν συνεπιτεμών.

(Vers. 277. sqq.) Ὅτι Ἀμφιμέδων εἷς τῶν μνηστήρων βάλε Τηλεμάχου χεῖρ' ἐπὶ καρπῷ λίγδην, ὃ ἑρμηνεύων ἐπιφέρει· ἄκρην δὲ ῥινὸν δηλήσατο χαλκός. ἔστι γὰρ λίγδην βαλεῖν τὸ, ἄκρον τὸ δέρμα δηλήσασθαι, ἵνα ᾖ λίγδην τὸ ξεστικῶς, ἐπιπολῆς, κατὰ δὲ τοὺς παλαιοὺς καὶ ἐπιψαύδην, Ὁμηρικῶς δὲ εἰπεῖν ἐπιγράβδην. καὶ συνίσταται τοῦτο ἐκ τοῦ, Κτήσιππος ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψεν. ἐξ οὗ δῆλον ὡς καὶ ὁ ἐπιλίγδην πληγεὶς ἐπιγράβδην ἐπλήγη. γίνεται δὲ τὸ λίγδην ὡς ἀπὸ τοῦ λίζειν, λέξεως ὠνοματοπεποιημένης. ὅθεν καὶ λίστρον ὁ ξυστὴρ μετ' ὀλίγα ἐν τῷ, λίστροις δάπεδον δόμου ἔξυον. εἴρηται δὲ ἅπαξ καὶ τοῦτο ἐνταῦθα. καὶ ἐν Ἰλιάδι δὲ ὁμοίως τὸ ἐπιλίγδην. δήλη δὲ ἡ τοιαύτη ὀνοματοποιΐα ἐπὶ μαρμάρων λίθων καί τινων τοιούτων, ὅτε ὑέλῳ εἴτε σιδήρῳ ξύονται. οὕτω δὲ εὐθὺς καὶ τὸν Εὔμαιον Κτήσιππος ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον [281] ἐπέγραψεν, ὃ καὶ αὐτὸ εἴρηται ἀντὶ τοῦ ἐπιπόλαιον ἔξυσε· τραχύτερον δὲ, ὥς περ τὸ ἔγραψε τοῦ ἔγλαψεν, οἷον εὐνὰς ἐν ψαμάθοισι διαγλάψασα, οὕτω καὶ τοῦ λίγδην τὸ ἐπιγράβδην διὰ τὴν τραχυφωνίαν τοῦ ῥῶ. δῆλον δὲ ὡς ἐκ τοῦ τοιούτου γράφειν καὶ γράβδην ἐπίῤῥημα καὶ γραπτύες ἐν τοῖς μετὰ ταῦτα αἱ τῶν μελῶν γραφαὶ, τουτέστιν ἀμυχαὶ, ξεσμοί. Ἰστέον δὲ καὶ ὅτι δόξοι ἂν ὅθεν γίνεται κατὰ ὀνοματοποιΐαν τὸ λίγδην, ἐκεῖθεν γίνεται καὶ τὸ, λίγξε βιός. καὶ ἐκεῖ γὰρ λειότερον τὸ ἐκφώνημα ἤ περ ἐν τῷ ῥοῖζος. ἐπεὶ καὶ τραχυφωνότερον τὸ ῥῶ ἤ περ τὸ λ. ἴσως δὲ ἐκ τοιούτου τινὸς τρόπου καὶ λίγδος παρὰ Αἰλίῳ Διονυσίῳ ὁ χῶνος, περὶ οὗ ἐν ἑτέρῳ ῥητορικῷ λεξικῷ γράφεται καὶ ὅτι λίγδος χωνεία, ἀλοιφή· καὶ λίγδοι χωνευτήρια, χόανα, νομισμάτων διατύπωσις· ἐν ἄλλῳ δὲ ὅτι λίγδος χῶνος τρήματα ἔχων συνεχῆ παραπλήσια τῷ δέλτα, δι' ὧν χαλκὸς ἠθεῖται. Ὅρα δὲ ὅτι θηλυκῶς τε καὶ ἀῤῥενικῶς λέγεται ῥινὸς κατὰ τὰ ἀντίγραφα. ὅτι δὲ καὶ σὺν τῷ γάμμα προπερισπωμένως λέγεται κατά τινα γλῶτταν γρῖνος, δηλοῖ ὁ τεχνικὸς, ἔνθα λέγει καὶ ὅτι γρίσσων ὁ χοῖρος καὶ γρίντης ὁ γριπεὺς καὶ γριφᾶσθαι τὸ γράφειν παρὰ Λάκωσι καὶ γριπεὺς ὁ ῥάπτων ἁλιευτικὰ δίκτυα καὶ γρῖφος δύσκολον ζήτημα ὃ ἐν συμποσίοις ἔλεγέ τις προκειμένης φιάλης οἴνου γεμούσης καὶ ὁ ἐπιλυσάμενος τὸ ἀπορηθὲν ἐξέπινεν, εἰ δὲ μὴ, ὁ ἀπορήσας ἐνεφορεῖτο τῆς φιάλης.

(Vers. 285. sqq.) Ὅτι Φιλοίτιος βεβληκὼς Κτήσιππον πρὸς στῆθος, ὃς ἔφθασεν ἐπαφεῖναι πόδα βοὸς ἐπαιτοῦντι τῷ Ὀδυσσεῖ, φιλοκέρτομόν τε αὐτὸν λέγει· τοιοῦτος γὰρ, ὡς εἰκὸς, τὸ ἦθος ἦν, καὶ παραίνεσιν ἀποτρεπτικὴν μεγαλοῤῥημοσύνης ἐκφωνεῖ εἰπών· μή ποτε πάμπαν εἴκων ἀφραδίαις μέγα εἰπεῖν, ἀλλὰ θεῷ μῦθον ἐπιτρέψαι, τουτέστιν ἀνάθες, ἐπεὶ πολὺ φέρτερός ἐστιν. εἶτα ἐπιφωνεῖ· τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ' ἔδωκα ἀντιθέῳ Ὀδυσῆϊ δόμον κατ' ἀλητεύοντι. Ἰστέον δὲ ὅτι τὸ, τοῦτό σοι ἀντὶ ποδὸς ξεινήϊον, εἰς παροιμίαν ὕστερον ἔπεσεν ἐπὶ τῶν ἀντὶ κακοῦ ἀπολαβόντων κακόν. ἦν δὲ σοφὸς πάμμεγας καὶ ἱερὸς ὁ κατάρξας τῆσδε τῆς παροιμίας, ὃς καὶ Κυκλώπειον δωρεὰν ἔφη ὡς ἐκ τῶν κατὰ Κύκλωπα τὴν καὶ ὄψιμον καὶ ὀλεθρίαν, ὡς ἐκ τοῦ, Οὖτιν ἐγὼ πύματον ἔδομαι. τοιαύτῃ μεθόδῳ καὶ τὸ, αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεὺς, παροιμιῶδες ἔσται, ὡς πρὸ βραχέων γέγραπται. οὕτω δὲ καὶ τὸ, Βελλεροφόντης καθ' ἑαυτοῦ γράμματα ἐκ τῶν Ὁμήρου εἴληπται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα πολλαχόθεν ἔστιν ἐξευρίσκεσθαι, καὶ οὐ μόνον ἐκ τῶν λογίως διεσκευασμένων, ἀλλὰ καὶ τῶν δημοτικωτέρων. καὶ γέμει τοιούτων παροιμιῶν ὁ βίος. ἔχει δὲ καὶ ἄλλως ὁ καθ' ἕνα τῶν κατ' ἄνθρωπον παροιμίας ποιεῖν ἐν τῷ ὁρμᾶσθαι ποθὲν δεξιῶς, οἷον, ὁ μαθὼν πεῖσμα καὶ πεισμονὴν ἐπὶ τῶν ἐνστατικῶν εἰρῆσθαι τροπικῶς ἀπὸ τῶν κατὰ νῆας πεισμάτων ἤγουν σχοινίων ἐρεῖ παροιμίαν ὑποκλέψας ἐκεῖθεν, ὡς πάντες τοῦ αὐτοῦ λίνου ἢ τῆς αὐτῆς καννάβεως ἐστὲ, τουτέστιν ὁμοίως πάντες πεισματικοί. ἔτι φόρτον Αἰσώπειον εἴποι ἄν τις ἐπὶ τῶν μὴ ἀεὶ βαρυνόντων ὡσαύτως ἀλλ' ὑφιέντων ἠρέμα κατὰ βραχὺ τοῦ εἴτε σωματικοῦ ἢ ἀλλοίου ἄχθους, ὁρμηθεὶς ὁ τοιοῦτος ἐκ τῶν κατὰ λογοποιὸν Αἴσωπον, ὃς φρυκτὰς αἴρων μάζας εἰς ὁδὸν καὶ φόρτον ἐξογκώσας οὔτε εὐάγκαλον, ἀλλὰ καὶ δυσβάστακτον διὰ τὸ περιβριθὲς, τὴν μὲν ἀρχὴν ἐγελᾶτο οἷα τοσοῦτον ἄχθος τοῦ μετρίου προελόμενος, τῇ δὲ ἑξῆς καὶ τῇ μετ' αὐτὴν καὶ τῇ ἐχομένῃ ἐθαυμάζετο διὰ τὸ ἀπηλλάχθαι τοῦ κατὰ τοὺς συνδούλους βαρύνεσθαι διόλου τῷ ἀχθοφορήματι. Τὸ δὲ καὶ δυάζειν τὰς παροιμίας ἄλλη τις αὐτὸ δεξιὰ μέθοδος δηλωθεῖσα καὶ ἀλλαχοῦ, καθ' ἣν τὸ, νίκη Καδμεία, οἱ μὲν ἐπὶ τῆς ἀκερδοῦς καὶ ἀνωφελοῦς ἐξελάβοντο ψογερῶς, οἱ δὲ ἐπὶ τῆς ἄκρας καὶ καθ' ὑπερβολήν. καὶ τὸ ἅλμην δὲ ἔχειν, ὡς προδεδήλωται, πῇ μὲν πικρὸν ἄνθρωπον σκώπτει, πῇ δὲ ἡδὺν παραδηλοῖ καὶ, ὅ φασιν, εὔνοστον. ὁμοίῳ δὲ λόγῳ καὶ τὸ ἀπὸ δρυὸς ἢ πέτρης εἶναι τινὰ οὐ μόνον ἀρχαιογονίαν παλαιτάτην σημαίνει Ὁμηρικώτερον, ἀλλὰ καὶ ἦθος ἀτέραμνον κατὰ καιρίαν ἔστιν ὅτε παράχρησιν. καὶ ταῦτα μὲν οὕτως. Ἀστεΐζεται δὲ Φιλοίτιος λογισάμενος τὸ τοῦ δόρατος ἄρτι ξύλον ἀντὶ τοῦ ἐπαφεθέντος τῷ δεσπότῃ ὀστοῦ. Ἀστείως δὲ τὸν ἐπαφεθέντα κατὰ τοῦ Ὀδυσσέως πόδα βοὸς βοῶν ἐπιβουκόλος ἀνὴρ βάλλει ὁ Φιλοίτιος.

(Vers. 293.) Ὅτι καὶ ἐνταῦθα τὸ οὖτα κεῖται προπερισπώμενον διὰ ἀποκοπὴν τὴν ἐκ τοῦ οὔτασεν, ὃ σημαίνει τὴν ἐγγύθεν πληγήν. φησὶ γοῦν· οὖτα Δαμαστορίδην αὐτοσχεδὸν, ἤγουν ἔγγιστα. ἔνθα εἰ καὶ προσέκειτο αὐτοσχεδὸν καὶ ἄλλως τὸ οὖτα, τὴν αὐτὴν σημασίαν εἶχεν ἄν. Δῆλον δὲ καὶ ὅτι τὰ πολλὰ μὲν μακρόθεν ἔβαλλον ἔγχεσιν οἱ παλαιοὶ, ἔστι δὲ ὅτε καὶ αὐτοσχεδὸν ἔπληττον. ἐκ δὲ τοῦ τοιούτου αὐτοσχεδὸν καὶ αὐτοσχέδιον λέγεται, οὗ ἡ κατεργασία οὐκ ἐκ μακροῖ, ἀλλὰ προσεχὴς καὶ ἔγγιστα.

(Vers. 297309.) Ὅτι [282] μετὰ τὴν, ὡς ἐῤῥέθη, ἐμφάνειαν τῆς Ἀθηνᾶς καὶ τὴν τοῦ Ὀδυσσέως στρατηγικὴν λαλιὰν τὴν καὶ ἑαυτοῦ συστατικὴν καὶ τῶν μνηστήρων ἐκφοβητικὴν ἐρεθισμοῦ γενομένου πλείονος καὶ Ὀδυσσέως μὲν καὶ τῶν περὶ αὐτὸν ἐπιτυχῶς, ὡς ἐῤῥέθη, βαλλόντων, τῶν δέ γε μνηστήρων πλαζομένων ἐν ταῖς βολαῖς, ἔπεισιν ὡς εἰκὸς πτοία πολλὴ καὶ πτυρμὸς τοῖς μνηστῆρσι. καὶ οὐκέτι ἐνίστασθαι δύνανται, ἀλλ' οἴχονται τυπτόμενοι ἀγεληδὸν καὶ οὐκέτι καθένα πρὸς ὄνομα. καὶ τὸ πάθος ἡ ποιητικὴ Μοῦσα τερατωδέστερον φράζουσα εἰς τὴν τῆς Ἀθηνᾶς ἀνάγει αἰγίδα τὸ αἴτιον, περὶ ἧς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται σαφῶς. καὶ τήν τε πτοίαν καὶ φυγὴν τῶν μνηστήρων παραβολικῶς ἐνδείκνυται, καὶ τὴν τοῦ Ὀδυσσέως δὲ ὁμοίως ἀνδρίαν καὶ τῶν ἀμφ' αὐτόν. καὶ φησί· δὴ τότ' Ἀθηναίη φθισίμβροτον αἰγίδ' ἀνέσχεν ὑψόθεν ἐκ κορυφῆς, τῶν δὲ φρένας ἐπτοίησε, τουτέστιν ἐπτόησεν· ἢ καὶ ἄλλως, τῶν δὲ φρένες ἐπτοίηθεν, τουτέστιν εὐλαβήθησαν, ἐπτοήθησαν. εἶτα τὴν τοιαύτην πτοίαν διὰ παραβολῆς ἑρμηνεύων φησίν· οἱ δ' ἐφέβοντο κατὰ μέγαρον, βόες ὣς ἀγελαῖαι· τὰς μέν τ' αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται, τουτέστι γίνονται, ὡς ἔκτοτε μειζόνων γινομένων τῶν ἡμερῶν. Ἐφ' οἷς καὶ τὴν ἀνδρίαν τῶν τοῦ Ὀδυσσέως ὁμοίως παραδεικνὺς φησίν· ὁ δ', ὥς τ' αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι, οἱ πολλαχοῦ ῥηθέντες, ἐξ ὀρέων ἐλθόντες ἐπ' ὀρνίθεσσι θορῶσι· ταὶ μέν τ' ἐν πεδίῳ νέφεα πτώσσουσαι ἴενται, οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ γίνεται, οὐκ ἔχουσι γὰρ ἀνθίστασθαι οὐδὲ φυγεῖν, καταλαμβάνονται γὰρ, χαίρουσι δέ τ' ἀνέρες ἄγρῃ· ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα τύπτον ἐπιστροφάδην, τουτέστιν ἐπιστρεπτικῶς ὧδε καὶ ἐκεῖ· τῶν δὲ στόνος ὤρνυτο ἀεικὴς, κράτων τυπτομένων· δάπεδον δ' ἅπαν αἵματι θῦεν· ὃ πολλαχοῦ τῆς Ἰλιάδος κεῖται δαψίλειαν δηλοῦν αἵματος κατά τινα ῥοῦν τῷ δαπέδῳ ἐπιτρέχοντος. Ἔνθα ὅρα ὡς καὶ ἑτέρωθι δάπεδον τὸ τοῦ μεγάρου ἔδαφος. οὐ γὰρ δή που τὸ τῆς αὐλῆς ἐνταῦθα δηλοῖ, οὐδ' ἄλλο τι αἴθριον μέρος γῆς. δῆλον δ' ὅτι τὸ τοιοῦτον βασιλικὸν δάπεδον καὶ κραταίπεδον ἂν εἴη διὰ τὸ, ὡς εἰκὸς, λιθόστρωτον εἶναι περὶ οὗ σαφὴς φράσις τὸ, ταῦτα δὲ πάντα δάπεδον εἶχεν ἐν ἀβακίσκοις συγκείμενον ἐκ παντοίων λίθων. Ἔνθα ὅρα τὸ ἀβακίσκοις· ἐξ οὗ δῆλον, ὡς οὐ μόνον ἐπὶ σανίδος ὁ ἄβαξ καὶ τὸ ἀβάκιον, ἀλλ' ἰδοὺ καὶ ἐπὶ λίθων ὁμοιοσχημόνων ξυλίνοις ἄβαξιν. Ὅτι δὲ κραταίπεδον τὸ κραταιὸν πέδον συντεθειμένον πρὸς ὁμοιότητα τοῦ κραταιγύαλον, οὐκ ἄδηλόν ἐστιν.

(Vers. 299.) Ἰστέον δὲ ὅτι τῶν ῥηθεισῶν παραβολῶν ἡ πρώτη μὲν σεμνοτέρους εἶχε τοὺς μνηστῆρας εἰς βόας αὐτοὺς παραβάλλουσα διὰ τὸ ἀγελαῖον τοῦ πλήθους, τοὺς μέντοι πτοοῦντας μικροφυεῖ ζωυφίῳ τῷ οἴστρῳ εἴκαζε διὰ τὴν κατὰ πλῆθός τε ὀλιγότητα καὶ τὸν ἐκ τοῦ βάλλειν κεντρισμόν· ἡ μέντοι δευτέρα ἀπεναντίας ἥκει τῇ πρώτῃ, πάνυ μὲν σεμνύνουσα τοὺς διώκοντας τῇ πρὸς αἰγυπιοὺς παραβολῇ, ἀχρειοῦσα δὲ τοὺς διωκομένους μνηστῆρας διὰ τοῦ μηδὲ πρὸς ὄνομα μνησθῆναι οἵοις ὀρνίθεσσιν ἐν τῷ φεύγειν ἐοίκασι, προϊὼν δὲ καὶ πάντῃ τοὺς μνηστῆρας ἐξευτελίσει διὰ τῆς πρὸς ἰχθύας παραβολῆς.

(Vers. 297.) Ἰστέον δὲ ὅτι οὐ μόνον Ζεὺς αἰγίοχος παρὰ τῇ ποιήσει, ἀλλ' ἰδοὺ καὶ Ἀθηνᾶ ἡ τοῦ Διὸς, εἰ καὶ μὴ αἰγίοχος καλεῖται, ἀλλ' αἰγίδα ἔχει, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ ταύτην τῶν μὲν σωστικὴν, τῶν δὲ ὀλέτειραν. ἐπεὶ, ὡς καὶ αὐτὸ ἐν ἄλλοις ἐῤῥέθη, καὶ Ποσειδῶν ἀσφάλιός τε καὶ γαιήοχος καὶ αὖ ἐνοσίχθων καὶ ἐννοσίγαιος. καὶ Φοῖβος δὲ οὐ μόνον Ἀπόλλων, ἀλλὰ καὶ οὔλιος, τουτέστιν ὁλότητος καὶ ὑγιείας ποιητικὸς ὅτι καὶ ἰατρός. καὶ Ἑρμῆς δὲ ὁ αὐτὸς καὶ ἀποστερητικὸς διὰ τὴν κλεπτικὴν καὶ κερδῷος δὲ διά τε τὸ ἐμπολαῖος εἶναι καὶ διὰ τὰ Ἕρμαια. καλῶς οὖν καὶ λαοσσόος ἡ Ἀθηνᾶ, ὅ περ ἐν μιᾷ λέξει δηλοῖ ὅτι τε λαοὺς σόους τηρεῖ καὶ ὅτι σεύει ἢ σοβεῖ λαοὺς, ἄλλως τε καὶ διὰ τῆς φθισιμβρότου αἰγίδος.

(Vers. 300.) Οἶστρος δὲ θηρίδιον ὁ καὶ μύοψ λεγόμενος, μυίας μὲν μεῖζον, τὰ δ' ἄλλα ἐμφερὲς, ὃ ἐγχρίπτον βουσὶ καὶ δάκνον, κατὰ δέ τινας καὶ εἰς τὰ ὦτα εἰστρέχον αὐτῶν, ὅπῃ τύχοι κομίζον ἀναγκάζει φέρεσθαι. διὸ καὶ οἶστρος καλεῖται παρὰ τὸ οἴω τὸ κομίζω. ἐντεῦθεν δὲ καὶ πᾶσα ὁρμὴ ἐνθουσιαστικὴ κατὰ ἔρωτα τυχὸν ἢ μανίαν ἢ θυμὸν οἶστρος λέγεται, καὶ τὸ ἔχον αὐτὸν οἰστρηλατεῖσθαι φαμὲν καὶ οἰστρεῖν καὶ παροιστρεῖν. ἕτεροι δὲ θηρίον αὐτόν φασιν ἀκρίδι ἐοικὸς, ποικίλον τὴν χροίαν, εὐκίνητον, δάκνον καὶ σοβοῦν τὰς βοῦς. οἱ δὲ καὶ ὑπόχαλκον αὐτό φασι τὴν μορφήν. διὸ καὶ αἰόλος ὁ τοιοῦτος διὰ τὸ, ὡς ἐῤῥέθη, ποικίλον αὐτοῦ καὶ εὐκίνητον, ἢ καὶ ἄλλως αἰόλος ὁ τοῦ αἰόλλεσθαι ἤτοι κινεῖσθαι ταχέως αἴτιος, ὡς καὶ ἔγχος ἄλκιμον τὸ ἀλκιμοποιόν. ἐν δὲ τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεται [283] ὅτι θύννος καὶ ξιφίας, ὅτε τὸ ὄστρακον ὁ κύων ἐπιτέλλει, τηνικαῦτα περὶ τὰ πτερύγια ἔχουσιν οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ' ἡλίκον δραχμῆς· ὃ καὶ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον δελφῖνος ὡς καὶ πλοίοις πολλάκις ἐμπίπτειν. ἔχουσι δὲ κατά τινα ὥραν οἶστρον καὶ ἐπὶ κεφαλῆς. Ἰστέον δὲ καὶ ὡς τὸ ῥηθὲν ἐν πρώτῃ συζυγίᾳ τῶν περισπωμένων οἰστρεῖν λέγεται καὶ οἰστρᾶν ἐν δευτέρᾳ. χρῆσις δὲ τούτου ἐν τῷ, οἱ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν. ὡς δὲ καὶ ἄλλα ῥήματα διφοροῦνται τὰ μὲν οὕτω, τὰ δ' ἄλλως, δεδήλωται καὶ ἀλλαχοῦ. ἓν δὲ τῶν πολλῶν ἐκείνων καὶ τὸ σοφῶ σοφώσω, ἐξ οὗ καὶ τὸ σοφοῖ, ὅ πέρ ἐστι κοινότερον εἰπεῖν σοφίζει· ἔτι δὲ καὶ τὸ μηνιᾶν ὡς βοᾶν, κοινῶς μέντοι μηνίειν· ἔτι καὶ τὸ συνιεῖν, οὗ μᾶλλον τέτριπται τὸ συνιέναι.

(Vers. 297.) Τὸ δὲ φθισίμβροτον πλεονασμὸν ἔχει τοῦ ν ἐν τῇ προπαραληγούσῃ ὁμοίως τῷ φαεσίμβροτος ἥλιος.

(Vers. 298.) Τὸ δὲ, ὑψόθεν ἐκ κορυφῆς, ἄδηλον εἴτε ἐκ τῆς ἔσω κατὰ τὸ μέλαθρον, εἴτε ἐκ τῆς ἔξω κατὰ τὸν Ὄλυμπον. Τὸ δὲ ἐπτοίησεν ἐξ ἀνάγκης τῇ οι διφθόγγῳ διὰ μέτρον προπαραλήγεται γινόμενον ἐκ τοῦ πτοῶ· ὥς περ γὰρ οὐδὲ τὸ ἠγνόησεν, οὕτως οὐδὲ τὸ ἐπτόησε χρήσιμον εἰς μέτρον Ὁμηρικόν.

(Vers. 302.) Τὸ δὲ γαμψώνυχες ἐκ τοῦ γνάμπτω γινόμενον ἔλλειψιν ἔχει τοῦ κατ' ἀρχὰς ν διὰ τὸ εὐφωνότερον. Τὸ δὲ ἐπ' ὀρνίθεσιν ἀντὶ τοῦ κατὰ ὀρνίθων.

(Vers. 304.) Νέφεα δὲ ἢ τὸν τῶν νεφῶν τόπον καὶ νῦν λέγει, οὗ περ ἀπογνόντες αἱ ὄρνιθες κάτω ἴενται καὶ ἀγρευόμεναι ἀγάλλουσι τοὺς θεατὰς, ἢ μάλιστα κατὰ τοὺς παλαιοὺς δικτύων εἶδος, ἃ καὶ ὁ κωμικὸς νεφέλας φησὶν ἐν τῷ, μὰ νεφέλας μὰ δίκτυα, ἵνα εἰκάζει τοὺς μνηστῆρας ὄρνισιν ἡ παραβολὴ, αἳ λίνων αὐταῖς ἱσταμένων, ὅ ἐστι δικτύων, εἶτα αἰγυπιῶν ἐπιόντων, πτήξασαι, ἐπὶ νέφεα ἵενται, ὅ ἐστι δικτύοις ἐμπελάζουσιν, ὅτε καὶ ἀγρευομένων χαίρουσι τῇ ἄγρᾳ οἱ παρατυχόντες. οὕτω γὰρ καὶ οἱ μνηστῆρες τῇ ἄνωθεν ἐξ Ἀθηνᾶς ῥοπῇ ἐντὸς ἀρκύων πεσόντες πάσχουσι τὰ εἰκότα.

(Vers. 309.) Ἰστέον δὲ ὡς ἔγνωσται μέχρι καὶ νῦν ἡ τῶν θηρατικῶν νεφελῶν χρῆσις πολλοῖς. παρ' οἷς καὶ νεφελοστάσια ὁ τόπος τῆς τοιαύτης διὰ δικτύων θήρας λέγεται. Τὸ δὲ κράτων τυπτομένων, ὅ ἐστι κεφαλῶν σεσημείωται, καθὰ καὶ τὸ πάντων καὶ δᾴδων καὶ τὰ τοιαῦτα, ὡς βαρυνόμενον. φασὶ δὲ οἱ παλαιοὶ ὅτι ἐκ τῆς κράας κράατος γενικῆς ἐκλίθη, ὅθεν καὶ τὸ, σῷ κράατι τίσεις, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται· ἀφ' οὗ γενικὴ πληθυντικὴ κραάτων καὶ κράτων κατὰ συναίρεσιν.

(Vers. 310.) Ὅτι πολυειδὴς ὢν τὴν πλάσιν ὁ ποιητὴς ποιεῖ μνηστῆρα θυοσκόον τὸν Λειώδη, οὗ μνεία καὶ πρὸ τούτων γέγονεν, ἐπεσσύμενον τῷ Ὀδυσσεῖ, ὁποῖα τινὰ καὶ ἡ Ἰλιὰς πλάττει, καὶ λισσόμενον ἐν τῷ εἰπεῖν οὕτω·

(Vers. 312.) γουνοῦμαί σ', Ὀδυσσεῦ, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον. οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον, ἀλλὰ καὶ ἄλλους παύεσκον μνηστῆρας, ὅ τις τοιαῦτά γε ῥέζοι. ἀλλά μοι οὐ πείθοντο κακῶν ἀπὸ χεῖρας ἔχεσθαι. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς κείσομαι·

(Vers. 319.) ὡς οὐκ ἔστι χάρις μετόπισθεν εὐεργέων, ὡς καὶ ἀλλαχοῦ κεῖται. ὃ δὴ ἀγαθὸς μέν τις ἀνὴρ εἰπὼν ἔπεισεν ἂν τὸν ἀκούοντα. Λειώδης δὲ πῶς ἂν εἰσακουσθείη, ὃς τὴν γυναῖκα μνώμενος γελοίως ἀξιοῖ ἐλεηθῆναι, ὅτι τῶν δουλίδων ἀπείχετο, καὶ ὁ τοῖς μνηστῆρσιν ὁμοιοπαθῶν ἐθέλει μὴ τὰ ἐκείνων παθεῖν. ἴσως οὖν καὶ ὁ Λειώδης ταῦτ' εἰδὼς οὐδὲ ἐτόλμησεν εἰπεῖν μηδὲν ἐοργέναι κακὸν, ἀλλ' ἀξυμφανῶς εἶπεν οὐδὲν ἐοργὼς κείσομαι. ὁ δ' αὐτὸς καὶ ἄλλως οἷα θυοσκόος οἶδεν ὡς κείσεται. ὅτι δέ γε ὁ Λειώδης ἤρεσκε τῇ Πηνελόπῃ μάλιστα τῶν ἄλλων μνηστήρων διὰ ἤθους χρηστότητα, προδεδήλωται, οὐχ' ἁπλῶς εὐαρεστῶν, ἀλλὰ ὑπὲρ τοὺς ἄλλους μνηστῆρας. πόθεν δὲ καὶ τίς ὁ θυοσκόος, προείρηται καὶ αὐτό. ἀλλ' οὕτω μὲν ὁ Λειώδης ἔφη ὑπερλαλῶν ὡς θυοσκόου ἑαυτοῦ·

(Vers. 321.) Ὀδυσσεὺς μέντοι ῥητορικώτατα λαβὼν αὐτόθεν καταδίκης ἀφορμὴν, ἐξ ὧν ἐκεῖνος εἶπεν, ἵνα τοῖς οἰκείοις, ὅ φασι, πτεροῖς ἁλίσκοιτο, καὶ ἀναστρέψας πιθανολογικῶς, ὅ περ ἐκεῖνος εἶπε κατὰ εἰσβολὴν ἐλέου καὶ εἰς ἐκβολὴν αὐτὸ μεταποιήσας φησίν· εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεται εἶναι, πολλάκι που μέλλεις ἀρήμεναι, τουτέστιν εὔξασθαι, ἐν μεγάροισι, τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, σοὶ δ' ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι. οὐκ ἂν οὖν εἴης εὐεργέτης, οὐδ' ἂν ἀληθεύοις λέγων ὡς οὐδὲν ἐοργὼς κείσεαι.

(Vers. 325.) τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα φύγοισθα, τουτέστι δυσκοίμητον, ἵνα ᾖ ἀπὸ τοῦ λέγω τὸ κοιμῶμαι θάνατος δυσλεγὴς καὶ πλεονασμῷ τοῦ η δυσηλεγὴς, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ καὶ ἄλλως δυσαλεγὴς, ὡς καὶ αὐτό που δεδήλωται.

(Vers. 310.) Ἰστέον δὲ ὅτι [284] τὴν ἱκετείαν φράσαι διαφόρως ἐν τούτοις Ὅμηρος φιλοτιμησάμενος, λάβε γούνων, ἔφη, τουτέστιν ἐλάβετο, ἥψατο καὶ λισσόμενος προσηύδα· καὶ, γουνοῦμαί σε.

(Vers. 315.) Ἐν δὲ τῷ, παύεσκον μνηστῆρας, ὃς τοιαῦτά γε ῥέζοι, ἐκ πληθυντικοῦ ὑπέβη συνήθως εἰς ἑνικόν.

(Vers. 316.) Τὸ δὲ κακῶν ἀπὸ χεῖρας ἔχεσθαι οἱ μεθ' Ὅμηρον ἐλλειπτικῶς φράζουσιν· ἀρκεῖ γὰρ παρ' αὐτοῖς εἰπεῖν κακῶν ἀπέχεσθαι κατ' ἔλλειψιν τοῦ χεῖρας.

(Vers. 322.) Τοῦ δὲ ἀρήμεναι ἀραίνω τὸ πρωτότυπον ἢ ἄρημι ἐκ τοῦ ἀρῶ, ὁποῖα καὶ ἄλλα δύχρηστα παρεσημειώθησαν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀρήμεναι οἱ παλαιοὶ ὡρμημένοι φασὶν, εἰ καὶ μὴ πάντῃ ἀκριβῶς, οὐ μάντιν ἀλλὰ ἱερέα εἶναι τὸν Λειώδη, ἐτυμολογούμενον ἀπὸ τοῦ τὰ θύη κέειν, ὡς καὶ προεσημειώθη, ὃ δὴ κέειν τοῦ διφθογγιζομένου καίειν θεματικῶς προϋπόκειται. διό, φασιν, οὐδὲ ἐμαντεύετο, ἀλλὰ ἠρᾶτο. ἔστι δὲ ἄλλως ἀσφάλτως νοῆσαι ἀμφότερα εἶναι τὸν Λειώδη, ἱερέα τε ἀρώμενον καὶ καταρώμενον, καὶ μάντιν δὲ, ὡς εἰκὸς, ἐφ' οἷς ἐχρῆν.

(Vers. 324.) Τὸ δὲ σπέσθαι δευτέρου ἐστὶν ὅμοιον τῷ πτέσθαι παρὰ Σοφοκλεῖ καὶ τῷ σχέσθαι καὶ τοῖς τοιούτοις. Τὸ δὲ, ἄλοχον σπέσθαι καὶ τέκνα τεκέσθαι, παρισοῖ Ὀδυσσεὺς καλλωπίζων τὸν λόγον ὡς οἷα μηκέτι ἀγωνιῶν, ἀλλὰ ἱλαρυνόμενος ἐκ τῆς ἄρτι διὰ τὸ ἀνῦσαι τὸ ἐφετόν. ὅθεν καὶ ὁ ποιητὴς λείως ἐκ τῶν ἄρτι καταστρέφει τὰ τῆς μνηστηροφονίας.

(Vers. 329.) Λειώδης μὲν γὰρ οὐ μαχόμενος ἀλλὰ γουνούμενος πύματος πίπτει. οὗ περ ἔτι φθεγγομένου κάρη κονίῃσιν ἐμίχθη, ἢ καὶ ἄλλως, φθεγγομένη κάρη κονίῃσιν ἐμίχθη, περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. Φήμιος δὲ γούνων ἁψάμενος σώζεται. Μέδων δὲ κρυπτόμενος ῥύεται, Τηλεμάχου μνησθέντος καὶ ὑπερλαλήσαντος.

(Vers. 330377.) Ὅτι φερωνύμως Τερπιάδης, τουτέστι Τερπίου υἱὸς, ὁ τερψίθυμος ἀοιδὸς Φήμιος, ἐπεὶ, καθὰ καὶ προϊστόρηται, ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ, ἐκφεύγει νῦν τὸ συμπεσεῖν τοῖς κακοῖς. ἔστη γάρ, φησιν, ἐν χείρεσσιν ἔχων φόρμιγγα λίγειαν, ἄγχι παρ' ὀρσοθύρην τὴν ἤδη ῥηθεῖσαν· ἧς ἐν στενωπῷ συσταλεὶς ἐλάνθανε. δίχα δὲ φρεσὶ μερμήριζεν, ἢ ἐκδὺς μεγάροιο Διὸς ποτὶ βωμὸν ἑρκείου ἵζοιτο, ἔνθα πολλά ποτε Ὀδυσσεὺς ἔθυεν, ἢ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα, ὃ καὶ ἔδοξεν αὐτῷ κέρδιον εἶναι. καὶ δὴ φόρμιγγα μὲν γλαφυρὴν κατέθηκε χαμᾶζε, αὐτὸς δὲ ποιήσας τὸ βουλευθὲν γουνοῦμαί σέ, φησιν, Ὀδυσσεῦ, καὶ ἑξῆς, ὡς ὁ Λειώδης εἶπεν, εἰ καὶ τὸ τραγικὸν παρῳδῆσαι, λόγος ὁ αὐτὸς ἔκ τε δοκοῦντος εὐεργέος τούτου καὶ ἐξ ἐκείνου τοῦ μὴ ἀληθῶς εὐεργέος ῥηθεὶς οὐ ταυτὸν σθένει. εἶτα ἐπιφέρει ὁ ἀοιδὸς καὶ ὅτι αὐτῷ τοι, ἤγουν αὐτῷ σοι τῷ Ὀδυσσεῖ, μετόπισθεν ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω. αὐτοδίδακτος δ' εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν. ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ, τῷ μή με λιλαίεο δειροτομήσειν. ἐφ' οἷς καὶ τὸν Τηλέμαχον προφέρων μάρτυρα φησὶν, ὡς καὶ ἐκεῖνος τάδε γ' εἴπῃ σὸς φίλος υἱὸς, ὡς ἐγὼ οὔτι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτα, ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ. οὕτως εἶπεν ὁ ἀοιδός. καὶ ὁ Τηλέμαχος αἶψα ἔφη τῷ πατρί· ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔτασε χαλκῷ, ταχύνας ὁ νεανίας τὸν λόγον, ὡς δηλοῖ τὸ αἶψα, μὴ φθάσῃ καταῤῥίψας τὸν ἀοιδὸν ὁ πατήρ. εἶτα μνήμην καὶ τοῦ Μέδοντος ἀναλαβὼν, ἵνα ἐκεῖνος ἄλλως σωθῇ, καὶ κήρυκα, φησὶ, Μέδοντα σαώσομεν. ὅς τέ μευ αἰεὶ κηδέσκετο παιδὸς ἐόντος, εἰ μὴ ἄρα φθάσας πεφόνευται. ὣς φάτο Τηλέμαχος· τοῦ δ' ἤκουσε Μέδων πεπνυμένα εἰδώς. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα ἕστο βοὸς νεόδαρτον, ἀλύσκων Κῆρα μέλαιναν. ὑποπηδήσας δὲ ἐκ τοῦ θρόνου βοὸς ἀπέδυνε βοείην καὶ, ὦ φίλε, φησὶν, ἐγὼ μὲν ὅδ' εἰμί· σὺ δ' ἴσχεο, εἰπὲ δὲ πατρὶ, μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ, μνηστήρων κεχολωμένος οἵ οἱ ἔκειρον κτήματα, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον. καὶ Ὀδυσσεὺς ἐπιμειδήσας, χαίρει γὰρ τοὺς ἐπεσβόλους ῥίψας καὶ μειλιχίους ἀκούων λόγους, θάρσει, φησὶν, ἐπειδή σε οὗτος ἐρύσατο καὶ ἐσάωσεν, ὄφρα γνῷς κατὰ θυμὸν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ γνωμικῶς, ὡς κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων, ἣν εἴ περ εἶχε καὶ ὁ ῥηθεὶς θυοσκόος, ὡς ἔλεγε, περιεσώθη ἄν. ἀλλ' ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλὴν σύ τε καὶ πολύφημος ἀοιδὸς, ὄφρ' ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρὴ, ἤγουν οὗ ἐμοὶ χρεία, κατὰ ἀντίπτωσιν, ἢ καὶ ἄλλως, οὗ περ εἰς ἐμὲ χρεία, τουτέστιν ἅ με χρή. ἐν οἷς καὶ τὸ ψηλαφῆσαι μή ποτέ τις καὶ εἰσέτι κρύπτοιτο· εἰς ὅ περ ἐνάγει τὸν Ὀδυσσέα ἡ τοῦ Μέδοντος ὑπὸ τῇ βύρσῃ συστολὴ καὶ ἡ τοῦ Φημίου ἐν τῇ ὀρσοθύρῃ.

(Vers. 346.) Σημείωσαι δὲ ἐν οἷς ὁ Φήμιος περὶ ἑαυτοῦ λέγει, οἵους ὁ ποιητὴς εἶναι οἶδε τοὺς ἀοιδοὺς ὧν εἷς ἐστὶ καὶ αὐτός· ὅτι δηλαδὴ φιλοσόφους, θείων [285] καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμονας.

(Vers. 347.) οὗ περ αἴνιγμα τὸ, θεοῖς καὶ ἀνθρώποις ἀείδειν· ἔτι δὲ καὶ θυμοσόφους, ὡς δηλοῖ τὸ, αὐτοδίδακτος δ' εἰμὶ, τουτέστι αὐτομαθὴς τά γε πρὸς θνητοῦ διδασκάλου. ἄλλως γὰρ θεός μοί, φησιν, ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν, ὡς εἶναι καὶ θεοσόφους οὕτω τοὺς ἀοιδούς. τοὺς δ' αὐτοὺς, ὡς ἐῤῥέθη, καὶ αὐτοφυῶς εἰδότας, καθὰ ἐκ τοῦ ἐνέφυσεν ἐμφαίνεται· ἀφ' οὗ καὶ ἦθος ἐμφυὲς παρὰ Πινδάρῳ τὸ ἐμπεφυκὸς καὶ φύσει ὂν, ὃς δὴ καλὸς ἀοιδὸς Πίνδαρος καὶ ἕλκει πρὸς ἑαυτὸν τοὺς τοῦ Ὁμηρικοῦ τούτου ἀοιδοῦ χαρακτῆρας, ἀποσεμνύνων μὲν ἑαυτὸν ὡς αὐτοδίδακτον πολλαχοῦ, τοὺς δέ γε μαθόντας εἰκάζων εἰς ἄκραντα γαρύοντας κόρακας. δεῖγμα δὲ τῆς τοῦ ἀοιδοῦ Φημίου θεόθεν διδαχῆς καὶ οἱ νῦν λόγοι. οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ἔννοιαι σεμνότεραι τῶν ἐνταῦθα εὑρεθεῖεν ἀκουσθεῖσαι τῷ Ὀδυσσεῖ μετὰ τὴν εἰς Ἰθάκην ἔλευσιν.

(Vers. 348.) ἐν αἷς προλάμπει γοργῶς τὸ, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ· πάνυ γὰρ κολακικῶς εἴρηται, καὶ χαίροι ἂν Ὀδυσσεὺς τῇ τοιαύτῃ ἐννοίᾳ. καὶ γάρ τοι καὶ αὐτὸς ἦν ὅτε τῷ Κύκλωπι τὸν Ἰσμαρικὸν εἴτ' οὖν Μαρωνείτην οἶνον ὡς θεῷ λοιβὴν ἔφη διδόναι, κολακεύων μὲν, ἀνύων δὲ οὐδὲν εἰς πυθὼ λέοντος. καὶ ἐοίκασιν ὁ παρὰ τῷ Κύκλωπι Ὀδυσσεὺς καὶ ὁ ἐνταῦθα Φήμιος μερίσασθαι τὰ θυτικὰ καὶ ὁ μὲν ἐκ λοιβῆς κολακεῦσαι τὸν ἄγριον Κύκλωπα κατὰ τὸ, ἐπὶ δ' αἴθοπα οἶνον λεῖβεν, ὁ δὲ ἐξ ἀοιδῆς κατὰ τὸ, μολπῇ θεὸν ἱλάσκοντο. κολακικώτερον δὲ τὸ τοῦ Ὀδυσσέως, πρὸς θηρίον γὰρ ἔλεγεν. ἐνταῦθα γὰρ τὸ παραείδειν ὕφεσίν τινα ἔχει πρὸς τὸ ἀείδειν καὶ δηλοῖ τὸ ἐγγὺς ἤτοι σχεδὸν ὡς θεῷ ἀείδειν, ἐγγύτητα κἀνταῦθα δηλούσης τῆς προθέσεως. καὶ ἔχει μὲν σωφρόνως ἐκεῖ ὁ τοῦ Ὀδυσσέως λόγος· οὐ γὰρ θεῷ ἔφη λοιβὴν διδόναι, ἀλλ' ὡς θεῷ. νῦν δὲ ὁ τοῦ Φημίου καὶ τὸ ὡς θεῷ ἔχει καὶ τὴν ἐκ προθέσεως παραμυθείαν καὶ τὸ ἔοικα. φησὶ γὰρ ὁ φιλόσοφος ἀοιδὸς, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ· οὕτω καὶ κολακεύει καὶ ἀσφαλέστατα λέγει, οὐκ ἀχρειῶν αὐθάδει κολακείᾳ τὸ τῆς φιλοσοφίας ἐλεύθερον. Παραείδει δὲ ὡς θεῷ διὰ τὸ εἰπεῖν, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον· ὅ περ οὐκ εἶπεν, εἰ μὴ πρὸς πρόσωπον ἐλάλη θεῖον. θεῖος γὰρ πάντως ὁ ὡς θεός. μάλιστα δὲ παραείδει ὡς θεῷ, διότι ἀφεὶς ἵξεσθαι παρὰ βωμὸν ἑρκείου Διὸς λίσσεται Ὀδυσσέα καὶ λαλεῖ ὅσα καὶ Διΐ.

(Vers. 338.) ἔκρινε δὲ ὁ σοφὸς Φήμιος κέρδιον τοῦτο, ἐπεί περ οὐκ ἂν ἤνυσεν ἐξελθεῖν εἰς τὸν ἑρκεῖον Δία, τοῦ Ὀδυσσέως καὶ τῶν ἀμφ' αὐτὸν ἱσταμένων περὶ τὸν οὐδόν. ἔοικε δὲ ἄσυλον εἶναι προσφυγεῖν ἑρκείῳ Διΐ. διὸ καὶ ὁ ἀοιδὸς ἐν τοῖς ἑξῆς καὶ ὁ Μέδων ἐκεῖ ἕζοντο ἔμφοβοι, ἐλεηθέντες μὲν ἤδη, ὅμως δὲ τῷ πολλῷ τοῦ φόβου πάντοσε παπταίνοντες, φόνον ποτιδέγμενοι αἰεί. Ἰστέον δὲ καὶ ὅτι τὸ, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ, ἤρτηται τοῦ, θεοῖς καὶ ἀνθρώποις ἀείδω, ἵνα λέγῃ ὅτι νῦν οὐχ' ὡς ἀνθρώπῳ σοι παραείδω, ἀλλ' ὡς θεῷ, καθὰ ἐῤῥέθη. αὐτὸ δὲ τὸ θεοῖς καὶ ἀνθρώποις ἀείδειν πρός τινα ὁμοιότητά ἐστι τοῦ, κήρυκες Διὸς ἄγγελοι καὶ ἀνδρῶν.

(Vers. 337.) Τὸ δὲ, αὐτοδίδακτός εἰμι, οὐκ ἦν ἂν πάνυ πρὸς ἐπαίνου τῷ Φημίῳ, εἰ μὴ ἐπήγαγε καὶ τὸ, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν. ἄλλως γὰρ ὁ αὐτοδίδακτος δυσχερὴς εὑρεθῆναι διὰ τὸ μὴ ἐγχωρεῖν ἅμα τὸν αὐτὸν καὶ ἀγνοοῦντα εἶναι ὡς μαθητὴν καὶ εἰδότα ὡς διδάσκαλον.

(Vers. 335.) Βωμὸς δὲ ἑρκείου Διὸς ἔξω που περὶ τὴν αὐλὴν αἴθριος εἶναι δοκεῖ, ὁποῖοι πολλοὶ φαίνονται, ἐν ᾧ ἔθυον Διῒ ἐφόρῳ τοῦ ἕρκους, ὅ ἐστι τοῦ περὶ αὐλὴν τειχίου, ὥς περ αὖ πάλιν ἐν τῇ κατ' οἶκον ἑστίᾳ Διῒ ἐγίνοντο θυσίαι, ὃν οἱ μὲν ἄλλοι ἐφέστιον, Ἡρόδοτος δὲ Ἰωνικῶς λέγει ἐπίστιον, τὸν αὐτὸν ὄντα τῷ ἑστιούχῳ. καὶ ἔστι τὸ ἑρκεῖος ὅμοιον τῷ ἑταιρεῖος κατὰ τὴν γραφὴν τῆς παραληγούσης, ὡς ἀπὸ τοῦ ἕρκος ἕρκεος ἑρκέϊος ἑρκεῖος, καθὰ Κέϊος Κεῖος ἀπὸ Κέω τῆς νήσου. χρῆσις δὲ ἑρκείου Διὸς καὶ παρὰ Σοφοκλεῖ, ἔνθα ἑρκεῖον Δία ἐκεῖνος τοὺς ἐν οἴκῳ πάντας δηλοῖ. Σημείωσαι δὲ ὅτι κοινῶς μὲν δοκεῖ ὡς ὁ ἑρκεῖος Ζεὺς, οὕτως εἶναι καὶ ἑταιρεῖος. ὁ δὲ τεχνικὸς καινότερον προπαροξύνει αὐτὸν, γράψας οὕτω ῥητῶς· ὡς ἡμέτερος ἡμετέρειος κτητικῶς δηλαδὴ, καὶ ἀβέλτερος ἀβελτέρειος ὁ μωρὸς, οὕτω καὶ ἑταίρειος Ζεὺς ὁ ἔφορος τῆς ἐν τῇ ἑταιρίᾳ κοινωνίας.

(Vers. 340.) Γλαφυρὴ δὲ νῦν φόρμιγξ ἡ κοίλη. καὶ ἔστι τοῦτο αὕτη κυρίως λεγομένη ἤ περ ἡ ναῦς καὶ τὸ σπήλαιον.

(Vers. 345.) Τὸ δὲ, αὐτῷ τοι μετόπισθεν ἄχος ἔσσεται, ὁμολογούμενον εἶναι δηλοῖ κακὸν τὸ τὸν ἀοιδὸν ἀνελεῖν. διό περ, εἰ καὶ ὁ Προμηθεὺς νῦν διδάξει, ἀλλ' ὁ Ἐπιμηθεὺς μετόπισθεν μαθεῖν ποιήσει τὸ κακῶς πραχθέν.

(Vers. 351.) Τὸ δὲ, οὐ χατίζων, σεμνοποιεῖ τὸν ἀοιδὸν ὡς οἷα πλούσιον ἢ ἄλλως ἀνενδεῆ καὶ μὴ δημιοεργὸν, ὁποῖός τις πρὸ τούτων Θέσπις ἀοιδὸς ἐλέγετο, οἵους βροτοὶ καλοῦσιν ἑτέρωθεν [286] μισθούμενοι δηλαδή.

(Vers. 352.) Τὸ δὲ πωλεύμην ἀντὶ τοῦ συνανεστρεφόμην ἐκτείνει συνήθως τὸ ω, εἰ καὶ τὸ πολεύειν πρὸ ὀλίγων συνέστελλε τὴν ἄρχουσαν ἐν τῷ, Ἰθάκης κατὰ ἄστυ πολεύειν, ὥς περ καὶ τὸ ἀμφιπολεύειν. Τὸ δέ, μετὰ δαῖτα, ἢ ἀντὶ τοῦ κατὰ εὐωχίαν ἢ μᾶλλον διὰ δαῖτα, ἵνα λέγῃ ὅτι οὐκ ἠρχόμην ἐς σὸν δόμον ἀεισόμενος τοῖς μνηστῆρσι διὰ τὸ φαγεῖν, ἀλλ' ὅτι με ἦγον ἀνάγκῃ· ὃ καὶ αὐτὸς ὁ ποιητὴς ἐν ἀρχῇ τοῦ βιβλίου φθάσας ἐπεσημήνατο.

(Vers. 353.) Κρέσσονες δὲ καὶ νῦν οἱ ἰσχυρότεροι καὶ κατὰ βίαν ἐπικρατέστεροι. δόξαν δὲ οὕτως Ὁμήρῳ κρέσσονας ἔφη ἀπελεύσει τοῦ ἰῶτα τοὺς κρείσσονας, ὥς πέρ τινες ἕτεροι κάῤῥονας φασὶ τοὺς αὐτούς. ἄλλοι δὲ πρωτότυπον εἰδότες τοῦ κρείσσονος τὸν κράσσονα γράφουσιν οὕτω· κρατὺς τὸ πρῶτον· εἶτα τύπος δεύτερος κατὰ σύγκρισιν κρατύτερος· τρίτος δὲ κρέσσων, καὶ παρενθέσει τοῦ ἰῶτα κρείσσων. οἱ δ' αὐτοὶ καὶ περὶ τοῦ μείζων παραδιδόασιν οὕτω· μέγας, ἐξ οὗ πρῶτος τύπος συγκριτικὸς μεγάτερος, δεύτερος μεγίων, τρίτος μέσσων, καὶ Βοιωτικῶς μέζων· Βοιωτοὶ γὰρ τὰ δύο σίγμα εἰς ζῆτα καὶ αὐτοὶ τρέπουσι· καὶ ἐπελεύσει τοῦ ἰῶτα, μείζων. καὶ οὕτω μὲν αὐτοί. Ὅτι δὲ καὶ παρὰ τὸ μὴ ἵζειν δοκεῖ γίνεσθαι ὁ μείζων, ὡς καὶ παρὰ τὸ μὴ γῇ ἐγγίζειν ὁ μέγας, ἀλλαχοῦ δηλοῦται.

(Vers. 356.) Τὸ δὲ, οὔταε χαλκῷ, τὸ ἐντελές ἐστι τοῦ προγραφέντος οὖτα. διὸ βραχυκαταληκτεῖ ἐκεῖνο ἀεὶ ὡς δακτύλου ἔχον παραλήγουσαν.

(Vers. 362.) Πεπτηὼς δὲ ὁ κατεπτηχὼς καὶ διὰ δειλίαν συνεσταλμένος, ὃς καὶ πεπτεὼς κατὰ συστολὴν τῆς παραληγούσης κεῖται μετ' ὀλίγα ἐν τῇ τῶν ἰχθύων παραβολῇ.

(Vers. 363.) Νεόδαρτον δὲ ὑπέδυ δέρμα ὁ Μέδων, καθά που καὶ οἱ τοῦ Μενελάου ἑταῖροι τὰ τῶν φωκῶν, ἵνα περιχυθὲν ὡς ὑγρὸν συσχηματίζοιτο τῷ κειμένῳ καὶ κρύπτοι ἀσφαλῶς πάντοθεν ὡς οἷον ἐνδύον ἐκεῖνον ἱματίου δίκην. διὸ καὶ ὁ ποιητὴς ἐνταῦθα τὸ μὲν περιθέσθαι ἀμφιέσασθαι λέγει, εἰπών· ἀμφὶ δὲ δέρμα ἕστο βοὸς νεόδαρτον. τὸ δὲ ἀποθέσθαι ἀντὶ τοῦ ἐκδύσασθαι· φησὶ γάρ· βοὸς δ' ἀπέδυνε βοείην. ταυτὸν δὲ πάντως ἀποδύσασθαι καὶ ἐκδύσασθαι.

(Vers. 364.) Τὸ δὲ βοὸς περιττῶς κεῖται ἐν τῷ βοείην· ἤρκει γὰρ βοείην, ᾗ συνεπινοεῖται πάντως καὶ ὁ βοῦς. τοιοῦτον καὶ τὸ, βοῶν ἐπιβουκόλος ἀνὴρ, καὶ ποδάνιπτρα ποδῶν, καὶ ἕτερα ὅμοια, περὶ ὧν καὶ ἀλλαχοῦ ἱκανῶς εἴρηται.

(Vers. 372.) Τὸ δὲ, οὗτος ἐρύσατο καὶ ἐσάωσε, ταυτά εἰσι κατὰ ἔννοιαν. Ἀδίπλαστον δὲ τὸ ῥῶ ἐν τῷ ἐρύσατο κοινότερον ἢ μᾶλλον ἀπὸ τοῦ εἰρύσατο ἐκβληθέντος τοῦ ἰῶτα.

(Vers. 374.) Εὐεργεσίαν δὲ τὴν ἀγαθοεργίαν ἐνταῦθα λέγει, ἀντικειμένην τῇ κακοεργίᾳ. δύναται δὲ νοηθῆναι ἡ λέξις καὶ ἐπὶ τοῦ παρὰ τοῖς ὕστερον λεγομένου εὐεργετεῖν· κάλλιον δὲ τὸ πρῶτον.

(Vers. 376.) Ἐν δὲ τῷ, ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλὴν, δύναται φόνος καὶ τὸ χεθὲν αἷμα λέγεσθαι καὶ ὁ τόπος ἔνθα οἱ φόνοι τῶν μνηστήρων. Πολύφημος δὲ ἀοιδὸς ὁ Φήμιος ἢ ὡς σοφὸς καὶ πολυΐστωρ καὶ οὕτω πολλὰς φήμας εἰδὼς, ἢ ὡς πολλοὺς φημίζων, ἢ ὡς ὑπὸ πολλῶν τοῦτο πάσχων, ἢ καὶ ἄλλως ὡς μαντικὰς φήμας εἰδὼς, περὶ ὧν πολλαχοῦ εἴρηται· ὑπόκεινται γὰρ καὶ μαντικοὶ εἶναι οἱ ἀοιδοί· ἢ καὶ ἄλλως πολύφημος, ἐπεὶ θεὸς αὐτῷ ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσε. συμβάλλεται δέ τι ἐνταῦθα καὶ ἡ προδηλωθεῖσά που πολύφημος ἀγορά.

(Vers. 381389.) Ὅτι ἐναχθεὶς, ὡς ἐῤῥέθη, ὁ Ὀδυσσεὺς εἰς ὑποψίαν ὑπὸ Μέδοντος καὶ Φημίου, μή ποτέ τινες τῶν μνηστήρων σώζοιντο, ἐπάπτηνέ, φησι, καθ' ἑὸν δόμον, εἴ τις ἔτι ἀνδρῶν ζωὸς ὑποκλοπέοιτο ἤγουν ὑποκλέπτοι τὸ ζῆν ἢ κρύπτοιτο, ἀλύσκων Κῆρα μέλαιναν, ὃ καὶ ὁ Μέδων ἐποίησε. καὶ ὅρα τὸ ὑποκλοπέοιτο καιριωτάτην λέξιν εἰς δήλωσιν ἐπικρύψεως. πρωτότυπον δὲ τοῦτο τοῦ κλοπεὺς, ὃ κεῖται παρὰ Σοφοκλεῖ ἐν τῷ, φιλεῖ δ' ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεύς· καθὰ καὶ ἐκ τοῦ ἡνιοχεύω γίνεται ἡνιοχεὺς καὶ ἡγεμονεύω ἡγεμονεύς. καὶ οὕτω μὲν ἐπάπτηνεν Ὀδυσσεύς. τοὺς δὲ ἴδε μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι πεπτηῶτας πολλοὺς ὥς τ' ἰχθύας, οὕς θ' ἁλιεῖς κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξέρυσαν πολυωπῷ, οἱ δέ τε πάντες κύμαθ' ἁλὸς ποθέοντες ἐν τῷ ἔτι ζῆν ἐπὶ ψαμάθοισι κέχυνται· τῶν μέν τ' ἠέλιος φαέθων ἐξείλετο θυμόν· ὣς τότ' ἄρα μνηστῆρες ἐπ' ἀλλήλοισι κέχυντο. χρήσιμος δὲ ἡ παραβολὴ ἐπὶ τοιαύταις νεκρῶν πτώσεσι καὶ μᾶλλον ἀγεννῶς πεσόντων. Ὅρα δὲ ὅτι μεγαλεῖον μυράγματος, εἰ καὶ μὴ πολὺ εὑρὼν ὁ ποιητὴς ἐπλεόνασε παραβολαῖς, πρὸ ὀλίγων μὲν χρησάμενος τῇ ἀπὸ βοῶν, ἔτι δὲ καὶ αἰγυπιῶν, ἐνταῦθα δὲ τῇ ἀπὸ ἰχθύων, προϊὼν δὲ λέοντι τὸν Ὀδυσσέα παραβαλεῖ. ἐρεῖ δὲ ἐφεξῆς καὶ ἀπὸ κιχλῶν καὶ πελειῶν παραβολὴν ἐν τῷ τῶν ἀμφιπόλων θανάτῳ. καὶ νῦν μὲν οὕτως. ἄλλως μέντοι τὸ τῆς Ὀδυσσείας βιβλίον σπανίζει παραβολῶν, ὧν ἡ Ἰλιὰς εἰς πλῆθος μεμέστωται διὰ τὸ τῶν ἐκεῖ [287] πράξεων πολυμέγεθες, ἐναργείας δεομένων ἄλλης τε καὶ τῆς ἐκ παραβολῶν. Σημειοῦνται δὲ οἱ παλαιοὶ ἅπαξ ἐνταῦθα μνησθῆναι τὸν ποιητὴν ἰχθύων θήρας τῆς διὰ δικτύων. τὸ γὰρ ἐν Ἰλιάδι, μή πως ὡς ἀψίσι λίνου ἁλόντες πανάγρου, ἄδηλόν φασιν εἴτε ἰχθύων εἴτε πεζῶν ζώων εἴτε καὶ πτηνῶν ἄγραν δηλοῖ. τὴν δέ γε δι' ὁρμιᾶς καὶ ἀγκίστρου θήραν πολλάκις εἶπεν.

(Vers. 383.) Ἐκ δὲ τοῦ, ἐν αἵματι καὶ κονίῃσι, σημειοῦνται οἱ παλαιοὶ, ὡς οὐ κατέστρωτο λίθοις τὸ τοῦ ἀνδρῶνος ἔδαφος, εἴ γε κονίαν εἶχε. διὸ καλῶς ἐν τοῖς πρὸ τούτων ὕδατι ῥαίνεται.

(Vers. 385.) Κοῖλος δὲ αἰγιαλὸς ἁπλῶς ὁ βαθύς. οὐ γὰρ ἂν ἦν αἰγιαλοῦ ὀφρὺς μὴ βάθους ὑποκειμένου τοῦ κατὰ τὸ ὕδωρ.

(Vers. 386.) Πολυωπὸν δὲ δίκτυον κατὰ τοὺς παλαιοὺς τὸ πολλὰς ἔχον ὀπὰς, ἐκταθέντος τοῦ ο. βίαιον γάρ, φασι, πολυωπὸν εἰπεῖν τὸ πολυόφθαλμον. καὶ τοῦτο μὲν ὀρθόν. εἰ δέ τις ἐνθυμηθείη καὶ τεχνητοὺς εἶναι ὀφθαλμοὺς, ὁποῖοι καὶ οἱ κατὰ τὰς τριήρεις, λέγονται γὰρ ὀφθαλμοὶ ῥητορικῶς ἐν ἐκείναις αἱ ὀπαὶ ὧν αἱ κῶπαι διείρονται, οὐκ ἂν ἀπαγορεύσοι πολυωπὸν εἰρῆσθαι δίκτυον, οὗ πολλοὶ τεχνικῶς οἱ ὀφθαλμοί. πολυοπὸν μέντοι ῥάκος οὐ κατὰ τέχνην ἔχον ὀφθαλμοὺς ἀλλὰ τετρημένον ἄλλως ἐκ πάθους εἰς ὀπὰς ἐθέλει τῷ ο μικρῷ παραλήγεσθαι.

(Vers. 388.) Τὸ δὲ, ἥλιος ἐξείλετο θυμὸν, δηλοῖ οὐ τὸν ἀέρα αἴτιον ἁπλῶς οὕτως εἶναι τοῦ θνήσκειν ἰχθύας, ἀλλὰ τὸ θερμόν. οὐ δύνανται γὰρ ἡλίῳ θέρεσθαι οἷς ὁ βίος αἰεὶ ἐν ὑγρῷ.

(Vers. 391.) Ὅτι καὶ ἐνταῦθα ἐν ἀρχῇ λόγου κεῖται ἀναντιῤῥήτως τὸ, εἰ δ', ἄγε ἀντὶ τοῦ εἴα ἄγε. φησὶ γάρ· εἴ δ', ἄγε μοι κάλεσον τροφόν.

(Vers. 392.) Λέγει δὲ καταθύμιον τὸ κατὰ νοῦν νόημα, εἰπών· ἔπος τό μοι καταθύμιόν ἐστιν.

(Vers. 394.) Ὅτι κινῆσαι θύραν φησὶ τὸ διασαλεῦσαι ἐπὶ κλήσει τινὸς τῶν ἔνδον. καὶ ἔστιν ἕτερον τοῦτο τοῦ κόψαι καὶ κροῦσαι. Τηλέμαχος οὖν κελευσθεὶς ὑπὸ τοῦ πατρὸς, κινήσας θύρην, καλεῖ τὴν μαῖαν. ἣν καὶ δμωάων σκοπὸν λέγει, ὅ ἐστιν ἐπιμελήτριαν, ἐπίτροπον. ἡ δὲ τοιαύτη καὶ ἐπίσκοπος λέγοιτ' ἂν κατὰ τὸ, ἐπίσκοπος ἦσιν ὁδαίων.

(Vers. 399.) Ὅτι ἐξελθοῦσα μεγάρων ἤτοι τοῦ γυναικῶνος Εὐρύκλεια εὗρεν Ὀδυσσέα μετὰ κταμένοισι νέκυσιν αἵματι καὶ λύθρῳ πεπαλαγμένον, ὥς τε λέοντα ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο, πᾶν δ' ἄρα οἱ στῆθός τε παρήϊά τε ἀμφοτέρωθεν αἱματόεντα πέλει, δεινὸς δ' εἰς ὦπα ἰδέσθαι· ὣς Ὀδυσσεὺς πεπάλακτο χεῖρας καὶ πόδας ὕπερθεν. καὶ ἡ μὲν ὡς νέκυας καὶ ἄσπετον εἴσιδεν αἷμα, ἴθυσεν ὀλολύξαι· ἐπεὶ μέγα εἴσιδεν ἔργον. ἀλλ' Ὀδυσσεὺς κατέρυκεν εἰπών· ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο, μηδ' ὀλόλυζε.

(Vers. 412.) εἶτα καὶ εἰπὼν γνωμικῶς ὅτι οὐχ' ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασθαι, ἐπιφέρει ἅ περ ἂν εἴποι τις ἐπὶ θανάτῳ ἀδίκων ἀνδρῶν. φησὶ γάρ· τούσδε δὲ δίκη ἐδάμασε θεοῦ καὶ σχέτλια ἔργα. ποῖα δὲ σχέτλια ἔργα; οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν ὅ τις σφέας εἰσαφίκοιτο· τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.

(Vers. 403.) Ὅρα δὲ ὅτι καλῶς ἡ ῥηθεῖσα παραβολὴ οὐ πεινῶντι λέοντι τὸν Ὀδυσσέα εἰκάζει, ἀλλ' ἤδη κεκορεσμένῳ καὶ οὕτως ἐρχομένῳ ἤτοι ἁπλῶς βαδίζοντι ἢ ἀπερχομένῳ· καὶ ὅτι παιδευτικὸν τὸ μὴ ἐθέλειν ἐπικαυχᾶσθαι ἀνδράσι τεθνεῶσιν, ἢ μᾶλλον ἄλλως εἰπεῖν, οἳ οὐκ ἐξ ἀνδρίας τῶν καταβαλόντων ἀλλ' ἐκ θεομηνίας ἔπεσον. οἱ μέντοι ἀκριβέστεροι λέγειν φασὶ τὸν ποιητὴν ὅτι οὐ καλὸν οὐδὲ ὅσιον κταμένοις ἐπ' ἀνδράσιν ἐπεύχεσθαι, ὃ ταυτὸν τῷ ὀλολύζειν ἐστὶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε σαφέστατα. ἡ γὰρ εὐχή, φασι, θεοῦ παρουσίαν αἰτεῖ· παρεῖναι δὲ νεκροῖς τὸ θεῖον οὐ θεμιτὸν ἐνόμιζον Ἕλληνες. ὅθεν καὶ Ἄρτεμις ἐκλείποντος Ἱππολύτου παρ' Εὐριπίδῃ ὑποχωρεῖ. ἄλλως δέ, φασι, κωλύειν τὸ ἐπικαυχᾶσθαι οὐκ εὔλογον· αὐτὸς γάρ, φασιν, ὁ ταῦτα λέγων Ὀδυσσεὺς ἐν Ἰλιάδι ἐπεύχεται κειμένῳ τῷ Σώκῳ.

(Vers. 411.) νοητέον οὖν ὅτι τῆς γραὸς ἐν τῷ χαίρειν ὀλολύξαι προθεμένης ἤγουν τρανεστέρᾳ φωνῇ εὔξεσθαι καὶ θεοὺς ἐπιβοήσεσθαι διὰ τὴν χαρὰν κωλύει Ὀδυσσεὺς, παραινέσας ἐν θυμῷ χαίρειν αὐτὴν, σιωπῶσαν δηλαδή. τὸ μέντοι ἐπὶ θρήνου τάττειν τὸ ὀλολύζειν νεωτέρων ἐστὶ, γινόμενον παρὰ τὸ ὀλοὸν λύζειν. Ἰστέον δὲ ὡς μετ' ὀλίγα ἑτέρας δμωὰς ἐρεῖ ἀπεναντίας τῇ μαίᾳ δακρυούσας καὶ ὀλοφυρομένας αἰνὰ διὰ λύπην.

(Vers. 402.) Λύθρον δὲ καὶ νῦν ὁ ἐξ αἵματος μολυσμὸς, ὃν χρὴ ἀπολούσασθαι, παρὰ τὸ λούω· ἀφ' οὗ λύω· ἐξ οὗ καὶ λῦμα τὸ κάθαρμα, καὶ λυμαίνω τὸ ἀποκαθαίρω, καὶ πτωχὸς δαιτῶν ἀπολυμαντήρ. γράφεται δὲ διὰ τοῦ θ τὸ λύθρον τοῦτο πρὸς διαστολὴν τοῦ λύτρου, ἐξ οὗ καὶ τὸ λυτροῦσθαι. Τοῦ δὲ πεπαλάχθαι οὐκ ἔστι καιριωτέρα τῇ ποιήσει λέξις ἐπὶ τοιούτου ἐξ αἵματος μολυσμοῦ· διὸ καὶ δὶς ἐνταῦθα κεῖται. εἰ δὲ καί τινι ἐμιάνθησαν αἵματι μηροὶ, ἀλλ' ἐκεῖνο ἑτέρου τε λόγου [288] καὶ οὐδὲ τοιαύτην ἔμφασιν ἔχει, οὔτε μὴν ὄγκον ποιήσει πρέποντα.

(Vers. 403.) Τὸ δὲ, βεβρωκὼς βοὸς, ὅτι Ἀττικόν ἐστι, προδεδήλωται. Ἄγραυλος δὲ ὑπόκειται ὁ ῥηθεὶς βοῦς, ἐπεὶ τοιούτοις ὡς τὰ πολλὰ ἐπιτίθενται λέοντες. κατ' ἀνάγκην μέντοι ποτὲ καὶ βουστασίοις ἐπιβουλεύουσι. Παρήϊα δὲ νῦν μὲν αἱ παρειαί. ἐν δὲ Ἰλιάδι κόσμος ἵππων παραγναθίδιος, οἷον, παρήϊον ἔμμεναι ἵππων.

(Vers. 405.) Τὸ δὲ, δεινὸς εἰς ὦπα ἰδέσθαι, δέδωκε τοῖς ὕστερον γράφειν τὸ, δεινὸς ἰδεῖν καὶ φοβερὸς ἰδέσθαι καὶ ὅσα τοιαῦτα.

(Vers. 407.) Τὸ δὲ εἴσιδε δὶς κεῖται συναπτῶς ἐν τῷ, εἴσιδεν αἷμα, καὶ, ἐπεὶ μέγα εἴσιδεν ἔργον. οὐ γὰρ ὀκνεῖ ὁ ποιητὴς ἐν καιρίῳ ταυτολογεῖν, ἀνεπιτηδεύτως γράφων ἐν τοῖς ἁπλοῖς.

(Vers. 408.) Τὸ δὲ, ἐπεὶ μέγα εἴσιδεν ἔργον, ἐπιφωνηματικῶς ἐῤῥέθη, τεθέν τε ὕστερον καὶ πολὺν νοῦν περιέχον ἐν ὀλίγαις λέξεσι. τοιοῦτον δὲ καὶ πρὸ ὀλίγων τὸ, μέγα δ' αὐτῷ φαίνετο ἔργον· μετ' ὀλίγα μέντοι τὸ, τετέλεστο δὲ ἔργον, οὐ τοιοῦτον ἐστίν.

(Vers. 412.) Ἐν δὲ τῷ, οὐχ' ὁσίη, λείπει τὸ δίκη ἢ τὸ εὐχὴ ληφθὲν ἀπὸ κοινοῦ, ἵνα λέγῃ ὅτι οὐχ' ὁσίη εὐχὴ τὸ οὕτως εὔχεσθαι. Τὸ δὲ, δίκη θεοῦ, πρὸς διαστολὴν ἐῤῥέθη τῆς κατ' ἀνθρώπους· νοεῖ γὰρ ὡς, ἐπεὶ μή τινες ἄνθρωποι ἐκώλυον τοὺς μνηστῆρας ἀδικοῦντας, μετῆλθεν αὐτοὺς ἀναγκαίως ἡ ἐκ θεοῦ δίκη.

(Vers. 415.) Τὸ δὲ, ὅ τις σφέας εἰσαφίκηται, ἀντὶ τοῦ, ὃς εἰς αὐτοὺς ἔλθῃ, ἐμερίκευσε τὸ, ἐπιχθονίων ἀνθρώπων συνήθως ἀληθείας τε χάριν καὶ σαφηνείας. οὐ γὰρ πάντας ἐπιχθονίους οἱ μνηστῆρες ἠτίμαζον, ἀλλ' ὃς ἂν εἰς αὐτοὺς ἀφίκοιτο εἴτε κακὸς εἴτε ἐσθλός. καὶ ἦσαν ἄμφω οὐκ ἀγαθά· οὔτε γὰρ τὸν ἐσθλὸν ἐχρῆν ἀτιμοῦν φύσει τίμιον ὄντα, οὔτε ἴσως τὸν ἑτεροῖον, ὃς ἄλλως ἔσχε τὸς ἐπιτίμιον τοῦ μὴ τίεσθαι. δύναται δὲ καὶ ἑτέρως κακὸν μὲν λέγειν τὸν ταπεινόν· ἐσθλὸν δὲ τὸν μὴ τοιοῦτον.

(Vers. 417.) Ὅτι, εἰ καὶ ἐν τοῖς πρὸ τούτων Ὀδυσσεὺς μὴ ἐθέλειν εἶπεν ἐκ τῆς τροφοῦ μαθεῖν, τίνες τῶν γυναικῶν φαῦλαι καὶ τίνες οὐ τοιαῦται, αὐτὸς εἰπὼν φράσασθαι, ἀλλ' ἐκεῖνο μὲν ἔφη, ὡς μὴ πολλὰς ἐθέλων εἰδέναι χάριτας ἀκαίρως τῇ μαίᾳ. νῦν μέντοι ἐρωτᾷ χάριν ἱστορίας ἀναγκαίας καὶ προκαλεῖται αὐτὴν καταλέξαι γυναῖκας τὰς ἐν μεγάροις ἤτοι κατὰ τὴν γυναικωνίτιν, αἵ τέ μέ, φησιν, ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσίν, ἢ κατά τινας, ὡς προεδηλώθη, νηλίτιδες. ἡ δὲ πεντήκοντά τοί εἰσί, φησιν, ἐνὶ μεγάροισι γυναῖκες δμωαὶ, τὰς μέν τ' ἔργα διδάξαμεν ἐργάζεσθαι, εἴριά τε ξαίνειν. τοῦτο δὴ τὸ πρὸ τῶν ἔργων καὶ δουλοσύνης ἀνέχεσθαι. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν, οὔτ' ἐμὲ τίουσαι, ἀξιοῖ γὰρ ἡ γραῦς καὶ αὐτὴ τιμᾶσθαι ὡς μαῖα καὶ φίλη τροφὸς, οὔτ' αὐτὴν Πηνελόπειαν.

(Vers. 426.) Τηλέμαχος δέ, φησι, νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ σημαίνειν εἴασκεν ἐπὶ δμωῇσι γυναιξὶ, παιδευτικῶς τοῦτο ποιοῦσα ὅτι μηδὲ δεῖ τοιαύτην ἡλικίαν ἐφιστᾶν γυναιξίν. ἀπολογία δὲ τοῦτο ὑπὲρ τοῦ παιδὸς, ἵνα μὴ μέμφοιτο αὐτὸν ὁ πατὴρ ὡς μὴ κωλύοντα τὰς δμωὰς τοιαῦτα ποιεῖν· ἐπὶ τούτοις ἐθέλει μὲν ἡ γραῦς ἀναβᾶσα εἰς τὸ ὑπερῷον ἀφυπνίσαι τὴν βασίλειαν, κωλύεται δὲ ὑπὸ Ὀδυσσέως εἰπόντος·

(Vers. 431.) μή πω τήνδ' ἐπέγειρε· οὔ πω γὰρ ἐθέλει τὴν Πηνελόπην ἐξεγερθῆναι πρινὴ καὶ τὸ δῶμα τέλειον διακοσμηθῆναι καὶ τὰς κακὰς δὲ γυναῖκας ἐπιλιπεῖν. τότε δὲ ἀφυπνισθήσεται ὅτε καὶ τερατωδεστέρα ἔσται ἡ ἐντυχία αὐτῆς. οὕτω καὶ μετ' ὀλίγα ὁ συνετὸς Ὀδυσσεὺς τῆς γραὸς προκαλουμένης αὐτὸν λαμπροφορῆσαι, οὐδὲ ἐκεῖ πείσεται, ταμιευόμενος ὁμοίως καὶ τοῦτο ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ὅτι οὐδέν τι θερμότερον ἡ μαῖα ἐποίησεν ἐκκρουσθεῖσα τῇ ἐκτὸς κατὰ τὴν τραγῳδίαν καὶ παρ' ἐλπίδας χαρᾷ. οὔτε γὰρ ἀμφιχυθεῖσα ἠσπάσατο τὸν Ὀδυσσέα κατὰ τὰς ἐφεξῆς, οὔτε ἔκυσεν ἀγαπαζομένη κεφαλήν τε καὶ ὤμους, ὡς αἱ λοιπαὶ ποιήσουσι. καὶ ὅτι ἐγκρατὴς κἀνταῦθα Ὀδυσσεὺς, οὐκ ἐπισπεύδων τὴν τῆς φιλτάτης γυναικὸς ἐντυχίαν πρινὴ πάντα κόσμον διάθηται.

(Vers. 421.) Ἰστέον δὲ ὅτι πλουσίου δώματος ἔνδειξις ἡ τῶν πεντήκοντα δμωῶν κτῆσις.

(Vers. 422.) Τὸ δὲ, ἔργα ἐργάζεσθαι, τρόπος ἐτυμολογικός.

(Vers. 423.) Τὸ δὲ, εἴρια ξαίνειν, εἰ μὲν πρὸς ἑρμηνείαν κεῖται, τοῦ, ἔργα ἐδιδάξαμεν, πάντῃ ἁπλοϊκῶς ἐῤῥέθη. οὐ γὰρ δή που τοῦτο καὶ μόνον γυναικῶν ἔργον τὸ εἴρια ξαίνειν. εἰ δὲ μὴ χάριν ἑρμηνείας κεῖται, ἄλλο τι παρὰ τὰ ἔργα εἶναι δηλοῖ τὸ εἴρια ξαίνειν διὰ τὴν εὐτέλειαν. ἴσως δὲ καὶ ὡς ἐκ μέρους τούτου τὰ λοιπὰ ἔργα δηλοῖ διὰ τὸ ἐν ἐρίοις ὡς τὰ πολλὰ τὴν παλαιὰν ταλασιουργίαν θεωρεῖσθαι ταῖς γυναιξίν. Ἡ δὲ δουλοσύνη τῆς ἀναλογίας ἐστὶ τοῦ τοξοσύνη καὶ τῶν λοιπῶν. Τὸ δὲ, δουλοσύνης ἀνέχεσθαι, τινὰ τῶν ἀντιγράφων ἔχουσι δουλοσύνην ἀνέχεσθαι· ἴσως δὲ οὐ καλῶς· τὸ γὰρ πάντας ἀνθρώπους ἀνέχεσθαι, πρὸς ὃ δοκεῖ φέρεσθαι ἡ γραφὴ, οὐ τοιαύτης σημασίας ἐστί.

(Vers. 424.) Τὸ δὲ, ἀναιδείης ἐπέβησαν, δηλοῖ μὲν περιφραστικῶς [289] τὸ ἠναιδεύσαντο. χρησιμεύει δὲ καὶ αὐτὸ ἐν Ἰλιάδι εἰς τὸ, κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν. ἴσως δὲ ἔχει τι ὁμοιότητος καὶ πρὸς τὸ, νηπιάας ὀχέειν. ταυτὸν γὰρ ἀναιδείης ἐπιβῆναι καὶ ἐπὶ νηπιότητος ὀχεῖσθαι, εἰ μὴ ἄρα ἐκεῖνο μᾶλλον ἐνεργητικῶς νοεῖται, ἵνα λέγηται ὁ παῖς ὀχεῖν, τουτέστι φέρειν ἤτοι βαστάζειν, νηπιάας ἐν πτώσει αἰτιατικῇ, ὅ ἐστι νηπιότητας. λέγοι δ' ἂν ἀναιδείης ἐπιβῆναι καὶ τὸ εἰς ἄκρον αὐτῆς ἐλθεῖν. καὶ ἄλλως δὲ μεταφορικῶς ἂν ἔχοι ὡς ἀπὸ ἐπιβάσεως τῆς εἰς ἅρμα. Ὅρα δὲ καὶ ὡς ἀφώρισεν ἐνταῦθα τὴν ἀναίδειαν εἰς τὸ μὴ τοὺς ἀναγκαίους τιμᾶν.

(Vers. 434.) Ὅτι σύντομος παρίσωσις ἐν τῷ, ἀγγελέουσα γυναιξὶ καὶ ἐποτρυνέουσα νέεσθαι.

(Vers. 435.) Ὅτι διακοσμῆσαι θελήσας Ὀδυσσεὺς τὰ τοῦ δώματος πρὶν ἀφυπνισθῆναι τὴν γυναῖκα κελεύει τῷ υἱῷ καὶ τοῖς δούλοις εἰς ἑαυτὸν καλεσάμενος οὕτως·

(Vers. 437.) ἄρχετε νῦν, ὅ περ οἱ μεθ' Ὅμηρον ἄρχεσθέ φασι, νέκυας φορέειν, καὶ ἄνωχθε γυναῖκας, τὰς δώδεκα δηλαδή. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν· ὃ δὴ καὶ ποιοῦσιν ἐκεῖναι, ἀολλέες ἐλθοῦσαι ἅπασαι, αἰνὰ ὀλοφυρόμεναι,

(Vers. 447.) θαλερὸν κατὰ δάκρυ χέουσαι διὰ τὰ ἐλπιζόμενα οὐκ ἀγαθὰ, οὐ μὴν κατὰ τὴν γραῦν ὀλολύζουσαι.

(Vers. 454.) Τηλέμαχος δὲ καὶ οἱ δοῦλοι λίστροισι δάπεδον δόμου ξύον. καὶ αἱ δμωαὶ φέρουσαι καὶ τὰ ξυόμενα δηλαδὴ τίθεσαν θύραζε, ὅπου καὶ οἱ νεκροὶ ἔκειντο περὶ τὴν αἴθουσαν. φησὶ γάρ· νέκυας φόρεον, κὰδ δ' ἂρ ὑπ' αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, ἀλλήλαις ἐρείδουσαι. σήμαινε δ' Ὀδυσσεὺς αὐτὸς ἐπιστείχων,

(Vers. 451.) ταὶ δ' ἐκφόρεον καὶ ἀνάγκῃ, ἵνα οὕτω γοῦν ὑπουργοῖεν αἱ ἄλλως μὴ ἐθέλουσαι δουλοσύνης ἀνέχεσθαι.

(Vers. 456.) Καὶ ὅρα ὡς ταυτὸν ὑπ' αἰθούσῃ εἰπεῖν καὶ θύραζε περὶ τὴν αὐλήν· ταύτης γὰρ ἡ αἴθουσα, ὡς δηλοῖ τὸ, ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς. Τιμωρία δέ τις ταῖς δμωαῖς τὰ νῦν ἐπιταχθέντα, ὡς ἂν, ἐφ' οἷς ἔχαιρον τρυφῶσαι, διακονοῦσαι νῦν, ὡς οὐ θέλουσιν, ἐπὶ τοῖς αὐτοῖς παθαίνοιντο.

(Vers. 440.) Διακοσμηθῆναι δὲ δόμον ἔφη Ὀδυσσεὺς τὸ διόλου πάντα κόσμον γενέσθαι. Πολύτρητοι δὲ σπόγγοι πρός τινα ἴσως ὁμοιότητα τοῦ, πολυωπὸν δίκτυον.

(Vers. 446.) Τὸ δὲ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι καὶ ἑξῆς ὡς ἀνωτέρω κεῖται, πένθος γυναικεῖον δηλοῖ.

(Vers. 448.) Τὸ δὲ φορεῖν καὶ οἷον νέκυας φόρεον ἤτοι ἐνεκροφόρουν ταυτὸν τῷ φέρειν. ἐπήγαγε γάρ· ταὶ δ' ἔφερον δμωαί. προσλήψει δὲ προθέσεων γίνεται ἀπ' αὐτοῦ τό τε ἐκφορεῖν καὶ τὸ εἰσφορεῖν.

(Vers. 450.) Τὸ δὲ ἐρείδειν ἐν τῷ, ἀλλήλῃσιν ἐρείδουσαι, ἀντίβασιν δηλοῖ τὴν καὶ ἀντέρεισιν ἐκ μεταφορᾶς τῶν ἀντερειδόντων σωμάτων εἴτε ξύλων εἴτε καὶ ἑτέρων· δῆλον γὰρ ὡς οἱ ἀντιβαστάζοντές τι καὶ ἀντερείδουσιν. Ἰστέον δὲ ὅτι δύναται εἶναι καὶ ἐπ' ἀλλήλοισιν ἐρείδουσαι, ἵνα δηλοῖ στοιβὴν τῶν νεκρῶν ἡ λέξις. ἐρεῖ γοῦν μετ' ὀλίγα· κείατ' ἐπ' ἀλλήλοισι.

(Vers. 455.) Λίστρα δὲ ὅτι τὰ ξύστρα ἐστὶ, προείρηται. Δάπεδον δὲ καὶ ἐνταῦθα τὸ ὑπόστεγον ἔδαφος, ὡς δηλοῖ τὸ, δάπεδον δόμοιο, πρὸς διαστολὴν ῥηθὲν τοῦ αἰθρίου.

(Vers. 436.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ ἓ ἁπλῆ ἀντωνυμία ἀντὶ συνθέτου τῆς ἑαυτὸν, εἰ καὶ ἐν Ἰλιάδι παρασημειοῦνται τινὲς ἐν τῷ, ῥίμφα ἓ γοῦνα φέρει, μὴ δύνασθαι τὸ ἓ νοεῖσθαι ἀντὶ τοῦ εἰς ἑαυτόν. φησὶ γάρ· εἰς ἓ καλεσάμενος Ὀδυσσεὺς ἤγουν εἰς ἑαυτόν.

(Vers. 441473.) Ὅτι ἐπιτάξαντος Ὀδυσσέως τοῖς ἑαυτοῦ μετὰ τὴν τοῦ οἴκου διακόσμησιν ἐξαγαγεῖν εὐσταθέος μεγάροιο τὰς φαύλας δμωὰς μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς θεινέμεναι, τουτέστι θείνειν καὶ τύπτειν ξίφεσιν, εἰσόκε, φησὶ, ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθοιντ' Ἀφροδίτης, ἣν ἂρ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρῃ, ποιοῦσιν οὕτως οἱ κελευθέντες καὶ ἐξαγαγόντες μεσσηγύς τε θόλου τοῦ ῥηθέντος καὶ τοῦ τῆς αὐλῆς ἕρκεος εἴλεον ἐν στένει, τουτέστι συνέκλειον αὐτὰς ἐν στενοχωρίᾳ τόπου, ὅθεν οὔ πως ἦεν ἀλύξαι. καὶ Ὀδυσσεὺς μὲν οὕτως ἁπλῶς φονευθῆναι κελεύει τὰς δμωὰς, Τηλέμαχος δὲ εἰπὼν, μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατ' ὀνείδεα χεῦαν, τουτέστι κατέχεάν μου ὕβρεις, μητέρι θ' ἡμετέρῃ, παρά τε μνηστῆρσιν ἴαυον, πεῖσμα νεὸς κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, τουτέστι στύλου ἐξαρτήσας τινὸς ἢ κιονοειδοῦς ξύλου πέριξ ἔθετο τῆς θόλου, ὑψόσε ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο· δι' οὗ τὴν ἀπαιώρησιν τῶν δμωΐδων δηλοῖ. εἶτα τὴν καθεξῆς στοιχηδὸν ἐκείνων ἐπὶ τοῦ πείσματος ἀνάρτησιν καὶ τὸ, βρόχοις ἐνσχεθῆναι σαφῶς διαγράφων ποιεῖ παραβολὴν ταύτην· ὡς δ' ὅτ' ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι ἕρκει ἐνιπλήξωσι, τουτέστι μηχανήματι ἀγρευτικῷ ἐγκρούσωσι, τό θ' ἑστήκει ἐνὶ θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερὸς δ' ὑπεδέξατο κοῖτος, ὣς αἵ γ' ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσι βρόχοι ἦσαν, [290] ὅπως οἴκτιστα θάνοιεν· ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν. ἅπερ ταυτὸν δηλοῦσι. ταυτὸν γὰρ τὸ μίνυνθα, ἐξ οὗ μινυνθάδιος, καὶ τὸ, οὐ μάλα δήν. ὥς περ καὶ τὸ, εἵλεον ἐν στείνει, καὶ τὸ, ὅθεν οὔ πως ἦεν ἀλύξαι. στεῖνος γὰρ, ὅθεν δυσχερές ἐστιν ἀλύξαι. δῆλον δ' ἐκ τῶν ῥηθέντων ὅτι ἄλλο μὲν ἐκέλευσεν ὁ πατὴρ, ἄλλο δὲ πεποίηκεν ὁ υἱός. ἐπεὶ γὰρ καθαρὸς μὲν ὁ διὰ ξίφους ἐδόκει θάνατος, μιαρὸς δὲ ὁ ἀγχονιμαῖος, ὡς ἐν τῇ νεκύᾳ προδεδήλωται, ἔκρινε μὴ χρῆναι καθαρῷ θανάτῳ τὰς ἀκαθάρτους πεσεῖν, αἳ οὔτε αὐταὶ καθαραὶ ἦσαν οὔτε τοὺς δεσπότας καθαροὺς εἴων ὕβρεων.

(Vers. 462.) Ἰστέον δὲ ὡς θάνατον καθαρὸν οἱ μὲν πλείους, ὡς ἐῤῥέθη, νοοῦσι· τινὲς δὲ καὶ τὸν ἁπλοῦν οὕτω λεχθῆναι φασί. Θόλος δέ, φασιν, οἴκημα κυκλοτερὲς, εἰς ὃ τὰ καθεκάστην χρήσιμα τῶν σκευῶν ἐτίθεντο, οἷον, πίνακες, κρατῆρες, ἐκπώματα. γίνεται δὲ ἀπὸ τοῦ θέειν ὅλον οἱονεὶ τὸ περιθεόμενον. Τούτου τοῦ θόλου μεταξὺ καὶ τοῦ τῆς αὐλῆς ἕρκους στεῖνος ὑπόκειταί τις, ὡς ἐῤῥέθη, περὶ ὃ αἱ φαῦλαι δουλίδες ἀναρτηθεῖσαι ὤλοντο. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ οὕτω· θόλοι, στέγαι, ἐπάλξεις, καμάραι. θολία δὲ θηλυκῶς πῖλος εἰς ὀξὺ ἀπολήγων· οἱ δὲ σκιάδιον.

(Vers. 444.) Τὴν δὲ Ἀφροδίτην φυσικῶς κατὰ μετωνυμίαν εἰς μίξιν ἀλληγορῶν ἔφη, ἣν ὑπὸ μνηστῆρσιν ἔχον, ὅ περ αὖθις διασαφῶν ἐπάγει· μίσγοντό τε λάθρῃ.

(Vers. 445.) Καὶ ὅρα τὸ λάθρῃ συντελοῦν εἰς τὸ, ψίθυρος Ἀφροδίτη, περὶ οὗ προγέγραπται.

(Vers. 464.) Τὸ δὲ, μητέρι θ' ἡμετέρῃ, ἔχει τι ἀντιστροφῆς ὁμοίωμα ῥητορικοῦ σχήματος κατὰ τὸ ὁμόφωνον τοῦ τέλους τῶν λέξεων.

(Vers. 468.) Κίχλαις δὲ καὶ πελείαις εἰκάζει τὰς ῥηθείσας δμωὰς, τὸ μὲν ἴσως διὰ τὸν κιχλισμὸν τῶν γελώτων οὓς ἐγέλων εὐφροσύνην ἀλλήλαις παρέχουσαι ὅτε καὶ ἡ τοῦ Ὀδυσσέως ὑλάκτει καρδία, τὸ δὲ διὰ τὸ κατωφερές· τοιαῦται γὰρ αἱ περιστεραὶ, ὧν τὸ πάντροφον διὰ τὸ ἀεὶ μίγνυσθαι. Ὅτι δὲ τὰς κίχλας κιχήλας τρισυλλάβως ἔλεγον οἱ Δωριεῖς καὶ ὡς ἐκ τῆς αὐτῶν φωνῆς κιχλίζειν καὶ κιχλισμὸς ἐπὶ γυναικείου γέλωτος, οὐκ ἄδηλόν ἐστι. χρῆσις δὲ κιχηλῶν οὐ μόνων παρὰ τῷ κωμικῷ, ἀλλὰ καὶ παρ' Ἐπιχάρμῳ ἐν τῷ, τὰς ἐλαιοφιλοφάγους κιχήλας· ὃ κεῖται παρὰ τῷ δειπνοσοφιστῇ. ὃς καὶ Συρακουσίων λέξιν τὰς κιχήλας λέγει, ὡς δηλαδὴ καὶ αὐτῶν δωριζόντων. ἐκεῖνος δὲ ἱστορεῖ καὶ ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον αἱ ἐπικιχλίδες προσηγορίας τοιαύτης ἔτυχεν, ἐπεὶ Ὅμηρος ᾄδων αὐτὸ τοῖς παιδαρίοις κίχλας εἰς δῶρον ἐλάμβανε. κανονίζει δὲ ὁ αὐτὸς ῥήτωρ καὶ ὅτι Ἀττικοὶ κίχλην διὰ τοῦ η λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λάμβδα ἕτερον λάμβδα ἔχει, σκύλλα, κίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα, Τηλέσιλλα. τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, χύτλη, γενέθλη· οὕτω καὶ κίχλη, ἥ τε ὄρνις καὶ ὁ ἰχθῦς ποικιλόστικτος αὐτὸς ὥς περ ὁ κόσσυφος μελανόστικτος. ἀρέσκεται δὲ τῷ τοιούτῳ κανόνι καὶ Ἡρῳδιανός. ἐν τούτῳ δὲ τῷ τόπῳ λέγει ὁ Ἀθήναιος καὶ τὸ, κίχλαι τε καὶ λαγοὶ θαλάσσιοι, ὃ καὶ σημείωσαι διὰ τὴν κλίσιν τοῦ, λαγὸς λαγοῦ λαγοί. λέγει δ' ὁ αὐτὸς καὶ ὅτι, ὡς κίχλη διὰ τοῦ η, οὕτω καὶ τρίγλη. τὰ γὰρ εἰς λα θηλυκὰ ἐπιπλοκὴν ἔχοντα τοῦ γάμμα εἰς η λήγει, τρώγλη αἴγλη ζεύγλη. διδάσκει δὲ ἀκολούθως τῷ Ὀππιανῷ καὶ ὅτι ἡ τρίγλη τριγόνοις γοναῖς ἐπώνυμος οὖσα οἱονεὶ τρίγνη ἐστὶ, τρὶς τίκτουσα τοῦ ἔτους, τρίτον δέ, φασι, τεκοῦσα ἄγονός ἐστι. γίνεται γὰρ αὐτῇ, σκωλήκιά τινα κατὰ τὴν ὑστέραν, ἃ τὸν γόνον κατεσθίει. ὅτι δὲ ἐκ τοῦ τρίγνη γέγονε τρίγλη τροπῇ συνήθει τοῦ ν εἰς λάμβδα, πιστὸν γίνεται καὶ ἐκ τοῦ νεογινὸς νεογιλὸς, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, καὶ τοῦ νίτρον καὶ λίτρον, καὶ τοῦ Φίντις κύριον Δωρικὸν παρὰ Πινδάρῳ, οἱονεὶ Φίλτης, οὗ ἐντελέστερον τὸ Φιλήτας παρηγμένον κατὰ τὸ Νικήτας. ὅμοιον δὲ καὶ τὸ φίντατος, ὅ πέρ ἐστι φίλτατος. ἡ δὲ Ἰλιὰς οὕτω καὶ τὸ γέντο εἶπεν ἀντὶ τοῦ ἕλετο κατὰ συγκοπὴν καὶ προσθήκην τοῦ γάμμα. τοῦ δὲ φίντατος χρῆσις παρ' Ἐπιχάρμῳ ἐν τῷ, φίνταται ταινίαι· ἰχθύες δὲ αἱ τοιαῦται ταινίαι, οὐ μὴν ὁποῖαι παρωνυμοῦσι τὴν, ὡς ὁ Ἀθήναιος λέγει, θρᾷτταν ταινιόπωλιν· αἱ γὰρ ταύτης ταινίαι οὐκ ἰχθῦς δηλοῦσιν· ἀλλ' ἐπὶ ὑφασμάτων λέγονται καὶ ζωνῶν, αἷς γυναῖκες περιδέονται.

(Vers. 469.) Ἕρκος δὲ δικτυῶδές τι κυρίως μηχάνημα. νῦν δὲ φαίνεται σχοῖνος εἶναι μακρὰ τὸ ἕρκος, ἧς βρόχοι ἀπῃώρηνται πρὸς ἰσότητα σύμμετρον. δῆλον δὲ ὡς ὁμώνυμος λέξις καὶ τὸ ἕρκος.

(Vers. 470.) Αὖλις δὲ ἀπὸ τῆς αὐλῆς Αἰολικῶς ἡ κοίτη καὶ ἡ κατασκήνωσις, ὅθεν καὶ ἡ ἔπαυλις. ἐκ δὲ τοῦ, στυγερὸς δ' ὑπεδέξατο κοῖτος, λαβών τις τῶν μεθ' Ὅμηρον ἔφη τὸ, ἀτερπέα δ' αὖλιν ἔκυρσαν.

(Vers. 471.) Τὸ δὲ ἑξείης ἔχειν τὰς κεφαλὰς ἐπιτηδευθῆναι δηλοῖ τὴν τῶν βρόχων διὰ πασῶν ἰσότητα. Ἐνταῦθα δὲ, ὅ πέρ τις ἐπὶ συκῆς ἔφη, περὶ [291] ἣν ἀπήγξατο φαύλη γυνὴ, ὡς εἴθε πάντα τὰ δένδρα τοιούτους καρποὺς φέροιεν, ἔστι καὶ ἐπὶ τῶν τοιούτων βρόχων εἰπεῖν, ὡς αἴθε πάντες βρόχοι τοιαῦτα πτηνὰ συλλαμβάνοιεν.

(Vers. 472.) Ὅρα δὲ καὶ ὅτι βρόχων ἡ παραβολὴ μόνη μέμνηται· ἐν δέ γε τοῖς φθάσασιν οὐ κεῖνται λόγῳ συντομίας σεσιγημένοι.

(Vers. 474. sqq.) Ὅτι μετὰ τὰς δμωὰς οἱ περὶ τὸν Τηλέμαχον ἀνὰ πρόθυρόν τε καὶ αὐλὴν τὸν Μελάνθιον ἦγον. τοῦ δ' ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ τάμνον, μήδεά τ' ἐξέρυσαν κυσὶν ὠμὰ δάσασθαι, χεῖράς τ' ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ· ἀπότομος αὕτη καὶ δεινοτάτη ποινὴ, ἐξ ἧς εἰκὸς καὶ θανεῖν τὸν Μελάνθιον, εἰ καὶ ὁ ποιητὴς καὶ αὐτὸ σιγᾷ. ἐπὶ δὲ τούτοις οἱ ταῦτα δράσαντες ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον· τετέλεστο δὲ ἔργον. Καὶ ὅρα καὶ τοῦτο ἐπιφωνηματικῶς λεχθὲν, ὡς καὶ πρὸ βραχέων εἴρηται.

(Vers. 481.) Ὅτι πεφονευμένων ἤδη τῶν ἀξίων θανάτου θεῖον καὶ πῦρ ζητεῖ Ὀδυσσεὺς ἐπὶ καθάρσει τοῦ δώματος. ἐδόκουν γὰρ οἱ Ἕλληνες οὕτω τὰ τοιαῦτα μύση καθαίρεσθαι διοπομπούμενα. καὶ ἕτεροι μὲν δηλοῦσι τρόπους καθαρσίων ἑτέρους. ἃ καὶ ἐξάγοντες τῶν οἴκων μετὰ τὰς ἐθίμους ἐπαοιδὰς προσέῤῥιπτον ἀμφόδοις, ἔμπαλιν τὰ πρόσωπα στρέφοντες καὶ ἐπανιόντες ἀμεταστρεπτί. ὁ δέ γε ποιητικὸς Ὀδυσσεὺς οὐχ' οὕτω ποιεῖ, ἀλλ' ἑτέρως ἁπλούστερον. φησὶ γοῦν· οἶσε θέειον γρηῢ κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, ὄφρα θεειώσω μέγαρον. καὶ ἡ γραῦς ποιεῖ οὕτω καὶ ἤνεγκε πῦρ καὶ θήϊον. καὶ Ὀδυσσεὺς εὖ διεθείωσε μέγαρον καὶ δῶμα καὶ αὐλὴν πλέον ποιήσας οὐδέν. Καὶ ὅρα τὸ οἶσε δὶς λεχθὲν, τοῖς μετρικοῖς μόνοις ὂν χρήσιμον. οὗ περ ἡ γραφὴ διὰ ψιλοῦ λόγῳ παρατατικοῦ, ὡς προδεδήλωται, ἀπὸ ἐνεστῶτος τοῦ οἴσω. Θέειον δὲ θυμιάματος εἶδος καθαίρειν δοκοῦντος τοὺς μιασμούς. διὸ καὶ διαστείλας κακῶν ἄκος αὐτό φησιν ὁ ποιητής. οὔτε δέ τινες ἐνταῦθα ἐπῳδαὶ συνήθεις τοῖς παλαιοῖς, οὔτε στενωπὸς ἐν ᾧ οἱ ἄνθρακες ἀπαγόμενοι αὐτῷ ἀγγείῳ ἐῤῥίπτοντο ὀπισθοφανῶς. Ἰστέον δὲ ὅτι οὐ μόνον διὰ θείου ἐγίνοντο καθαρμοὶ καθὰ, προσεχῶς ἐγράφη, ἀλλὰ καὶ φυτά τινα εἰς τοῦτο χρήσιμα ἦν. ἀριστερεὼν γοῦν, φυτὸν κατὰ Παυσανίαν, ἐπιτήδειον εἰς καθαρμόν. καὶ σῦς δὲ εἰς τοιαῦτα ἐστὶν, οὗ παρελαμβάνετο, ὡς ἐν Ἰλιάδι φαίνεται. καὶ οἱ τὸ διοπομπεῖν δὲ ἑρμηνεύοντές φασιν ὅτι δῖον ἐκάλουν, κώδιον ἱερείου τιθέντος Διῒ μειλιχίῳ ἐν τοῖς καθαρμοῖς φθίνοντος μαιμακτηριῶνος μηνὸς ὅτε ἤγοντο τὰ πομπαῖα. καὶ καθαρμῶν ἐκβολαὶ εἰς τὰς τριόδους ἐγίνοντο. εἶχον δὲ μετὰ χεῖρας πομπόν· ὅ περ ἦν, φασὶ, κηρύκιον, σέβας Ἑρμοῦ. καὶ ἐκ τοῦ τοιούτου πομποῦ καὶ τοῦ ῥηθέντος δίου τὸ διοπομπεῖν. καὶ τοῦτο μὲν οὕτως ἐξ ἱστορίας. ἄλλως δὲ κοινότερον διοπομπεῖν καὶ ἀποδιοπομπεῖν ἐφαίνετο τὸ, Διὸς ἀλεξικάκου ἐπικλήσει ἐκπέμπειν τὰ φαῦλα. ὅτι δὲ καὶ δι' αἵματος ἦν κάθαρσις, αἱ ἱστορίαι δηλοῦσιν, ὁποία καὶ ἡ τῶν φονέων, οἳ αἵματι νιπτόμενοι καθάρσιον εἶχον αὐτό. λέγονται δὲ ὡς οἱ περὶ τὴν τοιαύτην τέχνην καὶ μάλιστα οἱ τὰς πόλεις καθαίροντες φαρμακοὶ Ἀττικῶς ἐλέγοντο, καθὰ δηλοῖ καὶ ὁ Δημοσθένης, Ἴωνες δέ, φασι, προπαροξυτόνως. τοῦ δὲ τοιούτου καθαίρειν παράγωγα τὸ καθάρσιον καὶ τὸ κάθαρμα, ἐκεῖνο μὲν οὐ μωμητὸν, τοῦτο δὲ ψεκτὸν, ἀφ' οὗ καθάρματα τοὺς ῥυπαροὺς καὶ ἀποβλήτους φαμέν· καὶ ἔστιν αὐτὸ σκῶμμα δριμύτερον τοῦ ἐν Ἰλιάδι λύματος ἤγουν ἀπονίμματος, ἐξ οὗ καὶ ἡ λύμη καὶ ὁ λυμεών· ὥς περ αὖ πάλιν τοῦ λύματος ἀφελέστερον τὸ περίψημα σπόγγισμά τι ὂν αὐτὸ καὶ κατὰ τοῦτο ἐοικὸς τῷ λύματι. Τὸ δὲ θεῖον γίνεται ἀπὸ τοῦ θεὸς θέϊον κατὰ παραγωγὴν ἁπλῆν, καὶ ἐν συναιρέσει θεῖον δισυλλάβως· ἐξ οὗ καὶ θειῶσαι τὸ θυμιάσαι, ὡς τὸ, εὖ διεθείωσε. προσλαβὼν δὲ τὸ ε πρὸ τῆς διφθόγγου γίνεται θέειον τρισυλλάβως, ἐξ οὗ τὸ, ὄφρα θεειώσω. ἄλλως δὲ διαλυθὲν τὸ δισύλλαβον θεῖον γίνεται θήϊον. καὶ ἔστι δυνατὸν καὶ ἀπ' αὐτοῦ γενέσθαι ῥῆμα τὸ θηϊῶσαι. Ὅτι δὲ θεῖον ἔστιν ἐνταῦθα νοῆσαι καὶ τὸν θέαφον τὸ λεγόμενον δηλαδὴ θεῖον ἄπυρον, δηλοῦσιν οἱ παλαιοί. καὶ θεῖον μὲν ἴσως διὰ τὸ καινὸν τῆς αὐτοῦ ἐνεργείας καὶ τεράστιον, ἢ διὰ τὸ ἀνάγεσθαι ἔνθα τὰ θεῖα, ἢ καὶ διὰ τὸ θεόθεν εἶναι· μετὰ προσθήκης δὲ θεῖον ἄπυρον τὸ ὀλιγόπυρον· βραχὺ γὰρ ψαῦσαν πυρὸς ἀνάπτεται· ἢ ὅτι οὐ χρὴ ἁπλῶς πυροῦσθαι αὐτὸ διὰ τὸ δύσοδμον.

(Vers. 494.) Ἐν δὲ τῷ, μέγαρον καὶ δῶμα καὶ αὐλὴν, διαφορά τις φαίνεται μεγάρου καὶ δώματος. καὶ ἴσως μέγαρον τὴν γυναικωνίτιν φησί. καὶ κεῖνται χρήσεις εἰς τοῦτο πρὸ ὀλίγων τινές. φαίνεται δὲ αὐτὸ καὶ ἔνθα ἡ Πηνελόπη ἐγκελεύεται τῇ Εὐρυκλείᾳ μέγαρόνδε ἔρχεσθαι, καὶ Τηλέμαχος δὲ αὐτὴν ἀπὸ μεγάρου καλεῖ.

(Vers. 492.) Τὸ δὲ, οἶσε πῦρ, περιφράζων ἅμα καὶ παραφράζων, πῦρ νῦν μοι, φησὶ, πρώτιστον [292] ἐνὶ μεγάροισι γενέσθω.

(Vers. 487.) Ὅτι προτροπὴ κακοείμονος εἰς λαμπροφορίαν τὸ, ἀλλ' ἄγε δὴ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐνείκω, μηδ' οὕτω ῥάκεσι πεπυκασμένος εὐρέας ὤμους ἕσταθ' ἐνὶ μεγάροισι νεμεσσητὸν δέ κεν εἴη.

(Vers. 489.) Ἀπὸ τοῦ ἕστακα δὲ, οὗ προστακτικὸν τὸ ἕστακε, γίνεται τὸ ἕσταθι κατὰ πλεονασμὸν ὁμοίως τῷ, κλύε, κλῦθι, καὶ τοῖς τοιούτοις.

(Vers. 498.) Ὅτι πάλιν τῆς Εὐρυκλείας μετακαλεσαμένης ἀμφεχέοντο καὶ ἠσπάζοντο Ὀδυσῆα καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους αἱ ἀθῷοι δμωαὶ, χεῖράς τ' αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει κλαυθμοῦ καὶ στοναχῆς· γίγνωσκε δ' ἄρα φρεσὶ πάσας. λαλεῖ δὲ πρὸς οὐδεμίαν οὐδέν. τί γὰρ καὶ ἦν λέγειν τὸν οὕτω σεμνὸν Ὀδυσσέα πρός γε τὰς τοιαύτας; ἀρκεῖ δὲ ἀντὶ προσφθέγματος ὁ ἐνδιάθετος κλαυθμὸς καὶ ἡ στοναχὴ, ἅ περ ᾐδεῖτο ἐν τῇ τῶν Φαιάκων γῇ πάσχων Ὀδυσσεύς.

(Vers. 499.) Ἰστέον δὲ ὡς ἐκ τοῦ, κύνεον ἀγαπαζόμεναι, εἰλῆφθαι δοκεῖ παρὰ τοῖς ὕστερον ἀγαπᾶν λέγειν τὸ φιλεῖν καὶ ἀγάπην τὸ φίλημα.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Ἀναγνωρισμὸς Ὀδυσσέως πρὸς τὴν γυναῖκα καὶ τῶν τῆς πλάνης διηγημάτων ἀνακεφαλαίωσις καὶ Ὀδυσσέως καὶ Τηλεμάχου μετὰ τῶν οἰκείων ἔξοδος.

ΟΔΥΣΣΕΙΑΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι ἐν τῇ παρούσῃ ῥαψῳδίᾳ Ὀδυσσεὺς ἀναγνωρίζεται τῇ γυναικί. διὸ καὶ Ὀδυσσέως ὑπὸ Πηνελόπης ἀναγνωρισμὸς ἐπιγράφεται. κατάρχει δὲ ταύτης ἡ γραῦς Εὐρύκλεια τὰ κατὰ τὸν Ὀδυσσέα τῇ γυναικὶ ἀγγέλλουσα. φησὶ γάρ·

(Vers. 1. sqq.) γρηῢς δ' εἰς ὑπερῷ' ἀνεβήσατο καγχαλόωσα, ὡς εἰκὸς, δεσποίνῃ ἐρέουσα τὰ κατὰ τὸν Ὀδυσσέα· γούνατα δ' ἐῤῥώσαντο, τουτέστιν ἐῤῥωμένως ἐκινήθησαν, πόδες δ' ὑπερικταίνοντο. τοιοῦτον γὰρ ἡ παρ' ἐλπίδα τέρψις, ἀνανεοῦσα τὸ γῆρας καὶ τὰς φυσικὰς δυνάμεις ἠτονηκυίας ῥωνύουσα ὡς τὰ πολλὰ, εἰ καὶ ἔστιν ὅτε πολλοὶ τῇ ὑπερβολῇ τῆς χαρᾶς ἀπέβησαν. διὸ καὶ Λαέρτης ἐν τοῖς ἑξῆς τὸ γῆρας οἷον ἀποθέμενος διὰ τὴν ἐπὶ τῷ Ὀδυσσεῖ χαρὰν νεοτήσιον μένος ἐπαναλήψεται.

(Vers. 1.) Ἰστέον δὲ ὅτι τὸ γρηῦς ταυτὸν μέν ἐστι τῷ νηῦς κατὰ τὴν προφορὰν καὶ τὴν κλίσιν, οὐ πάντα δὲ ἔχει ὡς ἐκεῖνο. τοῦτο μὲν γὰρ διαλύεται, ὡς καὶ ἐνταῦθα, γρηῢς δ' εἰς ὑπερῷ' ἀνεβήσατο· ἡ δὲ νηῦς οὐ διαλύεται. καὶ ἡ ναῦς μὲν ἔχει καὶ Ἀττικὸν, τῆς νεὼς γάρ· ἡ δὲ γρηῦς οὔ. τὰ δὲ λοιπὰ ὡμοίωνται. ναῦς γὰρ ναὸς καὶ νηὸς, ὡς γραῦς γραὸς καὶ γρηός.

(Vers. 3.) Τὸ δὲ, ἐπεῤῥώσαντο πόδες, ἀγαθὴν ἔχει τροπὴν, οὐ μὴν ὁποίαν ἐν Ἰλιάδι τὸ, χαῖται ἐπεῤῥώσαντο. Τὸ δὲ ὑπερικταίνοντο ἀντὶ τοῦ ἀνεπάλλοντο κατὰ Ἀρίσταρχον, ἢ ὑπερεξετείνοντο, ἄγαν ἱκνοῦντο· παρὰ τὸ ἵκταρ, ὅ ἐστιν ἐγγύς· ὡς ἡ παροιμία· οὐδ' ἵκταρ βάλλει, ἀντὶ τοῦ οὐδ' ἐγγὺς τοῦ σκοποῦ γίνεται. καὶ τὸ μὲν τοιοῦτον ἵκταρ εὐλόγως τε δασύνεται καὶ ἐπίῤῥημά ἐστι ὡς τὸ ὕπαρ. τὸ δὲ παρὰ Καλλιμάχῳ ἐν ἐθνικαῖς ὀνομασίαις, ὥς φησιν Ἀθήναιος, οἷον, ἐγκρασίχολοι τριχίδια χαλκὶς ἵκταρ ἀθερίνη, ὄνομα μὲν ἰχθύος ἐξ ὀρθοῦ δηλοῖ· ζητητέον δὲ τὸ γένος αὐτοῦ εἴτε ἄῤῥεν ἐστὶ κατὰ τὸ μάκαρ εἴτε θῆλυ κατὰ τὸ δάμαρ εἴτε οὐδέτερον κατὰ τὸ νέκταρ, ἔτι δὲ καὶ εἰ δασύνεται, ὃ καὶ εἰκός ἐστιν ὡς ἀπὸ τοῦ ἷκται, ἀφ' οἷ κατ' ἐναλλαγὴν τῶν ψιλῶν εἰς δασέα καὶ ὁ ἰχθὺς, ὡς προδεδήλωται. εὐτελέστατον δέ ἐστιν ἰχθύδιον, οὗ περ ἡ κλῆσις ἵκταρ. ἐμφαίνει δὲ τοῦτο ἡ Βυζάντιος παραφθορὰ κτάρας τὰ τοιαῦτα λέγουσα.

(Vers. 524.) Ὅτι στᾶσα ὑπὲρ κεφαλῆς ἡ γραῦς μαῖα, ἔγρεο Πηνελόπεια φίλον τέκος, φησὶν, ὄφρα ἴδηαι ὀφθαλμοῖσι τεοῖσιν ἃ ἔλδεαι ἤματα πάντα, ἤγουν ἀεί. ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται ὀψέ περ ἐλθών· μνηστῆρας δ' ἔκτεινεν ἀγήνορας, οἵ τέ οἱ οἶκον κήδεσκον, ἤγουν ἔβλαπτον καὶ κτήματ' ἔδον, βιόωντό τε παῖδα. καὶ οὕτω μὲν ἡ γραῦς. ἡ δὲ Πηνελόπη τῷ καινῷ τοῦ ἀκούσματος ἀπιστοῦσα· τίς γὰρ ἂν καὶ ἄλλος ῥᾳδίως οἴοιτο τοιοῦτον μέγα ἔργον ἐν ἀκαρεῖ καιροῦ καταπραχθῆναι; καὶ παίζεσθαι νομίσασα, μαῖα φίλη, φησὶ, μάργην σε θεὸς ἔθετο, ὅς τε δύναται ἄφρονα ποιῆσαι τινὰ καὶ ἐπίφρονά [293] περ μάλ' ἐόντα καί τε χαλινοφρονέοντα σαοφροσύνης ἐπέβησε, τουτέστιν ἐπεβίβασεν. ὃς, τουτέστιν οὗτος, σὲ παρέβλαψε· πρὶν δὲ φρένας αἰσίμη ἦσθα. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ' ἀνεγείρεις ἡδέος, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψας; οὐ γάρ πω τοιόνδε, ἤγουν οὕτως ἢ τοιοῦτον, ὕπνον κατέδραθον, τουτέστιν ἐκοιμήθην, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἀλλ' ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε, ἤγουν εἰς τὴν γυναικωνίτην. εἰ γάρ τίς με ἄλλη γυναικῶν, αἵ μοι ἔασι, ταῦτ' ἐλθοῦσα ἤγγειλε καὶ ἐξ ὕπνου μ' ἀνέγειρε, στυγερῶς ἂν αὐτὴν ἀπέπεμψα νέεσθαι αὖτις ἔσω μέγαρον, τουτέστιν ἐς τὸ μέγαρον ἢ ἔσω μεγάρων, σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει, τουτέστιν ὅσον εἰς τὸ μὴ στυγερῶς ἀποπεμφθῆναι, ὀνήσει σε τὸ γῆρας, εἰ καὶ ἄλλως μεμπτέα ἔσῃ. Ἰστέον δὲ ὅτι ὁ βαθύτατος ὕπνος τῆς γυναικὸς, ὃν αὐτῇ ἐπὶ βλεφάροις Ἀθηνᾶ ἔβαλε, λύει καὶ ἀπορίαν τὴν, πῶς δή ποτε τοσούτου θορύβου ἐν τῇ μάχῃ γενομένου ἐκείνη οὐκ ᾔσθετο. δηλοῖ δὲ καὶ ὡς, ἐὰν ἐκείνη οὐδὲν ἔγνω, τῷ παντὶ πλέον οὐδὲ οἱ ἔξω τοῦ οἴκου Ἰθακήσιοι.

(Vers. 5.) Τῶν δὲ ῥηθέντων τὸ μὲν, φίλον τέκος, ἄκραν εὔνοιαν τῆς γραὸς πρὸς τὴν δέσποιναν ἐνδείκνυται καὶ ἐκείνης αὖθις αἰδῶ πρὸς ταύτην οἷα φίλην μαῖαν τοῦ ἀνδρός. οὕτω δὲ καὶ μετ' ὀλίγα, οὔ τί σε λωβεύω, φίλον τέκος, φησί.

(Vers. 6.) Τὸ δὲ, ὀφθαλμοῖσι τεοῖσιν, ἀκριβέστατα εἴωθε λέγεσθαι πρὸς διαστολὴν τῶν τε φανταζομένων τινὰς ὡς τὸ, ὀσσόμενος πατὲρ ἐσθλὸν, καὶ τῶν ἀλλοτρίοις ὁρώντων ὀφθαλμοῖς, ὁποῖοι οὐ μόνον οἱ ἐν τυφλότητι πρὸς τῶν βλεπόντων ὁδηγούμενοι, ἀλλὰ καὶ οἱ ἀπὸ τῶν αὐτοψεὶ βλεπόντων μανθάνοντες τὸ θεαθέν· ὧν πάντων διαφέρει ὁ ἰδών τι ὀφθαλμοῖς ἰδίοις. Τὸ δὲ, ἦλθεν Ὀδυσσεὺς, ἁπλοϊκῶς εἴρηται.

(Vers. 7.) Τὸ δὲ, καὶ οἶκον ἱκάνεται, πρὸς σαφήνειαν ἐπῆκται· οὐ γὰρ πᾶς ὁ ἐλθὼν ἐξ ἀλλοδαπῆς εἰς πατρίδα ἤδη καὶ οἴκαδε αὐτίκα ἐστί. καὶ δηλοῖ τοῦτο Ἀγαμέμνων ἐπιβὰς μὲν τῆς πατρίδος γῆς, τὸν οἶκον δὲ οὐκ ἰδὼν, ἐπεὶ καὶ ταυτολογία εἶναι δοκεῖ τὸ ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται.

(Vers. 8.) Ἰστέον καὶ ὅτι ἡδὺ τὰ ἡδέα ταυτολογεῖσθαι. διὸ καὶ τὸ ὀψέ περ ἐλθὼν τῇ τοιαύτῃ ταυτολογίᾳ συμβάλλεταί τι. Τὸ δὲ, μνηστῆρας δ' ἔκτεινεν, ἐπίτασις τοῦ καλοῦ, εἰ ἐλθὼν καὶ οἶκον ἱκόμενος καὶ ὀψὲ ἐλθὼν ἔκτεινε καὶ τοὺς κακούς. Τὸ δὲ ἀγήνορας φανερῶς ἐπὶ ψόγου κεῖται, ὡς δηλοῖ τὸ, οἵ περ οἶκον κήδεσκον καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ ὅπως ἡ γραῦς, ὡς ἐχρῆν, οὐ μακρολογεῖ πρὸς τὴν δέσποιναν ἔξω καιροῦ, ἀλλὰ γοργῶς αὐτὸ ἀφηγεῖται τὸ ἀναγκαῖον, ἤγουν τὸ μὲν τὸν Ὀδυσσέα ἐλθεῖν ἐν στίχῳ ἑνὶ, ἐν δὲ ἑτέρῳ τὸ τοὺς μνηστῆρας ὀλέσθαι, ὁ δὲ τρίτος ἐκ περισσοῦ μὲν, θυμικῶς δὲ κατάῤῥησιν τῶν μνηστήρων ἔχει διὰ τὸ κακῶς περὶ ἐκείνους διατεθεῖσθαι τὴν γραῦν.

(Vers. 9.) Τὸ δὲ βιᾶσθαι πρωτότυπόν ἐστι τοῦ βιάζεσθαι. δῆλον δὲ ὡς οἱ μεθ' Ὅμηρον καὶ ἐπὶ γυναικείας πείρας τὴν λέξιν ἐτίθεντο.

(Vers. 11.) Μάργη δὲ ἡ μαινομένη, καὶ μάργος ὁ τοιοῦτος, ὅθεν καὶ μαργαίνειν ῥῆμα καὶ λέμαργος καὶ γαστρίμαργος.

(Vers. 12.) Τὸ δὲ, ὃς δύναται ἄφρονα ποιῆσαι καὶ ἑξῆς, θείαν γνωμικῶς δηλοῖ ἐνέργειαν, ὁποίαν τινὰ ἔχει καὶ Ἑρμῆς τοὺς μὲν ὑπνόωντας ἐγείρων, τοὺς δὲ καὶ ἀνάπαλιν διατιθέμενος.

(Vers. 13.) Χαλίφρων δὲ καὶ χαλιφρονῶν ὁ τὰς φρένας παρῃωρημένος παρὰ τὸ χαλῶ, ἐξ οὗ καὶ τὸ καγχαλόω καὶ χάλιξ οἶνος ὁ χαλῶν καὶ ἀνιεὶς ἡμᾶς, καὶ ἀκροχάλιξ οἴνῳ ὁ μεθύων. καὶ Ἐπίχαρμος δέ, φασι, χαλικάζειν λέγει τὸ περὶ συνουσίαν ὑφ' ἡδονῆς ἀνίεσθαι καὶ ὑποστένειν. Σαοφροσύνη δὲ, τουτέστι σωφροσύνη, παρὰ μὲν τοῖς ὕστερον ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας. Ὅμηρος δὲ σώαν φρόνησιν οἶδεν αὐτήν. διὸ καὶ ἐναντία τῇ χαλιφροσύνῃ ἐστὶν, ὥστε καὶ ὁ σαόφρων ἐναντίος τῷ χαλίφρονι, καθὰ καὶ ὁ περίφρων, ὡς τὸ, ἀλλὰ σαόφρων ἐστὶ, νεμεσσᾶται δ' ἐνὶ θυμῷ καὶ ἑξῆς. κεῖται δὲ καὶ μετ' ὀλίγα ἡ τοιαύτη σωφροσύνη ἐν τῷ, ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθε. Τὸ δὲ, σαοφροσύνης ἐπέβησαν, ὅμοιον τῷ, ἀναιδείης ἐπέβησαν, ὃ πρὸ ὀλίγου εἴρηται, καὶ τῷ, ὄφρα εὐφροσύνης ἐπιβῆτον, ὃ μετ' ὀλίγα κεῖται.

(Vers. 14.) Τὸ δὲ παρέβλαψε κατὰ φρένας νοεῖται νῦν, ὅθεν ὁ βλαψίφρων σύγκειται. διὸ ἐπάγει· πρὶν δὲ φρένας αἰσίμη ἦσθα, κατὰ τὸ, γῆρας δ' ἐναίσιμον ἄνδρα τίθησιν. ἔστι δὲ αἰσίμη ἡ τηροῦσα τὸ αἴσιον ἤτοι καθῆκον καὶ δίκαιον, καὶ γίνεται ἐκ τοῦ αἴσιμος ὁμοίως τῷ, ἔρημος ἐρήμη, χρήσιμος χρησίμη, καὶ τοῖς τοιούτοις.

(Vers. 15.) Τοῦ δὲ λωβεύειν πρωτότυπον τὸ λωβῶ, ἐξ οὗ καὶ ὁ λωβητήρ. λαμβάνεται δὲ ἡ λέξις ἐπί τε χλεύης καὶ ὕβρεως ὡς τὰ πολλὰ, καὶ ἐπὶ τῆς ἁπλῶς δὲ βλάβης, ὡς καὶ ἐν τῷ, οἷς ἐλωβᾶθ' οἱ ξένοι. παράγεται δὲ παρὰ τὸ ἐπὶ λαοῦ συμβαίνειν, ἵνα ᾖ λαόβη καὶ ἐν συναιρέσει λώβη. [294] καιρία δὲ ἡ λέξις καὶ δυσμετάληπτος. διὸ καὶ ἡ γραῦς τῇ αὐτῇ προϊοῦσα λέξει χρᾶται. Τὸ δὲ, παρὲξ ἐρέουσα, ἀντὶ τοῦ ἀγγέλλουσα ἔξω μὲν τοῦ ἀληθοῦς, ἐγγὺς δὲ τοῦ ἐφετοῦ, ἵνα καὶ ἐνταῦθα τὸ παρὲξ δηλοῖ τό τε ἐγγὺς τό τε ἐκτός. Ὅτι δὲ τὸ ἐρέουσα ἀντὶ τοῦ ἀγγέλλουσα κεῖται, δηλοῖ τὸ, εἰ γάρ τις ἄλλη ταῦτ' ἐλθοῦσα ἤγγειλεν. ὅτι δὲ τὸ εἴρειν καὶ ἀντὶ τοῦ ἀγγέλλειν λέγεται, πολλαχόθεν δῆλον. ἐξ οὗ καὶ Ἶρις ἡ τῶν θεῶν ἄγγελος, καὶ Ἶρος, ὃς ἀγγέλλεσκε κιὼν ἔνθα ἐστέλλετο. Ἡδέος δὲ ὕπνου δηλωτικὸν τὸ, οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ τόδε γέγονεν. ἰσχὺν δὲ βαθέος ὕπνου δηλοῖ τὸ, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψας. Τὸ δὲ κατάβηθι ὡς πρὸς τὰ ὑπερῷα ἐῤῥέθη ἔνθα ἡ γραῦς ἀνεβήσατο. Τὸ δὲ, γυναικῶν αἵ μοι ἔασιν, ἀντὶ τοῦ δμωΐδων αἳ εἰσὶν ὑπ' ἐμοὶ ἢ ὑπὲρ ἐμοῦ· τοῦτο δὲ πρὸς διαστολὴν ἑτέρων γυναικῶν· ἄλλη μὲν γάρ τις ἐπελώβευσεν ἂν ἴσως, τῶν δὲ ἐμῶν οὐκ ἂν οὐδεμία. Τὸ δὲ, στυγερῶς ἀπέπεμψα, ἀντὶ τοῦ φρικτῶς, κρυερῶς, παρὰ τὴν πολλαχοῦ μυθευομένην Στύγα ψυχρὰν ἐν Ἅιδου πηγήν· ἀφ' ἧς τὸ, στυγέειν, ὡς τὸ, στυγέει δὲ καὶ ἄλλος· οὗ ὁ μέλλων στυγήσω· ἐξ ὧν τοῦ στυγέω μὲν τὸ στυγερὸν, τοῦ στυγήσω δὲ τὸ στυγητόν.

(Vers. 2657.) Ὅτι τῆς Πηνελόπης λωβεύεσθαι οἰομένης ἐφ' οἷς ἡ γραῦς περὶ τοῦ δεσπότου ἤγγειλε, φησὶν ἡ μαῖα· οὔ τί σε λωβεύω, τέκνον φίλον· ἀλλ' ἔτυμόν τοι ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω. εἶτα σαφέστερον τὸ πρᾶγμα φράζουσα ἐπάγει· ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισιν, ἵνα λέγῃ ὅτι ἐκεῖνος ἐστὶν Ὀδυσσεὺς ὁ χθιζὸς ἄτιμος ξένος. Τηλέμαχος δ' ἄρα, φησὶ, πάλαι ᾔδεεν αὐτὸν ἔνδον ἐόντα, ἀλλὰ σαοφροσύνῃσιν ἤτοι, ὡς προεδηλώθη, φρονήσεσι νοήματα πατρὸς ἔκευθεν, ὄφρ' ἀνδρῶν τίσαιτο βίας ὑπερηνορεόντων, ὃ δὴ ἐπὶ μυστηριασμῷ οἰκεῖον ἐστὶ λέγεσθαι. ὣς ἔφατο ἡ γραῦς· ἡ δὲ Πηνελόπη, οὔτε γὰρ ἐχρῆν ἀπραγμόνως οὕτω συγκαταθέσθαι τοῖς ὑπὲρ τοῦ Ὀδυσσέως οὔτ' αὖ πάλιν διαπαντὸς ἀπιστεῖν τῇ περίφρονι μαίᾳ, ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα γρηῒ περιπλέχθη, βλεφάρων δ' ἀπὸ δάκρυον ἧκε, καὶ, εἰ δ' ἄγε μοι, μαῖα φίλη, φησὶν, εἰ ἐτεὸν ἦλθεν, ὅπως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε μοῦνος ἐὼν, οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔμιμνον. τοῦτο δὴ τὸ ἐν τοῖς πρὸ τούτων καὶ ἀπορηθὲν Ὁμηρικῶς καὶ λυθέν. καὶ ἡ γραῦς μηδὲν εἰδυῖα τοῦ ἐρωτηθέντος τὸν τρόπον μὲν οὐκ εἰδέναι φησίν· οὔτε γὰρ ἰδεῖν οὔτε μαθεῖν· ἐκ τοῦ τέλους δὲ γνῶναι τὸ πραχθὲν ἀγαθόν. φησὶ γοῦν· οὐκ ἴδον, οὐ πυθόμην· ὅ περ ἔστι λέγεσθαι ἐφ' ὧν ἀγνοεῖ τις· ἀλλὰς στόνον οἶον ἄκουον κτεινομένων. ἡμεῖς δὲ μυχῷ θαλάμων ἐϋπήκτων ἥμεθα ἀτιζόμεναι, τουτέστι ταρασσόμεναι, ὃ πολλαχοῦ κεῖται, σανίδες δ' ἔχον τουτέστι θύραι εὖ ἀραρυῖαι, κατὰ δεσποτικὴν κέλευσιν. Τηλεμάχου δὲ καλέσαντος εὗρον ἔπειτα Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν ἑσταότα. οἱ δέ μιν ἀμφὶ κραταίπεδον οὖδας ἔχοντες κείατο ἐπ' ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης, τουτέστιν εὐφράνθης ἂν κατὰ ψυχήν· ὃ καὶ ἡ γραῦς δηλαδὴ παθοῦσα ὀλολύζειν ἤθελεν, εἰ μὴ ἐκώλυσεν Ὀδυσσεύς. νῦν δέ, φησιν, οἱ μὲν πάντες ἐπ' αὐλείῃσι θύρῃσιν ἀθρόοι ὡς ἐπ' ἀλλήλοις κείμενοι· ὁ δὲ, ὡς καὶ προδεδήλωται, δῶμα θεειοῦται περικαλλὲς πῦρ μέγα κειάμενος, σὲ δέ με προέηκε καλέσσαι· ὅτε δηλαδὴ εἰπὼν Ὀδυσσεὺς μή πω τήνδ' ἐπέγειρε, ἐνέδωκεν αὐτῇ μετὰ τὸν φόνον τῶν δμωΐδων καλέσαι τὴν δέσποιναν. εἶτα καὶ προτρεπομένη ἀκολουθεῖν φησίν· ἀλλ' ἕπευ, ὄφρα σφῶϊν εὐφροσύνης ἐπιβῆτον ἀμφοτέρω φίλον ἦτορ, τουτέστιν, ἵνα ἄμφω κατὰ τὸ ἦτορ ὑμῶν εὐφροσύνης ἐπιβαίητε· ὃ περιφραστικῶς δηλοῖ τὸ, ἵνα χαρείητε, ἐπεὶ κακὰ πολλὰ πέποσθε, ἤγουν ἐπεὶ κακὰ πολλὰ πεπόνησθε. νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται· ὅ περ ἐν ἐκπληρώσει ἐπιθυμίας οἰκεῖον λέγεσθαι· ἐφ' οἷς ἑρμηνεύουσα ἡ γραῦς τὸ μακρὸν ἐέλδωρ φησίν· ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ καὶ παῖδ' ἐν μεγάροισι· κακῶς δ' οἵ πέρ μιν ἔρεζον, πάντας ἐτίσατο. καὶ οὕτω τὴν δέσποιναν ἀποροῦσαν μὲν πείθει δ' ὅμως ἕπεσθαι.

(Vers. 26.) Ὅρα δὲ καὶ νῦν τὸ, τέκνον φίλον, ῥηθὲν πρὸς τὴν δέσποιναν ὑπὸ γραὸς δούλης· ἐπεὶ καὶ ἐκείνη μαῖαν φίλην προσεῖπεν αὐτήν.

(Vers. 27.) Τὸ δὲ, οἶκον ἱκάνεται, χρήσιμον μὲν εἰς τὸ, ἦλθεν ἐφέστιος· ταυτὸν γὰρ ὁ εἰς οἶκον ἐλθὼν καὶ ὁ ἐφέστιος· ἔχει δέ τι ψευδοπαρηχήσεως κατὰ τὸ, φίλησε δὲ φῦλον ἀοιδῶν.

(Vers. 28.) Τὸ δὲ, ἀτίμων, ὡς τὸ ἐβόων· ἐξ οὗ καὶ ὁ ἐν Ἰλιάδι ἀτίμητος, ὡς καὶ προεδηλώθη.

(Vers. 41.) Εὔπηκτοι δὲ θάλαμοι οἱ εὐπαγεῖς καὶ στερεοὶ κατὰ τὸ, εὐσταθέος μεγάροιο, ἢ τεχνικῶς ἐσκευασμένοι ἢ εὔκλειστοι. διὸ ἐπήγαγε, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι. καὶ ἴσως ἐκ τούτου καὶ τὸ συγκλεῖσαι πακτῶσαι παρ' Ἀττικοῖς, ὡς καὶ Σοφοκλῆς δηλοῖ ἐν τῷ, καὶ δῶμα πάκτου, καὶ ὁ κωμικὸς ἐν τῷ, καὶ ἐπακτώσαμέν γε.

(Vers. 46.) Κραταίπεδον δὲ τὸ στερεὸν [295] πέδον ὡς λιθόστρωτον, ἢ μᾶλλον, ὡς πεπιλημένον καὶ νεναγμένον. ἤδη γάρ που παρεσημειώθη μὴ εἶναι λιθόστρωτον, ὡς δοκεῖν παθεῖν τὴν ἐκπιλήσεως στεῤῥότητα διὰ τὸ ῥαίνεσθαι κατὰ τὸ, ῥάνατε δ' ὕδωρ. Ἰστέον δὲ ὅτι κατὰ τὴν τεχνικὴν παράδοσιν ἀναλογεῖ τῇ συνθέσει τοῦ κραταιπέδου καὶ τὸ, κραταίβιος, κραταίπιλος, κραταίτονος.

(Vers. 47.) Τὸ δὲ, ἰδοῦσά κε θυμὸν ἰάνθης, ἐπιφωνηματικὸν καὶ αὐτό· καὶ ἔχει τι τόλμης, εἰ ἐφ' οὕτω δεινῷ πράγματι ἰανθήσεσθαί φησι τὴν περίφρονα.

(Vers. 49.) Αὐλείας δὲ θύρας λέγει τὰς περὶ τὴν αἴθουσαν, ἤγουν τὰς ἔξω τοῦ προδόμου πρὸς αὐτῇ τῇ αὐλῇ· ὅθεν καὶ αὔλειαι πρὸς διαστολὴν τῶν ἐνδοτέρω θυρῶν.

(Vers. 51.) Τὸ δὲ κειάμενος διὰ διφθόγγου ἔχει τὴν ἄρχουσαν ὡς ἀπὸ τοῦ κέω, οὐ τοῦ κοινῶς γραφομένου διὰ διφθόγγου, ἐξ οὗ τὸ καῦσαι καὶ τὸ κῆαι καὶ ὅσα τοιαῦτα, ἀλλ' ἐκ τοῦ ἑτέρου τοῦ διὰ τοῦ ε ψιλοῦ, περὶ οὗ ἱκανῶς προδεδήλωται.

(Vers. 52.) Τὸ δὲ, εὐφροσύνης ἐπιβῆτον, ὅμοιον μὲν, ὡς ἐῤῥέθη, πρὸς τὸ, σαοφροσύνης ἐπέβησαν· ἐγγὺς δέ ἐστι τοῦ, εὐνῆς ἐπιβῆτον, σωφρόνως ῥηθέν. λέγει δὲ εὐφροσύνην συνήθως τὴν φιλόφρονα ἡδονήν.

(Vers. 54.) Τὸ δὲ, νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται καὶ ἑξῆς, χαρμόσυνον ἔργου ἢ ὁδοῦ τέλος φράζει· ἔστι δὲ περίφρασις τοῦ, τετέλεστο δὲ ἔργον.

(Vers. 5983.) Ὅτι σεμνύνων ὁ ποιητὴς τὸ τοῦ Ὀδυσσέως ἐπὶ τοῖς μνηστῆρσιν ἔργον ὡς μὴ ἁπλῶς μέγα ὂν, ἀλλ' ἤδη καὶ θεῖον διὰ τὸ μὴ ῥᾳδίως ἂν ἔχειν τινὰ νοῆσαι ἀνθρωπίνως τελεσθῆναι αὐτὸ πλάττει τὴν Πηνελόπην ἑπομένην μὲν τῇ μαίᾳ καλούσῃ ἐς τὸν ἄνδρα, λέγουσαν δὲ οὕτω· μαῖα φίλη, μή πω μέγα ἐπεύχεο, τουτέστι μὴ μεγαλαύχει, καγχαλόωσα, ἤγουν χαίρουσα καὶ χαλωμένη καὶ ὡς οἷον χαλίφρων ὑφ' ἡδονῆς γινομένη. οἶσθα γὰρ ὡς ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη πᾶσι, μάλιστα δ' ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα, τουτέστιν ὃν οὐ θετὸν ἔσχομεν, ἀλλ' ἐκ τοῦ κατὰ φύσιν τοκετοῦ· καὶ οὕτω μὲν φανείη ἂν ἡμῖν ἀσπαστός. ἀλλ' οὐκ ἔστ' ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις· ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυοὺς, ὕβριν ἀγασσάμενος, ἤγουν μεμψάμενος, θυμαλγέα καὶ κακὰ ἔργα· οὔ τινα γὰρ τίεσκον καὶ ἑξῆς δύο στίχους, οὓς φθάσας ἔφη καὶ Ὀδυσσεύς. τῷ ἤγουν διὸ δι' ἀτασθαλίας ἔπαθον κακόν. ὃ παράφρασίς ἐστι τοῦ, ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ Ὀδυσσεὺς ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δ' αὐτός. τοῦτο δὲ ἀκριβῶς πέφρασται. πολλοὶ γὰρ νόστον ὀλέσαντες ὅμως ἐπ' ἀλλοτρίας ζῶσιν· Ὀδυσσεὺς δὲ οὐχ' οὕτως, ἀλλ' ἀποπλανηθεὶς τῆς πατρίδος οὐδὲ ζῇ. καὶ οὕτω μὲν ἡ Πηνελόπη ἐλθοῦσά πως εἰς ταυτὸν τῷ ἀνδρὶ νόημα. καὶ ἐκεῖνος γὰρ προσεχῶς θεόθεν δαμασθῆναι τοὺς κειμένους ἔφη καὶ ὑπὸ τῶν κακῶν ἔργων, πλὴν ὅσον Ὀδυσσεὺς μὲν οἶδεν αὐτὸς ἐνεργῆσαι κατὰ τῶν μνηστήρων, εἰ καὶ θεόθεν, Πηνελόπη δὲ οὐδόλως ἐλθεῖν τὸν Ὀδυσσέα πείθεται. καὶ ἡ γραῦς ἐξονειδίζει αὐτὴν, ἣ πόσιν ἔνδον ἐόντα παρ' ἐσχάρῃ, φησὶν, οὔ ποτε φῆσθα οἴκαδ' ἐλεύσεσθαι. θυμὸς δέ τοι αἰὲν ἄπιστος. εἶτα ἐκτίθεται ἡ γραῦς καὶ σῆμα ἀριφραδὲς, τὴν προϊστορηθεῖσαν οὐλὴν, καὶ ὡς ἐφράσατο αὐτὴν ἀπονίζουσα. καὶ αὐτὴ μὲν ἤθελεν εἰπέμεν, ἀλλ' ἐκεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν οὐκ εἴα εἰπεῖν πολυϊδρείῃσι νόοιο. ἐφ' οἷς ἑαυτὴν ὑποτιθεῖσα εἰς θάνατον, εἴ περ ἐπὶ ἀπάτῃ λαλεῖ, φησίν· ἀλλ' ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς αἴ κέν σ' ἐξαπάφω κτεῖναί με οἰκτίστῳ ὀλέθρῳ. οὕτω τῆς γραὸς βεβαιωσαμένης ἡ Πηνελόπη ἐπιμένουσα οἷς ἐνόησεν, ἀναδραμοῦσα εἰς θείαν ἐνάργειαν καὶ ἀθανάτῳ τινὶ ἀναθεῖσα τὸν τῶν μνηστήρων φόνον ἀντεπιφέρει γνωμικῶς· μαῖα φίλη, χαλεπόν σε θεοῦ αἰὲν ἐόντος δήνεα εἴρυσθαι μάλα περ πολυΐδριν ἐοῦσαν. καὶ ἔστι βαθὺς ὁ λόγος οὗτος καὶ πολὺν κρύπτουσα νοῦν ἐν ὀλίγῳ σώματι προφορᾶς. μονονουχὶ γάρ, φησιν, ὅτι σὺ μὲν αἰσθήσει πιστεύεις ἀριφραδὲς ἔχουσα σῆμα τὴν οὐλὴν καὶ τὸ ἐν τῷ νίπτειν κωλύεσθαι ἐκφῆναι τὸν φαινόμενον Ὀδυσσέα, κἀκ τούτων συνάγεις, Ὀδυσσέα εἶναι τὸν φονεύσαντα τοὺς μνηστῆρας. λέληθε δέ σε ὡς καὶ τοῖς ἀθανάτοις ἔνεστιν οὕτως ἐπιφαίνεσθαι καὶ τοιαῦτα ποιεῖν. καὶ τούτοις οὐκ ἔχει τι ἀντειπεῖν ἡ γραῦς. ἐφ' οἷς ἡ Πηνελόπη, ὡς ἤδη συναγοῦσα μὴ Ὀδυσσέα εἶναι τὸν φανέντα, φησίν· ἀλλ' ἔμπης ἴω μετὰ παῖδα ἐμὸν, ὅπως τούς τε κειμένους ἴδω, καὶ ὃς ἔπεφνεν, εἴτε δηλαδὴ καὶ Ὀδυσσεὺς ἐκεῖνος, ὃ καὶ εὐκταῖον ἔστιν αὐτῇ, εἴτε καί τις ἀθάνατος, ὅ περ οὐδ' αὐτὸ ἀπεύξαιτο ἄν. καὶ οὕτω κατέβαινεν ὑπερώϊα.

(Vers. 59.) Ἰστέον δὲ ὅτι ἐκ τῶν ῥηθέντων ἐπὶ ἀναποτελέστου μὲν χαρᾶς ῥηθείη ἂν τὸ, μή πω μέγα ἐπεύχεο καγχαλόωσα. ἐπὶ δὲ τῶν ἡδέως ἀκουόντων ἀνέλπιστά τινα ἀγαθὰ καλὸν ῥηθῆναι τὸ, οἶσθα ὡς ἀσπαστὸν φανείη πᾶσι μάλιστα δ' ἐμοί· ἀλλ' οὐκ ἔσθ' ὅδε μῦθος ἐτήτυμος ὡς ἀγορεύεις. ὁ μέντοι μὴ πιστεύων οἷς μανθάνει, [296] ἀκούσοι ἂν τὸ, θυμὸς δέ τοι αἰὲν ἄπιστος.

(Vers. 71.) Ἐσχάρα δὲ καὶ νῦν, ὡς καὶ πολλαχοῦ ἐν τοῖς πρὸ τούτων, τόπος κατὰ τοὺς παλαιοὺς ἔνθα πῦρ καίεται, βωμὸς ἰσόπεδος οὐκ ἐκ λίθων ὑψούμενος.

(Vers. 77.) Ἡ δὲ πολυϊδρεία διὰ διφθόγγου ἀεὶ ἔχει τὴν παραλήγουσαν ὡς καὶ ἡ ἀϊδρεία διὰ τὸ ἀναφέρεσθαι τὸ ε κατὰ κλίσιν τοῦ ἴδρις ἴδρεως, ὁποῖόν τι κατὰ κλίσιν οὐδετέρου γένους ἔχει καὶ ἡ ἐλεγχείη καὶ ἡ ἐγχείη, ἃ ἐκ τοῦ ἐλέγχεος καὶ τοῦ ἔγχεος τὴν δίφθογγον ἔχουσι.

(Vers. 78.) Τὸ δὲ, περιδώσομαι αὐτῆς, ἀντὶ τοῦ συνθήσομαι, βεβαιώσομαι, καὶ τὸ δημοκοπούμενον στοίχημα θήσω ὑπὲρ ἐμοῦ αὐτῆς, οὗ διασαφητικὸν τὸ, κτεῖναί με οἰκτίστῳ ὀλέθρῳ. ἔστι δὲ περιδώσεσθαι καὶ ἑτέρου τινὸς, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ ἐν τῷ, τρίποδος περιδώμεθον ἠὲ λέβητος. ἐλλειπτικῶς δὲ ἡ τοιαύτη φράσις ἔχει, τὸ γὰρ ἐντελὲς περί τινος δώσειν λόγον ἢ συνθήκην.

(Vers. 82.) Τὸ δὲ, θεοῦ δήνεα εἴρυσθαι, ἢ ἀντὶ τοῦ φυλάξασθαι ἤτοι γνῶναι ἀπὸ τοῦ εἰρύω τὸ φυλάσσω, ἢ καὶ ἀντὶ τοῦ ἑλκύσαι, ὡς καὶ τοῦτο φασὶν οἱ παλαιοὶ, ἵνα λέγῃ ὅτι χαλεπὸν ἑλκύσαι εἰς νοῦν ἢ καὶ ἄλλως μεθελκύσαι εἰς ὃ βούλεταί τις τὴν θείαν βουλήν· τοῦτο δὲ ὡς ἀπὸ τοῦ εἰρύω τὸ ἑλκύω.

(Vers. 85.) Τὸ δὲ, κατέβαινεν ὑπερῷα, κοινότερον ἐφράσθη ἀντὶ τοῦ ὑπερῴων κατὰ ἀντίπτωσιν. ὀκνηρίαν δέ τινα δηλοῖ τὸ κατέβαινε παρατατικῶς φρασθέν. Εὐρύκλεια μὲν γὰρ πιστεύσασα ἔνδον εἶναι τὸ φίλον αὐτῇ τέκος ἐῤῥωμένως ἀνέβαινεν, ἡ δὲ γυνὴ ἐνδοιάζουσα σχολαίως κάτεισιν.

(Vers. 86.) Ὅτι ἀπιστεῖν φανεῖσα τῇ μαίᾳ ἡ Πηνελόπη ἐφ' οἷς ὡς ἐῤῥέθη ἤκουσεν, ὅμως παλαίειν ἄρχεται λογισμοῖς. ὁρμαίνει γὰρ ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι ἢ παραστᾶσα κύσειε κάρη καὶ χεῖρα λαβοῦσα, ὅ ἐστι δεξιωσαμένη. εὐλαβεῖται γὰρ, ὡς εἰκὸς, καὶ τοῦτο κἀκεῖνο οἷα μὴ πρέπον αὐτῇ. καὶ ποιήσει μὲν οὐδέτερον αὐτίκα· αὐτοσχέδιος γὰρ ἡ βουλὴ καὶ οὔ πω ἔγνω τὸ ποιητέον ἡ γυνή· προϊὼν δὲ ὁ ποιητὴς καταστήσει καὶ αὐτὸ πιθανῶς.

(Vers. 89.) Ὅτι Πηνελόπη μὲν Ὀδυσσέως ἐναντίον ἕζετο ἐν πυρὸς αὐγῇ τοίχου τοῦ ἑτέρου, ὁ δ' ἄρα πρὸς κίονα μακρὴν ἧστο κάτω ὁρόων κατὰ ἦθος ἀφελὲς δῆθεν ἢ καὶ σύνηθες αὐτῷ, κατὰ τὸ, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, ὅ περ ἐν Ἰλιάδι περὶ αὐτοῦ εἴρηται· καὶ ἄλλως δὲ, ὡς ἐπὶ πείρᾳ, ποτιδέγμενος, εἴ τι μιν εἴποι ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. εἰ δὲ Ὀδυσσεὺς οὕτω διετέθη, πολλῷ πλέον ἡ γυνὴ ἀντιφιλοτιμουμένη πρός γε τὸ σῶφρον. φησὶ γοῦν· ἡ δ' ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν. ὄψει δ' ἄλλοτε μὲν αὐτὸν ἐνωπιδίως ἐσίδεσκε, τολμῶσα τοῦτο διὰ τὸ ἐκεῖνον κάτω βλέπειν, ἄλλοτε δ' ἀγνώσσασκε κακὰ χροῒ εἵματ' ἔχοντα.

(Vers. 95.) Καὶ ὅρα ὅπως εἰσέτι καὶ νῦν τὰ ῥάκη ἐμποδὼν ἦσαν καὶ αὐτῇ τῇ γυναικὶ εἰς ἀναγνωρισμόν· καὶ Ὀδυσσεὺς δὲ μετ' οὐ πολλὰ ἐρεῖ ἀτιμάζεσθαι ὑπὸ τῆς γυναικὸς ὡς καὶ ῥύπον ἔχων καὶ κακὰ ἐνδεδυμένος.

(Vers. 89.) Τὸ δὲ, ἐν πυρὸς αὐγῇ, ἀντὶ τοῦ ἔνθα σέλας ἀφίει τὸ πῦρ· οὐ μὴν πρὸς αὐτῷ τῷ κατὰ τὴν ἐσχάραν πυρὶ, ἔνθα ὡς εἰκὸς ὁ πτωχικὸς Ὀδυσσεὺς ἕζετο.

(Vers. 90.) Τὸ δὲ, τοίχου τοῦ ἑτέρου, ἑρμηνεία ἐστὶ τοῦ, ἕζετο ἐναντίον.

(Vers. 91.) Τὸ δὲ, κάτω ὁρόων, ἢ διὰ προσποίητον εὐλάβειαν ἢ καὶ μᾶλλον, ἵνα μὴ ἐκ τῶν ὀφθαλμῶν ῥᾷον γνωρισθῇ, ἐξ ὧν καὶ ἡ μαῖα φθάσασα ἔσχε γνώρισμα ὡς ἐκείνη ἐνέφηνεν ἐν τῷ, οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι, ὡς σὺ δέμας ἐκείνῳ ἔοικας καὶ ἑξῆς.

(Vers. 92.) Ἰφθίμη δὲ παράκοιτις ταυτὸν ἂν εἴη τῷ, δαΐφρων Πηνελόπη, ὅ ἐστιν ἀνδρεία.

(Vers. 93.) Τὸ δὲ ἄνεω σημειῶδες ἐστὶν ἐπίῤῥημα ὄν· καὶ δίδωσιν ὑπόνοιαν καὶ τὸ, οἱ δ' ἄνεω ἦσαν, τοιοῦτον εἶναι, καθὰ καὶ τὸ, Ἀθηνᾶ δ' ἀκέων ἦν, δοκεῖ ἐπίῤῥημα εἶναι διὰ τὸ ἀκέων δαίνυσθε.

(Vers. 94.) Τὸ δὲ ἐνωπιδίως ἀντὶ τοῦ κατ' ὄψιν, ἵνα λέγῃ ὅτι ἄλλοτε μὲν περιεργότερον ἐντρανίζουσα καὶ κατασκοποῦσα ἐπεγίνωσκεν, ἄλλοτε δὲ ἠγνόει. Τὸ δὲ ἐνωπιδίως γράφεται μάλιστα ἐνωπαδίως καὶ γίνεται ἐκ τοῦ ἐνῶπα, ἐξ οὗ καὶ τὸ κατενῶπα ἐν Ἰλιάδι. Τὸ δὲ, ἐνωπαδίως ἐσιδεῖν, μετ' ὀλίγα καὶ εἰς ὦπα ἰδέσθαι ἐναντίον φησί.

(Vers. 95.) Τὸ δὲ ἀγνώσσασκε λέξις καὶ αὐτὸ ἰδία ποιήσεως γινομένη ἐκ τοῦ γνῶ γνώσω, ἐξ οὗ ἐνεστὼς γνώσσω, ὡς τὸ κνώσσω καὶ τὰ τοιαῦτα, καὶ παραγώγως γνωσσάσκω, ἐξ οὗ κατὰ στέρησιν τὸ ἀγνώσσασκεν.

(Vers. 97.) Ὅτι μεθοδεύσας ὁ ποιητὴς τὴν κατ' ὄψιν ἐντυχίαν τοῦ Ὀδυσσέως καὶ τῆς γυναικὸς καινότερον φυλάττει κἀνταῦθα τὸν Ὀδυσσέα τλήμονα καὶ λαλοῦντα μηδὲν, καὶ θέλει μὲν ἡ γυνὴ φανῆναι τοιαύτη, ἐπεὶ δὲ οὐκ ἦν, οὕτω πεφυλαγμένης ἀμφοῖν τῆς ἐνστάσεως, ὁμιλῆσαι αὐτοὺς ἀλλήλοις, πλάττει μεσιτεύοντα τῇ ὁμιλίᾳ τὸν παῖδα καὶ λαλοῦντα τῇ μητρὶ καὶ αὐτὴν αὖθις τῷ παιδὶ καὶ τρίτον ἐπ' αὐτοῖς ἀναγκαίως τὸν Ὀδυσσέα. καὶ οὕτω προβαίνει πιθανῶς καὶ εὐμεθόδως τὰ ἐφεξῆς.

(Vers. 99.) οὐκ ἄλλως μέντοι [297] προσφθέγξεται τὸν ἄνδρα εἰ μὴ προλογίσει ἐκεῖνος πρὸς αὐτὴν, εὐλαβουμένη μὴ καὶ ἁλῷ θρασύτητος. οὐ μὴν δὲ πλησιάσει, μὴ καὶ αὐτὴ σῆμά τι ἐξ ἐκείνου γνοῦσα, ὅ περ αὐτὴ καὶ Ὀδυσσεὺς καὶ μία μόνη ἀμφίπολος Ἀκτορὶς ἐγίνωσκον, τὸ κατὰ τὴν ῥηθησομένην κλίνην δηλαδὴ, ἐξαίρετόν τι ἔχουσαν, ὡς δηλωθήσεται, ἵνα καθά περ ἡ μαῖα καὶ οἱ ἄνδρες δοῦλοι ἐκ τῆς οὐλῆς τὸν δεσπότην ἀνεγνώρισαν, οὕτω καὶ αὐτὴ τὸν ἄνδρα ἐκ τῆς παρασήμου κλίνης, ἣν οὐ πολλοὶ ἐγίνωσκον. Ἔνθα σημείωσαι ὅτι ἔσονται ὥς περ τοῖς ἄλλοις ἑταίροις καὶ φίλοις καὶ φιλτάτοις, οὕτω καὶ γυναικὶ καὶ ἀνδρὶ μυστηριώδη τινὰ, ὧν οὐκ ἀπεικὸς ἐπιστήμην ἔχειν καὶ δοῦλον ἢ δούλην, πεῖραν δεδωκότας πίστεως ἀκριβοῦς, ὁποία τις καὶ ἡ δεδηλωμένη Ἀκτορὶς, εἰδυῖα μόνη, ὃ μήτε ἡ μαῖα μήτε ἡ Εὐρυνόμη, αἱ τῶν ἄλλων ἐνταῦθα τοῖς δεσπόταις πιστότεραι.

(Vers. 97.) εἰσὶ δὲ ἃ Τηλέμαχος πρὸς τὴν μητέρα λέγει, τοιαῦτα· μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, τίφθ' οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρ' αὐτὸν ἑζομένη μύθοισιν ἀνείρεαι, οὐδὲ μεταλλᾷς; οὐκ ἂν ἄλλη γε ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

(Vers. 103.) σοὶ δ' αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο. τοῦτο δὴ τὸ παροιμιῶδες ἐπὶ τῶν σκληροκαρδίων. καὶ οὕτω μὲν οἱονεὶ προαγωγεύει τῷ πατρὶ τὴν μητέρα ὁ παῖς. ἡ δὲ, τέκνον ἐμόν, φησι, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν, οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδ' ἐρέεσθαι, οὐδ' εἰς ὦπα ἰδέσθαι ἐναντίον, ὡς καὶ προεγράφη. εἰ δ' ἐτεὸν δὴ ἔστ' Ὀδυσσεὺς, γνωσόμεθ' ἀλλήλων καὶ λώϊον.

(Vers. 110116.) ἔστι γὰρ ἡμῖν σήματα ἃ καὶ ἡμεῖς κεκριμένα ἴδμεν ἀπ' ἄλλων. καὶ ἴσως μὲν καὶ ἄλλα εἶεν ἂν, ἃ καὶ σιωπᾷ συνήθως ὁ ποιητής· πρὸς δὲ τὰ φαινόμενα τὴν κλίνην λέγει, δι' ἣν τῷ Ὀδυσσεῖ ἐρεῖ μετ' ὀλίγα ἡ Πηνελόπη· πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλ' ἐόντα, ἐπεὶ σήματ' ἀριφραδέα κατέλεξας εὐνῆς ἡμετέρης. Ὅρα δὲ ὡς εἰ τῷ ἀνδρὶ οὕτω ἡ Πηνελόπη δυσκατέργαστος, ὁποίαν ἔστιν αὐτὴν συλλογίσασθαι τοῖς μνηστῆρσιν εἶναι; ἔστιν οὖν ἀστεῖον εἰπεῖν, ὡς μικροῦ δεῖν συντομώτερον ἔσχε τὴν μνηστηροκτονίαν κατεργάσασθαι Ὀδυσσεὺς ἢ τὸν ἀναγνωρισμὸν τῆς γυναικός· οὕτω περίφρων ἡ γυνὴ καὶ στερεὰ καὶ εἰπεῖν καὶ πρᾶξαι, ἧς ὁ νοῦς τοιοῦτον, ὡς ἐδηλώθη, ἐγέννησεν ἐπιχείρημα, ὡς διὰ τέλους ἂν παραμεῖναι αὐτὴν ἀπροσκόλλητον τῷ ἀνδρὶ καὶ μὴ ἂν πελάσαι αὐτῷ, εἰ μὴ τυχὸν ἐλογίσατο μή ποτέ τις τῶν κρειττόνων εἴη ὁ καὶ τοὺς μνηστῆρας ῥίψας καὶ νῦν αὐτῇ ὁμιλῶν. ἔστι γὰρ αὐτῇ τὸ ἄπορον ἀληθῶς ἄλυτον. ὡς γὰρ οὐδὲν καινὸν, εἰ καὶ οὐλὴν δείξει ὁ τῷ Ὀδυσσεῖ εἰκασθεὶς δαίμων, οὕτως οὐδ' εἴ περ τὸ τῆς κλίνης ἐξείπῃ μυστήριον. οὐ γὰρ ἀδύνατον τὸν τἄλλα εἰδότα θεὸν εἰδέναι καὶ αὐτό. καὶ τοίνυν, εἰ καὶ ὕστερον ὀψέ ποτε συμπεισθῇ καὶ ἀναγνοῦσα τὰ ἐκ τοῦ ἀνδρὸς σήματα δακρύσασα ἀμφὶ χεῖρας δειρῇ βάλῃ τῷ Ὀδυσσεῖ, οὐδ' οὕτως εὖ συνεπείσθη. καὶ γὰρ ὁ δαίμων, ὃν ὑπόπτευε, καὶ τὰ σήματα πάντως εὖ ᾔδει. καὶ ἴσως διὰ τοιοῦτόν τι συμπείθεται, ὡς καὶ προλελάληται. ἢ γὰρ Ὀδυσσεὺς ἐστὶν ὁ παρὼν, καὶ ἰδοὺ ἔχει ὃ ἤθελεν, ἢ τῶν τις κρειττόνων, καὶ οὐδ' οὕτω κακῶς τὸ πρᾶγμα συνέπεσε. χείρονος γὰρ ἀπηύχετο ἀνδρὸς εὐφραίνειν νόημα, οὐ μὴν καὶ τὸ τοῦ κρείττονος. ἃ δὴ συναισθόμενος ἴσως καὶ ὁ πολύτλας Ὀδυσσεὺς νοεῖν τὴν γυναῖκα μείδησε, καὶ ἀναβαλόμενος λαλῆσαί τι πρὸς αὐτὴν, Τηλέμαχε, φησὶν, ἤτοι μητέρα ἔασον πειράζειν ἐμέθεν. τάχα δὲ φράσεται καὶ ἄρειον ἐκ τῶν, ὡς εἰκὸς, ἐφεξῆς δηλαδὴ σημείων. νῦν δ' ὅττι ῥυπόω κακὰ χροῒ εἵματα εἷμαι, ὡς καὶ προεδηλώθη ἀνωτέρω, τοὔνεκ' ἀτιμάζει με καὶ οὔ πώ φησι τὸν εἶναι, ὅπως ἀστείως ἔχει καὶ γοργῶς. λέγει γὰρ ὡς οὔ φησιν ἐμὲ τὸν εἶναι, οἱονεὶ ἀποστεροῦσά με καὶ αὐτοῦ τοῦ εἶναι ἐμέ. καὶ ἐπὶ τούτοις ὁ ἥρως ὡς οἷα μεθέμενος τῆς γυναικὸς βουλεύεται περί τινος τῶν ἀναγκαιοτέρων, πολύτλας κἀνταῦθα ὢν, καθὰ καὶ ἡ γυνὴ τετληότος θυμοῦ, οἳ τλῆναι θέλουσι τὸ μὴ εὐθὺς ἀλλήλοις πελάσαι. καὶ τῶν πρὸ ἔργου γίνεται.

(Vers. 97.) Τὸ δὲ δύσμητερ οὐ κατὰ τὸ Δύσπαρις καὶ τὸ Κακοΐλιον ἐῤῥέθη, ἀλλὰ θυμικώτερον, ἀπεναντίας τῷ, φίλη μήτηρ. ἄχθεται γὰρ ὁ υἱὸς ἐφ' οἷς ἡ μήτηρ ἀπηνὴς ἐπὶ τοῖς κατὰ τὸν πατέρα ἐστὶν, ὡς καὶ αὐτὴ μετ' ὀλίγα φησί· πείθεις μοι θυμὸν ἀπηνέα περ μάλ' ἐόντα. διὸ εἰπὼν, δύσμητερ, ἡρμήνευσεν ἐπαγαγὼν, ἀπηνέα θυμὸν ἔχουσα.

(Vers. 98.) Τὸ δὲ νοσφίζεαι καὶ νῦν ἀντὶ τοῦ νόσφι γίνῃ, χωρίζῃ, οὗ ἑρμηνευτικὸν τὸ, οὐδὲ παρ' αὐτὸν ἑζομένη, τουτέστιν ἐγγὺς αὐτοῦ, ὅ περ ἐναντίον ἐστὶ πρὸς τὸ νόσφι.

(Vers. 101.) Τὸ δὲ ἀφεσταίη καινότερον ἐσχημάτισται. καὶ ἔστι μὲν κοινὸν καὶ σύνηθες ἀντ' αὐτοῦ τὸ ἀποσταίη· τὸ μέντοι ἀφεσταίη φίλτερον Ὁμήρῳ οἷα ποιητικώτερον. Ἰστέον δὲ ὅτι, ὥς περ τὸ τέτλαθι καὶ τὸ τετλαίη σύστοιχα, ὡς τὸ, [298] οὐδ' ἂν ἔμοιγε τετλαίη καὶ κύνεός περ ἐὼν καὶ εἰς ὦπα ἰδέσθαι, οὕτω καὶ ἕσταθι καὶ ἑσταίη καὶ ἐφεσταίη· ὧν τοῦ μὲν ἕσταθι χρῆσις πρὸ ὀλίγων κεῖται, τοῦ δὲ ἀφεσταίη ἐνταῦθα.

(Vers. 103.) Τὸ δὲ, στερεωτέρη λίθοιο, ἑτεροῖον ἐστὶ παρὰ τὸ ἐκ πέτρης, ὃ καὶ κεῖται ἐν τῷ, οὐκ ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης. καὶ ἡ ἑτερότης δηλοῦται ἐκεῖ. Σημείωσαι δὲ καὶ ὡς, εἴ περ ἡ μήτηρ ὁμολογεῖ θυμὸν ἔχειν ἀπηνέα, οὐκ ἂν ἀπεικότως ὁ παῖς ῥηθείη τολμῆσαι εἰπεῖν αὐτὴν κραδίην ἔχειν στερεωτέρην λίθοιο. Ὀδυσσεὺς δέ γε μετ' ὀλίγα οὗ περ ἐν τοῖς πρὸ τούτων οἱ ὀφθαλμοὶ ὡσεὶ κέρα ἕστασαν ἠὲ σίδηρος, μεταλαβὼν τὸ τοῦ υἱοῦ νόημα ἐρεῖ ὡς τῇ γυναικὶ σιδήρεος ἐν φρεσὶ θυμὸς, εἰπὼν πρότερον ὅτι Κῆρ αὐτῇ ἐστὶν ἀτέραμνον, ὡς ῥηθήσεται. Σημείωσαι δὲ ὅτι τὰ ἠθικὰ ταῦτα Ὁμηρικὰ ἡ παροιμία βαρύτερον μεταλαβοῦσα ἔφη τὸ, ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος. ὅτι δὲ καὶ θρασύτητος λάλημά ἐστιν ὁ σίδηρος, δηλοῖ Ἀριστοτέλης ἐν τῇ κατ' αὐτὸν ῥητορικῇ, φάμενος γυναῖκα θρασεῖαν τὴν Σιδηρὼ τὸ οἰκεῖον φορεῖν ὄνομα. Σημείωσαι δὲ καὶ ὅτι Αἰσχύλος ἐκ τῶν Ὁμηρικῶς εἰρημένων μίξας ἔφη ἐπὶ σκληροῦ καὶ ἀτέγκτου ἤθους τὸ, σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος, ὃ δηλαδὴ οὐ συνασχάλλειν ἤθελεν ἀνεσκολοπισμένῳ τῷ Προμηθεῖ. δῆλον γὰρ ὡς τὸ μὲν σιδηρόφρων πρὸς τὸ σιδήρειον ἦτορ ἀφορᾷ, τὸ δὲ κἀκ πέτρας πρὸς τὴν στερεωτέραν λίθου καρδίαν.

(Vers. 109.) Ὅρα δὲ καὶ τὸ, γνωσόμεθα ἀλλήλων, γενικῇ συνταχθὲν, ὡς καὶ πρὸ ὀλίγων εἶχε τὸ, οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων.

(Vers. 114.) Τὸ δὲ πειράζειν γενικὴν καὶ αὐτὸ ἔχει σύνταξιν ἐνταῦθα ἐν τῷ, πειράζειν ἐμέθεν, κατὰ τὸ, πειρᾷ ἐμεῖο, γεραιέ. ἔστι δ' ὅτε καὶ ἀπολύτως κεῖται χωρὶς οἱασοῦν συντάξεως.

(Vers. 115.) Τὸ δὲ ῥυπόω ὅμοιον τῷ ὁρόω καὶ βοόω, ὡς δηλοῖ τὸ, ῥυπόωντα καθῇραι, γραφὲν κατὰ τὸ ὁρόωντα καὶ βοόωντα. Σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι τραγῳδικῶς τὰ περὶ τὸν Ὀδυσσέα νῦν ἐσχημάτισται. καὶ γάρ τοι παρὰ Αἰσχύλῳ κάθηνταί που πρόσωπα σιωπῶντα ἐφ' ἱκανὸν κατὰ σχῆμα ἢ πένθους ἢ θαυμασμοῦ ἤ τινος ἑτεροίου πάθους· καὶ ἔοικεν ἡ τραγῳδία ἐντεῦθεν λαβοῦσα τὰ τοιαῦτα σοφίζεσθαι.

(Vers. 117. sqq.) Ὅτι Ὀδυσσεὺς μετὰ τὸν ῥηθέντα τῆς γυναικὸς ἀκκισμὸν εἴτε καὶ τὴν εὐλάβειαν βουλευόμενος περὶ τῶν ἑξῆς φησὶ τῷ υἱῷ· ἡμεῖς δὲ φραζώμεθα ὅπως ὄχ' ἄριστα γένηται. καὶ γάρ τις ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ, ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω, φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν· ἡμεῖς δ' ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ' ἄριστοι κούρων ἐν Ἰθάκῃ· τάδε σε φράζεσθαι ἄνωγα, δηλονότι εἴτε φευξόμεθα εἴτε καὶ μή. καὶ ἔστιν ἀπὸ τοῦ ἐλάσσονος τὸ ἐπιχείρημα, δηλοῦν ὡς, εἴ περ φεύγει ὁ ἁπλῶς ἕνα κτείνας ἐν δήμῳ ἤγουν δημότην ἄνδρα, πολλῷ πλέον ἂν φύγῃ τὴν πατρίδα κατά τι ἔθος ἀρχαῖον ὁ καὶ πολλοὺς καὶ ἀρίστους ἀνελών. καὶ οὕτω μὲν Ὀδυσσεύς.

(Vers. 124.) Τηλέμαχος δὲ ἐπαινῶν τὸν πατέρα ἐπὶ συνέσει ἀμείβεται ὧδε· αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην μῆτιν ἐπ' ἀνθρώπους φασὶν εἶναι, οὐδ' ἄν τίς σοι ἄλλος ἀνὴρ ἐρίσειε κατὰ θνητῶν ἀνθρώπων.

(Vers. 127.) εἶτα ἐκείνῳ μᾶλλον αὐτὸς καθηγητῇ χρῆσθαι θέλων τῷ ἐπὶ πείρᾳ καὶ γυμνασίᾳ ἐρωτήσαντι φησίν· ἡμεῖς δὲ ἅμα ἑψόμεθα, οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι ὅση δύναμίς γε πάρεστιν. ὃ καὶ ἐν ἄλλοις εἰπὼν ὁ ποιητὴς ἐπιφέρει ἐκεῖ τὸ, πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν. Καὶ σημείωσαι ὡς ὁ μὲν πολυμήχανος πατὴρ ἤδη πεπειραμένος ἀγαθοῦ τοῦ παιδὸς ἀπαιτεῖ συμβουλὴν ἐξ αὐτοῦ πειράζων ἢ καὶ παιδαγωγῶν. ὁ δὲ παῖς εὖ ποιῶν τῷ πατρὶ ἀποκαθιστᾷ τὴν βουλήν. ἀμέλει καὶ Ὀδυσσεὺς ἐξευρήσει τὸ πρακτέον ἐν τοῖς ἑξῆς καὶ τῇ γυναικὶ αὔριον τὰ κατὰ τὸν οἶκον ἐπιτρέψας, αὐτὸς ἐς τὸν ἀγρὸν ἀπελεύσεται καραδοκήσων τὸ μέλλον. τῷ τέως δὲ τὸ γενόμενον ἐπικρύψαι θέλων, πολὺς γὰρ ὁ ἐντεῦθεν κίνδυνος εἴ περ εὐθὺς ἄρτι τοῖς Ἰθακησίοις τὸ πρᾶγμα γνωσθήσεται, ἄλλα τέ τινα ἐπιτάσσει γενέσθαι καὶ ἀοιδὰς ἐξακούστους καὶ ὀρχήσεις φιλοπαίγμονας, ἵνα φαντασία γάμου παραχθέντες οἱ ἔξωθεν ἀκούοντες, ὡς τῆς δεσποίνης ἐπιλεξαμένης ἄνδρα, μήτε θαυμάσωσιν εἴ περ μὴ συνήθως οἱ μνηστῆρες ἕκαστος εἰς τὰ ἑαυτῶν ἐσκεδάσθησαν, μήτε ψηλαφήσωσιν ἐκείνους καὶ οὕτως αὐτίκα γένηται μέγα κακόν. οὗ ἕνεκα καὶ ἔφθη πρὸ τούτων συχνὰ ἐκλαλεῖσθαι, μέλλειν γαμηθῆναι τὴν Πηνελόπην, ἵνα δηλαδὴ πιθανολογηθῇ τὰ νῦν γραφόμενα.

(Vers. 130. sqq.) εἰσὶ δὲ ἃ λέγει Ὀδυσσεὺς ταῦτα, ὡς αὐτῷ δοκεῖ εἶναι ἄριστα· πρῶτα μέν, φησι, λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας, δμωὰς δὲ ἀνώγετε εἵματα ἑλέσθαι. καλὰ τὰ πάντα καὶ ἄξια τοῦ φθάσαντος θειώματος. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο. τρυφώντων δὲ ταῦτα ἴδια. Ὀδυσσεὺς δὲ καὶ αἰτίαν τὴν προῤῥηθεῖσαν προστιθεὶς [299] φησίν· ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων, ἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσι· μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται ἀνδρῶν μνηστήρων, πρὶν ἡμᾶς ἐλθεῖν ἔξω ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δ' ἔπειτα φρασσόμεθ' ὅ περ ἂν κέρδος θεὸς ἐγγυαλίξῃ τουτέστι δώσει, ὡς καὶ ἐν ἄλλοις κεῖται. γίνεται τοίνυν οὕτω. καὶ, ἃ δὴ καὶ αὐτὰ τρυφὴν φράζει, λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας, ὅπλισθεν δὲ γυναῖκες ὡς εἰς δαῖτα ἢ καὶ χορὸν καὶ ὄρχησιν. ὁ δ' εἵλετο θεῖος ἀοιδὸς φόρμιγγα γλαφυρὴν, ἐν δέ σφισιν ἵμερον ὦρσε μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, τοῦ καὶ ἄλλως ἐν δέοντι φιλοπαίγμονος. οἷς τὸ ἐνδόσιμον καὶ ὁ ἐπ' αὐτοῖς ἵμερος ἐκ τῆς ἀοιδῆς. διὸ καὶ μολπὴ κατά τινας ἡ τῶν παιζόντων, ἐπειδὴ τοιαῦτα τῷ μέλει ἕπεται. τοῖς δέ, φησι, μέγα δῶμα περιστοναχίζετο ποσσὶν ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν. εἰς τοσοῦτον δὲ ἦν πολὺς ὁ ἦχος, ὥστε καὶ τοῖς ἔξω ἀκουσθῆναι καθὰ ἤθελεν Ὀδυσσεύς.

(Vers. 148. sqq.) φησὶ γοῦν ὁ ποιητής· ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων· ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν. σχετλίη, οὐδ' ἔτλη πόσιος οὗ κουριδίοιο εἴρυσθαι μέγα δῶμα διαμπερὲς ἕως ἵκοιτο.

(Vers. 152.) εἶτα ὁ ποιητὴς κατακλείων τὸ νόημα συμπληρωτικῷ σχήματι φησίν· ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο. Ἐν οἷς σημείωσαι καὶ ὡς ἡ λοξὴ τῆς Πηνελόπης εὐχὴ τετέλεσται νῦν· εἶπε γὰρ ἐκείνη, ὡς νὺξ ἔσται ὅτε στυγερὸς γάμος ἀντιβολήσει. καὶ ἰδοὺ νὺξ ἄρτι ἐστὶ, καθ' ἣν γάμος συντελεῖται στυγερὸς τοῖς μνηστῆρσι καὶ τοῖς ἐκείνων.

(Vers. 119.) Ἀοσσητὴρ δὲ καὶ ἐν τοῖς ῥηθεῖσι, καθὰ καὶ ἐν ἄλλοις, ὁ δίχα ὄσσης βοηθῶν, τουτέστιν ὁ ἕτοιμος καὶ ἀπροφάσιστος ἐπίκουρος.

(Vers. 120.) Τὸ δὲ φεύγεσθαι τὰς πατρίδας ὑπὸ τῶν φονευσάντων καθωμίληται, εἰ μή τι ἄρα ποινὴν τίσει ὁ φονεὺς τὴν συνδόξασαν· τότε γὰρ ἐᾶται μένειν ἐν δήμῳ, καθὰ ἐδήλωσε καὶ ἡ Ἰλιάς. Ἐν δὲ τῷ, πηοὺς προλιπὼν, τῷ τῶν πηῶν ἤτοι ἀγχιστέων ὀνόματι τὴν πᾶσαν ὡς ἐκ μέρους δηλοῖ συγγένειαν. ἔφθη δὲ ὁ ποιητὴς καὶ τοὺς πηοὺς κηδίστους εἰπεῖν τοῖς ἀνθρώποις μεθ' αἷμα καὶ γένος αὐτῶν.

(Vers. 121.) Ἕρματα δὲ πόλεως ἢ τὸν οἱονεὶ κόσμον, ὡς εἴ περ ἡ πόλις καθὰ καί τις γυνὴ ἐκαλλωπίζετο ὑπ' αὐτῶν οἷα τινῶν ἑρμάτων, ἃ δὴ κόσμου γυναικικοῦ εἶδος εἶναι προείρηται, ἢ τὰ στηρίγματα ὡς ἀπὸ τῶν κατὰ τὰς νῆας ἑρμάτων, ἅ περ αἱ μὴ ἔχουσαι ἀνερμάτιστοι λέγονται, ἢ καὶ ἄλλως τὰ κατὰ τοὺς στύλους ἢ κίονας ἑδράσματα. ὅθεν λαβὼν Λυκόφρων κίονα Τροίας λέγει τὸν Ἕκτορα ἐν τῷ· οἷον, κίον' ἀϊστώσεις δόμων. Ὅτι δὲ καὶ ἔρεισμα τὰ τοιαῦτα εἰσὶ, δηλοῖ ἐκεῖνος ἐπαγαγών· ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας. δῆλον δὲ ὡς ἀπὸ τοῦ ἔρεισμα κατὰ συγκοπὴν τὸ ἕρμα γίνεται, δασυνθὲν αὐτὸ διὰ τὸ μετὰ ρ εὐθὺς κεῖσθαι τὸ μ ὁμοίως τῷ Ἑρμῆς. ἑρμηνεία δὲ παρὰ τῷ ποιητῇ τοῦ, ἕρματα πόληος, ἐπαχθὲν εὐθὺς τὸ, οἳ μέγ' ἄριστοι.

(Vers. 124.) Τὸ δὲ, ταῦτά γε λεῦσσε πάτερ φίλε, μεταλαβὼν Αἰσχύλος ἔφη τὸ, τάδε μὲν λεύσσεις φαίδιμ' Ἀχιλλεῦ, ὃ κεῖται παρὰ τῷ κωμικῷ. Τοῦ δὲ, ἀρίστην μῆτιν, ἑρμηνεία τὸ, οὐδέ κέ τίς σοι ἄλλος ἀνὴρ ἐρίσειεν, ἵνα εἴη ἀρίστη βουλὴ πρὸς ἣν οὐκ ἄν τις ἐρίσειε.

(Vers. 125.) Τὸ δὲ, ἐπ' ἀνθρώπους, ἀντὶ τοῦ κατ' ἀνθρώπους· ἄλλως γὰρ ἐπ' ἀνθρώποις ὤφειλεν εἶναι.

(Vers. 131.) Ἐν δὲ τῷ, ἀμφιέσασθε χιτῶνας, διὰ τῶν χιτώνων καὶ τὰ λοιπὰ εἵματα δηλοῖ.

(Vers. 134.) Ἡ δὲ τοῦ Ὁμηρικοῦ θείου ἀοιδοῦ ἐνταῦθα ᾠδὴ ἐχρώζετο μὲν ὡς εἰκὸς τηνικαῦτα γαμηλίῳ νόμῳ. ἔστι δὲ κατὰ τὴν νεωτέραν χρῆσιν καί τις ἱλαρῳδία, εἰ καὶ τρόπον ἄλλον τὸ ἱλαρῳδεῖν τραγῳδοῖς ᾠκείωται. ὅτι δὲ ᾠδῆς πολλαὶ συνθέσεις καὶ διάφοροι, δηλοῖ καὶ Ἀθήναιος· οὐ γὰρ μόνον ῥαψῳδοὶ οἱ πολλαχοῦ δηλούμενοι, ἔτι δὲ καὶ τραγῳδοὶ ὧν δήλη καὶ ἡ τῆς κλήσεως ἐτυμότης καὶ ἡ τῆς τέχνης μεταχείρισις, ἀλλ' εἰσί τινες καὶ σημῳδοὶ διὰ τὸν Μάγνητα Σῆμον, ὃς μελῳδίαις βιβλιακαῖς ἐνδιέπρεψεν. ἔτι καλεῖτο δέ τις μελικὸς καὶ μαγῳδὸς, ἀνδρεῖα, φησὶ, καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενος. καί τις ἄλλος λυσιῳδὸς, ἐν ἀνδρείοις πρωσώποις γυναικεῖα φασὶν ὑποκρινάμενος. λέγει δὲ καὶ ὡς ἡ μὲν ἱλαρῳδία περὶ τὴν τραγῳδίαν ἦν σεμνὴ οὖσα, ἡ δὲ μαγῳδία περὶ τὴν κωμῳδίαν, κληθεῖσα φησὶν οὕτω παρὰ τὸ οἱονεὶ μαγικά τινα προφέρεσθαι καὶ φαρμάκων ἐμφανίζειν δυνάμεις.

(Vers. 135.) Τοῦ δὲ, ἐκτὸς ἀκούων, ἑρμηνεία ἐστὶ τὸ, ἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσιν, ὅ περ καὶ ἐξαλλαγὴν ἐποίησε σχήματος· τὸ γὰρ ἁπλοῦν οὕτως· ἢ ἀν' ὁδὸν στείχων ἢ περιναιετάων ἄμφω δὲ περιπέφρασται· τὸ γὰρ ἀπερίφραστον ἦν, ἢ ὁδίτης ἢ γείτων.

(Vers. 137.) Ἐν δὲ τῷ, κλέος εὐρὺ φόνου, κλέος φανερῶς τὴν φήμην λέγει, οὐ μὴν τὴν τιμήν. σαφηνίζων δὲ καὶ τὸ, κλέος εὐρὺ, ἐπάγει τὸ, κατὰ ἄστυ, πρὸς [300] διαφορὰν τῆς κατ' οἶκον· αὐτὴ γὰρ οὐκ εὐρὺ κλέος ἐστί. καὶ τὸ κατ' ἄστυ δὲ διαστολὴν φήμης δηλοῖ τῆς κατὰ χώραν ὅλην ἢ κατὰ χώρας· ἐκείνη γὰρ οὐ κατ' ἄστυ ἀλλ' ἐπὶ πλέον. Ἐνταῦθα δὲ σχῆμα ἐστὶ προαναφωνητικὸν τῶν ἐφεξῆς, ὅτι δηλαδὴ αὔριον οἱ ἀμφὶ τὸν Ὀδυσσέα κατὰ τὸν ἀγρὸν γενόμενοι φράσονται τὰ ποιητέα.

(Vers. 147.) Ἐν δὲ τῷ, καλλιζώνων τε γυναικῶν, ἀπὸ κοινοῦ νοεῖται τὸ παιζουσῶν.

(Vers. 143.) αὗται δὲ καὶ ὁπλισθῆναι ἐλέχθησαν οὐ πάντως ἀρεϊκῶς, ἀλλ' εἰς ἑτοιμασίαν, ὡς ἐῤῥέθη, χοροῦ καὶ ἀμύμονος ὀρχηθμοῦ, ὁποῖος ὁ ἐν γάμοις καὶ ὁ ἐν ἑορταῖς καὶ ὁ ἐνόπλιος.

(Vers. 144.) Ὅρα δὲ ὅτι τε κἀνταῦθα, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Δημόδοκον, πρὸς φόρμιγγα ἡ μολπὴ καὶ ἡ ὄρχησις, ὡς καὶ ἐν τῷ, οἱ δ' εἰς ὀρχηστὺν τρέψαντο καὶ ἱμερόεσσαν ἀοιδὴν, καὶ ὅτι καὶ γυναῖκες ἀψόγως ὠρχοῦντο ἐν καιρῷ. Ἰστέον δὲ καὶ ὅτι, ἐπεὶ τὸ ὀρχεῖσθαι οἱ παλαιοὶ ἔταττον καὶ ἐπὶ τοῦ κινεῖσθαι καὶ φέρονται εἰς τοῦτο καὶ χρήσεις, Ἴωνος μὲν τὸ, ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησε φρένας, Ἀνακρέοντος δὲ τὸ, καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ' ἐλαφρῶς, γίνοιτ' ἂν ὄρχησις ἐκ τοῦ ὀρέγω ὀρέξω ὤρεχα κατὰ συγκοπὴν, ὃ δὴ κίνησίν τινα δηλοῖ χειρῶν καὶ ποδῶν μυριαχοῦ. ὡς δὲ παρὰ τοῖς ὕστερον διάφορα εἴδη ὀρχήσεων εὕρηται, δῆλον ἐστίν· ἦν γοῦν καὶ τραγικὴ ὄρχησις ἡ καὶ ἐμμέλεια, καθ' ἣν Βάθυλλός, φασιν, Ἀλεξανδρεὺς νομίμως ὠρχήσατο, καὶ κωμικὴ δὲ, ἡ καὶ κόρδαξ καὶ σίκιννις, ἧς εὑρετὴς Σικιννός τις βάρβαρος ἢ Κρὴς, ἡ καὶ σατυρικὴ, ἐπεὶ καὶ οἱ Σάτυροι σικιννισταί.

(Vers. 150.) Τὸ δὲ σχετλίη κἀνταῦθα ἐτυμολογῶν ὁ ποιητὴς ἐπήγαγε τὸ, οὐδ' ἔτλη τὸ τοῦ ἀνδρὸς φυλάσσειν δῶμα, δηλῶν ὅτι κυρίως σχέτλιος ὁ ὀφείλων σχέσθαι καὶ τλῆναι, ὅ ἐστιν ἐπιμεῖναι, ἵνα οὕτως ᾖ σχέτλιος ὁ μὴ τλὰς ἤτοι καρτερήσας. ἀσυνδέτως δὲ καὶ καθ' αὑτὸ εἴρηται τὸ σχετλίη εὐθείᾳ πτώσει κατὰ σχῆμα θυμοῦ ἢ θαύματος, ἵνα λέγῃ ἐλλειπτικῶς, ὅτι σχετλία ἐστὶν αὕτη· ἄλλως γὰρ κατὰ αἰτιατικὴν πτῶσιν ἐξενεχθῆναι ὤφειλεν, οἷον· ἔγημέ τις πολυμνήστην βασίλειαν σχετλίην.

(Vers. 151.) Τοῦ δὲ, διαμπερὲς εἴρυσθαι, ἑρμηνεία τὸ, ἕως ἵκοιτο, ὡς χρεὼν ὂν φυλάττεσθαι διαμπερὲς τὸ τοῦ ἀνδρὸς δῶμα ἤγουν ἕως ἂν ἐπανέλθῃ ἐκεῖνος. ἔνθα καὶ ὅρα τὸ, ἕως ἵκοιτο, δηλοῦν ὡς ὑπῆν ἐλπὶς τοῖς ἐν Ἰθάκῃ νοστῆσαι τὸν Ὀδυσσέα, ὅθεν ἄδικοι τὸ τῶν μνηστήρων φῦλον μνώμενοι γυναῖκα τοῦ ἐλπιζομένου ἐπανελθεῖν.

(Vers. 153. sqq.) Ὅτι Εὐρυνόμη ταμίη λοῦσε καὶ χρῖσεν ἐλαίῳ τὸν Ὀδυσσέα ὡς ἔθος, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα. αὐτὰρ κὰκ κεφαλῆς χεῦε πολὺ κάλλος Ἀθήνη, ὅ περ ἐν τοῖς πρὸ τούτων χάριν ἔφη, εἰπών· κατέχευε δὴ χάριν κεφαλῇ τε καὶ ὤμοις. μείζονά τ' εἰσιδέειν καὶ πάσσονα καὶ ἑξῆς τὰ ἓξ ἔπη, ἅ περ ἐγράφη καὶ ὅτε Ὀδυσσεὺς ἐν τῷ Φαίακι ποταμῷ λουσάμενος ἐξηλλάγη εἰς κάλλος ἀργύρου δίκην, ὃς φύσει καλὸς ὢν καλλίων γίνεται δι' ἐπιχρώσεως χρυσοῦ. Σημείωσαι δὲ καὶ ὅτι ἐκεῖ μὲν τὸ, μείζονά τε εἰσιδέειν καὶ πάσσονα, εἶχε καὶ ῥῆμα τὸ θῆκε, καὶ ἔλεγεν ὅτι ἔθηκεν αὐτὸν ἡ Ἀθηνᾶ καὶ μείζονα ἰδέσθαι καὶ παχύτερον· ἐνταῦθα δὲ οὐ κεῖται ὅλως ῥῆμα προκλητικὸν τοῦ, μείζονα καὶ πάσσονα, καὶ ἔστιν ἡ σύνταξις κατ' ἔλλειψιν, ἵνα νοῆται οὕτω πως, ὥστε εἶναι τὸν Ὀδυσσέα μείζονά τε καὶ πάσσονα. καὶ ἄλλως δέ· εἰπὼν κατέχευε χάριν, διασαφεῖ αὐτὴν ἐπαγαγὼν τὸ, μείζονά τε εἰσιδέειν καὶ ἑξῆς, ἵνα λέγῃ χάριν εἶναι τὸ μέγεθος τῷ Ὀδυσσεῖ καὶ τὸ εὐλιπὲς καὶ τὸ περικαλλὲς, ἐξ ὧν γέγονεν ἀριπρεπής. Ἰστέον δὲ ὅτι λουτροῦ καὶ νῦν ἔπαινος τὰ ἐνταῦθα κείμενα περί τε κάλλους καὶ μεγέθους καὶ πάχους, ὡς τοιούτων δῆθεν γινομένων τῶν λουομένων.

(Vers. 158.) λέγει δὲ καὶ ἐνταῦθα ὑακινθίνῳ ἄνθει ὁμοίας τὰς τοῦ Ὀδυσσέως τρίχας, ὡς καὶ ἐν ἐκείνῳ τῷ κατὰ τοὺς Φαίακας αὐτοσχεδίῳ λουτρῷ.

(Vers. 166.) Ὅτι καθὰ πρὸ ὀλίγων ὁ Τηλέμαχος, οὕτω καὶ νῦν ὁ μεμφόμενος τὴν Πηνελόπην ἐπὶ σκληρότητι ψυχῆς φησί· δαιμονίη, περὶ σοί γε γυναικῶν θηλυτεράων κῆρ ἀτέραμνον ἔθηκε θεός. οὐκ ἂν ἄλλη γε ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, τουτέστιν ἀποσταίη ὡς προείρηται, ὃς κακὰ πολλὰ μογήσας εἰκοστῷ ἔτει ἐπανέλθοι.

(Vers. 171.) εἶτα ὡς οἷον ἀπογνοὺς τὸ ἐκ τῆς γυναικὸς μειλίχιον ἢ καὶ ὡς μηκέτι ἐθέλων τὴν ἐξ αὐτῆς ὁμιλίαν ἢ καὶ ἠρέμα ἐν τῷ, στόρεσον λέχος, ὑποκινῶν μνήμην ἀριφραδέος σήματος, ὡς εὐθὺς φανεῖται, φησίν· ἀλλ' ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς λέξωμαι· ἦ γὰρ αὐτῇ γε σιδήρεος, ὡς καὶ προεγράφη, θυμός.

(Vers. 174.) κἀνταῦθα ἡ Πηνελόπη οὐκέτι κατέχειν ἑαυτὴν ἔχουσα καὶ ἀναβάλλεσθαι τὴν πειθὼ, δαιμόνιε, φησὶν, οὔ τι μεγαλίζομαι οὐδ' ἀθερίζομαι οὐδὲ λίην ἄγαμαι· μάλα δ' εὖ οἶδα οἷος ἔησθα ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν, οἷος δηλαδὴ καὶ νῦν φαίνῃ· ὃ σεμνύνει τὸν Ὀδυσσέα ἐπὶ πολὺ, εἴ περ οἱ τοσοῦτοι χρόνοι οὐδὲν αὐτὸν ἐνήλλαξαν. [301]

(Vers. 177.) ἀλλ' ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρυκλεία, ἐκτὸς εὐσταθέος θαλάμου ὃ δὴ αὐτὸς ἐποίει, ὡς εἰρήσεται, ἢ τὸν αὐτὸς ἐποίει. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἔμβαλέ τ' εὐνὴν, κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. καὶ Ὀδυσσεὺς ἀκούσας τὸ, στόρεσον λέχος ἐκτὸς θαλάμου, καὶ τὸ, ἐκθεῖσαι τουτέστιν ἔξω θέμεναι πυκινὸν λέχος, ἀνακινεῖ τῇ μνήμῃ τὴν ἐῤῥιζωμένην κλίνην καὶ ἀμετακίνητον, ἣν ἐντὸς τοῦ θαλάμου αὐτὸς ἐκεῖνος ἔτευξε, καὶ ἀπορεῖ πῶς ποτὲ ἂν ἐκείνη ἐκτὸς εἴη τοῦ θαλάμου κειμένη ἡ τοιῶσδε καὶ τοιῶσδε τευχθεῖσα ποτὲ ὑπ' ἐμοῦ. καὶ οὕτως εὐαμόρφως λέγει τῇ γυναικὶ σῆμα τοῦτο ἕτερον παρὰ τὴν πολύγνωστον οὐλὴν, ὅ περ, ὡς καὶ προδεδήλωται, αὐτὸς οἶδε καὶ ἡ γυνὴ καὶ μία μόνη δούλη πιστὴ ἡ Ἀκτορίς.

(Vers. 174.) ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι ἄρσεις μὲν ἔφη ἡ γυνὴ τὸ, οὐ μεγαλίζομαι οὐκ ἀθερίζω οὐκ ἄγαμαι, θέσιν δὲ οὐκ ἐπήγαγεν ὡς οἷα σπεύδουσα εἰς ἔργον, ὅ περ ἦν τὸ πειράσασθαι τοῦ δῆθεν ξείνου εἴ τί που οἶδε τῶν κατ' οἶκον κρυφιοδεστέρων. ὡς δὲ ἔγνω αὐτὸν τὸ περὶ τῆς κλίνης ἀκριβῶς ἀφηγησάμενον, τότε δὴ αἰτήσεται συγγνώμην τοῦ μὴ εὐθὺς ἅμα ἰδεῖν καὶ ἀγαπῆσαι τὸν Ὀδυσσέα καὶ προβαλεῖται δέος εὔλογον ἵνα μὴ ἀπατηθῇ.

(Vers. 167.) Ἰστέον δὲ ὅτι κῆρ ἀτέραμνον συνήθως τὸ ἀτειρὲς καὶ σκληρὸν καὶ μὴ τέρεν· ὅθεν καὶ ἀτέραμνα σπέρματα τὰ κερασβόλα, περὶ ὧν λόγος ὡς, ἐὰν σπέρμα ἐν τῷ καταῤῥίπτεσθαι εἰς γῆν καιρῷ σπόρου πελάσῃ κέρατι ἀροῦντος βοὸς, σκληρὸν γίνεται καὶ δυσέψητον. καὶ λέγει Πλούταρχος ἐν τοῖς αὐτοῦ συμποσιακοῖς καὶ αἰτίαν τούτου τὴν ἐκείνῳ δοκοῦσαν. Κερασβόλα δὲ τὰ ῥηθέντα λέγονται διὰ τὸ κατὰ κεράτων βληθῆναι. ἐνταῦθα δὲ σημείωσαι ὅτι συνθέτως μὲν ἀτέραμνον τὸ μὴ τέρεν, ἀλλὰ δηλαδὴ ἀπεσκληρουμένον. οὐ μὴν καὶ τέραμνον ἀσυνθέτως τὸ τέρεν καὶ ἁπαλὸν, ἀλλ' ἡ τοῦ οἴκου στέγη, καθὰ σὺν ἄλλοις καὶ ὁ Λυκόφρων δηλοῖ.

(Vers. 172.) Ἐν δὲ τῷ, σιδήρεος ἐν φρεσὶ θυμὸς, φανερῶς ἕτερον αἱ φρένες ψυχῆς, καθὸ καὶ σῶμα εἰσί.

(Vers. 174.) Μεγαλίζεσθαι δὲ τὸ ἐπαίρεσθαι, ὡς καὶ ἐν Ἰλιάδι, μηδὲ μεγαλίζεο θυμῷ.

(Vers. 175.) Τὸ δὲ, οὐδὲ λίην ἄγαμαι, ἀντὶ τοῦ, οὐκέτι λίαν ἐκπλήττομαι ὡς ἤδη ἐκ τῶν φθασάντων πιστουμένη τὰ κατὰ σέ. ὅτε δὲ καὶ περὶ τῆς κλίνης ἀκούσει, τότε εἴποι ἂν οὐχ' ὅτι οὐ λίην ἄγαμαι, ἀλλ' ὅτι οὐδόλως ἄγαμαι. Σημείωσαι δὲ καὶ ὅτι τρεῖς αἰτίας ἐμφαίνει ἀποστροφῆς ἐνταῦθα τῆς πρός τινα οἰκειοῦσθαι θέλοντα τὸ μεγαλίζεσθαι, τὸ ἀθερίζειν καὶ τὸ ἄγασθαι· ἢ γὰρ ἐξαθερίζει τις τὸν οἰκειούμενον, τουτέστιν ἐξουθενοῖ ὡς μὴ ἄξιον οἰκειώσεως, ἢ μεγαλίζεται ὡς μείζων ὢν ἐκείνου, ἢ ἄγαται τὴν αἰτίαν ἐννοούμενος τῆς ζητουμένης οἰκειώσεως. Περὶ δὲ τοῦ ἀθερίζω ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται.

(Vers. 179.) Ἐν δὲ τῷ, πυκινὸν λέχος, καὶ, ἔμβαλέ τ' εὐνὴν, δῆλον ὡς διαφέρει λέχος τε καὶ εὐνή. καὶ ἔστι λέχος μὲν ἡ κλίνη, πυκινὴ οὖσα ἵνα φέρειν ἔχει στεῤῥῶς τὰ ἐπικείμενα. διὸ ὑποκαταβὰς Ὀδυσσεὺς ἐρεῖ· λέχος ἔξεον ὄφρ' ἐτέλεσα. εὐνὴ δὲ τὸ παρ' ἡμῖν στρῶμα. διὸ ἑρμηνεύων ἐπάγει, κώεα καὶ χλαίνας καὶ ῥήγεα.

(Vers. 181. sqq.) Ὅτι τὰ περὶ τῆς ῥηθείσης κλίνης Ὁμηρικὰ ἔπη τοιαῦτα εἰσίν· αὐτὰρ Ὀδυσσεὺς ὀχθήσας ἐφ' οἷς ἡ γυνὴ ἔφη ἐκτὸς θαλάμου τὸ λέχος εἶναι, ὅ περ αὐτὸς Ὀδυσσεὺς ἐποίησεν, ἔφη· ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες. τίς δέ μοι ἄλλοσε θῆκε λέχος, τουτέστι μετέθετο; χαλεπὸν δέ κεν εἴη καὶ μάλ' ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ· ἀνδρῶν δ' οὐκ ἄν τις ζωὸς βροτὸς οὐδὲ μάλ' ἡβῶν ῥεῖα μετοχλίσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται ἐν λέχει ἀσκητῷ· τὸ δ' ἐγὼ κάμον, οὐδέ τις ἄλλος.

(Vers. 190. sqq.) εἶτα ἱστορῶν ἐνδιασκεύως, οἷόν τε τὸ λέχος καὶ ὅπως αὐτὸ ἤσκησεν Ὀδυσσεὺς, ἐπάγει ἀφηγηματικῶς· θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντὸς, ἀκμημὸς θαλέθων, πάχετος δ' ἦν ἠΰτε κίων· τῷ δ' ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ' ἐτέλεσα πυκινῇς λιθάδεσσι καὶ εὖ καθύπερθεν ἔρεψα, κολλητὰς δ' ἐπέθηκα θύρας πυκινῶς ἀραρυίας. καὶ τότ' ἔπειτ' ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, κορμὸν δ' ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ εὖ καὶ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνα ἑρμῖν' ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ, τὰ δεόμενα δηλαδὴ τρυπήματα. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ' ἐτέλεσσα, δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ καὶ ἐλέφαντι, ἐν δ' ἐτάνυσα ἱμάντα βοὸς φοίνικι φαεινόν. ἐφ' οἷς συμπληρῶν εὐκρινῶς τὸ διήγημα καί τι καὶ ὑπολαλῶν κατ' ἔμφασιν ἐνδοιαστικῶς περὶ τῆς κατὰ τὴν γυναῖκα ἕως νῦν σωφροσύνης φησίν· οὕτω τοι τόδε σῆμα πιφαύσκομαι, οὐδέ τι οἶδα εἴ μοι ἔτι ἔμπεδόν ἐστι γύναι λέχος, ἠέ τις ἤδη ἀνδρῶν ἄλλοσ' ἔθηκε ταμὼν ὑπὸ πυθμένα ἐλαίης. οὕτως εἶπεν ὁ ἀνήρ· τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματ' ἀναγνούσῃ ἅ οἱ ἔμπεδα πέφραδ' [302] Ὀδυσσεύς. οὐδὲ γὰρ εἶχεν ὑποπτεῦσαι ὡς ξένος ὢν ἐξ ἀκοῆς δὲ μαθὼν οἶδε τὰ περὶ τῆς κλίνης, ἣν αὐτὸς καὶ ἡ γυνὴ καὶ μία μόνη ἀμφίπολος ἐγίνωσκε.

(Vers. 225. sqq.) διὸ καὶ ἡ Πηνελόπη ἐρεῖ· νῦν δ' ἐπεὶ ἤδη σήματ' ἀριφραδέα κατέλεξας εὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει, ἀλλ' οἶοι σύ τ' ἐγώ τε καὶ ἀμφίπολος μία μόνη Ἀκτορὶς, ἥν μοι δῶκε πατὴρ, ἣ νῶϊν εἴρυτο θύρας, πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλ' ἐόντα. ὃ καὶ πρὸ ὀλίγων εἴρηται. Καὶ ὅρα ὡς οὐ πάντα πᾶσι πιστευτέον τοὺς οἰκοδεσποτοῦντας· ἰδοὺ γὰρ ἀνδρῶν μὲν οὐδεὶς ἕτερος οἶδε τὰ τῆς κλίνης, οὐδὲ μὴν Εὐρύκλεια ἢ Εὐρυνόμη αἱ οἰκειόταται, μόνη δὲ ἡ Ἀκτορὶς θυρωρὸς αὕτη οὖσα θαλάμου, ὡς δηλοῖ τὸ, εἴρυτο θύρας τουτέστιν ἐφύλασσεν, ὥς περ ἡ Εὐρυνόμη ταμιεύειν ἐτάχθη. ταυτὸν δ' εἰπεῖν θαλαμηπολεῖν, ἐπεὶ καὶ θάλαμος πολλαχοῦ τὸ ταμιεῖον καλεῖται. Εὐρύκλεια δὲ αὖ πάλιν ἐπίσκοπος ἀφώριστο γυναικῶν εἶναι. Ἰστέον δὲ ὅτι καὶ ἡ Ἀκτορὶς θαλαμηπόλος τίς ἐστιν, εἰ καὶ μὴ τοῦ κατὰ τὸ ταμιεῖον, ἀλλὰ τοῦ βασιλικοῦ κοιτῶνος κατὰ τὸ, ἣ νῶϊν εἴρυτο θύρας θαλάμοιο. εἰ δὲ ἐν τοῖς ἑξῆς Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευε τοῖς δεσπόταις ἐρχομένοις λέχοσδε, ἀλλ' ἐκείνη μὲν εἰς θάλαμον ἀγαγοῦσα πάλιν κίεν ἤγουν ὀπίσω ἦλθεν· ἡ δὲ Ἀκτορὶς παραμένει κατὰ τοὺς παλαιούς. διὸ οἶδε τὸ τῆς κλίνης μυστήριον κατευνάστρια τῶν βασιλέων οὖσα. ἧς καὶ σημειωτέον τὴν πίστιν καὶ εὔνοιαν, εἰ μηδέ ποτε μηδενὶ ἐξεῖπε τὸ τῆς κλίνης ἀπόῤῥητον, ἀλλ' ἕως ἄρτι αὐτὴ μόνη οἶδε τὸ κρύφιον. εἰ δὲ καὶ Εὐρυνόμη ἠδὲ τροφὸς Εὐρύκλεια ἔντυον εὐνὴν, ὡς ὁ ποιητὴς ἐρεῖ, ἀλλὰ τὸ τῆς κλίνης μυστήριον ἀπεκέκρυπτο αὐταῖς, ἢ τὸ ὅλον ἤγουν ἀλλ' ὅπως ἐσκεύαστο.

(Vers. 189.) Ὅρα δ' ἐν τούτοις καὶ μίαν τῶν τοῦ πολυμηχάνου Ὀδυσσέως τεχνῶν τὴν τεκτονικὴν, καθ' ἣν τὴν κλίνην ἔτευξεν ὁ ἐν τοῖς φθάσασι καὶ ναυπηγεῖν ἐπιστάμενος.

(Vers. 192.) φαίνεται δὲ δεξιὸς εἶναι καὶ οἰκοδομεῖν, ὡς δηλοῖ τὸ, θάλαμον ἔδεμον λίθοις καὶ ἑξῆς, εἰ μὴ ἄρα ἴσως τοῦτο οὐχ' ὡς αὐτὸς χειρουργῶν εἶπεν, ἀλλ' ἐπὶ τῷ ἔργῳ ἀρχιτεκτονῶν· καὶ ἔστιν οὐδὲ τοῦτο μακρὰν τέχνης οἰκοδομικῆς. Ἔτι σημείωσαι καὶ ὅτι ἡ ῥηθεῖσα στεῤῥότης τοῦ ἡρωϊκοῦ κοιτῶνος αἰνίττεται συμβολικῶς, ἀδιάλυτον δεῖν εἶναι καὶ ἀμετάθετον τὴν γαμικὴν εὐνὴν καὶ ἀσφαλεστάτην καὶ ἔμπεδον ἤτοι βεβαίαν, ὁποίαν καὶ ἡ Πηνελόπη αὐτὴν διετήρησε, καὶ μηδενὶ δὲ ἑτέρῳ γινωσκομένην, ἀλλὰ μονάζουσαν κατὰ τὸ,

(Vers. 226.) εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, ἀλλ' ἡμεῖς μόνοι.

(Vers. 190.) ἔστι δὲ ἐννοήσασθαι καὶ ὡς διὰ τὴν Ἀθηνᾶν χαίρει Ὀδυσσεὺς τῷ φυτῷ τῆς ἐλαίας, ὃ πολλαχοῦ φαίνεται ἀνεῖσθαι αὐτῇ. ἐθέλει δὲ συμβολικῶς Ὀδυσσεὺς διὰ τοῦ τοιούτου τηλεθόωντος καὶ λιπαροῦ φυτοῦ εὐχὴν ἔχειν, θαλέθειν κατὰ τὸν βίον καὶ εἰς γῆρας ἐλθεῖν λιπαρόν· ἄλλως γὰρ εἶχεν ὁ ποιητὴς ἑτέραν τινὰ κατασκευὴν κλίνης πλάσασθαι, εἰ μὴ τοιαῦτα τινὰ ᾐνίττετο. ἔοικε δὲ καὶ ἵμερος εἶναι ἡ τοιαύτη ἐλαία ἐντὸς οὖσα οἴκου· καὶ ἦν καὶ αὐτὸ σύμβολον τῆς κατὰ τὸν βίον εὐνοίας, ἔνθα σημειωτέον καὶ ὅτι ἡ μὲν τοιαύτη θηλυκῶς ἐλαία ἐλέγετο, ἡ μέντοι ἀγρία ἔλαιος κατὰ Αἴλιον Διονύσιον καὶ οὐκ ἀγριέλαιος. λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ἐλαίας καὶ ἐλάας Ἀττικοὶ τὸν καρπὸν ἔλεγον καὶ ἐλᾶς δισυλλάβως καὶ ἐλαολογεῖν τὸ συλλέγειν ἐλαίας. ἦν δέ, φησι, καὶ Ἐλαία πόλις ἐν Ἰταλίᾳ· ἐν μέντοι ἑτέρῳ ῥητορικῷ λεξικῷ γράφει, ὅτι Ἐλαία Αἰολὶς πόλις, Ἐλέα δὲ ἐν Ἰταλίᾳ· καὶ ζητητέον ποία γραφὴ ἀκριβεστέρα ἐστίν. ὅτι μέντοι Ἐλαία διὰ διφθόγγου ἐστὶν ἡ Αἰολὶς, ἐμφαίνεται παρὰ Στράβωνι εἰπόντι οὕτως· Κάνη ἀκρωτήριον ἀνταῖρον τῷ λεκτῷ καὶ ποιοῦν τὸν Ἀδραμυτινὸν κόλπον, οὗ μέρος ὁ Ἐλαϊτικὸς καλούμενος ἀπὸ Ἐλαίας πόλεως Αἰολικῆς, ἥ τις Περγαμηνῶν μέν ἐστιν ἐπίνειον ἑκατὸν σταδίους διέχουσα τοῦ Περγάμου, δώδεκα δὲ τοῦ Καΐκου ποταμοῦ· οὗ ἐν τοῖς τόποις φαίνεται βασιλεύειν ὁ Ὁμηρικὸς Εὐρύπυλος. καὶ οὕτω μὲν ὁ Στράβων. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται καὶ ὅτι ἔλαιον τὴν ἄῤῥενα καὶ ἀγρίαν ἐλαίαν φασὶν Ἴωνες.

(Vers. 185.) Ἐν δὲ τῷ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν θείη ἀλλαχοῦ, σεισίχθονά τινα ἐκεῖνον ὑπαινίττεται, ὃς ῥεῖα μετοχλίσας θήσει τὸ λέχος ἄλλῃ ἐνὶ χώρῃ. αὐτὸ δὲ τὸ, ὅτε μὴ θεὸς αὐτὸς, ὅμοιόν ἐστι τῷ, εἰ μὴ θεὸς αὐτὸς, καὶ τῷ, ὅτι μὴ θεὸς αὐτός, τριχῶς γὰρ τὸ τοιοῦτον οἱ ῥήτορες φράζουσιν. ἔστι δὲ κοινότερον μὲν τὸ, εἰ μὴ τόδε γένηται, Ἀττικώτερον δὲ τὸ, ὅτι μὴ τόδε καὶ ὅτε μὴ τόδε.

(Vers. 184.) Λέχος δὲ δῆλον ὅτι τὴν κλίνην λέγει, ἣν οἱ ὕστερον καὶ ἀσκάντην καὶ σκίμποδα ἔλεγον, ὡς δηλοῖ ὁ γράψας οὕτως· ἀσκάντης Ἀττικῶς, συνηθέστερον δὲ ὁ σκίμπους, ὁ δὲ κράββατός φησι παρ' οὐδενί.

(Vers. 187.) Τὸ δὲ, οὐ μάλ' ἡβῶν, γράφεται καὶ, οὐδὲ γυναικῶν, ἵνα λέγῃ ὅτι τὸ τοιοῦτον λέχος οὔτε ἀνδράσιν οὔτε γυναιξὶ μεταθέσθαι δυνατόν. [303]

(Vers. 188.) Τοῦ δὲ μετοχλίσειε πρωτότυπον τὸ ὀχλεῖν, οὗ παράγωγον τὸ ὀχλίζειν ὁμοίως τῷ πολεμῶ πολεμίζω. δοκεῖ δὲ γίνεσθαι τό τε ὀχλεῖν καὶ τὸ ὀχλίζειν ἀπὸ τοῦ τῆς ὀχῆς, ὅ ἐστι συνοχῆς, λιάζειν ἢ λύειν· τὸ γὰρ ὀχλιζόμενον ἤτοι μετακινούμενον ἐκκλίνει τὴν ἔνθα ἔκειτο συνοχήν. ἐκ δὲ τοῦ ὀχλίζειν γίνεται καὶ ἀνοχλίζειν τὸ ἀνακινεῖν· δοκεῖ δὲ ἐκ τοῦ τοιούτου ὀχλεῖν καὶ ὀχλίζειν καὶ ὁ μοχλὸς γίνεσθαι· διὸ καὶ τὸ μοχλεύειν καὶ ἐκμοχλεύειν καὶ ἀναμοχλεύειν ταῖς ἐκ τοῦ ὀχλίζειν σημασίαις ἐοίκασιν. ἔστι δὲ μοχλὸς οὐ μόνον μηχανῆς ξύλον τι, ἀλλὰ καὶ θύρας ὀχεὺς, ὁ καὶ ἐπιβλὴς ἐν Ἰλιάδι. τροπικῶς δὲ καὶ ὁ φύλαξ παρὰ Σοφοκλεῖ, οἷον· θάρσει, μέγας σοι τοῦδ' ἐγὼ φόβου μοχλός. ἐκ τοῦ εἰρημένου δὲ ὀχλεῖν καὶ ὁ ἐποχλεύς· φασὶ δὲ ἐποχλέα τὸ διαβαλλόμενον ξύλον διὰ τῶν τροχῶν, ὅτε κατάντεις τόπους ἔρχοιντο, καὶ κωλύον αὐτοὺς ἐκτρέχειν κατὰ πρανοῦς ἐπὶ βλάβῃ τοῦ ζεύγους. Μέγα δὲ σῆμα ἐν τῷ ῥηθέντι λέχει λέγει διά τε τὸ μάλιστα σημαντικὸν εἶναι ἄρτι αὐτὸ τῇ γυναικὶ τῆς τοῦ φίλου ἀνδρὸς ἐνδημίας καὶ μάλιστα διὰ τὸ σύμβολον εἶναι τοῦ χρῆναι, ὡς ἐῤῥέθη, τὴν κατὰ γάμον εὐνὴν ἀμετάβατον εἶναι, καὶ ἄλλως δὲ διὰ τὸ χρῆναι παρασημειωθῆναι τοῖς φιληκόοις αὐτὸ ὡς καινόν.

(Vers. 189.) Λέχος δὲ ἀσκητὸν τὸ μὴ αὐτοσχέδιον καὶ εἰκαῖον, ὁποῖα καὶ τὰ τῶν σκευῶν αὐτοκάβδαλα, ἀλλ' ἐπιμεμελημένον καὶ πολυδαίδαλον. οὕτω δέ που καὶ νῆμα φθάσας εἶπεν ἀσκητὸν τὸ ἐπιμεληθὲν, ὃ γυνὴ ἀσκήσειεν ἂν ἔριθος κατὰ τὸ, ἤσκειν εἴρια καλά. ἔχοι δ' ἂν οἰκείως τούτοις καὶ ὁ παρὰ τῷ ῥήτορι ἠσκημένος ἐχθρός· ἔτι δὲ καὶ ἡ ἁπλῶς ἄσκησις, ἧς μέρος καὶ τὸ φωνασκεῖν. Τὸ δὲ, οὐδέ τις ἄλλος, ἑρμηνεία ἐστὶ τοῦ, τὸ δ' ἐγὼ κάμον, ἵνα μὴ ἀρχιτεκτονεῖν δόξῃ τῷ τοῦ λέχους καμάτῳ, ἀλλ' αὐτὸς καμεῖν αὐτόχειρ περὶ αὐτό.

(Vers. 190.) Θάμνος δὲ νῦν οὐ κατὰ τὴν συνήθειαν εἴρηται· ἡ μὲν γὰρ ἐλαία νῦν παχύκορμος ἠΰτε κίων, θάμνοι δὲ κυρίως τὰ ἐξ αὐτῆς ἀναφύσεως πολύκλαδα καὶ πυκνὰ, παρὰ τὸ θαμὸν ὅ ἐστι πυκνὸν, ὁποῖα ἡ πρὸ τούτων φυλία ἡ ἐν τῇ τῶν Φαιάκων νήσῳ, καὶ ὅσα τοιαῦτα. Τὸ δὲ τανύφυλλον παρατετηρημένως ἔφη, ὡς τῶν τῆς ἐλαίας φύλλων μεμηκυσμένων οὐκ ἀναλόγως τῷ πλάτει.

(Vers. 191.) Ἀκμηνὸς δὲ νῦν ὀξύνεται· φασὶ γὰρ ὅτι Ἀρίσταρχος ἐνταῦθα μὲν ἐπὶ τοῦ, θάμνος ἀκμηνὸς, ὅ ἐστιν ἀκμὴν ἔχων τοῦ νεάζειν, ὠξυτόνησεν, ἐν δὲ Ἰλιάδι ἐπὶ τοῦ δηλοῦντος τὸν νῆστιν ἐβαρυτόνησεν. ἕτεροι δέ, φασι, καὶ τὰ δύο προπαρωξυτόνησαν. ἑρμηνεία δὲ τῆς τοιαύτης λέξεως εὐθὺς κεῖται τὸ θαλέθων, ἵνα μὴ ἄλλως νοοῖτο. Τὸ δὲ, ἠΰτε κίων, συντομωτάτη παραβολὴ μὴ ἀναγκαία ὅλως δέξασθαι διασκευήν· οὐ πάνυ δὲ διασαφεῖ τὸ τοῦ κορμοῦ πάχος ἡ παραβολὴ διὰ τὸ τοῦ κίονος ἀόριστον.

(Vers. 192.) Τὸ δὲ ἀμφιβαλὼν ἀντὶ τοῦ ἔσω περιλαβὼν, περικλείσας. Τὸ δὲ, ὄφρ' ἐτέλεσσα, δὶς ἐν τούτοις ἔφη, οἷα μηδαμοῦ τὴν καίριον ταυτολογίαν αἰδούμενος.

(Vers. 193.) Τὸ δὲ λιθάδεσσι δηλοῖ ὡς οὐκ ἐξ ἀνάγκης ὑποκοριστικὴ λέξις ἡ λιθάς· οὐ γὰρ ἂν εἴη οὕτω σεμνὸς βασιλικὸς θάλαμος ὁ ἐκ λιθιδίων οἰκοδομηθεὶς, οἷα καί τις αἱμασιὰ ἡ προδεδηλωμένη.

(Vers. 194.) Τὸ δὲ, κολλητὰς θύρας, νῦν ἐῤῥέθη συνηθέστερον· ὅτε γὰρ κολλητὰς ἔλεγε σανίδας, ἀήθως ἔφραζεν.

(Vers. 195.) Ἐν δὲ τῷ, κόμην τανυφύλλου ἐλαίης, ἐπίτηδες ἔφη τὸ κόμην, ἵνα μὴ ἄλλως εἰπὼν, φύλλα τανυφύλλου ἐλαίης, ἐμπέσῃ εἰς ταυτολογίαν δεομένην λόγου πλείονος, ὁποῖον τὸ, βοῶν ἐπιβουκόλος, καὶ τὰ τοιαῦτα. Λέγεται δὲ κόμη δένδρων τὰ φύλλα τε καὶ οἱ λεπτοὶ δὲ κλαδίσκοι διὰ τὸ εἰς κόσμον ἀπαιωρεῖσθαι καὶ αὐτὰ τοῖς φυτοῖς ὁμοίως τῇ κυρίως κόμῃ· οἱ δὲ τραγικοὶ καὶ φόβην αὐτὴν εἶπον, οἷον· πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος.

(Vers. 196.) Τὸ δὲ, κορμὸν ἐκ ῥίζης προταμὼν, οὐ δηλοῖ κάτωθεν τὸν κορμὸν ἐκτμηθῆναι, τοῦτο γὰρ ἀπὸ πυθμένος ἐστὶ τμηθῆναι, οὐ μὴν κορμὸν προταμεῖν· διὸ καὶ ἐῤῥέθη κατωτέρω τὸ,

(Vers. 204.) ταμὼν ὑπὸ πυθμέν' ἐλαίης, ἵνα ὑποταμεῖν μὲν νοοῖτο τὸ κάτωθεν ἐκκόψαι τὸ παχὺ τοῦ πυθμένος, προταμεῖν δὲ τὸ ἄνωθέν ποθεν ἐκ κορμοῦ. καὶ οὐδὲ ἐξ ἀνάγκης τὸ προταμεῖν τὴν τοῦ ὅλου δηλοῖ ἐκκοπὴν, ἀλλὰ μέρους τινὸς, ὡς δῆλον ἐκ τοῦ, νώτου ἀποπροταμὼν, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο· ὥστε οὐχ' ὑπέτεμε μὲν Ὀδυσσεὺς κορμὸν ἀπὸ ῥίζης ἤτοι πυθμένος, ἀλλὰ προέτεμεν κορμὸν ἤγουν πρὸ τῆς ῥίζης ἔκοψεν, ὡς τὸ μὲν αὐτοῦ τμηθῆναι τὸ δὲ λιπέσθαι. ἀπὸ τοῦ κείρω δὲ ὁ κορμὸς, ὡς καὶ ἀλλαχοῦ που εἴρηται.

(Vers. 197.) Τὸ δὲ, εὖ καὶ ἐπισταμένως, τῆς αὐτῆς ἐννοίας εἰσίν· ὅθεν οἱ μεθ' Ὅμηρον λαβόντες τὸ εὖ ἑκάστου ἔργου φασὶν, ὅτε κατ' ἐπιστήμην γένηται. Τὸ δὲ ἐπισταμένως καὶ, ἐπὶ στάθμην ἴθυνεν, ἔχει τι παρηχήσεως.

(Vers. 198.) Ἑρμῖνα δὲ καὶ νῦν τὸν κλινόποδα λέγει, καθὰ καὶ ἐν τοῖς περὶ Ἄρεος καὶ Ἀφροδίτης ὃς γίνεταί, φασιν, οὐ μόνον παρὰ τὸ ἕρμα [304] ἢ τὸν Ἑρμῆν, ὡς ἐκεῖ ἐλέχθη, ἀλλὰ καὶ παρὰ τὸ ἐνείρεσθαι τρήμασι κλίνης. Περὶ δὲ τερέτρου καὶ τοῦ τετραίνειν ἱκανῶς ἐῤῥέθη ὅπου ἐναυπήγησεν Ὀδυσσεύς.

(Vers. 201.) Ὅρα δὲ καὶ ὅτι κατὰ χρῆσιν παλαιὰν ἱμάντα βοὸς ἀντὶ σχοίνου Ὀδυσσεὺς τείνει τῷ ὑπ' αὐτοῦ ἠσκημένῳ λέχει, βασιλικὸν μέντοι, φοινικῷ βάμματι φαεινόν· ὁποῖος ἔπρεπε λέχει πολυτελεῖ, ὃ χρυσὸς καὶ ἄργυρος καὶ ἐλέφας κοσμεῖ. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἱμάντος, ὃς εἰς πολλὰς ὑπουργίας χρηστὸς ἦν τοῖς παλαιοῖς, ἐλέχθη καὶ ἱμονιὰ τὸ ἀντλητήριον, στρεπτός τις βοεὺς εἰπεῖν καθ' Ὅμηρον οὖσα καὶ αὐτή. ἐκεῖθεν δὲ καὶ ἀνιμᾶσθαι κυρίως τὸ διὰ ταύτης ὕδωρ ἀντλεῖν.

(Vers. 203.) Ἔμπεδον δὲ λέχος ἐνταῦθα πάνυ κυριολεκτεῖται, τὸ ἀκατάσειστον δηλαδὴ καὶ ἐπὶ τῆς παλαιᾶς ἕδρας ἑστώς. Ἐν δὲ τῷ, εἴ μοι ἔτ' ἔμπεδόν ἐστι γύναι λέχος, ἐμφαντικῶς κεῖται τὸ γύναι καὶ ἐνδιαθέτως, ὡς δέον ὂν τὴν Πηνελόπην ἔμπεδον αὐτὸ φυλάττειν, εἴ περ Ὀδυσσέως ἔστι γυνή.

(Vers. 204.) Πυθμὴν δὲ ἡ ῥίζα ἢ παρὰ τὸ φύω οἱονεὶ φυτμὴν, ὅθεν καὶ ἡ ἀνάφυσις τοῦ φυτοῦ, ἢ καὶ παρὰ τὴν οἱονεὶ σῆψιν, ἣν ζωογόνον πάσχει τὸ κατὰ γῆς τεθὲν σπέρμα πρὸ τῆς ἀναφύσεως, ὡς ἀπὸ τοῦ πύθω τὸ σήπω.

(Vers. 205.) Σημείωσαι δὲ καὶ τὸ, τῆς δ' αὐτοῦ λύτο γούνατα σήματ' ἀναγνούσῃ, καινότερον φρασθέν· τὸ γὰρ κοινὸν ἢ τῆς δὲ ἀναγνούσης ἢ τῇ δ' ἀναγνούσῃ. ὁ δὲ γενικὴν δοτικῇ παρέθηκεν διά τε τὸ μυριαχοῦ φανὲν φύσει ἀσολοίκιστον τοῦ πλαγιασμοῦ καὶ τὴν συγγένειαν τῶν δύο τούτων πτώσεων.

(Vers. 207. sqq.) Ὅτι εὐλόγῳ, καθὰ καὶ προεῤῥέθη, λογισμῷ ἡ Πηνελόπη συμπείσασα ἑαυτὴν ἐφ' οἷς ὁ Ὀδυσσεὺς περὶ τοῦ κατὰ τὴν κλίνην σήματος εἶπε, παντοία γίνεται τὰ εἰς τὸν ἄνδρα χαρεῖσα, περιπλακεῖσα, αἰτησαμένη συγγνώμην ἐγκατασκεύως ἐφ' οἷς οὐκ ἐπείσθη ῥᾳδίως, ἐπὶ δὲ τούτοις καὶ ἐπαινέσασα εἰς βραχὺ, καθάπερ ἐδίδου ἡ ὥρα, ἔτι δὲ οἰκτισαμένη τῆς ἐν τῇ πλάνῃ ὀϊζύος καὶ ἐπὶ πᾶσιν ὡς εἰκὸς ἐρωτήσασα καὶ μαθοῦσα, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὴ ἀφηγησαμένη τὰ καθ' ἑαυτήν· ἅ περ οὐδὲ ἐκτίθεται εἰς πλάτος ὁ ποιητὴς ὡς οἷα φθάσας ἤδη πολλαχοῦ περὶ αὐτῶν εἰπεῖν· οὐδὲ γὰρ ἠθέλησεν οὐδ' ἐνταῦθα διττολογῆσαι τὰ ἀριζήλως ἤδη πολλαχοῦ πεφρασμένα. φράζει δὲ τὰ κατὰ τὴν Πηνελόπην ὁ ποιητὴς οὕτω· δακρύσασα δὲ, ὑφ' ἡδονῆς δηλαδὴ, ἰθὺς δράμεν ἢ κίεν, ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλ' Ὀδυσῆϊ, κάρη δ' ἔκυσε καὶ προσέφη· μή μοι Ὀδυσσεῦ σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο, θεὸς δ' ὤπαζεν ὀϊζὺν, ὃς νῶϊν ἀγάσατο παρ' ἀλλήλοισι μένοντε ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα οὕνεκά σε οὐ τὸ πρῶτον ἐπεὶ ἴδον ὧδ' ἀγάπησα, ὡς νῦν δηλαδή. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἐῤῥίγει, μή τίς με βροτῶν ἀπάφοιτο τουτέστιν ἀπατήσῃ ἐπέεσσιν ἐλθών.

(Vers. 217.) εἶτα εἰπὼν γνωμικὸν τὸ, πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσι, πιστοῦται τὸν λόγον συγγενικῷ παραδείγματι, φαμένη ὡς οὐδ' ἂν Ἀργείη Ἑλένη Διὸς ἐκγεγαυῖα ἀνδρὶ παρ' ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, εἰ ᾔδη ὅ μιν αὖτις Ἀχαιοὶ ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδα ἔμελλον. ἐφ' οἷς καὶ ὑπεραπολογουμένη τῆς ἡρωΐδος φησὶν ὅτι αὐτὴν ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές· τὴν δ' ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ λυγρὴν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος. οὕτω καὶ τὸν Ὀδυσσέα ἡ γυνὴ πάνυ πεπνυμένον ὄντα θεόθεν ὅμως ἔφη δυστυχεῖν.

(Vers. 207.) Τῶν δὲ τοῦ ῥηθέντος χωρίου τμημάτων τὸ μὲν, ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας δειρῇ βάλε, κάρη δ' ἔκυσε, περιπλοκὴν φράζει φιλικὴν ὅτε τις ἐξ ἀποδήμων ἥκοι, ὡς καὶ μετ' ὀλίγα τὸ, δειρῆς δ' οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.

(Vers. 209.) Τὸ δὲ, μή μοι σκύζευ, καὶ τὸ,

(Vers. 213.) αὐτὰρ μὴ νῦν μοι τόδε χώεο καὶ τὸ ἑξῆς, παραίτησίς ἐστι μέμψεως ὅτε τις ἐλλόγως μὴ προαρπάζει τὴν δεξίωσιν. δῆλον δὲ ὅτι πολλὴ διαφορὰ τοῦ χώεσθαι καὶ τοῦ νεμεσᾶν· ἐκεῖνο μὲν γὰρ εἰκὸς καὶ μὴ δικαίως γίνεσθαι, ἡ δὲ νέμεσις ἀεὶ σὺν τῷ δικαίῳ ἐστί.

(Vers. 209.) Τὸ δὲ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο καὶ ἑξῆς, ἔπαινος ἀνθρώπου συνετοῦ μὲν, δυστυχοῦς δέ. Περὶ δὲ τοῦ σκύζεσθαι προγέγραπται· ἀφ' οὗ καὶ τὸ ἐπισκύνιον.

(Vers. 211.) Τὸ δὲ ἀγάσατο οὐ μακρὰν ἐνταῦθα ἐστὶ τοῦ ἐφθόνησεν ἢ ἐμέμψατο. καινὸν δ' ἐνταῦθα σχῆμα ἡ ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἀνακόλουθος μετάβασις ἐν τῷ, ὃς νῶϊν ἀγάσσατο καὶ ἑξῆς· ἦν μὲν γὰρ ἀκόλουθον εἰπεῖν, ὃς ἡμῖν ἐφθόνησε παρ' ἀλλήλοισι μένουσι τέρπεσθαι, ἵνα ἦν ὁμοιόπτωτον τὸ ἡμῖν καὶ τὸ μένουσιν· ἡ δὲ Ὁμηρικὴ γυνὴ τὸ σχῆμα ἤλλαξε καινότερον μὲν, ἀσολοίκως δὲ, καθὰ πολλαχοῦ γίνεται, εἰποῦσα ὅτι θεοὶ ἡμῖν ἐφθόνησαν τοῦ τέρπεσθαι, δηλαδὴ ἡμᾶς, μένοντας παρ' ἀλλήλοις, ὡς καὶ εἴ τις εἴποι, παραινῶ σοι ζῶντα σπουδαίως διάγειν τὸν βίον· καλὸν μὲν γὰρ καὶ τὸ, παραινῶ σοι ζῶντι σπουδαίως ποιεῖν [305] τόδε. ἀσόλοικον ὁμοίως καὶ τὸ, παραινῶ σοι διάγειν σε τὸν βίον ζῶντα σπουδαίως. αἴτιον δὲ τῆς τοιαύτης ἀσφάλτου ἐναλλαγῆς τὸ μετὰ τὴν δοτικὴν ῥῆμα, ὃ προκαλεῖται τὴν ἐπαγομένην αἰτιατικήν. τοιοῦτον καὶ τὸ, χαίρω τῷ λόγῳ ᾧ εἶπας καὶ ὃν εἶπας, καὶ ἄλλα δὲ μυρία. παραδείγματα δὲ οὐκ ὀλίγα καὶ ἐν Ἰλιάδι κεῖται τοῦ τοιούτου σχήματος.

(Vers. 212.) Τὸ δὲ ταρπῆναι συνήθως καὶ νῦν γενικῇ συνέταξεν ἢ κατ' ἔλλειψιν τῆς δια προθέσεως ἢ διὰ τὸ ληφθῆναι τὸ ταρπῆναι ἀντὶ τοῦ κορεσθῆναι.

(Vers. 209. 13.) δῆλον δὲ ὅτι ταυτὰ ἐν τοῖς ῥηθεῖσι τὸ σκύζεσθαι καὶ τὸ χώεσθαι, ἤδη δέ πως καὶ τὸ νεμεσᾶν, ὃ καὶ αὐτὸ οὐδὲν ἄλλο ἐστὶν ἢ σκύζεσθαι καὶ χώεσθαι, δικαίως μέντοι.

(Vers. 214.) Τὸ δὲ ἀγάπησα ἀντὶ τοῦ ἐφιλοφρονησάμην, καὶ ἔστιν ὅμοιον τῷ ἀμφαγαπάζειν.

(Vers. 216.) Τὸ δὲ ἐῤῥίγει ἐπίτασίς ἐστι προσοχῆς· οὐ γὰρ ἁπλῶς εὐλαβεῖτο τὴν ἐξ ἀνδρὸς ἀπάτην ἡ σώφρων Πηνελόπη, ἀλλὰ ἐῤῥίγει καὶ οὐ κατὰ τὴν ἄλλως ῥιγεδανὴν Ἑλένην ἀπεριμερίμνως διέκειτο. παρακείμενος δὲ μέσος τοῦ ἐῤῥίγει τὸ ἔῤῥιγα.

(Vers. 218.) Τὸ δὲ, οὐδ' ἂν Ἀργείη Ἑλένη ἀνδρὶ ἀλλοδαπῷ ἐμίγη, εἰ ᾔδη, ὅ μιν αὖτις Ἀχαιοὶ ἐπαναγαγεῖν ἔμελλον οἴκαδε, τοιοῦτον ἔχει νοῦν τελείας τιθεμένης στιγμῆς ἐν τῷ εἰ ᾔδη· οὐκ ἄν φησιν οὐδὲ ἡ Ἑλένη παρ' ἀνδρὶ ἀλλοδαπῷ ἐγένετο, εἴ περ ἠπίστατο αὐτὸ δὴ τοῦτο τὸ παρ' ἐμοῦ λεχθὲν γνωμικὸν τὸ, πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν ἤτοι βουλεύονται ἀπατητικῶς. διό φησιν ἔμελλον οἱ Ἀχαιοὶ ἄξειν αὐτὴν οἴκαδε ὡς ἀπατηθεῖσαν καὶ μεταμελομένην καθὰ δηλοῖ τὸ, τίσασθαι δ' Ἑλένης ὁρμήματά τε στοναχάς τε, κείμενον ἐν Ἰλιάδι. καὶ φασὶν οἱ παλαιοὶ περὶ τῆς ῥηθείσης ἀπάτης, ἣν ἔπαθεν ἡ Ἑλένη, ὅτι Ἀφροδίτη Μενελάῳ τὸν Ἀλέξανδρον εἰκάσασα παρήγαγεν ἤτοι ἠπάτησε τὴν Ἑλένην, παραλογισαμένη τῇ ὁμοιότητι, ὡς εὐλόγως λοιπὸν καὶ τὴν Πηνελόπην δεδοικέναι μὴ πάθοι τι ὅμοιον. καὶ οὕτω μέν τινες καλῶς τὸ ῥηθὲν ἡρμήνευσαν νόημα. Ἕτεροι δὲ τὴν ῥηθεῖσαν στιγμὴν ἀπάγοντες καὶ συνάπτοντες τὸ ὅλον εἰς νόημα ἓν, λέγουσι μὲν ὅτι οὐκ ἂν ἡ Ἑλένη ἐμίγη ἀλλοδαπῷ, εἴ περ ᾔδη ὅτι αὐτὴν ἐπανάξειν οἱ Ἀχαιοὶ ἔμελλον. κρίνονται δὲ μεμπτέοι τοῖς παλαιοῖς διὰ τὸ κακοσυμβίβαστον τῆς ἐννοίας· ἀδιανόητον γὰρ τὸ λέγειν τὴν Πηνελόπην ὡς ἐδεδίειν μή πως ἀπατηθῶ· οὐδὲ γὰρ ἡ Ἑλένη συναπῆλθεν ἂν τῷ ἐκ Τροίας μείρακι, ἐὰν ἐγίνωσκεν ὅτι ἐπανακομισθήσεται εἰς τὴν πατρίδα· λέγοι γὰρ ἂν, ὅτι οὐ πόθῳ τοῦ ἀνδρὸς ἀλλὰ φόβῳ τοῦ ἐπανακάμψαι εἰς αὐτὸν ἐπεῖχον τὸν γάμον. ἴσως δὲ καὶ οὕτω πως καθίσταται τὰ τῆς ἐννοίας ταύτης· ἐδεδίειν, φησὶ, τὴν ἀπάτην, μεθ' ἣν ἀνάγκη πάντως ἦν ἐπανασωθῆναί με ζῶντι τῷ κουριδίῳ ἀνδρί. ὃ δὴ νόημα εἴ περ ἔσχε καὶ ἡ Ἑλένη, οὐκ ἂν ἡρπάγη. ἐπαινεῖ δὲ ἡ Πηνελόπη τὴν Ἑλένην ἢ διὰ συγγένειαν ἢ καὶ ἵνα μὴ δόξῃ φιλοσκώμμων εἶναι, εἰς ὃ δὴ μάλιστα τὸ γυναικεῖον φῦλον ῥέπει, ἢ καὶ χάριν ἑαυτῆς εἰς οἰκεῖον ἔπαινον· εἰ γὰρ ἐκείνη εὐλογεῖται τοιαύτη τῷ ἀνδρὶ γενομένη, πολλῷ πλέον αὕτη ἡ οὕτω σώφρων.

(Vers. 220.) Περὶ δὲ τοῦ ᾔδη, ὅ πέρ ἐστιν ἠπίστατο, εἴρηται μὲν καὶ ἐν τῇ ἄλφα τῆς Ἰλιάδος. διαρθρωτέον δὲ μᾶλλον ἐνταῦθα, ὅτι οὐχ' ἁπλῶς τὸ ᾔδειν καὶ ἐνενοήκειν καὶ ἐπεποιήκειν διαλύει τὸ ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα, ἀλλὰ τὰ ἐξ αὐτῶν Ἀττικὰ τὰ διὰ τοῦ ἦτα. παραδίδωσι γὰρ Ἡρακλείδης, ὅτι Ἀττικοὶ τοὺς τοιούτους ὑπερσυντελίκους ἐν τῷ ἦτα μόνῳ περατοῦσιν, ᾔδη λέγοντες καὶ ἐνενοήκη καὶ ἐπεποιήκη. καὶ οὕτω φησὶ Παναίτιος ἔχειν τὰς γραφὰς παρὰ Πλάτωνι. καὶ Θουκυδίδης δὲ κέχρηται τῷ τοιούτῳ Ἀττικῷ ἔθει. καὶ τὰς τμήσεις ἐκ τούτων, φησὶν, Ἴωνες οἰκείως προφέρονται, ἤδεα λέγοντες ἀναλύσει τοῦ ἦτα εἰς ε καὶ ἄλφα ἀντὶ τοῦ ᾔδη ἤγουν ἠπιστάμην, οἷον· εἰ γὰρ ἐγὼ τάδε ᾔδε' ἐνὶ φρεσί. καὶ Καλλίμαχος· ᾔδεα μᾶλλον ἐγώ κοτε. οὕτω δὲ καὶ ἐνενοήκη ἐνενοήκεα ὁμοίᾳ Ἰωνικῇ τμήσει ἤτοι διαλύσει, καὶ ἐπεποιήκη ἐπεποιήκεα. πολλοὶ δέ φησι καὶ σὺν τῷ ν προφέρουσι τὴν εἰρημένην διὰ τοῦ ἦτα Ἰωνικὴν γραφὴν τῶν ὑπερσυντελίκων, ᾔδην λέγοντες καὶ ἐνενοήκην καὶ ἐπεποιήκην· ἀφ' ὧν καὶ αὐτῶν αἱ τμήσεις γένοιντ' ἄν φησιν ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα κατὰ τὸ, Ἀστυάγην Ἀστυάγεα παρὰ Ἡροδότῳ, καὶ κατὰ τὸ, ἧνται ἔαται, καὶ ἦν ἔα, ὥστε κατὰ τοῦτον τὸν λόγον οὐκ ἐκ τοῦ ᾔδεα κέκραται τὸ ᾔδη, ἀλλ' ἐκ τοῦ ᾔδη πρώτου προσώπου ἀναλέλυται τὸ ᾔδεα.

(Vers. 222.) Τὸ δὲ ὤρορε καὶ ἐνταῦθα μετάθεσιν τῆς αὐξήσεως ἔπαθεν, ἐξ Ἀττικοῦ μεταπεσὸν ὡς εἰς κοινὸν παρακείμενον.

(Vers. 223.) Τὸ δὲ, ἄτην λυγρὴν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος, εἴποι ἂν ὁ ἀμετόχως ἑτέρῳ τινὶ συμβλαβείς.

(Vers. 225.) Ὅτι ὁ μετὰ φανερὰ σημεῖα μόλις πεισθεὶς εἴποι ἂν τῷ πείσαντι, νῦν δ', ἐπεὶ ἤδη σήματ' ἀριφραδέα κατέλεξας, πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλ' ἐόντα.

(Vers. 232.) [306] Ὅτι ἔκλαιεν Ὀδυσσεὺς ἔχων ἄλοχον θυμαρέα· νῦν γὰρ ἔτι μᾶλλον αὐτῷ ὑφ' ἵμερον ὦρσε γόοιο ἡ γυνὴ λαλήσασα τὰ, ὡς ἐῤῥέθη, ὑπὲρ αὐτῆς. Καὶ ὅρα τὸ θυμαρέα ἤγουν θυμήρη ὡς ἀπὸ εὐθείας τῆς ἡ θυμαρής. καὶ σημείωσαι ὅτι μετὰ τοῦ η μὲν βαρύνεται ἡ τοιαύτη λέξις, ὡς δῆλον ἐκ τοῦ, θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων, διὰ δὲ τοῦ α ὀξύνεται κανόνι ὁποίῳ καὶ ἡ εὐμαρής.

(Vers. 233. sqq.) εἶτα τὴν ἑκατέρων διάθεσιν παραβολικῶς ὑποδεικνὺς ἐπάγει· ὡς δ' ὅτ' ἂν ἀσπάσιος ἢ ἀσπασίως γῆ νηχομένοισι φανείη, ὧν τε Ποσειδάων εὐεργέα νῆα ἐνὶ πόντῳ ῥαίσει ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ· παῦροι δ' ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη, ἀσπάσιοι δ' ἐπέβαν γαίης κακότητα φυγόντες, ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ. καὶ ἔστιν ἡ παραβολὴ ἐχομένη πως ὧν κατὰ θάλασσαν ἔπαθεν Ὀδυσσεύς· διὸ καὶ κατὰ τοὺς ναυαγοὺς χαίρει καὶ ἐκεῖνος τὴν πατρίδα γαῖαν ἰδὼν, καὶ ἔτι ἐπέκεινα, ὅτι καὶ τὰ φίλτατα ἔχει. τέως μέντοι οὐκ ἔχει σφοδροτέραν ὁ ποιητὴς ἡδονὴν ἐξευρεῖν τῆς ῥηθείσης, ᾗ παραβάλοι ἂν τὴν τῆς γυναικὸς ἄρτι χαρὰν ἐπὶ τῷ ἀνδρί· πάνυ γὰρ λίαν ἡ γυνὴ χαίρει, ὥς περ καὶ οἱ νηχόμενοι οὐχ' ἁπλῶς ἀλλ' ἐν κινδύνῳ μεγάλῳ, καθ' ὃν πλείους μὲν ὤλοντο, αὐτοὶ δὲ παῦροι ἐξέφυγον δηλονότι, καὶ πόνῳ πολλῷ, τοιοῦτον γὰρ τὸ ἐν κινδυνώδει καιρῷ νήχεσθαι, χαίροιεν ἂν γῆς ἐπιβάντες. Τὸ δὲ, ἀσπάσιος γῆ, Ἀττικόν ἐστι· τὸ γὰρ κοινὸν ἀσπασία, ἐξ οὗ καὶ κύριον ἡ παρὰ ταῖς ἱστορίαις σοφὴ γυνὴ Ἀσπασία. καιρία δὲ λέξις ἡ ῥηθεῖσα, διὸ καὶ νῦν ἐπιμονὴν ποιεῖ ἐν τῷ ἀσπάσιοι καὶ

(Vers. 239.) ἀσπαστὸς ἔην πόσις.

(Vers. 235.) Τί δὲ τὸ πηγὸν κῦμα, δεδήλωται ἀλλαχοῦ· ὡσαύτως καὶ περὶ τοῦ

(Vers. 237.) τέτροφεν ἅλμη, ὅ ἐστι πέπηγεν. Ἰστέον δὲ ὅτι τὸ μὲν τέτροφα ὀρθῶς καὶ τῷ ο παραλήγεται καὶ τὸ φ σύμφωνον ἔχει ὡς μέσος παρακείμενος ἐκ τοῦ τρέφω γινόμενος. τὸ μέντοι κέκλοφα τῷ μὲν ο εὐλόγως παραλήγεται ὡς ἀπὸ δισυλλάβου μέλλοντος τοῦ κλέψω, οὗ τὸ τῆς παραληγούσης ε ὀφείλει τρέψειν αὐτὸς εἰς ο. τὸ δὲ φ οὐκ ἀναλόγως ἔχει· ὤφειλε γὰρ κέκλοπα εἶναι κατὰ τὸ σύμφωνον τοῦ ἐνεστῶτος. ἔοικε δὲ συνεκδραμεῖν καὶ αὐτὸ πρὸς τὸ τέτροφα καὶ τὸ κέκοφα, ὃ ἀμφοτέρως λέγεται ὡς δηλοῖ τὸ κεκοπώς· καὶ γὰρ κέκοφά ἐστι καὶ κέκοπα. Τὸ δὲ, πολλὴ δὲ περιτέτροφεν ἅλμη, πρὸς ἐντέλειαν μόνην κεῖται παραβολικὴν, ὁποῖα πολλὰ ποιεῖ ἐν ταῖς παραβολαῖς Ὅμηρος· ἄλλως γὰρ οὐ συντελεῖ τι ἐνταῦθα εἰς τὸ πολὺ τῆς κατὰ τὴν Πηνελόπην χαρᾶς.

(Vers. 241.) Ὅτι ἐπὶ μὲν τῶν νύκτωρ πάνυ κλαιόντων οἰκεῖον τὸ, καὶ δὴ ἂν ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, ὅ περ καὶ ἐνταῦθα κεῖται. ἐπὶ δέ γε τῶν ἐν ἡμέρᾳ κλαιόντων τὸ, καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, ὃ κεῖται καὶ ἀλλαχοῦ.

(Vers. 243. sqq.) Ὅτι ὥς περ ἐπὶ τῆς τοῦ Ἡρακλέος γενέσεως καὶ αὖ πάλιν ἐπὶ τῆς τῶν Μουσῶν παρεκτείνει ὁ μῦθος τὴν νύκτα εἰς τριέσπερον μῆκος καὶ εἰς ἐννεάνυκτον, οὕτω κἀνταῦθα ἡ ποιητικὴ Μοῦσα τολμᾷ εἰπεῖν ὡς ἡ Ἀθηνᾶ προθυμουμένη τοῦ τὸν Ὀδυσσέα καὶ τὴν Πηνελόπην ὕπνῳ ὑπὸ γλυκερῷ τερφθῆναι κοιμηθέντας καὶ μύθοις τοῖς πρὸς ἀλλήλους ἐφ' οἷς ἔπαθόν τε καὶ ἐποίησαν μηκύνει καὶ αὐτὴ πλέον τοῦ συνήθους τὴν νύκτα, ὡς οἷα δυναμένη τι καὶ εἰς τοῦτο καθότι ἀλληγορεῖται καὶ εἰς ἀέρα, ὡς ἐν ἄλλοις δηλοῦται. φησὶ γοῦν ὁ ποιητὴς, ὅτι νύκτα ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δ' αὖτε ῥύσατ' ἐπ' Ὠκεανῷ χρυσόθρονον, οὐδ' ἔα ἵππους ζεύγνυσθαι ὠκύποδας Λάμπον καὶ Φαέθοντα, οἵ περ Ἠῶ πῶλοι ἄγουσιν. οὐ τολμᾷ μέντοι ὁ ποιητὴς ἀναιδῶς μετρῆσαι καὶ μῆκος νυκτὸς κατὰ τὸν ἐπὶ Ἡρακλεῖ καὶ Μούσαις μῦθον, ἀλλ' ἀρκεῖται ἀορίστως εἰπὼν δολιχὴν τοιαύτην νύκτα δόξασαν μακροτέραν ὡς εἰκὸς τῶν συνήθων εἶναι, οὐ μὴν καὶ τοιαύτην γενομένην. ἦλθε δὲ ἡ δόκησις τοῦ δολιχοῦ τῆς νυκτὸς ταύτης μήκους ἐκ τοῦ ἐξαρκέσαι αὐτὴν καὶ εἰς ὕπνον ἀρκοῦντα σώφροσι καὶ εἰς ἀφήγησιν μακρῶν οὕτω καμάτων καὶ τληπαθειῶν τοῦ τε ἀνδρὸς τῆς τε γυναικός. Δῆλον δὲ πάντως ὡς οὐκ ἂν καὶ εἰς ἄμφω ἤρκεσεν ἡ μετὰ δαῖτα καὶ μολπὴν καὶ χοροὺς καὶ πλατὺν ἀναγνωρισμὸν καὶ εἰς ὕπνον ἀνάκλισιν περιλειφθεῖσα νὺξ, εἰ μὴ κατ' ἐπιτομὴν καὶ ἐπιδρομάδην ἐκεῖνοι ἀλλήλοις ἀφηγοῦντο τὰ καθ' ἑαυτοὺς, ὡς καὶ ὁ ποιητὴς ἐμφαίνει ἐν οἷς μετ' ὀλίγα ἐπιτροχάδην αὐτοῖς ἐπέξεισιν· ἔοικε γὰρ ὁ σοφὸς Ὀδυσσεὺς μετρεῖν πρὸς τὸ ἐπίλοιπον τῆς νυκτὸς τοὺς λόγους· διὸ καὶ ἅμα συμπληροῖ τὰ τῆς πλάνης καὶ εὐθὺς ὑπνοῖ καὶ ὄρθρος ἐκφαίνεται. Σημείωσαι δὲ ὅτι ἐν Ἰλιάδι ἄλλως ἤ περ ἐνταῦθα πλάττει τὴν Ἥραν ὁ ποιητὴς πέμπουσαν τὸν ἥλιον εἰς δύσιν ἐπὶ βοηθείᾳ τῶν Ἀχαιῶν, ἐν οἷς φησίν· ἠέλιον δ' ἀκάμαντα βοῶπις πότνια Ἥρη ἔπεμψε καὶ τὰ ἑξῆς. δηλοῖ δέ φασιν ἐκεῖ ὁ ποιητὴς πρὸ καιροῦ νομισθῆναι νύκτα διά τινα χαλεπὴν ὁμίχλην· δοκεῖ γὰρ [307] δύνασθαι τὰ τοιαῦτα ἡ Ἥρα, ἐπεὶ καὶ ἀλλαχοῦ ἡ αὐτὴ, ἠέρα πίτνα βαθεῖαν, ἤγουν ἀορασίαν ὁμιχλώδη ἐπιπίπτειν ἐποίει πολλήν· καὶ τοίνυν ὥς περ ἐκεῖ πρὸ καιροῦ ἐνομίσθη νύξ, ὡς τῆς ἡμέρας κατά τι σμικρυνθείσης, οὕτως ἐνταῦθα δόκησις ἦλθεν, ὡς ἐῤῥέθη, τοῦ δολιχὴν πλέον τοῦ συνήθως τὴν νύκτα γενέσθαι. Περάτην δὲ ἅπαξ ἐνταῦθα φησὶν ὁ ποιητὴς κατὰ γένος θηλυκόν· καὶ δηλοῖ ἡ λέξις τὸ πέρας τοῦ Ὠκεανοῦ νῦν οὐ τὸ ἀνατολικὸν, ἀλλὰ μᾶλλον τὸ δυτικὸν, δι' οὗ ἔμελλεν ἡ νὺξ δῆθεν σωματικῶς κατελθεῖν, ὡς ἂν ἑτέρωθεν ἀνέλθῃ ἡ Ἠώς· διὸ καὶ ὁ ποιητὴς εἶπε· νύκτα μὲν ἐν περάτῃ σχέθε, τῇ κατὰ δύσιν δηλαδὴ, Ἠῶ δ' αὖτε ἐπ' Ὠκεανῷ τῷ κατὰ ἀνατολὴν, ὥστε μήτε ταύτην ἀναδῦναι μήτε ἐκείνην καταδῦναι, ἵνα οὕτω μένῃ κατὰ χώραν τὸ σκίασμα τῆς γῆς. καὶ ἔστι πρὸς ταύτην τὴν ἔννοιαν ταυτὸν ἡ περάτη καὶ τὸ πέρας τοῦ Ὠκεανοῦ κατά τε δύσιν κατά τε ἀνατολὴν, εἰ καὶ νῦν ὁ ποιητὴς δυτικὴν περάτην φησί. Σημειοῦνται δὲ οἱ παλαιοὶ τὸν ποιητὴν ἐξ ἰδίου προσώπου λέγειν ἀεὶ ἀπ' Ὠκεανοῦ τὴν Ἠῶ ἀνατέλλειν δίχα γε τόπου ἑνὸς, ἔνθα ἐπικερτομῶν Εὔμαιος τῷ Μελανθίῳ κρεμαμένῳ ἔφη· οὐδέ σε ἠριγένεια παρ' Ὠκεανοῦ λήσει ἐπερχομένη. ἐκεῖ γὰρ οὐ καθ' ἑαυτὸν ὁ ποιητὴς τοῦτο φησὶν, ἀλλ' Εὐμαίῳ τὸν λόγον ἀνατίθησι.

(Vers. 244.) Τὸ δὲ, ῥύσατο ἐπ' Ὠκεανῷ, οὐ κατὰ τὸ ῥύσατο καὶ ἐσάωσεν εἴρηται, ἀλλὰ κώλυσίν τινα δηλοῖ· διὸ καὶ ἐδέησεν ἑρμηνευθῆναι τὴν λέξιν ἐν τῷ, οὐδὲ ἔα ἵππους ζεύγνυσθαι ὠκύποδας.

(Vers. 246.) Ὁ δὲ Λάμπος καὶ ὁ Φαέθων εὐφυῶς πλάττονται εἰς ξυνωρίδα τῆς Ἠοῦς διὰ τὸ κατ' ἐκείνην λαμπρόν. οὕτω καὶ τῷ Ἡλίῳ βουκολοῦσιν ἐν Θρινακίᾳ νύμφαι ἐϋπλόκαμοι Φαέθουσά τε Λαμπετίη τε. ὁ τοιοῦτος δὲ νοῦς καὶ Φαέθοντα οὐ μόνον Ἥλιον λέγει ἐπιθετικῶς, ἀλλὰ καὶ Ἡλίου υἱὸν κατὰ κυριωνυμίαν. καὶ Ὅμηρος μὲν οὕτω ξυνωρίδα ὑποζεύγνυσι τῇ Ἠοῖ, Λυκόφρων δὲ καὶ ἕτεροι μονόπωλον τὴν Ἠῶ πλάττοντες πηγάσῳ αὐτὴν ἐποχοῦσι πτερωτῷ ἵππῳ, ὃν ἔσχεν ἐκείνη μεθὸ τὸν Βελλεροφόντην αὐτὸς εἰς τὸ ἀλήϊον πεδίον ἀπεσείσατο. πῶλοι δὲ ἄγουσι τὴν Ἠῶ πρὸς ἔμφασιν τοῦ νεάζειν καὶ μάλιστα τὰ κατὰ τὸν ὄρθρον αὐτῆς ἀρχὴν ὄντα ἡμέρας· διὸ καὶ ἔαρος ἀκμῇ ἀναλογεῖ ὁ τοιοῦτος καιρὸς, ὅθεν καὶ ἦρ λέγεται, ὥς περ αὖ πάλιν φθινοπωρινῷ γήρᾳ ἢ καὶ χειμερίῳ τὰ πρὸς ἑσπέραν εἰκάζοιτ' ἄν.

(Vers. 248.) Ὅτι ἐπὶ τῶν πρὸς τοῖς φθάσασι κακοῖς καὶ ἄλλα καραδοκούντων ῥηθήσεται τὸ, οὔ πω πάντων ἐπὶ πείρατα ἀέθλων ἤλθομεν, ἀλλ' ἔτ' ὄπισθεν ἀμέτρητος πόνος ἐστὶ πολλὸς καὶ χαλεπὸς, τὸν ἐμὲ χρὴ πάντα τελέσαι. Ὀδυσσεὺς δὲ τοῦτο λέγει διὰ τὸν ἐφεξῆς πόνον, ὃν ἀεθλεύσει κατὰ τὴν ἐν Ἅιδου μαντείαν τοῦ Τειρεσίου χάριν τιμῆς τοῦ Ποσειδῶνος, ὡς καὶ τῇ γυναικὶ ἀφηγήσεται.

(Vers. 249.) Πόνος δὲ ἀμέτρητος, ὃν οὐκ ἔστι μετρῆσαι, μᾶλλον δ' εἰπεῖν ἀναμετρῆσαι κατὰ τὸ, ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.

(Vers. 248. 54.) Ἰστέον δὲ ὡς καὶ ἐνταῦθα ὁ ποιητὴς ἀρχὴν λόγου θέμενος τὸν γαρ σύνδεσμον, ἀποδίδωσιν αὐτὸν συνήθως διὰ τοῦ ἀλλα εἰπών· ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατα καὶ ἑξῆς, εἶτα μετὰ στίχους ἓξ ἐπαγαγών· ἀλλ' ἔρχευ λέκτρονδε καὶ ἑξῆς. δῆλον δὲ ὅτι σεμνῶς φράζει ὁ ποιητὴς τὸ, ἀλλ' ἔρχευ λέκτρονδ' ἴομεν, γύναι, ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες. ὡσαύτως καὶ τὸ,

(Vers. 257.) εὐνὴ μὲν δὴ σοί γε τότ' ἔσσεται, ὁππότε θυμῷ σῷ ἐθέλεις, ἐπεὶ ἄρ σε θεὸς ποίησεν ἱκέσθαι. ὁμοίως καὶ τὸ,

(Vers. 300.) ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, τερπέσθην μύθοισι πρὸς ἀλλήλους ἐνέποντες τὰ καὶ τά. οὕτω δὲ καὶ τὸ,

(Vers. 354.) ἐπεὶ ἀμφότεροι πολυήρατον ἱκόμεθα εὐνήν. καὶ τὸ,

(Vers. 296.) ἀσπάσιοι λέκτρου παλαιοῦ θεσμὸν ἵκοντο.

(Vers. 301.) ἐν δὲ τούτοις κεῖται καὶ τὸ ἐνέποντες δι' ἑνὸς φυσικῶς ν κατὰ στίχου ἄρχουσαν.

(Vers. 300.) Ὅρα δὲ καὶ ὅτι τὸ ταρπῆναι γενικῇ πρὸ ὀλίγων συνταχθὲν ἐνταῦθα καὶ ἄλλως φράζεται ἐν τῷ,

(Vers. 255.) ταρπώμεθα ὕπνῳ ὑπὸ γλυκερῷ. καὶ ὅτι ἁπλοϊκῶς καὶ κοινότερον κεῖται τὸ ἐποίησεν ἐν τῷ,

(Vers. 258.) ἐπεὶ ἄρ σε θεὸς ποίησεν ἱκέσθαι.

(Vers. 261.) Ὅτι φίλος ζητῶν μαθεῖν ἔκ τινος ἃ μέλλει κακοπαθεῖν ἐρωτήσοι ἂν οὕτω κατὰ τὴν Πηνελόπην· εἰπὲ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν ὀΐω πεύσομαι, αὐτίκα δ' ἐστὶ δαήμεναι οὔ τι χέρειον. ὁ δὲ ἐρωτηθεὶς ἐρεῖ ἂν τὸ τοῦ Ὀδυσσέως·

(Vers. 264.) δαιμονίη, τί δή με μάλ' ὀτρύνουσα κελεύεις εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι, οὐδ' ἐπικεύσω. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς χαίρω, ἐπεὶ μάλα πολλὰ καὶ ἑξῆς τὰ χρησιμεύοντα.

(Vers. 266.) Ὅρα δ' ἐνταῦθα τὸ κεχαρήσεται παραχθὲν ἐκ τοῦ χαίρω, οὗ ὁ μέλλων χαρῶ κοινότερον. ὃς δὴ μέλλων ἀναδραμὼν εἰς περισπώμενον ἐνεστῶτα τὸν, χαρῶ χαρήσω, ποιεῖ τὸ κεχαρήσομαι, ὃ χρόνου ἐστὶ μετ' ὀλίγον μέλλοντος. [308] ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ τὸ, κεχαρηότα νίκῃ, καὶ ὅσα τοιαῦτα.

(Vers. 260.) ἔτι ὅρα ὅτι τε φιλομαθὴς κἀνταῦθα ἡ Πηνελόπη φαίνεται καθότι καὶ φιλοπευθὴς, καὶ ὅτι οὐκ ἂν ὤχλησε τὸν ἄνδρα πολυλογεῖν λυπηρῶς, εἰ μὴ ἐκεῖνος φθάσας ἐμνήσθη ἀέθλου μέλλοντος. διὸ καὶ παρασημειοῦται ὅτι, ἐπεὶ ἐφράσθης τουτέστιν ἐνεθυμήθης καί τοι θεὸς ἔμβαλε θυμῷ, ζητῶ μαθεῖν τὸν ἄεθλον ὡς οἷα ὑπερπαθοῦσά σου. λέγει δὲ ἄεθλον ἐνταῦθα τὴν ἐπὶ τιμῇ τοῦ Ποσειδῶνος περιπλάνησιν κατὰ τὴν τοῦ Τειρεσίου παραγγελίαν, ὡς εὐθὺς δηλωθήσεται. Ὅτι Ὀδυσσέως αὐτὰ δὴ ἐκεῖνα εἰπόντος τῇ γυναικὶ ξηρὰ καὶ ἀμεταποίητα, ὅσα ἐκ τοῦ Τειρεσίου ἔμαθεν, ἤγουν τὴν ἀνὰ φαιδίμῳ ὤμῳ θέσιν τοῦ ἐρετμοῦ καὶ τὴν ἐς ἀνθρώπους πλάνην, οἳ οὐκ ἴσασι θάλασσαν, καὶ τὴν τοῦ ἐρετμοῦ εἰς ἀθηρηλοιγὸν εἰκασίαν καὶ τὴν θυτικὴν τριττύαν καὶ τὸν ἀβληχρὸν ἔξαλον ἢ ἐξ ἁλὸς θάνατον ὑπὸ γήρᾳ λιπαρῷ, ἐντεῦθεν ἀρχὴν λαλιᾶς τινὸς ἡ σοφὴ λαβοῦσα γυνὴ ἀσκεῖν ἐθέλει τὸν ἄνδρα εἰς φερεπονίαν, εἰποῦσα ὃ δὴ παντὶ ἁρμόζει παραμυθουμένῳ ἑαυτὸν εἰς τὰ μετέπειτα. φησὶ γάρ·

(Vers. 286.) εἰ μὲν δὴ γῆράς γε θεὸς τελέῃσιν ἄρειον, ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι. καὶ οὕτω περιγίνεταί πως ἡ γυνὴ τῆς τοῦ Ὀδυσσέως συννοίας. ὁ μὲν γὰρ φιλοπευστοῦσαν πολυμαθείας χάριν καὶ ἀναβαλλομένην μὲν τέως τὴν εὐνὴν καὶ ταῦτα τοῦ Ὀδυσσέως εἰς λέκτρον ἐλθεῖν προκαλουμένου αὐτὴν, ἐθέλουσαν δὲ μαθεῖν ὃν ἐκεῖνος ἔφη ὄπισθε τελέσαι ἀμέτρητον πόνον μὴ ἂν κεχαρήσεσθαι αὐτὴν ἔφη· ἡ δὲ χαρῆναι μὲν οὐκ ἂν δύναιτο ἐπὶ τῇ ἐσαῦθις ἀποδημίᾳ τοῦ ἀνδρὸς, οὐ μὴν οὐδὲ κλαυθμὸν πάσχει, παραμυθεῖται δὲ τὸν ἄνδρα ἐπὶ ὑπαλύξει κακῶν ἐξ αὐτοῦ ἐκείνου λαβοῦσα, ὡς ἐῤῥέθη, τὴν τῆς ἐννοίας ταύτης ἀρχὴν, φιλοσόφως μεταχειρισαμένη τὸ νόημα· εἰ γὰρ λιπαρόν, φησιν, ἔσται γῆρας, οὐκ ἄρα προηγήσεται καὶ εἰσέτι χρονία κάκωσις· ποῦ γὰρ λιπαρὸν γῆρας, οὗ προηγεῖται ἡ ἐκθλίψεως πολλὴ τηκεδών; σημείωσαι δὲ ὡς ἡρμήνευσεν ὁ ποιητὴς ἐν τούτοις ταυτὸν εἶναι γῆρας εἰπεῖν λιπαρὸν καὶ ἄρειον, καὶ ὅτι καταμόνας καὶ τὰ τοιαῦτα ἡ γυνὴ αὕτη καὶ ὁ ἀνὴρ διομιλοῦνται ἀλλήλοις τῶν σπουδαιοτέρων αὐτοῖς γινόμενοι. Τηλέμαχος μέντοι καὶ οἱ λοιποὶ περὶ μολπὴν ἔτι καὶ ὄρχησιν ἔχουσιν· ὅτε δὲ

(Vers. 296.) ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκωνται οἱ δεσπόται, τότε δὴ παύσαντες ὀρχηθμοῖο πόδας εὐνάζοντο καὶ αὐτοί. Ἰστέον δὲ ὅτι κατὰ τὴν τῶν παλαιῶν ἱστορίαν Ἀρίσταρχος καὶ Ἀριστοφάνης, οἱ κορυφαῖοι τῶν τότε γραμματικῶν, εἰς τὸ, ὡς ἐῤῥέθη, ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο, περατοῦσι τὴν Ὀδύσσειαν, τὰ ἐφεξῆς ἕως τέλους τοῦ βιβλίου νοθεύοντες. οἱ δὲ τοιοῦτοι πολλὰ τῶν καιριωτάτων περικόπτουσιν, ὥς φασιν οἱ αὐτοῖς ἀντιπίπτοντες, οἷον τὴν εὐθὺς ἐφεξῆς τῶν φθασάντων ῥητορικὴν ἀνακεφαλαίωσιν καὶ τὴν τῆς ὅλης ὡς εἰπεῖν Ὀδυσσείας ἐπιτομὴν, εἶτα καὶ τὸν ὕστερον ἀναγνωρισμὸν Ὀδυσσέως τὸν πρὸς τὸν Λαέρτην καὶ τὰ ἐκεῖ θαυμασίως πλαττόμενα καὶ ἄλλα οὐκ ὀλίγα. εἰ δὲ διότι πολλὰ εὐανασκεύαστα ἐν τῇ ἀρχῇ τῆς ἐφεξῆς ῥαψῳδίας πεποίηνται, διατοῦτο ἐνταῦθα τὴν Ὀδύσσειαν ἀποτερματίζουσιν, ἔστιν αὐτοῖς στενῶσαι καὶ συσφίγξαι καὶ οἷον σφηκῶσαι τὴν ὅλην ποίησιν ταύτην ἀφελομένους ἐκ μέσου τοῦ βιβλίου καὶ ὅσα ὁμοίως μυθικὰ καὶ οὐ πιθανὰ ἐν Φαιακίᾳ ἐλαλήθησαν. εἴποι ἂν οὖν τις, ὅτι Ἀρίσταρχος καὶ Ἀριστοφάνης οἱ ῥηθέντες οὐ τὸ βιβλίον τῆς Ὀδυσσείας, ἀλλὰ ἴσως τὰ καίρια ταύτης ἐνταῦθα συντετελέσθαι φασίν.

(Vers. 302. sqq.) Ὅτι ἀνακεφαλαιώσεως ἐν τῇ εὐνῇ γινομένης τῶν τε κατὰ τὸν Ὀδυσσέα καὶ τῶν κατὰ τὴν γυναῖκα, εἰς αὐτὴν μὲν τρεῖς μόνους δαπανᾷ στίχους ὁ ποιητὴς εἰπὼν, ὡς εἶπεν ἡ γυνὴ ὅσα ἐν μεγάροις ἀνέσχετο ἀνδρῶν μνηστήρων ἐσορῶσα ἀΐδηλον ὅμιλον, οἳ αὐτῆς εἵνεκα πολλὰ βόας καὶ ἴφια μῆλα ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος. ἅ περ φραστικὰ δαπάνης ἀκαίρου εἰσίν. εἰς μέντοι τὸν πολυπαθῆ Ὀδυσσέα πλείους προφέρει στίχους· ὁ μὲν γὰρ ἔλεγεν ὅσα κήδεα ἔθηκεν ἀνθρώποις, ὅσα τε αὐτὸς ἐμόγησε μετὰ τὸν ἐκ Τροίας ἀπόπλουν· τῶν γὰρ περὶ Τροίαν οὐδεὶς οὐδόλως αὐτῷ λόγος. ἡ γυνὴ δὲ ἄρα τέρπετ' ἀκούσασα, οὐδέ οἱ ὕπνος πίπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα. ἐξέκρουε γὰρ ἡ ἐν λόγοις μελιχρότης τὸ τοῦ ὕπνου γλυκύ. ἀρξάμενος οὖν ἐκ τῶν Κικόνων, ἀφ' ὧν καὶ ἡ κατὰ φύσιν τῆς Ὀδυσσείας ἀρχὴ, ἀνακεφαλαιοῦται τὴν ὅλην πλάνην ἐν ἔπεσιν ἑνὶ πρὸς τοῖς τριάκοντα

(Vers. 310341.) κατὰ φύσιν διηγησάμενος καὶ ἐκ τῶν πρώτων εὐτάκτως ἐλθὼν πρὸς τὰ ἔσχατα καὶ δείξας κἀνταῦθα, ὡς ἄρα καὶ μετατάσσειν οἶδε πράγματα καὶ περιβλητικῶς τῷ πρωθυστέρῳ τῶν διηγημάτων ἐνευδοκιμεῖν, ὡς πολλαχοῦ ἐποίει, καὶ αὖ πάλιν κατὰ τάξιν αὐτὰ τιθέναι μεθόδῳ σαφηνείας ὅτε καιρὸς, καθὰ καὶ ἐνταῦθα ποιεῖ· πάντα [309] γὰρ νῦν εὐτάκτως ἐπιτρέχει, ὡς πρῶτον Κίκονας δάμασεν, ὡς ἦλθε Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· τοιαύτη γὰρ ἡ χώρα. καὶ ὅσα Κύκλωψ ἔρξεν, εἰς τοὺς αὐτοῦ δηλαδὴ ἑταίρους, καὶ ὡς ἀπετίσατο ποινὴν ἰφθίμων ἑτάρων, οὓς ἤσθιε οὐδ' ἐλέαιρε, καὶ ὡς Αἴολον ἵκετο, ἔνθα ὑπὸ θυέλλης ἀνέμων ἐδυστύχησε, καὶ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκοντο, οἳ νῆας ὤλεσαν καὶ ἑταίρους.

(Vers. 319.) Ἔνθα ὅρα τὸ, οἳ νῆας ὤλεσαν, τουτέστιν οἱ Λαιστρυγόνες, ὡς ταυτὸν ὂν Λαιστρυγονίην καὶ Λαιστρυγόνας εἰπεῖν. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, οὗ ἐναντίον ἡ ἀμηχανία, ὃ δὴ δόλῳ καὶ πολυμηχανίᾳ καὶ Ὀδυσσεὺς κεκόσμηται. προσεπεῖπε δὲ καὶ ὡς Ἅιδου δόμον ἦλθε τὸν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, εὐρώεντα, ἔνθα εἴσιδε πάντας ἑταίρους καὶ μητέρα, εἰ καὶ ἐν τοῖς φθάσασιν ἐσιγήθη τὸ πάντας αὐτὸν τοὺς ἑταίρους ἰδεῖν. ἔτι δὲ κατέλεξε καὶ ὡς Σειρήνων ἀδινάων φθόγγον ἄκουσεν.

(Vers. 326.) ἔνθα φασὶν οἱ παλαιοὶ τὸ ἀδινάων ἀντὶ τοῦ ἡδυφώνων, ᾠδικῶν, παρὰ τὸ ᾄδειν ἢ μᾶλλον παρὰ τὸ ἡδύ· πέντε γάρ φασι τὸ ἀδινὸν σημαίνει· ἀθρόον, ὡς ἐν τῷ, μελισσάων ἀδινάων· οἰκτρὸν, ὡς ἐν τῷ, ἀδινὸν στοναχῆσαι· ἥδιον ἤγουν ἡδὺ, γλυκὺ, ὡς ἐν τῷ, Σειρήνων ἀδινάων· πυκνὸν καὶ ἰσχνὸν, οἷον, ἀμφ' ἀδινὸν κῆρ· καὶ ἠρέμα, ὡς ἐν τῷ, ἀδινῶς ἀνενείκατο φώνησέν τε. Λογιστέον δὲ ὅτι ὁ τὸν Ἄδωνιν δασύνας πολλῷ πλέον ἐθρασύνατο ἂν τὰς ἁδινὰς δασύναι Σειρῆνας ὡς ἀπὸ τοῦ ἥδω. Ἰστέον γὰρ ὅτι ὁ περὶ βαρβαρισμοῦ γράψας ὡς ἁμάρτημά ἐστι προφορᾶς ἐν λέξει παρὰ τόνον ἢ παρὰ χρόνον ἢ παρὰ διάλεκτον, ἐν λέγει βαρβαρισμὸν εἶναι καὶ παρὰ πνεῦμα, ὡς εἴ τίς φησι τὸν Ἄδωνιν ψιλῶς λέγει, ἢ τὸν ὄνον μετὰ δασείας πνεύσεως, ἢ εἴπῃ, ἐφ' ἐννέα κεῖτο πέλεθρα. ὁ δ' αὐτὸς καὶ τὸν παρὰ διάλεκτον κωμικώτερον βαρβαρίζοντα σαρκάζειν λέγει καὶ τὸ πρᾶγμα σαρκασμὸν καλεῖ. ἔτι εἶπε καὶ ὡς ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν, τὴν καὶ δῖαν ἐν ἄλλοις (Od. μ΄, 104.) ῥηθεῖσαν, Σκύλλην τε, ἣν οὔ πώ ποτε ἀκήριοι ἄνδρες ἄλυξαν, ὡς καὶ προεῤῥέθη. ἔτι γε μὴν ἐκεφαλαιώσατο καὶ τὸ κατὰ τὰς βόας τοῦ Ἡλίου καὶ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ Ζεὺς τουτέστιν αἶψα ὀλλύντι ἢ ἀσβολοποιῷ· ψόλος γάρ φασιν ἡ ἀσβόλη. ἔφη δὲ καὶ ὡς ἵκετο Ὠγυγίην νῆσον, τὴν πολλαχοῦ ῥηθεῖσαν, νύμφην τε Καλυψῶ, καὶ ὡς ὑπισχνεῖτο ἐκείνη θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα τὸν Ὀδυσσέα, εἰ καὶ οὔ ποτε θυμὸν αὐτοῦ ἐνὶ στήθεσσιν ἔπειθεν, ὃ καὶ σαίνειν πλέον τῶν ἄλλων τὴν Πηνελόπην δόξειεν ἄν. καὶ ἐπὶ πᾶσιν εἶπεν, ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, καὶ τιμηθεὶς ἐπανῆλθε πλουτῶν.

(Vers. 342.) τοῦτ' ἄρα, φησὶ, δεύτατον ἤγουν πανύστατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος λυσιμελὴς ἐπόρευσε λύων μελεδήματα θυμοῦ. ὃ γέγραπται καὶ ἀλλαχοῦ.

(Vers. 304.) Ἰστέον δὲ ὅτι ἐν τῷ, πολλὰ βόας καὶ ἴφια μῆλα ἔσφαζον, τὸ πολλὰ ὡς πρὸς πράγματα ἁπλῶς ἀποδέδοται, ὃ πολλαχοῦ εἴωθε κατά τι σχῆμα ἴδιον φράζειν ὁ ποιητής. τῷ δὲ τῶν μήλων ὀνόματι καὶ αἶγες καὶ σύες καὶ νῦν ἐμπεριλαμβάνονται. μετ' ὀλίγα δὲ καὶ βόας ἡ λέξις ἐμπεριέχει, οἷον· μῆλα, πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσομαι.

(Vers. 312.) Τὸ δὲ, ἀπετίσατο ποινὴν ἑτάρων, ἢ ἀντὶ τοῦ, ἀπέτισε ποινὴν ἑτάρων, ἢ ἀντὶ τοῦ, ἀπέτισε ποινὴν ὁ φαγὼν αὐτοὺς Κύκλωψ, τουτέστιν ἀπέδωκεν, ἢ Ὀδυσσεὺς ἐτίσατο ἐκεῖνον ἤγουν ἐτιμώρησεν εἰς ποινὴν τὴν ὑπὲρ τῶν φίλων.

(Vers. 347.) Ὅτι ἐν τῷ, αὐτίκ' ἀπ' Ὠκεανοῦ χρυσόθρονον Ἠριγένειαν ὦρσεν ἵν' ἀνθρώποισι φόως φέρῃ, τὸν ὄρθρον φράζει, ὡς δηλοῖ καὶ τὸ ὦρσεν· οὗ θέμα ὄρω, ἐξ οὗ ὁ ὄρθρος. δοκεῖ δὲ τοιοῦτος εἶναι καιρὸς ὁ μικρόν τι πρὸ ἡλίου φαύσεως, ὡς δηλοῖ ἐφεξῆς τὸ,

(Vers. 362.) αὐτίκα γὰρ φάτις εἶσιν ἅμ' ἠελίῳ ἀνιόντι, ἤγουν ὅτε ἥλιος ἀνατείλῃ, μετὰ τὸν ὄρθρον δηλαδὴ, καθ' ὃν καὶ ἀνίστανται ὀρθούμενοι ἄνθρωποι, ὡς τὰ πολλὰ οὐκ ἀναμένοντες ἥλιον.

(Vers. 350.) Ὅτι διαθηκῷά τις ὑποτύπωσις ἅ περ Ὀδυσσεὺς ἐνταῦθα πρὸς τὴν γυναῖκα φησίν· ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ' ἀέθλων ἀμφότεροι, σὺ μὲν ἐνθάδ' ἐμὸν πολυκηδέα νόστον κλαίουσα, αὐτὰρ ἐμὲ θεὸς ἄλγεσιν ἱέμενον πεδάασκεν, ἤτοι ἐδέσμει, ἐμῆς ἀπὸ πατρίδος αἴης, τουτέστιν ἐγὼ μὲν ἀπὸ τῆς πατρίδος, σὺ δὲ ἐπὶ τῆς πατρίδος ἐπάσχομεν κακά.

(Vers. 354. sqq.) νῦν δ' ἐπεὶ ἀμφότεροι πολυήρατον ἱκόμεθ' εὐνὴν, κτήματα μὲν τά μοί ἐστι κομιζέμεν ἐν μεγάροισιν, ὅ ἐστι κόμιζε καὶ ἐπιμελοῦ· μῆλα δὲ, ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσομαι, τουτέστιν ἀκόντων ἀφέλωμαι, ἄλλα δ' Ἀχαιοὶ δώσουσιν, εἰσόκε πάντας ἐνιπλήσωσιν ἐπαύλους, ἤτοι σταθμοὺς, αὐλὰς, ἐπαύλεις. γράφεται δέ φασι καὶ μεσαύλους. οἱ μέντοι ἔναυλοι τί δηλοῦσιν, ἔστιν εὑρεῖν ἐν τῇ Ἰλιάδι. δῆλον δὲ ὅτι καὶ λόγοι ἔναυλοι παρὰ τὸν μουσικὸν αὐλὸν λέγονται οἱ πρόσφατοι [310] καὶ ἀκοαῖς ἔτι ἐναυλούμενοι.

(Vers. 351. sq.) Ὅρα δὲ ὅτι σχήματός ἐστιν ἐξάλλαξις τὸ, σὺ μὲν ἐνθάδε κλαίουσα, ἐμὲ δὲ θεὸς ἄλγεσι πεδάασκε· τὸ γὰρ σαφὲς καὶ κοινὸν καὶ σύνηθες τοιοῦτον· σὺ μὲν ἐνθάδε κλαίουσα, ἐγὼ δὲ ἀλήτης ἐκ θεοῦ πεδούμενος ἄλγεσι.

(Vers. 355.) Κτήματα δὲ φανερῶς πάντα λέγει τὰ ἐν μεγάροις, ὥς περ δὴ καὶ μῆλα, καθὰ καὶ προσεχῶς ἐδηλώθη, πάντα τὰ θρέμματα.

(Vers. 353.) Ὅρα δὲ ὅτι τὸ ὑπὸ ἀλγέων κωλύεσθαι ἄλγεσι πεδιεῖσθαι φησὶν ὁ ποιητὴς, καὶ ὅτι τὸ πεδάασκον δευτέρας συζυγίας ἐμφαίνει ῥῆμα εἶναι τὸ πεδῶ, καθά που πρὸ τούτων καὶ τὸ, ὅς τίς μ' ἀθανάτων πεδάᾳ.

(Vers. 357.) καὶ ὅτι τοὺς μὲν Ἰθακησίους Ἀχαιοὺς οὐκ ἂν ἴσως βλάψοι ληϊζόμενος Ὀδυσσεὺς, δώσουσι γὰρ ἀναγκαίως ἑκόντες ἀέκοντες ἅ περ ζητοῦνται, ὑποχείριοι τῷ Ὀδυσσεῖ κείμενοι· Δουλιχίων τῶν δὲ καὶ Σαμίων καὶ Ζακυνθίων ληΐσεται, οὓς εἰκὸς δυσπειθεῖν διὰ τὸ ποῤῥωτέρω τῆς Ἰθάκης εἶναι.

(Vers. 359.) Ὅτι προεκτιθέμενος κἀνταῦθα Ὅμηρος τὴν ἐπὶ τοῖς ἐφεξῆς ποιητικὴν οἰκονομίαν πλάττει τὸν Ὀδυσσέα λέγοντα, ὡς αὐτὸς μὲν πολυδένδρεον ἀγρὸν ἔπεισιν ὀψόμενος πατέρα ἐσθλόν· σοὶ δὲ, γύναι, τόδ' ἐπιτέλλω πινυτῇ περ ἐούσῃ, αὐτίκα γὰρ φάτις εἶσιν ἅμ' ἠελίῳ ἀνιόντι ἀνδρῶν μνηστήρων οὓς ἔκτανον, εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν, ἧσθαι τουτέστι κάθησο, μηδέ τινα προτιόσσεο ἤγουν πρόβλεπε, μηδ' ἐρέεινε ἤτοι προσφώνει ὡς ἐκ μέρους εἰπεῖν τὸ πᾶν. διατί δὲ ταῦτα; ἵνα μηδὲν τῶν πεπραγμένων εἰδέναι δοκοῦσα μηδ' ἀδικηθείη ὑπό τινων. καὶ τοῦτο μὲν οὕτως εὐοικονομήτως ἀναπεφώνηται. Ὅρα δὲ τὸ, ἀγρὸν ἔπειμι, αἰτιατικῇ συνταχθὲν ἀντὶ τοῦ, ἐπὶ τὸν ἀγρὸν εἶμι. οἱ δὲ μεθ' Ὅμηρον καὶ μάχιμον οἴδασι τὴν λέξιν· ἐπιέναι γοῦν τις καὶ ἐπέρχεσθαί τινι λέγεται κατὰ δοτικὴν σύνταξιν.

(Vers. 362.) Σημείωσαι δὲ καὶ τὸ, αὐτίκα γάρ· ἔνθα ὁ γαρ σύνδεσμος κεῖται συνήθως ἐν ἀρχῇ ἀντὶ τοῦ ἐπειδὴ ἢ διὸ, ἀποδιδόμενος εἰς τὸ, εἰς ὑπερῷ' ἀναβᾶσα. Φάτιν δὲ τὴν πολλαχοῦ δηλωθεῖσαν φήμην φησί· γίνεται δὲ ἐκ τοῦ φατίζω ἡ φάτις. ἡ μέντοι φάσις τῶν μεθ' Ὅμηρόν ἐστι, φιλοσόφοις τε ἐγνωσμένη καὶ δικανικὴ λέξις οὖσα παρὰ τοῖς παλαιοῖς.

(Vers. 367.) Ὅτι τὸν Τηλέμαχον καὶ τὸν βουκόλον καὶ τὸν συβώτην ἐνόπλους Ὀδυσσεὺς ἐπὶ τὸν ἀγρὸν ἀπιὼν συνεξάγει διά τι ἀναγκαῖον, ὡς ῥηθήσεται. καὶ ἔστι καὶ τοῦτο οἷόν τις προέκθεσις.

(Vers. 371.) προάγει δὲ αὐτοὺς τῆς πόλεως Ἀθήνη νυκτὶ κατακρύψασα, ἡ τοῦ Ὀδυσσέως δηλαδὴ φρόνησις, οὐ περὶ πλήθουσαν ἀγορὰν ἐκείνους ἐξαγαγοῦσα ὡς ἅπασι βλέπεσθαι, ὄρθρου δὲ ὡς εἰκὸς ἢ μικρόν τι μετὰ τὸν ἀκριβῆ ὄρθρον, καθὰ δηλοῖ καὶ τὸ, ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τὸ ἐνταῦθα μὲν πάνυ γοργῶς λεχθὲν, ἀλλαχοῦ δὲ περιφρασθὲν ἐν τῷ, Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο καὶ ἑξῆς, καὶ ἐν τῷ, ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς.

(Vers. 370.) Ἰστέον δὲ ὅτι ἐν τούτοις ὡς καὶ ἐν τοῖς ἑξῆς κεῖται καὶ διασκευὴ περιττὴ καὶ ἀφελὴς τὸ, ὤϊξαν δὲ θύρας, ἐκ δ' ἤϊον, ἦρχε δ' Ὀδυσσεύς. διὸ καὶ γοργῶς ἀπεστένωται διὰ τὸ εὐτελές.

(Vers. 363.) ἔχει δέ τι καὶ μεγαλόφρον ὁ τοῦ Ὀδυσσέως ἐνταῦθα λόγος ἐν τῷ, μνηστήρων οὓς ἔκτανον· ἑαυτῷ γὰρ τὸ πᾶν τῆς μνηστηροκτονίας ἐπιγράφεται ἀκροωμένης τῆς γυναικὸς, οἷα τὸν υἱὸν καὶ τοὺς δούλους μὴ προσλογιζόμενος.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

   Τὰς τῶν μνηστήρων ψυχὰς Ἑρμῆς εἰς Ἅιδου κατάγει, καὶ ἀναγνωρισμὸς Ὀδυσσέως γίνεται πρὸς τὸν ἑαυτοῦ πατέρα Λαέρτην, καὶ ταραχὴν τοῖς Ἰθακησίοις γεγενημένην ἐπὶ τῇ τῶν μνηστήρων ἀναιρέσει Ἀθηνᾶ διακωλύει.

ΟΔΥΣΣΕΙΑΣ Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

   Ὅτι τῆς τελευταίας ταύτης ῥαψῳδίας διπλῆ ἐπιγραφή· σπονδαὶ γὰρ ἢ νεκυία ἐπιγράφεται παρὰ τοῖς παλαιοῖς, τὸ μὲν ἐκ τοῦ τέλους ταύτης, ἔνθα σπονδαὶ τοῖς τε Ἰθακησίοις καὶ τοῖς περὶ τὸν Ὀδυσσέα γίνονται, τὸ δὲ ἐκ τῆς ἀρχῆς, καθ' ἣν Ἑρμῆς τὰς τῶν μνηστήρων ψυχὰς εἰς Ἅιδην κατάγει· [311] ἐφ' ᾗ καταγωγῇ τερθρεύεται τὰ δοκοῦντα ὁ ποιητὴς κάτω που περὶ τὸν Ἅιδην ἔνθα οἱ νέκυες, ἀφ' ὧν ἡ νεκυία παράγεται, τουτέστιν ἡ λέγουσα πραγματεία τὰ κατὰ τοὺς νέκυας. ἣν δὴ νεκυίαν τινὲς μὲν κατὰ τὴν μυῖαν γράφουσι, τινὲς δὲ κατὰ τὴν ὀξύαν τὸ φυτόν· ἀφ' ἧς καὶ βέλη κατά τινας ὀξυόεντα.

(Vers. 1.) ἀρχὴ δὲ τῆς ῥαψῳδίας ταύτης τὸ, Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο, τουτέστιν ἔξω τοῦ δώματος ἔφερε προνοούμενός φασι τὰ Ὀδυσσέως οἷα πρόγονος ἐκείνου, εἴ περ Ἑρμοῦ μὲν Ἀρκείσιος, αὐτοῦ δὲ Λαέρτης ὁ τοῦ Ὀδυσσέως πατὴρ, καὶ διατοῦτο τὰς φιλοσωμάτους ψυχὰς ἐκφέρων καὶ τῆς ἐξ ἐκείνων μήνιδος ἐκκαθαίρων τὸν τοῦ ἀπογόνου οἶκον. ἔοικε δ' ἐξ Ὁμήρου λαβὼν ἀρχὴν ὁ Λιβάνιος εἰπεῖν ἐπὶ τοῦ παρ' αὐτῷ κατὰ τὸν κολοιὸν μύθου, ὡς τῶν πτερῶν ἐξεκαλεῖτο ὁπόσα οἱ ὥραν οὐκ ἔφερεν. Ἰστέον δὲ ὡς ἐκ τοῦ, Ἑρμῆς δὲ ψυχὰς ἐξεκαλεῖτο, τὸν ψυχοπομπὸν συντιθέντες τινὲς ἐπίθετον αὐτὸ εἶπον Ἑρμοῦ, τόδ' ἔστιν ἄλλως ἔχον κατὰ ἀλληγορίαν, ὅτι δηλαδὴ ὁ λόγος ἀναψυχὴν πέμπει τοῖς ἐν μετοχῇ αὐτοῦ. Ὅτι δὲ ὁ Ἑρμῆς ἀπὸ κράσεως ἔχει τὸ περισπᾶσθαι, δηλοῖ καὶ Ἡρῳδιανὸς παραδοὺς, ὅτι ὡς Ἀπελλέας Ἀπελλῆς, Θαλέας Θαλῆς ὁ Μιλήσιος, Ποδέας Ποδῆς ὁ παρ' Ὁμήρῳ, οὕτω καὶ Ἑρμέας Ἑρμῆς. Κυλλήνιος δὲ Ἑρμῆς μυθικῶς μὲν ἀπὸ Κυλλήνης, ἥ τις ὄρος ἐστὶν Ἀρκαδίας σταδίων ἐννέα Ὀλυμπιακῶν παρὰ πόδας ὀγδοήκοντα, καθά φασιν ἱστορεῖν Ἀπολλόδωρον, ὀνομασθὲν ἀπὸ Κυλλήνης ἡρωΐδος τινός. περιᾴδεται δὲ διαφερόντως ἐν τοῖς περὶ τὸ τοιοῦτον ὄρος τιμᾶσθαι τὸν Ἑρμῆν κἀκεῖθεν σχεῖν τὸ λεχθὲν ἐπίθετον. κατὰ μέντοι ἀλληγορίαν Κυλλήνιος ὁ τοῦ ὕπνου δοτὴρ, ὁ τὰς ἡνίας τῶν κύλων ἢ κυλάδων ἔχων, ὃ δηλοῖ τὰ ὑπὸ τοὺς ὀφθαλμούς· ὅθεν καὶ κυλοιδιᾶν παρ' Ἀττικοῖς τὸ τὰ κύλα τῶν ὀφθαλμῶν οἰδεῖν ἐκ μακροϋπνίας τυχὸν ἢ ἀϋπνίας. οἱ δὲ παλαιοί φασι καὶ ὅτι κύλα κατὰ Εὐθύδημον τὰ ἐν τῷ κάτω βλεφάρῳ μικρὰ ἀνατρέχοντα ἐν τῷ μύειν, τὰ δὲ ἐν τῷ ἄνω ἐπικύλιον.

(Vers. 2.) Δίδωσι δὲ κἀνταῦθα τῷ Ἑρμῇ ἡ ποίησις καὶ ῥᾴβδον μετὰ χερσὶ χρυσείην, ᾗ τῶν μὲν ὄμματα θέλγει, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, τοὺς δὲ καὶ ὑπνώοντας ἐγείρει. καὶ λέγει ὡς ταύτῃ κινήσας ἦγε τὰς ψυχὰς, ὡς εἶναι καὶ ταύτην ἐνέργειαν τῆς ἑρμαϊκῆς ῥᾴβδου. Γίνεται δὲ ῥᾴβδος παρὰ τὸ ῥᾳδίως ποιεῖν βαδίζειν, ὡς ἐν ἀρχαίοις ὑπομνήμασι φέρεται· ἔνθα πρόσκειται καὶ ὅτι βέλτιον δὲ ἀπὸ τοῦ ῥαπίζειν, ἵνα τῷ μὲν πρώτῳ λόγῳ προπερισπᾶται ἡ λέξις διὰ τὸ ῥᾷον, τῷ δὲ δευτέρῳ παροξύνηται.

(Vers. 5.) Ὅτι φωνήν τινα ταῖς προπεμπομέναις εἰς Ἅιδην ψυχαῖς τῶν μνηστήρων πλάττων ὁ ποιητὴς τρίζειν αὐτάς φησι κατά τινα ὀνοματοποιΐαν τῷ μύθῳ ἀρέσκουσαν, ὡς εἶναι αὐταῖς τοῦτο οἷα τινὰ κλαυθμυρισμόν. καὶ μὴ αἰδισθεὶς τὸ πλάσμα τῆς τοιαύτης ὀνοματοποιΐας στερεοῖ αὐτὸ καὶ διὰ παραβολῆς φράζων οὕτως· αἱ δὲ τρίζουσαι ἕποντο. ὡς δ' ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπειδάν τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης ἀνά τ' ἀλλήλῃσιν ἔχονται, ὣς αἱ τετριγυῖαι ἅμ' ἤϊσαν, ἤτοι ἐπορεύοντο ἀπὸ τοῦ ἐΐω ἐνεστῶτος. ἦρχε δ' ἄρα σφιν εἰς Ἅιδου Ἑρμείας ἀκάκητα, ὃ καὶ ἐν ἄλλοις κληθεὶς ἐφάνη. οὕτω δὲ καὶ Ὀδυσσεὺς πρὸ ὀλίγων ἦρχεν ὁδοῦ τῆς ἀμφ' αὐτόν. Καὶ ὅρα ὡς τὸ τρίζειν ἐπὶ ψυχῶν εἰπὼν, κυριολεκτούμενον ἐπὶ νυκτερίδων, παρεμυθήσατο τὴν τροπὴν διὰ τῆς ῥηθείσης παραβολῆς. διὸ καὶ ἐπλεόνασε τῇ λέξει, τρὶς αὐτὴν ἐνταῦθα

(Vers. 5. 7. 9.) διὰ τὸ καίριον. Ἰστέον δὲ ὅτι τρύζειν μὲν διὰ τοῦ υ ψιλοῦ ἐπὶ τρυγόνων, αἳ καὶ ἀπὸ τοῦ τοιούτου γίνονται ῥήματος, τρίζειν δὲ κυρίως ἐπὶ νυκτερίδων· ὧν καὶ ἴδιον δοκεῖ ὁ ποιητὴς λέγειν τὸ ἀλλήλαις συνέχεσθαι, ὃ καὶ ἴδιον ὁρμαθοῦ, καὶ τὸ τὰς ἀποπεσούσας ἄνωθεν ἐκ πέτρας, ἐφ' ἧς εἰσὶ, τρισμὸν ἀποτελεῖν, ὃς δὴ καὶ ἐπὶ μυῶν λέγεται. ὁμοίως δὲ τρίζειν καὶ ἐπὶ χιόνος, ὅθεν καὶ χιὼν τετριγυῖα. Ἰστέον δὲ ὅτι τε μυθικῶς ταῖς ψυχαῖς ἐπελέχθη τρισμὸς, οἷα λόγου μὲν ἐνάρθρου ἐστερημέναις ἄλλως δὲ θορυβούσαις, καὶ ὅτι τὰς εἰς νύκτερον τόπον ἀπιούσας προσφυῶς ἐτόλμησεν ὁ ποιητικὸς λῆρος νυκτερίσι παραβαλεῖν, καὶ ὅτι τὸ τῆς νυκτερίδος ἄγρυπνον παρασίτῳ ἐπεσκώφθη ἐγρηγορότι κολακικῶς· παράσιτος γὰρ ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ ἑαυτὸν σεμνύνων ἄλλα τέ τινα γλυκέως λέγει περὶ ἑαυτοῦ κατὰ εἰκασμὸν ἀστεῖον, καὶ ὅτι ἀναβῆναι πρὸς κλιμάκιον, Καππανεύς εἰμι. ὑπομένειν πληγὰς, ἄκμων. ὕδωρ δὲ πίνειν, βάτραχος. ἀπολαῦσαι θύμων λαχάνων τε, κάμπη. πρὸς τὸ μὴ λοῦσθαι ἤγουν μὴ λούεσθαι, ῥύπος. ὑπαίθριος χειμῶνα διάγειν, κόψιχος, ὅ πέρ ἐστι κόσσυφος. πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν, τέττιξ. ἐλαίῳ μὴ χρῆσθαι, κονιορτός. ἀνυπόδητος ὄρθρου περιπατεῖν, γέρανος. καθεύδειν μηδὲ μικρὸν, νυκτερίς. εἰς τοῦτο δὲ χρήσιμον καὶ λαγωός. τούτοις προσθετέον ἐκεῖθεν καὶ [312] τὸ, τύπτεσθαι, μύδρος εἰμί. τύπτειν, κεραυνός. τυφλοῦν τινὰ, ἀστραπή. φέρειν τιν' ἄραντ', ἄνεμος. ἀποπνῖξαι, βρόχος. θύρας μοχλεύειν, σεισμός. εἰσπηδᾶν, ἀκρίς. δειπνεῖν ἀκλήτως, μυῖα. μὴ ἐξελθεῖν, φρέαρ. Καὶ οὕτω μὲν ἡδέος ἀστεϊσμοῦ τοῦδε ἡ νυκτερὶς ἀφορμή.

(Vers. 6.) Θεσπέσιον δὲ ἄντρον οὐχ' ἁπλῶς οὕτω παρέῤῥιπται, ἀλλ' ὅτι θεῖα τὰ ἄντρα ἐνομίζοντο οἷα σύμβολα κόσμου κατὰ Πορφύριον, ὡς καὶ ἐν τοῖς περὶ τοῦ Ἰθακησίου ἄντρου εἴρηται, ὃ καὶ ἐπήρατον ἐῤῥέθη ἐκεῖ.

(Vers. 11. sqq.) Ὅτι Λευκάδα τινὰ πέτραν καὶ Ἡλίου πύλας καὶ δῆμον Ὀνείρων καὶ ἀσφοδελὸν λειμῶνα κἀνταῦθα πλάττει τόπον ταῖς ψυχαῖς ἐκεῖθεν τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ὅτι παρῆλθον αἱ τῶν μνηστήρων ψυχαὶ Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην ἠδὲ παρ' Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων· αἶψα δ' ἵκοντο κατ' ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαὶ εἴδωλα καμόντων ἤτοι τεθνεώτων, ὡς καὶ ἡ πρώτη νεκυία δηλοῖ, ἔνθα καὶ περὶ ἀσφοδελοῦ λειμῶνος εἴρηται.

(Vers. 11.) Ἰστέον δὲ ὅτι Λευκάδα μὲν πέτραν ὁ μῦθος πρὸς τῷ Ἅιδῃ πλάττει ἢ κατὰ ἀντίφρασιν, μέλας γὰρ ἐκεῖ σκότος, ἢ καὶ διὰ τοὺς ἐσχάτους τῆς ἐκεῖ γῆς τόπους, οὓς εἰκὸς τὸν ἥλιον ἔτι διαλευκαίνειν δυόμενον. ὅτι δὲ καθ' ἱστορίαν Λευκὰς τόπος Ἠπειρωτικὸς, ἧς οἱ ἐγχώριοι Λευκάδιοι, δῆλον ἐστί· καὶ ἔσται τις αὐτῆς μνεία καὶ ἐν τοῖς ἑξῆς.

(Vers. 12.) Πύλας δὲ Ἡλίου λέγει τὰς οἷον συγκλειούσας ἐκεῖνον κρύψεις, γενόμενον πρὸς δυσμαῖς· ἃς δὴ πύλας εἰσδυόμενος ὡς ὑπὸ κευθμῶνας τινὰς γίνεται ἀφανής. Τὸ δὲ, δῆμον Ὀνείρων, ὡς ἐπὶ ἐμψύχων καὶ σωματοειδῶν εἶπε, νύκτωρ ἡμῖν ἐκεῖθεν δῆθεν ἐπιφοιτώντων. οἰκεῖον δὲ καὶ αὐτοῖς αἱ δυσμαὶ, οὐ μὴν ἡ ἀνατολή· τοῖς γὰρ νυκτὸς καὶ ἁπλῶς ἐν ὕπνῳ φαινομένοις προσφυὲς καὶ τὸ νυκτῶδες τοῦ τόπου. Δοκεῖ δὲ ὁ μῦθος εὐτάκτως τοπογραφεῖν, τάττων μετὰ τὸν Ὠκεανὸν τὴν Λευκάδα, μεθ' ἣν τὰς Ἡλίου πύλας, εἶτα τοὺς Ὀνείρους καὶ μετ' αὐτοὺς τὸν ἀσφοδελὸν λειμῶνα, περὶ ὃν αἱ ψυχαὶ, ὁμοιότητά πως κατὰ τὸν μῦθον σώζουσαι τοῖς ὀνείροις κατὰ τὸ, ψυχὴ δ' ἀποπταμένη ἠΰτ' ὄνειρος πεπότηται. Ἰστέον δὲ καὶ ὅτι πιθανεύεται ὁ μῦθος Ὀνείροις τόπον εἶναι περί που τὰ κατὰ τὸν Ἅιδην οὗ οἱ τεθνεῶτες, ἐπεὶ καὶ ἀδελφοὶ θάνατος καὶ ὕπνος εἶναι λέγονται.

(Vers. 15. sqq.) Ὅτι πρός τε πλατυσμὸν πρός τε παραδοξοποιΐαν πρός τε ποικιλίαν ποιήσεως τεχνᾶταί τι κἀνταῦθα Ὅμηρος, ὧν καὶ ἐν τῇ πρώτῃ νεκυίᾳ πεποίηκε, καὶ πλάττει ὡς ἐν ἠθοποιΐᾳ εἰδωλοποιητικῇ Ἀχιλλέα τε τὸν αὐτῷ φίλον, ἔτι δὲ καὶ τὸν εὐρυκρείοντα Ἀγαμέμνονα, διομιλουμένους ἀλλήλοις τὰ εἰκότα βιωτικώτερον. ἐν οἷς ἄλλα τε κατορθοῖ ὁ ποιητὴς καὶ Τρωϊκαῖς ἱστορίαις ἀρτύει συνήθως τὴν ποίησιν καὶ μύθοις χρᾶται, ὧν στερουμένη ποίησις οὐκ ἂν εἴη ἔτι ποίησις. καὶ τέως μὲν λέγει ὡς αἱ ψυχαὶ τῶν μνηστήρων κάτω ἐλθοῦσαι εὗρον τὴν τοῦ Ἀχιλλέως, τὴν τοῦ Πατρόκλου, τὴν τοῦ ἀμύμονος Ἀντιλόχου, Αἴαντός τε ὃς ἄριστος ἔην, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα. καὶ αὐτοὶ μὲν περὶ τὸν Ἀχιλλέα ὡμίλουν· ἦλθε δ' ἐπὶ ψυχὴ Ἀγαμέμνονος ἀχνυμένη· περὶ δὲ αὐτὸν οἱ σὺν ἐκείνῳ θανόντες οἴκῳ ἐν Αἰγίσθου, καθὰ καὶ ἡ πρώτη νεκυία δηλοῖ.

(Vers. 24. sqq.) καὶ τὸ ἐντεῦθεν ἄρχεται διαλογική τις ἠθοποιΐα ἔχουσα οὕτως ὡς ἀπὸ τοῦ Ἀχιλλέως· Ἀτρείδη, περὶ μέν σε φάμεν Διῒ ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, οὕνεκα πολλοῖσί τε καὶ ἰφθίμοισιν ἄνασσες δήμῳ ἐνὶ Τρώων ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί. ἦ τ' ἄρα καὶ σοὶ πρῶτα, ἤγουν πρὸ καιροῦ κατὰ τοὺς Ἀττικοὺς, παραστήσεσθαι ἔμελλε Μοῖρ' ὀλοὴ, ἣν οὔ τις ἀλεύεται ὅς κε γένηται, τουτέστιν ἣν ὀλοὴν μοῖραν οὐδεὶς ἐκφεύγει τῶν ἐν γενέσει κἂν εὐδαιμονοίη, ὡς καὶ ἡ Ἰλιὰς λαλεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ περὶ τῶν δύο πίθων, οἳ Διὸς ἐν οὔδει κατάκεινται.

(Vers. 30.) εἶτα ἐπάγει, ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, δήμῳ ἐνὶ Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· τῷ κέν τοι, ἤγουν οὕτως ἄν σοι, τύμβον μὲν ἐποίησαν Παναχαιοὶ, καὶ σῷ δὲ ἂν παιδὶ μέγα κλέος ἤραο ὀπίσω· νῦν δ' ἄρα σε οἰκτίστῳ θανάτῳ ἐχρῆν ἁλῶναι. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ἀχιλλέως.

(Vers. 26.) ἐν οἷς ἔπαινός τέ τις κεῖται βασιλικὸς καὶ ἱστορία τοῦ εὐρυκρείοντα κατά γε τὰ Τρωϊκὰ μόνα εἶναι τὸν Ἀγαμέμνονα, ὡς δηλοῖ τὸ, πολλοῖσιν ἄνασσες δήμῳ ἐνὶ Τρώων. ἔτι δὲ καὶ φιλοσοφία τοῦ ἀπαθῆ κακομοιρίας εἶναι τὰ μὴ ὑπὸ γένεσιν καὶ ἠθικὴ διδασκαλία τοῦ αἱρετώτερον εἶναι καὶ γενναῖον ἄνδρα ἐν πολέμῳ θνήσκειν ἐνδόξως ἑαυτῷ τὸν τοῖς αὐτοῦ ἤ περ ὕστερον ἀκλεῶς.

(Vers. 30.) ἐν οἷς καὶ τὸ, τιμῆς ἀπονήμενος ἧς περ ἄνασσες, εἴρηται ἀντὶ τοῦ κερδήσας καὶ ὄνησίν τινα σχὼν τῆς βασιλείας, δι' ἧς ἄνασσες ἢ ἧς ἕνεκεν ἄνασσες. οὐ γὰρ τιμῆς ἀνάσσει τις ἀλλὰ χάριν ἢ ἕνεκεν τιμῆς.

(Vers. 26.) ἐν οἷς καὶ τὸ μὲν, [313] πολλοῖς ἄνασσες, πρὸς διαστολὴν μικροβασιλείας εἴρηται, τὸ δὲ, καὶ ἰφθίμοις, πρὸς ἔνδειξιν τῆς Ἑλληνικῆς γενναιότητος. καὶ τοιαύτη μὲν ἡ τοῦ Ἀχιλλέως εἰδωλοποιΐα.

(Vers. 3697.) ἡ δέ γε τοῦ βασιλέως ἐπὶ τῷ Ἀχιλλεῖ ἀντισεμνύνει μὲν τὸν Ἀχιλλέα μάλιστα διὰ μακροῦ λόγου. ἑαυτῷ δὲ ἀκερδὲς τὸ τοῦ Τρωϊκοῦ πολέμου δείκνυσι τέλος ἐν πάνυ ὀλιγίστῳ λόγῳ· ἔφθη γὰρ ἤδη ὁ Ἀχιλλεὺς ἐν τοῖς ῥηθεῖσι περὶ τῆς τοιαύτης πλατύτερον δυσπραγίας εἰπεῖν. ἔχει δὲ ὧδέ πως καὶ ἅ περ ἠθοποιεῖται κατὰ τὸν βασιλέα· ὄλβιε Πηλέος υἱὲ θεῷ ἐπιείκελ' Ἀχιλλεῦ, ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος, τοῦ Θετταλικοῦ δηλαδή· ἀμφὶ δέ σ' ἄλλοι κτείνοντο Τρώων καὶ Ἀχαιῶν ἄριστοι μαρνάμενοι περὶ σοῦ, σὺ δὲ στροφάλιγγι κονίης κεῖσο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων. ὃς δὴ ὁλοδάκτυλος στίχος κεῖταί που καὶ ἐν Ἰλιάδι. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθα, οὐδ' ἂν πάμπαν παυσάμεθα πολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν, ἢ δηλαδὴ τὸν ἀέρα στροφάλιγγι κονίης συγχέας ἢ καὶ ἄλλως ἐκφοβήσας κατά τι πάθος αἰγίδος τῆς πολλαχοῦ δηλουμένης. αὐτὰρ ἐπεί σ' ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, κάτθεμεν ἐν λεχέεσσι καθήραντες χρόα καλὸν ὕδατί τε λιαρῷ καὶ ἀλείφατι, πολλὰ δέ σε ἀμφὶς δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας. ἅ περ εἴωθεν ἐπὶ νεκροῖς γίνεσθαι, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Πάτροκλον φαίνεται. εἶτα λέγει ἡ εἰδωλοποιΐα καὶ ὡς ἡ μήτηρ Θέτις μαθοῦσα ἐξ ἁλὸς ἦλθε σύν γε ταῖς Νηρηΐσιν, βοὴ δ' ἐπὶ πόντον ὀρώρει θεσπεσίη, ἡ ἐξ ἐκείνων, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς. δι' ὧν φόβος θαλάττιος φράζεται. καὶ δή, φησιν, ἀναΐξαντες ἔβησαν ἂν οἱ Ἀχαιοὶ πεφοβημένοι, ὅ ἐστι πεφευγότες, ἐπὶ νῆας, εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδὼς, Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλὴ, δηλώσας μὴ χρῆναι φεύγειν διὰ τὸ τὴν μητέρα Θέτιν ἐξ ἁλὸς ἔρχεσθαι οὗ παιδὸς ἀντιόωσαν. καὶ οἱ μὲν οὕτως ἔσχοντο φόβου ἤγουν φυγῆς, ἀμφὶ δέ σε, φησὶν, ἔστησαν αἱ Νηρηΐδες οἰκτρὰ ὀλοφυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν, τουτέστιν ἐνέδυσαν. Μοῦσαι δ' ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον· ἔνθα κεν οὔ τιν' ἀδάκρυτόν γε νοήσας Ἀργείων· τοῖον γὰρ ἐπώρορεν, ἢ ἐπόρνυε, Μοῦσα λίγεια. ἑπτακαίδεκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ κλαίομεν, ἀθάνατοί τε θεοὶ θνητοί τ' ἄνθρωποι, ὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρὶ, πολλὰ δέ σε ἀμφὶς μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς. καίεο δ' ἔν τ' ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ καὶ μέλιτι γλυκερῷ, πολλοὶ δ' ἥρωες Ἀχαιοὶ τεύχεσιν ἐῤῥώσαντο πυρὴν περικαιομένοιο πεζοί θ' ἱππῆές τε, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, ἠῶθεν δή τοι λέγομεν, τουτέστι συνήγομεν, λευκὰ ὀστέα, Ἀχιλλεῦ, οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα, Διονύσοιο δὲ δῶρον φάσκ' ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. τοῦτο μὲν διὰ τὸ ἐν πυρὶ τεχνικῶς κατειργάσθαι, ἐκεῖνο δὲ διὰ τὸ ἐπιτετηδεῦθαι ὑποδέχεσθαι οἶνον, εἰς ὃν ἀλληγορεῖται Διόνυσος. ἐν τούτῳ σοι κεῖται λευκὰ ὀστέα, φαίδιμ' Ἀχιλλεῦ, μίγδα δὲ Πατρόκλοιο, χωρὶς δ' Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα. διὸ καὶ ἀναμὶξ μὲν ἔκειτο τὰ Πατρόκλου καὶ Ἀχιλλέως ὀστέα συγκεχυμένα, ἰδίᾳ δὲ συμπαρέκειντο τὰ τοῦ Ἀντιλόχου. ἀμφ' αὐτοῖσι δὲ μέγαν καὶ ἀμύμονα τύμβον χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων ἀκτῇ ἐπὶ προὐχούσῃ ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, τῷ δηλουμένῳ ἐν Ἰλιάδι, ὡς ἂν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴης διὰ τοῦ τάφου, οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται. μήτηρ δ' αἰτήσασα θεοὺς περικαλλέ' ἄεθλα θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν. ὃν δὴ ἀγῶνα ἐξαίρων ἐπαινετικῶς ἐπάγει· ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας ἡρώων, ὅτε ἄν ποτε ἀποφθιμένου βασιλῆος ζώνυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα, ἤγουν εἰς ἀγῶνας ὁπλίζονται. ἀλλά γε κεῖνα μάλιστα ἰδὼν θυμῷ ἐτεθήπεα ἢ ἐτεθήπεας, οἷα ἐπὶ σοὶ κατέθηκε μήτηρ περικαλλέ' ἄεθλα, μάλα γὰρ φίλος ἦσθα θεῷ. ὡς σὺ μὲν οὐδὲ θανὼν ὄνομα ὤλεσας, ἀλλά τοι αἰεὶ πάντας ἐπ' ἀνθρώπους κλέος ἔσσεται ἐσθλὸν, Ἀχιλλεῦ. αὐτὰρ ἐμοὶ τί τόδ' ἦδος, ἤγουν ἡδονὴ καὶ ὄνησις, ἐπεὶ πόλεμον τολύπευσα, τουτέστι κατειργασάμην ὡς καὶ ἀλλαχοῦ κεῖται. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο, καθὰ καὶ προϊστόρηται. τοιαῦτα καὶ τὰ περὶ Ἀχιλλέως ἀφελῶς προηγμένα, ἤδη δὲ καὶ εὐτελῶς, καὶ τῆς μὲν Ὁμηρικῆς μεγαλονοίας οὐκ ἄξια, προσώπων δὲ ποιότητι πρέποντα, οὔτε χαιρόντων καὶ ἐν σκιαῖς εἰδώλων σωζόντων τὴν λογικότητα. ἔχει δὲ ὅμως ὁ λόγος ἱστορίας φίλας τῷ ποιητῇ καὶ λαλεῖ τι ὧν ἐνέλειψεν ἡ Ἰλιὰς, τὰ κατὰ τὸν θάνατον δηλαδὴ τοῦ Ἀχιλλέως, εἰ καὶ ἀτόνως γέγραπται καὶ ἐπελευστικῶς καὶ ὡς οὐκ ἂν ἐν Ἰλιάδι πεποίηκεν Ὅμηρος. μεγαλοπρεπῆ γὰρ ἐκεῖ [314] τὰ πάντα καὶ ὄντως ἡρωϊκά. καὶ ἴσως πάνυ φιλοτιμησάμενος κατὰ τὸν ἐκεῖ ἐπιτάφιον ὁ ποιητὴς ὤκνησεν ἐνταῦθα ἐγχειρῆσαι ποιῆσαί τι ὅμοιον, ἴσως μὲν ἵνα μὴ καὶ ἄκων εἰς ἀκαίρους ταυτολογίας ἐμπέσῃ, ἴσως δὲ καὶ διὰ τὸ μὴ ἔχειν ἐνταῦθα κρειττόνως φράσαι τὰ πράγματα ἤ περ ἐκεῖ. ὁ δὲ τοῦ Νέστορος ἔπαινος καὶ ἡ τῆς Θέτιδος καὶ τῶν Νηρηΐδων ἔλευσις καὶ αἱ τῶν ζῴων σφαγαὶ καὶ τὸ περὶ ἀλείφατος καὶ μέλιτος καὶ τὸ πολλοὺς περὶ τὴν τοῦ Ἀχιλλέως πυρὰν Ἀχαιοὺς ἥρωας τεύχεσι ῥώσασθαι ἤτοι ἐῤῥωμένως κινηθῆναι καὶ τὰ κατὰ τὸν χρύσεον ἀμφιφορῆα καὶ ἡ περίοπτος τοῦ Ἀχιλλέως τύμβευσις ἐκ τῶν κατὰ τὴν Ἰλιάδα σποράδην κειμένων ἐνταῦθα εἰς ἓν εἵλκυσται. δοκεῖ δὲ ἡ πᾶσα κατὰ τὸν Ἀγαμέμνονα ἠθοποιΐα ὑποκινηθῆναι ἐκ τῆς κατὰ τὸν Ἀχιλλέα, οὗ περ οἰκτισαμένου τὸν βασιλέα ἐφ' οἷς μηδὲν ἀπονήμενος ὧν περὶ Τροίαν ἔκαμε δεινότατα τέθνηκεν ἐν τῇ πατρίδι, λαβὼν ἐκεῖθεν ἀρχὴν μακαρίζει ὁ βασιλεὺς τὸν Ἀχιλλέα ὡς ἐκ τοῦ ἐναντίου αὐτὸν ἀπονήμενον ἧς εἶχε τιμῆς καὶ θανόντα ἐκεῖ εὐκλεῶς ἐν Τροίῃ ἑκὰς Ἄργεος.

(Vers. 62.) Ὅρα δ' ἐν τούτοις καὶ ὅτι τὰς Μούσας εἰς ἐννεάδα ὁρίσας ὁ ποιητὴς ὅμως χαίρει καὶ οὕτω τῇ συνήθει ἑνικῇ προσηγορίᾳ ἐπαγὼν τὸ, τοῖον γὰρ ἐπώρορε Μοῦσα, ὡς ταυτὸν ὂν ἑνικῶς τε Μοῦσαν λόγῳ προσηγορικῷ καὶ Μούσας πληθυντικῶς εἰπεῖν. ἔνθα καὶ τοὺς ἐπιταφίους οἴκτους καὶ μονῳδικοὺς διὰ τῶν Μουσῶν αἰνίττεται ὁ ποιητὴς, αἳ κοσμοῦσι τὴν τοῦ Ἀχιλλέως ταφὴν ὡς καὶ ἐν Ἰλιάδι τὴν τοῦ Τρωϊκοῦ στρατηγοῦ ἀοιδοῦ θρήνων ἔξαρχοι. οὕτω γάρ πως θρηνῳδοὶ καὶ νῦν αἱ Μοῦσαι, ὡς δηλοῖ καὶ τὸ,

(Vers. 60.) ὀπὶ καλῇ, εἴτουν ἀοιδῇ, θρήνεον· δι' ἧς ἐρεθιζόμενοι ἄνθρωποι οὐ δύνανται μένειν ἀδάκρυτοι.

(Vers. 36.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ὄλβιε Πηλέος υἱὲ, Ἰωνικῶς ἐκλίθη τὸ Πηλέος· διὸ συστέλλει τὴν λήγουσαν ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων.

(Vers. 39.) Στροφάλιγγα δὲ κονίης καὶ ἀέλλης εἰπεῖν ταυτόν ἐστιν, ἐπεὶ καὶ τὸ στρέφειν καὶ τὸ εἰλεῖν ὅμοια, ὧν τὸ μὲν τὴν στροφάλιγγα παράγει, τὸ δὲ τὴν ἄελλαν.

(Vers. 44.) Χρόα δὲ καλὸν λέγει τὸν τοῦ νέκυος Ἀχιλλέως ἢ ὡς ποτὲ τοιοῦτον ὅτε δηλαδὴ ἔζη ἢ καὶ ὡς μετὰ θάνατον. τερατεύεται γὰρ καὶ τοιαῦτα ἡ ποίησις ὡς δηλοῖ καὶ ἐπὶ τοῦ νεκροῦ Πατρόκλου τὸ, ἔμπεδος αὐτῷ ἔσται χρὼς ἢ καὶ ἀρείων.

(Vers. 45.) Ἐν δὲ τῷ, ὕδατι λιαρῷ καὶ ἀλείφατι, ἄλειφαρ ἢ τὸ ἔλαιόν φησιν ἢ καὶ εἶδός τι ἀλείμματος εὐώδους ἕτερον.

(Vers. 52.) Ὁ δὲ τοῦ Νέστορος ἐνταῦθα ἔπαινος παντὶ ἁρμόζει γέροντι συνετῷ.

(Vers. 54.) Τὸ δὲ, ἴσχεσθ' Ἀργεῖοι μὴ φεύγετε κοῦροι Ἀχαιῶν, ἐξ Ἰλιάδος παρείλκυσται καὶ αὐτό.

(Vers. 47. 58.) Τὰς δὲ Νηρηΐδας παραφράζων ἀθανάτας τε ἁλίας λέγει καὶ κούρας ἁλίοιο γέροντος τοῦ Νηρέως δηλαδή. Ἐνταῦθα δὲ ἰστέον ὅτι κοινῶς μὲν Νηρηΐδες πᾶσαι αἱ τοῦ Νηρέως θυγατέρες. παραδέδοται δὲ ἄλλως ὅτι ἐν ὑπομνήματι Βακχυλίδου τοῦ λυρικοῦ διαφορὰ Νηρεΐδων φέρεται καὶ Νηρέως θυγατέρων οὕτως· εἰσὶν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν τοῦ Νηρέως θυγατέρων, καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων κοινότερον Νηρεΐδας καλεῖσθαι. πιθανὸν οὖν τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας λέγεσθαι, Νηρεΐδας δὲ τὰς συνεισάκτους. Καὶ ὅρα ἐν τούτοις τὸ Νηρεΐδας κοινὸν ὂν ἢ καὶ Ἀττικόν· τὸ γὰρ Νηρηΐδας Ἰωνικώτερον ἐκ τῆς Νηρῆος Ἰώνων γενικῆς. καὶ τοιάδε μὲν ταῦτα.

(Vers. 56.) Ἐν δὲ τῷ, παιδὸς ἀντιόωσαν, σημείωσαι τὴν λέξιν ὡς φανερῶς τὸ μετέχειν ἁπλῶς δηλοῦσαν καὶ ἄντην γίνεσθαι.

(Vers. 63.) Περὶ δὲ τοῦ ἑπτακαίδεκα καὶ τοῦ, νύκτας τε καὶ ἦμαρ οὐ μὴν ἤματα, προδεδήλωται.

(Vers. 65.) Τὸ δὲ, ἔδομεν πυρὶ, περίφρασίς ἐστι τοῦ ἐκαύσαμεν. ἔχει δέ τι καινὸν ἐνταῦθα τὸ πυρὶ οὐδέτερον ὡς λεχθὲν κοινότερον· ἄλλως γὰρ ἐπὶ τῶν τοιούτων ἡ πυρὰ κυριολεκτεῖται, ὡς δηλοῖ καὶ τὸ,

(Vers. 69.) ἐῤῥώσαντο πυρὴν πέρι καιομένοιο.

(Vers. 67.) Ἐσθῆτα δὲ θεῶν λέγει τὰ μυθικῶς ἄμβροτα εἵματα τὰ ἀνωτέρω ῥηθέντα, καλά τινα ὡς εἰκὸς ὄντα καὶ βασιλικὰ καὶ διατοῦτο ἐπικηρυσσόμενα θείᾳ κλήσει.

(Vers. 68.) Ὅτι δὲ τὸ μέλι καὶ νεκρικὸν ἐδόκει μείλιγμα εἶναι, δηλοῦσι πολλοί.

(Vers. 71.) Τὸ δὲ, ἤνυσε φλὸξ, ἀντὶ τοῦ ἔκαυσεν, ἐτελείωσε. λέξις δὲ αὕτη οὐ ποιητικὴ μὲν, καιριωτάτη δέ.

(Vers. 72. 76. 94.) Τὸ δὲ Ἀχιλλεῦ, τρὶς ῥηθὲν ἐν τέλει στίχων, ἢ πρὸς θαῦμα κεῖται ἢ πρὸς στιχικὴν ἁπλῶς ἀναπλήρωσιν.

(Vers. 73.) Τὸ δὲ ἐν ἀκράτῳ οἴνῳ καὶ ἀλείφατι τουτέστιν ἐλαίῳ ἢ ἄλλως ἀλοιφῇ τινὶ λίπους τὰ ὀστᾶ τῶν τεθνεώτων τίθεσθαι σόφισμα ἦν τοῦ παραμένειν αὐτὰ εἰς μακρόν.

(Vers. 74.) Τὸν δὲ ῥηθέντα χρύσεον ἀμφιφορῆα συλλογιστέον οἷος ἂν ἦν τὸ μέγεθος εἰ τριῶν ἀριστέων ὀστᾶ ἐδέξατο.

(Vers. 77.) Τὸ δὲ μίγδα ἐκ τοῦ μίγδην μεταπέπλασται, ὡς ἐκ τοῦ κρύβδην καὶ κύβδην [315] τὸ κρύβδα καὶ κύβδα παρὰ τῷ κωμικῷ.

(Vers. 81) Ἱερὸν δὲ στρατὸν λέγει τὸν Ἑλληνικὸν, ὡς ὑπὲρ ἀρετῆς τολυπεύσαντα τὸν δεκαετῆ ἐκεῖνον πόλεμον.

(Vers. 82.) Ἀκτὴ δὲ προὔχουσα ἡ αὐτὴ ἂν εἴη τῇ προβλῆτι ἀκτῇ, περὶ ἧς εἴρηται ἀλλαχοῦ.

(Vers. 89.) Τὸ δὲ ζώνυνται ὡς ἀπὸ μέρους τοῦ πλείονος εἴληπται· ἡνιόχοι μὲν γὰρ καὶ τοξόται καὶ ἀκοντισταὶ καὶ δισκοβόλοι ζώνυνται, δρομεῖς δὲ καὶ παλαισταὶ γυμνοὶ ἀθλοῦσι.

(Vers. 90.) Τὸ δὲ, ἐτεθήπεα ἤγουν ἐθαύμασα θυμῷ, δηλοῖ μὲν τὸ κατὰ ψυχὴν θάμβος, οὐ μὴν τὸ κατὰ λόγον προφορικόν. γράφεται δὲ καὶ ἐτεθήπεας ἐν δευτέρῳ προσώπῳ, ὥς περ καὶ ἀνωτέρω αὐτοῦ τὸ ἀντεβόλησας, ἵνα λέγῃ ὁ βασιλεὺς τῷ Ἀχιλλεῖ, ὅτι πολλοῖς μὲν τάφοις περιέτυχες καὶ ἀγῶσιν, ἰδὼν δ' ἂν ἐκεῖνα τὰ κατὰ σὲ μάλιστα ἐθαύμασας ἄν. ἔτι γράφεται τὸ αὐτὸ καὶ ἐτεθήπεο καὶ σημαίνει τὸ αὐτὸ ἤγουν τὸ ἐθαύμασας. καὶ ἔστιν ἡ τοιαύτη γραφὴ Δωρικὴ Συρακουσία, ἔνθα σύνηθες τὸν παρακείμενον μετάγειν εἰς ἐνεστῶτα· ἐκ τοῦ πέπληγα γοῦν καὶ πέφυκα, πεπλήγω καὶ πεφύκω φασὶν οἱ ἐκεῖ, ὥστε οὕτω καὶ ἐκ τοῦ τέθηπα τεθήπω γίνεται Δωρικῶς, οὗ παθητικὸς ἐτεθηπόμην ἐτεθήπου καὶ Ἰωνικῇ διαλύσει ἐτεθήπεο. τὸ μέντοι ἐτεθήπεα καὶ ἐτεθήπεας κοινοῦ ὑπερσυντελίκου μεταποίησίς ἐστιν Ἰωνική· ὡς γὰρ τὸ ἐτετύφειν ἐτετύφεις, ἐτετύφεα καὶ ἐτετύφεας οἱ Ἴωνες λέγουσιν, οὕτω καὶ τὸ ἐτεθήπειν ἐτεθήπεις, ἐτεθήπεα ἐτεθήπεας.

(Vers. 93.) Τὸ δὲ, ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομα ὤλεσας καὶ ἑξῆς, φράσις ἐστὶν εὐκλείας τῆς μετὰ θάνατον.

(Vers. 102119.) Ὅτι παρεισοδιάζων εὐμεθόδως ὁ ποιητὴς τῇ ἐνταῦθα μικρᾷ δευτέρᾳ νεκυίᾳ ἱστορίαν παλαιοτέραν τῶν Τρωϊκῶν, πῶς δηλαδὴ Ὀδυσσεὺς εἰς Τροίαν ἔπλευσε, καὶ ἅμα καὶ μνήμην ἐπιτηδείως καὶ ἀνακεφαλαίωσιν τῶν κατὰ τοὺς μνηστῆρας ποιούμενος, ἤγουν ὧν ἐποίησαν καὶ ὧν ἔπαθον, πλάττει ὡς Ἀμφιμέδων Ἰθακήσιος μνηστὴρ ξένος ἦν Ἀγαμέμνονι, γνωρισθεὶς ὅτε εἰς Ἰθάκην κατῆλθε καὶ ἐπεξενώθη τοῖς τοῦ Ἀμφιμέδοντος ὀτρυνέων Ὀδυσῆα σὺν Μενελάῳ εἰς Ἴλιον ἕπεσθαι, ὅτε φησὶ μηνὶ οὔλῳ τουτέστιν ὅλῳ καὶ ἀκεραίῳ σπουδῇ παραπείσαντες Ὀδυσσέα, τουτέστι μόλις ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὤκνει γὰρ τὸν πόλεμον διὰ τὸ μέγεθός φασι τοῦ κινδύνου καὶ τὸ τῆς μάχης δυσκατόρθωτον· καθὰ καὶ ὁ λαμπρὸς Ἀμφιάραος μόλις ἐπείσθη ταῖς Θήβαις ἐπιστρατεῦσαι, καὶ Ἀχιλλεὺς δὲ ὁμοίως τῇ Τροίᾳ ὁ καὶ ἀνδρεῖος καὶ καλός. οὕτω τοίνυν μηνὶ οὔλῳ τὸν Ὀδυσσέα πείσαντές, φησιν, ἐπερήσαμεν πόντον.

(Vers. 106.) τοῦτον οὖν τὸν Ἀμφιμέδοντα ἰδὼν ἐν Ἅιδου καταχθέντα νῦν ὁ Ἀγαμέμνων ἐρωτᾷ πλασματικῶς ὡς ἐν ἠθοποιΐᾳ καὶ τοῦτο· τί παθόντες ἐρέμνην γαῖαν ἔδυτε πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδ' ἂν ἄλλος κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους. ἔπαινος δὲ ταῦτα ἐκκρίτων καὶ ἐπιλέκτων νέων. εἶτα ἐρωτήσας πέντε στίχους καθεξῆς

(Vers. 109113.) ἀπαραποιήτως οὓς ἐν τῇ πρώτῃ νεκυίᾳ τὸν Ὀδυσσέα ἠρώτησε περὶ τοῦ ἢ κατὰ τὴν θάλασσαν ἔπαθεν ἢ περὶ χέρσον ληϊζόμενος.

(Vers. 115.) καὶ εἰπὼν, ἢ οὐ μέμνῃ ὅτε ἐκεῖσε, ἤγουν εἰς Ἰθάκην, κατῆλθον, ὡς ἐῤῥέθη, καὶ ἀπαιτήσας ἀπόκρισιν ἀκούει ἐκ τοῦ Ἀμφιμέδοντος ἱστορικῶς, ὅτι τε

(Vers. 122.) μέμνημαι τάδε πάντα, συνταχθέντος νῦν ἀρχαϊκῶς τοῦ μέμνημαι μετὰ αἰτιατικῆς, καὶ μετὰ τοῦτο ἀφήγησιν μανθάνει δηλοῦσαν τί παθόντες οἱ τηλικοῦτοι ἦλθον πρὸ ὥρας ὑπὸ γῆν.

(Vers. 128148.) καὶ πρῶτος ἀφηγεῖται τὰ κατὰ τὸν ἱστὸν, καὶ ὡς τρίετες μὲν ἔληθε δόλῳ ἡ Πηνελόπη καὶ ἔπειθε τοὺς Ἀχαιούς· εἰς δὲ τὸ ἑξῆς ἐφευρέθη τεχνωμένη δόλον. καὶ ὡς τὸ μὲν ἐξετέλεσεν ὑπ' ἀνάγκης. ἐπεὶ δὲ φᾶρος ἔδειξεν ὑφῄνασα μέγαν ἱστὸν πλύνασα, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,

(Vers. 149 sqq.) καὶ τότε Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων ἀγροῦ ἐπ' ἐσχατιὴν, ὅθι δώματα ναῖε συβώτης. ἔνθα ἦλθε φίλος υἱὸς Ὀδυσῆος θείοιο ἐκ Πύλου διεκφυγὼν μνηστῆρας

(Vers. 153.) θάνατον κακὸν ἀρτύνοντας, τουτέστιν ἀρτύοντας, εὐτρεπίζοντας. καὶ Τηλέμαχος μὲν πρόσθεν ἡγεμόνευε, συβώτης δὲ ὕστερον ἦγε κακὰ χροῒ εἵματα ἔχοντα, καὶ ἑξῆς ὥς που προεγράφη. καὶ ἡμῶν μέν, φησιν, οὐδεὶς ἐδύνατο γνῶναι αὐτὸν ἐξαπίνης προφανέντα, οὐδ' οἳ προγενέστεροι ἦσαν,

(Vers. 161.) ἀλλ' ἔπεσί τε κακοῖσιν ἐνίσσομεν, τουτέστιν ἐκακολογοῦμεν, ἠδὲ βολῇσιν, τουτέστι βολαῖς ταῖς διὰ ὀστῶν καὶ ξύλων. ὁ δὲ τέως μὲν ἐτόλμα βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ· ἀλλ' ὅτε δή μιν ἔγειρε θεοῦ νόος, σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε' ἀείρας ἐς θάλαμον κατέθηκε καὶ

(Vers. 166.) ἐκλήϊσσεν ὀχῆας, τουτέστι μοχλοὺς τούς τε τῆς γυναικωνίτιδος καὶ τοὺς περὶ τὴν αὐλήν. ὁ δὲ πολυκερδείῃσι, τουτέστι κερδαλεότητι καὶ δόλοις, ἄνωγε τὴν γυναῖκα τόξον μνηστῆρσι θεῖναι πολιόν τε σίδηρον, τὸν προῤῥηθέντα τοὺς δώδεκα [316] δηλαδὴ πελέκεας,

(Vers. 169.) ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν. ἔνθα ὁ τἄλλα πρὸς ἀλήθειαν εἰπὼν Ἀμφιμέδων ὑποψεύδεται· οὐ γὰρ καθὰ τὸ εἴδωλον τὴν τοῦ τόξου θέσιν οἴεται πολυκερδείαις Ὀδυσσέως γενέσθαι, οὕτω καὶ τἀληθὲς εἰς τὸ πᾶν ἔχει, ἀλλ' ἐβουλεύσατο μὲν αὐτὸ ἡ Πηνελόπη πρώτη, ἐπέκρινε δὲ Ὀδυσσεύς. ὁ δ' Ἀμφιμέδων ἀνακεφαλαιούμενος καὶ τὰ ἑξῆς φησίν· οὐδέ τις ἡμῶν δύνατο κρατεροῖο βιοῖο νευρὴν ἐντανύσαι,

(Vers. 171.) πολλὸν δ' ἐπιδευέες ἦμεν, ἤγουν ὕστεροι ἀπὸ τοῦ δεύω, ἐξ οὗ ὁ δεύτερος καὶ ὁ δεύτατος. ἐν ἄλλοις δὲ καὶ τὸν ἐπιδεῆ, ὅ ἐστι χρῄζοντα, ἡ λέξις δηλοῖ, ὡς καὶ ἐν τῷ, τά τ' ἔλδεται ὅς κεν ἐπιδεύης. ἀλλ' ὅτε, φησὶ, χεῖρας ἐκείνου ἵκανε τόξον, ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι κωλύοντες τὴν δι' Εὐμαίου δόσιν τοῦ τόξου. Τηλέμαχος δὲ μόνος ἐποτρύνων ἐκέλευσεν. ὁ δὲ δεξάμενος ῥηϊδίως ἐτάνυσε βιόν· στῆ δ' ἂρ ἐπ' οὐδὸν ἰὼν, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς δεινὸν παπταίνων, βάλε δ' Ἀντίνοον βασιλῆα. αὐτὰρ ἔπειτ' ἄλλοις ἐφίει βέλεα στονόεντα, τοὶ δ' ἀγχηστῖνοι ἔπιπτον.

(Vers. 182.) γνωτὸν δ' ἦν ὅτι θεὸς αὐτοῖς ἐπιτάῤῥοθος ἦεν, ὃ δὴ θείαν ἐπικουρίαν δηλοῖ. αὐτίκα γάρ, φησι, κατὰ δώματα οἱ ἀμφὶ τὸν Ὀδυσσέα ἐπισπόμενοι, ἤγουν ἐπακολουθοῦντες, μένεϊ σφῷ, ἤγουν ἰδίᾳ δυνάμει, κτεῖνον ἐπιστροφάδην καὶ ἑξῆς ὡς πρὸ τούτων διεσκεύασται. καὶ οὕτω μὲν ὁ τῆς ἠθοποιΐας Ἀμφιμέδων, προσθεὶς καὶ ὅτι ὣς ἡμεῖς ἀπωλόμεθα, ὧν ἔτι καὶ νῦν σώματ' ἀκηδέα κεῖται ἐκεῖ· οὐ γάρ πω ἴσασι φίλοι, οἱ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων καταθέμενοι γοάοιεν· τὸ γὰρ γέρας ἐστὶ θανόντων, τὸ ἀπονιφθῆναι δηλαδὴ καὶ κλαυθῆναι, ἀκολούθως δὲ πάντως καὶ ταφῆναι.

(Vers. 192.) χαίρει δὴ ἐπὶ τούτοις ἡ τοῦ Ἀτρείδου ψυχὴ καὶ φησὶν ἠθοποιητικῶς· ὄλβιε Λαέρταο πάϊ πολυμηχαν' Ὀδυσσεῦ, ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ, τουτέστιν εὐτυχίᾳ, εὐδαιμονίᾳ, ἐκτήσω ἄκοιτιν. ὃ σαφέστερον ἑρμηνεύων ἐπάγει· ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ· ὡς εὖ μέμνηται ἀνδρὸς κουριδίου·

(Vers. 196. sqq.) τῷ οἱ κλέος οὔ ποτ' ὀλεῖται ἧς ἀρετῆς, τῆς φρονήσεως καὶ σωφροσύνης δηλονότι. τεύξει δ' ἐπιχθονίοισιν ἀοιδὴν αὐτῇ θεὸς χαρίεσσαν. οὐχ' ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα κουρίδιον κτείνασα πόσιν· στυγερὴ δὲ ἀοιδὴ ἔσσετ' ἐπ' ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὄπασσε θηλυτέρῃσι γυναιξὶ καὶ ἥ περ ἂν εὐεργὸς ἔῃσιν, ἤγουν εἰς παράδειγμα κεῖται ψόγου, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον τοῖς ψέγουσι τὰς ἐπ' ἀληθείᾳ φαύλας γυναῖκας, ἀλλὰ καὶ εἴ τις φιλαπεχθημόνως ἀγαθὴν γυναῖκα ψέξαι βούλοιτο. Ὁμήρου δὲ καὶ ταῦτα δεξιότης, τόπους τινὰς πολλαχοῦ παραδιδόντος τεχνικῶς ψόγων τε καὶ ἐπαίνων τοῖς ὁμιληταῖς. καὶ οὕτω μὲν εἰς ἔπαινον Πηνελόπης ἐνταῦθα τὰ τῆς νεκυίας ταύτης περαίνεται διὰ μέσου τοῦ βασιλέως, ὃς καὶ ἐν τῇ πρώτῃ καὶ μεγάλῃ νεκυίᾳ τὸν Ὀδυσσέα ἐθάῤῥυνεν ὡς μηδὲν πεισόμενον κακὸν ἐκ τῆς Πηνελόπης ὡς ἀγαθῆς γυναικός.

(Vers. 118.) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν οὐκ ἀναγκαστὸν τῷ Ὀδυσσεῖ γενέσθαι ἱστορεῖ τὸν εἰς Ἴλιον πλοῦν, εἰς ὃν ἄμφω οἱ βασιλεῖς ἥκουσιν οὐ βιασόμενοι, ἀλλ' ὀτρύνοντες καὶ σπουδῇ παραπείσοντες συμπλεῦσαι εἰς Ἴλιον· μηνὶ γὰρ οὔλῳ κατειργάσαντο διὰ πειθοῦς ἐκεῖνον, οἷα κατὰ σύνεσιν ἢ καὶ ἐκ μαντείας εἰδότα τὸ τῆς Τρωϊκῆς μάχης δυσαποτέλεστον. εἰ δὲ καὶ οἱ μεταγενέστεροι δειλίαν κατηγοροῦσι τοῦ ἥρωος καὶ προσποίητον μανίαν θρυλοῦσι καὶ τὴν ἀνομοειδῆ συζυγίαν τῶν ζῴων προσιστοροῦσιν, ἣν ζεύξας μετεχειρίσθη τὸ ἄροτρον, καὶ τὸν ὑπὸ Παλαμήδους προφέρουσιν ἔλεγχον διὰ τοῦ βρεφυλλίου παιδὸς Τηλεμάχου καὶ ἄκοντά φασιν εἰς Τροίαν στρατεύσασθαι, λεγέτωσαν ἃ βούλονται· οἵ περ οὐ μόνον τοῦ Ὀδυσσέως τοιαῦτα καταγράφουσιν, ἀλλὰ καὶ τὸν Ἀχιλλέα τῇ γυναικωνίτιδι παραβύουσι, καὶ κερκίδα χειρίσαντες πρὸς ἱστουργίαν τὰς χεῖρας γυμνάζουσι, καὶ διὰ Παλαμήδους ἐκφήναντες καὶ αὐτὸν ἄγουσιν εἰς Τροίαν ἐλέγχιστον· ὧν οὐδὲν Ὅμηρος ἱστορεῖ, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, ἔνθα οὐ φαίνεται οὐδὲ τῷ Ἀχιλλεῖ κατ' ἀνάγκην γενέσθαι ὁ εἰς τὴν Ἴλιον πλοῦς. καὶ Σοφοκλῆς δὲ διὰ τοῦ Τεύκρου τὸν Αἴαντα ἑαυτοῦ φησὶν ἄρχειν καὶ οὐχ' ὑπὸ τὴν ἀνάγκην τοῦ σκήπτρου κεῖσθαι τῶν βασιλέων.

(Vers. 106.) Ἰστέον δὲ καὶ ὅτι ταυτὸν μέλαιναν γῆν εἰπεῖν καὶ ἐρεμνὴν γαῖαν, ὡς ἐν τοῖς ῥηθεῖσι κεῖται.

(Vers. 107.) Κεκριμένοι δὲ οἱ ἐπιλελεγμένοι· διὸ καὶ ἐπήγαγε παραθείς· οὐδ' ἂν ἄλλως

(Vers. 108.) κρινάμενος λέξαιτο, ἤγουν διακρίνας ἐπιλέξαιτο. λείπει δὲ ἐν τῷ διακρίνας εὐθεῖα, ἵνα λέγῃ ὅτι οὐδ' ἂν ἄλλως τις διακρίνας λέξαιτο, ἢ καὶ ἑτέρως εἰπεῖν, οὐδ' ἂν ἄλλως λέξαιτο εἴ τις κρίνοι, εἰ μὴ ἄρα τὸ ἄλλος εἴη ἀντωνυμία· τότε γὰρ ἀνελλιπῶς ἔχει ὁ λόγος. δῆλον δὲ ὡς ταυτὸν κρῖναι καὶ λέξασθαι· ἀφ' ὧν τοῦ μὲν ὁ ἔκκριτος, τοῦ δὲ οἱ παρ' Εὐριπίδῃ λεκτοὶ [317] νεανίαι, καὶ ὁ ἐπίλεκτος καὶ ὁ λογὰς καὶ ἐπιλέγδην ἐπίῤῥημα.

(Vers. 115.) Τὸ δὲ, ἐκεῖσε κατῆλθον, ἢ ἀντὶ τοῦ ἐνελιμενίσθην, ὡς πολλαχοῦ ἐῤῥέθη, ἢ ἀντὶ τοῦ ἁπλῶς ἦλθον. Ἀττικοὶ μέντοι καὶ τὸ τὸν φυγάδα εἰς τὴν πατρίδα νοστῆσαι κατελθεῖν λέγουσιν, ἐπεὶ καὶ ἡ πατρὶς ἑκάστοις οἷά τις λιμήν ἐστι.

(Vers. 116.) Τὸ δὲ, σὺν Μενελάῳ, σχῆμά τι ἀμφιβολίας ἐμφαῖνον λέγει ὅμως οὐχ' ὅτι καὶ τὸν Μενέλαον ὤτρυνεν εἰς μάχην ὁ βασιλεὺς, ἀλλ' ὅτι κατῆλθεν εἰς Ἰθάκην σὺν Μενελάῳ, ἢ καὶ ὅτι καὶ αὐτὸς καὶ ὁ Μενέλαος τὸν Ὀδυσσέα ὤτρυνον.

(Vers. 147.) Τὸ δὲ, φᾶρος ἔδειξεν, ἀντὶ τοῦ, ἡλίῳ ἔφηνεν, εἰς φῶς ἤγαγεν. Ἱστὸς δὲ κυρίως μὲν ἐργαλεῖον ὑφαντικὸν ὁμώνυμον τῷ τοῦ πλοίου ἱστῷ παρὰ τὸ ἵστασθαι. νῦν δὲ ἐπὶ ὑφάσματος ἡ λέξις κεῖσθαι δοκεῖ, ὡς δηλοῖ τὸ, ὑφήνασα μέγαν ἱστὸν, οὗ μέρος τὸ φᾶρος, εἰ μὴ ἄρα ταυτὸν ἐνταῦθα φᾶρος καὶ μέγας ἱστός.

(Vers. 148.) Τὸ δὲ πλύνειν, ὃ νῦν ἐπὶ λινέου φάρους ἐῤῥέθη, γναφεύειν ἢ κναφεύειν ἐπὶ τῶν ἐριωδῶν λέγεται. Τὸ δὲ ῥηθὲν φᾶρος καὶ σπεῖρον ἐν τοῖς πρὸ τούτων ὠνόμασται. Ὅρα δὲ ὅτι καὶ νῦν ἐν τῷ τοῦ φάρους ἐπαίνῳ προηγεῖται ὁ πρὸς ἥλιον εἰκασμὸς τοῦ πρὸς τὴν σελήνην· ἠελίῳ γάρ φησιν ἐναλίγκιον ἠὲ σελήνῃ, καθ' ὁμοιότητα τοῦ, ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης.

(Vers. 150.) Τὸ δὲ, ὅθι δώματα ναῖε συβώτης, παρῳδήθη ἐκ τοῦ, ὅθι δώματα ναῖε Θυέστης.

(Vers. 161.) Τὸ δὲ ἐνίσσειν ὡς ταπολλὰ ἐνίπτειν λέγεται, ἐξ οὗ καὶ ἐνίψω μέλλων καὶ τὸ ἠνίπαπε καὶ ἡ ἐνιπή. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι διχῶς τὸ ἐνίσσειν, λόγοις τε καὶ πληγαῖς, εἰ μὴ ἄρα ἐν τῷ βολῇσι προσυπακουστέον ἀνάλογον ῥῆμα, οἷον τὸ ἐβάλλομεν ἢ ἐπλήττομεν ἤ τι τοιοῦτον, ὁποῖα καὶ ἄλλα ποιεῖν εἴωθεν Ὅμηρος.

(Vers. 162.) Τὸ δὲ, ἐτόλμα τετληότι θυμῷ, ταυτὸν τῷ ἐκαρτέρει καὶ ὑπέμενε. παρὰ δὲ τοῖς ὕστερον ἡ τόλμα εἶδός τι θαρσαλεότητος.

(Vers. 167.) Ἡ δὲ πολυκερδείη ὁμοίως τῷ ἐλεγχείη καὶ ἐγχείη τὴν διὰ διφθόγγου ἔχει παραλήγουσαν ὡς ἀπὸ τοῦ κέρδεος.

(Vers. 170.) Τὸ δὲ, οὐδέ τις ἡμῶν, ταυτόν ἐστι τῷ, ἡμῶν οὐδεὶς, ὃ ἀνωτέρω εἴρηται.

(Vers. 184.) Ἐπιστοφάδην δὲ ὡς ἐν Ἰλιάδι καὶ πρὸ ὀλίγων τὸ ἐπιστρεπτικῶς, ἤγουν ὧδε καὶ ἐκεῖ, καὶ ὡς εἰπεῖν, κύκλωθεν ἢ πάντοθεν.

(Vers. 187.) Ἐν δὲ τῷ, σώματα ἀκηδέα, σώματα μὲν τὰ νεκριμαῖα συνήθως φησὶν, ἀκηδέα δὲ τὰ ἀτημέλητα· πρὸς ὅ περ ὁμοιότητά τινα ἔχει καὶ τὰ δυσκηδέα, ἢ καὶ ἄλλως ἀκηδέα τὰ ἀκήδευτα.

(Vers. 189.) Μέλανα δὲ βρότον λέγει ὡς εἴ περ εἶπε μέλαν αἷμα· βρότος γὰρ κυρίως ὁ ἐξ αἵματος μολυσμὸς, οὐχ' ἁπλῶς μέντοι αἵματος ἀλλὰ βροτέου, ὅ ἐστιν ἀνθρωπίνου· ὃς δὴ βρότος καὶ βαρύνεται πρὸς διαστολὴν τοῦ βροτὸς τοῦ κατ' ἄνθρωπον. οὕτω καὶ κακὸς μὲν τὸ ἐπίθετον ὀξυτόνως, Κάκος δὲ ἐν βαρυτονήσει λῃστὴς Λατῖνος, ὃν ἀνεῖλεν Ἡρακλῆς. πολλὰ δὲ τοιαῦτα καὶ ἕτερα. Ἐν δὲ τῷ, ἐξ ὠτειλέων, γενικώτερον εἴρηται ἡ ὠτειλὴ, τάς τε πόῤῥωθεν δηλοῦσα βολὰς καὶ τὰς ἐγγύθεν πληγάς.

(Vers. 195.) Σημείωσαι δ' ἐν τούτοις καὶ τὸ, ὡς εὖ μέμνητ' Ὀδυσῆος· μετὰ γενικῆς γὰρ συντέτακται τὸ μέμνηται, οὐ μὴν κατὰ τὸ, μέμνημαι τάδε πάντα, ὃ ἀνωτέρω

(Vers. 122.) κεῖται.

(Vers. 197.) Ἐν δὲ τῷ, τεύξει ἐπιχθονίοισιν ἀοιδὴν, ἐπὶ ἀγαθοῦ νοητέον τὴν ἀοιδὴν, ὡς δηλοῖ ἐπαχθὲν τὸ χαρίεσσαν· δῆλον δὲ καὶ ἐκ τῶν ἐφεξῆς, ἐν οἷς ἐξ ἐναντίου ἔφη ὡς ἡ Κλυταιμνήστρα στυγερὴ ἀοιδὴ τοῖς μετὰ ταῦτα ἔσσεται, ὥστε καὶ τὸ ἐκ τούτων ὁ ἀοίδιμος μέση λέξις κυρίως ἐστίν.

(Vers. 199.) Ὁ δὲ Τυνδάρεος εἰ καὶ παρὰ τοῖς ὕστερον ἐκτείνει τὴν λήγουσαν Ἀττικῶς, ἀλλὰ παρὰ τῷ ποιητῇ κοινῶς κλίνεται ὡς δηλοῖ τὸ, Τυνδαρέου κούρη. οὕτω καὶ ἐν Ἰλιάδι Πηνελέοιο φησὶν ἄνακτος, ὃν Πηνέλεων ἐν ἐκτάσει τῆς ληγούσης φασὶν οἱ Ἀττικοί.

(Vers. 201.) Ἐν δὲ τῷ, χαλεπὴν φῆμιν ὄπασσε, φανερῶς ἡ φῆμις ἐστὶν Ἰωνικῶς καθὰ καὶ ἀλλαχοῦ· δακτύλου γὰρ νῦν ἐστὶ παραλήγουσα ἡ τῆς αἰτιατικῆς ταύτης λήγουσα. ταυτὸν δὲ πάντως ἐνταῦθα ἡ στυγερὴ ἀοιδὴ καὶ ἡ χαλεπὴ φῆμις, ὥς περ ἀνωτέρω ταυτά εἰσι τὸ, κλέος ἀρετῆς, καὶ τὸ, ἀοιδὴ χαρίεσσα. Τούτων δὲ οὕτω προεκτιθεμένων καὶ ἐγνωσμένων ἤγουν τοῦ ψυχοπομπὸν ἐνταῦθα τὸν Ἑρμῆν πεπλάσθαι, τῆς Λευκάδος πέτρας, τῆς νεκυίας καὶ τῶν περὶ αὐτὴν, χρὴ μνησθῆναι τοῦ λοιποῦ καὶ ὧν εἰς τὴν νεκυίαν ταύτην ἐπεχείρησαν οἱ παλαιοὶ, ἣν οἱ μὲν ἐκμοχλεύοντες τῆς ποιήσεως ταύτης, οἱ δὲ συνιστῶντες τοιαῦτα εἶπον· Τίς, φασι, χρεία τοῦ δευτέρου τῆς νεκυίας ἐπεισοδίου; ἡ λύσις, ὅτι αἴτιον ἡ τῆς ποιήσεως πολύφωνος ποικιλία, καὶ ὅτι καὶ ἕτερα παρὰ τῷ ποιητῇ πολλὰ κεῖνται ὁμοειδῆ· οἷον, μονομαχίαι κατὰ πρόκλησιν καὶ σφαγαὶ κατὰ τύχην ὅμοιαι καὶ προσώπων μεγαλαυχίαι ταυτότητα ἔχουσαι. Ἔτι πῶς, φασὶ, χθόνιόν τε καὶ ψυχοστόλον ἀσυνήθως καλεῖ τὸν Ἑρμῆν; ἡ λύσις, ὅτι συνῳδὰ ταῦτα τοῖς Ἰλιακοῖς, ἔνθα ἐριούνιον αὐτὸν [318] καλεῖ καθὰ καὶ ἐν τοῖς πρὸ τούτων· ὁ δὲ ἐριούνιος ἐκ τῆς ἔρας παραφωνεῖται. καὶ τὸν Ἡρακλῆν δὲ εἰς Ἅιδου Ἑρμείας πέμπει σὺν Ἀθηνᾷ, ὅτε τὸν Κέρβερον ἀνήγαγε. Πῶς δέ, φασι, καὶ πέτρα Λευκὰς πρὸς τοῖς τοῦ Ἅιδου ἀφεγγέσι τόποις; ἡ λύσις, ὅτι πρὸς τοῖς ἔτι πεφωτισμένοις μέρεσι κεῖσθαι δεῖ νοεῖν αὐτὴν, ὡς καὶ προείρηται. Ἔτι γελοῖον φασὶ μεθ' οὕτω πολὺν χρόνον ἄχνυσθαι τὴν Ἀγαμέμνονος ψυχὴν ὡς προσφάτως θανοῦσαν καὶ τοῖς ἑταίροις συνολοφύρεσθαι· ἡ λύσις, ὅτι πρὸς αὐτῷ τῷ θανάτῳ τοιοῦτος ὢν ὁ Ἀγαμέμνων φυλάσσει διὰ τέλους τὸ οὕτω φαίνεσθαι· ταῖς γὰρ ψυχαῖς κατὰ τὸν ποιητὴν τὰ τῶν ἄνω παθημάτων εἴδωλα καὶ κάτω διηνεκῶς ἐμφαντάζονται, καθὰ καὶ ἡ πρώτη νεκυία ἐδήλωσεν. Ἔτι μέμφονται τὸ τὰς Μούσας αὐτὰς παρεῖναι τῷ θρήνῳ τοῦ Ἀχιλλέως, ὡς πρὸ ὀλίγων δεδήλωται· οὐχ' Ἑλληνικὸν γάρ φασι τοῦτό γε, ἀλλὰ βαρβαρικόν. διὸ Ἕκτορι μὲν παρακάθηνται θρήνων ἀοιδοὶ, οὐ μὴν καὶ Πατρόκλῳ τῷ πάνυ κλαυσθέντι τοῖς Ἀχαιοῖς. καὶ τὸ λέγειν δὲ περὶ ὀκτωκαιδεκάτην ἡμέραν πυρκαϊᾷ τὸν Ἀχιλλέα δοθῆναι ἀγνοοῦντος ἐστί, φασι, τὴν Ὁμήρου περὶ ταφὰς δόξαν· παρ' ᾧ, θάπτε με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω, φησὶ Πάτροκλος. πῶς δέ, φασι, καὶ ἐπιμίγνυνται τοῖς νεκροῖς οἱ μνηστῆρες, ὅπου Πάτροκλον οὐκ ἐῶσι μίσγεσθαι ἄταφον ὄντα; καὶ τοιαῦτα τινὰ παίξαντες οἱ ταῦτα φιλοκρινοῦντες καὶ ἀπορίας διασπαράξαντες, εἶτα καὶ λύσεσιν οἷον συνουλώσαντες, προσίενται ὅμως καὶ τὴν νεκυίαν ταύτην, ἀποδεχόμενοι αὐτῆς καὶ ὅτι τὰ κατὰ τὸν θάνατον τοῦ Ἀχιλλέως διέξεισι τὸν ἐν Ἰλιάδι σεσιγημένον, καὶ ὅτι ἐπαναλαμβάνει ὁπόσα τῆς ποιήσεως ταύτης οὐκ ἔφθη ὁ ποιητὴς ἀνακεφαλαιώσασθαι, τὰ κατὰ τὴν Πηνελόπην δηλαδὴ, ὡς ἐῤῥέθη, καὶ τὴν τοῦ Ὀδυσσέως λαθραίαν ἐπάνοδον.

(Vers. 204.) Ὅτι περιφράζων τὸν Ἅιδην Ἀΐδαο δόμους λέγει καὶ κεύθεα γαίης. ταυτὸν δὲ γῆς κευθμῶνας εἰπεῖν.

(Vers. 205.) Ὅτι ἐν τῷ, ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο καλὸν Λαέρταο τετυγμένον, ἐφ' ὑψηλοῦ τινὸς τόπου κεῖσθαι τὴν Ἰθάκην φαίνεται, ὡς δηλοῖ τὸ κατέβαν. τοῦτο δὲ δῆλον καὶ ἐκ τοῦ ὑπὲρ πόλιος Ἑρμαίου λόφου, ὃς πρὸ τούτων εἴρηται.

(Vers. 206.) Τὸ δὲ καλὸν ἢ πρὸς τὸ ἀγρὸν κολλητέον, ἵνα εἴη καλὸς οὗτος ἀγρὸς ὁ τοῦ Λαέρτου, ἢ πρὸς τὸ τετυγμένον, ἵνα λέγῃ, καλὸν τετυγμένον, πρὸς ὁμοιότητα τοῦ, εὖ τετυγμένον, εἴτουν εὔτυκτον. ὃν καὶ ἠρέμα ὑπεκφράζων ἐνταῦθα κατά γε μόνην τὴν κατοίκησιν ὁ ποιητὴς λέγει· ὃν δή ποτε αὐτὸς

(Vers. 207.) Λαέρτης κτεάτισσε, τουτέστιν ἐκτήσατο οὐ κατὰ λόγον ὤνου, ἀλλ' ἐπειδή, φησι, μάλα πόλλ' ἐμόγησε κατὰ βίον ἁπλοῦν ἡρωϊκόν. τὸ δὲ τοιοῦτον μόγημα καὶ πολυδένδρεον κατέστησε τὸν τοιοῦτον ἀγρὸν, ὡς πρὸ ὀλίγων εἶπεν Ὀδυσσεύς.

(Vers. 208.) ἔνθα οἱ, φησὶν, οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντῃ, ὁποῖά τι χαράκωμα τῶν ἐντὸς ἢ καὶ ἑρκίον ἐπαύλεως.

(Vers. 209.) ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. ἐν δὲ γυνὴ Σικελὴ γρηῦς πέλεν, ἣ δὴ γέροντα

(Vers. 212.) ἐνδυκέως κομέεσκεν ἐκεῖ ἐπ' ἀγροῦ. πρωτότυπον δὲ τὸ κομέεσκε καὶ τὸ κομεῖν τοῦ κομίζειν· ὅθεν κομιδὴ ἡ ἐπιμέλεια.

(Vers. 208.) Ἐν δὲ τῷ, περὶ δὲ κλίσιον θέε πάντῃ, τουτέστι περιέθεε καὶ κύκλῳ ἦν, σημείωσαι ὡς οὐκ ἐξ ἀνάγκης τὰ διαλελυμένα ταυτὰ τοῖς συνθέτοις εἰσὶν, ὡς μυριαχοῦ φαίνεται. ἰδοὺ γὰρ περιθέει μὲν πάντῃ κλίσιον ἐνταῦθα, οὐκ ἂν δὲ λεχθείη θόλος κατὰ τὸν ἐν τῷ οἴκῳ τοῦ Ὀδυσσέως, ὃς καὶ αὐτὸς ἐκ τοῦ θέειν καὶ τοῦ ὅλον σύγκειται, ὃ ταυτόν πώς ἐστι τῷ περιθέειν πάντῃ. κλίσιον δὲ οἰκετικὸς οἶκος ἐστὶν εὐτελὴς καὶ οἷόν τις κλισία, περὶ ἣν δμῶες ἴαυον. παρὰ μέντοι Ἀττικοῖς τὸ κλίσιον ἁμαξῶν καὶ ζευγῶν ἐστὶ δεκτικὸν, ὃ λέγεται τοὺς Ῥωμαίους παρὰ τὴν στάσιν σταῦλον καλεῖν. Δίωνι μέντοι τῷ καλῷ τὴν γλῶσσαν δοκεῖ κλίσιον εἶναι τὸν σταθμὸν τῶν προβάτων, ὁποία ἡ κοινῶς λεγομένη σκεπαστή. ἐν δὲ ῥητορικοῖς λεξικοῖς, παρ' οἷς καὶ διὰ διφθόγγου καὶ διὰ μόνου δὲ διχρόνου ἡ τῆς λέξεως ἄρχουσα εὕρηται, κεῖνται καὶ ταῦτα· κλείσιον, θυρεὼν ἐν ᾧ καὶ ζεύγη ἵσταται. καὶ κλεισίαι, αὔλειοι πυλῶνες, πλατεῖαι θύραι δι' ὧν καὶ ζεύγη εἰσέρχονται. Αἴλιος δὲ Διονύσιος κλεισίον φησὶν ὡς κλειδίον, καὶ ὅτι θυρὼν τοῦτο μέγας, καὶ κλεισίαι αἱ τούτου θύραι πλατεῖαι καὶ εἰς τὸ ἐκτὸς ἀνοιγόμεναι. ἐν ἑτέρῳ δὲ γράφει, ὅτι κλίσιον Ἀμερίας τὸ πρόστῳον ἴσως παρὰ Ἴωσιν, ὡς καὶ Ὅμηρος, περὶ δὲ κλείσιον θέε πάντῃ· παρὰ δὲ Ἀττικοῖς κλείσιον ὁ μέγας θυρών. καὶ μή ποτέ, φησι, τοῦτο μὲν ἐκτείνεται καὶ παροξύνεται, ἐκεῖνο δὲ συστέλλεται καὶ προπαροξύνεται. καὶ τοιαῦτα μὲν τὰ τῶν ὕστερον. Ὅμηρος δὲ δουλικὸν σαφῶς οἶκον ἐμφαίνει, τὸ παρ' αὐτῷ κλείσιον ἑρμηνεύων οὕτως·

(Vers. 209.) ἐν τῷ σιτέκοντο καὶ ἑξῆς. Τὸ δὲ ἴαυον [319] κἀνταῦθα γενικῶς τὴν περί τι διατριβὴν δηλοῖ. δόξειε δ' ἂν καὶ τοῦ κοιμᾶσθαι νῦν ὡς ἐκ μέρους εἶναι δηλωτικόν.

(Vers. 210.) Δμῶες δὲ ἀναγκαῖοι οἱ κατὰ τὴν Ὁμηρικὴν ἑρμηνείαν φίλα ἐργαζόμενοι. ἐν μέντοι τοῖς ἑξῆς

(Vers. 499.) ἀναγκαῖοι πολεμισταὶ Λαέρτης καὶ Δολίος, οἳ καὶ πόλιοί περ ἐόντες τεύχεα ἔδυναν, οὐ μόνον οἱ χρειώδεις ὡς νῦν, ἀλλὰ καὶ οἱ κατ' ἀνάγκην πολεμοῦντες.

(Vers. 211.) Ἡ δὲ ῥηθεῖσα Σικελικὴ γραῦς κεῖται καὶ λούουσα τὸν δεσπότην ἐν τοῖς ἑξῆς. τίς δὲ διαφορὰ Σικελοῦ καὶ Σικελιώτου, προδεδήλωται ὅπου καὶ τῆς Σικελῆς ταύτης γραὸς μνεία τις γέγονεν.

(Vers. 214320.) Ὅτι καθάπαξ ὁ Ὀδυσσεὺς γλυκανθεὶς τῇ τῶν οἰκείων ἀποπείρᾳ οὐδὲ τῷ πατρὶ αὐτόθεν ἐθέλει ἀπεριέργως γνωρισθῆναι, μεθοδεύσας δὲ διάπειραν σχεῖν καὶ αὐτοῦ τοὺς μὲν ἀμφ' αὑτὸν στέλλει δεῖπνον τάχυ συῶν ἱερεῦσαι ὅ τις ἄριστος· αὐτὸς δὲ πειρήσομαί, φησι, πατρὸς ἡμετέροιο, εἴ με ἔτι γνοίη καὶ φράσσεται ὀφθαλμοῖσιν, ἢ ἀγνοίησι πολὺν χρόνον ἀμφὶς ἐόντα. καὶ δίδωσιν αὐτοῖς εὐθὺς καὶ τὰ πολεμικὰ τεύχεα, καὶ αὐτοὶ μὲν ἔρχονται δόμονδε ποιήσοντες ὡς ἐκέλευεν Ὀδυσσεύς. ὁ δὲ ἐγγὺς ἔρχεται πολυκάρπου ἀλωῆς πειρητίζων, τουτέστι πειρασόμενος, ἀντὶ μέλλοντος γὰρ ὁ ἐνεστὼς καὶ νῦν κεῖται. καὶ Δολίος μὲν καὶ οἱ αὐτοῦ παῖδες αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος ᾤχοντο, ἡγεμονεύοντος αὐτοῖς τοῦ γέροντος Δολίου, τουτέστιν ἐπιστατοῦντος τοῖς υἱοῖς εἰς τὸ ἔργον. τὸν δ' οἶον πατέρα εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, ὃν καὶ ἐμφράζων ὡς οἷα τινὰ ἐπιμελητὴν ἀγροῦ ἐπάγει· λιστρεύοντα φυτὸν, ῥυπόωντα δὲ ἕστο χιτῶνα ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας κνημῖδας ῥαπτὰς δέδετο γραπτῦς ἀλεείνων, χειρίδας τ' ἐπὶ χερσὶ βάτων ἕνεκα, αὐτὰρ ὕπερθεν αἰγείην κυνέην κεφαλῇ ἔχε πένθος ἀέξων. τὸν δ' ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, οὐκέτι κἀνταῦθα πολύτλας ἦν, ἀλλὰ στὰς ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε καὶ μερμήριξε μὲν κῦσαι καὶ περιφῦναι ἑὸν πατέρα καὶ ἕκαστα εἰπεῖν. ἔδοξε δ' ὅμως αὐτῷ κέρδιον εἶναι, πρῶτα κερτομίοις ἐπέεσσι πειρηθῆναι. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ· καὶ ὁ μὲν κάτω ἔχων κεφαλὴν φυτὸν ἀμφελάχαινεν, ὁ δὲ παριστάμενος, ὦ γέρον, ἔφη, οὐκ ἀδαημονίη σε ἔχει ἀμφιπολεύειν ὄρχατον, ἀλλ' εὖ τοι κομιδὴ ἔχει, ἡ τοῦ κήπου δηλαδὴ, οὐδέ τι πάμπαν οὐ φυτὸν οὐ συκῆ οὐκ ἄμπελος οὐ μὲν ἐλαίη οὐκ ὄγχνη οὐ πρασίη τοι ἄνευ κομιδῆς κατὰ κῆπον. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ· αὐτόν σε οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ' ἅμα γῆρας λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι, τουτέστιν ἐνδέδυσαι. εἶτα ἐπιπλέκων πάλιν ἔπαινον λέγει· οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκεν οὔ σε κομίζει, οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι εἶδος καὶ μέγεθος, ἤγουν κατ' ὄψιν οὐ δοῦλος φαίνῃ, βασιλῆϊ γάρ, φησιν, ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων. ἐπὶ δὲ τούτοις ἐρωτᾷ, τίνος δμώς ἐστιν ἀνδρῶν, τίνος δὲ ὄρχατον ἀμφιπολεύει, καὶ ἔτι, εἴ περ οὗτος ὁ ἐρωτῶν αὐτὸν δηλαδὴ ξένος μὴ ἀλλαχοῦ γῆς ἀλλ' ἐν Ἰθάκῃ ἐστὶν, ὥς μοι, φησὶν, ἔειπεν οὗτος ἀνὴρ νῦν δὴ ξυμβλημένος, οὔ τι μάλ' ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα εἰπεῖν καὶ ἐπακοῦσαι ἀμφὶ ξείνῳ ἐμῷ, εἴ που ζώει τε καὶ ἐστὶν, ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ἐστὶ δηλαδή. ὃν ξένον αὐτοῦ καὶ ἐφερμηνεύων, ὡς ἐξ Ἰθάκης Ὀδυσσεὺς ἦν, λέγει, ὃς ἔφασκε Λαέρτην Ἀρκεισιάδην πατέρα εἶναι αὐτῷ. ἀφηγεῖται δὲ καὶ δῶρα ἐκείνῳ αὐτός ποτε δοῦναι, χρυσοῦ εὐεργέος ἑπτὰ τάλαντα καὶ κρητῆρα πανάργυρον ἀνθεμόεντα, δώδεκα δὲ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλὰ, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας· χωρὶς δ' αὖ γυναῖκας ἀμύμονας ἔργα εἰδυίας τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι. πολλὰ ταῦτα· διὸ καὶ μυρία ὁ Λαέρτης ἐρεῖ αὐτά· ἐξ ὧν καὶ παροιμιάσαιτ' ἄν τις ἐπὶ τῶν ψευδῶς χαριζομένων ἄχρι καὶ μόνου λόγου τὰ δῶρα τοῦ ἐξ Ἀλύβαντος ξένου ἢ τὰ τοῦ Ἀλυβαντίνου ἑταίρου ξένια. τοιοῦτον γὰρ ἑαυτὸν Ὀδυσσεὺς πλάσει ἐξ Ἀλύβαντος ὁρμᾶσθαι εἰπὼν, ὡς μετ' ὀλίγα

(Vers. 304.) ῥηθήσεται, ἵνα ὥς περ ἡ τοῦ Φανίου θύρα τὰ μηδαμοῦ ὄντα χρήματα ἐπαροιμιάζετο στέγειν ἐντὸς διὰ τὸ τὸν Φανίαν ψευδῶς ἑαυτῷ κειμηλιοῦσθαι πλοῦτον, οὕτω καὶ ὁ Ἀλυβάντιος ξένος δῶρα τῇ παροιμίᾳ χαρήσηται, ἅ περ ὁ ἀὴρ ἔχει λαβὼν ἐκ στόματος. καὶ τοιαύτη μὲν τέως ἡ τοῦ σοφοῦ Ὀδυσσέως ἀπόπειρα· ᾗ περ ἐπιμεμενηκὼς καὶ εἰσέτι μετὰ βραχέα καὶ ἰδὼν τὸν πατέρα γέροντα κατάκρας ἀδινὰ στενάχοντα οὐκέτι κρατεῖν ἑαυτοῦ ἔχει, ἀλλὰ περιφὺς ὁμολογεῖ Ὀδυσσεὺς εἶναι, καὶ ἀναγνωρισθεὶς καὶ αὐτῷ, καθὰ καὶ τοῖς πρὸ αὐτοῦ, ποιεῖ τὰ ἐφεξῆς, οὐ μάτην ἀποπειρασάμενος ἀλλ' ἐπ' ἀγαθῷ· προμηθέστατα γὰρ [320] Ὀδυσσεὺς οὐκ εὐθὺς ἑαυτὸν ἀναγνωρίζει τῷ πατρὶ, μή ποτε τῷ αἰφνιδίῳ τῆς χαρᾶς ἀποσβῇ ὁ γέρων· σμικρὰ γὰρ, τραγικῶς εἰπεῖν, παλαιὰ σώματ' εὐνάζει ῥοπὴ, τουτέστι βραχεῖά τις ἀφορμὴ, λύπης τυχὸν ἢ χαρᾶς ἢ φοβοῦ, ἐκλείπειν ποιεῖ, ἐπεί τοι καὶ ἐν τοῖς ἑξῆς

(Vers. 345.) τοῦ Ὀδυσσέως ἀναγνωρισθέντος λύτο αὐτόθι γούνατα καὶ φίλον ἦτορ τῷ γέροντι, σήματ' ἀναγνόντι τά οἱ ἔμπεδα πέφραδεν Ὀδυσσεὺς, καὶ μικροῦ ἀπέψυξεν ἄν. οὕτω καὶ ὁ Ἄργος κύων ἐπὶ σμικρᾶς ῥοπῆς ὢν ἱστορήθη ἐκψύξαι τῷ τοῦ Ὀδυσσέως ἀναγνωρισμῷ. διὰ ταῦτα τοίνυν ἀφίησι τὸν πατέρα τῇ ἀναμνήσει συγχεθῆναι τοσοῦτον, ὥστε αὐτὸν ἄχεος, φησὶν, νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς πολιῆς ἀδινὰ στενάχων. καὶ τότε δὴ ἐπάλμενος καὶ περιφὺς ἔκυσέ τε καὶ ἔφη·

(Vers. 321.) κεῖνος μέν τοι ὅδ' αὐτὸς ἐγὼ, πάτερ, ὃν σὺ μεταλλᾷς, ἤλυθον καὶ ἑξῆς. καὶ οὕτως ὁ τοῦ παιδὸς ἀναγνωρισμὸς πάνυ διαχυτικὸς ὢν καὶ πολλὴν ῥοπὴν τῷ παλαιῷ σώματι δοὺς, ὅμως οὐκ ἔσχε καὶ εὐνάσαι αὐτὸν κατεργασάμενος, ἀλλ' ἐπαναγαγὼν ἐκ τῆς ἄγαν λύπης οὐκ ἐξίσχυσε καὶ κακόν τι τῷ σφοδρῷ τῆς ἡδονῆς συνεργάσασθαι, ἀλλ' ἐξ ἀκροτήτων ἤγαγεν εἰς μεσότητα, καὶ συγκεράσας μετρίως εἰς τὸ ἐξ ἀρχῆς κατὰ φύσιν ἀποκατέστησε. προμηθέστατα οὖν, ὡς εἴρηται, ποιεῖ Ὀδυσσεὺς τὸν ἀναγνωρισμόν, διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο, ὡς κέρδιον εἶναι τῷ Ὀδυσσεῖ ἐκρίθη κερτομίοις ἐπέεσσι πειρηθῆναι. καὶ ἐν τῷ τέλει δὲ τοῦ λόγου ὅτε τὸν τεράστιον ὄλεθρον τῶν μνηστήρων καταλέγει, σὲ δὲ χρή, φησι, τετλάμεν ἔμπης ἵνα μή τι πάθῃς, τῇ ἐκτὸς δηλαδὴ καὶ παρ' ἐλπίδας χαρᾷ. τοῦτο δὴ τὸ Σοφόκλειον. καὶ τοιάδε μὲν ταῦτα. Ἐν δὲ τοῖς καθέκαστα τοῦ ῥηθέντος χωρίου τὸ μὲν,

(Vers. 215.) δεῖπνον ἱερεύσατε, ἀντὶ τοῦ, διὰ δεῖπνον σφάζετε· οὐ γὰρ ἄλλως ἐνταῦθα ἱερεύεται κατὰ θυσίαν ὁ σῦς.

(Vers. 217.) Ἐν δὲ τῷ, εἴ με ἔτι γνοίη, ἀργὸν ἐκ περισσοῦ κεῖται τὸ ἔτι ἐπίῤῥημα· ὁποῖα καὶ ἄλλα ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθησαν, ἐν οἷς καὶ τὸ τὶ, πολλαχοῦ κατὰ παρολκὴν κείμενον, οἷον ἐν τῷ σχεδόν τι καὶ οὔ τι καὶ οὕτω τι καὶ, ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας. Ἰστέον δὲ ὅτι τῶν χαλκεμβόλων νεῶν τὰ ἔμπροσθεν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, καθὰ μηροὶ καὶ μηρὰ καὶ ἄλλα δὲ ὁμοίως μεταπεπλασμένα, οὕτω καὶ ἔμβολοι λέγονται ἀρσενικῶς καὶ ἔμβολα οὐδετέρως· οἷον, δίπρωρος δ' ἐγεγόνει καὶ δίπρυμνος καὶ ἔμβολα εἶχεν ἑπτά.

(Vers. 218.) Τὸ δὲ ἀγνοίησι λέξις μὲν μετρικοῖς ἴσως ἀγαπητὴ, πάντῃ δὲ ἀσυνήθης καὶ μάλιστα διὰ τὸν τόνον· εἴτε γὰρ ἐκ τοῦ ἀγνοῶ εἴτε ἐκ τοῦ ἀγνοιῶ, οὐκ εὔλογος ἡ παροξυτόνησις. μάλιστα οὖν δοκεῖ ἐκ τοῦ ἀγνοίημι εἶναι τὸ τρίτον ἀγνοίησιν ὡς τίθησι, τὸ δὲ ἀγνοίημι ἐκ τοῦ ἀγνοιῶ, ὡς αἰνῶ αἴνημι· οἷον, οὔ μιν ἔγω γε αἴνημι, καὶ διζῶ δίζημι, ὅθεν καὶ διζήμενος.

(Vers. 224.) Αἱμασιὰ δὲ κατὰ τὴν τοῦ ποιητοῦ ἑρμηνείαν, ἀλωῆς ἕρκος, ἴσως μὲν, ὡς προεδηλώθη, ἐξ ἀκανθῶν οὖσα ποτὲ, ὧν εἶδος καὶ αἱ βάτοι ἃς ὁ γέρων διαχειρίζεται, καὶ κληθεῖσα παρὰ τὸ αἱμάσσειν τοὺς κατεπιχειροῦντας. οἱ μέντοι παλαιοὶ αἱμασίας φασὶ τὰ ἐκ λεπτῶν λίθων ἐκτισμένα τοιχίδια. διὸ καὶ ὁ ποιητὴς τὴν ἀλωὴν, εἰς ἣν αὐταὶ συνήγοντο, εὐκτιμένην ἔφη, καθά που καὶ πόλεις εὐκτιμένας λέγει. περὶ δὲ αἱμασιῶν πλατύτερον ἤδη προείρηται.

(Vers. 226.) Οἶον δὲ, τουτέστι μόνον, εὑρεῖν τὸν πατέρα πλάττεται Ὀδυσσεὺς, ἵνα καὶ αὐτόθι κοινότερον ὕστερον ἀναγνωρισθῇ τοῖς ἀμφὶ τὸν γέροντα.

(Vers. 227.) Λιστρεύειν δὲ τὸ περιξύειν παρὰ τὸ λίστρον, ὅ ἐστι ξύστρον, περὶ οὗ καὶ αὐτοῦ προγέγραπται. αὐτὸ δὲ τὸ, λιστρεύειν φυτὸν, ὅμοιόν ἐστι τῷ, φυτὸν ἀμφιλαχαίνειν· καὶ γὰρ ὁ λιστρεύων φυτὸν ὀρύττει καὶ ὁ λαχαίνων φυτὸν, ἐπεὶ λαχαίνειν ταυτόν ἐστι τῷ διασκάπτειν, ἀφ' οὗ καὶ λάχανον. καὶ γίνεται ἡ λέξις παρὰ τὸ ποιεῖν λίαν χαίνειν τὴν γῆν, ἐξ οὗ καὶ σήραγγας ἐπενοήθη λέγεσθαι γῆς παρὰ τὸ σεσηρέναι, ὃ ταυτόν πως τῷ διαχάσκειν ἐστί.

(Vers. 228.) Τὸ δὲ, ῥαπτὸν ἀεικέλιον, ὑφὲν ἀναγνωστέον, ἵνα δηλοῖ τὸν ἀεικελίως ῥαπτόν. τοιοῦτον καὶ ἐν Ἰλιάδι σὺν ἄλλοις τὸ, τοξότα λωβητήρ. ὅμοιον δὲ καὶ ἡ ἐν Ἀρκαδίᾳ Μεγάλη πόλις, ὡς προδεδήλωται, καὶ ἕτερα πολλά.

(Vers. 229.) Κνημῖδας δὲ νῦν οὐ πολεμικὰς λέγει, ἀλλὰ βύρσας δι' ὧν κνῆμαι τοῖς ἀγρόταις καλύπτονται. οὕτω δὲ καὶ

(Vers. 231.) κυνέην αἰγείην οὐ τὴν ἐν μάχῃ χρηστὴν, ἀλλὰ τὸ ἁπλῶς ἐξ αἰγὸς κάλυμμα τῆς κεφαλῆς. καὶ σημείωσαι τὰς λέξεις εἰς χρείαν ὁμωνυμίας καὶ εἰς γραφῆς χρησιμότητα.

(Vers. 229.) Ῥαπτὰς δὲ κνημῖδας λέγει ἢ προσυπακουομένου καὶ ἐνταῦθα τοῦ ἀεικελίως αὐτὰς ἐῤῥάφθαι, ἢ καὶ μᾶλλον εἰς δεῖξιν τοῦ περίβλημα εἶναι ταῖς κνήμαις αὐτὰς καὶ μὴ ἁπλῶς ᾐωρημένας τετυλίχθαι περὶ τὰς κνήμας, ἴσως δὲ καὶ εἰς διαστολὴν τῶν ἐκ σιδήρου ὧν ἄπεστι τὸ ἐῤῥάφθαι. Τὸ δὲ [321] περιδέδετο οἰκεῖον ἐπὶ κνημίδων, ὡς ἐπὶ πεδίλων τὸ ὑποδεδέσθαι. Γραπτύας δὲ καὶ ἐν συναιρέσει γραπτῦς λέγει τὰς ἐξ ἀκανθῶν ἢ ἀκανθωδῶν τινῶν γραφὰς ἤγουν, ὡς καὶ προεῤῥέθη που, ξέσεις καὶ ἀμυχὰς, ἀπὸ τοῦ γράφω τὸ ξέω, ὃ καὶ ἀμύσσειν λέγεται, ὅθεν ἡ ἀμυχή. πολλῶν δὲ παρηγμένων ἐκ τοῦ γράφειν, ὡς καὶ ἡ Ἰλιὰς ἀκριβῶς δηλοῖ, δῆλον ἐκεῖθεν καὶ τὸ γράμμα, ὃ καὶ στοιχεῖον σημαίνει συνήθως, ἔτι δὲ καὶ σύγγραμμα· ἐξ οὗ καὶ πολλὰ γράμματα εἰδέναι φαμὲν καὶ γραμματικὸν εἶναι τὸν πολλῶν συγγραμμάτων ἔμπειρον. κεῖται δ' αὐτὸ καὶ παρὰ Καλλιμάχῳ ἐν τῷ, γράμματα δ' οὐκ εἴλισσεν ἀπόκρυφα. καὶ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμα ἀναλεξάμενος. καὶ τοῦτο μὲν οὕτως. Ἰστέον δὲ καὶ ὅτι τὰς μὲν τῶν κνημῶν γραπτῦς αἱ κνημῖδες κωλύουσι,

(Vers. 230.) τὰς δὲ τῶν χειρῶν αἱ χειρίδες, ἤγουν τὰ τῶν χειρῶν καλύμματα ἐκ δερμάτων δηλαδὴ καὶ αὐτὰ ὄντα. ὧν ἡ παραγωγὴ ὥς περ κνήμη κυνημὶς, οὕτω καὶ χεὶρ χειρίς· ἐξ ἧς καὶ ἐγχειρίδιον οὐ μόνον τὸ ξιφίδιον καὶ τὸ μαχαίριον καὶ τὸ βιβλίδιον ὡς τὸ Ἐπικτήτου ἐγχειρίδιον, ἀλλ', ὡς ὁ Ἀθήναιος δηλοῖ, καὶ τὸ τῆς θαλασσίας κώπης κράτημα. Ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ ἀκανθῶν χειρίδες ἐπινενόηνται, ἀλλὰ καὶ ἐπὶ ἔργων εὐχερείᾳ. καὶ τοξεύοντες γοῦν τινὲς χειρίσι χρῶνται, εἰ καὶ μὴ δακτυλωταῖς, καὶ πλύνοντες δὲ καὶ ζυμοῦντες. παρὰ γοῦν τῷ Δειπνοσοφιστῇ εὕρηται τὸ, σιτοποιὸς χειρίδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιῤῥέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπαίοι ἢ ἐμπίπτοι. ἔνθα σημείωσαι τὸν κημὸν ἐκδηλοτάτην διαφορὰν ἔχοντα πρὸς τὸν χαλινόν· ὁ μὲν γὰρ ἐπὶ ἵππων, ὁ δὲ κημὸς ἰδοὺ καὶ ἐπὶ ἀνθρώπου, ἔξω δηλαδὴ περὶ τὰ χείλη κείμενος· ὁποῖός τις καὶ ὁ τὰ τῆς ἄρκτου κατασφαλιζόμενος ὥστε μὴ δάκνειν τοὺς παρατυγχάνοντας. εἰ δὲ καὶ σιδηροῦς ἢ χαλκοῦς ἐκεῖνος, ἀλλ' ὁ κατ' ἄνθρωπον οὐκ ἂν εἴη τοιοῦτος, ἀλλὰ κόμμα τι λίνεον προβέβληται τῶν τε χειλέων καὶ τῆς ῥινὸς, ἵνα μή τι φορτικὸν ἔξωθεν εἰσπνέοιτο, λεπτὸν ὂν καὶ ῥᾷον ἐπιβουλεῦον τοῖς τοιούτοις μέρεσιν. Ἔτι ἰστέον καὶ ὅτι χειρὸς πολλῶν ὄντων παραγώγων, ἐκεῖθεν ἐστὶ καὶ τὸ διαχειρίσασθαι, ἀφ' οὗ καινότερον κατὰ συγκοπὴν καὶ τὸ διαχρήσασθαι, καὶ μὴν καὶ τὸ ἀπεχειρίσθη τὴν δεξιάν. τούτων δὲ πολὺ διαφέρει τὸ μεταχειρίζεσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ γράφειν, ὅ πέρ ἐστι ξέειν ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς δεδήλωται, τό τε γράμμα γίνεται, ὡς καὶ αὐτὸ ἐῤῥέθη, καὶ τὸ ἐξ αὐτοῦ παρώνυμον γραμματικὸν ἔκπωμα, ἤγουν, ὡς Ἄλεξις ἂν εἴποι, τὸ ἔχον κύκλῳ τὰ γράμματα· ἔτι δὲ καὶ ἡ κατὰ τόπον περιγραφὴ διὰ τῆς κύκλῳ ξέσεως τοῦ ὑποκειμένου χωρίου, καὶ ἡ παρὰ τοῖς ῥήτορσι δὲ παραγραφὴ, ξέσις οὖσά τις καὶ ἀπάλειψις δικαιολογίας, καὶ μὴν καὶ ἡ γραφὴ τουτέστιν ἡ στίξις, ἣν περόναι φασὶ ποικίλλουσιν ἐν σώμασιν. ἣν δὴ γραφὴν παθοῦσαι Θρᾳκικαί τινες γυναῖκες ἐφ' ὕβρει ἐξηλείψαντό, φασι, τὴν συμφορὰν ταύτην, προσαναγραψάμεναι ἤγουν στίξασαι καὶ τὰ λοιπὰ τοῦ χρωτὸς, ἵνα ὁ τῆς ὕβρεως χαρακτὴρ εἰς ποικιλίαν ἀριθμηθεὶς κόσμου προσηγορία τοὔνομα ἐξαλείψῃ, ᾧ δηλαδὴ ὀνομάζονται αἱ στιγματίαι. ἔτι ἐκ τοῦ γράειν καὶ γράφειν γίνεται καὶ ἡ τεχνικὴ περίγρα, ἡ πέριξ δηλαδὴ γράουσα ἤγουν ἐσθίουσα, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἢ γράφουσα, ὅ ἐστι ξέουσα καὶ οὕτως ἀπορθοῦσα τὰ ξύλα, οἷς ἐπισύρεται περιαγομένη, καὶ οὕτως ἐξακριβοῦσα σχημάτων ἰσότητα κατὰ τὸ, καὶ ἐκ περίγρας τετράγωνος, ἤγουν ἶσος πάντῃ καὶ στερεὸς ὡς εἰ καὶ ἐτετραγωνίσθη διά τινος περίγρας. Ἰστέον δὲ καὶ ὅτι τῆς γραπτύος ἀρσενικὸν ὁ γραπτός· ὅθεν καὶ ἰχθύες νωτόγραπτοι παρὰ τοῖς παλαιοῖς οἱ ἔχοντες τὰ περὶ νῶτα γραμμάς τινας. Τὸ δὲ, βάτων ἕνεκα, διπλόην ἔχει τοῦ ἕνεκα· καὶ νῦν μὲν βάτων ἕνεκα χειρίδες, ἵνα τις ἐκφύγῃ βάτους, ὧν πάνυ μείζονες οἱ κυνόσβατοι· ὥς περ καὶ πῖλος ὑετοῦ ἕνεκα ἐπὶ κωλύσει ὑετοῦ, καὶ οἶκος καύσωνος ἕνεκεν, ἵνα τις ἐκκλίνῃ καύσωνα. καὶ οὕτω μὲν ἄρτι βάτων ἕνεκα χειρίδες ἐπὶ ἐκκλίσει. ἄλλως μέντοι ποτὲ σπουδὴ γεωργῷ ἕνεκα βάτων, ὥς περ καὶ δεξαμενὴ ἕνεκεν ὑετοῦ· καὶ οἶκος ἀναπαύσεως ἕνεκεν, οὐκ ἐπὶ φυγῇ ἀλλ' ἐπιτυχίᾳ, ἵνα δηλαδὴ βάτους ἕξει τις καὶ ὑετὸν καὶ ἀνάπαυσιν. οὕτως οἱ περὶ τὸν Δολίον ἕνεκα βάτων, ὡς εἰκὸς, πονοῦνται δι' αἱμασιάς. εἰσὶ δὲ καὶ ἄλλοι τρόποι τοῦ ἕνεκά τινος· θανατοῦται γάρ τις ἕνεκα φίλου ἤγουν διὰ φίλον, καὶ αὖ πάλιν ἕνεκα ἐχθροῦ ἤγουν δι' ἐχθροῦ. ἀντιπέφρασται δὲ ἡ βάτος τῇ βάσει αὐτὴ ἄβατος οὖσα κατὰ τὸ, γένοιτ' ἂν τόπος ἄβατος βάτου περικειμένης, ὃ κεῖται ψεκτικῶς παρὰ Ἀγαθαρχίδῃ σκώπτοντι. ὁμοίως καὶ τὸ, τίς ἂν δύναιτο τὴν Κύρου δόσιν ἄκυρον ποιῆσαι; καὶ τὸ, εἰκός ἐστι τὴν Ἀθηνᾶν ἐκ τῆς τοῦ Διὸς κεφαλῆς γεννηθεῖσαν τῶν ἀγαθῶν ἔχειν τὸ κεφάλαιον. δῆλον δ' ὅτι πρὸς διαστολὴν τοῦ βατὸς ὀξυτόνου ἡ βάτος [322] ἢ ὁ βάτος βεβαρυτόνηται, αὐτῆς δὲ διέσταλται διπλασμῷ τοῦ τ Βάττος βασιλεὺς Λίβυς, οἷ καὶ τὰ Πινδαρικὰ ὡς περιωνύμου μέμνηνται· ὃς δοκεῖ παροιμίαν δοῦναι τὴν τοῦ βαττολογεῖν.

(Vers. 231.) Ἡ δὲ αἰγείη κυνέη λόγον ἔχει ὁποῖον καὶ ἡ ἰκτιδέη κυνέη· καὶ γέγραπται περὶ τούτων ἐν τοῖς εἰς τὴν Ἰλιάδα τὸ ἀρκοῦν. Τὸ δὲ, πένθος ἀέξων, ἐπιφωνηματικῶς εἰπὼν, ὑποκαταβὰς ἡρμήνευσεν ἐν τῷ,

(Vers. 233.) μέγα δὲ φρεσὶ πένθος ἔχοντα.

(Vers. 234.) Βλωθρὴ δὲ ἐνταῦθα μὲν ὄγχνη, ἐν Ἰλιάδι δὲ πίτυς. καὶ ἐῤῥέθη ἱκανῶς ἐκεῖ περὶ τῆς τοιαύτης λέξεως.

(Vers. 240.) Κερτόμια δὲ νῦν ἔπη οὐ τὰ ὑβριστικὰ καὶ ὀνειδιστικὰ, ὅ ἐστι μεμπτικὰ, τέμνοντα δὲ ἄλλως κέαρ διὰ τὸ ἐρεθιστικὰ εἶναι εἰς χόλον κατὰ τὸ, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ. ἐξ οὗ δὴ τόπου καὶ ἄρχεται τὰ κερτόμια ἐνταῦθα ἔπη, τὸ ἀκόμιστον δηλαδὴ τὸν γέροντα εἶναι, τὸ γῆρας λυγρὸν ἔχειν, τὸ κακῶς αὐχμεῖν, τὸ ἀεικέα φορεῖν· ἃ δὴ κομματικῶς κεῖνται ὡς ἐν σκώμμασι πρέπει. ἔτι δὲ καὶ τὸ δμῶα εἶναι. δῆλον δὲ ὅτι παράγωγόν ἐστιν ἐκ τοῦ κέρτομος τρισυλλάβου ὀνόματος τὸ κερτόμιον ἔπος.

(Vers. 242.) Τὸ δὲ, κάτω ἔχων κεφαλὴν, οὐ ταυτόν ἐστι τῷ ὕστερον παρ' Ἀττικοῖς, κάτω κάρα, ἢ συνθέτως κατώκαρα· ἐκεῖνο γὰρ ἐπὶ τῶν κατὰ κεφαλὴν κρεμαμένων ἢ βυθιζομένων λέγεται.

(Vers. 244.) Τὸ δὲ, οὐκ ἀδαημονίη σ' ἔχει ἀμφιπολεύειν ὄρχατον, περίφρασις τοῦ, δαήμων εἶς τῆς κηπευτικῆς. τούτου δὲ κομματικὴ ἐπιτομὴ τὸ,

(Vers. 245.) ἀλλ' εὖ κομιδὴ ἔχει, τουτέστιν ἐπιμεμέληται ὁ ὄρχατος, περὶ οὗ προείρηται ἀλλαχοῦ.

(Vers. 244.) Ἀμφιπολεύειν δὲ οὐχ' ἁπλῶς τὸ περιοδεύειν, ἀλλ' ἔχει τι καὶ δουλικῆς σημασίας, ἀφ' ἧς αἱ ἀμφίπολοι.

(Vers. 246.) Ἐν δὲ τῷ, οὐ φυτὸν οὐ συκῆ καὶ ἑξῆς, τῷ καθόλου ἤγουν τῷ φυτῷ ἐπῆκται τὰ ὑπ' αὐτὸ μερικὰ δένδρα τε καὶ λοιπά· φυτὰ γὰρ πάντως καὶ τὰ περὶ πρασιὰν, περὶ ἧς καὶ αὐτῆς ὁμοίως προεῤῥέθη, καὶ ἡ συκῆ καὶ τὰ ἐφεξῆς δένδρα. Ὅρα δ' ἐνταῦθα καὶ τὴν ἐπιμονὴν τοῦ ἀποφατικοῦ εὐειδοῦς καὶ λαμπροῦ σχήματος καὶ τὴν γοργότητα ἐν τῷ, οὐ φυτὸν οὐ συκῆ οὐ τόδε οὐ τόδε. ἐκτείνει δὲ καὶ νῦν τὴν ἄρχουσαν ἡ συκῆ.

(Vers. 247.) Τὸ δὲ, οὐκ ἄνευ κομιδῆς κατὰ κῆπον, σαφήνειά ἐστι τοῦ,

(Vers. 245.) ἀλλ' εὖ τοι κομιδὴ ἔχει ἡ τοῦ ὀρχάτου.

(Vers. 249.) Τὸ δὲ, οὐκ ἀγαθή σε κομιδὴ ἔχει, ἀστεῖον ἐστὶ ῥητορικὸν ἀντίθετον· λέγει γὰρ ὡς ὁ μὲν κῆπος ἔχει κομιδὴν ὑπὸ σοῦ, σὺ δὲ οὐκ ἔχεις τὴν δέουσαν κομιδήν. ὅμοιον δέ τι μετ' ὀλίγα καὶ τὸ, οὔ σε κομιδὴ ἀγαθὴ ἔχει, ἀλλὰ γῆρας λυγρὸν ἔχεις.

(Vers. 250.) Τὸ δὲ, αὐχμεῖς κακῶς, ἐχρησίμευσε καὶ τῷ κωμικῷ εἰς σκῶμμα ἐν ταῖς Νεφέλαις. αὐχμεῖ δὲ κακῶς ὁ καὶ ῥύπον ἔχων κατὰ τὸν Λαέρτην καὶ ἀλουτῶν. γίνεται δὲ τὸ αὐχμεῖν, ὥς περ καὶ ὁ αὐχμὸς, παρὰ τὸ αὔω τὸ ξηραίνω πλεονασμῷ δασέος, ὡς καὶ ἐν τῷ βρυχηθμὸς γίνεται καὶ τοῖς ὁμοίοις. δῆλον δὲ ὅτι ῥύπος ξηρανθεὶς γῇ ἔοικεν αὐχμώσῃ καὶ μὴ τεγγομένῃ ὕδατι.

(Vers. 251.) Ἀεργίαν δὲ οὐ μόνον τὴν κοινῶς λεγομένην ἀργίαν λέγει τὴν ἐκ τῆς ἀεργίας κεκραμένην, ἀλλὰ καὶ τὴν εἰς ἔργον ἀτεχνίαν, διαφέρουσαν τῆς κακοεργίας, ὅτι ἐκείνη μὲν κακίαν δηλοῖ ψυχῆς ὡς ἐν τῷ, κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων, τοῦτο δὲ ἀνεπιστημοσύνην.

(Vers. 252. sq.) Τὸ δὲ δούλειον εἶδος καὶ μέγεθος ὁμογραφοῦνται τῇ ἐκ τοῦ δουλεύω γινομένῃ δουλείᾳ, οὐ μὴν καὶ τὸ δούλιον ἦμαρ· ἐκεῖνο γὰρ τῷ ἰῶτα μόνῳ παραλήγεται, καθὰ καὶ ἡ δουλία ἡμέρα ὥς φασιν οἱ παλαιοί.

(Vers. 251.) Τὸ δὲ, οὔ σε κομίζει, ῥῆμα ἔχει τὸ πρωτότυπον τῆς κατ' ἐπιμέλειαν κομιδῆς.

(Vers. 254.) Τὸ δὲ, τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὕδειν μαλακῶς, διττὴν ἔχει ἔννοιαν· ἢ γὰρ ὅτι τοιοῦτος εἶ οἷος λούεσθαι καὶ μετὰ τὸ ἐμφαγεῖν κοιμᾶσθαι οὐ μὴν καὶ ἔργοις ἐπιπρέπεις ἀνδρικοῖς, ἢ ὅτι τοιούτῳ ἤγουν βασιλεῖ ἔοικας, οὐ νῦν οὕτως ὡς ἔχεις, ἀλλ' ὅτε ὁ τοιοῦτος λούσαιτο καὶ φάγοι, ὥστε καὶ ἀναπεσεῖν εἰς ὕπνον. τηνικαῦτα γὰρ τὸ ἄρτι ῥυπαρὸν ἀποπλυνάμενος ὁ κατὰ σὲ φανείη ἂν τῇ ἀλλοιώσει ὡς βασιλεύς· ὃ δὴ σύμφωνόν ἐστι τῇ περὶ λοετροῦ καὶ λοιπῆς κατὰ σῶμα τημελείας δόξῃ, ὡς καὶ ἀλδαινόντων τὰ μέλη καὶ καλλίω αὐτὰ ποιούντων εἰ θεραπεύοιτο. καὶ ἔστι μὲν καλὴ καὶ ἡ τοιαύτη ἔννοια, σαφεστέρα δὲ καὶ ἀβιαστοτέρα ἡ πρώτη.

(Vers. 253. sq.) Τὸ δὲ, βασιλῆϊ ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας καὶ ἑξῆς, περικαλλές ἐστι καὶ αὐτὸ σχῆμα ἐπαναστροφῆς, ὁποῖόν τι ἐν Ἰλιάδι καὶ τὸ, εἰ πυρὶ χεῖρας ἔοικεν. εἰ πυρὶ χεῖρας ἔοικεν, μένος δ' αἴθωνι σιδήρῳ. ὧν τὸ μὲν συμπληροῖ στίχον, τὸ δ' αὖ κατάρχει τοῦ ἐφεξῆς στίχου.

(Vers. 257.) δῆλον δὲ ὡς ἔχει τι κερτομίας καὶ τὸ πῇ μὲν βασιλῆϊ ἐοικέναι λέγειν τὸν γέροντα, πῇ δὲ ἐρωτᾶν κατὰ ἐναντίαν ἔννοιαν, τίνος δμὼς εἶ. καὶ αὐτὸς οὐ τῶν ἄλλως θεραπόντων, ἀλλὰ τῶν κηπευόντων. ὁμοίως δὲ δῆλον ἐκ τοῦ ποιητοῦ καὶ ὡς ἔχαιρεν αὐτουργῶν κατὰ γεωργίαν ὁ Λαέρτης, ὥς που καὶ Ὀδυσσεὺς φθάσας ἐνηβρύνατο πρὸς [323] τοὺς μνηστῆρας τῇ γεωργικῇ τέχνῃ, καὶ ὅτι διὰ τὸ ἐπὶ τῷ υἱῷ πένθος ὁ γέρων τοῖς ἀγροῖς ἐκδέδωκεν ἑαυτόν.

(Vers. 255.) Τὸ δὲ, ἡ γὰρ δίκη ἐστὶ γερόντων, ἀπόφανσίς ἐστι σεμνὴ γνωμικὴ κατὰ τὸ, τὸ γὰρ γέρας ἐστὶ θανόντων, καὶ, αὕτη τοι δίκη ἐστὶ θεοῦ, καὶ ὅσα τοιαῦτα.

(Vers. 260.) Τὸ δὲ, οὗτος ἀνὴρ ξυμβλήμενος οὔ τι μάλ' ἀρτίφρων καὶ ἑξῆς, ψόγος ἐστὶ τοῦ μὴ ἐντελῶς διατεθέντος ἐφ' ἠρώτηται. ἀναφορικὸν δὲ ἐνταῦθα τὸ, οὗτος ἀνήρ· οὐ γὰρ πάρεστιν ἐκεῖνος ὡς καὶ δείκνυσθαι.

(Vers. 261.) Τὸ δὲ, οὐ τόλμησεν ἕκαστα εἰπεῖν, ἀντὶ τοῦ οὐκ ἐκαρτέρησε καὶ νῦν κεῖται, καθὰ καὶ πρὸ ὀλίγων.

(Vers. 263.) Τὸ δὲ, ἀμφὶ ξείνῳ ἐμῷ, ταυτόν ἐστι τῷ, περὶ φίλου ἐμοῦ.

(Vers. 264.) Τὸ δὲ, καὶ εἰν Ἀΐδαο δόμοισι, σαφήνειά ἐστι τοῦ τέθνηκεν· ἔστι γάρ τινα οὐ μόνον τροπικῶς κακῶν ὕπο κατὰ τὴν τραγῳδίαν θανεῖν, ἀλλὰ καὶ λόγοις μόνοις κατά τε φήμην ἁπλῶς καὶ μὴν κατ' ἐπιτήδευσιν, ὅτε τις προτίθεται λόγοις θανὼν, ἔργοισι σωθῆναι τραγῳδικῶς εἰπεῖν κἀξενέγκασθαι κλέος. ὃ καὶ Ζάλευκος καὶ Πυθαγόρας ἐπραγματεύσαντο. λέγει οὖν τὸ τέθνηκεν ἐνταῦθα οὐχ' οὕτω πως, ἀλλ' ὅτε τις κατὰ φύσιν θανὼν ἐν Ἅιδου γένηται.

(Vers. 270.) Ἀρκεισιάδης δὲ Λαέρτης ὡς υἱὸς Ἀρκεισίου, ὃς ἢ παρὰ τὸ ἀρκέω ἀρκέσω ἐῤῥέθη ὡς οἷα ἐπαρκεῖν ἁπλῶς δυνάμενος, ὅθεν καὶ ὁ ποδάρκης, ἢ διότι ἄρκος αὐτὸν ἤτοι ἄρκτος θηλάσοι, καθὰ καὶ ἕτερόν τινα ἵππος ἢ αἲξ, καὶ ἄλλους τινὰς λύκαινα· ἐν οἷς καὶ οἱ τῶν Ῥωμαίων ἔξαρχοι κατὰ Δίωνα, Ῥῶμος δηλαδὴ καὶ Ῥωμύλος, οὓς ἐθήλασε λύκαινα ἡ παρὰ Ἰταλιώταις λούπα. ὃ δὴ ὄνομα μετῆκται ἀστείως εἰς ἑταιρίδων προσηγορίαν· τὸ ζῷόν τε γὰρ ἁρπακτικὸν ἡ λούπα εἴτουν λύκαινα καὶ αἱ ἑταιρίδες δὲ ὁμοιότροποι. εἰ δὲ καὶ μῦθος τερατεύεται ὡς ἄρα τέκοι αὐτὸν ἄρκτος, ἡ ἱστορία θεραπεύει τὸ τοιοῦτον βρέφος ἀνθρωπίνως μαιεύουσα· φασὶ γὰρ Κέφαλον τὸν Δηϊονέως ἢ Δηΐονος ἐξ ἄρκτου γυναικὸς τεκεῖν τὸν Ἀρκείσιον.

(Vers. 275.) Ἀνθεμόεις δὲ κρατὴρ ὡς καὶ ἐν ἄλλοις λέβητες καὶ τρίποδες ἐῤῥέθησαν ἀνθεμόεντες οἱ ἀναθηματικοὶ διὰ κειμηλίωσιν ἢ ἀνθηροὶ διὰ τὰ δαιδάλματα. ἐν δὲ τῇ Ἰλιάδι καὶ τοπικὸν ἐπίθετον τὸ ἀνθεμόεν κεῖται· λειμῶνα γὰρ Ὅμηρος ἐκεῖ φησὶν ἀνθεμόεντα.

(Vers. 276.) Αἱ δὲ ἁπλοΐδες χλαῖναι πρὸς διαστολὴν ἑτέρων μὴ τοιούτων ἐῤῥέθησαν, ὁποῖαι πάντως αἱ διπλοΐδες. Περὶ δὲ φαρέων καὶ ταπήτων καὶ χιτώνων πολλαχοῦ δηλοῦται.

(Vers. 278.) Ὁ δὲ περὶ γυναικῶν ἐνταῦθα λόγος χρήσιμος ἐν τοῖς πρὸ τούτων εἰς τὸ, οὐκ ἄορας οὐδὲ λέβητας. ἔνθα ἐφαίνετο καὶ ὅτι ἄορας τὰς γυναῖκας ἐκεῖ ὁ ποιητὴς λέγει, καὶ ὅτι ἐδίδοντό ποτε καὶ γυναῖκες τοῖς ἐπιξενουμένοις.

(Vers. 279.) Εἰδαλίμας δὲ ἢ τὰς εὐειδεῖς λέγει ἢ καὶ ἄλλως τὰς ἐπιστήμονας παρὰ τὸ εἰδέναι, ἵνα εἴη ταυτὸν τῷ, ἔργα εἰδυίας, καὶ τὸ εἰδαλίμας. τὸ μέντοι ἰδάλιμον καῦμα διὰ τοῦ ἰῶτα ἔχει τὴν ἄρχουσαν παρὰ τὸ ἰδίειν καὶ τὸ ἴδος, ὃ δηλοῖ τὸν ἱδρῶτα.

(Vers. 266.) Ὅτι ἀγαθοῦ ξενοῦ δηλωτικὸν τὸ, ἄνδρα ποτ' ἐξείνισσα ἡμέτερόνδ' ἐλθόντα, οἶκον δηλαδή· καὶ οὔ πώ τις βροτὸς ἄλλος ξείνων τηλεδαπῶν φιλίων, τουτέστι φίλτερος, ἐμὸν ἵκετο δῶμα. ἐκ τοῦ φίλος δὲ ὁ φιλίων γίνεται, ἀπ' αὐτοῦ δὲ, ὡς καὶ προεδηλώθη, ὁ φίλιστος, οὗ χρῆσις καὶ παρὰ Σοφοκλεῖ.

(Vers. 271.) Ἔτι ὁμοίας ξενίας φραστικὸν καὶ τὸ, τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων εὖ ἐξείνισσα ἐνδυκέως φιλέων πολλῶν κατὰ οἶκον ἐόντων, καί οἱ δῶρα πόρον ξεινήϊα οἷα ἐῴκει.

(Vers. 281.) Ψόγον δὲ φράζει χώρας τὸ, ξεῖνε γαῖαν μὲν ἱκάνεις ἣν ἐρεείνεις, ὑβρισταὶ δ' αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν.

(Vers. 283.) Ἐπὶ δέ τινος μάτην δωρησαμένου ἁρμόζει τὸ, δῶρα δ' ἐτώσια ταῦτα χαρίζεο μυρία ὀπάζων.

(Vers. 284.) Μνήμην δὲ εὐεργετικοῦ ποτὲ ἀνδρὸς ἀγαθὴν ἔχει τὸ, εἰ γάρ μιν ζωόν γ' ἐκίχεις ἤτοι κατέλαβες, εὗρες, δώροις ἄν σε ἀμειψάμενος ἀπέπεμψε καὶ ξενίῃ ἀγαθῇ· ἡ γὰρ θέμις ὅς τις ὑπάρξει. καὶ ἔστι καὶ τοῦτο γνωμικὸς ἀφορισμὸς ὅμοιος τῷ, ἡ γὰρ δίκη ἐστὶ γερόντων, καὶ τοῖς τοιούτοις ὡς πρὸ βραχέων ἐῤῥέθη.

(Vers. 286.) Ὅρα δὲ τὸ ὑπάρξει ἀντὶ τοῦ προκατάρξει, οὕτω καλῶς καὶ πρωτοθέτως λεγόμενον παρὰ τῶν παλαιῶν, ὅ περ οἱ μεθ' Ὅμηρον καὶ κατάρχειν φασίν· ἀφ' ὧν καὶ ἡ καταρχὴ τῶν ἔργων καὶ ἡ ὑπαρχὴ, ὡς δηλοῖ καὶ τὸ ἐξ ὑπαρχῆς. λέγει δὲ ἡ ῥηθεῖσα γνώμη, ὅτι θέμις τουτέστι δίκαιον ἀντιξενίζειν τὸν ὑπάρξαντα κατὰ τὸ, δόμεν, ἤγουν δὸς, ὅς κεν δῶ, τὸ Ἡσιόδειον, καὶ ἵνα καὶ χάρις χάριν εἴη τίκτουσα κατὰ τὸ ἐν ἄλλοις ῥηθὲν τῶν χαρίτων ἴδιον.

(Vers. 284.) Τὸ δὲ ἐκίχεις ἢ ἐκ τοῦ κιχῶ γίνεται ἢ ἐκ τοῦ κίχημι, ἐξ οὗ τὸ κιχήμεναι.

(Vers. 289296.) Ὅτι συχνὰ νοήματα ἐνταῦθα τὰ τοῦ Λαέρτου περὶ Ὀδυσσέως ταῦτα· σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδα εἴ ποτ' ἔην γε δύσμορον, ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης ἢ ἐν πόντῳ φάγον ἰχθύες ἢ ἐπὶ χέρσου [324] θηρσὶ καὶ οἰωνοῖς ἕλωρ γένετο. λυπεῖ δὲ τὸν γέροντα καὶ ὅτι οὐκ ἔκλαυσεν ἐκεῖνον περιστείλας μήτηρ, οὐδ' ἄλοχος πολύδωρος ἐχέφρων Πηνελόπεια κώκυσεν ἐν λεχέεσσιν, ὡς ἐπεῴκει, ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων, τὸ καὶ ἀλλαχοῦ ῥηθέν. μονῳδικὰ δὲ ταῦτα τοῦ γέροντος ἐπὶ τῷ υἱῷ.

(Vers. 291.) Ὅρα δ' ἐν τούτοις τὸ, ἢ ἐπὶ χέρσου ἕλωρ ἐγένετο, ἀσυνήθως φρασθέν· τὸ μὲν γὰρ ἀκόλουθον τοιοῦτον ἂν ἦν· ὅν που ἔφαγον ἰχθύες ἢ ἐπὶ χέρσου θῆρες καὶ οἰωνοὶ ἕλωρ ἔθηκαν. ὁ μέντοι γέρων, ὡς οἷον ὑπὸ λύπης ἐκλαθόμενος τῆς συνήθους φράσεως, ἐνήλλαξεν αὐτὴν, καὶ χρὴ νοεῖν ἐκ τοῦ, ὅν που τῆλε, ἀπὸ κοινοῦ τὸ ὃς, ὡς εἰ ἔλεγεν, ὃς ἐπὶ χέρσου ἕλωρ ἐγένετο.

(Vers. 292.) Ὅρα δὲ καὶ τὸ θηρσίν· εἰ γὰρ ἄλλως θηρία πάντα τὰ ἄλογα, ὡς προδεδήλωται, ἀλλ' ὁ ποιητὴς ἐνταῦθα θῆρας ἰδιαζόντως τοὺς περὶ χέρσον ὠμηστὰς λέγει, ὥς περ καὶ οἰωνοὺς οὐ πάντας ἀλλὰ τοὺς σαρκοβόρους.

(Vers. 293.) Τὸ δὲ περιστείλασα καιριωτάτη λέξις ἐστὶν, εὐκοσμίαν δηλοῦσα νῦν μὲν ἐπὶ νεκροῦ, παρ' ἄλλοις δὲ καὶ ἐπὶ ζώντων. τοιαύτης δὲ δυνάμεως καὶ ἡ περιστολή.

(Vers. 294.) Ἄλοχος δὲ πολύδωρος καὶ νῦν, ὥς περ καὶ ἐν Ἰλιάδι ἡ Ἀνδρομάχη καὶ εἴ τίς που ἄλλη.

(Vers. 296.) Καθελεῖν δὲ ὀφθαλμοὺς τὸ νεκρικῶς καλύψαι ὡς ἀπὸ τοῦ παρακολουθοῦντος· παρέπεται γὰρ ἐν τοῖς τοιούτοις καθαιρεῖν ἐπὶ συμμύσει τὰ βλέφαρα.

(Vers. 299.) Ὅτι καὶ ἐνταῦθα ἔμπορος κεῖται ὁ ἀλλοτρίας νηὸς ἐπιβάτης, φησὶ γάρ· ποῦ δὲ ναῦς ἕστηκε, ἥ σε ἤγαγεν; ἢ ἔμπορος εἰλήλουθας νηὸς ἐπ' ἀλλοτρίης, οἱ δ' ἐκβήσαντες ἔβησαν.

(Vers. 301.) Ἔνθα ὅρα καὶ τὸ, οἱ δὲ, ἀντὶ τοῦ, οἱ ναῦται, νοηθέντες Ἀττικῶς ἐκ τῆς νηός. Καὶ ὅτι βῆναι μὲν τὸ ἀποβῆναι, τὸ ἀποπλεῦσαι, ἐκβῆσαι δὲ τὸ ἐξαγαγεῖν τῆς νηός.

(Vers. 300.) Ἐν δὲ τῷ, ἢ ἔμπορος εἰλήλουθας, λυτικὸς ὁ ἢ σύνδεσμος· ὃ ζηλώσαντες οἱ μεθ' Ὅμηρον κατάρχουσι δι' αὐτοῦ τῶν παρ' αὐτοῖς λύσεων.

(Vers. 304.) Ὅτι Ὀδυσσεὺς ἐν τῷ τοῦ πατρὸς ἀποπειρᾶσθαι ἐπικρύπτων ἑαυτὸν πλάττει εἶναι μὲν ἐξ Ἀλύβαντος, υἱὸς δὲ Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος. ἐμοὶ δέ, φησιν, ὄνομά ἐστιν Ἐπήριτος· ἀλλά με δαίμων πλάγξεν ἀπὸ Σικανίης, ἐκεῖθεν δηλαδὴ ἐρχόμενον. Ἰστέον δὲ ὅτι Ἀλύβη μὲν ἢ Ἀλύβας πόλις Ἰταλίας ἡ κληθεῖσα ὕστερόν, φασι, Μεταπόντιον. ἕτεροι δὲ πόλιν Θρᾳκίαν ταύτην εἶπον. Ὅμηρος δὲ ταύτην ἐπίτηδες ἐπελέξατο οἷα παρωνυμουμένην τῇ ἄλῃ τουτέστι τῇ πλάνῃ τοῦ Ὀδυσσέως.

(Vers. 305.) Ἀφείδαντος δὲ υἱὸς εἶναι λέγει, ἐμφαίνων τὸ ἑαυτοῦ ἐλευθέριον καὶ μεγαλόδωρον· ὃ συνιστῶν καὶ ὁ Λαέρτης ἔφη πρὸ ὀλίγων, ὅτι δώροις ἄν σε Ὀδυσσεὺς ἀμειψάμενος ἀπέπεμπε. Πολυπήμων δὲ αὐτῷ καταψεύδεται πάππος πρὸς αἴνιγμα τῶν πολλῶν πημάτων ὧν ἔπαθε.

(Vers. 306.) Τὸ δὲ Ἐπήριτος ταυτόν πώς ἐστι τῷ περιμάχητος ἀπὸ τοῦ ἐρίζω, ἐπεὶ πᾶσιν ἔμελλε καὶ ἐπίστροφος ἦν ἀνθρώπων Ὀδυσσεὺς, ἢ καὶ ὅτι τὴν ἀγαθὴν ὑπέτρεφεν ἔριν. Ἰστέον δὲ ὅτι κατὰ ἀναλογίαν ἐπήριστος ὤφειλεν εἶναι ὁμοίως τῷ ἀμφήριστος, ἀπήγαγε δὲ τὸ σίγμα διὰ χρείαν δακτύλου. ὃ γίνεται καὶ ἐν τῷ, νήρθιτον ὄρος, καὶ εὔκτιτον καὶ εὐκτιμένην καὶ ἐν ἄλλοις. καὶ τοιοῦτος μὲν ὁ πλαστὸς οὗτος Ἐπήριτος. ὁ μέντοι γε παρὰ τοῖς ὕστερον ἐπίῤῥητος διὰ προπαραλήγοντος ἰῶτα καὶ παραλήγοντος η καὶ διπλασμοῦ τοῦ ἀμεταβόλου ψόγον δηλοῖ προσώπου, λαμβανόμενος ἀντὶ τοῦ πολύψεκτος. καθ' οὗ πολλὰ ῥητὰ δηλαδὴ, ὡς τῆς ἐπι προθέσεως κἀνταῦθα τὴν κατα δηλούσης, ἵνα ᾖ ἐπίῤῥητος ὁ κατάῤῥητος.

(Vers. 307.) Σικανίαν δὲ τὴν Σικελίαν φασί τινες, περὶ ἣν ἡ πλείων τοῦ Ὀδυσσέως προπέφηνε πλάνη γενέσθαι. διὸ καὶ Ὀδυσσεὺς ἄρτι οὐκ ἀφυῶς αὐτῆς μέμνηται. ἣν δὴ Σικανίαν οἰκίσαι καὶ καλέσαι λέγεται Ἴβηρες ἐλθόντες ἀπὸ Σικανοῦ ποταμοῦ. Διόδωρος δέ που τῶν δεκάτων βιβλίων εἰπὼν περί τε Σικελῶν καὶ Σικανῶν, διαφορὰν οἶδεν, ὡς καὶ προεῤῥέθη, Σικελοῦ καὶ Σικανοῦ. οἱ δὲ μεθ' Ὅμηρον καὶ Σικελοῦ καὶ Σικελιώτου διαφορὰν οἴδασι· Σικελὸς μὲν γάρ, φασιν, ὁ ἐν Σικελίᾳ βάρβαρος, οὗ θηλυκὸν ἡ Σικελὴ γραῦς· Σικελιώτης δὲ ὁ ἀπὸ Ἑλληνίδων πόλεων μετοικίσας ἐκεῖ. οὕτω δὲ καὶ Ἰταλοὶ μὲν οἱ ἐξ ἀρχῆς τὴν χώραν οἰκήσαντες, Ἰταλιῶται δὲ ὅσοι τῶν Ἑλλήνων ἀπῳκίσθησαν μετὰ ταῦτα ἐκεῖ.

(Vers. 311.) Ὅτι ἀγαθὴν πομπὴν ξένου δηλοῖ τὸ, ἐσθλοὶ ἦσαν ὄρνιθες ἰόντι δεξιοὶ, οἷς χαίρων ἐγὼν ἀπέπεμπον ἐκεῖνον, χαῖρε δὲ κεῖνος ἰὼν, θυμὸς δέ τι ἡμῖν ἐώλπει

(Vers. 314.) μίξεσθαι ξενίῃ ἠδ' ἀγλαὰ δῶρα διδώσειν, ἤγουν δοῦναι ἀπὸ τοῦ διδῶ διδώσω πρωτοτύπου, ἐξ οὗ τὸ δίδωμι.

(Vers. 311.) Ὄρνιθες δὲ καὶ νῦν, τουτέστιν οἰωνοὶ, οἳ τὸ μέλλον δηλοῦντες. δεξιοὶ δὲ ὄρνιθες εἰπεῖν καὶ ἐσθλοὶ ταυτόν ἐστι.

(Vers. 312.) Τοῦ δὲ ἀποπέμπειν οὐκ ἔστι καιριωτέραν λέξιν ἐπὶ τῶν τοιούτων εἰπεῖν.

(Vers. 313.) Τοῦ δὲ ἧμιν ἡ προπερίσπασις ἤδη σαφῶς προδεδήλωται.

(Vers. 314.) Τὸ δὲ, [325] μίξεσθαι ξενίῃ, πρὸς διαστολὴν μὲν κεῖται τοῦ φιλότητι μίξεσθαι καὶ τῶν τοιούτων· περίφρασις δέ ἐστι τοῦ ξενισθῆναι.

(Vers. 315.) Ὅτι λύπης καὶ ἀγωνίας ἐνδεικτικὸν τὸ, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα καὶ ἑξῆς, ὡς προγέγραπται.

(Vers. 316.) ἔνθα καὶ κόνιν αἰθαλόεσσαν λέγει τὴν ξηρὰν καὶ ὁποία τις ἐκ τῶν αἰθομένων σωμάτων γένοιτ' ἄν.

(Vers. 318.) τοῦτο δέ, φησιν, ὠρίνετο θυμὸς ἀνὰ ῥῖνα δέ οἱ ἤδη

(Vers. 319.) δριμὺ μένος προὔτυψεν, ἤγουν προενέπεσε ταῖς ῥισίν. ὃ δὴ προπάσχει ὡς ταπολλὰ ὁ μέλλων δακρύειν. ἡ δὲ λέξις τοῦ προτύπτειν καὶ ἐν Ἰλιάδι, πλὴν πολεμικὴ, ὡς δηλοῖ τὸ, Τρῶες δὲ προὔτυψαν. καὶ ἄλλως δὲ νῦν προτύψαι τὸ μὴ ἐντός που τύψαι, ἀλλὰ πρὸ τοῦ ἀκρωτηρίου τῆς ῥινός.

(Vers. 321.) Ὅτι ὁ ψηλαφηθεὶς καὶ εὑρεθεὶς ὑπὸ παλαιοτέρου τινὸς ἐρεῖ ἂν τὸ τοῦ Ὀδυσσέως πρὸς τὸν πατέρα· ἐκεῖνος μέν τοι ὅδ' αὐτὸς ἐγὼ, πάτερ, ἤλυθον.

(Vers. 323.) Παράκλησις δὲ τοῦ μὴ κλαίειν τὸ, ἀλλ' ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.

(Vers. 325. sq.) Ὅτι δεικνὺς ὁ ποιητὴς, ὡς ἐν καιρῷ κατεπείγοντι βραχυλογεῖν χρὴ, δυσὶ στίχοις ἐνταῦθα περιλαμβάνει τὰ κατὰ τοὺς μνηστῆρας· ἔνθα πλάσας εἰπόντα τὸν Ὀδυσσέα, ὅτι μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα, προστίθησι καὶ τὴν τῆς ἄγαν συντομίας αἰτίαν φάμενος·

(Vers. 324.) ἐκ γάρ τοι ἐρέω, μάλα δὲ χρὴ σπευδέμεν. τοῦτο δὲ ἢ διὰ τὸ καραδοκεῖσθαι πόλεμον ἐκ τῶν Ἰθακησίων αὐτίκα νῦν ἢ καὶ διότι αὐτὸς ὁ ποιητὴς σπεύδει τελευτὴν ἤδη ἐπιθεῖναι οἷς ἐνταῦθα ποιεῖ.

(Vers. 329352.) Ὅτι Λαέρτου ζητήσαντος ἐξ Ὀδυσσέως σῆμά τι ἀριφραδὲς ὄφρα, φησὶ, πεποίθω,

(Vers. 331.) πρῶτον μὲν τὴν οὐλὴν τὸ μέγα παράσημον ἀπεγύμνωσεν, ἐπιτεμὼν τὸ κατ' αὐτὴν προῤῥηθὲν μακρὸν διήγημα ἐν στίχοις ἐνταῦθα τέτταρσιν. εἶτα καθάπερ τῇ γυναικὶ οὕτω καὶ τῷ πατρὶ ἰδιαίτατόν τι γνώρισμα παραδεικνὺς οἰκεῖον τῷ τόπῳ, περὶ ὃν ἄρτι εὕρηται, ἀπαριθμεῖται καὶ δένδρα τῷ Λαέρτῃ, ἅ μοί ποτέ, φησιν, ἔδωκας, ἐγὼ δ' ᾔτεόν σε ἕκαστα, ὡς εἰκὸς, παιδνὸς ἐὼν κατὰ κῆπον ἐπισπόμενος, διὰ δ' αὐτῶν ἱκνεύμεσθα, ἤγουν διὰ τῶν τοιούτων δένδρων ἐπορευόμεθα ὡς καὶ ἰδεῖν με αὐτὰ καὶ οὕτω μεμνῆσθαι αὐτῶν. σὺ δ' ὠνόμασάς, φησι, καὶ ἔειπες ἕκαστα. ὄγχνας μοι δῶκας τρεισκαίδεκα καὶ δέκα μηλέας, συκέας τεσσαράκοντα, ὄρχους δέ μοι ὧδ' ὀνόμηνας δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος ἤην, τουτέστιν ἦν πλεονασμῷ καὶ νῦν τοῦ ἑνὸς ἦτα. ἔνθα δ' ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν, ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθε. καὶ οὕτω μὲν Ὀδυσσεύς. τοῦ δὲ γέροντος αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς καὶ προεγράφη, σήματα ἀναγνόντος, ἤγουν ἀναγνωρίσαντος, ἀναμνησθέντος. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε, ὅ περ ἐπὶ τῆς γυναικὸς ἔφη· ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλε. τὸν δὲ προτὶ οἷ, ἤγουν πρὸς ἑαυτῷ, εἷλεν ἀποψύχοντα, ὡς εἰκὸς, Ὀδυσσεύς. ἐπεὶ δὲ ἄμπνυτο ἤγουν ἐς φρένας θυμὸς ἀγέρθη, ὃ δὴ θυμηγερέειν ἀλλαχοῦ πέφρασται, τότε δὴ ὁ γέρων ἀναφωνεῖ πάνυ ἐνδιαθέτως ἐν θαύματι τὸ, ἦ ῥα ἔτι ἔστι θεὸς κατὰ τὸν μακρὸν Ὄλυμπον, εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλοι ὕβριν ἔτισαν, τουτέστι, ἔστι θεὸς εἴ περ οἱ κακοὶ ἀπώλοντο. ἀποφθεγματικὸν δὲ τοῦτο καὶ πάνυ παιδευτικόν.

(Vers. 338.) Ἰστέον δὲ ὅτι παιδνὸς μὲν ὁ πάνυ νέος παρὰ τὸ παίζειν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη.

(Vers. 339. 341.) Τὸ δὲ ὀνομάσαι καὶ τὸ ὀνομῆναι εἰς ταυτὸν ἐν τοῖς ῥηθεῖσιν ἦκται.

(Vers. 340.) Ὄγχναι δὲ κυρίως αἱ καὶ ἀχράδες, ἤγουν δένδρα γεννῶντα τοὺς ἀγρίους ἀπίους. γίνεται δὲ παρὰ τὸ ἄγχειν· ἄγχουσι γάρ πως οἱ ἐκεῖθεν καρποὶ διὰ τὸ ἄγαν στύφον. Τὸ δὲ εἰπεῖν τρισκαίδεκα καὶ ἐπισυνάψαι τὸ, καὶ δέκα, κάλλους ἐστὶν ἐπαναφορικοῦ κατὰ τὸ, Πάτροκλον πρόφασιν ὅ φασιν, ἔτι δὲ καὶ τὰ ὅμοια. Τὸ δὲ τρεισκαίδεκα διὰ διφθόγγου γράφουσι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα πάνυ ἀναλόγως, ἐπεὶ πῶς ἄν τις διὰ διχρόνου γράψοι τὸ, ὄγχνας τρεισκαίδεκα, ὃ διαλυθὲν οὕτως ἂν φράζοιτο· ὄγχνας τρεῖς καὶ δέκα. τὸ δὲ τοιοῦτον τρεῖς οὐκ ἂν ἀμφιβάλοι τις διὰ διφθόγγου γράφεσθαι. Αἱ δὲ μηλέαι πολύν τινα ζητοῦσι λόγον ἐπὶ τοῖς κατ' αὐτάς. ἐπεὶ δὲ μὴ καὶ ἔστι τούτου καιρὸς, ῥητέον γοῦν ὅτι τε συναιρεῖται ἡ μηλέα εἰς μηλῆν κατὰ τὴν συκῆν, καὶ ὅτι ὁ καρπὸς αὐτῶν τὰ μῆλα καὶ ἦλα λέγεται, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθη. καὶ τοῦτο λέγειν ἱστορεῖται Σέλευκος ἐν γλώσσαις, παρ' ᾧ φέρεται καὶ ταῦτα· βράβηλα ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτά ἐστι, μάδρυα μὲν λεγόμενα ὡς οἷον μαλόδρυα, βράβηλα δὲ κατὰ ἐτυμολογίαν φασὶ καὶ αὐτὸ Δημητρίου τοῦ Ἰξίονος ὡς εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ ὡς οἷον μῆλα. Καὶ ὅρα ἐν τούτοις τὸ μαλόδρυα, ἤγουν Δωρικῶς μηλόδρυα, πρὸς ὁμοιότητα τοῦ ἀκρόδρυα. ἔτι ἐκ τῆς μηλέας καὶ Μηλίδες [326] αἱ κατὰ Δωριεῖς Μαλίδες νύμφαι, αἳ καὶ τετρασυλλάβως Μαλιάδες κατὰ τὸ, φίττα Μαλιάδες, φίττα Ῥοιαὶ, φίττα Μελίαι, ἐν οἷς νυμφῶν μέν εἰσιν ὀνόματα τὰ θηλυκὰ, τὸ δὲ φίττα ἐπίῤῥημα τάχους δηλωτικὸν, καθὰ καὶ παρὰ Θεοκρίτῳ τὸ σίττα.

(Vers. 341.) Τὸ δὲ συκέας πρωτότυπόν ἐστι τοῦ συκᾶς εἰπεῖν κατὰ συναίρεσιν. ἔστι δὲ ὥς περ ἀμυγδαλέα ἀμυγδαλῆ κτητικῶς, φασὶ, παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος, οὕτω καὶ συκέα συκῆ διὰ τὸν κατ' αὐτὰς καρπὸν τὰ σῦκα. οὕτω δέ φασι καὶ ῥοδῆ περισπωμένως παρ' Ἀρχιλόχῳ· παρ' ᾧ κεῖται καὶ τὸ, ῥοδῆς καλὸν ἄνθος. ὡς δὲ συκέα μηλέα, οὕτω φασὶ καὶ μορέα ἡ τὰ εἰρημένα ἐν ἄλλοις μόρα φέρουσα· οὐ συναιρεῖται μέντοι κατὰ τὴν συκέαν ἡ μορέα, ὥς περ οὐδὲ ἡ μηλέα. Ἰστέον δὲ καὶ ὅτι τῶν ἰσχάδων κοινῶς καὶ συνήθως ἐπιλεγομένων τοῖς ξηροῖς τῶν σύκων, ὡς ἀπὸ τοῦ ἰσχνάνθαι, οἱ παλαιοὶ τὴν λέξιν καὶ ἐπὶ ἐλαιῶν τιθέασι, φάμενοι ὅτι τὰς, ὡς ἀλλαχοῦ ἐγράφη, δρυπεπεῖς καὶ γεργιρίμους ἐλάας καὶ ἰσχάδας οἱ παλαιοὶ ἔλεγον, ὡς οἷα σεμνύνοντες αὐτὰς ὀνόματι γλυκερῷ. αἱ δὲ τοιαῦται καὶ τῶν βοτρύων παρέλκουσί τι· τριβεῖσαι γάρ, φασιν, ἐλαῖαι στέμφυλα παρ' Ἀθηναίοις ἐκαλοῦντο, εἴτουν βρύτεα. γέγονε δέ, φασιν, ἡ φωνὴ αὕτη παρὰ τοὺς βότρυς τῶν σταφυλῶν, ὧν εἰσὶ τὰ τοιαῦτα ἐκπιέσματα. εἰ δὲ ἡ συκέα, ὥς περ τὰ σῦκα οὕτω καὶ τὸ συκοφαντεῖν παράγει τὸ χείριστον καὶ φυτὸν καὶ κάρπιμον, ἔτι δὲ καὶ τὸ συκάζειν ἤγουν ἐπηριαστικῶς πιέζειν ἢ τοὺς ὑπευθύνους κατὰ τὸν κωμικὸν ἡ ἑτεροίους τινάς· καὶ παροιμίαν δὲ γεννᾷ τὴν, ὁμοιότερος σύκου, ἐπὶ τῶν πάντῃ παρεοικότων κατ' ὄψιν. φύει δὲ καὶ τὸ, συκίνη ἐπικουρία, ἐπὶ τῶν ἀχρείων βοηθεῖν. παιδεύει δὲ καὶ διὰ τοῦ ἐρινεασμοῦ, ὡς ἔστι καὶ ἐκ τῶν σμικροτάτων καλόν τι καρποῦσθαι· καθὰ καὶ τῇ συκῇ τὸν γόνον οἱ ἀμυδροὶ ψῆνες περιποιοῦνται, παγιοῦντες τὸν καρπὸν ὡς μὴ καταῤῥέειν. καὶ ὅτι τῷ ζωϊκῷ ἥπατι καὶ μάλιστα τῷ τῶν σιάλων ἐκεῖθεν ἐπῆλθε τὸ συκωτὸν κατὰ παλαιὰν καὶ τέχνην καὶ ἱστορίαν. καὶ ὅτι ἀγλευκεῖ πάθει τῷ κατὰ τοὺς ὀφθαλμοὺς τὸ σύκωμα ἐπισκώπτεται διὰ τὸ κατὰ τοὺς τοιούτους ὑπέρυθρον. καὶ ὅτι τῶν σύκων ὅσα τὸ πέπον ψεύδονται, φήληκες λέγεται, ὅ πέρ ἐστιν ἀπατεῶνες καρποὶ, οὐκ ἂν εἴη καίριον εἰς πλέον περιλαλῆσαι. ὡς δὲ πολλὰ εἴδη σύκων, δηλοῦσιν οἱ παλαιοί· ἐν οἷς καὶ αἱμώνια τὰ ἐν τῇ νήσῳ Πάρῳ, κληθέντα οὕτω διὰ τὸ ἐρυθρῶδες. Φιλήμων δέ, φασι, βασίλεια οἶδε σῦκα, ἐξ ὧν αἱ βασιλίδες ἰσχάδες, προσιστορῶν καὶ ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. ἦν δέ τις καὶ γλυκυσίδη, ὡς καὶ αὐτὸ Ἀθήναιος λέγει, σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖα, ἣν ἐφυλάσσοντο γυναῖκες ἐσθίειν διὰ τὸ ποιεῖν ματαϊσμούς. ἦσαν δὲ καὶ χειμερινὰ κωδωναῖα ὑπὸ Ἀχαιῶν καλούμενα. ἡγεμὼν δέ, φησι, καθαρείου βίου ἀνθρώποις ἡ συκῆ· διὸ Ἀθήνῃσιν ὁ τόπος, ἐν ᾧ πρῶτον εὑρέθη, ἱερὰ συκῆ ἐκλήθη, καὶ ὁ καρπὸς αὐτῆς ἡγητρίας διὰ τὸ προευρεθῆναι τῆς ἡμέρου τροφῆς. φέρεται δέ, φησι, μῦθος Συκέαν τινὰ Τιτᾶνα διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί· ἀφ' οὗ καὶ Συκέα πόλις ἐν Κιλικίᾳ. ἕτερος δὲ μῦθος λέγει Ὄξυλον Ἁμαδρύαδι τῇ ἀδελφῇ μιγέντα γεννῆσαι Καρύαν, Βάλανον, Κράνιον, Αἴγειρον, Ἄμπελον, Συκῆν· ἐξ ὧν τὰ παρώνυμα δένδρα. ὅθεν Ἱππώναξ ἔφη τὸ, συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην· εὕρημα δέ, φασι, Διονύσου ἡ συκῆ· διὸ καὶ συκίτης Διόνυσος ἐν Λάκωσιν. ἐν δὲ Νάξῳ τὸ μὲν τοῦ Βακχέως Διονύσου πρόσωπον ἀμπέλινον ἦν, τὸ δὲ τοῦ Μειλιχίου σύκινον, καὶ τὰ σῦκα μείλιχα ἐκαλοῦντο. πάντων δέ, φησι, τῶν ξυλίνων καρπῶν ὠφελιμώτερα ἀνθρώποις τὰ σῦκα. Ἡρόδοτος δέ φησιν ὁ θαυμασιώτατος καὶ μελίγηρις χώραν τινὰ ψέγων οὔτε οἶνον αὐτὴν ἔχειν ἔφη, οὐ σῦκα, οὐκ ἄλλο οὐδὲν ἀγαθόν. παροιμιῶν δὲ ἡ μὲν λέγουσα, σῦκον μετ' ἰχθὺν, ὄσπριον μετὰ κρέα ταπεινοῖ τὸ σῦκον· ἡ δὲ εἰποῦσα, σῦκα φίλ' ὀρνίθεσι φυτεύειν δ' οὐκ ἐθέλουσιν, ἀγρίαν ἀδικητικὴν σκώπτει. λέγεται δὲ Φιλίππου ἄρχοντος περὶ Βισαλτίαν καὶ Ἀμφίπολιν ἔαρος μέσου ὄντος τὰς μὲν συκᾶς σῦκα, τὰς δ' ἀμπέλους βότρυς, τὰς δὲ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν αὐτὰς εἰκὸς ἦν ἐλαίας ἐνεγκεῖν καὶ εὐτυχῆσαι πάντῃ τὸν Φίλιππον. ὡς δὲ συκῆ ἐκ τοῦ σύειν καὶ κίειν γίνεται ὡς ὁρμητικὴ, δῆλον ἐκ τῶν παλαιῶν· οἵ φασι καὶ ὡς παρώνυμός ἐστι σύκων τὸ ὀρνίθιον ἡ συκαλὶς, ἐν σύκων ἁλισκομένη καιρῷ, ἣν Ἐπίχαρμος διὰ μέτρον ἐν δυσὶ λάμβδα ἔγραψεν. Ὄρχους δὲ, οἳ τῶν ὀρχάτων πρωτότυποί εἰσιν ὡς προεφάνη, τοὺς τῶν ἀμπέλων ἄρτι λέγει.

(Vers. 342.) Τὸ δὲ διατρύγιος ἅπαξ μὲν καὶ αὐτὸ εἴρηται τῷ ποιητῇ, σημαίνει δὲ ἄμπελον ἧς οἱ καρποὶ ἐν διαφόροις καιροῖς πεπαίνονται. διὸ καὶ ἔφη·

(Vers. 343.) ἔνθα σταφυλαὶ παντοῖαι. ἕτεροι δὲ διατρυγίους, [327] φασὶν, ὄρχους οὐ μόνον οἰνικοὺς, ἀλλὰ καὶ δενδρικοὺς τοὺς μὴ πάνυ πυκνοὺς, ἀλλὰ τοιούτους ὡς μεταξὺ τῶν κατὰ τὰ φυτὰ στοίχων παρεσπάρθαι τι τῶν σπορίμων καὶ οἵων τρυγᾶσθαι.

(Vers. 344.) Διὸς δὲ ὧραι αἱ τοῦ ἀέρος ἢ τοῦ αἰθέρος ἢ τοῦ οὐρανοῦ ἢ τοῦ ἡλίου. Τὸ δὲ ἐπιβρίσειαν ἀντὶ τοῦ ἐπιβαρίσειαν τοὺς καρποὺς ὡς ἤδη πεπληρωμένους καὶ οὕτω βάρος ἔχοντας.

(Vers. 348.) Ἀποψύχειν δὲ τὸ ἄπο ψυχῆς γίνεσθαι ἢ καὶ ἄλλως εἰπεῖν, ἀποπνέειν· οὗ τὸ ἀνάπαλιν ἄμπνυσθαι καὶ ἀναπνέειν ἤγουν ἐπανέρχεσθαι εἰς πνοήν. Ἡσίοδος μέντοι ἐπί τινος τὸ ἐναποψύχειν σεμνῶς τίθησι, δῆλον ἐστίν.

(Vers. 349.) Ἐν δὲ τῷ, ἐς φρένας θυμὸς ἀγέρθη, ὡς οἷα τινὰ τόπον καὶ ἑστίαν ψυχῆς καὶ τὰς φρένας εἶναι δοξάζει.

(Vers. 353.) Ὅτι ἐξ αὐτῶν ὅ φασι βαλβίδων ὁ Λαέρτης δεικνὺς Ὀδυσσέως εἶναι πατὴρ τοῦ βαθυγνώμονος προαναφωνεῖ φόβον κινδύνου, εἰπὼν δεδοικέναι κατὰ φρένα μὴ τάχα πάντες ἐνθάδ' ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ πάντῃ ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. καὶ ἔστι μὲν ὁ φόβος τοῦ γέροντος πάνυ εὔλογος, καί τι τούτου μέρος εὐθὺς γίνεται· ἀνασείσας γὰρ Εὐπείθης ὁ τοῦ Ἀντινόου πατὴρ τοὺς Ἰθακησίους ἐπεγερεῖ αὐτίκα τῷ Ὀδυσσεῖ. καὶ οὕτω μὲν ὁ γέρων δέδιεν.

(Vers. 357.) Ὀδυσσεὺς δὲ μὴ κακὸν ἐπὶ κακῷ τῷ τῆς λύπης θεῖναι τῷ πατρὶ ἐθέλων, θάρσει, φησὶ, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων ἤγουν μελέτωσαν.

(Vers. 361.) καὶ ἀναλαβόμενος ἄπεισιν εἰς δόμους· ἔνθα εὗρε τοὺς περὶ αὑτὸν ταμνομένους κρέα πολλὰ κερῶντάς τ' αἴθοπα οἶνον, τουτέστιν ἐμβάλλοντας εἰς κρατῆρας· οὔ πω γὰρ ἄλλως ἦν οὐδεὶς ὁ πίνων, ὡς νοηθῆναι νῦν κερᾶν τὸ διδόναι πιεῖν.

(Vers. 358. 61. 62.) Πολυωνυμία δὲ καὶ ἐνταῦθα καὶ πρὸ τούτων οἴκου καὶ δόμου καὶ δώματος.

(Vers. 365. sqq.) Ὅτι καὶ Λαέρτῃ ἐνταῦθα λουσαμένῳ καὶ χλαῖναν καλὴν ἀμφιβαλομένῳ Ἀθήνη ἄγχι παρισταμένη μέλεα ἤλδανε, μείζονά τε ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι· οἷα μὴ μόνον τῆς χαρᾶς ἀνορθούσης αὐτὸν ἑρπύζοντα πρῴην ἀνὰ γουνὸν ἀλωῆς καὶ τὰς σωματικὰς διαστάσεις ἀνευρυνούσης καὶ οἷον μεταπλαττούσης θαυμασιώτερον, ἀλλά τι καὶ τοῦ λούματος συμβαλομένου, καθὰ καὶ προδεδήλωται. καὶ Ὀδυσσεὺς θαμβεῖται ὡς οἷα θεῷ τινὰ ἐναλίγκιον ἄντην ἰδὼν καὶ,

(Vers. 373.) ὦ πάτερ, φησὶν, ἦ μάλα σε θεὸς εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι, ὁμολογῶν ἐκεῖνος οὕτω τὸ τοῦ πατρὸς ἐν ἑαυτῷ θαῦμα.

(Vers. 376. sqq.) ὁ δὲ γέρων κατὰ σχῆμα τοῦ ἐν Ἰλιάδι Νέστορος εὔχεται, τοιοῦτος ὢν χθιζὸς τεύχεα ἔχων ὤμοισιν ἐφεστάναι καὶ ἀμύνειν ἄνδρας μνηστῆρας, οἷος ποτὲ Νήρικόν φησιν εἷλον ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν Ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων· οὕτως ἂν γούνατ' ἔλυσα πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἰάνθης. ταῦτα δὲ προοικονομία τίς ἐστιν ἀναφωνητικὴ τοῦ καὶ μετ' ὀλίγα ἐν τοῖς ἑξῆς χρησιμεῦσαί τι τῷ υἱῷ τὸν γέροντα ὡς εἰκός.

(Vers. 377.) Νήρικον δέ, φασί, τινες λέγεσθαι παρὰ τῷ ποιητῇ τὴν ὕστερον Λευκάδα, ἣν καὶ ὁ γεωγράφος ἀκτὴν Ἠπείρου λέγει, τῶν Καρνάνων οὖσαν ὡς καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος. καὶ χερόννησόν φησί ποτε εἶναι, ἧς μέρος ἦν καὶ ἡ Νήρικος. διορυγέντος δὲ ὕστερον τοῦ κατὰ τὴν χερόννησον ταύτην ἰσθμοῦ Κορινθίων διακοψάντων ἐγένετό, φησι, νῆσος ἡ Λευκὰς, ἀπὸ Λευκαδίου κληθεῖσα υἱοῦ Ἰκαρίου πατρὸς Πηνελόπης.

(Vers. 378.) Ὅτι δὲ Ἤπειρος ἐλέγετο ἡ περαία τῆς Ἰθάκης καὶ τῆς ὑπὸ τῷ Ὀδυσσεῖ Κεφαλληνίας, ὡμολόγηται.

(Vers. 376. 9.) Κεῖται δ' ἐν τοῖς ῥηθεῖσι καὶ εὐχὴ συνήθης Ὁμήρῳ κατὰ ἀπόδοσιν ἀπαρεμφάτου τὸ, αἲ γὰρ θεὲ τοῖος ἐὼν ἐφεστάναι καὶ ἀμύνειν. λείπει δὲ πάντως ῥῆμα καὶ νῦν τὸ εἶχον ἤ τι τοιοῦτον, ἵνα λέγῃ, εἴθε εἶχον χθὲς ἀμύνειν, ἢ εἴθε ἐξεχωρήθην ἀμύνειν.

(Vers. 380.) αἰτιατικῇ δὲ νῦν συντάσσεται τὸ ἀμύνειν οἷα ληφθὲν ἀντὶ τοῦ ἀποσοβεῖν· ἀμύνειν γὰρ ἔφη ἄνδρας μνηστῆρας. Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ ὁ Λαέρτης οὐδὲν, ὅ φασι, πρὸς ἔπος λαλεῖν τῷ υἱῷ οἷα μὴ λέγων πρὸς ἅ περ ἤκουσεν, ἀλλ' ὅμως ἔστιν αὐτῷ συμβιβάσαι οὕτω τὸν λόγον· ἐθαύμασεν Ὀδυσσεὺς πατέρα νῦν τοῦ αἴφνης ἐπιφανέντος εἴδους τε καὶ μεγέθους. ὁ δὲ μᾶλλον ἂν φρένας ἔνδον ἰανθῆναι φησὶν αὐτὸν, εἴ περ ἦν δυνατὸν ἀνακάμψαι τὸν πατέρα εἰς ἡλικίαν καὶ ἰσχὺν καθ' ἣν εἷλε τὸ Νήρικον.

(Vers. 386.) Ὅτι τὸ ἄρξασθαι δειπνεῖν, δείπνῳ ἐπιχειρεῖν λέγει, περιφραστικῶς εἰπών· ἔνθα οἱ μὲν δείπνῳ ἐπεχείρεον, καὶ μετ' ὀλίγα,

(Vers. 395.) σίτῳ ἐπιχειρήσειν μεμαῶτες. καὶ ἔστιν ἐνταῦθα ἐπιχειρεῖν τὸ χεῖρας ἐπιβάλλειν κατὰ τὸ, ἐπὶ χεῖρας ἴηλαν.

(Vers. 390.) Ὅτι τὸ, κομέεσκεν ἐπεὶ κατὰ γῆρας ἔμαρπτεν, ἤγουν ἐπιμελείας ἠξίου τὸν Δολίον ἢ τὸν Λαέρτην ἡ Σικελὴ γραῦς ἐπεὶ ἐγήρασε, τὴν ὕστερον γηρωκομίαν [328] συνέθετο· δῆλον γὰρ ὡς γηρωκομεῖν ἐστὶ τὸ κομεέσκειν κατὰ γῆρας ἤγουν κομεῖν τοὺς γηρῶντας.

(Vers. 393.) Ὅτι καὶ ἐνταῦθα κεῖται τὸ, μειλιχίοις ἐπέεσσι καθαπτόμενος Ὀδυσσεὺς, πρὸς διαστολὴν τοῦ ἄλλως καθάπτεσθαι.

(Vers. 394.) Ὅτι μετὰ ἐνδημίαν τὴν ἐξ ἀλλοτρίας γῆς παύων μὲν τὸ ἔκ τινων θάμβος, προκαλούμενος δὲ αὐτοὺς εἰς βρῶσιν εἴποι ἂν τὸ, ὦ δεῖνα, ἷζ' ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς ἤτοι θάμβους· δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες μίμνομεν ἐν μεγάροισιν, ὑμέας ποτιδέγμενοι αἰεί. Ὀδυσσεὺς δὲ τοῦτο πρὸς τὸν γέροντα Δολίον φησὶ, μαθόντα περὶ Ὀδυσσέως καὶ ἑστῶτα καὶ θαυμάζοντα σὺν καὶ τοῖς υἱοῖς, οὓς καὶ αὐτοὺς ἐπίτηδες ὁ ποιητὴς προεκτίθεται διὰ τὸ εἰσέπειτα χρήσιμον· χρείαν γὰρ ἔχει καὶ αὐτῶν διὰ πληθυσμὸν εἰς τὴν ἐφεξῆς τῶν πολιτῶν ἐπέλευσιν. Ὅρα δὲ ὡς δυνάμενος εἰπεῖν καὶ ἐκλελάθεσθε θάμβους, ὅμως εἵλετο θάμβευς εἰπεῖν ποιητικώτερον.

(Vers. 397407.) Ὅτι Δολίος ὁ ἀλλαχοῦ προδηλωθεὶς δοῦλος ἀγρότης τῆς Πηνελόπης, γνοὺς τὸν δεσπότην, ἰθὺς κίε χεῖρε πετάσσας, ἤγουν ἐξαπλώσας, ἀμφοτέρας. Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρ' ἐπὶ καρπῷ καὶ, ὦ φίλε, φησὶν, ἐπεὶ νοστήσας ἐελδομένοισι μάλα ἡμῖν οὐδὲ ὀϊομένοις, θεὸς δέ σε ἤγαγεν αὐτὸς, οὖλέ τε καὶ μάλα ἢ μέγα χαῖρε, θεὸς δέ τοι ὄλβια δοίη. καὶ ἐρωτᾷ εἰ ἔμαθεν αὐτὸν ἡ γυνὴ ἐπανελθεῖν, ἵνα, εἰ μὴ ἔγνω, σταλείη τις ἄγγελος. ὁ δὲ, ὦ γέρον, φησὶν, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; ὅ περ ἀγγελίας ἐστὶ κώλυμα τῆς ἐπὶ γνωρίμῳ πράγματι.

(Vers. 397.) Ἰστέον δὲ ὅτι τὸ, χεῖρε πετάσας, ἐκ μεταφορᾶς εἴρηται τῆς τῶν ζωϊκῶν πτερύγων ἐκπετάσεως.

(Vers. 398.) Τὸ δὲ, Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρα, οὐ μακράν ἐστιν αἰνίγματος κατὰ τὸ Ὀδυσσεῦς· δόξοι μὲν γὰρ ἂν τῷ ἀπεριέργως ἀκούοντι, ὅτι ὁ Ὀδυσσεὺς ἔκυσε τὴν τοῦ δούλου χεῖρα. ἔστι δὲ οὐχ' οὕτως ἔχον, ἀλλὰ ἐν γενικῇ Αἰολικῇ ἢ Δωρικῇ εἴρηται κατὰ κρᾶσιν μετὰ περισπωμένου τόνου τὸ Ὀδυσσεῦς, καὶ δηλοῖ ὅτι ὁ Δολίος τὴν τοῦ Ὀδυσσέως λαβὼν ἐφίλησε χεῖρα. ὡς γὰρ πρὸ ὀλίγων

(Vers. 394.) τὸ, ἐκλελάθεσθε θάμβεος, θάμβευς εἶπεν, οὕτω καὶ ἐνταῦθα τὸ Ὀδυσσέος Ἰωνικὸν συνεῖλεν εἰς τὸ Ὀδυσσεῦς. οὕτω γὰρ τὸ ἕο ἀντὶ τοῦ αὐτοῦ, εὗ ἐν τῇ Ἰλιάδι κεῖται, πολλὰ δὲ καὶ ἄλλα δείγματα τῆς τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον κράσεως.

(Vers. 402.) Τὸ δὲ οὖλε καὶ νῦν ἀντὶ τοῦ ὑγίαινε, τουτέστιν ὅλος καὶ ὑγιὴς ἔσο. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ ἡ τοῦ τραύματος οὐλὴ, ὁλότης οὖσα καὶ αὐτὴ σώματος. ἅπαξ δὲ εἴρηται καὶ τὸ οὖλε.

(Vers. 410.) Ὅτι τὸ ἐν ἄλλοις ὑπερβατῶς φραζόμενον, ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἐνταῦθα κατ' εὐθὺ κεῖται ἐν τῷ, ἐδεξιοῦντο καὶ ἐν χείρεσσι φύοντο. ἔστι δὲ οὐδὲ νῦν ἡ φράσις συνήθης· τὸ γὰρ κοινότερον, ἐνεφύοντο χείρεσσιν.

(Vers. 413. sqq.) Ὅτι τὴν Ὄσσαν, ἣν ἐν ἄλλοις ἄγγελον Διὸς ἤγουν ἀέρος ἢ νοὸς εἶναι φησὶν, ἀγγεῖλαι νῦν λέγει τοῖς ἐν Ἰθάκῃ τὰ κατὰ τὸν Ὀδυσσέα καὶ τοὺς μνηστῆρας· διεδόθη γὰρ ὡς εἰκὸς τῇ φήμῃ τὰ κατ' αὐτούς. φησὶ γοῦν· Ὄσσα δὲ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ, μνηστήρων στυγερὸν θάνατον καὶ Κῆρα ἐνέπουσα, ἤγουν φημίζουσα. ἔνθα πάλιν φυσικῶς τὸ ἐνέπειν δι' ἑνὸς ἐκφέρεται ν καὶ οὐ διπλάζει αὐτὸ, ὡς ἐν τῷ, ἔννεπε Μοῦσα. οἱ δέ, φησι, μαθόντες ἐφοίτων ἄλλοθεν ἄλλος μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθεν Ὀδυσῆος· ἐκ δὲ νέκυς φόρεον, τουτέστιν ἐξέφερον, καὶ θάπτον ἕκαστον. δῆλον δ' ὅτι ἐκ τοῦ τοιούτου ἐκφορέειν καὶ ἐκφορὰ λέγεται ἡ ταφή· διὸ καὶ ὁ ποιητὴς ἐπήγαγε τὸ, καὶ ἔθαπτον. καὶ οὕτω μὲν ταφῆς ἐτύγχανον οἱ πολῖται. τοὺς δ' ἐκ τῶν ἄλλων πόλεων ἔπεμπον ἄγειν ἁλιεῦσιν ἐπὶ νηυσὶ τιθέντες, ἵνα οἵ τε Σαμαῖοι ταφῶσιν ἐν τοῖς ἑαυτῶν καὶ οἱ Ζακύνθιοι ὁμοίως, οὕτω δὲ καὶ οἱ Δουλιχιεῖς καὶ εἴ τινές που ἄλλοθεν. τοῦτο δὲ κατὰ λόγον φιλανθρωπίας οἱ Ἰθακήσιοι ὁσιούμενοι τυχὸν καὶ προσηρέθιζον τοὺς ἐγγὺς νησιώτας δι' ἀγγελίας κατὰ τοῦ Ὀδυσσέως.

(Vers. 419.) Ἁλιεῖς δὲ τοὺς πορθμένας δοκεῖ λέγειν, ὧν μάλιστα χρεία ἦν εἰς τὸ νεκραγωγεῖν, ὅ πέρ ἐστι νεκροὺς ἄγειν ἐκφορηθέντας δηλαδή. λέγονται δὲ καὶ ἄλλως ἁλιεῖς οἱ ἁπλῶς περὶ ἅλα πονούμενοι, οὐ μὴν ἐξ ἀνάγκης οἱ ἰχθυβόλοι.

(Vers. 416.) Μυχμὸν δὲ λέγει τὸ διὰ τῶν μυκτήρων ἆσθμα καὶ τὸν ἐντεῦθεν ἦχον παρὰ τὸ μύζειν, ἐξ οὗ καὶ ὁ μυκτὴρ καὶ τὸ μυχθίζειν παρὰ Αἰσχύλῳ.

(Vers. 413.) Ἰστέον δὲ ὅτι καὶ ἐν τοῖς νῦν ῥηθεῖσι θεῖόν τι τὴν Ὄσσαν ὑπεμφαίνει ὁ ποιητής· οὐ γὰρ ὑπὸ ἀνθρώπων ὁρίζει λαληθῆναι τὰ κατὰ τοὺς μνηστῆρας, ἀλλ' αὐτὴ ἡ Ὄσσα τὸ πραχθὲν ἤγγειλεν. ὕστερον δὲ ἐπεβεβαιώθη ἐκ τοῦ κήρυκος Μέδοντος. Ἐνταῦθα δὲ ἐνθυμητέον καὶ τὴν ἐν τῷ τέλει τῆς ψι ῥαψῳδίας προεκθετικὴν οἰκονομίαν τοῦ ποιητοῦ· ἐν ᾗ πέπλασται Ὀδυσσεὺς παραγγείλας τῇ γυναικὶ, ἀναβῆναι εἰς ὑπερῷα καὶ μηδένα προβλέπειν μήτε προσφωνεῖν. [329] ἰδοὺ γὰρ νῦν, εἰ μὴ οὕτω γέγονεν ἀλλὰ παρέπεσέ τις ἀντιβαίνων ἢ ἀντιλέγων ἢ σκώπτων τοὺς πολίτας, οὐκ ἂν ἐξέφυγε τὸ μὴ ἀπολωλέναι, οἵ γε καὶ κατ' ἀγρὸν ἔνοπλοι ἐπῆλθον κακὰ βουλευσάμενοι. προμηθέστατα οὖν καὶ ἀνέῳγεν ὁ τοῦ Ὀδυσσέως οἶκος τοῖς ἐθέλουσιν ἐκφορεῖν τοὺς νεκροὺς, καὶ οὐδεὶς αὐτοῖς ἐπιφαίνεται μὴ ὅτι γε κωλύων ἀλλ' οὐδὲ ὁμιλῶν ἁπλῶς.

(Vers. 421465.) Ὅτι Εὐπείθης ὁ Ἀντινόου πατὴρ, ὃν δὴ Ἀντίνοον πρῶτον, φησὶν, ἐνήρατο δῖος Ὀδυσσεὺς, ἀνεσόβησε κατὰ τοῦ Ὀδυσσέως τοὺς Ἰθακησίους οἷα εἰκὸς εἰπὼν τοιαῦτα πάνυ δυνατῶς καὶ δεινῶς καὶ οἰκτρῶς, ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατ' Ἀχαιοῖς· τοὺς μὲν ἐν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς, ὤλεσε μὲν νῆας ἀπὸ δ' ὤλεσε λαούς· τοὺς δ' ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ' ἀρίστους. ἀλλ' ἄγετε πρὶν τοῦτον ἢ ἐς Πύλον ἱκέσθαι ἢ ἐς τὴν τῶν Ἐπειῶν Ἤλιδα, ἴομεν κατ' αὐτοῦ δηλαδή. ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ' αἰεί· λώβη γὰρ τάδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας τισόμεθ', οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην. ἀλλ' ἴομεν μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι, εἰς Πύλον δηλαδὴ ἢ καὶ ἐς Ἤλιδα. ἐφ' οἷς πλείονα οἶκτον ἀνακινῶν δακρυχέει, οἶκτος δ' ἕλε πάντας Ἀχαιοὺς ἔλεον εἰσδεδεγμένους. καὶ οὕτω μὲν ὁ Εὐπείθης. ἐπὶ δὲ τούτοις, ὁποῖα πολλὰ γίνεται, ἀναφύεταί ποθεν ὁ κῆρυξ Μέδων καὶ ὁ θεῖος ἀοιδὸς, ἀγχίμολον ἐλθόντες ἐκ μεγάρων Ὀδυσσέως, ἐπεί περ αὐτοὺς ὕπνος ἀνῆκε. καὶ ὁ Φήμιος μὲν λαλεῖ οὐδὲν, Μέδων δὲ πεπνυμένα εἰδὼς ἀποδίδωσιν οἷον λύτρα τῷ Ὀδυσσεῖ· καὶ ὑπερηγορῶν ἐκείνου λαλεῖ τι ἐκφοβητικὸν περὶ θείας ἐναργείας, εἰπὼν, οὐκ ἀέκητι θεοῦ τὸν Ὀδυσσέα τάδε μήσασθαι ἔργα· αὐτὸς γάρ, φησιν, ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὃς Ὀδυσῆι ἐγγύθεν εἱστήκει καὶ Μέντορι πάντα ἐῴκει. ἀθάνατος δὲ θεὸς τότε μὲν, ἢ μᾶλλον τοτὲ μὲν, προπάροιθεν Ὀδυσῆος φαίνετο θρασύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων θῦνε κατὰ μέγαρον, τοὶ δ' ἀχρηστῖνοι ἔπιπτον. καὶ οὕτω θροεῖ Ἰθακησίους, καὶ τὸν αὐτοῖς ἐντεθέντα οἶκτον ὑπὸ τῆς τοῦ Εὐπείθους δημηγορίας ἐκκρούεται τῷ φόβῳ οἷς οὐκ ἀθεεὶ μαρτυρεῖται Ὀδυσσεὺς ποιῆσαι τὸ μέγα ἔργον. φησὶ γάρ· τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε, δεδιότας μὴ καὶ θεομαχήσωσιν. εἶτα καὶ ὁ γέρων ἐκεῖνος Ἁλιθέρσης, ὃς οἶος ἤγουν μόνος ὅρα πρόσσω καὶ ὀπίσσω οἷα μαντικὸς, ἀντιδημηγορήσας τῷ Ἀντινόῳ διασχίζει τὸν ὄχλον, καὶ τέως ἀνύεται τὸ μὴ πάντας τοὺς πολίτας τῷ Ὀδυσσεῖ ἐπελθεῖν μὴ καὶ γένηταί τι ἄλλως ἀνήκεστον κακόν· καὶ ἐντεῦθεν ἡ ἐφεξῆς ἱστορία λαμβάνει τὸ πιθανόν· καὶ οἱ μὲν ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ κατὰ τοῦ Ὀδυσσέως ἡμίσεων οἱ πλείους, μάλιστα μὲν οὖν ἡμισέων· οὐ γὰρ Ἀττικῶς ὁ ἥμισυς κλίνεται, ἵνα καὶ προπαροξύνωνται αἱ μετὰ τὴν εὐθεῖαν πλάγιοι κατὰ τὸ πῆχυς πήχεως πήχεων καὶ πέλεκυς πελέκεως πελέκεων. καὶ οὕτω μὲν οἱ πλείους ἀνήϊξαν, ὡς ἂν εἴη τὸ ἔργον τῷ Ὀδυσσεῖ ἐναγώνιον· οἱ δὲ λοιποὶ ἀθρόοι αὐτόθι μίμνον. οὐ γάρ σφιν ἤρεσκε μῦθος ἐνὶ φρεσὶν ὁ τοῦ Ἁλιθέρσου, τοῖς ἀναΐξουσι δηλαδή· καθυπέρβατον γὰρ ὁ λόγος· ἀλλ' Εὐπείθει πείθοντο, ὃς καὶ πίπτει πρῶτος βληθεὶς καθὰ καὶ ὁ υἱὸς Ἀντίνοος· ὃν καὶ ἐπίτηδες ὁ ποιητὴς διατοῦτο ἀνωτέρω

(Vers. 424.) παρεσημειώσατο ἐν τῷ, ὃν πρῶτον ἐνήρατο Ὀδυσσεὺς, ὡς καὶ τοῦ πατρὸς οὕτω πεσουμένου. ἔστι δὲ ἡ τοῦ μαντικοῦ Ἁλιθέρσου δημηγορία τοιαύτη τις κατὰ ἀντιπαράστασιν προϊοῦσα. δέχεται μὲν γὰρ ὁ γέρων τὸν τοῦ Εὐπείθους λόγον ὡς ἀληθῆ, ὅτι δηλαδὴ τοὺς τῶν Κεφαλλήνων ἀρίστους Ὀδυσσεὺς ἀνεῖλεν· ἀντιπαριστάμενος δὲ λέγει ὅτι καλῶς ἐκείνους ἐφόνευσε. φησὶ γάρ·

(Vers. 455. sqq.) ἡμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο· οὐ γὰρ ἐμοὶ πείθεσθε, οὐ Μέντορι ποιμένι λαῶν, ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων· οἳ μέγα ἔργον ἔρεζον ἀτασθαλίαις, κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν ἀνδρὸς ἀριστῆος. καὶ οὕτω δείξας ἐν τῷ, ἡμετέρῃ κακότητι, ὡς ὑπεύθυνοι τῷ Ὀδυσσεῖ καὶ οἱ ζῶντες εἰσὶν, ὅθεν καὶ εὐλόγως ὁ Ὀδυσσεὺς εἶπε δώσειν τοὺς Ἀχαιοὺς πολλὰ μῆλα, δι' ὧν πάντας ἐνιπλήσει ἐπαύλους. αὐξήσας δὲ καὶ τὸ κακὸν τῶν μνηστήρων ἐν ὀλιγίστῳ μὲν, πάνυ δὲ δυνατῶς διὰ τὸ μὴ ἁπλῶς αὐτοὺς μνᾶσθαι δι' ἕδνων, ἀλλ' ἀτιμάζειν τε ἀνδρὸς ἀριστέως γυναῖκα καὶ κτήματα δαπανᾶν, συμβουλεύει ἐπὶ τούτοις τὸ ποιητέον, εἰπών· καὶ νῦν ὧδε γένοιτο· πίθεσθέ μοι ὡς ἀγορεύω, μὴ ἴομεν, καθὰ ὁ Εὐπείθης ἐθέλει, μή πού τις ἐπισπαστὸν κακὸν εὕρῃ, τουτέστιν αὐθαίρετον ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. καὶ ἔχει τι ἀστειότητος τὸ εὕρῃ, ὡς μὴ ἀγαθοῦ τούτου ἑρμαίου εὑρεθησομένου τοῖς μὴ πεισθεῖσιν αὐτῷ.

(Vers. 435.) Σημείωσαι δ' ἐν τοῖς τοῦ Εὐπείθους λόγοις, ὡς ἐπιδεξίως αὐτὸν ὁ ποιητὴς ἔπλασεν [330] εἰπόντα, οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζῆν, ἀλλὰ τάχιστα θάνοιμι· ἔστι γὰρ τοῦτο κακὸν οἰώνισμα τῷ κακῷ. γίνεται γοῦν αὐτῷ τὰ τῆς τύχης. οὕτω φέρεται καὶ ἐν ταῖς ἱστορίαις πρὸς ἄλλοις καὶ τοιοῦτόν τι· στρατηγὸς διὰ ζεύγματος ποταμὸν περαιωθεὶς, εἶτα λῦσαι τὸ ζεῦγμα κελεύσας εἶπεν αἰτίαν τούτου, ἵνα μή τις ὑποστρέψῃ. καὶ ὁ μὲν ἐβουλεύετο λέγειν, ἵνα μή τις τῶν αὐτοῦ στρατιωτῶν δειλανδρήσας ἀναχωρήσῃ διὰ τοῦ γεφυρώματος. τὸ δ' ἄλλως ἀπέβη κατὰ οἰωνὸν ἀπαίσιον· ἡττηθέντων γὰρ οὐδεὶς ἐστράφη.

(Vers. 426.) Ὅρα δ' ἐν τοῖς αὐτοῖς καὶ τὸ, ἦ μέγα ἔργον, πληθυνθὲν μετ' ὀλίγα ὑπὸ τοῦ Μέδοντος ὁμολογητικῶς ἐν τῷ,

(Vers. 444.) τάδε μήσατο ἔργα, ὡς ταυτὸν ὂν μέγα ἔργον εἰπεῖν καὶ τάδε ἔργα. οὕτω δὲ καὶ ὁ Ἁλιθέρσης μετ' ὀλίγα ἔφη.

(Vers. 427.) Τὸ δὲ, ἐν νήεσσιν ἄγων, νῦν μὲν κυριολεκτεῖται· ζῶντας γὰρ Ὀδυσσεὺς ἐπὶ νηῶν ἄγει· πρὸ δέ γε βραχέων

(Vers. 419.) οὐχ' οὕτως οἱ ἁλιεῖς ἦγον ἐπὶ νηυσὶ νέκυας. Εὐπορίας δὲ αὐξητικῆς τὸ τοὺς μὲν εἰς Τροίαν πλεύσαντας πολέας τε εἰπεῖν καὶ ἐσθλοὺς, τοὺς δὲ μνηστῆρας

(Vers. 429.) Κεφαλλήνων ὄχ' ἀρίστους. δοκεῖ δὲ πλέον τούτους σεμνύνειν διὰ τοῦ μὴ μόνον ἀρίστους ἀλλὰ καὶ ὄχ' ἀρίστους εἰπεῖν.

(Vers. 432. 437. 462.) Ἐν δὲ τῷ ἴομεν καὶ ἀλλ' ἴομεν καὶ μὴ ἴομεν ἀδιαφορία διχρόνων συνήθης φαίνεται· τὸ μὲν γὰρ ἴομεν ἐκτείνει τὴν ἄρχουσαν, τὰ δὲ λοιπὰ συστέλλει αὐτήν.

(Vers. 432.) Τὸ δὲ, ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθα καὶ τὰ ἑξῆς, παρῳδηθήσεταί ποτε προσφυῶς ἐπιτροπῇ τῇ εἰς ἄμυναν.

(Vers. 439.) Τὸ δὲ, ἀγχίμολον ἦλθεν, ἐπιῤῥηματικῶς κεῖται, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ,

(Vers. 502.) ἀγχίμολον ἦλθεν Ἀθήνη.

(Vers. 442.) Τὸ δὲ, Μέδων πεπνυμένα εἰδὼς, αὐχηματικὴ σύστασίς ἐστιν, ὡς τοῦ ποιητοῦ πάνυ πεπνυμένως ἐνταῦθα μησαμένου ἤτοι βουλευτικῶς μεταχειρισαμένου τοὺς λόγους. πρῶτα μὲν γὰρ ἐκφοβεῖ διὰ τοῦ κήρυκος, εἶτα καὶ διὰ τοῦ Ἁλιθέρσου παραινεῖ· καὶ οὕτως ἀνύει ἀγαθὸν οὐ μικρόν. καὶ ἀντεπάγει πιθανῶς τῷ Ὀδυσσεῖ ἐχθροὺς, ὅσοις εἶχεν ἐκεῖνος ἀντιστῆναι ἀσφαλῶς μετὰ τῶν ἀμφ' αὐτόν. εὐτυχῶς ἄρα τῷ Ὀδυσσεῖ ἀφείθει ζῶν ὁ Μέδων, ἰδοὺ γὰρ τὰ μέγιστα τῷ περισωσαμένῳ συντελεῖ. ὁ μέντοι Φήμιος λαλεῖ οὐδὲν, ὅτι τε μὴ ἔχει κρεῖττόν τι ἐπινοήσασθαι εἰπεῖν, καὶ ἅμα τοῦ ποιητοῦ ἐκκλίνοντος οὕτω τὸ τῆς πλάσεως ὁμοειδὲς ἐν τῷ τὸν μὲν λαλεῖν, τὸν δὲ σιωπᾶν.

(Vers. 445.) Τὸ δὲ, αὐτὸς ἐγὼν εἶδον θεὸν, παραφρασθήσεταί ποτε δεξιῶς ἐπὶ συνάρσει θείᾳ.

(Vers. 452.) Ἐν δὲ τῷ, πρόσω καὶ ὀπίσσω, ἤγουν τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, σιωπήσας ὁ ποιητὴς τὸν ἐνεστῶτα δίδωσιν ἀφορμὴν, μὴ δοξάζειν ἐνεστῶτα χρόνον. ἄλλως μέντοι ἑτέρωθι καὶ τῶν τριῶν μέμνηται, ὡς καὶ ἐν τῷ, τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα.

(Vers. 456.) Ποιμὴν δὲ λαῶν ὁ Μέντωρ ὡς ἔνδοξος ἐν Ἰθάκῃ, καθὰ καὶ Εὐρύμαχος καὶ Ἀντίνοος βασιλεῖς ἐῤῥέθησαν ἀλλαχοῦ τε καὶ ἐν τῷ, ἐπὶ δ' αἰνεῖτον βασιλῆες.

(Vers. 465.) Τὸ δὲ, ἀλλ' Εὐπείθει πείθοντο, φανερῶς παρηχεῖ. δῆλον δὲ ὅτι βαρύνεται ὁ Εὐπείθης πρὸς διαστολὴν ἐπιθέτου τοῦ εὐπειθής· ὥς περ καὶ πολυφειδὴς μὲν ἐπιθετικῶς ὁ πολλὰ φειδόμενος, Πολυφείδης δὲ κύριον, ὡς ἐν τοῖς πρὸ τούτων εἴρηται. οὕτω δὲ κατὰ τοὺς παλαιοὺς καὶ Εὐμάθης μὲν κύριον, εὐμαθὴς δὲ τὸ ἐπίθετον· καὶ Εὐσθένης μὲν κύριον, εὐσθενὴς δὲ ὁ ῥωμαλέος· καὶ Ἄστηρ μὲν πόλις, ἀστὴρ δὲ ὁ κατ' οὐρανόν· καὶ Ἀφέτη μὲν νῆσος, ἀφετὴ δὲ ὀξυτόνως ἡ ἀπόλυτος· καὶ Βαῖος μὲν κύριον, οὗ χρῆσις προφέρεται ἀπὸ τοῦ τὴν Ἀλεξάνδραν γράψαντος ἤγουν τοῦ Λυκόφρονος· βαιὸς δὲ ὁ μικρός. καὶ γελοῖος μὲν ὁ καταγέλαστος, γελοιὸς δὲ ὁ γελωτοποιός· καὶ Δείρη μὲν πόλις Αἰθιόπων, δειρὴ δὲ ὁ τράχηλος· καὶ δόκος μὲν δόκησις καὶ ἀγχόνη, δοκὸς δὲ ὁ τῆς στέγης· καὶ Εὐάνθης μὲν κύριον, εὐανθὴς δὲ ὁ εὐθαλής. καὶ Ἔλπις μὲν κύριον, ἐλπὶς δὲ τὸ κοινὸν θηλυκόν· καὶ Ἴσχυς μὲν κύριον, ἰσχὺς δὲ τὸ προσηγορικόν. καὶ λωτὸς μὲν φυτὸν, Λῶτος δὲ κύριον· καὶ Μάκρον μὲν ἀκρωτήριον Σικελικὸν, μακρὸν δὲ τὸ ἐπίθετον· καὶ μηδίκη μὲν χόρτος, ὃ καὶ σημείωσαι, Μηδικὴ δὲ ἡ Περσική. καὶ Ὄρθος μὲν κύριον καὶ κύων, ὃν ἀνεῖλεν Ἡρακλῆς, ὀρθὸς δὲ τὸ ἐπίθετον· καὶ ὅρμος μὲν λιμὴν, ὁρμὸς δὲ περιτραχήλιος κόσμος· καὶ Πρασία μὲν πόλις Πελοποννήσου, πρασιὰ δὲ γεωργικὸν σχῆμα· καὶ παρθενικὴ μὲν ἡ παρθένος, Παρθενίκη δὲ κύριον βαρυτόνως, ᾗ συγγενόμενός, φασιν, Ὠκεανὸς γεννᾷ Εὐρώπην καὶ Θρᾷκα· καὶ Ῥίπη μὲν πόλις, καὶ ὄρος Ῥίπαι, ῥιπὴ δὲ ἡ πνοὴ ὀξυτόνως· καὶ Ῥύμος μὲν ποταμὸς Σκυθίας, ῥυμὸς δὲ ἅρματος· καὶ πονῆρος μὲν ὁ μοχθηρὸς, ὃ καὶ σημείωσαι, πονηρὸς δὲ ὁ κακός· καὶ σύνεργος μὲν ὁ συγκάμνων τεχνίτης, συνεργὸς δὲ ὁ βοηθός· καὶ σταφυλὴ μὲν κιονὶς καὶ καρπὸς, σταφύλη δὲ τεκτονικὸν [331] σκεῦος· καὶ σπάθη μὲν ξίφος, σπαθὴ δὲ ναυτικὸν ξυλόν· καὶ Σίγηλος μὲν κύριον ὄνομα ναρκίσσου, σιγηλὸς δὲ ὁ σιωπηλός· καὶ Τεῦκρος μὲν κύριον, Τευκρὸς δὲ ἐθνικόν· καὶ φιλήτης μὲν κλέπτης, φιλητὴς δὲ ὁ ἐραστής· καὶ Χρῆστος μὲν κύριον, χρηστὸς δὲ ὁ ἐπιεικής· καὶ ψυχρὸς μὲν ὁ ἐψυγμένος, Ψύχρος δὲ ποταμὸς Σαρματίας.

(Vers. 469.) Ὅτι νηπιέας καὶ ἐνταῦθα τὰς ἀφροσύνας λέγει ἐλλειπτικῶς, φησὶ γάρ· Εὐπείθης ἡγήσατο νηπιέῃσιν, ἤτοι νηπιείαις φρεσίν.

(Vers. 470.) Ὅτι προαναφωνητικὸν ἤτοι προεκθετικὸν σχῆμα καὶ νῦν περὶ Εὐπείθους τὸ, φῆ μὲν παιδὸς τίσεσθαι φόνον, ἤγουν ἐκδικήσειν τὸν τοῦ παιδὸς Ἀντινόου θάνατον, οὐδ' ἂρ ἔμελλεν ἂψ ἀπονοστήσειν, ἀλλ' αὐτοῦ πότμον ἐφέψειν, ὅ ἐστι καταλαβεῖν, ἀπὸ τοῦ ἕπω ἕψω· τὸ δὲ ἐφέψειν καὶ σπέσθαι λέγεται καὶ σπεῖν, ὅθεν τὸ, πότμον ἐπισπεῖν.

(Vers. 474. sqq.) Ὅτι ἐρώτησις πρός τινα δυνατὸν καὶ τίμιον περὶ μάχης εἰ ἔσται ἢ μὴ τὸ, εἰπέ μοι τί δή τοι νόος ἔνδοθι κεύθει, ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν τεύξεις, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησθα; ὁ δὲ οὕτως ἐρωτηθεὶς ὑπό τινος δυναμένου καὶ αὐτοῦ τι ἐν τοῖς τοιούτοις εἴποι ἂν τὸ, τέκνον ἐμὸν, τί με δὴ ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς; οὐ γὰρ δὴ τοῦτον ἐβούλευσας νόον αὐτή; ἔρξον ὅπως ἐθέλεις. Ζεὺς δὲ ὁ τοῦ μύθου ταῦτα λαλοῦσι καὶ Ἀθηνᾶ προεκθετικῶς ἐπὶ τοῖς ἐφεξῆς γενησομένοις, ἔνθα τυποῦται ὡς ἐπέοικε, τουτέστιν ὡς εἰκὸς, ὅρκια πιστὰ γενέσθαι, δι' ὧν λήθη μὲν ἔσται τῶν γενομένων φόνων, φιλία δ' ἐπὶ τοῖς ἑξῆς. καὶ καταπράττεται τοῦτο ἡ Ἀθηνᾶ, ἡ ἡρωϊκὴ δηλαδὴ φρόνησις. καὶ πεσόντων Εὐπείθεός τε καί τινων ἑτέρων, καὶ τῆς Ἀθηνᾶς τὰ μὲν χλωρὸν δέος τοῖς πολίταις ἐμβαλούσης, τὰ δὲ ἐπισχούσης τοῦ μάχεσθαι διὰ συμβουλῆς ὁμοίως τῷ Ἁλιθέρσῃ καὶ τῷ Μέδοντι, ῥιπτοῦνται τὰ ὅπλα εἰς γῆν· καὶ Ὀδυσσεὺς ἐπισχεθεὶς καὶ αὐτὸς τῆς ἄγαν ὁρμῆς σπένδεται. καὶ οὕτω λύεται τὸ πᾶν δρᾶμα τῆς ποιήσεως ἀναγκαίως διὰ τὸ ἄλλως κινδυνῶδες τοῦ ἔργου καὶ οὐδὲ εὔπλαστον. Ὀδυσσεὺς μὲν γὰρ οὐ πεσεῖται, ὅτι μηδὲ παρείληφεν ὁ ποιητὴς αὐτὸ ἐξ ἱστορίας· πεσοῦνται ἄρα τούτῳ οἱ πολῖται, καὶ οὕτω ζημιοῦται αὐτὸς τοῖς καιριωτάτοις· μικροβασιλεὺς γὰρ τοῦ λοιποῦ ἔσται καὶ εἰς πανωλεθρίαν αὐτῷ ἐγγράψεται ἡ βασιλεία, ἐκκενώσαντι τὴν Ἰθάκην μικροῦ κατά τε τὸν εἰς Τροίαν πλοῦν καὶ νῦν δὲ ἐν τῷ ἐπανελθεῖν.

(Vers. 482. sqq.) ἔστι δὲ ὁ τοῦ Διὸς πρὸς τὴν Ἀθηνᾶν λόγος τοιοῦτος· ἐπειδὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεὺς, ὅρκια πιστὰ ταμόντες, τουτέστι διὰ θυσιῶν ποιήσαντες ὡς πολλαχοῦ καὶ τῆς Ἰλιάδος φράζεται, ὁ μὲν βασιλευέτω αἰεί· ἡμεῖς δὲ φόνοιο ἔκλησιν, τουτέστι λήθην, θέωμεν· τοὶ δ' ἀλλήλους φιλεόντων ἤτοι φιλείτωσαν ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω. ἀγάπης δὲ τῆς κατὰ σπουδὴν ταῦτα φραστικά.

(Vers. 483.) καινὸν δέ τι σχῆμα τὸ, ὅρκια πιστὰ ταμόντες, ὁ μὲν βασιλευέτω αἰεὶ, ἡμεῖς δὲ ποιήσομεν τόδε καὶ ἑξῆς· καὶ ἔστι πως ὅμοιον καὶ αὐτὸ τῷ, οἱ δὲ δύο σκόπελοι, ὁ μὲν τοιόσδε ὁ δὲ τοιόσδε. καὶ ἔστι μὲν τοιαῦτα πολλὰ παρὰ τῷ ποιητῇ· τοῦτο δὲ τῶν ἄλλων εἶναι δοκεῖ καινότερον. τὸ μὲν γὰρ, ὅρκια πιστὰ ταμόντες, περὶ Ὀδυσσέως εἴρηται καὶ περὶ Ἰθακησίων, ἡ δὲ ἀπόδοσις αὐτοῦ ἄλλως ἔχει· Ὀδυσσέως γὰρ αὐτὴ μέμνηται καὶ θεῶν, οὐ μὴν Ἰθακησίων· ἔφη γὰρ, ὅρκια πιστὰ ταμόντες ἐκεῖνοι, ὁ μὲν βασιλευέτω, ἡμεῖς δὲ θήσομεν φόνου ἔκλησιν. καινοτάτη γοῦν ἡ ἀπόδοσις τοῦ ὁ μὲν καὶ τοῦ ἡμεῖς· ὤφειλε γὰρ εἰπεῖν οὕτω πως· ὅρκια πιστὰ ταμόντες, ὁ μὲν Ὀδυσσεὺς βασιλευέτω, οἱ δὲ Ἰθακήσιοι βασιλευέσθωσαν εὐπειθῶς. ἔστιν οὖν εἰπεῖν, ὅτι κἀνταῦθα οὕτω γίνεται, πλὴν οὐ κατ' ὀρθὴν φράσιν, ἀλλ' ἐν ὑπερβατῷ σχήματι. φησὶ γὰρ οὕτως· ὁ μὲν βασιλευέτω αἰεὶ, οἱ δ' ἀλλήλους φιλείτωσαν. μέσον δέ γε τῶν δύο τούτων ἐννοιῶν κεῖται περιττῶς κατὰ σχῆμα περιβλητικὸν τὸ, ἡμεῖς δὲ παίδων τε κασιγνήτων τε φόνοιο ἔκλησιν θήσομεν. ὃ δὴ μάλιστα εἰρήνης αἴτιον, θεῖον ὂν ἀγαθὸν κατὰ τὸ, ὦ πότνια λήθη τῶν κακῶν ὡς εἶ σοφή.

(Vers. 485.) Ἔκλησις δὲ ἡ ἄγαν λήθη κατ' ἐπίτασιν προθέσεως, καθὰ καὶ ἐκσίγησις Πυθαγορικῶς ἡ ἄρκα σιγή. Τὸ δὲ θέωμεν ἀντὶ τοῦ θῶμεν πλεονασμῷ τοῦ ε, ὡς καὶ πρὸ ὀλίγων ὅμοιος πλεονασμὸς ἦν ἐν τῷ, μὴ φθέωσιν ἤτοι φθῶσι περαιωθέντες. δύναται δὲ καὶ ἐνεργητικὸς ἐνεστὼς διὰ τοῦ ο μικροῦ εἶναι τὸ θέομεν, ἐξ οὗ τὸ θείομεν.

(Vers. 486.) Τὸ δὲ, πλοῦτος καὶ εἰρήνη ἅλις ἔστω, δεικτικὸν μὲν εὐδαιμονίας πολιτικῆς. δηλοῖ δὲ νῦν δυνατὸν μὲν εἶναι πλάσασθαι μάχην γενέσθαι, κρεῖττον δὲ ὅμως κριθῆναι καὶ πιθανώτερον ἐπὶ τῇ θεόθεν εἰρήνῃ τὸν ἔριν λυθῆναι. ἀπίθανον γὰρ τὸ, ὡς ἐῤῥέθη, τὸν συνετὸν Ὀδυσσέα ἑαυτὸν βλάπτειν, ἀναιροῦντα τὴν οἰκεῖον λαόν.

(Vers. 489.) Ὅτι ἐν τῷ, σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, σῶφρον δεῖπνον δηλοῖ· [332] διὸ οὐδὲ πόσεως ἐν αὐτῷ μνείαν ποιεῖται, καὶ ταῦτα οἴνου κιρναμένου ὡς δεδήλωται. αἴτιον δὲ, ὅτι πόλεμος ἐνταῦθα καραδοκεῖται, ἐν ᾧ ἀσυντελὴς ὁ πολὺς οἶνος· ὁ γάρ τοι σύμμετρος, ὃς ἐνταῦθα συνεξακούοιτο ἂν τοῖς σιτίοις, χρήσιμος ὡς μάλιστα.

(Vers. 491.) Ὅτι καραδοκίαν ἐπελεύσεως ἐχθρῶν φράζει τὸ, ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.

(Vers. 495.) ὁ δὲ κελευσθεὶς κατάσκοπος εἴποι ἄν ποτε τὸ, οἵδε δὴ ἐγγὺς ἔασιν, ἀλλ' ὁπλιζώμεθα θᾶσσον. Ἔνθα ὅρα ὅτι ἐπὶ πολεμικῆς εἶπε σκευῆς τὸ ὁπλίζεσθαι.

(Vers. 496.) Παρασκευὴν δὲ πολέμου δηλοῖ τὸ, οἱ δ' ὤρνυντο καὶ ἐν τεύχεσι δύοντο.

(Vers. 497. sqq.) ἔνθα καὶ ἕνδεκα τοὺς περὶ τὸν Ὀδυσσέα μετρεῖ, σὺν δὲ αὐτῷ δώδεκα, εἰπών· τέσσαρες ἀμφ' Ὀδυσῆα, ἓξ δ' υἱοὶ Δολίου καὶ Λαέρτης καὶ Δολίος, οἳ ἐς τεύχεα ἔδυνον, ὃ ταυτόν ἐστι τῷ, ἐν τεύχεσιν ἐδύοντο καὶ πολιοί περ ἐόντες ἀναγκαῖοι πολεμισταὶ, τουτέστιν, ὡς καὶ προεδηλώθη, κατ' ἀνάγκην μαχηταί. οὗ ἑρμηνευτικὸν τὸ, καὶ πολιοί περ ἐόντες· οἱ τοιοῦτοι γὰρ πάντως πολεμισταὶ εἶεν ἄν ποτε ἀναγκαῖοι, τουτέστι βιαστοί.

(Vers. 499.) ἐνταῦθα δὲ ἰστέον ὅτι τε παρὰ τοῖς παλαιοῖς ὁ πολιὸς εὕρηται ἀλωπόχρους καλούμενος, καὶ ὅτι ἀναγκαῖον δίχα τῶν ἄλλων αὐτοῦ σημαινομένων εὑρίσκεται καὶ τὸ αἰδοῖον καλούμενον ὥς τινος ἀνάγκης σύμβολον. ἀλλαχοῦ δὲ καὶ οὐρὰ τὸ αὐτὸ ἐφάνη λέγεσθαι· δηλοῖ δ' αὐτὸ καὶ ὁ εἰπὼν, ὡς τῶν γερόντων οὐραὶ μὲν ἀπήβλυνται, θυμὸς δὲ μενοινᾷ. ὡς δὲ καὶ ἀνδρία τὸ τοιοῦτον λέγεται, οἶδεν ἀρχαία χρῆσις· ἧς καὶ ὅτι ἀνδροσάθων ὁ μεγάλα ἔχων αἰδοῖα· ἐξ οὗ ὑπεμφαίνεται καὶ τί δή ποτέ ἐστι τὸ κατὰ τὸν σάθωνα σκῶμμα, οὐ πάνυ ὂν ἄλλως ἀρίδηλον. δοκεῖ δὲ ἀλωπόχρους ὁ ῥηθεὶς εἶναι ὁ καὶ ὠμογέρων· ὁ γὰρ πάλλευκον ἔχων κάρα πῶς ἂν ἀλωπόχρους εἴη, κύκνῳ ἄλλως ἐοικὼς ἤ τινι τοιούτῳ, εἴ τι ἐπιστῆσαι χρὴ τῷ ἱστορικῷ Κύκνῳ τῷ ἐκ γενετῆς λεγομένῳ πεπολιῶσθαι· εἰ μὴ ἄρα ὑποθετέον καθὰ λαγωούς τινας καὶ μύας, οὕτω καὶ ἀλώπεκας ὁλολεύκους, ὁποῖαι πολλαὶ φαίνονται· ἀφ' ὧν εἰκὸς ῥηθῆναι ἀλωπόχρουν τὸν ἀκριβῶς πολιόν.

(Vers. 500.) Ὅτι κατοικιδίου ὁπλίσεως φράσις τὸ, ἕσσαντο περὶ χροῒ νώροπα, τουτέστι λαμπρὸν, χαλκὸν, ὃ πολλαχοῦ κεῖται, ὤϊξαν δὲ θύρας, ἐκ δ' ἤϊον, ἤγουν ἐξώρμων, ἦρχε δὲ ὁ δεῖνα. Τὸ δὲ, περὶ χροῒ, δῆλον ὅτι ἀντὶ τοῦ ἐπὶ χροῒ εἴληπται καὶ νῦν.

(Vers. 506515.) Ὅτι παραίνεσις ἐπὶ ἀνδραγαθίᾳ πρὸς νέον εὐγενῆ τὸ, ἦ δὴ τόδε γε εἴσεαι αὐτὸς, τουτέστιν αὐτὸς γνώσῃ καὶ νοήσεις, ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, τουτέστιν ἔνθα διακρίνονται οἱ ἀριστεῖς, μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ ἀλκῇ τε ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπ' αἶαν. Ὅ περ ἐφερμηνευτικόν ἐστιν εὐρυτάτου κλέους· ταυτὸν γὰρ τὸ ἀλκῇ καὶ ἠνορέῃ κεκοσμῆσθαι πᾶσαν ἐπὶ γῆν καὶ τὸ εὐρὺ κλέος ἔχειν. μάλιστα μὲν οὖν ἐνδοξότερον αὐτὸ τοῦ εὐρέος κλέους, καί τι ἐπὶ πλέον τοῦ εὐρυμέδοντος καὶ εὐρυκρείοντος διὰ τὸ παγκόσμιον, οὗ τὸ, πᾶσαν ἐπ' αἶαν, ἐστὶ δηλωτικόν. καὶ οὕτω μὲν ἐρεῖ ὁ ὑπαλείφων εἰς ἔργον εὐγενῆ νεανίαν, ὡς εἴρηται. αὐτὸς, εἴ περ ἀποκρίνεταί τι γηραιῷ οἰκείῳ, εἴποι ἂν τὸ, ὄψεαι εἴ περ ἐθέλησθα, πάτερ φίλε, τῷδ' ἐνὶ θυμῷ οὔ τι καταισχύνοντα τεὸν γένος ἤτοι τὸ σὸν, οἷ' ἀγορεύεις, ἤγουν εἰς ἃ λέγεις, ἢ μᾶλλον λυπηρῶς κατὰ θυμικὸν ἀποστατικὸν σχῆμα, οἷα δὴ λαλεῖς, τουτέστι, πῶς ποτὲ τοιαῦτα λέγεις; ὃ καὶ μᾶλλον κρεῖττον ὡς Ὁμηρικόν. διὸ καὶ ὁ γέρων Λαέρτης τοιαῦτα λαλούντων πρὸς ἔριν ἀγαθὴν ἀκούσας τοῦ τε υἱοῦ Ὀδυσσέως καὶ τοῦ ἐγγόνου Τηλεμάχου ἐχάρη καὶ μῦθον εἶπεν, ὁποῖον ἂν ἐρεῖ τις χαίρων μάλα ἐπὶ τοιαύτῃ ἔριδι· τίς νύ μοι ἡμέρη ἥδε, θεὲ φίλε; ἦ μάλα χαίρω· υἱός θ' υἱωνός τ' ἀρετῆς πέρι δῆριν ἔχουσι. πατρικῆς δὲ θερμῆς διαθέσεως ὁ λόγος ἐνδεικτικὸς, χαίροντός τινος τῇ τῶν ἐπιγόνων ἀρετῇ καὶ τῇ κατ' αὐτῶν ἐπαινετῇ ἔριδι. τρεῖς δ' ἐνταῦθα ἔννοιαι ἀσύνδετοι γοργαὶ ἐνδιάθετοι· τὸ, τίς δή μοι αὕτη ἡμέρα καὶ ἑξῆς. δῆλον δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι καταισχύνει τις γένος, ὅτε κατ' ἀρετὴν ἀνόμοιος τοῖς προγόνοις ἐκβαίνει. ἐντεῦθεν τὸ τραγικὸν ἐῤῥέθη ἀντιστρόφως κατά τι σκῶμμα τὸ, εἰ γὰρ πέφυκα τῶνδε τῶν κακῶν ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. ὡς γὰρ παῖς ἐκβὰς ἀγαθὸς οὐ καταισχύνει ἀγαθοὺς γονεῖς, οὕτως οὐδὲ τοὺς φαύλους παῖς κακῶν ἴδρις κατ' ἐκείνους γενόμενος.

(Vers. 520.) Ὅτι παραδόξου ἰσχύος δηλωτικὸν τὸ, ἔμπνευσε μένος μέγα θεὸς, παρῳδηθὲν ἐκ τοῦ, ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη.

(Vers. 521. sqq.) Ὅτι ἐνεργεστάτην κἀνταῦθα δεικνὺς ὁ ποιητὴς τὴν δικαίαν εὐχὴν φησὶν, ὡς εὐξάμενος Λαέρτης, αἶψα μάλ' ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, τὸ πολλαχοῦ τῆς Ἰλιάδος κείμενον, καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου· [333] ἡ δ' οὐκ ἔγχος ἔρυτο, τουτέστιν ἐκώλυσεν, ἀλλὰ διὰ πρὸ ἦλθε χαλκός· δούπησε δὲ πεσὼν, ἀράβησε δὲ τεύχεα ἐπ' αὐτῷ. ἦν δὲ τὸ μὲν θάῤῥος τῆς χαρᾶς, ἡ δὲ εὐστοχία τῆς εὐχῆς. καὶ ὅρα θαυμασίαν περιπέτειαν, βάλλονται γὰρ καὶ πίπτουσι κακοῦργοι χείριστοι, ἔνδον μὲν τῆς πόλεως Ἀντίνοος, ἔξω δὲ Εὐπείθης· ἐκεῖνος μὲν ὑπὸ τοῦ υἱοῦ, οὗτος δὲ ὑπὸ τοῦ πατρός· υἱοῦ μὲν υἱὸν ἀνελόντος, πατρὸς δὲ πατέρα τὸν Εὐπείθεα.

(Vers. 523.) Παρειὰν δὲ κἀνταῦθα ἐπὶ κόρυθος λέγει τὸ περὶ τὰς παρειὰς κείμενον μέρος αὐτῆς· τοῦτο γὰρ ἡ χαλκοπάρῃος κόρυς δηλοῖ.

(Vers. 522.) Ἀμπεπαλὼν δὲ καὶ νῦν, ὡς καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ ἀνακινήσας. οὔτε γὰρ κάτω που ἐχρῆν ἔχειν τὴν χεῖρα δόρυ πέμποντα οὔτε μὴ διατινάξαι· οὐ γὰρ ἂν οὕτω γενναία καὶ δραστικὴ γένοιτο βολή. γίνεται δὲ ἡ λέξις ἀπὸ τοῦ ἔπαλον δευτέρου ἀορίστου, οὗ μετοχὴ παλὼν καὶ Ἰωνικῷ διπλασμῷ πεπαλὼν καὶ μετὰ προθέσεως κατὰ συγκοπὴν ἀμπεπαλών. Τὸ δὲ προΐει νῦν μὲν χρόνου ἐστὶ παρατατικοῦ, πρὸ δὲ ὀλίγων προστακτικῶς εἶχε τῆς Ἀθηνᾶς ἐπιταττούσης τῷ Λαέρτῃ,

(Vers. 519.) ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, ἀντὶ τοῦ πρόπεμπε.

(Vers. 524.) μετ' ὀλίγα δ' ἐν τούτοις κεῖται καὶ τὸ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη, ἀπὸ τοῦ πολλαχοῦ δηλωθέντος εἴω ῥήματος. φησὶ γάρ· διὰ πρὸ δὲ εἴσατο χαλκός.

(Vers. 526538.) Ὅτι πολεμικὴν δραστηριότητα δηλοῖ τὸ, ἐν δ' ἔπεσον προμάχοις ὁ δεῖνα καὶ δεῖνα, τύπτον δὲ ξίφεσί τε καὶ ἔγχεσιν ἀμφιγύοισι, περὶ ὧν πολλαχοῦ δηλοῦται. καὶ δὴ ἂν πάντας τ' ὄλεσαν καὶ θῆκαν ἀνόστους, εἰ μὴ ὁ δεῖνα φώνησε, κατὰ δ' ἔσχεθε λαὸν ἅπαντα· ἴσχεσθε πολέμου ἀργαλέοιο, ὥς κεν ἀναιμωτί γε διακριθεῖτε τάχιστα. εἰ δὲ οἱ τοιοῦτοι πτοηθέντες τῷ οὕτως εἰπόντι, ἁρμόσει αὐτοῖς τὰ ἐφεξῆς· τοὺς δὲ χλωρὸν δέος εἷλε· τῶν δ' ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα· πάντα δ' ἐπὶ χθονὶ πίπτε τοῦ δεῖνος φωνήσαντος· οἱ δὲ τρωπῶντο, τουτέστιν εἰς φυγὴν ἐτρέποντο, λιλαιόμενοι βιότοιο. σμερδαλέον δ' ἐβόησεν ὁ δεῖνα, οἴμησε δὲ ἀλεὶς, ὅ ἐστι συστραφεὶς, ὥς τ' αἰετὸς ὑψιπετήεις, ὃ καὶ ἐν Ἰλιάδι ἀπαραλλάκτως κεῖται. Ὀδυσσεὺς δὲ ὁ τοιοῦτος ἀετὸς, οἱ δὲ, ὡς ἐῤῥέθη, δείσαντες οἱ τῆς Ἰθάκης πολῖται, οὓς αὐτὸς ἐξεφόβησεν.

(Vers. 526.) Ἰστέον δὲ ὅτι τὸ, ἐν δ' ἔπεσον, ταυτόν ἐστι τῷ ἐπέπεσον ὡς οἷα μετά τινος βάρους. ὅθεν καὶ ζαχρηεῖς πολεμισταὶ οἱ ἄγαν βαρεῖς ἐπιπίπτοντες. οὕτω χρᾶται τῇ λέξει καὶ ὁ κωμικὸς ἐν τῷ, ὁ Τιμοθέου δὲ πύργος ἐμπέσοι γέ σοι.

(Vers. 528.) Τὸ δὲ ὄλεσαν καὶ τὸ, θῆκαν ἀνόστους, τὴν αὐτὴν σημασίαν ἔχουσι.

(Vers. 532.) Τὸ δὲ διακρινθεῖτε συγκέκοπται ἀπὸ τοῦ διακρινθείητε, οὗ διακρινθεῖεν τὸ τρίτον πρόσωπον· ὥρμηται δὲ ὅλον τὸ, ἀναιμωτί γε διακρινθεῖτε, ἐκ τοῦ, οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι ὀΐω.

(Vers. 534.) Τὸ δὲ, ἐκ χειρῶν ἔπτατο τεύχεα, παρῴδηται ἀπὸ τοῦ, ἐκ χειρῶν ἔπτατο ἐρετμά. ταῦτα δὲ ἀμφότερα μεταφορικῶς ἐῤῥέθη ὡς ἀπὸ πτηνῶν, ἅ περ ἐν τῷ κρατεῖσθαι ἀφίπταται τῶν χειρῶν ἀκουσίως ἐκπετασθέντα.

(Vers. 535.) Τὸ δὲ, πάντα δ' ἐπὶ χθονὶ πίπτεν, ἑρμηνευτικὸν μέν ἐστι τοῦ, ἐκ χειρῶν δ' ἔπτατο τεύχεα· ἵνα λέγῃ ἀστείως ὅτι ἄλλως μὲν ἔπτατο ἐκ χειρῶν, εἶχε δὲ ὅμως αὐτὰ ἡ γῆ. δηλοῖ δὲ ὁ λόγος ἄκραν δειλίαν, ὁποίαν καὶ οἱ ῥιψάσπιδες πάσχουσιν· ἣν ὁρῶντες οἱ νικῶντες μαλθάσσονταί ποτε πρὸς ἔλεον καὶ σπένδονται.

(Vers. 539. sqq.) Ὅτι βραχύτατόν τι τῶν κατὰ τὴν Ἰλιάδα ἴνδαλμα σεμνῶς ἐμφαίνων ἐνταῦθα ὁ ποιητὴς πλάττει τὸν Ὀδυσσέα οὕτω σφοδρὸν ἐμπεσόντα τοῖς προμάχοις ἐπικουρούσης Ἀθηνᾶς, ὡς μὴ ἂν ἄλλως ἐκεῖνον παύσασθαι, εἰ μὴ Διὸς τὴν Ἀθηνᾶν ἐκφοβήσαντος ἐπεσχέθη αὐτὸς ὑπ' ἐκείνης τοῦ πολεμεῖν. φησὶ γοῦν· καὶ τότε δὴ Ζεὺς ἀφίει ψολόεντα κεραυνὸν, τὸν καὶ πρὸ τούτων ῥηθέντα, κὰδ δ' ἔπεσε πρόσθεν Ἀθηνᾶς. ἡ δὲ τῷ Ὀδυσσεῖ, ἴσχεο, φησὶ, παῦε δὲ νεῖκος ὁμοιΐου ἤγουν χαλεποῦ πολέμου, τοῦ ἐν Ἰλιάδι πολλαχοῦ ῥηθέντος, μή πώς τοι θεὸς κεχολώσεται. ὁ δὲ πείθεται Ἀθηνᾷ τῇ παρ' αὐτῷ φρονήσει, χαῖρε δὲ θυμῷ, ὅτι δηλαδὴ νικῶν, εἶτα καὶ ἐνηὴς εἶναι φανεῖται ὡς φειδόμενος τῶν πολιτῶν. καὶ ὅρκια κατόπισθεν ἤγουν εἰς τὸ μέλλον ἡ τοιαύτη Ἀθηνᾶ τίθησι Μέντορι εἰδομένη· ἔοικε γὰρ ὁ Ἰθακήσιος Μέντωρ παρὼν μεσολαβῆσαι τοῖς ὅρκοις καὶ σπεῦσαι τὰ εἰρηνικά.

(Vers. 546.) καὶ ἐστὶ ταυτὸν ὅρκια θεῖναι καὶ ὅρκια πιστὰ ταμεῖν, τουτέστι θῦσαι ὡς ἡ Ἰλιὰς ἀριδήλως διασαφεῖ. Σημείωσαι δὲ ὅτι καθά που τῷ Διομήδει ἐν Ἰλιάδι ἐπισυνέβη, οὕτω καὶ νῦν Ὀδυσσεὺς τοῖς Ἰθακησίοις διωκομένοις ἐπιτρέχων ἐπέχεται κατενεχθέντι κεραυνῷ. καὶ οὕτω τὸ τῆς περιπετείας δύσλυτον τῷ τοῦ Ὀδυσσέως [334] φόβῳ λύεται. Ἔτι σημείωσαι καὶ ὅτι ὥς περ τῶν πολλῶν ἐν Ἰλιάδι συμπτωμάτων μῆνις αἰτία ἡ τοῦ Ἀχιλλέως, οὕτω καὶ τὴν Ὀδύσσειαν μῆνις ἡ κατὰ τὸν Ποσειδῶνα συνίστησι· καὶ ἔτι ὥς περ τὴν Ἰλιάδα συνθεσίαι τινὲς καταπαύουσιν αἱ τοῦ Πριάμου πρὸς Ἀχιλλέα, οὕτω κἀνταῦθα εἰς εἰρηνικὰς ἀπιδόντες Ὀδυσσεύς τε καὶ οἱ Ἰθακήσιοι περατοῦσι τὴν ποίησιν, πλὴν ὅσον ἐκεῖ μὲν ὀλιγοήμεροι αἱ τοιαῦται σπονδαὶ, ἐνταῦθα δὲ διηνεκεῖς.

   Τέλος τῷ Θεῷ δόξα καὶ τιμή.