262378 18354 0 10 627 0 XI d. C. Commentarii Eustathius IV Commentarii ad Homeri Iliadem van der Valk, M., Leiden, Brill, 1:1971; 2:1976; 3:1979; 4:1987. 160

Eustathius - Commentarii ad Homeri Iliadem IV

ΕΚ ΤΗΣ ΡΩ

   Ὅτι ἀριστεία Μενελάου λέγεται ἡ τοῦ ῥῶ ῥαψῳδία κατὰ τὸ πεζόν. ἡ δὲ ἡρωῒς ἐπιγραφὴ αὕτη· Ῥῶ, Δαναοὶ Τρῶές τε νέκυν πέρι χεῖρας ἔμισγον.

(v. 1-2) Ὁμοιοσχήμων δὲ τῇ ξῖ καὶ ἡ ἐνταῦθα ἀρχή. ἐκεῖ μὲν γὰρ εἶπε "Νέστορα δ' οὐκ ἔλαθεν ἰαχή." ἐνταῦθα δέ φησιν "οὐδ' ἔλαθ' Ἀτρέος υἱόν, ἀρηΐφιλον Μενέλαον, Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι". Ἐν οἷς ἔστιν ἰδεῖν ὡς οὐ μεθήμων ὁ Μενέλαος οὐδὲ μαλθακὸς ἐν τοῖς καιρίοις.

(v. 4-5) Διὸ καὶ δεινοπαθήσας ἀμφὶ αὐτῷ βαῖνεν "ὥς τις περὶ πόρτακι μήτηρ, πρωτοτόκος, κινυρή, οὐ πρὶν εἰδυῖα τόκοιο". καὶ ἀναθερμανθεὶς εἰς ἀνδρίαν ἀναιρεῖ τὸν Δάρδανον Φόρβαντα, Πολυδάμαντος ἀδελφόν, ὃς πρῶτος τῷ Πατρόκλῳ βέλος, ὡς προεγράφη, ἐφῆκε. περὶ Πατρόκλῳ δὲ βαίνει πρὸ τῶν ἄλλων οὐ μόνον ὡς ἐνηῆ φιλῶν ἐκεῖνον τοιοῦτος ὢν καὶ αὐτός, ἀλλὰ καὶ ἐπειδὴ χάριν τῆς αὐτοῦ κεῖται τιμῆς ἐκεῖνος, ὡς καὶ αὐτὸς ἐρεῖ προϊών, ἔτι δὲ καὶ διότι κατὰ τὸν τῆς Ὁμηρικῆς Ἀθηνᾶς λόγον τῷ Μενελάῳ κατηφείη καὶ ὄνειδος ἔσσεται, ἐὰν ὁ τοῦ Πατρόκλου ὑβρισθείη νεκρός. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα περιβαίνειν καὶ ἀμφιβαίνειν τὸ σκέπειν καὶ βοηθεῖν κειμένῳ τινί, καὶ ὅτι τοῦ ἀμφιβαίνειν αἰτιατικῇ συντασσομένου, οἷον "ὃς Χρύσην ἀμφιβέβηκας" δοκεῖ μὲν ἐνταῦθα ἡ διάλυσις ἀλλοιοῦν τὴν σύνταξιν. φησὶ γὰρ "ἀμφὶ δ' ἂρ αὐτῷ βαῖνε", καὶ "περὶ πόρτακι", καὶ "περὶ Πατρόκλῳ βαῖνε". πλὴν καὶ δίχα τῆς διαλύσεως μετ' ὀλίγα φησὶ "Πατρόκλῳ περιβὰς τὸν ἄριστον ἔπεφνεν". Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον μετὰ τοῦ βαίνειν ἡ ἀμφι καὶ ἡ περι δοτικῇ συντάσσεται, ἀλλὰ καὶ μετὰ τοῦ ἵστασθαι, οἷον "ἀμφὶ Μενοιτιάδῃ ἑστήκει", καὶ "ἔστασαν ἀμφὶ Μενοιτιάδῃ", καὶ "ἑσταότες περὶ Πατρόκλῳ". Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ "ἀρηΐφιλον Μενέλαον", ὃ καὶ μετ' ὀλίγα κεῖται, καὶ εἴ που δὲ ἀλλαχοῦ ὁ ποιητὴς [2] ἄνδρα Ἕλληνα καλεῖ ἀρηΐφιλον, τὸ τοῦ Ἄρεος μυθικῶς δηλοῖ ἀλλοπρόσαλλον. πῶς γὰρ οὐκ ἀλλοπρόσαλλος ὁ μὴ μόνον Τρῶας ἀλλὰ Ἕλληνας φιλῶν; Ὅρα δὲ καὶ ὅτι οὐ βιαίῳ τινὶ ζῴῳ τὸν Μενέλαον εἴκασεν, ἀλλὰ συμπαθεῖ, πρὸς τὸν ἐνεστῶτα τοῦτο ποιήσας καιρόν, ἐν ᾧ οἰκτίσασθαι μόνον ἔδει, μήπω κρατερᾶς μάχης ἀρτυνθείσης. Διὸ οὔτε ταύρῳ παραβάλλει αὐτὸν οὐδὲ μὴν ὑπὸ θηρὸς πολεμουμένῃ βοΐ, πρωτοτόκῳ δὲ καὶ διὰ τοῦτο κινυρῇ, ὅ ἐστιν οἰκτροφώνῳ, διὰ τὸ πολὺ τῆς στοργῆς. αἱ γὰρ τοιαῦται συμπαθέστερον τοῖς μοσχαρίοις ἀμφιβαίνουσι. τὸν μέντοι Αἴαντα ἐν τοῖς ἑξῆς λέοντι παρεικάσει τῶν τέκνων ὑπερμαχομένῳ. καὶ αὐτὸν δὲ τοῦτον τὸν Μενέλαον μετ' ὀλίγα λέοντι παραβαλεῖ, ὅτε τὸν Εὔφορβον ἀναιρεῖ ἀμφὶ τῷ Πατρόκλῳ βαίνων. Ὅτι δὲ πρᾷος ὁ Μενέλαος, δῆλον, ὅσγε καὶ τοῖς ἐχθροῖς ἦν συμπαθής. τὸν γοῦν Ἄδραστον ἐν τοῖς πρὸ τούτων ζωγρήσας περιεσώσατο ἄν, εἰ μὴ ὁ ἀδελφὸς βασιλεὺς ἐκώλυσεν. ὡς δὲ καὶ σπουδαῖός ἐστιν ἐν καιρῷ, ἐδήλωσε καὶ ἐν μονομαχίᾳ ἐκείνῃ ἐν ᾗ ὁ ἀδελφὸς αὐτὸν ἐπέσχε, καὶ προεξαναστὰς δὲ τοῦ ἀδελφοῦ ἐν τῇ νυκτεγερσίᾳ, καὶ ὅπου δὲ καταπονουμένου Ὀδυσσέως αὐτὸς αἰσθόμενος ἐπίκουρον ἄγει τὸν Αἴαντα. Οὐκ ἄδηλον δὲ οὐδ' ὅτι ἡ δάμαλις, τὸ νεογνὸν τῆς βοὸς γέννημα, πόρις τε λέγεται, οἷον "ἄγραυλοι πόριες", παρὰ τὴν πορείαν. σκιρτητικὴ γὰρ ἡ δάμαλις, ἡ δ' αὐτὴ καὶ πόρτις πλεονασμῷ τοῦ τ, ἀφ' ἧς καὶ ἡ παρ' Ἡσιόδῳ "ὑπόπορτις ἔριθος", οἷον "πόρτιος ἠὲ βοός", ἔτι δὲ καὶ πόρταξ ὑποκοριστικῶς, καθ' ὁμοιότητα τοῦ λεῖμαξ καὶ μεῖραξ καὶ μύλαξ καὶ λίθαξ καὶ πῖδαξ [καὶ σκύλαξ. Εἰ δέ τῳ μὴ δοκεῖ τὴν πόρτακα [καὶ τὸν μύλακα] καὶ τὴν λίθακα καὶ τὴν πίδακα καὶ τὴν σκύλακα ὑποκεκορίσθαι διὰ τὸ μηδὲ χαίρειν ὑποκορισμοῖς τὸν Ὅμηρον, οὗπερ ἡ πόρταξ καὶ τἄλλα, ὁ γοῦν μεῖραξ καὶ ἡ μεῖραξ καὶ ὁ λεῖμαξ ὑποκεκόρισται παρὰ τοῖς ὕστερον, μάλιστα δὲ ὁ πλούταξ, ὃ δὴ παράσιτός τις ἔφη παρὰ τῷ Δειπνοσοφιστῇ.]

(v. 5) Εὔδηλον δὲ καὶ ὅτι πρωτότοκος μὲν προπαροξυτόνως ὁ πρῶτος τεχθείς, καὶ δηλοῖ πάθος ἡ [3] λέξις, πρωτοτόκος δὲ κατὰ δρᾶσιν ἡ πρώτως τεκοῦσα. ὅθεν καὶ ὁ ποιητὴς δηλῶν τὸ τῆς λέξεως, ὥς φασιν οἱ παλαιοί, δραστικὸν ἐπάγει "οὐ πρὶν εἰδυῖα τόκοιο", ἀλλὰ δηλαδὴ νῦν πρώτως τεκοῦσα, ὃ ταὐτόν ἐστι τῷ πρωτοτόκος. Κινυρὴ δὲ κυρίως ἐπὶ ἀνθρώπων, οἳ κινύραις χρώμενοι ἀοιδὰς ἐπὶ τοῖς κειμένοις ἔμελπον, ὃ καὶ κινύρεσθαι ἦν. Ὅρα δὲ καὶ τὸ "εἰδυῖα τόκοιο". λείποντος γὰρ τοῦ εὖ συνετάγη συνήθως τῷ ποιητῇ μετὰ γενικῆς.

(v. 7-8) Ὅτι προμάχου ἀνδρείου ἔνδειξις τὸ "πρόσθεν δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα, τὸν κτάμεναι μεμαώς, ὅς τις τοῦ γ' ἀντίος ἔλθῃ". Περὶ Μενελάου δὲ ὁ λόγος τῷ ποιητῇ, ἐφ' οὗ καιρίως πάνυ ἔχει τὸ μεμαώς, οὐ γὰρ ἐχέγγυος ἦν ἀνελεῖν τὸν ἀντίον ἐλθόντα, μεμαὼς μέντοι ἦν οἷα θαρσαλέος. διὸ καὶ μυίᾳ ἐν τοῖς ἑξῆς που εἰκάζεται διὰ τὸ ἄγαν ἐν μάχῃ πρόθυμον.

(v. 9) Ὅτι ἐν τῷ "οὐδ' ἄρα Πάνθου υἱὸς ἐϋμελίης ἀμέλησε Πατρόκλου" παρήχησίς ἐστι σώφρων τὸ "ἐϋμελίης ἀμέλησεν". ἄλλως δὲ καὶ ἀντιθετικόν τι ὁ λόγος ἔχει κατὰ τὴν ἐπίτασιν τοῦ εὖ ἐπιρρήματος καὶ τὴν κατὰ τὸ α στέρησιν. ἀστεῖον δὲ τὸ οὐκ ἠμέλησε. Μενέλαος μὲν γὰρ ὁ φίλος ἄλλως οὐκ ἀμελεῖ τοῦ κειμένου ὡς ἀμφιβαίνων, Εὔφορβος δὲ ὁ ἐχθρὸς οὐχ' οὕτως, ἀλλ' ἵνα σκυλεύσῃ. Σημείωσαι οὖν ὅτι τὸ μὴ ἀμελεῖν τινος οὐ μόνον φιλικοῦ ἤθους ὡς τὰ πολλά ἐστιν, ἀλλὰ καὶ ἑτεροίου, ἐπεὶ καὶ ὁ φίλος ἐπιμελεῖται παραμένειν τῷ φιλουμένῳ, καὶ ὁ ἐχθρὸς δὲ ὁμοίως ἐπιμελεῖται ποιῆσαι τὰ κατὰ τὸν μὴ φίλον.

(v. 13) Ὅτι καὶ νῦν γοργῶς ἐν στίχῳ ἑνὶ κεῖνται τρεῖς ἔννοιαι "Μενέλαε χάζεο", "λεῖπε δὲ νεκρόν", "ἔα δ' ἔναρα βροτόεντα". Εὔφορβος δὲ ταῦτά φησι λακωνίζων πρὸς Λάκωνα.

(v. 16-17) Ὁ δ' αὐτὸς κατ' ἔννοιαν ἐκφοβητικὴν στρατιώτου ἀντιμάχου ἐπάγει τὸ "ἔα με κλέος ἐσθλὸν ἀρέσθαι, μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι". Κλέος δὲ ἐσθλὸν καὶ νῦν, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἡ εὔκλεια. Δῆλον δὲ ὡς ἡ δύσκλεια κλέος ἂν εἴη οὐκ ἐσθλόν, καὶ ὅτι κλέος [4] ἀπολύτως ἡ φήμη, μέση λέξις οὖσα παρὰ τοῖς παλαιοῖς.

(v. 19) Ἰστέον δὲ ὅτι Εὐφόρβου ἐν τούτοις καυχησαμένου καὶ ἀπειλησαμένου ἐν τῷ "οὔ τις πρότερος ἀνδρῶν Πάτροκλον βάλε", καὶ "ἔα με κλέος ἐσθλὸν ἀρέσθαι, μή σε βάλω" καὶ ἑξῆς, Μενέλαος ἐνδιαθέτως λαλῶν μετὰ βαρύτητος ἀποτείνει πρότερον ἠθικῶς τὸν λόγον πρὸς Δία, λέγων οὕτω "Ζεῦ πάτερ, οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι". τοῦτο δὲ γνωμικῶς εἴρηται, ὡς μὴ καλὸν ὂν αὐχεῖν τινα τὰ ὑπὲρ δύναμιν. Καὶ νῦν μὲν ἡ ποίησις γνωματεύουσα ἐν λόγῳ τὸ καλὸν ὑποτίθησιν, ἐν Ὀδυσσείᾳ δὲ τὸν Λοκρὸν πραγματικῶς κολάζει μεγάλα αὐδήσαντα. καὶ τοῦτο μὲν οὕτω.

(v. 20-23) Τὸ δὲ ἐφεξῆς ἀποφατικῶς παραβάλλει κατὰ σχῆμα ὁποῖον ἐν τῇ ξ΄ ῥαψῳδίᾳ ἐξέθετο. ἐκεῖ γὰρ εἰπὼν ἐν παραβολῇ ὡς οὔτε θαλάσσης κῦμα τόσον βοᾷ οὔτε πυρὸς τόσσος βρόμος οὔτ' ἄνεμος τόσον ἠπύει, καὶ τὰ ἑξῆς, ἐνταῦθά φησιν "οὔτ' οὖν πορδάλιος τόσσον μένος οὔτε λέοντος οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος θυμὸς ἐνὶ στήθεσι περὶ σθένεϊ βλεμεαίνει, ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν", ἢ φορέουσιν, ἤγουν φέρουσιν, ἔχουσι. Πολλὴν δὲ καὶ ἐνταῦθα ἐνάργειαν ὁ λόγος ἔχει τοῦ μέγα τὸ πρᾶγμα εἶναι, εἰ καὶ ἄλλως μικροπρεπέστερον τὸ λεχθὲν διὰ τὴν ἀπὸ ζῴων παραβολὴν καὶ οὐκ ἀπὸ σωμάτων ὡς εἰπεῖν στοιχειακῶν ὡς ἐν τῇ ξ΄. διὸ καὶ ἐπέδραμε νῦν ἐν ὀλίγῳ φράσας. ἐκεῖ μὲν γὰρ δυσὶ στίχοις ἑκάστην τῶν τριῶν ὁμοιοτήτων περιγράψας ἐν ἓξ ἔπεσι τὸ πᾶν ἐποίησεν, ἐνταῦθα δὲ διὰ τὸ τῆς ὑποθέσεως οὐ μεγαλεῖον ἐν οὐδὲ ὅλοις δυσὶ στίχοις ἐξέθετο τὴν ὁμοίωσιν.

(v. 21) Ἔνθα σημείωσαι ὅτι τε καλῶς ἐμνήσθη συὸς οὐ θηλείας ἀλλὰ κάπρου. αὐτὸς γὰρ μάλιστα καὶ ὀλοόφρων καὶ μεγάθυμος κατὰ τὸν πρὸ μικροῦ ταῦρον καὶ λέοντα. ‑ τοιοῦτος δὲ ὁ μέγιστον ἔχων θυμόν ‑ , καὶ ὅτι οὐ μάτην ἐπὶ [5] συὸς ἔφη τὸ "οὗ θυμὸς μέγιστος", ἀλλ' ὅτι ἀφυλάκτως ἔχει ὁ σῦς πρὸς τὸ παθεῖν διὰ τὸ ἄγαν θράσος. θρασὺ μὲν γὰρ καὶ ἡ πάρδαλις, ὁ λέων δὲ καὶ ἀνδρεῖον. ἄμφω δὲ φυλάξονταί ποτε παθεῖν μάλλον ἤπερ ὁ σῦς θυμῷ πολλῷ ῥέων. Ἔτι πάρδαλις μέν, φασί, καὶ λέων ἡμεροῦνται, σῦς δὲ ἄγριος ἀεὶ ἄγριος.

(v. 20) Ἔστι δὲ κατὰ τοὺς παλαιοὺς πόρδαλις μὲν ἄρρην παρὰ τὸ προάλλεσθαι, πλεονάσαντος τοῦ δ, ὡς ἐν πολλοῖς, πάρδαλις δὲ διὰ τοῦ α ἡ θήλεια παρὰ τὸ παράλλεσθαι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα.

(v. 24-29) Ἐφ' οἷς Ὅμηρος καὶ ἀνάμνησιν κεφαλαιώδη μεθοδεύων ποιεῖ τὸν Μενέλαον, εἴ πως ἐκφοβήσει τὸν Εὔφορβον μεμνημένον, ὅτι καὶ πρὸ τούτου τὸν ἀδελφὸν Ὑπερήνορα ὑψαυχενοῦντα κατ' αὐτοῦ, ἐταπείνωσε. φησὶ γὰρ "οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο ἧς ἥβης ἀπόνηθ', ὅτε μ' ὤνατο καί μ' ὑπέμεινε, καί μ' ἔφατ' ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν ἔμμεναι. οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. ὣς καὶ σὸν ἐγὼ λύσω μένος" καὶ ἑξῆς. ἀπὸ οἰκειακοῦ δὲ παραδείγματος ἐκφοβεῖ τὸν Εὔφορβον. διὸ μνήμην αὐτὸς ἀναλαβὼν τοῦ ἀδελφοῦ ἐρεῖ ὅσα ὑποβάλλει ὁ θυμός.

(v. 26) Ὅρα δὲ ὡς λυπεῖ τὸν Μενέλαον, εἴπερ ἐλέγχιστον αὐτὸν πολεμιστὴν φθάσας εἶπεν ὁ Πανθοΐδης Ὑπερήνωρ. ὃν ἀνελὼν ἐδίδαξεν ἔργοις αὐτοῖς οὐκ ἐλέγχιστος εἶναι. Ὅτι δὲ ὁ Μενέλαος οὐχ' ὑπόσκληρος ἦν τὰ εἰς ἦθος, δηλώσει καὶ Ἀπόλλων ἐν τοῖς ἑξῆς, μαλθακὸν αὐτὸν σκώψας αἰχμητήν.

(v. 19) Ἰστέον δὲ ὅτι τὸ "Ζεῦ πάτερ" βαρέως ἀναπεφώνηται. ἄχθεται γὰρ ὁ βασιλεύς, εἰ τὸ κατὰ τὸν Δία πεπρωμένον βιάζεται, οἷς αὐχεῖ ὁ Εὔφορβος εἰπὼν "μή σε βάλω" καὶ ἑξῆς. ἴσως γὰρ καὶ οἶδεν, ὡς οὐ τεθνήξεται κατὰ Τροίαν ἀπὸ χρησμοῦ τινος. ὥστε τὸ "Ζεῦ πάτερ" ταὐτὸν τῷ ὦ μοῖρα, καθ' ἧς ὑπεροπλίζεται Εὔφορβος. Καὶ ἑτέρως [6] δὲ "Ζεῦ πάτερ" κοινότερον, εἴπερ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε, ἀνὴρ δὲ καὶ ὁ Μενέλαος. ἢ καὶ ἄλλως κατὰ γένους οἰκείωσιν. ἐκ Διὸς γὰρ καὶ οὗτος καὶ διογενὴς καὶ διοτρεφὴς καὶ Διῒ φίλος ὡς βασιλεύς. διὸ καὶ προσφωνεῖ αὐτόν, πεποιθὼς ὅτι ἀχθομένῳ τούτῳ συμβαρυνθήσεται.

(v. 21 s.) Τὸ δὲ "ὀλοόφρονος, οὗ τε μέγιστος θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει" καὶ ἐπὶ ἀνθρώπου θυμώδους ῥηθήσεταί ποτε. Ὅρα δὲ καὶ ὡς ἐπὶ μὲν ἀνθρώπου μέγαν που θυμὸν εἶπεν, ἐνταῦθα δὲ μέγιστον θυμὸν ἐπὶ ἀγρίου συός. Τὸ δὲ "οὗ τε μέγιστος θυμός", ἤγουν οὕτινος κάπρου, τῇ προφορᾷ φαντάζον ἀποφατικὸν εἶναι ὑποκρίνεται παρηχητικῶς ὁμοιοῦσθαι τῷ "οὔτ' οὖν πορδάλιος οὔτε λέοντος οὔτε συός". καὶ οὐ μέλον τῷ ποιητῇ φαντασίας τοιαύτης, εἰ μόνον ὁ νοῦς τοῦ ῥητοῦ ὑγιῶς ἔχει. τέως μέντοι τὸ ἐνταῦθα εὐειδὲς τῆς συχνῆς ἀρνήσεως συγκροτεῖται καὶ διὰ τοῦ "οὐδὲ βίη Ὑπερήνορος". Περὶ δὲ τοῦ βλεμεαίνειν πολλαχοῦ κεῖται.

(v. 23) Ἐν δὲ τῷ "Πάνθου υἷες" καὶ ὁ προτεθνηκὼς Ὑπερήνωρ συνεισάγεται, καὶ ὁ Πολυδάμας δέ. οὐ δήπου γὰρ περὶ μόνου Εὐφόρβου ὁ λόγος. διὰ δὲ τοῦ "ἐϋμελίαι" σεμνύνει ἑαυτὸν ὁ Μενέλαος, εἰ κατὰ τοιούτων ἀνδραγαθεῖ.

(v. 24) Ἰστέον δὲ καὶ ὅτι τὸ Ὑπερήνωρ ταὐτόν ἐστι τῷ Ἀγήνωρ, ὃς καὶ αὐτὸς Τρωϊκὸς ἦν ἀνήρ, ὥσπερ καὶ ἐπιθετικῶς ταὐτὸν οἱ ἀγήνορες καὶ οἱ ὑπερηνορέοντες.

(v. 25) Ὅρα δὲ καὶ ὅτι ἐν στίχῳ ἑνὶ "ὤνητο" εἰπὼν καὶ "ὤνατο" οὐ μόνον παρισῶσαι καὶ παρηχῆσαι δοκεῖ, ἀλλὰ καὶ διαφορὰν τῶν τοιούτων δοῦναι λέξεων. ἀρέσκει γὰρ τοῖς παλαιοῖς διὰ τοῦ η μὲν γράφειν ἐπ' ὠφελείας ὤνητο καὶ ὀνήμενος, ὡς ἐν Ὀδυσσείᾳ, διὰ δὲ τοῦ α ἐπὶ μέμψεως. οἱ μέντοι μεθ' Ὅμηρον ὤνατο διὰ τοῦ α γράφουσι καὶ ἀπώνατο ἀντὶ τοῦ ὠφελήθη. θέμα δὲ καὶ τοῦ ὤνητο καὶ τοῦ ὤνατο τὸ ὄνημι ἄρρητον, ἐπί τε ὠφελείας ὄν, ἐπί τε μέμψεως. Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν "οὐκ ἀπόνητο ἥβης" τὸν πρὸ ὥρας θάνατον δηλοῖ, τὸ δὲ ὤνατο παράγει τὸν ὀνειδισμόν.

(v. 26) Διὸ ἑρμηνεύων τί ἐστιν "ὤνατο", ἐπάγει "καί μ' ἔφατο ἐλέγχιστον πολεμιστήν", ὅπερ ὀνείδειον ἔπος ἐστί.

(v. 25) Τὸ δὲ "καί με ὑπέμεινε" καιρία λέξις, δηλοῦσα θάρσος, ὅθεν καὶ τὸ [7] "ὑπομενετέον" ἐπίρρημα, καὶ "ἀνὴρ ὑπομενετικὸς τῶν δεινῶν". μετῆκται δὲ ἡ λέξις ἀπὸ κιόνων ἢ τοιούτων τινῶν σωμάτων, ἃ δεξάμενα βάρος ἄνω ὑπομένουσι. [Τὸ δὲ τοιοῦτον ὑπομεῖναι καὶ ὑποστῆναι λέγεται. τὸ γάρ, ὡς εἴρηται, ὑπομένον, ἤγουν ὑπό τι μένον καρτερικῶς, πάντως καὶ ὑφίσταται, τουτέστιν ἐγκρατῶς ὑπ' ἐκεῖνο ἵσταται, ὡς εἴγε μὴ στερρῶς ὑπ' αὐτὸ ἵσταται, ἀνυπόστατον ἐκεῖνο τὸ ἐπάνω λέγεται διὰ τὸ πολὺ τοῦ βάρους. Εἰ δέ ποτε ἀνυπόστατον λέγειν οἴδαμεν καὶ τὸ μὴ ἔχον ὑπόστασιν οἷον τὸ μὴ ὄν, ἡ ὁμωνυμία τὴν τοιαύτην σχίζαν διεῖλε. διόπερ ἔσκωπταί ποτε πάλαι χρόνου ὁ τὴν τῶν Ῥωμαίων βασιλείαν φάμενος ἀνυπόστατον, οἷα διχονοίας ὑποβαλλομένης, μήποτε ψογερῶς εἶπεν αὐτὴν ἀνυπόστατον ὡς τὸ μηδὲν οὖσαν, οὐ μὴν λόγῳ ἐπαίνου ὡς ἀνυπόφορον τοῖς ἐχθροῖς. Ἔστι δ' ἴσως εἰπεῖν ποτε ἀνυπόστατον καὶ τὸ μὴ ἔχον ἐπὶ στερροῦ ἑδρασθῆναι ἤτοι στῆναι, ὃ δὴ πάσχει ὁ ἐμπαγεὶς εἰς ἰλύν, ἐν ᾗ οὐκ ἔστιν ὑπόστασις.]

(v. 27 s.) Ἐν δὲ τῷ· οὐδέ ἕ φημι ποσὶν οἰκείοις ἐλθόντα εὐφρᾶναι τοὺς ἑαυτοῦ, σημείωσαι ὡς ἠθικῶς μὲν ἐρρέθη τὸ "φημί" καθ' ὁμοιότητα τοῦ δοκῶ καὶ οἶμαι καὶ τῶν τοιούτων. οὐ κεῖται δὲ ἐνδοιαστικῶς ἀλλ' ἀξιωματικῶς ὡς ἐτὶ ὁμολογουμένῳ πράγματι. ἔχει δέ τι καὶ μυκτῆρος, εἴπερ ὁ μὲν Ὑπερήνωρ ψευδῶς ἔφατο τὸ ὑπ' αὐτοῦ ῥηθέν, Μενέλαος δέ, ὃ νῦν λέγει, ἀληθῶς λέγει. Τὸ δὲ οὐ ποσὶν ἰδίοις κιόντα ἀστείως ἐρρέθη διὰ τὸ ὑπ' ἀλλοτρίοις τοῦτο ποιεῖν τοὺς νεκρούς. φησὶ γοῦν ὁ Γλαῦκος μετ' ὀλίγα ὡς, εἴπερ προτὶ ἄστυ μέγα ἔλθοι τεθνεὼς ὁ Πάτροκλος, γενήσεται τά. ἔλθοι δὲ ἂν πάντως εἰς Τροίαν ὁ Πάτροκλος οὐ πόδεσσιν οἷσιν, ἀλλὰ τοῖς τῶν φερόντων.

(v. 29) Ὅτι ἀπειλητικὸν τὸ "καὶ σὸν ἐγὼ λύσω μένος, εἴ κέ μευ ἄντα στῄης", ἀντὶ τοῦ εἴπερ ἀντισταίης μοι.

(v. 30-32) Ὁ δὲ ἐκφοβεῖν ἐθέλων τὸν ἀνθιστάμενον ἐρεῖ ἄν "ἀλλά σ' ἔγω γ' ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ἰέναι, μήδ' ἀντίος ἵστασ' ἐμεῖο, πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω". Τοῦτο δὲ παρὰ Μενελάου ῥηθὲν γνωμικόν ἐστι, συντόμως φρασθέν, ὡς καὶ πρὸ αὐτοῦ τὸ "οὐ [8] καλὸν ὑπέρβιον εὐχετάασθαι", ὡς ἂν καὶ αὐτὸ συνήθως εὐμνημόνευτον ᾖ τῷ εὐπεριγράπτῳ τῆς ἀπαγγελίας, ὁποῖα καὶ τὰ τῶν ἑπτὰ σοφῶν ἀπομνημονεύματα. Ὅτι δὲ οὐκ ἐπαινετέος ὁ μετὰ τὸ ῥεχθῆναί τι νοήσας δηλοῖ καὶ ὁ Ἐπιμηθεὺς καὶ ὁ τῆς παροιμίας ἁλιεύς. Ἰστέον δὲ ὡς, εἰ μέν τις εἴποι, ὅτι τὸ πρᾶγμα τὸ ῥεχθὲν ὁ νήπιος ἔγνω, ἀσολοίκως ἐρρέθη, εἰ δὲ καθάπερ τὸ ἐξὸν καὶ τὸ δόξαν καὶ τὸ δεῆσαν, οὕτω δὴ καὶ τὸ ῥεχθὲν ἀντὶ πλαγιασμοῦ νοηθείη, ἵνα ᾖ· ῥεχθέντος δέ τε νήπιος ἔγνω, κρείττων ἡ φράσις, σολοικοφανὴς οὖσα, καὶ Ἀττικωτέρα καὶ οἰκεία προσώπῳ ἀγωνιῶντι καὶ σχεδιάζοντι. ἐκ δὲ τοῦ "ῥεχθὲν δέ τε νήπιος ἔγνω" ἔοικε ληφθῆναι καὶ τὸ "ἔγνωκα δ' ἡ τάλαινα συμφορᾶς ὕπο".

(v. 31) Τὸ δὲ "ἐς πληθὺν ἰέναι" οὐκ ἀνόμοιόν ἐστι πρὸς τὸ "εἰς ἔθνος ἑτάρων χάζεσθαι". λέγει δὲ πληθὺν τὸν κοινὸν λαὸν πρὸς διαστολὴν τῶν ἀριστέων καὶ προμάχων. αὐτοὶ γὰρ λογάδες ὄντες ἐν ὀλίγῳ μετροῦνται, [οὐκ ὄντες "ἀριθμὸς ἄλλως" εἴποι ἂν ὁ Κωμικός, ἐν ἀριθμῷ μέντοι ὄντες.] Τὸ δὲ "μηδ' ἀντίος ἵστασ' ἐμεῖο" καινότερον ἐσχημάτισται ὡς ἀπὸ ἄλλης ἀρχῆς. ἦν γὰρ τὸ ὀρθόν· μηδ' ἀντίον ἵστασθαι ἐμοῦ. Ἰστέον δὲ ὅτι τὸ ἀντίον ἵστασθαι ἄντα στῆναι ἀνωτέρω ἔφη, ἀλλαχοῦ δὲ ἀντίον ἐλθεῖν, οἷς ἐναντίον ἐστὶ τὸ ἀναχρῆσαι.

(v. 34 s.) Ὅτι τὸ "νῦν μὲν δή, Μενέλαε, ἦ μάλα τίσεις γνωτὸν ἐμόν, ὃν ἔπεφνες", οὐ σαφῶς ἐφράσθη. ἐχρῆν γὰρ εἰπεῖν, οὐχ' ὅτι νῦν τίσεις τὸν ἀδελφόν, ἀλλὰ τὴν ὑπὲρ τοῦ ἀδελφοῦ μου ποινήν. αἴτιον δ' ὅτι ἀγωνιῶν ὁ Εὔφορβος οὐ κρατεῖ τῆς φράσεως. ἴσως δὲ καὶ ἀστείως εἶπεν, ὅτι σὺ αὐτὸς πεσὼν ἀποτίσεις μοι οὕτω τὸν ἀδελφόν.

(v. 35-37) Ὅτι περιπαθὲς καὶ οἶκτον ἔχον τὸ γνωτὸν ἐμὸν ἔπεφνες, "χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας".

(v. 38-40) Εὐφόρβου δὲ λόγοι ταῦτα, ὃς λέγει πρὸς [9] Μενέλαον καὶ ὅτι "ἦ κέ σφιν", ἤγουν ὄντως αὐτοῖς δειλοῖσι, "γόου κατάπαυμα γενοίμην, εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε' ἐνείκας ἐν χερσὶν αὐτοῖς βάλω", τουτέστι θήσω. πολλαχοῦ δὲ οὕτως ἡ λέξις αὕτη νοεῖται. Βαρβαρικὸν δὲ καὶ θρασὺ τὸ τοῦ Εὐφόρβου ἦθος οὕτω ῥᾳδίως θαρροῦντος παραμυθήσασθαι τοὺς αὐτοῦ ὡς αὐτὸς ἐξέθετο.

(v. 36) Ὅρα δὲ τὸ "χήρωσας γυναῖκα" ἐνταῦθα κυριολεκτηθέν, ἐξ οὗ καὶ χήρα ἡ τοιαύτη. ἐν γὰρ τῷ "χήρωσεν ἀγυιάς" μεταφορικῶς ἡ λέξις κεῖται [Ὅτι δὲ τοῦ χήρα κοινῶς καὶ χήρη Ἰωνικῶς προϋπέστιν ἀρσενικὸν ὁ χῆρος, ἀπὸ τῶν παλαιῶν ἔγνωσται.] Ὅρα δὲ καὶ ὅτι ἐν τῷ "ἐχήρωσας" λείπει κοινότερον τὸ ἀνδρός, σιγηθὲν διὰ τὸ πάνυ δῆλον. οὕτω δὲ καὶ ἐν τῷ "χήρωσεν ἀγυιάς" λείπει τὸ ἀνδρῶν ἢ πολιτῶν ἢ τοιοῦτόν τι. πολλαὶ δὲ καὶ ἄλλαι τοιαῦται ἐλλείψεις. Σοφοκλῆς οὖν ἐν τῷ "πρὸς τὸν ἔχονθ' ὁ φθόνος ἕρπει" παρῆκε τὸ ἀγαθὸν ὡς φανερόν. πάντως γὰρ ὁ ἔχων ἀγαθόν τι φθονεῖται. τοιοῦτον καὶ τὸ "μεταβολὴ πάντων ἡδύ". δῆλον γὰρ ὡς γλυκύ ἐστιν ἡ μεταβολὴ οὐχ' ἁπλῶς, ἀλλ' ἡ τῶν κακῶν. Τὸ δὲ "ἐν μυχῷ θαλάμοιο" νεόνυμφον γυναῖκα δηλοῖ, ἔτι δὲ καὶ σώφρονα ἥτις διὰ σωφροσύνην τοῦ θαλάμου ἐστὶν ἀπρόϊτος. Ἐν δὲ τῷ "θαλάμοιο νέοιο" δύναται τὸ "νέοιο" καὶ ὑπερβατῶς κεῖσθαι, ἵνα λέγῃ ὅτι ἐχήρωσας γυναῖκα νέου ἀνδρός. ἐκ δὲ τούτου καὶ οἱ χηρωσταί, ὡς προδεδήλωται. καὶ ἔχει ἐντελῶς οὕτω τὸ νόημα. ἄλλως γὰρ ἐλλιπῶς, ὡς ἐρρέθη, πέφρασται.

(v. 37) Τὸ δὲ ἀρητός ἐπίθετον μὲν ὂν ὀξύνεται κατὰ ἀναλογίαν, κύριον δὲ τυγχάνον προπαροξύνεται, ὡς δηλοῖ ἐν τοῖς ἑξῆς τὸ Χρόμιος καὶ Ἄρητος θεοειδής, ἐξ οὗ κατὰ παρωνυμίαν καὶ ἡ Ἀρήτη γίνεται. ἐκεῖθεν δὲ καὶ ὁ παρὰ τοῖς ὕστερον Ἄρατος [καὶ τὸ σύνθετον ὁ Δημάρατος καὶ [10] ὅσα κατ' αὐτό. πολλῶν δὲ ὄντων, ἅπερ διαφόρως τονοῦνται πρὸς διάφορον σημασίαν κατὰ τὸ ἀρητός καὶ Ἄρητος, μνηστέον ἐν αὐτοῖς καὶ τοῦ μαλακός ὀξυτόνου ἐπιθετικοῦ καὶ τοῦ Μάλακος προπαροξυτόνου κυρίου. ἱστορικὸς δὲ ἦν ἐκεῖνος, ὡς ἱστορεῖ ὁ Δειπνοσοφιστής.] Ὅτι δὲ τὸ ἀρητὸν πένθος "ἄρρητον" τινὲς γράφουσι, δῆλον, καὶ ὡς οὐκ εὐαρεστοῦνται οἱ παλαιοὶ τῇ γραφῇ. πάντως δὲ παῖς μὲν ἀρητὸς ὁ εὐκταῖος, γόος δὲ ἀρητὸς ὁ ἀπευκταῖος καί, ὡς εἰπεῖν, ἐπάρατος. μέση γὰρ λέξις ἡ ἀρὰ καὶ τὸ ἀρᾶσθαι, ἀφ' ὧν τὰ τοιαῦτα γίνονται.

(v. 38 s.) Τοῦ δὲ "ἦ κέ σφιν δειλοῖσιν", ἤγουν δειλαίοις, καὶ τοῦ "εἴ κεν ἐγὼ κεφαλήν" καὶ ἑξῆς, ὁμοία ἡ γραφὴ πρὸς τὸ "ἔδδεισαν θεοὶ οὐδέ τ' ἔδησαν". τὸ μὲν γὰρ πρῶτον ἦ κε βεβαιωτικῶς κεῖται διὰ τοῦ η, τὸ δὲ δεύτερον διστακτικῶς ἀντὶ τοῦ ἐάν. ἔχουσι δέ τι καὶ κάλλους κείμενα ἐπαναφορικῶς ἐν καταρχαῖς στίχων.

(v. 40) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι Φρόντις κύριον κεῖται μὲν καὶ ἐν Ὀδυσσείᾳ, κεῖται δὲ καὶ ἐνταῦθα. ἔστι δ' ἐκεῖ μὲν ἀρσενικὸν ὄνομα κυβερνήτου, ἐνταῦθα δὲ θηλυκόν, γυνὴ Πάνθου, μήτηρ Εὐφόρβου. φησὶ γὰρ "Πάνθῳ ἐν χείρεσσι βάλω", ὡς ἐρρέθη "καὶ Φρόντιδι δίῃ". Βαρύνεται δὲ Φρόντις κανόνι τοιούτῳ. τὰ εἰς τις δισύλλαβα, μὴ ὄντα ἐπιθετικά, παραληγόμενα τῷ ο ἢ μόνῳ ἢ σὺν ἑτέρῳ ὀξύνεται· Προιτίς, κοιτίς, φροντίς. τὸ Φρόντις ὡς κύριον βαρύνεται πρὸς διαστολήν. τὸ πόρτις οὐ μάχεται. εὕρηται γὰρ καὶ χωρὶς τοῦ τ πόρις. [Ἰστέον δὲ καὶ ὡς, εἰ καὶ ἀηδές τι σέσηρε τὸ Φρόντιδι δίῃ διὰ τὰ συχνὰ ι, ὅμως οὐ κατὰ τὸ Ἴριδι δίῃ.]

(v. 41 s.) Ὅτι ὁ ἐγχειρῶν ἤδη πολέμῳ ἢ ὅλως ἔργῳ τινὶ [11] ἐναγωνίῳ καλῶς ἐρεῖ τὸ "οὐκέτι δηρὸν ἀπείρητος πόνος ἔσται οὐδέ τ' ἀδήριτος οὔτ' ἀλκῆς οὔτε φόβοιο". Ποιητικῶν δὲ λέξεων παρίσωσις τὸ ἀπείρητος καὶ ἀδήριτος. καθ' ὑπερβατὸν δὲ ἡ σύνταξις. λέγει γὰρ ὡς οὐκ ἀπείρατος ἔσται ἀλκῆς καὶ φόβου. περιττὴ δὲ Ἀττικῶς ἡ ἄρνησις ἐν τῷ "οὔτ' ἀλκῆς". ἤρκει γὰρ ἡ πρὸ αὐτῆς. ἐν δὲ τῷ ἀπείρητος καὶ ἀδήριτος λείπει ἀντωνυμία τὸ ἐμοὶ ἢ ὑπ' ἐμοῦ.

(v. 43 s.) Ὅτι φαίνεται καὶ τῷ Μενελάῳ ἡ ἀσπὶς χάλκεον ἔχειν ἐκπέταλον. ὁ γοῦν Εὔφορβος οὔτησε μὲν αὐτὸν "κατ' ἀσπίδα, οὐδ' ἔρρηξε χαλκόν", τὸν ἐπιπολάζοντα δηλαδὴ ἐν τῇ ἀσπίδι, "ἀνεγνάμφθη δέ οἱ αἰχμή". εἰ δὲ γράφεται "οὐδ' ἔρρηξε χαλκός" ‑ φέρεται γὰρ καὶ τοιαύτη γραφή ‑ , εἴη ἂν χαλκὸς ἡ τοῦ Εὐφόρβου αἰχμή. Ὅρα δὲ καὶ ὧδε τὸ "ἀνεγνάμφθη αἰχμή", ἀλλοῖον ὂν παρὰ τὸ ἀναγναμφθῆναι δεσμόν. ἐκεῖνο μὲν γὰρ ἀνάλυσιν δηλοῖ ἐν Ὀδυσσείᾳ, τοῦτο δὲ σιδήρου ἀπὸ ὀξύτητος ἀμβλύτητα κατ' ἀνάκαμψιν, ἤγουν στροφήν, εἰς τὸ ἔμπαλιν.

(v. 46) Ὅτι ἀνύει καλόν τι ἐνταῦθα ὁ Μενέλαος ἐπευξάμενος Διῒ πατρί. ἀνυσιμώτατον γὰρ πανταχοῦ παρ' Ὁμήρῳ ἡ δικαία εὐχή.

(v. 47) Ὅτι στομάχου θέμεθλα τὴν αὐτοῦ θέσιν λέγει, στόμαχον καὶ νῦν φράζων οὐ τὸ τῆς κοιλίας στόμα κατὰ τοὺς ὕστερον, ἀλλὰ τὸν λεγόμενον βρόχθον περὶ τὰ τοῦ λαιμοῦ ἔσχατα.

(v. 47-49) Φησὶν οὖν ὡς κατὰ στομάχοιο θέμεθλα ἔνυξεν ὁ Μενέλαος τὸν Εὔφορβον, "ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή". εἰ γοῦν μὴ ὁ βρόχθος ἀλλ', ὡς ἄν τις ἴσως οἰηθείη, τὸ στόμα τῆς κοιλίας ἐπλήγη ὁ Εὔφορβος, πῶς ἀντικρὺ δι' αὐχένος τὸ δόρυ φέρεται. τέμνει δὲ καὶ ἐν τῇ γ΄ ῥαψῳδίᾳ στομάχους ἀρνῶν ὁ βασιλεὺς νηλέϊ χαλκῷ.

(v. 48) Ὅρα δὲ τὸ "ἔρεισε βαρείῃ χειρὶ πιθήσας" ἀντὶ τοῦ ὦσε. καὶ οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. ὅθεν εἴληπται καὶ ἡ ἀντήρεις πληγή, καὶ ἀντερείδειν τὸ ἀντιβαίνειν καὶ ἔπος πρὸς [12] ἔπος ἐρείδειν, καὶ ὅσα τοιαῦτα. Τὸ δὲ "βαρείῃ χειρὶ πιθήσας" σύστοιχόν ἐστι τῷ "ἀλκὶ πεποιθώς" καὶ τοῖς ὁμοίοις.

(v. 51 s.) Περὶ δὲ τοῦ ἁπαλοῖο αὐχένος προδεδήλωται. Ὅτι οὐ μόνον εὖ γεγονότα τὸν Εὔφορβον ὁ ποιητὴς παραδοὺς ἀλλὰ καὶ ποδώκη καὶ ἀνδρεῖον, ὡς ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ ἐδηλώθη, ὃν καὶ κράτιστον Τρώων μετ' ὀλίγα φησίν, ἐνταῦθα καὶ κόμην αὐτῷ δίδωσι χαρίεσσαν καὶ οἰκτείρει χαμαὶ κείμενον. Λέγει γὰρ "αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι πλοχμοί θ', οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο".

(v. 53-60) Ἐφ' οἷς οἰκτιζόμενος εἰκάζει αὐτὸν εἰς ἔρνος ἐλαίας καλόν, εἰπὼν "οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης χώρῳ ἐν οἰοπόλῳ, ὅθ' ἅλις ἀναβέβρυχεν ὕδωρ, καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ' ἐπὶ γαίῃ", ἢ ἐπὶ γαίης, "τοῖον Εὔφορβον Μενέλαος ἐπεὶ κτάνε, τεύχεα ἐσύλα". Οὕτω καὶ ἐν Ὀδυσσείᾳ σεμνύνας ὁ Ὁμηρικὸς Ὀδυσσεὺς τὴν βασιλικὴν παῖδα παρατίθησι τῷ ἐπαίνῳ ἐκείνης καὶ ἀπὸ εὐφυοῦς δένδρου παραβολήν. [Ὅρα δὲ ὡς τὰς μὲν τρίχας τῆς τοῦ Ἀχιλλέως πήληκος αἵματι καὶ κονίαις μιανθείσας ἐσέμνυνεν, εἰπὼν ὅτι πάρος οὐ θέμις ἦν οὕτω γίνεσθαι, τὴν δὲ τοῦ Εὐφόρβου κόμην ἠρέμα ᾠκτίσατο οἷα Χαρίτεσσι μὲν ὁμοίαν, δευομένην δὲ αἵματι. εἰ δὲ τοιοῦτον ὄντα εὔκομον μὴ καρηκομόωντα ἔφη ὁ ποιητής, οὐκ ἂν θαυμάσῃ τις ἀναπολήσας εἰς νοῦν ὅτι τὸ καρηκομᾶν καὶ ἐπὶ ἀψύχων λέγεται. Μάτρων γοῦν ὁ παρῳδὸς λέγει που "μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις". εἰ δὲ σεμνὸν ἡ κατὰ φύσιν καλὴ κόμη, καλῶς ἄρα καὶ ἡ τοῦ Εὐφόρβου εὐλογεῖται, ἐπεὶ οὐδὲ τοῖς ἥρωσι ψόγον εἶχε τὸ καρηκομᾶν. οἱ δέ γε ὕστερον ἐντριβόμενοι καὶ προκόμια περίθετα λαμβάνοντες, ἀλλ' αὐτοὶ οὐκ ἔστιν εἰπεῖν εἰς ὅσον ἐψέγοντο, ἐπεὶ καὶ γυναικικά εἰσι τὰ τοιαῦτα οἷα πηνήκαις ἢ φενάκαις οἰκεῖα, κατὰ τὸν [13] Δειπνοσοφιστὴν εἰπεῖν.]

(v. 51) Ἰστέον δὲ ὅτι τὸ "Χαρίτεσσιν ὁμοῖαι" ἀντὶ τοῦ τοιαῦται οἵας ἂν ἔχοιεν αἱ Χάριτες. οὐ γὰρ ἔστι κόμας αὐταῖς ἐοικέναι ταῖς Χάρισι, ταῖς σωματικαῖς δηλαδὴ καὶ μυθικαῖς.

(v. 52) Πλοχμοὶ δὲ ἰδοὺ ἐπὶ ἀνδρῶν ὡς τῶν πλοκάμων ἐπὶ γυναιξὶ λεγομένων, ὅθεν καὶ ἐϋπλόκαμοι ἐκεῖναι. Δῆλον δὲ ὅτι πλοχμὸς μὲν ἐκ τοῦ πέπλεγμαι πρός τινα ὁμοιότητα τοῦ βέβρεγμαι βρεχμός, πλόκος δὲ ὁ παρὰ Λυκόφρονι ἐκ τοῦ πλέκω. ἐξ αὐτοῦ ὁ κοινῶς γραφόμενος πλόκαμος, καθὰ ἐκ τοῦ θάλλω θάλος καὶ θάλαμος, ὡς καὶ ἄρχω ἀρχός καὶ ὄρχαμος. Τὸ δὲ χρυσῷ καὶ ἀργύρῳ τρίχας σφηκοῦσθαι πλοῦτόν τε ὑπεμφαίνει τοῦ ἔχοντος καὶ τριχῶν δὲ πολλὴν οὐλότητα. Σφηκοῦσθαι δὲ χρυσῷ καὶ ἀργύρῳ τὸ σφίγγεσθαι οἷά τινι σφηκώματι τῷ ἀπὸ χρυσοῦ καὶ ἀργύρου λεπτοτάτῳ ἑλκύσματι. φασὶ δὲ οἱ ῥητορικώτερον ἐπιβάλλοντες, ὅτι λανθάνουσιν ἑαυτοὺς οἱ βάρβαροι τὸν ἐν πολέμῳ καλλωπισμὸν λάφυρα τοῖς πολεμίοις φέροντες. Λέγουσι δὲ καὶ ὅτι παραμυθεῖται τὸν φιλέλληνα ὁ ποιητὴς ἀκροατὴν διὰ τῶν τοιούτων κομῶν τοῦ καλοῦ Εὐφόρβου, εἴ που δυσχεραίνει ἐφ' οἷς αἱ τῆς περικεφαλαίας τοῦ Ἀχιλλέως πρὸ μικροῦ ἐμιάνθησαν ἔθειραι αἵματι καὶ κονίῃσιν. ἐρρέθη δέ τις πρὸ τούτων καὶ ἕτερος χρυσοφορῶν. ἄλλως μέντοι ἐκεῖνος ἠΰτε κούρη. Ἐκ τῆς τῶν σφηκῶν δὲ κατὰ τὸ μέσον ἐντομῆς εἴληπται τὸ σφηκοῦσθαι. τοῖς γὰρ λεπτῇ μηρίνθῳ σφιγγομένοις ἕπεταί τις καὶ αὐτοῖς διασφὰξ κοίλη, ἡ καὶ ἐτυμολογοῦσα τοὺς σφῆκας.

(v. 53) Τὸ δὲ "τρέφει ἀνήρ" ἐξαίρετόν τι ἔρνος δηλοῖ, ὃ μόνον ἀπολαβών τις ἐπιμελεῖται αὐτοῦ. Τὸ δὲ ἐριθηλές οὐ μακράν ἐστι τοῦ τηλεθάον, εἴγε καὶ αὐτὸ ἀπὸ τοῦ θάλλειν γίνεται ὡς οἷα θαλέθον.

(v. 54) Ἐκ τούτου γὰρ τὸ τηλεθάειν εἰς ὃ συντελεῖ καὶ τὸ τοῦ χώρου οἰοπόλον, εἴ τις ἔρημον αὐτὸν ἑρμηνεύσει. φασὶ γὰρ τὰ ἐν ἐρημίᾳ καὶ μονάζοντα φυτὰ μάλιστα θάλλειν, τὰ δὲ μὴ τοιαῦτα ἧττον εὔτροφα εἶναι, οἷα τὴν ἀλλήλων εὐφυΐαν τῇ ἐγγύτητι ἀφαιρούμενα.

(v. 53) Ἐλαίης δὲ ἔρνος παραλαμβάνει, ἁπλῶς οὕτως ἀρέσαν αὐτῷ πόθῳ τοῦ καλοῦ τοῦδε φυτοῦ, ἴσως δὲ καὶ διὰ τὴν [14] Ἀθηνᾶν, ᾗ ἀνάκειται τὸ τοιοῦτον διὰ τὸν ἐξ αὐτοῦ γλαυκῶπα καρπόν. Ἰστέον δὲ ὅτι οἰοπόλα ὄρη οὐ μόνον τὰ ἔρημα, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὅπου δηλαδὴ παρατυχών τις οἶος, τουτέστι μόνος, πολεῖ, ὅ ἐστιν ἀναστρέφεται. ἢ καὶ ἄλλως, τὰ μεμονωμένα τοῦ πολοῦντος διὰ τὸ ἐρημάζειν, ἀλλὰ καὶ τὰ εὔθετα εἰς νομὰς καὶ ἀγαθὰ ὄϊς, ἤγουν θρέμματα, πολεῖν ἐν τοῖς ἐκεῖ.

(v. 54) Τὸ δὲ "ἀναβέβρυχεν", ὅπερ ὀνοματοποιηθὲν τὸ ἀναπηγάζειν δηλοῖ, γράφεται καὶ ἀναβέβροχεν, ὅ ἐστι πίνεται, ὅθεν καὶ τὸ καταβρόξειεν, οἷον "ὃς τὸ καταβρόξειε". Δῆλον δὲ ὅτι τοῦ ἀναβεβρυχέναι λειότερον τὸ ἀναβλύζειν ἐστίν. αὐτὸ δὲ καὶ ἀναβλυσθονεῖν λέγεται, ὡς ἐν ῥητορικῷ εἴρηται Λεξικῷ.

(v. 55) Τὸ δὲ "πνοιαὶ δονέουσιν ἀνέμων" τὸ εὔχρηστον δηλοῖ τῆς τῶν ἀνέμων πνοῆς, ὑφ' ὧν τὸ φυτὸν εὔτονον καὶ φυλακτικὸν τοῦ καρποῦ γίνεται.

(v. 57 s.) Εἰ δ' ἄνεμος ἐνταῦθα βόθρου αὐτὸ ἐκστρέφει, ἀλλ' οὐχ' ἁπλῶς ἄνεμος οὗτος, ἀλλὰ ἐλθὼν σὺν λαίλαπι πολλῇ, οὓς καὶ ἐξαπίνης οἴδαμεν πνέοντας κατὰ τοὺς ἐκνεφίας καὶ τυφωνικοὺς καὶ ὅλως ἀελλώδεις, καὶ οὐ τρέφοντας ἀλλὰ ἐξολλύντας. ἄλλως γὰρ ἀνεμοτραφῆ ἀκούομεν φυτὰ κούφοις αὐξόμενα πνεύμασι. ταῦτα δὲ οἱ ἰδιῶται τεχνῖται ἀνεμόδαρτα λέγουσιν, ἃ δηλαδὴ πνοιαὶ δονέουσι παντοίων ἀνέμων.

(v. 56) Ἔνθα τὸ "παντοίων" ἐν ὑψηλῷ ἢ ἀγχωμάλῳ τόπῳ ἑστάναι δηλοῖ τὸ ἔρνος. ἄλλως γὰρ οὐκ ἂν αὐτῷ παντοῖοι προσβάλοιεν ἄνεμοι. Τὸ δὲ βρύειν κυρι[15]ολεκτεῖσθαι λέγεται ἐπὶ τοῦ τὴν ἐλαίαν ἀνθεῖν. ἐκ δὲ τοῦ τοιούτου ῥήματος ἔοικε λέγεσθαι καὶ ἔμβρυον τὸ ἔνδον γαστρὸς βρύον, ἤτοι ἀνθοῦν. [Ὅτι δὲ βρύειν παρὰ τοῖς ὕστερον καὶ ἐπὶ ὑδάτων λέγεται πηγιμαίων, καθὰ καὶ τὸ βλύζειν, ἐξ οὗ καὶ τὸ "οἴνου ἀποβλύζων", δηλοῖ καὶ ἡ βρύσις, ἧς πρωτότυπον τὸ βρύω, ἀφ' οὗ καὶ τὸ "ἀναβέβρυχεν", ὃ καὶ ἀναπιδύειν λέγεται κοινότερον, ἄλλως δέ γε κωμικῶς τονθολυγεῖν καὶ κοχυδεῖν, ὡς αἱ παρὰ τῷ Ἀθηναίῳ χρήσεις δηλοῦσιν, οἷον "ποταμοὶ ἀθάρης καὶ μέλανος ζωμοῦ πλέοι διὰ τῶν στενωπῶν τονθολυγοῦντες ἔρρεον", ἤγουν ποιὸν ἦχον ἀποτελοῦντες, ὅθεν ἴσως καὶ τὸ τονθορύζειν, καὶ πάλιν "αὐτόματοι διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς ἐπιπάστοις ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες ἐπιβλύξ". Τούτων δὲ τὰ μὲν ἐπίπαστα καὶ παρὰ τῷ Ἀριστοφάνει κεῖται. ὁ δὲ μέλας ζωμὸς τοῖς Λάκωσι ποθητὸς ἦν. αἱ δὲ Ἀχίλλεαι μάζαι προδεδήλωνται. ἀπὸ δὲ τοῦ κοχυδεῖν καὶ τὸ κοχύδεσκεν εὕρηται. Τὸ δὲ ἐπιβλύξ ἐκ τοῦ βλύζω βλύξω Δωρικοῦ παρῆκται. ταῖς δὲ Ἀχιλλείοις μάζαις καὶ αἱ κατὰ Αἴγιναν συναξιοῦνται λόγου, οἷον "μάζαι δ' ἐν ταῖσι παλαίστραις Αἰγιναῖαι κατεβέβληντο".]

(v. 56) Ἄνθος δὲ λευκὸν τὸν κυπρισμὸν τῆς ἐλαίας φησὶ κατὰ τοὺς παλαιούς, οἵ φασι καὶ κοτινοφόρους ὡς τὰ πολλὰ τοὺς ὑψηλοὺς εἶναι τόπους. ἀμέλει, φασί, καὶ ἐν ἀκροπόλει τῆς Ἀττικῆς πρῶτον ἐλαία ἐφάνη.

(v. 58) Τὸ δὲ "βόθρου ἐξέστρεψε" [16] παρατετηρημένως ἐρρέθη. μετέωροι γάρ εἰσι καὶ ἐπιπολῆς κείμεναι τῆς ἐλαίας αἱ ῥίζαι καὶ διὰ τοῦτο εὐκατάστροφοι διὸ καὶ γύρους ἐπισκάπτουσιν αὐταῖς. οὐκ ἂν δὲ εἴη καιριωτέραν λέξιν εὑρεῖν οὔτε τοῦ "βόθρου", περὶ ὃν ἕστηκεν ἡ ἐλαία διασχοῦσα ταῖς ῥίζαις τὴν γῆν, οὔτε τοῦ ἐξέστρεψεν, εἰ καὶ δοκεῖ καίριον ὁμοίως εἶναι καὶ τὸ ἀνέτρεψεν, ὥσπερ καὶ τὸ ἀνέστρεψεν.

(v. 59 s.) Ὅρα δὲ καὶ ὅτι δεξιῶς ἀπέδωκε τὴν κατὰ τὸν Εὔφορβον παραβολὴν ἀκολούθως τῇ ἀρχῇ. εἰπὼν γὰρ "οἷον δὲ τρέφει ἔρνος ἀνήρ", ἐπάγει "τοῖον Πάνθου υἱὸν Μενέλαος ἔκτανε". Σημείωσαι δὲ ὅτι οὐδένα Τρωϊκὸν ἄνδρα πεσόντα ᾠκτίσατο πλέον τοῦ Εὐφόρβου ὁ ποιητής, σεμνύνων καὶ οὕτω τὸν τοῦ Ἀχιλλέως ἑταῖρον ὡς ὑπὸ ἀξιολόγου ἀνδρὸς πεσόντα, καὶ ὅτι ἄριστα καὶ ἡ πρὸς τὸ τῆς ἐλαίας ἔρνος παραβολὴ ἐπ' αὐτῷ πεποίηται. ἔδει γὰρ τὸν καλὸν φυτῷ παραβαλεῖν ἀεὶ τὸ κάλλος φυλάσσοντι. διὸ καὶ ἡ Θέτις τοιαύτῃ χρήσεται παραβολῇ ἐπὶ τοῦ φιλτάτου παιδός. τοὺς μέντοι Λαπίθας ἀλλαχοῦ διὰ τὸ ἐν μάχῃ στάσιμον δρυσὶν εἴκασεν, αἳ ἄνεμον μένουσιν ἀεὶ καὶ ὑετόν. τῷ δὲ τοῦ Ἕκτορος μεγέθει πεσόντος πρὸ τούτου κεραυνωθείσης δρυὸς εἰκὼν ἥρμοσεν.

(v. 61-69) Ὅτι γλυκείᾳ παραβολῇ τῇ περὶ τοῦ καλοῦ Εὐφόρβου ἐπιπλέκει συναπτῶς ὁ ποιητὴς ἑτέραν φοβεράν, τὴν ἀπὸ λέοντος ἀπροσμάχου, κεραννὺς κἀνταῦθα δεξιῶς ταῖς προσηκούσαις ἰδέαις τὴν ποίησιν, ἔνθα τὸν Μενέλαον, ἐν οἷς τοῦ Εὐφόρβου περιγέγονε, λέοντι παραβάλλει, ὃς "ὀρεσίτροφος, ἀλκὶ πεποιθώς, βοσκομένης ἀγέλης βοῦν ἁρπάσει, ἥ τις ἀρίστη, τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει δῃῶν, ἀμφὶ δὲ τόν γε κύνες ἄνδρες τε νομῆες πολλὰ μάλα ἰΰζουσιν ἀπόπροθεν οὐδ' ἐθέλουσιν ἀντίον ἐλθέμεναι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ", τὸν λέοντα δηλαδή, ἢ "μάλα γὰρ χλωρὸν δέος αἱρεῖ", τοὺς νομέας δηλονότι, "ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα ἀντίον ἐλθεῖν Μενελάου". Καὶ ὅρα ὡς ἡ παραβολὴ αὕτη ὅλη ὅλῳ προσαρμόζει τῷ πράγματι καί, κατὰ τοὺς παλαιοὺς εἰπεῖν, πάντα πᾶσι παραβέβληται, τὸ πλῆθος τῶν Τρώων ἀγέλῃ βοῶν, ὁ ἄριστος Εὔφορβος τῇ ἀρίστῃ βοΐ, ὁ κτείνας Μενέλαος τῷ τὸν αὐχένα τῆς βοὸς κρατεροῖς ὀδοῦσι κατάξαντι λέοντι, ἡ ἀπραξία τῶν Τρωϊκῶν ἀριστέων κυσὶ καὶ βουκόλοις, οἳ θέλοντες ἀμῦναι οὐ δύνανται.

(v. 62) Ὅρα δὲ καὶ ὅτι καὶ νῦν τὸ ἁρπάζειν ἐπὶ λέοντος εἶπεν κυριολεκτούμενον ἐπ' αὐτοῦ, καθὰ καὶ ἐπὶ λύκου καὶ κυνὸς καὶ [17] τῶν τοιούτων. Ὅτι δὲ τὸ ἄριστον ἐν θρέμμασιν ὑπὸ τοιούτων θηρίων ἁρπάζεται, προεδηλώθη ἐν τῷ "ὑπ' ἐκ μήλων αἱρεύμενοι", καὶ ὅτι δὲ ἰδιότης λέοντός ἐστι καταγνύειν τὸν αὐχένα τῆς ἁρπαγείσης βοὸς πρὸς ἀσφάλειαν ἑαυτοῦ προδεδήλωται καὶ αὐτό.

(v. 64) Λαφύσσειν δὲ κυρίως καὶ αὐτὸ ἐπὶ λέοντος καὶ λύκου καὶ τῶν ὁμοίων.

(v. 66) Τὸ δὲ ἰΰζειν εἶδός ἐστι συριγμοῦ, ἐξ οὗ καὶ ὄνομα ὁ ἰϋγμός, ὡς τὸ "μολπῇ τ' ἰϋγμῷ τε". ἐξ αὐτοῦ δὲ καὶ ἴϋγξ ὄρνεον, ὡς ἀπὸ τοῦ σαλπίζω σάλπιγξ. Ὅτι τὸ μεῖζον ὁ ποιητὴς δοὺς τῷ Μενελάῳ, ἤγουν τὸν τοῦ Εὐφόρβου φόνον, ἀποστεροῖ αὐτὸν τοῦ ἐλάττονος. ἱστορεῖ γὰρ μὴ δυνηθῆναι αὐτὸν συλῆσαι τὰ τεύχεα ἐκείνου.

(v. 71 s.) ἐπεί, φησίν, ἀγάσατο Φοῖβος Ἀπόλλων, ὅ ἐστιν ἐφθόνησε, καὶ ἐπῶρσε τῷ Μενελάῳ τὸν Ἕκτορα. ἔστι δὲ ὁ τοῦ Ἀπόλλωνος ἐνταῦθα φθόνος κώλυμα ἐκ τοῦ μοιριδίου, εἰς ὃ μυριαχοῦ ὁ Ἀπόλλων ἐκλαμβάνεται.

(v. 73) Ὅτι οὐ μόνον ἐν Ὀδυσσείᾳ Μέντης Ἑλληνικός, ἀλλὰ καὶ ἐνταῦθα Μέντης ἡγήτωρ Κικόνων, τῶν καὶ ἐν Ὀδυσσείᾳ δηλουμένων, ἔθνους Θρᾳκικοῦ περί που Μαρώνειαν, ἐπικουροῦντος τοῖς Τρωσίν.

(v. 75-78) Ὅτι παροιμιῶδες τὸ "ἀκίχητα διώκων", λεχθὲν παρὰ Ἀπόλλωνος πρὸς Ἕκτορα, ὅτε τοὺς Ἀχιλλέως ἵππους ἐδίωκεν. οὓς καὶ ἐπαινῶν φησιν ὅτι ἀλεγεινοὶ αὐτοί, ὡς καὶ ἀλλαχοῦ προερρέθη, "ἀνδράσι γε θνητοῖσι δαμῆναι ἠδ' ὀχέεσθαι ἄλλῳ γ' ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ". Τὸ δὲ ὅλον τῆς φράσεως οὕτως "Ἕκτωρ, σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων ἵππους Αἰακίδαο. Οἳ δ' ἀλεγεινοί" καὶ ἑξῆς, ὡς προσεχῶς γέγραπται. Ἐντεῦθεν δὲ τόν τε Ἀχιλλέα ἱππότην ἄριστον καί, ὡς εἰπεῖν, ἱππόδαμον συλλογιστέον, καὶ τοὺς ἵππους δὲ αὐτοῦ ἀγερώχους ἐπινοητέον. οὕτω καὶ ὁ Βουκέφαλος ἵππος Ἀλεξάνδρῳ μόνῳ εἴκειν ἠγάπα.

(v. 75 s.) Τὸ δὲ πλῆρες τῆς ῥηθείσης παροιμιώδους συντάξεως τοιοῦτον· σὺ μὲν ὧδε θέεις, εἶτα ὡς ἄλλης ἀρχῆς, ἀκίχητα διώκων ἵππους, καὶ τὸ ἑξῆς. Ποσειδώνιος δέ, ὁ Ἀριστάρχου ἀναγνώστης, οὕτω λέγει· σὺ μὲν ὧδε θέεις ἀκίχητα, εἶτα· διώκων ἵππους [18] Αἰακίδαο, καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι τοῦτο. [(v. 77) Τὸ δὲ ὀχέεσθαι ἄλλοθι μὲν ἐνεργητικῶς νοεῖται, οὕτω γάρ φαμεν, ὡς θέλει τις ἐφ' ἵππου ὀχεῖσθαι. ἐνταῦθα δὲ ὀχέεσθαι λέγει τοὺς Ἀχιλλέως ἵππους παθητικῶς παντὶ τοῦ ὑπὸ ἡνιόχῳ, ἤγουν ἀναβάτῃ, γίνεσθαι.]

(v. 78) Τὸ δὲ "ἄλλῳ γ' ἢ Ἀχιλῆϊ" καινῶς ἐσχημάτισται καθ' ὁμοιότητα τοῦ "ἀνθρώπους, ὃς ἐπίορκον ὁμόσει". οὕτω γὰρ κἀνταῦθα ἐκ τοῦ "ἀνδράσι θνητοῖς" κατέβη εἰς ἑνικὸν τὸ "ἄλλῳ". ἄλλως δὲ ἦν τὸ τετριμμένον καὶ σύνηθες, ὥσπερ ἐκεῖ "ἀνθρώπων, ὃς ἐπιορκήσει", οὕτω κἀνταῦθα "ἀνδρῶν ἄλλῳ ἢ Ἀχιλῆϊ". Ὅρα δὲ κἀνταῦθα τὸν γε σύνδεσμον ἐν τῷ "ἄλλῳ γ' ἢ Ἀχιλῆϊ" οὐκ ἀναγκαίως ἐπεντεθέντα. οὐδὲ γὰρ ἡ χασμῳδία, ἣν ἰᾶται, σκληρὰ ἦν. ἡ δὲ ἀθανάτη ἀναλόγως εἴρηται τῷ ἡ εὐποιήτη, ἡ εὐξέστη, ἡ ἀσβέστη, καὶ τοῖς ὁμοίοις.

(v. 80) Ὅτι τὸ διαλελυμένως ἤδη συνταχθὲν μετὰ δοτικῆς "περὶ Πατρόκλῳ βαῖνε" συνάψας ἐνταῦθα συντάσσει ὁμοίως εἰπὼν "Πατρόκλῳ περιβάς". Ὅτι τὸν Εὔφορβον Τρώων ἄριστον λέγει. τὸν δ' αὐτὸν καὶ Δάρδανον φθάσας εἶπε. Τρῶες ἄρα καὶ οἱ Δάρδανοι, ὡς καὶ ὅτε λέγει Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι, μέσους τιθεὶς ἐκεῖ τοὺς ἐπικούρους, ὡς δῆθεν ἰσοτίμους τοῖς Ἰλιεῦσιν. [(v. 81) Ἐνταῦθα δὲ κεῖται καὶ ἀφελὴς ἐκ περισσοῦ ἔννοια σχεδιαστικὴ ἀναπληροῦσα στίχον. εἰπὼν γὰρ Ἀπόλλων Ἕκτορι ὅτι Μενέλαος ἔπεφνεν Εὔφορβον, ἐπάγει "παῦσε δὲ θούριδος ἀλκῆς", ὅπερ οὐδ' ὅλως ἐχρῆν λαληθῆναι. Προδηλότατον γάρ, ὡς ὁ φονευθεὶς πέπαυται τοῦ τε θοῦρος εἶναι καὶ τοῦ ἀλκὴν ἔχειν.]

(v. 82) Ὅτι θείας βοηθείας φραστικὸν τὸ "ἔβη θεὸς ἂν πόνον ἀνδρῶν".

(v. 83 s.) Ὅτι ἀμυντικοῦ ἀνδρὸς τὸ τὸν δεῖνα "αἰνὸν ἄχος πύκασε φρένας ἀμφιμελαίνας, πάπτηνεν δ' ἂρ ἔπειτα κατὰ στίχας", ὡς [19] ἀμυνούμενος δηλαδή. Τὸ δὲ "ἀμφιμελαίνας" τινὰ τῶν ἀντιγράφων οὐ μίαν σύνθετον οἴδασι λέξιν ἀλλὰ δύο, ἵνα λέγῃ· ἀμφὶ φρένας μελαίνας.

(v. 88) Ὅτι καὶ νῦν ὀξέα κεκληγέναι φησὶ τὸν Ἕκτορα, ἐξ ἀετοῦ ἤ τινος ἀετώδους τὸ κεκληγέναι λαβών. καὶ φλογὶ δὲ αὐτὸν εἰκάζει, εἰπὼν "ὀξέα κεκληγὼς φλογὶ ἴκελος Ἡφαίστοιο ἀσβέστῳ". καὶ εἶχε μὲν εἰπεῖν ταῦτα καὶ διὰ παραβολῶν πλατυτέρων, στενοῖ δὲ ὅμως τὸν λόγον συγκατεπειγόμενος τῷ καιρῷ. Τὴν δὲ ἄσβεστον φλόγα φθάσας ἀσβέστην ἔφη ἐν τῷ "κατ' ἀσβέστη ἐκέχυτο φλόξ". [Ἰστέον δὲ ὡς τὸ μὲν "φλογὶ ἴκελος" ἐξ ὀρθοῦ ἐστι παραβολή, τὸ δὲ "ὀξέα κεκληγώς" ἔμφασιν μόνον ἔχει παραβολῆς.]

(v. 90-101) Ὅτι λογισμοῖς Μενέλαος ἐνταῦθα ταλαντεύεται τοιούτοις νεμέσιν μὲν ὑφορώμενος καὶ αἰδούμενος, εἰ τὸν Πάτροκλον λίπῃ κείμενον δι' αὐτόν, εἰ δὲ ἀντιστῇ, δεδιὼς κίνδυνον. εἶτα κρίνει οὐ νεμεσητὸν εἶναι χωρῆσαι τῷ Ἕκτορι, ἵνα μὴ θεομαχῇ, ἐπεὶ ὁ Ἕκτωρ ἐκ θεοῦ πολεμεῖ. Καὶ ὅρα μεγαλοπρέπειαν ἤθους. οὐ γὰρ θνητῷ ὑποχωρεῖν λέγει ἀλλὰ θεῷ. Ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις τοιαύτη "ὤμοι ἐγών, εἰ μέν κε λίπω κατὰ τεύχεα καλὰ Πάτροκλον θ' ὃς κεῖται ἐμῆς ἕνεκ' ἐνθάδε τιμῆς, μή τίς μοι Δαναῶν νεμεσήσεται, ὅς κεν ἴδηται. εἰ δέ κεν [20] Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι αἰδεσθείς, μή πώς με περιστείωσιν ἕνα πολλοί· Τρῶας δ' ἐνθάδε πάντας ἄγει κορυθαιόλος Ἕκτωρ. ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός; ὁππότ' ἀνὴρ ἐθέλῃσι πρὸς δαίμονα φωτὶ μάχεσθαι, ὃν θεὸς τιμᾶ, τάχα οἱ μέγα πῆμα κυλίσθη. τῷ μ' οὔ τις Δαναῶν νεμεσήσεται ἰδὼν Ἕκτορι χωρήσαντα, ἐπεὶ ἐκ θεόφιν πολεμίζει". Καὶ ὅρα ἐν τοῖς ῥηθεῖσι μνήμην αἰδοῦς βλαβερᾶς. εἰ γὰρ αἰδεσθεὶς ὁ Μενέλαος πολεμήσει εἷς πρὸς περιστάντας πολλούς, ὅ ἐστι πρὸς πάντας Τρῶας, ὡς δηλοῖ τὸ "Τρῶας δ' ἐνθάδε πάντας ἄγει Ἕκτωρ", βλαβήσεται ἄν. καὶ τοίνυν οὔτε νεμεσητέον ἁπλῶς, ἀλλ' οὐδὲ ἐπιστρεπτέον τῶν νεμεσώντων αἰδουμένοις εἰκῇ, ἀλλ' ἑκάτερα, ὅτε δέον ἐστίν.

(v. 91) Ἰστέον δὲ ὅτι τὸ "ὤμοι ἐγώ" πολλαχοῦ προκατάρχει τοιούτων τε λόγων καὶ ἐννοιῶν δὲ γοερῶν, ὡς οἷα προοιμιακόν τι νόημα.

(v. 93 et 95) Ὅρα δὲ καὶ σχῆμα συνήθως ἐλλειπτικὸν ἐν τῷ "μή τίς μοι νεμεσήσεται, καὶ "μή πώς με περιστείωσι". λείπει γὰρ συνήθως ἐν τούτοις τὸ δέδοικα ἢ τοιοῦτόν τι ῥῆμα, ἵνα λέγῃ, ὅτι δέδοικα μὴ νεμεσηθῶ, καὶ δέδοικα μὴ κινδυνεύσω. οἰκεῖον δὲ τὸ σχῆμα καὶ νῦν ἀνδρὶ ἐναγωνίῳ καὶ μὴ ἔχοντι φράζειν ἐντελῶς διὰ ἔπειξιν.

(v. 94) Τὸ δὲ "Ἕκτορι καὶ Τρωσί" μεγαλοφροσύνην ἔχει, ὡς τοῦ Μενελάου μὴ δεδιότος μόνον τὸν Ἕκτορα, πάντας δέ, ὡς δεδήλωται.

(v. 95) Τοῦ δὲ "περιστείωσιν" ὅ ἐστι πέριξ κυκλώσουσι, πρῶτον ἀπαθὲς τὸ στέωμεν, οὗ χρῆσις ἐν τοῖς πρὸ τούτων. [Ὅλον δὲ τὸ "περιστείωσιν ἕνα πολλοί" δύναται καὶ παροιμιῶδες εἶναι. Τὸ δὲ πολλοί δοκεῖ μὲν ἀντὶ τοῦ πάντες κεῖσθαι, ὡς καὶ προείρηται, μάλιστα δὲ ἀσφαλῶς ἔχει κατὰ φύσιν ἀορίστως νοούμενον. εἰ γὰρ καὶ [21] πάντες ἑνί τινι ἐπέλθωσιν ἀλλ' οὐκ ἤδη καὶ πάντες αὐτὸν περιστήσονται τὸν ἕνα, τὸν ὀλίγον, πολλοὶ δέ τινες, ὡς εἰκός.]

(v. 98) Τὸ δὲ "πρὸς δαίμονα φωτὶ μάχεσθαι" ταὐτὸν μέν ἐστι τῷ διὰ μέσου φωτὸς θεοφιλοῦς δαιμονομαχεῖν, στρυφνῶς δὲ καὶ συνεστραμμένως πέφρασται διὰ συντομίαν. βούλεται δὲ λέγειν, ὅτι ὁ μαχόμενος ἀνδρί, ὃν δαίμων τιμᾷ, εἰ καὶ δοκεῖ ἁπλῶς ἀνθρώπῳ μάχεσθαι, ἀλλ' ἀληθῶς διὰ μέσου τοῦ τοιούτου δαίμονι μάχεται. τοῦτο δὲ ἀλλαγέντος τοῦ δαίμονος εἰς ἀγαθὸν ὄνομα καλὸν ἔσται γνωμικόν, ἵνα εἴπῃ ὅτι ἐπιβλαβές ἐστιν, ὅτε τις ἐθέλει πρὸς θεὸν φωτὶ μάχεσθαι, ὃν ἐκεῖνος τιμᾷ. δι' οὗ δηλοῦται, ὡς οὐ χρὴ θεοφιλεῖ ἀνδρὶ ἀνθίστασθαι. εἰ γὰρ θεῷ φίλος ὁ πολεμούμενος, κοινὰ δὲ τὰ τῶν φίλων, κοινὸς ἄρα καὶ ὁ πόλεμος τῷ τε θεῷ καὶ τῷ θεοφιλεῖ, ὃν ἐνέφηνεν Ὅμηρος ἐν τῷ "ἐπεὶ ἐκ θεόφιν πολεμίζει", ὃ ταὐτὸν τῷ "ἐπεὶ θεοφιλής ἐστι".

(v. 99) Τὸ δὲ "πῆμα ἐκυλίσθη" καὶ νῦν ἀντὶ τοῦ ἄνωθεν ἐκ θεοῦ ἐπῆλθε.

(v. 101) Τὸ δὲ "Ἕκτορι χωρήσαντα" ἀντὶ τοῦ ἀναχωρήσαντα, ὑποχωρήσαντα, ἐκχωρήσαντα, ὃ καὶ εἴκειν λέγεται.

(v. 102-104) Ὅτι πάνυ ὁ ποιητὴς ἐξαίρει τὸν Αἴαντα, οὐ μόνον ὅτε λέγει ὡς περὶ μὲν εἶδος, περὶ δ' ἔργα ἐτέτυκτο πάντων Ἀχαιῶν μετ' Ἀχιλλέα, ἀλλὰ καὶ μάλιστα νῦν, ὅτε ὁ Μενέλαος λέγει, ὡς "εἴ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, ἄμφω ἂν ἰόντες ἐπιμνησαίμεθα χάρμης καὶ πρὸς δαίμονά περ", ἤγουν, Αἴαντος συμμαχοῦντος οὐ μόνον ἐμμέσως, ὡς ἀνωτέρω ἐρρέθη, μαχοίμεθα ἂν πρὸς δαίμονα, ὅ ἐστι διὰ μέσου θεοφιλοῦς ἀνδρός, ἀλλὰ καὶ ἀμέσως πρὸς αὐτὸν δαίμονα. ὃ καὶ Διομήδης πλάττεται ποιῶν ἐν τῇ ε΄ ῥαψῳδίᾳ, οὐ μόνον διὰ μέσου τοῦ Αἰνείου πολεμήσας τῇ μητρὶ Ἀφροδίτῃ, ἀλλὰ καὶ αὐτῇ ἐκείνῃ ἀντικαταστὰς καὶ τρώσας. Τὸ δὲ Ὁμηρικὸν τοῦτο θεοσεβής τις ἀνὴρ μετακεντρίσας ὡς εἰ καὶ θάλος εὐγενὲς εἰς θεῖον λειμῶνα, εἴποι ἄν ποτε περὶ ἐναρέτου ἀνδρός, ὡς εἴ που πυθοίμην τοῦ δεῖνος, ἄμφω ἂν ἐλθόντες ἐπιμνησαίμεθα χάρμης καὶ πρὸς δαίμονά περ, ἤγουν οὐ πρὸς μόνον ἄνδρα δαιμονοφιλῆ, ἀλλὰ καὶ πρὸς αὐτὸν δαίμονα τὸν κάκιστον δηλαδή. [22] [Ἡ δὲ προκειμένη ἔννοια χρησιμεύει καὶ εἰς τὸ "σύν τε δύ' ἐρχομένω", καὶ ἁπλῶς εἰς τὸ περὶ συζυγίας φιλικῆς.]

(v. 105) Ἐν δὲ τοῖς ἑξῆς παροιμιῶδες τὸ "κακῶν δέ κε φέρτερον εἴη", ἀντὶ τοῦ ὡς ἐν κακοῖς κάλλιον. ἐντεῦθεν Σοφοκλῆς παραξέσας ποιεῖ τὸν Οἰδίποδα λέγοντα περὶ αὑτοῦ, ὅτι κάλλος κακῶν ὕπουλον ἐξετράφη, ἀντὶ τοῦ ἐν κακοῖς μέγα καὶ περιφανές. εἴη δ' ἂν ὅμοιόν τι καὶ τὸ "καλόν γ' ὄνειδος σπαργάνων ἀνειλόμην". ἕτερος δέ τις τὸ φέρτερον κακῶν ἄλλως ἔφρασε, τοῦ κακοῦ τὸ μεῖον εἰπών, ἐξ Ὁμήρου καὶ αὐτὸς κερδάνας τὸ νόημα. φέρτατον δὲ κακῶν Ὅμηρος ἐνταῦθα ἔφη τὸ νεκρὸν γοῦν κομίσαι τῷ Ἀχιλλεῖ τὸν Πάτροκλον.

(v. 102) Ἰστέον δὲ ὅτι ἐλλόγου διαστολῆς χρεία ἐν τῷ "Αἴαντός γε", ἵνα μὴ νοοῖτο "Αἴαντός γε βοὴν πυθοίμην", ἀλλὰ "Αἴαντος πυθοίμην βοὴν ἀγαθοῦ". καὶ συντάσσεται καὶ νῦν τὸ "πυθοίμην" μετὰ γενικῆς. Ὅτι αἰδούμενος οἷον ὁ ποιητὴς ἐπὶ Μενελάῳ φεύγοντι διὰ τὸ Τρώων στίχας ἐπελθεῖν ἄρχοντος Ἕκτορος λέοντι αὐτὸν εἰκάζει οὕτω πάσχοντι, ὡς ἂν ὧδε γοῦν σεμνύνῃ τὸν ἥρωα,

(v. 108-112) Καί φησιν "αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο", ἤγουν ὡς μετ' ὀλίγα φησίν, ἀπὸ Πατρόκλοιο κίε, "λεῖπε δὲ νεκρόν, ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος", ὁ πολλαχοῦ κείμενος, "ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται", ἤγουν διώκωσιν, "ἔγχεσι καὶ φωνῇ· τοῦ δ' ἐν φρεσὶν ἄλκιμον ἦτορ παχνοῦται, ἀέκων δέ τ' ἔβη ἀπὸ μεσσαύλοιο", τουτέστι σταθμοῦ. ἀγροτικαὶ δὲ ἄμφω ταῦτα κατοικίαι. Ἰστέον δὲ ὅτι ἰδιότης λέοντος καὶ τὸ διωκόμενον μὴ φεύγειν προτροπάδην, ἀλλ' ἐντροπαλίζεσθαι, ὅ ἐστι συχνὰ μεταστρέφεσθαι ἐν τῷ, ὡς ἀλλαχοῦ φησιν, "ὀλίγον γόνυ γουνὸς ἀμείβειν", ὃ μεταλαβών τις ἐπὶ σκέλος χωρεῖν λέγει, οὐ φράσας κάλλιον τοῦ [23] ποιητοῦ, ὃς τὸ γόνυ γουνὸς ὀλίγον ἀμείβειν πρὸς τὸ "μακρὰ βιβάσθων" ἀντιδιέστειλε.

(v. 110) Τὸ δὲ δίω ῥῆμα, ἐξ οὗ τὸ "δίωνται", οὕτω μὲν λεγόμενον σκορακίζεται τοῖς λογογράφοις, συντεθὲν δὲ μετὰ τοῦ ὦκα εὐχρηστεῖται. ἀπ' αὐτοῦ γὰρ τὸ διώκειν.

(v. 111) Τὸ δὲ "ἐν φρεσὶν ἄλκιμον ἦτορ", δηλοῖ ἀλκὶ μὲν μηκέτι πεποιθέναι τὸν φεύγοντα λέοντα, φύσει δὲ ὅμως ἄλκιμον ἦτορ ἔχειν. Φρένες δὲ ἰδοὺ καὶ ἐπὶ λέοντος ὡς ὄνομα σπλάγχνου. ἴσως δὲ οὐκ ἂν καὶ πραπίδας ῥηθείη ἂν ἔχειν ὁ λέων, εἰ μὴ πάντῃ ταὐτὸν φρένες καὶ πραπίδες.

(v. 112) Τὸ δὲ "παχνοῦται ἦτορ" κεῖται μὲν καὶ παρ' Ἡσιόδῳ ἐν τῷ "ἐπάχνωσε φίλον ἦτορ", δηλοῖ δὲ τὸ πυκνοῦται καὶ οἷον πήγνυται τῇ λύπῃ. ἐπεὶ καὶ ἡ πάχνη δρόσος ἐστὶ πεπυκνωμένη καὶ πεπηγμένη. ἢ καὶ ἄλλως, παχνοῦται ἀντὶ τοῦ ψύχεται. εἰώθασι δὲ οἱ παλαιοὶ ψυχρὰ λέγειν τὰ ἀηδῆ, ὥσπερ αὖ πάλιν ἐκ τοῦ ἐναντίου θερμὰ τὰ προσηνῆ. διὸ καὶ θαλπωρὴ ἡ ἐλπίς. Τὸ δὲ "ἀέκων" παροξύνεται παραδόξως. οὐδεμία γὰρ μετοχὴ ἐν συνθέσει ἀναβιβάζει τὸν τόνον ὅτι μὴ μόνη ἡ ἀέκων. τὸ Εὐέλθων οὐκ ἀντίκειται πρὸς τὸν τοιοῦτον λόγον, οὐ γὰρ ἁπλῶς μετοχή, ἀλλὰ κύριον παρὰ Ἡροδότῳ μετοχικόν ἐστιν ὄνομα.

(v. 117) Ὅτι στρατηγικὸν τὸ "θαρσύνοντα ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι". εἴρηται δὲ περὶ Αἴαντος.

(v. 118) Ἐνταῦθα δὲ καὶ τὸ θεσπέσιον ἐτυμολογῶν φησι "θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος", οἱονεὶ λέγων ὅτι ὁ φόβος ἐκ Φοίβου ὡς ἐκ θεοῦ συνέπεσεν ἢ ἐνέπεσεν, οὐ μὴν ἀπὸ δειλανδρίας. ἔχει δέ τι νῦν παρηχήσεως τὸ φόβος καὶ Φοῖβος.

(v. 120) Ὅτι ὀτρυντικὸν εἰς κίνδυνον τὸ "δεῦρο, πέπον", περὶ τοῦ δεῖνος σπεύσομεν, ἵνα δηλαδὴ μὴ ἀσπουδεὶ ποιήσαιεν οἱ ἐχθροὶ ὃ βούλονται. Μενέλαος δὲ εἶπε τὸ "δεῦρο, πέπον", καὶ ἑξῆς, προκαλούμενος τὸν Αἴαντα ὑπερμαχῆσαι κειμένου [24] τοῦ Πατρόκλου. Δῆλον δὲ ὡς οὐκ ἂν εἴη ψεκτικὴ λέξις ἐνταῦθα ὁ πέπων, εἰ καὶ ἐν ἄλλοις ψόγον ἐμφαίνει, ὡς καὶ ἐν τῷ "ὦ πέπονες, κάκ' ἐλέγχεα". Ἔνθα ἐνθυμητέον καὶ τὸ τοῦ Ἡρακλείδου, εἰπόντος ἐν τοῖς περὶ τοῦ πιφαύσκω, ὅτι καὶ τὸ παρ' Ὁμήρῳ "ὦ πέπονες" κατὰ ἀναδιπλασιασμὸν πεποίηται ὡς ἀπὸ τοῦ φόνου, μεταπεσόντος τοῦ φ εἰς τὸ π. οἱ γὰρ Δωριεῖς, φησί, τοὺς ἐπονειδίστους φόνους λέγουσιν, οἱονεὶ ἄξια φόνου δεδρακότας, καὶ μετὰ προθέσεως δὲ καταφόνας φασί. καὶ οὕτω μὲν Ἡρακλείδης. Ἔστι δ' ἐκ τούτου ἀκριβώσασθαι καὶ τὸ "κατηφόνας", τί δηλοῖ, ὅπερ ἐν τοῖς μετὰ ταῦτά που λέγει ὁ ποιητής.

(v. 122) Ὅτι ἐθέλει σπεῦσαι Μενέλαος κἂν γοῦν γυμνὸν προφέρειν τῷ Ἀχιλλεῖ τὸν φίλον Πάτροκλον, οὐχ' ἁπλῶς δὲ πάντως γυμνὸν ἀλλὰ τῶν ὅπλων. διὸ καὶ ἐπάγει τὸ "ἀτὰρ τά γε τεύχεα ἔχει Ἕκτωρ", ἀσπουδεὶ πάντως, ταὐτὸν δ' εἰπεῖν ἀπονητὶ, αὐτὰ λαβὼν διὰ τὸ εὔπλαστον. εἰ γὰρ γυμνὸν ἁρπάσαι ἢ κολοβῶσαι τὸν Πάτροκλον οὐκ ἐξεγένετο τοῖς Τρωσί, πῶς ἂν πιθανῶς ἐπλάσθη πρὸς βίαν σκυλευόμενος. Διόπερ ἀναιμωτὶ φθάσας αἴρει Ἕκτωρ τὰ τεύχεα, ἀποδύσαντος αὐτὰ τοῦ Φοίβου, ὡς προδεδήλωται, οἷς καὶ ἐμπρέψει μέν, ἐπ' ὀλίγον δέ. Σημείωσαι δὲ ὅτι, καθὰ καὶ ἑτέρωθι δηλοῦται, δίδωσιν ὁ ποιητὴς κατὰ τοὺς παλαιοὺς τὰ τοῦ Ἀχιλλέως ὅπλα τῷ Ἕκτορι, ἵνα εἰς ἶσον αὐτὸν ἀγάγῃ τῷ Ἀχιλλεῖ, Ἡφαιστοτεύκτοις ὅπλοις ἀμφοτέρους κοσμήσας, μὴ καὶ δόξῃ ὁ Ἕκτωρ διὰ τὸ ἀχρεῖον τῶν αὐτοῦ ὅπλων πεσεῖν ὑπὸ τῷ Ἀχιλλεῖ. Προοικονομεῖ δὲ καὶ ὁπλοποιΐαν Ὅμηρος ἐν τούτοις καὶ τὴν ἐν αὐτῇ ἀλληγορουμένην κοσμογένειαν καὶ τὴν αὐτόθι ποικιλίαν. στερηθεὶς γὰρ ὧν εἶχεν ὅπλων Ἀχιλλεύς, ἤγουν τῶν ἐξ Ἡφαίστου, πορίσεται ἕτερα διὰ τῆς μητρὸς Θέτιδος. καὶ τὸ τοιοῦτον ἐπεισόδιον πολλὰ τῇ ποιήσει παρεμβαλεῖ ἀκοῆς ἄξια.

(v. 126) Ὅτι ἐν μὲν τοῖς ἑξῆς Ἕκτωρ δεθεὶς τῶν ποδῶν ἕλκεται νεκρὸς κατόπιν τοῦ ἅρματος ὑπ' Ἀχιλλέως. ἔνθα καὶ μέμφονται πολλοὶ τὸν ἥρωα τῆς ὠμότητος. καὶ οἱ τῶν Ὁμηρικῶν ἀποριῶν Λυτικοὶ λαλοῦσιν εἰς τοῦτο πολλά, [25] Ὅμηρος δὲ φθάνει λύων καὶ ἐνταῦθα τὸ ἄπορον οἷς ποιεῖ τὸν Ἕκτορα ἐθέλοντα τὴν κεφαλὴν τοῦ Πατρόκλου ἐκτεμεῖν. "ἕλκε γάρ", φησίν, "ἵν' ἀπ' ὤμοιϊν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ". καὶ οὐκ αὐτὸ μόνον. τοῦτο γάρ τις καὶ Ἕλλην πρὸ τούτου πεποίηκεν εἰς ἄνδρα Τρωϊκόν, ὅπου καὶ τῇ κεφαλῇ ἐκεῖνος ἐμπείρας τὸ δόρυ ἐξανέτεινεν εἰς σχῆμα κωδείας. οὔκουν μόνον κεφαλῆς ἐκτομὴν ὁ Ἕκτωρ ἐθέλει, ἀλλὰ καὶ τὸν νεκρὸν μελετᾷ δοῦναι κυσί.

(v. 127) Φησὶ γὰρ "τὸν δὲ νέκυν Τρωῇσιν ἐρυσσάμενος κυσὶ δῴη". Καὶ οὕτω μὲν ὠμὸς ὢν Ἕκτωρ εἰκότως τοιοῦτον εὐρήσει καὶ τὸν Ἀχιλλέα. εἰ δὲ καὶ Ἱππόθοος μετ' ὀλίγα δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἕλκει τὸν ὑφ' Ἕκτορος πεσόντα Πάτροκλον, γένοιτ' ἂν καὶ τοῦτο μάλιστα αἴτιον ἑλκυσμοῦ τῷ τοῦ Ἕκτορος νεκρῷ. Ὅτι Αἴας ὁ μέγας ἐκώλυσέ τε τὸν Ἕκτορα αἰκίσασθαι τὸν τοῦ Πατρόκλου νεκρὸν καὶ ἀναχωρῆσαι πεποίηκεν.

(v. 128-130) Φησὶ γὰρ "Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον· Ἕκτωρ δ' ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ' ἑταίρων, ἐς δίφρον δ' ἀνόρουσε". Καὶ ὅρα τὸ γοργὸν τῆς παραβολῆς ἐν τῷ "ἠΰτε πύργον". ἣν συνεξωμοίωσεν ὁ ποιητὴς τῇ τοῦ ἥρωος ἐπείξει, ὃς προκληθεὶς ὑπὸ Μενελάου βοηθῆσαι τῷ τοῦ Πατρόκλου νεκρῷ οὐδέν τι ἀμειψάμενος εὐθὺς εἰς ἐπικουρίαν κατὰ σπουδὴν ἦλθεν. [Ἔχει δέ τι ἀστεῖον ἡ εἰρημένη πρὸς πύργον παραβολὴ τοῦ κατὰ τὸν Αἴαντα σάκεος, εἴπερ ἄλλως μὲν πύργοι φέρουσιν ἄνδρας, ἐνταῦθα δὲ πύργον οἷον τοῦτον ὁ Αἴας φέρει.]

(v. 132-136) Ὁ δὲ ποιητὴς παραβολὴν ἑτέραν, ὡς ἔθος αὐτῷ, διασκευάζων φησὶ "Αἴας δ' ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, ᾧ ῥά τε νήπι' ἄγοντι συναντήσονται ἐν ὕλη ἄνδρες ἐπακτῆρες, ὃ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων". Καὶ ὅρα ὡς, εἰ καὶ τὸν Μενέλαον φθάσας εἴκασε λέοντι, ἀλλ' ἐκεῖνον μὲν ἐθεώρησεν ὡς λέοντα μίαν ἁρπάσαντα βοῦν, τοῦτον δὲ λέοντι ἄγοντι τέκνα, οὗ πλείων ὁ θυμός, καὶ ταῦτα νήπια, ὧν μείζων φροντὶς τοῖς τεκοῦσιν. ἔτι δὲ τὴν μὲν πρὸς τὸν Πάτροκλον τοῦ Μενελάου εὔνοιαν τοιαύτην φθάσας εἶπεν, ὁποία τις καὶ βοὸς πρώτως τεκούσης ἐστὶ περὶ τέκνον δάμαλιν. τὴν δὲ τοῦ ἀνδρειοτάτου σπουδὴν Αἴαντος ἐπὶ Πατρόκλῳ εὐνοίᾳ εἰκάζει, ὁποίαν σχοίη ἂν λέαινα περὶ σκυμνία. ὅλως δὲ εἰπεῖν, τὰς δύο τοῦ Μενελάου παραβολὰς συνῆψεν [26] ἐπὶ τοῦ Αἴαντος, ζῷον παραλαβὼν τὴν λέαιναν φιλότεκνόν τε οὐδὲν ἶσον τῆς βοὸς καὶ ἄλκιμον. Λέοντα γὰρ νῦν οἱ παλαιοὶ τὴν θήλειαν λέγεσθαί φασιν, οἷα τοῦ ποιητοῦ μὴ εἰδότος εἰπεῖν λέαιναν, ὡς καὶ περὶ Ἀρτέμιδος εἶπέ που τὸ "ἐπεί σε λέοντα γυναιξὶν ἔθηκε Ζεύς", ὅ ἐστι λέαιναν. Οἱ δὲ τοῦτο λέγοντες ἱστοροῦσι καὶ ὅτι λέων ἄρρην οὐ σκυμναγωγεῖ. διὸ Ζηνόδοτος οὐ παρεδέχετο τοὺς ἐνταῦθα στίχους, λέοντα μὲν αὐτὸς τὸν ἄρρενα νοῶν, λέγων δὲ μὴ σκυμναγωγεῖν τὸν ἄρρενα. καὶ μὴν Ἀντίμαχος καὶ ἄλλοι σκυμναγωγεῖν ἱστοροῦσι καὶ τὸν ἄρρενα λέοντα.

(v. 132) Ὅρα δὲ ὅτι τὸ "ἀμφὶ Μενοιτιάδῃ ἑστήκει" ταὐτόν ἐστι τῷ ἀμφὶ αὐτῷ, ἤγουν ἀμφὶ Πατρόκλῳ, ἔβαινεν, ὃ πρὸ βραχέων ἐρρέθη.

(v. 137) Διὸ καὶ ἐπάγει, ὡς Αἴας περὶ Πατρόκλῳ βεβήκει. ἐπεὶ δὲ ἡ ἀμφι καὶ ἡ περι ἰσοδύναμοί εἰσιν, εἰπὼν "ἀμφὶ Μενοιτιάδῃ εἱστήκει", ἐπήγαγεν "ὡς λέων περὶ τέκνοις".

(v. 133) Ἔνθα ὅρα ὅτι τέκεα καὶ τέκνα οὐκ ἐπὶ μόνων ἀνθρώπων ἀλλὰ καὶ ἐπὶ ἀλόγων. διὸ καὶ πρωτοτόκος βοῦς πρὸ μικροῦ παρὰ τὸ τεκεῖν.

(v. 132) Τὸ δὲ "σάκος καλύψας" ἀντὶ τοῦ σκεπάσας καὶ οἷον κάλυμμα προστησάμενος τὸ πυργοειδὲς αὐτοῦ σάκος. [Ἐνταῦθα δὲ οὐκ ἂν εἴη ἀχρεῖον τὸ ἐπισημήνασθαι, ὅτι ἄδηλον μὲν εἴτε παρὰ τὸ πολεμικὸν σάκος εἴτε παρὰ τοὺς Σάκας, τὸ ἐθνικόν, ἤγετο Βαβυλώνιος ἑορτὴ Σακέα καλουμένη ἐφ' ἡμέρας πέντε, ἐν αἷς ἄρχονται, φασίν, οἱ δεσπόται ὑπὸ τῶν οἰκετῶν, ἀφηγουμένου τῆς οἰκίας ἑνὸς τῶν δούλων στολὴν ἐνδεδυκότος βασιλικήν. γενήσεται δὲ καὶ μετ' ὀλίγα μνήμη τοιαύτης ἑορτῆς Θετταλικῆς, καλουμένης Πελωρίας.]

(v. 134) Τὸ δὲ "νήπια" ἐλλειπτικῶς νεογνὰ τέκνα δηλοῖ.

(v. 135) Ἐπακτῆρες δὲ οἱ θηραταί, ὡς ἀεί τι ἐπαγόμενοι, οἷον κύνας ἢ ὅπλα, ἢ ὡς ἐπαγόμενοι τοῖς θηρίοις, ἤγουν πολεμίων δίκην ἐπιόντες. τὸ γὰρ ἐπάγειν πολεμικὴ πολλάκις λέξις, ὡς δηλοῖ καὶ ὁ Κωμικός. εἴρηται δὲ περὶ τούτων καὶ ἐν Ὀδυσσείᾳ. Τὸ δὲ βλεμεαίνειν ἔφη φθάσας καὶ ἐπὶ κάπρου. τί δὲ ἡ λέξις δηλοῖ, ἐν τοῖς πρὸ τούτων [27] ἔστι γνῶναι.

(v. 136) Ἐπισκύνιον δέ ἐστι, κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ἐπιδέρμιον, ὃ ἐπιχαλᾶται τοῖς τῶν λεόντων ὀφθαλμοῖς καὶ καλύπτει αὐτοὺς προνοίᾳ φύσεως, οὐ τοσοῦτον διὰ θυμόν, ὅτε σκύζεται τὸ θηρίον, ὅ ἐστιν ὀργίζεται, ὅσον ἵνα μὴ βλέπων τὰ ἐπιρριπτόμενα βέλη δειλαίνηται. Τὸ δὲ "καλύπτον", εἰ μὲν παθητικῶς νοηθείη τὸ "ἕλκεται", οὐδέτερόν ἐστιν, ἵνα ἐπισκύνιον λέγηται καλύπτον τοὺς ὀφθαλμούς. εἰ δὲ τὸ "ἕλκεται" ἀντὶ τοῦ ἕλκει ἐστὶν ἐνεργητικῶς, ὃ καὶ βέλτιον, ἀρρενικῶς λέγεται "καλύπτων" τὼ ὄσσε ὁ λέων, ὡς αὐτὸς οὕτω ποιῶν, οὐ μὴν πάσχων τὸν τοῦ ἐπισκυνίου ἑλκυσμόν.

(v. 139) Ὅτι οἰκτρὸν τὸ "ἑστήκει", ὁ βασιλεὺς δηλαδή, "μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων".

(v. 140-148) Ὅτι ἐπίτηδες τὸν Ἕκτορα στρέφων ἐν χρῷ μάχης ὁ ποιητής, ἵνα πιθανῶς καὶ ποιήσῃ καὶ πάθῃ τὰ ἱστορηθησόμενα, πλάττει τὸν Γλαῦκον ἐρεθίζοντα κατὰ Πατρόκλου τὸν Ἕκτορα ἐν τῷ εἰπεῖν τοιαῦτα "Ἕκτορ, εἶδος ἄριστε, μάχης ἄρα πολλὸν ἐδεύεο, ἦ σε αὕτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα. φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς οἶος σὺν λαοῖσι, τοὶ Ἰλίῳ ἐγγεγάασιν· οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηΐοισι μετ' ἀνδράσιν νωλεμὲς αἰεί". ἅπερ ἐκ παραλλήλου καὶ νῦν δηλοῖ τὸ αὐτό.

(v. 149-165) Εἶτα πάνυ ἐντρέπων αὐτὸν ἐπὶ τῷ Σαρπηδόνι ἐπάγει ἀσυνδέτως "πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ' ὅμιλον, σχέτλιε, ἐπεὶ Σαρπηδόνα, ἅμα ξεῖνον καὶ ἑταῖρον, κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι. ὅς τοι πόλλ' ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ" ἤγουν σοί, "ζῶος ἐών· νῦν δὲ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. τῷ", ἤγουν διό, "νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν οἴκαδε ἴμεν, Τροίῃ δὲ πεφήσεται [28] αἰπὺς ὄλεθρος. εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη ἄτρομον, οἷόν τ' ἄνδρας εἰσέρχεται, οἳ περὶ πάτρης" μάχονται, "αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. εἰ δ' οὗτος" ἐκεῖ ἔλθοι τεθνεώς, ταχὺ ἂν "Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ λύσειαν, καὶ αὐτὸν ἂν ἀγοίμεθα Ἴλιον εἴσω. τοίου γὰρ θεράπων πέφατ' ἀνέρος, ὃς μέγ' ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοις θεράποντες".

(v. 166-168) Εἶτα τὸ δριμύτατον νόημα ἐπάγων φησὶν "ἀλλὰ σύ γ' Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας στήμεναι ἄντα κατ' ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, οὐδ' ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστιν". ὃ καὶ δάκνει τὸν Ἕκτορα, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ὅρα δ' ἐν τούτοις ὅτι οὐ μόνον τὸ "Ἕκτορ εἶδος ἄριστε" καὶ ἑξῆς ἐκ τῆς γ' ῥαψῳδίας παρέξεσται, ἤγουν ἐκ τοῦ "Δύσπαρι, εἶδος ἄριστε" καὶ ἑξῆς, ὀνειδίζοντος Γλαύκου τὸν Ἕκτορα ὡς εἶδος μὲν ἔχει καλόν, οὐκέτι δὲ καὶ ἀνδρείαν ψυχήν, ἀλλὰ καὶ ἕτερα νοήματα κεῖνται παρειλκυσμένα ἑτέρωθεν, οἷον τοῦ Σαρπηδόνος ὀνειδίσαντός που ὡς μηδὲ μετὰ τῶν ἐπικούρων ἀνύει τι ὁ Ἕκτωρ γενναῖον, παραξέσας ὁ Γλαῦκος ἐνταῦθά φησι "φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς" καὶ ἑξῆς. πάλιν τοῦ Ἀχιλλέως εἰπόντος ἐν ταῖς Λιταῖς, ὅτι "οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηΐοισι" καὶ ἑξής, κεῖται τὰ αὐτὰ ἐνταῦθα καὶ παρὰ τῷ Γλαύκῳ. ἔτι τοῦ Θερσίτου εἰπόντος ἐν τοῖς προλαβοῦσι λόγον ἐρεθιστικὸν τοῦ δήμου εἰς ὑποχώρησιν ἐν τῷ "οἴκαδε νεώμεθα", λέγει σωφρονέστερον ἐκείνου τοιοῦτόν τι νῦν καὶ ὁ Γλαῦκος ἐν τῷ "εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν, οἴκαδε ἴμεν". ἔτι τοῦ βασιλέως εἰπόντος ἐν ἄλλοις ὡς εἴπερ ποτὲ εἰς μίαν βουλεύσομεν ἀνυσθήσεταί τι γενναῖον, φησὶν ἐνταῦθα καὶ ὁ Γλαῦκος ὡς "εἰ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη ἄτρομον", οἷον εἰσέρχεται τοὺς ὑπὲρ πάτρης μαχομένους, ταχὺ ἂν Πάτροκλον ἐρυσαίμεθα, ὃ δὴ καὶ ὀνειδιστικόν ἐστιν Ἕκτορος καὶ ἀνάμνησις λόγου, ἐν ᾧ ἠξίου Ἕκτωρ θνῄσκειν ὑπὲρ πατρίδος, εἰπὼν "εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης". ἔτι τοῦ Ἕκτορος ὀνειδίσαντος τὸν ἀδελφὸν Πάριν οἷα μὴ ἀντιστῆναι τῷ Μενελάῳ τολμήσαντα, ὁ Γλαῦκος ἐνταῦθά φησι πρὸς Ἕκτορα, ὅτι Αἴαντι μεγαλήτορι οὐκ ἔτλη ἀντιστῆναι. Οὕτω διόλου τὴν [29] δημηγορίαν τοῦ Γλαύκου ὁ ποιητὴς κέντρωνος δίκην ἀπὸ ἐννοιῶν ἀλλαχοῦ ῥηθεισῶν συνέρραψε, κατὰ τὰ ὕστερον δηλαδὴ Ὁμηρόκεντρα. σχεδὸν γὰρ μίαν ἔννοιαν ἔχει ἐκ νέου ῥηθεῖσαν τὴν λέγουσαν· πῶς ἂν σὺ χείρονα φῶτα σαώσειας, καὶ ἑξῆς. αἱ δὲ λοιπαὶ ἄλλοθεν μεθειλκύσθησαν. καὶ ἔστι καὶ τοῦτο μέθοδος ἀρίστη τοῦ ποιητοῦ, διδάσκοντος ὡς χρὴ πολυτρόπως τὰς ἐννοίας παραποιεῖν, οἷον ἐν σχημάτων ἐξαλλαγαῖς, ἐν πλατυσμοῖς, ἐν στενότησιν, ἤδη δέ πως καὶ ἐν μεταθέσεσιν.

(v. 147) Τὸ γὰρ "οὐκ ἄρα τις χάρις ἦν" οὐ μεταπεποίηται, ἀλλὰ μόνον μετατέτακται, ῥηθὲν καὶ ἐνταῦθα ὥσπερ καὶ ἀλλαχοῦ, καθάπερ καὶ τὸ "μέγ' ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες", ἤδη προρρηθὲν περὶ Ἀχιλλέως, λέγεται καὶ ἐνταῦθα ὡσαύτως ὑπὸ τοῦ Γλαύκου. καὶ τοιαῦτα μὲν καὶ ταῦτα.

(v. 142) Ὅρα δὲ ὅτι εἶδος ἄριστον καὶ τὸν Ἕκτορα ἱστορεῖ ὁ ποιητής, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα, καὶ οὐ κατὰ τοὺς ὕστερον εἰδεχθῆ καὶ στραβόν, ὡς ἐκεῖνοί φασιν. ὡς δὲ καὶ εὐμεγέθης ἦν, ἐμφαίνεταί που ὅτε τὰ τοῦ Ἀχιλλέως ὅπλα προσήρμοσε καὶ αὐτῷ, καθὰ καὶ τῷ Πατρόκλῳ, οἷα ἰσομεγέθει.

(v. 209 s.) Ἐρεῖ γὰρ ὅτι "κυανέαις ἐπ' ὀφρύσι νεῦσε Κρονίων, [30] Ἕκτορι δ' ἥρμοσε τεύχεα ἐπὶ χροΐ", τουτέστι προσηρμόσθησαν παθητικῶς. ὃ μὴ ἀνεχόμενοί τινες, οἷα ὀκνοῦντες ἶσον μέγεθος δοῦναι τῷ τηλικούτῳ Ἀχιλλεῖ καὶ τῷ Ἕκτορι, ἐπὶ Διὸς ἀκούουσι τὸ ἥρμοσε, λέγοντες ὡς ἐπ' ὀφρύσι νεύσας Κρονίων ἥρμοσεν αὐτὸς τὰ τεύχεα τῷ Ἕκτορι.

(v. 143) Κλέος δὲ καὶ νῦν ἐσθλὸν πρὸς διαστολὴν ἔφη τῆς οὐκ ἐσθλῆς φήμης. Φύξηλις δὲ, εἰ μὲν ὁ φεύγων ἅλις, ἔχεται λόγου τὸ διὰ τοῦ ἦτα γράφεσθαι τὴν παραλήγουσαν, εἰ δὲ ὁ φεύγων ἴλας, ἤγουν τὰς ἐν πολέμῳ τάξεις, κατὰ τὸν παρὰ Πορφυρίῳ λόγον, ἔχει ἀπορίαν ἡ γραφή.

(v. 144) Ἐν δὲ τῷ "πόλιν καὶ ἄστυ σαώσεις" ζητητέον, εἰ πόλιν μὲν λέγει τὸ κατώτερον, ἄστυ δὲ τὴν ἀκρόπολιν, ἢ καὶ ἀνάπαλιν. ἴσως δὲ καὶ ἐκ παραλλήλου ἔφη πόλιν καὶ ἄστυ ὡς ἰσοδύναμα, ταὐτολογῶν καὶ νῦν διὰ τὸ ἀγωνιᾶν. οἱ δὲ παλαιοί φασι πόλιν μὲν τὴν πολιτείαν, ἄστυ δὲ τὸ τεῖχος. Τὸ δὲ "σαώσεις οἶος", ἤγουν μόνος, καὶ ἑξῆς πάνυ σεμνύνει τοὺς Λυκίους, ὡς αὐτῶν μὲν τὸ πᾶν ὄντων, Ἕκτορος δὲ μόνου λειπομένου, εἰ μὴ αὐτοὶ τὸ ἀξιολογώτατον μέρος μάχονται. οὕτω δὲ καὶ πρὸ μικροῦ μέγα φρονῶν ὁ Γλαῦκος ἔφη, ὅτι Μυρμιδόνες Δαναῶν χολοῦνται, οὓς ἐπὶ νηυσὶν ἐπέφνομεν.

(v. 145) Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι Ἰλιεῖς μὴ εἰωθὼς λέγειν ὁ ποιητής, ὡς καὶ ἀλλαχοῦ σεσημείωται, περιφράζει αὐτούς, εἰπὼν "οἳ Ἰλίῳ ἐγγεγάασιν", ἤγουν ἐγγεγέννηνται. πολλὰ δὲ καὶ ἄλλα ἐθνικὰ προάγονται κατὰ περίφρασιν, ὡς δηλοῖ καὶ ὁ γράψας τὰ Ἐθνικά.

(v. 147) Τὸ δὲ "ἐπεὶ οὐκ ἄρα τις χάρις" καὶ ἑξῆς πρὸς ἀχάριστον οἰκεῖον εἰπεῖν βοηθηθέντα ἐν ἀνάγκῃ. στρατηγικὸν δὲ καὶ τὸ ὀνειδίσαι ἐφ' οἷς μήτις τῶν ἐν πολέμῳ θανόντων σῴζεται χάρις. ὀκνήσουσι γὰρ οἱ ζῶντες [31] κινδυνεύειν ὁρῶντες ἀνεκδικήτους τοὺς πεσόντας.

(v. 149) Τὸ δὲ "πῶς ἂν σὺ χείρονα φῶτα σαώσειας μεθ' ὅμιλον σχέτλιε" καὶ ἑξῆς, ἐπιχείρημά ἐστιν ἐκ τοῦ μείζονος. θέλει γὰρ εἰπεῖν, ὡς ὁ τοῦ βασιλέως τῶν Λυκίων πεσόντος ἀμελήσας οἷός τις φανεῖται περὶ τοὺς ἰδιώτας καὶ χείρονας. τὸ γὰρ "φῶτα μεθ' ὅμιλον" τὸν τοῦ δήμου ἄνδρα δηλοῖ.

(v. 150) Σχέτλιος δὲ νῦν ὁ χαῦνος δοκεῖ λέγεσθαι, ὃν ἔδει σχέσθαι καὶ τλῆναι, ὅ ἐστιν ὑπομεῖναι, οὐ μὴν ἐνδοῦναι, ὡς δηλοῖ τὸ "οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης", καὶ τὸ "οὐκ ἐτάλασσας στῆναι ἄντα Αἴαντος". Τὸ δὲ "ξεῖνον καὶ ἑταῖρον" μέγα ὄνειδος τῷ Ἕκτορι, ὡς εἰς ξένιον καὶ ἑταιρεῖον Δία παρανομοῦντι, ἐφ' οἷς τὸν καὶ ξεῖνον καὶ ἑταῖρον Σαρπηδόνα περιορᾷ, ὃν καὶ πολυωφελῆ λέγει οὐ τῇ πόλει μόνον, ἀλλὰ καὶ αὐτῷ, ἐντρέπων εἰς πλέον τὸν Ἕκτορα ὡς εὐηργετημένον μὲν πολλὰ καὶ κοινῇ καὶ ἰδίᾳ, οὐ μεμνημένον δέ, καὶ ταῦτα ἐφ' οἷς οὐδὲν μέγα ποιήσει, ἀλλὰ κύνας μόνον ἀλάλκῃ αὐτοῦ. οἴεται γὰρ ὁ Γλαῦκος ἄταφον, ὡς εἰκός, ἐν τῷ πεδίῳ κεῖσθαι τὸν Σαρπηδόνα, μὴ εἰδὼς τὴν προμηθευθεῖσαν αὐτοῦ ἁρπαγήν. δῆλον δὲ ὅτι τε πολλὴ διαφορὰ ξείνου καὶ ἑταίρου, καὶ ὅτι καθ' ὁμοιότητα τούτου κεῖται ἐν Ὀδυσσείᾳ τὸ "ξεῖνε φίλε, εἰ καί μοι νεμεσήσεαι".

(v. 151) Τὸ δὲ "Ἀργείοισιν ἕλωρ" κατὰ τὸ "ἑλώρια κύνεσσιν" εἴρηται.

(v. 154) Τὸ δὲ "εἴ τις ἐμοὶ ἐπιπείσεται" ἐμφαίνει μὴ οὕτω τοὺς Λυκίους τῷ Γλαύκῳ πείθεσθαι, ὥσπερ ποτὲ τῷ Σαρπηδόνι

(v. 155) Τὸ δὲ "οἴκαδε ἴμεν" δύναται καὶ πληθυντικὸν εἶναι ῥῆμα δηλοῦν τὸ ἐρχόμεθα, καὶ ἀπαρέμφατον δέ, κατὰ σχῆμα ἐλλείψεως οἷον ἵνα λέγῃ ὡς, εἴ τίς μοι πείσεται ἀπελθεῖν, εὖ ποιήσει. ὃ σιγήσας ὁ Γλαῦκος διὰ τὸ δύσφημον ἐλλιπῶς ἔφρασε. καὶ ἄλλως δέ, ἀπαρεμφάτου ὄντος τοῦ ἴμεν, ὁ ἐπαγόμενος σύνδεσμος ἐν τῷ "Τροίῃ δὲ πεφήσεται ὄλεθρος" ἀργὸς κεῖται ἀντὶ τοῦ δή παραπληρωματικοῦ, ἵνα λέγῃ ὅτι, εἴ τις Λυκίων ἐμοὶ πειθήσεται οἴκαδε ἀπελθεῖν, τῇ Τροίᾳ δὴ πέφηνεν ὄλεθρος.

(v. 154) Δῆλον δὲ ὡς ἐν τῷ "εἴ τις [32] Λυκίων ἐμοὶ πείσεται" τὸ τίς διεξοδικῶς νοείται ἀντὶ τοῦ οὗτος καὶ ἐκεῖνος καὶ ἐκεῖνος καὶ ἄλλος, καὶ ὅλως εἰπεῖν, ἕκαστος. ἄλλως γὰρ εἷς τις Λύκιος οἴκαδε νοστήσας οὐχ' οὕτω βλάψει τὴν Τροίαν ὥσπερ οὐδὲ πεσών. τοιοῦτος νοῦς τοῦ τίς καὶ παρὰ τῷ φιλομήρῳ Σοφοκλεῖ ἐν τῷ "ὥρα τινά", ἤγουν ἕκαστον, τῶν Σαλαμινίων, "ποδοῖν κλοπὰν ἀρέσθαι", ἤγουν λάθρᾳ φυγεῖν. ἔστι γὰρ ὡς νόῳ κλέπτειν καὶ χερσίν, οὕτω καὶ ποσί.

(v. 155) Τὸ δέ "πεφήσεται" παρισοῦται μὲν κατὰ σχῆμα κάλλους πρὸς τὸ πείσεται, δηλοῖ δὲ τὸ φανήσεται ὡς ἀπὸ τοῦ φῶ φήσω, οὗ παράγωγον τὸ φαίνω. σημαίνει δὲ ἡ λέξις ἔστιν ὅτε καὶ τὸ φονευθήσεται, ὡς παρὰ Λυκόφρονι. Παράγεται δὲ ἐκεῖνο ἐκ τοῦ φῶ, τὸ φονεύω, οὗ μέλλων οὐ μόνον φήσω, ἀλλὰ καὶ φάσω διὰ τοῦ α. ὅθεν ἐνταῦθα τὸ "τοίου θεράπων πέφατ' ἀνέρος".

(v. 159) Τὸ δὲ "ἐρυσαίμεθα" καὶ τὸ "Ἴλιον εἴσω" δὶς ἐνταῦθα κεῖνται, λέξεις αὗται φίλαι τῷ ποιητῇ. βίαιον δὲ δηλοῖ ἑλκυσμὸν τὸ ἐρυσαίμεθα. δηλοῖ γὰρ τὸ βίᾳ ἑλκύσομεν. Ἔστι δ' ἐνταῦθα ἡ κατὰ ῥήτορας ἀξίωσις τῆς τοῦ Γλαύκου δημηγορίας. ἃ γὰρ λέγει, διὰ τοῦτο λέγει, ἀξιῶν ἑλκυσθῆναι τὸν τοῦ Πατρόκλου νεκρόν, ὡς ἂν ἀντ' ἐκείνου οἱ Ἀργεῖοι λύσειαν τὰ τοῦ Σαρπηδόνος τε ὅπλα καὶ αὐτὸν ἐκεῖνον.

(v. 162-165) Ὅρα δ' ἐν τούτοις ὡς καὶ παρ' Ὁμήρῳ κεῖται τὸ οἷόν τε εἶναι καὶ διὰ τῶν τεθνεώτων συναλλάττεσθαι τὰ δοκοῦντα τοῖς μέρεσιν, ὁποῖα πολλὰ γενέσθαι ἱστόρηνται, καὶ ὅτι τὸ "λύσειαν" ἐπὶ ὅπλων ἔφη, ὡς οἷά τινων αἰχμαλώτων καὶ αὐτῶν ‑ οὕτω δὲ καὶ ἵπποι καὶ νῆες αἰχμάλωτοι λέγονται, εἰ δὲ ἐπανασωθῶσι, λύονται ‑ , καὶ ὅτι τὸ ἄγεσθαι καὶ νῦν ἐπὶ νεκροῦ ἶσον ὂν τῷ λαβεῖν. ἐκ δὲ τοῦ τοιούτου ἄγειν καὶ ἡ λαφυραγωγία, καὶ ὅτι ἀγχεμάχους καὶ οἱ ἐχθροὶ τοὺς Μυρμιδόνας [33] οἴδασιν.

(v. 166) Ὅρα δὲ καὶ ἐν τῷ "ἀλλὰ σύ γ' Αἴαντος" τὸν συναληλιμμένον γε σύνδεσμον κατὰ χασμῳδίας μεσολαβήσαντα, εἰ καὶ μὴ ἀναγκαίως.

(v. 167-169) Τὸ δὲ "στῆναι ἄντα Αἴαντος", καὶ τὸ "κατ' ὄσσε ἰδεῖν", καὶ τὸ "ἰθὺς μαχέσασθαι", καὶ μετ' ὀλίγα τὸ "Αἴαντα ὑπομεῖναι" τῆς αὐτῆς σημασίας εἰσί, ῥητορευθέντα παραφραστικῶς. εἴη δ' ἂν καὶ τὸ "κατενῶπα ἰδεῖν" ταὐτὸν τῷ "κατ' ὄσσε ἰδεῖν". Ὅτι δὲ τὸ "οὐκ ἐτάλασσας Αἴαντος στῆναι ἄντα", καὶ τὸ "ἐπεὶ φέρτερός ἐστι" σφοδρῶς πέφρασται, δηλοῖ Ἕκτωρ, πρὸς μὲν τὰ ἄλλα μὴ ἀντειπών, πρὸς ταῦτα δὲ καὶ μόνα, ὡς εὐθὺς ῥηθήσεται. Τὸ δὲ "οὐκ ἐτάλασσας" σκώπτει μὲν ὡς ἀταλαίπωρον καὶ οὐ τλήμονα τὸν Ἕκτορα, γίνεται δέ, ὡς καὶ ἀλλαχοῦ ἐφάνη, ἀπὸ τοῦ ταλῶ, ἐξ οὗ τὸ τλῶ κατὰ συγκοπήν. ὅθεν καὶ τὸ τλῆναι καὶ ὁ τλήμων καὶ ὅσα τοιαῦτα. ἐκ δὲ τοῦ ταλῶ ταλάσω ἀποβληθέντος τοῦ κατὰ τὸν μέλλοντα τελευταίου φωνήεντος ὁ τάλας γίνεται.

(v. 167) Τὸ δὲ "δηΐων ἐν ἀϋτῇ" ἐντελῶς ἔχει. οὐ γὰρ ἁπλῶς ἀϋτὴ ὁ πόλεμος, ἀλλ' ἡ τῶν δηΐων ἀϋτή.

(v. 170-173) Ὅτι Ἕκτωρ ὑβριοπαθήσας, ἐφ' οἷς ἐκ τοῦ Γλαύκου ἤκουσε, σφοδρότερον μὲν τοῖς ὀνειδισμοῖς οὐκ ἐπεξέρχεται, ὡς εἰδὼς αὐτὸν ἐπὶ δικαίοις ἀγανακτοῦντα, εὐγενῶς δὲ καὶ σεμνῶς μέλλων εἰπεῖν, ὡς οὐ διὰ δειλίαν ἀναδύεται τὴν μάχην ἀλλὰ διὰ θεόν, ἵνα μὴ δόξῃ θεομαχεῖν, πρῶτα τέως καὶ αὐτὸς καθάπτεται, εἰπὼν πρὸς τὸν Γλαῦκον ἃ δή ποτε ῥηθείη ἂν πρὸς τὸν δοκοῦντα μὲν φρονεῖν, ἀπεοικότα δὲ εἰπόντα, σκώπτων, ὥσπερ ἐκεῖνος τοῦτον ἐπὶ ἀνανδρίᾳ, οὕτως αὐτὸς ἐκεῖνον ἐπὶ ἀφροσύνῃ, εἴγε θεομαχεῖν αὐτὸν βούλεται. Φησὶ γὰρ "Γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; ὢ πόποι, ἦ τ' ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων, τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι· νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες". Καὶ ὅρα σκῶμμα λεληθός. οὐ γὰρ ἔφη δοξάζειν, ὡς ὁ Γλαῦκος πάντων περιῆν φρένας τῶν [34] κατὰ Τροίαν, ἀλλὰ μόνων Λυκίων, ὡς νῦν γε οὐδ' αὐτῶν.

(v. 174) Εἶτα ἐκτιθεὶς καὶ τί ἐστιν ὅπερ ὁ Γλαῦκος ὀνοστῶς εἶπεν, ἐπάγει "ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ' ὑπομεῖναι". ποῦ δὲ τοῦτο ἔφη ὁ Γλαῦκος; ἐν τῷ "οὐκ ἐτάλασας", ἤγουν οὐχ' ὑπέμεινας, στῆναι ἄντα Αἴαντος, ὡς ταὐτὸν ὂν οὕτως ἢ ἐκείνως εἰπεῖν. Ἔνθα καὶ ὅρα τὸ "Αἴαντα πελώριον", δοκοῦντος οἷον παραλαλεῖν τοῦ Ἕκτορος μηδὲν προσεῖναι τῷ Αἴαντι σεμνὸν πλέον ἢ τὸ πέλωρον, εἰ καὶ ὁ Γλαῦκος ἐντρέπων τὸν Ἕκτορα μεγαλήτορα πρὸ βραχέων ἔφη τὸν Αἴαντα. [Ὅτι δὲ πρωτότυπον τοῦ πελώριος ὁ πέλωρος, καὶ ὅτι ἐκ τῆς τοιαύτης λέξεως καὶ πελωρὶς οὐ μόνον Σικελικὸν ἀκρωτήριον ἀλλὰ καὶ χήμης εἶδος μεγάλης, ἐκδηλότατον ἐκ τῶν παλαιῶν, παρ' οἷς καὶ Διὸς ἐπίθετον ὁ πέλωρος καὶ Πελώρια ἑορτὴ παρώνυμος αὐτοῦ, περὶ ἧς λόγος τοιοῦτος παρὰ τῷ Δειπνοσοφιστῇ. Ἐν τῇ Αἱμονίᾳ, φησί, γενομένων σεισμῶν ἐρράγη ὄρη τὰ ὀνομαζόμενα Τέμπη, καὶ ὁρμῆσαν τὸ τῆς λίμνης ὕδωρ ἐμβάλλει εἰς τὸ τοῦ Πηνειοῦ ῥεῖθρον, καὶ οὕτως ἡ πρότερον λιμνάζουσα χώρα ἐγυμνώθη, καὶ ἀναξηραινομένων τῶν ὑδάτων πεδία θαυμαστὰ μεγέθει καὶ κάλλει ἀνεφάνη. καὶ ὁ Πελασγὸς ἀκούσας τράπεζαν ἀφθόνως κεκοσμημένην τῷ Πελώρῳ παρέθετο ‑ περὶ οὗ Πελώρου ζητητέον τίς ποτε ἦν ‑ , καὶ ὑπηρέτει μετὰ καὶ ἄλλων. ὡς δὲ τὴν χώραν κατέσχον, θύουσι Διῒ πελώρῳ, καὶ εἰς μίμημα τῆς τότε ἑορτῆς τραπέζας τε κοσμοῦντες προτίθενται καὶ οὕτω φιλάνθρωπον πανήγυριν συγκροτοῦσιν, ὡς καὶ τοὺς ξένους ἐπὶ τὴν θοίνην παραλαμβάνειν καὶ τοὺς δεσμώτας λύειν καὶ τοὺς οἰκέτας κατακλίναντας ἑστιᾶν μετὰ παρρησίας διακονούντων τῶν δεσποτῶν. καὶ ἦγον Θεσσαλοὶ μεγίστην ἐκείνην ἑορτήν, προσαγορεύοντες Πελωρίαν. καὶ ἦν, φησίν, ἡ αὐτὴ τῇ τῶν Σατουρναλίων.

(v. 175-178) Ἐπὶ δὲ τοῖς εἰρημένοις] [35] μέγα φρονῶν ὁ Ἕκτωρ ἐπάγει λόγον ἀνδρείου καὶ θεοφιλοῦς στρατηγοῦ ἀσυνδέτως κατὰ ἀπόστασιν "οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων", δι' οὗ δηλοῖ ἀντιμάχων ἱππέων ἐπέλευσιν, "ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος, ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ῥηϊδίως, ὁτὲ δ' αὐτὸς ἐποτρύνει μαχέσασθαι", ἢ ἐποτρύνῃσι μάχεσθαι, ὃ καὶ ἀλλαχοῦ προέκκειται. τοῦτο δέ, εἰ ἀντὶ τοῦ "Διὸς κρείττων" τις ἑτέρα λέξις τεθῇ, οἷον τὸ θεῖος ἢ τὸ θεοῦ, ἄριστον γίνεται γνωμικόν, ῥηθὲν τῷ τέως πρὸς τό· ἐπεὶ σέο φέρτερος ὁ Αἴας ἐστίν, ὅπερ ὁ Γλαῦκος ἔφη, ὡς ἀνθυποφέροντος Ἕκτορος, ὅτι μὴ ὁ Αἴας φέρτερος αὐτοῦ ἀλλὰ κρείττων ὁ νοῦς τοῦ θεοῦ, καὶ οὐ νῦν μόνον ἀλλ' αἰεί. καὶ ὅρα ὅτι ὡς ὁ Μενέλαος πρὸ τούτων, οὕτω καὶ ὁ Ἕκτωρ νῦν τοῦ ὀκνεῖν τὴν μάχην θεὸν αἰτιᾶται.

(v. 179-182) Ἐφ' οἷς ὁ Ἕκτωρ λέγει καὶ ἅπερ εἴποι ἂν ὁ ἐπὶ προηγησαμένῃ μεμψιμοιρίᾳ φιλενδεικτῶν "ἀλλ' ἄγε πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον, ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, ἢ καί τινα ἀλκῆς μάλα περ μεμαῶτα σχήσω ἀμυνέμεναι" περὶ τοῦ δεῖνος, ἤγουν ἐφέξω τῆς εἰς ἄμυναν ἀλκῆς.

(v. 170) Ὅρα δὲ ἐν τοῖς ῥηθεῖσι καὶ τὸ "τοῖος ἐὼν ὑπέροπλον ἔειπας". οὐ γὰρ οὕτω πολὺν δηλοῖ ἔπαινον ἐνταῦθα τὸ τοῖος, καθὰ πρὸ ὀλίγων τὸ "τοίου γὰρ θεράπων", ὃ Γλαῦκος περὶ Ἀχιλλέως εἶπεν. ἐκεῖνο μὲν γὰρ πάνυ σεμνῶς ἔχει κατὰ τὸν σκοπὸν τοῦ Γλαύκου, τοῦτο δὲ οὐχ' οὕτως, οἷα τοῦ Ἕκτορος μὴ φιλίως πρὸς τὸν Γλαῦκον ἔχοντος.

(v. 175) Τὸ δὲ "ἔρριγα" μέσος παρακείμενός ἐστι, συγκοπεὶς ἐκ τοῦ ἐρρίγηκα. Τὸ δὲ "οὐδὲ κτύπον ἵππων" ἔχει τινὰ γλυκύτητα διὰ τὴν οἷον παρηχητικὴν ὁμοιοφωνίαν.

(v. 178) Τὸ δὲ "ὁτὲ δ' αὐτὸς ἐποτρύνει" τὰ πλείω τῶν ἀντιγράφων καὶ νῦν παροξυτόνως ἔχει "ὅτε δ' αὐτὸς [36] ἐποτρύνει". ἀρχαΐζουσα δὲ ἡ γραφὴ τὴν αὐτὴν ἑρμηνείαν ἔχει. δηλοῖ γὰρ τὸ "ποτὲ δ' αὐτὸς ἐποτρύνει".

(v. 179) Ἐν δὲ τῷ "ἴδε ἔργον" ἐπὶ πολέμου τὸ ἔργον, ὡς καὶ ἐν ἄλλοις, εἰ καὶ κυρίως ἡ λέξις ἐπὶ γεωργίας τίθεται.

(v. 180) Τὸ δὲ "κακὸς ἔσομαι" ἀντὶ τοῦ δειλός. πολλαχοῦ δὲ οὕτω λαμβάνεται ὁ κακός. δηλοῖ δέ ποτε καὶ τὸν δυσγενῆ.

(v. 181) Τὸ δὲ "ἀλκῆς σχήσω" εὐφήμως κεῖται, νοούμενον ἐπί τε κωλύμης ἑτέρας καὶ ἐπὶ τῆς διὰ φόβον.

(v. 184-195) Ὅτι ἔδωκε μὲν ἤδη Ἕκτωρ τεύχεα καλὰ τὰ τοῦ Ἀχιλλέως φέρειν εἰς Τροίαν, μέγα κλέος εἶναι αὐτῷ, ἢ χρησομένῳ αὐτοῖς ἐς νέωτα ἢ συνήθως ἀναθήσοντι. μὴ ἀντισχὼν δὲ πρὸς τὴν ἐπιθυμίαν τοῖς Τρωσὶ μὲν ἐφίησι μάχεσθαι, "ὄφρ' ἂν ἐγώ", φησίν, "Ἀχιλῆος ἀμύμονος ἔντεα δύω καλά", τὰ κατωτέρω κλυτά, ἤγουν περιδύσωμαι. "αὐτὸς δὲ θέων ἐκίχανεν ἑταίρους ὦκα μάλα, οὔ πω τῆλε, ποσὶ κραιπνοῖς μετασπών", οἳ πρὸς ἄστυ ἐκεῖνα ἔφερον. "στὰς δ' ἀπάνευθε μάχης πολυδακρύτου ἔντε' ἄμειβε". καὶ τὰ μὲν οἰκεῖα "ἔδωκε φέρειν εἰς Ἴλιον, ὃ δ' ἄμβροτα τεύχεα δῦνεν Ἀχιλλῆος".

(v. 195-197) Εἶτα ἑρμηνεύων τὸ "ἄμβροτα", φησὶν "ἃ θεοὶ οὐρανίωνες πατρὶ φίλῳ ἔπορον, ὃ δ' ἂρ ᾧ", ἤγουν ἰδίῳ, "παιδί", τῷ Ἀχιλλεῖ, "ὤπασσε γηράς. ἀλλ' οὐχ' υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα". τοῦτο δὲ περιπαθῶς ἐρρέθη καὶ συντόμως κατὰ οἶκτον, ὡς περιπαθὲς ὂν υἱὸν εὑρῆσθαι δυστυχέστερον πατρός. Σημείωσαι δὲ ὅτι δεινῶς οἰκονομεῖ ὁ ποιητὴς μὴ ἀνατεθῆναι τὰ ὅπλα ἢ ὅλως ἀπαχθῆναι εἰς Τροίαν ἀλλὰ τῷ Ἕκτορι φορηθῆναι, ἵνα ἐπανασωθῶσιν αὖθις τῷ Ἀχιλλεῖ, ὅτε ἀνέλῃ τὸν Ἕκτορα. ἀλλὰ τοῦτο μὲν ἡ ψυχὴ τοῦ Ὁμηρικοῦ πλάσματος, οὐχ' ἧττόν τι καὶ τὸν Ἀχιλλέα σεμνύνοντος, εἰ τὸν Ἕκτορα καταβαλεῖ μὴ ἁπλῶς ὄντα ὁπλίτην ἀλλὰ θείοις πεφραγμένον τεύχεσι, δι' ὧν ἐκρατύνετο τὰ πρὸ τούτου ὁ Ἀχιλλεύς. ἄλλως δέ, τὴν τοῦ Ἀχιλλέως πανοπλίαν ὁ Ἕκτωρ δύνει, καλλωπιζόμενός τε, ὡς εἰκός, φιλοτίμως καὶ δόξαν θηρώμενος οἷος αὐτός, καὶ τῷ σώματι φυλακὴν περιποιούμενος, καθὰ προεδηλώθη πλατύτερον, καὶ τοὺς Τρῶας ἐπιρρωνύων [37] καὶ τοὺς Ἀχαιοὺς ἐκφοβῶν.

(v. 190) Τὸ δὲ "μετασπών" δηλοῖ μὲν τὸ καταλαβών, γενόμενον ἐκ τοῦ μετέσπον. ἔστι δὲ μετοχὴ ἀορίστου δευτέρου, καθὰ καὶ τὸ ἐπέσπον ἐπισπών, ἐπισπεῖν, ἐπισπέσθαι, ἐπισπόμενος.

(v. 192) Πολυδάκρυτος δὲ μάχη ἡ κατὰ πόλεμον πρὸς διαστολὴν ἑτέρας, ὁποία καὶ ἡ κατὰ λογομαχίαν. ἐκείνη γὰρ οὐ πολυδάκρυτος. Ἀμείβει δὲ τεύχεα νῦν οὐχ' ὁ κρείττων τὰ τοῦ χείρονος, ὥς που πρὸ τούτων γέγονεν, ἀλλὰ τὸ ἀνάπαλιν, εἰ καὶ ἄλλως χείρων ἦν Ἕκτορος ὁ ταῦτα σκυλευθεὶς Πάτροκλος.

(v. 195) Ὡς δὲ θεόσδοτα τῷ Πηλεῖ τὰ ὅπλα, νῦν μὲν ἐν ὀλιγίστῳ ἐρρέθη, ἐν τοῖς ἑξῆς δὲ ἱστορηθήσεται καὶ ὁ καιρὸς τῆς δόσεως, μερισθείσης τῆς ἱστορίας, ὡς πολλαχοῦ Ὅμηρος εἴωθε ποιεῖν. Λέγει δὲ καὶ ἡ παροιμία "Πηλεὺς τὴν μάχαιραν", ὡς διὰ σωφροσύνην λαβόντος αὐτοῦ καὶ ξίφος θεόθεν, καθὰ καὶ ὁ Κωμικὸς δηλοῖ.

(v. 197) Τοῦ δὲ "γηράς" ἡ χρῆσις καὶ παρ' Ἡσιόδῳ ἐν τῷ "γηράντεσσι τοκεῦσι". γίνεται δὲ τὸ γηράς ἢ ἐκ τοῦ γηράσας κατὰ ἀποκοπὴν ὁμοίως τῷ ἐπιπλώσας ἐπιπλώς, ἢ ἀπὸ ἀρρήτου ἐνεστῶτος τοῦ γήρημι. ἐξ οὗ ἴσως καὶ τὸ "ἐν ἔντεσι πατρὸς ἐγήρα". ὡς γὰρ ἵστημι ἵστην ἵστης ἵστη, οὕτω γήρημι ἐγήρην ἐγήρη, καὶ τροπῇ ἐγήρα. εἰ δὲ καὶ ἀπὸ τοῦ γηράω τὸ ἐγήρα, ὅρα ὡς στίχῳ ἑνὶ κεῖται καὶ καινὸν τὸ "γηράς" καὶ κοινὸν τὸ "ἐγήρα".

(v. 200) Ὅτι θυμοῦ κἀνταῦθα ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐνδεικτικὸν τὸ "κινήσας κάρη προτὶ ὃν μυθήσατο θυμόν".

(v. 201-206) Ὅτι προαναφώνησιν πάλιν συνήθως τῶν ἐφεξῆς ὁ ποιητὴς ἐκτιθέμενος τῷ εἴτε λίχνῳ τὴν ἀκοὴν εἴτε φιλέλληνι ἀκροατῇ παθαινομένῳ, οἷα εἰκός, ἐφ' οἷς Ἕκτωρ τὰ τοῦ Ἀχιλλέως ἄμβροτα τεύχεα ἔδυνε, πλάττει τὸν [38] Δία λέγοντα οὕτως "ἆ δεῖλ', οὐδέ τί τοι", ἤγουν ὦ δείλαιε, οὔτι δή σοι "θάνατος καταθύμιός ἐστιν, ὃς δή τοι σχεδόν ἐστι· σὺ δ' ἄμβροτα τεύχεα δύνεις ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι. τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ".

(v. 206-208) Εἶτα καὶ ὑπισχνεῖται, ὅτι νῦν αὐτῷ μέγα κράτος δώσει τῶν, ἤγουν τούτων, "ποινήν, ὅ τοι", ἤγουν διότι δή, "οὔ τι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλείωνος. ἦ", τουτέστιν ἔφη, "καὶ κυανέαις ἐπ' ὀφρύσιν ἔνευσεν", ὡς μὴ ἂν ἄλλως ἐσομένων τῶν ῥηθέντων, ὃ καὶ ἀλλαχοῦ ἐποίησεν, [αἰνιττόμενός τινα διοσημίαν καὶ ἐκεῖ, οὐ τὴν τυχοῦσαν μέντοι, ἀλλὰ τὴν ἔκ τινων καταιγίδων, δι' ὧν ὁ ἄνω Ζεύς, ἤγουν αἰθὴρ ἢ ἀὴρ πυκνούμενος καὶ οὕτω μελαινόμενος τῇ νεφώσει, κυανέαις ὀφρύσι κατανεύειν ἐπὶ αἰσίαις τύχαις δοκεῖ. οὐ γὰρ ἔστιν ἄλλως τῷ λαμπροτάτῳ αἰθέρι κυανέας προσπλάσαι ὀφρῦς, εἰ μὴ κατὰ μόνον λόγον τῆς ἔστιν ὅτε δνοφερᾶς αὐτόθι νεφώσεως, ἧς πάντῃ πάντως τὰ χρύσεα νέφη διαφέρουσιν.] Ἰστέον δὲ ὅτι τὸ "ἆ δειλέ" ἕως τοῦ "σχεδόν ἐστιν" οἰκεῖον ῥηθῆναι πρὸς πάντα τὸν ἐπικινδύνως θρασυνόμενον, ὁποῖος καὶ ὁ Ἕκτωρ τὰ πολλὰ τῶν μελλόντων ἀπροόρατος ὢν καὶ τὰ μὴ καθ' ἑαυτὸν νοῶν, ἀλλὰ φρονῶν μείζω τῆς φύσεως διὰ ἀλαζονείαν.

(v. 201) Ὅτι δὲ τὸ ἆ κλητικόν ἐστιν ἐπίρρημα, καθὰ καὶ τὸ ὦ, καὶ ὅτι πνευματίζεται ὡς ἐκεῖνο καὶ τάσιν πάσχει ὁμοίαν, καὶ ὅτι ἐκεῖνο μὲν ἐκφωνεῖται ὅτε κατὰ φύσιν ἔχει τις τοῦ ψυχικοῦ καταστήματος, τὸ δὲ ἆ ἐν θυμῷ ἐκλαλεῖται ἢ τοιούτῳ τινὶ πάθει, προέγνωσται. Καταθύμιος δὲ παρὰ τῷ ποιητῇ ὁ κατὰ ψυχὴν λαμβανόμενος, ὁ ἐνθύμιος, παρὰ δὲ τοῖς ὕστερον ὁ ἐν ψυχῇ ὢν καί, ὡς εἰπεῖν, θυμήρης, οὗ ὁ ἔμπαλιν ἀκαταθύμιος.

(v. 202) Τὰ δὲ ὅπλα τοῦ Πατρόκλου τὰ ἐξ Ἀχιλλέως οὐκ ἄμβροτα μόνον ἀλλὰ καὶ κλυτὰ λέγει καὶ καλά, πολλάκις οὕτω φράζων καὶ [39] χορεύων διὰ τῶν τοιούτων λέξεων.

(v. 203) Τὸν δὲ Ἀχιλλέα φθάσας μὲν ὁ Γλαῦκος μέγα ἄριστον Ἀργείων παρὰ ναυσὶν ἔφη, καὶ ἦν πιστὸς ὁ παρὰ τοῦ ἐχθροῦ ἔπαινος, νῦν δὲ ἀριστέα ἐκεῖνον ὁ Ζεὺς καλεῖ φρικτόν. τοιοῦτον γάρ τι δηλοῖ τὸ "ὃν τρομέουσι καὶ ἄλλοι", ἐν ᾧ δοκεῖ περιττὸς ὁ και σύνδεσμος κεῖσθαι. εἰ μὴ ἄρα σκωπτικῶς ἐμφαίνει λέγειν ὅτι καὶ σὺ τρομέεις τὸν Ἀχιλλέα καὶ ἄλλοι. Ἐνταῦθα δὲ ὅρα καὶ τὴν συντομίαν τοῦ ἐπαινετηρίου, καιριωτάτην οὖσαν. οὐ γὰρ ἔδει τὸν ὕπατον Δία περὶ ἐλαττόνων προσώπων μακρὰ κατατείνειν ἐγκώμια.

(v. 204) Ἐνηής δὲ ὁ τῷ ἀπηνεῖ ἐναντίος. καὶ ἔστιν ὥσπερ προσηνής, ὁ πρὸς τῇ ἀγαθότητι ὤν, ὡς ἀπὸ τοῦ ἠΰς, ὁ ἀγαθός, οὕτω καὶ ἐνηὴς ὁ ἐντὸς ἀγαθότητος, ἀπηνὴς δὲ ὁ ἀπὸ αὐτῆς. δῆλον δ' ὅτι τὸ κρατερόν ἐνταῦθα οὐκ ἀπειλὴν ἀλλὰ ἀνδρίαν δηλοῖ, οὐ γὰρ ἄγριος ὁ ἐνηής, εἰ μή τι ὁ πόλεμος καὶ τοιοῦτον αὐτὸν διατίθεται, ἵνα φύσει μὲν εἴη ἐνηής, διὰ τὴν μάχην καὶ κρατερός.

(v. 205) Τὸ δὲ "οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ" ἀντὶ τοῦ οὐκ ἐσκύλευσας, ὡς ἐχρῆν, ἀλλὰ τοῦ Φοίβου τὸν Πάτροκλον ἀφοπλίσαντος, σὺ δῶρον εἵλου αὐτὰ ἢ καὶ ὡς εὕρημα. ταπεινοῖ δὲ ταῦτα τὸ μεγαλεῖον τῆς ἀριστείας καὶ κατασμικρύνει τὸν Ἕκτορα, εἰ τὰ τοῦ Ἀχιλλέως ὅπλα ἔχει μήτε ἐκεῖνον ἀνελὼν καὶ αὐτὰ δὲ ἀκόσμως ἀνελόμενος. ὁ θώραξ τε γὰρ ἐκείνου ὑπὸ Ἀπόλλωνος ἐλύθη, καὶ ἡ ἀσπὶς σὺν τῷ τελαμῶνι αὐτόματος ἔπεσε χαμαί, ὡς προϊστόρηται. ἔστι δὲ τὸ μὲν "ἀπὸ κρατός" διὰ τὴν κυνέην, τὸ δὲ "καὶ ὤμων" διὰ τὸν θώρακα.

(v. 206) Τὸ δὲ "εἵλευ" ἐν ἄλλοις ἐνεργητικῶς προφέρεται. διφορεῖται γάρ. καὶ ἦν μὲν εἰπεῖν "εἵλου" κοινότερον, εἵλετο δὲ Ὅμηρος φάναι "εἵλευ" καινότερον ὡς ποιητής. Τὸ δὲ "νῦν" καὶ ἐνταῦθα λοξὸν ὂν διασαφεῖται [40] ὅμως τοῖς ἑξῆς. εἰ γὰρ μὴ δέξεται αὐτὰ ἡ Ἀνδρομάχη, δῆλον ὅτι πρὶν ἢ ἀνελθεῖν εἰς τὴν πόλιν ὁ Ἕκτωρ ἀφοπλισθήσεται, ὃ δὴ πάλιν ἑτέρα ἐστὶν ἀναφωνητικὴ προέκθεσις, ὡς τοῦ Ἕκτορος μηκέτι τὴν Τροίαν ἐντὸς ὀψομένου καὶ διὰ τοῦτο μηδὲ τῇ γυναικὶ ὀφθησομένου μετὰ τῶν Ἀχιλλέως ὅπλων, ἵνα μηδὲ μαρτυρεῖν ἐκείνη ἔχῃ τῇ τοῦ ἀνδρὸς ἀρετῇ.

(v. 207) Ποινὴ δὲ ἀλλαχοῦ μὲν τιμωρία καὶ πρόστιμον, ἐνταῦθα δὲ Ὅμηρος οὕτω τὴν ἀντισήκωσιν λέγει. διὰ τοῦτο γάρ φησι· μέγα σοι δώσω κράτος, ἀντισηκῶν τοῦτο πρὸς τὸ ἐπὶ σοὶ μέλλον κακόν, ἀνθ' ὧν δηλαδὴ οὐ μέλλεις ἐκνοστήσας τῆς μάχης ἀποκαταστῆναι τῇ φιλτάτῃ Ἀνδρομάχῃ. ἡ δὲ χρῆσις τοῦ τοιούτου σημαινομένου τῆς ποινῆς εὕρηται παρὰ Πινδάρῳ μάλιστα, καὶ δοκεῖ μὴ ἐκ τοῦ φένω ἐτυμολογεῖσθαι καὶ ἡ τοιαύτη ποινή, ἀλλ' ἐκ τοῦ πένω, τὸ ἐνεργῶ. εἰ δὲ μηκέτι τὴν Ἴλιον εἰσελεύσεται, ὡς ἐρρέθη, ὁ Ἕκτωρ, εἰκότως καὶ τὰ τοῦ Ἀχιλλέως ὅπλα ἐκ τῆς ἄρτι φορεῖ ὡς ἀποδώσων αὐτὰ τῷ Ἀχιλλεῖ. Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν ἑνικῶς "τοῦ", ἤγουν τούτου, "ποινήν", ὁ δὲ πληθυντικῶς εἶπε τούτων ποινήν, μεγεθύνων τὸ κακὸν τῷ πληθυσμῷ.

(v. 210-214) Ὅτι τερατῶδές τι πλάττων ἐπὶ τοῖς Ἀχιλλέως ὅπλοις Ὅμηρος καὶ ὑπεμφαίνων τὸ τοιοῦτον τέρας καὶ τοῖς ἄλλοις ἐγγίνεσθαι, οἳ τὰ τοιαῦτα ἐφόρουν, φησὶν "Ἕκτορι δ' ἥρμοσε τεύχε' ἐπὶ χροΐ", ὃ πρὸ ὀλίγων ἡρμηνεύθη, "δῦ δέ μιν Ἄρης δεινός, ἐνυάλιος. πλῆσθεν δ' ἄρα οἱ μέλεα ἐντὸς ἀλκῆς καὶ σθένεος. μετὰ δὲ κλειτοὺς ἐπικούρους ἔβη μέγα ἰάχων. ἰνδάλλετο δέ σφισι πᾶσι τεύχεσι λαμπόμενος μεγαθύμου Πηλείωνος", ἤγουν εἰκασμὸν ἑαυτοῦ ἔπεμπε τοῖς βλέπουσιν καὶ οὐκ ἐμφανῶς ἐγινώσκετο Ἕκτωρ εἶναι, οἷα μὴ τὰ ἑαυτοῦ φορῶν, ἀλλὰ τοῖς Ἀχιλλέως ὅπλοις λαμπόμενος. ἕτεροι δέ φασιν, ὅτι μεγαθύμῳ Πηλείωνι ἰνδάλλετο, ἀπὸ κοινοῦ τὴν τοιαύτην λαβόντες δοτικήν. καὶ ἔστιν ἀστεία μᾶλλον ἡ περιπέτεια οὕτως, εἴπερ [41] Ἀχιλλέως εἰκασμὸς ἕως μὲν ἄρτι ἐξεφόβει διὰ Πατρόκλου Τρῶας, νῦν δὲ κακὸν δι' Ἕκτορος τοῖς Ἀχαιοῖς γίνεται. καὶ εἴποι ἄν τις ὡς ἐν εἰδώλῳ ἀρεϊκῷ ἀλλοπρόσαλλόν τι κἀνταῦθα εἶναι ὑπὸ τοῦ εἰκασμοῦ τούτου, ὃ δὴ ψόγος Ἄρεος. Ἰστέον δὲ καὶ ὅτι μυθικῶς μὲν Ἄρης ἔδυ τὸν Ἕκτορα διὰ τῶν ὅπλων, καὶ ἀλκὴ καὶ σθένος διά τε τὸ ἡφαιστότευκτον καὶ διὰ τὸν Δία, ὃς μέγα κράτος αὐτῷ ἐγγυαλίξειν κατένευσεν. ἄλλως δὲ ἡ συμμετρία τῶν ὅπλων δοκεῖ συνεισάγειν ἀλκῆς τι, καὶ μάλιστα τὸ πολὺ τοῦ ἐπ' αὐτοῖς χαίρειν καὶ τὸ εἰς μάχην ἐντεῦθεν πρόθυμον καὶ ἐνθουσιαστικόν. τὸν μέντοι Ἀχιλλέα ἐν τοῖς ἑξῆς ὡς καὶ αἴρει τὰ ὅπλα καὶ ὡσεὶ πτερὰ ἐκείνῳ γίνονται, εἰρήσεται κατὰ καιρόν. Πάνυ δὲ σεμνύνει τὰ τοῦ Ἀχιλλέως ὅπλα ὁ ποιητής, εἰ οὕτω δυνάμεως ἐμπιπλῶσι τὸν Ἕκτορα, ὡς καὶ κάτοχον οἷον γενέσθαι Ἄρεϊ.

(v. 210) τοῦτο γὰρ δηλοῦται ἐν τῷ "δῦ δέ μιν Ἄρης", ἤγουν ἔνθεος γέγονε πλησθεὶς Ἄρεος. ἔδυ γὰρ ὥσπερ τὰ τεύχεα Πάτροκλος, οὕτως αὐτὸν Ἄρης. ἔστι δὲ νοεῖν ὡς τοιοῦτος ἦν καὶ Πάτροκλος καὶ πρὸ αὐτοῦ Ἀχιλλεὺς τὰ τοιαῦτα ἔχων ὅπλα.

(v. 212) Τὸ δὲ "μετὰ ἐπικούρους" ἢ ἐκ μέρους τὸν ὅλον δηλοῖ στρατὸν ἢ μόνους αὐτούς, ὡς τοῦ Ἕκτορος φιλοτιμίαν σχόντος αὐτοῖς ἐμφανισθῆναι, καὶ μᾶλλον ὅτι βούλεται καὶ δημηγορῆσαι πρὸς αὐτούς.

(v. 213) Τὸ δὲ "μέγα ἰάχων" εἴ τις ἐρεῖ ‹οὐ› διαφέρειν τοῦ "ὀξέα κεκληγώς" καὶ "ὀξὺ βοήσας", ἃ πρὸ ὀλίγων ἐπὶ Ἕκτορος ὁ ποιητὴς εἶπεν, οὐκ ἔξω λόγου ἐπιβαλεῖ.

(v. 215) Ὅτι ἐρεθίσεως εἰς ἔργον τὸ "ὤτρυνε δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσιν". Ἔνθα ὅρα τὸ τοῦ στίχου πάθος. ἡ γὰρ λήγουσα τοῦ "ἐποιχόμενος" ἐκτέταται τῇ στιγμῇ καὶ τῷ ἐπιφερομένῳ φωνήεντι κατὰ τὸ "Νέστορα δ' οὐκ ἔλαθεν ἰαχή". ἐν οἷς ἰσχύων ὁ ποιητὴς δι' [42] ἐπενθέσεως τοῦ ῥα συνδέσμου ἢ τοῦ γε καὶ συναλιφῆς αὐτῶν ἰάσασθαι τὸ πάθος δακτυλικῶς ὅμως οὐκ ἀπέκρινε τὸ σύνηθες τοῖς μέτροις ἐν δέοντι παθητικόν, οἷα μηδέν τι μηδ' οὕτω καινοπραγῶν. [Ἦν δὲ καὶ πρὸ τούτων ὅμοιον στιχηρᾶς λαγαρώσεως πάθος, ἔνθα Γλαῦκος ἔφη τὸ "οὐ γάρ τις Λυκίων μαχησόμενος Δαναοῖσιν εἶσι περὶ πτόλιος". ἡ γὰρ λήγουσα τοῦ "πτόλιος" μηκύνεται ὁμοίως καὶ μετὰ τοῦ ἐπει συνδέσμου ἀπαρτίζει δάκτυλον.]

(v. 220-228) Ὅτι Ἕκτωρ ὀνειδισθῆναι φθάσας ὑπὸ Γλαύκου πρὸ ὀλίγου αὐτὸν μὲν ἐκεῖ δι' ὀλίγων ἠμείψατο, ἐνταύθα δὲ ἀορίστως πρὸς πάντας τοὺς ἐπικούρους λαλῶν καὶ ὡς οἷον ἀντεγκαλῶν, οἷς δὴ καὶ ὁ Γλαῦκος συνεισάγεται, ἀνταποδίδωσι τὸν ὀνειδισμόν, καὶ ἀπαιτεῖ θνῄσκειν ἀναγκαίως ὑπὲρ τῆς Τροίας. τοῦτο δὲ ὡς πρὸς τὸν λόγον τοῦ Γλαύκου ποιεῖ, φαμένου τὸ "ἐπεὶ οὐκ ἄρα τις χάρις ἦν μάρνασθαι". οἱονεὶ γὰρ λέγει ὁ Ἕκτωρ, ὡς οὐ μόνον οὐδεμία χάρις ὑμῖν τοῖς ἐπικούροις μαχομένοις, ἀλλὰ καὶ ὀφειλέται μοι θανάτου ἐστέ. καὶ τέως οὐκ εἰπὼν "κέκλυτε Τρῶες καὶ Λύκιοι", ὡς ἀλλαχοῦ ἐξεφωνεῖτο διὰ τὸ τῶν Λυκίων ἔξοχον, ἀλλὰ κοινῶς οὕτω προσφωνήσας "κέκλυτε μυρία φῦλα περικτιόνων", ἐπιφέρει ἀρξάμενος ἀπὸ τοῦ γαρ συνδέσμου συνήθως "οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων ἐνθάδ' ἀφ' ὑμετέρων πολίων ἤγειρα ἕκαστον, ἀλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ' Ἀχαιῶν. τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. τῷ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω ἠὲ σαωθήτω· ἡ γὰρ πολέμου ὀαριστύς". Καὶ ἔστι κατὰ τοὺς παλαιοὺς ἡ τοῦ Ἕκτορος νῦν ἀξίωσις πρὸς ἐπικούρους τὸ ἀντὶ τροφῶν, ὧν ἐκ Τροίας εἶχον, ἀποδοῦναι τὰς ψυχάς. τοιοῦτον γὰρ οἱ μισθοφόροι, πωλοῦντες μισθοῦ τὸ ζῆν.

(v. 229-232) Εἶτα στρατηγικῶς ἐλπίδι γερῶν ἐρεθίζων εἰς κίνδυνον ἐπάγει "ὃς δέ κε Πάτροκλον καὶ τεθνειῶτά περ, ἔμπης εἰς Τρῶας ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, ἥμισυ τῶν ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ' αὐτὸς ἕξω ἐγώ, τὸ δέ οἱ κλέος ἔσσεται, ὅσσον ἐμοί περ", ἵνα καὶ κατὰ τὸ γέρας καὶ κατὰ τὸ κλέος ἶσος αὐτῷ εἴη ὁ τὸ μέγα ἔργον ποιήσας. συνέμιξε δὲ τῷ τοῦ νεκροῦ ἑλκυσμῷ τὸν Αἴαντα, ὅτι μὴ ἄλλως ἦν αὐτὸν [43] ἐρύσασθαι, εἰ μὴ ὁ ἀμφιβεβηκὼς Αἴας εἴξει.

(v. 220) Ὅρα δὲ τὸ "μυρία φῦλα ἐπικούρων" πρὸς ἐντροπὴν Γλαύκου λεχθὲν ὑπὸ Ἕκτορος, οἷα λελυπημένου κατὰ Γλαύκου, ὃς τὸ πᾶν τῆς ἐπικουρίας ἐν μόνοις Λυκίοις ἐδόκει τιθέναι. τὸ δ' ἦν οὐ τοιοῦτον. αὐτοὶ μὲν γὰρ τηλόθεν ἐκ Λυκίας. Ἕκτωρ δὲ μυρία φῦλα περικτιόνων ἀνακαλεῖται, ὅ ἐστι περιοίκων, κατασπῶν μὲν τὴν τοῦ Γλαύκου ὀφρῦν στρατηγικώτερον, οὐ μὴν καὶ ἀληθῆ λέγων. ὀλίγοι γὰρ τοιοῦτοι ἐπίκουροι. καὶ ὅμως τὸ τῶν Λυκίων ὄνομα σιωπήσας ὁ Ἕκτωρ, μυρίους δέ τινας ἐπικαλεσάμενος ἐπικούρους, μονονουχὶ λέγει ὡς, εἰ καὶ ὑποχωρήσουσιν οἱ Λύκιοι, οὐ πάντως οἱ Τρῶες μόνοι περιλείπονται κατὰ τὸν τοῦ Γλαύκου λόγον, ἀλλ' εἰσὶν ἡμῖν ἕτεροι ἐπίκουροι. οὕτω καὶ ὁ Ἀγαμέμνων φθάσας ἔφη πρὸς τὸν Ἀχιλλέα ὅτι, κἂν καὶ ἀποπλεύσῃς, εἰσί μοι "ἄλλοι οἵ κέ με τιμήσουσιν", οἱ δ' οὐκ ἦσαν ὡς ἀληθῶς. Ἰστέον δὲ ὅτι τὸ "μυρία φῦλα συνεπιμαρτύρεται τῷ τῶν Ἀχαιῶν βασιλεῖ ἀλήθειαν, εἰπόντι ἐν τῇ βῆτα ῥαψῳδίᾳ πολλῶν ἐκ πολέων ἐπικούρους εἶναι τοῖς Τρωσί. τὸ δ' αὐτὸ καὶ ὀνειδιστικῶς αὔξει τὴν δαπάνην, ἣν οἱ ἐγχώριοι διὰ τοὺς ἐπικούρους ἔπασχον. ἐμφαίνεται δὲ καὶ ὁ τῶν Τρώων ἐντεῦθεν πλοῦτος, ὃν πάλαι ποτὲ εἶχον, ὁ πρὸ τούτων μνημονευθείς. πῶς γὰρ οὐ πλουσιωτάτη πόλις, ἣ τρυχομένη δαπάναις ταῖς εἰς μυρία φῦλα ἐπὶ τοσοῦτον ἐξήρκεσε; τῷ δὲ τῶν περικτιόνων ὀνόματι πάντες δηλοῦνται οἱ καὶ πόρρωθέν ποθεν ἐπίκουροι ὡς ἐκ μέρους, ἵνα ταπεινωθῇ ἐντεῦθεν τὸ τῶν Λυκίων ὑπέροφρυ, ἐξ ὧν Λύκιοι πολλαχοῦ τὸ ἐπικουρικὸν σύμπαν ἐλέγετο. ἀληθῶς γὰρ καὶ δίχα τῶν Λυκίων οὐ πάντες οἱ ἐπίκουροι περίοικοι τῆς Τροίας εἰσί. δοκεῖ δὲ καὶ κολακικὸς ὁ λόγος εἶναι, ὡς πάντων περιοίκων λογιζομένων, κἂν μὴ τοιοῦτοι ὦσιν. ἴσως δὲ καὶ ἄλλως καταδημαγωγεῖ τοὺς περιοίκους μόνους, ὡς τῶν τηλεδαπῶν οὐ πάνυ ἀξιουμένων λόγου. [Εἶεν δ' ἂν περικτίονες οἱ πέριξ ἐϋκτιμένας πόλεις ἔχοντες, ταὐτὸν δ' εἰπεῖν, ἐϋκτίμενα πτολίεθρα.]

(v. 221) Τὸ δὲ "οὐ γὰρ ἐγώ" ἢ περιττὸν ἔχει τὸν σύνδεσμον, ὃ καὶ ἐν ἄλλοις γέγονεν, ἢ ἀπὸ ἐλλείψεώς τινος αἰτιολογικῶς κεῖται, οἷον· ὦ μυρία φῦλα περικτιόνων, τί μοι ὄφελος τοῦ πολλοὺς ὑμᾶς ἐνταῦθα εἰλεῖσθαι; οὐ γὰρ ἐγώ, καὶ ἑξῆς. Τὸ δὲ "πληθύν" οὐ [44] ταὐτόν ἐστι τῷ "μυρία φῦλα", ἀλλὰ τὴν ἁπλῶς πολυλαΐαν καὶ νῦν δηλοῖ τὴν ἀντιδιαστελλομένην τοῖς ἀριστεῦσιν, ὅπερ ὁ Κωμικὸς ἀριθμὸν ἄλλως φησίν, ἤγουν πλῆθος οὕτω μάτην. καὶ ἄλλως δέ, ὁ εἰπὼν "τῷ τις ἠὲ ἀπολέσθω ἠὲ σαωθήτω" οὐ πληθὺν ζητεῖ ἁπλῶς ἀλλὰ τὴν ἐκ τοῦ λαοῦ φυλακήν, εἰ καὶ ἀνάγκη αὐτοῖς πίπτουσιν ὑποσπᾶσθαι τὸν πληθυσμόν.

(v. 223) Τὸ δὲ "ἵνα μοι Τρώων ἀλόχους καὶ τέκνα ῥύοισθε" πρὸς τὸ τοῦ Γλαύκου ἀποτείνεται, εἰπόντος ὄφελος γενέσθαι τὸν Σαρπηδόνα καὶ αὐτῷ. οἱονεὶ γὰρ λέγει, ὡς οὐκ ἐμὲ ἤλθετε ῥύεσθαι, ἀλλὰ ὑπ' ἐμοὶ ἢ σὺν ἐμοί, ἀρχηγῷ δηλαδή, τοὺς περὶ Τροίαν. Τὸ δὲ "προφρονέως" οὐκ ἀπέοικε τοῦ πρόφρονες, ὅτε καὶ ἐκεῖνο ἐπιρρηματικόν ἐστι.

(v. 224) Τὸ δὲ "φιλοπτολέμων ὑπ' Ἀχαιῶν" ἐντρεπτικὸν καὶ αὐτό. οὐ γὰρ κατὰ τῶν τυχόντων ὑμᾶς, φησίν, ἤθροισα, ἵνα φιλοψυχῆτε, ἀλλὰ κατὰ ἀνδρῶν μαχίμων.

(v. 225) Τοιοῦτον δὲ καὶ τὸ "κατατρύχω δώροις καὶ ἐδωδῇ". οὐ γὰρ ζημιῶ ἁπλῶς, ἀλλὰ κατατρύχω. [Ἐκ τοῦ τρῶ δὲ ὠνοματωπεποιημένου, ἐξ οὗ καὶ τὸ τρώγω καὶ τὸ τρύω καὶ τὸ τρυπῶ, παραγώγως γέγονε καὶ τὸ τρύχω, ἀναλόγως τῷ ψῶ ψήχω.] Καὶ ὅρα ἔθος τοῦτο ἀρχαῖον. οὐδὲ γὰρ ἐξήρκει πρὸς τοσαύτην δαπάνην μόνον τὸ τοῦ Πριάμου ἀρχεῖον. δῶρα δὲ λέγει τὴν δίχα τῆς ἐδωδῆς μισθοφοράν.

(v. 226) Τὸ δὲ "ἑκάστου θυμὸν ἀέξω" ἄλλο τι δηλοῖ νῦν παρὰ τὸ ἐν Ὀδυσσείᾳ τὸ "ὅτε δὴ μέγας εἰμὶ καὶ ἀέξεταί μοι ἔνδοθι θυμός". ἐκεῖνο μὲν γὰρ τί δηλοῖ, ἐν τοῖς ἐκεῖ ζητητέον. ἐνταῦθα δὲ θυμὸν ἑκάστου ὁ Ἕκτωρ ἀέξει τῇ θεραπείᾳ, δώροις δηλαδὴ καὶ τιμαῖς καὶ τοιούτοις, ὑφ' ὧν ψυχὴ μετεωριζομένη δοκεῖ πλείων ἑαυτῆς γίνεσθαι διαχεομένη. ὅθεν παρῆκται τὸ χαίρειν, οὗ τὸ ἀνάπαλιν ὀλιγηπελέειν καὶ ὀλιγηπελέων ὁ μὴ θυμὸν ἀεξόμενος. Τὸ δὲ "ὑμέτερον ἑκάστου" τὴν ἐργωδίαν δηλοῖ τῆς μεταχειρίσεως, εἰ μὴ κοινῶς τι παραρριπτεῖ ἀλλ' ἑκάστῳ συνδιατίθεται, ὃ δὴ καὶ αὐτὸ ἀληθῶς ἀργαλέον ἐστί.

(v. 227 s.) Τὸ δὲ "ἢ ἀπολέσθω ἢ σαωθήτω" καὶ ἀλλαχοῦ [45] ἐφράσθη. Τὸ δὲ "ἰθὺς τετράφθαι" ἶσόν ἐστι τῷ ἰθὺς μάχεσθαι καὶ στῆναι ἄντα, περὶ ὧν πρὸ ὀλίγων ἐρρέθη, καὶ τῷ ἰθὺς βρῖσαι, ὃ μετ' ὀλίγα κεῖται.

(v. 228) Τὸ δὲ "ἣ γὰρ πολέμου ὀαριστύς" γνωμικῶς ἐρρέθη καὶ ὡς τῶν μαχομένων ἢ ἀπολλομένων ἢ σῳζομένων. ἐσχημάτισται δὲ καὶ οὗτος ὁ λόγος Ἀττικῶς. ἀντὶ γὰρ τοῦ εἰπεῖν τοῦτό ἐστιν ἰδιότης πολέμου, εἶπεν αὕτη γάρ. παρεσημειώθη δὲ πρὸ τούτων καὶ ἕτερα τοιαῦτα σχήματα. Ὅτι δὲ ὀαριστύς ἡ ἁπλῶς ὁμιλία καὶ πόθεν γίνεται, δηλοῦται ἀλλαχοῦ. [(v. 229) Τὸ δὲ "καὶ τεθνηῶτά περ ἔμπης" καὶ ἑξής, διεστάλθαι δοκεῖ τῆς ζωγρίας ὡς κρείττονος. μεῖζον μὲν γὰρ εἰς ἀριστείαν τὸ ζωγρῆσαι πολέμιον. ἔχει δ' ὅμως ἀνδρίαν καὶ τὸ τεθνεῶτα ἐρύσαι, ἤγουν ἑλκύσαι.]

(v. 231) Τὸ δὲ "ἥμισυ τῶν ἐνάρων" σοφιστικῶς κεῖται ἐν ἀορίστῳ, ἐπεὶ μηδὲ δῆλόν ἐστιν, οἷα καὶ ὅσα ἔναρα πορισθήσονται ἀπὸ τῶν ὑπὲρ Πατρόκλου πεσουμένων. εἰ δὲ λέγει δεικτικῶς ἥμισυ τῶν ἥγουν τούτων, ἐνάρων, ὧν ἄρτι περίκειται σκυλεύσας ἐκ Πατρόκλου, εἴη ἂν ὁ λόγος τῷ Ἕκτορι καὶ σαφὴς καὶ οὐδὲ σοφισματώδης.

(v. 233-236) Ὅτι ἀναφωνῶν συνήθως ὁ ποιητὴς ἐφ' οἷς οἱ ἐπίκουροι ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν ἐλπόμενοι νεκρὸν ὑπ' Αἴαντος ἐρύειν, φησι "νήπιοι, ἦ τε πολέσσιν ἐπ' αὐτῷ θυμὸν ἀπηῦρα", ὁ Αἴας δηλαδή, προεκτιθέμενος κἀνταῦθα τὰ ἐφεξῆς, ὡς ἔθος αὐτῷ. Ἰστέον δὲ ὅτι ὁρμὴν εἰς μάχην φράζει τὸ "οἳ δ' ἰθὺς βρίσαντες ἔβησαν δούρατ' ἀνασχόμενοι, μάλα δέ σφισιν ἔλπετο θυμὸς τόδε ποιήσειν. οἱ δέ, ὡς ἐρρέθη, βρίσαντες εἶεν ἂν ζαχρηεῖς, ὅ ἐστιν ἐμβριθεῖς πολεμισταί, περὶ ὧν ἀλλαχοῦ κεῖται. δῆλον δὲ ὡς οἱ μὴ οὕτω βρίθοντες ἐλαφροί εἰσι καὶ ἀβαρεῖς πολέμιοι, ἤδη δὲ καὶ μαλθακοί.

(v. 238-244) Ὅτι πολὺν ἰδὼν Αἴας τῶν Τρωϊκῶν ἐπικούρων συνασπισμὸν καί, ὡς εἰκός, ὑποδείσας καὶ διὰ τοῦτο δυσελπιστῶν φησιν "ὦ πέπον, ὦ Μενέλαε διοτρεφές, οὐκέτι ἔλπομαι αὐτώ περ", ἤγουν ἐμὲ καὶ σέ, "νοστησέμεν ἐκ πολέμοιο. οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, ὅς κε [46] τάχα Τρώων κορέσει κύνας ἠδ' οἰωνούς, ὅσσον ἐμῇ κεφαλῇ περιδείδια, μή τι πάθῃσι καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει Ἕκτωρ, ἡμῖν δ' αὖτ' ἀναφαίνεται αἰπὺς ὄλεθρος". Καὶ ὅρα θαυμαστὴν τροπῆς ἀντίθεσιν. πρὸς γὰρ τὸ νέφος ἀντεπήγαγε τὸ "ἀναφαίνεται", οἱονεὶ λέγων ὡς, εἰ καὶ πάντα νέφος καλύπτει, ἀλλ' ἡμῖν οὐκ ἐν ἀορασίᾳ ἐστὶν οὐδὲ κεκάλυπται ὁ ὄλεθρος, ἀλλὰ πάνυ λαμπρότατα φαίνεται. καὶ νῦν μὲν τροπικῶς νέφος τὸν Ἕκτορα καλεῖ, ὃν ἀλλαχοῦ νυκτὶ τὰ ὑπώπια εἴκασεν. ἢ καὶ ἄλλως, τὸν πόλεμον συνήθως νέφος εἶπεν, ὃν ὁ Ἕκτωρ περὶ πάντα καλύπτει, ὡς οἷα πανταχοῦ καταπετάσας αὐτόν. προϊὼν δὲ σκότος ἄλλως ποιήσει βαθὺ περὶ Αἴαντα. Σημείωσαι δὲ καὶ ὅτι τὸ παρὰ πόδας κακὸν ἐπιλανθάνεσθαι τῶν φθασάντων ποιεῖ, ὡς νῦν τε ὁ Αἴας δηλοῖ περὶ ἑαυτῷ μάλιστα καὶ τῷ Μενελάῳ δεδιὼς καὶ ἐν Ὀδυσσείᾳ δὲ ὁ Τηλέμαχος, ὃς τὸ τῶν μνηστήρων ἐν ποσὶ κείμενον κακὸν ὑψώσας ῥητορικῶς μεῖζον τῆς τοῦ πατρὸς εἶναι ἀπωλείας ἐρεῖ.

(v. 240 et 242) Ὅρα δὲ ὅτι τὸ δέδια διχῇ συνέταξεν, ἤγουν μετὰ γενικῆς ἐν τῷ "νέκυος περιδείδια", καὶ μετὰ δοτικῆς ἐν τῷ "ἐμῇ κεφαλῇ περιδείδια καὶ σῇ". γέγονε δὲ καὶ τοῦτο διὰ τὴν συγγένειαν τῆς γενικῆς καὶ τῆς δοτικῆς.

(v. 241) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ "Τρώων κύνας ἠδ' οἰωνούς", εἴπερ τὸ Τρώων κοινόν ἐστι καὶ πρὸς τοὺς οἰωνούς, διασαφεῖται αὐτόθεν τὸ ἐν τῇ α΄ ῥαψῳδίᾳ "κύνεσσιν οἰωνοῖσί τε πᾶσιν".

(v. 245) Ὅτι ὁ Αἴας ἐνταῦθα ἐπιτρέπει τῷ Μενελάῳ ἀριστῆας Δαναῶν καλεῖν, "ἤν τις ἀκούσῃ", αὐτὸς δὲ οὐ βοᾷ, οὐχ' ὅτι οὐ δύναται, βοὴν γὰρ καὶ αὐτὸς ἀγαθός ἐστιν, ἀλλ' ὅτι αἰδεῖται βοᾶν, ἵνα μὴ ἐμφήνῃ πτοηθῆναι τὴν τῶν ἐπικούρων ἐπέλευσιν, ἴσως δὲ καὶ διότι μᾶλλον οἱ ἀριστεῖς τῷ Μενελάῳ πεισθήσονται ἤπερ αὐτῷ, ἔτι δὲ καὶ διότι αὐτὸς τῶν ἔργων ὢν λαλεῖν ἐπιτρέπει τῷ μὴ πάνυ ἐνεργεστάτῳ. καὶ ἄλλως δὲ, ἐχρῆν ὥσπερ ἐν τοῖς Τρωσίν, οὕτω καὶ ἐν τοῖς Ἀχαιοῖς δημηγορῆσαι ἄρτι τὸν δεύτερον βασιλέα, οἷος ἦν ἐν μὲν τοῖς Ἰλιεῦσιν ὁ Ἕκτωρ, ἐν δὲ τοῖς Ἕλλησιν ὁ Μενέλαος.

(v. 247-255) Ὅτι [47] ἀνάγκης ἐπειγούσης λαλεῖ καὶ Μενέλαος πρὸς τοὺς Ἀχαιούς, προκαλούμενος ὑπὲρ Πατρόκλου, ὡς προσεχῶς ὁ Αἴας ὑπέθετο, καί φησι διαπρύσιον γεγωνώς "ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες, οἵ τε παρ' Ἀτρείδῃ Ἀγαμέμνονι καὶ Μενελάῳ δήμια πίνουσι καὶ σημαίνουσιν ἕκαστος λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ", ὡς διογενέσι δηλαδή, "ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδῃεν", ἤγουν ἐκκαίεται. "ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ' ἐνὶ θυμῷ Πάτροκλον Τρῳῇσι κυσὶ μέλπηθρα γενέσθαι".

(v. 256-261) Καὶ ὁ μὲν οὕτως ἔφατο, "ὀξὺ δὲ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας", καὶ πρῶτος ἀντίος ἦλθε θέων, οἷα εἰδὼς τὸν αὐτῷ φίλον μέγαν Αἴαντα ἐκεῖ περιβαίνειν. εἶτα Ἰδομενεὺς καὶ Μηριόνης. "τῶν δ' ἄλλων τίς ἂν ᾗσι φρεσίν", ἄνευ δηλονότι Μουσῶν, "οὐνόματ' εἴποι, ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν"; Καὶ ὅρα ὡς τῇ ἀποσιωπήσει ταύτῃ καὶ τῷ ἀορίστῳ τὸ πλῆθος ὁ ποιητὴς ηὔξησεν, ὡς μὴ δυνάμενος δῆθεν αὐτὸς ἰδίαις φρεσὶ δίχα Μουσῶν μηδὲ τούτους ἄρτι μυθήσασθαι οὐδ' ὀνομῆναι διὰ τὸ πολὺ τοῦ πλήθους, ὅπερ ὀνομαίνειν ὀκνεῖ, ὥς που προδιωμολογήσατο. καὶ ἄλλως δέ, οὐκ ἐχρῆν ὀνόμασιν ἐπεξιέναι τηνάλλως τὸν ποιητὴν εἰς οὐδὲν δέον, ἐφ' οἷς τὰ μείζω προκαλεῖται αὐτόν.

(v. 262) Ἐπάγει γὰρ "Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἂρ Ἕκτωρ", ποθῶν τε, ὡς εἰκός, ἀντιστῆναι τῷ Αἴαντι, καὶ ἵνα μηδὲ τὸ πρὸς Ἀχιλλέα ἴνδαλμα αἰσχύνῃ ἀχρειώσας, εἰ μὴ προμάχοιτο. καὶ τοῦτο ἦν αἴτιον τοῦ συγκληθῆναι τοὺς τῶν Ἀχαιῶν ἀρίστους. οὐ γὰρ ἦν πιθανὸν ἀντιστῆναι τοσούτοις Αἴαντα καὶ Μενέλαον μόνους αὐτούς.

(v. 250) Ὅρα δὲ τὸ οἳ παρὰ τοῖς βασιλεῦσι "δήμια πίνουσιν" ἐκ τῶν τοῦ Ἕκτορος λόγων παραξεσθὲν ὡς εἴδει παραφράσεως, ἤγουν ἐκ τοῦ "δώροις κατατρύχω καὶ ἐδωδῇ λαούς". οἵ τε γὰρ τῶν Τρώων ἐπίκουροι δήμια ἤσθιον τὰ τῶν λαῶν ἔδοντες, καὶ οἱ τῶν Ἀργείων ἡγήτορες δήμια ἔπινον. δεδήλωται γὰρ ἤδη ὅτι δασμοῦ γινομένου μερὶς ἐδίδοτό τις τῷ βασιλεῖ ἐκ τῶν κοινῶν καὶ εἰς τὰ τῶν ἀριστέων συμπόσια, ὧν ἡ παράχρησις δημοβόρον τὸν βασιλέα ποιεῖ, ταὐτὸν δ' εἰπεῖν δημιοβόρον. [48] [Φάναι γὰρ δημοβόρον τὸν δίκην ἀνθρωποφάγου αὐτὸν τὸν δῆμον ἐσθίοντα δριμὺ μὲν τῇ ἐννοίᾳ, πάνυ δὲ ἀτηρὸν τῇ τροπῇ. Σημείωσαι δὲ καὶ ὅτι ἔκπαλαι μὲν οὐ ψεκτὸν ἦν, ὥσπερ οὐδὲ ὁ δῆμος, οὕτως οὐδὲ ὁ δήμιος οὐδὲ τὸ δήμιον, ὡς δῆλον ἔκ τε τῶν δημιοπράτων, ὧν μέμνηται καὶ ὁ Κωμικός, καὶ ἐκ τῶν Ὁμηρικῶν δημιοεργῶν. ἐπεὶ δὲ ὕστερον ὁ δήμιος εἰς ἀεικὲς ἀπεκρίθη πρᾶγμα ‑ κολαστῇ γὰρ ἀνδρὶ ἀποκεκλήρωται τοὔνομα ‑ , ἤργησε μὲν ἡ χρῆσις τοῦ παλαιοῦ δημίου, ἐκαινίσθη δὲ ἀντ' αὐτοῦ ὁ δημόσιος.] Ὅρα δὲ καὶ τὸ "πίνουσιν", οὐ γὰρ ἔφη "καὶ ἐσθίουσιν", ἀλλὰ δηλοῖ ἀπὸ μέρους τὸ πᾶν. ὅθεν καὶ παρὰ τῇ κοινῇ συνηθείᾳ τὸ συμπόσιον καὶ ὁ πότος λέγεται, σιγωμένης τῆς ἐδωδῆς, καθὰ καὶ τὸ συσσίτιον, σιωπωμένης τῆς πόσεως. οὕτω καὶ Ἕκτωρ μνησθεὶς ἐδωδῆς ἀφῆκε συννοεῖσθαι αὐτῇ τὴν πόσιν. Χρὴ δ' ἐνταῦθα ὁρᾶν καὶ τὸ τοῦ λόγου σχῆμα. οὐ γὰρ εἶπεν "ὦ φίλοι, οἳ δήμια πίνετε καὶ σημαίνετε λαοῖς", ἀλλὰ "οἳ πίνουσι καὶ σημαίνουσι", μεταβὰς ἐκ δευτέρου προσώπου εἰς τρίτον, οὐ μόνον διὰ μέτρου εὐχρηστίαν καὶ ποικιλίαν φράσεως καὶ καινοπρέπειαν, ἀλλὰ καὶ ἵνα μὴ τραχέως τῷ διόλου ἀποστρεπτικῷ σχήματι ὀνειδίζῃ τοὺς ἀριστεῖς, ἅμα δὲ καὶ ἵνα δεξιώτατα κατὰ σχῆμα συντομίας ἀποτείνειν τὸν λόγον δοκοίη καὶ πρὸς τοὺς ἐν τῇ πληθυῒ ἀριστεύοντας. ἐν γὰρ τῷ ποιῆσαι τρίτου προσώπου τοὺς τῶν λαῶν σημάντορας δεύτερον ἔμεινε πρόσωπον ὁ λαός. καὶ δοκεῖ πρὸς [49] αὐτοὺς δημαγωγικώτερον λοιπὸν εἰπεῖν τὸ "ὦ φίλοι", ἐξ αὐτῶν δὲ ἀπονεῦσαι κατὰ λόγον τρίτου προσώπου καὶ εἰς τοὺς σημάντορας τῶν λαῶν, πρὸς οὓς καί τινα δυσωπίαν ἔχει τὸ "καὶ Μενελάῳ". μονονουχὶ γὰρ λέγει, ὡς ἐγὼ ταῦτα λαλῶ, παρ' ᾧ δήμια πίνετε. εἰ μέντοι ὁ Αἴας ἐδημηγόρησεν, οὐκ εἶχε χώραν τοιοῦτόν τι ῥηθῆναι. αὐτὸ δὲ καὶ ἄλλως ἐρρέθη ὡς ἀπὸ βασιλικοῦ κήρυκος, οἷα εἰκὸς ὂν μὴ πάντας αἰσθέσθαι ὅτι βασιλεὺς ὁ βοῶν.

(v. 250 s.) Ἰστέον δὲ καὶ ὅτι τὸ "σημαίνουσιν ἕκαστος λαοῖς, ἐκ δὲ θεοῦ τιμὴ καὶ κῦδος ὀπηδεῖ" ἐνδόξοις ἀνθρώποις προσρηθῆναι οἰκεῖον. Ἔνθα ὅρα τὸ "τιμὴ καὶ κῦδος", ἐν οἷς παράλληλος ὁ αὐτὸς νοῦς. [Ταὐτὸν δὲ πάντως εἰπεῖν σημαίνουσιν ἕκαστος καὶ σημαίνουσιν ἕκαστοι καὶ σημαίνει ἕκαστος. τὸ γὰρ ἕκαστος, καθότι μὲν συνδιήκει παντὶ τῷ πλήθει τῇ κατὰ μερισμὸν ἐννοίᾳ, πληθύεται τῇ σημασίᾳ. διὸ καὶ ὀρθῶς εἴρηται τὸ "σημαίνουσιν ἕκαστος", ὃ ταὐτόν ἐστι τῷ ἕκαστοι. καθότι δὲ αὖ πάλιν ἀτόμῳ τούτῳ καὶ ἐκείνῳ καὶ ἄλλῳ δεικτικῶς οἷον ἐπιμερίζεται, δύναται καὶ σύνταξιν ἑνικοῦ ῥήματος ἔχειν. διὸ ἀσφαλῶς ἂν ῥηθείη καὶ τὸ σημαίνει ἕκαστος. Ὅρα δὲ τὴν ἔννοιαν τοῦ δήμια πίνουσι παρὰ τοῖς βασιλεῦσι καὶ σημαίνουσι λαοῖς καὶ ἑξῆς, σύνθετον οὖσαν ἐξ ἀφελείας καὶ σεμνότητος. τοιοῦτον γὰρ δήπουθεν τὸ εἰπεῖν, ὡς τοῖς βασιλεῦσι μὲν συμπίνουσιν, ὑπὸ Διὸς δὲ τιμῶνται.]

(v. 252) Τὸ δὲ "ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον" λεχθείη ἂν καὶ παρὰ τοῦ μὴ ἔχοντος καθ' ἕνα πάντων κήδεσθαι.

(v. 253) Τὸ δὲ "τόσση γὰρ ἔρις πολέμοιο δέδηε" περιφραστικῶς κεῖται ἀντὶ τοῦ τόσος ἐστὶ πόλεμος. Τὸ δὲ "ἔρις πολέμοιο" διαστολὴν ἔχει τῶν λοιπῶν ἐρίδων. Ἐκ δὲ τοῦ "δέδηεν" ἡ δηῒς γίνεται. δῆλον γὰρ ὅτι δηΐς ἐστι δαιομένη ἔρις πολέμου. [50]

(v. 254) Τὸ δὲ "αὐτὸς ἴτω" σημαίνει μὲν τὸ μόνος ἐλθέτω. οὐ τοιοῦτος δὲ μόνος, οἷος ὁ δηλούμενος ἐν τῷ "αὐτός περ ἐὼν προμάχοις ἐμίχθη" ἀντὶ τοῦ μεμονωμένος, ἀλλὰ μόνος ἐλθέτω, ἤτοι μὴ ἐμοῦ δεηθεὶς εἰς τὸ καὶ πρὸς ὄνομα κληθῆναι. τότε γὰρ οὐκ αὐτὸς ἥξει, ἀλλ' ἐγὼ ἕλκω τῇ κλήσει αὐτόν, καί πως σὺν ἐμοὶ ἥκει καὶ οὐ κυρίως μόνος. καὶ ἔστι τρόπον τινὰ τὸ τοιοῦτον αὐτός ἶσον τῷ αὐτόματος. ὡς γὰρ αὐτόματός που ἥκει Μενέλαος εἰδὼς πονεῖσθαι τὸν ἀδελφόν, οὕτω τις κἀνταῦθα αὐτὸς ἐλθέτω, ἤγουν αὐτόματος, εἰδὼς τοὺς ἀριστεῖς πονεῖσθαι ἐπὶ τῷ Πατρόκλῳ.

(v. 255) Πῶς δὲ μέλπηθρα ἐπὶ κυνῶν λέγεται, προδεδήλωται.

(v. 256) Τὸ δὲ "ὀξὺ ἄκουσεν" ὀξυήκοον εἶναι τὸν Λοκρὸν παριστᾷ. ὁ δέ γε Ἕκτωρ ὀξυβόας προϊστόρηται ἐν τῷ "οὐδ' ἔλαθε τὸν Μενέλαον ὀξὺ βοήσας".

(v. 260) Τὸ δὲ "τίς ἂν τῶν ἄλλων ὀνόματα εἴποι", περίφρασίς ἐστι τοῦ "μυρία φῦλα", ὅπερ εἶπεν ὁ Ἕκτωρ.

(v. 262) Τὸ δὲ "Τρῶες δὲ προὔτυψαν, ἦρχε δ' ἂρ Ἕκτωρ", ὃ καὶ ἑτέρωθι κεῖται, παρῳδηθήσεταί ποτε εἰς ἀνδρεῖον πρόμαχον.

(v. 263-266) Ὅτι τὴν μετὰ θορύβου ἐπέλευσιν τῶν Τρώων παραβολικῶς ὁ ποιητὴς διασαφῶν φησιν "ὡς δ' ὅτ' ἐπὶ προχοῇσι διϊπετέος ποταμοῖο βέβρυχε μέγα κῦμα ποτὶ ῥόον, ἤγουν ἐν τῷ ῥέειν, "ἀμφὶ δέ τ' ἄκραι ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν". ἣν ἰαχὴν τῇ φράσει μιμούμενος ὀνοματοποιηθείσαις τραχείαις χρᾶται λέξεσι, τῷ "βέβρυχε", καὶ "βοόωσι", καὶ "ἐρευγομένης", καὶ αὐτῇ τῇ ἰαχῇ. δῆλον δ' ὅτι τραχύτητός τι ἔχει καὶ ἡ τῆς προχοῆς προφορά. ἐνδείκνυται δὲ διὰ τούτων κῦμα θαλάσσης ἀντιφερόμενον ποταμοῦ κατάρρῳ, καὶ τῷ ἀνακόπτεσθαι βρυχόμενον. ὁ γὰρ παραβολικὸς ἦχος οὐ τοῦ ποταμοῦ ἀλλὰ τοῦ κύματός ἐστι.

(v. 263) Τὸ δὲ προχοή δέδωκε τοῖς ὕστερον ἔννοιαν τοῦ καὶ ἐκβολὰς λέγειν ποταμῶν τὰ ἐκείνων στόματα. τὸ γὰρ προχεόμενον ἐκβάλλεται. Διϊπετής δὲ, ὡς καὶ ἀλλαχοῦ σαφῶς δηλοῦται, κυρίως ὁ χειμάρρους, ὁποῖος καὶ ὁ ἐνταῦθα. οἱ γὰρ ἀένναοι ἠρεμαιότεροι.

(v. 264) Ὅρα δὲ [καὶ ὅτι τε ὁμώνυμος λέξις τὸ βρύχειν, οὐ μόνον λεγόμενον ἐπὶ ὑδάτων, ἀλλὰ καὶ ἐπὶ ζῴων λογικῶν τε, ὡς τὸ [51] "βεβρυχὼς κόνιος δεδραγμένος", καὶ ἀλόγων, ἐφ' ὧν καὶ περισπᾶται ‑ λέων γοῦν βρυχᾶται ‑ , καὶ ὅτι ἐξ ὀνοματοποιΐας, ὥσπερ τὸ βρῦν, τὸ παρὰ τῷ Κωμικῷ, καὶ τὸ βρύειν, οὗ λειότερον τὸ βλύζειν, ὡς καὶ τοῦ κρώζειν τὸ κλώζειν καὶ τοῦ κράζειν τὸ κλάζειν, οὕτω καὶ τὸ βρύχειν καὶ τὰ ἐξ αὐτοῦ, καὶ τὸ βρύκειν ἐπὶ κολοιοῦ καὶ τῶν τοιούτων, ὡς ὁ Κωμικὸς δηλοῖ], καὶ ὅτι ἐν τῷ "ἀναβέβρυχεν ὕδωρ", ὃ προεγράφη, οὐ τοιοῦτος ἐνοεῖτο βρυγμὸς οἷος ἐνταῦθα. ἐκεῖ μὲν γὰρ ἐπὶ πηγῆς ἡ λέξις ἀναπιδυούσης, ἐνταῦθα δὲ τὸ "βέβρυχεν" ἐπὶ μεγάλου κύματος. Ἡ δὲ ποτι πρόθεσις ἐν τῷ "ποτὶ ῥόον", ἧς πρωτότυπος καὶ κοινοτέρα ἡ προς, δῆλον ὅτι καὶ προτί λέγεται. ἡ δ' αὐτὴ καὶ ἀποθλίβει τὸ τῆς ἐπεκτάσεως ἰῶτα Δωρικῶς, ὡς ἐν τῷ ποταίνιον, τὸ πρόσφατον, περὶ οὗ ἀλλαχοῦ δηλοῦται, καὶ ἐν τῷ πόταγε, ὅπερ ἐστὶ πρόσαγε, καὶ ἐν τῷ ποτῶπαν, ἤτοι πρόσωπον, κατὰ Δωριεῖς. [ἐτὶ δὲ καὶ μονοσυλλάβως ἐκφέρεται συμφώνου ἐπαγομένου, ὡς ἐν τῷ "πὸτ τῶ Διός", ἤγουν πρὸς τοῦ Διός, ὃ καὶ αὐτὸ γλώσσης Δωρίδος ἐστί.]

(v. 265) Τὸ δὲ "ἠϊόνες βοόωσι" πάνυ τί φασιν οἱ παλαιοὶ μιμητικὸν εἶναι τοῦ κατὰ θάλασσαν ἤχου πλέον τῶν ἄλλων, λέγοντες ὡς τῇ ἐπαναδιπλώσει τῶν φωνηέντων συνῳδίαν ἀποτελεῖ τὸ "βοόωσιν", ὁμοίαν κυμάτων ἐμβολῇ. διὸ οὐκ ἔφη "βοάουσι" κατὰ ἀναλογίαν δευτέρας συζυγίας [52] τῶν περισπωμένων, ἀλλὰ "βοόωσι" πρὸς ἔμφασιν πλείω τοῦ τῆς θαλάσσης ἤχου. Καὶ αὕτη, φασίν, ἡ εἰκὼν τὰ τοῦ Σόλωνος ἢ κατά τινας τὰ τοῦ Πλάτωνος ἠφάνισε μιμήματα. λέγεται γὰρ ὡς ὀνοματοποιῶν ἐκεῖνος καὶ ἀντεπεξάγων ἑαυτὸν τῇ Ὁμηρικῇ πολυφωνίᾳ, ἐπεὶ εὕροι τὸ τοιοῦτον "βοόων" καὶ οὐκ ἔχοι ταὐτὸν ἠχῆσαι πρὸς τοιαύτην ὀνοματοποιΐαν, κατακαύσοι τὰ σκέμματα, μὴ καὶ πάνυ δεύτερος πίπτοι τοῦ ποιητοῦ. ὅτε καὶ ᾄδεται εἰπεῖν, ὁπότερος ἂν καὶ ἦν ἐκεῖνος, τὸ "Ἥφαιστε πρόμολ' ὧδε, Πλάτων νύ τοι σεῖο χατίζει", ἢ "Σόλων νύ τοι σεῖο χατίζει", Ὁμηρικῇ παρῳδίᾳ τὸ πῦρ κατὰ τῆς πρὸς Ὅμηρον ἀντιτεχνίας προκαλεσάμενος. Ἐνταῦθα δὲ τῆς ἠϊόνος προκειμένης τοῦ "βοόωσι" χορηγεῖται καὶ ἀπὸ τῆς ἐν ταύτῃ χασμῳδίας συμβολή τις πρὸς τὴν τοῦ ῥηθέντος ἤχου μίμησιν. [Ἰστέον γὰρ ὅτι οὐ μόνον πληθυντικῶς γράφεται "ἠϊόνες βοόωσιν", ἀλλὰ καὶ ἐν γενικῇ ἑνικῇ "ἄκραι ἠϊόνος", ἤγουν τὰ τοῦ αἰγιαλοῦ ἄκρα.] Τὸ δὲ "ἐρευγομένης" καὶ ὡς ἐπὶ στόματος θαλαττίου ἐρρέθη. [Ἔστι γὰρ εἰπεῖν καὶ θαλάσσης στόμα, ὥσπερ καὶ ποταμοῦ τροπικῶς. Δῆλον δ' ὅτι ἐκ τοῦ ἐρεύγω καὶ ἡ ἐρυγή καὶ τὸ παρ' Ὁμήρῳ "ἤρυγε", καὶ εὐκτικὸν τὸ ἐρύγοιμι, οὗ τρίτον τὸ "ἐπειδὰν τῶν εὐπόρων [53] τις προσερύγοι ῥαφανῖδας καὶ σαπρὸν σίλουρον φαγών, ἴα καὶ ῥόδα οἱ παράσιτοι ἔφασαν αὐτὸν ἠριστηκέναι".]

(v. 266-268) Ὅτι παρατάξεως εὐψύχου δηλωτικὸν τὸ "αὐτάρ" οἱ δεῖνα, οἷον Ἀχαιοί, "ἕστασαν ἕνα θυμὸν ἔχοντες, φραχθέντες σάκεσσιν χαλκήρεσι". καὶ ὅρα ὡς ἐπλεόναζον τοῖς τότε τὰ χαλκήλατα σάκεα. Τὸ δὲ "ἕνα θυμὸν ἔχοντες" ἢ ἀντὶ τοῦ μίαν προθυμίαν, ἢ τολμηρότερον ἀντὶ τοῦ μίαν ψυχήν, ὅθεν τὸ ὁμοψυχεῖν. Τὸ δὲ "φραχθέντες" ἀντὶ τοῦ κατασφαλισθέντες, πυκνωθέντες, ὡς καὶ ἀλλαχοῦ ἐφράξαντο νῆας τείχεϊ χαλκείῳ, ἀπὸ τοῦ φράσσω, ἐξ οὗ καὶ οἱ κατάφρακτοι ὁπλῖται.

(v. 269) Ὅτι ἐν ἄλλοις μὲν τάσσων στρατὸν ὁ ποιητὴς λαμπρότητα ὅπλων ἐκφράζει, ἐν δὲ τῇ νῦν μάχῃ τῇ ὑπὲρ Πατρόκλου ἀορασίαν ταῖς λαμπραῖς περικεφαλαίαις πλάττει, [ἃς ἑτέρωθι παναίθας διὰ πολλὴν λαμπρότητα ἔφη], ἀκολούθως δὲ καὶ τοῖς κατωτέρω ὅπλοις, ἴσως μὲν καὶ διὰ τὴν ἐγερθεῖσαν κόνιν καὶ ἐπικαταπεσοῦσαν, ἴσως δὲ καὶ ὡς οὐδὲ ἄδεια τοῖς τῶν ἀγωνιώντων ὀφθαλμοῖς ἦν ἐντρυφᾶν τοιαύτῃ θέᾳ. Ὁμήρῳ δὲ ἀρέσκει καὶ νύκτα τὸ τοιοῦτον εἰπεῖν, ὡς τὰ ἐφεξῆς δηλώσει, ἵνα ὡς ἐπὶ Σαρπηδόνι πενθεῖ ἀὴρ τῇ τῶν ἐξ ἀέρος ψεκάδων καταφορᾷ, οὕτω καὶ ἐπὶ Πατρόκλῳ τῇ συννεφείᾳ. Ποιητικὴ δέ τις καὶ αὕτη τερατεία, ὡς ἐπὶ μὲν τῇ τῶν Ἀχαιῶν νίκῃ καπυρὸν οἷον αἰθριάζοντος τοῦ ἀέρος, ἐνταῦθα δὲ ἀμαυρουμένου τῇ σκυθρωπότητι καὶ νυκτὶ ἐοικότος, ὡς ἐν τῇ α΄ ῥαψῳδίᾳ ἠλληγόρηται. γίνεται δὲ καὶ ἄλλως νῦν ἀχλύς, ἵνα κρύπτηται πιθανῶς ὁ κείμενος. καὶ ἡ πυκνότης δὲ τῶν μαχομένων ἐνήγαγεν εἰς τοιοῦτον πλάσμα τὸν ποιητήν. ἔστι δὲ καὶ ἄλλως φράσαι, ὡς ὅτε μέν τις ἐλλάμπεται κατορθῶν ἐν μάχῃ, Διομήδης τυχὸν ἢ Ἀχιλλεύς, λαμπηδόνας Ὅμηρος ἀποπαλλομένας ἐκείνου ποιεῖ ὡσεὶ καὶ πυρός, Πατρόκλου δὲ ἄρτι κειμένου δυστυχῶς Ἕλλησιν, οἱ ἀμφ' αὐτῷ μαχόμενοι σκοτοῦνται.

(v. 268-273) Φησὶ γὰρ "ἀμφὶ δ' ἄρα σφιν [54] λαμπρῇσι κορύθεσσι Κρονίων ἠέρα πολλήν" ἢ μᾶλλον "ἠέρα πουλὺν χεῦεν, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε ζῶντα. μίσησε δ' ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι Τρῴῃσι, τῷ", ἤγουν διό, "καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους". Καὶ σημείωσαι ὅτι τὸν τοιοῦτον εἰς ἄμυναν ἐρεθισμὸν αἴτιον μάλιστα ἐμφαίνει τῆς πολλῆς ἠέρος, ἤτοι τῆς ἐξ ἀέρος σκοτώσεως, οἷα πολλῆς ἐγερθείσης κόνεως. εἰ δὲ καὶ αὐτὸ τὸ σφοδρὸν καὶ συντεταμένον καὶ ἐπικίνδυνον τῆς ἐν τῷ ἀμύνεσθαι μάχης ἀὴρ πουλύς, ἤγουν πολλή, νοηθείη διὰ τὸ πολλοὺς Ἄϊδι παραπέμπειν, οὐκ ἀσύμφωνον τοῖς Ὁμήρου, ὃς τὸ τούτου ἔμπαλιν τὴν ἑτεραλκέα νίκην φάος πολλαχοῦ ὠνόμασε. τέως μέντοι τὸ προφαινόμενον τῆς ποιήσεως τὴν ῥηθεῖσαν ἀορασίαν πάχος ἀέρος εἶναι βούλεται, ὡς ἡ ἐν τοῖς ἐφεξῆς εὐχὴ τοῦ Αἴαντος δηλοῖ, δι' ἣν ἥλιος ἐπιλάμψας τὸ κακὸν διέλυσε.

(v. 270) Τὸ δὲ "οὐκ ἤχθηρε" καὶ τὸ "ἐμίσησε", κατὰ ἄρσιν καὶ θέσιν λεχθέντα, τὴν αὐτὴν δηλοῦσιν ἔννοιαν. λέγει γὰρ ὡς οὐκ ἤχθηρε Ζεὺς τὸν Πάτροκλον ἀλλ' ἐμίσησε κυνοσπάρακτον γενέσθαι αὐτόν.

(v. 274 s.) Ὅτι πρώτου τοῦ Ἕκτορος ἐρεθίσαντος τοὺς ὑπ' αὐτόν, εἶτα τοῦ Μενελάου τοὺς Ἀχαιούς, "ὦσαν πρότεροι Τρῶες Ἀχαιούς, νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν". καὶ οὕτως ὁ νέκυς τοῦ Πατρόκλου εἵλκυσται.

(v. 278 s.) Ὅτι εἰπὼν ὡς μάλα ὦκα ἐλέλιξεν Αἴας τοὺς Ἀχαιοὺς πρὸς ἀντιπαράταξιν, ὅτε οἱ Τρῶες τὸν τοῦ Πατρόκλου νέκυν ἐρύντο, σεμνύνει εὐθὺς ἐπαίνῳ τὸν ἥρωα, παραρρίψας καὶ μνήμην συνήθως τοῦ Ἀχιλλέως.

(v. 279) Φησὶ γὰρ "ὃς περὶ μὲν εἶδος, περὶ δ' ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα". Καὶ ὅρα ὅτι καθὰ τὸ περιεῖναι γενικῇ συντάσσει πολλαχοῦ διὰ τὴν ἐπίτασιν, ἣν δηλοῖ ἡ περι πρόθεσις, οὕτω κἀνταῦθα τὸ περιτετύχθαι, εἰπών· περιετέτυκτο τῶν ἄλλων, ἤγουν ἐπέκεινα καὶ περισσότερον τῶν ἄλλων ἐτέτυκτο. ἔνθα ὅρα καὶ ὅτι ἐπὶ φυσικῆς κατασκευῆς ἐτέθη τὸ "ἐτέτυκτο", κυρίως μέντοι ἐπὶ τῶν κατὰ τέχνην ἡ λέξις κεῖται.

(v. 2816) Αὐτίκα δὲ καὶ παραβολὴν ἐπάγει [55] τοιαύτην "ἴθυσεν δὲ διὰ προμάχων συῒ ἴκελος ἀλκὴν καπρίῳ, ὅς τ' ἐν ὄρεσσι κύνας θαλερούς τ' αἰζηοὺς ῥηϊδίως ἐκέδασσεν ἑλιξάμενος· ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ, φαίδιμος Αἴας, ῥεῖα μετεισάμενος", ἤγουν μετελθών, "Τρώων ἐκέδασσε φάλαγγας, οἳ περὶ Πατρόκλῳ βέβασαν".

(v. 286) Καὶ σημείωσαι τὸ "περὶ Πατρόκλῳ βέβασαν", ἐπὶ ἐχθρῶν ῥηθὲν καὶ οὐκ ἐπὶ συμμαχίᾳ, ὡς δηλοῖ καὶ τὸ εὐθὺς ἐφεξῆς διασαφητικῶς ῥηθέν "φρόνεον δὲ μάλιστα ἄστυ ποτὶ σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι", ἵνα εἴη ἁπλῶς περιβῆναι τὸ περί τινα βῆναι, εἴτε ὑπὲρ ἐκείνου, ὡς πολλαχοῦ φαίνεται, εἴτε κατ' ἐκείνου, ὡς ἐνταῦθα δηλοῦται. Ὅρα δὲ ὡς καὶ ἡ τῆς παραβολῆς ἀπόδοσις ἱκανὸν ἔπαινον ἔχει τοῦ Αἴαντος.

(v. 281 s.) Ἐν δὲ τῷ "συῒ καπρίῳ", καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, γένος μὲν ὁ σῦς, εἶδος δὲ ὁ κάπριος, καθὰ καὶ ὁ θῆλυς. οὕτω καὶ ἐν τῷ "ταύροιο βοός" γένος ὁ βοῦς, εἶδος δὲ ὁ ταῦρος. δῆλον δὲ ὡς γενναιότερος ὁ κάπριος τοῦ θήλεος.

(v. 283) Τὸ δὲ "ἐκέδασε" δὶς ἐρρέθη ὡς καίριον. εἰ γὰρ εἶχεν ἰσοδύναμον ῥῆμα, μετέλαβεν ἂν αὐτό, καθὰ καὶ τὸ ῥηϊδίως ῥεῖα κατωτέρω ἔφη, καὶ τὸ ἑλιξάμενος μετεισάμενος, οὗ τὸ θέμα εἴω, ποιητικῶς μεταλαβὼν τὰ ποιητικά, ὡς εἴπερ που καὶ τὸ ἀΐσσειν εἰς τὸ παιφάσσειν μεταληφθείη, ἢ τὸ καρπαλίμως εἰς τὸ κραιπνῶς, ἢ ἡ χαλκοπάρῃος κυνέη ὡς μετ' ὀλίγα εἰς ἱπποδάσειαν κόρυθα, ἢ τὸ ἄφαρ Αἰολικὸν ἐπίρρημα εἰς τὸ αἶψα, ὧν μία παραγωγὴ τοῦ μὲν ἐκ τοῦ ἅπτω ἅψω, τοῦ δὲ ἐκ τοῦ ἅψω ἧφα παρακειμένου. ἔστι γὰρ αἶψα καὶ ἄφαρ τὸ ταχὺ καί, ὡς εἰπεῖν, συναπτῶς.

(v. 289) Ὅτι Ἱππόθοός τις, "Λήθοιο Πελασγοῦ φαίδιμος υἱός", ποδὸς εἷλκε Πάτροκλον", δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας, Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ' αὐτῷ ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ". ὅπερ ἐπί τινος ῥηθήσεται κακὸν παθόντος ἀβοήθητον.

(v. 293-302) Εἶτα ἐκτιθέμενος τὸ κακὸν ὁ ποιητής φησι "τὸν δ' υἱὸς [56] Τελαμῶνος, ἐπαΐξας δι' ὁμίλου πλῆξεν αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου· ἤρικε δ' ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ, πληγεῖσ' ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ, ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς, αἱματόεις· τοῦ δ' αὖθι λύθη μένος, ἐκ δ' ἄρα χειρῶν Πατρόκλοιο πόδα μεγαλήτορος ἧκεν", ἤγουν ἀφῆκε, "χαμᾶζε κεῖσθαι· ὃ δ' ἄγχ' αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ τῆλε ἀπὸ Λαρίσσης", ἑῴας δηλαδή, "ἐριβώλακος· οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκεν", ἤγουν θρεπτήρια, ὅ ἐστι τροφεῖα, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη. τοῦτο δὲ ἠθικῶς ὁ ποιητὴς παρεσημήνατο, δηλῶν ὀφειλέτας ἡμᾶς εἶναι τοῦ ἀντιτρέφειν τοὺς γεννησαμένους. τὸ γὰρ ἀποδιδόναι χρεωστικὴν κυρίως δηλοῖ ἀπότισιν. Ὅρα δὲ ὡς τολμηρὸν ἱστορήσας ἄνδρα τὸν Ἱππόνοον ὁ ποιητὴς πλείονος αὐτὸν λόγου ἠξίωσε, Λῆθόν τε πατέρα εἰπῶν αὐτοῦ, Πελασγὸν τῷ γένει, καὶ αὐτὸν φαίδιμον προσειπὼν καὶ τὴν πατρίδα δηλώσας, καὶ ἐπαινέσας καὶ αὐτὴν ἐν τῷ εἰπεῖν ἐριβώλακα, καὶ οἰκτισάμενος δὲ ἐν τῷ ἐπαγαγεῖν, ὡς μινυνθάδιος δέ οἱ αἰὼν ἔπλετο ὑπὸ Αἴαντος δαμέντι Ὅτι δὲ Λάρισσαι διάφοροι, ὧν μία καὶ ἡ ἐνταῦθα Πελασγική, ἐν τοῖς εἰς τὴν Βοιωτίαν δεδήλωται.

(v. 290) Ὅρα δὲ καὶ ὅτι τελαμὼν ἐνταῦθα οὐχὶ ὁ ἀνέχων ἀσπίδα ἢ ξίφος, ἀλλ' ὁ ἁπλῶς καθ' ἑαυτὸν πλατὺς ἱμάς, ὅν, ὡς εἰκός, εἶχεν ὁ Ἱππόθοος, εἴ που χρεία τις αὐτοῦ γένηται, ὡς καὶ ἐπ' ἄλλων τοιαῦτά τινα φαίνονται, καὶ ὅτι τελαμῶνος τοιούτου μνησθεὶς δήσαντος τὸ τοῦ νεκροῦ σφυρὸν οὐκ εὐθὺς ἐπήγαγε τὸ τοῦ ἥρωος Τελαμῶνος ὄνομα, διέστησε δὲ ἱκανῶς, ἵνα μὴ ἐπιτηδεύσασθαι δόξῃ τοιαύτην εἰκῇ παρήχησιν. ἔφη γὰρ μετὰ δύο στίχους· τὸν δ' υἱὸς Τελαμῶνος ἔπληξε. Σφυρὸν δὲ φανερῶς τὸ ἄκρον τοῦ σκέλους, ἐξ οὗ καὶ ἐπισφύρια τὰ μετὰ τὸ σφυρόν. ἐκεῖ δὲ καὶ τένοντες κατὰ νεύρων συνέλευσιν.

(v. 291) Τὸ δὲ "Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος" ἔχει τι σκωπτικόν, εἰ μὴ διὰ ἀνδρίαν ὁ Ἱππόθοος κινδυνεύει ἀλλὰ πρὸς χάριν τινῶν.

(v. 295) Τὸ δὲ "ἤρικεν", ὅ ἐστιν ἐσχίσθη, [57] ἐρράγη, δεύτερος ἀόριστός ἐστι τοῦ ἐρείκω, ἐξ οὗ φυτὸν ἡ ἐρείκη. διὸ καὶ τῷ ι παραλήγεται κατὰ τὸ λείβω ἔλιβον.

(v. 297) Αὐλὸν δὲ λέγει ἢ τὸ ὀξὺ τοῦ δόρατος, ἐπεὶ καὶ αἰγανέας δολιχαύλους που λέγει τὰς μακροξύλους, ἢ τὸ τρῆμα τῆς κυνέης τὸ διὰ τοῦ ἔγχεος. καὶ ἄλλως δὲ αὐλὸν τὸν ἐξακοντισμόν φησι καὶ τὴν ἐπιμήκη φορὰν τοῦ αἵματος. αὐλὸς γάρ, ὡς καὶ προεδηλώθη, πᾶν τὸ ἐπίμηκες καὶ οὐδὲ πλατύ, ὅθεν καὶ οἱ αὐλῶνες, [καὶ ὁ τῶν πνευμάτων ἀνακαμπτικὸς διαυλωνισμός], καὶ αὐλὸς καὶ δίαυλος, τὸ στάδιον, [καὶ ἐξ αὐτοῦ μεταφορικῶς καὶ ἡ ἁπλῶς οὑτινοσοῦν ἀνάκαμψις, ὡς τὸ "διαύλοις κυμάτων φορούμενος", καὶ "ἐν χορδαῖς χεῖρα καμψιδίαυλον ἀναστρωφῶν τάχος", ἤγουν ταχὺ ἀναστρέφων ἐν τῷ πλήττειν τὰς χορδάς, εἰς ὃ καλλίων φράσις ἡ τοῦ νέου Φιλοστράτου ἐν τῷ "οἱ δάκτυλοι δὲ τοῖς μίτοις ἐπεπετάνυντο". περὶ Ὀρφέως δὲ αὐτὸ ἐκεῖνός φησι. καὶ τοῦτο μὲν τοιοῦτον.] Ὁ δὲ νοῦς τοῦ Ὁμηρικοῦ χωρίου τοιοῦτος· ἐγκέφαλος δὲ συνεξηκοντίσθη τῇ προμήκει ῥύσει τοῦ αἵματος, κραθεὶς αὐτῷ καὶ ἄνω συνεκπηδήσας. τινὲς δὲ τῶν παλαιῶν παρακεκινδυνευμένως φασὶν [58] ἐξενεγκεῖν τὸν ποιητὴν τὸ νόημα. θέλων γὰρ εἰπεῖν ὡς ἐκράθη ὁ ἐγκέφαλος αἵματι, ὁ δὲ αἱματόεντα εἶπεν ἁπλῶς τὸν ἐγκέφαλον. αἴτιον δὲ τούτου ἡ συντομία τῆς φράσεως.

(v. 302) Ὅρα δὲ καὶ τὸ "μινυνθάδιος αἰών", ἐξ οὗ δῆλον ὡς οὐ μόνον μινυνθάδιος ἀνήρ, ἀλλὰ καὶ ζωή, ἡ κατ' ἄνθρωπον.

(v. 307) Ὅτι ἐν τῷ "Φωκήων ὄχ' ἄριστος" φησὶν Ἀπίων καὶ Ἡρόδωρος καὶ διὰ διφθόγγου τὴν παραλήγουσαν τοῦ Φωκήων γράφεσθαι. τοιοῦτον δέ τι ἐσημειώθη καὶ ἐν ἀρχῇ τῆς Ἰλιάδος περὶ τῶν Ἰωνικῶν γενικῶν τῶν ἀπὸ τῶν εἰς ευς ὀνομάτων, καὶ ἐν τοῖς ‹τοῦ› Περιηγητοῦ δὲ, ὅπου ἐκείνῳ περὶ Ὑλλέων ὁ λόγος. οἱ δ' αὐτοὶ καὶ τὸ "ἀναλκείη" κατωτέρω κείμενον διφορεῖσθαί φασι κατὰ τὴν γραφὴν τῆς παραληγούσης. Μέμνηται δ' ἐνταῦθα καὶ Πανοπέως ὁ ποιητὴς τοπικοῦ ὀνόματος, ὃν ὁ τὰ Ἐθνικὰ γράψας Πανοπὴν λέγει πόλιν Φωκίδος, κληθεῖσαν ἀπὸ Πανοπέως, υἱοῦ Φώκου. ταύτης δέ, φησίν, ὁ πολίτης Πανοπεύς, ὁμοφώνως τῷ πρωτοτύπῳ. ἐκ δὲ τοῦ ῥηθέντος Πανοπέως ἦν Σχεδίος ὁ Φωκεύς, ὃν ἀναιρεῖ ὁ Ἕκτωρ ἐνταῦθα. Ἔνθα ὅρα καὶ ὅτι τῷ ὅλῳ τὸ μέρος ἐπήγαγεν, ἤγουν τοῖς Φωκεῦσι τὸν Πανοπέα, ὡς ἔν τε ἄλλοις γίνεται καὶ ἐν τῷ "ἐς Κύπρον ἐς Πάφον".

(v. 306-308) Φησὶ γοῦν· Σχεδίον, Ἰφίτου υἱὸν, Φωκήων ὄχ' ἄριστον, ὃς ἐν Πανοπῆϊ οἰκία ναιετάασκεν.

(v. 312) Ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται καί τις Φόρκυς, οὗ αἰτιατικὴν ὁ ποιητὴς λέγει Φόρκυνά τε ὡς μόσυνα μετὰ ἐκτεταμένου τοῦ υ, καὶ Φόρκυν δισυλλάβως ὡς βότρυν. ἔστι δὲ καὶ κόμματα καὶ στίχους δὲ ὅλους εὑρεῖν ἐν τῷ χωρίῳ τούτῳ ποιηθέντα ἐν ἄλλοις.

(v. 310) Λέγει [59] δὲ καὶ τὸ "ἀνέσχεν" ἐπὶ δόρατος ἀντὶ τοῦ ἐφάνη, διεπέρασε, καὶ ὡς εἰπεῖν, ἀνέτειλε τῇ διαμπερὲς πληγῇ. Φησὶ γὰρ "αἰχμὴ παρὰ νείατον ὦμον ἀνέσχεν", ὅπερ ἴσως μὲν ἄλλο ἐστὶ παρὰ τὸ διέσχεν. ἐκεῖνο γὰρ προηγεῖται τοῦ ἀνασχεῖν, διασχισμὸν δηλοῦν μόνον, ὡς προδέδεικται· ἴσως δὲ καὶ ἶσον ἐκείνῳ ἐστίν.

(v. 309) Ἐνταῦθα δὲ καὶ τὴν κατ' ἄνθρωπον κλεῖδα τοπογραφῶν ὁ ποιητής φησι "τὸν βάλεν ὑπὸ κληῗδα μέσην", αἰχμὴ δὲ "παρὰ νείατον ὦμον ἀνέσχεν", ὡς εἴρηται. [Δῆλον δ' ἐκ τῶν παλαιῶν ὅτι κληῒς πολλὰ καὶ αὐτὴ δηλοῦσα, ὥσπερ καὶ τὸ κλειδίον καὶ ἡ κλείς, λέγεται καὶ ἐπὶ μέρους θύννων, ὡς ὁ Ἀθήναιος παρασημειοῦται, οἷον· "κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι", πρὸς ὅπερ πυθομένου τινὸς τὸ "ἆρα αἷς θύρας κλείουσιν", ἐπάγεται ἀπόκρισις τὸ "θύννου μὲν οὖν σεμνὸν βρῶμα". Οὕτω δὲ καὶ ὀρφῶν κλειδία, οἷον "ἐν Γαδείροις τὰ κλειδία τῶν ὀρφῶν καθ' αὑτὰ ταριχεύονται". Κλειδίων δὲ θύρας χρῆσις παρὰ τῷ Κωμικῷ, εἰπόντι κακοηθέστατα κλειδία τὰ κρυπτὰ καὶ δυσεπιβούλευτα.]

(v. 318) Λέγει δὲ καὶ τὸ ἔλυον λύοντο παθητικῶς, εἰπὼν "λύοντο δὲ τεύχε' ἀπ' ὤμων". πρὸ ὀλίγων δὲ ἐνεργητικῶς εἶπε "λῦσε δέ οἱ θώρηκα", ἐκτείνας ἐκεῖ τὸ δίχρονον.

(v. 321) Ὅτι καὶ νῦν παρεμφαίνει Ὅμηρος μὴ εἶναι κατηναγκασμένην τὴν αἶσαν, λέγων "ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, Ἀργεῖοι δὲ κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν κάρτεϊ καὶ σθένεϊ σφετέρῳ", ταὐτὸν δ' εἰπεῖν "σφῇ ἀρετῇ", ὡς πρὸ βραχέων εἴρηται. καὶ Ἀπόλλων δὲ μετ' ὀλίγα ἐρεῖ, ὡς εἶδεν ἀνέρας, οἳ κάρτεΐ τε πεποιθότες πλήθεΐ τε σφετέρῳ καὶ ὑπὲρ θεὸν πόλιν εἰρύσαντο, τοῦτο δὴ ὃ [60] καὶ αὐτὸς ἀξιώσει ἐκεῖ, ἤγουν τὸ καὶ ὑπὲρ θεὸν εἰρύσασθαι Ἴλιον αἰπεινήν. Καὶ ὅρα ἐν τούτοις καίρια ποιητικὰ πάρισα, τὸ κάρτεϊ, σθένεϊ, πλήθεϊ, καὶ ὅτι ταὐτὸν "ὑπὲρ Διὸς αἶσαν" εἰπεῖν καὶ "ὑπὲρ θεόν". Ἰστέον δὲ ὅτι τὸ "ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν" καὶ ἑξῆς μετ' ὀλίγα παρῴδηται βραχύ τι ἐν τῷ "αἰδὼς μὲν νῦν ἥδε γ' ἀρηϊφίλων ὑπ' Ἀχαιῶν Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας", παραδεικνύντος πάλιν τοῦ ποιητοῦ ὅπως παρῳδητέον. Ὅρα δὲ καὶ νῦν χασμῳδίαν προσηνῆ παραβυσθεῖσαν τῇ τοῦ γε συνδέσμου συναλιφῇ, ὡς πολλαχοῦ φιλεῖ ποιεῖν Ὅμηρος. ὡς δὲ τὸ "ἀναλκείῃσι" διφορεῖται κατὰ τὴν παραλήγουσαν, πρὸ ὀλίγων ἐγράφη.

(v. 323) Ὅτι Περίφας κῆρυξ καλεῖται Τρωϊκός τις ἀνὴρ διὰ τὸ περισσῶς φωνεῖν. διὸ λόγῳ φερωνυμίας καὶ Ἤπυτος πατὴρ αὐτῷ παρὰ τὸ ἠπύειν, ὅ ἐστι φωνεῖν.

(v. 322-324) Φησὶ γοῦν ὅτι αὐτὸς Ἀπόλλων Αἰνείαν ὤτρυνεν Περίφαντι ἐοικὼς κήρυκι, Ἠπυτίδῃ, "ὅς οἱ παρὰ πατρὶ γέροντι κηρύσσων γήρασκε". κῆρυξ οὖν καὶ ὁ Ἤπυτος, οὗ τὴν τέχνην ὁ υἱὸς διεδέξατο κατὰ ἔθος ἀρχαῖον τὸ καὶ προδηλωθέν, ὃ παραδίδωσιν Ἡρόδοτος. [Ἔργον δὲ τέχνης κηρύκων θυσίαις τε καὶ σπονδαῖς παντοίαις ἐπιστατεῖν καὶ ἀγορὰς ἀθροίζειν καὶ τοὺς λαλήσοντας ἐξεγείρειν καὶ προσοχὴν ἐμποιεῖν προβοῶντας τὸ "ἀκούετε λεῴ" ἢ λαοί. διὸ Στρατόνικος, ὁ ἀστεῖος κιθαρῳδός, ἰδὼν ἐν Μυλάσσῃ ναοὺς μὲν πολλούς, ἀνθρώπους δ' ὀλίγους, στὰς ἐν μέσῃ ἀγορᾷ ἔφη "ἀκούετε ναοί", παρῳδήσας οὕτω τὸ ἀκούετε λαοί. ὁ δ' αὐτὸς καὶ πρὸς τὴν ὁμωνυμίαν παίζων τοῦ κήρυκος, ἐπεὶ κῆρυξ οὐ μόνον τὸ κύριον καὶ ὁ ἱερὸς βασιλικὸς θεράπων, ἀλλὰ καὶ θαλάσσιον ὄστρεον ἔχον ὀξύτητας κύκλῳ, ἐπεὶ ἐν Ἀβδηριτικῷ ἀγῶνι εὕροι κήρυκας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, καὶ ἐπ' ἄκρων ὀνύχων βαδίζοι δεδορκὼς ἀτενὲς εἰς γῆν, καὶ ἐρωτηθείη τί πάθοι, τὰ μὲν ἄλλα ἐρρῶσθαι εἶπε τοὺς πόδας, ἀγωνιᾶν δὲ, [61] μήποτε, φησίν, ἐπιβὰς κήρυκι τὸν πόδα παρῶ, παίξας ἀστείως ἐν τῷ μεταβαλεῖν τὸν κατ' ἄνθρωπον κήρυκα εἰς τόν, ὡς εἴρηται, θαλάσσιον.]

(v. 325) Ἰστέον δὲ ὅτι καὶ διδασκάλῳ παλαιῷ καὶ ἀγαθῷ πρέποι ἄν ποτε τὸ "κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς". Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθά τις τῶν μὴ καθ' Ὅμηρον οὐκ ἂν ὤκνησε ψυχρῶς παρηχῆσαι ἐν τῷ εἰπεῖν "γηρύων γήρασκε". Τὸ δὲ "κήρυκι" συστέλλει νῦν τὴν παραλήγουσαν, εἰ καὶ ἀλλαχοῦ ἐν πολλοῖς ἐκτείνεται [Ἀττικῶς, οὕτω δέ, φασίν, ἐκτείνει τὴν μέσην καὶ τὸ δοίδυκος, ὄρτυγος. Ἀριστοφάνης δ' ἐν Εἰρήνῃ συστέλλει τὸ ὄρτυγος διὰ μέτρον.] Πόλλα δὲ καὶ ἕτερα τῶν διχρόνων παρὰ τῷ ποιητῇ τὴν τῆς κλήσεως φερωνυμίαν σῴζουσι τοῖς δυσὶν ὑποκείμενα χρόνοις, οἷον τὸ Ἀπόλλων, τὸ ἀνήρ, τὸ Κρονίων, τὸ Ἄρης, τὸ ὕδωρ, τὸ πρίν, καὶ ἄλλα.

(v. 327) Ὅτι τὸ ὑπὲρ αἶσαν καὶ ὑπὲρ μόρον ἢ ὑπέρμορον παραφράζων ἐνταῦθα ὁ πολύφωνος ποιητής φησι "πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσαισθε Ἴλιον", περὶ οὗ καὶ πρὸ βραχέων εἴρηται.

(v. 328-330) Ὅτι ἔπαινος παλαιῶν ἀγαθῶν ἀνδρῶν τὸ "ὡς δὴ ἴδον ἀνέρας ἄλλους κάρτεΐ τε" ὡς καὶ προγέγραπται, "σθένεΐ τε πεποιθότας ἠνορέῃ τε πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας". Ὅτι δὲ κεκαλλώπισται καὶ τὸ χωρίον τοῦτο, οὐκ ἄδηλόν ἐστι.

(v. 330) Δῆμον δὲ ὑπερδέα λέγει τὸν ἀπτόητον καὶ ὑπερκείμενον δέους ἐκ τοῦ ὑπερδεέα κατὰ συγκοπήν. ἄλλως γὰρ περισπᾶσθαι ὤφειλε κατὰ συναίρεσιν ὡς τὸ εὐφυέα εὐφυᾶ, ὑγιέα ὑγιᾶ.

(v. 331 s.) Ὅτι ἀγαθοῖς μὲν στρατιώταις, δειλοῖς δέ, προσρηθήσεται τὸ "ὑμῖν θεὸς πολὺ βούλεται ἢ τοῖς δεῖνα νίκην, ἀλλ' αὐτοὶ τρεῖτε ἄσπετον οὐδὲ [62] μάχεσθε".

(v. 334) Κεῖται δ' ἐν τούτοις καὶ σύνταξις ἀσυνήθης τοῖς ὕστερον τὸ "Αἰνείας μέγα Ἕκτορα εἶπε βοήσας". Ἕκτορι γὰρ εἶπε καὶ Ἕκτορι βοήσας φασὶν οἱ μεθ' Ὅμηρον. θεραπεύεται δὲ ἐν ὑπακοῇ προθέσεως, ἵνα ᾖ πρὸς Ἕκτορα εἶπε βοήσας.

(v. 336 s.) Ὅτι ὄνειδος φευγόντων τό· αἰδὼς μὲν νῦν ἥδε γε εἰς τὸν δεῖνα τόπον ἀναβῆναι ἀναλκείῃσι δαμέντας.

(v. 338 s.) θάρρους δὲ θεόθεν δηλωτικὸν κατὰ παρῳδίαν τὸ "ἀλλ' ἔτι γάρ φησι θεὸς ἐμοὶ ἄγχι παραστὰς μάχης ἐπιτάρροθος εἶναι". διὸ ἰθὺς ἴομεν, μηδ' οἵ γε ἕκηλοι ποιήσαιεν τόδε τι.

(v. 342) Ἀνδρείου δέ τινος δήλωσις τὸ "καί ῥα πολὺ προμάχων ἔστη".

(v. 343) Ὑποστροφὴν δὲ ἐκ φυγῆς φράζει τὸ "οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν".

(v. 348-351) Ὅτι Ἀπισάων τις ἐνταῦθα πίπτει [ὑπὸ Λυκομήδει τῷ Ἑλληνικῷ βληθεὶς ἧπαρ ὑπὸ πραπίδων τῶν πολλαχοῦ ῥηθεισῶν. ἦν δὲ ὁ βληθεὶς] ἐκ Παιονίης ἐριβώλακος ἐπίκουρος τοῖς Τρωσίν, ἀριστεύων μετὰ Ἀστεροπαῖον τὸν ἐν τοῖς ἑξῆς ὑπ' Ἀχιλλέως ἐν τῷ ποταμῷ πεσόντα. [Ἰστέον δὲ ὅτι Παίων τὸ ἐθνικόν, ὡς Μαίων Μαίονος, Παιών δὲ Παιῶνος ὡς αἰών αἰῶνος τὸ ἐπὶ ἰατροῦ, οἷον "Ἀσκληπιοῦ Παιῶνος εὐμενοῦς τυχών", ἔτι δὲ καὶ ἐπὶ Ἀπόλλωνος, ἐξ οὗ καὶ παιωνίζειν τό, ὡς εἰπεῖν, παιηονίζειν καὶ κράσει τοῦ η καὶ ο εἰς ω μέγα παιωνίζειν, οἷον "πρὸ τοῦ θοινᾶσθαι διδάσκει Ὅμηρος σπένδειν καὶ παιωνίζειν", ταὐτὸν δ' εἰπεῖν παιανίζειν, ἤγουν ᾄδειν Παιᾶνι Φοίβῳ ὕμνον παιᾶνα, οὗ ἐπῳδὸς τὸ "ἰὴ Παιάν", ὅπερ ἦν παιανικόν τι ἐπίρρημα.]

(v. 354) Ὅτι ὃ φθάσας εἶπε "φραχθέντες σάκεσι [63] χαλκήρεσιν", ἄλλως ἐνταῦθα φράζων φησὶ "σάκεσσιν ἔρχατο πάντῃ", ὅ ἐστιν εἰργμένοι ἦσαν οἱ Ἀχαιοὶ ὡς ἐν τειχίῳ, "ἑσταότες περὶ Πατρόκλῳ· πρὸ δὲ δούρατ' ἔχοντο", Αἴαντος πολλὰ κελεύοντος.

(v. 355) Τὸ δὲ "πρὸ δὲ δούρατ' ἔχοντο" προΐσχοντο δόρατά φασιν οἱ μεθ' Ὅμηρον, ὅμοιον ὂν τῷ προεβάλλοντο. ὅτι δὲ προὔχεσθαι καὶ τὸ προφασίζεσθαι λέγεται, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ "προὔχοιο" ἀντὶ τοῦ προφασίζοιο. ἐκ δὲ τούτου καὶ προχάνας φασὶ τὰς προφάσεις λέγεσθαι. αὐτὸ μέντοι ἴσως ἀπὸ τοῦ προχαίνειν, ἐπεὶ καὶ ταὐτὸν δοκεῖ προχαίνειν καὶ προφάσκειν εἰπεῖν, τὸ μὲν ἐκ τοῦ προηγουμένου, τὸ δ' ἐκ τοῦ ἀποτελέσματος. διὸ καὶ ὁ μὴ δυνάμενος φάσκειν ἀχανὴς λέγεται. Ἰστέον δὲ ὅτι τὸ "ἑσταότες περὶ Πατρόκλῳ" ταὐτόν ἐστι τῷ περιβεβαῶτες καὶ ἀμφιβεβαῶτες, ὃ διαλυθὲν ποιεῖ τὸ ἀμφ' αὐτῷ βεβάμεν, μετ' ὀλίγα κείμενον.

(v. 356-359) Ὅτι κινδυνεύοντας ἰδὼν τοὺς Ἀχαιοὺς ὁ Αἴας "μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων, οὔτε τι ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει, οὔτε τινὰ προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, ἀλλὰ μάλ' ἀμφ' αὐτῷ βεβάμεν", ὡς προείρηται, "σχεδόθεν τε μάχεσθαι". Καὶ ὅρα ὡς μὴ δυνάμενός τι δρᾶσαι γενναῖον ἀγαπητὸν κρίνει τὸ μὴ παθεῖν γοῦν τι μέγα κακόν. Τὸ δὲ κελεύειν ἀνώγειν εἰπὼν καὶ ἐπιτέλλειν φησίν.

(v. 360) Ἐπάγει γὰρ "ὣς Αἴας ἐπέτελλε πελώριος".

(v. 360-365) Ὅτι σφοδροῦ πολέμου ὑπογραφὴ καὶ κοινῆς πτώσεως τῶν τε κρειττόνων καὶ τῶν μὴ τοιούτων τὸ "αἵματι δὲ χθὼν δεύετο πορφυρέῳ· τοὶ δ' ἀγχηστῖνοι ἔπιπτον νεκροὶ ὁμοῦ" τῶν δεῖνα καὶ τῶν δεῖνα. "οὐδ' οἳ γὰρ ἀναιμωτί γε μάχοντο", οἱ Τρῶες δηλαδή, "παυρότεροι δὲ πολὺ φθίνυθον". διὰ τί; "μέμνηντο γὰρ αἰεὶ ἀλλήλοις ἀν' ὅμιλον", ἢ καθ' ὅμιλον, [64] "ἀλεξέμεναι φόνον αἰπύν". καὶ τοῦτ' ἦν τὸ μεμνῆσθαι ἀλκῆς. καὶ ὅρα ὅτι τε πάνυ ὠφέλιμον τὸ ἀλλήλοις τινὰς βοηθεῖν καὶ μάλιστα ἐν μάχῃ, καὶ ὡς, εἰ καὶ ἀλεξῆσαι, ἀπολύτως λέγειν, σύνηθές ἐστιν, ἀλλὰ μετὰ προσθήκης μᾶλλον κρεῖττόν ἐστιν, οἷον ἀλεξῆσαι φόνον ἢ ἁπλῶς τι κακόν, ἐξ οὗ σύγκειται ὁ ἀλεξίκακος. ᾧ συγγενὲς οὐ μόνον τὸ ἀλεξητήρ καὶ κηραμύντης καὶ εἴ τι τοιοῦτον, ἀλλὰ καὶ ἡ παρ' Ἡσιόδῳ "ἀλεξιάρη νειός".

(v. 366) Σημείωσαι δὲ καὶ ὅτι τοιαύτην φράσας δεινὴν μάχην ἐπάγει "ὣς οἳ μὲν μάρναντο δέμας πυρός", ὃ πολλαχοῦ κεῖται, δηλοῦν ὡς τοιούτῳ πολέμῳ οἰκεῖος ὁ τοιοῦτος λόγος, οὐ τοσοῦτον διὰ τὸ δίκην πυρὸς εὐκίνητον καὶ κοῦφον τῶν μαχομένων καὶ ὀξὺ καὶ ἰτητικὸν καὶ διὰ τὴν θερμότητα τῶν μαχομένων, ὅθεν καὶ μάχη καυστειρή, ὅσον διὰ τὸ ταχέως ἐξολοθρεύεσθαι τοὺς οὕτω πολεμοῦντας, ὡς εἰ καὶ πῦρ αὐτοὺς ἀνήλισκεν. Ὅτι δὲ ἐν τῷ τοιούτῳ νοήματι ἐπὶ ἀψύχου κεῖται τὸ δέμας, προεσημειώθη. οὐ γὰρ δήπου ἔμψυχον τὸ πῦρ, εἰ μὴ ἄρα, ὡς καὶ τοῦτο ἐρρέθη, ποιητικὴ αὐτονομία ψυχοῖ γλυκέως καὶ αὐτό, καθὰ καὶ τὰ βέλη καὶ ἄλλα τῶν ἀψύχων πολλά.

(v. 36673) Ὅτι ἐφερμηνεύων Ὅμηρος ποιητικώτερον καὶ σεμνότερον τὸ "ἀμφὶ δ' ἄρα σφι λαμπραῖς κορύθεσσιν ἠέρα Ζεύς", ὃ δὴ πρὸ ὀλίγου ἐρρέθη, φησὶν ἐνταῦθα ἐν σχήματι ἀποστροφῆς πρὸς τὸν τῆς κατ' αὐτὸν Μούσης ἀκροατήν, ὡς "οὐκ ἂν φαίης οὔτε ποτ' ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην. ἠέρι γάρ", ἀφωτίστῳ δηλαδή, "κατέχοντο μάχης ἔπι ὅσσοι ἄριστοι ἔστασαν ἀμφὶ Πατρόκλῳ. οἱ δ' ἄλλοι Τρῶες καὶ Ἀχαιοὶ εὔκηλοι πολέμιζον [65] ὑπ' αἰθέρι. πέπτατο δ' αὐγὴ ἠελίου ὀξεῖα", παρὰ τοῖς ἄλλοις δηλαδή, "νέφος δ' οὐ φαίνετο πάσης γαίης οὐδ' ὀρέων". Ὥστε δῆλον ἐκ τούτων ὅτι τὴν προρρηθεῖσαν ἠέρα μόνῳ τῷ τόπῳ ἐμπεριγράφει, ἐν ᾧ ἡ περὶ Πατρόκλου ἦν μάχη. καὶ ἔστι πιθανὸς ὁ λόγος διά τε τὴν κόνιν τήν, ὡς εἰκός, παχυνομένην ἐκεῖ, καθὰ ἐρρέθη, καὶ διὰ τὴν ῥηθεῖσαν πυκνότητα τῶν μαχομένων, ἣν καὶ ἐν ἄλλοις εἰς νέφος εἴκασε.

(v. 373-377) Διὸ καί φησιν, ὡς οἱ μὲν ἄλλοι "μεταπαυόμενοι ἐμάχοντο ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα, πολλὸν ἀφεσταότες· τοὶ δ' ἐν μέσῳ ἄλγε' ἔπασχον ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ ὅσσοι ἄριστοι ἔσαν". τούτους γὰρ ὑπὲρ τοῦ Πατρόκλου συνεκαλέσατο Μενέλαος.

(v. 367) Ὅρα δὲ ὅτι ἐν τῷ "οὔτε ποτέ" ἀργὸν ἐκ περισσοῦ κεῖται τὸ ποτέ ἐπίρρημα, ὡς καὶ ἐν ἄλλοις, καὶ ὅτι τὸ "ἠέλιον σόον ἔμμεναι" παρῴδηται ἀπὸ τοῦ "λαὸν σόον ἔμμεναι". αὐτὸ δὲ τὸ "οὔτε ἠέλιον σόον εἶναι οὔτε σελήνην" παντελῆ πως δηλοῖ ἢ κολόβωσιν φωτὸς ἢ ἀπώλειαν. οὔτε γὰρ ἀκραιφνὴς ἡμέρα ἦν, ἀλλ' οὐδὲ ὡς νὺξ φῶς ἔχουσα, ὅθεν εἴωθεν, ἀλλ' οἷόν τις νύξ. καὶ ἄλλως δὲ φράσαι, τὸ "οὐκ ἂν φαίης οὔτε ἥλιον σόον εἶναι οὔτε σελήνην" αὔξησίν τινα σκότους δηλοῖ, ὡς τοῦ περὶ τὸν νεκρὸν μόνου ἀέρος οὔτε ὡς ἐν ἡμέρᾳ ὀξείαις ἡλίου αὐγαῖς πεφωτισμένον οὔτε ὡς ἐν πανσελήνῳ νυκτί, μᾶλλον δὲ ὡς τοιούτου ὄντος ἐκεῖ καταστήματος ἀέρος, ὁποῖόν τι γίνεταί που ἐν ἐκλείψει ἡλίου ἢ σελήνης, ὅτε οὐδὲ σόοι αὐτοὶ δοκοῦσιν εἶναι. καὶ ἄλλως δέ, σκότος ἐκεῖ βαθὺ ὁ λόγος ἐνδείκνυται, ὡς μηδὲ ἥλιός που ἦν μηδὲ σελήνη, κατὰ τὸ "ἠέλιος δ' οὐρανοῦ ἐξαπόλωλε". διὸ καὶ ὁ Αἴας ἐν τοῖς ἑξῆς ὡς ἐν σκότει βαθεῖ ὢν εὔξεται φῶς ἰδεῖν.

(v. 371) Τὸ δὲ "ὑπ' αἰθέρι" ἀντὶ τοῦ ὑπὸ αἰθρίᾳ καὶ καθαρῷ ἀέρι καὶ ἀνεφέλῳ. διαστέλλει γὰρ ἐνταῦθα φανερῶς αἰθέρα καὶ ἀέρα. οὗτος μὲν γὰρ σκοτεινός. διὸ καὶ ἠέρα τὴν ἀορασίαν φαμέν, ἐκεῖνος δὲ λαμπρὸς καί, ὡς ἐρρέθη, ἀνέφελος.

(v. 371-373) Διὸ καὶ ἐπάγει ἑρμηνευτικῶς τὸ "πέπτατο δ' αὐγή", καὶ "νέφος δ' οὐ φαίνετο" καὶ ἑξῆς. ταῦτα δὲ ἡ αἰθρία ποιεῖ καὶ ἡ σύστοιχος αὐτῇ αἰθήρ. [Ὀξεῖα δὲ ἡλίου αὐγή, ἣ τμητικὴν ἀέρος οὖσαν οὐκ ἀμβλύνει νέφος. διὸ ἐπάγει πρὸς [66] σαφήνειαν τὸ "νέφος δ' οὐ φαίνετο πάσης γαίης". ἔνθα λείπει ἡ πρόθεσις, ἵνα ᾖ ὅτι νέφος οὐκ ἦν ὑπὲρ γῆς, ἢ τοπικὸν ἐπίρρημα, οἷον νέφος δ' οὔ πῃ φαίνετο γῆς. Τὸ δὲ "ὀξεῖα" κυριολεκτούμενον ἐπὶ βέλους συμβάλλεταί τι πρὸς ἀλληγορίαν τοῦ τοξότου Φοίβου.]

(v. 373) Τὸ δὲ "μεταπαυόμενοι" ἢ ἀντὶ τοῦ ἀμείβοντες ἀλλήλους, ὡς παύεσθαι μὲν τούτους, ἑτέρους δὲ μάχης ἄρχεσθαι, ἢ ἀντὶ τοῦ ἀναπαυόμενοι. δῆλον δ' ὡς οἶδεν ὁ ποιητὴς καὶ τὴν λέξιν τοῦ ἀναπαύεσθαι, ἐν οἷς φησι τὸ "ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί".

(v. 377-382) Ὅτι τοὺς Νεστορίδας ἡ περὶ τῷ Πατρόκλῳ μάχη οὔπω ἔσχεν οἷα μαχομένους ἑτέρωθι καὶ οὔπω πεπυσμένους. ἔτι γὰρ τὸν Πάτροκλον ᾤοντο ζῆν. Φησὶ γὰρ "δύο δ' οὔ πω φῶτε πεπύσθην ἀνέρε κυδαλίμω, Θρασυμήδης Ἀντίλοχός τε, Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ' ἔτ' ἔφαντο ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. τὼ δ' ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ". ᾧ καὶ ἐχρῆν πάντως πείθεσθαι ὀτρύνοντι πόλεμόνδε. Παραρρίπτει δὲ τοὺς Νεστορίδας ἐνταῦθα Ὅμηρος οὐχ' ἁπλῶς καὶ εἰκῇ, ἀλλὰ μνήμης χάριν. μικρὸν γὰρ ὅσον θατέρου αὐτῶν τοῦ Ἀντιλόχου ἀναγκαίως δεήσεται ἀγγελοῦντος τῷ Ἀχιλλεῖ τὴν τοῦ Πατρόκλου πτῶσιν. Σημείωσαι δὲ ὅτι "δύο φῶτε" εἰπὼν εἶτα ἐπάγει ὡς ἀπ' ἄλλης ἀρχῆς τὸ "ἀνέρε κυδαλίμω", καὶ οὕτω συμβιβάζεται ἡ ταὐτολογία τοῦ "φῶτε" καὶ τοῦ "ἀνέρε". [Δύνατα δὲ καὶ ἄλλως τὸ μὲν "φῶτε" ἄνδρας δηλοῦν τοὺς φύσει, τὸ δὲ "ἀνέρε" τοὺς καὶ ἀνδρείους.]

(v. 377) Τὸ δὲ "πεπύσθην", ἤγουν ἐπύθοντο, γενικῇ συνήθως καὶ ἐνταῦθα συντέτακται

(v. 381) Τὸ δὲ "ἐπιοσσόμενοι θάνατον καὶ φύζαν ἑταίρων" δηλοῖ στρυφνότατα καὶ πάνυ γοργῶς, ὡς περιεβλέποντο οἱ Νεστορίδαι, ἵνα εἰ μέν τινες ἔθανον, ὑπερμάχωνται τῶν σωμάτων, εἰ δὲ εἰς φυγὴν ἐτράποντο, σκεπάζωσιν. ὃ δὴ στρατηγοῦ γέροντος, ὡς εἰκός, παράγγελμα

(v. 380) Τὸ δὲ "ἐν πρώτῳ ὁμάδῳ" ἀγαθὴν ὑπόληψιν ὑπεῖναι τοῖς Νεστορίδαις περὶ τοῦ Πατρόκλου δηλοῖ. [67] προμαχεῖν γὰρ ἐκεῖνον ἐνόμιζον. Ἰστέον δὲ ὅτι πρόμον καὶ πρόμαχον εἰωθὼς λέγειν ὁ ποιητὴς τὸν πρὸ τῶν ἄλλων μαχόμενον, καὶ τὸ ῥῆμα προμάχεσθαι καὶ πρὸ τῶν ἄλλων μάχεσθαι, στρέφει τὴν γλῶτταν καὶ ἄλλως περὶ τὰ συστοιχοῦντα τούτοις. ὁ γοῦν ἐν μάχῃ δυστυχήσας πρῶτος θανεῖν ἢ ἁλῶναι λέγεται, καὶ ὁ ἐν τοιούτῳ τόπῳ ὅμιλος "πρῶτος ὅμιλος", ὡς ἐν τοῖς μετὰ ταῦτά που κεῖται, καὶ ὁ ἐκεῖ ἦχος πρῶτος ὅμαδος, ἐξ οὗ τὸ προμάχεσθαι ἐν πρώτῳ ὁμάδῳ μάχεσθαί φησιν ὁ ποιητής.

(v. 384-388) Ὅτι συντονίας πολέμου δηλωτικὸν καὶ τὸ "τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει ἀργαλέης, καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ γούνατά τε κνῆμαί τε πόδες θ' ὑπένερθεν ἑκάστου χεῖρές τ' ὀφθαλμοί τε παλάσσετο μαρναμένοιϊν ἀμφ' ἀγαθὸν θεράποντα Αἰακίδαο". Καὶ ὅρα ὅτι τε κατὰ ἰδέαν γλυκύτητος ἐπεξῆλθε τοῖς κατὰ σῶμα μέρεσι καὶ ὡς ἐπήγαγε τοῖς τῶν διαφόρων γενῶν πληθυντικοῖς ὀνόμασι τὸ "παλάσσετο" ῥῆμα ἑνικόν. καί φασι Πινδαρικὸν τὸ σχῆμα οἱ παλαιοί, οὐχ' ὅτι Πίνδαρος εὗρεν αὐτό ‑ τῆς γὰρ Ὁμήρου μεταλλείας καὶ τοῦτο ἐκεῖνος ἐκέρδανεν ‑ , ἀλλ' ὅτι διαδεξάμενος καὶ ζηλώσας κατεχρήσατο. ἔχει δ' ἀφορμὴν ἡ σύνταξις τὸ "γούνατα" οὐδέτερον ὡς πρὸς αὐτὸ μὲν ἀσφάλτως ἀποδοθεῖσα, ἐκεῖθεν δὲ ἀναλόγως ἀπὸ κοινοῦ συμβιβαζομένη καὶ πρὸς τὰ λοιπὰ δύο γένη. [Καί εἰσι μὲν καὶ ἄλλα τοιαῦτα εὐαφόρμως ἑνικὸν ῥῆμα συντάσσοντα πληθυντικοῖς ὀνόμασιν, οὐκ ὀλίγα δὲ ὅμως καὶ ἀθεράπευτα διαλέκτου νόμῳ. τοιοῦτον καὶ παρ' Ἡσιόδῳ τὸ "τῆς δ' ἦν τρεῖς κεφαλαί", καὶ παρ' Ἐπιχάρμῳ "ἦν δ' ἐρῳδιοὶ μακροκαμπυλαύχενες", καὶ "ἦν δὲ νάρκαι, ἦν δὲ ζύγαιναι, τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες".] Σημείωσαι δὲ καὶ ὅτι πᾶν μικροῦ δεῖν ἐπελθὼν κύκλῳ τὸ κατ' ἄνθρωπον δι' ἐνάργειαν πολλῆς ταλαιπωρίας τὰ μέσα παρῆκεν, ἢ διὰ τὸ συννοεῖσθαι, ἢ ὡς ῥᾷον ἱδροῦντα κατὰ τοὺς παλαιούς.

(v. 384) Ὅρα δὲ [68] καὶ ὅτι πανῆμαρ μὲν λέγει καὶ ἠμάτιον τὸ ἡμερινόν, πανημάτιον δὲ οὐ λέγει ἀλλὰ πανημέριον, οἷον "πανημέριος κακὸς ἔσσομαι", καὶ "τοῖς δὲ πανημερίοις νεῖκος ἦν".

(v. 385) Ἱδρῶ δὲ οὐ μόνον ἐπὶ αἰτιατικῆς κατὰ ἀποκοπήν, ἀλλ' ἰδοὺ καὶ ἐπὶ δοτικῆς. "καμάτῳ γάρ", φησί, "καὶ ἱδρῷ".

(v. 386) Ὅτι δὲ πόδες κατωτάτω τὸ μετὰ γοῦνα καὶ τὰς κνήμας δηλοῖ μὲν καὶ τὸ εὐτάκτως ὑποταγῆναι αὐτοῖς, μάλιστα δὲ τὸ "ὑπένερθεν" ἐπαχθέν. Φησὶ γὰρ "πόδες θ' ὑπένερθεν".

(v. 387) Τὸ δὲ "μαρναμένοιϊν" εὐθαρσῶς ἐν τοσούτῳ στρατῷ δυϊκὸν ὂν ἐπαρρησιάσατο, οἷα οὐχ' ἁπλῶς ἐπὶ πλήθους ῥηθέν, ἀλλ' ἐπὶ δυάδος μερῶν, τοῦ τε Τρωϊκοῦ τοῦ τε Ἀχαιϊκοῦ, ὡς δηλοῖ κατωτέρω τὸ "εἵλκεον ἀμφότεροι".

(v. 389-397) Ὅτι ἔοικεν ὁ ποιητὴς μὴ εἰδέναι πατταλευομένας τὰς βύρσας ἢ θρανευομένας, ὡς ἂν φαίη Ἀττικὸς ἀνήρ, ἀλλὰ μέθοδον καινοτέραν ἄλλην φησὶ τῆς αὐτῶν τάσεως, παραβολὴν τοιαύτην εἰπὼν "ὡς δ' ὅτ' ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην λαοῖσι δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ· δεξάμενοι δ' ἄρα τοί γε διαστάντες τανύουσι κυκλόσε, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ' ἀλοιφὴ πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διαπρό, ὣς οἵ γ' ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ εἵλκεον ἀμφότεροι, μάλα ἐλπόμενοι, Τρῶες μὲν ἐρύειν πρὸς Ἴλιον, Ἀχαιοὶ δὲ νῆας ἀνὰ γλαφυράς" ἢ "ἐπὶ γλαφυράς". Καὶ ὅρα ὅτι τε ξενίζουσά ἐστιν ἡ παραβολὴ τῷ ἀσυνήθει τῆς τέχνης, καθά που καὶ ὁ διὰ τεσσάρων ἵππων κελητισμός, καὶ ὅτι τόν τε πολὺν αὕτη ἑλκυσμὸν τοῦ νεκροῦ ἐνέφηνεν ὡς οὐκ ἂν εἴη κάλλιον, καὶ ἅμα πραγματικῶς ἔδειξε τί τὸ χρήσιμον τοῦ τὰς βύρσας τείνεσθαι. ἐλαίῳ γὰρ ἤ τινι τοιούτῳ διαινόμεναι καὶ οὕτω μαλαττόμεναι καὶ τῆς σκληρότητος ἀνιέμεναι ἐπιδιδόασιν, ὡς τοῦ πάχους λεπτυνομένου [69] εἰς μέγεθος. εὐτελὴς δὲ οὖσα ἡ εἰκὼν ὅμως τῇ ἐναργείᾳ λάμπει κατὰ τοὺς παλαιούς, οἷα ἐναργῶς παριστῶσα τὸ ὑποκείμενον. [Ἐνταῦθα δὲ σπουδαιοτάτῳ ἑλκυσμῷ παραπηκτέον, εἰ δοκεῖ καί τινα ἑτεροῖον μέν, ἀρχῆθεν δὲ παραδεδομένον, ὃς ἦν ἡ ἑλκυστίνδα λεγομένη παιδιά, ἧς μέρος καὶ τὸ σκαπέρδαν ἕλκειν, ὅπερ τοιοῦτον, φασίν, ἦν. Δοκὸς ἀνδρομήκης ἵστατο τετρημένη κατὰ μέσον, διήρτητο δὲ δι' αὐτῆς σχοίνιόν τι, οὗ ἑκατέρωθεν ἐξημμένοι δύο νεανίσκοι ἀνθεῖλκον, ἐντρέψαντες ἀλλήλοις τὰ νῶτα. ὁ δὲ βιασάμενος καὶ προαγαγὼν αὐτὸ τῆς δοκοῦ ἐνίκα τὸν ἕτερον. ἐκ τούτου δὲ καὶ τὰ δυσχερῆ πάντα σκαπέρδαν ἔλεγον παροιμιακῶς διὰ τὸ ἐπίπονον τῆς ὁλκῆς καὶ ἀνθολκῆς.] Οἱ δὲ παλαιοὶ σημειοῦνται, ὡς καινότερον προτέτακται ὁ ταῦρος τοῦ βοός. ἀνάπαλιν γὰρ ἐχρῆν τὸ καθόλου προτετάχθαι, ὡς ἐν τῷ "ἠΰτε βοῦς ἀγέλῃφι, ταῦρος". καὶ ἔστι, φασίν, Ἀττικὸν τὸ σχῆμα, καθὰ καὶ τὸ βοὸς βοείην, ἔνθα ἦν ἀρκοῦν καὶ μόνον τὸ βοείην, ἵνα ἦν ταύροιο βοείην. [Καὶ ἔστι μὲν ἐνταῦθα εἰπεῖν, ὅτι πρὸς διαστολὴν ἑτέρων ταύρων, ἐν οἷς καὶ ὁ παράγων τὸν φορτικὸν λάσταυρον, ἐπήγαγε τὸ "βοός". προσεκτέον δὲ κἀνταῦθα μάλιστα τῷ λόγῳ τῶν παλαιῶν.] Τὸ δὲ "μεγάλοιο" πρὸς μεγεθυσμοῦ ἔμφασιν κεῖται τοῦ κατὰ τὸ ἡρωϊκὸν σῶμα.

(v. 390) Τὸ δὲ "μεθύουσαν ἀλοιφῇ" οὐκ ἂν εἴη πάνυ σκληρότερον τοῦ "μεθύει τῷ μεγέθει τῶν πεπραγμένων ὁ Φίλιππος". Δηλοῖ δὲ τροπικῶς ἡ λέξις πλήρωσιν τὴν ἀπὸ πληθυσμοῦ ἀλοιφῆς, ἥ ἐστι λίπος, ὅπερ ἐξικμασθείσης τῆς βύρσης τῷ τανυσμῷ ἀντεισδύνει εἰς τοὺς πόρους καὶ μαλάσσει τὴν βύρσαν. δὶς δὲ εἶπε τὴν ἀλοιφὴν ὡς λέξιν καιρίαν, ὥσπερ καὶ τρὶς τὸ τανύειν. [70] Ὅρα δὲ καὶ τὸ "διαστάντες" οὐ μαχίμως λεχθὲν ἀλλ' ἀντὶ τοῦ διαχωρισθέντες καὶ ὧδε καὶ ἐκεῖ στάντες. διὸ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ τὸ "διαστήτην" οὐκ ἂν ἐδήλου φιλονεικίαν, εἰ μὴ τὸ "ἐρίσαντε" προσέκειτο.

(v. 395) Ἐν δὲ τῷ "εἵλκεον ἀμφότεροι" τὸ μὲν "εἵλκεον", οὗ κοινότερον τὸ εἷλκον, ὡς δηλοῖ ἀνωτέρω τὸ "πολλῶν ἑλκόντων", ἀπὸ τρισυλλάβου ἐνεστῶτος παρήχθη τοῦ ἑλκέω, ἐξ οὗ ἴσως καὶ ἐν Ὀδυσσείᾳ τὸ "Λητὼ γὰρ ἥλκησεν", ὡς ἀπὸ τοῦ ἑλκέω ἑλκῶ. Τὸ δὲ "ἀμφότεροι", ὡς καὶ ὁ ποιητὴς εὐθὺς ἡρμήνευσεν, διὰ τοὺς δύο στρατοὺς ἐρρέθη, τὸν Τρωϊκὸν καὶ τὸν Ἑλληνικόν, καθὰ καὶ πρὸ ὀλίγου, ὡς εἴρηται, τὸ "παλάσσετο μαρναμένοιϊν".

(v. 400 s.) Ὅρα δὲ καὶ ὅτι μετ' ὀλίγα ὁ ποιητὴς λέγει, ὡς ὁ Ζεὺς ἐπὶ Πατρόκλῳ ἐτάνυσε κακὸν πόνον, ὡς ἤδη τὸ ἀσφαλὲς τοῦ τανύειν ἔχων ἐκ τῆς κατὰ τὴν βύρσαν παραβολῆς.

(v. 397-399) Ὅτι ἀλλαχοῦ μὲν ἑαυτὸν ἐπαινῶν ὁ ποιητὴς ὡς πιθανῶς πλασάμενον τὸν τηνικαῦτα διασκευασθέντα πόλεμον ἔφη μὴ ἂν μέμψασθαι τὴν μάχην ἐκείνην ἄνδρα τινά, ὃς ἂν ἄβλητος καὶ ἀνούτατος αὐτὴν περιέρχοιτο θεοῦ φυλάττοντος, ἐνταῦθα δὲ ἐπιτείνων τὸ θαῦμα καὶ εἰπών, ὡς περὶ Πατρόκλου μῶλος ὀρώρει ἄγριος, ἐπάγει "οὐδ' ἂν Ἄρης λαοσσόος οὐδ' ἂν Ἀθήνη τόν γε ἰδοῦσα ὀνόσαιτο, οὐδ' εἰ μάλα μιν χόλος ἵκοι". εὖ γὰρ οἶδε καὶ νῦν ὁ τεχνίτης Ὅμηρος ἀνδρικόν τε κατὰ Ἄρην καὶ συνετὸν κατὰ Ἀθηνᾶν ἐξαρτύσας πόλεμον ὡς μηδένα χολώσεσθαι ἂν τῆς πλάσεως ἐπιμεμφόμενον αὐτῷ. Ἄγριος δὲ μῶλος, καθά που καί τις πολεμιστὴς ἄγριος ἐρρέθη αἰχμητής. τὸν δὲ ἄγριον μῶλον ὑποκαταβὰς κακὸν πόνον λέγει, ὡς ταὐτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. Λαοσσόος δὲ Ἄρης οὐχὶ ὁ λαοῦ σωστικός. ‑ [71] πῶς γὰρ τοιοῦτος ὁ βροτολοιγός ‑ , ἀλλὰ καθ' ἑτέραν ἔννοιαν λαοσσόον λέγει Ἄρην τὸν λαοῦ παρορμητικὸν ἢ τὸν διωκτικὸν λαοῦ, ἀπὸ τοῦ σέω, ἐξ οὗ τὸ σεύω. Ἀθηνᾶ μέντοι λαοσσόος λέγοιτο μὲν ἂν οὕτω πως καὶ αὐτή, ὡς λαὸν σεύουσα εἰς πόλεμον, καὶ ὡς εἰπεῖν, ἀγελείη, ὅ ἐστιν ἄγουσα λεών. καί, ἄλλως δὲ λαοσσόος ἡ αὐτή, ὡς λαὸν σόον τηροῦσα, ἐπεὶ καὶ ἐρυσίπτολις ἡ αὐτή.

(v. 399) Τὸ δὲ "οὐδ' εἰ μάλα χόλος ἵκοι" δηλοῖ, ὅτι πολλοὶ καὶ διὰ χόλον μεμψίμοιροι γίνονται.

(v. 398) Οὐκ ἄδηλον δὲ ὅτι τοῦ σόω ῥήματος διφορουμένου ἐκ μὲν τοῦ παραληγομένου τῷ ω μεγάλῳ γίνεται ὁ παρὰ τοῖς ὕστερον σῶος ὁ ἔχων τὸ μέγα ω ἐν τῇ ἀρχούσῃ, ἐκ δὲ τοῦ ἔχοντος τὸ ο μικρὸν ἐν τῇ παραληγούσῃ ὁ καθ' Ὅμηρον σόος πέφηνεν, ὁ συστέλλων τὴν παράληξιν, ἀφ' οὗ καὶ ἡ σωματικὴ Ἀθηνᾶ λαοσσόος. Ὅτι σαφῶς ἐνταῦθα ἱστορεῖται τὸ τοῦ Πατρόκλου πρὸς τὸν Ἀχιλλέα δυσήκοον, εἴπερ ἐκεῖνος μὲν ἤδη φθάσας ἐκέλευσεν ἐκ νηῶν Τρῶας ἐλάσαντα ἰέναι πάλιν, τοὺς δὲ ἐᾶν κατὰ πεδίον μάχεσθαι, ὁ δὲ πολλὸν ἀπάνευθε νεῶν κεῖται ὡς μέχρις ἐκεῖ διώξας.

(v. 404-409) Ἀναφωνεῖ δ' ἐν τούτοις ὁ ποιητὴς καὶ ὡς οὐ περιγενήσεται τῆς Τροίας ὁ Ἀχιλλεύς, εἰπὼν ὡς οὔ ποτε ἔλπετο θυμῷ τεθνάμεν ἀλλὰ ζῳὸν ἐνιχριμφθέντα" ἤγουν ἐμπελάσαντα, ταῖς Τρωϊκαῖς πύλαις "ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τό", ἤγουν τοῦτο, "ἔλπετο πάμπαν ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν οὐδὲ σὺν αὐτῷ. πολλάκι γὰρ", φησὶ "τό γε", ἤγουν τοῦτο, "μητρὸς ἐπεύθετο νόσφιν ἀκούων", ἤγουν χωρὶς καὶ ἰδίᾳ μυστηριωδῶς, "ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα", ὃ ταὐτόν ἐστι τῷ βουλὴν Διός.

(v. 410 s.) Ἐπισημαίνεται δὲ καὶ ὅτι "τότε γ' οὔ οἱ ἔειπε κακὸν τόσον, ὅσσον ἐτύχθη, μήτηρ", ὅτι δηλαδὴ "πολὺ φίλτατος ὤλετο [72] ἑταῖρος". Καὶ διδάσκει ὁ ποιητὴς μὴ χρῆναι τοὺς συνετοὺς διὰ πάντων λυπρῶν ἀγγελμάτων λυπεῖν τοὺς ἑαυτῶν, ἀλλὰ κἀνταῦθα τὰ μὲν φάσθαι, τὰ δ' ἐπικρύπτειν, ὡς καὶ ἡ Θέτις ἐποίησεν ἐπὶ τῷ υἱῷ. τοῖς δὲ ῥηθεῖσι καὶ ἄλλο τι βιωτικὸν παράγγελμα ἐμφαίνεται, τὸ μὴ χρῆναι τοῖς θρασυνομένοις πᾶν ἐπιτρέπειν, ὃ δύνανται, ἀλλὰ τὸ μὲν ἐνδιδόναι, τὸ δὲ καὶ κωλύειν. Ἀχιλλεὺς οὖν ἐλπίζων δύνασθαι τὸν Πάτροκλον πελάσαι, ὡς ἐρρέθη, ταῖς πύλαις, ὅμως οὐ διεκελεύσατο ἕως ἐκεῖ ἀπελθεῖν, ἀλλ' ἐξελάσαι μόνον τῶν νηῶν τοὺς Τρῶας. Δεξιῶς δὲ κἀνταῦθα παρελάλησεν Ὅμηρος Ἀχιλλέως θάνατον, δι' ὃν οὐδὲ ἤλπιζεν ἐκεῖνος τὴν Τροίαν ἑλεῖν. φανερῶς μέντοι ὤκνησεν ἱστορῆσαι τὸ μὴ φίλον.

(v. 409 s.) Τὸ δὲ ἀπαγγέλλειν ὅτι ταὐτὸν τῷ εἰπεῖν, δηλοῦται σαφῶς ἐν τῷ "ἥ οἱ ἀπαγγέλλεσκε", καὶ "οὔ οἱ ἔειπε".

(v. 412-413) Τὸ δὲ "πολὺ φίλτατος" αὐξητικῶς ἔχει. οὐ γὰρ ἁπλῶς ἑταῖρος, οὐδὲ ἁπλῶς φίλτατος, ἀλλὰ καὶ πολὺ φίλτατος.

(v. 410) Τὸ δὲ τόσον καὶ τὸ ὅσσον ἐμφαίνει τῇ ἀοριστίᾳ ὡς οὐ ῥᾳδίως ἔστι φράσαι τὸ μέγεθος τοῦ κακοῦ.

(v. 412-413) Ὅτι συντονίαν μάχης δηλοῖ καὶ τὸ "οἳ δ' αἰεὶ ἀκαχμένα δούρατ' ἔχοντες νωλεμὲς ἐχρίμπτοντο", ἤγουν ἐπέλαζον, "καὶ ἀλλήλους ἐνάριζον".

(v. 4149) Ὅτι δεικνὺς ὁ ποιητὴς τὸ πρόθυμον τῶν ἐπὶ τῷ Πατρόκλῳ μαχομένων φησίν, ὡς οἱ μὲν Ἕλληνες τοιαῦτα ἐπὶ τῷ Πατρόκλῳ ἔλεγον ἄν "ὦ φίλοι, οὐ μὰν ἧμιν εὐκλεὲς ἀπονέεσθαι νῆας ἐπὶ γλαφυράς, ἀλλ' αὐτοῦ γαῖα μέλαινα πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη, εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἐρύσαι καὶ κῦδος ἀρέσθαι".

(v. 420-422) Οἱ Τρῶες δὲ εἰς πλέον στενολεσχοῦντες ‑ . τοιαῦται γὰρ αἱ καθ' ὅμιλον [73] ἠθοποιΐαι παρὰ τῷ ποιητῇ ‑ , φασὶ "ὦ φίλοι, εἰ καὶ μοῖρα παρ' ἀνέρι τῷδε δαμῆναι πάντας ὁμῶς, μή πω τις ἐρωείτω πολέμοιο". Καὶ ὅρα ὡς καὶ νῦν τοῖς Ἀχαιοῖς καὶ τοῖς Τρωσὶν ἐπιτέτμηται ὁ κατὰ ἠθοποιΐαν λόγος συνήθως κατὰ τὸ εὔλογον. ἰδίᾳ μὲν γὰρ πολλὰ ἂν εἴποι ἕκαστος, τὰ δὲ κοινὰ νοήματα, εἰς ἃ πάντες ὁμοῦ συμπίπτουσιν, ὀλίγα ἂν εἴη. Σημείωσαι δὲ καὶ ὅτι ἀλλαχοῦ μὲν λογισμοὺς ἐξετάζων ἔλεγε· τοῖσι δὲ μαχομένοις ὅδ' ἦν νόος, τοῖς μὲν Τρωσὶ τοιόσδε, τοῖς δὲ Ἀχαιοῖς τοιόσδε, νῦν δὲ τὸ νόημα τοῦτο ἄλλως ἐσχημάτισε. τοὺς γὰρ λογισμοὺς τῶν στρατευμάτων ἐν ἠθοποιΐᾳ ἐδήλωσεν, εἰπὼν οὐχὶ τί ἐλογίζοντο, ἀλλὰ τὶ ἂν καθ' ὅμιλον ἔλεγον. σκοπητέον δὲ καὶ εἴπερ ἴσως διὰ τὸ ὑποβάρβαρον εἰς πλέον τῶν Ἀχαιῶν βραχυλογοῦσιν οἱ Τρῶες.

(v. 416 s.) Πάνυ δὲ γοργῶς τὸ "γαῖα μέλαινα πᾶσι χάνοι" συνετμήθη ἐν τῷ δαμῆναι πάντας. χάνοι γὰρ ἂν γῆ ἅπασιν, ὅτε πάντες δαμῶσι. δῆλον δὲ ὡς ἐκ τοῦ χαίνειν οὕτω γῆν ὀρθῶς ἂν καὶ στόμα θανάτου ὁ τάφος λέγοιτο.

(v. 423) Ὅρα δὲ καὶ ὅτι δι' εὔκλειαν ἀποκινδυνεύουσιν Ἀχαιοί, ὡς αὐτοί φασιν, οὕτω δὲ πάντως καὶ οἱ ἀντίμαχοι, καὶ ὅτι ἐρεθιστικαὶ εἰς ἀνδρίαν αἱ ῥηθεῖσαι ἠθοποιΐαι, ὡς δηλοῖ καὶ τὸ "ὣς ἄρα τις εἴπεσκε, μένος δ' ὄρσασκεν ἑταίρου".

(v. 415) Ἰστέον δὲ καὶ ὡς τὸ "οὐ μὰν ἧμιν ἐϋκλεές", δακτυλικῶς ποδιζόμενον μετὰ τὸ "οὐ μάν", γράφουσι μέν τινες "οὐ μὰν ἡμῖν εὐκλεές". ἀρέσκει δὲ τοῖς παλαιοῖς ἡ πρώτη γραφή, παρ' οἷς κεῖται ταῦτα· τὸ ἡμῖν ἄμμι λέγουσιν οἱ Αἰολεῖς, βαρύνοντες αὐτὸ καὶ συστέλλοντες τὴν λήγουσαν. Ἀπολλώνιος "ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται". Δωριεῖς δὲ ἁμίν, συστέλλοντες τὸ ι καὶ ὀξύνοντες. Θεόκριτος "πολλαὶ δὲ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο". Ἴωνες δέ, πολλάκις δὲ καὶ Ἀθηναῖοι, προπερισπῶσιν ἐν συστολῇ τοῦ ι. Ὅμηρος "ὦ φίλοι, οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι".

[74] Σοφοκλῆς Οἰδίποδι "ὅπως λύσιν τιν' ἧμιν εὐαγῆ πόροις". Φρύνιχος Μύστῃ "ἐβουλόμην ἂν ἧμιν ὥσπερ καὶ πρὸ τοῦ". Ἀττικὰ δὲ παραδείγματα ταῦτα τὰ δύο. οἱ δ' αὐτοὶ παλαιοί φασι καί, ὅτι τὸ ἡμεῖς ἅμες λέγουσιν οἱ Δωριεῖς, ἄμμες δὲ οἱ Αἰολεῖς. χρῆσις δὲ τοῦ ῥηθέντος "ἧμιν" καὶ ἐν Ὀδυσσείᾳ.

(v. 424 s.) Ὅτι καὶ ἀστεῖον καὶ ποιήσει πρέπον τὸ "σιδήρειος δ' ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκε δι' αἰθέρος ἀτρυγέτοιο", λέγοντος τοῦ ποιητοῦ ὡς ὁ τοῦ κατὰ μάχην σιδήρου κτύπος εἰς τὸ τοῦ οὐρανοῦ χαλκοῦν ἦλθε σῶμα, ὅπερ ἐν ἄλλοις ἀπεριφράστως προφέρων εἶπεν "ἀϋτὴ δ' οὐρανὸν ἷκεν". Ὅρα δὲ καὶ ὅτι ἀτρύγετος οὐ μόνον θάλασσα, ὡς προερρέθη, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ αἰθὴρ ἀτρύγετος. Ὅτι γλυκύτητα ἐν λόγῳ ποιεῖ οὐ μόνον τὸ τὰ ἄψυχα ἐμψύχων δίκην ποιοῦντά τι πλάττεσθαι, ὁποῖα τὰ πολλὰ τῶν μύθων, ἐν οἷς καὶ ὁ καθ' Ὅμηρον τοῦ οὐρανοῦ ἐλελιγμός, ὅτε Ζεὺς ἢ Ἥρα ὑποσαλευθῶσι, καὶ ὅτε δὲ θάλασσα τῷ Ποσειδῶνι διΐσταται, καὶ Ἰδαία ὕλη ποσὶν Ἥρας ὑποσείεται, καὶ βέλη χροὸς ἆσαι λιλαίεται, ἀλλὰ καὶ τὸ τὰ ἔμψυχα μέν, ἄλογα δέ, ὡς προαίρεσιν ἢ φρόνησιν ἔχοντα διατίθεσθαι, καθά που ὁ Ἕκτωρ ἀφελῶς καὶ γλυκέως τοῖς ἵπποις διελέγετο ὡς εἴπερ εἶχον ἐκεῖνοι ἐπαΐειν αὐτοῦ. τοιαύτης ἰδέας καὶ ἡ τῶν Ἀχιλλέως ἵππων ἐν τοῖς μετὰ ταῦτα οὐ μόνον αὐδὴ ἁπλῶς ἀλλὰ καὶ μαντεία τοῦ μέλλοντος. οὐκοῦν οὕτως οἱ αὐτοὶ γλυκέως ἐνταῦθα οἰκτιζόμενοι τὸν Πάτροκλον πλάττονται, τεχνησαμένου Ὁμήρου καὶ τοιοῦτον τῇ ποιήσει γλυκὺν πλατυσμόν.

(v. 426-433) Φησὶ γὰρ ὅτι οἱ τοῦ Ἀχιλλέως ἵπποι "μάχης ἀπάνευθεν ἐόντες κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο ἐν κονίῃσι πεσόντος ὑφ' Ἕκτορος ἀνδροφόνοιο. ἦ μὰν Αὐτομέδων γε πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ' ἀρειῇ· τὼ δ' οὔτ' ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον ἠθελέτην ἰέναι οὔτ' ἐς πόλεμον μετ' Ἀχαιούς.

(v. 434-436) Εἶτα τὸ διὰ τὴν πτῶσιν τοῦ Πατρόκλου στάσιμον αὐτῶν εἰκάζων παραβολικῶς ἐπάγει "ἀλλ' ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ' ἐπὶ [75] τύμβῳ ἀνέρος εἱστήκει τεθνηότος ἠὲ γυναικός, ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες".

(v. 437-440) Εἶτα ἐκφράζων καὶ ὡς εἶχον σχήματος ἐπὶ τῇ λύπῃ, φησὶν "οὔδει ἐνισκήψαντε" ἢ ἐνισκίμψαντε "καρήατα, δάκρυα δέ σφιν θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν ἡνιόχοιο πόθῳ· θαλερὴ δὲ μιαίνετο χαίτη ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέροισιν" ἢ "ἀμφοτέρωθεν". ὡς οἷα τοίνυν φρενήρεις τοὺς ῥηθέντας ἵππους πλάττει, γλυκαίνων τε, ὡς ἐρρέθη, τὸν λόγον ποιητικῶς καὶ τὴν ἐπὶ τῷ Πατρόκλῳ συμφορὰν αὔξων, εἴγε καὶ ἵπποι ἐπένθουν αὐτόν, καὶ ἀφορμὴν δὲ διδοὺς τοῦ καὶ τὸν Ἀχιλλέα ὡς λογικοῖς ἐν τοῖς ἑξῆς ὁμιλῆσαι αὐτοῖς καὶ ἀκοῦσαι, ἃ ἤκουσεν. Ὅτι δὲ πολλὴν φυσικὴν οἰκειότητα πρὸς τοὺς τρέφοντας καὶ τημελοῦντας ὁ ἵππος ἔχει καὶ ὡς πενθεῖ ἐπ' αὐτοῖς τεθνεῶσι, τεθρύληται. οὕτω δὲ γραφικῶς οἷον ὑποτυπωσάμενος αὐτούς, εἶτα τὸ τοῦ πράγματος εὐτελὲς ἐξαίρων σεμνῷ πλάσματι, ποιεῖ τὸν Δία ἐλεοῦντα καὶ λαλοῦντα προεκθετικῶς τὰ μέλλοντα, εἰς παραμυθίαν, καὶ ταῦτα φιλέλληνος ἀκοῆς. Φησὶ γὰρ "μυρομένω δ' ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· ἆ δειλώ, τί σφῶϊ", τουτέστιν ὑμᾶς, "δόμεν", ὅ ἐστιν ἔδομεν, "Πηλῆϊ ἄνακτι θνητῷ, ὑμεῖς δ' ἐστόν", ἤγουν ἐστέ, "ἀγήρω τ' ἀθανάτω τε· ἢ ἵνα δυστήνοισι μετ' ἀνδράσιν ἄλγε' ἔχητον";

(v. 446 s.) Εἶτα ἐπιπλέξας γνωμικὸν κατασκευαστικὸν τοῦ δυστήνους εἶναι τοὺς ἀνθρώπους [76] φησὶ "οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς πάντων, ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει".

(v. 448-450) Καὶ ἐπιφέρει μετὰ τὸ γνωμικὸν τὴν προαναφωνητικὴν ψυχαγωγίαν εἰπὼν "ἀλλ' οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν Ἕκτωρ ἐποχήσεται· οὐ γὰρ ἐάσω. ἢ οὐχ' ἅλις, ὡς καὶ τεύχε' ἔχει καὶ ἐπεύχεται αὕτως"; ἤγουν μάτην, ἐφ' οἷς οὐκ ἠνδραγαθήσατο ἀλλὰ προκατειργασμένον ἀνεῖλε τὸν Πάτροκλον.

(v. 451-455) Εἶτα ὑπισχνεῖται καθ' ἑαυτὸν καί, ὡς μένος ἐμβαλεῖ τοῖς ἵπποις, ὄφρα καὶ Αὐτομέδοντα σώσουσιν ἐκ μάχης, καὶ προλέγει κῦδος ὀρέξαι τοῖς Τρωσὶ κτείνειν, ἕως ἐπὶ νῆας ἀφίκωνται "δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ". Προέκθεσις δὲ καὶ ταῦτα τῶν μελλόντων. οἰκονομήσει γὰρ δεινῶς ὁ ποιητὴς παλίωξιν γενέσθαι τινὰ καὶ τοὺς Τρῶας μέχρι καὶ τοῦ ναυστάθμου νικῶντας ἐλθεῖν, ἵνα καὶ ὁ Ἀχιλλεὺς οὕτω πιθανῶς ἐκδράμῃ πρὸς συμμαχίαν ἄοπλος ὢν καὶ ὁ Ἕκτωρ δὲ φρονηματισθεὶς ἐπὶ ταῖς νίκαις παραμείνῃ ἔξω τῆς πόλεως, οὐκ εὐλόγιστον τοῦτό γε ποιήσας ἐκεῖνος, καὶ οὕτω τὴν ἐς νέωτα μάχην θαρρήσας ἐγκύρσῃ τῷ Ἀχιλλεῖ πιθανῶς καὶ πεσεῖται.

(v. 456-478) Ἰστέον δὲ ὅτι ἀκολούθως οἷς ἄρτι ἔφη προεκθετικῶς ὁ τοῦ μύθου Ζεὺς οἱ ἵπποι τοῦ Ἀχιλλέως μετ' ὀλίγα φαίνονται τὸ μὲν κατὰ στήλην ἵστασθαι ἀπειπάμενοι, ἀΐσσοντες δὲ εἰς μάχην μετὰ τοῦ ἡνιόχου Αὐτομέδοντος οὐ πάνυ ἑκόντος, ὡς ἐκεῖνος δηλοῖ. αἰτιαθεὶς γὰρ ὅτι μόνος αὐτὸς πρὸς Τρῶας μάχεται πρώτῳ ἐν ὁμίλῳ αἰτιᾶται τὸ τῶν ἵππων ἀκατάσχετον, εἰπὼν μηδένα ἄλλον ὁμοῖον Πατρόκλῳ ἵππους ἐπέχειν. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ὁμηρικοῦ τούτου χωρίου. Ἐν οἷς σημείωσαι ὡς, εἰ μὴ ἀφίσταντο τῆς μάχης οἱ ἵπποι, ὡς δηλοῖ τὸ "μάχης ἀπάνευθεν ἐόντες", οὐκ ἂν εἶχε πλάσαι πιθανῶς πάντῃ ὁ ποιητὴς τὰ κατὰ αὐτούς. ὅθεν καὶ ποιεῖ αὐτοὺς ἰδιάζοντας ἐν τῷ κλαίειν, καθά που καὶ ὁ δεσπόζων αὐτῶν Ἀχιλλεὺς ἐδηλώθη ποιῆσαι. ἀμέλει μετ' ὀλίγα ἐς πόλεμον προφανέντες ἐπιβουλεύονται παρὰ Ἕκτορος.

(v. 427 et [77] 437 s.) Τὸ δὲ "κλαῖον" κατωτέρω περιφράζων ἔφη "δάκρυα δέ σφιν θερμὰ κατὰ βλεφάρων" καὶ ἑξῆς, ὡς εἴρηται, ὃ ταὐτόν ἐστι τῷ ἔκλαιον.

(v. 427 s. et 439) Πάλιν δ' αὖ τὸ "ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο ἐν κονίῃσι πεσόντος ὑφ' Ἕκτορος" ἐκ πλατυσμοῦ περιφραστικοῦ στενοχωρῶν εἶπε τὸ "ἡνιόχοιο πόθῳ", τὴν μὲν μίαν λέξιν τοῦ κλαίειν περιφράσας πλατύτερον, τὸ δέ γε ἐφεξῆς αὐτῆς νόημα ἐκ πλατύτητος εἰς λέξεις δύο συσφίγξας καὶ τεχνικῶς παραθεὶς μετὰ μὲν τὸ "κλαῖον" εὐθὺς τὴν περίφρασιν τοῦ "ἡνιόχοιο πόθῳ", ὄπισθεν δὲ τούτου αὖθις θέμενος τὸ τοῦ κλαίειν παραφραστικὸν καὶ οὕτω πως ἐπαλλάξας τὰ σχήματα.

(v. 427) Τὸ δὲ "πυθέσθην" ὡς ἐπὶ λογικῶν γλυκέως ῥηθὲν ἀντὶ τοῦ ᾔσθοντο εἴληπται, γενικῇ κἀνταῦθα συνταχθέν. [(v. 428) Κόνις δὲ ὥσπερ καὶ κονία, ἐφ' Ὁμήρου μὲν τῆς αὐτῆς ἦσαν σημασίας, ὕστερον δὲ κονία μὲν ἐλέγετο καὶ ἡ χρίουσα τά, ὥς φασιν οἱ ῥήτορες, κεκονιαμένα, κόνις δὲ καὶ ἰδίᾳ ἡ ἀθλητική, ἐξ ἧς καὶ τὸ ἀθλητικῶς κονίεσθαι, καὶ κονίστρα ἡ παλαίστρα. χρῆσις δὲ τοιαύτης κόνεως παρὰ Ἀθηναίῳ ἐν τῷ σκάπτοντί τινι τὴν τῶν ἀθλούντων κόνιν. ἐκ δὲ τῆς κόνεως πολλὰ παρῆκται, ὧν ἐστι καὶ τὸ ἐγκονῶ καὶ διακονῶ καὶ αὐτοδιάκονος ὁ αὐτοχειρὶ δουλεύων, καὶ διακόνιον δέ, φασίν, εἶδος πλακοῦντος, ὅς ἐστι γενικῶς ἄρτος τις ἢ πέμμα πλατὺ παρὰ τὴν πλάκα, ἵνα ᾖ ὡς τυρόεις τυροῦς, σησαμόεις σησαμοῦς, οὕτω καὶ πλακόεις πλακοῦς. ἐκαλεῖτο δέ, φασί, Πλακοῦς καὶ κώμη, Θηβῶν Ὑποπλακίων ἀπέχουσα σταδίους ἕξ.]

(v. 430) Τὸ δὲ "μάστιγι" ἐκτείνει φύσει τὴν παραλήγουσαν, εἰ καὶ ἡ εὐθεῖα θέσει μακρὸν ἔχει τὸ τῆς ληγούσης δίχρονον. οὕτω δὲ καὶ τὸ "μάστιγα" ἐν τοῖς ἑξῆς. Τὸ δὲ [78] "ἐπεμαίετο" ἀντὶ τοῦ ἐπεζήτει, ἐφήπτετο. πολλαχοῦ δὲ τοῦτο κεῖται ποιητικῶς, οὐ πεζολογικῶς.

(v. 431) Ἀρειὴν δὲ λέγει τὴν ἀράν, ἤτοι ἀπειλήν, πλεονασμῷ τῆς ει διφθόγγου. ἀντίκεινται δὲ τῇ ἀρειῇ πάντως οἱ μειλίχιοι λόγοι.

(v. 432) Πλατὺς δὲ καὶ νῦν Ἑλλήσποντος ὁ πρὸς τῷ Ἑλληνικῷ ναυστάθμῳ. Ἑλλήσποντος γὰρ καὶ τὰ ἐκεῖ, πλατὺς μέντοι, ὡς τῶν ἐκεῖθεν βορειοτέρων αὐτοῦ ἀποστενουμένων. δῆλον δ' ὅτι πρὸς ἀπαρτισμὸν μόνον ἔπους, οὐ μὴν πρός τι ὅλως ἀναγκαῖον, ἐπῆκται τὸ "ἐπὶ πλατὺν Ἑλλήσποντον".

(v. 434) Ἄριστα δὲ καὶ πάνυ προσφυῶς στήλῃ ἐπιτυμβίῳ τούς, ὡς ἐρρέθη, ἑστηκότας ἵππους εἴκασε διὰ τὸ ἐπὶ νεκρῷ πένθος, ὑφ' οὗ ἀγάλμασι τοιούτοις ἐῴκεισαν καὶ αὐτοί. ὡς γὰρ ἐπὶ νεκρῷ πολλάκις ἵστανται ζῴων στῆλαι, ὁποῖαι ἱστοροῦνται, οὕτω καὶ ἐπὶ τῷ τοῦ Πατρόκλου νεκρῷ ἀσφαλῶς οἱ ἵπποι ἑστήκασιν, εἰ καὶ ἀφεστήκασι τῆς μάχης. ἀκολούθως δὲ προσφυὲς ἐπί τε στήλης τὸ μένειν ἔμπεδον, καὶ ἐπὶ τῶν, ὡς ἐρρέθη, ἑστηκότων ἵππων τὸ μένειν ἀσφαλέως, ἐν οἷς ταὐτὸν τὸ ἔμπεδον καὶ τὸ ἀσφαλῶς.

(v. 434 s.) Τὸ δὲ "ἐπὶ τύμβῳ ἀνέρος τεθνειότος" σημείωσαι εἰς τὸ "στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ". δῆλον γὰρ ἐντεῦθεν ὅτι καὶ ἐκεῖ δύναται εἶναι τύμβος ἀνδρόκμητος, ἐπεὶ καὶ ταὐτὸν ἀνὴρ καμὼν ὡς ἐκεῖ, καὶ ἀνὴρ τεθνεώς, ὡς ἐνταῦθα κεῖται.

(v. 436) Τὸν δὲ περικαλλέα δίφρον ὑποκαταβὰς ἅρματα λέγει δαιδάλεα, ἐνταῦθα μὲν ἐκ μέρους τὸ ὅλον φράσας, ἐκεῖ δὲ ὁλικῶς εἰπών.

(v. 437) Σκίμψαι δὲ καὶ νῦν μετὰ τοῦ μ, ὡς καὶ πρὸ ὀλίγου. ἔστι δέ πως ὅμοιον τῷ χρίμψαι. τοιοῦτον γὰρ κατὰ νοῦν τὸ "οὔδει ἐνισκίμψαντες καρήατα", ὅπερ ἄλλως ἵπποις οὐ χαρτόν. ὑψοῦ γὰρ ἔχουσι κάρη ἀγερωχοῦντες. τοιοῦτον γὰρ φύσει τὸ ζῷον. διὸ καὶ οἱ νῦν ἐπικεκυφότες ἐριαύχενες ἐν τοῖς ἑξῆς λέγονται, ὡς μήδ' αὐτοῖς θέμιν εἶναι τὴν [79] χαίτην μιαίνεσθαι κονίῃσιν. ὅτι δὲ ἀπὸ τοῦ σκίμπτειν καὶ ὁ σκίμπους γίνεται, εἴρηται ἀλλαχοῦ. Εἰ δὲ καὶ κρεῖττον γράφειν "ἐνισκίμψαντε", [ᾧ δὴ λόγῳ καὶ ἄγκυρα παρὰ Πινδάρῳ σκίμπτεται, εἰ καὶ μὴ οὔδει τυχόν, ἀλλ' οὖν ἄμμῳ ἐν τῷ καθίεσθαι,] ὅμως οὐκ ἀπῳδόν ἐστιν οὐδὲ τὸ "ἐνισκήψαντε", ᾧ συγγενές τι τὸ κατασκήψαντε.

(v. 438) Τὸ δὲ "χαμάδις ῥέε" τὸ δαψιλὲς τῶν δακρύων δηλοῖ. Περὶ δὲ τοῦ μύρεσθαι δηλοῦται ἀλλαχοῦ ἱκανῶς. καιρία δὲ λέξις καὶ τὸ ἐπὶ δαψιλοῦς δακρύου, ἤγουν ῥέοντος καί, προσφῶς εἰπεῖν, μορμύροντος. διὸ καὶ δὶς ἐνταῦθα κεῖται.

(v. 440) Τὸ δὲ "ζεύγλης ἐξεριποῦσα παρὰ ζυγόν" ἀντὶ τοῦ μὴ ἐπὶ τὰ ὀπίσω τοῦ ἅρματος ἐκπεσοῦσα κατά τινα ζυγομαχίαν, ἀλλ' ἐπὶ τὰ ἔμπροσθεν συνδιεκκύψασα τῇ κεφαλῇ, ἵνα οὕτω ῥᾷον πλαγιάσασα κάτω νεύῃ τῇ κατακύψει.

(v. 443) Ὅρα δὲ ὡς καὶ πάλιν ἐν τῇ τοῦ Πηλέως μνήμῃ τὸ τῶν ἵππων παραλαλεῖ θεόσδοτον, οὗ χάριν μετ' ὀλίγα καὶ ἐνέπνευσε μένος ἠῢ αὐτοῖς ὁ Ζεύς.

(v. 444) Ὅτι δὲ ἀγήρῳ καὶ ἀθάνατοι οἱ τοῦ μύθου ἵπποι οὗτοι ἀλληγορικῶς διὰ τὸ μὴ ἐκτομίαι εἶναι ἀλλ' ἄρρενες καὶ οὕτω δυνάμενοι ἐν ἄλλῳ γεννᾶν, καὶ τῇ ἐπιγονῇ ἀπαθανατίζειν οἷον τὴν διαδοχήν, προερρέθη. τοιοῦτοι δὲ καὶ οἱ τοῦ Λαομέδοντος, ὧν τοῦ γένους Ἀγχίσης ὑποκλέψας δοῦναι τῷ Αἰνείᾳ ἱστόρηται.

(v. 445) Τὸ δὲ "ἢ ἵνα ἄλγεα ἔχητον" λύσις ἀπορίας ἐστίν. εἰπὼν γὰρ ἐπαπορητικῶς τί σφῶϊ δόμεν Πηλῆϊ", λύει· ἢ ἵνα ἀλγῆτε; ἐκ τούτου δὲ λαβόντες οἱ ὕστερον σοφοὶ οὕτω καὶ αὐτοὶ ἐπιλύονται τὰ παρ' αὐτοῖς ἄπορα, οἷον· διὰ τί τόδε τι γίνεται; τοῦτο ἀπορία. λύσις δὲ τὸ ἢ διὰ τόδε.

(v. 446-447) Τὸ δὲ ῥηθὲν γνωμικὸν ὑπερβολικῶς ἐφράσθη. τοιοῦτον γὰρ τὸ εἰπεῖν, ὡς οὐδὲν τῶν περὶ γῆν ζῴων ἀνδρὸς ἐπιπονώτερον. εἰ μή που λέγει ὡς ὑπὲρ πᾶν ἔμψυχον ὁ ἄνθρωπος [80] ἀτυχίᾳ ὑποπέπτωκεν. Ἴσως δὲ καὶ ἄλλως ἐκπέφευγε τὴν ἄγαν ἄκραν ὑπερβολὴν διὰ τοῦ εἰπεῖν "ὅσα γῆν ἐπιπνέει καὶ ἕρπει". ἐχώρισε γὰρ ἐν τούτοις τὸν ἄνθρωπον ἀπό τε τῶν ἀψύχων ἁπάντων καὶ ἀπὸ τῶν μὴ ἐχόντων πνεύμονα καὶ διὰ τοῦτο μὴ ἀναπνεόντων, καὶ ἀπὸ τῶν ζωοφύτων, ἅπερ οὐχ' ἕρπει. καὶ ἔοικέ πως τοῦτο τὸ γνωμικὸν τῷ ἐν Ὀδυσσείᾳ ῥηθέντι, τῷ "οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο". [Δύναται δὲ καὶ τὸ "πού" διστακτικῶς ληφθέν, οἷον "οὐ μὲν γάρ τί πού ἐστι" καὶ ἑξῆς, θεραπεῦσαι τῇ κατ' αὐτὸ βραχείᾳ προσθήκῃ τὸ τῆς ὑπερβολῆς ἀδύνατον. ὁ γὰρ ἐνδοιασμὸς οὐκ ἀφίησι τὴν ὑπερβολὴν εἶναι, ὅπερ ἐστί.] Σημείωσαι δὲ καί, ὡς ἐν τῷ "ὀϊζυρώτερον" ἢ μετρικὸν πάθος ἐστὶν ἢ γραμματικοῦ κανόνος παράβασις. εἰ μὲν γὰρ συσταλείη τὸ ο τῆς προπαραληγούσης διὰ τὸ πρὸ αὐτῆς κείμενον μακρὸν ὁμολογουμένως δίχρονον τῆς ζυ συλλαβῆς, ἐφυλάχθη ὁ γραμματικὸς τῶν διὰ τοῦ ωτερος καὶ ωτατος, πέπονθε δὲ τὸ μέτρον διὰ τὸν ἐντεῦθεν τρίβραχυν πόδα λαγαρότητα θεραπευομένην τῇ ὀξείᾳ, ἥτις καὶ αὐτὴ χρόνον προστιθεῖσα κατά τινα λόγον κοινῆς συλλαβῆς ἐκτείνειν δεδύνηται ὡς καὶ ἐν τῷ "ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν". καὶ οὕτω μὲν ἐὰν συστέλληται συνήθως ἡ προπαραλήγουσα τοῦ "ὀϊζυρότερον". ἐὰν δὲ ἐκτείνηται μεγεθυσμῷ, τὸ μὲν μέτρον ἐστὶν ἀπαθὲς ὑγιῆ φυλάττον τὸν δάκτυλον, ὁ δὲ τῶν γραμματικῶν κανὼν παρηνόμηται. τοιαῦτά τινα καὶ ἐν Ὀδυσσείᾳ κεῖται τῇ ἐφ' ἑκάτερα ῥοπῇ σκάζοντα, ὧν ἐστι καὶ τὸ [81] "λαρώτατος οἶνος", οἷον "ὃς μετὰ τὸν λαρώτατος, ὃν σὺ φυλάσσεις", καὶ τὸ κακοξεινώτερος, ὡς τό "οὔ τις σεῖο κακοξεινώτερος ἄλλος". Ἰστέον δὲ ὅτι τὸ ὀϊζυρός ταὐτόν πώς ἐστι τῷ δύστηνος, ὅθεν καὶ ἡ ἀμφοῖν ἐτυμολογία ἔχει τινὰ ὁμοιότητα. ὀϊζυρός τε γὰρ ἀπὸ τοῦ ὀΐζειν γίνεται, ὃ δηλοῖ τὸ θρηνεῖν, καὶ δύστηνος δὲ ἀπὸ τοῦ στενάζειν. διὸ καὶ ὁ ποιητὴς δυστήνους ἄνδρας εἰπὼν εἶτα κατασκευάζων τὸ ἐπίθετον ἐπάγει τὸ μηδὲν εἶναι ὀϊζυρώτερον ἀνδρός.

(v. 448 s.) Ἐποχεῖται δέ τις οὐ μόνον ἵπποις ἀλλὰ καὶ ἅρμασιν, ὡς ὁ ποιητὴς ἐν τοῖς ῥηθεῖσι δηλοῖ. Τὸ δὲ "οὐ γὰρ ἐάσω" σεμνύνει τὸν Ἕκτορα, ὡς δι' ἀνανδρίαν μὴ ἑλόντα τοὺς ἵππους ἀλλὰ βουλῇ Διός. Ὅρα δὲ καὶ ὅτι τὸ "ἐάσω" ἐκτείνει τὴν παραλήγουσαν.

(v. 450) Τὸ δὲ "ἢ οὐχ' ἅλις", ὡς τόδε τι γίνεται, καὶ πρὸ τούτων ἐσχημάτισται.

(v. 457) Ἐν τούτοις δὲ καὶ τὸ διατινάξασθαι τοὺς ἵππους, οὕτω φράζει "ἀπὸ χαιτάων κονίην οὖδασδε βαλόντες". οὐ γὰρ ὅλον, ὡς εἰκὸς τὸ σῶμα, χαίτην δὲ μόνην τὴν καὶ μιανθείσαν διετινάξαντο.

(v. 459-463) Λέγει δὲ καὶ ὅτι ὁ τοῦ Πατρόκλου ἡνίοχος Αὐτομέδων μάχετο "ἵπποις ἀΐσσων ὥς τ' αἰγυπιὸς μετὰ χῆνας. ῥεῖα μὲν γὰρ φεύγεσκεν ὑπ' ἐκ Τρώων ὀρυμαγδοῦ, ῥεῖα δ' ἐπαΐξασκε πολὺν καθ' ὅμιλον ὀπάζων, ἀλλ' οὐχ' ᾕρει φῶτας".

(v. 464-465) Διὰ τί δὲ τοῦτο; ὅτι μόνος ἦν αὐτὸς ἐπὶ τοῦ ἅρματος. "οὐ γάρ πως ἦν", φησίν, "οἶον ἐόντα ἱερῷ ἐνὶ δίφρῳ ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους", ἤγουν καὶ μάχεσθαι καὶ ἡνιοχεῖν.

(v. 467-470) Διὸ καὶ ὁ προδηλωθεὶς Μυρμιδὼν Ἀλκιμέδων, υἱὸς Λαέρκεος, ὁμωνύμου τῷ ἐν Ὀδυσσείᾳ τεχνίτῃ, αἰτιᾶται αὐτόν, εἰπὼν "Αὐτόμεδον, τίς τοι θεῶν νηκερδέα βουλὴν ἐν στήθεσσιν ἔθηκε καὶ ἐξέλετο φρένας ἐσθλάς" καὶ ἑξῆς, ὅπερ παρῳδηθὲν παντὶ προσαρμόζει μὴ βουλευσαμένῳ εὖ. ἔσται δὲ ἡ τούτου παρῳδία τοιαύτη· τίς τοι δαίμων καὶ [82] ἑξῆς, ἢ τίς τοι νηκερδέα βουλὴν καὶ ἑξῆς, ἢ καὶ ἄλλως, τί τοι θεὸς νηκερδέα βουλὴν καὶ ἑξῆς; ἐφ' οἷς ὁ Ἀλκιμέδων μὲν γίνεται ἡνίοχος, Αὐτομέδων δὲ καταβὰς τοῦ ἅρματος μάχεται.

(v. 457) Ὅρα δὲ καὶ νῦν ὡς διφορεῖται τὸ οὖδας. καὶ αὐτὸ μὲν λέγεται κατ' εὐθεῖαν, ἄκλιτον ὄν. τοῦ δὲ οὖδος εὐθεῖα μὲν οὐχ' εὕρηται παρὰ τῷ ποιητῇ, δοτικὴ δὲ αὐτοῦ πολλαχοῦ, ὡς καὶ ἀνωτέρω ἐν τῷ "οὔδει ἐνισκίμψαντε καρήατα". ὥστε τὸ μὲν "οὖδας" οὐκ ἔχει πλαγίας, τὸ δὲ "οὔδει" ὠρφάνισται τῆς οἷον μητρὸς εὐθείας καθ' ὁμοιότητα τοῦ γυνή, ὅπερ οὐδ' αὐτὸ διεξοδεύει ταῖς πτώσεσι, καὶ τοῦ γυναικός, οὗπερ εὐθεῖα οὐ πρόκειται.

(v. 460) Τὸ δὲ "ἵπποϊς ἀΐσσων" πρὸς διαστολὴν εἴρηται τῶν ἄλλως ἀϊσσόντων. ἡ δὲ παραβολὴ τοῦ αἰγυπιοῦ καὶ τῶν χηνῶν ἐστένωται μὲν καὶ αὐτὴ ἀναλόγως τῷ καιρῷ συναΐσσουσα κατὰ τὴν φράσιν τῷ Αὐτομέδοντι, ἔχει δὲ τὴν ἀρχὴν ἀπὸ τοῦ πτηνοὺς τρόπον τινὰ τοὺς τοῦ Ἀχιλλέως ὑποτεθεῖσθαι ἵππους.

(v. 461 s.) Τὸ δὲ "φεύγεσκε" καὶ τὸ "ἐπαΐξασκε" ποιητικὰ πάρισα, δι' ὧν ἀμυδρῶς, ὡς ἐχρῆν, ἡ ἐνταῦθα φράσις καλλύνεται. Ὀπάζειν δὲ καὶ νῦν οὐ τὸ παρέχειν, ἀλλὰ τὸ κατόπιν διώκειν.

(v. 463) Διὸ ἑρμηνεύων φησὶν "ἀλλ' οὐχ' ᾕρει φῶτας" ἐν τῷ διώκειν.

(v. 464) Τὸ δὲ "οἶον ἐόντα ἱερῷ ἐνὶ δίφρῳ" ἀστείως ὑπολαλεῖται. εἰ γὰρ δίφρος λέγεται διὰ τὸ δύο φέρειν, οὐκ ἂν μόνος τις ὢν ἐπ' αὐτοῦ ἀνύειν ἔχει τὸ πᾶν τῆς μάχης, ὃ δύο ἄνδρες ποιοῦσιν, ὁ μὲν πολεμῶν, ὁ δὲ ἐπίσχων ἵππους, ὃ μέρος ἐστὶν ἡνιοχείας. πάντως γὰρ ἡνιόχου ἔργον ἡνία τε ἔχειν καὶ ἐπέχειν ἵππους.

(v. 471 s.) Ὅτι δὲ οἶος αὐτόχρημα ὁ μόνος, δηλοῖ τὸ "οἷον", ἤγουν ὅπως "πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ μοῦνος", ὅπερ Ἀλκιμέδων αἰτιᾶται τὸν Αὐτομέδοντα. Ἔνθα ὅρα ὅτι τε οὐκ ἂν ἠθέλησεν εἰπεῖν τὸ μόνος, εἰ μὴ προηγήσατο αὐτοῦ τὸ "οἷον πρὸς Τρῶας μάχεαι". δι' αὐτὸ γὰρ ὤκνησεν εἰπεῖν "οἷον πρὸς Τρῶας μάχεαι οἶος", ἵνα μὴ συγκρούοιεν ἔξω χάριτος αἱ φωναί. διὸ ἀναγκαίως ἀντὶ τοῦ οἶος ἔφη τὸ μοῦνος, ὡς ἂν μὴ καὶ παίζειν δοκοίη καὶ ἀσαφῶς φράζοι. καὶ ὅτι οὐκ ἂν ὀκνηλῶς ἔσχεν ὁ ποιητὴς νήπιον τὸν Αὐτομέδοντα προσειπεῖν, [83] εἴπερ αὐτὸς αἴτιος ἦν καὶ μὴ τὸ μένος τῶν ἵππων, ὡς ὁ ποιητὴς ἐπισημαίνεται, καθὰ μετ' ὀλίγα ῥηθήσεται. ὥστε ἄκων κατὰ τοὺς παλαιοὺς ἐφ' ἅρματος τοῖς πολεμίοις ἐφορμᾶται. καὶ δοτέον μᾶλλον τὸ ἔργον τοῖς ἵπποις ἐνταῦθα ἢ τῷ ἡνιόχῳ. αὐτὸς γὰρ ὁμολογήσει μὴ δύνασθαι αὐτοὺς ἐπέχειν. διὸ καὶ Ἕκτωρ ἐρεῖ νοῆσαι ἐν τοῖς ἑξῆς κακοὺς ἡνιόχους αὐτοῖς εἶναι. Ἔμφρονες δέ πως καὶ διὰ τοῦτο οἱ ἵπποι, εἴγε καὶ ἄκοντος τοῦ Αὐτομέδοντος ἀμύνονται ὑπὲρ τοῦ Πατρόκλου. καὶ τοιοῦτον μὲν καὶ τοῦτο.

(v. 464) Ἱερὸν δὲ ἔφη τὸν τοῦ Ἀχιλλέως δίφρον ἢ σεμνύνων τὸν Ἀχιλλέα ἢ καὶ διὰ τοὺς ἵππους, οἳ τοιοῦτοι ὑπόκεινται εἶναι. Ὅρα δὲ καὶ ὅτι δεξιῶς ὁ Ἀλκιμέδων καὶ ὁ Αὐτομέδων τοῦ δίφρου γίνονται, καλλύνοντες καὶ αὐτοὶ τὸν περικαλλέα δίφρον κάλλει κλήσεως, καθ' ἣν παρισοῦνται διὰ τὸ ὁμοιοτέλευτον,

(v. 469) καὶ ὅτι αἱ κλητικαὶ τούτων ἀναπέμπουσι τὸν τῆς εὐθείας τόνον διὰ τὴν σύνθεσιν "ὦ Αὐτόμεδον" καὶ "ὦ Ἀλκίμεδον" κατὰ τὸν ποιητήν.

(v. 470) Τὸ δὲ "φρένας ἐσθλάς" διὰ σαφήνειαν κεῖται τοῦ "ἐξέλετο", ἵνα νοηθείη ἀντὶ τοῦ ἀφείλετο. ἄλλως γάρ που τὸ "ἐξέλετο". φρένας" οὐ τοῦτο μόνον δηλοῖ, ἀλλ' ἀμφιβόλως ληφθὲν νοεῖται ἀντὶ τοῦ ἐξαιρέτους ἔθετο, καθὰ καὶ ἐπὶ τοῦ Λυκίου Γλαύκου ἐν τοῖς πρὸ τούτων ἐφάνη.

(v. 469) Ἰστέον δὲ ὅτι τοῦ "ἐξείλετο φρένας ἐσθλάς" ἑρμηνευτικόν ἐστι καὶ τὸ φάναι, ὡς νηκερδέα βουλὴν θεὸς ἐνέθετο, ὅ ἐστιν ἀσύνετον κατὰ τοὺς παλαιούς. κέρδος γάρ, φασί, καὶ ἡ σύνεσις.

(v. 472 s.) Ἐν τούτοις δὲ καὶ χαίρειν λέγει τὸν Ἕκτορα τὰ τοῦ Ἀχιλλέως ὅπλα φοροῦντα, ὃ καὶ κοῦφα ἐποίει αὐτὰ τῷ χαίροντι φαίνεσθαι, ὡς καὶ προεθεωρήθη. Φησὶ γὰρ "τεύχεα δ' Ἕκτωρ αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο".

(v. 475 s.) Ὅτι ἔπαινος ἀγαθοῦ ἡνιόχου τὸ "τίς γὰρ ἄλλος ὁμοῖος ἵππων τοιῶνδε ἐχέμεν δμῆσιν τε μένος τε, εἰ μή" ὁ δεῖνα; περὶ Πατρόκλου δὲ ὁ λόγος ἐνταῦθα. Καὶ ὅρα τὸ "εἰ μὴ [84] Πάτροκλος" κοινότερον ῥηθέν. ἄλλως γάρ, ὡς καὶ προεσημειώθη, διχῶς φράζεται τὰ τοιαῦτα, κατὰ μὲν τὸν ποιητήν, ὅτε μὴ ὁ δεῖνα, κατὰ δὲ τοὺς ὕστερον ῥήτορας, ὅτι μὴ ὁ δεῖνα. Τὸ δὲ "ἵππων ἔχειν δμῆσιν τε μένος τε" περίφρασίς ἐστι τοῦ ἵππους δαμάζειν. διττὸν δὲ ἐνταῦθα τὸ ἔχειν. ἄλλως γὰρ ἔχει τις δμῆσιν ἵππων, καὶ ἄλλως μένος ἵππων. δμῆσιν μὲν γὰρ ἔχει ἀντὶ τοῦ οἶδεν, ὡς ἐπιστήμην ἔχων, μένος δὲ ἔχει ἀντὶ τοῦ ἐπέχει, κρατεῖ. ὁμώνυμος οὖν αὕτη λέξις οὖσα μερίζεται πρός τε τοὺς ἵππους πρός τε τὸ μένος.

(v. 485-489) Ὅτι εἰδὼς ὁ Ἕκτωρ τὸν Αἰνείαν ἐγκοτοῦντα τοῖς Ἀχαιοῖς καὶ ἀσχάλλοντα ἐπὶ τῇ τῶν ἵππων ἀπωλείᾳ, οὓς αὐτὸν Διομήδης ἀφείλετο, προσεταιρίζεται τὸν ἥρωα κατὰ τῶν τοῦ Ἀχιλλέως ἵππων, εἰπὼν "ἵππω τώδ' ἐνόησα ποδώκεος Αἰακίδαο ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσιν", ἤγουν δειλοῖς ἢ ἀτέχνοις, "τώ κεν", ἤγουν οὓς ἄν, "ἐλποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ σῷ ἐθέλεις". Καὶ ὅρα καὶ νῦν ἀγαθὸν τὸ σύν τε δυ' ἔρχεσθαι εἰς ἔργον.

(v. 489 s.) Διὸ ἐπάγει "ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε νῶϊ τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ", ὃ πρὸς διαστολὴν κεῖται τοῦ ἄλλως μαχέσασθαι, οἷον "ὀνειδείοις ἐπέεσσιν", ὁποῖα πολλὰ καὶ ἐν πολέμοις ἐριστικῶς λέγεται.

(v. 486) Τὸ δὲ "ποδώκεος Αἰακίδαο" ἔχει τι καὶ οἴκτου ἐπὶ τῷ Ἕκτορι, εἰ ἐπ' ἐκείνῳ τὸν ἐχθρὸν ἐπαινεῖ Ἕκτωρ, ἐξ οὗ ἐν τοῖς ἑξῆς πολλὴν ἕξει βλάβην. τὸ γὰρ ποδῶκες τοῦ Ἀχιλλέως οὐ πρὸς καλοῦ ἔσται αὐτῷ. πόθεν δὲ νοεῖ κακοῖς ἡνιόχοις ἄγεσθαι τοὺς ἵππους, πρὸ ὀλίγων δεδήλωται. ἐμφαίνει δέ τι καὶ σκώμματος τὸ τῶν ἡνιόχων, ὡς καινὸν ὂν δύο ἡνιόχους δίχα παραιβάτου ἔχειν τὸ ἅρμα, ὥσπερ εἴη ἄν ποτε ξενίζον, καὶ εἰ παραιβάται δύο περὶ αὐτό εἰσιν ἡνιόχου μὴ ὄντος. [85] δεξιῶς δὲ καὶ ἐνταῦθα τοῦ Ἀχιλλέως μνήμη ἀνέκυψεν. οὐ γὰρ ἔτι ἐκ διαλειμμάτων μακρῶν ἀλλὰ συχνὰ τούτου ἐνθύμια ὁ ποιητὴς ὑποβάλλει, ὡς ἤδη καὶ εἰς μάχην προάξων αὐτόν.

(v. 489-490) Ὅρα δὲ καὶ τὸ "οὐκ ἂν ἐφορμηθέντε νῶϊ", ἤγουν ἡμᾶς [ἢ ἡμεῖς,] "τλαῖεν μαχέσασθαι", καινὸν σχῆμα ὄν, ὁποῖόν τι καὶ πρὸ τούτων που κεῖται ἐν τῷ "νῶϊ γηθήσει φανεῖσα ἀνὰ πτολέμοιο γεφύρας". καί εἰσι χρήσιμα καὶ ὧδε τὰ ῥηθέντα ἐκεῖ.

(v. 492-493) Ὅτι ἑρμηνεύων Ὅμηρος τίνας εἶπε πρὸ τούτων χαλκήρεις ἀσπίδας, λέγει νῦν ὡς Ἕκτωρ καὶ Αἰνείας βαίνουσιν εἰς μάχην "βοέῃς εἰλυμένω ὤμους αὔῃσι, στερεῇσι, πολὺς δ' ἐπελήλατο χαλκός", ἤγουν ἔξω περὶ τὴν ἐπιφάνειαν ἐλατὸς ἔκειτο.

(v. 495 s.) Ὅτι θαρραλεότητος παραστατικὸν τὸ "μάλα δέ σφισιν ἔλπετο θυμὸς αὐτώ τε κτενέειν, ἐλάαν τ' ἐριαύχενας ἵππους". ἔνθα ὅρα τὸ "ἔλπετο" ἐκ τοῦ "ἔλπω δισυλλάβου, εἰ καὶ ἀνωτέρω ἄλλως ἔκειτο ἐν τῷ "ἐελποίμην αἱρησέμεν".

(v. 497) Ὅτι τὸ ἀναιμωτί ἐκτείνει καὶ νῦν τὸ τῆς ληγούσης δίχρονον ἐν τῷ "νήπιοι, οὐδ' ἀρ' ἔμελλον ἀναιμωτί γε νέεσθαι αὖτις ἀπ' Αὐτομέδοντος". Καὶ ὅρα τό τε σκῶμμα, τὸ "νήπιοι", καὶ προαναφώνησιν δὲ μέλλουσαν πράξεως, τὰ τῷ ποιητῇ συνήθη. ἐπαγγέλλεται γὰρ πεσεῖσθαί τινα ὑπὸ τῷ Αὐτομέδοντι, μηχανησάμενος καὶ τὸ τοιοῦτον πτῶμα οὐ πόρρω δεξιότητος. μὴ ἔχων γὰρ πλάσασθαι παρ' ἱστορίαν, ὡς Ἕκτωρ ἢ Αἰνείας ὑπὸ τῷ Αὐτομέδοντι πίπτει, προσεταιρίζει αὐτοῖς καθά τινας ἐν συζυγίᾳ παρηόρους Χρομίον τινὰ καὶ Ἄρητον. καὶ πίπτει ὁ Ἄρητος, καὶ οὕτως ἀνύει τι γενναῖον ὁ Αὐτομέδων καὶ ἄξιον τοῦ μετὰ Πάτροκλον αὐτὸς ἡνίοχος εἶναι τῷ Ἀχιλλεῖ.

(v. 498-499) Ὅτι καθὰ καὶ ἄλλοι πολλοὶ ἐν τοῖς πρὸ τούτων, οὕτω καὶ νῦν εὐξάμενος ὁ Αὐτομέδων "ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφιμελαίνας". καὶ ὅρα τὸ [86] "ἀμφιμελαίνας" οὐκ ἐπὶ ὀργίλου τινὸς λεχθέν, ἵνα καὶ οἷον καπνῷ τινι τῷ θυμῷ λέγοιντο μελαίνεσθαι καθάπερ ἀλλαχοῦ, ἀλλ' ἁπλῶς οὕτω δηλοῦν τὴν ἐν βάθει θέσιν τοῦ τῶν φρενῶν σπλάγχνου.

(v. 502) Ὅτι μάλα ἐμπνέειν ἵππους "μετάφρενον" ἢ "μεταφρένῳ" φησὶ τοὺς ἔγγιστα ἀκολουθοῦντας, καθὰ καὶ ἐν ἄλλοις. οἱ δὲ τοιοῦτοι καὶ καταπνέειν λέγονται τὰ μετάφρενα. δῆλον δ' ὅτι προμήθεια στρατηγικὴ καὶ τὸ μὴ ἀπόπροθεν ἰσχέμεν ἵππους ἀλλὰ μάλα ἐμπνείοντας μεταφρένῳ. λέγει δ' ἐνταῦθα καὶ καλλιτρίχας τοὺς Ἀχιλλέως ἵππους.

(v. 5026) Ὅτι θαρσαλέου ἀριστέως φραστικὸν τὸ "οὐ γὰρ ἔγωγε" τὸν δεῖνα "μένεος σχήσεσθαι ὀΐω, πρίν γ' ἐπὶ καλλίτριχε βήμεναι ἵππω φοβῆσαί τε στίχας ἀνδρῶν, ἢ κ' αὐτὸς ἐνὶ πρώτοισιν ἁλῴη", ὃ καινότερον ἐσχημάτισται. τὸ γὰρ κοινότερον οὕτω· ἢ αὐτὸν ἐνὶ πρώτοισιν ἁλῶναι.

(v. 509-511) Ὅτι χρηστή ποτε ἔννοια τὸ "ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπετε, οἵ περ ἄριστοι", ἤγουν τοῖς ἀρίστοις, ὥστε "ἀμφ' αὐτῷ βεβάμεν", ἤγουν βαίνειν, "καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, νῶϊν δέ", ἤγουν ἡμῖν, "ζωοίσιν ἀμύνετε νηλεὲς ἦμαρ". θέλει γὰρ νοεῖν ὡς ἐπιμελητέον μὲν καὶ τοῦ νεκροῦ, μὴ ἀμελητέον δὲ μηδὲ τῶν ζώντων. Ἔστι δὲ ἐπιτρέπειν τὸ ἀνατιθέναι, ὅθεν καὶ οἴκου ἐπίτροπος καὶ τεθνεῶτος δέ, οἷς τὸ περὶ αὐτῶν οἰκονομεῖν ἀνατέθειται. οὕτω καὶ λαοὶ ἐπιτετράφαται τῷ βασιλεῖ, ὅ ἐστιν ἀνάκεινται ὡς οἷα ἐπιτρόπῳ καὶ ἐπιμελητῇ. Νέστωρ δὲ οὐκ ἐπιτρέπει ἑαυτὸν γήραϊ λυγρῷ, ἤγουν οὐ παραχωρεῖ τῷ γήραι ἐξουσιάζειν καὶ ἐπιτροπεύειν αὐτοῦ.

(v. 510) Ὅρα δὲ καί, ὡς ἀμύνεσθαι μὲν στίχας μετὰ αἰτιατικῆς, τὸ παθητικόν, ἀμύνειν δὲ ζωοῖς μετὰ δοτικῆς, τὸ ἐνεργητικόν, καὶ ὅτι ἐν τῷ "ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπετε" καὶ ἑξῆς, ὡς προσεχῶς γέγραπται, νόημα παρεφράσθη, ὃ πρὸ μικροῦ ὁ Αἴας πρὸς Μενέλαον ἔλεγεν, ὡς οὔτι τόσον περὶ νεκροῦ δέδια, ὅσον περὶ ἐμοὶ καὶ σοί. παραδίδωσι δ' ἐν ἀμφοῖν ὁ ποιητής, ὅτι ἔθος ἀνθρώποις τὸ πρόχειρον κακὸν ἐν ἐπιστροφῇ μάλιστα τίθεσθαι. διὸ καὶ Αὐτομέδων ἀξιοῖ τοὺς Αἴαντας ἀποστῆναι μὲν τοῦ κειμένου περιμαχήτου Πατρόκλου, ἀμῦναι δὲ αὐτῷ καὶ τοῖς ἀμφ' αὐτόν.

(v. 512-513) Ὅτι κίνδυνον μάχιμον δηλοῖ τὸ "τῇδε γὰρ ἔβρισαν πόλεμον κατὰ δακρυόεντα" οἱ δεῖνα, "οἵ εἰσιν ἄριστοι". περὶ Ἕκτορος δὲ καὶ Αἰνείου ὁ λόγος, οἳ καὶ αὐτοὶ διὰ τὸ οὕτω βρῖσαι ζαχρηεῖς εἰσι πολεμισταί, ὁποῖοι [87] ἀλλαχοῦ καὶ οἱ Λύκιοι πεφήνασιν.

(v. 515) Ὅτι εὐσεβοῦς αἰχμητοῦ λόγος τὸ "ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν θεῷ πάντα μελήσει". Ἔστι δὲ τὸ ἥσω ἀντὶ τοῦ πέμψω, ἀκοντίσω, τὸ πολλαχοῦ κείμενον. ὅθεν καὶ ἥμων ὁ ἀκοντιστής.

(v. 520-522) Ὅτι ὁ προρρηθεὶς Ἄρητος βληθείς, εἶτα προθορών, πέσεν ὕπτιος, ὡς ὅτ' ἂν "ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ κόψας ἐξόπισθε κεράων βοὸς ἀγραύλοιο ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν". Ἰστέον δὲ ὅτι πρὸς μόνον τὸ προθορών ἡ παραβολή, ταὐτὸν δ' εἰπεῖν, πρὸς μόνον τὸ πήδημα. οὐ γὰρ δήπου καὶ ὕπτιος πίπτει ὁ ταῦρος ὡς ὁ Ἄρητος. καιριώτατος δὲ τόπος εἰς πληγὴν ὁ τῶν κεράτων ὄπισθεν εἰς τὴν τῶν νευρῶν ἀρχήν.

(v. 523 s.) Λέγει δὲ καὶ, ὅτι τὸ ἔγχος ἐν τοῖς τοῦ Ἀρήτου "νηδυΐοισι μάλ' ὀξὺ κραδαινόμενον λῦσε γυῖα", καὶ δηλοῖ ὅτι σπαρασσομένων τῶν ἐντὸς ἐκραδαίνετο ἔξω τὸ ἐμπεπηγὸς αὐτοῖς δόρυ.

(v. 527-529) Ἴσως δὲ καὶ πελεμίζεσθαι νοήσει τις τὸ τοιοῦτον κραδαίνεσθαι, καθὰ καὶ μετ' ὀλίγα δόρατος μακροῦ οὔδει ἐνισκιμφθέντος οὐρίαχος πελεμίχθη ἔγχεος, ἃ δὴ καὶ ἐν ἄλλοις κεῖται ἀναπτυχθέντα σαφῶς. σίδηρος γάρ, φασί, μὴ προϊέναι ἰσχύων κραδαίνεται ἀφιεὶς τὴν ὁρμήν, ὃ δὴ ἐπὶ οὐριάχου νοεῖται ἐν τῷ "ἔνθ' ἀφίει μένος ὄβριμος Ἄρης".

(v. 517) Ἰστέον δὲ ὅτι, ὥσπερ Ἀρήτη φερωνύμως παρὰ τὴν ἀράν, ὅ ἐστι τὴν εὐχήν, ἡ εὐκταῖα γεννηθεῖσα τοῖς τοκεῦσιν, οὕτω, καθὰ καὶ προϋπεδηλώθη, Ἄρητος τὸ κύριον, ἐξ οὗ καὶ ὁ παρὰ Ἡροδότῳ Δημάρητος κατὰ δήμου ἀρὰν καὶ αὐτὸς γεννηθείς. ὁ μέντοι ἀρητός, τὸ ἐπίθετον, ὃ δηλοῖ τὸν δυστυχῆ καί, ὡς εἰπεῖν, ἐπάρατον ὡς τὸ "ἀρητὸν δὲ τοκεῦσι πένθος", παρὰ τὴν ἀράν, τὴν βλάβην, ὠνόμασται. Ἀπὸ δὲ τοῦ Ὁμηρικοῦ Ἀρήτου οἱ μεθ' Ὅμηρον Ἄρατοι, ὁ καλὸς ποιητὴς καὶ ὑμνούμενος στρατηγὸς καὶ εἴ τινές που ἕτεροι.

(v. 520) Ἐν δὲ τῷ αἰζήϊος ὑπέλαβον [88] τινες, εἰ καὶ μὴ ἀληθῶς, ὅτι τὸ αἰζηός προσγεγραμμένον ἔχει τὸ ι, ὃ χρείας ἐλθούσης ἐστίχθη καὶ ἐξερωνήθη. ἔστι δὲ ὁ τόνος τοῦ μὲν αἰζηός ὡς πηός, τοῦ δὲ αἰζήιος ὡς ἀρήϊος.

(v. 521 s.) Ἐκ δὲ τοῦ ἶνα εἰπεῖν τὸ ἐξόπισθε κεράων δῆλον ὡς ἐντεῦθεν καὶ τὸ τῆς ἀνθρωπίνης κεφαλῆς ὄπισθεν ἰνίον λέγεται. Τὸ δὲ "προθορών" ἀντὶ τοῦ προεκπηδήσας ὡς εἰς ἄμυναν. Τὸ δὲ "ἐρίπῃσι" δευτέρου ἐστὶν ἀορίστου Ἰωνικὸν ὑποτακτικόν, οὗ θέμα τὸ ἐρείπω, ἀφ' οὗ καὶ τοπικὸν ἐρείπιον καὶ νεκρικὰ δὲ ἐρείπια.

(v. 524) Νηδύϊα δὲ τὰ ἐντόσθια, ὅ ἐστι τὰ κατὰ νηδὺν σπλάγχνα, ἅπαξ ἐνταῦθα εἶπεν ὁ ποιητής, ἃ τρισυλλάβως ἕτεροι νήδυα γράφουσι. ταῦτα δὲ καὶ ἔνδινά φησιν ὁ ποιητής.

(v. 530-531) Ὅτι ἀντίκειται τὸ αὐτοσχεδὸν γενέσθαι πρὸς τὸ διακριθῆναι, καθὰ καὶ τὸ συνελθεῖν πρὸς τὸ διαστῆναι. Αὐτομέδοντα οὖν καὶ Ἕκτορα ξίφεσιν αὐτοσχεδὸν ὁρμηθέντας διέκριναν Αἴαντες, οἱ πρὸ βραχέων κληθέντες εἰς ἄμυναν.

(v. 538 s.) Ὅτι Αὐτομέδων Ἄρητον ἀνελών, οὗ προσεχὴς ἦν ἡ μνήμη, λέγει "ἦ δὴ μάν", ἤγουν ὄντως, "ὀλίγον γε Μενοιτιάδαο θανόντος κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων". ἀγαπητὸν γὰρ τῷ μεγάλα λυπουμένῳ, εἰ καὶ μικρόν τι παρηγορίας προσάψεται. καὶ ἄλλως δέ, μέγα τὸ τὸν Ἄρητον ἀναιρεθῆναι παρασπιζόμενον ὑπὸ Αἰνείου καὶ Ἕκτορος. ὡς γοῦν ἐκείνους νικήσας χαίρει ὁ Αὐτομέδων.

(v. 541 s.) Ὅτι ἐν τῷ "ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς" σεμνῶς καὶ γοργῶς φράζει τὰ κατὰ τὸν Αὐτομέδοντα, ᾑμαγμένον τῷ τοῦ πεφονευμένου αἵματι, σεμνῶς μὲν διὰ τὴν πρὸς λέοντα παραβολήν, γοργῶς, δὲ διὰ τὴν συντομίαν τῆς τε παραβολῆς καὶ τῆς τοῦ πράγματος ἀφηγήσεως. Περὶ δὲ τοῦ "κατὰ ταῦρον ἐδηδώς", καὶ τοῦ "ἶνα τάμῃσι διὰ πᾶσαν", ἤγουν διακόψῃ τοὺς περὶ τὸ ἰνίον τένοντας, καὶ τῶν λοιπῶν τοιούτων σχημάτων, ἃ δοκοῦσιν ὑπερβατὰ εἶναι, [89] προείρηται τὰ δέοντα.

(v. 543) Ὅτι πολέμου μεγάλου ἐπιστημονικοῦ ἔνδειξις τὸ "τέτατο κρατερὴ ὑσμίνη ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη".

(v. 546) Μεταμέλου δὲ ἴδιον τὸ "δὴ γὰρ νόος ἐτράπετο αὐτοῦ", ὡς ἐνταῦθα τοῦ Διός.

(v. 544-552) Ὅτι μέλλων εἰπεῖν, ὡς ἡ μυθικὴ Ἀθηνᾶ πορφυρέῃ νεφέλῃ πυκασθεῖσα ἦλθεν εἰς Ἀχαιούς, "οὐρανόθεν καταβᾶσα" καὶ νῦν. "προῆκε γάρ" οὐχ', ὡς ἐν τοῖς πρὸ τούτων, λευκώλενος Ἥρη, ἀλλ' "εὐρύοπα Ζεὺς ὀρνύμεναι Δαναούς", προλαμβάνει πρὸς ἀσφάλειαν τοῦ λόγου παραβολὴν τοιαύτην, εἰπὼν "ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσει", ἤγουν εἰς μῆκος ἐκτενεῖ, "Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, ὣς Ἀθηνᾶ πορφυρέῃ νεφέλῃ πυκάσασα ἑαυτήν", ἢ μᾶλλον διαλελυμένως ἓ αὐτήν, ὡς Ὁμήρῳ γράφειν σύνηθες, "δύσετ' Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον", ὡς ὁ Ζεὺς ἐπετείλατο. εἴη δὲ ἂν πορφυρέα νεφέλη, ὡς αὐτὸς ὁ ποιητὴς παραβολικῶς ὑπεδήλωσεν, ἡ πορφυρέα ἶρις τοιαύτη ἐμφανταζομένη τῷ νέφει. Σημείωσαι δὲ ὅτι ὡς φωσφόρον τὴν Ἀθηνᾶν οὐχ' ἁπλῶς μελαίνῃ νεφέλῃ, ἀλλὰ λαμπρᾷ εἴκασε, δι' ἧς Ἶρις ἐμφαίνεται, καὶ οὐχ' ἁπλῶς Ἶρις, ἀλλὰ καί τι μέγα σημαίνουσα, οἷον πόλεμον ἢ μέγαν χειμῶνα. οὔκουν μόνον φυσικῶς οἶδεν ὁ ποιητὴς τὴν ἐν τοῖς νέφεσιν ἶριν, τροπὴν δηλοῦσαν ἀέρος, ἀλλὰ καὶ τερατωδῶς ἔστιν ὅτε, μάχης οὖσαν σημαντικήν. οὕτω καὶ ἐν τῇ δ΄ ῥαψῳδίᾳ ἀστέρι τὴν φωσφόρον Ἀθηνᾶν εἴκασεν, ὃς καὶ αὐτὸς ἢ ναύταις σημεῖον τροπῆς ἀέρος γίνεται ἢ στρατιώταις πολέμου μεταβολῆς.

(v. 549) Δυσθαλπέα δὲ τὸν ψυχρόν φησιν, ἐν ᾧ δυσχερὲς θάλπεσθαι. διὸ καὶ νεκροποιός ἐστι.

(v. 549 s.) οὗ καὶ ἴδιον λέγει βιωτικῶς τὸ [90] ἔργων τοὺς ἀνθρώπους ἀναπαύειν, βλάπτειν δὲ τὰ ζῷα. μῆλα γὰρ εἰπὼν πάντα τὰ ζῷα ἐκ μέρους ἐνέφηνεν, ὡς δοκεῖ τοῖς παλαιοῖς, ἃ τῆς χειμερίας πειρᾶται κακώσεως, καθὰ καὶ Ἡσίοδος ἐν τῇ τοῦ χειμῶνος ἐκφράσει βούδορα εἰπὼν ἤματα προπαροξυτόνως κατὰ παθητικὴν σημασίαν, ἐν οἷς βόες ἀποδέρονται, ἢ κατὰ ἐνέργειαν παροξυτόνως τὰ τοὺς βοῦς ἐκδέροντα, διὰ τοῦ μέρους τῶν βοῶν δηλαδὴ πάντα ζῷα ἐδήλωσεν. ὅτι δὲ ὁ σφοδρὸς χειμὼν ἀναπαύει ἔργων ἀνθρώπους, δηλοῖ καὶ Ἡσίοδος, ὃς καὶ ὁρίζει καιρὸν τῇ τοιαύτῃ ἀναπαύσει, ὅτε ὁ Ληναιὼν ἐνίσταται μήν.

(v. 555) Ὅτι καὶ τὸν Φοίνικα εὔφωνον οἶδεν ὁ ποιητής, ἐν οἷς λέγει, ὡς ἡ Ἀθηνᾶ ὡμοιώθη "Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν".

(v. 556-559) Ὅτι τῷ παροτρύνοντί τινα εἰς μεγάλων ἄμυναν οἰκεῖον εἰπεῖν τὸ "σοὶ μὲν δὴ κατηφείη καὶ ὄνειδος ἔσσεται", εἰ τόδε γένηται, "ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα". Πρὸς Μενέλαον δὲ ταῦτά φησιν ἡ Ἀθηνᾶ ὁμοιωθεῖσα Φοίνικι. ὁ δὲ θέλων, ἐφ' οἷς ἐλυπήθη, ἀμῦναι μέν, ἀκινδύνως δέ, εἴποι ἂν κατὰ τὸν Μενέλαον τὰ ἐφεξῆς· "εἰ γὰρ θεὸς δοίη κάρτος ἐμοί, βελέων δ' ἀπερύκοι", ὡς καὶ ἀλλαχοῦ κεῖται, "ἐρωήν, τῷ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν, μάλα γάρ με ὁ δεῖνα θανών", ἢ ἄλλως τόδε τι παθών, "ἐσεμάσσατο θυμόν", οὐχ' ἁπλῶς ἐπιπολῆς ἐλύπησεν, ἀλλ' ἐνεμάξατό μοι τὴν ἀλγηδόνα. οὗ τὸ ἐναντίον ἀπομάσσεσθαι καὶ ἐκμάσσεσθαι λέγεται. τοιαύτη δέ τις λέξις καὶ ἐν Ὀδυσσείᾳ κεῖται. ἢ καὶ ἄλλως, ἀντὶ τοῦ λίαν μοι καθίκετο τῆς ψυχῆς καὶ καθήψατο, ἀπὸ τοῦ μάσασθαι, ἐξ οὗ καὶ τὸ [91] "χειρὶ ἐπιμασάμενος", ὅ ἐστιν ἐφαψάμενος. ὅθεν καὶ χερμάδιον, οὗ ἔστι μάσασθαι τῇ χειρί.

(v. 558) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ ἑλκῆσαι ἐπὶ κυνῶν ἀπὸ ῥήματος περισπωμένου τοῦ ἑλκῶ. λέγει γὰρ "Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον κύνες ἑλκήσωσιν". οὗ παρατατικὸς πρὸ ὀλίγων τὸ εἵλκεον. Ὅρα δὲ ὡς κἀνταῦθα οἷα ἔκ τινος μικροτέρου καὶ μαλθακοῦ, ὡς μετ' ὀλίγα φανεῖται, ποιήσας Ὅμηρος τὴν μυθικὴν Ἀθηνᾶν ἀρξαμένην τοῦ εἰς μάχην ἐρεθισμοῦ, ὅμως οὐκ ἐπικρύπτει τοιοῦτον εἶναι τὸν Μενέλαον, ὃς κράτος αὐτῷ ἐθέλει δοθῆναι ἀτραυμάτιστον καί, ὡς εἰπεῖν, ἔξω βελῶν καὶ ἀναιμωτί, λέγων καὶ ὡς πρώτῳ αὐτῷ ἡ Ἀθηνᾶ ὁμιλεῖ, "ἐπεὶ ῥά οἱ ἐγγύθεν ἦεν", ἤγουν οὐκ ἐπιλεξαμένη αὐτόν, εἰ καὶ ἴφθιμος, φησίν, ἦν, ἀλλ' ὡς ἐκ παρόδου ἐπιτυχοῦσα αὐτῷ.

(v. 561) Σημείωσαι δὲ καὶ ὅτι κεῖται καὶ ὧδε τὸ "ἄττα", προσφώνησις πτώσεως κλητικῆς ἀπὸ νεωτέρου τοῦ Μενελάου πρὸς γέροντα τὸν φαινόμενον διὰ τῆς Ἀθηνᾶς Φοίνικα. Φησὶ γὰρ "Φοῖνιξ, ἄττα γεραιὲ παλαιγενές". [Εἰ δὲ καὶ ἀλλαχοῦ περὶ τῆς τοιαύτης δεδήλωται λέξεως, ὅμως οὐκ ἀνένδεκτόν ἐστιν ἐνταῦθα δηλῶσαι, ὅτι ὁ γραμματικὸς Ἀριστοφάνης γράψας, ὥς εἰσι προσφωνήσεις διάφοροι παιγνιωδέστεραί τινες καὶ ὑποκοριστικαί, ἐπάγει, οἷον ἄππα, πάππα, μάμμα, μάμμη, μαμμαία, τέττα, ἄττα. οὕτω δέ, φησί, καὶ [92] πατέρας μὲν διαρρήδην τοὺς πρεσβυτέρους καλοῦσι, κἂν ὦσιν ἀλλότριοι, μητέρας δὲ τὰς πρεσβυτέρας, τὴν ἡλικίαν εἰκάζοντες, τὰς δὲ ἔτι πρεσβυτέρας μαίας καὶ τήθας. οὕτω καὶ ταῖς ὠδινούσαις παρεστώσας πρὸς θεραπείαν μαίας καλοῦσιν, εἰ καὶ νεώτεραι εἶεν καὶ μὴ πρεσβύτιδες καὶ διὰ τοῦτο πολύπειροι. ἐξ ἐναντίου δέ φησίν, οἱ πρεσβύτεροι τοὺς νεωτέρους παῖδας καὶ τέκνα καλοῦσι. καὶ Ὅμηρος δέ, φησί, τοιαύταις προσφωνήσεσιν ἀποθεραπεύων τὴν ἡλικίαν μαῖαν τὴν πρεσβῦτιν λέγει καὶ πρεσβύτην πατέρα.]

(v. 561 s.) Τὸ δὲ εὐθὺς ἐπαγόμενον "εἰ γὰρ Ἀθήνη δοίη κάρτος ἐμόι" καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται, περιττῶς ἔχειν ἐγκείμενον δοκεῖ τὸν γαρ σύνδεσμον, οὕτως ἀρέσαν τῷ ποιητῇ σχηματίσαι. καὶ σημείωσαι τοῦτο. εἰ δὲ καὶ εἶχεν ἄλλως εἰπεῖν, οἷον· εἴ περ Ἀθήνη δοίη κάρτος, ἀλλὰ δέον αὐτὸς ἔκρινεν οὕτω φράσαι καὶ νῦν διὰ προηγησαμένην ἔλλειψιν. θέλων γὰρ εἰπεῖν ὁ Μενέλαος, ὅτι ὦ Φοῖνιξ, δέδια μόνος ἐπαμῦναι τῷ Πατρόκλῳ οἷα μὴ τοσοῦτον σθένος ἔχων, εἰ γὰρ Ἀθήνη δοίη κράτος, τότε ἂν ἐθέλοιμι ἀμῦναι, ὁ δὲ τὸ μὲν δύσφημον ἐσίγησεν, ἤρξατο δὲ ἀπὸ τοῦ ἐφεξῆς. τοιαῦτα δὲ σχήματα καὶ ἀλλαχοῦ ἔστιν εὑρεῖν.

(v. 565 s.) Ὅτι τὸ "ἀλλ' Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος" ταὐτόν ἐστι τῷ "ὡς δέμας πυρὸς μάχεται". διὸ καὶ ἐφερμηνεύων φησὶν "οὐδ' ἀπολήγει χαλκῷ δηϊόων", ἀλλ' ἔστιν οἷον ἀκάματον πῦρ καὶ ἄσβεστον. ἑτέρωθι δὲ τὸν αὐτὸν φλογὶ ἴκελον ἔφη. ἴσως δὲ καὶ ἐπὶ Διομήδους καὶ Ἀχιλλέως οὕτω πως βουλόμενος εἰπεῖν τὴν μὲν τοιαύτην συντομίαν παρῆκε, σεμνότερον δὲ ἐκεῖ καὶ τερατωδέστερον τὴν ἀνδρίαν ἔφρασε, φλογώσας οἷον ἐκείνους καὶ τὸ καρδιακὸν πῦρ ἐκφυσήσας τῷ λόγῳ καὶ ἀναρριπίσας, εἰς ἀερίαν φαντασίαν φλογός.

(v. 567-572) Ὅτι ἐνδεικνύμενος ὁ ποιητὴς ἐπαγωγὸν εἶναι τὴν τιμὴν ποιεῖ τὴν Ἀθηνᾶν γηθήσασαν, "ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων" Μενέλαος. διὸ καὶ ἀμείβεται αὐτόν, ὡς δηλοῖ ὁ ποιητής, φράσας οὕτως "ἐν δὲ βίην ὤμοισι καὶ γούνασιν ἔθηκε, καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν", ἢ ἔθηκεν, "ἥ τε καὶ ἐργομένη μάλα περ [93] χροὸς ἀνδρομέοιο ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμα ἀνθρώπου". Καὶ ὅρα ὅτι οὐ μυίας ἀλκὴν ἐντεθῆναι εἶπε τῷ Μενελάῳ, τοῦτο γὰρ γελοιότατον διὰ τὸ ἄγαν ταπεινόν, ἀλλὰ θάρσος. διὸ καὶ δὶς αὐτὸ παρεσημήνατο ἔν τε τῷ "μυίης θάρσος", καὶ ἐν τῇ ἀποδόσει τῆς παραβολῆς, εἰπὼν "τοίου μιν θάρσους πλῆσε φρένας ἀμφιμελαίνας", τὰς καὶ πρὸ ὀλίγου ῥηθείσας, ἐπαυξήσασα δηλαδὴ καὶ τὸ μένος, ὡς ἐδήλωσε τὸ "ἐν δὲ βίην ἔθηκε", δι' ἧς πιθανῶς βίαιον ἔθετο τὸν πρὶν μὴ τοιοῦτον. ἄλλως γὰρ ἀχρεῖον τὸ θάρσος χωρὶς μένεος. διὸ καὶ τῷ Διομήδει θάρσος ὁμοῦ καὶ μένος ἡ αὐτὴ Ἀθηνᾶ ἐν τῇ ε΄ ῥαψῳδίᾳ ἐνέθετο.

(v. 569) Ὅρα δὲ καὶ ὅτι ὤμων καὶ γονάτων μνησθεὶς τῶν ἄκρων ὡς ἐναργεστάτων παρῆκε τὰ μέσα, ὡς καὶ πρὸ ὀλίγου ἐν τῷ "κνῆμαί τε γοῦνά τε" καὶ ἑξῆς, καθὰ ἐκεῖ ἐδηλώθη.

(v. 572) Τὸ δὲ "ἰσχανάᾳ δακέειν" ἀντὶ τοῦ ἐπιθυμεῖ, ἀντίσχεται, ἀντέχεται. ποιηταῖς δὲ πρέπουσα ἡ λέξις, οὕτω σκευωρουμένη· ἔχω ἴσχω ἰσχαίνω, οὗ μέλλων ἰσχανῶ, οὗ ἀναχθέντος εἰς ἐνεστῶτα συζυγίας δευτέρας τῶν περισπωμένων τὸ ἰσχανᾶν γίνεται. Ὅτι δὲ κατὰ ἀναλογίαν φύσει πάντων ζῴων ἡ μυῖα θρασύτατον, οὐδεὶς ἀγνοεῖ. Ὅρα δὲ καὶ τὸ "λαρόν", ὅτι ἐκτείνει τὴν παραλήγουσαν.

(v. 575-577) Ὅτι Ποδῆν τινα ἱστορεῖ φίλον τῷ Ἕκτορι, παρεντιθείς, ὡς ἔθος, ἱστορίαν τινὰ πρὸς θεραπείαν τῆς ἀφηγηματικῆς ὑπτιότητος. Καί φησιν ἀρχόμενος συνήθως τοῦ διηγήματος ἀπὸ ῥήματος ὑπαρκτικοῦ, ποιητικοῦ μέντοι, "ἔσκε δ' ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος", τινος ὁμωνύμου τῷ πενθερῷ τοῦ Ἕκτορος, "ἀφνειός τ' ἀγαθός τε, μάλιστα δέ μιν [94] τίεν Ἕκτωρ δήμου", ἤτοι τῶν ἄλλων δημοτῶν, "ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής", ὅ ἐστι σύνδειπνος καί, ὡς οἱ παλαιοί φασι, παράσιτος. καὶ ὅρα φιλίαν ταύτην ἐξ εἰλαπίνης καὶ ὁμιλίας συμποτικῆς, ἐξ ἧς ἔοικε δεδόσθαι ἀρχὴν τοῖς ἐκ πίνειν ἐτυμολογοῦσι τὸν φίλον. Ὅρα δὲ καὶ ὅτι οὐχ' ἁπλῶς ἐφίλει ὡς εἰλαπιναστὴν τὸν Ποδῆν ὁ Ἕκτωρ, ἀλλὰ καὶ ὡς ἀγαθόν, ἤδη δὲ πρὸ αὐτοῦ καὶ ὡς ἀφνειόν. πῶς γὰρ ἂν εἴη ἄλλως πένης ἑταῖρος φίλος μεγιστᾶνι ἀνδρί, μὴ ἔχων καὶ δώροις ὠνεῖσθαι τὸν φίλιον; προϊὼν δὲ καὶ πιστὸν ἑταῖρον λέγει τὸν Ποδῆν.

(v. 575) Τὸ δὲ "Ποδῆς" συνῄρηται ἐκ τοῦ Ποδέας Ποδῆς ὡς Κισσέας Κισσῆς, Ἑρμέας Ἑρμῆς κατὰ Ἀρίσταρχον.

(v. 576) Τὸ δὲ "τίεν" οὐκ ἐκτείνει τὴν ἄρχουσαν κατὰ τὴν ἐξ αὐτοῦ γινομένην τιμήν, ἀλλὰ δευτέραν ἀποτελεῖ μετρικοῦ δακτύλου, ὡς ἄν τις εἴποι, σκυτάλην, καθὰ δηλοῖ τὸ "μάλιστα δέ μιν τίεν Ἕκτωρ".

(v. 577) Δῆμος δὲ ὁ δημότης καὶ πρὸ τούτων, ὡς δηλοῖ τὸ "ὃν δ' ἂν δήμου ἄνδρα ἴδοι", καὶ "οὐκ ἔοικε δῆμον ἐόντα παρὲξ ἀγορεύειν". Περὶ δὲ εἰλαπίνης ἐρρέθη ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.

(v. 5834) Ἱστορεῖ δὲ ὁ ποιητὴς ἐφεξῆς αὐτίκα ἐν ὀλιγίστῳ καί τινα Φαίνοπα, ὅς, φησί, τῷ Ἕκτορι "ἁπάντων ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων", διδάσκων διαφορὰν φιλίας τῷ τέως τὴν ἀπὸ εἰλαπίνης καὶ τὴν ἀπὸ ξενίας.

(v. 578) Σημείωσαι δὲ καὶ ὅτι τὸν ῥηθέντα εἰλαπιναστὴν κατὰ ζωστῆρα βαλὼν ἀνεῖλε Μενέλαος, γενομένης τῆς [95] βολῆς περί που τὰ κατὰ τὴν γαστέρα οἰκείως τῷ εἰλαπινάζοντι καὶ οὕτω γαστριζομένῳ, καθὰ καὶ ἄλλαι παρασημειοῦνται πληγαὶ ἀναλόγως τοῖς ἁμαρτάνουσιν. [Ἐνταῦθα δὲ παραθετέον καὶ παλαιοῦ τινος τό "Μενέλαος Σπαρτιάτης ἄνθρωπος, αὐτάρκειαν ἐζηλωκώς, παράσιτον τιτρώσκει τὸν Ποδῆν. ταὐτὸν γὰρ εἰλαπιναστὴν εἰπεῖν καὶ παράσιτον, ὥσπερ καὶ ἐπίσιτον. Εἰ δὲ ὁ παράσιτος ἄδοξόν ἐστι, καθὸ καὶ μισούμενον ἐν τοῖς ὕστερον, ἀλλὰ παρὰ τοῖς ἀρχαίοις εὑρίσκεται, φασίν, ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον. λέγεται οὖν καὶ ὅτι ἐν τῷ Ἀνακείῳ ἐπὶ στήλης γέγραπται, ὡς τὰ δύο μέρη τοῖν βοοῖν τὸ μὲν ἕτερον τῷ ἱερεῖ, τὸ δὲ τοῖς παρασίτοις. ἦν δὲ Ἀνακεῖον ἱερὸν ἀνακῶν Διοσκούρων, περὶ ὧν προδεδήλωται. Φέρεται δὲ περὶ εἰλαπιναστοῦ παρὰ τοῖς παλαιοῖς καὶ ταῦτα. εἰλαπίνη θυσία καὶ παρασκευὴ λαμπροτέρα τις, καὶ εἰλαπινασταὶ οἱ ταύτης μετέχοντες. ἔρανος δέ ἐστιν ἡ ἀπὸ συμβολῶν συναγωγή. ἐκαλεῖτο δὲ αὐτὸς καὶ θίασος, καὶ οἱ συνιόντες ἐρανισταὶ καὶ θιασῖται ἢ θιασῶται. οἱ δὲ ποιηταὶ πολλάκις καὶ τὸν τῷ Διονύσῳ ἑπόμενον ὄχλον θίασον [96] ἐκάλουν. ὃς δὴ θίασος ἢ παρὰ τὸ θεῖον γίνεται ἀποβολῇ συνήθει τοῦ ε, ὡς ἐνθεάζων, ἢ παρὰ τὸν σιόν, ἤτοι θεόν, ἐξ οὗ καὶ ὁ Σίσυφος, καθὰ προδιείληπται. θεοῖς γὰρ ὠργίαζον, ταὐτὸν δ' εἰπεῖν σιοῖς, οἱ θιασῶται, ὡς εἶναι τὸν θίασον οἱονεὶ σίασον τροπῇ ἡμιφώνου τοῦ σ εἰς ἄφωνον τὸ θ, καθὰ δηλοῦται καὶ ἑτέρωθι.]

(v. 586-588) Ὅτι ἐρεθισμὸς κατὰ σμικροῦ τινος μέγα βλάψαντος τὸ ὦ δεῖνα, "τίς ἄν σε ἔτι ἄλλος ταρβήσειεν, οἷον δὴ τὸν δεῖνα ὑπέτρεσας, ὃς τὸ πάρος περ μαλθακὸς αἰχμητής, νῦν δ' οἴχεται οἶος", τόδε τι ποιήσας. Ἀπόλλων δὲ ζήλῳ τῆς πρὸ βραχέων ῥηθείσης Ἀθηνᾶς ταῦτά φησι πρὸς Ἕκτορα διαβάλλων τὸν Μενέλαον, ὡς ἂν ὁ Πριαμίδης διὰ τὴν ἐπὶ τῷ Ποδῇ λύπην ὀτρυνθῇ κατ' αὐτοῦ. καὶ οὕτω μὲν ὁ Ἀπόλλων ἐρεθιστικὸς καὶ ἀνυστικὸς δέ. Ὅμηρος μέντοι τὸν Μενέλαον ἀρηΐφιλον οἶδε καὶ ἴφθιμον, [εἰ καὶ ὁ ἐχθρὸς Ἀπόλλων μαλθακὸν αὐτὸν σκώπτει πολεμιστήν, μεταλαβὼν τὸ τοῦ ἥρωος πρᾷον καὶ ἐνηὲς εἰς μαλακότητα. Δῆλον δ' ὅτι πλεονασμὸν ἔχει τοῦ θ ὁ μαλθακός, ὃ δὴ σὺν ἄλλοις γίνεται καὶ ἐν τῷ τριχθά καὶ τετραχθά.]

(v. 593) Ὅτι καὶ νῦν Ζεὺς "ἕλετ' αἰγίδα θυσανόεσσαν μαρμαρέην".

(v. 594-596) Εἶτα εὐθὺς Ὅμηρος ἀφορμὰς διδοὺς ἀλληγορεῖν, ἵνα φανερῶς νοοῖτο ἡ τοιαύτη αἰγὶς εἰς τὰ κατὰ τὸν ἀέρα πάθη καὶ τὰς περὶ αὐτὸν αἰγίδας, ὧν εἶδος καὶ αἱ παρὰ τοῖς μετεωρολόγοις αἶγες, φησὶν "Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν· ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε, τὴν δ' ἐτίναξεν", ἤγουν τὴν αἰγίδα, "νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ' Ἀχαιούς". ὃ δὴ παρακολούθημά ἐστι τῆς κατ' αὐτὸν νίκης. Καὶ σημείωσαι ὅτι σαφεστάτην ἀλληγορίαν ἐνταῦθα τῆς αἰγίδος χορηγεῖ, μονονουχὶ λέγων Διὸς αἰγίδα εἶναι τὰ νέφη καὶ τὸ τῆς ἀστραπῆς σέλας καὶ τὸν μάλα μέγαν κτύπον τῆς βροντῆς, δι' ὧν οἶδεν ὁ ἀὴρ καταιγίζων ἐκθροεῖν, ὡς καὶ ἐν τῇ [97] η΄ ῥαψῳδίᾳ φαίνεται ἀριδήλως, ἔνθα σμερδαλέα κτυποῦντος Διὸς χλωρὸν δέος ᾕρει τοὺς Ἀχαιούς.

(v. 594) Σημείωσαι δὲ ὡς νῦν μὲν μαρμαρέην ἔφη τὴν τοιαύτην αἰγίδα διὰ τὴν μαρμαρυγὴν τῆς ἀστραπῆς, ἀλλαχοῦ δὲ ἐρεμνὴν αἰγίδα ἐπισείεσθαι λέγει διὰ τὸ ἐκ συννεφείας ἔρεβος. καὶ οὐ καινὸν τὴν αὐτὴν καὶ μαρμαίρειν καὶ ἐρεμνὴν εἶναι, εἰ καὶ τὸ πῦρ ἄμφω δοκεῖ ποτε πάσχειν, τὸ μὲν διὰ τὴν φλόγα, τὸ δὲ διὰ τὸν καπνόν.

(v. 595) Τὸ δὲ "ἐτίναξε", καθὰ καὶ τὸ "ἐρεμνὴν αἰγίδα ἐπισείει" συμβάλλονται τῷ μύθῳ εἰς τὸ μὴ πληκτικὸν ὅπλον εἶναι τὴν αἰγίδα, ἀλλ' ἢ μόνον φοβητικὸν ἐν τῷ τινάσσεσθαι κατά τινων, ταὐτὸν δ' εἰπεῖν, ἐπισείεσθαι.

(v. 597-600) Ὅτι πρῶτος ἐνταῦθα ὁ Βοιώτιος Πηνέλεως "ἦρχε φόβοιο", ἤγουν φυγῆς, "βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ ἄκρον ἐπιλίγδην, γράψε δέ οἱ ὀστέον ἄχρις αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥ' ἔβαλεν", ἤγουν οὗτος γὰρ δὴ ἔπληξε, "σχεδὸν ἐλθών".

(v. 599) Καὶ ὅρα τὸ ἐπιλίγδην ἀντὶ τοῦ ξεστικῶς καὶ ἐπιπολῆς. καὶ ἔοικεν ἀπὸ τοῦ λίζειν ὠνοματοπεποιημένου ῥήματος παρῆχθαι, ἀφ' οὗ καὶ λίστρον, τὸ ξύστρον, ἐν Ὀδυσσείᾳ, καὶ παρὰ τῇ χυδαίᾳ δὲ ὁμιλίᾳ τὸ ἐκλιστρᾶν. σεσίγηται δὲ τὸ λίζω, καθὰ καὶ ἄλλοι τοιοῦτοι ἐνεστῶτες. καὶ γοῦν [98] οὐδὲ τοῦ "λίγξε βιός" τὸ λίγγω, οὐδὲ μὴν τὸ κρίζω τοῦ "κρίκε ζυγός", ἢ κρίγεν, ὃ πρὸ ὀλίγου γέγραπται. εἰ γάρ τις ἀκριβολογεῖται περὶ τὰς τοιαύτας κινήσεις, ἀχρειοῖ, φασί, τὸ ἐναργὲς τῆς τῶν ὀνοματοποιϊῶν ἐμφάσεως. Τὸ δὲ "γράψεν" ὠνοματοπεποίηται μὲν καὶ αὐτό, ἀνάπαλιν δὲ ἔχει πρὸς τὸ "ἐπιλίγδην". τοῦτο μὲν γὰρ λεῖον ἦχον προφαίνει, ὡς καὶ τὸ κλάγξε καὶ τὸ λίγξε καὶ ὅσα τὸ λ ἔχουσιν, ἐν οἷς καὶ τὸ κλώζειν καὶ τὸ γλάφειν. τὸ μέντοι γράψεν, ὅπερ εὐθὺς ἐπῆκται, τραχυφωνίαν ἔχει, καθὰ τὸ ῥῆξε καὶ τὸ κρώζειν καὶ τὰ τοιαῦτα. καὶ καινὸν οὐδὲν ἄμφω ἑνὶ πράγματι ἄλλως μέντοι καὶ ἄλλως προσαρμόσαι. πρὸ μὲν γὰρ τοῦ ἐμπελάσαι εἰς ὀστοῦν τὸ δόρυ ἐπιλίγδην ἦν ἡ βολή, ὡς δὲ τῷ ὀστῷ ἐνέχριμψε, τότε γράψαι λέγεται. καὶ οὕτω μὲν ταῦτα.

(v. 597-598) [99] Τὸ δὲ "ἦρχε φόβοιο" ἀστείως ἔχει. δέον γὰρ ἄρχειν μάχης πρῶτον ἑστῶτα, ὁ δὲ φόβου ἦρχε. καὶ τοῦτο μὲν ἀγεννές, σεμνὸν δὲ αὐτοῦ, ὅτι οὐ κατὰ νῶτα βέβληται, ἀλλ', ὡς εἰκός, ἐκ τῶν ἔμπροσθεν οἷα μηδὲ δείξας νῶτα, φεύγων δὲ ἄλλως ἐν τῷ μάχεσθαι μέν, χωρεῖν δὲ ἀνὰ πόδας, ὡς δηλοῖ τὸ "πρόσω τετραμμένος αἰεί", ὃ στάσιμον μαχητὴν δηλοῖ. Ὅρα δὲ καὶ τὸ "βλῆτο ὦμον", ἐοικὸς ῥηθῆναι γενικώτερον ἀντὶ τοῦ ἐπλήγη. προϊὼν οὖν φησι "ἔβαλε σχεδὸν ἐλθών", ὅπερ οὐ πάνυ σύνηθες, πόρρωθεν γὰρ αἱ βολαί. καὶ ἔοικε τὸ "ἔβαλε σχεδὸν ἐλθών" ὅμοιον εἶναι τῷ εὐθὺς ἐφεξῆς "Λήϊτον Ἕκτωρ σχεδὸν οὔτασε χεῖρα ἐπὶ καρπῷ", τῷ προδεδηλωμένῳ, ἔνθα χεὶρ λέγεται τὸ μετὰ βραχίονα καὶ πῆχυν, ὡς καὶ ποὺς τὸ μετὰ μηρὸν καὶ κνήμην.

(v. 599 s.) Περὶ δὲ τοῦ σχεδὸν βάλλειν καὶ πρὸ ὀλίγου γέγραπται, ὥσπερ καὶ περὶ τοῦ "ὀστέον ἄχρις", ὃ δηλοῖ τὸ διόλου ἢ τὸ ἄχρι καὶ εἰς ὀστοῦν, ὡς μὴ εἰσδύντος ἐνδοτέρω τοῦ δόρατος. Ἀναμνηστέον δὲ τῆς τοῦ ποιητοῦ φιλίας περὶ τὸν ῥα σύνδεσμον κἀνταῦθα ἐν τῷ "ὃ γάρ ῥ' ἔβαλεν". εἵλετο γὰρ καὶ νῦν τραχυφωνῆσαι δι' αὐτοῦ πρὸς ὄγκον, παραιτησάμενος τὸ λεῖον τῆς φωνῆς ὡς εὐτελέστερον.

(v. 602) Ὅτι Ἀλεκτρυὼν κύριον κεῖται ἐνταῦθα οὐ φυλάσσον τὸ ω ἐν τῇ γενικῇ ὡς ὁ Ἠλεκτρύων. τὸ δὲ τοῦ ζῴου ὄνομά φασιν οἱ παλαιοὶ οὐδέπω ἐπὶ Ὁμήρου ἐγνῶσθαι, [οὗπερ ἐπίθετον ὁ ὀρθροβόας παρὰ τοῖς ὕστερον.]

(v. 6058) Ὅτι ὄχλου μιμούμενος ἦθος Ὅμηρος, οἳ καινόν τι συμβὰν ἰδόντες καὶ μάλιστα ὑπὲρ ἑαυτῶν μέγα κεκράγασι, φησίν, ὡς Ἰδομενεὺς Ἕκτορα "βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν. ἐν καυλῷ δ' ἐάγη δολιχὸν δόρυ, τοὶ δ' ἐβόησαν Τρῶες", καὶ ἄλλως μὲν ὡς ἐπὶ καινοπραγίᾳ τύχης, μάλιστα δέ, ὅτι εὐτυχῶς τοῦτο συνέβη τῷ σφῶν ἀρχηγῷ.

(v. 607) Τίς δὲ ὁ τοῦ δόρατος καυλός, προέγνωσται. τὸ δὲ "ἐάγη" δύναται καὶ δισυλλάβως ἐνταῦθα γραφῆναι, ὡς καὶ [100] ἀλλαχοῦ. διφορεῖται γὰρ καὶ ἔστι ποιητικὸν μὲν Ἰωνικῶς τὸ ἄγη, Ἀττικὸν δὲ τὸ ἐάγη. Ὅτι διήγημά τι ἐνταῦθα ἐκτίθεται ὁ ποιητὴς ἀσαφὲς πλέον τοῦ εἰκότος καὶ πάνυ συγκεχυμένον, ὡς ἐξ ἀναστροφῆς λεχθὲν καὶ μὴ κατὰ φύσιν τεθέν. ἀρξάμενος γὰρ ἀπὸ αἰτιατικῆς κυρίου ὀνόματος, καὶ μετακλίνας αὐτὸ εἰς ἀντωνυμικὴν εὐθεῖαν, εἶτα πολλὰ ἐπεμβαλὼν καὶ τὴν φράσιν ταράξας, ἐπαναλαμβάνει δι' αἰτιατικῆς ἀντωνυμίας ἀκολούθως τῇ ἀρχῇ τὴν ἀπόδοσιν, τῇ συγχύσει τῶν φραζομένων πραγμάτων τε καὶ προσώπων συσχηματίσας καὶ τὴν τοῦ λόγου προφοράν.

(v. 610-617) Ἔστι δὲ ἡ μὲν Ὁμηρικὴ φράσις αὑτή "αὐτὰρ ὅ", τουτέστιν ὁ Ἕκτωρ, "Μηριόναο ὀπάονά τε ἡνίοχόν τε Κοίρανον, ὅς ῥ' ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ' αὐτῷ. πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν", ὁ Μηριόνης δηλαδὴ ἄρτι, "εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους. καὶ τῷ μὲν φάος ἦλθεν", [ὁ Κοίρανος], ἤγουν τῷ Μηριόνῃ, "ἄμυνε δὲ νηλεὲς ἦμαρ, αὐτὸς δ' ὤλεσε θυμὸν ὑφ' Ἕκτορος ἀνδροφόνοιο, τὸν βάλ' ὑπὸ γναθμοῖο" καὶ ἑξῆς. καὶ τοιοῦτον μὲν τὸ τοῦ Ὁμήρου. ἄλλως δέ, σαφῶς εἰπεῖν, λέγει ὅτι ὁ Ἕκτωρ τὸν τοῦ Μηριόνου ἡνίοχον Κοίρανον, ὃς πεζὸς ἐκ Λύκτου εἰς Τροίαν ἦλθεν ἀποβάς που τῶν νηῶν. καὶ εἰ μὴ τοὺς ἵππους ἄρτι παρέστησεν, ἀπώλετο ἂν ὁ Μηριόνης. νῦν δὲ αὐτοὺς παρασχών, ἐκεῖνον μὲν περιεσώσατο, αὐτὸς δὲ ἔπεσε. τὸν τοιοῦτον οὖν Κοίρανον ὁ Ἕκτωρ ἔβαλε. Καὶ ὅρα ὅτι τὸ πᾶν τῆς ἀσαφείας ἐνταῦθα καὶ τῆς συγχύσεως ἡ τοῦ Μηριόνου ἐπεμβολὴ ἐποίησεν, οἷα μετὰ τὸ "ἤλυθεν ἐκ Λύκτου" ὁ Κοίρανος, ἐπενεχθέντος ἀνελπίστως τοῦ "ἐγγυάλιξεν ἂν Τρωσὶ κράτος" ὁ Μηριόνης, ὅπερ ὅλον ἀμέτοχον ἐνταῦθα ἦν.

(v. 611) Ὅρα δὲ τὸ Κοίρανος εἰς κύριον μετενεχθέν, [101] καθὰ καὶ τὸ Βασιλεύς, ἤδη δὲ καὶ τὸ Ἄναξ, ὥς που δεδήλωται. Λύκτος δὲ πόλις Κρητική.

(v. 615) Φάος δὲ καὶ νῦν τὴν ζωὴν λέγει. διὸ καὶ ἑρμηνεύων ἐπάγει "ἄμυνε δὲ νηλεὲς ἦμαρ", καὶ "αὐτὸς δ' ὤλεσε θυμόν", ἅπερ ἀντίκειται τῷ ἐλθεῖν τινι φῶς.

(v. 617-618) Ἰστέον δὲ ὅτι τὴν τοῦ ῥηθέντος Κοιράνου πληγὴν οὕτω φράζει ὁ ποιητὴς "τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ' ἂρ ὀδόντας ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην".

(v. 618) "Δόρυ" δὲ "πρυμνόν" τὴν αἰχμὴν λέγει, τουτέστι τὸ τοῖς ὀδοῦσιν ἐνσκήψαν μέρος τοῦ δόρατος τὸ μετὰ τὸν καυλόν.

(v. 619-621) Ὅτι ἐν τῷ "ἡνία χεῦεν ἔραζε, τὰ δὲ Μηριόνης ἔλαβε χείρεσσι φίλῃσι κύψας ἐκ πεδίου" φαίνεται οὐχ' ἁπλῶς δεσμοὺς ἑνωτικοὺς ἵππων εἶναι τὰ ἡνία, καθά τισιν ἔδοξεν, ἀλλὰ τὰ αὐτὰ καὶ χαλινούς, εἴγε κάτω πίπτουσιν ἀπολυθέντα καὶ αὖθις ἀναλαμβάνονται. Τὸ δὲ "χεῦεν" ἁπαλότητα δηλοῖ καὶ ὑγρότητα τῶν ἡνίων, δι' ἣν οὐκ ἂν ἀπεικότως λέγοιντο σιγαλόεντα. ἠχητικὰ γὰρ τὰ ξηρά, οὐ μὴν τὰ ἁπαλά.

(v. 620) Τοῦ δὲ "χείρεσσι φίλῃσιν" ἡ φράσις συνήθης. πολλαχοῦ γὰρ καὶ χεῖρας φίλας φησί.

(v. 622) Ὅτι οὐ μόνον μαστίζω κοινῶς, ἀλλὰ καὶ μαστίω ποιητικῶς, ἐξ οὗ καὶ τὸ "μάστιε νῦν", ἤγουν μάστιζε, "εἵως κεν", ὅ ἐστιν ἕως ἄν, "θοὰς ἐπὶ νῆας ἵκηαι". ἐκ δὲ τοῦ μαστίω μαστίσω καὶ μάστιν ἔστιν εὑρεῖν τὴν μάστιγα. τὸ δὲ μαστίζειν καὶ ἱμάσσειν λέγεται, ὡς δηλοῖ ἐπαχθὲν τὸ "ἵμασσε καλλίτριχας ἵππους".

(v. 623, 627, 62930) Ὅτι ὁ γνούς ποθεν ῥοπὴν ὑπέρ τινος ἀντιθέτου προσφυῶς εἴποι ἂν κατὰ τὸν Μηριόνην πρός τινα τὸ "γινώσκεις δὲ καὶ αὐτός, ὅτι οὐκέτι κάρτος" τῶνδε. ὅμοιον δὲ καὶ τὸ οὐδ' ἔλαθεν ὅδε τις, ὅτε δὴ τῷ δεῖνι δίδου ἑτεραλκέα νίκην. ὡσαύτως καὶ Αἴαντος τό· ὢ πόποι, ἤδη μὲν ἂν καὶ ὃς μάλα νήπιός ἐστι, γνοίη ὅτι τοῖσδε θεὸς αὐτὸς ἢ πατὴρ αὐτὸς ἀρήγει.

(v. 629-633) Ἐν τούτοις δὲ καὶ σημεῖον θεομηνίας ὁ Αἴας κρίνει τὸ τοὺς μὲν Ἀχαιοὺς ἀστοχεῖν ἀφιέντας, Τρῶας δ' ἐπιτυγχάνειν. Φησὶ γὰρ "τῶν μὲν πάντων βέλε' ἅπτεται, ὅς τις ἀφίει ἢ κακὸς ἢ ἀγαθός, θεὸς δ' ἔμπης πάντα ἰθύνει. ἡμῖν δ' αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε". τοῦτο δὲ καὶ εἰς λοιπὰς παρῳδηθήσεται πράξεις, ἐν αἷς [102] παραδόξως θάτερον τῶν μερῶν εὐτυχεῖ κατὰ τοῦ ἑτέρου.

(v. 631) Τὸ δὲ ἅπτεται, ὃ δύναμιν ἔχει τοῦ ἐπιτυγχάνειν καὶ βάλλειν, τοῖς Ἀχαιοῖς προσκολλᾶται. οὐ γὰρ Τρώων ἅπτεται τὰ βέλη, ἀλλὰ τὰ Τρωϊκὰ βέλη ἅπτεται τῶν Ἀχαιῶν. ἔστι γοῦν ὁ τρόπος ἀμφιβολία. Τὸ δὲ "ὅς τις ἀφίει" πρὸς ἀκρίβειαν ἐρρέθη. οὐ γὰρ πάντων Τρώων ἐνεργὰ τὰ βέλη, μόνα δὲ τὰ τῶν ἀφιέντων.

(v. 632) Ἀκριβῶς δὲ εἴρηται καὶ τὸ "ἢ κακὸς ἢ ἀγαθός", ἤγουν ἢ ἄνανδρος ἢ ἀνδρεῖος. ξενίζει γὰρ οὐ τὸ τοὺς ἀγαθοὺς εὐστοχεῖν, ἀλλ' ὅτι καὶ οἱ κακοί. δοκεῖ δὲ ἐντεῦθεν εἰλῆφθαι καὶ τὸ ἀγαθὸς σκυτεύς, ὁ εὔτεχνος, καὶ ὅσα τοιαῦτα. οὕτω γὰρ καὶ στρατιώτης ἀγαθός, ὁ τῆς κατ' αὐτὸν τέχνης εὖ ἔχων.

(v. 633) Τὸ δὲ "αὔτως" καὶ τὸ "ἐτώσια" ἐφερμηνεύουσιν ἄλληλα. Τὸ δὲ "πίπτει ἔραζε" ἀνάπαλιν ἔχει πρὸς τὸ ἅπτεται. τὰ γὰρ ἁπτόμενα βέλη οὐ κάτω πίπτει, ἀλλὰ τοῖς βαλλομένοις ἐναπομένει.

(v. 634 s.) Ὅτι συνασπιζόντων λόγος τὸ "ἀλλ' ἄγετ' αὐτοὶ φραζώμεθα μῆτιν ἀρίστην, ὅπως χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες". Αἴαντος δὲ καὶ τοῦτο λόγος, ὃς καὶ φθάσας ἔφη πρὸς Μενέλαον οὐ τόσον περιδεδιέναι τοῦ νεκροῦ Πατρόκλου, ὅσον περὶ τῇ ἑαυτοῦ καὶ τῇ τοῦ Μενελάου κεφαλῇ.

(v. 636) Ὅρα δὲ ὅτι ἀλλαχοῦ μὲν χάρμα τὸ ἐπίχαρμα καὶ ὁ γέλως, οἷον "χάρμα δυσμενέεσσιν", ἐνταῦθα δὲ ἡ λέξις τὴν ἐξ ὀρθοῦ ἡδονὴν δηλοῖ, ὅπερ ἀλλαχοῦ περιφράζων τις ἔφη· ὡς σύ τε εὐφρήνῃς πάντας τοὺς σούς, ἐγὼ δ' εὐφρανῶ τοὺς ἐμούς.

(v. 639) Ἐνταῦθα δὲ κεῖται καὶ ἡ δηλωθεῖσα καὶ ἀλλαχοῦ ἀμφίβολος ἔννοια τὸ "ἐν νηυσὶ πεσεῖσθαι". φησὶ γὰρ "χάρμα", ὡς ἐρρέθη, "ἑτάροισι γενώμεθα, οἵ που δεῦρ' ὁρόωντες οὔ φασιν Ἕκτορος μένος καὶ χεῖρας ἀάπτους σχήσεσθαι, ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι". δι' οὗ δηλοῦται ἢ τὸ ἐν ναυσὶ πεσεῖσθαι τοὺς Ἀχαιοὺς θανόντας ἢ τὸν Ἕκτορα ἐμπεσεῖσθαι, ὅ ἐστι βιαστικῶς ἐπελθεῖν, ταῖς ναυσίν.

(v. 640-642) Ὁ δὲ ταῦτα εἰπὼν Αἴας ἐπάγει κατ' ἀνάγκην ἐν σχήματι ἐνδιαθέτῳ κατ' εὐχὴν καὶ τὸ "εἴη δ' ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα Πηλείδῃ. ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι λυγρῆς ἀγγελίης ὅτι οἱ φίλος ὤλεθ' ἑταῖρος". εὔχεται δὲ ὁ ἥρως οὕτω οἷα μὴ δυνάμενος ὡς ἐν σκότῳ μαχόμενος εὑρεῖν τοιοῦτον ἄγγελον. Ἔνθα ὅρα τὸ "ὅς τις ἑταῖρος ἀπαγγείλειε", προεκθετικὸν ὄν. οὐ γὰρ ἐχρῆν τὸν τυχόντα σταλῆναι [103] τῷ Ἀχιλλεῖ ἄγγελον τοῦ κακοῦ, ἀλλά τινα φίλον. διὸ καὶ σταλήσεται ὁ καλὸς Ἀντίλοχος. Ἰστέον δὲ ὅτι τὸ "εἴη δ' ὅς τις ἑταῖρος ἀπαγγείλειε" μιμησάμενος τῶν τις μεθ' Ὅμηρον ἔφη τὸ ἀλλ' ἐνταῦθα τῷ φόβῳ εἴημεν, ἢ ἀλλ' ἐνταῦθα τῶν φόβων εἴημεν, δι' οὗ περιπέφρασται τὸ ἀλλὰ φοβηθείημεν.

(v. 641) Τὸ δὲ "πεπύσθαι" γενικῇ συνήθως καὶ αὐτὸ συντέτακται.

(v. 642) Ὅτι ὁ Αἴας ἐφράσατο μὲν μῆτιν ἀρίστην ἀπελθεῖν τινα ἑταῖρον τῷ Ἀχιλλεῖ, ὅς, καθὰ προσεχῶς εἴρηται, "ἀπαγγείλειε λυγρὴν ἀγγελίην, ὅτι οἱ φίλος ὤλεθ' ἑταῖρος", ὃ κατωτέρω φησὶ "πολὺ φίλτατος ὤλεθ' ἑταῖρος", αὐξήσας τό τε "πολύ" δι' ὑπερθέσεως καὶ αὖ πάλιν τὴν ὑπέρθεσιν διὰ τοῦ "πολύ".

(v. 643-647) Ἐπεὶ δὲ οὔ πῃ δύναται ἰδεῖν τινα τοιοῦτον Ἀχαιῶν διὰ τὸν ἐν τῷ περιέχοντι βαθύν, ὡς προείρηται, ἀέρα, ἤτοι ζόφον, "ἠέρι γάρ, φησί, κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι", εὔχεται δακρυχέων "Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας Ἀχαιῶν, ποίησον δ' αἴθρην, δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι, ἐν δὲ φάει καὶ ὄλεσσον· ἐπεὶ νύ τοι", ἤγουν δή σοι, "εὔαδεν", ὅ ἐστιν ἤρεσεν, "οὕτως", [καὶ μὴ δηλαδὴ ἐν νυκτὶ ταύτῃ ὀλέσῃς, ἣ γαίηθεν ὄρωρεν, οὐ μὴν ἄνωθέν ποθεν, κατὰ τὸ "ὀρώρει δ' οὐρανόθεν νύξ".]

(v. 648-650) Καὶ ὁ Ζεύς ‑ οὐ γὰρ διαπίπτειν εὔλογος οἶδεν εὐχή ‑ "ὀλοφύρατο δακρυχέοντα. αὐτίκα δ' ἠέρα σκέδασεν", ἤγουν τὸ πάχος τοῦ νέφους διέλυσε, "καὶ ἀπῶσεν ὁμίχλην, ἠέλιος δ' ἐπέλαμψε, μάχη δ' ἐτὶ πᾶσα φαάνθη".

(v. 650) Καὶ ὅρα τὸ "πᾶσα". τὰ πρὸ τούτου γὰρ οὐ πᾶσα πεφώτιστο, καθὰ προδεδήλωται.

(v. 646) Αἴθρην δὲ τὴν λάμψιν λέγει, τὴν εὐδίαν, τὴν αἰθρίαν, ἣν καὶ αἰθέρα εἰπεῖν ἔφθη ἐν τῷ "εὔκηλοι πολέμιζον ὑπ' αἰθέρι". Δῆλον δὲ ὡς ἐνταῦθα φανερῶς ἀντιδιεῖλεν ἀλλήλαις τὴν ἠέρα καὶ τὴν αἴθρην, εἰπὼν "ῥῦσαι ὑπ' ἠέρος, ποίησον δ' αἴθρην". τούτων δὲ τὴν μὲν ἠέρα ἐπὶ πλέον διασαφῶν ἔφη "ἠέρα μὲν σκέδασεν", ἤγουν ἀπῶσεν ὀμίχλην, τὴν δὲ αἴθρην ἀναπτύσσων εἶπεν "ἐν δὲ φάει καὶ ὄλεσσον", ὡς τῆς ἠέρος οἷα ὁμιχλώδους, μὴ ἐχούσης φάος, εἴγε κατέχει ὁμῶς ἄνδρας τε καὶ ἵππους, καὶ δι' εὐχῆς ἔστι ῥυσθῆναι ὑπ' ἠέρος υἷας Ἀχαιῶν. ἔτι δὲ καὶ ἄλλως, "ἠέλιος δ' ἐπέλαμψε", καὶ πάλιν "μάχη δ' ἐπὶ πᾶσα φαάνθη", ὡς τῆς ἠέρος μὴ τοιαύτης οὔσης. Γίνεται δὲ ἡ αἴθρη ἀπὸ τοῦ αἰθήρ αἰθέρος, ὡς γαστέρος γάστρη, πατέρος πάτρη. Τὸ δὲ "ὀφθαλμοῖσιν ἰδέσθαι" πρὸς διαστολὴν καὶ νῦν ἐρρέθη, [104] ἐπεὶ καὶ κατὰ νοῦν ἡ αἴθρη ὁρᾶται κατὰ τὸ πέριξ οὐδαμοῦ πάσης γῆς νέφος ἦν, ἀλλ' ὀξεῖα ἡλίου, ὡς προερρέθη, αὐγή. καὶ ἄλλως δὲ μᾶλλον ἁπλούστερον τὸ "δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι", ταὐτόν ἐστι τῷ δὸς ἡμῖν βλέπειν, ὡς νῦν γε ἀβλεπτοῦμεν διὰ τὸ τῆς ἠέρος, εἴτ' οὖν ὀμίχλης, παχύ.

(v. 647) Τὸ δὲ "ἐν φάει καὶ ὄλεσσον" παροιμιῶδες γέγονεν ἐπὶ τῶν εὐχομένων μὴ ἀκράτοις κακοῖς περιπεσεῖν, ἀλλὰ καὶ ἀγαθόν τι παραμεμίχθαι αὐτοῖς. [Οὕτω ἐν Ὀδυσσείᾳ ηὖκται τὸ "ἰδόντα με τὰ φίλτατα λίποι αἰών". οὕτω τις ὀλλύμενος ἐν ὕδατι εὔχεται κατὰ γῆν τοῦτο παθεῖν. οὕτω παράσιτος νῆστις θνῄσκων εὔξαιτ' ἂν κόρῳ διαρραγῆναι. ὁ τοιοῦτος νοῦς καὶ παροιμίαν προήγαγε τὸ "ἐξ ἀξίου ξύλου καὶ ἀπάγξασθαι", ἧς μέμνηται καὶ ὁ Κωμικός.] Τὸ δὲ "εὔαδεν" ἢ κατὰ διάλυσιν ἀπὸ τοῦ ἥδω γίνεται ὁμοίως τῷ ἦξεν, ἔαξε, ἤγη, ἐάγη, ἥλω, ἑάλω, ἢ κατὰ συστολὴν ὡς τὸ "ἅδε δ' Ἕκτορι μῦθος" καὶ Ἀττικῶς ἕαδε μετὰ δασείας, καὶ πλεονασμῷ τοῦ υ εὔαδεν Αἰολικῶς μετὰ ψιλῆς, ὡς τὸ ἕκηλος εὔκηλος, ὅρος οὖρος.

(v. 651) Ὅτι τὸ εἰπεῖν καὶ αἰτιατικῇ συντάσσεται ὡς ἐν ἄλλοις, οὕτω καὶ ἐν τῷ "καὶ τότ' ἂρ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον", ἤγουν προσεῖπε, προσεφώνησε, καὶ δοτικῇ ἐν τῷ "ὄτρυνον Ἀχιλῆϊ δαΐφρονι εἰπεῖν", ὅ ἐστιν ἀπαγγεῖλαι.

(v. 657-663) Ὅτι τὸν Μενέλαον ἐκ τοῦ Πατρόκλου βραχὺ μεταστάντα λέοντι παραβάλλει, ὃς ἀπὸ μεσαύλοιο, φησίν, ἄπεισιν, "ἐπεὶ ἄρ κε", ἤγουν ἐπειδάν, "κάμῃσι κύνας τ' ἄνδρας τ' ἐρεθίζων, οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι πάννυχοι ἐγρήσσοντες. ὃ δὲ κρειῶν ἐρατίζων ἰθύνει", ἢ μάλιστα "ἰθύει", "ἀλλ' οὔ τι πρήσσει, θαμέες γὰρ ἄκοντες ἀντίοι", ἢ ἀντίον, "ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν καιόμεναί τε δεταί", ὅ ἐστι λαμπάδες ἐκ δᾴδων ἢ ἁπλῶς ξύλων, ὡς προγέγραπται, καὶ ἑξῆς. ταὐτολογεῖ γὰρ συνήθως κἀνταῦθα ὁ ποιητὴς οἷα σχεδιάζων.

(v. 665 s.) Ὅτι δὲ πρὸς τὸ ἀκούσιον τῆς ἀπελεύσεως εἴρηται ἡ [105] παραβολή, δηλοῖ τὸ "ὣς ἀπὸ Πατρόκλου Μενέλαος ἤϊε πόλλ' ἀέκων", οἷα δεδιὼς περὶ Πατρόκλῳ.

(v. 670-672) Διὸ καὶ ἀπιὼν σκέψασθαι ποῦ ποτ' ἂν εἴη Ἀντίλοχος, καθὰ συνεβούλευσεν ὁ μέγας Αἴας, ἐπέτελλε Μηριόνῃ τε καὶ Αἰάντεσσι τοιαῦτα "νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω, πᾶσι γὰρ ἐπίστατο μείλιχος εἶναι, ζωὸς ἐών. νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει", ἡ κατὰ θάνατον δηλαδή.

(v. 671) Καὶ ὅρα τὸ "ἐπίστατο", δι' οὗ ἐκ μαθήσεως ὡς καὶ ἀλλαχοῦ τὰς ἀρετὰς ὁ ποιητὴς περιγίνεσθαι καὶ ἐπιστήμας τινὰς εἶναι παραδίδωσιν. Ἰστέον δὲ ὅτι ἐπελέξατο Αἴας τὸν Ἀντίλοχον ἄγγελον τῷ Ἀχιλλεῖ, οὐ μόνον ὡς ταχύν, ἵνα θᾶσσον ἰὼν εἴπῃ τῷ Ἀχιλλεῖ, ὅτι οἱ πολὺ φίλτατος, ὡς δεδήλωται, ὤλεθ' ἑταῖρος, ἀλλὰ καὶ ὡς ἑταῖρον ἐκείνῳ. ὁ γὰρ τοιοῦτος συμπαθήναιτο ἂν τῷ Ἀχιλλεῖ καὶ πενθοῦντα παραμυθήσεται.

(v. 658) Ἰστέον δὲ ὅτι τοῦ "ἄνδρας ἐρεθίζων" οὐκ ἔστι καιριωτέραν λέξιν εἰπεῖν. δηλοῖ δὲ τὸ κινεῖν εἰς ἔριν θυμικήν.

(v. 659) Τὸ δὲ "ἐξελέσθαι", ὅ ἐστιν ἐπιλέξασθαι, τὸ ἐν βουσὶ πῖαρ, λέοντος ἴδιον, ὡς πρὸ ὀλίγου μὲν ἐδηλώθη ἐν τῷ "βοῶν ἥ τις ἀρίστη", ἀλλαχοῦ δὲ ἐν τῷ "ὑπ' ἐκ μήλων αἱρεύμενοι".

(v. 660) Ἐν δὲ τῷ "ὃ δὲ κρειῶν ἐρατίζων" ἐπαναληπτικὸν τὸ ἄρθρον ἐστίν, ἵνα λέγῃ, ὅτι ὁ λέων ἐπειδὰν κάμῃ κύνας καὶ ἄνδρας ἐρεθίζων κωλύοντας, αὐτὸς δὴ ποιεῖ τάδε. Τὸ δὲ "κρειῶν ἐρατίζων" περίφρασίς ἐστι τοῦ πεινῶν.

(v. 661) Τὸ δὲ ἰθύνει ὁμώνυμος οὖσα λέξις πολλαχοῦ ἰθύειν λέγεται δίχα τοῦ ν.

(v. 670) Ὁ δὲ ἐνηής ὁ αὐτὸς τῷ μειλιχίῳ ἐστίν, ὡς δηλοῖ ἐπαχθὲν τὸ "πᾶσι γὰρ ἐπίστατο μείλιχος εἶναι", ὃ μετὰ τῶν ἑξῆς οἶκτον κινεῖ ἐπὶ νεκρῷ.

(v. 671) Ὅρα δὲ τὸ "ἐπίστατο" ἀκριβῶς φρασθέν. τὸ γὰρ ἠπίστατο οὐκ ἀναλόγως ἔχει καθὰ οὐδὲ [106] τὸ ἤμελλεν οὐδὲ τὸ ἠβούλετο. διέστρεψε δὲ τὰ τοιαῦτα ἡ χρῆσις τοῦ διηκόνησε. καὶ ἐκεῖ γὰρ τὸ μετὰ τὴν ἄρχουσαν κείμενον ἦτα παραδοξίαν ἔχει τινά.

(v. 670) Τὸ δὲ "νῦν" ἐπίρρημα δὶς ἐν τοῖς ῥηθεῖσι λεχθέν, ἀνεπαχθῶς ταὐτολογεῖ καὶ αὐτό.

(v. 670 s.) Ὅτι δὲ ἐνηὴς καὶ μείλιχος ὁ Πάτροκλος, καὶ ὅτι ὁ μείλιχος καὶ μειλίχιος λέγεται, καὶ ὅτι τὸ δειλός ἐπὶ οἴκτῳ ἐρρέθη, οὐ μὴν ἐπὶ ψόγῳ, δῆλόν ἐστιν.

(v. 673-678) Ὅτι Μενέλαος ἰδέσθαι θέλων, εἴ που ζωὸς ἔτι ἐστὶν Ἀντίλοχος, ἀπέβη "πάντοσε παπταίνων ὥς τ' αἰετός, ὅν ῥά τέ φασιν ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος, ἀλλά τ' ἐπ' αὐτῷ ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν".

(v. 679-681) Εἶτα φιλητικῶς ἀποστρέφων τὴν ἀπόδοσιν καὶ πρὸς τὸν Μενέλαον, ἐξ οὗ καὶ τὴν ῥαψῳδίαν ταύτην οἱ Ὁμηρικοὶ ἐπέγραψαν ζηλωταί, φησὶν "ὣς τότε σοί, Μενέλαε διοτρεφές, ὄσσε φαεινὼ πάντοσε δινείσθην, εἴ που Νέστορος υἱὸν ζώοντα ἴδοιο".

(v. 702 s.) Καὶ μετ' ὀλίγα δὲ ἀποφατικῶς ἀποστρέφει ἐν τῷ "οὐδ' ἄρα σοί, Μενέλαε, ἤθελε θυμὸς τειρομένοις ἑτάροισιν ἀμύνειν", φιλῶν καθὰ τὸν Πάτροκλον, οὕτω καὶ τὸν Μενέλαον, ὡς καὶ αὐτὸν ὁμοίως ἐκείνῳ ἐνηῆ. Καὶ ὅρα καὶ τὴν ῥηθεῖσαν παραβολὴν οὐχ' ἁρμόττουσαν οὐδ' αὐτὴν ὅλην ὅλῳ τῷ ὑποκειμένῳ. οὐ γὰρ δήπου καθάπερ ὁ ἀετὸς θυμὸν ἐξείλετο πτωκός, ὃν εἶδεν, οὕτω καὶ Μενέλαος ἰδὼν ἀνελεῖ τὸν Ἀντίλοχον, ἀλλὰ τὸ "ὦκα λαβὼν ἐξείλετο θυμόν" πρὸς μόνην ἀναπλήρωσιν κεῖται ζωϊκῆς ἱστορίας, ὃ καὶ ἐν ἄλλοις γίγνεται. πάνυ δὲ τὴν ὀξυωπίαν τοῦ ζῴου ηὔξησεν, εἴτ' οὖν τὸ ὀξυδερκές, ὃ ὑποβάλλει Ὅμηρος εἰπεῖν συνθέτως ἐκ τοῦ ὀξύτατον δέρκεσθαι, εἴγε καὶ ὑψόθι ὢν ὁρᾷ τὸν πτῶκα βραχύν τε ὄντα καὶ γεώδη τὴν χρόαν καὶ ὑπὸ θάμνῳ ἀμφικόμῳ κρυπτόμενον.

(v. 674) Ἰστέον δὲ ὅτι τὸ "πάντοσε παπταίνων", ἑρμηνεία ἐστὶ τοῦ σκέπτεσθαι, ὅπερ πρὸ ὀλίγων ὁ Αἴας εἶπεν ἐν τῷ "σκέπτεο νῦν Μενέλαε".

(v. 679 s.) Τοῦ δὲ πάντοσε παπταίνειν περιφραστικώτερον τὸ ὄσσε [107] φαεινὼ πάντοσε δινεῖσθαι. οὐκ ἂν γὰρ τοῦτο εἴη πόρρω τοῦ παπταίνειν. αὐτό τε γὰρ συνθέτως τὸ πάντῃ διαπετᾶν τὴν ὄψιν δηλοῖ, καὶ τὸ πάντοσε δινεῖν τὴν ὄψιν τὴν αὐτὴν σημασίαν ἔχει.

(v. 674) Ὅρα δὲ καὶ τὸ "φασίν" οὐ διστακτικῶς ῥηθέν, ὡς ἐν ἄλλοις, ἀλλὰ τὴν ἐκ τῆς ἱστορίας πίστιν δηλοῦν, ὡς οὐκ αὐτοῦ δὴ τοῦ ποιητοῦ μόνου τοῦτο παραδιδόντος, ἀλλὰ πάντων, ὡς ἔπος εἰπεῖν, οὕτω λεγόντων.

(v. 676) Τὸ δὲ "πτώξ" ἐνταῦθα μὲν ἐλλιπῶς ἐρρέθη, ἀλλαχοῦ δὲ κατὰ τὸ πλῆρες "πτῶκα λαγωόν" λέγει. οὕτω καὶ βροτὸν μέν τις εἰπὼν οὐκ ἐντελῶς ἔφη, πλῆρες δὲ τὸ "βροτὸς ἀνήρ", ὅ ἐστι φθαρτός, κατὰ τὸ "βροτοὶ ἄνδρες", καθὰ καὶ λαγωὸς πτώξ, ὁ ὑποπτήσσων καὶ δειλός.

(v. 677) Ἀμφίκομος δὲ θάμνος ἡ δασεῖα ὡς πάντοθεν κομῶσα, ἥτις δι' αὐτὸ καὶ θάμνος λέγεται ὡς ἀπὸ τοῦ θαμά ἐπιρρήματος. τὴν δὲ τοιαύτην οἱ ῥήτορες καὶ ἀμφιλαφῆ λέγουσιν, ὡς ἐν ἄλλοις εἴρηται. τὸ μέντοι "ἀμφιδάσεια" ἡ κόρυς ἀπεκληρώσατο. τὸ δὲ "κατακείμενος" ἐπίτασίς ἐστι τοῦ κείμενος, ὡς τοῦ πτωκὸς πάνυ διὰ δειλίαν συνάγοντος ἑαυτὸν καὶ συστέλλοντος. Τὸ δὲ "ἐπ' αὐτῷ ἔσσυτο" ἀντὶ τοῦ κατ' αὐτοῦ. ἐναντίωσιν γὰρ κἀνταῦθα ἡ κατα δηλοῖ πρόθεσις.

(v. 681) Τὸ δὲ "ἴδοιο σύνηθες Ὁμήρῳ, παρ' ᾧ καὶ τὸ ἴδωμαι καὶ τὸ ἴδηται καὶ τὰ τοιαῦτα.

(v. 682 s.) Ὅτι στρατηγικὸν τὸ "τὸν δ' ἐνόησεν ἐν μάχῃ θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι".

(v. 685 s.) Ὅτι τὸ "ἄγε δεῦρο διοτρεφές, ὄφρα πύθηαι λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι", ὃ δή φησι Μενέλαος πρὸς Ἀντίλοχον, λεχθείη ἂν ἐπὶ δυσχεροῦς ἀκούσματος.

(v. 687-689) Τὸ δὲ ἐφεξῆς, τὸ "ἤδη μέν σε καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα γινώσκειν, ὅτι πῆμα θεὸς ἡμῖν κυλίνδει", ἄνωθεν δηλαδή ποθεν, νίκη δὲ τῶν δεῖνα, οἷον Τρώων, λεχθήσεταί ποτε ὑπὸ νικωμένου μέρους ἢ ἄλλως βλαπτομένου ὑπό τινων. Βαρυτόνως δὲ καὶ νῦν τὸ "κυλίνδει" ἀναγινώσκει Ἀρίσταρχος. ὅθεν καὶ τὸ κυλινδόμενος καὶ κυλίνδεται καὶ "μέγα κῦμα κυλίνδων". ἐκ τοιούτου δὲ ῥήματος καὶ τὸ σχῆμα ὁ κύλινδρος.

(v. 689-690) Τὸ δὲ "πέφαται δ' ἄριστος" ὁ δεῖνα, "μεγάλη δὲ ποθή" τοῖς ἑαυτοῦ τέτυκται, θάνατον ἀριστέως φράζει, ὁποῖός [108] τις ἐνταῦθα ὁ Πάτροκλος. αὐτὸ δὲ τὸ "πέφαται δ' ἄριστος" γράφεται καὶ "πέφαται δ' ὥριστος". Ἔνθα παρατηροῦσιν οἱ παλαιοί, ποσάκις εἰπὼν ὁ ποιητὴς περὶ ἀναιρέσεως Πατρόκλου οὐδαμοῦ ἐφάνη προσκορής. ἐν γὰρ τῷ π ἔφη "δούπησε δὲ πεσών, μέγα δ' ἤκαχε λαὸν Ἀχαιῶν", καὶ "πολέας πέφνοντα Μενοιτίου ἄλκιμον υἱὸν Ἕκτωρ σχεδὸν ἔγχεϊ θυμὸν ἀπηῦρα". ἐν δὲ τῇ ῥῶ ταύτῃ ῥαψῳδίᾳ "τοίου θεράπων πέφαται ἀνέρος, ὃς μέγ' ἄριστος", καὶ "ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε", καὶ "ὅτι οἱ φίλος ὤλετο καὶ ἑταῖρος", καὶ μετ' ὀλίγα "καί οἱ πολὺ φίλτατος ὤλετο ἑταῖρος", καὶ "πᾶσιν ἠπίστατο μείλιχος εἶναι, νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει", καὶ "κεῖται Πάτροκλος", καὶ τὰ ἑξῆς. Σημείωσαι οὖν καὶ τὸ ἐν τούτοις πολυειδὲς τοῦ ποιητοῦ καὶ διὰ τοῦτο ἀπροσκορές. ἔθος δὲ ὑψοῦν τοὺς κατοιχομένους ἐπαίνοις καὶ πέρα πολλάκις τοῦ ἀληθοῦς. Μενέλαος οὖν ἄρτι τὸν Πάτροκλον ἄριστον Ἀχαιῶν λέγει ἐν τῷ "πέφαται ἄριστος Ἀχαιῶν Πάτροκλος". Ἀχιλλεὺς δὲ Μυρμιδόνων ἄριστον ἐρεῖ αὐτόν. καὶ ἀληθεύει μὲν αὐτῶν οὐδέτερος. οὔτε γὰρ Ἀχαιῶν ἁπλῶς ἄριστος ὁ Πάτροκλος, ἀλλ' οὐδὲ Μυρμιδόνων ἄριστος, εἴγε Μυρμιδὼν καὶ ὁ Ἀχιλλεύς. ἀναιδέστερον δὲ ὅμως τὸ τοῦ Μενελάου ψεῦσμα. εἰ δὲ Μυρμιδόνας νοήσομεν τὴν τῶν Μυρμιδόνων στρατιάν, ἤτοι τὸν δῆμον, καὶ Ἀχαιοὺς μόνους τοὺς Μυρμιδόνας κατὰ τὸ "Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί", ἀληθεύουσι καὶ ὁ Μενέλαος καὶ ὁ Ἀχιλλεύς. τῆς γὰρ τῶν Μυρμιδόνων στρατιᾶς δοκεῖ ἄριστος εἶναι ὁ Πάτροκλος. Ὅρα δὲ ὅτι "πέφανται" μὲν μετὰ τοῦ ν τὸ πεφανέρωται ἀπὸ τοῦ φαίνω, "πέφαται" δὲ δίχα τοῦ νῦ τὸ πεφόνευται ἀπὸ τοῦ φάω φῶ, ἐξ οὗ τὸ φνῶ καὶ πέφνω, ἢ καὶ ἀπὸ τοῦ φάζω, ἀφ' οὗ καὶ τὸ σφάζειν προσλήψει τοῦ σ. [Ἰστέον δὲ ὅτι φῶ οὐ μόνον τὸ λέγω καὶ τὸ φαίνω καὶ τὸ [109] φονεύω, ἀλλὰ καί τι εἶδος πυρώσεως. καὶ ἐκ τοῦ τοιούτου παράγωγον εἶναι δοκεῖ τὸ φῴζω, ἐξ οὗ παρὰ τῷ Κωμικῷ φῷδες τὰ ἀποκαύματα, καὶ παρὰ τῷ Ἀθηναίῳ δὲ τὸ "ἤσθιον πεφωσμένας ἰσχάδας".]

(v. 694) Ὅτι στυγεῖν οὐ μόνον ἐπὶ τοῦ μισεῖν καὶ ἐπὶ τοῦ φρίσσειν, ὡς τὸ "κατὰ δ' ἔστυγεν αὐτήν", ὅθεν καὶ ὁ στυγητός καὶ ὁ στυγερός, ὡς τὸ "στυγέει δὲ καὶ ἄλλος", ἀλλὰ καὶ ἐπὶ τοῦ λυπεῖσθαι, ἀφ' οὗ πλεονασμῷ τοῦ νῦ καὶ παραγωγῇ καὶ τὸ στυγνάζειν καὶ ὁ στυγνός. Ἀντίλοχος οὖν μαθὼν θανεῖν τὸν Πάτροκλον "κατέστυγε μῦθον ἀκούσας", ὅ ἐστιν ἐστύγνασεν.

(v. 695 s.) Εἶτα ἐπάγει ὁ ποιητὴς ἀκολούθως, ὅσα τις ἀγαθὸς ἑταῖρος πάθοι ἄν, εἰ μάθοι ἑταίρου φίλου θάνατον, καί φησι "δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή". Καὶ ὅρα ὅπως κατὰ τοὺς παλαιοὺς πανταχόθεν ὑπέδειξε τὸ πολὺ τοῦ πένθους, ἐκ τῆς στυγνότητος, ἐκ τῶν δακρύων, ἐκ τῆς σιωπῆς, μάλιστα δ' ἐκ τοῦ μὴ πυθέσθαι τὰ περὶ τοῦ θανάτου. καὶ ἔστι τῷ Ἀντιλόχῳ, φασίν, οἰκτροτέρα λόγου παντὸς ἡ σιγή. οὐδὲ γὰρ ἔσχε τὸν τρόπον τοῦ θανάτου ἐρωτῆσαι οἷα συγκεχυμένος τῷ πένθει καὶ τὴν φωνὴν ἐπισχεθείς. ὅτι δὲ ἡ ἀμφασία, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, στομφασμοῦ χάριν προσέλαβε τὸ ἀμετάβολον, [110] δῆλον. ἄλλως γὰρ εἶχεν ἐκταθῆναι εἰς ἀπαρτισμὸν δακτύλου ἡ στέρησις, ὡς καὶ ἐν τῷ ἀθάνατος καὶ ἀκάματος γέγονε. Τὸ δὲ "ἐπέων" περιττῶς κεῖται. ἤρκει γὰρ σιωπὴν καὶ αὐτοῦ δίχα ἡ ἀμφασία δηλῶσαι.

(v. 698 s.) Ὅτι Ἀντίλοχος θέων εἰς Ἀχιλλέα τὰ οἰκεῖα τεύχεα ἔδωκεν ἀμύμονι Λαοδόκῳ ἑταίρῳ, οὐ μόνον ἵνα ἐλαφρῶς ἔχῃ θέειν, ὡς καὶ Ὀδυσσεὺς ἐν τῇ βῆτα ῥαψῳδίᾳ τὴν χλαῖναν ἀποβαλών, ἀλλὰ καὶ ἵνα ἰνδαλλόμενος δοκῇ παραμένειν τῷ πολέμῳ, καθά φασιν οἱ παλαιοί. ἐνταῦθα δὲ Ὅμηρος καὶ περιφράζων ἡνίοχόν φησιν "ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους".

(v. 700 s.) Ὅτι ἐπὶ τοῦ κατὰ σπουδὴν ἀγγελοῦντος σκυθρωπὰ ῥηθήσεται τὸ "τὸν μὲν δακρυχέοντα πόδες φέρον, κακὸν ἔπος ἀγγελέοντα". ἐκ δὲ τοῦ "κακὸν ἔπος ἀγγελέοντα" σύγκειται παρὰ τοῖς ὕστερον ὁ κακάγγελος. εἰς δὲ τὸ "πόδες φέρον" φασὶ καὶ νῦν οἱ παλαιοί, ὡς ἔθος Ὁμήρῳ οὕτω φράζειν ἐπὶ τῶν κατὰ σπουδὴν θεόντων, ὡς μὴ κινούντων τοὺς πόδας, ἀλλὰ φερομένων ὑπ' αὐτῶν ὡς οἷα ὑπό τινων πτερῶν. ἕτεροι δὲ ἀστείως τοῦτο ἐπὶ τοῦ Ἀντιλόχου ἐνόησαν ἀντὶ τοῦ ἀράμενον αὐτὸν τὸ πένθος ᾤχετο. εἰκότως δέ, φασίν, οὐκ ἐφ' ἅρματος ἄπεισιν Ἀντίλοχος, περὶ οὗ ταῦτα λέγεται. ταπεινὰ γὰρ ἀγγελεῖ. εἰ δὲ νομίζουσι τῷ γέροντι πατρὶ Νέστορι καταλιπεῖν αὐτό, εἴ που φεύγειν δεήσειε, καὶ ἄλλως δὲ, εἰ τὰ τεύχεα πρὸς τὸ δοκεῖν παρεῖναι τῇ μάχῃ ἀφῆκε, πολλῷ πλέον τὸ ἅρμα.

(v. 705) Ὅτι ἀνεῖναι κἀνταῦθα τὸ ἀναπεῖσαι. φησὶ γὰρ ὅτι Ἀντιλόχου ἀπελθόντος αὐτὸς μὲν ὁ Μενέλαος ἀμύνειν τειρομένοις τοῖς Πυλίοις οὐκ ἔσχεν, ἔσπευδε γὰρ ἐπὶ Πατρόκλῳ βῆναι, τὸν δὲ Νεστορίδην Θρασυμήδην αὐτοῖς ἀνῆκεν. οὐ γὰρ ἦν στρατηγικὸν ἀνάρχους ἀφεῖναι τοὺς Πυλίους τῇ πρὸς Ἀχιλλέα τοῦ Ἀντιλόχου ἀποστολῇ.

(v. 703 s.) Ἐνταῦθα δὲ καὶ ὡς λίαν χρήσιμον εἰς μάχην τὸν Ἀντίλοχον ἱστορῶν φησιν "ἀπῆλθεν, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη", ἐκδραμὼν δηλαδὴ εἰς τὸν Ἀχιλλέα. αἰτία δὲ τοῦ τοιούτου [111] πόθου, ὅτι ἐτείροντο μαχόμενοι, ὡς ἐρρέθη.

(v. 710 s.) Ὅτι προαναφωνῶν καὶ νῦν ὁ ποιητὴς ἐκτίθεται ὡς οὐκ ἂν ὁ Ἀχιλλεὺς νῦν ἔλθοι "μάλα περ κεχολωμένος Ἕκτορι δίῳ. οὐ γάρ πως ἄν", φησί, "γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο". Μενέλαος δὲ τοῦτο λέγει πρὸς Αἴαντα, τὸν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ τῶν ἄλλων καὶ ἀνδρίᾳ καὶ συνέσει ὑπερφερῆ.

(v. 713) Οὗ καὶ εἰπόντος πρὸ ὀλίγων τὸ "αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην" καὶ ἑξῆς, φυλάξας νῦν αὐτὸ ἀπαραποίητον ὁ Μενέλαος, παραφράζει μόνον τὸν ἐκεῖ τρίτον στίχον, ἤγουν τὸ "ὅπως χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες", καί φησιν· ὅπως "ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν". Καὶ ὅρα διὰ τὶ ὁ ποιητὴς πλάττει τοὺς Τρῶας ἄχρι τοῦ ναυστάθμου νικῶντας. ἐπεὶ δηλονότι οὐκ ἦν τῆς πεδιάδος γενέσθαι τὸν Ἀχιλλέα γυμνὸν ὅπλων ὄντα, ἐξ οὗ ἐλπὶς ὕπεισι τῆς ἐν τοῖς ἑξῆς ὁπλοποιΐας, δι' ἧς ἡφαιστότευκτον ἕξει πανοπλίαν ὁ Ἀχιλλεύς. πρὸς μέντοι ταῖς ναυσὶ πρὸ τῆς τοιαύτης ὁπλοποιΐας ἐπιφανεὶς μόνον καὶ οὐ πέμψας ἴνδαλμα ἑαυτοῦ ὡς ἐπὶ Πατρόκλου γέγονεν, ἀλλ' ἑαυτὸν ἐκφήνας, τρέψεται τοὺς Τρῶας εἰς φυγήν.

(v. 716) Ὅτι ἔπαινος ἀγαθῆς συμβουλῆς τὸ "πάντα κατ' αἶσαν ἔειπες ἀγακλεές", ὅπερ Αἴας φησὶ πρὸς Μενέλαον.

(v. 717 s.) Ὅτι Μενέλαος καὶ Μηριόνης ὑποδύνετε, μάλ' ὦκα νεκρὸν ἀείραντες, ἔφερον ἐκ πόνου, ὃ κατωτέρω ἄλλως φράζων φησὶ "νέκυν φέρον ἐκ πολέμοιο", εἰς ταὐτὸν ἄγων πόνον καὶ πόλεμον.

(v. 718-721) Αἴαντος δὲ καὶ τοῦτο συμβουλή, ὃς ἑαυτῷ καὶ τῷ Λοκρῷ ἐγκλίνων τὸ πᾶν τῆς μάχης φησίν, ὡς ὄπισθεν ἡμεῖς "μαχησόμεθα Τρωσί τε καὶ Ἕκτορι δίῳ, ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ μίμνομεν ὀξὺν Ἄρηα παρ' ἀλλήλοισι μένοντες". ὃ διασαφητικόν ἐστι τοῦ "ἶσον θυμὸν ἔχειν", ὅπερ ἐστὶ περίφρασις τοῦ ἰσοψυχεῖν.

(v. 721) Καὶ ὅρα καὶ νῦν τὸ "παρ' ἀλλήλοισιν" ἀντὶ τοῦ ἐγγὺς ἀλλήλων, ὅθεν καὶ τὸ παραλληλίζειν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη. ἐκ δὲ τούτων, ὡς καὶ ἐξ ἄλλων, δῆλον ὡς οἱ μικροί τε κατὰ τὴν τραγῳδίαν μεγάλων χωρὶς σφαλεροὶ πολεμεῖν εἰσι καὶ μέγας δὲ ὀρθοῖτο ἂν ὑπὸ σμικροτέρων, ὅπερ ἐπὶ τῶν Αἰάντων γίνεται, ὁμοῦ ἱσταμένων καὶ συνεφαπτομένων μάχης.

(v. 720) Ὅρα δὲ καὶ τὸ περὶ αὐτῶν φιλοσόφως λεχθέν, ὡς ἰσότητα κατὰ ψυχὴν ἔχοντες ὁμοιότητα εἶχον κατὰ τοὔνομα, καὶ [112] ὅτι αὐτὸς ὁ Αἴας παρασημειοῦται οἷόν τι εἰς φιλίαν ἦν τὸ ἐν αὐτοῖς ὁμώνυμον, οἱονεὶ λέγων ὡς οὐ μόνον διὰ ἰσοψυχίαν ἀλλὰ καὶ διὰ ὁμωνυμίαν κοινωνοῦμεν καὶ τοῖς ἔργοις ἀγαπαζόμενοι. ἔχει γάρ τι ἐφολκὸν εἰς τὸ φιλεῖν καὶ ἡ ὁμωνυμία, καὶ μάλιστα εἰ καὶ κατὰ ψυχὴν ἰσότης εἴη. διὸ καὶ ὁ μέγας Ἀλέξανδρος ἤθελέ τινα φαῦλον μὲν ὄντα, ὁμωνυμοῦντα δ' αὐτῷ, μὴ κοινωνεῖν ὀνόματος τοῦ αὐτοῦ, εἰ μὴ καὶ ὁμοιότροπος γένηται. Σημείωσαι δὲ τὸ "ἶσον θυμὸν ἔχοντες" ὡς λίαν χρήσιμον εἰς τὸ "ἴσας ὑσμίνῃ κεφαλὰς ἔχον".

(v. 718) Τὸ δὲ "νεκρὸν ἀείραντες" ὑποκαταβὰς νέκυν ἄραντες λέγει.

(v. 722) Τὸ δ' αὐτὸ καὶ ἀπὸ χθονὸς ἀγκάζεσθαι, ὅ ἐστιν ἀγκαλίζεσθαι. τετραχῶς οὖν ἐν τοῖς τόποις τούτοις φράζει "νεκρὸν ἀείραντες", "νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο", "νέκυν ἄραντες", καὶ "νέκυν φέρον".

(v. 721) Ὀξὺν δὲ Ἄρεα ἢ τὸν τομὸν σίδηρον λέγει, ἢ μάλιστα τὸν σύντονον πόλεμον.

(v. 722-723) Ἰστέον δὲ ὅτι τὸ ἀπὸ χθονὸς ἀγκάζεσθαι ἀρχὴ τοῦ ἀείρειν ἐστίν. ὁ γὰρ οὕτως ἀγκαζόμενος εἶτα ἀείρει. διὸ οὐκ ἠρκέσθη ὁ ποιητὴς εἰπὼν "ἀπὸ χθονὸς ἀγκάζοντο", ἀλλ' ἐπήγαγεν "ὕψι μάλα μεγάλως". καὶ ἔστιν αἴρειν καὶ ἀείρειν τὸ ἀπὸ χθονὸς ἀγκάζεσθαι ὕψι μάλα μεγάλως. μνηστέον δὲ ὅτι καὶ ἐκ τοῦ ῥηθέντος ἀγκάζω ἀγκάσω ῥήματος τὸ ἀγκάς ἐπίρρημα γίνεται.

(v. 723 s.) Ὅτι καθὰ πρὸ τούτων Τρῶες μέγα ἐβόησαν, ἐφ' οἷς Ἰδομενεὺς οὐκ ἐπιτυχῶς ἔβαλεν Ἕκτορα, οὕτω καὶ ὧδε "ἴαχε λαὸς ὄπισθε Τρωϊκός", ἀρθέντος τοῦ νεκροῦ. ἄλλως μέντοι ἐνταῦθα βοῶσι, καὶ ἄλλως ἐκεῖ. νῦν μὲν γὰρ ἐπὶ ἐκφοβήσει καὶ κατ' ἔκπληξιν δὲ ἴσως ἰάχουσιν ὁ λαός, ἐκεῖ δὲ ἐπὶ μυκτηρισμῷ.

(v. 730-734) Ὅτι τέως μὲν ὁμιλαδὸν Τρῶες "αἰὲν ἕποντο νύσσοντες ξίφεσί τε καὶ ἔγχεσι" τοὺς περὶ τὸν νεκρόν, ὅτε ἤρθη, "ἀλλ' ὅτε δὴ Αἴαντε μεταστρεφθέντε κατ' αὐτοὺς σταίησαν, τῶν δὲ τρέπετο χρώς, οὐδέ τις ἔτλη πρόσσω ἀΐξας περὶ νεκροῦ δηρίσασθαι.

(v. 724-729) Διὸ κύνεσι φθάσας τοὺς Τρῶας παραβάλλει, "οἳ ἐπὶ κάπρῳ βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων. ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες· ἀλλ' ὅτε δὴ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, ἄψ τ' ἀνεχώρησαν διά τ' ἔτρεσαν ἄλλυδις ἄλλος". καὶ δῆλον ἐκ [113] τούτων, ὡς ὀπίστατοι τῶν Ἀχαιῶν οἱ Αἴαντες μάχονται. διὸ καὶ αὐτοὶ τὴν ἅπασαν μάχην ὑποδέχονται. Ὅρα δὲ ὅτι κάπρῳ ἑνὶ δι' ὁμοψυχίαν τοὺς δύο Αἴαντας εἴκασεν, ἵνα ὥσπερ ἶσον θυμὸν εἶχον καὶ ὁμωνυμίαν, ὅπερ ὁ μέγας Αἴας παρεσημήνατο, οὕτω καὶ τῇ παραβολῇ ὡς εἷς ἄμφω παραληφθῶσιν. Ἰστέον δὲ καὶ ὡς ἡ ῥηθεῖσα παραβολὴ διόλου τοῖς προκειμένοις ἥρμοσται δίχα τοῦ βεβλῆσθαι τὸν κάπρον. οὑ γὰρ βέβληνται οἱ Αἴαντες ὡς ὁ παραβολικὸς οὗτος κάπρος, ἀλλὰ μόνον ἀγωνιῶσιν ἐναπειλημμένοι μεγάλῳ κακῷ. Σημείωσαι δὲ καὶ ὅτι τὸ χωρίον τοῦτο καθὰ καὶ ἄλλα τινὰ παραβολαῖς ὁ ποιητὴς κατεπύκνωσε.

(v. 737-739) Καὶ νῦν μὲν τῇ ἀπὸ τοῦ κάπρου ἐχρήσατο παραβολῇ, παρακατιὼν δὲ τὸν ὀρυγμαδὸν τῶν ἵππων καὶ ἀνδρῶν καὶ τὴν ἀγριότητα τῆς μάχης πυρὶ εἰκάσει πόλιν φλέγοντι.

(v. 742-745) Εὐθὺς δὲ τὸ φερέπονον τοῦ Μενελάου καὶ τοῦ Μηριόνου, οἳ τὸν νεκρὸν ἔφερον, ἡμιόνων παραβαλεῖ ἑλκυσμῷ, οἳ ἐξ ὄρους μέγα ξύλον ἕλκουσι κάμνοντες.

(v. 747-752) Ἐφεξῆς αὐτίκα τοὺς Αἴαντας εἰς πρῶνα εἰκάσει μακρόν, ᾧ προσπελάζοντα ῥεύματα ποταμῶν ἀνείργεται.

(v. 755) Ὕστερον δὲ τοὺς Τρῶας νέφει ψαρῶν ἢ κολοιῶν ἐρεῖ ἐοικέναι. καὶ οὕτω παραβολαῖς τὰ ἐνταῦθα μεστώσας πολλὴν ἐνάργειαν πεποίηκεν, οἰκείως πάντα παραβαλών, τοὺς μὲν Αἴαντας εἰκάσας κάπρῳ μὲν διὰ τὸ ὁρμητικὸν καὶ θρασύ, ναὶ μὴν καὶ γενναῖον, πρωνὶ δὲ ὄρους διὰ τὸ στερρὸν ἐν σταδαίᾳ μάχῃ καὶ μόνιμον καὶ δυσμετακίνητον καὶ διότι τοὺς Τρῶας θυμῷ, τραγικῶς εἰπεῖν, ῥέοντας ὀπίσω πλάζουσι, τοὺς δὲ φορεῖς τοῦ νεκροῦ ἡμιόνοις ἐξομοιώσας διὰ τὸ ταλαεργόν, ἔνθα καὶ τὸν φερόμενον μεγάλῳ παρείκασε ξύλῳ διὰ τὸ μέγα καὶ ἄψυχον, τοὺς δὲ Τρῶας κυσὶ μὲν διὰ θρασύτητα, ὕδατι δὲ διὰ τὸ ὑγρὸν καὶ εὐκίνητον, ψαρῶν δὲ νέφει καὶ κολοιῶν τοὺς Ἀχαιοὺς διὰ τὸ δειλὸν καὶ οὕτω [114] ταχὺ καὶ οἷον πτηνὸν ἄρτι πρὸς τὸ φεύγειν, ὁμοῦ δὲ τοὺς Τρῶας καὶ τοὺς Ἕλληνας ὡς πάνυ ἐναγωνίους τοῖς ἐν ἐμπρησμῷ θορυβουμένοις παραβαλών. καὶ ταῦτα μὲν τοιαῦτα.

(v. 728) Ἐν δὲ τῇ τοῦ κάπρου παραβολῇ ὅρα καὶ τὸ "ἀλκὶ πεποιθώς", ὡς μὴ μόνον ἐπὶ λέοντος ἁρμόττον λέγεσθαι.

(v. 727) Τὸ δὲ "ἕως μὲν γάρ" ἀντὶ τοῦ τέως εἴρηται, ὥς που καὶ ἐν τοῖς πρὸ τούτων. τὸ δ' αὐτὸ κατωτέρω καὶ εἵως φησὶ πλεονασμῷ τοῦ ι, εἰπὼν ἐν τῇ ἀποδόσει "ὣς Τρῶες εἵως μὲν ὁμιλαδὸν ἕποντο". ποιεῖ δὲ οὕτω καὶ ἐν τῇ Ὀδυσσείᾳ.

(v. 726) Τὸ δὲ "βλημένῳ" δύναται μὲν καὶ κυριολεκτεῖσθαι, εἰκὸς δὲ καὶ γενικῶς ῥηθῆναι ἀντὶ τοῦ ἁπλῶς πεπληγμένῳ, τυχὸν μὲν ἐγγύθεν τυχὸν δὲ πόρρωθεν.

(v. 729) Τὸ δὲ "διά τ' ἔτρεσαν" ἐπίτασιν ἔχει φόβου πλείονος ἤπερ τὸ "ἂψ ἀνεχώρησαν", ἵνα εἴπῃ ὡς οὐ μόνον ἁπλῶς ἀνεχώρησαν, ἀλλὰ καὶ ἔτρεσαν, ἤγουν τρέμοντες ἔφυγον.

(v. 733) Τὸ δὲ "τρέπετο χρώς" ἐκ τῶν ἔξω εἰς τὸ ἔσω τῆς ψυχῆς πάθος τρέπει τὸν ἀκροατήν. οὗ γὰρ ὁ χρὼς δεδιότος τρέπεται, πολλῷ χείρω τὰ ἔνδον. [Διὸ καὶ ἐπάγει ὅτι "οὔ τις ἔτλη πρόσσω ἀΐξας περὶ νεκροῦ μάχεσθαι", οὐ διὰ τὸ τραπῆναι τὸν χρῶτα δηλαδὴ τὸν ἐξ ἐπιπολῆς, ἀλλὰ διότι τὸ τοῦ θάρσους θερμὸν ἔνδον ἐσβέσθη τῇ ἐκ φόβου ψυχρότητι. ἔχει δέ τι καὶ ἀντιθετικὸν τὸ μεταστρεφθέντων τῶν Αἰάντων ἐτρέπετο τοῖς πολεμίοις ὁ χρώς.]

(v. 736 s.) Ὅτι καθά που χόλον ἄγριον εἶπεν, οὕτω καὶ νῦν πόλεμον ἐν τῷ "ἐπὶ δὲ πτόλεμος τέτατό σφιν ἄγριος". ἀγριοποιὰ γὰρ ἄμφω ταῦτα καὶ θηριώδη. λέγοιτο δ' ἄν ποτε καὶ πῦρ ἄγριον, ὅτε δεινὰ ποιεῖ.

(v. 736-739) Διὸ εὐθὺς ὁ ποιητὴς μετὰ τὸ πόλεμος ἄγριος παραβολὴν ἀπὸ πυρὸς ἐπιφέρει διασαφητικὴν τῆς κατὰ πόλεμον ἀγριότητος, καὶ τὴν ἐν ἄλλοις καυστειρὰν μάχην ἐπεξεργαζόμενος ἄρτι διὰ παραβολῆς φησι "πόλεμος τέτατο ἄγριος ἠΰτε πῦρ, τό τε", ἤγουν ὃ δή, "ἐπεσσύμενον πόλιν ἀνδρῶν ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι ἐν σέλαϊ μεγάλῳ, τὸ δ' ἐπιβρέμει ἲς ἀνέμοιο", τουτέστι φυσᾷ σὺν βρόμῳ ἢ πρὸς βρόμον ὑποκινεῖ πνέων. Ἔστι δὲ ἡ παραβολὴ πρὸς τὸν τῆς μάχης ἦχον.

(v. 740 s.) Ἐπάγει γὰρ "οὕτως ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν", ὅ ἐστιν ἤρχετο. διὸ καὶ ἄνεμον ἐνέπλεξε τῇ παραβολῇ βρέμοντα. Ὅρα δὲ ὅτι πάνυ συντόμως ἔφρασε πόλεως ἐμπρησμόν, ὡς ἐν [115] ἄλλοις ἅλωσιν πόλεως. θέλει γὰρ ἐπιτρέχειν τὰ τοιαῦτα καὶ μὴ ἀκαίροις ἐκφράσεσιν ἐμπλατύνεσθαι, οἷα εἰδώς, ὡς ἡ ἐν τοῖς τοιούτοις στενολεσχία οὐ μόνον σεμνοτέρα, ἀλλὰ καὶ ἄλλως ἐπιτυχεστέρα, καὶ ὡς οἷον εἰπεῖν νοερωτέρα.

(v. 738) Τὸ δὲ "ὄρμενον ἐξαίφνης" πρὸς διαστολὴν ἔφη ἑτεροίου πυρὸς μὴ φίλου αὐτῷ, ὅπερ οὐκ ἐξαίφνης ὄρνυται ἀλλ' ἐξ ἐπιβουλῆς, ὁποῖον καὶ πρὸ τούτων τὸ πόλιν ἀμαθῦνον, καὶ ἐν τοῖς ἑξῆς δὲ τὸ ταῖς ναυσὶν ἐμβληθὲν πρὸς Ἕκτορος, οὗ λόγος ἦν τὸ "μνημοσύνη πυρὸς γενέσθω". Τὸ δὲ "μινύθουσι δὲ οἶκοι" λίαν πολὺν ἔχει νοῦν. ἐν ὀλιγίστῳ γὰρ τὸ πᾶν φράζει τοῦ κατὰ πόλιν ἐμπρησμοῦ, διαφθείροντος τὰ παραπίπτοντα. πάθους δὲ καὶ νῦν δηλωτικὸν τὸ μινύθειν.

(v. 739) Σέλας δὲ νῦν αὐτό, φασίν, εἶπε τὸ πῦρ ἐκ τοῦ παρακολουθοῦντος. ἄνεμον δὲ βρέμοντα παρέλαβεν, ἐπεὶ τὸ μέγα κακὸν αὐτὸς τῷ πυρὶ συγκατεργάζεται, καὶ οὐκ ἐν πόλει μόνον, ἀλλὰ καὶ ἐν ὄρους ὕλῃ, τὴν φλόγα εἰλυφάζων καὶ στρέφων πανταχοῦ.

(v. 741) Τὸ δὲ ἀζηχές ὅθεν μὲν γίνεται, προείρηται. ποιητικὴ δέ ἐστιν ἡ λέξις κειμένη καὶ ἐν Ὀδυσσείᾳ, καὶ τίθεται ἐπί τε ἤχων ὡς καὶ ἐνταῦθα καὶ ἐν τῷ "ἀζηχὲς μεμακυῖαι", καὶ ἐπὶ πράξεων δέ τινων, ὡς δηλοῖ τὸ ἀζηχὲς φαγεῖν καὶ πιεῖν.

(v. 742-746) Ὅτι τούς, ὡς ἐρρέθη, ταλαιπώρως καὶ ἐπιπόνως ἐπὶ Πατρόκλῳ νεκροφοροῦντας ἡμιόνοις εἰκάζει, οἱ κρατερὸν μένος ἀμφιβαλόντες ἕλκουσιν οὐκ ἐκ πεδιάδος, ἀλλ' ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπόν, οὐ βραχύ τι ξύλον, ἀλλὰ ἢ δοκόν, φησίν, ἠὲ δόρυ μέγα νήϊον, οὗ ὁ ἑλκυσμὸς ἀλλαχοῦ κολοσυρτὸν ἐποίει "ἐν δέ τε θυμὸς τείρεθ' ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσι". καὶ αὐτοὶ μὲν οὕτω.

(v. 747-751) Οἱ δὲ Αἴαντες ὄπισθεν ἰσχανέτην, ἤγουν εἶχον καὶ ἐκώλυον, τοὺς ἐπερχομένους Τρῶας τῷ νεκρῷ, "ὥς τε πρών", ὁ καὶ προρρηθείς, "ἰσχάνει ὕδωρ ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς", ὁποῖοι πολλοὶ πρῶνες ἔτυχον ἐν μέσῳ πεδιάδων εἶναι, καθὰ καὶ ὁ παραβολικὸς οὗτος, οὐ σκόπελός τις ὢν ἢ σκοπελώδης, ἀλλ' εἰς μῆκος ἐκτεταμένος πολὺ, "ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίονδε τίθησι πλάζων οὐδέ τι μιν σθένεϊ ῥηγνῦσι [116] ῥέοντες". καὶ ἔστιν ἡ παραβολὴ αὕτη πρὸς τὴν ἀνακοπὴν τῶν ἐπιρρεόντων Τρώων.

(v. 752 s.) Διὸ ἀποδιδοὺς ἐπάγει "ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσω Τρώων". Ἰστέον δὲ ὅτι ἐπὶ τοιαύτῃ πράξει οὐκ ἔστι σεμνοτέραν εὑρέσθαι παραβολήν.

(v. 742) Τῶν δὲ κατὰ μέρος ἐν τούτοις τὸ μὲν "ἀμφιβαλόντες μένος" ἀντὶ τοῦ συμβαλόντες καὶ εἰς ἓν συναγαγόντες, ὃ δὴ καὶ ἐπὶ βοῶν ἐστι καὶ λοιπῶν ζῴων συνεζευγμένων.

(v. 743) Ἀταρπὸς δὲ πανταχοῦ τῆς ποιήσεως ἡ καὶ ἀτραπὸς καὶ ἀταρπητὸς καὶ ἀτραπιτός, στενὴ ὁδός, μὴ ἔχουσά τινας ἐκτροπὰς ὧδε καὶ ἐκεῖ.

(v. 744) Δοκὸν δὲ καὶ δόρυ μέγα νήϊον παρέλαβεν ἐνταῦθα, ὡς τοιούτων ἐπὶ πολὺ ξύλων διὰ φροντίδος ὄντων τοῖς κατὰ βίον, δοκοῦ μὲν εἰς οἴκου σύστασιν, νηΐου δὲ πρὸς πλοίου σύμπηξιν, ὃ δὴ καὶ αὐτὸ οἶκός ἐστι μεταφορητός. γίνεται δὲ δοκὸς παρὰ τὸ δέκεσθαι Ἰωνικόν, ἡ δεχομένη δηλαδὴ τὰ ἐπικείμενα, εἴτε κέραμοι ἐκεῖνά εἰσιν εἴτε λειμωνόθεν ὄροφοι κατὰ τὸν ποιητήν, εἴτε καὶ γῆ ὡς ἐπὶ δωμάτων γίνεται. [Παράγωγον δὲ δοκοῦ καὶ τὰ παρὰ τοῖς παλαιοῖς δόκανα, ὧν χρῆσις καὶ παρὰ Πλουτάρχῳ. ἦσαν δὲ αὐτὰ Διοσκούρων ἀφιδρύματα, ὡς ἐκεῖνος καὶ ἱστορεῖ καὶ ἐκφράζει.] Δόρυ δὲ νῦν τὸ ἁπλῶς ξύλον, [κυριολεκτούμενον ἢ διὰ τὸ ἀποδαρῆναι ἤδη τοῦ φλοιοῦ, ἢ διὰ τὸ χρῆναι παθεῖν τοῦτο.] Τίθεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ δένδρου, ὡς καὶ ἐν τῷ "οὐ γάρ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης". ὑλήεις δὲ ὑπόκειται τῇ παραβολῇ πρὼν πρὸς διαστολὴν τῶν ψιλῶν. εἰκὸς γὰρ ὑλήεντα, τουτέστι δασύν, πρῶνα εἶναι, ᾧ πολλοὶ προσβάλλουσι ποταμοί.

(v. 748) Ὅρα δὲ καὶ τὸ "διαπρύσιον" ληφθὲν ἐνταῦθα οὐκ ἐπὶ φωνῆς, ἀλλ' ἁπλῶς ἀντὶ τοῦ διόλου καὶ [117] οἷον διαπεράσιον, καὶ ἀπό τινος πέρατος εἴς τι ἔτειον πέρας, ὡς εἶναι ὅμοιον τῷ διηνεκὲς ἢ διαμπερές. Τὸ δὲ "τετυχηκώς" πρὸς διαστολὴν οἰκοδομήματος κεῖται, ἃ πολλαχοῦ μέν εἰσι διαπρύσιον πεδίου ἰσχάνοντα προσπλαζόμενον ὕδωρ καὶ τοῦ ἐφεξῆς ῥοῦ ἀνακόπτοντα, οὐ τετυχήκασι δέ, ἀλλὰ κατὰ τέχνην τετυγμένα εἰσί. Δῆλον δ' ὅτι ἐκ τοῦ τυχῶ, δευτέρου μέλλοντος, ἀναδραμόντος εἰς ἐνεστῶτα γέγονεν Ἀττικῶς ὁ τετύχηκα παρακείμενος, ὅθεν ὁ τετυχηκώς. οὕτω πως καὶ ὁ γεγραφηκὼς κινεῖται καὶ ὁ συνδεδραμηκώς.

(v. 749) Ἀλεγεινὰ δὲ ῥέεθρα τὰ ἀλέγεσθαι ἄξια καί, ὡς εἰπεῖν, ἀξιόλογα, καὶ οἷα παρὰ οὕτω μεγάλου πρωνὸς ἀνακόπτεσθαι. καὶ ἔστιν ἐντεῦθεν ἐναχθῆναι εἰς τὸ καὶ τὰ ἐν ἄλλοις αἰπὰ ῥέεθρα εἰπεῖν ἀλεγεινὰ εἴτ' οὖν ἀλγεινὰ καὶ οὕτω καὶ χαλεπὰ μεταληπτικώτερον.

(v. 750) Τὸ δὲ "ἴσχει" πρωτότυπον ῥῆμά ἐστι τοῦ ἰσχάνειν.

(v. 751) Τὸ δὲ "πλάζων" ἀντὶ τοῦ ἀποπλανῶν, ἀνακόπτων, ἀνείργων, οὗπερ αἰτία, ὅτι οὐ δύνανται τὸν τοσοῦτον πρῶνα οὔτε ὑπερβῆναι οὔτε σθένεϊ ῥῆξαι. διὸ ἐξ ἀνάγκης ῥέουσιν ἀνόπιν. καὶ τοῦτό ἐστι τὸ "πᾶσι ῥόον πεδίονδε τίθησιν", ἐξ οὗ καὶ συμβαίνει πλεισταχοῦ πεδία λιμνάζεσθαι. ὅτι δὲ καὶ ἐρράγησαν πολλαχοῦ πρῶνες ὑπὸ ἰφθίμων ποταμῶν ἀλγεινὰ ῥέεθρα ἐπιρρησσόντων, αἱ ἱστορίαι [118] δηλοῦσιν, ἐν αἷς καὶ ὁ Πηνειὸς οὕτω λέγεται διεκδῦναι κατὰ τὰ Θετταλικὰ Τέμπη, λιμνάζων πρὸ τούτου σὺν ἄλλοις ποταμοῖς τὰ ἐκεῖ. Ὅρα δὲ τὸ πλάζων συντελοῦν καὶ εἰς τὸ "νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω ἂψ ἀπονοστήσειν", [καὶ εἰς τὸ "πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός", καὶ εἰς τὸ παλιμπετές, καὶ τὰ ὅμοια.] Τὸ δὲ "οὐδὲ σθένεϊ ῥηγνῦσι ῥέοντες" ἱστορικὴν ἐμφαίνει πολυπειρίαν, ὡς εἰδότος τοῦ ποιητοῦ πολλὰ ὕδατα προσαράξαντα εἰς τοιούτους πρῶνας καὶ ἐκρήξαντα καὶ διαδύντα. Καὶ ζητητέον αὐτὰ ἐν τοῖς τοῦ Περιηγητοῦ, ὅτε ἱστορεῖ τὰ οὕτω συρρέοντα ὕδατα ἢ πλάζεσθαι ἀπὸ τοῦ τοιούτου πρωνός, ὅτε καὶ λιμνάζονται αἱ πεδιάδες, ἢ ἀλλὰ ῥηγνῦντα τὸν πρῶνα ἐκρέειν. ἐξ οὗ ῥηγνύειν καὶ τὰ τῆς ἱστορίας παρῆκται κατά τινας Ῥήγια. Ὅρα δὲ καὶ ὅτι σθένος ἔφη ποταμοῦ, ὥς που καὶ Ὠκεανοῦ μέγα σθένος ἐρεῖ. [Σύμφωνον δὲ τῇ τροπῇ τοῦ σθένεος καὶ τὸ ῥηγνῦσιν, ἐξ οὗ καὶ οἱ ῥηξήνορες ἄνδρες, ἔτι δὲ καὶ τὸ ἴφθιμον. τὸ δὲ ῥηγνύειν καὶ καταράσσειν ἐπὶ ὑδάτων λέγεται.]

(v. 755-761) Ὅτι τοὺς Ἕλληνας φεύγοντας καὶ κλάζοντας ἐν τῷ λαθέσθαι ἀλκῆς ἢ χάρμης, ὅτε καὶ κατεστρώθη ὅπλοις ἡ τάφρος, εἰς ψᾶρας, ὡς καὶ προδεδήλωται, εἰκάζει ἢ κολοιούς, εἰπὼν "τῶν δ' ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα κίρκον, ὅ τε", ἤγουν ὅστις, "σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, ὣς ἄρ' ὑπ' Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν οὖλον κεκλήγοντες ἴσαν", ὅ ἐστιν ἤρχοντο, "λήθοντο δὲ χάρμης. πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ' ἀμφί τε τάφρον φευγόντων Δαναῶν, πολέμου δ' οὐ γίνετ' ἐρωή". Καὶ ὅρα ὡς ταπεινοῖ τοὺς Ἕλληνας τῇ σμικροπρεπείᾳ τῆς παραβολῆς, καὶ ὅτι τὴν αὐτὴν διεγράψατο [119] εἰκόνα καὶ ὅτε τοὺς βαρβάρους ἐδίωκε Πάτροκλος. κραυγαστικὸν δὲ ζῷον καὶ οἱ κολοιοί. καὶ συναγελαστικὰ δέ εἰσιν. ὅθεν καὶ ᾠκείωνται τῇ ῥηθείσῃ παραβολῇ. φασὶ δὲ ταῦτα τὰ ὄρνεα καὶ σκιᾷ ἰδίᾳ μάχεσθαι. ὁ δὲ κολοιὸς καὶ φιλάλληλον, ὅθεν καὶ παροιμία ἐπὶ εὐτελοῦς φιλίας "κολοιὸς πὰρ κολοιὸν ἱζάνει". Μαρτυρεῖ δέ, φασί, καὶ ὁ τρόπος τῆς θήρας αὐτῶν. ἡλίσκοντο γὰρ οὕτω πως. ἐτίθετο κρατὴρ ἔλαιον ἔχων, ἔνθα διαγνοίη ἂν εἶναι καλὸν ὁ θηρητήρ. καὶ οἱ κολοιοὶ ἐπικαθίσαντες τῷ χείλει καὶ τῇ ἐνοπτρικῇ φαντασίᾳ κολοιοὺς ἀληθεῖς ἐν τῷ κρατῆρι δόξαντες εἶναι φιλαλλήλως αὐτῷ ἐμπίπτουσιν ὡς τοῖς ὁμοφύλοις συμμίξοντες καὶ τῷ γλίσχρῳ τοῦ ἐλαίου κακῶς παθόντες εἰς τὸ πτερὸν ἑάλωσαν, καὶ τῆς φιλαλληλίας οὐκ εἰς ἀγαθὸν ἀπώναντο. [Καὶ τοῦτο μὲν τοιοῦτον. Ἐν δὲ τοῖς τοῦ Δειπνοσοφιστοῦ φέρεται, ὅτι κολοιοὶ διαφέροντες πανουργίᾳ, ὅμως ὅταν ἐλαίου κρατὴρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν τῷ ὕδατι ἐμφαινόμενον καταράττουσι, καὶ ἐλαιοβρόχων γενομένων ἡ τῶν πτερῶν συγκόλλησις αἰτία γίνεται αὐτοῖς ἁλώσεως. οὕτω φασὶ καὶ ὄρτυγες ἐν ὀχείας καιρῷ, κατόπτρου ἐξ ἐναντίας αὐτῶν τεθέντος καὶ πρὸ τούτου κειμένου βρόχου, τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ὄρτυγα τῷ κατόπτρῳ, ἐμπίπτουσιν εἰς τὸν βρόχον. Ὅτι δὲ ἐκ τοῦ ψάρ ψαρός γίνεται ψαρὸς ἵππος ὁ κατὰ τὸν ψᾶρα ποικίλος καί, ὡς εἰπεῖν, βαλιός, οὐκ ἔστιν ἀμφιβαλεῖν.]

(v. 755) Νέφος δὲ οὐ παρέργως εἶπε τὸ πολὺ πλῆθος τῶν ψαρῶν καὶ τῶν κολοιῶν, ἀλλ' ὅτι καὶ τὸν ἀέρα ἔστιν οὗ ἐπισκιάζουσι νέφους δίκην τῇ πολλῇ συνεχείᾳ καὶ πυκνότητι. Τὸ δὲ "ἔρχεται" δύναται εἰλῆφθαι γενικῶς ἀντὶ [120] τοῦ πέτεται.

(v. 756) Οὖλον δὲ ἀντὶ τοῦ συνεστραμμένον καὶ ὀξὺ διὰ δειλίαν. οὕτω γὰρ κλάζουσι τὰ δειλαινόμενα. τῶν μέντοι ἡδομένων χαλαρὰ ἡ φωνή. [Δύναται δὲ καὶ ἀντὶ ὀλεθρίου νοηθῆναι, ἵνα ᾖ "οὖλον κεκλήγοντες" ἀντὶ τοῦ σημαντικὸν οὐκ ἀλλοτρίου, ἀλλ' οἰκείου, ὀλέθρου ἰάχοντες. οὕτω γὰρ ὑπόκεινται κλάζειν καὶ αἱ εἰρημέναι ὄρνιθες καὶ οἱ Ἀχαιοί.] Τὸ δὲ "κεκλήγοντες" ἀπὸ τοῦ κεκλήγω ἐστὶν ἐνεστῶτος, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη.

(v. 755) Ἀττικῶς δὲ ἔχει τὸ "νέφος ψαρῶν ἢ κολοιῶν κεκλήγοντες", ὡς εἴπερ ἔφη ψᾶρες καὶ κολοιοὶ κλάζοντες. οὐ γὰρ πρὸς τὸ ἑνικὸν οὐδέτερον νέφος, ἀλλὰ πρὸς τὸ νοητὸν καὶ νῦν ἀπήντησε τῆς λέξεως ὅπερ ἐστὶν οἱ ψᾶρες καὶ οἱ κολοιοί.

(v. 757) Ὅρα δὲ καὶ ὡς κίρκον δηλοῖ σαφῶς εἶναι, ὃς οὐ μείζοσιν ὀρνέοις ἀλλὰ μικροῖς ἐπιτίθεται. [Εἰ δέ τις ὀνοματοποιΐα τὸν κίρκον παράγει, ὥσπερ ἡ κρέξ, τὸ ὄρνεον, ἐκ τοῦ κρέγειν παρῆκται, ἵνα ᾖ ἐκ τοῦ κρίζειν κρίκος καὶ πρὸς ἀποφυγὴν συνεμπτώσεως κίρκος, πρὸς ὁμοιότητα τῆς κρεκὸς καὶ τῆς κερκίδος, οὐκ ἔστιν ἀσφαλῶς ἀποφήνασθαι.] Θηλυκῶς δὲ τὰς ὄρνιθας λέγει, ὡς δηλοῖ τὸ "μικραῖς ὄρνισι", κατὰ ἔθος Ἀττικόν τε καὶ Ἰωνικόν.

(v. 758) Ἡ δὲ τῆς ὑπο προθέσεως μετὰ δοτικῆς σύνταξις ἐν τῷ "ὑπὸ Αἰνείᾳ καὶ Ἕκτορι" πάνυ συνήθης Ὁμήρῳ.

(v. 759) Τὸ δὲ "ἴσαν" δύναται μὲν καὶ ἀπὸ τοῦ εἶμι γίνεσθαι, ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, τοῦ παραληγομένου τῇ ει διφθόγγῳ. μάλιστα δὲ δόξειεν ἂν εἶναι ἀπὸ [121] τοῦ ἑτέρου ἶμι τοῦ παραληγομένου μόνῳ διχρόνῳ. διφορεῖται γὰρ ἡ γραφὴ τοῦ ἶμι ῥήματος κατὰ τοὺς παλαιούς.

(v. 760-761) Σημείωσαι δὲ καὶ ὡς θαυμασίως καὶ πεφεισμένως οὐκ εἶπεν, ὡς φεύγοντες ἔρριψαν ὅπλα, ἀλλὰ ἔπεσον φευγόντων Δαναῶν ὡς οἷα ἐκ τύχης περὶ τὴν τάφρον, ἵνα μὴ ἄντικρυς εἶεν ῥιψάσπιδες. Καὶ τὸ μὲν πρᾶγμα, φασί, μεμίμηται, αἰσχρὸν δὲ οὐδὲν εἴρηκεν, ἀλλὰ καὶ σεμνύνει ἄλλως αὐτούς, εἰπὼν ὅτι πολέμου δ' οὐκ ἐγίνετο ἐρωή. διὰ τοὺς ἀριστεῖς δὲ τοῦτο ἔφη. ἔφευγον μὲν γὰρ ὁ πολὺς ὄχλος λαθόμενος χάρμης, οἱ μέντοι ἄριστοι, ὡς εἰκός, οὐκ εἶχον πολέμου ἐρωήν. Ἰστέον δὲ καὶ ὅτι τὸ "ἔπεσον τεύχεα" ἔστι νοῆσαι καὶ ὡς παρακολούθημα τῶν θνῃσκόντων, ἵνα τὸ τεύχεα πολλὰ πεσεῖν εἴη ἀντὶ τοῦ ὁπλῖται ἔπεσον. καὶ ἔστι πρὸς τοῦτο οἰκεῖον καὶ τὸ "πολέμου δ' οὐ γίνετ' ἐρωή", ἵνα λέγῃ ὅτι πολλοὶ μὲν ἔπεσον, ὅμως δὲ ἡ μάχη οὐκ ἔληξε.

(v. 760) Τὸ δὲ "περί τ' ἀμφί τε τάφρον" δηλοῖ καὶ αὐτὸ τὴν συγγένειαν τῶν τοιούτων δύο προθέσεων ἢ μᾶλλον τὸ μὲν "περὶ τάφρον" σημαίνοι ἂν τὸ κατ' αὐτὴν τὴν τάφρον, τὸ δὲ "ἀμφὶ τάφρον" εἴη ἀντὶ τοῦ ἀμφὶς πανταχοῦ τῆς τάφρου.

(v. 761) Ἡ δὲ ῥηθεῖσα ἐρωὴ λείπεται προθέσεως, ἵνα εἴη καὶ αὐτὴ κατὰ τὸ "ἵπποι δ' ὑπερώησαν", ὅ ἐστιν ἀνεχώρησαν. [122]

ΕΚ ΤΩΝ ΤΗΣ ΣΙΓΜΑ

   Ὅτι ὁπλοποιΐαν τὴν ῥαψῳδίαν ταύτην ἐπιγράφουσιν οἱ παλαιοὶ διὰ τὰ ἐνταῦθα ὅπλα τοῦ Ἀχιλλέως ἅπερ Ἥφαιστος τεύξει. τὸ δὲ ἡρῷον αὐτῆς γνώρισμα τοιοῦτον· σίγμα, Θέτις Ἀχιλῆϊ παρ' Ἡφαίστου φέρεν ὅπλα. καὶ ἄλλως δέ· σίγμα, τεύχεα τεῦξε καμὼν Ἥφαιστος Ἀχιλλεῖ. ὅτι δὲ τὸ σίγμα σὰν λέγεται Δωρικῶς, προδεδήλωται.

(v. 2) Ὅτι τὸν μὲν Ἀντίλοχον πόδας ταχὺν ἐνταῦθα λέγει ὁ ποιητὴς, εἰπὼν "Ἀντίλοχος δ' Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε", τὸν δὲ Ἀχιλλέα προϊὼν ἁπλῶς οὕτω ταχὺν ἐρεῖ. καὶ ἴσως μὲν τὸ αὐτὸ λέγει ἐν ἀμφοῖν. διὸ προϊὼν Ἀχιλῆα λέγει πόδας ταχύν. ἴσως δὲ καὶ πλείω ἔμφασιν ἔχει τὸ ἐν ἁπλότητι τὸν Ἀχιλλέα ταχὺν ῥηθῆναι, ὡς καὶ ἄλλως ὄντα ταχὺν καὶ μὴ μόνον κατὰ πόδας. ἔστι δ' ἐνταῦθα εἰπεῖν καὶ ὅτι καθ' ἑτέραν ἀνάγνωσιν οὐχ' ἁπλῶς ταχύς, ἀλλὰ πόδας ταχὺς ἄγγελος νοεῖται ὁ Ἀντίλοχος.

(v. 3) Ὅτι κραῖρα κεφαλὴ κυρίως ἡ ὀρθία καὶ, ὡς ἂν εἴπῃ τις, κάρη αἰρόμενον, ἵνα ᾖ κάραιρα, καὶ ἐν συγκοπῇ κραῖρα, ἐξ ἧς οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ἥμισυ ἡμίκραιράν φασιν, ὡς εὕρηται καὶ παρὰ τῷ Κωμικῷ. ἀπὸ δὲ ταύτης καὶ νῆες μεταφορικῶς πολλαχοῦ καὶ βόες ὀρθόκραιραι παρὰ τοῖς ποιηταῖς.

(v. 4) Ὅτι ἐπὶ καραδοκοῦντος τὸ ἤδη γεγονὸς καλὸν εἰπεῖν τὸ "τὰ [123] φρονέων ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν".

(v. 8) Ἐπὶ φόβου δὲ μέλλοντος ῥηθήσεται τὸ "μὴ δή μοι τελέῃσι θεὸς κακὰ κήδεα θυμῷ". Ἀχιλλεὺς δὲ τοῦτό φησι, δεδιὼς περὶ τῷ Πατρόκλῳ.

(v. 9) Εἰ δὲ προερρέθη πρός τινος τὸ μέλλον κακόν, οἰκεῖον προσθεῖναι καὶ τὸ "ὥς ποτέ μοι ὁ δεῖνα διεπέφραδε καί μοι ἔειπε". Τοῦτο δὲ κατὰ τοὺς παλαιοὺς ταὐτόν ἐστι τῷ "ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν". ἐκ παραλλήλου γὰρ καὶ ἐκεῖ καὶ ὧδε ταὐτὰ αἱ λέξεις δηλοῦσιν.

(v. 8) Ἰστέον δὲ ὅτι ἐν τῷ "μὴ δή μοι τελέσειε θεὸς κακὰ κήδεα", [λείπει συνήθως τὸ δείδω ἤ τι τοιοῦτον, ἵνα λέγῃ ὅτι δέδοικα μὴ τόδε μοι ποιήσοι ὁ θεός. Τὸ δὲ "κακὰ κήδεα".] πρὸς διαστολὴν κεῖται καλοῦ κήδους, ὃ ἐπὶ ἀγχιστείας λαμβάνεται.

(v. 10 s.) Ἐν τούτοις δὲ κεῖται συναπτῶς καὶ λοξὸς χρησμὸς δοθεὶς ὑπὸ Θέτιδος Ἀχιλλεῖ, λέγων Μυρμιδόνων τὸν ἄριστον ἔτι ζῶντος Ἀχιλλέως χερσὶν ὑπὸ Τρώων λείψειν φάος ἠελίοιο, τουτέστι θανεῖν περιφραστικῶς. ἐπέκρυψε μὲν γὰρ ἐπίτηδες τρόπῳ χρησμολογικῷ, τίς ὁ τοιοῦτος, ἐκβέβηκε δὲ εἰς τὸν Πάτροκλον. Μυρμιδόνας δὲ καὶ νῦν ὡς καὶ πρὸ ὀλίγων τὴν τῶν Μυρμιδόνων στρατιὰν λέγει. οὐ γὰρ δήπου καὶ τοῦ Ἀχιλλέως Μυρμιδόνος ὄντος κρείττων ὁ Πάτροκλος.

(v. 6-12) Ὅτι δεινοὶ τὸ χεῖρον ἐλπίζειν οἱ στέργοντες. Ἀχιλλεὺς οὖν κλονουμένους ὁρῶν τοὺς Ἕλληνας δύσελπίς ἐστιν, ἀγωνιῶν περὶ τοῦ φίλου, καὶ μήπω τι μαθὼν περὶ τοῦ Πατρόκλου δεινόν, ὅμως στοχάζεται τοῦ κακοῦ, λέγων "ὤ μοι ἐγώ, τί δὴ Ἀχαιοὶ νηυσὶν ἐπικλονέονται", καὶ ἑξῆς τὰ προγραφέντα ἕως τοῦ "ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός, σχέτλιος".

(v. 13 s.) Εἶτα καὶ ἠρέμα αἰτιώμενός φησι "ἦ μὴν ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ νῆας ἐπ' ἂψ ἰέναι, μηδὲ Ἕκτορι ἶφι μάχεσθαι". πρὸς ὅπερ εἴ τις εἴπῃ, ὅτι οὐχ' εὕρηται μνησθεὶς ἐκεῖ τοῦ Ἕκτορος Ἀχιλλεύς, ἔστιν εἰπεῖν ὡς τὴν ἑαυτοῦ μέθοδον ἀνακαλύπτει ὁ ποιητὴς ἐνταῦθα, μονονουχὶ λέγων ὡς, εἰ καὶ ἔφη Ἀχιλλεὺς ἐκεῖ "μή τις ἀπ' Οὐλύμποιο [124] θεῶν ἐμβῄη", ἐβούλετο μὲν εἰπεῖν· μή σοι ὁ Ἕκτωρ ἐμβῇ, ἐσχημάτισε δὲ ἄλλως διὰ τὸ σεμνότερον. Σημείωσαι δὲ ὅτι μεγαλοφυῶς ἐν τοῖς ῥηθεῖσιν ὕψωσε τὰ κατὰ τὸν ἑταῖρον Πάτροκλον ὁ Ἀχιλλεύς, ἀπὸ τῆς τῶν Ἑλλήνων φυγῆς στοχαζόμενος αὐτὸν πεσεῖν, καὶ διδοὺς νοεῖν ὡς τοῦ Πατρόκλου ζῶντος οὐκ ἂν ἔφυγον οἱ Ἀχαιοί. προοικονομεῖ δὲ διὰ τούτων Ὅμηρος καὶ τὸ φορητῶς ἀκοῦσαι τὸν Ἀχιλλέα τὸν τοῦ Πατρόκλου θάνατον καὶ μὴ ἀνήκεστόν τι ἑαυτὸν διαθέσθαι. προμεμάλακτο γὰρ τῇ ἐλπίδι καὶ οὐδὲν ἀκαραδόκητον ἤκουσεν.

(v. 12) Ἐν δὲ τῷ "ἦ μάλα δὴ τέθνηκε" τὸ μάλα οὐ τῷ τέθνηκε συντακτέον, ἀλλὰ τῷ ἦ. τὸ μὲν γὰρ εἰπεῖν ὄντως μάλα ὀρθῶς ἔχει, φάναι δὲ ὅτι μάλα τέθνηκε, γελοῖον καὶ ἀδιανόητον. Ἰστέον δὲ ὅτι οὐ πάντῃ ἐντελῶς ἡ κατὰ τὸν Ἀχιλλέα ἠθοποιΐα ἐνταῦθα ἔχει, ἀλλ' ἐχρῆν μὲν ἐν τῷ τέλει αὐτῆς εἰπόντα, ὡς ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ ἐπανελθεῖν, προσθεῖναι καὶ ὅτι ὁ δὲ μὴ ὑπακούσας ἄλλως ἐποίησεν. ἐλθόντος δὲ τοῦ Ἀντιλόχου κατὰ σπουδὴν ἀπεκωλύθη τῆς τοιαύτης ἐννοίας.

(v. 15-17) Διὸ καὶ ὁ ποιητὴς ἐπισημαινόμενος ἔφη "ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα, τόφρα ἦλθεν Ἀντίλοχος ἀγγέλλων τὰ σκυθρωπά.

(v. 6) Τὸ δὲ "ὤ μοι ἐγώ", ἔστι μὲν Ἀττικόν, ἑρμηνεύεται δὲ διὰ τοῦ ἐφεξῆς, ἤγουν τοῦ "ὤ μοι Πηλέος υἱέ". ὡς γὰρ ἐκεῖ ὁ Ἀντίλοχος προσφωνεῖ τὸν Ἀχιλλέα κλητικῶς, οὕτω καὶ ὧδε ὁ Ἀχιλλεὺς ἑαυτὸν ἀφελῶς, ὡς εἴπερ ἔλεγεν ὤ μοι ὦ Ἀχιλλεῦ ἐγώ. τούτου παρ' Εὐριπίδῃ μίμησις τὸ "δύστην', ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ, Ἑκάβη".

(v. 13) Ὅρα δὲ τὸ "σχέτλιος" οὐδὲ νῦν ἐπὶ ἀδικίᾳ ῥηθέν, ἀλλὰ δι' οἶκτον καὶ ληφθὲν ἀντὶ τοῦ τάλας, τλήμων, ἐπίπονος, πολλὰ ἀνασχόμενος καὶ ἀνατλάς, ἢ ὁ πλέον οὗπερ ἐχρῆν σφοδρός. ἔδει γὰρ σχέσθαι καὶ τλῆναι καὶ μὴ ἐπαγαλλόμενον πολέμῳ πρὸς Ἴλιον ἡγεμονεύειν. [Καὶ τοῦτο μὲν εὐφημότερον ὁ Ἀχιλλεὺς εἶπε σεμνύνων τὸν φίλον Πάτροκλον. αὐτὸς δὲ ὁ ποιητὴς πρὸς ἀλήθειαν σκώπτων νήπιον ἐκεῖνον ἐκάλεσεν, ἐπειδὴ μὴ πεισθεὶς ἀγαθῇ παραιφάσει ἑταίρου ὤλετο.]

(v. 14) Τὸ δὲ "νῆας ἐπ' ἂψ ἰέναι" σαφέστερον φθάσας ἔφρασεν ἐν τῷ "ἐκ νηῶν ἐλάσας ἰέναι [125] πάλιν".

(v. 17) Ὅτι τῷ μετὰ πένθους ἀγγέλλοντι τὰ σκυθρωπὰ οἰκεῖον τὸ "δάκρυα θερμὰ χέων φάτο ἀγγελίην ἀλεγεινήν".

(v. 18 s.) Τοιούτου δὲ προσώπου καὶ τὸ "ἦ μάλα λυγρῆς πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι", ὅπερ Ἀντίλοχος τῷ Ἀχιλλεῖ λέγει ἐκ Μενελάου μαθών. δῆλον δ' ὅτι τῆς λυγρῆς ἀγγελίας ἑρμηνευτικὸν τό τε "ἀλεγεινήν" καὶ τὸ "ἣ μὴ ὤφελλε γενέσθαι", ὡς προείρηται.

(v. 20 s.) Ὅτι συντομίας χρὴ παράδειγμα ἔχειν καὶ τὸν τοῦ Ἀντιλόχου ἐνταῦθα λόγον, ὃς γοργότατα πᾶν τὸ κατὰ Πάτροκλον πλατὺ πάθος ἐμπεριγράφει δυσὶν ἔπεσι, τὸν θανόντα εἰπὼν καὶ τοὺς ὑπερμαχοῦντας Ἀχαιοὺς καὶ τὸν κτείναντα, καὶ οὕτως ἱκανῶς ταχύνας τὸ κακάγγελον. Φησὶ γὰρ "κεῖται Πάτροκλος· νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ". Καὶ ὅρα ὅτι τὸ πένθος ἐγκόπτον τὴν πολυλογίαν οὐδὲ τοὺς δύο στίχους ἐντελῶς ἀφῆκε φρασθῆναι. ἐν γὰρ τῷ "νέκυος ἀμφιμάχονται" λείπει ἢ τὸ Ἀχαιοί" ἢ τὸ "Τρῶες καὶ Ἀχαιοί". μάχονται μὲν γὰρ ἀμφότεροι, ὑπερμαχοῦσι δὲ μόνοι Ἀχαιοί. καὶ οὕτω μὲν ἐν τοῖς τοιούτοις καὶ νῦν καὶ ἀλλαχοῦ δὲ βραχυλογεῖ ὁ ποιητής. τοῦτο δὲ οἱ Τραγικοὶ οὐκ ἐζήλωσαν, ἀλλὰ μακρὰς ἐπάγουσι διηγήσεις ταῖς συμφοραῖς, καὶ μάλιστα Εὐριπίδης. κρεῖττον δὲ πάνυ πολλῷ τὸ τοῦ ποιητοῦ. ἐν γὰρ ταῖς μεγίσταις λύπαις οὐ καλὸν πολυλογεῖν εὐθὺς ἐν ἀρχῇ τὸν ἄγγελον, ἵνα μὴ μάτην λαλῇ. ὁ γὰρ ἀκούσας οὐκ εὐκαιρεῖ ἀκούειν μακρᾶς ῥήσεως, ὡς οἷα κωφωθεὶς ἐκ πρώτης τῇ βαρύτητι τοῦ ἀκούσματος. Ἰστέον δὲ καὶ ὅτι, ὡς ἤκουσεν, οὕτω καὶ ἀφηγεῖται ὁ Ἀντίλοχος. καὶ γὰρ ὁ Μενέλαος τεχνικῶς καὶ αὐτὸς ἐστένωσε τὴν ἀφήγησιν, ὅτε τὸν Ἀντίλοχον ἐδίδασκε τὰ κατὰ τὸν Πάτροκλον, καθὰ προγέγραπται. ὅθεν ὠφελημένος ὁ Ἀντίλοχος ἐπὶ πλέον στενοῖ τὸν λόγον οὐδὲ ἐπαινέσας τὸν Πάτροκλον, ὡς ἐκεῖ ὁ Μενέλαος. ἐκεῖνος μὲν γὰρ "πέφαται ἄριστος Ἀχαιῶν" ἔφη, οὗτος δὲ ἠρκέσθη εἰπὼν "κεῖται Πάτροκλος", οὐ γὰρ ἦν ἐπαίνων καιρός. Ὅρα δὲ καὶ ἄλλως τὸ τοῦ Ἀντιλόχου δεξιόν, ἐν οἷς πρὸ τῆς ἀγγελίας εἶπε βραχυλογικῶς. ἐν ἑνὶ μὲν στίχῳ προσεῖπεν "ὤ μοι Πηλέως υἱὲ δαΐφρονος", ἐν ἑτέρῳ δὲ προανεφώνησεν ὡς ἐν προκατασκευῇ εἰπὼν "ἦ μάλα [126] λυγρῆς πεύσεαι ἀγγελίης", ἐν δυσὶ δὲ διηγήσατο "κεῖται Πάτροκλος" καὶ ἑξῆς, ὡς τοῦ καιροῦ μὴ διδόντος πολλὰ λέγειν. Ἔτι ὅρα καὶ ὡς κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν ποικίλως ἐν οἷς λέγει παραμυθεῖται τὸν Ἀχιλλέα, οἰκειωσάμενός τε τὴν συμφορὰν ἐν τῷ εἰπεῖν "ὤ μοι", καθὰ καὶ αὐτὸς Ἀχιλλεὺς πρὸ τούτου "ὤ μοι ἐγώ" εἶπεν, ἔτι δὲ καὶ τοῦ Πηλέως ἀναμνήσας, ἵνα καὶ ὡς τοιούτου πατρὸς ὢν μετριάσῃ τὴν συμφοράν, καὶ τὴν ἀγγελίαν δὲ λυγρὰν εἰπών, καὶ οὕτω προμαλάξας τὸν Ἀχιλλέα τῇ δυσελπιστίᾳ καὶ οὐκ εὐθὺς ἀπαγγείλας τὸ δυσχερές.

(v. 20) Τὸ δὲ "νέκυος ἀμφιμάχονται" χρὴ νοῆσαι παραμυθητικόν, ὡς περιμαχήτου ὄντος τοῦ νεκροῦ.

(v. 21) Τὸ δὲ περὶ τοῦ Ἕκτορος πάνυ ἀρίστως ἔχει. ἐρεθίζει γὰρ τὸν Ἀχιλλέα εἰς μάχην, ἵνα ταχὺ ἐκδραμὼν εἰς ἄμυναν ἀποπλήσῃ τὸν θυμὸν καὶ μὴ ἐπὶ πολὺ τρύχοιτο παθαινόμενος. ὥστε ἡ πᾶσα τοῦ Ἀντιλόχου ἀγγελία τε καὶ λαλιὰ δεξιῶς δεδείνωται δίχα μόνων δύο λέξεων, τοῦ "κεῖται Πάτροκλος". ἐν ταύταις γὰρ καὶ μόναις ἐστὶ τὸ τοῦ διηγήματος ἁπλοῦν.

(v. 19) Ὅρα δὲ τὸ "πεύσεαι" μετὰ γενικῆς ταχθέν. "λυγρῆς" γάρ, φησί, "πεύσεαι ἀγγελίης", ὡς καὶ πρὸ ὀλίγων "ὄφρα πύθηαι λυγρῆς" καὶ ἑξῆς.

(v. 22-27) Ὅτι τὸν Ἀχιλλέα, μαθόντα ὡς τέθνηκε Πάτροκλος, "ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χαρίεν δ' ᾔσχυνε πρόσωπον, νεκταρέῳ δὲ χιτῶνι μέλαιν' ἀμφίζανε τέφρη. αὐτὸς δ' ἐν κονίῃ μέγας μεγαλωστὶ τανυσθεὶς κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων". Ταῦτα δὲ οἰκεῖα λεχθῆναι εἰς πάντα τὸν οὕτω παθαινόμενον. πολὺ δὲ τὸ εἰς τὸν Πάτροκλον φίλτρον τῷ Ἀχιλλεῖ, οὕτω διατεθειμένῳ ἐπὶ τῷ ἐκείνου θανάτῳ. καλῶς ἄρα πολὺ φίλτατον ἑταίρων αὐτὸν ἔλεγε. Σημείωσαι δὲ ἐν τούτοις ὡς τὴν ἐκ λύπης συνοχὴν καὶ πύκνωσιν νεφέλην ἐκάλεσε μέλαιναν, ὑφ' ἧς ὁ νοούμενος ἐπιπροσθεῖται ἥλιος. εἴη ἂν οὖν τὸ ἐναντίον οἷόν τι φῶς τὸ "αἴ κέν τι φόως Δαναοῖσι γένοιο", ἤγουν ἡδονή τις καὶ χάρμα. Ὅρα δὲ καὶ ὅτι εἰς [127] ταὐτόν τι ἐνταῦθα ἔοικεν ἀγαγεῖν κόνιν, αἰθάλην καὶ τέφραν. εἰπὼν γὰρ "κόνιν αἰθαλόεσσαν" ἐπάγει "μέλαινα τέφρα", τὴν αἰθαλόεσσαν κόνιν τέφραν καλέσας.

(v. 24) Τὸ δὲ "ᾔσχυνεν" ἀντὶ τοῦ ἀκαλλὲς ἐποίησεν. ἀντίκειται γὰρ ὥσπερ τὸ αἶσχος τῷ κάλλει καὶ τὸ αἰσχρὸν τῷ καλῷ, οὕτω καὶ τὸ αἰσχύνειν τῷ καλλύνειν. καὶ ἔστιν ἡ λέξις καιρία. διὸ καὶ ἐπέμεινεν αὐτῇ, εἰπὼν "χαρίεν ᾔσχυνε πρόσωπον", τὸ πρῴην δηλαδὴ καλόν, καὶ "κόμην ᾔσχυνε", τὴν ξανθὴν καὶ καλήν. Ὅτι δὲ τὸ χαρίεν, ἤτοι τὸ μετέχον χάριτος, πρὸ μιᾶς ἔχει τὸν τόνον, προδεδήλωται.

(v. 25) Χιτῶνα δὲ νῦν τὸ ἐπιπολάζον ἱμάτιον ἔφη, καὶ οὐκ ἐξ ἀνάγκης τὸ ἀμέσως ἐπικεχυμένον τῷ σώματι, εἰ μὴ ἴσως μονοείμων ἔτυχεν εἶναι νῦν ὁ Ἀχιλλεύς. Εἰς δὲ τὸ "νεκταρέῳ χιτῶνι" ἐνθυμητέον καὶ τὰ ἄμβροτα εἵματα, ἐν οἷς θειότης ἐνδύσεως δηλοῦται ἀπὸ τῆς κατὰ μῦθον ἀμβροσίας καὶ τοῦ ὁμοίου νέκταρος. [Τὸ δὲ "μέλαινα" οὐκ ἐκ παραγωγῆς ἔχειν ἔλαχε τὴν παραλήγουσαν δίφθογγον, ἀλλ' ἐκ τοῦ μέλανος ἐπενθέσει τοῦ ι γίνεται. οὐ μὴν τοιοῦτον ἡ θεράπαινα καὶ τὰ κατ' αὐτήν, οὐδὲ ἡ γείταινα καὶ ἡ τέκταινα, οὐδὲ ἡ ἐκ τοῦ θεός θέαινα καὶ ἡ ἐκ τοῦ λύκος λύκαινα, οἷς ὅμοιον καὶ ἡ Γνάθαινα, τὸ κύριον, οὐδὲ ἡ παρὰ Διφίλῳ τούταινα, τὸ πάντῃ ξενίζον, ὃς ἐπιτιμᾷ τινι ὡς κακῶς τὰ τεῦτλα τουταίνας καλοῦντι, οὐδὲ ἡ σκόρπαινα. δοκεῖ δὲ ἐν τοῖς πλείοσι τῶν τοιούτων παρεισδῦναι ἀναλογία τοῦ μεσαιπόλιος. [128] προϋπάρχοντος γὰρ ἐν αὐτοῖς τοῦ ο, εἶτα τραπέντος εἰς α συνήθως, καὶ προσλαβόντος τὸ ι, παράγονται πολλὰ τῶν διὰ τοῦ αινα θηλυκῶν. οὕτω γὰρ ἐκ τοῦ γείτονος καὶ τέκτονος ἡ γείταινα καὶ τέκταινα. καὶ θεράπαινα δὲ καὶ λέαινα ὁμοίως ἂν σκευωροῖντο. οὕτω δέ πως καὶ τῶν ἄλλων τὰ πολλά, ἐν οἷς καὶ ζύγαινα καὶ φάλαινα καὶ ὕαινα χερσαῖά τε καὶ ἰχθύς. ὅτι δὲ καὶ σκόρπαινα, ὁ θῆλυς σκορπίος ὁ κατὰ θάλασσαν, δηλοῖ ὁ γράψας τὸ "καὶ σκορπαίνας καὶ σκορπίους πολλάκις ἡμεῖς ἐφάγομεν".] Ἐν δὲ τῷ "ἀμφίζανε" τὸ ἐγκάθετον καὶ παράμονον τῆς τέφρας δηλοῖ διά τε τὸ πλῆθος καὶ ἴσως καὶ δι' ὑγρότητα ἢ δακρύων ἢ ἱδρώτων, ὅθεν ὡσεὶ καὶ πηλοποιηθὲν τὸ τῆς τέφρας λεπτὸν ἐνεκάθητο.

(v. 26) Τὸ δὲ "μέγας μεγαλωστί" ἐνδιαθέτως νῦν ἔφη ὁ ποιητής, ἐν ἄλλοις δὲ οὐχ' οὕτω. εἶχε γάρ τι καὶ μυκτῆρος ἐκεῖ ὁ λόγος.

(v. 27) Τὸ δὲ "φίλαις χερσίν" ἔχει τι καὶ οἴκτου. μονονουχὶ γάρ φησιν, ὡς ταῖς ἑαυτοῦ χερσὶ καθ' ἑαυτοῦ ἐχρᾶτο. εἰ δὲ μὴ καὶ δακρύων πεπλῆσθαι λέγεται, καὶ οὐδὲ θαλερὴ ἔσχετό οἱ φωνή, ἃ πρὸ μικροῦ Ἀντίλοχος ἔπαθεν, ἀλλὰ τοῦτο νῦν οὐ πάσχει οἷα τὸν τοῦ Πατρόκλου καραδοκήσας καὶ ἤδη προϋπιδόμενος θάνατον καὶ διὰ τοῦτο προμεμαλαγμένος, ὡς εἴρηται. Ὅτι τὰ ἐν βίῳ καὶ συνήθη μιμητικῶς φράζων ὁ ποιητὴς τήν τε μητέρα Θέτιν ποιήσει διατιθεμένην ἐπὶ τῷ υἱῷ, καθάπερ εἰκός, καὶ τὸν Ἀντίλοχον τὸ φιλικὸν πληροῦντα ὅσιον, καὶ οὐδὲ τὰς παρὰ τῷ Ἀχιλλεῖ αἰχμαλώτους ἀπαθεῖς ἀφίησι, διά τε τὸ φύσει τοιοῦτον ‑ κάρτα γὰρ φίλοικτον γυνή ‑ , καὶ πρὸς χάριν τοῦ δεσπότου, καὶ διὰ τοῦ Πατρόκλου ἐνηές, καὶ διὰ μνήμην δὲ τῶν οἰκείων κατὰ τὸ "Πάτροκλον πρόφασιν", ὅπερ ἐν ἄλλοις ἐρεῖ.

(v. 2831) Καὶ τέως περὶ τῶν αἰχμαλώτων φησὶν οὕτω "δμῳαὶ δ' ἃς Ἀχιλλεὺς ληΐσατο Πάτροκλός τε, θυμὸν ἀκηχέμεναι μεγάλα ἴαχον, ἐκ δὲ θύραζε ἔδραμον ἀμφ' Ἀχιλλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι [129] στήθεα πεπλήγοντο, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης". φιλοπενθὴς γάρ, φασί, γυνὴ βάρβαρος αἰχμάλωτος. καὶ οὕτω μὲν αὐταί, ὧν τὰ πάθη καθ' Ὅμηρον φρασθέντα χρήσιμα εἰς λόγου πενθίμου γραφήν, ὡς καὶ ἄλλα πολλὰ τοῦ τοιούτου τόπου.

(v. 32-34) "Ἀντίλοχος δ' ἑτέρωθεν ὀδύρετο", φησί, "δάκρυα λείβων, χεῖρας ἔχων Ἀχιλῆος· ὃ δ' ἔστενε κυδάλιμον κῆρ· δείδιε γὰρ μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ". καὶ οὕτω μὲν καὶ ποιεῖ καὶ ὑποπτεύεται Ἀχιλλεὺς δι' ὑπερβολὴν πένθους. Πλάτων δὲ ὕστερον ἐν ταῖς Πολιτείαις μὴ δεῖν λέγει τοιαῦτα ποιεῖν ὑπὲρ τεθνεώτων ὡς δεινόν τι πεπονθότων.

(v. 28) Ἐν δὲ τοῖς ῥηθεῖσι τὸ μὲν "Ἀχιλλεὺς ληΐσατο Πάτροκλός τε" σεμνύνει τὸν κείμενον ὡς τῷ Ἀχιλλεῖ συναριστεύοντα. οὕτω καὶ τῷ Θησεῖ πρὸς κλέους ἦν, ὅτι τῷ Ἡρακλεῖ ἔργων τινῶν συνεφήπτετο, καθὰ καὶ παροιμία δηλοῖ, λέγουσα τὸ "οὐκ ἄνευ γε Θησέως" ἐπὶ τῶν σὺν ἑτέροις εὐδοκιμούντων.

(v. 30) Τὸ δὲ "δαΐφρονα" δόξοι ἂν ἴσως ὁπωσοῦν ἀφορᾶν καὶ πρὸς τὸ "κόμην ᾔσχυνε δαΐζων", ἵνα μὴ μόνον καθ' ἑτέρων δάϊος ἀλλὰ καὶ καθ' ἑαυτοῦ εἴη ὁ Ἀχιλλεύς.

(v. 34) Τὸ δὲ "μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ" ἀμφίβολόν φασιν ἔχειν ἔννοιαν. ἢ γὰρ εἶχε τὰς τοῦ Ἀχιλλέως χεῖρας ὁ Ἀντίλοχος φόβῳ τοῦ μὴ ἑαυτὸν διαχρήσασθαι, ἢ αὐταὶ μὲν εἴχοντο, ἵνα μὴ καταχέηται κόνιν, Ἀχιλλεὺς δὲ ἔστενε, δεδιὼς μὴ ὁ Ἕκτωρ ἀπεδειροτόμησε Πάτροκλον, ἐλλιπῶς τοῦτο φράσαντος τοῦ ποιητοῦ πρὸς φύσιν τοῦ τὴν πολυλογίαν ἐγκόπτοντος πάθους, ὃ καὶ Ἀντίλοχος ἔπαθεν ἐν τῷ "νέκυος δὲ δὴ ἀμφιμάχονται". ὡς γὰρ ἐκεῖνος τοὺς ἀμφιμαχομένους ἐσίγησεν, οὕτω καὶ Ἀχιλλεὺς τὸν δειροτόμον Ἕκτορα.

(v. 35-38) Ἐπὶ δὲ τούτοις ὁ ποιητὴς καὶ τοὺς ἐκ τῆς Θέτιδος λόγους ἀνακινῶν, οἷα ἐκ τῶν μικροτέρων εἰς τὸ [130] μεῖζον καὶ πρὸ ἔργου ἥκων, φησίν, ὡς Ἀχιλλεὺς μὲν "σμερδαλέον ᾤμωξεν, ἄκουσε δὲ πότνια μήτηρ ἡμένη", ὡς καὶ ἐν τῇ α΄ κεῖται ῥαψῳδίᾳ, "ἐν βένθεσιν ἁλὸς παρὰ πατρὶ γέροντι, κώκυσέ τ' ἂρ ἔπειτα, θεαὶ δέ μιν ἀμφαγέροντο πᾶσαι, ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν". ἃς καὶ ἀπαριθμεῖται, πλὴν οὐ πάσας διὰ τὸ μήδ' ἐνταῦθα πάνυ ἐπαγωγὸν τῆς ἐν ὀνόμασι τοιοῦτοις διατριβῆς, ἴσως δὲ καὶ διὰ τὸ μὴ ἔχειν μηδὲ νῦν εὐπορίαν πλάσεως τοσούτων ὀνομάτων δεξιᾶς καὶ εὐπροσίτου τοῖς ἀκροαταῖς.

(v. 39-48) Διὸ καὶ ὀλίγον τι ὑπὲρ τὰς τριάκοντα μετρήσας, εἰρησομένας κατωτέρω, Νηρηΐδας, τὰς λοιπὰς ἐκ τῶν πεντήκοντα εἰς τὸ ἀόριστον ῥίπτει, εἰπὼν "ἔνθ' ἂρ ἔην Γλαύκη τε Θάλειά τε", καὶ ἑξῆς ἡ δεῖνα καὶ δεῖνα ἕως τοῦ "ἐϋπλόκαμός τ' Ἀμάθεια".

(v. 49) Εἶτα παραδεικνὺς δύνασθαι τοὺς λογίους ἄνδρας ἐκ τῶν κατὰ βάθος θαλάσσιον καὶ ἄλλα θεῖναι ὀνόματα Νηρηΐδων ἐπάγει "ἄλλαι θ' αἳ κατὰ βένθος", καὶ ἑξῆς, ὡς κεῖται ἀνωτέρω. καλῶς ἄρα φθάσας παρεσημήνατο τὸ "πᾶσαι ὅσαι κατὰ βένθος ἦσαν". τὸ γὰρ "ὅσαι ἦσαν" ὑποδηλοῖ καὶ ἀπεῖναί τινας ἐκ τῶν ὅλων, αἳ δι' αὐτὸ δῆθεν οὐδ' ἠριθμήθησαν.

(v. 52 s.) Εἶτα καὶ τὸν κωκυτὸν τῆς μητρὸς ἐκτιθεὶς πρῶτον μὲν ὑποτίθεται βραχυτάτην προοιμιακὴν ἔννοιαν τοιαύτην "κλῦτε κασίγνηται, ὄφρα εὖ πᾶσαι εἴδετ' ἀκούουσαι, ὅσ' ἐμῷ ἐνὶ κήδεα θυμῷ".

(v. 54-64) Εἶτα ἐπάγει τὸ οἴκτιστον ὤ μοι ἐγὼ δειλή, "ὤ μοι δυσαριστοτόκεια, ἣ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε ἔξοχον ἡρώων, ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος, τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς, νηυσὶν ἐπιπροέηκα εἰς Ἴλιον Τρωσὶ μαχησόμενον· τὸν δ' οὐχ' ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο, ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι. ἀλλ' εἶμ' ὄφρα ἴδοιμι φίλον τέκος ἠδ' ἐπακούσω, ὅτι μιν ἵκετο πένθος ἄπο πτολέμοιο μένοντα". Καὶ ὅρα τὴν μονῳδίαν τῆς Θέτιδος, πολλὰ καὶ αὐτὴν ἔχουσαν χρήσιμα ἐν καιρῷ τοῖς μονῳδικῶς γράφουσι. Καὶ νῦν μὲν ἡ μήτηρ πενθεῖ καθ' ἑαυτὴν οὖσα, γενομένη δὲ παρὰ τῷ υἱῷ Ἀχιλλεῖ μικρὸν ὅσον, ἐπεὶ παρηγορίας ἐκείνῳ [131] ἔδει, τοιαῦτα μὲν οὐ λέγει, παραμυθεῖται δὲ ὡς χρεὼν ὂν χαίρειν αὐτόν, εἰ πάντα τετέλεσται ἐκ Διός, ὡς αὐτὸς εὔχετο, τὸ πάντας δηλαδὴ τοὺς Ἀχαιοὺς ἐπὶ ταῖς ναυσὶν ἀλῆναι αὐτοῦ ἐπιδευομένους, παθέειν τ' ἀεκήλια ἔργα". καὶ αὐτὴ μὲν οὐδὲν οὕτω πένθιμον φθέγγεται, μὴ καὶ ἐπαυξήσῃ τὸ πένθος τῷ υἱῷ. Ἀχιλλεὺς μέντοι αὐτὴν οἰκτίσεται ἐν τῷ "ὡς ὄφελες σὺ μὲν αὖθι μετ' ἀθανάτῃσιν ἁλίῃσι μένειν" καὶ ἑξῆς, οὐ μόνον ὡς μητέρα τοιαύτην, καὶ οὕτω ταχὺ αὐτῷ ἄρτι ἐλθοῦσαν παρήγορον, ἀλλὰ καὶ ἵνα κολακεύσας ὑπαγάγηται εἰς ἃ θέλει, ὧν τὸ κεφάλαιον ἡ ὁπλοποιΐα, εἰς ἣν καὶ τοῦ παιδὸς μὴ ἀξιώσαντος ἡ μήτηρ σπεύσει, τὰς μὲν Νηρηΐδας πέμψασα, ὅθεν ἦλθον ‑ ὁ γὰρ μῦθος ἐφεπομένας ἀνθρωπίνως πενθούσῃ τῇ ἀδελφῇ αὐτὰς ἐποίησεν εἰπὼν "αἳ δὲ σὺν αὐτῇ δακρυόεσσαι ἴσαν" ‑ , αὐτὴ δὲ ἀνελθοῦσα εἰς τὸν Ἥφαιστον, ὃς ὅπλα χαλκεύσει τῷ Ἀχιλλεῖ.

(v. 53) Ἰστέον δὲ ὅτι τὸ μὲν "εἴδετε", ὅπερ ἐστὶ δηλοῦν γνῶσιν ἢ θέαν, ἐνεστώς ἐστιν ὁριστικὸς πεζογράφοις ἄχρηστος.

(v. 54) Τὸ δὲ "δυσαριστοτόκεια" δηλοῖ μὲν τὸ ἐπὶ κακῷ τετοκυῖα τὸν ἄριστον. καί φασιν ἐντεῦθεν μεταλαβοῦσαν τὴν Ὀλυμπιάδα εἰπεῖν περὶ Ἀλεξάνδρου, ὡς κρείσσων γέγονεν ἢ μητρὶ συνέφερε. Σημειοῦνται δὲ οἱ παλαιοὶ τὴν Ὁμηρικὴν λέξιν ταύτην ὡς ἐκ τριῶν σύνθετον, λέγοντες σπανίως εὑρίσκεσθαι τὰς τοιαύτας παρὰ τοῖς σπουδαιοτέροις τῶν ποιητῶν, πλεονάζειν δὲ αὐταῖς μάλιστα τοὺς Κωμικούς. φαίνεται δὲ προϋπάρχειν ἡ δυσαριστοτόκος, καὶ ἀπ' αὐτῆς ἡ δυσαριστοτόκεια. οὕτω γάρ φασιν οἱ Τεχνικοὶ εἶναι πρωτοτόκον καὶ πρωτοτόκειαν. [Ὁμοία δέ τις τριῶν λέξεων σύνθεσις παρ' Ὁμήρῳ καὶ ἐν τῷ παναώριος.]

(v. 56) Τὸ δὲ "ἔρνεϊ ἶσος" παραβολὴν ἐμφαίνει τοῦ τῆς ἐλαίας ἔρνους, ἣν ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ ἐπὶ Εὐφόρβῳ πλατέως ἔφρασεν ὁ ποιητής. ἐρρέθη δὲ οὕτω συντομώτατα διὰ τὸ τοῦ προσώπου ποιόν. οὐ γὰρ εἶχεν ἡ Θέτις ἐν τοιούτῳ πένθει καλλιλογεῖν. διὸ καὶ τὸ "ὡς φυτὸν γουνῷ ἀλωῆς" ὁμοίως ἔφρασε. τίς δὲ ὁ [132] γουνός, καὶ περὶ ἁλωῆς δέ, ἀλλαχοῦ ῥηθέντα κεῖται.

(v. 57) Τὸ δὲ "ἀνέδραμε" τὸ ταχὺ καὶ μέγα δηλοῖ τῆς αὐξήσεως.

(v. 64) Τὸ δὲ "ἄπο πολέμοιο μένοντα" ὑπολαλεῖ ἀφελῶς κατὰ γυναικεῖον ἦθος τὸ μὴ χρῆναι πενθεῖν τὸν υἱὸν οὕτως ἠρεμοῦντα καὶ μὴ δεδυκότα πολύδακρυν πόλεμον. Ἰστέον δὲ καὶ ὅτι Ὅμηρος μὲν ἐπίστροφον τοῦ υἱοῦ πλάττει τὴν Θέτιν καὶ οὐδαμοῦ ἑτεροίαν, οἱ δὲ νεώτεροι τῶν ποιητῶν φασιν, ὅτι δωδεκαταῖον ὑπὸ Θέτιδος καταλειφθέντα τὸν Ἀχιλλέα Χείρωνι παρέδωκεν ὁ Πηλεὺς τραφῆναι.

(v. 76) Τοῦ δὲ "ἀλῆναι" προϋπόκειται μετοχὴ ποιητικὴ ὁ ἀλείς καὶ δύσχρηστον ῥῆμα τὸ ἤλη, ὃ διαλυθὲν ἐάλη γίνεται παρὰ τῷ ποιητῇ ὁμοίως τῷ ἐάγη.

(v. 77) Ἀεκήλια δὲ ἔργα ἢ τὰ μὴ ἡσυχαστικὰ κατὰ στερητικὴν σύνθεσιν καὶ παραγωγὴν ἐκ τοῦ ἕκηλος, ἢ τὰ μὴ ἑκούσια, καὶ ὡς εἰπεῖν, ἃ ἔπασχον "πόλλ' ἀεκαζόμενοι". καὶ ταῦτα μὲν οὕτω. Ἰστέον δὲ ὡς ὀνόματα ταῖς ἀνωτέρω μνημονευθείσαις Νηρηΐσιν Ὅμηρος πλάττει, καθά που καὶ Ἡσίοδος, ἀπὸ τῶν συμβεβηκότων ἢ ἄλλως ἐνθεωρουμένων τῇ τε θαλάσσῃ καὶ τῷ στοιχείῳ τοῦ ὕδατος.

(v. 39) Οἷον Γλαύκη μέν τις αὐτῶν καλεῖται διὰ τὸ τῆς θαλάσσης ἔστιν ὅπου γλαυκόν, γλαυκὴ μέν τις οὖσα, βαρυνθεῖσα δὲ πρὸς [133] διαφορὰν ἐπιθέτου, ὡς κύριον. καθὰ καὶ ἡ Θόη μετ' ὀλίγα οὐ τονοῦται ὀξέως ἀλλὰ βαρὺν τόνον ἔχει πρὸς διαστολὴν τῆς ἐπιθετικῶς λεγομένης θοῆς, ἣ καὶ αὐτὴ παρὰ τὸ θέειν γίνεται. Θάλεια δὲ διὰ τὸ τοῦ στοιχειακοῦ ὕδατος ζῳογόνον ἔν τε ἄλλοις καὶ ἐν φυτοῖς δέ, ἐφ' ὧν τὸ θάλλειν κυριολεκτεῖται. ὅτι δὲ καὶ μία τῶν Μουσῶν ἐστι Θάλεια, καὶ ὅτι καὶ δαιτὸς ἐπίθετον τοῦτο, πολλαχοῦ εἴρηται. καὶ ὅτι δὲ οὐδὲ τὸ θαλάττιον ὕδωρ ἐστέρηται εἰς τὸ πᾶν τοῦ ποιεῖν θάλλειν, ὡς δηλοῦσι δίχα φυκίων καὶ μνίων καὶ οἱ ἀρὰ τῇ ἱστορίᾳ βαλανηφαγοῦντές που θύννοι, δῆλόν ἐστι καὶ αὐτό. μαρτυροῦσι δὲ τῷ λόγῳ καὶ οἱ Θρᾴκιοι Ῥηγῖνοι, παρ' οἷς ἡ κατὰ σφᾶς ἐκ θαλαττίου στομίου λίμνη τῇ τῶν ἀμπέλων φυτείᾳ συμβάλλεται, τοὺς τῶν φυτῶν βόθρους τοῦ κατ' αὐτὴν ὕδατος ἐμπιπλῶσα, ἔνθα δυσμετακόμιστόν ἐστι τὸ γλυκύ. καὶ ἄλλως δὲ αὕτη Θάλεια κατὰ τὴν δαῖτα, διὰ τὸ ἐκεῖθεν ζωηρὸν οὐ μόνον τοῖς ἐναλίοις ἀλλὰ καὶ τοῖς ἔξω ἐμπορικοῖς τε καὶ λοιποῖς, ὧν χάριν καὶ Δωτὼ Νηρηῒς πέπλασται, ὡς ῥηθήσεται.

(v. 39 et 41) Κυμοδόκη δὲ καὶ Κυμοθόη διὰ τὰ κύματα. Ἰστέον γὰρ ὅτι εἰσί τινα τῶν τοῦ ὕδατος, ἐξ ὧν ἑκάστου διάφορα τῶν τινες Νηρηΐδων κοινοῦνται ὀνόματα, οἷον τὸ Ἴαιρα καὶ Ἰάνειρα καὶ Ἰάνασσα, ἴσως δὲ ἀκολούθως τοῖς δυσὶ τούτοις καὶ τὸ Καλλιάνειρα καὶ Καλλιάνασσα, παρὰ τὸ ἰαίνειν, ἐπεὶ τοιοῦτον τὸ [134] στοιχεῖον εὐφρόσυνον δηλαδὴ πολυτρόπως. ὅθεν καί τις Νηρηῒς Μελίτη λέγεται, ὡς πολλοῖς αἰτία γλυκασμοῦ. οὕτω καὶ διὰ τοὺς θαλαττίους ἤχους ἡ μέν τις Κλυμένη, ὡς οἷον κλυτὴ καὶ ἐξάκουστος, ἡ δὲ Ἀγαυὴ διὰ τὸ ἄγαν αὔειν, Δωτὼ δὲ καὶ Δωρὶς διὰ τὰς ἐκ θαλάσσης ἀγαθὰς ὁπωσοῦν δόσεις. ὁμοίως καὶ Θόη, ἢ μάλιστα, ὡς ἐρρέθη, θοή, οὐ μόνον διὰ τὸ ταχὺ τοῦ ὕδατος ὅτε προρρέει, ἀλλὰ καὶ διότι θεούσαις ὑπόκειται ναυσί. διὸ οὐ μόνον ἡ ῥηθεῖσα Κυμοθόη σύνθετος ἐξ αὐτῆς, ἀλλὰ καὶ Ἀμφιθόη ἑτέρα. διὰ δὲ τοῦτο καὶ ἄλλη τις Φέρουσα καθ' ὁμοιότητα τοῦ Φόρκυνος θαλαττίου δαίμονος. Νησαίη δὲ καὶ Ἀκταίη καὶ Σπειὼ διὰ τὰς περὶ θάλασσαν νήσους καὶ τὰς ἀκτὰς καὶ τὰ κατ' αὐτὴν σπέη, ὅ ἐστι σπήλαια, ὁποῖα πολλὰ ἐκεῖ, καθὰ δηλοῖ καὶ τὸ "ἀργύφεον πλῆτο σπέος", καὶ τὸ "ὣς ἄρα φωνήσασα Θέτις λίπε σπέος". οὕτω δὲ καὶ Ἀμάθεια παρὰ τὴν ἄμαθον, ἣν οὐ καλῶς τινες Ἀμάθυιαν ἐτόλμησαν γράφειν πρὸς ὁμοιότητα τοῦ Ὠρείθυιαν. αὕτη μὲν γὰρ φύσει ἔχουσα τὸ υ δίχρονον ἐν τῇ παραληγούσῃ ἐκ τοῦ θύειν, ὅ ἐστιν ὁρμᾶν, εἰκότως τῇ υι διφθόγγῳ παραλήγεται κατὰ τὸ κυνάμυια. παρὰ τὸ θύειν γὰρ ἐν ὄρει γίνεται ἐκτάσει τοῦ ο εἰς ω. τῆς δὲ Ἀμαθείας προϋποκειμένη ἡ ἄμαθος, ἀπρόσβατός ἐστι τῇ υι διφθόγγῳ. ἔστιν οὖν ὡς ἀριστοτόκος, ἀριστοτόκεια, οὕτως ἄμαθος, Ἀμάθεια. Ἁλία δὲ παρ' αὐτὴν τὴν ἅλα, ἐξ ἧς καὶ κοινὸν τοῦτο πάσαις ἐπίθετον, ὡς δηλοῖ τὸ "μετ' ἀθανάταις ἁλίῃσι". Λιμνώρεια δὲ παρώνυμος λιμνῶν καὶ ὀρέων, ἃ δηλαδὴ πολλαχοῦ [135] θάλασσαν ὑποξύουσι, καθὰ καὶ Ὠρείθυια κατὰ ἔκτασιν τῆς ἀρχούσης ἡ ἐν ὄρει που ἔστιν οὗ θύουσα ἢ διὰ τὰ καὶ ἐν ὄρεσιν ὕδατα. Πρωτὼ δὲ διὰ τὸ πρωτεῦον τοῦ ὕδατος καὶ ἀρχικόν. διὸ καὶ Νημερτὴς καὶ Ἀψευδὴς ἕτεραι δύο αὗται Νηρηΐδες τῇ αὐτῇ ἐννοίᾳ διοικούμεναι, τῇ δῆθεν ἀληθέστερον ἀρχικῇ, ὡς τῶν ἄλλων τριῶν στοιχείων ψευδομένων οἷον τὸ ἀρχικὸν διὰ τὸ δοκεῖν ἐξ ὕδατος τὰ λοιπὰ ὡς ἀπ' ἀρχῆς τινος γίνεσθαι. οὕτω δὲ καὶ τὸ Καλλιάνασσα καὶ τὸ Ἀγαυή καὶ Κλυμένη τοῦ κατὰ τὸ ὕδωρ ἀρχικοῦ δόξαιεν ἂν οὐκ ἀφυῶς ἔνδειξις εἶναι, τὸ μὲν διὰ τὴν τοῦ ἀνάσσειν ἀξίαν, τὸ δὲ διὰ τὸ ἐκ τοῦ ἄρχειν γαῦρον καὶ περίκλυτον. καὶ ἄλλως δέ, Νημερτὴς καὶ Ἀψευδὴς ὀνόματα θαλαττίων δαιμόνων διὰ τὸ εἰς ὅρκον τοῖς τότε πίπτειν τὴν θάλασσαν, ὡς δηλοῖ τὸ "χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλεν ἅλα μαρμαρέην", ὅ ἐστι μαρμαίρουσαν, ἐκ τοῦ μαίρειν, ἐξ οὗ καὶ Μαῖρα Νηρηΐς, οἱονεὶ ἡ λαμπρά. ᾗ ἀκόλουθος καὶ ἡ Πανόπη, ἔτι δὲ καὶ ἡ Γαλάτεια, παρηχουμένη ὥσπερ ἡ Θέτις τῇ καταθέσει τῆς ζάλης, οὕτως αὐτὴ τῇ γαλήνῃ. αὕτη δὲ καὶ διὰ τοὺς τῶν κυμάτων γαλαταχρόους ἀφροὺς οὕτω καλεῖται. καὶ Πανόπη δὲ ἄλλως διὰ τὸ λεῖον τῆς τοῦ ὕδατος ἐπιφανείας καὶ τῇ ὄψει ἀνεπιπρόσθητον, καθά που δηλοῖ καὶ ὁ ποιητὴς ἐν παραβολῇ. Δυναμένη δὲ ἢ διότι τὸ στοιχεῖον τοῦ ὕδατος κατὰ τὸ δύνασθαι θεωρεῖται πρὸς τὸ ἐνεργείᾳ τῶν εἰδοποιουμένων ἐξ αὐτοῦ, ἢ καὶ διὰ τὸ τοῦ ὕδατος ἰσχυρόν, ὃ καὶ ὁ [136] θαλάττιος πολλαχοῦ αἰνίττεται Ποσειδῶν, ὁ διὰ τοῦτο καὶ Ἐνοσίχθων καὶ Ἐννοσίγαιος. Δεξαμένη δὲ διὰ τὸ δεχάδα τὴν θάλασσαν εἶναι ζῴων τε τῶν ἐν αὐτῇ καὶ τῶν εἰς αὐτὴν ὡς εἴς τινα δεξαμενὴν εἰσβαλλόντων ὑδάτων. Ἀμφινόμη δὲ διά τε τὰς κύκλῳ ἀπὸ γλυκέων ὑδάτων νομὰς καὶ τὰ ἐν ὑγροῖς δὲ νεμόμενα. καὶ εἴ τινες δέ που ἕτεραι Νηρηΐδων κλήσεις, οἷον Ἁλοσύδνη ἢ Ὑδατοσύδνη ἢ Κυμὼ ἢ Ἀμφιτρίτη, τοιούτοις τισὶ λόγοις ὑπάγονται. ὅτι δὲ οἱ παλαιοὶ πολλὴν καὶ εἰς τὰ τοιαῦτα σχολὴν ἔσχον, ἄλλοι δηλοῦσιν.

(v. 40, 45, 48) Ὅρα δὲ ὡς ὁ οὕτω πλούσιος τὴν φράσιν Ὅμηρος τῶν τοιούτων Νηρηΐδων τρεῖς μόνας μετ' ἐπιθέτων προήγαγεν, εἰπὼν "Ἁλίη βοῶπις", "ἀγακλειτὴ Γαλάτεια", καὶ "ἐϋπλόκαμος Ἀμάθεια". ἐφιλοτιμήσατο γὰρ ταχὺ ἐπελθεῖν αὐτάς, διὸ καὶ ἐν τρισὶ μὲν στίχοις ἀνὰ τέσσαρα ὀνόματα Νηρηΐδων ἔθετο, ἐν δὲ τοῖς λοιποῖς ἑπτὰ ἀνὰ τρία.

(v. 43) Ἰστέον δὲ καὶ ὅτι ἡ Δωτώ, ὡς ἀπὸ τοῦ δῶ δώσω μεγεθύνουσα τὴν ἄρχουσαν, συγκροτεῖται καὶ ὑπὸ τοῦ δωτίνη καὶ τοῦ δώτωρ καὶ τοῦ "θεοὶ δωτῆρες ἑάων", καὶ τοῦ δώτης καὶ ἀδώτης παρ' Ἡσιόδῳ, ἤδη δὲ καὶ τοῦ δῶρον καὶ δωρεά.

(v. 42) Ὅτι δὲ Ἀγαυὴ καὶ ἡρωΐδος ὄνομα, ὥσπερ καὶ Μαῖρα καὶ Κλυμένη, δῆλόν ἐστιν. ὡς δὲ καὶ Ὠρείθυια γυνὴ Ἀττική, ἣν ὁ μῦθος ὑπὸ Βορέου ἁρπαγῆναί φησιν, ὡς ἀλλαχοῦ ἐρρέθη, καὶ ὅτι ἐρωμένη Κύκλωπος ἡ ῥηθεῖσα Γαλάτεια, δηλοῦσι καὶ αὑτὸ οἱ παλαιοί. παρ' οἷς ἠθέτηται ὁ τῶν [137] ἡρωΐδων χορός. φασὶ γὰρ ὅτι Ὅμηρος μὲν κατὰ τὸ κοινὸν αὐτὰς εἴωθε λέγειν, τουτέστι προσηγορικῶς Νηρηΐδας, καθὰ καὶ Εἰλειθυίας καὶ Μούσας, ὁ δὲ κατ' ὄνομα χαρακτὴρ Ἡσιόδειος, ἄλλως τε, φασί, καὶ γελοῖον προθέμενον πάσας εἰπεῖν ἐπαγαγεῖν τὸ "ἄλλαι τε αἳ κατὰ βένθος", ὥσπερ ἀποκαμόντα καὶ μὴ εὐποροῦντα διηνεκοῦς πλάσεως ὀνομάτων. [Ἐνταῦθα δὲ παραρριπτέον ἀστείως, ὅτι καθά τις παίζων ἐπὶ μεγάλοις ἰχθύσι θεοὺς αὐτοὺς ὠνόμασε. πυθόμενος γὰρ ἰχθυοπώλου ποταποὺς ἰχθύας ἔχει, καὶ μαθὼν ἀνθίαν καὶ λάβρακα καὶ τοιαῦτά τινα, ἔφη περὶ ἰχθύων πυθέσθαι, οὐ μὴν περὶ θεῶν. ὡς οὖν ἐκεῖνος ἐξεθέωσε τοὺς ἁδροὺς ἰχθύας, οὕτω τις ἔπαιξε καὶ ἐπὶ ταῖς Νηρηΐσι. περὶ ὀψωνίας γὰρ λέγων λαμπρᾶς ἔφη, ὡς ἐπεισῆλθον ἡμῖν ἰχθύες πολυτελεῖς, μονονουχὶ γὰρ καὶ τὰς Νηρηΐδας ὠψωνήκει.]

(v. 50) Ἔτι ἰστέον καὶ ὅτι οὐ μόνον ἐπὶ ἱματίου ἀργύφεον τὸ οἱονεὶ λευκὸν καὶ λαμπρὸν ὕφασμα, ἀλλὰ καὶ σπέος, ὡς ἐρρέθη, ἀργύφεον ἐνταῦθα τὸ ὡσανεὶ φωσφόρον καὶ ἀργόν, ὅ ἐστι λευκόν, φαινόμενον, τροπῇ τοῦ ο εἰς υ Αἰολικῶς, ὥστε οὐδὲ κυρίως σπέος τὸ τοιοῦτον, εἴγε σπέος λέγεται τὸ οἷον σβέος κατὰ τοὺς παλαιοὺς διὰ τὸ ἀφώτιστον. δοκεῖ δὲ προϋπάρχειν τοῦ ἀργύφεον τὸ ἄργυφον τρισύλλαβον, οὗ χρῆσις καὶ ἐν τῷ "ἄργυφα μῆλα νομεύων".

(v. 51) Ἐνταῦθα δὲ καὶ τὰ στήθεα πεπλήγεσθαι τὰς Νηρηΐδας φησὶν ὡς πρὸ τούτων τὰς τοῦ Ἀχιλλέως δμῳάς, ὃ δὴ γυναικῶν μόνων παρ' Ὁμήρῳ ἔργον, ὅτε παθαίνονται. καὶ τὴν Θέτιν ἐξάρχειν λέγει θρήνου, τουτέστι τῆς ἀνωτέρω διειλημμένης μονῳδίας. φησὶ γάρ "αἳ δ' ἅμα πᾶσαι στήθεα πεπλήγοντο, Θέτις δ' ἐξῆρχε γόοιο". τί δὲ τὸ ἐξάρχειν γόου, δηλώσουσιν αἱ ἐν τοῖς ἑξῆς ἔξαρχοι τῶν θρήνων. Ἰστέον δὲ καὶ ὅτι τὸ ἐφεξῆς μετὰ τὸ ἀργύφεον σπέος δύναται παρῳδηθὲν εὐχρηστηθῆναι εἰς πένθος καὶ οὕτω "κλῦτε, κασίγνητοι, ὄφρ' εὖ πάντ' εἴδετε ἀκούοντες ὅσα ἐμῷ", καὶ ἑξῆς, ὡς προεγράφη.

(v. 65-67) Ὅτι εἰπὼν ὁ ποιητὴς ὡς "δακρυόεσσαι ἴσαν", ἤγουν [138] ἐπορεύοντο, αἱ Νηρηΐδες, "περὶ δέ σφισι κῦμα θαλάσσης ῥήγνυτο" ἰούσαις ἄνω δηλαδὴ μετὰ Θέτιδος, δηλοῖ ἐτυμολογικῷ τρόπῳ, ὅτι καὶ ἐν Ὀδυσσείᾳ τὴν ἐπιφάνειαν τῆς θαλάσσης ῥηγμῖνα καλεῖ διὰ τὸ καὶ ἐν αὐτῇ ὡς καὶ ἐν τῷ αἰγιαλῷ κύματα ῥήγνυσθαι, ὡς εἶναι καθόλου ῥηγμῖνα, ἔνθα κῦμα ῥήγνυται.

(v. 68) Ὅτι τὸ "ὑψοῦ ἐπὶ ψαμάθοις" διασαφεῖται καὶ ἐνταῦθα διὰ τοῦ "ἀκτὴν δ' εἰσανέβαινον" αἱ Νηρηΐδες "ἐπισχερώ". εἰ γὰρ τὸ ἐκ θαλάττης ἰέναι εἰς ἀκτὴν ἀναβαίνειν ἐστί, καλῶς ἄρα ἐρρέθη καὶ τὸ "ὑψοῦ ἐπὶ ψαμάθοις", ὥσπερ αὖ πάλιν κατὰ λόγον ἄλλον εὖ ἔχει, ὡς προδεδήλωται, καὶ τὸ "ὑψοῦ ἐν νοτίῳ". Ὅτι δὲ τὸ ἐπισχερώ ὀξύνεται καὶ τί σημαίνει, προείρηται. Ὅτι ἐν Ὀδυσσείᾳ μὲν ἡ Πηνελόπη φιλοφρονεῖται τὸν υἱὸν ἐλθόντα ποθέν, "φιλοῦσα κεφαλήν τε καὶ ἄμφω φάεα καλά", ἐνταῦθα δὲ ἡ Θέτις ἅπτεται μόνον τῆς τοῦ παιδὸς κεφαλῆς. οὐ γὰρ χαίρει κατὰ Πηνελόπην, διὸ οὐδὲ φιλεῖ κατ' ἐκείνην.

(v. 70 s.) Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτω "τῷ δὲ βαρυστενάχοντι παρίστατο πότνια μήτηρ, ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο", ἢ μᾶλλον ἐῆος ἤγουν ἠέος, ὅ ἐστιν ἀγαθοῦ, ὡς ἀπὸ τοῦ ἠΰς ἠέος κατὰ μετάθεσιν ἐῆος, ἢ καὶ ἰδίου, διὸ καὶ δασύνεται παρὰ πολλοῖς.

(v. 73 s.) Καὶ οὕτω λαβομένη τῆς κεφαλῆς εἶπε τοὺς ἐν τῇ α΄ ῥαψῳδίᾳ δύο στίχους "τέκνον τί κλαίεις", καὶ ἑξῆς.

(v. 74-77) Εἶτα ἐπάγει πρὸς παρηγορίαν τὸ "τὰ μὲν δή τοι τετέλεσται" καὶ τὰ ἐφεξῆς, ὡς πρὸ βραχέων γέγραπται, ἕως τοῦ "παθεῖν ἀεκήλια ἔργα". Ὅρα δὲ ὅτι ἐπὶ μὲν Ἀχιλλέως τὸ βαρυστενάχειν οἰκείως ἔφη ὡς ἐπὶ ἀνδρός, ἐπὶ δὲ Θέτιδος τὸ ὀξὺ κωκύειν γυναικικώτερον. Ἰστέον δὲ ὅτι καὶ ταῦτα τὰ προσεχῶς γραφέντα εὔχρηστά πότε εἰσιν εἰς πένθιμον γραφήν.

(v. 79 s.) Ὅτι ὁ πολλοῖς μὲν ἀγαθοῖς ἐνευθηνούμενος, πολλὴν δὲ λύπην ἔχων ἐπὶ θανόντι φίλῳ, ἐρεῖ ἂν κατὰ τὸν Ἀχιλλέα τὸ "ταῦτα μὲν δή μοι Ὀλύμπιος ἐξετέλεσσεν. ἀλλὰ τί μοι τῶν ἦδος", ὅ ἐστιν ἥδυσμα, "ἐπεὶ φίλος ὤλεθ' ἑταῖρος";

(v. 81) Καὶ ἐπιτείνων τὸ [139] "φίλος" ἐπαγάγοι ἂν καὶ τὸ "ὃν ἐγὼ περὶ πάντων τῖον ἑταίρων".

(v. 82) Οὗ ἐπίτασις εὐθὺς κείμενον τὸ "ἶσον ἐμῇ κεφαλῇ", τουτέστιν ὡς ἐμὲ αὐτόν. ἐντεῦθεν δέ, φασίν, ὁ περὶ Πυθαγόραν ὅμιλος ἀρχὴν ἑλὼν ὡρίζετο λέγων, ὅτι ὁ φίλος ἄλλος ἐστὶν ἐγώ. ὑπερβολὴ δὲ φιλίας τὸ μηδὲν νομίζειν ἡδύτερον φίλου ζῶντος. χρήσιμον δὲ τὸ "ἶσον ἐμῇ κεφαλῇ", καὶ εἰς τὸ "Τεῦκρε φίλη κεφαλή", ὅπερ εἴη ἂν ταὐτὸν τῷ "ὦ ἄλλος αὐτὸς ἐγώ". Ἰστέον δὲ ὅτι τὸ "τόνδ' ἀπώλεσα", κείμενον μετὰ τὸ "ἶσον ἐμῇ κεφαλῇ", ἐπίτασίς ἐστι τοῦ "φίλος ὤλεθ' ἑταῖρος". οὐ γὰρ ἁπλῶς, φησίν, ὤλετο, ἀλλ' ὑπ' ἐμοῦ στείλαντος ἐκεῖνον εἰς μάχην.

(v. 82 s.) Ὅτι λυπεῖται Ἀχιλλεὺς οὐ μόνον ὡς τὸν ἑταῖρον ἀπώλεσεν, ἀλλὰ καὶ ὅτι ἐκεῖνον τεύχεα Ἕκτωρ δῃώσας ἀπέδυσε. τοῦτο δὲ οὐχ' ἁπλῶς οὕτω παρέρριπται νῦν, ἀλλ' εὐοικονομήτως, ἵνα τὸν υἱὸν ἡ Θέτις ἀχθόμενον ὅτι μάλιστα μαθοῦσα καὶ ἐπὶ τῇ στερήσει τῶν ὅπλων φροντιεῖ τῆς ἐν τοῖς ἐφεξῆς ὁπλοποιΐας. ἔστι δὲ ἀποδῦσαι ὅπλα τὸ ἐκδῦσαι καὶ σκυλεῦσαι.

(v. 83-85) Τὰ δὲ τοῦ Ἀχιλλέως τεύχεα πολλαχῶς φράζειν ὁ ποιητὴς ἐθέλει οἷον πελώρια, θαῦμα ἰδέσθαι, καλὰ καὶ ἀγλαὰ δὲ καὶ κλυτά, ἤδη δὲ καὶ θεόσδοτα, εἴγε Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, ὅτε τὴν Θέτιν βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ. προϊὼν δὲ καὶ χάλκεα ἐρεῖ αὐτά, ἐκ τῆς χείρονος ὕλης οὕτω καλέσας, ἀφ' ἧς καὶ τοὺς ἐργαζομένους αὐτὰ χαλκεῖς ἔλεγον. ἐρεῖ γὰρ "ἔντεα καλὰ χάλκεα μαρμαίροντα". Εἶεν δ' ἂν αὐτὰ καὶ ἀγάλματα καὶ ἀγλαΐσματα, εἴγε αὐτὰ Ἕκτωρ ἔχων ὤμοισιν ἀγάλλεται καὶ ἐπαγλαΐζεται, ὡς μετ' ὀλίγα λεχθήσεται.

(v. 85) Ὅρα δὲ τὸ "ἔμβαλον εὐνῇ", ἀντὶ τοῦ ἐνέθεντο γαμηλίῳ κοίτῃ, ὅ ἐστι συγκατεύνασαν τὴν Θέτιν τῷ Πηλεῖ. δύναται δὲ καὶ ἄλλως τὸ ἐνέβαλον εὐνῇ ἀστείως εἰρῆσθαι ἀντὶ τοῦ ἐνέρριψαν, ὡς ἐπὶ εἱρκτῆς ἢ βοθύνου ἢ τοιοῦδέ τινος. τοιοῦτον γάρ τι καὶ οἱ καὶ ἄνισοι γάμοι καὶ ἀκούσιοι. Ἔτι ὅρα ὡς καὶ πρὸ τούτων εἰπὼν θεόθεν δοθῆναι τὰ ὅπλα τῷ Πηλεῖ, ἐνταῦθα καὶ τὸν καιρὸν τῆς δόσεως προσέθετο, διαφόροις τόποις καταμερίσας τὴν ἱστορίαν, ὡς καὶ ἐπ' ἄλλων εἴωθε ποιεῖν. Τὸ δὲ "βροτοῦ ἀνέρος" ἐντελῶς καὶ νῦν πέφρασται. βροτόν δέ γε μόνον εἰπεῖν, ἐλλιπῶς ἔχει.

(v. 86-90) Ὅτι τὴν μητέρα οἰκτιζόμενος, ὡς ἐρρέθη, ὁ Ἀχιλλεύς φησιν "ὡς ὄφελες σὺ μὲν αὖθι μετὰ Νηρηΐσι ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν. νῦν δ' ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη παιδὸς ἀποφθινομένοιο, τὸν οὐχ' ὑποδέξεαι αὖτις οἴκαδε νοστήσαντα". τοῦτο δὲ [140] ἐκ τῶν τῆς Θέτιδος παρέξεσται, εἰπούσης "τὸν δ' οὐχ' ὑποδέξομαι" καὶ ἑξῆς, ὡς ἐμπεσεῖν ἀμφοτέρους εἰς νοῦν ἕνα.

(v. 90-93) Εἶτα ὥσπερ πάνυ φιλομήτωρ ἔδοξεν εἶναι εὐξάμενος, φασί, μηδὲ γενέσθαι αὐτός, ἵνα μὴ λυπῆται ἡ μήτηρ, διὸ καὶ ἀντικτᾶται πολλὴν ἐκεῖθεν εὔνοιαν, οὕτω δεικνύει καὶ τὸ ὑπερβάλλον τῆς τοῦ Πατρόκλου φιλίας, ἐπαγαγὼν "ἐπεὶ οὐδέ με θυμὸς ἄνωγε ζώειν οὐδ' ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ, Πατρόκλοιο δ' ἕλωρα Μενοιτιάδαο ἀποτίσῃ". Καὶ ὅρα προαναφώνησιν ταύτην, ἔτι δὲ καὶ ἀπολογίαν, ὧν πιθανῶς πείσεται ὁ Ἕκτωρ. ὁ γὰρ ἀποτίσων ἕλωρα ὡς χρεωστῶν ἀποτίσει. ἕλωρα γοῦν λαβὼν ὁ Ἕκτωρ ἀπὸ Πατρόκλου, ὅτε περιμάχητος ὢν ἐκεῖνος εἵλκετο, τοιαῦτα καὶ ἀποτίσει ἀντιπαθών. ἀσφαλέστερον δὲ καὶ σαφέστερον ἐρρέθη νῦν τὸ "τοῦ δεῖνος ἕλωρα ἀποτίσει", ἤπερ πρὸ τούτων τὸ "νῦν μοι τὸν ἀδελφὸν ἀποτίσεις".

(v. 88) Ὅρα δὲ καὶ σχῆμα καίριον ἐλλειπτικὸν ἐν τῷ "νῦν δ' ἵνα καὶ σοὶ πένθος εἴη". λείπει γὰρ ἀπὸ κοινοῦ τὸ "ἐνεβλήθης εὐνῇ", ἢ τὸ "ἤχθης ἄκοιτις", ἵνα εἴη τὸ πλῆρες οὕτω· νῦν δὲ εἰς γάμον ἦλθες ἀνδρὸς θνητοῦ, ἵνα πένθος μυρίον ἔχῃς.

(v. 88) Ἐκ δὲ τοῦ "πένθος μυρίον", ὅ ἐστι πολύ, ἐπενοήθη τὸ πολυπενθής.

(v. 91) Τὸ δὲ "οὐδ' ἄνδρεσσι μετέμμεναι" ἢ ἁπλοϊκῶς οὕτω κατὰ τὸ παρέλκον κεῖται, ἤρκει γὰρ καὶ μόνον τὸ μὴ ζώειν, ἢ καὶ ἄλλως εἰπεῖν, ἕτερόν ἐστι παρὰ τὸ μὴ ζῆν τὸ μηδ' ἀνδράσι μετεῖναι. δηλοῖ γὰρ τὸ μὴ τοῖς ἀνδρείοις συναριθμεῖσθαι, ἢ καὶ ἔτι βαρύτερον, τὸ μηδ' ἁπλῶς ἄνδρα λέγεσθαι ἀλλὰ γυναικίαν τινά, καὶ Ὁμηρικῶς φάναι, "Ἀχαιΐδα οὐκ ἔτ' Ἀχαιόν", ἢ γυναικάνδρα, καθὰ συντίθησιν ἕτερος ποιητής. [(v. 92) Τὸ δὲ πρῶτος" ἢ ἁπλῶς οὕτως ἐπιθυμία τοῦ Ἀχιλλέως ἐστὶν ἐφιεμένου πρὸ τῶν ἄλλων πεσεῖν τὸν Ἕκτορα, ἢ καὶ διάγνωσις τοῦ κατ' ἐκεῖνον θάρσους ἢ θράσους, ὡς ἤδη πεφρονηματισμένου τοῦ Ἕκτορος καὶ διὰ τοῦτο πρώτου ἀντιστησομένου τῷ Ἀχιλλεῖ καὶ πρώτου πεσουμένου.]

(v. 93) Τὸ δὲ ἕλωρα πρωτότυπόν ἐστι τοῦ ἑλώρια, ὡς καὶ τὸ ἴχνια, καὶ τὸ ἀέκηλον τοῦ ἀεκήλια.

(v. 95) Ὅτι τὸ "ὠκύμορος δή μοι τέκος ἔσσεαι οἷ' ἀγορεύεις" κατὰ ἐπικινδύνου λαλιᾶς οἰκεῖον εἰπεῖν. Ἰστέον δὲ ὅτι τῶν τις παλαιῶν δαπανηρῷ νέῳ παρῳδήσας [141] τὸ τοιοῦτον ἔπος προσήρμοσεν, εἰπὼν "ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ' ἀγοράζεις". Ὅμηρος δὲ τὴν Θέτιν ποιεῖ τῷ Ἀχιλλεῖ τὸ προρρηθὲν εἰποῦσαν, ἐφ' οἷς ἐκεῖνος ἔφη μηκέτι ζῆν ἐθέλειν, εἰ μὴ δώσει δίκας ὁ τοῦ φίλου φονεύς.

(v. 96) Ἥτις καὶ ἐφερμηνεύουσα τὸ "ὠκύμορος" ἐπάγει προαναφωνητικῷ σχήματι "αὐτίκα γάρ τοι ἔπειτα μεθ' Ἕκτορα πότμος ἑτοῖμος, ὅπερ ἐστὶ περίφρασις τοῦ αὐτίκα τεθνήξῃ, ἢ καὶ ἄλλως δηλοῖ, ὡς ἑτοιμάζεταί σοι θάνατος.

(v. 98-100) Ἀχιλλεὺς δὲ καὶ τὴν φιλεταιρίαν ἐνδεικνὺς καὶ τὴν τοῦ ῥηθέντος ἔπους γοργῶς ἐπιτέμνων περίφρασίν φησιν "αὐτίκα τεθναίην", ὡς ἔφης δηλαδή, ὦ μῆτερ, "ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμῦναι, ὃ μὲν μάλα τηλόθι πάτρης ἔφθιτο, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι". Καὶ ὅρα τὸ πολὺ τῆς φιλίας, εἰ δώροις τοσούτοις μὴ πεισθεὶς αἱρεῖται ὑπὲρ φίλου ἄρτι τόν, ὡς ἐρρέθη, αὐτίκα θάνατον. εἰ δὲ νῦν μὲν ἵνα βοηθήσῃ τῷ Πατρόκλῳ "τεθναίην" φησίν, ἐν Ὀδυσσείᾳ δὲ τεθνεὼς ἀναζῆσαι θέλει, ἵνα τῷ πατρὶ ἐπαμύνοιτο, οὐκ ἔστιν ἀνωμαλία ἤθους τὸ τοιοῦτον. κατὰ γὰρ τοὺς παλαιοὺς οὔτε τὸ τεθνάναι δι' αὑτὸν αἱρεῖται οὔτε τὸ ζῆν, ἀλλὰ διὰ ἔργα, ὧν προκειμένων ὁ φιλόκαλος ζῶν μὲν τεθνάναι αἱρήσεται, εἰ καλόν τι ἔσται θανόντος, τεθνεὼς δὲ ἀναβιώσεσθαι, εἰ τῶν κατ' ἀρετήν τι πράξει.

(v. 100) Τὸ δὲ "ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι" στρεβλόν ἐστι νόημα καὶ διάφορον τῇ γραφῇ καὶ δυσφραδές. καὶ οἱ μὲν οὕτω φασίν· ἐμοῦ δὲ δῆσεν ὁ Ἄρης, τουτέστιν ἔδησεν καὶ ἐκώλυσε, τὸ ἀλκτῆρα γενέσθαι, ἤγουν ἀμύντορα τοῦ Πατρόκλου. ἕτεροι δὲ περισπῶντες τὸ "ἀρῆς" λέγουσιν οὕτως "ἐμοῦ δὲ δῆσεν, ὅ ἐστιν ἐδέησε, τῷ Πατρόκλῳ, εἰς τὸ ἀρᾶς ἐκείνῳ ἀλκτῆρα γενέσθαι", οἱ δὲ παλαιοὶ [142] παραφράζουσιν ἐνταῦθα τὸν ῥηθέντα στίχον καὶ οὕτω πάνυ γοργῶς· ἐμοῦ δέ, φησί, τὴν πρᾶξιν ἔδησεν Ἄρης, ἢ τῆς ἐξ ἐμοῦ βοηθείας ἐνεδέησεν, ἢ τῇ βλάβῃ αὐτοῦ ἐνεδέησε. τὸν δὲ Ἀρίσταρχόν φασι γράφειν "Ἄρεω ἀλκτῆρα", ἵνα λέγῃ ὅτι ἐμοῦ ἐδέησεν εἰς τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω, ὡς ἀπὸ ἀσυνήθους εὐθείας τῆς ὁ Ἄρεως ὡς Μενέλεως. ὅτι δὲ πολλὰς κλίσεις ὁ Ἄρης ἔχει, δῆλον, ὡς καὶ προπαρεσημάνθη ἐκ τῶν ἀρχαίων. κλίνεται γὰρ καὶ ὡς ἰαμβικὸν Ἄρητος, ὅθεν παρ' Ἡσιόδῳ καὶ Διονυσίῳ Ἀρητιάδης ὁ ἀπὸ Ἄρητος, ὅ ἐστιν Ἄρεος, κατάγων τὸ γένος. κλίνεται καὶ κοινῶς κατὰ τὸν Δημοσθένην. παρασημειοῦνται δέ τινες καὶ Ἄρεως κλίνεσθαι, οὗ γενικὴ Ἄρηος. καὶ τοίνυν κατὰ ὁμοιότητά ἐστιν Ἄρευς κύριον ὄνομα παρὰ Πλουτάρχῳ, οὗ υἱὸς ἦν Ἀκρότατος, μειράκιον μέν, ἐπὶ δὲ ἀνδρίᾳ καὶ τόλμῃ ὑμνούμενον. [Κατῆρξαν δέ, φασί, βλακείας ἐν Λακεδαίμονι μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες ὁ ῥηθεὶς Ἄρευς καὶ ὁ υἱὸς αὐτοῦ.] Ὅτι δὲ καὶ Ἄρεως Ἄρεω, ὡς Μενέλεω κατὰ Ἀρίσταρχον, ἐρρέθη προσεχῶς.

(v. 101-106) Ὅτι δυσανασχετῶν ὁ Ἀχιλλεὺς διὰ Πάτροκλον ἐπὶ τοῖς καθ' ἑαυτόν φησι "νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, οὐδέ τι Πατρόκλῳ γενόμην φόως", ἢ φάος, "οὐδ' ἑτάροισι τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ, ἀλλ' ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτόνων ἐν [143] πολέμῳ, ἀγορῇ δέ τ' ἀμείνονές εἰσι καὶ ἄλλοι".

(v. 107-110) Καὶ μέχρι ὧδε τὸν λόγον ἐκκρεμῆ φυλάξας ἐπάγει γνωμικὸν τὸ "ὣς ἔρις ἀπόλοιτο", καὶ ἑξῆς, ὡς μετ' ὀλίγα δηλωθήσεται. Καὶ ὅρα ὅτι ἢ ἀναπόδοτον ὁ ποιητὴς ἀφῆκε τὸν ἐπει σύνδεσμον μιμητικῶς οἷα τοῦ Ἀχιλλέως ἢ ἐκλαθομένου ὅπως ἤρξατο λέγειν ἢ καὶ μὴ ἔχοντός τι ἀξιόλογον εἰπεῖν ἐν τῇ ἀποδόσει. ἦν μὲν γὰρ ἀκόλουθον εἰπεῖν, ὅτι νῦν δ' ἐπεὶ οὐκ ἐπανελεύσομαι οἴκαδε, θανοῦμαι ἢ ἀλάλκω τῷ φίλῳ. ταῦτα δὲ φθάσας εἶπεν. ἢ τοίνυν ἀπλήρωτος μεμένηκεν, ὡς ἐρρέθη, ὁ ἐπει σύνδεσμος, καὶ οὕτω χωλεύει ὡς ἀναπόδοτος ὁ λόγος, ὁποῖόν τι καὶ ὁ Κίλιξ ῥήτωρ ἐν τῷ Περὶ ἰδεῶν παρασημειοῦται, ἤ ἐστιν ἀπόδοσις αὐτοῦ τὸ περὶ τῆς ἔριδος γνωμικόν, ἵνα εἴπῃ "νῦν δ' ἐπεὶ οὐ νέομαι εἰς πατρίδα, ὣς ἔρις ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπόλοιτο καὶ χόλος".

(v. 10911) Περὶ οὗ φιλοσοφῶν ἐπάγει "ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι, ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός· ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων". Ὅρα δ' ἐν τούτοις ὅτι τε ἀγαθὸς ῥήτωρ ἦν καὶ ὁ Ἀχιλλεύς, ὡς καὶ ἡ τῶν Λιτῶν ῥαψῳδία ἔδειξεν, καὶ ὡς ἀνεμεσήτως ἑαυτὸν ἐπαινεῖ, καὶ ἀνεπαχθῶς καίρια περιαυτολογεῖ οὐ ψευδόμενος. οὕτω καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν ἔπαινον ἑαυτοῦ κατατείνει. φιλαλήθης δὲ ὁ ἐν τοῖς καθ' ἑαυτὸν ἐπαίνοις καὶ τὸ πρός τινας ὁμολογῶν ἔλαττον, καθάπερ Ἀχιλλεὺς ἐνταῦθα ὁ μόνος τὰ εἰς μάχην ὑπὲρ τοὺς ἄλλους οὐκ ἐπικρύπτει, ὡς ἐν ἀγορῇ ἀμείμονές εἰσι καὶ ἄλλοι, οὐ μὴν εἷς τις μόνος, ὡς καὶ αὐτοῦ μὲν τοιούτου ὄντος, καθὰ ἐρρέθη, κρειττόνων δὲ ὅμως ἑτέρων ὄντων, ἐν οἷς καὶ Νέστωρ καὶ [144] Ὀδυσσεύς.

(v. 102) Ὅρα δὲ ὡς καὶ ἐνταῦθα συνήθως φάος τὴν ἐπὶ νίκῃ καὶ σωτηρίᾳ ἐπικουρίαν λέγει. δῆλον γὰρ ὡς οὕτως ἤθελεν Ἀχιλλεὺς φάος τῷ Πατρόκλῳ γενέσθαι κατὰ τὸ "βάλλ' οὕτως, αἴ κέν τι φόως γένηαι".

(v. 103) Τὸ δὲ "οἳ δὴ πολέες δάμεν" ἤδη τὸν Ἀχιλλέα οἶκτον ἀναλαβόντα δείκνυσι καὶ ἐπὶ τοῖς λοιποῖς Ἀχαιοῖς.

(v. 104) Ἐν δὲ τῷ "ἐτώσιον" καθῆσθαι "ἄχθος ἀρούρης" οὐ μόνον παντελὴς ἀπραξία ἐξ ἀργίας δηλοῦται, ἀλλὰ καὶ βριθὺ μέγεθος ὑπεμφαίνεται τοῦ ἥρωος, εἴπερ αὐτὸς μόνος εἰς ἄχθος τῇ γῇ τῇ πάντα φερούσῃ λογίζεται. ἦν δὲ καὶ πρὸ τούτων μεγέθους ἐνδεικτικὸν ὁμοίως τὸ μέγαν μεγαλωστὶ ἐν κονίαις αὐτὸν τετανύσθαι, καὶ τὸ "ἔρνεϊ ἶσον ἀναδραμεῖν". σεμναὶ δὲ αὖται μεγέθους ἐνδείξεις καὶ οὐ κατὰ τὸ ἐπὶ Αἴαντος βουγάϊον.

(v. 105) Τὸ δὲ "τοῖος ἐών" καὶ ἑξῆς, κρᾶμα μὲν ἀπετέλεσε ψόγου καὶ ἐπαίνου κατά τινα μέθοδον ἀφελείας. τοιόνδε γὰρ πάντως τὸ ἐτώσιον μὲν ἄχθος ἀρούρης εἰπεῖν τινα, τοιοῦτον δὲ αὖ κατ' ἀνδρίαν, οἷος οὐδεὶς ἄλλος Ἀχαιῶν. ὠφέλησε δὲ ταῦτα τὸν φιλόμηρον Σοφοκλῆν ποιῆσαι τὸν Αἴαντα λέγοντα περὶ αὑτοῦ τοιοῦτον εἶναι οἷον οὔτινα στρατοῦ ἐδέρχθη Τροία χθονὸς μολόντ' ἀπὸ Ἑλλανίδος.

(v. 105) Τὸ δὲ "χαλκοχιτώνων" τεχνικῶς κεῖται, ἵνα ἡ τοῦ ὁπλίτου σύγκρισις εἴη πρὸς ὁμοειδεῖς.

(v. 107) Τὸ δὲ "ὣς ἔρις ἀπόλοιτο" ὅμοιόν ἐστι κατὰ τὸ σχῆμα τῷ "ὣς ἀπόλοιτο καὶ ἄλλος", ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται, τοῦ ὡς καὶ ἐνταῦθα εὐκτικὴν σημασίαν ἔχοντος. Ὅρα δὲ καὶ ὅτι ὀψέ ποτε τὸ δέον ἐξ ἐπιμηθείας ἐπιγνοὺς Ἀχιλλεὺς κατεύχεται τῆς ἔριδος, δι' ἣν διαστήτην ἐρίσαντε αὐτὸς καὶ ὁ βασιλεύς. Τὸ δὲ "ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων" παγκόσμιον τὴν [145] ἔριν δηλοῖ, κατὰ ἀνθρώπους δηλαδὴ καὶ κατὰ τὰς στοιχειακὰς ποιότητας. διὸ οἱ παλαιοί φασιν, ὡς Ἡράκλειτος δοξάζων τὰ ὄντα κατὰ ἔριν συνίστασθαι, τουτέστι κατὰ μάχην καὶ ἐναντιότητα ποιοτήτων, μέμφεται τῷ ποιητῇ εὐχομένῳ πάντοθεν ἀπολέσθαι τὴν ἔριν. σύγχυσιν γάρ, φασίν, εὔχεται τοῦ κόσμου παντός. οἱ δὲ τοῦτο λύοντες λέγουσιν, ὡς ἢ τῷ φλεγμαίνοντι τοῦ κατὰ τὸν Ἀχιλλέα πάθους δοτέον καὶ τοῦτο, ἢ ὅτι οὐ τὴν φυσικὴν τῶν ὄντων ἐναντιότητα ἔριν ἐνταῦθα λέγει ὁ ποιητής, ἀλλὰ τὴν [καὶ παρὰ τοῖς μυθικοῖς θεοῖς] τὰ πρακτέα ἐπὶ τὸ χεῖρον ἄγουσαν, ἣν κακολογεῖ καὶ Ἡσίοδος.

(v. 108) Ὅθεν καὶ ἐπήγαγε τὸ "καὶ χόλος" δηλῶν μὴ περὶ ἀγαθῆς ἔριδος λέγειν, ἀλλὰ τῆς φαύλης, ᾗπερ ὁ χόλος ἀγχιθυρεῖ. Τὸ δὲ "ὃς ἐφέηκε πολύφρονά περ χαλεπῆναι" παρῳδεῖται πρὸς τὸ "ὃς ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι", ὅπερ ἐν Ὀδυσσείᾳ περὶ τοῦ οἴνου εἴρηται, ὡς πολυλογούντων τῶν πολλὰ πινόντων, μᾶλλον δὲ ἀείδειν ἐθελόντων. ἔστι δὲ τὸ "ἐφέηκεν" ὅμοιον τῷ ἀνῆκεν, ὅ ἐστιν ἐνετείλατο, ἀνέπεισε, παρώρμησεν, ὅθεν καὶ ἡ ἐφημοσύνη. Ἰστέον δὲ ὅτι πάνυ τὰ περὶ τοῦ χόλου ἐνταῦθα ἔπη ἐπαινοῦσιν οἱ παλαιοί, λέγοντες ἐντεῦθεν ὁδηγηθῆναι καὶ Πλάτωνα εἰς τὸ τριμερῆ τὴν ψυχὴν ἀποφήνασθαι. τὸ μὲν γάρ ἐστιν αὐτῆς θυμικόν, ὃ διὰ τοῦ χόλου δηλοῦται, τὸ δὲ λογικόν, ὃ σημαίνεται διὰ τοῦ πολύφρονος, τὸ δ' ἐπιθυμητικόν

(v. 109), ὃ διὰ τοῦ μέλιτος παρεμφαινόμενον δηλοῖ ἐπιθυμίαν καὶ γλυκεῖαν διάθεσιν τῆς ἐκπληρώσεως τῶν κατὰ θυμόν, ἣν αἰσθητῶς εἰδέναι λῃστὴς ἂν εὔξατο, αἱμάτων καὶ οἷον αὐτὸς κατὰ τὸν ποιητὴν ἐφέλκεται σίδηρος, ᾧ γλυκίων καὶ αὐτοῦ μέλιτος ὁ χόλος, καὶ οὐδὲ ἁπλῶς γλυκίων, ἀλλὰ καὶ πολὺ γλυκίων. Τὸ δὲ "καταλειβομένοιο" οὐκ ἔξωθέν ποθεν, ἀλλ' εἰς λαιμὸν μετὰ τὴν εἰς τὸ στόμα δηλαδὴ ἔνθεσιν.

(v. 109 s.) Παρασημειοῦνται [146] δὲ καὶ ὅτι πρῶτος Ὅμηρος τὸν τοῦ θυμοῦ ἐπενόησεν ὅρον ἐν τῇ τοιαύτῃ γοργότητι, ὅς ἐστι ζέσις τοῦ περικαρδίου αἵματος δι' ὄρεξιν ἀντιλυπήσεως. καπνὸς μὲν γάρ ἐστι σημεῖον πυρός, δι' οὗ τὸ ζέειν παρασημαίνεται. πυρώσεως γὰρ χωρὶς οὐκ ἂν γένοιτο ζέσις. διὸ τὸ "ἐν στήθεσιν ἀέξεται ὡς καπνός" ταὐτόν ἐστι τῷ "ἐν καρδίᾳ ζέει". οὕτω καὶ πρὸ τούτων τὸ "κάπνισάν τε κατὰ κλισίας" ἀντὶ τοῦ "πῦρ ἀνῆψαν" ἐρρέθη. τὴν δέ γε τῆς ἀντιλυπήσεως ὄρεξιν καὶ τὸ ἐντεῦθεν ἡδὺ ἡ παρενθήκη τοῦ μέλιτος ὑπῃνίξατο. Ὅρα δὲ τὸ "ἀέξεται χόλος", ἄλλο τι ὂν παρὰ τὸ "καί μοι ἀέξεται ἔνδοθι θυμός". ἐκεῖνο γὰρ οὐκ ἀναγκαίως χόλου δηλοῖ αὔξησιν, ἀλλὰ καὶ ἐπὶ φυσικῆς νοεῖται αὐξήσεως. Ἰστέον δὲ καὶ ὅτι, καθὰ πρὸ μικροῦ ἡ Θέτις δύο πάνυ συντόμους παρέθετο παραβολάς, τὸ "ἀνέδραμε ἔρνεϊ ἶσος", καὶ τὸ "θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς", οὕτω καὶ νῦν δυάζει Ἀχιλλεὺς ἐν τῷ "πολὺ γλυκίων μέλιτος", καὶ "ἠΰτε καπνός", ἵνα εἰκάζῃ τὸν χόλον μέλιτί τε καὶ καπνῷ. ἔνθα πάλιν ὅρα κρᾶμα ἐπαίνου καὶ μέμψεως. καλὸν μὲν γὰρ τὸ μέλι, οὐ τοιοῦτον δὲ ὁ καπνός, ὃς καὶ τὸ αἰσθητὸν ἀχρειοῖ μέλι καὶ τρυγώμενον καὶ ἑψόμενον. Τὸ δὲ "ὅς τε" δὶς λεχθὲν ὡς ἐν ἐπαναφορᾷ κάλλος ποιεῖ.

(v. 111) Τὸ δέ "ὡς ἐμὲ νῦν ἐχόλωσεν Ἀγαμέμνων" συνήθης ἐστὶ κατάβασις ἐκ τοῦ καθόλου γνωματεύματος εἰς τὸ εἰδικῶς ὑποκείμενον.

(v. 112-113) Ὅτι ὁ μὴ ποιούμενος λόγον τῶν γενέσθαι φθασάντων κακῶν εἴποι ἂν τὸ "ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ".

(v. 114-146) Ὁ δὲ καταφρονῶν βαρείας ἀπειλῆς ἐφ' ᾧ ἀμῦναι κινδυνεύσαντι φίλῳ ἐρεῖ ἂν τὸ "νῦν δ' [147] εἶμι ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω, κῆρα δ' ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ θεὸς ἐθέλοι τελέσαι". Ἀχιλλεὺς δὲ ταῦτα λέγει, ὃς καὶ παράδειγμα εὐθὺς παραμυθητικὸν ἐπάγει ῥητορικῶς, οἷα καὶ τοιούτων εὖ εἰδώς, οὗ ἔργον καθ' ἡσυχίαν ὄντος μέλπειν, ὡς προδεδήλωται, κλέα ἀνδρῶν. τὸ δὲ παράδειγμα ἐκ μείζονος προσώπου.

(v. 117-119) Φησὶ γὰρ "οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα, ὅς περ φίλτατος ἔσκε Διΐ, ἀλλά ἑ μοῖρ' ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης".

(v. 120-124) Εἶτα πάλιν τῶν καθ' ἑαυτὸν τεχνικῶς γενόμενος λέγει "ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, κείσομαι, ἐπεί κε θάνω, νῦν δὲ κλέος, ἐσθλὸν ἀροίμην, καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων ἀμφοτέρῃσι χερσὶ παρειάων ἁπαλάων δάκρυ' ὀμορξαμένην ἀδινὸν στοναχίσαι ἐφείην", ὅ ἐστιν ἀναπείσαιμι. οὗ σύστοιχον ἦν πρὸ ὀλίγου τὸ "χόλος ἐφέηκεν".

(v. 125) Εἶτα ἐπάγει μέγα φρονῶν "γνοῖεν δ' ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι", ὡς ἄλλως δηλαδὴ τούτου μαχομένου παρὰ τοὺς λοιποὺς Ἕλληνας.

(v. 126) Εἶτα προκαλουμένου τοῦ ποιητοῦ εὐτάκτως τοὺς ἐφεξῆς λόγους τῆς Θέτιδός φησιν Ἀχιλλεύς "μηδέ μ' ἔρυκε μάχης φιλέουσά περ, οὐδέ με πείσεις". Καὶ ἡ μήτηρ εὐμεθόδως λαλοῦσα συγχωρεῖ μὲν τοῖς τοῦ υἱοῦ λόγοις, ἐπέχει δὲ τῆς ὁρμῆς διὰ τὸ ἄοπλον εἶναι. εἶτα καὶ παραμυθεῖται φοιβάσασα μικρὸν ὅσον τὸν Ἕκτορα τεθνήξεσθαι. τῷ δ' αὐτῷ λόγῳ καὶ ἐπέχειν ἐθέλει τὸν υἱὸν τοῦ πολέμου. εἰ γὰρ ἐγγὺς ὁ θάνατος Ἕκτορι, αὐτίκα δὲ μεθ' Ἕκτορα, ὡς ἐδηλώθη, πότμος ἑτοῖμος καὶ τῷ Ἀχιλλεῖ, ἐφεκτέον ἄρα τῆς μάχης.

(v. 128-133) Φησὶ γοῦν ἡ μυθικὴ Θέτις "ναὶ δὴ ταῦτά γε", ἢ τοῦτό γε, "τέκνον, ἐτήτυμον οὐ κακόν ἐστι τειρομένοις ἑτάροις ἀμυνέμεν αἰπὺν ὄλεθρον. ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται, χάλκεα", ὡς ἐρρέθη, "μαρμαίροντα, τὰ μέν", ἤγουν ἃ δή, "Ἕκτωρ αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται, οὐδέ ἕ φημι δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ". προαναφωνεῖται δὲ πάντως καὶ ταῦτα τέχνῃ [148] Ὁμηρικῇ.

(v. 134-137) Εἶτα προστίθησι καὶ συμβουλὴν ταύτην "ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος, πρίν γ' ἐμὲ δεῦρ' ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· ἠῶθεν γὰρ νεῦμαι", ἤγουν νέομαι, ὑπονοστῶ, παλιννοστῶ, "ἅμ' ἠελίῳ ἀνιόντι τεύχεα καλὰ φέρουσα παρ' Ἡφαίστοιο ἄνακτος", ὅ ἐστιν ἀπὸ τοῦ Ἡφαίστου, ὅπερ ἐρρέθη καιριώτερον εἶναι τοῦ παρὰ νηῶν, ἤγουν ἀπὸ νηῶν, ὡς ἐπὶ ἐμψύχου ῥηθέν φασι. [Τὸ μὲν γὰρ παρά τινος δέδοκται τοῖς ἐμψύχοις δεδόσθαι, τὸ δὲ ἀπό τινος τοῖς ἀψύχοις ᾠκειῶσθαι.]

(v. 113) Ἰστέον δὲ ὅτι τὸ "δαμάσαντες ἀνάγκῃ" διχῶς νοεῖται. ἢ γὰρ δαμάσαντες ἐν ἀνάγκῃ, ἤγουν ἀναγκαίως, [ἵνα ᾖ τὸ ἀνάγκῃ ἐπιρρηματικὸν κατὰ τὸ ἄλλῃ καὶ ταύτῃ καὶ τὰ ὅμοια], ἢ δαμάσαντες τῇ ἀνάγκῃ ὡσεὶ καὶ ἵππον χαλινῷ. [Ποίᾳ δὲ ἀνάγκῃ; τῇ ἐν τοῖς πράγμασι, τῇ καθ' εἱμαρμένην, ᾖ ἀνάγκῃ καὶ Ζεὺς αὐτὸς εἴκει.]

(v. 114) Καὶ ὅτι προσφυῶς φίλην κεφαλὴν τὸν Πάτροκλον καλεῖ Ἀχιλλεύς, ὁ καὶ ἶσον αὐτὸν τῇ ἑαυτοῦ εἰπὼν κεφαλῇ. δῆλον δὲ ὡς ἡ τοιαύτη φράσις φίλη τῷ ποιητῇ, λέγοντι "τοίην κεφαλὴν ποθέω", καὶ "Τεῦκρε, φίλη κεφαλή".

(v. 115) Τὸ δὲ "κῆρα δ' ἐγὼ τότε δέξομαι" πρὸς τὸ "αὐτίκα τεθναίην" ἀποτείνεται. μονονουχὶ γάρ φησιν ὡς, εἰ καὶ φθάσας εἶπον "αὐτίκα τεθναίην", ἀλλὰ τοῦτο μὲν κατὰ θυμὸν εὐκτικῶς ἐρρέθη πρὸς τὴν μητέρα, φαμένην ὡς ἡ αὐτὴ προθεσμία τῆς τοῦ Ἕκτορος τιμωρίας καὶ τῆς τοῦ Ἀχιλλέως μεταλλαγῆς, ἄλλως δέ, τότε κῆρα δέξομαι, ὅτε θεὸς ἐθέλει τελέσαι.

(v. 117-119) Ὅρα δὲ καὶ ὅτι, ὡς μὲν μεγαλόφρων ὁ Ἀχιλλεὺς μεγάλῳ παραδείγματι τῷ καθ' Ἡρακλῆν ἑαυτὸν εἰς κίνδυνον συνέλεξεν, ὡς δὲ φιλότιμος τὰς τοῦ Ἡρακλέος πράξεις ἐσίγησεν, πρὸς ἃς ἐνδέων ἂν πάνυ ἐφάνη αὐτός. μόνην δὲ τὴν πρὸς τὸν Δία οἰκειότητα τοῦ Ἡρακλέος εἶπεν, ὡς μὴ ἁπλῶς φίλου ἀλλὰ φιλτάτου τῷ Διΐ, παραμυθούμενος καὶ τὴν μητέρα τῷ καὶ τοὺς κρείττονας θνῄσκειν.

(v. 120) Τὸ δὲ "ὁμοίη μοῖρα" δύναται μὲν καὶ ἁπλούστερον εἶναι ἀντὶ τοῦ ὁμοία τῇ τοῦ Ἡρακλέος. ἄλλως δὲ κρεῖττόν ἐστι ψεκτικῶς νοῆσαι αὐτὸ καθ' ὁμοιότητα τοῦ ὁμοιΐου πολέμου καὶ [149] ὁμοιΐου θανάτου καὶ ὁμοιΐου γήρως καὶ τῶν τοιούτων.

(v. 121) Τὸ δὲ "κείσομαι ἐπεί κε θάνω" ἀφελέστερον προήγαγε. δῆλον γὰρ ὡς κείσεται ὁ θανών. ἢ καὶ ἄλλως, δηλοῖ ὅτι τότε κείσομαι, νῦν δὲ ζῶντα οὐ χρὴ εἶναι ἀργὸν καὶ οἷον κεῖσθαι νεκρόν. ὅλον μέντοι τὸ "κείσομαι θανών, νῦν δὲ κλέος ἀροίμην" ἀντιθετικόν ἐστι, λέγοντος οἷον τοῦ Ἀχιλλέως, ὡς θανάτῳ μὲν κείσομαι, τῷ κλέει δὲ μετέωρος ἀρθήσομαι. καὶ ἄλλως δὲ τὸ "κείσομαι θανών" πρὸς διαστολὴν ἑτεροίων πτωμάτων εἴρηται.

(v. 122) Τὸ δὲ "Τρωϊάδων καὶ Δαρδανίδων" εἰς ὅμοιον ἐρρέθη τῷ "Τρῶες καὶ Δάρδανοι", ὥσπερ πρὸς ὁμοιότητα τῶν ἀμφοτέρας δρυπτομένων παρειάς, τὸ ἀμφοτέραις χερσὶ δάκρυα ὀμόρξασθαι, περὶ οὗ ἐρρέθη ἄλλοθι. ἐν τούτοις δὲ σύντομα πάρισα τὸ "Τρωϊάδων καὶ Δαρδανίδων, καὶ τὸ "ἀμφοτέρῃσι χερσί", καὶ τὸ "παρειάων ἁπαλάων", καλλωπίζοντος τὸν λόγον τοῦ ἥρωος, οἷς γέγηθε θαρρῶν ἀμύνασθαι τοὺς ἐχθρούς.

(v. 125) Ἐν δὲ τῷ "δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι" τὸ μὲν "ἐγώ" κατ' ἐξοχὴν κεῖται, εἰς δὲ τὸ "δηρόν" φασίν οἱ παλαιοί, ὅτι καὶ μὴν δώδεκα μὲν ἡμέραι διῆλθον ἀποδημούντων ἐν Αἰθιοπίᾳ τῶν περὶ τὸν Δία, τρεῖς δὲ ἄλλαι ἐν ταῖς παρατάξεσι. ποῦ γοῦν ὁ πολὺς χρόνος, ὃν τοῦ πολέμου ἐπέπαυτο; καὶ αὐτοὶ μὲν οὕτω. οἱ δὲ λύοντές φασιν, ὅτι καὶ τὸν ὀλίγον χρόνον πολὺν ὁ Ἀχιλλεὺς ἡγεῖται. "ποθέεσκε γὰρ ἀϋτήν τε πόλεμόν τε". τοιοῦτον γὰρ ἡ στοργή. ὅθεν καὶ παροιμία παρέξεσται λέγουσα, ὡς οἱ ποθοῦντες ἐν ἄματι γηράσκουσιν. εἰ δὲ καὶ αὐτὸς ὁ ποιητὴς ἐρεῖ, ὅτι δηρὸν μάχης ἐπέπαυτο ἀλεγεινῆς, οὐ διὰ τὰς ἡμέρας, φασί, τοῦτο λέγει, ἀλλὰ πρὸς τὴν ποικιλίαν τῶν πεπραγμένων ἀφορῶν.

(v. 126) Τὸ δὲ "μή με ἔρυκε μάχης" καὶ τὰ ἑξῆς, παρῳδηθήσεται ποτε εἰς ἔργου σπουδήν.

(v. 128) Τὸ δὲ "ἐτήτυμον" ἐπιρρηματικῶς κεῖται. ἄλλως δέ γε κοινότερον, ἀκόλουθον ἦν εἰπεῖν· ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμα. ἴσως δὲ καὶ ἐφερμηνευτικόν ἐστι τοῦ "ταῦτα" τὸ ἐτήτυμον, ὅτι μηδὲ πολλά τινά εἰσιν ἐνταῦθα τὰ τοῦ σκοποῦ, ἀλλὰ ἕν, τὸ ἐπικουρῆσαι Ἀχαιοῖς.

(v. 128 s.) Διὸ [150] ἐπάγει "οὐ κακόν ἐστι τειρομένοις ἑτάροις ἀμύνειν", γνωμικῶς τοῦτο εἰπών.

(v. 130-132) Τὸ δὲ "μετὰ Τρώεσσιν ἔχονται", παθητικῶς ῥηθὲν μεταποιεῖ εὐθὺς εἰς ἐνέργειαν, εἰπὼν "τὰ μὲν Ἕκτωρ αὐτὸς ἔχων ἀγάλλεται", ἵνα ἔχωνται μὲν τὰ τοῦ Ἀχιλλέως ὅπλα, ἔχῃ δὲ αὐτὰ ὁ Ἕκτωρ. Ὅρα δ' ἐνταῦθα καὶ ὡς φιλόκαλος ὁ Ἕκτωρ καλὰ γὰρ καὶ ἀγλαὰ ἔχων ὅπλα ὤμοισιν ἀγάλλεται, ὡς καὶ προερρέθη. ὅτι δὲ ταὐτὸν ἀγάλλεσθαι καὶ ἀγλαΐζεσθαι, ὃ ἐκ τοῦ ἀγάλλω παράγεται κατὰ παραγωγὴν καὶ ὑπέρθεσιν τοῦ ἀμεταβόλου, δηλοῖ ὁ ποιητὴς ἀμφότερα νῦν παραθέμενος.

(v. 134) Τὸ δὲ "καταδύσεο" ἡ μὲν κοινὴ διάλεκτος εὐκτικὸν οἶδεν, ἡ δὲ ποίησις τὸ ἐνδύσω εἰς ἐνεστῶτα προάγουσα ὡς παθητικοῦ ἐνεστῶτος προστακτικὸν ἐκεῖθεν προάγει αὐτό. Τὸ δὲ "μῶλον" ἤρκει καὶ αὐτὸ καθ' αὐτὸ κεῖσθαι δίχα τοῦ Ἄρηος, ὡς καὶ ἐν ἄλλοις ἐφάνη. γράφεται δὲ ὅμως οὕτως ἀκριβέστερόν τε καὶ ἐντελέστερον.

(v. 129) Ὁμοίως δὲ καὶ ἐν τῷ "ἑτάροις", ὡς ἐρρέθη, "ἀμυνέμεν αἰπὺν ὄλεθρον" οὐκ ἦν ἀνάγκη μετὰ τὸ ἀμύνειν κεῖσθαί τι, ὡς καὶ αὐτὸ δῆλόν ἐστί, προσετέθη δὲ ὅμως καὶ τὸ ἐφεξῆς διὰ πλείω συνήθη σαφήνειαν, ὡς ἐντεῦθεν δοκεῖν τὸν μῶλον καὶ τὸ ἀμύνειν ἐλλιπῶς φράζεσθαι, ὅτε κατὰ μόνας λέγονται.

(v. 136) Τοῦ δὲ "ἠῶθεν" ἐφερμηνευτικὸν τὸ "ἅμα ἠελίῳ ἀνιόντι", ὅπερ ἅμα ἡμέρᾳ φασὶν οἱ μεθ' Ὅμηρον. μετ' ὀλίγα δὲ συνήθως καθ' ὁμοιότητα τῆς ἀνατολικῆς φράσεως καὶ τὸ δύνειν "ἅμα ἠελίῳ καταδύντι" ἐρεῖ.

(v. 138) Ὅτι τὸ ὀπίσω στραφῆναι, ὅ ἐστιν ἀναχωρῆσαι, πάλιν τρέπεσθαι τοῦ δεῖνός φησιν, ἔτι δὲ καὶ στρεφθῆναι. [Ὅθεν συγκείμενος ὁ παρὰ τῷ Σοφοκλεῖ παλιντράπελος οὐκ ἐπαινετῶς ἔχει. δηλοῖ γὰρ τὸν ἀνάπαλιν τραπέντα τοῦ φρονεῖν.]

(v. 143) Τὸν δὲ Ἥφαιστον κλυτοτέχνην λέγει, ὡς καὶ ἐν ἄλλοις, διὰ τὰ ἐκ πυρὸς καλὰ ἔργα, ἐν οἷς καὶ τὰ τοῦ Ἀχιλλέως κλυτὰ τεύχεα παμφανόωντα.

(v. 148) Λέγει δ' ἐνταῦθα καὶ ὡς τὴν Θέτιν "Οὔλυμπόνδε πόδες φέρον", ταχέως δηλαδὴ κινουμένην, ὡς καὶ εἴ τις εἴποι ὅτι τὸν ἱππηλάτην φέρει τὸ ἅρμα ἢ τὰ πτερά, ὡς καὶ προερρέθη, ὄρνιν. [151] Καὶ ὅρα ὡς οὐ μόνον οὐδὲν ἐπὶ Νηρηΐδων τερατῶδες ὁ ποιητὴς ἔφη, ὅτε ἐξ ἁλὸς ἦλθον σὺν τῇ Θέτιδι δίχα τοῦ "περὶ δέ σφιν κῦμα θαλάσσης ῥήγνυτο", οἷα αἰσθόμενον τῆς αὐτῶν κινήσεως, ἀλλ' οὐδὲ λαλιὰν αὐταῖς τινα ἐν ταῖς τῶν Μυρμιδόνων σκηναῖς ἢ θρῆνον ἐπλάσατο, ἵνα μὴ γελῷτο παρακαίρια φράζων. αἱ γὰρ ἐν θαλάσσῃ παρὰ τῇ Θέτιδι σιωπήσασαι σχολῇ γ' ἂν ἐν ἀνδράσι πενθικῶς ἀσχημονοῖεν. καὶ ἡ ἀπέλευσις δὲ ταύταις ἥσυχος καταδύσαις εἰς θάλασσαν ἐν σιγῇ. οὐ γὰρ ἦν καὶ ἐπ' αὐτῶν ὡς καὶ ἐπὶ Θέτιδος εὔπλαστον οὔτε κατὰ μῦθον οὔτε ἀλληγορικῶς τὸ εἰς Ὄλυμπον ἀνελθεῖν.

(v. 140-143) Διὸ καὶ ἀνακάμπτουσιν, ὅθεν ἦλθον, ὡς ἡ ἀδελφὴ παραινεῖ Θέτις, εἰποῦσα ὃ παρῳδηθήσεταί ποτε διὰ συγγενῆ γέροντα "ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον ὀψόμεναι γέρονθ' ἅλιον καὶ δώματα πατρός. καί οἱ πάντ' ἀγορεύσατε", καὶ τὰ ἑξῆς. ἐν οἷς ὑπισχνεῖται ὡς εἰς μακρὸν Ὄλυμπον εἶμι παρ' Ἥφαιστον, τόν, ὡς ἐρρέθη, κλυτοτέχνην, εἴπως τῷ Ἀχιλλεῖ ἐκεῖνος δώσει τεύχεα, οἷα προσεχῶς ἀνωτέρω κεῖται.

(v. 140) Ἰστέον δὲ ὅτι καθὰ κλῦθι κλῦτε, οὕτω δῦθι δῦτε, καὶ ὅτι νῦν μὲν ἅλιον γέροντα τὸν Νηρέα φησίν, ἐν δὲ Ὀδυσσείᾳ καὶ ὁ Πρωτεὺς οὕτως ὠνομάσθη. ἀλλ' οὕτω μὲν τὰς Νηρηΐδας ὁ ποιητὴς ἔφη ἀπελθεῖν μηδέν τι τεράστιον προσπλάσας αὐταῖς, καὶ τὴν Θέτιν δὲ ἀπιοῦσαν κατὰ σπουδὴν ἁπλῶς εἶπε φέρεσθαι ποσίν, οὔτε βήματα μετρήσας καὶ αὐτῇ, οὔτε ῥῆμα προσθεὶς δηλωτικὸν ταχυτῆτος, οὔτε παραβολῇ χρησάμενος, ὁποῖον τι προπεποίηκεν ἐν τῷ "ἀνέδυ ἠΰτ' ὀμίχλη". οὔτε γὰρ ἡ Θέτις οὕτω μεγάλη ὡς καὶ ἐπ' αὐτῇ τερατεύεσθαι, καὶ ἄλλως δὲ τῶν σπουδαιοτέρων γενόμενος ἀμελεῖ τοιαύτης ἐνταῦθα φραστικῆς.

(v. 148) Ἰστέον δὲ καὶ ὅτι τὸ "Οὔλυμπόνδε πόδες φέρον", ἰσοδυναμεῖ μὲν πρὸς τὸ ἣ δὲ Οὔλυμπόνδε ἤϊε, προσφυὲς δέ ἐστι καὶ ἐπὶ τῶν εὐκλεῶς ὑψουμένων, καθὰ καὶ τὸ "ἐγὼ δ' ἐς μακρὸν Ὄλυμπον εἶμι".

(v. 145) Κεῖται δ' ἐν τοῖς εἰρημένοις καὶ τὸ "ἔδυσαν" κοινότερον, [152] ὅπερ ἐν ἄλλοις ποιητικῶς ἔδυν λέγεται. φησὶ γὰρ "αἳ δ' ὑπὸ κῦμα θαλάσσης αὐτίκ' ἔδυσαν". κῦμα δὲ θαλάσσης καὶ νῦν πρὸς διαστολὴν τῶν ἐν λίμναις καὶ ποταμοῖς, ἔνθα Νηΐδων οἴκησις οὐ Νηρηΐδων.

(v. 148 s.) Ὅτι πολεμικὸν φράζει θόρυβον τὸ "αὐτὰρ Ἀχαιοὶ θεσπεσίῳ ἀλαλητῷ ἔφευγον".

(v. 154) Ὅτι φλογώσας οἷον τὸν Ἕκτορα ὁ ποιητὴς παραβολικῶς ἐν τῷ εἰπεῖν οὕτω γοργῶς "Ἕκτωρ φλογὶ ἴκελος ἀλκήν", εὐθὺς καὶ ἔργον ἐπάγει, οὗ χάριν οὕτω παρέβαλεν αὐτόν.

(v. 155-156) Φησὶ γὰρ ὅτι τρὶς μὲν μετόπισθε ποδῶν τὸν Πάτροκλον ἔλαβεν "ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα". καὶ εἶχε μὲν τοὺς ἐμποδὼν γινομένους.

(v. 157-160) Τρὶς γὰρ αὖθις οἱ δύο Αἴαντες "θοῦριν ἐπιειμένοι ἀλκὴν νεκροῦ ἀπεστυφέλιξαν· ὃ δ' ἔμπεδον ἀλκὶ πεποιθὼς ἄλλοτ' ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ' αὖτε στάσκεν", οὐ δι' ὄκνον, ἀλλὰ "μέγα ἰάχων", ὅπερ Τρώεσσιν ὁμοκλᾶν ἔφη "ὀπίσω δ' οὐ χάζετο πάμπαν".

(v. 161-164) Ὃ καὶ εἰκάζει παραβολικῶς λέοντος ἔργῳ, εἰπὼν "ὡς δ' ἀπὸ σώματος οὔ τι λέοντ' αἴθωνα", τὸν πολλαχοῦ ῥηθέντα, "δύνανται ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι, ὥς ῥα τὸν οὐκ ἐδύναντο δύ' Αἴαντε κορυστὰ Ἕκτορα ἀπὸ νεκροῦ δειδίξασθαι". Καὶ ὅρα ὡς εἰς ταὐτὸν ἄγει τὸ δίεσθαι καὶ τὸ δεδίξασθαι. καὶ γὰρ καὶ τὸ δεδίσσω ἀπὸ τοῦ δίω γίνεται κατὰ παραγωγὴν καὶ ἀναδιπλασιασμόν. Ἰστέον δὲ ὅτι τε ἕλκων οὕτω νεκρὸν φερόμενον Ἕκτωρ τὸν Πάτροκλον ἐκ ποδῶν ἑλκυσθήσεται καὶ αὐτὸς ὕστερον τῶν ποδῶν, καὶ ὅτι, ὥσπερ τοὺς Αἴαντας ἐπιειμένους ἀλκὴν ἔφη, οὕτω καὶ ἀλκὶ πεποιθότα τὸν Ἕκτορα, καὶ ὅτι δύο εὐθείας εἰδώς, τὸ ἡ ἀλκή καὶ τὸ ἡ ἄλξ, καθά τινές φασιν, ὡς καὶ προερρέθη ἀπὸ μὲν τῆς μιᾶς εἶπε τὸ "ἐπιειμένοι ἀλκήν", ἀπὸ δὲ τῆς ἑτέρας τὸ "ἀλκὶ πεποιθώς", καὶ ὅτι τῶν τοῦ Πατρόκλου ποδῶν ὁ Ἕκτωρ λαμβάνεται, ὡς τῆς κεφαλῆς προφερομένης, ἵνα, εἴ τίς που αἰκία συμβαίη, πάθοιεν οἱ πόδες αὐτήν.

(v. 161) Ἐν δὲ τῷ "ἀπὸ σώματος" ἐπὶ ἀψύχου νοητέον τὸ σῶμα, καθὰ καὶ ἐν τῇ γ΄ ῥαψῳδίᾳ ἐφάνη, οὗπερ ὁ λέων οὐκ ἀπέχεται διὰ τὸ ἄγαν πεινᾶν, ὡς καὶ τοῦτο ἐκεῖ ἐλέχθη, καὶ μάλισθ' ὅτι αὐτὸς ἔοικε τοῦτο ἀνελεῖν ποίμνῃ ἐπελθών.

(v. 164) Τὸ δὲ "Ἕκτορα" περιττῶς κεῖται πρὸς πλείω τινὰ σαφήνειαν.

(v. 163) Ἤρκει δὲ ἀντ' αὐτοῦ ἡ ἀντωνυμία μόνη ἐν τῷ "ὥς ῥα [153] τὸν οὐκ ἐδύναντο", ἀντὶ τοῦ τοῦτον, τὸν Ἕκτορα δηλαδή. [Φράζει δὲ οὕτως ὁ ποιητὴς πρὸς ἔνδειξιν τοῦ τὰς ἀντωνυμίας καὶ ἀντὶ κυρίων ὀνομάτων τίθεσθαι. εἰκὸς δὲ καὶ ἄλλως τὸ "τόν" μὴ ὡς ἀντωνυμίαν εἶναι, ἀλλὰ λόγῳ ἄρθρου, ἵνα λέγῃ ὅτι τὸν Ἕκτορα οὐκ ἐδύναντο διῶξαι. τοιοῦτον τὸ "τὴν αὐτὸς ἐμαυτοῦ ψυχήν", καὶ τὸ "τὰ δὲ λείψεται ἄλγεα λυγρά", ἤγουν τὰ δὲ ἄλγεα μενεῖ κατὰ κόσμον.]

(v. 166) Ὅτι κἀνταῦθα, ὡς καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ, ἡ Ἶρις ἐπὶ φήμης νοεῖται, ἥτις ὑπὸ Ἥρας, τουτέστιν ἀέρος, στελλομένη ἀγγέλλει τῷ Ἀχιλλεῖ τὰ κατὰ Πάτροκλον. ὡς γὰρ πρὸ τούτου οὐκ ἔλαθε τὸν Νέστορα ἰαχή, οὕτω καὶ ὧδε τῇ φυλόπιδι τεκμαίρεται Ἀχιλλεὺς τὸ συμβάν, κρύβδα δέ, ταὐτὸν δ' εἰπεῖν λάθρᾳ ἢ λάθρῃ, Διὸς κατὰ τὸν ποιητὴν στέλλεται, διότι οὐ διήρθρωται σαφῶς ἡ ἐκ τῆς ἰαχῆς δήλωσις, ὡς ἡ τοῦ ἀγγέλου οἷον τοῦ Ἀντιλόχου, ἀλλ' οἷον ὑποκλέπτουσα τὸ σαφὲς λεληθότως πως παραδηλοῖ τὸ ὑπονοούμενον.

(v. 168) Ἰστέον δὲ ὅτι πᾶσαν Ἶριν Ἥρα πέμπει, ἤγουν ἀήρ, εἰς ὃν μεταλαμβάνεταί ποτε καὶ ὁ Ζεύς, ὁ καὶ αὐτὸς ἐν πολλοῖς πέμπων ὁμοίως τὴν Ἶριν, εἴτε τις πτερωτὴν αὐτὴν δαίμονα θέλει νοεῖν εἴτε τὴν ἐν ἀέρι φαινομένην εἴτε τὴν φήμην. οὐδὲν γὰρ τούτων ἀέρος δίχα τὰ ἑαυτοῦ ἐνεργεῖ. Εἰκὸς δὲ καὶ κοινῶς ὑπὸ τοῦ λαοῦ ἐκφωνηθὲν ἄρτι, ὡς ἁρπάζεται ἤδη ὁ Πάτροκλος, ἀπηχηθῆναι ἕως καὶ εἰς Ἀχιλλέα. καὶ τοῦτό ἐστι μάλιστα ἡ ποδήνεμος Ἶρις ἡ τὸν Ἀχιλλέα ἐρεθίσασα. οὐ γὰρ ἤρκει τὸ τοῦ Ἀντιλόχου τὸ "κεῖται Πάτροκλος", ἀλλὰ καὶ φήμη τυχὸν αὐτίκα ἐξεβοήθη τῆς ἁρπαγῆς τοῦ Πατρόκλου. οὐδὲν δὲ κωλύει νοῆσαι κατὰ τὸ σιωπώμενον, ὁποῖα πολλὰ τῶν τοῦ [154] ποιητοῦ, καὶ ὅτι οὗτός τις καὶ ἐκεῖνος ἄλλος, καὶ οὕτω πολλοί, ποδηνέμοι ὡσανεὶ ἐλθόντες ἤγγειλαν τῷ Ἀχιλλεῖ τόν τε κίνδυνον καὶ ἕτερα παροξύνοντα εἰς θυμὸν ἐκεῖνον. καὶ ἔστι καὶ τοῦτο ἀσφαλῶς εἰπεῖν Ἶριν.

(v. 1705) Ἦσαν δὲ τά, ὡς εἰκός, ὑπὸ τῆς τοιαύτης Ἴριδος τῆς μετὰ τὸν Ἀντίλοχον εἰρημένα, ὁποῖά φησιν Ὅμηρος, οἷον "ὄρσεο, Πηλείδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν, Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ ἕστηκε πρὸ νηῶν· οἳ δ' ἀλλήλους ὀλέκουσι", καὶ ἑξῆς.

(v. 174-177) Καὶ ὅτι ἐρύσασθαι Τρώων ἐθελόντων, μάλιστα Ἕκτωρ ἑλκέμεναι μέμονε τὸν νέκυν, "κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει" ἢ ἄνωγε, "πῆξαι ἀνὰ σκολόπεσσι ταμόντα ἁπαλῆς ὑπὸ δειρῆς".

(v. 17880) Καὶ ἐπὶ πᾶσι τὸ "ἀλλ' ἄνα μήδ' ἔτι κεῖσο, σέβας δέ σε θυμὸν ἱκέσθω, Πάτροκλον Τρῳῇσι κυσὶ μέλπηθρα γενέσθαι", τὰ καὶ προδεδηλωμένα, "σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθοι". Καὶ ἐπὶ τοιούτοις λόγοις ἢ λογισμοῖς καὶ τοιαύτῃ ἀγγέλῳ Ἴριδι τοῦ καθῆσθαι καὶ πενθεῖν ἐξανίσταται ὁ Ἀχιλλεύς. ὡς εἰ μὴ ταῦτ' ἢ ἐλαλήθη ποθὲν ἢ ἄλλως εἰς νοῦν ἐρρητορεύθη τῷ Ἀχιλλεῖ, οὐκ ἦν ἄλλως ἀξίως τῆς ποιητικῆς πιθανότητος ἐκδραμεῖν αὐτὸν εἰς ἄμυναν.

(v. 1658) Ὅτι δὲ πρὸς αὐτῇ τῇ ἀκμῇ τῆς ἁρπαγῆς ὁ Ἀχιλλεὺς ἐξεπήδησε, δηλοῖ τὸ "καὶ δὴ ἂν εἴρυσέ τε καὶ ἄσπετον ᾔρατο κῦδος", ὁ Ἕκτωρ, "εἰ μὴ τῷ Ἀχιλλεῖ Ἶρις ἄγγελος ἦλθε θέουσα, κρύβδα Διός", ὡς εἴρηται, "πρὸ γὰρ ἧκε μιν Ἥρη", καὶ ἑξῆς.

(v. 170) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ "ἐκπαγλότατε ἀνδρῶν" τῷ Ἀχιλλεῖ προσφωνηθὲν ὀνειδιστικῶς, ὡς ἐκπλήξεως καὶ τοῦτο ἄξιον ὄν, εἰ οὕτω τοῦ φίλου πάσχοντος αὐτὸς κεῖται ἡσυχάζων. δύναται δὲ καὶ ἐπαινετικῶς ῥηθῆναι ὡς ἐπὶ φοβεροῦ καὶ φρικτοῦ, καὶ δηλώσει Ὅμηρος ἑξῆς ἐτυμολογῶν, ὅπου ἐρεῖ ὅτι φανέντος Ἀχιλλέως ἡνίοχοι ἔκπληγεν, ἐξ οὗ ἐκπλαγώτατος, καὶ μεταθέσει ἐκπαγλότατος.

(v. 175-177) Σημείωσαι δὲ καὶ ὅτι λύσιν κἀνταῦθά τινα προβάλλεται ὁ ποιητὴς τῆς ὕστερον ἐξ Ἀχιλλέως εἰς τὸν Ἕκτορα ὠμότητος, εἴγε καὶ πάντων μάλιστα ἕλκειν αὐτὸς ἐθέλει τὸν Πάτροκλον καὶ τὴν κεφαλὴν ἀνασκολοπίσαι καὶ κυσὶν εἰς μέλπηθρα παραβαλεῖν. Ἔνθα σημείωσαι περὶ τῆς ἀνασκολοπίσεως ὡς [155] οὐκ ἂν πιθανὸν ἦν ἑτέρωθεν τῷ Ἀχιλλεῖ λαληθὲν τοῦτο, εἰ μὴ ἐκ τῆς Ἴριδος. τίς γὰρ ἀνθρώπων εἶχεν εἰδέναι αὐτό, κρυπτόμενον ἔσω τῷ Ἕκτορι; εἰ δὲ καὶ ἐξελάλει αὐτὸς ἐν μάχῃ, καὶ οὕτως ἡ Ἶρις τὸ τοιοῦτον διαγγέλλει καὶ οὐκ οἶδεν ἄλλως αὐτὸ Ἀχιλλεύς.

(v. 177 s.) Ὅρα δὲ καὶ τὴν ἀνα πρόθεσιν δοτικῇ συνταχθεῖσαν συνήθως ἐν τῷ "ἀνὰ σκολόπεσσιν", [ἐξ οὗ τὸ ἀνασκολοπίσαι σύγκειται,] καὶ τὸ "ἄνα" κείμενον, ὡς παρὰ Σοφοκλεῖ, οὕτω καὶ νῦν ἀντὶ τοῦ "ἀνάστηθι", κατὰ τελείαν ἔλλειψιν ῥήματος, τὴν καὶ ἐπὶ ἄλλων δηλωθεῖσαν γίνεσθαι προθέσεων, καὶ ὅτι πρὸς διαστολὴν ὁμωνυμίας τοῦ ἄνα, ὅ ἐστι βασιλεῦ, ἐπήγαγε μετὰ τὸ "ἀλλ' ἄνα", τὸ "μηδ' ἔτι κεῖσο". Τὸ δὲ "σέβας δέ σε θυμὸν ἱκέσθω", ἤγουν αἰδὼς ἢ νέμεσις ἢ ἔκπληξις, περιφράζει μὲν τὸ σεβάσθητι. οὐκ ἀνόμοιον δέ ἐστι πρὸς τὴν φράσιν τοῦ "σεβάσατο γὰρ τό γε θυμῷ".

(v. 180) Τὸ δὲ "σοὶ λώβη ἔσται", εἴπερ ὁ νέκυς αἰσχυνθῇ, δεξιῶς ἐρρέθη. ὡς γὰρ κοινά σοι τὰ τοῦ φίλου ἐν ζωῇ, οὕτω πως καὶ μετὰ θάνατον. σὴ γοῦν λώβη τὸ ἐκείνου αἶσχος, ὡς εἶναι ταὐτόν τι λώβην καὶ αἶσχος καὶ τὰ τούτων ῥήματα, τὸ λωβᾶσθαι καὶ τὸ αἰσχύνειν. δῆλον δὲ ἐν τῷ "ᾐσχυμμένος" ὅτι καὶ νεκροῦ αἰσχύνην οἶδεν Ὅμηρος, τὴν τῆς ὁλότητος τῆς κατὰ σῶμα κολόβωσιν. Ὅρα δὲ καὶ ὅτι τὸ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ ῥηθὲν ἐν τρισὶ στίχοις "σοὶ μὲν δή, Μενέλαε, κατηφείη καὶ ὄνειδος ἔσσεται", ἐὰν Πάτροκλος τάδε πάθοι, ἐνταῦθα στίχῳ ἑνὶ ἐπιτέτμηται τῷ "σοὶ λώβη αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθοι". οἶδε γὰρ ὁ ποιητὴς καὶ ἐκτείνειν τεχνικῶς καὶ συστέλλειν νοήματα. [Ἔστι δὲ τὸ "ἔλθοι" ἀντὶ τοῦ ἀπέλθοι γλυκέως καὶ ἀφελῶς ἐπὶ νεκροῦ ὡσεὶ καὶ ἐμψύχου φρασθέν. περὶ δὲ λώβης ὅθεν γίνεται, εἴρηται μὲν πολλαχοῦ, δηλοῦται δὲ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ἧς ἐς πᾶν διαφέρει ὁ διὰ τοῦ ο μικροῦ γραφόμενος λοβός, περὶ οὗ καὶ αὐτοῦ ἐν ἄλλοις ἐρρέθη. λοβοὶ δὲ οὐ μόνον οἱ κατὰ τὸ ἧπαρ, ἀλλὰ καὶ οἱ τῶν ὠτίων, ὧν χρῆσις καὶ ἐν τῷ "ἐϋτρήτοισι λοβοῖσιν", ἀφ' ὧν καὶ ἐλλόβια, κόσμος ἐνώτιος ἀπηρτημένος τῶν κατὰ τὰ ὦτα λοβῶν, καὶ ὀξυλοβῶ ῥῆμα τὸ ταχέως ἀκούω.]

(v. 182 et 184) Ἐν τούτοις δὲ ἐπαναφορικῶς κεῖται καὶ ἡ ἐν τῇ α΄ ῥαψῳδίᾳ παρασημειωθεῖσα ψευδοπαρήχησις, τὸ "Ἶρι θεά, τίς γάρ σε ἧκε", καὶ τὸ "Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις", τὸ μὲν περὶ Ἴριδος λεχθέν, τὸ δὲ περὶ τῆς Ἥρας. Ἐν οἷς ὅρα καὶ ὡς κοινῶς μὲν εἶπε τὸ "τίς γάρ σε ἧκεν", [156] Ἀττικῶς δὲ τὸ "προέηκε", καὶ ὡς δοκεῖ καὶ νῦν ὁ γαρ σύνδεσμος κατὰ τὸ παρέλκον κεῖσθαι.

(v. 185 s.) καὶ ὡς ἑρμηνεύων διὰ τῆς Ἴριδος τὸ "κρύβδα Διός", οὐδ' οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται" ὅπερ ἐν στίχοις δυσὶ περίφρασίς ἐστιν ἡμιστιχίου ἀνωτέρου κειμένου τοῦ "κρύβδα Διὸς ἄλλων τε θεῶν". βιωτικὴ δὲ κατ' ἀνθρώπους λέξις καὶ οὐδέν τι θεῖον ἔχουσα τὸ "ἀμφινέμονται".

(v. 172-175) Μέσον δὲ τῶν εἰρημένων κεῖται καί τι σχῆμα οὐ πάνυ τετριμμένον τὸ "ἀλλήλους ὀλέκουσιν, οἳ μὲν ἀμυνομένοι νέκυος πέρι, οἳ δὲ ἐρύσασθαι Τρῶες ἐπιθύουσι". τὸ γὰρ κοινότερον ἦν ἄν· οἳ δὲ ἐρύσασθαι ἐπιθύοντες, ὅ ἐστιν ἐφορμῶντες. Ἡ δὲ πολλὴ χύσις τῆς Ὁμηρικῆς λογιότητος ἔχει καὶ ἄλλα οὕτως ἀναπιδύοντά που σχήματα εἰς ψυχαγωγίαν τοῖς φιλοκαίνοις.

(v. 188-195) Ὅτι ὡς ἐν σχήματι προκατασκευῆς, εἰπεῖν δὲ καὶ προεκθετικῶς, ποιεῖ Ὅμηρος τὸν Ἀχιλλέα ἐπαποροῦντα πρὸς τὴν ἢ μυθικὴν ἢ ἄλλως λαϊκὴν Ἶριν, τὴν εἰς μάχην, ὡς ἐρρέθη, αὐτὸν ἐρεθίζουσαν "πῶς δὴ ἔλθω μετὰ μῶλον, ἔχουσι δὲ τεύχε' ἐκεῖνοι· μήτηρ δ' οὔ με πρίν γ' εἴα θωρήσσεσθαι πρίν γ' αὐτὴν ἐλθεῖν" ἔχουσαν, καθὰ στεῦτο, παρ' Ἡφαίστου "ἔντεα καλά. ἄλλου δ' οὔ τευ οἶδα, τεῦ ἂν κλυτὰ τεύχεα δύω, εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. ἀλλὰ καὶ αὐτὸς ὅ γ' ἔλπομ' ἐνὶ Τρώεσσιν" ἢ μάλιστα "ἔλπομ' ἐνὶ πρώτοισιν", "ὁμιλεῖ ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος". Καὶ οὕτω μὲν ὁ ποιητικὸς Ἀχιλλεύς, ἀληθῶς δὲ αὐτὸς Ὅμηρος ἀνακινεῖ τὸ οἰκεῖον μεθοδικὸν καὶ σκέπτεται πῶς ἂν οὕτω συμπεσόντων ἄρτι τῶν πραγμάτων πιθανῶς ἐξαγάγοι τὸν Ἀχιλλέα εἰς τὴν ὑπὲρ τοῦ φίλου ἄμυναν.

(v. 197-200) Καὶ ἀκούει ἐκ τῆς Ἴριδος, ἥτις ποτ' ἂν καὶ εἴη, ὅτι "εὖ δὴ καὶ ἡμεῖς ἴδμεν ὅτι", ἢ "ὅ τοι", "κλυτὰ τεύχε' ἔχονται, ἀλλ' αὕτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, αἴ κέ σ' ὑποδδείσαντες ἀπόσχωνται [157] πολέμοιο Τρῶες, ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν". ἅπερ οὐδέν ἐστιν ἄλλο ἢ ποιητικὴ ὑπόσχεσις, ὡς κρίνει δέον ὁ ποιητὴς ἄοπλον γοῦν οὕτως ἐξαγαγεῖν τῷ τέως εἰς μάχην τὸν Ἀχιλλέα, ἵνα φόβον τινὰ ἐμποιήσῃ τοῖς Τρωσίν, ἀναπνεύσωσι δὲ Ἀχαιοὶ τειρόμενοι.

(v. 201) "Ὀλίγη δέ", ὡς καὶ ἀλλαχοῦ ἔφη, "ἀνάπνευσις πολέμοιο". Ὅρα δ' ἐν τούτοις ὅτι τε θαρρεῖ πάνυ τῇ τοῦ Αἴαντος φιλίᾳ ὁ Ἀχιλλεὺς καὶ τῇ ἀνδρίᾳ, ὃς καὶ παραμένειν αὐτὸν λέγει τῷ Πατρόκλῳ καὶ κατακόπτειν τοὺς ἐχθρούς, καὶ ὅτι καλῶς μέμνηται ὁ Ἀχιλλεὺς τῆς μητρικῆς ὑποθημοσύνης, ὥς φησι προϊὼν Ὅμηρος σαφέστερον, μὴ καὶ λάθοι ὅμοια παθὼν τῷ Πατρόκλῳ ἀμελήσας ἀγαθῆς συμβουλῆς. διὸ τρέχει τὴν μέσην, φανεὶς μὲν ἐν πολέμῳ, οὐκ εἰς μέσον δὲ παραρρίψας ἑαυτὸν διὰ τὸ ἄοπλον. καὶ ὅτι οὐχ' οὕτως δοκεῖ εὐμεγέθης εἶναι Ἀχιλλεὺς ὡς ὁ Αἴας. μόνον γοῦν τὸ σάκος προσαρμόττει τῷ Ἀχιλλεῖ διὰ τὸ πολὺ τῆς κατὰ χεῖρα ῥώμης, οὐ μὴν δὲ καὶ τὰ λοιπὰ ἴσως τοῦ Αἴαντος ὅπλα. Ἔχει δὲ ἀπορίαν ἐνταῦθα ὁ λόγος. πῶς γὰρ οὔτινος ἄλλου τεύχεα ἔχει δύεσθαι Ἀχιλλεὺς ἔχων τὰ τοῦ Πατρόκλου; εἰ γὰρ τὰ τοῦ Ἀχιλλέως τῷ Πατρόκλῳ προσήρμοττεν, ἁρμόσοι ἂν, φασί, καὶ τὰ ἐκείνου τῷ Ἀχιλλεῖ. ἢ τοῦτο οὐκ ἐξ ἀνάγκης. τὰ μὲν γὰρ τῶν μειζόνων δύναται, φασί, τοῖς μὴ τοιούτοις ἁρμόττειν, οὐ μὴν καὶ ἀνάπαλιν. ἴσως δέ, φασί, καὶ ὁ Αὐτομέδων, ὡς προεσημειώθη, ἐφόρει αὐτά, ἵνα δοκῇ Πάτροκλος εἶναι. λυθήσεται δὲ τὸ ἄπορον καὶ ἀπὸ τῆς λέξεως. κλυτὰ γὰρ τεύχεα ἐθέλει δῦναι, τοιαῦτα δὲ οὐκ ἔχει εὑρεῖν, εἴπερ τοιαῦτα λέγει τὰ ἡφαιστότευκτα.

(v. 188) Ὅρα δὲ ὅτι τε πολλαχοῦ μῶλον Ἄρηος λέγων ἐνταῦθα ἠρκέσθη μῶλον μόνον εἰπών,

(v. 191) καὶ ὅτι "στεῦτο" τὸ ὑπέσχετο, ἀκολούθως τῷ "στεῦται γάρ τι ἔπος εἰπεῖν",

(v. 192) καὶ ὡς ἐν στίχῳ ἑνὶ τὸ τεῦ καὶ ἀορίστως ἔφη "οὔ τευ οἶδα" ἀντὶ τοῦ οὔτινος, διὸ καὶ ἐγκλίνεται, καὶ ἀντωνυμικῶς μετὰ τόνου "τεῦ ἄν", ἤτοι οὗ ἄν, "κλυτὰ τεύχεα δύω", ἤγουν ὑπεισέλθω. οὗ πρὸς διαστολὴν τὸ ἀριθμητικὸν δύο συστέλλει τὴν λήγουσαν.

(v. 194) Τὸ δὲ "ἔλπομαι ἐνὶ πρώτοισιν ὁμιλεῖ" ἐλλιπῶς ἔχει. λείπει γὰρ τὸ ὅτι, ἵνα εἴπῃ, οἶμαι ὡς τοῖς πρώτοις ὁμιλεῖ, ἤγουν προμάχεται. καὶ ἄλλως δέ, ἐκ περιττοῦ χάριν [158] ἀκριβείας ἀσυνδέτως ἐπεμβέβληται τὸ ἔλπομαι, ἵνα λέγῃ, ἀλλὰ καὶ αὐτὸς οὗτος προμάχεται, οἶμαι, ἤγουν ὡς νομίζω. [(v. 195) Τὸ δὲ "ἔγχεϊ δηϊόων" ἔλλειψιν καὶ αὐτὸ ἔχει, δηλωτικὴν σπουδῆς τῆς τοῦ φράζοντος. λείπει γὰρ τὸ Τρῶας ἤ τι τοιοῦτον.] Τὸ δὲ "περὶ Πατρόκλοιο θανόντος" ἔπαινος καὶ αὐτὸ Αἴαντος, ὃς οὐδὲ θανόντος τοῦ φίλου ἀμελεῖ.

(v. 200) Τὸ δὲ "ἀναπνεύσωσιν ἀρήϊοι υἷες Ἀχαιῶν" σεμνύνει ἐκείνους, εἰ καὶ ἐν τηλικούτῳ κινδύνῳ παραμένει αὐτοῖς τὸ ἀρήϊον, καί πως λέγει, ὡς οἱ πρὶν μένεα πνείοντες ταχὺ ἀναπνεύσουσι δι' Ἀχιλλέως. Τὸ δὲ "υἷες Ἀχαιῶν", οὐ μόνον περιφραστικῶς Ἀχαιοὺς δηλοῖ, ἀλλὰ καὶ ὑπολαλεῖ τοὺς ἀρηΐους τούτους ἐκ γένους ἔχειν τὸ μάχιμον.

(v. 203-206) Ὅτι ἐξελθόντος τοῦ Ἀχιλλέως εἰς τὴν τάφρον ἡ Ἀθηνᾶ ἀμφὶ "ὤμοις ἰφθίμοισι", τοῖς ἐκείνου δηλαδή, "βάλ' αἰγίδα θυσανόεσσαν, ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε χρύσεον, ἐκ δ' αὐτοῦ δαῖε φλόγα παμφανόωσαν", ὥς που πρὸ τούτων καὶ ἐπὶ Διομήδους.

(v. 207-214) Εἶτα παραβολὴν ἐπιφέρων προσφυῆ καὶ τὸ ἐκ τῆς κεφαλῆς τοῦ Ἀχιλλέως σέλας εἰκάζων [οὐχὶ ἀστέρι ὀπωρινῷ, καθὰ ἐπὶ Διομήδους, ἀλλὰ] πυρσοῖς μεγάλοις νησιωτικοῖς, φησὶν "ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρα ἵκηται τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ ἄστεος ἐκ σφετέρου, ἅμα δ' ἠελίῳ καταδύντι πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ' αὐγὴ γίνεται ἀΐσσουσα, περικτιόνεσσιν ἰδέσθαι, αἴ κέν πως σὺν νηυσὶν Ἄρεως ἀλκτῆρες ἵκωνται, ὣς ἀπ' Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρα ἵκανε".

(v. 225-227) Περὶ οὗ καὶ μετ' ὀλίγα δηλῶν φησιν "ἀκάματον πῦρ δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλείωνος δαιόμενον· τὸ δ' ἔδαιε θεὰ γλαυκῶπις Ἀθήνη". Ἀξιοπρεπὴς δὲ κατὰ τοὺς παλαιοὺς ἐν τούτοις ἡ τερατεία καὶ μείζων τῆς πρὸ τούτων κατὰ τὸν Διομήδην, οὐ μόνον καθότι ἐκεῖνος μὲν ὡπλισμένος καὶ οὕτω λάμπων ἔχει ἀφορμήν τινα λέγεσθαι λάμπεσθαι τῷ ἐκ τῶν ὅπλων πυρί, Ἀχιλλεὺς δὲ ἄοπλος ὢν παμφαίνει φλογί, ἀλλὰ καὶ καθὸ τὴν οἰκείαν αἰγίδα περιτίθησι τούτῳ ἡ Ἀθηνᾶ. ἔστι γὰρ νοῆσαι, ὡς ἐλάμπετο μὲν καὶ ὁ Διομήδης πυρί, ἀλλ' Ἀχιλλεὺς ἐνταῦθα τερατωδέστερον ἔχει, εἴπερ σὺν τῷ φλογὶ δαίεσθαι καὶ αἰγίδα φορεῖ, δι' ἣν καὶ νέφος περὶ αὐτὸν καὶ φλόξ, ὡς ἄν, ἵνα τολμήσας τις εἴπῃ, αἰγίοχός τε [159] εἴη οὕτω καὶ νεφεληγερέτης δὲ τρόπον τινά, διὰ δὲ τὴν φλόγα καὶ οἷον ἀστεροπητής. σεμνότερα οὖν τῶν ἐπὶ τῷ Διομήδει καὶ ὑψηλότερα τὰ κατὰ τὸν Ἀχιλλέα. Σημείωσαι δὲ ὅτι τε εἴπερ ἀμφ' ὤμοις βάλλεται ἡ αἰγίς, οὐ πλήττει ἄρα, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, μόνον δὲ ἐκφοβεῖ, καὶ ὅτι ὕλην τῆς οὐ πρὸ πολλῶν ῥηθείσης φυσικῆς αἰγίδος τῆς τοῦ Διὸς καὶ ἡ τῆς Ἀθηνᾶς αὕτη λαλεῖ, ἀξυμφανῶς μέντοι. οὐ γὰρ ἐξ ὀρθοῦ νέφος λέγει ὁποῖον ἐκεῖ, οὐδὲ πῦρ ἀστραπαῖον, οὐδὲ βροντήν. ἐμφαίνει μέντοι ὅμως ἐφ' ὁποσονοῦν καὶ τοῦτο τὴν ἐκεῖ ἀλληγορίαν ἀμυδρῶς διὰ τὸ καὶ τὴν Ἀθηνᾶν, εἰ καὶ Διὸς θυγάτηρ, ἀλλὰ μὴ ἁπλῶς οὕτω κοινότερον κατὰ πλάτος, αὐτὴν ἀλληγορεῖσθαι εἰς ἀέρα, ἵνα καὶ ἡ ταύτης αἰγὶς εἰς ἀέριόν τι πάθος ἐκλαμβάνηται.

(v. 206) Χρύσεον δὲ τὸ ῥηθὲν νέφος, ὅτι καὶ φλογῶδες. ὅθεν ὁ Πίνδαρος τὸν χρυσὸν πυρὶ αἰθομένῳ ἐν νυκτὶ παρείκασεν. ἐλέχθη δὲ πρὸ τούτων καὶ ἐν ἀέρι χρύσεα νέφη. ἀλλ' ἐκεῖνα μὲν ἄνω, τοῦτο δὲ οὐχ' ὑφηλὸν ἀλλὰ κάτω, οἷα τὸν Ἀχιλλέα στέφον κατά τινα κυριολεξίαν, ἐπεὶ καὶ ὑπὲρ κεφαλῆς τὸ τοιοῦτον φλογῶδες καὶ πυρῶδες ἐδαίετο. περὶ οὗ διὰ τὴν ὁμοιότητα ζητητέον καὶ ὅσα ἐν τῇ ε΄ ῥαψῳδίᾳ γέγραπται. [(v. 205) Ὅρα δὲ κἀνταῦθα ὅτι τε σεμνὴ λέξις ἀεὶ τὸ στέφειν, καὶ ὅτι στέφανον κεφαλῆς Ἀχιλλέως οἷον χρυσοῦν τὸ κατ' αὐτὴν χρύσεον νέφος ὑπολαλεῖ ὁ ποιητής. ὅτι δὲ καὶ ἐν πότοις καὶ ἐν ἑορταῖς καὶ ἐν γάμοις καὶ ἐν ἀγῶσιν ἐστεφανοῦντο, δῆλον ἐκ τῶν παλαιῶν, εἰ καὶ μὴ παρ' Ὁμήρῳ τοῦτο τέτριπται. σεμνύνει δὲ μάλιστα τὸν στέφανον Ἀριστοτέλης, εἰπὼν ὅτι θυσίαις στεφανοῦνται, ἐπεὶ οὐδὲν κολοβὸν θεῷ προσφέρεται, ἀλλὰ τέλεια καὶ ὅλα. τὸ δὲ πλῆρες τέλειον. τοιοῦτον δὲ παρ' Ὁμήρῳ τὸ στέφειν, δι' οὗ πλήρωσις σημαίνεταί τις, [160] οἷον "κοῦροι κρητῆρας ἐπεστέψαντο ποτοῖο", καὶ "θεὸς μορφὴν ἔπεσι στέφει". ὄψιν γὰρ ἄμορφον ἀναπληροῖ πιθανότης τοῦ λέγειν. ἔοικεν οὖν ὁ στέφανος τοῦτο βούλεσθαι ποιεῖν, καθὸ καὶ Ὠκεανῷ χθὼν ἅπασα δίκην νήσου ἐστεφάνωται. διὸ ἐν τῷ πενθεῖν τἀναντία ποιοῦμεν. ὁμοπαθείᾳ γάρ, φησί, τοῦ κεκμηκότος κολοβοῦμεν ἡμᾶς κουρᾷ τε τριχῶν καὶ στεφάνων ἀφαιρέσει. Ἐνθυμητέον δ' ἐν τούτοις καὶ Φωκίωνα, ὃς ἐστεφανωμένος θύων καὶ μαθὼν ἐν πολέμῳ πεσεῖν τὸν υἱὸν ἀπέθετο πενθίμως τὸν στέφανον. προσεπιμαθὼν δὲ καί, ὡς ἀριστεύων ἐκεῖνος τέθνηκεν, αὐτίκα ἐστεφανώσατο.]

(v. 207-211) Οἱ δὲ ἐν ἡμέρᾳ μὲν καπνοὶ ἐξ ἄστεος νησιωτικοῦ, νύκτωρ δὲ πυρσοὶ ἐπήτριμοι, ὅ ἐστι συχνοί, ὡς ἐν ἄλλοις δηλοῦται, πολυπειρίαν πραγμάτων καὶ αὐτοὶ συνάγουσι τῷ ἀκροατῇ, ὡς ἂν εἰδείη ὅτι ἡμέρας μὲν καπνὸς ὑψούμενος πλέον τοῦ πυρὸς ὁρᾶται διὰ τὸ ἐν φωτὶ μέλαν καὶ σημαίνει κινδύνους νήσου, νύκτωρ δὲ τοῦ καπνοῦ λανθάνοντος διὰ τὸ σκότος ἀναλάμπει ἐφ' ὁμοίοις ἐκεῖ τὸ πῦρ. Καὶ ὅρα ὅτι ἐπέτεινε τὴν τοῦ πυρὸς λαμπρότητα οὐχ' ἁπλῶς τινας ἄνδρας πολιορκουμένους παραλαβὼν χρωμένους πυρσοῖς, ἀλλὰ [τηλόθεν] νησιώτας, οἳ μάλιστα τούτοις θαρροῦσι διὰ τὸ μὴ ἔχειν πεζῇ βαδίσαι καὶ δηλῶσαι τοῖς περιοίκοις εἴτε νησιώταις εἴτε ἄλλως ἠπειρώταις τὸν κίνδυνον. τοῖς γὰρ τοιούτοις ὡς ἀπῳκισμένοις οἱ πυρσοὶ καὶ μεγάλοι ἀνάπτονται, καὶ διὰ πελάγους ἀνεπιπροσθήτως φαίνονται. Ὅρα δὲ ὅτι τε νέφος ἐνταῦθα χρύσεον εἰπὼν καὶ φλόγα καὶ σέλας πῦρ οὐκ ἠθέλησε φράσαι, [εἰ καὶ ἄλλως ἐν τῷ τέλει τῆς ῥῶ καὶ τὸ σέλας ἀντὶ πυρὸς ἔθετο], προϊὼν δὲ ἐρεῖ περὶ τούτου, ἔνθα τὸ ἐξ Ἀχιλλέως καιόμενον καὶ ἀκάματον πῦρ ἐξέπληττε τοὺς ἡνιόχους. καὶ ὅτι ἡ τοῦ καπνοῦ ἐν τοῖς ῥηθεῖσι παράληψις τέθειται μὲν καὶ πρὸς ἔμφασιν πλήθους πυρσῶν, μᾶλλον δὲ δι' ἐμπειρίαν πολυμαθείας, ὡς [161] εἴρηται. ἄλλως γὰρ οὐ χρήσιμος ὁ καπνὸς πρὸς τὸ πολὺ τῆς ἐν τῷ Ἀχιλλεῖ φανταζομένης λαμπρότητος.

(v. 209) Τὸ δὲ "κρίνονται Ἄρηϊ" ἀντὶ τοῦ εἰς διάκρισιν σπεύδουσιν, ἵνα τοῦ μίγνυσθαι παύσωνται, κατὰ τὸ "παύσαντο φυλόπιδος καρτερῆς". ἐκ τοῦ τοιούτου δὲ κρίνειν καὶ κριτής, δι' οὗ οἱ πρὸς ἔριν ἀναμεμιγμένοι διακρίνονται. καὶ ἄλλως δὲ κρίνονταί τινες Ἄρηϊ ἀντὶ τοῦ μεμερισμένως οἱ μὲν ἔνθεν, οἱ δὲ ἐκεῖθεν μάχονται. ὅθεν μετ' ὀλίγα φησίν, ὅτι οἱ δεῖνα "μένος Ἄρηος δατέονται", ἤγουν μερίζουσι. [Δύναται δὲ λέγειν καὶ ὅτι διαφαίνεται, τίνες οἱ ἐν τοῖς μαχομένοις ἔκκριτοι. ἐκ δὲ τοῦ τοιούτου κρίνειν δοκεῖ καὶ ἡ ἐγκρὶς εἶναι, πεμμάτιον, φασίν, ἑψόμενον ἐν ἐλαίῳ, εἶτα μελιτούμενον.]

(v. 211) Τὸ δὲ "ἐπήτριμος", ὃ δηλοῖ, ὡς ἐρρέθη, τὸν πυκνόν, ὁ Ἀσκαλωνίτης ὀξυτόνως, φασί, προέφερεν, οὐκ εὖ λέγων. τὰ γὰρ διὰ τοῦ ιμος ὑπὲρ δύο συλλαβὰς προπαροξύνονται. [Ἐκ τοῦ τρία δέ, ὅπερ ἐστὶ πολλά, γίνεται, φασί, τρίμος, καὶ πλεονασμῷ μετὰ προθέσεως, ὥσπερ ἐπηετανός καὶ ἐπήβολος, οὕτω καὶ ἐπήτριμος. ὁ δέ γε εὐήτριος χιτὼν ἄλλο τι δηλοῖ, ὡς ἀλλαχοῦ δεδήλωται. τὸ μέντοι διὰ τοῦ ι γραφόμενον ἴτριον πέμμα, φασίν, ἐκεῖνό [162] ἐστι λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. τὸ δὲ παρ' Ὁμήρῳ ἦτρον, ὅτι ἐκ τοῦ ἄω, τὸ πνέω, καθὰ καὶ τὸ ἦτορ γίνεται, ὡς καίριον ὂν τοῖς ζῶσιν, ἔγνωσται ἤδη καὶ αὐτό.]

(v. 212) Περικτίονας δὲ νοητέον ἐν τῇ ῥηθείσῃ παραβολῇ διοικονομουμένους ναυσὶ καὶ αὐτούς. οἱ γὰρ τοιοῦτοι χρήσιμοι ἂν πολεμουμένοις νησιώταις ἔσονται, οὐ μὴν οἱ ἄλλως ἁπλῶς περίοικοι.

(v. 213) Τὸ δὲ "Ἄρεως ἀλκτῆρες" σημειωτέον εἰς τὸ "ἐμεῖο δὲ δῆσεν Ἄρης ἀλκτῆρα γενέσθαι", τὸ πρὸ ὀλίγου ῥηθέν. χρήσιμον γὰρ τοῦτο ἐκεῖ. Ἰστέον γὰρ ὅτι τὰ παλαιὰ τῶν ἀντιγράφων ἐκτείνουσιν ἐνταῦθα τὴν λήγουσαν τοῦ Ἄρεως, ὡς ἀπὸ εὐθείας προδηλωθείσης Αἰολικῆς βαρυτόνου τοῦ Ἄρευς. τινὲς δέ φασι καὶ ὡς αἱ τοῦ Ἀριστάρχου ἐκδόσεις καὶ τοῦτο διὰ μόνου τοῦ ω ἔχουσι. τοῦ Ἄρεω γὰρ, ὡς τοῦ Μενέλεω καὶ τοῦ Πείρεω· οἷον· Πείρεω υἱόν. ὁ δ' αὐτός, φασίν, Ἀρίσταρχος καὶ τὸ "ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ' ἵκηται τηλόθεν ἐκ νήσου" οὕτω μεταγράφει "ὡς δ' ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρ' ἵκηται", λέγων ὡς ἄτοπον τὸ πῦρ εἰκάσαι καπνῷ. οὐκ εὖ δέ, φασίν, ἐκεῖνος ποιεῖ. ὁ γὰρ ποιητὴς τὸ ὅλον πρᾶγμα συνήθως φράζων καπνοῦ τε ἐμνήσθη τοῦ ἐν ἡμέρα, ὡς εἴρηται, καὶ πυρὸς πυρσῶν τοῦ ἐν νυκτί, ᾧ καὶ μόνῳ εἴκασται Ἀχιλλεὺς κατὰ τὸ ἐν παραβολαῖς Ὁμηρικὸν ἔθος.

(v. 211) Ὅρα δὲ ὡς, εἰ καὶ ἐκ τοῦ πῦρ πυρός γίγνεται καὶ ὁ πυρρός, τὸ ἐπίθετον, διὰ δύο ρ καὶ ὁ ἐκ τούτου πυρσός, κατὰ τὸ ταρρός ταρσός, ἀλλ' ἐκ μὲν τοῦ πυρροῦ ἑτεροῖόν ἐστι ῥῆμα, οἷον ὑπερεπυρρίασε [163] παρὰ τῷ Κωμικῷ, ἐκ δὲ τοῦ πυρσοῦ ἀλλοῖον, πυρσεύειν γάρ, ὡς ἐκ τοῦ πῦρ πυρὸς τὸ ἐμπυρεύειν. [Ὅτι δὲ οἱ πυρσοὶ καὶ φανοὶ λέγονται, καὶ πανοὶ δὲ διὰ τοῦ πῖ, καὶ ὅτι τοῦ φανοῦ παράγωγον τὸ φανίον, ἀλλαχοῦ δηλοῦται.]

(v. 215-217) Ὅτι Ἀχιλλεὺς "στῆ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ' ἐπ' Ἀχαιούς", ἢ ἐς Ἀχαιούς, "μίσγετο. μητρὸς γὰρ πυκινὴν ὠπίζετ' ἐφετμήν", ὡς καὶ πρὸ βραχέων ἐδηλώθη, ὅπερ, εἰ καὶ Πάτροκλος ἐξ Ἀχιλλέως ἐφυλάξατο, ἔζη ἄν. "ἔνθα", φησί, "στὰς ἤϋσεν", ὅ ἐστιν ἐβόησεν.

(v. 218) Ὡς δ' οὐκ ἦν πιθανὸν ἁπλῶς οὕτω τοὺς Τρῶας τρέσαι, πλάττει σεμνῶς ὡς ἐν τερατείᾳ ποιητικῇ ὅτι συνεβόησε καὶ ἡ Ἀθηνᾶ, καὶ οὕτως ἐκυδοίμησε τοὺς Τρῶας.

(v. 217-218) Φησὶ γὰρ "ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη φθέγξατο", κατά τινα δηλαδὴ συμφωνίαν, "ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν".

(v. 219-221) Σεμνύνων δὲ καὶ ἄλλως αὐτὴν καθ' αὑτὴν τὴν τοῦ Ἀχιλλέως κατὰ μόνας φωνήν, ἥν, ὡς εἰκός, Ἀθηνᾶς λόγῳ, τουτέστι φρονήσεως, εἰς ὅσον ἐξῆν καὶ ὕψωσε καὶ ἠγρίανεν, ὡς καὶ αὐτὸς μάλιστα βοὴν ἀγαθός, ὅ ἐστιν εὐρυβόας, ἐπάγει παραβολήν, δι' ἧς αὐτὴν εἰκάζει σάλπιγγι, εἰπὼν "ὡς δ' ὅτ' ἀριζήλη φωνή", τουτέστιν ἀριδήλη, "ὅτε τ' ἴαχε σάλπιγξ ἄστυ περιπλομένων δηΐων ὑπὸ θυμοραϊστέων, ὣς τότε ἀριζήλη φωνὴ γένετο Αἰακίδαο".

(v. 222-233) Καὶ ἐπάγει "οἳ δ' ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο, πᾶσιν ὀρίνθη θυμός", ἤγουν πάντες ἐταράχθησαν, "ἀτὰρ καλλίτριχες ἵπποι ἂψ ὄχεα τρόπεον", παλίντροποι δηλαδὴ θέοντες, "ὄσσοντο γὰρ ἄλγεα θυμῷ", αὐτοί τε δηλονότι καὶ οἱ ἄνδρες, [ἢ μᾶλλον οἱ ἄνδρες μόνοι, ἵνα ᾖ ὡς πάντες ὠρίνθησαν ὀσσόμενοι ἄλγεα.] "ἡνίοχοι δ' ἔκπληγεν", ὡς πρὸ μικροῦ ἐδηλώθη, "ἐπεὶ ἴδον ἀκάματον πῦρ δεινόν", τὸ προγραφέν, ὅπερ ἔδαιεν Ἀθηνᾶ. "τρὶς μὲν ὑπ' ἐκ τάφρου μεγάλ' ἴαχε δῖος Ἀχιλλεύς, τρὶς δὲ κυκήθησαν" οἱ περὶ Ἕκτορα. "ἔνθα δὲ καὶ τότ' ὄλοντο δυώδεκα φῶτες ἄριστοι ἀμφὶ σφοῖς", ἤγουν ἰδίοις, "ὀχέεσσι καὶ ἔγχεσσιν. αὐτὰρ Ἀχαιοὶ ἀσπασίως Πάτροκλον ὑπ' ἐκ βελέων ἐρύσαντες κάτθεσαν ἐν [164] λεχέεσσι". Καὶ ὅρα ὅπως ὑψώσας τὴν ἐπὶ τῷ κινδύνῳ τοῦ Πατρόκλου περιπέτειαν καὶ εἰς ἄπορον ἀγαγὼν ῥᾷον αὐτὴν λύσας κατέστησε θεῖον παρεμβαλὼν συνήθως πρόσωπον, δι' οὗ τεράστιος φαντασθεὶς ὁ Ἀχιλλεὺς τήν τε ἰδέαν τήν τε φωνὴν τοὺς πολεμίους ἐτρέψατο. ἄλλως γὰρ οὐκ ἂν ἀψόγως ἔπλασεν ὁ ποιητὴς τοιαύτην ἐκ μόνης τῆς τοῦ Ἀχιλλέως θέας καὶ φωνῆς φυγήν. ὁ γοῦν Ἕκτωρ καὶ εἰσέτι μετ' ὀλίγα ἐνδοιάζων, εἰ ἐτεὸν ἀνέστη Ἀχιλλεύς, οὕτω πιθανῶς θαρρεῖ ἀντιστῆναι πρὸς μάχην εἰς αὔριον. ἔσχε δὲ τὸ ἐνδοιάσαι διὰ τὸ τεράστιον τῆς θέας καὶ τῆς βοῆς, ὡς δῆθεν θεόθεν πρὸς ὥραν γενόμενον, ἵνα μόνον περισωθῇ ὁ νεκρός.

(v. 219) Ἰστέον δὲ ὅτι καλὸν τῷ ποιητῇ καὶ τὸ παραβολικῶς πολεμικὴν σάλπιγγα παραλαβεῖν τὸ ἐνυάλιον ἠχοῦσαν ὡς ἐν πολιορκίας καιρῷ, ὥσπερ καὶ πολεμικοὺς ἀνωτέρω πυρσοὺς παρέθετο ἀκολούθως τοῖς ὑποκειμένοις πράγμασιν. [Οὔτε γὰρ ψιλὸς ὅπλων ἐμφανισθεὶς ὁ Ἀχιλλεὺς ἐξεθρόησεν ἂν τοὺς ὁπλίτας ἐχθρούς, οἵγε καὶ ἐχάρησαν ἂν καὶ ἐθάρσησαν καὶ ἐπέδραμον, ὡς καὶ καταφαγεῖν αὐτόν, ὃ δὴ λέγεται. οὐδὲ μὴν τῇ κατὰ φύσιν αὐτοῦ καὶ μόνου βοῇ ἐξέπληξεν ἂν ἐκείνους, εἰ καὶ ὅτι μάλα λιγύφθογγος ἦν καὶ ὀξὺς βοῆσαι. φαντάσας δὲ διὰ τοῦ χρυσέου νέφους καὶ τῆς τεραστίας φλογὸς τῶν ἀμφιχυθέντων αὐτῷ λαμπρώτατον ὁπλίτην καὶ τῇ, ὡς εἰκός, ἐμβοητικῇ συμφωνίᾳ τῶν ἀμφ' αὐτὸν Μυρμιδόνων μόνων ‑ οὐ γὰρ ἐμίγνυτο τοῖς λοιποῖς ἀλλ' ἰδίαζε λόγῳ Ἀθηνᾶς, ἤτοι φρονήσεως, ἵνα μὴ ἀλλαχοῦ ταῦτα φαίνοιντο γίνεσθαι, ἀλλ' αὐτόχρημα περὶ τὰς τοῦ Ἀχιλλέως νῆας ‑ , ἀριζήλην τε φωνὴν ἀφῆκεν καὶ οἵαν ἐκφοβῆσαι [165] τοὺς ἐναντίους καὶ κατάφρακτος ὅπλοις δεινὸν γανόωσιν ἐνομίσθη, καὶ οὕτω τρεψάμενος ἐκείνους τὸν τοῦ ἑταίρου νεκρὸν περιεσώσατο.]

(v. 219) Ὅτι δὲ τὸ ἀριζήλη θηλυκόν ἐστι τοῦ ἀρίζηλος, οἷον ἀστὴρ ἀρίζηλος, καὶ ὅτι ἔτρεψε τὸ δ εἰς ζ συνήθως, δῆλόν ἐστι, καὶ ὅτι καιρία λέξις ὡς ἐν ποιήσει τὸ ἀριζήλη φωνῆς ὑπερφωνούσης τὰς λοιπάς. διὸ καὶ δὶς αὐτῇ ἐνταῦθα ἐχρήσατο ἐπί τε σάλπιγγος καὶ ἐπὶ Ἀχιλλέως. Φασὶ δὲ οἱ παλαιοὶ ὡς οἶδε μὲν ὁ ποιητὴς σάλπιγγα, ἥρωας δὲ οὐκ εἰσάγει χρωμένους αὐτῇ οὐδὲ εἰδότας. ὃ δὴ καὶ περὶ τοῦ τετρώρου φασίν. Ἓξ δέ, φασί, σαλπίγγων εἴδη· πρώτη, ἣν εὗρεν Ἀθηνᾶ, διὸ καὶ Σάλπιγξ Ἀθηνᾶ παρὰ Ἀργείοις τιμᾶται, καὶ κεῖται καὶ παρὰ Λυκόφρονι τὸ ἐπίθετον· δευτέρα, ἡ στρογγύλη παρ' Αἰγυπτίοις, ἣν Ὄσιρις εὗρε, καλουμένη, φασί, χνούη. χρῶνται δ' αὐτῇ πρὸς θυσίαν, καλοῦντες τοὺς ὄχλους δι' αὐτῆς· τρίτη, ἡ Γαλατική, χωνευτή, οὐ πάνυ μεγάλη, τὸν κώδωνα ἔχουσα θηριόμορφόν τινα καὶ αὐλὸν μολίβδινον, εἰς ὃν ἐμφυσῶσιν οἱ σαλπισταί. ἔστι δὲ ὀξύφωνος καὶ καλεῖται ὑπὸ τῶν Κελτῶν κάρνυξ· τετάρτη ἡ Παφλαγονική, ἧς ὁ κώδων βοὸς ἦν προτομή, βαρύφωνος, ἀναφυσητή. καλεῖται δέ, φασί, βόϊνος. πέμπτη Μηδική, τὸν αὐλὸν ἔχουσα καλάμινον, τὸν δὲ κώδωνα βαρύφωνον, ὀγκόφωνος. ἕκτη Τυρσηνική, ἧς εὑρεταὶ Τυρσηνοί, ὁμοία Φρυγίῳ αὐλῷ, τὸν κώδωνα κεκλασμένον ἔχουσα, λίαν ὀξύφωνος, ἧς καὶ Σοφοκλῆς ἐν τῷ Μαστιγοφόρῳ μέμνηται.

(v. 220) Ὅρα δὲ καὶ τὸ "περιπλομένων δηΐων", ἤγουν περιπολούντων, κυκλούντων, ὡς χρησιμεῦον εἰς τὸ "περιπλομένων ἐνιαυτῶν", ληφθὲν καὶ αὐτὸ ἀντὶ τοῦ περιπελομένων, περιστρεφομένων, καὶ ὅτι τὸ "θυμοραϊστέων" δι' ἑνὸς μὲν ρ γράφεται [καὶ ὧδε] ὡς κοινόν, οὐ μὴν Ἀττικῶς. εἴρηται δὲ πρὸς ἀναλογίαν τῶν ἐν Ὀδυσσείᾳ κυνοραϊστῶν. [Εἰ δὲ πρὸ τούτων μὲν θάνατος ἐρρέθη θυμοραϊστής, ἐνταῦθα δὲ δήϊοι θυμοραϊσταί, τί κωλύει καὶ σίδηρον εἰπεῖν θυμοραϊστήν, καὶ εἴ τι δὲ ἄλλο τοιοῦτον], καὶ ὅτι σχεδιασμοῦ [166] εἴκασμα ἔχει καὶ τὸ ἐν δυσὶν ἐφεξῆς στίχοις πρὸς τῷ τέλει ἐνταῦθα κεῖσθαι τὸ "Αἰακίδαο", οἷα τοῦ σχεδιάζειν μὴ ἐνδιδόντος πρὸς λέξεων διαφόρων ἐπίχυσιν.

(v. 222) Σημείωσαι δὲ καὶ ὡς Κέρβερος μέν που συνθέτως χαλκεόφωνος εἴρηται, Ἀχιλλεὺς δὲ διαλελυμένως ὄπα χάλκεον ἔχει. καὶ ἔστι τῇ λέξει τὸ ἀσφαλὲς ἐκ τῆς κατὰ τὴν σάλπιγγα εἰκόνος, οἷα θεραπευθείσῃ ἐκεῖθεν. οὗ γὰρ ἡ φωνὴ ὁποία σάλπιγξ ἀριζήλη τε καὶ καθ' ἕτερον ποιητὴν εἰπεῖν χαλκόστομος, ὁ τοιοῦτος οὐ καινόν, εἴπερ ὄπα χάλκεον ἔχειν λεχθείη ἤγουν στερεάν, ἣν ἀτειρέα φθάσας εἶπε, καὶ ἄθραυστον, καί, ὥς πού φησιν, ἄρρηκτον.

(v. 224) Τὸ δὲ "ὄχεα τρόπεον", ἤγουν ἔτρεπον, σημειωτέον ὡς μήτε συζυγοῦν μήτε γραφόμενον κατὰ τὸ τρωπῶ τὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, ἐξ οὗ τὸ "θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν". ἐκ δὲ τοῦ τοιούτου τροπέω καὶ ὁ περιτροπέων ἐνιαυτὸς γίνεται καὶ τὸ παλιντροπάασθαι. [Εἰ δέ τις ἐθέλει καὶ τὸ τρόπεον ἐκτείνειν κατὰ τὸ τρώπαον καὶ τρώχαον καὶ τὰ ὅμοια, οὐ μὴν συστέλλειν κατὰ τὸ τρόμεον καὶ ὅσα τοιαῦτα δευτέρᾳ συζυγίᾳ περισπωμένων ὑπόκειται, ἴστω ὡς ἰδιάζει τῷ θελήματι καὶ οὐ λαλεῖ πρὸς ἀκρίβειαν. Ἰστέον δὲ καὶ ὡς, εἰ μὲν ἡ ἄρχουσα τοῦ "τρόπεον" μεγεθύνεται, τότε αἱ ἐφεξῆς δύο συλλαβαὶ ἀντὶ μιᾶς λογίζονται μακρᾶς, εἰ δὲ σμικρύνεται, ἀναγκαίως ἡ λήγουσα ἐκτείνεται λόγῳ κοινῆς συλλαβῆς.] Τὸ δὲ "ὄσσοντο ἄλγεα θυμῷ" ἐντελέστερον γέγραπται τοῦ "ὀσσόμενος πατέρ' ἐσθλόν", ὃ ἐν Ὀδυσσείᾳ κεῖται.

(v. 227) Τὸ δὲ "ἔδαιεν Ἀθήνη" πρὸς πλείω σαφήνειαν περιττῶς ἐτέθη. οὐ γὰρ ἁπλῶς ἀεὶ ἐδαίετο ἀκάματον πῦρ δεινὸν ἐκ κεφαλῆς τῷ Ἀχιλλεῖ, ἀλλὰ τῆς Ἀθηνᾶς ἀναπτούσης τότε, [ὥς ποτε καὶ τῷ Διομήδει.

(v. 228) Τὸ δὲ "τρὶς ἴαχε" προσφυὲς τῇ Τριτογενείῃ Ἀθηνᾷ τῇ συλλαμβανομένῃ φωνῆς τῷ Ἀχιλλεῖ. ᾠκείωται γὰρ αὐτῇ ὁ τοιοῦτος ἀριθμός, ὡς πολλαχοῦ δηλοῦται. Τὸ δὲ ἰάχειν ἤδη καὶ τῇ σάλπιγγι δέδοται ἐν τῷ "ἴαχε σάλπιγξ".]

(v. 230) Ἐν δὲ τῷ "δυώδεκα φῶτες" ἀμφιβάλλεται εἴτε δώδεκα μόνοι φῶτες ὤλοντο, εἴτε ἀπὸ κοινοῦ νοητέον ὅτι τρὶς ἰάχοντος Ἀχιλλέως καὶ τρὶς κυκηθέντων τῶν ἐχθρῶν τρὶς δώδεκα Τρῶες ὤλοντο, καθὰ καὶ πρὸ τούτων Πάτροκλος τρὶς ἐννέα ἄνδρας [167] ἔπεφνεν. Ὅρα δὲ σαφῶς καὶ ἐνταῦθα ἐκταθέντα τὸν δύω ἀριθμὸν τὴν λήγουσαν ἐν τῷ δυώδεκα, ἐξ οὗ ἀναγκαίως ἀεὶ ἐκτείνει τὴν ἄρχουσαν ὁ δώδεκα.

(v. 233-236) Ὅτι ὡς κατετέθη Πάτροκλος ἐν λεχέεσσι, "φίλοι ἀμφέσταν ἑταῖροι μυρόμενοι, μετὰ δέ σφι ποδώκης εἵπετ' Ἀχιλλεύς, δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον κείμενον ἐν φέρτρῳ, δεδαϊγμένον ὀξέϊ χαλκῷ".

(v. 235) Καὶ ὅρα τὸ "χέων" πολλὴν ἔμφασιν ἔχων δαψιλοῦς δακρύου ἐν μιᾷ λέξει. καὶ εἶχε μὲν παραβολὴν ἐπαγαγεῖν, ὡς ἀλλαχοῦ, τὴν ἀπὸ μελανύδρου κρήνης, συνεστένωσε δὲ κἀνταῦθα τὴν φράσιν τοῖς πράγμασιν. ἄλλως δὲ οὐδὲ ἐχρῆν πλατῦναι τοῦτο εἰς πλέον παραβολικῶς φειδοῖ Ἀχιλλέως, ὃν φθάσας ἔπλασε σκώψαντα τὸ πολὺ τοῦ Πατρόκλου δάκρυον. ἀμέλει ἐν τοῖς ἑξῆς μετ' ὀλίγα ἐν καιρῷ ἀδείας νυκτέρου οὐδὲ δακρύοντα ποιήσας τὸν Ἀχιλλέα, στενάχοντα δὲ μόνον, ἐκτίθεται παραβολὴν εἰς τοῦτο οὐχ' ὑποστειλάμενος. ἡρωϊκώτερον γὰρ τοῦ δακρύειν τὸ στενάχειν καὶ βαρυστενάχειν, ὡς καὶ ὁ φιλόμηρος ἐν Αἴαντι δηλοῖ Σοφοκλῆς. Θερμὰ δὲ δάκρυα οὐ μόνον τὰ φύσει τοιαῦτα, ὅτε πρόσφατα ῥέουσιν, ἀλλὰ καὶ τὰ ἐξ ἐνδιαθέτου, ὡς τῶν μὴ τοιούτων οὐκ ἐνθέρμων ὄντων. καὶ ἔστι σύνηθες τὸ θερμὸν καὶ τοιαύτην σημασίαν ἔχειν, ὁποῖόν τι σὺν ἄλλοις μυρίοις καὶ τὸ "θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις".

(v. 236) Τὸ δὲ "ἐν φέρτρῳ" ἔστι μὲν ἐφερμηνευτικὸν τοῦ "ἔθεσαν ἐν λεχέεσσι", δηλοῖ δὲ νεκρικὸν φορεῖον, ἀσπίδα τυχὸν ἢ ἄλλο τι αὐτοσχέδιον. ἅπαξ δέ, φασίν, εἶπε τὴν λέξιν ἐνταῦθα. κυριολεκτεῖται δὲ τῇ ἐτυμολογίᾳ, εἴγε τὸ φέρειν ἐπὶ ἀψύχου, ὅθεν καὶ ἀναφέρειν τὸ ἀπὸ παρανοίας ἀνασφάλλειν. καὶ εἴη ἂν φέρτρον ὁ νεκροφόρος σκίμπους. ἔοικε δὲ φερτήριον τετρασυλλάβως εἶναι τὸ ἐντελές, ἐξ οὗ συγκέκοπται τὸ φέρτρον ὁμοίως [168] τῷ θρεπτήριον θρέπτρον, οἷον "οὐδὲ τοκεῦσι θρέπτρα φίλοις" καὶ ἑξῆς.

(v. 237 s.) Ἐνταῦθα δὲ καὶ ἡ Ὁμηρικὴ Μοῦσα οἷον μυρομένη φησὶ περιπαθῶς αἰτίαν τοῦ τῶν ἡρωϊκῶν δακρύων χεύματος, ὅτι ἔπεμπε μὲν τόν, ὡς ἐρρέθη, πιστὸν ἑταῖρον "σὺν ἵπποισι καὶ ὄχεσφιν εἰς πόλεμον, οὐδ' αὖτις ἐδέξατο νοστήσαντα". οὕτω καὶ ἡ Θέτις πρὸς λύπης ἔχειν ἔφη ὡς οὐχ' ὑποδέξεται τὸν υἱὸν οἴκαδε νοστήσαντα, ὃ καὶ Ἀχιλλεὺς παρεσημήνατο μετὰ τοὺς λόγους τῆς μητρὸς ἐν τόποις δυσίν. Ὅτι δέδοται τῇ ποιήσει κατεπιχειρεῖν καὶ τῆς τοῦ ἡλίου κινήσεως. καὶ ποτὲ μὲν ἐπὶ διαχύσει τινῶν κατέχει ὁ μῦθος τὸν ἥλιον αὐτοῦ που ἐν τῇ ἀνατολῇ. καὶ ἢ Μούσας γεννᾷ ἐννεανύχῳ ῥᾳστώνῃ Διὸς ἢ Ἡρακλέα τριέσπερον ἢ τὴν τοῦ Ὀδυσσέως ἀδολεσχίαν μετὰ τῆς γυναικὸς παρατείνει.

(v. 239 s.) Ἐνταῦθα δὲ ἐπὶ λύπῃ τὸν ἥλιον ποιεῖ ἐπ' Ὠκεανὸν πρὸς τῆς Ἥρας πεμπόμενον. φησὶ γὰρ "ἠέλιον δ' ἀκάμαντα βοῶπις πότνια Ἥρη πέμψεν ἐπ' Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι". καὶ ἔστιν ὁ λόγος ἀστείως, ὡς καὶ Κράτης ἐπισημαίνεται. ἀλληγορικῶς γὰρ ὁ ἥλιος τῇ δίνῃ τοῦ οὐρανοῦ συνελκόμενος ἄκων ἐπὶ δυσμὰς ἕλκεται διὰ Ἥρας, τῆς τοῦ περιέχοντος δηλαδὴ φύσεως. τὸ γοῦν ἀεὶ φύσει γινόμενον ἰδικῶς ἄρτι γενέσθαι πλάττει, ὁποῖόν τι καὶ τὸ τὸν Ἀτρέα καταναγκάσαι τὸν τοῦ ἡλίου δρόμον καὶ ἐξ ἀνατολῶν τρέψαι πρὸς δύσιν. κἀκεῖνο γὰρ ἀεὶ γινόμενον ὅμως ἅπαξ ποτέ φησιν ὁ μῦθος γενέσθαι. καὶ ἄλλα δὲ πολλὰ τοιαῦτά εἰσι παρὰ τοῖς ποιηταῖς.

(v. 241) Τὸ δὲ νέεσθαι τὸν ἥλιον ἐπ' Ὠκεανόν, ταὐτὸν ὃν περιφραστικῶς τῷ δῦναι, διασαφῶν ὁ ποιητὴς εὐθὺς ἐπάγει "ἠέλιος μὲν ἔδυ".

(v. 241-243) Ὅτι τὸ ἀγαθὸν εἶναι νυκτὶ πιθέσθαι πραγματικῶς ἐνταῦθα ποιεῖται. "ἠέλιος μὲν γὰρ ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου" πολέμου τοῦ [169] πολλαχοῦ γνωσθέντος, "Τρῶες δ' αὖ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης χωρήσαντες ἔλυσαν ὑφ' ἅρμασιν ὠκέας ἵππους", ἤγουν ὑπέλυσαν τῆς ζεύγλης.

(v. 245) Ἐπεὶ δὲ ἀγαθὸν ἐν νυκτὶ βουλή, διὸ καὶ εὐφρόνη λέγεται, εὐθὺς οἱ Τρῶες "ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι". ἐτυμολογικὸς δὲ συνήθης τρόπος τὸ "ἐς ἀγορὰν ἀγέροντο". [Ἰστέον δὲ ὅτι τοῦ δόρπου παρώνυμον αἱ ἐπιδορπίδες. δηλοῖ δὲ ἡ λέξις τὰ τραγήματα, λεγόμενα οὕτω διὰ τὸ ἐπὶ δόρπῳ, ἤγουν μετὰ δόρπον, προτίθεσθαι. διαφέρουσι δὲ ἴσως ἐπιδορπίδων τὰ παρὰ Ἡροδότῳ ἐπιφορήματα. ἦσαν δὲ αὐτὰ τὰ μετὰ τὰς μοῖρας ἑκάστων. Πλάτων δέ, φασίν, ὁ Κωμικὸς ταῦτα ἐπιραπεζώματα καλεῖ, ἄλλοι δὲ ἐπαίκλια, ταὐτὸν δ' εἰπεῖν ἐπαίκνια κατὰ συγγένειαν τοῦ νῦ καὶ τοῦ λάμβδα. εἰσὶ δὲ καὶ αὐτὰ μετὰ δεῖπνον βρώματα. αἶκνον γὰρ καὶ αἶκλον τὸ βρῶμα πρὸς ὁμοιότητα τοῦ νίτρον καὶ τῶν ὁμοίων. ταῖς δὲ ῥηθείσαις λέξεσιν ἐρίζειν βούλεται πρὸς ἰσοδύναμον καὶ τὰ παρὰ Λυκίοις ἀναδείπνια, ἑσπερινὰ ἐδέσματα τραγηματώδη μετὰ κρέα καὶ ἰχθῦς.] Ὅρα δὲ καὶ νῦν φραστικὴν δύναμιν, ἄλλως μὲν φράσαντος Ὁμήρου τὸ παύσασθαι μάχης τοὺς Ἀχαιούς, ἑτέρως δὲ περιφραστικώτερον τὸ τοὺς Τρῶας, συμπτώσεως γενομένης κατὰ μόνον τὸ "κρατερῆς".

(v. 2468) Ὅτι ὀρθῶν ἑσταότων τῶν Τρώων ἀγορὴ γένετο, οὐδ' ὀλίγον τι [170] παραμυθησαμένων τὸν μεθ' ἡμέραν πόνον, "οὐδέ τις ἔτλη ἕζεσθαι. πάντας γὰρ ἔχε τρόμος οὕνεκ' Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς", ὡς ἐντεῦθεν οἷον πεινᾶν αὐτὸν μάχης καί που καὶ κατὰ τὸν Ὁμηρικῶς ἀκοστήσαντα ἵππον ἐφίεσθαι τοῦ προτέρου νομοῦ. Τὸ δὲ "οὐδέ τις ἔτλη ἕζεσθαι" ὅμοιόν ἐστι τῷ μηδένα ἕζεσθαι. διὸ καὶ ἐπῆκται τὸ "πάντας γὰρ ἔχε τρόμος".

(v. 249-252) Ἐν δὲ τῇ τοιαύτῃ ἀγορᾷ "Πολυδάμας πεπνυμένος ἦρχε ἀγορεύειν Πανθοΐδης. ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· Ἕκτορι δ' ἦεν ἑταῖρος, ἰῇ δ' ἐν νυκτὶ γένοντο, ἀλλ' ὃ μὲν ἂρ μύθοισιν, ὃ δ' ἔγχεϊ πολλὸν ἐνίκα".

(v. 253-255) Καὶ ἦν ἡ τοῦ τοιούτου Πολυδάμαντος βουλὴ αὕτη "ἀμφὶ μάλα φράζεσθε, φίλοι, κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι". καὶ ἐφερμηνεύων τὸ "νῦν" ἐπάγει "μὴ μίμνειν ἠῶ δῖαν ἐν πεδίῳ παρὰ νηυσίν", ἀλλὰ δηλαδὴ ἐν τῇ πόλει.

(v. 256) Εἶτα αἰτίαν προστιθείς φησιν "ἑκὰς δ' ἀπὸ τείχεός εἰμεν", ἤγουν ἐσμέν.

(v. 257 s.) Ἐφ' οἷς καὶ τοῦ Ἀχιλλέως ὑπομιμνῄσκων λέγει ὅτι "ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ, τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί".

(v. 259-262) Καὶ κατασκευάζων τὸ "ῥηΐτεροι" ἐπιφέρει "χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων, ἐλπόμενος νῆάς γ' αἱρησέμεν ἀμφιελίσσας. νῦν δ' αἰνῶς δείδοικα ποδώκεα Πηλείωνα, οἷος ἐκείνου θυμὸς ὑπέρβιος".

(v. 262-270) Καὶ διασαφῶν τὸ "ὑπέρβιος" φησὶν "οὐκ ἐθελήσει μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ ἐν μέσῳ ἀμφότεροι", ὅ ἐστιν ἄμφω τὰ μέρη, "μένος Ἄρηος δατέονται, ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. ἀλλ' ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται· νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλείωνα ἀμβροσίη· εἰ δ' ἄμμε κιχήσεται ἐνθάδ' ἐόντας αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν γνώσεται".

(v. 270-282) Εἶτα διασαφῶν ὅπως γνώσεταί τις ἕωθεν τὸν Ἀχιλλέα, ἐπάγει "ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρήν, ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται Τρώων· αἲ γὰρ δή μοι ἀπ' οὔατος ὧδε γένοιτο. εἰ δ' ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν", ἤγουν ἐν κοινῷ ἀθροισμῷ ἢ ἐν βουλῇ δυναμωθησόμεθα, "ἄστυ δὲ πύργοι ὑψηλαί τε πύλαι σανίδες τ' ἐπὶ τῆς", ἤγουν ἐπὶ ταύταις, "ἀραρυῖαι μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσονται· πρωῒ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες στησόμεθ' ἂν πύργους· τῷ δ' ἄλγιον, αἴ κ' ἐθέλῃσιν, ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. ἂψ πάλιν εἶσιν ἐπὶ νῆας, ἐπεί κ' ἐριαύχενας ἵππους παντοίου δρόμου ἄσῃ", ὅ ἐστι κορέσῃ, "ὑπὸ πτόλιν ἠλασκάζων. εἴσω δ' [171] οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει". τοῦτο δὲ ἠθικῶς καὶ ἀστείως ἔφη. ἀντὶ γὰρ τοῦ εἰπεῖν ὡς οὐ τολμήσει ἢ ὡς οὐ δυνήσεται εἰσελθεῖν, εἶπεν ὡς οὐκ ἐάσει αὐτὸν ἡ προθυμία, ἤγουν οὐ προθυμηθήσεται ἔσω ἐφορμηθῆναι. ἴσως δὲ καὶ τὴν Τρωϊκὴν ἔκθυμον κώλυσιν ἐνταῦθα δηλοῖ ὁ θυμός.

(v. 283) Ἐπεὶ δὲ τοῦτο ἀσαφές ἐστιν, ἑρμηνεύει εὐθὺς ἐπάγων "οὐδέ ποτ' ἐκπέρσει". καὶ ἐπιτείνων τὸ δῆθεν κακὸν τοῦ Ἀχιλλέως φησὶν "πρίν μιν κύνες ἀργοὶ ἔδονται". καὶ οὕτω μὲν ὁ Πολυδάμας. οἷα δὲ ἀκούσει ἀπὸ τοῦ Ἕκτορος, ἐν τοῖς ἑξῆς φανεῖται. Σημείωσαι δὲ ὅτι κατὰ τὴν τῶν σοφῶν παρατήρησιν κεφαλαίων ὄντων συμβουλευτικῶν, τοῦ καλοῦ, τοῦ δυνατοῦ, τοῦ ἀναγκαίου καὶ τοῦ συμφέροντος, τὸ μὲν καλόν, ὅπερ πρὸς δόξαν μόνην ὁρᾷ, παρῆκε νῦν ὁ Πολυδάμας διὰ τὴν περίστασιν τοῦ καιροῦ. οὐ γὰρ εἶπεν ὡς οὐκ ἔνδοξον τὸ ἀναχωρεῖν, ὅγε καὶ ἐκολάζετο, καὶ μάλιστα παρὰ Λάκωσιν ὕστερον, καὶ παρὰ τοῖς τοῦ Ὁμήρου δὲ πρότερον. τοῖς δὲ λοιποῖς τρισὶ κεφαλαίοις ἀγωνίζεται. δυνατὸν γὰρ εἶναι λέγει τὸ ἀκινδύνως ἀναχωρεῖν αὐτίκα νῦν. αὔριον γὰρ τυχὸν οὐκ ἔσται δυνατόν. ὡσαύτως δυνατὸν καὶ τὸ ἀπὸ τείχους πολεμεῖν. τοῦτο δ' αὐτὸ καὶ συμφέρον ὡς καὶ τὸ νῦν ἀβλαβῶς ἀναχωρῆσαι. καὶ ἀναγκαία δὲ ἡ φυλακὴ τῆς Ἰλίου, νυκτὸς μὲν ἀγρυπνούντων, ἡμέρας δὲ πολεμούντων.

(v. 246) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ "ὀρθῶν ἑσταότων ἀγορὰ γένετο" καλῶς πρόσκειται τὸ "ἑσταότων", ἐπεὶ οὐκ ἐξ ἀνάγκης ὁ ὀρθωθεὶς καὶ ἕστηκεν, ὡς δῆλον καὶ ἐκ τοῦ "ὀρθωθεὶς δ' ἔδυνε χιτῶνα", ἤγουν ἐκ κατακλίσεως μικρόν τι μετεωρισθείς.

(v. 247) Ὅτι δὲ δειλίας ἦν τὸ ὀρθοὺς ἑστάναι, δῆλον ἐκ τοῦ "πάντας γὰρ εἶχε τρόμος", εἰ καὶ μὴ τοσοῦτος ἦν, ὡς καὶ καταρρίπτειν αὐτοὺς ἢ ποιεῖν ἐπ' ἀμφοτέρους πόδας ἵζειν.

(v. 250) Τὸ δὲ "ὁρᾶν πρόσω καὶ ὀπίσω" μέγας ἔπαινος Πολυδάμαντος ὡς ἢ μάντεως ἢ ἄγαν συνετοῦ. περὶ δὲ τῆς τοιαύτης φράσεως προείρηται. δῆλον δὲ καὶ ὡς ὁ μὴ τοιοῦτος ψέγεται παρὰ τῷ ποιητῇ, ὅτι μὴ οἶδεν ἅμα πρόσω καὶ ὀπίσω [172] νοῆσαι, ὃ κυρίως ἐστὶν ὁρᾶν, εἴγε νοῦς ὥσπερ ἀκούει, οὕτω καὶ ὁρᾷ. Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν τὰ ἔμπροσθεν βλέπειν πρόνοια λέγεται, τὸ δὲ τὰ ὀπίσω καὶ ἀφανῆ ἀγχίνοια, καὶ ὅτι εἰ τοιοῦτος ὁ Πολυδάμας, ἔτι δὲ καὶ λόγιος, ὅπερ δῆλον ἐκ τοῦ "μύθοισι πολλὸν ἐνίκα", οὗ διασαφητικὸν τὸ "εὖ φρονέων", οὐκ ἐχέφρων ἄρα ὁ Ἕκτωρ ὁ νήπιον τοῦτον ἀποκαλέσας ἐν τοῖς ἑξῆς. τέως γε μὴν σκοπητέον ὡς, εἰ καὶ ἑταῖρος ὁ Πολυδάμας τῷ Ἕκτορι καὶ ὑπ' αὐτῷ τεταγμένος, ἀλλὰ παρρησιάζεται ἠρέμα πρὸς αὐτόν, οὐ τὰ προσφιλῆ λέγων ἐκείνῳ, ἀλλὰ τὰ σύμφορα. εἰ δ' αὐτὸς ἀλαζὼν ὢν μήτε ὡς ἑταίρῳ μήτε ὡς πεπνυμένῳ τῷ Πολυδάμαντι πείσεται φραζομένῳ τὰ καιριώτατα, εἰς οὐκ ἀγαθὸν ἔσται οὐδ' αὐτῷ ἡ ἀπείθεια. Σημείωσαι δὲ καὶ ὅτι τὰ μὲν πρόσω, ἤγουν τὰ πρὸ ὀφθαλμῶν καὶ ἐνεστῶτα, οἶδεν ἄρτι ὁ Πολυδάμας ἐν τῷ "νῦν μὲν νὺξ ἀπέπαυσε τὸν Ἀχιλλέα", τὰ δὲ ὀπίσω, ἤτοι τὰ μήπω εἰς ὄψιν ἐλθόντα ἀλλὰ μέλλοντα, καὶ ἔτι ἀφανῆ ἐν τῷ "εἰ δ' ἄμμε κιχήσεται αὔριον" καὶ ἑξῆς.

(v. 251) Ἐν δὲ τῷ "μιᾷ δ' ἐν νυκτὶ ἐγένοντο" Ἡράκλειτος παρετήρησε καὶ ἀστρολόγον εἶναι τὸν ποιητήν, ὃς ἐν μιᾷ νυκτὶ γενομένους τὸν Ἕκτορα καὶ τὸν Πολυδάμαντα ὅμως πολὺ διαφέροντας ἀλλήλων ἱστορεῖ διὰ ὥρας ἀκρίβειαν. Ὅρα δ' ἐν τούτῳ καὶ ὡς τὸ ἐν μιᾷ νυκτὶ γενέσθαι συνεβάλετό τι πρὸς ἑταιρείαν, καθὰ καὶ εἴ τινες ἐκ διαφόρων ὡρμημένοι τόπων συνοδεύσαιεν. καί εἰσι καὶ τὰ τοιαῦτα φιλοποιά, καθὰ [καὶ τὸ ὁμόπατρι] καὶ ἡ ὁμωνυμία, ὃ δηλοῦσι καὶ οἱ Αἴαντες.

(v. 254) Τὸ [173] δὲ "φράζεσθε" βουλευτικὴ κἀνταῦθα λέξις. ἔστι γὰρ φράσαι μὲν ἐνεργητικῶς τὸ εἰπεῖν, φράζεσθαι δὲ τὸ βουλευτικῶς σκέπτεσθαι.

(v. 257) Τὸ δὲ "οὗτος ἀνήρ", περὶ Ἀχιλλέως ῥηθέν, πολλὴν ἔμφασιν ἔχει, ὡς μηδὲ ὀνομάσαι τοῦ Πολυδάμαντος τὸν Ἀχιλλέα ἐθέλοντος, ἢ κατ' ἐξοχὴν ἴσως ἡ λέξις κεῖται.

(v. 258) Τὸ δὲ "ῥηΐτεροι πολεμίζειν" ἀντὶ τοῦ εὐπολεμητότεροι.

(v. 259) Τὸ δέ "χαίρεσκον ἐπὶ νησὶν ἰαύων" τὴν ἀληθῶς χάρμην καὶ αὐτὸ παρετυμολογεῖ, καθ' ἣν δηλαδὴ χαίρουσιν οἱ πολεμοῦντες.

(v. 260) Τὸ δὲ "ἐλπόμενος", καθὰ καὶ πρὸ ὀλίγων τὸ "ἀλλὰ καὶ αὐτὸς ἔλπομαι ἐνὶ πρώτοισιν ὁμιλεῖ", βοηθεῖ τοῖς ὕστερον παρασημηναμένοις ἐπὶ ἀγαθοῦ τὴν ἐλπίδα τίθεσθαι, οὐ μὴν κυριολεκτεῖσθαι ἐπὶ κακοῦ. Τὸ δὲ "νῆας αἱρησέμεν" συγκροτεῖ καὶ αὐτὸ τοὺς φαμένους "νῆας αἰχμαλώτους".

(v. 261) Τὸ δὲ "ποδώκεα Πηλείωνα" δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται κατά τι θαῦμα. ποιεῖ δὲ Ὅμηρος αὐτὸ καὶ νῦν εἰς ἐγκάθετον μνήμην τῆς τοῦ ἥρωος ποδωκείας, δι' ἧς βλάψει τὸν Ἕκτορα.

(v. 262) Τὸ δὲ "οἷος ἐκείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει μίμνειν" ἐπὶ παντὸς θυμώδους ῥηθήσεται.

(v. 264) Τὸ δὲ "μένος Ἄρηος δατέονται" προδεδήλωται τί νοεῖ ἐν τῷ "στυγερῷ κρίνονται Ἄρηϊ", ὃ πρὸ ὀλίγου ἐρρέθη. χρήσιμον δὲ ἐνταῦθα καὶ τὸ ἐν Ὀδυσσείᾳ ῥηθὲν περὶ ἡμιόνων, αἳ δατέονται γῆν ἐν τῷ περιπατεῖν. ὡς γὰρ ἐκεῖναι δατέονται τὸ ἔδαφος τοῖς ἑκατέρωθεν ποσίν, οὕτω καὶ οἱ μαχόμενοι δατέονται τὸν Ἄρην τῇ ἑκατέρωθεν ἀντιπαρατάξει, ἵνα λέγῃ ἐπίσης πολεμιστὰς εἶναι καὶ τοὺς Τρῶας καὶ τοὺς Ἀχαιούς, κατὰ τὸ "καὶ ἀλλήλους ὀλέκουσι". Καὶ ὅρα καὶ τοῦτο εἰς ἑρμηνείαν σαφῆ τοῦ "κοινὸς Ἐνυάλιος". κοινὸν γὰρ καὶ τὸ μεριζόμενον. ἐντεῦθεν δὲ καὶ Σοφοκλῆς λαβὼν τὸ ἐπικουρίαν [174] ποθὲν μερίζειν ἐνδατεῖσθαι ἔφη.

(v. 265) Ἐν δὲ τῷ "περὶ πτόλιος μαχήσεται" σημείωσαι ὡς τοιοῦτος καὶ ὁ Πάτροκλος κατὰ τόλμαν ἀπεκβάς, τῇ πρὸς τὸν Ἀχιλλέα δῆθεν μιμήσει, οὐκ ἐπείσθη τῷ Ἀχιλλεῖ, ἀλλὰ τὴν τάφρον ὑπερβὰς μακρὰν ἤθελε μάχεσθαι. Τὸ δὲ "καὶ γυναικῶν" ἐρεθίζει τὸν δῆμον πρὸς τῷ Πολυδάμαντι σχεῖν τὸν νοῦν ὑπερπαθήσαντα τῶν φιλτάτων, ἃ πάντα συννοοῦνται ταῖς γυναιξίν.

(v. 266) Ὅρα δὲ καὶ τὸ "πίθεσθέ μοι· ὧδε ἔσται" ἀξιωματικῶς ῥηθέν, ὡς πρέπει ἐνδόξῳ συμβούλῳ. εἰ δέ γε εἶπεν· ὧδε γὰρ ὀΐομαι ἔσεσθαι ἢ τοιοῦτόν τι, οὐ σεμνῶς ἔφραζε. τρεῖς δὲ ἐννοίας πάνυ γοργῶς ὁ τοιοῦτος περιέχει στίχος· ἴομεν πρὸς πόλιν· πίθεσθέ μοι· ὧδε ἔσται.

(v. 267) Τὸ δὲ "νὺξ ἀπέπαυσε Πηλείωνα" πιθέσθαι νυκτὶ καὶ ἐκεῖνον δηλοῖ. [(v. 268) Τὸ δὲ "ἀμβροσίη" ἐνδιαθέτως εἴρηται σὺν ἀστειότητι. αἰνίττεται γὰρ ὁ Πολυδάμας τῇ τοιαύτῃ λέξει νῦν ἀληθῶς ἀμβροσίαν ἐπιγενέσθαι νύκτα τοῖς Τρωσὶ καὶ οἵαν ἐποφείλεσθαι χάριτας, ὅτι ἐκρύψατο αὐτοῖς τὸν Ἀχιλλέα.]

(v. 269) Τὸ δὲ "ὁρμηθεὶς σὺν τεύχεσιν" ἔμφασίν τε ἔχει τοῦ μὴ ἂν χρῆναι τὸν Ἀχιλλέα τολμῆσαι γυμνὸν πρὸ τῆς τάφρου φανῆναι, καὶ ἅμα προκαλεῖται ταχὺ ποιηθῆναι τὰ τοῦ μύθου ἡφαιστότευκτα ὅπλα.

(v. 269 s.) Τὸ δὲ "εὖ τις αὐτὸν γνώσεται" ἀστείως ἔχει, ὡς δῆθεν τῶν Τρώων ἐπιλελησμένων τοῦ Ἀχιλλέως, ἐπεὶ δηρὸν μάχης ἐπέπαυτο. Καὶ ὅρα συνέμπτωσιν ἐννοιῶν κατὰ τὸ "γνώσεται", ὃ νῦν ὁ Πολυδάμας ἔφη, καὶ κατὰ τὸ "γνοῖεν οἱ Τρῶες", ὃ φθάσας εἶπεν ὁ Ἀχιλλεύς, ὡς τῶν δύο ῥητόρων ἐμπεσόντων τυχαίως εἰς τὸ αὐτὸ νόημα.

(v. 270) Τὸ δὲ "ἀσπασίως ἀφίξεται Ἴλιον" ἀντὶ τοῦ ἀγαπητὸν ἡγήσεται οὐκ ἀνδραγαθῆσαι, ἀλλ' εἰ καὶ μόνον οἴκοι ἐπανέλθοι. καὶ ἄλλως δέ, ἀσπασίως ἀφίξεται, χαίρων [175] δηλαδὴ καὶ οὐ δεδιὼς λειποταξίου γραφὴν διὰ τὸ κοινὴν εἶναι τὴν φυγήν. δῆλον δὲ ὅτι λείπει πρόθεσις ἐν τῷ "ἀφίξεται Ἴλιον". τὸ γὰρ πλῆρες "ἀφίξεται εἰς Ἴλιον".

(v. 271) Τὸ δὲ "ὅς κε φύγῃ" δριμέως εἴρηται κατὰ τὸ ἐξ ἀορίστου κοινόν. ἐν γὰρ τῷ "ὃς ἂν φύγῃ" δοκεῖ καὶ ὁ Ἕκτωρ συνειλῆφθαι, ὃ καὶ δάκνει τὸν ἥρωα καὶ ποιεῖ νήπιον προσειπεῖν τὸν Πολυδάμαντα. Τοῦ δὲ "γῦπες" φανερῶς ἐνταῦθα ἐκτείνεται ἡ παραλήγουσα.

(v. 272) Τὸ δὲ "αἲ γὰρ δή μοι ἀπ' οὔατος ὧδε γένοιτο" ἐνδιάθετος εὐχὴ ἀντὶ τοῦ εἴθε μὴ μόνον μὴ ἴδοιμι, ἀλλὰ μηδὲ ἀκούσαιμι τοιαῦτα. καὶ ἔστιν ὥσπερ τὸ ἀπὸ θυμοῦ πεσεῖν, ἀντὶ τοῦ μακρὰν ψυχῆς, παρὰ τῷ ποιητῇ, ὅθεν καὶ ἀποθύμιον τὸ ἀκαταθύμιον, οὕτω καὶ ἀπ' οὔατος τὸ μακρὰν ἀκοῆς. Τὸ δὲ "ὧδε", τουτέστιν οὕτως, ἀκριβῶς κεῖται, δηλοῦν ὅτι, καθὰ μέχρι νῦν οὔτε γέγονεν οὔτε γέγονεν οὔτε ἤκουσταί μοι τὸ ῥηθὲν κακόν, οὕτω μηδὲ εἰς τὸ ἑξῆς ἀκουσθείη.

(v. 273) Τὸ δὲ "πιθώμεθα" καὶ τὸν Πολυδάμαντα συνεισάγει ἀφελῶς οὕτω ῥηθὲν καὶ ἁπλῶς. ἄλλως γὰρ οὐκ ἂν συμβουλεύοι τις ἑαυτῷ πείθεσθαι. κοινὴν δὲ πειθὼ οὕτως ἀπαιτεῖ, ὡς δέον ὂν καὶ αὐτὸν καὶ τὸν Ἕκτορα καὶ πάντας πεισθῆναι τῇ συμβουλῇ.

(v. 274) Τὸ δὲ "κηδόμενοί περ" τὸ αἴτιόν ἐστι τῆς ἄρτι συμβουλῆς. βλαπτομένοις γάρ, φησί, συμβουλεύω, ἵνα τὸ βουλευθὲν ποιήσαντες ὠφεληθῶμεν.

(v. 275) Ἐν δὲ τῷ "ὑψηλαί τε πύλαι" πύλας, ὡς καὶ ἀλλαχοῦ, τὰς διόδους νοητέον, καθ' ἃς αἱ θύραι ἄλλαι αὐταὶ πάντως παρὰ τὰς θύρας οὖσαι, ἃς σανίδας λέγει ἐπὶ ταῖς πύλαις ἀραρυίας, μακρὰς μέν, ἐπεὶ καὶ αἱ ῥηθεῖσαι πύλαι ὑψηλαί, ἐϋξέστους δέ, ἐπεὶ οὐκ ἔστιν ἄλλως ἀραρυίας εἶναι, ἐζευγμένας δὲ ἀντὶ τοῦ κεκλεισμένας καὶ ἠσφαλισμένας ὡς οἷα ζυγοῖς τοῖς μοχλοῖς. ὅθεν ἴσως καὶ τὸ ἐπιζυγοῦσθαι τὰς θύρας εἴληπται. ἢ καὶ ἄλλως, ἐζευγμένας, ἤγουν συνεσφιγμένας ἰδίᾳ ταύτην καὶ [176] ἐκείνην ζυγοῖς ἡλωτοῖς, ὁποῖοι καὶ οἱ χιαστοὶ εἴτ' οὖν καγκελωτοί.

(v. 277) Εἰς δὲ τὸ "πρωΐ" πρόσκειται τὸ "ὑπηοῖοι", ὡς ἂν ὁ ὄρθρος νοῆται. ἄλλως γάρ, φασί, πρωΐ λέγεται καὶ τὸ ἕως ἕκτης ὥρας. Φιλήμων οὖν φησι "μεμίσθωταί με δείλης πρωΐας, ἤτοι περὶ τοιαύτην πρωΐαν, ἀφ' ἧς ἡ δείλη ἄρχεται. Ὅθεν σημείωσαι ὅτι τε τὸ ἐπέκεινα τῆς τοιαύτης ὥρας ἀκριβῶς δείλη ὀψία λέγεται, καὶ ὅτι ὥσπερ ἀπὸ τοῦ ἡ ἕως γίνεται ὁ ἑῷος, καὶ ἐκ τοῦ ἠώς ἠῷος, οὕτω καὶ ἀπὸ τῆς ἠόος γενικῆς ἠοῖος, ὡς ἄλλος ἀλλοῖος καὶ τὰ τοιαῦτα, ἴσως δὲ καὶ καθάπερ ἀγκώνη ἀγκοίνη, οὕτω καὶ ἠῷος κοινῶς καὶ ἠοῖος Ἰωνικῶς. ὡς δὲ τὸ πρωῒ πρῶϊ μάλιστά φασι προπερισπωμένως οἱ παλαιοὶ Τεχνικοί, δηλοῦται καὶ αὐτὸ ἀλλαχοῦ.

(v. 278) Ἐν δὲ τῷ "στησόμεθα ἀνὰ πύργους" τὸ κεφάλαιον τῆς Ὁμηρικῆς δεινότητος ἀναφαίνεται. πλάττει γὰρ τὸν Ἕκτορα μὴ πειθόμενον, ἐπεὶ μή ἐστι θελητὸν τῷ ποιητῇ ἀσχολῆσαι τοὺς Ἀχαιοὺς εἰς τειχομαχίαν ἀνήνυτον, καὶ τὴν αὑτῶν αἰσχῦναι ἀρετὴν εἰκῇ ἐγχειρούντων ἀδυνάτοις, ἄλλως τε καὶ ἤδη μελετήσας αὐτὴν ἐν τῷ τείχει τῶν Ἀχαιῶν. Ὅρα δὲ τὴν ἀνα πρόθεσιν [177] ἐν τῷ "ἂν πύργους, οὐ δοτικῇ συνταχθεῖσαν κατὰ τὸ "ἂν βωμοῖσι", καὶ ἀνὰ Γαργάρῳ ἄκρῳ", καὶ τὰ τοιαῦτα.

(v. 280) Τὸ δὲ "ἄψ" καὶ τὸ "πάλιν" τῆς αὐτῆς ἐννοίας εἰσί. Τὸ δὲ "εἶσι" χρόνου ἔχει ἐναλλαγήν. ἀντὶ τοῦ ἐπανέλθῃ γὰρ κεῖται.

(v. 281) Τὸ δὲ "ὑπὸ πτόλιν ἠλασκάζων" βαρύτητα δηλοῖ σκωπτικήν. ἀντὶ γὰρ τοῦ τρέχειν ἠλασκάζειν ἔφη τὸν ἐπ' οὐδενὶ τέλει τρέχοντα. Ἔχει δέ τι καὶ ἄλλως ἀστεϊσμοῦ ἐνταῦθα ὁ λόγος τῷ Πολυδάμαντι, ὡς ἂν οὕτως ἱλαρύνῃ τὸν ἄγριον Ἕκτορα. ἐξευτελίζων γὰρ τὸν Ἀχιλλέα ῥητορικῶς οὐ μόνον ἄλγιον αὐτῷ ἔσεσθαί φησιν, εἰ πρὸς τῷ τείχει μαχήσεται, ἀλλὰ καὶ ὅτι παντοίου δρόμου κορέσει τοὺς ἵππους ὑπὸ τὴν πόλιν εἰκῇ ἔξω πλανώμενος, καὶ ὅτι οὐκ ἂν αὐτὸν θυμὸς ἐάσῃ ἔσω ἐφορμηθῆναι, ὃ ταὐτόν ἐστι τῷ οὐκ ἂν προθυμηθείη τὴν πόλιν εἰσελθεῖν. ὃ δὴ πάντως ἀστείως ἐρρέθη. οὐ τολμήσει μὲν γὰρ ἴσως οὐδὲ δυνήσεται Ἀχιλλεὺς εἴσω γενέσθαι τῆς πόλεως, οὐ μὴν ἤδη οὐδὲ προθυμηθείη. τὸ γὰρ ἐφιέμενον αὐτῷ τῆς ψυχῆς βούλοιτ' ἂν τὴν Τροίαν ἑλεῖν.

(v. 283) Τὸ δὲ "πρίν μιν κύνες ἔδονται" τὸν αὐτὸν ἔχει νοῦν τῷ "πρίν μιν καὶ γῆρας ἔπεισι" καὶ τοῖς ὁμοίοις.

(v. 284-286) Ὅτι ὁ Ἕκτωρ τὸ εὐσχημόνως ὑπὸ Πολυδάμαντος λεχθέν, ὅπερ ἦν τὸ φυλάσσειν τὴν πόλιν, μεταλαβὼν κατὰ μέθοδον δεινότητος εἰς φορτικὸν ὄνομα τὴν φυγὴν ἐκφαυλίζει τὴν ῥηθεῖσαν δημηγορίαν τοῦ Πολυδάμαντος καὶ ὑπόδρα ἰδὼν λέγει "Πουλυδάμα, σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις, ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι", ὅ ἐστι συγκλεισθῆναι, "αὖτις ἰόντας", ὅ ἐστιν ἀναχωρήσαντας.

(v. 287) Εἶτα ψέγων καὶ τὴν φθάσασαν τῶν Τρώων προμήθειαν καὶ συστολήν φησιν "ἢ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων";

(v. 288-292) Ἐφ' οἷς ἐκτραγῳδῶν, ἐξ οἵων εἰς οἷα ἡ Τροία κατῆλθεν, ὡς δέον ὂν διὰ τοῦτο ἤδη ἀποκινδυνεύειν, φησὶ "πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι πάντες μυθέσκοντο πολύχρυσον, πολύχαλκον· νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά· πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην κτήματα περνάμενα ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς", οἱονεὶ λέγων ὡς, ἐπεὶ ταῦτα ἡμῖν [178] ἀπόλωλεν ἐκ θεομηνίας, εἰς τί σωμάτων φειστέον;

(v. 293-296) Ἐπὶ δὲ τούτοις ἀλαζονευσάμενος, ὡς οὐκ ἂν τὸν καιρὸν καταπρόοιτο, φησὶ "νῦν δ' ὅτε πέρ μοι ἔδωκε θεὸς κῦδος ἀρέσθ' ἐπὶ νηυσὶ θαλάσσῃ τ' ἔλσαι Ἀχαιούς", καὶ νήπιον προσειπὼν ὁ τῷ ὄντι νήπιος τὸν πεπνυμένον Πολυδάμαντα, καὶ μετὰ τὸ "νήπιε, μηκέτι ταῦτα νοήματα φαῖν' ἐνὶ δήμῳ", ἐπαγαγὼν ἀπειλητικῶς τὸ "οὐ γάρ τις Τρώων ἐπιπείσεται, οὐ γὰρ ἐάσω" τυραννικὸν δὲ πάντως τὸ μὴ ἐᾶν εἰς ἀγαθὸν πείθεσθαι.

(v. 297-302) Εἶτα καὶ συμβουλευσάμενος δόρπον ἑλέσθαι κατὰ στρατὸν ἐν τελέεσσιν, ὃ καὶ ἀλλαχοῦ κεῖται, καὶ φυλακῆς μνησθῆναι καὶ ἕκαστον ἐγρηγορέναι, ἐπιφέρει μετὰ βαρύτητος "Τρώων δ' ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι. τῶν τινα βέλτερόν ἐστιν ἐπαυρέμεν ἠέπερ Ἀχαιούς", τουτέστιν εἴ τις πρὸς τοῖς κτήμασιν ἔχει τὸν νοῦν οἷα ταμίας, καὶ δι' αὐτὰ θέλει ἐγκατακλείεσθαι καὶ δυσελπιστεῖ καὶ προκινδυνεύειν δέδιε ‑ δειλὸν γὰρ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν ‑ , συλλέξας αὐτὰ τῷ δήμῳ δότω φαγεῖν, ὧν βέλτιον ἐπαπολαῦσαί τινα τῶν τοῦ Τρωϊκοῦ δήμου ἤπερ τοὺς Ἕλληνας. καθάπτεται δέ πως λεληθότως ἐν τούτοις καὶ τοῦ Πολυδάμαντος, οἷα πλουσίου καὶ διὰ τοῦτο φιλοψύχου, πλαγίως δὲ καὶ τὸ πλῆθος ἐρεθίζει εἰς ἁρπαγὴν τῶν τοιούτων.

(v. 301) Ἔνθα ὅρα καὶ τὸ καταδημοβορῆσαι, ληφθὲν ἐκ τοῦ ἐν τῇ α΄ ῥαψῳδίᾳ ῥηθέντος δημοβόρου, πλὴν ὅσον ἐκεῖ μὲν δημοβόρος ὁ δυνάστης ὁ τὰ τοῦ δήμου βιβρώσκων, ἐνταῦθα δὲ δημοβορεῖν τὸ αὐτὸν τὸν δῆμον τὰ τῶν δυνατῶν ἐσθίειν. διαφέρει δὲ τοῦ δημοβορεῖν τὸ καταδημοβορεῖν, ὡς τοῦ φαγεῖν τὸ καταφαγεῖν.

(v. 303-304) Τοιαῦτα δὲ εἰπὼν ὁ Ἕκτωρ καὶ πρὸς τὸ "πρωῒ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες στησόμεθ' ἀνὰ πύργους" γενναίως καὶ βαρύτερον ἀντιθέμενος τὸ "πρωΐ" ἢ "πρῶϊ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα".

(v. 305-308) Εἶτα καὶ τοῦ Ἀχιλλέως καταθρασύνεται καί φησι "εἰ δ' ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, ἄλγιον αἴ κ' ἐθέλῃσι τῷ ἔσσεται. οὔ μιν ἔγωγε φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ' ἄντην στήσομαι". ὃ δὴ προαναφωνηθὲν ποιητικῶς ὁ φιλέλλην ἀκροατὴς εὔχεται ἰδεῖν. πεσεῖται γὰρ Ἕκτωρ, εἰ [179] μόνον ἀντιστήσεται. οὕτω καὶ οἱ μνηστῆρες ἐν Ὀδυσσείᾳ λέγοντες, ὡς παραμενοῦσι τῇ τοῦ Ὀδυσσέως οἰκίᾳ, παραμυθοῦνται τὸν σωφρόνως ἀκούοντα. τεθνήξονται γὰρ καὶ ἐκεῖ οἱ κακοί, εἰ μὴ φεύξονται.

(v. 308 s.) Ἐπὶ δὲ πᾶσι μετὰ θάρρους ὁ Ἕκτωρ εἰπὼν "ἤ κε φέρῃσι μέγα κράτος ἤ κε φεροίμην", καὶ οὕτως ἀγαθὴν ἐλπίδα προβαλλόμενος, ἐπιπλέκει γνωμικόν "ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα". καὶ οὕτω μὲν ὁ Ἕκτωρ. Ὁ δὲ ποιητὴς ἐπικρίνει κακὰ μὲν βουλεύσασθαι τὸν Ἕκτορα. Πολυδάμαντα δὲ τὰ βελτίω, καὶ ὅμως νικῆσαι καὶ νῦν τὰ χερείονα.

(v. 310-313) Φησὶ γὰρ "ὣς Ἕκτωρ ἀγόρευεν. ἐπὶ δὲ Τρῶες κελάδησαν, νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη", τουτέστιν ἀπέλιπεν αὐτοὺς ἡ φρόνησις, "Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, Πολυδάμαντι δ' οὔτις, ὃς ἐσθλὴν φράζετο βουλήν".

(v. 313) Καὶ ὅρα τὸ "βουλήν" κατὰ κοινοῦ ληφθὲν καὶ ἐν τῷ Ἕκτορι καὶ ἐν τῷ Πολυδάμαντι, ἵνα λέγῃ ὡς Ἕκτορι μὲν τὴν βουλὴν ἐπῄνεσαν, Πολυδάμαντι δὲ οὔτις, ὃ πάνυ πολλὴν κατηγορεῖ τῶν Τρώων νηπιότητα, εἰ μηδεὶς ἐπείσθη τῶν τοσούτων ἐσθλὰ φραζομένῳ τῷ Πολυδάμαντι.

(v. 285) Οἵαν δὲ κωλύμην ἔχει ἡ κλητική, τὸ "ὦ Πολυδάμα", εἰς τὸ κλίνεσθαι, καθὰ καὶ τὸ ὦ Αἶαν, καὶ ὦ Κάλχαν, προεκτέθειται. Τὸ δὲ "οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις" τυραννικοῦ κἀνταῦθα ἤθους καὶ αὐτό, καθὰ καὶ ἐπὶ Ἀλεξάνδρου. ἦν δὲ ἂν εὔλογον τὸ ῥηθέν, εἴπερ ἔλεγεν, ὅτι οὐκ ἀγαθὰ λέγεις.

(v. 287) Τὸ δὲ "κεκόρησθε" ῥῆμά ἐστι τοῦ ἀκόρητος ὀνόματος, περὶ ὧν καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ "ἐελμένοι ἔνδοθι πύργων" ἀστείως εἴρηται, καθὰ καὶ τὸ "κατὰ ἄστυ ἀλήμεναι", διὰ τὸ τὴν πολιορκίαν συγκλεισμῷ ἐοικέναι. διὸ καὶ ἐπεγγελᾷ Ἕκτωρ τῷ Πολυδάμαντι, εἰ μὴ κεκόρεσται δεκαετίαν ὅλην συγκεκλεισμένος. Ὅτι δὲ τὸ εἰλεῖσθαι ἶσόν ἐστιν ἐν τοῖς τοιούτοις τῷ συγκλείεσθαι, δηλοῦται καὶ μετ' ὀλίγα ἐν τῷ "Ἀχαιοὺς ἐπὶ πρύμναις εἴλεον, οὐδὲ θύραζε εἴων ἐξιέναι".

(v. 294) Καὶ νῦν δὲ ἐν τῷ "ἐπὶ νηυσὶ θαλάσσῃ τ' ἔλσαι". φίλαι δὲ ποιηταῖς λέξεις τὸ ἔλσαι καὶ ἀλήμεναι καὶ ἐελμένοι καὶ ἐάλη καὶ ἀλείς.

(v. 288) Τὸ δὲ "μέροπες ἄνθρωποι" [180] ἐντελῶς ἐρρέθη. ὅτε δὲ μέροπες μόνον ῥηθεῖεν, ἐλλείπονται. οὕτω καὶ βροτοὶ μὲν ἄνδρες τὸ τέλειον, βροτοὶ δὲ μόνον ἀτελές.

(v. 289) Τὸ δὲ κατὰ τὴν Τροίαν πολύολβον σαφέστερον ἐνταῦθα δηλοῦται ἤπερ ἐν τοῖς πρὸ τούτων, μερίσαντος Ὁμήρου διαφόροις τόποις καὶ τὴν τοιαύτην ἔννοιαν, ὡς πολλαχοῦ ποιεῖν εἴθισται. Τὸ δὲ "πάντες μυθέσκοντο" κοινὴν ἔννοιαν καὶ δόξαν εἶναι τοῖς τότε δηλοῖ τὸ πλουσιωτάτην εἶναι τὴν Τροίαν. δῆλον δὲ ὡς οὐ μόνον μυθῶ μυθήσω, ἀλλὰ καὶ μυθέσω, ἐξ οὗ πλεονασμῷ συνήθει τοῦ κ μυθέσκω, ὅθεν τὸ μυθέσκοντο.

(v. 290) Τὸ δὲ "ἐξαπόλωλε" τέλειον ἀφανισμὸν δηλοῖ διὰ τῆς ἐπιτατικῆς ἐξ προθέσεως. σχεδιασμοῦ δὲ ἔργον τὸ ἄρξασθαι ἀπὸ τοῦ "νῦν" ἐπιρρήματος δὶς ἐν τοῖς ῥηθεῖσι "νῦν δὲ δὴ ἐξαπόλωλε κειμήλια", καὶ "νῦν δ' ὅτε πέρ μοι ἔδωκε θεός".

(v. 291) Τὸ δὲ "Φρυγίην καὶ Μῃονίην" πολλοὺς ἐκεῖθεν ἥκοντας ἐπικούρους δηλοῖ καὶ λαμβάνοντας αὐτὰ εἰς μισθόν, δοκεῖ δὲ εἰρῆσθαι αὐτὸ καὶ ὡς ἐκεῖ καταλλασσομένων τῶν Τρωϊκῶν κτημάτων. Φρύγες γάρ, φασί, καὶ Μῄονες ἀγορὰν κομίζοντες Τρωσὶν ἀντελάμβανον κειμήλια. Περὶ δὲ Φρυγίας καὶ Μῃονίας καὶ πῶς ἐρατεινὴ ἡ Μῃονία ζητητέον δίχα τῶν τῆς Βοιωτίας καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. [Νῦν δὲ μνηστέον ἱστορίας δηλούσης ὅτι τε ἡδυπάθειαν οἱ Μῄονες, ταὐτὸν δ' εἰπεῖν οἱ Λυδοί, ἐφίλουν, ὅθεν, φασί, καὶ Ἀνακρέων τὸν ἡδυπαθῆ "Λυδοπαθῆ" ἔφη, καὶ ὅτι βρῶμα παρ' αὐτοῖς εὕρητο κάνδαυλος, παρώνυμον ἴσως τῷ παρ' αὐτοῖς τυράννῳ Κανδαύλῃ, καθὰ καὶ ἄλλα τῶν ἐδεσμάτων ἐξ ἑτέρων κυρίων ὀνομάτων ἐφίλουν καλεῖσθαι, ὡς καὶ οἱ Νικόλαοι. φέρεται οὖν ἐν τοῖς Ἀθηναίου, ὅτι κνηστῷ, οὐ τυρῷ, ἀλλὰ ἄρτῳ καὶ Φρυγίῳ τυρῷ, ἀνήθῳ τε καὶ ζωμῷ πίονι ἑφθοῦ κρέως συνόντος, Λυδικὸν ἐγίνετο ἔδεσμα κάνδαυλος καλούμενος. περὶ οὗ φησιν Ἄλεξις, ὡς "κάνδαυλον ἐὰν παραθῶσι, [181] προσκατεδῇ τοὺς δακτύλους".] Περνᾶν δὲ καὶ πέρνασθαι, ὡς ἵστασθαι, ὅτι ἐπὶ τοῦ πέραν που διαπωλεῖν κυριολεκτεῖται, ὅθεν καὶ ἡ πρᾶσις καὶ τὸ πιπράσκειν, καὶ ἐν τοῖς ἑξῆς σαφέστερον δηλωθήσεται.

(v. 294) Τὸ δὲ "ἀρέσθαι" μέσος δεύτερος ἀόριστός ἐστιν ὅμοιος τῷ εὑρέσθαι. ἀλλὰ τούτου μὲν ἔχει πολλὴν χρῆσιν ὁ πρῶτος ἀόριστος, ὡς δηλοῖ καὶ τὸ "ἠράμεθα μέγα κῦδος", τοῦ δὲ εὑρέσθαι οὐχ' οὕτως. μόνον γὰρ χρηστὸν τὸ εὑρόμην παρὰ Σοφοκλεῖ.

(v. 295) Τὸ δὲ "φαῖνε ἐνὶ δήμῳ" ἀντὶ τοῦ πρόφερε, ἵνα λέγῃ ὅτι, κἂν εἰ καὶ νοῇς τοιαῦτα, ὅμως μὴ λάλει. ὅλον δὲ τὸ "μηκέτι ταῦτα νοήματα φαῖν' ἐνὶ δήμῳ, οὐ γάρ τις ἐπιπείσεται" καὶ ἑξῆς ἕως τοῦ "πειθώμεθα πάντες" ἀνδρὶ ἐπιπρέπει ἐνδόξῳ ἀξιοῦντι πρὸ τῶν ἄλλων ἀκούεσθαι. Τὸ δέ γε "νήπιε, μηκέτι ταῦτα νοήματα φαῖνε" ὁ μὴ ἐμφρόνως λαλῶν ἀκούσοι ἄν ποθεν.

(v. 298) Τὸ δὲ "κατὰ στρατὸν ἐν τελέεσσιν" ὑποκαταβὰς ἁπλούστερον φράζει δίχα τοῦ "ἐν τελέεσσιν" εἰπὼν "δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατόν". Ἔστι δὲ τὸ "ἐν τελέεσσιν" ἀντὶ τοῦ ἐν τάγμασιν, ὡς καὶ προδεδήλωται σαφῶς. χρήσις δὲ τῆς λέξεως κεῖται ταύτης καὶ παρ' Ἡροδότῳ.

(v. 299) Τοῦ δὲ ἐγρήγορθε" τὸ κοινὸν ἐγρηγόρατε, καὶ συγκοπῇ καὶ τροπῇ ἐγρήγορθε.

(v. 303) Τὸ δὲ "πρωῒ δ' ὑπηοῖοι" καὶ ἑξῆς, δοκεῖ καὶ ἀστεϊζόμενος δῆθεν διορθωτικῶς ὁ Ἕκτωρ εἰπεῖν. Πολυδάμας μὲν γὰρ φθάσας ἔφη, ὅτι ἕωθεν θωρηχθέντες φυλάξομεν τὴν πόλιν, ὃ δὲ ὁμοίως ἐπιβαλὼν κατὰ τὸ "ἕωθεν θωρηχθέντες", εἶτα ἐπάγει τὸ "ἐπὶ νηυσὶν ἐγείρομεν πόλεμον". οὕτω δὲ πάλιν Πολυδάμαντος εἰπόντος περὶ Ἀχιλλέως "τῷ δ' ἄλγιον, αἴ κ' ἐθέλῃσι περὶ τείχεος μάχεσθαι, ἂψ πάλιν εἶσι" καὶ ἑξῆς, ὁ Ἕκτωρ παρῳδῶν ἀστείως φησὶν "ἄλγιον, αἴ κ' ἐθέλῃσι τῷ ἔσσεται, οὔ μιν ἔγωγε φεύξομαι".

(v. 305) Τὸ δὲ "εἰ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη Ἀχιλλεύς" διὰ τὰ [182] κατὰ Πάτροκλον ἐνδοιάζεται. καὶ γὰρ ἐκεῖνος, δόξας Ἀχιλλεύς, οὐκ ἦν ἐκεῖνος. Τὸ δὲ "ἀνέστη" ὡς πρὸς τὸ κεῖσθαι εἴρηται, δι' οὗ πολλαχοῦ τὸ ἀργεῖν ἐδηλώθη, ὡς καὶ Ἀχιλλεύς που ἔφη, πρὸς ὃν καὶ ἡ Ἶρις "ἀλλ' ἄνα, μηκέτι κεῖσο".

(v. 306) Τὸ δὲ ἄλγιον ἀληθῶς μὲν συγκριτικόν ἐστι καὶ κλίσιν ἔχει κατὰ τὸ κάλλιον. τῶν τινες δὲ παλαιῶν κατὰ τὸ ἅγιον κλίνουσιν αὐτό, καθὰ δηλοῦσιν ἐν τῷ κανόνι τῶν διὰ τοῦ ιος ἀρσενικῶν ὀνομάτων, ἃ γίνονται ἀπὸ τῶν εἰς ος οὐδετέρων, ὧν προηγεῖται τὸ α. βούλονται γὰρ ὡς ἀπὸ τοῦ ἄγος καὶ πέλαγος καὶ τέναγος εἶναι τὸ ἅγιον τὸ πελάγιον τὸ τενάγιον, οὕτω καὶ ἄλγος, ἄλγιον.

(v. 307) Τὸ δὲ "οὔ μιν ἔγωγε φεύξομαι" πρὸς τὸ "ὅς κε φύγῃ" ἐρρέθη, τὸ ῥηθὲν ὑπὸ Πολυδάμαντος. οἱονεὶ γὰρ λέγει διασταλτικῶς ὡς, εἰ καὶ πάντες φεύξονται, ἀλλ' ἐγὼ οὐ φεύξομαι τὸν Ἀχιλλέα διά γε πόλεμον ‑ τοῦτο γὰρ δηλοῖ τὸ "ἐκ πολέμοιο" δυσηχέος ‑ , εἰ μὴ ἄρα τυχὸν θεόθεν μοι ἐμπεσεῖται φόβος.

(v. 308) Τὸ δὲ "φέροι κράτος", ἀντὶ τοῦ νίκην, τὸν ὕστερον νικηφόρον συνέθετο, ἐπεὶ καὶ ταὐτόν ἐστι φέρειν κράτος καὶ νικηφορεῖν. Ὅρα δὲ ὡς, εἰ καὶ μάλα θρασὺς ὁ Ἕκτωρ, ἀλλ' οὐ παντελῶς ἀγνοεῖ ἑαυτόν. οἶδε δὲ τὴν τοῦ Ἀχιλλέως ἀνδρίαν. διὸ οὐδὲ πάντῃ πάντως περιγενήσεσθαί φησιν ἐκείνου, ἀλλ' ἐν ἀμφιβόλῳ τίθησιν, εἰπὼν "ἢ φέροι ἂν μέγα κράτος, ἢ φεροίμην".

(v. 309) Τὸ δὲ "ξυνὸς Ἐνυάλιος" ἀντὶ τοῦ κοινὴ ἡ τοῦ πολέμου τύχη καὶ ὁ κατ' αὐτὸν κίνδυνος, καὶ οὐ μᾶλλον τούτου ἢ ἐκείνου. ὃ ἐφερμηνεύων φησὶ "τὸν κτανέοντα", ἤτοι τὸν ἐλπίζοντα ἢ εὔελπιν ὄντα κτεῖναι "κατέκτεινε". καὶ τοῦτό ἐστιν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ὁ ἀλλοπρόσαλλος. καὶ πρὸ ὀλίγων δέ, ὅτε Τρῶες καὶ Ἀχαιοὶ δατεῖσθαι τὸν Ἄρην ἐλέγοντο, τοιοῦτόν τι ὁ ποιητὴς ἐρρέθη δηλοῦν, ὡς τοῦ πολέμου μὴ τούτοις μόνοις χαριζομένου ἢ ἐκείνοις, ἀλλὰ μεριζομένου εἰς ἀμφοτέρους. νίκης γάρ ἐστι τὸ ἑτεραλκές.

(v. 311) Ὅρα δὲ καὶ τὸ "ἐκ γὰρ φρένας εἵλετο Ἀθήνη" οὐδ' ἐνταῦθα δηλοῦν φρόνημά τι ἐξαίρετον, ὥς που ἐπὶ Γλαύκου, ἀλλὰ φρενῶν ἐξαίρεσιν, καθὰ καὶ προεγράφη.

(v. 312) Τοῦ δὲ [183] ἐπαινῆσαι ἡ χρῆσις καὶ παρ' Ἡσιόδῳ. ποιητικὴ δὲ ἡ λέξις. τὸ δέ γε κοινὸν ἐπαινέσαι.

(v. 314 s.) Ὅτι ἐν τῷ "Ἀχαιοὶ παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες" Ἀχαιοὺς ἢ τοὺς ὅλους λέγει, ἢ μάλιστα τοὺς Μυρμιδόνας. ἐρεῖ γοῦν προϊὼν "παννύχιοι Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο".

(v. 316-318) Ὅτι Ἀχιλλεὺς ἤδη κλαύσας, ὅτε Πάτροκλος ἐφέρετο ἐκ τῆς μάχης, νῦν ἀδινοῦ καὶ αὐτὸς "ἐξῆρχε γόοιο" τοῖς Ἀχαιοῖς, "χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσιν ἑταίρου, πυκνὰ μάλα στενάχων".

(v. 318-322) Εἶτα διὰ παραβολῆς πρεπούσης ἡρωϊκῷ ἀξιώματι παραδεικνύς, ὅπως ἦν στενάχων, φησὶν ὥστε λὶς ἠϋγένειος, ᾧ ῥά θ' ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσει ἀνὴρ ὕλης ἐκ πυκινῆς· ὃ δέ τ' ἄχνυται ὕστερος ἐλθών, πολλὰ δέ τ' ἄγκεα ἐπῆλθε μετ' ἀνέρος ἴχνι' ἐρευνῶν, εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ". ταύτης δὲ ἡ ἀπόδοσις οὐ στενάχειν ἁπλῶς, ἀλλὰ βαρυστενάχειν λέγει τὸν Ἀχιλλέα.

(v. 323) Φησὶ γὰρ "ὣς ὃ βαρυστενάχων μετεφώνεεν", ἃ δὴ ἀντὶ τοῦ στενάζειν εἰσίν, ὡς καὶ Σοφοκλῆς "ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος". Ἔστι δὲ τοῦ βαρυστενάχειν ἐπιτατικώτερον τὸ "πυκνὰ στενάχων", ἢ μᾶλλον τοῦτο μὲν ποσὸν δηλοῖ στεναγμῶν, τὸ δὲ βαρυστενάχων ποιότητα.

(v. 316) Τὸ δὲ "ἐξῆρχε γόοιο" γοῶντας ὑποδηλοῖ σιωπηρῶς καὶ τοὺς Μυρμιδόνας, ἤδη δὲ καὶ τὰς παρὰ τῷ Ἀχιλλεῖ αἰχμαλώτους, ὡς αὐτὸς μετ' ὀλίγα ἐρεῖ.

(v. 317) Ἡ δὲ τῶν χειρῶν θέσις ἐπὶ τὰ στήθη ἀμφιβολίας τρόπον ποιεῖ καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς. ἀμφίβολον γάρ, φασίν, εἴτε τὰς ἑαυτοῦ ὁ Ἀχιλλεὺς ἐπὶ τοῖς τοῦ Πατρόκλου στήθεσι τίθησιν, εἴτε ἀνάπαλιν.

(v. 326) Οὕτω καὶ μετ' ὀλίγα τὸ "ἔφην εἰς Ὀπόεντα περικλυτὸν ἀπάξειν" οὐ πάνυ δῆλον, εἴτε Ὀπόεντα λέγει περικλυτὸν εἴτε υἱὸν περικλυτόν.

(v. 334 s.) Ὁμοίως δὲ καὶ ἐν τῷ "Ἕκτορος κεφαλὴν μεγαθύμου σεῖο φονῆος" ἀμφίβολον εἴτε κεφαλὴν Ἕκτορος μεγαθύμου, εἴτε φονῆος σοῦ τοῦ μεγαθύμου, [184] ἤγουν τοῦ φονεύσαντος σὲ τὸν μεγάθυμον Πάτροκλον.

(v. 318) Λέοντα δέ, φασί, καὶ ἐνταῦθα θήλειαν λέγει. ἄρσην γὰρ οὐ σκυμναγωγεῖ, ὡς προγέγραπται. δηλοῖ δ' αὐτὸ καὶ τὸ "ἠϋγένειος". κάλλιον γάρ, φασί, ταῖς θηλείαις τὸ γένειον. ἄρρενες δὲ χαίτῃ μάλλον κοσμοῦνται.

(v. 319) Διὰ δὲ τοῦ ἐλαφηβόλου ὡς ἐκ μέρους τὸν ἁπλῶς πάντα τὰ ἄγρια βάλλοντα δηλοῖ. Τὸ δὲ ἁρπάσαι ἄλλως ἐπὶ θηρίων κοινολεκτούμενον, ὡς πολλαχοῦ φαίνεται, νῦν τὴν σπουδαίαν τῶν σκύμνων κλοπὴν δηλοῖ. πάνυ γὰρ πτοοῦνται οἱ θηραταὶ τὸν δριμὺν χόλον τοῦ λέοντος.

(v. 321) Τίνα δέ εἰσιν ἄγκεα, καὶ ὅτι παρὰ τὸ ἀνακεῖσθαι γίνονται, εἴρηται ἀλλαχοῦ. Τὸ δὲ "ἴχνι' ἐρευνᾶν" δηλοῖ μὲν τὸ ἰχνηλατεῖν, κρεῖττον δ' ἐκείνου πέφρασται. [Ὅρα δὲ τὸ "ἴχνι' ἐρευνῶν" ἀμφιβλήστρου δίκην ἁλίσκον τοὺς εἰσαγωγικούς. ἔστι μὲν γὰρ καὶ ἴχνη γράψαι διὰ τοῦ ἦτα, οὕτω δὲ καὶ ἴχνια διὰ τοῦ ἰῶτα ἐν συναλιφῇ, ἐπικέκριται δὲ τὸ δεύτερον ὡς καὶ ποιητικώτερον καὶ πολύχρηστον.]

(v. 324-335) Ὅτι ὁ τοῦ Ἀχιλλέως γόος τοιοῦτος ὡς ἐν ἠθοποΐᾳ Ὁμηρικῇ "ὢ πόποι, ἦ δὴ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ, θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· φῆν δέ οἱ εἰς Ὀπόεντα", οὗ πρὸ ὀλίγου μνεία γέγονε, "περικλυτὸν υἱὸν ἀπάξειν, Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν. ἀλλ' οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδ' ἐμὲ νοστήσαντα δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς οὐδὲ Θέτις μήτηρ, ἀλλ' αὐτοῦ γαῖα καθέξει. νῦν δ' ἐπεὶ οὖν, Πάτροκλε, σεῦ ὕστερος εἶμ' ὑπὸ γαῖαν, οὔ σε πρὶν κτεριῶ, πρίν γ' Ἕκτορος ἐνθάδ' ἐνεῖκαι τεύχεα καὶ [185] κεφαλήν, μεγαθύμου σεῖο φονῆος", περὶ οὗ ἀνωτέρω προσεχῶς εἴρηται.

(v. 336-342) Εἶτα πλατύνων, τὰ ἑξῆς προεκθετικῶς φησιν, ὅτι "δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. τόφρα δὲ παρὰ νηυσὶ κείσεαι αὕτως", ἤγουν οὕτως ἄταφος, "ἀμφὶ δέ σε Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι κλαύσονται νύκτας τε καὶ ἤματα δακρυχέουσαι. τὰς αὐτοὶ καμόμεσθα βίῃφί τε δουρί τε μακρῷ πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων". Σημείωσαι δὲ ὅτι ἡ ῥηθεῖσα κατὰ τὸν Ἀχιλλέα ἠθοποιΐα οὐκ ἐκ τῶν τριῶν εἴληπται χρόνων, ἀλλ' ἐκ τοῦ παρῳχημένου καὶ τοῦ μέλλοντος, ὡς τῶν ἐνεστώτων πρὸ ὀφθαλμῶν κειμένων. οἴδαμεν γὰρ τὰ κατὰ τὸν Πάτροκλον γεγονότα σήμερον. ἔστι δὲ παρῳχημένου μὲν τὸ "ὢ πόποι" καὶ ἑξῆς ἕως τοῦ "ἀλλ' οὐ Ζεὺς ἄνδρεσσιν", ὃ μεταποιηθὲν ποιήσει ἀγαθὸν γνωμικόν, τὸ "ἀλλ' οὐ θεὸς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ". καὶ οὕτω μὲν ἐκ τοῦ παρῳχημένου. ἐκ δὲ τοῦ μέλλοντος τὸ "ἄμφω γὰρ πέπρωται ὁμοίην", ἤγουν τὴν αὐτήν, "γαῖαν ἐρεῦσαι", ἤγουν ἐρευθῇ βάψαι καὶ ἐρυθρῶσαι, καὶ τὰ ἑξῆς.

(v. 326) Ὅρα δ' ἐν τούτοις ὡς λυπεῖ τὸν Ἀχιλλέα, εἰ ψεύσεται τῷ Μενοιτίῳ, μὴ ἔχων εἰς τέλος ἀγαγεῖν τὴν ἐπὶ τῷ υἱῷ ὑπόσχεσιν, καθά ποτε καὶ τὸν Ἡρακλέα ἂν τὸ μὴ σχεῖν ἀποκαταστῆσαι Λικύμνιον τῷ οἰκείῳ πατρί, ὡς ἐν τῇ α΄ ῥαψῳδίᾳ κεῖται. λυπεῖ ἄρα τὸν σπουδαῖον ἄνδρα τὸ ὁπωσοῦν ψεύσασθαι, [εἰ καὶ ἄλλως ἔστιν ὅτε κατά τι ἀναγκαῖον ψεῦδος ἐρεῖ ἔνθα χρή, ὡς μυριαχοῦ δείκνυται, φιλῶν καὶ ἐκεῖ τὸ ψεῦσμα οὐ καθ' αὑτὸ, ἀλλὰ διά τι σωτηριῶδες. εἰπεῖν γὰρ ὀρθῶς, ὥσπερ ὁ Ἀχιλλεὺς οὐχ' ὡς ἁπλῶς ἐριστικὸς καὶ μάχιμος ἔσκωπται τῷ βασιλεῖ, ἀλλ' ὡς αἰεὶ τοιοῦτος καί, ὡς εἰπεῖν, φίλερις, εἰ καὶ μὴ οἷος ὁ Ἄρης ‑ ἐκεῖνος γὰρ καὶ βροτολοιγὸς καὶ ἀλλοπρόσαλλος ‑ , οὕτω ψεκτέος καὶ ὁ οὐχ' ἁπλῶς δέον ὂν ψεύσασθαι ψευδόμενος, ἀλλ' ὁ κατά τινα κακίαν φίλην αὐτῷ καὶ σπουδῆς ἀξίαν. τοιοῦτος δὲ ὁ φιλοψευδής. οὕτω Κρῆτες διαβάλλονται οὐχ' ὡς ἁπλῶς ποτε ψεῦσται, ἀλλ' ὡς αἰεὶ τοιοῦτοι.]

(v. 324) [186] Τὸ δὲ "ἔπος ἔκβαλον" δυνάμενος ἄλλως φράσαι, ὅμως βαρυνόμενος εἶπεν ὁ Ἀχιλλεὺς ἀντὶ τοῦ ἐξεθέμην, παρέρριψα. [Ἐκ τοῦ τοιούτου δὲ ῥήματος καὶ τὸ ἔκβλητον ἤτοι ἀπόβλητον.]

(v. 326) Ὀπόεις δὲ καὶ ἐν συναιρέσει Ὀποῦς, πόλις Λοκρίδος ὑπὸ Μενοιτίῳ, περὶ ἧς ἐν τῇ Βοιωτίᾳ εἴρηται. Λοκρὸς οὖν ἀνέκαθεν ὁ Πάτροκλος Ἐπικνημίδιος. ἀξιοῦται δὲ πολλοῦ λόγου ἡ πόλις αὕτη καὶ τῷ Λυρικῷ.

(v. 329) Τὸ δὲ "γαῖαν ἐρεῦσαι" τὸ θανεῖν δηλοῖ, ὡς καὶ τὸ "γαῖα καθέξει", καὶ τὸ "εἶμ' ὑπὸ γαῖαν", τὰ κατωτέρω κείμενα, διαφόρως κἀνταῦθα φράσαντος τοῦ ποιητοῦ, πλὴν ὅσον τὸ μὲν "γαῖα καθέξει" καὶ τὸ "εἶμι ὑπὸ γαῖαν" τὸ ἁπλῶς θανεῖν δηλοῖ, τὸ δὲ γαῖαν ἐρεῦσαι φόνον σημαίνει, παρακολούθημα μὲν σφαγῆς ὄν, ἀσαφῶς δὲ ῥηθὲν ὡς οἷά τι αἴνιγμα διὰ τὸ εὔφημον. ἐρεύθει μὲν γὰρ γαῖαν καὶ ὁ μίλτον ἢ τοιοῦτόν τι καταχέας εἰς αὐτήν, ἐνταῦθα δὲ ἐρεῦσαι τὸ ἐρυθρὰν αὐτὴν θέσθαι τῷ ἐκ πληγῆς θανατηρᾶς αἵματι.

(v. 331) Ὅρα δὲ καὶ νῦν, εἴπερ παρήχησίν τινα ἔχει τὸ "ἱππηλάτα Πηλεύς".

(v. 334 s.) Τὸ δὲ κεφαλὴν Ἕκτορος κομίσαι θυμὸς ὑποφητεύει τῷ Ἀχιλλεῖ, ἀκολούθως δῆθεν οἷς Ἕκτωρ τὴν τοῦ Πατρόκλου κεφαλὴν ἀνώγει πῆξαι ἀνὰ σκολόπεσσιν. Ἀχιλλέως μέντοι ἀναφρονήσαντος, ἔμεινεν ἐπὶ χώρας ἡ τοῦ Ἕκτορος κεφαλή.

(v. 334) Τοῦ δὲ "ἐνεῖκαι", ὅ ἐστιν ἐνέγκαι, κοινὸς πρῶτος ἀόριστος ὁ ἤνεγκα καὶ ποιητικὸς ὁ ἔνεικα, δεύτερος δὲ ἀόριστος τοῦ ἐνεῖκαι οὔκ ἐστιν, ἀλλὰ χρηστὸν ἀντ' ἐκείνου ἐστὶ τὸ ἐνεγκεῖν.

(v. 336 s.) Ἡ δὲ τῶν δώδεκα λαμπρῶν Τρώων ἀποδειροτόμησις ἀντίτισιν ἔχει ὁμοίαν μέν τινα, μείζω δὲ ἄλλως τοῦ "τρεῖς ἑνὸς ἀντιπεφάσθαι", ὅπερ ἀλλαχοῦ κεῖται. Τὸ δὲ "σέθεν [187] κταμένοιο χολωθείς" δηλοῖ οὐ δικαίαν εἶναι τὴν πρᾶξιν ἀλλὰ χόλου ἔργον, οὗ δυσχερὲς κρατεῖν. διὸ ἄξιός ἐστι περιᾴδεσθαι ὁ κατὰ καιρὸν πολλῆς ὀργῆς ἐπισχὼν ἑαυτὸν καὶ εἰπὼν πρὸς τὸν πληγησόμενον, ὡς ἔπληξα ἄν σε, εἰ μὴ ἐχολούμην, δεῖξας ἐκεῖνος, ὡς κριτοῦ δίκην χρὴ ἐπεξιέναι τοῖς ἁμαρτήμασιν, οὐ χολουμένου ἀλλὰ διαιτῶντος, καὶ οὕτω τὸ καθῆκον ποιοῦντος.

(v. 339 s.) Ὁ δὲ ῥηθεὶς πολὺς ὀδυρμὸς τῶν δμωῶν οὐ βίᾳ πάντως γενήσεται. ‑ τίς γὰρ ἡ χάρις; ‑ , ἀλλ' ἑκούσιος αὐταῖς ὁ ἐπὶ τῷ νεκρῷ κλαυθμός. ὅθεν συλλογιστέον οἷον ἔσται πένθος τῷ Ἀχιλλεῖ, ἐὰν αἱ αἰχμάλωτοι οὕτω κλαίωσιν. Ἐν δὲ τῷ "καὶ Δαρδανίδες βαθύκολποι" σημειοῦνται οἱ παλαιοί, ὡς οὐδέποτε Ὅμηρος βαθυκόλπους τὰς Ἑλληνίδας φησί. δῆλον δὲ ὅτι καθ' ὁμοιότητα τοῦ "Τρῶες καὶ Δάρδανοι" πέφρασται καὶ τὸ "Τρῳαὶ καὶ Δαρδανίδες".

(v. 341 s.) Τὸ δὲ "ἃς αὐτοὶ καμόμεθα βίῃ πιείρας πέρθοντε πόλεις" πτολίπορθόν τε καὶ αὐτὸ δεῖν λέγεσθαι τὸν Ἀχιλλέα ἐμφαίνει μᾶλλον ἤπερ τὸν Ὀδυσσέα, καὶ τὸν Πάτροκλον δὲ ὡς ὅμοιον κοσμεῖ, οἷα τῷ Ἀχιλλεῖ συγκάμνοντα, καὶ τὸν μόγον διασαφεῖ, ὅ ἐστι κάματον, ὃν ὁ Ἀχιλλεὺς εἶπεν ἐν τῷ "ᾧ ἔπι πόλλ' ἐμόγησα", καὶ ὄνειδος δέ τι Ἑλληνικὸν ὑπολαλεῖ, ὡς οὐ δῶρον ἔχοντος τὰς τοιαύτας τοῦ Ἀχιλλέως, εἴπερ αὐτὸς ἔκαμεν αὐτάς, ἤγουν καμάτῳ ἔσχεν, ἢ περὶ αὐτὰς ἐκοπίασε. Πιείρας δὲ πόλεις τὰς πλουσίας λέγει, τρέψας ἀπὸ ἐμψύχων σωμάτων. ἐκεῖθεν γὰρ πιότης πόλεως ἡ περὶ αὐτὴν εὐπορία. καὶ ἔχει τι σεμνὸν ἡ λέξις. πτωχικὴν γὰρ πόλιν ἑλεῖν οὐ μέγα ἔργον. ἅμα δὲ καὶ τὸ τοῦ πλούτου βιοφθόρον ὁ λόγος ὑπολαλεῖ, ὡς τῶν τοιούτων πόλεων περθομένων.

(v. 344) Ὅτι λοετροχόοι τρίποδες ἦσαν τοῖς παλαιοῖς, ὡς καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται. μεγάλοι δὲ αὐτοί, ὡς εἰκός. τοιοῦτον οὖν ἑτάροις κέλεται Ἀχιλλεὺς "ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα". "οἳ δέ", φησί, "λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ".

(v. 347-355) Εἶτα διασκευάζων τὰ ἐφεξῆς ὁ ποιητὴς λέγει "ἐν δ' ἂρ ὕδωρ ἔχευαν, ὑπὸ δὲ ξύλα [188] δαῖον ἑλόντες. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ' ὕδωρ. αὐτὰρ ἐπειδὴ ζέσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ' ἐλαίῳ, ἐν δ' ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο· ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν ἐς πόδας ἐκ κεφαλῆς", ἤγουν δι' ὅλου τοῦ σώματος, "καθύπερθε δὲ φάρεϊ λευκῷ". εἶτα παννύχιοι ἀμφ' Ἀχιλλῆα "Πάτροκλον ἀνεστενάχοντο γοῶντες".

(v. 355) Καὶ ὅρα τὸ "ἀνεστενάχοντο" ἀντὶ τοῦ πάλιν ἐξ ὑπαρχῆς ἐστέναζον. τὸ γὰρ λούειν τέως [ἐγκόψαν] ἐπέσχεν αὐτούς. ἴσως δὲ καὶ στεναγμοῦ δηλοῖ μέγεθος ἡ πρόθεσις, ἄνω ἱκνουμένου κατὰ τὸ "βοὴ δ' οὐρανὸν ἷκεν".

(v. 344-347) Ἰστέον δὲ ὅτι τε τὸ "ἀμφὶ πυρί" τοὺς ἀμφιπύρους συντίθησι, καὶ ὅτι τὸ "λούσειαν" καὶ τὸ "ἔχευαν ὕδωρ" τὸν λοετροχόον συντιθέασι τρίποδα, καὶ ἐμφαίνουσι τρόπον ἐτυμολογικόν. [Ἐνταῦθα δὲ ἐπισημαντέον, ὡς οὐ μόνον τρίποδες ἐκαλοῦντο λοετροχόοι, ὁποῖος ὁ ἐνταῦθα ἐπὶ τῷ Πατρόκλῳ καὶ ὃς δὲ ἐν τοῖς ἑξῆς τῷ Ἕκτορι εὐτρεπίζεται, ἀλλὰ καὶ ἀνδράσι τὸ τοιοῦτον ἐπετέθη ὄνομα. Συβαρῖται γοῦν ἱστοροῦνται πρῶτοι λοετροχόους περιχύτας εἰσαγαγεῖν, πεπεδημένους τοῦ μὴ θᾶττον ἰέναι ὥς φησιν ὁ Δειπνοσοφιστής, καὶ ἵνα μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους.]

(v. 347) Τὸ δὲ "ὑπὸ δὲ ξύλα δαῖον" μεταλαβόντες οἱ μεθ' Ὅμηρον ὑποκαίειν φασὶ ξύλα τῷ τρίποδι.

(v. 348) Γάστρην δὲ τρίποδος τὴν κοιλότητα λέγει τὴν οἷον γαστέρα. ἐσχημάτισται δὲ ἡ λέξις ὡς ἡ πάτρη, ἡ μήτρα, ἡ Αἴθρη. Τὸ δὲ ἀμφέπειν ἐπὶ πυρὸς ὡς ἐπὶ ἐμψύχου τινὸς κεῖται ποιητικῷ ἔθει. δηλοῖ δὲ τὸ κυκλοῦν τὸν τρίποδα ὡς ἀμφίπυρον καὶ πάντοθεν ἐνεργεῖν. Τὸ δὲ "θέρμετο" πρωτότυπόν ἐστι τοῦ θερμαίνεσθαι.

(v. 349) Τὸ δὲ ζέειν δῆλον ὡς ὠνοματοπεποίηται, λειότερον ὂν τοῦ σίζειν καὶ [189] καχλάζειν καὶ τῶν ὁμοίων. [Δῆλον δ' ὅτι, καθὰ ἡ φωνὴ τοῦ σίγμα τὸ σίζειν ὀνοματοποιεῖ, οὕτω καὶ τὸ ζέειν ἡ τοῦ ζῆτα, λειοτέρα πάντως οὖσα.] Ἦνοψ δὲ χαλκὸς ὅτι ὁ ἔμφωνος ἢ λαμπρός, πολλαχοῦ ἐφάνη. [(v. 350) Ἐν δὲ τῷ "καὶ τότε δὴ λοῦσαν" περισσὸς ὁ και σύνδεσμος.

(v. 351) Ἡ δὲ τοῦ ἐλαίου ἀλοιφὴ κατ' ἔθος γίνεται τοῦ τῶν ζώντων λούματος, καὶ οὐ διὰ τὴν τοῦ λουομένου Πατρόκλου νέκρωσιν.] Ἔλαιον δὲ ἐννέωρον τὸ ἐνναετές, ὧρος γὰρ ὁ ἐνιαυτός. οὗ ἔπλησαν τὰς ὠτειλάς, ὡς φαρμακώδη, φασί, δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου. οἱ δὲ ξηραντικόν φασιν εἶναί τι τὸ νῦν παραληφθὲν ἔλαιον σήψει νεκρῶν προσιστάμενον, ὁποῖον καὶ τὸ κέδρινον.

(v. 352) Ἑανὸς δὲ ὑφάσματος νῦν ἐπίθετον παρὰ τὸ ἕω, οἱονεὶ ὁ ἄξιος φορεῖσθαι. κασσίτερος μέντοι ἑανός που ὁ οἱονεὶ ῥεανός, ὡς εὔρυτος καὶ ῥᾳδίως χυτός, ὡς καὶ ῥειαμένη, εἱαμένη, ὁ ὑγρὸς τόπος. τινὲς δὲ ἀπὸ τοῦ ἑανοῦ κασσιτέρου οἴονται τὴν λέξιν καὶ εἰς ὕφασμα μετενηνέχθαι, καί φασιν εἶναι χιτῶνα ἢ πέπλον ἑανὸν τὸ λεπτὸν ὁμοίως τῷ κασσιτέρῳ, ὃς ἐν τῷ γανώματι ἐπιτρέχει λευκός. Τὸ δὲ "λιτί" πῶς γίνεται, ἐν [190] ἄλλοις εἴρηται. Φασὶ δὲ οἱ παλαιοί, ὅτι τε προπεριέσπων τινὲς τὸ "λιτί", καὶ ὡς μᾶλλον καλόν ἐστιν ὀξύνειν αὐτὸ διὰ κανόνα τὸν λέγοντα, ὅτι πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεται, εἰ μὴ ἀπὸ κράσεως ἔπαθε τὴν δισυλλαβίαν, ὡς τὸ κέαρι κῆρι, τῇ ψυχῇ, καὶ ἔαρι ἦρι, τῷ ὄρθρῳ καὶ τῷ ἔαρι. ἱστοροῦσι δὲ καὶ τὸν Ἀσκαλωνίτην γραμματικὸν οἴεσθαι μὴ μεταπεπλάσθαι τὸ λιτί ἀπὸ τοῦ λιτῷ, ὡς κλάδῳ κλαδί, ἀλλ' ἀπὸ τῆς λίς εὐθείας κεκλίσθαι, ὅν φασι παραιτητέον. τὰ γὰρ εἰς ις μονοσύλλαβα οὐ μελετῶσι διὰ τοῦ τος κλίνεσθαι, ἀλλ' ἢ διὰ καθαροῦ τοῦ ος, ὡς τὸ λίς λιός, ἢ διὰ τοῦ νος, ὡς τίς τινός, ἢ διὰ τοῦ δος, ὡς κτίς κτιδός, ἀφ' οὗ "κτιδέη κυνέη" παρὰ τῷ ποιητῇ. εἴληπται δὲ τὸ λιτί κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ ἁπαλῷ, ἢ ἀντὶ τοῦ λιτῷ, ἢ τοὐναντίον ποικίλῳ ἐξ ἀντιφράσεως, ὅπερ οἱ Ἀττικοὶ ληΐδιόν φασι τετρασυλλάβως. περὶ οὗ Τρύφων φησίν, ὥς ἐστι λεῖον λείου, ἐξ οὗ παραγωγὴ διὰ τοῦ διον λείδιον διὰ διφθόγγου, ὡς γραφείδιον, ἀγγείδιον, καὶ ἐκτάσει τοῦ ε εἰς η λῄδιον σὺν καὶ τῷ ι προσγεγραμμένῳ κατὰ τὸ εἴκαζον ᾔκαζον, εἴδειν ᾔδειν. Φιλήμων δὲ τὸ λῄδιον ἑρμηνεύσας εὐτελὲς τριβώνιον ἢ χλαμύδιον παλαιὸν παροξύνει αὐτὸ ὡς τὸ σταμνίον. φησὶ γὰρ "ὡς σταμνίον δὲ τὴν προσῳδίαν λέγω". Δίδυμος δὲ καὶ αὐτὸς οὕτω δοξάζων φησί, ὡς ἄλογός ἐστιν ἡ προπαροξύτονος τάσις τοῦ λῄδιον, ἐπεὶ αἱ διὰ τοῦ ιον παραγωγαί, εἰ μὲν ὦσιν ἐν τρισὶ βραχείαις, προπαροξύνονται· θρόνος θρόνου θρόνιον, πτύξ πτυχός πτύχιον, εἰ δὲ δακτυλικαί, πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον, ψωμίον, ὠτίον, ἔτι δὲ καὶ κλειδίον, παιδίον, δᾳδίον, οὐ διὰ τοῦ διον ὄντα οὐδὲ ταῦτα, ἀλλὰ διὰ τοῦ ιον. τὸ γὰρ δ τοῦ πρωτοτύπου ἐστίν. εἰ οὖν, φησίν, ἐν τῷ λῄδιον δακτυλικὴ ἡ λέξις, δῆλον ὡς πρὸ μιᾶς ὤφειλεν ἔχειν τὸν τόνον. καὶ οὕτω παροξύνεσθαι θελήσας τὸ λῄδιον ὁ Δίδυμος ἀποστερεῖ αὐτὸ καὶ τοῦ κατὰ τὴν παράδοσιν προσγεγραμμένου ι. ἐπεί, φησί, λῆδος τὸ πρωτότυπον, ὃ Δωριεῖς λᾶδός φασιν, ὡς Ἀλκμὰν "λᾶδος εἱμένα καλόν", ὅ ἐστι λήδιον ἐνδεδυμένη εὐειδές. ἀπὸ γοῦν τοῦ λῆδος, φησί, μὴ ἔχοντος τὸ ι γεγονὸς τὸ ληδίον οὐδ' αὐτὸ ἂν ἔχοι τὸ ι. καὶ οὕτω μὲν [191] οὗτοι. δοκεῖ δὲ ἐκ τοῦ λῆδος καὶ ἡ ἐν Ὀδυσσείᾳ ἡρωῒς Λήδα καλεῖσθαι. τὸ δέ γε λήδανον παρὰ Ἡροδότῳ, ὅ ἐστι λάδανον, ἐθνικόν ἐστιν, ὡς ἐκεῖνος ἐπισημειοῦται.

(v. 355) Τὸ δὲ "γοῶντες" καὶ ὁ γόος, ἐξ ὧν καὶ ὁ γόης, ὠνοματοπεποίηνται, κακοφωνότερα ὄντα τοῦ βοᾶν καὶ τῆς βοῆς, καὶ διὰ τοῦτο ἐπὶ θρήνων τεθέντα. τῶν δὲ τοιούτων πάντων λειότερον τὸ φωνεῖν, αὐτοῦ δὲ πάλιν τὸ λέγειν καὶ τὸ λαλεῖν, οἷς ἀντίκειται κατὰ τραχυφωνίαν τὰ ἐκ τοῦ ῥῶ, τὸ λέγω, γινόμενα, οἷον ἡ ῥῆσις καὶ τὸ ῥῆμα καὶ τὸ εἰρηκέναι καὶ τὰ ἐξ αὐτῶν. ὅτι δὲ ἐκ τοῦ γοῶ καὶ ὁ γόης ὡς ἐν πολλοῖς ἐπᾴδων μετὰ γόου κατ' ἔθος ἴδιον, παραδηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ "οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι". πάντως γὰρ τὸ θρηνεῖν ἐπῳδὰς ταὐτόν ἐστι τῷ γοερῶς ἐπᾴδειν, ὃ καὶ γόης ποιεῖ. Τὸ δὲ ῥηθὲν χωρίον ὅλον ἐξ ἀρχῆς καὶ μέχρι τέλους ἐπαινεῖται παρὰ τοῖς παλαιοῖς. ἐμπεσὼν γάρ, φασίν, ὁ ποιητὴς εἰς ἀπαγγελίαν ταπεινῶν πραγμάτων ἐκάλυψε τὴν εὐτέλειαν τῇ τε τῶν ἐπιθέτων συνθέσει καὶ τῇ τραχύτητι τῆς φράσεως, καὶ οὕτω θαυμασίᾳ δυνάμει τὰ μικρὰ μεγαλοπρεπῶς ἐξήνεγκεν.

(v. 356-359) Ὅτι Ζεὺς τὸ ἐπὶ κακῷ τῶν Τρώων πάνυ θερμὸν τῆς εἰς Ἕλληνας ὁποῖα καὶ υἱοὺς διαθέσεως προσονειδίζων τῇ Ἥρᾳ, ἣν καὶ νῦν λέγει Ὅμηρος Διὸς κασιγνήτην ἄλοχόν τε "ἔπρηξας", φησί, "καὶ ἔπειτα βοῶπις πότνια Ἥρη ἀνστήσασ' Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο ἐξ αὐτῆς ἐγένοντο καρηκομόωντες Ἀχαιοί". τοῦτο δὲ παρῳδηθὲν δύναται λέγεσθαι καὶ ἐπὶ προσώπου ἀνύσαντός τι μέγα ἐπί τινι βοηθουμένῳ, οἷον ἔπρηξας καὶ ἔπειτα τόδε ἀνύσας· ἦ δὴ σοῦ ἐξ αὐτοῦ ἐγένετο ὁ δεῖνα. καὶ οὕτω μὲν ὁ Ζεύς.

(v. 362-367) Ἥρα δὲ συγκατατιθεμένη λέγει "καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι, ὅς που θνητός ἐστι καὶ οὐ τόσσα μήδεα οἶδε. πῶς δὴ ἔγωγε", ἡ, ὡς εἰρήσεται, τοιάδε, "οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι"; οὕτω δὲ [192] καὶ πᾶς τὸ τῆς ἀξίας προϊσχόμενος δικαίωμα, ἐφ' οἷς ἐν ὑπεροχῇ ὢν ἔβλαψέ τινα, παρῳδήσας ἐρεῖ "καὶ μὴν δή πού τις" καὶ ἑξῆς ἕως τοῦ "οἶδεν". εἶτα ἐπαγάγοι ἂν καὶ τό· πῶς δὴ ἔγωγε, ἥ φημι ἢ ὅς φημι ἔμμεναι ἄριστος, οὐκ ὄφελον τῷ δεῖνι κοτεσσαμένη ἢ κοτεσσάμενος κακὰ ῥάψαι; καὶ ἄλλως δὲ ἀνάπαλιν· πῶς ἐγὼ ὁ τοιόσδε οὐκ ὄφελον τῷ δεῖνι χαριζόμενος τόδε τι ἀγαθὸν ποιῆσαι; Ὅρα δὲ ὅτι δεῆσαν ἄρτι μὴ ἀντιβῆναι ἀλλήλοις τὸν Δία καὶ τὴν Ἥραν, λαλοῦσι μὲν ἡμερώτερον, οὐ μὴν οὐδὲ νῦν δίχα βαρύτητος ὁ λόγος αὐτοῖς, καὶ μᾶλλον τῇ Ἥρᾳ, ἥτις τὸν Δία καίτοι βοῶπιν καὶ πότνιαν αὐτὴν προσειπόντα αἰνότατον καλεῖ, οὐκ ἀφισταμένη τοῦ συνήθους ἤθους. μήποτε δὲ κατά τι εὔλογον ἡ Ἥρα ἐπαινεθεῖσα ὑπὸ Διὸς ὅμως αὐτὴ κατ' ἐκείνου τραχύνεται. δοκεῖ γὰρ διὰ τοῦ ῥηθῆναι τοὺς Ἀχαιοὺς υἱοὺς αὐτῆς ὀνειδισθῆναι εἰς τὸ καὶ δίχα Διὸς τίκτειν, ὃ περὶ Ἡφαίστου ἐπ' αὐτῇ μυθεύεται. Ὅρα δὲ καὶ ὅτι μέλλων μικρὸν ὅσον πολλῇ τερατείᾳ μυθικῇ ὁ ποιητὴς ἐπιβαλεῖν, οὐκ ἀμέσως ἐκ τῶν ἀνθρωπίνων ἐπαφῆκε τὸν λόγον τοῖς τοιούτοις, ἀλλ' ἠρέμα μετὰ τὰ ἐπὶ Πατρόκλῳ καταστήσας τὸν λόγον ῥητορικῶς, ὡς τῶν ῥηθέντων ἐπὶ τῷ Ἀχιλλεῖ μηκέτι ἄλλως ἕξειν μελλόντων ἀλλ' ἢ κατὰ τὰς ῥηθείσας ῥητορικὰς προαναφωνήσεις, ὡς ὁ Ζεὺς καὶ ἡ Ἥρα, οἱ μυθικοί, ἐνταῦθα κυροῦσιν, οὕτω καὶ τοῖς ἑξῆς μύθοις προσβάλλει.

(v. 357) Ἰστέον δὲ ὅτι τὸ "ἔπρηξας καὶ ἔπειτα" ὀνειδισμὸν ἔχει προτέρων πράξεων τῆς Ἥρας, ὧν ἕνεκεν εἴρηται νῦν τὸ "καὶ ἔπειτα".

(v. 358) Τοῦ δὲ "ἀνστήσασα" οὐκ ἔχει καιριωτέραν οὐδ' ἐνταῦθα λέξιν εἰπεῖν ὁ ποιητής. Τὸ δὲ "πόδας ταχύν" καὶ νῦν καὶ ἑτέρωθι μυριαχοῦ ἐπίτηδες λαλεῖται προληπτικῶς διὰ τὸ μέλλειν ἐν τοῖς ἑξῆς πάνυ χρησιμεῦσαι τὸ [193] ποδῶκες τῷ Ἀχιλλεῖ.

(v. 362) Τὸ δὲ "ἀνδρὶ τελέσαι" μέσως ἔχει καὶ ἀντὶ τοῦ ὑπὲρ ἀνδρὸς καὶ ἀντὶ τοῦ κατ' ἀνδρός, ἵνα λέγῃ ὅτι καί τις βροτὸς οὐ πάνυ μέγας μέλλει βοηθῆσαί τινι ἀνδρὶ κατά τινος ἀνδρός.

(v. 364-366) Πολλῷ δὲ πλέον ἐγώ, "ἥ φημι θεάων ἔμμεν' ἀρίστη, ἀμφότερον, γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις". ὃ καὶ ἀλλαχοῦ ἡ Ἥρα προεβάλετο. Τοῦ δὲ "σὺ δὲ μετ' ἀθανάτοισιν ἀνάσσεις" τοιοῦτος ὁ ῥητορικὸς συλλογισμός. σὺ πᾶσιν ἀνάσσειν ἄριστος εἶ· ἐγὼ δὲ σὴ ἄκοιτις· ἀρίστη ἄρα ἔγωγε πάντων.

(v. 367) Ἐκ δὲ τοῦ "κακὰ ῥάψαι" ἡ κακορραφία σύγκειται.

(v. 369-371) Ὅτι τὸν τοῦ μυθικοῦ Ἡφαίστου δόμον ἐπαινῶν, εἰς ὃν ἡ Θέτις ἀφίκετο, ἄφθιτόν φησιν, "ἀστερόεντα, μεταπρεπέα ἀθανάτοισι, χάλκεον, ὃν αὐτὸς ποιήσατο κυλλοποδίων".

(v. 370) Ἀστερόεις δὲ καὶ νῦν οἶκος ἄλλως ἤπερ οὐρανός. οἶκος μὲν γὰρ ἀστερόεις ὁ ἄστροις τὴν λαμπρότητα ἐοικώς, οὐρανὸς δὲ ἀστερόεις ὁ ἔχων αὐτά. Τὸ δὲ μεταπρεπέα ἐν ἄλλοις λέγει. τῇ φύσει δὲ πάντως τοῦ πυρὸς προσλογίζονται τὰ τοιαῦτα τοῦ μυθικοῦ Ἡφαίστου ἐπίθετα.

(v. 371) Τὸ δὲ κυλλοποδίων οὐ σκωπτικῶς ὁ Ὅμηρος ἔφη σιλλογραφῶν εἰκῇ, ἀλλ' ἢ κατ' ἰδιότητα, ὥς που καὶ αἱ τοῦ Διὸς θυγατέρες Λιταὶ χωλαὶ διεγράφησαν, ἢ πρὸς ὑπόδειξιν τοῦ μηδὲν προσίστασθαι τῷ Ἡφαίστῳ εἰς οὕτω θαυμαστὸν ἔργον τὴν τῶν ποδῶν κυλλότητα.

(v. 372) Ὅτι τὸν Ἥφαιστον "ἱδρώοντα" εὗρεν ἡ Θέτις "ἑλισσόμενον περὶ φύσας, σπεύδοντα", ταῦτα δὴ τὰ τῶν σπουδαίως πονουμένων χαλκέων. προέθετο γὰρ ὁ πολυφωνότατος ποιητὴς ἐνταῦθα καὶ τὰ κατὰ τοὺς χαλκεῖς ἐκφράσαι, ὡς ἂν καὶ τοιούτοις λόγοις [194] ἐγγυμνάσῃ τὴν ἑαυτοῦ γραφήν.

(v. 373-377) Ὅτι τρίποδας "ἐείκοσι πάντας ἔτευχεν" Ἥφαιστος "ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, χρύσεα δέ σφ' ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, ὄφρα οἱ αὐτόματοι θεῖον δυσαίατ' ἀγῶνα", ἢ "δύσονται ἀγῶνα", "ἠδ' αὖτις πρὸς δῶμα νεοίατο, θαῦμα ἰδέσθαι". Ἦν γὰρ τῷ ὄντι θαυμαστὸν αὐτομάτως κινεῖσθαι τρίποδας ὡς οἷά τινας αὐτοκινήτους θέοντας κατὰ τὰ ὑποκείμενα κύκλα, ὅ ἐστι κατὰ τοὺς τροχίλους, οἳ ὡς εἰκός, ἐνείροντο τοῖς τῶν λεβήτων ποσίν, ὡς ἂν εἴς τε τὴν τῶν θεῶν ἄθροισιν δύωνται, τοῦτο γὰρ ὁ θεῖος ἀγών, καὶ οἴκαδε αὖθις εἰς τὰ ἑαυτῶν ἀπονέωνται δίκην ἐμψύχων. τοιαῦτα γὰρ ὑποτίθενται εἶναι τὰ ἡφαιστότευκτα. ἰστέον γὰρ ὅτι τερατωδῶς ἐμψύχους τοὺς τρίποδας ὁ ποιητὴς πλάττει καὶ αὐθορμήτους ὡς οἷον βαδίζοντας διὰ τῶν ὑποκειμένων τροχίλων. διὸ καί τις τῶν παλαιῶν ‑ Διονύσιος δὲ ἦν ἐκεῖνος ‑ αὐτοκίνητα καὶ τὰ ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος ὑπώπτευσεν ἡφαιστότευκτα ζῷα τὰ ἐν τοῖς ἑξῆς δηλωθησόμενα, εἰ καὶ ἀντέλεγε, φασίν, Ἀριστόνικος. Σημείωσαι δὲ ὅτι τὰ τοιαῦτα ὑποπτεύονται καὶ λαλοῦνται οὕτω διὰ τὸ τῶν χαλκευομένων τεχνικώτατον, ὡς μικροῦ δοκεῖν τὰ εἴδωλα ἔμψυχα εἶναι, ὁποῖόν τι καὶ περὶ Ῥοδίων ἱστόρηται, οἷς ἔγεμέ ποτε τοιαύτης τέχνης ἡ νῆσος. καὶ τὰ ζῴδια ἐδόκουν μικροῦ καὶ κινηθήσεσθαι ἄν. διὸ καὶ ἁλύσεσιν ἐξεδέσμουν αὐτά, ἵνα δῆθεν μὴ κινηθέντα φύγοιεν. ᾐνίττοντο δὲ ἄρα οἱ νησιῶται διὰ τοῦ τοιούτου δεσμοῦ τὸ παρ' ὀλίγον αὐτοκίνητον τῶν ἀγαλμάτων ἐκείνων, ὁποῖά τινα καὶ Δαίδαλος ποιεῖν μυθεύεται. Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ "ἐείκοσι πάντας" πλεονάζει συνήθως τῷ ποιητῇ τὸ "πάντας".

(v. 374) Τὸ δὲ "περὶ τοῖχον" βιωτικόν ἐστιν, οἷα τῶν τοιούτων κειμηλίων τοίχοις παραβυομένων ὡς τὰ πολλά. Μέγαρον δὲ εὐσταθὲς τὸ ἀλλαχοῦ εὔπηκτον.

(v. 375) Κύκλα δὲ κατὰ μεταπλασμὸν γένους [195] οἱ τροχοί, ὅθεν καὶ κυκλῆσαί που ἔφη τὸ ἐπὶ ἁμαξῶν ἀγαγεῖν. [Τοιούτου μεταπλασμοῦ σὺν ἄλλοις πολλοῖς καὶ ὁ θύμος καὶ τὸ θύμον, καὶ ὁ γάρος παρ' Αἰσχύλῳ, φασί, καὶ τὸ γάρον. οὕτω δὲ καὶ τὸ ὀρίγανον καὶ ὁ ὀρίγανος, οἷον, ὀρίγανον, ὃς δὴ σεμνύνει τὸ τάριχος ὁμοῦ μιχθεὶς κοριάννῳ. τοῦτο δὲ καὶ θηλυκῶς, φασί, λέγεται, οἷον "ἐξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον".]

(v. 376) Σημείωσαι δὲ καὶ ὅτι τὸ αὐτομάτους μηχανὰς ῥηθῆναι τὰς μὴ δι' ὕδατος καὶ τοῦ ἐκεῖθεν πνευματικοῦ ἀπαρτιζομένας ἐξ Ὁμήρου ἐλήφθη τοῖς Μηχανοποιοῖς. οὕτω γὰρ αὐτόματος καὶ τῷ Ἡφαίστῳ νῦν ἡ τῆς τῶν τριπόδων κινήσεως μηχανή. [Οὕτω καὶ πύλαι που αὐτόματοι οὐρανοῦ μύκον. καὶ ἔστι τοῦτο ἑτεροῖόν τι πρὸς τὸ "αὐτόματος ἦλθε Μενέλαος", ἤγουν αὐτόκλητος. ἔνθα γράφουσιν οἱ παλαιοὶ ὅτι τὸ τοιοῦτον αὐτόματον οὐ πάντων ἦν ἐν συμποσίοις, ἀλλὰ μόνων τῶν, ὡς αὐτοὶ ἐκτίθενται, οἰκείων καὶ γνησιωτάτων ἢ φύσει ἢ θέσει. εἰ δέ τις μὴ τοιοῦτος παρεισέφρησε τῷ συμποσίῳ, διεβάλλετο, καθὰ δηλοῖ Ἄλεξις ἐν τῷ "ἄνθρωπος εἶναί μοι δοκεῖς Κυρηναῖος. κακεῖ γάρ τις ἂν ἐπὶ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκ' ἄλλοι καὶ δέχ' ἅρματα, καὶ ξυνωρίδες ιε΄. τούτοις δὲ δεῖ σε τἀπιτήδει' ἐμβαλεῖν. ὡς ἦν κράτιστον μηδὲ [196] καλέσαι μηδ' ἕνα". καὶ τοῦτο μὲν οὕτω ψεκτέον ὡς χυδαῖον. ἐκεῖνο δὲ τὸ πρῶτον καὶ ἐπαινεῖται, καὶ παροιμίαν ποιεῖ τὴν "ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι", καὶ τὸ "ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον, μή τινα τῖμον εἰσενεγκών", εἰπεῖν κατ' Ἀρχίλοχον, ἀλλὰ δηλονότι ἀσύμβολον δεῖπνον εὑρών. καὶ ἔστιν ὁ τῖμος κατὰ τὸ ὠνή ὦνος, χολή χόλος. ὁμοία δὲ παροιμία καὶ τὸ "κοινὰ τὰ τῶν φίλων".] Ὁ δὲ ἀγὼν πολυσήμαντος λέξις κατὰ τοὺς παλαιούς. ἀγὼν γάρ, φασίν, ὅμιλος, κύκλος, μάχη, ἔρις, ἀγορά, συναγωγὴ καὶ ἐπίδειξις.

(v. 378 s.) Ὅτι ἀρτύειν μὲν τὸ ἀπαρτίζειν λέγει, κόπτειν δὲ δεσμοὺς τὸ ἐλαύνειν ἤτοι σφυροκοπεῖν τὰ εἰς δεσμὸν ἀγγείου χρήσιμα. φησὶ γάρ, ὡς οἱ ῥηθέντες τρίποδες "τόσσον μὲν ἔχον τέλος, οὔατα δ' οὔ πω δαιδάλεα προσέκειτο, τά ῥ' ἤρτυεν", ἤγουν ταῦτα δὴ κατήρτιζε, "κόπτε δὲ δεσμούς". τί δέ ἐστι τὸ "τόσσον μὲν ἔχον τέλος", καὶ ὅτι τὸ τοιοῦτον σχῆμα τὸ παρ' ὀλίγον δηλοῖ, ἵνα λέγῃ ὅτι τὸ μὲν ἄλλο πᾶν ἦν τοιόνδε, τόδε δέ τι οὐκ ἦν ἀλλ' ἐνέλειπε, ῥηθήσεται ἀκριβῶς ἐν τοῖς ἐφεξῆς. δῆλον δὲ ὡς οἱ ῥηθέντες δεσμοὶ χρησιμεύσειν ἔμελλον εἰς τὸ δι' αὐτῶν καταπεῖραι τὰ ὦτα. Ἐν τούτοις δὲ ὅρα ὡς οὕτω παρὰ βραχὺ ἔργου ἐλθὼν ὅμως οὐκ ἀναμενεῖ τελέσαι τὸ ἐπίλοιπον ἔργον Ἥφαιστος, ἀλλὰ [197] σπουδαίως ἀνύσει τὸ τῆς εὐεργέτιδος Θέτιδος βούλημα, διδάσκοντος καὶ οὕτω τοῦ ποιητοῦ πρὸ ἔργου τιθέναι μάλιστα τοὺς εὐεργετήσαντας.

(v. 378) Σημείωσαι δὲ ὅτι τοῦ τέλους πολλὰ σημαίνοντος, τὸ πάντων ἐξάρχον τὸ ῥηθὲν τέλος ἐστί, δι' οὗ δηλοῦται τὸ πέρας. καὶ γίνεται ἢ ἀπὸ τοῦ τλῶ, τὸ ὑπομένω, τλός, ὑπὲρ οὗ ὑπομένει τις πράττων, καὶ προσθέσει τοῦ ε τέλος, ἵνα μὴ εὑρεθῇ μονοσύλλαβον ὄνομα βραχυκατάληκτον, ἢ παρὰ τὸ τέλλω, ἐξ οὗ τὸ ἐπιτέλλω καὶ ἀνατέλλω, τὸ ὕστερον δηλαδὴ μετὰ πρᾶξιν ἀναλάμπον καὶ ἐκφαινόμενον. διὸ καὶ πάνυ καλῶς ἔχει ῥηθὲν τὸ "τέλος δ' οὔ πω τι πέφανται". ὅτι δὲ οὐδέποτε μονοσύλλαβον ὄνομα βραχυκαταληκτεῖ, δηλοῖ καὶ ἡ Τλῶς πόλις, καὶ ἡ Κρῶς, καὶ τὸ πᾶς, καὶ μῦς, καὶ δρῦς, καὶ σῦς, καὶ λίς, καὶ θώς, καὶ Τρώς, πλὴν τοῦ τίς. διὸ ἀπὸ τοῦ θῶ θός, ὁ πάντα τιθεὶς καὶ ποιῶν, καὶ ἐνθέσει τοῦ ε θεός, καὶ ἀπὸ τοῦ ῥηθέντος δὲ τλῶ τλός, καὶ προσθήκει τοῦ ο ὄτλος, ὃ δηλοῖ τλῆσιν καὶ κακοπάθειαν. Τὸ δὲ "οὔατα" πρωτότυπόν ἐστι τοῦ ὦτα, ὡς καὶ τοῦ ὦς ὠτός τὸ οὖας οὔατος, οὗ παραγωγὴ ἐκ τοῦ ἄω ἀΐω, τὸ ἀκούω, ὅθεν ἄος ὡς φάος, καὶ μεταθέσει ὄας ὡς φόας, καὶ κράσει μὲν ὦς ὡς φῶς, ἐπενθέσει δὲ Ἰωνικῇ τοῦ υ, οὖας.

(v. 379) Τοῦ δὲ "προσέκειτο" οὐκ ἔστιν ἐνταῦθα καιριωτέραν λέξιν εὑρεῖν, καθότι οὐ συμφυῆ τὰ οὔατα τοῖς τρίποσιν ἀλλὰ πρόσθετα.

(v. 382) Ὅτι Χάρις ὥσπερ τῷ Ὕπνῳ, οὕτω καὶ τῷ Ἡφαίστῳ συνοικεῖ λιπαροκρήδεμνος, καλή. [198] τοῦτο δὲ διὰ τὸ ἐπίχαρι τῶν ἐκ πυρὸς δημιουργημάτων. διὸ καὶ τῇ χαριεστάτῃ Ἀφροδίτῃ τὸν τοιοῦτον Ἥφαιστον διὰ τὸ αὐτοῦ κλυτοτεχνικὸν ἐπαφρόδιτον ἐν Ὀδυσσείᾳ συνδυάζει ὁ μῦθος, ὃς καὶ Ἀγλαΐαν ἢ Θάλειαν ὀνομάζει τὴν ἐνταῦθα τῷ Ἡφαίστῳ σύνοικον ταύτην Χάριν. Ἰστέον δὲ ὅτι καλὴ πᾶσα χάρις διὰ τὸ παρεπόμενον ἡδὺ οὐ μόνον τῷ λαμβάνοντι, ἀλλά γε καὶ τῷ διδόντι. χαίρει γάρ τις καὶ μέγα διδοὺς κατὰ τὸν Ἡσίοδον, ὥσπερ ἀφῃρημένος καί τι σμικρὸν παχνοῦται τὸ κῆρ. διὸ καὶ ἐκ τοῦ χαίρειν παρῆκται ἡ χάρις.

(v. 385-387) Ὅτι φιλικὴ προσφώνησις τὸ "τίπτε ἱκάνεις ἡμέτερον δῶ αἰδοίη τε φίλη τε, πάρος γε μὲν οὔ τι θαμίζεις· ἀλλ' ἕπεο προτέρω", ἤγουν προσωτέρω, "ἵνα τοι πὰρ ξείνια θείω". τούτων δὲ τῶν τριῶν στίχων τοὺς ἐξ ἀρχῆς δύο καὶ μετ' ὀλίγα ἐρεῖ ἀπαραποιήτως ὁ μυθικὸς Ἥφαιστος σὺν καὶ ἑτέροις δυσὶ στίχοις προγεγραμμένοις ἀλλαχοῦ.

(v. 384) Φιλικὸν δὲ καὶ τὸ ἐμφῦναι χειρί, ὅ ἐστι δεξιώσασθαι, περὶ οὗ ἀλλαχοῦ ἐδηλώθη.

(v. 389-390) Εἰς ἔπαινον δὲ θρόνου χρήσιμον τὸ "καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου, καλοῦ, δαιδαλέου", φαεινοῦ, "ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν"

(v. 392) Τὸ δὲ ἐφεξῆς ἤγουν τὸ "Ἥφαιστε πρόμολ' ὧδε, Θέτις νύ τοι σεῖο χατίζει", ὅτι παρῳδήθη ποτὲ ὑπό τινος σοφοῦ καύσαντος οἰκεῖα πονήματα, δεδήλωται μὲν ἤδη οὐ πρὸ πολλῶν. [Ἐνταῦθα δὲ πάλιν μνηστέον τῆς ἱστορίας ἐκείνης ἐπί τι πλέον διὰ τὸ ἐντελέστερον. ὁ σοφὸς ἐκεῖνος, ἦν δὲ ὁ μέγας Πλάτων, εἰς ποιητικήν, φασίν, ὁρμήσας καὶ ἡρωΐζων, κατέπρησεν ἃ ἔγραψεν ὡς Ὁμήρου ἡττώμενα κατὰ πολύ. εἶτα ἐπιθέμενος τραγῳδίᾳ καὶ μέλλων ἀγωνιεῖσθαι καὶ ἀκούσας Σωκράτους καὶ καθάπαξ αἱρεθεὶς ὑπὸ τῆς ἐκείνου σειρῆνος, ἀπεδύσατο ἐπὶ φιλοσοφίαν, ἐφ' ᾗ καὶ εὐδοκίμησε πάνυ.] Κεῖται δὲ καὶ ἐνταῦθα τὸ "ὧδε" ἀντὶ τοῦ οὕτως, ὡς ἔχεις δηλαδὴ ἄρτι, γέμων ἀσβόλης, ἱδρῶν, ἡμίγυμνος, ἵνα εἴπῃ ὅτι πρόμολε τάχιστα. [199]

(v. 394 s.) Εὐεργεσίας δὲ ὁμολογία καθ' Ἥφαιστον ἐπὶ Θέτιδι τὸ "ἦ δή μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, ἥ μ' ἐσάωσεν, ὅτε με ἄλγος ἀφίκετο". παρῳδηθήσεται δέ ποτε δεξιῶς καὶ εἰς ἄνδρα εὐεργετήσαντα. Λέγοι δ' ἂν Ἥφαιστος ἀλληγορικῶς τὴν θαλαττίαν Θέτιν δεινὴν μὲν αὐτῷ ὡς πυρὶ διὰ τὸ κατ' αὐτὴν δραστικὸν καὶ οἷον φοβερόν, σβεστικὸν γὰρ πυρὸς τὸ καθ' ὕδωρ ὑγρόν, αἰδοίην δὲ διὰ τὸ αὖθις πότε χρηστὸν τῷ πυρὶ ἐξ ὑγρότητος, δι' ἧς πολλαί τε ὕλαι πυρὶ τῷ κάτω χρήσιμοι φύονται καὶ ὁ ἀέριος δὲ ἐξ ἀναθυμιάσεων ὑφίσταται Ἥφαιστος. Ἄλλως δέ γε, ὡς τὸ δεινὸν καὶ αἰδοῖον βιωτικῶς συνδυάζονται, καθὰ πολλαχοῦ ἐφάνη, ἔχει καὶ ὁ μῦθος ἐνταῦθα συμβιβάσαι αὐτά.

(v. 385) Ἔστι δ' ἐν τοῖς ῥηθεῖσι καὶ σύνηθες γυναικεῖον ἐπίθετον τὸ "τανύπεπλος", οἷον "τίπτε Θέτι τανύπεπλε ἱκάνεις;" ἔνθα καὶ τὸ ἀλλαχοῦ ῥηθὲν ἐλλιπῶς "τόδ' ἱκάνεις" ἐντελῶς φράζεται "τίπτε ἱκάνεις ἡμέτερον δῶ". τοῦτο δὲ μετ' ὀλίγα παραφράζων ἡμέτερον δόμον ἵκει φησί.

(v. 389) Τὸ δὲ "καθεῖσεν" ὡς τροχαϊζόμενον κατὰ τὸ κατεῖχε καὶ συνῆγε καὶ ὅσα τοιαῦτα φυλάσσει τὸν περισπώμενον τόνον.

(v. 390) Τὸ δὲ τοῖς ἐνδόξως ἐνθρονιζομένοις θρῆνυν τοῖς ποσὶν ὑπεῖναι πλεισταχοῦ δηλοῦται.

(v. 394-398) Ὅτι προοικονομῶν ὁ ποιητὴς τὸ πιθανῶς τὸν Ἥφαιστον ἕτοιμον φανῆναι ὑπακοῦσαι τῇ Θέτιδι πλάττει αὐτὸν ὁμολογοῦντα μεγάλην χάριν ἐκείνῃ, ἐν οἷς λέγει ὡς "δεινή τε", καθὰ ἐρρέθη, "αἰδοίη τε, ἥ μ' ἐσάωσεν, ὅτε μ' ἄλγος ἀφίκετο τῆλε πεσόντα, μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ' ἐθέλησε κρύψαι χωλὸν ἐόντα. τότ' ἄρ", ἢ τότ' ἄν, "πάθον ἄλγεα θυμῷ, εἰ μή μ' Εὐρυνόμη τε Θέτις θ' ὑπεδέξατο κόλπῳ".

(v. 399) Ἣν Εὐρυνόμην καὶ ἐπαναλαμβάνων, οὐ μόνον, ἵνα μὴ Νηρηῒς νομισθείη καὶ αὐτή, ἀλλὰ καὶ διὰ τὸ μάλα προσφιλῶς, ὡς εἰκός, αὐτῇ ἔχειν, ἐπάγει "Εὐρυνόμη, θυγάτηρ ἀψορρόου", ἢ "βαθυρρόου", Ὠκεανοῦ", θεραπεύων ἅμα καὶ τὴν Θέτιν παροῦσαν, οἷς αὐτὸν μανθάνει εὐγνωμονοῦντα μὴ παρούσῃ τῇ Εὐρυνόμῃ.

(v. 405) Ὧν τὴν εὐεργεσίαν μετ' ὀλίγα γοργῶς κεφαλαιῶν φησιν "ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἔσαν, αἵ μ' ἐσάωσαν". Παιδεύει δ' ἐν τούτοις ὁ ποιητὴς δεῖν ἀεὶ μεμνῆσθαι χαρίτων. ὧν χάριν καὶ ὁ μυθικὸς Ἥφαιστος καὶ αἰδοίην καὶ δεινὴν τὴν εὐεργετήσασαν αὐτὸν Θέτιν καλεῖ, ἔτι δὲ [200] καὶ φίλην, καὶ ζωάγρια δέ φησι χρεὼν εἶναι ἀποδιδόναι αὐτῇ, ὅ ἐστι χαριστήρια ὑπὲρ τοῦ εἰς τὸ ζῆν ἀγερθῆναι, ὅ ἐστι συναχθῆναι, ἀπὸ τοῦ ὀλιγηπελέειν.

(v. 406 s.) Φησὶ γὰρ "τῷ με μάλα χρὴ πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν". Αἰνίττεται δὲ καὶ νῦν ὁ μῦθος, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, τὰ κατὰ τὸ διακονικὸν πῦρ, εἰς ὅπερ ὁ Ἥφαιστος μεταλαμβάνεται. οὗ πατὴρ μὲν τρόπον τινὰ ὁ κατὰ Δία θερμὸς αἰθήρ, μήτηρ δὲ ἡ εἰς ἀέρα λαμβανομένη Ἥρα. ὅθεν ἔοικε τὴν ἀρχὴν εἰς ἡμᾶς τὸ πῦρ τῆλε πεσεῖν, ὡς ἐνταῦθα κεῖται, ἢ καταπεσεῖν κατὰ τὸν ἐν τῇ α΄ ῥαψῳδίᾳ μῦθον, ἢ ἁπλῶς ἐλθεῖν καὶ φανῆναι, εἴτε διὰ κεραυνοῦ Διόθεν βεβλημένου καὶ κατασκήψαντος, εἴτε διά τινων πυρεκβόλων ὀργάνων, οἷς ἀὴρ μεσολαβῶν ἐκπυροῦται τῷ σφοδρῷ τῆς προστρίψεως, εἴτε διὰ λίθων κρυστάλλων ἢ καὶ [201] ὑέλων μηχανῆς, φαινούσης καὶ αὐτῆς ἄφαντον πῦρ κατὰ τὴν Τραγῳδίαν. ὅπως γὰρ ἄν τις μεταλάβῃ τὸν Ἥφαιστον, Ἥρας εὑρεθήσεται παῖς, ὃς χωλὸς λέγεται καὶ σκάζων καὶ κεκμηκώς, διότι μὴ ἔχων ὕλην οὐ δύναται εἶναι ἀκάματον πῦρ. διὸ καὶ σκῆπτρον ἐνταῦθα παχὺ ὁ ποιητὴς πρὸς ὑπέρεισιν αὐτῷ δίδωσιν. ὁ δὲ τοιοῦτος Ἥφαιστος καὶ ὑπεκρύβη ἂν κατὰ τὸν ποιητικὸν λόγον οἷα χωλὸς ἐών, ἢ καὶ τέλεον παραπώλετο μὴ σωθείς, εἰ μὴ Θέτις αὐτὸν καὶ Εὐρυνόμη καθυπεδέξαντο κόλπῳ, τουτέστιν εἰ μὴ ἡ κατὰ τόπον κάτω περὶ γῆν θέσις καὶ ἡ εὑρεῖα διανομὴ καὶ πλατεῖα καὶ κοινὴ τῶν ἀνθρώπων χρῆσις αὐτὸν περιεσώσαντο. οὐ γὰρ ἂν καθάπαξ ἐσῴζετο τοιοῦτος χωλὸς Ἥφαιστος, εἰ μὴ ζώπυρον ἐπενοήθη ὡς οἷά τι καθ' Ὅμηρον σπέρμα πυρὸς καὶ θέσις ἐπιμελής, δι' ἧς κατὰ τὸ πάλιν καὶ πάλιν ζωούμενος ἐξαρκεῖ, χωλεύων μὲν ἄλλως καὶ ἀμφιγυήεις ὢν καὶ κυλλοποδίων καὶ ὀλιγηπελέων καὶ ὀλίγον ἔχων θυμὸν τὴν ποίησιν, ὅτε μὴ τὰ τῆς ὕλης ἐνδαψιλεύοιτο, ὀρθούμενος δὲ αὖθις καὶ παχεῖ τινι σκήπτρῳ τὸ ὑποσκάζον ὑπερειδόμενος ὑπὸ τῆς ἀλληγορηθείσης Εὐρυνόμης καὶ Θέτιδος, τουτέστιν ὑπὸ τῆς τοπικῆς θέσεως καὶ τῆς εὐρείας ἐπινομῆς. καὶ ἄλλως δέ, Θέτις καὶ Εὐρυνόμη νοηθείη ἂν ἡ ἐκ γῆς ξηρὰ καὶ ὑγρὰ ἀναθυμίασις. καὶ γὰρ καὶ αὐτὴ θέσιν ἔχει τινὰ καὶ ἄνω θέει καὶ εἰς εὐρὺ τοῦ ἀέρος διανέμεται. διὸ καὶ θυγάτηρ ἡ Εὐρυνόμη Ὠκεανοῦ διὰ τὸ ὑγρὸν τῶν ἀτμίδων, ἐξ ὧν οὐδέποτε ἂν ἐπιλείψῃ τοιοῦτος γινόμενος Ἥφαιστος, ἀλλ' εἰσαεὶ ἔσται περισῳζόμενος. καὶ τοιαύτη μὲν ἡ ἀλληγορία. ὁ δὲ μῦθος ὁ καταρρίψας ἀλλαχοῦ ἠνδρωμένον τὸν [202] Ἥφαιστον ἐνταῦθα τρόπῳ βιωτικῷ ποιεῖ τὴν λεχὼ Ἥραν βαρυνομένην, εἰ χωλὸν βρέφος τέκοι, καὶ αὐτὴν μὲν ἐκτιθεῖσαν τὸ τεχθὲν ὡς τῆλέ που πεσεῖν καὶ μὴ ῥᾳδίως βλέπεσθαι, Θέτιν δὲ καὶ Εὐρυνόμην ὑποδεξαμένας. διὸ τὴν μὲν μητέρα κυνώπιδα ὁ τοῦ μύθου Ἥφαιστος λέγει, τὸ ἦθος αὐτῆς φράζων, ὃ πανταχοῦ φαίνεται, τὰς δὲ ὑποδεξαμένας φιλεῖ, τὴν δὲ Θέτιν καὶ ἀμείψεται νῦν ὑπακούσας. οὐ προσίσταται δὲ πάντως τῇ ἀλληγορίᾳ τὸ εἴτε ὑγρὸν εἴτε ὑγρόβιον τῆς Θέτιδος καὶ τῆς Εὐρυνόμης, τῆς τοῦ Ὠκεανοῦ ὕδατος θυγατρός. ὃν γὰρ λόγον Ἥρα ὁ θερμὸς καὶ ὑγρὸς ἀὴρ γεννᾷ Ἥφαιστον ἀλληγορικῶς, οὕτω περισῴζουσιν αὐτὸν καὶ αὐταί. αἱ γάρ, ὡς ἐρρέθη, ἀναθυμιάσεις, δι' ὧν τὰ νέφη γίνονται, ὕλη κεραυνοῖς καὶ τοῖς τοιούτοις γίνεται, δι' ὧν ἄνωθεν Ἥφαιστος κατασκήπτει.

(v. 407) Τὸ δὲ "πάντα ζωάγρια" ἢ περιττὸν ἔχει συνήθως τὸ πάντα, ἢ χρέους ἐστὶν ἐπίτασις, ἵνα λέγῃ ὡς πάντα τὰ παρόντα δαίδαλα ἔργα ἢ πάντα τὰ ἐμὰ εἰς ζωάγρια τῇ Θέτιδι ἐποφείλεται. [Ἰστέον δὲ ὅτι ὁ μῦθος ὁ τὸν χαλκέα Ἥφαιστον τῆλε ῥίψας περὶ Ὠκεανὸν ἔκτοπον δόξοι ἂν τρυφῆς τι καὶ αὐτὸς παρεισενεγκεῖν εἰς τὴν ἐπιτριβεῖσαν Σύβαριν. πρῶτοι γάρ, φασί, Συβαρῖται καὶ τὰς ψοφούσας τέχνας ἐξώρισαν τῆς πόλεως, οἷον χαλκέων, τεκτόνων καὶ ὁμοίων, ὅπως αὐτοῖς εἶεν ὕπνοι πανταχόθεν ἀθόρυβοι. παρ' οἷς οὐδ' ἀλεκτρυόνα ἐξῆν ἐν τῇ πόλει ἐκτρέφεσθαι.]

(v. 400) Ὅτι εἰνάετες ἐχάλκευεν ὁ μυθικὸς Ἥφαιστος δαίδαλα πολλὰ παρὰ ταῖς ῥηθείσαις, τῇ Εὐρυνόμῃ καὶ τῇ Θέτιδι. καὶ ποῖα ἐκεῖνα εὐθὺς ἐρεῖ ὁ ποιητής, ἐθέλων καὶ διὰ τούτων πολυμαθῆ ποιῆσαι τὸν ἀκούοντα.

(v. 401) Φησὶ γὰρ "πόρπας τε γναμπτάς θ' ἕλικας κάλυκάς τε καὶ ὅρμους", ἑνὶ τούτῳ ἔπει κειμηλιωσάμενος πάνυ γοργῶς τὰ πολλὰ δαίδαλα. Εἰσὶ δὲ πόρπαι μὲν περόναι γυναικῶν χλαίναις, ἀπὸ τοῦ πείρω. ἐξ οὗ καὶ περόναι. Γναμπταὶ δὲ ἕλικες ἐνώτια ἢ ψέλλια παρὰ τὸ εἰς κύκλον ἑλίσσεσθαι. Κάλυκες [203] δὲ δακτύλιοι ῥόδων, φασί, κάλυξιν ἐμφερεῖς. οἱ δὲ χρυσᾶς εἶπον σύριγγας, ὡς οἷον σωληνίσκους, αἷς πλόκαμοι περιέχονται κατὰ τὸ "πλοχμοί, οἳ χρυσῷ καὶ ἀργύρῳ ἐσφήκωντο". Ὅρμοι δὲ κόσμος περιτραχήλιος παρὰ τὸ ἕρμα, φασί, τὸ ἀσφάλισμα, καθ' ὁμοιότητα τοῦ κατὰ λιμένα ὅρμου, ἐξ οὗ ὁρμίσαι τὸ ἐν ἀσφαλεῖ καταστῆσαι τὴν ναῦν. ἐκ δὲ τοῦ τοιούτου ὅρμου καὶ ὑφόρμιον παρὰ τοῖς παλαιοῖς, κοσμάριόν τι χρυσοῦν. Ἰστέον δὲ ὅτι κατὰ τὸν μῦθον παῖς μὲν ἔτι ὢν ὁ Ἥφαιστος τοιαῦτα μικρὰ ποιεῖ τορεύματα, τελειωθεὶς δὲ ἔμψυχα δημιουργεῖ, ὡς προσεχῶς ἐδηλώθη, ἀναπληρῶν τῇ καλλιτεχνίᾳ τὸ σύμπτωμα τῶν ποδῶν.

(v. 402 s.) Τῇ δὲ ῥηθείσῃ ἐργασίᾳ καὶ τόπον πλάττων, ἐν ᾧ μυθικῶς εἰργάζετο Ἥφαιστος, φησὶν "ἐν σπῆϊ γλαφυρῷ, περὶ δὲ ῥόος Ὠκεανοῖο ἀφρῷ μορμύρων ῥέεν ἄσπετος", οὐ βυθίζων τὸ σπέος, ἀλλὰ περίρρυτον τεραστίως αὐτὸ ποιῶν, οἷα καί τι νησίδιον ἔκτοπον. Ἐνταῦθα δὲ ἐπίτηδες ὁ ποιητὴς συνεκτραχύνει τὴν φράσιν τῷ Ὠκεανίῳ ῥεύματι, διὸ καὶ τῷ ῥῶ στοιχείῳ ἐπλεόνασεν. ὅτε μέντοι λειότητα ἐνδείκνυταί τινα κινήσεως, τῷ λάμβδα χρῆται στοιχείῳ, ὡς καὶ ἐν τῷ "μέγαν δ' ἐλέλιξεν Ὄλυμπον". Ἐν δὲ τῷ "μορμύρων ἀφρῷ" οὐ νοητέον τὸν ἀφρὸν μορμύρειν, αὐτοῦ γὰρ τὸ ζέειν ἐστίν, ἀλλ' ὅτι μορμύρει μὲν ὕδωρ, ἐπισυμβαίνει δὲ αὐτῷ μορμύροντι ἀφρός, ὃ δὴ καὶ ἐν τῷ καχλάζειν καὶ παφλάζειν γίνεται, [ὥστε μορμύρει σὺν ἀφρῷ. τραχύτερον δὲ εἶναι τοῦ μύρειν καὶ μύρεσθαι τὸ μορμύρειν δεδήλωται. ὧν τοῦ μορμύρειν μὲν παράγωγον ὁ μορμύρος ἰχθύς, ἴσως δὲ καὶ ἡ Μορμώ, ἀφ' ἧς καὶ μορμολύκειον τὸ δίκην Μορμοῦς [204] καὶ λύκου δυνάμενον ἐκθροεῖν, καὶ τὸ "μορμὼ τοῦ θράσους" παρὰ τῷ Κωμικῷ, παιχθὲν πρὸς τὸ "ἰὼ τοῦ θράσους". τοῦ δὲ μύρειν ἢ μύρεσθαι ἡ μύραινα καὶ ὁ ἁλιμυρήεις ποταμός, κατὰ δέ τινας καὶ τὸ "μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκεν". Ὅτι δὲ ἀφροῦ παῖς ἡ Ἀφροδίτη, ὁ μῦθος ληρεῖ. Ἡ δὲ ἱστορία ἀφύων παραδιδοῦσα διάφορα εἴδη τὴν κωβῖτιν, τὰς ἐγκρασιχόλους, τὴν τοῦ γόνου τῶν μαινίδων, τὴν τῆς μεμβράδος, τὴν ἐκ κεστρέων, τὴν τριγλῖτιν, κρείττω λέγει τῶν ἄλλων ἰχθυδίων τούτων τὴν ἀφρῖτιν, γινομένην ἐξ ἀφροῦ θαλάσσῃ ἐπιπολάζοντος, ὅτε πολλοὶ ὄμβροι καταρραγῶσι. δεῖται δέ, φασί, μικροῦ πυρὸς ἐν τοῖς τηγάνοις. ἅμα γὰρ ἧπται καὶ σίζει καθὰ τοὔλαιον εὐθύς. ὅθεν παροιμία, τὸ "εἶδε πῦρ ἀφύη", ἐοικυῖα τῷ πυραύστου μόρος. Γίνεται δὲ ἀφύη παρὰ τὴν φυήν, ἐξ ἧς πρόσωπον μὲν εὐφυὲς καὶ μηροὶ εὐφυεῖς ἐπὶ ἐπαίνῳ, ἀφύη δὲ οὐχ' οὕτως. αὐτὴ γὰρ φαύλως ἔχει φυῆς. καὶ ἔστι κατὰ τοὺς παλαιοὺς δυσφυής, ταὐτὸν δὲ φάναι ἰδιωτικώτερον, κακοφυής, ἀτυχὲς καὶ αὐτὴ οὖσα ἰχθύδιον, καὶ μᾶλλον ἤπερ ἡ παρὰ τῷ Ἀθηναίῳ ἀθερῖνα.] Ὅρα δὲ ὡς οὐκ ἐνδιέτριψεν ὁ ποιητὴς τῷ περὶ Ὠκεανοῦ λόγῳ, ἀλλὰ δι' ὀλίγων φράσας αὐτὸν ἐφύλαξε τῷ πράγματι [205] μυστικῶς τὴν σεμνότητα.

(v. 403-405) Ἐν τούτοις δὲ βιωτικῶς Ἥφαιστος δηλῶν τί ἐστιν ἡ κυρίως φυλακὴ τοῦ ἀναγκαίως κρυπτομένου ἱκέτου, φησὶν "οὐδέ τις ἄλλος ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων", ἀλλὰ ἡ δεῖνα καὶ ἡ δεῖνα, "αἵ μ' ἐσάωσαν", ὡς καὶ προείρηται. νῦν δὲ καὶ καλλιπλόκαμον τὴν Νηρηΐδα Θέτιν εἰπόντος αὐτοῦ, ἔστιν εἰπεῖν ὡς ἀλληγορικῶς καὶ τοῦτο νοεῖται διὰ τὸ ὑγρότητι τρίχας τημελεῖσθαι. ὅθεν καὶ κουροτρόφοι λέγονται ποταμοί.

(v. 408-409) Ὅτι φιλοξενικὸν τὸ "ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, ὄφρ' ἂν ἐγώ" τόδε ποιήσω.

(v. 410-417) Ὅτι τὴν τοῦ ἐργάζεσθαι σχολὴν οὕτω περὶ τοῦ χαλκέως Ἡφαίστου φράζει ὁ ποιητὴς "ἦ", τουτέστιν ἔφη, τὰ ῥηθέντα πρὸς Χάριν τὴν γυναῖκα, "καὶ ἀπ' ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. φύσας μέν ῥ' ἀπάνευθε τίθει πυρός, ὅπλα τε πάντα λάρνακα εἰς ἀργυρέην συνελέξατο, τοῖς ἐπονεῖτο, σπόγγῳ δ' ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ' ἀπομόργνυ αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, δῦ δὲ χιτῶνα, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε χωλεύων". Καὶ ὅρα ὡς οὐ φείδεται χωλὸν σαφῶς ὑπογράφων τὸν Ἥφαιστον, ὡς δηλοῖ τὸ "ἠθέλησε κρύψαι χωλὸν ἐόντα", ἐκ γενετῆς δηλαδὴ καθ' Ὅμηρον, οὐ μὴν κατά τινας ἐκ τῆς οὐρανόθεν ῥίψεως, ἔτι δέ, ὡς δηλοῦται, καὶ ἐν τῷ "ἀνέστη χωλεύων", καὶ "βῆ δὲ θύραζε χωλεύων", οἷς σύμφωνον ἐπαχθὲν μετὰ τὸ χωλεύων διὰ σαφήνειαν καὶ τὸ "ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί", καὶ μετ' ὀλίγα τὸ "αὐτὰρ ὃ ἔρρων πλησίον Θέτιδος ἷζε". Τὸ δὲ "ἔρρων" καὶ πλέον τι τοῦ "χωλεύων" δηλοῖ. Σημείωσαι δὲ καὶ ὡς ἔννοιαν κἀνταῦθα ταπεινὴν λέξεων ὄγκῳ ἐξήγειρεν.

(v. 410) Ἀκμόθετον δὲ τόπος, ἔνθα ὁ ἄκμων τίθεται, ὡς δηλοῖ καὶ τὸ "θῆκεν ἐπ' ἀκμοθέτῳ μέγαν ἄκμονα". ἔνθα ἐτυμολογεῖται ἡ λέξις τοῦ ἀκμοθέτου, ὅπερ ἐκ τοῦ ἀκμονοθέτου [206] συγκέκοπται. ὅπου ἐνθυμητέον καί, ὡς ὁ τοῦ Κρόνου πατὴρ Ἄκμων ἐκαλεῖτο ἀπὸ τῆς τοῦ οὐρανοῦ, φασίν, ἀκαμάτου φύσεως, αἰνιττομένων τῶν θεολόγων τὸ ἄκμητον αὐτοῦ τῆς περιφορᾶς. Ἄκμων δέ, φασί, καὶ ὁ Ὠκεανός, ἐπεὶ καὶ οἱ ποταμοὶ ἀκάματοι. Τὸ δὲ "πέλωρ" οὐδέτερον ἐνταῦθα ὂν κατὰ τὸ ὕδωρ ἔχει καὶ ἀρσενικόν, ὡς τὸ "πέλωρ ἀθεμίστια εἰδώς", ὅπερ ἢ πρωτότυπόν ἐστι τοῦ πελώριος, ἢ ἀπὸ τοῦ πελώριος ἀποκέκοπται. "Αἴητον" δέ, φασί, τὸ μέγα, παρὰ τὴν α στέρησιν καὶ τὸ ἔω τὸ εἰμί, ἀφ' ὧν ἄητον, ὁποῖον ἄλλο οὐκ ἔστι, καὶ πλεονασμῷ αἴητον, ἢ παρὰ τὴν αἶαν, τὴν γῆν, ἵνα δηλοῖ τὸ βαρὺ καὶ μέγα καὶ δυσκίνητον, ὥς που καὶ τὸ βουγάϊος ἐπὶ μεγέθους λαμβανόμενον ἀπὸ τῆς γῆς παράγουσί τινες. ἄλλοι δὲ αἴητον τὸ ἐοικὸς αἰετῷ κατὰ τὴν ἐν τῷ κινεῖσθαι χωλείαν. καὶ γὰρ καὶ ἀετός, ὡς καὶ τὰ λοιπὰ τῶν ὁμοίων, διὰ τὸ γαμψώνυχον χωλεύει πεζεύοντα. διὸ καὶ εἰπὼν "αἴητον" εὐθὺς ἐπάγει "χωλεύων". ποιητικὴ δὲ λέξις τὸ αἴητον καὶ λογογράφοις οὐκ εὔχρηστος.

(v. 411) Κνῆμαι δὲ ἀραιαὶ αἱ ἀσθενεῖς καὶ βεβλαμμέναι. ὡς γὰρ γῆρας γηραιός πλεονασμῷ τοῦ ι, οὕτως ἀρά ἀραιός. [Ἡ δὲ ἱστορία οἶδε καί τινας νήσους ἐπονομαζομένας Ἀραιάς.] Τὸ δὲ "ῥώοντο" ἀντὶ τοῦ ἐρρωμένως ἐκινοῦντο, ἵνα λέγῃ κατά τι ἀντίθετον ὡς αἱ μὲν κνῆμαι ἀσθενεῖς, ἡ δὲ κίνησις αὐτῶν ῥωμαλέα. οὕτω δὲ κατωτέρω καὶ οἱ τοῦ Ἡφαίστου ἀμφίπολοι ῥώονται.

(v. 412) Τὰς δὲ φύσας τὰ παλαιὰ τῶν [207] ἀντιγράφων δι' ἑνὸς σίγμα γράφουσιν εὐλόγως. ἀπὸ τοῦ φῦ γὰρ μόνου διγραμμάτου ἐπιρρήματος ὠνοματοπεποιημένου ἡ λέξις παρῆκται. διὸ οὐκ ἀνάγκη διπλασιάσεσθαι τὸ σίγμα. ἐκτείνει δὲ τὴν ἄρχουσαν δὶς ἐνταῦθα κείμενον. [Ἰστέον δὲ ὡς ἡ χαλκευτικὴ φῦσα τραπεῖσα μεταφορικῶς τὴν ἀλαζονείαν αὐτῇ ὁμωνυμεῖσθαι πεποίηκε διὰ τὴν ἀνεμώλιον κενορρημοσύνην τῶν ἀλαζόνων, ὧν οἱ λόγοι φυσήμασι διὰ τὸ ἄνουν ἐοίκασι. διὸ Δημάδει, φασί, τῷ ῥήτορι παῖς ἐξ αὐλητρίδος γενόμενος Δημέας, καὶ φρυαττόμενος ἐπὶ βήματος, ἐκ τοιαύτης ἐσκώφθη λέξεως. ἐπεστόμισε γὰρ αὐτὸν Ὑπερίδης εἰπών· οὐ σιωπήσῃ μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα; καὶ ἔσχισται τὸ σκῶμμα διχῇ, δηλοῦν ὅτι τε ἀγεννής ἐστιν ἐξ αὐλητρίδος φύς, καὶ ὅτι μεγάλα φυσᾷ. ἐκ δὲ τῆς φύσης καὶ ὁ φώσων, ἐπεὶ φυσώμενος πλησιστίῳ ἀνέμῳ ἐνεργεῖ, ἔτι δὲ καὶ ἡ παρὰ τῷ Κωμικῷ φύσκη. ἐξ αὐτῆς δὲ καί τις ὀψοφάγος λοπαδοφυσητὴς ἐσκώφθη. φύσης δὲ παρώνυμον καὶ οἱ φύσαλοι, τὰ κήτη.]

(v. 413) Ὅπλα δὲ τὰ χαλκευτικὰ εἰπὼν ἐργαλεῖα οὐ πάνυ σαφῶς ἐν τῷ "ὄφρ' ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλα τε πάντα", εἶτα πάλιν εἰπὼν "ὅπλα τε πάντα ἐς λάρνακα συνελέξατο", ἐπάγει εὐθὺς ἑρμηνεύων "οἷς ἐπονεῖτο", ἵνα μή τις ἄλλο τι νοήσῃ αὐτά. δῆλον γὰρ ὡς τὰ τοῦ Ἡφαίστου ὅπλα χαλκευτικὰ εἶεν ἄν, ὥσπερ ναυτικὰ τὰ τῶν νηῶν.

(v. 414) Λάρνακα δὲ λέγει τὴν παρὰ τοῖς νεωτέροις κιβωτόν, περὶ ἧς καὶ ἀλλαχοῦ κεῖταί τι, ὥσπερ καὶ περὶ τοῦ "ἀπομόργνυ", οὗ τὸ πρωτότυπον ὀμόργω, καθὰ καὶ τοῦ ἐζεύγνυτο ζεύγω, ἄχρηστον καὶ αὐτό. Πρόσωπα δὲ καὶ νῦν πληθυντικῶς, ὡς καί τινι τῶν ἡρώων ἀλλαχοῦ.

(v. 415) Αὐχένα δὲ στιβαρὸν πλάττει τῷ Ἡφαίστῳ, ἐπειδὴ κατὰ τοὺς λεγομένους νάνους παχεῖς τὰ [208] ἄνω οἱ πεπηρωμένοι. διὸ καὶ παχὺ αὐτῷ σκῆπτρον δίδωσιν, ἵνα στέγῃ τὸ ἄνωθεν βάρος ἀραιαῖς κνήμαις ἐπικείμενον. εἰκὸς δὲ καὶ λαχνήεντα, ὅ ἐστι λάσια, στήθη εἶναι τῷ κατὰ τὴν ἀλληγορίαν θερμῷ Ἡφαίστῳ.

(v. 416) Χιτῶνα δὲ νῦν φανερῶς ἔφη τὸν προσεχῶς ἐπικεχυμένον τῷ σώματι.

(v. 417-418) Ὅτι καὶ ἀμφιπόλους τερατώδεις τῷ μυθικῷ Ἡφαίστῳ διδοὺς ἀναγκαίως ὑπουργούσας τοῖς κατ' αὐτὸν ἔργοις φησὶν "ὑπὸ δ' ἀμφίπολοι ῥώοντο ἄνακτι", ὅ ἐστιν ἐρρωμένως, ὡς ἐρρέθη, ἐπονοῦντο ὑπὸ τῷ Ἡφαίστῳ, "χρύσειαι, ζωῇσιν νεήνισιν ἐοικυῖαι". ὅ ἐστιν οὐ ζῶσαι κοινότερον ἄντικρυς, ἀλλὰ θειότερον ζωαῖς νεάνισιν ὅμοιαι, ἢ καὶ ἄλλως φράσαι, οὐ νεάνιδες ἄντικρυς, ἀλλὰ ἐοικυῖαι τοιαύταις, θεῖαι μέντοι οὖσαι. καὶ ἔστιν ἐξηλλαγμένη ἡ ὁμοιότης, ὡς μὴ μόνον τὰ θνητὰ θείοις εἰκάζεσθαι ἐν τῷ "ἀθανάταις δὲ θεαῖς εἰς ὦπα ἐῴκει", ἀλλ' ἰδοὺ καὶ ἀνάπαλιν.

(v. 419 s.) Λέγει δὲ καὶ ὅτι ταῖς τοιαύταις ἀμφιπόλοις "ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν", ἤγουν θεία τις ἐνῆν αὐταῖς τέχνη. καὶ μυθικῶς μὲν αἱ τοιαῦται ἀμφίπολοι ἀγάλματα εἶναι δοκοῦσιν ἔμψυχα ἐκ τιμίας ὕλης πυρὶ χωνευθέντα καὶ εἰς ἀνθρωπίνας ἐμψύχους εἰκόνας χεθέντα, ὥστε κατὰ τὸν μῦθον καὶ τὰς θεραπαινίδας αὐτὸς ἐδημιούργησεν ἑαυτῷ Ἥφαιστος, οἷα ἔμψυχα, ὡς προερρέθη, χαλκεύειν εἰδώς, ὁ καὶ τῇ καθ' Ἡσίοδον Πανδώρᾳ συμβαλόμενός τι πρὸς γένεσιν. καὶ ταῦτα δὲ λέγει προοικονομῶν τεχνικῶς τὴν δηλωθησομένην ἔμψυχον τοῦ Ἡφαίστου κλυτοτεχνίαν. ἡ μέντοι ἀλληγορία ὑπουργοὺς Ἡφαίστου χρυσᾶς τοιαύτας νεάνιδας δηλοῖ τὰς κατὰ τὸ πῦρ ἐνεργείας καὶ τὴν αὐτοῦ φύσιν, χρυσοειδῆ τε οὖσαν καὶ τὰς κατ' αὐτὸ τέχνας ἐμφρόνως ὥσπερ ἀνύουσαν. διὸ προΐων καὶ τὰς φύσας οἷον ἐψύχωσεν, εἴγε τρέψας αὐτὰς εἰς πῦρ ἐκέλευσεν ὡς νοούσας ἐργάζεσθαι. καὶ αὐταὶ φυσῶσι παντοίαν πνοὴν ἐξανιεῖσαι, ὡς ὁ Ἥφαιστος ἐθέλοι, ἐξ ὧν δῆλον ὡς ἔμψυχα καὶ τὰ ἐργαλεῖα ὁ μῦθος τῷ Ἡφαίστῳ πλάττει, καὶ οὐκ αὐτοκίνητα μόνον, ἀλλὰ καὶ φρονοῦντα. εἰ δὲ αὐτὰ τοιαῦτα φαίνεται, ὁποῖα ἐλπιστέον ἔσεσθαι τὰ ἡφαιστότευκτα ζῷα, ἢ πάντως ζῶντα ζῷα; διὸ καὶ τὰ ἐπὶ τῆς τοῦ Ἀχιλλέως ἀσπίδος ζῷα, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, αὐτοκίνητα πρός τινων ὑπενοήθησαν.

(v. 421) Τὸ δὲ "ἀμφίπολοι ῥώοντο ἄνακτι" ποιητικῶς παραφράζων φησὶν "ὕπαιθα ἄνακτος ἐποίπνυον", [209] ἤγουν ἐπονοῦντο ἔμπροσθεν τοῦ Ἡφαίστου. ταὐτὸν γὰρ τὸ ῥώεσθαι καὶ τὸ πονεῖσθαι, ἤγουν τὸ ἐρρωμένως καὶ μετὰ πόνου τι ποιεῖν. Περὶ δὲ τοῦ ὕπαιθα προείρηται. [Ἰστέον δὲ ὅτι ἐκ τῶν Ὁμηρικῶν χρυσέων νεανίδων τῶν τοῦ Ἡφαίστου ὁρμηθεὶς ὁ Κωμικὸς Ἄλεξις τοὺς ἐκ πυρὸς σπινθῆρας κύνας Ἡφαίστου ἔφη ἐν τῷ "καίεταί μοι τὸ πῦρ ἤδη", τουτέστιν ἐξάπτεται, "πυκνοὶ δ' ᾄττουσιν Ἡφαίστου κύνες", καὶ ὅτι φύσας μὲν καὶ χρυσέας νεάνιδας ἐτόλμησε ψυχῶσαι ὁ ποιητής, ῥαιστῆρα δὲ καὶ πυράγραν, τὰ Ἡφαίστου ὅπλα, ὧν μνεία ἐν τοῖς ἑξῆς ἔσται, ἀφίησιν ἄψυχα εἶναι, καθὰ καὶ τὸν ἄκμονα, ἵνα μὴ ἀφέληται Ἡφαίστου τὴν χαλκευτικήν. ἐχρῆν γὰρ αὐτῷ μονάζοντι τὰ εἰς τὸ χαλκεύειν τὰ μὲν ἄλλα τεραστίως ὑπουργεῖν ὡς ἔμψυχα καὶ αὐτόθεν κινητά, πυράγραν δὲ καὶ σφῦραν καὶ ἄκμονα χρηστὰ εἶναι χερσὶν Ἡφαίστου εἰς ἔργον.]

(v. 429-431) Ὅτι δυστυχοῦς γυναικὸς λόγος τὸ "ἦ ἄρα δή τις, ὅσαι" εἰσὶ τοιαίδε, "τοσσάδ' ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρά, ὅσσ' ἐμοὶ ἐκ πασέων θεὸς ἄλγε' ἔθηκεν"; εἴληπται δὲ ἐκ τῶν τῆς Θέτιδος.

(v. 4335) Γυνὴ δέ τις μετὰ γάμον οὐκ ἐθελούσιον δυστυχοῦντα τὸν ἄνδρα ἐν γήρᾳ ἔχουσα ἐρεῖ ἂν ὁμοίως ἐκ τῶν τῆς αὐτῆς Νηρηΐδος, ὅτι "ἔτλην ἀνέρος εὐνὴν πολλὰ μάλ' οὐκ ἐθέλουσα· ὃ μὲν δὴ γήραϊ λυγρῷ κεῖται ἐνὶ μεγάροισι ἀρημένος, ἄλλα δέ μοι νῦν".

(v. 432) Λυπεῖ δὲ τὴν ταῦτα εἰποῦσαν Θέτιν καὶ τὸ ἐξ ἀλλάων ἁλιάων, ἤτοι Νηρηΐδων, ἀνδρὶ δαμασθῆναι ὑπὸ Διός, καὶ τὸ μὴ δύνασθαι τῷ υἱῷ ζῶντι χραισμῆσαι καὶ ὅλως τὰ κατὰ τὸν Ἀχιλλέα. ταῦτα γὰρ ἐδήλου τὸ "ἄλλα δέ μοι νῦν", σύντομον τοῦτο σχῆμα γοργῶς τε λεχθὲν καὶ ἐλλιπῶς, οἷα τῆς λύπης ἐγκοπτούσης τὸ ἀρτιολογεῖν τὰ ἐπὶ τῷ υἱῷ.

(v. 436 s.) Περὶ οὗ ἐπάγει εὐθὺς ἀσυνδέτως οὕτως "υἱὸν ἐπεί μοι δῶκε γενέσθαι τε τραφέμεν τε ἔξοχον ἡρώων· ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος" καὶ ἑξῆς, ὡς προεθρήνησε μονῳδήσασα πρὸ τοῦ τὸν Ἀχιλλέα ἰδεῖν. ταὐτολογεῖ γὰρ καὶ ἐνταῦθα ὁ ποιητὴς ἐν τόποις πολλοῖς, ὡς αὐτῷ σύνηθες.

(v. 432) Ὅρα δὲ ὡς παρεσημειώσατο μόνην τὴν Θέτιν ἐκ τῶν [210] Νηρηΐδων ἀνδρὶ ζευχθῆναι, οἷα τοῦ μύθου μὴ τολμήσαντος καὶ ἐπ' ἄλλης τοῦτο πλάσαι, καὶ ὅτι τὸ "ἀλλάων ἁλιάων" σὺν τῇ παρισώσει ἔχει τι καὶ παρηχήσεως, καὶ ὅτι βαρύνει τὴν Θέτιν τὸ κατὰ Πηλέα γῆρας, ὅθεν ἔοικε λαβὼν ὁ Κωμικὸς παῖξαι εἰς τὴν Θέτιν τὸ φυγεῖν αὐτὴν τὸ λέχος τοῦ Πηλέως, ἐπεὶ οὐκ ἦν "ἡδὺς ἐν τοῖς στρώμασι τὴν νύκτα παννυχίζειν".

(v. 434) Εἰς δὲ τὸ "πολλὰ μάλ' οὐκ ἐθέλουσα" φασὶν οἱ νεώτεροι τῶν ποιητῶν καὶ μεταβάλλεσθαι διὰ τοῦτο αὐτὴν διαφόροις μορφαῖς ἐκκλίνουσαν τὴν εὐνήν, ὡς καὶ εἰς σηπίαν μεταπεσεῖν τότε, ὅθεν καὶ Σηπιὰς ἀκτὴ περί που τὰ κατὰ τὸν Ἄθων, ἔνθα ὁ τοῦ Ξέρξου στόλος ἔπαθέ τι κακόν.

(v. 429 s.) Ἐνταῦθα δὲ ὅρα καὶ ὡς ἡ Θέτις προοιμιακῇ ἐννοίᾳ χρῆται οὐ συνήθως πάντῃ ἐν ἐρωτήσει ἐμψύχῳ, εἴτ' οὖν ἐνδιαθέτῳ, κατὰ ἦθος ἐκ λύπης βαρύ, ἀρχομένη οὕτω "Ἥφαιστε, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσιν ἐν Ὀλύμπῳ, τοσσάδε ἀνέσχετο κήδεα", καὶ ἑξῆς, ὡς ἀνεγράφη.

(v. 430) Ἔνθα ὅρα τὸ "ἀνέσχετο" αἰτιατικῇ συνταχθέν, καὶ ὡς ταὐτόν ἐστιν εἰπεῖν κήδεα καὶ ἄλγεα. Ἰστέον δὲ ὅτι κεῖταί που καὶ ἕτερον σχῆμα λόγου τοιοῦτον, ἔνθα βαρυνόμενος ὁ Ποσειδῶν ἐπὶ τῇ ἐγέρσει τοῦ Ἑλληνικοῦ τείχους κατάρχεται ὁμοίως τοῦ λόγου, εἰπὼν "Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν", ὃς ἀξίους ἡμᾶς λόγου κρινεῖ; τούτῳ δέ πως ὅμοιον καὶ τὸ τοῦ Ἕκτορος πρὸς τὸν ἀδελφὸν Πάριν· ἦ δὴ τοιοῦτος ὢν τὴν Ἑλένην ἥρπασας ἐξ ἀνδρῶν τοιῶνδε;

(v. 429) Ἐν δὲ τῷ "ἦ ἄρα" κατὰ τὸ παρέλκον ἁπλῶς κεῖται ὁ ἄρα σύνδεσμος οἷα τοῦ ἦ συνδέσμου μόνου ἀρκέσαντος εἰς ἐρώτησιν. οἱ μέντοι μεθ' Ὅμηρον ὤκνησαν ἂν μὴ περισπάσαι κἀνταύθα τὸ ἄρα διὰ τὸ μὴ συλλογιστικῶς κεῖσθαι κατὰ ἀπόφανσιν, ἀλλ' ἐκ παραλλήλου ἐρωτηματικῶς.

(v. 437 s.) Τὸ δὲ ἀναδραμεῖν ἔρνεϊ ἶσον τὸν Ἀχιλλέα καὶ τραφῆναι φυτὸν ὣς γουνῷ ἀλωῆς, ὡς καὶ προγέγραπται, διὰ λέξεων γενικῶν τοῦ ἔρνους καὶ τοῦ φυτοῦ ἀγωνιῶσαν δηλοῖ τὴν Θέτιν καὶ διὰ τοῦτο γοργῶς τε παραβάλλουσαν καὶ [211] περὶ τὰς αὐτὰς στρεφομένην ἐννοίας.

(v. 444-456) Ὅτι συντομώτατα ὁ ποιητὴς ἀνακεφαλαιοῦται νῦν τὰ ἐξ ἀρχῆς τῆς Ἰλιάδος καὶ ἕως ἐνταῦθα ἐν τρισκαίδεκα ἔπεσι, παραγαγὼν τὴν Θέτιν οὕτω διηγουμένην περὶ τοῦ υἱοῦ τῷ Ἡφαίστῳ ἐξ ἀσυνδέτου ἀρχῆς "κούρην, ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων· ἤτοι ὃ τῆς ἀχεών", ἤγουν ὁ μὲν δὴ ὑπὲρ τῆς κόρης ἀχθόμενος, "φρένας ἔφθιεν. αὐτὰρ Ἀχαιοὺς Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε εἴων ἐξιέναι. τὸν δὲ λίσσοντο γέροντες Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρ' ὀνόμαζον. ἔνθ' αὐτὸς μὲν ἔπειτ' ἠναίνετο λοιγὸν ἀμῦναι. αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσεν", ὅ ἐστιν ἐνέδυσε, "πέμπε δέ μιν πόλεμόνδε, πολὺν δ' ἅμα λαὸν ὄπασσε. πᾶν δ' ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι. καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν ἔκταν' ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκεν".

(v. 45761) Εἶτα ἐπάγει τῇ τοιαύτῃ διηγήσει ῥητορικῶς τὴν ἀξίωσιν, εἰποῦσα· "τούνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλῃσθα υἷι ἐμ' ὠκυμόρῳ", ἤγουν υἱῷ ἐμῷ βραχυβίῳ, δόμεν ἀσπίδα καὶ τρυφάλειαν καὶ καλὰς κνημῖδας ἐπισφυρίοις, ὡς καὶ ἄλλοθι "ἀραρυίας, καὶ θώρηκα. ὃ γὰρ ἦν οἱ", τουτέστιν, ὃς γὰρ θώραξ αὐτῷ ἦν, "ἀπώλεσε πιστὸς ἑταῖρος Τρωσὶ δαμείς. ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων". Ὅρα δὲ ὡς πολὺν ἔπαινον κατατείνει τοῦ Πατρόκλου ἡ Θέτις πόθῳ τοῦ υἱοῦ φιλοῦντος ἐκεῖνον. ἅμα δὲ καὶ τὸν Ἥφαιστον εἰς οἶκτον προκαλεῖται ὡς τοιούτου ἀνδρὸς πεσόντος ὑπὲρ Ἀχαιῶν, οἷς Ἥφαιστος ἐπικουρεῖ, ἵνα οὕτω ταχὺ τὰ ὅπλα ποιηθῇ. οὗ χάριν καὶ ἐπὶ χθονὶ κεῖσθαι τὸν Ἀχιλλέα φησὶ καὶ θυμὸν ἀχεύειν, ὡς οὐκέτι ἁπλῶς πεισόμενον, ἀλλ' ἀναστησόμενον, εἰ τὰ ὅπλα λήψεται. ἐρεθιστικὸν δὲ ὁμοίως καὶ ἡ τῶν Τρώων μνήμη καὶ ἡ περὶ Σκαιαῖς πύλαις μάχη, ὡς τοῦ Ἀχιλλέως καὶ πλέον τι [212] ποιήσοντος, εἰ ὅπλα σχοίη. Ὅρα δὲ καὶ ὅτι δεινῶς ῥᾳδιουργεῖ ἐν οἷς εἶπεν ἡ Θέτις. οὐ γὰρ εἶπε ῥητῶς ἀπειθῆσαι τὸν υἱὸν τοῖς Ἕλλησιν ἱκετεύσασιν, ἵνα μὴ ὁ φιλέλλην Ἥφαιστος δυσχερανεῖ. καὶ τοὺς ἀπὸ τῶν Λιτῶν δὲ ἄχρι τῆς ἐξόδου Πατρόκλου κινδύνους τῶν Ἑλλήνων σιγήσασα σχηματίζει τὸν λόγον δεξιῶς, ὅτι αὐτὸς μὲν ἠνήνατο, ἔπεμπε δὲ τὸν Πάτροκλον, ὡς εἴπερ συναπτῷ χρόνῳ ἄμφω ἐγένοντο τό τε ἀπανήνασθαι τὸν Ἀχιλλέα καὶ τὸ ἐκπεμφθῆναι τὸν Πάτροκλον, ὅπερ οὐ γέγονε. καὶ γὰρ τὰς λιτὰς παριδὼν ὁ Ἀχιλλεὺς δι' αὐτὸ ἄτῃ συνεσχέθη, καὶ στερηθεὶς τοῦ Πατρόκλου μεταμέλεται ἀχθόμενος οὕτω πάνυ, καὶ τὸν Πάτροκλον δὲ ὀψέ ποτε εἰς μάχην ἐξέπεμψεν. ἔτι δὲ καὶ τοῦ Ἀπόλλωνος ἐπίτηδες ἡ Θέτις μέμνηται, οἷα τὸν Πάτροκλον ἀριστεύοντα κτείναντος ὑπὸ τῷ Ἕκτορι, ὡς ἂν καὶ οὕτως ἐρεθίσασα τὸν Ἥφαιστον κατ' ἐκείνου πρόθυμον εἰς ὁπλοποιΐαν ποιήσῃ. ὃ καὶ ἀνύει. διὸ καὶ ἐψεύσατο ἐν τῷ αὐτῆμαρ ἂν ἐπόρθησε Πάτροκλος Ἴλιον, εἰ μὴ Ἀπόλλων αὐτὸν ἔκτεινεν. Καὶ σημείωσαι τὰς τοιαύτας μεθόδους, ὡς τοῦ συνετοῦ προσώπου οἰκονομοῦντος ἀμεθόδως ἐν καιρῷ ἃ λέγει, ἀναλόγως πρὸς τὰ ὑποκείμενα. Ὅρα δὲ καὶ τὰ οὐκ ἐπιτηδευτὰ πάρισα, καὶ οὐδὲ ἔξω καιροῦ, τὰ "πᾶν ἦμαρ", καὶ "αὐτῆμαρ", καὶ τὸ "Σκαιῇσι πύλῃσι", καὶ τὸ "πολλὰ περικλυτά", καὶ ἕτερα, οἷς φιλοῦσιν ὡραΐζεσθαι τὰ διηγήματα. ὕπεστι δέ τι κάλλους καὶ τῷ "πᾶν δ' ἦμαρ μάρναντο", εἰ καὶ ἄλλως τραχυφωνεῖται. [(v. 445) Τὸ δὲ ἐκ χειρῶν ἑλέσθαι τὸν βασιλέα τὸ τοῦ Ἀχιλλέως γέρας ψευδὲς μέν, ὡς καὶ ἀλλαχοῦ παρεσημάνθη, ἀπειλὴ δὲ ἦν βασιλικὴ θυμῷ λαληθεῖσα, εἰ καὶ μὴ ἀπέβη πρὸς ἔργον δι' αὐτοῦ ἐκείνου τοῦ βασιλέως.]

(v. 446) Τὸ δὲ "φρένας ἔφθιεν" Ἀχιλλεὺς καὶ ἄλλοθι μὲν ἐδηλώθη πάθος εἶναι τῷ Ἀχιλλεῖ, [213] ἐφ' οἷς ἀργὸς ἐκάθητο, ἔστι δὲ ὅμοιον τῷ "φθινύθεσκε φίλον κῆρ". [Πρωτότυπον δὲ τοῦ φθίνω τὸ φθίω, ὡς καὶ τοῦ τίνω τὸ τίω. ἐκ τούτου δὲ καὶ φθῖσθαι τὸ φθαρῆναι κατὰ κρᾶσιν, εἰ καὶ ἄλλως διφορεῖται παρά τισιν ἐν διφθόγγῳ γραφόμενον, ὡς ἐν ἄλλοις εἴρηται.]

(v. 447) Τὸ δὲ "ἐείλεον" πλεονασμὸν ἔχει τοῦ κατ' ἀρχὴν ε πρὸς ὁμοιότητα τοῦ ἐείσατο καὶ τῶν τοιούτων. ἑρμηνεία δὲ αὐτοῦ αὐτίκα ἑξῆς τὸ "οὐδὲ θύραζε εἴων ἐξιέναι". δῆλον γὰρ ὡς εἰλεῖται, ὅ ἐστι συγκλείεται, ὁ μὴ ἐώμενος θύραζε ἐξελθεῖν. Θύραζε δὲ καὶ ἐνταῦθα τὸ ἁπλῶς ἔξω τοῦ ναυστάθμου.

(v. 449) Τὸ δὲ "δῶρ' ὀνόμαζον" ἢ ἀντὶ τοῦ εἰς πλάτος ἐξετίθουν, πολλὰ γὰρ ἦσαν καὶ περικλυτά, ἢ ἀντὶ τοῦ ὀνόμαινον, ὡς ἐν ταῖς Λιταῖς κεῖται, ἵνα ᾖ ἐνταῦθα οὕτω ἀδιάφορον τὸ ὀνομάζειν καὶ τὸ ὀνομαίνειν.

(v. 450) Τὸ δὲ ἀναίνεσθαι ἀλλοῖον μὲν ἐκεῖ ἐν τῷ "ἀασάμην, οὐδ' αὐτὸς ἀναίνομαι", ἀλλοῖον δὲ ἐνταῦθα ἐν τῷ "αὐτὸς μὲν ἠναίνετο". ἐκεῖνο μὲν γὰρ ἀπόφασιν λόγου δηλοῖ, τοῦτο δὲ δώρων ἀποπροσποίησιν καὶ ἐξουδένωσιν. ἡ δὲ τοῦ "ἠναίνετο" αὔξησις ὁμοία τῇ τοῦ ἠνώχλει καὶ τῶν ὁμοίων.

(v. 457) Τὸ δὲ "ἱκάνομαι" ταὐτόν ἐστι τῷ ἱκετεύω. Ἀσπίδα δέ, φασί, καὶ τὰ ἑξῆς αἰτήσασα ἡ Θέτις ξίφος οὐκ αἰτεῖ. οὐδ' ἀπώλεσε γὰρ ἴσως ξίφος ὁ υἱός, ἀλλ' ὥσπερ ἡ μελία, οὕτω καὶ ἡ σπάθη κατὰ τὸ σιωπώμενον περισέσωσται αὐτῷ, οἷα μηδ' αὐτὴ τῷ Πατρόκλῳ οὖσα εὐμεταχείριστος.

(v. 463) Ὅτι θάρρους παρακέλευσις τὸ "θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων".

(v. 464-466) Ὁ δὲ εἰς χάριν ἕτοιμος εἴποι ἂν παρῳδήσας ἐξ Ὁμήρου τὸ "αἴθε σε θανάτοιο δυσηχέος ὧδε δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μόρος αἰνὸς ἱκάνει", ὡς τόδε τι ποιήσω. Ἥφαιστος δὲ ταῦτα πρὸς τὴν Θέτιν φησὶ περὶ Ἀχιλλέως, μονονουχὶ λέγων ἀστείως, ὅτι εἴθε ὡς σὺ ἐμέ ποτε ἔκρυψας ἀπὸ τῆς Ἥρας, οὕτω δυναίμην καὶ [214] ἐγὼ κρύψαι θανάτου τὸν σὸν υἱόν. ἐπεὶ δὲ τοῦτο οὐ δύναμαι, ὅπλα σκευάσω αὐτῷ φυλακτήρια χάριν σήν.

(v. 466 s.) Ἃ καὶ καλὰ λέγει, καὶ οἷά τις αὖτε ἀνθρώπων πολέων θαυμάσαι τέ φησιν, "ὅς κεν ἴδηται", ὅπερ ἐστι περίφρασις τοῦ "θαῦμα ἰδέσθαι", ὃ εἶπε πρὸ μικροῦ. καλλίων δὲ ὅπλων ἔπαινος τὸ "ὅπλα καλά", οἷα οὔπω τις ὤμοισι φόρησεν ἀνήρ. Ὅτι τὰς φύσας πρὸ ὀλίγων ἀπάνευθε τοῦ πυρὸς Ἥφαιστος θείς, νῦν δὲ ἤδη τοῦ ἔργου ἁπτόμενος, ἐς πῦρ αὐτὰς τρέπει.

(v. 469-469) Φησὶ γὰρ "βῆ δ' ἐπὶ φύσας, τὰς δ' ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι", ὡς οἷά τινας φρονίμους, καθὰ προερρέθη.

(v. 470-471) Διὸ καὶ ἐπάγει "φῦσαι δ' ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων, παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι".

(v. 472 s.) Εἶτα ἐφερμηνεύων τὸ παντοίην φησὶν "ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ' αὖτε, ὅππως Ἥφαιστός τ' ἐθέλοι καὶ ἔργον ἄνοιτο". Ἰστέον δὲ ὡς ἡ ποιητικὴ αὕτη διασκευὴ ἀγαθῶν ἐργαλείων ἀρετὴν ὑπαινίττεται, οἷς οὐκ ἀμβλύνεται ἡ τοῦ τεχνίτου εἰς ἔργον ὀξύτης, ὡς οἷα συνεπιλαμβανομένοις τοῦ ἔργου, ἅπερ, κατὰ τὸν ποιητὴν εἰπεῖν, "ὀφέλλει ἀνδρὸς ἐρωήν". ἡ δὲ τοιαύτη ἔννοια καὶ τὰς νῆας τῶν Φαιάκων ὡς οἷα καὶ αὐτονόας τινὰς κατὰ τὴν παρ' Ἡσιόδῳ Νηρηΐδα ἐψύχωσε καὶ ἐνόωσεν, ὡς ἡ Ὀδύσσεια δηλοῖ.

(v. 470) Ἰστέον δὲ ὅτι τὰ μέρη τῶν φυσῶν τὰ τοῖς χοάνοις ἐνιέμενα ἀκροφύσια ἐλέγοντο καὶ ἀκροστόμια, οἷς φυσῶσιν οἱ χαλκεῖς. Φασὶ δὲ οἱ παλαιοὶ τὸ γένος τοῦ "χοάνοις" ἄδηλον εἶναι. δηλοῖ δὲ ἡ λέξις τὰ φυσώμενα ἀγγεῖα, ἐν οἷς αἱ ὕλαι τήκονται, ἃ παρ' ἡμῖν ἐστι πήλινα. ἀπὸ δὲ τούτου καὶ παρὰ τῷ Κωμικῷ τὸ χοανεύειν, ῥηθὲν οὐ σεμνῶς, ἐφ' οὗ ἐκεῖνος ἤθελε. γίνεται δὲ ἀπὸ τοῦ χέω. [Ἰστέον δὲ ὅτι χόανοι μὲν τρισυλλάβως οἱ παρ' Ὁμήρῳ χαλκευτικοί, χόννοι δὲ δισυλλάβως ἐν δυσὶν ἀμεταβόλοις Αἰολικῶς ποτήριον, φασί, παρὰ Γορτυνίοις, χάλκεον, θηρικλείῳ ἐοικός. ὠνομάσθη δὲ ἡ θηρίκλειος ἢ τὸ θηρίκλειον, διγενῶς γὰρ ἐλέγετο, ἐπεὶ θηρίων μορφαὶ αὐτῷ ἐνετυποῦντο, ἢ διότι θῆρας κλονεῖ. σπένδουσι γὰρ κατ' αὐτῶν κύλιξι τοιαύταις. Ἀραρὼς δὲ ἀρέσκεται καλεῖσθαι θηρίκλειον παρὰ τὸν σκευαστὴν κεραμέα Θηρικλῆν τὸν Κορίνθιον. γράφει οὖν οὕτως "ὦ γαῖα [215] κεραμῖτι, σὲ Θηρικλῆς ποτ' ἔτευξε, κοίλης λαγόνος εὐρύνας βάθος· ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις". ἐγκάθηται γάρ, φασί, περὶ τὰς λαγόνας ἡ κύλιξ αὕτη ἱκανῶς βαθυνομένη, ὦτά τε ἔχει βραχέα. ἔστιν οὖν τῷ τοιούτῳ λόγῳ, καθὰ Ἡρακλῆς Ἡράκλειον, οὕτω Θηρικλῆς Θηρίκλειον.] Τὸ δὲ "ἐείκοσι" διὰ πιθανότητα κεῖται τοῦ τοιαύτας ὕλας καὶ τοσαύτας ταχὺ τακῆναι εἰς ὅπλων ἡρωϊκῶν κατασκευὴν Ἀχιλλεῖ τῷ μεγάλῳ ἁρμοττόντων.

(v. 471) Εὔπρηστος δὲ ἀϋτμὴ ἡ εὐφύσητος. πρήθω γὰρ τὸ φυσῶ, ὡς τὸ "ἐν δ' ἄνεμος πρῆσε μέσον ἱστίον". Τοῦ δὲ "ἐξανιεῖσαι" οὐκ ἔστιν ἐνταῦθα καιριωτέραν λέξιν εὑρεῖν.

(v. 473) Τοῦ δὲ "ἄνοιτο" ἐνεστὼς ἄνω, ἐξ οὗ τὸ ἀνύω. χρῆσις δ' ἐκείνου καὶ ἐν Ὀδυσσείᾳ, οἷον "τὰ δὲ πολλὰ κατάνεται", καὶ "ἦνον ὁδόν".

(v. 474-482) Ὅτι ὁ Ἥφαιστος χαλκὸν ἐν πυρὶ βάλλεν ἀτειρέα, ὅ ἐστι σκληρόν, κασσίτερόν τε καὶ "χρυσὸν τιμῆντα καὶ ἄργυρον. αὐτὰρ ἔπειτα θῆκεν ἐπ' ἀκμοθέτῳ", ἢ ἐν ἀκμοθέτῳ, "μέγαν ἄκμονα, γέντο δέ", ἤγουν εἵλετο "χειρὶ ῥαιστῆρα κρατερήν", ἢ κρατερόν, "ἑτέρῃφι δὲ γέντο πυράγρην· ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε πάντοσε δαιδάλλων, περὶ δ' ἄντυγα βάλλε φαεινήν, τρίπλακα, μαρμαρέην, ἐκ δ' ἀργύρεον τελαμῶνα. πέντε δ' ἂρ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ", ἢ ἐπ' αὐτῷ, "ποίει δαίδαλα πολλά" ἐπιστημόνως, τοῦτο γὰρ δηλοῖ τὸ "ἰδυίῃσι πραπίδεσσιν", ὅ ἐστιν ἐπιστημονικαῖς. Καὶ ὅρα τὸ ἐποίει ταὐτὸν ὂν τῷ τιθέναι καὶ τῷ τεύχειν. διὸ καὶ ταῖς τοιαύταις ἐγχορεύει λέξεσιν ἐν τῇ ὁπλοποΐᾳ, πεντάκις μὲν εἰπὼν τὰ τοῦ ποιεῖν ῥήματα "ποίει πρώτιστα σάκος", καὶ "ποίει δαίδαλα πολλά", καὶ "ἐν δὲ δύω ποίησε πόλεις", καὶ "ἐν δ' ἀγέλην ποίησε", καὶ "ἐν δὲ νομὸν ποίησε", τετράκις δὲ τὰ ἐκ τοῦ τιθέναι "ἐν δὲ τίθει νειόν", "ἐν δὲ τίθει τέμενος", "ἐν δὲ τίθει ἀλωήν", "ἐν δὲ τίθει Ὠκεανόν", πεντάκις δὲ τὸ τεῦξεν "ἐν μὲν γαῖαν ἔτευξε", καὶ "ἐπειδὴ τεῦξε σάκος", καὶ "τεῦξεν ἄρα θώρηκα", καὶ "τεῦξε δέ οἱ [216] κόρυθα", καὶ "τεῦξε δέ οἱ κνημῖδας". Καὶ σημείωσαι τὴν ἐπιμονὴν καὶ τὴν ἐπίχυσιν τῶν ἐν τοῖς ῥηθεῖσι ταὐτοδυνάμων λέξεων. ὅτι δὲ ἠδύνατο καὶ ἄλλως φράζειν, δείξει ἐν τοῖς τοῦ χοροῦ, ἔνθα ἐξὸν ὂν εἰπεῖν "ἐν δὲ χορὸν ποίησεν", ὁ δὲ οὐχ' οὕτως εἶπεν, ἀλλάξας δὲ ἔφη "ἐν δὲ χορὸν ποίκιλλε". Σημείωσαι δὲ καὶ ὅτι τοσαῦτα ποιήσας Ἥφαιστος δαίδαλα οὐδαμοῦ ναυτιλίας ἴνδαλμα θέμενος ἔτευξεν. ἔοικε γὰρ καὶ ὁ ποιητὴς δυσπέμφελον, καθὰ καὶ Ἡσίοδος, κρίνειν αὐτήν. διόπερ οὐδὲ ἐν πλάσμασι μεμνῆσθαι θέλει αὐτῆς. ἐν δὲ τοῖς ῥηθεῖσι λέγει καὶ τίνα τὰ δαίδαλα. "ἐν μὲν γὰρ γαῖαν", φησίν, "ἔτευξε" καὶ τὰ ἑξῆς, ὡς ῥηθήσεται. Ἐν οἷς σημείωσαι ὡς μὴ ἔχων ἐν Ἰλιάδι καίριον τόπον τὴν ἐκφραστικὴν ἐνδείξασθαι τέχνην, εἰκότως τὴν ἀσπιδοποιΐαν ἄρτι ἐπλάσατο, ποιήσων τεχνικῶς δι' αὐτῆς ὃ θέλει, ἐν στενῷ μέντοι, εἰ καὶ ἄλλως πλατύτερον ἑτέρων ἐκφράσεων, ἃς φθάσας ὀλιγοστίχους παρενέσπειρεν. εἰπεῖν δὲ καὶ ἄλλως, ἐξέφρασε μὲν καὶ ἑτέρωθι οὐκ ὀλίγα, καὶ πολλαχοῦ τῆς Ἰλιάδος ἔκφρασις διαγελᾷ, ἐν στενῷ δὲ ὅμως, ἐνταῦθα δὲ λειμὼν ἐκφραστικὸς ἐξήνθησεν, ἐνδεικνυμένου τοῦ ποιητοῦ τὴν κατ' αὐτὸν ἐκφραστικὴν δύναμιν, ἧς χάριν καὶ τὸ πλάσμα τῆς ὁπλοποιΐας ἐμηχανήσατο. Ἰστέον δὲ καὶ ὅτι ἐν μὲν τῇ Ὀδυσσείᾳ διὰ τὸ μὴ ἐναγώνιον ἐκεῖ τὴν ὑπόθεσιν εἶναι πλείους καὶ διόλου γλυκεῖαι κεῖνται ἐκφράσεις, εἰ καὶ μὴ οὕτω πλατεῖαι. ἡ δὲ παροῦσα, εἰ καὶ φύσει φαιδρά ἐστι διὰ τὸ ἐν ἐκφράσει ὡραῖον, ἀλλὰ οὐ πᾶσα τοιαύτη ἐστίν, ἔχει δέ τι καὶ δυσπρόσοπτον καὶ τῷ τῆς Ἰλιάδος μεγαλείῳ συνυψούμενον, ἐν οἷς πολέμους καὶ αὐτὴ περιηγεῖται καὶ λόχους καὶ φόνους καὶ τοιαῦτά τινα. τὰ δ' ἄλλα πολλὴν ἔχει φαιδρότητα καὶ λαμπρᾶς μετέχει τῆς ἱλαρότητος, οὐκ ἀφιεῖσα κατανεανιεύεσθαι τῆς Ὁμηρικῆς ὁπλοποιΐας τὴν Ἡσιόδου φιλότιμον ἀσπίδα, ὡς ὁ ἐντυγχάνων [217] εἴσεται. δοκεῖ μὲν γὰρ ἐκείνη Ὁμηρικῷ πεποιῆσθαι ζήλῳ τῷ κατὰ τὴν ὅλην Ἰλιάδα. ὅποι δὲ τόπου ἐκπίπτει συγκριτικῷ λόγῳ, οὐδὲ ἔστι φράσαι, ἢ ἐς τοσοῦτον μόνον, ὡς εἰ καὶ οὐρανῷ κέγχρον παραμετρήσει τις. Σημείωσαι δὲ εἰς τὸ "ἀτειρέα", ὅτι ἐκ τοῦ τείρω μὲν γίνεται καὶ αὐτὸ καὶ ὁ ἀτεράμων. ἔστι δὲ ἀτεράμων οὐ χαλκός, ἀτειρὴς γὰρ αὐτός, ἀλλὰ σκληρὸς ἄνθρωπος καὶ ἄτεγκτος, καὶ σπόριμος δὲ καρπὸς ἀνέψητος. ἀτέραμνα γάρ, φασί, διὰ τοῦ [ν], ὄσπρια τὰ μὴ ἑψόμενα. Πλάτων δὲ διὰ τοῦτο κερασβόλα λέγει τὰ σκληρὰ ἐκ μεταφορᾶς. τὰ γὰρ προσκρούσαντα κέρασι βοῶν ὄσπρια οὐχ' ἕψεται. τούτου δὲ τὴν αἰτίαν φυλοκρινεῖ πιθανῶς Πλούταρχος ἐν τοῖς αὐτοῦ Συμποσιακοῖς. μήποτε δὲ τῷ ἀτειρεῖ χαλκῷ ἐπίτηδες παράκειται ὁ κασσίτερος οἷά τι ὑπεναντίον. δοκεῖ γὰρ κασσίτερος εἰρῆσθαι, ὡς ἐν τῇ καύσει τειρόμενος, ῥᾷον δηλαδὴ χαλκοῦ. ἀντίκειται δὲ πρὸς τὸ ἀτειρὲς καὶ τὸ τέρεν καὶ ἡ τέρεινα, ἴσως δὲ καὶ τὰ ἐν οἴκοις τέραμνα διὰ τὰς περὶ αὐτὰ γλυφάς, αἳ τειρομένῳ πάντως ξύλῳ ἐγκολάπτονται. δοκεῖ δέ τισιν Ἐτυμολόγοις καὶ τὰ τείρεα ἐκ τοῦ τείρειν [218] παρωνομάσθαι.

(v. 475) Τὸ δὲ "χρυσὸν τιμῆντα" κατ' ἐξαίρετον ἀποκληροῖ τὸ τιμῆεν τῇ τοιαύτῃ ὕλῃ. ἀνάλογον δὲ τὸ "τιμῆντα" πρὸς τὸ "αἰγλῆντα" καὶ τὰ τοιαῦτα.

(v. 476) Ἀκμόθετον δὲ τί ἐστι, προεγράφη. [συγκέκοπται δὲ ἐκ τοῦ ἀκμονόθετον.] Ἄκμων δὲ ὅτι καὶ ὁ τοῦ οὐρανοῦ, ὡς ἐρρέθη, λέγεται πατὴρ διὰ τὸ ἀκάματον τῆς οὐρανίου κινήσεως, ἀφ' ἧς ἐννοίας καὶ ὁ Ἄτλας εἴληπται, καὶ ὅτι Ἀκμονίδαι οἱ Οὐρανίδαι, δηλοῦσιν οἱ παλαιοί. ὡς δὲ Ἄκμονος ὁ Οὐρανός, ὁ Ἀλκμάν, φασίν, ἱστορεῖ. Περὶ δὲ τοῦ "γέντο", λέξεως Δωρικῆς καιρίας, ὡς ἐν ποιήσει, διὸ καὶ δὶς ἐνταῦθα παράκειται, εἴρηται ἀλλαχοῦ.

(v. 477) Ῥαιστῆρα δὲ θηλυκῶς κρατερὴν λέγει, σφῦραν μεγάλην οὐ λεπτουργόν, ἀλλ' οἵαν ἐξελαύνειν τὰ χαλκευόμενα. Ἰωνικῶς δὲ εἴρηται ἡ ῥαιστήρ. οὕτω καὶ Σοφοκλῆς σωτῆρα τύχην φησὶν ἐν τῷ "εἰ γὰρ ἐν τύχῃ γέ τῳ σωτῆρι βαίη". Τὴν δὲ πυράγραν καὶ χαλκευτικόν τινες καρκίνον φασὶ [δι' ὁμοιότητα λαβῆς.] σχηματισμὸς δὲ αὐτῆς κατὰ τὴν κρεάγραν καὶ ὅσα τοιαῦτα.

(v. 479) Τὸ δὲ "περὶ δ' ἄντυγα βάλλεν" ἀντὶ τοῦ περιέθετο, ἤγουν πέριξ ἔθηκεν.

(v. 480) Ὅρα δὲ τὸ "τρίπλακα", δηλοῦν ὅτι καὶ τὸ δίπλακα δύναται μὴ ἀεὶ ἐπὶ ὑφάσματος τίθεσθαι. ἰδοὺ γὰρ τὴν ἐλατὴν ἄντυγα "τρίπλακα μαρμαρέην" ἔφη, ὅ ἐστι τρίθετον κατὰ τρεῖς πλάκας. ὡς δὲ ἡ μαρμαρέη καὶ θαλάσσης ἐστὶν ἐπίθετον, προδεδήλωται. δῆλον δ' ὡς ἐνταῦθα μᾶλλον οἰκειότερον κεῖται διὰ τὸ καὶ στερεὸν τῆς τοιαύτης τρίπλακος καὶ στίλβον μαρμάρου δίκην. Ὁ δὲ ἀργύρεος [219] τελαμὼν εἶχε τι καὶ ἁλυσειδώσεως, ἄλλως γὰρ οὐκ ἂν ἦν εὔχρηστος.

(v. 481) Αἱ δὲ πέντε πτύχες οἷαι ἦσαν, ἑξῆς φανήσεται.

(v. 482) Τὸ δὲ "ἰδυίῃσιν" ὅτι ὀφεῖλον διὰ διφθόγγου ἔχειν ἀναλόγως τὴν ἄρχουσαν ὡς ἀπὸ τῆς εἰδώς εἰδότος μετοχῆς, ὅμως διὰ τοῦ ι γράφεται, οὐχ' ὡς μετοχή, ἀλλ' ὡς μετοχικὸν ὄνομα. ὅθεν καὶ ἰδύους οἱ παλαιοὶ τοὺς μάρτυρας ἔλεγον, οἱ παλαιοὶ παραδιδόασι. Σημείωσαι δὲ καὶ ὅτι τὸ χωρίον τοῦτο πᾶν τὸ τῆς ἀσπιδοποιΐας οὐ μόνον ῥητορικῶς μεταχειρίζεται ὁ ποιητὴς οἷα καιρὸν εὔθετον εὑρηκώς, ὡς ἐρρέθη, ἁβρότητι ἐκφράσεως κοσμῆσαι τὴν ποίησιν, ἀλλὰ καὶ φιλοσοφεῖ ἐπ' αὐτῷ πολλά. καὶ ὅπως μὲν δεξιῶς καὶ οὐ μόνον σεμνῶς, ἀλλὰ καὶ πιθανῶς καὶ συμμέτρως ἐκφράζει, αὐτόθεν ἔστιν ἀναλέγεσθαι τοὺς τῇ Ὁμηρικῇ ἐντυγχάνοντας δέλτῳ, οἳ καὶ τῇ τοῦ Ἡσιόδου ἀντιπαραθέντες ἀσπίδι εἴποιεν ἂν τοσοῦτον εἶναι πρὸς ἐκείνην ταύτῃ διάφορον, ὅσον καὶ ἀνθρωπίνου ἔργου πρὸς ἡφαιστότευκτον. ὅτι δὲ καὶ φιλόσοφα ὁ ποιητὴς ἐνταῦθα πολλὰ ὑπεμφαίνει, δηλοῦσιν εἰς πλάτος οἱ παλαιοί. αὐτίκα ἡ Δημὼ τὴν Ὁμηρικὴν ταύτην ὅλην ἀσπιδοποιΐαν ἀνάγουσα τοιαῦτά φησι· ὅτι Θέτις μὲν ἡ τὰ τοιαῦτα μεσολαβήσασα ἐπὶ τῆς τῶν ἐν τῇ κοσμογενείᾳ πραγμάτων θέσεως εἴληπται τῷ ποιητῇ, διὰ δὲ τοῦ πυρὸς καὶ τῆς πνοῆς, ἣν ἐξανιεῖσιν, ὡς προεδηλώθη, αἱ φῦσαι, τὰ ποιητικὰ καὶ δραστήρια τῶν στοιχείων αἰνίττεται, ἀέρα καὶ πῦρ, οὗ τὰς ἀποτομάδας ἀπορροίας χρυσᾶς νεάνιδας ὑπουργοὺς Ἡφαίστου καλεῖ. διὰ δὲ τοῦ κυκλοτεροῦς σάκους τὸ κατὰ τὸν σφαιροειδῆ κόσμον σχῆμα ἐνδείκνυται. σφαίρας [220] γὰρ γένεσίς ἐστιν ἡμικυκλίου περιενεχθέντος ἀποκατάστασις. τὰ δὲ τηκόμενα, ὁ χρυσός, ὁ χαλκός, ὁ ἄργυρος, ὁ κασσίτερος, τοῖς στοιχείοις εἰκάζονται διὰ τὴν πρὸς ἐκεῖνα τῶν τοιούτων μετάλλων ἐμφέρειαν. ὁ χρυσὸς μὲν γὰρ καὶ ὁ ἀτειρής, ὅ ἐστι δυσκατέργαστος, χαλκός, εἴκασται πυρὶ καὶ γῇ, ὁ δὲ μαλακὸς καὶ οἷον ῥευστικὸς κασσίτερος ὕδατι, ἀέρι δὲ ἄργυρος ὁ πρὶν ἢ σμηχθῆναι μέλας ὢν καὶ ἀμιγὴς οὗ ὕστερον ἐπιφαίνει φωτός. καὶ ταῦτα μὲν οὕτω συμβολικῶς. μετ' ὀλίγα δέ φησιν ἡ αὐτὴ φιλόσοφος, ὅτι καὶ τοῖς κυρίοις τῶν στοιχείων ὀνόμασι χρῆται ὁ ποιητὴς "ἐν μὲν γαῖαν ἔτευξε" λέγων, "ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν", τὸ δὲ τέταρτον στοιχεῖον αὐτός ἐστιν ὁ τὸ σάκος τεύχων Ἥφαιστος. τὴν δὲ τρίπλακα μαρμαρέην ἄντυγα τὸν ζωδιακὸν ἐκείνη λέγει κύκλον αἰνίττεσθαι, τρίπλακα μὲν διὰ τὸ πλάτος αὐτοῦ, καθ' ὃ ἡ τῶν πλανήτων κίνησις, μαρμαρέην δὲ διὰ τὸ τὸν ἥλιον τοῦ διὰ μέσων οὐκ ἐξιστάμενον καὶ τὸ φῶς ἐφ' ὅλον αὐτὸν πέμποντα μαρμαίρειν τε καὶ φαεινὸν εἶναι τὸν κύκλον ποιεῖν. τὸν δὲ ἀργύρεον τελαμῶνα, δι' οὗ ἡ ἀσπὶς ἐκ τῶν ἄκρων ἀνέχεται, εἰς τὸν ἄξονα μεταφέρει τὸν τὸ πᾶν ἀνέχοντα, ἐξηρτημένον ὥσπερ τοῦ ἀνωτάτω αἰθέρος καὶ διὰ μέσου τῆς γῆς ἥκοντα καὶ ἐπὶ τὰ νότια περατούμενον καὶ παρέχοντα στρέφεσθαι τὸν οὐρανὸν περὶ αὐτόν, ὑπ' αὐτοῦ ἀνεχόμενον. τὰς δὲ πέντε πτύχας τοῦ σάκους τοὺς παραλλήλους κύκλους νοεῖ, εἰς οὓς διαιρεῖται ὁ κόσμος, ἤγουν τὸν ἀρκτικόν, ὃς τῷ βορείῳ πόλῳ ἐγγίζει, καὶ τὸν τῷ Νότῳ προσκυροῦντα ἀνταρκτικόν, καὶ τοὺς δύο τροπικοὺς, ἤγουν τὸν πρὸς τῷ Βορρᾷ θερινὸν καὶ τὸν πρὸς τῷ Νότῳ χειμερινόν, καὶ πέμπτον τὸν μέσον αὐτῶν ἰσημερινόν, εἰς ὃν ἥλιος ἐλθὼν ἰσάζει τὰς ἡμέρας ταῖς νυξίν. ὧν πέντε πτυχῶν μέση μὲν χρυσέα καθ' Ὅμηρον, ὁ ἰσημερινὸς δηλαδή, εἰ μή τις καὶ τὴν διακεκαυμένην ζώνην ταύτην θέλει νοεῖν. δύο δὲ ἔνδον κασσιτέρου οἱ τροπικοὶ διὰ τὸ εὐτόνως εὔκρατον, ἐξωτάτω δὲ χαλκαῖ, αἱ πρὸς τοῖς πόλοις, κατεσκληκυῖαί πως διὰ τὴν ἐπὶ πολὺ τοῦ ἡλίου ἀπόστασιν. καὶ τοιαῦτα εἰποῦσα ἡ σοφὴ ἀσπιδοποιὸς καὶ τὴν ἡφαιστότευκτον καὶ καθ' ὕλην ἀσπίδα μετασκευάσασα νοερώτερον συμβιβάζει, καὶ τὰ περὶ τῶν πόλεων καὶ ὅσα ἄλλα λέγει ὁ ποιητὴς ἐν τῇ ἀσπιδοποιΐᾳ, λέγουσα ὅτι πράξεις ἀνθρώπων πολέμῳ καὶ εἰρήνῃ πρεπούσας, ὑφ' ὧν ὁ καθ' ἡμᾶς διοικεῖται βίος, ἀπαγγέλλει δι' αὐτῶν ὁ ποιητής, εἰσηγητὴς τῆς ἀρίστης γινόμενος πράξεως. τὸν φόνον δέ, οὗ ποινή, τουτέστι πρόστιμον, δύο τάλαντα [221] τέθειται, ἀκούσιον εἶναι νοεῖ. καὶ τὸ "ἄμφω δὲ ἱέσθην ἐπὶ ἴστορι", ὅ ἐστιν μάρτυρι, μαρτύρων λέγει δηλοῦν παράληψιν, ἐφ' οἷς πολλάκις τὸ πέρας τῆς δίκης. καὶ ὅλως ἀποδείκνυσι πλατυτάτην τὴν ἀσπιδοποιΐαν περὶ θείων καὶ ἀνθρωπίνων εἶναι τῷ ποιητῇ διάλεξιν.

(v. 483) Ὅτι τὰ ἐν τῇ ἀσπίδι δαιδάλματα τοῦ Ἡφαίστου ἐπιβαλὼν ἐκφράζειν φησὶν "ἐν μὲν γαῖαν ἔτευξεν, ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν", καλλωπίσας τε τὸ τῆς φράσεως πρόσωπον καὶ ἀρξάμενος ὅθεν ἐχρῆν, διὰ τὸ αἴνιγμα κοσμογενείας εἶναι ταῦτα κατὰ τοὺς παλαιούς.

(v. 484-485) Εἶτα πάλιν τῶν ἄνω καὶ κρειττόνων γινόμενος πρὸ τῶν περὶ γῆν φησιν "ἠέλιόν τ' ἀκάμαντα σελήνην τε πλήθουσαν, ἐν δὲ τὰ τείρεα πάντα τά τ' οὐρανὸς ἐστεφάνωται", ἤγουν κύκλῳ περιέχει καὶ στρέφει σφαῖρα ὢν αὐτός.

(v. 486-489) Εἶτα ἐξ ἁπάντων τειρέων ἐκλεγόμενος, ἅπερ αὐτὸς ἐθέλει, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ, ἀπαραποίητα γὰρ καὶ ἐκεῖ τοιαῦτα κεῖται, φησὶ· "Πληϊάδας θ' Ὑάδας τε τό τε σθένος Ὠρίωνος, Ἄρκτον θ', ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τ' αὐτοῦ στρέφεται, καί τ' Ὠρίωνα δοκεύει, οἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο". Ἰστέον δὲ ὅτι ἀρξάμενος, ὡς ἐρρέθη, τῆς ἀσπιδοποιΐας ἐπαναφορικῶς ἐκ τοῦ "ἐν μὲν γαῖαν, ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν, ἐν δὲ τὰ τείρεα", ἐπέμεινε τῷ καλῷ τούτῳ σχήματι καὶ ἐν τοῖς ἑξῆς, λέγων· ἐν δὲ δύο ποίησε πόλεις, ἐν δὲ τίθει νειόν, ἐν δὲ τίθει τέμενος, ἐν δὲ τίθει ἀλωήν, ἐν δ' ἀγέλην ποίησεν, ἐν δὲ νόμον ποίησεν, ἐν δὲ χορὸν ποίκιλλεν, ἐν δὲ τίθει ποταμοῦ σθένος. ἔθετο δὲ οὕτω καὶ μέσον τῆς ἐκφράσεως ἐν στίχῳ ἑνὶ τρία ὅμοια "ἐν δ' ἔρις, ἐν δὲ κυδοιμός, ἐν δ' ὀλοὴ κήρ", ὁποῖον καὶ τὸ "ἐν δ' ἵμερος, ἐν δ' ὀαριστύς". καὶ τοῦτο μὲν οὕτω. [(v. 483) Ἰστέον δὲ ὡς ἡ γαῖα διφορουμένη τὸ [222] μὲν δίφθογγον αι αὐτῆς ἀναφαίνει ἐν τῷ ἐννοσίγαιος καὶ ἐν ἄλλοις μυρίοις, τὸ δὲ ψιλὸν ε ἐν τῷ γεωργός καὶ λυπρόγεως καὶ ἐν ἑτέροις δυσαριθμήτοις, καὶ ὅτι ἐκ τοῦ γέα τοῦ ψιλογραφουμένου κέκραται ἡ γῆ. ἀπὸ τοῦ γῆ δὲ ἡ γαῖα μὲν οὐ παρῆκται. ἦ γὰρ ἂν παρωξυτονεῖτο κατὰ τὸ σελήνη σεληναία καὶ τὰ ὅμοια. σύγκεινται δὲ ἄλλως ἀπ' αὐτῆς λέξεις ὅτι μάλα πολλαί· τὸ γήπεδον, τὸ γήλοφον, ὁ γηπόνος, καὶ ἄλλα, ἐν οἷς καὶ τὸ γήτειον, οὗ ἐτυμολογία τὸ ἐκ γῆς ἀναθέειν. τοῦτο δὲ ἐν τοῖς τοῦ Ναυκρατίτου σοφιστοῦ γήθυον κεῖται, ἀπὸ τοῦ γῆθεν ἴσως θύειν, ἤγουν ὁρμᾶσθαι. τὸ δ' αὐτὸ καὶ γαθυλλὶς καὶ γηθυλλὶς καὶ ἐπιθυλλὶς λέγεται, ὅμοιον ὂν ἀμπελοπράσῳ, οὗ τὸ ἥμερον πράσον τε λέγεται καὶ κεφαλωτόν.]

(v. 484) Ἐν δὲ τῷ "ἠέλιον ἀκάμαντα σελήνην τε πλήθουσαν" τὰς φύσεις ἀμφοῖν διὰ τῶν ἐπιθέτων παρέστησε, τοῦ μὲν τὸ στερρὸν καὶ ἀκοπίατον [223] κατὰ τὴν περιπόλησιν, τῆς δὲ τὸ χαῦνον καὶ πληθύον τοῦ ἡλιακοῦ φωτός. δοκεῖ γάρ τισι τῶν φυσικῶν τὴν σελήνην ἀεὶ φύσει πλήθειν, εἰ καὶ μὴ ὁρᾶται ἡμῖν. διὸ καὶ πλήθουσαν, φασίν, εἶπεν αὐτήν. ἕτεροι δὲ πλήθουσάν φασι τὴν πληρωτικὴν σωμάτων τινῶν, οἷον ὀστρέων, ὀστρακοδέρμων, ἤδη δέ που καὶ δένδρων, ἀλλὰ δὴ καὶ ὑδάτων, ὡς δῆλον ἐκ τῶν πλημυρίδων, αἳ κατὰ μηνιαίας περιόδους γίνονταί τινας. ἔστι δὲ καὶ ἄλλως ἀκάμας μὲν ἥλιος ὁ ἀεὶ ἔχων ὡσαύτως, πλήθουσα δὲ σελήνη ἡ ἐκ μειώσεως αὖθις αὔξουσα κατὰ τὸ "πλήθοντες ποταμοί", οἱ ἐπομβρίαις ἐπαυξανόμενοι. διὸ τὸν Ὠκεανὸν ὡς μὴ πάσχοντα τοῦτο καὶ αὐτὸν κατὰ τοὺς λοιποὺς ἀκάματον προσεῖπεν ὁ γράψας τὸ "πάντῃ δ' ἀκαμάτοιο φέρεται ῥόος Ὠκεανοῖο". ἡ δὲ ἐξ ὅλου, ἤγουν ἐκ τῶν τειρέων ἁπάντων, μετάβασις εἴς τινα μέρη, Πλειάδας τε Ὑάδας τε, [Ἄρκτον τε τὴν καὶ Ἅμαξαν, ἥτις οἴη ἄμμορός ἐστι λοετρῶν Ὠκεα]νοῖο, Ὁμήρῳ συνήθης ἐστίν.

(v. 489) Ἐν οἷς τὸ ἄμοιρός ἐστι λουτρῶν Ὠκεανοῦ ἀντὶ τοῦ ἄδυτός ἐστι καὶ οὐ δύνει εἰς Ὠκεανὸν οὔτε αὐτὴ ἡ καὶ μεγάλη καλουμένη καὶ Ἑλίκη, πρὸς ἣν οἱ Ἕλληνες, ὡς εἴρηται, ναυτιλλόμενοι ἑλίκωπες δι' αὐτὴν ἐλέγοντο, οὔτε ἡ Κυνόσουρα ἡ ἐγγὺς αὐτῆς ἡ μικρά, ἥτις μεθ' Ὅμηρον ὑπὸ Θαλοῦ τοῦ Μιλησίου εὕρηται, πρὸς ἣν Φοίνικες ἔπλεον. εἰ δὲ μὴ μόνη ἡ ἄρκτος, ἀλλὰ καὶ ἕτερά ἐστιν ἀειφανῆ ἄστρα καὶ ἄδυτα, ὅσα ὁ ἀρκτικὸς ἀποτέμνεται κύκλος, οἷον, ὁ διὰ μέσων τῶν ἄρκτων δράκων, ἡ τοῦ Βοώτου χείρ, τοῦ Κηφέως τὰ ἀπὸ τῆς ἰξύος [224] μέχρι ποδῶν, ἀλλ' ὁ ποιητὴς αὐτὰ σιωπᾷ, οὐ γὰρ τεχνολογῆσαι προηγουμένως ἐνεστήσατο. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ "μόνη" πρὸς ἀντιδιαστολὴν εἶπε τῶν ἄλλων, ὧν ὡς τῇ ἀσπίδι ἐντετυπωμένων προεμνημόνευσεν, ἤγουν τῶν Πλειάδων καὶ τῶν Ὑάδων καὶ τοῦ Ὠρίωνος. αὐτὰ γὰρ Ὠκεανῷ λούονται δύνοντα. ἔστι δὲ τὸ τοιοῦτον λούεσθαι, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ῥητόρευμα μυθικῆς ὑπολήψεως, ὡς τῶν πολλῶν οἰομένων εἰς Ὠκεανὸν λούεσθαι τὰ ἄστρα καταδυόμενά τε καὶ ἀνίσχοντα καὶ διὰ τοῦτο καὶ λαμπρὰ εἶναι. κατὰ τοίνυν τὴν τοιαύτην νόμισιν λούεσθαι μέν ἐστιν εἰς Ὠκεανὸν τείρεα τὸ δύνειν καὶ ἀνατέλλειν αὐτά, τὸ δὲ μὴ λούεσθαι τοῦ μὴ δύνειν ἐστὶ δηλωτικόν.

(v. 485) Τείρεα δὲ ἢ παρὰ τὸ εἴρειν γίνεται τὸ λέγειν, ἔχουσι γάρ τινα σημασίαν, ὡς καὶ Ἄρατος δηλοῖ, ἢ ὡς πρὸ βραχέων εἴρηται, παρὰ τὸ τείρειν, καθὰ καὶ τοῦτο ἐν τοῖς τοῦ Γεωργίου κεῖται. πολλοὶ γάρ, φησίν, ἐκ τῶν ἀστέρων καταπονοῦνται γινόμενοι ἀστρόβλητοι ὡς ἐκ τῆς βροντῆς ἐμβρόντητοι. ἐφανέρωσε δέ, φησί, τὸ ε Ἀλκαῖος εἰπὼν "τερέων" δίχα τοῦ ι. δύναται δὲ καὶ παρὰ τὸ τηρεῖν τροπῇ Βοιωτικῇ τοῦ η εἰς τὴν ει δίφθογγον.

(v. 486) Ὁ δὲ περὶ Πλειάδων καὶ Ὑάδων λόγος τοιοῦτος. Ἄτλαντι τῷ Ἰαπετοῦ καὶ Αἴθρᾳ τῇ Ὠκεανοῦ θυγατέρες ἐγένοντο δώδεκα καὶ υἱὸς Ὕας, ὃν ἐν Λιβύῃ κυνηγετοῦντα ὄφις κτείνει. τῶν δὲ ἀδελφῶν αἱ μὲν ε΄ διὰ τὸ ἐπὶ τῷ θανόντι πένθος οὐκέτ' ἦσαν οὐδὲ αὐταί, ἀλλὰ καταστερισθεῖσαι ἐπωνομάσθησαν τῷ ἀδελφῷ Ὑάδες ἐξ αὐτοῦ παρονομασθεῖσαι. ἔπαθον δὲ τὰ αὐτὰ μετὰ ταῦτα καὶ αἱ ἑπτά. διὸ καὶ Πλειάδες εἴρηνται διὰ τὸ πλείους εἶναι τῶν πέντε, κατὰ δέ τινας Πληϊάδες λέγονται ἀπὸ τῆς μητρὸς Πληϊόνης, ἢ ὅτι πλείους ὁμοῦ κεῖνται. βότρυν γοῦν τινες αὐτάς φασιν, ἢ καὶ ὅτι πλησίον ἀλλήλαις εἰσίν, ἢ ὅτι πλείω τινὰ δι' αὐτῶν ἐπισημαίνονται, ἢ ὅτι πλειῶνα σημαίνουσιν, ὃ ἐνιαυτόν, ὡς καὶ Ἡσίοδος "Πληϊάδων Ἀτλαγενέων" καὶ τὰ ἑξῆς. φασὶ δέ τινες κατηστερίσθαι αὐτὰς πενθούσας ἐπὶ τῇ Ἄτλαντος δυστυχίᾳ, ὃς [225] ἀχθοφορεῖ τὰς μυθευομένας κίονας. ἑπτὰ δὲ οὐσῶν, ἀμαυρός ἐστιν ὁ ἕβδομος ἀστήρ. μυθεύονται δὲ συνελθεῖν ἐξ αὐτῶν Ταϋγέτην μὲν καὶ Μαῖαν καὶ Ἠλέκτραν Διΐ. ἐξ ὧν Ταϋγέτης μὲν Λακεδαίμων, Μαίας δὲ Ἑρμῆς, Ἠλέκτρας δὲ Δάρδανος. τὴν Ἀλκυόνην δὲ μιγῆναι τῷ Ποσειδῶνι, τὴν Στερόπην δὲ τῷ Ἄρει, ὧν Οἰνόμαος. τὴν δὲ Μερόπην Σισύφῳ, ἐξ ὧν Γλαῦκος. οἱ δὲ παρθένους εἶναί φασι τὰς ἑπτὰ καὶ συγκυνηγετεῖν τῇ Ἀρτέμιδι. Ὠρίωνος δὲ διώκοντος κατ' ἔρωτα, περικαταλήπτους γινομένας μεταβαλεῖν δι' εὐχῆς εἰς πελειάδας, εἶτα καὶ καταστερισθῆναι, ὅθεν καὶ Πλειάδας κληθῆναι, οἱονεὶ Πελειάδας κατὰ συγκοπήν. διὸ καὶ πολλοὶ τῶν ποιητῶν, ὡς καὶ προδεδήλωται, Πελειάδα τὸ ἄστρον τοῦτο καλοῦσι. κεῖνται δὲ κατὰ οὐρὰν τοῦ Ταύρου. τὴν δὲ ἑβδόμην Ἠλέκτραν τὴν, ὡς ἐρρέθη, ἀμαυράν, φασὶν οὐκ ἀνεχομένην Ἰλίου ἅλωσιν ἰδεῖν μεταστῆναι τῆς ἀδελφικῆς ἀλληλουχίας καὶ ἀμαυρωθῆναι. καὶ ταῦτα μὲν περὶ Πλειάδων. Αἱ δὲ Ὑάδες ἐπὶ τῶν τοῦ Ταύρου κεῖνται κεράτων, ἢ διὰ τὸν ἀδελφὸν Ὕαντα οὕτω κληθεῖσαι, ὡς εἴρηται, ἢ διότι τῷ υ στοιχείῳ παρεμφερεῖς εἰσιν, ἢ ὅτι ὑετῶν ἐπισημασίας δηλοῦσι. Τινὲς δὲ Δωδωνίδας νύμφας αὐτάς φασι, Διονύσου τροφούς. αἷς ἡ Ἰνὼ διὰ τὸν τῆς Ἥρας φόβον παρακατέθετο τὸν Διόνυσον, ὅτε καὶ Λυκοῦργος αὐτὰς ἐδίωξε, συμπεριϊούσας ἐκείνῳ καὶ κατανεμούσας τὴν ἄμπελον. τιθέασι δέ τινες αὐταῖς καὶ ὀνόματα, Ἀμβροσίαν, Εὐδώρην, Αἰσύλην, καὶ τοιαῦτά τινα. ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ ὅτι Ὑάδες Βάκχαι, τιθῆναι τοῦ Διονύσου, καὶ τὸν Διόνυσον Ὕην φασὶν ἀπὸ τούτων τινές. Ὕης γὰρ ἐπίκλησις τοῦ Σαβαζίου. [Ἔνθα ῥητέον καὶ ὅτι, καθὰ μεταδοτικῶς αἱ τοῦ Διονύσου τροφοὶ ἐξ ἐκείνου Βάκχου Βάκχαι καλοῦνται, οὕτω καὶ ἐκ μαινομένου μαινόμεναι. ἐκαλεῖτο γοῦν καὶ μαινόλης αὐτός. περὶ οὗ φησι Πλάτων, ὡς φήμη ὑπορρεῖ ὅτι ὁ θεὸς οὗτος ὑπὸ τῆς μητρὸς Ἥρας διεφορήθη τῆς ψυχῆς τὴν γνώμην. διὸ τάς τε βακχείας καὶ τὴν μανικὴν πᾶσαν ἐμβάλλει [226] χορείαν. Ἄλλως δὲ μαινόμενος Διόνυσος διὰ τοὺς πλείονας ἀκράτου, φησί, σπῶντας θορυβώδεις γίνεσθαι. ὅτε καί, καθ' Ἡρόδοτον εἰπεῖν, τοῦ οἴνου εἰς τὸ σῶμα κατιόντος ἀναπλώει ἔπεα μαινομένῳ πρέποντα.] Καὶ οὕτω μὲν καὶ τὰ κατὰ τὰς Ὑάδας. Ὁ δὲ Ὠρίων ἄστρον μέγιστον καὶ λαμπρότατον, ὁμώνυμον τῷ ἥρωϊ, ὃς ἐπί τε ἀνδρίᾳ καὶ κάλλει καὶ μάλιστα τέχνῃ κυνηγετικῇ τεθρύληται, καὶ κατ' ἔρωτα λέγεται Ἀρτέμιδος σκορπίῳ πληγεὶς καὶ θνῄσκων ἀστροθεσίᾳ τιμηθῆναι. περὶ δ' αὐτοῦ διαλαμβάνει καὶ Ἄρατος καὶ οἱ αὐτοῦ Ὑπομνηματισταί. [Εἴτε δὲ παρὰ τὸ οὐρῆσαι τὸ τοῦ μύθου ὁ Ὠρίων Δωρικῶς ἐτυμολογεῖται, εἴτε παρὰ τὴν ὤραν Ἰωνικῇ ψιλώσει, εἴτε παρὰ τὸ ὀαρίζειν, ὡς [227] Ὀαρίων, καὶ κατὰ κρᾶσιν Ὠρίων, ὡς ἂν εἴποι τις ὁμιλητής, διαφερέσθωσαν οἱ παλαιοί.]

(v. 487) Περὶ δὲ Ἄρκτου τοσοῦτον ῥητέον, ὅτι λόγος ἐστὶ Καλλιστὼ τὴν Λυκάονος χόλῳ Ἥρας διὰ τὸν Διὸς ἔρωτα μεταπεσεῖν εἰς ἄρκτον καὶ τοξευθῆναι μὲν ὑπ' Ἀρτέμιδος, ἀναχθῆναι δὲ εἰς ἀστέρας ὑπὸ Διός. ἔχουσι δὲ καὶ περὶ αὐτῆς τὸ ἀρκοῦν οἱ τοῦ Ἀράτου Ὑπομνηματισμοί. Ἰστέον δὲ ὡς, ἐπεὶ ἄρκτον ὁ μῦθος κατὰ ζωωνυμίαν τὸ τῆς Καλλιστοῦς ὠνόμασεν ἀστροθέτημα, ὁ δὲ Ὠρίων κυνηγέτης ὑπόκειται, χαριέντως εἶπεν ὁ ποιητὴς τὸ "ἥ τ' αὐτοῦ στρέφεται καί τ' Ὠρίωνα δοκεύει", ἀληθῶς μέν, διότι τὴν αὐτὴν ἡ ἄρκτος τῷ Ὠρίωνι ποιεῖται κίνησιν, ἀστείως δὲ ὡς πρὸς τὸν μῦθον, διότι διότι δέδιεν ὡς ἄρκτος τὸν κυνηγέτην, καὶ διὰ τοῦτο πρὸς τὸ τοῦ Ὠρίωνος ἀπονεύει ἄστρον. λέγει δὲ καὶ κύριον μὲν αὐτῆς εἶναι τὸ ἄρκτος διὰ τὴν τοῦ μύθου ἐξουσίαν, ἥτις αὐτὴν ἐξ ἄρκτου κατηστέρισεν, ἐπίκλησιν δὲ τὸ ἅμαξα δι' ὁμοιότητα τῆς τῶν ἁμαξοειδῶς αὐτὴν συμπληρούντων ἀστέρων θέσεως. περὶ δὲ τούτων ἔχει τι καὶ ἡ Ὀδύσσεια. Ἡ δὲ ἄρκτος ὅτι μετὰ ‹τοῦ› τ λέγεται, δηλοῖ ὁ γράψας οὕτως· ἄρκτον, οὐχὶ ἄρκον. τὸν μέντοι ἄνεμον ἄνευ τοῦ τ ἀπαρκίαν διὰ τὸ εὔφωνον καὶ τὴν ἐκεῖθεν πνοὴν ἄρκιον, εἰς ὃ καὶ φέρει ἐκεῖνος χρῆσιν ταύτην "καὶ μὴν πελάζει καὶ καταψύχει πνοὴ ἄρκιος ὣς ναύτῃσιν ἀσκεύοις μολών". Τὸ δὲ ἅμαξα οἱ μὲν [228] παλαιοὶ ψιλοῦσι, καὶ φέρονται καὶ συναλιφαὶ τοῦτο δηλοῦσαι, οἷον "τιλλέσθην ἐπ' ἄμαξαν", καὶ αἳ δ' ἐπ' ἀμαξιτόν", καὶ κατημαξευμένον. οἱ μέντοι νεώτεροι Ἀττικοὶ ἐδάσυναν καὶ διὰ δασείας συνήλειψαν, καθημαξευμένα εἰπόντες, ὥς φασιν οἱ παλαιοί. καὶ ἐγράφη περὶ τούτου καὶ τῶν τοιούτων καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ὅτι ἐφ' ὅσον ἤθελεν ἐνδιατρίψας τοῖς θειοτέροις ἐκφραστικῶς ὁ ποιητὴς κατάγει τὸν λόγον ἐπὶ τὰ περὶ γῆν, καὶ πόλεις δύο τῇ ἀσπίδι ἐντυπωσάμενος, τῇ μὲν μιᾷ τὰ τῆς εἰρήνης ἀγαθὰ ἐνθεωρεῖ, γάμου τε ἐκφράσει ἀγάλλων τὴν γραφὴν καὶ δικαστικῇ καθέδρᾳ, τὴν δὲ ἑτέραν πολεμουμένην ποιεῖ καὶ τὰ ἐκ πολιορκίας πάσχουσαν, τὰ τοῦ ἀνθρωπίνου κεφάλαια βίου ἐν τούτοις διαγραφόμενος.

(v. 490540) Ἰστέον δὲ ὅτι τὰς δύο ταύτας πόλεις, ὧν ἐν τῇ μὲν γάμοι καὶ εἰλαπίναι ἦσαν καὶ ὑμέναιος καὶ ὀρχηστῆρες καὶ φόρμιγγες, καὶ αὖ πάλιν λαοὶ ἐν ἀγορᾷ, καὶ νεῖκος ἕνεκεν ποινῆς ἀνδρὸς ἀποφθιμένου, καὶ δύο τάλαντα χρυσοῦ μισθός τις ἐν μέσῳ ἔκειτο, ἐν δὲ τῇ ἑτέρᾳ δύο στρατοὶ λαῶν τεύχεσι λαμπόμενοι, καὶ τάδε καὶ τάδε ποιοῦντες, ἐν οἷς ἄρχει Ἄρης καὶ Ἀθηνᾶ δέ. Τὰς δὴ πόλεις ταύτας τὰς δύο Ἀγαλλίας τις, Κερκυραῖος ἀνήρ, Ἀθήνας φησὶν εἶναι καὶ Ἐλευσῖνα, προάγων οὕτω τὸ εἰκὸς τοῦ λόγου. γάμους γὰρ καὶ ὑμεναίους ἐν Ἀθήναις πρῶτον ἀχθῆναι ὑπὸ Κέκροπος, ὅθεν καὶ διφυῆ τὸν Κέκροπα λέγεσθαι ὁ Χάραξ φησίν, διότι τὸ νομίμως ἐκ δύο φύεσθαι δι' αὐτὸν ἐπέγνων οἱ ἄνθρωποι [τῇ τοῦ γάμου εὑρέσει. οὗ παρώνυμον, ὥσπερ ὁ γαμήλιος λόγος, οὕτω καὶ μὴν Ἀττικὸς ὁ Γαμηλίων, γάμοις ἀφωρισμένος, [229] οἷς γαμηλία Ἥρα ἐπεστάτει. καὶ πέμμα δέ τι ἦν καλούμενον καὶ αὐτὸ γαμήλιος, ὡς δῆλον ἐκ τοῦ "πέττεται γαμήλιος".] Καὶ αὐλοὺς δὲ ἐν γάμῳ Ἀθηνᾶ, φησίν, εὗρεν, ᾗ ἐπωνόμασται ἡ τῶν Ἀθηναίων πόλις, καὶ δίκην δὲ φονικὴν λόγος ἐν Ἀθήναις πρῶτον συστῆναι ἐπὶ Ἁλιρροθίῳ τῷ τοῦ Ποσειδῶνος. καὶ οἱ δικασταὶ δὲ Ἀθήνῃσι μισθὸν λαμβάνουσιν, εἰ καὶ τριώβολον ἐκεῖνο, οὐ μὴν διτάλαντον χρυσοῦ, ὅπερ μισθὸς ἐνταῦθα κεῖται πολυτελὴς τῷ τὴν δίκην ἰθύντατα εἰπόντι. καὶ ταῦτα μὲν τὰ τῆς μιᾶς πόλεως, τῆς τῶν Ἀθηνῶν δηλαδή. Δύο δὲ στρατοὶ περὶ ἑτέραν, ἤγουν τὴν Ἐλευσῖνα, Φόρβαντός τε, φησίν, ἐξ Ἀκαρνανίας καὶ Εὐμόλπου τοῦ Ποσειδῶνος ἐκ Θρᾴκης. ἔνθα βοηθοῦσιν Ἄρης μὲν, χάριτας ἀποδιδούς, ὅτι ἀπελύθη κριθεὶς ἐν Ἀρείῳ πάγῳ μετὰ Ποσειδῶνος διὰ τὸν Ἁλιρροθίου φόνον, Ἀθηνᾶ δὲ, ὅτι ἡ πόλις αὐτῇ ἐπωνόμασται. καὶ τὰ ἑξῆς δέ, φησί, τῆς Ὁμηρικῆς ταύτης ἀσπιδοποιΐας τὰ μετὰ τὰς δύο πόλεις ἀρχαιογονίαν δηλοῦσιν Ἀττικήν.

(v. 539-560) Νειὸς γὰρ εὐρεῖα τρίπολος ἡ περὶ Ἐλευσῖνα καὶ Ἀττικήν.

(v. 539-560) Νειὸς γὰρ εὐρεῖα Τριπτόλεμος ἐκεῖ πρότερον ἔσπειρε σῖτον, ὃν καὶ βασιλέα εἶναί φασι, καθὰ καὶ ὁ ποιητὴς ἐνταῦθα βασιλέα ἐφιστᾷ τῷ θερισμῷ, εἰπὼν "βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ σκῆπτρον ἔχων ἑστήκει". καὶ ἄροτρον δὲ ἐκεῖ πρῶτον ὁ Βουζύγης ἔζευξε. διό τινες ἐνταῦθα μετὰ τὸ "ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες" προσγράφουσι στίχον τοῦτον "καρπὸν Ἐλευσινίης Δημήτερος ἀγλαοδώρου". βοῦς δέ, φησί, ἱερεύεται ἐνταῦθα κατὰ τὸ "βοῦν δ' ἱερεύσαντες μέγαν ἄμφεπον", διότι πρῶτον ἐκεῖ, φασίν, ἔθυσε βοῦν Θάλων φυγαδευθείς. πολλὴ δὲ καὶ σταφυλὴ ἐν τούτοις κατὰ τὸ "σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν" διὰ τὴν Διονύσου πορείαν. καὶ ὁ ποικίλος δὲ χορὸς ὁ ἐν τῇ ἀσπίδι Ἀριάδνης καὶ Θησέως τοῦ τῶν Ἀθηναίων βασιλέως ἔχει ἀνάμνησιν. οὐ ταῦτα δὲ μόνον οὕτω συνεβίβασεν ὁ ῥηθεὶς Κερκυραῖος σοφιστής, ἀλλὰ τὰ ἐν ἀρχῇ πρὸς τὸν ὅμοιον σκοπὸν παρείλκυσεν, ἤγουν τὸ "ἐν μὲν γαῖαν ἔτευξεν, ἐν δὲ θάλασσαν". καὶ αὐτὰ γὰρ τὸν Ἥφαιστον ἐπίτηδές φησιν ἐντυπώσασθαι οἷα φιλαθήναιον, γῆν μὲν διὰ τὸν παῖδα Ἐριχθόνιον, τὸν τῆς Ἀττικῆς βασιλέα, ἐπεὶ αὐτόχθων ὁ Ἐριχθόνιος, θάλασσαν δὲ, ἐφ' ἧς [230] οἰκοῦσι καὶ ᾖ χαίρουσιν Ἀθηναῖοι, ὧν μέγα ἦν τὸ ἐπὶ τῷ ναυτικῷ αὔχημα. καὶ ταῦτα μὲν οἱ φιλαθήναιοι τόπους ἐγκωμίων τῇ πόλει φιλοτιμούμενοι ἐκ τῆς Ὁμηρικῆς ποιήσεως καί που ἐκ τοιούτων συνιστᾶν ἐθέλοντες καὶ τὸ Ἀθηναῖον εἶναι τὸν ποιητήν, ὃ δή τινες ἱστόρησαν.

(v. 4906) Ὅμηρος δὲ καλὰς εἰπὼν τὰς ῥηθείσας πόλεις διὰ τὸ ἐξ ὕλης αὐταῖς τίμιον, καὶ μάλιστα διὰ τὸ τοῦ καμάτου ἔντεχνον, γάμον ἐκφράζει πρῶτον, τὸ καὶ πολιτικώτατον ἔργον καὶ τῇ φύσει φίλον. ᾧ συγγενές τι καὶ τὸ τῆς εἰλαπίνης καλόν. καί φησιν "ἐν δὲ δύο ποίησε πόλεις μερόπων ἀνθρώπων, καλάς. ἐν τῇ μέν ῥα γάμοι τ' ἔσαν εἰλαπίναι τε, νύμφας δ' ἐκ θαλάμων δαίδων ὑπολαμπομενάων ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ' ὑμέναιος ὀρώρει· κοῦροι δ' ὀρχηστῆρες ἐδίνεον, ἐν δ' ἄρα τοῖσιν αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἱ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. λαοὶ δ' εἰν ἀγορῇ ἔσαν ἀθρόοι". Καὶ ὅρα τὸ νόημα τοῦτο μέσως ἔχον, οἷα τὰ μὲν φθάσαντα καθιστῶν, ὑπισχνούμενον δὲ τὰ ἐφεξῆς. ἀνύει δὲ τοῦτο ἡ ὁμωνυμία τῆς ἀγορᾶς. εἰ μὲν γὰρ λαοῦ ἀγορὰ ἡ λαοφόρος νοηθείη, συμπληροῖ ὁ λόγος τὴν τοῦ γάμου ἔκφρασιν κατασταθεὶς εἰς τοὺς θεατὰς λαοὺς τῆς νυμφαγωγίας, ἣν δηλοῖ διαλελυμένως τὸ νύμφας ἀγινεῖν. εἰ δὲ ἔστιν ἀγορὰ ὁ δημηγορικὸς τόπος, ἄρχεται ἐντεῦθεν ἡ ῥηθησομένη δικανικὴ ἔκφρασις, ἵνα λέγῃ ὅτι ἐνταῦθα ἑτέρωθί που τῆς ἀσπίδος λαοὶ συνῆλθον δικανικῶς, "ἔνθα δὲ νεῖκος ὀρώρει" καὶ ἑξῆς.

(v. [231] 492) Ὅρα δὲ τὸ "δαΐδων ὑπολαμπομενάων", τὸ καὶ ἀρχαῖον καὶ ἁπλοῦν καὶ εὐπόριστον, ὃ καὶ εἰσέτι πολλοῖς ἐπιχωριάζει. αἱ γὰρ διὰ κηρίου ἀνάψεως πομπαὶ τῆς ὕστερον πολυτελείας εὕρημα. [Ἔκπαλαι μέντοι δᾷδες ὑπούργουν εἰς φῶτα σπουδαῖα καὶ εἰς αὐτὰς ἑορτάς, ὡς δῆλον ἐκ τοῦ παρ' Ἀττικοῖς δᾳδουχεῖν καὶ τῶν παρ' αὐτοῖς δᾳδούχων, οἳ δοκιμαζόμενοι ἐπεστάτουν ταῖς δᾳδουχίαις. εἰ δὲ καὶ ἔλαιον ἐκ δᾴδων ἐπορίζοντο εἰς πυρὸς ἄναψιν, οἴδασιν οἱ περιτυχόντες.]

(v. 493) Ὑμέναιος δὲ γαμήλιος ᾠδή. ἐσχημάτισται δὲ τὸ "πολὺς ὑμέναιος ὀρώρει" ὡς τὸ "πολὺς δ' ὀρυμαγδὸς ὀρώρει". ἐρεῖ δὲ καὶ μετ' ὀλίγα "ἔνθα δὲ νεῖκος ὀρώρει" γίνεται δὲ ἡ λέξις ἢ παρὰ τὸ ὑμνεῖν ὡς οἷον ὕμναιός τις, ἢ παρὰ τὸ ὁμοῦ ναίειν τοὺς νυμφίους ὡς οἷον ὁμόναιος, ἢ παρὰ τὸν παρθένειον ὑμένα, ὡς παραδηλοῖ καὶ τὸ "ὑμὴν ὦ, ὑμέναιε ὦ" παρὰ τῷ Κωμικῷ. [Οὗ δὴ διαλέπτου ὑμένος χρῆσις καὶ παρὰ τῷ Δειπνοσοφιστῇ ἐν τῷ "ἐξήλαυνόν τινες τὸν ἄργυρον εἰς ὑμένος ἰδέαν", ἤγουν ἄγαν ἐλαύνοντες. λεπτότατον ἐποίουν ὑμένος δίκην. δῆλον δ' ὅτι κἀνταῦθα ἡ ἐξ πρόθεσις ἐπίτασιν ἐδήλωσεν. καὶ ἄλλως δὲ ὑμέναιος] ἀπὸ Ὑμεναίου, νεανίου τινὸς Ἀργείου, ὃς παραπλέων Ἀθήνας ἔπαυσε βίαν, ἣν λῃσταὶ Πελασγοὶ ἐπῆγον παρθένοις Ἀττικαῖς, αἳ γάμῳ νομίμῳ ὕστερον ἐκδοθεῖσαι ᾠδὴν ᾖσαν ἐπ' αὐτῷ, ἣν ὁμωνύμως ἐκάλουν ὑμέναιον. καὶ ἐξ αὐτοῦ πᾶς ὁ ἐν γάμῳ ὕμνος ὑμέναιος. Ἕτεροι δὲ περικαλλῆ τινὰ νεανίαν ἱστοροῦσιν Ὑμέναιον πρὸ ὥρας θανόντα, καὶ εἶναί τινα λόγον αὐτοῦ ἐν τοῖς γάμοις, ὃν καλεῖσθαι ὑμέναιον. Ἰστέον δὲ καὶ ὅτι τὸ "ὑμέναιος ὀρώρει" ἐγράφη οὐχ' ὅτι ἐξηκούετο, ἀλλ' ὅτι τῷ σχήματι τῆς ζωοπλαστίας οὕτως ἐῴκει. τοιοῦτον δὲ καὶ ἑξῆς τὸ "αὐλοὶ βοὴν ἔχον", καὶ τὸ "ἄνδρες ἐνείκεον", καὶ "λαοὶ [232] ἐπήπυον", καὶ "πάϊς ἄειδε λεπταλέῃ φωνῇ", καὶ "βόες ἐπεσσεύοντο μυκηθμῷ", καὶ ἕτερα ὅμοια. ἐν πᾶσι γὰρ τούτοις οὐ φωνὴ ἐξηκούετο, εἰ καὶ ὁ φίλος Ἡφαίστῳ μῦθος οὕτως ἐθέλει, ἀλλ' εἰκασμῷ ἐνέφαινε φωνὴν ἡ τῶν ζῴων ἀκριβὴς ἐμφέρεια.

(v. 494) Τὸ δὲ "ὀρχηστῆρες ἐδίνεον" ἀπὸ δίνου, ὅ ἐστι τόρνου, ληφθὲν ἄριστα ἔχει, καὶ οὐκ ἔστι καιριωτέραν ἑτέραν λέξιν εὑρεῖν ἐπὶ εἰλήσεων ὀρχηστοῦ. [Εἰ δὲ πρώτης συζυγίας τῶν περισπωμένων ἐστὶ τὸ ἐδίνεον, ἐξ οὗ τὸ δινεύειν, ἀλλ' ἔστι καὶ τρίτης, ὡς δῆλον ἐκ τοῦ δινωτοῦ.]

(v. 495) Ἐν δὲ τῷ "αὐλοὶ φόρμιγγές τε" φασὶν οἱ παλαιοί, ὡς οὐδαμοῦ αὐλοὶ παρ' Ἕλλησιν. εἰ δὲ καὶ Ἀθηνᾶς εὕρημα ὁ αὐλός, ὡς ἀνωτέρω ἐρρέθη, ἀλλ' αὐτὴ πάλιν Ἀθηνᾶ κατὰ τὸν τοῦ Φιλοστράτου λόγον χρησαμένη κατέρριψε τὸ εὑρεθέν, ἐπειδὴ τῷ φυσήματι συγχέειν εἶχε τὸ τοῦ προσώπου κάλλος αὐτῇ καὶ ἀπαχρειοῦν. Γίνεται δὲ αὐλὸς ἀπὸ τοῦ αὔειν, ὅ ἐστι βοᾶν, οὗ παρώνυμος ὁ αὐλών, ἐπιμήκης αὐτὸς καὶ παραμήκης τόπος. ὅθεν καὶ δίαυλος καὶ αὐλὸς κατὰ Παυσανίαν τὸ στάδιον. Αἰσχύλος δέ φησι καὶ τὴν τάφρον αὐλῶνα, ἔνθα καὶ φιμοὺς λέγει αὐλωτούς, διὰ τὸ κώδωνας, φησί, προσῆφθαι αὐτοῖς, οἷς ἐμφυσῶντες οἱ ἵπποι ὡς φωνὴν σάλπιγγος προΐεντο. γράφει οὖν οὕτως "ὃς εἶχε πώλους τέτταρας ζυγηφόρους φιμοῖσιν αὐλωτοῖσιν ἐστομωμένας". ὅτι δὲ τῷ αὐλῷ καὶ ἡ αὖλαξ παρωνόμασται, δῆλον ἐκ τῶν παλαιῶν, [παρ' οἷς φέρεται περὶ αὐλῶν καὶ ταῦτα. Παλαιὸν ὁ αὐλὸς καὶ πολυειδὲς καὶ ὡς ἐπὶ πολὺ καλάμινος. [233] παρὰ γοῦν Ἀλεξανδρεῦσιν ἦν μόναυλος κάλαμος, Ὀσίριδος, φασίν, εὕρημα, καλούμενος τιτύρινος τοῖς ἐν Ἰταλίᾳ Δωριεῦσιν, εἴτ' οὖν σατυρικός. τίτυροι γὰρ Δωρικῶς οἱ σάτυροι. ὁ δὲ μόναυλος καὶ καλαμαύλης, φασί, καὶ ῥαπταύλης ἐλέγετο. ἦν δέ τις καὶ πλαγίαυλος, ὅθεν ἡ κοινὴ γλῶσσα τὸ πλαγιαυλίζειν εἴληφε. Ξενοφῶν δὲ ἱστορεῖ γιγγραΐνους αὐλοὺς σπιθαμιαίους παρὰ Φοίνιξιν ὀξὺ καὶ γοερὸν φθεγγομένους, οἷς καὶ Κᾶρες ἐχρῶντο. ἡ δὲ χρῆσις τοῖς γίγγροις ἐκ τῶν περὶ Ἄδωνιν θρήνων, ὃν Γίγγρην ἐκάλουν οἱ Φοίνικες. ἐλέγετο δέ τις αὐλὸς καὶ μάγαδις ὁ καὶ παλαιομάγαδις, ὀξὺν ἅμα καὶ βαρὺν φθόγγον ἐπιδεικνύμενος. ὅτι δὲ καὶ λώτινοι αὐλοὶ ἀπὸ ξύλου ἦσαν Λιβυκοῦ καλουμένου λωτοῦ, λεγόμενοι φώτιγγες ὑπὸ Ἀλεξανδρέων. ὅθεν καὶ τὸ "φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα", καὶ ὅτι ἀνετρήθησαν καὶ ἐλεφάντινοι αὐλοὶ παρὰ Φοίνιξι, καὶ ὅτι καὶ νεβροῦ κῶλα ἐποίουν αὐλούς, οἳ Θηβαίων ἦσαν εὕρημα τῶν κατ' Αἴγυπτον ἴσως, ἐπεὶ καὶ Ἰόβας ὁ τοῦτο ἱστορῶν Λίβυς ἦν, καὶ ὅτι καὶ ὕδραυλις ἦν μουσικὸν ὄργανον εὕρημα, φασί, Κτησιβίου, κουρέως Ἀλεξανδρέως, ἣν ὁ ἑρμηνεύων Ἀθήναιος ἐμπνευστὴν λέγει, φάμενος καὶ ὅτι τὸ ὑδραυλικὸν ὄργανον κατὰ κλεψύδραν ἐστίν, ἐπὶ τοσοῦτον εἰρήσθω.]

(v. 495) Τὸ δὲ "βοὴν ἔχον" ἀντὶ τοῦ ἐβόων, θαυμασίως πέφρασται, καὶ ἔστι δοκιμάσαι, ὡς οὐδὲν ῥῆμα ἐπαχθὲν αὐτὸ καθ' αὑτό, οἷον αὐτὸ δὴ τὸ ἐβόων ἢ ἤχουν ἢ ἤειδον ἢ ἄλλο τι, κάλλιον ἐκφωνηθήσεται τοῦ "αὐλοὶ φορμιγγές τε βοὴν ἔχον". Καὶ ὅρα ὡς καὶ μελικοῖς ὀργάνοις ἡ βοὴ ἐπιλέγεται. [Ὦν δὴ ὀργάνων, τῶν κατὰ μοῦσαν δηλαδὴ καὶ μέλος, οὐ μόνον διάφορα εἴδη ἔστιν εἰπεῖν, ἀλλὰ καὶ ἔκφυλα κατὰ τὸν Ἀθήναιον, ἐν οἷς καὶ πηκτίδες καὶ μαγαδίδες καὶ σκινδαψοὶ καὶ [234] πανδοῦρα, ἣν κατεσκεύαζον, φασί, Τρωγλοδύται ἐκ τῆς κατὰ θάλασσαν φυομένης δάφνης. Ὅτι δὲ τοῦ εἰρημένου αὐλοῦ ὑποκοριστικόν ἐστιν ὁ αὐλίσκος, καὶ ὅτι καὶ αὐλὸς αἵματος λέγεταί που καθ' ὁμοιότητα μεταφορικῶς, καὶ ὅτι ἐκεῖθεν παρὰ Σοφοκλεῖ μὲν βοὴ πάραυλος ἡ ἐξισουμένη αὐλῷ ἢ κατὰ θρηνῳδίαν ἢ διὰ τὸ τρανές, παρ' ἑτέρῳ δέ τινι μέλος πάραυλον τὸ ἀπῳδόν, κατὰ τὸ "ὑπὸ ἐμφύτου γαστριμαργίας καὶ ἡδυλογίας ἀναπέμπει μέλη πάραυλα" οὐκ ἂν εἴη περιττὸν ἐνταυθοῖ παραπεπῆχθαι.]

(v. 496) Τὸ δὲ "αἱ γυναῖκες ἑκάστη" ἀστειότερον τοῦ γυναικῶν ἑκάστη, ἔστι δὲ Ἀττικόν.

(v. 497-508) Ὅτι τὴν προσεχῶς ῥηθεῖσαν δικηγορίαν ἐκφράζων ὁ ποιητής φησιν "ἔνθα δὲ νεῖκος ὀρώρει", ὡς καὶ προεγράφη, "δύο δ' ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντ' ἀποδοῦναι δήμῳ πιφαύσκων, ὃ δ' ἀναίνετο μηδὲν ἑλέσθαι· ἄμφω δ' ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. λαοὶ δ' ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί. κήρυκες δ' ἄρα λαὸν ἐρήτυον. οἱ δὲ γέροντες εἵατ' ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ. σκῆπτρα δὲ κηρύκων ἐν χέρσ' ἔχον ἠεροφώνων. τοῖσιν ἔπειτ' ἤϊσσον, ἀμοιβηδὶς δ' ἐδίκαζον. κεῖτο δ' ἂρ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα τῷ δόμεν, ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι". Καὶ ὅρα δικαστηρίου παλαιοῦ διάθεσιν. θρόνοι τε γὰρ κεῖνται λίθινοι τοῖς ἀθροιζομένοις, ὅπερ οὐκ ἐν δικαστηρίοις μόνον, ἀλλὰ καὶ ὅλως ἐν ταῖς ἀγοραῖς καὶ ταῖς θέαις ἦν, καὶ γέροντες δικάζοντες. Γέροντες δὲ ἢ τῷ χρόνῳ, οἳ συνέσει καὶ πολυπειρίᾳ πραγμάτων προέχουσιν, ἢ καὶ ἁπλῶς ἄλλως ἔντιμοι, κἂν μὴ τῇ ἡλικίᾳ γέροντες εἶεν. Καὶ σκῆπτρα δὲ οὐ μόνον βασιλεῦσιν, ἀλλὰ καὶ δικασπόλοις. ἔστι γὰρ τὸ σκῆπτρον οὐ μόνον βασιλείας, ἀλλὰ καὶ θέμιδος σύμβολον, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ εἴρηται. ὁ δὲ τόπος τοῦ δικαστηρίου κύκλος διὰ τὸ πολυχώρητον τοῦ τοιούτου σχήματος, ὅθεν καὶ Σοφοκλῆς "κυκλόεντα θρόνον ἀγορᾶς" λέγει. καὶ κήρυκες δ' ἐνταῦθα, οἷς ἔργον κηρύσσειν τε εἰς ἀγορὴν καὶ κατασιγάζειν θορυβοῦντα ὄχλον, ὡς πολλαχοῦ δηλοῦται, καὶ τὰ σκῆπτρα δέ, ὥσπερ τὰ τῶν βασιλέων, οὕτω καὶ τὰ τῶν [235] δικαστῶν, τέως μὲν ἔχειν, ἐν καιρῷ δὲ χειρίζειν αὐτοῖς. καὶ οἱ δικασταὶ δὲ σκήπτροις ἀΐσσουσιν, ὡς τὰ σκῆπτρα τοῖς λόγοις συνδιαφέροντες. οὔπω γὰρ ἀνέδην χεῖρας ἐκίνουν. ἐσχημάτιζον οὖν τοῖς σκήπτροις, ὡς καὶ ἡμεῖς χειρονομοῦμεν πολλάκις ἐν τῷ λέγειν. Ὀδυσσεὺς οὖν ἐπεὶ δημηγορῶν ποτε ἀκίνητον εἶχε τὸ σκῆπτρον, ἀμαθίας δόξαν ὑπέβαλε τοῖς Τρωσὶ καὶ ζάκοτος ἔδοξε. Κεῖται δὲ καὶ μισθός, ὡς προερρέθη, δικαστῇ τὰ δύο τοῦ χρυσοῦ τάλαντα δικαιοκρισίας ἆθλον, ἐπὶ δικαιοσύνην προκαλούμενα. εἰ μή τι ἄρα ἢ τῷ τεχνικῶς δημηγορήσαντι δικηγόρῳ κεῖνται μισθὸς κατὰ τοὺς παλαιούς, ἢ τῶν δικαζομένων τῷ μὴ ψευσαμένῳ, ὡς προστιμωθέντος τοῦ ψευσαμένου. Ἰστέον δὲ ὅτι καὶ ἄλλη τις ἦν ἐν τοῖς τοιούτοις δόσις χρημάτων. καὶ ἐλέγετο τὰ τοιαῦτα χρήματα ὑποφόνια, διδόμενα τοῖς φόνου κατηγοροῦσιν, ἵνα μὴ ἐπεξέλθωσι. καὶ ταῦτα μέν, ὡς ἐν ἐπιτόμῳ, δικαστηρίου παλαιοῦ διάθεσις. ἦν δὲ παλαιὸν ἔθος καὶ τὸ ποινήν ἔστιν ὅτε δίδοσθαι ὑπὲρ φόνου καὶ μὴ ἀνάγκην εἶναι φεύγειν ἀεὶ τὴν πατρίδα τὸν πεφονευκότα. ἔφη γὰρ "δύο ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς ἀνδρὸς ἀποφθιμένου". καὶ ἔστιν ἐνταῦθα μάλιστα κυρία λέξις ἡ ἐπὶ φόνῳ ποινή, ἐκ τοῦ φόνου γινομένη.

(v. 499 s.) Καὶ "ὃ μέν, φησίν, "ηὔχετο πάντ' ἀποδοῦναι", ἤγουν χρεωστικῶς δοῦναι, χρέος γάρ τι καὶ ἡ ποινή. ὁ δὲ ἀπαιτῶν τὴν ποινὴν ἔλεγε μηδὲν ἑλέσθαι.

(v. 498) Ἰστέον δὲ ὅτι τὸ "νείκεον εἵνεκα ποινῆς" διασαφητικόν ἐστι τοῦ "νεῖκος ὀρώρει", ὅπερ οὐ μόνον μάχην δηλοῖ, ἀλλὰ καὶ ἕτερα εἴδη στάσεων.

(v. 500) Τὸ δὲ "δήμῳ πιφαύσκων" ὡς ἐν δημοκρατίᾳ τὴν δίκην ὑποτίθεται λέγεσθαι, ὁποία καὶ ἡ τῶν Ἀθηναίων πολιτεία.

(v. 501) [236] Ἴστωρ δὲ ἢ ὁ μάρτυς παρὰ τὸ εἰδέναι, ἐφ' οὗ καὶ ὁ ἴδρις, καὶ παρὰ τὸ ἴσημι, τὸ γινώσκω, ἵνα δηλοῖ τὸν ἐπιστήμονα μάρτυρα. ἢ ὁ κριτὴς διὰ τὸ ἐπίστασθαι καὶ αὐτός. Τὸ δὲ "πεῖραρ ἑλέσθαι" ἀρετὴν δηλοῖ καὶ μάρτυρος καὶ κριτοῦ ἀγαθοῦ, οἳ πέρας οἴδασι τιθέναι τοῖς πράγμασιν. Ἰστέον δὲ ὅτι ὁ Ὁμηρικὸς ἴστωρ καὶ ἰδύος ἐλέγετο παρὰ τοῖς παλαιοῖς ἐν διφορουμένη γραφῇ. Παυσανίας γοῦν ἐν οἷς ἔγραψε κατὰ στοιχεῖον, ἐν μὲν τῷ ε στοιχείῳ γράφει εἰδύοι· μάρτυρες, ἐν δὲ τῷ ι ἰδύους· μάρτυρας, συνίστορας. δῆλον δὲ ὅτι ὁ συνίστωρ σύστοιχόν ἐστι τῷ ἴστορι. εἰ δὲ διφορεῖ τὴν γραφὴν καὶ αὐτός, καινὸν οὐδέν. ὅτι δὲ ἰδύους καὶ Δράκων καὶ Σόλων τοὺς μάρτυράς φησιν, Αἴλιος Διονύσιος ἱστορεῖ.

(v. 502) Οἱ δὲ ἀμφοτέρωθεν ἐπηπύοντες ἀρωγοὶ λαοὶ δικηγόροι, ὡς εἰκός, εἰσιν ἢ καὶ κοινὸς ὄχλος, ὁποῖα τὰ τῶν δημοκρατουμένων. [Κάλλους δὲ ποιητικοῦ παρίσωσις τὸ "ἐπήπυον" καὶ τὸ "ἐρήτυον".]

(v. 504) Ξεστοὶ δὲ λίθοι οἱ χειρόκμητοι καὶ μὴ εἰκῇ κείμενοι ἢ οἱ εὔξεστοι. λέγοιντο δ' ἂν οἱ τοιοῦτοι θῶκοι καὶ ἐλαίῳ στίλβειν διὰ τὸ εὖ ἐξέσθαι. Ἱερὸς δὲ κύκλος ὁ τῆς ἀγορᾶς διὰ τὴν ἐν αὐτῇ θέμιν καὶ δίκην, ὧν ἱερόν τι ὁ τοιοῦτος εἶναι κύκλος δηλοῖ. συντελεῖν δέ τι ἐνταῦθα φανεῖται καὶ τὸ "ἱράων προπάροιθε καθήμενοι", ὃ ἐν τοῖς ἑξῆς κεῖται. ὅτι δὲ κυκλοτερὴς ἡ ἀγορά, ἐν ᾗ καὶ ἡ βουλή, δῆλον καὶ ἐκ τοῦ "ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον".

(v. 505) Τὸ δὲ "σκῆπτρα κηρύκων ἐν χερσὶν ἔχον" στρυφνῶς πέφρασται. χρὴ μὲν γὰρ σκῆπτρα ἔχειν τοὺς δικαστάς. καθήμενοι δὲ πάντως οὐκ ἔχουσιν. ἀΐσσοντες γάρ, ὅ ἐστιν ἀνιστάμενοι, κρατοῦσιν αὐτά. ἔχουσιν οὖν τὰ τούτων σκῆπτρα περιεστῶτες οἱ κήρυκες. εἰ τοίνυν οἱ κήρυκες τὰ ἐκείνων ἀναγκαίως ἑστῶτες κρατοῦσιν, ἔχουσιν ἄρα οἱ δικασταὶ τὰ σφῶν σκῆπτρα ἐν χερσὶ κηρύκων. καὶ δῆλον ὡς ἄλλως μὲν ἔχουσιν αὐτὰ ἑστηκότες, κρατοῦσι γὰρ αὐτοὶ χειριζόμενοι, ἄλλως δὲ ἔχουσι τὰ τοιαῦτα ἐν χερσὶ κηρύκων. κέκτηνται γὰρ ὡς οἰκεῖα ὄντα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ σκῆπτρα ἔχειν ὁ σκηπτοῦχος σύγκειται, [237] ἀποδραμόντος τοῦ ρ διὰ καλλιφωνίαν. εἶεν δ' ἂν σκητοῦχοι οὐχ' οἱ κήρυκες, εἰ καὶ ἔχουσι σκῆπτρα δικαστικά, οἱ δικασταὶ δὲ μάλιστα συνήθως λέγοιντ' ἂν σκηπτουχεῖν κατὰ τὸ "σκηπτοῦχοι βασιλῆες". ὅτι δὲ βασιλεῖς καὶ οἱ δικασταί, δηλοῖ καὶ Ἡσίοδος ἐν τῷ "ὧδ' αἶνον βασιλεῦσ' ἐρέω". Ἠεροφώνους δὲ κήρυκας Ὅμηρος κἀνταῦθα εἰπὼν τὸν κατὰ Ζήνωνα τῆς φωνῆς ὅρον προϋπέβαλεν, εἰπόντα "φωνή ἐστιν ἀὴρ πεπληγμένος".

(v. 506) Ἐν δὲ τῷ "ἔπειτα ἤϊσσον" ἀργὸν τὸ "ἔπειτα" καθ' ὁμοιότητα τοῦ δή. οὐ γὰρ δύναται οὐδ' ἐνταῦθα τὸ μετὰ ταῦτα δηλοῦν. Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς Αἰλίου Διονυσίου φέρεται καὶ ὡς Ἀττικὰ μὲν τὸ εἶτα καὶ ἔπειτα. τὸ δὲ εἶτεν, φησί, καὶ ἔπειτεν Ἰακά. διό, φησί, καὶ παρ' Ἡροδότῳ κεῖνται. Τὸ δὲ "ἀμοιβαδὶς δ' ἐδίκαζον" ἀντὶ τοῦ ἐναλλάξ, πρῶτον ἀνιστάμενος οὗτος, εἶτα ἐκεῖνος, μεθ' οὓς ἄλλος, ἢ ἀμοιβαδὶς ἀντὶ τοῦ κατὰ λαχμόν τινα καὶ κλῆρον ἄλλοτε ἄλλος, ὡς ἐν τῷ κατ' Ἀθήνας δήμῳ ἐγίνοντο, καθὰ δηλοῖ καὶ ὁ τῶν Ἀττικῶν ἐθῶν διδάσκαλος Κωμικός.

(v. 508) Τὸ δὲ "ἰθύντατα" ὡς ἐκ τοῦ ἰθύνω ἔχει τὸ ἀμετάβολον. ἄλλως γὰρ ἐκ τοῦ ἰθύς ἰθύτατα ὤφειλεν εἶναι καθ' ὁμοιότητα τοῦ εὐθύς εὐθύτατος καὶ τῶν ὁμοίων.

(v. 509-533) Ὅτι τὴν εἰρηνεύουσαν πόλιν φράσας, ὡς ἐρρέθη, ὁ ποιητὴς τὰ περὶ τῆς δευτέρας οὕτω φράζει "τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύω στρατοῖ εἵατο λαῶν, τεύχεσι λαμπόμενοι. δίχα δέ σφισιν ἥνδανε βουλή, ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι κτῆσιν, ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν. οἳ δ' οὔ [238] πω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο. τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατ' ἐφεσταότες, μετὰ δ' ἀνέρες, οὓς ἔχε γῆρας. οἳ δ' ἴσαν· ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη, ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, καλὼ καὶ μεγάλω, σὺν τεύχεσιν, ὥς τε θεώ περ ἀμφὶς ἀριζήλω· λαοὶ δ' ὑπ' ὀλίζονες ἦσαν. οἳ δ' ὅτε δή ῥ' ἵκανον, ὅθι σφίσιν εἶκε λοχῆσαι ἐν ποταμῷ, ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, ἔνθ' ἄρα τοί γε ἵζοντ' εἰλυμένοι αἴθοπι χαλκῷ. τοῖσι δ' ἔπειτ' ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν δέγμενοι, ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. οἳ δὲ τάχα προγένοντο, δύω δ' ἅμ' ἕποντο νομῆες τερπόμενοι σύριγξι, δόλον δ' οὔ τι προνόησαν. οἳ μὲν προϊδόντες ἐπέδραμον, ὦκα δ' ἔπειτα τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ ἀργεννῶν ὀΐων, κτεῖνον δ' ἐπὶ μηλοβητῆρας. οἳ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν ἱράων προπάροιθε καθήμενοι, αὐτίκ' ἐφ' ἵππων βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ' ἵκοντο. στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοῖο παρ' ὄχθας", ἣν καὶ ἐκφράζει εὐθὺς ἐν στίχοις ἑπτά, οἳ ἐφεξῆς δηλωθήσονται. Ἰστέον δὲ ὅτι δύο στρατοὺς ἐνταῦθά τινες μὲν μιᾷ πόλει καὶ ἀμφοτέρους ἐπελθόντας φασίν, ὡς προερρέθη νοεῖν ὁ Κερκυραῖος σοφός, ἕτεροι δὲ τὸν μὲν ἕνα πολέμιον πάνυ τοῖς ἐν τῇ πόλει, τὸν δὲ ἕτερον οὐ λίαν τοιοῦτον. τὸ δὲ ὅλον εἰπεῖν, πάνυ τετάρακται ἡ τοιαύτη ὅλη ἔννοια, καὶ διόλου ἔχει τὴν ἀμφιβολίαν, ὡς δεικνύουσιν οἱ παλαιοί, δεξιώτατα συμβιβάζοντες τὰς διαφόρους ἐννοίας. Καὶ σημείωσαι καὶ τὸν τόπον τοῦτον μάλιστα, εἴπερ τινὰ ἄλλον, εἰς ἀμφιβολίας παράδειγμα. φαίνεται γὰρ ἐνταῦθα μία μὲν ἔννοια τοιαύτη τις, ὡς οἱ μὲν πολέμιοι ἐζήτουν δάσασθαι τὰ τῆς πόλεως, εἰ μὴ βούλονται οἱ πολῖται πορθηθῆναι. αὐτοὶ μέντοι οὐκ ἐπείθοντο, ἀλλ' ἡτοιμάζοντο εἰς λόχον καὶ τὸ τεῖχος τῇ ἀχρήστῳ ἡλικίᾳ φυλάσσειν ἐπιτρέψαντες καὶ ἀφικόμενοι εἰς τὸν ποταμόν, ὅπου ἠρδεύοντο τὰ βοτά, ἐκρύπτοντο καθίσαντες δύο σκοποὺς κατὰ τῆς ἤδη γενομένης λείας τῶν πολεμίων. καὶ οἱ πολέμιοι ἦλθον. δύο δὲ ἦσαν ποιμένες αὐτοῖς, τὰ ληϊσθέντα μὲν ζῷα ποιμαίνοντες, τὸν λόχον δὲ οὐ προϊδόμενοι. ἐπιδραμόντων δὲ τῶν πολιτῶν τοῖς ποιμνίοις, πυθόμενοι οἱ πολέμιοι ἐν ὅσῳ ἔτι ἐβουλεύοντο, αὐτίκα ἐφ' ἵππων βάντες ἱστῶσι μάχην παρὰ τῷ ποταμῷ. καὶ αὕτη μὲν μία ἔννοια τοῦ κατὰ τὴν [239] δευτέραν πόλιν χωρίου. Ἑτέρα δέ τις τοιαύτη, ὡς οἱ μὲν πολέμιοι ἐβούλοντο τὰ σφίσιν, ὡς ἐρρέθη, δοκοῦντα περὶ τῆς πόλεως. τῶν δὲ πολιτῶν μὴ πειθομένων λόχῳ ὑπεθωρήσσοντο οἱ ἀντίμαχοι παρὰ τῷ ποταμῷ καὶ ἐκάθισαν σκοπούς, προσδεχόμενοι τὰ ζῷα τῶν πολιτῶν, πότε ἂν ἔλθωσι πιόμενα, τῶν δὲ ἐλθόντων ἀγνοίᾳ τοῦ λόχου ἐπιδραμόντες οἱ πολέμιοι τά τε ζῷα ἔταμνον καὶ τοὺς νέμοντας ἔκτεινον, οἱ δὲ πολῖται βουλευόμενοι μέν, μαθόντες δὲ ταῦτα, βοηθοῦσι τὴν ταχίστην, καὶ μάχη γίνεται. αὕτη καὶ ἡ δευτέρα ἔννοια. Ἡ δὲ τρίτη ὧδέ πως ἔχει. διχῇ τοῖς πολεμίοις στρατοῖς ἥνδανε βουλή, τοῖς μὲν πορθῆσαι τὴν πόλιν, τοῖς δὲ ἀφεῖναι μὲν ἀπόρθητον, μερίσασθαι δὲ τὰ ἐκείνης ἐκ συμβάσεως κοινῆς. ἐπεὶ δὲ ὁ εἷς στρατὸς οὐκ ἐπείθετο τοῖς τοῦ ἑτέρου, γίνεται λόχος. καὶ ἡ μὲν πόλις φυλάσσεται, καὶ ὁ τῆς πόλεως στρατὸς ἔξεισιν, ὡς εἰκός, κατὰ τὸ σιωπώμενον. τῶν δὲ δύο ἐκείνων στρατῶν ὁ ἕτερος λοχῶσι παρὰ τῷ ποταμῷ κατὰ τῶν συστρατευσαμένων καὶ ληΐζονται τὰ ἐκείνων, πρότεροι ἐπιδραμόντες, οἱ δὲ πυθόμενοι ἀνθορμῶσι. καὶ οὕτω δηλαδὴ μένει ἀπαθὴς ἡ πόλις, ὡς τῶν δύο στρατῶν ἐκπολεμωθέντων ἑαυτοῖς. Σημείωσαι οὖν ὅπως ὁ ποιητὴς ἐνταῦθα στρυφνῶς γράψας καὶ δεινώσας τὴν φράσιν ταῖς συχναῖς ἀντωνυμίαις, τῷ "οἳ μέν" καὶ "οἳ δέ" καὶ τοῖς ὁμοίοις, εἰς ἀσάφειαν τὸν λόγον περιήγαγεν, ὡς ἐντεῦθεν τὸ χωρίον τοῦτο μερισθῆναι εἰς τριπλῆν ἔννοιαν.

(v. 511) Ὅρα δὲ ὅτι τὸ "πάντα δάσασθαι" ἡρμήνευσεν εἰπών· κτῆσιν ὅση τις ἦν ἔσω. ἣν καὶ ἐπήρατον λέγει, οὐχ' ὅτι νῦν ἐν τῷ δαιδάλματι τοιαύτη φαίνεται, ἀλλ' ὅτι πραγματικῶς τοιαύτην εἶναι χρὴ τὴν μερισθησομένην κτῆσιν. ἴσως δὲ τοῦ πτολιέθρου μᾶλλον ἐπίθετόν ἐστι τὸ ἐπήρατον διὰ τὸ χρυσέας ὕλης εἶναι.

(v. 512) Ἐέργειν δὲ καὶ νῦν τὸ συγκλείειν, ἤτοι περιέχειν.

(v. 513) Τὸ δὲ "οὔ πω πείθοντο" οὐκ ἐξ ἀνάγκης χρονικῶς ἐρρέθη ὡς μελλόντων ὕστερον πεισθῆναι, ἀλλὰ δύναται νοεῖσθαι ἁπλῶς καὶ ἀντὶ τοῦ οὐκ ἐπείθοντο, ὥς που καὶ ἀλλαχοῦ κεῖται τὸ "ἐπεὶ οὔ πω πάντες ὁμοῖοι". καίρια δὲ πάρισα ἐν ἑνὶ στίχῳ τὸ "πείθοντο" καὶ [240] "ὑπεθωρήσσοντο". Ἔστι δὲ τὸ "ὑπεθωρήσσοντο" ἀντὶ τοῦ κρύφα καὶ δολίως ὡπλίζοντο. δόλος γάρ τις ὁ λόχος. διὸ καί φησι "δόλον δ' οὔ τι προνόησαν". διὸ καὶ ἵζονται οἱ λοχῶντες, καὶ λόχον καθίζειν λέγεται ὁ λοχαγός. καὶ ἔστιν οἰκεῖον ἐπὶ δολιευομένων εἰπεῖν τὸ "οἳ δ' οὔ πω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο". ἔχει δέ τινα ὁμοιότητα πρὸς τὸ ὑπεθωρήσσοντο καὶ τὸ ὑφαιρεῖν καὶ τὸ ὑφελέσθαι, ἃ καὶ αὐτὰ δόλον δηλοῖ, κλεπτικὸν μέντοι ἐκεῖνα.

(v. 514) Ἐν δὲ τῷ "τεῖχος μὲν ἄλοχοί τε" καὶ ἑξῆς, ἐμφαίνεται δεῖν μηδὲ τὰς γυναῖκας τῶν πολεμικῶν ἔργων ἀμαθεῖς ἀφεῖσθαι, καὶ τὰ νήπια δὲ ὡς οἷόν τε πωλοδαμνεῖν εἰς τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους. καὶ ἔστι ταῦτα τῶν ἐπὶ Ἕκτορος προρρηθέντων προμηθέστερα καὶ γενναιότερα. ὁ μὲν γὰρ ἐν τῇ θ΄ ῥαψῳδίᾳ παῖδας πρωθήβας καὶ πολιοκροτάφους γέροντας κελεύει περὶ τὸ ἄστυ λέξασθαι, τὰς δὲ γυναῖκας ἐν μεγάροις πῦρ καίειν καὶ φυλάσσειν. ὁ δὲ ὁπλοποιὸς οὗτος πρὸς τοῖς πρεσβυτέροις καὶ τὰς ἀλόχους καὶ τὰ νήπια τῷ τείχει πρὸς φυλακὴν ἐφιστᾷ, διδάσκων μὴ ὀκνεῖν μηδὲ τὰς γυναῖκας, ἀλλ' ἀνδρεῖα ἔστιν οὗ ἐπιτηδεύματα καθηκόντως παιδεύεσθαι, ὁποία τις καὶ ἡ Ἀνδρομάχη, καὶ τοὺς παῖδας δὲ ἐκ νηπίων ὡς οἷόν τε συνεθίζειν πόνων τοῖς τεκοῦσι κοινωνεῖν. Πλάτων οὖν ἐν Νόμοις ἀξιῶν καὶ γυναῖκας γυμνάζεσθαι τὰ πολεμικὰ παρ' Ὁμήρου τὴν ὑποθήκην ἔχει μαθών. καὶ Σαυροματῶν δὲ αἱ γυναῖκες ἀνδρείαν ἐνδῦσαι στολὴν πολεμοῦσιν. ἔστι καὶ τὰς Ἀμαζόνας εἰς συγκρότησιν τοῦ λόγου παραλαβεῖν, Ῥοδογούνην δέ τινα καὶ Ἀταλάντην καὶ ἥτις ἄλλη τῶν καθέκαστα γυνὴ ἀνδρεία, περιττὸν ἱστορεῖν. ὅλως γάρ, ἐπειδὴ τοῖς παιδουργοῖς μορίοις ἀνὴρ διενηνόχατον καὶ γυνή, τῇ φύσει δὲ οὐδέν, οὐκ ἀπεικὸς ἐπὶ τοῖς αὐτοῖς ἀμφοτέρους εὐδοκιμεῖν.

(v. 515) Τὸ δὲ ῥύειν ἢ ῥύεσθαι νῦν μὲν συνήθως [241] Ὁμήρῳ ἐπὶ τοῦ φυλάσσειν τίθεται. Παυσανίας δὲ καὶ ἐπὶ θυσίας κεῖσθαι τὴν λέξιν λέγει, ὅθεν καὶ ἀναρρύειν φησὶ τὸ θύειν, καὶ ἡ θυσία ἀνάρρυσις. δῆλον δὲ ὅτι καὶ ἐπὶ τοῦ ἕλκειν ἡ λέξις λέγεται, ὡς δηλοῖ καὶ τὸ ῥυστάζειν ἀπ' αὐτοῦ γεγονός. τοῦτο δὲ τοῦ ε πλεονάσαντος ἐρύειν λέγεται. καὶ ἴσως ἀπὸ τοῦ ῥύειν, τὸ ἑλκύειν, καὶ ἀνάρρυσις ἡ θυσία, ὥσπερ ἀπὸ τοῦ ἐρύειν τὸ ἀνερύειν γίνεται. [Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἐρύω γίνεσθαι δοκεῖ καὶ τὸ ἀρύω τροπῇ τοῦ ε εἰς α κατὰ τὸ Ἄρτεμις Ἄρταμις. ἐκ δὲ τοῦ ἀρύειν καὶ ὁ παρὰ τῷ Κωμικῷ ἀρύβαλλος καὶ ἡ ἀρύταινα καὶ ἀρύστιχοι καὶ ἀρυσάναι καὶ ἀρυστῆρες.] Τὸ δὲ "ἐφεσταότες" συγκείμενον μὲν τῷ "νήπια τέκνα" καινόσχημόν ἐστι, συνταχθὲν δὲ τοῖς ἐφεξῆς κοινόν ἐστι, ἵνα ᾗ "ἐφεσταότες μετὰ δ' ἀνέρες, οὓς ἔχε γῆρας", ἤγουν ῥύατο τῆς πόλεως τὸ τεῖχος, ἐφεστῶτες καὶ οἱ ἔξωροι, οἳ οὐκ ἂν εὐφυῶς ἔχειν γῆρας ῥηθεῖεν, ἀλλ' ἔχεσθαι ὑπὸ γήρως κατὰ τὸν ποιητήν, ὡς οἷά τινες πεδῆται ἢ αἰχμάλωτοι. Καὶ ὅρα τὸ "οὓς ἔχε γῆρας", περιφρασθὲν ἀντὶ τοῦ γέροντες. καὶ [242] ἄλλως δὲ σαφέστερον εἰπεῖν περὶ τοῦ "ῥύατ' ἐφεσταότες", τινὲς μὲν συμβιβάζουσι τελείαν στίζοντες εἰς τὸ "ῥύατο", εἶτα ἐπάγοντες τὸ "σὺν δὲ αὐτοῖς", ὡς ἐρρέθη, ἑστῶτες καὶ οἱ γέροντες. Ἕτεροι δέ φασιν Ἀλκμανικῷ ἐοικέναι σχήματι. προαποδέδοται γὰρ τὸ "ἐφεσταότες" ἀρσενικὸν ὄνομα, πρὶν εἴπῃ τὸ "ἀνέρες", οἷόν τι καὶ τὸ "Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε", καὶ "ἐὰν Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος". καὶ ἐν τούτοις γὰρ ἡ μετοχὴ προεκπεφώνηται, ἣν ἔδει ἐπάγεσθαι. Ἄλλοι δὲ παράγουσι σχήματα ὅμοια Ὁμηρικὰ ἐν θηλυκῷ σημαινομένῳ ἀρρενόφωνα οἷον "κλυτὸς Ἱπποδάμεια", "θῆλυς ἀϋτμή", "ὀδμὴ ὀλοώτατος", "ὄπα χάλκεον", "ἁλὸς πολιοῖο", καὶ ἐπὶ δυϊκῶν δὲ "πληγέντε κεραυνῷ", ἀντὶ τοῦ πληγεῖσαι. οὕτως οὖν, φασί, καὶ ὧδε ἄλοχοι καὶ νήπια τέκνα φύλασσον ἐφεσταότες. Καὶ ἄλλως δέ, φασί, τῷ "νήπια τέκνα" συνακούεται τὸ ἄρρεν, "οἱ παῖδες", ὡς καὶ ἐν ἄλλοις γίνεται. τοιοῦτον καὶ τὸ "νεφέλη δέ μιν ἀμφιβέβηκε, τὸ μὲν οὔποτ' ἐρωεῖ". πρὸς τὸ νέφος γὰρ ἡ ἀπόδοσις τῇ νεφέλῃ ἀντιφωνούμενον, καὶ πάλιν "βοῦν ἀζαλέην, τό μοί ἐστι" πρὸς γὰρ τὸ σάκος ἡ ἀναφορά, καὶ "εἰροπόκοις ὀΐεσσι, τὰ δ' ἐρῆμα φοβεῖται". πρὸς τὰ πρόβατα γὰρ ἢ τὰ πώεα ἀναφέρει τὸ σχῆμα. τοιοῦτον καὶ τὸ "δίχα πάντα δάσασθαι κτῆσιν, ὅσην πόλις ἐντὸς ἐέργει".

(v. 517-519) Τὸ δὲ "ἄμφω χρυσείω" ἕως τοῦ "ἀμφὶς ἀρηζήλω" μεγάλοις ἐπιπρέπει στρατιωτικοῖς προσώποις πομπικῶς ἔχουσιν. ἔστι δὲ καὶ ἐνταῦθα τὸ "ἀμφίς" οὐκ αὐτόχρημα ἀντὶ τοῦ ἄμφω, ἀλλὰ συνήθως ἀντὶ τοῦ ἀμφοτέρωθεν, Ἄρης μὲν ἐκεῖθεν, Ἀθηνᾶ δὲ ἔνθεν.

(v. 519) Τὸ δὲ "λαοὶ [243] ὀλίζονες" πρὸς πιθανότητα κεῖται, ὡς ἄλλως ἀπίθανον ὂν μυριοπληθῆ στρατὸν ἐνθέσθαι τῇ ἀσπίδι ἐχούσῃ πολυειδῆ ἀγάλματα. Ὅρα δὲ τὸ ὀλίζονες ἐπὶ πλήθους, ἤγουν διωρισμένου ποσοῦ τεθὲν καὶ ἐνταῦθα. τὸ μέντοι ὀλίγον ἐν Ὀδυσσείᾳ ἐπὶ μεγέθους τέθειται ἐν τῷ "ὀλίγος καὶ οὐτιδανός", τουτέστι τὴν ἡλικίαν μικρός. λέγεται δὲ καὶ ἐπὶ ἀσωμάτων πραγμάτων ἡ λέξις, οἷον "ὀλίγος δέ μοι θυμὸς ἐνῆεν", καὶ "ὀλίγη δὲ ἀνάπνευσις πολέμοιο". Ἐν δὲ ῥητορικῷ λεξικῷ Αἰλίου Διονυσίου φέρεται καὶ ὄλιον τὸ ὀλίγον. φησὶ γάρ· ὀλίγον. τὸ δὲ ὄλιον ἢ βάρβαρον ἢ Ἰακόν. τοῦ δὲ ὄλιζον ἡ χρῆσις καὶ παρὰ Λυκόφρονι. [Δοκεῖ δὲ ἡ λέξις Αἰολέων εἶναι. διὸ καὶ προπαροξύνεται τὸ ὄλιζον, οὐ τονούμενον κατὰ τὸ ὀλίγον.]

(v. 520) Τὸ δὲ "ὅτε δή ῥ' ἵκανον" φίλως Ὁμήρῳ καὶ αὐτὸ διὰ τοῦ ῥα συνδέσμου ὀγκοφωνεῖται. Τὸ δὲ "εἶκε λοχῆσαι" διὰ διφθόγγου ἔχουσι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα. καὶ σημαίνει τὸ ἐῴκει καὶ ἔπρεπεν. εἰ δέ που γράφεται διὰ τοῦ η, τὸ καθῆκε σημαίνει. [Ἐκ δέ γε τοῦ πρώτου εἶκεν, ἤγουν τοῦ διὰ διφθόγγου, γίνεται τὸ εἰκός, ὥσπερ ἐκ τοῦ ἑτέρου, ἤγουν τοῦ κοινῶς μέσου παρακειμένου, γίνεται τὸ παρὰ Ἡροδότῳ μὲν καὶ τοῖς ὁμοίοις οἰκός, παρὰ δὲ Ἀττικοῖς ἐοικός.]

(v. 521) Τὸ δὲ "πάντεσσι βοτοῖσι" καινῶς ἐσχημάτισται καὶ οὐ κατὰ τὸ "πάντεσσι βροτοῖσιν". οὐδετέρου μὲν γὰρ γένους τὸ βοτοῖσι, τὸ δὲ πάντεσσιν ἀρσενικοῦ. καὶ ἔστιν ἀπαγαγεῖν καὶ τοῦτο εἰς τὸ ξενίζον τοῦ κτεάτεσσιν, ἤγουν κτήμασιν, ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται.

(v. 522) Τὸ δὲ "εἰλυμένοι χαλκῷ", ὅ ἐστι κεκαλυμμένοι, οὐκ ἀπέοικε τοῦ εἱμένοι καὶ ἐπιειμένοι.

(v. 525) Τὸ δὲ "προγένοντο" οἱ μὲν μεθ' Ὅμηρον ἐπὶ προλήψεως τιθέασι χρονικῆς, οἷον προεγένοντο τὰ Τρωϊκὰ τῶν Περσικῶν, ὅπερ Ὅμηρος [244] προτετύχθαι λέγει ἐν τῷ "ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν", ἐνταῦθα δὲ ἀντὶ τοῦ προέκοψαν τῇ ὁδῷ, ἢ ἀντικρὺ καὶ ἔμπροσθεν ἐγένοντο. [Σαφέστερον δὲ αὐτοῦ ὡς ἐντελέστερον τὸ "πρὸ ὁδοῦ ἐγένοντο", ῥηθὲν ἀλλαχοῦ.]

(v. 526) Ἰστέον δὲ καὶ ὅτι ἐπὶ τῶν ἀπροσδοκήτως ἐν καιρῷ χαρᾶς παθόντων ἐκ δόλου κακόν τι καλὸν εἰπεῖν τὸ ἔπαθον τόδε τι "τερπόμενοι σύριγξι, δόλον δ' οὔ τι προνόησαν". Τὸ δὲ "προνόησαν" ἀντὶ τοῦ προῄσθοντο, προέγνων, ἐξ οὗ ἡ κυριολεκτουμένη πρόνοια.

(v. 528) Τὸ δὲ "τάμνοντο" ἔχοι ἂν διαφοράν τινα πρὸς τὸ τάμνον. ἐκεῖνο γὰρ καὶ θυτικὴ μάλιστα λέξις ἐστὶ πολλαχοῦ παρὰ τῷ ποιητῇ.

(v. 529) Τὰ δὲ μῆλα διαστείλας ἀνωτέρω ἐκ τῶν βοῶν, ὁμοίως δὲ καὶ ἐν τῷ "βοῶν ἀγέλας καὶ πώεα ἀργεννῶν ὀΐων", ὅμως ἐν τῷ μηλοβοτῆρας συνέλαβεν αὐτὰ συνήθως. ἐκτείνοντο γὰρ οὐ μόνον οἱ τῶν μήλων ποιμένες, ἀλλὰ συλληπτικῶς καὶ οἱ βουκόλοι. πάλιν δὲ αὖ ὑποκαταβὰς ἐν τῷ "πολὺν κέλαδον παρὰ βουσί", τῷ τῶν βοῶν ὀνόματι καὶ τὰ μῆλα συμπεριείληφε.

(v. 531) Τὸ δὲ "ἱράων προπάροιθεν" εἴληπται μὲν ἀντὶ τοῦ ἐκκλησιῶν, ἤγουν τόπων, ἐν οἷς ἐκκλησιάζουσι, καὶ ἔστι ταὐτὸν τῷ ἀγορῶν. ἀμφιβάλλεται δ' ἐνστατικῶς παρὰ τοῖς παλαιοῖς κατὰ τὴν γραφὴν τῆς ἀρχούσης. φασὶ γὰρ ὅτι εἶρα, ὃ σημαίνει τὴν ἐκκλησίαν καὶ τὴν μαντείαν, ἔτι δὲ καὶ τὸ Κάειρα, ἀμφιβάλλονται. ὁ δὲ τοιοῦτος λόγος τῶν παλαιῶν καὶ ἀπὸ βαρυτόνου εὐθείας ἑνικῆς κλίνει τὸ "ἰράων". γίνεται δέ, φασί, ἢ ἀπὸ τοῦ εἴρω, τὸ λέγω, ἢ ἀπὸ τοῦ ἱεραὶ εἶναι, καθότι καὶ κύκλος ἀγορᾶς ἱερὸς πρὸ ὀλίγων ἐρρέθη. διὸ καὶ πλεονάζειν μάλιστα ἐν τῷ "ἱράων" τὴν διὰ τοῦ ἰῶτα γραφήν, ἐπεὶ καὶ ἱερὸν ἀληθῶς πρᾶγμα ἡ βουλή.

(v. 532) Ἵπποι δὲ ἀερσίποδες οἱ ἀειρόμενοι, ὅ ἐστι κουφιζόμενοι ποσίν, ἢ Ὁμηρικῶς εἰπεῖν, φερόμενοι ὑπὸ ποδῶν. χρήσιμον δ' ἐνταῦθα καὶ Ἡσιόδου τὸ [245] "ἀερσιπότητος ἀράχνης".

(v. 527-533) Ἰστέον δὲ καὶ ὅτι ἐκφράσει πολέμου οἰκεῖον τὸ "οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον" ἕως τοῦ "ποταμοῖο παρ' ὄχθας". ὡσαύτως καὶ τὰ ἐφεξῆς, πλὴν ὅσον ἐξ ἐκείνων μὲν ὑπεξαιρεθήσεταί τινα ἴσως ῥητά, οἷον τὸ "ἱράων προπάροιθε καθήμενοι", καὶ τὸ "ποταμοῖο παρ' ὄχθας".

(v. 534-537) Τὰ δὲ ἐπαγόμενα πόλεμον αὐτόχρημα φράζει. φησὶ γὰρ "βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν, ἐν δ' ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δ' ὀλοὴ Κήρ, ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.

(v. 538) Εἶτα φράζων καὶ ὅπως ἐσκεύαστο ἡ Κήρ, ἐπάγει "εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτῶν", διὰ τὰ ἐν πολέμῳ δηλαδὴ αἵματα. καὶ τάχα ἡ εἰκὼν αὕτη ἔπεισε τοὺς Λάκωνας ἐν μάχῃ χρᾶσθαι ταῖς πορφυρίσιν. ὅτι δὲ Ὁμηρικῷ ζήλῳ καὶ ἡ τοῦ Ἡσιόδου ἀσπὶς τοιαῦτα δαιμόνια ἔχει ὁμιλοῦντα τῇ μάχῃ, ὁ ἐντυχὼν εἴσεται.

(v. 539 s.) Εἶτα δηλῶν ὁ ποιητὴς μὴ ἐψυχῶσθαι τὰ ἡφαιστότευκτα ζῷα ἐνταῦθα, καθά τινες πλέον τοῦ δέοντος τερατεύονται, ἐπάγει "ὡμίλευν δ' ὥς τε ζωοὶ βροτοὶ ἠδ' ἐμάχοντο, νεκρούς τ' ἀλλήλων ἔρυον κατατεθνειώτων". ἴσως δὲ καὶ μηχανῇ τινι ἐκινοῦντο, ἔκκρουστα ὄντα καὶ οὐ διόλου προσηλωμένα τῷ σάκει. καὶ οὕτω ἐφάνταζον τοῖς ὁρῶσι τὸ αὐτοκίνητον, ὁποῖον δή τι πλάττει καὶ Αἰσχύλος ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ ὁμιλεῖν, καιριωτάτην λέξιν ἐπὶ μάχης, ὅτε ὁμοῦ αἱ τακτικαὶ ἶλαι γίνονται.

(v. 537) Τὸ δὲ "κατὰ μόθον ἕλκε ποδοῖϊν" ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ ἀκόλουθον ἦν εἰπεῖν ἕλκουσα, ἵνα ἦν οὕτω, ἄλλον ζωὸν ἔχουσα, ἄλλον δὲ ἕλκουσα ποδῶν.

(v. 538) Τὸ δὲ "δαφοινεόν" ὀξύνεται ὁμοίως τῷ ἀδελφεός καὶ τοῖς τοιούτοις. πλεονασμὸν γὰρ ἔχει τοῦ ε κατ' ἐκεῖνα. [Τὸ δὲ "αἵματι φωτῶν" πρὸς διαστολὴν κεῖται τοῦ ἄλλως τε δαφοινοῦ καὶ τοῦ μὴ ἐξ ἀνθρωπείων αἱμάτων.] Τὸ δὲ "ὡμίλευν" εἶχε μὲν εἰπεῖν ὡμίλουν, προέκρινε δὲ τὸ ποιητικώτερον, ὡς καὶ ἀνωτέρω ἐν τῷ "ὁμίλεον". [(v. 539) Τὸ δὲ "ὥς τε [246] ζωοὶ βροτοί", ἐξ οὗ καὶ τὰ ἄλλα τῆς ἀσπίδος ζῳὰ εἶναι δοκεῖ, δίδωσι ζῳωτὴν ἀνεπισφαλῶς εἰπεῖν τὴν ἡφαιστότευκτον ἀσπίδα.] Ὅτι προθέμενος ὁ ποιητὴς τῇ τοῦ Ἀχιλλέως ἀσπίδι μετὰ τὰ θεῖα, οἷς βραχύ τι ὡς ἐξῆν ἐνδιέτριψε, καὶ τὰ κατὰ βίον καιριώτατα ἐπελθεῖν, καὶ δύο πόλεις ἐκθέμενος, ὁποῖαι προερρέθησαν, εἶτα μεταβαίνει ἐπὶ τὰ ἐξ ἀνάγκης ἀνθρώποις χρησιμώτατα. ὧν κεφάλαιον ἡ γεωργική, περὶ πόνους δύο σχιζομένη, τόν τε περὶ ψιλὴν ἄροσιν καὶ τὸν περὶ τὴν ἀμπελόφυτον. μεθ' ἣν καὶ τῆς λοιπῆς γίνεται τῆς περὶ θρέμματα ζωογόνα, ὁποῖα βόες καὶ πρόβατα, οἷς ἀφίησι συννοεῖν καὶ τὴν τῶν ἄλλων βοσκημάτων ἐπιμέλειαν. εἶτα καὶ χοροῦ μνημονεύσας σώφρονος, οὗ καὶ αὐτοῦ πολιτικῶς χρεία ποτὲ τοῖς ἀνιεμένοις, παύει τὴν ἐπὶ πλέον ἔκφρασιν, περικλείσας τὰ ἐκφρασθέντα τῷ τῆς οἰκουμένης ἢ ἕρκει ἢ σφίγματι ἢ στεφάνῳ, τῷ Ὠκεανῷ, οὔτε ναυτιλίαν παρεισκυκλήσας τῷ λόγῳ, καθὰ καὶ προεσημειώθη. φιλογέωργος γὰρ καὶ αὐτὸς ἔοικεν εἶναι, καθὰ καὶ Ἡσίοδος. διὸ καὶ θαλάσσης πρὸς ὄνομα μόνον μνησθεὶς ἐν τῷ "ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν" οὐκ ἐπαφῆκεν ἑαυτὸν εἰς πλέον τοῖς περὶ αὐτήν, οὔτε κυνηγετικὴν ἐκδιαίτησιν φράσας, οὔτε εἰλαπιναζόντων ἀργίας, οὔτ' ἄλλο τι καταρριπτοῦν τὸ τῆς Ὁμηρικῆς μεγαλεῖον ποιήσεως.

(v. 541-547) Καὶ τέως προτίθησι τῶν ἄλλων τὸ φύσει ἀναγκαῖον, ἐκφράζων ἄρουραν, καί φησι "ἐν δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν, εὐρεῖαν, τρίπολον", ταῦτα δὴ τὰ τῆς ἀγαθῆς νειοῦ ἴδια, "πολλοὶ δ' ἀροτῆρες ἐν αὐτῇ ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. οἳ δ' ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, τοῖσι δ' ἔπειτ' ἐν χερσὶ δέπας μελιηδέος οἴνου δόσκεν ἀνὴρ ἐπιών. τοὶ δὲ στρέψασκον ἀν' ὄγμους, ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι". καὶ οὕτω ἄροτόν τε ἐν ὀλιγίστῳ ἐκφράσας καὶ δαιμονίως, ὥς φασιν οἱ παλαιοί, δείξας εἰς οἵαν γῆν σπόρον δεῖ κατατίθεσθαι, εἰς μαλακὴν δηλονότι καὶ πίειραν καὶ εὔβωλον.

(v. 548 s.) Ἱστορήσας δὲ καὶ ἔθος ἀρχαῖον τὴν τῶν ἀροτήρων θεραπείαν δι' οἴνου, ἵνα προθυμοῖντο εἰς ἔργον, ἐπαινεῖ καὶ τὸ τοῦ Ἡφαίστου ἔργον ὡς θαυμάσιον, εἰπὼν "ἣ δὲ μελαίνετ' ὄπισθεν, ἀρηρομένῃ [247] δὲ ἐῴκει, χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο". Καὶ ἐοίκασιν οἱ ὄγμοι μόνοι χειμείαν ἔχειν τινά, δι' ἧς ἡ μελανία παρήλλαττε. καὶ ἄλλως δὲ εἰπεῖν, ἐγκαίεσθαι κυανῷ χρώματι δοκεῖ ὁ τοιοῦτος τόπος, καὶ διὰ τοῦτο ἐπιφαίνειν μελανίαν. Ἰστέον δὲ ὅτι, ὥσπερ τὸ πολλοὺς ἀροτῆρας εἶναι, οὕτω καὶ τὸ πρὸς τοσούτους κέρασμα, τὸ πιθανὸν ἐκ τῆς εὐρείας νειοῦ ἔχει, ὡς οἷα μακρῶν ὄντων τῶν ὄγμων. ἄλλως γὰρ ἀδιανόητον τοσαύτην οἴνου πλάσαι δαπάνην ἐν βραχυτάτοις ὄγμοις.

(v. 542) Τρίπολον δὲ γῆν ἔφη, διδάσκων οὕτω χρῆναι περὶ γῆν κάμνειν. ἦρος μὲν γὰρ πολεῖται καθ' Ἡσίοδον, θέρους δὲ νεᾶται, καὶ τρίτος περὶ αὐτὴν κάματος, ὅτε τοῦ σπείρειν καιρός. ὅτι δὲ καὶ εἰς πλεῖον βωλοστροφεῖται, πολλαχοῦ ἡ πεῖρα δηλοῖ.

(v. 543) Τοῦ δὲ "δινεύοντες" διασαφητικὸν ἐπηγμένον τὸ "ὁπότε στρέψαντες", καὶ "οἳ δὲ στρέψασκον". δινεῖν γὰρ τὸ στρέφειν ἐστί. Τὸ δὲ "ἐλάστρεον" δηλοῖ μὲν τὸ ἤλαυνον, παράγεται δὲ οὕτω. ἔστιν ὄνομα ῥηματικὸν ἐλατός, ὅθεν ῥῆμα ἐλατῶ, ὡς ἄτακτος ἀτακτῶ, καὶ πλεονασμῷ τοῦ σ καὶ ρ ἐλαστρῶ. οὕτω δὲ καὶ τὸ βωστρῶ ἐν Ὀδυσσείᾳ ἐκ τοῦ βωτῶ γενόμενον πρόσληψιν ὁμοίαν ἔπαθεν. ὅτι δὲ καὶ ἐπὶ νηῶν ἐλαυνομένων τὸ ἐλαστρεῖν λέγεται, Ἡρόδοτος δηλοῖ ἐν τῷ "τριήρεις ἐλαστρευμένας". ὅτι δὲ καὶ ἄλλαι εἰσὶ λέξεις ἐπένθεσιν παθοῦσαι τοῦ ρ διὰ τραχύτητα ἐπιτετηδευμένην σεμνῶς, δηλοῖ καὶ ὁ οἶστρος, τὸ ζωΰφιον, ἀφ' οὗ καὶ ὁ κατ' ἔρωτα οἶστρος καὶ οἱ τοιοῦτοι. οἶστος γὰρ ὢν ἀπὸ τοῦ οἴω, τὸ κομίζω, [248] ἐτραχύνθη διὰ τοῦ ρ. ὁμοιοπαθὲς δὲ καὶ τὸ ἀλάβαστρον, ἡ μυροθήκη. παρὰ γὰρ Μενάνδρῳ ἄνευ τοῦ ρ κατὰ Αἴλιον Διονύσιον. [Καὶ παρ' Ἀθηναίῳ δὲ κεῖται Ἀλέξιδος τὸ "οὐ γὰρ ἐμυρίζετο ἐξ ἀλαβάστου".] Παυσανίας δὲ καὶ ἐπὶ ἑτέρου σημαινομένου τὴν λέξιν τιθείς φησιν· ἀλάβαστος, ᾧ ἐχρῶντο ἐπὶ τιμωρίᾳ τῶν μοιχῶν ἀντὶ τοῦ ῥαφάνου. καὶ τὸ σκῆπτρον δὲ πρόσληψιν ἔχει τοῦ ρ, καὶ ἄλλα πολλά, ἐν οἷς καὶ τὸ ἀγαυός, ἀγαυρός, καὶ τὸ ὄστρεον ὡς ἀπὸ τοῦ ὀστέου, [καὶ τὸ ὄστρειον, ἔτι δὲ καὶ τὸ ὄστρακον, ἀφ' οὗ καὶ τὸ ἐξοστρακίζειν, ὃ παρ' Ἀθηναίοις ἔθος ἦν ὡς ἐν εἴδει ἀφορισμοῦ, ἤγουν ἐξορίας. καὶ ὁ ἐποστρακισμός. εἶδος δὲ οὗτος παιδιᾶς, καθ' ἥν, φασίν, ὀστράκια πλατέα ἐκτετριμμένα ὑπὸ θαλάσσης προΐενται κατὰ τῆς ἐπιφανείας τοῦ ὑγροῦ, καὶ ἐπιτρέχοντα ἐνίοτε πολλάκις, ἕως ἀτονήσαντα δυῶσι κατὰ θαλάσσης, ἡδίστην ποιοῦνται πρόσοψιν. ἔτι ἐκεῖθεν καὶ παροιμία ἐπὶ τῶν ὅποι τύχῃ μεταβαλλομένων, τὸ "ὀστράκου περιστροφή", ἢ ὀστράκου περιστραφέντος ἢ μεταπεσόντος, ταὐτὸν δ' εἰπεῖν, τῶν πραγμάτων ἐξαλλαγέντων, ὡς ἔτυχεν. ἐλέχθη δὲ καὶ αὐτὴ ἐκ παιδιᾶς τοιαύτης. παῖδες δύο γραμμῇ τινι μεσολαβούσῃ διεστηκότες ἀλλήλων ὄστρακον ἀνερρίπτουν, οὗ θάτερον μὲν μέρος πεπισσωμένον ἦν, τὸ ἐντὸς δηλαδή, τὸ δὲ ἐκτὸς ἀπίσσωτον. διώριστο δὲ τοῖς συμπαίζουσι, τίνων μὲν ἦν τὸ τὴν πίσσαν ἔχον, τίνων δὲ τὸ λοιπόν. καὶ ὅτε, φασίν, ἀναβληθὲν τὸ ὄστρακον πέσοι, ὧν μὲν ἦν τὸ κάτω τοῦ ὀστράκου, ἔφευγον, οἱ δὲ λοιποὶ ἐδίωκον. καὶ ἐλέγετο τοῦτο [249] περιστροφὴ ὀστράκου. καὶ ἡ παιδιὰ ὀστρακίνδα ἐκαλεῖτο. χρῆσις τῆς λέξεως ἐν τῇ κωμῳδίᾳ πρὸς αἴνιγμα τοῦ ῥηθέντος ἐξοστρακισμοῦ. Πλάτων δέ, φασίν, ὁ Κωμικὸς φράζει αὐτὴν οὕτως "εἴξασι τοῖς παιδαρίοις τούτοις, οἳ ἑκάστοτε γραμμὴν ἐν ταῖσιν ὁδοῖς διαγράψαντες, διανειμάμενοι δίχ' ἑαυτούς, ἑστᾶσιν αὐτῶν οἱ μὲν ἐκεῖθεν τῆς γραμμῆς, οἱ δ' αὖ ἐκεῖθεν. εἷς δ' ἀμφοτέρων ὄστρακον αὐτοῖς ἀνίησιν εἰς μέσον ἑστώς. κἂν μὲν πίπτῃσι τὰ λευκὰ ἐπάνω, φεύγειν ταχὺ τοὺς ἑτέρους δεῖ, τοὺς δὲ διώκειν". ὁ δὲ ἀναρρίπτων τὸ ὄστρακον ἐπιλέγει "νὺξ ἢ ἡμέρα", τουτέστι τὸ λευκὸν ἐπιφαίνεται τοῦ ὀστράκου ἢ τὸ πισσηρὸν σκοτεινόν. ὅπερ ἐξ Ὁμήρου παρείλκυσται, νέφος εἰπόντος "μελάντερον ἠΰτε πίσσα". ἔτι πλεονασμὸς τοῦ ρ καὶ ἐν τῷ "βλήτροισι" καὶ ἐν τῷ ἀμφιβλήστρῳ καὶ ἐν τῷ ῥόπτρῳ τῷ προδεδηλωμένῳ, καὶ ἐν ἄλλοις μυρίοις. ὁ δὲ τοῦ σίγμα μέσον πλεονασμὸς ἐν τῷ "ἐλάστρεον" ὁμοίως ἔχει τῷ βωτῶ, βωστρῶ, κομῶ, κοσμῶ. ματροπός, Δωρικῶς ἡ μητρὸς ὄπα ἔχουσα, καὶ πλεονασμῷ μαστροπός.]

(v. 544) Ὅτι δὲ τέλσον ἐστὶ τὸ τέλος, ἐξ οὗ καὶ γίνεται μεταθέσει τοῦ σ καὶ προσθέσει τοῦ ν, ὡς ἂν μὴ εὑρεθῇ ὄνομα οὐδέτερον λῆγον εἰς ο, δηλοῦται καὶ ἀλλαχοῦ. [Ἴσως δὲ καὶ τὸ ἦτρον καθ' ὁμοιότητα τοῦ τέλσον γίνεται. ἦτορ γὰρ καὶ κατὰ μετάθεσιν ἦτρο καὶ προσλήψει τοῦ νῦ ἦτρον, ὡς ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἐξ οὗ καὶ αὐτὸ τὸ ἦτορ τὸ ἐπὶ ψυχῆς, ἵνα ᾖ ἦτρον τὸ συντελοῦν εἰς τὸ ἄειν, ὅ ἐστι πνεῖν καὶ ζῆν.] Δὶς δὲ τὸ τέλσον ἐνταῦθα ἐγράφη, ὡς τῇ ποιήσει εὔχρηστον.

(v. 545) Τὸ δὲ δέπας ἔκπωμα οἱ μεθ' Ὅμηρον ἔλεγον μᾶλλον ἢ ποτήριον. τραγικοὶ δέ φασι [250] καὶ Ἴωνες καὶ πῶμα τὸ αὐτό.

(v. 546) Ὄγμοι δὲ φανερῶς ἐνταῦθα αἱ ἀρότρου τομαί, εἰ καὶ ἐν ἄλλοις ἐπίστιχον φυτείαν ἡ λέξις δηλοῖ. καὶ γίνεται παρὰ τὸ οἴγειν ἀποβολῇ τοῦ ἰῶτα ‑ οἴγεται γὰρ τῷ ἀρότρῳ ἡ γῆ ‑ , ἢ παρὰ τὸ ἕλκω ὄλγμος καὶ ὄγμος. παρακατιὼν δέ, ὡς εὐθὺς δηλωθήσεται, καὶ ἐπὶ στιχὸς ληΐου θεριζομένου τὸν ὄγμον τίθησι, δὶς ἐκεῖ τὴν λέξιν εἰπών, [ἀκολούθως τῷ ὄγμοι σταχύων.] Οἱ δὲ παλαιοὶ εἰς τὴν σημασίαν τοῦ ὄγμου φασὶν οὕτω· ὄγμος· ἀρχή, τέρμα, διέξοδος θεριστῶν, [τάξις, ἔφοδος θεριστῶν] στιχηρά. ἐπίστιχος φυτεία. [Ὄγμου δέ, φασί, παράγωγον ἐπόγμιος, ἐπίθετον Δήμητρος.]

(v. 547) Τὸ δὲ "ἱέμενοι" τὸ χρήσιμον δηλοῖ τῆς δι' οἴνου δεξιώσεως, ὅτι δηλαδὴ οἱ οὕτω τε θεραπευμένοι τάχιον ἵενται ἀγαγεῖν τὸ ἔργον εἰς τέλος. Τὸ δὲ "βαθείης" τὸ ἀσφαλὲς ἔχει ἐκ τοῦ καὶ μαλακὴν εἰπεῖν ἄρουραν. ἡ τοιαύτη γὰρ εἰς βάθος τέμνεται. ἄλλως δὲ τεχνικῶς ἐρρέθη, ὡς δέον ὂν βαθεῖαν τέμνεσθαι τὴν νειόν, ἢ καὶ ὡς χρεὼν ὂν τοὺς τοιούτους ἀροτρέας μὴ τῇ ἐπιθυμίᾳ τοῦ πιεῖν ἐπιπολῆς τέμνειν τὴν νειόν, ἀλλ' εἰς βάθος.

(v. 548) Τὸ δὲ "ἀρηρομένῃ" ὀρθῶς μὲν οὕτως ἔχει, εὕρηνται δέ τινα τῶν ἀντιγράφων καὶ ἀρηρεμένην ἔχοντα διὰ τοῦ ε, καὶ ἴσως οὐκ ὀρθῶς.

(v. 550-560) Ὅτι θερισμὸν ἐκφράζων φησὶν "ἐν δ' ἐτίθει τέμενος βαθυλήϊον· ἔνθα δ' ἔριθοι ἤμων, ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. δράγματα δ' ἄλλα μετ' ὄγμον ἐπήτριμα", ὅ ἐστι συχνά, "πῖπτον ἔραζε, ἄλλα δ' ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. τρεῖς δ' ἂρ ἀμαλλοδετῆρες ἐφέστασαν. αὐτὰρ ὄπισθε παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες ἀσπερχὲς [251] πάρεχον. βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ σκῆπτρον ἔχων εἱστήκει ἐπ' ὄγμου γηθόσυνος κῆρ. κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο. βοῦν δ' ἱερεύσαντες μέγαν ἄμφεπον. αἱ δὲ γυναῖκες δεῖπνον ἐρίθοισι λεῦκ' ἄλφιτα πολλὰ πάλυνον", ὡς καὶ τῶν ἐρίθων δηλονότι πολλῶν ὄντων, καθὰ καὶ οἱ ἀροτῆρες πρὸ τούτων πολλοὶ ἦσαν. Καὶ ὅρα τὸ ἡδὺ τοῦ θερισμοῦ, εἰ καὶ βασιλέα εἰς θέαν ἐπάγεται, καὶ ὅτι σαφῶς φράζει ἀγαθὴν θερισμοῦ διάθεσιν, ὡς μηδεμίαν ἡλικίαν ἐν ἀργοῖς εἶναι. οἱ μὲν γὰρ ἔριθοι συχνὰ ῥίπτουσι δράγματα κατὰ ἔριν ἀγαθήν, ἧς αἴτιος τῷ ἔργῳ ἐφιστάμενος ὁ βασιλεύς, οἱ δὲ παῖδες δραγματεύοντες, ὅ ἐστι τὰ δράγματα συνάγοντες, πάνυ σπέρχονται φέρειν αὐτὰ τοῖς ἀμαλλοδετῆρσι, κήρυκες δὲ ὑπὸ αὐτοφυεῖ σκιᾷ τῇ ἐκ δρυὸς ποιοῦσι τὰ ἑαυτῶν, καὶ αἱ γυναῖκες δὲ ἄλλα τινά.

(v. 550) Τέμενος δὲ καὶ νῦν τόπος ἀφωρισμένος, οὗ εἰς ἑρμηνείαν ἐπῆκται τὸ "βαθὺ λήϊον", ὅ τινες ὑφ' ἓν βαθυλήϊον ἀναγινώσκουσιν. ὅτι δὲ ὕστερον τὰ τεμένη ἀποτομὰς τόπων ἱερῶν ἑρμηνεύουσιν οἱ παλαιοί, δῆλον. Ἔριθοι δὲ οὐ μόνον αἱ ἐριουργοὶ γυναῖκες ἐν ἄλλοις παρὰ τὸ ἔριον, ἀλλ' ἰδοὺ καὶ οἱ μισθοῦ ἐργαζόμενοι, ὡς οἱ ἀμητῆρες ἐνταῦθα, παρὰ τὴν ἔραν, ὡς δοκεῖ τοῖς παλαιοῖς. χαίρει δὲ τῇ λέξει ὁ ποιητής. διὸ καὶ δὶς ἐνταῦθα εἶπεν αὐτήν, καθὰ καὶ τοὺς ἀμαλλοδετῆρας. Ἰστέον δὲ ὅτι καὶ παρὰ Θεοκρίτῳ εὕρηται ἡ μισθώτρια ἐριθακὶς λεγομένη. εἰ δὲ ἐριθεύειν λέγεται τὸ φαύλως ἐρίζειν, ζητητέον εἴ που καὶ τοιοῦτός τίς ἐστιν ἔριθος.

(v. 552) Δράγμα δέ ἐστιν, ὅσου ἂν δράξηταί τις τῇ δρακί, παρὰ τὸ δράσσω, ἐξ οὗ καὶ ἡ δραχμή, ὡς προδεδήλωται. Τὸ δὲ "μετ' ὄγμον" ἀντὶ τοῦ κατὰ στίχον τινά, ὡς καὶ πρὸ ὀλίγων ἐρρέθη.

(v. 553) Ἀμαλλοδετῆρες δὲ οἱ τὰς ἀμάλλας δεσμοῦντες. ἀμάλλη δὲ τὸ ὑπ' ἀγκάλῃ συμπίεσμα τῶν δραγμάτων, ἅπερ οἱ δραγματεύοντες παῖδες παρεκόμιζον. ἀπὸ ταύτης [252] ἁμάλλης καὶ Δημήτηρ ἁμαλλοφόρος, ᾗ ἔθυον Ἀθηναῖοι. ἀμάλλαι δὲ κατὰ τοὺς παλαιοὺς δράγματα σίτου παρὰ τὸ ἅμα ἀολλίζεσθαι χερσὶ τοὺς στάχυας ἢ παρὰ τὸ ἀμᾶσθαι. ὅθεν, φασί, καὶ ἀμαλλεύειν τὸ δραγματεύειν, καὶ ἀμάλλιον σχοινίον τὸ καὶ οὐλόδετον, ἐν ᾧ δεσμοῦσιν ἀμάλλας. οἱ δ' αὐτοὶ καὶ τὸ ἀμᾶν ἐκ τοῦ ἅμα παράγουσιν, ἵνα δηλοῖ τὸ ὑφ' ἓν πολλὰ ἕλκειν. Ἑτέρωθι δὲ φέρεται καὶ ταῦτα. ἀμάλλιον, ὃ νῦν τινες οὐλόδετον, οἳ δὲ ὠρόδεσμον, τὸν ἐκ τῆς καλάμης στρεφόμενον δεσμόν, ᾧ δεσμοῦσι τὰ δράγματα, καὶ τὴν ἐκ τούτων συγκειμένην ἀμάλλαν. ἀμάλλαι γὰρ αἱ ἐκ τῶν δραγμάτων ἀγκαλίδες. ἐλλεδανοὶ δὲ οἱ μανδάκαι, οἷς δεσμοῦνται τὰ δράγματα. καὶ ἄλλως, δεσμοὶ σταχύων οἱ καὶ οὐλοδέται, ὡς ἄν τις εἴποι κριθοδέται, οὐλαὶ γὰρ αἱ κριθαί. Γίνεται δὲ ὁ ἐλλεδανὸς παρὰ τὸ εἰλῶ, τραπέντος τοῦ ι συνήθως εἰς νῦ, ὅπερ εὐθὺς εἰς λ κανονικῶς μετέπεσεν. ὥσπερ δὲ παρὰ τὸ ῥιγῶ ῥιγεδανός, οὕτω παρὰ τὸ εἰλῶ ἐλλεδανός.

(v. 553) Ὅρα δὲ καὶ ὅτι τὸ "ἐδέοντο" ἀντὶ τοῦ ἐδέσμουν παθητικῶς ἔφη,

(v. 555) καὶ ὡς ἐσμίκρυνε τὰς ἀγκαλίδας διὰ τὴν τῶν παίδων βραχύτητα, καὶ

(v. 558) ὡς δοτικῇ συνέταξεν τὴν ὑπο πρόθεσιν.

(v. 555) Περὶ δὲ ἀγκαλίδων φασὶ καὶ ταῦτα οἱ παλαιοί. ἀγκαλίδες· ἀγκάλαι, κόλποι. δηλοῖ [253] δέ, φασίν, ἡ λέξις καὶ φρυγάνων δεσμούς. ὅθεν ἀγκαλιδαγωγεῖν καὶ ἀγκαλίδας αἴρειν ἀντὶ τοῦ ξύλα. ῥηθήσεται δέ τι περὶ τούτων καὶ ἐν τοῖς κατὰ τὴν Ἀνδρομάχην. δῆλον δ' ὡς ἐχρῆν πρότερον δραγμεῦσαι, εἶτα καὶ ἐν ἀγκάλαις φέρειν. [Ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται καὶ ὅτι τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθ' αὑτὰ ἐλέγετο ἀμάλλαι. ἀθροισθέντα δὲ εἰς δέσμην ἐκαλοῦντο ἴουλοι, πρὸς ὁμοιότητα ἴσως ἢ τοῦ κατὰ τὴν ἥβην ἰούλου ἐν τοῖς προσώποις ἢ τοῦ πολύποδος ζωϋφίου ἢ διὰ τὸ ἰέναι εἰς ὁλότητα. ἐξ αὐτῶν δὲ καὶ Δήμητρος ἴουλοι, καὶ συνθέτως δημητρίουλοι, ὕμνοι εἰς Δήμητραν, οἳ καὶ καλλίουλοι, καὶ ἐπιφώνημα ἐμμελὲς τὸ "πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει". ἔνθα τὸ οὖλον οὖλον οὐκ ἂν εἴη δηλοῦν τὸ ὀλέθριον, ἀλλ' ἕτερόν τι εὐφημότερον. τοιοῦτον δὲ τὸ ὅλον καὶ τὸ ὑγιὲς καὶ τὸ συνειλημμένον ἤτοι συνεστραμμένον.]

(v. 556) Ὁ δὲ βασιλεὺς ἐνταῦθα εἴη ἂν ἴσως μεταληπτικῶς οἰκοδεσπότης κατὰ τὸ "οἴκοιο ἄναξ ἔσομαι". βασιλεὺς μὲν γὰρ εἰς ἄνακτα μεταλαμβάνεται, ἄναξ δέ ποτε καὶ ὁ οἰκοδεσποτῶν.

(v. 558) Τὸ δὲ ὑπὸ δρυῒ δαῖτα πένεσθαι, ἤγουν ἐνεργεῖν, κολακεία πόνου τοῖς ἐργάταις οἰκονομική. κηρύκων δὲ ἔργον τὸ τοιοῦτον ὑπὸ βασιλεῖ τε ὄντων καὶ ἄδειαν ἐχόντων τοῦ ἀμᾶν. οὕτω δὲ καὶ γυναικῶν, αἷς οὐ [254] πρέπον ἄλλως ἐν θέρει πονεῖσθαι, εἰ καὶ παρὰ τοῖς ὕστερον καὶ αὐταὶ δρεπάναις τε στοιχοῦσι καὶ λοιποῖς θέρους ἔργοις.

(v. 560) Τὸ δὲ παλύνειν ἄλφιτα οὐδὲ νῦν δηλοῖ ἀρτοποιΐαν, ἀλλά τι ἐπίπασμα σύνηθες ὂν τοῖς παλαιοῖς. [(v. 559) Ἐν δὲ τῷ "αἱ δὲ γυναῖκες" περιττὸν τὸ ἄρθρον. ὡς γὰρ ἔφη ἄρθρων δίχα τὸ παῖδες καὶ βασιλεὺς καὶ κήρυκες, οὕτως ὤφειλε καὶ γυναῖκες. ἀργεῖ γὰρ ἐνταῦθα τὸ τοῦ ἄρθρου ἀναφορικόν.]

(v. 561-572) Ὅτι καὶ τρυγητὸν ἐκφράσαι προθέμενός φησιν "ἐν δ' ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν, καλήν, χρυσείην· μέλανες δ' ἀνὰ βότρυες ἦσαν. ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν, ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ' ἕρκος ἔλασε κασσιτέρου· μία δ' οἴη ἀταρπιτὸς ἦεν ἐπ' αὐτήν, τῷ νίσσοντο φορῆες, ὅτε τρυγόῳεν ἀλωήν. παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες", [ὅθεν σύνθετον ἀταλάφρων,] "πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. τοῖσι δ' ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ ἱμερόεν κιθάριζε, λίνον δ' ὑπὸ καλὸν ἄειδε λεπταλέῃ φωνῇ. τοὶ δὲ ῥήσσοντες ὁμαρτῇ μολπῇ τ' ἰϋγμῷ τε ποσὶ σκαίροντες ἕποντο". Καὶ ὅρα ὡς ἡ Δημήτηρ μὲν ἄλλως εἶχε πονουμένους τοὺς ἀμητῆρας, ὁ δὲ χαριδότης Διόνυσος οὐκ ἐν οἴνῳ μόνον τὰ ἑαυτοῦ ἐνδείκνυται, ἀλλὰ καὶ τὸν ἐν τρυγητῷ κάματον ὑποκλέπτων τῇ μουσικῇ παραμυθεῖται, εἰ καὶ ἄλλως χαρμόσυνος ὁ τοῦ τρυγᾶν καιρὸς καὶ οὐκ εἰς τοσοῦτον ἐπίπονος.

(v. 561) Τὸ δὲ [βρίθειν, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ μέγα] βρίθειν σταφυλαῖς πολυφόρου ἀμπέλου δηλωτικόν. [Οὕτω δὲ καὶ πᾶν φυτὸν οἰκείῳ καρπῷ πληθύον βρίθειν ἐκείνῳ λέγεται.] Σταφυλὴ δὲ ὅτι καὶ ὁ τοῦ στόματος λέγεται κίων, δῆλον, ὁμοίως καὶ ὅτι σταφύλη βαρυτόνως, εἶδος στάθμης, ὡς ἡ Βοιωτία δηλοῖ. [Εἰ δὲ τῇ σταφυλῇ ὁ σταφυλῖνος παρωνόμασται, [255] ζητητέον. ἔστι δ' αὐτὸς δριμύ, φασί, λάχανον καὶ ἱκανῶς θρεπτικόν, διεγερτικὸν δὲ καὶ εἰς τὰ κατὰ Ἀφροδίτην. διὸ ὑπ' ἐνίων φίλτρον καλεῖται. εἰς δὲ τὴν οὕτω σταφυλαῖς βρίθουσαν ἀλωὴν μνηστέον Ἀλκαίου, εἰπόντος "μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδρον ἀμπέλω", ἤγουν ἀμπέλου.]

(v. 562) Τὸ δὲ "μέλανες βότρυες" εἰς πλῆθος μὲν ἦσαν τὴν ἀρχήν, ὅθεν καὶ τοῦ οἴνου τὸ μέλαν κατηγορεῖται, ἦν δὲ ἄλλως ἐνταῦθα καλὸν ἀλωῇ χρυσέᾳ ἐπιπρέπειν μέλανας βότρυας δαιδάλλοντας τὴν τῆς ἀσπίδος ἐπιφάνειαν. [Ἰστέον δὲ ὅτι Βότρυς παρὰ τῷ Δειπνοσοφιστῇ καί τις Μεσσήνιος, οὐ Λάκων, ἀλλὰ Σικελικὸς ἀνήρ, εὑρετὴς παιγνίων, ἃ τοῖς παλαιοῖς ἐσπουδάζετο. διὸ καὶ Μνασέας ὁ Λοκρός, φησίν, ἢ Κολοφώνιος, συνετάξατο τὰ ἐπιγραφόμενα παίγνια. ὃν διὰ τὸ ποικίλον τῆς συναγωγῆς σάλπην ἐκάλουν, ἐπειδὴ ποικίλος ἐστὶν ὁ ἰχθὺς ἡ σάλπη. ὃν μὴ ἀποδεχόμενος, φησίν, Ἐπίχαρμος σκατοφάγον λέγει καὶ βδελυχνόν. καὶ Σάλπη δὲ, Λεσβία γυνή, παίγνια καὶ αὐτὴ συνέθετο.]

(v. 563) Κάμαξ δὲ ξύλον ὀρθὸν ὑπανέχον συνήθως πολλαχοῦ τοῖς γεωργοῖς ἄμπελον. γίνεται δὲ παρὰ τὸ κάμνειν τῷ βάρει, ἢ καὶ συγκέκοπται ἀπὸ τοῦ καλάμαξ, ὡς καλάμοις ἀνεχομένων τῶν κλημάτων. ἔοικε δὲ καὶ ἡ τῶν καμάκων αὕτη χρῆσις πολλὴ παρὰ τοῖς παλαιοῖς εἶναι. διὸ καὶ πρὸς διαφορὰν ἄμπελος χαμῖτις ἐλέγετο ἡ χαμαὶ κειμένη. [256] ὅτι δὲ καὶ ἄγγατος βαρβαρικῶς ἐκαλεῖτο ἡ κάμαξ, δηλοῖ ὁ εἰπὼν "ἄγγατος τὸ εἰς ἀναδενδράδα ξύλον". εἰ μὴ ἄρα οὐκ ἔστιν ἴσως τοῦτο κάμαξ, ἀλλ' ἐπίκειται κάμαξιν. [Εἰ δὲ ὁ ἄγγατος βαρβαρίζεται καὶ διὰ τοῦτο ἄγνωστός ἐστι τοῖς ἑλληνίζουσι, νοητέον πολλὰς καὶ ἄλλας εἶναι λέξεις κειμένας μὲν ἐν βιβλίοις, μὴ ὑπαγομένας δὲ μεθόδοις ἐτυμολογίας Ἑλληνικῆς. καὶ γέγραπται μὲν καὶ τοῦτο ἀλλαχοῦ, καὶ τέθεινται τοιαῦται λέξεις. Νῦν δὲ μνηστέον τοῦ νωγαλίζειν, μήποτε ὡς ἐθνικὴ καὶ αὐτὸ λέξις οὐκ ἔγνωσται ἡμῖν, ὅθεν γίνεται. χρῆσις δὲ αὐτοῦ ἐν τῷ "ἐνωγάλισται" Ἀττικῶς παρὰ τῷ Ἀθηναίῳ. ὡς δὲ τὸ νωγαλίζειν καὶ νωγαλεύειν λέγεται, δῆλον ἐκ τῶν νωγαλευμάτων, ἅπερ εἰσὶν ἡδέα βρώματα, λεγόμενα, φησί, καὶ τρισυλλάβως νώγαλα, οἷον βότρυς, ῥοιάς, φοίνικας, ἕτερα νώγαλα. Ἀναλογία δὲ τοῦ ἐνωγάλισται κατὰ τὸ κέκτηται ἔκτηται, οὗ ἀπαρέμφατον παρ' Ὁμήρῳ τὸ ἐκτῆσθαι, καὶ τὸ ἐκπέπηξε ἐξέπηξε παρὰ τῷ Κωμικῷ, καὶ τέθλασται ἔθλασται, ἀφ' οὗ ἐθλασμένον παρὰ τῷ Δειπνοσοφιστῇ. παραπηκτέον δὲ καινότητι λεκτικῇ καὶ τοὺς παρὰ Ξενοφῶντι καὶ ἄλλοις βίκους τὰ οἰνοδόχα ἀγγεῖα, οἳ κεῖνται καὶ ἐπὶ μειζόνων ὀστρακίνων σκευῶν, ὡς ἐμφαίνεται ἐν τῷ "Σικελοῦ θύννου τέμμαχος τμηθέν, ὅτ' ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν". ὁ δὲ τοιοῦτος ταριχευτικὸς βῖκος καὶ ἀμφορεὺς ἂν λέγοιτο, ὡς δηλοῖ ἐπαχθὲν περὶ σκόμβρου τὸ "πρὶν ἐς ἁλμυρὸν ὕδωρ ἐλθεῖν ἀμφορέως", ὃν δηλαδὴ βιτίναν οἱ κοινολεκτοῦντές φασί.] Δῆλον δὲ ὅτι καὶ χάραξ ἡ κάμαξ ἐλέγετο. ὅθεν [257] καὶ παροιμία "ἐξηπάτηκεν ἡ χάραξ τὴν ἄμπελον", ὅταν ὑπὸ τοῦ δῆθεν σῴζοντος ἀπατηθῇ τὸ σῳζόμενον. ὡς δὲ καὶ δόρατος ξύλον ἡ κάμαξ παρά τισιν, οὐκ ἠγνόηται οὐδ' αὐτό.

(v. 564) Κάπετος δέ, περὶ ἧς καὶ ἄλλοθι δηλοῦται, ληνὸς ἢ τάφρος, ἐπ' ἀσφαλείᾳ πέριξ ὀρωρυγμένη τῆς ἀμπέλου. Καὶ ὅρα τὸ εἰς ποικιλίαν τεχνικὸν τῆς ποιήσεως. τὸ μὲν γὰρ ἔδαφος τῇ ἀλωῇ χρυσοῦν, ἴσως δὲ καὶ τὰ κλήματα, μέλανες δέ οἱ βότρυες, ᾧ τρόπῳ καὶ ἡ νειὸς ἀνωτέρω ἐμελαίνετο, αἱ δὲ κάμακες ἀργυραῖ, κυανὴ δὲ ἡ κάπετος κατὰ τὴν πρὸ βραχέων μελαινομένην αὔλακα εἰς βάθους ἔμφασιν, τὸ δὲ ὑπὲρ τὴν τάφρον ἕρκος κασσιτέρινον, τοὺς δὲ τρυγῶντας καὶ τοὺς ταλάρους ἀφῆκεν εἰπεῖν οἵας ὕλης ἦσαν, ὡς μὴ πάνυ ἀναγκαῖον ὄν, καὶ ἅμα ἐμφήνας τοιαῦτά τινα, ὡς εἰκός, εἶναι καὶ αὐτά. Τὸ δὲ "ἔλασε" καὶ νῦν ἀντὶ τοῦ ἐξέτεινεν, ἁρμόττον πρός τε τὴν κάπετον καὶ πρὸς τὸ ἕρκος. δῆλον δὲ ὡς πολλὰ σημαίνει τὸ ἐλάσαι, ὧν ἓν καὶ τὸ καθῆραι. ὅθεν καὶ ἐλατήριον πᾶν τὸ κατακαθαῖρον φάρμακον, ὅπερ Ἱπποκράτης ὑπήλατόν φησι. καὶ ἐλατήριον ἰδίως τὸ διὰ ῥίζης ἀγρίου συκίου καθαρτικὸν τῆς κάτω κοιλίας καὶ νηὸς ἐλατήρ. ὁ μέντοι παρ' Ἀριστοφάνει ἐλατὴρ πόπανον, φασίν, ἦν πλατύ.

(v. 565) Ἀταρπιτὸς δὲ στενὴ ὁδὸς καὶ διηνεκὴς καὶ μὴ ὧδε καὶ ἐκεῖ τετραμμένη. μιᾶς δὲ μόνης χρεία ἦν τοιαύτης τῇ ἠσφαλισμένῃ ἀλωῇ. ὅτι δὲ ἕτερόν τι τῆς ἁπλῶς ὁδοῦ ἡ ἀτραπιτός, δηλοῖ, ὡς ἀλλαχοῦ σαφέστερον εἴρηται, καὶ τὸ παροιμιῶδες "ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς".

(v. 566) Τὸ δὲ νίσσεσθαι οὐκ εὔχρηστον μὲν τῇ καταλογάδην γραφῇ, παράγεται δὲ, ὡς καὶ ἐν ἄλλοις ἐγράφη, ἀπὸ τοῦ νῶ, τὸ πορεύομαι. Φορεῖς δὲ ἄλλως μὲν γενικῶς οἱ φορτηγοί, νῦν δὲ εἰδικῶς οἱ τοὺς βότρυας φέροντες, ὡς δηλοῖ περιφρασθὲν τὸ [258] "πλεκτοῖς ἐν ταλάροισι φέρον καρπόν".

(v. 567) Παρθενικαῖς δὲ καὶ ἠϊθέοις ἀνατίθησι τὰ μὴ σπουδαῖα, τὴν μολπήν, τὸ ἰΰζειν, τὸ ὀρχεῖσθαι, ὡς τῶν λοιπῶν πονουμένων περὶ τρυγητόν, ἐν οἷς, ὡς εἰκός, καὶ ἁδραὶ γυναῖκες, ὁποῖαι καὶ ἀνωτέρω αἱ περὶ δεῖπνον ἐρίθων πονούμεναι. Ἠΐθεοι δὲ ὅτι οἱ μηδέπω γεγαμηκότες, πολλαχοῦ καὶ αὐτὸ εἴρηται.

(v. 568) Τάλαροι δὲ καλαθίσκοι, τάλανες εἰς τὸ αἴρειν ὡς βαστακτικοί. λέγονται δὲ οἱ τοιοῦτοι καὶ ἄρριχοι παρὰ Ἀττικοῖς. Παυσανίας οὖν φησιν ὅτι ἄρριχος κόφινος ἐπιτήδειος εἰς συγκομιδὴν σταφυλῶν. Ἀριστοφάνης δὲ ἀρρίχους ἐν Ὄρνισι λέγει κοφίνους, οὓς ἐνέπλησέ τις πτερῶν. ἀπὸ οἰσύας δέ, φασί, τοῖς ἀρρίχοις τὸ πλέγμα. καρπὸς δὲ μελιηδὴς ἡ σταφυλή, ἐπεὶ καὶ οἶνός που μελιηδής.

(v. 569 s.) Ὅρα δὲ καὶ ὡς ταὐτὸν εἶναι δοκεῖ φόρμιγξ καὶ κιθάρα, ὡς δηλοῖ τὸ "φόρμιγγι λιγείῃ ἱμερόεν κιθάριζεν", ἤγουν πρός τινα ἵμερον φιλοτήσιον, τοιούτοις ἔργοις προσήκοντα, ὁποῖος δή τις καὶ χορὸς μετ' ὀλίγα εἰρήσεται.

(v. 570) Τὸ δὲ "λίνον δ' ὑπὸ καλὸν ἄειδεν" ἢ ἀντὶ τοῦ τὸν καλὸν ἐκεῖνον ἥρωα Λίνον ἄειδεν, ἢ καλὸν ἀντὶ τοῦ καλῶς λίνον ἄειδε. λίνος δὲ εἶδος ᾠδῆς κατὰ Ἀρίσταρχον ἢ ὕμνου, ὡς καὶ ὁ παιὰν καὶ ὁ διθύραμβος. ὠνόμασται δὲ λίνος τὸ τοιοῦτον ᾠδικὸν εἶδος ἢ ὡς μετὰ λίνου ἤτοι χορδῆς ᾀδόμενος, ἢ ἀπό τινος Λίνου, ἀνδρὸς ἥρωος. Φασὶ γὰρ οἱ παλαιοὶ ποιημάτιόν τι ἐπὶ τῷ Λίνῳ εἶναι, ὃ Σφαῖρα μὲν καλεῖται, εἰς Ὀρφέα δὲ ἀναφέρεται. Φιλόχορος δὲ ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι τὸν Λίνον φησί, διότι πρῶτος τὸν λίνον καταλύσας χορδῇ ἐχρήσατο εἰς μουσικῆς ὄργανον. ἐτάφη δὲ ἐν Θήβαις καὶ ἐτιμᾶτο ὑπὸ τῶν ποιητῶν θρηνώδεσιν ἀπαρχαῖς, εἰς ὃν καὶ ἐπίγραμμά ἐστι τοιοῦτον "ὦ Λίνε, πάντα θεοῖσι τετιμένε, σοὶ γὰρ ἔδωκαν ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀείδειν ἐν ποδὶ δεξιτερῷ. Μοῦσαι δέ σε θρήνεον αὐταὶ μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες ἡλίου αὐγάς". καὶ Ἡσίοδος "Οὐρανίη δ' ἂρ ἔτικτε Λίνον, πολυήρατον υἱόν, ὃν δὴ ὅσοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, πάντες μὲν θρηνοῦσιν ἐν εἰλαπίναις ἠδὲ χοροῖσιν, ἀρχόμενοι δὲ Λίνον καὶ λήγοντες καλέουσιν". ὁ μέντοι τὸν Ἡρακλέα διδάξας μουσικὸς Λίνος κατὰ τὴν παλαιὰν ἱστορίαν ἕτερος παρὰ τοῦτόν ἐστιν. οὗ Θεόκριτος μέμνηται, ὁ καὶ ἱστορήσας ὅτι τὸν Ἡρακλέα γράμματα Λίνος ἐξεδίδαξεν, υἱὸς Ἀπόλλωνος. Φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι λίνῳ ἀντὶ χορδῆς τῶν παλαιῶν χρωμένων πρὸς [259] τὴν κιθάραν, ὕστερον μείναντος τοῦ ὀνόματος ἡ χορδὴ λίνον καλεῖται, ὥσπερ, φασί, καὶ λίθος ἡ ἄγκυρα, ἐπεὶ πάλαι ποτὲ λίθος εἰς ἄγκυραν ἐχρημάτιζεν. Ἄλλοι δὲ τὰ κατὰ τὸν Λίνον οὕτω συντομώτερον φράζουσιν. ἄγροικος νεανίας ὁ Λίνος, ᾠδῆς τινος εὑρετής, Οὐρανίας υἱός, ὃν ἀνεῖλεν Ἀπόλλων, ἐπεὶ τὸ λίνον καταλύσας χορδαῖς ἐνέτεινεν ὄργανον. Ἡρόδοτος δὲ λέγει, ὅτι παρὰ Αἰγυπτίοις Λίνος τις ἀείδεται. καὶ θαυμάζειν ἐκεῖνός φησι τὸν Λίνον, ὁκόθεν ἔλαβε τὸ ὄνομα. λέγει δὲ καὶ ὅτι κατὰ Αἰγυπτίους βασιλέως παῖς ἐκεῖνος μονογενὴς ἦν, ἀποθανὼν δ' ἄωρος θρήνοις ὑπ' Αἰγυπτίων ἐτιμήθη, καὶ ἀοιδὴ αὕτη καὶ μόνη σφίσιν ἐγέντο. [Ἐντεῦθεν δὲ ἀναφαίνεται, ὅτι κυρίως αἴλινος ὁ ἐπὶ τῷ τοιούτῳ Λίνῳ αἰαγμός, εἰ καὶ ἄλλως διφορεῖται τῇ σημασίᾳ κατὰ τὸν Ἀθήναιον, εἰπόντα ὡς ἐν γάμοις μὲν ᾠδὴ ὑμέναιος, ἐν δὲ πένθεσιν ἰάλεμος, λίνος δὲ καὶ αἴλινος ἔν τε πένθεσι καὶ "ἐπ' εὐτυχεῖ" δὲ "μολπῇ" κατ' Εὐριπίδην. ἡ μέντοι ἐξ Ἐπιχάρμου χρῆσις ἐθέλουσα τὸν αἴλινον ᾠδὴν ἱστουργούντων εἶναι οὐ τὸν Λίνον τὸ κύριον ἐγκεῖσθαι τῷ αἰλίνῳ βούλεται, ἀλλὰ τὸ λίνον. ὡς δὲ καὶ πολλαὶ ᾠδαὶ ἦσαν, οἷον ἴουλος, ἡ τῶν ταλασιουργῶν ἢ ἐριουργῶν, καὶ Λιτυέρσης ἡ τῶν θεριστῶν, ὡς ἔστι καὶ παρὰ Θεοκρίτῳ εὑρεῖν, καὶ ὀλοφυρμὸς ἡ ἐπὶ θανάτοις καὶ λύπαις, καὶ βουκολισμὸς ἡ τῶν βοσκόντων, καὶ ἐπιμύλιος ἡ περὶ τοὺς ἀλετούς, [260] ἔστι σὺν καὶ ἄλλαις ἐκ τῶν παλαιῶν ἀναλέξασθαι.] Ἄλλοι δὲ ἐπὶ λεπτοῦ τινος νήματος ἢ χορδῆς ἐνταῦθα τὴν τοῦ λίνου λέξιν τάττοντες οὕτω νοοῦσι τὸ "λίνον δ' ὑπὸ καλὸν ἄειδε λεπταλέῃ φωνῇ" ἀντὶ τοῦ μετὰ λίνου λεπτόν τι ἄειδε. ἡ δὲ ἱστορία καὶ τρεῖς παραδίδωσι Λίνους, τὸν τῆς Καλλιόπης, καὶ τὸν τοῦ Ἀπόλλωνος καὶ Χαλκιόπης, καὶ τὸν Νάρκισον. παρασημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὅτι χορδὰς ἐπιστάμενος Ὅμηρος, ὅμως λίνον καλεῖ, καθὰ καὶ χαλκᾶ ὅπλα τὰ ἐκ σιδήρου. [Ἰστέον δὲ ὅτι ἐκ τοῦ κοινότερον λεγομένου λίνου καὶ λινίσκος ὑποκοριστικῶς ὁ λεπτότατος λίνος οἷον· περιστεραὶ καὶ φάσσαι καὶ τρυγόνες καθ' ὅλην ἐξίπταντο τὴν ὁδὸν ἔν τινι πομπῇ, λινίσκοις τοὺς πόδας δεδεμέναι πρὸς τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. πρὸς ὁμοιότητα δὲ τοῦ λινίσκος κεῖται καὶ ὁ παιδίσκος παρὰ τῷ Ἀθηναίῳ. φησὶ γάρ· πολλὰ ἐκ τῆς Αἰγύπτου ὁ ἐπιφανὴς Ἀντίοχος ἐνοσφίσατο παρασπονδήσας τὸν Φιλομήτορα βασιλέα παιδίσκον ὄντα. ὑποκοριστικώτερον δὲ παιδίσκου τὸ παιδισκάριον. θῆλυ δὲ ἐκείνου ἡ παιδίσκη, ὡς καὶ τοῦ μειρακίσκος ἡ μειρακίσκη. ἐκ τοῦ ῥηθέντος δὲ λίνου καὶ τὸ τοῦ Κωμικοῦ λινόδετον καὶ τὸ λινοστατεῖσθαι, οἷον "ἐθηρεύετο λινοστατούμενος", ὑπὸ ἔρωτος δηλαδή, ὅ φησι Πλάτων. Ἔτι ἰστέον καὶ ὅτι τὸ "ἀρχόμενοι Λίνον καὶ λήγοντες καλέουσιν" Ὁμηρικοῦ μὲν ῥητοῦ ἤρτηται τοῦ "ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι", σύμφωνον δὲ ἔχει καὶ τὸ "τί κάλλιον ἀρχομένοις ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον". παροιμιώδης δὲ οὗτος λόγος. τούτου δὲ ἀνάπαλιν ἔχει παραποιηθὲν ἀστείως ἐξ Ὁμήρου τὸ "ἄρξομαι δ' ἐκ [261] βολβοῖο, τελευτήσω δ' ἐπὶ θύννον".]

(v. 571) Ἡ δὲ λεπταλέη φωνὴ συγγενῶς ἔχει τῇ λιγείᾳ φόρμιγγι. ἐμφαίνει δὲ λεπταλέαν φωνὴν ὁ τοῦ Ἡφαίστου φορμιγκτὴς πάϊς τῇ πεφεισμένῃ καὶ συστόμῳ ὑπανοίξει τῶν τοῦ ζῳδίου χειλέων. Τὸ δὲ "ῥήσσοντες" ἀντὶ τοῦ σφοδρότερον τὴν γῆν ποσὶ παίοντες, ὃ δὴ καὶ αὐτὸ ἐν Ὀδυσσείᾳ οἰκεῖον ὀρχησταῖς κατὰ τὸ "πέπληγον χορόν", καὶ τὸ "παίσατε", ὃ ἐν Ὀδυσσείᾳ κείται.

(v. 572) Μολπὴ δὲ ἰϋγμοῦ διαφέρει, ὡς καὶ λόγος ἐμμελὴς βοῆς ἀμελοῦς. μολπὴ μὲν γὰρ καὶ μέλπειν μεμελισμένον ἔπος, ἰϋγμὸς δὲ καὶ ἰΰζειν φωνή τις ἄσημος, ὁποῖος καὶ ὁ συριγμός. Τὸ δὲ, ποσὶ σκαίρειν, εὔρυθμόν τινα καὶ ὀρχηστικὴν κίνησιν δηλοῖ, οὐ μὴν καὶ τὸ σπαίρειν, ὃ πλεονασμῷ τοῦ α καὶ ἀσπαίρειν λέγεται. ἐκεῖνο γὰρ σκαρισμὸν δηλοῖ καὶ κίνησιν ἐπιθανάτιον, ὁποῖος καὶ ὁ σφαδασμός. [Ὡς δὲ οὐ μόνον ἐν ὀρχηστικῇ, ἀλλὰ καὶ ἐν τῇ ἄλλως ἁπλῶς κινήσει, ὁποία καὶ ἡ βαδιστική, σεμνόν ἐστι τὸ εὔρυθμον, δηλοῖ καὶ Ἄλεξις εἰπὼν ἕν τι νομίζειν τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς. φέρει δέ, φησίν, ἡ εὐρυθμία τοῖς μὲν χρωμένοις δόξης τιν' ὄγκον, τοῖς δ' ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ. ἐχρῆν δέ, φασί, καὶ ἀμπέχεσθαι εὐρύθμως. φέρειν γάρ τι καὶ αὐτὸ ἐδόκει τοῖς παλαιοῖς πρὸς παιδείας ἐξέτασιν. σκώπτων γοῦν τις ἀρρυθμίαν ἐνδύσεώς φησιν "ἀμφίβαλλε στέρνοις φᾶρος· οὐ καθίσεις [262] τάλαν, μηδ' ἀγροίκως ἄνω γόνατος ἀμφέξῃ". δοκεῖ γὰρ ὁ σκωπτόμενος ψιλὰ ἐνδύσεως προφαίνειν τὰ σκέλη, ἔχειν δὲ καὶ τὸ προκόλπιον ἀπόλυτον. Καὶ ὅρα τὸ "ἀμφέξῃ" ἤγουν ἐνδύσῃ, ἐκ τοῦ ἀμπέχω ἀμφέξω ἀμφέξομαι.] Τὸ δὲ "ἕποντο" οὐ στάσιμον τὸ τῆς ὀρχήσεως ἔργον δηλοῖ, ἀλλὰ τῇ τῶν τρυγώντων κινήσει συνδιϊκνούμενον. Ὅτι οὐ Πλάτωνι μόνῳ, ἀλλὰ πολὺ πρῶτον Ὁμήρῳ ἤρεσε πλὴν βοῶν καὶ προβάτων τὰ ἄλλα θρέμματα παρ' οὐδὲν θεῖναι ὡς μὴ ἀναγκαῖα.

(v. 573-586) Ἐνταῦθα οὖν βουκολίου καὶ οἰῶν ἀργεννάων μεμνημένος φησὶν "ἐν δ' ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων", αἳ καὶ προεδηλώθησαν, "αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, μυκηθμῷ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα. χρύσειοι δὲ νομῆες ἅμ' ἐστιχόωντο βόεσσι, τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο. σμερδαλέω δὲ λέοντε δύο ἐν πρώτῃσι βόεσσι ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκώς", ὡς ἐδήλου τῷ σχήματι, "ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδ' αἰζηοί. τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον, οἱ δὲ νομῆες αὕτως ἐνδίεσαν, ταχέας κύνας ὀτρύνοντες, οἳ δ' ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, ἱστάμενοι δὲ μάλ' ἐγγὺς ὑλάκτεον ἔκ τ' ἀλέοντο".

(v. 587-589) Καὶ μέχρις ὧδε φράσας περὶ βοῶν εἶτα τὸ περὶ τῶν προβάτων ἀποστενοῖ, φεύγων τὸ προσκορές, καί φησιν "ἐν δὲ νομὸν ποίησεν" Ἥφαιστος "ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων, σταθμούς τε κλισίας τε κατηρεφέας τε σηκούς, ἢ "ἰδὲ σηκούς", πολιτείας ταῦτα καθαρᾶς καὶ οὔπω πολυπράγμονος. εἰ δὲ ἄλλως ἡ ἐν Ὀδυσσείᾳ τοῦ Ὀδυσσέως βασιλεία καὶ κτῆσις φλεγμαίνουσαν πολιτείαν καθυπογράφει κεκτημένου καὶ συῶν ποτε συβόσια καὶ αἰγῶν πλατέα αἰπόλια, ἡ γοῦν ἐνταῦθα ἀγελαία νομαδικὴ καὶ ποιμενικὴ τέχνη πρὸς τὸ ἁπλούστερον ἀφορᾷ. διὸ οὔτε θήρας αἱμύλου πτηνῶν μέμνηται ὁ ποιητὴς ἐν τούτοις παραιτησάμενος αὐτὴν διὰ τὸ ἀνελεύθερον οὔτε [263] ἰχθύων ἄγρας, ὅτι μὴ σύμφυλος αὕτη τοῖς περὶ γῆν, τότε δὲ μόνον χρηστή, ὅτε πᾶσα ἀνάγκη, ὁποῖοί τινες καὶ οἱ ἀμφὶ τὸν Μενέλαον λιμώττοντες. ἐν παραβολῇ μέντοι παραρριπτεῖ που Ὅμηρος μνήμην καὶ ἰχθυοθηρίας.

(v. 575) Ἰστέον δὲ ὅτι, ὥσπερ τὸ σχῆμα τῶν κυνῶν ὑπέγραψε γραφικῶς ἐν τῷ "ἱστάμενοι μάλα ἐγγύς" καὶ ἑξῆς, οὕτω καὶ τὸ τῶν βοῶν ἐν τῷ "μυκηθμῷ ἐσσεύοντο", ἤγουν ὡσανεὶ μυκώμενοι.

(v. 573) Ἰστέον δὲ πολυμαθείας χάριν καὶ ὅτι βοῦς παρὰ τοῖς παλαιοῖς ἐλέγετο καί τι πέμματος εἶδος, ἀφ' οὗ παροιμία τὸ "βοῦς ἕβδομος", ἔχουσα λόγον τοιόνδε. σελῆναι πέμματα ἦσαν πλατέα κυκλοτερῆ. ἐπὶ δὲ ἓξ σελήναις τοιαύταις βοῦν, φασίν, ἕβδομον ἔπεττον κέρατα ἔχοντα κατὰ μίμησιν πρωτοφυοῦς σελήνης. ἔθυον μὲν οὖν καὶ ἐπὶ τέσσαρσι ποπάνοις τοῦτον τὸν βοῦν, καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν, μᾶλλον μέντοι ἐπὶ ταῖς ἓξ ἔθυον αὐτόν, ὃς καὶ ἐκαλεῖτο διὰ τοῦτο ἕβδομος βοῦς. ὁ δὲ ταῦτα ἱστορήσας Παυσανίας λέγει καὶ ὅτι αἱ ῥηθεῖσαι σελῆναι, τὰ πέμματα, καὶ πελανοὶ ἐλέγοντο, καὶ ὅτι πεμμάτων εἶδος καὶ οἱ ἀνάστατοι πλακοῦντες καὶ οἱ χαρίσιοι καὶ οἱ ἀμφιφῶντες καὶ φθόϊς δέ, φησί, πέμματα μετὰ σπλάγχνων ἐσθιόμενα, καὶ ὅτι οἱ ῥηθέντες ἀμφιφῶντες ἄλλως τε οὕτως ἐκαλοῦντο ἀπὸ ἡλίου καὶ σελήνης, καὶ διότι δὲ ἐκόμιζον αὐτοὺς δᾳδία ἡμμένα περιπηγνύντες ἐπ' αὐτούς. ἀλλαχοῦ δέ φησιν ὁ αὐτὸς καὶ ὅτι ἀμφιφῶν προσηγορεύθη πλακοῦς διὰ τυροῦ, ἐφ' οὗ δᾷδα πήσσοντες ἅπτουσι τοῦ φωτὸς χάριν. Ἐκ τῆς ἀγέλης δὲ οὐ μόνον ἀγελαῖαι βόες, ἀλλὰ καὶ ἀγελαίας ἰσχάδας τὰς εἰκαίας Εὔπολις ἔφη καὶ ἄλλοι Κωμικοί, ὥς φησι Παυσανίας, καὶ λίθους δὲ ἀγελαίους τοὺς εἰκαίους καὶ ἀκαταξέστους.

(v. 575) Κόπρον δὲ νῦν τὴν τῶν βοῶν ἔπαυλιν λέγει, ὡς ἐκ τοῦ παρακολουθοῦντος. κόπρος γὰρ πολλὴ τοῖς βουστάθμοις, ὡς εἰκός, ἔγκειται, καὶ μάλισθ' ὅπου πολλαὶ βόες. ὃ δὴ ἔγνω πρὸ πάντων ὁ μέγας Ἡρακλῆς, ὁ καὶ ἐπὶ τοιούτῳ φορυτῷ ἀεθλεύσας. [Τινὲς δὲ γράφουσι "κοπροῦ" μετὰ περισπωμένης, διαστολῆς χάριν, ὡς ἐν τύπῳ περιεκτικῷ.]

(v. 576) Τὸ δὲ "κελάδων" ὥσπερ ἀλλαχοῦ ἀνέμου καὶ πόντου, οὕτω καὶ ποταμοῦ ἐνταῦθά ἐστιν ἐπίθετον. [264] Ῥοδανὸν δὲ λέγει τὸν [οἱονεὶ ῥοανὸν] ὡς ῥοώδη, πλεονασμῷ τοῦ δ. οἱ δὲ γράφουσι "ῥαδαλόν", καί φασιν οὕτω λέγεσθαι διὰ τὸ ῥᾷον ἅλλεσθαι φυτὰ ἐξ αὐτοῦ, πλεονασμῷ συνήθει τοῦ δ, ἢ ὡς κραδαλόν, ἤγουν εὐκράδαντον καὶ εὐκίνητον ἀποβολῇ τοῦ κ, ὡς δοκάσατο δοάσατο. ἄλλοι δὲ καὶ τὸ ῥαδαλὸν ἐπὶ εὐκινήτου νοοῦσι διὰ λεπτότητα δονάκων. ὅθεν, φασί, καὶ ἐπὶ γυναικῶν ῥαδανίζειν τὸ συνεχῶς τινάσσειν τὴν κρόκην. εἰσὶ δέ τινες, οἵ φασιν ὑφὲν ῥαδαλονδονακῆα, ἤγουν ἰσχνοκαλαμώδη, ἕν τι νοοῦντες διὰ τῶν δύο, ὁμοίως τῷ χορωκαλῇ Πολυμήλῃ, ἤγουν καλλίχορος. Δονακῆα δὲ περιεκτικῶς λέγει τὸν δόνακας ἔχοντα, οἳ διαφέρουσι καλάμων, ὅτι λεπτότατος μὲν ὁ δόναξ, ἁδρὸς δὲ ὁ κάλαμος, καὶ ὁ μὲν δόναξ ὡς ἐπὶ πολὺ ποτάμιος, οὐ μὴν καὶ ὁ κάλαμος, [καὶ δόναξ μὲν συριγκταῖς χρήσιμος, κάλαμος δὲ αὐληταῖς, ὅθεν καί τις φαῦλος αὐλεῖν ὀλοσιαλοκάλαμος ἐσκώφθη.] Αἴλιος δὲ Διονύσιος εἰπών, ὡς δόναξ καὶ τὸ λύριον, ἐπάγει· τὸ γὰρ παλαιὸν ἀντὶ τοῦ κέρατος ὑπετίθεντο κάλαμον. ἐμφαίνει δὲ τοιοῦτόν τι καὶ ὁ Κωμικὸς ἐν Βατράχοις ὑπολύριον εἰπὼν δόνακα. Ὀππιανὸς [265] δὲ ἰξοφόρους εἰπὼν δόνακας ἔοικε λεπτοὺς λύγους οὕτω καλεῖν.

(v. 579) Πρῶται δὲ κἀνταῦθα βόες αἱ ταῖς ὀπίσω ὑστατίαις ἀντιπορευόμεναι.

(v. 580) Ἐρύγμηλος δὲ παρὰ τὴν ἐρυγήν, οἱονεὶ ἐρύγηλος πλεονασμῷ τοῦ μ. ἐρυγεῖν δὲ λέγεται τὸ μετὰ βίας ἀνασπᾶν πνεῦμα, ὡς τὸ "ἤρυγεν ἑλκόμενος ὡς ὅτε ταῦρος". Τὸ δὲ "μακρὰ μεμυκώς" ἀντὶ τοῦ μεγάλα, καὶ οὐχ' ἁπλῶς, ἀλλ' ὅτι πρὸς μῆκος πολὺ ὁ μυκηθμὸς ἱκνεῖτο, ἐξ οὗ μήκους παρωνόμασται τὸ μακρόν. [Μέσος δὲ παρακείμενος τοῦ μεμυκηκώς ἐστι τὸ μεμυκώς.]

(v. 582) Τὸ δὲ "ἀναρρῆξαι βοείην" καὶ τὸ "λαφύσσειν αἷμα" καιρίαι λέξεις ἐπὶ λέοντος. Δῆλον δ' ὡς καὶ νῦν τὸ "βοὸς βοείην" περιττολογεῖται. ἤρκει γὰρ βοείην μόνην εἰπεῖν.

(v. 584) Τὸ δὲ "ἐνδίεσαν" ποιητικὴ καὶ αὐτὴ λέξις, οὐ ψηλαφητέα λογογράφοις, γινομένη μὲν ἀπὸ τοῦ ἐνδίημι, δηλοῦσα δὲ τὸ διέτριβον. καὶ ἐξ αὐτοῦ ἔοικεν εἶναι καὶ τὰ ἔνδια, ἤγουν αἱ διατριβαί, παρὰ τῷ Ὀππιανῷ. τινὲς δὲ ἐνίεσάν φασιν ἀντὶ τοῦ ἐνέβαλλον πλεονασμῷ τοῦ δ. ἄλλοι δὲ ἐδίωκόν φασι τὸ ἐνδίεσαν ἐκ τοῦ δίω δίημι, τὸ διώκω.

(v. 585) Τὸ δὲ "ἀπετρωπῶντο" δευτέρας ὂν τῶν περισπωμένων ἐκτείνει τὴν προπαραλήγουσαν, ὡς καὶ τὸ στρωφῶ καὶ νωμῶ, ἐν μὲν τῇ πρώτῃ συζυγία συστέλλει αὐτήν, ὡς δηλοῖ τὸ "περιτροπέων ἐνιαυτός", καὶ τὸ "καλλίτριχες ἵπποι ἂψ ὄχεα τρόπεον". ὅτι δὲ ὡς ἐπὶ ἐμψύχων ζῴων, οὐ μὴν ἀγαλμάτων, εἴρηται τὸ "οἱ κύνες δακεῖν μὲν ἀπετρωπῶντο" καὶ τὸ ἑξῆς, καθὰ καὶ ἄλλα πρὸ τούτου ὁμοίως πεποίηνται τερατωδῶς μέν, γλυκέως δὲ, δῆλον. [Ζῳοῖς γὰρ ἐοικότα τετεύχαται δαίδαλα ἐπὶ τῆς ἀσπίδος, καὶ διὰ [266] τοῦτο τοιαύτη τερατώδης φαντασία καὶ φράσις ἐπ' αὐτοῖς γίνεται. δῆλον δ' ὅτι πολλὰ καὶ δίχα μύθου ἔργα παρ' ἀνθρώποις ἀπέβησαν ζῳοῖς ἐοικότα, ὑφ' ὧν καὶ παρήχθησαν ὀφθαλμοὶ ἀπατηθέντες τῇ ὁμοιότητι. βοῒ γοῦν, φασί, γεγραμμένῃ βοῦς ἐπανέστη ἀπατηθεὶς τῇ ὁμοιώσει, ὡς ἐντεῦθεν τὸ τῆς Πασιφάης πάθος, ᾧ βοῦς ξυλίνη ἐμεσολάβησεν ἀπατήσασα καλὸν ταῦρον ζῶντα, μὴ δοκεῖν εἶναι ἀξυνηγόρητον. ἤδη δέ που καὶ γεγραμμένῃ, φασί, κυνὶ καὶ περιστερᾷ καὶ χηνὶ τῇ μὲν κύων, τῇ δὲ περιστερὰ, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν, φανέντων δὲ ἀδυνάτων, ἀπέστησαν.]

(v. 587 s.) Νομὸν δὲ μέγαν λέγει πρὸς ἔνδειξιν τοῦ κατὰ τὸ σάκος μεγέθους, καθὰ καὶ τὸ "νειόν" ἄρουραν εὐρεῖαν. πάντως γὰρ μέγα σάκος, ᾧ τοιαῦτα ἐπίπεδα ἔγκειται.

(v. 588) Ἀπὸ δὲ τῶν οἰῶν καὶ Οἰάτιδος νομοῦ μέμνηταί τις παλαιὸς τοῦ ὑπὸ προβάτων κατανεμομένου.

(v. 589) Σταθμοὶ δὲ σηκῶν ἐοίκασι διαφέρειν, καθότι κοινὸν μὲν ἁπλῶς ὁ σταθμός. ‑ [Ἐνταῦθα δὲ σκοπητέον, εἴπερ ἐκ τοῦ Ὁμηρικοῦ νομοῦ γέγονεν ἡ ἐπινομίς, οὐχὶ ἡ παρὰ τῷ Πλάτωνι ‑ ἐκείνην γὰρ ὁ γραπτὸς παράγει νόμος, οὗ πρὸς διαστολὴν ὁ Ὁμηρικὸς νομὸς ὀξύνεται ‑ , ἀλλὰ μέρος τι τριήρους, ὅπερ ἐκάλουν ἐπινομίδα, ὥς φησιν Ἀθήναιος.] Σηκοὶ δὲ μάλιστα οἱ τῶν νεογνῶν, ὅθεν καὶ σηκῖται ἄρνες λέγονται. Σημείωσαι δὲ καὶ ὅτι κλισίαν ποιμενικὴν ἐνταῦθα οἶδεν ὁ ποιητής, ἣν κλίσιον ὁ Δίων λέγει κατὰ γένος οὐδέτερον, ὡς καὶ ἀλλαχοῦ κάλλιον δηλοῦται. καί εἰσιν ἐνταῦθα κλισίαι κατηρεφεῖς, αἱ ἰδιωτικῶς λεγόμεναι σκεπασταί.

(v. 590605) Ὅτι τῆς ὀρχήσεως εἰς δύο εἴδη διῃρημένης εἴς τε τὸ ἐνόπλιον, ὃ τῇ πυρρίχῃ καὶ Κουρητικῇ κινήσει ἀπείκασται, καὶ εἰς τὸ ἵλεων, ὃ πρέπον ἐστὶν εἰρήνῃ κατὰ τὰ Βακχικὰ σχήματα, ἐνταῦθα ὁ ποιητὴς [267] ἀμφότερα παραδείκνυσι, φράζων οὕτω "ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς Ἀμφιγυήεις, τῷ ἴκελον, οἷόν ποτ' ἐνὶ Κνωσσῷ εὐρείῃ Δαίδαλος ἤσκησε καλλιπλοκάμῳ Ἀριάδνῃ. ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι ὠρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες. τῶν δ' αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας εἶχον ἐϋννήτους ἦκα στίλβοντας ἐλαίῳ· καί ῥ' αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων. οἳ δ' ὅτε μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι ῥεῖα μάλα, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν· ἄλλοτε δ' αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι. πολλὸς δ' ἱμερόεντα χορὸν περιΐσταθ' ὅμιλος τερπόμενοι. δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνεον κατὰ μέσσους", ὡς οἷα δηλαδὴ κορυφαῖοι χοροῦ ὀρχούμενοι ἅμα καὶ δινούμενοι, ἤγουν στρεφόμενοι χορικῶς. δῖνος γάρ, φασί, σχῆμα χορικόν. Καὶ ὅρα ὡς οὐδὲ τὴν ἔκφρασιν ἀπήλλαξε τοῦ ποιητικοῦ ὡραΐσματος, τῆς παραβολῆς, τροχῷ κεραμεικῷ εἰκάσας πάνυ θαυμασίως τὸ ὀξὺ τῆς ἐγκυκλίου κινήσεως τοῦ χοροῦ, καὶ τροχῷ οὐχ' ἁπλῶς, ἀλλὰ ταῖς παλάμαις ἁρμόζοντι διὰ τὸ σύμμετρον, καὶ οὔπω δὲ εἰς ἔργον κινηθέντι ἀλλ' εἰς πεῖραν μόνην. ὀξυτάτη γὰρ ἡ τοῦ τοιούτου τροχοῦ περιφορά. ἐν γάρ τοι τῷ ἐργάζεσθαι βαρύνων ὁ πηλὸς ἀμβλύνει τὴν ὀξύτητα τῆς κινήσεως. Σημείωσαι δὲ ὅτι τῶν ῥηθέντων δύο εἰδῶν τῆς ὀρχήσεως, ἤγουν τοῦ ἐνοπλίου καὶ τοῦ ἵλεω, τὸ μὲν πρῶτον ὁ ποιητὴς ἐνταῦθα διὰ τῶν μαχαιροφόρων παίδων ἐνδείκνυται, τὸ δὲ δεύτερον διὰ τῶν παρθένων, αἳ καλὰς εἶχον στεφάνας. Φασὶ δὲ οἱ παλαιοὶ ὅτι διακεχωρισμένως χορευόντων τὸ πρὶν ἀνδρῶν τε καὶ γυναικῶν πρῶτοι οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λαβυρίνθου ἑπτὰ ἠΐθεοι καὶ τοσαύται παρθένοι ἀναμὶξ ἐχόρευσαν ὑπὸ καθηγητῇ τῷ Δαιδάλῳ κατὰ Κνωσσόν, πόλιν Κρήτης, περὶ ἧς ἀλλαχοῦ τε καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δὲ ἐρρέθη. ἀφ' ἧς καὶ τὰ Κνώσσια παρὰ Σοφοκλεῖ ὀρχήματα καὶ τὸ ἔργον ἐκεῖνο τοῦ Δαιδάλου μετῆλθεν εἰς μίμησιν, καὶ νῦν ἔτι πολλοί, καὶ μάλιστα ναυτικοί, [268] ὅσοι πρὸς τὸ παλαιὸν ἀνδρῶδες παρεκνεύουσι, χορόν τινα ἑλίττουσι ποικιλόστροφον καὶ πολυκαμπῆ τὰς τοῦ λαβυρίνθου μιμεῖσθαι θέλοντες ἕλικας. Σημείωσαι δ' ἐνταῦθα ὅτι οὐ τῷ Θησεῖ τῷ ἀλλοδαπῷ τὸν χορὸν ἐκεῖνον ὁ ἐκ Κρήτης Δαίδαλος ἤσκησεν, ἀλλὰ τῇ τῶν βασιλέων θυγατρὶ Ἀριάδνῃ τῇ τοῦ Θησέως ἐρωμένῃ. ἐρώτων γὰρ γυναικῶν ὁ Δαίδαλος ὑπουργὸς παραδέδοται, ὃς οὐ μόνον ἐνταῦθα μεσολαβεῖ χορὸν καταποικίλας δαιδάλεον, ἀλλὰ καὶ τῇ Πασιφάῃ πρὸς ἀλλόκοτον ἔρωτα τὸν τοῦ ταύρου ἐμεσίτευσε. διὸ καὶ δικαίως ὑπὸ Μίνωος κατὰ τὴν ἱστορίαν ἐδιώκετο, ὅτε καὶ τὸν υἱὸν Ἴκαρον ἀπεβάλετο συμφεύγοντα, ἐξ οὗ τὸ Ἰκάριον πέλαγος. [Ἰστέον δὲ ὅτι ἀλλόκοτος μὲν ἀληθῶς ὁ κατὰ τὴν Πασιφάην ἔρως, ἔχει δέ τινας ὁμοιότητας. πεπείραται γοῦν καὶ τοῖς τοῦ νῦν γένους γυνὴ κυνὸς εὐγενοῦς ἔρωτι κατασχεθεῖσα καὶ χρωτιζομένη τῷ κακῷ. ἄλλως δὲ καὶ ἄλογα ζῷα ἔρωτας ἐπ' ἀνθρώποις ἔπαθον. δελφῖνος οὖν τοιοῦτος ἔρως παρ' Ὀππιανῷ κεῖται. λέγεται δὲ καὶ ἀλεκτρυὼν ἐν Βιθυνίᾳ οἰνοχόου τινὸς ἐρασθῆναι βασιλικοῦ, καὶ χὴν δὲ Ὠλενίου παιδός. καὶ ἐν Λευκαδίᾳ ταώς, φασίν, ἐρασθεὶς παρθένου θανούσῃ συνεξέλιπε.]

(v. 592) Περὶ δὲ Ἀριάδνης καὶ τῶν κατ' αὐτήν, ὅτι τε Θησέως ἐρασθείη, καὶ ὅπως εἰς Κρήτην ἐκεῖνος ἔλθοι, καὶ ὡς Δαιδάλου ὑποθήκαις ἀγαθῖδα μίτου δοῦσα τῷ Θησεῖ αἰτία γένοιτο ἐκείνῳ διεξοδεῦσαι τὸν λαβύρινθον, ἱστοροῦσι πολλοί, καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δὲ γέγραπταί τινα. Ὅτι δὲ ἀγαθὶς δέσμη, ῥάμμα, στήμονες, λέγουσιν οἱ παλαιοί. δηλοῖ δέ, φασίν, ἡ λέξις καὶ σησαμίδα. Τὸ δὲ "ἤσκησε" καιριωτάτη λέξις καὶ ἐνταῦθα, δηλοῦσα ἔργου ἐπιμέλειαν, ὡς καὶ ἐν τῷ "ἤσκειν εἴρια".

(v. 593) Ὅρα δὲ καὶ τὸ "ἠΐθεοι καὶ παρθένοι". ὃ γὰρ ἐν ἡλικίᾳ γυναικῶν αἱ παρθένοι, τοῦτο ἐν ἀνδράσιν ἠΐθεοι, οἱ ὡραῖοι, φασί, γάμου καὶ μηδέπω γεγαμηκότες. ὡς δὲ καὶ τρισυλλάβως ᾔθεος λέγεται ὁ ἠΐθεος προσγραφέντος τοῦ ι, Διονύσιος Αἴλιός φησι, καὶ ἔστι, φασίν, Ἀττικόν. λέγεται δὲ καὶ ἐπὶ παρθένου τὸ ἠΐθεος. καὶ χρῆσις φέρεται εἰς τοῦτο αὕτη· εἰ μὴ κόρη δεύσειε τὸ σταῖς ἠΐθεος.

(v. 593 [269] 605) Τίνες δὲ ἀλφεσίβοιαι, καὶ ὅτι καρπὸς τὸ μεταξὺ συνάπτον χειρὸς καὶ πήχεως, καὶ ὅτι ὀθόναι ἴσως ἄρτι γυναικεῖα ἱμάτια λεπτὰ παρὰ τὸ ὄθω διὰ τὸ εὐκίνητον, καὶ ὅτι στεφάνας μὲν θηλυκῶς οἶδεν ὁ ποιητὴς ἐπὶ κόσμου κεφαλῆς, οὐ μὴν δὲ καὶ στεφάνους ἀρσενικῶς, καὶ ὅτι τὸ ὁτέ ὀξυτόνως, ἀντὶ τοῦ ποτέ, ὅτε βαρυτόνως οἶδε λέγειν ὁ ποιητής, ὡς καὶ νῦν ἐν τῷ "οἳ δ' ὅτε μὲν θρέξασκον", καὶ τίνες οἱ κυβιστητῆρες, καὶ ὅτι τὸ δινεῖν ἐνεργητικῶς λέγει ἀντὶ τοῦ δινεῖσθαι, εἰπὼν ἐνταῦθα "ἐδίνεον κατὰ μέσσους", δηλοῦται καὶ ἀλλαχοῦ. [(v. 593) Τοῦ δὲ ἀλφεσίβοιαι προϋπάρχει ῥῆμα διφορούμενον τῇ κλίσει. μέλλων γὰρ αὐτοῦ καὶ διὰ τοῦ ε, ἐξ οὗ ἀλφεσίβοια, καὶ διὰ τοῦ η, ἐξ οὗ ἀλφηστής, λέξις αὕτη ὁμώνυμος. ἀλφησταὶ γὰρ οὐ μόνον ἄνθρωποι κατά τι κοινὸν ἐπίθετον, ἀλλὰ καὶ ἰχθύων εἶδος. μονάκανθοι δὲ αὐτοί, κιρροί, πορφυρίζοντες κατά τινα μέρη, ὧν, φασίν, ἁλισκομένων σύνδυο φαίνεσθαι τὸν ἕτερον κατ' οὐρὰν ἑπόμενον. ὅθεν διὰ τὸ κατὰ πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν Ἀπολλόδωρος τοὺς ἀκρατεῖς καὶ κατωφερεῖς ἀλφηστὰς εἶπεν ἐν τῷ "καταπυγωτέραν ἀλφηστῶν".]

(v. 594) Τὸ δὲ "ὠρχεῦντο" ἐτεχνήσατο οὕτως εἰπεῖν Ὅμηρος. εἰ γὰρ ὠρχοῦντο ἔφη, λογοειδὴς ἂν ὁ στίχος ἦν καὶ εὐτελής. [Συγγενὲς δὲ τῷ Κρητικῷ Δαιδάλῳ διδάσκειν ὀρχεῖσθαι. Κρησὶ γὰρ κατὰ τὴν ἱστορίαν ἐπιχώρια τό τε κυβιστᾶν καὶ ἡ ὄρχησις, ὡς καὶ Ὅμηρος οἶδε, καὶ περιῄδοντο τοῖς πάλαι τὰ Κρητικὰ ἐμμελῆ ὑπορχήματα. καὶ τὸ μὲν ὄργανον ἐκαλεῖτο Μολοσσόν, ὁ δὲ τρόπος Κρήτας, ὡς ἂν εἴποι τις, Κρητικός. καὶ ἔστι Δωρικὸν τοὔνομα, ὅμοιον τῷ Νικήτας καὶ [270] Φιλήτας, ὧν τὰ κοινὰ Νικήτης καὶ Φιλήτης.]

(v. 595) Σημείωσαι δὲ ὅτι περὶ χιτώνων καὶ τοιαῦτά φασιν οἱ παλαιοί· χιτών· ὁ ζωστὸς καὶ γυναικεῖος, ὁ δὲ ἀνδρεῖος, χιτωνίσκος, ὅ τινες ἐπενδύτην, τὸ δὲ βραχὺ χιτωνισκάριον. χιτωνίου δὲ καὶ χιτωνάριον λεπτὸν ἔνδυμα γυναικεῖον πολυτελές. Μένανδρος "λελουμένη γὰρ ἡ 'ταίρα καὶ διαφανὲς χιτωνάριον ἔχουσα". Ἀριστοφάνης "ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον". ταῦτα Αἴλιος Διονύσιος, παρ' ᾧ καὶ ὅτι χορταῖος ὁ δασὺς καὶ μαλλωτὸς χιτών. καὶ πάλιν· χορταῖος· χιτὼν ποδήρης, ἔχων χειρῖδας. ἀλλαχοῦ δὲ ὅτι χιτῶνος εἶδος καὶ ἡ ἐξωμίς. ἐξωμὶς γάρ, φησί, χιτὼν ἅμα καὶ ἱμάτιον τὸ αὐτό. ἄλλος δέ τις ἱστορεῖ καὶ ὀρθοσταδίους χιτῶνας, λέγων ὅτι ὀρθοστάδιοι μὲν οἱ στατοί, συρτοὶ δὲ οἱ συρόμενοι. ἐκ δὴ τούτων δῆλον ὡς οὐχ' ὥρισται ὁ χιτὼν κατὰ τοὺς ἐνστατικοὺς ἐπὶ μόνου τοῦ προσεχῶς ἐπικεχυμένου τῇ σαρκί.

(v. 596) Τοῦ δὲ ἐΰννητοι, ὅ ἐστιν εὔνητοι, εὔκλωστοι, θέμα ἢ τὸ νήθω, ἢ μάλιστα τὸ νῶ νήσω, οὗ χρῆσις καὶ παρ' Ἡσιόδῳ ἐν τῷ "νεῖ νήματα ἀράχνης". [Δοκοῦσι δὲ ἀντιδιεστάλθαι ταῖς λεπταῖς ὀθόναις οἱ εὔνητοι χιτῶνες. οὗτοι γὰρ οὐκ ἂν εἶεν κατ' ἐκείνας λεπτοὶ καὶ διαφανεῖς.] Τὸ δὲ "στίλβοντες ἐλαίῳ" ἀντὶ τοῦ στιλπνοί, ὡς εἰ καὶ ἔλαιον αὐτῶν ἀπέσταζε, κατὰ τὸ "ἀπελείβετο ὑγρὸν ἔλαιον", ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται λεχθὲν εἰς ὀθόνας. Καὶ σημείωσαι ὅτι ἐν τῷ "χιτῶνες στίλβοντες ἐλαίῳ", καὶ ἐν τῷ "ὀθονέων ἀπελείβετο ὑγρὸν ἔλαιον", οὐ πολλὴ ἔοικεν ἡ λευκότης εἶναι. ἐπὶ γὰρ τῶν ἤδη λευκανθέντων οὐκ ἔστι τὸ χρῶμα τοιοῦτον, ἀλλ' ἐπ' ἐκείνων οἰκεῖον τὸ "λευκὸν δ' ἦν ἠέλιος ὥς". Ὅρα δὲ ὡς ταῖς τοῦ ἔχειν κινήσεσιν ἐπέμεινεν, εἰπὼν "ἐπὶ [271] καρπῷ χεῖρας ἔχοντες", καὶ "λεπτὰς ὀθόνας ἔχον", καὶ "χιτῶνας εἶχον", καὶ "στεφάνας ἔχον", καὶ "μαχαίρας εἶχον", καὶ ὅτι καὶ ἐπὶ μαχαιρῶν ὡς ἐπὶ ἀσπίδων καὶ ξιφῶν τελαμῶνας ἔφη τοὺς ἀναφορεῖς. [Εἰ δὲ ἀργύρεοι τῶν ὧδε μαχαιρῶν οἱ ἀναφορεῖς, ὅμως ἱμάντας καὶ οὕτω νοητέον αὐτοὺς ἀναλόγως τῇ ὑποκειμένῃ τῆς ἀσπίδος ὕλῃ.]

(v. 599) Τὸ δὲ "θρέξασκον" καιρία λέξις ὡς ἐν ποιήσει, διὸ καὶ δισσεύει αὐτὴν ἐνταῦθα ὁ ποιητής. πεζολογῶν δὲ ῥήτωρ ἐνεστῶτα μόνον εἰδὼς τοῦ τρέχειν ἵσταται μέχρις αὐτοῦ μὴ προβαίνων εἰς μέλλοντα, χρώμενος δὲ ἀντ' αὐτοῦ τῷ δραμοῦμαι καὶ τῇ κινήσει αὐτοῦ.

(v. 601) [Ὁ δὲ κεραμεὺς καὶ τὸ προϋπάρχον αὐτοῦ ῥῆμα τήν τε κεραμείαν ποιοῦσιν, ἧς χρῆσις καὶ ἐν παροιμίᾳ σκωπτούσῃ τὸ "κεραμείᾳ τὸν πίθον", καὶ τὰ κεράμεια, ἐφ' οἷς γριφεύοντές τινες γῆς τε καὶ πυρὸς τέκνα φασὶν αὐτὰ καὶ ἄλλα δέ τινα συνήθη τῇ κατ' αὐτοὺς τέχνῃ στομφάζουσιν, ὡς δῆλον ἐκ τοῦ εἰπόντος "γαίας τε καμίνου τε γόνον εὗρε κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνος καταστήσασα τρόπαιον", ἤγουν ἡ τῶν Ἀθηναίων πόλις. καὶ ἐπαινεῖται, φασίν, ὄντως ὁ Ἀττικὸς κέραμος. οὕτω δὲ κατ' Εὔβουλον καὶ τὰ Κνίδια κεράμεια καὶ τὰ Μεγαρικὰ πιθάκνια. Ἕτερος δέ τις χύτραν ἐγριφοποίησεν ἐν τῷ "τροχοῦ ῥύμασι τευκτὸν κοιλοσώματον κύτος, πλαστὸν ἐκ γαίης". ὁ δ' αὐτὸς τὸ αὐτὸ φράζων, ἔνθα καὶ περὶ πλακοῦντος λέγει, "ξανθῆς", φησί, "μελίσσης νάμασι συμμιγὴς μηκάδων αἰγῶν ἀπόρρους θρόμβος ἐγκαθήμενος εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης. δηλοῖ δὲ ταῦτα πλακοῦντα ἐκ μέλιτος καὶ αἰγείου τυροῦ εἴτε γάλατος ἐγκείμενον πλατείᾳ στεγούσῃ χύτρᾳ ἢ ἑτεροίῳ κεραμείῳ.]

(v. 599) Ὅρα δὲ καὶ ὅτι τὸ "ἐπισταμένοις ποσίν" ἐπιστήμην εἶναι παραλαλεῖ γενικῶς καὶ τὴν χορευτικὴν τέχνην, καὶ ὅτι τὸ κύκλῳ ἥκειν καὶ περιφέρεσθαι θέειν εἶπεν ἐπὶ τοῦ διαληφθέντος τροχοῦ.

(v. 602) [272] Τὸ δὲ "θρέξασκον ἐπὶ στίχας ἀλλήλοις" ἀντὶ τοῦ ἔτρεχον λύοντες τὸν τοῦ χοροῦ κύκλον εἴς τινας εὐθείας κινήσεις· ἢ καὶ ἄλλως μάλιστα κατὰ τοὺς παλαιούς, ποτὲ μὲν τροχοειδῆ καὶ κυκλοτερῆ δρόμον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλων γινόμενοι κατ' ὀρθὸν δι' ἀλλήλων ἔθεον, ὃ καὶ εἰσέτι νῦν ποιοῦσιν οἱ τὰ τοιαῦτα δεινοὶ χορευταί.

(v. 603) Ἱμερόεις δὲ χορός, καθὰ καὶ κιθαρισμός, ὡς ἐδήλου τὸ "ἱμερόεν κιθάριζε". Τὸ δὲ "πολλὸς περιΐστατο ὅμιλος" ἔθος δηλοῖ ἐν ἀξιολόγοις χοροῖς γινόμενον. τὸ δὲ "ὅμιλος τερπόμενοι" Ἀττικῶς ἐσχημάτισται. ἄλλως γὰρ εἶχεν εἰπεῖν ὅμιλος τερπόμενος.

(v. 606) Ἰστέον δὲ καὶ ὡς ἐκ τοῦ "μολπῆς ἐξάρχοντες ἐδίνευον" ἐρρέθη παρὰ τοῖς ὕστερον εἶδός τι ὀρχήσεως ἐμμέλεια. φησὶ γοῦν Παυσανίας, ὅτι ὄρχησίς τις ἦν τραγικὴ λεγομένη ἐμμέλεια. Αἴλιος δὲ Διονύσιός φησι καὶ αὐτός, ὅτι ἐμμέλεια τραγικὴ ὄρχησις, ὥσπερ ἡ κωμικὴ κόρδαξ καὶ ἡ σατυρικὴ σίκιννις. ἐκαλεῖτο δέ, φησίν, ἐμμέλεια καὶ τὸ ὑπὸ τὴν τραγικὴν ὄρχησιν ᾀδόμενον αὔλημα. ὁ δὲ Παυσανίας λέγει καί, ὅτι ὀρχήσεως εἶδος καὶ ὁ ξιφισμὸς καὶ σχῆμα ἐμμελείας, ὅθεν ἀποξιφίσαι τὸ ἐξορχήσασθαι, ὥσπερ καὶ ἀποφοιτᾶν παρὰ Λυσίᾳ τὸ παύσασθαι φοιτῶντα, ὅ ἐστι μανθάνοντα.

(v. 607 s.) Ὅτι τὸν Ὠκεανὸν περὶ τὸ ἄκρον κύκλῳ τῆς ἀσπίδος ὁ Ἥφαιστος ἔθετο, ἵνα καὶ αὐτὸς ἔσω σφίγγῃ πάντα τὰ περικόσμια, ὅσα περιέχει τὸ τῆς ἀσπίδος ἔδαφος. Φησὶ γὰρ "ἐν δ' ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο". Καὶ ὅρα φυσικὰ ποιητικὰ πάρισα, ἐκφράσει πρέποντα, τὸ "ποταμοῖο", "Ὠκεανοῖο", "ποιητοῖο", καὶ ὡς ποταμὸν κἀνταῦθα τὸν Ὠκεανὸν ἡ Ὁμηρικὴ Μοῦσα ἔφη, ἐκ μέρους ἴσως οὕτως εἰποῦσα, εἴπερ, ὡς ἐν Ὀδυσσείᾳ δηλοῦται, ποταμός τις φέρεται εἰσβάλλων εἰς τὸν μέγαν Ὠκεανόν, τὴν ἔξω δηλαδὴ θάλασσαν.

(v. 607) Τὸ δὲ "μέγα σθένος" τὸν μεγασθενῆ συντίθησι. δῆλον δὲ ὡς πάνυ δεξιῶς πινακογραφικῷ χαρακτῆρι, ὃν οἱ περιηγούμενοι ἐζήλωσαν, τῇ κατ' αὐτὸν Ὅμηρος κοσμοποιΐᾳ κύκλῳ τὸν Ὠκεανὸν περιέθετο.

(v. 609-613) Ὅτι ἐπιμονῇ ῥήματος χρῆται καὶ ἐν τῷ "ἐπειδὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε· τεῦξεν ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς· τεῦξε δέ οἱ κόρυθα βριαρήν, κροτάφοις ἀραρυῖαν, καλήν, δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε· τεῦξε δέ οἱ [273] κνημῖδας ἑανοῦ", ὥς που καὶ προεγράφη, "κασσιτέροιο". Καὶ ὅρα ὅτι ἐπελευστικῶς φράσας οὐκ ἐκφράζει καὶ ταῦτα, ἐπεὶ ἔφθασεν ἐπ' ἄλλων ὁμοειδῶν τοῦτο ποιῆσαι, οἷον ὅτε τὸν θώρακα τὸν Κινύρου ἐξέφρασε καὶ τὴν τῆς Ἀθηνᾶς κόρυθα. διόπερ οὐκ ἐθέλει τὰ αὐτὰ πολλάκις μυθολογεύειν. οὕτω καὶ τὴν τοῦ Πατρόκλου πυρὰν πολυλογήσας ἐν τοῖς ἑξῆς, τὴν τοῦ Ἕκτορος παραδραμεῖται, οἷα τὴν ἄκαιρον ταὐτολογίαν ἐκφεύγων καὶ τὸ προσκορές, ἄλλως δὲ καὶ σπεύδων εἰς τὸ ἐναγώνιον. διὸ οὔτε περὶ τοῦ Ὠκεανοῦ πολυλογεῖ, ἀλλ' εἰπεῖν ἠρκέσθη τὸ "ἐν δ' ἐτίθει ποταμοῖο μέγα σθένος", ὡς εἴρηται.

(v. 614 s.) Καὶ τὸν Ἥφαιστον δὲ σιγῶντα πλάττει, ὅτε μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας τὰ ὅπλα δηλαδή, καὶ οὐδὲ τὴν Θέτιν λαβοῦσαν αὐτὰ παρ' Ἡφαίστου πεποίηκέ τι λέγουσαν πρὸς τὸν αὐτὰ δόντα. εἰ δὲ καὶ ἔστι κατὰ τὸ σιωπώμενον νοῆσαι, ὅτι ἐλάλησεν ἄν, ὡς εἰκός, ἡ Θέτις εὐχαρίστως τὰ δέοντα, καθὰ καὶ Χρύσης πρὸς τοὺς Ἀχαιούς, ὅτε ἀπέλαβε τὴν παῖδα, ὅμως Ὁμήρῳ οὐκ ἀρέσκει λαλεῖν τὰ μὴ ἀναγκαῖα μηδὲ κατεπείγοντα.

(v. 617 s.) Τὸ δὲ τάχος καὶ τὴν σπουδὴν τῆς Θέτιδος ἐμφαίνει καὶ παραβολικῶς ὁ ποιητὴς εἰπὼν ὡς ἡ Θέτις "ἴρηξ ὣς ἆλτο κατ' Οὐλύμπου νιφόεντος τεύχεα καλὰ φέρουσα παρ' Ἡφαίστοιο ἄνακτος". Ταῦτα δὲ καὶ ὅπλα κοινότερον ἐνταῦθά φησιν ὡς πολέμου ὄργανα, εἰπὼν "αὐτὰρ ἐπεὶ πάνθ' ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις", ἤγουν καμὼν ἐποίησεν ἢ περὶ πάντα ἔκαμε.

(v. 610) Τὸ δὲ φαεινότερον πυρὸς αὐγῆς εἶναι τὸν θώρακα ἐκ τοῦ λαμπροῦ χρυσοῦ ἔχειν δοκεῖ. Τὸ δὲ "τεῦξε" πρωτότυπόν ἐστι τοῦ τεύχεα. διὸ μετὰ τὸ "τεῦξεν" εἰπὼν ὅπλα οὐκ ἠνέσχετο μὴ τεύχεα εἰπεῖν τὰ αὐτά, ὡς ἀνωτέρω δεδήλωται.

(v. 611) Ἀρετὴ δὲ καὶ νῦν κόρυθος τὸ ἀρηρέναι κροτάφοις. ἡ γάρ ἐστι καὶ πληκτικὴ καὶ οὕτω δύσχρηστος. καλὴ δὲ αὕτη, δι' ὃν ἔχει χρύσεον λόφον, τὰς ἀλλαχοῦ χρυσείας ἐθείρας.

(v. 613) Κασσίτερος δέ, φασί, παρὰ τὸ θᾶσσον τείρεσθαι. καὶ ἄλλως δέ, ὡς καὶ προεδηλώθη, καυσίτερός τις, πρὸς διαστολὴν τοῦ ἐν τῇ καύσει ἀτειρέος χαλκοῦ. διὸ καὶ ἀναλογώτερον [274] κασσίτερον γράφειν διὰ τοῦ ε ἤπερ κασσίτηρον διὰ τοῦ η. δῆλον δὲ ὡς καὶ Ἀττικῶς λέγεται καττίτερος.

(v. 614) Ὅρα δὲ καὶ νῦν τὸ "ἀμφιγυήεις", οὐ ψεκτικῶς ῥηθὲν ἐπὶ Ἡφαίστου, ἀλλὰ χαρακτηριστικῶς κατά τινα οἷον ἰδιότητα. διὸ καὶ ἀνιστᾷ τὸ τοῦ ἐπιθέτου ταπεινόν, "κλυτός" φάμενος, ὡς καὶ πρὸ τούτου "περικλυτός", καὶ ἄνακτα δὲ τὸν αὐτὸν εἰπών.

(v. 616) Ἡ δὲ κατὰ τὸν ἴρηκα παραβολὴ συνεπιτέτμηται τῇ πραγματικῇ γοργότητι, ὡς πολλαχοῦ ποιεῖν εἴωθεν Ὅμηρος. ὡς δὲ δασύνεται μὲν ὁ ἵεραξ, ψιλοῦται δὲ Ἰωνικῶς ὁ ἴρηξ, δῆλον ἐν τοῖς πρὸ τούτων που καὶ αὐτὸ γέγονεν.

ΕΚ ΤΩΝ ΤΗΣ ΤΑΥ

  [275] Ὅτι ἐπιγραφὴ τῆς ταῦ ῥαψῳδίας πεζὴ μὲν αὕτη· μήνιδος ἀπόρρησις, πρὸς δὲ μέτρον αὕτη· ταῦ, ἀπέληγε χόλοιο καὶ ἔκθορε δῖος Ἀχιλλεύς.

(v. 1) Ὅτι καὶ ἐνταῦθα περιφράζων τὸ ἐγένετο ἡμέρα φησὶν "Ἠὼς μὲν κροκόπεπλος ἀπ' Ὠκεανοῖο ῥοάων ὤρνυτο", καὶ ἑξῆς. ἀπὸ δὲ τούτου τοῦ "ἠῶ ὄρνυσθαι" κατὰ τοὺς παλαιοὺς καὶ ὁ ὄρθρος, ἐν ᾧ εἰς ἔργον ὀρνύμεθα. Ἰστέον δὲ ὅτι τὴν Ὁμηρικήν τις ταύτην περίφρασιν ζηλώσας φησίν· ἡνίκα "πρὸς οὐρανὸν ἔτρεχον ἵπποι Ἠῶ τὴν ῥοδόπαχυν ἀπ' Ὠκεανοῖο φέρουσαι". Ἔνθα καὶ ὅρα τὸ ῥοδόπηχυς, ῥηθὲν πρὸς ὁμοιότητα τοῦ ῥοδοδάκτυλος. τοιούτῳ δὲ ζήλῳ καὶ Λυκόφρων τὸ αὐτὸ περιφράζων ἔφη "Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγον κραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς".

(v. 46) Ὅτι τῷ Πατρόκλῳ περικείμενος ὁ Ἀχιλλεὺς ἔκλαιε "λιγέως, πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι μύροντο", ἤγουν ἐθρήνουν ἢ ἐχέοντο. ἐκ δὲ τούτου τοῦ μύρειν, ὡς προδεδήλωται, καὶ τὸ μορμύρειν ἐπὶ ὕδατος, καὶ ποταμὸς ἁλιμυρήεις, καὶ μύρον τὸ πρῶτον ἐκχυθὲν δάκρυον ἀπὸ Μύρρας τῆς τοῦ Θείαντος. ὅτι δὲ οὐκ ἀπᾷδον ἐνταῦθα τὸ ἐμύροντο νοῆσαι καὶ ἀντὶ τοῦ ἐχέοντο, ἤτοι σπουδῇ ἔθεον, δῆλον ἐκ τῶν ἑξῆς. ἐρεῖ γάρ που· ἣ δ' ἀμφ' αὐτῷ χυμένη ἐκώκυεν, ἤγουν χυθεῖσα καὶ κατὰ σπουδὴν δραμοῦσα καί, ὡς εἰπεῖν, μετὰ ῥύμης, ἥτις ἀπὸ τοῦ ῥύω γίνεται, ὅπερ ταὐτὸν τῷ χύω ἐστίν.

(v. 4) Ὅρα δὲ καὶ ὅτι τὸ περικεῖσθαι δοτικῇ συνέταξε, λαβὼν αὐτὸ ἀντὶ τοῦ συγκεῖσθαι καὶ περιπεπλέχθαι. ἡ μέντοι συνήθεια ἐπὶ τοῦ βαστάζειν καὶ φορεῖν τὴν λέξιν τίθησι καὶ αἰτιατικῇ συντάσσει, ὡς ἐν [276] τῷ περίκειται τῦφον ἢ πλοῦτον ἢ δυναστείαν. λέγεται δέ ποτε περικεῖσθαι καὶ τὸ περιττὰ κεῖσθαι καί, εἰς ἓν εἰπεῖν, περιττεύεσθαι, περιουσιάζεσθαι, κειμηλιοῦσθαι, ὡς τὸ "οὐδέ τί μοι περίκειται", ἀντὶ τοῦ οὐδέν τι περιττὸν ἔχω ἀποκείμενον.

(v. 5) Τὸ δὲ "λιγέως" ἐπὶ κλαυθμοῦ καὶ νῦν τέθειται, ὡς καὶ ἐν τῷ λίγα κωκύειν.

(v. 8 s.) Ὅτι παραμυθία ἐπί τινι ἐνδόξως τεθνεῶτι ἐν πολέμῳ τὸ "τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεοῦ ἰότητι δαμάσθη".

(v. 10 s.) Ὅτι τὰ τοῦ Ἀχιλλέως ὅπλα ἡ Θέτις μὲν σεμνύνουσά φησι τῷ υἱῷ Ἀχιλλεῖ "τύνη δέ", ἤγουν σὺ Δωρικῶς, ὡς προδεδήλωται, "Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο", ἤγουν δέδεξο, "καλὰ μάλα, οἷα οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν".

(v. 21-22) Ἀχιλλεὺς δὲ ὁμοίως ἐπαινῶν φησι· "μῆτερ ἐμή, τὰ μὲν ὅπλα θεὸς πόρεν οἷα ἐπιεικὲς ἔργ' ἔμεν ἀθανάτων" τινὸς "μηδὲ βροτὸν ἄνδρα τελέσσαι".

(v. 12-15) Ὁ δὲ ποιητὴς ὑψηλότερον φράζων περὶ αὐτῶν φησιν ὡς Θέτις μὲν "κατὰ τεύχε' ἔθηκε πρόσθεν Ἀχιλλῆος, τὰ δ' ἀνέβραχε δαίδαλα πάντα. Μυρμιδόνας δ' ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη ἄντην εἰσιδέειν, ἀλλ' ἔτρεσαν". οὕτω ποικιλόφωνος κἀνταῦθα ὁ ποιητής. εἰ δὲ δεινὸν φύσει πᾶν ὅπλον κατὰ τὸ "ὅπλοις ἐνὶ δεινοῖσιν ἐδύτην", καὶ "δεινὸν δὲ λόφος ἔνευεν", ἀλλ' ἐν τοῖς ῥηθεῖσιν ἐπιτέταται τὸ δεινόν, εἴγε καὶ τρόμον ἐμποιοῦσι τοσούτῳ στρατῷ, οὐ κατὰ θέαν μέντοι, ἀλλ' ἀκοὴν ἤχου. τινὲς δὲ καὶ ἔμψυχα ἐτερατεύσαντο αὐτὰ εἶναι, καθὰ καὶ προείρηται. διὸ καὶ αἴρουσι τὸν Ἀχιλλέα ὅτε ὁπλισθείη, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. καὶ ἐκθυμοῦσι δὲ αὐτόν, ὡς ἐνταῦθα φαίνεται.

(v. 15 s.) Φησὶ γάρ "αὐτὰρ Ἀχιλλεὺς ὡς εἶδ', ὥς μιν μᾶλλον ἔδυ χόλος", ἐρεθισθέντα δηλαδὴ ἐπὶ πλέον τῇ τοῦ Πατρόκλου ἀναμνήσει. ὡς γὰρ ἐν ἄλλοις ἄνδρα ἐφέλκεται σίδηρος, οὕτω καὶ ὧδε ὅπλων παράθεσις ἐρεθίζει θυμόν, ὅπουγε καὶ ἄλλως κατὰ τὸν εἰπόντα σοφὸν πᾶν τὸ παρατυχὸν ὅπλον γίνεται ἀχορηγήτου θυμοῦ. χόλος τοίνυν ἔδυ τὸν Ἀχιλλέα ἰδόντα τὰ ὅπλα.

(v. 17) Δεινὸν δέ, φησίν, "ὑπὸ βλεφάρων ὡσεὶ σέλας ἐξεφαάνθη".

(v. 189) Εἶτα εὐθὺς τοῦ χόλου μεταπεσὼν καὶ τὰ ὅπλα τῇ θέᾳ [277] περιελθὼν "τέρπετο", φησίν, "ἐν χείρεσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα", καὶ "ἐνὶ φρεσὶ ᾗσιν ἐτέρπετο δαίδαλα λεύσσων". Καὶ ὅρα καὶ ἐνταῦθα μίγμα διαθέσεως σκυθρωπαζούσης καὶ ἱλαρῶς ἐχούσης, ἤγουν ἡδονῆς καὶ θυμοῦ κρᾶμα. χόλος γάρ, εἶτα καὶ τερπωλὴ τὸν Ἀχιλλέα εἷλεν ἰδόντα τὰ θεότευκτα ὅπλα.

(v. 10) Ἐν δὲ τοῖς ῥηθεῖσι τὸ μὲν "δέξο" προκέκριται τοῦ δέξαι ὡς ποιητικώτερον.

(v. 11) Τὸ δὲ "ὤμοισι φόρησεν" ἀντὶ τοῦ ἐβάστασεν, ὥς που προδεδήλωται, ἐκ μέρους ἐπὶ τῶν ὅλων ὅπλων ῥηθέν. οὐ δήπου γὰρ ὤμοις φοροῦνται καὶ κυνέη καὶ κνημῖδες.

(v. 13) Τὸ δὲ "ἀνέβραχεν" ἐπὶ τραχέος καὶ νῦν κτύπου ὅπλων συνήθως εἶπε. Τὸ δέ γε "δαίδαλα" συνεκόπη ἐκ τοῦ δαιδάλεα. [Δηλοῖ δὲ ἡ λέξις τὰ καλά. Δαιδάλου γὰρ ἐκάλουν ἔργον πᾶν τὸ καλόν. διὸ καὶ Ἄλεξίς φησιν, ὡς ἑψητοί τινες παρῆσαν δαιδάλεοί πως, ἤγουν καλοί.]

(v. 14) Τὸ δὲ "τρόμος" καὶ τὸ "ἔτρεσαν" οὐ μακρὰν ἀλλήλων κείμενα, ἐτυμολογικὸν ἐκφαίνουσι τρόπον. ἐκ τοῦ τρέειν γὰρ ὁ τρόμος. Τὸ δὲ "οὐδέ τις ἔτλη" ἑρμηνεία ἐστὶ τοῦ πάντας, ὡς μηδ' αὐτοῦ ἁπλῶς ἐκ περισσοῦ κειμένου κατὰ τὸ "οἳ δ' ἐννέα πάντες ἀνέσταν", καὶ τὰ τοιαῦτα.

(v. 15) Τὸ δὲ "ἄντην εἰσιδεῖν" ἀντωπῆσαι παρὰ τοῖς ὕστερον λέγεται.

(v. 16) Τὸ δὲ "ὥς μιν ἔδυ χόλος" ἀντὶ τοῦ λίαν ἐχολώθη.

(v. 17) Τὸ δὲ "δεινῶν ὑπὸ βλεφάρων ὡσεὶ σέλας ἐξεφαάνθη" σύστοιχόν ἐστι τῷ "δεινὼ δέ οἱ ὄσσε φάανθεν", καὶ τῷ "πῦρ δεδορκώς", καὶ τῷ "ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην".

(v. 21) Τὸ δὲ "μῆτερ ἐμή" ἐνδιαθετώτερον καὶ σαφέστερον τοῦ ἁπλῶς μῆτερ εἰπεῖν. Ὅπλα δὲ Ὅμηρος λέγειν εἰωθὼς τὰ τέχνης οἱασοῦν ὄργανα, οἷον "ὅπλα ἐς ἄντλον κατέχυντο", καὶ "ὅπλα ἐν χερσὶν ἔχων χαλκήϊα", ὅμως ἔστιν ὅπου, ὡς καὶ ἐνταῦθα, ὅπλα καὶ τὰ πολεμικὰ καλεῖ κατὰ ὅμοιον τρόπον γενικῶς, ὡς πολεμικῆς τέχνης δηλαδὴ ὄργανα καὶ αὐτά. Ἐπιεικὲς δὲ [278] κἀνταῦθα τὸ εἰκὸς καὶ πρέπον, ὡς πανταχοῦ φράζει Ὅμηρος.

(v. 22) Τὸ δὲ "μηδὲ βροτὸν ἄνδρα τελέσσαι" ἐπιτείνει τὴν σαφήνειαν τοῦ "οἷα ἐπιεικὲς ἔργα εἶναι ἀθανάτων". εἰ γάρ, φησί, καί που ἐπικοινωνοῦσι θεῶν ἔργα καὶ θνητῶν, ἀλλ' ἐνταῦθα οὐκ ἔστι τοῦτο. καί εἰσι τὰ τοιαῦτα κυρίως καὶ κατ' ἐξοχὴν ἔργα ὡς ἀμίμητα, ἐξ ὧν εἰλῆφθαι δοκεῖ καὶ τὸ λέγεσθαι ἔργον τὸ δύσκολον.

(v. 23-27) Ὅτι τοῦ Πατρόκλου ὑπερπαθὼν ὁ Ἀχιλλεὺς λέγει τῇ μητρί, ὡς "μάλ' αἰνῶς δείδω, μή ποτε μυῖαι καδδῦσαι", ἤγουν καταδῦσαι, "κατὰ χαλκοτύπους ὠτειλὰς ἐγγείνωνται", ὅ ἐστιν ἐγγεννήσωσιν, "ἀεικίσωσι δὲ νεκρόν, ἐκ δ' αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπείη". ἐντιθέασι γάρ τι ταῖς σαρξὶν αἱ μυῖαι, ἀφ' οὗ σκωλήκια τίκτονται καὶ οὕτως ἀεικίζεται ὁ νεκρὸς οἷα κατασηπομένου τοῦ χρωτός, ἐπεὶ ὁ αἰὼν πέφαται, ἤγουν ἡ ζωή, ὃ ἀσυνήθως πέφρασται. ἄνθρωπος μὲν γὰρ πέφαται κατὰ τὸ "φῶτας ἀρηϊφάτους κατέδουσι", μυῖαι δηλαδή. αἰὼν δὲ πῶς ἄν, εἰ μὴ ἄρα κατὰ τὸ παρακολουθοῦν. Ἰστέον δὲ ὡς μετ' ὀλίγα ἡ ποίησις ἀγριοποιεῖ τὰς μυίας, ἄγρια φῦλα εἰποῦσα ἐκείνας διὰ τὸ ἄγαν ἀναιδὲς τοῦ ζῴου, ὃ καὶ ἐν τῷ "κυνάμυια" φαίνεται, καὶ ἐν τῷ "μυίης θάρσος", ἃ ἑτέρωθι κεῖνται παρὰ τῷ ποιητῇ. [(v. 25) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν χαλκοτύπους εἰπὼν ὠτειλὰς πρωτολεκτεῖ κατὰ κυρίαν φράσιν. λέγει γὰρ χαλκοτύπους τὰς ἀπὸ τυπῆς, ἤγουν τύψεως, χαλῶν, ἤτοι ξιφῶν. ὁ δὲ εἰπὼν "τύπωμα χαλκόπλευρον" τὸ χαλκοῦν κιβώτιον οὐκ ἐκ τοῦ κυρίως τύπτειν αὐτὸ παρήγαγεν, ἐξ οὗ καὶ "τόρμα" τροχῷ "τυπωτή" παρὰ Λυκόφρονι, ἀλλὰ τὸ κατακροτεῖν χαλκευτικῶς εἰς τὸ τύπτειν μετέλαβεν.] Ἡ δὲ ὠτειλὴ δηλοῖ μὲν καὶ ἐνταῦθα τὸ ἁπλῶς τραῦμα, ὀξύνεται δὲ κανόνι τοιούτῳ. Τὰ εἰς λη θηλυκὰ μονογενῆ, διφθόγγῳ παραληγόμενα, ὀξύνεται, εἰ μὴ ἔχει ἔννοιαν συνθέσεως, ὡς τὸ δείλη σύνθετον ὄν, παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ. παραδείγματα τοῦ κανόνος ταῦτα· αὐλή, ὠτειλή, ἀπειλή, εὐλή, [ἡ καὶ ἀλλαχοῦ μὲν κειμένη, γινομένη δὲ παρὰ τὸ [279] εἰλεῖσθαι, οὐχ' ἡ αὐτὴ δὲ οὖσα ἔλμινθι κατά τινας πλανωμένους, παρισοῦσα δὲ καὶ κατὰ τὴν πληθυντικὴν αἰτιατικὴν μετὰ τῆς ὠτειλῆς. τοιούτου γὰρ σχήματος τὸ "κατὰ ὠτειλὰς εὐλὰς ἐγγείνωνται". καὶ τοιαῦτα μὲν τά, ὡς ἐρρέθη, ὀξυνόμενα εἰς λη θηλυκά.] Ἡ μέντοι οὔλη χλαῖνα βαρύνεται πρὸς ἀντιδιαστολὴν τοῦ μονογενοῦς ὀξυτόνου, ἤγουν τοῦ οὐλή, ἡ κριθή, καὶ οὐλή, τὸ ὑγιασθὲν τραῦμα.

(v. 30) Ἡ μήτηρ δὲ Ἀχιλλέως ἄγρια φῦλα ἐρεῖ τὰς μυίας, εἰποῦσα "τῶν μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα", ὅπερ οἰκεῖόν ποτε καὶ ἐπὶ ἀνθρώπων ἀδίκων καὶ λῃστρικῶν. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ πειρήσω ἐνεργητικῶς ῥηθέν. δῆλον δὲ ὡς οἶδε καὶ τὰ παθητικὰ τοῦ πειρῶ ῥήματος ὁ ποιητής.

(v. 29) Ἰστέον δὲ καὶ ὅτι γέρων, ποιῶν τινα νέον ἀφρόντιδα, ἐρεῖ ὡς ἡ Θέτις τῷ υἱῷ "τέκνον, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων".

(v. 32-33) Ἐπὶ δὲ παραμένοντος, ἤγουν ἀσήπτου νεκροῦ σώματος, καλὸν εἰπεῖν τὸ "εἴπερ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν, αἰεὶ τῷ γε ἔσται χρὼς ἔμπεδος ἢ καὶ ἀρείων". τὸ δὲ ἀρείων" ὑπερβολικῶς εἴρηται. φυλαχθῆναι μὲν γὰρ ἐπ' ὀλίγον ἔμπεδον χρῶτα τεθνεῶτος δυνατόν ἐστιν, οὔκουν δὲ καὶ ἀρείονα γενέσθαι. Σημείωσαι δὲ ὅτι τὸ τελεσφόρος οὐ χρόνου ἐστὶν ἁπλῶς ἐπίθετον, ἀλλὰ ἐνιαυτοῦ, ὃς τὰ κατ' αὐτὸν πάντα εἰς τέλος ἄγει. λέγει δέ τις καὶ τὴν θείαν δίκην τελεσφόρον διὰ τὸ αὐτῆς ἐνεργὸν καὶ πρακτικὸν καὶ ἐν πᾶσι διῆκον.

(v. 29) Τὸ δὲ "μελόντων" ἀντὶ τοῦ ἐν φροντίδι ἔστωσαν, ὅτι κατ' ἔλλειψιν ὑπαρκτικοῦ ῥήματος ἄγεται εἰς σαφές, καὶ ὅτι Ἀττικόν ἐστι σχῆμα, προέγνωσται.

(v. 35) Ὅτι τὸ πρός τινα εἰρηνεῦσαι μῆνιν ἀποειπεῖν τῷ δεῖνι λέγει, οἷον "μῆνιν ἀποειπὼν Ἀγαμέμνονι", ὃ Θέτις τῷ Ἀχιλλεῖ παρῄνεσεν,

(v. 34) ἡ καὶ ἀγορήνδε καλέσαι τοὺς Ἀχαιοὺς συμβουλευσαμένη αὐτῷ. καὶ νῦν μὲν δοτικῇ καὶ αἰτιατικῇ συντέτακται τὸ ἀπειπεῖν, [280] ὃ καὶ ἀπομηνίσαι λέγεται, οὐχ' οὕτω δὲ καὶ μετὰ βραχέα ἐν τῷ "μῆνιν ἀπειπόντος". τὸ δέ γε "τάλαιν', ἀπεῖπον ἄλγει", καὶ τὰ τοιαῦτα, ἑτέραν σημασίαν ἔχει παρὰ τὸ Ὁμηρικὸν ἀπειπεῖν.

(v. 36) Ὅτι τὸ ἡσυχάζειν ἐκ μάχης ἔοικέ πως ἀπεκδύσει δυνάμεως. διὸ ἀνάπαλιν τὸ ὁπλίζεσθαι ἐνδύεσθαί ἐστι ῥώμην. ὅθεν καλλωπίσασα κατὰ παρίσωσιν ἡ Θέτις φησὶ τῷ υἱῷ "αἶψα μάλα ἐς πόλεμον θωρήσσεο, δύσεο δ' ἀλκήν", ἃ παροτρυντικὰ εἰς μάχην εἰσίν. ἐκ τούτου δὲ καὶ ὁ ἀνδρεῖος "ἐπιειμένος ἀλκήν" λέγεται. ἐντεῦθεν δὲ ὁ ποιητὴς ὁρμηθεὶς καὶ κρείττονα ἑαυτοῦ ἐρεῖ γενέσθαι τὸν Ἀχιλλέα μετὰ μικρόν, ὅτε τὰ τοῦ Ἡφαίστου ὅπλα ἐνδυσάμενος ἐξέλθοι εἰς μάχην, ὡς τῆς ὁπλίσεως καὶ τῆς προθυμίας ἐνδυναμούσης τὸν στρατιώτην. Ἰστέον δὲ ὅτι τὸ "δύσεο" ἐκ μέλλοντος τοῦ δύω δύσω, ἀναχθὲν εἰς ἐνεστῶτα καὶ κλιθὲν κατὰ τὸ "θωρήσσεο", ὅμως οὐκ ἐδίπλωσε τὸ σ νόμῳ τῆς τετάρτης τῶν βαρυτόνων συζυγίας, ἵνα μὴ ἀπαλείψῃ ἑαυτοῦ τὸν δι' ἑνὸς σ χαρακτῆρα τοῦ μέλλοντος, ἀλλὰ φυλάξῃ αὐτὸν καὶ μετὰ τὴν εἰς ἐνεστῶτα προαγωγήν.

(v. 37) Ὅτι κἀνταῦθα συνήθως ὁ ποιητὴς ὑπεμφαίνων, ὅπως ἡ παραίνεσις ἀνδρίζεσθαι τοὺς εὖ πεφυκότας ἐρεθίζει, λέγει περὶ Θέτιδος ὅτι "ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκεν". ἦσαν δὲ ἃ προσεχῶς ἐν ὀλίγοις ἐφώνησε λόγοι παραινετικοί.

(v. 37 s.) Ὅτι Θέτις Πατρόκλῳ "ἀμβροσίαν καὶ νέκταρ ἐρυθρὸν στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη", ὅ ἐστι στερρὸς καὶ ἀδιάλυτος, ὡς ἐν τῷ πέδῳ εἶναι τὸν νεκρὸν καὶ μὴ [σαπῆναι ὡς] δέεσθαι τῆς ὑπὸ γῆν κρύψεως, ὃ ἤνυσται, ὡς εἰκός, ἢ διὰ καταθέσεως τῆς ἐν ἀνηλίῳ σκιᾷ, ὁποίαν οἶδεν ἡ ἀλληγορουμένη Θέτις φιλεῖν, ἢ διά τινων ὑγρῶν καὶ νῦν ὡς καὶ πρὶν ἐπιχρίσεως, φυλασσόντων ἄσηπτον τὸ χριόμενον. εἰκὸς δὲ ἀμβροσίαν ἐνταῦθα καὶ νέκταρ εἶναι καὶ τοὺς παραμυθικοὺς λόγους τῆς Θέτιδος, ὑφ' ὧν ὁ Ἀχιλλεὺς εἰς ἔργον ἐρεθισθεὶς οὐκέτι ἐνθυμεῖται σηπεδόνα τοῦ κειμένου Πατρόκλου, ἀλλὰ ποιῶν, ἅπερ ἐχρῆν, ἀφίησιν ἐκεῖνον κεῖσθαι ἀτημέλητον πρὸς βραχύ, ὡς εἰ καὶ μηδὲν κακὸν παθεῖν ἔμελλεν οὕτω κείμενος. Ὅρα δὲ τέως μυθικῶς, ὅπως εὐπόριστον καὶ πρόχειρον ἔχει Θέτις τὴν χρῆσιν τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος.

[281] Ἐρυθρὸν δὲ λέγει τὸ νέκταρ, ὡς δῆθεν οἰνῶδες τὴν χρόαν, ἵνα καὶ οἰνοχοεῖσθαι λέγοιτο πιθανῶς, ἢ καὶ ὡς αἵματος περιποιητικόν, καθ' ὁμοιότητα τῆς ἀνθρωπίνης φύσεως.

(v. 39) Σημείωσαι δὲ ὅπως τὸ στάζειν κατ' ἀμφοτέρων ἔθετο, τοῦ τε ὑγροῦ νέκταρος καὶ τῆς ξηρᾶς ἀμβροσίας. ἐποίησε δὲ τοῦτο ἢ λόγῳ ἐθίμου συλλήψεως, ἢ καὶ διδοὺς ἀφορμὴν καὶ ἐνταῦθα τοῖς θέλουσιν εἰπεῖν ὑγρὸν καὶ τὴν ἀμβροσίαν, ὃ καὶ ἐποίησαν τῶν ὑστέρων τινές, ὡς καὶ ἀλλαχοῦ εἴρηται. Τὸ δὲ "ἔσταξε κατὰ ῥινῶν ἀντὶ τοῦ κατὰ ῥινοῦ, ἤτοι τοῦ δέρματος καὶ τῶν ἐν αὐτῷ ὠτειλῶν. τί γάρ, φασίν, ἔδει κατὰ τῆς ῥινὸς ἀμβροσίαν στᾶξαι τῷ ἀναισθήτῳ, καὶ οὕτω δόξαι μυρίζειν νεκρόν; τὸ δὲ τῆς ἀμβροσίας ὑγρὸν ἐμφαίνει ὁ ποιητὴς καὶ ἐν τῷ "ἀμβροσίας καὶ νέκταρός ἐστιν ἀπορρώξ".

(v. 40-46) Ὅτι ἐπεὶ Ἀχιλλεὺς ἐξεφάνη, "δηρὸν δέ", ὡς καὶ προγέγραπται, "μάχης ἐπέπαυτο ἀλεγεινῆς" καὶ ἐχρῆν ἀγορὰν ἀθροισθῆναι, ὡς ἡ Θέτις εἶπε, πάντες Ἕλληνες συνῆλθον, καὶ οὐ μόνον ἡγεμόνες καὶ οἱ ὑπ' αὐτοὺς πολεμισταί, ἀλλὰ καὶ "οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον, οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν, σίτοιο δοτῆρες". οἳ ἐχάρησαν δηλαδὴ μῆνιν ἀπειπόντος Ἀχιλλέως, ὡς μετ' ὀλίγα ῥηθήσεται. εἰ γὰρ ἐν τῇ ἀρχῇ τῇ μήνιδος μέγα πένθος, ὡς εἰκός, ἦν αὐτοῖς, ἀλλ' ἄρτι καιρὸς τοῦ χαίρειν ἐστίν, ὥσπερ τοῖς Τρωσὶν ἔμπαλιν.

(v. 42-44) Ἰστέον δὲ ὅτι ἀγῶνα νεῶν λέγει τὸ ἄθροισμα, ὡς καὶ ἀλλαχοῦ, καὶ ὅτι τὸ "οἵ" ἄρθρον ὑποτακτικὸν καὶ ἐν τῷ "ἔχον" συνεξακούεται καὶ ἐν τῷ "ἔσαν". λέγει γὰρ "καὶ οἳ ἔχον οἰήϊα", καὶ οἳ ἐσιτοδότουν, καὶ ὅτι νηῶν οἰήϊα ἔχοντας ἢ τοὺς κυβερνήτας πάλιν διασαφητικῶς ἐκ παραλλήλου φησὶν ἢ τοὺς ναύτας, οἳ νηῶν πηδάλια ἔχουσιν, ὅ ἐστιν ἁπλῶς κώπας.

(v. 44) Ταμίας δὲ οὐ γενικῶς θησαυροφύλακας λέγει, ἀλλὰ σίτου δοτῆρας, ὡς αὐτὸς ἑρμηνεύει. σίτου μέντοι κατὰ γένος οὐδέτερον κατειργασμένου, οὐ μὴν ἀρρενικῶς ἀκατεργάστου κατὰ τὸν πυρόν. τοιαύτη δέ τις ταμίη ἐν τῇ Ὀδυσσείᾳ τοιούτου σίτου φυλακτική, ὃ καὶ σιτίον παρὰ τοῖς ὕστερον [282] λέγεται.

(v. 42) Τὸ δὲ "οἳ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι" τηρητέον εἰς παράδειγμα τοῦ περὶ διαστολῆς λόγου. ὡς γὰρ τὸ ἔστι νοῦς καὶ ἔστιν ἄξιος, οὕτω καὶ τὸ "πάρος γε νεῶν ἐν ἀγῶνι" τηρητέον εἰς παράδειγμα τοῦ περὶ διαστολῆς λόγου. ὡς γὰρ τὸ ἔστι νοῦς καὶ ἔστιν ἄξιος, οὕτω καὶ τὸ "πάρος γε νεῶν", διασταλὲν τοιῶσδε ἢ τοιῶσδε, διάφορον δηλοῖ ἔννοιαν. ὡς γὰρ ἢ νοῦς ἢ οὖς, ἢ νάξιος ἢ ἄξιος, οὕτω δὴ καὶ ἢ γενεῶν ποτε ἢ νεῶν, ὡς ἐνταῦθα. [Οὕτω καὶ κατωτέρω ἀναγκαία ὑποδιαστολὴ ἐν τῷ "Ἀτρείδη, ἦ ἄρ τι τόδε ἄρειον". εἰ γὰρ μὴ διασταλείη τὸ ἄρ, εἰκὸς νοηθῆναι ἄρτι ἀντὶ τοῦ νῦν. ὁμοίως μετ' ὀλίγα καὶ ἐν τῷ "κατακτάμεν Ἄρτεμις ἰῷ, ἤματι τῷ, ὅτε" καὶ ἑξῆς. μὴ τεθείσης γὰρ διαστολῆς ἐν τῷ "ἰῷ", νοήσοι ἄν τις ἴσως "ἰῷ ἤματι", ἤγουν μιᾷ ἡμέρᾳ, ὅπερ ἀλλαχοῦ ἐγράφη.]

(v. 40-41) Σημείωσαι δὲ τὴν καταλλαγὴν τοῦ Ἀχιλλέως καινὴν οὖσαν καὶ ἀπροσδόκητον. ὁ γὰρ πρὶν ἄγριος καὶ ἀμείλιχος καὶ μηδὲ λιταῖς εἴξας μηδὲ δώροις μάλα πολλοῖς αὐτὸς ἐνταῦθα πιθήσας μητρικῇ παραιφάσει ἅμα ἤκουσεν εἰς ἀγορὴν καλέσαι ἥρωας Ἀχαιοὺς καὶ τὰ ἑξῆς, καὶ εὐθὺς ἔβη "παρὰ θῖνα θαλάσσης" "σμερδαλέα ἰάχων, ὦρσε δ' ἥρωας Ἀχαιούς", [κῆρύξ τε γεγονὼς καὶ σύμμαχος αὐτόματος.]

(v. 48-53) Ὅτι χαρέντες, ὡς εἰκός, Τυδείδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς ἦλθον εἰς ἀγοράν, ἣν δηλαδὴ συνέλεξεν Ἀχιλλεὺς σμερδαλέα, [ὡς εἴρηται,] ἰάχων. φησὶ γὰρ "τὼ δέ", ἤγουν οὗτοι, "δύω σκάζοντε βάτην θεράποντες Ἄρηος" ὁ δεῖνα καὶ ὁ δεῖνα, "ἔγχει ἐρειδομένω, ἔτι γὰρ ἔχον ἕλκεα λυρά· κὰδ δὲ μετὰ πρώτῃ ἀγορᾷ ἵζοντο κιόντες", διὰ τὸ προλαβεῖν δηλονότι κατὰ σπουδήν. "αὐτὰρ ὁ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων", τραῦμα ἔχων καὶ αὐτὸς τὸ ἐκ τοῦ Κόωνος. ἔστι δὲ δεύτατος καὶ νῦν ὁ μὴ δεύτερος, ἀλλὰ πάντων ὕστερος, ἐκ τοῦ δεύω, καθ' ὁμοιότητα τοῦ βασιλεύτατος.

(v. 49) Τὸ δὲ ἔγχει ἐρείδεσθαι τοὺς ἀριστεῖς ἰδίᾳ ἑκάτερον προσφυῶς αὐτοῖς ἔχει. οὐ γὰρ νάρθηκι ἐχρῆν ἢ σκολιῷ σκίπωνι. [(v. 47) Ἰστέον δὲ ὅτι τε τὸ σκάζειν ἐκ τοῦ κῶ, τὸ κεῖμαι, γίνεται κατὰ παραγωγὴν καὶ πλεονασμὸν συνήθη τοῦ σίγμα, οἱονεὶ γὰρ κεῖσθαι μελετᾷ ὁ [283] σκάζων, καὶ ὅτι οὐ μόνον ἐν ἀρχαῖς λέξεων πλεονάζειν εἴωθε τὸ σίγμα, ἀλλὰ καὶ ἐν μέσῳ, καθὰ δῆλον ἐκ τοῦ ἐλατῶ ἐλαστρῶ, περὶ οὗ προγέγραπται, καὶ τοῦ κομῶ κοσμῶ, καὶ τοῦ βλῆτρον ἀμφίβληστρον, καὶ τοῦ βωτῶ βωστρῶ τοῦ ἐν Ὀδυσσείᾳ, καὶ ἑτέρων. [ὡς δὲ καὶ ἐκτρέχει τοῦ μέσου ἔστιν ὅτε τὸ σίγμα ἡ λάταξ δηλοῖ, γενομένη ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ στάζω στάξω. Παιδιᾶς δέ τινος μέρος ἦν ἡ λάταξ, τὸν παρὰ τῷ Κωμικῷ συναπαρτίζουσα κότταβον, ὃν ὁ φιλοσίγματος Εὐριπίδης κόσσαβον ἐν δυσὶ σίγμασι γράφει. ὅτι δὲ τῷ σίγματι ἔχαιρεν Εὐριπίδης, δηλοῖ ὁ ἀποδεξάμενός τινα, ὅτι ἀπήλλαξε τοὺς ἀκροατὰς τῶν σιγμάτων Εὐριπίδου. ἐλέγετο δὲ λάταξ καὶ λατάγη τρισυλλάβως, ποτήριον οὖσα, ἐν ᾧ οἶνος ἦν, χρηστὸς ἀποχέεσθαι εἰς κότταβον, οἷον λεκάνη πλήρης ὕδατος, ἐπινεῖ τε ἐπ' αὐτῆς ὀξύβαφα κενά, ἐφ' ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων, εἶδος δὲ ποτηρίου καὶ τὰ καρχήσια, ἐπειρῶντο καταδύειν. χρῆσις δὲ κοσσάβου ἐν τῷ "πολὺς κοσσάβων ἀραγμός".]

(v. 54) Ὅτι τὸ ὁμηγερέες ἐγένοντο ἀολλίσθησαν ἐνταῦθά φησιν, εἰπὼν "αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί". Ὅτι τὸ χρῆναι εἰς ἓν συνάγεσθαι φιλικῶς καὶ μὴ ἄγαν ἐρίζειν διὰ γυναῖκα ὀψέ ποτε ὁ Ἀχιλλεὺς ἔγνω συνοῖσον εἶναι αὐτῷ τε καὶ τῷ βασιλεῖ. διὸ καὶ ἐπαρᾶται ὡς δῆθεν αἰτίᾳ τῇ Βρισηΐδι αἰφνίδιον θάνατον.

(v. 56-60) Φησὶ γὰρ "Ἀτρείδη, ἦ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον ἔπλετο σοὶ καὶ ἐμοί, ὅτε νῶϊ περ ἀχνυμένω κῆρ", ἤγουν συγκεχυμένοι τὴν ψυχήν, "θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης. τὴν ὄφελ' ἐν νήεσσι κατακτάμεν [284] Ἄρτεμις ἰῷ, ἤματι τῷ, ὅτ' ἐγὼν ἑλόμην", ἤγουν ὡς ἐξαίρετον ἔλαβον, "Λυρνησσὸν ὀλέσσας", τὴν αὐτῆς, ὡς καὶ προεδηλώθη, πατρίδα.

(v. 614) Εἶτα λέγει καὶ ὡς "τῷ κεν", ἤγουν οὕτως ἄν, εἴπερ ἡ κόρη δηλαδὴ τέθνηκεν, "οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος. Ἕκτορι μὲν καὶ Τρωσὶ τό", ἤγουν τοῦτο, "κέρδιον· αὐτὰρ Ἀχαιοὺς δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω". μετ' ὀλίγα δὲ τοῦ Ἐπιμηθέως ὀψὲ γενόμενος καὶ ὁ βασιλεὺς ἀνθομολογεῖται ἄτην ἐμβεβλῆσθαι αὐτοῦ ταῖς φρεσίν, ὅτε τὸ Ἀχιλλέως γέρας ἀφείλετο.

(v. 63) Σημείωσαι δὲ ὅτι τὸ "Ἕκτορι καὶ Τρωσὶ τόδε κέρδιον" καὶ τὰ ἑξῆς, ἐκ τῶν ὑπὸ Νέστορός που ῥηθέντων παρέξεσται. ἔφη γὰρ ἐκεῖνος "ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει· ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες, εἰ σφῶϊν πυθοίατο μαρναμένοιϊν". ἐμβριθέστερα δὲ ταῦτα ἐκείνων. ἐκεῖ μὲν γὰρ εἴρηται, ὅτι χαρήσονται οἱ περὶ Πρίαμον, ἐνταῦθα δὲ, ὅτι καὶ ἐκέρδαναν οἱ Τρῶες.

(v. 5860) Ὅρα δὲ ὅπως εὐμεθόδως ἐνταῦθα παρέρριψε τὴν τῆς Βρισηΐδος αἰχμαλωσίαν, οὐ μόνον ποικιλίας χάριν, ἀλλὰ καὶ ἀναμιμνῄσκων τίς ἡ αἰτία τῆς μήνιδος. ἐθικὴ δὲ ἡ κατὰ τῆς γυναικὸς ἀρά. οὔτε γὰρ ἁπλῶς θάνατον ἀρᾶται αὐτῇ, ἀλλὰ τὸν πάλαι ποτέ, καὶ αὐτὸν γλυκὺν διὰ τὸ ἄνοσον. Ὅτι δὲ οἱ αἰφνίδιοι θάνατοι τῶν γυναικῶν Ἀρτέμιδι ἐδόκουν ἀνακεῖσθαι, ὡς οἱ τῶν ἀνδρῶν τῷ Ἀπόλλωνι, πολλαχοῦ λέγει ὁ ποιητής, καὶ ἐρρέθη περὶ τούτου καὶ ἐν ἄλλοις, ἔνθα τοῦ λόγου τὸ πᾶν ὡς ἡλίῳ καὶ σελήνῃ ἀνάκεινται οἱ τοιοῦτοι θάνατοι, ὃν ἥλιον καὶ ἣν σελήνην ὁ Ἀπόλλων αἰνίττονται καὶ ἡ Ἄρτεμις. Ὅρα δὲ καὶ νῦν καίριον ψόγον φαύλης ἔριδος, μὴ σῶμα μόνον συντηκούσης, ἀλλὰ καὶ ψυχὴν οἷον βιβρωσκούσης, ὃ μιμησάμενος που ὁ παιγνήμων σοφὸς ἔφη τὸ "καὶ τὴν ψυχὴν ἐκπίνουσι", παραποιήσας ἠρέμα τὸ Ὁμηρικὸν θυμοβορεῖν.

(v. 60) Λυρνησσὸς δὲ πόλις Τρωϊκή, μία τῶν ἕνδεκα, ἃς εἷλεν Ἀχιλλεύς, ὧν ἦσαν καὶ ἡ Πήδασος καὶ ἡ Θήβη καὶ ἡ Λυρνησσὸς καὶ ἡ Ζέλεια καὶ ἡ Ἀρίσβη καὶ ἡ Περκώτη.

(v. 61 s.) Ἰστέον δὲ καὶ ὅτι τὸ "ὀδὰξ ἕλον ἄσπετον οὖδας δυσμενέων ὑπὸ χερσί" περίφρασίς ἐστι τοῦ ἐν μάχῃ ἔπεσον. Ἄσπετον δὲ οὖδας ὅμοιον ὡς εἰ καὶ ἀπείρονα [285] γαῖαν εἶπε, καὶ δηλοῖ τὸ ἄρρητον. καὶ ἔστι μὲν ἀληθῶς οὔτε ἄσπετον οὖδας οὔτε ἀπείρων γῆ ἡ δακνομένη πρὸς τοῦ πίπτοντος, ἐλάχιστον δέ τι γῆς τμημάτιον. ὀνομάζεται δὲ ὅμως τὸ μέρος καὶ ἐνταῦθα ὡς τὸ ὅλον ποιητικώτερον.

(v. 62) Τὸ δὲ "ἀπομηνίσαντος" κἀνταῦθα σαφῶς περιττὴν ἔχει τὴν ἀπο πρόθεσιν, ὃ καὶ ἐπ' ἄλλων μυρίων γίνεται. καὶ ἔστι μέν ποτε ἀπομηνίσαι καὶ τὸ ἀποθέσθαι μῆνιν, νῦν δ' οὐχ' οὕτως, ἀλλὰ τὸ ἀναλαβέσθαι μῆνιν.

(v. 67 s.) Ὅτι ὁ ἀποτιθέμενος ὀργὴν καλῶς ἂν εἴπῃ κατὰ τὸν Ἀχιλλέα τὸ "νῦν δ' ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ ἀσκελέως αἰεὶ μενεαινέμεν". Καὶ σημείωσαι ὅτι τὸν χόλον ἀντὶ μήνιδος ἔλαβε εὐφημότερον οἷα φίλαυτος λέγων ὁ Ἀχιλλεύς, Ὅμηρος μέντοι αὐτὸ τὸ πρᾶγμα λέγων φησὶ "μῆνιν ἀποειπών", καὶ "μῆνιν ἀπειπόντος". Τὸ δὲ "ἀσκελέως" ἀντὶ τοῦ σκληρῶς ἢ ἀμεταβάτως, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ εἴρηται.

(v. 68-71) Ὅτι ἐγερτήριον εἰς μάχην τὸ "ἀλλ' ἄγε θᾶσσον ὄτρυνον πόλεμόνδε καρηκομόωντας Ἀχαιούς, ὄφρ' ἔτι καὶ Τρώων πειρήσομαι ἀντίος ἐλθών, αἴ κ' ἐθέλωσιν ἐπὶ νηυσὶν ἰαύειν". Ἀχιλλεὺς δὲ ταῦτα πρὸς τὸν βασιλέα φησίν.

(v. 71-73) Ὃς καὶ τὸ μόλις τινὰ φυγεῖν ἐξ αὐτοῦ οὕτω φράζει "ἀλλά τιν' ὀΐω", ἢ οἴω δισυλλάβως, ἤγουν νομίζω, "ἀσπασίως γόνυ κάμψειν, αἴ κεν", ἢ "ὃς φύγῃσι δηΐου ἐκ πολέμοιο ὑπ' ἔγχεος ἡμετέροιο".

(v. 72) Καὶ σημείωσαι ὅτι Ὅμηρος μὲν τὸ γόνυ κάμψειν ἐπὶ τοῦ καθεσθῆναι λέγει πρὸς διαφορὰν τοῦ ἵστασθαι, οἱ δὲ μεθ' Ὅμηρον ἐπὶ ἱκεσίας καὶ προσκυνήσεως τίθενται λέγοντες τοῦτο καὶ συνθέτως γονυπετεῖν.

(v. 70) Ἰστέον δὲ ὅτι ἐν τῷ "καὶ Τρώων πειρήσομαι" δοκεῖ περιττῶς κεῖσθαι ὁ και σύνδεσμος, καὶ ὅτι τὸ "ἀλλά τινα ὀΐω" ἢ εὐλαβῶς ἐρρέθη διὰ τὸ ἀνεμέσητον, ἵνα μὴ ῥητῶς ἀπειλῆται κατά τινων, ἢ καὶ νῦν τὸ τινα ἀντὶ τοῦ ἕκαστον εἴληπται, ὡς καὶ ἐν ἄλλοις γίνεται. Τὸ δὲ "αἴ κε φύγῃ" καὶ ἑξῆς πρὸς ἀκρίβειαν ἐρρέθη. οἱ γὰρ τοιοῦτοι διὰ κάματον παρακολουθοῦντα ἀσπασίως γόνυ κάμπτουσιν.

(v. 77) Ὅτι [286] Ἀχιλλεὺς μὲν ἐδημηγόρησεν ἀναστάς, ὡς ἦν ἔθος, Ἀγαμέμνων δὲ μετεῖπε τοῖς Ἕλλησιν "αὐτόθεν ἐξ ἕδρης οὐδ' ἐν μέσσοισιν ἀναστάς", ἤτοι οὐ προελθὼν συνήθως εἰς μέσην τὴν ἐκκλησίαν.

(v. 78-80) Διὸ καὶ ἐντεῦθεν λαμβάνει τὸ προοίμιον ἀπ' αὐτοῦ τοῦ παρὰ πόδας πράγματος καὶ παραιτούμενος τὴν νέμεσιν λέγει "ὦ φίλοι" καὶ ἑξῆς, "ἑσταότος μὲν καλὸν ἀκουέμεν", ἤτοι ἱσταμένου εἰς μέσον, "οὐδὲ ἔοικεν ὐββάλειν· χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα", τουτέστιν οὐκ ἐνδέχεται τὸν δημηγοροῦντα ὑποβάλλειν, ἤγουν ἄλλῳ ὑποτιθέναι ἑρμηνεῖ τὸν λόγον, ὃν αὐτός τις λέγειν βούλεται, κἂν ὅτι μάλιστα ἐκεῖνος ὁ ἄλλος ἐπιστήμων εἴη. Ταῦτα δὲ οὕτως ἐξηγοῦνταί τινες, ὡς δῆθεν ἄρτι τοῦ βασιλέως μὴ δι' ἑαυτοῦ λαλοῦντος, ἀλλὰ δι' ὑποβολέως, ἤγουν ἑρμηνέως, ἵνα ἐπεὶ μὴ αὐτὸς νῦν ἐν μέσοις ἕστηκεν, ὁ γοῦν ὑποβολεὺς μέσος ἑστὼς λαλῇ καὶ ἀκούηται. ταῦτα δὲ τοῖς χαριεστέροις τῶν ἐξηγητῶν οὐκ ἤρεσε διὰ τὸ μὴ εὑρίσκεσθαί που παρὰ τῷ ποιητῇ τὴν δι' ὑποβολέως δημηγορίαν. νοεῖται δὲ μᾶλλον παρ' ἐκείνοις ἡ δημηγορία οὕτω, ὅτι ἀναστὰς ὁ βασιλεὺς οὐκ ἔστη μὲν εἰς τὸ μέσον, οὕτω αὐτῷ ἀρέσαν διὰ τὸ μήτε περί τινος μέλλειν δημηγορεῖν νεωτέρου πράγματος καὶ ἀγνώστου τῷ δήμῳ, μήτε δικαιολογίας ἔχειν καὶ ἀγῶνας, καὶ διότι καὶ τὸ πολὺ τῆς δημηγορίας μύθου ἐξήρτηται, καὶ οὐκ ἔδει τὸν βασιλέα μέσον ἑστῶτα μύθους λέγειν. διὰ δὴ ταῦτα μέσον μὲν οὐχ' ἵσταται, ἄλλως δὲ ἐπιστρέφων τοὺς καθημένους εἰς ἑαυτὸν καὶ ἀξιῶν ἱσταμένῳ αὐτῷ προσέχειν, κἂν μὴ μέσος παρῆλθεν, ἐντεῦθεν λαμβάνει γνωμικῶς τὸ προοίμιον, καί φησιν "ὦ φίλοι, ἥρωες Δαναοί, θεράποντες Ἄρηος, ἑσταότος μέν", ἤγουν δή, "καλὸν ἀκούειν, οὐδὲ ἔοικεν ὑποβάλλειν", ἤτοι τὴν δημηγορίαν περικόπτειν. τοῦτο γὰρ χαλεπὸν εἰς τὸν δημηγοροῦντα, κἂν ἐπιστάμενος εἴη. ἀνδρῶν γὰρ ἐν πολλῷ ὁμάδῳ ὑποβαλλόντων δηλαδή, "πῶς κέν τις ἢ ἀκούσαι ἢ εἴποι; [287] βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής". καὶ οὕτω μὲν οἱ χαριέστεροι. Ἐπαφρόδιτος δέ φησιν, ὅτι καθεζόμενος δημηγορεῖ, ἵνα μὴ ταπεινοὶ ὄντες οἱ λόγοι ἔκπυστοι γένωνται. καὶ Ἀρίσταρχος δὲ οὕτως οἴεται. Τινὲς δὲ καὶ ὡς ἀλγοῦντα ἐκ τοῦ τραύματος τὸν βασιλέα καθῆσθαί φασιν ἐν τῷ ἀγορεύειν. πρὸς οὓς ὑποληπτέον, ὡς οἱ παλαιοί φασιν, ἤγουν ἀποκριτέον, ὅτι τί ἂν καθέζοιτο ὁ τὸν ἀγκῶνα ἀλγῶν; ὃς καὶ ἄλλως οὕτως ἔρρωται, ὥστε ὀλίγον ὕστερον τὸν κάπρον αὐτοχειρίᾳ σφάττει, καὶ οὕτω μὲν καὶ οὗτοι. Οἱ δὲ ἀκριβέστεροι, ὡς καὶ μικρὸν ἀνωτέρω εἴρηται, οὔτε δι' ὑποβολέως τὸν βασιλέα δημηγορῆσαί φασιν, οὔτε καθήμενον, οὐδὲ μὴν ἐν μέσοις στάντα, ἀναστάντα δὲ ὅμως, κἂν οὐκ εἰς μέσην τὴν ἐκκλησίαν προῆλθεν. οἳ καὶ αὐτοὶ ὑποβάλλειν φασὶ τὸ κωλύειν καὶ ὑποκρούειν διὰ κραυγῆς καὶ ποιεῖν θόρυβον, ὡς τῶν συνειλεγμένων ἄρτι μακρὰ βοώντων καὶ θορυβούντων, ὅπερ δυσχέρειαν ἐμποιεῖ καὶ τῷ πάνυ δεινῷ ἐν λόγοις. ὅτι δὲ τὸ ὑποβάλλειν περικοπὴν τῷ λόγῳ ποιεῖ, δηλοῖ Ἀχιλλεὺς ἐν τῇ α΄, ὑποβλήδην ἀμειψάμενος τὸν βασιλέα. καὶ ἄλλως δὲ ὑποβάλλειν ἐστὶ τὸ ἄλλον ἄλλῳ ὑποβάλλειν τὰ λαλούμενα διὰ τὸ τῆς ἀκοῆς ἀδιάρθρωτον καὶ οἱονεὶ διαπέμπειν ἀλλήλοις τοὺς λόγους, ὃ καὶ αὐτὸ βλαπτικὸν τῆς δημηγορίας ἐστί. παρακαλεῖ οὖν πάντας ὁμοῦ προσέχειν τὸν νοῦν τῇ δημηγορίᾳ καὶ μήτε ὑποβλήδην τινὰ εἰπεῖν, ὥς που ἐποίησεν Ἀχιλλεύς, πρὸς ὃν ἴσως καὶ ἀποτείνεται ἡ τοῦ ὐββάλλειν παραίτησις, ὡς οὐ δεόντως ὑποβαλόντα τότε, ἀλλὰ ἀκαίρως ὑποκρούσαντα, ἵνα μὴ καὶ ἐνταῦθα ὅμοιόν τι γένηται. τό τε οὖν μὴ ὑποβλήδην ἀκοῦσαί τι ἀξιοῖ ὁ βασιλεὺς καὶ τὸ μηδὲ ἄλλως ὑποβάλλειν διὰ τῆς ἐξ ἄλλων εἰς ἄλλους ὑποβολῆς, καὶ οὕτω βλάπτειν τὸν δημηγοροῦντα. τινὲς δὲ νοοῦσιν ἐνταῦθα τοὺς φιλαχιλλεῖς κραυγάζειν χαίροντας ἐπὶ τῇ τοῦ ἥρωος ἐξόδῳ, οὓς καὶ κατασιγάζων ὁ βασιλεύς φησι δεῖν σιωπῇ ἀκούειν καὶ μὴ ὑποβάλλειν, ἤγουν ὑποκρούειν, θορύβῳ τὸν λέγοντα. δεῖ δὲ εἰδέναι καὶ ὅτι τινὲς τοῦ "ἑσταότως" ἐκτείνουσι τὴν λήγουσαν, καὶ ἐπίρρημα λαβόντες αὐτὸ ἑσταότως φασὶ τὸ εὐσταθῶς καὶ ἡσύχως, ἵνα λέγῃ, ὅτι δεῖ μετὰ ἡσυχίας ἀκούειν. [288] ψιλοῦσι δὲ καὶ τὸ ὐββάλλειν Αἰολικὴν εἶναι τὴν λέξιν λέγοντες. Ἰστέον δὲ ὅτι, ὥσπερ τὸ καταβαλεῖν συγκοπὲν ἔτρεψε Δωρικῶς τὸ ψιλὸν εἰς μέσον, ἤγουν τὸ τ εἰς β, οὕτω καὶ τὸ ὑποβαλεῖν. ὡς γὰρ καταβαλεῖν καββαλεῖν, οὕτως ὑποβάλλειν ὐββάλειν.

(v. 81 s.) Τὸ δὲ "πῶς κέν τις ἀκούσαι ἢ εἴποι" διπλῆν δηλοῖ βλάβην, ὡς τῷ πολλῷ θορύβῳ οὐ μόνον τοῦ δημηγοροῦντος βλαπτομένου, ἀλλὰ καὶ τῶν ἀκροατῶν, οἳ καὶ διὰ τοῦτο ὡς τὰ πολλὰ ὐββάλλουσι. τὸ δὲ "βλάβεται" ἡ ἀρχὴ τῆς βλάβης ἐστίν.

(v. 83) Ὅτι τὸ "Πηλείδῃ μὲν ἐγών", ὁ βασιλεὺς δηλαδή, "ἐνδείξομαι", ἀντὶ τοῦ πρὸς αὐτὸν ἀπερείσω τὸν λόγον. ὅθεν καὶ ἀριδείκετος κατὰ τοὺς παλαιούς, πρὸς ὃν οἱ ἐντυχόντες ἀπερείδονται διὰ τὸ ἀξίωμα.

(v. 84) Συνθέσθαι δὲ ἐν ἄλλοις μὲν ἐπὶ συμφωνίας καὶ συνθήκης, οἷον "σύνθεο καί μοι ὄμοσσον", ἐνταῦθα δὲ ἐπὶ συγκαταθέσεως ἡ λέξις τέθειται. ἐπάγει γὰρ "αὐτὰρ οἱ ἄλλοι σύνθεσθ' Ἀργεῖοι, μῦθον τ' εὖ γνῶτε ἕκαστος", ἤγουν συγκατάθεσθέ μοι ἀναμνησθέντες ὧν ἐλέγετε.

(v. 85) Ἐνταῦθα δὲ σημείωσαι ὅτι ὁ βασιλεὺς εἰπὼν "μῦθον εὖ γνῶτε ἕκαστος", καὶ ὅτι "πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον" οὐ λέγει εὐθὺς καὶ τίς ἦν ὁ μῦθος ἀλλὰ σιγᾷ. ἦν δὲ, ὡς εἰκός, τοιοῦτός τις, ὅτι οὐ καλὸν ἐποίησας, ὦ βασιλεῦ, ἀφελόμενος τὴν Βρισηΐδα καὶ λυπήσας τὸν τηλικοῦτον ἀδίκως Ἀχιλλέα, καὶ οὕτως εἰς ἔσχατον κινδύνου ἡμᾶς ὡς οὐκ ἐχρῆν ἀγαγών. σιωπᾷ δὲ αὐτὰ ὁ βασιλεὺς ἢ ὡς πρὸς εἰδότας λέγων τοὺς Ἀχαιούς, ἢ διότι φείδεται κατὰ τὴν τραγῳδίαν ὀλιγάκις κακά, ἢ καὶ παιδεύων τὸν ἀκροατήν, ὡς φορτικὸς ὁ κατὰ τῶν ἀρχόντων λόγος καὶ οὐκ ἄξιος πολλάκις λέγεσθαι.

(v. 86) Σημείωσαι δὲ ὅτι τὸ σιωπηθὲν ἐμφαίνει ἄλλως ὁ βασιλεὺς διὰ τοῦ εἰπεῖν, ὅτι καί με νεικείεσκον οἱ Ἀχαιοί, ὡς δηλονότι οὐκ ἀγαθὰ ποιήσαντα.

(v. 86 s.) Ἐφ' οἷς μὴ ἔχων, τί ἀπολογήσεται, μεθιστᾷ τὴν αἰτίαν ὡς ἐν μεταμέλῳ, λέγων "ἐγὼ δ' οὐκ αἴτιός εἰμι, ἀλλὰ Ζεὺς καὶ μοῖρα", ὡς ἐκ παραλλήλου ἕν τι ταῦτα εἰπεῖν κατὰ ἀλληγορίαν, "καὶ ἠεροφοῖτις Ἐριννύς", ἤγουν ἀφανῶς φοιτῶσα κατά τινων. καὶ Ἀχιλλεὺς δὲ ἐν τοῖς ἑξῆς εἰς θεομηνίαν τὸν ἑαυτοῦ χόλον ἀνάγει. οὕτω καλὸν ἡ προμήθεια. ὡς ὅγε Ἐπιμηθεὺς καλὸς μὲν καὶ αὐτός, ἀλλ' ἐπὶ κακῷ προϋπάρξαντι. Σημείωσαι δὲ καὶ ὅτι ἐξῆν ποτε τῷ δήμῳ αἰτιᾶσθαι τοὺς ἄρχοντας ἐν δέοντι, οἱ δὲ ἠνείχοντο, [289] καθά φησιν ἐνταῦθα ὁ βασιλεύς. οὕτω δὲ καὶ τὸν Ἀχιλλέα οἱ Μυρμιδόνες ᾐτιῶντο μηνίοντα, καὶ ἐκεῖνος ἔφερεν ὀνειδιζόμενος.

(v. 88 s.) Ἐνταῦθα δὲ καὶ τὴν ὀργὴν κακολογῶν ὁ βασιλεύς φησιν "οἵ τέ μοι", ἤγουν οἱ ῥηθέντες δαίμονες, "εἰν ἀγορῇ", τῇ ἐν τῇ α΄ δηλαδὴ ῥαψῳδίᾳ, "φρεσὶν ἔμβαλον ἄγριον ἄτην ἤματι τῷ, ὅτ' Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων". αὐτὸν γὰρ λέγει ἐπιεικῶς τοὺς ὑπ' αὐτοῦ σταλέντας κήρυκας.

(v. 90) Εἶτα ἐπάγει καὶ ὅπερ ἂν ἐρεῖ τις ἀπορῶν ἐπί τινι πρακτέῳ ἢ καὶ μεταμελόμενος "ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ". γνωμικὸν δὲ τὸ "θεὸς διὰ πάντα τελευτᾷ", συντομίαν ἔχον ἀποφθεγματικήν. οἱ δὲ παλαιοί φασιν ὅτι Ἑλλάνικος ὑφ' ἓν ἀνεγίνωσκε θεόσδια, οὕτω λέγων τὰ θεόσδοτα, καὶ νοῶν ὅτι τὰ θεόσδοτα πάντα τελειοῦται καὶ οὐ διαπίπτουσιν, ἢ μάλλον ὅτι τελειοῖ τὰ ἐκ θεοῦ ἡ εὐθὺς ἐπαγομένη Διὸς θυγάτηρ Ἄτη, ἣν προεκαλέσατο ἀνωτέρω ῥηθὲν τὸ "ἄγριον ἄτην". ἦν δὲ ἐκείνη μὲν ἄτη ἡ ἐξ ὀργῆς, αὕτη δὲ Ἄτη σωματοειδὴς δαίμων κατὰ μῦθον ἡ παντὸς ἀτηροῦ αἰτία. Ἰστέον δὲ ὅτι ἔγραψε μέν τι ὁ ποιητὴς καὶ ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ περὶ τῆς Ἄτης, σθεναρὰν αὐτὴν διαγράψας καὶ ἀρτίπουν, ἐνταῦθα δὲ ἐντελέστατα διαζωγραφεῖ τὰ κατ' αὐτήν.

(v. 91-96) Σεμνολογῶν οὖν αὐτὴν καὶ γενεαλογῶν καὶ ὡς χαρακτῆρος ἰδέᾳ διατυπῶν φησι "πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται, οὐλομένη, τῇ μέν θ' ἁπαλοὶ πόδες, οὐ γὰρ ἐπ' οὔδει πίλναται, ἀλλ' ἄρα ἥ γε κατ' ἀνδρῶν κράατα βαίνει βλάπτουσ' ἀνθρώπους· κατὰ δ' οὖν ἕτερόν γ' ἐπέδησε. καὶ γὰρ δή ποτε Ζῆν' ἀάσατο", ἢ Ζῆν' ἄσατο, "τόν περ ἄριστον ἀνδρῶν ἠδὲ θεῶν φασιν ἔμμεναι", καὶ τὰ ἑξῆς, ὡς εἰρήσεται. Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα ἐπιχείρημά ἐστιν ἐκ τοῦ μείζονος. λέγει γὰρ ὁ βασιλεὺς ὡς οὐ καινόν, ἐὰν αὐτοῦ ἡ Ἄτη κατεκαυχήσατο, ὅπουγε καὶ τὸν Δία ἔβλαψεν.

(v. 91) Ἰστέον δὲ καὶ ὅτι τὸ Ἄτη μακρὸν ἔχει πανταχοῦ τὸ α, κραθὲν ἐκ τοῦ ἀάσασθαι, ὃ λέξις μέν ἐστι ποιητική, καιρία δέ, ὡς ἐν ποιήσει. ἑξάκις γοῦν αὐτῇ ὁ ποιητὴς ἐν τῷ χωρίῳ ἐχρήσατο. λέγεται δὲ τὸ τοιοῦτον ῥῆμα ἐν δυσὶν α ὡς ἐπὶ πολύ. τὸ γὰρ δι' ἑνὸς α ἐπὶ τοῦ κορέσασθαι τὰ πολλὰ λαμβάνεται. ἐρεῖ γὰρ προϊὼν "σίτου ἄσασθαι φίλον ἦτορ". εὕρηται δὲ καὶ ἐπὶ βλάβῃ δι' ἑνὸς α, οἷον "ἆσε με δαίμονος αἶσα καὶ ἀθέσφατος οἶνος". τὸ τοίνυν "Ἄτη, ἣ πάντας ἀᾶται" τρόπος ἐτυμολογίας ἐστίν. ἀπὸ γὰρ τοῦ ἀᾶσθαι ἀάτη καὶ ἄτη γίνεται. Πρέσβα δὲ [290] Ἄτη, ὃ ἐκ τοῦ πρέσβειρα συγκέκοπται, ἢ κατὰ χρόνον, ἀεὶ γὰρ ἐν ἄτῃ τὰ κατ' ἀνθρώπους, ἢ κατὰ τιμήν, ὡς χρεὼν ὂν ἐκθύεσθαι τὴν Ἄτην οἷα δυναμένην βλάπτειν καὶ οὐλομένην. Διὸς δὲ θυγάτηρ, τοῦ κατὰ τὴν εἱμαρμένην δηλαδὴ νοουμένου.

(v. 92) Ἁπαλοὶ δὲ οἱ πόδες αὐτῇ, διότι λανθάνει ἀψοφητὶ ἐπιφοιτῶσα κατὰ τὰς παρὰ τῷ Ἡσιόδῳ νόσους. ἢ καὶ ἄλλως εἰπεῖν, κατὰ τοὺς κλεπτικούς, οἵ ποτε καὶ σπόγγους ὑποβάλλουσι τοῖς ποσίν, ἵνα μὴ ἐπιβούλως ἐπερχόμενοι κατάφωροι τῷ κτύπῳ γίνοιντο. Τὸ δὲ "οὐ γὰρ ἐπὶ οὔδει πίλναται" αἰτιολογεῖ τὴν ἁπαλότητα τῶν ποδῶν τῆς Ἄτης, οἱονεὶ λέγοντος τοῦ ποιητοῦ, ὅτι οὐκ ἀνάγκη σκληρόποδα εἶναι αὐτήν, οὐ γὰρ εἰς γηΐνην ἀντιτυπίαν πατεῖ, ἀλλ' εἰς κεφαλὰς ἀνθρώπων βαίνει. εἰ δὲ διὰ τοῦτο σκληροὺς αὐτὴν ἐχρῆν ἔχειν πόδας, ἵνα μᾶλλον βλάπτῃ, ἀλλ' ἐνταῦθα ἡ θίξις μόνη ἀρκεῖ. οὕτω καὶ ἡ νάρκη μαλθακὴ μὲν ἐπαφᾶσθαι, ναρκᾶν δὲ τὸ πελάσαν ποιεῖ. [Ὃ δὴ ῥῆμα, τουτέστι τὸ ναρκᾶν, παράγωγόν ἐστιν ἐξ αὐτῆς, οἷον "νάρκησε δὲ χεῖρ' ἐπὶ καρπῷ". τὴν δὲ νάρκην Πλάτων μὲν ἐν Μένωνι διὰ τοῦ η ἔφη, εἰπών, ὡς ἡ νάρκη τὸν πλησιάζοντα ναρκᾶν ποιεῖ. Μένανδρος δέ, φασί, διὰ τοῦ α ἔφη, ὁμοίως τῷ τόλμη τόλμα, οἷον "ὑπελήλυθέ τέ μου νάρκα τις ὅλον τὸ δέρμα", μηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. λέγεται δέ, φασίν, ἡ νάρκη τὸ ζῷον τὴν ἀπ' αὐτῆς δύναμιν καὶ διὰ ξύλων διαπέμπεσθαι, ποιοῦσα ναρκᾶν τοὺς ἐν χεροῖν αὐτὴν ἔχοντας. ὡς δὲ σύμβολόν ἐστι τοῦ ναρκᾶν καὶ ὁ νάρκισσος, προδεδήλωται.] Σημείωσαι δὲ ὅτι τὸ "οὐ γὰρ ἐπ' οὔδει πίλναται" καὶ τῆς τῶν ζωϊκῶν ποδῶν σκληρότητος τελικὴν αἰτίαν ὑπολαλεῖ. διὰ τοῦτο γὰρ σκληροὶ πόδες τοῖς βαδιστικοῖς, ὅτι ἐπ' οὔδει ἀντιτύπῳ πίλνανται, ἤτοι πλησιάζουσι, ὃ γίνεται ἀπὸ τοῦ πελῶ, τὸ πελάζω καὶ ἐγγίζω. ὡς γὰρ ἔχω ἴσχω, ὀρέγω ὀριγνῶ, [291] μένω μίμνω, γένω γίγνω, πέτω πίτνω καὶ πίπτω, ῥέπω ῥίπτω, οὕτω καὶ πελῶ πιλνῶ καὶ πίλνημι, ἐξ οὗ παθητικὸν τὸ πίλναται. Τὸ δὲ "οὔδει" ἀπὸ εὐθείας ἐστίν, ὡς καὶ προεδηλώθη, διφορουμένης. ὡς γὰρ γῆρας καὶ γῆρος, ὕδας καὶ ὕδος, οὕτω καὶ οὖδας καὶ οὖδος, οὗ δοτικὴ οὔδει.

(v. 93) Οὐκ εἰς γῆν δὲ βαίνει ἡ Ἄτη, ἀλλὰ "κατ' ἀνδρῶν κράατα", διότι ἐκ μετεωρισμοῦ τὸ βλάπτεσθαι καὶ εὐηθείας κουφόνου, ὡς ἡ τραγῳδία φησί, καὶ διότι οὐ πίπτει χαμαί, ἀλλ' εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυχίαν. διὸ καὶ τὰ ἐκ φαύλου φόνου ᾑμαγμένα ξίφη εἰς κεφαλὴν τὴν τῶν πιπτόντων ἀνεμάττοντο. ἢ καὶ ἐπεὶ ἐξ ἁμαρτίας τοῦ κατὰ κεφαλὴν λογιστικοῦ καὶ βλάβης αἱ ἆται γίνονται. Σημείωσαι δὲ καὶ ὅτι τὸ λέγειν τὴν ἄτην βλάβην ἐξ Ὁμήρου ἔχει τὴν ἀρχήν, εἰπόντος "Ἄτη βλάπτουσ' ἀνθρώπους".

(v. 94) Τὸ δὲ "ἕτερόν γ' ἐπέδησε" περὶ τῶν ἐριζόντων ἔφη, ἐπεὶ ἀμήχανον ἀμφοτέρους τοὺς ἐπὶ κακῷ ἐρίζοντας ἐπ' ἀγαθοῖς ἀπαλλάξαι. σκοπητέον δὲ καὶ ὅτι, εἰ καὶ ἐπὶ ἄλλων τινῶν ἡ Ἄτη τῶν ἐριζόντων τὸν ἕτερον ἐπέδησεν, ἀλλ' ἐνταῦθα καὶ ἀμφοτέρους ἔβλαψε, τόν τε Ἀγαμέμνονα τὸ τοῦ Ἀχιλλέως γέρας ἀφελόμενον οὐκ ἐνδίκως, καὶ τὸν Ἀχιλλέα δέ, ὡς τὰς Λιτὰς ἀπωσάμενον. ἔφθη γὰρ εἰπὼν τὴν Ἄτην ἅμα τῷ ἕπεσθαι, ὃς ἂν τὰς Λιτὰς ἀνήνηται καί τε στερρῶς ἀποείπῃ, ὥσπερ δὴ καὶ ἐνταῦθα τῷ Ἀχιλλεῖ ἕπεται καὶ κατὰ τῆς αὐτοῦ βαίνει κρατός, τοῦ Πατρόκλου στερήσασα, ὃν φίλην ἐκεῖνος ἐκάλεσε κεφαλήν. Καὶ σημείωσαι ὅτι καὶ ὅτε τις τοιαύτης φίλης κεφαλῆς στερηθῇ, καὶ τότε ἡ Ἄτη κατὰ κρᾶτα τοῦ τοιούτου βαίνει. Τὸ δὲ σχῆμα τοῦ "κατὰ δ' οὖν ἕτερόν γε πέδησεν", ὁμοιοῦταί πως τῷ "εἰ γοῦν ἕτερός γε φύγῃσι".

(v. 95 s.) Τὸ δὲ "ὃν ἄριστόν φασιν εἶναι" οὐκ ἔστιν ἐνδοιάζοντος λόγου, περὶ Διὸς γὰρ τοῦτο λέγει, ἀλλὰ βαρυνομένου καὶ οὕτω σχηματιζομένου τὸν [292] διστάζοντα. ὅλως γὰρ τὸ "φασί" ποτὲ μὲν ἐπὶ ἀγνοοῦντος ἢ καὶ διστάζοντος λέγεται, ποτὲ δὲ καὶ ἐπὶ ἀκριβῶς εἰδότος, ὡς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται. ἐλλειπτικῶς δὲ ῥηθὲν τὸ "φασί" πολὺ ἐνταῦθα ἔχει τὸ σεμνόν. ἐμφαίνει γὰρ οὕτως, ὡς πάντες ἄριστον ὁμολογοῦσι τὸν Δία, δηλαδὴ ἄνδρες καὶ δαίμονες καὶ θεοί. παρέξεσται δὲ τὸ "ἄριστον ἀνδρῶν καὶ θεῶν" ἐκ τοῦ "πατὴρ ἀνδρῶν τε θεῶν τε". Ὅτι ποικιλίαν καὶ ἐνταῦθα τῇ ποιήσει τεχνώμενος ὁ ποιητὴς διὰ παρενθέσεως μύθου τε καὶ ἱστορίας παραφέρει ὅπως τε τὸν Δία ἡ προσεχῶς εἰρημένη Ἄτη ἔβλαψεν, ὅτε ἡ Ἥρα ἐκεῖνον ἐν τοῖς κατὰ τὸν Ἡρακλέα ἠπάτησε, καὶ οἷα ἔπαθεν αὖθις ὑπὸ Διὸς ἡ Ἄτη.

(v. 96-133) Φησὶ γὰρ ὁ βασιλεὺς ἐκτιθέμενος αὐτὰ εἰς πλάτος οὕτω "ἀλλ' ἄρα καὶ τόν", ἤγουν τὸν Δία, "Ἥρη, θῆλυς ἐοῦσα, δολοφροσύνῃσ' ἀπάτησεν, ἤματι τῷ ὅτ' ἔμελλε βίην Ἡρακληείην", τὴν καὶ ἀλλαχοῦ ῥηθεῖσαν, ἤγουν τὸν Ἡρακλέα, "Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. ἤτοι ὅ γ' εὐχόμενος", ἤγουν ὁ μὲν δὴ Ζεὺς καυχώμενος, "μετέφη πάντεσσι θεοῖσι· κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. σήμερον ἄνδρα φόωσδε", ἤγουν εἰς φῶς, "μογοστόκος Εἰλείθυια", ἡ καὶ ἀλλαχόθεν κειμένη, "ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσι", τοῖς Ἀργείοις δηλαδή, ὡς κατωτέρω δηλοῦται, "ἀνάξει", ὅ ἐστι βασιλεύσει, "τῶν ἀνδρῶν γενεῆς, οἵ θ' αἵματος ἐξ ἐμεῦ εἰσι. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ψευστήσεις, οὐδ' αὖτε τέλος μύθῳ ἐπιθήσεις. εἰ δ' ἄγε νῦν μοι ὄμοσσον, Ὀλύμπιε, καρτερὸν ὅρκον, ἦ μέν", ἤγουν ὄντως δή, "τόν", ὅ ἐστι τοῦτον, "πάντεσσι περικτιόνεσσιν ἀνάξειν, ὅς κεν ἐπ' ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς τῶν", ἤγουν τούτων, "ἀνδρῶν, οἵ", κατὰ τὸν σὸν δηλαδὴ λόγον, "σῆς ἐξ αἵματός εἰσι γενέθλης. ὣς ἔφατο, Ζεὺς δ' οὔ τι δολοφροσύνην ἐνόησεν, ἀλλ' ὄμοσε μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, καρπαλίμως δ' ἵκετ' Ἄργος Ἀχαιϊκόν, ἔνθ' ἄρα ᾔδη", ὅ ἐστιν ἠπίστατο, "ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο, οὗ ὁ σχηματισμὸς κατὰ τὸ Πηληϊάδαο, ἣ δ' ἐκύει", ὅ ἐστιν ἐνεκυμόνει κατὰ γαστρὸς φέρουσα, "φίλον υἱόν, ὁ δ' ἕβδομος εἱστήκει μείς", Αἰολικῶς, ἤγουν μήν. "ἐκ [293] δ' ἄγαγε πρὸ φόωσδε καὶ ἠλιτόμηνον ἐόντα, Ἀλκμήνης δ' ἀπέπαυσε τόκον, σχέθε δ' Εἰλειθυίας. αὐτὴ δ' ἀγγελέουσα", ἤγουν ἡ Ἥρα, "Δία Κρονίωνα προσηύδα· Ζεῦ πάτερ, ἀργικέραυνε, ἔπος τί τοι", ἤγουν σοί, "ἐν φρεσὶ θήσω· ἤδη ἀνὴρ γέγον' ἐσθλός, ὃς Ἀργείοισιν ἀνάξει, Εὐρυσθεύς, Σθενέλοιο πάϊς Περσηϊάδαο, σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν", οἷα δηλαδὴ κατηγμένῳ ἐκ σοῦ διὰ τὴν σήν ποτε Δανάην, ἐξ ἧς ὁ πατὴρ τούτου Περσεύς. "ὣς φάτο, τὸν δ' ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν. αὐτίκα δ' εἷλ' Ἄτην κεφαλῆς λιπαροπλοκάμου χωόμενος φρεσὶν ᾗσι καὶ ὄμοσε καρτερὸν ὅρκον, μή ποτ' ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα αὖτις ἐλεύσεσθαι", ἤγουν ἐπανελθεῖν, "Ἄτην, ἣ πάντας ἀᾶται", ὡς καὶ προγέγραπται. "ὣς εἰπὼν ἔρριψεν ἄπ' οὐρανοῦ ἀστερόεντος χειρὶ περιστρέψας· τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων", ἤγουν ταχὺ κατέπεσεν εἰς γῆν, "τήν", ἤγουν διὰ ταύτην τὴν Ἄτην, "αἰεὶ στενάχεσχ', ὅθ' ἑὸν φίλον υἱὸν ὁρῷτο", ἤγουν βλέποι, "ἔργον ἀεικὲς ἔχοντα ὑπ' Εὐρυσθῆος ἀέθλων".

(v. 1348) Εἶτα τοῦ μερικοῦ γινόμενος ὁ ῥήτωρ βασιλεύς, οὗ χάριν καὶ τὰ προγραφέντα ἐλάλησε, φησίν "ὣς καὶ ἐγών, ὅτε μέγας Ἕκτωρ Ἀργείους ὀλέεσκεν ἐπὶ πρύμνῃσι νέεσσιν, οὐ δυνάμην λελαθέσθαι ἄτης, τὴν πρῶτον ἀάσθην. ἀλλ' ἐπεὶ ἀασάμην, καί μευ φρένας ἐξέλετο Ζεύς", ὃ πολλαχοῦ ἡρμήνευται, "ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ' ἀπερείσι' ἄποινα", τὰ ἐν ταῖς Λιταῖς δηλαδὴ ὑπεσχημένα.

(v. 139) Εἶτα καὶ ἀξιῶν, ὅπερ ἐθέλει, ἐπάγει "ἀλλ' ὄρσευ πόλεμόνδε καὶ ἄλλους ὄρνυθι λαούς", οἷα πολέμαρχος.

(v. 1404) Ἐφ' οἷς καὶ περὶ τῶν δώρων δεξιῶς ῥητορεύων, καὶ πῇ μὲν ἀστείως ἀναρτῶν τὸν ἥρωα, πῇ δὲ ἄλλως ταχυτέρᾳ δόσει ἐλπιδοκοπῶν φησι "δῶρα δ' ἐγὼν ὅδε πάντα παρασχεῖν, ὅσσα τοι ἐλθὼν χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς. εἰ δ' ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος, δῶρα δέ τοι θεράποντες ἐμῆς ἀπὸ νηὸς ἑλόντες οἴσουσ', ὄφρα ἴδηαι", ἤγουν ἴδῃς, "ὅ τοι", ὅ ἐστιν ὅτι σοι, "μενοεικέα δώσω". Καὶ ὅρα ἐν τούτοις τὸ "εἰ δ' ἐθέλεις", ἐξ οὗ Ἀχιλλεὺς γνοὺς γνοὺς ὡς ἀναρτᾶται καὶ οὕτως ἡ δόσις, καὶ μὴ ἐθέλων ὤνιον ἐπικουρίαν ἀγεννῶς ἐκφωνῆσαι τοῖς Ἀχαιοῖς, ἐρεῖ καὶ αὐτὸς εὐγενῶς εἰς τοῦτο τὰ δηλωθησόμενα. [294] Ὡς δὲ πολλὰ ἐκ τοῦ χωρίου τούτου χρήσιμα εἰς παρῳδίας καὶ παραπλοκάς, οὐκ ἀγνοεῖ ὁ εἰδὼς ἐπιλέγεσθαι. Ὅρα δὲ ὅτι καὶ τὸ χωρίον τοῦτο τῆς μυθώδους ἱστορίας μυρίαν ποικιλίαν ἔχει καὶ χρηστομαθείας γέμει. διδάσκει γὰρ δίχα τῶν ἄλλων καὶ ὅτι τὰ οὐράνια οὐκ οἶδεν ἄτην, εἰ καὶ τὸ μυθικὸν ἀνθρωποπαθὲς τῶν Ἑλληνίων θεῶν ἀνῆγεν αὐτὴν ἀνωτάτω. ἀκολούθως δὲ καὶ τὴν γῆν χωρίον ἄτης εἶναι βούλεται, ὡς ἄνθρωπον μηδένα ἐκτὸς αὐτῆς εἶναι. καὶ τὸ τιμιώτατον δὲ τοῦ ὅρκου δείκνυσιν, ὃν καὶ μακρὰ λελυπημένος ὁ Ζεὺς οὐ παρεξῆλθε. καὶ νήφειν δὲ τὸν μέγαν ἄρχοντα βούλεται καὶ ἐν ἑαυτῷ εἶναι, ἵνα μή ποθεν ἀπάτην πάσχοι, καί ποτε καὶ ἐκ τῶν οἰκειοτάτων, ὡς ὁ Ζεὺς ὑπὸ Ἥρας παρήχθη φενακισθείς. παραδίδωσι δὲ καὶ τὰς γυναῖκας δεινὰς καὶ αὐτὰς εἶναί ποτε κατασοφίσασθαι. καὶ χρησμῶδες δέ τι σοφιστικὸν λόξωμα παρεμφαίνει, ἐν οἷς λέγει "πᾶσι περικτιόνεσσιν ἀνάξειν" τὸν σήμερον ἐκ Διὸς γεννηθέντα, ὅπερ ἐνοήθη μὲν ὑπὸ Διὸς περὶ Ἡρακλέος, ἐξέβη δὲ ἄλλως εἰς τὸν Εὐρυσθέα τὸν ἐν τῷ Ἀχαιϊκῷ Ἄργει γεγενημένον, ὃς υἱὸς μὲν Διὸς οὐκ ἦν, υἱοῦ δὲ ἔγγονος, τοῦ Περσέως δηλαδή. ὑποδηλοῖ δὲ καὶ τὸ τῆς βασιλείας μέγεθος, δι' ἣν ὁ τοσοῦτος Ἡρακλῆς τῷ ἡκίστῳ ὑπέκειτο Εὐρυσθεῖ. παραδίδωσι δὲ καὶ τὸ μὴ ἐξ ἀνάγκης τοὺς ἀρχομένους ἐλάττονας παντὶ τρόπῳ εἶναι τοῦ ἄρχοντος. Ἡρακλῆς γὰρ ὑπακούων Εὐρυσθεῖ τῇ γοῦν ἀνδρίᾳ ὑπερέβαλεν. ἔτι δὲ καὶ τὸ μὴ ἐξ ἀνάγκης ἀεὶ καὶ ἐπὶ πᾶσι τὸν ἄρχοντα τὰ αἱρετὰ ποιεῖν αὐτῷ ἐν τοῖς ὑπ' αὐτόν. ἰδοὺ γὰρ ἐν τοῖς κατὰ Ἡρακλέα οὐκ εὐστόχησεν ὁ Ζεὺς οὗ ἤθελε. διατυποῖ δὲ καὶ γυναικὸς ἦθος ζηλότυπον, οἷς ἡ Ἥρα ζήλῳ Ἀλκμήνης ῥᾳδιουργεῖ κατὰ τοῦ Διός, οὐ φιλοῦσα μὲν οὐδὲ τὸν Εὐρυσθέα ὡς Διὸς ἀπόγονον, κατὰ μέντοι τοῦ ἐξ Ἀλκμήνης κότον οὐ φατὸν τρέφουσα. κολάζει δὲ ὁ ποιητὴς ἐνταῦθα καὶ τὸ μεγάλα κατὰ τύφον φυσᾶν, ἐν οἷς τὸν Δία κομπάσαντα ψεύσασθαι λέγει ἐφ' οἷς ἐνηβρύνετο. βούλεται δὲ καὶ συνορᾶν, ὅτε τις ὅρκον ποιεῖται, μὴ καὶ ψεύσηται. καὶ ἡ τοῦ μοιριδίου δὲ ἀνάγκη τῇ ἱστορίᾳ ταύτῃ παρεμφαίνεται. διὰ μὲν γὰρ τὸ σήμερον τῆς γεννήσεως, οὗ περίφρασις τὸ "ἤματι τῷ" κρατεῖ ὁ Εὐρυσθεύς, ὡς ὁ Ζεύς, τουτέστι τὸ εἱμαρμένον, ἐκύρωσε, καὶ μετ' ἐκεῖνον οἱ Εὐρυσθεῖδαι τοὺς ἐξ Ἡρακλέος φυγαδεύοντες. διὰ μέντοι τὴν βουλὴν τοῦ αὐτοῦ Διὸς τὴν ὑπὲρ τοῦ [295] Ἡρακλέος τὸ τῶν Ἡρακλειδῶν ὕστερον γένος καταχθὲν ὑπὸ Ἀθηναίων κατέσχε τοῦ Ἄργους, ἀπελάσαν τοὺς Εὐρυσθείδας. καὶ ἀλήθειαν δὲ τοῖς ἄρχουσιν ὑποτίθεται, οἷς ὁ βασιλεὺς ἐπὶ τοῖς δώροις ἀληθίζεται. καὶ τοὺς δῶρα λαμβάνοντας διδάσκει ὅπως καὶ ἐφ' οἷς ληπτέον αὐτά, καὶ ὡς μετὰ μῆνιν ἐπιμελητέον πρᾳότητος καὶ μηδὲ ἐπιληστέον ἁμαρτάδος, μηδὲ φειστέον χρημάτων ἐπὶ συμφέροντι. οὕτω μεμέστωται τὸ χωρίον ὅλον ἀξίοις λόγου νοήμασιν.

(v. 97) Ἰστέον δὲ ὅτι τὸ "Ἥρη θῆλυς ἐοῦσα" παιδεύει χρῆναι μὴ πάνυ τὸ θῆλυ γένος μελέτην ἔχειν δολοφρονεῖν καὶ οὕτως ἐξαπατᾶν τοὺς οἰκείους. [Καὶ ἄλλως δὲ εἰπεῖν, θαῦμά τι ὁ λόγος ὑποκρύπτει, ὡς καινὸν ὄν, εἰ τὸν ἐν ἅπασιν ὕπατον Δία, τὸν μητιέτην, θήλεια θεὸς ἐσοφίσατο.] Ἀττικὸς δὲ καὶ Ἰωνικὸς ὁ σχηματισμὸς τοῦ "Ἥρη θῆλυς", ὡς καὶ τὸ "θῆλυς ἐέρση", καὶ τὸ "πουλὺν ἐφ' ὑγρήν".

(v. 98) Τὸ δὲ "ἤματι τῷ" δὶς ῥηθέν, ὡς καὶ τὸ "καρτερὸν ὅρκον", καὶ τὸ "ἄτην ἣ πάντας ἀᾶται" καὶ ἕτερα, κατωτέρω σαφέστερον εἴρηται ἐν τῷ "ἐπ' ἤματι τῷδε".

(v. 99) Εὐστέφανον δὲ τὴν Θήβην λέγει ἀντὶ τοῦ εὐτείχεα, διὰ τὰς πύργων στεφάνας, ἢ ὡς πολλὰ στεφανωσαμένην ἐν ἀγῶσι πολεμικοῖς τε καὶ ἑτεροίοις, ὁποίαν τινὰ καὶ τὴν Κρότωνα ὁ Περιηγητὴς ἱστορεῖ. ἴσως δὲ καὶ τὴν κύκλῳ ἀγαθοῖς οἷον στεφανουμένην. τάχα δὲ καὶ ὁμωνύμως τῇ ἡρωΐνῃ Θήβῃ εὐκόσμῳ εὐστέφανον Θήβην καὶ τὴν πόλιν καλεῖ. τὸ δὲ τοιοῦτον σχῆμα τῆς ὁμωνυμίας μιμεῖται μάλιστα Πίνδαρος. ὅτι δὲ ἡ στεφάνη καὶ γυναικεῖον κόσμον δηλοῖ, εὑρήσεις καὶ παρὰ τῷ Αἰλιανῷ. [Ἰστέον δὲ καὶ ὅτι οὐκ ἐξ ἀνάγκης ἐκ τοῦ ἐϋστέφανος φαίνεται χρῆσις εἶναι στεφάνου παρὰ τῷ ποιητῇ. σύνθεσις γὰρ καὶ ποιὰ παραγωγὴ ἐκ τῆς Ὁμηρικῆς στεφάνης παρήγαγε τὴν ἐϋστέφανον. ὡς γὰρ τιμὴ ἔντιμος καὶ τὰ ὅμοια, οὕτω καὶ στεφάνη εὐστέφανος.] Τὸ δὲ "πάντεσσι θεοῖσι", καὶ τὸ "πᾶσαι θέαιναι", καὶ τὸ "ψευστήσεις καὶ ἐπιθήσεις", καὶ τὸ "πάντεσσι περικτιόνεσσι", καὶ τὸ "φρεσὶν ᾗσι" παρισοῦνται κατὰ κάλλος ὑπὸ τοῦ [296] βασιλέως, ἀναλόγως οἷς χαριέντως διηγεῖται.

(v. 101) Οὐ πόρρω δὲ κάλλους καὶ παραβολῆς προοιμίῳ πρεπούσης καὶ τὸ "πάντες θεοὶ πᾶσαί τε θέαιναι", ἐξ οὗπερ εἰλῆφθαι δοκεῖ καὶ τῷ ῥήτορι τὸ "τοῖς θεοῖς πᾶσι καὶ πάσαις".

(v. 103) Τὸ δὲ "φόωσδε ἐκφανεῖ" λαμπρότερον τοῦ "ἐκ δ' ἄγαγε πρὸ φόωσδε" διὰ τὸ "ἐκφανεῖ". ἄλλως μέντοι ἐκεῖνο σαφέστερον. ὃ δὲ δηλοῖ ἐκεῖ ἡ ἐκ πρόθεσις, τοῦτο καὶ ἐνταῦθα ἐν τῷ ἐκφανεῖ. Ἡ δὲ Εἰλείθυια ὅτι καὶ πληθυντικῶς λέγεται, δηλοῖ μετ' ὀλίγα τὸ "σχέθεν Εἰλειθυίας", [ἃς ὁ μῦθος θυγατέρας Ἥρας οἶδεν, ὡς καὶ ἀλλαχοῦ ἠλληγόρηται.]

(v. 104) Περικτίονες δὲ περίοικοι, πέριξ κτίσαντες οἰκήσεις. [Δοκεῖ δὲ προϋπάρχειν αὐτοῦ ῥῆμα τὸ κτίω, ἐξ οὗ καὶ οἱ ἐν τῇ Τραγῳδίᾳ κτίται, ὅπερ ἐστὶ κτήτορες, ἴσως δὲ καὶ ὁ κτίλος καὶ κύριον ἡ Κτιμένη καὶ τὸ ἐϋκτίμενον πτολίεθρον καὶ ἡ ἐϋκτιμένη ἀλωή. κεκίνηται δὲ τὸ τοιοῦτον ῥῆμα, καθὰ καὶ τὸ κτίζω, ἀπὸ τοῦ κτῶ. Σημείωσαι δὲ ὅτι καθ' Ἡρῳδιανόν, ὡς ὁ κηδεμών, οὕτως ὀξύνεται καὶ ὁ περικτιὼν καὶ ὁ ἀμφικτυών, ὧν καὶ βραχεία, φησίν, ἡ παραλήγουσα. τὸ μέντοι Ἠλεκτρύων ἐκεῖνος βαρύνει ὁμοίως τῷ Ἀμφιτρύων. εἰ δὲ ἄλλοις ἄλλα περὶ τούτων δοκεῖ, οὐδὲν αὐτὸ πρὸς τὰ νῦν.]

(v. 105) Τὸ δὲ "αἵματος ἐξ ἐμεῦ" παραφράσασα Ἥρα ἔφη τὸ "οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης", φράσασα ἐκείνη σαφέστερον, ἔτι δὲ πάνυ γοργῶς "Εὐρυσθεύς, τὸ σὸν γένος".

(v. 107) Τοῦ δὲ "ψευστήσεις" προϋπάρχει ὁ ψευστός, ὡς καὶ τοῦ ἀνηκουστήσεις ὁ ἀκουστός.

(v. 108) Τὸ δὲ "εἰ δ' ἄγε νῦν" παρακελευσματικόν ἐστι ὡς καὶ ἐν ἄλλοις πολλοῖς. Καρτερὸς δὲ ὅρκος οὐ μόνον συνήθως ὁ ἰσχυρός, ἀλλὰ καὶ ὁ παράμονος, ᾧ λόγῳ καὶ καρτερεῖν τις ἀντὶ τοῦ ἀναμένειν [297] λέγεται, ἔτι δὲ καὶ ἀποκαρτερεῖν, ὁ ποινῆς εἶδός τι ἦν παρὰ τοῖς πάλαι.

(v. 110) Ἐν δὲ τῷ "ὅς κεν πέσῃ μετὰ ποσσὶ γυναικός" εὐσχημόνως καὶ σεμνῶς καὶ γοργῶς καὶ σαφῶς, εἰ καὶ ἄλλως μυστικῶς πως, ἔφρασε τὴν λοχείαν. ἔστι δὲ τὸ "μετὰ ποσσίν" ἀντὶ τοῦ μεταξὺ ποδῶν. ὅτι δὲ τὸ πεσεῖν καὶ ἐπὶ τοκετοῦ λέγεται, δηλοῖ καὶ ὁ διϊπετὴς ποταμός, ῥηθεὶς οὕτως, ὡς ἐκ Διὸς πεσὼν μυθικῶς, ἤτοι γεννηθείς. ἡ μέντοι ἀλληγορία τὸ τοιοῦτον διϊπετὲς ἄλλως πρὸς ἀλήθειαν συμβιβάζει, ὡς ἐν οἰκείῳ τόπῳ δηλοῦται.

(v. 113) Μέγας δὲ ὅρκος διὰ τὰ κατὰ σχῆμα σιωπῆς δῆθεν ὀμωμοσμένα, Στύγα δηλαδὴ καὶ τὰ τοιαῦτα, ὃς οὕτω καρτερὸς καὶ γενναῖος, ὡς μὴ ἂν παραβαθῆναι. σεβάσμιος γὰρ καὶ αὐτοῖς μύθοις ὁ ὅρκος. διὸ καὶ ὁ κατ' αὐτοὺς Ζεύς, εἰ καὶ ἄχος αὐτὸν ὀξὺ κατὰ φρένας ἔτυψε καὶ χώετο φρεσὶ καὶ στενάχεσκεν αἰεὶ κακούμενον ὁρῶν ὑπ' Εὐρυσθέως τὸν φίλον υἱὸν Ἡρακλέα, ὅμως οὐκ ἔθετο τὸ οἰκεῖον ἔπος παλινάγρετον οὐδ' ἀπατηλόν, ἐπεὶ μέγαν, ὡς ἐρρέθη, ὅρκον ἅπαξ ὤμοσεν, οὐδὲ τὸ τοῦ Εὐριπίδου περιῆλθεν αὐτόν, τὸ "ἡ γλῶσσ' ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος". καὶ οὕτω μὲν τιμᾷ τὸν ὅρκον ὁ Ζεύς. εἰ δὲ μόνον τῇ κεφαλῇ κατένευσε, τάχ' ἂν οὐκ ἂν τοιοῦτος ἦν. ὅθεν καὶ ἡ Ἥρα ἐν ταύτῃ τῇ ὑποθέσει καὶ ὑποσχέσει οὐ κατανεῦσαι αὐτὸν ἐζήτησεν, ὡς ἡ Θέτις, ἀλλ' ἐπὶ τὸ ἰσχυρότερον, τὸν ὅρκον, ἀπεῖδε. Τὸ δὲ "πολλὸν ἀάσθη" νοῦν οὐκ ὀλίγον ἔχει. ἀάσθη γὰρ κατὰ πολὺ ὁ Ζεὺς καὶ ὡς ὑπὸ γυναικὸς ἀπατηθεὶς καὶ ὡς ἀσυντηρήτως ὀμόσας καὶ ὡς τὸν φίλον υἱὸν κακῶς πάσχοντα βλέπων.

(v. 114) Τὸ δὲ "ἀΐξασα" ἐκτεταμένην ἔχει διὰ μέτρον τὴν ἄρχουσαν.

(v. 115) Ἄργος δὲ Ἀχαιϊκόν, τὸ τῶν περικτιόνων δηλαδή, ὅπερ οἱ μεθ' Ὅμηρον Ἀχαϊκὸν γράφουσι, τὸ ἐν Πελοποννήσῳ λέγει, Ἀχαιϊκὸν ῥηθὲν πρὸς διαστολὴν τῶν ἄλλων. πολλὰ γάρ εἰσιν, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δεδήλωται. ὅτι δὲ Ἀργεῖος ἀνέκαθεν ὁ Ἡρακλῆς διὰ τὴν μητέρα Ἀλκμήνην Μιδεᾶτιν οὖσαν, ἱστορεῖ πρὸς ἄλλοις Πίνδαρος.

(v. 116) Ἰφθίμη δὲ καὶ νῦν γυνὴ ἡ καὶ δαΐφρων.

(v. 117) Τὸ δὲ "ἐκύει φίλον υἱόν" ἀντὶ [298] τοῦ ἐνεκυμόνει, [ὡς καὶ προείρηται.] Τὸ δὲ "εἱστήκει" ἐκ τοῦ ἑστήκει ὑπερσυντελίκου γέγονε πλεονασμῷ τοῦ ι.

(v. 118) Ἐν δὲ τῷ "πρὸ φόωσδε" ἡ προ πρόθεσις τὸ πρὸ καιροῦ τὸν Εὐρυσθέα γεννηθῆναι δηλοῖ. ἦν γὰρ ἠλιτόμηνος, ὅ ἐστιν ἀλιτήσας, ἤγουν ἁμαρτών, ἀποτυχὼν τῶν συνήθων ἐννέα τοῦ τοκετοῦ μηνῶν. Ἰστέον δὲ ὅτι ὁ μὲν Ὁμηρικὸς οὗτος ἠλιτόμηνος παῖς τετελεσφόρηται καθὰ μάλιστα πρὸ αὐτοῦ ὁ Ἡρακλῆς, εἰ καὶ ἐπέσχε τὸν αὐτοῦ τοκετὸν ἡ Ἥρα. τὸ δὲ παρὰ τοῖς ὕστερον ἄμβλωμα καὶ ἔκτρωμα οὐ τοιοῦτόν ἐστιν. ὧν πρωτότυπα τὸ ἀμβλῶσαι καὶ ἐκτρῶσαι, περὶ ὧν φασιν οἱ παλαιοὶ οὕτω· ἀμβλῶσαι τὸ φθεῖραι βρέφος ἐν γαστρί, καὶ ἀμβλωθρίδιον τὸ τοιοῦτον, ἐκτρῶσαι δὲ καὶ ἔκτρωμα τὸ μήπω τετυπωμένον. Ἐνταῦθα δὲ φέρεται λῆρος μυθικός, ὡς ἄρα αἱ Μοῖραι Ἀλκμήνης ὠδινούσης τὰς χεῖρας συνεῖχον, γαλῆς δὲ παρελθούσης ἀπέλυσαν, ὅτε καὶ τεχθέντος Ἡρακλέος ἐνομίσθη γαλῆν αὐτῷ εἶναι τροφόν. ὅθεν ἀνέκειτο ἡ γαλῆ τῷ Ἡρακλεῖ. Καὶ σημείωσαι ὅτι οὐκ ἠγνόησεν ὁ ποιητὴς ζωογονεῖσθαι τὰ ἑπτάμηνα.

(v. 119) Τοῦ δὲ "ἀπέπαυσε τόκον" διασαφητικόν τι τὸ "σχέθε δ' Εἰλειθυίας", ἤγουν ἐπέσχε τὴν γέννησιν πρὸς καιρὸν καὶ οὕτως ἔπαυσε τὸν τόκον οἷα προϊσταμένη τῶν Εἰλειθυίων, καθὰ προδεδίδακται.

(v. 121) Τὸ δὲ "ἀργικέραυνε" δοκεῖ μυκτῆρά τινα ἔχειν, εἴπερ ὁ ἀργικέραυνος καὶ φρικτὸς οὕτω πέπαικται.

(v. 124) Τὸ δὲ "ἀργικέραυνε" δοκεῖ μυκτῆρά τινα ἔχειν, εἴπερ ὁ ἀργικέραυνος καὶ φρικτὸς οὕτω πέπαικται.

(v. 124) Τὸ δὲ "σὸν γένος" ἀστεῖον ὁμώνυμόν ἐστιν. ἄλλως γὰρ γένος Διὸς Ἡρακλῆς καὶ ἄλλως Εὐρυσθεύς, ὡς προείρηται.

(v. 125) Ὀξὺ δὲ ἄχος ὡς οἷά τι βέλος ἢ ξίφος. διὸ προσφυῶς ἐπῆκται τὸ "τύψε".

(v. 126) Τὸ δὲ "ἐκ κεφαλῆς λιπαροπλοκάμου" ἀμφιβάλλεται, ἆρά γε τῆς κεφαλῆς τῆς Ἄτης εἷλεν ὁ Ζεὺς αὐτήν. ἀλλὰ οὔποτέ τινες κεφαλῆς ῥιπτοῦνται, φασί, παρ' Ὁμήρῳ, ἀλλ' ἢ ποδός, ὡς Ἀστυάναξ. πῶς δὲ καὶ λιπαροκρήδεμνος ἡ τοὺς βλαπτομένους ξηραίνουσα; ἀλλὰ τὴν Διός, φασίν, ἐρεῖ τις κεφαλήν, ἀφ' ἧς ἑλὼν τὴν Ἄτην ἔρριψεν, ὡς εἰωθυῖαν περὶ τὰς κεφαλὰς βαίνειν. ἀλλ' οὐ λέγει πλοκάμους ἐπὶ [299] ἀνδρῶν, εἰ μὴ ἄρα πλοχμούς, ὡς τὸ "πλοχμοί, οἳ χρυσῷ καὶ ἀργύρῳ ἐσφήκωντο". ἄδηλον οὖν ποίαν λέγει κεφαλήν. ἔοικε δὲ τὴν τοῦ Διὸς λέγειν μάλιστα πιθανώτερον, ὡς τῆς Ἄτης θελούσης ὑπὲρ κεφαλῆς ἀεὶ εἶναι. διὸ καὶ ῥιφεῖσα κατ' ἀνδρῶν κράατα βαίνει. Λιπαροπλόκαμος δὲ ἡ Ἄτη κατά τινας παλαιούς, οὐχ' ὅτι τοιοῦτοι οἱ βλαπτόμενοι, αὐχμῶσι γὰρ ἐκεῖνοι, ὡς ἐρρέθη, ἀλλ' ὅτι αὐτὴ μυθικῶς τοιαύτη ἦν ὡς θεά. οὕτω καὶ ὁ Ὕπνος αὐτὸς ἐγρηγορὼς ὑπνοῦν τοὺς ἄλλους ποιεῖ.

(v. 128) Τὸ δὲ "μή ποτ' ἐς Οὔλυμπον καὶ οὐρανόν" εἶχεν Ὅμηρος γράψαι "μή ποτε Ὄλυμπόνδε", δόξαν δὲ αὐτῷ, ἔγραψε τὸ ἰσοδύναμον. Τὸ δὲ "ἀστερόεντα" πρὸς διαστολὴν Ὀλύμπου ἐρρέθη. αὐτὸς γὰρ ὄρος ὢν οὐ τοιοῦτός ἐστιν, ὡς δηλοῖ ἀνωτέρω τὸ "ῥίον Οὐλύμποιο". Τὸ δὲ μὴ ἐπανελθεῖν ἄνω τὴν Ἄτην προείληπται ὡς πρωθύστερον. ἐχρῆν γὰρ πρῶτον ῥιφῆναι αὐτήν, εἶτα ῥηθῆναι τὸ μήποτ' αὐτὴν αὖτις ἐλεύσεσθαι.

(v. 129) Φασὶ δὲ εἰς Ἴλιον κατενηνέχθαι ῥιφεῖσαν τὴν Ἄτην, διὸ καὶ Ἄτης λόφος ἐκεῖ, οὗ ὁ Λυκόφρων μέμνηται. τοῦτο δὲ ἀστείως πέπλασται διὰ τὰς μεγάλας ἄτας, ἃς ἐκ Διὸς οἱ Τρῶες ἔπαθον, ὧν ἕνεκα καὶ Ἰλιὰς κακῶν πεπαροιμίασται. [Ἰστέον δὲ ὅτι τε Ὄλυμπος καὶ κύριον ὄνομα ἦν αὐλητοῦ τινος, οὗ νόμος ὀδυρτικὸς περιῄδετο, καθὰ δηλοῖ καὶ ὁ Κωμικὸς ἐν τῷ "ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον", καὶ ὅτι τὸ μὲν "αὖτις" Ἰωνικόν, κοινὸν δὲ τὸ αὖθις, ταὐτὸν δὲ τούτοις τὸ πάλιν. αὐτὰ δὲ ὁμοῦ τὰ τρία δηλοῦσι τὸ εἰς τοὐπίσω, οὗ δὴ δευτερώματος ὄντος εἴληπται παρὰ τοῖς ὕστερον τὸ πάλιν ἁπλῶς ἀντὶ τοῦ ἐκ δευτέρου.]

(v. 131) Τὸ δὲ "χειρὶ περιστρέψας" ταὐτὸν μέν ἐστι τῷ περιδινήσας, δηλοῖ δὲ ἢ πολλὴν ἐλαφρότητα τῆς Ἄτης, ἢ πολλὴν δύναμιν τοῦ Διός, εἰ τὴν τοιαύτην οὕτω καταρριπτεῖ. Ταχὺ δὲ ἵκετο κάτω ἡ Ἄτη διὰ τὴν φύσιν τῶν ἄνωθεν κάτω [300] ἱεμένων βαρημάτων. Ἔργα δὲ ἀνθρώπων λέγει τὰ ἐφ' οἷς ἡ Ἄτη ἐκείνων καθικνεῖται.

(v. 132) Τοῦ δὲ "αἰεὶ στενάχεσκεν" ἑρμηνεία τὸ "ὅτε τὸν ἴδιον υἱὸν ὁρῷτο". λέγει γὰρ ὡς αἰεὶ ἔκλαιεν, ὅτε τὸν Ἡρακλῆν ἴδοι ἀεθλεύοντα.

(v. 133) Ἔργον δὲ ἀεικὲς τὸ μὴ κατὰ τὰ λοιπὰ ἔργ' ἀνθρώπων τὰ ἀνωτέρω κείμενα, [μάλιστα δὲ ἔργον ἀτηρόν, οὗ καὶ αὐτοῦ ὡς ἔργου ἀνθρωπίνου ἡ Ἄτη καθίκετο ἀεικιζομένη.]

(v. 134) Μέγας δὲ τῷ βασιλεῖ νῦν λέγεται ὁ Ἕκτωρ πρὸς ἐρεθισμὸν τοῦ Ἀχιλλέως εἰς μάχην.

(v. 135) Τὸ δὲ "ὀλέεσκον" πλεονασμὸν ἔχει τοῦ ε τοῦ ἐν τῇ προπαραληγούσῃ.

(v. 136) Τὸ δὲ "ἣν πρῶτον ἀάσθην", ἤγουν ἐβλάβην, πρὸς διαστολὴν εἴρηται τῆς ἐνεργοῦς Ἄτης, ἣ πάντας ἀᾶται. [Αὕτη μὲν γὰρ οἷά τις οὐσία θεία νοείται κατὰ τὸν μῦθον. ἣν δὲ ὁ Ζεὺς ἐβλάβη. ποιότης ἐστὶ παθητική, πρόβλημα οὖσα καὶ ἐνέργημα τῆς αὐτὸ ἐνεργούσης Ἄτης.] Τὸ δὲ ἀάσθην ἀασάμην κατωτέρω εὐθὺς λέγει. [Ἔνθα κατὰ τὴν παράδοσιν τῶν παλαιῶν μετὰ τὸν στίχον τοῦ "ἐπεὶ ἀασάμην" προηνέγκατο Διοσκουρίδης, ὁ Ἰσοκράτους μαθητής, καὶ ἕτερον στίχον τοῦτον "ἢ οἴνῳ μεθύων ἤ μ' ἔβλαψαν θεοὶ αὐτοί". δι' οὗ στίχου βαρὺς ψόγος μέθης ἐμφαίνεται, εἰς τὴν αὐτήν, φασί, τιθεὶς πλάστιγγα τὴν μέθην τῇ θεομηνίᾳ.]

(v. 138) Τὸ δὲ "ἀρέσαι" καὶ νῦν ἀντὶ τοῦ ἁρμοσθῆναι, φιλιωθῆναι, εἰς ἀρθμὸν καὶ φιλίαν ἐλθεῖν. παθητικῶς δὲ τὰ πλείω τὸ ῥῆμα τοῦτο προφέρεται. Τὸ δὲ "δόμεναι" πέπαικταί τινι παλαιῷ ἀτιμουμένῳ διὰ πενίαν ἐν τῷ εἰπεῖν· οὐκ ἔχω δόμινι, οὐδὲ γὰρ ἔχω δόμεναι.

(v. 139) Τὸ δὲ "ὄρσευ" ἐγγὺς τοῦ ὄρω ῥήματος [301] πρωτοτύπου ἤπερ τὸ "ὄρνυθι". [Ἀστεῖος δὲ καὶ δεξιώτατος ὁ τοῦ βασιλέως ἐνταῦθα λόγος. εἰπόντος γὰρ Ἀχιλλέως τῷ βασιλεῖ "ἀλλ' ἄγε, θᾶσσον ὄτρυνον πόλεμόνδε Ἀχαιούς" ὁ βασιλεὺς ἀξιωματικῶς μὲν "ἀλλ' ὄρσευ" φησί, μονονουχὶ λέγων, ὡς ἰδοὺ σὲ πρῶτον ὀτρύνω πόλεμόνδε. φιλικῶς μέντοι ἐπάγει τὸ "καὶ ἄλλους ὄρνυθι", ὡς οἷα δηλαδὴ ἐμοὶ ὑποστρατηγῶν. καὶ ἄλλως δὲ σεμνότερον εἰπεῖν, δοκεῖ λέγειν ὁ βασιλεύς, ὅτι οὔτε σέ, ὦ Ἀχιλλεῦ, ὀτρυνῶ, οὔτε τοὺς ἄλλους, ἀλλὰ σοὶ τὸ πᾶν ἐγκλίνω. σύ τε γὰρ αὐθόρμητος μάχου καὶ τοὺς ἄλλους ὄρνυθι πολεμαρχῶν.]

(v. 140) Τὸ δὲ "δῶρα δ' ἐγὼ ὅδε πάντα παρασχεῖν" ἐλλειπτικῶς εἴρηται ἀντὶ τοῦ ἐγὼ οὗτός εἰμι ὥστε παρασχεῖν, ἢ ἕτοιμός εἰμι, ἢ ἐγγυῶμαι παρασχεῖν, ἤ τι τοιοῦτον. Σημείωσαι δὲ ὅτι τὸ μὲν "ἐγὼν ὅδε" ταὐτολογήσας ἐδίπλωσεν εἰς σύστασιν προσωπικήν. Τὸ δὲ "πάντα παρασχεῖν" κατὰ ἔλλειψιν εἶπεν, ἵνα ἐμφήνῃ τὴν τοῦ πρᾶξαι σπουδήν, ὡς μὴ δέον ὂν λόγοις ἐμβραδύνειν τὸν πράττειν ταχύν. Τὸ δὲ παρασχεῖν εἴη ἂν ταὐτὸν τῷ ἐγγὺς σχεῖν σοῦ ὡς ἐπὶ δόσει.

(v. 141) Τὸ δὲ "χθιζός" ἀντὶ τοῦ κατὰ τὴν προσεχῶς παρελθοῦσαν νύκτα, εἰς ἣν περατοῦται ἡ χθὲς ἡμέρα. Τὸ δὲ "ὑπέσχετο Ὀδυσσεύς" σεμνύνει τὸν ἥρωα ὡς αὐτὸν ὑπερέχοντα τῶν ἐν ταῖς Λιταῖς πρέσβεων.

(v. 142) Τὸ δὲ "ἐπειγόμενός περ Ἄρηος" παρῳδεῖται ἐν τῷ "ἐπειγόμενός περ ὁδοῖο", ἤγουν ἔπειξιν ἔχων ὁδοῦ.

(v. 143) Θεράπων δέ, εἰ καί, ὥς που προεγράφη, δοῦλον ὁπλοφόρον δηλοῖ κατὰ Κρητῶν γλῶτταν, ἀλλὰ παρὰ τῷ ποιητῇ οὐδαμοῦ θεράποντες οἱ δοῦλοι, ἀλλὰ τῶν φίλων οἱ δραστικώτεροι, ὡς καὶ ἐνταῦθα φαίνεται ἐν τῷ "δῶρα δὲ θεράποντες ἑλόντες οἴσουσιν", οἵπερ εἰσὶν οἱ Νεστορίδαι καὶ ὁ Μέγης καὶ ὁ Θόας καὶ ὁ Μηριόνης καὶ ἄλλοι.

(v. 144) Τὰ δὲ "ἀπερείσια δῶρα" προσφυῶς καὶ μενοεικέα φησίν, οἷς δηλαδὴ τὸ μένος εἴξει τὸ τοῦ Ἀχιλλέως.

(v. 79) Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν "καλὸν ἀκουέμεν, οὐδὲ ἔοικεν ὐββάλλειν" καὶ ἑξῆς, προσοχὴν ἐπὶ λόγῳ δηλοῖ.

(v. 90) [302] Τὸ δὲ "ἀλλὰ τί κεν ῥέξαιμι" καὶ ἑξῆς, μεταμέλου εἰσὶ λόγοι.

(v. 103) Τὸ δὲ "σήμερον ἄνδρα φόωσδε" καὶ ἑξῆς, καὶ τὸ "ἤδη ἀνὴρ γέγον' ἐσθλός" καὶ ἑξῆς, χρήσιμον εἰς γεννήσεις εὐγενεῖς.

(v. 107) Τὸ δὲ "ψευστήσεις" καὶ ἑξῆς, οἰκεῖον ἐπί τινος μὴ ἀληθεύοντος.

(v. 132) Τὸ δὲ "αἰεὶ στενάχεσκε" καὶ ἑξῆς, πένθιμον ἐπὶ παιδὶ δυστυχεῖ.

(v. 137) Τὸ δὲ "ἐπεὶ ἀασάμην" ἕως τοῦ "ἐθέλω ἀρέσαι" μεταμελητικὸν καὶ αὐτό.

(v. 139) Τὸ δὲ "ὄρσευ πόλεμόνδε" καὶ ἑξῆς, ὀτρυντικόν ἐστιν εἰς μάχην.

(v. 140) Δώρων δὲ ὑποσχετικὸν τὸ "δῶρα δ' ἐγὼν ὅδε" καὶ ἑξῆς.

(v. 142) Τὸ δὲ "εἰ δ' ἐθέλεις ἐπίμεινον" καὶ ἑξῆς, φιλοφρονητικόν ἐστιν. Ὅτι μέλλων ὁ Ἀχιλλεὺς τῷ περὶ τῶν δώρων λόγῳ ἐπιβαλεῖν ἀκολούθως, οἷς προσεχῶς ἔφη ὁ βασιλεύς, φθάνει σεμνύνων ἐκεῖνον ἐντίμοις προσφωνήσεσιν, ὑπαγόμενος οὕτω τὸν δωρησόμενον.

(v. 146) Φησὶ γὰρ "Ἀτρείδη, κύδιστε, ἄναξ ἀνδρῶν, Ἀγάμεμνον". εἶτα μεταχειριζόμενος τὸν λόγον δεξιώτατα οὔτε παραιτεῖται τὰ δῶρα, ἵνα μὴ δοκῇ ἐκφαυλίζειν αὐτά, οὔτε ζητεῖ, ὅπως μὴ ἐπὶ μισθῷ φαίνηται πολεμῶν, ἢ καὶ φιλοκτέανος ὤν, ὃ φθάσας αὐτὸς τῷ βασιλεῖ προσωνείδισεν, ἀλλ' αὐτὰ μὲν τῇ τοῦ βασιλέως ἀνατίθησιν ἐξουσίᾳ, αὐτὸς δὲ ἐπὶ φίλου ἐκδικήσει ἐθέλει μάχεσθαι, θεὶς ἐν παρέργῳ τὰ δῶρα.

(v. 147 s.) Λέγει οὖν "δῶρα μὲν αἴ κ' ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές, ἤ τ' ἐχέμεν, παρὰ σοί", ἤτοι παρὰ τῇ σῇ ἐξουσίᾳ κεῖται, καὶ τὰ ἑξῆς. τοῦτο δὲ καὶ πᾶς ἂν εἴποι ὁ εὐεργεσίαν ἢ δῶρα ἐλπίσας παρά τινος. ἡ δὲ τῶν δώρων ποιότης καὶ ποσότης ἐγράφη ἐν ταῖς Λιταῖς. Σημείωσαι δὲ τὸ "ὡς ἐπιεικές", ὅμοιον ὂν πρὸς τὸ "μενοεικέα", δι' οὗ ἐμφαίνει, ὅτι οὐ μόνον οὐ παραιτεῖται τὰ δῶρα, ἀλλὰ καὶ ἀποφαίνεται ὡς ἐπιεικές, ἤτοι πρέπον ἐθέλειν λαβεῖν αὐτά. ἔστι δὲ τὸ ἐπιεικὲς ταὐτὸν τῷ "ὡς ἐπέοικε", κατὰ τὸ "τιμὴν ἥν τιν' ἔοικε", τὸ ἐν τῇ γ΄ ῥαψῳδίᾳ ῥηθέν. Ὅρα δὲ καὶ ἐνταῦθα τὰ Ἰωνικὰ σύντομα πάρισα, τὸ "παρεχέμεν" καὶ "ἐχέμεν", καὶ ὅτι ἔχειν μὲν τὸ ἐν ἑαυτῷ κεκτῆσθαι, παρέχειν δὲ τὸ πλησίον τοῦ ληψομένου ἔχειν. ὁ γὰρ δωρούμενός τινι οὐκέτι μὲν αὐτὸς ἔχει ὡς οἷον ἐντὸς ἑαυτοῦ, πλησίον δὲ ἄλλου ἔχει, ἤδη δὲ καὶ ἑαυτοῦ, κατὰ ἐγγύτητα τῆς παρα προθέσεως, τῇ σχέσει τῇ [303] φιλικῇ. εἰ γὰρ παρ' αὐτῷ ἐστι τῇ ἑταιρίᾳ ὁ τὸ δῶρον λαβών, καὶ τὸ δῶρον ἄρα παρ' αὐτῷ ἐστι.

(v. 148) Τὸ δὲ "παρὰ σοί" γράφεται καὶ "πάρα σοί", ἵνα λέγῃ ὅτι πάρεστι καὶ ἔξεστί σοι. δύναται δὲ τὸ χωρίον τοῦτο καὶ οὕτω συμβιβασθῆναι· δῶρα μέν, εἴτε βούλει, παρασχέμεν, ἤτοι παράσχε, εἴτε ἐθέλεις, κάτεχε παρὰ σοί. ἔστι δὲ νοῆσαι αὐτὸ καὶ οὕτως ἐλλειπτικῶς κατὰ ὁμοιότητα τοῦ "ἀλλ' εἰ μὲν δώσουσι γέρας", καὶ ἑξῆς. δῶρα δὲ ἐὰν ἐθέλῃς παρέχειν ἢ ἔχειν παρὰ σοί. λείπει γὰρ τὸ "ἔστι σοι ποιεῖν, ὃ βούλει", ἢ τὸ "ποίει ὅπερ ἐθέλεις" ἤ τι τοιοῦτον, ἵνα εἴπῃ ὅτι "εἰ θέλεις δοῦναι ἢ μὴ δοῦναι, ἔστω οὕτως ἢ οὕτως". καὶ ἔστιν εὐγενὴς ἡ ἐλλειπτικὴ αὕτη σιωπὴ καὶ πολύνους καὶ τοῦ βασιλέως ἐπιστρεπτική. Σημείωσαι δὲ τὸ "ἤ τ' ἐχέμεν" ἀντὶ τοῦ "ἢ ἔχειν", παραπληροῦντος τοῦ τε συνδέσμου. ἡ δὲ νῦν γενεὰ ὀκνήσοι ἂν διὰ τοῦ η γράψαι τὸ "ἤ τ' ἐχέμεν". εἰθισμένη γὰρ ἄλλως ἐπικρινεῖ διὰ διφθόγγου εἶναι τὸ "ἤτε" πρὸς ὁμοιότητα τοῦ "ἐάν τε". εἰσὶ δὲ τοιαῦτα δύο καὶ μετ' ὀλίγα.

(v. 148 s.) Ἰστέον δὲ ὡς ὁ Ἀχιλλεὺς οὕτω θατέρᾳ μέν, ὅ φασιν, ἕλκων εἰς ἑαυτὸν τὰ δῶρα, θατέρᾳ δὲ ἀπάγων καὶ μὴ ἐθέλων δεύτερος τοῦ βασιλέως ἐλθεῖν εἰς προθυμίαν ἔργου, εἰπόντος "ἀλλ' ὄρσευ πόλεμόνδε", ἐπάγει τὸ "νῦν δὲ μνησώμεθα χάρμης αἶψα μάλα", ἐπαυξήσας τὴν σπουδὴν διὰ τοῦ "νῦν" καὶ τοῦ "αἶψα" καὶ τοῦ "μάλα", δι' ὧν τὸ νῦν διασαφεῖται ὡς ἀκαριαῖον καὶ μὴ πλατικὸν ὄν.

(v. 149-150) "Οὐ [304] γὰρ χρή", φησί, "κλοτοπεύειν ἐνθάδ' ἐόντας οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον". ὅπερ ἀνθρώπου λόγος ἐπὶ ἔργον ἀναγκαῖον κατεπείγοντος. ἅπαξ δὲ ἐνταῦθα εἴρηται τὸ κλοτοπεύειν, καὶ δηλοῖ κατὰ τοὺς παλαιοὺς τὸ κλοπεύειν καὶ οἷον παρακλέπτειν τὸν καιρόν, ἢ τὸ κλυτοπεύειν καὶ οἷον καλλιλογεῖν καὶ κλυτοῖς ἔπεσιν ἐνδιατρίβειν καὶ οὕτω καταργεῖν ἐν κενοῖς. Ὅρα δὲ ὅτι τὸ ἄρεκτον διὰ μέτρον οὐκ ἐδιπλασίασε τὸ ρ, ὡς καὶ τὸ "νῆσος ἀμφιρύτη" καὶ ἄλλα πολλά. Ὅτι δὲ τὸ διατρίβειν ἐπὶ ἀργίας κεῖται, δηλοῖ καὶ τὸ "μή τι διατρίβειν ἐμὸν χόλον", καὶ ἐν Ὀδυσσείᾳ τὸ διατρίβειν τὸν τῆς Πηνελόπης γάμον.

(v. 151-152) Ἐπὶ δὲ τούτοις οἷα πάνυ θαρρῶν τὴν μάχην φησὶν "ὥς κέ τις αὖτ' Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται, ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας". ἔστι δὲ καὶ τοῦτο προαναφώνησις Ὁμηρική, τὸ μέλλον μεγαλοφρόνως προεκτυπουμένη. Τὸ δὲ "μετὰ πρώτοισι" κόμμα ἐστὶν ἀγερωχίας, ἣν ὁ Ἀχιλλεὺς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ καὶ ἐν ταῖς Λιταῖς ἐδήλωσεν, ὥσπερ καὶ τὸ "ἔγχεϊ χαλκείῳ". οὐ γὰρ τόξοις, φησίν, ἀλλ' ἔγχεϊ προμαχήσω.

(v. 153) Οὕτω δὲ μεγαλόφρον εὐθὺς ἐπαχθὲν καὶ τὸ "ὣς δέ τις ὑμέων μεμνημένος ἀνδρὶ μαχέσθω", ἤγουν πολεμείτω, ἐμὲ βλέπων ὡς παράδειγμα καὶ μεμνημένος ἢ ἀλκῆς ἢ τῶν ἐμῶν ποτε ἀριστευμάτων.

(v. 155-161) Ὅτι ἐνταῦθα δείκνυσιν ὁ ποιητὴς τὸ χρήσιμον τοῦ δειπνεῖν πρὸ τοῦ πολέμου. φησὶ γὰρ Ὀδυσσεὺς πρὸς τὸ "νῦν δὲ μνησώμεθα χάρμης" "μηδ' οὕτως, ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ, νήστιας ὄτρυνε προτὶ Ἴλιον" τοὺς Ἀχαιούς "Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται φύλοπις, εὖτ' ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν. ἀλλὰ πάσασθαι", ἤτοι γεύσασθαι, "ἄνωχθι αὐτοὺς σίτου καὶ οἴνοιο", ἤγουν τὸ ὅλον εἰπεῖν, δειπνῆσαι. "τὸ γάρ", ἤγουν τοῦτο, "μένος ἐστὶ καὶ ἀλκή".

(v. 162-163) Εἶτα ἑρμηνεύων τὸ οὐκ ὀλίγον χρόνον ἔσται φύλοπις, φησὶν "οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι", μονονουχὶ λέγων ὅτι πανημέριοι μέλλομεν πολεμεῖν, καὶ ὡς ὁ βασιλεὺς πολλαχοῦ [305] εἶπε "πανημέριοι κρίνεσθαι Ἄρηϊ". ἐὰν δὲ Ὀδυσσεὺς προϊὼν ἐρεῖ ἄνυσιν πολέμου ταχεῖαν, ἐκεῖ περὶ τροπῶν λέγει μετακλίσεως πολέμου, ὡς δειχθήσεται.

(v. 164-166) Εἶτα χαρακτηρίζων, οἷος ἂν εἴη ὁ δίχα δείπνου μαχόμενος λέγει "εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει δίψα τε καὶ λιμός, βλάβεται δὲ γούνατ' ἰόντι".

(v. 167-170) Οὗ τὸ ἐναντίον ῥητορικῶς μεταχειριζόμενός φησιν "ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο". τὸ δὲ νόημα τοῦτο περίφρασίς ἐστι τοῦ ὅτι τὸ δειπνῆσαι "μένος ἐστὶ καὶ ἀλκή", καὶ πλατυσμὸς τοῦ στενοῦ ἐκείνου νοήματος. καὶ ταῦτα μὲν ὁ παρ' Ὁμήρῳ σοφὸς στρατιώτης Ὀδυσσεύς. Πλάτων δὲ ἐν Νόμοις φησὶ πιόντα ἄνθρωπον ἵλεων ἢ πρότερον γίνεσθαι ἀγαθῆς τε ἐλπίδος καὶ δυνάμεως πληροῦσθαι, παρρησίας τε μεστὸν εἶναι καὶ ἐλευθερίας, ἄφοβόν τε εἰπεῖν καὶ πρᾶξαι ἄοκνον. διὸ Λακεδαιμόνιοι πίνοντες ὡπλίζοντο.

(v. 171) Τοῖς δὲ ῥηθεῖσιν ἐπάγει Ὀδυσσεὺς καὶ τὸ "ἀλλ' ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι". εἶτα λέγει καὶ περὶ τῶν βασιλικῶν δώρων, ἃ δηλωθήσεται. Δῆλον δ' ὅτι τὸ "λαὸν σκέδασον καὶ δειπνῆσαι κέλευσον", καὶ "πάσασθαι ἄνωχθι", καὶ τὸ "μὴ δὴ οὕτως ὄτρυνε Ἀχαιούς", ὡς καὶ πρὸ τούτων τὸ "καὶ ἄλλους ὄρνυθι λαούς" προβεβλῆσθαι πολέμαρχον, ὡς καὶ πρώην, Ἀχαιοῖς τὸν Ἀχιλλέα ἐκφαίνουσιν. [(v. 156) Ἰστέον δὲ ὅτι τε νῆστις ἥ τε ἐπὶ τοῦ ἐντέρου καὶ ὁ ἐνταῦθα παρὰ τῷ ποιητῇ ἐκ τοῦ νη στερητικοῦ μορίου γίνεται καὶ τοῦ σῖτον, ἵνα ᾖ νήσιτις, καὶ ἐν συγκοπῇ νῆστις, καὶ ὅτι τῷ λόγῳ τούτῳ ταὐτόν ἐστιν ὁ νῆστις καὶ ὁ ἄσιτος. στέρησίς τε γὰρ ἐν ἀμφοῖν, καὶ τὸ σῖτον ἐν ἑκατέροις. συστοιχεῖ δὲ αὐτοῖς καὶ ὁ ἄπαστος κατὰ τὸ "κεῖται ἄσιτος, ἄπαστος", καὶ ὅτι νήστιες καὶ εἶδός εἰσι κεστρέων κατὰ τὸν εἰπόντα "εἴδη δὲ κεστρέων, οἳ καὶ πλῶτες καλοῦνται, σφηνεὺς καὶ δακτυλεὺς καὶ νῆστις, ἐξ οὗ παροιμία τὸ "κεστρεὺς νηστεύει", ἐπὶ τῶν δικαιοπραγούντων, ἐπειδὴ οὐ σαρκοφαγεῖ. ὅθεν [306] οὐδὲ τῶν τι θηρίων κατεσθίει τὸν γόνον τῶν κεστρέων, ἐπεὶ οὐδ' αὐτὸς οὐδένα τῶν ἰχθύων. μνήμη τοιούτου κεστρέως παρὰ Εὐβούλῳ ἐν τῷ "ὡς νῦν τετάρτην ἡμέραν βαπτίζεται νῆστις πονηροῦ κεστρέως τρίβων βίον", καὶ παρὰ Διφίλῳ ἐν τῷ "οὗτοι δεδειπνήκασιν, ὁ δὲ τάλας ἐγὼ κεστρεὺς ἂν εἴην ἕνεκα νηστίας ἄκρας".] Ἰστέον δὲ ὅτι οἱ μὲν ἄλλοι πείθονται τῷ Ὀδυσσεῖ, Ἀχιλλεὺς δὲ οὐ πείθεται δειπνῆσαι, ὡς καὶ ἐντεῦθεν συνάγεσθαι, ὅτι τε πάνυ ἐφίλει τὸν Πάτροκλον καὶ ὅτι λίαν φερέπονος ἦν.

(v. 158) Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα ἐν τῷ "ὁμιλήσωσι φάλαγγες" πάνυ κυριολεκτεῖται τὸ ὁμιλεῖν. δηλοῖ γὰρ τὸ ὁμοῦ τὰς ἴλας γενέσθαι,

(v. 159) καὶ ὅτι τὸ "θεὸς ἐμπνεύσῃ μένος", ἀμφοτέροις τοῖς μέρεσι δηλαδή, ἰσότητα πολέμου δηλοῖ. ἐκ δὲ τούτου τοῦ ἐμπνέειν καὶ ἔμπνους ὁ ἔνθεος καὶ κάτοχος λέγεται. καὶ ταῦτα τὰ δύο τῶν ἀντιμάχων μένεα συμβάλλεσθαι λέγει ὁ ποιητὴς ἐν τῷ "σὺν δ' ἔβαλον ἔγχεα καὶ μένε ἀνδρῶν". [(v. 160) Ἰστέον δὲ ὅτι ὁμωνύμου ὄντος τοῦ πάσασθαι τὸ μὲν Ὁμηρικόν, ὅπερ τὸ ἐμφαγεῖν δηλοῖ, ἐκ τοῦ πῶ, τὸ κτῶμαι, γίνεται, ἀφ' οὗ καὶ τὸ πῶυ, καὶ ὁ πολυπάμμων, ἤτοι πολυκτήμων. τοῦ δὲ κόνιν ἢ τέφραν καταπάσασθαι κεφαλῆς, ἀλλοίου ὄντος, τὸ θέμα πάσσειν ἐστίν, ἐξ οὗ γνωστοῦ καὶ αὐτοῦ ὄντος τῷ ποιητῇ καὶ κρέας ἁλίπαστον. μεταφορικῶς δὲ καὶ παστὸς ὁ νυμφικός, ὁ ἔχων πέπλους οἷς ἐμπάσσονται τρόπον τινὰ τὰ ἐπιπολῆς δαίδαλα ποικίλματα, κατὰ τὸ "πολέας δ' ἐνέπασσεν ἀέθλους". εἰ δὲ ἐκ τοῦ τοιούτου πάσσειν καὶ ὁ πάσσος, ἐθνικὴ αὕτη λέξις, γίνεται, τίς ἂν εἰδείη; ἔστι δέ, φασί, πάσσος οἶνος ἐξ ἀσταφίδων παρὰ Ῥωμαίοις, οὗ πίνειν γυναῖκας ἀπείρητο. χρῆσις δὲ πάσσου παρὰ Πολυβίῳ. Ἔτι ἰστέον καὶ ὅτι πάσασθαι οὐ τὸ εἰς κόρον φαγεῖν, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, [307] ἀλλὰ τὸ μόνον, φησίν, ἀπογεύσασθαι. οὕτω γὰρ σπλάγχν' ἐπάσαντο, ἀπογευσάμενοι μόνον ὡς ἂν ὀλίγον, εἶτα εὐωχηθέντες δαψιλῶς. δῆλον δὲ τὸ ῥηθὲν καὶ ἐκ Πριάμου, εἰπόντος παρὰ τῷ Ἀχιλλεῖ, ὡς νῦν καὶ σίτου πασάμην. οἰκεῖον γὰρ τῷ ἀτυχεῖ ἀπογεύσασθαι μόνον. εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πάθος. οἱ δὲ νεώτεροι, φησί, καὶ ἐπὶ τοῦ ἀποπληρωθῆναι τιθέασι τὸ "ἐπάσαντο".]

(v. 162) Τὸ δὲ "ἐς ἠέλιον καταδύντα" ἑρμηνεία τοῦ "πρόπαν ἦμαρ" ἐστίν.

(v. 163) Ἄκμηνος δὲ ὁ ἄγευστος καὶ νῆστις λέγεται. διὸ καὶ προϊὼν ἐρεῖ "νήστιας ἀκμήνους". Λέγεται δὲ οὕτως ἢ παρὰ τὴν ἀκμήν, ὅ ἐστιν ἀσιτίαν, Αἰολικῶς, ἢ ὡς μὴ καμὼν ἐν παρασκευῇ ἀρίστου, ἢ οἱονεὶ ἀΐκμηνος, ἤτοι ξηρός, χωρὶς ἰκμάδος.

(v. 155) Ἐν δὲ τῷ χωρίῳ τούτῳ καὶ ἔπος ὅλον ἀπαραποίητον οἰκεῖον ἔθετο ὁ ποιητής, τὸ "μηδ' οὕτως ἀγαθός περ ἐών", καὶ ἑξῆς. οὕτω γὰρ καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ κεῖται. Καὶ σημείωσαι ὅτι ἀγαθὸν καὶ ἐνταῦθα τὸν ἀνδρεῖον ἢ καὶ φρόνιμον λέγει.

(v. 166) Σκοπητέον δὲ καὶ νῦν τὸ "βλάβεται", ἀφ' οὗ ἡ βλάβη, καὶ ἀνακτέον αὐτὸ εἰς διφόρησιν. ἔστι γὰρ καὶ βλάβω καὶ βλάπτω. πρὸ ὀλίγου γὰρ ἡ Ἄτη "βλάπτουσ' ἀνθρώπους" ἐλέγετο. ἴσως δὲ [καὶ ὁ στρεβλὸς] καὶ ἡ καλύβη, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἀπὸ τοιαύτης ὕλης παράγεται, [ὥσπερ καὶ ἡ ἀποκρυβή.]

(v. 167) Τὸ δὲ "οἴνου κορέσασθαι καὶ ἐδωδῆς" ἔχοι ἄν τι ὑπερβολῆς ἢ ἁπλότητος λόγου. πῶς γὰρ ὁ ἐν τῷ δειπνεῖν κορεσάμενος καὶ οἴνου καὶ ἐδωδῆς, καὶ οὕτω γενόμενος ἔμφορτος, ἐλαφρὸς ἂν εἴη μάχεσθαι, καὶ μᾶλλον, εἰ καὶ στερεοῖς ὅπλοις κατήχθισται; καὶ ἄλλως δέ, ὁ σπεύδων εἰς μάχην πῶς ἂν ὡς ἀδειάζων κορέσηται; [Πάσεται οὖν ὁ τοιοῦτος καὶ οἴνου καὶ σίτου, ὡς καὶ προεδηλώθη, οὐ μὴν κορέσεται.] Δοκεῖ δὲ καὶ πάνυ δεινῶς ἐνταῦθα ῥητορεῦσαι ὁ ποιητής, ὡς ὁ μὲν κορεσάμενος ἀβαρὴς ἐν μάχῃ [308] ἐστίν, ὁ δὲ νῆστις γυῖα βαρύνεται. [(v. 167 et 169) Ἰστέον δὲ ὅτι τὸ "ὃς δὲ κορεσσάμενος πολεμίζει, θαρσαλέον νύ οἱ ἦτορ" καινῶς ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ σύνηθες· ὃς δὲ μετὰ τροφὴν πολεμίζει, θαρσαλέον ἦτορ ἔχει. Ὡς δὲ ψεκτὸν τὸ πρὸ μάχης ἄχρι κόρου δεῖπνον, δηλοῖ καὶ Ἔφιππος, ὃς εἰπών, ὡς μεθύοντες ἀεὶ τὰς μάχας πάσας Ἀργεῖοι μάχονται, ἐπάγει "τοιγαροῦν φεύγουσ' ἀεί".]

(v. 171) Τὸ δὲ "λαὸν σκέδασον", ἐκ τῆς ἀγορᾶς δηλαδή, ὥστε λυθῆναι αὐτὴν αἰψηρὴν καὶ θοαῖς ἐπὶ νηυσὶ δειπνῆσαι.

(v. 172) Τὸ δὲ "ὅπλεσθαι" πρωτότυπόν ἐστι τοῦ ὁπλίζεσθαι, ὡς καὶ τὸ ἐτείχεον τὸν ἰσθμὸν παρὰ Ἡροδότῳ πρωτοτυπία τοῦ τειχίζειν ἐστίν.

(v. 172-174) Ὅτι καὶ περὶ τῶν δώρων παραινῶν Ὀδυσσεύς φησι· τὰ δὲ δῶρα ὁ βασιλεὺς "οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ ὀφθαλμοῖσιν ἴδωσι". τοῦτο δὲ λέγει, οὐχ' ἵνα μὴ Ἀχιλλεὺς ὕστερον εἴπῃ μὴ λαβεῖν, ἀλλ' ἵνα μὴ πάνυ πολλὴν χάριν εἰδεῖεν οἱ Ἕλληνες τῷ Ἀχιλλεῖ, ὡς καὶ ἐπὶ δώροις ἰδοὺ μαχομένῳ, καὶ ἵνα ὄφλωσι τῷ βασιλεῖ εὐγνωμοσύνην, ὡς μὴ φιλοκτεάνῳ, ἀλλὰ δι' αὐτοὺς τοιαῦτα καὶ τοσαῦτα δωρησαμένῳ. ἄλλως μέντοι δέοντως τὴν αἰτίαν ταύτην ἐπισκιάζων ὁ ῥήτωρ φησὶν "ἵνα φρεσὶ σῇσιν ἰανθῇς", ὦ Ἀχιλλεῦ, ὡς ἡδὺ ὂν τὸ ἐπὶ πολλῶν τιμώμενον φαίνεσθαι.

(v. 175-18) Ἀπαιτεῖ δὲ καὶ ὀμόσαι τὸν βασιλέα περὶ τῆς Βρισηΐδος, ἵνα τῷ Ἀχιλλεῖ ὁ θυμὸς ἵλαος ἔσται.

(v. 179 s.) Εἶτα λέγει καὶ δαιτὶ θεραπεῦσαι αὐτόν, ἵνα μηδέν τι δίκης ἐνδέοι, ἀλλὰ τὰ μὲν δῶρα δοθῶσιν ὡς εἰς ἄποινα ἢ καὶ ἐπὶ ἀμύνῃ, ὁ δ' ὅρκος γένηται διὰ τὴν ἐρωμένην, ἡ δὲ ἑστίασις διὰ τὴν ὕβριν.

(v. 175-180) Φησὶ γὰρ "ὀμνυέτω δέ τοι", ἤγουν σοὶ τῷ Ἀχιλλεῖ ὁ βασιλεύς, "ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, ᾗ θέμις ἐστὶν ἄναξ, ἤ τ' ἀνδρῶν ἤ τε γυναικῶν. καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω. αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃσ' ἀρεσάσθω πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα".

(v. 181-183) Εἶτα καὶ πρὸς τὸν Ἀτρείδην ἀποτεινόμενός φησίν "Ἀτρείδη, σὺ δ' ἔπειτα δικαιότερος καὶ ἐπ' ἄλλῳ ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα ἄνδρ' ἀπαρέσασθαι, ὅτε τις πρότερος [309] χαλεπήνῃ".

(v. 184-186) Καὶ ἐπὶ τούτοις ὁ Ἀγαμέμνων, πεπαιδευμένος γὰρ ὁ ἀνήρ, χαίρει καὶ ἐπαινεῖ τὸν ῥήτορα εἰπὼν "χαίρω σεῦ, Λαερτιάδη, τὸν μῦθον ἀκούσας· ἐν μοίρῃ γὰρ πάντα διΐκεο καὶ κατέλεξας". καὶ μετ' ὀλίγα κάπρον ταμὼν ὄμνυσιν, ὡς εἰρήσεται.

(v. 183) Ὅρα μὲν ὅτι πρὸ μικροῦ μὲν παρεσημειώθη ἐνεργητικῶς ῥηθὲν τὸ "ἂψ ἐθέλω ἀρέσαι", ἐνταῦθα δὲ παθητικῶς ἀπαρέσασθαι καὶ ἀπαρεσάσθω. δηλοῦται δὲ καὶ νῦν διὰ τούτων τὸ εἰς φιλίαν συναρμοσθῆναι. οὕτω δὲ πρὸ ὀλίγου καὶ πειρήσω εἶπεν ἐνεργητικῶς, καὶ πειρήσομαι παθητικῶς. Ὅρα δὲ καὶ τὸ "ἄνδρ' ἀπαρέσασθαι", αὐτὸ μὲν γὰρ ἐλλιπῶς ἔχειν δοκεῖ, τὸ δὲ "ἀπαρέσασθαι δαιτί" ἢ τοιούτοις τισὶν ἐντελὲς εἶναι καὶ ἀνελλιπές. Ἰστέον δὲ καὶ ὡς ἐκ τοῦ Ὁμηρικοῦ ἀρέσασθαι καὶ πέμματά τινα ἱερὰ λέγεσθαί φησιν Αἴλιος Διονύσιος ἀρεστῆρας, δι' ὧν ἔστι δηλαδὴ πρὸς τὸ θεῖον ἀρέσασθαι.

(v. 174) Ὅρα δὲ καὶ ἐν τούτοις τὸ "ὀφθαλμοῖς ἴδωσι", τὰ δῶρα δηλαδή. νῷ γὰρ καὶ φαντασίᾳ καὶ πρὸ τῆς σήμερον ἔβλεπον τὰ τοιαῦτα οἱ Ἀχαιοί, ὡς μαθόντες ὑπεσχημένα τῷ Ἀχιλλεῖ πρὸς τοῦ βασιλέως αὐτά.

(v. 176) Τὸ δὲ "μή ποτε τῆς εὐνῆς" καὶ ἑξῆς ὁ ὅλος στίχος, καὶ ἐν ταῖς Λιταῖς κεῖται, ὁ δὲ μετ' αὐτὸν οὐχὶ ὅλος, ἀλλ' ἐκ μέρους. ἐκεῖ μὲν γὰρ οὕτω "ᾗ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν", ἐνταῦθα δὲ "ᾗ θέμις ἐστὶν ἄναξ ἤ τ' ἀνδρῶν ἤ τε γυναικῶν", ἀντὶ τοῦ ἢ ἀνδρῶν προκαταρξάντων ἔρωτος ἢ ὁμοίως γυναικῶν. καὶ ἄλλως δέ, θέμις ἡ τῶν ἀνδρῶν τε καὶ ἡ τῶν γυναικῶν. ἐν τούτοις δὲ καὶ τὸ "ᾗ θέμις ἐστὶν" ἀντὶ τοῦ καθὰ θεμιτόν, ἢ ἀντὶ τοῦ ἥτις δίκη ἐστίν. Ἰστέον δ' ἐνταῦθα καὶ ὅτι οὐ διασαφεῖ ὁ ῥήτωρ ποίαν λέγει ταύτην εὐνήν, ἢ διὰ τὸ πᾶσι δῆλον ἢ καὶ διότι ὀκνεῖ προφέρειν λόγῳ τὴν αἰτίαν τοσούτων φόνων Βρισηΐδα.

(v. 177) Ἀμφίβολον δέ ἐστιν, εἴτε προτακτικὸν ἄρθρον τὸ της, ἐν τῷ "τῆς εὐνῆς ἐπιβήμεναι", εἴτε ὑποτακτικὸν ἀντὶ τοῦ ταύτης.

(v. 179 s.) Δαῖτα δὲ λέγει πίειραν τὴν διὰ τοῦτο καὶ θάλειαν. [Ἰστέον δὲ ὅτι τοῦ πιείρη προϋπάρχει ἀρσενικὸν πίηρ πίερος, οὗ θηλυκὸν ἀναγκαίως πίειρα. ἄχρηστον δὲ τῇ συνηθείᾳ ὁ πίηρ, ὥσπερ καὶ ὁ πῖος, ἐξ οὗ πιότατος. χρηστότερον δὲ τούτων ὁ πίων τοῦ πίονος. Τὴν δέ, ὡς ἐρρέθη, δαῖτα θάλειαν Σέλευκος δίαιταν εἶναι βούλεται, στοιχείου μεταθέσει. τὸ δὲ ἀπὸ τοῦ δαίσασθαι εἶναι αὐτὴν βιαιότερον λέγει.] [310]

(v. 181) Τὸ δὲ "δικαιότερος καὶ ἐπ' ἄλλῳ ἔσσεαι" ἢ ἀντὶ τοῦ δίκαιος ἁπλῶς ἔσῃ οὐ μόνον ἐπὶ τῷ μεγάλῳ Ἀχιλλεῖ, ἀλλὰ καὶ εἴ τινα ἄλλον βλαβέντα χρὴ βασιλικῶς ἀπαρέσασθαι, ἢ καὶ ἄλλως, σὺ δὲ οὕτω παθὼν ἐπὶ τῷ Ἀχιλλεῖ μεταμαθήσῃ τὸ ἀδικεῖν καὶ ἔσῃ τοῖς ἄλλοις δίκαιος, πείρᾳ γνοὺς καλὸν εἶναι τὸ δικαιοπραγεῖν.

(v. 182) Ἐν δὲ τῷ "βασιλῆα" ἢ λείπει πρόθεσις, ἵνα ᾖ "οὐ μὲν γάρ τι νεμεσητὸν εἰς βασιλῆα", καὶ ἑξῆς, ἢ καὶ ἄλλως λέγει, ὡς οὐ νεμεσητὸν τὸν βασιλέα φιλιοῦσθαι, ὅτε τις χαλεπήνῃ. εἶχε δὲ Ὅμηρος φράσαι, εἴπερ ἤθελε, καὶ "οὐ γάρ τι νεμεσσητὸν βασιλῆϊ".

(v. 185) Ἐν δὲ τῷ "χαίρω τὸν μῦθον ἀκούσας" ἢ κατ' ἐξοχὴν εἶπε μετὰ ἄρθρου τὸν μῦθον, ὡς πρωτεύοντα ἐν ἑτέροις λόγοις, ἢ περιττῶς κεῖται τὸ ἄρθρου τὸν μῦθον, ὡς πρωτεύοντα ἐν μῦθον ἔειπες".] Ὅρα δὲ καί, ὅπως γνωμικῶς διδάσκει Ὀδυσσεὺς τὸν βασιλέα αὐτὸν φιλιοῦσθαί τινι, ὃν αὐτὸς προκατάρξας ἐλύπησε, καὶ ὅπως παρῳδήσας τὸ "ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ", εἶπε τὸ "ἄνδρ' ἀπαρέσασθαι" καὶ ἑξῆς, καὶ ὡς τὸ "χαίρω σου τὸν μῦθον ἀκούσας. πάντα γὰρ ἐν μοίρῃ διΐκεο καὶ κατέλεξας" ἔπαινός ἐστιν ἀγαθῆς παραινέσεως, ἥτις εὖ τὰς ἐννοίας ἐμέρισε. τοῦτο γὰρ ἡ μοῖρα δηλοῖ. ἔνθα καὶ τὸ μὲν "διΐκεο" ταὐτόν ἐστι τῷ διῆλθες, τὸ δὲ "κατέλεξας" ἀντὶ τοῦ ἐμέτρησας. οὐ γὰρ δοκεῖ τισιν οὐδὲ νῦν τὸ λέγειν ἐπὶ τοῦ εἰπεῖν κεῖσθαι παρὰ τῷ ποιητῇ. Ὅρα δὲ καὶ ὅτι εἰ καὶ ὀψέ, ὅμως ἐπείσθη δωρητὸς γενέσθαι καὶ ὁ Ἀχιλλεὺς ὑπακούσας τῷ διδάξαντι.

(v. 187 s.) Ὅτι ἐν τῷ "ταῦτα δ' ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός, οὐδ' ἐπιορκήσω πρὸς δαίμονος", τὸ "πρὸς δαίμονος" οἱ μέν φασιν ὅμοιον εἶναι τῷ μὰ τὸν θεόν, οἱ δὲ ἀντὶ τοῦ ἔμπροσθεν θεοῦ, ὁμοίως τῷ "πρός τε θεῶν μακάρων, [311] πρός τε θνητῶν ἀνθρώπων". ἔστι δ' ἐνταῦθα κάλλιον ὑπερβατικῶς ἀναγνῶναι ἐθέλω ὀμόσαι πρὸς δαίμονος.

(v. 189) Ἰστέον δὲ ὅτι καὶ ὧδε κεῖται τὸ "ἐπειγόμενός περ Ἄρηος" κατὰ γενικὴν σύνταξιν.

(v. 188-191) Λαβὼν γὰρ ὁ βασιλεύς, ἐξ ὧν πρὸ ὀλίγου ἔφη Ὀδυσσεύς, φησὶν "αὐτὰρ Ἀχιλλεὺς μιμνέτω αὖθι τέως ἐπειγόμενός περ Ἄρηος". μενεῖ δὲ διὰ τὰ δῶρα. ἐπάγει οὖν "μίμνετε δ' ἄλλοι πάντες ἀολλέες", ἐπὶ τιμῇ δηλαδὴ τοῦ Ἀχιλλέως, "ὄφρα κε δῶρα ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν", ὅ ἐστι δι' ἐντομῆς θυμάτων ποιήσωμεν,

(v. 197) ὡς δηλοῖ ἐπαχθὲν τὸ "κάπρον ταμέειν Διΐ τ' Ἠελίῳ τε".

(v. 193) Ὅτι ἐν δυσὶ τόποις κούρητας οἴσοντας Ἀχιλλεῖ τὰ δῶρα ἐνταῦθα λέγει τοὺς νέους, ὅπερ Ἡρῳδιανὸς ἀναγινώσκει τῷ τόνῳ ὡς πένητας, κλίνων ὡς ἰαμβικὸν ἀπὸ τοῦ κόρος, ὁ νέος, κόρης κόρητος. τὸ μέντοι ἔθνος Κουρῆτας ὡς ἀδμῆτας. εἰσὶ δὲ οὓς λέγει ὧδε κούρητας οἱ Νεστορίδαι καὶ ὁ Μέγης καί τινες ἄλλοι τοιοῦτοι. Ἔνθα ὅρα ὡς διὰ τὸ Ἀχιλλέως ἀξίωμα εὐγενεῖς ἄνδρες καὶ ἀριστεῖς, οἱ καὶ θεράποντες πρὸ τούτων ῥηθέντες, ὑπουργοῦσι τῇ τῶν δώρων κομιδῇ, ἐν οἷς καὶ αὐτὸς ὁ καὶ λογιώτατος καὶ πρακτικώτατος Ὀδυσσεύς.

(v. 192-197) ᾯ καὶ περὶ δώρων καὶ λοιπῶν κατὰ θάρρος φιλικὸν λαλῶν ὁ βασιλεύς φησι "σοὶ δ' αὐτῷ τόδ' ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω, κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν, δῶρα ἐμῆς παρὰ νηὸς ἐνεγκέμεν ὅσσ' Ἀχιλῆϊ χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν δὲ γυναῖκας. Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν κάπρον ἑτοιμασάτω ταμέειν", ὡς εἴρηται.

(v. 193) Καὶ [312] ὅρα τὸ "κρινάμενος", ἤτοι ἐπιλεξάμενος. κριτοὶ γὰρ καὶ λογάδες οἱ νῦν κούρητες. ἀριστῆες γὰρ Παναχαιῶν.

(v. 195) Τὸ δὲ "χθιζὸς ὑπέσχετο" τὸ πρὸς Ὀδυσσέα πρὸ ὀλίγων ῥηθὲν ἐνταῦθα "χθιζὸν ὑπέστημεν" λέγει, ἐπιρρηματικῶς τε εἰπὼν τὸ "χθιζόν", εἰ καὶ εἶχεν εἰπεῖν "χθιζοί", καὶ πληθυντικῶς τὸ "ὑπέστημεν". κοινὴ γὰρ ἡ ὑπόσχεσις, Ἀγαμέμνονος μὲν εἰπόντος, ἃ δώσει, Ὀδυσσέως δὲ ἀπαγγείλαντος τῷ Ἀχιλλεῖ ἐν ταῖς Λιταῖς. Τὸ δὲ "ἀγέμεν" οἰκεῖον ἐπὶ γυναικῶν, καθὰ τὸ ἐνεγκέμεν ἐπὶ δώρων.

(v. 196) Τὸ δὲ "κατὰ στρατόν" θεραπεία ἐστὶν Ἀχιλλέως, εἰ ἐπὶ τοσούτων τιμᾶται. [(v. 194) Ἰστέον δὲ ὅτι τὸ "δῶρα ἐμῆς παρὰ νηὸς ἐνεγκέμεν", ἤγουν ἔνεγκε, γράφεται καὶ "δῶρα δ' ἐμῆς παρὰ νηός" εἰς θεραπείαν χασμῳδίας. καὶ κεῖται ὁ δέ σύνδεσμος ἀπόλυτος ἀντὶ τοῦ δη. ἡ δὲ ποικιλία τῶν ἀπαρεμφάτων οὐ μόνον ἐν τῷ ἐνεγκεῖν καὶ ἐνεγκέν καὶ ἐνεγκέμεν καὶ ἐνεγκέμεναι καὶ τοῖς ὁμοίοις, ἀλλὰ καὶ ἐν τῷ ἀγαπᾶν καὶ ἀγαπῆν καὶ τοῖς τοιούτοις, ὧν καὶ τὸ ζῆν καὶ πεινῆν. μέρος δὲ ποικιλίας τοιαύτης καὶ τὰ εἰς ναι, ἐν οἷς καὶ τὸ χρῆναι καὶ ἀποχρῆναι, ὃ καὶ ἀποχρῆν εὕρηται ἐν τοῖς τοῦ Ἀθηναίου, οἷον· "τῷ γὰρ μὴ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἁλοῦσι". καὶ ἴσως αὐτὸ ἀποκοπὴν ἔπαθεν ἐκ τοῦ ἀποχρῆναι, ὡς καὶ τὸ χρῆν παρὰ Σοφοκλεῖ ἐκ τοῦ χρῆναι, οἷον "πότερα τὸ χρῆν σφ' ἐπήγαγ' ἀνθρωποκτονεῖν"; εἰ δὲ καὶ ἐκ τοῦ χρῇ, ὅ ἐστι μαντεύεται οὗ χρῆσις ἐν τῷ "χρῇ μοι τοιαῦθ' ὁ Φοῖβος" ἐστὶν ἀπαρέμφατον χρῆν, ὁ εὑρὼν αὐτὸ εἰδείη ἄν. Ὅτι δὲ [313] οὐ μόνον οἱ ῥηθέντες κούρητες, ἀλλὰ καὶ πάντες οἱ ἥρωες ἐπετήδευον τὴν αὐτοδιακονίαν ἐκδηλότατόν ἐστιν. ἐκαλλωπίζοντο γάρ, φασί, τῇ καὶ ἐν τοῖς τοιούτοις εὐστροφίᾳ. Πάτροκλος οὖν καὶ Ἀχιλλεὺς καὶ Αὐτομέδων τοῖς πρέσβεσιν ἐν ταῖς Λιταῖς πάντα εὐτρέπισαν, καὶ Μενελάου τελοῦντος γάμους ὁ νυμφίος οἰνοχοῶν ἦν. καὶ Ὀδυσσεὺς δέ που δαιτρεῦσαι καὶ ὀπτῆσαι καὶ τὰ ἑξῆς δεξιώτατος εἶναί φησιν.]

(v. 198-214) Ὅτι τοῦ βασιλέως εἰπόντος, ἃ προσεχῶς εἶπε, τοῦ δὲ Ὀδυσσέως ἀναθέντος ἤδη τῷ Ἀχιλλεῖ ὡς πολεμικῷ τὰ τῆς μάχης καὶ εἰπόντος "ἀλλ' ἄγε, λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι", ὁ Ἀχιλλεὺς ἄλλον μὲν εἶναί φησι καιρὸν τῶν τε ἄλλων καὶ τοῦ ἐς βρωτὺν ὀτρύνειν, ἤγουν εἰς δεῖπνον. "νῦν δέ", φησίν, "ἀνώγοιμι πολεμίζειν υἷας Ἀχαιῶν νήστιας, ἀκμήνους, ἅμα δ' ἡλίῳ καταδύντι τεύξεσθαι μέγα δόρπον, ἐπὴν τισαίμεθα λώβην", ἣν δηλαδὴ ὀφείλουσιν ἡμῖν οἱ Τρῶες. "πρὶν δ' οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη", ὅ ἐστι πορευθείη, πεμφθείη, "οὐ πόσις οὐδὲ βρῶσις, ἑταίρου τεθνειῶτος, ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ' ἑταῖροι μύρονται. τό", ἤγουν διό, "μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν", ἤτοι δῶρα καὶ γυναῖκες καὶ ὅρκος καὶ δεῖπνον, "ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν". ὡς ἀληθεύει ἐνταῦθα ἐπ' αὐτῷ τὸ "αἰεὶ γάρ τοι ἔρις τε φίλη" καὶ ἑξῆς, ὃ φθάσας ὁ βασιλεὺς ἔσκωψε κατ' αὐτοῦ. καὶ οὕτω μὲν ὁ Ἀχιλλεὺς συμπαρατείνων ἑαυτῷ εἰς καρτερίαν καὶ τοὺς Ἀχαιοὺς ὡς πολέμαρχος, ἀντερεῖ δὲ Ὀδυσσεὺς κατωτέρω ἄριστα.

(v. 199-205) Ἰστέον δὲ ὅτι χρήσιμα τοῖς γράφουσι καί, ἃ πρὸ τούτων κεῖνται τῷ Ἀχιλλεῖ, εἰπόντι "Ἀτρείδη, ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται καὶ μένος οὐ τόσον ᾖσιν", ὅ ἐστιν ὑπάρχει, "ἐνὶ στήθεσσιν ἐμοῖσι. νῦν δ' οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασεν Ἕκτωρ, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν", εὐτυχοῦντι δηλαδή, "ὑμεῖς δ' ἐς βρωτὺν ὀτρύνετον", καὶ ἑξῆς, τὰ προγραφέντα. Ἐν τούτοις δὲ πᾶσιν ἀποδέχεται μὲν ὁ ἥρως τὰ τοῦ βασιλέως καὶ τοῦ Ὀδυσσέως, παρακαίρια δὲ αὐτὰ εἶναι κρίνει.

(v. 201 s.) Ἔστι δ' ἐν [314] τούτοις μεταπαυσωλή μὲν συνθέτως ἡ παῦσις, ἣν ἀλλαχοῦ ἔφη ἀνάπνευσιν Ὅμηρος, μένος δὲ θυμὸς ἀκμάζων ἄρτι μάλιστα ἐν τῷ ἥρωϊ.

(v. 205) Ἡ δὲ βρωτύς Ἰώνων ἐστὶ σχηματισμός, ὡς καὶ ἡ ἐδητὺς καὶ ἡ ὀτρυντύς, ἤτοι ὁ ἐρεθισμὸς ὁ ἐκ τοῦ παροτρύνειν, καὶ ἡ κτιστύς, ἤτοι ἡ τοῦ κτιζομένου ποίησις, κτιστὺν γοῦν Μιλήτου φησὶν Ἡρόδοτος. [Ἡ μέντοι βρῶσις κοινόν ἐστιν. Ἀστείως δὲ ὁ Ἀχιλλεὺς τὸ πρὸ τῆς μάχης δεῖπνον εἰς βρωτὺν καὶ βρῶσιν μετέλαβε, καὶ ἴσως καθάπτεται τοῦ Ὀδυσσέως, ἐφ' οἷς πρὸ τῆς μάχης κορέσασθαι συνεβούλευσεν οἴνου καὶ ἐδωδῆς.] Τὸ δὲ "ὀτρύνετον" ἔχει τι βάρος τῷ ἥρωϊ, ἀχθομένῳ εἰ μόνοι οὗτοι δύο, ὁ βασιλεὺς καὶ Ὀδυσσεύς, ἐπέχουσι τῆς μάχης αὐτόν. Ὅρα δὲ ὅτι πρὸ μικροῦ μὲν ἰδίᾳ εἶπεν Ὀδυσσεὺς τὸ νήστιας καὶ ἰδίᾳ τὸ ἀκμήνους, ἐνταῦθα δὲ Ἀχιλλεὺς ὁμοῦ τὰ δύο ἀσυνδέτως παρέθετο, προϊὼν δὲ ἐρεῖ "ἄκμηνος καὶ ἄπαστος", ὡς εἶναι ταὐτὸν κατὰ πολυωνυμίαν τὸ νῆστις, ἄκμηνος, ἄπαστος, ὃν καὶ ἀπόπαστον λέγει ὁ Ὀππιανός.

(v. 207) Ἰστέον δὲ ὅτι ὁμώνυμον ὄνομα καὶ τὸ νῆστις. λέγεται γὰρ νῆστις καί τι μεταξύ, φασί, κοιλίας καὶ στομάχου ἔντερον. καὶ Σικελικὴ δέ τις, φασί, θεὸς Νῆστις ἐλέγετο. Σημείωσαι δὲ καὶ ὅπως ἔδειξε φανερῶς, τί ἐστι δόρπον, εἰπὼν "ἅμα δ' ἠελίῳ καταδύντι τεύξεσθαι δόρπον".

(v. 208) Οὐδετέρως δὲ εἶπε. φησὶ γὰρ "μέγα δόρπον", τοῦτο δὲ ὡς πρὸς τὸ δεῖπνον διαστέλλει. αὐτὸ γὰρ οὐ μέγα διὰ τὴν σπουδὴν τὴν εἰς τὸν πόλεμον. τὸ μέντοι δόρπον μέγα γίνεται διὰ τὴν ἄδειαν. [Καὶ ἔστι καὶ αὐτὸ σκωπτικὸν τοῦ "κορεσσάμενος πολεμίζῃ", ὡς μὴ δέον ὂν κατὰ τὸν λόγον τοῦ Ὀδυσσέως ἐν δείπνῳ μικρῷ τῷ πρὸ μάχης κορέσασθαι, ἀλλ' ὕστερον ἐν ἀδείᾳ δόρπου. ἔχει δὲ ὁ λόγος καὶ σεμνότητα ἡρωϊκήν, οἷα σήμερον πρὸς ἑσπέραν ἀδειάσοντος τοῦ Ἀχαιϊκοῦ στρατοῦ εἰς τὸ τεύξεσθαι μέγα [315] δόρπον.]

(v. 209) Φίλος δὲ λαιμός, ὡς καὶ φίλαι χεῖρες καὶ ἕτερα προσεσημειωμένα.

(v. 210) Ἐν δὲ τῷ "οὐ πόσις οὐδὲ βρῶσις" προέθετο, ὡς καὶ ἐν ἄλλοις, τὴν πόσιν τῆς βρώσεως, οὕτω ποιῶν ὡς ἐπὶ πολύ. ἐρεῖ γὰρ καὶ κατωτέρω "πόσιος καὶ ἐδητύος", μετ' ὀλίγα μέντοι "σίτοιο καὶ ποτοῖο".

(v. 212) Τὸ δὲ "κεῖται ἀνὰ πρόθυρον τετραμμένος", ἤγουν εἰς τὸ πρόθυρον ὁρῶν, ἔθος διδάσκει παλαιόν, οἷα ἔθους ὄντος οὕτω προτίθεσθαι τοὺς νεκρούς, ὡς ἐπὶ ἐξόδῳ τοῦ βίου γεγονότας.

(v. 213 s.) Ἰστέον δὲ καὶ ὅτι ὁ πρὸ ἔργου παντὸς σπεύδων εἰς κίνδυνον ἐρεῖ ἂν "οὔ μοι μετὰ φρεσὶ ταῦτα μέμηλεν, ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν". ἔνθα καιρία παρίσωσις τὸ φόνος καὶ στόνος. [(v. 209) Ἰστέον δὲ ὅτι τὸ "πρὶν δ' οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμόν" καὶ ἑξῆς, κατὰ σχῆμα συγχωρήσεως ἔφη ὁ Ἀχιλλεύς, ὡς τοῖς μὲν ἄλλοις ἀφιεὶς δειπνῆσαι πρὸ μάχης διὰ τὸ κοινὸν ἔθος, αὐτὸς δὲ ἄσιτος ἐθέλων διατελέσαι πανημέριος μαχόμενος διὰ τὸν Πάτροκλον.]

(v. 215-220) Ὅτι πρὸ ὀλίγου μὲν ὁ Ἀχιλλεὺς ἠξίου αἶψα τοὺς Ἀχαιοὺς εἰς μάχην ἐξελθεῖν καὶ μὴ κλοτοπεύειν καὶ διατρίβειν, ὅτε καὶ αἰσθόμενος Ὀδυσσεὺς ὡς ἀδείπνους ἐκεῖνος βούλεται τοὺς Ἕλληνας εἰς μάχην ἐξαγαγεῖν, ἀντεῖπεν ὅσα ἔδει. ἐπεὶ δὲ ὁ Ἀχιλλεὺς σαφέστερον ἐξήνεγκεν ὃ ἐβούλετο, ἐνταῦθα δὴ καὶ Ὀδυσσεὺς παρρησιάζεται λαμπρότερον καί φησιν "ὦ Ἀχιλλεῦ, Πηλέος υἱέ, μέγα φέρτατε Ἀχαιῶν, κρείσσων εἶς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ ἔγχεϊ, ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. τῷ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσι". Καὶ ὅρα τὸ ἀξίωμα τοῦ βουλευτοῦ καὶ τὸν ἑαυτοῦ καίριον καὶ ἀνεμέσητον ἔπαινον. Καὶ σημείωσαι, ὅπως ὁ Ἀχιλλεὺς ἀνέχεται ἀληθοῦς ἐπαινέτου ἀκούων, οὐ πᾶσαν ἀρετὴν προσμαρτυροῦντος αὐτῷ, ἀλλ' ἔστιν ἃ καὶ μεμφομένου. οἶδε γὰρ ὡς οὐ πάντα πᾶσιν ὁ θεὸς δίδωσι, καὶ ὡς "ἡ ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον". καὶ αὐτὸς δὲ πρὸ μικροῦ ἑαυτὸν ἐπαινῶν ἔφη ἀνδρειότατος εἶναι ἐκ πολέμῳ, ἐν ἀγορᾷ δὲ καὶ ἄλλους εἶναι ἀμείνονας, ὧν δή πού ἐστι καὶ Ὀδυσσεύς. καὶ οὕτω μὲν ἐνταῦθα γίνεται. ἐπὶ μέντοι Ἕκτορος καὶ Πολυδάμαντος οὐχ' ὁμοίως ἦν. ἐκεῖ γὰρ ὁ βάρβαρος Ἕκτωρ οὐ θέλει τοῦ σοφωτέρου ἀκούειν, ἀλλὰ καὶ θάνατον [316] ἀπειλεῖται, εἰ ἐναντιώσεται. ποιεῖ δὲ τοῦτο ἐκεῖ ὁ Ἕκτωρ, διότι οὐ προέχει χρόνῳ αὐτοῦ ὁ Πολυδάμας. ὅθεν οὐδὲ ἔχει πρὸς τὸν Ἕκτορα εἰπεῖν, ὅτι "πρότερος γενόμην καὶ πλείονα οἶδα". σύγχρονοι γὰρ ἀμφότεροι, ἐν μιᾷ γενόμενοι νυκτὶ κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν. Ὅρα δὲ καὶ τὴν μεταχείρησιν τοῦ προοιμίου. ἵνα μὲν γὰρ καταιδέσῃ τὸν Ἀχιλλέα ὁ σοφὸς Ὀδυσσεὺς κατὰ πολύ φησιν ὑπερβάλλειν ἐκεῖνον τῷ νοήματι, ἵνα δὲ αὖ μὴ λυπήσῃ τὸν ἀριστέα, οὐ προβάλλεται νοὸς ὀξύτητα καὶ εὐφυΐαν, ἀλλὰ τὸ ἀφθόνητον γῆρας καὶ τὴν ἐντεῦθεν πολυπειρίαν, ὡς καὶ τοῦ Ἀχιλλέως δυναμένου μὲν τοιούτου ἔσεσθαι, εἴπερ εἰς ὅμοιον γῆρας ἐλάσει, οὔπω δὲ τοιούτου ὄντος. ἐπεὶ δὲ ὅμως καὶ ταῦτα ἐλαττοῖ τὸν Ἀχιλλέα ὡς ἥττονα τοῦ Ὀδυσσέως, φθάνει αὐτὸν εἰπὼν μέγα φέρτατον τῶν Ἀχαιῶν. Διὸ καὶ πολέμαρχος προὐβέβλητο. ἔφη δὲ αὐτὸν καὶ ἑαυτοῦ φέρτερον οὐκ ὀλίγον, ἀλλὰ δηλαδὴ κατὰ πολύ, ὥσπερ αὖ πάλιν αὐτὸς πολλὸν ὑπερβάλλει ἐκεῖνον νοήματι, ἤγουν ἐν τῷ νοεῖν. καὶ οὕτω τῇ ἀνδρίᾳ μὲν ὑποπεσὼν ὁ Ὀδυσσεύς, τῇ δὲ φρονήσει ὑπεραναβάς, πείθει τὸν Ἀχιλλέα προσέχειν αὐτῷ.

(v. 218) Τὸ δὲ "προβαλοίμην" ἀντὶ τοῦ ὑπερβαλοίμην φησίν, ὥσπερ καὶ πρόφρων ὁ ὑπέρφρων, καὶ "πρὸ παίδων καὶ γυναικῶν" ἀντὶ τοῦ ὑπὲρ παίδων καὶ γυναικῶν. Ἔνθα καὶ ὅρα τὸ καινὸν τῆς συντάξεως. γενικῇ γὰρ συντάξει τὸ προβαλοίμην. "νοήματι γάρ σου προβαλοίμην" φησί. καὶ ἴσως κάλλιον ἑαυτῆς εἶναι τὴν πρόθεσιν καὶ μὴ ληφθῆναι ἀντὶ τῆς ὑπερ, ἵνα λέγῃ Ὀδυσσεὺς ὅτι πρὸ τοῦ Ἀχιλλέως βαλοίμην, ἤτοι ἐπιτυχὴς γενοίμην, ἐν τῷ νοήματι ὥσπερ αὖθις σὺ πρὸ ἐμοῦ βάλοιο ἂν τῷ ἔγχεϊ. βάλλειν γὰρ καὶ τὸ ἁπλῶς ἐπιτυγχάνειν, ὅθεν καὶ νηὸς ἐπήβολος ἐν Ὀδυσσείᾳ.

(v. 220) Τὸ δὲ "ἐπιτλήτω" εὖ συντάσσεται δοτικῇ κατὰ τὸ ἐπιμεινάτω. τὸ μέντοι τλήτω αἰτιατικὴν ἔχει σύνταξιν. δεινότατα δὲ προέταξε μὲν Ὀδυσσεὺς τὸν τοῦ Ἀχιλλέως ἔπαινον, ὑπέταξε δὲ τὸν ἑαυτοῦ, ἵνα θελχθεὶς ὁ φιλότιμος νεανίας [317] οἷς καλῶς ἤκουσε, πεισθείη τῷ εὐλογήσαντι. Σημείωσαι δὲ καὶ ὅπως δυσὶ τόποις ὁ ποιητὴς τὰς αὐτὰς ἐννοίας ἀνεπισφαλῶς ἐμέρισεν, ἤγουν τὴν Ἀχιλλέως εἰς μάχην σπουδὴν δίχα δείπνου καὶ τὴν Ὀδυσσέως ἀντιλογίαν. αἴτιος δὲ ὁ Ἀχιλλεύς, οὕτω μάλα εἰς μάχην ἐνθουσιῶν. Ὅρα δὲ καὶ ὡς ἐν μὲν τῇ βῆτα ῥαψῳδίᾳ ὑπὸ Νέστορος Ὀδυσσεὺς ἥττηται, κρατηθεὶς τὸν περὶ τὰς αὐτὰς ἐννοίας ἀγῶνα, ἐνταῦθα δὲ αὐτὸς ἑαυτὸν παρευδοκιμεῖ, ἀμείνω τὴν δευτέραν δημηγορίαν καὶ στρυφνοτέραν ἐκθέμενος, φιλοτιμησάμενος τοῦτο, ἵνα μὴ τὸν οἰκεῖον ἀπελέγξῃ ἔπαινον.

(v. 216-217) Ἔτι ὅρα καὶ ὅτι Ἀχαιῶν μὲν φέρτατον τὸν Ἀχιλλέα εἶπεν, ἑαυτοῦ δὲ φέρτερον οὐκ ὀλίγον, οὐ μὴν φέρτατον. τοῦτο δὲ καὶ Νέστωρ ἂν εἴποι πρὸς τὸν Ἀχιλλέα, καὶ ἕτεροι δὲ τυχόν, ὥστε τὸ "φέρτατος Ἀχαιῶν" ἐπαγωγότερον εἴρηται πρὸς χάριν, καὶ οὐκ εἰς τὸ πᾶν πρὸς ἀλήθειαν.

(v. 217) Τὸ δὲ "κρείσσων εἷς ἐμοῦ" δηλοῖ μὲν τὸ ὑπάρχεις, ὡς καὶ ἐν τῷ "τίς πόθεν εἶς ἀνδρῶν"; γίνεται δὲ ἐκ τοῦ εἰμί τροπῇ τῆς μι εἰς σίγμα. [Κρείσσων δὲ καὶ ἐνταῦθα, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ, ὁ καθ' ὑπεροχὴν ὑπερφέρων, καὶ οὗπερ οὐκ ἂν περιγένοιτό τις ἕτερος.]

(v. 218 s.) Ἰστέον δὲ καὶ ὅτι ἐνταῦθα ἐν τῷ [318] "νοήματι προβαλοίημν πολλόν, ἐπεὶ πρότερος γενόμην" ἀποσπῶσί τινες τὸ "πολλόν" ἐκ τοῦ "προβαλοίμην", καὶ προσάγουσι τοῖς ἑξῆς, λέγοντες "νοήματι προβαλοίμην", καὶ ἐνταῦθα στίζοντες, εἶτα ἐπάγοντες "πολλὸν ἐπεὶ πρότερος ἐγενόμην", ἵνα λέγῃ ὅτι πολὺ εἰμί σου πρότερος, καὶ μὴ οὕτως ὑπεραίρηται τοῦ Ἀχιλλέως ὡς κατὰ πολὺ ὑπερβάλλων νοήματι. οἱ μέντοι παλαιοί, ψυχρότητα αἰτιώμενοι τούτου τοῦ λόγου, λέγουσι καὶ ὅτι τὸ πολλόν οὐ προτάσσεσθαι λόγων, ἀλλ' ὑποτάσσεσθαι εἴωθεν, οἷον "ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν", καὶ "ἐπεὶ μάλα πολλὰ μεταξύ", καὶ ἐπὶ Ἕκτορος καὶ Πολυδάμαντος "ὃ μὲν μύθοις, ὃ δ' ἔγχεϊ πολλὸν ἐνίκα".

(v. 221-224) Ἐπὶ δὲ τοῖς ῥηθεῖσι δεικνὺς Ὀδυσσεὺς ὡς πάνυ καλῶς νοεῖ, ἀκολούθως δὲ καὶ φράζει, στρυφνοῖ τὰ ἐφεξῆς τοῦ λόγου ἐν σχήματι ῥητορικῆς ἀλληγορίας καὶ γνώμης ἀλληγορικῆς οὕτω "αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, ἄμητος δ' ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται", ὡς καὶ ἀλλαχοῦ κεῖται. μεταβὰς γὰρ ἀπὸ τῆς φυλόπιδος λαλεῖ μὲν ὡς περὶ θερισμοῦ ὁ ποιητής, ἀγορεύει δὲ ὅμως ἄλλο τι, τὰ περὶ τῆς αὐτῆς μάχης δηλαδή. ὃ δὲ λέγει, ἔστι τοιοῦτον· ταχὺ γίνεται κόρος τῆς πάνυ σφοδρᾶς φυλόπιδος, ἐν ᾗ πολὺς μὲν ὁ πίπτων λαὸς ἐν μάχης τροπῇ, ὀλίγοι δὲ οἱ σῳζόμενοι, ἵνα νοῆται καλάμη μὲν οἱ πίπτοντες καὶ οἷον ἐκθεριζόμενοι, ἄμητος δὲ οἱ περιόντες καὶ ἔτι ζῶντες. ἢ καὶ ἄλλως πλατύτερον καὶ σαφέστερον καὶ κρεῖττον, ἐπεὶ ἄμητος μὲν ὁ καιρὸς τοῦ ἀμᾶν, ἀμητὸς δὲ ὀξυτόνως αὐτὴ ἡ τοῦ ἀμᾶν ἐνέργεια καὶ ὁ τεθερισμένος καρπός, εἰ μὲν ἄμητος προπαροξυτόνως γράψομεν, λέγοι ἂν ὁ Ὀδυσσεύς, οὕτω τροπῆς γενομένης ‑ τοῦτο γὰρ ἡ κλίσις τῶν ταλάντων δηλοῖ ‑ πολλὴ μὲν πεσεῖται καλάμη, ὅ ἐστι σώματα, ἄμητος δέ, ὅ ἐστι καιρὸς τοῦ ἀμᾶν καὶ διώκειν καὶ ἀναιρεῖν, ὀλίγος [319] ἔσται. οἱ γὰρ διώκοντες καὶ θερίζοντες ταχὺ κορέννυνται διὰ τὸν λιμόν. ἵνα λέγῃ, ὅτι ἐὰν οὐ προδειπνήσωμεν, ὀλίγον καιρὸν διώξαντες καὶ πολλὰ πολεμίων καταβαλόντες σώματα, ταχὺ κορεσθησόμεθα τοῦ διώκειν. ἢ καὶ ἄλλως εἰπεῖν τὸ αὐτὸ συντομώτερον καὶ σαφέστερον, αἶψα γίνεται κόρος τῆς μάχης, ἧς κλιθείσης ἐν ὀλίγῳ χρόνῳ πολλοὶ πίπτουσι. δεῖ οὖν τηνικαῦτα μὴ λιμώττειν τοὺς μαχητάς. καὶ οὕτω μέν, ἐὰν ὁ ἄμητος προπαροξύνηται. ἐὰν δὲ ὁ ἀμητὸς ὀξυτόνως γράφηται καὶ δηλοῖ τὸν θερισμόν, λέγει ὅτι σύντομος ὁ κόρος τῆς μάχης, ἐν ᾗ πολλοί εἰσιν οἱ ἀναιρούμενοι καὶ ἐκθεριζόμενοι ὡσεὶ καὶ καλάμη πίπτουσα. καὶ ὁ τοιοῦτος θερισμὸς ὀλίγος ἐστίν, ὡς ταχὺ ἀποκαμνόντων τῶν τοιούτων θεριστῶν διὰ τὸν λιμόν. πότε δὲ τοιοῦτος θερισμὸς γίνεται; οὐχ' ὅτε ἀμφοτέροις ἐμπνέει μένος ὁ θεός, ὡς πρὸ μικροῦ εἶπε, καὶ ὅτε ἐπὶ ἴσα τέταται μάχη, καὶ ἴσας ὑσμίνῃ κεφαλὰς ἔχουσι τὰ στρατεύματα, τότε γὰρ πανημέριος ὁ πόλεμος, [ἐπεὶ "οὐκ ὀλίγον χρόνον ἔσται φύλοπις", καθὰ προερρέθη, "εὖτ' ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες ἀνδρῶν", καὶ οὔπω δηλαδὴ κλιθῇ τὰ τῆς μάχης,] ἀλλ' ἐπειδάν, φησί, κλίνῃ τάλαντα Ζεύς. ἡ γὰρ πολλὴ τῶν ζώντων ἐκθέρισις καὶ τοσαύτη τῶν νεκρῶν πτῶσις, καὶ οὕτως αἶψα γινομένη, ἐν μετακλίσει μάχης γίνεται, ὅτε καὶ δεῖ μὴ λιμῷ βλάπτεσθαι τοὺς νικῶντας, ὡς ἂν εὐτόνως διώκωσιν. Ἰστέον δὲ ὅτι αὔξεται ἐνταῦθα τὸ τῶν Τρώων φιλόμαχον. εἰ γὰρ αἶψα πέλεται κόρος τῆς σφοδρᾶς μάχης, τίνες ἂν εἶεν οἱ Τρῶες, οὓς μάχης ἀκορήτους εἶπε φθάσας.

(v. 222) Σημείωσαι δὲ καὶ ὅτι καλάμην ἐνταῦθα μὲν ἐπὶ σώματος ἀνθρωπείου πεσόντος ἔφη μεταφορικῶς, ἐν Ὀδυσσείᾳ δὲ τὸ ὑπὸ γήρως ἤδη διεφθαρμένον σῶμα καλάμην ὠνόμασε. κυρίως δὲ καλάμαι αἱ τῶν δραγμάτων ῥῖζαι, οὐκέτι καλούμεναι στάχυες μετὰ τὸν θερισμόν, ὅτι μηδὲ σῖτον ἔχουσιν, ὅθεν ὁ στάχυς ἐτυμολογεῖται ὡς οἷον σίταχυς, ἀλλὰ καλάμοις παρονομαζόμεναι [320] δι' ὁμοιότητα. καλεῖ δὲ τὴν καλάμην ὁ πολὺς ἄνθρωπος καλαμαίαν, ὡς καὶ ἡ σελήνη σεληναία λέγεται. ἀπὸ δὲ τῆς ῥηθείσης καλάμης καὶ καλαμᾶσθαι τὸ συλλέγειν τὰ λείψανα τῶν τεθερισμένων, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, καὶ καλαμαῖον, φασί, τεττίγιον ἐλάχιστον, καὶ καλάμιον, χρυσοῦν κοσμάριον, κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ὁ τοὺς πλοκάμους περιέχει. αὐτὸ δὲ ἴσως οὐκ ἐκ τῆς καλάμης ἀλλ' ἐκ καλάμου παρωνόμασται. καὶ τὸ ἁπλῶς δέ, φασί, θερίζειν ἀπὸ τῆς αὐτῆς καλάμης καλαμᾶσθαι λέγεται.

(v. 223) Τὸ δὲ "ἐπειδὰν κλίνῃ τάλαντα Ζεύς" ἐπιτομή ἐστιν ἐκείνου τοῦ νοήματος, ἔνθα τὸν Δία κῆρας ἐντιθέντα πλάστιγξι καὶ ταλαντεύοντα παρεισήγαγε. δῆλον γὰρ, ὅτι ῥοπὴν δηλοῖ τῶν ταλάντων ἡ κλίσις. ἡ δὲ ῥοπὴ ἀπὸ βάρους, ὅπερ καταφέρει τὰς πλάστιγγας. Κῆρες ἄρα κἀνταῦθα νοοῦνται τοῦδε ἢ τοῦδε τοῦ μέρους καθέλκουσαι καὶ κλίνουσαι τὰ τοῦ Διός, ἤτοι τῆς εἱμαρμένης, τάλαντα. Ὅρα οὖν ὅπως ἐκεῖνο τὸ νόημα συντόμως νῦν συνέστρεψεν, ὡς πρὸς εἰδότας λαλῶν. τὸ ταχὺ δὲ πάντως καὶ ὅπῃ τύχῃ ὀξύρροπον καὶ ἄδηλον τοῦ πολέμου ἡ τῶν ταλάντων χρῆσις καὶ κλίσις παραδηλοῖ. καὶ τοιάδε μὲν τὰ τῆς ῥηθείσης γνώμης [πάνυ στρυφνῶς ἐπιτετμημένης, ὡς ὁ πολύνους ῥήτωρ ἐπέκρινεν, ἵνα ἐμφήνῃ, ὡς τοσοῦτον ἀποδέει τοῦ ἐθέλειν χρονοτριβεῖν εἰς κόρον δείπνου, ὥστε καὶ αὐτὴν τὴν δημηγορικὴν φράσιν συντέμνειν πρός τε σπουδὴν καὶ πρὸς ἔνδειξιν τοῦ νοήματι, ὡς ἐρρέθη, προβάλλεσθαι.]

(v. 225) Ὀδυσσεὺς δὲ καὶ ταῦτα πρὸς τὸν Ἀχιλλέα φησὶ "γαστρὶ δ' οὔ πως ἔστιν νέκυν πενθῆσαι Ἀχαιούς", ἤτοι πιεσμῷ γαστρὸς καὶ ἀσιτίᾳ.

(v. 226 s.) Καὶ τὴν αἰτίαν ἐπάγων φησὶ "λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα πίπτουσι. πότε κέν τις ἀναπνεύσειε πόνοιο"; ὥστε καθ' ἑκάστην ἐκροτοῦντο μάχαι.

(v. 228-232) Εἶτα ἐπάγει τὸ ἀνθρωπίνως ποιητέον, λέγων "ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν, ὅς κε θάνῃσιν, νηλέα θυμὸν ἔχοντας, ἐπ' ἤματι δακρύσαντας. ὅσσοι δ' ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται", ἤγουν παραλειφθῶσιν ἐκ μάχης, "μεμνῆσθαι πόσιος καὶ ἐδητύος, [321] ὄφρ' ἔτι μάλλον ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεί", ὃ πολλαχοῦ τέθειται, μένος ἔχοντες ἐντεῦθεν δηλαδὴ καὶ ἀλκήν, ὡς πρὸ ὀλίγων ἐρρέθη. [(v. 231) Καὶ σημείωσαι καὶ ἐνταῦθα καὶ ἐκεῖ, ὅτι τῷ οἴνῳ καὶ τῷ σίτῳ, εἴτ' οὖν τῇ ἐδητύϊ καὶ τῇ ἐδωδῇ, ἐνθεωρεῖ ὁ ποιητὴς τὴν κατὰ σῶμα ὠφέλειαν. Οἶνος γάρ, φασίν, ἄμικτος ὢν στερεμνίῳ, βλάπτει καὶ ἀπογυιοῖ, κατὰ τὸν Ἕκτορα, εἰπεῖν, καὶ ἀλκῆς λανθάνεσθαι ποιεῖ. διὸ καὶ τοῖς καρδιακοῖς μετὰ οἴνου σιτῶδές τι ἀναμίσγεται πρὸς κατοχὴν δυνάμεως, καὶ τῷ Μαχάονι δὲ μετὰ ἀλφίτου καὶ τυροῦ οἶνος ἀναμιγεὶς προσήνεκτο.]

(v. 232) Ὅρα δὲ καὶ τὸ "μαχώμεθα". καὶ ἑαυτὸν γὰρ συνεισάγει ὁ ῥήτωρ, ὡς καὶ αὐτὸς δειπνήσων, ἵνα καὶ τὸν Ἀχιλλέα εἰς τοῦτο προκαλέσηται, εἰ καὶ ἐκεῖνος οὐ πείθεται, [ἀλλὰ γαστέρι τὸν νέκυν πενθεῖ, ὃ δὴ ἔσκωψεν Ὀδυσσεὺς γνωμικώτερον.

(v. 225) Ἰστέον γὰρ ὅτι τὸ "γαστέρι δ' οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς" γνωμικόν ἐστιν ὑπεξῃρημένου τοῦ "Ἀχαιούς", ὡς μὴ δέον ὂν τοὺς ἐν μάχῃ συχνῶς πίπτοντας ἀσιτίᾳ πενθεῖσθαι ὑπὸ στρατιωτῶν, οὓς ἡ τροφὴ συνέχει καὶ ἡ τοῦ σώματος ἐπιμέλεια. Ἔνθα ὅρα τὸ "γαστέρι δ' οὔ πως ἔστι", φρασθὲν τῇ συναλιφῇ, ὡς δόξαι ἂν τοῖς τὰ σχεδιακὰ εἰθισμένοις δοῦπον ὑπολαληθῆναι ἀσυναλείπτως, ὡς ἐκεῖνοι γυμνάζονται.]

(v. 226) Ὁ δὲ ἐπήτριμος, ὁ κατὰ συνωνυμίαν ἤτοι πολυωνυμίαν πολλός, δηλοῖ μὲν καὶ νῦν τὸν πυκνὸν καὶ συνεχῆ, γίνεται δὲ ἢ ἀπὸ τοῦ τρία, ὃ δηλοῖ τὸ πολλά, τρίμος, ὡς δύο δύμος καὶ δίδυμος, καὶ πλεονασμῷ τοῦ η, ἤτριμος, ὁ πολὺς καὶ συχνός, καὶ κατὰ σύνθεσιν ἐπήτριμος, ὡς καὶ τὸ ἐπηετανός καὶ ἐπήβολος. ἢ μᾶλλον κατὰ τοὺς παλαιοὺς [322] ἐπήτριμος λέγεται ἀπὸ τῶν ἐν τοῖς ὕφεσιν ἠτρίων, ὅ ἐστιν ἐπαλλήλων στημόνων, ἑτέρων ὄντων ἐφ' ἑτέροις, ἀφ' ὧν καὶ χιτὼν εὐήτριος λέγεται.

(v. 229) Σημείωσαι δὲ καὶ τὸ "νηλέα θυμὸν ἔχοντας" ὅτι οὐκ ἐπὶ ψόγου ὡς ἐν ἄλλοις εἴληπται, ἀλλὰ τὸν ἀπαθῆ ἢ δυσπαθῆ καὶ ἀπενθῆ καὶ ὀλιγόδακρυν νηλέα εἶπεν ἐνταῦθα ὁ ποιητής. [(v. 228) Τὸ δὲ "ὅς κε θάνῃσιν" ἐστὶ μὲν περίφρασις τοῦ θανόντα, ἐπῆκται δὲ πρὸς σαφήνειαν τοῦ "τὸν μὲν καταθάπτειν", ἵνα λέγῃ, ὅτι χρὴ καταθάπτειν τόν, ὃς ἂν θάνοι.]

(v. 232-233) Κεῖται δ' ἐν τοῖς ῥηθεῖσι μετὰ τὸ "νωλεμὲς αἰεί" καὶ τὸ "ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα" εἰς ἐνθύμησιν τοῦ μὴ μόνον ἄλλως τοὺς νήστιας μαχητὰς τείρεσθαι ἀλλὰ καὶ ὑπὸ τῆς τῶν ὅπλων βαρύτητος. καὶ τοιαῦτα μὲν καὶ τάδε.

(v. 233-236) Ὀδυσσεὺς δὲ καὶ ἐνταῦθα βασιλικόν τι ποιῶν, καθά που καὶ ἐν ἄλλοις "κοιρανέων δίεπε στρατόν" καὶ ὀτρύνων ἀφ' ἑαυτοῦ τοὺς Ἀχαιοὺς εἰς πόλεμον, φησὶ "μηδέ τις ἄλλην λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω", ἤγουν ἐπεχέσθω. "ἥδε γὰρ ὀτρυντύς", ἡ δευτέρα δηλαδή, "κακὸν ἔσσεται, ὅς κε λίπηται νηυσὶν ἐπ' Ἀργείων". Καὶ σημείωσαι ὅτι οὐ μόνον ἑτέρας λειποταξίας ἧσαν ποιναί, ὡς ἐν ἄλλοις ἐφάνη, ἀλλὰ καὶ ῥᾳθυμίας, ὡς ἐνταῦθα δείκνυται. λειποταξία γάρ τις καὶ αὐτή, ὡς δηλοῖ καὶ τὸ "λίπηται", ὃ συντεθὲν παρὰ τοῖς ὕστερον τὸν λειποτάκτην ἐποίησεν.

(v. 263 s.) Εἶτα καὶ περατῶν ὁ ῥήτωρ τὸν λόγον εἰς τὴν σκοπιμωτάτην ἀξίωσίν φησιν "ἀλλ' ἀθρόοι ὁρμηθέντες Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα".

(v. 238-240) Ἐπὶ δὲ τούτοις ὀπασάμενος, ὅ ἐστιν ὀπαδοὺς κρινάμενος, τούς, ὡς προερρέθη, παναριστῆας Ἀχαιῶν κούρητας, τοὺς Νεστορίδας καὶ τοὺς λοιπούς, οἰκονομεῖ τὰ περὶ τῶν Τρώων πάνυ γοργῶς.

(v. 242) Διὸ καὶ λέγει ἐνταῦθα τὸ "αὐτίκ' ἔπειθ' ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον", ὅπερ οἰκεῖόν ἐστι ῥηθῆναι ἐπὶ τῶν συντόμως ἀνυομένων. τοῦτο δὲ ὅμοιόν ἐστι τῷ "ἅμ' ἔπος ἅμ' [323] ἔργον", ἅπερ Ἡρόδοτος ζηλώσας φησὶ "ταῦτα εἶπε καὶ ἅμα ἔπος τε καὶ ἔργον ἐποίεεν".

(v. 243-248) Ὅτι ἀριθμεῖ κἀνταῦθα ὁ ποιητὴς ἐν ἐπιτόμῳ τοὺς ἑπτὰ τρίποδας, οὓς ὁ βασιλεὺς ὑπέστη τῷ Ἀχιλλεῖ, τοὺς αἴθωνας εἴκοσι λέβητας, τοὺς δώδεκα ἵππους, τὰς ἑπτὰ γυναῖκας, τὴν ὀγδοάτην Βρισηΐδα, καὶ τὸν χρυσόν, περὶ οὗ φησι τὸ "χρυσοῦ δὲ στήσας Ὀδυσσεὺς δέκα πάντα τάλαντα ἦρχε".

(v. 249) Λέγει δὲ καὶ ὅτι τὰ τοιαῦτα βασιλικὰ δῶρα ἐν μέσσῃ ἀγορῇ θέσαν.

(v. 278-281) Ἃ μετ' ὀλίγα Μυρμιδόνες ἀμφεπένοντο καὶ "ἐπὶ νῆα φέροντες Ἀχιλλέως θέσαν, κάθισαν δὲ γυναῖκας, ἵππους δ' ἐς ἀγέλην ἔλασαν". καὶ ἔστιν ἀκριβεστέρα ἐνταῦθα ἡ φράσις. τὸ μὲν γὰρ "ἐν μέσσῃ ἀγορῇ θέσαν" τοῖς ἀψύχοις μόνοις προσήρμοττεν, οὐ μὴν καὶ γυναιξὶ καὶ ἵπποις, ὧν ταῖς μὲν τὸ καθίσαι ἦν οἰκεῖον, ἵπποις δὲ τότε μὲν τὸ ἵστασθαι, ὕστερον δὲ τὸ εἰς ἀγέλην ἐλαθῆναι ὑπὸ τῶν θεραπόντων τοῦ Ἀχιλλέως. ἣ δὴ ἀγέλη, καθὰ καὶ ἄλλοις τῶν ἀρίστων, ὡς εἰκός, οὕτω καὶ αὐτῷ ἦν ἐν ἰδιαιτάταις νομαῖς περί που τὰ τῆς Ἴδης πεδία.

(v. 247) Ἰστέον δὲ ὅτι ἐν τῷ "χρυσοῦ στήσας δέκα πάντα τάλαντα" τὸ στήσας τεχνική ἐστι λέξις ἀντὶ τοῦ σταθμήσας, ὅθεν καὶ ὁ στατήρ. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ πάντα, οὐκ ἀναγκαίως μέν, συνήθως δὲ προστεθέν, ὡς καὶ ἐν τῷ "οἳ δ' ἐννέα πάντες ἀνέσταν" καὶ ἐν ἑτέροις δὲ πολλοῖς.

(v. 249-251) Ὅτι καὶ ἐνταῦθα καιριωτάτη παρήχησις καὶ παρίσωσις ἐν τῷ "ἂν δ' Ἀγαμέμνων ἵστατο, Ταλθύβιος δὲ κάπρον ἔχων παρίστατο". σεμνύνει δὲ τὸν Ταλθύβιον, εἰπὼν "θεῷ ἐναλίγκιος αὐδήν", ὅπερ εἴη ἂν ἴσον τῷ ἀγαθὸς αὐδήν, οὐ μὴν βοήν. ἐκεῖνο γὰρ στρατιωτικόν, ὡς πολλαχοῦ φαίνεται.

(v. 253) Ὅτι καὶ ἐν τούτοις μάχαιραν, ἥτις παρὰ ξίφους μέγαν κουλεὸν ἄωρτο, ἤγουν ἤρτητο ἢ ᾐώρητο, τὴν νῦν παραξιφίδα λέγει, ἥτις καὶ ἐγχειρίδιον καλεῖται, παρηρτημένη καὶ ἐνταῦθα τῷ ξίφει τοῦ βασιλέως. [Κουλεοῦ δὲ πρὸς κωλεὸν [324] διαφορὰ πλείστη. κουλεὸς μὲν γὰρ ξίφους θήκη συνήθως καὶ κοινῶς, κωλεὸς δὲ ζῴου μέρος, ὡς ῥηθήσεται. διὸ οἱ Δωριεῖς, ἐκφεύγοντες τὴν τῆς φωνῆς συνέμπτωσιν, οὐκ ἠξίωσαν κατὰ τὸ δοῦλος δῶλος, καὶ κοῦρος κῶρος, εἰπεῖν καὶ τὸν κουλεὸν κωλεόν. Περὶ οὗ ἐν τοῖς Ἀθηναίου φέρεται τάδε. οἱ τῶν ζῴων κωλῆνες λέγονται παρ' Ἀθηναίοις μὲν θηλυκῶς κωλεοί, παρ' ἄλλοις δὲ καὶ ἀρσενικῶς. Ἐπίχαρμος "χορδαί τε ἁδὺ ναὶ μὰ Δία χ' ὡ κωλεός". λέγουσι δὲ καὶ κωλῆν τὸν κωλῆνα οἱ Ἀττικοί, συναιροῦντες ἐκ τοῦ κωλέα. χρῆσις παρὰ τῷ Κωμικῷ "οἴμοι δὲ κωλῆς". καὶ ἔστιν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, οὕτω καὶ κωλέα κωλῆ. ὡς δὲ ὁ στρατιωτικὸς κουλεὸς συντίθησι τὰ κουλεόπτερα ζωΰφια, πᾶσι δῆλόν ἐστιν.]

(v. 254) Ὅτι ἀπάρχεται ἐνταῦθα ὁ βασιλεὺς τῶν τοῦ κάπρου τριχῶν μέλλων ὀμόσειν, καθάπερ ἀλλαχοῦ τῶν ἀρνῶν, οὐ μόνον ὅτι τρίχες κοσμοῦσιν ἡμᾶς, ἀλλὰ μάλιστα διότι μήπω ἐσθήτων εὑρημένων περιβλήμασιν ἐχρῶντο τοῖς ἐκ τριχῶν ἢ καὶ τετριχωμέναις δοραῖς. ἀνάμνησις οὖν τῆς παλαιᾶς περιβολῆς ἡ τοιαύτη ἐκ τριχῶν ἀπαρχή, ὡς καὶ οἱ οὐλοχύται μνήμην τῆς παλαιᾶς ἀνεκίνουν τροφῆς. Ὅρα δὲ ὅτι συνήθως τὸ ἀπαρξάμενος αἰτιατικῇ συνέταξεν, εἰπὼν "κάπρου ἀπὸ τρίχας ἀρξάμενος, Διῒ χεῖρας ἀνίσχων εὔχετο". [Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀπάρχεσθαι σκῶμμά τι εὐνουχικὸν προὔκυψε παρά τινι λογίῳ Αἰγυπτίῳ ἀνδρί, εἰπόντι ὡς τοὺς Αἰγυπτίους ἱερεῖς, εὐνούχους δηλαδὴ ὄντας, σκώπτει τις εἰπὼν ἀπῆρχθαι διὰ τὸ ἐξ αὐτῶν ὡς οἷά τινα προδεδόσθαι ἀπαρχὴν τὴν τμῆσιν τῶν αἰδοίων, ὡς δῆλον ἐκ τοῦ "τοὺς ἱερέας ἐνθάδε μέν", ἤγουν ἐν Ἕλλησιν, ὁλοκλήρους εἶναι κατὰ νόμον, "παρ' ἡμῖν δ', [325] ὡς ἔοικεν, ἀπηργμένους". Ἔστι δὲ συναγαγεῖν ἐκ τοῦδε τοῦ λόγου, ὡς ἐπαινετὸν Αἰγυπτίοις ἦν τότε ἡ τῶν ἱερέων εὐνουχία, διὰ τὸ ἀπαρχὴν ἐξ αὐτῶν δεδόσθαι θεοῖς ἐκείνοις τοῖς φαυλεπιφαύλοις. ὁ δὲ νῦν χρόνος εἰς μέγα σκῶμμα τὴν τοιαύτην ἔννοιαν τῆς ἀπαρχῆς περιτρέπει τοῖς εὐνούχοις. ὁ γὰρ ὄντως θεὸς ἀπαρχὰς οὐκ οἶδε τοιαύτας προσίεσθαι.]

(v. 251) Σημείωσαι δὲ ὅτι ἐπιτήδειος ἐδόκει πρὸς καθαρμὸν ὁ σῦς, ὡς δηλοῖ Αἰσχύλος ἐν τῷ "πρὶν ἂν παλαγμοῖς αἵματος χοιροκτόνου αὐτός σε χράναι Ζεὺς καταστάξας χεροῖν". λέγεται δέ, φασί, καὶ ἀφροδισία ἄγρα καθὰ πέρδιξ, οὕτω καὶ σῦς, καὶ γὰρ καὶ ὁ χοῖρος κατωφερὴς πρὸς ἀφροδίσια. ὅθεν κατὰ Αἴλιον Διονύσιον καὶ κάπραινα γυνὴ ἡ ὀργῶσα πρὸς μίξεις, καὶ καπρᾶν κυρίως τὸ ὀρέγεσθαι κάπρου τὴν ὗν, ὡς καὶ ταυρᾶν, φησί, τὸ ταύρου ἐφίεσθαι τὴν βοῦν. οἰκείως οὖν ὁ Ἀγαμέμνων, ἐπεὶ περὶ γυναικός εἰσιν οἱ ὅρκοι, σῦν εἰς αὐτὸ προχειρίζεται θυτικῶς.

(v. 254-256) Ἐνταῦθα δὲ καὶ προσοχὴν ἀκροατῶν φράζων ἐπὶ εὐχῇ φησι "χεῖρας ἀνασχὼν εὔχετο, οἳ δ' ἄρα πάντες εἵατο σιγῇ" κατὰ μοῖραν ἀκούοντες.

(v. 258-265) Ὅτι τοιοῦτός τις ὁ τοῦ Ἀγαμέμνονος ὅρκος "ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος, Γῆ τε καὶ Ἠέλιος καὶ Ἐριννύες, μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ' ἐπενεῖκαι, εἴτ' εὐνῆς" ἢ οὔτ' εὐνῆς "πρόφασιν κεχρημένος, εἴτε τευ ἄλλου", ἢ "οὔτε τευ ἄλλου", οἷον πείρας ἢ ὕβρεως δουλικῆς. "ἀλλ' ἔμενε, φησίν, ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν. εἰ δέ τι τῶνδ' ἐπίορκον, ἐμοὶ θεὸς ἄλγεα δοίη πολλὰ μάλ', ὅσσα δίδωσιν, ὅτις σφ' ἀλίτηται ὀμόσσας", ἤγουν ὅστις ἂν αὐτὸν ὀμόσας εἶτα ἁμάρτῃ ἐπιορκήσας, καὶ οὕτως οἷον ἀλητήριος τοῦ ὅρκου [326] γένηται.

(v. 261) Σημείωσαι δὲ σχῆμα καινὸν ἐν τῷ "μὴ ἐγὼ Βρισηΐδι χεῖρα ἐπενεῖκαι". ὤφειλε γὰρ εἰπεῖν ἴστω θεὸς μὴ ἐμὲ τόδε ποιῆσαι". θεραπευθήσεται δὲ τὸ σολοικοφανὲς τῇ ἐλλείψει, ὡς λείποντος τοῦ ὄμνυμι, ἵνα λέγῃ ὅτι ὄμνυμι ἐγὼ μὴ τόδε ποιῆσαι. [(v. 258) Τὸ δὲ "ὕπατος καὶ ἄριστος" ἀκρίβειαν ἔχει, ὡς μὴ παντὸς ὑπάτου ἤδη καὶ ἀρίστου ὄντος. πολλοὶ γὰρ ἄρχοντες ἐκ περιπετείας ἀχρεῖοι ἄλλως εἰσί.]

(v. 263) Τὸ δὲ "ἀπροτίμαστος" ἀντὶ ἀπρόσψαυστος, παρὰ τὸ μάσασθαι, τὸ ἅψασθαι, ἀφ' οὗ καὶ τὸ μασᾶσθαι, καὶ μαστὸς ὁ τοῖς βρέφεσι μασητός, καὶ τὸ "εἰσεμάσατο θυμόν", ἤτοι ἥψατο, ὅθεν καὶ Εὐφορίων φησὶ "Μοῦσαι ποιήσαντο καὶ ἀπροτίμαστος Ὅμηρος", ἤγουν οὗ δυσχερὲς ἐφάψασθαι τῆς δυνάμεως.

(v. 262) Ὅρα δὲ ὅπως σεμνὸν μὲν καὶ τὸ "οὔτ' εὐνῆς κεχρημένος", σεμνότερον δὲ τὸ "οὔτε τευ ἄλλου".

(v. 259 s.) Ἐν τούτῳ δὲ τῷ χωρίῳ καὶ περὶ Ἐριννύων ὁ ποιητὴς λέγει, ὡς ὑπὸ γαῖαν τίνυνται ἀνθρώπους, ὅστις ἐπίορκον ὀμόσει, ὡς τῶν ἐπιόρκων μετὰ θάνατον τιμωρουμένων. δῆλον δὲ ὅτι νόμῳ δημίων τοῦτο ποιοῦσιν, ὑπὸ Διὸς καὶ Γῆς καὶ Ἡλίου ἐπιταττόμεναι, οὓς καὶ αὐτοὺς ὁ ἐπιορκήσας λελύπηκε. Τὸ δὲ "ἀνθρώπους ὃς ἐπίορκον ὀμόσει" κατήγαγε μὲν καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, τὸ πληθυντικὸν εἰς ἑνικόν, ἔστι δὲ οἷον ἐπιδιόρθωσις. εἰ γὰρ καὶ ἀνθρώπους εἶπεν ἁπλῶς, ἀλλὰ ἀληθῶς ὁ ἐπίορκος τιμωρεῖται. ἔστι δὲ καὶ ὡς ἀντίπτωσις. ὅμοιον γάρ ἐστι τῷ "τίνυνται ἀνθρώπων, ὅστις ἐπίορκον ὀμόσει". ἐχρήσατο δὲ ὁ ποιητὴς καὶ ἐν ἄλλοις τούτῳ τῷ σχήματι.

(v. 261) Τὸ δὲ "ἐπενεῖκαι" δηλοῖ μὲν τὸ ἐπενέγκαι, οὗ δεύτερος ἀόριστος ἐπενεγκεῖν. ἔστι δὲ ἡ λέξις Ἰωνική. Ἡρόδοτος δὲ ἄλλως αὐτὴν ἐκλαμβάνει ἐν τῷ "μαχλοσύνην ἐπενείκασά οἱ", τουτέστι κατηγορήσασα, ὡς ταὐτὸν ὂν εἰπεῖν ἐπενεῖκαι καὶ αὖ πάλιν ἐναγαγεῖν, ἐξ οὗ καὶ ὁ ἐνάγων καὶ ὁ [327] ἐπακτὸς ὅρκος. μετὰ δέ γε τῆς ἀνα προθέσεως ἄλλο τι σημαίνει, ὡς δηλοῖ μετ' ὀλίγα τὸ "ἀνενείκατο φώνησέν τε". ἐκ δὲ τοῦ ἐνεῖκαι ῥήματος καὶ τὸ ἐξενεῖκαι παρ' Ἡροδότῳ ἐπὶ ἐκφορᾶς νεκρικῆς, ὡς δηλοῖ τὸ "ἐξενεῖκαι κάλλιστα καὶ θάψαι". φέρεται δὲ καὶ εἰσέτι νῦν ἡ λέξις τοῦ ἐνεῖκαι παράτισι τῶν Καππαδοκικῶν ἀνδρῶν. ὥσπερ δὲ ταὐτὸν τὸ αἰεί καὶ τὸ αἰέν κατά τινα μεταχώρησιν τοῦ ι καὶ ν, οὕτω καὶ τὸ ἐνεῖκαι καὶ ἐνέγκαι. Πρωτότυπον δὲ αὐτῶν, ὡς καὶ ἑτέρωθι ἐρρέθη, τὸ ἔχω, ὡς δῆλον καὶ ἐκ τοῦ ἐνήνοχα καὶ ἐξενήνοχα καὶ τῶν ὁμοίων. τὸ γὰρ χ τοῦ μέσου παρακειμένου πολλῷ πρότερον τῷ ἐνεστῶτι ἔγκειται. ἔχω οὖν καὶ Ἰωνικῶς ἔκω. ἡ δὲ μετὰ προθέσεων σύνθεσις κοινῶς μὲν διὰ τοῦ ν ποιεῖ τὸ ἐνέγκω καὶ τὰς ἐξ αὐτοῦ κινήσεις, Ἰωνικῶς δὲ σὺν τῷ ι ἐκφωνεῖ τὸ ἐνείκω καὶ ὅσα ἐξ αὐτοῦ.

(v. 265) Τὸ δὲ "σφέ" ἐν τῷ "ὅτις σφ' ἀλίτηται" σημείωσαι πληθυντικῶς ῥηθέν. εἰ γὰρ καὶ ἡ νῦν παρῳδία ἔφη "ἐμοὶ θεὸς ἄλγεα δοίη ὅσσα δίδωσιν", ἀλλ' Ὅμηρος πληθυντικῶς γράφει "θεοὶ ἄλγεα δοῖεν ὅσσα διδοῦσι, ὅ τις σφ' ἀλίτηται ὀμόσσας", ἤγουν αὐτοὺς ἀλίτηται.

(v. 266) Ὅτι ὥσπερ ἀλλαχοῦ στομάχους ἀρνῶν, οὕτω καὶ νῦν ὁ βασιλεὺς "ἀπὸ στόμαχον κάπρου τάμνε νηλέϊ χαλκῷ".

(v. 267-268) Μεθ' ὃ τὸν ἐπὶ ὅρκῳ σφαγέντα κάπρον "Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα ῥῖψ' ἐπιδινήσας βόσιν ἰχθύσιν", οἳ τρόφιμοί εἰσι θαλάσσης τῆς πάντα κλυζούσης τὰ ἐν ἀνθρώποις κακά. οὐ γὰρ ἦν, φησί, θέμις τὰ ἐπὶ ὅρκῳ σφαγέντα εἰς τροφὴν ἀνθρώπους προσίεσθαι, ὡς καὶ ἐν τοῖς φθάσασιν εἴρηται, διὰ τὸ ἐπὶ δεινῷ ἢ καὶ στυγητῷ πράγματι τὴν θυσίαν ταύτην γίνεσθαι καὶ μὴ πανηγυρικὴν εἶναι καὶ χαρμόσυνον. καλῶς δέ, φασίν, ἐπεὶ μὴ συγγεγονέναι τῇ Βρισηΐδι ὀμνύει, τὸ ἐναντίον θύει, τὸν κάπρον [328] δηλαδὴ φιλοσυνουσιαστὴν ὄντα. ἐν μέντοι τοῖς περὶ Ἀλεξάνδρου καὶ Μενελάου ὅρκοις, ἐπεὶ ἡσυχία τῷ στρατεύματι ὠμνύετο, οἷα τοῦ παντὸς ἔργου παρὰ τοῖς μονομάχοις κειμένου, καλῶς νεογνὰ προβάτων ἐθύετο. εὐήθη μὲν γὰρ καὶ ἡσυχαῖα τὰ πρόβατα, οἱ δὲ ἄρνες ἐπὶ μᾶλλον τοιοῦτοι. διὸ καὶ οἰκεῖοι τῇ ἐκεῖ περιπετείᾳ ἦσαν. ἱστορεῖται δὲ καὶ ὅτι πρὸς τὰ ὅρκια ὕστερον οἱ Ἀττικοὶ τρισὶ τούτοις ἐχρῶντο, κάπρῳ, κριῷ καὶ ταύρῳ. ὅτι δὲ καὶ ἁπλῶς ἐν πολλαῖς τῶν θυσιῶν τριττύϊ ζῴων ἐχρῶντο, εἴρηται ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.

(v. 267) Πολιὴ δὲ καὶ νῦν θάλασσα οὐ μόνον ἡ γραῖα ἢ καὶ λευκὴ ἢ καὶ ἔντιμος, ἀλλὰ καὶ ἡ πολλὴ κατὰ τοὺς παλαιούς. ὡς γὰρ ἐσχάτη ἐσχατιή, ὁρμή ὁρμιή, σκοπή σκοπιή, οὕτω, φασί, καὶ πολλή πολιή. [Ἄλλως δέ, εἰ ποτὲ μὲν μέλας πόντος, ποτὲ δὲ πολιὴ θάλασσα, ἡ ὡς εἰπεῖν γραῖα, μνηστέον ὡς διὰ τοῦτο καὶ Ποσειδῶν Μέλανθος ἐπιθετικῶς εἴρηται, ἐπεὶ καὶ μέλαν ὕδωρ καὶ λευκὸν δὲ λέγεται, ὡς εἶναι τὸ ἄνθος αἴνιγμα πολιώσεως ὑδατηρᾶς εἴτ' οὖν λευκότητος. ὁ δὲ νοῦς τοῦ μέλανθος ὅμοιος τῷ πελαργός. ἐπειδὴ καὶ ταὐτὸν ὥσπερ μέλαν καὶ πελόν, οὕτω καὶ ἀνθηρὸν καὶ ἀργόν, ἤτοι λευκόν.]

(v. 270) Ὅτι Ἀγαμέμνων μὲν τὸ περὶ τῆς Ἄτης νόημα ἐπλάτυνε πρὸ μικροῦ, Ἀχιλλεὺς δὲ ἐν ὀλίγῳ περιγράφων φησὶν ἐν Ἀργείοις "Ζεῦ πάτερ, ἦ μεγάλας ἄτας ἄνδρεσι διδοῖσθα". καὶ ὁμολογεῖ καὶ αὐτὸς ἐκ μεμοιραμένης θεομηνίας γενέσθαι τὰ μεταξὺ αὐτοῦ καὶ τοῦ βασιλέως, ἵνα πολλοῖς Ἀχαιοῖς θάνατος γένηται, ὅπερ ἦν ἡ ἀλλαχοῦ ῥηθεῖσα Διὸς βουλή.

(v. 271-274) Φησὶ γὰρ "οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν Ἀτρείδης ὤρινε διαμπερές, οὐδέ κε κούρην ἦγεν ἐμεῦ ἀέκοντος, ἀμήχανος, ἀλλά ποθι Ζεὺς ἤθελ' Ἀχαιοῖσι θάνατον πολέεσσι γενέσθαι". καὶ ἔστι τὸ "ἤθελε Ζεύς" ὅμοιον τῷ ἐβούλετο, ἐξ οὗ τὸ "Διὸς ἐτελείετο βουλή".

(v. 270) Ὅρα δὲ τὸ "διδοῖσθα", ἐκ τοῦ διδῶ διδοῖς [329] γεγονὸς κατὰ πλεονασμόν, ὁποῖός ἐστι καὶ ἐν τῷ ἔφησθα καὶ οἶσθα καὶ τοῖς ὁμοίοις.

(v. 272) Τὸ δὲ "ὤρινε διαμπερές" δηλοῖ μὴ κενὸν εἶναι ὀρινθῆναί τινα θυμικῶς ἁπλῶς, ἀλλ' εἴπερ ἐπὶ μακρὸν καὶ διόλου κατὰ τοὺς μηνίοντας καὶ ἐγκοτοῦντας. αὐτὸ γὰρ οὐκέτι ἐπαινετὸν διὰ τὸ ὑπερλίαν, καὶ διότι ὑπὲρ τὸν κανόνα ἐστὶ τοῦ "μηδὲν ἄγαν".

(v. 273) Τὸ δὲ "ἀμήχανος" μεγαλόθυμον καὶ αὐτὸ δεικνύει τὸν ἥρωα καὶ ἀκράχολον, ὅσγε καὶ ἀπομηνίσας καὶ καταλλαγεὶς ἀμήχανον τὸν βασιλέα λέγει, ὅπως ἂν καὶ εἴπῃ τις ἑρμηνεύων, εἴτε ὡς δυσμήχανον, εἴτε ἀφελῆ καὶ μὴ εἰδότα μηχανᾶσθαί τι, εἴτε καὶ ὡς ἀνάλωτον μηχαναῖς.

(v. 282) Ὅτι οὐ μόνον θεοὺς ἀνθρώποις εἰκάζει ὁ μῦθος, ἀλλ' ἔστιν ὅτε καὶ ἀνάπαλιν, ὡς καὶ ὅτε τὸν Ἀγαμέμνονα Διῒ καὶ Ποσειδῶνι καὶ Ἄρεϊ, καὶ νῦν δὲ τὴν Βρισηΐδα ἰκέλην λέγει χρυσῇ Ἀφροδίτῃ. παρακατιὼν δὲ σεμνότερον ἔτι φράζει, εἰπὼν "εἶπε δ' ἄρα κλαίουσα γυνὴ εἰκυῖα θεῇσι", οὐκέτι μιᾷ τινι ἀπεικάζων αὐτήν, ἀλλὰ πολλαῖς, ὡς καὶ ἀλλαχοῦ τὴν Ἑλένην ἀθανάταις θεαῖς ἐοικέναι εἰς ὦπα ἔφη.

(v. 283-285) Αὕτη ἡ Βρισηῒς "ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ, ἀμφ' αὐτῷ χυμένη", ἤγουν χυθεῖσα, "λίγ' ἐκώκυε, χερσὶ δ' ἄμυσσε στήθεά τ' ἠδ' ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα". καί πως δοκεῖ κατὰ τοὺς παλαιοὺς ἐνταῦθα συνάχθεσθαι ὁ ποιητὴς τῇ τοιαύτῃ αἰκιζομένῃ.

(v. 284) Καὶ ὅρα τὸ "χυμένη", δι' οὗ ἢ τὸ ἁπαλὸν δηλοῦται τοῦ γυναικείου σώματος ἢ καὶ τὸ ταχὺ συνήθως τοῦ δρόμου, καθὰ καὶ τὸ ἐχέοντο, ὡς πρὸ μικροῦ εἴρηται. Τὸ δὲ "λίγα" ἐπίρρημά ἐστιν ὅμοιον τῷ τάχα καὶ σάφα.

(v. 287-290) Ἰστέον δὲ ὡς τοιαύτη τις ἡ ἐπὶ τῷ Πατρόκλῳ λιγεῖα μονῳδία τῆς Βρισηΐδος "Πάτροκλέ μοι δειλῇ", ἤγουν ἐμοὶ τῇ δειλαίᾳ, "πλεῖστον κεχαρισμένε θυμῷ, ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα, νῦν δέ [330] σε τεθνειῶτα κιχάνομαι ὄρχαμε λαῶν ἂψ ἀνιοῦσα", ὅ ἐστιν ἐπανελθοῦσα. "ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί", τουτέστι συνεχῆ μοι καὶ ἀλλεπάλληλα τὰ κακά, καὶ χεῖρον οὐδὲ τοῦτό μοι τῆς παρὰ τῷ Ἀγαμέμνονι διατριβῆς.

(v. 291-296) Καὶ οὕτω μονῳδήσασα εἶτα διηγεῖται, ὡς εἶδε τὸν ἄνδρα καὶ τοὺς ἀδελφοὺς ἀναιρεθέντας, καὶ οὐ καθ' ἕνα, ἀλλὰ πάντας ἅμα, ὅπερ ἀπαραμύθητον. οὐ γάρ τις περιελείφθη κουφίζων τὸ πένθος, ὅτε καὶ τὴν αὐτῆς πατρίδα ἐπόρθησεν Ἀχιλλεύς.

(v. 295-299) Διηγεῖται δὲ καί, ὅπως παραμυθούμενος αὐτὴν ὁ Πάτροκλος τότε κλαίειν οὐκ εἴα, ἀλλ' ἔφασκεν Ἀχιλλέως κουριδίην ἄλοχον θήσειν. Ἔνθα αἰτιῶνταί τινες τὸ "κουριδίην", λέγοντες οὐ κυρίως λέγεσθαι κουριδίην τὴν ἀφ' ἑτέρου γενομένην ἄλλῳ, ἀλλὰ τὴν ἐκ παρθενίας. θεραπεύεται δὲ ἡ αἰτίασις ἢ ἀπὸ τοῦ προσώπου ‑ γυνὴ γὰρ λαλεῖ οὐκ ἔχουσα ἐνευδοκιμεῖν κυριολεκτήμασιν ‑ , μάλιστα δὲ διὰ τοῦ ὡς ἐλλειπτικῶς, ἵνα λέγῃ "ὡς κουριδίην ἄλοχον", ὁποῖον καὶ τὸ "μάχοντο δέμας πυρός", ἤτοι ὡς πῦρ.

(v. 291-300) Εἰσὶ δὲ ῥητῶς τὰ τῆς Βρισηΐδος τοιαῦτα καθ' Ὁμηρικὴν φράσιν "ἄνδρα μὲν, ᾧ ἔδοσαν με πατὴρ καὶ πότνια μήτηρ, εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ, τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. οὐδὲ μὲν οὐδέ μ' ἔασκες, ὅτ' ἄνδρ' ἐμὸν ὠκὺς Ἀχιλλεὺς ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, κλαίειν, ἀλλά μ' ἔφασκες Ἀχιλλῆος θείοιο κουριδίην ἄλοχον θήσειν, ἄξειν τ' ἐνὶ νησὶν ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι. τῷ σ' ἄμοτον", ἤγουν διό σε ἀπλήρωτον καὶ πολύ, "κλαίω τεθνειῶτα, μείλιχον αἰεί", ὃ ταὐτόν ἐστι τῷ γλυκύθυμον, οὗ ἐστέρηται Ἀχιλλεύς, ὡς δηλοῖ ἐν τοῖς ἑξῆς τὸ "οὐ γάρ τι γλυκύθυμος ἀνὴρ οὐδ' ἀγανόφρων". ἐχρῆν δὲ ἄρα τῷ Ἀχιλλεῖ ὄντι τοιούτῳ ἑταρισθῆναι τὸν ἐνηῆ καὶ αἰεὶ μείλιχον Πάτροκλον, εἴ πως δι' αὐτοῦ κατακιρνᾶται ἡ ἐκείνου πικρία εἴς τινα γλυκύτητα. καὶ τοιαῦτα μὲν τὰ τῆς [331] Βρισηΐδος. Σημείωσαι δὲ καὶ ἐνταῦθα, ὅπως ὁ ποιητὴς ἀφορμὰς εὑρίσκει τοῦ παρεμβάλλειν παλαιὰς ἱστορίας τῇ ποιήσει καὶ τὸ ἐλλεῖψαν ἀναπληροῦν, κἂν ἀπὸ τοῦ δεκάτου ἔτους ἤρξατο, καὶ ὅτι καὶ μονῳδεῖν δεινότατός ἐστι καὶ διὰ πάσης ἰδέας λόγων ἥκειν δεξιώτατος. [(v. 282) Ἰστέον δὲ ὡς, εἰ καὶ ταὐτὸν ἰκέλη καὶ εἰκυῖα, ὅμως κατ' ἄλλην ἀναλογίαν τὸ μὲν τὴν διὰ μόνου διχρόνου ἔχει γραφήν, τὸ δὲ τὴν διὰ διφθόγγου. Περὶ δὲ χρυσῆς Ἀφροδίτης ἐγράφη μὲν καὶ ἀλλαχοῦ, μνηστέον δὲ καὶ νῦν, ὡς οὕτω λέγεται ἢ διὰ τὸ χρυσοφορεῖν. γυναικῶν γὰρ τοῦτό γε, διὸ καὶ ἔσκωψεν Ὅμηρος ἄνδρα, ὃς χρυσὸν ἐφόρει ἠΰτε κούρη. ἴσως δὲ καὶ ὅτι χρυσῷ τὰ κατ' αὐτὴν ἀνύεται, ὡς δίχα τῶν ἄλλων καὶ ἡ Δανάη δηλοῖ, ἁλοῦσα χρυσῷ ῥεύσαντι ἐς αὐτήν, ἔτι δὲ καὶ ἡ Ἀταλάντη μήλων χρυσέων ἐπιρρίψει τόν τε δρόμον προδοῦσα καὶ ἑαυτήν. Ὅτι δὲ χρυσῷ ἡ τοῦ μύθου Ἀφροδίτη ἔχαιρε, δῆλον καὶ ἐκ τοῦ ἱστοροῦντος, ὅτι Σόλων πανδήμου Ἀφροδίτης ἱερὸν ἱδρύσατο ἀπὸ γυναίων, ἅπερ ἐπὶ οἰκημάτων ἐκεῖνος ἔστησε πριάμενος διὰ τοὺς νέους. χαίρει γὰρ ἡ δαίμων ταῖς χρυσαγωγοῖς ἑταιρίσι. διὸ καὶ ἐπίθετον Ἀφροδίτης που Ἑταίρα κατὰ οἰκείωσιν. τοιούτῳ δὲ λόγῳ αὐτῇ ὡς καὶ καλῇ καὶ φιλοχρύσῳ καὶ ὁ χρύσοφρυς ἰχθὺς ἱερὸς ᾔδετο, τουτέστιν ἐφημίζετο. εἰ δὲ καὶ τὰ τῆς μυθικῆς Ἀφροδίτης τοιαῦτα, οὐκ ἤδη καὶ πάσαις γυναίξι δέδοται χρυσῷ στίλβειν, ἀλλὰ νεάνιδες μὲν Λυδαὶ καὶ κοῦραι δὲ Ὁμηρικαί τινες χρυσοφορείτωσαν. Συρακουσίοις δέ, φασίν, ὕστερον νόμος ἦν τὰς γυναῖκας μὴ [332] κοσμεῖσθαι χρυσῷ μηδ' ἄνθινα φορεῖν μηδ' ἐσθῆτας πορφυρᾶς ἐχούσας παρυφάς, εἰ μή τις αὐτῶν συγχωροίη ἑταίρα εἶναι κοινὴ καὶ οὕτω οἰκεία τῇ χρυσῇ Ἀφροδίτῃ τῇ καὶ Ἑταίρᾳ, καὶ τὸν ἄνδρα δέ, φασί, μὴ καλλωπίζεσθαι, εἰ μὴ ὁμολογοίη μοιχεύειν ἢ κίναιδος εἶναι. ἀλλὰ τοῦτο μὲν Συρακουσίων ἔθος. παρὰ δὲ τῷ ποιητῇ εὕρηται ὁ μέγας Ὀδυσσεὺς ἐσθῆτι περιέργῳ χρησάμενος κατὰ τὸν τῆς Πηνελόπης λόγον, καὶ διαλλαττούσῃ, ὁποίαν καὶ οἱ ὕστερον εἰς πλάτος ἐμιμήσαντο. πορφυρέῳ δέ γε ἁπλῶς φάρει κοσμεῖσθαι ἄνδρας ἐφεῖτο, καθὰ καὶ Ὅμηρος δηλοῖ, καὶ Λάκωνες δὲ ὕστερον αὐτὸ ἐπετήδευον ἔν τε ἄλλοις, φασί, φορήμασι καὶ ἐν χλαμύσιν, ἐξαιρέτως δὲ κατὰ πόλεμον. δοκοῦσι δὲ μηδὲ ποικιλίαν ἔχειν τὰ φορούμενα, οὗ τὸ ἀνάπαλιν παρὰ ταῖς Ἀττικαῖς νύμφαις, ὡς ὁ Κωμικὸς δηλοῖ. ἁπλῶς οὖν εἰπεῖν, ἢ νόμῳ ἢ ἔθει ἢ προσώπων ἰδιότητι κατὰ καιροὺς ἄλλοτε ἄλλους τὰ τοιαῦτα ὁ κατ' ἀνθρώπους βίος διοικονομεῖται. Θετέον δ' ἐνταῦθα καὶ τὰς τῷ Κυψέλλῳ φίλας χρυσοφόρους, ὅς, φασί, περὶ κάλλους γυναικῶν ἐν Ἀλφειῷ ἀγῶνα διέθετο, καὶ ὡς ἐνίκησεν ἡ αὐτοῦ γυνὴ Ἡροδίκη, ἐκράτησεν ὁ ἀγὼν παρ' Ἠλείοις, καὶ αἱ ἀγωνιζόμεναι γυναῖκες χρυσοφόροι ὠνομάζοντο, ἴσως μὲν καὶ διὰ κόσμον, ἴσως δὲ καὶ διὰ κάλλος.]

(v. 289) Τὸ δὲ "κιχάνομαι" κοινότερον κιχάνω λέγεται. διφορεῖται οὖν.

(v. 290) Τὸ δὲ "ὥς μοι δέχεται" διὰ μέτρον οὕτως ἐφράσθη. τὸ γὰρ κοινὸν "ὥς [333] με δέχεται".

(v. 291) Τὸ δὲ "ἄνδρα ᾧ ἔδοσάν με πατὴρ καὶ μήτηρ" ἄριστα ἔχει. γυνὴ γὰρ δίδοται ἀνδρὶ εἰς ὑποταγήν. διὸ καὶ δάμαρ λέγεται, ὡς αὐτὴ δαμαζομένη τῷ ἀνδρί, οὐ μὴν ἀνάπαλιν, ὥστε κυριεύσει αὐτῆς ὁ ἀνήρ, ὡς δώρου δεσπότης. οὕτω δὲ καὶ ἐν τῇ Ὀδυσσείᾳ πολλαχοῦ φαίνεται. διὸ καὶ οἱ Ἀττικοὶ τὸν σύνευνον κύριον ἔλεγον, ὡς καὶ ὁ Κωμικὸς ἐν τοῖς Ἱππεῦσι δηλοῖ.

(v. 293) Ἐν δὲ τῷ "τρεῖς κασιγνήτους" οὐ μάτην προσέθετο ἡ Βρισηῒς τὸ "οὕς μοι μία γείνατο μήτηρ", ἀλλ' ὅτι τῶν τοιούτων, ὡς καὶ προεδηλώθη, μάλιστα κηδόμεθα.

(v. 294) Διὸ καὶ εὐθὺς ἐπάγει "κηδείους". τοῦτο δὲ πολλαχοῦ φαίνεται τῆς Ὁμηρικῆς ποιήσεως, καὶ διότι μάλιστα φιλομήτορες αἱ νεάνιδες, διὰ τοῦτο οὐ μέμνηται πατρός. ὅλως δὲ ἐδέησεν ἑρμηνείας εἰς τὸ κασιγνήτους διὰ ‹τὸ› καὶ τοὺς ἁπλῶς συγγενεῖς οὕτω ποτὲ λέγεσθαι, ὡς ἀλλαχοῦ δεδήλωται. Κήδειος δέ, οὗ κήδεταί τις, ἐκ τοῦ κῆδος. ἡ δὲ γραφή, ὡς ὁ ἐν Ὀδυσσείᾳ Κήτειος. Τὸ δὲ "ἐπέσπον" ὅτι δεύτερος ἀόριστός ἐστιν ἐνεργητικός, ἐξ οὗ ἀπαρέμφατον ἐπισπεῖν, καὶ μετοχὴ ἐπισπών ἐπισπόντος, καὶ μέσος δεύτερος ἀόριστος ἐπισπόμενος, πολλαχοῦ τῶν Ὁμηρικῶν ποιήσεων διάδηλόν ἐστι.

(v. 296) Πόλιν δὲ λέγει Μύνητος τὴν προϊστορηθεῖσαν Ἀδραμυτηνὴν Λυρνησσόν, τὴν πατρίδα τῆς Βρισηΐδος, τῷ βασιλεῖ καὶ ταύτην ἐπονομάσας, καθὰ καὶ τὴν Τροίαν, ὅτε πόλιν Πριάμοιο λέγει αὐτήν, καὶ ἀλλαχοῦ "Λῆμνον πόλιν θείοιο Θόαντος", διότι καὶ κατὰ τὴν Τραγῳδίαν τοῦ κρατοῦντος ἡ πόλις νομίζεται. θεῖον δὲ ἡ γυνὴ τὸν Μύνητα καλεῖ, πατρικῶς φιλοῦσα. λέγει δὲ αὐτίκα οὕτω καὶ τὸν Ἀχιλλέα, ὡς οἷον ἀμειβομένη αὐτὸν οἷς ὑπὲρ αὐτῆς εἰς τοσοῦτον ἐμήνισεν.

(v. 300) Ἄμοτον δὲ καὶ νῦν τὸ πλῆρες καὶ ἀνενδεὲς καὶ μεστόν, ὡς ἐκ μεταφορᾶς τῶν μοτουμένων τραυμάτων. ἀποτελευτᾷ δὲ ὁ νοῦς τῆς λέξεως εἰς τὸ λίαν. Ὅρα δ' ἐν τῇ ῥηθείσῃ μονῳδίᾳ τὸ "τεθνειότος" διφορηθὲν [334] ὡς ἔθος τὴν παραλήγουσαν. προεκταθὲν γὰρ εἶτα ἐν τῷ τελευταίῳ στίχῳ συστέλλει αὐτήν.

(v. 301-302) Ὅτι ἔκλαιεν μὲν ἡ Βρισηΐς, λέγουσα, ὡς ἐρρέθη, τὰ δοκοῦντα, "ἐπὶ δ' ἐστενάχοντο γυναῖκες, Πάτροκλον πρόφασιν, σφῶν δ' αὐτῶν κήδε' ἑκάστη". Τὸ δὲ "Πάτροκλον πρόφασιν" καὶ εἰς παροιμίαν ὕστερον ἔπεσε, δι' ἣν ἔχει εὔρυθμον συντομίαν καὶ πιθανότητα. καὶ λέγεται ἐπὶ τῶν προσποιουμένων μὲν ποιεῖν τι διὰ τήνδε τινὰ αἰτίαν, τῷ ὄντι δὲ ἄλλως τοῦτο ποιούντων. ἐπεὶ γὰρ "κάρτα τοι φιλοίκτιστον ἡ γυνή", συνοδύρονται μὲν αἱ αἰχμαλώτιδες τῇ Βρισηΐδι πενθούσῃ τὸν Πάτροκλον, πλὴν οὐ κλαίουσιν ἐπὶ Πατρόκλῳ, ἀλλὰ δοκοῦσι μὲν κατὰ τὸ προφαινόμενον, τὸ δ' ἦν πρόφασις ἄλλως, ἀληθῶς δὲ ἑκάστη τὰ ἑαυτῆς ἀνακλαίεται κήδεα. οὕτω καὶ ἐν Ὀδυσσείᾳ πενθοῦσι μὲν ἀληθῶς τὸν Ὀδυσσέα ὁ Τηλέμαχος καὶ ἡ Ἑλένη καὶ ὁ Μενέλαος, συμπενθεῖ δὲ αὐτοῖς καὶ ὁ Πεισίστρατος, ἀλλ' εἴποις ἂν Ὀδυσσέα πρόφασιν, τῷ ὄντι δὲ τὸν ἀδελφὸν Ἀντίλοχον. [Ἰστέον δὲ ὅτι πρόφασίς ἐστιν ἡ μὴ ἀληθής, ἀλλ' ἐπιπολαία καὶ προβεβλημένη φάσις.]

(v. 303-308) Ὅτι οἱ γέροντες μὲν ἀμφὶ τὸν Ἀχιλλέα ἀγείρονται, "λισσόμενοι δειπνῆσαι, ὃ δ' ἠρνεῖτο στεναχίζων" καὶ λέγων "λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ' ἑταίρων, μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος ἄσασθαι" ἤγουν κορέσασθαι, "φίλον ἦτορ, ἐπεί μ' ἄχος αἰνὸν ἱκάνει· δύντα δ' ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης". χρήσιμα δέ ποτε ταῦτα εἰς νηστείας ἔνστασιν πανημέριον. καρτερικὸς δ' ἐνταῦθα εὕρηται ὁ Ἀχιλλεύς, εἴγε τοῖς ἄλλοις φάμενος "νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα", ἐκεῖνος ἐγκρατῶς ἔχει τοῦ δειπνῆσαι. δοκοῦσι δὲ καὶ οἱ σὺν αὐτῷ νῦν ἀριστεῖς τοιοίδε εἶναι. εἰ μὴ ἄρα ὕστερον κατὰ τὸ σιωπώμενον ἐδείπνησαν καὶ αὐτοὶ [καὶ σὺν τοῖς ἄλλοις οἴχονται μετὰ δεῖπνον, ὥς φησιν ὁ ποιητής.]

(v. 309-312) Περὶ ὧν φησιν Ὅμηρος, ὡς ἄλλους μὲν ἀπεσκέδασε βασιλῆας ὁ [335] Ἀχιλλεύς, "δοίω δ' Ἀτρείδα μενέτην" καὶ Ὀδυσσεὺς καὶ Νέστωρ καὶ Ἰδομενεὺς καὶ Φοῖνιξ, "τέρποντες πυκινῶς ἀκαχημένον", ἤγουν ἐφιέμενοι τέρπειν ἐκεῖνον οἷς, ὡς εἰκός, ἔλεγον, εἰ καὶ μὴ αὐτὸς πρὸς αὐτοῖς εἶχε τὸν νοῦν.

(v. 312 s.) Φησὶ γὰρ "οὐδέ τι θυμῷ τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος". Ἔχει δέ τι ἀστειότητος τὸ πολέμου στόμα δύμεναι, εἴ τις ὑπονοήσει, ὡς ὁ Ἀχιλλεὺς τροφὴν μὲν εἰς τὸ ἐκείνου στόμα δῦναι οὐκ ἤθελεν, αὐτὸς δὲ πολέμου στόμα δῦναι ἐπιθυμεῖ, ὃ πολλοὺς κατεμασήσατο ἀριστεῖς. τοιοῦτον γάρ τι δηλοῖ τὸ "αἱματόεντος". καινὸν δὲ οὐδέν, εἰ στόμα λέγει πολέμου τὸ τοὺς μαχομένους ἀπεσθίον. ὡς γὰρ οὐρὰ στρατοῦ τὸ ὄπισθεν, ἐξ οὗ καὶ τὸ οὐραγεῖν καὶ ὁ οὐραγός, οὕτω καὶ στόμα, ἐν ᾧ οἱ πρόμαχοι ἵστανται. Σημείωσαι δὲ ὅτι τὸ τέρπειν οὐδέν τι ἄλλο ἐστὶν ἢ τὸ ἐξ ἀθυμίας εἰς γλυκυθυμίαν μετατρέπειν κατὰ μετάθεσιν ἀμεταβόλου. [Καὶ συντελεῖ τι αὐτὸ εἰς τὸ τερπικέραυνος, ἤγουν τρέπων κεραυνοῖς.] Ἀχιλλεὺς μέντοι μὴ πειθόμενος οὕτω μετατραπῆναι οὔ τι θυμῷ τέρπεσθαι λέγεται. Ὅρα δ' ἐνταῦθα καὶ οἵαν εὐπορίαν γραφῆς παρεῖδεν ὁ ποιητὴς διὰ τὸ εἰς ἕτερα κατεπείγεσθαι. ἐν γὰρ τῷ "τέρποντες ἀκαχήμενοι" πολλὰ εἶχεν ἠθοποιῆσαι καθ' ἕκαστον τῶν εἰρημένων ἡρωϊκῶν προσώπων. οὐκ ἐποίησε δὲ αὐτό, οἷα σπεύδων εἰς τὰ σκοπιμώτερα. Εἰ δὲ καὶ ἔτερπον μὲν οἱ ἥρωες λόγοις τὸν Ἀχιλλέα, ὃ δὲ οὐχ' ὑπήκουεν, ὅρα λόγους τούτους ἡρωϊκοὺς ἀπράκτους μείναντας διὰ τὸ ἄγαν ἄχος τοῦ ἀκούοντος.

(v. 314) Ὅτι ὅπερ ἐν ἄλλοις ὁ ποιητής φησιν "ἀνεβάλλετο καλὸν ἀείδειν", τοῦτο ἐνταῦθα "ἀνενείκατο" φησίν, ὡς καὶ προερρέθη, ἤγουν ἀνήνεγκε πνεῦμα. λέγει γὰρ περὶ Ἀχιλλέως, ὅτι "ἀνενείκατο φώνησέν τε". εἴρηται δὲ καὶ ἐν Ὀδυσσείᾳ περὶ τῆς τοιαύτης λέξεως ἀκριβέστερον.

(v. 315-321) Ὅτι Ἀχιλλεὺς ἐν τῷ παρεῖναι τοὺς προσεχῶς ῥηθέντας ἀριστεῖς μνησάμενος τοῦ Πατρόκλου λέγει ἀφελῶς, ἐκ τῶν παρὰ πόδας τὸ προοίμιον πορισάμενος κατὰ τὴν Ὁμηρικὴν συνήθειαν, ταῦτα "ἦ ῥά νύ μοί ποτε καὶ σύ, δυσάμμορε, φίλταθ' [336] ἑταίρων, αὐτὸς ἐνὶ κλισίῃσι λαρὸν παρὰ δεῖπνον ἔθηκας αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατο", ἤγουν σπεύδοιεν, "Ἀχαιοὶ Τρωσὶν ἐπιφέρειν πολύδακρυν Ἄρηα. νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων σῇ ποθῇ". ὥστε καλῶς οὐ δειπνῶ μὴ ἔχων τὸν δειπνοποιόν.

(v. 321-327) Οἷς ἐπάγει, ὅτι "οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι, οὐδ' εἴ κεν τοῦ πατρὸς ἀποφθιμένου πυθοίμην, ὅς που νῦν Φθίῃφι τέρεν κατὰ δάκρυον εἴβει χήτει τοιοῦδ' υἷος", ἤγουν τοιούτου υἱοῦ "ὃ δέ", ἤγουν ὁ ῥηθεὶς υἱὸς Ἀχιλλεὺς ἐγώ, "ἀλλοδαπῷ ἐνὶ δήμῳ εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶ πολεμίζω, ἠὲ τόν", ἤγουν τοῦτον, "ὃς Σκύρῳ μοι ἐνιτρέφεται φίλος υἱός. εἴ που ἔτι ζώει Νεοπτόλεμος θεοειδής".

(v. 328-333) Καὶ ἐπάγει καὶ αἰτίας ἀξιολόγους τῆς οὕτω πολλῆς ἐπὶ τῷ Πατρόκλῳ λύπης "πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει, οἶον ἐμὲ φθίσεσθαι ἀπ' Ἄργεος ἱπποβότοιο αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίηνδε νέεσθαι, ὡς ἄν μοι τὸν παῖδα Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα".

(v. 334-337) Εἶτα ὥς τινος ὑποκρούσοντος, τί δὲ ὁ πατὴρ Πηλεὺς οὐκ ἐπιμελήσεται οὕτω τοῦ Νεοπτολέμου, λύει φάμενος οἴεσθαι μηκέτι ζῆν ἐκεῖνον. Φησὶ γὰρ "ἤδη γὰρ Πηλῆά γ' ὀΐομαι ἢ κατὰ πάμπαν τεθνάμεν ἤ που τυτθὸν ἔτι ζώοντ' ἀκάχησθαι γήραΐ τε λυγρῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ λυγρὴν ἀγγελίην ὅτ' ἀποφθιμένοιο πύθηται".

(v. 338) Εἶτα ἐμφαίνων ὁ ποιητής, ὡς πρὸς οἶκτον ὁ Ἀχιλλεὺς ἐλάλησεν, ἐπάγει "ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες", παραποιήσας ἢ παρῳδήσας τὸ πρὸ ὀλίγων λεχθέν "ὣς ἔφατο κλαίουσ' ἐπὶ δὲ στενάχοντο γυναῖκες".

(v. 339) Καὶ ἐπάγει "μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον", τὰ φίλτατα δηλαδή. οὐ δήπου γὰρ μόνην τὴν κτῆσιν καὶ τὸ δῶμα. Καὶ σημείωσαι ὡς ὅμοιόν ἐστι τοῦτο τῷ "στενάχοντο Πάτροκλον πρόφασιν". οὕτω γὰρ καὶ ἐνταῦθα οἱ γέροντες κλαίουσι πρόφασιν, ἃ ἕκαστος οἴκοι ἔλειπον.

(v. 315) Τὸ δὲ "δυσάμμορος" δηλοῖ μὲν τὸν δύσμορον, κατὰ συνέλευσιν δύο ἐπιρρημάτων ἰσοδυνάμων τοῦ δυς καὶ τοῦ α, καὶ Αἰολικὸν [337] διπλασιασμὸν τοῦ ἀμεταβόλου. δηλοῖ δὲ οὐ μόνον τὸν δυσθάνατον, ἀλλὰ καὶ τὸν δυσδαίμονα, ἤτοι δυστυχῆ, ὃς καὶ δύσμορος λέγεται. Σημείωσαι δὲ ὅτι ἐπεὶ ταὐτὸν οἶτος καὶ μόρος, δύσμορος δὲ οὐκ ἐξ ἀνάγκης ὁ κακῶς θανὼν ἀλλὰ καὶ ὁ κακοτυχής, ἀκολούθως παρὰ Θεοκρίτῳ μεγάλοιτος κεῖται ὁ πάνυ δυστυχής, ληφθέντος τοῦ οἴτου εἰς τύχην ὁμοίως τῷ μόρῳ.

(v. 316) Τὸ δὲ "λαρόν", εἰ μὲν κεῖται πρὸ αὐτοῦ τὸ "ἐνὶ κλισίῃσι", συστέλλει τὸ α δακτυλικῶς, εἰ δὲ γράφεται "ἐνὶ κλισίῃ" κατὰ δοτικὴν ἑνικήν, ἐκτείνει αὐτό. καὶ ἔστι τοῦτο κρεῖττον. λαρὸν γὰρ τὸ ἄγαν ἀρηρὸς ψυχῇ καί, ὡς εἰπεῖν, θυμῆρες, παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ ἀρῶ, τὸ ἁρμόζω, κράσει τῶν δύο α εἰς α μακρόν.

(v. 317) Τὸ δὲ "αἶψα καὶ ὀτραλέως ἐκ παραλλήλου τὸ αὐτὸ λαλοῦσι, καὶ ἑρμηνεύουσιν ὀτραλέον καὶ ὀτρηρὸν θεράποντα. Τὸ δὲ "ὁπότε σπερχοίατο Ἀχαιοί" καὶ ἑξῆς, καιρὸν δηλοῖ, ὅτε τὸ δεῖπνον ἦν ἐν Τροίᾳ φίλον Ἀχαιοῖς. [Συντελεῖ δέ τι καὶ εἰς τὴν ῥηθεῖσαν τοῦ Πατρόκλου σπουδήν. σπερχομένων γὰρ Ἀχαιῶν εἰς δεῖπνον ὀτραλέως ἐπονεῖτο εἰς δειπνοποιΐαν καὶ Πάτροκλος.]

(v. 319) Τὸ δὲ "κεῖσαι δεδαϊγμένος" ἐλλειπτικῶς ἔχει. τὸ δὲ ἐντελὲς προεφράσθη ἐν τῷ "δεδαϊγμένον ὀξέϊ χαλκῷ".

(v. 320) Τὸ δὲ "ἄκμηνον" τί σημαίνει καὶ ὅθεν γίνεται, οὐ πρὸ πολλῶν δεδήλωται. Τὸ δὲ "ἔνδον ἐόντων" πρὸς ἀκρίβειαν κεῖται. οὐ γὰρ διὰ τὸ μὴ ἔνδον εἶναι τὰ πρὸς δεῖπνον ἄκμηνός ἐστιν ὁ Ἀχιλλεύς, ἀλλὰ ποθῇ Πατρόκλου.

(v. 321) Εἰς δὲ τὸ "οὐ μὲν γάρ τι κακώτερον" καὶ ἑξῆς, σημείωσαι ὅτι οὐκ εἶπε μεῖζον τὸ ἐπὶ Πατρόκλῳ πένθος τοῦ ἐπὶ τῷ Πηλεῖ καὶ τῷ Νεοπτολέμῳ, ἀλλ' ὅτι οὐ κακώτερα τούτου ἐκεῖνα. μέση δὲ λέξις τὸ "οὐ κακώτερα", καὶ δηλοῖ πολλάκις ἰσότητα. ἔχει δέ πως ὁμοιότητα τὸ νόημα τοῦτο πρὸς τὸ τοῦ Ἕκτορος, εἰπόντος που μὴ τόσον μηδὲ τῶν τεκόντων αὐτῷ μέλειν, ὅσον τῆς Ἀνδρομάχης.

(v. 322) Τὸ δὲ "πυθοίμην", καθὰ καὶ τὸ πύθηται, γενικῇ ἐν τοῖς ῥηθεῖσι συντέτακται.

(v. 324) Τὸ δὲ "χήτει τοιοῦδ' υἷος" παρῴδηται ἐκ τοῦ "χήτει τοιοῦδ' ἀνδρός". Ὅρα δὲ ὅπως ἀλλαχοῦ πλατύτερον ἑαυτὸν ἐπαινέσας ὁ Ἀχιλλεὺς ἐνταῦθα ἠρκέσθη συντόμως εἰπὼν καὶ μυστικῶς "χήτει τοιοῦδε υἱοῦ", [338] μεγάλου δηλαδή. τοῦτο γὰρ δηλοῖ ἐμφαντικῶς τὸ "τοιοῦδε", διὰ τὸ μὴ ἔχειν ἐξ αὐτοσχεδίου εἰπεῖν μεγαλώνυμόν τι ἐπίθετον.

(v. 325) Ἑλένη δὲ ῥιγεδανὴ ἁπλοϊκῶς μὲν ἡ φρικτὴ καί, ὡς εἰπεῖν, κρυερά. αἰδεῖται γὰρ Ἀχιλλεύς, εἰ καὶ ἄλλως βαρύς ἐστι, σφοδρότερον αὐτῆς καθίξεσθαι ἐν ἐπηκόῳ ἡρώων, καὶ μάλιστα τῶν βασιλέων. συμφωνεῖ δὲ τῷ λόγῳ καὶ Πλούταρχος, λέγων ἐν Συμποσιακοῖς, ὅτι ῥιγεδανὸν καὶ κρυερὸν τὸ λυπηρὸν καὶ φοβερόν. ἄλλως δὲ περιεργότερον ῥιγεδανὴ ἡ κακίστη, καθά τις ἂν εἴποι ἐννοησάμενος τὸ "τῆς δὲ κακῆς οὐ ῥίγιον ἄλλο". Καὶ σημείωσαι ὅτι κατὰ διαφόρους ἐννοίας ἡ φαύλη γυνὴ καὶ ἀντὶ πυρὸς δεδόσθαι καὶ αὖ πάλιν ῥιγεδανὴ εἶναι λέγεται. Προεκαλέσατο δὲ ὅλως ἄρτι ἐκ λύπης τὸν Ἀχιλλέα εἰς τὸν κατὰ τῆς Ἑλένης τοιοῦτον λόγον τὸ τοῦ πάθους πολλαπλοῦν. περί τε γὰρ τοῦ πατρὸς λυπεῖται ὡς ἢ πάμπαν τεθνεῶτος ἢ ζῶντος μέν, δυστυχῶς δέ. ἔτι καὶ ἐπὶ τῷ υἱῷ παθαίνεται ὡς μὴ ἔχοντι τὸν προϊστάμενον, οὐχ' ἥκιστα δὲ καὶ ἐπὶ τῷ τοῦ Πατρόκλου θανάτῳ. καὶ ἑαυτὸν δὲ νοεῖ μικρὸν ὅσον τεθνηξόμενον. πῶς ἂν οὖν ἐπὶ τοιούτοις οὐκ ἂν δυσφήμως μνησθείη τῆς τούτων αἰτίας Ἑλένης; ὃς καὶ τῇ Βρισηΐδι φθάσας θάνατον ἐπηράσατο, δι' ἣν τοσοῦτοι Ἕλληνες ὤλοντο μηνίσαντος αὐτοῦ.

(v. 326) Τὸ δὲ "ἠὲ τόν" οὐ συνήθως ἐσχημάτισται, ἀλλά τι παρεξήλλακται. ἦν μὲν γὰρ τοῦ εἱρμοῦ τὸ εἰπεῖν "οὐδ' εἴ κεν τοῦ πατρὸς πυθοίμην, ἠὲ τοῦ", ἤγουν τούτου, "ὃς Σκύρῳ μοι ἐνιτρέφεται". Ἀχιλλεὺς δέ, ὡς οἷον ἐκλαθόμενος ὑπὸ πένθους τῆς ἐθίμου συντάξεως, ἔφη τὸ "ἠὲ τόν". ὃ θεραπευθήσεται διὰ προθέσεως, ἵνα λέγῃ, ὅτι οὐδ' εἴπερ πυθοίμην πατρὸς ἢ πυθοίμην διὰ τόν, ἤγουν διὰ τοῦτον, ὃς Σκύρῳ μοι ἐνιτρέφεται υἱός.

(v. 327) Τὸ δὲ "εἴ που ἔτι ζώει Νεοπτόλεμος" ἀσφαλῶς πρόσκειται, ὡς εἴγε μὴ ζῇ, οὐδ' ἂν ἐν Σκύρῳ τρέφοιτο. [339] Περὶ δὲ τοῦ ἐν Σκύρῳ τὸν Νεοπτόλεμον τρέφεσθαι τοιαῦτά φασιν οἱ παλαιοί· ὅτι Θέτις, οἷα πάνυ φιλόπαις, ἐκεῖ πρὸ τοῦ Τρωϊκοῦ πολέμου τὸν Ἀχιλλέα ἐξέθετο, ἔνθα καὶ γυναικιζόμενον ὁ Παλαμήδης αὐτὸν ἤλεγξεν, ὡς καὶ ὁ Λυκόφρων ἱστορεῖ· καὶ ἐκεῖ τῇ τοῦ Λυκομήδους θυγατρὶ συγγεγονὼς πατὴρ γίνεται Νεοπτολέμου, τούτου δὴ τοῦ ἐν τῇ πατρίδι Σκύρῳ ἔτι ἐκτρεφομένου. καὶ οὕτω μὲν οἱ πλείους. ὁ δὲ τὴν μικρὰν Ἰλιάδα γράψας φησὶ τὸν Ἀχιλλέα ἐκ Τηλέφου τοῦ Μυσοῦ ἀναζευγνύντα προσορμισθῆναι ἐκεῖ. γράφει γὰρ οὕτω "Πηλείδην δ' Ἀχιλῆα φέρε Σκῦρόνδε θύελλα, ἔνθ' ὅ γ' ἐς ἀργαλέον λιμέν' ἵκετο νυκτὸς ἐκείνης". ἔστι δὲ ἡ Σκῦρος νῆσος πρὸς τῇ Εὐβοίᾳ, ἔχουσα λιμένας Ἀχίλλειον καὶ Κρήσιον. ᾤκησαν δὲ ἐν αὐτῇ ποτε Δόλοπες, μοῖρα Θεσσαλῶν. περὶ δὲ ταύτης ζήτει καὶ εἰς τὰ τοῦ Περιηγητοῦ. προείρηται δέ τι καὶ ἀλλαχοῦ περὶ τούτων. Νεοπτόλεμος δὲ ἐπεκλήθη ὁ τοῦ Ἀχιλλέως οὗτος υἱός, διότι νέος ὢν ἐπολέμησε. τὸ δὲ ἄλλως κύριον αὐτοῦ Πύρρος ἐστίν, ὡς ὑποδηλοῖ καὶ Σοφοκλῆς, ἔνθα καὶ ἐτυμολογίαν αὐτοῦ τινα λέγει ἐν τῷ "ὦ πῦρ σύ", καὶ ἑξῆς, [ἵνα ᾖ κατ' αὐτὸν ὁ Πύρρος αὐτόχρημα πῦρ, οὐ μὴν πυρῶδές τι, ὡς ὁ Πυραίχμης καὶ εἴ τις ἄλλος τοιοῦτος. εἴη δ' ἂν ὁ ῥηθεὶς Πύρρος, ᾧπερ ὁμωνύμως καὶ ὁ ὕστερον Ἠπειρώτης, διαστελλόμενος τῇ βαρυτονήσει τοῦ πυρροῦ, ὅπερ ἐστι πυρσοῦ. [340] μυρία γάρ ἐστι πρὸς διάφορον σημασίαν διαφόρως τονούμενα, ὧν ἐστι καὶ ὁ Τελέστης βαρυτόνως τὸ κύριον, ὡς Ὀρέστης, καὶ ὀξυτόνως τελεστής τὸ ἐπίθετον.] Ἔστι δὲ κατά τινας ἐξ Ἰφιγενείας, ὡς καὶ Λυκόφρονι δοκεῖ, ἥτις καὶ κλαπεῖσα, ὥς φησι Δοῦρις, εἰς Σκῦρον ἐξετέθη. ὅθεν καὶ ἐκεῖ ὁ παῖς ἐτρέφετο. Καὶ σημείωσαι ὅπως ἱστορίαις ὁ ποιητὴς καὶ τὸν τόπον τοῦτον ἐστοίβασε, συντόμοις μέντοι καὶ οὐ πλατείαις, ὅτι μηδὲ ἔδει νῦν ἄλλως ποιεῖν.

(v. 328) Τὸ δὲ "ἐώλπει" μετάθεσιν ἔχει καὶ αὐτὸ χρόνου. ἔδει μὲν γὰρ ἐκ τοῦ ἔολπα τὸν ὑπερσυντέλικον εἶναι ἠόλπειν. οὕτω δὲ καὶ ἔοργα ἠόργειν. μεταπτώσει δὲ χρονικῇ συνεστάλη μὲν ἐν τούτοις ἡ ἄρχουσα, ἐξετάθη δὲ ἡ μετ' αὐτὴν κατά τινα ὡς εἰπεῖν μεταχώρησιν καὶ ἀντιπερίστασιν.

(v. 329) Ἄργος δὲ ἱππόβοτον οὐ τὴν Πελοπόννησον Ἀχιλλεὺς λέγει, ἀλλὰ τὸ Θετταλικόν, ὅπερ ὅτι ἱππόβοτόν ἐστιν ὡς μάλιστα, καὶ ἡ νῦν οἶδε γενέα.

(v. 333) Τὸ δὲ "ἕκαστα κτῆσιν ἐμήν" ὅμοιόν ἐστι κατὰ σχῆμα τῷ "πάντα δάσασθαι κτῆσιν, ὅσην πτολίεθρον ἐντὸς ἐέργει". Τὸ δὲ "ὑψερεφές" ὅτε ἀναγκάζει τὸ μέτρον διὰ τοῦ η ἔχει τὴν προπαραλήγουσαν, ὑψηρεφές γὰρ τότε λέγεται.

(v. 334) Ἐν δὲ τῷ "Πηλῆά γ' ὀΐομαι" ὁ γε σύνδεσμος χασμῳδίαν συνεστόμωσε συναλιφείς. Ὅρα δὲ καὶ τὸ κατὰ πάμπαν τεθνάναι. τὸ γὰρ θανεῖν πάμπαν τεθνάναι εἰπὼν δίδωσιν ἀστείως νοεῖν, ὅτι τὸ κακῶς ζῆν ἐν λύπαις καὶ νόσοις ἐκ μέρους τεθνάναι λέγοιτ' ἄν, ἢ ἀλλὰ τυτθὸν ζῆν κατὰ τὴν ποίησιν.

(v. 336 s.) Τὸ δὲ "καὶ ἐμὴν ποτιδέγμενον λυγρὴν ἀγγελίην" ἔχει τι καὶ αὐτὸ ξενίζον ἐν τῇ συντάξει. ὀφείλων γὰρ εἰπεῖν ὁμοιοπτώτως "γήραΐ τε στυγερῷ καὶ τῇ περὶ ἐμοῦ δυσελπιστίᾳ", ὁ δὲ ἔφη [341] "γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον λυγρὴν ἀγγελίην", καὶ ἑξῆς. Τὸ δὲ "ὅτε ἀποφθιμένοιο πύθηται" ἑρμηνεία ἐστὶ τοῦ "λυγρὴν ἀγγελίαν". τί γὰρ ἂν εἴη λυγρότερον ἐν ἀγγελίαις τοῦ μηνυθῆναι θάνατον;

(v. 340) Ὅτι φιλοίκτου προσώπου τὸ "μυρομένους δ' ἄρα τούς γε ἰδὼν ἐλέησεν".

(v. 343-346) Οὕτω δὲ καὶ τὸ "τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος", ἤγουν ἰδίου ἢ ἀγαθοῦ, ὡς πολλαχοῦ κεῖται. "ἦ νύ τοι", ἤγουν ὄντως δή σοι, "οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλεται" ὁ δείνα, "κεῖνος ὅ γε ἧσται ὀδυρόμενος ἕταρον φίλον, οἳ δὲ δὴ ἄλλοι οἴχονται μετὰ δεῖπνον, ὃ δ' ἄκμηνος καὶ ἄπαστος". ὁ Ζεὺς δὲ ταῦτα τῇ Ἀθηνᾷ περὶ τοῦ Ἀχιλλέως φησίν.

(v. 343) Ἐν οἷς τὸ "μέμβλεται", ἤτοι μεμέληται, διάκειται καὶ αὐτὸ καθὰ καὶ τὸ μέμβλωκε. ἔστι γὰρ τὸ κοινὸν μεμέληται, καὶ συγκοπῇ μέμληται, καὶ πλεονασμῷ τοῦ β καὶ συστολῇ τοῦ η μέμβλεται. Ὅτι πιθανολογῶν ὡς οἷόν τε ἦν ποιητικώτερον Ὅμηρος τὸ νῆστιν τὸν Ἀχιλλέα δύνασθαι μάχεσθαι πανημέριον πλάττει τὸν Δία ἐπιτάσσοντα τῇ Ἀθηνᾷ τὸ ὑπὲρ Ἀχιλλέως.

(v. 347-348) Φησὶ γὰρ "ἀλλ' ἴθι οἱ νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν στάξον ἐνὶ στήθεσσιν, ἵνα μή μιν λιμὸς ἵκηται". καὶ οὕτω μὲν ὁ Ζεὺς εἶπεν.

(v. 350-354) "Ἡ δ' ἅρπῃ εἰκυῖα τανυπτέρυγι λιγυφώνῳ οὐρανοῦ ἐκκατέπαλτο δι' αἰθέρος", ἤδη τῶν Ἀχαιῶν θωρησσομένων, "ἣ δ' Ἀχιλῆϊ νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν στάξ', ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ' ἵκηται", ὃ ἀνωτέρω δίχα τοῦ "γούνατα" ἔφη, εἰπὼν "μή μιν λιμὸς ἵκηται". δηλοῖ δὲ διὰ τῶν γονάτων τὴν τοῦ ὅλου σώματος ἀσθένειαν ἐναργέστερον. αὐτῶν γὰρ ὀκλασάντων διαφαίνεται τὸ κακὸν τοῦ λιμοῦ.

(v. 353) Ἰστέον δὲ ὅτι νέκταρ ἐνταῦθα καὶ ἀμβροσία ἐστίν, ἣν δὶς ἐνταῦθα ἔφη ἐρατεινήν, ἡ ἀπὸ τῆς τῶν γερόντων καὶ λοιπῶν ἀριστέων ὁμιλίας γλυκυθυμία, τῶν παραμεινάντων τῷ Ἀχιλλεῖ καὶ τερπόντων πυκινῶς, ὡς εἴρηται. διὸ Ζεὺς μὲν ἐπιτάττει, Ἀθηνᾶ δὲ ἐνσταλάττει, νοῦς δηλαδὴ καὶ ἡ κατὰ λόγου τέχνην φρόνησις, ὧν ἡ ἔσω στηθέων στάξις καὶ παρείσκρισις λεπτότητα δηλοῖ τὴν καὶ τῷ νέκταρι καὶ τῇ ἀμβροσίᾳ μυθικῶς ἐμφαινομένην. δῆλον δέ, ὅτι γεροντικὴ ὁμιλία, ἡ τοῦ Νέστορος δηλαδή, καὶ τὸν πικρὸν ἐγλύκανέ που πόλεμον τοῖς [342] Ἀχαιοῖς ὀτρύνασα εἰς ἐκεῖνον ἡδέως.

(v. 350) Ἅρπη δὲ ἢ ὁ ἰκτῖνος ἢ ζῷον ἄλλο ἀετῶδες, ὃ εἰς ὕψος ἀρθὲν εὐχερῶς ὅπῃ θέλει καταράσσει. οἱ δὲ ζῷον θαλάσσιον λάρῳ πολεμοῦν. φιλεῖ δέ, φασί, τροφὴν συνάγειν καὶ φυλάσσειν ἐπὶ τοῖς κάρφεσιν εἰς χορηγίαν τοῖς νεοσσοῖς. Τανυπτέρυγα δέ φησι τὴν μεγαλοπτέρυγον. Τὸ δὲ κατὰ κλαγγὴν "λιγύφωνον" ἴδιόν ἐστι τῶν ἀετωδῶν.

(v. 351) Ἐν δὲ τῷ "οὐρανοῦ ἐκκατέπαλτο δι' αἰθέρος" σαφῶς ἐκφαίνει ὑπερκεῖσθαι τοῦ αἰθέρος τὸν οὐρανόν, οὐχ' ἁπλῶς μέντοι τὸν εἰς ἀέρα μεταλαμβανόμενον, ἀλλὰ τὴν ἐξωτάτω ἀπλανῆ σφαῖραν.

(v. 354) Ὅρα δὲ καὶ ὡς οὐ μόνον εὐθεῖα ἄτερπος, ὡς δηλοῖ τὸ "ἀτέρπου ὀϊζύος", ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ ἡ ἀτερπής.

(v. 359-364) Ὅτι αἵτινες "τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα" εἰς νιφάδας τῷ ποιητῇ παραβάλλονται οὕτως "ὡς δ' ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται ψυχραὶ ὑπὸ ῥιπῆς" ἢ "ὑπαὶ ῥιπῆς", "αἰθρηγενέος Βορέαο, ὣς τότε ταρφειαί", καὶ ἑξῆς, ὡς γέγραπται. ["Αἴγλη δέ", φησίν,] "οὐρανὸν ἷκεν", ἡ τῶν ὅπλων δηλαδή, "γέλασε δὲ πᾶσα περιχθών", ὡς οἷά τις ἔμψυχος, χαλκοῦ ὑπὸ στεροπῆς. ὑπὸ δὲ κτύπος ὤρνυτο ποσὶν ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς". Καὶ ὅρα ὅτι τέσσαρα εἴδη ὅπλων ὀνομάσας μετὰ ἐπιθέτων αὐτὰ προήγαγεν, ὡς ἀνωτέρω ἔκκειται, ἐναβρυνόμενος οὕτω καὶ τοῖς πράγμασι συνεξωραϊζόμενος καὶ συνεξαλλοιώσας τὴν φράσιν τῷ καιρῷ.

(v. 357) Ὅτι δὲ τάρφος τὸ καθ' ὕλην κυρίως δάσος, καὶ ἀπ' αὐτοῦ ταρφύ ταρφέος, τὸ πυκνόν, ἐξ οὗ καὶ τὸ ταρφειόν, δεδήλωται, ὁμοίως καὶ ὅτι ἐκ τοῦ τρέφειν τὸ τάρφος. Τὸ δὲ "Διὸς ἐκποτέονται", ἀντὶ τοῦ ἐξ ἀέρος, οὗ βέλη τὰ τοιαῦτα ὡς οἷον πτερόεντα, καθὰ δηλοῖ τὸ "νιφάδες ἐκποτέονται", περὶ οὗ σαφῶς ἀλλαχοῦ προγέγραπται. ἃ δὴ βέλη καὶ διόβολα συνθέτως λέγοιντ' ἄν, ὡς εἰκός, κατὰ τὸν Σοφοκλῆν [343] εἰπεῖν, ἐξ ὧν τις καὶ εἰς ἀλληγορίαν τῆς τοῦ Διὸς αἰγίδος ἐναχθήσεται. [Ὅρα δὲ ὅτι τοῦ "ἐκπωτῶνται" μεγεθύνοντος τὴν πω συλλαβὴν διὰ τὸ εἶναι δευτέρας συζυγίας τῶν περισπωμένων, τὸ "ἐκποτέονται" συστέλλει αὐτήν, πρώτης αὐτὸ συζυγίας ὄν. τοιοῦτον δὲ καὶ τὸ τρωπῶν καὶ τροπέων, καὶ εἴ που ἄλλα τινὰ ὅμοια.]

(v. 358) Τῆς δὲ ῥιπῆς οὐκ ἔστι καιριωτέραν ἐνταῦθα λέξιν εὑρέσθαι, ὥσπερ οὐδὲ τοῦ νηῶν ἐκφορεῖσθαι, ἤγουν ἐκφέρεσθαι. διὸ καὶ ἐκράτησεν ἡ λέξις καὶ παρὰ τοῖς τοῦ δήμου ἀνδράσιν ἕως καὶ νῦν.

(v. 361) Κραταιγύαλοι δὲ οἱ κραταιοῦντες τὰ γυῖα τῶν ὁπλιτῶν, ἢ κραταιὰ γύαλα ἔχοντες, ἤγουν κοιλώματα, ὡς εἴρηται καὶ ἀλλαχοῦ. [Ἀναλογία δὲ τῆς τοιαύτης συνθέσεως κατὰ τὸ ἐν Ὀδυσσείᾳ κραταίπεδον.]

(v. 362) Τὸ δὲ "αἴγλη δ' οὐρανὸν ἷκεν" τεραστίως εἴρηται, εἴπερ ἄλλως μὲν ἄνωθεν τὰ περὶ γῆν καταλάμπεται κατὰ τὸ "οὐρανόθεν δ' ὑπερράγη ἄσπετος αἰθήρ", ἐνταῦθα δὲ κάτωθεν "αἴγλη οὐρανὸν ἷκεν", ᾧ σύμφωνον καὶ ἐν τοῖς ἑξῆς τὸ ἐκ τοῦ σάκους σέλας εἰς αἰθέρα ἱκνούμενον. Τὸ δὲ "γέλασε χθών", περὶ οὗ καὶ αὐτοῦ προείρηται, ἀντὶ τοῦ λαμπρὸν περιήστραψε καὶ ἱλαρόν, ὥστε τῇ διαστίλψει διάχυσιν ἀέρος γενέσθαι, ὃ καὶ ὁ γέλως περὶ τὸν ἄνθρωπον ποιεῖ διαχέων αὐτόν. Ὅτι δὲ καὶ ἐπὶ θαλάσσης ῥητέος ὁ γέλως τροπικῶς, ὁ Κίλιξ δηλοῖ ποιητής. ἐδηλώθη δέ που καὶ ὅτι ὃ περὶ τὸν θεατὴν ἄνθρωπον ἐν τοῖς τοιούτοις γίνεται, τῇ γῇ Ὅμηρος ἐπωνόμασε, καὶ ἐπὶ τῷ πράγματι τῷ διαχέοντι τὸν βλέποντα τῇ στιλβηδόνι, ὑφ' ἧς καὶ ἡ γῆ λάμπεται, γελᾶν λέγει τὴν γῆν. οὕτω καὶ θώρακες γανόωντες καὶ κόρυθες γανόωσαι, οὐχ' ὅτι αὐτοί, ἀλλ' ὅτι ὁ θεατὴς γάνυται. τὸ δὲ γανοῦσθαι λαβοῦσα ἐξ Ὁμήρου καὶ ἡ χυδαία γλῶσσα ἐπιλέγει αὐτὸ χαλκώμασιν, ἃ κασσίτερος ἀλείφων χρῴζει πρὸς ἀργυρωμάτων ὑπόκρισιν. γεγανωμένα γὰρ διὰ τὴν αὐτὴν αἰτίαν λέγεται καὶ αὐτά.

(v. 365) Ὅτι τὸ "τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλεν" ἠθέτηται. γελοῖον γάρ φασιν οὕτω πάσχειν καὶ οἷον βρυχᾶσθαι τὸν Ἀχιλλέα.

(v. 365-367) Τὸ μέντοι ἐπαγόμενον "τὼ δέ οἱ ὄσσε λαμπέσθην ὡσεὶ πυρὸς σέλας" καὶ τὰ ἑξῆς, ἐπαινεῖται ὡς εὖ πάνυ ἔχον. δῆλον δὲ ὅτι ἐνταῦθα παραπεποίηται εἰς τὸ σαφέστερον τὸ "πυρὶ λαμπετόωντι ἐΐκτην". Σημείωσαι δὲ [344] ὅτι ὁ μὲν Δόλων ἐβάμβαινε δειλιῶν, Ἀχιλλεὺς δὲ καναχὴν ὀδόντων ἔχει πάνυ θυμούμενος καὶ ὥσπερ πρίων αὐτούς. ἄλλος δ' ἂν εἴποι τις κοινότερον τρίζων. καὶ παρέπεται ἀληθῶς καὶ τοῦτο τοῖς ἄγαν θυμουμένοις, ὡς καὶ ἐνταῦθα ὁ Ἀχιλλεύς.

(v. 366 s.) Περὶ οὗ φησιν "ἐν δέ οἱ ἦτορ δῦν' ἄχος ἄτλητον". ἔνθα κεῖταί τι καὶ ὡς ἀντίθετον.

(v. 367 s.) Ἐπάγει γὰρ "ὃ δ' ἄρα Τρωσὶ μενεαίνων δύσετο δῶρα θεοῖο", ἵνα τὸ μὲν ἦτορ αὐτοῦ δύηται ἄχος, αὐτὸς δὲ δύσηται τὰ ἡφαιστότευκτα ὅπλα. ἔστι δὲ τὸ "δύσετο δῶρα θεοῦ" περίφρασις τοῦ θωρήξατο ἢ ὡπλίσατο ἤ τινος τοιούτου. Τὸ δὲ "δῶρα θεοῦ" διασαφῶν ἐπιφέρει "τά οἱ Ἥφαιστος κάμε τεύχων".

(v. 373 s. et 380) Ὅτι τοῦ σάκους τοῦ Ἀχιλλέως ἀπάνευθεν σέλας ἐγίνετο ἠΰτε μήνης, ὅ ἐστι σελήνης. καλεῖ δὲ αὐτὸ καὶ μέγα καὶ στιβαρὸν καὶ καλὸν καὶ δαιδάλεον, ἤγουν ὁποῖον ἂν Δαίδαλος ἐποίησεν, ὡς ἐντεῦθεν πάνυ σεμνύνεσθαι τὸν Δαίδαλον, εἰ κατὰ τὸν Ἥφαιστον οἶδε τεύχειν καὶ αὐτός. Διὰ τί δὲ καθὰ σελήνης εἶπε καὶ οὐχ' ἡλίου; ἢ πάντως διὰ τὴν τῷ σάκει ἐπιπολάζουσαν ἐκ διαφόρων ὑλῶν, ὡς εἰκός, ὕφεσιν τῆς ἡλιώδους χρυσέας λαμπρότητος. ἐπιφαίνονται γὰρ ὁμοίως καὶ τῷ τῆς σελήνης προσώπῳ φαντασίαι τινὲς μέλαιναι. Φράζει δὲ περὶ τοῦ σάκους οὕτως "αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε εἵλετο, τοῦ δ' ἀπάνευθε σέλας γένετ' ἠΰτε μήνης".

(v. 375-379) Εἶτα καταβὰς ἄνωθεν εἰς παραβολὴν περίγειον πλατύνει αὐτὴν καί φησιν ἐκ τοῦ αὐτοῦ σάκεος σέλας ἀποπάλλεσθαι εἰς αἰθέρα, "ὡς ὅτ' ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανείη καιομένου πυρός", ὅ ἐστι πυρσοῦ σωστικοῦ, "τὸ δὲ καίεται ὑψόθ' ὄρεσφιν σταθμῷ ἐν οἰοπόλῳ. τοὺς δ' οὐκ ἐθέλοντας ἄελλαι πόντον ἐπ' ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν. ὣς ἀπ' Ἀχιλλῆος σάκεος σέλας αἰθέρ' ἵκανεν", ὡς καὶ ἀνωτέρω ἐκ τῶν ῥηθέντων τευχέων αἴγλη οὐρανὸν ἷκεν. ἔστι δὲ ἡ παραβολὴ αὕτη τῷ σάκει προσφυεστέρα ἤπερ ἡ ἀνωτέρω κειμένη. μήνης μὲν γὰρ σέλας πᾶσιν ὁρᾶται, ὃ δὴ οὐκ ἔστι τοῦ σάκους, πυρσοῦ δὲ σέλας οὐ πᾶσιν, ἀλλὰ τοῖς παραπλέουσιν ἢ παροδεύουσι βλέπεται κατὰ τὸ σάκος, ὃ τούτοις ἢ ἐκείνοις παμφαίνει. ὁ δὲ κατ' ὄρος πυρσὸς οὗτος καὶ τὸ τοῦ ἥρωος ἐμφαίνει συλλογιστικῶς μέγεθος. Καὶ ὅρα ὅτι ἄλλος οὗτος πυρσὸς παρὰ τοὺς πρὸ μικροῦ ῥηθέντας νησιωτικούς. αὐτὸς γὰρ ἐν ὄρεσι καίεται σῴζων ναύτας, οὓς οὐκ [345] ἐθέλοντας ἄελλαι ἀφορίζουσιν. Ἰστέον δὲ ὅτι τὸ παρ' Ὁμήρῳ σέλας πυρός, ἤτοι πυρσόν, φανὸν οἱ νεώτεροι εἶπον Ἀττικοί. ὁ δ' αὐτὸς καὶ πανός, ἀπὸ τοῦ φαίνειν σχηματισθείς, φασί, κατὰ μεταβολὴν τοῦ φ, οἷον "πανοῦχον ἄξαντες φλόγα". ἦν δέ, φασί, δέσμη κληματίδων ὁ πανός, καὶ Ἀττικῶς φανός. ὃν δ' ἡμεῖς φανόν, λαμπτῆρα οἱ παλαιοὶ ἔλεγον.

(v. 375) Ἰστέον δὲ ὅτι καὶ τὸ "φανείη" ἐνταῦθά τινες τρέψαντες τὸ παραλῆγον ε ἐν δυσὶν η γράφουσιν.

(v. 377) Ὅτι δὲ σταθμὸς καὶ ἡ ἀγροτικὴ ἔπαυλις λέγεται, καὶ τί σημαίνει τὸ οἰοπόλος, προηρμήνευται.

(v. 380-383) Καὶ οὕτω μὲν τὸ σάκος Ὅμηρος ἐλάμπρυνε τῷ φίλῳ ἥρωϊ.

(v. 380) τὴν δὲ περικεφαλαίαν ἄλλως φωτίζει, εἰπὼν "περὶ δὲ τρυφάλειαν ἀείρας κρατὶ θέτο βριαρήν· ἣ δ' ἀστὴρ ὣς ἀπέλαμπεν ἵππουρις τρυφάλεια, περισείοντο δ' ἔθειραι χρύσειαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς", ἤγουν ἐνῆκε τῷ λόφῳ οἷόν τινας ξανθὰς τρίχας, ὃν δὴ λόφον καὶ αὐτὸν χρύσεον ἔφη πρὸ μικροῦ. Ὅρα δὲ ὅτι τὸ μὲν σάκος ὡρισμένως ὡμοίωσε πρὸς σελήνην, ἐπὶ δὲ τῆς τρυφαλείας ἀόριστος ἡ παραβολή. ἀστέρι γάρ τινι ἁπλῶς αὐτὴν εἴκασεν. Ἰστέον δὲ ὡς, εἴγε χρύσειαι ἦσαν αἱ τῆς [ῥηθείσης] τρυφαλείας ἔθειραι, οὐ κυρίως ἄρα ἵππουρις αὕτη ἐρρέθη, ἀλλὰ ῥιπτέον καὶ τὴν τοιαύτην ῥῆσιν εἰς τὸ "ἵπποι ἐβουκολοῦντο", καὶ "νέκταρ ἐῳνοχόει", καὶ τὰ λοιπά, περὶ ὧν προσεσημείωται. λέγοιτο γὰρ ἂν ἵππουρις αὕτη οὐ καθ' ἑαυτήν, ἀλλὰ διὰ τὸ κοινόν. αἱ γὰρ ἄλλαι τρυφάλειαι ἱππούριδες κοινῶς καὶ οὐ κατὰ ταύτην χρυσοέθειραι. [Ὁμώνυμος δὲ λέξις καὶ ἡ ἵππουρις. λέγεται γὰρ οὕτω καὶ βοτάνης εἶδος ἐοικυίας οὐρᾷ ἵππου. ὁ δέ γε ἵππουρος ἰχθύς, ὁ καὶ ἱππουρεύς, διὰ τί οὕτως ὀνομάζεται, ζητητέον ἑτέρωθι.]

(v. 384-385) Ὅτι "πειρήθη ἕο αὐτοῦ", ἤγουν ἑαυτοῦ, "ἐν ἔντεσι δῖος Ἀχιλλεύς, [346] εἴ οἱ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα", ἤτοι ἐὰν συνάλλεσθαι τοῖς ὅπλοις δύνηται.

(v. 386) Τῷ δέ, καίτοι γε βαρείας ὕλης ὄντα, ὅμως "εὖτε", ἤγουν καθάπερ, "πτερὰ γίνετο". πῶς, ὦ ποιητά, ὡς πτερὰ ἐγίνοντο; ἆρά γε ἀβαρῆ φαινόμενα; ναί, φησί, καὶ διὰ τοῦτο μέν, μάλιστα δέ, ἵνα ᾖ τερατωδέστερος ὁ λόγος, διὰ τὸ αἴρειν καὶ κουφίζειν τὸν ἥρωα ὡς ἐὰν καί τι πτερωτὸν τὰ πτερὰ τῇ φυσικῇ ἁρμονίᾳ. διὸ καὶ ἐπάγει, ἄειρε δὲ ποιμένα λαῶν, τῆς συμμετρίας, ὡς οἱ παλαιοί φασι, κοῦφα ποιούσης αὐτά, ὡς φέρειν μάλλον ἢ φέρεσθαι. μονονουχὶ τοίνυν λέγει ὡς χωρὶς τῶν ἀειρόντων τούτων ὅπλων οὐδ' ἂν ἔχοι κινηθῆναι εἰς μάχην ῥᾳδίως, ὡς οὐδὲ πτηνὸν ἄνευ πτερῶν.

(v. 387-391) Εἶτα ἐξεσπάσατο, φησί, τῆς σύριγγος Ἀχιλλεὺς "πατρῷον ἔγχος, βριθύ, μέγα, στιβαρόν", ὃ οὐκ ἠδύνατο ἄλλος πάλλειν, καὶ τὰ ἑξῆς, ὡς καὶ ἐν τῇ πῖ ῥαψῳδίᾳ εἴρηται. ἔστι δὲ καὶ ὧδε συλλογισμὸς Ὁμηρικός. συνακτέον γὰρ ἀνδρειότατον εἶναι καὶ τὸν Πηλέα, ὃς μόνος ἐκίνει τὴν μελίαν ταύτην λαβὼν δῶρον παρὰ Χείρωνος καὶ χρησάμενος ἐν νεότητι καθῆκεν εἰς διαδοχὴν τῷ Ἀχιλλεῖ.

(v. 387) Σύριγξ δὲ ὀπή τις ἐπιμήκης δοράτων φυλακτική, ἡ καὶ δουροδόκη. Σημείωσαι δὲ τὴν ὁμωνυμίαν τῆς σύριγγος. οὐ μόνον γὰρ σύριγξ ποιμενική, ἔτι δὲ καὶ ποδὸς ἕλκος, ὡς ὁ Θεόκριτος, καὶ ἐκ πόλεως κρυπτὸς ὑπόνομος κατάγων εἰς ὕδωρ, ἀλλ' ἰδοὺ καὶ αὕτη σύριγξ δουρατοδόχος. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς ὑπόνομος, ὁ καὶ ἔμβολος, συντεθεὶς ποιεῖ μὲν συριγγέμβολον, συγκοπεὶς δὲ διὰ τὸ δύσφωνον λέγεται τοῖς κοινολεκτοῦσι συρέμβολος, καθὰ καὶ τὸ τετράδραχμον τέτραχμον εὕρηται, καὶ ἄλλα δὲ ὁμοίως. οὕτω δὲ καὶ τὸν Ἀλκιμέδοντα κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν τὸν ἡνίοχον τοῦ Αὐτομέδοντος Ἄλκιμον ἐνταῦθα [347] εἶπε συγκόψας ὁ ποιητής. ἐρεῖ δὲ τὴν λέξιν οὕτω καὶ ἐν τοῖς ἑξῆς.

(v. 392 s.) Φησὶ γὰρ "ἵππους δ' Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφέποντες ζεύγνυον". ἴσως δὲ οὐ συνέκοψεν, ἀλλὰ διωνυμίαν ἐνέφηνε. δοκεῖ δὲ ἄλλως καὶ ὀκνῆσαι κάλλος νῦν περιθέσθαι τῇ φράσει διὰ τοῦ εἰπεῖν Αὐτομέδων τε καὶ Ἀλκιμέδων.

(v. 393 s.) Εἶτα ἐπάγει "ἀμφὶ δὲ καλὰ λέπαδν' ἔσαν, ἐν δὲ χαλινοὺς γαμφηλῇσιν ἔβαλον, κατὰ δ' ἡνία τεῖναν ὀπίσσω κολλητὸν ποτὶ δίφρον". ἐν οἷς λέπαδνα μὲν συνήθως οἱ καθιέμενοι κατὰ τῶν ἱππείων τραχήλων στήθειοι ἱμάντες, ὥς φασιν οἱ παλαιοί, ἀπὸ τοῦ λέπω, τὸ λεπίζω, πλατεῖς γάρ εἰσι. τινὲς δέ, ὡς καὶ αὐτὸ προείρηται, τοὺς τῶν ἵππων μασχαλιστῆρας οὕτω καλεῖσθαί φασι. Χαλινοὶ δὲ τὰ ἡνία, ἢ μάλλον ἄλλως, τὸ μὲν ἐντιθέμενον τῷ στόματι τοῦ ζῴου χαλινὸν λέγει, τοὺς δὲ ὀπίσω κατατεινομένους ῥυτῆρας ἡνία, παρὰ τὸ ἑνοῦν τοὺς ἵππους τοὺς ὑπὸ τῷ ἅρματι. Τὸ δὲ "ἔσαν" οὐ δασύνεταί ποθεν ἀλλὰ ψιλοῦται, δηλοῦν τὸ ἦσαν.

(v. 395-397) Ὅτι ἐν τῷ "ὃ δὲ μάστιγα φαεινὴν χειρὶ λαβὼν ἀραρυῖαν, ἐφ' ἵπποιϊν ἀνόρουσεν Αὐτομέδων" δηλοῖ χρῆναι καὶ ἡνιοχικῇ μάστιγι συμμετρίαν εἶναι, ὡς μήτε λεπτὴν μήτ' αὖ παχεῖαν εἶναι ὑπὲρ τὸ μέτρον, ἀλλὰ εὐάρμοστον τῇ χειρί.

(v. 397) Ὅτι τὸ "ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεύς", εἰς τὸ ἅρμα δηλαδή, τὸν παραιβάτην σαφῶς ἑρμηνεύει. ἔστι δὲ καὶ νῦν τὸ ὄπιθεν δίχα τοῦ σίγμα ἐξ ἀποβολῆς διὰ μέτρον.

(v. 398) Εἶτα ἐξαίρων διὰ παραβολῆς τὸν Ἀχιλλέα φησὶ· "τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ Ὑπερίων", ἤγουν ὡς ἥλιος ἀκάμας, μὴ εἰδὼς λέκτρον, ἀλλ' ἀκοιμήτως εἰλούμενος, ἢ μὴ ἐῶν ἡμᾶς λέγεσθαι, ἤγουν κοιμᾶσθαι. Σημείωσαι δὲ ὅτι [348] εὐτάκτως εἰς τὴν παραβολὴν ταύτην ἦλθεν ὁ ποιητής. εἰ γὰρ ὁ θώραξ τῷ Ἀχιλλεῖ φαεινότερος αὐγῆς πυρός, τὸ δὲ σέλας τοῦ σάκους ἦν ἠΰτε μήνης, καὶ ἡ κόρυς δὲ ἀπέλαμπεν ὡς ἀστήρ, αὐτὸς ὁ τὴν τοιαύτην πανοπλίαν ἔχων ἡλίῳ ἂν ἀκολούθως ἀπεικασθείη διὰ τὸ πολυσυγκρότητον τῆς λαμπρότητος. Ὅρα δὲ καὶ ὅτι τὰς λαμπρὰς ταύτας παραβολὰς συντομώτατα ἔφρασε, φυλάσσων οὕτω μάλλον αὐταῖς τὸ σεμνόν. Σημείωσαι δὲ καὶ ὅτι σαφέστερον τοῦ προρρηθέντος που "ὥς τ' ἠλέκτωρ ἐβεβήκει" τὸ "ὡς ἠλέκτωρ Ὑπερίων". ἐκεῖνο γὰρ εἶχέ τι ἀμφιβολίας, ὡς προδεδήλωται. Περὶ δὲ Ὑπερίονος ἐρρέθη καὶ ἐν Ὀδυσσείᾳ. νῦν δὲ συντομώτερον εἰπεῖν, ἰστέον καὶ ὅτι ὁ Παραβάτης ἀπὸ τοῦ πατρὸς Ὑπερίονα τὸν ἥλιον καλεῖ, ὥστε δυσὶ συλλαβαῖς τὸ πατρωνυμικὸν τοῦτο συγκοπὲν λείπεται τοῦ ἀπαθοῦς. Ὑπερίων μὲν γὰρ ὁ πατήρ, Ὑπεριονίδης δὲ ἑξασυλλάβως ὁ υἱὸς ἥλιος. ὁ δ' αὐτὸς ὁμοίως καὶ Ὑπεριονίων. ὁ τοίνυν Ὑπερι‹ονί›ων, συλλαβαῖς δυσὶ κολουσθείς, Ὑπερίων γέγονε. τοιοῦτον ἐδηλώθη καὶ τὸ "Ἀκτορίωνε Μολίονε". δύο γὰρ ἐκεῖθεν συλλαβαὶ ἀπῆλθον ἐκ τῆς Μολιονίων εὐθείας καὶ ἐποίησαν τὸ Μολίων, ἀφ' ἧς εὐθείας οἱ Μολίονες.

(v. 399) Ὅτι ἐνταῦθα πραγματικῶς δείκνυται ὁ Ἀχιλλεὺς δεινὸς καὶ "ἀναίτιον αἰτιάασθαι", ὃς "σμερδαλέον ἵπποισιν ἐκέκλετο πατρός", αἰτιώμενος αὐτοὺς ὡς μὴ περισωσαμένους τὸν Πάτροκλον, καὶ διαλεγόμενος αὐτοῖς ἀφελῶς καὶ βαρέως ὡς ἔμφροσι. Ποδάργης δὲ υἱοὶ οὗτοι, ὡς προείρηται. τούτων δὲ ὁ μὲν Ξάνθος ἔοικεν οὕτω λέγεσθαι ὡς τοιοῦτος τὴν χρόαν, ὁ δὲ ἕτερος Βαλίος, ὡς ταχὺς ἢ καὶ στικτὸς κατὰ τὰς βαλιὰς ἐλάφους. Καὶ ὅρα ὅτι τὰ μὲν ἐπίθετα ξανθὸς καὶ βαλιὸς ὀξυτόνως, τὰ δὲ οἷον κύρια βαρύνεται πρὸς διαστολήν.

(v. 400-403) Λαλεῖ δὲ ὁ [349] Ἀχιλλεὺς οὕτω "Ξάνθε τε καὶ Βαλίε, τηλεκλυτὰ τέκνα Ποδάργης, ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα ἂψ Δαναῶν ἐς ὅμιλον, ἐπεί χ' ἕομεν πολέμοιο, μηδ' ὡς Πάτροκλον λίπετ' αὐτόθι τεθνηῶτα". ἀγαθὴν δὲ καὶ νῦν ὁ Ἀχιλλεὺς ἐλπίδα προβέβληται, οὐχ' ὑπὲρ ἑαυτοῦ λαλῶν ἀλλ' ὑπὲρ ἡνιόχου. εἰ δὲ γράφει "σαωσέμεν ἡνιοχῆας", δῆλον ὅτι καὶ ἑαυτὸν συλλαλεῖ ὡς οἷα ἡνίοχον. προεδηλώθη γὰρ ὡς ἡνίοχος πολλαχοῦ καὶ ὁ παραιβάτης λέγεται. Τὸ δὲ "ἕομεν" γράφεται μάλιστα "ἑῶμεν" προπερισπωμένως, καὶ ἀπαρτίζει σπονδεῖον ἐν συνιζήσει τοῦ ε καὶ τοῦ ω. εἴληπται δὲ ἀντὶ τοῦ πληρωθῶμεν καὶ κορεσθῶμεν καὶ δασύνεται, ὡς δῆλον ἐκ τῆς συναλιφῆς τοῦ "ἐπεί χ' ἑῶμεν". Ἔστι δὲ αὐτοῦ πρωτότυπον θέμα τὸ ἕω, ἤγουν πληρῶ, ἐξ οὗ καὶ ὁ ὅλος. ἐκ δὲ τοῦ ἕω παράγωγον ἕημι, ἀφ' οὗ δεύτερος ἀόριστος παθητικὸς ὑποτακτικὸς ὧμεν, καὶ πλεονασμῷ τοῦ ε ἑῶμεν, ὡς ὡρῶμεν ἑωρῶμεν. ἀπὸ δὲ τοῦ ἕημι καὶ τὸ ἕντο γίνεται, οἷον "ἐξ ἔρον ἕντο", καὶ τὸ εἷναι, ἤτοι πληρῶσαι, οἷον "ἐξ ἔρον εἷναι", ὡς προείρηται.

(v. 408-417) Ὅτι ὁ Ξάνθος ἵππος αἰτιαθείς, ὡς εἴρηται, ὑπὸ τοῦ Ἀχιλλέως ἀπολογεῖται προσφθεγξάμενος. καὶ ἔστι μὲν μυθικὸς ὁ λόγος καὶ [350] πάντῃ τερατώδης. ἐτόλμησε δὲ κἀνταῦθα ὁ ποιητής, ἵνα τὸν μέγαν Ἀχιλλέα καὶ τοιούτοις ἵπποις κοσμήσῃ κατ' ἐξαίρετον, οἳ οὐ μόνον θεῖοι, καθάπερ καὶ οἱ Τρώϊοι, ἀλλὰ καὶ αὐδήεντες, ὁποῖοι οὐκ ἦσαν ἕτεροι οὐδ' ἂν εἶεν.

(v. 405 s.) Καὶ μὴν καὶ ἄλλως, ὡς ἐξὸν ἦν, ὁ ποιητὴς προεθεράπευσεν αὐτό, ἐν οἷς θείους τε εἶπε τὸν Ξάνθον καὶ τὸν Βαλίον εἶναι καὶ Ποδάργης τέκνα, καὶ κλαίοντας ἐπὶ τῷ Πατρόκλῳ πεποίηκεν ὡς οἷα λογικούς, καὶ τῷ Διῒ ὄντας ἐν λόγῳ. Ἐφ' οἷς λοιπὸν ἱστορεῖ καὶ ὅτι Ξάνθος παρέκλινε τὴν κεφαλήν, ὥστε πᾶσαν τὴν χαίτην τῆς ζεύγλης ἐκπεσεῖν καὶ τῇ γῇ πελάσαι, καὶ οὕτως ἐπιστρέψας ἑαυτὸν ὥστε ἀντίος γενέσθαι κατὰ πρόσωπον τῷ Ἀχιλλεῖ ἄλλα τε εἶπεν ἀπολογούμενος πρὸς τὴν τοῦ Ἀχιλλέως αἰτίασιν, καὶ ἀσαφῆ δὲ χρησμὸν προεῖπεν, ὡς ὁ Ἀχιλλεὺς θεῷ καὶ ἀνδρὶ δαμασθήσεται.

(v. 407) Ἔτι δὲ καὶ ἄλλως ὁ ποιητὴς ἐπιδιορθοῦται τὸ τέρας τοῦτο τοῦ μύθου, τῇ παρενθέσει τῆς Ἥρας, θείου τούτου προσώπου οἵου τε ὄντος ταῦτα ποιεῖν, ἥτις αὐδὴν τῷ Ξάνθῳ ἐνέθετο, ὡς φωνῇ ἀνθρωπίνῃ χρήσασθαι. αὐδὴ γάρ ἐστι λογικοῦ ζῴου φωνή. Καὶ ὅρα τὸ πιθανὸν καὶ ἐνταῦθα τοῦ μύθου. τῷ ὄντι γάρ, εἴπερ ἐλάλησεν ὁ Ξάνθος, ὥς που καὶ ὁ τοῦ Φρίξου κριός, δι' Ἥρας ἂν ἐφώνησεν, ἤγουν δι' ἀέρος. αὐδὴ γὰρ ἀέρος ἐστὶ ποιὰ πληγή. καὶ ταῦτα μὲν τὰ τοῦ μύθου. θεραπεία δὲ τούτων τοιαύτη τις. ἴσως ἀφελῶς οὕτω προσφωνήσας τοὺς ἵππους ὁ Ἀχιλλεύς, ἰδὼν δὲ τὸν Ξάνθον σχηματισθέντα πως ὡς πρὸς ἀντιλογίας ὁμοιότητα ἢ καί, ὡς εἰκός, κατὰ χρεμετισμὸν ὑποφωνήσαντα καὶ φθεγξάμενον τοῦτο δὴ τὸ τοῦ Ἡροδότου, εἰπόντος, ὅτου ἂν ὁ ἵππος ἡλίου ἐπανατείλαντος πρῶτος φθέγξηται, ἐτεκμήρατό τι ἐντεῦθεν μάντευμα τεχνικῶς περὶ ἑαυτοῦ, ὥς που καὶ ὁ παρὰ Σοφοκλεῖ Τειρεσίας ἀπὸ οἰωνῶν κλαγγῆς οἰωνίζεται. καὶ τοῦτό ἐστιν ἡ τοῦ Ξάνθου ἵππου αὐδή, ἡ συμβολικὴ τοῦ μέλλοντος δήλωσις καὶ ὡς εἰπεῖν πρόρρησις ἢ πρόσφθεγξις [ἢ φθογγή, καθότι καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ τὴν φθογγὴν καὶ ἐπὶ θρεμμάτων τίθησι.] Διόδωρος δὲ λέγει κατὰ μυθικὴν ἱστορίαν Ξάνθον καὶ Βαλίον Τιτᾶνας εἶναι πρότερον, βοηθῆσαι δὲ τῷ Διΐ, Ξάνθον μέν, Ποσειδῶνος ἑταῖρον ὄντα, Βαλίον δέ, Διός, καὶ ἐν τῇ μάχῃ ἀξιῶσαι μεταθέσθαι τὴν μορφήν, οἷα αἰδουμένους ὁρᾶσθαι ὑπὸ τῶν ὁμογενῶν Τιτάνων, καὶ γενέσθαι τὴν αὐτῶν ἀξίωσιν. καὶ εἶναι τούτους τοὺς τῷ Πηλεῖ δοθέντας. διό, φησί, καὶ Ξάνθος [351] μαντεύεται Ἀχιλλεῖ τὸν θάνατον. Ἴδε δὲ περιπέτειαν ἀστείαν καὶ καινήν, εἰ μὴ μόνον ὁ Ξάνθος νῦν οὗτος, ἀλλὰ καὶ ἕτερος Ξάνθος φωνήεις γίνεται τῷ Ἀχιλλεῖ ἐν τοῖς ἑξῆς, ἤγουν ὁ Σκάμανδρος ποταμός, ὁ καὶ Ξάνθος λεγόμενος. καὶ οὗτος μὲν σώσειν λέγει τὸν Ἀχιλλέα κατὰ σχῆμα προαναφωνήσεως καὶ ποιεῖ τοῦτο, ἐκεῖνος δὲ παρὰ μικρὸν ἄγει κινδύνου τὸν ἥρωα. αἰτιῶνται δέ τινες ἐνταῦθα τὸν Ὅμηρον εἰπόντα, ὡς ἡ μὲν Ἥρα αὐδήεντα ἔθηκε τὸν Ξάνθον, αἱ δὲ Ἐριννύες ἐπέσχον αὐτῷ τὴν αὐδήν, οὐ μὴν ἡ αὐτὴ Ἥρα. τὸ δέ ἐστιν ὄντως φιλόσοφον. ἀπίθανον γὰρ ἄλλως εἰπεῖν. ἐπεὶ πῶς ἂν ἡ Ἥρα ἐπίσχοι τὴν αὐδήν, ἥτις φωνῆς μᾶλλόν ἐστιν αἰτία; ἐντεῦθεν δὲ δῆλον καὶ ὅτι ἡ τοῦ λόγου ἐποχὴ ἐριννυῶδές ἐστι κακόν.

(v. 416 s.) Ὅρα δὲ ὅπως καὶ ἐνταῦθα τὸν θάνατόν τε τοῦ Ἀχιλλέως παρελάλησεν ὁ ποιητὴς ὡς ἐν παρόδῳ, καὶ ὅτι ἐσέμνυνεν αὐτόν, εἴγε μὴ ἀνδρὶ μόνῳ δαμασθήσεται, ἀλλὰ καὶ θεῷ. λέγεται γὰρ τοξευθῆναι ὑπὸ Ἀπόλλωνος. καὶ ὥσπερ τὸν Πάτροκλον ὁ Ἀπόλλων κτείνας Ἕκτορι κῦδος ἔδωκεν, ὥς φησιν ὁ ποιητής, οὕτω καὶ τὸν Ἀχιλλέα βαλὼν αὐτὸς ὅμως Ἀλεξάνδρῳ τὴν βολὴν ἐπεκήρυξεν εἰς κῦδος ἐκείνου.

(v. 404-418) Φράζει δ' ἐν τούτοις Ὅμηρος οὕτω "τὸν δ' ἂρ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος Ξάνθος· ἄφαρ δ' ἤμυσε καρήατι, πᾶσα δὲ χαίτη ζεύγλης ἐξεριποῦσα περὶ ζυγὸν οὖδας ἵκανεν· αὐδήεντα δ' ἔθηκε θεὰ λευκώλενος Ἥρη· καὶ λίην σ' ἔτι νῦν γε σαώσομεν, ὄβριμ' Ἀχιλλεῦ, ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον, οὐδέ τοι ἡμεῖς αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ μοῖρα κραταιή. οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε Τρῶες ἀπ' ὤμοιϊν Πατρόκλου τεύχε' ἕλοντο· ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, ἔκταν' ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, ἥν περ ἐλαφροτάτην φάσ' ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι. ὣς ἄρα φωνήσαντος Ἐριννύες ἔσχεθον αὐδήν".

(v. 408 s.) Ἰστέον δὲ ὡς ὀλιγοχρόνιον βοήθειαν ἐπὶ ὑγείᾳ δηλοῖ τὸ "καὶ λίαν σε ἔτι νῦν γε σαώσομεν, ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον".

(v. 411 s.) Σπουδῆς δὲ ἐνδεικτικὸν τὸ "οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε" τόδε τι γέγονεν. (`415 s.) Ἔπαινος δὲ ἵππων τὸ ἅμα πνοιῇ Ζεφύροιο θέειν.

(v. 404) Τὸ δὲ "πόδας αἰόλος" πρὸς διαστολὴν ἐρρέθη τῶν ἄλλων σημαινομένων τοῦ αἰόλος.

(v. 405) Τὸ δὲ ἄφαρ, ὅ ἐστι ταχὺ καὶ εὐθέως, [352] οὕτως ἐτρίβη πρὸς κοινότητα τὴν ἀπὸ συνηθείας, ὥστε τινὲς τῶν πολλῶν τὸν αὐτοσχέδιον ζωμὸν ἀφαρόζωμόν φασιν, ὡς εἴ τις εἴπῃ, ταχύζωμον, εὐθύζωμον. Τὸ δὲ "ἤμυσε καρήατι" διέσταλται τῆς καθ' ὅλον σῶμα κατακλίσεως. ἔστι δὲ ὅμοιον πρὸς τὸ "ἐπεί τ' ἠμύει ἀσταχύεσσιν". ὡς γὰρ λήϊον ἠμύει ἀστάχυσιν, οὕτω νῦν ὁ Ξάνθος τῇ κεφαλῇ, ἄνω μὲν τρέψας τὸ στόμα, κάτω δὲ ἀφεὶς εἰς γῆν ἱκέσθαι τὴν χαίτην, ἐκπεσοῦσαν τῆς κατὰ τὸν ζυγὸν ζεύγλης, ἐν ᾗ πλεονάζει τὸ λ, ὡς δηλοῖ καὶ τὸ ζεῦγος δίχα τοῦ λ προφερόμενον.

(v. 411) Ἡ δὲ βραδυτὴς καὶ ἡ νωχελία ταὐτολογοῦνται. [Ἶσον δὲ αὐταῖς δύναται καὶ ἡματίη, γενομένη ἐκ τοῦ ματᾶν, ἐξ οὗ τὸ ματῆσαι, περὶ οὗ προγέγραπται.]

(v. 413) Τὸ δὲ θεῶν ἄριστον τὸν Ἀπόλλωνα εἰπεῖν τῇ τῶν ἵππων ἀφελείᾳ δοτέον. [Κυρίως γὰρ ὁ τοῦ μύθου Ζεὺς τοιοῦτος, θεῶν γὰρ ἐκεῖνος ἄριστος καὶ ὕπατος. Τὸ δὲ "ὤριστος" κέκραται κατὰ τὸ ἑωϋτοῦ. ἔστι γὰρ ἐκεῖνο ἕο αὐτοῦ, καὶ κράσει τοῦ ο καὶ α εἰς ω μέγα γίνεται ἑωυτοῦ, καὶ διαλύσει ἑωϋτοῦ.]

(v. 415 s.) Σημείωσαι δὲ ὅτι καλῶς ὁ ποιητὴς διὰ τοῦ Ξάνθου φιλοσοφεῖ ἐλαφροτάτην εἶναι τὴν τοῦ Ζεφύρου πνοήν. τοιοῦτος γὰρ ὁ Ζέφυρος διὰ τὸ μὴ κάθυγρος εἶναι, ὁποῖος ὁ Νότος. ἔστι δὲ ἀφορμή τις τοῦτο εἰς ἀλληγορίαν τοῦ Ποδάργης τέκνα λέγεσθαι τοὺς ἵππους τοῦ Ἀχιλλέως, ὡς ποδηνέμους, ὅπερ ἐνέφηνε καὶ διὰ τοῦ εἰπεῖν τὸν Ξάνθον "πόδας αἰόλον", ὅπερ ἐστὶ ταὐτὸν τῷ πόδαργον καὶ ἐκ Ποδάργης.

(v. 420-423) Ὅτι ὁ ἀκαίρως ἀκούων παρά τινος ὡς τεθνήξεται, σπεύδων δὲ ὅμως εἰς ἔργον, εἴποι ἂν τὸ τοῦ Ἀχιλλέως πρὸς Ξάνθον "ὦ δεῖνα, τί μοι θάνατον [353] μαντεύεαι; οὐδέ τί σε χρή. εὖ νύ τοι οἶδα καὶ αὐτός· ἀλλὰ καὶ ἔμπης οὐ λήξω". Σημείωσαι δὲ ὡς πάνυ εὐθαρσὴς εἰς κίνδυνον ὁ Ἀχιλλεύς, οἷα εὐκλείας ἐφιέμενος τῆς μετὰ θάνατον, ὃς οἶδα μέν, φησίν, ὅτι μοι μόρος, ἤγουν μοῖρα, ἐστὶν "ἐνθάδ' ὀλέσθαι νόσφι φίλου πατρὸς καὶ μητέρος", καὶ "ὅμως οὐ λήξω πρὶν Τρῶας ἄδην ἐλάσω", ἢ μᾶλλον ἐλάσαι, "πολέμοιο". Καὶ σημείωσαι ὅτι καὶ ὧδε ὁ ποιητὴς τὸ ἄδην, ὅ ἐστι δαψιλῶς, δι' ἑνὸς γράφει δ συστέλλων τὸ δίχρονον. Ὅρα δὲ καὶ ἐνταῦθα, ὅτι τὴν ἀγαθὴν ἐλπίδα φανερῶς, εἴπερ τις ἄλλος, προβεβλημένος ὁ Ἀχιλλεὺς μάχεται.

(v. 423) Τὸ δὲ "ἄδην ἐλάσαι πολέμοιο" παρῳδίαν ἐν Ὀδυσσείᾳ ἔχει τὸ "ἄδην ἐλάαν κακότητος".

ΕΚ ΤΩΝ ΤΗΣ Υ

   [354] Ὅτι θεῶν μάχη τὸ γράμμα τῆς παρούσης ῥαψῳδίας ἐπιγέγραπται. ἡ δὲ ἔμμετρος ἐπιγραφὴ αὕτη· ῦ, μακάρων ἐνοπὴ καὶ φύλοπις οὐρανιώνων. καὶ ἄλλως δέ· ῦ, μακάρων ἔρις ὦρτο, φέρει δ' ἐπὶ κάρτος Ἀχαιοῖς. [Ὅτι δὲ τὸ υ στοιχεῖον ὒμ λέγουσιν οἱ Αἰολεῖς μετὰ ψιλῆς οἰκείῳ ἔθει, ψιλωτικοὶ γάρ εἰσιν ἐπὶ πᾶσιν, ὑπὸ τῶν εἰδότων πᾶσι παραδέδοται.]

(v. 12) Ὅτι ἐνδιαθέτως ὁ ποιητὴς ἐνταῦθα τὸν λόγον ἀποστρέψας πρὸς Ἀχιλλέα ὡς προσφωνεῖσθαι ὑπὸ τῆς Μούσης ἄξιον, φησὶν "ὣς οἳ μὲν παρὰ νηυσὶν θωρήσσοντο ἀμφὶ σέ, Πηλέος υἱέ, μάχης ἀκόρητον Ἀχαιοί". Καὶ ὅρα ὅτι ἐν μὲν τῇ α΄ ῥαψῳδίᾳ περιφράσας ὁ Ἀγαμέμνων ἔφη πρὸς Ἀχιλλέα "αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε", ἐνταῦθα δὲ συντομώτατα φράζων μάχης ἀκόρητον αὐτὸς ὁ ποιητὴς αὐτὸν λέγει. Καὶ σημείωσαι ὅτι, ὅπερ ἐπὶ Τρώων φθάσας εἰς ψόγον ἔφη τὸ μάχης ἀκορήτους ἐκείνους εἶναι, τοῦτο ἐνταῦθα ἐπὶ ἐπαίνου ὁ ἀμφίγλωσσος Ὅμηρος εἴληφε. καὶ οὐ θαυμαστόν. οὐ γὰρ ἀεὶ ὁ Ἀχιλλεὺς τοιοῦτος οὐδὲ ἀεὶ φίλη αὐτῷ ἡ ἔρις κατὰ τὸν διαβαλόντα βασιλέα, διὰ δὲ τὴν ἐπὶ τῷ Πατρόκλῳ ἄμυναν ἄρτι μάχης ἐστὶν ἀκόρητος. [Ἰστέον δὲ ὅτι τό, ὡς εἴρηται, Ὁμηρικὸν δίγλωσσον [355] πρῶτα μὲν ἐν λέξεσι θεωρεῖται, οἷον "ὃν Βριάρεων καλέουσι θεοί", Αἰγαίωνα δὲ ἄνδρες, καὶ "χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν", ὡς Ὁμήρου δῆθεν καὶ τὴν θεῖαν εἰδότος γλῶσσαν ὡς καὶ τὴν κατ' ἀνθρώπους. πρὸς ὅπερ ἀστεϊζόμενος Φιλόξενος ὁ Κυθήριος καὶ εἰπὼν λιπαραυγεῖς πορθμίδας πολλῶν ἀγαθῶν γεμούσας, ἐπάγει Ὁμηρικῶς "τὰς ἐφημέριοι καλέοντι", ἤγουν καλοῦσι, "τραπέζας, ἀθάνατοι δέ τε Ἀμαλθείας κέρας". εἶτα φαίνεται τὸ ῥηθὲν δίγλωσσον καὶ ἐν ἐννοίαις δοκούσαις διαφέρεσθαι, ὡς νῦν ὁ Ἀχιλλεὺς μάχης εἶναι ἀκόρεστος εὐλογεῖται, καίτοι τῶν Τρώων δι' αὐτὸ τοῦτο κακολογηθέντων. τοῦτο δὲ καὶ ἐν πολλοῖς ἄλλοις δεινῶς ὁ ποιητὴς μεθοδεύει. καὶ ζηλοῦσι τοῦτο μάλιστα μὲν οἱ διαλεκτικοί, ὧν καὶ Ζήνων ὁ περιᾳδόμενος, καὶ οἱ ἐφεκτικοί, καὶ ὁ τὰ Δικτυακὰ δὲ μελετήσας, ὧν σκοπὸς τὰ ἀντικείμενα κατασκευάζειν, οἷον· λουστέον τὸν πυρέττοντα διὰ τὰ καὶ τά, καὶ αὖ πάλιν· μὴ λουστέον τὸν πυρέττοντα διὰ τὰ καὶ τά. τὸ τοιοῦτον δίγλωσσον ἐν πολλοῖς ῥητορικώτερον καὶ Εὐριπίδης ἐπιτηδευόμενός φησί που τὸ "ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων ἀγῶνα θεῖτ' ἄν, εἰ λέγειν εἴη σοφός".]

(v. 46) Ὅτι καὶ Ἀχιλλέως ἐξιέναι μέλλοντος εἰς πόλεμον καθίζει θεῶν ἀγορὰν ὁ ποιητὴς ὑπὸ τῷ Διΐ, κελεύοντι διὰ τῆς Θέμιδος πάντας φοιτᾶν εἰς αὐτὸν ὡς ἐπὶ μεγίστῳ τινὶ πράγματι. καὶ Ζεὺς μὲν "Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι κρατὸς ἀπ' Οὐλύμποιο πολυπτύχου· ἣ δ' ἄρα πάντῃ φοιτήσασα" ἐποίει τὸ κελευσθέν. πάνυ δὲ μεγαλοπρεπῶς ὁ ποιητὴς καὶ ἐν τούτοις ἐξαίρει τὴν Ἀχιλλέως ἔξοδον, [356] εἴπερ ἐκκλησίαν τοιαύτην συνήγαγε δι' αὐτόν. Ὅρα δὲ ὅτι ταῖς μὲν ἀγγελίαις ἡ Ἶρις ὑπουργεῖ καὶ ὁ Ἑρμῆς. νῦν μέντοι ὡς νομιμωτάτης, φασίν, ἐσομένης τῆς ἀγορᾶς, καὶ τέλος ἐπιθεῖναι μελλούσης μεγάλοις πράγμασιν ‑ ἡ ψῆφος γὰρ τοῖς ἅρπαξι καὶ ἐπιόρκοις Τρωσὶ τελεία ἐπενεχθήσεται ‑ τῇ Θέμιδι ὁ Ζεὺς πρὸς τὴν σύγκλητον χρῆται, ἥτις ἡ αὐτὴ οὖσα τῷ θεσμῷ καὶ τῇ δίκῃ ἀγορὰς λύει τε καὶ καθίζει κατὰ τὴν ποίησιν.

(v. 79) Λέγει δὲ ὁ ποιητὴς καὶ ὅτι "οὔτε τις οὖν ποταμῶν ἀπέην", τῆς ἄνω δηλαδὴ ἀγορᾶς, "νόσφ' Ὠκεανοῖο, οὔτ' ἄρα νυμφάων, ταί τ' ἄλσεα καλὰ νέμονται καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα". διὰ τί; διότι ἀλληγορικῶς καὶ αἱ τῶν ποταμῶν ἀρχαὶ καὶ αἱ τῶν πηγῶν καὶ αἱ τῶν ἑλῶν ‑ τοιαῦτα γὰρ τὰ πίσεα ‑ , ναὶ μέντοι καὶ αἱ τῶν ἀλληγορουμένων νυμφῶν, περὶ ὧν ἐν ἄλλοις ἐρρέθη, ἐκ τοῦ ἄνω Διός, τουτέστιν ἐκ τοῦ ὑψηλοῦ ἀέρος εἰσίν, ἐξ οὗ καὶ οἱ διϊπετεῖς παρονομάζονται ποταμοί.

(v. 13 s.) Καὶ Ποσειδῶν δέ, φησίν, οὐδ' αὐτὸς νηκούστησεν, ἤγουν ἀνήκοος γέγονε, θεᾶς τῆς Θέμιδος, "ἀλλ' ἐξ ἁλὸς ἦλθε μετ' αὐτούς", ἤγουν εἰς αὐτοὺς τοὺς ἄνω ἠθροισμένους. αἴρεται γάρ τι καὶ τοῦ κατὰ Ποσειδῶνα θαλαττίου ὕδατος, ὑψοῦ ἀναθυμιώμενον.

(v. 15) Ὃς καὶ ἷζε, φησίν, ἐν μέσοισι, πιθανῶς. οἰκεῖος γὰρ ὁ μέσος τόπος τῷ Ποσειδῶνι, ὃς εἰς ὕδωρ ἀλληγορούμενος τῇ γῇ τῇ τοῦ παντὸς μεσαιτάτῃ συνεσφαίρωται.

(v. 7) Ὠκεανὸς δέ γε οὐ πάρεστι, διότι εἰς τὸν ὁρίζοντα ἡ ἀκριβὴς αὐτὸν ἀνάγει θεωρία τὸν ἀποτέμνοντα τὸ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν ἡμισφαίριον. διὸ οὐκ ἐγχωρεῖ τὸν τοιοῦτον Ὠκεανὸν ὁμοίως τοῖς ἄλλοις ἄνω γενέσθαι, ὑπεραναβάντα τὸ διαιρούμενον. εἰ δὲ καὶ ὡς ὕδωρ στοιχειακῶς θεωροίη τις τὸν Ὠκεανόν, οὐδ' οὕτω δύναται ἄνω γενέσθαι τῇ ὁλότητι, ἀλλά τι μὲν αὐτοῦ ἄνεισι, διὰ ἀναθυμιάσεων δηλαδή, ἃς ὁ Ποσειδῶν ὑποδηλοῖ, ἐξ ὧν οἱ ποταμοὶ καὶ αἱ πηγαὶ καὶ τὰ πίσεα καὶ αἱ νύμφαι, οὐ μὴν δὲ καὶ ἡ πᾶσα τοῦ στοιχείου ὁλότης ἄνω γίνεται. τοῦτο γὰρ ἀδύνατον. καὶ οὕτω μὲν κατὰ [357] ἀναγωγήν. μυθικῶς μέντοι ἀποδημεῖ τῆς ἐκκλησίας ὁ Ὠκεανὸς ὡς πρόγονος θεῶν, ἵνα μὴ παρείη τῷ τῶν ἀπογόνων πολέμῳ. θεῶν γὰρ μάχην τὴν ῥαψῳδίαν ταύτην ὁ ποιητὴς παραδίδωσι καὶ οἱ παλαιοὶ ἐπιγράφουσι. καὶ περὶ μὲν τούτων ταῦτα. Περὶ δὲ τῆς Γῆς εἰ καὶ μηδὲν ὁ ποιητὴς διορίζεται, ἀλλὰ βέλτιον, φασί, νοεῖν, ὡς ἀπολειπομένης τοῦ συλλόγου καὶ αὐτῆς. περὶ αὐτὴν γάρ ἐστιν ὁ κάτω μείνας Ὠκεανὸς καὶ ἀνάγκη συνεκλείπειν καὶ αὐτήν.

(v. 4 s.) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα συνήθως Θέμιστα Δωρικῶς λέγει κατὰ τὸ "Θέμιστι καλλιπαρῄῳ", καὶ κρᾶτα δὲ ὄρους, ὡς καὶ ἀλλαχοῦ, ἀκροτάτην κορυφήν, ἤτοι ἐξοχήν, ἀκρώρειαν. Σημείωσαι δὲ ὅτι κοινῶς μὲν ἡ κράς λέγεται τῆς κρατός. τὸ δὲ "κρατὸς διασπαρέντος" παρὰ Σοφοκλεῖ, καὶ "σῷ κράατι τίσεις" ἐν Ὀδυσσείᾳ, ἔχουσί τινα ζήτησιν. ἡ δὲ Τραγῳδία καὶ τὸ κρᾶτα λέγει οὐδετέρως ὡς καὶ τὸ κάρα. ἡ δὲ κάρα τῶν νεωτέρων ἐστί. λέγεται δὲ καὶ κάρηαρ, ὡς δηλοῖ τὸ "καρήατι". Πολύπτυχος δὲ Ὄλυμπος τὸ μὲν ὄρος διὰ τὸ πολλὰς ἔχειν πτύχας, ἤτοι περιοχὰς ἀνακλίσεων, ὁ δὲ οὐρανὸς ἀλληγορικῶς διὰ τὰς ὀκτὼ σφαίρας, ἃς ἔχει, τὴν μίαν τῶν ἀπλανῶν καὶ τὰς ἑπτὰ τῶν πλανήτων. ἢ καὶ ἄλλως, πολύπτυχος ὁ ἰσχυρὸς καὶ στερεός, καθ' ὁμοιότητα σώματός τινος πολυπτύχου, ὁποία καὶ ἡ τοῦ Ἀχιλλέως προϊστόρηται ἀσπίς.

(v. 8) Νύμφαι δὲ ὅτι αἱ περὶ γῆν φυσικαὶ δυνάμεις λέγονται, ἃς ἡ τοῦ ὕδατος ὑγρότης ἀποτελεῖ, καὶ ἐν ἄλλοις πρὸ [358] τούτων σαφῶς εἴρηται. Ἄλσεα δὲ λέγει καλὰ τοὺς κήπους ἀπὸ τοῦ ἅλλω ἄλσω Αἰολικῶς. διὸ καὶ ψιλοῦται, ὅπου δηλαδὴ τὰ φυτὰ ἐξ ὑγρότητος καὶ πνεύματος εἰς αὔξην ἅλλονται. διὸ καὶ οὐ μόνον ἄλσος ὁ τοιοῦτος λέγεται τόπος ἀπὸ τοῦ ἅλλεσθαι, ἀλλὰ καὶ κῆπος ἀπὸ τοῦ κᾶπος, ὃ δηλοῖ πνεῦμα τὸ ἀναγωγὸν ὑγρότητος θρεπτικῆς τῶν φυτῶν.

(v. 9) Πίσεα δὲ ὑγρὸς τόπος καὶ δυνάμενος πῖσαι, ὅ ἐστι ποτίσαι, καὶ διὰ τοῦτο καὶ ποιήεις, ἤτοι βοτανώδης. ὡς γὰρ μύω μύσω, φασί, μῦσος, εἰς ὃ μύομεν μὴ ἐμβλέπειν ἀνεχόμενοι, ἢ πρὸς ὃ τὰ χείλη μύομεν οὐ προσφωνοῦντες, οὕτω πίω πίσω πῖσος. τοῦ δὲ πίσω ἡ χρῆσις παρὰ Πινδάρῳ. ἐξ αὐτοῦ δὲ καὶ Πῖσα πόλις, καὶ Πῖσα πηγή, ὡς ἂν εἴποι τις ποτίστρα, καὶ πιστὰ παρ' Αἰσχύλῳ φάρμακα τὰ πινόμενα.

(v. 11 s.) Ὅτι παντοδαπῶς τὴν τέχνην ὁ Ἥφαιστος, εἴγε ξεστὰς αἰθούσας ἄνω ποιεῖ, ἤγουν κατὰ τοὺς παλαιούς, ἕδρας στυλωτάς, αἰθομένας, ὅ ἐστι καταλαμπομένας φωτί. ἐφιζάνουσι δὲ ταύταις κατὰ τὸν ποιητὴν οἱ νῦν ἀγερθέντες, οὐχ' ὡς θρόνοις πάντως, ἀλλ' ἐν αὐταῖς περὶ τὸ ἔδαφος καθεζόμενοι. Ὅτι πανταχοῦ ἐν τῷ "ἰδυίαις [359] πραπίδεσι" διὰ τοῦ ι γράφει ὁ ποιητὴς τὴν ἄρχουσαν τοῦ ἰδυίαις, ἵνα διαφέρει τῆς μετοχῆς ὡς μετοχικόν. καὶ γράφοιτο εἰδυῖα μὲν διὰ διφθόγγου ἡ γινώσκουσα, ἰδυῖα δὲ μετὰ μόνου διχρόνου ἡ ἐπιστημονική. οὕτω γοῦν καὶ ἐνταῦθα ἔχει δακτυλικῶς τὸ "ἃς Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι". εἰ δέ τις φίλερις ὢν αἱροῖτο ἐκθλίψας γράψαι "ποίησ' εἰδυίῃσι πραπίδεσσιν", ἵνα οὕτω σπονδειακῶς γράψῃ αὐτὸς διὰ διφθόγγου τὴν καταρχὴν τοῦ "εἰδυίαις", ἀλλ' οὐ νικήσει τοὺς παλαιοὺς Ὁμηρίδας διὰ τοῦ ι γράφοντας. [(v. 13) Ὅτι ἐν τῷ "Διὸς ἔνδον ἀγηγέρατο", ἤγουν ἠθροίσθησαν, λείπει γενικὴ περιοχῆς τινος, ἵνα ᾖ, ὅτι ἀγηγέρατο ἔνδον τοῦ κατὰ τὸν Δία δώματος ἢ οἴκου ἢ τοιοῦδέ τινος.]

(v. 20 s.) Ὅτι ὁ φωραθείς, ἐφ' οἷς ὑπέρ τινων κρύβδην νοεῖ, ἐρεῖ "ἔγνως ἐμὴν ἐνὶ στήθεσι βουλήν· μέλουσί μοι ὀλλύμενοί περ". Ζεὺς δὲ τοῦτό φησιν, ἐφ' οἷς αὐτὸς μὲν βουλὴν ἤθροισε, Ποσειδῶν δὲ ἤρετο "τί ποτε αὖ ἀργικέραυνε θεοὺς ἀγορήνδε κάλεσας; ἤ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις" καὶ ἑξῆς. Ὅτι ὁ Ζεὺς αὐτὸς μὲν μενέειν λέγει πτυχὶ Ὀλύμπου ἥμενος, ἤτοι περιοχῇ, ὡς εἴρηται. "ἔνθα ὁρόων", φησί, "φρένα τέρψομαι". τοὺς δὲ ἄλλους, οὓς φθάσας ἐκώλυσεν ἀπειλαῖς, ἀφίησιν ἄρτι ἀρήγειν "ὅπῃ νόος ἐστὶν ἑκάστου". καὶ αἰτίαν τούτου ἐπάγει τὸ δεδιέναι, μὴ οὐκ ἀντίσχωσιν οἱ Τρῶες πρὸς τὸν Ἀχιλλέα.

(v. 26-30) Φησὶ γὰρ ἀποσεμνύνων πάνυ τὸν Ἀχιλλέα οὕτως "εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, οὐδὲ μίνυνθ' ἕξουσι ποδώκεα Πηλείωνα", ἤγουν ἀντιστήσονται, ἐφέξουσιν, οἳ "καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες. νῦν δ' ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς, δείδω μὴ καὶ τεῖχος ὑπέρμορον", ἤγουν ὑπὲρ μόρον, "ἐξαλαπάξῃ". Καὶ σημείωσαι ὅτι ἀστείως ἐνταῦθα οἱ παλαιοὶ λέγουσιν, ὡς ἐναντία ποιεῖ ὁ Ζεύς, οἷς βούλεται. θέλει μὲν γὰρ μὴ πάνυ ἰσχυρὸν κατὰ τῆς Τροίας γενέσθαι τὸν Ἀχιλλέα καὶ τοὺς Ἀχαιούς. διὸ καὶ ἐνδίδωσι τῇ τῶν θεῶν συμμαχίᾳ. λανθάνει δὲ ἑαυτὸν μὴ ποιῶν ὃ θέλει. κρείττους μὲν γὰρ Τρώων οἱ Ἕλληνες τὴν ἰσχὺν καὶ δι' αὐτὸ ἄνισοι πρὸς ἐκείνους. κρείττους δὲ καὶ οἱ τοῖς Ἕλλησι βοηθοῦντες θεοὶ τῶν ἐπικουρούντων τοῖς Ἰλιεῦσι, καὶ ὁμοίως ἄνισοι καὶ αὐτοὶ πρὸς ἀλλήλους. ἐὰν δὲ τοῖς ἀνίσοις ἄνισα προστεθῇ ὁμοειδῆ τοῖς ἐξ ἀρχῆς, τὰ ὅλα μένει ἄνισα. ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει. ὡς οὖν ἰδίᾳ καθ' ἑαυτοὺς οἱ Ἕλληνες ἄνισοί εἰσι τοῖς Τρωσὶν ὑπερέχοντες [360] τῇ ἀνδρίᾳ, οὕτω καὶ ἐν αὐτῇ τῇ τῶν θεῶν συμμαχίᾳ διὰ τὸ τῶν συμμάχων ἄνισον ὡσαύτως ἄνισοι ἔσονται καὶ ὑπερέξουσι τῇ ἀνδρίᾳ. καὶ οὕτω μὲν λογιωτάτη ἡ ἀπορία, οἱ δὲ λύοντες λέγουσιν ἃ θέλουσι.

(v. 30) Τὸ δὲ "ὑπέρμορον", ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται, ἓν μέρος λόγου Ἀρίσταρχος δέχεται ὁμοίως τῷ ὑπέρβιον, ὡς ἐπίρρημα ληφθὲν ἀντὶ τοῦ ὑπερμόρως. ἔχει δὲ καὶ πληθυντικὸν ἐν τῷ "ἔνθα κεν Ἀργείοις ὑπέρμορα νόστος ἐτύχθη", ὅμοιον τῷ "οὐ μὲν καλὰ χόλον ἔνθεο θυμῷ", ἀντὶ τοῦ οὐ καλῶς. ἐγχωρεῖ δὲ καὶ κατὰ διάλυσιν "ὑπὲρ μόρον" γράφεσθαι, μόρου νοουμένου τοῦ μεμοιραμένου, τουτέστι τοῦ μοιριδίου. ἔφη γοῦν ἐν τῷ τέλει τῆς ταῦ "ὅ μοι μόρος", ἤγουν μοῖρα, "ἐνθάδ' ὀλέσθαι".

(v. 23) Τὸ δὲ "φρένα τέρψομαι" δηλοῖ ὡς μόνον τὸ τέρψομαι αὐτὸ καθ' αὑτὸ οὐκ ἐντελῶς φράζεται.

(v. 27) Τὸ δὲ "ποδώκεα Πηλείωνα" περιττῶς κεῖται. εἰπόντος γὰρ τοῦ ποιητοῦ· εἰ γὰρ Ἀχιλλεὺς μόνος μαχεῖται, ἀρκοῦν ἦν εἰπεῖν· οὐδὲ μίνυνθα ἕξουσι Τρῶες αὐτόν. Ὅμηρος δὲ γλυκαζόμενος τῇ τοῦ Ἀχιλλέως προφορᾷ δισσεύει αὐτὸν καὶ ἀντὶ ἀντωνυμίας τὸ ἐκείνου ἡδέως προφέρει ὄνομα. Σημείωσαι δὲ καὶ ὅτι, ὥσπερ φυσικῶς οἱ ἄλλοι θεοὶ Διὸς ἔνδον ἀγηγέρατο, ἤγουν ἠθροίσθησαν, ὡς πρὸ ὀλίγων ἐρρέθη, "νόσφ' Ὠκεανοῖο", οὕτω καὶ εἰς τὴν εἰρημένην ὑπὸ θεῶν ἀρωγὴν οἱ μὲν ἄλλοι κατέρχονται "ὅπῃ νόος ἐστὶν ἑκάστου", αὐτὸς δὲ μένει καθήμενος ἄνω, καθότι οὐκ ἔστι πιθανὸν τὸν αἰθέριον καὶ Ὀλύμπιον Δία ἐλλόγως ἐνεχθῆναι κάτω.

(v. 33) Ὅτι Ἥρα μὲν συμμαχεῖ Ἀχαιοῖς οὐ μόνον ὡς εἰς νόμιμον γάμον ἀδικηθέντος τοῦ Μενελάου οἷα γαμηλία δαίμων, ἐπιστατεῖ γὰρ αὐτὴ τῶν γάμων, ἀλλὰ καὶ διὰ τὸ βασιλικώτερον τῆς Ἑλληνικῆς ἀρχῆς. Ἥρα γάρ, ὡς πολλαχοῦ ἐρρέθη, καὶ εἰς βασιλείαν μεταλαμβάνεται. ὅθεν καὶ Ἡραία ζωὴ ἡ βασιλική. Ἀθηνᾶ δὲ ἡ φρόνησις τοῖς Ἀχαιοῖς καὶ αὐτῇ συμμαχεῖ διὰ τὸ τοῦ Ἑλληνικοῦ πολέμου δίκαιον καὶ ἔλλογον καὶ διότι φρόνησις εἷλεν ὕστερον τὴν Τροίαν καὶ δόλος σοφός.

(v. 35) Διὸ καὶ Ἑρμῆς αὐτοῖς ὁ λόγιος συμμαχεῖ, ὃς οὐ μόνον ἐριούνης καὶ φρεσὶ κεκασμένος πευκαλίμαις, ἀλλὰ καὶ δόλιος [361]

(v. 36) Ἥφαιστος δὲ σύμμαχος Ἑλλήνων ἐστὶ καὶ αὐτός, ὅτι τε πολέμιος Ἄρει κατὰ τὸν καὶ ἐν τῇ Ὀδυσσείᾳ μῦθον, καὶ ὡς φίλος δὲ τῇ Ἀθηνᾷ. Ἥφαιστος γοῦν διδάσκει τέχνας ἐν Ὀδυσσείᾳ καὶ Παλλὰς Ἀθήνη. ἔτι δὲ καὶ ἄλλως πιθανῶς τοῦτο πλάττεται, ὡς ἂν ἔχοι ὁ ποιητὴς ἀντεπεξαγαγεῖν αὐτὸν ὡς πῦρ ὕδατι τῷ ἐγχωρίῳ ποταμῷ Ξάνθῳ.

(v. 34) Ποσειδῶν δὲ τοῖς Ἀχαιοῖς συνεφάπτεται μάχης διά τε τὴν πρὸς τὸν Λαομέδοντα μῆνιν, εἴγε θητεύσαντος εἰς ἐνιαυτὸν μισθῷ ἐπὶ ῥητῷ ἐβιάσατο τὸν μισθόν, ὡς ὁ ποιητὴς ἐρεῖ προϊών. ἔτι δὲ καὶ ὅτι νησιῶται οἱ πλείους τῶν Ἑλλήνων καὶ διὰ τοῦτο οἰκεῖοι Ποσειδῶνι, καὶ ὅτι διὰ θαλάσσης πλεύσαντες εὐτυχῶς μετῆλθον τὴν τῆς Ἑλένης ἁρπαγήν. καὶ οὗτοι μὲν συμμαχοῦσι τοῖς Ἕλλησι διὰ ταῦτα.

(v. 38) Τοῖς μέντοι Τρωσὶν ὁ μοιχὸς Ἄρης βοηθεῖ ὡς τοιούτοις, ὅμοιος, ὅ φασιν, ὁμοίοις, ὅπουγε καὶ ὁ Τρωϊκὸς πόλεμος ἀπὸ μοιχείας ἔσχε τὴν ἀρχήν, ἔτι δὲ καὶ ὡς ἁρπαγῆς καὶ βίας δεσπόζων, καὶ ὡς οὐκ ἔλλογος, ἀλλ' ἐναντίος τῇ Ἀθηνᾷ.

(v. 40) Διὸ καὶ ἡ Ἀφροδίτη τοῖς αὐτοῖς βοηθεῖ, οἰκείως μὲν ἔχουσα πρὸς τὸν ἀλόγιστον Ἄρην, ἀπεχθομένη δὲ τῇ ἔμφρονι Ἀθηνᾷ.

(v. 39) Ἄρτεμις δὲ τοῖς Τρωσὶν ἐπικουρεῖ ἢ ὡς ἔφορος τῶν χορῶν, καὶ γὰρ καὶ οἱ Τρῶες χοροιτυπίαις ἄριστοι, ἢ ὡς τοξότης, ὁποῖος καὶ ὁ τοῦ πολέμου αἴτιος Ἀλέξανδρος. διὸ καὶ ὁ Ἀπόλλων ὡς τοιοῦτος συνεπικουρεῖ.

(v. 40) Ἡ δὲ Λητὼ οἷα μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος, καὶ ὅτι νυκτὸς ἄξια ποιοῦσιν οἱ Τρῶες καὶ λήθης, εἰς ἅπερ ἄμφω ἀλληγορεῖται καὶ ἡ Λητώ. Ὁ δὲ Ξάνθος ὡς ποταμὸς ἐγχώριος ἐπικουρεῖ τοῖς Τρωσὶ καὶ ὡς πρὸς Ἥφαιστον ἀξιόμαχος. καὶ οὕτω μὲν ταῦτα. ὅτε δὲ ἀλλήλοις αὐτοὺς ὁ ποιητὴς ἀνθιστᾷ συνδυάζων εἰς μάχην, φυσικῆς τε ὁ μῦθος τηνικαῦτα ἔχεται θεωρίας καὶ ἠθικῆς, ὡς ἐκεῖ ῥηθήσεται. Σημείωσαι δὲ ὅτι, εἴπερ εἶχε πιθανεύσασθαι τὸ πλάσμα ὁ ποιητής, ἐποίησεν ἂν καὶ τὸν Ἀϊδωνέα καὶ τὸν Διόνυσον καὶ τὴν Δήμητραν παρόντας τῇ μάχῃ. οὐκ ἔχει δὲ πιθανῶς τοιοῦτόν τι [362] ποιῆσαι. Ἅιδης μὲν γὰρ οὐκ ἔστιν ὅτῳ πρὸς τὸ ζῆν ἐπικουρήσει, ἀπωλείᾳ χαίρων ἀνδρῶν καὶ στεναγμοῖς κατὰ τὴν τραγῳδίαν καὶ γόοις πλουτιζόμενος. Δήμητρα δὲ κατὰ τοὺς παλαιοὺς καὶ Διόνυσος καρποτρόφοι ὄντες ἄχθονται καθάπαξ τῷ πολέμῳ φθαρτικῷ ὄντι τῶν καρπῶν.

(v. 32-40) Ἔστι δὲ ὁ περὶ τούτων τῷ ποιητῇ λόγος τοιοῦτος "βὰν δ' ἴμεναι πόλεμόνδε θεοὶ δίχα θυμὸν ἔχοντες", ἤγουν διχονοοῦντες, Ἥρη μὲν μετ' ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη ἠδὲ Ποσειδαίων γαιήοχος ἠδ' ἐριούνης Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι", ταῖς πολλαχοῦ ῥηθείσαις, "κέκαστο. Ἥφαιστος δ' ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων, χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί", ἃ δὴ καὶ προγέγραπται. "ἐς δὲ Τρῶας Ἄρης κορυθαιόλος· αὐτὰρ ἅμ' αὐτῷ Φοῖβος ἀκερσεκόμης ἠδ' Ἄρτεμις ἰοχέαιρα Λητώ τε Ξάνθος τε φιλομειδής τ' Ἀφροδίτη". καί εἰσιν οὕτως πέντε μὲν οἱ Ἀχαιϊκοί, ἓξ δὲ οἱ τῶν Τρώων.

(v. 33) Ἀγῶνα δὲ νεῶν καὶ ἐνταῦθα τὴν ἄθροισιν λέγει καί, ὡς οἱ μεθ' Ὅμηρόν φασι, συναγωγήν.

(v. 34) Ἐριούνης δὲ Ἑρμῆς ἢ παρὰ τὸ ἐρι ἐπιτατικὸν καὶ τὸ ὀνῶ, ὁ ἄγαν ὀνῶν καὶ ὠφελῶν, ἢ ὁ ἐφευρετικὸς παρὰ τὸ εὑρεῖν, ἢ χθόνιος κατὰ τοὺς Τραγικοὺς παρὰ τὴν ἔραν.

(v. 36 s.) Ἰστέον δὲ ὅτι ἀποσεμνύνων τὸν Ἥφαιστον ὁ ποιητής, ἵνα μὴ δόξῃ ἀχρεῖον τοῦτον σύμμαχον διδόναι τοῖς Ἕλλησιν, ἔφη τὸ "κίεν εἰς μάχην σθένεϊ βλεμεαίνων, χωλεύων", ὡς τοῦ χωλεύειν μηδὲν ἐμποδὼν γινομένου τῇ κατ' ἐκεῖνον λοιπῇ εὐρωστίᾳ τοῦ σώματος. τὰ γὰρ ἄνω βριαρὸς ἦν καί, ὡς ὁ ποιητής φησι, "πέλωρ αἴητον". τὸ γοῦν φυσικὸν ἐλάττωμα, τὸ χωλεύειν, ἀναπληροῖ βλεμεαίνων σθένεϊ. τοιοῦτον καὶ τὸ "ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί". ἐλάττωμα μὲν γὰρ τὸ ἀραιαί, ἀρετὴ δὲ τὸ ῥώεσθαι, ἤγουν ἐρρωμένως κινεῖσθαι.

(v. 36) Βλεμεαίνειν δὲ καὶ νῦν ἢ τὸ ἀποβλέπεσθαι καὶ περίβλεπτον εἶναι, ἢ τὸ δεινοῦσθαι καὶ ἀγριοῦσθαι κατὰ [363] λέοντα ἐκφοβοῦντα βλέμματι καὶ ὄψεως βλοσυρότητι, ἢ κατὰ τοὺς παλαιοὺς τὸ βρέμειν, ἐναλλαγῇ ἀμεταβόλου εἰς ἀμετάβολον.

(v. 38) Κορυθαιόλος δὲ οὐ μόνον ὁ Ἕκτωρ πολλαχοῦ, ἀλλὰ καὶ ὁ Ἄρης ἐνταῦθα. Ἰστέον δὲ καὶ ὅτι φιλοτιμεῖται κἀνταῦθα τοῖς ἐπιθέτοις ὁ ποιητὴς κατ' ἰδέαν γλυκύτητος τοὺς πλείους τῶν θεῶν μετὰ ἐπιθέτων προαγαγών· Παλλὰς Ἀθήνη, Ποσειδάων γαιήοχος, ἐριούνης Ἑρμείας, Ἄρης κορυθαιόλος, Φοῖβος ἀκερσεκόμης, Ἄρτεμις ἰοχέαιρα, φιλομειδὴς Ἀφροδίτη. ἠξίωσε δὲ καὶ ἔτι πλείονος λόγου τὸν Ἑρμῆν καὶ τὸν Ἥφαιστον, τὸν μὲν εἰπὼν φρεσὶ πευκαλίμαις κεκοσμῆσθαι, ἤτοι πυκιναῖς, συνεταῖς, τὸν δὲ σθένεϊ βλεμεαίνειν καὶ ἐρρωμένως τὰς κνήμας κινεῖν. τὴν μέντοι Λητὼ καὶ τὸν Ξάνθον ἐπιθέτων δίχα προήγαγεν, ἵνα μὴ ὁμοειδῶς διὰ πάντων χωρῇ.

(v. 39) Ὅρα δὲ ὡς, εἰ καὶ ταὐτὸν ἀκερσεκόμην εἰπεῖν καὶ καρηκομόωντα, ὅμως οὐκ ἠθέλησε τὸν Ἀπόλλωνα καρηκομόωντα εἰπεῖν, ὡς ἀνθρώποις ἀπονείμας ἐκεῖνο, οἳ τρέφοντες κόμην ἐκείροντό ποτε αὐτήν, καὶ οὐ μόνον ἐπὶ πένθει, ὅπερ ἐπὶ Πατρόκλῳ γίνεται, ἀλλὰ καὶ ἄλλως ἐπὶ ἀνατροφῇ. πλόκαμος γὰρ κούριμος ὁ μέν τις ἦν κατὰ τὸν εἰπόντα θρεπτήριος, ὁ δὲ θρηνητήριος. οἱ γοῦν, ὡς ἐρρέθη, κειρόμενοι οὐκ ἂν εἶεν ἀκερσεκόμαι. εἰ δὲ καὶ ἐπὶ ἀφανισμοῦ ποτε τὸ κείρειν λαμβάνεται, ὡς προδεδήλωται, καλῶς καὶ οὕτως Ἀπόλλων μὲν εἴη ἂν ἀκερσεκόμης, ἄνθρωποι δὲ οὔ.

(v. 42-46) Ὅτι "Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ' Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς· Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, δειδιότας ὅθ' ὁρῶντο", ἤγουν ἔβλεπον, "ποδώκεα Πηλείωνα τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ". ὃ δὴ νοητὴ καὶ αὐτὸ οὖσα παραβολὴν εὐλόγως οὐ πεπλάτυνται, ἀλλ' ἐπιτόμως εἴρηται. Καὶ σημείωσαι, ὅπως ὁ ποιητὴς καὶ τὰ θεῖα καὶ τὰ τῶν πολεμούντων διεκίνησε καὶ τῆς προτέρας ἐξήλλαξε καταστάσεως, ἐξαγαγὼν εἰς μάχην τὸν Ἀχιλλέα, οὐκ ἀνεχόμενος, εἰ μὴ μεγάλα τινὰ ποιήσει ἐπ' αὐτῷ. οὕτω φιλεῖ τὸν ἥρωα.

(v. 42) Τοῦ δὲ [364] "ἐκύδανον" ἐνεστὼς κυδάνω, ὡς οἰδάνω, οἷον "ἀλλά μοι οἰδάνει κραδίη χόλῳ".

(v. 46) Βροτολοιγὸς δὲ οὐ μόνον ὁ βροτοὺς φθείρων, ἀλλὰ καὶ ὁ βροτοὺς λέγων, ἤτοι κατακοιμίζων, εἰς ὕπνον δηλαδή, τὸν τανηλεγῆ καὶ νήγρετον. Σημείωσαι δὲ καὶ ὅτι Ἀχαιοῖς μὲν ἄρτι μέγα κῦδός ἐστιν ἀπομηνίσας ὁ Ἀχιλλεύς, Ἀχιλλεῖ δὲ ἐν τοῖς ἑξῆς ὅμοιον κλέος τὸ φονεῦσαι τὸν Ἕκτορα, κατὰ τὸ "ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον". [Καὶ ἄλλως δὲ καὶ κρειττόνως εἰπεῖν, καὶ νῦν ὑπὸ Ἀχαιῶν κυδαίνεται διὰ συμμαχίαν, καὶ τότε διὰ ἀνδρίαν.]

(v. 48) Ὅτι λαοσσόον, ὥσπερ πρὸ τούτου τὸν Ἄρην, οὕτω καὶ ἐνταῦθα τὴν Ἔριν λέγει, οὐ πάντως οὐδ' αὐτὴν ὡς λαοῦ σώτειραν, ὡς ὅτε Ἀθηνᾶν λαοσσόον φησὶν ἢ Ἀπόλλωνα, ἀλλὰ τὴν τοὺς λαοῦς σέουσαν, ἤτοι κινοῦσαν καὶ παρορμῶσαν εἰς πόλεμον. Φησὶ γὰρ "ὦρτο δ' Ἔρις κρατερὴ λαοσσόος". ἄλλως τοίνυν λαοσσόοι εἰσὶν Ἔρις καὶ Ἄρης, καὶ ἄλλως Ἀπόλλων καὶ Ἀθηνᾶ.

(v. 48-53) Ἰστέον δὲ ὡς δύναται τὸ λαοσσόος καὶ τῇ Ἀθηνᾷ κατὰ παλαιὰν στίξιν προσαρμόσαι, οἷον "λαοσσόος αὖε δ' Ἀθήνη" καί, ὡς κατωτέρω φησί, "μακρὸν ἀΰτει", ὅ ἐστιν ἐφώνει, "στᾶσ' ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, ἄλλοτ' ἐπ' ἀκτάων ἐριδούπων. αὖε δ' Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατ' ἀκροτάτης πόλεως Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων", ἢ θεῶν, "ἐπὶ Καλλικολώνῃ". Ἔστι δὲ Καλλικολώνη, ἢ κατά τινας Καλλικόλωνος, τόπος ἢ λόφος σταδίων, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται, πέντε τὴν περίμετρον, ἐπὶ τῆς Ἴδης κειμένη μεταξὺ κώμης Ἰλιέων καὶ Σιμουντίων. Καὶ ὅρα οἵους κήρυκας ἐνταῦθα δίδωσι τῇ μάχῃ ὁ ποιητής, σεμνύνων καὶ οὕτω τὴν τοῦ Ἀχιλλέως ἔξοδον. μετ' ὀλίγα δὲ καὶ βροντὰς καταρρήξει καὶ σεισμῷ τινάξει μεγίστῳ τὴν γῆν. εἰ δὲ καὶ οὐρανὸς σαλπίσει, [365] οὐδὲν μὲν τοῦτο πρὸς τὸ βαρύβρομον τῆς βροντῆς. πλάττεται δ' ὅμως ὡς ἔμψυχος καὶ λογικὸς ὁ οὐρανὸς τοῦτο ποιεῖν. οὕτω πάντα τεράστια ποιεῖ τῷ Ἀχιλλεῖ· τὸ σῶμα, τὸν ὁπλισμόν, τὴν θεόθεν ἐπικουρίαν, τὴν κοσμικὴν κατάστασιν, ὡς οἷα συνδιατιθεμένου αὐτῷ καὶ τοῦ παντός, ἄνω μὲν ταῖς βρονταῖς, κάτω δὲ τῷ σεισμῷ.

(v. 502) Ἰστέον δὲ ὅτι τε φύσει προϋπάρχει τοῦ ἐν ἄλλοις ἐριγδούπου τὸ ἐνταῦθα ἐρίδουπον, καὶ ὅτι μακρὸν μὲν βοᾶν ἐστι τὸ κατὰ τοὺς εὐρυβόας φωνεῖν, ὀξὺ δὲ βοᾶν τὸ λιγέως, ὁποία οὐ μόνον ἡ τῆς σάλπιγγος βοή, ἀλλὰ καὶ ἀνέμων τῶν λιγὺ καὶ λιγυρὸν ἠχούντων. διὸ καὶ ὁ Ἄρης ὀξὺ αὔων ἐρεμνῇ λαίλαπι ἐξισοῦται, ἀφ' ἧς ἔστιν ὅτε λιγύφθογγοι γεννῶνται ἄνεμοι.

(v. 50) Τὸ δὲ ἀϋτεῖν τῆς τοῦ αὔειν πρωτοτυπίας ἔχεται. αὔω γάρ, καὶ διαλύσει ἀΰω, ἐξ οὗ ἀϋτή, ὅθεν τὸ ἀϋτῶ.

(v. 52) Ἀκροτάτην δὲ πόλιν τὴν ἀκρόπολιν διαλύσας λέγει, ἣν ἀλλαχοῦ ἄκρην ἔφη, ὡς ἐν τῷ "ὤλετο Ἴλιος κατ' ἄκρης", πολλαχοῦ δὲ καὶ πόλιν ἄκρην.

(v. 53) Τὸ δὲ "θεῶν ἐπὶ Καλλικολώνῃ", γράφεται καὶ "θέων", ἤτοι τρέχων, ὁ Ἄρης ἐπὶ τῇ Καλλικολώνῃ. ταύτην δέ τινές φασιν εἶναι καὶ τὸν παρὰ τῷ ποιητῇ λεγόμενον θρῳσμὸν πεδίοιο. φαίνεται δὲ καλός τις εἶναι ὁ θρῳσμὸς οὗτος. διὸ καὶ κλῆσιν ἔσχε τὸ Καλλικολώνη, καὶ θεῶν εἶναι διατριβὴ πέπλασται ὡς οἷα καὶ βραχύτατός τις Ὄλυμπος. Περὶ ταύτης καὶ ὁ Γεωγράφος φησί· Καλλικολώνη, λόφος τις πενταστάδιος, παρ' ὃν ὁ Σιμόεις ῥεῖ. ἔστι δὲ ὑπεράνω τῆς Ἰλιέων κώμης, ἐν ᾗ τὸ παλαιὸν Ἴλιον ἵδρυτο. ἀπέχει δὲ τοῦ νῦν Ἰλίου στάδια μῦ.

(v. 54 s.) Ὅτι καὶ ἐνταῦθα συμβάλλειν τὸ συνάγειν εἰς μάχην. φησὶ γὰρ "ἀμφοτέρους μάκαρες ὀτρύνοντες σύμβαλλον". λέγει δὲ καὶ νῦν "ἀμφοτέρους" τὰ δύο στρατεύματα, τοὺς Ἀχαιοὺς καὶ τοὺς Τρῶας.

(v. 55-65) Ὅτι διασκευάζων ἔτι τὰ κατὰ τὸν Ἀχιλλέα ὁ ποιητὴς σεμνότερόν τε καὶ φοβερώτερόν φησιν "ἐν δ' αὐτοῖς", ἤτοι τοῖς στρατεύμασιν, "ἔριδα ῥήγνυντο βαρεῖαν" οἱ ῥηθέντες μάκαρες. "δεινὸν δ' [366] ἐβρόντησε Ζεὺς ὑψόθεν. αὐτὰρ ἔνερθεν Ποσειδάων ἐτίναξε γαῖαν ἀπειρεσίην ὀρέων τ' αἰπεινὰ κάρηνα· πάντες δ' ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν· ἔδδεισε δ' ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς· δείσας δ' ἐκ θρόνου ἆλτο καὶ ὑπέρθορεν", ἢ "ἴαχε", "μή οἱ ὕπερθεν γαῖαν ἀναρρήξειε Ποσειδῶν", φανείη δὲ τὰ κάτω τοῖς ἄνω. τούτου γὰρ περιφραστικὸν τὸ "οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη σμερδαλέ' εὐρώεντα, τά τε στυγέουσι θεοί περ".

(v. 66) Εἶτα ἐπάγει ἐπιφωνηματικῶς τὸ "τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων". πόσος τόσσος, ὦ ποιητά; ὅσον, φαίη ἄν, ἀποτελέσει βροντῶν Ζεύς, ἤγουν ἀήρ, καὶ γῆ ὅλη τινασσομένη σὺν ὀρέων καρήνοις, ὅ ἐστι κορυφαῖς, ἔτι δὲ καὶ ποσί, καὶ ὅλως, ὅσος ἂν γένοιτο ταρασσομένου τοῦ παντός. ὃν δὴ κτύπον οὐκ ἂν μὲν ἐκφράσῃ τις, γνοὺς δὲ ἀπεύξαιτο ἂν ζῆν. καὶ νῦν μὲν οὕτω σεμνύνων τὸν Ἀχιλλέα ὁ ποιητὴς τὸ πᾶν ἐπὶ τῇ αὐτοῦ ἐξόδῳ μεγαλοφυῶς συγκινεῖ, τερατείαν, κατὰ τὸ εἰκός, πλάττων ἀνάλογον θεῶν συμβολῇ. ἐν δὲ τοῖς ἑξῆς, ὅτε καὶ συνέπεσον οἱ θεοὶ ἀλλήλοις "μεγάλῳ ὁμάδῳ", ἔβραχε, φησίν, ἡ χθών, "ἀμφὶ δ' ἐσάλπιγξε μέγας οὐρανός" καὶ τὰ ἑξῆς. δεξιώτατα δὲ ὁ ποιητὴς ἐν τῷ τοιούτῳ χωρίῳ καὶ ἔκφρασιν παρέρριψεν ἐναργῆ δεινοτάτου σεισμοῦ.

(v. 55) Ἰστέον δὲ ὅτι ῥήγνυται ἔρις, ὅτε σκεδασθῇ εἰς πολλὰ μέρη, καθὰ καὶ μάχη ὁμοίως ῥήγνυται λυθέντος πυκνοῦ συνασπισμοῦ [Ἀλλοία μέντοι αὕτη ῥῆξις παρὰ τὴν ἐκ τροπῆς, ἥτις συντίθησι τὸν ῥηξήνορα.] καὶ ὅτι ἐν τῷ "γαῖαν" καὶ "ὀρέων κάρηνα" διέστειλε τῆς πεδιάδος γῆς τὰ ὄρη, ἴσως διὰ τὸ πετρῶδες, ὡς καὶ ἐν τῷ "γαῖα κοινὴ πάντων καὶ μακρὸς Ὄλυμπος", ὡς εἴπερ μὴ ἦν καὶ ὁ Ὄλυμπος μέρος τῆς γῆς. καὶ ἄλλως δὲ τῷ ὅλῳ, ἤγουν τῇ γῇ, καὶ τὰ μέρη συνήθως συμπαρέλαβε καὶ ἰδίᾳ ἐξεφώνησεν, ὅπερ καὶ ἐν ἄλλοις εἴωθε ποιεῖν κατὰ τὸ παρέλκον μέν, ὅμως δὲ διά τινα σαφήνειαν. οὕτω δὲ καὶ ὀρέων ἐνταῦθα κάρηνα ὁλικώτερον εἰπὼν ἰδίᾳ ἐξεφώνησε τὰς τῆς Ἴδης κορυφάς, ἃς ἀντιδιαστέλλει ποσίν, εἰπὼν "ἐσείοντο [367] πόδες".

(v. 59) Πολυπίδακον δὲ τὴν Ἴδην καὶ ἐνταῦθα λέγει, διότι καὶ πολυπόταμός ἐστιν, ὡς προϊστόρηται. μάλιστα δέ, φασίν, εὐϋδροτάτη ἐστὶ κατὰ τὸ ὄρος τὸ Λεκτόν. Πῖδαξ δὲ ἡ πηγή, οὐ μόνον ἐκ τοῦ πιεῖν ἢ τοῦ πιδύειν, ἀλλὰ καὶ μᾶλλον ἐκ τοῦ ἰδίω κατὰ τοὺς παλαιούς. ἱδρὼς γάρ, φασίν, οἷον γῆς αἱ πηγαί. ὥσπερ δὲ φύλαξ φύλακος ὁ φύλακος, οὕτω καὶ πῖδαξ πίδακος ἡ πολυπίδακος τῆς πολυπιδάκου. πολὺς δὲ παρὰ τοῖς παλαιοῖς ὁ τοιοῦτος σχηματισμός, ὡς καὶ προϊστόρηται, ἤγουν ἡ ἀναδρομὴ τῶν γενικῶν εἰς εὐθείας.

(v. 61-62) Ἡ δὲ τοῦ Ἅιδου δειλία πάνυ τερατωδῶς ἐμφαίνει τὸ ἄγαν φρικτικὸν τοῦ σεισμοῦ, ὡς πρυμνόθεν τὴν γῆν ἀναμοχλεύοντος. ἔχει δέ τι κλιμακωτοῦ σχήματος τὸ "ἔδδεισεν Ἀϊδωνεύς, δείσας δ' ἐκ θρόνου ἆλτο". οὗ διασαφητικὸν τὸ ὑπέρθορεν", ἤγουν λίαν ἐπήδησεν. ὑπερθορεῖν γὰρ οὐ μόνον τὸ ὑπερβῆναί τι πηδητικῶς, ἀλλὰ καὶ τὸ ὑπερβολικῶς ἀναπηδῆσαι. Ἐνέρων δὲ ἄναξ ὁ Ἅιδης, καθὰ ζώντων ὁ ἄνω Ζεύς. ἐκ δὲ τῶν τοιούτων ἐνέρων καὶ τὸ ἔνερθεν καὶ τὸ ἐνέρτερον, ὃ κατὰ ἀφαίρεσιν λέγεται νέρτερον.

(v. 63) Τὸ δὲ "ἀναρρήξειε" πάνυ καὶ ἐπὶ γῆς κυριολεκτεῖται, καθὰ καὶ ἐπὶ γαστρός, ἣν ἀναρρήξει λέων. δηλοῖ δὲ ἡ λέξις τὸ διασχίσει, διαστήσει. ὅμοιον δὲ καὶ τὸ "τεῖχος ἀναρρήξας, ὅπερ ἐν τῇ η΄ ῥαψῳδίᾳ κεῖται.

(v. 64) Τὰ δὲ οἰκία οὐδ' αὐτὰ νῦν ὑποκοριστικῶς ἐφράσθη, ἀλλὰ κατὰ παραγωγήν. ἔγνωσται γὰρ ὅτι σπάνια τὰ ὑποκοριστικὰ παρ' Ὁμήρῳ, καθὰ αἰτιολογεῖται καὶ ἐν Ὀδυσσείᾳ. ἦν δὲ καὶ γελοῖον τὰ σμερδαλέα καὶ εὐρώεντα ὑποκορίσαι μικροφυῶς. Ἰστέον δὲ ὡς εἶχε μὲν εἰπεῖν δώματα συνήθως, ἀπονείμας δὲ τὴν λέξιν τοῖς ἄνω θείοις ἡφαιστοτεύκτοις οἴκοις εἵλετο [368] ἐπὶ Ἅιδου οἰκία εἰπεῖν. [Οἱ μέντοι μεθ' Ὅμηρον ἀφειδῶς ὑποκορίζουσι, σχήμασι κατασμικρύνοντες μυρίοις τὰ πρωτότυπα, οἵπερ οὐ μόνον οἰκίον φασὶ τὸν οἶκον καθ' ὑποκόρισιν, ἀλλὰ καὶ οἰκίδιον. καὶ χαλκίον δέ, φασίν, ἐκ τοῦ χαλκός κατὰ τὸ χρυσός χρυσίον. καὶ ἐκ τοῦ κῶνος δὲ κώνιον εἶπον. οὕτω δὲ καὶ ἐκ τοῦ ποδός ποδίον, οἷον "ἀστακοὶ τὰ ποδία ἔχουσι μικρά, τὰς χεῖρας δὲ μακράς. διὸ καὶ μακρόχειρες λέγονται καὶ γαμψώνυχες δὲ κατὰ Ἐπίχαρμον".]

(v. 65) Σμερδαλέα δὲ οὐ μόνον τὰ τοῖς μέρδουσιν, ὅ ἐστι βλέπουσι, καταπληκτικὰ διὰ τὸ μὴ ἂν αἱρετά τινι τὰ κάτω εἶναι, ἀλλ' ἴσως καὶ παρὰ τὸ τοὺς βλέποντας ἀλεείνειν αὐτά. Εὐρώεντα δὲ, ὡς καὶ ἐν ἄλλοις, ἢ τὰ πλατέα παρὰ τὸ εὖρος, ἢ τὰ σεσηπότα παρὰ τὸν εὐρῶτα. ἡ δὲ ἔκτασις τοῦ ω κατὰ τὸ κηώεις κητώεις καὶ τὰ ὅμοια. Στυγητὰ δὲ θεοῖς τὰ ἐν Ἅιδου, ἐπειδὴ αὐτὰ μὲν θνητότητός εἰσι τόποι, οἱ δὲ θεοὶ αἰὲν ἐόντες καὶ αἰειγενέται καὶ οὐρανίωνες, καὶ διὰ τοῦτο στυγοῦσαι τὰ κάτω καὶ ὑπὸ γῆν. διὸ καὶ ἡ Στὺξ ἐν Ἅιδου πέπλασται εἶναι. Σημείωσαι δὲ ὅτι πάντα τεράστια ποιήσας ἐν τῇ τοῦ Ἀχιλλέως ἐξόδῳ ἀκολούθως ἐκείνοις καὶ τὸν ῥηθέντα σεισμὸν ἐξέφρασεν. ἡ πρώτη τε γὰρ αὐτοῦ ἐξέλευσις μετὰ φλογὸς καὶ ἡ βοὴ φρικτὴ τοῖς Τρωσί, καὶ ἡ τῶν ὅπλων δὲ χορηγία ὑπὲρ τοὺς ἄλλους Τρῶας καὶ Ἕλληνας καὶ ἡ αὐτῶν ἁρμονία ὑπερφυής, εἴπερ ὡς πτερὰ τὸν Ἀχιλλέα κουφίζει, καὶ ἡ ἀνάβασις δὲ τοῦ ἅρματος πολὺ τὸ τερατῶδες ἔχει, ὅπου ὁ Ξάνθος ἵππος ἀνθρωπίνως αὐτὸν προσφωνεῖ. οὐχ' ἧττον δὲ τῶν ἄλλων τέρας καὶ ἡ δι' αὐτὸν ἐκκλησία τοῦ Διός, καὶ νῦν δὲ ἡ συγκίνησις τοῦ παντὸς καὶ ἡ μάχη τῶν θεῶν καὶ ὅσα ἄλλα ποιήσει προϊών. καὶ ἔδει οὕτω διασκευασθῆναι ταῦτα τεχνικῶς παρὰ τοῦ ποιητοῦ, ἵνα τῇ νῦν ὁρμῇ τοῦ [369] Ἀχιλλέως, οὗπερ ἀεὶ κατ' ἐξαίρετον ἐμέμνητο, μεγάλα ἐπισυμβῶσι πράγματα. Ἰστέον δὲ καὶ ὡς εἴληφε τὴν ἀρχὴν ἡ εἰρημένη τῆς κατὰ γῆν ἀναρρήξεως τερατολογία ἐκ τῶν πλειστάκις γινομένων ἐν καιρῷ σεισμοῦ τοιούτων ἀναρρήξεων, ἃς εἴπερ Ἀϊδωνεὺς δέδιε, τί οὐκ ἂν πάθοι ἄνθρωπος; Ἰστέον δὲ ὅτι ἀπὸ τῶν ἀνθρώπων ἐπὶ τὸν Ἀϊδωνέα τὸν λόγον μετήγαγεν. ὃ γὰρ ἄνθρωποι ἐφοβήθησαν, μήποτε καὶ ἀναρραγείη ἡ γῆ, τοῦτο δεδιέναι τὸν Ἀϊδωνέα φησὶν, ὥσπερ καὶ ἀλλαχοῦ τῶν περιγείων ἀνθρώπων διαχεομένων γελᾶν αὐτὴν ἔφη τὴν γῆν. Σημείωσαι δὲ καὶ ὅτι τὴν παρένθεσιν τοῦ σεισμοῦ ὁ ποιητὴς οὐ τοσοῦτον διὰ ἔνδειξιν πολεμικῆς φρίκης ἐπλάσατο, ἀλλὰ μάλιστα διὰ κτύπου ἐπαύξησιν, ἵνα τοῦ Διὸς βροντητικῶς κτυπήσαντος ἄνωθεν ἀέρος νόμῳ ποιήσῃ καὶ ὁ τῶν σεισμῶν αἴτιος Ποσειδῶν κάτωθεν ὅμοιον. διὸ καὶ ἐπὶ πᾶσι τοῖς ῥηθεῖσιν ἔφη ὁ ποιητὴς ἐπιφωνήματος λόγῳ, καθὰ ἐρρέθη, "τόσσος ἄρα κτύπος ὦρτο" καὶ ἑξῆς. Ὁμήρου δὲ ταῦτα κτύποι τοῦ καὶ φιλαχιλλέως καὶ μεγαλοφωνοτάτου καὶ ἀσφαλοῦς καὶ παντοίου τὸ ἐν ποιήσει ἀμίμητον. Ὅτι ἐνταῦθα τοὺς θεοὺς ἀλλήλοις ὁ ποιητὴς ἀνθιστᾷ, συνδυάζων αὐτοὺς εἰς μάχην. ἔχει δὲ ὁ τοιοῦτος τόπος, ὡς καὶ πρὸ τούτων εἴρηται, θεωρίαν φυσικήν τε καὶ ἠθικὴν τοιαύτην τινά.

(v. 67-68) "Ἔναντα μὲν γὰρ Ποσειδῶνος ἄνακτος ἵστατ' Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα", ἡλιακὴ αὕτη θερμότης ὡς εἰπεῖν ἀχανής, ὑγρῷ ἀπλέτῳ ἀντεπεξιοῦσα, οὐ μὴν οὔτε περιγινομένη ‑ οὐ γὰρ καὶ εἰς ζέσιν μεταβάλλει τὸ μέγα τοῦτο ὑγρὸν ὁ ἥλιος ‑ οὔτ' αὖθις ἀπαθὲς αὐτὸ παντελῶς ἐῶσα. ἕλκει γάρ τι χλιαίνων τοῦ ὕδατος τούτου ὁ ἀναγόμενος εἰς ἀλληγορίαν Ἀπόλλων ἥλιος, οὐδ' αὐτὸς μέντοι κατὰ τὸν λόγον τῆς ἐναντιώσεως ἀπαθὴς πάντῃ ἀπαλλάττεται τοῦ μεγάλου ὑγροῦ Ποσειδῶνος. ἀναθυμιώμεναι γὰρ ὑγρότητες εἰς δαψίλειαν οὐκ εὖ τὸν ἥλιον διατίθενται, ἀμαυροῦσαι αὐτόν, ὡς τὰ [370] πολλά, καὶ οὕτω λυποῦσαι, καὶ κατὰ τὸν τραγικὸν Σοφοκλῆν εἰπεῖν "οὐράνιον" καὶ αὐταὶ "ἄχος" γινόμεναι, ὅπερ ἐπὶ σκηπτοῦ λέγει ἐκεῖνος. δρῶσι μὲν οὖν εἰς ἄλληλα ὅ τε Ἀπόλλων καὶ ὁ Ποσειδῶν καὶ πάσχουσι δέ τι ὑπ' ἀλλήλων οὕτως, ὡς εἴρηται, οὐδέτερος δὲ τοῦ λοιποῦ εἰς ἀκρίβειαν ἐπικρατεῖ καὶ περιγίνεται. διὸ καὶ συμβαίνουσι τελευτῶντες εἰς ἓν καὶ τάχιστα τῆς μάχης παρὰ τῷ ποιητῇ παύονται. αἰδεῖται γὰρ ὁ Ἀπόλλων τῷ πατροκασιγνήτῳ μιγῆναι ἐν παλάμῃσιν, ὡς ἐν τοῖς ἑξῆς λέγει ὁ ποιητής, κἂν ἡ Ἄρτεμις ὀνειδίσῃ ἐν τῷ "φεύγεις ἑκάεργε" καὶ ἑξῆς, αὐτὸς οὔτι προσφωνήσει τὴν ὀνειδίζουσαν. καλῶς γὰρ ἂν αἰδοῖτο ὁ Ἀπόλλων ἥλιος τὸν Ποσειδῶνα, εἴγε κατά τινας τῶν λήρων Φυσικῶν τροφεῖα τῷ Ποσειδῶνι ὀφείλει, ὡς ἐκ τῆς κάτωθεν ἀναπεμπομένης ὑγρότητος καὶ αὐτός, καθὰ καὶ οἱ λοιποὶ τῶν ἀστέρων, τροφὴν ἕλκων καὶ οὕτω συνιστάμενος. ἡ δὲ τοιαύτη αἰδὼς φιλίας ἂν εἴη σύμβολον, ὡς εἶναι τὸν Ποσειδῶνα καὶ τὸν Ἀπόλλωνα πῇ μὲν ἐναντίους ἀλλήλοις, ὡς εἴρηται, πῇ δὲ αὖθις φιλίους, κἀντεῦθεν τὸν ποιητὴν ἱστᾶν αὐτοῖς τὰ τῆς μάχης ἐν τῷ βούλεσθαι μὲν καὶ δύνασθαι, ὀκνεῖν δὲ καὶ εἰς χεῖρας ἀλλήλους συμμῖξαι, διὸ καὶ Ἀπόλλωνα μὲν ἔχειν εἶπεν ἰὰ πτερόεντα, οἷς βαλεῖ ἄν, εἰ δεήσει, τῷ Ποσειδῶνι δὲ οὐδέν τι δοῦναι ὅπλον ἔχει κατὰ τοῦ τοιούτου Ἀπόλλωνος. ἡ γὰρ τρίαινα ἐπὶ τῶν κάτω δρᾷ, δηλαδὴ κατὰ θαλάσσης καὶ γῆς. καὶ οὕτω μὲν κατά τινας ἀντιπίπτουσιν ἀλλήλοις ὁ Ἀπόλλων καὶ ὁ Ποσειδῶν. Ἕτεροι δὲ ἀνθιστῶσιν αὐτούς, ἐπειδὴ ὁ Ἀπόλλων μὲν λοιμῶν παραίτιος, οἷα τοῦ περιγείου σὺν Ἀρτέμιδι τῇ ἀδελφῇ μέρους δεσπόζων, ὁ Ποσειδῶν δὲ ὑγείας αἴτιος διὰ τῶν πνοῶν, αἳ τὸν ἀέρα ῥιπίζουσιν, εἴπερ καὶ ὁ Ὠκεανὸς εἰς ὕδωρ καὶ αὐτὸς ἀλληγορούμενος, καθὰ καὶ ὁ Ποσειδῶν, αὔρας ἀνίησιν ἀναψύχειν ἀνθρώπους. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν ἀλληγορούμενον φυσικῶς Ποσειδῶνά τε καὶ [371] Ἀπόλλωνα.

(v. 69) Ἡ Ἀθηνᾶ δὲ ἄντα Ἐνυαλίοιο ἱσταμένη κατὰ ἦθος ἀνάγεται. τίς γὰρ οὐκ οἶδε τὴν νοερὰν Ἀθηνᾶν τῷ ἀλόγῳ θράσει ἐναντίαν φερομένην; καὶ καταναιδεύεται μὲν ὁ μοιχὸς Ἄρης, περιγίνεται δὲ ἡ παρθένος Ἀθηνᾶ. ἡ δ' αὐτὴ καὶ τὴν σύνναον τῷ ἀλόγῳ θράσει θῆλυν Ἀφροδίτην πρὸς στήθεα ἐν τοῖς μετὰ ταῦτα χειρὶ παχείῃ ἐλάσασα συγκατέρριψεν.

(v. 70 s.) "Ἥρῃ δ' ἀντέστη", φησί, "χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο", φυσικώτερον. ἡ μὲν γὰρ εἰς ἀέρα συνήθως, ἡ δὲ εἰς σελήνην μετείληπται. περιγίνεται δὲ ἡ Ἥρα ἐν τοῖς ἑξῆς, ὅτε καὶ ὀϊστοὶ ἐκπίπτουσι τῇ Ἀρτέμιδι. οὐχ' οὕτω γὰρ ἡ σελήνη δραστικὴ περὶ τὸν ἀέρα καί, ὡς ἡ κλῆσις παραδηλοῖ, ἀερότεμις, ἤγουν τμητικὴ τῆς περὶ τὸν ἀέρα ὑγρᾶς ἐπισυστάσεως, ὡς ἡ τοῦ ἡλίου θερμότης, ἀλλ' ἐνταῦθα τὸ ἧττον ἡ σελήνη ἀποφέρεται καὶ μυρία πάσχει καὶ τῆς ἀερίας δράσεως ἥττηται καὶ μᾶλλον μεθ' ἡμέραν. νύκτωρ μέντοι δύναταί τι ποιεῖν πρὸς τὸν ἀέρα τῷ φωτί. διὸ καλῶς ὁ ποιητὴς τὴν Λητώ, ἥτις ἐστὶ νύξ, ἐπισυνάγειν φησὶν αὐτῆς τὰ τόξα πεσόντα ἄλλυδις ἄλλα, ἐπειδὴ ἐν νυκτὶ τὰ τοῦ σεληνιακοῦ φωτισμοῦ διαφαίνεται. Ἕτεροι δὲ Ἥραν μέν φασιν τὸν συνάπτοντα τῷ αἰθέρι ἀέρα, σωτήριον ὄντα. διὸ καὶ τελεία λέγεται Ἥρα καὶ μήτηρ, ὡς καὶ ἀλλαχοῦ σαφῶς δηλοῦται, Εἰλειθυιῶν. Τὸν δὲ περίγειον ἀέρα ὑπὸ τῇ Ἀρτέμιδι ποιοῦσιν, οὐ πάνυ ὄντα σωτήριον, ἀλλ' ἀπ' ἐναντίας ἥκοντα τοῖς ἄνω. διὸ καί φησιν "ἐπεί σε λέοντα [372] γυναιξὶ Ζεὺς ἔθηκε" διὰ τὸ φθαρτικόν [Οὗ ἔμφασιν ἔχει καὶ τὸ θύεσθαι, φασί, μαινίδα τῇ Ἑκάτῃ, ταὐτὸν δ' εἰπεῖν τῇ σελήνῃ, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ γέγραπται, διὰ τὸ δοκεῖν ἔστιν οἷς μανιῶν αἰτία εἶναι.] καὶ τοιαῦτα μὲν καὶ ταῦτα.

(v. 72) Λητοῖ δέ, φησίν, ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς. οἵπερ αὖθις ἠθικῶς ἐκλαμβάνονται, ἣ μὲν εἰς λήθην, ὃ δὲ εἰς λόγον μεταγόμενοι. καὶ ὁμολογήσει Ἑρμῆς, ὅτι ὦ Λητοῖ, "ἐγὼ δέ τοι οὔ τι μαχήσομαι". οὐ γὰρ δύναται λόγος λήθης καυχήσασθαι. ἄμαχον γάρ τι χρῆμα ἡ λήθη.

(v. 73-74) Ἐπὶ δὲ τούτοις φησίν, ὡς ἄντα Ἡφαίστοιο "μέγας ποταμὸς βαθυδίνης, ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον". Ἐν οἷς καραδοκητέον, ὡς Ἥφαιστος, θερμότης ζέουσα, τῷ τοῦ Ξάνθου ὑγρῷ ἐμπεσὼν ἐν τοῖς ἐφεξῆς κατὰ φυσικὴν ἀλληγορίαν μεγάλην δείξει δρᾶσιν ἐγγινομένην ἐκ πυρὸς ἢ πυρώδους τινὸς τῇ ὑγρότητι, οὐ μὴν ἠρεμαίαν καί, ὡς εἰπεῖν, ἀνεπαίσθητον, οὐδὲ ἀντιπάσχουσαν, ὁποῖα ἐν τοῖς ἐπὶ Ποσειδῶνος καὶ ἡλίου ἐκτέθειται. οὕτω διαπλέκει τὴν ἀλληγορίαν ὁ ποιητὴς φυσικῶς ἅμα καὶ ἠθικῶς, ἓν πρὸς ἓν ἀντιτάξας καὶ συνδυάσας, ὡς ἔδει, ἀνομοίως τὰς ἑτερότητας. ἃ δὲ οἱ ῥηθέντες τοῦ μύθου μάκαρες δράσουσιν ἐπ' ἀλλήλοις, ἡ ἐφεξῆς ῥαψῳδία δηλώσει. τῷ τέως δὲ ἡρωϊκαὶ πράξεις ἐκτεθήσονται, ἵνα μὴ τοῦ κατὰ τὸν Ἀχιλλέα πολέμου προηγήσωνται μείζονες οἱ δαιμόνιοι, καὶ οὕτω ψεύσηται τὸ τὴν ἔριν ὀλίγην τὰ πρῶτα κορύσσεσθαι, αὐτὰρ ἔπειτα οὐρανῷ στηρίζειν κάρα. Ἰστέον δὲ ὅτι τὸ "ἰὰ πτερόεντα" μεταπέπλασται συνήθως ἐκ τοῦ ἰοὶ πτερόεντες.

(v. 70) Χρυσηλάκατος δὲ Ἄρτεμις κἀνταῦθα ἡ χρυσότοξος, ἠλάκατα γὰρ καὶ τὰ βέλη καὶ οὐ μόνον τὰ ἔρια. Ὅρα δὲ ὅπως ἐφιλοτιμήσατο τὴν Ἄρτεμιν ἐπιθέτοις ὁ ποιητὴς εἰπὼν "Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινή, ἰοχέαιρα, κασιγνήτη Ἑκάτοιο", τουτέστιν Ἀπόλλωνος. διὸ καὶ αὐτὴν Ἑκάτην οἱ μεθ' Ὅμηρον λέγουσιν ἀπὸ [373] τοῦ ἀρσενικοῦ παρονομάσαντες, ὥσπερ πάλιν τινὲς ἀνάπαλιν ἀπὸ θηλυκοῦ τῆς Τιτανίδος Φοίβης τὸν Φοῖβον εἰρῆσθαί φασιν. [Ὅτι δὲ πολυώνυμος ἡ ῥηθεῖσα Ἑκάτη, δηλοῖ καὶ τὸ εἰς αὐτὴν ἐπίγραμμα, ἔχον οὕτως "δέσποινα τριοδῖτι, τρίμορφε, τριπρόσωπε, τρίγλαις κηλευμένη", τουτέστι θελγομένη, χαίρουσα. Ἑκάτῃ γάρ, ἤγουν Ἀρτέμιδι, ᾠκείωται ἡ τρίγλη, ὡς καὶ αὐτὸ προδεδήλωται. διὸ καὶ ἐν Ἀρτεμισίοις τρίγλη, φησί, παρεφέρετο διὰ τὸ δοκεῖν θηρεύειν τοὺς θαλασσίους λαγὼς θανασίμους ὄντας καὶ καταναλίσκειν. ὅθεν ὡς ἀνθρώπους ὠφελοῦσα τῇ ἄγρᾳ δέδοται τῇ κυνηγετικῇ θεῷ ὡς κυνηγέτις. ὅτι δὲ καὶ τόπος τις Ἀθήνῃσι Τρίγλη ἐκαλεῖτο, καὶ ὡς ἀνάθημα ἦν ἐκεῖ Τριγλαθήνῃ Ἑκάτῃ, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί.]

(v. 72) Τὸ δὲ ἀντιστῆναι ἀνωτέρω μὲν διαλελυμένως ἔφη ἔναντα ἵστασθαι, κατωτέρω δὲ ἄντα ἰέναι.

(v. 73) Τὸ δὲ "ἄντα" ποιητικὴ λέξις. διὸ καὶ ὁ ποιητὴς ἐν τοῖς τόποις τούτοις τὸ μὲν ἔναντα προσάπαξ εἶπε, τὸ δὲ ἐναντία δίς, τὸ δὲ ἄντα πεντάκις, ὅπερ ἐκ τοῦ ἄντην γέγονεν, ὡς ἐκ τοῦ κρύβδην τὸ κρύβδα. ἔστι δὲ καὶ τὸ "ἐναντίβιον πολεμίζειν" ἰσοδύναμον τῷ ἔναντα καὶ ἐναντία. δὶς δὲ ἐν τοῖς τοιούτοις κεῖται μόνον τὸ ἄντα δίχα ῥήματος, οἷα νοουμένου ἀπὸ κοινοῦ τοῦ ἵστατο ἢ ἔστη.

(v. 70) Διὰ τί δὲ κελαδεινὴ ἡ Ἄρτεμις, καὶ ὡς ἐκ τοῦ κελάδου καί τι δαιμόνιον φοβερὸν ὁ Ἐγκέλαδος, καὶ ποταμὸς καὶ πόντος δὲ κελάδων, δηλοῦνται ἑτέρωθι, ὥσπερ καὶ περὶ τοῦ ἰοχέαιρα, καὶ ὡς καθ' Ὅμηρον μὲν κασιγνήτη Ἀπόλλωνος ἡ Ἄρτεμις, κατὰ δέ τινας φυσικωτέρους γυνή.

(v. 72) Τὸ δὲ "σῶκος" ἐπὶ Ἑρμοῦ ὁ Τυραννίων [374] ὀξύνει πρὸς ἀποφυγὴν κυρίου τοῦ "ὦ Σῶκε, Ἱππάσου υἱέ". ἀντιλέγεται δέ. τὰ γὰρ εἰς κος δισύλλαβα, ἀπαρασχημάτιστα ὄντα εἰς γένος θηλυκόν, φύσει μακρᾷ παραληγόμενα, βαρύνεται, οἷον φῶκος, θῶκος. σεσημείωται τὸ σηκός. οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς οὐδὲ τὸ ἐκ τοῦ σάοικος κραθῆναι τὴν λέξιν, ἵνα ᾖ σῶκος ὁ σῴζων τοὺς οἴκους, ὡς ἂν μὴ πρόσκειται, φασίν, ἤγουν προσγράφηται, ἐν τῇ παραληγούσῃ τὸ ι τῆς παραδόσεως οὐχ' οὕτως ἐχούσης. διὸ καὶ ἁπλούστερον ἐτυμολογοῦντες αὐτό, φασίν· ὥσπερ θάσσω θᾶκος, σάω σάκος, οὕτω καὶ σώω σῶκος ὁ σωστικός. Περὶ δὲ ἐριουνίου προδεδήλωται.

(v. 73) Μέγαν δὲ ποταμὸν τὸν Ξάνθον λέγει, οὐχ' οὕτω σωματικῶς κατὰ τὸ ὕδωρ, ἀλλὰ κατὰ τὸ δαιμονιῶδες. ἑκάστου γὰρ ἀεννάου ποταμοῦ δαίμονά τινα οἱονεὶ ταμίαν τοῦ ῥεύματος ὁ μῦθος προϊστᾷ. Ὁ δὲ βαθυδίνης δῆλον ὡς πλεῖόν τι δηλοῖ τοῦ ἀργυροδίνου, ὃς ἐπιπολῆς ἀβαθεῖς προφαίνει τὰς δίνας, ἔτι δὲ καὶ τοῦ ἁπλῶς δινήεντος.

(v. 74) Διώνυμον δὲ εἶναι τὸν Σκάμανδρον ἐπισημαίνεται ὁ ποιητὴς ἐν τῷ "ὃν Ξάνθον καλέουσι θεοί" καὶ ἑξῆς, ἐπιλεξάμενος καὶ νῦν τὸ εὐφωνότερον τοῖς θεοῖς, ὡς καὶ ἀλλαχοῦ εἴρηται. ὁ γὰρ Σκάμανδρος τραχύνει τε τὴν φωνὴν καὶ εἰς μέτρον δὲ δύσχρηστός ἐστι, ὡς καὶ αὐτὸ προείρηται. Ξάνθος δὲ λέγεται, ἐπεί, φασί, διαφερόντως τοὺς λουομένους ξανθίζει, ὡς καὶ ὁ Λύκιος Ξάνθος, ἢ καὶ τοὺς παραπεφυκότας πιαίνων καρποὺς λευκαίνει, καὶ οὕτω ξανθὴν οἷον ποιεῖ τὴν Δήμητραν, ἣν ἕτεροι διὰ τὸ φύσει ἐγγινόμενον ὑπόλευκον ξάνθισμα τοῖς ληΐοις καὶ ἑλήγηριν λέγουσι διὰ τὸ ὑπὸ τῆς τοῦ ἡλίου ἕλης γηρᾶν. ἢ τοίνυν διὰ τὸ ξανθίζειν οὕτω καλεῖται ὁ Τρωϊκὸς Ξάνθος, ἢ ὅτι Ἀφροδίτη πρὸ τῆς κρίσεως ἐν αὐτῷ λουσαμένη ξανθὰς ἔσχε τρίχας. Σκάμανδρος δὲ λέγεται ὡς οἱονεὶ κάμανδρος. Κάματον γάρ ποτε ἀνδρὸς τοῦ Ἡρακλέος παρεμυθήσατο, ἡνίκα εἰς Ἴλιον ἐστρατεύσατο, ἢ καὶ διότι ἀνδρὸς ἐκείνου σκάμμα τὸν Ξάνθον ἐκ γῆς προήγαγε. σκάψας γάρ, φασί, τότε γῆν Ἡρακλῆς ἐν τῷ διψᾶν πηγὰς ἐξέφηνε ποταμοῦ, ὃς διὰ τοῦτο ἐκλήθη Σκάμανδρος.

(v. 75-78) Ὅτι ὁ Ἀχιλλεὺς [375] "Ἕκτορος ἄντα μάλιστα λιλαίετο", ἤγουν ἤθελε, "δῦναι ὅμιλον". καὶ αὐτοῦ "μάλιστά γε θυμὸς ἀνώγει αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν", τουτέστιν αἵματος κορέσαι τὸ ἑαυτοῦ ξίφος, ὡς καὶ ἀλλαχοῦ εἴρηται. ἔστι δὲ ὁ τρόπος περιφραστικὴ ἀλληγορία. τὸ γὰρ τοῦ ξίφους ὡς ἐπὶ Ἄρεος λαλεῖ. [Τοιοῦτον δέ πως καὶ τὸ "λάϊνον ἕσσο χιτῶνα", ἤγουν ἐλιθάσθης ἄν. τὸ γὰρ λάεσσι σκεπασθῆναι ὡς ἐπὶ χιτῶνος ἐλαλήθη. ὅτι δὲ ἐκ τοῦ λῶ, τὸ θέλω, παρῆκται τὸ λιλαίω, δῆλόν ἐστιν. ἐξ αὐτοῦ δὲ ἴσως ὁ Λίλας, οὗ παράγωγον τὸ Λιλάντειον πεδιόν.] Πόθεν δὲ γίνεται ὁ ταλαύρινος καὶ ὅσα ἄλλα εἰς τοῦτον τὸν τόπον ἔδει εἰπεῖν, καὶ ἐν τῇ ε΄ ῥαψῳδίᾳ ἱκανῶς εἴρηται.

(v. 82-85) Ὅτι ὁ Ἀπόλλων τῷ Πριαμίδῃ Λυκάονι ὁμοιωθείς φησι πρὸς Αἰνείαν ὀνειδίζων καὶ κατὰ τοῦ Ἀχιλλέως ἐρεθίζων "Αἰνεία, Τρώων βουληφόρε, ποῦ τοι ἀπειλαί, τὰς Τρώων βασιλεῦσιν ὑπέσχεο οἰνοποτάζων, Ἀχιλλέως ἐναντίβιον πολεμίζειν"; Καὶ ὅρα τὸ "οἰνοποτάζων". ἀληθῶς γὰρ παρὰ τὸν οἶνον αἱ καυχήσεις τὰ πλείω γίνονται. [Ὡς δῆλον καὶ ἐκ τοῦ "πῇ ἔβαν εὐχωλαί, ἃς ἐν Λήμνῳ κενεαυχέας ἠγοράασθε ἔσθοντες κρέα" καὶ ἑξῆς, ὃν δὴ στίχον ὁ Ἀρίσταρχος περιγράφων, ὡς ἀπὸ κρεωφαγίας αὐχεῖν ποιοῦντα τοὺς Ἕλληνας, ἀθετεῖ. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι καὶ σκώπτειν καὶ γελοιάζειν γίνεται, ἀλλ' ἐκ τῆς ἐν μέθῃ ἀλλοιούσης τὴν γνώμην καὶ πρὸς τὸ ψευδὲς τρεπούσης, ὡς γράφει Ἀθήναιος, ἥτις κατὰ Βακχυλίδην αἰθύσσει φρένας. δι' ἥν φησι καὶ ὁ δεινότατος τῶν Τρώων Αἰνείας, ἐν τῷ βουλεύεσθαι παρρησιασάμενος καὶ ἀπειλὰς ἐν τῷ μεθύειν ὑποσχόμενος τοῖς Τρωσίν, ὑπέμεινε τὴν Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ ἂν παραπώλετο. ὡς δὲ καὶ Ἀγαμέμνων ἀάσατο οἴνῳ μεθύων κατὰ τὸν Διοσκουρίδην, ὡς πρὸ ὀλίγων ἐκεῖνος εἶπεν, ἀλήθειαν ὁ βασιλεὺς ἐπιμαρτυρόμενος τῷ Ἀχιλλεῖ, ὃς ἐν τῇ α΄ ῥαψῳδίᾳ οἰνοβαρῆ ἐκεῖνον ἔσκωψε. καὶ ταῦτα μὲν τοιαῦτα.] Δῆλον δὲ ὡς προϋπάρχει τοῦ οἰνοποτάζειν τὸ οἰνοποτεῖν. Τρώων δὲ βασιλεῖς τοὺς κατὰ μέρος ἄρχοντας λέγει, ὡς καὶ ἐν Ἰθάκῃ πολλοὺς ὁ Τηλέμαχός φησιν εἶναι βασιλεῖς, ὅ ἐστιν ἐπιδόξους εἰς [376] βασιλείαν καὶ τῇ ἀρχῇ πρέποντας. καὶ ταῦτα μὲν τοιαῦτα.

(v. 86-93) Αἰνείας δὲ φιλαλήθως φησὶ "Πριαμίδη, τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις ἀντία Πηλείωνος ὑπερθύμοιο μάχεσθαι; οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ' Ἀχιλῆος στήσομαι, ἀλλ' ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι, πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον. αὐτὰρ ἐμὲ Ζεὺς εἰρύσαθ', ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα".

(v. 946) Λέγει δὲ καί, ὅτι ἐδάμην ἂν "ὑπὸ χερσὶν Ἀχιλῆος καὶ Ἀθήνης, ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος", οἷα δηλαδὴ φωσφόρος, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ δηλοῦται σαφέστατα. καὶ ἐκέλευε, φησίν, ἔγχεϊ "Λέλεγας καὶ Τρῶας ἐναίρειν".

(v. 97-100) Διό, φησίν, "οὐκ ἔστ' Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι. αἰεὶ γὰρ πάρα θεός, ὃς λοιγὸν ἀμύνει. καὶ δ' ἄλλως τοῦ γε", ἤγουν τούτου, "ἰθὺ βέλος πέτεται, οὐδ' ἀπολήγει πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν". οὕτω σώφρων Αἰνείας καὶ ἄτυφος καὶ ἑαυτὸν γινώσκων καὶ τὴν ἀλήθειαν οὐκ ἐπικρύπτειν εἰδὼς καὶ μονονουχὶ λέγων καὶ αὐτὸς τὸ τοῦ Τραγικοῦ "νικᾷ γὰρ ἡ ἀρετή με τῆς ἔχθρας πολύ". Καὶ σημείωσαι ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς ἱστορίας διαφόρους ἐνέθετο προγενεστέρας τοῦ δεκάτου ἔτους, πάσας μέντοι σεμνυνούσας τὸν Ἀχιλλέα, τὴν ἡρωϊκὴν δίωξιν δηλαδὴ καὶ τὴν ἐξ αὐτῆς φυγὴν τοῦ Αἰνείου καὶ τὴν τῆς Λυρνησσοῦ καὶ Πηδάσου ἅλωσιν.

(v. 92) Περὶ ὧν, εἰ καὶ προείρηται, νῦν ὅμως περὶ Πηδάσου ῥητέον πρὸς ἀνάμνησιν, ὅτι ὑπὸ τῇ Ἴδῃ ἔκειτο, Τρωϊκὴ καὶ αὐτὴ πόλις οὖσα, ἣν θηλυκῶς, φασί, λεκτέον, ὥσπερ αὖ οὐδετέρως τὴν Καρικὴν πόλιν τὰ Πήδασα. ἐκεῖνα δὲ καὶ διὰ τοῦ γ ἐλέγετο Πήγασα. ἔστι δέ, ὡς καὶ προεγράφη, καὶ ἑτέρα παρὰ τῷ ποιητῇ Πήδασος. ἡ δέ ἐστι κατὰ τοὺς παλαιοὺς ἡ Μεθώνη ἢ ἡ Κορώνη.

(v. 88) Τὸ δὲ "ἀντία μάχεσθαι" διάλυσίς ἐστι τοῦ ἀντιμάχεσθαι, ὡς καὶ τὸ ἄντα ἵστασθαι τοῦ ἀνθίστασθαι. ἰσοδύναμον δὲ τῷ ἀντιμάχεσθαι τὸ ἐναντίον μάχεσθαι, ὥσπερ καὶ τὸ ἐναντίβιον πολεμίζειν.

(v. 92 s.) Τὸ δὲ "αὐτὰρ ἐμὲ θεὸς εἰρύσατο", τουτέστιν ἐφύλαξε, καὶ ἑξῆς, εἰς ἐπικουρίαν τὴν θεόθεν εὐχρηστεῖται.

(v. 95) Τὸ δὲ "πρόσθεν ἰοῦσα ἐτίθει φάος" δίδωσι συλλογίζεσθαι ὅτι νυκτιλοχῶν ἐπῆλθεν ὁ Ἀχιλλεὺς τῷ Αἰνείᾳ βουκολοῦντι τὰ τοῦ πατρός, ὥσπερ καὶ τὸν Λυκάονα ἐννύχιος εἷλε προμολών. διὸ καὶ ἐδέετο φωτὸς ὁ [377] Ἀχιλλεύς. ἐξευρίσκων δὲ κατὰ σύνεσιν τὰ ζητούμενα ῥᾳδίως ἐρρέθη ὁδηγεῖσθαι ὑπ' Ἀθηνᾶς φωσφορούσης, καθὰ δηλοῖ καὶ ἡ Ὀδύσσεια, καὶ "ὀρθῇ κελεύθῳ", καθά τις ἔφη, "τἀν σκότει" ποδηγετούσης". Ὅρα δὲ καὶ πολλὴν ταχυτῆτα ποδῶν προσμαρτυρουμένην τῷ Αἰνείᾳ, εἴγε τὸν ποδωκέστατον Ἀχιλλέα ἐν τοιούτῳ καιρῷ διεξέφυγε, καὶ ταῦτα ὑπὸ Ἀθηνᾶς φωταγωγούμενον. αἴτιον δὲ οὐ μόνον, ὅτι τὴν περὶ ψυχῆς ἔθεε φεύγων, ἀλλὰ καὶ ἡ τῶν τόπων εἴδησις, ὡς εἰκός, δι' ἣν εὐμαθῶς ἔφευγεν, ἢ καὶ ὅτι οὐδὲ πάνυ ἐδιώχθη κατὰ σπουδὴν καὶ ἐπιμόνως ὑπ' Ἀχιλλέως, ἀσχολουμένου, ὡς ἔοικεν, εἰς τὴν βοηλασίαν. οὐ γὰρ τῷ Αἰνείᾳ ἐπῆλθεν, ἀλλὰ ταῖς βουσίν, ὡς Αἰνείας φησίν. Οἱ δὲ νῦν Λέλεγες οὗτοι καὶ Τρῶες κόμμα τι μέτριον φαίνονται εἶναι Λελέγων καὶ Τρώων συνακολουθοῦν τῷ Αἰνείᾳ καὶ συγκινδυνεῦον αὐτῷ. κατὰ δὲ ὁλότητα Λέλεγες, περὶ ὧν καὶ αὐτῶν προείρηται, οἱ Κᾶρές εἰσιν, ἐπεὶ καὶ Λελέγων πόλις κατὰ τοὺς παλαιοὺς ἡ τῆς Καρίας μητρόπολις. καλοῦνται δὲ οὕτω ἀπὸ τοῦ λέγω, τὸ συνάγω, ὡς ἐκ πολλῶν συλλεγέντες ἐθνῶν, ὁποῖόν τι καὶ περὶ τῶν Αἰολέων ἱστόρηται. ὁ δὲ Γεωγράφος οὐκ αὐτόχρημα Κᾶρας οἶδε τοὺς Λέλεγας, λέγων ὅτι Λέλεγες ἕτεροι μὲν τῶν Καρῶν ὑπῆρξαν, ᾤκουν δὲ περὶ τοὺς καλουμένους ὑπὸ τοῦ ποιητοῦ Κίλικας, ἐκπορθηθέντες δ' ὑπ' Ἀχιλλέως μετέστησαν εἰς Καρίαν καὶ κατέσχον τὰ περὶ Ἁλικαρνασόν, καθὰ καὶ ταῦτα προγέγραπται. ἑτέρωθι δὲ λῃστρικοὺς λέγει τοὺς Λέλεγας. ὧν τινες, φησί, πλάνητες συγκατεμίχθησαν Κίλιξι καὶ συνέμειναν δι' ὁμοιοτροπίαν. ἀλλαχοῦ δὲ ἔφη καὶ ὅτι ἐν τῷ Ἀδραμυτηνῷ κόλπῳ τοὺς πλείους τῶν Λελέγων κατοικίζων φαίνεται ὁ ποιητής, ὧν Πήδασόν τινα λέγει πόλιν ὑπὸ Ἄλτῃ [τεταγμένην.]

(v. 99) Τὸ δὲ "ἰθὺ πέτεται" ἀφορμὴ γίνεται τοῦ συνθέτως ἰθυπτίωνα εἰπεῖν τὴν Ἀχιλλέως μελίαν ἐν τοῖς ἑξῆς. Καὶ ὅρα τὸ "πέτεται" καὶ τὸ "οὐκ ἀπολήγει", ὡς ἐπὶ ἐμψύχου καὶ ἔμφρονος τοῦ βέλους λεχθέντα καὶ αὐτά, ὡς πολλαχοῦ θέλει ποιεῖν Ὅμηρος. [378] [Φιλοτιμία δὲ ποιητικὴ πτηνὸν οἷον πλάσασθαι τὸ τοῦ Ἀχιλλέως δόρυ, ἐπεὶ τοιοῦτος ὑπόκειται καὶ ἐκεῖνος ἐν τῷ "εὖτε", ἀντὶ τοῦ καθά, "πτερά" τὰ τεύχεα γεγόνασιν αὐτῷ. βούλεται δὲ τὸ μὲν "πέτεται" κουφοτάτην νοεῖσθαι τὴν Πηληϊάδα μελίην. Τὸ δὲ "οὐδ' ἀπολήγει" πάνυ ἑκήβολον αὐτὴν εἶναι, ἤγουν ἑκὰς ἀφιεμένην.]

(v. 83-84) Ἰστέον δὲ καὶ ὅτι πρὸς τὸν ὑπεσχημένον ἀτελέστατα ἐν συμποσίῳ οἰκεῖον εἰπεῖν τὸ "ποῦ τοι ἀπειλαί, ἃς ὑπέσχεο οἰνοποτάζων";

(v. 87) Ὁ δὲ ὀκνῶν πεισθῆναί τινι κελεύοντι ἐρεῖ ἄν "τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις";

(v. 97 s.) Ἀνδρείου δὲ καὶ θεοφιλοῦς ἔπαινος τό· οὐκ ἔστιν ἔναντι τοῦ δεῖνος ἄνδρα μάχεσθαι. αἰεὶ γὰρ πάρα θεός, ὃς λοιγὸν ἀμύνει.

(v. 100-102) Ὅτι τὸ "εἰ δὲ θεός περ ἶσον τείνειε πολέμου τέλος, οὔ με μάλα ῥέα νικήσει, οὐδ' εἰ παγχάλκεος εὔχεται εἶναι" τοῦτο νοεῖ, ὡς ἐὰν οὐ ῥέπῃ τὸ τοῦ μοιριδίου τάλαντον, ἢ καὶ ἄλλως, ἐὰν οὐδεμία τίς ποθεν ἐπιβρίσῃ ῥοπή, οὐκ ἂν ἡττηθήσομαι. καὶ οὗτός ἐστιν ὁ λογισμὸς ὁ παραπείσας ἀντιστῆναι τὸν ταῦτα εἰπόντα Αἰνείαν τῷ Ἀχιλλεῖ. προβέβληται γὰρ καὶ αὐτός, ὡς καὶ πολλῷ πλέον πρὸ τούτου δέδεικται Ἀχιλλεύς, τὴν ἀγαθὴν ἐλπίδα, ἧς μὴ ὑποθαλπούσης ῥιγεδανώτατος ὁ πόλεμος. [Πολέμου δὲ τέλος οὐκ ἔστι νοῆσαι τὴν νίκην ἐνταῦθα, τὸν πόλεμον δὲ αὐτὸν περιφραστικῶς.]

(v. 102) Τὸ δὲ "παγχάλκεος" ἀστείως εἴρηται μονονουχὶ λέγοντος τοῦ Αἰνείου, ὅτι οὐκ ἂν εὐκόλως με νικήσῃ ὁ Ἀχιλλεύς, οὐ μόνον ἐὰν ἐξ Ἡφαίστου ὁπλοφορῇ, ἀλλ' οὐδὲ ἐὰν αὐτόχρημα χάλκεός ἐστι. Καὶ ὅρα ὅπως οὐ πάνυ ὁ Αἰνείας εἰς ἶσον θέλει ἄγειν ἑαυτὸν τῷ Ἀχιλλεῖ κατὰ ἀνδρίαν καὶ κατὰ ὠκύτητα ποδῶν, ἀλλὰ κολάζει καὶ ἀμφότερα, ἐκφυγεῖν μὲν ἀνωτέρω τὸν Ἀχιλλέα εἰπών, οὐ διότι ταχύτερός ἐστιν ἐκείνου, ἀλλὰ διότι αὐτὸν εἰρύσατο Ζεὺς ἐπόρσας μένος λαιψηρά τε γοῦνα, καὶ ἐν πολέμῳ δὲ οὔτε νικήσειν λέγει τὸν Ἀχιλλέα, οὔτε ὅτι ἐκεῖνος οὐ νικήσει τοῦτον, ἀλλ' ὅτι οὐ ῥέα μάλα νικήσει δίχα θείας ῥοπῆς. οὕτως οὐ μόνον συνετὸς ὁ Αἰνείας καὶ εἰδὼς ἑαυτόν, ἀλλὰ καὶ θεοφιλής.

(v. 105-107) Ὅτι Ὁμηρικὴ κἀνταῦθα δεινότης ἐξευρίσκει σύγκρισιν Αἰνείου τε καὶ Ἀχιλλέως ἐκ μητέρων καὶ δίδωσι τὸ μεῖζον τῷ Αἰνείᾳ. ἡ μὲν γὰρ Ἀφροδίτη Διός, ἡ τοῦ Αἰνείου μήτηρ, ἡ δὲ Θέτις χερείων θεὸς οἷα ἐκ τοῦ θαλασσίου Νηρέως. καὶ ταῦτα μὲν οὕτως. ἀλλὰ τί τῆς μητραγαθίας ὄφελος; οὐ γὰρ παρὰ τοῦτο οὐδ' [379] Ἀχιλλεὺς ὁ τῆς Θέτιδος Αἰνείου τὸ ἧσσον φέρεται τοῦ ἐκ τῆς εὐγενεστέρας Ἀφροδίτης.

(v. 105) Σημείωσαι δὲ ὅτι ἐνταῦθα κόρην φανερῶς τὴν θυγατέρα φησίν. οὕτω γὰρ κόρη Διὸς ἡ Ἀφροδίτη.

(v. 106) Ὅρα δὲ καὶ τὸ χερείων ἐπὶ ἁπλῶς ταπεινοτέρου τεθὲν καὶ ἐλάττονος, ἔνθα φησὶν Ἀπόλλων τὸν Αἰνείαν μὲν Ἀφροδίτης ἐκγενέσθαι, τὸν Ἀχιλλέα δὲ χερείονος ἐκ θεοῦ εἶναι, ἤτοι τῆς Νηρηΐδος Θέτιδος, ἥτις ἐλαττοῦται τῆς Ἀφροδίτης, ὡς καὶ ὁ Νηρεὺς τοῦ Διός. κατὰ λόγον γὰρ εὐγενείας ἡ τῶν πάππων καὶ ὅλως τῶν προγόνων ὑπεροχὴ καταβαίνει καὶ εἰς τοὺς ἀπογόνους. Σημείωσαι δὲ καὶ ἐν τούτοις, οἵα ἡ τῶν ἐχεφρόνων ῥητόρων παραίφασις. ἐπιχειρήσας γὰρ τεχνικῶς ἐν τῇ προειρημένῃ συγκρίσει ὁ μυθικὸς Ἀπόλλων παρήγαγε τὸν Αἰνείαν εἰς ὅπερ ἤθελεν, οὐκ αἰσθόμενον ὅτι, καθάπερ οὐδὲ ἡ πατραγαθία μόνη, οὕτως οὐδὲ τὸ ἐκ μητρὸς σέμνωμα συντελεῖ πρὸς ἔργα τὰ κατ' ἀνδρίαν. ἠρέθισε δὲ τὸν Αἰνείαν καὶ ἡ κλῆσις πάνυ σεμνὴ οὖσα.

(v. 104-107) Φησὶ γὰρ "ἥρως, ἀλλ' ἄγε καὶ σὺ θεοῖς εὔχεο. καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστιν. ἣ μὲν γὰρ Διός ἐσθ', ἣ δ' ἐξ ἁλίοιο γέροντος.

(v. 108 s.) Εἶτα καὶ ἀξιῶν ὃ βούλεται, φησὶν "ἀλλ' ἰθὺς φέρε χαλκὸν ἀτειρέα", ἀντὶ τοῦ ἴθυσον μετὰ χαλκοῦ, ἤτοι μετὰ ὅπλων στῆθι καὶ οἷον ἀντίστησον τῷ πολεμίῳ τὰ ὅπλα, "μηδέ σε πάμπαν λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ". τοῦτο δὲ παντὶ προσήκει ὀτρύνοντί τινα κατὰ ἐχθροῦ.

(v. 104) Καὶ ὅρα τὸ "ἀλλ' ἄγε καὶ σὺ θεοῖς εὔχεο", δι' οὗ ἀστείως δηλοῦται ὡς εὐχῆς χρεία τῷ Αἰνείᾳ, εἰ μέλλοι ἀντιστῆναι τῷ Ἀχιλλεῖ.

(v. 109) Τὸ δὲ "ἀρειῇ", ὅ ἐστιν ἀπειλῇ, ὃ γίνεται πλεονασμῷ τῆς ει διφθόγγου ἐκ τοῦ ἀρά, ἐπίτομός ἐστι διασάφησις τοῦ "λευγαλέοις ἐπέεσσι". δῆλον γάρ, ὡς λευγαλέον ἔπος ἡ ἀπειλή.

(v. 110 s.) Ὅτι δὲ καὶ προθυμίαν ἐμποιοῦσιν εἰς ἔργον αἱ τεχνικαὶ παραινέσεις, δηλοῖ καὶ ἐνταῦθα τὸ "ὣς εἰπών", ὁ Ἀπόλλων δηλαδή, "ἔμπνευσε μένος μέγα ποιμένι λαῶν", καὶ [380] εὐθὺς ἔβη διὰ προμάχων ὁ Αἰνείας.

(v. 113) Ὅτι οὐλαμὸς καὶ ἐνταῦθα ἐν τῷ "ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν" τὸ πύκνωμα καὶ σύστρεμμα τοῦ λαοῦ ἀπὸ τῆς σαρκικῆς οὐλώσεως, ὥς φασιν οἱ παλαιοί, ἢ ἀπὸ τῆς οὐλότητος τῶν συνεστραμμένων τριχῶν. Ὅτι καινήν τινα περιπέτειαν ὁ ποιητὴς ἐνταῦθα παρεισάγει τὴν τοῦ Αἰνείου καὶ Ἀχιλλέως μάχην, ἐν ᾗ διχόθεν ὑποδύσκολον τὸ τέλος. οὔτε γὰρ ἀναιρεθῆναι δυνατὸν τὸν Αἰνείαν ‑ παρὰ τὴν ἱστορίαν γὰρ τοῦτο ‑ οὔτε ἀκινδύνως διεκφυγεῖν. οὐ γὰρ ἄξιον Ἀχιλλέως τοῦτο.

(v. 115-118) Διόπερ ὁ ποιητὴς παρασημειούμενος τὸ κινδυνῶδες τῆς περιπετείας ποιεῖ τὴν Ἥραν λέγουσαν πρὸς Ποσειδῶνα καὶ Ἀθηνᾶν "φράζεσθον ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα", ἤγουν τὸ τὸν Αἰνείαν βῆναι ἀντία Πηλείωνος, ἐπεὶ ἀνῆκεν αὐτὸν ὁ Ἀπόλλων, οἱονεὶ ἀνιστῶν Ὅμηρος τὸν ἀκροατὴν εἰς προσοχὴν διὰ τὸ τοῦ πλάσματος δυσχερὲς καὶ ἑαυτὸν δὲ ὀξύνων εἰς εὕρεσιν πιθανότητος. ὅπως δὲ αὐτὸς πιθανῶς τὸ ἄπορον λύσει, ἐν τοῖς ἑξῆς φανήσεται, ὅπου παρὰ βραχὺ κινδυνεύων ὁ Αἰνείας ὅμως ἐκ τοῦ πολέμου σωθήσεται μηδέν τι παθὼν ἀνήκεστον. τρόπος δὲ αὐτῷ φυλακῆς τὸ ἐλθεῖν ὥσπερ τῷ Αἰνείᾳ, οὕτω καὶ τῷ Ἀχιλλεῖ θείαν ἐπικουρίαν.

(v. 119-122) Φησὶν οὖν ἡ Ἥρα "ἀλλ' ἄγεθ', ἡμεῖς πέρ μιν", ἤγουν τὸν Αἰνείαν ἢ τὸν Φοῖβον, "ἀποτρωπῶμεν ὀπίσσω αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ δευέσθω", ἤγουν δεέσθω, κράτους μεγάλου. ταῦτα δὲ προσφυῆ ἔσονται εἰς ἐπικουρίαν καταπονουμένου προσώπου,

(v. 122-124) ὡς καὶ ἐφεξῆς φιλίας συμμαχικῆς ἔπαινος τὸ "ἵνα εἰδῇ ὅ", ἤγουν ὅτι, "μιν φιλέουσιν ἄριστοι, οἱ δ' αὖτ' ἀνεμώλιοι, οἳ τὸ πάρος περ" [381] τοῖς δεῖνα "ἀμύνουσιν", οἷον Τρωσί, "πόλεμον καὶ δηϊοτῆτα".

(v. 119 s.) Ἰστέον δὲ ὅτι τὸ "ἀποτρωπῶμεν αὐτόθεν" ἀντὶ τοῦ ἀπ' αὐτοῦ τοῦ Ἀχιλλέως, ἢ μᾶλλον ἐξ αὐτοῦ δὴ τοῦ τόπου, ἔνθα νῦν εἰσιν ὁ Αἰνείας τε καὶ ὁ Ἀπόλλων, ἵνα ᾖ ὅμοιον τῷ "μετέειπεν Ἀγαμέμνων αὐτόθεν ἐξ ἕδρης".

(v. 1278) Ὅτι τὴν αἶσάν φησι λίνῳ ἐπινήθειν τοῖς γεννωμένοις, ἃ μετὰ ταῦτα πείσονται. δηλοῦται δὲ διὰ τούτου, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, ἡ τῶν ἀνθρωπίνων πραγμάτων ἐν λεπτῷ στροφὴ καὶ ὁ ἐν τούτοις εἱρμός. ἀπὸ δὲ τοῦ τοιούτου νήθειν καὶ αἱ βαρεῖαι κατακλῶθες ἀλλαχοῦ παρὰ τῷ ποιητῇ [λόγῳ τροπῆς. λίνου μὲν γὰρ τὸ κατακλώθεσθαι, ἀτράκτου δὲ κλώθοντος τὸ ὑπὸ βάρους κάτω φέρεσθαι], ἃς διασαφῶν Εὐριπίδης φησὶ "στέμματα ξήνασα θεὰ ἐπέκλωσε" πόλεμον. Αἶσα δὲ ὁ τοῦ παντὸς λόγος κατὰ τοὺς παλαιούς, παρὰ τὸ δαίω, τὸ μερίζω. ὅθεν καὶ Μοῖρα λέγεται, καὶ Εἱμαρμένη δέ, ὡς ἀπὸ τοῦ μείρω, ὅπερ ταὐτόν ἐστι τῷ δαίω καὶ τῷ μερίζω. τὸν δ' αὐτὸν καὶ Ζῆνά φασιν, ὡς τοῦ ζῆν αἴτιον, καὶ Δία, ὅτι δι' αὐτοῦ πάντα, καὶ πεπρωμένην, ὅτι πάντα εἰς πέρας φέρει. Ὁ δὲ τόπος οὗτος καὶ προαναφώνησιν ἔχει ἀξυμφανῆ τῶν μετὰ ταῦτα.

(v. 125-128) Καὶ ἔστι τὸ ὅλον τοιοῦτον "πάντες δ' Οὐλύμποιο κατήλθομεν ἀντιόωντες τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι σήμερον", ὁ Ἀχιλλεὺς δηλαδή, "ὕστερον αὖτε τὰ πείσεται", ἤγουν ταῦτα πάθῃ, "ἅσσα οἱ", ἤτοι ἅτινα αὐτῷ, "αἶσα γεινομένῳ ἐπένησεν", ὡς ἐρρέθη, "λίνῳ, ὅτε μιν τέκε μήτηρ". ὅπερ ἐστὶ διασαφητικὸν τοῦ γεινομένῳ, ὅ ἐστι γεννωμένῳ.

(v. 129 s.) Εἶτα κεῖται καὶ τὸ "δείσεται ὁ [382] Ἀχιλλεύς" παθητικῶς ἀντὶ τοῦ φοβηθήσεται, εἰ μὴ ταῦτα μαθὼν ἴδῃ αἴφνης θεόν τινα ἀντικαταστάντα ἐκείνῳ.

(v. 131) Μεθ' ὃ τέθειται καὶ ὡς γνωμικὸν τὸ "χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς", ὅπερ ὀρθὸν ἔσται παρῳδηθὲν ἑνικῶς, οἷον· χαλεπὸς δὲ θεὸς φαίνεσθαι ἐναργής, ὅ ἐστι χαλεπὸν τὸ θεὸν ὀφθαλμοφανῶς ἰδεῖν. ἀντίκειται δὲ τὸ ἐναργὲς πρὸς τὸ νοητὸν καὶ φανταστὸν καὶ τὰ τοιαῦτα.

(v. 133) Ὅτι ἀποφθεγματικὸν ἐκ Ποσειδῶνος ῥηθὲν πρὸς Ἥραν τὸ "μὴ χαλέπαινε παρὲκ νόον", ἀντὶ τοῦ μὴ ὀργίζου ἔξω νοός, καὶ ὡς εἰπεῖν ἀνοήτως. "οὐδέ τί σε χρή", φησι. Περὶ δὲ τοῦ παρέκ ὅτι καὶ παρέξ λέγεται, καὶ ὅτι διφορεῖται κατὰ σύνταξιν, καὶ ὅτι ἀεὶ παρ' Ὁμήρῳ ὀξύνεται, ἀλλαχοῦ προείρηται ἱκανῶς. δηλοῖ δὲ περὶ αὐτοῦ καὶ ἡ Ὀδύσσεια.

(v. 134) Εἶτα καὶ ὃ φθάσας εἶπε συμβαλεῖν, συνελάσαι φησὶν εἰπὼν "οὐκ ἂν ἔγωγ' ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσαι", ὃ τοῦ εἰρηνεύειν ὑποθήκη ἐστίν.

(v. 136 s.) Ἐνταῦθα δὲ καὶ τὴν πεπατημένην ὁδὸν πάτον λέγει, τουτέστι τὴν τρίβον, εἰπὼν "ἀλλ' ἡμεῖς μὲν ἔπειτα καθεζώμεθα κιόντες ἐκ πάτου ἐς σκοπιήν". εἴρηται δὲ ἀλλαχοῦ ὡς ὠνοματοπεποίηται ἡ λέξις.

(v. 137) Ὁ δὲ ταῦτα λέγων Ποσειδῶν ἐπάγει καὶ τό "πόλεμος δ' ἄνδρεσσι μελήσει", ἀλλαχοῦ μὲν ῥηθὲν πρὸς διαστολὴν παίδων τε καὶ γυναικῶν, "οἷς οὔ τι μέλει πολεμήϊα ἔργα", ἐνταῦθα δὲ ἐπὶ διαστολῇ θεῶν, οὓς οὐ χρὴ πρὸς ἔριδα πολεμικὴν συνελαύνεσθαι.

(v. 138-143) Λέγει δὲ καὶ ὅτι "εἰ δέ κ' Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων, ἢ Ἀχιλῆ' ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι, αὐτίκ' ἔπειτα καὶ ἄμμι παρ' αὐτόφιν", ἤγουν παρ' αὐτὰ καὶ αὐθωρόν, "νεῖκος ὄρηται", ἢ ὀρεῖται κατὰ μέσον μέλλοντα πρῶτον, ἀντὶ τοῦ διεγερθήσεται, "φυλόπιδος, μάλα δ' ὦκα διακριθέντας ὀΐω ἂψ ἴμεν", ἤγουν ἐλθεῖν, "Ὄλυμπόνδε θεῶν μεθ' ὁμήγυριν ἄλλων, ἡμετέραις" καὶ ἑξῆς. Καὶ ὅρα [383] πρῶτα μὲν πλάσμα συνέσεως ἀνδρικῆς. τῆς Ἥρας γὰρ μαχιμώτερόν τι βουλευσαμένης κατὰ Φοίβου ἐκώλυσεν ὁ Ποσειδῶν μισῶν τὴν ἐμφύλιον μάχην εἶτα ὅρα καὶ ποιητικὴν ἀγαθὴν μέθοδον. προεκθέμενος γὰρ καὶ ἐμφήνας ὡς δύναται καὶ τὰ τῆς Ἥρας ποιῆσαι, ὅμως ἐπέκρινε κρείττω εἶναι τὰ κατὰ τὸν Ποσειδῶνα, ἵνα προκατάρξας κακοῦ ὁ Ἄρης πείσεται ἄμυναν σὺν τοῖς ἀμφ' αὐτόν. καὶ τοίνυν πλάττει οὕτω τὰ ἐφεξῆς πιθανώτερον.

(v. 138) Ἰστέον δὲ ὅτι τὸ "εἰ δὲ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων" σχῆμά ἐστιν Ἀλκμανικόν, ὡς ἤδη καὶ ἐν ἄλλοις προγέγραπται, οὐχ' ὅτι ὁ μελοποιὸς Ἀλκμὰν εὗρεν αὐτὸ, ἀλλ' ὅτι Ὁμήρου εὑρόντος ἔχαιρεν ἐκεῖνος τῷ σχήματι. τινὲς δὲ γράφουσιν "ἄρχῃσι" καὶ οὕτως ἐκφεύγουσι τὴν καινοτροπίαν τοῦ σχήματος.

(v. 141-143) Ἰσχυρωτάτης δὲ ἐπικουρίας δηλωτικὸν τὸ "μάλα δ' ὦκα διακρινθήμεναι ὀΐω ἡμετέραις ὑπὸ χερσὶν ἶφι δαμέντας".

(v. 145) Ὅτι τεῖχος ἀμφίχυτον κατὰ μέν τινας τὸ βουνοειδὲς καὶ ἀμφοτέρωθεν κατακεχυμένον, τῇ ἐξ ὑψηλοῦ ἐφ' ἑκάτερα χθαμαλότητι. οἱ μέντοι πλείους ἀμφίχυτόν φασι τὸ μὴ ἐκ λίθων, ἀλλὰ περικεχυμένον, ἤγουν τὸ ἐξ ἀναχώματος ὄν, ὡς τὸ "χεύαντες δὲ τὸ σῆμα", ἤγουν ἀναχωματίσαντες. τοιοῦτον δὲ ἦν τεῖχος ἐν Τροίᾳ.

(v. 144-148) Περὶ οὗ φησιν ὁ ποιητής, ὅτι ὁ μὲν Ποσειδῶν καὶ ὅσοι θεοὶ σύμμαχοι Ἀχαιοῖς ἐκάθηντο "τεῖχος ἐς ἀμφίχυτον Ἡρακλέος θείοιο, ὑψηλόν", ὃ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεόν ποτε, "ὄφρα τὸ κῆτος" Ἡρακλῆς "ὑπεκπροφυγὼν ἀλέσαιτο" ἢ ἀλέοιτο, τουτέστιν ἐκκλίνοι, καὶ ἀνατρέχοι δηλαδὴ ῥᾳδίως εἰς αὐτό, "ὁππότε μιν σεύαιτο", ἤγουν ὅτε αὐτὸν ἐκεῖνο διώκοι, "ἀπ' ἠϊόνος πεδίονδε". καὶ οὕτω μὲν οἱ τῶν Ἀχαιῶν βοηθοί.

(v. 150-152) Οἱ δὲ ἀνθιστάμενοι τοῖς Ἑλληνίοις θεοῖς ἑτέρωσε κάθιζον ἀμφὶ τὸν Ἀπόλλωνα καὶ τὸν Ἄρην ἐπ' ὀφρύσι Καλλικολώνης, πάντες δὲ ἄρρηκτον νεφέλην ὤμοισιν ἀμφιέσαντο, ἵνα μὴ βλέποιντο. Καὶ ὅρα [384] ἐπιτομὴν ἱστορίας. οὔτε γὰρ ποῖον κῆτος ἦν ἔφη, οὔτε τίνος ἕνεκεν ἐπέμφθη, ἀλλ' ὡς πρὸς εἰδότας λαλῶν πάντα σιωπᾷ, τήν τε ὀργὴν τοῦ Ποσειδῶνος τὴν κατὰ τοῦ ἀδίκου Λαομέδοντος καὶ τὴν ἐντεῦθεν τοῦ κήτους ἀποστολήν, καὶ τὴν πρόθεσιν τῆς Ἡσιόνης, καὶ τὴν βοήθειαν τοῦ Ἡρακλέος καὶ τὰ λοιπά. οὐ γὰρ ἦν καιρὸς νῦν τῷ ποιητῇ πολυλογεῖν. [Ἰστέον δὲ ὅτι παίζων ὁ ποιητὴς Ἄρχιππος εἰς τὸν κατὰ τὴν Ἡσιόνην μῦθον, ὃς αὐτὴν βορὰν τῷ κήτει ἐκτίθεται, πλάττει Μελάνθιον τὸν Τραγῳδὸν ἔν τινι αὐτοῦ δράματι δεθῆναι, καὶ οὕτω παραδίδωσιν αὐτὸν τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. ἦν γὰρ ὁ ἀνὴρ ὀψοφάγος, κατὰ ἰχθυοφαγίαν δηλαδή. ἐκράτησε γὰρ παρὰ τοῖς ὕστερον ὄψον κατ' ἐξοχὴν ἐπὶ ἰχθύων λέγεσθαι, ὡς δηλοῖ καὶ τὸ κοινολεκτούμενον ὀψάριον.]

(v. 150) Ἄρρηκτον δὲ νεφέλην λέγει τὴν πυκνωτάτην, δι' ἧς οὐδ' ἂν οὐδὲ Ἠέλιος διαδράκοι, ὡς ἀλλαχοῦ ἔφη ὁ ποιητής. [Ἄλλως δὲ φάναι, ἄρρηκτος νεφέλη ἐστίν, ἣν οὐκ ἂν διασχοῦσα αἴγλη αἰθρίαν ποιήσῃ, κατὰ τὸ "ὑπερράγη ἄσπετος αἰθήρ", ἤγουν αἰθρία γέγονε διαρραγέντος παντὸς νέφους ἐπιπροσθοῦντος. νεφῶν γὰρ διαρρήξεσιν αἰθὴρ τοιοῦτος ἐπακολουθεῖ.]

(v. 151) Ὅρα δὲ καὶ ὅτι ὀφρὺν λέγει ἐνταῦθα τὴν τοπικὴν ἐξοχὴν ἐν τῷ "ἐπ' ὀφρύσι Καλλικολώνης" τῆς προρρηθείσης, ὥσπερ καὶ κρᾶτά φησιν Ὀλύμπου καὶ ὀρέων κάρηνα.

(v. 152) Ἰστέον δὲ καὶ ὡς δύο προσώπων ἐνταῦθα προκειμένων μεγάλων, Φοίβου τε καὶ Ἄρεος, τὸν ἕνα μὲν φιλῶν προσφωνεῖ ἐν σχήματι ἀποστροφῆς ὁ μουσικὸς ποιητὴς καὶ φιλῳδὸς ὡς μουσηγέτην καὶ ᾠδικόν, τὸν δὲ λοιπὸν μισῶν τῆς ἀγριότητος καὶ ἀλογίας ὡς λόγιος οὐ προσφθέγγεται. φησὶ γὰρ "ἀμφὶ σέ, ἤϊε Φοῖβε, καὶ Ἄρηα πτολίπορθον". τί δέ ἐστιν ἤϊος, προείρηται. καὶ ἡ μουσικὴ δὲ Μοῦσα καλῶς ἂν ἐνδιαθέτῳ λόγῳ προσφωνοίη τὸν μουσηγέτην Ἀπόλλωνα, [385] ὃν καὶ αὐτὴ ἀμείβεται ὀπὶ καλῇ ᾄδοντα. αὐτῷ μὲν γὰρ οἰκείως ἔχει, πρὸς δὲ τὸν Ἄρην οὐδὲν αὐτῇ μετόν. [Μνηστέον δὲ νῦν περὶ τοῦ ἤϊος, ὅτι δοκεῖ ἀπὸ τοῦ ἰή παρῆχθαι, ὅπερ ἐστὶν ἐπίρρημα ἐνθεαστικὸν ἐπιφωνούμενον τῷ Ἀπόλλωνι ἐν τῷ ἰὴ παιάν καὶ τοῖς ὁμοίοις.]

(v. 154 s.) Ὅτι φορτικότητα πολέμου δηλοῖ τὸ "ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο ὤκνεον ἀμφότεροι". Δυσηλεγής δέ ἐστι πόλεμος, οὗ ὡς τυκτοῦ κακοῦ ἀλέγομεν ἐπὶ κακῷ ἡμετέρῳ καὶ οὐ δι' αὐτὸ τὸ καλόν, ἢ δυσλεγέος, ὅ ἐστι δυσκοιμήτου, διὰ τὸ τῶν μαχομένων πολύφροντι ἢ τοῦ εἰς κακὸν καὶ ἀνέγερτον ὕπνον κοιμίζοντος, ὃν Ὅμηρος μέν που τανηλεγέα λέγει, Σοφοκλῆς δὲ αἰένυπνον, ὡς ἀδελφὸν μὲν ὕπνου, μακρότατον δέ. ὅθεν καί τις λαβὼν σοφὸς αἰώνιον νεκρὸν ἔφη τὸν ἄνθρωπον.

(v. 156-158) Ὅτι διασκευὴ ἐκφραστικὴ πολέμου καὶ τὸ "τῶν δ' ἅπαν ἐπλήσθη πεδίον καὶ ἐλάμπετο χαλκῷ ἀνδρῶν ἠδ' ἵππων, κάρκαιρε δὲ γαῖα πόδεσσιν", ὅ ἐστι ποιὸν ἦχον ἀπετέλει, "ὀρνυμένων ἄμυδις". Καὶ ὅρα τὸ "ἀνδρῶν ἠδ' ἵππων", ἐκ παλαιτάτων γὰρ σιδήρῳ ἦσαν καὶ οἱ ἵπποι κατάφρακτοι. Τὸ δὲ "πόδεσσι" δηλοῖ μὴ ἁπλῶς ἦχον δηλοῦσθαι ἐν τῷ καρκαίρειν, ἀλλὰ τὸν διὰ ποδῶν, ἢ ἀνδρῶν ὀρνυμένων, ἤγουν σπουδαίως τρεχόντων, ἢ ἵππων. [Διαφαίνεται δὲ ἡ ἀρετὴ τῆς ὀνοματοποιΐας τοῦ καρκαίρειν, ὅτε τῆς γῆς μάλιστα παγετῷ κατεξηραμμένης ἵπποι θέουσι δι' αὐτῆς.]

(v. 155) Ὅτι τὸ "Ζεὺς δ' ἥμενος ὕψι κέλευεν" εἰς ἄνδρα δυνάστην παρῳδηθήσεταί ποτε.

(v. 158 s.) Μονομαχούντων δὲ φραστικὸν τὸ δύο δ' ἀνέρες ἔξοχ' ἄριστοι ἐς μέσον ἀμφοτέρων συνίτην", ἤγουν συνηλθέτην, "μεμαῶτε μάχεσθαι". περὶ Αἰνείου δὲ οὗτος ὁ λόγος καὶ Ἀχιλλέως.

(v. 161-163) Ὅτι Αἰνείας πρῶτος ὁ καὶ προμελετήσας [386] μονομαχῆσαι, ὡς εἴρηται, ἀπειλήσας ἐβεβήκει κατ' Ἀχιλλέως, "νευστάζων κόρυθι βριαρῇ, ἀτὰρ ἀσπίδα θοῦριν πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος". ταῦτα δὲ προμάχου δηλοῖ κατάστασιν. Καὶ ὅρα ὅπως ὁ ποιητὴς ἔνδοξον πλάττει τὸν προάγωνα τῷ Ἀχιλλεῖ, τὸν ἄριστον Αἰνείαν κατ' ἐρεθισμὸν Φοίβου ἀντιτάξας αὐτῷ, οὐκ ἂν θαρρήσοντα τῷ Ἀχιλλεῖ ἄρτι ἀντιστῆναι, εἰ μὴ ὁ Ἀπόλλων αὐτὸν παρώτρυνεν. ἀπίθανον γὰρ ἦν τὸν ὁμολογήσαντα μόλις ἐκφυγεῖν ποτε ἀπ' Ἀχιλλέως νῦν ἄλλως τοιαύτην τόλμαν ἐνδύσασθαι ἀποθέμενον τὴν πτοίαν, εἰ μὴ λόγοις ὑπό τινος κρείττονος ἀνεπείσθη, καὶ μάλιστα τοῖς ἀπὸ συγκρίσεως τῶν προγόνων, ὡς εἴρηται. Ὅτι τὸν Ἀχιλλέα, ὅτε τῷ Αἰνείᾳ ἐπέξεισιν εἰς μονομάχιον, λέοντι σίντῃ εἰκάζει, οὐ πεινῶντι ὡς ἐν ἄλλοις, ἢ σκυμναγωγοῦντι ἢ σταθμοὺς κεραΐζοντι, ἀλλ' ὅλην χώραν σίνοντι.

(v. 164-175) Φησὶ γὰρ "ὦρτο λέων ὣς σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν ἀγρόμενοι πᾶς δῆμος. ὃ δὲ πρῶτον μέν", ὡς οἱ παλαιοί φασι, φλυαρίζει ὡς κρατήσων αὐτῶν ὅτ' ἐθελήσειε, κατὰ δὲ Ὅμηρον "ἀτίζων", ἤγουν περιφρονῶν, "ἔρχεται, ἀλλ' ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν δουρὶ βάλῃ", τότε δὴ ἑτοιμασάμενος ἑαυτὸν εἰς πήδημα δι' ἄμυναν "ἐάλη τε χανὼν περί τ' ἀφρὸς ὀδόντων γίνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἑὲ δ' αὐτόν", ἤγουν ἑαυτόν, "ἐποτρύνει μαχέσθαι, γλαυκιόων δ' ἰθὺς φέρεται μένει", τουτέστι δυνάμει, "ἤν τινα πέφνῃ ἀνδρῶν ἢ αὐτὸς φθίεται ἐν πρώτῳ ὁμίλῳ· ὣς Ἀχιλῆ' ὤτρυνε μένος καὶ θυμὸς ἀγήνωρ ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο". Καὶ ὅρα ὅπως τε γραφικῶς ὡραΐζει τὴν παραβολήν, ἐμβραδύνας τοῖς περὶ τὸν λέοντα μεγαλοπρεπῶς ὡς οὐδαμοῦ ἀλλαχοῦ ἅμα καὶ συνεξαγριαίνων τῷ Ἀχιλλεῖ τὸν παραβολικὸν λέοντα, καὶ ὅτι κἂν μὴ τέτρωται Ἀχιλλεύς, ὅμως λέοντι τετρωμένῳ αὐτὸν εἰκάζει, ἵνα ἐνδείξηται τὸν ἄγαν ἐρεθισμὸν τοῦ ἥρωος. Φασὶ δὲ κέντρον ἐνεῖναι μέλαν τῇ τοῦ λέοντος ἀλκαίᾳ, ἤγουν οὐρᾷ, ὡς κεράτινον, ᾧ μαστίζει τὰς πλευρὰς ἐν καιρῷ μάχης [387] ἐρεθίζων ἑαυτόν. ἱστορεῖται δὲ καὶ ὅτι οὐδέποτε δέδοικεν οὐδὲ ὑποπτεύει ἔφοδον οἷα θαρρῶν ἑαυτῷ καὶ κατὰ τὸν ποιητήν "ἀλκὶ πεποιθώς". εἰ δέ ποτε ἀνάγκη πᾶσα φυγεῖν, ἐπὶ σκέλος χωρεῖ. Ἰστέον δὲ ὅτι τὸ "καὶ ἄνδρες ἀποκτάμεναι μεμάασι" δοκεῖ περιττὸν ἔχειν τὸν καὶ σύνδεσμον. οὐ γὰρ συμπλέκει τι σαφῶς. Τὸ δὲ συστραφῆναι χανόντα τὸν λέοντα ἰδιότης ἐστὶ τοῦ ζῴου. συστρέφεται μὲν γὰρ ὡς πηδήσων, χαίνει δὲ ὡς οἷον προτενθευόμενος λιχνότερον κατὰ τοῦ βαλόντος. ὁ δὲ τῶν ὀδόντων ἀφρὸς καὶ παράθηξιν αὐτῶν συχνὴν δηλοῖ, ὁποία τις καὶ ἐπὶ συῶν γίνεται.

(v. 169) Τὸ δὲ "ἐν δέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ" ἢ εὐθεῖαν ἔχει τὸ "κραδίη", ἵνα λέγῃ ὅτι στένει αὐτῷ ἡ καρδία, δηλαδὴ τὸ ἄλκιμον ἦτορ, ἢ δοτικήν, ἵνα νοεῖται ἐν τῇ καρδίᾳ στένει τὸ ἦτορ καὶ ὑπονοῆται ἀγγεῖόν τι εἶναι τῆς ψυχῆς ἡ καρδία. στένει δὲ διὰ τὸ ὑπέρθερμον. θερμὸς γὰρ ὢν φύσει ὁ λέων ἐν τοῖς τοιούτοις καιροῖς μάλιστα θερμαίνεται.

(v. 171) Τὸ δὲ "ἑὲ δ' αὐτὸν ἐποτρύνει" ἀρχαϊκώτερον φράζει ὁ ποιητής. ἔστι γὰρ ἓ αὐτόν, καὶ πλεονασμῷ ἑὲ αὐτόν, ὡς τὸ εἷς ὀφθαλμὸς ἕεις παρ' Ἡσιόδῳ, καὶ πάλιν θηλυκὸν ὑποτακτικὸν ἄρθρον ἧς, καὶ πλεονασμῷ ἕης, οἷον "ἕης ἔρασθε", ἀντὶ τοῦ ἥστινος. ἐκ δὲ τοῦ ἓ αὐτὸν τὸ ἑαυτὸν ὕστερον συνθέτως γίνεται, ὡς ἐκ τοῦ κατ' ἔμ' αὐτὸν τὸ ἐμαυτόν.

(v. 172) Τὸ δὲ "γλαυκιόων" ἀντὶ τοῦ ἔμπυρον βλέπων κατὰ τοὺς παλαιοὺς παρὰ τὸ γλαύσσω, ἀφ' οὗ καὶ γλαῦξ, ἣν μόνην τῶν γαμψωνύχων καὶ σαρκοφάγων φασὶ μὴ τίκτειν τυφλὰ διὰ τὸ περὶ τοὺς ὀφθαλμοὺς πυρῶδες, ὃ τμητικὸν ὂν διαιρεῖ τὴν θέαν. διὸ καὶ ἐν ταῖς σκοτομήναις ὁρᾷ. τινὲς δὲ γλαυκιᾶν φασι τὸ στρέφειν τοὺς ὀφθαλμοὺς καὶ τὸ γλαυκὸν αὐτῶν ὑποφαίνειν. Τὸ δὲ "ἤν τινα πέφνῃ" οἱ μεθ' Ὅμηρον "εἴ πώς" φασίν, αὐτὸ δὲ ὅτι ἀντὶ τοῦ ὅπως λαμβάνεται, προδεδήλωται.

(v. 173) Τοῦ δὲ φθίω, ἤγουν [388] φθείρω, ὥσπερ καὶ τοῦ μαστίω, χρήσεις εἰσὶ καὶ ἐν ἄλλοις. Τὸν δὲ πρῶτον ὅμιλον, ἤγουν τὸν πρόμαχον, πρῶτον ὅμαδον καὶ πρώτην ὑσμίνην ἀλλαχοῦ λέγει.

(v. 174) Τὸ δὲ ἀγήνωρ πρὸς τὸ ἄλκιμον ἦτορ τοῦ λέοντος ἀφορᾷ, οὐ ταὐτὸν ὂν τῷ μεγαλήτορι.

(v. 178 s.) Ὅτι πρὸς τὸν παρ' ἐλπίδας προμαχόμενον ἢ πρὸ τῶν ἄλλων θρασυνόμενον πρέπει ῥηθῆναι πρός τινος ἀνδρειοτέρου τὸ "τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν ἔστης; ἤ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει;

(v. 180 s.) Ὅτι ὁ Ἀχιλλεὺς θαυμάσας, εἴπερ ὁ Αἰνείας τολμᾷ πρὸ τῶν ἄλλων ἀντιστῆναι αὐτῷ, ἄλλα τε λέγει καὶ ἐρωτᾷ ἐκεῖνον, εἰ διὰ τὴν τοιαύτην αὐτοῦ θαρραλεότητα, μεγάλην τε οὖσαν καὶ μεγάλου τινὸς ἀξίαν, ἐλπίζει "Τρώεσσιν ἀνάξειν τιμῆς τῆς Πριάμου", ὅ ἐστι βασιλεύσειν τῆς Τροίας. ἐκ δὲ τούτου δῆλον ὡς ἐπίδοξος ἦν ὁ Αἰνείας εἰς βασιλείαν, καθὰ καὶ ἐν τοῖς μετὰ ταῦτα φανήσεται, διὰ τὸ βασιλικοῦ εἶναι γένους.

(v. 181-183) Εἶτα ἐκσπῶν ὁ Ἀχιλλεὺς τὴν τοιαύτην ἐλπίδα τῆς ἐκείνου ψυχῆς καὶ δεικνὺς ὡς μάτην βασιλειᾷ διὰ τοὺς τοῦ Πριάμου κληρονόμους, φησὶ κατὰ σχῆμα ἀντιπαραστάσεως ὡς "εἴ περ ἔμ' ἐξεναρίξεις, οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερσὶ θήσει", διὰ μέσου δηλαδὴ τοῦ ἐγχειριζομένου σκήπτρου "εἰσὶ γάρ οἱ παῖδες, ὃ δ' ἔμπεδος οὐδ' ἀεσίφρων".

(v. 184-186) Εἶτα ὑποκαταβαίνων τοῦ βασιλείου γέρως εἰς ἕτερον ἀριστεῖον σύνηθες τοῖς παλαιοῖς, ὡς καὶ προϊστόρηται, ἐπανερωτᾷ τὸν Αἰνείαν "ἢ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων, καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι, αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σ' ἔολπα τό". ἤγουν τοῦτο, "ῥέξειν", καθὰ καὶ ὁ Αἰνείας πρὸ μικροῦ ἔλεγε περὶ τοῦ Ἀχιλλέως, ὅτι οὔ με μάλα ῥέα νικήσει.

(v. 182) Ἰστέον δὲ ὅτι τὸ "γέρας ἐν χερσὶ θήσει" ταὐτόν ἐστι τῷ ἐγγυαλίξει, ἤγουν ἐγχειρίσει, πλὴν ὅσον τοῦτο μὲν κοινόν, ἐκεῖνο δὲ ποιητικόν.

(v. 183) Ἀεσίφρων δὲ ἢ παρὰ τὸ ἆσαι τὸ βλάψαι ὁ βεβλαμμένος τὰς φρένας, ἢ παρὰ τὸ ἀείρω ἀέρσω οἱονεὶ ἀερσίφρων, ἵνα λέγῃ ὅτι οὐκ ἔστι κοῦφος τὰς φρένας οὐδὲ ἀείρεται, ἤγουν ἠερέθεται τὰς φρένας [389] ὁμοίως τοῖς νεωτέροις ὁ γέρων Πρίαμος, ἀλλ' ἀνάπαλιν ἔμπεδός ἐστιν, ἤγουν στερεὸς καὶ βέβαιος, ὡς καὶ τὰ ἐν τῷ πέδῳ βεβηκότα τῶν ἠερεθομένων ἀσφαλέστερα ὅτι καὶ σταθερώτερα. παλαιὸς δέ τις οὕτω συντόμως φησίν· ἀεσίφρων, φρενοβλαβὴς ἢ κοιμώμενος τὰς φρένας. ἀέσαι γὰρ τὸ κοιμηθῆναι καὶ ἀναπνεῦσαι.

(v. 184) Ὅρα δὲ ὅπως καὶ ἐνταῦθα ἐτυμολογεῖ ἐκ τοῦ τέμνειν τὸ τέμενος, καὶ ὅτι ταὐτοδύναμον ἔξοχον ἄλλων εἰπεῖν τέμενος καὶ καλόν, καὶ ὅτι φυταλιὰν μέν φησι τὴν ἀμπελόφυτον καὶ τὴν δενδροφόρον, ἄρουραν δὲ καὶ νῦν τὴν ψιλὴν ἄροσιν. δηλοῖ δέ ποτε, εἰ καὶ μὴ παρ' Ὁμήρῳ, ἡ ἄρουρα καὶ ποσὸν μέτρου γῆς, ὡς καὶ προγέγραπται.

(v. 186) Τὸ δὲ "ἐμὲ κτείνεις", "ἐμὲ ἐξεναρίξεις", πολυωνυμίας λόγῳ ἀνωτέρω ἔφη. καὶ ταῦτα μὲν ὧδε.

(v. 187-190) Ὁ Ἀχιλλεὺς δὲ οὕτω δείξας ἐν κενοῖς θρασύνεσθαι τὸν Αἰνείαν καὶ παραδεικνὺς τὴν χαλεπότητα τοῦ ἀποβῆναι τῷ Αἰνείᾳ τὴν κατ' αὐτοῦ ἐλπίδα, ἀναμιμνῄσκει ὅπως αὐτόν ποτε εἰς φυγὴν ἔτρεψεν, εἰπὼν "ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φόβησαι. ἢ οὐ μέμνῃ ὅτι πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα σεῦα", ὅ ἐστιν ἐδίωξα, "κατ' Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι καρπαλίμως; τότε δ' οὔ τι μετατροπαλίζεο φεύγων", ἤτοι οὐκ ἐστρέφου ὀπίσω, ὅπερ ἐν ἄλλοις ἐντροπαλίζεσθαί φησιν, ἀλλὰ δηλονότι ἀμεταστρεπτὶ εἴτε καὶ προτροπάδην ἔφευγες.

(v. 191-194) Λέγει δὲ ὁ Ἀχιλλεὺς καὶ ὡς ἐκ τῆς Ἴδης εἰς Λυρνησσὸν ὑπεκφυγόντα τὸν Αἰνείαν θεὸς ἐρρύσατο, καινῶς δηλαδὴ σωθέντα ἐξ αὐτοῦ. Καὶ σημείωσαι ὅπως τὸ στενῶς ἤδη προδιηγηθὲν ὑπὸ Αἰνείου καὶ οὐδὲ πάνυ σαφῶς, ὁ Ἀχιλλεὺς ἐνταῦθα ἐπιδιηγησάμενος ἐσαφήνισεν. Αἰνείας μὲν γὰρ οὐ σαφῶς τὸ περὶ Λυρνησσὸν διηγήσατο, ἐκεῖνο μόνον εἰπὼν ὅτι ἔπερσε [390] Λυρνησσόν, ἐμὲ δὲ Ζεὺς εἰρύσατο. Ἀχιλλεὺς δὲ πλατύτερον καὶ σαφέστερον λέγει, ὅτι ἐς Λυρνησσὸν ὑπέκφυγες. ταύτην δὲ πορθήσας ἐγὼ ἐποίησα τὰ καὶ τά, σὲ δὲ Ζεὺς ἐρρύσατο. Καὶ σημείωσαι καὶ νῦν ὅπως οἶδεν ὁ ποιητὴς διττολογεῖν τεχνικῶς, ὥσπερ δὴ καὶ τὰ περὶ τῆς Ἴδης καὶ τῶν βοῶν δευτερολογῶν οὐ φορτικὸς δοκεῖ διὰ τὴν παραφραστικὴν ἐξαλλαγήν. ὁ μὲν γὰρ Αἰνείας ἔφη συντόμως, ὅτι ἔφυγον ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέραις,

(v. 188-190) ὁ δὲ Ἀχιλλεὺς πλατύτερον λέγει ὅτι "ἢ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο" καὶ ἑξῆς ὡς προέκκειται. ὅλως δὲ τὰ μὲν τοῦ Αἰνείου ταῦτα συντέτμηται οἷα μὴ θέλοντος ἐπεξιέναι τοῖς καθ' ἑαυτοῦ, τὰ δὲ τοῦ Ἀχιλλέως πλατύνεται, ὡς ἂν καὶ ἐντρέψῃ τὸν ἐχθρὸν καὶ τὴν ἀγαθὴν δὲ ἐλπίδα ἐκβάλῃ ἀπ' αὐτοῦ. Σημείωσαι δὲ καὶ ὅτι ὁ μὲν ἀκροατὴς μεγάλα τινὰ καὶ δεινὰ ἐλπίζει εὐθὺς ἐκ προθύρων, ὅ φασι, καὶ νῦν ἐπὶ τῇ τοῦ Ἀχιλλέως εἰς μάχην ἐξόδῳ, ὁ δὲ ποιητὴς καὶ ὧδε μαλακωτέραν τὴν τοῦ πολέμου ποιεῖται καταρχήν, ὡς καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ ἐποίησε, καὶ μονομαχίαν Ἀχιλλέως καὶ Αἰνείου συνιστᾷ τῶν ἀρίστων, καὶ δίχα τραυμάτων αὐτοὺς ἀπαλλάττει ἀλλήλων, ἐν μόνῃ λογομαχίᾳ στήσας τὴν μονομαχίαν αὐτοῖς, ὡς φανήσεται. ἀεὶ γὰρ παρ' ἐλπίδας ἐπιχειρεῖν ἐθέλει καὶ ὡς οὐκ ἂν ἐλπίσῃ ὁ ἀκροατής. κερδαίνουσι δὲ καὶ ἐκ τούτου τοῦ τόπου οἱ Ὁμηρίδαι πολλά τε ἄλλα τεχνικὰ καὶ στοιβὴν δὲ ἱστοριῶν, αἷς ἡ ὁμιλία τῶν ἡρώων τούτων καταπεπύκνωται. Ἔνθα σημείωσαι καὶ ὅπως ἐν πολλῇ πραγμάτων συγχύσει σαφήνειαν ἄκραν ἐφύλαξεν ὁ ποιητής, ὡς δῆλον τῷ ἀναγινώσκοντι.

(v. 187) Τὸ δὲ "δουρὶ φόβησα" ἐξαιρεῖται τοῦ Ἀχιλλέως τὸ δόξαι ἂν τόξοις, ὡς εἰκός, νύκτωρ ἐκφοβῆσαι τὸν Αἰνείαν. Τὴν δὲ τῆς Λυρνησσοῦ πόρθησιν παιδευτικῶς ὁ Ἀχιλλεὺς οὔ φησι μόνος αὐτὸς ἀνῦσαι ἀλλὰ σὺν θεῷ.

(v. 191 s.) Φησὶ γὰρ "αὐτὰρ ἐγὼ τὴν πέρσα", ἤγουν αὐτὴν πορθήσας εἷλον, "μεθορμηθεὶς σὺν Ἀθήνῃ [391] καὶ Διῒ πατρί", τουτέστι σὺν φρονήσει καὶ ἀρχικῶς. νοητέον δὲ σιωπηρῶς, ὅτι καὶ ἐκ Λυρνησσοῦ λαθὼν ὁ Αἰνείας ἔφυγεν. οὐ γὰρ ἑάλω φυγὼν ἐκεῖ. λείαν μέντοι ἑτέραν ἐκεῖθεν ἠγάγετο Ἀχιλλεύς.

(v. 193 s.) Φησὶ γὰρ "ληϊάδας δὲ γυναῖκας", ἤγουν ληϊστάς, αἰχμαλώτους, "ἐλεύθερον ἦμαρ ἀπούρας ἦγον". δι' οὗ δηλοῖ ὡς δύναταί τις ληϊάδας γυναῖκας ἑρμηνεῦσαι τὰς δουλίδας. τοιαῦται γὰρ αἱ τὸ ἐλεύθερον ἦμαρ ἀφαιρεθεῖσαι.

(v. 194) Ὅρα δὲ καὶ τὸ "Ζεὺς ἐρρύσατο" οὐκ ἀπὸ τοῦ ἐρύω γενόμενον, καθὰ πρὸ τούτων τὸ "αὐτὰρ ἐμὲ Ζεὺς εἰρύσατο", ἀλλὰ ἐκ τοῦ ῥύω, οὗ χρῆσις εὐθὺς ἐφεξῆς ἐν τῷ "ἀλλ' οὐ νῦν σε ῥύεσθαι ὀΐομαι". εἰ μή τις φιλονεικῶν ἐρεῖ δι' ἐκθλίψεως καὶ αὐτόθι κεῖσθαι τὸ ἐρύεσθαι.

(v. 195-198) Ἰστέον δὲ καὶ ὅτι φοβητικὸν ἐξ ἀριστέως εἰς ἐχθρὸν ἀντιστάμενον τὸ "ἀλλ' οὐ νῦν σε ῥύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ βάλλεαι", ἤγουν βάλλεις, τίθης· "ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κέλομαι εἰς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμεῖο, πρίν τι κακὸν παθέειν, ῥεχθὲν δέ τε νήπιος ἔγνω". τοῦτο δὲ καὶ ἀλλαχοῦ ἤδη εἴρηται. οὗ κατὰ μίμησιν εἶπεν Εὐριπίδης τὸ "ἔγνωκα δ' ἡ τάλαινα συμφορᾶς ὕπο". καὶ οὕτω μὲν ἐρεῖ ὁ ῥηθεῖς ἀριστεύς.

(v. 2002) Ὁ δὲ ὑπεναντίος ἀντείποι ἂν "μὴ δή μ' ἐπέεσσί γε νηπύτιον ὣς ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς ἠμὲν κερτομίας ἠδ' αἴσυλα μυθήσασθαι". λέγει δὲ ταῦτα Αἰνείας πρὸς τὸν Ἀχιλλέα πειρώμενον λόγοις αὐτὸν ἐκθροεῖν. Καὶ σημείωσαι ὅτι ἐπιδεξίως ὁ Αἰνείας κέρτομον τὸν Ἀχιλλέα λέγει καὶ λαλοῦντα αἴσυλα. τοῦτο γὰρ δηλοῖ τὸ "οἶδα καὶ αὐτός", δηλονότι ὥσπερ οἶδας καὶ σύ. πλαγίως οὖν ὑβρίζει σχηματίζων. ἔστι δὲ νηπύτιος κατὰ ἔλλειψιν τοῦ ν ὁ ἐστερημένος τοῦ πεπνῦσθαι.

(v. 202) Αἴσυλα δὲ τὰ ἐφάμαρτα ὡς οἱονεὶ αἰσόσυλα, ἤγουν δι' ὧν συλᾶται τὸ αἴσιον, ἢ τὰ βλαπτικά, παρὰ τὸ ἆσαι κατὰ παραγωγὴν καὶ πλεονασμὸν τοῦ ι. ἔτι δὲ κἀκεῖνο σημειωτέον ὅτι ἐν τῷ "οἶδα κερτομίας μυθήσασθαι" ἐμφαίνει ὁ ποιητής, ὡς δύναταί τις ῥητορικώτερον τὸν λόγον προχειριζόμενος, εἰ βούληται, ψόγον τοῦ Ἀχιλλέως ποιήσασθαι, ὡς ὁ Ἀπόλλων ἐποίησε πρὸ βραχέων. διὸ καὶ ὁ Αἰνείας προϊών φησιν, ὅτι ἔστιν ἀμφοτέροις ὀνείδεα μυθήσασθαι.

(v. 195) Τὸ δὲ ἐν θυμῷ βαλεῖν εἴη ἂν ἶσον τῷ ἐν φρεσὶ θήσειν. [392]

(v. 197) Ὅρα δὲ καὶ τὸ "μηδ' ἀντίος ἵστασ' ἐμεῖο". ἀκόλουθον μὲν γὰρ εἰπεῖν "μηδ' ἀντίον ἵστασθ' ἐμεῖο". εἶπε δὲ οὐχ' οὕτως διά τε ὀρθότητα μέτρου καὶ διὰ τὸ καινότερον τῆς συντάξεως. τοιοῦτον δέ τι καὶ μετ' ὀλίγα εὐθὺς εὑρεθήσεται σχῆμα. Ὅτι ὁ Αἰνείας τὸ οἰκεῖον γένος ἐκτιθέμενος καὶ τὸ τοῦ Ἀχιλλέως καὶ ἐμπλατυνόμενος ἀφελέστερον τοῖς οἰκείοις, εὐγενέστερον ἐμφαίνει ἑαυτόν. λαβὼν τὰς τοῦ ἐγκωμίου ἀρχὰς ἐκ τῶν ἤδη ῥηθέντων ὡς ὑπὸ διδασκάλου τοῦ Ἀπόλλωνος, καί φησιν

(v. 203-205) "ἴδμεν δ' ἀλλήλων γενεὴν, ἴδμεν δὲ τοκῆας, πρόκλυτ' ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων", ἤγουν προηκουσμένας ἱστορίας. "ὄψει δ' οὔτ' ἄρ πω σὺ ἐμοὺς ἴδες, οὔτ' ἂρ ἐγὼ σούς".

(v. 206-209) Καὶ οὕτω προοιμιασάμενος ἐπάγει "φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι, μητρὸς δ' ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης. αὐτὰρ ἐγὼ υἱὸς μεγαλήτορος Ἀγχίσαο εὔχομαι ἐκγεγάμεν", ἤγουν γενέσθαι, "μήτηρ δέ μοί ἐστ' Ἀφροδίτη". Καὶ ὅρα ὅπως ὁ ποιητὴς κἀνταῦθα παλιλλογεῖ ἐπὶ τῆς τῶν ἡρώων γενεαλογίας, καὶ ὅτι τὰ μὲν πρῶτα, ὡς ἐκ τοῦ σοφοῦ Ἀπόλλωνος λεγόμενα, στρυφνότερον ἐγράφη καὶ γοργότερον καὶ ἐναγωνίως κατὰ σύγκρισιν, ἔτι δὲ καὶ σεμνότερον διὰ τὴν μνήμην τοῦ προγόνου Διὸς ἐν τῷ "καὶ σέ φασιν Ἀφροδίτης ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστιν. ἣ μὲν γὰρ Διός ἐστιν, ἣ δ' ἐξ ἁλίοιο γέροντος". Ταῦτα δὲ νῦν τὰ τοῦ Αἰνείου ὑπτίως ἔχουσι διὰ τὸ πλατὺ καὶ ἀφηγηματικώτερον, καὶ οὐδὲ πάνυ σεμνῶς διὰ τὸ σιγᾶσθαι τὸν Δία. φησὶ γάρ· φασὶ σὲ μὲν τοιόνδε εἶναι, ἐγὼ δὲ τοιῶνδε γονέων εἰμί, ὡς ἀνωτέρω εἴρηται. Καὶ ὅρα τὴν πρὸ ὀλίγων ὑπολαληθεῖσαν τοῦ σχήματος ἐξαλλαγὴν ἐν τῷ "φασὶ σὲ μὲν ἔκγονον εἶναι γονέων τοιῶνδε, ἐγὼ δέ εἰμι" τοιῶνδε. οὐ γὰρ εἶπεν, ὥς φασι σὲ μὲν τοιόνδε, ἐμὲ δὲ τοιόνδε, ἵνα μὴ δόξῃ γελοῖος. ἐπὶ μὲν γὰρ τοῦ Ἀχιλλέως οἰκεῖον τὸ "φασὶ σέ". οὐ γὰρ οἶδεν ἀκριβῶς τὰ ἐκείνου. ἑαυτὸν μέντοι εὖ οἶδεν ὁ Αἰνείας. διὸ οὐδὲ λέγει, ὅτι ἐμὲ δέ φασι τοιόνδε εἶναι, ἀλλ' ὅτι εἰμὶ [393] ἐκ τοιῶνδε γονέων. καίτοι ἄλλως οὐδὲ ἐκεῖνο γελοῖον ἦν, ἤγουν τὸ εἰπεῖν, ὅτι φασὶν ἐμὲ ἐκ τοιῶνδε γενέσθαι. καὶ γάρ τις ἀλλαχοῦ λέγει παρὰ τῷ ποιητῇ "μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι". πλὴν κάλλιον τὸ "ἐγὼ δέ εἰμι" τοῦ "ἐμὲ δέ φασιν εἶναι". καὶ οὐδὲ ταὐτὸν τὸ "φασίν" ἀόριστον καὶ τὸ μήτηρ μέν μέ φησι τοῦδέ τινος υἱὸν εἶναι. τοῦτο μὲν γὰρ ἀληθοῦς μαρτυρίας, ὡς ἐκεῖ δέδεικται, τὸ δέ "φασίν" ὕποπτον. Ὅρα δὲ ἐν τούτοις καὶ συλλογισμὸν πιθανόν, ὁρμώμενον ἀπὸ τόπου τοῦ, ὅτι τὸ ἀπὸ τοῦ κρείττονος ὂν κρεῖττόν ἐστιν. οὕτω γάρ πως καὶ ὁ Αἰνείας ἑαυτὸν κρείττονα συνάγει τοῦ Ἀχιλλέως, ἐπεὶ καὶ ἡ μήτηρ αὐτοῦ κρείττων τῆς τοῦ Ἀχιλλέως. τοιοῦτον δέ τί ἐστι καὶ ἐν τῇ ἐφεξῆς ῥαψῳδίᾳ, ἔνθα ὁ Ἀχιλλεὺς πρὸς τὸν Ἀστεροπαῖον τὸν υἱὸν Ἀξίου τοῦ ποταμοῦ φησι· κρείσσων μὲν Ζεὺς ποταμῶν, κρείσσων δὲ Διὸς γενεὴ ποταμοῖο, ἐγὼ δηλαδὴ σοῦ.

(v. 206) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ "Πηλέος ἔκγονον" ἤγουν υἱὸν διὰ τοῦ κ, οὗ τὸ ῥῆμα ἐκγενέσθαι, ὡς τὸ "τοῦ μ' ἔκ φασι γενέσθαι", ᾧ σύστοιχον καὶ τὸ ἐκγεγάμεν.

(v. 207) Σημείωσαι δὲ καὶ ὅτι οὐ μία τῶν Νηρηΐδων ἡ Ἁλοσύδνη παρὰ τῷ ποιητῇ, ἀλλὰ τῆς Θέτιδος ἐνταῦθά ἐστιν ἐπίθετον. ἐν μέντοι Ὀδυσσείᾳ ἔοικε Νηρηΐδος ὄνομα εἶναι ἐν τῷ "φῶκαι νέποδες καλῆς Ἁλοσύδνης". εἰ μὴ ἄρα θαλάσσης εἴη ἐκεῖ ἐπίθετον. Καλλίμαχος δὲ ἄλλως ὀνομάσαι θελήσας οἷος ἐκεῖνος Ὑδατοσύδνην λέγει μεταποιήσας τὴν Ἁλοσύδνην.

(v. 210-212) Ὅτι ἀπειλὴ πρὸς λάλον ἀντίμαχον τὸ "τῶν δὴ νῦν", ἤγουν τῶν ἡμετέρων γονέων, "ἕτεροί γε", ὅ ἐστιν οὗτοι ἢ ἐκεῖνοι, "φίλον παῖδα κλαύσονται σήμερον· οὐ γάρ φημ' ἐπέεσσί γε νηπυτίοισιν ὧδε διακριθέντε μάχης ἐξαπονέεσθαι". Καὶ ὅρα ὡς ἐνταῦθα ὁ Αἰνείας νηπύτιον παραλαλεῖ τὸν Ἀχιλλέα διὰ τό, ὡς ἐρρέθη, κατ' αὐτοῦ πρωτολογῆσαι. τίς δὲ ὁ νηπύτιος, εἴρηται. τρὶς δὲ ἡ λέξις αὕτη ἐν τούτοις κεῖται.

(v. 213-214) Ὅτι εὐγενείας δηλωτικὸν τὸ "εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ' εὖ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν". Ἔστι δὲ καὶ ἐνταῦθα ἢ περιττὸς ὁ δε σύνδεσμος ἐν τῷ "πολλοὶ δέ μιν", ἢ ἀντὶ τοῦ δή [394] εἴληπται. Καὶ ὅρα ὡς τὴν περὶ ἱστοριῶν καὶ τῶν τοιούτων εἴδησιν ἀνδράσι μάλιστα ἀνατίθησιν. εἰ μή τι ἄρα τῷ τῶν ἀνδρῶν ὀνόματι καὶ γυναῖκες δηλοῦνται, ὅπερ ἀλλαχοῦ σαφέστερον φράζων ἔφη κορυνήτην τινὰ καλεῖσθαι παρά τε ἀνδρῶν καὶ γυναικῶν. τὸ δὲ "ἴσασιν" ἀσφαλέστερόν ἐστι τοῦ "φασίν".

(v. 215-219 et 230-240) Ὅτι γενεαλογίαν ὁ ποιητὴς τῶν Τρωϊκῶν ἐκτιθέμενος βασιλέων διὰ μέσου τοῦ Αἰνείου ὑπὸ ἀκροατῇ τῷ Ἀχιλλεῖ φησι "Δάρδανον αὖ πρῶτον τέκετο Ζεύς, κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων, ἀλλ' ἔθ' ὑπωρείας ᾤκουν" τῆς προδεδηλωμένης πολυπιδάκου Ἴδης, διὰ τὰς νομὰς δηλαδὴ καὶ τὰς ἐκεῖ συλλειβομένας ὑγρότητας. "Δάρδανος αὖ τέκεθ' υἱὸν Ἐριχθόνιον βασιλῆα", περὶ οὗ κατωτέρω εἰρήσεται. "Τρῶα δ' Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα. Τρωὸς δ' αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, Ἶλος τ' Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων. τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν κάλλεος οὕνεκα οἷο", ἤγουν ἰδίου, "ἵν' ἀθανάτοισι μετείη. Ἶλος δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα Λαομέδοντα. Λαομέδων δ' ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπον τε Κλυτίον τε Ἱκετάονά τε ὄζον Ἄρηος", τοὺς ἐν τῇ γάμμα ῥαψῳδίᾳ δημογέροντας, "Ἀσσάρακος δὲ Κάπυν. ὃ δ' ἂρ Ἀγχίσην τέκε παῖδα, αὐτὰρ ἔμ' Ἀγχίσης. Πρίαμος δ' ἔτεχ' Ἕκτορα δῖον". ὡς εἶναι πέμπτον τὸν Αἰνείαν ἀπὸ τοῦ Τρωός, καθὰ καὶ τὸν Ἕκτορα. Καὶ σημείωσαι ὡς ἐνταῦθα ἐπλεόνασε τοῖς ῥήμασι τοῦ τεκεῖν διὰ τὸ τῆς λέξεως καίριον, δὶς μὲν εἰπὼν ἐνεργητικῶς τὸ "τέκε", πεντάκις δὲ παθητικῶς τὸ "τέκετο", ἅπαξ δὲ περιφράσας αὐτὰ ἐν τῷ "Τρωὸς δὲ παῖδες ἐξεγένοντο", ὅ ἐστι· Τρὼς δὲ τέκεν ἢ τέκετο παῖδας, δὶς δὲ λαβὼν ἀπὸ κοινοῦ ταῦτα, καὶ ὅπως καὶ τὰ νῦν γενεαλογικαῖς ἱστορίαις κατεπύκνωσεν, ὡς καὶ κατωτέρω δηλωθήσεται, καὶ ὅτι ἐνταῦθα σαφῶς ὁ ποιητὴς ἐδήλωσε διαφορὰν τῶν πολλαχοῦ λεγομένων Τρώων καὶ Δαρδάνων, ὡς Δαρδάνων μὲν ὄντων κυρίως τῶν ἀρχῆθεν ἐν τῇ ὑψηλοτέρᾳ Δαρδανίᾳ περί που τὰς ὑπωρείας τῆς Ἴδης, Τρώων δὲ, ταὐτὸν δ' εἰπεῖν, Ἰλιέων, τῶν ἐν τῇ πεδινῇ Ἰλίῳ.

(v. 215) Περὶ δὲ [395] Δαρδάνου φασὶν οἱ παλαιοί, ὅτι ἐν τῷ κατακλυσμῷ τῷ κατὰ τὸν Δευκαλίωνα ἐκ τῆς Σαμοθρᾴκης ἀσκὸν ἢ σχεδίαν μετὰ δερμάτων σκευάσας, καθὰ καὶ τῷ Λυκόφρονι δοκεῖ, καὶ ὑποδὺς καὶ τοῖς ὕδασιν ἑαυτὸν ἐπιδοὺς προσοκείλας τε τῇ Τροίᾳ μετὰ τὸ ἀναξηρανθῆναι τὸ ὕδωρ τὴν Δαρδανίαν ἔκτισεν ὑψηλοτέραν κειμένην τῆς ὕστερον Ἰλίου φόβῳ τῆς ἐξ ὑετῶν κατακλύσεως, ἧς αὐτὸς ἐπειράθη. Καὶ σημείωσαι ὅτι, εἰ καὶ ἐν πεδίῳ πεπόλιστο ἡ Ἴλιος, οὐδὲν κωλύει καὶ οὕτως ἀνεμόεσσαν αὐτὴν λέγειν, ἤγουν ὑψηλήν, ὡς ἀπὸ μέρους τῆς ὑψηλῆς Δαρδανίας, ἢ καὶ ὡς ἐπὶ γεωλόφου τινὸς ἱδρυμένην, ὡς δηλοῖ καὶ ὁ προρρηθεὶς ἐρινεός, τόπος ὢν πετρώδης ἔξω τῶν τειχέων τῆς Τροίας. [Πολλαχοῦ δὲ δηλώσεων γενομένων περὶ ἐρινεοῦ ῥητέον καὶ ἐνταῦθα, ὅτι κατὰ τὸ ἀρρέν, ὥς φησιν Ἀθήναιος, λέγεται ἐρινὸς ἡ ἀγρία συκῆ, ἐξ οὗ πλεονασμῷ τοῦ ε παρ' Ὁμήρῳ ἐρινεός, καὶ ὅτι ἐκεῖθεν καὶ ῥῆμα ἐρινάζειν παρὰ Σοφοκλεῖ. ἔνθα τὸν καρπὸν τῷ τοῦ δένδρου ἐκάλεσεν ὀνόματι, εἰπὼν "πέπων ἐρινὸς ἀχρεῖος ὢν εἰς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ". παροιμιακὸν δὲ αὐτὸ τὸ νοήμα, ὅμοιον τῷ ἀπαίδευτος ὢν πῶς ἂν ἑτέρους παιδεύσειας. καὶ ὅτι ἱστορεῖται οὐ μόνον δίφορος ἐρινεός, ἀλλά που καὶ τρίφορος, ὡς ἐν Κέῳ, καὶ ὅτι καὶ λευκερινεὸς εἶδός ἐστι συκῆς, ἥτις λευκά, φησίν, ἴσως φέρει σῦκα.]

(v. 218) Σημείωσαι δὲ καὶ ὅτι αἱ ὑπώρειαι διαφέρουσι τοῦ πεδίου. οὔπω γὰρ πάντῃ πεδιὰς ἡ ὑπώρεια, ἀλλὰ ταπεινοτέρα μὲν κορυφῆς, μετεωροτέρα δὲ πεδιάδος.

(v. 217) Τὸ δὲ "πεπόλιστο πόλις" ἐτυμολογικός ἐστι τρόπος, ὡς τῆς πόλεως ἐκ τοῦ πολίζω [396] λεγομένης. τὸ μέντοι πολίζω παράγωγόν ἐστι τοῦ πολῷ, ἤτοι περιστρέφω, ὡς νεμέσω νεμεσίζω καὶ ὅσα τοιαῦτα.

(v. 219) Τὸ δὲ "Ἐριχθόνιον βασιλῆα" κατωτέρω σαφέστερον φράζων ἐπὶ τοῦ Τρωός φησι "Τρώεσσιν ἄνακτα". οὐκοῦν ὁμοίως τῷ Τρωῒ καὶ ὁ Ἐριχθόνιος Τρώων νοηθήσεται βασιλεύς;

(v. 232-235) Ἡ δὲ τοῦ Γανυμήδους ἁρπαγὴ ἄωρον αἰνίττεται τοῦ παιδὸς θάνατον, ὁποῖα πολλὰ οἱ μῦθοι πλάττουσι. τινὲς δέ φασιν ὑπὸ τοῦ Ταντάλου αὐτὸν ἁρπαγῆναι καὶ ἐν κυνηγεσίῳ πεσεῖν καὶ ταφῆναι ἐν τῷ Μυσίῳ Ὀλύμπῳ. οἱ δὲ ἱστοροῦσιν ὑπὸ τοῦ Μίνωος ἁρπαγῆναι καὶ τὸν τῆς ἁρπαγῆς τόπον Ἁρπάγην κληθῆναι. φασὶ δὲ καὶ ὅτι βιαζόμενος κατεκρήμνισεν ἑαυτόν, τῷ δὲ πατρὶ ἐπέμφθη πλάσμα, ὅτι θύελλα καὶ νέφος ὑφήρπασεν αὐτὸν οἰνοχόον τῷ Διΐ. ὅτι δὲ καὶ ἄνδρες ᾠνοχόουν, δηλοῦσι καὶ οἱ τῶν μνηστήρων κοῦροι. [Ἄλλως δὲ ἀκριβέστερον φάναι, ᾠνοχόουν παρὰ τοῖς παλαιοῖς εὐγενέστατοι παῖδες, ὡς ὁ τοῦ Μενελάου υἱός. καὶ παρὰ Ῥωμαίοις δέ, φασί, τοιοῦτοι παῖδες τὴν λειτουργίαν ταύτην ἐξετέλουν ἐν ταῖς δημοτελέσι θυσίαις. οὐκοῦν καὶ ὁ μῦθος οὕτω τὰ κατὰ τὸν Γανυμήδην ποιεῖ Διῒ κιρνῶντα; Σαπφὼ δὲ ἡ καλὴ τὸν Ἑρμῆν οἰνοχοεῖν φησι θεοῖς, ἐμφαίνουσα τῷ μύθῳ ἐλλόγως χρῆναι προβαίνειν τὰ συμπόσια, καὶ μὴν καὶ κατὰ δίκην, ἣν ἡ Ὁμηρικὴ Θέμις ἐμφαίνει συμπαροῦσά πω τοῖς οὐρανίωσι δαιταλεῦσιν. ἡ δ' αὐτὴ Σαπφὼ καὶ τὸν Λάριχον, ἀδελφὸν αὐτῆς, ἐπαινεῖ ὡς οἰνοχοοῦντα ἐν τῷ πρυτανείῳ τῆς Μιτυλήνης. καὶ Εὐριπίδης δέ, ὃν κατάχρυσον ὁ Δίφιλος εἶπε, λέγεται οἰνοχοεῖν Ἀθήνῃσι τοῖς καλουμένοις ὀρχησταῖς. μυθεύεται δὲ οἰνοχόος καὶ Ἥβη. τοῦτο δὲ ἴσως, διὰ τὸ ἡβητήρια καλεῖσθαι τὰ [397] συμπόσια, εἰ καί ποτε ἄσεμνον συναγωγὴν ἡ τοιαύτη λέξις δηλοῖ. ὅτι δὲ παρὰ Ἐφεσίοις οἱ ἐν τῇ τοῦ Ποσειδῶνος ἑορτῇ οἰνοχοοῦντες ἠΐθεοι ταῦροι ἐκαλοῦντο, ἐν τοῖς τοῦ Ἀθηναίου καὶ αὐτὸ κεῖται.] Καὶ οὕτω μὲν Ὅμηρος τὸν Γανυμήδην περιελάλησεν, οὗ ἡ γραφὴ ἀναλόγως δι' ἑνὸς ν ὡς ἐκ τοῦ γάνος, ἐξ οὗ τὸ γανύειν καὶ τὸ γανύσκεσθαι, ἵνα ᾖ Γανυμήδης ὁ ἡδὺς βουλεύεσθαι.

(v. 237) Τὸν Τιθωνὸν δὲ καλὸν καὶ αὐτὸν ἱστορούμενον ἀπεριλάλητον ἀφῆκεν οἷα μνησθεὶς αὐτοῦ ἑτέρωθι ὡς ἡρπαγμένου ὑπὸ τῆς Ἠοῦς. ὅτι δὲ οὐ μόνον ἀνδρία καὶ λοιπαὶ ἀρεταὶ ἄνδρας τε καὶ γυναῖκας ἀπηθανάτισαν, ἀλλὰ καὶ διὰ κάλλος πολλοὶ περιᾴδονται, οὐδεὶς ἀγνοεῖ. [Ὃ δὴ κάλλος ὁμώνυμον εἶναι δηλοῖ καὶ ὁ γράψας, ὅτι τὸ κάλλος καὶ ἐπὶ ἀλεκτρυόνος λέγεται, ἐν τῷ "τέτραξ ὁ μείζων μέγεθός ἐστιν ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, ἔχων ἑκατέρωθεν τῶν ὤτων κρεμάμενα, ὡς καὶ οἱ ἀλεκτρυόνες, τὰ κάλλεα".] Ὡς δὲ καὶ τὸ "Δάρδανον τέκετο Ζεύς, Δάρδανος δὲ Ἐριχθόνιον, Τρῶα δ' Ἐριχθόνιος" καὶ οἱ ἑξῆς τοὺς ἑξῆς, ἐποικοδόμησίς ἐστιν ἤγουν σχῆμα κλιμακωτόν, οἴδασιν οἱ περὶ λόγους.

(v. 238) Ἐκ δὲ τοῦ "ὄζον Ἄρηος" λαβόντες οἱ μεθ' Ὅμηρον θάλος εὐγενείας φασὶ καὶ σοφίας ἀκρέμονα καὶ τοιαῦτά τινα.

(v. 241) Ἰστέον δὲ καὶ ὅτι γενεαλογήσας ὁ Αἰνείας, ὡς ἤθελεν, ἐπάγει συμπληρωτικῶς καὶ αὐτὸς τὸ "ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι", ὃ δὴ καὶ πρὸ τούτων ἕτερος ἥρως ἔφη. καὶ ἔστι κἀνταῦθα αἷμα ἡ προρρηθεῖσα γενέθλη. ὡς δὲ καὶ ἀντὶ σπέρματος αὐτὸ κεῖται, προδεδήλωται.

(v. 220) Ἰστέον δὲ καὶ ὅτι τὸν εἰρημένον Ἐριχθόνιον ἐπαινῶν ὡς ὄλβιον ὁ Ὁμηρικὸς Αἰνείας φησὶν "ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων". καὶ δεῖγμα τίθησι τούτου οὐ χρυσὸν οὐδὲ ὅσα σύστοιχα τούτῳ, ἀλλὰ τὸν ἐν τοῖς ζῴοις περιουσιασμόν.

(v. 221-229) Φησὶ γὰρ "τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο", ἤγουν κατὰ τὸ ἕλος [398] ἐβουκολοῦντο, "θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι· τάων", ἤγουν ὧν, "καὶ Βορέης ἠράσσατο βοσκομενάων. ἵππῳ δ' εἰσάμενος", ἤγουν ὁμοιωθείς, "παρελέξατο κυανοχαίτῃ. αἳ δ' ὑποκυσάμεναι", ἤγουν ἐγκυμονήσασαι, "ἔτεκον δυοκαίδεκα πώλους. αἳ δ' ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων. ἀλλ' ὅτε δὴ σκιρτῷεν ἐπ' εὐρέα νῶτα θαλάσσης, ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον". Ἰστέον δὲ ὅτι τὸ σχῆμα τοῦτο τοῦ λόγου ἀπαραμύθητός ἐστιν ὑπερβολή. ἀδύνατον γὰρ τοιούτους ἵππους γενέσθαι. ἔχει δέ πως τὸ ἀσφαλὲς ὁ λόγος ἐκ τοῦ θείας λέγεσθαι αὐτὰς ὡς ἀπογόνους Βορέου, ὅπερ φασὶν αἰνίττεσθαί τι φυσικόν. ἵππος γὰρ ἐξανεμουμένη ἐν τῷ συνδυάζεσθαι, καὶ μάλιστα πρὸς Βορρᾶν, τίκτει καλά, ὡς καὶ ἀλλαχοῦ εἴρηται. τοῦτο δὲ καὶ ἀνθρώπους ποιεῖν ἠκούσαμεν περιεργώτερον, μάλιστα δὲ ἀλογώτερον, καὶ τοιούτοις ἑαυτοὺς εἰς τὸ πᾶν ἐπιτρέποντας ἔργοις ἀνεμωλίοις, ὡς εἰπεῖν. καὶ τοῦτο μὲν τοιοῦτον. ὁ δὲ τῶν ἵππων μῦθος τὸ ἀληθὲς ἐξαλλάσσων σωματοποιεῖ τὸν Βορρᾶν καὶ παρευνάζει ταῖς ἵπποις.

(v. 219) Ἰστέον δὲ ὅτι ἕτερος οὗτος Ἐριχθόνιος παρὰ τὸν τοῦ μύθου τὸν ἐκ τοῦ ἐρίου καὶ τῆς χθονός, καὶ ὅτι ἐκ τῶν θηλειῶν τούτων ἵππων, ὡς ἐκ μέρους, πάντα τὰ τετράποδα ἐδήλωσε τὰ ὑπὸ τὸν Ἐριχθόνιον. εἰ γὰρ τὸ δυσπόριστον οὕτω πολὺ τῷ Ἐριχθονίῳ, πολλῷ πλέον τὰ εὐπόριστα.

(v. 221) Ἕλος δὲ ὁ ὑγρὸς καὶ δασὺς τόπος, ὁποῖον καὶ τὸ περὶ τὴν Πελοπόννησον Ἕλος, ἐξ οὗ οἱ Εἵλωτες, οὓς οἱ Λάκωνες ἐδουλώσαντο. Ἰστέον δὲ καὶ ὅτι ἥδονται τοῖς ὕδασιν αἱ ἵπποι καὶ μάλιστα τοῖς ἐν τοῖς ἕλεσι. φιλόλουτρον γὰρ τὸ ζῷον, ὡς καὶ ἐν ἄλλοις εἴρηται, καὶ χαῖρον ἕλεσι καὶ τοῖς θολεροῖς τῶν ὑδάτων.

(v. 221) Ὅρα δὲ καὶ ὅπως ὁ ποιητὴς τῇ λέξει τοῦ βουκολεῖν ἐπὶ ἵππων παρεχρήσατο ἐν τῷ "τρισχίλιαι ἵπποι ἐβουκολοῦντο", ὡς καὶ τῇ τοῦ οἰνοχοεῖν ἐπὶ τοῦ νέκταρος ἐν τῷ "νέκταρ ἐῳνοχόει", [οὗ πρὸς μίμησιν ἔγραψέ τις καὶ τὸ "οἶνος ᾠνοχοεῖτο".] Φησὶ δὲ καὶ [399] Εὐριπίδης "Πολύβου δέ μιν λαβόντες ἱπποβουκόλοι". εἴποι δὲ ἄν τις, ὡς καὶ προεγράφη, κατὰ σχῆμα συντομίας τὸν ποιητὴν οὕτως εἰπεῖν, ὡς ἂν ὁ ἀκροατὴς τοῖς ἵπποις καὶ βόας συνυπακούσῃ καὶ ἄλλα ζῷα. [Τοιούτου τόπου καὶ τὸ πίνειν ἐξ ἀργυρίδων χρυσῶν παρὰ Ἀναξίλᾳ, ὥς φησιν Ἀθήναιος. οὐ γὰρ ἔστι κυριολεκτεῖσθαι τὸ χρύσεον ἐπὶ ἀργυρίδων, εἰ μὴ ἄρα, καθότι ἀργύριον καὶ ὁ χρυσὸς λέγεται διὰ τιμιότητα παλαιοτέρας εὑρέσεως. ὅμοιον δὲ καὶ τὸ "ᾠῶν ἑκατόμβη", παιχθὲν παρά τινι παλαιῷ. τί γὰρ κοινὸν ᾠοῖς καὶ τῇ ἐκ βοῶν παρωνύμῳ ἑκατόμβῃ; τοιοῦτον καὶ Σοφοκλέους τὸ "ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα", τουτέστιν ἱππότης ἥκεις ἢ διὰ πλοίου. κἀνταῦθα γὰρ τὸ ναυστολεῖν ἵπποις μὲν οὐ, κύμβαις δὲ ᾠκείωται. κύμβη γὰρ πλοίου εἶδος, ᾖ ὁμώνυμον ποτήριον κύμβα, καὶ κυμβίον δέ, γένος τι ποτηρίων βαθέων ὀρθῶν, πυθμένα μὴ ἐχόντων μηδ' ὦτα.]

(v. 222) Τὸ δὲ "πώλοισι" θηλυκῶς προῆκται κατὰ Ἴωνας. Τὸ δὲ ἀγάλλεσθαι φαίνεται κατὰ κυριολεξίαν ἐνταῦθα λέγεσθαι, ὡς τῶν μητέρων πρὸς ἄγην ἢ ἄγαν ἁλλομένων ἐπὶ ταῖς πώλοις. δύναται δὲ καὶ ἐκ τῶν λογικῶν τοῦτο εἰς ἵππους μετενηνέχθαι, καθὰ καὶ τὸ "παρελέξατο". Ἀταλὰς δὲ λέγει τὰς πώλους, ὡς τῶν ἤδη τελείων ἵππων ταλάνων ὄντων διὰ τὸ ἀχθοφορεῖν, ἐξ οὗ καὶ οἱ ἡμίονοι ταλαεργοὶ λέγονται.

(v. 223) Ὅρα δὲ καὶ τὸ "ἠράσατο", ἤγουν ἠράσθη, οὗ τὸ πρῶτον πρόσωπον ἐν τῷ "οὐδ' ὁπότ' ἠρασάμην". [Ἐκ δὲ τοῦ βόσκειν ὥσπερ ὄρνεον ἡ βοσκάς, οὕτω καὶ προβοσκὶς ἐλεφάντων ἡ καὶ προνομαία, κυριολεκτουμένη καὶ ἐπὶ μυιῶν καὶ τευθίδων, ὡς λέγει Ἀθήναιος.] Τὸ δὲ "ἐπὶ ζείδωρον ἄρουραν", ὡς καὶ τὸ "ἄκρον ἐπὶ καρπόν" [400] καὶ "ἐπὶ νῶτα θαλάσσης" καὶ "ἄκρον ἐπὶ ῥηγμῖνος" πρόθεσιν ἔχει ἀντὶ προθέσεως. εἴληπται γὰρ ἀντὶ τοῦ κατὰ ἄρουραν καὶ κατὰ νῶτα θαλάσσης καὶ κατὰ ἄκρον. οὕτω γὰρ εὐοδοῦται ὀρθῶς ἡ σύνταξις.

(v. 228) Τὸ δὲ σκιρτᾶν ἐοικὸς μὲν πρὸς τὸ σκαίρειν, καίριον δὲ ὂν εἰς ἀλλομένους ἵππους δὶς ἔφη, ἐπιμείνας ὡς ἐχρῆν. ἔστι δὲ σκιρτᾶν οὐ τὸ ἁπλῶς θέειν, ἀλλὰ τὸ ἀνέτως καὶ δίχα ἐπιταγῆς καὶ πηδητικῶς καὶ οἷον ὀρχηστικῶς κατὰ τοὺς καλπάζοντας.

(v. 226) Ζείδωρος δὲ ἢ ἡ βιόδωρος ὡς δωρουμένη τὸ ζῆν τροπῇ Βοιωτικῇ τοῦ η εἰς τὴν ει δίφθογγον, ἢ ἡ τῶν σπορίμων δότειρα ὡς ἐκ μέρους τῶν κοινῶς λεγομένων ζειῶν. Ἡρόδοτος δέ που εἰς ταὐτόν φησιν ἄγεσθαι τὰς ζειὰς ταῖς ὀλύραις. τίνες δὲ αἱ ὀλύραι, προείρηται.

(v. 228) Ἀνθέρικος δὲ ὁ τῆς ἀσφοδέλου καρπὸς ἢ καυλός. ἡ δὲ χρῆσις καὶ παρὰ Θεοκρίτῳ. οἱ δὲ ἀνθερίκους ἐπὶ τοῦ σίτου φασίν, ἀκολουθοῦντες Ἡσιόδῳ, εἰπόντι περὶ Ἰφίκλου τοῦ καὶ ἐν Βοιωτίᾳ ῥηθέντος, ὅτι ἐπὶ πυραμίνους ἀθέρας ἐκεῖνος ἔθεε. καὶ γίνεσθαί φασι καὶ τὸ ἀνθέρικος ἐκ τοῦ ἀθὴρ ἀθέρος πλεονασμῷ τοῦ νυ, καὶ ἀρέσκονται μάλιστα εἰς τοῦτο, λέγοντες καὶ ὅτι ἡ ζείδωρος ἄρουρα οὐκ ἀσφοδέλους φέρει, ἀλλὰ πυρῶν ἀνθέρικας. ὅτι δὲ ἀθὴρ καὶ ἡ ἐπιδορατὶς λέγεται ἀπὸ μεταφορᾶς τῶν ἀσταχύων, δηλοῦσιν οἱ παλαιοί, [οἳ παραδιδόασι καὶ ὅτι ἀνθερίκων εὐθεῖα ὁ ἀνθέρικος, φέροντες χρῆσιν τὸ "Λίβυες οἱ νομάδες οἰκίας ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρᾶς ὅσον σκιᾶς ἕνεκεν, ἃς καὶ περιφέρονται ὅποι ἂν φέρωνται". εἶεν δ' ἂν οἱ τοιοῦτοι [401] σκιαπόδων τλημονέστεροι. ἐκείνοις γὰρ αὐτοφυὴς ἡ σκιὰ ἐκ τῆς τῶν ποδῶν ἄγαν πλατύτητος, ὡς αἱ ἱστορίαι περιηγοῦνται. εἰ μὴ ἄρα αἱ τῶν νομάδων σκιᾶς χάριν ἐκ τοῦ ἀνθερίκου σκηναὶ τοῦ βάρους τῶν παρὰ τοῖς σκιάποσι ποδῶν ἐλαφρότεραί εἰσι.]

(v. 228) Ῥηγμῖνα δὲ καὶ νῦν ὁ ποιητὴς λέγει τὴν τῆς θαλάσσης ἐπιφάνειαν, ἣν ἀνωτέρω ἔφη εὐρέα νῶτα θαλάσσης. οὕτω καὶ ἐν Ὀδυσσείᾳ λέγει κώπαις τύπτεσθαι ἁλὸς ῥηγμῖνα βαθεῖαν.

(v. 220-222) Ἰστέον δὲ ὅτι, εἰ καὶ οὕτω πλουτεῖ ζῴοις ὁ ῥηθεὶς Ὁμηρικὸς ἥρως, ἀλλ' ὁ παρ' Ἡροδότῳ Βαβυλώνιος Τριτανταίχμης ἄλλως τε παμπλούσιος ἦν, ὃς ἑκάστης, φησί, ἡμέρας ἀρτάβην ἀργυρίου προσωδίαζεν, ἤγουν ὑπὲρ τρεῖς μεδίμνους Ἀττικούς, καὶ ζῴοις ἄγαν ἐνευθηνεῖτο. ἵπποι γὰρ αὐτῷ ἦσαν δίχα, φησί, τῶν πολεμιστῶν, ὀκτακόσιοι μὲν κήλωνες, αἱ δὲ ἀναβαινόμεναι ἑξακισχίλιαι καὶ μύριαι ἀναβαίνοντος ἑκάστου ἄρσενος εἴκοσιν ἵππους.

(v. 242 s.) Ὅτι γνωμικὸν τὸ "θεὸς ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε ὅπως κεν ἐθέλῃσιν. ὃ γάρ", ἤτοι οὗτος, "κάρτιστος ἁπάντων". φησὶ δὲ τοῦτο Αἰνείας ὡς ὀνειδισθεὶς μὲν ὑπὸ Ἀχιλλέως εἰς τήν ποτε φυγήν, οἰόμενος δέ, ὡς εἰ καὶ πρῴην μινύθων ἦν αὐτῷ τὴν ἀρετὴν ὁ Ζεύς, ἀλλὰ νῦν ἴσως ὀφέλλοι ἄν. διὸ δηλαδὴ καὶ θαρρεῖ, τὴν ἀγαθὴν ἐλπίδα προβεβλημένος. ἀρετὴν δὲ λέγει ἢ τὴν ἀνδρίαν ἢ τὴν ἀρχικὴν ἐξουσίαν, εἰς ἃ ὠνειδίσθη παρὰ τοῦ Ἀχιλλέως ὡς μήτε ἀνδρεῖος ὢν μήτε τῆς ἠλπισμένης βασιλείας τῶν Τρώων τευξόμενος.

(v. 244-247) Εἶτα παιδεύων μὴ δεῖν λοιδορεῖν, ἵνα μὴ καὶ ἀνθυβρίζοιτό τις, φησὶν "ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὥς, ἑσταότες ἐν μέσῃ ὑσμίνῃ δηϊοτῆτος. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι πολλὰ μάλα, οὐδ' ἂν νηῦς ἑκατόνζυγος ἄχθος ἄροιτο", ἐὰν γραφεῖεν δηλαδὴ καὶ βιβλίοις ἐντεθεῖεν. Ἑκατόνζυγοι δὲ νῆες αἱ πολύκωποι, ἃς μακρὰς οἱ ῥήτορες ἐκάλουν ὕστερον.

(v. 248-249) Εἶτα γνωματεύει ὁ Αἰνείας καὶ ὅτι "στρεπτὴ δὲ γλῶσσ' ἐστὶ βροτῶν, πολέες δ' ἔνι μῦθοι παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα", ἤγουν πολύς ἐστιν ἐπὶ ἐπαίνῳ καὶ ψόγῳ ἢ ἐπ' ἀμφοῖν τοῖν μεροῖν τῇ γλώσσῃ πληθυσμὸς καὶ ἐπινέμησις ἐφ' ἑκάτερα, τοῦτο δὴ τὸ ὕστερον Ζηνώνειον εἴτε Πυρρώνειον καὶ ἁπλῶς διαλεκτικὸν καὶ οὕτω δίγλωττον καὶ πολύγλωττον.

(v. 250) Διὸ καὶ ἐπάγει "ὁποῖον κ' εἴπῃσθα ἔπος, τοῖον κ' ἐπακούσαις", ὡς οἷον κατά τινα τροπὴν ἠχοῦς, ὡς δηλοῖ καὶ ὁ [402] συγγράψας τὸ ἐπ' αὐτῇ Ὁμηρόκεντρον. τοῦτο δὲ μάλιστα ἐπὶ τῶν φιλονείκων ἀληθεύει. ἄλλως γὰρ οὐκ ἀεὶ ἐπακούει τις, οἷον ἂν εἴπῃ ἔπος, ἀλλά ποτε καὶ ἑτεροῖον, οἷον εὐλογῶν τὸν κακολογοῦντα ἢ καὶ ἀνάπαλιν λαλῶν. δῆλον δ' ἐνταῦθα καὶ ὅτι ὁ ἐπακούσας, εἴπερ εἴπῃ τοῖον ἔπος, οἷον ἐπήκουσεν, ἀνακάμπτει τὰ τῆς λάλου ἔριδος καὶ γίνεται τὸ κακὸν δυσκατάπαυστον, οἷα τοῦ προειπόντος γινομένου ἀκροατοῦ ἀεὶ καὶ τοῦ ἀκροασαμένου αὖθις φιλοτιμουμένου ἀντιλαλεῖν. Σημείωσαι δὲ καὶ ὅτι θαμὰ τρωπῶν Ὅμηρος καὶ πολυηχέα φωνὴν χέων τετράκις ἐνταῦθα τὸ αὐτὸ ἔτρεψε νόημα ἐκ τοῦ "στρεπτὴ δὲ γλῶσσά ἐστιν" ἕως τοῦ "τοῖον κ' ἐπακούσαις".

(v. 242) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε" παρέοικε τῷ "ῥεῖα δ' ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει", ὃ ταὐτόν ἐστι τῷ ὀφέλλει.

(v. 244) Τὸ δὲ "λεγώμεθα" φανερῶς δηλοῖ τὸ διαλεγώμεθα, λαλῶμεν, εἰ καὶ ἡ πολλὴ τῶν παλαιῶν παρατήρησις βούλεται μὴ εὑρίσκεσθαι τὴν λέξιν ταύτην παρὰ τῷ ποιητῇ ἐπὶ τοιούτου σημαινομένου, καθὰ καὶ προδεδήλωται. Τὸ δὲ "νηπύτιοι ὥς" θεωρία ἐστὶν Ὁμηρικὴ καὶ νῦν, ὡς καὶ πρὸ ὀλίγων, τοῦ δόξαι ἄν τισι μὴ καλῶς ἐνταῦθα πλάσασθαι αὐτὸν τοιαῦτα λαλοῦντας τὸν Ἀχιλλέα καὶ τὸν Αἰνείαν ἐν καιρῷ τοιούτων ἀγώνων.

(v. 245 s.) Ὅρα δὲ καὶ ὅτι τὴν ὑσμίνην ἐνταῦθα ἐπίθετον ἔλαβε τῆς δηϊοτῆτος, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἡ φύλοπις πολέμου κεῖται ἐπίθετον, καὶ ὅτι ὀνείδεα φανερῶς τὰς ὕβρεις φησί, κατωτέρω δὲ ἔριδας καὶ νείκεα τὰς αὐτὰς λέγει.

(v. 248) Στρεπτὴ δὲ γλῶσσα βροτῶν ἀντὶ τοῦ ὑγρὰ καὶ εὐλύγιστος. ὅθεν καὶ γλῶσσα λέγεται οἱονεὶ κλῶσσα διὰ τὸ εὔκλαστον. ἢ καὶ ἄλλως, στρεπτὴ ἡ ἐπὶ τὰ ἐναντία ἐπιχειροῦσα, ὡς εἴρηται, καὶ ἐπ' ἄμφω μεταγομένη, ὅπερ σαφέστερον ἑρμηνεύων ὁ ποιητὴς λέγει "πολέες δ' ἔνι μῦθοι", ἤγουν ἔνεισι, καὶ οὐ μόνον πολέες, ἀλλὰ καὶ παντοῖοι, καὶ ἔτι σαφέστερον "ἐπέων δὲ πολὺς νομός" καὶ τὰ ἑξῆς. αἰνίσσεται δὲ διὰ τούτων ὁ ποιητὴς καὶ τὴν ἑαυτοῦ εἰς τὸ λέγειν δύναμιν καὶ τὸ πολύφωνον καὶ ἀμφίγλωσσον.

(v. 249) Ὁ δὲ νομὸς πάνυ καιρίως ἔχει ῥηθεὶς ὡς ἐπὶ λειμῶνος, ὃν ἡδέως ἐπινέμονται τὰ ἐκεῖθεν τρεφόμενα. Ὅτι δὲ καὶ [403] τόποι [Λιβυκοὶ] νομοὶ ἐγχωρίως ἐλέγοντο, καθά τις ἂν εἴποι ῥεγεῶνες ἢ τόρμαι ἢ μᾶλλον ἐνορίαι ἢ πετίτα, δηλοῦται παρὰ τοῖς παλαιοῖς. Σημείωσαι δὲ ὅτι ἀνωτέρω ἐν τῷ "νηπύτιοι ὥς" θεωρήσας, ὡς ἐρρέθη, ὁ ποιητής, ὡς ἴσως αἰτιάσονταί τινες τὸ χωρίον τοῦτο ἀκαιρολογίας, ἐνταῦθα σαφέστερον καὶ πλατύτερον αἰτιᾶται δῆθεν τὸ πρᾶγμα, μονονουχὶ καὶ αὐτὸς λέγων, ὡς "ταῦτα μὲν δὴ νοῦς ἐτόξευσε μάτην".

(v. 252-255) Φησὶ γὰρ ὁ παρ' αὐτῷ Αἰνείας τοιοῦτόν τι ποιεῖν αὐτὸν καὶ τὸν Ἀχιλλέα, ὡς εἴπερ γυναῖκες χολωσάμεναι νεικέουσι "μέσην εἰς ἀγυιάν", ἤγουν ἀγοράν, "ἰοῦσαι", τὰ μὲν ἀληθῆ, τὰ δ' οὔ, χόλου κελεύοντος. Ἔνθα ὅρα οἷά ἐστιν ἡ ἐν χόλῳ λοιδορία, οὐ τὰ ὄντα ἐπιλεγομένη, ἀλλὰ καὶ πολλὰ ψευδῆ πλαττομένη, καὶ μάλιστα ἐπὶ γυναικῶν, καὶ τούτων τῶν ἐπὶ τῆς ἀγορᾶς. ὅτι δὲ γυνὴ ἀνδρὸς ἐπιφθονώτερον καὶ μεμψιμοιρότερον καὶ φιλοπληκτικώτερον καὶ φιλολοίδορον, λέγει καὶ ὁ Κωμικός.

(v. 251-255) Ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις αὕτη κωλυτικὸν οὖσα τῶν ἀκαίρων ἀντιλογιῶν "ἀλλὰ τιή", κατὰ δέ τινα τῶν ἀντιγράφων γράφεται "ἀλλὰ τίη ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας, αἵ τε χολωσάμεναι ἔριδος περὶ θυμοβόροιο νεικεῦσ' ἀλλήλῃσι μέσην εἰς ἀγυιὰν ἰοῦσαι πόλλ' ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει", ὁποῖόν τι δηλαδὴ καὶ ἐνταῦθα, οὗτοι φιλονεικοῦντες πείσονται. ὁ γοῦν Αἰνείας καὶ ἔπαθεν οὕτω οἷα συνάξας ἐκ τῆς γενεαλογίας οὐκ ἐτεῶς κρείττων εἶναι τοῦ Ἀχιλλέως.

(v. 254) [404] Ὅρα δὲ τὸ νεικεῖν δοτικῇ συνταχθὲν ἐν τῷ νεικεῖν ἀλλήλοισι καὶ ἀλλήλαις, καὶ ὅτι δυνάμενος εἰπεῖν "νεικοῦσιν ἀλλήλῃσιν" νεικεῦσιν ἔφη διὰ τὸ ποιητικώτερον. Τὴν δὲ ἀγυιὰν πολλοὶ τῶν παλαιῶν, ὡς καὶ προείρηται, προπαροξύνουσιν, καὶ οὐκ ἀναμφιλέκτως ὀξύνεται ἀεί.

(v. 255) Ἐν δὲ τῷ "πολλὰ ἐτεά τε καὶ οὐκί" γράφουσιν οἱ παλαιοί, ὅτι τὰ τῶν ἀντιγράφων εἰκαιότερα ἔχουσι τὴν τοιαύτην γραφήν, τὰ δὲ ἀκριβέστερα οὐχ' οὕτως, ἀλλ' ὅτι "πολλά τε ὄντα καὶ οὐκί", ὅ ἐστὶ πολλὰ ἀληθῆ καὶ ψευδῆ.

(v. 256-258) Ὅτι ἀνδρικὸς λόγος τὸ "ἀλκῆς δ' οὔ μ' ἐπέεσσιν ἀποστρέψεις μεμαῶτα πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλ' ἄγε θᾶσσον γευσόμεθ' ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν". λέγει δ' ἐνταῦθα γεύσασθαι τὸ τῆς ἀνδρίας ἀλλήλων ἀποπειράσασθαι. καὶ ἔστιν ἀστεῖος ὁ λόγος. οἱονεὶ γάρ φησιν, ὅτι γευσώμεθα οὐ στόμασιν οὐδὲ λόγοις, ὡς νῦν ποιοῦμεν, ἀλλ' ὅπλοις. εἴη δὲ ἂν καὶ ἄλλως ἀστεῖον ἐνταῦθα τὸ γεύσασθαι τοῖς ἐνθυμηθεῖσιν, ὅτι καὶ στόμα προσπλάττει τῷ πολέμῳ ἡ ποίησις.

(v. 259 s.) Ὅτι βαρεῖαν πληγὴν ἔγχους δηλοῖ τὸ "ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος σμερδαλέῳ, μέγα δ' ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ". Αἰνείας δὲ οὕτω πλήττει κατ' Ἀχιλλέως. Ἰστέον δὲ ὅτι οὐδὲ παρὰ τοῖς παλαιοῖς ἀπῆσαν οἱ ψυχρογραφεῖν ἢ ψυχρολογεῖν θέλοντες. τὸ γοῦν "ἐν δεινῷ σάκεϊ" ἐνταῦθά τινες διὰ τοῦ ι γράφουσιν, ἵνα λέγῃ δινὸν σάκος τὸ δινωτόν, ὡς τὸ "δινωτὴν φορέεσκε κανόνεσσιν". [Ἐκ τοῦ δίνου δὲ, ἀρσενικοῦ ὀνόματος, ὃ τὸν τόρνον δηλοῖ, τὸ δινῶ δινώσω γίνεται. δῖνος δὲ οὐ μόνον τόρνος, ἀλλὰ καὶ ποδονιπτὴρ κατὰ Κυρηναίους. παρὰ δὲ τῇ Τελεσίλλᾳ καὶ ἡ ἅλως, ὥς φησιν Ἀθήναιος. τὸ ποτήριον μέντοι ὁ δῖνος, ὃ καὶ δεινιὰς λέγεται ἀπὸ τοῦ σκευάσαντος Δεινίου, καθὰ καὶ Θηρίκλειον ἀπὸ Θηρικλέους, [405] διφορεῖται. γράφεται γὰρ τὰ πλείω διὰ διφθόγγου. τῆς δὲ τοιαύτης διπλῆς γραφῆς τεκμήριον τόδε. λέγει, φασίν, Ἀρχέδικος οὕτω "Νικοστράτην τινὰ ἤγαγον πρώην σφόδρα γρυπήν, σκοτοδίνην ἐπικαλουμένην, ὅτι δῖνόν ποτ' ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ". πρὸς ὅπερ ἐρωτηματικῶς εἰπών τις "δῖνον"; ἐπάγει "δεινόν, ὦ θεοί". καὶ ἰδοὺ διὰ μὲν τοῦ σκοτοδίνη ἐμφαίνεται ἡ διὰ τοῦ ἰῶτα γραφή, διὰ δὲ τοῦ "δεινόν, ὦ θεοί" ὑπονοεῖται ἡ δίφθογγος, καὶ μάλιστα διὰ τὸν προειρημένον Δεινίαν.]

(v. 260) Τὸ δὲ "ἔμυκε μέγα σάκος" ἐκ βοὸς καὶ αὐτὸ ἔχει τὴν μεταφοράν. καὶ ἔστι σεμνότερον ἤπερ ἐπὶ βροντῆς ὑπό τινων μικροπρεπῶς λεχθέν. ἔχει δέ τι καὶ ἀστεϊσμοῦ, βοῦς γὰρ λέγεταί ποτε καὶ ἡ ἀσπίς, βοὸς δὲ τὸ μυκᾶσθαι. λέγεται δὲ καὶ ἐπὶ δώματος ἠχήεντος ἡ λέξις ὡς ἐν Ὀδυσσείᾳ. καὶ πύλαι δέ που ἔμυκον ἀνοιγόμεναι. Ὅρα δὲ ὅπως ὁ Αἰνείας, ἀγαθὸς ὢν εἰς μάχην, προήρπασε τὴν κατὰ τοῦ ἀντιμάχου ἐνέργειαν, οἷα καὶ προθαρρυνάμενος οἷς ἐξ Ἀπόλλωνος ἤκουσεν. [Ἰστέον δὲ ὅτι τὸ "ἀκωκή" οὐ [406] μόνον ὀξύνεται, ἀλλὰ καὶ μάλιστα περισπῷτο ἄν, ἵνα λέγῃ ὅτι τὸ μέγα σάκος ἔμυκεν ἐν τῇ ἀκωκῇ τοῦ δουρός, ἤγουν διότι ἐπλήγη δόρατι. εἰπεῖν δὲ ὅτι ἔμυκεν ἡ ἀκωκὴ τοῦ δοῦρος οὐκ εὐοδοῦται.]

(v. 264-266) Ὅτι τὸν Ἀχιλλέα νήπιον ὁ ποιητὴς λέγει, διότι ὁπηνίκα τὸ σάκος αὐτοῦ ἔπληξεν Αἰνείας, ἐτάρβησε, φάμενος ῥεῖα τὸ ἔγχος διελθεῖν καὶ μὴ νοήσας ὡς "οὐ ῥηΐδιά ἐστι θεῶν ἐρικυδέα δῶρα ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ' ὑποείκειν", ὅπερ ὕφεσίν τινα ἔχει πρὸς τὸ δαμῆναι. Καὶ ὅρα ὡς κἂν μύθους λαλῇ ὁ ποιητής, ἀλλ' οὖν δοξάζει μὴ δεῖν τὸν θεόθεν τι δεδιδαγμένον ἐνδοιάζειν ἐφ' οἷς ἔγνω.

(v. 267-270) Λέγει δὲ καὶ ὅτι "οὐδὲ τότ' Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο· ἀλλὰ δύο μὲν Αἰνείας ἔλασσε διὰ πτύχας", ἤγουν διήλασε τῇ αἰχμῇ, "αἳ δ' ἂρ ἔτι τρεῖς ἦσαν, ἐπεὶ πέντε πτύχας", τὰς δηλωθησομένας, "ἤλασε κυλλοποδίων", τουτέστι πεντάπτυχος ἦν ἡ ἀσπίς. Καὶ ὅρα ἐν τούτοις ὁμωνυμίαν τοῦ "ἤλασε". ἄλλως μὲν γὰρ ὁ Αἰνείας ἤλασε δύο πτύχας, ἄλλως δὲ ὁ Ἥφαιστος πέντε πτύχας ἤλασε. καὶ εἴρηται τοῦτο μὲν κατὰ τέχνην χαλκευτικήν, ἐκεῖνο δὲ πολεμικῶς.

(v. 270-272) Ἰστέον δὲ ὅτι ὁ χρυσός, ἤγουν ἡ χρυσῆ πτύξ, ἣν καὶ δῶρα θεοῦ λέγει, ἐκώλυσε διασχεῖν τὸ δόρυ τοῦ Αἰνείου, ἢ αὐτὴ πρώτη κειμένη κατὰ τὸν γραμματικὸν Αὐτόχθονα, ὡς καὶ κατωτέρω αὐτίκα ῥηθήσεται, καὶ μόνον θλασθεῖσα καὶ κοιλανθεῖσα, οὐ μὴν διελαθεῖσα, ἢ μέση κειμένη μεταξὺ δύο κασσιτερίνων, ὅ ἐστι τρίτη, ὡς ῥαγῆναι μὲν δύο ἐπικειμένας, μίαν χαλκῆν τὴν πρώτην καὶ ἑτέραν κασσιτερίνην, ἐν αὐτῇ δὲ τῇ χρυσῇ στῆναι τὴν αἰχμήν. καὶ ἔστι καὶ ἐνταῦθα ἐννοίας ἀμφιβολία, ὡς καὶ ἐν ἄλλοις πολλοῖς. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς Αὐτόχθων οὐ βούλεται γράφειν "δύο μὲν ἔλασε πτύχας", ἀλλὰ "δύο μὲν θλάσε". διὸ οὐδὲ ἐλαθῆναι λέγει τὴν χρυσῆν πτύχα πρώτην κειμένην, ἀλλὰ θλασθῆναι, ὡς προείρηται, εἰ καὶ μὴ ἐχρῆν αὐτὴν ὥσπερ οὐδὲ δαμῆναι, οὕτως οὐδὲ ὑποεῖξαι ὅλως. ἀρέσκει γὰρ αὐτῷ πρώτην μὲν εἶναι τὴν χρυσῆν ὡς τιμίαν. οὐ γὰρ δήπου, φησί, κέκρυπτο ἡ καλλιστεύουσα, ἀλλ' ἐν τῇ ἐπιφανείᾳ ἦν, δευτέραν δὲ χαλκῆν ὡς ἰσχυράν, [407] ὁμοίως χαλκῆν καὶ τὴν πέμπτην τὴν ἐνδοτάτω, μέσας δὲ τῶν δύο χαλκῶν τὰς δύο τοῦ κασσιτέρου, ὡς συνάπτειν δυναμένας τὰς ἑκατέρωθεν πτύχας. διὸ καὶ ὁ ποιητής φησι πέντε πτύχας, "τὰς δύο χαλκέας, δύο δ' ἔνδοθι κασσιτέροιο", ἤτοι ἔνδον τῶν δύο χαλκέων, "τὴν δὲ μίαν χρυσῆν", τὴν ἐξωτάτω δηλαδή. ἔτι φασὶν οἱ περὶ τὸν Αὐτόχθονα, οὐχ' ὅτι οὐκ ἔτρωσεν ὅλως Αἰνείας τὴν πτύχα τὴν χρυσῆν, ἀλλὰ ὅτι τὸ πλατὺ τῆς ἐπιδορατίδος οὐ διῆλθε δι' αὐτῆς. ἐπεὶ γὰρ ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ δὲ πλατὺ τέμνει, τὴν μὲν τῆς ἀκμῆς νύξιν ἐδέξατο καὶ ὁ χρυσὸς καὶ ὁ ὑποκείμενος χαλκός, τὴν δὲ ἐκ τοῦ πλάτους τομὴν οὐ παρεδέξατο, ἀλλὰ τῷ πλατεῖ τοῦ σιδήρου ἀντιβὰς ὁ χρυσὸς καὶ μόνον θλασθεὶς ἐπέσχε τὴν διαμπὰξ διακοπὴν τῆς ἀσπίδος καὶ κατὰ τὸν ποιητὴν ἐν τῇ χρυσῇ πτυχὶ ἔσχετο μείλινον ἔγχος.

(v. 269) Ὅτι δὲ τὸ "ἀλλὰ δύο μὲν ἔλασε" τινὲς γράφουσιν "ἀλλὰ δύο μὲν θλάσε", καὶ ὅτι ἀπάτην οὗτοι αἰτιῶνται τῶν ἄλλως γραφόντων, ὡς τῆς ἄνω περιφερείας τοῦ θῆτα κολοβωθείσης εἰς φαντασίαν τοῦ ε γράμματος, δηλοῖ καὶ ὁ Πορφύριος. [Γνωστὸν δὲ τῇ κοινότητι τὸ θλάσαι. ὡς γὰρ κλῶ κλάζω ὀκλάζω, ἐξ οὗ καὶ ὀκλαδίας δίφρος, οὕτω καὶ θλῶ θλάζω, ἐξ οὗ θλαδίας ταῦρος τροπῇ τοῦ ζῆτα εἰς δέλτα. παρὰ τὸ θλάσω δὲ καὶ θλαστὰς ἐλαίας οἶδε καὶ ὁ Δειπνοσοφιστής.]

(v. 268) Ὅρα δὲ καὶ ὅτι τὴν χρυσῆν πτύχα μόνην δῶρα θεοῦ πληθυντικῶς εἶπε κατ' ἐξοχήν, ἢ διὰ τὸ τῆς ὕλης τίμιον, ἢ καὶ ὅτι περισῴζει τὸν ἥρωα. ἔφη γάρ "οὐκ ἔρρηξε σάκος, χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο". ἀστεῖον οὖν χρῆμα ὁ χρυσός, εἰ καὶ θανάτου ῥύεται ἐνταῦθα κατὰ τὴν ἐτυμολογίαν τῶν πολλῶν.

(v. 269 s.) Ὅρα δὲ καὶ διαφορὰν τοῦ ἤλασε καὶ διήλασεν. ἐλάσαι μὲν γὰρ λέγεται πτύχας Ἥφαιστος ὁ χαλκεύς, διελάσαι μέντοι τὸ διαμπερὲς βαλεῖν.

(v. 273-282) Ὅτι τοῦ Αἰνείου προπλήξαντος δεύτερος Ἀχιλλεὺς ἀκοντίσας "βάλεν Αἰνείαο κατ' ἀσπίδα πάντοσε ἴσην ἄντυγ' ὑπὸ πρώτην, ᾗ λεπτότατος θέε χαλκός, λεπτοτάτη δ' ἐπέην ῥινὸς βοός· ἣ δὲ διαπρὸ Πηλιὰς ἤϊξε μελίη, λάκε δ' ἀσπὶς ὑπ' αὐτῆς. Αἰνείας δ' ἐάλη", ὅ ἐστι συνεστράφη, συσταλεὶς ἢ καὶ συνιζήσας, "καὶ ἀπὸ ἕθεν ἀσπίδ' ἀνέσχε, δείσας", [408] μὴ μετὰ τὴν ἀσπίδα δηλαδὴ καθίξεται ἡ μελία καὶ τῶν αὐτοῦ σαρκῶν. "ἐγχείη δ' ἂρ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη, διὰ δ' ἀμφοτέρους ἕλε κύκλους ἀσπίδος ἀμφιβρότης· ὃ δ' ἀλευάμενος δόρυ μακρὸν ἔστη", ὡς δηλαδὴ πρὸ τούτου ὑποκαταβάς.

(v. 282 s.) Λέγει δὲ καὶ ὅτι "ἄχος χύτο μυρίον ὀφθαλμοῖσι", καὶ ὡς ἐτάρβησεν, ἐπεί "οἱ ἄγχι πάγη βέλος". Καὶ ὅρα ὅτι τὸ, "ἐγχείη ἐνὶ γαίῃ ἔστη", "ἐπάγη βέλος" ἐνταῦθά φησι. καινὴ δέ τις καὶ ἡ τοῦ Αἰνείου αὕτη ἀσπίς, ἧς οὐ πρὸς κάλλος ἡ θέσις, ἀλλ' ὁ μὲν χαλκὸς ὑπόκειται, ἔπεστι δὲ ἡ ῥινός, ὡς καὶ τὴν χρυσῆν πτύχα, καθὰ εἴρηται, τινὲς δι' ἀσφάλειαν ὑποβάλλουσι τῇ τοῦ Ἀχιλλέως ἀσπίδι. οἱ δὲ ἀκριβέστεροι τὸ "λεπτοτάτη ῥινός" οὐκ ἐπὶ ὅλης τῆς ἀσπίδος νοοῦσιν, ἀλλὰ κατὰ τὴν πρώτην ἄντυγα, ἤγουν τὴν κατὰ τὸ ἄκρον κύκλωθεν τῆς ἀσπίδος, ὡς καὶ πρῶτον ῥυμόν πού φησι τὸ ἄκρον τοῦ ῥυμοῦ. ἐνταῦθα δὲ λεπτύνεσθαι πλέον τοῦ λοιποῦ φασιν, ὡς εἰκός, τεχνικῶς τὸν μὲν χαλκὸν τῇ ἐλάσει, τὴν δὲ βύρσαν τῇ ξέσει, διὰ τὴν ῥᾳδίαν τῶν ἄκρων κατάκλεισιν. καὶ ἐνταῦθα συνέβη γενέσθαι τὴν βολήν.

(v. 280) Διὸ καί φησι "δι' ἀμφοτέρους εἷλεν", ὅ ἐστι διεῖλε, "κύκλους", ἤγουν τὰ τῆς κυκλοτεροῦς ἀσπίδος ἔν τε τῇ βύρσῃ καὶ τῷ χαλκῷ τέρματα. Καὶ σημείωσαι ὅτι εὐτυχῶς τῷ Αἰνείᾳ γέγονεν ἡ τοιαύτη βολή, ἐν ἄκρῳ δηλαδὴ τῆς ἀσπίδος.

(v. 278-280) εὐθὺς γὰρ ἀφ' ἑαυτοῦ ἀνασχὼν τὴν ἀσπίδα ἀφῆκεν ὀπίσω ἐνεχθὲν τὸ δόρυ ἐμπαγῆναι τῇ γῇ. ὡς εἴγε μέσον που ἐβλήθη ἡ ἀσπίς, οὐδὲν ἂν ἐκώλυσε διελαθῆναι τῆς νηδύος τοῦ Αἰνείου τὸ ἔγχος.

(v. 275) Ἰστέον δὲ ὅτι ἐν τῷ "λεπτότατος θέε χαλκός" ἔνδειά ἐστι προθέσεως. χρὴ γὰρ νοεῖν τὸ "ἔθεεν ἀντὶ τοῦ ὑπέτρεχεν, οὗ ἀνάπαλιν ἔχει τὸ "ἐπέην ῥινός". Θέει δὲ χαλκὸς ἀντὶ τοῦ πλατὺς καὶ ἐπιμήκης πρόεισιν. [Ἐκ τοῦ τοιούτου δὲ θέειν καὶ ἡ παρὰ τῷ Καλλιμάχῳ κάλαθος, ἣν [409] δηλαδὴ κᾶλα, ἤγουν ξύλα, περιθέει κύκλῳ. ἐξ αὐτοῦ δὲ καὶ ἡ ἐν Ὀδυσσείᾳ θόλος εἶναι δεδήλωται.] Ἰωνικῶς δὲ κἀνταῦθα τεθήλυνται ἡ ῥινός.

(v. 277) Τὸ δὲ "ἔλακεν" ἄσημον καὶ νῦν δηλοῖ ποιὰν φωνήν. καὶ ἔστι τὸ "λάκε δ' ἀσπίς" ἀντὶ τοῦ ἤχησε διακοπεῖσα, ὅθεν καὶ λακίδες ἱματίων αἱ διακοπαί. ἁπλῶς δὲ οὐδέποτε τὸ λακεῖν ἐπὶ ἀνθρωπίνης κυριολεκτεῖται φωνῆς, εἰ μὴ ἄρα παρὰ μόνοις τοῖς Τραγικοῖς, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. διὸ καὶ ὁ Κωμικὸς παίζων φησὶ τὸ "Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων". εὕρηται δὲ καὶ διαληκᾶσθαι παρὰ Αἰλίῳ Διονυσίῳ. ἐκεῖνο δὲ ἀντὶ τοῦ διαμωκᾶσθαι καὶ διαπαίζειν εἴρηται.

(v. 278 s.) Τὸ δὲ "ἀπὸ ἕθεν ἀσπίδ' ἀνέσχε δείσας" ἀντὶ τοῦ ἀφ' ἑαυτοῦ ἄνω ἔσχε τὴν ἀσπίδα, ἐπὶ Ἀχιλλέως πρὸ βραχέων οὕτως ἔφρασε "σάκος ἀπὸ ἕο χειρὶ παχείῃ ἔσχετο ταρβήσας", τὴν μὲν ἐνταῦθα ἀσπίδα εἰς σάκος ἐκεῖ μεταλαβών, τὸ δὲ "ἀνέσχεν" ἐνεργητικὸν "ἔσχετο" παθητικῶς εἰπὼν δίχα προθέσεως, τὸ δὲ "ἀπὸ ἕθεν" "ἀπὸ ἕο" φάμενος, τὸ δὲ "δείσας" "ταρβήσας", καὶ οὕτω παραφράσας κατὰ τοὺς ὕστερον ἐξ Ὁμήρου ἐπινοησαμένους καὶ τὰ Λεξικά.

(v. 279 s.) Τὸ δὲ "ἐγχείη ἱεμένη", ὃ ἐν τοῖς ἑξῆς φησι "διὰ κόρυθος αἰχμὴ ἱεμένη", ἀλλαχοῦ "ἱεμένη πρόσω" κεῖται ἐντελέστερον.

(v. 282) Τὸ δὲ "ἄχος χύτο μυρίον ἐν ὀφθαλμοῖς", διὰ λύπην δηλαδὴ καὶ τάρβος, μετ' ὀλίγα "κατ' ὀφθαλμῶν χεῦεν ἀχλύν" φησιν. εἰ δὲ ἐπὶ σκοτώσεως ὄψεως ἐκεῖνό φησιν, ἀλλὰ δύναται καὶ αὐτὸ ἐπὶ λύπης καὶ φόβου λέγεσθαι.

(v. 283-287) Ὅτι ἐπεὶ Ἀχιλλεὺς "ἐμμεμαὼς ἐπόρουσεν ἐρυσάμενος ξίφος ὀξὺ σμερδαλέα ἰάχων", Αἰνείας "χερμάδιον λάβε χειρί, μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρε", ὡς καὶ προεγράφη, "φέροιεν, οἷοι νῦν βροτοί εἰσι" καὶ ἑξῆς.

(v. 286) Καὶ ὅρα ὅτι τε ἔργον καὶ ἐνταῦθά φησι περὶ ὅτις ἂν ἀσχοληθείη, ἀφ' οὗ ἔργον φασὶ τὸ δύσκολον οἱ παλαιοί, καὶ ὅτι καὶ νῦν ὁ γε σύνδεσμος ἐν τῷ "οὐ δύο γ' ἄνδρε" τραχυφωνίας μόνης χάριν ἐνέπεσε φίλης πολλαχοῦ τῷ ποιητῇ. ἄλλως γὰρ οὐκ ἔχει οὐδεμίαν ἔμφασιν ἐκ τῶν συνήθων τοῖς ῥήτορσι. Σημείωσαι δὲ καὶ ὅτι ῥίψας τὴν ἀσπίδα μεταλαμβάνει χερμάδιον ὁ Αἰνείας, ὡς δῆλον μετ' ὀλίγα ἐκ τοῦ τὸν Ποσειδῶνα [410] ἐξερῦσαι τῆς τοῦ Αἰνείου ἀσπίδος τὴν τοῦ Ἀχιλλέως μελίαν καὶ θεῖναι αὐτὴν προπάροιθεν ποδῶν Ἀχιλῆος.

(v. 288 s.) Ἰστέον δὲ καὶ ὅτι ἐκφαυλίζων ὁ ποιητὴς τὸ ῥηθὲν τοῦ Αἰνείου βέλος οὐ τόπον ὁρίζει τῇ βολῇ, ἀλλ' ἀορίστως λέγει ὡς "βάλε πέτρῳ ἢ κόρυθα ἠὲ σάκος" Ἀχιλλέως, μονονουχὶ λέγων ὅτι οὐκ οἶδα ποῦ βέβληκε. τοῦτο δὲ ποιεῖ, ὡς ἂν ἐπεὶ καὶ τὸν Ἀχιλλέα πεποίηκεν οὐ τυχόντα τοῦ Αἰνείου τῇ τοῦ ἔγχους βολῇ, ἔχει ὅμως διαφοράν τινα πρὸς τὸν Αἰνείαν ὁ Ἀχιλλεὺς τὸ ἐπ' ἐκείνῳ μὲν ὁρισθῆναι ποῦ βέβληκεν, ὅτι δηλονότι διαμπερὲς τῆς ἀσπίδος ἐν ἄκρῳ, τὴν δὲ τοῦ Αἰνείου βολὴν ἀδιόριστον εἶναι, ποῖ τῶν ὅπλων γέγονε τοῦ Ἀχιλλέως. ταῦτα δὲ οὐκέτι λόγοι θεᾶς Μούσης τῆς ἀδιστάκτως πάντα εἰδυίας διὰ τὸ παρεῖναι γινομένοις, ὥς που εἴρηται, ἀλλ' ἑτέρας Μούσης, τῆς Ὁμηρικῆς δηλαδὴ γνώσεως, ἣν οὐκ ἀπεικὸς καὶ ἐνδοιασμὸν παθεῖν ἐφ' οἷς λέγει.

(v. 293-298) Ὅτι ἄχος τῷ Ποσειδῶνί ἐστιν, εἴπερ ὁ Αἰνείας τῷ Ἀχιλλεῖ "δαμεὶς Ἄϊδόσδε κάτεισι πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο, νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον, ἀλλὰ τιὴ νῦν", ἢ κατά τινας "τίη νῦν", "οὗτος ἀναίτιος ἄλγεα πάσχει μὰψ ἕνεκ' ἀλλοτρίων", ὃ ῥηθείη ἂν ἐπὶ τῶν μάτην πασχόντων ἐν ἀλλοτρίοις ἐφ' οἷς αὐτοὶ οὐδὲν ἔπταισαν. ἐντεῦθεν δὲ τὸ τοῦ Ἱπποκράτους παρέξεσται τὸ τὸν ἰατρὸν ἐν ἀλλοτρίαις συμφοραῖς ἰδίας λύπας καρποῦσθαι.

(v. 300-305) Ταῦτα δὲ εἰπὼν ὁ Ποσειδῶν καὶ οὕτως ἀχθεσθείς, εἰ μάτην ὁ Αἰνείας ἀναίτιος ὢν θανεῖται, οὔτε συνεπιγραφεὶς τῷ τῶν Πριαμιδῶν πολέμῳ καὶ νωθρότερον δὲ περὶ τὴν μάχην διακείμενος, διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν αὐτόν, ἔτι δὲ καὶ θεοφιλὴς ὤν, "κεχαρισμένα γὰρ αἰεί", φησί, "δῶρα θεοῖσι δίδωσι", βουλεύεται καὶ πῶς ἂν αὐτὸν ὑπ' ἐκ θανάτου ἀγάγωσι, "μή πως καὶ Ζεὺς κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς τόνδε κατακτείνῃ. μόριμον δέ οἱ", φησίν, "ἔστιν ἀλέασθαι, ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται Δαρδάνου", ὃς Διῒ περὶ πάντων φίλτατος "παίδων οἵ ἕθεν", ἤγουν αὐτοῦ, "ἐξεγένοντο γυναικῶν τε θνητάων".

(v. 306-308) Λέγει δὲ καί, ὅτι "ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων, νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παίδων παῖδες, οἳ μετόπισθεν γένωνται". Τοῦτο δὲ λέγεται διὰ τὴν τῶν Ῥωμαίων ἀρχήν, ἥν, φασίν, εἰκὸς εἰδέναι τὸν ποιητὴν ἐκ τῶν τῆς Σιβύλλης χρησμῶν, ἢ καὶ αὐτὸν οἴκοθεν εἰδότα. ποιητοῦ γὰρ ἀρετὴ τὸ καὶ μαντικὴν ἐπιστήμην ἔχειν, ὥς φασιν ἄλλοι πλατύτερον. Καὶ ὅρα ὅπως ὁ ποιητὴς οὐ μόνον τὰ Τρωϊκὰ ἱστορεῖ, πολλὰ δὲ καὶ πρὸ τῶν Τρωϊκῶν, ἀλλὰ καὶ ὑστέρας τινὰς [411] ἱστορίας παραδίδωσιν, ὧν ἐστι καὶ ἡ τοῦ Αἰνείου ἀρχή, ἣν φημιζομένην, ὡς εἰκός, Ἀχιλλεὺς μὲν ὀνειδίζων ἀπεῖπε, τὸ δὲ μοιρίδιον ἐξετέλεσεν εἰς αὐτὸν καὶ παίδων παῖδας, ὡς εἶπεν ὁ ποιητής. ὁ δὲ Γεωγράφος λέγει, ὅτι τὸν Αἰνείαν τινὲς μέν φασι μετὰ Ἀγχίσου τοῦ πατρὸς καὶ Ἀσκανίου τοῦ παιδὸς λαὸν ἀθροῖσαι καὶ πλεῦσαι εἰς Σικελίαν, ἐκεῖθεν δὲ εἰς τὴν Λατίνην ἐλθεῖν κατά τι λόγιον. ἕτεροι δὲ οἰκῆσαι αὐτόν φασι περὶ τὸν Μακεδονικὸν Ὄλυμπον, ἄλλοι δὲ εἰς Σικελίαν κατᾶραι, Ὅμηρος δὲ ἐμφαίνει, φησίν, ἐν τῇ Τροίᾳ μεῖναι αὐτόν, καὶ διαδεξάμενον τὴν ἀρχὴν παραδεδωκέναι τοῖς παισὶν ἠφανισμένων τῶν Πριαμιδῶν. "ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων", καὶ ἑξῆς, ὡς προγέγραπται. τινὲς δέ, φησί, γράφουσι, "νῦν δὲ δὴ Αἰνείαο γένος πάντεσσιν ἀνάξει καὶ παίδων παῖδες", τοὺς Ῥωμαίους λέγοντες, παρ' οἷς τὸν Αἰνείαν καὶ καταστρέψαι τὸν βίον φασί τινες.

(v. 303 et 307) Ὅρα δὲ καὶ ὅτι τοῦ μὴ ἔχοντος διαδόχους ἄσπερμος ἡ γενεὴ λέγεται καὶ ἄφαντος ὀλέσθαι, καὶ ὅτι ἐπὶ ἀδιαδόχου κράτους καλὸν εἰπεῖν τό· νῦν γὰρ δὴ ὁ δεῖνα ἀνάξει καὶ παίδων παῖδες, οἳ μετόπισθεν γένωνται. Σημείωσαι δὲ καὶ ὅτι πολλάκις καὶ ὑπ' ἐχθρῶν βοηθεῖταί τις οὐ μόνον δι' ἀρετήν, ἀλλὰ καὶ φόβῳ κακοῦ μείζονος, ὡς ὁ Αἰνείας ἐνταῦθα ὑπὸ Ποσειδῶνος, διότι ἀναίτιός ἐστι, καὶ ὅτι δέδιεν ὁ Ποσειδῶν, μὴ τοῦ Αἰνείου πεσόντος ὁ Ζεὺς κεχολώσεται. δυσωπεῖται δὲ καὶ τὸ μοιρίδιον, εἰς ὃ ἐκλαμβάνεται ὁ Ζεύς, καὶ φιλεῖ δέ πως τὸν Αἰνείαν ὡς Πριάμῳ καὶ τοῖς αὐτοῦ ἀπεχθόμενον. ἃ δὴ καὶ ὁ Ἀπόλλων εἰδὼς καὶ οὐκ ἐπεξιὼν θρασέως εἰς βοήθειαν τοῦ Αἰνείου δοκεῖ κακοήθως ἀμελεῖν αὐτοῦ.

(v. 296) διὸ καὶ νήπιον αὐτὸν ὁ Ποσειδῶν λέγει διὰ τὸ δῆθεν ἄφιλον. [Ἔνθα σημείωσαι τὸ "νήπιος", οὐ συνταχθὲν τοῖς ὀπίσω, ἤγουν τῷ "μύθοις Ἀπόλλωνος ἑκάτοιο", ἀλλ' ἀναφωνηθὲν ἰδίᾳ καθ' αὑτό, ἵνα εἴπῃ, ὅτι νήπιός ἐστιν ὁ Ἀπόλλων, ἐπεὶ μὴ βοηθεῖ τῷ φίλῳ. δύναται δὲ καὶ τῷ Αἰνείᾳ ἐπιρρηθῆναι τὸ "νήπιος", οὐκ εὐόδως μέντοι.]

(v. 302) Ὅρα δὲ τὸ ἐν ἄλλοις μόρσιμον μόριμον ἐνταῦθα δίχα τοῦ σ λεχθὲν ἀπὸ τῆς μοίρας ἐξ ἧς καὶ τὸ ὑπέρμορον ἀπελεύσει τοῦ ἰῶτα, καὶ ἀμμορία ἡ δυστυχία, [412] καὶ αὐτὸς ὁ μόρος.

(v. 305) Τὸ δὲ, "οἳ ἕθεν ἐξεγένοντο" πρὸς διαστολὴν ἑτέρων παίδων κεῖται. Τὸ δὲ "γυναικῶν τε" διέσταλται πρὸς τοὺς ἐκ θεαινῶν, ὁποῖοι Ἄρης Ἀπόλλων, Ἀφροδίτη καὶ οἱ τοιοῦτοι.

(v. 298-300) Ὅρα δὲ καί, ὡς ἐνταῦθα μὲν σεμνύνει τὸν Αἰνείαν ὁ ποιητής, διότι κεχαρισμένα δῶρα θεῷ δίδωσιν, ἐν δὲ Ὀδυσσείᾳ τὸν Ὀδυσσέα σεμνολογεῖ, ὅτι τε νόον περίεστι καὶ διότι ἱερὰ πολλὰ δέδωκε, καὶ ὅτι τὸ ῥύσασθαι θανάτου ὑπεξαγαγεῖν θανάτου φησίν. Ὅτι ἐν πολλοῖς τὸν ὅρκον σεπτὸν κρίνων ὁ ποιητὴς τὸ αὐτὸ κἀνταῦθα ποιεῖ παιδεύων εὐορκεῖν, ἐν οἷς ἡ Ἥρα τῷ Ποσειδῶνι ἐπιτρέπει νοῆσαι, εἴτε βούλεται σῶσαι τὸν Αἰνείαν, εἴτε καὶ μή. αὐταὶ γάρ, φησίν, ὠμόσαμεν μηδέποτε ἀλεξήσειν Τρωσί, καὶ δεῖ φυλάξειν δηλαδὴ τὸν ὅρκον.

(v. 310-317) Φράζει δὲ ταῦτα οὕτως ἡ τοῦ μύθου Ἥρα "Ἐννοσίγαιε, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον Αἰνείαν ἤ κεν ἐρύσσεαι, ἤ κεν ἐάσεις. νῶϊ γάρ", ἤγουν ἡμεῖς, "πολεῖς ὠμόσσαμεν ὅρκους πᾶσι μετὰ ἀθανάτοισιν, ἐγὼ καὶ Παλλὰς Ἀθήνη, μή ποτ' ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, μηδ' ὁπότ' ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται δαιομένη, δαίουσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν". Μελέτη δὲ καὶ ταῦτα Ὁμηρικὴ τοῦ πῶς ἂν ἐκ προφανοῦς ἄρτι κινδύνου ὁ Αἰνείας περισωθείη. καὶ ἀρέσκει τῷ ποιητῇ ἁρπαγῆναι αὐτὸν καὶ οὕτω περιγενέσθαι. καὶ γίνεται οὕτω διὰ τοῦ Ποσειδῶνος, ὃς τὸν Αἰνείαν "ἔσσευεν ἀπὸ χθονὸς ὑψόσε ἀείρας" καὶ περισωσάμενος ἐξήγαγε τοῦ πολέμου κατ' ὀφθαλμῶν Ἀχιλλέως χέας ἀχλύν. καὶ ὑπέθετο νῦν μὲν ἀναχωρεῖν ἐκ τοῦ Ἀχιλλέως, ὅτε δ' ἐκεῖνος θάνοι, τότε δὴ θαρσαλέως προμάχεσθαι. [(v. 316 s.) [Ὅρα δὲ τὸ "δάηται δαιομένη, δαίουσι δὲ Ἀχαιοί" ἐπίχυσιν ἔχον ταὐτοδυνάμων λέξεων. καὶ προσεκτέον τῷ "δαίουσιν Ἀχαιοί" ἔχοντι διαστολὴν πρὸς ἑτεροίαν καῦσιν, ὡς δυνατὸν ὂν τὴν Τροίαν πυρὶ δαίεσθαι καὶ ἄλλως δίχα πολέμου, ὁποῖα πολλὰ πυρὰ ἐξ ἐπιβουλῆς ἢ αὐτομάτως καίονται. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ "δάηται δαιομένη" δύναται ἢ τὸ δάηται ἢ τὸ δαιομένη μερισμὸν δηλοῦν τινα, ὡς ἐκ τοῦ δαίω, τὸ μερίζω, [413] ἐπειδὴ τὰ καιόμενα καὶ μάλιστα οἰκοδομήματα μερίζονται διαιρούμενα καὶ παραλύονται τῆς συνεχείας κραυρούμενα τῇ πυρώσει. ἀναλογία δὲ τοῦ δάηται κατὰ τὸ κλάηται, κάηται.] Καὶ τοιαῦτα μὲν ταῦτα.

(v. 341 sqq.) Ἐπεὶ δέ, φησίν, Ἀχιλῆος "ἀπ' ὀφθαλμῶν σκέδασ' ἀχλὺν θεσπεσίην" ὁ Ποσειδῶν, "ὃ δ' ἔπειτα μέγ' ἔξιδεν ὀφθαλμοῖσι", καὶ τὸ ἔγχος αὐτῷ προπάροιθε ποδῶν κεῖτο ἐπὶ χθονὸς καὶ ὁ Αἰνείας ἀπῆν, ὀχθήσας εἶπε τὰ καὶ τά. Καὶ ὅρα ὅτι ἐν ἄλλοις μὲν ἡ Ἀθηνᾶ Διομήδους ἀχλὺν ἀπ' ὀφθαλμῶν εἷλεν οἷα φωσφόρος ἐπὶ κακῷ τῶν Τρώων, Ποσειδῶν δὲ ἐνταῦθα, εἰ καὶ αὐτὸς ποιεῖ τι ὅμοιον ὕστερον, ἀλλὰ φθάσας τῶν Ἀχιλλέως ὀφθαλμῶν ἀχλὺν καταχέει σῴζων τὸν Αἰνείαν. ἐνέργεια δὲ αὕτη μάλιστα Ποσειδῶνος, οὐ κατὰ τὴν Ἀθηνᾶν φωσφοροῦντος, ἀλλὰ μάλιστα τὸν ἀέρα ταῖς ἀναθυμιάσεσιν ἀχλύοντος. εἰκὸς δὲ καὶ κατὰ χόλον πολὺν ἐξ ἀναθυμιάσεως ἀχλὺν γενέσθαι τινὰ τῷ Ἀχιλλεῖ. Σημείωσαι δὲ καὶ ὅτι ὁ μῦθος τοῦ, ὡς ἐρρέθη, παραδόξως τὸν Αἰνείαν σωθῆναι θεραπείαν ἤδη ἔχει πιθανότητος ἀπὸ τοῦ καὶ ἀλλαχοῦ ἁρπαγῆναι αὐτὸν ἐκ μέσης τῆς μάχης ὑπὸ τοῦ Ἀπόλλωνος καὶ σωθῆναι. ἀπὸ δὲ τούτου ὁρμηθεὶς ὁ ποιητὴς ὅμοιόν τι προϊὼν ἐρεῖ καὶ περὶ Ἕκτορος.

(v. 342) Τὸ δὲ μέγα ἐξιδεῖν ὀφθαλμοῖς τὸ λαμπρὸν καὶ ἀνεπιπρόσθητον τῆς θέας δηλοῖ.

(v. 319) Ἐν τούτοις δὲ κεῖται καὶ νόημα περὶ Ποσειδῶνος φραστικὸν προθυμίας μαχίμου τὸ "βῆ δ' ἴμεν", ἤγουν ἐλθεῖν, "ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων".

(v. 322-325) Εἰπὼν δὲ καί, ὡς τὴν τοῦ Ἀχιλλέως μελίην εὔχαλκον ἀσπίδος ἐξέρυσεν ὁ Ποσειδῶν μεγαλήτορος Αἰνείαο, καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος, ὡς καὶ προεγράφη, ἔθηκεν, ἐκεῖνον δὲ ὑψόσε ἦρεν, ἀφίησιν οὕτω νοεῖσθαι τὴν τοιαύτην περιπέτειαν, ὡς τὸ τοῦ Ἀχιλλέως ἔγχος ἤδη κατὰ τοῦ Αἰνείου βληθὲν καὶ διελὸν τόν τε βύρσινον τῆς ἀσπίδος ἄκρον κύκλον καὶ τὸν χαλκοῦν, ὡς ἤδη εἴρηται, τῷ μὲν στύρακι, ἤγουν τῷ μέσῳ τοῦ ξύλου, ἐνεπεπήγει μεσολαβῶς ἐν ἄκρῳ τῆς ἀσπίδος, κατὰ δὲ τὴν αἰχμὴν τῇ γῇ ἐμπέπηκτο.

(v. 279 s.) Ἔφη γάρ· αἰχμὴ "δὲ κατὰ νώτου ἐν γαίῃ ἔστη ἱεμένη". διὸ ἐξερύσας αὐτὴν τῆς ἀσπίδος ὁ Ποσειδῶν πρὸ ποδῶν Ἀχιλλέως ἔθηκεν. ἦν δὲ ἄρα δεξιότης τοῦ Αἰνείου τὸ οὕτω τὴν ἀσπίδα κινῆσαι, ὡς ἀποστρέψασθαι τὴν τοῦ Ἀχιλλέως αἰχμήν, ἔτι δὲ [414] καὶ τὸ οὕτω ταχὺ δυνηθῆναι, ὥσπερ κατά τι θεῖον, ἐξερύσαι αὐτὴν καὶ προσρῖψαι τῷ πέμψαντι Ἀχιλλεῖ. [(v. 322) Μελία δὲ νῦν μὲν συνήθως Ὁμήρῳ τὸ δόρυ, ὁμωνύμως τῷ ὅλῳ, πρὸς ὁμοιότητα τοῦ ἐλέφας, ὃς καὶ αὐτὸς ποτὲ μὲν ζῷον δηλοῖ, ποτὲ δὲ μέρος ἐκείνου, ἤγουν ὀστοῦν. οὕτω δὲ καὶ δόρυ ποτὲ μὲν ὅλον δένδρον, ὡς ἐν Ὀδυσσείᾳ, ποτὲ δὲ τμῆμα δένδρου. δῆλον δ' ὅτι καὶ νυμφῶν ὄνομα αἱ Μελίαι, ὡς καὶ παρ' Ἡσιόδῳ. αὐτὸ δὲ καθ' ὁμωνυμίαν τῶν δένδρων, οἷς μυθικῶς ἔχαιρον ἐκεῖναι. Ἡ δὲ παρὰ τῷ Ἀθηναίῳ μελία ζητητέον, εἰ μὴ ἡ αὐτή ἐστι τῇ μελίᾳ, ᾗ παρωνυμεῖται τὸ μείλινον ἔγχος. λέγει γὰρ ἐκεῖνος τοὺς τὰ γεωργικὰ συγγράψαντας γράφειν οὕτω· τὴν μελίαν καὶ τὴν τέρμινθον, ἃ δὴ νῦν πιστάκια, φησίν, οἱ Σύροι καλοῦσι. καὶ οὗτοι μέν, φησί, διὰ τοῦ πῖ, Νίκανδρος δὲ δασέως φιττάκια, Ποσειδώνιος δὲ βιστάκια. τὰ δ' αὐτὰ ἑτέρωθι καὶ ψιττάκια. δοκεῖ γὰρ ἐν τούτοις ἡ μελία οὐ δένδρον δηλοῦν, ἀλλὰ καρπὸν δένδρου.]

(v. 3257) Ἰστέον δὲ καὶ ὅτι ἐπί τινος αἴφνης δοξασθέντος θειότερον ὑπὲρ τοὺς ὁμοίους ῥηθήσεται τό· ὁ δεῖνα τὸν δεῖνα "ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ' ἀείρας, πολλὰς δὲ στίχας ἡρώων" "ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας".

(v. 328 s.) Ἐν τούτοις δὲ μέμνηται καὶ Καυκώνων ὁ ποιητής, εἰπὼν ἐλθεῖν τὸν Ποσειδῶνα, ὅτε γῆθεν ὕψωσε τὸν Αἰνείαν "ἐπ' ἐσχατιὴν πολυάϊκος πολέμου, ἔνθα Καύκωνες θωρήσσοντο". εἰσὶ δὲ οὗτοι Παφλαγονικὸν ἔθνος, περὶ ὧν τινες φέρουσιν ἐν τῷ Καταλόγῳ ταῦτα τὰ ἔπη· "Καύκωνας αὖτ' ἤγε Πολυκλέος υἱὸς Ἄμειβος", ἢ ἀμύμων, "οἳ περὶ Παρθένιον ποταμὸν κατὰ δώματα ναῖον", ἢ "κλυτὰ δώματ' ἔναιον". κεῖται δὲ, φασί, ταῦτα ἐν τῷ Διακόσμῳ μετὰ τὸ "Κρώμναν τ' Αἰγιαλόν τε καὶ Ἐρυθίνους". λέγει δὲ ὁ Γεωγράφος καί, ὅτι τὸ τῶν Καυκώνων γένος ἐξέφθαρται τέλεον. εἴρηται δὲ περὶ αὐτῶν καὶ ἐν τῷ τῶν Παφλαγόνων καταλόγῳ. ἔτι φησὶν ὁ Γεωγράφος καί, ὅτι Καύκωνες, οἱ ἐν [415] Πελοποννήσῳ, Ἀρκαδικὴ μοῖρα, μὴ ἀνεχόμενοι τὸ Λεπρέου γένος κατάρχειν αὐτῶν, ἦν γὰρ πονηρὸς ὁ Λέπρεος, κατῆραν ἐκεῖθεν εἰς Λυκίαν. καὶ ὅρα τὸ "εἰς Λυκίαν". τοῖς γὰρ τοιούτοις οὐδὲν πάντως μετὸν πρὸς τοὺς ἐν Παφλαγονίᾳ Καύκωνας. Ὅτι δὲ καὶ πολυσπερέες οἱ Καύκωνες, καὶ εἴ τί που ἄλλο ῥητέον περὶ αὐτῶν ἐν στενῷ, κεῖται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. καὶ τοιόνδε μὲν ἄρτι καὶ τὸ περὶ Καυκώνων.

(v. 332-336) Ἐφεξῆς δὲ κείμενον τὸ "Αἰνεία, τίς σ' ὧδε θεῶν ἀτέοντα κελεύει ἀντὶ Πηλείωνος ὑπερθύμοιο μάχεσθαι, ὅς σευ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν; ἀλλ' ἀναχωρῆσαι", ὅ ἐστιν ἀναχώρησον, "ὅτε κεν ξυμβλήσεαι αὐτῷ, μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι". τὸ δὴ τοιοῦτον ὅλον ῥητὸν παραποιηθήσεταί ποτε παρῳδηθὲν εἴς τινα ταπεινότερον μείζονι αὐτοῦ ἀνδρὶ ἀντιβαίνοντα.

(v. 337-339) Εἶτα ὁ ταῦτα εἰπὼν Ποσειδῶν τῷ Αἰνείᾳ ἐπάγει κατὰ συνήθη Ὁμηρικὴν προαναφώνησιν τὸ "αὐτὰρ ἐπεί κ' Ἀχιλλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ, θαρσήσας δὴ 'πειτα μετὰ πρώτοισι μάχεσθαι· οὐ μὲν γάρ τίς σ' ἄλλος Ἀχαιῶν ἐξεναρίξει". Καὶ ὅρα ὅπως ἐκ παρόδου πεφεισμένως χείλεσιν οἷον ἄκροις τὸν τοῦ Ἀχιλλέως ὑπετονθόρυσε θάνατον ὁ φιλαχιλλεὺς ποιητής,

(v. 332) καὶ ὅτι ἀτέοντα λέγει τὸν βεβλαμμένον εἰς φρόνησιν ὡς ἀπὸ τῆς προϊστορημένης ἄτης. οἱ μέντοι μεθ' Ὅμηρον οὐκ οἴδασι τὸ ἀτέω ἀτῶ ἐν πρώτῃ συζυγίᾳ, ἀλλ' ἐν δευτέρᾳ κατὰ τὸ βοῶ.

(v. 334) Καλὸς δὲ ἔπαινος ἀνδρὸς ἀγαθοῦ τὸ καὶ κρείσσονα εἶναι, ὅ ἐστιν ἀνδρεῖον, ἐπικρατέστερον, ἔτι δὲ καὶ φίλον θεῷ, ἐξ οὗ ἡ μυθικὴ πέπλασται τῶν θνητῶν γέννησις ἐκ θεῶν. προείρηται γάρ που, ὡς οἱ θεογεννεῖς διά τινα οὕτω [416] λέγονται ἀρετήν. διὸ καὶ Ἀχιλλεὺς ἐρεῖ κατωτέρω, ὡς "ἦ ῥα", ἤγουν ὄντως δή, "καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν ἦεν", οἷς δηλαδὴ ἑαυτὸν θεόθεν ἐγενεαλόγησε πρὸ βραχέων. "αὐτάρ μιν", φησίν, "ἔφην μὰψ αὔτως εὐχετάασθαι", δηλῶν καὶ αὐτός, ὡς τὸ λέγεσθαί τινα κατάγεσθαι ἐκ θεοῦ αἰνίττεται οὐδὲν ἄλλο ἢ τὸ φίλον ἐκεῖνον εἶναι θεῷ.

(v. 335) Τὸ δὲ "ξυμβλήσεαι" ἀντὶ τοῦ ξυναντήσεις ἐν συμβολῇ πολέμου. τοῦτο δὲ καὶ ἀντιβολεῖν λέγεται.

(v. 337) Τὸ δὲ "θάνατον καὶ πότμον ἐπίσπῃ" καὶ ἐνταῦθα προθυμίαν δηλοῖ τὴν εἰς θάνατον, ὡς οὐκ ἐλθόντος φυσικῶς τοῦ θανάτου, ἀλλ' αὐτοῦ τινος ἐπακολουθήσαντος οἷον καὶ προκαταλαβόντος τὸν θάνατον.

(v. 341 s.) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἀπ' ὀφθαλμῶν σκέδασ' ἀχλὺν θεσπεσίην. ὃ δ' ἔπειτα μέγ' ἔξιδεν ὀφθαλμοῖσιν" ἐπιπρέπει καὶ ὅτε τις ἐξ ἀγνωσίας εἰς μάθησιν ἔλθῃ ἐπιμεμελημένος διδασκαλικῶς ἢ ἐκ θεοῦ,

(v. 3446) καὶ ὅτι εὐθὺς ἐπαγόμενον τὸ "ὢ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι· ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονὸς οὐδέ τι φῶτα λεύσσω, τῷ", ἤγουν ᾧ, "ἐφέηκα κατακτάμεναι μενεαίνων" ἐρεῖ ἄν τις ἐπιβουλευσάμενος μέν τινι, ἀποτυχὼν δέ, ὡς καὶ ὁ τοῦτο εἰπὼν Ἀχιλλεύς.

(v. 349 s.) Ὅτι ὁ καθάπαξ ἐκφοβήσας τινὰ εἴποι ἄν, ὃ καὶ περὶ Αἰνείου ὁ Ἀχιλλεὺς "ἐρρέτω, οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο".

(v. 351 s.) Θάρρους δὲ μαχίμου τό· ἄλλ' ἄγε δὴ τοῖς δεῖνα κελεύσας τῶν ἄλλων πειρήσομαι ἀντίος ἐλθών, καὶ τὸ [417]

(v. 353) "ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ", καὶ τὸ

(v. 354 s.) "μηκέτι νῦν ἑκὰς ἕστατε, ἀλλ' ἄγ' ἀνὴρ ἄντ' ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι". Ἀχιλλέως δὲ ταῦτα λόγοι πρὸς Ἀχαιούς, ὡς καὶ τὸ

(v. 356 s.) "ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι τοσσούσδε ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι".

(v. 358-363) Εἶτα προστιθεὶς τοῦ λόγου τούτου αἰτίαν μεγαλοπρεπῆ ἐν τῷ ἀπὸ τοῦ μείζονος ἐπιχειρεῖν, φησὶν "οὐδέ κ' Ἄρης, ὅς περ θεὸς ἄμβροτος οὐδέ κ' Ἀθήνη τοσῆσδ' ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο, ἀλλ' ὅσσον μὲν ἐγὼ δύναμαι χερσί τε ποσσί τε καὶ σθένει, οὔ μέ τί φημι μεθησέμεν", ἤγουν ἀμελήσειν, "οὐδ' ἠβαιόν, ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν' οἴω Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ". ὁ δὲ τόπος οὗτος ὅλος χρήσιμος ἀνδρείοις μεγάλῳ κινδύνῳ ἐναπειλημμένοις καὶ ὑπισχνουμένοις ποιεῖν ὃ δύνανται, ἔτι δὲ καὶ ἀνδρεῖον παράστημα ἔχουσι. Μεγαλόφρων δὲ καὶ νῦν ὁ Ἀχιλλεὺς ἴφθιμος εἶναι αὐχῶν.

(v. 358) Τὸ δὲ "ὅς περ θεὸς ἄμβροτος" οὐ πρὸς διαστολὴν Ἀθηνᾶς εἴρηται, ἀλλὰ τοῦ ἀλληγορουμένου Ἄρεος εἰς μάχην καὶ σίδηρον καὶ τραῦμα. ἐκεῖνα γὰρ οὐ θεοὶ ἄμβροτοι.

(v. 359) Στόμα δὲ ὑσμίνης, ὡς καὶ πρὸ τούτων στόμα πολέμου. Τὸ δὲ "πονέοιτο" οὐ πολὺ ἀπέοικε τοῦ ἐφέπειν, ὃ δὶς ἐρρέθη ὡς καίριον.

(v. 361) Τὸ δὲ "καὶ σθένει" ἑτεροῖόν ἐστι τοῦ "χερσί τε ποσί τε". χειρῶν μὲν δραστηριότης καὶ ποδῶν ὠκύτης παύεται ἢ τῆς κατ' αὐτὰ ὕλης ἐπιλιπούσης ἢ καὶ ἐκ καμάτου, τὸ δὲ σθένος, ταὐτὸν δ' εἰπεῖν μένος, ἀεὶ τῷ ζῶντι παραμένει. [Τοῦ δὲ ἠβαιόν ὅτι προϋπάρχει τὸ βαιόν καὶ ὁ βαιός, δῆλόν ἐστιν. εἰ δὲ ἀπ' αὐτοῦ ὁ βαιών παρωνόμασται, ζητῆσαι χρή. ἔστι δὲ ἰχθὺς ὁ βαιὼν κατὰ τὸν Δειπνοσοφιστὴν ἀχάριστος, ἤγουν ἀχαρίτωτος, ἐξ οὗ Ἀττικὴ παροιμία τὸ "μή μοι βαιών, κακὸς ἰχθύς".]

(v. 362) Τὸ δὲ "στιχὸς διαμπερές" εἰ καὶ ἑνικῶς πέφρασται, ἀλλὰ γενικῶς πλῆθος δηλοῖ ὡς ἰσοδυναμοῦν τῷ "ἐπὶ [418] στίχας ἆλτο".

(v. 363) Τοῦ δὲ "χαιρήσειν" καὶ μετοχή ἐστι τὸ κεχαρηώς καὶ ὄνομα ὁ Χαιρήμων. ὁ δὲ Κωμικὸς καὶ χαιρηδόνα ἐξ αὐτοῦ φησι τὴν χαράν.

(v. 364-370) Ὅτι Ἕκτωρ πείθειν θέλων τοὺς Τρῶας μὴ πρὸς τὰς εἰρημένας τοῦ Ἀχιλλέως εἴκειν ἀπειλὰς "κέκλετο", καὶ οὐχ' ἁπλῶς, ἀλλὰ "ὁμοκλήσας", ὡς αὐτῷ σύνηθες "Τρῶες ὑπέρθυμοι, μὴ δείδιτε Πηλείωνα. καί κεν ἐγὼν ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην, ἔγχεϊ δ' ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν. οὐδ' Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει, ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει", ἀντὶ τοῦ κολοβοῖ καὶ ἀτελὲς ἀφίησι. τοῦτο δὲ οἰκεῖον ῥηθῆναι πρὸς τὸν πολλὰ οὐκ ἐντελῶς ὑπισχνούμενον ἢ ἀπειλούμενον.

(v. 371 s.) Εἶτα ὡς ἐρεθίσας καὶ ἑαυτὸν ὁ Ἕκτωρ ἐπιφέρει, ὅτι "τοῦ δ' ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε", καὶ ἐπαναλαβὼν ἐπάγει "εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ' αἴθωνι σιδήρῳ". τοῦτο δὲ τὸ σχῆμα καὶ ἐπαναστροφὴ λέγεται, ὡς ἐν ἄλλοις ἐδηλώθη, καὶ οὐ μόνον ἐπανάληψις. φασὶ δὲ οἱ παλαιοὶ ἐνταῦθα, ὅτι ἀγκύλον τὸ νόημα καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον, καὶ ὅτι ἐνδιάθετος ἐπανάληψις. Σημειοῦνται δὲ καὶ ὅτι ἐν Ἰλιάδι μὲν πολλάκις ὁ ποιητὴς ἐπανέλαβεν, ὡς καὶ προεγράφη, ἐν δὲ τῇ Ὀδυσσείᾳ ἅπαξ. Ἰστέον δὲ καὶ ὅτι τὸ "τοῦ δ' ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ' αἴθωνι σιδήρῳ" οἰκεῖον ῥηθῆναι παρά τινος κατατολμῶντος ἀντιστῆναί τινι νομιζομένῳ μεγάλῳ. Ὅτι δὲ πυρὶ χεῖρας ἔοικεν ὁ Ἀχιλλεύς, δηλώσει ἡ ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης παραβολή. τὸ γὰρ ἐνταῦθα στενοχωρηθὲν τῇ φράσει παραβολικῇ ἐκεῖ ἐναργείᾳ πλατύνεται. [419] Ἰστέον δὲ [ὅτι τε τὸ "τοῦ δ' ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν" ἐπεφώνησέ τις, καθὰ ἱστορεῖ Ἀθήναιος, ἐπὶ πλακοῦντι θερμῷ παρατεθειμένῳ, οὗ πάντες ἀπείχοντο, καὶ ἅμα προπετῶς ἐπιβαλὼν φλεγόμενός, φησίν, ἐξεφέρετο], καὶ ὅτι ἀνωτέρω μετὰ τὸ "ὁμοκλήσας" κεῖται τὸ "φάτο δ' ἴμεναι ἄντ' Ἀχιλῆος", τουτέστι σκοπὸς ἦν αὐτῷ τῆς ὁμοκλῆς βῆναι τοὺς Τρῶας ἄντην Ἀχιλλέως, ἢ μάλλον αὐτὸς ἀφεώρα, δι' ὧν ἔφη, πρὸς τὸ ἀντιστῆναι τῷ Ἀχιλλεῖ, καθὰ ἐδήλωσεν ἐν τῷ "τοῦ δ' ἐγὼ ἀντίος εἶμι" καὶ ἑξῆς.

(v. 366) Τοῦ δὲ "δείδιτε" τὸ πρῶτον πρόσωπον δείδιθι.

(v. 367) Τὸ δὲ "ἐπέεσσι μαχοίμην" φανερῶς δηλοῖ, ὡς μάχεσθαι οὐ μόνον ὅπλοις ἔστιν καὶ ὡς ἐνταῦθά φησι ἔγχεϊ, ἀλλὰ καὶ λόγοις, ἐξ ὧν τὸ λογομαχεῖν.

(v. 369) Τὸ δὲ "οὐ πάντεσσι μύθοις" οὐ πάντῃ ψευδῆ ἀλλ' ἐπί τι τὸν Ἀχιλλέα δηλοῖ, ὃς τὸ μὲν τελέει, τὸ δὲ κολούει. ὧν καλὴ ἡ παρίσωσις. δῆλον δὲ ὡς ἀντίκεινται ἀλλήλοις τὸ τελεῖν, ὅ ἐστι τελειοῦν, καὶ τὸ κολούειν. (`371 s.) Ἡ δὲ δίπλωσις τοῦ "πυρὶ χεῖρας ἔοικε" σχεδιασμὸν λόγου ἐμφαίνει. δοκεῖ γὰρ ὅτι αὐτοσχεδίως εἰπὼν "εἰ πυρὶ χεῖρας ἔοικε", καὶ θέλων μὲν καὶ ἄλλο τι προσθεῖναι, μὴ φέρων δὲ αὐτὸ ἐπὶ στόματος, ἐπανέλαβε τὸ "εἰ πυρὶ χεῖρας ἔοικε", καὶ ἐν τοσούτῳ προσεννοησάμενος καὶ ἕτερον ὁμοίωμα ἐπήγαγε τὸ "μένος δ' αἴθωνι σιδήρῳ". εἰκὸς δὲ καὶ ὑπὸ ἀγωνίας ἢ καὶ θυμοῦ ταὐτολογῆσαι οὕτω τὸν ἥρωα. Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ μὴ ἂν ἔχειν τινὰ φάναι ἀσφαλῶς, διότι τὸ μὲν πῦρ ἀπένειμε ταῖς χερσὶ τοῦ Ἀχιλλέως, τῷ δὲ μένει τὸν σίδηρον ‑ ἔστι γὰρ οὐκ ἀνάκριβες καὶ ἀνάπαλιν εἰπεῖν σιδήρῳ μὲν εἰκάσαι χεῖρας ἀνδρικάς, πυρὶ δὲ μένος ἡρωϊκόν ‑ , ἀλλ' ὅμως οὐκ ἀφυῶς ἐρεῖ τις πυρὶ μὲν χεῖρας εἰκασθῆναι διὰ τὸ δήϊον καὶ καυστικὸν τῆς χερσὶν ἀνυομένης μάχης, σιδήρῳ δὲ τὸ μένος διὰ τὸ σιδήρειον, ὥς πού φησιν, ἦτορ, ἐξ οὗ πυρεκβολεῖται τὸ κατὰ τὴν καυστειρὰν μάχην πῦρ.

(v. 373-374) Ὅτι ἐνεργῆ λαλιὰν στρατηγοῦ δηλοῖ τὸ "ὣς φάτ' ἐποτρύνων, οἳ δ' ἀντίοι ἔγχε' ἄειραν", ὅ ἐστιν ἦραν εἰς ἀέρα, "τῶν δ' ἄμυδις μίχθη μένος, ὦρτο δ' ἀϋτή". Τὸ δὲ ἄμυδις τούτων ἐμίχθη τὸ μένος ἄλλως πρὸ τούτων διαφόρως ἔφρασεν. οἱ δὲ μεθ' [420] Ὅμηρον τὸ τοιοῦτον ὁμόσε χωρεῖν φασι καὶ ὁμόσε γενέσθαι. Αἰολικὸν δέ, ὡς πολλαχοῦ ἐφάνη, τὸ ἄμυδις, διὸ καὶ ψιλοῦται, εἰ καὶ ἰσοδυναμεῖ τῷ ἅμα. ὁμοίως δὲ Αἰολικὸν καὶ τὸ ἄλλυδις.

(v. 375-378) Ὅτι κηδόμενος τοῦ Ἕκτορος ὁ Ἀπόλλων φησὶν "Ἕκτορ, μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε, ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο, μή πώς σ' ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ". καὶ οὕτω μὲν ὁ Φοῖβος.

(v. 379 s.) "Ἕκτωρ δ' αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν ταρβήσας, ὅτ' ἄκουσε θεοῦ ὄπα φωνήσαντος". Καὶ ὅρα ὅτι διδασκαλικῶς καὶ ὧδε τὸ βαλεῖν καὶ τὸ τύψαι ἀλλήλων διέσταλκεν, ὡς καὶ μετ' ὀλίγα "τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας", καὶ ὅτι φλοῖσβον καὶ ἐνταῦθα, ὡς καὶ ἀλλαχοῦ, ἐπὶ μάχης ἔφη, δηλῶν οὕτω τὸν ἐκ τῆς πληθύος τάραχον, καὶ ὅτι καὶ νῦν τὸ "δέδεξο" ἀντὶ τοῦ ἀντίστηθι ἔφη, ὅθεν καὶ προδοκὴ ὁ τόπος ὁ ἐπιτήδειος εἰς τὸ οὕτω δέξασθαι ἢ ἄνδρα ἢ θηρίον.

(v. 381) Ὅτι ὥσπερ ἀναιδείην ἐπιειμένος ὁ ἄγαν καὶ προφανῶς ἀναιδής, οὕτω καὶ "φρεσὶν εἱμένος ἀλκήν" ὁ ἔχων ἔννουν φανερὰν ῥωμαλεότητα. φησὶ γοῦν "ἐν δ' Ἀχιλλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν, σμερδαλέα ἰάχων". γοργὸν δὲ καὶ τολμηρὸν τὸ "φρεσὶν εἱμένος ἀλκήν". γοργὸν μέν, ὡς ἐν ὀλιγίστῳ τὸν ἄλκιμον καὶ φρόνιμον δηλοῦν, τολμηρὸν δέ, ὡς ἐνδύον ἀλκῇ τὰς φρένας σωματικώτερον.

(v. 385) Ὅτι Ὕδη καὶ ἐνταῦθα πόλις Λυδίας, μητρόπολις Σαρδιανῶν. Τμῶλος δὲ ὄρος καὶ αὐτὸς Λύδιον ὑψηλόν. διὸ νιφόεντα λέγει αὐτὸν ὁ ποιητής. ἐκ τούτου δὲ ῥέει ὁ ὑμνούμενος χρυσορρόας Πακτωλός, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ γέγραπται.

(v. 387) Κεῖται δ' ἐν τούτοις καὶ τὸ "πᾶσα" ἀντὶ τοῦ ὅλη καταχρηστικῶς, οἷον· κεφαλὴ "δ' ἄνδιχα πᾶσα κεάσθη", ἤγουν ἐκλάσθη, ἐσχίσθη, ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται. κυρίως μέντοι τὸ πᾶς καθόλου τι δηλοῖ καὶ διωρισμένον [421] ποσόν, τὸ δὲ ὅλον ἐπὶ συνεχοῦς τινος ὁλότητος τίθεται. λαμβάνεται μέντοι καὶ αὐτό ποτε ἀντὶ τοῦ πᾶς, ὡς ὅτε τις εἴπῃ ὅλον τὸ πλῆθος ἢ ὅλος ὁ στρατός. τὸ δ' αὐτὸ ποιεῖ Ὅμηρος καὶ ἐν τῷ "πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι", καὶ "πᾶν ἐξηράνθη πεδίον", καὶ "ἐγκέφαλος ἔνδον ἅπας πεπάλακτο", καὶ "ἔγχος ἐν χροῒ πᾶν κομίσαι", καὶ ἐν ἄλλοις πολλοῖς, ἐν οἷς καὶ τὸ "πᾶσαι δ' ὠΐγνυντο πύλαι", περὶ οὗ καὶ ἐν τῇ Βοιωτίᾳ εἴρηται.

(v. 382 s.) Πάσχει δὲ τὴν τοιαύτην ἐνταῦθα πληγὴν Ἰφιτίων τις ἐσθλός, Ὀτρυντεΐδης, πολέων ἡγήτωρ λαῶν.

(v. 384-385) Ὃν διασαφῶν ὁ ποιητής, ὅπως τε Ὀτρυντεΐδης ἐρρέθη καὶ τίνος ἦν μητρὸς καὶ πατρίδος, φησὶν "ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ Τμώλῳ ὕπο", ὡς ἐρρέθη, "νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ". ἔοικε δὲ περιφανὴς εἶναι ὁ ἀνήρ. διὸ καὶ πρώτῃ ἐν ὑσμίνῃ προβέβληται πεσεῖν ὑπὸ τῷ Ἀχιλλεῖ.

(v. 389-392) ὃς καὶ ἐπεύχεται ἐπ' αὐτῷ οἷα εἰδὼς τὸν ἄνδρα, καὶ "κεῖσαι", φησίν, "Ὀτρυντεΐδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν. ἐνθάδε τοι θάνατος", ἤγουν καὶ ἐνθάδε μέν σοι θάνατος, "γενεὴ δέ τοί ἐστ' ἐπὶ λίμνῃ Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστι Ὕλλῳ ἐπ' ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι". Καὶ ὅρα ὅπως καὶ νῦν ὁ ποιητὴς εὐμεθόδως τοπογραφεῖ, καὶ ὡς ἐπολυπραγμόνουν οἱ ἥρωες τὰ τῶν ἐχθρῶν, οἷα εἰκός, καθά που καὶ ὁ Ἕκτωρ τοπογραφίαν εἶπεν Ἑλληνικήν. φυλοκρινοῦνται δὲ τοῖς ἥρωσι τὰ τοιαῦτα οὐ μόνον στρατηγικῶς, ἀλλὰ καὶ διὰ πολυμάθειαν. Περὶ μὲν οὖν Γυγαίης ἐν τῇ Βοιωτίᾳ ἐρρέθη. Τὸν δὲ Ὕλλον παρατετηρημένως, φασίν, ἰχθυόεντα λέγει, ῥέοντα μεταξὺ Θυατείρων καὶ Σάρδεων, τὸν δὲ Ἕρμον δινήεντα διὰ τὸ δύσπλωτον. τούτους δὲ ὡς ῥήτωρ ὁ Ἀχιλλεὺς καὶ παρισώσεσι κοσμεῖ, εἰπὼν "Ὕλλῳ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι". ὁ δὲ Ἕρμος κατὰ τὸν Γεωγράφον ἄρχεται ἐκ Μυσίας καὶ διὰ τῆς Κατακεκαυμένης ἐνεχθεὶς εἰς τὴν Σαρδιανὴν ἐκδίδωσιν εἰς τὴν τῆς Φωκαίας θάλασσαν. ὁ δ' αὐτὸς ἱστορεῖ καὶ ὅτι εἰς τὸν τοιοῦτον Ἕρμον ὁ Πακτωλὸς ἐκδίδωσι, περὶ οὗ Πακτωλοῦ, ὡς καὶ περὶ τῆς Ὕδης, καὶ ἐν τῇ Βοιωτίᾳ διείληπται. Ἰστέον δὲ ὅτι πολλὴ καὶ ἐνταῦθα ποικιλία γραφῆς ἐπὶ τοῖς ὑπὸ τῷ Ἀχιλλεῖ πίπτουσι, δι' ὧν πέπλον ἐξαρτύει ῥητορείας ὁ ποιητής, ὁποῖόν τινα καὶ πρὸ τούτων ἐξύφανε, καὶ οὐχ' ἕνα μόνον, ἀλλὰ πολλοὺς καὶ καλούς. ὁ [422] μὲν γὰρ Ὀτρυντεΐδης τηλαυγὲς πρόσωπον τῆς τοῦ ἥρωος ἀριστείας. ἡγεμών τε γάρ ἐστι καὶ οἷος τῷ Ἀχιλλεῖ γνωρίζεσθαι, καὶ μέσην, ὡς ἐρρέθη, βάλλεται κατὰ κεφαλήν.

(v. 395-400) Ὃ δ' ἐπ' αὐτῷ Δημολέων, ἐσθλὸς ἀλεξητὴρ μάχης, Ἀντήνορος υἱός, αἰχμῇ νύττεται, ἤτοι κεντεῖται, κατὰ κρόταφον διὰ τῆς περικεφαλαίας. ἣ δὲ οὐκ ἔσχεν, ἤγουν οὐκ ἐκώλυσεν, "αἰχμὴ δὲ δι' αὐτῆς ἱεμένη", τουτέστι προθυμουμένη ὡς οἷά τις ἔμψυχος, ἔρρηξεν ὀστέον, "ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο".

(v. 401-406) Εἶτα Ἱπποδάμαντα πρόσθεν αὐτοῦ φεύγοντα μετάφρενον οὔτασε δουρί, ὃν καὶ εἰκάζει παραβολικῶς πρὸς βοῦν ἐρύγοντα ἐν τῷ θύεσθαι.

(v. 407 s. et 413 s.) Μετὰ δὲ τούτους Πριαμίδην Πολύδωρον ῥίπτει παραΐσσοντα, νῶτα βαλὼν ἄκοντι.

(v. 455) Ἐφ' οἷς παραφανέντος Ἕκτορος οἴκτῳ τοῦ ἀδελφοῦ, εἶτα ἐξαρπαγέντος ὑπὸ Ἀπόλλωνος, "Δρύοπα οὔτασε κατ' αὐχένα μέσον ἄκοντι",

(v. 457-459) μεθ' ὃν Δημοῦχόν τινα ἠΰν τε μέγαν τε κατὰ "γόνυ δουρὶ βαλὼν ἠρύκακεν" εἶτα "οὐτάζων ξίφεϊ μεγάλῳ" ἀνεῖλεν. (`4602) Αὐτὰρ Λαόγονον καὶ Δάρδανον υἱοὺς Βίαντος ἐξ ἵππων ὦσε, "τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας".

(v. 463-469) Μετὰ δὲ τούτους Τρῶά τινα, υἱὸν Ἀλάστορος, φασγάνῳ οὖτα καθ' ἧπαρ, ἐλθόντα λίσσεσθαι καὶ ἤδη γούνων ἁπτόμενον.

(v. 472 s.) Πίπτει δὲ καί τις Μούλιος ὑπ' αὐτῷ, δουρὶ τρωθεὶς τὸ οὖς. "εἶθαρ" δέ, ἤγουν εὐθέως, "δι' οὔατος ἦλθ' ἑτέροιο",

(v. 474 s.) καί τις Ἀγηνορίδης μέσην κὰκ κεφαλὴν ἐπλήγη ξίφει,

(v. 478-482) καὶ ἄλλος τὸν ἀγκῶνα ἐπερονήθη αἰχμῇ, ἔνθα ξυνέχουσι τένοντες, εἶτα καὶ φασγάνῳ ἐτύφθη τὸν αὐχένα, καὶ ἄλλος τὸν ἀγκῶνα,

(v. 485-489) ἑτέρας δὲ δυάδος ἄλλης παρὰ τὴν ἀνωτέρω ἀδελφικήν, τὸν μὲν μαχητὴν ἄνω τοῦ ἅρματος βάλλει, "ἐπάγη δέ", φησίν, "ἐν νηδύϊ χαλκός". τὸν δὲ ἡνίοχον, ἵππους τρέψαντα μετάφρενον ἔνυξε δουρί, οὗ καὶ ἐκυκήθησαν τηνικαῦτα οἱ ἵπποι. καὶ ὅλως εὐπορία πολλὴ ὥσπερ τῷ Ἀχιλλεῖ τοῦ ῥίπτειν τοὺς ἐμποδών, οὕτω καὶ τῷ ποιητῇ τοῦ φράζειν τὰ κατ' αὐτούς, ὃς καὶ τοὺς θανάτους αὐτῶν πολυτρόπους ποιεῖ καὶ τὰ πτώματα, λέγων "δούπησε πεσών", καὶ "δάμασε δέ μιν μεμαῶτα", καὶ "ἔλιπεν ὀστέα θυμὸς ἀγήνωρ", καὶ "γνὺξ ἔριπ' οἰμώξας, νεφέλη δέ μιν ἐπεκάλυψεν", ἢ μᾶλλον "ἀμφεκάλυψε", "κυανέη", καὶ "ἤριπε προπάροιθε ποδῶν", καὶ "ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν", [ᾧ δὴ ξίφει ὁμώνυμον καὶ τὸ καθύπερθεν τοῦ ῥύγχους τοῦ ξιφίου ἰχθύος κατὰ τὸν Ἀθήναιον, ᾧ, φησὶν ἐκεῖνος, παρωνόμασται], καὶ "τὸν δὲ σκότος ὄσσε κάλυψε θυμοῦ δευόμενον", καὶ "τὸν δὲ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα [423] κραταιή", καὶ "ὃ δ' ἐπὶ χθονὶ κεῖτο τανυσθείς". τινὰς δὲ καὶ ἐσίγησεν ὡς ἔθανον, ἀρκεσθεὶς εἰπεῖν μόνον ὅπως ἐπλήγησαν. οὕτω φιλότιμος ἐνταφιαστὴς καὶ τῶν τοιούτων ὁ ποιητής. ἐντεῦθεν δέ τις ὁρμώμενος παρατηρήσεται καὶ τὴν ἐν τοῖς ἑξῆς ἐπὶ τοῖς ὁμοίοις Ὁμηρικὴν φραστικήν. Τῶν δὲ ἀνωτέρω σποράδην κειμένων, ὅσα τινὸς ἀναπτύξεως δέονται, τοιαύτη τις ἡ διάθεσις.

(v. 396) Τὸ μὲν "ἀλεξητὴρ μάχης" εἶχεν ἂν παρά τινι θρασυγράφῳ συνθεῖναι τὸν ἀλεξίμαχον πρὸς ὁμοιότητα τοῦ ἀλεξητὴρ κακῶν, ὅς ἐστιν ἀλεξίκακος, καὶ ἀλεξητὴρ φαρμάκων ὁ ἀλεξιφάρμακος.

(v. 400) Τὸ δὲ "πεπάλακτο" ἐλλιπῶς ἔχει. τὸ γὰρ πλῆρες πεπάλακτο λύθρῳ ἢ αἵματι ἢ καὶ ἀμφοτέροις, ὡς πολλαχοῦ φαίνεται.

(v. 406 s.) Τὸ δὲ "ἐρυγόντα" τί δηλοῖ, μετ' ὀλίγα ῥηθήσεται, ὥσπερ καὶ τίς ὁ ἐνταῦθα Πολύδωρος.

(v. 413-416) Τὰ νῶτα δὲ ὅποι κεῖνται παραδεικνύς φησι "τὸν βάλε μέσον ἄκοντι νῶτα, ἀντικρὺ δὲ διέσχεν", ὅ ἐστι διέσχισε, "παρ' ὀμφαλὸν ἔγχεος αἰχμή". δι' ὧν δηλοῖ μέσον εἶναι καὶ τὰ νῶτα, καθὰ καὶ ὁ ὀμφαλὸς ὁ αὐτῶν ἀντικρύ.

(v. 416) Ἐνταῦθα δὲ ὅρα καὶ τὸ "ἔγχεος αἰχμή", ὅ ἐστιν ὀξύτης. οὐ γὰρ πάντῃ ταὐτὸν ἔγχος εἰπεῖν καὶ αἰχμήν.

(v. 460) Ὁ δὲ Λαόγονος, τὸ κύριον, προπαροξύνεται ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων κατὰ τὸ Ἀντίγονος.

(v. 463) Δάρδανος δὲ καὶ Τρώς, οἱ ῥηθέντες, τὸ ἐθνικὸν καὶ κοινὸν εἰς κυριωνυμίαν ἐξιδιώσαντο, τοῖς βασιλεῦσιν ὁμωνυμήσαντες, ἐξ ὧν τὰ ἐθνικὰ Τρῶές τε καὶ Δάρδανοι, ὃ καὶ ἐπὶ ἄλλων γέγονεν, ὡς ἐν τῇ Βοιωτίᾳ δεδήλωται, καὶ ὁ ῥηθεὶς δὲ Ἀλάστωρ ἐξ ἐπιθέτου εἰς κύριον ἐμερικεύθη ὄνομα. ἀλάστορες γὰρ κυρίως μὲν δαίμονές τινες ἐριννυώδεις, οἳ οὐκ ἂν λάθοιντο, [424] καταχρηστικῶς δὲ καὶ οἱ ἁπλῶς φαῦλοι ἐχθροί. Ὁ δὲ Ὁμηρικὸς οὗτος ἀνεπαχθῶς καὶ οὐκ ἐπὶ ψόγῳ Ἀλάστωρ λέγεται, ὡς μνήμης, οὐ μὴν λήθης ἄξιος ὤν. [Ἔστι δὲ τοῦ, ὡς ἐρρέθη, ἐπὶ ψόγου ἀλάστορος χρῆσις παρά τε ἄλλοις, καὶ παρὰ τῷ εἰπόντι τὸ "Διονύσιος ὁ πάσης γενόμενος Σικελίας ἀλάστωρ".]

(v. 473) Τὸ δὲ οὖς ἐκ τοῦ οὖας συγκέκοπται, οὗ εὐθὺς κεῖται γενικὴ ἐν τῷ "δι' οὔατος ἦλθ' ἑτέροιο".

(v. 489) Τὸ δὲ κυκηθῆναι πάνυ ἐμφαντικῶς ἐπὶ πτυρμοῦ καὶ συγχύσεως ἵππων εἴρηται ἀπὸ τοῦ κυκῶ, ἐξ οὗ καὶ τὸ ἔδεσμα ὁ κυκεών. λέγεται δέ ποτε καὶ ἐπὶ ταράχου πραγμάτων ἡ κύκησις. ἀπ' αὐτοῦ δὲ καὶ παρὰ τῇ Κωμῳδίᾳ τὸ κυρκανᾶν. αὐτὸ δὲ ἴσως καὶ ὠνοματοπεποίηται, ὡς καὶ ἡ κορκορυγή.

(v. 400) Τὸ δὲ "δάμασε δέ μιν μεμαῶτα" πάνυ ἐπιτρόχως ἔχει καὶ ἐλλιπῶς, οἷα συντεμνομένου καὶ τοῦ λόγου τῷ πεσόντι. ἄδηλον γὰρ τί ποτε μέμαεν ἐκεῖνος, εἴτε φυγεῖν, εἴτε λίσσεσθαι, εἴτε μάχεσθαι.

(v. 406) Τὸ δὲ "ἔλιπεν ὀστέα θυμός" πρὸς διαστολὴν εἴρηται τῆς λειποθυμίας, ἐφ' ἧς καὶ αὐτῆς λείπειν τινὰ θυμὸς λέγεται, οὐχ' ὥστε μὴν καὶ τὰ ὀστᾶ λιπεῖν. τότε γὰρ ζώπυρόν τι ζωτικὸν ἔνδον ὑποτύφεται, ἐνταῦθα δὲ παντελὴς θυμοῦ λεῖψις.

(v. 459) Τὸ δὲ "ἐξαίνυτο θυμόν" δηλοῖ μὲν τὸ ἀφείλετο τὴν ψυχήν, συντάσσεται δὲ αἰτιατικῇ ἄλλον τρόπον ἤπερ ἐν Ὀδυσσείᾳ τὸ "τυρῶν αἰνύμενοι" Ἀττικῶς. οὐ γὰρ πάντας ἐκεῖ τοὺς τυροὺς ἦν αἴνυσθαι, ἀλλὰ μέρος αὐτῶν. γίνεται δὲ τὸ ῥῆμα ἢ ἐκ [425] τοῦ ἄνω, τὸ εἰς θάνατον τελειῶ, ὡς τὸ "ἧ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας". καὶ ἔστιν ἄνω ἀνύω ἄνυμι καὶ πλεονασμῷ τοῦ ι αἴνυμι, ἢ ὡς καὶ αὐτὸ ἀλλαχόθι δηλοῦται, ἀπὸ τοῦ αἴρω, τροπῇ τοῦ ἀμεταβόλου, αἴνω αἰνύω αἴνυμι.

(v. 471 s.) Τὸ δὲ "σκότος ὄσσε κάλυψε θυμοῦ δευόμενον" πρὸς σαφήνειαν διεσκεύασται. οὐ γὰρ πᾶς καλυφθεὶς τοὺς ὀφθαλμοὺς τῷ σκότῳ ἤδη καὶ τέθνηκεν, εἰ μὴ καὶ θυμοῦ, ὅ ἐστι ψυχῆς, δεύεται. Θαυμασίως δὲ τὸ θανεῖν ψυχῆς δεύεσθαι εἶπεν. καὶ οὐκ ἄν τις αὐτὸ ἢ μωμήσαιτο ἢ μιμήσαιτο. [(v. 477) Εἰς δὲ τὸ "πορφύρεος θάνατος" ἐνθυμητέον τὸν Ἀθήναιον ἱστοροῦντα, ὅτι γράψαντος Ἀλεξάνδρου εἰς Ἰωνίαν καὶ πρώτοις Χίοις, ὅπως αὐτῷ πορφύραν ἀποστείλωσιν, ἀναγνωσθείσης τῆς ἐπιστολῆς παρὼν Θεόκριτος ὁ σοφὸς ἔφη νῦν ἐγνωκέναι τὸ παρ' Ὁμήρῳ εἰρημένον "ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή", αἰνιττόμενος ἐκεῖνος πορφύρεον θάνατον ἢ ὃν πάσχουσιν αἱ πορφύραι διὰ τὴν ἐξ αὐτῶν βαφὴν ἢ καὶ ὅτι θανατηρὰ πείσονται οἱ πορφυρέες, εἴ τι πονηρεύονται περὶ τὴν ἄγραν τῆς πορφύρας, τὸ δ' ὅμοιον καὶ οἱ βάπται, εἴ τι βλάπτουσι τὰς πορφυρίδας.]

(v. 384) Ἐν δὲ τοῖς προεκτεθεῖσι κεῖται καὶ ἡ ὑπό πρόθεσις Ἀττικῶς μετὰ δοτικῆς ἐν τῷ "Τμώλῳ ὑπὸ νιφόεντι", ἤγουν ὑπὸ τὸν Τμῶλον, ἱστορεῖται δὲ καὶ ἡ ἐκεῖ γῆ πίειρα εἶναι. καὶ ἔστιν ἀληθῶς τοιαύτη. ἐπάγει γάρ "Ὕδης ἐν πίονι δήμῳ".

(v. 387) Τοῦ δὲ "κεάσθη" θέμα τὸ κεάσω ἢ κεάζω. ὅθεν καὶ κέδρος ἡ κεαζομένη ῥᾷον πλεονάσαντος τοῦ δ.

(v. 389-392) Τὸ δὲ τὸν Ὀτρυντεΐδην πάντων ἐκπαγλότατον ἀνδρῶν εἰρῆσθαι, ὃ καὶ τῷ Ἀχιλλεῖ προσερρέθη που, λόγου ἄξιον καὶ τὸν τοιοῦτον ἐμφαίνει εἶναι, οὗ καὶ τὸ παραποτάμιον πατρῷον τέμενος ἐξαίρετόν τι, ὡς ἔοικεν, ἦν.

(v. 394 s.) Προμαχόμενος δὲ ἐκεῖνος ἀνῄρηται ὑπὸ Ἀχιλλέως, ὡς δηλοῖ τὸ "τὸν μέν", ἤγουν τοῦτον, "Ἀχαιῶν ἵπποι ἐπισσώτροισι δατέοντο πρώτῃ ἐν ὑσμίνῃ", καθ' ἣν καὶ προέπεσεν. Ἰστέον δὲ ὅτι ἐν ἄλλοις μὲν ἔφη ὡς ἔστειβον, ἤγουν κατεπάτουν, ἵπποι νέκυας, ἐνταῦθα δὲ ἄλλως φράζων φησὶν "ἐπισσώτροις [426] δατέοντο", ἤτοι ἐμέριζον, τουτέστι τοῖς τῶν τροχῶν κανθοῖς κατέκοπτον διερχόμενοι ἄνω τοῦ νεκροῦ. καὶ νῦν μὲν τὸ δατεῖσθαι ταὐτόν ἐστί πως τῷ οἱονεὶ δαιτρεύειν, ἡ δὲ Τραγῳδία καὶ τὸ ἁπλῶς μερίζειν οὕτω λέγει. θείαν γοῦν δύναμιν ἐνδατεῖσθαί φασί τινες, ἤγουν κατὰ ἕκαστον μερίζεσθαι.

(v. 400-402) Ἔτι μετὰ τὸ "πεπάλακτο", τὸ πρὸ βραχέων ῥηθὲν, χρᾶταί τινι παρηχήσει ὁ ποιητὴς, εἰπὼν "Δημολέοντα δάμασσεν", εἶτα ἐπαγαγὼν "Ἱπποδάμαντα δὲ οὔτασεν". ἦν δὲ ἂν σαφὴς παρήχησις, ἐὰν τὸ "δάμασε" τῷ Ἱπποδάμαντι παρέκειτο, οἷον "Ἱπποδάμαντα δ' ἔπειτα δάμασσεν". οὐκ ἠθέλησε δὲ οὕτως ἐκφανῶς ποιῆσαι, ἀλλὰ μόνον ἐνέφηνεν, ὅτι δυνάμενος ἱλαρῦναι τὸ τοῦ χωρίου σκυθρωπὸν σχήματι κάλλους, οὐκ ἔκρινεν οὕτω δέον ποιῆσαι, ἀλλ' ἀνυπόπτως τῷ Δημολέοντι τὸ δάμασε παραθέμενος, ὃς καὶ αὐτὸς εἰς Δαμολέοντα δωριζόμενος ἐποίησεν ἂν τὴν αὐτὴν παρήχησιν, εἶτα καθαρώτερον ποιεῖ ὃ ἤθελε. παρηχεῖ γὰρ ὁμοίως καὶ τὸ "Δαμολέοντα δάμασσε", καὶ τὸ "Ἱπποδάμαντα δάμασσε".

(v. 406) Τὸ δὲ "ἐρυγόντα" καιρία λέξις ἐπὶ ταύρου σφαζομένου, μιμουμένη ὀνοματοποιΐας τρόπῳ τὴν τηνικαῦτα τοῦ ζῴου βοήν.

(v. 402-406) Διὸ καὶ χρησάμενος ὁ ποιητὴς τῇ τοιαύτῃ λέξει ἐπιμένει διὰ τὸ καίριον, εἰπὼν ὅτι Ἱπποδάμας δουρὶ τρωθεὶς τὸ μετάφρενον "θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα κούρων ἑλκόντων, γάνυται δέ τε τοῖς Ἐνοσίχθων. ὣς ἄρα τόν γ' ἐρυγόντα λίπεν ὀστέα θυμὸς ἀγήνωρ". Ἔστι δὲ δευτέρου ἀορίστου τὸ "ἤρυγε" καὶ τὸ "ἐρυγόντα" ὧν θέμα τὸ ἐρεύγω. δηλοῖ δὲ ὁ ἐρυγὼν ταῦρος τὸν τὸ αἷμα ἀνερυγγάνοντα τῇ διακοπῇ τῆς τραχείας ἀρτηρίας καὶ τῇ διαιρέσει τοῦ στομάχου, ἤτοι οἰσοφάγου. ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὅτι τὸ δόρυ μέχρι τοῦ θυμοῦ φθάνει. ἔστι δέ, φασίν, ὁ θυμὸς ἀδήν τις μεταξὺ τῶν κλειδῶν κείμενος πρὸς τὸ μὴ πλήττεσθαι ὑπὸ τοῦ ὀστοῦ τὴν τραχεῖαν ἀρτηρίαν. φασὶ δὲ τοὺς θύοντας τῷ Ἑλικωνίῳ Ποσειδῶνι δοκεῖν καλλιερεῖν, ὡς καὶ ἀλλαχοῦ τοιοῦτόν τι ἐρρέθη, ὅτε ὁ θυόμενος ταῦρος [427] μεγάλα ἐρεύγεται, ὡς χαίροντος τοῦ Ποσειδῶνος τῷ ἤχῳ, καθὰ δηλοῖ καὶ ὁ ποιητὴς ἐν τῷ "γάνυται Ἐνοσίχθων". Περὶ δὲ τοῦ Ἑλικώνιος, εἰ καὶ δοκεῖ λέγειν τὸν ἐν Ἑλικῶνι τιμώμενον, ἀλλ' οἱ παλαιοὶ ταῦτά φασι. Νηλεὺς ἐν Μιλήτῳ ἱερὸν Ποσειδῶνος Ἑλικωνίου ἱδρύσατο κατὰ μίμησιν τοῦ ἐν Ἑλίκῃ τῆς Ἀχαΐας. παράγουσι δὲ τὸ τοιοῦτον Ἑλικώνιος οὕτως. οἱ Αἰολεῖς ἐκ πρωτοτύπου, φασί, πληθυντικῆς γενικῆς ποιοῦσι τύπους κτητικούς, οἷον· ἕτεροι, ἑτέρων, ἑτερώνιος, ἄλλων, ἀλλώνιος, ἐτύμων, ἐτυμώνιος, ἀνέμων, ἀνεμώνιος, καὶ δι' εὐφωνίαν ἀνεμώλιος. οὕτω, φασί, καὶ Ἑλίκαι, Ἑλικῶν, ὄνομα τόπου, Ἑλικώνιος, ἵνα ᾖ, φασίν, Ἑλικώνιος ὁ ἐν Ἑλίκαις τῆς Ἀχαΐας τιμώμενος. καὶ οὕτω μὲν αὐτοί. ἡ δὲ ἱστορία βούλεται μάλιστα τὸν τοιοῦτον τόπον Ἀσιανὸν εἶναι καὶ περὶ τοὺς Ἴωνας. Ἰώνων γὰρ εἴρηται ἴδιον τὸ οἴεσθαι καλλιερεῖν, ὅτε ὁ ταῦρος θυόμενος μέγα ἐρεύγεται. οἱ δὲ Ἴωνες Ἀσιανοί.

(v. 403) Τὸ δὲ ἀΐσθειν γίνεται ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἐξ οὗ καὶ τὸ ἆσθμα καὶ τὸ ἀσθμαίνειν. ἐκ δὲ τοῦ τοιούτου ἀΐσθειν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, καὶ ἡ αἴσθησις κατὰ συναίρεσιν γίνεται.

(v. 407-412) Περὶ δὲ τοῦ μνημονευθέντος Πολυδώρου ἱστορεῖ, ὅτι αὐτὸν "οὔ τι πατὴρ εἴασκε μάχεσθαι, οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο, καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα. δὴ τότε νηπιέῃσι", τουτέστι παιδικαῖς ὁρμαῖς δηλαδὴ ἢ φρεσί, "ποδῶν ἀρετὴν ἀναφαίνων θῦνε διὰ προμάχων, εἵως φίλον ὤλεσε θυμόν".

(v. 413-418) Ἔβαλλε γὰρ Ἀχιλλεὺς ἄκοντι, ὡς προερρέθη, "νῶτα παραΐσσοντα, ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ", περὶ ὧν ἀλλαχοῦ εἴρηται, "ἀντικρὺ δὲ διέσχεν", ὡς καὶ αὐτὸ προεγράφη, "παρ' ὀμφαλὸν ἔγχεος αἰχμή. Γνὺξ δέ", ἤγουν ἐπὶ γόνυ, πεσὼν καὶ οἰμώξας "προτὶ οἷ", ἤγουν πρὸς ἑαυτῷ, "ἔλαβεν ἔντερα χερσὶ λιασθείς".

(v. 419-423) "Ἕκτωρ δ' ὡς ἐνόησε κασίγνητον ἔντερα χερσὶν ἔχοντα κατ' ὀφθαλμῶν" αὐτῷ "κέχυτο ἀχλύς· οὐδ' ἂρ ἔτ' ἔτλη δηρὸν ἑκὰς στρωφᾶσθαι, ἀλλ' ἀντίος ἦλθεν Ἀχιλλέως, ὀξὺ δόρυ κραδάων, φλογὶ ἴκελος".

(v. 423 s.) Αὐτὰρ Ἀχιλλεὺς ὡς ἴδεν, "ἤγουν ὡς εἶδ', "ὣς ἀνέπαλτο", ἤγουν λίαν ἀνεπήδησεν, ὑφ' ἡδονῆς δηλαδή. [Ὅτι δὲ τοῦ ὡς, πολλῶν ὄντων [428] σημαινομένων, κατὰ Τρύφωνα ἐστί τις καὶ χρονική ποτε σημασία, φαίνεται ἐν ἐπιστολῇ τοῦ βασιλέως Ἀντιόχου, οἷον· ὡς ἂν οὖν λάβῃς τὴν ἐπιστολήν, σύνταξον κήρυγμα ποιήσασθαι, ἤγουν ἡνίκα ἂν λάβῃς.] Καὶ εἰπὼν ἅπερ ἐν τοῖς ἑξῆς ῥηθήσεται, οὐκ ἐκφοβεῖ ὅμως τὸν Ἕκτορα, φάμενον πρὸς ἄλλοις καὶ,

(v. 434-437) ὅτι οἶδα, ὡς σὺ μὲν ἐσθλός, ἐγὼ δὲ οὐ τοιοῦτος, ἀλλ' ἴσως δράσω τι μέγα κατὰ σοῦ δουρὶ βαλών, "ἐπεὶ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθε", τουτέστιν ὀξεῖαν προβέβληται τὴν αἰχμήν, καθότι καὶ ἀνωτέρω κεῖται τὸ "ὀξὺ δόρυ κραδάων". ἔνθα ὅρα καὶ ὅτι πλαγίως πως ὁ Ἕκτωρ τὴν τοῦ Ἀχιλλέως καταρριπτεῖ ἀρετήν, οἱονεὶ λέγων οὐ χερσὶν ἐκεῖνον ἀλλὰ βέλους ὀξύτητι καὶ ὅπλων ἀρετῇ τοὺς ἀντικαθισταμένους ἀναιρεῖν. τινὲς δὲ τὸ "πάροιθεν" ἐνταῦθα χρονικὸν νοοῦσιν, ἵνα λέγῃ ἀστείως ὁ Ἕκτωρ ὅτι πρὸ τούτου καὶ χθές που καὶ πρῴην καὶ πρὸ τῆς νῦν ὥρας ὀξὺ εἶχον βέλος, ὅτε δηλαδὴ πολλοὺς ἀνεῖλον, ἐν δὲ τοῖς καὶ Πάτροκλον. καὶ τοῦτο μὲν τοιοῦτον.

(v. 407) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα κοινὸν ἐπίθετον ἐξιδιώθη πρὸς κύριον ὄνομα. πολύδωρος μὲν γὰρ προερρέθη που γυνὴ καθ' ὁμοιότητα τῆς μυθικῆς Πανδώρας, ἐνταῦθα δὲ Πριαμίδης οὗτος Πολύδωρος ἐκ δώρων φύσεως παρονομασθείς, ἅπερ ἀλλαχοῦ θεόσδοτα ὁ Πάρις εἶπεν. [Ἰστέον δὲ ὅτι δῶρον κοινῶς μὲν τὸ διδόμενον, ἐστι δὲ καὶ κύριον ὄνομα, καὶ οὐ μόνον παλαιόν, ἐξ οὗ καὶ οἱ Δωριεῖς, ἀλλὰ καί τις ὑστερογενής. ἐφ' ᾧ νέῳ τε ὄντι καὶ μεγάλῳ καὶ καλῷ καὶ ἐπιδεικνυμένῳ πρός τινος ἐπὶ θαύματι ἐν Ἀθηναῖς Ἀρίστων ὁ Κεῖος ἔφη τὸ τοῦ Ὀδυσσέως πρὸς Δόλωνα "ἦ ῥά νύ τοι [429] μεγάλων δώρων ἐπεμαίετο θυμός", ἤγουν ἀγαπᾷς τὸν μέγαν Δῶρον, μεταλαβὼν ἀστείως ἐκεῖνος τὴν γενικὴν τῶν πληθυντικῶν εἰς αἰτιατικὴν ἑνικήν, ἧς ἡ εὐθεῖα ὁ μεγάλος Δῶρος, οὗ κλητική "ὦ μεγάλε", παρ' Αἰσχύλῳ, ὡς τὸ "ὦ μεγάλε Ζεῦ".]

(v. 409) Τὸ δὲ "νεώτατος γόνοιο" διὰ σαφήνειαν εἴρηται. οὐ γὰρ πάντων παίδων νεώτατος ὁ Πολύδωρος, ἀλλὰ τῶν τοῦ Πριαμικοῦ γόνου.

(v. 409 s.) Τὸ δὲ "ἔσκε" δὶς ἐρρέθη κατ' ἐπιμονήν, ὡς οἷα ἐν ποιήσει καίριον. Τὸ δὲ "πόδεσσι πάντας ἐνίκα" περίφρασίς ἐστι τοῦ ποδώκης ἦν. ποδῶν δὲ ἀρετὴν φιλοσόφως λέγει τὴν ὠκύτητα, ἣν ἐξευτελίζει, ἐὰν ἀκαίρως γίνοιτο. ἰδοὺ γὰρ ὁ Πολύδωρος, ἐν κενοῖς ἐπιδεικνύμενος καὶ ἀναφαίνων τὴν τῶν ποδῶν ἀρετήν, περιπίπτει τῷ Ἀχιλλεῖ ἀφυλάκτως ἐκ παρόδου καὶ πίπτει. Ἰστέον δὲ ὅτι, ὥσπερ ἀρετὴ ποδῶν τὸ ὠκύπουν, οὕτω καὶ χειρῶν ἑτέρα τις ἀρετή, κατὰ τοὺς σοφοὺς εἰπεῖν, καὶ ὀφθαλμῶν ἄλλη, ὁμοίως δὲ καὶ τῶν ἄλλων κατ' ἄνθρωπον μελῶν τε καὶ μερῶν καὶ μορίων. Τὸ δὲ "ἀναφαίνων" πάνυ ἀγαθὴ λέξις, τὴν ἐκ τοῦ δυνάμει πρόοδον εἰς τὸ ἐνεργεῖν δηλοῦσα.

(v. 407) Ἰστέον δὲ ὅτι ὁ μὲν Ὅμηρος Πολύδωρον οἶδε τοῦτον Πριαμίδην νεώτατον ἐν πολέμῳ πεσόντα, οἱ δὲ μεθ' Ὅμηρον, ἐν οἷς καὶ Εὐριπίδης, ἄλλα περὶ Πολυδώρου θρυλλοῦσι, καὶ ὅτι ὁ μὲν παρὰ τοῖς ἄλλοις Πολύδωρος Πριάμου ἦν καὶ Ἑκάβης, οὗτος δὲ ὁ παρὰ τῷ ποιητῇ Πριάμου καὶ Λαοθόης, ὡς αὐτὸς ἐρεῖ προϊών.

(v. 414-416) Τοὺς δὲ ῥηθέντας τοῦ ζωστῆρος ὀχῆάς φασί τινες κρίκους εἶναι, οἷς διόλου συνείχετο ὁ ζωστὴρ πρὸς τὸν θώρακα. ποῦ δὲ ἡ τοιαύτη τοῦ ζωστῆρος ἦν συνοχή, καὶ ὅτι περί που τὸν ὀμφαλόν, δηλοῖ ὁ ποιητὴς εἰπὼν τὴν αἰχμὴν τοῦ Ἀχιλλέως αὐτόθι ἐνσκήψασαν διασχεῖν, ὡς εἴρηται, ἀντικρὺ παρ' ὀμφαλόν.

(v. 416) Ὅτι δὲ τὸ διέσχε καὶ ἁπλῶς τὸ διασχεῖν ἀντὶ τοῦ διαπερᾶσαι καὶ διασχίσαι λέγεται, πολλαχοῦ ἐρρέθη. καὶ ἔστι λέξις καιριωτάτη Ἀττική, ταὐτόν ποτε δυναμένη τῷ διαμπερὲς ἐλθεῖν. οὕτω διασχεῖν τις νεφέλην λέγεται, οὕτως ἅμαξα διασχοῦσα λαὸν ἔρχεται, οὕτω καὶ βέλος ἀντικρὺ διέσχεν.

(v. 418) Ὅρα [430] δὲ καὶ ὅτι δὶς εἶπε τὸ "ἔντερα" διὰ σαφήνειαν, καίτοι δυνάμενος καὶ ἄλλως ποιητικώτερον τὴν λέξιν προαγαγεῖν. τὰ γὰρ αὐτὰ καὶ ἔνδινα καὶ νηδυία λέγεται. [Ὅτι δὲ πρὸς ὁμοιότητα μεταφορικὴν καὶ γῆς ἔντερα λέγεται, ὁ παρὰ τῷ Ἀθηναίῳ κείμενος Δωρίων δηλοῖ, λέγων· ἴουλοι κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης. Καὶ ὅρα τὸ ἴουλοι. δοκεῖ γὰρ ὁ Δωρίων ἔντερα γῆς εἰπεῖν ἐνταῦθα οὐ πάντα τὰ ὑπὸ γῆν σκωλήκια, μόνους δὲ τοὺς ποδωτοὺς ἰούλους, οἷς διὰ τὸ πολύπουν τὰς μακρὰς νῆας ὁ Λυκόφρων παρεικάζων ἰουλοπέζους ἐκείνας ἔφη. αὐτοῖς δὲ καὶ ἡ περὶ πρώτην ἥβην βλάστησις τοῦ γενείου εἰκαζομένη λέγεται ἴουλος καὶ αὐτή. ὅτι δὲ λάβρακα ἐντερεύειν ἔφη τις παρὰ τὸ ἔντερον, ἀπ' αὐτοῦ δὲ καὶ διεντέρευμα ἐλέχθη τῷ Κωμικῷ, οἶδεν ὁ περιτυχὼν αὐτοῖς.]

(v. 418) Τὸ δὲ "λιασθείς" ἀντὶ τοῦ πεσών, παρακατιὼν δὲ καὶ ἐπὶ τοῦ κυλίεσθαι τὴν λέξιν τίθησιν, εἰπὼν "λιαζόμενον ποτὶ γῇ", ὥστε οὐκ ἀεὶ λιάζεσθαι τὸ ἐκφεύγειν.

(v. 421) Τὸ δὲ "κατ' ὀφθαλμῶν κέχυτο ἀχλύς" σημειωτέον εἰς τὸ πρὸ μικροῦ ῥηθέν, ὅτι δηλαδὴ οὐ πᾶς ὁ σκοτωθεὶς τοὺς ὀφθαλμοὺς ἤδη καὶ τέθνηκεν. ἰδοὺ γὰρ ὁ Ἕκτωρ ἀχλυσθεὶς τὴν ὄψιν ζῇ· ὁ μέντοι Πολύδωρος ἀνωτέρω νεφέλῃ κυανέῃ καλυφθεὶς νεκρὸς κεῖται, "φίλον ὀλέσας θυμόν", ὡς ὁ ποιητὴς εἶπεν. ἔνθα τὸ φίλον θυμὸν ὅμοιόν ἐστι τῷ "φίλον ἦτορ", καὶ "φίλαι χεῖρες", καὶ "φίλα γούνατα", καὶ τοῖς ὁμοίοις, ἃ καὶ προερρέθησαν.

(v. 423) Τὸ δὲ "φλογὶ ἴκελος" ἀπεστένωσεν ἐνταῦθα ὁ ποιητὴς ἐπὶ Ἕκτορος ὡς μηδὲν τέως γενναῖον ἀνδρισαμένου. ἐν μέντοι τοῖς ἑξῆς ἐπὶ τῷ Ἀχιλλεῖ λαμπρὰν ἐκ πυρὸς ποιήσει παραβολήν.

(v. 424) Τὸ δὲ "ἀνέπαλτο" [431] ἐνθουσιασμὸν δηλοῖ τοῦ ἥρωος. εἰ γὰρ τὰ ἡφαιστότευκτα ὅπλα πρὸ μικροῦ ἰδὼν ἀνέλαβε θυμὸν μνησθεὶς τοῦ Ἕκτορος, τίς ἂν εἴη ἄρτι αὐτὸν ἐκεῖνον ἰδών; ἡ δὲ λέξις αὕτη κυριολεκτεῖται καὶ ἐπὶ ἵππου ὀρθοῦ ποτε στάντος διὰ πτυρμὸν ἢ ἄλλο τι πάθος.

(v. 425-427) Ἐπὶ δὲ τούτοις κεῖται καὶ ῥητόν, ὅπερ ὁ εὑρών, ὃν ἐψηλάφα, ἐχθρόν, ἐρεῖ ἂν προσφυῶς, ἤγουν τὸ "ἐγγὺς ἀνήρ, ὃς ἐμόν γε μάλιστ' ἐσεμάσσατο θυμόν. οὐδ' ἂρ ἔτι δὴν ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας". Ἀχιλλεὺς δὲ ταῦτά φησιν, ὅτε πρῶτον ἰδὼν Ἕκτορα "ὅς μοι", φησίν, "ἑταῖρον ἔπεφνε τετιμημένον", προκαλεῖται εἰς μάχην. ὅτε καὶ ἐμβριθῶς μετὰ θάρρους ὑπόδρα ἰδὼν "ἆσσον ἴθι", φησίν, "ὥς κεν θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι", ὅ ἐστι τέλειον ὄλεθρον ἢ αὐτὸν τὸν θάνατον, ὡς καὶ ἀλλαχοῦ ἐγράφη.

(v. 425) Τὸ δὲ "ἐσεμάσσατο" δηλοῖ μὲν τὸ ἐλύπησεν, εἴληπται δὲ μεταφορικῶς ἀπὸ τῶν προσμασσόντων, ἤτοι κολλώντων τινὶ καὶ ἐντηκόντων κηλῖδα, οὗ τὸ ἐναντίον ἐκμάσσεσθαι καὶ ἀπομάσσεσθαι. περὶ τῆς τοιαύτης δὲ λέξεως ἀκριβῶς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται, ὅπου κεῖται τὸ "σῇ κεφαλῇ ἀναμάξεις". Μετὰ δὲ τὸν ῥηθέντα λόγον τοῦ Ἀχιλλέως ἱστορεῖ ὁ ποιητής, ὅτι ὁ Ἕκτωρ προκληθεὶς ὑπὸ Ἀχιλλέως καὶ ἀπειληθεὶς οὐκ ἐτάρβησε. πῶς γάρ. ὃς καὶ ἠκόντισεν; ἀλλὰ λέγει καὶ αὐτὸς ἐκ προοιμίων ὅπερ καὶ ὁ Αἰνείας, ὅτι δηλαδὴ "μὴ δή μ' ἐπέεσσί γε νηπύτιον ὣς ἔλπεο δειδίξεσθαι", καὶ ἑξῆς, ὡς προεγράφη. ἐν οἷς καὶ ὁμολογήσας χείρων Ἀχιλλέως εἶναι καὶ ὅμως τὴν ἀγαθὴν προβεβλημένος ἐλπίδα οὐκ ὀκνεῖ ἀντικαταστῆναι.

(v. 434-437) Ἔστι δὲ καὶ περὶ τούτων ἡ Ὁμηρικὴ φράσις αὕτη "οἶδα δ' ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων. ἀλλ' ἦτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται", ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ ἐγράφη, "αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι δουρὶ βαλών. ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν", ὡς πρὸ βραχέων ἡρμήνευται.

(v. 436) Ὅρα δὲ ἐν τούτοις καὶ τὸ "χειρότερος" οὐ πρὸς ζῆλον τὸν ἐν πεζῷ λόγῳ, ἀλλὰ χάριν εἰδήσεως. τὸ μὲν γὰρ χείρων Ἀττικὴ σύγκρισις, ὡς τὸ "ἐγὼ δὲ σέθεν πολὺ χείρων". Τὸ δὲ χειρότερος ποιητικὴ λέξις, κειμένη πολλαχοῦ, κινήσασα συγκριτικῶς τὸ συγκριτικόν.

[432] οὐδὲν γάρ τι σημαίνει τὸ χείρων πλέον τοῦ χειρότερος. τοιαῦτα καὶ τὸ ῥηΐτερος καὶ "πλειοτέρῃ σὺν χειρί" καὶ τὰ ὅμοια. πάνυ δὲ ἀληθευτικὸς ὁ Ἕκτωρ, ὃς οὐχ' ἁπλῶς χείρονα, πολὺ δὲ χείρονα τοῦ Ἀχιλλέως ἑαυτὸν εἰδέναι φησί.

(v. 436) Σημείωσαι δὲ καὶ ὅτι ἐκ τοῦ "θυμὸν ἕλωμαι" καὶ τοῦ θυμὸν ἀφελέσθαι ἢ ἀφελεῖν καὶ τῶν τοιούτων ἐλλειπτικῶς ἤρεσται λέγειν ἀνελεῖν τὸ φονεῦσαι τοῖς ὕστερον.

(v. 438-440) Ὅτι τὸ τοῦ Ἕκτορος δόρυ φθάσαν ἀφεθῆναι κατὰ τοῦ Ἀχιλλέως "πνοιῇ Ἀχιλλῆος πάλιν", τουτέστιν ἔμπαλιν, ἔτρεψεν ἡ Ἀθηνᾶ, "ἦκα μάλα ψύξασα".

(v. 440-444) Τὸ δὲ οὐκ ἐπλαγίασέ που, ἀλλὰ τὸ πάντῃ τεράστιον, ἐπανελθὸν καὶ οἷον παλιμπλαγχθὲν "ἂψ ἵκεθ' Ἕκτορα δῖον, αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων, σμερδαλέα ἰάχων. τὸν δ' ἐξήρπαξεν Ἀπόλλων ῥεῖα μάλα, ὥς τε θεός", καθὰ καὶ ἐν τοῖς ἑξῆς τὸν Ἀγήνορα καὶ πρὸ τούτου δὲ τὸν Αἰνείαν ὁ Ποσειδῶν, "ἐκάλυψε δ' ἂρ ἠέρι πολλῇ".

(v. 445 s.) Καὶ τὸ ἐντεῦθεν "τρὶς μὲν ἔπειτ' ἐπόρουσεν Ἀχιλλεὺς ἔγχεϊ χαλκείῳ, τρὶς δ' ἠέρα τύψε βαθεῖαν". Καὶ ὅρα τὸ "ἠέρα τύψεν", ἐξ οὗ εἰλῆφθαι παροιμία δοκεῖ τὸ "ἀέρα δαίρειν" ἐπὶ τῶν ἀπράκτοις ἐγχειρούντων. τινὲς μέντοι ἀπὸ τῶν πυγμάχων τὴν τοιαύτην παροιμίαν εἰρῆσθαι δοκοῦσιν, οἳ πολλάκις οὐκ εὐστοχοῦντες μάτην κινοῦσι τὰς χεῖρας. Σημείωσαι δὲ ὅτι προάγωνες οἷον ταῦτα τῆς μικρὸν ὕστερον τῶν ἡρώων τούτων συμβολῆς. διὸ καὶ τὸν περὶ Ἀθηνᾶς λόγον φθάνει παραρρίπτων ὧδε, ὡς ἂν ἐθισθεὶς ὁ ἀκροατὴς μὴ ἔχοι θαυμάζειν, εἰ καὶ ἐν τοῖς ἑξῆς ἡ Ἀθηνᾶ συμμαχήσασα ὑπὸ τῷ Ἀχιλλεῖ ποιήσει τὸν Ἕκτορα. ψυχαγωγεῖ δ' ἐν τούτοις καὶ τὸν φιλέλληνα ὁμιλητὴν ὁ ποιητής, ὃς μαθὼν ἤδη τὸν Ἀπόλλωνα εἰπόντα τῷ Ἕκτορι μὴ προμαχίζειν τῷ Ἀχιλλεῖ τάχα [433] μὲν ἐκεῖθεν ἀπήλπισε συμμίξειν τοῦ λοιποῦ τὸν Ἕκτορα εἰς μάχην τῷ Ἀχιλλεῖ, νῦν δὲ αὖθις γνοὺς τὸ θράσος τοῦ Ἕκτορος ἐνάγεται καραδοκεῖν τὴν καὶ εἰς ἔπειτα συμβολήν. εἰ δὲ Ἀπόλλων ἀφαρπάσας αὐτὸν κωλύει πάλιν τῆς πρὸς Ἀχιλλέα ἐνστάσεως, ἀλλ' ἡ Ἀθηνᾶ ἐν τοῖς ἑξῆς δελεάσασα πείσει αὐτὸν ἀντιστῆναι διώκοντι τῷ Ἀχιλλεῖ, ὅτε καὶ πεσεῖται ὑπ' αὐτῷ. ἔοικε δὲ πολλοῦ ὄντος ὁμίλου καὶ πυκνοῦ περὶ τὸν Ἀχιλλέα, οὓς καὶ ἔρριπτεν, εἰς μέσους αὐτοὺς ὁ Ἕκτωρ φόβῳ ἑαυτὸν παραβῦσαι ἀναμνησθεὶς τοῦ κατὰ τὸν Ἀπόλλωνα κινδυνώδους μοιριδίου, καὶ οὕτω λαθεῖν καὶ φυγεῖν. καὶ τοῦτό ἐστιν ἡ τοῦ Ἀπόλλωνος ἁρπαγή. διὸ καὶ ἀποτυχὼν αὐτοῦ ὁ Ἀχιλλεὺς εὐθὺς τοὺς παρὰ πόδας ἀναιρεῖ, ἴσως που καὶ εἰς πλέον θυμομαχῶν, εἰ δι' αὐτοὺς οὐκ ἔτυχε τοῦ θηράματος, ἐπεὶ ὁ Ἕκτωρ ἀπέδρα. ἔστι δὲ καὶ ἄλλως τοῦτο τῆς Ὁμηρικῆς δεξιότητος. οὐ γὰρ ἐχρῆν αὐτίκα νῦν πεσεῖν τὸν Ἕκτορα, ἵνα μὴ ἐντεῦθεν παυθείσης τῆς μάχης μεγάλαι ἀριστεῖαι σιγηθῶσιν. ἦν δὲ καὶ μεγαλεῖον πολέμου πολλῶν πρῶτα πεσόντων καὶ πολλῆς διατριβῆς τῷ λόγῳ γενομένης καὶ τοῦ Ἀχιλλέως ἐν ἑτέροις τὴν οἰκείαν ἀναφήναντος ἀρετήν, εἶτα κεφαλαιῶσαι τὸ ἔργον τῇ πτώσει τοῦ Ἕκτορος, μεθ' ἣν οὐκέτι πόλεμος. εἰ δὲ νῦν ὁ Ἕκτωρ εὐθὺς πέπτωκε, σμικροπρέπεια τοῦ πολυλαλήτου Ἀχιλλέως κατεγινώσκετο, οἷα ἕν τι μέγα, οὐ μὴν πλείω ἀνύσαντος.

(v. 439 s.) Τὸ δὲ "πνοιῇ ψύξασα" ἢ ἀντὶ τοῦ φυσήσασα εἴρηται, ἢ μᾶλλον ἀντὶ τοῦ κινήσασα ἠρέμα τὴν χεῖρα καὶ τῷ ἐντεῦθεν ῥιπισθέντι ἀέρι τρέψασα ὀπίσω τὸ ἔγχος, καθάπερ εἰ καὶ ἄνεμος πνεύσας ἀντίπρῳρος ἐπαναστρέψει τὴν ναῦν. ἄλλως γὰρ τὸ φύσημα οὐκ ἄξιον Ἀθηνᾶς, ἥτις καὶ τὸν αὐλόν, φασίν, ἔρριψε, μαθοῦσα διογκοῦσθαι αὐτῇ καὶ ἀχρειοῦσθαι τὰς παρειὰς ἐν τῷ αὐλεῖν. [Καὶ ἦν ἀληθῶς τοῖς παλαιοῖς οὐ πάντῃ εὐγενὲς ἡ αὐλητική, ὡς δηλοῖ καὶ ὁ γράψας, ὡς ἀνδρὶ αὐλητῇ θεὸς νόον οὐκ ἐνέφυσεν, ἀλλ' ἅμα τῷ φυσῆν χ' ὡ νόος ἐκπέταται. Καὶ [434] ὅρα τὸ φυσῆν, προενεχθὲν κατὰ τὸ πεινῆν, ἀγαπῆν καὶ τὰ ὅμοια. ἔτι δὲ ὅρα καὶ τὸ ἐκπέταται, προενεχθὲν ἀπὸ τοῦ πέτημι, συζυγοῦντος τῷ ἵστημι.] Ἔχει δὲ λόγον πνοιὴν εἰπεῖν καὶ τὴν ἁπλῶς ἀνεμιαίαν ῥιπήν, ἧς δοκεῖ πως καὶ Ἀθηνᾶ αἰτία εἶναι, οὐ μόνον ὡς Διὸς θυγάτηρ, ὃς καὶ εἰς ἀέρα ποτὲ ἐκλαμβάνεται, οὐδ' ὅτι ἀλληγορεῖται εἰς αἰθέρα, ὡς ἐν τῇ α΄ ῥαψῳδίᾳ ἐρρέθη, ἀλλ' ὅτι καὶ ἄλλως ἔχει τινὰ οἰκείωσιν πρὸς τὸν Ποσειδῶνα, ἐξ οὗπερ οἱ ὑγρὸν ἀέντες ἄνεμοι καὶ αὖραι δέ, ἃς "Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους". φησὶ γοῦν Ἡρόδοτος τὴν Ἀθηνᾶν φύσει μὲν τοῦ Ποσειδῶνος θυγατέρα νομίζεσθαι τοῖς ἐν τῇ Λιβύῃ, θέσει δὲ τοῦ Διός. καὶ εἰκός ἐστι τὴν τοῦ Διὸς ἀέρος, μηδὲ τοῦ Ποσειδῶνος ἠλλοτριῶσθαι.

(v. 440) Τὸ δὲ "ψύξασα" τὸ φύσει ψυχρὸν τοῦ ἀέρος δηλοῖ.

(v. 444) Τὸ δὲ "ὡς θεός" ἐγκοπτικόν ἐστιν ἀπορίας καὶ κατασκευαστικὸν εἰς πιθανότητα τοῦ ῥεῖα μάλα ὑπὸ Ἀπόλλωνος ἁρπαγῆναι τὸν Ἕκτορα. χαίρει δὲ καὶ τούτοις ὁ φιλέλλην ἀκροατής, εἰ οὕτως ἐκ μέσης μάχης ἁρπάζονται οἱ Τρῶες διὰ τὸ ἀνδρίζεσθαι τοὺς Ἀχαιούς.

(v. 449-451) Ὅτι πρὸς κακὸν ἄνθρωπον, ἐγγὺς μὲν ἐλθόντα τοῦ θανεῖν, ζήσαντα δὲ ὅμως, οἰκεῖον ῥηθῆναι τὸ "ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι ἦλθε κακόν· νῦν αὖτέ σ' ἐρύσατο" ὁ δεῖνα, "ᾧ μέλλεις", ἤγουν ὀφείλεις ἢ ἔοικας, "εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων", ἤγουν εἰς μάχην. Ἀχιλλέως δὲ ὁ λόγος, αἰτιωμένου τὸν Φοῖβον τῆς τοῦ Ἕκτορος ἁρπαγῆς.

(v. 452 s.) πρὸς δὲ πολέμιον διαφυγόντα ἐρεῖ ποτε ὁ διώκων τὸ "ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ που καὶ ἔμοιγε θεὸς ἐπιτάρροθός ἐστιν". Ἀχιλλεὺς δὲ καὶ τοῦτο ἔφη πρὸς Ἕκτορα. Καὶ ὅρα "ἐξανύω" ἐνεστῶτα ἀντὶ μέλλοντος τοῦ τελειώσω. ἐξ οὗ τὸ τελευτᾶν ἐπὶ θανάτου τάττεται. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ἀνύω φησὶν ἐν ἕκτῃ συζυγίᾳ, ὡς καὶ ἐν τῷ "οὐκ ἀνύω φθονέουσα", οἱ δὲ ὕστερον Ἀττικοὶ ἀνύτειν φασὶν ἐν τρίτῃ συζυγίᾳ. οὕτω δὲ καὶ τὸ ἀρύεσθαι ἀρύτεσθαι σὺν τῷ ταῦ, ὅθεν καὶ ἀρύταινα [435] καὶ ἀρύστιχος, κοτύλη, οἰνοχόη. δῆλον δὲ καὶ ὅτι ἐπὶ τοῦ σπεύδειν οἱ Ἀττικοὶ ἔλεγον τὸ ἀνύειν. Αἴλιος δὲ Διονυσιός φησι καὶ ὅτι δασεῖα ἡ πρώτη, τουτέστιν ἐδάσυνον οἱ Ἀττικοὶ τὴν ἄρχουσαν τοῦ ἀνύειν.

(v. 453) Ἐπιτάρροθος δὲ καὶ νῦν ὁ σπουδαῖος βοηθός, ὁ μὴ ἀκὴν καὶ ἠρέμα δι' ὄκνον καὶ οἷον ἀψοφητὶ πρὸς βοήθειάν τινος ἥκων, ἀλλὰ κατὰ σπουδὴν μετὰ ῥόθου, τουτέστιν ἤχου, ὡς εἰ καὶ ῥόθιον ὕδωρ κατὰ πρανοῦς ῥέει. πλεονάζει δὲ ἡ ταρ συλλαβή, ὡς καὶ ἐν τῷ ἀτηρός ἀταρτηρός. [(v. 454) Ὅτι τὸ "τοὺς ἄλλους ἐπιείσομαι", ἤγουν ἐπιπορεύσομαι, "ὅν κε κιχείω" οἱ μεθ' Ὅμηρον ἄλλως προφέρουσιν, οἷον· ἐπελεύσομαι ὃν ἂν τῶν ἄλλων καταλήψομαι. πάνυ δὲ ἀκριβὲς τὸ Ὁμηρικόν. εἰπὼν γὰρ Ἀχιλλεὺς ὅτι τοὺς ἄλλους ἐπιείσομαι, διορθοῦται τὸν ἀγέρωχον λόγον, ἐπαγαγὼν τὸ "ὃν ἂν κιχείω", σαφηνείας χάριν. οὐ γὰρ ἦν τοὺς ἄλλους πάντας ἐπιείσεσθαι, ἀλλ' ὃν ἂν ἐκ τῶν ἄλλων καταλήψηται.]

(v. 463-469) Ὅτι καινοπρεπεῖ καὶ ἐνταῦθα σχήματι ὁ ποιητὴς χρᾶται τοιούτῳ. ἄρχεται ἀπὸ αἰτιατικῆς καὶ αὐτίκα στήσας τὸν δρόμον τῆς συντάξεως ἐπάγει σχῆμα εὐθὺς ὀρθότητος [νόμῳ ἐπεμβολῆς], καὶ ἀπαρτίσας τὴν τούτου ἔννοιαν [ἐν μέσῳ στίχου ἕκτου] ἐπαναλαμβάνει [γόργως] αὐτήν, εἶτα ἐπανακάμπτει [ἐν ἑβδόμῳ στίχῳ] εἰς τὴν ἐξ ἀρχῆς τῆς αἰτιατικῆς σύνταξιν. Φησὶ γὰρ "Τρῶα δ' Ἀλαστορίδην", εἶτα ἀφῆκεν ἐπαγαγεῖν τὸ ἀκόλουθον τὸ "φασγάνῳ οὖτα καθ' [436] ἧπαρ", καὶ αὐτὸ μὲν ὑπερβὰς τίθησι μετὰ [ὅλους] ε΄ στίχους, ἀναρτῶν δὲ τέως τὴν σύνταξιν ἐπεμβάλλει πτῶσιν εὐθεῖαν, λέγων "ὃ μέν", ἤγουν ὁ Τρώς, "ἀντίος ἤλυθε γούνων, εἴ πως εὗ", ἢ εἴ πώς εὑ, "πεφίδοιτο", τουτέστιν ὅπως αὐτοῦ φείσοιτο, "λαβὼν καὶ ζωὸν ἀφείη μηδὲ κατακτείνειεν, ὁμιλικίην ἐλεήσας, νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν", ἤγουν οὐδὲ τοῦτο ἠπίστατο, ὅτι οὐκ ἔμελλε πείσειν ἢ πεισθῆναι τὸν Ἀχιλλέα. "οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὖδ' ἀγανόφρων, ἀλλὰ μάλ' ἐμμεμαώς". εἶτα γοργῶς ἐπαναλαβὼν τὸ ἐπεμβληθὲν καὶ εἰπὼν "ὃ μέν", ἤγουν ὁ Τρώς, "ἥπτετο χερσὶ γούνων", τῶν τοῦ Ἀχιλλέως, "ἱέμενος λίσσεσθαι", καὶ λύων τὸν μεν σύνδεσμον ἀποδίδωσιν ἐνταῦθα τὸ ἀκόλουθον ῥῆμα τῆς συντάξεως τοῦ "Τρῶα δ' Ἀλαστορίδην". φησὶ γὰρ "ὃ δὲ φασγάνῳ οὖτα καθ' ἧπαρ". Ἔφαμεν γὰρ τὸ εὐσύντακτον οὕτως ἔχειν· Τρῶα δ' Ἀλαστορίδην φασγάνῳ οὖτα καθ' ἧπαρ, ἵνα ὡς ἐν ὀλίγῳ σχηματίσαι δίχα ἐπεμβολῆς λέγῃ· Τρῶα δ' Ἀλαστορίδην, ὁ μὲν ἥπτετο γούνων, ὃ δὲ φασγάνῳ οὔτασε. καὶ οὕτω μὲν καινοπρεπὴς ἡ σύνταξις, ὁμοία ὡς εἴ τις εἴποι, ὅτι τὸν δὲ ἀδελφὸν πένητα, ὁ μὲν ἥκει γουνασόμενος, εἴ πως ἄρτον τις λαβὼν ἢ ψυχροῦ ποτήριον μεταδῷ, τὴν ἀνθρωπότητα ἐλεήσας, νήπιος, οὐδὲ οἶδε μὴ πείσειν. οὐ γὰρ γλυκύθυμος ὁ πολὺς ἄνθρωπος. καὶ ὁ μὲν οὕτω γουνάζεται, ὁ δὲ ῥάβδῳ πλήττει κατὰ κεφαλῆς, τὸν ἐξ ἀρχῆς δηλαδὴ ῥηθέντα ἀδελφὸν πένητα. καὶ ἔστι καὶ τοῦτο γοργῶς ἑρμηνεῦσαι οὕτω. τὸν δὲ ἀδελφὸν πένητα ὁ μὲν ἥκει δόμα ζητήσων ἀγαθόν, ὁ δὲ ἀνηλεὴς δωρεῖται πληγαῖς. αἴτιον δὲ κἀνταῦθα τῆς καινοσυνταξίας ὁ σχεδιασμός. ὁ γὰρ αὐτοσχεδιάζων κατενεχθείς ποτε τυχόντως [437] οὕτως εἰς αἰτιατικὴν πτῶσιν, εἶτα ἐνθυμηθεὶς ἐνταῦθα δεῖν εἶναι πρὸ τῆς ῥηματικῆς ἀποδόσεως ἄλλο τι καίριον εἰπεῖν, ἐπεμβάλλει αὐτὸ καὶ ἀπαρτίσας, εἶτα τὸ ῥῆμα ἐπάγει, ὃ προυκαλεῖτο ἡ κατάρξασα αἰτιατική. οἷον σχεδιάζων τις ἐνέπεσεν εἰς τὸ "Τρῶα δ' Ἀλαστορίδην", ἢ εἰς τὸ "τὸν ἀδελφὸν πένητα", εἶτα συνιδὼν ὅτι πρὸ τούτου ἐχρῆν ἄλλο τι ἀναγκαίως διηγήσασθαι, εἰ καὶ τῷ σχεδιασμῷ ἔλαθεν, ἐπεμβάλλει πρῶτον ἐκεῖνο τὸ ἐνθυμηθὲν καὶ μετ' αὐτὸ ἀπαρτίζει τὴν προκειμένην σύνταξιν, ἐπαγαγὼν πρὸς μὲν τὸ "Τρῶα" τὸ "φασγάνῳ οὔτασε", πρὸς δὲ τὸ "τὸν ἀδελφὸν πένητα" τὸ "ῥάβδῳ πλήττει". καὶ οὕτω μὲν καινοπρεπῶς ἐσχημάτισεν ὁ ποιητής. Τινὲς δὲ ἄλλως θεραπεύοντες τοῦτο κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα διὰ τὸ εἰπεῖν ἀνωτέρω τὸν ποιητὴν περί τινος ἑτέρου "τὸν δὲ σχεδὸν ἄορι τύψας", φασί· Τρῶα δ' Ἀλαστορίδην ἔτυψε δηλαδή, κἀνταῦθα ὡς ἐν τελείᾳ στιγμῇ τὴν ἔννοιαν ἀναπαύσαντες ἐπάγουσιν ἀκωλύτως τὰ ἐφεξῆς. πάνυ δὲ καλλίων ἡ ῥηθεῖσα καινοπρέπεια καὶ Ὁμήρῳ πρέπουσα, οἷα συνεξομοιουμένη τῇ τῶν ἐνεστώτων πραγμάτων καινότητι καὶ τῇ ταραχῇ καὶ συγχύσει τῶν μαχομένων. καὶ ταῦτα μὲν περὶ τὸ σχῆμα.

(v. 464-465) Τὸν δὲ Τρῶα τοῦτον ἥλικα τοῦ Ἀχιλλέως ἱστορεῖ ὁ ποιητής, ὡς δηλοῖ τὸ "εἲ πώς εὑ πεφίδοιτο ὁμηλικίην ἐλεήσας". εἰ δὲ καὶ "ἧλιξ ἥλικα τέρπει" κατὰ τὴν παροιμίαν, ἀλλ' ἐνταῦθα οὐκ ἐλεεῖ Ἀχιλλεύς, ἀλλὰ γουναζόμενον ἀναιρεῖ. Τὸ δὲ εὗ γίνεται μὲν ἐκ τοῦ ἕο, ὡς μέο μεῦ, σέο σεῦ. ἐγκλίνεται δὲ ὡς ἐκεῖνα, οἷον "ὅς σευ ἄνευθεν ἐὼν κήδεται", "καὶ μέν μευ ξύνιον". Τὸ δὲ "πεφίδοιτο" Ἰωνικός ἐστι μέσος ἀόριστος τοῦ φείδω ῥήματος. Τὸ δὲ "ἀφείη" τινὰ τῶν ἀντιγράφων ἐν δυσὶν η ἔχουσι, τροπῇ τοῦ εὐκτικοῦ διφθόγγου εἰς ἦτα μετὰ προσγραφῆς τοῦ ἰῶτα.

(v. 466) Τὸ δὲ "νήπιος" οὐχ' ἁπλῶς ἀφροσύνην τοῦ Τρωὸς αἰτιᾶται, ἀλλ' ὅτι μὴ ἐστοχάσατο τοῦ Ἀχιλλέως, μᾶλλον δ' ὅτι μὴ τῷ μακρῷ χρόνῳ ἔγνω τὸ ἦθος αὐτοῦ ἀτενές, καὶ ὡς μάλα ἦν ἐμμεμαώς, τουτέστι, σεμνῶς εἰπεῖν, ὡς ἐθέλοι ἂν ὁ ποιητής, πρόθυμος καὶ μαιμῶν οἷα καὶ πῦρ κατὰ τὸ "ὡς δ' ἀναμαιμάει θεσπιδαὲς πῦρ", καθὰ μετ' ὀλίγα ῥηθήσεται.

(v. 467 s.) Τὸ δὲ "οὐ γάρ τι γλυκύθυμος" καὶ ἑξῆς, θυμοειδεῖ ἀνδρὶ ἐπιφωνηθήσεται. [438]

(v. 468-471) Ἰστέον δὲ καί, ὡς ἐνταῦθα τὸ Ὁμηρικὸν "ἐμμεμαώς" ἐπὶ μὲν Ἀχιλλέως νοηθὲν ἀξυμφανῆ ποιεῖ ἔννοιαν, ἐπὶ δὲ τοῦ Τρωὸς συνήθως ἔχει καὶ ὀρθῶς, καὶ ὅτι Ὁμήρου εἰπόντος περὶ τοῦ ῥηθέντος Τρωὸς τὸ "ἐκ δέ οἱ ἧπαρ ὄλισθε", περὶ ὃ ἐτρώθη, "ἀτὰρ μέλαν αἷμα κατ' αὐτοῦ κόλπον ἐνέπλησε", φασὶν οἱ παλαιοί, ὡς παρατετηρημένως ὁ ποιητὴς τὸ "ὄλισθεν" εἶπεν ἐπὶ ἥπατος. ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος. κόλπον δὲ τὴν περὶ τὸ ἧπαρ ἔφη τοῦ ἱματίου πᾶσαν κοιλότητα.

(v. 475) Λέγει δ' ἐν τούτοις καὶ ξίφος κωπῆεν, ὡς καὶ ἀλλαχοῦ, τὸ λαβὴν ἔχον, ὃ παρακολουθεῖ τοῖς ξίφεσιν, εἰπὼν "κεφαλὴν ξίφει ἤλασεν", ὅ ἐστιν ἔπληξε, "κωπήεντι".

(v. 476) Ἔνθα καὶ τὸ "πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι" βαθεῖαν δηλοῖ πληγήν, ὁποία μετ' ὀλίγα δηλωθήσεται ἐν τῷ "πᾶν δέ οἱ εἴσω ἔδυ ξίφος". τῇ γὰρ τοιαύτῃ παρακολουθεῖ τὸ θερμαίνεσθαι πᾶν ξίφος, ψυχρὸν ἄλλως ὂν, ὡς τὸ "ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσι".

(v. 478-481) Δηλοῦται δ' ἐν τούτοις καὶ ὅτι καὶ ἀγκώνων τένοντές εἰσι. φησὶ γοῦν ὁ ποιητὴς ὅτι Δευκαλίωνα, Τρωϊκόν τινα, "φίλης διὰ χειρός" ὁ Ἀχιλλεὺς "ἔπειρεν αἰχμῇ χαλκείῃ, ἵνα τε", ἤγουν ὅπου, "ξυνέχουσι τένοντες ἀγκῶνος. ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς πρόσθ' ὁρόων θάνατον". ὅπερ οἱ μεθ' Ὅμηρον πρὸ ὀφθαλμῶν ὁρᾶν θάνατόν φασιν.

(v. 481-483) Ἀχιλλεὺς δὲ "φασγάνῳ αὐχένα θείνας", ὅ ἐστι τύψας, "τῆλε αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε σφονδυλίων ἔκπαλτο, ὃ δ' ἐπὶ χθονὶ κεῖτο τανυσθείς". ὅπερ καὶ ἐπὶ ἄλλου τινὸς εἰπὼν ὁ ποιητὴς εἰκάζει παραβολικῶς ἐκεῖνον σκώληκι τετανυσμένῳ μακρῷ.

(v. 482) Τὸ δὲ "αὐτῇ πήληκι" Ἀττικῶς εἴρηται ἀντὶ τοῦ σὺν αὐτῇ πήληκι. καὶ ἔστιν ὅμοιον τῷ "ἐξόλοιο αὐταῖς βουλαῖς", ἤγουν σὺν τοῖς βουλεύμασί σου, καὶ τῷ "αὐτοῖς ἀνδράσιν ἡ ναῦς ὤλετο", ἤγουν σὺν αὐτοῖς ἀνδράσιν, ὅπερ ἕτεροι συνθέτως αὔτανδρος λέγουσιν. Ὅρα δὲ ἐνταῦθα καὶ τὸ "τῆλε ἔβαλεν" ἀντὶ τοῦ ἐπιτυχῶς ἔρριψεν. οὐκ ἄρα ἡ λέξις ἐπὶ μόνης ἀεὶ λέγεται τῆς μήκοθεν βολῆς. καινὴ δέ τις πολέμου περιπέτεια κεφαλὴν ἀποτμηθεῖσαν ἰδεῖν συγκαταφερομένην ὡς οἷά τινι σκεύει τῇ πήληκι.

(v. 483) Ὅρα δὲ καὶ ὅτι οὐ μόνον σπόνδυλοι διὰ τοῦ π καὶ τρισυλλάβως, ἀλλὰ καὶ διὰ τοῦ φ [439] τετρασυλλάβως, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη. "σφονδυλίων" γάρ φησιν.

(v. 481) Τὸ δὲ "πρόσθ' ὁρόων θάνατον" περὶ παντὸς δύναται λέγεσθαι καραδοκοῦντος κίνδυνον.

(v. 484-486) Ὅτι Πείρεώς τις ἐνταῦθα ἱστορεῖται Θρᾷξ ἀνήρ, οὗ υἱὸς Ῥίγμος, ἐκ Θρᾴκης ἐριβώλακος ἐλθὼν πίπτει ἄκοντι βληθεὶς ὑπ' Ἀχιλλέως. κλίσις δὲ τοῦ ῥηθέντος Θρᾳκὸς Πείρεω, ὡς Μενέλεω. ὁ δὲ Ῥίγμος, εἰ μὲν ἐγράφετο διὰ τοῦ η, ἦν ἂν εἰδέναι ὡς ἐκ τοῦ ῥήσσω γίνεται. ὅτι δὲ τῷ ι παραλήγεται παρὰ τοῖς ἀντιγράφοις, ῥιπτέον αὐτὸ μετὰ τῶν λοιπῶν βαρβάρων ὀνομάτων, ὧν ἡ Ὁμηρικὴ μεμέστωται ποίησις.

(v. 487) Κεῖται δὲ ὧδε καὶ Ἀρηΐθοος Τρωϊκός, ὁμώνυμος τῷ προϊστορημένῳ Ἑλληνικῷ, καθὰ καὶ Δευκαλίων ἀνωτέρω ὁ προγραφείς.

(v. 490-493) Ὅτι παραβολῇ ἐνταῦθα χρησάμενος ὁ ποιητὴς ἐπὶ Ἀχιλλέως τῇ ἀπὸ πυρὸς τραχύνει τὴν φράσιν ἐπίτηδες, καὶ ὥσπερ τινὰ βρόμον λεκτικὸν τῷ παραβολικῷ ἐπιτεχνᾶται πυρί. ἦ γὰρ οὐ τοιοῦτον τὸ "ὡς δ' ἀναμαιμάει βαθέ' ἄγκεα θεσπιδαὲς πῦρ οὔρεος ἀζαλέοιο, βαθέα δὲ καίεται ὕλη, πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει"; ὧν ἀπόδοσις τὸ "ὣς Ἀχιλλεὺς πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος". παραβέβληται δὲ καὶ ἡ παραβολὴ αὕτη ὅλη ὅλῳ τῷ πράγματι. ἡ μὲν γὰρ τοῦ Ἀχιλλέως ὁρμὴ ὁμοία πυρὸς ἐπιδρομῇ, τὸ δὲ πλῆθος τῶν πιπτόντων ὅμοιον ὕλης καύσει, τὸ δὲ εὐδιαχείριστον τῶν Τρώων τῷ τῆς ὕλης καταξήρῳ εἴκασται. Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα τὸ ἀνὰ τὸ ὄρος μαιμᾶν τὸ πῦρ ὡς ἐπὶ ἐμψύχου τοῦ πυρὸς εἴρηται, οἷα καὶ θεσπιδαοῦς, ὅ ἐστι θεόθεν, ταὐτὸν δ' εἰπεῖν ποιητικῶς Διόθεν, πεσόντος καὶ δαίοντος. κυρίως γὰρ ἐπὶ ἐμψύχων τὸ μαιμᾶν.

(v. 490) Ἄγκεα δὲ καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, οἱ φαραγγώδεις καὶ οἷον ἀνακείμενοι δασεῖς τόποι. [440]

(v. 491) Ἀζαλέον δὲ ὄρος, ὅ ἐστι ξηρόν, ὑποτίθεται, ὡς ἂν ἐπαυξήσῃ τὸ τοῦ Ἀχιλλέως δραστήριον. οὐχ' οὕτω γὰρ τὸ πῦρ εἰς ὑγρὰν ὕλην δρᾷ, ὡς ὅτε ταύτης ξηρᾶς λάβηται. εἰ δὲ καὶ βαθεῖα ἡ ὕλη, συννοητέον δὲ ὡς καὶ δασεῖα, καὶ ἄνεμος δὲ εἰλυφάζει, τουτέστι πανταχοῦ εἰλεῖ τὸ πῦρ, τότε πλείων ἡ δρᾶσις τοῦ πυρὸς γίνεται.

(v. 492) Τρεῖς δὲ παραγωγὰς ἔχει τὸ εἰλυφάζειν. ἀπὸ γὰρ τοῦ εἰλῶ γίνεται εἰλύω, ἐξ οὗ εἰλυφῶ, εἶτα εἰλυφάζω, λέξις αὕτη πεζῷ λόγῳ ἀπρόσιτος. Ἰστέον δὲ ὡς ἐν μὲν τῷ εἰλυφῶ συστέλλεται τὸ υ, ὡς δηλοῖ τὸ "πάντῃ τ' εἰλυφόων ἄνεμος, καὶ ἀπαρτίζεται οὕτω μετρικὸς δάκτυλος. ἐν δὲ τῷ εἰλυφάζω ἐκτείνεται, ἵνα σπονδειακῶς ποδισθῇ.

(v. 493) Σημείωσαι δὲ ὅτι σεμνύνας νῦν Ὅμηρος τὸν Ἀχιλλέα πλατείᾳ πυρίνῃ παραβολῇ. σεμνότερον ἔτι παραβολικὸν εὐθὺς ἐπήγαγε κόμμα, συναρτήσας τῇ τοῦ πυρὸς παραβολῇ, ὡς καὶ προεγράφη, τὸ "ἔθυνε σὺν ἔγχεϊ δαίμονι ἶσος".

(v. 494) Ὅτι ἐφέπειν καὶ ἐνταῦθα τὸ διώκειν, ἐν τῷ "κτεινομένους ἐφέπων, ῥέε δ' αἵματι γαῖα μέλαινα". τὸ δέ γε ἀμφέπειν σύγκειται μὲν καὶ αὐτὸ ἐκ τοῦ ἕπειν, δηλοῖ δὲ τὴν κύκλῳ ἐντρέχειαν. Ὅτι τοὺς Ἀχιλλέως ἵππους ἐρχομένους διὰ τῶν ἀνῃρημένων βουσὶν εἰκάζει, οὓς ζεύξει τις τρίβειν ἀλωήν.

(v. 495-502) Φησὶ γὰρ "ὡς δ' ὅτε τις ζεύξει βόας ἄρσενας εὐρυμετώπους τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ", ἢ ἐϋτροχάλῳ, "ἐν ἀλωῇ. ῥίμφα τε λέπτ' ἐγένοντο βοῶν ὑπὸ πόσσ' ἐριμύκων, ὣς ὑπ' Ἀχιλλέως μεγαθύμου μώνυχες ἵπποι στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας, αἵματι δ' ἄξων νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἱ περὶ δίφρον", καὶ τὰ ἑξῆς. [441] ἐν οἷς καὶ ῥαθάμιγγες αἱ ἀπὸ ἱππείων ὁπλέων καὶ ἐπίσσωτρα τὰ προδεδηλωμένα ἐν ἑτέρῳ πολέμῳ. Καὶ ὅρα ἐν τῇ εἰρημένῃ παραβολῇ παλαιὸν ἀλοητόν, ὃς ὑπὸ ζῴων γίνεται πατούντων ποσὶ καὶ συντριβόντων τὰ δράγματα, καὶ ὡς τὸ εὐτελὲς τῆς παραβολικῆς ἐννοίας διὰ τῆς φράσεως ὕψωσε καὶ μάλιστα διὰ τῶν ἐπιθέτων, τοῦ "βόας εὐρυμετώπους", ὃ βοῶν ἐστιν ἴδιον, "κρῖ λευκόν", τὸ πολλαχοῦ ῥηθέν, "ἐϋκτιμένῃ" ἢ "εὐτροχάλῳ ἀλωῇ", "βοῶν ἐριμύκων", "μώνυχες ἵπποι".

(v. 496) Κρῖ δὲ εἰπὼν πάντα ἐδήλωσε τὰ τιθέμενα ἐν ἀλωῇ ὥστε τρίβεσθαι, ἀπὸ μέρους τῆς κριθῆς καὶ τἆλλα δηλώσας. τίμιον γὰρ τοῖς παλαιοῖς ἡ κριθὴ ὡς πρώτη εὑρεθεῖσα, καὶ διὰ τοῦτο ἀπ' αὐτῆς ὡς ἐκ μέρους καὶ τὰ ἄλλα δηλοῦται σπόριμα, καθὰ καὶ ἀλλαχοῦ εἴρηται. ὅθεν καὶ κρίβανος, ὡς καὶ ἐν ἄλλοις ἐγράφη, ὁ ἰπνός, ἐν ᾧ ἄρτοι ἁπλῶς ἕψονται, οὐ μὴν μόνον οἱ κρίθινοι. [Διὸ καὶ κριβανωτῶν ὁρμαθὸς οὐ μόνον ὁ ἀπὸ κριθίνων ἀρτίσκων, ἀλλ', ὡς εἰκός, καὶ ὁ ἐξ ἑτεροίων. ὅτι δὲ τὸ κρῖ ἐκ τοῦ κρίμνον ἀποκέκοπται, οὐ μὴν ἀπὸ τῆς κριθῆς, δηλοῦσιν οἱ παλαιοί. παρ' οἷς κεῖται καὶ ὅτι κριθὴ συνθέτως ἄφλοιος ἡ πτισσάνη, ἐφ' ᾗ γρῖφος οὗτος· κριθῆς ἀφλοίου χυλὸν ὀργάσας, πίε. τί δέ ἐστι τὸ ὀργάσαι, δηλοῦσιν οἱ τοῦ Κωμικοῦ Ὄρνιθες.] Σημείωσαι δὲ ὅτι ἡ παραβολὴ αὕτη τῆς ἀλληγορίας ἐκείνης ἐξήρτηται, ἐν ᾗ ἔφη ὁ Ὀδυσσεὺς καλάμην πλείστην ἐν ὀλίγῳ πίπτειν καιρῷ. ἐπεὶ γὰρ καλάμην εἶπε τοὺς ἐν πολέμῳ πίπτοντας καὶ οἷον δράγματα, οἰκεῖόν ἐστιν εἰπεῖν καὶ πατεῖσθαι αὐτοὺς [442] καὶ τρίβεσθαι, ὡς ἡ καλάμη ἐν τῇ ἁλωῇ.

(v. 496) Τὸ δὲ τρίβειν εἴη ἂν ταὐτὸν τῷ στίβειν. διὸ καθὰ τρίβεται κρῖ ποσὶ βοῶν, οὕτω στείβονται νέκυες ποσὶν ἵππων. ὅθεν καὶ ταὐτὸν στίβον καὶ τρίβον εἰπεῖν, τὸ μὲν ἐκ τοῦ στείβειν, τὸ δὲ ἐκ τοῦ τρίβειν. ὧν ἀνάπαλιν ἡ ἀστιβὴς ὁδὸς καὶ ἡ ἄτριπτος. Ὅρα δὲ καὶ ὅτι τὸ "ἐϋκτιμένη" ἐπὶ ἀλωῆς ἔφη. οὐκ ἄρα μόνον ἐπὶ πόλεως τὸ ἐπίθετον. Τὴν δὲ ἀλωὴν μετὰ τοῦ ἰῶτα παραδιδόασιν οἱ παλαιοί, ὡς ἀπὸ τοῦ ἀλοιῶ, τὸ συντρίβω, ὥστε ψιλοῦσθαι οὕτω τὴν ἀλωήν. ἐν μέντοι τοῖς Ἀπίωνος καὶ Ἡροδώρου κεῖται ἐν τῷ "νεοαρδέα ἀλωήν" κατὰ τὴν φῖ ῥαψῳδίαν, ὅτι ἀλωὴ εἰ μὲν δασύνεται, σημαίνει τὴν ἅλωνα, εἰ δὲ ψιλοῦται, τὴν ἀμπελόφυτον γῆν.

(v. 497) Τὸ δὲ "λεπτὰ ἐγένετο βοῶν ὑπὸ ποσίν" ἡ αἰτία ἐστὶ τοῦ ἀλοητοῦ. διὰ τοῦτο γὰρ ἀλοῶμεν, ὡς ἂν ἁπλῶς τὰ πατούμενα λεπτὰ γένηται καὶ μὴ ἐχόμενα, ἤγουν κρατούμενα. ὅθεν καὶ ἄχυρον ἐπενοήθη κληθῆναι καὶ ἄχνη, ἅπερ οὐκ ἔχονται, ἤτοι κρατοῦνται, καθ' ἕκαστον τμῆμα διὰ λεπτότητα. ὧν καὶ ὁρισμὸς κατὰ τὸν ποιητὴν οὗτος· ἄχυρον καὶ ἡ κατ' αὐτὸ ἄχνη ἐστὶ τὰ ἐκ δραγμάτων λεπτὰ τρίψει ποδῶν βοείων.

(v. 502 s.) Ὅτι ἀριστέως παριστᾷ σπουδὴν τὸ "ὃ δὲ ἵετο κῦδος ἀρέσθαι, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους". εἰ δὲ Ἀχιλλεὺς ἐνταῦθα μὲν κῦδος ἀρέσθαι ζητῶν μάχεται, ἀνελὼν δὲ τὸν Ἕκτορα μέγα κῦδος ἀρέσθαι τοὺς Ἀχαιοὺς λέγει, τὸ πᾶν ἄρα τοῦ κατὰ Τρῶας πολέμου τῷ Ἕκτορι ἐγκεκλίσθαι δηλοῖ. [443]

ΕΚ ΤΩΝ ΤΗΣ ΦΙ

   Ὅτι τῆς φῖ ῥαψῳδίας ἡ μὲν πρὸς μέτρον ἐπιγραφὴ αὕτη· φῖ μόγος Αἰακίδαο παρ' ἠϊόνας ποταμοῖο, ἡ δὲ πεζὴ αὕτη· παραποτάμ‹ι›ος μάχη.

(v. 1 s.) Ὅτι ἐν τῷ εἰπεῖν ὁ ποιητὴς "πόρον Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς", Διὸς τόκον τὸν Ξάνθον φησίν, ἀλληγορικῶς μέν, ἐπεὶ διϊπετής, φασίν, ὁ Ξάνθος καὶ τὸ πλέον χείμαρρος, ἐξ ἀερίων, ὅ ἐστι Διΐων, τουτέστιν ὀμβρίων, ὑδάτων πληθυόμενος, μυθικῶς δὲ, ὅτι θεὸς μὲν τοῖς ἐγχωρίοις ὁ Ξάνθος, Ζεὺς δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε. οἳ δέ φασιν, ὅτι τοῦ μὲν δαιμονίου Ξάνθου Ζεὺς πατήρ, τοῦ δὲ ῥεύματος Ὠκεανός, ἐξ οὗ πάντες ποταμοί, ὡς μετ' ὀλίγα ἐρεῖ ὁ ποιητής. Δινήεντα δὲ τὸν Ξάνθον λέγει, ὡς καὶ πρὸ ὀλίγου τὸν Ἕρμον. ἐν τοῖς ἑξῆς δὲ καὶ ἀργυροδίνην τὸν αὐτόν φησι καὶ βαθυδινήεντα, καὶ ἐν διαλύσει βαθείας μεγάλας δίνας ἔχοντα, περὶ οὗ ῥηθὲν καὶ τὸ "αἰπὰ ῥέεθρα", ὅ ἐστιν ὑψηλά, τοῦ τοιούτου βάθους ἐστὶ δηλωτικόν, ὥσπερ καὶ τὸ βαθύρροον καὶ τὸ βαθυδίνην. Ἰστέον δὲ καὶ ὅτι τὸ "ὃν τέκετο Ζεύς" διαλελυμένη ἑρμηνεία ἐστὶ τοῦ "Ξάνθος διιπετής", ὅπερ ἐν τοῖς ἑξῆς ἐρεῖ.

(v. 312) Ὅτι Ἀχιλλεὺς διατμήξας τοὺς Τρῶας "τοὺς μὲν πεδίονδε ἐδίωκε πρὸς πόλιν, ᾗ περ", ἤγουν ὅπου, "Ἀχαιοί", ἢ κατά τινας οἱ ἄλλοι, δηλοῖ δὲ καὶ αὐτὸ τοὺς Ἀχαιούς, [444] "ἀτυζόμενοι", ὅ ἐστι ταρασσόμενοι, "φοβέοντο ἤματι τῷ προτέρῳ". ἤγουν περιφραστικῶς χθές, "ὅτε μαίνετο φαίδιμος Ἕκτωρ. τῇ ῥ' οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ' Ἥρη πίτνα βαθεῖαν ἐρυκέμεν. ἡμίσεες δὲ ἐς ποταμόν" [βαθύρροον ἀργυροδίνην], τὸν ῥηθέντα, "εἱλεῦντο· ἐν δ' ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ' αἰπὰ ῥέεθρα, ὄχθαι δ' ἀμφὶ περὶ μεγάλα ἴαχον. οἳ δ' ἀλαλητῷ ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι κατὰ δίνας". Καὶ ὅρα ὅτι κἀνταῦθα ὁ ποιητὴς ἐπίτηδες ἐτάχυνε λέξεσι τὴν τοῦ λόγου προφορὰν ἀναλόγως τῷ ἤχῳ τῆς εἰς τὸν ποταμὸν πτώσεως τῶν φευγόντων, καὶ πιθανῶς διαιρεῖ τοὺς Τρῶας εἴς τε τοὺς κατὰ χέρσον φεύγοντας καὶ εἰς τοὺς τῷ ποταμῷ ἐμπίπτοντας. οὐκ ἔχει γὰρ ἀνδραγαθεῖν κατὰ πάντων ὁμοῦ συνηγμένων ὁ Ἀχιλλεύς, ὁ εἰπὼν πρὸ μικροῦ, ὡς οὐ δύναται μόνος καὶ ἴφθιμός περ ἐὼν τοσήνδε μάχην ἐφέπειν. διαιρεῖ γοῦν πιθανῶς, ὡς εἰκός, αὐτοὺς εἰς δύο, ἵνα ῥᾴων εἴη αὐτῷ ἡ μάχη. ἀσχολεῖται δὲ εἰς τοὺς ἐν τῷ ποταμῷ διὰ τὸ ἀκινδυνώτερον. τὸν γὰρ πρὸ τοῦ τείχους πόλεμον οὐ θαρρεῖ διὰ τὸν ἐκ τῆς μητρὸς χρησμόν, ὃν αὐτὸς λέγει προϊών, φαμένης αὐτὸν Τρώων ὑπὸ τείχει ὀλέσθαι. πιθανὸν δὲ καὶ ἀστεῖον τὸ τοῦ ποταμοῦ πλάσμα. οὐ γὰρ οὕτως ἂν ἔβλαψε τοὺς ἡμίσεας ὁ Ἀχιλλεὺς ἐπὶ τῆς πεδιάδος, ὡς νῦν ἐγκλείσας οἷον τῷ ποταμῷ, ἔνθα χώραν ἔσχε καὶ ἡ ἐπιλογὴ τῶν δώδεκα κούρων, οὓς ἐπικατασφάξει τῇ τοῦ Πατρόκλου πυρᾷ. ὡς γοῦν τοὺς ἡμίσεας ἐγκλείσει τῇ πόλει, οὕτω τοὺς λοιποὺς ἐνταῦθα τῷ ποταμῷ ἐμπεριώρισε. πολλὴ δὲ ἡ τῆς ἀνδρίας περιουσία τῷ Ἀχιλλεῖ, εἰ τοσαύτας μυριάδας ἀνδρῶν διαιρῶν τοὺς μὲν εἰς τὴν πόλιν εἰλεῖ, τοὺς δὲ εἰς μοῖραν ἑαυτῷ ἀποτέμνεται. Σημείωσαι δὲ μάλιστα ἐνταῦθα τὴν εὐμέθοδον οἰκονομίαν τοῦ ποιητοῦ. ἀρχὴν γὰρ ἐν τούτοις προκαταβάλλεται τῆς εἰς ἔπειτα μυθικῆς τερατείας ἐπὶ τῇ τοῦ Ξάνθου καὶ τοῦ Ἡφαίστου μάχῃ. ἐμπεσόντων γὰρ τῶν Τρώων τῷ Ξάνθῳ κεραΐζει τε αὐτοὺς Ἀχιλλεὺς καὶ κατὰ τοῦ Ξάνθου ἐρεσχελεῖ. ὃ δ' ἀγανακτεῖ καὶ δεινὰ εἰς τὸν Ἀχιλλέα ποιεῖ, ἐφ' οἷς ἡ Ἥρα τὸν υἱὸν Ἥφαιστον ἀμυνοῦντα τῷ Ἀχιλλεῖ πέμπει. καὶ ὁ Ἥφαιστος πυριφλεγέθων πελάσας τῷ Ξάνθῳ [445] ποιεῖ ὅσα δῆτα καὶ ποιεῖ. τῆς τοίνυν τοιαύτης μάχης ἀρχὴ ἡ τῶν Τρώων εἰς τὸν Ξάνθον ἔμπτωσις, ἣν ἐνταῦθα λαλεῖ ὁ ποιητής. Ἔτι ἰστέον καὶ ὅτι καινοπρεπής τις ἐνταῦθα κεῖται σύνταξις καὶ οὐ καταλλήλως ἔχουσα. οὐ γὰρ ἔφρασε κοινότερον ὁμοιοπτώτως, ὅτι διατμήξας τοὺς μὲν κατὰ τῆς πεδιάδος ἐδίωκε, τοὺς δὲ εἰς ποταμὸν ἔρριψεν, ἀλλ' ἔφη ὅτι τοὺς μὲν πεδίονδε δίωκεν, ἡμίσεες δὲ εἰς ποταμὸν εἰλοῦντο. καὶ οὕτως ἐξαλλάξας τὸ σχῆμα ἐδύασε καὶ οἱονεὶ συνεμέρισε τὸ φραστικὸν σχῆμα τοῦ λόγου τοῖς φεύγουσιν οὕτω καὶ οὕτω, ἵνα πως συνεξομοιώσῃ τὴν φράσιν τῷ πράγματι. εὐωδώθη δὲ ἡ ῥηθεῖσα κατὰ σχῆμα ἐναλλαγὴ ἐκ τῆς ἐπεμβολῆς. εἰπὼν γάρ· τοὺς μὲν κατὰ τὸ πεδίον ἐδίωκεν, εἶτα ἐπεμβαλὼν τό· τῇδε οὗτοι προχέοντο, ἐντεῦθεν ἀκολούθως τῷ οὗτοι μετέβη εἰς τὸ "ἡμίσεες δέ". καὶ ἔστι τὸ ὅλον οὕτω· τοὺς μὲν πεδίονδε δίωκε πρὸς πόλιν, καὶ οὕτω μὲν οὗτοι διωκόμενοι προχέοντο, οἱ δὲ ἡμίσεες ἔβαπτον εἰς ποταμόν. Ὅρα δὲ καὶ ὅτι, εἰ καὶ ἐνεχώρει, ὅμως οὐκ εἶπεν "ὅτ' ἐμάρνατο φαίδιμος Ἕκτωρ", ἀλλ' "ἐμαίνετο", δηλῶν τὸ ἐνθουσιωδῶς ἐκεῖνον χθὲς μάχεσθαι. δῆλον δ' ἐκ τούτου ὅτι καὶ Ἄρης μαίνεσθαι λέγεται διὰ τὸ τοὺς πολεμιστὰς οὕτω μάχεσθαι. [Ὅτι δὲ ἐκ τοῦ μαίνεσθαι καὶ μαινόλης Διόνυσος, οὐκ ἄδηλόν ἐστιν. ᾧ καὶ αἱ Μαινάδες ᾠκείωνται διὰ τὴν ἐκ μέθης μανίαν τὴν κατὰ τοὺς οἰνομανεῖς, δι' ἣν καὶ Λυαῖος ὁ αὐτός, ἤγουν στασιαστικός, παρὰ τὴν λύην, ὃ δηλοῖ στάσιν, λεγομένην οὕτω διὰ τὸ παραλύειν τῆς φιλικῆς ἑνώσεως. Ὅτι δὲ παρὰ τὸ μαίνεσθαι καὶ Μανής, ὁ δοῦλος, δῆλον καὶ αὐτὸ ἐκ τῶν παλαιῶν. τοῦτο δὲ διὰ τὸ μὴ φρενήρεις αὐτοὺς εἶναι ὡς ἐπὶ πολύ, καὶ μᾶλλον, εἴπερ οἴνου κατάκοροι [446] γίνονται.] Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ χωρίῳ τούτῳ ἑρμηνεύει πραγματικῶς ὁ ποιητὴς τὸ περὶ πολέμου ἀλλαχόθι λεχθέν, τὸ "καί τε κτανέοντα κατέκτα". εἰ γὰρ ὅπου χθὲς Ἕλληνες φοβέοντο, ἐνταῦθα νῦν οἱ Τρῶς προχέοντο πεφυζότες, εἴη ἂν καὶ τοῦτο τοῦ κατὰ τὴν μάχην ἐπαμφοτερισμοῦ.

(v. 6) Ἔστι δὲ τὸ "προχέοντο πεφυζότες", περίφρασις τοῦ φοβέοντο, καὶ δηλοῦται ἐν ἀμφοτέροις τὸ ἔφευγον. Τὸ δὲ προχέοντο ἐμφαντικόν ἐστι τῆς εἰς τὸν ποταμὸν ῥίψεως καὶ οἷον καταρροῆς τῶν φευγόντων, ἐξ ὧν αὐτὸς πλήθων ἦν, ἀστείως ῥηθέν, ὡς εἰ καὶ ὕδωρ ποθὲν χεόμενον τῷ ποταμῷ ἐμίσγετο. Τὸ δὲ "πεφυζότες" λέξις μέν ἐστι καὶ αὐτὸ ἀπεστραμμένη τὴν πεζολογίαν. δοκεῖ δὲ ἀπὸ ῥήματος συγκεκόφθαι τοῦ φυζῶ, φυζήσω, πεφύζηκα, πεφυζηκώς.

(v. 6 s.) Τὸ δὲ "ἠέρα Ἥρη πίτνα πρόσθε βαθεῖαν" ταὐτόν ἐστι τῷ ἀορασίαν πολλὴν κατεπετάννυε πρὸ ὀφθαλμῶν τοῖς Τρωσίν, ὡς ἂν δηλαδὴ μὴ βλέποντες ἐν τῷ φεύγειν πίπτοιεν εἰς τὸν ποταμόν. δηλοῖ δὲ καὶ ἄλλως ἁπλῶς ὁ λόγος τὴν τῶν φευγόντων σκοτοδίνην, καὶ μάλισθ' ὅτε κατὰ τὸν ποιητὴν πρόσθεν ὁρῶσι θάνατον. δείκνυται δ' ἐν τούτοις καὶ τὸ φύσει σκοτεινὸν τοῦ ἀέρος, διόπερ ἡ τῆς ἀλληγορίας Ἥρα ἠέρα, ὅ ἐστι σκότος, ποιεῖ, κἂν ἄλλον τρόπον διὰ τὸ διαφανὲς λευκώλενος λέγεται. οὕτω καὶ ἀλλαχοῦ ἠέλιον ἀκάμαντα ἡ αὐτὴ Ἥρα ἔπεμψεν εἰς δύσιν πρὸ ὥρας, διὰ τὸ νομισθῆναι, φασί, πρὸ καιροῦ νύκτα διά τινα χαλεπὴν ὁμίχλην.

(v. 7) Τὸ δὲ "πίτνα" ἐκ τοῦ πέτω γίνεται, ὑφ' οὗ καὶ τὸ πίπτειν σημαίνεται καὶ τὸ πέτεσθαι. Ἰστέον γάρ, ὅτι τὸ πέτω προσλήψει μὲν τοῦ π πρὸ τοῦ τ τὸ πίπτειν ποιεῖ, προσλαβὸν δὲ τὸ ν μετὰ τὸ τ τὸ πιτνᾶν ἀποτελεῖ. [(v. 8) Τὸ δὲ ἀργύρεον ὕδωρ, ᾧ συντρέχει ὁ ἀργυροδίνης ποταμός, ἐπαινετόν ἐστι τῷ παντὶ πλέον ἤπερ τὸ παρὰ Πέρσαις χρυσοῦν καλούμενον ὕδωρ, ὅπερ ἦν λιβάδες ἑβδομήκοντα, οὗπερ οὐδείς, φασίν, ἔπινεν ὅτι μὴ βασιλεὺς καὶ ὁ τῶν παίδων αὐτοῦ πρεσβύτατος.

[447] τῶν δ' ἄλλων εἴ τις πίῃ, θάνατος ἡ ζημία. ἔχοι δὲ ἂν μέμψιν εὔλογον τὸ τοιοῦτον χρύσεον ὕδωρ, καθότι αἱ μὲν ἀργύρεαι τῶν Ὁμηρικῶν ποταμῶν δῖναι, ἤδη δὲ καὶ αἱ τῶν ἄλλων ὑδάτων ῥύσεις, ζωτικαὶ πᾶσαί εἰσι πινόμεναι. αἱ δὲ χρύσεαι βασιλικαὶ λιβάδες ἐκεῖναι εἰς Στύγα καὶ εἴ τι ἄλλο σύρρουν αὐτῇ πορθμεύουσι τοὺς αὐτῶν πίνοντας. ζητητέον δέ, εἰ καὶ τὸ Χοάσπειον ὕδωρ, οὗπερ ἔπινε στρατευόμενος ὁ Πέρσης βασιλεύς, τοιαύτην ἐπιτιμίου κῆρα ἐφείλκετο.]

(v. 9) Ὁ πάταγος δὲ καὶ τὰ ἐφεξῆς ὠνοματοπεποιημένα, ἤγουν τὸ βράχε, τὸ ῥέεθρα, τὸ ὄχθαι, τὸ ἴαχον, ὅτι συνεκτραχύνουσι τὸν τοῦ λόγου ἦχον τῷ ῥεύματι, ἀνωτέρω εἴρηται. ὡς δὲ τὸ βράχειν καὶ ἐπὶ ἄλλων λέγεται, προδεδήλωται. Ὅρα δὲ καὶ τὸ "ἐνέπεσον", φανερῶς κείμενον ἐπὶ φυγῆς. ἔστι δὲ ὅτε καὶ οἱ νικῶντες ἐμπίπτειν λέγονται, ἤγουν βιαίως ἐπικεῖσθαι. καὶ ἔστι τότε τὸ ἐμπεσεῖν ὅμοιον τῷ ἐνθορεῖν, ὡς τὸ "ὃ δ' ἔνθορε δαίμονι ἶσος". "Αἰπὰ δὲ ῥέεθρα" σημαίνει μὲν τὰ δύσβατα καί, ὡς προερρέθη, ὑψηλά, μετενεχθὲν ἀπὸ τῶν ἀκροτέρων. συστέλλει δὲ τὴν λήγουσαν ὡς ἀπὸ τοῦ αἰπέα συγκοπὲν κατὰ τοὺς παλαιούς, ἢ καὶ ὡς ἀπὸ τοῦ αἰπός, ἡ αἰπή, τὸ αἰπόν. τῆς δὲ αἰπῆς ἡ χρῆσις πολλαχοῦ.

(v. 11) Τὸ δὲ "ἔννεον δηλοῖ μὲν τὸ ἐκολύμβων, ἔπαθε δὲ καὶ αὐτὸ πλεονασμὸν τοῦ ν διὰ μέτρον, ὡς καὶ τὸ ἔννεπε. Τὸ δὲ "ἔνθα καὶ ἔνθα" τοῦ "ἀμφὶ περὶ μεγάλα ἴαχον" ἔστιν ἐφερμηνευτικόν. ὃ γὰρ δηλοῖ τὸ "ἔνθα καὶ ἔνθα", τοῦτο καὶ ἡ αμφι καὶ ἡ περι ἐνταῦθα συνελθοῦσαι ὁμοῦ.

(v. 12-16) Ὅτι καὶ ἐνταῦθα παραβολὴ κεῖται ὅλη ὅλῳ τῷ πράγματι προσαρμόζουσα, ἔνθα τοὺς Τρῶας φεύγοντας εἰς τὸν ποταμὸν ἀκρίσι παραβάλλει, αἳ φεύγουσιν ἐς ποταμὸν ὑπὸ ῥιπῆς πυρός, ὃ οἱ γεωργοὶ ἅπτουσι διώκοντες αὐτὰς τῶν σπορίμων. Φησὶ γὰρ "ὡς δ' ὅθ' ὑπὸ ῥιπῆς", ἢ "ὑπαὶ ῥιπῆς", "πυρὸς ἀκρίδες ἠερέθονται φευγέμεναι ποταμόνδε, τὸ δὲ φλέγει ἀκάματον πῦρ ὄρμενον ἐξαίφνης, ταὶ δὲ [448] πτώσσουσι καθ' ὕδωρ, ὣς ὑπ' Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν". τὸ μὲν οὖν ἀκαταμάχητον τοῦ διώκοντος πυρὶ ἀκαμάτῳ παραβάλλει κατὰ τοὺς παλαιούς, ἀκρίσι δὲ τοὺς ἀτάκτως φεύγοντας. Ἰστέον δὲ ὅτι ἐντεῦθέν τινες ὁρμώμενοι καὶ μικροῖς μεγάλα τεκμαιρόμενοι Κύπριόν φασιν εἶναι τὸν ποιητήν. διὸ καὶ εἰδέναι αὐτόν, ὡς κατά τινας καιροὺς ὀχλεῖται ὑπὸ ἀκρίδων ἡ νῆσος, καθὰ καὶ ἡ Κυρήνη καὶ ἡ Βάρκη, αἱ Λιβυκαί. ἀλλ' εἴ τις τούτοις καὶ πείθοιτο, καὶ διότι οἶδε πάθος τῆς νήσου Κύπρου διὰ τοῦτο νομίζεται Κύπριος, μυριόπατρις ἄρα ὁ ποιητής, ὡς πολλῶν ἔθη καὶ πάθη πόλεων ἱστορῶν. Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ταπεινὴ μὲν ἡ τῶν ἀκρίδων παραβολὴ πρὸς ἔμφασιν τῆς Τρωϊκῆς ταπεινότητος. ὁ δὲ ποιητὴς ἄλλως ἐπαίρει τὸ ταπεινὸν τοῦ παραβολικοῦ νοήματος τῷ φαιδρῷ τῆς φράσεως, ἥτις ἐκτέθειται.

(v. 12) Ἀκρὶς δὲ κατὰ τοὺς παλαιοὺς ἐτυμολογεῖται ἀπὸ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ γράω, τὸ ἐσθίω, ἐξ οὗ καὶ γράστις ἡ ὑπὸ τῶν ζῴων χλωρὰ ἐσθιομένη, καὶ γραῦς, ἣν ὁ χρόνος μικροῦ καὶ κατέφαγεν, οἱονεὶ οὖν ἀγρὶς καὶ κατὰ τροπὴν ἀκρίς, ἡ πάνυ γράουσα, ὅ ἐστιν ἐσθίουσα. Αἴλιος δὲ Διονύσιος ἐν τῷ ῥητορικῷ αὐτοῦ Λεξικῷ οὐκ ἐθέλει ὠνομάζεσθαι γράστιν ὅλως. φησὶ γάρ· κράστιν Ἀττικοὶ τὴν πόαν, γράστιν δὲ οὐδένες. [Ἰστέον δὲ ὅτι τε τῆς ἀκρίδος καὶ τῆς καρίδος τοῖς αὐτοῖς διοικουμένων γράμμασιν, ἐκείνης μὲν οὐκ ἔστι ῥῆμά τι ἐν χρήσει, ἐκ τῆς καρίδος δὲ χρηστόν ἐστι τὸ καριδῶ, ἤγουν ὡς εἰπεῖν σφαιρῶ, οἷον· αὕτη δὲ καριδοῖ τὸ σῶμα, καμπύλη τ' ἄγκυρά ἐστι, καὶ ὅτι παρὰ τὸ κάρη γίνεται καρίς. τὸ πλεῖστον γάρ, φασίν, αὐτῇ τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο, καὶ ὅτι ἀκρὶς μὲν συστέλλει τὴν λήγουσαν, καρὶς δὲ πῇ μὲν βραχυκαταληκτεῖ [449] ἀναλόγως παρ' Ἀττικοῖς. ὡς γὰρ βολή βολίς, γραφή γραφίς, οὕτω κάρη καρίς, ταθείσης δὲ τῆς παρατελεύτου ἐτάθη καὶ τὸ τέλος, ὡς τὸ ψηφίς, κρηπίς, τευθίς. εἴρηται γοῦν ἐκτεταμένως τὸ "καρῖδες ἐξήλλοντο δελφίνων δίκην εἰς σχοινόπλεκτον ἄγγος", καὶ "ὠρχοῦντο ὥσπερ καρῖδες ἀνθράκων ἔπι πηδῶσαι κυρταί", καὶ "ἐρυθρότερον καρῖδος ὀπτῆς σὲ ἀποφανῶ". Ἰστέον δὲ ὅτι ἡ ῥαφανίς, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ παραδίδωσι, διφορεῖται κατὰ τὴν καρῖδα, καὶ ἐκτείνει μέν, φησί, τὴν λήγουσαν Ἀττικῶς παρὰ Κρατίνῳ ἐν τῷ "ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ' ἄλλοις οὐ λαχάνοις", συστέλλεται δὲ παρ' Εὐπόλιδι ἐν τῷ "ῥαφανίδες ἄπλυτοι".] Ἠερέθεσθαι δὲ κατὰ πάνυ κυριολεξίαν ἐνταῦθα τὸ εἰς ἀέρα αἴρεσθαι πετομένας.

(v. 13) Τὸ δὲ "ποταμόνδε", χρησίμως τῷ ποιητῇ ἐπελέγη. ποταμοῦ γὰρ μὴ παραρρέοντος φεύγουσι καὶ εἰς θάλασσαν.

(v. 14) Ὄρμενον δὲ νῦν μετοχὴ καθαρῶς δηλοῦσα τὸ ἐγειρόμενον, παρὰ δὲ τοῖς μεθ' Ὅμηρον δηλοῖ μετοχικῶς ἡ λέξις καὶ κράμβης καυλόν. ὅθεν καὶ ἐξορμενίζειν τὸ ἐκκαυλεῖν. φησὶ γοῦν τις τῶν παλαιῶν, ὅτι ἀσφάραγος ἐν τῷ φῖ τὸ ἐκ τῶν ἀκανθῶν ἀναφυόμενον, τὸ δὲ ἐκ τῆς κράμβης ὄρμενον. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι ἀσφοδέλου τὴν ῥίζαν Θεόφραστος καλεῖσθαί φησιν Ἐπιμενίδιον. ὡς δὲ καὶ τοπικὸν ὄνομα τὸ Ὄρμενον, ἀπό τινος Ὀρμένου κληθέν, προδεδήλωται. "Πτώσσειν δὲ καθ' ὕδωρ" τὸ μετὰ δειλίας πίπτειν. κατωτέρω δὲ ἡ λέξις καί τινα [450] κρύψιν δηλοῖ ἐν τῷ "ἔπτωσσον ὑπὸ κρημνούς".

(v. 16) Τὸ δὲ "πλῆτο ῥόος" πλήθειν τὸν Ξάνθον ὑπολαλεῖ κατὰ τὸ "πλήθων ποταμός", καθὰ πρὸ βραχέων ἐγράφη. Κελάδων δὲ καὶ πρὸ τούτων ἐπίθετον ἦν ποταμοῦ ἐν τῷ "πὰρ ποταμὸν κελάδοντα". δῆλον δ' ὅτι καὶ ἐπὶ πόντου ἐν ἄλλοις λέγεται.

(v. 17-19) Ὅτι καὶ ἐνταῦθα σχῆμά ἐστι τὸ κατὰ τὸ σιωπώμενον. ὡς μὲν γὰρ Ἀχιλλεὺς "δόρυ μὲν λίπεν αὐτοῦ ἐπ' ὄχθῃ κεκλιμένον μυρίκῃσι", ταῖς καὶ προρρηθείσαις, "ὃ δ' ἔσθορεν", ἢ ἔνθορε, "δαίμονι ἶσος, φάσγανον οἶον", ἤγουν μόνον, "ἔχων", λέγει ὁ ποιητής. ὅτι δὲ αὖθις αὐτὸ ἀνελάβετο, σιωπᾷ, νοεῖν ἀφεὶς ὅτι ἐν δέοντι πάλιν ἔλαβε. διὸ καὶ μεταχειρίσεται δόρυ κατὰ τοῦ Λυκαόνος.

(v. 17) Ἡ δὲ ὄχθη καὶ κρημνὸς λέγεται. διὸ εἰπὼν ὁ ποιητὴς ἀνωτέρω, ὅτι ὄχθαι ἴαχον, προϊὼν λέγει τοὺς Τρῶας πτώσσειν ὑπὸ κρημνούς.

(v. 18) Τὸ "δαίμονι ἶσος" καὶ ἐν τῷ τέλει τῆς προσεχοῦς ῥαψῳδίας ἔφη, καὶ μετὰ μικρὸν δὲ ὡσαύτως ἐρεῖ, ἐπαναπαυσάμενος τῇ παραβολῇ διὰ καὶ τὸ ὑψηλὸν καὶ σύντομον.

(v. 19-21) Ἐπάγει δὲ Ὅμηρος μετὰ τὸ "φάσγανον οἶον ἔχων" καὶ ταῦτα "κακὰ δὲ φρεσὶ μήδετο ἔργα· τύπτε δ' ἐπιστροφάδην", ἤγουν ἐν τῷ ἐπιστρέφεσθαι ὧδε καὶ ἐκεῖ καὶ μηδένα τόπον προλείπειν, ἢ ἀντὶ τοῦ συνεστραμμένως ἢ ἰσχυρῶς. "τῶν δὲ στόνος ὄρνυτ' ἀεικὴς ἄορι θεινομένων, ἐρυθαίνετο δ' αἵματι ὕδωρ". ὅπερ ἀλλαχοῦ κατά τινα παρῳδίαν λέγει "ἐρυθαίνετο δ' αἵματι γαῖα.

(v. 22-26) Εἶτα ἐπιπλέκων παραβολὴν εἰκάζει τὸ πρᾶγμα οὕτω "ὡς δ' ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου δειδιότες, μάλα γάρ τε κατεσθίει, ὅν κε λάβῃσιν, ὣς Τρῶες ποταμοῖο ῥέεθρα πτῶσσον ὑπὸ κρημνούς". Ἐνταῦθα δὲ παρατηροῦσιν οἱ παλαιοί, ὡς ὅτε ὁ διώκων μὲν ἐν γῇ ἦν, οἱ δὲ φεύγοντες ὠθοῦντο εἰς ποταμόν, τότε τὸν μὲν διώκοντα εἴκαζε πυρί, ἀκρίσι δὲ τοὺς διωκομένους, ὅτε δὲ καὶ ἄμφω εἰσὶν ἐν τῷ ὕδατι, τὸν μὲν δελφῖνι, τοὺς δὲ ἰχθύσι παραβάλλει ἀναλόγως τῷ ὑποκειμένῳ τόπῳ.

(v. 22) Ἰστέον δὲ ὅτι παρὰ τῷ Παυσανίᾳ φέρεται δελφὶς ὄργανον πολεμιστήριον πρὸς ναυμαχίαν, ὅθεν καὶ δελφινοφόρος ναῦς παρὰ Θουκυδίδῃ. καὶ δελφῖνα δὲ ναύτην φασίν, ὃς πρὸς ἱστοῖς ἐκρέματο τοῖς μὲν σιδηροῦς, τοῖς δὲ μολιβδοῦς καταράκτης εἰς τὰ λῃστρικὰ πλοῖα. μνεῖα δὲ τοιούτου δελφῖνος καὶ τῷ Κωμικῷ καὶ ἑτέροις. [451] ἀλλαχοῦ δὲ περὶ τοῦ αὐτοῦ γράφει ὁ ῥηθείς, ὅτι δελφὶς ὁ καλούμενος κερκέτης ἐστὶ μηχάνημα σιδήρου, ὃ ἐξαρτᾶται τῆς νεώς, ὅταν ᾖ ἄνεμος, πρὸς τὸ ἀντέχειν. ἄλλοι δέ φασιν ὄργανον μολιβοῦν πρὸς ναυμαχίαν, τοῦ δελφῖνος δὲ παρώνυμον. καὶ Δελφίνιον δικαστήριον Ἀθήνῃσιν ἐπὶ τῶν ὁμολογούντων, φασί, δεδρακέναι μὲν φόνον, κατὰ νόμους δέ, ὃ καὶ ἐπὶ Δελφινίῳ ἐκαλεῖτο, ὁμωνύμως τῷ ἐπὶ Δελφινίῳ δικάσασθαι. [Ἐνταῦθα δὲ παραπηκτέον περὶ δελφῖνος, τοῦ κήτους δηλαδή, ὅτι ζῷον εἶναι συνετώτατον περιᾴδεται καὶ φιλανθρωπότατον καὶ χάριν ἀποδοῦναι ἐπιστάμενον, ὡς καὶ ὁ Ἀθήναιος γράφει καὶ αἱ ἱστορίαι μαρτύρονται.] Τὸ δὲ "ἰχθύες ἄλλοι" ἀντὶ τοῦ ἀλλοφυεῖς φασιν οἱ παλαιοί. ἄλλο μὲν γὰρ γένος οἱ δελφῖνες κήτη ὄντες, ἄλλο δὲ γένος οἱ ἰχθύες. Ἕτεροι δὲ τὸ "ἄλλοι" νοοῦσι κατὰ διαφορὰν εἴδους, ὡς τῷ γένει μὲν ἰχθύων ὄντων καὶ τῶν δελφίνων, τῷ δὲ εἴδει διαφερόντων. διό, φασί, καὶ Πίνδαρος "ἰχθὺν παιδοφάγον" τὸ κῆτός φησι. τοιούτῳ δέ τινι λόγῳ καὶ ἐν τοῖς ἑξῆς τὰς ἐγχέλυας τῶν ἰχθύων ἀποδιαιρεῖ.

(v. 23) Ὅρα δὲ καὶ ὅτι διαφορὰ καὶ ἐνταῦθα λιμένος κεῖται καὶ ὅρμου. "λιμένος" γάρ φησιν "εὐόρμου", ὡς τοῦ λιμένος ὅρμους περιέχοντος, καθὰ καὶ ἀλλαχοῦ γέγραπται.

(v. 24) Τὸ δὲ "μάλα γάρ τε κατεσθίει" βορότητα καὶ ἀνδρίαν καὶ τάχος τοῦ δελφῖνος ὑποδηλοῖ, οὗ τὰ σεμνὰ σὺν ἄλλοις καὶ Ὀππιανὸς ἱστορεῖ.

(v. 25) Τὸ δὲ "ποταμοῖο δεινοῖο" ἐνάγει καὶ εἰς τὸ "αἰπὰ ῥέεθρα" νοεῖν τὰ χαλεπά, καὶ οὐ μόνον, ὡς προερρέθη, ὑψηλά. ὅμοιον γάρ τι τὸ αἰπὰ ῥέεθρα καὶ δεινὸς ποταμός. Ἰστέον δὲ ὡς καὶ ἐνταῦθά τινες τὸ "δεινοῖο" δι' ἰῶτα γράφουσι, λέγοντες δινὸν ποταμὸν τὸν δίνας καὶ συστροφὰς ἔχοντα. οὕτω καὶ ἐν τοῖς πρὸ τούτων δινὸν σάκος εἶπον τὸ δινωτόν, [452] ὡς ἐκεῖ γέγραπται. οὔκουν οὐδὲ τοῖς παλαιοῖς ἐνέλιπον οἱ τὰς λέξεις καινοτομοῦντες, οἵγε τοῦ Ὁμήρου εὐθὺς ἐνταῦθα ἐπαγαγόντος, ὅτι ἐπεὶ Ἀχιλλεὺς ἔκαμε χεῖρας ἐναίρων, ἀφῆκαν μὲν στίξαι εἰς τὸ χεῖρας, ἵνα ᾖ ἐναίρων ἔκαμε τὰς χεῖρας, ἐνόησαν δὲ, ὅτι ἔκαμεν ἐναίρων χεῖρας, ἤτοι χειροκοπῶν.

(v. 26-32) Ὅτι ἐπεὶ Ἀχιλλεὺς Τρῶας ἐναίρων ἔκαμε χεῖρας, τότε δή, ὡς οἷα κατά τι πάρεργον, "ζωοὺς ἐκ ποταμοῖο δώδεκα λέξατο κούρους, ποινὴν Πατρόκλοιο θανόντος", ὥς που προϋπέσχετο "τοὺς δ' ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς, δῆσε δ' ὀπίσσω χεῖρας ἐϋτμήτοις ἱμᾶσι, τοὺς αὐτοὶ φορέεσκον", ἤγουν ἔφερον, "ἐπὶ στρεπτοῖσι χιτῶσι· δῶκε δ' ἑτάροισι κατάγειν κοίλας ἐπὶ νῆας". Καὶ ὅρα ὡς ἡ τοῦ καμάτου ἄνεσις τῷ Ἀχιλλεῖ ἑτέρας ἀριστείας τρόπος γίνεται κούρους ἐπιλεξαμένῳ καθ' ἡσυχίαν ἐκκρίτους, ὡσεί περ ἁπλῶς ἀνδράποδα ἐπέκρινε, καὶ ὅτι κατὰ παροιμίαν τὴν λέγουσαν τοῖς ἑαυτῶν πτεροῖς ἁλίσκεσθαι τὰ βαλλόμενα ὄρνεα, οὕτω καὶ οἱ κοῦροι οὗτοι τοῖς ἑαυτῶν ἱμᾶσι δεσμοῦνται, οὓς ἔφερον, ἵνα εἴ τινα ζωγρήσουσι, δήσαντες ἀπαγάγωσι. στρατιωτικοῦ δὲ ἔθους καὶ τὸ τοιοῦτον φόρημα τῶν ἱμάντων.

(v. 28) Ποινὴν δὲ Πατρόκλου λέγει κυριολεκτῶν τὴν ἀντέκτισιν καὶ ἐκδίκησιν τοῦ φόνου, ἐξ οὗ παράγεται ἡ ποινή. διὸ προϊὼν ἔρει "τίσετε Πατρόκλοιο φόνον".

(v. 29) Τὸ δὲ "ἐξῆγε θύραζε" ἁπλῶς κἀνταῦθα εἶπεν ἀντὶ τοῦ ἔξω. Τὸ δὲ "καθὰ νεβρούς" ἀλλαχοῦ μὲν ἐπλάτυνεν, εἰπών· αἵτινες ἐπεὶ ἔκαμον θέουσαι καὶ τὰ ἑξῆς. ἐνταῦθα δὲ συντομώτατα ἔφρασε, συνεπιτεμὼν τὴν παραβολὴν τῇ ἡρωϊκῇ γοργότητι. μετ' ὀλίγα δὲ γοργότατα ἐρεῖ δίχα παραβολῆς ἐν τῷ "ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπώς".

(v. 30) Δῆσαι δὲ ὀπίσω χεῖράς φησι τὸ κοινῶς φραζόμενον ἀπαγκωνίσαι.

(v. 31) "Στρεπτοὶ δὲ χιτῶνες" καὶ νῦν, ὡς καὶ ἐν τῇ ε΄ ῥαψῳδίᾳ, οἱ θώρακες, ἐν οἷς, φασίν, οὐκ ἐζώνυντο, ἀλλ' ἐφόρουν ἱμάντας παρηρτημένους ἔθει στρατιωτικῷ διὰ χρείας τινάς.

(v. 34-48) Ὅτι Ἀχιλλεὺς Πριαμίδην Λυκάονά ποτε "ἦγε λαβὼν ἐκ πατρὸς ἀλῳῆς οὐκ ἐθέλοντα, ἐννύχιος προμολών, ὃ δ' ἐρινεὸν ὀξέϊ χαλκῷ τάμνε νέους ὄρπηκας, ἵν' ἅρματος [453] ἄντυγες ἦεν. τῷ δ' ἂρ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς. καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσεν νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκεν κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο. πολλὰ δ' ἔδωκεν Ἴμβριος Ἠετίων, πέμψε δ' ἐς δίαν Ἀρίσβην. ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα. ἕνδεκα δ' ἤματα θυμὸν ἐτέρπετο οἷσιν", ἤγουν ἰδίοις, "φίλοισιν, ἐλθὼν ἐκ Λήμνοιο. δυωδεκάτῃ δέ μιν αὖτις χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλεν πέμψειν ἐς Ἀίδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι". Ὅπως δὲ τὰ κατὰ τοῦτον ἐπράχθη, ἑξῆς δηλωθήσεται. νῦν δὲ ὅρα τὴν περιπέτειαν, εἴπερ τῷ ποτε ἐλεήσαντι ἄρτι περιτυχὼν ὁ Λυκάων θανάτῳ πεσεῖται ὑπ' αὐτοῦ.

(v. 36) Ἀλῳὴν δὲ ἐνταῦθα τὴν ἀμπελόφυτον ἴσως γῆν λέγει, ἐν ᾗ, ὡς εἰκός, ἦσαν καὶ ἐρινεοὶ πρὸς αἱμασιάν, ἐξ ὧν ἴσως ἔτεμεν ὄρπηκας ὁ Λυκάων.

(v. 37) Τὸ δὲ "ἐννύχιος προμολών" ἀληθεύειν τὸν Ἀχιλλέα δείκνυσιν εἰπόντα πρὸ τούτων, ὡς πολλὰς ἀΰπνους ἴαυσα νύκτας, εἴγε καὶ τὸν Λυκάονα νυκτὸς προμολὼν εἷλεν, ὥς που καὶ τὸν Αἰνείαν, καθὰ προγέγραπται. Ἐν δὲ τῷ "ἐρινεὸν νέους ὄρπηκας" ἢ ἀντίπτωσίς ἐστι τὸ σχῆμα, ἵνα λέγῃ ἐρινεοῦ ὄρπηκας, ἢ παράθεσις μέρους πρὸς ὅλον διὰ σαφήνειαν. ὅλον μὲν γάρ τι ὁ ἐρινεός, μέρος δὲ οἱ νέοι ὄρπηκες, ὧν μόνων καὶ ἦν χρεία τῷ Λυκάονι. ἐρινεὸν δέ φασί τινες ἐνταῦθα ἀντὶ ἁπλῶς ξύλου εἰλῆφθαι. οὐ γὰρ εὐθετεῖν εἰς ἅρμα τὸν τῆς συκῆς ἐρινεὸν διὰ τὸ εὔθραυστον τοῦ ξύλου, εἰ μή τις ἑαυτὸν συκίνῃ διδόναι ἤθελεν ἐπικουρίᾳ. τυχὸν δὲ εἰς διαπλοκήν τινα ἐχρησίμευε τῷ τόπῳ τῆς ἄντυγος ὁ νέος ὄρπηξ τοῦ ἐρινεοῦ ὡς εὐλύγιστος, οὐ μὴν εἰς αὐτὴν τὴν ἄντυγα. γίνεται δὲ ὄρπηξ, ὁ διὰ σαφήνειαν ῥηθεὶς νέος, ἐκ τοῦ ὄρω, τὸ πηδῶ, καὶ τοῦ πήσσω πήξω, ὁ ἀναπηδήσας εἰς αὔξησιν εὐπαγῆ.

(v. 39) [454] Τὸ δὲ ἀνώϊστον δηλοῖ μὲν τὸ ἀνέλπιστον, καὶ γίνεται ἐκ τοῦ ὀΐω, τὸ ὑπολαμβάνω καὶ νοῶ, ἔκτασιν δὲ ἔπαθε τοῦ ο εἰς ω.

(v. 40) Τὴν δὲ Λῆμνον νῦν μὲν ἐϋκτιμένην, ἤγουν καλῶς οἰκουμένην, λέγει, προϊὼν δὲ καὶ ἠγαθέην ἐρεῖ. καὶ ἀλῳὴν δὲ ἐϋκτιμένην πρὸ ὀλίγων τε ἔφη καὶ μετ' οὐ πολλὰ δὲ ὡσαύτως προσερεῖ. Τὸ δὲ "ἐπέρασε" δηλοῖ μὲν καὶ νῦν τὸ πέραν ἀπέδοτο καὶ διὰ θαλάσσης πλεύσας διεπώλησε. καιρία δὲ ὡς εἰς ποίησιν ἡ λέξις, διὸ καὶ πολλάκις αὐτῇ χρᾶται ὁ ποιητής, οἷον, "εἰς Λῆμνον ἐπέρασε", καὶ "εἰς Λῆμνον πεπερημένος", καὶ "μ' ἐπέρασας". ἐντεῦθεν δὲ καὶ ἡ ἁπλῶς πρᾶσις παρὰ τοῖς ὕστερον κατὰ συγκοπήν. ἐκ δὲ τοῦ τοιούτου περᾶν [καὶ ὁ πεπερημένος] καὶ τὸ πέρνημι παράγωγον, ἐξ οὗ καὶ τὸ περνάμενος, καὶ τὸ "περνὰς νήσων ἐπ' ἀλλοδαπάων".

(v. 41) [Ὁ δὲ ὦνος ἐκ τοῦ ὠνή γέγονεν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καθὰ καὶ ἐκ τοῦ τιμή ὁ τῖμος. καί εἰσι ταὐτὰ ὦνος καὶ τῖμος.]

(v. 42) Τὸ δὲ "ξεῖνος ἐλύσατο" δηλοῖ ὁποῖον ἀγαθὸν ἡ ξενία. ὁ γὰρ Ἠετίων οὗτος, ὁ τῷ πατρὶ τῆς Ἀνδρομάχης ὁμώνυμος, τὴν ξενίαν αἰδεσθεὶς ἐξωνήσατο ἐκ Λήμνου τὸν Λυκάονα, οὐχ' ἁπλῶς λύτρα τῷ Ἰησονίδῃ Εὐνήῳ δούς, ἀλλὰ πολλὰ δοὺς καί, ὡς ἂν ἀλλαχοῦ φαίη, ἀπειρέσια.

(v. 43) Ἡ δὲ Ἴμβρος, ἧς παρώνυμος ὁ ῥηθεὶς Ἴμβριος Ἠετίων, νῆσός ἐστιν Αἰολική, οὐ πολὺ τῆς Λήμνου ἀπέχουσα, ἀντιπέραν Τενέδου. ἐκ τῆς τοιαύτης Ἴμβρου τοὺς φυγοδικοῦντας Ἰμβρίους παροιμιακῶς ἐκάλουν. φησὶ γοῦν Αἴλιος Διονύσιος οὕτως. Ἴμβριοι, οἱ τὰς δίκας ὑποφεύγοντες, ἐπεί τινες εἰς δίκην καλούμενοι ἐσκήπτοντο ἐν Ἴμβρῳ εἶναι. Ἀρίσβη δὲ πόλις Τρῳάδος, Μιτυληναίων ἀποικίαν σχοῦσα, περὶ ἧς καὶ προείρηται.

(v. 46) Τὸ δὲ δυωδεκάτη καινότερον καὶ αὐτὸ εἴρηται. οὐ γὰρ πρὸς τὸ ἕνδεκα ἤματα ἡ σύνταξις, ἀλλ' ὡς πρὸς τὸ ἕνδεκα ἡμέρας, ὡς ἀδιάφορον [455] ὂν ἤματα ἢ ἡμέρας εἰπεῖν, καθὰ καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ ἔχει τὸ "ἐννῆμαρ μέν, τῇ δεκάτῃ δέ".

(v. 47) Τὸ δὲ "χερσὶ θεὸς ἔμβαλεν", ὅ ἐστιν ἐνέθετο ἢ ἐνέρριψεν, ἄκραν εὐτυχίαν δηλοῖ.

(v. 48) Τὸ δὲ πέμψειν ἐς Ἀΐδαο" ἀφελῶς καὶ ἀστείως εἴρηται πρός τινα ὁμοιότητα τοῦ "ἦγε λαβὼν οὐκ ἐθέλοντα", ὃ ἀνωτέρω γέγραπται. πεμφθεὶς μὲν γὰρ Λυκάων εἰς Ἀρίσβην ὑπεκπροέφυγεν, ἐξ Ἅιδου δὲ οὐκ ἂν φύγῃ. Τὸ δὲ "οὐκ ἐθέλοντα νέεσθαι" ἀστειότερον ἔτι ἐρρέθη καὶ ἀφελέστερον. εἰς Ἀρίσβην μὲν γὰρ ἑκὼν ἐπέμφθη, ἐς Ἅιδου δὲ οὐκ ἂν ἐθέλοι. Νέεσθαι δὲ νῦν οὐ τὸ ἐπανελθεῖν, ἐξ οὗ ὁ νόστος, ἀλλὰ τὸ πορευθῆναι ἤτοι κινηθῆναι, ὅθεν καὶ ὁ νόος καὶ ὁ νέος. [(v. 35) Ἰστέον δὲ ὅτι Λυκάων κοινῶς μὲν κύριον ὄνομα πολλοῖς προσώποις τεθέν, ὧν ἔκ τινος καὶ χώρα Λυκαονία, παρὰ δὲ τοῖς ὕστερον καί τι πάθος μανιῶδες νυκτιπλάνον ἀσχολοῦν περὶ μνήματα οὕτω καλεῖται.]

(v. 50-52) Ὅτι πολλοῦ πολεμικοῦ καμάτου δηλωτικὸν τὸ "γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ' ἔχεν ἔγχος· ἀλλὰ τὰ μέν ῥ' ἀπὸ πάντα χαμαὶ βάλε, τεῖρε γὰρ ἱδρὼς φεύγοντα, κάματος δ' ὑπὸ γούνατ' ἐδάμνα". Ἐξαλλαγὴ δὲ σχήματος καὶ ἐνταῦθα ἐν τῷ "γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ' ἔχεν ἔγχος". τὸ δ' ἀκόλουθον ἦν εἰπεῖν· οὐδ' ἔχοντα ἔγχος. Ὅρα δὲ ὅτι γυμνὸν εἶπε τὸν ἄοπλον. ἐξ οὗ λαβόντες ἀφορμὴν οἱ μεθ' Ὅμηρον τοὺς γυμνῆτας ὠνόμασαν, [οἷς ὁμόστοιχοι καὶ οἱ κοινῶς μὲν ψιλοί, κοινότερον [456] δὲ ψιλῆται.] Περὶ Λυκάονος δὲ ἐνταῦθα ὁ λόγος, ὃς τὰ μὲν ὅπλα πάντα ἔβαλε χαμαὶ φεύγων ἐκ ποταμοῦ, τοῖς ποσὶ δὲ τὴν σωτηρίαν ἐπέτρεψεν. Ἔνθα καὶ ὅρα δυστυχίαν βουλεύματος. ἀπογνοὺς γὰρ τοῦ ποταμοῦ καὶ φεύγων ὡς εἰς τὴν πόλιν πίπτει ὡς οὐκ ἤλπισεν.

(v. 54-63) Ὅτι ἐκπλήττει τὸν Ἀχιλλέα, ἐὰν ἐκ τῆς νήσου Λήμνου ὁ αἰχμάλωτος Λυκάων ἔφυγε. διὸ καί φησιν ὡς ἐν ἠθοποιΐᾳ "ὢ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι", ἤγουν ὁρῶ. "ἦ μάλα δὴ Τρῶες μεγαλήτορες, οὕς περ ἔπεφνον, αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος. οἷον δὴ καὶ ὅδ' ἦλθε, φυγὼν ὑπὸ νηλεὲς ἦμαρ, Λῆμνον ἐς ἠγαθέην πεπερημένος", ὡς προείρηται, "οὐδέ μιν ἔσχε πόντος ἁλὸς πολιῆς, ὃς πολεῖς ἀέκοντας ἐρύκει. ἀλλ' ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο γεύσεται, ὄφρα ἴδωμαι [φρεσὶν ἠδὲ δαείω", ἅπερ ἐκ παραλλήλου ταὐτὸν δηλοῦσιν,] "ἢ ἂρ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἤ μιν ἐρύξει γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει".

(v. 56) Καὶ ὅρα τὸ ἀναστήσονται, παλαιὰν καὶ ταύτην λέξιν, ᾗ χρᾶται καὶ Λιβάνιος ἐν τῷ εἰς τὸν Παραβάτην Ἐπιταφίῳ. Τὸ δὲ "ἦ μάλα δὴ Τρῶες ἀναστήσονται" καὶ ἑξῆς, ὑπερβολικόν φασι λόγον εἶναι οἱ παλαιοί. λέγει γὰρ ὅτι τάχα καὶ οἱ ἐν Ἅιδου Τρῶες ἐκεῖθεν φεύξονται, εἴπερ Ἑλλήνων θαλαττοκρατούντων ἐκ νήσων ἐπανασῴζονται. Ἐν δὲ τῷ "ὑπὸ ζόφου" καὶ "ὑπὸ νηλεὲς ἦμαρ", τοῖς ὄπισθεν, ἡ πρόθεσις ἀναπέμπεται, ἵνα ᾖ ὑπαναστήσονται καὶ ὑποφυγών.

(v. 59) Σημείωσαι δὲ καὶ ὅτι ἐν ἄλλοις μὲν πόντος ἀπολύτως λέγεται, ἐνταῦθα δὲ πόντον θαλάσσης φησίν, [ὡς εἴ τις εἴπῃ κόλπον ἢ τόπον.] Ἔνθα καὶ παρηχεῖν δοκεῖ ὁμοῦ παρακείμενα τὸ "πολιῆς" καὶ τὸ "πολεῖς", ἤγουν πολλούς, καθὰ καὶ κατωτέρω τὸ "ὥρμαινε μένων". αὐτὸ δὲ παρήχησίς ἐστιν ἐκ τῶν ἤδη προσεσημειωμένων. Τὸ δὲ "ὃς πολλοὺς ἀέκοντας ἐρύκει" οὐχ' ἁπλῶς ἀργὸν κεῖται, ἀλλὰ προκλητικόν ἐστιν ἑτέρου ἀστείου νοήματος, τοῦ "ἀλλ' ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς", καὶ ἑξῆς, ὡς προγέγραπται ἕως τοῦ "κρατερόν περ ἐρύκει", οἷα ὁμοιότητος ταύτης οὔσης τῷ πόντῳ καὶ τῷ Ἅιδῃ. ὡς γὰρ ὁ πόντος πολλοὺς ἀέκοντας ἐρύκει, οὕτως ἡ γῆ κρατερόν περ [457] ἐρύκει κάτω ὑπ' αὐτήν.

(v. 60 s.) Τὸ δὲ "γεύσεται δουρός" ἀντὶ τοῦ ἀποπειράσεται. ἐρρέθη δὲ καὶ πρὸ βραχέων λέξις τοιαύτη ἐν τῷ "γευσόμεθ' ἀλλήλων ἐγχειῇσι".

(v. 62) Τὸ δὲ "κἀκεῖθεν ἐλεύσεται" ἢ μυστηριωδῶς ἐρρέθη ἀντὶ τοῦ ἐκ τῶν κάτω καὶ τοῦ Ἅιδου, ἢ κατὰ πρόληψιν εἴρηται ἀντὶ τοῦ ἐκ τῆς φυσιζόου γῆς, ἣν μετὰ τοῦτο λέγει, ἤγουν μετὰ τὸ "ἐκεῖθεν ἐλεύσεται", ὅπερ κατά τι πρωθύστερον προληπτικῶς ἐσχημάτισται. ἦν γὰρ ἀκόλουθον μνησθῆναι πρῶτα γῆς, εἶτα ἐπαγαγεῖν τὸ "ἐκεῖθεν ἐλεύσεται". τὸ δὲ ἐλεύσεται σὺν τῷ γεύσεται σώφρων ἐστὶ παρίσωσις, ὡς καὶ μετ' ὀλίγα τὸ τεθηπώς καὶ μεμαώς.

(v. 63) Σημείωσαι δὲ καὶ ὅτι τὸ "γῆ φυσίζοος", καὶ τὸ "ἣ κρατερόν περ ἐρύκει" ἔχει τι ἀντιθετικὸν ἀστεῖον, ἵνα λέγῃ, ὡς ἡ γῆ τὰ μὲν πρὸς τὸ ζῆν ἀναφύει, τοὺς δὲ ὕπ' αὐτὴν ἐλθόντας κατερύκει κάτω. ἡ δὲ γραφὴ τῆς φυσιζόου γῆς διὰ τοῦ ο μικροῦ, ὡς καὶ πρὸ τούτων ἐν τῷ "φυσίζοος αἶα". [(v. 54) Ἰστέον δὲ ὅτι τὸ ὁρῶμαι ἀντὶ τοῦ ὁρῶ, καὶ ὁρᾶτο ἀντὶ τοῦ ἑώρα, καὶ ὁρώμενος ἀντὶ τοῦ ὁρῶν, μυρίας ἔχει ὁμοιότητας. ἐν αἷς καὶ τὸ θύεται ἀντὶ τοῦ θύει καὶ θυόμενος ὁ θύων, οὗ χρῆσις καὶ παρὰ τῷ Ἀθηναίῳ, ἔνθα λέγει, ὅτι Ἀθηναίοις θυομένοις ἐν Δήλῳ τὴν χέρνιβα βάψας ὁ παῖς προσήνεγκε καὶ ἐν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. εἶπον οὖν οἱ Δήλιοι μάντεις ὡς κυριεύσουσι τῆς θαλάσσης οἱ Ἀθηναῖοι, ὃ καὶ ἀπέβη αὐτοῖς. ἔστι δ' ἐν χρήσει καὶ τὸ ἐκθύεσθαι, οἷον· ὁ δεῖνα ἐξεθύσατο τὸν φθόνον, ἤγουν ὡς οἷα διά τινος θυσίας ἱλεώσατο.]

(v. 64-72) Ὅτι ὁ μὲν Ἀχιλλεὺς ἵστατο καὶ "ὥρμαινε μένων", ὡς προσεχῶς ἐγράφη, τεθαρρηκώς τε διὰ τὴν ὑπεροχὴν καὶ διαπορούμενος, ὡς ἐρρέθη, ἐπὶ τῷ Λυκάονι. ὁ δὲ ἰδὼν ἄφυκτα ἑαυτῷ "σχεδὸν ἦλθε τεθηπώς", ὡς καὶ αὐτὸ γέγραπται, "γούνων ἅψασθαι μεμαώς, περὶ δ' ἤθελε θυμῷ ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο", ἢ ἀνέσχεθε, "δῖος Ἀχιλλεὺς οὐτάμεναι μεμαώς", ἤγουν οὐτάσαι θέλων, "ὃ δ' ὑπέδραμε καὶ λάβε [458] γούνων κύψας", ὃ διασαφητικόν ἐστι τοῦ ὑποδραμεῖν. "ἐγχείη δ' ἂρ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη", καθὰ καί τις ἔμψυχος, "χροὸς ἄμμεναι", ἢ δι' ἑνὸς μ ἄμεναι, ἤτοι κορέσασθαι, "ἀνδρομέοιο. αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλίσσετο γούνων, τῇ δ' ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει".

(v. 73-77) Καὶ λισσόμενος ἔφη "γουνοῦμαί σ', Ἀχιλλεῦ, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον· ἀντί τοι εἰμ' ἱκέταο, διοτρεφές, αἰδοίοιο· πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν ἤματι τῷ, ὅτε μ' εἷλες ἐϋκτιμένῃ ἐν ἀλῳῇ".

(v. 78-79) Ἀναμιμνῄσκει δὲ καὶ, ὅπως ἐπέρασεν αὐτὸν ὁ Ἀχιλλεὺς εἰς ἠγαθέην Λῆμνον, καὶ ὅσου τιμήματος διεπράθη. φησὶ γὰρ "ἑκατόμβοιον δέ τοι ἦλφον". τοῦτο δὲ ποιεῖ, ὡς ἂν δελεάσῃ τοῖς ὕστερον δώροις, ἅπερ τριπλᾶ δώσειν φησί.

(v. 80) Λέγει γὰρ "νῦν δὲ λύμην τρὶς τόσσα πορών".

(v. 99 sqq.) Ἐφ' οἷς πᾶσιν ἀκούσει παρ' Ἀχιλλέως· μή μοι ἄποινα λέγε, καὶ τὰ ἑξῆς. Ὅρα δὲ καὶ ὅπως τὰ κατὰ τὸν Λυκάονα γραφικῶς ὁ ποιητὴς ἐξέθετο. ἔστι γὰρ κατὰ νοῦν διαζωγραφῆσαι Ἀχιλλέα μὲν ἑστῶτα καὶ σὺν θαύματι ἀπορούμενον, τὸν δὲ Λυκάονα ἐλεεινὸν ὑποδραμόντα καὶ τῆς ἀψαύστου μελίας ἁπτομένον καὶ ποιοῦντα, ὅσα εἰκός, τοὺς ἱκετεύοντας. Καὶ σημείωσαι ὅπως ἔστιν οὗ διὰ πιθανότητα καὶ ἀστοχοῦντα τὸν Ἀχιλλέα ἐν ταῖς βολαῖς ποιεῖ, ὡς νῦν τε πάσχει καὶ μετ' ὀλίγα ἐπὶ τοῦ Ἀστεροπαίου πείσεται. ἐν τούτοις εἰ καὶ ὁ Ἀχιλλεὺς δυστυχεῖ, ἀλλ' ἡ τοῦ Ὁμήρου διαφαίνεται ἀρετή, θαυμαστά τινα, ὡς εἰκός, διατιθεμένου καὶ πρὸς πιθανότητα πλάττοντος.

(v. 65 s.) Τὸ δὲ "περὶ δ' ἤθελε θυμῷ ἐκφυγεῖν θάνατον" ἀφελῶς πρόσκειται, οὐ μὴν ἀναγκαίως. τί γὰρ ἐχρῆν προσθεῖναι τὸ κοινῶς θελητὸν ἀνθρώποις ἅπασιν, εἰ μή τι γε πρὸς διαστολὴν τῶν ἐθελοκακούντων. θάνατος δὲ κακός, τὸ κοινόν, καὶ κὴρ μέλαινα, τὸ ποιητικόν, ταὐτὰ ὄντα, κεῖται παράλληλα.

(v. 67) Τὸ δὲ "ἀνέσχετο" εἴληπται καὶ νῦν ἀντὶ τοῦ ἀνέσχεν, ἀνέτεινε.

(v. 68) Τὸ δὲ "λάβε γούνων", ὅ ἐστιν ἥψατο, καὶ τὸ "ἑλὼν γούνων" πολλαχοῦ τῆς ποιήσεως κεῖνται. ὅτε μέντοι τὸ ἑλεῖν οὐ σημαίνει τὸ ἅψασθαι, τότε δὴ αἰτιατικὴν ἔχει σύνταξιν, οἷον καὶ τὸ "ὅτε μ' εἷλες ἐν ἀλῳῇ", καὶ "ζωοὺς ἕλον" καὶ ἄλλα μυρία. [459] [Ὡς δὲ τοῦ γούνων πρωτόθετον τὸ γονύων, καὶ ὡς κατὰ τὸ γόνυ κλίνεται καὶ τὸ κόνδυ, κόνδυος γὰρ ὡς γόνυος, δηλοῦσιν οἱ παλαιοί. κόνδυα γοῦν ἀργυρᾶ φησιν ἐκεῖθεν ὁ Ἀθήναιος.]

(v. 70) Τὸ δὲ "ἄμεναι" ἀπόστοργον μὲν πεζογραφοῦντι ῥήτορι, σκευωρεῖται δὲ οὕτως· ἄω, τὸ κορέννυμι, οὗ ἀπαρέμφατον ἄειν, καὶ Δωρικῶς ἄεν, ὥσπερ καὶ ἔδω, τὸ ἐσθίω, ἔδειν καὶ ἔδεν. εἶτα ὥσπερ πλεονασμῷ γίνεται ἐδέμεναι τετρασυλλάβως καὶ ἐν συγκοπῇ ἔδμεναι κατὰ τρισυλλαβίαν, οὕτω καὶ ἀέμεναι καὶ ἐν συγκοπῇ ἄμεναι, καὶ ἴσως διπλασιασμῷ Αἰολικῷ ἄμμεναι.

(v. 71 s.) Τὸ δὲ "ἑλὼν ἐλίσσετο", παρήχησίς ἐστιν, ὥσπερ καὶ τὸ "ἔχεν ἔγχος". τοῦτο δ' ἐνταῦθα καινότερον εἴρηται. συνήθως μὲν γὰρ ἡ ἐπὶ πολέμῳ μεταχείρισις δηλοῦται ἐν τῷ "ἔχεν ἔγχος", οὗ τὸ ἀνάπαλιν "οὐδ' ἔχεν ἔγχος", ὡς πρὸ μικροῦ εἶπεν ὁ ποιητής. ἐνταῦθα δὲ τὸ "ἔγχος" ὁ Λυκάων ἀντὶ τοῦ ἐκράτει ἐπέχων καὶ κωλύων αὐτὸ τῆς βολῆς. διὸ καὶ ἐπήγαγεν εἰς ἑρμηνείαν τὸ "οὐδὲ μεθίει", δηλῶν ὡς κατεῖχε καὶ οὐκ ἀπέλυεν. Ὅρα δὲ καί, ὅπως ὁ Λυκάων οὐχ' ὑγιῶς συλλογίζεται ἱκέτης εἶναι τοῦ Ἀχιλλέως διὰ μέσου τοῦ μετασχεῖν παρ' αὐτῷ ἀκτῆς Δήμητρος, ὅ ἐστι τροφῆς, μονονουχὶ λέγων, ὅτι πᾶς ὁ τροφῆς παρά τινι πασάμενος καί που καὶ ὁμωρόφιος οὕτω γενόμενος ἱκέτης ἐστίν· ἐγὼ δὲ ἔσχον ταῦτα παρὰ σοί, ἄρα οὖν ἀντί τοί εἰμι ἱκέτου καὶ χρὴ αἰδέσασθαι τὴν τροφήν. ἴσως γὰρ διὰ τοῦτο καὶ διοτρεφῆ ὁ Λυκάων τὸν Ἀχιλλέα προσεῖπεν, ὡς ἄτοπον ὂν τὸν διοτρεφῆ τὴν ξενίαν τροφήν, ἧς ἐφορεύει Ζεύς, παρ' οὐδὲν θέσθαι, καὶ πρὸς τὸ ζῆσαι τροφῆς μεταδόντα εἶτα [460] ζωῆς τὸν ἱκέτην στερῆσαι. καὶ οὕτω μὲν πιθανῶς ὁ Λυκάων τὴν τοῦ "αἰχμάλωτος" λέξιν εἰς ἱκέτην μετέλαβε. τὸ δ' ἐστὶν οὐχ' οὕτως ἔχον. ἱκέτης μὲν γὰρ ἑκουσίως προσφυγών τινι, Λυκάων δὲ ἄκων γέγονε παρὰ τῷ Ἀχιλλεῖ ὡς αἰχμαλωτισθείς. οὐκ ὀρθῶς τοίνυν τὸ δουλικῶς τροφῆς μετασχεῖν εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἐνέγραψεν, ὃ καὶ αὐτὸς ἴσως αἰσθόμενος, οὐ λέγει ὡς ἱκέτης εἰμί, ἀλλ' ὅτι ἀντὶ ἱκέτου σοί εἰμι, τουτέστι τρόπον τινὰ ἱκέτης, διὰ τὸ δοκεῖν κατὰ τοὺς παλαιοὺς ἱκέτην εἶναι τόν, ὡς εἰπεῖν, ἱκέστην, ἤτοι ἀφικόμενον, εἰς ἑστίαν τινός. ὅτι δὲ οἱ κυρίως ἱκέται καὶ αἰδοῖοι ἦσαν, πολλαχοῦ φαίνεται καὶ παρὰ τῷ ποιητῇ. διὸ καὶ πειρᾶται ὁ Λυκάων εἰς τοιούτου ἱκέτου τάξιν ἀγαγεῖν ἑαυτόν. καὶ ἄλλως δὲ λῦσαι τὸν τοῦ Λυκάονος παραλογισμόν, οὐκ ἔστι ταὐτὸν συμφαγεῖν καὶ παρά τινι φαγεῖν. Λυκάων οὖν αἰχμαλωτισθεὶς ἐπάσατο μὲν Δημήτερος ἀκτήν, ὡς εἰκός, παρὰ τῇ τοῦ Ἀχιλλέως σκηνῇ, οὐ συνέφαγε δὲ ὡς ὁμοδίαιτος. τὸ δὲ "παρὰ σοὶ πρώτῳ" μετὰ τὴν αἰχμαλωσίαν δηλαδή, τοῦτο δὲ ὡς πρὸς τὸν Ἰασονίδην καὶ τὸν Ἴμβριον Ἠετίωνα. αἰχμαλωτισθεὶς γὰρ πρῶτον παρὰ τῷ Ἀχιλλεῖ ἔφαγεν, εἶτα καὶ παρ' ἐκείνοις.

(v. 76) Πάσασθαι δὲ καὶ νῦν τὸ γεύσασθαι, ὅθεν παρὰ τῷ Κωμικῷ ἀπαστία ἡ νηστεία. σκοπητέον δέ, εἴπερ τὸ Ὁμηρικὸν πάσασθαι ἐνδέδωκεν ἀφορμὴν τῷ ἐξώλει Σαρδαναπάλῳ εἰπεῖν ἐκεῖνο τὸ γελώμενον. ἔφη γάρ, ἢ ζῶν ἔτι ἢ καὶ θανὼν ὡς ἐν εἰδωλοποιΐᾳ, τὸ "τοσαῦτ' ἔχω ὅσα ἔφαγόν τε καὶ ἔπιον" καὶ ἑξῆς. πάσασθαι μὲν γὰρ ἐκ τοῦ πῶ πάσω, τὸ κτῶμαι. κτᾶσθαι δὲ ταὐτόν ἐστι τῷ ἔχειν, ὅπερ ἔφη ὁ Σαρδανάπαλος. Δημήτερος δὲ καὶ νῦν ἀκτὴ ἢ κλάσμα ἄρτου, ὅ ἐστι ψωμός, εἰπεῖν δὲ καὶ ἄλλως βλωμός, παρὰ τὸ ἄγω, τὸ κλῶ, ἢ ἡ ἄγουσα ἡμᾶς καὶ ποιοῦσα πορεύεσθαι. διὸ καὶ δαῖτά τινες ἴσην καὶ ἐΐσην ἐκ τοῦ ἰέναι ἠτυμολόγησαν. εἴρηται δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ ἐν ἄλλοις. σεμνῶς δὲ οὐκ εἶπε σῖτον ἢ δαῖτα ἢ βρώμην ἢ βρῶσιν ἢ ἐδητὺν ἢ τοιοῦτόν τι, ἀλλὰ Δημήτερος ἀκτήν, ἵνα τὸ τῆς Δήμητρος [461] δῶρον ὁ Ἀχιλλεὺς αἰδεσθῇ.

(v. 79) Ἑκατόμβοιον δὲ σταθμοῦ τι εἶδος καὶ νῦν, ὡς πολλαχοῦ φαίνεται. Τὸ δὲ "ἦλφον" χρόνου μέν ἐστιν ἀορίστου δευτέρου, ὡς καὶ τὸ ἔχραισμον καὶ ἔδουπον καὶ ἔκτυπον, δηλοῖ δὲ τὸ εὗρον, ἤγουν ὡς εὕρημά τι καὶ ἕρμαιον προσήγαγον. ἕρμαιον γάρ τι τοῖς στρατιώταις τὸ ἐκ τῶν αἰχμαλώτων κέρδος. Σημείωσαι δὲ ὅτι τε παρόμοιόν ἐστι τὸ "ἑκατόμβοιον ἦλφον" συνθέτῳ τῷ ἀλφεσίβοιαι ‑ , γυναῖκες γὰρ ἀλφεσίβοιαι, ὅσαι εἰς προῖκα βόας ἦλφον ‑ , καὶ ὡς, εἰ καὶ ἁρμόττει γυναιξί τε καὶ ἀνδράσι τὸ ῥηθὲν ἀλφεῖν, ὅμως οὐκ ἂν ῥηθεῖεν κατ' αὐτὸ ἀλφησταὶ οἱ τοιοῦτοι, ἀλλὰ κατὰ τὸ κοινόν. κυρίως γὰρ ἀλφησταὶ πάντες ἄνθρωποι διὰ τὴν περὶ τὰ πρακτέα εὑρετικὴν μέθοδον καὶ τὴν κατὰ τέχνας καὶ ἐπιστήμας εὕρεσιν, ἀφ' ἧς, εἴπερ ἐξῆν τολμῆσαι, ἀλφεσιτέχνους εἶχεν ἄν τις ποιητικώτερον εἰπεῖν αὐτούς. [Σημειωτέον δὲ ἐνταῦθα ὅτι, ὥσπερ παρὰ τὸν βοῦν Ἀλφεσίβοια καὶ Εὔβοια καὶ παρὰ τὰ μῆλα Φιλομήλα καὶ Πολυμήλη, κύρια ὀνόματα, οὕτω καὶ παρὰ τὸν ἵππον οὐ μόνον ἡ Εὐΐππη συνθέτως, ἀλλὰ καὶ κατὰ μόνας Ἵππη, ἑταίρας ὄνομα, ἥτις ἐραστήν, φασί, σχοῦσα Θεόδοτον τὸν ἐπὶ τοῦ βασιλικοῦ χόρτου, καὶ ὀψὲ ὥρας εἰσελθοῦσα ἐπὶ κώθωνα, ἤγουν συμπόσιον, πρὸς Πτολεμαῖον τὸν βασιλέα ἔφη· Πτολεμαῖε, ἐγχεέτω τίς μοι κοτύλας τέσσαρας, εἶτα εἰς τὴν μεγάλην. καὶ ὁ βασιλεὺς ἔφη· εἰς τὴν λεκάνην οὖν· δοκεῖς γάρ μοι πολὺν Ἵππη πάνυ χόρτον καταβεβρωκέναι, σκώπτων ὁ βασιλεὺς εἰς τὸ μεθύειν τὴν ἵππῳ παρώνυμον ἐκ διαπράσεως χόρτου ἢ ἐξ αἰτίας Θεοδότου τοῦ ἐπὶ τοῦ βασιλικοῦ χόρτου, ὃς δὴ χόρτος ἵππον κορεννὺς προκαλεῖται πίνειν πολύ. δῆλον δ' ὅτι ὥσπερ Ἵππη ἐκ τοῦ ἵππος, οὕτω καὶ Ἵππων, κύριον, ὁ ἄθεος, καὶ ὥσπερ ἐκ τοῦ [462] βοῦς Εὔβοια κύριον, ᾗ ὁμώνυμος ἡ χώρα, οὕτω καὶ Εὔβοιος, κύριον, παρῳδεῖν καὶ οὕτω παίζειν λόγιος, φασί, καὶ ἀμφιδέξιος, ὃς πολλὰ εἰσάγων ἐν τοῖς αὑτοῦ χαρίεντα ἔφη καὶ περὶ στασιασμοῦ τοῦ ἐν βαλανείοις τὸ "βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσι".]

(v. 80) Τὸ δὲ "λύμην" δηλοῖ μὲν τὸ λυθείην, λύτρα δοὺς δηλαδή. καὶ ἔστιν εὐκτικὸν κατὰ τοὺς παλαιούς, ὀφεῖλον τῇ υι διφθόγγῳ παραλήγεσθαι. συστέλλει δὲ τὸ υ, μονόφθογγον γεγονὸς διὰ μέτρον, οἷα μηδὲ δυνάμενον διὰ διφθόγγου γράφεσθαι. οὐδέποτε γὰρ ἡ διὰ τοῦ υ καὶ ι δίφθογγος ὀπίσω συμφώνου πίπτει κατὰ τὴν παλαιὰν παρατήρησιν. δύναται δὲ καὶ παθητικὸς ὁριστικὸς παρατατικὸς εἶναι ἀπὸ τοῦ λῦμι ῥήματος, ἵνα εἴη καὶ νῦν χρόνος ἀντὶ χρόνου, παρῳχημένος δηλαδὴ ἀντὶ μέλλοντος τοῦ λυθήσομαι. Ἰστέον δέ, ὅτι καὶ ἐν τοῖς κατὰ τὸν Λυκάονα ἔδειξεν ὁ ποιητής, ὅτι, ὡς εἰκός, χρήματα οἱ Ἀχαιοὶ ἄλλοθέν τε ἐπορίζοντο καὶ ἀπὸ τοῦ τοὺς αἰχμαλώτους πωλεῖν. Ἀχιλλεὺς οὖν καὶ ἐκ τῆς τῶν ζώντων διαπεράσεως, ἤτοι, ὡς προγέγραπται, πράσεως, πολλὰ ἔσχεν. ἐρεῖ γὰρ μετ' ὀλίγα, ὅτι πολλοὺς τῶν Τρώων ζωοὺς ἕλον ἠδ' ἐπέρασα. ὅπερ καὶ ὁ Χρύσης εἰδὼς ἦλθε φθάσας εἰς τὸ ναύσταθμον, τὴν θυγατέρα λυσόμενος. εἰ δέ τι καὶ ἐκ τῶν νεκρῶν αἰχμαλώτων ἐκέρδαινον, ὁ νεκροπέρνας δηλώσει Ἀχιλλεύς.

(v. 64-66) Ἰστέον δὲ ὅτι φιλοψύχου ἤθους τὸ "ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπώς" καὶ ἑξῆς ἕως τοῦ "καὶ κῆρα μέλαιναν", ὡς προγέγραπται.

(v. 74) Ἱκετικὸν δὲ τὸ "γουνοῦμαί σε, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον".

(v. 80-83) Ἔτι ἰστέον καί, ὅτι ὁ ῥηθεὶς Λυκάων μετὰ τὰ εἰρημένα ἐκθέμενος γοργῶς καὶ αὐτὸς τὸ "ἠὼς δέ μοί ἐστιν ἥδε δυωδεκάτη, ὅτ' ἐς Ἴλιον ἦλθον πολλὰ παθών", ἐπάγει "νῦν αὖ με τεῇς", ἤγουν σαῖς, "ἐν χερσὶν ἔθηκε μοῖρ' ὀλοή". καὶ ὅρα ὡς καὶ ἐνταῦθα ἰσοδυναμοῦσιν ἀλλήλοις τὸ τιθέναι καὶ τὸ βάλλειν. εἰπὼν γοῦν Ὅμηρος τὸ "νῦν δέ με σαῖς ἐν χερσὶν ἔθηκε μοῖρα", μετ' [463] ὀλίγα φησίν, "ὃν θεὸς ἐμαῖς ἐν χερσὶ βάλῃ. ἔφη δὲ καὶ πρὸ ὀλίγου "χερσὶν Ἀχιλλέως θεὸς ἔμβαλε". τοῦτο δὲ ἰσοδύναμον τῷ "Ζεύς με σοὶ αὖτις ἔδωκεν", ὃ μετ' ὀλίγα εἰρήσεται, δι' οὗ δηλοῦται, ὅτι δῶρον θεόθεν τοῖς ἀριστεῦσιν οἱ αἰχμάλωτοι.

(v. 83-85) Εἶτα κεῖται ῥητὸν ὃ πᾶς ἂν ἐρεῖ καταγινώσκων ἑαυτοῦ θεομηνίας, ἐφ' οἷς ἐχθρῷ δὶς παρεδόθη, παρῳδήσας τὸν Δία εἰς θεόν. καὶ ἔστι τοιοῦτον "μέλλω που ἀπέχθεσθαι θεῷ πατρί, ὅς με σοὶ αὖτις ἔδωκε. μινυνθάδιον δέ με μήτηρ γείνατο". Λυκάων δὲ καὶ ταῦτα πρὸς Ἀχιλλέα φησίν. Ἰστέον δὲ ὅτι αὐτὸς ὁ Λυκάων ὄλεθρον ἑαυτοῦ καταψηφίζεται, εἴπερ ἀπέχθεται θεῷ, κατὰ τὸν ἐν Ὀδυσσείᾳ λόγον, ἔνθα ὁ Αἴολος "ἔρρ' ἐκ νήσου" λέγει τῷ Ὀδυσσεῖ, "οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν ἄνδρα, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσι", καὶ πάλιν "ἐπεὶ ἄρα θεοῖς ἀπεχθόμενος τόδ' ἱκάνεις".

(v. 84-88) Ἐπὶ δὲ τούτοις καὶ ἱστορίαν ὁ ποιητὴς γενεαλογικήν τε καὶ ἐθνικὴν παραπλέκων τοῖς κατὰ τὸν Λυκάονά φησιν "μήτηρ γείνατο Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος". ὃν καὶ ἐπαναλαμβάνων ὡς ἄξιον λόγου διὰ Ἰωνικῆς γενικῆς φησιν "Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει, Πήδασον αἰπήεσσαν", τὴν ἤδη ῥηθεῖσαν, "ἔχων ὑπὸ Σατνιόεντι. τοῦ δ' ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας", παλλακὰς δηλαδή.

(v. 89) Ταῦτα δὲ ὁ Λυκάων εἰπὼν ἐπάγει ὅτι "τῆσδε δύω γενόμεσθα, σὺ δέ", ὁ Ἀχιλλεὺς δηλαδή, "ἄμφω δειροτομήσεις". λέγει δὲ ἑαυτὸν καὶ τὸν πρὸ ὀλίγου μνημονευθέντα Πολύδωρον.

(v. 90-92) Εἶτα εἰδώς, ὡς τὸ "δειροτομήσεις", μέλλοντος ὂν χρόνου, τῷ μὲν Λυκάονι προσαρμόσει, τῷ δὲ Πολυδώρῳ οὔ, ἐκεῖνος γὰρ ἤδη προῴχετο, καὶ διορθούμενος τὸ συγχεθὲν ἀπὸ σχεδιασμοῦ φησιν "ἤτοι τὸν", ἤγουν τοῦτον δή, "πρώτοισι μετὰ πρυλέεσσιν", ἤγουν πεζοῖς, ὡς προέγνωσται, "δάμασσας, ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί. νῦν δὲ δὴ ἐνθάδε μοι κακὸν ἔσσεται", ὅ ἐστιν ἴσως δειροτομηθήσομαι μόνος ἐγώ, εἰ καὶ ἀνωτέρω ἔφην "ἄμφω δειροτομήσεις". Καὶ ὅρα τὸ "βάλες ὀξέϊ δουρί", δι' οὗ ἐνδείκνυται ὁ Λυκάων, ὡς καὶ ἄλλως ἔσφαλται τὸ "ἄμφω δειροτομήσεις". ἀμφοῖν γὰρ τούτοιν ὁ ἕτερος ὁ Πολύδωρος οὐκ ἐδειροτομήθη, [464] ἀλλὰ δουρὶ βληθεὶς ᾤχετο, καθὰ ἱστόρηται.

(v. 95) Ἐπὶ δὲ τούτοις ὁ Λυκάων εἰς δυσωπίαν προβάλλεται αὐτό, τὸ Λαοθόης εἶναι υἱὸς καὶ μὴ τῆς Ἑκάβης, καί φησι "μή με κτεῖνε, ἐπεὶ οὐχ' ὁμογάστριος Ἕκτορός εἰμι", ὡς καὶ λυπηθῆναι δηλαδὴ ἂν ἐκεῖνον ἐπ' ἐμοὶ διὰ τὸ ὁμογάστριον, οἷα τῶν τοιούτων κασιγνήτων μάλιστα φιλουμένων τοῖς ἀδελφοῖς, ὡς προδεδήλωται. οὔκουν τὸν ἀμφιμήτριον Ἕκτορα, τὸν τοῦ Πατρόκλου αὐτόχειρα, ὁ ἐμὸς λυπήσει θάνατος, ἀλλ' ἐκεῖνος μὲν ὀφειλέτης ἐστὶ ποινῆς, ἐμοὶ δὲ μᾶλλον εἰς δίκην ἀρκεῖ, ὅτι τὸν ὁμογάστριον ἀνεῖλες Πολύδωρον.

(v. 96) Ἐπὶ τούτοις δὲ καὶ τὸν Πάτροκλον ἐπαινεῖ κολακεύων τὸν Ἀχιλλέα, εἰπών "ὅς τοι", ἤγουν ὁ Ἕκτωρ, "ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε". ἔνθα καὶ τὸν Ἀχιλλέα συνεπαινεῖν δοκεῖ ὡς τοιοῦτον ὄντα, εἴπερ ὁ φίλος ἄλλος αὐτός. καὶ οὕτω μὲν ὁ Λυκάων τὸν Ἀχιλλέα ἐθέλει μειλίσσεσθαι λισσόμενος ἐπέεσσιν.

(v. 98-105) "ἀμείλικτον δ' ὄπ' ἄκουσε. νήπιε, μή μοι" ταῦτα, ἢ μή μοι "ἄποινα πιφαύσκεο μηδ' ἀγόρευε. πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ, τόφρα τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ' ἐπέρασα", ὡς καὶ προεγράφη, "νῦν δ' οὐκ ἔσθ' ὅς κεν θάνατον φύγῃ, ὅν κε θεός γε Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι, καὶ πάντων" ἢ "συμπάντων Τρώων· πέρι δ' αὖ Πριάμοιό γε παίδων".

(v. 106-113) Εἶτα γλυκέως πάνυ κατὰ ἀφέλειαν καὶ ἐνδιαθέτως καὶ λαμπρῶς φησιν "ἀλλά, φίλος, θάνε καὶ σύ. τίη δ' ὀλοφύρεαι αὕτως; κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων. οὐχ' ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε; πατρὸς δ' εἶμ' ἐξ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ, ἀλλ' ἐπί τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιὴ ἔσσεται ἢ ἠὼς ἢ δείλη", κατὰ δέ τινας δείλης, "ἢ μέσον ἦμαρ, ὁππότε τις καὶ ἐμεῖο Ἄρει ἐκ θυμὸν ἕληται ἢ ὅ γε δουρὶ βαλὼν ἢ [465] ἀπὸ νευρῆφιν ὀϊστῷ". Καὶ ὅρα ὅπως συντόμως τὸν τοῦ Ἀχιλλέως ὁ ποιητὴς καὶ ἄρτι προαναφωνεῖ θάνατον. καὶ νῦν μὲν λοξῶς οὕτω κατὰ τὸ ἀμφίβολον τοῦ ἐνδοιασμοῦ, καθὰ καὶ πρὸ μικροῦ, ὅτε ὁ Ξάνθος ἵππος ἐλάλησε, προϊὼν δὲ σαφῶς ἐρεῖ τὸ ἀληθές.

(v. 85 s.) Ὅρα δὲ ἐν τοῖς ἀνωτέρω γεγραμμένοις καὶ τὴν ἐπανάληψιν τοῦ Ἄλτου κατὰ διττήν, ὡς παρεσημάνθη, διάλεκτον. τὸ μὲν γὰρ Ἄλταο γέροντος Αἰολικόν, οὕτω δεῆσαν τῷ μέτρῳ, τὸ δὲ Ἄλτεω Ἰωνικὸν κατὰ μετρικὴν καὶ αὐτὸ χρείαν.

(v. 86) Περὶ δὲ Λελέγων, εἰ καὶ ἔφθασε ῥηθῆναι, ὥσπερ δὴ καὶ περὶ Πηδάσου καὶ Σατνιόεντος, ἀλλ' οὐ περιττὸν καὶ νῦν ἔσται εἰπεῖν τοσοῦτον, ὡς εἰ μὴ Πήδασον ἄρτι λέγει τὴν τῶν Καρῶν ἤτοι Λελέγων πόλιν, ἣν καὶ οὐδετέρως λέγουσι τὰ Πήδασα καὶ μετὰ τοῦ γ δὲ τὰ Πήγασα, νοηθείη δὲ Πήδασος Τρωϊκὴ πόλις, ἣν, ὡς προερρέθη, ὁ Ἀχιλλεὺς ἐπόρθησεν, οὐδὲ οἱ Λέλεγες ἄρα οὗτοι ἔθνος Καρικόν, ἀλλὰ Τρωϊκόν, καὶ ὅτι πλάνητες τὸ ἔθνος οἱ Λέλεγες. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι Λέλεγες καὶ Καύκωνες ἄνθρωποι πλάνητες, καθὰ καὶ Πελασγοί, καὶ ὅτι τοὺς Λέλεγας ἐν τῷ Καταλόγῳ παραλέλοιπεν ὁ ποιητής, οὐχ' ἱκανὸν ἡγούμενος τὸ σύστημα ὡς εἰς Κατάλογον τάττεσθαι, ἢ καὶ ὑπὸ τῷ Ἕκτορι τούτους καταλέγων ὡς ὄντας Λυκίους, ἐκ τῆς ὑπὸ τῷ Πριάμῳ δηλαδὴ Τρωϊκῆς Λυκίας. ὁ γὰρ Πριαμίδης Λυκάων Λαοθόης εἶναι λέγει θυγατρὸς Ἄλτεω, ὃς Λελέγεσσιν ἀνάσσει. οὕτω δέ, φησί, καὶ τοὺς ὑπὸ τῷ Φοίνικι Δόλοπας ἐσίγησεν, ὡς μετὰ τῶν Μυρμιδόνων ὄντας, ὁμοίως καὶ τοὺς ὑπὸ τῷ Ὀδυσσεῖ Ἀκαρνᾶνας. λέγει δὲ καὶ ὅτι γράφουσί τινες Πήδασον ὑποσατνιόεντα, ὡς ὑπὸ ὄρει Σατνιόεντι κειμένης τῆς πόλεως. οὐδὲν δέ, φησίν, ὄρος ἐστὶν οὕτω καλούμενον, ἀλλὰ ποταμός, ὃν ὀνομάζει ὁ [466] ποιητής. ἦν δὲ καὶ πόλις. ἠρημώθη δέ.

(v. 88) Τὸ δὲ "πολλὰς δὲ καὶ ἄλλας" πολυγύνην εἶναι τὸν Πρίαμον δηλοῖ, ὡς καὶ ἐν τοῖς ἑξῆς που φανήσεται. ἐμφαίνει δ' ἐνταῦθα ὁ ποιητὴς ἐν τῷ "πολλὰς ἄλλας", ὡς, εἴπερ ἤθελε, πολλὰς καὶ ἄλλας εὐμεθόδως ἱστορίας εἶχε νῦν παρεμβαλεῖν τῇ ποιήσει ἐξ ἀφορμῆς τῶν τοιούτων πολλῶν γυναικῶν. ἐλλειπτικῶς δὲ εἴρηται τὸ "πολλὰς καὶ ἄλλας". οὐ γὰρ θυγατέρας Ἄλτεω καὶ ταύτας, ἀλλὰ ἑτέρων τινῶν.

(v. 89) Τὸ δὲ "ἄμφω δειροτομήσεις" συγχεθεὶς ὁ Λυκάων φησί. τὸν μὲν γὰρ ἀδελφὸν Πολύδωρον οἶδεν, ὡς πρὸ ὀλίγων ἐδηλώθη, μαθὼν μὴ δειροτομηθέντα, ἑαυτὸν δέ, ὃ πείσεται, ἀγνοεῖ.

(v. 99) Πιφαύσκεσθαι δὲ ἐν μὲν τοῖς ἑξῆς τὸ φαίνειν καὶ ἐνδείκνυσθαι, οἷον "πιφαύσκεο φλόγα πολλήν". καὶ γίνεται ἐκ τοῦ φάω, τὸ λάμπω, φάσκω, καὶ ἀναδιπλασιασμῷ καὶ πλεονασμῷ τοῦ υ πιφαύσκω. ἐνταῦθα δὲ ἡ τοιαύτη λέξις τὸ φάσκειν, ὅ ἐστι λέγειν, δηλοῖ. διὸ "πιφαύσκεο" εἰπὼν ἐπάγει ἑρμηνευτικῶς πρὸς διαστολὴν ὁμωνυμίας τὸ "μηδ' ἀγόρευε", ἵνα ἐκ παραλλήλου ταὐτὰ εἶεν τὸ "πιφαύσκεο" καὶ τὸ "ἀγόρευε". ἐξαθερίζει δὲ τὴν τοιαύτην λέξιν ἡ πεζογραφία.

(v. 100) Τὸ δὲ "Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ" ἀμφιβολίας ἐστὶ σχῆμα. ἢ γὰρ ὁ Πάτροκλος λέγεται ἐπισπεῖν τὴν αἴσιμον ἡμέραν, ἢ ἡ αἴσιμος ἡμέρα τὸν Πάτροκλον.

(v. 101) Τὸ δὲ πεφιδέσθαι Ἰωνικός ἐστι μέσος δεύτερος ἀόριστος.

(v. 104) Τὸ δὲ "Ἰλίου προπάροιθεν" ἀπορίαν λύει τὴν διὰ τί ἐν τοῖς ὕστερον φείδεται οὐ Τρωὸς ἁπλῶς, ἀλλὰ τοῦ τῶν Τρώων βασιλέως Πριάμου ὁ Ἀχιλλεύς. καὶ ἔχει μὲν ἐκεῖνο λύσιν, ὡς αἰδεῖται τὸν γέροντα οἷα κυρίως ἱκέτην καὶ ὁμωρόφιον. λύεται δὲ καὶ ἐκ τῶν ἐνθάδε. οὐ γὰρ κρίνει ἁπλῶς μὴ πεφιδέσθαι μηδενὸς τῶν Τρώων, ἀλλὰ μόνων τῶν ἐμπεσουμένων εἰς χεῖρας αὐτῷ νῦν Ἰλίου προπάροιθε. Τὸ δὲ "ἐμαῖς ἐν χερσίν" ἀκρίβειάν τινα καὶ αὐτὸ ἔχει. φείσεται μὲν γάρ τινος, εἴπερ ἑτέρου τυχὸν ἐμπεσεῖται χερσίν, αὐτὸς δὲ ἑλὼν οὐκ ἂν φείσαιτο. Τὸ δὲ "ἐν χερσὶ βάλῃ", περὶ οὗ καὶ προεγράφη, ὅμοιόν ἐστι τῷ χερσὶ πελάσαι, ὅπερ ἀνωτέρω κεῖται.

(v. 105) Τὸ δὲ "καὶ πάντων Τρώων" καὶ προϊὼν οὕτω λέγειν φιλεῖ ἐν τῷ "πάντες τίσετε φόνον". Τὸ δὲ "πέρι δ' αὖ Πριάμοιο παίδων" δριμέως ἀντιφέρεται πρὸς τὸ "οὐχ' ὁμογάστριος Ἕκτορός εἰμι". μονονουχὶ γάρ φησιν, ὡς Ἑκάβης μὲν οὐκ ἐγένου, ἔχεις δὲ πατέρα τὸν Πρίαμον, οὗπερ ἕνεκεν [467] τεθνήξῃ. καὶ τοῦτο ἦν αἴτιον τοῦ νήπιον ὑπ' Ἀχιλλέως κληθῆναι τὸν Λυκάονα, οἷα μὴ νοήσαντα, ὡς οὐ τοσοῦτον ἐκ τῆς μὴ γεννησαμένης Ἑκάβης ὠφελεῖται εἰς ἔλεον, ὅσον βλάπτεται ὑπὸ τοῦ σπείραντος πατρός, οὗ τῶν παίδων μὴ πεφιδέσθαι ἄραρεν. Ὅρα δὲ καὶ ὡς ἐν τῷ "πέρι δ' αὖ" φανερῶς ἡ περι πρόθεσις ἐπίτασιν δηλοῖ, κειμένη ἀντὶ τοῦ περισσῶς, καὶ οὐ νοουμένη μόνον, ἀλλὰ καὶ λεγομένη αὐτὴ καθ' αὑτήν, καὶ οὐχ' ὡς ἐν τῷ "πέρι μὲν βουλῇ Δαναῶν", καὶ "πέρι δ' ἐστὲ μάχεσθαι", καὶ τοῖς τοιούτοις. [Ἰστέον δὲ ὅτι αἱ παλαιαὶ μὲν ἐπιτάσεις οἷον τὸ περι, τὸ ἀρι, τὸ ἐρι, τὸ δα, τὸ ζα, τὸ βου, καὶ ἄλλα ὅσα ἰδίᾳ μὲν νοητά, οὐ μὴν καὶ ἰδίᾳ ῥητά, ἔτι δὲ καὶ τὸ λίαν, πάνυ, ἄγαν καὶ τὰ λοιπά, ὅσα ἰδίᾳ καὶ νοοῦνται καὶ ἐκφωνοῦνται περὶ μίαν ὄντα λέξιν, καὶ ὁπόσα δ' ἐν νοήμασι θεωροῦνται ὑπερθετικῶς, οἷον "ὁππόσον οὐρανός ἐστ' ἀπὸ γαίης", ναὶ μὴν καὶ τὰ ἐν ὀνόμασιν ἐπιτείνοντα καθ' ὑπέρθεσιν, κοινά τέ εἰσι καὶ οὐ παρασύρουσιν εἰς γέλωτα. οἱ δὲ γράφοντες εὐτραπέλως ἄλλως ἐθρασύναντο πρὸς ἀστεϊσμόν, οἷον ὁ γράψας ὑπερθετικῶς τὸ "αὐτότατος" καὶ ὁ συγκρίνας ᾀσμάτων σεμνῶν ποιητήν τινα πρὸς ἕτερον τοιοῦτον τοπικώτερον, καὶ εἰπὼν κρείττω ἐκεῖνον εἶναι ἡμέρας δρόμῳ. Ἄλεξις δὲ λέγεται εἶναι ὁ τοῦτο γράψας. δοκεῖ δὲ τῶν τοιούτων ἀρχὴν ἐνδοῦναι ὁ Κωμικὸς Ἀριστοφάνης, ἐν οἷς ἔφη μειράκιά τινα εἶναι Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα. τὰ δὲ ποιητικὰ ἐπιτατικά, τερατώδη ὄντα, οὔτε εἰς κοινότητα ἐθέλουσιν ἀναφέρεσθαι, οὐδὲ μὴν ἀστεΐζονται, πραγματεύονται δὲ σεμνότητά τινα καὶ ἔκπληξιν.]

(v. 106) Τὸ δὲ [468] "ἀλλά, φίλος, θάνε" πρός τε τὸ "μή με κτεῖνε" ἐλέχθη, καὶ ἔτι ἀστείως ἀντετέθη πρὸς τὸ "ἀντί τοί εἰμ' ἱκέταο". οἱονεὶ γάρ φησιν, ὅτι τὸ μεῖζον φίλος ὢν καὶ μὴ ἁπλῶς ἱκέτης, ὅμως θάνε. Τὸ δὲ "κάτθανε καὶ Πάτροκλος" οὐχ' ἁπλῶς ἐφράσθη, ἀλλὰ κατὰ βαθὺν οἶκτον. ἐμφαίνει δὲ καὶ ὡς μὴ δεχόμενος ἄποινα τοῦ Λυκάονος ὁ Ἀχιλλεὺς αὐτὸν ἐθέλει ἀντίποινα τοῦ Πατρόκλου ἀνελεῖν, ὃ καὶ ἐπὶ τῶν ἄλλων Τρώων βούλεται, ὡς δηλοῖ μετ' ὀλίγα εἰπὼν τὸ "εἰς ὅ κε πάντες τίσετε Πατρόκλοιο φόνον" καὶ ἑξῆς. ὃ δὲ ἐφεξῆς ὁ Ἀχιλλεὺς ἐπάγει περὶ ἑαυτοῦ, μονῴδημά τί ἐστι καὶ οἷον ᾠδάριον τοῦ ἥρωος, ἐφ' ἑαυτῷ οἶκτον ἔχον.

(v. 108) Ἰστέον δὲ ὅτι τὸ "καλός τε μέγας τε" ἐπαινεῖται ὡς ἄριστα συνδυασθὲν εἰς ἐγκώμιον. ὁπότερον γὰρ ἄν, φασίν, ἑτέρου στερηθῇ, οὐκ ἐντελῶς ἔχει πρὸς κόσμον σώματος.

(v. 107 s.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ τόπῳ τούτῳ, καθὰ καί τινι σμικροτάτῳ ἐνόπτρῳ, ἴνδαλμά τι ὅλου ἐγκωμίου ἐμφαίνεται. τὸ μὲν γὰρ "πατρός εἰμι ἀγαθοῦ" καὶ μητρὸς τοιᾶσδε, τὸ τοῦ γένους κεφάλαιον ὑπολαλεῖ. τὸ δὲ "μέγας" τοῦ σώματός ἐστιν ἐκτὸς ὄντος, τὸ δὲ "καλός" σωματικά τε ἀγαθὰ ἐμφαίνει καὶ ψυχικά, τὸ δὲ "οἷος" πλειόνων ἐστὶν ἐμφατικὸν τῷ εὐεπηβόλως νοοῦντι. μέγα οὖν ἐγκώμιον εἰς ἑαυτὸν ἀνεπαχθῶς λαλεῖ ὁ Ἀχιλλεύς. ὁ δὲ τόπος οὗτος μεταποιηθεὶς παντὶ ῥητορεύοντι χρησιμεύσει ἐπὶ προσώπῳ λαμπρῷ τε καὶ εὐγενεῖ.

(v. 111) Τὸ δὲ "ἔσσεται ἢ ἠώς", ἤγουν πρωΐα, καὶ ἑξῆς, διαίρεσίς ἐστι τῆς ἡμέρας εἰς τρία μέρη. ὥσπερ γὰρ ἡ νὺξ τριχῆ διαιρεῖται, εἰς ἑσπέραν, εἰς ἀμολγὸν καὶ εἰς ἕω, οὕτω καὶ ἡ ἡμέρα, εἰς ἃ λέγει ὁ ποιητής. Τὸ δὲ "δείλης", εἴ τι προσεκτέον τοῖς καὶ οὕτω γράφουσιν, ἔλλειψιν ἂν [469] ἔχοι τινά, ἵνα λέγῃ ἢ δείλης καιρὸς ἢ δείλης ὥρα ἤ τι τοιοῦτον. καὶ ἄλλως δὲ εἴη ἂν ἐπιρρηματικὸν ἐξ ἐλλείψεως κατὰ τὸ ἐπίσης καὶ ἐπιπολῆς καὶ διακενῆς καὶ τὰ τοιαῦτα, ὡς ἐὰν εἴποι τις· ἔσσεται ἠὼς ἢ ἐπὶ δείλης.

(v. 112) Τὸ δὲ "Ἄρει ἐκ θυμὸν ἕληται" δηλοῖ μὲν τὸ ἀνελεῖ σιδήρῳ, διφορουμένην δὲ τὴν γραφὴν ἔχει τοῦ ὀνόματος. γράφεται γὰρ καὶ διὰ διφθόγγου ὡς ἀπὸ τοῦ Ἄρεϊ. καὶ διὰ τοῦ ἦτα δὲ μετὰ προσγεγραμμένου τοῦ ἰῶτα ἐκ τοῦ Ἄρηϊ.

(v. 113) Τὸ δὲ "ἢ δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ" πάνυ μεγαλοπρεπῶς εἴρηται, ὡς μή τινος τολμῶντος ἐγγίσαι καὶ συστάδην πολεμῆσαι τῷ Ἀχιλλεῖ. δοκεῖ δὲ περιττῶς προσκεῖσθαι τὸ "ἀπὸ νευρῆφιν" ἐνταῦθα. δῆλον δὲ καὶ ὅτι ἀρχαίας χρήσεως ἡ νευρά, ἡ ἀπὸ νεύρου δηλαδή, ὕστερον γὰρ οὐ τοιαύτη ἐστίν.

(v. 923) Ἔτι ἰστέον καὶ ὅτι ὁ ἐλπίζων πρός τινος ὄλεθρον ἐρεῖ "νῦν δὲ δὴ ἐνθάδε μοι κακὸν ἔσσεται" καὶ ἑξῆς ἕως τοῦ "ἐπεὶ ἐπέλασσέ γε δαίμων".

(v. 97 s.) Ἐπὶ δὲ δυστυχοῦς ἱκέτου λεχθήσεται τὸ "ὣς ἄρα εἶπε λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ' ὄπ' ἄκουσεν".

(v. 115) Ὅτι ὁ Λυκάων, σωθῆναι ἀπογνούς, "ἔγχος μέν", τὸ τοῦ Ἀχιλλέως δηλαδή, "ἀφέηκεν, ὃ δ' ἕζετο χεῖρε πετάσας ἀμφοτέρας", ἐπευχόμενός που τὸν ταχὺν θάνατον. Καὶ ὅρα ὅτι ἐν ἄλλοις μὲν ἔγχος τις ἀφῆκεν ἀντὶ τοῦ εἰς βολὴν ἔπεμψεν, ἐνταῦθα δὲ ἄλλως εἴρηται ἀντὶ τοῦ κατέλειψε κρατεῖν τὸ τοῦ Ἀχιλλέως ἔγχος. καὶ ἔστι καὶ τὸ ἀφεῖναι ἔγχος ὁμώνυμον νόημα, ὡς καὶ πρὸ τούτου τὸ "ἔγχος", ὁ αὐτὸς Λυκάων τὸ τοῦ Ἀχιλλέως, ἤγουν κατεῖχεν, ἐκώλυε. Τὸ δὲ "πετάσας" μετήνεκται τροπικῶς ἐκ τῶν ἐν τῷ πέτεσθαι οὕτως ἁπλούντων τὰς πτέρυγας.

(v. 114 s.) Ἰστέον δὲ καὶ ὡς ἀπογνόντος ἴδιον τὸ "τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ὃ δ' [470] ἕζετο χεῖρε", ὡς ἐρρέθη, "πετάσας".

(v. 1179) Ὅτι πληγὴν θανάσιμον ἐκφράζων φησὶ "τύψε κατὰ κληῗδα παρ' αὐχένα πᾶν δέ οἱ εἴσω δῦ ξίφος ἄμφηκες, ὃ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ κεῖτο ταθείς, ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν". Λυκάων δ' ὑπ' Ἀχιλλέως οὕτω πάσχει.

(v. 122) Ὅτι τοῖς πίπτουσι παρὰ τῷ ποιητῇ τοιαῦτά τινα ἐπιλέγονται "ἐνταυθοῖ νῦν κεῖσο", καὶ "ἐρρέτω" καὶ "φθείρεσθε" καὶ, "κεῖσο οὕτως".

(v. 123 s.) Δυστυχίαν δὲ νεκροῦ δηλοῖ τὸ "οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται". Ὅτι ἐν ἀρχῇ μὲν ὁ νεοσφαγὴς ῥιφεὶς εἰς ὕδωρ κάτω δύνει διὰ στερρότητα σώματος, ἰσχυρότερος ὢν τοῦ ὕδατος, μετὰ δὲ ἡμέρας πληρούμενος ὑγροῦ καὶ φυσώμενος μετεωρίζεται βάρει τοῦ φέροντος ἐλαττούμενος.

(v. 120-127) Καὶ δηλοῖ ὁ ποιητὴς τοῦτο ἐν τοῖς τοῦ Λυκάονος, ὡς παρασημειοῦνται οἱ παλαιοί, λέγων ὅτι Ἀχιλλεὺς τὸν Λυκάονα λαβὼν ἐκ ποδὸς εἰς ποταμὸν ἀφῆκε φέρεσθαι καὶ ἐπευχόμενος ἄλλα τε εἶπεν, ἐν οἷς καί, ὡς οὐ κλαυσεῖται αὐτὸν ἡ μήτηρ, καθὰ προσεχῶς ἐγράφη, ἀλλὰ Σκάμανδρος οἴσει ἐς θάλασσαν, καὶ ὅτι "κεῖσο μετ' ἰχθύσιν, οἵ σ' ὠτειλῆς αἷμ' ἀπολιχμήσονται ἀκηδέες", ὅ ἐστιν ἀφρόντιδες, ἄφοβοι, καὶ ὅτι "θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ' ὑπαλύξει ἰχθύς", ἢ "ὑπαΐξει", τουτέστιν, ἐκ τῆς ἄνω μελαίνης φρικός, ἤγουν κυματώδους ἀνατάσεως, συγκαταδύσεται τῷ Λυκάονι κάτω, ὑπαΐξας ἢ ὑπαλύξας, τουτέστιν ἀφεὶς καὶ ἐκφυγών, τὴν ἐπιπολάζουσαν φρῖκα.

(v. 127) Διὰ τί δὲ οὕτω καταδύσεται ὁ τοιοῦτος ἰχθύς; "ὥς κεν", ἤγουν ὅπως, "φάγῃσι, φησί, "Λυκάονος ἀργέτα δημόν". καὶ οὕτω [471] δηλαδὴ πιανθήσεται. ἔνια δέ γε τῶν ἀντιγράφων τὸ "ὥς κε" διὰ τοῦ ο μικροῦ γράφουσιν ἀκολούθως τῷ "θρῴσκων ἰχθύς". Ἰστέον δὲ ὅτι τινὲς οὔτε καταδῦντα τὸν Λυκάονα ἐνταῦθα, ὅ ἐστι βυθισθέντα, σκεπτόμενοι, ἀλλ' ἄνω ὕστερον ὑποτιθέμενοι γεγονότα καὶ ἐπιπολάσαντα, καὶ τῇ γραφῇ δὲ τοῦ "ὑπαλύξει" ἀρεσκόμενοι, φασίν, ὅτι νῦν μὲν κάτω δύσεται ῥιφείς, μετὰ δέ τινας ἡμέρας ἀναπλεύσαντος τοῦ νεκροῦ τάχα ἄν τις λιπανθεὶς ἰχθύς, ὃς φάγῃ τὸν αὐτοῦ δημόν, ὑπαλύξει, τουτέστιν ἐκφεύξεται, διὰ τὴν ἐκ τῆς λιπάνσεως θερμότητα τὸ θανατηφόρον ψῦχος, ὡς φρικός, φησί, λεγομένου τοῦ ψύχους, ὅπερ οὐκ ἔστιν Ὁμηρικόν. ἄλλοι δὲ "ὑπαΐξει" γράφοντες λέγουσιν ὅτι τοῦ νεκροῦ ὁμοίως ἀναδύντος, ὅ ἐστι μεθ' ἡμέρας τινὰς ἄνω κουφισθέντος, ἰχθύς τις ὑπαΐξει, τουτέστιν ὑποδραμεῖται, τὴν φρῖκα τοῦ ὕδατος, ἤτοι τὴν ἐπιφάνειαν, ἧς ἄνω κεῖται ὁ νεκρός, ὃς ἰχθὺς καὶ φάγῃ τὸν τοῦ νεκροῦ δημόν. Καὶ ὅρα ἐν τοῖς ῥηθεῖσιν ἀμφιβόλους τε ἐννοίας, καὶ ὅπως ὁ Ἀχιλλεὺς σκώπτει μετὰ βαρύτητος. εἰσὶ γὰρ καὶ τὰ χωρία ταῦτα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων ἕτερα διάφορα, κεκραμένα γλυκύτητι καὶ βαρύτητι. [Ἰστέον δὲ ὅτι σχεδιάζων ὁ Ἀχιλλεὺς ἔφη τὸ "θρῴσκων κατὰ κῦμα ἰχθύς". ἄλλως γὰρ καὶ ἐν ἀκυμάντῳ γαλήνῃ ἀναθρῴσκων τοῦ βάθους καὶ τῆς ἐπιπολῆς γινόμενος, εἶτα ὑποτρέχων τὴν πιμελὴν τοῦ Λυκάονος, λαφύξει αὐτὴν ἐπιτρέχουσαν, ὡς εἰκός, τῷ ὕδατι διὰ τὸ τοῦ δημοῦ ἐπιπολαστικόν, ὃ δὴ καὶ τὰ ἐλαιώδη ἐφ' ὕδατος πάσχουσιν. ὅτι δὲ οὕτω [472] πολλάκις οἱ ἰχθύες ποιοῦσι βοσκόμενοι, δηλοῦσι καὶ οἱ ἐκ τῶν θαλαττίων ἀφρῶν διοικονομούμενοι ἐν τῷ ὑποτρέχειν αὐτούς, καὶ οἱ ἐκ τῶν ἐπιπλεόντων βρύων ἀποζῶντες ὁμοίως ἰχθύες καὶ ὁ Στρυμὼν δέ, θέρους πράσιόν τι πάχος ἐπιπολάζον πάνυ πολὺ φέρων διηνεκῶς ἐπιτρέχον, τρέφει δι' αὐτοῦ τὰ ἰχθύδια τῆς τοῦ ὕδατος ἐπιφανείας γινόμενα καὶ ἀπολιχμώμενα τὸ ἐπανθοῦν χλοερόν, ὅπερ ὁ τοῦ παντὸς κηδεμὼν εἴτε χλόην ἀναλύων εἴτε καὶ ἄλλως ποιῶν ἐφαπλοῖ τῷ ποταμίῳ ὕδατι ἕως καὶ εἰς ἡμέρας ψυχεινάς, ὡς παρατετήρηται. Ὅτι δὲ ἡδὺ κρέας βρότειον ἰχθύσι, δηλοῖ καὶ ὁ παρὰ τῷ Δειπνοσοφιστῇ Ἀρχέστρατος, εἰπών· ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέαν, ἄν που περικύρσῃ.]

(v. 123) Τῶν δ' ἐν τοῖς ῥηθεῖσι λέξεων τὸ μὲν "ἀπολιχμήσονται" διὰ μόνου διχρόνου τοῦ ι ἔχει τὴν ἄρχουσαν διὰ τὸ δύο σύμφωνα ἐπάγεσθαι, εἰ καὶ ἄλλως ὤφειλε δίφθογγον ἔχειν ὡς ἀπὸ τοῦ λείχω.

(v. 124 s.) Λέγει δὲ ἐν τούτοις καὶ τὸν Σκάμανδρον δινήεντα, ὡς καὶ ἄλλους πρὸ αὐτοῦ ποταμούς.

(v. 126) Τὸ δὲ "θρῴσκων" ὅτι ἐν τῇ παραληγούσῃ τὸ ι προσγράφει, δηλοῦσιν οἱ Τεχνικοί. θορῶ γάρ, φασί, τὸ πηδῶ, οὗ παράγωγον θορίσκω, καὶ μεταθέσει θροΐσκω, καὶ ἐκτάσει τοῦ ο καὶ προσγραφῇ ἅμα τοῦ ι θρῴσκω. διὸ καὶ ὁ θρῳσμός, φασίν, ὁ ἐκ τούτου γινόμενος, προσγεγραμμένον φέρει τὸ ι.

(v. 127) Δημὸν δὲ ἀργέτα τὸ λευκὸν λίπος λέγει. δημὸς μὲν γὰρ τὸ λίπος παρὰ τὸ δαίω. ἀργὴς δὲ ἀργῆτος ὁ λευκός, ἐξ οὗ τὸ "ἀργέτα κατὰ συστολήν. τοῦτον δὲ καὶ ἐπινεφρίδιον δημὸν ἐν τοῖς ἑξῆς ἐρεῖ.

(v. 128 s.) Ὅτι στρατηγὸς διώκων ἐχθροὺς ἐρεῖ ἂν τὸ "φθείρεσθε, εἰς ὅ κεν", ἤγουν ἕως, "ἄστυ κιχείομεν, ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δὲ ὄπισθεν κεραΐζων". τί [473] δὲ δηλοῖ τὸ κεραΐζειν, προδεδήλωται. Ὅτι τοῖς ποταμοῖς ταύρους ἱέρευον, καθίεσαν δὲ καὶ ἐν ταῖς δίναις ζῳοὺς ἵππους, ὃ δὴ καὶ ἐπὶ Ξάνθου ἐποίουν οἱ Τρῶες. ὅτι δὲ οἰκειότητα ἔχει ὁ ταῦρος πρὸς τὸ ὑγρὸν καὶ διὰ τοῦτο καὶ Ποσειδῶνι θύεται, εἴρηται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. δηλοῖ δὲ τοῦτο καὶ Ἡρόδοτος ἐν οἷς φησι "σφαγιασάμενοι τῇ θαλάσσῃ ταῦρον". καὶ ἵππος δὲ ὡς ταχύτατον ζῷον προσήκει τοῖς ὠκυρρόοις ποταμοῖς.

(v. 130-132) Τὰ δὲ ῥηθέντα ἐπὶ ποταμοῖς ἔθη Ὅμηρος ἱστορῶν φησιν "οὐδ' ὑμῖν ποταμός περ ἐΰροος ἀργυροδίνης ἀρκέσει", ὅ ἐστιν ἄρκιος φανήσεται, βοηθήσει, "ᾧ δὴ δηθά", ἤγουν ἐπὶ πολὺ καὶ συχνά, ἢ καὶ ἀεί, "πολεῖς ἱερεύετε ταύρους, ζωοὺς δ' ἐν δίνῃσι καθίετε μώνυχας ἵππους".

(v. 133-134) Εἶτα ἐπιφέρει ῥητὸν οἰκεῖον ὂν ἐπὶ ἀπειλῇ τῇ κατὰ κακούργων "ἀλλὰ καὶ ὣς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες τίσετε" φόνον καὶ λοιγὸν τοῦ δεῖνος ἢ τῶν δεῖνα. Ἀχιλλεὺς δὲ ταῦτα κατὰ Τρώων λαλεῖ παθαινόμενος ἐπί τε τῷ ἑταίρῳ καὶ τοῖς Ἀχαιοῖς, οἵτινες ἂν εἶεν Ἀχαιοὶ ἐνταῦθα, εἴτε οἱ ὅλοι, εἴτε οἱ κατ' αὐτὸν Μυρμιδόνες, ἰδίως καὶ αὐτοὶ οὕτω καλούμενοι, καθὰ σαφῶς προδεδήλωται. Ὅτι τερατώδη τινὰ καὶ φοβερὰν ἐνταῦθα περιπέτειαν ὁ ποιητὴς ἐξευρίσκει διὰ τοῦ ποταμοῦ, καὶ ψυχώσας οἷον αὐτὸν ὅλον τὸν Σκάμανδρον καὶ ὑβριοπαθοῦντα πλάσας ὡς ἅτε δαίμονα, χολούμενόν τε ποιεῖ καὶ ὁρμαίνοντα κατὰ τοῦ Ἀχιλλέως καὶ ποιοῦντα, ὅσα ἐρεῖ ἐν τοῖς ἐφεξῆς. αἰτία δὲ τῶν συμβησομένων προκαταβέβληται νῦν τὸ φθάσαι ἀνωτέρω τὸν Ἀχιλλέα εἰπεῖν, ὅτι τοῖς Τρωσὶν οὐδ' ὁ ποταμὸς οὗτος ἀρκέσει, ᾧ πολλὰ Τρῶες ἱερεύειν εἰώθασιν, ὡς ἀνωτέρω προσεχῶς εἴρηται. Καὶ ὅρα ὅπως δακνηρὸν ἡ ὕβρις.

(v. 1368) Φράζει δὲ τὰ τοῦ ῥηθέντος χόλου Ὅμηρος οὕτω "ὣς ἄρ' ἔφη", ὁ Ἀχιλλεύς, "ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον, ὥρμηνεν δ' ἀνὰ θυμόν, ὅπως παύσειε πόνοιο", ἤγουν τῆς πολεμικῆς ἐνεργείας, "δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀμύνῃ". Ἐμφαίνει δ' ἐν τούτοις Ὅμηρος μέθοδον ἀνασκαλεύειν εὑρέσθαι τινά, δι' ἧς ἐγκόψει ποικιλίας χάριν τὴν ἄρτι ἐν [474] τῷ ποταμῷ ἀριστείαν τῷ ἥρωϊ.

(v. 140-143) Ὅτι Ἀστεροπαῖος υἱὸς ἦν Πηλεγόνος, "τὸν δ' Ἄξιος εὐρυρέεθρος γείνατο καὶ Περίβοια, Ἀκεσσαμενοῖο θυγατρῶν πρεσβυτάτη. τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης". καὶ τοῦτο μὲν ἡ Ὁμηρικὴ λέγει Μοῦσα. προϊὼν δὲ αὐτὸς ὁ Ἀστεροπαῖος διηγήσεται τὰ λοιπὰ τῶν κατ' αὐτόν, μερίσαντος ἐπίτηδες κἀνταῦθα τοῦ ποιητοῦ τὸ διήγημα.

(v. 152 s.) Ἐρωτηθεὶς γὰρ ὑπὸ Ἀχιλλέως, τίς ὢν ἔτλη ἀντίος αὐτοῦ ἐλθεῖν, ἐρεῖ "Πηλεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;

(v. 154-160) Εἶτα ἐποίσει "εἶμ' ἐκ Παιονίης ἐριβώλου, τηλόθ' ἐούσης, Παίονας ἄνδρας ἄγων δολιχεγχέας. ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη, ὅτ' ἐς Ἴλιον εἰλήλουθα. αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξίου εὐρὺ ῥέοντος, Ἀξίου, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν, ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ, τὸν δέ μέ φασι γείνασθαι".

(v. 160) Εἶτα τῇ συντόμῳ ταύτῃ διηγήσει ἐπάγει συντομωτάτην ἀξίωσιν "νῦν αὖτε μαχώμεθα, φαίδιμ' Ἀχιλλεῦ", οὔτε πολυλογήσας κατὰ τὸν μαλακὸν Λυκάονα, οὔτε πτοηθείς, ὅτι μηδὲ εἶχε πεῖραν τῆς τοῦ Ἀχιλλέως ἀρετῆς, ὡς καὶ μετ' ὀλίγα εἰρήσεται.

(v. 141) Ἰστέον δὲ ὅτι τὸν Πηλεγόνα οἴονταί τινες οὐκ ἀπιθάνως αἴτιον εἶναι κλήσεως τῇ νῦν λεγομένη χώρᾳ Πελαγονίᾳ, ὡς ἐκεῖθεν ὄντων τῶν Παιόνων, οὓς ἄγει ὁ Ἀστεροπαῖος, καὶ ὅτι ὀξύνεται ὁ Πηλεγών, ὡς ὁ Λαιστρυγών, κατὰ τοὺς παλαιοὺς λέγοντας, ὅτι τὰ εἰς γων ὀξυνόμενα τρέπει τὸ ω εἰς ο ἐπὶ γενικῆς, οἷον Πηλεγόνος, Λαιστρυγόνος, καὶ ἀνάπαλιν τὰ μὴ φυλάσσοντα ἐπὶ γενικῆς τὸ ω δῆλον ὅτι ἐπ' εὐθείας ὀξύνονται. τὰ δὲ μὴ ὀξυνόμενα ἢ φυλάσσει τὸ ω, ὡς τὸ Φαλάγγωνος, Αἴγωνος, ἢ διὰ τοῦ ντ κλίνεται, ὡς τὸ Οὐκαλέγοντος. τὸ καταπύγων βαρυνόμενον, φασί, καὶ διὰ τοῦ ο κλινόμενον ἔχει ἀφορμὴν τὴν ἐκ τοῦ ὁ κατάπυγος παρωνυμίαν, ὡς καὶ τὸ ἀπείρων τὴν ἐκ τοῦ ὁ ἄπειρος. Ἐν δὲ τῷ "εὐρυρέεθρος" ἐνθυμητέον καὶ τὸ ἐϋρείτης καὶ ἐΰρροον καὶ "εὐρῆος ποταμοῖο" καὶ τὸ βαθύρροος, ὠκύρροος, βαθυρείτης, ἀκαλαρείτης, καὶ ὅσοις ἄλλοις τοιούτοις ἐπιθέτοις ῥέει ὁ ποιητής, οἷα κἂν τοῖς τοιούτοις εὐροῶν.

(v. 142) Τὸ δὲ Ἀκεσσαμενός ὡς κύριον ὀξύνεται πρὸς διαστολὴν τῆς [475] μετοχῆς, ὥσπερ καὶ τὸ Σῳζομενός καὶ Τισαμενός, [ὧν ὁ μὲν Ἱστορικός, ὁ δὲ υἱὸς Ὀρέστου τοῦ Ἀτρείδου. τοιούτου δὲ τόνου καὶ Ἀλεξαμενός, Τήϊος ἀνήρ, εὑρετής, φασί, τοῦ μιμητικῶς γράφειν.] Διὰ τοιαύτην δὲ αἰτίαν καὶ αἱ Κλαζομεναί, ἡ πόλις, ὀξύνεται, καὶ ἡ δεξαμενή δὲ καὶ ἡ εἰαμενή, ὡς προδεδήλωται.

(v. 143) Τὸ δέ· ταύτῃ γὰρ ἐμίγη ποταμός, δοκεῖ μὲν ἐκ περισσοῦ κεῖσθαι, ἤρκει γὰρ εἰς νοῦν τέλειον τὸ "τὸν δ' Ἄξιος γείνατο καὶ Περίβοια", Ὅμηρος δὲ προστίθησιν αὐτό, ἵνα οὕτω κρατυνεῖ τὸν μῦθον, καὶ μή τις ὀκνήσῃ ποταμοῦ παῖδα τὸν Ἀστεροπαῖον εἰπεῖν.

(v. 154) Τὸ δ' "εἶμ' ἐκ Παιονίης" ἢ τὸ εἶμι δηλοῖ ἢ τὸ εἰμί, ἀκολούθως τῇ ἐξ Ἀχιλλέως ἐρωτήσει, πυθομένου "τίς πόθεν εἶς ἀνδρῶν".

(v. 155) Τὸ δὲ ἐρίβωλος πρωτότυπόν ἐστι τῆς ἐριβώλακος. Περὶ δὲ Παιόνων ἀρκούντως ἐν τοῖς φθάσασιν εἴρηται. διείληπται δὲ περὶ αὐτῶν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. νῦν δὲ ἐκεῖνο ῥητέον, ὡς εἴπερ κατὰ τὴν ἱστορίαν Παίοσιν ὅμοροι Σελλοὶ καὶ Δόλοπες περὶ Δωδώνην μέχρις Ἀχελῴου, σημειωτέον τὸ πολὺ μῆκος τῆς τῶν Παιόνων γῆς, εἰ καὶ περὶ Στρυμόνα καὶ Ἄξιον καὶ ἕως Ἀχελῴου διατείνουσι. Τὸ δὲ δολιχεγχέας ἀπὸ εὐθεῖας ἐστὶ τῆς ὁ δολιχεγχής, διὸ καὶ παροξύνεται ὡς τὸ "εὐειδέας". προϊὼν δὲ ὁ ποιητὴς καὶ ἱπποκορυστὰς λέγει τοὺς Παίονας. ἐνταῦθα δὲ παρασημειοῦνται οἱ παλαιοί, ὅτι ἐν τῷ Καταλόγῳ μὲν ἀγκυλότοξοι Παίονες λέγονται, ὧδε δὲ δολιχεγχέες. καί φασιν, ὅτι ἢ ἐπαμφοτερίζουσι, καθὰ καὶ ὁ Τεῦκρος ποτὲ μὲν αἰχμάζων, ποτὲ δὲ τοξεύων, ἢ καὶ διττὸν γένος εἰσίν, οἱ μὲν ὑπὸ τῷ Πυραίχμῃ, οἱ δὲ ὑπὸ τῷ Ἀστεροπαίῳ. φασὶ δὲ καὶ ἐν τῷ Καταλόγῳ μὴ κεῖσθαι τὸν Ἀστεροπαῖον, ἢ ὡς νεήλυδα, ἢ καὶ ὡς μὴ κυρίως ἡγεμόνα. οὕτω γάρ, φασί, καὶ ἐπὶ Ἀθηναίων ἐν τῷ Καταλόγῳ Μενεσθέως μνησθεὶς ἡγεμόνος ὁ ποιητὴς ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ καὶ Στιχίου μέμνηται καὶ Φείδαντος. εἰ δὲ καὶ Πρωτεσιλάου πεσόντος Ποδάρκης εἶχε τὸ πᾶν τῆς ἀρχῆς, οὕτω καὶ Ἀστεροπαῖος διὰ τὸ τὸν Πυραίχμην προαναιρεθῆναι αὐτὸς νῦν ἄρχειν τῶν Παιόνων λέγεται. τινὲς δὲ καὶ τὸν Ἀστεροπαῖον ἐν τῷ Καταλόγῳ τάσσουσιν, ὑποτάσσοντες στίχον καὶ γράφοντες οὕτως "αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους, Πηλεγόνος θ' υἱὸς [476] περιδέξιος Ἀστεροπαῖος".

(v. 157) Περὶ δὲ Ἀξίου εἴρηται ἀρκούντως ἐν τοῖς εἰς τὴν Βοιωτίαν.

(v. 158) Ὃν ἐνταῦθα ὁ Ἀστεροπαῖος ἐπαναλαμβάνει πλείονος ἀξιῶν λόγου ὡς πρόγονον. καὶ ὕδωρ δὲ αὐτὸν κάλλιστον ἐπὶ γαῖαν ἱέναι λέγει, σεμνολογῶν διὰ τὸ γένος αὐτόν. τοῦτο δὲ καὶ ἐπὶ ἑτέρου ποταμοῦ ἐν Ὀδυσσείᾳ ὁ ποιητής φησιν. ὁ δὲ νοῦς τοῦ "κλυτὸν ἔγχεϊ" ὁ αὐτός ἐστι τῷ "δουρὶ κλυτός".

(v. 159) Τὸ δὲ "τὸν δέ μέ φασι γείνασθαι" ὅμοιόν ἐστι τῷ "τοῦ μ' ἔκ φασι γενέσθαι".

(v. 163) Ἰστέον δὲ ὅτι τὸν Ἀστεροπαῖον καὶ περιδέξιον ὁ ποιητὴς ἱστορεῖ, εἰπὼν κατωτέρω "ἐπεὶ περιδέξιος ἦεν", τουτέστιν ὑπερδέξιος κατὰ τοὺς παλαιοὺς ἢ ἀμφιδέξιος, ὅ ἐστιν ἀμφοτεροδέξιος, ὁποῖοι καὶ ἄλλοι τινὲς πρὸ τούτου ἐφάνησαν.

(v. 144 s.) Διὸ καὶ τῷ Ἀχιλλεῖ ἐπορούσαντι "ἀντίος ἐκ ποταμοῦ ἔστη ἔχων δύο δοῦρε". τί δὲ ἐποίησε καὶ τί ἔπαθεν, εὐθὺς εἰρήσεται. Δῆλον δὲ ὅτι ὥσπερ ἀμφιδέξιος, οὕτω καὶ ἀμφαρίστερος παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὁ ἐναντίος τῷ ἀμφιδεξίῳ. [Ὅτι δὲ ἀγαθὰ μὲν καὶ εὐοιώνιστα παρὰ τοῖς παλαιοῖς τὰ δεξιὰ ἐκρίνοντο, οὐ τοιαῦτα δὲ τὰ λαιά, ἔκ τε τῶν οἰωνοσκοπιῶν δῆλον, καὶ ἐκ τῶν ἐξ ἀριστερᾶς πταρμῶν, καθ' ὧν οὐκ εὐεμφάτως ἡ Κωμῳδία ἔπαιξεν. ἀκολούθως οὖν ψέγεται καὶ τὸ ἀμφαρίστερον καὶ τὸ ἐπαρίστερον. φέρεται δὲ καὶ παρῳδία σύμφωνος τούτοις παλαιά, τὸ "οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι".]

(v. 144-147) Ἰστέον δὲ ὅτι ἐν μέσῳ τῶν εἰρημένων κεῖται καὶ ὅτι Ἀχιλλεὺς μὲν ἐπόρουσεν, Ἀστεροπαῖος δὲ "ἀντίος ἐκ ποταμοῦ ἔστη, ἔχων", οἷα, ὡς ἐρρέθη, περιδέξιος, "δύο δοῦρε, μένος δέ οἱ ἐν φρεσὶ θῆκε Ξάνθος", ὁ τοῦ ποταμίου δηλαδὴ ταμίας ὕδατος, "ἐπεί", φησί, "κεχόλωτο δαϊκταμένων αἰζηῶν. τοὺς δ' Ἀχιλλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ' [477] ἐλέαιρεν". ὃ δὴ οἰκεῖον λέγειν ἐπὶ τῶν ὑγροῖς κτεινομένων.

(v. 161-163) Ὅτι καινὸν σχῆμα καὶ ἐνταῦθα κεῖται. εἰπὼν γὰρ ὁ ποιητής, ὅτι ἀπειλήσας Ἀχιλλεὺς τῷ εἰρημένῳ Ἀστεροπαίῳ "ἀνέσχετο Πηλιάδα μελίην", ἐπάγει "ὃ δ' ἁμαρτῇ δούρασιν ἀμφὶς ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦν", ὡς εἴρηται. καὶ ἔστιν ὁ λόγος οὐκ εὐσύντακτος. οὔτε γὰρ ἀκολούθως πρὸς τὸ μελίην, ὅπερ ἐστὶν αἰτιατικῆς πτώσεως, εἴρηται τὸ "δούρασιν", ὤφειλε γὰρ δόρατα εἰπεῖν, ἀλλ' οὐδὲ ῥῆμα κεῖται, ἵνα ἦν, ὅτι ὁ δὲ Ἀστεροπαῖος ὁμοῦ ὡς ἀμφιδέξιος δούρασιν ἔβαλεν ἢ ἠκόντισεν ἐξ ἀμφοτέρων τῶν χειρῶν. καινὸν οὖν τὸ σχῆμα διχῶς διὰ τὸ ἀνομοιόπτωτον καὶ διὰ τὴν τοῦ ῥήματος ἔλλειψιν, ἵνα τὸ καινὸν τοῦ προκειμένου πράγματος ἐξαγγελθείη καινῶς. τῷ ὄντι γὰρ οὐδείς πω τῷ Ἀχιλλεῖ οὕτω παρέσχε πράγματα ὡς ὁ Ἀστεροπαῖος οὗτος, ὃς οὐ μόνον ἔβαλεν, ὡς ῥηθήσεται, ἀλλὰ τῷ δόρατι τοῦ Ἀχιλλέως ἐπεβουλεύσατο, καθὰ καὶ αὐτὸ δηλωθήσεται. θρασύνεται δ' ἐς τοσοῦτον ὁ Παίων ἥρως ἀληθῶς μὲν διὰ τήν, ὡς ἐρρέθη, ἀπειρίαν, ἥτις ἔοικεν ἐπᾶραι εἰς θράσος αὐτόν, οὐ γὰρ ἔφθη τὸν Ἀχιλλέα εὖ μάλα γνῶναι οἷα ἑνδεκαταῖος ἐν Τροίᾳ διάγων. ὡς εἴγε αὐτοῦ ἐπειράσατο, συνεστάλη ἂν καὶ αὐτὸς ὁμοίως τῷ Λυκάονι καὶ τοῖς λοιποῖς. μυθικῶς δέ γε θρασὺ ὁ Ἀστεροπαῖος φρονεῖ διὰ τὸ βοηθεῖσθαι τῷ ποταμῷ Ξάνθῳ, εἰς ὃν ἔφυγεν ὡς οἷά τις αἰδοῖος ἱκέτης.

(v. 145-147) Φησὶ γὰρ ὁ ποιητὴς "μένος δέ οἱ ἐν φρεσὶ θῆκε Ξάνθος", οὐ μόνον ὡς ἱκέτῃ, ἀλλὰ καὶ ὡς κατὰ τοῦ Ἀχιλλέως κεχολωμένος αὐτός, διότι αἰζηοὺς Τρωϊκοὺς ἐδάϊζε κατὰ ῥόον. βοηθεῖ δὲ καὶ ἄλλως ὁ ποταμὸς Ξάνθος τῷ ἥρωϊ, ὡς ἐκ ποταμοῦ τοῦ Ἀξίου τὸ γένος κατάγοντι.

(v. 162) Τὸ δὲ ἁμαρτῇ, ὃ σημαίνει τὸ ἅμα καὶ ὁμοῦ, Ἀρίσταρχος ἀποκοπὴν εἶναι βούλεται τοῦ ἁμαρτήδην, καὶ οὐ προσγράφει τὸ ι. ἐλέγχει δέ, φασίν, αὐτὸν ἡ παράδοσις, περισπῶσά τε αὐτὸ καὶ σὺν τῷ ι γράφουσα τῷ χαρακτῆρι τῶν εἰς τη ἐπιρρημάτων.

(v. 1647) Ὅτι Ἀστεροπαῖος ἐναντίος, ὡς ἐρρέθη, ἐκ ποταμοῦ στὰς τῷ Ἀχιλλεῖ καὶ ἁμαρτῇ, ὡς περιδέξιος, δύο ἐπαφεὶς δόρατα, "ἑτέρῳ μὲν δουρὶ σάκος ἔβαλεν, οὐδὲ διαπρὸ [478] ῥῆξε σάκος", τοῦ χρυσοῦ κἀνταῦθα κωλύσαντος, ὡς καὶ πρὸ τούτου ἀλλαχοῦ, "τῷ δ' ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς δεξιτερῆς, σύτο δ' αἷμα κελαινόν". Καὶ σημείωσαι ὅτι ὑπὸ τούτου μόνου Ἀχιλλεὺς βάλλεται.

(v. 166) Δηλοῖ δὲ τὸ ἐπιγράβδην τὸ ἐπιπολῆς, ὡς μόνον ἐπιγράψαι καὶ ξέσαι τὸν πῆχυν. τραχύτερον δὲ τοῦτο τοῦ ἐπιλίγδην, ὃ καὶ αὐτὸ ἐδήλου τὸ ὅσον ἐπιψαῦσαι, λείως ὀνοματοποιηθὲν ἀπὸ ἀρρήτου ῥήματος τοῦ λίζειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ φανεῖται. ἡ δὲ τοιαύτη ὀνοματοποιΐα καὶ τὰ λίστρα, ὡς καὶ προηρμήνευται, ποιεῖ, ἅπερ εἰσὶ πτύα σεσιδηρωμένα ἤγουν ξυστῆρες. καὶ λιστρῶσαι δὲ ἀπ' αὐτῶν τὸ ξῦσαι καὶ ὁμαλίσαι. ὁ μέντοι λίγδος οὐκ ἐντεῦθεν γίνεται, ἀλλά ποθεν ἄλλοθεν. περὶ οὗ φασιν οἱ παλαιοὶ οὕτω. λίγδος· κονία, ἀλοιφή, καὶ λίγδοι χωνευτήρια, χοάναι, ἡ τῶν νομισμάτων διατύπωσις. φασὶ δὲ καὶ τρήματα τὸν λίγδον ἔχειν συνεχῆ τῷ δέλτα παραπλήσια, δι' ὧν χαλκὸς ἠθεῖται.

(v. 166) Πῆχυν δὲ εἰπὼν ἐπήγαγε τὸ χειρὸς πρὸς διαστολὴν ἑτέρων πήχεων.

(v. 167 s.) Ἐνταῦθα δέ, εἴπερ ὤρθωται τὸ ἀντίγραφον, σχῆμα κεῖται καινόν. μετὰ γὰρ τὸ "σύτο", ἤγουν ἐξώρμησεν, "αἷμα κελαινεφές", τὸ καὶ ἐν ἄλλοις γραφέν, κεῖται τὸ "ἣ δ' ὑπὲρ αὐτοῦ γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι", ὃ δὴ καὶ αὐτὸ πολλαχοῦ περιφέρεται. ἔστι δὲ ἡ καινότης τοῦ σχήματος ἐν τῷ "ἣ δὲ λιλαιομένη". οὐ γὰρ κεῖταί τι θηλυκὸν ἐν τῷ ποιητικῷ ἐδάφει, οἷον ἐγχείη ἢ αἰχμή, πρὸς ὃ ἀποδέδονται τὸ "ἣ δέ" καὶ τὸ "λιλαιομένη", ἀλλὰ εἰπὼν "τῷ δ' ἑτέρῳ πῆχυν ἐπιγράβδην βάλε χειρός", ἐπήγαγε τὸ "ἣ δὲ λιλαιομένη", οὐκ ἀποδοὺς τὴν σύνταξιν πρὸς δόρυ, ἀλλὰ πρὸς αἰχμὴν καὶ ἐγχείην, ἃ καὶ αὐτὰ δόρατά εἰσιν. ἴσως δὲ καὶ ἀπὸ κοινοῦ ἂν ἐνταῦθα προσυπακούοιτο ἡ ἀνωτέρω κειμένη μελίη τοῦ Ἀχιλλέως. ἀλλ' οὕτω μὲν προαφῆκεν ὁ Ἀστεροπαῖος.

(v. 169-172) Ἀχιλλεὺς δὲ δεύτερος "μελίην ἰθυπτίωνα Ἀστεροπαίῳ ἐφῆκε, καὶ τοῦ μὲν ἀφάμαρτεν, ὃ δ' ὑψηλὴν βάλεν ὄχθην, μεσσοπαγὲς δ' ἂρ ἔθηκε κατ' [479] ὄχθης μείλινον ἔγχος". Καὶ ὅρα ὅτι Ἀχιλλεὺς ἀποτυγχάνει τοῦ βαλεῖν καὶ ἐπὶ τοῦ Λυκάονος, πλὴν ἄλλοθι μὲν ὑποδραμόντος τινὸς καὶ κατανωτισαμένου τὸ δόρυ μήπω μηδὲ ἀφεθέν, ἐνταῦθα δὲ μηδέν τι τοῦ Ἀστεροπαίου τεχνασαμένου, ἀλλὰ τοῦ δόρατος εἰς κενὸν πεμφθέντος. Ὅρα δὲ καὶ ὅτι ποικίλως ἐν τούτοις φράζει τὸ Ἀχίλλειον δόρυ. Πηλιάδα τε γὰρ μελίην, περὶ ἧς ἀλλαχοῦ δεδήλωται, καὶ μελίην ἰθυπτίωνα, καὶ μείλινον ἔγχος, καὶ δόρυ μείλινον, καὶ χάλκεον ἔγχος.

(v. 169) Ἔστι δὲ ἰθυπτίων ἡ ἰθὺ πετομένη, τουτέστι κατευθὺ καὶ ἀπλαγιάστως, ὥς που ὁ ποιητὴς ἡρμήνευσε, διαλελυμένως εἰπὼν αὐτὴν ἰθὺ πέτεσθαι. Ἀρίσταρχος δέ, φασίν, ἰθυκτίωνα γράφει, τουτέστιν ἐπ' εὐθείας ἔχουσαν τὰς κτιδόνας, ἤγουν τὰς ἐν τοῖς ξύλοις διαφύσεις, ἃς οἱ ἰδιῶται ἶνάς φασιν. ἡ δὲ χρῆσις τῶν κτιδόνων δηλοῦται καὶ ἐν τῇ περὶ λίθων γραφῇ. [Ὅρα δὲ ὅτι Μαχάων μὲν καὶ Ἰξίων καὶ Ἰάσων ἐκτείνοντα ἐν τῇ εὐθείᾳ τὴν παραλήγουσαν συστέλλουσι κανονικῶς τὸ ο τῆς γενικῆς ὡς κύρια, τὸ μέντοι ἰθυπτίων, εἰ καὶ ἐκτείνει τὸ παραλῆγον δίχρονον, ὅμως τηρεῖ τὸ ω καὶ ἐν τῇ γενικῇ, ὡς μὴ ὂν κύριον.]

(v. 171) Ὄχθην δέ, ὡς καὶ προεγράφη, τὸν κρημνὸν λέγει. διὸ προϊών φησιν, ὡς ἐκ κρημνοῦ ἐρύσατο ἔγχος, ὡς ταὐτὸν ὂν κατὰ πολυωνυμίαν ὄχθην εἰπεῖν καὶ κρημνόν, καθὰ καὶ πρὸ ὀλίγων εἴρηται. διὸ καὶ δὶς μὲν ὄχθην ἐνταῦθα, δὶς δὲ κρημνὸν τὸν αὐτὸν εἶπε τόπον. Ὅτι δὲ καὶ ἄνδηρα λέγονται αἱ [480] τοῦ ποταμοῦ ὄχθαι, οἱ παλαιοὶ δηλοῦσιν, οἳ λέγουσιν, ὡς καὶ ἄνδηρά εἰσι καὶ αἱ τῶν τάφρων ἀναβολαί, ἤγουν τὸ ἀναβαλλόμενον χῶμα, δι' οὗ ὀχθώδης ἄνω ἡ τάφρος γίνεται.

(v. 172) Τὸ δὲ μεσσοπαγές ἀντὶ τοῦ ἕως μέσου παγὲν διά τε τὴν τοῦ ἥρωος βίαν καὶ τό, οἷα εἰκός, τελματῶδες τοῦ τόπου. εἰ δὲ γράφεται "μεσσοπαλές" διὰ τοῦ λ, δηλοῖ τὸ ἕως μέσου παλλόμενον καὶ κραδαινόμενον. ἕτεροι δὲ συντόμως οὕτω συνελόντες ἀμφοτέρας τὰς γραφάς φασιν ὅπερ ἕως μέσου πεπηγὸς ἐπάλλετο κατὰ τὸν οὐρίαχον.

(v. 173-181) Ὅτι ἐπεὶ Ἀχιλλεὺς ἄορ ὀξὺ ἐρυσάμενος παρὰ μηροῦ ἆλτο ἐπὶ τῷ Ἀστεροπαίῳ, παρὰ βραχὺ ἐκεῖνος τὴν τοῦ ἥρωος μελίην ἠχρείωσεν ἄν. ἐπεὶ γὰρ οὐ δύνατο ἐκ κρημνοῦ ἐρύσαι χειρὶ παχείῃ, ὡς χρήσασθαι δηλαδὴ αὐτῇ κατὰ τοῦ Ἀχιλλέως, τότε δὴ "τρὶς μέν μιν πελέμιξεν ἐρύσεσθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίη, τὸ δὲ τέτρατον ἤθελε θυμῷ ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο, ἀλλὰ πρὶν Ἀχιλλεὺς σχεδόν", ἤγουν ἐγγύς, "ἄορι θυμὸν ἀπηύρα. γαστέρα γάρ μιν τύψε παρ' ὀμφαλόν, ἐκ δ' ἄρα πᾶσαι χύντο χαμαὶ χολάδες". Ἰστέον δὲ ὡς πάνυ περιποιεῖται τὴν μελίαν ταύτην ὁ ποιητὴς τῷ Ἀχιλλεῖ, ὅτι μὴ ἔχει ἑτέραν αὐτῷ πορίσαι ὁμοίαν. διὸ καὶ τῷ Πατρόκλῳ μόνην αὐτὴν τῶν ὅπλων οὐκ ἔδωκεν, ὡς προείρηται.

(v. 175) Ὅρα δὲ ὅτι καὶ ἐρύσαι καὶ ἐρύσεσθαι παθητικῶς εἶπεν, ὡς ἐξὸν ἀμφοτέρως λέγειν. δηλοῖ δὲ ἡ λέξις τὸ ἑλκύειν. πλεονάζει δὲ μάλιστα ἐν διαθέσει παθητικῇ. φησὶ γοῦν ἐν τοῖς ἑξῆς "ἐρύσατο χάλκεον ἔγχος", καὶ ἀλλαχοῦ "ξίφος ὀξὺ ἐρυσάμενος".

(v. 176) Πελεμίζειν δὲ καὶ νῦν τὸ διασαλεύειν παλάμῃ καὶ κινεῖν.

(v. 178) Τὸ δὲ ἐπιγνάμψαι κατὰ κυριολεξίαν ἐνταῦθα κεῖται. ἐξ αὐτοῦ δὲ μεταφορικῶς ἀλλαχοῦ ἐρρέθη τὸ "ἐπιγνάμψασα φίλον κῆρ", καὶ τὸ "ἐπέγναμψε γὰρ ἅπαντας".

(v. 180) Ὀμφαλὸς δὲ ὅτι πολυσήμαντον, δῆλον, καὶ ὅτι ἐκ τοῦ κατὰ ἄνθρωπον ὀμφαλοῦ ὀμφαλητόμοι τε λέγονται μαῖαι καὶ [481] ὀμφαλητομία, ὅτε αὐταὶ ὀμφαλὸν βρέφους ἀποτέμνουσι.

(v. 181) Χολάδες δὲ οὐ μόνον παρὰ τὴν ξανθὴν χολήν, ὡς προδεδήλωται, ἀλλὰ καὶ παρὰ τὴν κοιλότητα, ὥς φασιν οἱ παλαιοί, οἱονεὶ κοιλάδες τινές. κοῖλα γὰρ καὶ τὰ ἔντερά εἰσιν, ἢ καὶ ὡς τῆς τροφῆς, ἣν κόλον λέγεσθαι δηλοῖ Ἀθήναιος, αὐτόθι καταντώσης, ὡσανεὶ κολάδες τινές.

(v. 184-191) Ὅτι σύγκρισιν ἀφελῶς ὁ Ἀχιλλεὺς ποιεῖται κατὰ γένος ἑαυτοῦ τε καὶ τοῦ κειμένου καὶ ἐσκυλευμένου Ἀστεροπαίου. εὐχόμενος γάρ, ἤτοι καυχώμενος, εἶπε "κεῖσο οὕτω· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος παισὶν ἐριζέμεναι ποταμοῖο περ ἐκγεγαῶτι. φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος. αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. τίκτε μ' ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσιν, Πηλεὺς Αἰακίδης. ὁ δ' ἂρ Αἰακὸς ἐκ Διὸς ἦεν. τῷ", ἤγουν διό, "κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, κρείσσων δ' αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται". Σημείωσαι δὲ ὅτι συνέδραμεν ἐπὶ Ἀχιλλέως πατέρων τε ἀρετὴ καὶ αὐτοῦ Ἀχιλλέως, ὡς εἰ μὴ τοῦτ' ἦν, ἀτέχνως ἂν καὶ Ἀχιλλεὺς συνελογίζετο. οὐ γὰρ ἀρκεῖ τὸ ἐκ μόνου τοῦ γένους ἀγαθόν, ὡς καὶ ἐν ἄλλοις φθάσας ἔδειξεν ὁ ποιητής. Ἰστέον δὲ ὅτι τὸ τοιαῦτα λέγειν τὸν Ἀχιλλέα ἐπὶ τῷ Ἀστεροπαίῳ κειμένῳ καὶ ὡς εἰς κωφὴν γαῖαν λαλεῖν οὐ μόνον ἐξ ἤθους ἀφελῶς βαρυνομένου, ἀλλὰ καὶ ἄλλως ἐξ ἀνάγκης γέγονεν. εἰ μὲν γὰρ τοῦ Ἀστεροπαίου λαλήσαντος οὐκ εὐθὺς ἐρράγη μάχη, ἐξελάλησεν ἂν ταῦτα ὁ Ἀχιλλεὺς τότε. τοῦ δὲ Ἀστεροπαίου ταχὺ οὕτω πεσόντος, λαλεῖ νῦν, ἃ τότε ἀναγκαίως ἐσιώπησεν. ἡ δὲ σύγκρισις τῷ Ἀχιλλεῖ ἐκ τῶν τοῦ Αἰνείου εἴληπται, ἵνα πως καὶ αὐτὸς οὕτως ἐκ τοῦ ἐχθροῦ ὠφεληθείη. καὶ ἐκεῖνος γὰρ τοιαύτῃ μεθόδῳ ἑαυτὸν τοῦ Ἀχιλλέως κρείττω ἐδείκνυεν. Ἰστέον δὲ καὶ ὅτι ὁ μὲν Ἀστεροπαῖος, ἀκούσας ἐξ Ἀχιλλέως τὸ "τίς πόθεν εἶς ἀνδρῶν, ὅ", ἤγουν ὅστις, "μευ ἔτλης ἀντίος [482] ἐλθεῖν; δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν", ὃ καὶ ἕτερος πρὸ αὐτοῦ ῥήτωρ που ἔφη, ἐσέμνυνεν ἑαυτὸν τῇ τοῦ ποταμοῦ γενεᾷ, ὡς ἂν φανείη μὴ δυστήνου γένους εἶναι. Ἀχιλλεὺς δὲ καὶ οὕτως οὐδὲν ἧττον ἐξευτελίζει ἐκεῖνον ὡς αὐτὸς ἐκ Διὸς ὢν τοῦ μεγάλου καὶ οὐ ποταμοῦ εὐρὺ ῥέοντος. Ὅρα δὲ καὶ ὅπως ἡρώων γενεαλογίας ὁ ποιητὴς παρέρριψεν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ τῷ ἐναγωνίῳ τῶν πράξεων τῶν πολεμικῶν παραμιγνὺς τὸ τῶν διηγήσεων ὕπτιον πρός τε ποικιλίαν λόγου καὶ πρὸς ἀνάπαυσιν τῶν ἀκροατῶν. [(v. 189) Ἰστέον δὲ ὅτι τῷ Αἰακῷ παρωνομάσθαι δοκεῖ ἡ Αἰακίς. κύλικος δὲ αὕτη εἶδος, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται.]

(v. 190) Ποταμοὶ δὲ ἁλιμυρήεντες οἱ ἐν τῇ ἁλὶ μυρόμενοι, τουτέστι μετὰ ἤχου ῥέοντες, ἐν ταῖς ἐκβολαῖς δηλαδή, καί, ὡς ἂν συνηθέστερόν τις εἴποι, μορμύροντες. ὡς γὰρ ἐκ τοῦ μαίρειν τὸ μαρμαίρειν, οὕτω καὶ ἐκ τοῦ μύρειν τὸ μορμύρειν γίνεται. [Τὸν ὅμοιον δὲ τρόπον καὶ μῦρος καὶ μορμύρος. ἑτεροειδεῖς μέντοι αὐτοὶ ἰχθύες εἰσί.]

(v. 191) Τὸ δὲ "Διὸς γενεή" ὅμοιον ὡς εἰ καὶ παῖδας εἶπε Διὸς κατὰ τὸ "χαλεπὸν Κρονίωνος παισὶν ἐριζέμεναι". οἷς παισὶ καὶ ὁ Ἀχιλλεὺς συνεισάγεται ὡς ἀπόγονος. Τὸ δὲ "κρείσσων Διὸς γενεὴ ποταμοῖο" ἀναγκαίως χρῄζει διαστολῆς ἐν τῷ γενεή, ἵνα μὴ νοεῖν ἔχοι τις ὡς κρείσσων Διός ἐστιν ἡ τοῦ ποταμοῦ γενεά. Ἐν δὲ τῷ "ποταμοῖο" ὑπακουστέον ἀπὸ κοινοῦ τὸ γενεή, ὅπως μὴ κατὰ τοῦ ποταμοῦ ἡ σύγκρισις εἴη, ἀλλὰ κατὰ τῆς αὐτοῦ γενεᾶς.

(v. 184 s.) Ἰστέον δὲ καὶ ὅτι κωλυτικὸν τοῦ πρὸς ἐνδόξους ἐρίζειν τὸ "χαλεπόν τοι ἐρισθενέος ἀνδρός", ἢ "ἐρισθενέων πατέρων παισὶν ἐριζέμεναι", παρῳδηθέντος δηλαδὴ τοῦ ἐρισθενέος Κρονίωνος εἰς ἑτέρας γενικάς.

(v. 188) Ἀρχικοῦ δὲ ἀνδρὸς τὸ "τίκτε με ἀνὴρ πολλοῖσιν ἀνάσσων".

(v. 192 s.) Σημείωσαι δὲ ὅπως δεξιῶς μεθοδεύει ὁ ποιητὴς τὰ κατὰ τὸν ποταμόν. ταπεινώσας γὰρ Ἀχιλλεὺς ἠρέμα τὸν Ξάνθον δι' ἧς ἔφη συγκρίσεως, εἶτα εὐπλάστως καί τι βαρύτερον δίχα τῶν προλεχθέντων λαλεῖ κατ' αὐτοῦ προκλητικὸν εἰς τὴν ἐφεξῆς ποταμίαν ἀγανάκτησιν, εἰπὼν "καὶ γὰρ [483] σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν".

(v. 193) Ἐπεὶ δὲ ὁ λόγος οὗτος πάνυ σφοδρὸς οἷα μυθικῶς ῥηθεῖς κατὰ θείου προσώπου, λεαίνει αὐτὸν ὁ ἥρως ἐπαγαγὼν τὸ "ἀλλ' οὐκ ἔστι Διῒ Κρονίωνι μάχεσθαι", τὸν ποταμὸν δηλαδή, μονονουχὶ λέγων, ὡς οὐκ ἐμοὶ τὸν Ξάνθον ὑποβιβάζω, ἀλλὰ τῷ προγόνῳ μεγάλῳ Διΐ. ἐγὼ δὲ γενεὴ ὢν Διὸς κρείττων εἶναί φημι τῆς τοῦ ποταμοῦ γενεῆς. Ὅρα δ' ἐνταῦθα τὸ "εἰ δύναταί τι χραισμεῖν", ὅπερ εἰ μὴ κολληθῇ μετὰ τοῦ "μέγας", ἵνα ᾖ ὁ ὢν μέγας, εἰ δύναταί τι χραισμεῖν, ἐλλείψεως ἄλλως ἔχει πάθος, ἵνα λέγῃ ὅτι δειξάτω, εἰ δύναταί τι, ἢ δεῖξον σύ, εἰ δύναται, ἤ τι τοιοῦτον. ὅπως δ' ἂν ἔχοι σχήματος τὸ "εἰ δύναταί τι χραισμεῖν" σεμνῶς εἶπεν αὐτὸ καὶ εὐφήμως ὁ συνετὸς Ἀχιλλεὺς ἀντὶ τοῦ "οὐ δύναται". λειότερον γὰρ τὸ ἐνδοιαστικῶς ὑβρίσαι ἤπερ ἀποφαντικῶς.

(v. 193-199) Ὅτι ἐν τῷ "οὐκ ἔστι Διῒ Κρονίωνι μάχεσθαι" ποταμόν τινα, ὡς προσεχῶς ἐγράφη, παράγει ὁ ποιητὴς ἁπλούστερόν τε καὶ ἀσφαλέστερον λέγοντα τὸν Ἀχιλλέα, ὡς οὐδὲ κρείων Ἀχελώϊος αὐτῷ ἰσοφαρίζει, τουτέστι τὸ ἶσον φέρεται, "οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν, ἀλλὰ καὶ ὅς", ἤγουν οὗτος, "δείδοικε Διὸς μεγάλοιο κεραυνὸν δεινήν τε βροντήν, ὅτ' ἀπ' οὐρανόθεν σμαραγήσει", ὁ Ζεὺς δηλαδὴ ἢ ἡ βροντή.

(v. 199) Καὶ ὅρα τὸ σμαραγεῖν, ὡς, εἰ καὶ τὸ πλέον ἐπὶ ὑδάτων ἤχου λέγεται, ἀλλ' ἐνταῦθα ἐπὶ βροντῆς τέθειται.

(v. 196) Τὸ δὲ ἐκ τοῦ Ὠκεανοῦ πάντας ποταμοὺς εἶναι καὶ τὰ ἑξῆς ἡ ἀλληγορία συμβιβάζει, λέγουσα τοῦθ' οὕτως ἔχειν διὰ τὸ γενικῷ ὀνόματι ὕδωρ τὰ τοιαῦτα πάντα εἶναι, εἰς ὅπερ ὁ Ὠκεανὸς ἐκλαμβάνεται.

(v. 194) Ὅρα δὲ τὸ Ἀχελώϊος πεντασυλλάβως ἐνταῦθα λεχθὲν διὰ τὸ στιχθῆναι τὸ ἐν τῇ παραληγούσῃ προσγεγραμμένον ἰῶτα, κοινῶς μέντοι καὶ ἔξω μέτρου τετρασυλλάβως Ἀχελῷος λέγεται.

[484] οὕτω καὶ πατρώϊος μὲν καὶ μητρώϊος ποιητικώτερα, κοινὰ δὲ τὸ πατρῷος καὶ μητρῷος. Σημείωσαι δὲ ὅτι ἔδει μὲν ἐν τοιούτῳ τόπῳ συγκρίσεως τὸν ποιητὴν μὴ Ἀχελῴου μνησθῆναι, ἀλλά τινος ἑτέρου τῶν μειζόνων ἢ μεγίστων, ὁποῖοι πολλοὶ ποταμοί, ὁ Ἰνδός, ὁ Ἴστρος, ὁ Νεῖλος, ὃν Αἴγυπτον ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ καλεῖ. ἀλλ' ἐπειδὴ Ἀχιλλεὺς οὔτε δεδίδακται τοιαύτας ἱστορίας οὔτε πεπείραται μεγίστων, διὰ τοῦτο μέμνηται τοῦ Ἀχελῴου ἁπλούστερον, οὐ πάνυ πολὺ ἀπὸ τῶν τῆς Ἑλλάδος ὅρων ῥέοντος καὶ διὰ τοῦτο εἰς ἀκοὴν αὐτῷ ἥκοντος. ἴσως δὲ καὶ ἁπλῶς παραπεσὼν εἰς μνήμην ὁ Ἀχελῷος ἐξεφωνήθη ὡς ἐν σχεδιασμῷ ἀσκέπτως καὶ δίχα μελέτης, ὥς που καὶ ὁ παρὰ Σοφοκλεῖ Οἰδίπους Ἴστρου καὶ Φάσιδος μέμνηται ἐν τοῖς καθ' ἑαυτόν, καί τις ἕτερος τῶν θείων καὶ πάνυ μεγάλων ἐν οἰκείῳ λόγῳ ἀπὸ τῶν περιφανῶν ἀστέρων Σειρίου μόνου ἐμνήσθη καὶ Ὠρίωνος. καὶ ἄλλως δὲ εἰπεῖν, ὁ παλαιὸς λόγος πάνυ τὸν Ἀχελῷον σεμνύνει, ὡς καὶ πᾶν ὕδωρ ἐξ αὐτοῦ Ἀχελῷον κληθῆναι, καθὰ καὶ Ὠκεανὸν ἐκ τοῦ Ὠκεανοῦ. φησὶ γοῦν τις "Ἀχελῷον ῥάσατε", τουτέστι ῥάνατε τὴν γῆν ὕδατι. Ὅτι δὲ οὐ μακρὰν τῶν καθ' Ἑλλάδα τόπων ῥέει ὁ Ἀχελῷος, ἡ παλαιὰ ἱστορία δηλοῖ, λέγουσα ὅτι ἡ ἀρχαία Ἑλλὰς περὶ Δωδώνην καὶ Σελλούς, ὅθεν Ἀχελῷος ῥέων δι' Αἰτωλίας εἰς τὸν Ἀμβρακικὸν ἐξίησι κόλπον μέγιστος τῶν ταύτῃ ποταμῶν. ὅθεν Ἀχελῷος, φησί, πᾶν πηγαῖον ὕδωρ. καὶ τὸ ἐν Δωδώνῃ δέ, φασί, μαντεῖον, ἐν πᾶσι χρησμοῖς ἐκέλευε θύειν Ἀχελῴῳ. εἰ δὲ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν μέγιστος τῶν ταύτῃ ποταμῶν ὁ Ἀχελῷος, καλῶς κρείων προσερρέθη τῷ ποιητῇ διὰ τὸ ὑπεροχικόν. γέγονε δὲ Ἀχελῴου μνεία καὶ ἐν τοῖς εἰς τὴν Βοιωτίαν.

(v. 194 s.) Ὅρα δὲ καὶ ὅτι Ὅμηρος ἐνταῦθα μὲν συγκρίνας ἀπὸ ἐλάττονος τοῦ Ἀχελῴου εἰς τὸν μέγιστον ἀναβέβηκεν, τὸν Ὠκεανὸν δηλαδή, ἐν δὲ τῷ "ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης" ἀνάπαλιν ἐκ τοῦ μείζονος ἡλίου εἰς τὴν ἐλάττω σελήνην καταβέβηκεν, ἐν δέοντι ποιήσας ἑκάτερα.

(v. 196) Τὸ δὲ "καὶ πᾶσα θάλασσα" πολλὰς εἶναι καὶ θαλάσσας δηλοῖ ἀκολούθως τῷ "πάντες ποταμοὶ καὶ πᾶσαι κρῆναι". τίνες δὲ αὗται θάλασσαι, δηλοῦσιν οἱ [485] Περιηγούμενοι, ὧν τινες καὶ κρήνας ἀνεγράψαντο πρὸς ὄνομα πολλὰς τῶν ἐν διαφόροις χώραις. κάλλους δέ, ὡς καὶ πρὸ τούτων δεδήλωταί που, τὸ πάντες καὶ πᾶσα καὶ πᾶσαι. Δεδοικέναι δὲ λέγεται καὶ Ὠκεανὸς τὰ διόβολα πάθη διὰ τὸ δρᾶν τι ἐκεῖνα καὶ εἰς αὐτόν, ὅτε δεινὰ καταρραγῶσιν.

(v. 202) Ὅτι μυρία ὁ ποιητὴς λέγων ἔστιν ὅτε καὶ ἁπλῶς οὕτω ἐπὶ ἀναπληρώσει στίχων, ποιεῖ τοῦτο κἀνταῦθα, ἔνθα εἰπὼν τὸν Ἀστεροπαῖον ἐν ψαμάθοις κεῖσθαι, ἐπιφέρει "δίαινε δέ μιν μέλαν ὕδωρ". τοῦτο γὰρ ἁπλοϊκῶς ἐπῆκται καὶ ἀφελέστερον, ἴσως δὲ μάλιστα πρὸς σαφήνειαν, ἵνα μὴ νοηθείη ἐπὶ ψαμάθων κεῖσθαι ξηρῶν, ἀλλ' αἷς ἐπιτρέχει ὕδωρ. διὸ καὶ τὰ περὶ ποταμὸν αὐτὸν ἀμφιπένεται ζῷα. [Ἰστέον δὲ ὅτι ἐκ τοῦ Διός, ἤτοι ἀέρος, τὸ διαίνειν παρῆκται, καὶ δηλοῖ τὸ ὑγραίνειν καί, ὡς εἰπεῖν, διαβρέχειν. ἐξ αὐτοῦ δὲ καὶ ἀδίαντον βοτάνης εἶδος, ἧς τὰ φύλλα οὐ θέλει διαίνεσθαι ὑετῷ. τοιούτου δὲ Διὸς παράγωγον καὶ ὁ διερός, ὅπερ ἐστὶ δίυγρος.]

(v. 203-204) Ὅτι ἐν τῷ εἰπεῖν, ὡς ἐγχέλυες καὶ ἰχθύες ἀμφεπένοντο τὸν Ἀστεροπαῖον "δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες" χωρίζει τὰς ἐγχέλυας τῶν ἰχθύων, καθὰ καὶ πρὸ ὀλίγων παρεσημάνθη, ἐπεὶ οὔτε ἐξ ὀχείας γίνονται οὔτε ζῷα τίκτουσιν οὐδὲ σπερματικοὺς οὐδ' ὑστερικοὺς πόρους ἔχουσιν οὐδὲ εἰς θῆλυ καὶ ἄρρεν διακρίνονται, ἀλλ' αὐτόματοι ἐν πηλῷ συνίστανται ἔκ τινος ἀπορρεούσης αὐτῶν ὑγρότητος, ὡς ἱστορεῖ καὶ Ὀππιανός. ἐρεῖ δὲ καὶ ἐν τοῖς ἑξῆς "ἐγχέλυες καὶ ἰχθύες οἱ κατὰ δίνας". Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν διὰ τοῦ υ κλίνει ἐγχέλυας. φαίνεται δὲ καὶ διὰ τοῦ εως Ἀττικῶς ἔχειν τὴν κλίσιν ἡ παροξυτόνως ἐγχέλυς, ἢ ἄλλως ἔγχελυς προπαροξυτόνως. καὶ δηλοῦται τοῦτο παρὰ τῷ Κωμικῷ ἐν τῷ ἐγχέλεων καὶ ἐγχέλεις, καὶ παρὰ ἑτέροις δὲ πολλοῖς. φησὶ γοῦν καὶ Αἴλιος Διονύσιος, ὅτι ἔγχελυς τὸ ἑνικόν, ἐγχέλεις δὲ τὸ πληθυντικὸν [486] καὶ ἐγχέλεσιν. ἐγχέλια δὲ τὰ τεμάχη φησὶ τῶν ἐγχέλεων. τὰς δὲ ἐγχέλυς φασὶν οἱ παλαιοὶ ζῆν εἰς ἑπτὰ ἔτη καὶ ὀκτὼ καὶ ἀλληλοφαγεῖν.

(v. 204) Ὅρα δὲ ὅτι καὶ ἐπ' αὐτῶν ἐρέπτεσθαί φησιν, ὡς καὶ ἐπὶ τῶν χερσαίων τετραπόδων. προϊὼν δὲ καὶ ἐπὶ ὕδατος τὴν λέξιν τίθησιν, ὅπερ ὑπερέπτει τὴν πατουμένην τῷ Ἀχιλλεῖ γῆν. Κείροντες δὲ ἀντὶ τοῦ ἀπλήστως ἐσθίοντες, ὅθεν καὶ ὁ κόρος παράγεται. Τὸ δὲ "ἐπινεφρίδιον" δύναται καὶ μετὰ τοῦ "κείροντες" κεῖσθαι καὶ μετὰ τοῦ "ἐρεπτόμενοι", ἐξ οὗ καὶ τὸ ἀνερέπτειν δοκεῖ γίνεσθαι. [Ἔστι δὲ ἐπινεφρίδιος δημὸς ὁ ἐπὶ τοῖς νεφροῖς τοῖς κυρίως. προσεθέμεθα δὲ τὸ κυρίως πρὸς διαστολὴν τῶν μὴ τοιούτων. δοκοῦσι γὰρ ἀστείως καὶ οἱ ὄρχεις νεφροὶ κληθῆναι παρὰ τῷ εἰπόντι τὸ "ἧκεν ὄρχεις φέρων πολλούς", καὶ ἡ Γνάθαινα τῶν ἄλλων γυναίων ἀκκιζομένων "καλοί γε" εἶπεν "οἱ νεφροί", "καὶ δύο ἁρπάσασα κατέπιεν, ὥσθ' ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν". δῆλον οὖν ἐν τούτοις ὅτι οὐ κυριολεκτικῶς ἡ Γνάθαινα ἐλάλησεν, ἀλλ' ἐσεμνολόγησεν εὐφημότερον τοὺς ὄρχεις ὡς νεφροὺς διὰ τὰς αἰδουμένας γυναῖκας.]

(v. 20510) Ὅτι ἐμπλατυνάμενος ὁ ποιητὴς τοῖς κατὰ τὸν Ἀστεροπαῖον, εἶτα, οἷος αὐτός, ἅμα τῷ ἐκείνου θανάτῳ καὶ Παίονας πολλοὺς ὑπὸ τῷ Ἀχιλλεῖ ῥίπτει, μηδὲν εἰπὼν περὶ οὐδενὸς ἀλλ' ἢ μόνον ὀνομάσας αὐτούς. ἑπτὰ γοῦν ἄνδρας ἐν δυσὶ στίχοις ὠνόμασεν, ἐν οἷς καὶ Θρασίος τις, τρίβραχυ ὄνομα ὅμοιον τῷ Δολίος, Στιχίος καὶ τοῖς ὁμοίοις. ἐντὸς δὲ τοῦ ποταμοῦ καὶ τούτους ἐκεῖ πεφοβημένους, "ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ χερσὶν ὑπ' Ἀχιλλέως καὶ ἄορι ἶφι δαμέντα".

(v. 207) Καὶ ὅρα ἐνταῦθα μὲν συνήθως ἐπὶ ἀνδρὸς τεθὲν τὸ ἄριστον. τίθεται δὲ καὶ ἐπὶ γυναικός, ὡς ἐν τῷ "εἶδος ἀρίστη". λέγεται δέ ποτε καὶ ἐπὶ ζῴων. ἐν γοῦν τῇ Ὀδυσσείᾳ καὶ "συῶν ἄριστον" ὁ ποιητὴς λέγει καὶ "ζατρεφέων αἰγῶν ἄριστον". Ὅτι ἀνθρωποπαθῶς κἀνταῦθα τὰ δαιμόνια μεταχειριζόμενος Ὅμηρος ποιεῖ τὸν ποταμὸν Ξάνθον χολούμενον κατὰ τοῦ Ἀχιλλέως, οὐ μόνον [487] διότι ἐγχώριος ὢν ἀμύνειν ἤθελε τοῖς Τρωσί, καὶ ὅτι ταύρους οἱ ἐγχώριοι, ὡς προείρηται, ἱέρευον, καὶ ἵπποις αὐτὸν ἐδωροῦντο, ἃ δὴ τὸ δαιμόνιον φῦλον ἐφείλκετο, ἀλλὰ καὶ ὅτι φθάσας Ἀχιλλεὺς ἠρέθισεν αὐτὸν εἰς θυμὸν ἀνθρώπινον, οἷς εἶπεν, ὡς οὐδ' αὐτὸς ποταμὸς ἀρκέσει τοῖς Τρωσίν, ὃν πολλὰ δεξιοῦνται, καὶ ὅτι "ποταμὸς πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν". θυμὸν τοίνυν ἀναλαβὼν καὶ μάλισθ' ὅτι καὶ ἀξιώσας, καθὰ εἰρήσεται, καὶ ἐπαινέσας οὐκ ἔπεισεν, ἐν ἑαυτῷ ἀπολαβὼν τὸν ἥρωα δεινὰ ποιεῖ, ὅσα ὁ ποιητὴς δηλώσει. ὃς τερατωδέστερον κατὰ ποιητικὴν μεγαλοφωνίαν ἐκφράσει καὶ τὸν χόλον τοῦ ποταμοῦ καὶ φοβερὸν χωρίον διασκευάσει ἐν τοῖς ἑξῆς.

(v. 214-217) Πρὸ δέ γε τοῦ ἐπιθέσθαι τῷ Ἀχιλλεῖ πλάττει τὸν ποταμὸν κατ' ἀνδρὸς ὁμοιότητα φθεγξάμενον ἐκ βαθείας δίνης τερατωδέστερον ταῦτα "ὦ Ἀχιλλεῦ, περὶ μὲν κρατέεις, περὶ δ' αἴσυλα ῥέζεις ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσι θεοὶ αὐτοί. εἴ τοι Τρῶας ἔδωκε Ζεὺς πάντας ὀλέσσαι, ἐξ ἐμέθεν γ' ἐλάσας πεδίον κάτα μέρμερα ῥέζειν", ἤγουν "ῥέζε".

(v. 218-221) Εἶτα πιθανὴν αἰτίαν εἰπὼν τῆς ἀγανακτήσεως τὸ ἀνακόπτεσθαι τοῦ προρρέειν διὰ τὸ στενοχωρεῖσθαι νεκροῖς. "πλήθει γὰρ δή μοι νεκύων", φησίν, "ἐρατεινὰ ῥέεθρα οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως", ἐπάγει ἀξίωσιν "ἀλλ' ἄγε δὴ καὶ ἔασον, ἄγη μ' ἔχει, ὄρχαμε λαῶν". ὡς δὴ ταῦτα ὁ Ξάνθος εἰπὼν οὐκ ἔπεισε τὸν Ἀχιλλέα, τότε δὴ τὰ τοῦ θυμοῦ δρᾷ.

(v. 233-242) Ἔνθα οὕτω φράζει ὁ ποιητὴς "Ἀχιλλεὺς μὲν δουρὶ κλυτὸς ἔνθορε μέσσῳ κρημνοῦ ἀπαΐξας. ὃ δ' ἐπέσσυτο οἴδματι θύων. πάντα δ' ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς πολλούς, οἵ ῥα κατ' αὐτὸν ἔσαν ἅλις, οὓς κτάν' Ἀχιλλεύς. τούς", ἤγουν τούτους, "ἔκβαλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος χέρσονδε. ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, κρύπτων ἐν δίνῃσι βαθείῃσι μεγάλῃσι. δεινὸν δ' ἀμφ' Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δ' ἐν σάκεϊ πίπτων ῥόος, οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι".

(v. 248 s.) Καὶ μετ' ὀλίγα ὦρτο δ' ἐπ' αὐτῷ [488] ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο".

(v. 255-256) καὶ ὃ μὲν "ὕπαιθα τοῖο", ἤγουν τούτου τοῦ ποταμοῦ, "λιασθεὶς φεῦγεν, ὃ δ' ὄπισθε ῥέων", ὡς οἷα διώκων, "ἕσπετο μεγάλῳ ὀρυμαγδῷ".

(v. 265-271) Καὶ μετὰ βραχέα ἐπιφέρει "ὁσσάκι δ' ὁρμήσειεν Ἀχιλλεῦς στῆναι ἐναντίβιον καὶ γνώμεναι, εἴ μιν ἅπαντες ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, τοσσάκι μιν μέγα κῦμα διϊπετέος ποταμοῖο πλάζ' ὤμους καθύπερθεν. ὃ δ' ὑψόσε ποσσὶν ἐπήδα θυμῷ ἀνιάζων, ποταμὸς δ' ὑπὸ γούνατ' ἐδάμνα λάβρος, ὕπαιθα ῥέων, κονίην δ' ὑπέρεπτε ποδοῖϊν.

(v. 302 s. et 306) Καὶ πάλιν "τοῦ δ' ὑψόσε γούνατ' ἐπήδα πρὸς ῥόον ἀΐσσοντος ἀν' ἰθύν". ὃ δὲ "κόρυσσε κῦμα ῥόοιο, ὑψόσ' ἀειρόμενος".

(v. 307-315) Εἶτα καὶ συμμαχίας οἷον δεηθεὶς ὁ Ξάνθος ἀνθρωπίνως ἐνεκελεύσατο, φησί, τῷ Σιμόεντι, ἐγγύς που δηλαδὴ ῥέοντι, ἄλλα τέ τινα ὧν ἀρχὴ τὸ "φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν", καὶ "ἀλλ' ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα ὕδατος ἐκ πηγέων, πάντας δ' ὀρόθυνον ἐναύλους, ἵστη δὲ μέγα κῦμα, πολὺν δ' ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα, ὃς δὴ νῦν κρατέει, μέμονε δ' ὅ γε ἶσα θεοῖσι" καὶ τὰ ἑξῆς.

(v. 324-327) Ἐφ' οἷς πάλιν ὁ Ξάνθος συλλαβομένου κατὰ τὸ σιωπώμενον, ὡς εἰκός, καὶ τοῦ Σιμόεντος, ὡς καὶ ἐν τοῖς ἑξῆς κρεῖττον ῥηθήσεται, "ἐπῶρτ' Ἀχιλῆϊ κυκώμενος, ὑψόσε θύων, μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι. πορφύρεον δ' ἄρα κῦμα διϊπετέος ποταμοῖο ἵστατ' ἀειρόμενον, κατὰ δ' ᾕρεε Πηλείωνα". Ἔνθα γράφουσιν οἱ παλαιοί, ὅτι ἔστιν ἰδεῖν κῦμα μετέωρον, αἵματι καὶ ἀφρῷ μεμιγμένον, καὶ σώματα ἐπιπλέοντα. ἐνταῦθα δὲ ἰστέον καί, ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἔφη ὁ ποιητὴς "πορφύρεον δ' ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον", ἐνταῦθα δὲ ἄλλως περιφραστικῶς φησι "πορφύρεον δ' ἄρα κῦμα διϊπετέος" καὶ ἑξῆς, ὡς προέκκειται. καὶ τοιαῦτα μὲν τὰ κατὰ Ξάνθον, φοβερῶς μὲν πεφρασμένα καὶ ἀναλόγως θυμῷ μεγάλου ποταμοῦ, σποράδην δὲ κείμενα παρὰ τῷ ποιητῇ ἐπίτηδες, ἵνα καταμερίσῃ πολλοῖς τόποις τὴν τοῦ λόγου σεμνότητα καὶ τὸ τοῦ Ἀχιλλέως δὲ παραστήσῃ δυσκαταγώνιστον. Τῶν δὲ τοῦ κατὰ παρεκβολὴν συντεθέντος χωρίου τούτου λέξεων καὶ εἴ τι δὲ ἄλλο αὐτόθι χρήσιμον, τὰ μὲν αὐτίκα νῦν συναπτῶς ῥηθήσεται, τὰ δὲ καὶ ἄλλως ἐν οἰκείοις τόποις τεθήσεται.

(v. 214) Καὶ πρῶτον σημείωσαι ὅτι τὸ μὲν "κρατέεις", ὡς καὶ μετ' ὀλίγα τὸ "ὃς δὴ νῦν κρατέει" κρατερὸν ἐπιψόγως εἶναι τὸν Ἀχιλλέα δηλοῖ κατὰ τὸ "ἀπηνέα τε κρατερόν τε", τὸ δὲ "περὶ δ' αἴσυλα ῥέζεις ἀνδρῶν" τὸ περισσότερον πάντων ἀνδρῶν πράττειν αἴσυλα, ἤτοι ἄδικα. ἐκ δὲ τοῦ αἴσυλα ῥέζειν ἡ σύνθεσις ἐπενοήθη τοῦ [489] αἰσυλοεργός. αἴσυλον δὲ οὐ μόνον δι' οὗ συλᾶται τὸ αἴσιον, ἵνα ᾖ αἰσόσυλον καὶ κατὰ συγκοπὴν αἴσυλον, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἀλλὰ καὶ δι' οὗ βλάβη γίνεται παρὰ τὸ ἆσαι, ὅ ἐστι βλάψαι. μάλιστα δὲ παρὰ τὸ α στερητικὸν καὶ τὸ ἶσον κατὰ συναίρεσιν αἴσυλον τὸ ἐστερημένον ἰσότητος, ἤτοι δικαίου.

(v. 215) Τὸ δὲ "αἰεί σοι ἀμύνουσι θεοὶ αὐτοί" καταρριπτεῖ μὲν φιλεχθρικῶς τὴν ἀνδρίαν τοῦ Ἀχιλλέως ὡς θεόθεν, οὐ μὴν οἴκοθεν οὖσαν, ἑνικῶς δὲ παρῳδηθὲν ῥηθήσεται ἐπὶ θεοφιλοῦς ἀνδρός, οἷον· αἰεὶ γάρ τοι ἀμύνει θεὸς αὐτός.

(v. 216-320) Τὸ δέ "εἴ σοι δέδοται ἐναίρειν, ἐξ ἐμοῦ ἐλάσας" εἰς τὸ "μέρμερα ῥέζε" καὶ ἑξῆς, χρήσιμον ἐπὶ ἀριστεῦσι κατακόπτουσιν ἐν ὕδατι τοὺς ἐχθρούς, ὡς καὶ ἐκεῖ τοιαῦτα βοῶντος ἂν τοῦ ὕδατος. Τὸ δὲ ἀγανακτεῖν τὸν ποταμόν, εἰ τοῦ προρρέειν ἀνακόπτοιτο, ζωϊκῶς λαλεῖται. οὕτω γὰρ ἂν καὶ ζῷον ἄχθοιτο, εἰ τῆς κατὰ φύσιν κινήσεως πρὸς βίαν ἀποκωλύεται. καὶ ἄλλως δέ, λυπεῖ τὸν Ξάνθον, εἰ τὸ ἀένναον αὐτοῦ διακόπτεται, οὐ πλήθοντος ὑδάτων κατὰ τοὺς οὕτω κυρίως πλήθοντας ποταμούς, ἀλλὰ νεκύων. [(v. 221) Ἐν δὲ τῷ "ἀλλ' ἄγε δὴ καὶ ἔασον" ἢ περιττός ἐστι συνήθως ὁ και σύνδεσμος, ἢ ἀστείως εἴρηται, ἵνα λέγῃ ὅτι καθάπερ ἐνήργησας τὸ ὀλοθρεῦσαι, οὕτω ποίησον καὶ τὸ ἐᾶσαι.] Τὸ δὲ "ἄγη μ' ἔχει" τῷ μὲν ἀσυνδέτῳ σχήματι ἐνδιαθέτως κατὰ θαῦμα πέφρασται, πάνυ δὲ σεμνύνει τὸν Ἀχιλλέα, εἰ καὶ θεοὺς ἐκπλήττει, οἷς ἀριστεύει.

(v. 219) Ἐκ δὲ τοῦ προχέειν ῥόον εἰς ἅλα προχοαὶ λέγονται ποταμῶν.

(v. 221) Τὸ δὲ "ὄρχαμε λαῶν" καὶ στίχον ἀναπληροῖ καὶ κολακεύει.

(v. 233) Τὸ δὲ "ἔνθορε μέσσῳ" τὸ πηδητικὸν τοῦ Ἀχιλλέως δηλοῖ, ἐπιτεταμένον ὄν, εἴπερ ἀπὸ τῆς ὄχθης καταπηδήσας μέσῳ ἐνθρῴσκει τῷ μεγάλῳ ποταμῷ. ἐρεῖ δὲ καὶ προϊὼν σαφῶς, ὅπως ὁ Ἀχιλλεὺς οἶδε πηδᾶν.

(v. 234 s.) Ἐν δὲ τῷ "οἴδματι θύων" καὶ "ὄρινε ῥέεθρα" λέξεις εἰσίν, ἐξ ὧν τὸ ὀροθύνειν σύγκειται, τὸ θύειν δηλαδὴ καὶ τὸ ὀρίνειν.

(v. 235) Τὸ δὲ κυκᾶσθαι καιρία ἐστὶ λέξις. διὸ καὶ πολλάκις ἐνταῦθα ὁ ποιητὴς αὐτῇ χρᾶται. παράγεται δὲ ἀπ' αὐτῆς τὸ κῦμα, ὡς ἐν τῷ "κυκώμενον ἵστατο κῦμα" ἐμφαίνει ὁ ποιητής, ἐγγὺς τοῦ κυκᾶσθαι τὸ κῦμα θέμενος τρόπῳ ἐτυμολογικῷ, καὶ κυματίαν οὕτω δείξας τὸν ποταμόν. Τὸ δὲ "ὦσε νεκρούς" ἑρμηνεύων ὁ ποιητὴς ἐπήγαγε τὸ τούτους "ἔκβαλεν", ὡς ταὐτὸν ὂν εἰπεῖν ὦσαι ἢ ἐκβαλεῖν. οὕτω δ' εὐθὺς καὶ τὸ τροπικὸν "θύραζε" σαφηνίζων φησὶ [490] "χέρσονδε". ἐπὶ γὰρ ποταμοῦ ἢ θαλάσσης τὸ θύραζε ταὐτόν ἐστι τῷ εἰς γῆν.

(v. 236) Τὸ δὲ "οὓς κτάνεν Ἀχιλλεύς" εὐλογοποιεῖ τὸν ποταμοῦ χόλον. οὐ γὰρ τοῖς ἐξ ἑτέρων στείνεται, ἀλλὰ τοῖς τοῦ "Ἀχιλλέως νεκροῖς.

(v. 237) Τὸ δὲ "μεμυκὼς καθὰ ταῦρος" ἔμφασιν αἰτίας δίδωσι, διότι ταύρους τῇ τε θαλάσσῃ καὶ τοῖς ποταμοῖς ἱέρευον. ἴσως γὰρ διὰ τὸ μυκητικὸν καὶ οὕτως αὐτοῖς οἰκεῖον καὶ προσφυές.

(v. 238) Τὸ δὲ "σάω" ἀποκοπὴν ἔπαθεν. ὡς γὰρ οὔταζεν οὖτα, οὕτω σάωζε σάω. κατὰ μυθικὴν δὲ πάντως σεμνότητα ὁ Ξάνθος κινδύνῳ μὲν περιβάλλει τὸν Ἀχιλλέα, σῴζει δὲ τοὺς φυγόντας εἰς αὐτόν, ὡς καὶ Ἥφαιστος ἐν τοῖς ἑξῆς τὸν Ξάνθον κατακαίων οὐκ ἂν ὁμοίως καὶ τὸν Ἀχιλλέα διετίθετο. ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ καί, ὅτι ὁ Σκάμανδρος ὁρμῇ μιᾷ τοὺς μὲν νεκροὺς ἐκβάλλει, τοὺς δὲ ζῶντας κρύπτει κολπούμενος, τὸν Ἀχιλλέα δὲ περιΐσταται. Σημειωτέον δ' ἐνταῦθα καὶ τὰ πυκνὰ πάρισα, μάλλον δ' εἰπεῖν, ἀλλεπάλληλα, τὸ δίνῃσι, βαθείῃσι, μεγάλῃσι, καλλωπίζοντος τοῦ ποιητοῦ ὡς συγγαληνιᾶν οἷον τὸν λόγον τῷ σωστικῷ ῥεύματι. ἄλλως γὰρ, ὅπου τραχύνεται ὁ ποταμός, ἐκτραχύνει καὶ ὁ ποιητὴς τὴν φράσιν συνεξομοιῶν τὴν γλῶσσαν τῷ τραχεῖ τοῦ ῥεύματος.

(v. 240) Τὸ δὲ "ἵστατο κῦμα" πιθανεύεται τὸ δύνασθαι τὸν ποταμὸν ἐμπίπτοντα τῷ ἡρωϊκῷ σάκει καὶ πλάζειν τοὺς τοῦ Ἀχιλλέως ὤμους. τοιοῦτον δὲ καὶ μετ' ὀλίγα τὸ "ἵστη δὲ μέγα κῦμα", καὶ τὸ "ἐπῶρτο ὑψόσε θύων", καὶ τὸ "κῦμα ἵστατο ἀειρόμενον".

(v. 241) Τὸ δὲ ἐμπίπτειν ῥοῦν σάκεϊ ἀστείως εἴρηται. ὁ γὰρ νοούμενος ποταμός, ὅσα καὶ ὅπλῳ τῷ σωματικῷ ποταμῷ χρώμενος καὶ μετεωρίζων τὸν ῥόον, ῥιπτεῖ αὐτὸν κατὰ τοῦ σάκους, ὠθῶν τὸν Ἀχιλλέα οὕτω καὶ σφάλλων. διὸ οὐδὲ εἶχεν αὐτὸς ποσὶ στηρίξασθαι.

(v. 249) Ἀκροκελαινιόων δὲ ἀντὶ τοῦ ἄκρος πεφρικώς, μέλας, ἢ τὴν ἄκραν ἐπιφάνειαν [491] μελαινόμενος, ὡς εἰκὸς ὑπὸ πνοῆς ἀνέμου, ἢ μυθικῶς κατὰ χρῶμα θυμουμένου πρὸς ὁμοιότητα τοῦ "νυκτὶ ἐοικὼς ὑπώπια", ἵνα εἴη ἀκροκελαινιόων ὁ οἷον σκυθρωπάζων καὶ ἀγριούμενος μελαίνῃ φρικί. νοητέον γὰρ ἄνεμον αὐτομάτως ἐμπεσεῖν τῷ Ξάνθῳ, ὑφ' οὗ κυκώμενος βλάπτει τὸν ἥρωα, εἰ καὶ ἡ ποίησις ἄλλως μυθικώτερον προαιρετικὸν ἔργον τοῦτο πλάττει τῷ ποταμῷ. Ἐτησίας δέ, ὡς εἰκός, ἢ ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐρεῖ, ὀπωρινὸς βορέης, ἢ καὶ σφοδρὸς θερινὸς νότος ὁ τοιοῦτος ἄνεμος ἦν. διὸ καὶ κυκᾶν εἶχε καὶ ἐκθερμαίνειν τὸν ποταμόν, ὡς εἰ καὶ πυρὶ φλεγέθων Ἥφαιστος αὐτῷ ἐνέπεσεν.

(v. 255) Ὕπαιθα δὲ λιασθείς οἱ μὲν ἀντὶ τοῦ ἐκ πλαγίου τοῦ ποταμοῦ καὶ ἔξω τοῦ εὐθέος. κάλλιον δὲ νοεῖν κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ ἔμπροσθεν καὶ ὑπαί τὸ ἰθύ, ἤγουν κατὰ ὀρθόν. διὸ καὶ ὁ ποιητὴς προϊὼν ἑρμηνεύει λέγων τὸν Ἀχιλλέα πρὸς ῥόον ἀΐσσειν ἀν' ἰθύν, ἤγουν κατὰ ῥοῦν ὁρμᾶν ἐπ' εὐθείας, ἔνθα εἶχε δηλαδὴ εὐπόρως φεύγειν.

(v. 256) Τὸ δὲ ὄπισθε ῥέοντα τὸν ποταμὸν ἕπεσθαι λιασθέντι τῷ Ἀχιλλεῖ ἄλλο εἶδος πολεμικῆς ἐπιθέσεως. Σημείωσαι γάρ, ὅτι πολυειδὲς κακὸν ὁ Ξάνθος τῷ Ἀχιλλεῖ γίνεται. καὶ ὁ μὲν ἐν τῷ σάκεϊ πίπτων ῥόος, ὡς προεγράφη, βολαῖς οἷον πολεμικαῖς καὶ ὠθισμοῖς ἐῴκει.

(v. 271) Ὅτε δὲ ποδῶν ὑπερέπτει κόνιν ὁ ποταμός, ἤγουν ὑπεσθίει, τῆς βάσεως ἀκρατῆ θέσθαι τὸν Ἀχιλλέα φιλονεικεῖ, ὄπισθε δὲ διώκων φεύγοντα κατὰ ῥοῦν οἷον ὑπῆγε πρὸς ὄλεθρον.

(v. 269) Ἔπλαζε δὲ καὶ τοὺς ὤμους καθύπερθεν, ἤγουν εἰς τοὺς ὤμους ἐπέλαζεν, ἢ ἐπλάνα καὶ διεσάλευεν αὐτούς, ὅπερ ἀντιπαράκειται πρὸς τὸ τὴν κόνιν τῶν ποδῶν ὑπερέπτεσθαι, ἵνα ἐκ ποδῶν ἄχρι καὶ ἐς κεφαλὴν καὶ ἐκ τῶν ἔμπροσθεν δὲ καὶ ὄπισθεν περιστοιχίζῃ τὸν Ἀχιλλέα ὁ κίνδυνος. τὸ μέντοι κινδυνωδέστερον γίνεται, ὅτε πορφύρεον κῦμα ἵσταται ἀειρόμενον, ὡς ἐρρέθη, καὶ καθαιρεῖ τὸν ἥρωα, ἤγουν καταβάλλει. τοῦτο γὰρ δηλοῖ τὸ "κατὰ δ' ᾕρεε Πηλείωνα", κατὰ διάλυσιν ῥηθὲν ἀντὶ τοῦ καθῄρει. διὸ καὶ εὐθὺς τότε αὐτίκα βοηθεῖται, ὡς ῥηθήσεται.

(v. 313-314) Ὅρα δὲ καὶ ὅτι ὀρυμαγδός καὶ ἐπὶ ὕδατος λέγεται ποταμίου, τραχὺν ποιουμένου ἦχον διὰ τῆς καταφερομένης χερσόθεν [492] ὕλης. διὸ καὶ εἶπε "πολὺν δ' ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων", ὅ ἐστι κατασυρομένων καὶ λίθων. φιτροὶ γὰρ οἱ ἐκ φυτῶν κορμοὶ τραπέντος τοῦ υ εἰς ι, ὡς καὶ ἐν τῷ δίφρος γίνεται. καὶ ἄλλως δέ, φιτροὶ παρὰ τὸ φῖτυ, ὃ δηλοῖ τὸ φυτόν, οὗ ἀρσενικὸν φῖτυς, τιθέμενον ἐπὶ φυτοσπόρου, ὅ ἐστι πατρός.

(v. 2657) Τὸ δὲ ὁρμᾶν ποτε στῆναι τὸν Ἀχιλλέα καὶ γνῶναι εἴπερ ὑπὸ πάντων θεῶν διώκεται, καὶ οὐ τῶν τυχόντων ἀλλὰ τῶν οὐρανίων, τὴν ὑπερβολὴν τοῦ κινδύνου δηλοῖ, ὡς δόξαι ἂν μὴ ἑνί τινι διοικονομεῖσθαι τὸ κακόν, ἀλλὰ πᾶσι θεοῖς. ἀπ' ἐναντίας δὲ τοῦτο γίνεται πρὸς τὸ "αἰεὶ γάρ τοι ἀμύνουσι θεοὶ αὐτοί".

(v. 268) Διϊπετὴς δὲ ποταμὸς ὅτι ὁ ἐκ Διὸς γεννηθείς, καὶ ἀλλαχοῦ δεδήλωται. πρὸ δὲ τούτου καὶ διοτρεφῆ τὸν αὐτὸν εἶπε. δῆλον δ' ὅτι, ὥσπερ τὸ πεσεῖν, ἤτοι γεννηθῆναι, οὕτω καὶ τὸ τρέφειν καὶ ἐπὶ ὕδατος λέγεται, ὡς δηλοῖ καὶ ὁ ποιητὴς "τρόφι κῦμα" εἰπών.

(v. 269) Τὸ δὲ πλάζειν ὤμους ἄλλως τε νοεῖται, ὡς εἴρηται, καὶ τὸ τῆς εὐθείας δὲ ἀποπλανᾶν δηλοῖ, διὸ λόγον ἔχει νοηθῆναι τὸ ὕπαιθα καὶ ἀντὶ τοῦ ἐκ πλαγίου. ἔοικε γὰρ δυστυχῶν Ἀχιλλεὺς ἐν τῷ κατὰ ῥοῦν ἵστασθαι λιασθῆναι ὕπαιθα, ὅ ἐστιν εἰς τὸ πλάγιον. ὡς δὲ Ποσειδῶν καὶ Ἀθηνᾶ ἐλθόντες ἐθάρρυναν λόγοις αὐτόν, τότε οὐκέτι ὕπαιθα ἐλιάζετο, ἀλλ' ὥρμα πρὸς ῥόον ἀν' ἰθύν, ὡς πρὸ μικροῦ γέγραπται.

(v. 269) Ὅρα δὲ καὶ ὡς τὸ "ὑψόσε ποσσὶν ἐπήδα" παρέφρασε μετ' ὀλίγα ἐν τῷ "ὑψόσε γούνατ' ἐπήδα", ὅτε δηλαδὴ ἐθάρρησε θεόθεν ὁ Ἀχιλλεύς. πρὸ γὰρ τούτου "ποταμὸς ὑπὸ γούνατ' ἐδάμνα ὕπαιθα ῥέων", ὡς ἂν ἐμποδὼν εἴη τῇ τοῦ Ἀχιλλέως ὁρμῇ, ὅτε ὕπαιθα, ὡς ἐρρέθη, λιάζεται.

(v. 271) Ὑπερέπτειν δὲ κονίην ὅτι τὸ ὑπεσθίειν ἐστί, προδεδήλωται. δοκεῖ δὲ οὐ κυριολεκτεῖσθαι νῦν ἡ κονίη ἐπὶ τῆς ποταμίας λεπτοτάτης ἄμμου, εἰ καὶ ὡμοίωται τῇ κατὰ γῆν κόνει. δῆλον δὲ ὡς ἡ κατ' αἴσθησιν πεῖρα μάλιστα διδάξει, ὅπως οἱ σφοδροὶ ποταμοὶ τοῖς ἔνδον αὐτῶν ἱσταμένοις ὑπερέπτουσι κονίην ποδῶν.

(v. 306) Τὸ δὲ "κόρυσσε κῦμα" ἑρμηνεύει ὁ ποιητὴς ἐν τῷ "ὑψόσε ἀειρόμενος", εὐθὺς αὐτὸ ἐπαγαγών. κορύσσεται γὰρ κῦμα μεταφορικῶς, ὅτε ὑψόσε ἀρθῇ. Τὸ δὲ "κῦμα ῥόοιο" διὰ ἐντέλειαν φράσεως εἴρηται. τὸ γὰρ κῦμα, ἐπεί, ὡς ἐρρέθη, ἐκ τοῦ κυκᾶν λέγεται, τινός ἐστι κῦμα, ἤγουν κύκημα. ἐνταῦθα οὖν ποταμίου ῥόου κῦμά ἐστιν. [Ὅτι δὲ κῦμα δριμέως καὶ τὸ κατὰ γαστρὸς ἔμβρυον λέγεται, συγκοπὲν ἐκ τοῦ κύημα, [493] δηλοῖ Εὐριπίδης ἐν τῷ "γέμουσαν κύματος θεοσπόρου", ἤγουν ἐγκυμονοῦσαν ἐκ Ποσειδῶνος.]

(v. 308) Φίλος δὲ κασίγνητος ὁ Σιμόεις τῷ Ξάνθῳ διά τε τὸ ὁμόχωρον, καὶ καθὸ ἄμφω ἐξ Ὠκεανοῦ, καθὰ προγέγραπται. προσεταιρίζεται δὲ τοῦτον ὁ Ξάνθος οὐ μόνον ὡς καθ' ἱστορίαν πλησίον ῥέοντα, ἀλλὰ καὶ πρὸς μίμησιν Ποσειδῶνος καὶ Ἀθηνᾶς, οἳ ἀμφότεροι τὸν Ἀχιλλέα, ὡς ἐρρέθη, ἐπέρρωσαν.

(v. 311) Τὸ δὲ "ἐμπίπληθι" ἢ πλεονασμὸν ἔχει τῆς θι συλλαβῆς κατὰ τὸ ζῆ ζῆθι, ἢ ἐκ τοῦ ἐμπιπλάντος γίνεται κατὰ τὸ στάς στάντος στῆθι.

(v. 312) Ἔναυλοι δὲ οἱ στενοὶ χειμαρρώδεις τόποι, ὡς μετ' ὀλίγα δηλωθήσεται.

(v. 313) Τὸ δὲ "ἵστη μέγα κῦμα" τερατώδης παραγγελία ἐστί. τεράστιον γὰρ τὸ ῥέον στῆναι οὕτως ὡς εἰς ἀντιπαράταξιν. ἵσταται δέ πως κῦμα, ὅτε ἀνέμοις ἀρθῇ κατὰ τὰ ἱστορούμενα. ὅμοιον δὲ καὶ τὸ "κῦμα ἵστατο ἀειρόμενον", ὃ ταὐτόν ἐστι τῷ ἀνίστατο καὶ τῷ ἠγείρετο.

(v. 314) Ἄγριον δὲ ἄνδρα τὸν Ἀχιλλέα λέγει ἀστείως οἷα μισάνθρωπον, ὃς τούς τε ὁμοεθνεῖς πρὸ τούτων παρεῖδε μυρία παθόντας ἄχεα, καὶ τοὺς Τρῶας δὲ νῦν κεραΐζων ἀπόλλυσι.

(v. 315) Τὸ δὲ "μέμονεν ἶσα θεοῖς" καὶ τὸν Σιμόεντα ἐρεθίζει καὶ τὸν Ξάνθον σεμνύνει ὡς οὐχ' ἁπλῶς γινόμενον κατ' ἀνδρὸς τοῦ τυχόντος, οὐδὲ ὃς ἶσα θεῷ μέμονεν, ἀλλὰ θεοῖς πληθυντικῶς. δῆλον δέ, ὅτι μέμονε θεῷ ἶσα ὁ θαρσῶν, εἴγε θάρσος, ὥς που προηρμηνεύθη, τὸ ἐκ θεοῦ ἔπαρμα λέγεται, ὃ ταὐτόν ἐστι τῷ ἐκ θεοῦ μενοινᾶν.

(v. 324) Τὸ δὲ "ὑψόσε θύων" παράφρασίς ἐστι τοῦ "ὑψόσε [494] ἀειρόμενος".

(v. 325) Μορμύρων δὲ ὁ ἀναβράττων κατ' ὀνοματοποιΐαν, ὡς οἱ παλαιοί φασιν, ἢ θηριούμενος παρὰ τὴν Μορμώ. μυθικὸν δὲ αὕτη δαιμόνιον ἄγριον, ἀφ' ἧς καὶ τὸ μορμολύκειον σύγκειται. καὶ ὁ Κωμικὸς δὲ τὸ θηριῶδες αὐτῆς ἐνδεικνύμενος "Μορμὼ τοῦ θράσους" φησίν, ὡς εἴπερ εἶπεν, ὢ τοῦ θράσους. ἐπαινοῦντες δὲ οἱ παλαιοὶ τὴν φράσιν τοῦ μορμύρειν καὶ τῶν λοιπῶν ἐνταῦθα ὀνοματοποιϊῶν φασιν, ὅτι ἀπαράμιλλα ταῦτα. οὗ γὰρ μόνον ὄγκον ἔχει καὶ μεγαληγορίαν, ἀλλὰ καὶ τῇ ἐννοίᾳ κατώρθωται. καὶ οὕτω μὲν ταῦτα ἐπιλέγδην συνερράφη πρὸς ἔνδειξιν τοῦ κατὰ τὸν Ξάνθον ποιητικοῦ χόλου.

(v. 223-226) Ἐν μέσῳ δ' αὐτῶν κεῖνται καὶ τοιαῦτά τινα "ἔσται ταῦτα, διοτρεφές, ὡς σὺ κελεύεις. τοὺς δ' οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, πρὶν ἔλσαι", ὅ ἐστιν ἐλάσαι ἢ συγκλεῖσαι, καὶ τοῦ δεῖνος "πειρηθῆναι ἀντιβίην, ἤ κέν με δαμάσσεται ἤ κεν ἐγὼ τόν". ὃ ῥηθὲν ὑπ' Ἀχιλλέως πρὸς Σκάμανδρον καθ' Ἕκτορος καὶ Τρώων δύναται λέγεσθαι παρά τινος ἐνστατικῶς πρός τινα μέγαν ἀξιοῦντα ὑπὲρ ἐχθίστου τινός.

(v. 225) Ἐν τούτοις δὲ τὸ "πειραθῆναι" δοτικῇ συντέτακται διὰ μέτρον ἀντιπτωτικῶς δακτύλου χάριν. φησὶ γὰρ "καὶ Ἕκτορι πειρηθῆναι".

(v. 226) Τὸ δὲ "δαμάσσεται" καὶ ἐνεργητικῶς ἐν ἄλλοις φράζεται.

(v. 229-232) Μετὰ δὲ τὸ λεχθὲν ῥητὸν κεῖται καὶ τὸ "ὢ πόποι, ἀργυρότοξε, οὐ σύ γε βουλὴν εἰρύσαο" τοῦ δεῖνος, "ὅ τοι", ἤγουν ὅς σοι, "μάλα πολλ' ἐπέτελλε" τοῖς δεῖνα "παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ δείελος ὀψὲ δύων, σκιάσει δ' ἐρίβωλον ἄρουραν". ὃ λαλεῖ μὲν ὁ Ξάνθος πρὸς Φοῖβον ὑπὲρ Τρώων, ῥηθήσεται δέ ποτε πρός τινος καὶ ὅτε τις ἐπιταχθεὶς ὑπὸ κρείττονος ἄμυναν ἐπίμονον οὐχ' ὑπακούσει.

(v. 232) Ἰστέον δὲ ὅτι, ὥσπερ ἑσπέρα ἕσπερος καὶ τὰ ὅμοια, ὡς ἀλλαχοῦ ἐγράφη, οὕτω καὶ δείλη δείελος. Τὸ δὲ "ὀψὲ δύων" ἐν δυσὶ μέρεσι λόγου δεῖ γράφειν κατὰ τοὺς παλαιοὺς καὶ οὐ συνθέτως ὑφ' ἓν "ὀψεδύων". διὰ τοῦ ι γὰρ ἂν ἐγράφετο, ὡς τὸ ὀψιμαθής, ὀψίτευκτος, ὀψιτέλεστος. οὕτως Ἀπίων καὶ Ἡρόδωρος. Τὸ δὲ "σκιάσει ἄρουραν" φιλοσόφως εἴρηται. σκίασμα [495] γὰρ γῆς ἐστιν ἡ νύξ. διὰ δὲ τῆς ἐριβώλου ἀρούρης τὴν ὅλην ὡς ἐκ μέρους γῆν ἐθέλει νοεῖσθαι. οὐ γὰρ μόνην ὁ δείελος τὴν ἐρίβωλον σκιάζει, ἀλλὰ καὶ τὴν κραναήν, καί, ἁπλῶς φάναι, τὴν ἅπασαν. Ἰστέον δὲ ὅτι τε τὸν παρὰ τῷ ποιητῇ δείελον ὀψὲ δύοντα ὀψίαν δείλην φασὶν οἱ Ἀττικοί, καὶ ὅτι τὸ "ὀψὲ δύων" οὐ κυριολεκτεῖσθαι δοκεῖ ἐπὶ τοῦ δειέλου. πῶς γὰρ ἂν καὶ δύνῃ δείελος, εἴπερ οὐδὲ μεσημβρία οὐδὲ πρωΐα δύνειν λέγονται; ἀλλὰ διὰ τὸν τηνικαῦτα δύνοντα ἥλιον δύνειν αὐτὸς λέγεται. μάλιστα δὲ δύνων ὀψὲ δείελος ὁ τὸν ἥλιον δύνειν ποιῶν, ὅ ἐστι καταδύων εἰς γῆν, οὐχ' ἁπλῶς μέντοι, ἀλλ' ὡς αὐτίκα νύκτα γίνεσθαι. καὶ τοιόνδε μὲν καὶ τοῦτο.

(v. 242-246) Μετὰ δὲ ὀλίγα δυστυχίαν τοιαύτην τοῦ Ἀχιλλέως περὶ τὸν ποταμὸν ἱστορεῖ ὁ ποιητής. ἐπεὶ γὰρ μὴ εἶχε πόδεσσι στηρίξασθαι, "πτελέην ἕλε χερσὶν εὐφυέα μεγάλην. ἣ δ' ἐκ ῥιζῶν ἐριποῦσα κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα ὄζοισι πυκινοῖσι, γεφύρωσε δέ μιν αὐτὸν εἴσω πᾶσα ἐριποῦσα". καὶ οὕτω πάλιν ἔμεινεν ἐντὸς τοῦ ποταμοῦ ὁ Ἀχιλλεύς. Καὶ ὅρα κἀνταῦθα ὅτι τὸ ἐριποῦσα ἐπιμονὴν δὶς ῥηθὲν ἐποίησεν διὰ τὸ ὡς ἐν ποιήσει καίριον.

(v. 243) Τὸ δὲ εὐφυέα ἐνταῦθα πάνυ μάλιστα κυριολεκτεῖται, καὶ οὐκ ἔστιν ἐπὶ καλοῦ δένδρου λέξιν καιριωτέραν εὑρεῖν. Μεγάλην δὲ τὴν πτελέαν εἶπε διὰ πιθανότητα, ἵνα πιστευθῇ γεφυρῶσαι αὐτὴ τὸν ποταμόν.

(v. 245) Ὅρα δὲ καὶ ὅτι "ὄζοισι πυκινοῖσιν" εἰπὼν κατὰ παρίσωσιν τὸ "πᾶσα ἐριποῦσα" οὐχ' ὁμοίως ἐξεφώνησεν ἀλλ' ἐπικρύψας τῇ ἐκθλίψει τὰς ληγούσας εἶπεν "εἴσω πᾶσ' ἐριποῦσ'. ὃ δ' ἂρ ἐκ λίμνης ἀνορούσας ἤϊξεν". ἤρεσε γὰρ τῷ ποιητῇ μὴ δι' ὅλου ἱλαρῦναι σχήματι κάλλους καθαρῷ τὴν τοῦ νοήματος σκυθρωπότητα, ἵνα μὴ καταχορεύῃ δυστυχοῦντος τοῦ φίλου ἥρωος. καίριον δὲ τροπικὸν τὸ "γεφύρωσε", καὶ οὐκ ἦν κάλλιον φράσαι τὸ ζεῦγμα τῆς πτελέας τοῦτο, δι' οὗπερ εἶχε τις ἐξ ὄχθης εἰς τὴν ἀντιπέραν ὄχθην διαβῆναι.

(v. 245) Τὸ δὲ "μὶν αὐτόν" οὐ σύνθετον ἀντωνυμίαν δηλοῖ. οὐ γὰρ εἴληπται, ὡς Ὁμήρῳ σύνηθες, ἀντὶ τοῦ ἑαυτόν, καθὰ ἐν τῷ "αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσας". κεῖται δὲ ἐξοχικῶς ἀντὶ τοῦ αὐτόν, αὐτὸν μέγαν δηλαδή, ὡς καινὸν ὂν μιᾷ πτελέῃ τὸν τοσοῦτον γεφυρωθῆναι. ὅτι δὲ κυρίως γέφυρά ἐστι γῆ ἐφ' [496] ὑγρᾶς, Ἡρῳδιανὸς λέγει.

(v. 246) Τὸ δὲ "ἐκ λίμνης" ἔχει ἀπορίαν, πῶς ἄρα λίμνη ἐπὶ ποταμοῦ ῥηθήσεται. καὶ ἔστι μὲν εἰπεῖν, ὅτι τὸ προσπλάζον ὕδωρ τῇ γεφυρούσῃ πτελέᾳ καὶ ἀνακοπτόμενον τοῦ κατάρρου καὶ οἷον λιμνάζον τῇ στάσει λίμνην ἠξίωσεν εἰπεῖν Ὅμηρος. οἱ δὲ παλαιοὶ ἄλλως τὸ ἄπορον λύουσιν, εἰπόντες, ὅτι γράφεται καὶ "ἐκ δίνης" ἀνορούσας.

(v. 247) Ἐπὶ δὲ τούτοις ἱστορεῖ ὁ ποιητὴς καί, ὅτι ἀγωνιῶν Ἀχιλλεύς, ὅτε τῷ ποταμῷ ἐναπείληπτο, "ἤϊξε πεδίου, ἤγουν διὰ τῆς πεδιάδος, "ποσὶ κραιπνοῖς πέτεσθαι". καὶ τοῦτο μὲν ὑπερβολικὸν εἶναι δοκοῦν θεραπεύεται διὰ τοῦ "ἤϊξεν". οὐ γὰρ ἐπέτετο, ἀλλὰ ἤϊξε πέτεσθαι. ὁ δὲ ποιητὴς καὶ ἑτέρως θεραπεύων τὸ τῆς λέξεως τολμηρὸν ἐπάγει μετ' ὀλίγα παραβολὴν ἀκόλουθον ἐξ ἀετοῦ.

(v. 247-251) Τῷ τέως δὲ λέγει, ὅτι ἤϊξε "δείσας οὐδέ τ' ἔληγε θεὸς μέγας, ὦρτο δ' ἐπ' αὐτὸν ἀκροκελαινιόων", ὡς ἐρρέθη, ἵνα παύσας πόνου τὸν ἥρωα Τρώεσσι "λοιγὸν ἀλάλκοι. Πηλείδης δ' ἀπόρουσεν, ὅσον τ' ἐπὶ δουρὸς ἐρωήν" ἢ "ἐρωή".

(v. 2525) Εἶτα τιθεὶς τὴν ῥηθεῖσαν παραβολὴν Ὅμηρός φησιν "αἰετοῦ οἵματ' ἔχων μέλανος τοῦ θηρητῆρος, ὅς θ' ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν. τῷ εἰκὼς ἤϊξεν, ἐπὶ στήθεσι δὲ χαλκὸς σμερδαλέον κονάβιζεν". εἰ δὲ μὴ σαφῶς ἐδήλωσεν ἡ παραβολὴ ὅρον τινὰ πηδήματος, ἀλλὰ πρὸ αὐτῆς ἐμέτρησεν αὐτὸ ἄλλως γνωριμώτερον ἐν τῷ "ἐπόρουσεν ὅσον τ' ἐπὶ δουρὸς ἐρωή". Καὶ ὅρα κἀνταῦθα τὴν Ὁμήρου τέχνην τῷ ὑπερβολικῷ τὸ σύμμετρον κεράσαντος.

(v. 251) Ἔχει δὲ ὅμως καὶ ἡ τοιαύτη συμμετρία μοῖραν ὑπερβολῆς. δυσχερὲς γὰρ νοῆσαι πήδημα εἰς ὅσον δουρὸς ἐρωή, εἰ καί τις τοῦτο βιάσεται τῷ Ἀχιλλεῖ ἐπαληθεῦσαι, διότι τε ποδωκίστατός ἐστι, καὶ ὅτι ἀγωνιῶν ἄρτι πολλαπλασίων ἑαυτοῦ τὴν ὁρμὴν γίνεται ἄλλως τε καὶ δαιμονίως ἐν τοῖς παροῦσιν ἐνεργῶν. Ὅρα δ' ἐνταῦθα καί, ὅτι σπευστικῶς οἷον συντρέχει τῷ Ἀχιλλεῖ ὁ ποιητής, ἐπιτέμνων τὴν φράσιν τῇ ἐλλείψει. ἐν γὰρ τῷ "ὅσον τ' ἐπὶ δουρὸς ἐρωή" λείπει τὸ ἐστίν ἢ γίνεται.

(v. 252) Τὸ δὲ "αἰετοῦ οἵματ' ἔχων" Φιλήτας, φασὶ, γράφει "αἰετοῦ ὄμματ' ἔχων". κρεῖττον δὲ τὸ οἵματα, ᾧ ἀκόλουθον καὶ τὸ "οἵμησε δ' ἀλείς". Τὸ δὲ "μέλανος τοῦ θηρητῆρος" λόγους ἔσχε πολλοὺς παρὰ τοῖς [497] παλαιοῖς. Ἀρίσταρχος μὲν γάρ, φασί, "μέλανός του" ἀναγινώσκει, τουτέστι μέλανός τινος. ᾧ ἀντιλέγοντες ἕτεροί φασιν ὡς οὐκ οἶδεν ὁ ποιητὴς τὸ του ἐγκλιτικόν, ἀλλὰ ἢ τεῦ λέγει ἢ τέο διαλελυμένως. ἄλλοι δὲ "μελανόσσου" γράφουσιν, ἤγουν μέλανας ἔχοντος ὀφθαλμούς. οἱ δὲ γράφοντες "μελανόστου", ἤτοι μέλανα ἔχοντος ὀστᾶ, εὐθύνας πολλὰς διδόασι τοῖς Τεχνικοῖς. ἤρεσεν οὖν ἐν ἄρθρῳ γράφειν "αἰετοῦ μέλανος τοῦ θηρητῆρος", ὃν καὶ μελαναίετόν τινες συνθέτως φασί, τὸν καὶ φασσοφόνον, μικρὸν μέν, φασίν, ὄντα, τῶν ἄλλων δὲ ἰσχυρότερον. καλῶς δέ, φασί, τὸν θηρητῆρα τοῦτον ἀετὸν ὡς καὶ κράτιστον καὶ ὤκιστον εἰς εἰκόνα τοῦ Ἀχιλλέως εἴληφεν, ὃς καὶ ὠκύτατος ἦν ποσὶ καὶ ἀνδρειότατος. φιλῶν δὲ τὸν τοιοῦτον ἀετὸν διὰ ταῦτα Ὅμηρος καὶ παρίσοις ἐκόσμησε, τῷ "κάρτιστος" καὶ "ὤκιστος".

(v. 25764) Εἶτα διὰ παραβολῆς διδάσκων ὁ ποιητὴς ἐναργῶς τὴν φυγὴν μὲν τοῦ Ἀχιλλέως, ἐπίρροιαν δὲ καὶ ταχεῖαν φορὰν τοῦ ποταμοῦ διὰ δαψιλοῦς καὶ συνεχοῦς ῥεύματος, φησὶν "ὡς δ' ὅτ' ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου ἂν φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ, χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων· τοῦ μέν τε προρρέοντος ὑπὸ ψηφῖδες ἅπασαι ὀχλεῦνται· τὸ δέ τ' ὦκα κατειβόμενον κελαρύζει χώρῳ ἐνὶ προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα· ὣς αἰεὶ Ἀχιλλῆα κιχήσατο κῦμα ῥόοιο", τὸ καὶ προγραφέν, "καὶ λαιψηρὸν ἐόντα".

(v. 264) Εἶτα ἐπιπλέκει γνωμικὸν "θεοὶ δέ τε φέρτεροι ἀνδρῶν", ὅπερ παρῳδηθὲν ὀρθῶς λεχθήσεται "θεὸς δέ τε φέρτερος ἀνδρῶν". Ἰστέον δὲ ὅτι πρὸς τὸ τάχος τοῦ κύματος ἡ παραβολὴ καὶ πρὸς τὸ συνεχές, ὡς εἴρηται, τῆς ἐπιρροῆς καὶ τὸ καταλαμβάνεσθαι τὸν Ἀχιλλέα ὑπὸ τοῦ κατὰ τὸν ῥόον κύματος. ἄλλως γὰρ εὐτελές ἐστι παραβαλεῖν πρὸς ἀμάραν τὸν τοσοῦτον ποταμόν.

(v. 258) Ἀστείως δὲ εἶπε τὸ ἡγεμονεύειν ὡς ἐπὶ ἐμψύχου τοῦ ῥεύματος, ὃ προάγει καὶ οἷον ὁδηγεῖ, ὁ δι' αὐτὸ τοῦτο λεγόμενος ὀχετηγός.

(v. 259) Μάκελλα δὲ σκαλὶς ἡ μονόθεν κέλλουσα, ὅ ἐστι [498] κινοῦσα, ὥσπερ αὖ πάλιν δίκελλα ἡ διχόθεν κέλλουσα. Ἀμάρα δὲ ἡ ὑδρορρόη παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα μαραίνεσθαι. διὸ καὶ ψιλοῦται κατὰ τὴν ἄρχουσαν, παρά τισι δὲ δασύνεται, ὡς ἀπὸ τοῦ ἅμα ῥέειν. σκοπητέον δὲ εἴπερ καὶ λείβηθρον ἡ Ὁμηρικὴ ἀμάρα ἐλέγετο. φησὶ γάρ τις ἐν ῥητορικῷ διχρόνου Λεξικῷ, ὅτι λείβηθρον ὀχετὸς ὑδραγωγός. ἐν δὲ τοῖς Αἰλίου Διονυσίου γράφεται ἐν συστολῇ τῆς ἀρχούσης διὰ μόνου διχρόνου, ὅτι λίβηθρα ἔφυδρα χωρία καὶ διαρρύσεις ὑδάτων. πλείων δὲ ἡ διὰ διφθόγγου γραφή. καὶ οὕτω γράφουσι καὶ τὰ Μακεδονικὰ Λείβηθρα, τὸ ὄρος, οὗ τοπικὸν οἱ βάρβαροι Λειβήθριοι, οἷς ἐνδιατρῖψαί ποτε ὁ Ὀρφεὺς λέγεται. Ἔχματα δὲ νῦν τὰ κωλύματα τοῦ ὀχετοῦ.

(v. 260) Τὸ δὲ "προρέοντος" διὰ μέτρον οὐ διπλασιάζει τὸ ρ. ἔνια δὲ τῶν ἀντιγράφων Ἀττικῶς διπλάζοντα τοῦτο συνίζησιν οὕτω ποιοῦσι τῶν μετ' αὐτὸ δύο συλλαβῶν, τοῦ ρε καὶ τοῦ ον, εἰς ἀπαρτισμὸν δακτύλου. Τὸ δὲ ψηφῖδες, οὗ μακρὰ ἡ παραλήγουσα, ὡς καὶ τοῦ κνημῖδες, κρηπῖδες, σφραγῖδες, ἔοικεν ὡς ἐφερμηνευτικὸν κεῖσθαι τοῦ ἔχματα. ἐπέχουσι γὰρ καὶ αὐταὶ στοιβασθεῖσαι τὸν ὀχετὸν τοῦ ῥεύματος.

(v. 261) Τὸ δὲ "ὀχλεῦνται" ἀπὸ ἐνεστῶτος γίνεται τοῦ ὀχλέω, ἐξ οὗ παράγωγον τὸ ὀχλίζω, ὡς ἐκ τοῦ ὁπλέω τὸ ὁπλίζω καὶ τοῦ ἀφρέω τὸ ἀφρίζω, καθὰ προέγνωσται. ὠνοματοπεποίηται δὲ τὸ ὀχλεῖν, καὶ μιμεῖται ἡ λέξις καχλασμὸν ἠρεμαιότερον τοῦ κελαρύζειν. καὶ τοῦτο μὲν σωφρόνως πέφρασται τῷ ποιητῇ ἐπὶ ψηφίδων. Θεόκριτος δὲ θρασέως ἔφη τὸ "πᾶσα λίθος ἀείδει". [Δῆλον δ' ὅτι ἐκ τοῦ ὀχεῖν καὶ τοῦ ὄχλου πλεονασμῷ τοῦ μῦ γίνεται ὁ [499] μοχλός, ὡς καὶ ἐκ τοῦ ὄχθου ὁ μόχθος. ἐκ δὲ τοῦ ὄχλου καὶ ὀχλικόν, τὸ κοινὸν καὶ πολυτελές, οἷον "ὑποδοχὰς ἐποιοῦντο καθ' ἡμέραν ὀχλικάς".]

(v. 262) Χῶρος δὲ προαλὴς ὁ κατωφερὴς καὶ κατάντης. σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸν ἀναιδῆ καὶ πρὸ τοῦ δέοντος ὁρμητίαν. Ἐν δὲ τῷ "φθάνει δέ τε καὶ τὸν ἄγοντα" τὸ "φθάνει" ἐκτεταμένον ἔχει τὸ α διὰ τὸ μέτρον, ὡς καὶ τὸ "ἱκάνει". τοῦ δὲ κόμματος τούτου ὁ νοῦς ὁ σκοπός ἐστι τῆς παραβολῆς. διὰ τοῦτο γὰρ εἴληπται ἡ παραβολή, ἵνα ἐναργῶς δηλωθῇ, ὅπως ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ ῥόου κατελαμβάνετο.

(v. 263) Διὸ καὶ ἀποδοὺς τὴν παραβολήν φησιν "ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα". Τὸ δὲ "ἄγοντα" τὸ ῥῆμά ἐστιν, ἐξ οὗ ὁ ὀχετηγός παράγεται. οὗ ἑρμηνεία ἦν ἀνωτέρω τὸ "ὕδατι ῥόον ἡγεμονεύει". ὀχετηγὸς γὰρ ὁ τῷ ὕδατι τὸν ῥοῦν ἡγεμονεύων. [Ὅτι δὲ τὸ ἄγειν ἄλλως ἐπὶ ἐμψύχων πολλαχοῦ κυριολεκτεῖται, ἤδη δεδήλωται. καὶ ὅμως ἐξ αὐτοῦ γίνεται καὶ ὁ, ὡς ἐρρέθη, ὀχετηγὸς καὶ τὰ τῆς νηὸς ἀγώγιμα καὶ τὸ λαφυραγωγεῖν καὶ ἄλλα μυρία τὰ ἐπὶ ἀψύχων, καὶ ἀναγωγεὺς ἀσπίδος ὁ κατὰ κυριολεξίαν ἀναφορεύς. προφέρονται δὲ ἀπὸ τοῦ ἄγειν καὶ ψεκτικαὶ λέξεις, οἷον ἡ προαγωγός, τὸ προαγωγεύειν, σὺν ἄλλοις δὲ καὶ τὸ ἀνάγωγον, ἤγουν ἀπαίδευτον, οἷον "περιαγόμενος θεράποντας ὡραίους καὶ παραδρομὴν κολάκων ἀνάγωγον". χρῆσις δὲ τοιαύτης λέξεως καὶ παρὰ Σιμοκάτῳ. ἡ δὲ κοινὴ φράσις δυσανάγωγον λέγει. ζητητέον δέ, εἰ καὶ ἡ στρατιωτικὴ λέξις τὸ ἄγημα, οἷον "ἱππέων ἄγημα", ἐκ τοῦ τοιούτου ἄγω γίνεται πρὸς ἀναλογίαν τοῦ πέσημα.]

(v. 263) Τὸ δὲ "κιχήσατο" ἀντὶ τοῦ ἐκίχανε [500] κεῖται. [Καὶ οὕτως ἄν, οὐ μὴν ἄλλως, ὀρθῶς λέγοιτο τὸ "αἰεὶ κιχήσατο". ἑτέρως γὰρ οὐκ ἔστι τὸ "αἰεί" συνταχθῆναι τῷ "κιχήσατο".] Ἰστέον δὲ ὅτι χαρακτὴρ τῆς ῥηθείσης παραβολῆς ὁ κατὰ τὴν φράσιν ἰσχνός ἐστι κατὰ τοὺς παλαιοὺς καὶ ἀνθηρὸς καὶ κόσμου ἕνεκεν διηγεῖται, μεταπεσὼν ἐκ τοῦ ἁδροῦ, ὡς ἂν εἴη ποικίλος ὁ λόγος τῷ ποιητῇ, ὃς ἐνδείξασθαι καὶ ἄλλως ἐθέλων τὴν τοῦ Ἀχιλλέως ἀγωνίαν καὶ ἀπόγνωσιν ἐπὶ σωτηρίᾳ, προθέμενος δὲ καὶ πρὸς ἠθοποιΐαν εὐμεθόδως γράψαι λέγει

(v. 272-283), ὡς Πηλείδης "ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ, ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη ἐκ ποταμοῖο σαῶσαι, ἔπειτα δὲ καί τι πάθοιμι. ἄλλος δ' οὔ τίς μοι τόσον αἴτιος Οὐρανιώνων, ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν. ἥ μ' ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν. ὥς μ' ὄφελ' Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε τέτραφ' ἄριστος. τῷ κεν", ἤγουν οὕτω ἄν, "ἀγαθὸν μὲν ἔπεφν', ἀγαθὸς δέ κεν ἐξενάριξε. νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι, ἐρχθέντ' ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν, ὅν ῥά τ' ἔναυλος ἀποέρσει χειμῶνι περῶντα". Ἐν τούτοις δὲ ὅρα, ὅτι τε δεινός ἐστιν Ἀχιλλεὺς καὶ ἀναίτιον αἰτιάασθαι, καὶ ὡς ἕτοιμός ἐστιν εἰς αἰτίασιν τῶν κρειττόνων ὁ ἐναπειλημμένος κινδύνῳ, καθὰ καὶ Ἀχιλλεὺς τὴν μητέρα μέμφεται, καὶ ταῦτα οὐδὲν πταίσασαν, ὅπερ ἐμφαίνει καὶ ὁ ποιητὴς ἐν τῷ "φίλη μήτηρ". ἡ γὰρ φίλη, οὐκ ἂν κακοτροποίη. Σημείωσαι δὲ καί, ὅπως ὁ ἐνδοιαστικῶς ἀμφιβαλὼν πρὸ μικροῦ, ὅτι ἀναιρεθήσεται ἢ δουρὶ βληθεὶς ἢ ὀϊστῷ, νῦν τὸ ἀληθὲς αὐτὸ λέγει κατὰ μόνας ὤν, ὅτι δηλαδὴ λαιψηροῖς ὀλεῖται Ἀπόλλωνος βελέεσσιν. οὐ γὰρ ἤθελεν ἐν τοῖς πρὸ τούτου ἐκκαλύπτειν τῷ Λυκάονι τὰ τοῦ χρησμοῦ ὄντι ἐχθρῷ. Ὅρα δὲ καὶ ὅπως πολυτρόπως ὁ ποιητὴς διαφόροις τόποις τὰ κατὰ τὸν θάνατον τοῦ Ἀχιλλέως καὶ ἐμέρισε καὶ μερίσει δὲ ἐν τοῖς ἑξῆς.

(v. 273) Τὸ δὲ "ὑπέστη" [501] οὐ συνήθως τῷ ποιητῇ κεῖται νῦν ἀντὶ τοῦ ὑπέσχετο, ἀλλὰ μᾶλλον ἀντὶ τοῦ ἔτλη καὶ ὑπέμεινεν, ὡς ἐκ μεταφορᾶς καὶ τοῦτο στύλου ἢ κίονος ὑφισταμένου εἴς τι βάσταγμα.

(v. 274) Τὸ δὲ "ἔπειτα καί τι πάθοιμι" οὐκ ἔχει προσφυῆ καὶ ἀκόλουθον τῷ πρὸ αὐτοῦ νοήματι σύνταξιν, ἀλλὰ συγκέχυται ὥσπερ ὁ λαλῶν Ἀχιλλεύς, οὕτω καὶ αὐτό. δοκεῖ οὖν λείπεσθαι καὶ ἑτέρου εὐκτικοῦ, ἵνα ἦν· σωθείην ἐκ τοῦ ποταμοῦ, εἶτα δὲ καί τι πάθοιμι. καὶ ἔστι καὶ τοῦτο κατὰ τὸ "ἐν δὲ φάει καὶ ὄλεσσον", ὅπερ ὁ Αἴας που ἔφη. ἔστι γὰρ ὥσπερ ἐκεῖ ἀπευκταῖον τῷ ἥρωϊ τὸ ἐν σκότει ὀλέσθαι, οὕτως ἐνταῦθα τῷ Ἀχιλλεῖ οἴκτιστον θανεῖν ἐν κύμασι.

(v. 275) Τὸ δὲ "Οὐρανιώνων" πιθανολογεῖ τὰς προρρηθείσας εἰς οὐρανὸν ἀνόδους τῆς Θέτιδος. εἰ γὰρ καὶ Νηρηῒς ἦν, ὅμως ἦν αὐτῇ μετὸν καὶ τῶν ἄνω μυθικῶς τε καὶ ἀλληγορικῶς, καθὰ καὶ ὁ περὶ τοῦ Αἰγαίωνος λόγος προεδήλωσε.

(v. 276 s.) Τὸ δὲ "ἥ με", ἀνεμεσήτως δεδίσσευται ἐν τῷ "ἥ με ἔθελγε", καὶ "ἥ με ἔφατο". Θέλγειν δὲ οὐδὲ νῦν ἁπλῶς κατὰ τοὺς μεθ' Ὅμηρον τὸ εὐφραίνειν, ἀλλὰ τὸ ἀπατᾶν. ὅλως γὰρ εἰπεῖν, οὐκ ἔστι γλυκεῖα λέξις τὸ θέλγειν καὶ ἐπαινετή, ὡς πολλαχοῦ φαίνεται. καὶ δηλοῦσι τοῦτο καὶ οἱ Τελχῖνες, οὓς ὁ παλαιὸς λόγος οὐκ ἐπαινεῖ.

(v. 278) Λαιψηρὰ δὲ οὐ μόνον γούνατα καὶ πόδες, ἀλλ' ἰδοὺ καὶ βέλη, οἷς ἐπαληθεύεται τὸ λαιψηρὸν διὰ τὸ πτερόεν. [(v. 280) Τοῦ δὲ "ἀγαθὸν μὲν ἔπεφν', ἀγαθὸς δέ κεν ἐξενάριξε" παραλάλημα εἴτε ἀποσκίασμά τι ἐν τοῖς ὕστερον παροιμιακὸν ἐκεῖνο τὸ "ἐξ ἀξίου ξύλου καὶ ἀπάγξασθαι", οὗπερ ἐλλειπτικῶς μέμνηται ὁ Κωμικός.] Σημείωσαι δὲ καὶ ὅτι ὁ καὶ πρὸ μικροῦ σεμνυνόμενος Ἀχιλλεὺς καὶ ἐλλαμπόμενος ὡς καλός τε μέγας ἐὼν καὶ θεογενής, καὶ ἐνταῦθα δὲ ἀγαθολογήσας ἑαυτόν, ὅμως διὰ τὸν κίνδυνον [502] ἐλεεινόν τε ἑαυτὸν ἀπεκάλεσε καὶ ἐποτνιάσατο σωθῆναι, καὶ εἰς πλέον δὲ πρὸς εὐτέλειαν ταπεινούμενος διὰ τὸ ἐν ποταμῷ εἰρχθῆναι ἀνθρώπῳ ἑαυτὸν παρεικάζει διὰ τὴν τοῦ πάθους ὁμοιότητα τήν τε ἡλικίαν ἡκίστῳ καὶ τὴν ἐπιτήδευσιν, συφορβῷ δηλονότι παιδὶ ἀποπνιγέντι ἐν χειμάρρῳ. τοῦτο γὰρ δηλοῖ, ὡς καὶ προερρέθη, ὁ ἔναυλος. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς ἔναυλος χείμαρρος, στενὴ διῶρυξ ἢ καὶ ἄλλως ἔναυλος ὁ διὰ στενοῦ καὶ ἐπιμήκους τόπου ῥέων χείμαρρος, παρὰ τὸν αὐλόν, ὅς ἐστιν ἐπιμήκης παράτασις. ἀφ' οὗ καὶ ἡ αὖλαξ, καὶ ὁ μουσικὸς αὐλὸς καὶ οἱ τοπικοὶ αὐλῶνες, ὡς πολλαχοῦ φαίνεται. οἱ μέντοι μεθ' Ὅμηρον ἔναυλόν φασι καὶ τὸν ἔνδον τῆς αὐλῆς. ὅθεν καὶ λόγος ἔναυλος ἀκοῇ ὁ ἔτι ἐντὸς ὢν τῆς ἀκοῆς. [Αὐτὸ δὲ ἴσως καὶ παρὰ τὸν μουσικὸν αὐλὸν ἐρρέθη, ἵνα ᾖ λόγος ἔναυλος ὁ ἔτι καταυλῶν τὴν ἀκοήν. περὶ δὲ τοιούτου αὐλοῦ ἱκανῶς μέν τινα προεγράφησαν. ἰστέον δὲ καὶ νῦν, ὅτι τε ἀπὸ τοῦ αὐλοῦ καὶ συναυλία ἐκαλεῖτο, συμφωνίας ἀγὼν ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος, καὶ ὅτι Λίβυς ὁ αὐλὸς ἐκαλεῖτο παρὰ τοῖς ποιηταῖς, ἐπεὶ Λίβυς νομάς τις τὴν αὐλητικὴν πρῶτος εὗρε, καὶ ὅτι αὐλήσεων ὀνομασίαι, ὡς ὁ Ἀθήναιος ἐκτίθεται, κῶμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν, τὸ καὶ κρουσίθυρον, κνησμός, μόθων. μετ' ὀρχήσεως δέ, φησίν, αὐτὰ ηὐλεῖτο, καθὰ ἱστορεῖ Τρύφων, ὃς καὶ ᾠδῆς ὀνομασίας καταλέγει τάσδε· ἱμαῖος, ἡ καὶ ἐπιμύλιος ἢ μυλωθρός, ἣν παρὰ τοὺς ἀλετοὺς ᾖδον. εἶτα ἐτυμολογῶν φησι κληθῆναι ἱμαῖον ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δέ, φησί, παρὰ Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλέτων. ὡς δὲ ᾠδῆς ὄνομα καὶ ὁ αἴλινος καὶ ὁ λιτυέρσης καὶ ὁ ὑμέναιος καὶ ἄλλα τινά, προδεδήλωται. ἦν δέ τις καὶ καλύκη ᾠδή, Στησιχόρου ποίημα ἐπί [503] τινι Καλύκῃ κατακρημνισθείσῃ δι' ἔρωτα, καὶ ἁρπαλύκη ἑτέρα ἐπὶ ὁμοίῳ πάθει.]

(v. 282) Τὸ δὲ συφορβός ἅπαξ εἴρηται τῷ ποιητῇ, ὡς παρασημειοῦνται οἱ παλαιοί, φράζοντες ἐνταῦθα γοργότατα περὶ Ἀχιλλέως, ὡς ταπεινοῖ ἑαυτὸν ὁ καλὸς καὶ μέγας παιδὶ εἰκάζων ἀγεννεῖ καὶ εὐτελεῖ.

(v. 283) Τὸ δὲ "ἀποέρσῃ" δηλοῖ μὲν τὸ φθείρῃ, γίνεται δὲ ἀπὸ τοῦ ἔρρω ἔρσω Αἰολικοῦ. φασὶ δὲ οἱ παλαιοὶ καί, ὡς καλῶς λυπεῖ τὸν ἥρωα τὸ θανεῖν ἀγεννῶς. καὶ γὰρ καὶ Λεωνίδας ὁ Λάκων τὴν χεῖρα βληθεὶς ὠδύρετο ὅτι μὴ ἔχων χεῖρα τελευτᾷ. Ἔτι ἰστέον καὶ ὡς ὁ λυπούμενος ἐφ' οἷς κινδυνεύων οὐ βοηθεῖται, προσφυῶς ἂν ἐρεῖ, ὡς οὔτι με ἐλεεινὸν ὑπέστη σαῶσαι, ἔπειτα δὲ καί τι πάθοιμι.

(v. 280) Ὅρα δὲ καὶ ὅτι οὐχ' ὑφίεται Ἀχιλλεὺς τοῦ ἀγαθὸν ἑαυτὸν εἰδέναι, εἰ καὶ οὕτω ποταμῷ κινδυνεύει, καὶ ὅτι κἂν φιλοτίμως καὶ ἀγερώχως πρὸ τούτων πεσεῖν ὑπὸ τῷ Ἀπόλλωνι βληθεὶς εἶπεν ὁ Ἀχιλλεὺς κατὰ τὸν τῆς μητρὸς λόγον, ἀλλὰ νῦν ὑπῆλθεν αὐτὸν καὶ ἡ τοῦ Ξάνθου ἵππου μαντεία, φαμένου δαμασθήσεσθαι τὸν Ἀχιλλέα θεῷ καὶ ἀνδρί. ὃν δὴ ἄνδρα οὐ Πάριν ὑπονοήσας, ἀλλὰ παρανοήσας εἰς Ἕκτορα, λαλεῖ νῦν ἅπερ λαλεῖ. οὐ μαντικώτερος δὲ Θέτιδος ὁ Ξάνθος ἵππος, ἀλλ' ἐκεῖνος μὲν τὸ πᾶν εἶπεν, ἡ δὲ μήτηρ κολακεύουσα τὸν υἱὸν τὸ σεμνὸν μόνον μέρος εἰπεῖν ἐπελέξατο. Ἐπὶ δὲ τούτοις σημείωσαι ὡς, εἰ καὶ οὕτω μάλα τὸ τοῦ Ἀχιλλέως φρόνημα καταβέβληται καὶ τῶν πάλαι θεσφάτων λαθόμενος ᾠήθη ἐν τῷ ποταμῷ ἄρτι πεσεῖν, ὅμως ἀναφρονήσας ἡρωϊκῶς ἑαυτὸν θαρρύνει καὶ γενναίως ἵσταται καὶ περισῴζεται πρός τε μῦθον καὶ ἀλληγορικῶς.

(v. 284-286) Ἐπάγει γὰρ ὁ ποιητής, ὡς "Ποσειδάων καὶ Ἀθήνη στήτην ἐγγὺς ἰόντε, δέμας δ' ἄνδρεσσιν ἐΐκτην, χερὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ' ἐπέεσσιν".

(v. 287-297) Ἦρχε δὲ μύθων ὁ Ποσειδῶν [κατὰ σχῆμα προεκθετικόν, ὡς Ὁμήρῳ σύνηθες.] "Πηλείδη, μήτ' ἄρ τι λίην τρέε μηδέ τι τάρβει· τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμέν", ἤγουν ἐσμέν, "Ζηνὸς ἐπαινήσαντος, ἐγὼ καὶ Παλλὰς Ἀθήνη. ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν. ἀλλ' ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός. αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ', αἴ κε πίθηαι, μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο, πρὶν κατὰ Ἰλιόφιν κλυτὰ τείχεα λαὸν ἐέλσαι Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δ' Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν· [504] δίδομεν δέ τοι εὖχος ἀρέσθαι". Καὶ αὐτὸς μὲν οὕτω μυθικῶς εἰπὼν προμηθείᾳ ποιητικῇ τοῦ μὴ παρ' ἱστορίαν τῷ πολλῷ τοῦ φόβου κατεργασθῆναι τὸν ἥρωα συναπέβη τῇ Ἀθηνᾷ μετ' ἀθανάτους

(v. 299) "Αὐτὰρ ὅ", τουτέστιν ὁ Ἀχιλλεύς, "βῆ, μέγα γάρ ῥα θεῶν ὤτρυνεν ἐφετμὴ ἐς πεδίον", ἐκφυγὼν δηλαδὴ τὸν ποταμὸν ἐν τῷ ἀναρρωσθῆναι, οἷς προαναφωνητικῶς κατὰ ἔθος Ὁμηρικὸν ἤκουσε καὶ ἐνόησεν. Ἰστέον δὲ ὅτι φρόνησις Ἀθηνᾶ καὶ Ποσειδῶν, ὑγρότης εὔψυχος δηλαδή, ὑποβάλλει τῷ Ἀχιλλεῖ νοῆσαι τὰ πρὸς ἀνάρρωσιν διαγνωμονοῦντος Ἀχιλλέως, ὅτι τε εὐψύχως ἔτι διάκειται καὶ διερῷ ποδὶ καθ' Ὅμηρον ἢ χλωρὸν γόνυ κατὰ Θεόκριτον ἔχων βαίνει, καὶ οὔπω δέος εἰς ἀλίβαντα καταπεσεῖν αὐτόν, ζῶντι ποδὶ χρώμενον, ὥς φησι Σοφοκλῆς. ὕπεισι δὲ αὐτὸν καὶ ὅτι οὐδὲ τὸ ἐπὶ τῇ αὐτοῦ τελευτῇ θέσφατον ψεύσεται. ὅπερ ἤδη προγέγραπται, ἀναιρεθῆναι δηλοῦν αὐτόν, οὐ μὴν ποταμῷ δαμήμεναι.

(v. 286) Τὸ δὲ "χειρὶ χεῖρα λαβεῖν" δεξιώσεώς ἐστι φιλικῆς ἔνδειξις, ἣν καὶ ἐν Ὀδυσσείᾳ σαφέστερον ἱστορεῖ ὁ ποιητής. Νοητέον δ' ἐνταῦθα ὅτι μόνος ὁ Ποσειδῶν, ὡς εἰκός, χεῖρα ἔλαβε τὴν τοῦ Ἀχιλλέως, οὐ μὴν καὶ ἡ Ἀθηνᾶ. [Οὐ γὰρ ἂν τοῦτό γε σεμνῶς ἢ πιθανῶς ὁ ποιητὴς ἐπλάσατο. εἰ δὲ δοκεῖ ἀντιφωνεῖν τὸ "λαβόντες" εἰς τὸ οὕτω νοεῖν, ἐνθυμητέον ὅτι συνεκδοχικῶς πέφρασται τὸ "λαβόντες". συνείληπται γάρ πως διὰ τὴν ἀρέσκειαν τῇ τοῦ Ποσειδῶνος χειρὶ καὶ ἡ τῆς Ἀθηνᾶς.] Διὸ καὶ ἔφη "χειρί", οὐ "χερσί". Τὸ δὲ "ἐπιστώσαντο" ἀντὶ τοῦ πιστὰ ἐποίησαν, ὡς πίσυνον αὐτοῖς γενέσθαι τὸν Ἀχιλλέα. Τὸ δὲ "ἐπέεσσι" πρὸς διαστολὴν ἔφη τῶν ὅρκοις ἢ ἄλλως πιστουμένων.

(v. 288) Τὸ δὲ "μήτε τι [505] λίαν τρέε μήτε τι τάρβει" παραθαρρυντικόν ἐστιν, ἐκ παραλλήλου μὲν τὴν αὐτὴν δηλοῦν ἔννοιαν, ὁρμηθὲν δὲ ἐκ τοῦ μηδὲν ἄγαν, παρεοικὸς δὲ κατὰ σχῆμα τῷ "μήτ' ἄρ με μάλ' αἴνεε, μήτε τι νείκει".

(v. 290) Τὸ δὲ "ἐπαινήσαντος" ἀντὶ τοῦ συναινήσαντος, οὗ κοινότερον τὸ ἐπαινέσαντος, ὡς καὶ προεφάνη ἐν ἄλλοις.

(v. 292) Τὸ δὲ "ἀλλ' ὅδε μὲν τάχα λωφήσει" ῥηθήσεται περί τινος, ὃς θυμούμενος ἐλπίζεται παύσασθαι. Ἰστέον δὲ ὅτι λωφῆσαι κυρίως παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, τὸ ἀποθέσθαι ἄχθος τὸ ἐπὶ τῷ τραχήλῳ, ἔνθα ἐστὶν ὁ ὑπὸ ζυγὸν λόφος, ἐκταθέντος δηλαδὴ τοῦ ο, ὡς καὶ ἐπὶ τοῦ λοπός, ὁ τοῦ κρομύου, γίνεται, ἀφ' οὗ λώπιον, τὸ ἱμάτιον, κατὰ ὁμοίαν ἔκτασιν.

(v. 2945) Πρὸς δὲ ἀριστέα πολιορκοῦντα οἰκεῖον ῥηθῆναι τὸ "μὴ πρὶν χεῖρας παύειν ὁμοίου πολέμου, πρὶν κατὰ κλυτὰ τείχεα λαὸν ἐέλσαι", ὅ ἐστιν εἰλῆσαι, συγκλεῖσαι. Τὸ δὲ "ὅς κε φύγῃσι" μερικεύει συνήθως τὸ ὅλον. οὐ γὰρ πᾶς ὁ λαὸς εἰς Ἴλιον συνελαθήσεται, ἀλλ' ὡς ἂν φύγῃ τὰς τοῦ ἥρωος χεῖρας.

(v. 297) Τὸ δὲ "ἂψ ἴμεν" ἀντὶ τοῦ ὀπίσω ἐλθέ. Τὸ δὲ "εὖχος ἀρέσθαι" οὐκ ἀπέοικε τοῦ "κῦδος ἀρέσθαι".

(v. 300-306) Μετὰ δὲ ταῦτα φιλοτιμούμενος ὁ ποιητὴς μήδ' εἰσέτι ἀπαλλάξαι κινδύνου τὸν Ἀχιλλέα, ἵνα τὴν ἑαυτοῦ ἐν τῷ λέγειν δύναμιν εἰς πλέον ἐπιδείξηται, φησὶ μετὰ τὸ "βῆ ἐς πεδίον" ταῦτα. "πᾶν πλῆθ' ὕδατος ἐκχυμένοιο· πολλὰ δὲ τεύχεα καλὰ δαϊκταμένων αἰζηῶν πλῶον", ἤτοι ἔπλεον, "καὶ νέκυες", ὃ καὶ ναυαγίου πολεμικοῦ φραστικὸν ἔσται ποτέ. "τοῦ δ' ὑψόσε γούνατ' ἐπήδα πρὸς ῥόον ἀΐσσοντος ἀν' ἰθύν", ὡς προηρμήνευται, "οὐδέ μιν ἔσχεν εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλ' Ἀθήνη. οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ' ἔτι μᾶλλον χώετο Πηλείωνι, κόρυσσε δὲ κῦμα", ὡς πρὸ τούτων καὶ αὐτὸ ἐγράφη σὺν τοῖς ἑξῆς ἕως τοῦ "μέμονεν ἶσα θεοῖσι".

(v. 305) Κότου δὲ δηλωτικὸν τὸ "οὐκ ἔληγε τὸ ὃν μένος, ἀλλ' ἔτι μᾶλλον χώετο".

(v. 300) Ἰστέον δέ, ὡς ἐν ἄλλοις πλήθοντα ποταμὸν εἰπὼν ἐνταῦθα κατὰ περίφρασιν σαφέστερόν φησιν, ὅτι τὸ πεδίον πλῆθεν ὕδατος ἐκχυμένοιο.

(v. 305) Τὸ δὲ "ἔληγε" ποτὲ μὲν αὐτὸ καθ' αὑτὸ λέγεται, ποτὲ δὲ καὶ σύνταξιν ἐπιδέχεται, καὶ αὐτὴν ἢ μετὰ γενικῆς, ὡς τὸ "οὐδ' Ἀγαμέμνων [506] λῆγ' ἔριδος", ἤγουν ἐπαύετο, ἢ μετὰ αἰτιατικῆς, ὡς νῦν "οὐ Σκάμανδρος ἔληγε τὸ ὃν μένος", ὅμοιον ὂν τῷ "μὴ πρὶν παῦε τεὸν μένος".

(v. 307) Ἔτι ὅρα καὶ ὅτι κέκλεσθαι τὸν Ξάνθον τῷ Σιμόεντι εἰπὼν ὁ ποιητὴς οὔτε ἀντιλαλοῦντά τι τὸν Σιμόεντα πλάττει, οὔθ' ὑπακούοντα τῷ Ξάνθῳ παριστᾷ, ἴσως μὲν ἀφεὶς σιωπηρῶς νοεῖν τὸν Σιμόεντα πεισθέντα, ὡς εἴρηται, ἴσως δὲ καὶ διὰ τὸ πάνυ τερατῶδες μὴ τολμήσας καὶ τοιοῦτόν τι πλάσασθαι. οὐκοῦν ἐν τοῖς ἑξῆς μόνος ὁ Ξάνθος ὑπὸ Ἡφαίστου καίεται, οὐ μὴν καὶ Σιμόεις;

(v. 308 et 314 s.) Ἐνταῦθα δὲ πρόκλησις φίλου εἰς συμμαχίαν κατ' ἐχθροῦ τὸ "φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν". ὡσαύτως καὶ τὸ "ἀλλ' ἐπάμυνε τάχιστα, ἵνα παύσομεν ἄγριον ἄνδρα, ὃς δὴ νῦν κρατέει· μέμονε δ' ὅ γε ἶσα" δαίμονι. τοῦτο δέ, ἤγουν τὸ δαίμονι, παρῴδηται ὑφ' ἡμῶν. ὁ γὰρ ποιητὴς θεοῖς ἔφη, σεμνύνοντος Ξάνθου τὸν Ἀχιλλέα, ὡς μηκέτι δαίμονι καθὰ πρὸ τοῦτο, ἀλλὰ θεοῖς ἶσον.

(v. 316-317) Ἐφεξῆς δὲ ὁ ἐξουδενῶν τινα στρατιωτικὸν ἄνδρα ἐρεῖ, ὥς φημι "οὔτε βίην χραισμησέμεν οὔτε τι εἶδος οὔτε τὰ τεύχεα καλά". Ξάνθος δὲ καὶ τοῦτο λέγει κατ' Ἀχιλλέως,

(v. 317-323) ἐπάγων καί, ὅτι "τά που", ἤγουν τὰ τεύχεα, "μάλα νειόθι λίμνης κείσεθ' ὑπ' ἰλύος κεκαλυμμένα; κὰδ δέ μιν αὐτὸν εἰλύσω", τουτέστι κατακρύψω, "ψαμάθοισιν ἅλις χέραδος περιχεύας μυρίον, οὐδέ οἱ ὀστέ' ἐπιστήσονται Ἀχαιοὶ ἀλλέξαι", ἤγουν ἀναλέξασθαι, "τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ ἔσται τυμβοχοῆς, ὅτε μιν θάπτουσιν Ἀχαιοί", ὡς δηλαδὴ ἐκεῖ ἐσομένου τοῦ τάφου, ἔνθα τὰ ὀστᾶ κρυβήσεται. καὶ ἔστι ἀνάλογος τῷ μυθικῷ ἤθει τοῦ Ξάνθου καὶ ἡ κατὰ τοῦ Ἀχιλλέως δεινὴ αὕτη ἀπειλή, δι' ἧς ἐμφαίνει ὁ ποιητής, ὡς δεινὰ κατὰ τοῦ ἥρωος εἰπὼν πραχθέντα οὐκ ἀπέκαμε πλείω φράζειν, ἀλλ' ἰδοὺ εἴπερ εἶχε καιρὸν καὶ ἄλλα πολλὰ φωνεῦντα βέλεμνα ὑπὸ φαρέτρῃ τῇ κατ' αὐτὸν ἔχει κρυπτόμενα εἴποι ἂν ὁ γλυκὺς τὴν λύραν Πίνδαρος.

(v. 317) Ὅρα δὲ τὸ "τὰ τεύχεα καλά" οὐ συνήθως λεχθέν, τὰ καλὰ γὰρ φαμὲν τεύχεα ἢ καὶ σὺν δύο ἄρθροις τὰ τεύχεα τὰ καλά. [Τὸ δὲ νειόθι συγκέκοπται πάντως. ἐκ τοῦ νείατον γάρ ἐστι. εἰ μή τι ἄρα προϋπάρχει αὐτοῦ τὸ νεῖον, ἐξ οὗ παρῆκται τὸ νείατον [507] ὁμοίως τῷ τρίτατον καὶ τοῖς κατ' αὐτό.] Λίμνην δὲ ἢ τὴν θάλασσαν λέγει, ὡς ἐκεῖ παρασυρησομένων τῶν τευχέων, ἢ τὴν πρὸ ὀλίγων ἑρμηνευθεῖσαν περὶ τοῦ ποταμοῦ.

(v. 318) Τὸ δὲ "ἰλύος" ἐν ἄλλοις μὲν συστέλλει τὴν παραλήγουσαν, νῦν δὲ ἐξέτεινεν. [Ὅτι δὲ ἡ ἰλὺς ἐκ τοῦ εἰλύω εἰλύσω διφορουμένου ῥήματος γίνεται, λελέξεται αὐτίκα.] Τὸ δὲ κεκαλυμμένα καὶ τὸ καλύψω κοινότερα τοῦ εἰλύω, ἐξ οὗ καὶ εἰλυός, ὁ φωλεός. Τὸ δὲ "μιν αὐτόν" κατ' ἐξοχὴν καὶ νῦν κεῖται. Περὶ δὲ τοῦ εἰλύω ἰστέον, ὅτι ἐν Λεξικῷ παλαιῷ κατὰ στοιχεῖον ἐκτεθειμένῳ φέρεται αὐτὸ ἐν τῷ ἰῶτα στοιχείῳ οὕτως· ἰλύσω· τὸ περικαλύψω ἰλύϊ. ὡρμήθη δὲ ἴσως ἡ τοιαύτη γραφὴ ἐκ τοῦ δοκεῖν παρηχεῖν ἐν τοῖς ῥηθεῖσι τὸ "ἰλύος" καὶ τὸ "εἰλύσω", κἀντεῦθεν δόξαι ταὐτογραφεῖσθαι τὸ ἰλύειν καὶ τὴν ἰλύν.

(v. 319) Χέραδος δὲ κατά τινας ἀκαθαρσία πᾶσα συρρέουσα ἐξ ὕδατος, ὀνομασθεῖσα μιμητικῶς ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῷ κατασύρεσθαι. οὐδετέρου δὲ γένους τὸ χέραδος καὶ τὸ κίναδος, ἅπαξ ἐνταῦθα ῥηθέν. ἕτεροι δὲ χέραδος εἶπον τὸ πλῆθος τῶν θαλασσίων ἢ παραποταμίων ψήφων, ἄλλοι τὴν μετ' ὀστράκων καὶ λίθων ἰλὺν ἢ τῶν ἐς χερμάδας ἐπιτηδείων λίθων. τοῦτο δὲ παρακατιών, φασίν, ἄσιν καλεῖ, ὅ ἐστι ῥύπον ἐν ὕδασι ξηρόν, ἢ συντομώτερον κατὰ τοὺς παλαιοὺς τὸ ἐξ ὕδατος ξηρόν, περὶ ἧς ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἴρηται. τινὲς δέ φασιν ὅτι συνωνυμοῦσιν ἰλύς καὶ ἄσις καὶ χέραδος. Πίνδαρος δὲ ἐν Πυθιονίκαις εἰπὼν "χεράδι παμφόρῳ", δίδωσι νοεῖν, ὅτι ἐστὶ καὶ ἡ χερὰς τῆς χεράδος. εἰ μὴ ἄρα φιλονεικῶν τις καὶ ἐκεῖνο οὐδετέρως κλίνει, "χεράδει" γράψας διὰ διφθόγγου, ὡς τῷ κινάδει, καθ' ὁμοιότητα τοῦ τείχεϊ τείχει, καὶ βέλεϊ βέλει.

(v. 321) Τὸ δὲ "ἄσιν καλύψω" οὐχ' ὅμοιόν ἐστι τῷ συνήθει ῥήματι καθ' ἑρμηνείαν. καλύψαι μὲν γὰρ Ἀχιλλέα ἰλύϊ τὸ κρύψαι καὶ ἀφανίσαι. [508] καλύψαι δὲ τῷ Ἀχιλλεῖ ἄσιν ἀντὶ τοῦ ἐπιθεῖναι εἰς κάλυμμα. [Ἄσις δὲ ἡ μὲν Ὁμηρικὴ συστέλλει τὴν ἄρχουσαν. διὸ καὶ παροξύνεται. ἡ δὲ κατὰ τοὺς Ἁρμονικούς, ἐπεὶ ἐκ τοῦ ᾄδω ᾄσω γίνεται, ἄλλως ἔχει διὰ τὴν κρᾶσιν, καὶ ἔστι χρῆσις αὐτῆς παρὰ τοῖς τὰ τοιαῦτα σοφοῖς.]

(v. 323) Τυμβοχοὴν δὲ εἶπε τὸν τοῦ τύμβου ἀναχωματισμόν. τινὲς μέντοι εἰπόντες, ὅτι τυμβοχόης ὤφειλεν εἶναι βαρυτόνως ὡς οἰνοχόης, οὔ φασιν ὄνομα ἐνταῦθα κεῖσθαι, ἀλλὰ συναλιφὲν ῥῆμα τὸ τυμβοχοῆσαι, ἵνα λέγῃ, ὅτι οὐδέ μιν χρεία ἔσται τυμβοχοῆσαι, ὅτε θάπτεται. καὶ ἔστι κρείττων ἡ τοιαύτη γραφή. Ὅτι ὁ μὲν φθάσας τοῦ Ἀχιλλέως κίνδυνος ἐπικούρους εὗρεν, ὡς προσεχῶς δεδήλωται, τὸν Ποσειδῶνα καὶ τὴν Ἀθηνᾶν. ὁ δὲ μετ' ἐκεῖνον ἐπιταθεὶς κωλύεται ὑπὸ τῆς Ἥρας, ὡς ῥηθήσεται.

(v. 328 s.) Φησὶ γὰρ Ὅμηρος "Ἥρη δὲ μέγ' ἄϋσε περιδδείσασ' Ἀχιλῆϊ, μή μιν ἀποέρσειεν", ὅ ἐστιν ἀποφθείρῃ, "μέγας ποταμὸς βαθυδίνης".

(v. 331-341) Καὶ ἡ φωνὴ ἦν τοιαύτη πρὸς τὸν υἱὸν Ἥφαιστον "ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος, ἄντα σέθεν γὰρ Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν" ἢ ἐΐσκομεν "εἶναι· ἀλλ' ἐπάμυνε τάχιστα". ὃ δὴ καὶ ὁ Ξάνθος τῷ Σιμόεντι ἔφη. "πιφαύσκεο δέ", ὅ ἐστιν ὡς καὶ προεδηλώθη, ἐπιδείκνυσο καὶ φαῖνε, "φλόγα πολλήν. αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο εἴσομαι", ἤτοι πορεύσομαι, "ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν, ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι, φλέγμα κακὸν φορέουσα. σὺ δὲ Ξάνθοιο παρ' ὄχθας δένδρεα καῖε, ἐν δ' αὑτὸν ἵει πυρί. μηδέ σε πάμπαν μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω ἢ ἀρειῇ", τῇ καὶ προηρμηνευμένῃ. ὃ σὺν καὶ τοῖς ἑξῆς ἐρεῖ ἄν τις ὀτρύνων κατά τινος πανούργου. "μηδὲ πρίν", φησίν, "ἀπόπαυε τεὸν μένος, ἀλλ' ὁπότ' ἂν δὴ φθέγξομ' ἐγὼν ἰάχουσα, τότε σχεῖν", ἤγουν ἐπίσχες, "ἀκάματον πῦρ". Προαναφώνησις δὲ ταῦτα καὶ προέκθεσις [509] τῆς ἐπὶ Ἡφαίστῳ τερατείας, ἣν ἐπὶ τῷ Ξάνθῳ ἐκεῖνος ἐνδείξεται, ἵνα ὥσπερ ὁ ὑγρὸς ποταμὸς φρικτὰ ἔδρασεν ἐπὶ τῷ ἐχθρῷ Ἀχιλλεῖ, οὕτω καὶ ὁ κατὰ πῦρ Ἥφαιστος, φιλῶν τὸν Ἀχιλλέα, δεινοποιήσῃ ἑαυτὸν κατὰ τοῦ ἐχθροῦ Ξάνθου.

(v. 329) Ἰστέον δὲ ὅτι τοῦ "ἀποέρσειεν" ἰσότυπον τὸ πρὸ ὀλίγων ῥηθὲν "ἔναυλος ἀποέρσει".

(v. 331) Τὸ δὲ "ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος" ἀθετεῖται διὰ τὸ τοῦ ἐπιθέτου ἄκαιρον. ἡ γὰρ μήτηρ Ἥρα ἡ προσφθεγγομένη οὐκ ὤφειλε προσθεῖναι τὸ τοῦ τέκνου ἐλάττωμα τὸ "ὦ κυλλοπόδιον". ἔστι δὲ ὁ λόγος ἁπλοϊκὸς ὡς ἀπὸ μητρός. ὅτε οὖν μετ' ὀλίγα παύεσθαι αὐτὸν λέγει "ἴσχεο τέκνον" φησίν, "ἀγακλέες". καὶ ἄλλως δέ, φασί, διὰ τὸ εἰπεῖν "ἐμὸν τέκος" λεαίνεται τὸ τραχὺ τῆς κλήσεως. Τὸ δὲ κυλλοπόδιον προπαροξύνεται ὡς τὸ Ἀγάμεμνον. καὶ εἴρηται περὶ αὐτῶν πρὸ τούτων.

(v. 332) Τὸ δὲ ἐΐσκομεν", ὅ ἐστιν ὁμοιοῦμεν, δοκοῦμεν, τὴν ἐξ ἀλληγορίας ὑπόληψιν αἰνίττεται, καθ' ἣν εἰκὸς φαίνεται τῷ ποταμίῳ ὕδατι τὸ τοῦ Ἡφαίστου ἀντεπεξάγεσθαι πῦρ. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθ' Ὅμηρον σοφοὶ τὴν εἰκαστικὴν ἀλληγορίαν ὑπονοίας εἶδος ἔφασαν εἶναι διὰ τὸ ταὐτὸν τοῦ ἐΐσκειν καὶ τοῦ ὑπονοεῖν. καὶ ἀληθῶς ὑπονοεῖ ὁ ἀλληγορῶν. Τὸ δὲ "εἶναι" δύναται μὲν κεῖσθαι καὶ ἀντὶ τοῦ ὑπάρχειν. ἔστι δὲ [510] καὶ ἀντὶ τοῦ ἰέναι νοεῖν αὐτό, οἷα μετατεθέντος τοῦ ι, καὶ συναιρεθέντος τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, ἵνα λέγῃ, ὅτι ἄντα σέθεν ἐΐσκομεν ἐλθεῖν τὸν Ξάνθον κατὰ τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ ἀντίθεσιν.

(v. 334) Ὁ δὲ Ζέφυρος Βορρᾶς τίς ἐστι καὶ αὐτός, καὶ δεδήλωται περὶ τούτου. Ἀργέστης δὲ βαρυτόνως τὰ πολλὰ μὲν ἀνέμου ὄνομα καὶ αὐτός, ἐνταῦθα δὲ ὀξύνεται καὶ Νότου ἐπίθετόν ἐστι. φησὶ γὰρ ὁ ποιητὴς θύελλαν Ζεφύρου καὶ ἀργεστᾶο Νότοιο, τουτέστι λευκοῦ, παρὰ τὸ ἀργόν, τὸ λευκόν. καί εἰσιν ἀληθῶς καὶ παρὰ ταῖς φιλοσόφοις ἱστορίαις οἱ συνθέτως λεγόμενοι Λευκόνοτοι. Καὶ σημείωσαι, ὅτι ἀντιπνόους ἐνταῦθα εἴληφεν ἀνέμους ὁ ποιητής, Ζέφυρον μέν, ὥστε ἁπλῶς ξηραίνειν σὺν τῷ καὶ ἀναψύχειν, Νότον δέ, ἵνα καὶ φλέγμα ποιῇ, Ὁμηρικῶς εἰπεῖν. χρῄζει γὰρ καὶ ἀμφοτέρων προϊὼν ὁ ποιητής, ὡς δηλωθήσεται. οἱ δὲ εἰπόντες ἀργεστὴν Νότον τὸν ἐξ Ἄργους ἐπὶ Τροίαν πνέοντα οὐκ εὐδιανόητα ἐοίκασι λέγειν, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ ἔστι νοῆσαι Νότον ἐξ Ἄργους εἰς Τροίαν πνέοντα. Ἐν δὲ τοῖς τοῦ Γεωγράφου φέρεται, ὅτι ὁ ποιητὴς τὸν μὲν Ἀργέστην τῷ Νότῳ προσνέμει, λέγων "ἀργεστᾶο Νότοιο", τὸν δὲ Ζέφυρον τῷ Βορέᾳ "Βορέης" λέγων "καὶ Ζέφυρος", οἳ Θρῄκηθεν πνέουσιν. ὥστε κατὰ τὸν Γεωγράφον οὔτε ὀξύνεται ὁ Ἀργέστης ἐνταῦθα οὔτε Νότου ἐστὶν ἐπίθετον τοὔνομα, ἀλλὰ δύο ἀνέμων παράθεσις, ὡς καὶ ἐν τῷ "Βορέης καὶ Ζέφυρος", πλὴν ὅσον τὸ μὲν "ἀργεστᾶο Νότοιο" ἀσυνδέτως παράκεινται, τὸ δὲ "Βορέης καὶ Ζέφυρος" συνδέδενται. ὁ δὲ Γεωγράφος καὶ οὕτω φησί. Ζέφυρος οὐκ ἐκ Θρᾴκης πνέει, ἀλλὰ κατὰ τὴν Θρᾳκίαν θάλασσαν συμπίπτει τῷ Βορρᾷ κατὰ τὸν Μέλανα κόλπον. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι Ποσειδώνιος δυσαῆ μὲν Ζέφυρον λέγει, τὸν ὑφ' ἡμῶν Ἀργέστην καλούμενον, λίγα δὲ πνέοντα Ζέφυρον τὸν ὑφ' ἡμῶν Ζέφυρον, ἀργεστὴν δὲ Νότον τὸν Λευκόνοτον ἐπιθέτως, οὗ τὰ νέφη ἐν παραβολῇ ὁ Ζέφυρος στυφελίζει διασκεδάζων. Καὶ σημείωσαι, ὅτι κατὰ τὸν λόγον τοῦ Ποσειδωνίου ὁ μὲν κατὰ μόνας λεγόμενος Ἀργέστης Ζεφύρῳ οἰκειοῦται, δυσαὴς αὐτὸς ὢν λίγα ἐκείνῳ πνέοντι, ὁ δ' ἐνταῦθα παρ' Ὁμήρῳ ἀργεστὴς Νότος ἀντιπνέει τῷ Ζεφύρῳ διασκεδάζοντι τὰ τούτου νέφη. λέγει δὲ ὁ Γεωγράφος καὶ [511] ὅτι περὶ τὰς Σκειρωνίδας πέτρας, εἰσὶ δὲ αὗται περί που τὰ κατὰ Κόρινθον παραθαλάσσια, σκαιὸς καταιγίζων ὁ Ἀργέστης Σκείρων ὑπὸ Ἀθηναίων ἐκλήθη. καὶ δηλοῖ ἐνταῦθα καὶ ὁ σοφὸς οὗτος τὸν Ἀργέστην ἁπλῶς οὕτω λεγόμενον μὴ μεσημβρινὸν εἶναι ἄνεμον.

(v. 337) Φλέγμα δὲ κακὸν λέγει τὴν ἐκ θαλασσίας καυστικῆς θυέλλης πύρωσιν. οὕτω δέ πως καὶ Ὀππιανὸς τὴν λέξιν λαμβάνει, φλέγμα λέγων τὴν θερινὴν φλόγωσιν. τὸ δὲ κοινῶς λεγόμενον φλέγμα ἕτερον ἔχει λόγον.

(v. 338) Τὸ δὲ "ἐν δ' αὑτὸν ἵει πυρί" ἀντὶ τοῦ ἔμβαλε σαυτὸν τῷ ὕδατι, οὐχ' ὡς ἁπλῶς Ἥφαιστος, ἀλλὰ σὺν πυρί, οὗ κυριεύεις, ὡς καὶ ὁ μῦθος καὶ ἡ ἀλληγορία δηλοῖ.

(v. 341) Τὸ δὲ τὸν Ἥφαιστον ἐπέχειν τὸ κατ' αὐτὸν πῦρ, ὁπότ' ἂν ἡ Ἥρα φθέγξηται ἰάχουσα, φυσικῆς ἔχεται ἀλληγορίας. ἀμβλύνεται γὰρ θερμότης καὶ κάμνει πῦρ, ὅτε σφοδρὸς ἄνεμος ἢ ἐξαλόθεν ἢ ὅλως ἀερόθεν ἰάχων καταιγίσειε. καὶ ἄλλως δὲ περὶ τούτου εἰπεῖν, αἰνίττεται ὁ ῥηθεὶς λόγος τῆς Ἥρας ἁπλῶς μὲν καὶ παχύτερον, ὅτι τότε ὁ Ἥφαιστος, ἤτοι τὸ αὐτόχρημα πῦρ, σβέννυται ἐν ὕδατι καὶ παύεται τοῦ φλέγειν, ὅτε σιγμὸς γένηταί τις καὶ δι' ἀέρος ἐξακουσθείη, ὃν ἀέρα ἡ Ἥρα δηλοῖ. εἴληπται δὲ ὁ τοιοῦτος νοῦς ἀπό τε ξύλων καὶ ἑτέρων καιομένων σωμάτων, ὧν ἡ δι' ὑγροῦ σβέσις ἀποτελεῖ σιγμούς. ἀλλὰ τοῦτο μὲν οὐ προσφυὲς τοῖς κατὰ τὸν Ἥφαιστον καὶ τὸν [512] ποταμόν. ἐν γὰρ τοῖς ἄλλοις καιομένοις ξηροῖς οὔτε Ἡφαίστου πῦρ ὕδατι ἀεὶ ἐμπίπτει, ἀλλὰ ὕδωρ μάλιστα πυρί, καὶ οὐδὲ περιγίνεται Ἥφαιστος, ἀλλ' ἢ θυμὸς ὀλίγος ἐναπομένει αὐτῷ ἢ καὶ σβεσθεὶς ἐκλείπει τέλεον. ἄλλως δὲ ἀκριβέστερον, μάλιστα ἐμφαίνεται τῷ Ὁμηρικῷ τούτῳ χωρίῳ, ὡς τὸ θερινὸν κατὰ γῆς καυστικὸν φλέγμα, ὅπερ ἂν ὕδατος πολλοῦ ἐπιλάβηται, οὐκ ἄλλως παύεται, πρὶν ἂν Ἥρα φωνήσῃ, ἤγουν ἐξ ἀέρος ἄνεμος λιγὺ πνεύσῃ, ἀναψύχων καὶ τὴν ἀερίαν ἀμβλύνων φλόγα. τηνικαῦτα γὰρ τέλεον ὁ τοιοῦτος Ἥφαιστος σβέννυται, ἀναψύξεως γενομένης ἐξ ἀνέμου ψυχροτέρου τῷ ὕδατι. ὡς εἴγε μὴ τοιοῦτος ἄνεμος καταπνεύσει, ἀλλὰ θύελλα, ὁποία τις ἀνωτέρω εἴρηται, ἣν καὶ αὐτὴν Ἥρα ἐπιπέμπει, τουτέστιν ἀήρ, ἐπεὶ καὶ ἀὴρ κινούμενος ἢ κίνησις ἀέρος ἐστὶν ὁ ἄνεμος, ἐκφλογοῦται τὸ ὑγρόν. καὶ ξηραίνεται μὲν ὅσον τοῦ ὕδατος ἐν τῇ πεδιάδι ἀβαθές, καίονται δὲ τὰ ἐν αὐτῇ, εἴτε νεκροὶ εἴτε φυτὰ εἴτε ἰχθύες. καί πως τῷ Ἡφαίστῳ συλλαμβάνεταί τι καὶ ὁ τοιοῦτος ἄνεμος, ἀμβλύνων μὲν ἐπί τι τὸ θερινὸν φλέγμα καὶ παραβλάπτων τὸν Ἥφαιστον, ἄλλως δὲ συμπράττων αὐτῷ. ξηραίνει γὰρ ὥσπερ καίων Ἥφαιστος, οὕτω καὶ καταπνέων χαλεπὸς θυελλώδης ἄνεμος, ὁ μὲν δαπανῶν τῇ φλογί, ὁ δ' ἀνιμώμενος τὸ ὑγρόν. φωνὴ τοίνυν Ἥρας, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, σβεννύουσα τὸν ἐν ποταμῷ πυρὶ φλεγέθοντα Ἥφαιστον ὁ καταψύχων ἄνεμος. οὐ γὰρ δήπου ὁ λοιπός, ὃς οὐ μόνον αὐτὸς καθ' αὑτὸν ὢν καίει, ἀλλὰ καὶ τῷ ψύχοντι συμπνέων εἰς βλάβην τρέπει κἀκεῖνον, ὥσπερ κἀνταῦθα ὁ Ζέφυρος μετὰ τοῦ θερινοῦ Λευκονότου πνέων ἀναψύχει μὲν οὔ, συμβλάπτει δέ. [(v. 341) Ἰστέον δ' ὅτι, ὥσπερ ἡ αι δίφθογγος ἐκθλίβεται διὰ καλλιφωνίαν, οἷον "βούλομ' ἐγώ", καὶ "φθέγξομ' ἐγών", οὕτω καὶ ἡ ει δίφθογγος ἐν τῷ "δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρ' εἰς τὸν ἀγῶνα", ἤγουν ἀγωνίζου. λέγεται δ' ἐνταῦθα Φακῆ ὁ παρῳδὸς Ἡγήμων ὁ Θάσιος, ἀνὴρ εὐδοκιμῶν σφόδρα παρ' Ἀθηναίοις ἐν ταῖς παρῳδίαις, Φακῆ ἐπικληθεὶς διὰ τὸ χαίρειν μάλιστα τῷ τοιῷδε ὀσπρίῳ.] Ὅτι κἂν ἡ πρὸ ταύτης ῥαψῳδία μακάρων ἐνοπὴ καὶ φύλοπις ἐπεγράφη, ἀλλ' ἐκεῖ μὲν ἐμέτρησε [513] μόνον τοὺς ἀθανάτους καὶ οἷον ἀντιπαρέταξεν, εἰπὼν ὡς οἷον προεκθετικῶς, τίνες τίσιν ἑκατέρωθεν ἀντιστήσονται, πλεῖόν τι ποιήσας οὐδέν, ἐνταῦθα δὲ αὐτοὺς καὶ εἰς μάχην συμβάλλει ἐκ τῶν ἐκεῖ ὑστέρων ἀρξάμενος, τοῦ Ἡφαίστου δηλαδὴ καὶ τοῦ Σκαμάνδρου. γίνεται δὲ ἡ ἀρχὴ εὐάφορμος. ἐπεὶ γὰρ ὁ Ξάνθος εἰς ἔσχατον κινδύνου περιάγει τὸν Ἀχιλλέα καὶ αὐτὸς ᾤμωξεν εἰπὼν ἃ εἶπε καὶ παθὼν ἃ ἔπαθεν, ἐγκελεύεται λοιπὸν ἡ Ἥρα τῷ Ἡφαίστῳ βοηθῆσαι τῷ Ἀχιλλεῖ, φαμένη, ὡς ἐγὼ μὲν ἐξαλόθεν οἴσω χαλεπὴν θύελλαν, καὶ ἑξῆς, ὡς προσεχῶς ἐγράφη.

(v. 342-345) "Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ", τουτέστιν εὐστόχως ἡτοίμαζε. "πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δέ", ἢ δαῖε, "νεκροὺς πολλούς, οἵ ῥα κατ' αὐτὸν ἅλις ἔσαν, οὓς κτάν' Ἀχιλλεύς· πᾶν δ' ἐξηράνθη πεδίον, σχέτο δ' ἀγλαὸν ὕδωρ".

(v. 349-356) Εἶτα παραβολήν τινα εἰπὼν τὴν μετ' ὀλίγα ῥηθησομένην ἐπάγει "ὃ δ' ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν. καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, καίετο δὲ λωτός τε ἠδὲ θρύον ἠδὲ κύπειρον, τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει· τείροντ' ἐγχέλυές τε καὶ ἰχθύες, οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα, πνοῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο. καίετο δ' ἲς ποταμοῖο", ἤγουν περιφραστικῶς ὁ ποταμός, ὡς καὶ ἲς Ἡρακλέος καὶ βίη Ἡρακλέος ὁ Ἡρακλῆς. ἐφ' οἷς ὁ ποταμὸς ἀγανακτῶν προσφθέγγεται τὸν Ἥφαιστον, ὅσα ἑξῆς δηλωθήσεται.

(v. 3736) Εἶτα καὶ τὴν Ἥραν δυσωπεῖ παύσασθαι τὸν Ἥφαιστον, λέγων καὶ ὅτι ὀμοῦμαι μή ποτε Τρωσὶν ἀλεξήσειν, μηδ' ὁπόταν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται καιομένη, καίωσι δὲ Ἀχαιοί. ἀκούσασα δὲ Ἥρα προσφωνεῖ τὸν Ἥφαιστον ἴσχεσθαι.

(v. 379 s.) Οὐ γὰρ ἔοικε", φησίν, "ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν". καὶ Ἥφαιστος ἔσβεσε τὸ πῦρ. Ἰστέον δὲ ὅτι τριῶν τούτων ῥημάτων προσφυῶν ὄντων ἐνταῦθα, τοῦ δαίειν, τοῦ [514] καίειν, τοῦ φλέγειν, κατακόρως τῷ καίειν ἐχρήσατο.

(v. 342) "Πῦρ δὲ θεσπιδαές" πολλαχοῦ μέν φησιν, ἐνταῦθα δὲ προσφυέστατα τὸ ὑπὸ τοῦ Ἡφαίστου καιόμενον οὕτω εἶπεν.

(v. 350) Αἱ δὲ πτελέαι καὶ τὰ ἑξῆς παρατετηρημένως εἴρηνται τῷ ποιητῇ, ὡς τόποις ὑγροῖς χαίροντα. Ὅτι δὲ ἰτέαι καὶ εἶδός τι ἀσπίδος καλοῦνται, καὶ ὅτι ὁ λωτὸς ἐν τῇ Ἰλιάδι λειμωνία βοτάνη ἐστί, καὶ ὅτι ἐκ τοῦ θρύου πόλις προϊστορήθη Θρυόεσσα, καὶ ὅτι τὸ κύπειρον κύπαιρον κατὰ διάλεκτον λέγεται, προδεδήλωται. Ὡς δὲ αἱ μυρῖκαι ἐκτείνουσι τὴν παραλήγουσαν, ἰδοὺ καὶ ἐνταῦθα φαίνεται.

(v. 353) Τὸ δὲ "οἳ κατὰ δίνας", "οἳ κατὰ ῥέεθρα", κάλλους ἐστὶ σχῆμα πολλαχοῦ φανὲν παρὰ τῷ ποιητῇ.

(v. 354) Ὅρα δὲ καὶ τὸ κυβιστᾶν, οὐ μόνον ἐπ' ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ ἰχθύων κυριολεκτούμενον. δηλοῖ δὲ μάλιστα νῦν οὐ τὸ κατ' εὐθὺ ἀπραγμόνως νήχεσθαι, ἀλλὰ τὸ σὺν ταράχῳ κατακολυμβᾶν.

(v. 374-375) Ὁ δὲ ῥηθεὶς τοῦ Ξάνθου ὅρκος, τὸ μὴ ἂν τοῖς Τρωσὶ βοηθήσειν, μηδ' ὅταν ἡ Τροία καίηται, [ὅτε δηλαδὴ καὶ μάλιστα χρεία Ξάνθου καὶ ἁπλῶς μυρίου ὕδατος,] οὐ μόνον ἀληθής, ἀλλ' ἔχει τι καὶ ἀστειότητος. τί γὰρ ἂν ἔχοι κάτωθεν ἐκ τῆς πεδιάδος ὁ Ξάνθος ἀλεξήσειν καιομένῃ τῇ ἠνεμοέσσῃ Τροίᾳ; ἔχει δὲ ὁ λόγος καὶ προαναφώνησιν τῆς τοῦ Ἰλίου ἁλώσεως. διὸ οὐκ ἠρκέσθη εἰπεῖν "καιομένη" ἁπλῶς, ἀλλ' ἐπήγαγε καὶ τὸ "καίωσι δὲ υἷες Ἀχαιῶν".

(v. 379 s.) Τὸ δὲ "οὐ γὰρ ἔοικεν ὧδε στυφελίζειν" παραίνεσιν ἔχει τοῦ μὴ θυμοῦσθαι ἄγαν ἐφ' οἷς οὐ δεῖ.

(v. 346-349) Ἰστέον δὲ ὅτι μετὰ τὸ "πᾶν δ' ἐξηράνθη πεδίον", ὡς πρὸ ὀλίγων ἐγράφη, κεῖται προσφυὴς παραβολή, δηλοῦσα τὸ τάχος τῆς ὑπὸ Ἡφαίστου ἀναξηράνσεως τῶν ὑγρῶν τόπων, οἳ περὶ τὸν Ξάνθον ἦσαν, αὕτη· "Ὡς δ' ὅτ' ὀπωρινὸς Βορέης νεοαρδέ' ἀλωὴν αἶψ' ἀνξηράνῃ", ἤγουν ταχὺ ἀναξηράνῃ, "χαίρει δέ μιν ὅς τις [515] ἐθείρει", ἤτοι ὃς τὴν τοιαύτην ἀλῳὴν συνήθως ἐργάζεται, "ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ' ἄρα νεκροὺς κῆε". τρὶς δ' ἐν τῷ τόπῳ τούτῳ ἐχρήσατο διὰ τὸ καίριον τοῖς ἐκ τοῦ ξηραίνω ῥήμασι. τεχνικῶς δὲ κατὰ γεωργίαν ἔφη τὴν παραβολὴν ὁ ποιητής. εὔχεται γὰρ ἀνὴρ περὶ ἀλῳήν, ὅ ἔστι φυτοφόρον γῆν, πονούμενος, βρεχθείσῃ αὐτῇ Βορρᾶν ἐπιπνεῦσαι. πυκνουμένης γάρ, φασί, τῆς ἐπιφανείας, δύνει κατὰ ῥιζῶν ἡ νοτὶς καὶ οἷον ἀποτιθεμένη πιαίνει αὐτάς. ὀπωρινὸς δὲ Βορρᾶς κατὰ τοὺς Σικυωνίους ὁ θερινός, ἤγουν ὁ ἐτησίας. ἰσχυρότεροι δέ, φασί, καὶ ξηρότεροι τῶν ἐν χειμῶνι πνεόντων οἱ ἐτησίαι.

(v. 347) Σημείωσαι δὲ ὅτι ὥσπερ ἔθειν λέγεται τὸ τὰ συνήθη πράττειν, οἷον "ἔθων Οἰνῆος ἀλῳήν", οὕτω καὶ ἐθείρειν παράγωγον ἐκεῖθεν τὸ τὰ ἐξ ἔθους ποιεῖν καὶ ἐπιμελεῖσθαι. ἐξ οὗ καὶ ἡ θρὶξ ἔθειρα, περὶ ἣν σύνηθές ἐστι πονεῖσθαι τοὺς φιλοκόμους. [(v. 353) Ἰστέον δὲ καὶ ὅτι τοῦ ἐγχέλυες ἡ μὲν ἑνικὴ εὐθεῖα ἔγχελυς, προπαροξυτόνως γινομένη παρὰ τὴν ἰλύν, ὡς οἷα ἐν ἰλύϊ χεομένη. ὅθεν καὶ γεννᾶται κατὰ τὸν Ὀππιανόν. διὸ καὶ προπαροξύνεται καὶ εἰς υς περατοῦται, ὡς καὶ ὁ Ἀθήναιος βούλεται, συγκροτῶν ἑαυτὸν ἐκ τοῦ κατὰ τὰς ἐγχέλεις λόγου, ὃς ἐν τοῖς Ἱππεῦσι κεῖται ἐν τῷ· "ὅταν γὰρ ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν", καὶ ἑξῆς. καὶ οὕτω μὲν ἡ ῥηθεῖσα εὐθεῖα ἔγνωσται τοῖς παλαιοῖς διὰ τοῦ υ, οἷον "λεῖος ὥσπερ ἔγχελυς", οὗ αἰτιατικὴ "σκέψασθε παῖδες τὴν κρατίστην ἔγχελυν". τὰ δὲ πληθυντικὰ οὐ καθ' Ὅμηρον καὶ οἱ ἄλλοι ἀκολούθως προφέρουσι μετὰ τοῦ υ, ἀλλ' ἑτέρως πρὸς ἀκολουθίαν τοῦ πῆχυς [516] πήχεως, οἷον "τὰς εἰκοὺς τῶν ἐγχέλεων", καὶ "ὥσπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι", ταῦτα δὴ τὰ τοῦ Κωμικοῦ. λέγει δέ, φασί, καὶ Στράττις διὰ τοῦ ε "ἐγχέλεων ἀνεψιός". καὶ οὕτω μὲν ἄλλοι. Ἀριστοτέλης δὲ διὰ τοῦ ἰῶτα εἶπεν ἔγχελις. ὅθεν Ἀντιφάνης ὑποκοριστικῶς ἔφη "τὰ ἐγχέλια γράφομαι λειποταξίου. ἐνταῦθα γὰρ ἦν οὐδαμοῦ". ὁ δὲ Ἀθήναιος λέγει καὶ ὅτι ἐν τῷ "τείροντο ἐγχέλυες καὶ ἰχθύες" εἰς βάθος τε τὸν ποταμὸν δηλοῖ καίεσθαι, καὶ κατ' ἐξαίρετον τίθησι τὸ "ἐγχέλυες" διὰ τὸ περιᾴδεσθαι αὐτὰς πολλαχοῦ. εἰπὼν γοῦν εἰς αὐτὰς ἀστεῖά τινα λέγει καὶ ὅτι αἱ Κωπαΐδες ἐγχέλυες περιᾴδονται παρὰ Βοιωτοῖς, ἐπαινοῦνται δέ, φησί, καὶ αἱ Στρυμόνιαι, ὡς καὶ μεγάλαι καὶ τὸ πάχος θαυμασταί, λέγων ἱστορηθῆναι καὶ ὅτι τὰς ὑπερφυεῖς τῶν Κωπαΐδων ἐγχέλεων οἱ Βοιωτοὶ ὡς ἱερεῖα στεφανοῦντες καὶ κατευχόμενοι οὐλάς τ' ἐπιβάλλοντες ἔθυον τοῖς θεοῖς, καὶ ὅτι Ἀντιφάνης τά τε ἄλλα δεινούς φησι τοὺς Αἰγυπτίους εἶναι, καὶ τὸ νομίσαι ἰσόθεον τὴν ἔγχελυν, ὃς καὶ εἰπὼν πολὺ τῶν θεῶν αὐτὴν τιμιωτέραν εἶναι, καὶ δῆθεν κατασκευάσας αὐτὸ ποιητικῶς ἐπάγει "οὕτως ἔσθ' ἅγιον παντελῶς τὸ θηρίον". ἐκθεὶς δὲ ὁ Ἀθήναιος καὶ ὅτι πολὺ κρατίστη ἐστὶν ἡ ἐκ τοῦ κατὰ Σικελίαν Ῥηγίου, λέγει καί, ὅτι τῶν τις ῥητόρων ἐγχέλυος παρατεθείσης εἶπε· πάρεστιν ἡ τῶν δείπνων Ἑλένη, ἐγὼ οὖν Πάρις ἔσομαι, καὶ ὅτι βασιλεύειν τῶν περὶ δαῖτα καὶ ἡγεμονεύειν ἡδονῇ ἔφη τις αὐτήν, ἢ φύσει ἐστί, φησίν, ἀπύρηνος μόνος ἰχθύς. Ἔνθα ὅρα ὅτι πυρῆνα ἐκεῖνος ἔφη ἀστείως τὴν ὀστώδη ἰχθυηρὰν ἄκανθαν. καὶ οὕτω μὲν ταῦτα, οὐκ ἀχρείως παρατεθειμένα τοῖς εἰσαγομένοις πρὸς μάθησιν. δύναται δὲ τὸ "καὶ ἐγχέλυες" οὐ κατά τινα ἐξοχὴν εἰρῆσθαι, ἀλλὰ διαφορὰν ἐγχελύων πρὸς τοὺς ἄλλους ἰχθύας. [517] ὡς γὰρ αἱ πολυώνυμοι ἀφύαι ἀλλοφυῆ ἔχουσι παραγωγὴν γενέσεως, οὕτω πως, εἰ καὶ τρόπον ἄλλον, καὶ ἐγχέλυες, ὡς δηλοῦσιν οἱ καὶ τὰς μίξεις αὐτῶν καὶ τὰς γενέσεις ἱστορήσαντες.]

(v. 357-359) Ὅτι ὁ πρὶν κατ' Ἀχιλλέως λάλος Ξάνθος καιόμενός φησιν "Ἥφαιστε, οὔ τις σοί γε θεῶν δύνατ' ἀντιφερίζειν", ἢ ἰσοφαρίζειν. "οὐδ' ἂν ἐγὼ σοί γ' ὧδε πυρὶ φλεγέθοντι μαχοίμην. λῆγ' ἔριδος".

(v. 360) Καὶ μετ' ὀλίγα "τί μοι ἔριδος καὶ ἀρωγῆς"; ταῦτα δὲ ῥηθείη ἂν καὶ πρὸς ἄνδρα ἡρωϊκὸν καὶ πολὺν τὴν ἀλκὴν ὑπό τινος φερομένου τὸ ἔλαττον. Καὶ ὅρα καὶ ἐνταῦθα τὴν Ὁμηρικὴν δεξιότητα. ἦν γὰρ ἀχρεία ἡ τοῦ πλάσματος διάθεσις, εἰ μὴ καὶ φωνήν τινα προσέπλασεν ἱκετευτικὴν τῷ ποταμῷ πρὸς τὸν Ἥφαιστον, ὥσπερ δὴ καὶ μετ' αὐτὸν πρὸς τὴν μητέρα Ἥραν.

(v. 358) Τὸ δὲ "πυρὶ φλεγέθοντι" ἐν δυσὶ μέρεσι λόγου ἀναγνωστέον. τὸ γὰρ ὑφ' ἓν λέγεσθαι Πυριφλεγέθοντι τῷ ἐν Ἅιδου ἀπονενέμηται ποταμῷ.

(v. 357) Ἰστέον δὲ ὅτι συλλαλοῦντες οἱ παλαιοὶ Ὁμήρῳ εἰς τὸ "οὔ τις σοί γε δύναται ἀντιφερίζειν", φασίν, ὡς ἀνίκητον τὸ πῦρ, εἰ καὶ σίδηρον μαλάσσει καὶ λίθον θρύπτει, καὶ Ζεὺς δὲ πύρινον ἔχει δόρυ, τουτέστιν ἔγχος. ἐξ οὗ καὶ ἐγχεικέραυνος παρὰ Πινδάρῳ λέγεται. καὶ ἔστι τὸ πῦρ λεπτομερεστάτη οὐσία διὰ πάντων ἱκνουμένη. διὸ καὶ παμφάγον ἐδοξάζετο τὸ πῦρ. Πέρσαι δὲ καὶ ἐθεοποίουν αὐτό.

(v. 361) Εἶτα τὸ πολὺ καὶ σφοδρὸν τῆς τοῦ Ξάνθου ζέσεως δυσὶ κόμμασιν ἐμπεριγράφων ὁ ποιητὴς λέγει "φῆ πυρὶ καιόμενος, ἀνὰ δ' ἔφλυε καλὰ ῥέεθρα, ἤγουν ἀνέζεε κατά τινα μίμησιν ἤχου. καὶ ἦν τοῦτο φωνὴ ποταμοῦ. ἐκ τούτου δὲ καὶ τὸ ἐν οὐ δέοντι λόγους προϊέναι φλύειν λέγεται καὶ φλυαρεῖν καὶ φλύαρος ὁ οἷον ἀναζέων τοῖς λόγοις. ἐκ τοῦ τοιούτου δὲ ῥήματος καὶ τὸ ἀπὸ καύσεως ἐν σαρκὶ ἀνάστημα φλυκτὶς καὶ φλύκταινα λέγεται. ἔοικε δὲ ὥσπερ ἀλύω καὶ παραγώγως ἀλύσσω, οὕτως εἶναι καὶ φλύω καὶ φλύσσω. καὶ τοῦ φλύω μέν ἐστι [518] τὸ "ἀνὰ δ' ἔφλυε" καὶ τὰ ἐξ αὐτοῦ. τοῦ δὲ φλύσσω φλύξω [φλυκτίς καὶ] οἰνόφλυξ, καὶ οἰνοφλυγία, ὅτε δι' οἶνον φλύει τις, ὡς οἷον ἀναζέων ἐν τῷ λαλεῖν. ἐπεὶ καὶ καθ' Ἡρόδοτον οἴνου κατιόντος ἀναπλώουσιν ἔπεα. Ἰστέον δὲ ὡς νῦν μὲν τὸν ὑπὸ τοῦ Ἡφαίστου βρασμὸν τῶν ὑδάτων τοῦ Ξάνθου διδάσκων ὁ ποιητὴς εἶπε τὸ "ἀνὰ δ' ἔφλυε ῥέεθρα".

(v. 362-367) Ὡς δὲ χρεία τῷ λόγῳ ἦν καὶ ἐναργείας κατὰ τὸ σύνηθες παραβολικῆς καὶ ἑρμηνείας τοῦ "ἀνέφλυεν", ἐπάγει παραβολὴν ταύτην "ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ, κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ' ὕδωρ, οὐδ' ἔθελε προρέειν, ἀλλ' ἴσχετο, τεῖρε δ' ἀϋτμὴ Ἡφαίστοιο βίῃ πολύφρονος". Καὶ ἔστιν ἐκ τῆς τοιαύτης παραβολῆς σαφέστατα νοῆσαι, ὅπως ὑπὸ Ἡφαίστου πυρὶ φλεγέθοντος ὁ Ξάνθος διέκειτο. οὐ γὰρ ἐβράττετο, οὐκ ἐκάχλαζεν, οὐκ ἐπάφλαζεν, ἀλλ' ἔζεεν, ἐπαναπαυσαμένου τοῦ ποιητοῦ τῇ τοιαύτῃ ὀνοματοποιίᾳ ὡς λειότερον ἐχούσῃ διὰ πιθανότητα. διὸ καὶ ἐν ἀρχῇ καὶ τέλει τῆς παραβολῆς αὐτὴν ἔθετο, λειοτέραν οὖσαν καὶ τοῦ σιγμοῦ, ὅσον καὶ τὸ ζ στοιχεῖον, ἐξ οὗ τὸ ζέειν, ἠρεμαιότερον ἦχον ἔχει τῆς τοῦ σ προφορᾶς, ἐξ οὗ ὠνοματοπεποίηται ὁ σιγμός. οὕτω δὲ καὶ τὸ "ἀνέφλυε" προσηνέστερόν ἐστι τοῦ καχλάζειν καὶ τοῦ βράζειν καὶ τῶν ὁμοίων, ἅπερ οὐκ ἂν πιθανῶς ἐπὶ ὅλου ποταμοῦ λέγοιντο πάσχοντος θερινὴν θερμότητα. ζέσιν μὲν γὰρ παθεῖν οὐ πάνυ τι τολμηρὸν εἰπεῖν ἐπὶ τοσούτου ποταμοῦ, καχλάσαι δὲ φάναι αὐτὸν ἤ τι τοιοῦτον οὐκ ἔξω ἀναιδοῦς ἐν λόγῳ θρασύτητος. [Ὅτι δὲ ἐκ τοῦ ζέειν καὶ τὸ ἐκζεστόν, οὐ κρέας, ἐκεῖνο γὰρ ἀνάβραστον ὁ Κωμικός φησι, δῆλον ἐκ τοῦ εἰπόντος, ὡς τὸ σευτλίον εὐχυλώτερόν ἐστι κράμβης, ἐκζεστὸν δὲ λαμβανόμενον μετὰ νάπυος, λεπτυντικώτερον καὶ ἐλμίνθων φθαρτικόν.]

(v. 362) Τὸ δὲ "ἔνδον πρὸς ἀκρίβειαν κεῖται. οὐ γάρ ἔστιν ἔξω ζέειν τὸν λέβητα, ἐντὸς δὲ καὶ μόνον, ὅπου τὸ ὕδωρ. ἐφ' οὗ καὶ κυριολεκτεῖται τὸ ζέειν. δύναται δὲ τὸ "ἔνδον" συμβιβασθῆναι [519] καὶ πρὸς τὸ "ἐπειγόμενος", ἵνα ᾖ "ἔνδον ἐπειγόμενος", ὅπερ ὅμοιόν ἐστι τῷ "ὀπὸς ἐπειγόμενος", ὃ ἤδη προγέγραπται. τοῦτο δὲ ὥσπερ καὶ τὸ "πυρὶ πολλῷ", καὶ τὸ "ξύλα κάγκανα", οὐχ' ἁπλῶς ἐν ἀργῷ κεῖνται, ἀλλ' ὅτι μὴ λοετροχόος οὗτος ὁ λέβης, οὐδ' ὡς εἰς ποδάνιπτρα ἢ ἄλλο τι βράσμα ὕδατος, ἀλλ' ἐπὶ ἑψήσει κρέατος, εἰς ἣν καὶ τὸ κρεῖον χρήσιμον τὸ ἐν ταῖς Λιταῖς. σίαλος γὰρ ἕψεται. διὸ καὶ ἐπείγεται ὁ τοιοῦτος λέβης, ἵνα μὴ ἄλλως ἔχων ἀχρειώσῃ τὸ ἕψημα πυρὶ ἁπαλῷ κατὰ τὸν εἰπόντα διοικονομούμενος. καὶ γλυκύτητα δὲ νῦν τὸ "ἐπειγόμενος" ἔχει, ὡς ἐπὶ ἐμψύχου τεθεῖσα τοῦ λέβητος.

(v. 363) Τὸ δὲ "κνίσσῃ μελδόμενος" ἀντὶ τοῦ τήκων τὸ λίπος τοῦ κρέατος. γίνεται δὲ τὸ μέλδειν ἀπὸ τοῦ τὰ μέλη δαίειν ἤτοι καίειν. καὶ ἔστιν ἡ φράσις καινή. ὤφειλε γὰρ εἰπεῖν κνίσσην μετὰ τοῦ νῦ ἐν πτώσει αἰτιατικῇ, ἵνα ἔλεγεν, ὅτι τήκων ὁ λέβης τὴν κνίσσαν. Ὅμηρος δὲ ἀντὶ παθητικοῦ δεξάμενος τὸ "μελδόμενος" λέγει, ὅτι τηκόμενος τῇ κνίσσῃ, τουτέστιν οὐ τῷ χαλκῷ πάσχων ὁ λέβης τὴν τῆξιν τῷ στερεῷ καὶ ἀτειρεῖ καὶ ἀτήκτῳ, ἀλλὰ τῇ ἐντὸς αὐτοῦ κνίσσῃ. καὶ ἔστι τὸ σχῆμα ὅμοιον τῷ "ἔφριξε μάχη ἐγχείῃσι", καὶ "λήϊον ἀσταχύεσσιν". ὡς γὰρ ἐκεῖ τῶν ἀσταχύων καὶ τῶν ἐγχέων φρισσόντων ἡ μάχη καὶ τὸ λήϊον λέγονται φρίσσειν αὐτοῖς, οὕτω κἀνταῦθα τῆς κνίσσης μελδομένης, ὅ ἐστι τηκομένης, ὁ λέβης τῇ κνίσσῃ λέγεται μέλδεσθαι. τινὲς δὲ τὰ κνίσση φασὶν οὐδετέρως, λέγοντες τὸν λέβητα τήκειν τὰ κνίσση, τουτέστι τὰ λίπη, ἐν τῷ ζέειν. τοῦτο δέ, φασίν, οὐχ' Ὁμηρικόν. οὐ γὰρ εὕρηται παρὰ τῷ ποιητῇ [καθὰ παρ' ἄλλοις] τὸ κνίσσος οὐδέτερον. ὅτι δὲ ἡ κνίσσα καὶ δι' ἑνὸς γράφεται σίγμα, ὁμοίως τῷ πῖσα, [520] δεδήλωται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. [Ἰστέον δὲ καὶ ὅτι ἐκ τῆς κνίσσης καὶ ῥῆμά ἐστι κνισσῶ κνισσώσω, καὶ ὄνομα καινὸν ἅμα καὶ κοινὸν παρὰ Ἀθηναίῳ τὸ κνισσότερος, οἷον "κνισσότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου".] Σίαλον δὲ ἁπαλοτρεφέα φασὶν οἱ παλαιοὶ τὸν ἤδη χοῖρον, ἁπαλοτρεφέα λεγόμενον πρὸς διαστολὴν τῶν συάγρων. σίαλος γὰρ ὁ ἐν οἴκῳ τρόφιμος παρὰ τὸ σιτεῖσθαι ἅλις.

(v. 364) Τὸ δὲ "ἀμβολάδην" ἀντὶ τοῦ ἀναβλητικῶς ἢ ἀναβολικῶς ἀπὸ ῥήματος τοῦ ἀναβάλλειν, ἐξ οὗ καὶ τὸ χαλκεῖον ἀναβάλλειν λέγεται, ἤγουν ἀναζέειν διὰ φλογὸς ὑπερβολὴν καὶ ἄνω κάτω ποιεῖν τῇ κινήσει τὸ ὕδωρ ἐν τῷ παφλάζειν. κεῖται δὲ ἡ λέξις καὶ παρὰ Ἡροδότῳ, ἔνθα ἱστορεῖ κρήνην περὶ μέσας νύκτας ζέουσαν ἀμβολάδην. ἐντεῦθεν καὶ ἐπὶ τῶν ὀρυσσόντων τὸ ἄνω ῥίπτειν τὸ χῶμα ἀναβάλλεσθαι καὶ ἀναβάλλειν φασὶν οἱ παλαιοί, καὶ τὴν τοιαύτην γῆν ἀμβολάδα, καὶ ἀναβάλλεσθαι δὲ ἐντεῦθεν εἴρηται τὸ πνεῦμα ἀνάγειν, ὡς τὸ "ὃ δ' ἀνεβάλλετο καλὸν ἀείδειν". Αἰλιανὸς δὲ γῆν ἐπιβάλλειν φησίν, οὗ τὸ ἐναντίον γῆν ἀναβάλλειν, ὡς ἀνωτέρω εἴρηται. Ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ καί, ὡς πολλὴν ἐνάργειαν ἡ παραβολὴ ἔχει. οὐ γὰρ ἁπλῶς παραλαμβάνει λέβητα, ἀλλὰ ἐπειγόμενον πυρί, καὶ τούτῳ πολλῷ, καὶ ὑποκαιόμενον ξύλοις οὐ χλωροῖς ἀλλὰ ξηροῖς καὶ πάνυ ἐπιτηδείοις ἀνακαίεσθαι, καὶ οὐδὲ λοετροχόον ὄντα, παρειλημμένον δὲ εἰς ἀνάβρασιν σπουδαίου κρέατος. [521]

(v. 364) Κάγκανα δὲ γίνεται παρὰ τὸ καίειν καὶ καίνειν, τὰ εἰς τὸ καίεσθαι καινόμενα ἤτοι κοπτόμενα. Παυσανίας δὲ δανὰ τὰ τοιαῦτα ξύλα καλεῖσθαι δηλοῖ. φησὶ γάρ· δανὰ, εὐκέαστα, ξηρά, παρὰ τὸ δαίεσθαι. δῆλον δὲ ὅτι εὐκέαστα τὰ εὔκλαστα. κεάσαι γὰρ ἐπὶ ξύλων τὸ κόψαι, ὡς ἐν Ὀδυσσείᾳ.

(v. 366) Τὸ δὲ "οὐδ' ἔθελε προρέειν" δηλοῖ μὲν τὸ οὐκ ἠδύνατο. καὶ ἔστι καὶ αὐτὸ γλυκύτητος ὁμοίως τῷ "τὰ δὲ δένδρα οὐδέν με θέλει διδάσκειν". ἀδίπλαστον δὲ ἔχει τὸ ρ κατὰ μέτρου θέλησιν, ὅπερ μυριαχοῦ γίνεται. ὅτι δὲ τὸ οὐκ ἤθελε ταὐτόν ἐστι τῷ οὐκ ἠδύνατο, δηλοῖ ἐπαγαγὼν εἰς ἑρμηνείαν εὐθὺς τὸ "ἀλλ' ἴσχετο".

(v. 367) Πολύφρων δὲ Ἥφαιστος, ὡς καὶ πρὸ ὀλίγων πολύμητις, διὰ τὰ κατὰ πῦρ μυρία τεχνικὰ μεθοδεύματα.

(v. 369) Ὅτι ὁ Ξάνθος ἐκκαίοντος αὐτὸν Ἡφαίστου ἀναβοᾶται πρὸς τὴν Ἥραν οὕτως "Ἥρη, τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν", ὅ ἐστιν ἐπέπεσε βλάπτειν, "ἐξ ἄλλων", ἤγουν δίχα τῶν ἄλλων θεῶν μόνος αὐτός. καὶ ἔστιν ὁ λόγος οὗτος προκλητικὸς τοῦ τὸν Ἥφαιστον παύσεσθαι καὶ τὴν ἐπ' αὐτῷ τερατείαν. εὐθὺς γὰρ ἡ Ἥρα φθέγξεται ἰάχουσα, ὡς ὑπέσχετο, καὶ αὐτὸς ἐφέξει κατασβέσας θεσπιδαὲς πῦρ. Τὸ δὲ "ἐμὸν ῥόον" δηλοῖ, ὡς Ξάνθος λαλεῖ οὐχ' ὁ καθ' ὕδωρ, ἀλλ' ὁ δαιμόνιος αὐτοῦ ταμίας, οὗπερ οἷόν τι σῶμα ὁ ῥόος. Τὸ δὲ "ἔχραε" ἀρχή ἐστι καὶ αὐτὸ τῆς συνθέσεως τοῦ ζαχρηοῦς, ὡς καὶ προηρμήνευται. καὶ τοιοῦτον μὲν τὸ λεχθὲν ῥητόν.

(v. 370-371) Ἐφεξῆς δὲ τὸ "οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι, ὅσον οἱ ἄλλοι πάντες ὅσοι" τοῖς δεῖνα, οἷον τοῖς Τρωσίν, "ἀρωγοί" ἐρεῖ ἂν ὁ ἐξ ἑαυτοῦ εἰς ἑτέρους μεθιστῶν τὴν αἰτίασιν.

(v. 372-373) Τὸ δὲ "ἀλλ' ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι, εἰ σὺ κελεύεις παυέσθω δὲ καὶ οὗτος" εἴποι ἂν ὁ ἐξ ἀξιώσεως καταλλαττόμενός τινι.

(v. 373-374) Ὁ δὲ διαβεβαιούμενος μὴ ἂν βοηθῆσαι τῷδέ τινι ἔχει εἰπεῖν τὸ "ἐγὼ δ' ἐπὶ καὶ τόδ' ὀμοῦμαι μή ποτε τῷ δεῖνι ἀλεξήσειν κακὸν ἦμαρ". Σημείωσαι δὲ ὡς παρατρέχειν εἰωθὼς ὁ ποιητὴς τὰ μὴ πρὸ ἔργου αὐτῷ σιωπᾷ κἀνταῦθα παντελῶς, τί ἂν Ἀχιλλεὺς ἐποίει, μεθὸ Ἥφαιστος [522] ἑαυτὸν τῷ Ξάνθῳ ἐνέβαλε πυρὶ φλεγέθοντι. καὶ ὡς μὲν διεξέφυγεν, εὐνόητόν ἐστιν. εἰ δὲ καὶ Ἥφαιστος τὸν ποταμὸν καίων τοῦ Ἀχιλλέως ἀπείχετο, ὁ μῦθος ὑποβάλλει νοεῖν, ὡς εἰκός, οἷα καὶ τὸν ποταμὸν πλάσας ὀλέθριον μὲν τῷ Ἀχιλλεῖ, σωστικὸν δὲ τοῖς Τρωσίν. ἑκατέρων γὰρ εἶχε καὶ ἐκεῖνος δύναμιν. οὕτω καὶ Ποσειδῶν οὐ μόνον σεισίχθων, ἀλλὰ καὶ ἀσφάλιος, καὶ Ἑρμῆς οὐ μόνον κερδῷος, ἀλλὰ καὶ ζημίας ποιῶν κατὰ τὸν Κωμικόν, καὶ Φοῖβος οὐ μόνον Ἀπόλλων, ἀλλὰ καὶ ἰατρὸς καὶ οὔλιος, ὅ ἐστιν ὑγιαστικός, ὡς καὶ ἀλλαχοῦ εἴρηται. καὶ ὅλως ἀρετὴ προσώπου τὸ τὰ ἐναντία δύνασθαι ὡς ἐν καιρῷ ἄμφω μεταχειρίζεσθαι. οὕτω Νέστωρ, εἰ καὶ ψεῦδος οὐκ ἐρέει ὡς μάλα πεπνυμένος, ἀλλ' ἐν καιρῷ ψεύσεται. οὕτως Αἴας ἀνδριζόμενος ἔσθ' ὅτε καὶ νῶτα δείξει μαθὼν τὰ τοῦ Διὸς τάλαντα δυστυχῶς αὐτῷ βρίσαντα. εἰ δὲ καὶ συνετός που ἀνὴρ μανίαν ὑπεκρίνατό ποτε, οὐκ ἂν θαυμάσοι τις, πολλοὺς καὶ ἄλλους μαθὼν ὀργάνῳ τοιούτῳ μεγάλα καταπραξαμένους καλά.

(v. 382) Ὅτι γαλήνης φραστικὸν τὸ "ἄψορρον δ' ἄρα κῦμα κατέσσυτο".

(v. 385-390) Ὅτι φοβερὰν κἀνταῦθα συμβολὴν μάχης ἐκφράζων ὁ ποιητὴς τὴν τῶν θεῶν ἀγριαίνει τὸ χωρίον τερατώδεσιν ἐννοίαις καὶ τραχείαις λέξεσιν, εἰπών "ἐν δ' ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο". περίφρασις δέ ἐστιν αὐτὸ τοῦ δίχα φρονεῖν ἤγουν διχονοεῖν. "σὺν δ' ἔπεσον μεγάλῳ πατάγῳ", ἢ ὁμάδῳ, "βράχε δ' εὐρεῖα χθών, ἀμφὶ δ' ἐσάλπιγξε μέγας οὐρανός· ἄϊε δὲ Ζεὺς ἥμενος Οὐλύμπῳ, ἐγέλασε δέ οἱ φίλον ἦτορ γηθοσύνῃ, ὅθ' ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας". Ὅρα δὲ ὅτι τὸ τοῦ χωρίου πρόσωπον, τὴν ἀρχὴν δηλαδή, παρίσοις ἱλάρυνε τῷ "ἄλλοισι" καὶ "θεοῖσιν". Ἔρις δὲ βεβριθυῖα, ἣν καὶ βαρεῖάν φαμεν. Ὅρα δὲ ὅτι τὴν μὲν ἔριδα ἐμπεσεῖν εἶπε θεοῖς, τοὺς δὲ θεοὺς [523] συμπεσεῖν ἀλλήλοις εἰς μάχην.

(v. 386) Τὸ δὲ "θυμὸς ἄητο", τουτέστιν ἔπνεε, δέδωκε τοῖς μεθ' Ὅμηρον λέγειν τὸ θυμοῦ πνέειν. γίνεται δὲ τὸ ἄητο ὅθεν καὶ τὸ ἀείς ἀέντος καὶ ἀήτης ὁ ἐπὶ ἀνέμου.

(v. 387) Τὸ δὲ "βράχε χθών" ἐστὶ μὲν κατὰ τὸ βράχεν ὕδατα καὶ ὅσα τοιαῦτα, δηλοῖ δὲ ἦχον, ὁποῖοι πολλοὶ γῆθεν ἐκκύπτουσι δεινοί, ὧν καὶ οἱ τυφωνικοί.

(v. 388) Τὸ δὲ "σάλπιγξεν οὐρανός" οὐ συνεξῆρται μὲν τῇ τῆς μάχης ταύτης σεμνότητι. τί γὰρ μέγα, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, σαλπίζειν τὸν οὐρανόν, ὅπου βροντᾶν ἔδει; οἰκεῖον δὲ ὅμως ἐστὶν ὡς πρός γε μάχην. πολέμου γάρ, καθὸ πολέμου, σημεῖον οὐ βροντή, ἀλλὰ σάλπιγξ. ἄλλως τε φθάσας ὁ ποιητὴς εἰπεῖν ἐν τῇ τῶν Τρώων καὶ Ἑλλήνων ἔριδι βροντῆσαι ὑψόθεν τὸν Δία, ἐνταῦθα ἐνήλλαξε διὰ τὸ πολυειδέστερον, σαλπίζειν εἰπὼν τὸν οὐρανὸν καὶ οὕτω καινότερον μεταχειρισάμενος τὸ νόημα τὴν μὲν μικροτέραν ἐκείνην μάχην, ἐν ᾗ μᾶλλον ἐχρῆν εἰπεῖν σαλπίσαι τὸν οὐρανόν, ὕψωσε μεγάλῳ τέρατι, τῇ δὲ θείᾳ ταύτῃ μάχῃ, ὡς αὐτόθεν τὸ μεγαλεῖον ἐχούσῃ, τὴν σάλπιγγα δέδωκεν. ἦν δὲ καὶ ἄλλως ποιήσει πρέπον τεράστιον τὸ σαλπίζειν τὸν οὐρανὸν ὡσεὶ καὶ διὰ στόματος. εἰ δὲ εἶπε βροντῆσαι τὸν οὐρανόν, οὐδὲν ἐλάλει παράδοξον. Ὅρα δὲ καὶ ὅτι ὁ ποιητὴς οἶδε μὲν σάλπιγγα, οὐκ εἰσάγει δὲ τοὺς ἥρωας χρωμένους αὐτῇ. σαλπίγγων δὲ πόσα εἴδη, προγέγραπται. [Προσγραπτέον δ' ἐνταῦθα καὶ τῶν Ἀθηναίου ἐκεῖνα, ὡς ἐγερτικόν τι πρὸς μάχην καὶ ἡ σάλπιγξ. Ἡρόδωρος γοῦν, φησί, σαλπιγκτής, Δημητρίου πολιορκοῦντος τὸ Ἄργος, οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, δύο ἅμα σάλπιγξι σημαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμηθέντας προσαγαγεῖν τὴν μηχανήν. ἦν δέ, φησί, σάλπιγξ καὶ ἐν πομπαῖς. γυνὴ γοῦν τις Ἀγλαῒς ἐν Ἀλεξανδρείᾳ ἐσάλπισε τὸ πομπικὸν ἐν καιρῷ πομπῆς. μνηστέον δ' ἐν τούτοις καὶ ὅτι Φύλαρχος ἔσκωψέ τινα ὡς ἀπόλεμον, εἰπὼν παροιμιωδῶς τὸ [524] "πολεμίας σάλπιγγος οὐδ' ἐν ὕπνοις ὑπομένων ἀκοῦσαι", καὶ ὅτι οὐ μόνον σάλπιγγες ἀνέκαθεν ὄργανα βοῆς τῆς ἐν πολέμῳ ἦσαν, ἀλλὰ καὶ βύκανα, ὡς δηλοῖ τὸ "πύκται τέσσαρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν". καὶ κέρατα δὲ καὶ στρόμβοι νόμον τοιοῦτον ἤχουν. ὡς δὲ καὶ δαλὸς ἀνημμένος μάχης ἦν σύμβολον, Εὐριπίδης δηλοῖ.]

(v. 389) Γελᾷ δὲ ὁ Ζεὺς γηθοσύνῃ, ὁρῶν θεοὺς ἔριδι ξυνιόντας, μυθικῶς μέν, καθὰ καὶ ἐν Ὀδυσσείᾳ ὁ βασιλεὺς Ἀγαμέμνων ἱστορεῖται χαίρειν τοὺς ἀρίστους ὁρῶν ἐρίζοντας, τὸν Ὀδυσσέα δηλαδὴ καὶ τὸν Ἀχιλλέα, οὐχ' ὅτι ἁπλῶς ἤριζον, ἀλλ' ὅτιπερ εἰς ἀγαθὸν ἀπέβλεπε τὰ τῆς ἔριδος, ὡς ἐκεῖ γέγραπται. οὕτω γὰρ καὶ νῦν Ζεὺς ἐπ' ἀγαθῇ ἔριδι γέγηθε φίλερις ὢν ἐν καλῷ. ἐπεί τοι ὁ τὴν ἐπὶ κακῷ ἔριν φιλῶν ἀκούσοι ἂν ἔχθιστος εἶναι, ἀεὶ γὰρ αὐτῷ ἔρις φίλη. καὶ οὕτω μὲν κατὰ τὸν μῦθον. κατὰ δὲ ἀλληγορίαν αἰνίττεσθαί φασι τὸν τοιοῦτον λόγον τὸ παρὰ τοῖς Φυσικοῖς λεγόμενον νεῖκος καὶ τὴν φιλίαν τὴν αὐτῷ ἀντικειμένην, χαίρειν δὲ τὸν Δία τῷ νείκει, διότι λύει τὸν σφαῖρον καὶ γίνεται οὕτω τὸ νεῖκος γενέσεως αἴτιον. καὶ ἄλλως δέ, ἐπεὶ ἐξ ἐναντίων ποιοτήτων ἡ τοῦ παντὸς συνέστηκεν ἁρμονία, χαίρει καὶ οὕτω τῇ θείᾳ μάχῃ ὁ Ζεύς. δῆλον δὲ ὅτι τῶν στοιχείων ἕκαστον, ἐκ ποιοτήτων δυάδος συνεστώς, τῇ μιᾷ μὲν συνέχεται, θατέρᾳ δὲ διέστηκεν, οἷον ἡ γῆ, τῷ ὕδατι κατὰ ψυχρότητα συγγενῶς ἔχουσα, ὅμως κατά γε ξηρότητα ὡς ὑγροῦ ἐκείνου ὄντος ἀφίσταται, καὶ ὕδωρ αὖθις, ἀέρι καθ' ὑγρότητα οἰκειούμενον, κατὰ θερμότητα ὡς ψυχρὸν διέστηκε, καὶ ἀήρ, αἰθέρι κατὰ θερμότητα κοινωνῶν, κατὰ ὑγρότητα ὡς ξηροῦ πεφυκότος ἀπεσχοίνισται, καὶ αἰθὴρ δὲ πρὸς γῆν, εἰ καὶ κοινόν τι ἔχει τὸ ξηρόν, ἀλλὰ τὸ θερμὸν ὡς πρὸς ψυχρὰν αὐτὴν ἴδιον ἀπηνέγκατο. οὕτως ἀγαθὴ τοῖς τοιούτοις ἡ ἔρις. διὸ καὶ ὁ [525] Ζεύς, ὁ τοῦ παντὸς εἴτε νοῦς εἴτε ψυχὴ καθ' Ἕλληνας, ἐπ' αὐτῇ χαίρων πεποίηται. εἰ δὴ εὐξάμενός τις παρὰ τῷ ποιητῇ τὴν ἔριν ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπολέσθαι, καὶ κατὰ τῆς τοιαύτης ἔριδος εὔξατο, οἰχήσεσθαι ἂν τὸ πᾶν οὕτως ἔφασάν τινες τῶν παλαιῶν.

(v. 390) Τὸ δὲ "ἔριδι ξυνιόντας" ἀνάπαλιν μὲν εἴρηται πρὸς τὸ "διαστήτην ἐρίσαντε", καθυπογράφει δὲ καὶ αὐτὸ τὴν φύσιν τῆς ἔριδος, ἥτις διϊστῶσα τοὺς φίλους, ὡς ἀλλαχοῦ εἴρηται, εἶτα συνάγει εἰς πόλεμον, ὡς ἐνταῦθα δηλοῦται.

(v. 389) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἐγέλασε δέ οἱ φίλον ἦτορ" ῥηθήσεταί ποτε πρός τινα φιλόμαχον, καὶ ὅτι τὸ "ἐγέλασε γηθοσύνῃ" πρὸς διαστολὴν ἑτέρου γέλωτος εἴρηται τοῦ κατὰ βάρος ψυχῆς, ὁποῖος καὶ ὁ ἐν Ὀδυσσείᾳ σαρδάνιος, καὶ ὁ παρ' Ἡσιόδῳ δέ, καθ' ὃν ὁ Ζεὺς ἐξεγέλασεν. Ὅτι τὸν Ἄρην πρῶτον ποιεῖ Ὅμηρος ἐφορμῶντα τῇ Ἀθηνᾷ, ἐχρῆν γὰρ τὸν ἀλόγιστον χωρῆσαι κατὰ τῆς ἀλληγορουμένης εἰς φρόνησιν.

(v. 391-395) Φησὶ γὰρ "ἦρχεν Ἄρης ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε, χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον· τίπτ' αὖτ', ὦ κυνάμυια", ἢ κατά τινας "κυνόμυια", "θεοὺς ἔριδι ξυνελαύνεις, θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν".

(v. 396-398) Εἶτα καὶ ἀναμιμνῄσκει ὡς αὐτὴ τὸν Διομήδην ἠρέθισε κατ' αὐτοῦ, εἰπὼν "ἢ οὐ μέμνῃ, ὅτε Τυδείδην ἀνῆκας οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας".

(v. 399) Καὶ οὕτως εἰπὼν ἐπάγει ἀπειλήν "τῷ σ' αὖ", ἤγουν διό σε νῦν, ὀΐω ἀποτισέμεν", ἤγουν ἐμποινίμως ἀποδοῦναι, "ὅσσα μ' ἔοργας", ἤγουν ἔργοις ἐλύπησας. Καὶ ὅρα τὸν ἄφρονα ἐπὶ τὴν Ἀθηνᾶν μετατιθέντα τὰ ἑαυτοῦ, τὴν ἀναίδειαν δηλαδὴ καὶ τὸν θυμὸν καὶ τὸ φιλόνεικον. τοιοῦτον γὰρ ἡ κακία, θέλουσα μὲν εἶναι ὅπερ ἐστί, τὰς προσφόρους δὲ κλήσεις ἀπαναινομένη καὶ τῇ ἀρετῇ αὐτὰς ἐπιγράφουσα. μωρίας δὲ καὶ ἡ κατὰ τὸν Διομήδην ἀνάμνησις, Ὁμηρικῆς μέντοι ἄλλως δεξιότητος ἔνδειξις. δηλοῦται γὰρ ὡς, ἐὰν διὰ μέσου τοῦ Διομήδους ἡ Ἀθηνᾶ περιγέγονεν Ἄρεος, πολλῷ πλέον αὐτὴ δι' ἑαυτῆς.

(v. 392) Ῥινοτόρος δὲ Ἄρης, ὡς ἄν τις εἴποι βυρσοτόμος κατὰ τοὺς παλαιούς. δεῖ γάρ, φασίν, ἀσπίδος [526] διατορῆσαι ῥινόν, εἶτα σώματος ἐφικέσθαι. ἢ καὶ ὅτι ῥινόν, ἤτοι χροῦν, πρῶτον τέμνει τῶν πληττομένων, εἶτα τοῦ βάθους ἐφικνεῖται. δῆλον δὲ ὅτι ταλαύρινος αὐτὸς ὢν ὁ Ἄρης, τουτέστι τάλανα ῥινὸν ἔχων, ῥινοτόρος ἐν ἄλλοις γίνεται, καὶ ὅτι ἀπὸ τοῦ ῥινοῦ καὶ βόες λαρινοὶ καὶ ταῦροι οἱ μέγα καὶ παχὺ δέρμα ἔχοντες, καὶ ὅτι οὐδὲν σεμνὸν Ἄρει τῷ ῥινοτόρῳ, εἰ μετ' ὀλίγα βληθεὶς ὑπ' Ἀθηνᾶς λύεται τὰ μέλη. Τὸ δὲ "καὶ πρῶτος ἐπόρουσε" πρὸς ἑρμηνείαν εἴρηται τοῦ "ἦρχεν Ἄρης". ἄλλως γὰρ τὸ ἄρχειν ἀσαφές, οἷα καὶ ἐπὶ τοῦ ἡγεμονεύειν νοούμενον. ἐνταῦθα δὲ οἱ ἀλληγοροῦντές φασιν ὅτι ἄλλως οὐ γίνεται μάχη Ἀθηνᾶς καὶ Ἄρεος, εἰ μὴ αὐτὸς ἐπαναστῇ κατάρξας, ὡς οὐδὲ μεταξὺ δούλου καὶ δεσπότου, εἰ μὴ τὸ ἀνδράποδον ἀναιδεύσεται. [(v. 393) Τὸ δὲ "χάλκεον ἔγχος", καὶ ὁ χάλκεος Ἄρης, ἢ θώραξ, καὶ τὰ τοιαῦτα μετουσιαστικά, καὶ ὁ ἐκεῖθεν συναιρεθεὶς χαλκοῦς, παρεισέκριναν τῷ βίῳ καί τινα Διονύσιον ποιητὴν καὶ ῥήτορα, ὃς χαλκοῦς, φασίν, ἐκλήθη διὰ τὸ συμβουλεῦσαι Ἀθηναίοις χαλκῷ νομίσματι χρήσασθαι. ὁ δ' αὐτὸς καὶ τοὺς ἐμπαθῶς ἐμφορουμένους οἴνου κυλίκων ἐρέτας ἔφη, ὡς ἱστορεῖ ὁ γράψας τὸ "μητρόπολις τῶν δεινῶν ὁ οἶνος, δι' ὃν αἱ μέθαι, αἱ μανίαι, αἱ παροινίαι". καὶ κλέπτης δέ τις παρ' Ἀττικοῖς χαλκοῦς ἐκαλεῖτο, εἰς ὃν ἐγκρατῶς τοιχωρυχοῦντα καὶ ἐκπλήττοντα ἔσκωψε Δημοσθένης τὸ, μὴ θαυμάζετε, ὦ Ἀθηναῖοι, χαλκοῦς κλέπτας, εἰ τοὺς παρ' ὑμῖν πλινθίνους οἴκους διορύττουσι.]

(v. 394) Κυνάμυια δὲ ἡ ἀναιδὴς καὶ θρασεῖα παρὰ τὴν κύνα καὶ τὴν μυῖαν, ἀναιδῆ ζῷα καὶ ἄμφω. κοινότερον δὲ τοῦ κυνάμυια τὸ κυνόμυια. καὶ ἐξ ἐκείνου δοκεῖ γενέσθαι τοῦτο, καθὰ καὶ ἐκ τοῦ μεσοπόλιος ὁ μεσαπόλιος [527] καὶ ἐκ τοῦ τιθοβώσσειν τὸ τιθαβώσσειν, ἐξ ὧν τὸ τιθαιβώσσειν καὶ ὁ μεσαιπόλιος, [ἔτι δὲ καὶ καθὰ ἀκρόχολος ἀκράχολος παρ' Ἀττικοῖς, καὶ ὀσταφίς ἀσταφίς, καὶ ἀπομείρεται ἀπαμείρεται παρὰ Ἡσιόδῳ.] Τινὲς δὲ κυνάμυιάν φασι τὴν τῶν κυνῶν μυῖαν, ἤτοι τὸν κρότωνα. ἕτεροι δὲ διὰ τοῦ ι γράφουσι τὴν ἄρχην τῆς λέξεως καὶ νοοῦσι κινάμυιαν τὴν μὴ ἔχουσαν ἠρεμαῖον τὸ βλέμμα, ἀλλὰ κινοῦσαν συνεχῶς τοὺς μύας τῶν ὀφθαλμῶν. ταύτην δὲ τὴν λέξιν ἐν τοῖς ἑξῆς ἡ Ἥρα κατὰ τῆς Ἀφροδίτης ἐρεῖ προσφυέστερον. ἡ δ' αὐτὴ καὶ τὴν Ἄρτεμιν ἀδεῆ κύνα καλέσει, τοῦτο δὲ οὐ προσφυῶς, ἀλλὰ νενικημένη θυμῷ. [Ὅρα δὲ ὅτι Ὅμηρος μὲν ἐνταῦθα σκῶμμα ἐκ τῆς μυίας ἠρανίσατο, καὶ ταῦτα ἑτέρωθι σεμνύνας τὸ ζωΰφιον ἐν τῷ "καί οἱ μυίας θάρσος" ἐνέθηκεν, οἱ δὲ ὕστερον παιδιὰν αὐτῇ ἐπωνόμασάν τινα, ἣν χαλκῆν μυῖαν ὠνόμασαν. Περὶ ἧς φράζουσιν οὕτω· καταδεῖταί τις ῥακίῳ τὰς ὄψεις καὶ καταστὰς εἰς μέσον τῶν συνειλεγμένων παριὼν φωνεῖ· χαλκῆν μυῖαν θηράσω. οἱ δὲ κύκλῳ ἑστῶτες βύβλοις ἢ καὶ ταῖς χερσὶ παίοντες ἀποκρίνονται· ἀλλ' οὐ λήψῃ. οὗ δὲ ἂν λάβηται, καθίστησιν ἐκεῖνον εἰς τὴν ἑαυτοῦ χώραν. Λέγεται δὲ χαλκῆ μυῖα πρὸς διαστολήν. εἰσὶ γάρ τινες καὶ χαλκαῖ μυῖαι συννεμόμεναι, φασί, τοῖς κανθάροις, χαλκίζουσαι τῇ χροιᾷ, αἷς οἱ παῖδες κηρία, φασί, προστιθέντες ἀφιᾶσιν. ὅτι δὲ ἡ [528] μυῖα καὶ τὴν μυιοσόβην συντίθησι, δῆλον. ἔστι δὲ αὕτη ὄργανόν τι ἐκ τριχῶν, δι' οὗ μυῖαι ἀποσοβοῦνται. ᾗ παρείκασέ τις παλαιὸς ἐπὶ σκώμματι πώγωνα καθειμένον, ἤγουν γένειον μακρόν.]

(v. 395) Θάρσος δὲ ἄητον τὸ πολὺ καὶ γοργὸν κατὰ ἄνεμον ἀπὸ τοῦ ἄω, τὸ πνέω καὶ προθυμοῦμαι. εἶπε γοῦν πρὸ μικροῦ, ὅτι καὶ θυμὸς ἄητο ἐν φρεσί, τουτέστιν ἔπνεεν. ἴσως δ' ἐκ τούτου καὶ τὸν Ἥφαιστον φθάσας πέλωρ αἴητον ἔφη κατὰ πλεονασμὸν τοῦ ι. ποιητικαὶ δὲ λέξεις καὶ ἄμφω, ἃς οὐκ ἂν φιλοίη τις πεζογραφῶν. Τὸ δὲ "ἀνῆκε" δηλοῖ μὲν καὶ νῦν τὸ ἀνέπεισεν. ἔστι δὲ κυρία λέξις. διὸ καὶ δὶς ἐνταῦθα συνεχῶς ἐχρήσατο, "ἀνῆκεν" εἰπὼν καὶ "ἀνῆκας".

(v. 397) Πανόψιον δὲ ἔγχος ἢ τὸ πᾶσιν ὁρατὸν ἢ τὸ πάντων τελευταῖον καὶ ἔσχατον καὶ μεῖζον, ἀπὸ τοῦ ὀψέ, ἢ ἀπὸ τῆς ὀψίας, ἥτις ἐστὶν ἔσχατός τις καιρός. Ἀντίμαχος δὲ "ὑπονόσφιον" γράφει. καὶ τί μὲν σημαίνει τοῦτο, οὐχ' ἑρμηνεύουσιν οἱ παλαιοί, φασὶ δὲ ὡς καὶ τί θέλει δηλοῦσθαι, δῆλον. ἴσως δὲ δηλοῖ τὸ ἐκ τοῦ Διομήδους ὑπ' αὐτῆς νοσφισθὲν ἤτοι χωρισθὲν καὶ ἁρπασθέν.

(v. 398) Τὸ δὲ "ὦσας" καὶ "ἔδαψας" ἀνεπιτήδευτα ἐνταῦθα φυσικὰ πάρισα. ἔστι δὲ καὶ ὧδε τὸ "ἔδαψας" ἶσον τῷ ἐδάρδαψας, περὶ ὧν προγέγραπται.

(v. 399) Ἰστέον δὲ ὅτι ὁ γενόμενος ἐγκρατὴς ἐχθροῦ ἐρεῖ τὸ "νῦν σε ὀΐω ἀποτισέμεν" καὶ ἑξῆς, ὡς προέκκειται.

(v. 400 s.) Ὅτι τὴν τῆς Ἀθηνᾶς ἀσπίδα σεμνολογῶν, ἣν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ, θυσανόεσσαν αὐτὴν λέγει, "σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός". καὶ [529] ἔοικε τὴν αἰγίδα διὰ τούτων παραδηλοῦν. τοιαύτη γὰρ καὶ ἐκείνη. ὥστε Ἀθηνᾶς ἀσπίδα εἶναι τὴν κατ' αὐτὴν αἰγίδα. διὸ καὶ τὸ "οὔτησε κατ' ἀσπίδα" "κατ' αἰγίδα" τινὲς γράφουσιν.

(v. 403-408) Ὅτι Ἄρεος ἔγχεϊ χαλκείῳ οὐτήσαντος τὴν αἰγίδα τῆς Ἀθηνᾶς αὐτὴ "ἀναχασαμένη", τουτέστιν ἀναχωρήσασα καὶ ἀναποδίσασα, λίθον εἵλετο χειρὶ παχείῃ κείμενον ἐν πεδίῳ, μέλανα, τρηχύν τε μέγαν τε, τόν ῥ' ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης. τῷ, ἤγουν τούτῳ, "βάλε θοῦρον Ἄρην κατ' αὐχένα, λῦσε δὲ γυῖα. ἑπτὰ δ' ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας, τεύχεα τε ἀμφαράβησε. γέλασε δὲ Παλλὰς Ἀθήνη". πολὺς γὰρ ἐν τοῖς παροῦσι μύθοις ὁ τῶν κρειττόνων γέλως καὶ ἡ διάχυσις. Ζεὺς οὖν οὐ μόνον φρένα τέρψεσθαι λέγει τὴν μάχην ὁρῶν, ἀλλὰ καὶ ἐγέλασεν, ὡς ἐρρέθη, ἐπὶ τῇ τῶν θεῶν ἔριδι, καὶ Ἀθηνᾶ δὲ νῦν γελᾷ, κακῶς διαθεμένη τὸν Ἄρην. ἡ δ' αὐτὴ καὶ κατὰ τῆς Ἀφροδίτης χωροῦσα χαίρει θυμῷ, καὶ τὴν Ἄρτεμιν δὲ Ζεὺς ἐρωτᾷ ἡδὺ γελάσας, Ἥρα τε μειδιῶσα τύπτει αὐτήν. καὶ ταῦτα μὲν οὕτω. Ἡ δὲ ἀλληγορία ἐνταῦθα τοιαῦτα νοεῖ. Τὸ μὲν ἀναχωρῆσαι τὴν Ἀθηνᾶν τὸ ἀσύμβατον αὐτῆς δηλοῖ πρὸς τὸν ἀλληγορούμενον Ἄρην. οὐδὲν γὰρ κοινὸν αὐτῇ καὶ ἐκείνῳ. Λίθος δὲ εἴη ἂν μέλας νῦν ἡ τῆς φρονήσεως στερρότης, μέλας μὲν διὰ τὸ βαθὺ καὶ ἐκ περινοίας δυσόρατον, τραχὺς δέ, διότι τοιοῦτον ἡ ἀρετὴ καθ' Ἡσίοδον. διὸ καὶ μέγας διὰ τὸ τῆς ἀρετῆς ἄκρον. ὃς καὶ περιορισμὸς κεῖται ἀρούρης διὰ τὴν κατ' αὐτὸν διαφορὰν τῶν ἀνθρώπων, καθ' ἣν ἀφορίζονται τῶν φαύλων οἱ σπουδαῖοι.

(v. 407) Τὸ δὲ [530] πέλεθρον, ἤτοι πλέθρον, ὅτι διάστημά ἐστι ποδῶν ἑκατὸν ἤτοι πήχεων ξϚ καὶ διμοίρου καὶ ἀλλαχοῦ εἴρηται. Εἰ δὲ ἀπιθάνως ποιεῖται Ἄρης μὲν ἑπτὰ ἐπισχεῖν πέλεθρα ἐν τῷ πεσεῖν, Τιτυὸς δὲ ἐν Ἅιδου ἐπὶ ἐννέα κεῖσθαι πέλεθρα, ἐστὶ ἐκεῖνο μὲν τῇ φαντασίᾳ δοῦναι, τοῦτο δὲ τῇ ἀκριβείᾳ, ἣν ὁ μῦθος αἰτεῖν δοκεῖ.

(v. 408) Τὸ δὲ "ἐκόνισε χαίτας" καὶ ἑξῆς, οὐκ ἔστιν ἀλληγορῆσαι. νικᾷ γὰρ ὁ μῦθος, γελῶν που ἐνταῦθα καὶ αὐτὸς ὅτι μὴ εἰς τὸ πᾶν αὐτοῦ ἡ ἀλληγορία περιγίνεται.

(v. 410-411) Ὅτι ὁ ὑπὸ τοῦ χείρονος ἐπηρεαζόμενος εἰπεῖν δύναται τὸ τῆς Ἀθηνᾶς πρὸς τὸν Ἄρην "νηπύτιε", ὅ ἐστιν νήπιε, ὡς προεδηλώθη, "οὐδέ πω ἐπεφράσω ὅσσον ἀρείων εὔχομ' ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις", ἢ ἀντιφαρίζεις. ἀρείων δὲ ἤτοι κρείττων Ἄρεος ἡ Ἀθηνᾶ οὐ μόνον κατὰ ἀλληγορίαν, ἀλλὰ καὶ μυθικῶς κατὰ τοὺς παλαιούς. ἡ μὲν γὰρ ἐξ ἀνδρὸς μόνου, ὁ δὲ καὶ ἐκ γυναικός, καὶ ἡ μὲν συνέφυ τοῖς ὅπλοις, ὅθεν καὶ σύμφυτον ἔχει τὴν ἀρετήν, ὁ δὲ οὔ. ἔτι δὲ ταύτης ὁ πατὴρ ἅμα γεννήσας αὐτὴν νίκην ἐποίησε κατὰ Τιτάνων. διὸ καὶ Ἀθηνᾶ νίκη ἐπωνομάσθη πρός τε μνήμην τῆς πατρῴας ἀρετῆς καὶ εἰς φερωνυμίας ἐπώνυμον διὰ τὸ τῆς φρονήσεως ἀεὶ νικητικόν.

(v. 412) Ὅτι ἐν τῷ "οὕτω κεν τῆς μητρὸς ἐριννύας ἐξαποτίνοις" ἐριννύας μητρὸς λέγει τὰς μητρικὰς ἀράς, δι' ὧν Ἐριννύες ἐρεθίζονται κατὰ φαύλου παιδός.

(v. 413 s.) Ἀθηνᾶ δὲ τὸν ῥηθέντα λόγον ἔφη πρὸς τὸν Ἄρην, καθ' οὗ χωομένη κακὰ μήδεται ἡ μήτηρ Ἥρα, "οὕνεκα", φησίν, "Ἀχαιοὺς κάλλιπες αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις". ὃ δὴ σαφῶς δηλοῖ τὸ τοῦ Ἄρεος ἀλλοπρόσαλλον.

(v. 415) Ὅτι ἐπὶ μὲν στροφῆς ὅλου σώματος ἐρεῖ τις τὸ "πάλιν κίε", καὶ "πάλιν τράπετο", ἤτοι ὀπίσω ἐπορεύθη καὶ ἐστράφη. ἐπὶ δὲ ὀφθαλμῶν, ὥσπερ ἀλλαχοῦ, οὕτω καὶ ἐνταῦθα κείται τὸ "πάλιν τρέπεν ὄσσε φαεινώ" ἀντὶ τοῦ ὀπίσω ἔτρεψε τοὺς ὀφθαλμούς. δύναται δὲ νῦν τοῦτο καὶ ἐπὶ [531] παροράσεως νοηθῆναι. σκώπτων δέ τις καὶ εἰς ὀφθαλμικὴν στραβότητα τὸ τοιοῦτον αἰνίξεται.

(v. 416 s.) Ὅτι τὸν Ἄρην πεσόντα χειρὸς ἑλοῦσα ἦγεν Ἀφροδίτη "πυκνὰ μάλα στενάχοντα. μόγις δ' ἐσαγείρατο θυμόν".

(v. 420-425) Ἀθηνᾶ δέ, Ἥρας εἰπούσης "ὢ πόποι Διὸς τέκος, καὶ δ' αὖθ' ἡ κυνάμυια", περὶ οὗ προεγράφη, "ἄγει βροτολοιγὸν Ἄρηα δηΐου ἐκ πολέμοιο κατὰ κλόνον, ἀλλὰ μέτελθε", "μετέσσυτο", τουτέστι μετῆλθε, "χαῖρε δὲ θυμῷ", καθὰ καὶ αὐτὸ ἐγράφη, "καί ῥ' ἐπιεισαμένη", ἤγουν ἐπιπορευθεῖσα, "πρὸς στήθεα χειρὶ παχείῃ ἤλασεν", ἤτοι ἔτυψε καὶ συγκατέρριψε τῷ Ἄρεϊ. (`425 s.) Φησὶ γὰρ "τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. τὼ μὲν ἄρ", ἤγουν οὗτοι δή, "ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ", ὁ Ἄρης δηλαδὴ καὶ ἡ αὐτοῦ χειραγωγὸς Ἀφροδίτη, ἡ συκίνη ἐπικουρία. καὶ οὕτω καὶ νῦν αἰσχρῶς συγκαταμένει τῷ Ἄρει, ἡ καὶ ἐν Ὀδυσσείᾳ αἰσχρότατα συγκατακειμένη αὐτῷ, ὅτε Ἥφαιστος εἷλεν αὐτούς. ἄγει δὲ ἀλληγορικῶς τῆς χειρὸς ἑλοῦσα τὸν Ἄρην ἡ Ἀφροδίτη, ἐπειδὴ κέκρανται καὶ τὰ τοιαῦτα ἤθη ἀλλήλοις ἡρμοσμένα, τὰ κατὰ θυμὸν δηλαδή, ὃν ὁ Ἄρης δηλοῖ, καὶ τὰ κατὰ ἐπιθυμίαν, ἧς ἡ Ἀφροδίτη δηλωτική. διὸ καὶ παῖς αὐτῶν ἡ κατὰ μῦθον Ἁρμονία. καὶ ἄλλως δέ, σύμβολόν ἐστι τοῦτο τοῦ πολλοὺς πολέμους διὰ γυναῖκας γίνεσθαι, ὁποῖος καὶ ὁ καθ' Ὅμηρον [ὁ δεκαετής, ᾧ παρεοίκασι καὶ ἄλλοι κατὰ τὴν παλαιὰν ἱστορίαν. ὁ γοῦν ἱερός, φασί, καλούμενος πόλεμος, ὃς ὕστερον συνεκροτήθη διὰ Θεανὼ τὴν Θηβαίαν ἡρπαγμένην ὑπό τινος Φωκέως, ἔτει δεκάτῳ πέρας ἔσχε, Θηβαίων τὴν Φωκίδα ἑλόντων συμμαχίᾳ Φιλίππου. οὕτω δὲ καὶ Κιρραίων ἁρπασάντων Μεγιστώ, τὴν Πελάγοντος τοῦ Φωκέως, δεκάτῳ, φασίν, ἔτει ἑάλω ἡ Κίρρα. καὶ ἄλλως δέ, ὥσπερ ὁ Ἰλιακὸς πόλεμος δι' Ἑλένην ἐγένετο, οὕτω καὶ ἕτεροι μέγιστοι διὰ γυναῖκας. καὶ ἐκτίθεται καὶ αὐτοὺς ὁ παλαιὸς λόγος, οἷον, ὡς ὁ Φιλίππου οἶκος ἀνετράπη διὰ τὸν Κλεοπάτρας γάμον, ὁ Ἡρακλέους διὰ τὴν Ἰόλην, ὁ Θησέως διὰ τὸν Φαίδρας, καὶ ἄλλοι δι' ἄλλας.] Καλῶς δὲ καὶ τῆς Ἀφροδίτης ἡ Ἀθηνᾶ, ὡς καὶ προγέγραπται, περιγίνεται καὶ συγκαταρριπτεῖ τῷ Ἄρει καὶ κεῖνται ἄμφω ἐπὶ χθονὶ πολυβοτείρῃ. καὶ θυμοῦ γὰρ καὶ ἐπιθυμίας, τῶν οὐκ ἐλλόγων, φρόνησις περιγίνεται. ἡ δὲ πρὸς τὰ στήθη πληγὴ καλῶς καὶ [532] αὐτὴ ἔχει διὰ τὸν αὐτόθι κατὰ καρδίαν ἐξ ἀφροσύνης θυμόν.

(v. 417) Ἰστέον δὲ ὅτι τῷ ἐκλείποντι μέν, αὖθις δὲ ἀνακτηθέντι, ἐπιλεχθήσεται τὸ "πυκνὰ μάλα στενάχων, μόγις δ' ἐσαγείρατο θυμόν", ἤγουν συνέλεξε πνεῦμα ζωτικόν. ἐξ οὗ σύγκειται τὸ ζωγρεῖν θυμόν, ὡς ἐκ τοῦ θυμὸν ἀγείρειν τὸ θυμηγερέειν, οὗ προηγεῖται τὸ "ἔλιπε θυμός", ἀλλαχοῦ ῥηθέν. μετὰ γὰρ λειποθυμίαν ἀγείρεται ὁ θυμός.

(v. 421) Ἰστέον δὲ ὡς ἐπὶ ἀναιδοῦς γυναικός, βοηθούσης ἀνδρὶ ὁμοίῳ, ῥηθήσεται τὸ "ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρεα".

(v. 422 s.) Τὸ δὲ "μέτελθε" καὶ τὸ "μετέσσυτο" ἢ καὶ νῦν ἐπὶ ἐκδικήσεως εἴληπται ἢ ἐπὶ τοῦ ὕστερον ἐλθεῖν, καθάπερ καὶ ἀλλαχοῦ.

(v. 424) Ἐν δὲ τῷ "καί ῥ' ἐπιεισαμένη" διὰ μόνην ἰατρείαν χάσμης ἐπενεβλήθη ὁ συναλιφεὶς ῥα σύνδεσμος. ὃ ποιεῖ καὶ ἑξῆς ὁ γε σύνδεσμος ἐν τῷ "σοὶ μὲν ὅ γ' ἠπείλησε", καὶ "στεῦτο δ' ὅ γ' ἀμφοτέρων".

(v. 428-432) Ὅτι ἀνδρεῖός τις ἐξευτελίζων ἀριστέα πολέμιον λέγοι ἂν παρῳδήσας τοιαῦτα "τοιοῦτοι νῦν πάντες, ὅσοι τῷ δεῖνι ἀρωγοὶ εἶεν, ὅτε" προμαχοίατο, "ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς" ὁ δεῖνα ἦλθεν ἐπίκουρος "ἐμῷ μένει ἀντιόων. τῷ κεν δὴ πάλαι ἂν ἐπαυσάμεθα πολέμοιο". Ἀθηνᾶ δὲ ταῦτά φησι ῥίψασα τόν τε Ἄρην καὶ τὴν Ἀφροδίτην.

(v. 430) Τλήμονες δὲ νῦν οἱ εὔτολμοι. σημαίνει δέ ποτε ἡ λέξις καὶ τοὺς ταλαιπώρους καὶ δυστυχεῖς.

(v. 431) Καλῶς δὲ καὶ νῦν τὸ ἀντιᾶν δοτικῇ συντέτακται, ὡς δηλοῦν ἐναντίωσιν. τὸ μέντοι "ἀντιόων ἑκατόμβης", καὶ τὸ "ἐμὸν λέχος ἀντιόωσαν" διὰ τί οὐχ' ὁμοίως συντέτακται, προδεδήλωται.

(v. 4368) Ὅτι ὁ τῶν ἄλλων μαχομένων προκαλούμενος καὶ αὐτὸς ἀντίπαλόν τινα ἐρεῖ οὕτω "τί δὴ νῶϊ", τουτέστιν ἡμεῖς, "διέσταμεν", ἤγουν ἰδίᾳ ἱστάμεθα καὶ οὐ συμπλεκόμεθα πρὸς ἔριν. "οὐδὲ ἔοικεν ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον, αἴ κ' ἀμαχητὶ ἴομεν".

(v. 439-440) Εἰ δὲ καὶ νεώτερός ἐστιν ὁ καλούμενος, πρέπει ῥηθῆναι καὶ τὰ ἑξῆς, [533] οἷον "ἄρχε, σὺ γὰρ γενεῇφι νεώτερος· οὐ γὰρ ἔμοιγε καλὸν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα". Καὶ σημείωσαι ὅτι τε κἀνταῦθα ὁ λόγος ἐμπειρίαν τῇ πολυχρονιότητι καὶ σύνεσιν ἐπιμαρτύρεται, καὶ ὅτι νέοις πρέπει κατάρχειν τῶν τοιούτων. οἱ μέντοι τῷ χρόνῳ καθεστηκότες, κατάρχοντες μὲν ἁπλῶς οὕτω μάχης, οὐκ ἂν ἐπαινεθεῖεν, ἐρίζοντες δὲ κατ' ἀνάγκην οὐκ ἂν μέμψιν ἔχοιεν.

(v. 439) Ἐν δὲ τῷ "ἄρχε" ληπτέον κατὰ κοινοῦ τὴν γενικὴν τῆς μάχης ἐκ τοῦ ἀμαχητί ἐπιρρήματος, ἵνα λέγῃ ὅτι "ἄρχε μάχης".

(v. 441 s.) Ὅτι ὁ ὀνειδίζων τινὶ λήθην κοινῆς κακώσεως ἐρεῖ "νηπύτιε, ὡς ἄνοον κραδίην ἔσχες, οὐδέ νυ τῶν περ μέμνηαι, ὅσα δὴ πάθομεν κακά". μέρος δὲ τοῦτο τῶν ἐφεξῆς, ἐν οἷς Ποσειδῶν τὸν Ἀπόλλωνα προκαλούμενος εἰς μάχην ἄλλα τε ἔφη, ὡς ἀνωτέρω κεῖται, καὶ

(v. 441-460) ὅτι καρδίαν ἄνοον ἔχει, μὴ μεμνημένος ὅσα ἔπαθον ἀμφότεροι κακὰ μόνοι θεῶν ἀμφὶ τὴν Ἴλιον, "ὅτε ἀγήνορι Λαομέδοντι πὰρ Διὸς ἐλθόντες θητεύσαμεν", φησίν, "εἰς ἐνιαυτὸν μισθῷ ἐπὶ ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλε". καὶ ἐγὼ μέν, φησί, "Τρώεσσι πόλιν καὶ τεῖχος ἔδειμα εὐρύ τε καὶ μάλα καλόν, ἵν' ἄρρηκτος πόλις εἴη", ἅπερ ἐστὶν ἔπαινος πόλεως ὀχυρᾶς, "Φοῖβε. σὺ δὲ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. ἀλλ' ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι ἐξέφερον, τότε νῶϊ", τουτέστιν ἡμᾶς, "ἐβιάσατο μισθὸν ἅπαντα Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ' ἀπέπεμπε. σοὶ μὲν ὅ γ' ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε δήσειν καὶ περάαν νήσων ἐπὶ τηλεδαπάων· στεῦτο δ' ὅ γε", τουτέστιν ὥριζε καὶ διεβεβαιοῦτο κατὰ διάνοιαν, "ἀμφοτέρων ἀποκοψέμεν", ἢ ἀπολεψέμεν, "οὔατα χαλκῷ· νῶϊ δέ τ' ἄψορροι κίομεν κεκοτηότι θυμῷ, μισθοῦ χωόμενοι, τὸν ὑποστάς", ἤγουν ὑποσχεθείς, "οὐκ ἐτέλεσε. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ' ἡμέων πειρᾷ, ὥς κεν Τρῶες ὑπερφίαλοι ἀπόλωνται πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι". καὶ τοιαῦτα μὲν ὁ Ποσειδῶν. Ὁ μέντοι Ἀπόλλων οὐ πείθεται ἀντικαταστῆναι τῷ Ποσειδῶνι, ἀλληγορικῶς μὲν διὰ τὴν προρρηθεῖσαν αἰτίαν, μυθικῶς δέ, διότι αἴδετο "πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι". καὶ οὕτω μὲν ταῦτα. Ἰστέον δὲ ὅτι ὁ μὲν ποιητὴς οὔτε τὴν αἰτίαν παραδίδωσι δι' ἣν ἐθήτευσαν, οὔτε ἀμφοτέρους ἀλλὰ τὸν Ποσειδῶνα μόνον δεῖμαι τὸ τῆς Τροίας τεῖχός φησι, τὸν δὲ Ἀπόλλωνα βόας βουκολεῖν. τῶν δὲ μεθ' Ὅμηρον οἱ μὲν αἰτίαν τῆς ῥηθείσης θητείας ἀπέδωκαν τὴν ἐκ τοῦ Διὸς [534] ποινήν, ὅτι συνδῆσαι αὐτὸν ἐβουλεύσαντο. ἕτεροι δέ φασιν, ὅτι οὐχὶ ἄκοντες ἀλλ' ἑκόντες ἐθήτευσαν ξένοις ἐοικότες, ἵνα τὴν Λαομέδοντος ὕβριν πειράσωσιν. ὃ καὶ ἐν Ὀδυσσείᾳ ὁ ποιητὴς διδάσκει ἔθιμον εἶναι τοῖς θεοῖς. ὅθεν, φασί, θανόντος τοῦ ὑβριστοῦ Λαομέδοντος βοηθεῖ τοῖς Τρωσὶν Ἀπόλλων ἀντισηκούμενος τιμαῖς. ἐτιμᾶτο γάρ, ὥσπερ ἐν Χρύσῃ καὶ Κίλλῃ καὶ Τενέδῳ, οὕτω καὶ ἐν Ἰλίῳ. Ποσειδῶν δὲ, ἀγέραστος μείνας, μνησικακεῖ τοῖς ἀπογόνοις τοῦ ὑβριστοῦ. ταῦτά τε οὖν φασί τινες, καὶ ὅτι ἀμφότεροι τὸ Τρωϊκὸν τεῖχος ἔδειμαν. τοῦτο δὲ οἳ μὲν αὐτοχειρίᾳ γενέσθαι μυθεύονται, οἳ δὲ οὐκ αὐτοὺς θητεῦσαί φασιν, ἀλλὰ ἱερὰ τούτων κειμήλια δαπανηθῆναι εἰς ἀνέγερσιν τῆς Ἰλίου, κἀντεῦθεν ἀστείως πλασθῆναι, ὡς Ἀπόλλων καὶ Ποσειδῶν αὐτὴν ἔδειμαν. ἕτεροι δέ φασι δύο τινὰς τεχνίτας, ἀμισθὶ ἐργασαμένους, ἀναθέσθαι τὸ ἔργον Ἀπόλλωνι καὶ Ποσειδῶνι, ὅπερ ὁ μῦθος μεταβιβάζει ἐντεῦθεν εἰς αὐτούς.

(v. 445) Μισθὸς δὲ ῥητὸς ὁ ὡρισμένος. ὅθεν καὶ ῥῆτραι αἱ ὡρισμέναι συνθῆκαι. ὡρισμένος δὲ, ὅν τις ὑπέστη, τουτέστιν ὑπέσχετο. διὸ μετ' ὀλίγα ἔφη "μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσε". καιριωτάτη δὲ λέξις ὁ μισθός, διὸ καὶ ἐπιμένει αὐτῇ ἐνταῦθα ὁ ποιητὴς τετράκις αὐτὴν εἰπών. ἀπὸ δὲ ταύτης τὸ μισθαρνεῖν σύγκειται.

(v. 447) Τὸ δὲ "εὐρύ" τε καὶ ἑξῆς, τείχους ἀγαθοῦ ἔπαινος.

(v. 448) Τὸ δὲ βόας βουκολεῖν ταὐτολογίαν ἔχει περιττήν. ἤρκει γὰρ μόνον τὸ βουκολεῖν καὶ λειπόντων τῶν βοῶν. καὶ ἔστιν ὅμοιον τῷ οἶνον οἰνοχοεῖν καὶ τῷ κυνυλαγμός καὶ τοῖς τοιούτοις. καὶ ἐπὶ τούτων γὰρ περισσὸν ὁ οἶνος καὶ [535] κύων διὰ τὸ συνυπακούεσθαι τῇ οἰνοχοείᾳ καὶ τῷ ὑλαγμῷ, ἴσως δὲ καὶ πρὸς διαστολὴν τῶν, ὡς ἀλλαχοῦ ἀκύρως ἔφη, βουκολουμένων ἵππων βόας ἐνταῦθα κυρίως βουκολουμένας ἔφη. βουκολεῖ δὲ ὁ Ἀπόλλων ὡς νόμιος. ἐπεὶ γὰρ κατὰ τοὺς παλαιοὺς οἱ λοιμοὶ ἀπὸ τετραπόδων ἄρχονται, αὐτοῖς ἐπέστησαν αὐτόν, ὅπως, φασί, τούτων ἀπεχόμενος πολλῷ μᾶλλον τῶν ἀνθρώπων ἀπέχοιτο, ἐν ἀλόγοις παιδοτριβούμενος τὸ περὶ τοὺς λογικοὺς προσηνές. καὶ ἄλλως δὲ νόμιος ὁ Ἀπόλλων, ἐπεὶ θερμαίνων ὡς ἥλιος τὴν γῆν πόας τοῖς θρέμμασιν ἀναδίδοσθαι ποιεῖ. ὅτι δὲ τὸ βουκολεῖν καὶ ἀποβουκολεῖν καὶ ἐπὶ τοῦ ἀπατᾶν κεῖταί ποτε παρὰ τοῖς μεθ' Ὅμηρον, καὶ ἀλλαχοῦ δηλοῦται.

(v. 449) Ἴδη δὲ οὐ μόνον ὄρους ὄνομα, ὡς μυριαχοῦ ἐφάνη, ἀλλὰ κατὰ τοὺς παλαιοὺς ἴδην καὶ τὴν τῶν ξύλων ὕλην Ἴωνές φασιν, ἤδη δέ ποτε καὶ Ἀττικοί. Κνημοὶ δὲ ὁρῶν τίνες εἰσί, καὶ αὐτὸ ἱκανῶς προεδηλώθη. Τὸ δὲ "πολύπτυχον" φανερῶς ἐνταῦθα ἐπίθετον ὂν ὄρους τῆς Ἴδης, πείθει καί, ὅτε πολύπτυχος Ὄλυμπος λέγεται, ὡς ἐπὶ ὄρους καὶ τότε τὴν λέξιν νοεῖν.

(v. 450) Πολυγηθέες δὲ ὧραι ἢ ἐν αἷς χαίρουσιν οἱ θῆτες ἀπολαμβάνοντες τὸν μισθὸν ἢ καὶ καθόλου αἱ πολλοὺς εὐφραίνουσαι ὡς αὔξουσαι τοὺς καρπούς. τινὲς δὲ "πολυγηθέος" γράφουσιν, ἵνα λέγῃ "τέλος τοῦ πολυγηθέος μισθοῦ". [Ἐνταῦθα δὲ τὸ "τέλος ἐξέφερον" τελεσφόρους καὶ τὰς ὥρας τοῦ ἐνιαυτοῦ εἶναι δηλοῖ, καθὰ καὶ τὸν ἐνιαυτόν. ὡς δὲ καὶ λάτρον ὁ ῥηθεὶς μισθὸς ἐλέγετο, δηλοῦσιν οἱ παλαιοί. ὅθεν καὶ λάτρις, ὡς ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους κεῖται, ὁ ἐπιμίσθιος. ἀλλ' ὅμως, φησίν, ἐπὶ δούλων τέτακται. λέγει δ' ἐκεῖνος καὶ θῆτες, οἳ ὄντες ἐλεύθεροι μισθοῦ ὑπουργοῦσιν, ὡς καὶ ὁ Ἀπόλλων, ὥστε ταὐτόν ἐστι κατ' ἐκεῖνον θὴς καὶ [536] μισθωτός. θῆσσα μέντοι παρ' αὐτῷ καινότερον ἄλλο τι δηλοῖ. θῆσσα γάρ, φησί, ἣν πατὴρ καταλέλοιπε πένης ὤν. αὕτη δέ, φησίν, ἐπὶ τὸν πλησίον τοῦ γένους πορεύεται κατὰ νόμον ἀναγκάζοντα τοῦτο, καὶ ὁ μὴ αἱρούμενος γῆμαι πέντε μνᾶς ἀποτίνει, ὡς ἔταξε Σόλων. ἐν δὲ τοῖς ἐπικαινισθεῖσι νόμοις μετέδοξε τοῦτο ὡς μικρὸν καὶ ἐγένοντο δέκα μναῖ.]

(v. 451) Τὸ δὲ "ἐβιάσατο" ἀντὶ τοῦ κατὰ βίαν ὑπεκράτησεν, ἐστέρησε, καὶ οὐ τὸν μισθὸν ἁπλῶς, ἀλλὰ τὸν μισθὸν ἅπαντα, ὅπερ ἄκρας βίας ἦν. Ἰστέον δὲ ὅτι ἐν τῷ "νῶϊ βιήσατο μισθὸν ἅπαντα" ἢ ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ νῶϊν, ἤγουν ἡμῖν, ἐβιάσατο τὸν μισθόν, ἢ καὶ ἄλλως ἔστιν εἰπεῖν, ὅτι ἡμᾶς ἐβιάσατο κατὰ τὸν μισθόν, ἢ καὶ ὅτι ἡμᾶς ἐβιάσατο, εἶτα κατ' ἐπιδιόρθωσιν ἐπαγαγεῖν τὸ "μισθὸν ἅπαντα", ἵνα λέγῃ ὡς οὐχ' ἡμᾶς αὐτοὺς ἐβιάσατο, ἀλλὰ τὸν μισθὸν ἡμῶν.

(v. 452) Ὅρα δὲ καὶ τὸ τοῦ σεμνοῦ προσώπου ἐνταῦθα ἐπιεικές. ἠρκέσθη γὰρ ὁ Ποσειδῶν ἀγήνορα καὶ ἔκπαγλον εἰπὼν τὸν ὑβριστὴν βασιλέα, οὐδὲ ἐκπαγλότατον προσειπεῖν ἐθελήσας, καθά που ὁ Ἀτρείδης τὸν Ἀχιλλέα.

(v. 454) Περᾶν δὲ καὶ ἐνταῦθα τὸ πέραν που διαπωλῆσαι, οἷον ἐν νήσοις τηλεδαπαῖς, ὡς ἐνταῦθα λέγεται. Γίνεται δὲ τὸ τηλεδαπόν ἀπὸ τοῦ τῆλε καὶ τοῦ ἔδαφος, ἵνα λέγῃ νήσους τηλεδαπάς, ὧν τῆλε καὶ μακρὰν τὸ ἔδαφός ἐστι. τοιαύτην δὲ παραγωγὴν ἔχει καὶ τὸ ἡμεδαπός καὶ ἀλλοδαπός, ὁ τοῦ ἡμετέρου δηλαδὴ ἐδάφους καὶ τοῦ ἄλλοθεν ἐδάφους. ὁμοίως καὶ τὸ "ποδαπὸς ὁ ξένος", ἤγουν ποίου ἐδάφους ἤτοι χώρας, γῆς. εἰ δὲ τοῦθ' οὕτως ἔχει, ἄπορος κἀνταῦθα ἡ ὀξυτόνησις, ὡς καὶ ἐπὶ τοῦ Ἀσκληπιός, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται. εἰ γὰρ τὸ ἔδαφος προπαροξύνεται αὐτὸ καθ' αὑτό, ἀπορίαν ἔχει, πῶς τά, ὡς εἴρηται, ἀπ' αὐτοῦ ὀξύνονται.

(v. 455) Τὸ δὲ "ἀποκοψέμεν οὔατα χαλκῷ" τινὲς ἀπολεψέμεν γράφουσιν, ὅ ἐστι σιδήρῳ τεμεῖν, [537] ὁμοίως τῷ "περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψεν". οὗ θεματικὴ κλίσις τὸ λέπω, λέγω ὁ μέλλων. ἀφ' οὗ κατά τινας καὶ μώλωψ, ὁ ἐκ βοείων λεμμάτων, οἱονεὶ βοόλωψ. ἐκ δὲ τοῦ λέπειν καὶ τῶν αὐτοῦ κινήσεων καὶ τὸ λεπτὸν γίνεται ὡς οἷον λεπιστόν, καὶ ἡ ὀρειώδης λεπάς, ὡς καὶ ὁ λεπρός, καὶ ἡ λεπρὰς πέτρα, ἐφ' ἧς αἱ λεπάδες, καὶ τὸ ὀρεινὸν λέπας, καὶ ὁ τοῦ κρομύου λοπός, ἴσως δὲ καὶ ὁ κατ' ὄρος λόφος ἐκ τοῦ λέλεφα παρακειμένου ἐνεργητικοῦ, καὶ ἐκ τοῦ μέσου ἡ λοπάς; ὡς καὶ λεπτὴ καὶ τραχεῖα. ἐκεῖθεν δὲ καὶ ἡ λεπίς [καὶ τὸ λέπαδνον, ἴσως δὲ καὶ ἡ παρὰ τῷ Δειπνοσοφιστῇ λεπαστὴ ὀξυτόνως κύλιξ, ὡς τὸ καλή, ἢ παροξυτόνως, ὡς τὸ μεγάλη. τάχα γὰρ διὰ τὸ καὶ λεπτὸν καὶ ἐκπέταλον δὲ κατὰ τὰς λεπάδας ἔσχε τὸ καλεῖσθαι λεπταστή. οἱ μέντοι παλαιοὶ διὰ τὸ μεγάλην αὐτὴν εἶναι ἀπὸ τοῦ λάπτειν [538] ὠνομάσθαι φασὶ διὰ τοὺς ἐπὶ μέθῃ ἀναλίσκοντας πολλά, οὓς λαφύκτας ἐκάλουν. χρῆσις δὲ λεπαστῆς παρὰ τῷ Κωμικῷ ἐν Εἰρήνῃ. ἔστι δὲ Δολόπων λέξις ἡ λεπαστή. ὡς δὲ καὶ μεγάλη ἦν, ὅθεν κυανοβενθῆ τις αὐτὴν ἔφη, δηλοῖ σὺν ἄλλοις καὶ Ἕρμιππος ἐν τῷ "ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών, τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα". οἱ δὲ ταῦτα παραδόντες προφέρουσι καὶ παρακείμενον τοῦ λάπτω λάψω, οἷον "τὸ δέπας λέλαφας τοὐμὸν ὦναξ δέσποτα", ἤγουν ἄθρουν ἐξέπιες.] Καὶ οὕτω μέν τινες "ἀπολεψέμεν" ἔγραψαν. ἄλλοι δὲ "ἀπολουσέμεν", ἤτοι κολοβώσειν. λοῦσον γάρ, φασί, παρὰ Κυπρίοις τὸ κολοβόν.

(v. 469) Ὁ δὲ πατροκασίγηντος καὶ θεῖος λέγεται καὶ πάτρως καθ' ὁμοιότητα τοῦ μήτρως, ὡς προδεδήλωται. Τὸ δὲ "μιγῆναι ἐν καλάμαις" δηλοῖ μὲν τὸ ἀντιστῆναι ἄχρι χειρῶν. ἔστι δὲ ὅμοιον πρὸς τὸ "ὅτ' ἐν κονίῃσι μιγείης", ἤγουν ὅτε εἰς ἀγῶνα ἔλθῃς, ὡς καὶ τοῦτο προείρηται. Ἰστέον δὲ ὅτι ἔστιν εἰπεῖν ἀστείως ἐνταῦθα καταπαίζοντα τοῦ μύθου, ὅτι σωφρονέστερος Διὸς ὁ υἱὸς Ἀπόλλων. οὗτος μὲν γὰρ αἰδεῖται πατροκασιγνήτου μιγῆναι ἐν παλάμαις, ὁ δὲ Ζεὺς τοῦ πατρὸς οὐκ ἐφείσατο.

(v. 457) Ἰστέον δὲ καὶ ὅτι τὸ "μισθοῦ χωόμενοι", ὃν "ὑποστὰς οὐκ ἐτέλεσεν" ἐπὶ μισθοῦ ποτε στερήσει λεχθήσεται. δῆλον δὲ ὡς καὶ ἐνταῦθα τὸ "ὑποστάς" ἀντὶ τοῦ συνταξάμενος καὶ ὑποσχόμενος. Τὸ δὲ "οὐκ ἐτέλεσεν" ἀρχή ἐστι καὶ αὐτὸ τοῦ λέγειν τελέσματα τὰ φορολογήματα.

(v. 458) Τὸ δὲ "φέρεις χάριν", ἤγουν τὰ κεχαρισμένα ποιεῖς, Ἀττικόν ἐστι καὶ κοινόν, τὸ μέντοι εἰπεῖν "φέρεις ἦρα" ἢ "ἐπίηρα", ποιητικόν.

(v. 460) Τὸ δὲ πρόχνυ προείρηται ὅτι δηλοῖ τὸ ἐπὶ γόνυ ἢ παντελῶς.

(v. 462-466) Ὅτι φησὶν Ἀπόλλων πρὸς τὸν Ποσειδῶνα ἐρίζειν προκαλούμενον, ὡς "οὐκ ἄν με σαόφρονα μυθήσαιο ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε ζαφλεγέες [539] τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες, ἄλλοτε δ' αὖ φθινύθουσιν ἀκήριοι". καὶ τοῦτο μὲν τοιοῦτον. ὅπως δὲ κατ' ἀλληγορίαν ἀλλήλοις ἀντίπαλοι Ἀπόλλων τε καὶ Ποσειδῶν προείρηται, ὥσπερ καὶ περὶ Ἀρτέμιδος καὶ Ἥρας καὶ Λητοῦς καὶ Ἑρμοῦ. Ἰστέον δὲ καὶ ὅτι τὸ "οὐκ ἄν με σώφρονα μυθήσαιο" καὶ ἑξῆς ἕως τοῦ "δειλῶν" χρησιμεύσει τῷ μὴ θέλοντι περί τινων μικρῶν ἐρίζειν πρὸς μέγαν τινά.

(v. 464-466) Τὸ δὲ ἐφεξῆς γνωμικόν ἐστιν, ἐξευτελίζον τὸ ἀνθρώπινον φῦλον, ὡς καὶ ἐν ἄλλοις. πλὴν ἐκεῖ μὲν ἐπλάτυνε τὸ νόημα, εἰπὼν περὶ τῶν φύλλων ὅτι τε φύονται καὶ ὅτι χαμάδις αὖθις χέονται, ἐνταῦθα δὲ περὶ μὲν τῶν φύλλων οὐδὲν εἶπε, περὶ δὲ τῶν ἀνθρώπων λέγει, ὡς ποτὲ μὲν ζαφλεγέες εἰσί, ποτὲ δὲ φθινύθουσιν, ἤγουν ποτὲ μέν εἰσι θερμοὶ καί, ὡς εἰπεῖν, ζῶντες, ποτὲ δὲ θνῄσκουσιν, ἵνα οἱ μὲν ζῶντες ὦσιν ὅμοιοι φύλλοις χλωροῖς τοῖς ἐπὶ τῶν δένδρων, οἱ δὲ θνῄσκοντες τοῖς χαμαὶ πίπτουσι. καὶ ἄλλως δέ, ζαφλεγέες μὲν οἱ μεγαλόφρονες καὶ λαμπροὶ καὶ ἀρίζηλοι, ὡς τοῦ φλέγειν καὶ ἐνταῦθα ἐπὶ λαμπρότητος τιθεμένου, καθὰ καὶ ἐπὶ Διομήδους ἐνοεῖτο καὶ ἐπὶ Ἀχιλλέως, ὅτε πῦρ ἐξ αὐτῶν ἀνήπτετο. φθινύθοντες δὲ καὶ ἀκήριοι οἱ οἷον ἀλαμπεῖς, ἢ καὶ ἄλλως, ἀφανεῖς, ὥσπερ εἰ μηδὲ ἔζων.

(v. 465) Τούτοις δὲ ἀκόλουθον τοῖς νοήμασι καὶ τὸ "ἀρούρης καρπὸν ἔδοντες". οὐ γὰρ ἀργὸν οὐδὲ τοῦτο κεῖται, ἀλλὰ παιδευτικόν ἐστι τῶν ἀκροατῶν. καὶ εἰ μὲν ζαφλεγέας νοήσομεν τοὺς ζῶντας, ἁπλῶς λέγει ὅτι ζῶσι καρπὸν γῆς ἔδοντες, ὡς καὶ πολλὰ τῶν ἀλόγων. εἰ δὲ ζαφλεγέες εἰσὶν οἱ λαμπροί, δηλοῖ ὅτι ἐλλάμπονται καὶ μέγα φρονοῦσι, καὶ ταῦτα καρπὸν ἀρούρης ἔδοντες, οὐ μὴν ἀμβροσίαν καὶ νέκταρ ὡς οἱ θεοί. [Ἔστι δὲ καὶ ἄλλως εἰπεῖν ζαφλεγέας μὲν τοὺς οἷον ἐμπυρίους διὰ τὸ δραστήριον καὶ θερμοὺς ἢ θερμὸν ἔργον δρῶντας κατὰ τὸν Κωμικόν, ἢ σεμνότερον φάναι, θερμουργοὺς ἢ καὶ αἰθερίους, εἴγε παρὰ τὸ αἴθειν καὶ ὁ αἰθὴρ καὶ οἱ ἀστέρες γίνονται. φθινύθοντες δὲ οἱ κατ' ἐναντίον λόγον ἀδρανεῖς καί, ὡς εἰπεῖν, ἐκ τοῦ φλέγειν σβεσθέντες καὶ μεμαρασμένοι.]

(v. 464) Δειλοὺς δὲ ἀνθρώπους κἀνταῦθα συνήθως τοὺς δειλαίους φησίν, ἕτεροι δὲ τοὺς ἀτυχεῖς. Δείλας γάρ, [540] φασί, πρῶτος τὸν εἰς φόνον κλῆρον εὕρηκε. καὶ λαλοῦσι μὲν οὗτοι οὐ πάνυ σαφῶς. ὃ δὲ λέγουσι τοιοῦτόν ἐστιν. εὕρημα ἦν Δείλαντός τινος τὸ κληροῦσθαι, ἤτοι λαγχάνειν, ἐπὶ φόνῳ, οἷον ἐπὶ μονομαχίᾳ ἢ θηριομαχίᾳ, ἢ καὶ ἄλλως ἐπὶ φόνῳ ἀδίκῳ, καὶ ἐξ αὐτοῦ δειλοὶ ἄνθρωποι οἱ ἀτυχοῦντες εἰς ζωὴν καί, ὡς ὁ ποιητὴς λέγει, ἀκήριοι, ὅ ἐστι νεκροί. Ἰστέον δὲ ὅτι μεταχωρούντων ἐνίοτε εἰς ἄλληλα τοῦ δ τε καὶ τοῦ θ, ὡς ἐπὶ τοῦ οὐθενῶ καὶ ἐξουδενῶ καὶ οὐδέτερον καὶ οὐθέτερον καὶ ἐπὶ ἄλλων, ὅμοιόν τι γίνεται καὶ ἐπὶ τοῦ ἔδω καὶ ἔσθω, ἄμφω γὰρ ἕν τι δηλοῦσι, τοῦ σ πλεονάσαντος ἐν τῷ ἔσθω. καὶ οὐκ ἔστι γενναίως ἀπισχυρίσασθαι περὶ τοῦ ἔδω καὶ ἔσθω, ποῖον ἐκ ποίου γέγονε.

(v. 466 s.) Τοῖς δὲ ῥηθεῖσιν ἐπάγει ὁ Φοῖβος καὶ τὸ "ἀλλὰ τάχιστα παυσώμεθα μάχης, οἳ δ' αὐτοὶ δηριαάσθων", ἤγουν μαχέσθωσαν, ὃ λέγοι ἂν ὁ θέλων εἰρήνην μετά τινος, ἄλλοις δὲ παραχωρῶν, εἰ βούλοιντο ἐρίζειν.

(v. 470) Ὅτι ἐν τῷ "πότνια θηρῶν Ἄρτεμις ἀγροτέρη" ἄδηλον εἴτε πότνια θηρῶν ἡ Ἄρτεμις λέγεται, ἤγουν ἡ εἰς τὸ θηρεύειν πότνια, εἴτε ἀγροτέρα θηρῶν, ἤτοι ἀγρευτικὴ τῶν θηρίων. οἱ δὲ παλαιοὶ ἀντὶ τοῦ δεσπότις ἐνταῦθα νοοῦσι τὸ πότνια. Ἀνακρέων οὖν φησι μεταλαβὼν "δέσποινα Ἄρτεμι θηρῶν". ὅτι δὲ καὶ ἀπολύτως ἀγροτέρα λέγεται Ἄρτεμις ἐπιθετικῶς [παρ' Ἀττικοῖ,] δηλοῦσιν ἄλλοι τε καὶ ὁ Κωμικός, ἐν οἷς λέγει κατὰ χιλίων τῇ Ἀγροτέρᾳ εὔξασθαι.

(v. 472 s.) Ὅτι πρὸς τὸν ἑκουσίως παρὰ τὸ δέον ὑπεκστάντα μάχης ῥηθήσεται τὸ "φεύγεις δή", ὦ δεῖνα, τῷ δεῖνι "δὲ νίκην πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας".

(v. 474-477) Εἰ δὲ καὶ τοξότης ὁ ὑποχωρῶν εἴη καὶ ἀλαζών, προσαρμόσει καὶ τὰ ἑξῆς "νηπύτιε, τί νυ τόξον ἔχεις ἀνεμώλιον αὕτως; μή σευ νῦν ἔτι" ἀκούσω "εὐχομένου, ὡς τὸ πρίν", ἄντα τοῦ δεῖνος "ἐναντίβιον πολεμίζειν". Ἄρτεμις δὲ ταῦτα νείκεσε τὸν Ἀπόλλωνα κατὰ Ποσειδῶνος ἐρεθίζουσα καὶ δοκοῦσα ἐν τῷ "φεύγεις Ἑκάεργε" σκώπτειν ὡς παντὸς τοξότου, οἷς ἑκηβολεῖ, ἑτοίμου ὄντος φεύγειν, ὁ δὲ Ἀπόλλων οὐδέν τι προσέφη αὐτήν, [541] οἷα καθάπαξ κυρώσας αἰδημόνως πρὸς τὸν θεῖον ἔχειν.

(v. 470 s.) Ἰστέον δὲ ὅτι τὸ "νείκεσεν" ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει "καὶ ὀνείδειον φάτο μῦθον" ταὐτὸν γὰρ νεικεῖν καὶ ὀνειδίζειν.

(v. 473) Τοῦ δὲ "ἐπέτρεψας" οὐκ ἔστιν ἐνταῦθα καιριωτέραν λέξιν εὑρεῖν. ὡς γὰρ ἐπιτρέπει τις οἶκόν τινι, οὕτω καὶ τὸ "νίκην ἐπέτρεψας". Τὸ δὲ "μέλεον εὖχος" ἀπ' ἐναντίας ἐστὶ πρὸς τὸ "μέγα εὖχος" καὶ τὸ "μέγα κῦδος".

(v. 4757) Τὸ δὲ "μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω εὐχομένου" καὶ ἑξῆς, τὴν ψευδομάχην καὶ αὐτὸ αἰνίττεται τὴν ἐξ ἐναντιώματος ἐμφαινομένην τῇ κατὰ τὸν ἥλιον θερμότητι πρὸς τὸ μέγα ὑγρόν, τὸν θαλάττιον Ποσειδῶνα, καθ' ἣν οὐδέν τι κατ' αὐτοῦ γενναῖον δρᾷ ὁ ἥλιος, ἀλλὰ μένει ἐν τῷ δοκεῖν δύνασθαι. [Ὅρα δὲ ὅτι δυνάμενος εἰπεῖν ὁ Ὅμηρος, "μή σου νῦν ἔτι ἀκούσω", τοῦτο μὲν εἰπεῖν ὤκνησεν, εἵλετο δὲ τὸ ποιητικώτερον ὡς καινότερον.]

(v. 479-482) Ὅτι καὶ ἐνταῦθα κεῖται σχῆμα ἐλλειπτικὸν ἐν τῷ "ἀλλὰ χολωσαμένη Διὸς κυδρὴ παράκοιτις. πῶς δὲ σὺ νῦν μέμονας, κύον ἀδδεές, ἀντί' ἐμεῖο στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι", ἢ ἀντιφερίζειν. λείπει γὰρ ἐν τούτοις τὸ "ἔφη", ἵνα λέγῃ ὅτι χολωσαμένη Ἥρα κατ' Ἀρτέμιδος ἔφη· "τί δὲ σὺ νῦν μέμονας", καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι ὅτι αὐτὸς ὁ ποιητὴς ἐνταῦθα συσχηματισθεὶς οἷον τῷ πράγματι ὑπεσημήνατο τὴν τοῦ λόγου ἔλλειψιν προσφυῶς γενέσθαι τῷ χόλῳ τῆς Ἥρας, οὗ ἴδιον μὴ κρατεῖν ὀρθῆς φράσεως, ᾧ συνεξομοίωσε τὴν οἰκείαν φράσιν καὶ αὐτός. ἀτελῶς γὰρ ἔφρασε τὸ "χολωσαμένη Διὸς παράκοιτις", μηδέν τι πλέον προσθεὶς εἰς τελείαν ἔννοιαν, ἀλλὰ τὴν τοῦ οἰκείου λόγου βάσιν χωλεύειν ἀφείς, ὡς εἴπερ ἐχολώθη αὐτός, ὡς καὶ τοῦ χόλου ἐλλειπτικῶς ποτε φράζοντος. καὶ νῦν μὲν οὕτως ἡ ποιητικὴ φράσις ἔπαθεν, ὅπερ ἂν καὶ ὁ τῆς [542] χολουμένης Ἥρας λόγος εἶχεν ἂν παθεῖν.

(v. 487 s.) Μετ' ὀλίγα δὲ αὐτὴ ἡ Ἥρα θυμῷ χρωμένη ἐλλιπῶς ἐρεῖ ἐν τῷ "εἰ δὲ θέλεις μαθεῖν ὅσον φερτέρη εἰμί". ἱστᾷ γὰρ μέχρι τούτου τὸν λόγον μὴ πληρώσασα διὰ ῥήματος, καὶ εὐθὺς τύπτει τὴν Ἄρτεμιν. ἐν δὲ τοῖς ἑξῆς καὶ ὁ Ἀντηνορίδης Ἀγήνωρ διὰ δειλίαν εἰς λόγου ἔλλειψιν ἐμπίπτει, καὶ μετ' αὐτὸν ὁμοίως ὁ Ἕκτωρ. τὰ γὰρ κατακρατοῦντα πάθη οὐκ ἐῶσιν ἀπαρτίζειν λόγον ἀνελλιπῶς.

(v. 479) Ἰστέον δὲ ὅτι ἐν τῷ "ἀλλὰ χολωσαμένη Διὸς παράκοιτις" δύναται καὶ ἀπὸ κοινοῦ ῥῆμα ληφθὲν θεραπεῦσαι τὴν τοῦ ποιητοῦ ἔλλειψιν. ἐπεὶ γὰρ ἔφη προσεχῶς ἀνωτέρω "τὴν δ' οὔ τι προσέφη Ἀπόλλων", εἶτα ἐπήγαγεν "ἀλλὰ χολωσαμένη Διὸς παράκοιτις", δύναται τὸ "προσέφη" καὶ ὧδε συνεξακουσθῆναι ἀπὸ κοινοῦ, ἵνα ᾖ, ὡς ὁ μὲν Φοῖβος οὐδέν τι προσέφη τὴν Ἄρτεμιν, ἡ δὲ Ἥρα προσέφη τάδε

(v. 481 s.) Ἔτι ἰστέον καὶ ὅτι λαλήσει ποτὲ ἀνὴρ ἀνδρεῖος πρὸς θρασὺν ἀγεννῆ παρῳδήσας τὸ τῆς Ἥρας πρὸς τὴν Ἄρτεμιν "πῶς δὲ νῦν σὺ μέμονας, κύον ἀδδεές, ἀντία ἐμοῦ στήσεσθαι; χαλεπός τοι ἐγὼ μένος ἀντιφερίζειν".

(v. 483 s.) Εἰ δὲ καὶ τοξότης ὁ ὀνειδιζόμενος καὶ ἐν δειλοῖς δοκῶν ἀνδρεῖος, ἁρμόσει παρῳδηθῆναι καὶ τὰ ἐφεξῆς οὕτω "τοξοφόρῳ περ ἐόντι, ἐπεί σε λέοντα γυναιξὶ θεὸς θῆκε", καὶ τὸ ἑξῆς. Τὴν Ἄρτεμιν δὲ ἡ Ἥρα ὀνειδίζουσα ὡς μὴ μάχιμον οὕτω φησὶν "ἐπεὶ σὲ λέοντα γυναιξὶ Ζεὺς ἔθηκεν", ὅ ἐστι λέαιναν, ὥς που καὶ προερρήθη, "καὶ ἔδωκε κατακτάμεν ἥν κ' ἐθέλῃσθα", ἐν τοῖς αἰφνιδίοις δηλαδὴ θανάτοις τοῖς γυναικείοις, οἷς ἐπιστατεῖν δοκεῖ Ἄρτεμις, ὡς πολλαχοῦ τῆς Ὁμηρικῆς ποιήσεως φαίνεται. ἢ καὶ ἄλλως, ἐν τοκετοῖς, ἐπειδὴ λοχεία ἡ Ἄρτεμις λέγεται καὶ δοκεῖ προΐστασθαι τοκετοῦ. τοῦτο δέ, ἐπεί, φασί, πανσελήνοις εὐτοκώτατοι αἱ γυναῖκες. Τοῖς δὲ εἰρημένοις ἐπάγει ἡ Ἥρα καί τι ἕτερον, ὃ παρῳδηθὲν οἰκεῖόν ἐστι πρὸς κυνηγέτην ἀλαζονευόμενον.

(v. 485-486) Ἔστι δ' αὐτὸ τοιοῦτον "ἦ τοι", ἤγουν ὄντως σοί, "βέλτερόν ἐστι κατ' οὔρεα θῆρας ἐναίρειν ἀγροτέρας τ' ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι". Καὶ ὅρα ὅτι φανερῶς ἐνταῦθα ἐναίρειν οὐ τὸ σκυλεύειν, ἀλλὰ τὸ φονεύειν φησί, καὶ ὅτι γένος εἰπὼν τοὺς θῆρας εἶδος ἐπήγαγε τὰς ἐλάφους, ὃ καὶ ἐν ἄλλοις γέγονεν.

(v. 486) Ἀγρότεραι δὲ καὶ νῦν ἔλαφοι ἢ ἁπλῶς αἱ ἄγριοι ἢ αἱ μὴ ταχὺ γηράσκουσαι, μακρόβιον γὰρ κατὰ τὴν ἱστορίαν καὶ ἡ ἔλαφος. [Ὡς δὲ καὶ ἡμιόνων ἐπίθετόν ἐστι τὸ ἀγρότεραι, ὁ τῶν νεῶν Κατάλογος, εἴτ' οὖν ἡ Βοιωτία, [543] ἐδήλωσεν.] Ἐκ δὲ τῶν ἐφεξῆς λόγων τῆς Ἥρας ἐρανίσεταί τι χρήσιμον ὁ παρῳδήσας τὸ θῆλυ αὐτῆς, καὶ ὁ διδάσκων τὴν ἑαυτοῦ ἀνδρίαν ἀγνοοῦντα πολέμιον, ὃς καλῶς ἂν ἐρεῖ τὸ "εἰ δ' ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρ' εὖ εἰδῇς, ὅσσον φέρτερός εἰμι, ὅτι μοι μένος ἀντιφερίζεις". ὡς δὲ ἐλλειπτικῶς ὁ λόγος οὗτος ἔχει, καθὰ καὶ προσεσημείωται, δῆλον αὐτόθεν. ἅμα γὰρ ἡ Ἥρα ἔφη τὸ "εἰ δ' ἐθέλεις μαθεῖν, ὅσον φερτέρη εἰμί", καὶ αὐτίκα τύπτει τὴν Ἄρτεμιν, πραγματικῶς ἀποδιδοῦσα τὴν σύνταξιν, ὡς εἴπερ εἶπεν, ὅτι εἰ δ' ἐθέλεις δαῆναι, ὅσον φερτέρη εἰμί, ἰδοὺ τύπτω σε μὴ δυναμένην ἀμύνασθαι, ἢ ἰδοὺ πάρεστί σοι αὐτοῖς ἔργοις μαθεῖν, ἵνα λέγῃ ἡ Ἥρα ὡς, εἴπερ ἐθέλεις γνῶναι, ἰδοὺ πάσχε. Ὅμηρος γὰρ τὴν τοῦ καιροῦ κατέπειξιν μιμούμενος ἐλλιπῶς τὸν λόγον προήγαγε. [Ἔχει δὲ τὸ τοιοῦτον σχῆμα ὁμοιότητά τινα πρὸς τὸ "ἀλλ' εἰ μὲν δώσουσι γέρας Ἀχαιοί" καὶ ἑξῆς.]

(v. 487) Τὸ δὲ "πολέμοιο δαήμεναι" καθ' ὁμοιότητά τινα ἐρρέθη τοῦ "πολέμων εὖ εἰδώς" καὶ τῶν τοιούτων, πλὴν ὅσον ἐκεῖνα μὲν στρατιωτικὴν ἐπιστήμην μάχης δηλοῖ, τοῦτο δὲ ἁπλῶς οὕτω δηλοῖ τὸ περὶ πολέμου γνῶναι.

(v. 489-492) Ἃ δὲ ἔπαθεν Ἄρτεμις, φράζει Ὅμηρος οὕτω "ἦ ῥα", ἤγουν ἔφη δὴ ἡ Ἥρα τὰ δηλωθέντα δηλαδή, "καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε" τὰς τῆς Ἀρτέμιδος, "σκαιῇ", ἤγουν ἀριστερᾷ χειρί, ὅπερ ἐστὶν ἰσχύος πολλῆς ἔνδειξις, "δεξιτερῇ δ' ἂρ ἀπ' ὤμων αἴνυτο τόξα· αὐτοῖσι δ' ἂρ ἔθεινεν", ὅ ἐστιν ἔτυπτε, "παρ' οὔατα μειδιόωσα ἐντροπαλιζομένην· ταχέες δ' ἔκπιπτον ὀϊστοί". Καὶ ἰστέον ὅτι τόξα καὶ τὰ βέλη λέγει καὶ νῦν καὶ πᾶσαν τὴν τοξικὴν σκευὴν καθ' ὁμοιότητα ἑτέρων τινῶν. ὡς γὰρ χοῖνιξ καὶ μέδιμνον τὸ μετροῦν καὶ τὸ μετρούμενον, οὕτω καὶ τόξα τά τε βάλλοντα καὶ τὰ βαλλόμενα, καὶ τὰ τούτων δεκτικά. ὅτι δὲ τῷ τοῦ τόξου ὀνόματι καὶ τοὺς ὀϊστοὺς συμπεριλαμβάνει καὶ ὅλως πᾶσαν, ὡς ἐρρέθη, τοξικὴν σκευωρίαν, διὸ καὶ τόξα πληθυντικῶς φησι, δηλοῦσι τὰ ἐπαγόμενα. λαβοῦσα γάρ, φησί, τὰ τόξα ἔτυπτε, ταχέως δ' ἔκπιπτον ὀϊστοί. οὐ γὰρ τόξου ἐκπίπτουσιν ὀϊστοί, ἀλλὰ φαρέτρας. τόξοις ἄρα ἔτυπτεν, ἤτοι φαρέτρᾳ.

(v. 502 s.) Καὶ μετ' [544] ὀλίγα δὲ συνάγεσθαί φησι παρὰ τῆς Λητοῦς τὰ τόξα, ὅ ἐστι τὰ βέλη, "πεπτεότα", ἤγουν πεπτωκότα, "ἄλλυδις ἄλλα ἐν στροφάλιγγι κονίης", ἅπερ αὐτόθι ἔλιπεν Ἄρτεμις, ὅπερ ἔοικε πως αἰνίττεσθαι ὡς ἀπὸ μέρους ὁμοειδοῦς, ὡς οὐδὲ οἱ λοιποὶ ἀστερώδεις ὀϊστοί, τουτέστιν αἱ ἀπ' αὐτῶν ἀκτινοβολίαι καὶ ἑκηβολίαι, ἦσαν ἄν, εἰ μὴ ἦν ἡ Λητώ. εἰ μὴ γὰρ νὺξ ἦν, εἰς ἣν μεταλαμβάνεται ἡ Λητώ, οὐκ ἂν εἶχον ἀκτινοβολεῖν φαίνοντες, οἷα ἡλίῳ ἐπιπροσθούμενοι.

(v. 492) Ἐντροπαλιζομένην δὲ λέγει τὴν ὧδε καὶ ἐκεῖ τὰς ὄψεις ἐκτρέπουσαν πρὸς τὰς τῆς χειρὸς καταφοράς.

(v. 490) Τὸ δὲ "σκαιῇ" καὶ "δεξιτερῇ" κατὰ κοινοῦ καὶ αὐτὸ τὴν σύνταξιν ἔχει ὡς ἀπὸ τῶν ῥηθεισῶν χειρῶν τῆς Ἀρτέμιδος ἐν τῷ "ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε".

(v. 503) Τοῦ δὲ "πεπτεῶτα" τὸ ἁπλοῦν πεπτωκώς πεπτωκότος, καὶ ἐν συγκοπῇ πεπτῶτος, ὡς βεβρωκώς βεβρωκότος βεβρῶτος, οὗ χρῆσις παρὰ Σοφοκλεῖ. [Εἰ δὲ πλεονασμὸν ἔχει τοῦ ε καὶ διφορεῖται κατὰ τὴν γραφήν, οὐ καινοπαθεῖ. κοινὰ γὰρ ταῦτα πάθη λέξεων καὶ μάλιστα ποιητικῶν.] Ὅτι καὶ ἐνταῦθα τὸ ἴρηξ ψιλοῦται Ἰωνικῶς, ὡς δῆλον ἀπὸ ἐκθλίψεως.

(v. 493-495) Φησὶ γὰρ "δακρυόεσσα δ' ἔπειτα θεὰ φύγεν ὥς τε πέλεια, ἥ ῥά θ' ὑπ' ἴρηκος κοίλην εἰσέπτατο πέτρην, χηραμόν. οὐδ' ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν". ἔστι δὲ ὁ λόγος περὶ Ἀρτέμιδος, φυγούσης τὴν Ἥραν.

(v. 495) Καὶ ὅρα ὅτι χηραμός ἡ κοίλη πέτρα, καθὰ ὁ ποιητὴς ἐξηγεῖται. καὶ μέχρι δὲ ἄρτι πολλοὶ τῶν Ἑλλαδικῶν καὶ μάλιστα τῶν κατὰ Πελοπόννησον χηλαμοὺς τὰς περὶ θάλασσαν ῥωγάδας πέτρας φασὶ κατά τινα παραφθοράν. [Ὅτι δὲ ἀπὸ τοῦ ῥηθέντος χῶ καὶ ἡ χειὰ γίνεται, ἐν τοῖς ἑξῆς φανεῖται. Τὸ δὲ [545] "κοίλην πέτραν, χηραμόν", ἑρμηνείαν τε ἔχει τοῦ χηραμοῦ, κοίλη γὰρ πέτρα ὁ χηραμός, καὶ ἐσχημάτισται κατὰ τὸ "περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα καὶ φλοιόν".]

(v. 494) Τοῦ δὲ "ἔπτατο" ἐστὶ καὶ ἀπαρέμφατον παρ' Εὐριπίδῃ τὸ διαπτάσθαι. χρῆσις δὲ πολλαχοῦ καὶ τῶν κινήσεων τοῦ ἐπτόμην, ὃ δεύτερος ἀόριστός ἐστι τοῦ ἐπτάμην. Ὅρα δὲ καὶ ὅτι τὴν πέλειαν τῇ αἴσῃ ὑπήγαγεν, ὡς καὶ τῶν τοιούτων τῷ μοιριδίῳ ὑποκειμένων.

(v. 496) Τὸ δὲ "δακρυόεσσα φύγεν" δὶς ἐνταῦθά φησιν ὁ ποιητὴς διὰ τὸ τῆς φράσεως καίριον πρό τε τῆς παραβολῆς καὶ ἐν τῇ ἀποδόσει αὐτῆς. ἔνθα κεῖται καὶ τὸ "λίπε δ' αὐτόθι τόξα", ἤγουν τὰ ὅπλα ὅλα τοῦ τοξεύειν.

(v. 499) Ὅτι τὸ παρ' ἡμῖν διαπληκτίζεσθαι δίχα προθέσεώς φησιν ὁ ποιητὴς πληκτίζεσθαι, εἰπὼν "ἀργαλέον δὲ πληκτίζεσθαι ἀλόχοισι Διός". δηλοῖ δὲ τὸ μάχεσθαι ἢ ἐρίζειν ἕως πληγῆς. Καὶ ὅρα ὅπως ὁ ποιητὴς παιδεύει διακεῖσθαι περὶ τὰ τῶν ἀρχόντων. Ἑρμοῦ δὲ ὁ ῥηθεὶς λόγος. Ἔνθα σημείωσαι, ὡς οὐκ αἰδεῖται ὁ τηλικοῦτος ἀδοξίαν εὔλογον, ἀλλὰ ἄτυφός ἐστιν.

(v. 498-501) Εἴκει γοῦν τῇ Λητοῖ, ὡς καὶ προεγράφη ἐν τῇ υ΄ ῥαψῳδίᾳ, εἰπὼν ὅτι τε "Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι", καὶ ὅτι οὐ δεῖ ταῖς Διὸς ἀλόχοις μάχεσθαι, ὧν μία καὶ ἡ Λητώ, δι' ἣν ὁ Τιτυὸς ἐν Ἅιδῃ κολάζεται, ὡς ἐν Ὀδυσσείᾳ εἴρηται, καὶ ὅτι "ἀλλὰ μάλα πρόφρασσα", ἤτοι πρόθυμος ἢ ὡς ἐν πρωτολογίᾳ "εὔχεσθαι ἐμὲ νικῆσαι καρτερῇφι βίῃφι". τοῦτο δὲ καὶ ἄλλος τις παρῳδήσας εἴποι ἂν ἑκὼν εἴκων τινί. οὕτως ἐπιεικὴς ὁ Ἑρμῆς, καί, ὡς ἡ ποίησις λέγει, ἀκάκητα. διὸ καὶ Ἀργεϊφόντης ὁ αὐτὸς ἤτοι ἀργὸς φόνου. καὶ ἄλλως δέ, οὐκ ἔχει ὁ Ἑρμῆς, ὁ πλανήτης ἀστήρ, ἀντικαταστῆναι τῇ [546] ἀλληγορουμένῃ Λητοῖ, ὅ ἐστι τῇ νυκτὶ ὡς οὐδὲ ἄλλος τις τῶν πλανήτων. ἀπίθανον γὰρ τὸ πλάσμα. ἢ πῶς ἂν μάχοιτο αὐτῇ πιθανολογικῶς, δι' ἧς ἐκφαίνεται λάμπων, ὅπουγε καὶ πάντες οἱ πλανῆται πρὸς αὐτῆς εἰσι. Ζεὺς μὲν γάρ που, πλάνης ὢν καὶ αὐτός, ἅζεται μὴ νυκτὶ ἀποθύμια ἔρδῃ. Ἄρης δὲ καὶ Ἀφροδίτη, τῶν ἑπτὰ καὶ αὐτοὶ ὄντες, σὺν αὐτῇ ἐπικουροῦσι τοῖς Τρωσί. Ἥλιος δὲ καὶ Σελήνη εἰς παῖδας αὐτῇ ἐγγράφονται. Κρόνος μέντοι ταρταρωθεὶς οὐδετέροις ἐπικουρεῖ. πῶς οὖν ἔχοι ἂν ὁ Ἑρμῆς αὐτῇ ἀντιβαίνειν; Οἱ δὲ παλαιοὶ καὶ τοιαῦτά τινά φασιν. εἰρηνικὸς ὁ Ἑρμῆς, ὅθεν καὶ ἀνεῖται καὶ μίξεις φιλεῖ. καὶ ἐν Ὀδυσσείᾳ δὲ συνδεδέσθαι τῇ Ἀφροδίτῃ ἐθέλει [διὰ τὸ τῶν φιλοκάλων ῥητόρων, ὡς εἰκός, ἐπαφρόδιτον ἐν γραφαῖς καὶ ἐπίχαρι.] Διὸ καὶ οἱ Πελασγοὶ κατὰ τὴν ἱστορίαν ἐντεταμένον τὸν Ἑρμῆν, ἤτοι ὀρθιάζοντα, ἱδρύονται, καὶ μάλιστα τοὺς γέροντας Ἑρμᾶς γλύφουσι τοιούτους διὰ τὴν καὶ ἐν ἄλλοις λεγομένην ἀλληγορικὴν αἰτίαν, [ἥπερ ἐστὶ τὸ τοὺς λογίους μάλιστα γέροντας γονιμωτέρους εἶναι τῶν ἔτι νεαζόντων καὶ οὔπω χρόνου ἐπιστημόνων.] Σημείωσαι δὲ ὅτι καὶ ἐν τῇ ῥηθείσῃ θεομαχίᾳ τὸ σύνηθες πολυειδὲς ὁ ποιητὴς ἐνδείκνυται. Ἀθηνᾶ μὲν γὰρ δυοῖν περιγίνεται, ὡς δεδήλωται, Ἄρεος καὶ Ἀφροδίτης, τοῦ μὲν κατάρξαντος μάχης, τῆς δὲ λαβομένης αὐτοῦ. Ποσειδῶν δὲ καὶ Ἀπόλλων οὐδὲν δρῶσι κατ' ἀλλήλων, οἷα Ποσειδῶνος μὲν προκαλεσαμένου, Ἀπόλλωνος δὲ ἀπειπόντος τὴν μάχην, οὐκ ἀγεννῶς, ἀλλ' ἵνα μὴ ἐκπέσοι τοῦ σαόφρων εἶναι δοκεῖν, ὡς εἴρηται. Ἄρτεμις δὲ τύπτεται μὲν ὑπὸ Ἥρας τοῖς ἰδίοις τόξοις, οὐ μὴν προκαλεσαμένη ἔνστασιν, ἀλλὰ διότι τὸν Ἀπόλλωνα κατὰ Ποσειδῶνος ἠρέθιζε, πῦρ θυμοῦ σβεσθὲν ὀνειδείοις μύθοις ἀναρριπίζουσα. Ἑρμῆς δὲ οὔτε μάχεται τῇ ἀντιθέτῳ Λητοῖ οὔτε ἀμφήριστος ἀπαλλάττεται, ἀλλ' ἑκὼν εἴκει καὶ ἐν τῷ "ὢ Λητοῖ, ἐγὼ δέ σοι οὐ μαχήσομαι" ἥττων πως αὐτῆς εἶναι ὁμολογεῖ, οὐχ' ἁπλῶς, ἀλλ' ὅτι Διὸς ἄλοχός ἐστιν, [ἤγουν νοός, ᾧ συνοῦσα ἡ τῆς [547] ἀλληγορίας Λητὼ ἀπρόσμαχός ἐστι τῷ Ἑρμῇ λόγῳ, λανθανομένῳ καὶ αὐτῷ.] Ἥφαιστος δέ γε ὅπως πυρὶ φλεγέθων ἐνέπεσε τῷ ποταμῷ Ξάνθῳ καὶ οἷα διέθετο, προδεδήλωται. οὕτω καὶ ἐν τούτοις τῷ πολυφώνῳ Ὁμήρῳ ἀσύμπτωτός ἐστι καὶ ποικίλη ἡ τῆς ποιήσεως διασκευή.

(v. 491-506) Ὅτι μυθικὸς ἐνταῦθα κλαυσίγελως πλάττεται, ἐν οἷς Ἥρα μὲν μειδιᾷ τύψασα, ὡς εἴρηται, τὴν Ἄρτεμιν, ἣ δὲ δακρυόεσσά τε, ὡς ἐρρέθη, φεύγει λιποῦσα τὰ τόξα τῇ μητρὶ συλλέξασθαι καὶ "δακρυόεσσα πατρὸς ἐφέζετο γούνασι κούρη". παρθενικὴ δὲ ἡ τοιαύτη ἀφέλεια. ἡ γοῦν Ἀφροδίτη ἐν τοῖς πρὸ τούτων καὶ τρωθεῖσα οὐδέν τι τοιοῦτον ποιεῖ, ὅτε ἐν τοῖς γούνασιν ἔπεσε τῆς μητρός, Ὁμήρου καὶ τὰ τοιαῦτα πολυειδῶς σχηματίζοντος.

(v. 507) Οὐ μόνον δὲ δακρύει ἡ τοιαύτη κόρη, ἀλλὰ καὶ τρέμει, ὡς δηλοῖ τὸ "ἀμφὶ δ' ἂρ ἀμβρόσιος ἑανὸς τρέμεν". ἐνταῦθα δὲ οὐ μόνον ὁ τοῦ σώματος τρόμος πολὺς ἐμφαίνεται, ἀλλὰ καὶ πέπλου λεπτότης διαδείκνυται. καὶ οὕτω μὲν ἀφελῶς ἡ κόρη διάκειται, κλαίουσα ἐφ' οἷς ἀγεννῶς ἐρράπισται. ὁ δὲ πατὴρ "προτὶ οἷ", φησίν, ἤγουν πρὸς ἑαυτῷ, ταύτην εἷλε.

(v. 509) Καί, ὡς εἰκός, "ἀνείρετο ἡδὺ γελάσας", οὐχ' ὥστε μαθεῖν ὅπερ οἶδεν, ἀλλ' ἁπλῶς οὕτω, καθὰ καὶ ἡ Θέτις ἀλλαχοῦ τὸν Ἀχιλλέα "τίς δή σε τοιάδ' ἔρεξε, φίλον τέκος, Οὐρανιώνων";

(v. 512) Ἣ δὲ λέγει ὅτι "σή μ' ἄλοχος στυφέλιξε, πάτερ, λευκώλενος Ἥρη", τοῦτο μὲν ἀφελῶς εἰποῦσα,

(v. 513) βαρέως δὲ τὸ ἐφεξῆς, ἤγουν τὸ "ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται". Ἔνθα σημείωσαι ὅπως ἑαυτῇ μάχεται ἡ διαβολή. Ἄρης μὲν γὰρ ᾐτιάσατο τὴν Ἀθηνᾶν ὡς τοὺς θεοὺς ἔριδι ξυνελαύνουσαν, ἐνταῦθα δὲ ἡ Ἄρτεμις μέμφεται τὴν Ἥραν ὡς ἐξ αὐτῆς ἔρις καὶ νεῖκος τοῖς ἀθανάτοις.

(v. 507) Καὶ [548] ὅρα κἀνταῦθα τὸ "ἀμβρόσιος ἑανός", ἤτοι ἀμβρόσιος πέπλος, τοῦ ἐπιθέτου ληφθέντος ἀντὶ ὑποκειμένου. πέπλου γὰρ ἐπίθετον κυρίως ὁ ἑανός. τινὲς μέντοι ταὐτὸν ἡγοῦνται πέπλον καὶ ἑανὸν εἰπεῖν, ὡς δηλοῖ καὶ ὁ γράψας, ὅτι πέπλοι, οὓς ἐπερονῶντο μόναι γυναῖκες, οἳ καὶ ἑανοὶ καλοῦνται. Τὸ δὲ "πρὸς ἑαυτῷ ἔλαβεν", ὃ καὶ ἀσπάζεσθαι λέγεται, ὅ ἐστι πρὸς ἑαυτὸν σπᾶσθαι, τὴν δοτικὴν σύνταξιν ἔχει διὰ τὴν τῆς προς προθέσεως ἐγγύτητα.

(v. 508) Ὁ δὲ τοῦ Διὸς γέλως δηλοῖ μὴ ἄξια δακρύων τὴν παῖδα παθεῖν. [Γελᾷ δὲ οὐχ' ἁπλῶς ὁ πατὴρ Ζεὺς ἐπὶ τῇ ἀφελεῖ κόρῃ, ἀλλὰ ἡδὺ καὶ οὐ πρὸς πικρίαν, οἵαν ὁ σαρδάνιος γέλως προφαίνει, παιδεύων ὡς οὐκ ἐξ ἀνάγκης χρὴ τὸν νοῦν ἔχειν πρὸς τοῖς θελήμασι τῶν ἀφελῶν εἴτε τέκνων εἴτε καὶ ἄλλως γνησίων, ἀλλ' ἀμείβεσθαι γέλωτι τὰ σφῶν δάκρυα πρὸς ἔνδειξιν τοῦ γελοῖα κἀκεῖνα εἶναι. δεῖγμα δὲ τῆς κατὰ τὴν Ἄρτεμιν ἀφελοῦς νηπιότητος τὸ ἐπὶ γονάτων πατρικῶν κάθισμα.]

(v. 511) Κεῖται δὲ ἐν τῷ τόπῳ τούτῳ καὶ δύο Ἀρτέμιδος ἐπίθετα, τὸ "ἐϋστέφανος" ἤτοι εὔκοσμος, στέφανος γάρ, φασίν, ἢ στεφάνη γυναικεῖος κόσμος ἐπομφάλιος, καὶ τὸ "κελαδεινή", ἤγουν κῆλα δεινὰ ἔχουσα, τουτέστι βέλη, ἢ ὅτι Ἐγκέλαδόν τινα σὺν Ὠρίωνι ἀνεῖλε βιαζόμενον αὐτήν, ἢ διὰ τοὺς, ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, κελάδους ἤτοι θορύβους, οὓς ποιεῖ ἡ μὲν μυθικὴ Ἄρτεμις κυνηγετοῦσα, ἡ δὲ ἀλληγορουμένη αὔξουσα καὶ φθίνουσα. σελήνης γὰρ πάθη ἡ [549] αὐξομείωσις, ὅτε κελάδοι ὡς ἐπὶ πολὺ περὶ ἀέρα γίνονται.

(v. 513) Τὸ δὲ "ἐφῆπται" δοτικῇ καὶ νῦν συντέτακται, ἢ λόγῳ ἀντιπτώσεως, ἢ διότι ἀντὶ τοῦ ἐπήρτηται εἴληπται.

(v. 519) Ὅτι διάθεσις λύσεως πολέμου ἑτεραλκοῦς τὸ ἐπορεύοντο οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες, ὡς τῶν μὲν νικηθέντων χωομένων, τῶν δὲ νικησάντων γαῦρον ἰόντων. [Οἱ ποιητικοὶ δὲ ταῦτα δρῶσι δαίμονες μετὰ τὴν κατ' αὐτοὺς μάχην. ὧν ἀνελθόντων ἐς Διὸς Φοῖβος κάτω μείνας ἐδύσετο Ἴλιον, δεδιὼς περὶ αὐτῇ, μὴ αὐθημερὸν ἁλῷ διὰ τὴν τοῦ Ἀχιλλέως ἀνδρίαν.]

(v. 527) Ὅτι θυμὸν μέγαν καὶ ῥωμαλεότητα δὲ Ἀχιλλέως δηλοῖ τὸ "Τρῶας ὁμῶς αὐτούς τε ὄλεκεν καὶ μώνυχας ἵππους", ὡς πᾶν τὸ παραπεσὸν κτείνοντος.

(v. 522-525) Διὸ καὶ πάλιν εἰς παραβολὴν τὴν ἀπὸ πυρὸς ἐλθὼν ὁ ποιητὴς εἰκάζει τὴν τοῦ ἥρωος ἐντρέχειαν ἐμπρησμῷ πόλεως, ὃν οὕτω διὰ ταχέων φράζει "ὡς δ' ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἱκάνει ἄστεος αἰθομένοιο, θεοῦ δέ ἑ μῆνις ἀνῆκε, πᾶσι δ' ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε' ἐφῆκεν, ὣς Ἀχιλλεὺς Τρώεσσι πόνον καὶ κήδε' ἔθηκε". Καὶ ὅρα ὅτι, ὥσπερ ἀλλαχοῦ πόλεως ἅλωσιν συντομώτατα ἔφρασεν, οὕτω γὰρ ἔδει κατὰ τοὺς Τεχνικούς, ὡσαύτως καὶ νῦν τὸν ἐμπρησμόν. Ὅρα δὲ καὶ τὰ καίρια πάρισα τὰ ἐν τῷ τέλει τῶν στίχων, τὸ ἀνῆκε καὶ ἐφῆκε καὶ ἔθηκεν, ὧν τὸ μὲν ἐφῆκεν ἀντὶ τοῦ ἔπεμψε, τὸ δὲ ἀνῆκεν ἀντὶ τοῦ ἀνήγειρε καὶ ἀνέπεισεν, ὃ λαμβάνεταί ποτε καὶ ἀντὶ τοῦ ἀνεβλάστησεν, ὡς ἐν τῷ "ἀνῆκεν ἡ γῆ βοτάνας". δὶς δὲ εἶπε τὸ ἔθηκε διὰ τὸ τῆς λέξεως καίριον. παιδεύων δὲ ὁ ποιητὴς κἀνταῦθα εἰς θεομηνίαν ἀνάγει τὸν μέγαν πολιτικὸν ἐμπρησμόν. δῆλον δὲ ὅτι πλεονάζει ταῖς ἀπὸ τοῦ πυρὸς παραβολαῖς ὁ ποιητὴς εἰς δεῖγμα ἐνεργείας ἡρωϊκῆς καὶ δραστηριότητος. οἷον γάρ ἐστι τὸ πῦρ, πρὸ βραχέων εἴρηται. Ὅρα δὲ καὶ ὅτι ἐπετηδεύσατο ἐν μεγίστῳ καὶ πολυβλαβεῖ ἐμπρησμῷ μὴ μνησθῆναι τῆς τοῦ πυρός λέξεως, [550] ἀρκεσθεὶς τῷ σημείῳ αὐτοῦ, τῷ καπνῷ, καὶ τῷ "αἰθομένου", ὅ ἐστι καιομένου.

(v. 526) Ὅτι λογοειδὲς ἔπος καὶ σαφὲς τὸ "εἱστήκει δ' ὁ γέρων Πρίαμος θείου ἐπὶ πύργου". καὶ καινὸν οὐδὲν ἐν πολυστίχῳ ποιήματι καὶ τοιαῦτα ἔπη εὑρίσκεσθαι, ὁποῖον σὺν ἄλλοις πολλοῖς καὶ τὸ "ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα". Θεῖον δὲ πύργον Τροίας φησίν, ᾧ λόγῳ καὶ ἱερὰν Τροίαν, ἢ καὶ διὰ τὸ θεόδμητον τῆς πόλεως, ἤτοι θεοδόμητον, ὡς πρὸ ὀλίγων γέγραπται.

(v. 527-530) Τούτῳ δὲ ὁ ποιητὴς ἐπάγει ὅτι, ἐπεὶ ἐνόησεν ὁ γέρων Ἀχιλλέα πελώριον Τρῶας κλονοῦντα πεφυζότας, "οὐδέ τις ἀλκὴ γίνετο", ἀλλὰ δηλονότι ἑτεραλκῆ νίκην εἶχεν ὁ Ἀχιλλεύς, "οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε, ὀτρυνέων" στρατηγικῶς "παρὰ τεῖχος ἀγακλειτοὺς πυλωρούς· πεπταμένας ἐν χερσὶ πύλας ἔχετε", καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι σχῆμα καὶ ἐνταῦθα ἐλλειπτικὸν καίριον ὡς πρὸς ἔπειξιν τῶν γινομένων. λείπει γὰρ τὸ "λέγων" ἢ τοιοῦτον τι, ἵνα εἴη τὸ ὅλον τοιόνδε· ὀτρυνέων πυλαωροὺς καὶ λέγων "πεπταμένας τὰς πύλας ἔχετε", ὅ ἐστιν ἀνεῳγμένας. εἴληπται δὲ λέξις ἐκ μεταφορᾶς τῶν ἐξηπλωμένων πτερύγων τοῖς πετομένοις, ὡς αὐτὸς ὁ ποιητὴς καθυποδείξει διὰ παραβολῆς ἐν τῇ ω΄ ῥαψῳδίᾳ. χαίρων δὲ τῇ λέξει Ὅμηρος ἐρεῖ καὶ μετ' ὀλίγα πετασθῆναι τὰς πύλας, ὅ ἐστιν ἀνοιγῆναι.

(v. 530) Ἀγακλειτοὺς δὲ πυλωροὺς λέγει τιμῶν καὶ αὐτοὺς τῇ ἐνδοξότητι, ὥσπερ τὸν πύργον τῇ θειότητι. Σημείωσαι δὲ ὅτι ἐνταῦθα δείκνυσιν ὁ ποιητής, ὡς ἡ προμνημονευθεῖσα ἐπὶ τῶν πύργων στάσις τῶν δημογερόντων λυσιτελεῖ ταῖς πόλεσιν ἐν καιρῷ μάχης. Πρίαμος γὰρ οὕτω γνοὺς κακῶς ἔχειν τὰ ἔξω τοῖς ἑαυτοῦ βαίνει χαμᾶζε καὶ λαλεῖ τὰ πρὸς ὠφέλειαν. τοῦτο δὲ καὶ προεκθέσεως τύπον ἐπέχει, ὡς τοῦ ποιητοῦ οἰκονομοῦντος παρεῖναι τὸν Πρίαμον τῷ τείχει, ὡς ἂν πλατυνεῖ καὶ δι' αὐτοῦ τὴν ποίησιν μετ' ὀλίγα ἐν τοῖς κατὰ τὸν Ἕκτορα.

(v. 531-534) Αἰτίαν δὲ ὁ βασιλεὺς λέγει τοῦ χρῆναι ἄρτι ἀναπεπτᾶσθαι τὰς τῆς πόλεως πύλας τὸ τοὺς λαοὺς μέλλειν ἐλθεῖν προτὶ ἄστυ πεφυζότας, ἵνα εἰς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, ὅ ἐστι συγκλεισθέντες, ἀθροισθέντες. "ἦ γὰρ Ἀχιλλεὺς ἐγγὺς ὅδε, φησί, κλονέων. νῦν ὀΐω", ἢ [551] δισυλλάβως οἴω, "λοίγι' ἔσεσθαι". ταῦτα δὲ γενναίου στρατηγοῦ ἔπαινος, ὡς καὶ μετ' ὀλίγα εὐθὺς

(v. 536) τὸ "δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται", οἷα μηδενὸς δηλαδὴ τολμήσοντος ἔξω ἀντιστῆναι αὐτῷ, εἰ μὴ αἱ πύλαι κλεισθῶσι.

(v. 534 s.) Διὸ μετὰ τὸ "ἀναπνεύσωσιν ἀλέντες" κελεύει "αὖτις ἐπ' ἂψ θέμεναι σανίδας πυκνῶς ἀραρυίας". ὃ περίφρασίς ἐστι τοῦ "κλείσατε τὰς πύλας", καθὰ καὶ τὸ "σανίδας πυκνῶς ἡρμοσμένας περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ πύλας, ἔτι δὲ καὶ τοῦ θύρας. πύλαι γὰρ καὶ θύραι σανίδες εἰσὶ καὶ αὐταὶ ἀραρυῖαι πυκινῶς.

(v. 537) Τὸ δέ γε ἀνοῖξαι οὕτω περιφράζει "οἳ δὲ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας". Τοῦτο δὲ πρωθύστερόν ἐστι. πρῶτον γὰρ οἱ μοχλοί, τουτέστιν οἱ ὀχῆες, ἀπωθοῦνται, εἶτα αἱ πύλαι ἀνίενται, ὃ δηλοῦται διὰ τοῦ "ἄνεσαν", ἤτοι ἀνῆκαν καὶ ἐχαύνωσαν. ἀλλαχοῦ δὲ τὸ ἀνοῖξαι καὶ τὸ κλεῖσαι συντομώτατα φράζων ἀνακλῖναι καὶ ἐπιθεῖναί φησιν. ὥστε κατὰ τὸν ποιητὴν ταὐτὸν τὸ ἀνοῖξαι πύλας καὶ ἀνεῖναι καὶ ἀναθεῖναι καὶ πετάσαι.

(v. 538) Ἐπὶ δὲ τούτοις εἰπὼν ὅτι "αἳ δέ", ἤγουν αἱ πύλαι, "πετασθεῖσαι τεῦξαν φάος", φάος ἢ τὴν σωτηρίαν τῶν φευγόντων λέγει, ὡς καὶ ἐν τῷ "φάος δ' ἑτάροισιν ἔθηκεν ἄνδρα βαλών", ἢ καὶ αὐτὸ τοῦτο τὸ ἐξ ἡλίου φῶς, ἵνα λέγῃ τὸ παρακολουθοῦν τῇ ἀνοίξει τῶν πυλών. πολλάκις γὰρ ἐπιπροσθοῦσαι τῷ ἔξωθεν φωτὶ αἱ πύλαι φάος τεύχουσιν ἀνοιγεῖσαι.

(v. 540-543) Ὅτι ἐν τῷ "οἳ δ' ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο δίψῃ καρχαλέοι, κεκονιμένοι, ἐκ πεδίοιο φεῦγον. ὃ δέ", ἤγουν ὁ Ἀχιλλεύς, "σφεδανὸν ἔφεπ' ἔγχεϊ, λύσσα δέ οἱ κῆρ αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι" Ἡρόδωρος καὶ Ἀπίων ἐκτείνουσι τὸ "σφεδανῶν" ὡς μετοχήν, λέγοντες εἰλῆφθαι τὴν λέξιν ἀντὶ τοῦ "σφοδρῶς διώκων". οἱ μέντοι [552] πλείονες ὡς ἐπίρρημα λαμβάνοντες αὐτὸ "σφεδανόν" λέγουσι τὸ σπευστικὸν καὶ σφοδρόν.

(v. 541) Τὸ δὲ "δίψῃ" θηλυκοῦ γένους ἐστί. τὸ γὰρ δίψος τῶν ὑστέρων ἐστίν. Ὅμηρος δὲ δίψαν οἶδεν, ὡς εὐθὺς δηλωθήσεται. Καρχαλέοι δὲ οἱονεὶ καρφαλέοι, ὅ ἐστι κατάξηροι τήν τε γλῶσσαν καὶ τὰ λοιπὰ τοῦ σώματος. ὅθεν μετ' ὀλίγα κατὰ ἄστυ πεφυζότες "ἔπιόν τε ἀκέοντό τε δίψαν". Ὅρα δὲ ὅτι τὸν μὲν Ἕκτορά που κύνα εἶπέ τις λυσσητῆρα, ἐνταῦθα δὲ αὐτὸς ὁ ποιητὴς ἔχεσθαι τὸν Ἀχιλλέα λύσσῃ φησὶ κραταιᾷ, σιγήσας τὸ τοῦ κυνὸς ὄνομα διὰ τὸ εὐφημότερον.

(v. 547 s.) Ὅτι θείας δυνάμεως δηλωτικὸν τὸ "ἐν μέν οἱ κραδίῃ θράσος βάλε, πὰρ δέ οἱ αὐτὸς ἔστη, ὅπως θανάτοιο βαρείας κῆρας ἀλάλκοι". Φοῖβος δὲ οὕτω ποιεῖ ἐς Ἀγήνορα τὸν Ἀντηνορίδην, [ἐξελθὼν εἰς μάχην αὖθις ἐκ τῆς πόλεως κατὰ τὸ σιωπώμενον, ἐφ' ᾧ] ἀντιτάξαι αὐτὸν τῷ Ἀχιλλεῖ πρὸς ἀποπλάνησιν τοῦ κατ' εὐθὺ δρόμου, μὴ καὶ ὑψίπυλον Τροίην ἕλοιεν υἷες Ἀχαιῶν.

(v. 550 et 558) Ἐν τῷ τόπῳ δὲ τούτῳ καὶ πτολίπορθον τὸν Ἀχιλλέα ὁ ποιητὴς καλεῖ, καὶ τὸ Τρωϊκὸν πεδίον μετ' ὀλίγα Ἰλήϊον λέγει, ἤγουν Ἴλειον, τουτέστι περὶ ὃ τέθαπτο Ἶλος, ἐξ οὗ παρώνυμος ἡ πόλις, τὸ Ἴλιον. τινὲς δὲ Ἰδήϊον πεδίον γράφουσι τὸ τῇ Ἴδῃ ὑποκείμενον διὰ τὸ εὐθὺς ἐπαγαγεῖν τὸν ποιητὴν "ὄφρ' ἂν ἵκωμαι Ἴδης κνημούς".

(v. 551) Ὅτι πολύφροντιν ἄνδρα δηλοῖ τὸ "πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι". ἀλλαχοῦ δὲ "πόρφυρε κιόντι" ἐρρέθη. τί δὲ τὸ πορφύρειν, πολλαχοῦ ἡρμήνευται.

(v. 553-561) Ὅτι οἱ πείσαντες τὸν Ἀγήνορα λογισμοὶ ἀντιστῆναι νῦν τῷ Ἀχιλλεῖ τοιοῦτοι, ὡς εἰκός, ἦσαν "ᾤμοι ἐγών, εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος φεύγω, τῇ περ", ἤγουν ὅπου, "οἱ ἄλλοι ἀτυζόμενοι φοβέονται", ἢ κλονέονται, "αἱρήσει με καὶ ὣς [553] καὶ ἀνάλκιδα δειροτομήσει· εἰ δ' ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω Πηλείδῃ Ἀχιλῆϊ, ποσσὶ δ' ἀπὸ τείχεος ἄλλῃ φεύγω πρὸς πεδίον", τό, ὡς εἴρηται, Ἰλήϊον, "ὄφρ' ἂν ἵκωμαι Ἴδης τε κνημούς", τοὺς προερμηνευθέντας, "κατά τε ῥωπήϊα δύω", ἤγουν ὑπεισέλθω δάση τὰ καὶ αὐτὰ προδηλωθέντα, "ἑσπέριος δ' ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο, ἱδρῶ ἀποψυχθείς, προτὶ Ἴλιον ἀπονεοίμην".

(v. 562) Καὶ μέχρι τούτων ἐλθὼν καὶ συνεὶς ὅτι οὐ καλῶς ἐνταῦθα νοεῖ, ἐγκόπτει τὸν ἐφεξῆς εἱρμὸν τοῦ λόγου, καὶ ἀφεὶς ἀναπόδοτον κατὰ σχῆμα ἐλλείψεως ἐπισημαίνεται τὸ κακόβουλον, εἰπὼν "ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός";

(v. 563 s.) Εἶτα οἷον ἐπιδιορθούμενος ἐπάγει "μή με ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃ καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν", ὡς μὴ ἂν ἰσχῦσαι φυγεῖν ἐς τὴν Ἴδην. καὶ ἔστι καὶ ἐνταῦθα ἕτερον ἐλλειπτικόν. ἐν γὰρ τῷ "μή μ' ἀπαειρόμενον πόλιος νοήσῃ" καὶ ἑξῆς, λείπει τὸ δείδια ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὅτι δέδοικα μή με ποδωκείᾳ καταλαβὼν Ἀχιλλεὺς ἀνέλῃ.

(v. 565) Δυσὶ δὲ τούτοις ἐλλειπτικοῖς σχήμασιν ἐπάγει καὶ ἀσύνδετον τὸ "οὐκέτ' ἔπειτ' ἔσται θάνατον ἀλύξαι". δῆλον δὲ ὅτι γοργότητα ποιοῦν καὶ τὸ ἀσύνδετον, καθὰ καὶ τὰ ἐλλειπτικά, ἀγωνιῶντι προσώπῳ οἰκειοῦνται καὶ ἀποστενοῦσι τὸν λόγον ὡς οἷα τῷ προσώπῳ συνεπισπεύδοντα καί πως μὴ δυναμένῳ λαλεῖν ἀκέραια, συμβαλλόμενα πρὸς τοῦτο καὶ αὐτά. εἶτα ἐπιρρώσας ἑαυτὸν ὁ Ἀγήνωρ, καθὰ ῥηθήσεται, ἀποκαθίσταται εἰς τὸ μὴ φυγεῖν ἀλλ' ἀντιστῆναι τῷ Ἀχιλλεῖ. ὅτι δὲ μόλις ἐκφεύγει τὸ μὴ θανεῖν ἁρπαγεὶς ὑπὸ τοῦ Ἀπόλλωνος, μετ' ὀλίγα καὶ αὐτὸ δηλωθήσεται.

(v. 560) Ἰστέον δὲ ὅτι ἡ πρώτη ἔλλειψις δύναται θεραπευθῆναι ἐν τῷ "ἑσπέριος δ' ἂν ἔπειτα", εἴπερ νοηθείη ὡς ἑσπέριος δὴ ἄν, ἵνα λέγῃ ὅτι, εἰ φύγω πρὸς πεδίον ὡς εἰς τὴν Ἴδην καὶ τῷ τέως ὑποδύσομαι τὰ ῥωπήϊα, πρὸς ἑσπέραν δὴ ἔπειτα λουσάμενος ἐπανελεύσομαι. Ἐν τούτοις δὲ ἰστέον καὶ ὅτι στρατιωτικὸν λουτρὸν δηλοῖ ὁ ποιητὴς ἐν τῷ "ἑσπέριος λοεσσάμενος ποταμοῖο, ἱδρῶ ἀποψυχθείς", καὶ ὅτι ὁ [554] μεταβουλευσάμενος καὶ οἷον εἰπὼν ἐν ἑαυτῷ, ὡς ἕτερός με θυμὸς ἀνῆκεν, εἴποι ἂν καὶ τό "ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός" ἔνθα δὲ φανερὸς ὁ κίνδυνος, λεχθείη ἂν τὸ "οὐκέτ' ἔπειτα ἔσται θάνατον καὶ κῆρας ἀλύξαι".

(v. 557) Ἰστέον δὲ ὅτι τὸ "ἄλλῃ φεύγω", τουτέστιν ἀλλαχοῦ, ἐπιρρηματικὸν καὶ νῦν ὄν, ὅμως προσγεγραμμένον ἔχει τὸ ι, ὡς ἀπὸ δοτικῆς γεγονός, καθὰ καὶ τὸ ταύτῃ ἀντὶ τοῦ οὕτως, καὶ τὸ ἑτέρῃφι παρ' Ἡσιόδῳ ἀντὶ τοῦ ἑτέρως. [Τὸ δὲ "ποσὶ φεύγω" πρὸς διαστολὴν ἐφράσθη τοῦ ἄλλως φεύγειν, οἷον ψυχῇ, ὃ προηγεῖται τοῦ φεύγειν ποσίν, ὥσπερ καὶ τὸ "μάρψῃ πόδεσσι" διέσταλται τοῦ ἄλλως μάρπτειν, ὅπερ μάλιστα κυριολεκτεῖσθαι εἴωθεν ἐπὶ χειρῶν.]

(v. 560) Τὸ δὲ "ποταμοῖο" λείπεται προθέσεως. ἔστι γὰρ ἀντὶ τοῦ ἐπὶ ποταμοῦ.

(v. 560) Τοῦ δὲ "ἀποψυχθεὶς ἱδρῶ" οὐκ ἔστι φράσαι καιριώτερον οὐ γὰρ ἀπονίζεται οὐδὲ ἀποψᾶται ἁπλῶς τοιοῦτος ἱδρώς, ἀλλ' ἐπὶ ἀναψυχῇ, ἧς δηλωτικὸν τὸ ἀποψυχθείς, ἑτεροῖον ὂν τοῦτο παρὰ τὸ ἀποψυγῆναι, ὃ κυρίως ἐπὶ φυτῶν κεῖται.

(v. 562) Τὸ δὲ "φίλος θυμός" ταὐτὸν τῷ φίλον ἦτορ.

(v. 563) Τὸ δὲ "ἀπαειρόμενον πεδίονδε" ἀντὶ τοῦ ταχὺ φεύγοντα ὡς οἷον ἀέριον φερόμενον. Ὅτι ὁ ῥηθεὶς Ἀγήνωρ, ὃν δῖον ἀμύμονά τε κρατερόν τε λέγει, οἶδε μὲν ὅτι λίην κρατερὸς περὶ πάντων ἔστ' ἀνθρώπων ὁ Ἀχιλλεύς, πείθει δὲ ὅμως ἑαυτὸν μετὰ τοὺς ῥηθέντας ἀνωτέρω διαλογισμοὺς θυμὸν ἀναλαβέσθαι καὶ ἀντιστῆναι.

(v. 567-570) Φησὶ γὰρ "εἰ δέ κεν οἱ προπάροιθε πόλιος κατεναντίον ἔλθω, καὶ γὰρ δὴ καὶ τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, ἐν δὲ ἴα ψυχή. θνητὸν δέ ἕ φασ' [555] ἄνθρωποι ἔμμεναι· αὐτάρ οἱ θεὸς κῦδος ὀπάζει". ὁ δὲ τοιοῦτος νοῦς προσαρμόσει ἀνδρὶ ἀσθενεστέρῳ κατατολμῶντι γενναιοτέρου τινός. Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα ἔλλειψίς τίς ἐστιν. ἐν γὰρ τῷ "εἰ δέ οἱ κατεναντίον ἔλθω" δοκεῖ λείπειν τὸ ἴσως ἀνέλω αὐτὸν ἢ τοιοῦτόν τι, ὅπερ ὀκνῶν εἰπεῖν ὁ Ἀγήνωρ ἐνέλειψεν. οὕτω γὰρ εὐοδοῦται ἐφεξῆς τὸ "καὶ γὰρ δὴ τούτῳ τρωτὸς χρώς". ἄλλως μέντοι εἰ μὴ ἐλλειπτικὸς ἐνταῦθα ὁ λόγος, περισσός ἐστιν ὁ γαρ σύνδεσμος, ἵνα λέγῃ ὅτι, εἰ δέ οἱ ἀντίος ἔλθω, καὶ τούτῳ τρωτὸς ὁ χρώς. εὕρηται δὲ πολλαχοῦ καὶ ἐν Ὀδυσσείᾳ ἐκ περισσοῦ κείμενος ὁ τοιοῦτος σύνδεσμος, ὥσπερ καὶ ὁ και καὶ ὁ δε καὶ ὁ ἀλλὰ καὶ ἕτεροι.

(v. 571-580) Ὅτι θυμὸν παρδάλεως ἱστορῆσαι βουλόμενος Ὅμηρος καὶ ὡς ἑαυτὴν ἐπιρρίπτει θανάτῳ, παραβάλλει αὐτῇ τὸν εἰρημένον Ἀγήνορα, λέγων ὅτι ἀλείς, ὅ ἐστι συστραφείς, ἔμενε τὸν Ἀχιλλέα, "ἐν δέ οἱ ἦτορ ἄλκιμον ὡρμᾶτο πολεμίζειν ἠδὲ μάχεσθαι. ἠΰτε πόρδαλις εἶσι βαθείας ἐκ ξυλόχοιο ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη, οὐκ ἀπολήγει ἀλκῆς πρίν γ' ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· ὣς Ἀγήνωρ οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ' Ἀχιλῆος".

(v. 573) Ἰστέον δὲ ὅτι ὡς τὰ πολλὰ ἡ ποίησις πόρδαλιν λέγει διὰ τοῦ ο παρὰ τὸ προάλλεσθαι, πλεονάσαντος τοῦ δέλτα. ἐν δὲ ῥητορικῷ παλαιῷ Λεξικῷ εὕρηται οὕτως. πόρδαλιν, οἱ ἄλλοι, Ἀττικοὶ δὲ πάρδαλιν. Ὅμηρος δὲ τὸ μὲν ζῷον διὰ τοῦ ο, τὴν δορὰν δὲ διὰ τοῦ α. Θηλυκῶς δὲ κἀνταῦθα ἡ ξύλοχος, δηλοῖ δὲ τὸν ὑλώδη καὶ δασὺν τόπον ὡς ξύλα ἔχοντα.

(v. 575) Τὸ δὲ "οὐ ταρβεῖ οὐδὲ φοβεῖται" ἀντὶ τοῦ οὔτε δειλιᾷ οὔτε φεύγει. Τὸ δὲ "ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ" τινὲς γράφουσιν "ἐπεὶ κυνηλαγμὸν ἀκούσῃ", διὰ τὸ γράψαι που τὸν Στησίχορον "ἀπειρεσίου κυνηλαγμοῦ". παλαιὸς δέ τις, μεμφόμενος τὴν τοιαύτην γραφήν, φησὶν ὅτι οὐχ' ὁρῶ πλέον τι ἐκ τοῦ συνθέτου. καὶ χωρὶς γὰρ κυνὸς ὑλαγμὸς ἐπὶ κυνῶν ἀκούεται, ὡς ἐπὶ [556] ἵππων χρεμετισμός. ἄλλως τέ φησι τὰ εἰς μος τῷ γ παραληγόμενα μετὰ προθέσεως συντίθενται μενούσης τῆς αὐτῆς τάσεως, ἤγουν τοῦ αὐτοῦ τόνου, οἷον παιγμός ἐμπαιγμός, κηρυγμός ἐκκηρυγμός. ἔδει οὖν καὶ τὸ ὑλαγμός τοιοῦτόν τι παθεῖν καὶ μὴ συντεθῆναι μετ' ἄλλου μέρους λόγου.

(v. 576) Ὅρα δὲ καὶ ὅτι διαφέροντα κἀνταῦθα κεῖνται τὸ οὐτάσῃ" καὶ τὸ "βάλῃ".

(v. 577) Τὸ δὲ καὶ περὶ δουρὶ πεπαρμένην τὴν πάρδαλιν μὴ λήγειν ἀλκῆς καὶ σῦς πάσχει καὶ ἕτερα ζῷα θυμομαχοῦντα ἐν τοῖς κινδύνοις.

(v. 578) Ξυμβλήμεναι δὲ τὸ πλησιάσαι καὶ συμμῖξαι.

(v. 581) Ὅτι τὸ "ἀσπίδα πρόσθεν ἔσχετο Ἀγήνωρ" ἀντὶ τοῦ προεβάλετο εἰς φυλακὴν τοῦ σώματος.

(v. 583-589) Ὅτι πρὸς θρασυνόμενον στρατηγὸν εἰκῇ κατὰ πόλεως εἴποι ἄν τις σώφρων πολίτης ἀριστεὺς τοιαύτα "ἦ δή που" ἢ "ἤδη που", "μάλ' ἔολπας ἐνὶ φρεσί, φαίδιμε δεῖνα, ἤματι τῷδε πόλιν πέρσειν. νηπύτιε, ἦ τ' ἔτι", ἤγουν ὄντως ἔτι, "πολλὰ τετεύξεται ἄλγεα ἐπ' αὐτῇ· ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν", ἤγουν ἐσμέν, "οἳ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν [Ἴλιον] εἰρυόμεσθα" ἢ "εἰρυσόμεθα, σὺ δ' ἐνθάδε πότμον ἐφέψεις ὧδ' ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής". πρὸς Ἀχιλλέα δὲ ταῦτα ὁ Ἀγήνωρ φησί, φθάνων ἐπαίνοις γεραίρειν τὸν κατ' αὐτοῦ νικητὴν ἐσόμενον.

(v. 585) Ὅρα δὲ ὅτι ἀντὶ τοῦ "νήπιε" κοινοῦ ὀνόματος καὶ συνήθους ἐν πολλοῖς τῷ ποιητῇ τὸ "νηπύτιος" ποιητικὸν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἐπλεόνασεν.

(v. 588) Εἰρύεσθαι τὸ φυλάττειν ἀπὸ τοῦ ἐρύω πλεονασμῷ τοῦ ι, ὥσπερ καὶ ἐῶ εἰῶ καὶ ἐρωτῶ εἰρωτῶ. Τὸ δὲ "ἐφέψεις" ἀντὶ τοῦ ἀκολουθήσεις, διώξεις, καταλάβῃς. τοιοῦτον οὖν πάντως καὶ τὸ πότμον ἐπισπεῖν, ἐπειδὴ καὶ τὸ ἐφέψειν, ὃ δὴ μέλλων ἐστὶ τοῦ ἐφέπω ῥήματος, ταὐτὸν δύναται τῷ ἐπισπεῖν.

(v. 587) Τὸ δὲ "τοκέων ἀλόχων τε καὶ υἱῶν" ἔν τισιν ἀντιγράφοις μετὰ τὸ "ἀλόχων" ἔχει κείμενον τὸ "τοκέων".

(v. 590) Ὅτι ἀστείως εἴρηται περὶ Ἀγήνορος τὸ "ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε" κατὰ Ἀχιλλέως. ἔχει γάρ τι [557] γλυκείας ἀντιθέσεως ἐνταῦθα τὸ ὀξὺ καὶ τὸ βαρύ. τινὰ δὲ τῶν ἀντιγράφων "παχείης χειρός" γράφουσιν.

(v. 594) Ὅτι ἀλλαχοῦ μὲν τὴν χρυσῆν πτύχα τῆς ἀσπίδος τοῦ Ἀχιλλέως θεοῦ δῶρα εἶπεν ὁ ποιητής, ὡς ἐκεῖ ἐγράφη, ἐνταῦθα δὲ τὴν ἐκ κασσιτέρου νεοτεύκτου κνημῖδα οὕτω καλεῖ, εἰπὼν "θεοῦ δ' ἠρύκακε δῶρα".

(v. 591-594) Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι "ἔβαλε" τίθησιν οὐκ ἐπὶ πληγῆς καὶ σαρκῶν ψαύσεως. φησὶ γὰρ "καί ῥ' ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ' ἀφάμαρτεν· ἀμφὶ δέ οἱ κνημὶς σμερδαλέον κονάβησε, πάλιν δ' ἀπὸ χαλκὸς ὄρουσε βλημένου οὐδ' ἐπέρησε". ὥστε βαλεῖν λέγεται καὶ τὸ ἁπλῶς εὐστοχῆσαι, κἂν μὴ διακύψῃ τὸ βέλος ἐντός. πλείων δ' ὅμως ἡ ἑτέρα χρῆσις. διὸ κατὰ παράχρησιν Ὅμηρος εἰπὼν ἐνταῦθα "ἔβαλε κνήμην" ἐπάγει πρὸς ἑρμηνείαν τὸ "οὐδ' ἀφάμαρτεν". εἶτα πρὸς πλείω σαφήνειαν λέγει "πάλιν δ' ἀπὸ χαλκὸς ὄρουσεν", ἤτοι ὀπίσω ὥρμησεν. οὗπερ αὖθις ἐφερμηνευτικὸν τὸ "οὐδ' ἐπέρησε". τὸ γὰρ ὁρμῆσαν ὀπίσω πάντως οὐκ ἐπέρησεν ὡς προκύψαι ἐπὶ τὰ ἐντός. [Ἰστέον δὲ ὅτι, καθὰ πολεμῶ πολεμίζω, νεμεσῶ νεμεσίζω, οὕτω διχῶς καὶ κοναβῶ καὶ κοναβίζω. δοκεῖ δὲ διφορεῖσθαι ὁμοίως, καθὰ καὶ ἀλλαχοῦ παρεσημάνθη, καὶ τὸ ὀργίζω. φαίνεται γὰρ καὶ ὀργῶ εἶναι ῥῆμα, ἐξ οὗ ἀοργησία καὶ ἀόργητος. εἰ δέ τις ἐρεῖ ἐκ τοῦ ὀργῶ, τὸ ὁρμῶ, αὐτὰ γίνεσθαι, ἴστω ὡς οὐκ ἔστι κίνησις τοῦ ὀργῶ, ἀλλ' ἀντ' αὐτοῦ τὸ ὀργιάζω κινεῖται.]

(v. 591) Ὅρα δὲ καὶ τὸ "ὑπὸ γούνατος" δηλοῦν ποῖον μέρος κνήμη λέγεται. Σημείωσαι δὲ ὡς, εἰς καὶ μὴ διήλασεν ὁ Ἀγήνωρ, ὅμως ἔτυχε τῆς κνήμης τοῦ Ἀχιλλέως, δεξιῶς μὲν ἀφείς, κωλυθεὶς δὲ βλάψαι διὰ τὸ τῆς κνημῖδος ἡφαιστότευκτον ἢ καὶ νεότευκτον.

(v. 595) Ὅτι τὸ ὥρμησεν ὡρμήσατο ἐνταῦθά φησιν, οὕτω δὲ κατωτέρω καὶ τὸ ἐδίωκεν ἐδιώκετο, εἰπών, ὅτι τε ὡρμήσατο Ἀγήνορος Ἀχιλλεύς, ἤγουν κατὰ τοῦ Ἀγήνορος, καὶ ὅτι τὸν Ἑκάεργον πεδίοιο διώκετο πυροφόροιο, ἤγουν διὰ τῆς πεδιάδος.

(v. 598) Ὅτι τὸ "ἡσύχιον δ' ἄρα μιν πολέμου ἐξέπεμπε [558] νέεσθαι", ὁ Ἀπόλλων δηλαδὴ τὸν Ἀγήνορα, καλὸν εἰπεῖν ἐπὶ τοῦ μηδὲν ὅλως κακὸν ἐν πολέμῳ παθόντος. εὐφήμως δὲ λεχθήσεταί ποτε καὶ ἐπὶ τοῦ κατὰ δειλίαν ἀνασωθέντος ὑπό τινος.

(v. 595-607) Κείται δὲ καὶ τοῦτο ἐν τῷ "ὡρμήσατο" μὲν Ἀχιλλεὺς κατὰ τοῦ Ἀγήνορος "δεύτερος, οὐδέ τ' ἔασε κῦδος ἀρέσθαι, ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ' ἂρ ἠέρι πολλῇ· ἡσύχιον δ' ἄρα μιν", ὡς ἐρρέθη, ἐξέπεμπε, τὸν Ἀχιλλέα δὲ "δόλῳ ἀποέργαθεν", ἤγουν ἀπεῖργε, "λαοῦ· αὐτῷ γάρ ῥ' Ἑκάεργος, Ἀγήνορι πάντα ἐοικώς, ἔστη πρόσθε ποδῶν, ὃ δ' ἐπέσσυτο διώκειν, ἕως ὁ τόν", ἤγουν ἕως ὁ Ἀχιλλεὺς τὸν Ἀπόλλωνα, "πεδίοιο", καθὰ ἐρρέθη, "διώκετο πυροφόροιο τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον, τυτθὸν ὑπεκπροθέοντα, δόλῳ δ' ἂρ ἔθελγεν Ἀπόλλων, ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσιν", ἤγουν ἰδίοις, "τόφρα", ἤγουν ἐν τοσούτῳ, "ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ", ἤγουν ὁμιλαδόν, ὅ ἐστιν ἰλαδόν καὶ ὁμοῦ, "ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ' ἔμπλητο ἀλέντων", ἤτοι συγκλεισθέντων. καὶ τοῦτό ἐστιν ἡ αἰτία τῆς ἐπὶ τῷ Ἀγήνορι μυθογραφίας. ἄλλως γὰρ οὐκ εὐδιοίκητον εἶχε πιθανότητα σωθῆναι ἀσκύλτως τοὺς Τρῶας ἔσω πόλεως, εἰ μὴ ὁ ἀληθὴς ἢ ὁ φαινόμενος Ἀγήνωρ ἀπέπλαγξε τὸν Ἀχιλλέα, καὶ οὕτως ἐν ἀδείᾳ φυγόντες οἱ τῆς πεδιάδος Τρῶες σῴζονται. ἠρκέσθη γὰρ ὁ ποιητὴς τῷ παραποταμίῳ ὀλέθρῳ καὶ διὰ τοῦτο τοὺς τῆς πεδιάδος ἀκινδύνους ἐᾷ. Καὶ ὅρα ὅπως ὁ Ἀχιλλεὺς εἰς βραχύ τι σπεύσας διὰ φιλοτιμίαν ἄκαιρον τῶν μεγάλων ἐξέπεσε, καὶ οὔτε τοῦ Ἀγήνορος ἔτυχε, καὶ οὐδὲ τοὺς τῆς πεδιάδος πολεμίους ἔβλαψεν, οὐ κατὰ τὸν παροιμιώδη κύνα ἥττονος κρέως τὸ μεῖζον ἀλλαξάμενος, ἀλλ' ἔμπαλιν τῇ εἰς μικρόν τι λιχνείᾳ καὶ τῶν μειζόνων διεκπεσών.

(v. 597) Ἔτι ὅρα καὶ ὅτι τὸ "ἐξήρπαξε" θεραπεύων [559] ἀλληγορικῶς ὁ ποιητὴς ἔφη "ἐκάλυψεν ἠέρι πολλῇ" μονονουχὶ λέγων, ὡς ἁρπαγὴν ἐνταῦθα νοητέον ἀποκρυβήν τινα δι' ἀορασίας, ὑποδύντος, οἷα εἰκός, τοῦ Ἀγήνορος μυρίκας ἢ ἑτέραν τινα ὕλην ἐκ τῆς παρὰ τῷ ποταμῷ, ἥτις ἀποκρυβὴ τὸν Ἀγήνορα θανάτου ὑπεξελοῦσα ὡς μὴ θανεῖν ὑπὲρ μοῖραν εἰς τὸν κατὰ μοῖραν ἐξειλημμένον Ἀπόλλω ἀνάγεται.

(v. 601) Τὸ δὲ "πρόσθε ποδῶν" τὴν ἐγγύτητα δηλοῖ τὴν ἄγαν, ὑφ' ἧς δολούμενος ἐθέλγετο Ἀχιλλεύς. οὕτω καὶ πέρδιξ περιποιεῖται τὰ νεογνά, εἰλουμένη πρὸ τῶν ποδῶν τοῦ θηρατοῦ, ἕως ἐκεῖνα ἡσύχια γένωνται διαπεφευγότα τὸν τάραχον.

(v. 602) Τὸ δὲ "πεδίοιο διώκετο" καὶ ἑξῆς, ἀκίχητα διώκειν καὶ τὸν Πηλείδην ἄρτι δηλοῖ. Τὸ δὲ "πυροφόροιο τὸ τῆς Τροίας ἑρμηνεύει ἐρίβωλον.

(v. 604) Τὸ δὲ "δόλῳ ἔθελγεν" ἀντὶ τοῦ ἡδέως ἠπάτα κἀνταῦθα κεῖται.

(v. 607) Τὸ δὲ "ἀσπάσιοι" ἀγαθὴ λέξις ἐστίν. ὅθεν διὰ τὸ καίριον πάλιν μετ' ὀλίγα ἐπιρρηματικῶς λέγει, ὅτι "ἀσπασίως ἐσέχυντο εἰς πόλιν", ἤτοι κατὰ σπουδὴν πολλὴν ὡς οἷα χυθέντες εἰσῆλθον, ἐκ μεταφορᾶς καὶ νῦν τῶν κατὰ ῥοῦν χεομένων ὑδάτων.

(v. 608-611) Εἶτα ἐφερμηνεύων τὸ "Τρῶες πεφοβημένοι ἦλθον" καὶ διασαφῶν τὴν ἐν αὐτοῖς σπουδήν, φησὶν "οὐδ' ἄρα τοί γε", ἤγουν οἱ Τρῶες, "ἔτλαν μεῖναι ἔτη ἀλλήλους καὶ γνῶναι ὅς τε πεφεύγοι, ὅς τε ἔθαν' ἐν πολέμῳ, ἀλλ' ἀσπασίως", καθὰ ἐρρέθη, "ἐσέχυντο ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σάωσαν". ὃ δὴ μερικεύει τὸ πληθυντικὸν συνήθως εἰς ἑνικὴν πτῶσιν. οὐ γὰρ πάντες Τρῶες εἰσῆλθον, ἀλλ' ὃς ἐκ πολέμου φυγὼν σέσωστο. Λέγει δὲ γόνατα μὲν τὰ συνήθη, πόδας δὲ τὰ μετὰ τὴν κνήμην, ὡς καὶ ἀλλαχοῦ εἴρηται.

(v. 611) Εἰ δὲ καὶ ἐν ἄλλοις τὰ γοῦνα φέρειν ἁπλῶς τινας λέγονται, ἀλλ' ἐνταῦθα καὶ σῴζουσι τοὺς ῥωμαλέως φεύγοντας. τοῖς δὲ ποσὶ καὶ τοῖς γούνασι καὶ αἱ μέσον αὐτῶν πάντως κνῆμαι συνεπινοοῦνται. προέθετο δὲ τοὺς πόδας, διότι τῇ αὐτῶν διαστάσει πλείονι οὔσῃ ὁ δρόμος ἐπιταχύνεται κατὰ τὸ "πόδες δ' ὑπερικταίνοντο", ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται.

(v. 609 s.) Ἰστέον δὲ καὶ ὅτι τὸ "ὃς ἔθανε" δηλοῖ, ὡς καὶ τὸ "ὃς πεφεύγοι" Ἀττικῶς νοεῖται ἀντὶ τοῦ πέφευγεν.

ΕΚ ΤΩΝ ΤΗΣ ΧΙ

   [560] Ὅτι τῆς χῖ ῥαψῳδίας, ἐμμέτρως μὲν εἰπεῖν, ἡ περιπέτεια τοιαύτῃ· Χῖ, Θέτιδος γόνος ὠκὺς ἀπώλεσεν Ἕκτορα δῖον. ἄλλως δέ· Ἕκτορος ἀναίρεσις.

(v. 13) Ὅτι ἐν ἄλλοις μὲν ἑστάναι τινὰς εἶπε τεθηπότας καθὰ νεβρούς, ἐνταῦθα δὲ τοὺς Τρῶας ὁμοίως λέγει πεφευγέναι. φησὶ γὰρ "ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ ἱδρῶ ἀπεψύχοντο, πίον τε ἀκέοντό τε δίψαν, κεκλιμένοι καλῇσιν ἐπάλξεσιν". ὡς γὰρ προερρέθη, δίψῃ καρχαλέοι ἔφευγον. ὕδατος δὲ δηλονότι ἔπιον, εἰ καὶ ὁ ποιητὴς αὐτὸ σιωπᾷ συνεπισπεύδων τοῖς γινομένοις, ὃς καὶ στενοτάτῃ παραβολῇ διὰ ὁμοίαν συντομίαν ἐχρήσατο. [Ἰστέον δὲ ὅτι, ὥσπερ ἐν τῷ πιεῖν καὶ πίε, οἷον "Κύκλωψ, τῆ πίε οἶνον", καὶ ἐν ἄλλοις δὲ τοιούτοις, συστέλλεται τὸ ι λόγῳ παραληγούσης δευτέρου ἀορίστου, οὕτω κἀνταῦθα ἐν τῷ "πίον τ' ἀκέοντό τε δίψαν". οὗ δὴ ῥήματος διττὴ διάθεσις. ἢ γὰρ "πίον καὶ ἀκέοντο". ἢ "πίοντο καὶ ἀκέοντο", παθητικῷ σχήματι ἄμφω. καὶ οὕτω μὲν ταῦτα. ἐν δὲ τῷ "πιόμεν' ἐκ βοτάνης", ἤγουν μέλλοντα πιεῖν, ἐκτείνεται τὸ κατάρχον δίχρονον. Ἔτι ἰστέον καὶ ὅτι οὐ μόνον πίω καὶ πίομαι, ἀλλὰ καὶ πιοῦμαι, Ἀριστοφάνης "πικρότατον οἶνον τήμερον [561] πιῇ". ὡς δὲ κοινόν ἐστι ῥῆμα τὸ πίω, πέφηνε πολλαχοῦ. διὸ οὐ μόνον αὐθυποτάκτου λόγῳ τὸ πίωμαι μεγεθύνει τὴν παραλήγουσαν παρὰ τοῖς ὕστερον, ἀλλὰ καὶ συστέλλει κατὰ τὸ τίω τίομαι. δηλοῖ δὲ τὴν κοινότητα τοῦ πίω καὶ ὁ "πίσω" μέλλων παρὰ Πινδάρῳ, καθὰ προερρέθη, καὶ τὸ πίσομαι παρὰ Ἀντιφάνει ἀντὶ τοῦ πίω, ὅθεν καὶ ἡ ἐν Πελοποννήσῳ Πῖσα, καὶ τὰ Ὁμηρικὰ πίσεα.]

(v. 2) Τὸ "ἀπεψύχοντο" ταὐτόν ἐστι τῷ ἀνέψυχον, ὡς καὶ πρὸς ὀλίγων τὸ "ἱδρῶ ἀποψυχθείς", ἀντὶ τοῦ ἀναψύξας. τὸ μέντοι ἀποψύχειν ἐνεργητικῶς λειποψυχίαν ἢ θάνατον δηλοῖ παρὰ τοῖς μεθ' Ὅμηρον. ἐναποψύχειν δέ γε δυσεμφάτως παρ' Ἡσιόδῳ ἔχει. εὕρηται δὲ καὶ ψύχειν παρ' Ὁμήρῳ, καθὰ ἐδηλώθη ἐν τῷ "ἦκα μάλα ψύξασα". Ἀκεῖσθαι δὲ τὸ θεραπεύειν, ἀφ' οὗ καὶ τὸ "ἀκεσταὶ φρένες ἐσθλῶν". δοκεῖ δὲ ἡ λέξις γίνεσθαι παρὰ τὸ ἀκήν, τουτέστιν ἡσύχως, ἐπειδὴ πᾶσα σώματος θεραπεία ἡσυχίαν περιποιεῖται ταράχου τινός. ἐκ τοῦ τοιούτου δὲ ῥήματος Φρύγες ἀκέστην καλοῦσι τὸν ἰατρόν, ὥς φασιν οἱ παλαιοί. ὅτι δὲ ἀκεῖσθαι καὶ τὸ ῥάπτειν ἐλέγετο, ἐτίθετο δὲ ἡ λέξις καὶ ἐπὶ νηῶν περιποιήσεως, δεδήλωται καὶ ἀλλαχοῦ.

(v. 3) Τὸ δὲ "κεκλιμένοι καλαῖς ἐπάλξεσιν" ἀντὶ τοῦ περιεχόμενοι καὶ κρυπτόμενοι ἐπὶ προμαχώνων. καὶ τὸ μὲν "καλαῖς" εὐείδειάν τινα καὶ κάλλος δηλοῖ, ὡς εἰκός, κτίσματος, ἔπαλξις δὲ ἀπὸ τοῦ ἄλκω ἄλξω, τὸ βοηθῶ, ἐφ' ἧς ἀλκοῦσι τῇ πόλει οἱ μαχόμενοι. ἐκ δὲ τοῦ ῥηθέντος ἄλξω καὶ τὸ ἄλξ ἀλκός ἀλκί παρήγαγόν τινες, ὡς καὶ προδεδήλωται. Καὶ οἱ Τρῶες μὲν οὕτω πεφυζότες ἐποίουν,

(v. 3 s.) "αὐτὰρ Ἀχαιοί", φησί, "τείχεος ἆσσον ἴσαν", ὅ ἐστιν ἐπορεύθησαν, "σάκε' ὤμοισι κλίναντες", ὡς οἷα τειχομαχήσοντες, εἰ καὶ τὰ ἐφεξῆς ἐπὶ τῷ Ἕκτορι συμβεβηκότα διεκώλυσαν, [562] εὐμεθόδως καὶ τοῦτο πλασαμένου τοῦ ποιητοῦ. [(v. 4) Ἰστέον δὲ ὅτι τὸ ῥηθὲν "ἴσαν" ἢ ἀπὸ τοῦ ἴω ἐνεστῶτος γίνεται, οὗ πληθυντικὸν πολλαχοῦ τὸ "ἴομεν" ἵνα ᾖ ὡς ἐκ τοῦ τίω τὸ ἔτισαν, οὕτω καὶ τὸ ἴω ἴσαν, ἢ ἐκ τοῦ ἶμι, τοῦ παραληγομένου μόνῳ διχρόνῳ, ἵνα ᾖ ὡς τίθημι θέσαν, οὕτω καὶ ἶμι ἴσαν. ὅτι δὲ διττῶς ἐστιν εἶμι ἀντὶ τοῦ ἔρχομαι διὰ διφθόγγου, καὶ πάλιν ἶμι διὰ τοῦ ι, παραδιδόασιν οἱ Τεχνικοί. καινὸν δὲ οὐδὲν διφορεῖσθαι, ὡς εἴρηται, τὸ εἶμι, ὅπουγε διφόρησιν ἔχει καὶ τὸ πρωτότυπον αὐτοῦ. ἔστι γὰρ εἴω, τὸ πορεύομαι, διὰ διφθόγγου, οὗ δεύτερος ἀόριστος τὸ ἴῃς καὶ ἴωμεν, τὰ αὐθυπότακτα, καὶ ἐκ τοῦ τοιούτου εἴω τὸ διὰ διφθόγγου εἶμι. ἔστι δὲ καὶ ἕτερον ἴω διὰ μόνου διχρόνου ὡς τὸ τίω, οὗ πληθυντικόν, ὡς πρὸ βραχέων ἐρρέθη, τὸ κοινὸν ἴομεν ὡς τίομεν, καὶ ἐκ τοῦδε τοῦ ἴω τὸ ἕτερον, ἶμι, οὗ κατάρχει μόνον τὸ ι.]

(v. 5 s.) Ὅτι τῶν ἄλλων Τρώων, ὡς ἐρρέθη, πεφοβημένων εἰς ἄστυ μόνος ὁ Ἕκτωρ ἔξω ἔμεινε κακοτυχῶς. φησὶ γοῦν "Ἕκτορα δ' αὐτοῦ μεῖναι ὀλοὴ μοῖρ' ἐπέδησεν Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων". τοῦτο δὲ προαναφώνησιν ἔχει ἐν τῷ "ὀλοὴ μοῖρα", ὡς μικρὸν ὅσον ἀπολουμένου τοῦ Ἕκτορος. μοῖρα δὲ πάντως ὀλοὴ πρὸς διαστολὴν εἴρηται μοίρας ἑτεροίας, ἀφ' ἧς καὶ Ἀτρείδης μοιρηγενής. [Ὅρα δὲ τὸ "ἐπέδησε", δι' οὗ δηλοῦται ἢ ὅτι στερρῶς ὁ Ἕκτωρ ἔστη, ὡς εἰ καὶ πεπέδητο, οἷα δηλαδὴ θρασύς, ἢ ὅτι ἄκων ἔστη διὰ τῆς μοίρας. ἀκούσιον γὰρ τὸ πεδεῖσθαι.]

(v. 8-13) Ὅτι ὁ διωκόμενος ὑπὸ χείρονος κρείττων ἢ καὶ θειότερός τις αὐτὸς ὤν, εἴποι ἂν σιγήσας τινὰ τῶν τοῦ ποιητικοῦ Ἀπόλλωνος πρὸς Ἀχιλλέα "τίπτε με ποσσὶ ταχέεσσι διώκεις αὐτὸς θνητὸς ἐών"; οὐδέπω με [563] ἔγνως οἷός εἰμι, "σὺ δ' ἀσπερχὲς μενεαίνεις. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι". λέγει δὲ μόρσιμον ἀπολύτως ἐνταῦθα ὁ ποιητὴς τὸν μοίρᾳ ὑποκείμενον. [Παραγωγὴ δὲ αὐτοῦ μείρω μερῶ μέμορκα, μέσος μέμορα, ἐξ οὗ μέμορμαι μέμορσαι. ὅθεν ὁ μόρσιμος κατ' ἀναλογίαν τῶν διὰ τοῦ ιμος παραγώγων, ὧν τινα καὶ διὰ τοῦ χιμος καινότερον παράγονται. οὕτω Αἰσχύλος πέπλους μελαγχίμους φησίν, ἕτερος δέ τις μελάγχιμα συκάμινα, ἐν τῷ "λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις", ὅπερ ἐστὶ μέλασι, "καὶ μιλτοπρέποις", ἤγουν ἐρυθροῖς, "βρίθεται ταὐτοῦ χρόνου".]

(v. 15-20) Ὁ δὲ ὑπό τινος μεγάλου ἐμποδιζόμενος ἀμύνεσθαί τινας ἐρεῖ ἂν "ἐβλαψάς με, ὀλοώτατε πάντων, καὶ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δ' ἐσάωσας ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ' ἔδδεισας ὀπίσσω. ἦ σ' ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη". Ἀχιλλεὺς δὲ ταῦτα πρὸς Ἀπόλλωνά φησιν, ὃν καὶ θεῶν ὀλοώτατον προσεῖπεν, ὅπερ ἐστί, φασίν, ἐφερμηνευτικὸν τῆς αὐτοῦ κλήσεως. Ἀπόλλων γὰρ φαίνεται λέγεσθαι ὡς ὀλοός, ὅτε λοιμοῦ ἐστιν αἴτιος. ἐκ τοῦ ὄλλειν γὰρ καὶ ὁ Ἀπόλλων, ὡς καὶ ὁ ὀλοός. τινὲς δὲ γράφουσι "δολοώτατε", διότι δόλῳ πρὸ μικροῦ τὸν Ἀχιλλέα ἔθελγεν. ἔχει δέ τι καὶ σκωπτικὸν ἀστεῖον τὸ "θεῶν ὀλοώτατε πάντων". Φοίβου γὰρ εἰπόντος "οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι" λέγει Ἀχιλλεὺς γνῶναι αὐτὸν οὐ θεὸν δοτῆρα ἑάων ὡς ἀγαθοδότην, ἀλλὰ θεῶν ὀλοώτατον.

(v. 9) Τὸ δὲ πω [564] ὀξύνεται ἐν τῷ "οὐδέ νύ πώ με ἔγνως", ἤγουν οὔπω με ἐνόησας, ὥστε καλῶς ἐξ αὐτοῦ γεγονὸς τὸ πώποτε προπαροξύνεται.

(v. 11) Ἐν τούτοις δὲ κεῖται καὶ πόνος ἡ κακοπάθεια. φησὶ γὰρ "οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας", εἰς ἄστυ ἀλέντας.

(v. 12) Εἴληπται δὲ καὶ τὸ λιασθῆναι" οὐκ ἐπὶ τοῦ φυγεῖν συνήθως, ἀλλὰ παρεκκλῖναι. λέγει γάρ "σὺ δὲ δεῦρο λιάσθης", ἤγουν ἐξετράπης τῆς εὐθείας ὁδοῦ πλαγιάσας. Τὸ δὲ "ἔβλαψας" καὶ νῦν ἐνθύμιον ἐμποδισμοῦ ἔχει κατὰ κυριολεξίαν. λιασθεὶς γὰρ ὁ Ἀχιλλεὺς, ὡς ἐρρέθη, καὶ τραπεὶς ἀπὸ τείχεος βλαβῆναι ὑπὸ Ἑκαέργου φησίν, αὐχῶν καὶ ὡς, εἰ μὴ οὕτως ἐπλαγίασε, πολλοὶ ἂν "γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι". ἔστι δὲ γαῖαν ὀδὰξ ἑλεῖν τὸ φονευθῆναι, ὡς πλεισταχοῦ ἡρμήνευται.

(v. 21-24) Ὅτι ὁ Ἀχιλλεὺς "προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, σευάμενος ὥς θ' ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, ὃς ῥά τε θέῃσι τιταινόμενος πεδίοιο. ὣς Ἀχιλλεὺς λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα", ὡς καὶ ἐν ἄλλοις κεῖται. φρονεῖ δὲ μέγα ὁ ἥρως οἷα ἐς τοσοῦτον ἀγαγὼν κινδύνου τοὺς Τρῶας, ὡς θεῶν ἐπικουρίας δεῖσθαι αὐτούς.

(v. 22) Ἵππον δ' ἐνταῦθα οἱ παλαιοὶ κέλητα δεῖν φασι νοεῖσθαι διά τε τὸ ἄνετον τοῦ τοιούτου ἵππου εἰς δρόμον, καὶ διότι εἷς, φασίν, ἵππος ὄχημα οὐχ' ἕλκει. ὥστε κατ' αὐτοὺς στικτέον εἰς τὸ "ἀεθλοφόρος", ὅ ἐστι νικητὴς λαβὼν ἔπαθλα, εἶτα συναπτέον τοῖς ἐφεξῆς τὸ "σὺν ὄχεσφιν", ἵνα λέγῃ, ὅτι ἔθεεν ὁ Ἀχιλλεὺς ὡς ἵππος ἄνετος δόκιμος, ὃς ὅτε καὶ εἰς ἅρμα ζευχθῇ, σὺν ὄχεσφι ῥεῖα θέει. Καὶ σημείωσαι ὅτι ἐπὶ Πάριδος μὲν ὁ ποιητὴς ἠγλαϊσμένην ἀπὸ ἵππου παραβολὴν [565] ἔφρασεν, ἐνταῦθα δὲ συνθέων οἷον τῷ Ἀχιλλεῖ καὶ ἐμβρίθειαν δὲ σῴζων ἁπλῶς οὕτω ἵππῳ νικητῇ παρεικάζει τὸν Ἀχιλλέα εἰς τάχος, οὐ μὴν κριθιῶντι καὶ φιλολείμωνι.

(v. 25-32) Ὅτι φροντιστικὸς εἰκότως ὢν ὁ γέρων Πρίαμος, καθά που καὶ ὁ γέρων Νέστωρ, πρῶτος τὸν Ἀχιλλέα εἶδεν "ὀφθαλμοῖσι παμφαίνοντα ὥς τ' ἀστέρ' ἐπεσσύμενον πεδίοιο, ὃς ῥά τ' ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ φαίνονται πολλοῖσι μετ' ἄστρασι νυκτὸς ἀμολγῷ, ὅν τε κύν' Ὠρίωνος ἐπίκλησιν καλέουσι. λαμπρότατος μὲν ὅ γ' ἐστί, κακὸν δέ τε σῆμα τέτυκται. καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσι θέοντος". καὶ ἐνταῦθα μὲν Ὅμηρος οὕτω τὴν λαμπηδόνα τῶν Ἀχιλλέως ὅπλων κυνάστρῳ εἴκασεν, ὅπερ οὐ μόνον ἀρίζηλον ταῖς αὐγαῖς, ἀλλὰ κακοποιὸν τῷ πυρετῷ. ἐν δὲ τοῖς ἑξῆς ἀπὸ πυρὸς καὶ ἡλίου παραβολὴν λήψεται καὶ λάμπεσθαι τῷ Ἀχιλλεῖ τὸν χαλκὸν ἐρεῖ ὁμοίως αὐτοῖς, καὶ πρὸ ὀλίγων δὲ πυρὶ αἴθοντι πάλιν αὐτὸν εἴκασεν, ἀλλαχοῦ δὲ πυρσοῖς μεγάλοις, προϊὼν δὲ καὶ τῷ ἑσπέρῳ εἰκάσει αὐτόν, πανταχόθεν ἐπ' αὐτῷ εὑρίσκων, ὡς οἷόν τε, λαμπρὰς παραβολάς.

(v. 27) Ὀπώρα δὲ καὶ νῦν μέρος θέρους τὸ τελευταῖον, μεθ' ὃ τὸ μετόπωρον. Ἀρίζηλοι δέ, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ, αἱ ἀρίδηλοι.

(v. 28) Τὸ δὲ "ἄστρασι" μεταπλασμός ἐστιν ἐκ τοῦ ἄστροις, ὡς καὶ αὐτὸ προγέγραπται. Ἀμολγὸν δὲ νῦν μὲν τὸν πρὸς τῷ τέλει τῆς νυκτὸς καιρὸν νοητέον. τηνικαῦτα γὰρ ὁ κύων ἐπιτέλλει, προανατέλλων τοῦ ἡλίου. ἐν δὲ τοῖς ἑξῆς, ὅτε περὶ ἑσπέρου λέγει, ἀμολγὸν πάντως νυκτὸς λέγει τὸ πρὸς ἑσπέραν, ὅθεν καὶ ὁ ἕσπερος παρωνόμασται. ἀμφότεροι δὲ ἀπὸ τοῦ ἀμέλγειν λέγονται ἀμολγοί. καὶ γὰρ καὶ πρὸς ἑσπέραν καὶ ἕω ἀμέλγονται τὰ θρέμματα. ὅτι δὲ καὶ ἄλλως ὁ ἀμολγὸς ἐτυμολογεῖται, ἀλλαχοῦ εἴρηται.

(v. 29) Τὸ δὲ "ἐπίκλησιν" κἀνταῦθα τὸ παρ' ἡμῖν ἐπίκλην λεγόμενον δηλοῖ, συγκοπὲν ἐκ τοῦ ἐπικλήδην, ὅπερ ὅμοιόν ἐστι τῷ ὀνομακλήδην. Ἰστέον δὲ ὡς κύριον μὲν οἷον ὄνομα τὸ ἀστήρ, ἐπίκλησις δὲ τούτου ὥσπερ τὸ κύων ἁπλῶς, οὕτω καὶ τὸ [566] κύων Ὠρίωνος. ὅτι δὲ Ὠρίων[, ὁ καὶ ἀλλαχοῦ ῥηθείς,] κυνηγέτης γενόμενος ἄριστος κατηστέρισται μετὰ θάνατον, ἐνετέθη δὲ ἄστροις καὶ ὁ κύων αὐτοῦ, ὁ μῦθος [πολλαχοῦ] λέγειν τολμᾷ. δῆλον δὲ ὅτι τοῦ τοιούτου κυνὸς ἐπιτέλλοντος πολλοὶ γίνονται καύσωνες. διὸ καὶ κυνοκαύματα ἡ πολλὴ ὁμιλία τούτους φησί.

(v. 30-31) Καὶ διὰ τοῦτο κακὸν σῆμα τοῦτον εἶναί φησιν ὁ ποιητὴς καὶ πυρετὸν φέρειν πολύν, ὃν οἳ μὲν ἀέρος νοοῦσιν ἔκκαυσιν, ὃ καὶ φλέγμα φθάσας εἶπεν ὁ ποιητὴς ὁμωνύμως τῷ φυσικῷ χυμῷ, πυροῦται γὰρ καὶ οἷον ἐκφλέγεται ὁ ἀὴρ κυνὸς ἐπιτέλλοντος, ἕτεροι δὲ οὐ πρὸς μόνην λαμπηδόνα ὅπλων λέγοντες, ἀλλὰ καὶ πρὸς τὸ φθοροποιὸν εἰρῆσθαι τὴν παραβολήν, κυριολεκτεῖσθαί φασι τὸν πυρετόν, ἅπαξ ἐνταῦθα ῥηθέντα. Σημείωσαι δὲ καὶ ὅτι ἐν τῇ ῥηθείσῃ παραβολῇ παραμυθεῖταί πως ὁ ποιητὴς τὸ αὔθαδες ἐκεῖνο χωρίον, ἐν ᾧ ἐτόλμησε πυρὶ ἐκκαῦσαι τὸν Ἀχιλλέα πρὸς Τρώων ἐκφόβησιν, μονονουχὶ λέγων ὅτι, ὥσπερ νῦν τὴν ἄγαν πολλὴν λαμπρότητα τῶν ὅπλων ἀστέρι φοβερῷ εἴκασα, οὕτω καὶ ἐκεῖ ὅμοιόν τι νοητέον. διὰ τοῦτο δὲ καὶ ταῖς ἀπὸ πυρὸς πλεονάζει παραβολαῖς ἐπὶ Ἀχιλλέως, ἵνα καὶ ἐκεῖνο δόξειε πιθανόν.

(v. 33-37) Ὅτι ᾤμωξεν ὁ γέρων Πρίαμος, "κεφαλὴν δ' ὅ γε κόψατο χερσὶν ὑψόσ' ἀνασχόμενος, μέγα δ' οἰμώξας ἐγεγώνει λισσόμενος φίλον υἱόν", ἐλεεινὰ προσαυδῶν, "χεῖρας ὀρεγνύς". καὶ ᾤμωξε μὲν καὶ πρὸ ὀλίγων, νῦν δὲ ἀναγκαίως μέγα ᾤμωξεν, ὁρῶν ὡς ὁ Ἕκτωρ "προπάροιθε πυλάων εἱστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι". Καὶ ὅρα ὅπως περιπαθῶς τῶν ἐν τοῖς ἑξῆς ἠθοπεποιημένων τοῦ γέροντος λόγων κοπετὸς καὶ ἄσημος οἰμωγὴ προηγεῖται, καθὰ καί τι παθητικὸν προοίμιον.

(v. 38-53) Οἱ δὲ λόγοι τοῦ ἐλεεινοῦ τούτου ῥήτορος τοιοῦτοι, ἀφελῶς ἠργμένοι ὡς τὸ πάθος ὑπηγόρευεν "Ἕκτορ, μή μοι μίμνε, φίλον τέκος, ἀνέρα τοῦτον οἶος ἄνευθ' ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς Πηλείωνι δαμείς· ἐπειὴ πολὺ φέρτερός ἐστι, σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο, ὅσσον ἐμοί· τάχα κέν ἑ", ἤγουν ταχὺ ἂν αὐτόν, "κύνες καὶ γῦπες ἔδονται κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι, ὅς μ' υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε κτείνων καὶ περνὰς νήσων ἐπὶ τηλεδαπάων. καὶ γὰρ νῦν δύο παῖδε, Λυκάονα καὶ Πολύδωρον, οὐ δύναμαι ἰδέειν Τρώων εἰς [567] ἄστυ ἀλέντων, τούς μοι Λαοθόη τέκετο, κρείουσα γυναικῶν. ἀλλ' εἰ μὲν ζώουσι μετὰ στρατῷ", ἢ μετὰ στρατόν, "ἦ τ' ἂν ἔπειτα χαλκοῦ τε χρυσοῦ τ' ἀπολυσόμεθα", ἐγὼ δηλαδὴ καὶ ἡ Λαοθόη, "ἔστι γὰρ ἔνδον· πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης. εἰ δ' ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν", εἰσὶ δηλαδή, "ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι, τοὶ τεκόμεσθα".

(v. 54-76) Εἶτα εἰπών, ὅτι τοῖς δ' ἄλλοις ὀλίγον ἄλγος ἔσται, εἰ μὴ καὶ σὺ θάνῃς ὑπὸ τῷ Ἀχιλλεῖ, φησὶ κατὰ λόγον ῥητορικῆς ἀξιώσεως "ἀλλ' εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς Τρῶας καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς Πηλείδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. πρὸς δέ με", ἢ πρὸς δ' ἐμέ, "τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον, δύσμορον, ὃν Ζεὺς ἐπὶ γήραος οὐδῷ αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλ' ἐπιδόντα, υἷάς τ' ὀλλυμένους ἑλκηθείσας τε θύγατρας καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι· ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. αὐτὸν δ' ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται, οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας πυλαωρούς, οἵ κ' ἐμὸν αἷμα πίνοντες", ἢ "πιόντες, ἀλύσσοντες περὶ θυμῷ, κείσοντ' ἐν προθύροισι. νέῳ δέ τε πάντ' ἐπέοικεν ἄρηϊ κταμένῳ", ἢ συνθέτως "ἀρηϊκταμένῳ, δεδαϊγμένῳ ὀξέϊ χαλκῷ, κεῖσθαι. πάντα δὲ καλὰ θανόντι περ ὅττι φανείη. ἀλλ' ὅτε δὴ πολίον τε κάρη πολιόν τε γένειον αἰδῶ τ' αἰσχύνωσι κύνες κταμένοιο γέροντος, τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. ἦ ῥα", ἤγουν ἔφη ὁ γέρων, "πολιὰς δ' ἀνὰ τρίχας ἕλκετο χερσὶ τίλλων ἐκ κεφαλῆς, οὐδ' Ἕκτορι θυμὸν ἔπειθε". διὸ καὶ κακὸν αὐτῷ τέλος ἔσται, μὴ πεισθέντι ἀνδρὶ καὶ πατρὶ καὶ συνετῷ. καὶ οὐ μόνον πείσεται κακῶς, ἀλλὰ καὶ πρὸ τοῦ παθεῖν μεταμελήσεται, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. τὰ δὲ κατὰ μέρος τοῦ χωρίου τούτου τοιαῦτα.

(v. 33) Τὸ μὲν "κόψατο χερσίν" ἀρχή ἐστι τοῦ λέγειν ἐλλειπτικῶς κόπτεσθαι, τὰ σκωπτικά. τὸ μέντοι κόπτειν κοινῶς μὲν καὶ διαίρεσίν τινα δηλοῖ, ὥσπερ καὶ τὸ κατακόπτειν. Ἀττικὸς δὲ ἀνὴρ τὸ κρούειν καὶ τὸ πλήττειν κόπτειν φησίν, ὡς τὸ "τίς ἐσθ' ὁ κόπτων τὴν θύραν"; Ἰστέον δὲ ὅτι [568] τὸ "ᾤμωξε", καὶ "ἐκόψατο τὴν κεφαλήν", καὶ "ἐγεγώνει λισσόμενος" ἐπιλογικὰ μέν εἰσιν, ὁ δὲ γέρων Πρίαμος ὑπὲρ τέχνην ἐξ αὐτῶν προοιμιάζεται, ἵνα πρὸ τοῦ λοιποῦ λόγου ἔλεον εἰσβαλὼν τῇ ψυχῇ τοῦ Ἕκτορος, οἷς ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς, εὐμαρέστερον αὐτὸν ἰσχύσῃ πείσειν, εἰ καὶ μὴ ἔπεισεν, ὡς εἴρηται.

(v. 34) Τὸ δὲ "ὑψόσε ἀνασχόμενος", ὅ ἐστιν ἀνατείνας τὰς ῥηθείσας χεῖρας, λέγεται καὶ ἀνασχὼν κατὰ συνήθη διφόρησιν. Τὸ δὲ "ἐγεγώνει" τὸ ἐξάκουστον δηλοῖ τῆς οἰμωγῆς. δεδήλωται γὰρ ὡς τὸ γεγωνεῖν γνωστὴν φωνὴν σημαίνει.

(v. 37) Τὸ δὲ "χεῖρας ὀρεγνύς" ταὐτόν ἐστι τῷ "ὑψόσε ἀνασχόμενος".

(v. 39) Τὸ δὲ "ἄνευθεν ἄλλων" διασαφητικόν ἐστι τοῦ "οἶος", ἵνα μὴ ἐπ' ἄλλης ἑρμηνείας νοηθῇ. ταὐτὸν γὰρ εἰπεῖν οἶον, ἤγουν μόνον καὶ ἄνευθεν ἄλλων. Τὸ δὲ "πότμον ἐπίσπῃς" νῦν ἐπὶ Ἕκτορος προσφυέστατον, οὐ κατ' ἀνάγκην κινδυνεύοντος, ἀλλ' οἷον ἐφεπομένου ἑκοντὶ τῷ θανάτῳ.

(v. 40) Τὸ δὲ "πολὺ φέρτερός ἐστι" φιλαλήθη τὸν γέροντα παριστᾷ, ὃς ἵνα πείσῃ τὸν υἱὸν εἰσελθεῖν τὴν πόλιν, ἀποφαίνεται ὑπερτεθεῖσθαι αὐτοῦ τὸν Πηλείωνα.

(v. 41-43) Ἐπεὶ δὲ ὁ τοῦ Ἀχιλλέως ἔπαινος ἐλύπει τὸν Ἕκτορα διὰ τὸ δοκεῖν ἐκεῖνον τῷ Πριάμῳ φιλεῖσθαι, εὔχεται ἀφελῶς ἅμα καὶ βαρέως ὁ γέρων κατὰ τοῦ Ἀχιλλέως, ὁποῖα τὰ τῶν ἀγωνιώντων, τὸ "αἴθε θεοῖς φίλος τόσσον γένοιτο" καὶ τὰ ἑξῆς. ἐν οἷς τῆς τοιαύτης φιλίας τὸ τέλος διασαφῶν ἔργον αὐτῆς εἶναί φησι τὸ ὑπὸ κυνῶν τὸν Ἀχιλλέα βρωθῆναι ἂν ταχὺ καὶ γυπῶν. οὕτω βορὸν ἡ τοιαύτη φιλία, ἣν οὐκ ἂν ἐκ Διὸς ἔχειν ὁ Ἀχιλλεὺς εὔξαιτο, ἐπεὶ μηδὲ κατ' αὐτὴν Ζεὺς φίλος λέγεται. Ἰστέον δὲ καὶ ὅτι ἐνδιαθετώτερον ἡ εἰρημένη ἔχει ἀρὰ ἤπερ τὸ "θεὸς δέ ἑ σιφλώσειεν", ὃ καὶ αὐτὸ τοῦ Ἀχιλλέως κατηύξατό τις, καὶ ὅτι σκοπὸς μὲν τῆς δεδηλωμένης εὐχῆς τὸ "αἴθε μισηθείη θεοῖς ὁ Ἀχιλλεύς". ἄλλως μέντοι ἐνδείκνυται ὅτι φιλεῖται θεοῖς.

(v. 41) Τὸ δὲ "σχέτλιος" σφοδρότητα καὶ νῦν δηλοῖ, δι' ἧς ἀκατάσχετός τίς ἐστι καὶ οὐκ [569] εἰδὼς τλῆναι ὁ Ἀχιλλεύς.

(v. 44) Τὸ δὲ "πολλῶν τε καὶ ἐσθλῶν" αὔξησιν δυστυχίας δηλοῖ. οὐ γὰρ ἁπλῶς υἱῶν, οὐδ' ἁπλῶς πολλῶν, ἀλλὰ καὶ ἐσθλῶν ἐστέρησεν ὁ Ἀχιλλεὺς τὸν Πρίαμον. οὕτω καὶ ἐν Ὀδυσσείᾳ βασιλικῆς δυνάμεως ἐδηλώθη αὔξησις τὸ πολὺν καὶ ἄριστον τετάχθαι λαὸν ὑπό τινι. Εὖνιν δὲ τὸν ἐστερημένον λέγει καὶ μεμονωμένον, παρὰ τὴν ἑνὸς γενικήν, πλεονασμῷ τοῦ υ. τινὲς δέ φασιν ὅτι παρὰ τὴν εὐνὴν ὁ εὖνις γίνεται, οἱονεὶ ὁ ἡσυχάζων ὡς ἐν εὐνῇ καὶ ἀπρακτῶν ὡς εὐναζόμενος, ἀφ' οὗ ὁ ἠρημωμένος καὶ ἐστερημένος. δῆλον δὲ ὡς ἐκ τοῦ τοιούτου εὔνιδος καὶ εὐνοῦχος ὁ εὖνις τοῦ ὀχεύειν.

(v. 45) Ὅρα δὲ καὶ ὅτι κἀνταῦθα ὁ ποιητὴς ἀναμιμνῄσκει πολλοὺς τῶν Τρωϊκῶν αἰχμαλώτων πέρνασθαι, ἤτοι πωλεῖσθαι, εἰς κέρδος τοῖς Ἀχαιοῖς. προοικονομεῖ δὲ ἡ τοιαύτη λαλιὰ καὶ νῦν, ὡς καὶ ἐν τοῖς πρὸ τούτων καὶ ἐν τοῖς ἑξῆς δέ, τὴν τοῦ Ἕκτορος καὶ τεθνεῶτος ἐξώνησιν ὑπὸ τοῦ γέροντος πατρός. Σημείωσαι δὲ ὅτι τὸ περᾶν μετὰ τοῦ νῦ μὲν προενεχθὲν ἐπὶ τοῦ πωλεῖν λαμβάνεται, δίχα δὲ τοῦ νῦ καὶ ἑτέρας σημασίας προβάλλεται, ὡς προδεδήλωται.

(v. 48) Ὅρα δὲ καὶ ὅτι προσπαθῶς ὁ γέρων ἔχει περὶ τὴν παλλακὴν Λαοθόην καὶ τοὺς ἐξ αὐτῆς παῖδας, ἴσως μὲν καὶ διὰ τὸ εἶδος, εὐειδὴς γὰρ ἔοικεν εἶναι, καθὰ ὑποδηλοῖ καὶ τὸ αὐτῆς ὄνομα, δι' οὗ σημαίνεται λαὸν θέειν ἐπ' αὐτήν, ὡς δ' ἐνταῦθα λέγεται, καὶ ὅτι κρείουσα ἦν γυναικῶν, ὅπερ ἐστὶ θηλυκὸν τοῦ κρείοντος, καὶ διότι καὶ πολύπροικος, ὅπερ ὁ ποιητὴς ἐπὶ Ἀνδρομάχης "πολύδωρος" μετ' ὀλίγα ἐρεῖ. Ὅρα δὲ καὶ ὅτι Λαοθόης μνησθεὶς ὁ Πρίαμος, οὐ μὴν ἀλλὰ καὶ υἱῶν καὶ θυγατέρων καὶ νυῶν, Ἑκάβης οὐδαμοῦ ἐμνήσθη. τοῦτο δ' ἐποίησεν ἢ συγχεθεὶς τὴν ψυχήν, δι' αὐτὸ γὰρ οὐδὲ τῆς Ἀνδρομάχης ἔσχε μνήμην, ἢ καὶ διότι καὶ αὐτὴ παροῦσα ἡ Ἑκάβη ἔχει ἀρκούντως ὑπὲρ ἑαυτῆς λαλῆσαι ἃ ἐθέλει, ὡς δηλωθήσεται.

(v. 46 s.) Τὸ δὲ "δύο οὐ δύναμαι ἰδέειν" ὅμοιόν ἐστι τῷ ὑπὸ Ἑλένης ἀλλαχοῦ εἰρημένῳ "δοιὼ δ' οὐ δύναμαι ἰδέειν".

(v. 49) Τὸ δὲ "μετὰ στρατῷ" καινότερον δοτικῇ συντέτακται, ληφθὲν ἀντὶ τοῦ ἐν στρατῷ.

(v. 70) Οὕτω δὲ καὶ τὸ "ἀλύσσοντες περὶ θυμῷ". αὐτὸ μέντοι δοκεῖ λέγειν, ὅτι ἀλύσσοντες περισσῶς ἐν θυμῷ

(v. 50) Τὸ δὲ "ἀπολυσόμεθα" συγγενές ἐστι τῷ λυσόμεθα καὶ λυσόμενος καὶ "οὐδ' ἀπέλυσε" καὶ τοῖς τοιούτοις, ἐξ ὧν τὸ λύτρον [570] παράγεται. [Δῆλον δ' ὅτι κἀνταῦθα περιττὴ ἡ ἀπο πρόθεσις, καθὰ καὶ ἐν τῷ ἀπομηνίσαι καὶ ἐν ἄλλοις μυρίοις, ὧν ἐστι καὶ τὸ ἀποσκοτοῦσθαι, ἤτοι ζοφοῦσθαι, ἀφ' οὗ τὸ "ἀπεσκοτώθη τὸν νοῦν".]

(v. 51) Ὀνομάκλυτος δὲ ὁ καὶ ἐκ μόνου ὀνόματος κλυτὸς καί, ὡς εἰπεῖν, περιώνυμος. ἐκ τούτου διαλέλυται τὸ "εἰρωτᾷς μ' ὄνομα κλυτόν" ἐν Ὀδυσσείᾳ.

(v. 52) Τὸ δὲ "καὶ εἰν Ἀΐδαο δόμοισιν" ἢ περιττῶς κεῖται εἰς ἐκπλήρωμα στίχου, ἢ πρὸς διαστολὴν τῶν ἄλλως λεγομένων θνῄσκειν, ὁποῖόν τι τὸ "γέλῳ ἔκθανον", καὶ τὸ "ἐγχανὼν τεθνήξῃ", τῷ γέλωτι δηλαδή, καὶ τὸ τραγικὸν "εἰ καὶ ζῇς θανών", καὶ τὸ "τέθνηκε τὰ τῆς πόλεως πράγματα", καὶ τὸ "ἅμ' ἠλέηται καὶ τέθνηκεν ἡ χάρις", καὶ τὸ "τέθνηκα συμφορᾶς ὕπο", καὶ τὸ λέγεσθαί τινα γραῦν μὴ ζῆν, ἐπεὶ κατατέτηκε γήρᾳ ἢ κατασέσηπεν, ἤδη δὲ καὶ τὸ "βόες ἀποτέθνασαν ἤδη", οἳ οὐκ ἂν εἶεν ἐν Ἅιδου δόμοις. [(v. 53) Τὸ δὲ "τοὶ τεκόμεθα", ἤγουν οἳ ἐτέκομεν, ἀκριβῶς πρόσκειται, ἵνα μὴ νοοῖτο ἴσως ἡ Λαοθόη ἐξ ἄλλου ἀνδρὸς γενέσθαι μήτηρ τῶν εἰρημένων παίδων, ἀλλ' ἐξ αὐτοῦ Πριάμου.]

(v. 56-59) Ὅρα δὲ καὶ ὅτι χρῴζων εὐσχημόνως τὸν λόγον ὁ γέρων παρακαλεῖ τὸν Ἕκτορα εἰσέρχεσθαι τὸ τεῖχος, οὐ διὰ φόβον δῆθεν, οὐδ' ἵνα σωθῇ αὐτός, ἀλλ' ἵνα σαώσῃ τοὺς πολίτας, καὶ μὴ τὸν ἐχθρὸν κυδάνῃ πεσών. ἔτι δὲ καὶ διὰ τὸν πατέρα. Ἔνθα καὶ ὅρα τὰ ῥηθέντα συχνὰ κόμματα διά τε σπουδὴν ῥήτορος καὶ διὰ τὸν τῆς ἠθοποιΐας κανόνα καὶ μάλιστα τῆς παθητικῆς.

(v. 56) Τὸ δὲ "ἐμὸν τέκος" ἐν τοῖς ἑξῆς καὶ τέκνον ἐμὸν ὁ ποιητὴς ἐρεῖ καὶ φίλον υἱὸν καὶ φίλον θάλος, καὶ φίλε τέκνον, Ἀττικῶς, ὡς εἴπερ ἔφη "φίλε υἱέ".

(v. 57) Τὸ δὲ "Τρῶας καὶ Τρῳάς" ἔχει τι κατὰ τὴν φράσιν γλυκύ, εἰ καὶ μέτριον. γοργὸν μέντοι [571] καὶ πάνυ ἐστίν.

(v. 53) Αἰῶνα δὲ καὶ ἐνταῦθα τὴν ἀνθρωπίνην ἔφη ζωὴν καὶ τὸν κατ' αὐτὴν χρόνον κατὰ γένος θηλυκὸν Ἰωνικῶς, ὡς δηλοῖ τὸ φίλης αἰῶνος.

(v. 58) Τοῦ δὲ "ἀμερθῇς" ἀμέρδειν τὸ θέμα, ὃ δηλοῖ στέρησιν μερίδος. ποιητικὸς δὲ ἀνὴρ οὕτω φράζειν φιλεῖ. ὅτι δὲ καὶ σκότωσιν τὸ ἀμέρδειν σημαίνει, δῆλον ἐκ τοῦ "ὄσσε δ' ἄμερδεν αὐγὴ χαλκείη".

(v. 59) Τὸ δὲ "πρὸς δέ με τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον" ἐξ ὀκτὼ τοῦ λόγου μερῶν συγκεκρότηται, τυχὸν μὲν σκευωρηθὲν ἐπίτηδες ὑπὸ τοῦ ποιητοῦ, τυχὸν δὲ καὶ ἁπλῶς οὕτω συμπεσόν. παρὰ μέντοι τοῖς μεθ' Ὅμηρον πολλὰ τοιαῦτα ἐπιτετήδευται, ἐν οἷς καί τινος ἀγαθοῦ ἀνδρὸς ἴαμβος οὗτος "ὁ νῦν δὲ σὺν σοὶ καὶ θανὼν ζήσει, Λόγε". Τὸ δὲ "ἔτι φρονέοντα" ἔχει τι ἀστειότητος. αἰνίττεται γὰρ ὡς μικρὸν ὅσον καὶ ἀλλοφρονήσει ὁ γέρων ὑπὸ πένθους, ὅτε οὐδ' ἂν αἴσθοιτο ἐλεούμενος, ἢ καὶ ἀντὶ τοῦ ἔτι ζῶντά με ἐλέησον. τεθνεὼς γὰρ τί ἂν δεοίμην σοῦ; οὕτω καὶ ὁ Ἕκτωρ καλῶς ἂν ἐποίησε τοὺς πατρικοὺς θρήνους δυσωπηθείς. θανὼν γὰρ οὐδὲν τῶν ἐπ' αὐτῷ γόων ἀπώνατο.

(v. 60) Τὸ δὲ "ἐπὶ γήραος οὐδῷ" ταὐτόν ἐστι τῷ "ἐπ' ἐξόδῳ γήρως καὶ βίου". ὁ γὰρ οὐδὸς καὶ εἰσόδῳ καὶ ἐξόδῳ ὑπόκειται. διόπερ ὁ μὲν ὠμογέρων ἐπ' οὐδῷ ἂν εἴη γήραος, ὡς νῦν ἄρτι γηράσκων καὶ εἰσιὼν τὸ γῆρας, ὁ δὲ κατὰ τὸν Πρίαμον πέμπελος ἐπ' οὐδῷ ἐστι γήραος ὡς ὑπέργηρως καὶ ἤδη καὶ αὐτὸ τὸ γῆρας ὑπεξιὼν καὶ πρὸς τῷ θανάτῳ ὤν.

(v. 61) Τὸ δὲ "κακὰ πόλλ' ἐπιδόντα" ὑποσχετικόν ἐστι τῶν ἑξῆς εὐθύς, ἐν οἷς σχῆμα φράζεται ἁλώσεως πόλεως.

(v. 63) Τὸ δὲ "κεραΐζεσθαι" κἀνταῦθα φθορὰν ἁπλῶς καὶ βλάβην δηλοῖ παρὰ τὰ κέρατα. ὅθεν, φασίν, ὁ ἄθυμος καὶ ἀόργητος ἀκέραιος λέγεται ὡς μηδένα κεραΐζων, ὅ ἐστι βλάπτων.

(v. 64) Τὸ δὲ "βαλλόμενα πρὸς τῇ γῇ" ὅμοιόν ἐστι τῷ "ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ". ἐνθυμητέον δὲ ἐνταῦθα καὶ τὴν τοῦ βασιλικοῦ βρέφους τοῦ Ἀστυάνακτος ἀπώλειαν, οὕτω πως γενομένην ἐξ ἄκρου θυμοῦ, ὃν εἰς τοσοῦτον ἔπαθον Ἀχαιοί, ὡς μὴ ἂν φείσεσθαι μηδ' ἐμβρύου, ὃ κατὰ γαστρὸς κεύθει μήτηρ.

(v. 65) Τὸ δὲ "ἑλκομένας νυούς" [572] ὅμοιόν ἐστι τῷ "ἑλκηθείσας θύγατρας", πλὴν ὅσον ἐκεῖνο μὲν περισπωμένης ἐστὶ συζυγίας. ἑλκῶ γὰρ ἑλκήσω, τὸ βιάζομαι, ἀφ' οὗ καὶ ὁ προρρηθείς που ἑλκηθμός, καὶ ἐν Ὀδυσσείᾳ τὸ "Λητὼ γὰρ ἥλκησε". τὸ δὲ ἕλκω βεβαρυτόνηται, ὥστε διφορεῖται καὶ τὸ ἕλκω, οὐ μόνον βαρυτόνως προφερόμενον, ἀλλὰ καὶ περισπώμενον. [Οὕτω καὶ ἐπιμέλομαι καὶ ἐπιμελοῦμαι σὺν ἑτέροις πολλοῖς, καὶ αἴδομαι καὶ αἰδοῦμαι, καὶ ξυροῦμαι, ὡς τὸ "ξυρεῖ γὰρ ἐν χρῷ", καὶ ξύρομαι, οἷον "ξύρεσθαι τὸν πώγωνα", καὶ "πιττοκοπούμενον ἢ ξυρόμενον", καὶ "ξυρόμενον τὴν ὑπήνην καὶ τὸν ὄρρον", καὶ "νόμου ὄντος ἐν Ῥόδῳ μὴ ξύρεσθαι". κεῖται δὲ ταῦτα ἐν τοῖς τοῦ Δειπνοσοφιστοῦ.] Σημειοῦνται δὲ ἐνταῦθα οἱ παλαιοὶ καὶ ὅτι νυοὺς ὁ γέρων εἰπὼν καὶ τὴν Ἀνδρομάχην συμπεριέλαβεν, ἣν αὐτὸς μὲν σιωπᾷ, ἡ δὲ μήτηρ Ἑκάβη ἐξονομάσει ἐν τοῖς ἑξῆς, καὶ ὅτι ἐν τῷ "υἷας ὀλλυμένους" καὶ ἑξῆς, ἔκφρασιν ὁ γέρων ποιεῖται κακῶν, ἃ πάθοι ἂν τὸ ἀρχεῖον ἁλούσης τῆς Τροίας. ὡς δὲ καὶ πόλεως ἅλωσιν ἐν δυσὶ μόνοις ἀλλαχοῦ ἐξέφρασε στίχοις, προδεδήλωται.

(v. 66) Πρώτας δὲ θύρας λέγει τὰς αὐλείους, ἃς ἔθος ἦν τηρεῖσθαι ὑπὸ κυνῶν. τὰς αὐτὰς δὲ κατωτέρω σαφέστερον καὶ πρόθυρα εἶπεν ἐν μιᾷ λέξει. Ἰστέον δὲ ὅτι, εἰ καὶ ὑπόψυχρον εἰπεῖν, ἀλλ' οὖν ὅμως δοκεῖ τὸ "πύματόν με κύνες πρώταις θύραις ἐρύουσιν" ἀντιθετικῶς εἰρῆσθαι, ἐπεὶ καὶ ἀντίκεινται τὸ πρῶτον καὶ τὸ πύματον.

(v. 68) Τὸ δὲ "τύψας ἠὲ βαλών" διδασκαλικῶς κἀνταῦθα διαφορὰν τῶν τοιούτων λέξεων δηλοῖ, ὡς καὶ ἀλλαχοῦ πολλαχοῦ. Ῥέθεα δὲ οὐ μόνον τὰ ὅλα μέλη, ἀλλὰ καὶ ἰδίως τὸ πρόσωπον, ὡς καὶ ἑτέρωθι δεδήλωται. Τὸ δὲ "ἐκ θυμὸν ἕληται" ἀντὶ τοῦ τὸ ἐξαίρετον ἐν ἀνθρώποις λήψεται, τὴν ψυχήν. οὕτω γὰρ πολλάκις παρὰ τῷ ποιητῇ τὸ ἐξελέσθαι νοεῖται.

(v. 69) Τραπεζῆες δὲ κύνες οἱ καὶ τραπεζεῖται, οὓς [573] ἀγλαΐας ἕνεκεν κομόωσιν ἄνακτες, ὡς ἐν Ὀδυσσείᾳ εἴρηται. ἐν δὲ ῥητορικῷ Λεξικῷ ἑρμηνεία τῆς λέξεως ταύτης κεῖται αὕτη· τραπεζῆες, παράσιτοι, οἰκοτραφεῖς. οὗ περίφρασις τὸ "οὓς τρέφον ἐν μεγάροισι". δῆλον δ' ὅτι πρωτότυπον τοῦ τραπεζείτης κύων ὁ ἐνταῦθα τραπεζεύς, ἐξ οὗ καὶ ἔστιν ἐκεῖ ἡ ει δίφθογγος. ὁ μέντοι ἀργυραμοιβὸς τραπεζίτης οὐκ ἐκ τοῦ τραπεζέως, ἀλλ' ἐκ τραπέζης γίνεται. [Ἰστέον δὲ ὅτι οὐ μόνον κύνας ἐπ' ἀγλαίᾳ ἔτρεφον οἱ σεμνοί, ἀλλὰ καὶ ἕτερα ζῷα. Πτολεμαῖος οὖν, φασίν, ὁ βασιλεύς, μὴ γεύσασθαι φασιανοῦ ὄρνιθος ὡμολόγησεν. ἐχρῶντο γὰρ οἱ παλαιοὶ αὐτοῖς ὡς ἀγάλμασιν. ὡς δὲ καὶ χῆνες ἱέρωντο, Ῥωμαϊκαὶ ἱστορίαι δηλοῦσιν, οἷς καὶ χάρις ὠφείλετο ἐπὶ νυκτέρῳ σωτηρίᾳ τῆς πόλεως. ταὼς δὲ τοῖς περὶ Λιβύην ἱερὸς ἦν καὶ ὁ βλάψας αὐτὸν ζημίαν εἶχεν. ἡ δὲ τῆς Ἀρτέμιδος ἔλαφος καὶ αἱ τοῦ Ἡλίου βόες μύθοις μέλονται. εἶχε δέ τι σέμνωμα καὶ ἶβις παρὰ Λίβυσιν, ὡς εὐεργετοῦσά τι κατὰ τὴν ἱστορίαν καὶ αὐτὴ καὶ διὰ τοῦτο τημελουμένη. ἐλέφαντι γὰρ καὶ παρδάλει καὶ λέοντι καὶ συάγροις καὶ τοιοῖσδέ τισιν ἐναγλαΐζεσθαι μόνοι ἂν [574] αὐχήσαιεν, οἷς ὁ κατὰ τὸν παλαίτατον Κρόνον μακάριος βίος ἐννεάζει, οὐ κυμίνῳ κατὰ τοὺς ἀστεϊζομένους καὶ ὄξει καὶ σιλφίῳ καὶ κοριάννῳ καὶ τοῖς τοιούτοις, ἃ δὴ ἀρτύματα Κρόνου παίζονται εἶναι, περιγραφόμενος, ἀλλὰ τοῖς κάτω μέν, μεγίστοις δέ, δι' ὧν ἔχουσι καὶ τὰ τοιαῦτα περιττῶς ἐκτρέφεσθαι, καὶ ὡς ἂν ζηλοῖεν οἱ τὴν ζωὴν μέτριοι.] Τὸ δὲ πυλαωρούς θυραωρούς οἱ πλείονες γράφουσι, λέγοντες θύρας μὲν ἐπὶ οἴκου, πύλας δὲ ἐπὶ πόλεως λέγεσθαι. παρατηρητέον δὲ ὅτι οὐ μόνον ἀνθρώποις προσλαλεῖται τὸ πυλωροί, ἀλλ' ἰδοὺ καὶ κύνες τὸ τοιοῦτον ἀπειλήχασιν ὄνομα.

(v. 70) Τὸ δὲ "ἀλύσσοντες" γεροντικὴν πολυπειρίαν δηλοῖ, ὡς καὶ τοιαῦτα φυσικὰ εἰδότος πάθη τοῦ γέροντος. ἔστι δὲ τὸ ἀλύσσοντες ἢ ἄλυν ἔχοντες ἤτοι ἀδημονίαν διὰ τὸ πολὺ τοῦ κόρου, ἢ λυσσῶντες, ὅπερ τοῖς κατοικιδίοις συμβαίνει κυσίν, ὅτε τοιούτου κορεσθῶσι κρέατος. ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ ταῦτα. ἀλύσσειν· τρέμειν, πάλλεσθαι, πηδᾶν, δυσφορεῖν, λύσιν μὴ εὑρίσκειν, μαίνεσθαι. εἴρηται δέ τι περὶ τούτου καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ἔνθα τὰ κατὰ τὸν Ἶρον.

(v. 72) Τὸ δὲ "Ἄρηϊ" ἀντὶ τοῦ σιδήρῳ. διὸ καὶ ἑρμηνεύων ἐπάγει "δεδαϊγμένῳ ὀξέϊ χαλκῷ", ἵνα εἴη ταὐτὸν Ἄρηϊ κταθῆναι καὶ δαϊχθῆναι ὀξέϊ χαλκῷ.

(v. 73) Τὸ δὲ "πάντα δὲ καλὰ θανόντι περ, ὅττι φανείη" ἡρωϊκῇ σεμνότητι κέκραται κατὰ τοὺς παλαιούς. δηλοῖ γὰρ ἐνταῦθα σεμνῶς καὶ τὰ περὶ τὴν αἰδῶ τοῦ κειμένου ἔν τε τῷ "πάντα" καὶ ἐν τῷ "ὅτι φανείη". ὅπερ ἐνταῦθα σιγήσας ὁ γέρων ἐφ' ἑαυτοῦ ἐξεφώνησε, λέγων ἐν γοργότητι, ὅτι νέῳ μὲν καλὰ πάντα, κἂν γυμνὸς εἴη πεσὼν ἐν μάχῃ, κἂν πάντα τὰ αὐτοῦ φαίνοιτο ἀκατακάλυπτα, καὶ αὐτὰ δηλαδὴ τὰ περὶ τὴν αἰδῶ. ἐπιπρέπει γὰρ ἐκείνῳ κεῖσθαι οὕτω. γέροντι δὲ τοῦτο οὐ κόσμιον, ἀλλὰ καὶ ἐλεεινόν, μάλιστα δὲ οἴκτιστον. ἐπίτασις γὰρ ἐλέου ὁ οἶκτος. Καλὰ δὲ ἀντὶ τοῦ κόσμια ἢ μᾶλλον εὐειδῆ ὅθεν ὁ γέρων ἀφ' ἑαυτοῦ εἶπε [575] τὸ "αἰδῶ τ' αἰσχύνωσι". δῆλον δὲ ὅτι, ὥσπερ κάλλος καὶ αἶσχος, οὕτω καὶ τὸ καλὸν εἶναι καὶ τὸ αἰσχύνεσθαι ἀλλήλοις ἀντίκεινται. τὸ δὲ σημαινόμενον τοῦτο τῆς αἰδοῦς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ κεῖται ἐν τῷ "τά τ' αἰδῶ ἀμφικαλύπτει". Τινὲς δὲ τὸ "ὅττι φανείη" ἄλλως νοοῦσι, λέγοντες ὅτι τὸ μὲν ῥιψοκίνδυνον αἰτιᾶται ὁ γέρων ὡς ἀνωφελές, καλὸν δὲ λέγει εἶναι τῷ ἐν μάχῃ πεσόντι, ὅπερ ἂν φανείη, ἤγουν τὸ κυρίως καλόν, καὶ ὅπερ ἂν φαίνοιτο, ἤτοι περιφανὲς εἴη. τὸ δὲ ἁπλῶς οὕτω διὰ θρασύτητα θανεῖν οὐ καλόν.

(v. 74) Τὸ δὲ "κάρη" κατὰ μὲν Ὅμηρον βαρυτόνως προάγεται καὶ οὐδετέρως, ἀποκοπὲν ἐκ τοῦ κάρηνον. Ἡρόδωρος δὲ καὶ Ἀπίων ἐν τοῖς εἰς τὸ πι σχολίοις λέγουσιν καὶ ὀξυτόνως εὑρίσκεσθαι καρή καὶ θηλυκῶς. ὅθεν γίνεσθαι καὶ τὸ "Τρῶας δὲ κατακρῆθεν λάβε πένθος", καὶ τὸ παρ' Ἡσιόδῳ "ἀποκρῆθεν βλεφάρων". εἰ δὲ μὴ ἐπίσταται, φασίν, ὁ ποιητὴς τὸ καρή ὀξυνόμενον θηλυκόν, ὡς οἱ ἄλλοι, οὐδὲν θαυμαστόν. καὶ γὰρ ἄλλας παραλόγους φωνὰς ἐπίσταται ἀγνοῶν τὰς πρωτοθέτους λέξεις αὐτῶν. καὶ τοιαῦτα μὲν αὐτοί, εὖ εἰδότες ἃ εἶπον. Περὶ δὲ γενείου γράφει Αἴλιος Διονύσιος, ὅτι γένεια αἱ τρίχες, γένειον δὲ ὁ τόπος. ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι πολιὸν μὲν εἰπεῖν κάρη καὶ πολιὸν γένειον, σωφρόνως ἐστὶ λέγειν, ὁ δὲ τὸν πολιὸν ἀλφιτόχρωτα εἰπὼν κωμικεύεται.

(v. 76) Τὸ δὲ "πέλεται" παθητικῶς εἶπεν ἀντὶ τοῦ πέλει, ὡς καὶ τὸ ἕλκετο ἀντὶ τοῦ εἷλκε. κεῖται δὲ καὶ ἐν ἄλλοις ὁμοίως τὸ πέλεται, ὡς καὶ ἐν τῷ "ἤματα μακρὰ πέλονται".

(v. 77) Ὅρα δὲ καὶ ὅτι ἐπιλογικῶς ὁ γέρων ῥήτωρ μετὰ τὴν ἐν λόγοις παράκλησιν δυσωπεῖν καὶ ἔργοις τὸν υἱὸν ἐθέλων καὶ ἔλεον εἰσβαλεῖν πολιὰς τρίχας ἕλκει, οὐκέτι λαλῶν τὰ εἰς οἶκτον, ἀλλὰ ποιῶν. ἀκοσμίαν δὲ κεφαλῆς ἡ ῥηθεῖσα τῶν τριχῶν ἕλξις δηλοῖ. αἰσχύνει γὰρ καὶ αὕτη κεφαλήν, ὡς καὶ τὸ κόνιν καταπάττεσθαι, καὶ εἴ τι δὲ ἄλλο τοιοῦτον.

(v. 78) Ἐπίτασις δὲ [576] τοῦ ἕλκειν τὸ καὶ τίλλειν. οὐ γὰρ πᾶν τὸ ἑλκόμενον ἤδη καὶ τίλλεται. [Εἰ δὲ τὸ μὲν Ὁμηρικὸν τίλλειν οἶκτον ἔχει, ὁ δὲ παρὰ τῷ Κωμικῷ τιλμὸς καὶ τὸ ἐκτίλλειν καὶ παρατίλλειν, ἐξ οὗπερ αὐτὸς γίνεται, σκῶμμα ἔχει παικτικόν τι τοῦτο πρὸς τὴν Ὁμήρου ἐμβρίθειαν καὶ σεμνότητα.] Σημείωσαι δὲ καὶ ὅτι πολὺ τὸ οἰκτρὸν καὶ ὀδυρτικὸν καὶ μονῳδικὸν καὶ ἐκ πολλῶν προσώπων ἐπὶ τῷ Ἕκτορι ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ. εὐθὺς οὖν τὸν γέροντα ἡ μήτηρ διαδεξαμένη ποιήσει τε καὶ εἴπῃ τὰ δηλωθησόμενα, καὶ ἐν τῷ τέλει δὲ τῆς ῥαψῳδίας ἐρεῖ τὰ πρὸς οἶκτον ὁ γέρων ἐπὶ θανόντι τῷ υἱῷ, καὶ ἡ Ἑκάβη δὲ ὁμοίως βραχύτερα καὶ ἐκεῖ τοῦ γέροντος λαλήσασα. τελευταία δὲ ἡ Ἀνδρομάχη πλατύτερον ἐλεεινολογήσεται καὶ ἀφελέστερον, οἷα τὴν στρυφνοτέραν μονῳδίαν αὐτῇ ταμιευσαμένου τοῦ ποιητοῦ, ὅτε πρὸ χειρῶν ἕξει τὸν Ἕκτορα, ὁπηνίκα καὶ ἡ Ἑλένη καὶ ἡ Ἑκάβη τῶν θρήνων αὐτῇ συνεπιλήψονται. Ὅρα δὲ καὶ ὅτι καθηγούμενος καὶ τῆς ἐν ἠθοποιΐαις μεθόδου ὁ ποιητὴς καὶ μέλλοντα χρόνον τοῖς τοῦ γέροντος λόγοις τεχνικῶς ἀποδέδωκεν, εἰπόντος ἃ μέλλει συμβῆναι ὕστερον μετὰ τὸ πεσεῖν τὸν Ἕκτορα.

(v. 66) Διὸ καὶ ἐπεσημήνατο εἰπὼν "πύματόν με κύνες ἐρύουσι". πύματον γὰρ νῦν τὸ ἐν τῷ μέλλοντι χρόνῳ ἔσχατον. Εἰ δὲ καὶ νῦν μὴ ἐδάκρυσεν ὁ γέρων ‑ Ἑκάβη γὰρ τοῦτο ποιήσει δακρυχέουσα ἐν οἷς αὐτὴ λέγει ‑ , ἀλλ' ὅτε ἴδωσι τὸν Ἕκτορα νεκρὸν ἑλκόμενον, ἀμφότεροι κλαύσουσι. τὸ δ' ἀκριβὲς εἰπεῖν, καὶ νῦν ὁ γέρων κλαίων ἐλάλει, ὡς δηλώσει ὁ ποιητὴς ἐν τῷ "ὣς τώ γε κλαίοντε" εἶπον, εἰ καὶ ἐσιώπησεν ἐνταῦθα τὸν τοῦ γέροντος κλαυθμόν, εἰωθὼς οὕτω ποιεῖν ἐν πολλοῖς. Ὅτι δὲ πολλὰ τῶν τοῦ Πριάμου δύνανται λόγοις πεζοῖς παραπλέκεσθαι, ὁ θέλων κατανοήσεται, οἷον ἐπὶ ἐχθρῷ παρῳδηθήσεται τὸ "αἴθε θεῷ φίλος τοσόνδε γένοιτο, ὅσσον ἐμοί", καὶ τὸ ἑξῆς, ἐπὶ δὲ λύσει αἰχμαλώτων ῥηθήσεται τὸ "ἀλλ' εἰ μὲν ζώουσιν, ἦ τ' ἂν ἔπειτα χαλκοῦ τε χρυσοῦ τε ἀπολυσόμεθα", ἐπὶ δὲ γέροντος δυστυχῆ μόρον ἐλπίζοντος τὸ "δύστηνος, δύσμορος ὃν θεὸς ἐπὶ γήραος οὐδῷ", καὶ τὰ ἑξῆς.

(v. 79-89) Ὅτι μετὰ τὸν Πρίαμον ἡ τοῦ Ἕκτορος "μήτηρ ἑτέρωθεν ὠδύρετο δακρυχέουσα, κόλπον ἀνιεμένη, ἑτέρῃφι δὲ μαζὸν ἀνέσχε, καί μιν δακρυχέουσα προσηύδα· Ἕκτορ, [577] τέκνον ἐμόν, τάδε τ' αἴδεο καί μ' ἐλέησον αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον, τῶν μνῆσαι, φίλε τέκνον", περὶ οὗ ἐρρέθη, "ἄμυνε δὲ δήϊον ἄνδρα τείχεος ἐντὸς ἰών, μηδὲ πρόμος ἵστασο τούτῳ· σχέτλιος· εἴ περ γάρ σε κατακτείνῃ, οὔ σέ τ' ἔγωγε κλαύσομαι ἐν λεχέεσσι, φίλον θάλος, ὃν τέκον αὐτή, οὐδ' ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται". τοιαῦτα καὶ ἡ μήτηρ. Οὐ πείθει δὲ οὐδ' αὐτὴ τὸν υἱὸν κατεπᾴδουσα τοῦ χόλου, ἀλλὰ τέως μὲν ἰσχυρογνωμονεῖ ἐκεῖνος, ἄγοντος τοῦ μοιριδίου εἰς θάνατον, μικρὸν δὲ ὅσον μετάμελος αὐτὸν εἰσελεύσεται.

(v. 79 s.) Ὅρα δὲ ὅτι, ὥσπερ ὁ πατὴρ προέθετο τοῦ οἰκείου λόγου τὸ κόπτεσθαι κεφαλὴν χερσὶ καὶ χεῖρας ὀρεγνύναι, οὕτω καὶ ἡ μήτηρ δακρυχέουσά τε ὀδύρεται πρὸ τοῦ λαλῆσαι καὶ κόλπον ἀνίεται καὶ τῇ ἑτέρῃ μαζὸν ἀνέσχε. δὶς δὲ ῥηθὲν παράκειται τὸ "δακρυχέουσα". ἔστι δὲ κόλπος μὲν τὸ ἐπάνω τῆς ζώνης κόλπωμα τοῦ πέπλου, γινόμενος ἀπὸ τοῦ κοῖλον καὶ τοῦ ἕπω, ᾧ δηλαδὴ κοιλότης ἕπεται, καθὰ καὶ τοῖς κατὰ θάλασσαν κόλποις. Ἀνίεσθαι δὲ τὸ γυμνοῦν πρὸς τὸν υἱὸν τὰ βαστάξαντα ἐκεῖνον καὶ θρέψαντα μέρη, ὡς καὶ οἱ ἐν Ὀδυσσείᾳ μνηστῆρες ἀνίεσθαι λέγονται αἶγας ἤτοι γυμνοῦν ἐν τῷ ἐκδέρειν, ἢ τὸ "ἀνιεμένη κόλπον" ἀντὶ τοῦ ἀνατείνουσα, καθὰ καὶ τὸ "μαζὸν ἀνέσχεν" ἀντὶ τοῦ παρέτεινε βαστάζουσα, τροφεῖα μονονουχὶ τὸν υἱὸν αἰτοῦσα τῷ σχήματι.

(v. 82) Διὸ καὶ λέγει ὅτι ταῦτά τε αἴδεο καὶ ἐμὲ αὐτὴν ἐλέησον, τουτέστι καὶ τὰ θρεψάμενά σε μόρια αἰδέσθητι καὶ ἐμὲ ὅλην αὐτήν, μητέρα.

[(v. 80) Ἔτι ἰστέον καὶ ὅτι τὸ ἀνιεμένους, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται, ταὐτὸν ἐστί πως τῷ ἀνατέμνοντας, εἰ καὶ ἄλλως ἐπὶ τοῦ ἐκδέρειν εἴληπται. ὡς γὰρ ὁ ἐκδέρων ἄνω ἵεται ἀπὸ τῶν κάτω, οὕτω καὶ ὁ ἀνατέμνων, ὡς δηλοῖ ὁ γράψας ὅτι Κότυς, Θρᾳκῶν βασιλεύς, φόνους ἀδίκους τολμῶν, καὶ τὴν ἑαυτοῦ ποτὲ γυναῖκα ζηλοτυπήσας ἀνέτεμε τὴν [578] ἄνθρωπον ἐκ τῶν αἰδοίων ἀρξάμενος, ἀνιέμενος οἷον καὶ αὐτὸς κατὰ τὸ ἐν Ὀδυσσείᾳ ἀνίεσθαι. Ἑκάβη δὲ κόλπον ἀνιεμένη μεταφορικῶς λέγεται οὕτω ποιεῖν, οὐ μὴν κυριολεκτικῶς.] Τὸ δὲ "ἑτέρῃφι" καὶ αὐτὸ ἐλλειπτικῶς ἔχει. καὶ πρὸ αὐτοῦ δὲ πλείων ἑτέρα ἔλλειψίς ἐστι. χρὴ γὰρ νοεῖν, ὅτι τῇ ἑτέρᾳ μὲν χειρὶ κόλπον ἡ μήτηρ ἀνίεται, ἑτέρᾳ δὲ δηλαδὴ χειρὶ μαζὸν ἀνίσχει.

(v. 78) Τὸ δὲ "Ἕκτορ" ὡς ἀπὸ διδασκάλου τοῦ ἀνδρὸς ἡ γυνὴ ἔσχεν. οὕτω γὰρ καὶ ἐκεῖνος τοῦ λόγου κατήρξατο.

(v. 82) Τὸ δὲ "τέκνον ἐμόν" παραφράζουσα κατωτέρω φησὶν "ὃν τέκον αὐτή". Πρίαμος δὲ ἄλλως ἐφ' ἑαυτοῦ κοινῶς καὶ Λαοθόης τὸ τοιοῦτον ἔφη, ἔνθα εἶπε τὸ "οἳ τεκόμεθα", τὸν Λυκάονα δηλαδὴ καὶ τὸν Πολύδωρον. Τὸ δὲ "αἴδεο καί μ' ἐλέησον" ἐπισπαστικόν ἐστι εἰς πειθὼ καὶ αὐτό. αἰδὼς γὰρ ὡς τὰ πολλὰ καὶ ἔλεος τοὺς ἱκετευομένους ἐφέλκονται, διὸ καὶ μετ' ὀλίγα λέγει ὁ Ἕκτωρ "ὃ δέ μ' οὐκ ἐλεήσει οὐδὲ αἰδέσεται", καὶ ἀλλαχοῦ "ἔλεον ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς γίνεται". εὔχεται δὲ καὶ ἐν Ὀδυσσείᾳ ὁ Λαερτιάδης φίλος ἐλθεῖν καὶ ἐλεεινός. καὶ τοῦτο μὲν οὕτω.

(v. 84 s.) Τροφεῖα δὲ ἡ μήτηρ τὸν υἱὸν οὐκ ἄλλο τι ἀπαιτεῖ, ἀλλὰ τὴν ἑαυτοῦ σωτηρίαν, ἵνα μνησθεὶς τῶν θρεψαμένων ἀμύνῃ τὸν πολέμιον.

(v. 83) Τὸ δὲ "λαθικηδέα" δηλοῖ μὲν τὸν παυσίλυπον καὶ εἰς λήθην παντὸς βλάβους τὰ βρέφη ἄγοντα, ἐστὶ δὲ ὅμοιον τῷ "κακὸν ἐπίληθον ἁπάντων", ὅπερ ἐν Ὀδυσσείᾳ εἴρηται. ἀντέκτισιν δὲ ἀγαθοῦ ἡ μήτηρ ζητεῖ διὰ τοῦ λαθικηδέος μαζοῦ. ὡς γὰρ αὐτὴ λαθικηδέα μαζὸν ἐπέσχε ποτὲ τῷ υἱῷ, οὕτω καὶ αὐτὸν χρὴ λαθικηδέα γενέσθαι νῦν τῇ μητρί. [Ὁ δὲ μαζὸς δῆλον ἐκ τῶν παλαιῶν ὅτι καὶ μαστὸς λέγεται διὰ τοῦ τ ὡς μασητός, καὶ μασθὸς δὲ διὰ τοῦ θ ἐκ τοῦ μαδός, καθὰ προδεδήλωται. ἐκ δὲ τούτου ἴσως καὶ μασθάλης, κύλιξ τις παρὰ τοῖς παλαιοῖς, καὶ παρὰ Παφίοις δὲ μασθός ποτήριον σύστομον, ὡς εἰκός, ἐξ οὗ ἐβδάλλετο τρόπον τινὰ ὡς ἐκ μασθοῦ [579] τὸ πινόμενον. καινὸν δὲ οὐδὲν μασθῷ εἰκάζειν ποτήριον, εἰ καὶ οὖθαρ ἀρούρης Ὅμηρος φθάσας ἔφη, καὶ Ἀρχέστρατος δὲ πίονα τινὰ τόπον Λέσβιον κλεινῆς Λέσβου περικύμονα μαστὸν λέγει.] Τὸ δὲ "ἐπέσχον" ‑ οὕτω γὰρ δεῖ γράφειν, οὐ μὴν "ἀνέσχον", ὥς τινα τῶν ἀντιγράφων βούλονται ‑ εἴληπται καὶ νῦν ἀντὶ τοῦ ἐπὶ σοὶ καὶ ἔμπροσθέν σου ἔσχον, ὥσπερ καὶ ὁ Φοῖνιξ οἶνόν που ἔφη τῷ Ἀχιλλεῖ ἐπισχεῖν, ἤγουν δοῦναι παιδὶ ἔτι ὄντι. ὅτι δὲ τὸ ἐπέχειν καὶ ἔχθραν τινὰ δηλοῖ, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν φαίνεται κατὰ τὸ "δαιμονίη, τί μοι ἐπέχεις"; ἐξ οὗ διῄρηται τὸ "ἐπὶ Τυδείδῃ εἶχεν", ἤγουν ἤλαυνε κατὰ Διομήδους. [Ὅρα δ' ἐνταῦθα καὶ σπέρμα μεθόδου ἐπιλογικῆς, ἣν ἠκριβώσαντο οἱ μεθ' Ὅμηρον, παρ' οἷς ἡ τοῦ ἐλέου εἰσβολὴ ὁμοίως πως τῇ Ἑκάβῃ μεθωδεύετο. Ὑπερίδης γοῦν, φασί, τῇ ἑταίρᾳ Φρύνῃ κρινομένῃ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ δι' ἀσέβειαν, ὅτε εἰς τοὺς ἐπιλογικοὺς ἦλθεν οἴκτους, ἐκ τῆς ὄψεως αὐτῆς, φασίν, ἐπερρητόρευσε, παραγαγὼν τὴν γυναῖκα εἰς ἐμφανὲς καὶ περιρρήξας τοὺς χιτωνίσκους καὶ γυμνὰ τὰ στέρνα δείξας, ὡς δεισιδαιμονῆσαί φασι τοὺς δικαστὰς καὶ δι' ἔλεον μὴ ἀποκτεῖναι τὴν ὑποφῆτιν καὶ ζάκορον τῆς Ἀφροδίτης. ἀφεθείσης δὲ ἐγράφη ψήφισμα μηδένα τῶν λεγόντων ὑπέρ τινος οἰκτίζεσθαι μηδὲ βλεπομένους τὸν κατήγορον καὶ τὴν κατηγορουμένην κρίνεσθαι. προσιστορεῖ δὲ τούτοις ὁ Ναυκρατίτης σοφὸς καὶ ὅτι ὁ ῥηθεὶς Εὐθίας, ὀργισθεὶς ἐφ' οἷς ἡττήθη, οὐκέτι ἄλλην δίκην εἶπε, καὶ ὅτι ἐκ Θεσπιέων ἦν ἡ δηλωθεῖσα Φρύνη, καὶ ὅτι καὶ ἄλλη τις ἦν ὁμώνυμος αὐτῇ. φησὶ γάρ· δύο Φρῦναι, ἡ μὲν Σηστὸς καλουμένη διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς αὐτῇ συνόντας, ἡ δὲ Θεσπική. κατὰ δέ τινας ἡ μὲν ἐπικαλουμένη Κλαυσίγελως, ἡ δὲ Σαπέρδιον. καὶ οὕτω μὲν ἔχει ταῦτα.]

(v. 85 s.) Τὸ δὲ "τείχεος ἐντὸς ἰών", καὶ τὸ "σχέτλιος" εἶπε καὶ ὁ Πρίαμος ῥητῶς. ἀμφίβολον δὲ καὶ ἐπ' ἀμφοῖν, εἴτ' ἐπὶ Ἀχιλλέως τὸ "σχέτλιος" [580] εἴρηται εἴτε ἐπὶ Ἕκτορος. Τὸ δὲ "μηδὲ πρόμος ἵστασο τούτῳ" αὐτολεξεὶ μὲν οὐκ εἶπεν ὁ γέρων, ἦν δὲ παρ' ἐκείνῳ ἰσοδύναμον τούτῳ τὸ "μή μοι ἄνδρα τοῦτον μένε μόνος ἄνευθεν ἄλλων", καὶ τὸ περὶ τῆς πολυδώρου δὲ ἀλόχου, ἤτοι τῆς Ἀνδρομάχης, ὁ γέρων μὲν ψιλῶς ἐνέφηνεν, ὅτε "νυοὺς ἑλκομένας" εἶπε, νυὸς γὰρ τοῖς βασιλεῦσι καὶ ἡ Ἀνδρομάχη, Ἑκάβη δὲ νῦν ἀριδηλότερον ἔφηνεν.

(v. 89) Τὸ δὲ περὶ τῶν κυνῶν ἔλαβε μὲν ἡ Ἑκάβη ἀπὸ τοῦ Πριάμου, ἄλλως δὲ αὐτὸ ἔφρασεν. οὐ γὰρ περὶ ἑαυτῆς λέγει ὅτι κύνες αὐτὴν ἐν Τροίᾳ τραπεζῆες ἔδονται, ἀλλὰ τὸν Ἕκτορα παρὰ ταῖς τῶν Ἀργείων ναυσὶ κύνες ταχέες, οἳ ἕτεροι παρὰ τοὺς ἀργοὺς τραπεζῆάς εἰσι.

(v. 88) Τὸ δὲ "ἄνευθεν δέ σε μέγα" ἢ ἀντὶ τοῦ μεγάλως ἄνευθεν καὶ πάνυ πόρρωθεν ἡμῶν, ἢ κλητικῶς "ὦ μέγα", τουτέστιν ὦ ὑψηλὲ ἄνθρωπε. ταῦτα δὲ καὶ πρὸς τὴν τοῦ υἱοῦ ἔφεσιν ἡ μήτηρ λέγει, φιλοτίμου ὄντος καὶ λαμπρᾶς ἐφιεμένου ταφῆς, ὡς αὐτὸς ἐν τῇ πρὸς τὸν Αἴαντα μονομαχίᾳ ἐδήλωσεν. Ὅρα δὲ καὶ ὡς ἡ μήτηρ φίλοικτος μᾶλλον τοῦ πατρός. ὁ μὲν γὰρ καὶ ὑπὲρ ἑαυτοῦ δεδιὼς καὶ ὑπὲρ ἑτέρων ἱκετεύει τὸν υἱὸν τὴν πόλιν εἰσελθεῖν, ἡ δὲ ὑπὲρ μόνου τοῦ σωθῆναι τὸν Ἕκτορα πάντα λόγον ποιεῖται. καὶ μὴν εἶχε καὶ προβαλέσθαι εἰς οἶκτον τήν τε κατ' αὐτὴν αἰχμαλωσίαν καὶ ἄλλα πολλά.

(v. 92-96) Ὅτι ἐπεὶ Ἕκτωρ πρὸ τῶν πυλῶν "μίμν' Ἀχιλῆα πελώριον ἆσσον ἰόντα" μὴ ὑποχωρῶν, παραβολικῶς αὐτὸν εἰκάζων φησὶν "ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι βεβρωκὼς κακὰ φάρμακα, ἔδυ δέ τέ μιν χόλος αἰνός, σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ, ὣς Ἕκτωρ", ἔχων ἄσβεστον μένος, "οὐχ' ὑπεχώρει", ἀλλὰ δηλαδὴ ἔμιμνεν, ὡς εἴρηται.

(v. 93) Καιρία δὲ λέξις ἡ χειά, ὡς ἐν ποιήσει, ἀπὸ τοῦ χῶ χείω, τὸ χωρῶ, ἐξ οὗ ἐν Ὀδυσσείᾳ τὸ "οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται", ἤγουν χωρήσει, ὃ διὰ διφθόγγου γράφεται ὁμοίως τῷ κείσεται. [581] λέγονται δὲ αἱ τοιαῦται χειαὶ τῶν ὄφεων καὶ εἰλυοὶ καὶ τρόχμαλοι καὶ αἱμασιαί. [Ἰστέον δ' ὅτι γράψας τις ὡς ἡ χειά, ἤγουν ἡ κατάδυσις τοῦ ὄφεως, παρὰ τὸ χεῖσθαι γίνεται, ἤγουν χωρεῖν, ἐπάγει ὡς καὶ χήτιον ἐκεῖθεν τὸ χωροῦν ἀστραγάλους, ὃ καὶ κήθιον Ἰωνικῶς λέγεται κατὰ τὸ ἐντεῦθεν ἐνθεῦτεν. οἷς ὅμοιον ἰδιωτικῶς καὶ τὸ φάτνη πάθνη ἐναλλαγῇ φωνημάτων.] Τὸ δὲ ὀρέστερος" ἀντὶ τοῦ ἄγριός φασιν οἱ παλαιοί. τοιαῦτα γὰρ τὰ ἐν ὄρει διαιτώμενα.

(v. 94) Κακὰ δὲ φάρμακα οἱ μὲν πόαν τινά φασι χολῆς γεννητικήν, ἣν ἐσθίων ὄφις εἰς χολὴν ἐρεθίζεται. ἕτεροι δὲ ὅτι δράκων ἐσθίων μύρμηκας καὶ κανθαρίδας ἰοῦ πληροῦται καὶ εἰς λύσσαν ἄγεται, καὶ ταῦτά ἐστιν, ἅπερ ὁ ποιητὴς λέγει κακὰ φάρμακα πρὸς διαστολὴν τῶν ἀγαθῶν. τὸ δὲ ἐκ τῶν μυρμήκων κακὸν δηλοῦται καὶ ἐν τῷ μυρμηκιᾶν, ὅπερ ἐλέχθη, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, ἐπειδὴ τοὺς εἰς μυρμηκιὰν λαλήσαντας ἑλκοῦσθαι τὴν γλῶσσάν φασιν. [Αἴτιον δ' ὅτι ἔοικεν ἡ μυρμηκιὰ ἰοῦ ἀναπεπλῆσθαι. ὡμολόγηται γὰρ ὡς οἱ μύρμηκες χαίρουσιν ἐσθίοντες νεκρῶν ὄφεων. διὸ καὶ τὸν ἀέρα τῆς μυρμηκιᾶς μιάναντες βλάπτουσι τὴν κατ' αὐτῆς γυμνωθεῖσαν γλῶσσαν, καθὰ καὶ οἱ σῆπες, τὸ μέγα κακόν, τοὺς ἐπ' αὐτοῖς διασκελίσαντας. καί πως οἱ ῥηθέντες μύρμηκες κακὰ φάρμακα ἐξ ὄφεων λαμβάνοντες ἀποτίνουσιν αὖθις αὐτὰ τοῖς ὄφεσι, βιβρωσκόμενοι ὑπ' αὐτῶν.]

(v. 95) Τὸ δὲ "δέδορκε" τὸ ῥῆμά ἐστιν, ἐξ οὗ δράκων ἐτυμολογεῖται. ἀπὸ γὰρ τοῦ δέρκω ἐκεῖνος οὕτω λέγεται ὡς τῇ ὄψει [58-52] καταπλήττων. [Ἴσως δὲ καὶ ὡς ὀξὺ βλέπων, ᾧ λόγῳ καὶ δορκάς, ἧς "ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε". ἡ δ' αὐτὴ καὶ δόρκων καὶ ζόρκων δὲ μεταχωρήσει ἐθίμῳ τοῦ δέλτα εἰς ζῆτα.] Ἰστέον δὲ ὅτι ἐνταῦθα μὲν συνήθως τὸ "δέδορκεν" ἀντὶ τοῦ βλέπει λαμβάνεται, Σοφοκλῆς δὲ ἐν τῷ "ἐχθροῖς δεδορκότα λάμψειν ὡς ἄστρον" ἐπὶ τοῦ ὁραθῆναι παθητικῶς τὴν λέξιν τίθησιν, ὡς τοῦ μέσου παρακειμένου ἐν πολλοῖς ἐπαμφοτερίζοντος.

(v. 96) Τὸ δὲ ἄσβεστον μένος τὸ τοῦ θυμοῦ πυρόεν δηλοῖ. [Ἐνθυμητέον δ' ἐνταῦθα καὶ ὅτι τὸ σβέννυσθαι οὐ μόνον ἐπὶ πυρός, ἀλλὰ καὶ ἐπὶ ἄλλων, ὡς μυριαχοῦ φαίνεται. ἐν οἷς καὶ τὸ καθ' Ἡσίοδον "γάλα αἰγῶν σβεννυμενάων", ὅ ἐστιν παυσαμένων τοῦ θηλάζειν, ὅτε δηλαδὴ τῷ γάλατι τὸ ἐκ τοῦ λίπους θερμὸν ἐπιλείπει, ὅπερ πρώην ἡ φύσις ἐχορήγει ἐπὶ ἀξιολόγῳ ἐκτροφῇ τῶν νεογνῶν.]

(v. 95) Ἰστέον δὲ ὡς οὐ μάτην ὁ ποιητὴς ἔθετο ἐν τῇ παραβολῇ τὸ "ἑλισσόμενος περὶ χειῇ", οὕτω καὶ ὁ Ἕκτωρ ἔμιμνε περὶ ἕνα τόπον πύργῳ ἐπὶ προὔχοντι, ἤγουν ἐπὶ τῷ ἐξέχοντι μέρει τοῦ πύργου, καί, ἄλλως δὲ εἰπεῖν, ἐν τινὶ ἐξοχῇ πύργου φαεινὴν ἀσπίδ' ἐρείσας.

(v. 96) Εἰ δὲ ἀπὸ τοῦ μένω καὶ τὸ μίμνω γίνεται καὶ τὸ μένος, προσφῶς ἄρα ἐφράσθη τὸ "ἔχων μένος" ἐπὶ τοῦ, ὡς εἴρηται, μίμνοντος ἥρωος.

(v. 97) Δῆλον δ' ἐκ τοῦ "πύργῳ ἐπὶ προὔχοντι" καὶ ἑξῆς, ὅτι ἄχρι καὶ αὐτοῦ τοῦ τῆς πόλεως τείχους ὁ Ἕκτωρ ἔφυγεν, ἔνθα καὶ ἵσταται παλαίων λογισμοῖς.

(v. 99-110) Καὶ ἀναμνησθεὶς ὅτι χθὲς οὐκ ἐπείσθη τῷ Πολυδάμαντι, συμβουλεύοντι ἐπ' ἀγαθῷ εἰσελθεῖν τὴν πόλιν, φησὶν "ὤμοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω, Πολυδάμας μοι πρῶτος", ἢ "πρῶτον, ἐλεγχείην καταχεύει", ἢ [583] ἀναθήσει, "ὅς μ' ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι νύχθ' ὕπο τήνδ' ὀλοήν. ἀλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν πολὺ κέρδιον ἦεν. νῦν δ' ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν, αἰδέομαι Τρῶας καὶ Τρωιάδας ἑλκεσιπέπλους, μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο· Ἕκτωρ ᾗφι βίῃφι πιθήσας ὤλεσε λαόν. ὣς ἐρέουσιν, ἐμοὶ δὲ τότ' ἂν πολὺ κέρδιον εἴη ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι, ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς", ἤγουν εὐκλεῶς, "πρὸ πόληος". Καὶ ὅρα ὅτι τε εὐγενῶς ὁ Ἕκτωρ ἐπονειδίστου σωτηρίας θάνατον εὐκλεῆ ἀνθαιρεῖται, καὶ ὡς ὁμολογῶν αὐτὸς ὑπὸ ἀτασθαλίας ὀλέσαι λαόν, ὅμως ὑπό τινος ἑτέρου κακωτέρου, ὅ ἐστι δυσγενοῦς ἢ δειλοῦ, ἀκοῦσαι οὐκ ἀνέχεται ὅπερ αὐτὸς ὁμολογεῖ. δι' οὗ δείκνυται, ὡς πολλὰ φαῦλα συνειδότες πολλοὶ σφίσιν αὐτοῖς οὐκ ἀνέχονται ὑφ' ἑτέρω αὐτὰ ὀνειδίζεσθαι, οὕτω τις καὶ ἑαυτὸν τύπτων ἢ τὰ οἰκεῖα κατασωτευόμενος ἢ τοὺς ἑαυτοῦ καταβλάπτων οὐκ ἂν ὑπὸ ἄλλων αἱροῖτο ὥσπερ οὐ πάσχειν, οὕτως οὐδ' ἀκούειν τοιαῦτα. Ἔτι ὅρα καὶ ὡς ὁ κίνδυνος ἀδέκαστα κρίνει. ὁ γὰρ πρὸ τούτου παρὰ φαῦλον θεὶς τὸν Πολυδάμαντα νῦν ἐπιμηθευσάμενος ἑαυτὸν μὲν καταλαμβάνει θρασὺν καὶ ἀτάσθαλον, ἐκεῖνον δὲ διαγινώσκει καλῶς βουλευσάμενον. διὸ καὶ πρὸ πάντων ἐκεῖνον αἰδεῖται.

(v. 100) Τὸ δὲ "ἀναθήσει" ἀντὶ τοῦ ἀνάψει, ὅ ἐστιν ἐκκρεμάσει, ἐκ μεταφορᾶς τῶν ἀναθημάτων, ἢ ἀντὶ τοῦ ἐπιθήσει. Ἀττικῶν δὲ ἡ λέξις, οἳ καὶ ἀναθεῖναι φορτίον φασὶ τὸ ἐπιθεῖναι. τοιοῦτον δέ τι καὶ τοῦ Κωμικοῦ τὸ "ἐπὶ [584] κρημνὸν ἀναθείς". Τὸ μέντοι "καταχεύει" οὔτε τοῦ "ῥέεν αὐδή" ἀπέοικε πάντῃ, καὶ δαψίλειαν δὲ ὕβρεως ἐμφαίνει ὄμβρου δίκην καταρρηγνυμένης.

(v. 102) Ἐν δὲ τῷ "νύκτα ὑπὸ τήνδε" ἀντὶ προθέσεως εἴληπται πρόθεσις. κατὰ νύκτα γὰρ νοεῖται. Ὀλοὴν δὲ εἰπὼν ἑρμηνεύει, διὰ τί οὕτως εἶπεν, ἐπαγαγὼν τὸ "ὅτε ὤρετο δῖος Ἀχιλλεύς". διὰ τοῦτο γὰρ ἡ τοιαύτη "νὺξ ὀλοή. ἄλλως γὰρ ἀναπαύσιμος ἡ νύξ, εἴ τις αὐτῇ πείθοιτο κατὰ τὸν ποιητήν.

(v. 104) Τὸ δὲ "ἀτασθαλίαις ὤλεσα λαόν" ταὐτόν ἐστι τῷ "ᾗφι βίῃφι πιθήσας ὤλεσε λαόν".

(v. 105) Τὸ δὲ "Τρῶας καὶ Τρωιάδας", ὃ Τρῳάς" πρὸ βραχέων εἶπε, κοινὴν τὴν ἀπὸ πάντων ἐλεγχείαν δηλοῖ. πάντως δὲ ὥσπερ ἔχαιρέ τις, ὃν ἄνδρες καὶ καλλίζωνοι γυναῖκες εὐφήμως ἦγον, οὕτω λυπεῖ τὸν σπουδαῖον τὸ ἀνδράσι καὶ γυναιξὶν ὀνειδίζεσθαι. Τὸ "ἑλκεσίπεπλον" δὲ γυναικῶν ἐστι κἀνταῦθα βαρβάρων ἐπίθετον, ὧν οἱ χιτῶνες συρτοί, ὡς εἰκός, ἀπ' ἐναντίας τοῖς στατοῖς, περὶ ὧν ἐγράφη ἀλλαχοῦ.

(v. 109) Ὅρα δὲ καὶ τὸ ἐν κινδύνοις ἀγέρωχον τοῦ Ἕκτορος καὶ τὴν ἀγαθὴν ἐλπίδα. οὐ γὰρ τὸν ἑαυτοῦ προέταξεν ὄλεθρον, ἀλλὰ τὸν τοῦ Ἀχιλλέως, ἐν τῷ εἰπεῖν κέρδιον εἶναι ἢ κτεῖναι τὸν Ἀχιλλέα ἢ ὑπ' ἐκείνου πεσεῖν, ὡς δῆθεν ἐν ἀμφιβόλῳ κειμένου τοῦ τέλους. διὸ καὶ προϊὼν ἐρεῖ· "εἴδομεν, ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξει". Οὕτω δὲ μελετήσας ὁ Ἕκτωρ τὸ "εἰ τὴν πόλιν εἰσελευστέον", καὶ πείσας ἑαυτὸν μὴ εἰσελθεῖν τὸ τεῖχος, λογίζεται αὖθις, εἰ χρὴ αὐτὸν γυμνωθέντα τῶν ὅπλων ἐλθεῖν ἀντίον τοῦ Ἀχιλλέως,

(v. 111-121) λέγων οὕτως "εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι", ἤγουν κατάθωμαι, "ὀμφαλόεσσαν", τὴν καὶ προεξηγηθεῖσαν, "καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας", καθὰ καὶ πύργῳ ἐπὶ προὔχοντι φαεινὴν ἀσπίδα, "αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω, καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ πάντα μάλ', ὅσσα τ' Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδ', ἥ τ' ἔπλετο νείκεος ἀρχή, δωσέμεν Ἀτρείδῃσιν ἄγειν, ἅμα τ' ἀμφὶς Ἀχαιοῖς ἀλλ' ἀποδάσσασθαι, ὅσσα πτόλις ἥδε κέκευθεν", ἤγουν ἔνδον [585] κρύπτει, "Τρωσὶ δ' αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι μή τι κατακρύψειν, ἀλλ' ἄνδιχα πάντα δάσασθαι κτῆσιν, ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει", ὃ καὶ ἀλλαχοῦ ἐγράφη.

(v. 122-125) Καὶ μέχρι τούτου ἀπρόσκοπ‹τ›ος καὶ νῦν ἐλθὼν ὁ Ἕκτωρ τῇ φράσει, τὸ ἐντεῦθεν οἷον χωλεύσας καὶ ἀναπόδοτον ἐάσας τὸ νόημα διὰ τὸ ἀσύμφορον τοῦ βουλεύματος, λέγει, ὡς καὶ πρὸ τούτου ὁ Ἀγήνωρ, ἑαυτὸν ἐφ' οἷς εἶπε μεμφόμενος, τὸ "ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός; μή μιν ἐγὼ μὲν ἵκωμαι", ἤγουν ἱκετεύσω, "ἰών, ὃ δέ μ' οὐκ ἐλεήσει οὐδέ τι μ' αἰδέσεται", ὡς ἱκέτην δηλαδή "κτενέει δέ με γυμνὸν ἐόντα αὕτως ὥς τε γυναῖκα, ἐπεί κ' ἀπὸ τεύχεα δύω", ἤγουν ἐπειδὰν ἀπεκδυθῶ τὰ ὅπλα.

(v. 129 s.) Εἶτα κρίνει ὡς βέλτερον ἔριδι ξυνελαύνειν καὶ γνῶναι, "ὁπποτέρῳ, καθὰ εἴρηται, "εὖχος θεὸς ὀρέξει". ὅπερ δὲ ἐπὶ τοῦ Ἀγήνορος πρὸ μικροῦ μετὰ τὸ "τί μοι ταῦτα ὁ θυμὸς διελέξατο" ἔκειτο καὶ δευτέρα ἔλλειψις ἐν τῷ "μή με ἀπαειρόμενον πόλεως πεδίονδε νοήσῃ" ‑ ἔλειπε γὰρ τὸ δείδια ἢ ἕτερόν τι τοιοῦτον ‑ , οὕτω καὶ ἐνταῦθα. μετὰ γὰρ τὴν ἀναπάρτιστον σύνταξιν τῶν ια στίχων τῶν ἀρχομένων ἀπὸ τοῦ "εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι", ληγόντων δὲ εἰς τὸ "ἐντὸς ἐέργει" εἰπὼν τὸ "ἀλλὰ τί μοι ταῦτα διελέξατο θυμός", ἐπήγαγε "μή μιν ἐγὼ μὲν ἵκωμαι" καὶ ἑξῆς, λέγων ὅτι δέδοικα μὴ τάδε ποιήσας τάδε πάθω. δύο οὖν κἀνταῦθα οὐσῶν ἐλλείψεων λείπει τῆς μὲν πρώτης τὸ τελειωτικὸν ῥῆμα, ἔμεινε γὰρ ἀτελὲς διὰ τὸ τοῦ λόγου ἀλυσιτελές, τῆς δὲ δευτέρας ἡ ἀρχή, τὸ δέδοικα ἢ δείδια ἢ ἕτερόν τι ὅμοιον. Ἐν δὲ τῷ χώρῳ τούτῳ σημείωσαι καὶ ὅτι τὰ μέγιστα ὁ Ἕκτωρ ἐν τῇ Τροίᾳ ἴσχυεν, εἴγε παρ' αὐτῷ κεῖται λῦσαι τὴν μάχην καὶ μή. ὥστε καὶ τῆς ἐν τῇ γ΄ ῥαψῳδίᾳ παραβάσεως τῶν ὅρκων αὐτὸς αἴτιος ὁ δυνάμενος μὲν ἀναλαβέσθαι τὸ πταῖσμα, ὀκνήσας δέ. ὑπερφίαλος ἄρα κατὰ τοὺς λοιποὺς Πριαμίδας καὶ αὐτός. Ἔτι δὲ καὶ κοινὸν [586] Τρωσί τε καὶ Ἕλλησιν, εἰ δυνάμενος ποιῆσαι ἃ λέγει, ὅμως οὐκ ἐποίησεν, ἀλλὰ συνετήρησεν ἐπὶ πανωλεθρίᾳ τὸν πολυετῆ πόλεμον.

(v. 111) Καταθέσθαι δὲ νῦν μὲν τὸ κάτω θεῖναι εἰς γῆν, ὃ ἀντίκειται πρὸς τὸ ἀναθεῖναι. οἱ δὲ μεθ' Ὅμηρον καὶ ἐπὶ τοῦ ὁμολογητικῶς συγκατατίθεσθαι τὴν λέξιν τιθέασιν. [Εἰ δὲ καὶ προείρηται περὶ ὀμφαλοέσσης, ὅμως ῥητέον καὶ νῦν ὡς ἐκ τοῦ κατὰ ζῷα ὀμφαλοῦ καὶ βίβλων καὶ ἀσπίδων λέγονται ὀμφαλοί. καὶ γῆς δὲ ὀμφαλὸς τὸ αὐτῆς μεσαίτατον. καὶ φιάλαι δέ τινες παρὰ Κρατίνῳ βαλανειόμφαλοι, διότι οἱ ὀμφαλοὶ αὐτῶν καὶ οἱ θόλοι τῶν βαλανείων ὅμοιοί εἰσι, κατὰ δέ τινας ἀπὸ τῶν ἐν ταῖς γυναικείαις πυέλοις ὀμφαλῶν, ἢ καὶ διότι τῶν Ἀθήνῃσι βαλανείων τὰ πλεῖστα κυκλοειδῆ ὄντα τὰς ἐξαγωγὰς ἔχει κατὰ μέσον, ὅθι χαλκοῦς ὀμφαλὸς ἔπεστι. διὸ καὶ μεσομφάλους αὐτὰς Ἴων λέγει ἐν τῷ "ἴτ' ἐκφορεῖτε παρθένοι κύπελλα καὶ μεσομφάλους" φιάλας. δηλαδὴ τὰς εἰρημένας. Ἀθήναιος δὲ ταῦτα ἱστορεῖ.] Ἰστέον δὲ ὅτι τὸ ἀσπίδα καταθέσθαι καὶ τὰ ἑξῆς, ὡς προγέγραπται, δύναται καὶ ἐπὶ ἀργίας πολέμου ῥηθῆναί ποτε, καὶ ὅτι νῦν μὲν τὸ δόρυ δίχα ἐπιθέτου τινὸς προήγαγεν, ἐν δὲ τοῖς ἑξῆς ἐρεῖ αὐτὸ μελίαν χαλκογλώχινα, γλωχῖνα λέγων ἐκεῖ τὴν ἄκραν γωνιάν, ἤγουν τὸ τῆς αἰχμῆς τμητικόν, τουτέστι τὸ ἔμπροσθεν ὀξύ.

(v. 113) Ἀμύμονα δὲ τὸν Ἀχιλλέα καλεῖ ὁ Ἕκτωρ, ὡς μὴ ἔχων κρύπτειν τὴν τοῦ πολεμίου ἥρωος ἀρετήν. Τὸ δὲ "ἀντίος ἔλθω" οὐκ ἐναντιότητα ἐνταῦθα δηλοῖ, ἀλλὰ τὸ ἁπλῶς ἐκ τῶν ἔμπροσθεν συναντῆσαι.

(v. 114) Τὸ δὲ "ὑπόσχωμαι" ἡ σαφὴς ἑρμηνεία ἐστὶ τοῦ ὑποστῆναι καὶ ὑποστάς καὶ τῶν ὁμοίων, ἅπερ ἐν ἄλλοις κεῖνται δηλωτικὰ ὄντα ὑποσχέσεως, ἧς ἡ ἐτυμολογία προγέγραπται.

(v. 116) Τὸ δὲ "ἣ ἔπλετο νείκεος ἀρχή" ἢ Ἀττικῶς ἐσχημάτισται ἀντὶ τοῦ "ὅπερ γέγονε μάχης ἀρχή", περὶ οὗ σχήματος ἀλλαχοῦ προερρέθη σαφῶς

(v. 114) ἢ τὸ "ἥ" διὰ τὴν Ἑλένην εἴρηται, ἧς τὴν ἱστορίαν εὐμεθόδως ὁ ποιητὴς καὶ ἐνταῦθα παρέρριψεν, ὑποδηλώσας καὶ πολλὰ κτήματα ἅμα αὐτῇ τὸν Πάριν ἀγαγέσθαι εἰς Τροίαν. [Ἐνθυμητέον δ' ἐνταῦθα ὡς, εἰ καὶ μέγα τὸ τῆς Ἑλένης ὄνομα τότε, ἀλλ' ὕστερον ἑταίρα τις παρώνυμος τῇ Ἑλένῃ [587] γέγονεν, ἧς δύο κλήσεις Καλλίστιον καὶ Πτωχελένη.]

(v. 114 et 121) Ἰστέον δὲ ὅτι "κτῆσιν" ἤγουν "κτήματα" καὶ ἐνταῦθα καλεῖ τὰ ἀπόθετα, συνήθως ἑαυτῷ φράζων. περὶ δὲ τῆς λέξεως ταύτης ἔστιν εἰπεῖν ὅτι ἐκ τοῦ κέω κῶ προάγεται καὶ τὸ κέημι κέεμαι κεῖμαι, ὅθεν παράγεται τὸ κειμήλιον, ἀπόθετον πάντως ὄν, ὡς δηλοῖ καὶ τοὔνομα, καὶ αὖ πάλιν ἐκ τοῦ αὐτοῦ κέω κῶ πλεονασμῷ τοῦ τ γίνεται κτῶ κτήσω, ἀφ' οὗ κτῆσις, ἤτοι κτῆμα, κείμενον εἰς ἀπόθεσιν καὶ αὐτό. ὁποῖα κἀνταῦθα τὰ πρὸ πολλῶν ἐτῶν ἐξ ἁρπαγῆς περιόντα τῷ Ἀλεξάνδρῳ ὡς οἷον κειμήλια καὶ αὐτὰ διὰ τὸ ἀμεταχείριστον, ὡς τάγε μὴ τοιαῦτα κτήματα χρήματα μάλιστα λέγεται παρὰ τὸ χειρίζεσθαι, ἤτοι χρᾶσθαι. διὸ καὶ τὸ δέμνιον, ἐν ᾧ ὁ νοσῶν χρηστικῶς κεῖται, χρῆμα ἡ Τραγῳδία φησίν. καὶ οὕτω μὲν καὶ ταῦτα,

(v. 115) ἐν οἷς τὸ "ἐν νηυσὶν ἠγάγετο" καὶ τὸ ἄγειν τὴν ναυτικὴν φορτηγίαν συντιθέασι καὶ τὰ κατὰ θάλασσαν ἀγώγιμα παράγουσιν. [(v. 116) Σημείωσαι δὲ ὡς, εἰ καὶ ἀρχὴ νείκεος ἡ Ἑλένη γενέσθαι λέγεται, ἀλλ' ἡ τοῦ Πάριδος κρίσις, ἧς ὡς μάχλου καὶ Ὅμηρος μέμνηται, ἄλλο τι δηλοῖ, λέγουσα τὴν μυθευομένην τοῦ Πάριδος κρίσιν ἡδονῆς πρὸς ἀρετὴν εἶναι σύγκρισιν, ἐν ᾗ προκριθείσης τῆς Ἀφροδίτης ‑ αὕτη δ' ἐστί, φασίν, ἡδονή ‑ πάντα συνεταράχθη. τῷ τοιούτῳ δὲ νοήματι συμβαίνει καὶ [588] Ἐμπεδοκλέους τὸ "οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια", δι' ἣν πολλὰ συνέβη κακὰ Τρωσὶ καὶ Ἀχαιοῖς, καὶ πολὺς μετάμελος. ὡς ἐξεῖναι εἰπεῖν, ὅτι καλῶς Ἀντισθένης τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκε τὴν ἀμεταμέλητον. ἡ τοιαύτη γὰρ μόνη ἀγαθόν, οὐ μὴν ἅπασα ἡδονή.]

(v. 117 s.) Ἐν τούτῳ δὲ τῷ τόπῳ καὶ ἔθος παραλαλεῖ ὁ ποιητὴς ἀρχαῖον τὸ πολλάκις τοῖς πολεμίοις τὰς πόλεις ἐπὶ εἰρήνῃ συμβαίνειν, τουτέστι συμβιβάζεσθαι, ἀπομερίζεσθαι τὰ ἡμίση τῶν πολιτικῶν κτημάτων, ὡς καὶ ἐν τῇ ὁπλοποιΐᾳ ἐμφαίνεται, ἐν ᾗ συμβιβάσει καὶ ὅρκος, οἷα εἰκός, ἐγίνετο μή τι κατακρύψειν τοὺς πολίτας. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι ποσὸν τῆς ποινῆς, ἣν ὁ Ἀγαμέμνων ἀπῄτησεν ἐν τῇ γάμμα ῥαψῳδίᾳ, τοῦτο Ἕκτωρ, ὡς εἰκός, ἐκύρωσεν ἔκτοτε παρ' ἑαυτῷ, εἰ καὶ ἠμέλησε, τὸ δάσασθαι δηλαδὴ σὺν ὅρκῳ ἄνδιχα πάντα, ὅσα ἡ πόλις ἔνδον κέκευθε.

(v. 119) Γερούσιον δὲ ὅρκον λέγει τὸν τοῖς γέρουσι πρέποντα, νέων γὰρ φρένες ἠερέθονται.

(v. 121) Τὸ δὲ "κτῆσιν ὅσην πόλις ἐντὸς ἐέργει" ἐφερμηνευτικόν ἐστι τοῦ "πάντα δάσασθαι". πάντα γὰρ ἡ κτῆσις, ἤτοι τὰ ῥηθέντα κτήματα.

(v. 122) Ἐν δὲ τῷ "ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός" ὅπερ πᾶς εἴποι ἂν μεταμελόμενος ἐφ' οἷς βεβούλευται, τὸ "διελέξατο" πρωτότυπόν ἐστι ῥῆμα τοῦ τῆς διαλέξεως ὀνόματος, πραγματικῶς οὕτω λεχθέν. τρόπον γάρ τινα τοιαῦτα ἑαυτῷ διελέξατο Ἕκτωρ· εἰσελεύσομαι τὸ τεῖχος; ἀλλ' αἰδοῦμαι διὰ τάδε. ἀλλ' ἱκετεύσω; καὶ μὴν σκληρὸς ὁ Ἀχιλλεύς. ἀντιστήσομαι ἄρα. εἰ δὲ καὶ ἄλλος ἐστὶ λογισμὸς τὸ φεύξεσθαι, ποιήσει μὲν ὕστερον ὁ Ἕκτωρ αὐτό, ἀνύων δὲ οὐδέν, ἀλλ' ἐν στενῷ γενόμενος, εἰς τὸ πρῶτον ἐπανακάμπτει, ὅπου κατέληξεν αὐτῷ νῦν ἡ διάλεξις.

(v. 123) Ἐν δὲ τῷ "ὃ δέ μ' οὐκ ἐλεήσει" καὶ ἑξῆς, ὅρα συνεχῶς τρὶς τεθεῖσαν τὴν με ἀντωνυμίαν, οὐκ ὀκνήσαντος Ὁμήρου τὸ τῆς [589] ταὐτολογίας καίριον.

(v. 125) Τὸ δὲ "ὥς τε γυναῖκα" παραποιήσαντες οἱ μεθ' Ὅμηρον γυναικίας καὶ γυναικιζομένους τοὺς ἐν πολέμῳ ἀτόλμους φασίν. ὅπερ ὁ Ἕκτωρ οὐκ ἐθέλει παθεῖν, κρεῖττον λογισάμενος καὶ αὐτὸς ἀγαθὸς ὑπ' ἀγαθοῦ πεσεῖσθαι, ὃ φθάσας καὶ Ἀχιλλεὺς εἶπε περὶ ἑαυτοῦ. ὑπὸ γὰρ κακωτέρου μὴ ὅτι γε πεσεῖν, ἀλλὰ καὶ ὄνειδος ἀκοῦσαι μισεῖ ὁ Ἕκτωρ, ὡς εἴρηται. [Ἀφελῶς δὲ πέφρασται τὸ "ὡς γυναῖκα". οὐ μὴν τοιαῦτα τὸ "γυναικὸς ἂρ ἀντετέτυξο", καὶ τὸ "Ἀχαιΐδες οὐκέτ' Ἀχαιοί", καὶ Σοφοκλέους τὸ "μὴ γυναῖκες ἀντ' ἀνδρῶν πέλας ἕστατε".]

(v. 126-128) Ἐπὶ δὲ τούτοις μὴ θαρρῶν ὁ Ἕκτωρ, ὡς ὑποσχέσεσι τὸν Ἀχιλλέα πείσει καὶ λόγοις φησὶν "οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης τῷ", ἤτοι τούτῳ, "ὀαριζέμεναι", ἤγουν ὥστε ὀαρίζειν καὶ ὁμιλεῖν αὐτῷ, "ἅτε παρθένος ἠΐθεός τε, παρθένος ἠΐθεός τ' ὀαρίζετον ἀλλήλοισιν". Τὸ δὲ σχῆμα ἐπανάληψις δι' ἐπαναστροφῆς, ὅμοιον τῷ "εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δὲ σιδήρῳ". καὶ τοῦτο γὰρ ἐπαναστροφῆς ἦν σχῆμα κατὰ τοὺς ῥήτορας. καὶ ἔχει μέν τι καὶ κάλλους κατὰ τοὺς Τεχνικοὺς κἀνταῦθα ἡ ἐπαναστροφή. τὸ δὲ πλέον ἀγωνιῶντος καὶ τοῦτο ἤθους ἐστὶν ἐνδεικτικόν, ὡς μὴ δυναμένου τοῦ λαλοῦντος προσώπου ἐγκροαίνειν διαφόροις ἐννοίαις, ἀλλ' ἀνακοπτομένον καὶ ταὐτολογικῶς ὑποβραδύνοντος. ὁ δὲ νοῦς τοῦ λόγου τοιοῦτος· οὐκ ἔστιν ἀποίκιλος ὁ Ἀχιλλεύς, ἀλλ', ὡς προϊὼν αὐτὸς ὁ Ἕκτωρ ἐρεῖ, ἀρτιεπὴς καὶ ἐπίκλοπος μύθων. οὔκουν ἁπλοῦς τὸ ἦθός ἐστι καὶ ἀρχαϊκὸς καὶ εὐήθης, ὁποῖοι πάλαι ποτ' ἦσαν ἐκεῖνοι, οὓς λόγος ἔχει ἀπὸ δρυὸς καὶ ἀπὸ πέτρας γίνεσθαι, ὅτε δηλαδὴ νομάδα βίον εἷλκον οἱ ἄνθρωποι καὶ ὠρεινόμουν καὶ δρυῶν καὶ λίθων κοιλότησιν ἐπίστευον τὰ νεογνά, ἐκτιθέμενοι διὰ πενίαν τὰ φίλτατα. ὅθεν καὶ φήμη διεσπάρη ἐκ τῶν εὑρισκόντων τὰ ἔκθετα βρέφη, ὡς ἄρα ἐκ δρυῶν καὶ λίθων καὶ μελιῶν, καθὰ καὶ Ἡσίοδός φησι, γεννῶνται [590] ἄνθρωποι, ὡς οἷα οὕτω προμηθουμένου Διὸς τὸ ἀνθρώπειον γένος πληθῦναι. ὅτι γοῦν οὐχ' ἁπλοῦς ἐστιν ὁ Ἀχιλλεύς, ὥστε ὀαρίζειν ἐμὲ αὐτῷ, καθάπερ εἰ καὶ παρθένος καὶ ἠΐθεος ἀλλήλοις ὀαρίζουσι, βέλτερον ἄρα ἔριδι ξυνελαυνέμεν, ὡς εἴρηται, ἤγουν εἰς ἔριν συνελθεῖν ἀνδρικῶς. καὶ οὕτω μὲν ἡ περὶ δρυὸς καὶ πέτρης παροιμία καθέσταται. εἰ δέ τις τὸ "ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρης" ἐπὶ σκληρότητος ἤθους λάβοι ποτέ, ὅπερ ἐνταῦθα οὐδ' ὅλως συμβιβάζεται, ὁ τοιοῦτος παραχρᾶται τῇ Ὁμηρικῇ παροιμίᾳ καὶ εἰς ἄλλο τι μεθέλκει τὸν νοῦν, ἴδιόν τι ποιῶν αὐτὸς ἕτερον νόημα, οὐ τῷ ἀρχαίῳ κατακολουθῶν, καὶ σολοικίζων οὕτω κατὰ τοὺς παλαιοὺς τῷ νοήματι. καὶ γὰρ καὶ τοιοῦτοί τινες ἐλέγοντο σολοικισμοί, καθάπερ καὶ τὸ "ἵππος εἰς πεδίον" ἀντὶ τοῦ εἰς πεδιάδα οἱ ἱππόται χρήσιμοι, ἐάν τις καὶ ἐπὶ ἑνὸς ἵππου νοήσῃ, ἐξεφαυλίζετο παρὰ τοῖς σοφοῖς καὶ αὐτὸς καὶ σολοικίζειν κατὰ νοῦν ἐλέγετο οἷα τὴν παροιμίαν οὕτω παραποιῶν. καινὸν δὲ οὐδὲν σολοικίζειν ἐν νοήματι λέγεσθαι, εἴγε καὶ νεύματι σολοικίζειν τινὲς ἐσκώπτοντο. ἀλλ' οὕτω μέν, ὡς ἐρρέθη, οὐκ ἔστι λαμβάνεσθαι νῦν εἰς σκληρότητα ἤθους τὴν ῥηθεῖσαν Ὁμηρικὴν παροιμίαν διὰ τὸ ἀσυμβίβαστον. ἄλλως μέντοι παραποιῆσαί ποτε τὸν νοῦν αὐτῆς, ὡς ἐπὶ σκληρότητος νοηθῆναι, οὐχ' ὑποδύσκολον, ἐπεὶ καὶ αὐτὸς ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ περὶ Ὀδυσσέως εἰπὼν τὸ "οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης" ἑτέρως ἐκεῖ χρᾶται τῇ παροιμίᾳ καὶ οὐκ ἐπὶ τῆς ἐνταῦθα κειμένης ἐννοίας. βούλεται γὰρ ἐκεῖ νοεῖν, ὅτι δεῖ σε εἰπεῖν τὸ σὸν γένος. οὐ γὰρ πάντως ἀγενεαλόγητος εἶ, ὡς μήτε πατρὸς προαχθεὶς μήτε μητρὸς ἐκφὺς κατὰ τοὺς πάλαι λεγομένους ἐκ δρυὸς καὶ πέτρας εἶναι, οὓς εἴ τις ἤρετο, τίνων κατάγονται, οὐκ ἂν εἶχον τὸ γένος εἰπεῖν. Καὶ ὅρα ἐν τῷ λόγῳ τούτῳ, ὡς αἱ παροιμίαι πρὸς διαφόρους ἐννοίας ἀμέμπτως ἔστιν ὅτε στρέφονται, ὡς καὶ ἐπὶ τῆς Καδμείας νίκης γίνεται, καθὰ προδεδήλωται.

(v. 126) Δρῦς δὲ κἀνταῦθα πᾶν [591] ξύλον, ὡς προέγνωσται.

(v. 127) Ὀαρίζειν δὲ πόθεν μὲν παράγεται, προερρέθη καὶ αὐτό. δηλοῖ δὲ νῦν τὸ ἁπλῶς καὶ ἀκάκως ὁμιλεῖν ὡς ἡ παρθένος καὶ ὁ ἠΐθεος, περὶ οὗ καὶ αὐτοῦ ἑτέρωθι γέγραπται. καλῶς δὲ τὴν ἱκετευτικὴν ἐνταῦθα ἐντυχίαν ὁ Ἕκτωρ ὁμιλίᾳ εἰκάζει παρθένου καὶ ἠϊθέου, ὃς καὶ τὸ γυμνωθῆναι τῶν ὅπλων γυναικισμῷ εἴκασε. προκλητικὸν γὰρ ἐκεῖνο τούτου τὸ νόημα εἶναι δοκεῖ. καὶ Αἰνείας δὲ πρὸ τούτου τὴν μέσον αὐτοῦ καὶ τοῦ Ἀχιλλέως φιλονεικίαν ἔριδι ἀγοραίων ὡμοίωσε γυναικῶν. ἔστι δὲ καὶ λόγος παλαιὸς ἀνδρῶν μὲν εἶναι τὸ πράττειν, γυναικῶν δὲ τὸ λαλεῖν.

(v. 131-132) Ὅτι τὸν Ἀχιλλέα, ὅτε καθ' Ἕκτορος ὁρμᾷ, τῷ Ἄρεϊ ὁ ποιητὴς ὁμοιοῖ, λέγων "ὃ δέ οἱ σχεδὸν ἦλθεν ἶσος Ἐνυαλίῳ κορυθάϊκι πολεμιστῇ". Καὶ ὅρα τρία ἐπίθετα κείμενα ἀντὶ ἑνὸς κυρίου τοῦ Ἄρεος. εἴληπται δὲ ὡς κύριον μὲν ὁ Ἐνυάλιος, καθὰ καὶ προϊστόρηται, τὰ δὲ λοιπὰ δύο ὡς ἀληθῶς ἐπίθετα.

(v. 133-135) Ἐπάγει δὲ ὁ ποιητὴς καὶ τὰ ἑξῆς μεγαλοπρεπῶς λέγων "σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον, δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο ἴκελος αὐγῇ ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος". Καὶ ὅρα ὅτι καὶ ἐνταῦθα ἀπὸ ἐλάσσονος τοῦ πυρίνου φωτὸς ἐπὶ τὸ μεῖζον προέβη τὸν ἥλιον, καὶ ὅτι οὐδὲ νῦν ἀπέστη τοῦ κατὰ τὸ πῦρ εἰκασμοῦ ἐπὶ τῷ Ἀχιλλεῖ, καὶ ὡς ἀντὶ ἄστρου ἑτέρου τὸν ἥλιον ὑπεροχικῶς παρέλαβεν, ἀνατέλλοντα μέντοι, ὅτε καὶ ἱλαρὸν αὐγάζει ‑ οὐ μὴν τὸ μεσημβρινὸν καυσοῦντα. οὐ γὰρ ἦν ἐνταῦθα χρεία ἡλίου τοιοῦδε ‑ , καὶ ὡς τὰς πολλὰς παραβολὰς τοῦ πυρὸς καὶ τῆς ἄλλοθεν αὐγῆς ἐνταῦθα συνέτεμε. τίς δὲ ἡ Πηλιὰς μελία, προείρηται.

(v. 136-137) Ὅτι πολεμικὸν φόβον φράζει τὸ τὸν δεῖνα "ὡς ἐνόησεν, ἕλε τρόμος, οὐδ' ἂρ ἔτι ἔτλη αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς". Περὶ Ἕκτορος δὲ ὁ λόγος, ὃς δυνάμενος ἔσω πυλῶν σωθῆναι ἀφεὶς αὐτὰς ᾤχετο καὶ οὕτως ἐξώλετο δι' οὐκ ἀγαθὴν αἰδῶ, αἰδεσθεὶς δηλαδὴ τὴν εἰς τὸ τεῖχος [592] εἴσοδον διὰ ἐλεγχείην ἐκείνην τὴν ἐκ τοῦ Πολυδάμαντος.

(v. 136-144) Ὅτι Ἀχιλλέως ἐπιδραμόντος εἷλε τρόμος Ἕκτορα, "οὐδ' ἂρ ἔτλη αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς, Πηλείδης δ' ἐπόρουσε, ποσὶ κραιπνοῖσι πεποιθώς. ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, ἣ δέ θ' ὕπαιθα φοβεῖται, ὃ δ' ἐγγύθεν ὀξὺ λεληκὼς ταρφέ' ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει, ὣς ἂρ ὅ γ' ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ' Ἕκτωρ τεῖχος ὑπὸ Τρώων". Καὶ ὅρα ὅπως εἰς τὴν τολμηρὰν τοῦ πέτεσθαι λέξιν ἐβοήθησε τῷ ποιητῇ τοῦ κίρκου ἡ παραβολή, καθὰ καὶ πρὸ τούτου ἡ τοῦ ἀετοῦ. διὸ προϊὼν θαρρούντως ἐρεῖ, ὡς ὁ Ἀχιλλεὺς πρὸ πόλεως ἐπέτετο αἰεί. ἐδήλου μὲν οὖν ποδῶν ὠκύτητα πρὸ ὀλίγων καὶ ἡ πρὸς ἀεθλοφόρον ἵππον θέοντα παραβολή, ἐνταῦθα δὲ τὸ τάχος διὰ τοῦ κίρκου ἐπιτέταται. καλῶς δέ, ὅτε ὁ δρόμος ἐναγωνιώτερος, ἡ πρὸς τὸν κίρκον εἰκασία γέγονεν. Ἰστέον δὲ ὡς οἱ τὰ περὶ ζῴων φυλοκρινήσαντες καὶ κίρκην κατὰ γένος θηλυκὸν εἶδός τι πτηνοῦ καλεῖσθαι ἱστόρησαν, οὐ μὴν τοῦ κατὰ τὸν κίρκον εἴδους, ἀλλά τι ἑτεροῖον. χαρίεν δὲ εἰπεῖν καὶ ὅτι οὐ μόνον ἡ τοῦ Ἀχιλλέως μελία ἰθὺς ἐπέτετο, διὸ καὶ ἰθυπτίων ἐκλήθη, ἀλλ' ἰδοὺ καὶ ὁ Ἀχιλλεὺς ἰθὺς πέτεται, καὶ ὅτι ἐπαλλάξας ἐπαΐσσειν μὲν εἶπε τὸν κίρκον, τὸν δὲ Ἀχιλλέα πέτεσθαι.

(v. 136-137) Τὸ δὲ "ἕλε τρόμος" ἑρμηνεύων ὁ ποιητής φησιν "οὐδ' ἂρ ἔτλη αὐτόθι μένειν", ὅπερ σαφηνίζων πάλιν λέγει "ὀπίσω δὲ πύλας λίπε". μεθὸ ἐπὶ πλέον ἐν ὀλιγίστῳ διασαφῶν φησιν "ἔβη δὲ φοβηθείς", καὶ προϊὼν δὲ δι' ὀλίγου ὡσαύτως ἑρμηνεύει τὸ ῥῆμα τοῦ τρόμου, εἰπὼν "τρέσε δ' Ἕκτωρ τεῖχος ὑπὸ Τρώων".

(v. 138) Τὸ δὲ "ποσὶ κραιπνοῖσι πεποιθώς" ὅμοιόν τι πρὸς τὸ "λέων ἀλκὶ πεποιθώς". οὗτός τε γὰρ ἀλκιμώτατος καὶ ὁ Ἀχιλλεὺς ποδωκέστατος.

(v. 139) Ὁ δὲ κίρκος ἐκ τοῦ κρίζειν ἴσως, ὠνοματοπεποιημένου ῥήματος, παρῆκται, οὗ χρῆσις καὶ παρ' Ὁμήρῳ ἐν τοῖς ἑξῆς, ἀφ' οὗ καὶ ὁ σιδηροῦς κρίκος. ἀλλ' οὗτος μὲν ἐξ ὀρθοῦ ἐκεῖθέν ἐστιν, ὁ δὲ [593] κίρκος κατὰ μετάθεσιν. Τὸ δὲ ἐλαφρότατος" τῇ ἐκ τῆς ἐλάφου παραγωγῇ τὸ ταχὺ τοῦ κίρκου δηλοῖ, ἄλλως δὲ καὶ τὸ κοῦφον δι' ὀλιγοσαρκίαν. τοιαῦτα γὰρ κατὰ κοινὴν φράσιν τὰ ἐλαφρά.

(v. 140) Πέλεια δὲ οὐχ' ἁπλῶς περιστερά, εἶδος δέ τι περιστερᾶς μελαντέρας, ὡς ἡ λέξις ὑποδηλοῖ. πελὸν γὰρ τὸ μελανίζον, ἐξ οὗ καὶ ὁ πελαργός. κοινὸν δὲ ἴδιον ἁπάσης περιστερᾶς τὸ "τρήρων".

(v. 141) Τὸ δὲ "ὕπαιθα" δύναται μὲν καὶ νῦν δηλοῦν καὶ τὸ εἰς πλάγιον, πλαγιάζουσα γὰρ ἂν ἐγκόπτοι τὴν τοῦ κίρκου κατ' εὐθὺ πτῆσιν ἡ πέλεια καὶ οὕτω ταρφέα ποιεῖ αὐτὸν ἀΐσσειν, βοηθεῖται δὲ καὶ εἰς τὸ νοεῖσθαι ἐπὶ τοῦ ἔμπροσθεν ἀπὸ τοῦ "ἰθὺς ἐπέτετο". πέτεται γὰρ πάντως ἰθὺς ὁ Ἀχιλλεύς, καθὰ καὶ κίρκος. αὐτὸς δὲ πάλιν ἰθὺς πέτεται κατὰ πελείας φευγούσης ἀεὶ ὕπαιθα, τουτέστιν ἔμπροσθεν αὐτοῦ. οὐ γὰρ ἂν διώκοι τὴν μὴ πρὸ αὐτοῦ φεύγουσαν. Τὸ δὲ "ὀξὺ λεληκέναι" τὴν ἰδιότητα τοῦ κίρκου δηλοῖ, ὀξὺ φωνοῦντος ὅτε ἀγωνιᾷ ἐγγὺς τοῦ διωκομένου γινόμενος. ὠνοματοπεποίηται δὲ τὸ "λεληκώς", καθὰ καὶ τὸ ἔλακε καὶ τὸ λακεῖν, ἐξ ὧν καὶ τὸ λεληκώς δοκεῖ γενέσθαι, οὐ συγκοπὲν ἐκ τοῦ λελαληκώς, ὃ δὴ ἀνθρωπίνην σημαίνει φωνήν, ἀλλ' ἐκ τοῦ ληκῶ ἀχρείου ἐνεστῶτος παραχθέν, ἢ καὶ συγκοπὴν παθὸν ἐκ τοῦ λελαληκώς.

(v. 142) Τὸ δὲ "ταρφέα" ἐπὶ μὲν τῶν κατὰ γῆν κυριολεκτεῖται. ταρφέα γὰρ φυτὰ τὰ πυκνὰ καὶ ταρφεῖα ὕλη παρηχεῖταί πως καὶ τῇ τραφερᾷ γῇ ὡς ἀπὸ τοῦ τρέφω ἔταρφον, καθὰ δέρκω ἔδαρκον. ἐπὶ δὲ τοῦ "ταρφέα ἀΐσσειν" [594] πολλὴ τοῦ ταρφέος ἡ ἐκ τῆς κυριολεξίας διάστασις καὶ οὐδ' ὅσον ὑψοῦ πετόμενος κίρκος ἔστ' ἀπὸ γαίης. ψιλὴν γὰρ μόνην δηλοῖ πυκνότητα ὁρμῆς, κοινωνίαν δὲ οὐδεμίαν ἔχει πρὸς τὸ τρέφειν, εἰ μὴ ἄρα τις εἰπεῖν τολμήσει ὅτι καὶ ὁ κίρκος πυκνὰ ἀΐσσει, ἵνα τραφῇ ἑλὼν τὴν πέλειαν. οὕτω δὲ καὶ "ταρφέες ἰοί" οὐ κατὰ κυριολεξίαν λέγονται. οὐ μέντοι οὕτως ἀναιδὴς ἐν αὐτοῖς ἡ τροπή, ὡς ἐπὶ τοῦ "ταρφέα ἀίσσειν". ἔχουσι γάρ πως οἱ συχνοὶ ὀϊστοὶ ὁμοιότητά τινα πρὸς τάρφος, ἤγουν δάσος, φυτῶν. Τὸ δὲ "ἑλέειν τέ ἑ θυμὸς ἀνώγει" περιφραστικῶς ἀντὶ τοῦ προθυμεῖται ἑλεῖν. ἔχει δέ τι καὶ ἄλλως ἀστεῖον ὁ λόγος. οἱονεὶ γὰρ ἐφίστασθαι τῷ κίρκῳ λέγει δεσποτικῶς θυμόν, ὅστις πότε οὗτός ἐστι, καὶ κελεύειν ἑλεῖν τὴν διωκομένην πέλειαν, ὡς εἰ καὶ κύων ἐπισπεύδεται ὑπὸ κυνηγέτου θηρίον ἑλεῖν.

(v. 145 s.) Ὅτι μέμνηται Ὅμηρος καὶ ἐνταῦθα ἐρινεοῦ τοῦ Τρωϊκοῦ, ἤγουν τόπου τινὸς ἐρινεώδους, ὡς καὶ ἐν ἄλλοις εἴρηται. οὐ γὰρ ὥσπερ ἡ τοῦ Διὸς φηγὸς μία ἦν ἐν Τροίᾳ, οὕτω καὶ εἷς τις ἐρινεὸς περὶ τὸ τεῖχος. οὐ γάρ. ὅτι μηδὲ δοκεῖ ὅλως τοῦτο τοῖς παλαιοῖς. ῥάχις δέ τις ἦν ἐρινεοὺς ἔχουσα ὑψηλὴ πρὸ τῆς Τροίας. διό φησι "οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα τείχεος αἰὲν ὑπ' ἐκ κατ' ἀμαξιτὸν ἐσσεύοντο". καὶ διὰ τὸ τοιοῦτον τῆς ῥάχεως ὕψος εὐεπίβατος ἦν καί, ὡς ὁ ποιητὴς ἔφη, ἄμβατος ἐκεῖθεν ἡ ἠνεμόεσσα Τροία. διὸ καὶ σκοπιὰ ἦν ἐκεῖ ἀναγκαίᾳ φυλακῇ τοῦ τείχους. περιεκτικὴ γοῦν τις, καθὰ καὶ προεδηλώθη, λέξις ὁ ἐρινεός. οὕτω δὲ καὶ ὁ ἀσφοδελός, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται. Ὅτι δὲ ἡ σκοπιὰ φυλακῆς ἐστι τόπος, δηλοῖ ἐν Ὀδυσσείᾳ τὸ "ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι". Αἱ δὲ τρεῖς ἐνταῦθα προθέσεις οὐ μάτην ἐστοιβάσθησαν, ὡς οὐδ' ἀλλαχοῦ ποιεῖ Ὅμηρος τοῦτο, ἀλλ' ἡ μὲν ὑπο πρόθεσις τὸν κάτω δρόμον δηλοῖ τὸν ὑπὸ τῇ Τροίᾳ, ἡ δὲ ἐκ τὸ ἔξω καὶ πορρωτέρω τοῦ τείχους ‑ οὕτω γὰρ ἐπίτηδες Ἀχιλλεὺς διώκει τὸν Ἕκτορα ‑ , ἡ δὲ κατα τὸν ἐπ' αὐτῇ τῇ ἀμαξιτῷ δρόμον. Καὶ ὅρα ὅτι ψιλοῦσθαι [595] ὁ ποιητὴς τὴν ἄμαξαν βούλεται, ὡς δηλοῖ τὸ "κατ' ἀμαξιτόν". τὸ δ' αὐτὸ καὶ ἀπὸ τοῦ κατημαξευμένου φαίνεται. γίνεται γάρ, φασίν, ἄμαξα παρὰ τὸ ἄγειν τὰ ἀμώμενα, ἤτοι θεριζόμενα. οἱ δὲ δασύνοντες ἀπὸ τοῦ ἅμα καὶ τοῦ ἄξονος αὐτὴν συντιθέασιν.

(v. 147-152) Εἶτα λέγει καὶ ὡς θέοντες ὁ Ἀχιλλεὺς καὶ ὁ Ἕκτωρ "κρουνὼ ἵκανον καλλιρρόω", "ἔνθα δέ", ἤγουν ὅπου δή, "πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος· ἣ μὲν γάρ θ' ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς γίνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο, ἣ δ' ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ". Καὶ ὅρα ὅτι οὐδεμίαν ἀφῆκε ψύχους ὑπερβολὴν ὑφ' ἑτέρου τινὸς ῥηθῆναι ὁ ποιητής, καὶ ὅτι οὐδὲ καινῶν ἀκουσμάτων ἄμοιρον εἴασε τὴν ἑαυτοῦ ποίησιν, καὶ ὅτι οὐδὲ καινῶν ἀκουσμάτων ἄμοιρον εἴασε τὴν ἑαυτοῦ ποίησιν. καινὸν γάρ τι καὶ ἡ περὶ τῶν πηγῶν τούτων τοῦ Σκαμάνδρου ἱστορία, παραρριφεῖσα ἐν παρέργῳ, καί, ὡς εἰπεῖν, ἐκ παρόδου, ὡς οἷα καὶ ἐκεῖ ἐλθόντων τῶν ἄρτι τρεχόντων ἡρώων.

(v. 156) Φησὶ γὰρ "τῇ γάρ", ἤγουν ἐνταῦθα, "παραδραμέτην" καὶ ἑξῆς. ὦπται δὲ καὶ νῦν περὶ τὴν τῶν Βουλγάρων ἀνάδοσις δύο τοιούτων πηγῶν, ὧν ἡ μία καίουσα ζωογονεῖ ὅμως σκώληκας, οἳ ἐξαιρεθέντες τοῦ ζέοντος καὶ ἀέρι ὁμιλήσαντες ἐκλείπουσι. λέγει δὲ καὶ Ἡρόδοτος ποταμὸν Σκυθικὸν Τέαρον τά τε ἄλλα εἰς ἄκεσιν φέροντα καὶ δὴ καὶ ἀνδράσι καὶ ἵπποις ἀγαθὸν ψώραν ἀκέσασθαι. πηγαὶ δέ, φησίν, τούτου δυοῖν δέουσαι τεσσαράκοντα, ἐκ πέτρας τῆς αὐτῆς ῥέουσαι, καὶ αἳ μὲν αὐτῶν εἰσι ψυχραί, αἳ δὲ θερμαί. Ὁ δὲ Γεωγράφος λέγει μὴ εὑρίσκεσθαι θερμὰ ἐν τῷ Σκαμάνδρῳ, καὶ ὅτι οὐδὲ πηγαὶ Σκαμάνδρου ἐνταῦθα, ὅπου ὁ ποιητὴς ἱστορεῖ, ἀλλ' ἐν τῷ ὄρει, καὶ μία, ἀλλ' οὐ δύο. εἰκὸς οὖν, φησί, τὰ θερμὰ ἐκλελεῖφθαι, τὸ δὲ ψυχρὸν κατὰ διάδοσιν ὑπεκρέον ἐκ τοῦ Σκαμάνδρου, αὐτόθι ἀνατέλλειν, διὸ καὶ λέγεσθαι Σκαμάνδρου πηγήν, ἢ καὶ διὰ τὸ πλησίον εἶναι Σκαμάνδρου. καὶ οὕτω μὲν αὐτός. ἕτεροι δὲ σὺν τῷ εἰπεῖν ἐκλελεῖφθαι, ὡς εἰκός, τὰ θερμά, ὥσπερ καὶ ἄλλα πολλά, λέγουσι καὶ ὅτι αἱ ἀληθιναὶ πηγαὶ τοῦ Σκαμάνδρου πρὸς ἀνατολὰς τῆς Ἴδης πρὸ τριακοσίων εἰσὶ σταδίων Ἰλίου, ἕτεραι δηλονότι οὖσαι παρὰ τὰς Ὁμηρικὰς διὰ τὸ πλείους εἶναι τοῦ αὐτοῦ ποταμοῦ πηγάς. [Ἰστέον δὲ καὶ ὅτι θαυμασία ἐν τοῖς εἰρημένοις [596] καὶ ἡ Ὁμηρικὴ φράσις, οὔτε πάντῃ λογοειδὴς οὖσα, ὡς ψέγεσθαι διὰ τὸ ἀμέγεθες, οὔτε σκληρά, ὥστε φεύγεσθαι εἰς λόγου πεζοῦ παραπλοκήν. ἐφιστῶσι δ' ἐνταῦθα οἱ παλαιοί, λιαρὸν ῥηθῆναι τὸ θερμόν, πυθόμενοι ὡς ἄρα τοῦτο λιαρόν ἐστιν, ἀφ' οὗ πυρὸς ἀτμὶς καὶ καπνὸς ἔμπυρος ἀναφέρεται. εἰ δέ τι ἔστιν αὐτοῖς ἀντιπεσεῖν, μετὰ βραχέα φανεῖται. ὡς δὲ καὶ ἄλλα ὕδατα ἱστορεῖται ψυχρότατα, οἴδασιν οἱ μανθάνοντες. τοιοῦτον ἐν τοῖς μάλιστα καὶ ἡ περιᾳδομένη Στύξ, ὡς πολλαχοῦ δηλοῦται. λέγεται δὲ καὶ Τιλφῶσσα κρήνη ἐν Βοιωτίᾳ εἶναι, ἀφ' ἧς Τειρεσίαν πιόντα καὶ διὰ γῆρας οὐχ' ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. φέρεται δὲ ἱστορία καὶ Πτολεμαῖον ἐπὶ Κορίνθου προάγοντα κρήνῃ περιτυχεῖν ἀναβαλλούσῃ νᾶμα χιόνος ψυχρότερον, ἐξ ἧς πολλοὺς μὴ πίνειν ἀποπαγήσεσθαι προσδοκῶντας, αὐτὸς δὲ λέγει πεπωκέναι.]

(v. 153-156) Ὁ δὲ ποιητὴς λέγει καὶ ὅτι ἐπὶ τῶν τοιούτων πηγῶν "πλυνοὶ εὐρέες ἐγγὺς ἔασι καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες τὸ πρίν". ὅπερ ἑρμηνεύων, ὥς που καὶ ἐν τοῖς πρὸ τούτων, φησὶ "ἐπ' εἰρήνης". ὃ πάλιν σαφηνίζων ἐπάγει "πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν". τότε γὰρ ἦν εἰρήνη δηλαδή.

(v. 147) Ἰστέον δὲ ὅτι κρουνοὶ κυρίως οἱ καταρρέοντες ἐξ ὄρους μετὰ ψόφου καί τινος κρούσεως. διὸ κἀνταῦθα δοκεῖ τισιν ἄλλο εἶναι τοὺς κρουνοὺς παρὰ τὰς πηγάς, ἴσως δὲ οὐ καλῶς.

(v. 149) Καπνὸν δὲ πηγῆς λέγει παραβολικῶς τὸ ἄθρουν τῆς ἐκ θερμῶν ὑδάτων θειώδους ἀναθυμιάσεως, ὅπερ καπνοῦ φαντασίαν τοῖς βλέπουσιν ἔπεμπε. καὶ ἄλλως δὲ καπνὸς ἐνταῦθα οὐχ' ὁ αὐτόχρημα, ἀλλὰ τὸ οἱονεὶ καπνῶδες τῆς ἀναθυμιάσεως. οἶδε γὰρ ὁ ποιητὴς ἐνεῖναί τι τοιοῦτον καὶ τῇ ἀτμίδι, διὸ καὶ ἀνωφορεῖται, καθάπερ αὖ πάλιν καὶ τῷ καπνῷ ὑγρότης ἀναμέμικταί τις. ἴσως δὲ καὶ παραβολικὸν ἐνταῦθα προσυπακουστέον συνήθως ἐπίρρημα, ἵνα λέγῃ ὅτι ὡς καπνὸς ἐγίνετο ἐξ αὐτῆς.

(v. 151) Τὸ δὲ "προρέει" ἁπλοῦν ἔχει τὸ ρ τοῦ μέτρου ὑφελομένου τὸ Ἀττικὸν δίπλασμα. εἰ δέ τις διαφορά ἐστι τοῦ "ἣ μὲν ῥέει" "ἣ δὲ προρέει", οὐκ ἂν ἄρτι [597] ζητοίη τις.

(v. 152) Κρύσταλλος δὲ φανερῶς νῦν ἐν δυσὶ λ, ᾧ οὐ συνυπακτέον καὶ τὸν ὕαλον. [Ἐρρέθη δὲ τὸ "ἐξ ὕδατος κρυστάλλῳ" πρὸς διαστολὴν τοῦ ἄλλως πηκτοῦ ἐξ ἀναθυμιάσεως, ᾧ οὐκ ἂν ὕδωρ ψυχρότατον παραβάλλοιτο, ἀλλὰ μάλιστα τῷ ἐξ ὕδατος.]

(v. 153) Πλυνοὶ δὲ νῦν μὲν πύελοι, ὁποῖαί τινες καὶ περὶ Εὔβοιαν φαίνονται, τουτέστι λεκανίδες ἐκ λίθων, ἐπιτήδειαι πλύνειν.

(v. 154 s.) Ὅθεν ὁ ποιητὴς ἐτυμολογῶν φησιν "ὅθι πλύνεσκον γυναῖκες", ὧν ἔργον τὰ τοιαῦτα. δηλοῖ δὲ τὴν τοιαύτην ἐτυμολογίαν καὶ ὁ Κωμικός, ἐν οἷς πρὸς γυναῖκα ὀνομάσασαν ἑαυτὸν πλυνὸν φησί τις "ὄναιο μὲν οὖν, εἴ τις ἐκπλύνειέ σε". καὶ οὕτω μὲν ἐνταῦθα. ἐν δὲ τῇ Ὀδυσσείᾳ βόθροι τινὲς οἱ πλυνοὶ παραποτάμιοι, πρὸς πλύσιν χρήσιμοι καὶ αὐτοί, ὧν πρὸς διαστολὴν οἱ ἐνταῦθα λαΐνεοι λέγονται, ὅ ἐστι λίθινοι.

(v. 157 et 165) Ὅτι "τρὶς πόλιν Πριάμου περιδινηθήτην" Ἀχιλλεὺς καὶ Ἕκτωρ, "ὃ μὲν φεύγων, ὁ δὲ ὄπισθε διώκων".

(v. 157-161) Τοῦτο δὲ ὁ ποιητὴς συστρέφων ἐλλειπτικῶς καὶ γοργῶς καὶ οἷον συντροχάζουσαν καὶ τὴν φράσιν ποιῶν εἰς ὁμοιότητα τῶν φραζομένων φησὶν ἐνταῦθα, ὡς εἴρηται, "παραδραμέτην, φεύγων, ὃ δ' ὄπισθε διώκων· πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ' ἀμείνων καρπαλίμως, ἐπεὶ οὐχ' ἱερήϊον οὐδὲ βοείην ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίνεται ἀνδρῶν, ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο".

(v. 165) Ἰστέον δὲ ὅτι οὐ μάτην τὸ περιδινηθῆναι εἶπεν ὁ ποιητής, ἀλλ' ἐπιτυχῶς καθ' ἱστορίαν χωρογραφικήν. ἐν οἷς γὰρ ὁ [598] Γεωγράφος δείκνυσιν ἀπολωλέναι μὲν τὸ παλαιὸν Ἴλιον, ἕτερον δὲ εἶναι τὸ ἐπ' αὐτοῦ φαινόμενον, λέγει ὅτι ὁ Ἕκτωρ φεύγων περιέδραμε τὸ Ἴλιον, τὸ δὲ νῦν οὐκ ἔστι περίδρομον διὰ τὴν συνεχῆ ῥάχιν, ἡ δὲ παλαιὰ πόλις ἔχει περίδρομον. πάνυ δὲ καίριον ἐπὶ τοιούτων περιοδικῶν κλωσμάτων καὶ περιδρόμων τὸ ἐκ τοῦ δίνου. ὅ ἐστι τόρνου, παρηγμένον δινεῖν.

(v. 157) Τὸ δὲ "φεύγων, ὃ δ' ὄπισθε διώκων" ἐστρύφνωται κατ' ἔλλειψιν, ὡς εἴρηται. τὸ γὰρ ἐντελὲς οὕτω· ἐγγὺς τῶν πηγῶν ἔδραμον, ὁ μὲν Ἕκτωρ φεύγων, ὁ δ' ὄπισθε διώκων.

(v. 158) Διὸ εὐθὺς λύσας ὁ ποιητὴς χάριν σαφηνείας καὶ οἷον ἁπλώσας τὸ νόημα καὶ τὴν ἑαυτοῦ δὲ γνώμην ἐπὶ τοῖς ἥρωσιν ἐξάγων, ἐπάγει τὸ "πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δὲ μέγ' ἀμείνων". ὅπερ οἰκεῖον ἐπὶ ἀντιπάλων ἐνδόξων λέγεσθαι, ὧν κρείττων ἀναμφιλόγως ὁ ἕτερος.

(v. 159) Ἱερεῖον δὲ Ἀττικῶς ὀνομάζει τὸ θυόμενον ζῷον, τινὲς δὲ τὸν βοῦν κατ' ἐξαίρετον. Βοείην δὲ ἢ τὴν βύρσαν τοῦ τοιούτου βοὸς ἢ ἀσπίδα, ὁποῖα ποδῶν ἄεθλα τοῖς παλαιοῖς ἀθληταῖς ἔκειντο, καθὰ ἐμφαίνει ὁ ποιητής.

(v. 160) Ἄρνυσθαι δὲ καὶ νῦν τὸ ἀντικαταλλάσσεσθαι. συνάλλαγμα γάρ τι καὶ τὰ τοιαῦτα, ἐπεὶ τρόπον τινὰ συνήλλαττον καὶ οἱ ἀθληταὶ διδόντες τὴν παρ' ἑαυτῶν ἀρετὴν καὶ ἀντιλαμβάνοντες ἀέθλια.

(v. 161) Τὸ δὲ "περὶ ψυχῆς ἔθεον" παροιμίαν ἀπετέλεσε, λέγουσαν τὸ περὶ ψυχῆς θέειν, ὅτε τις ἀγωνιῶν ἐπὶ ἐσχάτῳ κινδύνῳ διαπράττεταί τι. τοῦτο δὲ καὶ [599] ἀγῶνα θανάσιμον Εὐριπίδης φησίν, ἐξ Ὁμηρικοῦ κερδήσας τὸ νόημα, ὃς καὶ ἄλλως ἑρμηνεύων περιφραστικώτερον τὸν περὶ ψυχῆς δρόμον ἀγῶνά φησιν "ἐν ᾧ ζῆν ἢ θανεῖν χρεών". τούτοις ὅμοιον καὶ παρὰ Ἡροδότῳ τὸ "θέοντες τὸν περὶ τοῦ παντὸς ἤδη δρόμον". Ἦν δὲ ὁ κατὰ τὸν ποιητὴν περὶ τῆς τοῦ Ἕκτορος ψυχῆς δρόμος ‑ οὐ γὰρ περὶ δύο ψυχῶν ἔτρεχεν ‑ , ἀλλὰ μιᾶς ‑ τὸ τὸν μὲν Ἀχιλλέα διώκειν ἀφελέσθαι τὴν ἐκείνου ψυχὴν ἐθέλοντα, τὸν δὲ Ἕκτορα φεύγειν, περιποιήσασθαι αὐτὴν σπεύδοντα.

(v. 162-165) Ὅτι τὸν Ἀχιλλέα ἤδη ἑνί, ὡς καὶ ἔδει, ἀεθλοφόρῳ εἰκάσας ἵππῳ, ἐνταῦθα τὸ τάχος ἐπιτείνων παραβάλλει αὐτόν τε καὶ τὸν Ἕκτορα τοιούτοις ἵπποις, οὐ τρέχειν ἀρξαμένοις, ἀλλὰ πρὸς τῷ τέλει τοῦ δρόμου τυγχάνουσιν, ὅτε καὶ μείζων αὐτοῖς ἡ τοῦ δρόμου ὑπὸ τῶν ἡνιόχων ἐπίτασις, καί φησιν "ὡς δ' ὅτ' ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι ῥίμφα μάλα τρωχῶσι, τὸ δὲ μέγα κεῖται ἄεθλον, ἢ τρίπος ἠὲ γυνή, ἀνδρὸς κατατεθνειῶτος, ὣς οὗτοι τρὶς περιδινηθήτην", ὣς προγέγραπται.

(v. 163 s.) Καὶ ὅρα κἀνταῦθα τὴν τῶν παλαιῶν ἄθλων φύσει μὲν εὐτέλειαν, θέσει δὲ μεγαλειότητα. τὸν γὰρ τρίποδα ἢ τὴν γυναῖκα μέγα ἔπαθλον καλεῖ. Τὸ δὲ τρωχᾶν ἐκτείνει τὴν ἄρχουσαν, ὡς καὶ τὸ τρωπᾶν καὶ νωμᾶν καὶ στρωφᾶν, περὶ ὧν προγέγραπται.

(v. 164) Τὸ δὲ τρίπος ἔνδειαν ἔπαθε τοῦ υ, ὡς καὶ τὸ "Ἶρις ἀελλόπος". Γυναῖκα δὲ δούλην ἐνταῦθα νοητέον, προβληθεῖσαν εἰς ἔπαθλον. καὶ ἀναγνωστέον ἰδίᾳ τὸ "ἀνδρὸς κατατεθνειῶτος", ἵνα δηλοῖ, γίνεσθαι ἀγῶνα ἐπιτάφιον ἀνδρὶ τεθνεῶτι. τὸ γὰρ εἰπεῖν, ὅτι γυνὴ ἀνδρὸς τεθνειῶτος, οὐκ ἀρέσκει τοῖς παλαιοῖς, εἰ καὶ μέγα τοῦτο ἄεθλον. Ὅρα δὲ καὶ ὅτι πρὸ ὀλίγου μὲν ἱερεῖον καὶ βύρσαν ποδῶν ἀέθλια ἔφη, νῦν δὲ ἱππέων τρίποδα καὶ γυναῖκα, μεγάλα καὶ αὐτὰ τοῖς τότε.

(v. 168-169) Ὅτι ἐπὶ φίλῳ ἡττωμένῳ ἢ ἄλλως βλαπτομένῳ ῥηθήσεται τὸ "ὢ πόποι· ἦ φίλον ἄνδρα διωκόμενον ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ' ὀλοφύρεται ἦτορ". ὁ τοῦ μύθου δὲ Ζεὺς τοῦτο λέγει ἐπὶ Ἕκτορι διωκομένῳ περὶ τεῖχος ὑπ' Ἀχιλλέως. Ὀλοφύρεσθαι δὲ Ὅμηρος τὸν Δία λέγει ἐπὶ Ἕκτορι δι' εὐσέβειαν.

(v. 170-172) Ἐπάγει γὰρ "ὅς [600] μοι πολλὰ βοῶν ἐπὶ μηρί' ἔκηε" καὶ ἑξῆς. δοκεῖ γὰρ τῷ Διΐ, καθὸ αἰθέρι καὶ ἀέρι καὶ Ὀλυμπίῳ, θύειν ὁ Ἕκτωρ, κατὰ ἔθος δηλαδὴ ἐγχώριον, ποτὲ μὲν Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ' αὖτε ἐν πόλει ἀκροτάτῃ. βοῶν δὲ μάλιστα μηρί' ἔκαιεν, ὧν ἡ ἑκατόμβη παρώνυμος. καὶ διὰ ταῦτα φρονεῖ τι δῆθεν ὁ Ζεὺς ὑπὲρ αὐτοῦ.

(v. 172) Ὅρα δὲ ὅτι οὐ πόλιν ἁπλῶς ἄκραν τὴν Τρωϊκὴν ἀκρόπολιν διαλύσας ἔφη, ὡς ἐν ἄλλοις, ἣν καὶ Πέργαμον εἶπεν, ἀλλὰ πόλιν ἀκροτάτην, ἤτοι κορυφαίαν, ἐφ' ἧς ὥσπερ καὶ ἐν κορυφαῖς Ἴδης ὁ Ἕκτωρ ἔθυεν.

(v. 174) Ὅτι τὸ "ἀλλ' ἄγετε φράζεσθε θεοί" καὶ τὸ "μητιάασθε" ἐκ παραλλήλου τὸ αὐτὸ σημαίνει, ὥσπερ καὶ κατωτέρω τῆς αὐτῆς ἐννοίας ἀλλήλοις εἰσὶ τὸ "πύματόν τε καὶ ὕστατον". ἐπίτασιν δὲ νοήματος τὸ τοιοῦτον σχῆμα ἐνταῦθα ἐμφαίνει, τὸ μὲν πρῶτον προκαλούμενον τῷ διπλασιασμῷ εἰς τὸ πάνυ προσεχόντως βουλεύσασθαι, τὸ δὲ δεύτερον δηλοῦν τὸ ἄκρως ἔσχατον.

(v. 175 s.) Ἐν τούτοις δὲ ἐκφαίνεται καὶ ὡς τὸ δαμάσαι ποτὲ μὲν αὐτοπαθῶς λέγεται, οἷον "δαμάσαι θυμόν", ἔστι δ' ὅτε καὶ ἀλλοπαθῶς, ὡς δηλοῖ τὸ "ἢ Ἕκτορα ἤδη τῷ Ἀχιλλεῖ δαμάσομεν", καὶ μετ' ὀλίγα "ἄφαρ δέ σε Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ". Ἰστέον δὲ ὅτι μέγα τι κρίνων Ὅμηρος τὸ πεσεῖν ὑπὸ Ἀχιλλεῖ τὸν Ἕκτορα πλάττει θείαν βουλὴν καὶ τοῦ τοιούτου ἔργου προηγουμένην.

(v. 174-176) Ζεὺς τοίνυν μνησθεὶς μηρίων βοῶν ἐκείνων, ἃ δὴ πολλὰ ὁ Ἕκτωρ αὐτῷ ἔκηεν "ἄγετε" φησί "φράζεσθε", ὡς ἐρρέθη, ὦ "θεοί, ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἠέ μιν ἤδη Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα". καὶ ἔστιν ὃ ἐκ τοῦ Διὸς ὁ Ἕκτωρ ἐκέρδανεν ὁ ῥηθεὶς ὀλοφυρμὸς ὁ κατὰ ἦτορ καὶ ὁ παρὼν ἔπαινος. ἄλλο γὰρ οὐδέν τι πλέον ἔχει ἐκ Διὸς ἄρτι. αὐτίκα γὰρ ἀγανακτοῦσα ἡ Ἀθηνᾶ ἐρεῖ τὰ ἐφεξῆς δηλωθησόμενα καὶ πείσει τὸν Δία φάναι πρὸς αὐτὴν τὸ "θάρσει, Τριτογένεια, φίλον τέκος" καὶ ἑξῆς. καὶ εὐθὺς βήσεται κάτω εἰς Ἀχιλλέα καὶ ἀνύσει τὰ κατὰ τοῦ Ἕκτορος. ἔστιν οὖν ὁ παρὼν Ὁμηρικὸς τόπος προεκθετικὸς καὶ αὐτὸς τῶν γενησομένων καθ' ἔθος Ὁμηρικόν. ἀνεπιτηδεύτου δὲ κάλλους ἐν τούτοις ἡ ποιητική τε ἐπαναφορὰ καὶ ἡ [601] παρίσωσις, ἤγουν τὸ "σαώσομεν" καὶ "δαμάσσομεν", καὶ τὸ "ἠέ μιν" δὶς ῥηθὲν συνεχῶς ἐν ἀρχαῖς νοημάτων.

(v. 178-181) Ἃ δ' ἐν τούτοις φησὶν ἡ Ἀθηνᾶ, εἴποι ἄν τις βραχὺ παρῳδήσας ἐπί τινι ῥυομένῳ καινῶς ἐκ θανάτου πρὸς τὸν ἐκείνῳ κατ' ἰσχὺν βοηθοῦντα, οἷον· ὦ πατὲρ τυχὸν ἢ ἄλλο τι, "οἷον ἔειπες, ἄνδρα θνητὸν ἐόντα ἂψ ἐθέλεις", καθὰ καὶ ἀλλαχοῦ ἐγράφη, "θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ἔρδε, ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν ἄλλοι".

(v. 180) Ἔστι δὲ "ἀναλῦσαι" τὸ ποιῆσαι ἀναζῆσαι καὶ εἰς ζωῆς ἐπανακάμψαι ἀρχήν, ῥηθὲν μεταφορικῶς ἀπὸ τῶν ἀναλυομένων ὑφασμάτων. οὕτω γὰρ ἡ μὲν αἶσα ἐπινήθει λίνῳ, ὁ δὲ ἀνατρέπων αὐτὴν ἀναλύειν ἂν τὰ ἐκείνης λέγοιτο. ἡ δὲ τοιαύτη λέξις καὶ ἐν Ὀδυσσείᾳ κεῖται, ὅπου καὶ ὁ τῆς Πηνελόπης ἱστός. Ἰστέον δὲ ὅτι τὸ "θνητὸν ἐόντα" καὶ ἑτέρως φράζων καὶ νῦν, ὡς καὶ πρὸ τούτων, ὁ ποιητής φησι "πάλαι πεπρωμένον αἴσῃ", τουτέστι πεπερατωμένον, καὶ εἰς τέλος ἐλθόντα τοῦ ζῆν.

(v. 183) Τριτογένεια δὲ κἀνταῦθα ἡ Ἀθηνᾶ. καὶ διὰ τί μὲν οὕτω καλεῖται, ἀλλαχόθι δεδήλωται. ὅτι δὲ καὶ παρὰ τὸν Τρίτωνα ποταμὸν ἡ λέξις λέγεται, ὡς ἐκεῖ γεννηθείσης τῆς Ἀθηνᾶς, ῥητέον εἰς τοῦτο νῦν ἐκεῖνο μόνον, ὡς διὰ τοῦτο καὶ οἱ περὶ τὴν Τριτωνίδα λίμνην θύουσι τῇ Ἀθηνᾷ μάλιστα καθ' Ἡρόδοτον, μετὰ δέ, τῷ Τρίτωνι καὶ τῷ Ποσειδῶνι, οὗ φύσει θυγατέρα τὴν Ἀθηνᾶν οἱ ἐν Λιβύῃ νομίζουσιν, ὡς καὶ προγέγραπται. ἐν τούτοις δὲ καὶ ὁ παραχωρῶν νεωτέρῳ φίλῳ πρᾶξαί τι τῶν αὐτῷ φίλων, οὗ πρὶν ἐκωλύετο, εἴποι ἂν "θάρσει, φίλον τέκος, οὔ νύ τι θυμῷ πρόφρονι μυθέομαι· ἐθέλω δέ τοι", ὡς καὶ ἑτέρωθι γέγραπται, "ἤπιος εἶναι. ἔρξον ὅπῃ δή τοι", ἤγουν σοι, "νόος ἔπλετο" τουτέστι πέλεται, δυσαρεστουμένη, εἴπερ ὁ Ἕκτωρ περισωθήσεται. προαναφωνεῖται δ' ἐν τούτοις καὶ ὡς βλάψει ἐν τοῖς ἑξῆς ἡ Ἀθηνᾶ τὸν Ἕκτορα.

(v. 188-194) Ὅτι ἐν στενῷ εἰπὼν ὁ ποιητὴς "Ἕκτορα δ' ἀσπερχὲς κλονέων ἔφεπεν ὠκὺς Ἀχιλλεύς", ἐπάγει τοιαύτην παραβολὴν "ὡς δ' ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται", ὅ ἐστι διώξει, "ὄρσας ἐξ εὐνῆς διά τ' ἄγκεα καὶ διὰ βήσσας, τὸν δ' εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, ἀλλά τ' ἀνιχνεύων θέει [602] ἔμπεδον, ὄφρα κεν εὕρῃ, ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλείωνα". Καὶ σημείωσαι ὅτι φθάσας εἰπεῖν ὁ ποιητής, ὡς ἐσθλὸς μὲν ὁ Ἕκτωρ ἔφευγε, μέγα δὲ ἀμείνων ὁ Ἀχιλλεὺς ἐδίωκεν, ἐνταῦθα ὑπερεξαίρων τὸν Ἀχιλλέα κατ' αὐτὸ δὴ τοῦτο τὸ διώκειν τὸν Ἕκτορα εἰς τὴν ῥηθεῖσαν ἦλθε παραβολήν, ἐν ᾗ καὶ κυνὸς ἀρετὴν παραδίδωσι, ὡς καὶ ἐν Ὀδυσσείᾳ, οὐ μόνον τὸ τάχος, ἀλλὰ καὶ τὸ εἰδέναι ἀνιχνεύειν.

(v. 189) Ὅρα δὲ ὅτι φανερῶς ἐνταῦθα νεβρὸν τὸ νεογνὸν τῆς ἐλάφου λέγει. οὐ γὰρ ἁλῶς ἔφη νεβρόν, ἀλλὰ νεβρὸν ἐλάφου, ἀλλαχοῦ δὲ καὶ ἐντελέστερον "νεβρόν, τέκος ἐλάφοιο ταχείης".

(v. 190) Εὐνὴν δὲ νεβροῦ τὴν διατριβὴν λέγει δυναμένην καὶ κοίτην καλεῖσθαι, ὅθεν Ἡσίοδος θῆρας ὑληκοίτας φησίν.

(v. 191) Ὅρα δὲ καὶ τὴν ὑπο πρόθεσιν δοτικῇ κἀνταῦθα συνταχθεῖσαν ἐν τῷ "ὑπὸ θάμνῳ", καὶ ὡς οὐ μόνον λαγωὸς πτώσσειν καὶ πτήσσειν λέγεται, ὅθεν καὶ γίνεται ὁ πτώξ, ἀλλ' ἰδοὺ καὶ νεβρὸς πτήσσει ὑπὸ θάμνῳ.

(v. 194-198) Ὅτι "ὁσσάκις ὁρμήσειε πυλάων Δαρδανιάων Ἕκτωρ ἀντίον ἀΐξεσθαι ἐϋδμήτους ἐπὶ πύργους, εἴ πώς οἱ", ἤγουν ὅπως αὐτῷ, καθύπερθεν ἀλάλκοιεν βελέεσσιν", οἱ ἐπὶ τοῦ τείχους δηλαδή, ‑ τοῦτο γὰρ διὰ συντομίαν σεσίγηται τῷ ποιητῇ ‑ "τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθάς", ἤτοι προφθάσας, "πρὸς πεδίον" Ἀχιλλεύς, "αὐτὸς δὲ ποτὶ πτόλιος", ἤγουν πρὸς πόλεως, "πέτετ' αἰεί". Ἐνταῦθα δὲ οἱ παλαιοὶ στοχαζόμενοι, ὡς Ἀχιλλεὺς μὲν ἐλάττω κύκλον περίεισι τὸν πρὸς τῇ πόλει, Ἕκτωρ δὲ μείζω τὸν ἐξωτέρω, φασὶν ὡς, εἰ τοῦθ' οὕτως ἔχει, πῶς ἔτι ποδωκέστατος ὁ Ἀχιλλεύς, πῶς δὲ καὶ πέτεται ὁ παρὰ πόδας ἥκων τοῦ Ἕκτορος, καὶ ταῦτα κύκλον μείζονα περιθέοντος; καὶ τοιαῦτα μὲν ἀποροῦσιν [603] αὐτοί. ὁ δὲ ποιητὴς λύσει πιθανῶς τὸ ἄπορον τῇ τοῦ κατὰ Ἀπόλλωνα μοιριδίου μεσολαβήσει, ὡς αὐτοῦ βοηθοῦντος καὶ μένος ἐντιθέντος τοῖς Ἕκτορος γόνασι καὶ οἷον πτερύσσοντος ὡς ἀντιπέτεσθαι τῷ Ἀχιλλεῖ.

(v. 202-204) Ἐρεῖ γὰρ ἐνδιαθέτως κατὰ σχῆμα ἐπαπορητικὸν οὕτω "πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγε θανάτοιο, εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ' Ἀπόλλων ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα". καὶ τοιοῦτον μὲν τοῦτο. ἔφθασε δὲ καὶ ἄλλως λῦσαι τὴν ἀπορίαν, ὅτε εἶπεν οὐ περὶ βύρσης ἢ τοῦ τυχόντος ἀέθλου θέειν αὐτούς, ἀλλὰ περὶ ψυχῆς Ἕκτορος, ὥστε ἡ ἀνάγκη ἐπτέρου καὶ τὸν Ἕκτορα εἰς τὸ φεύγειν. Οἱ δὲ παλαιοὶ λυτικοὶ λέγουσι πολλὰ καὶ ἄλλα εἰς λύσιν τῆς ῥηθείσης ἀπορίας, ὧν ἓν καὶ τὸ μὴ ἐξ εὐθείας εἶναι τὴν δίωξιν τῷ Ἀχιλλεῖ διὰ τὸ ὑποτρέχειν καὶ ἀπάγειν συχνὰ πόλεως τὸν Ἕκτορα ὧδε καὶ ἐκεῖ κάμπτοντα καὶ οὕτως ἀεὶ ἀποστρέφειν ἐκεῖνον ἐν τῷ προπάροιθε παραφθάνειν. Ἰστέον δὲ ὅτι τὸ "πῶς δέ κε κῆρας ὑπεξέφυγε θανάτοιο, εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετο ἐγγύθεν" ῥηθείη ἂν ἐπὶ τοῦ ῥυομένου ἐκ κινδύνου διὰ συνάρσεως κρείττονος.

(v. 195) Ὅρα δὲ καὶ ὅτι τὸ ἀΐξαι ἀΐξασθαι εἶπε παθητικῶς.

(v. 197) Τοῦ δὲ "παραφθάς" ἄχρηστον θέμα τὸ φθῆμι ὡς ἵστημι, ἐξ οὗ καὶ φθάμενος ὡς ἱστάμενος καὶ φθαίη ὡς σταίη.

(v. 198) Τὸ δὲ "ποτὶ πτόλιος" ἡ ἀντίπτωσις ταὐτὸν εἶναι ποιεῖ τῷ "πρὸς πόλει", ἤγουν ἐγγὺς πόλεως.

(v. 204) Τὰ δὲ γοῦνα ἢ ἐκ τοῦ γούνατα ἀποκέκοπται, ἢ ἐκ τῆς γουνός γενικῆς κέκλιται. καὶ ἔστι τοιοῦτον καὶ τὸ δοῦρα ἢ ἐκ τοῦ δουρός ἢ ἐκ τοῦ δούρατα. Ὅτι τὸ μὲν τάχος τῆς διώξεως καὶ φυγῆς τῶν δύο ἀριστέων ἐναργῶς ἤδη ὁ ποιητὴς ἐδήλωσε διὰ δύο παραβολῶν, ἐνταῦθα δὲ θέλων ἐνδείξεσθαι τὴν τοῦ δρόμου τῶν ἡρώων ταὐτότητα καὶ τὴν οἷον ἐν τῷ αὐτῷ μονὴν διὰ ἰσότητα τοῦ διώκειν καὶ φεύγειν, καὶ ὡς οὔτε Ἀχιλλεὺς ἐγγίσαι εἶχεν Ἕκτορι ὡς ἤθελεν, οὔτε αὖ ἐκεῖνος πόρρω διεκφυγεῖν, παραβολῇ τῇ ἀπὸ φαντασίας, οὐ μὴν οὐκ ἀληθείας, χρᾶται τοιαύτῃ, [604] συγχέων τὴν φράσιν ἀναλόγως τῷ φραζομένῳ πράγματι.

(v. 199-201) Ὡς δ' ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν, οὔτ' ἂρ ὃ τὸν δύναται ὑποφεύγειν, οὔθ' ὃ διώκειν, ὥς ῥα τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ' ὃς ἀλύξαι".

(v. 202-204) Εἶτα ἐπάγει τὸ "πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγε", καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται. Καὶ ὅρα ὅπως ἐπίτομος ἡ παραβολὴ καὶ συνεστραμμένη καὶ τροχαστικὴ διὰ τῆς συντομίας τῶν συχνῶν μονοσυλλάβων ἀντωνυμιῶν καὶ τῶν ἀπὸ κοινοῦ σχημάτων τῇ σπουδῇ τῶν ἀγωνιώντων συντρέχουσα. ἐκ τοῦ διώκειν γὰρ ἀπαρεμφάτου ἐν τῷ πρώτῳ στίχῳ κειμένου τρεῖς τόποι μετοχὴν τοῦ τοιούτου ῥήματος νοοῦσιν ἀπὸ κοινοῦ, ἵνα λέγῃ ὅτι οὐ δύναται τὸν φεύγοντα διώκειν, ὁ διώκων δηλαδή, οὔτε μὴν ὁ φεύγων δύναται ὑποφεύγειν, τὸν διώκοντα δηλονότι, οὔτε οὗτος, ἤγουν ὁ διώκων, δύναται διώκειν τὸν φεύγοντα. τοῦτο δὲ καὶ φανερὰ διττολογία ἐστί. τὸ γὰρ "οὔθ' ὃ διώκειν" εἴρηται μὲν ἀνωτέρω σαφέστερον ἐν τῷ "οὐ δύναται φεύγοντα διώκειν", ἐνταῦθα δὲ συνετμήθη, ὡς φιλοτιμησαμένου τοῦ ποιητοῦ τὸ γοργὸν φράσαι γοργότατα. ἦν δέ τι σχῆμα τοιοῦτον ἀλλαχοῦ καὶ τὸ "καί τε πρὸ ὁ τοῦ ἐνόησε". τινὲς μέντοι ἀθετοῦσιν, ὥς φασιν οἱ παλαιοί, τὰ ἔπη ταῦτα ὡς εὐτελῆ τε τῇ κατασκευῇ καὶ τῷ νοήματι καὶ ὡς ἀπραξίαν δρόμου καὶ στάσιν σημαίνοντα ἐπὶ τῶν οὕτω συντόνως τρεχόντων. καὶ μὴν ἄλλως ἐν τούτῳ μάλιστα ὁ ποιητὴς θαυμάζεται, ὅτι τὴν τοσαύτην ἀγωνίαν τοῦ δρόμου διὰ τὸ ἰσοταχὲς καὶ ἄπρακτον οὐ στάσει, ὡς αὐτοί φασιν, ἀλλὰ φαντασίᾳ δρόμου ἀπείκασεν. Ὅρα δὲ καὶ ὅτι ἐλλείψας ὁ ποιητὴς ταῖς ἀπὸ τοῦ διώκειν μετοχαῖς ὅμως τῇ λέξει τοῦ "δύναται" τρὶς ἐνταῦθα προσέσχε διὰ τὸ καίριον.

(v. 205-207) Ὅτι "ἄλλοισιν", ἢ μάλιστα λαοῖσι τοῖς Ἀχαϊκοῖς δηλαδή, "ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, οὐδ' ἔα ἕμεναι", ἤγουν πέμπειν, "ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα, μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι". οὗτος δὲ ὁ [605] στίχος οἰκεῖος ἐπὶ παντὸς λέγεσθαι τυχεῖν ἐφιεμένου τοῦ κατὰ σκοπόν.

(v. 207) Καὶ ὅρα ὅτι κῦδος ἀρέσθαι εἰπὼν τὸν περιγενησόμενον Ἕκτορος ἄριστα ἂν ἐντεῦθεν πλέξῃ παιήονα, ὅτε αὐτὸν ἀνέλῃ. ἐρεῖ γάρ "ἠράμεθα μέγα κῦδος" καὶ ἑξῆς. καὶ Ἀθηνᾶ δὲ μετ' ὀλίγα λέγει μέγα κῦδος Ἀχαιοῖς οἴσεσθαι τὸν Ἀχιλλέα διὰ τοῦ ἀνελεῖν Ἕκτορα. πολλαχοῦ δὲ ὁ ποιητής, ὡς ἔγνωσται, καὶ ἐπὶ διαφόρων προσώπων τὸ τοιοῦτον κατέσπειρε νόημα, κῦδος ἀρέσθαι λέγων καὶ εὖχος, καὶ μέγα κῦδος, καὶ μέγα εὖχος.

(v. 205) Ἀνανεύει δὲ ὁ Ἀχιλλεύς, οἷα μὴ ἐν ὄχλῳ τοσούτῳ βοᾶν δυνάμενος. δῆλον δὲ ὅτι παρῆσαν τῷ δρόμῳ τῶν ἡρώων οἱ Ἀχαιοί, καὶ ἐν θεάτρῳ οὐ μόνον Πανελληνίῳ, ἀλλὰ καὶ ἐκ τῶν πολεμίων ἄνω τοῦ τείχους συγκεκροτημένῳ, κατὰ τοὺς ἀεθλοφόρους ἐκείνους τῆς παραβολῆς ἵππους ἔθεον περὶ τῆς τοῦ Ἕκτορος ψυχῆς, καὶ ὅτι ἔσω κινδύνου ἦν ὁ Ἕκτωρ, ὡς εἰ καὶ τὸν Ἀχιλλέα διεκφύγοι, ἄλλοθεν ἐκ τῶν Ἀχαιῶν ἐπιπεμφθῆναι αὐτῷ πικρὰ βέλεμνα. διὸ καὶ ἀναγκαίως ἔρχεται κατὰ ἀκολουθίαν ὁ ποιητὴς εἰς τὸ περὶ τῶν ταλάντων τοῦ Διὸς πλάσμα.

(v. 208-213) Φησὶ γὰρ "ἀλλ' ὅτε δὴ τὸ τέταρτον", θέοντες, δηλαδὴ Ἕκτωρ καὶ Ἀχιλλεύς, ἐπὶ τοὺς ῥηθέντας κρουνοὺς ἀφίκοντο, καὶ τότε δὴ ἄνωθεν κυροῦται θανεῖν τὸν Ἕκτορα, ὁπηνίκα καὶ ὡς ἐπὶ μεγάλῳ πράγματι "χρύσεια πατὴρ ἐτίταινε", καθὰ καὶ ἀλλαχοῦ, "τάλαντα, ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, τὴν μὲν Ἀχιλλῆος, τὴν δ' Ἕκτορος ἱπποδάμοιο. ἕλκε δὲ μέσσα λαβῶν· ῥέπε δ' Ἕκτορος αἴσιμον ἦμαρ, ᾤχετο δ' εἰς Ἀΐδαο". καὶ τὸ ἐντεῦθεν ἔλιπε μὲν αὐτὸν Φοῖβος Ἀπόλλων, τῷ δ' Ἀχιλλεῖ παρίσταται ἡ Ἀθηνᾶ, ἵνα ὁ μὲν ὑψωθῇ, ὁ δὲ Ἕκτωρ ταπεινωθεὶς ὑπὸ γῆν γένηται κατὰ τὸ σύμβολον τῶν ταλάντων.

(v. 209 et 212) Καὶ εἴρηται μέν που ἤδη περὶ τῶν τοιούτων ταλάντων τὰ δέοντα. νῦν δὲ ῥητέον, ὡς ἐνταῦθα σαφέστατα ἐδήλωσεν ὁ ποιητής, τί βούλεται νοεῖν αὐτῷ ἡ τούτων ῥοπή, ὅτι δηλαδὴ τὴν κάτω νεῦσιν οὐ περὶ γῆν ἀλλ' ὑπὸ γῆν εἰς αὐτὸν [606] τὸν Ἅιδην. ἡ μέντοι λοιπὴ πλάστιγξ ἡ μὴ ῥέπουσα τὸ τέως μετέωρον τοῦ θανάτου δηλοῖ. ἔνθα μὲν γὰρ ἡ ῥοπή, βαρὺς ἐκεῖνος θάνατος, καί, ὡς εἰπεῖν, καθέλκει. ἑτέρωθι δὲ ἐν μετεώρῳ ἔτι τὸ κακὸν καὶ κουφότερον διὰ τὸ ἀνωφορεῖσθαι. Φασὶ δὲ οἱ παλαιοὶ ἐκ τούτου τοῦ χωρίου πεπλάσθαι, ὡς καὶ αὐτὸ προεδηλώθη, τὴν ψυχοστασίαν τῷ Αἰσχύλῳ, κῆρε νοήσαντι τὰς ψυχάς, ὡς καθόλου τοῦ Διὸς ψυχὰς ἱστῶντος. Ἰστέον δὲ ὅτι οὐ μόνον τὸ ῥέπειν καὶ ἡ ῥοπή λέξεις εἰσὶ σταθμητικαί, ἀλλὰ καὶ τὸ ἕλκειν, ὡς καὶ τὸ καθέλκειν καὶ ἡ ὁλκή, καὶ ὅτι ἐκ τῶν Ὁμηρικῶν ταλάντων λαβὼν Σοφοκλῆς ἔφη τὸ "βίου ῥοπή", καὶ τὸ "σμικρὰ παλαιὰ σώματ' εὐνάζει ῥοπή", ὡς τοῦ ποιητικοῦ ῥέπειν καὶ τῆς ἐξ αὐτοῦ ῥοπῆς τὰς θανατηρὰς ὑποδηλούντων αἰτίας. ἐκεῖθεν δὲ καὶ Εὐριπίδης μεταλαβὼν ἔφη τὸ "βροτῶν ὁ πᾶς ἀστάθμητος αἰών", ἤγουν ὧδε καὶ ἐκεῖ ῥέπων καὶ μὴ μένων ὡς ἐν ἰσότητι σταθμοῦ. Ἔτι ἰστέον καὶ ὡς ἐκ τῶν αὐτῶν ταλάντων καὶ ἡ καθωμιλημένη γλῶσσα τὸν θανεῖν κινδυνεύοντα ἐλθεῖν εἰς τὰ τοῦ θανάτου λέγει ζυγά, καὶ ὅτι ἀπ' ἐναντίας τῷ καθ' ἡμᾶς ταλάντῳ τὰ τοῦ Διός. ἡμῖν μὲν γὰρ ἀγαθὸν ὡς τὰ πολλὰ ἡ ῥοπή, ἐκεῖ δὲ οὔ, καὶ ὅτι ἁρμόσῃ ἄν ποτε ἡ τῶν τοιούτων ταλάντων θανατηρὰ ῥοπὴ προσώπῳ δωροδοκουμένῳ ἐπὶ κακώσει τινῶν.

(v. 213) Τὸ δὲ τὸν Φοῖβον Ἀπόλλωνα λιπεῖν τὸν Ἕκτορα ταὐτόν ἐστι τῷ ἐπιλιπεῖν αὐτῷ τὸν ἥλιον, οὗ τὸ φῶς ἡλίου "φοίβην φλόγα" Αἰσχύλος φησίν. ἐντεῦθεν δὲ ὀνάμενος Θεόκριτός φησι τὸ "οὐ πάντα τὸν ἥλιον δεδυκεῖν", ἤγουν οὐ πάσας συντελεσθῆναι τὰς ἡμέρας τοῦ ζῆν.

(v. 206) Ἰστέον δὲ καὶ ὅτι τὸ ῥηθὲν "ἕμεναι" ἤγουν πέμπειν, ἐκ τοῦ εἷναί ἐστι τοῦ δασυνομένου καὶ δηλοῦντος τὸ ἀφιέναι, οὗ σύνθετον τὸ ἀφεῖναι. [(v. 212) Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ "ῥέπε δ' Ἕκτορος αἴσιμον ἦμαρ, ᾤχετο δ' εἰς Ἀΐδαο" τὸ αἴσιμον ἦμαρ [607] ταὐτόν τέ ἐστι κηρὶ μιᾷ τῇ τοῦ Ἕκτορος καὶ σωματοειδὲς νοεῖται καὶ βάρος ἔχον οἷον δύεσθαι εἰς Ἅιδου, καὶ ὅτι ἔχων ὁ ποιητὴς πλάσαι καὶ ψιάδας αἱματοέσσας ἄνωθεν ἐπιψεκαζομένας καινότερον ἐπὶ οἴκτῳ τῷ ἐκ Διὸς ὤκνησεν ἐπὶ Ἕκτορι ποιῆσαι τοῦτο, οἷα, ὡς εἰκός, μὴ ἐθέλων οὕτω σεμνῦναι τὸν τῷ φίλῳ Ἀχιλλεῖ ἀντίθετον Ἕκτορα. οὐ μὴν ἀλλ' ἡμῖν μὴ ὀκνητέον σὺν τοῖς προγραφεῖσι περὶ αἱμάτων ῥοῆς προσθεῖναι καί, ὡς φέρεται ἱστορία, ὅτι παρὰ Συβαρίταις, ἐπειδὰν τριάκοντα πρεσβευτὰς Κροτωνιατῶν κτείναντες πρὸ τοῦ τείχους ἔρριψαν εἰς βορὰν θηρίοις, ἔδοξαν μὲν καὶ οἱ ἄρχοντες αὐτῶν κατ' ὄναρ ἰδεῖν τὴν Ἥραν ἐμοῦσαν χολὴν ἐν ἀγορᾷ μέσῃ, ἀνέβλυσε δὲ καὶ αἵματος πηγὴ ἔν τινι τῶν βωμῶν, ὅτε τὸν σύνεγγυς ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι, βουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν. ὡς δὲ πάνυ προσπαθῶς τῷ Ἀχιλλεῖ Ὅμηρος ἔχει, διωμολόγηται.]

(v. 219-221) Ὅτι Ἀθηνᾶ παραστᾶσα τῷ Ἀχιλλεῖ πείθει, ὡς οὐκέτ' ἔστι τὸν Ἕκτορα φυγεῖν ἐκ τούτου, οὐδ' εἰ πολλὰ πάθοι Ἀπόλλων προσπίπτων τῷ Διΐ.

(v. 225) Ὅθεν καὶ Ἀχιλλεὺς μὲν ἵσταται ἀναπαύων ἑαυτὸν "ἐπὶ μελίης", τῆς, ὡς προγέγραπται, "χαλκογλώχινος, ἐρεισθείς". Ἀθηνᾶ δὲ εἰκάζεται Δηϊφόβῳ τῷ Πριαμίδῃ καὶ ἀπατᾷ τὸν Ἕκτορα καὶ ἀνύει πεῖσαι τολμήσαι ἀντιστῆναι τῷ Ἀχιλλεῖ καὶ ἀρτύει αὐτῷ οὕτω τὸν θάνατον, ἡγησαμένη ἐν κερδοσύνῃ, ὅ ἐστι προηγησαμένη ἐν ἀπάτῃ, ὡς ῥηθήσεται, τῆς πρὸς τὸν Ἀχιλλέα ὁδοῦ τῷ Ἕκτορι. Καὶ σημείωσαι ὡς, εἰ καὶ καταβάλλειν δοκεῖ ὁ ποιητὴς τὴν τοῦ Ἀχιλλέως ἀρετὴν ἐν οἷς τὸ πᾶν τῆς κατὰ τοῦ Ἕκτορος νίκης ἀναθήσει τῇ Ἀθηνᾷ, οὔ οἱ μέλον. τὸ μὲν γὰρ τῆς ἱστορίας φανερόν, ὅτι δηλαδὴ ἀνδρεῖον τὸν Ἕκτορα ἔρριψεν Ἀχιλλεύς, αὐτὸς ἀνδρειότατος ὤν. ἡ δὲ ποίησις τῷ ἑαυτῆς νόμῳ τερατωδέστερον λέγειν βούλεται τὰ πράγματα ἤπερ ἀληθῶς μέν, ταπεινότερον δέ, καὶ μᾶλλον προκρίνει θεοφιλῆ τὸν Ἀχιλλέα ἤπερ ἁπλῶς ἀνδρεῖον ἐνδείξασθαι. τοῦτο μὲν γὰρ καὶ ἄλλοις ἐστὶ πολλοῖς, θεοῖς δὲ οὕτω φιλεῖσθαι σπάνιον.

(v. 216) Παρασημαινομένη γοῦν τοῦτο καὶ ἡ μυθικὴ Ἀθηνᾶ φησι "Διῒ φίλε, φαίδιμ' Ἀχιλλεῦ". πιθανεύεται δὲ καὶ τὴν μυθικὴν [608] ταύτην πλάσιν ὁ ποιητὴς ἐκ τοῦ μυριαχοῦ φανῆναι τοιαύτας θεοφιλείας ἐν τῇ κατ' αὐτὸν ποιήσει. ἔχει δέ τι καὶ παιδεύσεως ὁ λόγος, εἴπερ ἀνθρώπων οὕτω τὸ θεῖον ἐπίστροφόν ἐστι. δοκεῖ δὲ κἀνταῦθα τὸ τῆς Ἀθηνᾶς ἐπεισόδιον φρόνησίν τινα ὑπεμφαίνειν ἐπικουρήσασαν τῷ Ἀχιλλεῖ. αἰσθόμενος γὰρ Ἀχιλλεύς, ὡς εἰκός, μὴ ἂν ἐξισχύειν ἔτι τὸν Ἕκτορα εἰς δρόμον αὐτῷ ἀντεπεξάγεσθαι καί που καὶ αὐτὸς ὑποκαμών, ἵσταται ἀναπαύων ἠρέμα ἑαυτὸν τοῦ καμάτου. καὶ οὕτως ἢ ὁ Ἕκτωρ ἀναθαρρήσας κατά τι φρόνημα οἰκεῖον, δι' οὗ ἠπατήθη, καθά που καὶ Πάνδαρος, ἀφῆκε μὲν φεύγειν, ἀντικατέστη δὲ τῷ Ἀχιλλεῖ, καὶ οὕτω περιέπεσεν οἷς οὐκ ἤθελεν, ἢ ὁ Ἀχιλλεὺς ἐπιρρωσθεὶς εἰς δρόμον μετὰ ἀνάπαυσιν γίνεται δραστικώτερος κατὰ τοῦ ἐχθροῦ, ἢ καὶ ἄμφω γίνονται, ἤγουν ἀναθάρρησις Ἕκτορος καὶ ἐπίρρωσις Ἀχιλλέως. καὶ οὕτω συμμίσγουσι καὶ γίνεται ἡ πτῶσις τοῦ Πριαμίδου, καθὰ ἡ ἐπ' ἀμφοῖν Ἀθηνᾶ, τουτέστιν ἡ παρ' ἑκατέρῳ φρόνησις, διῳκονομήσατο, ἡ τὸν μὲν βλάψασα, τὸν δὲ κλεΐσασα.

(v. 216-223) Εἰσὶ δὲ ἅπερ νῦν ἡ Ἀθηνᾶ τῷ Ἀχιλλεῖ λέγει [προεκθετικῶς] τοιαῦτα "νῦν δὴ νῶϊ γ' ἔολπα", ἤγουν ἡμᾶς, "οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας, Ἕκτορα δηϊώσαντε μάχης ἆτον περ", ἤγουν ἀκόρεστον, "ἐόντα. οὔ οἱ νῦν ἔτι γ' ἔστι πεφυγμένον ἄμμε γενέσθαι, οὐδ' εἴ κεν μάλα πολλὰ πάθοι", ἢ κάμοι, "ἑκάεργος Ἀπόλλων προπροκυλινδόμενος Διός. ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε", ἤγουν ἀνάπνεε, "τόνδε δ' ἐγώ τοι οἰχομένη πεπιθήσω", ἤγουν πείσω, "ἐναντίβιον μαχέσασθαι". Ἰστέον δὲ ὅτι τῶν ῥηθέντων προβολὴν μὲν ἀγαθῆς ἐλπίδος φράζει τὸ "νῦν δὴ ἔολπα οἴσεσθαι μέγα κῦδος"; τὸ δὲ "οὔ οἱ νῦν ἔτι ἔστι πεφυγμένον ἄμμε γενέσθαι, οὐδ' εἴ περ μάλα πολλὰ πάθοι ὁ δεῖνα προπροκυλινδόμενος" ῥηθήσεται ὅτε τις ἀποφάσκει μὴ ἂν τόνδε τινὰ ὑπὸ μεσίτου ὠφεληθῆναι. φίλος δέ τινι βοηθῶν κατὰ τοῦ ἐχθροῦ ἐρεῖ τὸ "ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τὸν δ' ἐγώ τοι πεπιθήσω" ποιῆσαι τόδε τι. ἐπὶ δὲ τοῦ πεισθέντος τοιούτῳ φίλῳ ἁρμόττει κείμενον ἐν τοῖς ἑξῆς τὸ "ὣς φάτο, ὃ δ' ἐπείθετο, χαῖρε δὲ θυμῷ".

(v. 218) Ἆτος δὲ ὁ ἀκόρεστος κέκραται ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ ἆσαι τὸ κορέσαι, ἀφ' ὧν ἄατος καὶ κατὰ κρᾶσιν ἆτος.

(v. 219) Ὅρα δὲ [609] καὶ τὸ "πεφυγμένον ἄμμε", ἤγουν φυγόντα ἡμᾶς, ἑτεροίως ἔχον συντάξεως ἤπερ ἐν Ὀδυσσείᾳ τὸ "πεφυγμένος ἦεν ἀέθλων". ὥστε διφορεῖται ἡ σύνταξις τοῦ πεφυγμένος.

(v. 221) Τὸ δὲ "προπροκυλινδόμενος" τὸ ἐπίμονον τῆς ἱκετείας δηλοῖ διὰ τῶν δύο προθέσεων.

(v. 223) Τὸ δὲ "πεπιθήσω" Ἰωνικὸς μέλλων ἐστὶ διπλασιασθεὶς ἐκ τοῦ πιθῶ πιθήσω.

(v. 225) Ὅτι στρατιωτικὴ ἀνάπνευσις τὸ "στῆ δ' ἂρ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς". τίς δὲ ἡ χαλκογλώχιν μελία, οὐ πρὸ πολλῶν εἴρηται.

(v. 227) Ὅτι τὸ "ἀτειρέα φωνήν", ὁποία νῦν ἡ τοῦ Δηϊφόβου πλάττεται, δοκεῖ συμβάλλεσθαί τι τοῖς δοξάζουσι σῶμα εἶναι τὴν φωνήν, ὥς που προγέγραπται. σωμάτων γὰρ τὸ τείρεσθαι, ὅ ἐστι δαμάζεσθαι. ἀληθῶς δὲ σκληρὰ τροπὴ τὸ τοιοῦτόν ἐστιν. ὅθεν καὶ θυμός που λέγεται τείρεσθαι. ὅτε μέντοι χαλκὸς ἀτειρὴς ῥηθείη, καὶ τέρην χροῦς, καὶ τέρεν δάκρυον, τότε ἡ κυριολεξία διεκφαίνεται.

(v. 229) Ὅτι τὸ "ἠθεῖος" δὶς ἐνταῦθα κεῖται, ὅπερ ἐστὶν Ἰωνικὴ προσφώνησις σεπτικὴ νεωτέρου πρὸς πρεσβύτερον ἀδελφόν. εἴρηται δὲ περὶ αὐτοῦ καὶ ἀλλαχοῦ πλατύτερον. καλεῖ δὲ ἠθεῖον ἐνταῦθα τὸν ἀδελφὸν Ἕκτορα ὁ τῇ Ἀθηνᾷ ἐμφαινόμενος Πριαμίδης Δηΐφοβος.

(v. 231) Οὗ λόγος ὀτρυντικὸς εἰς συνασπισμὸν τὸ "ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεθα μένοντες".

(v. 233-237) Ὅτι ἐπίτασιν φιλίας δηλοῖ ῥηθὲν ὑπὸ Ἕκτορος πρὸς τὸν φαντασιώδη Δηΐφοβον τὸ "ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα γνωτῶν" "νῦν δ' ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, ὡς ἔτλης ἐμοῦ ἕνεκα" τόδε τι ποιῆσαι.

(v. 239-242) Ὁμοίως φιλίας ἔνδειξις καὶ τὸ "ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ λίσσοντο γουνούμενοι, ἀμφὶ δ' ἑταῖροι, αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες. ἀλλ' ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ". ἡ ψευδοδηΐφοβος δὲ Ἀθηνᾶ ταῦτά φησιν ὑπερπονουμένη τοῦ [610] δῆθεν ἀδελφοῦ Ἕκτορος.

(v. 243-246) Προθυμίας δὲ στρατιωτικῆς δηλωτικὸν τὸ "νῦν δ' ἰθὺς μεμαῶτες μαχώμεθα, μήδ' ἔτι δούρων ἔστω φειδωλή, ἵνα εἴδομεν, εἲ" τόδε τι γένηται.

(v. 244) Ὅρα δὲ ὅτι φειδωλὴ ἐνταῦθα ἡ φειδὼ ἐρρέθη, γενομένη ἐκ τοῦ φείδω κατὰ πρόσληψιν συλλαβῆς, ὁμοίως τῷ τερπωλή καὶ παυσωλή. καὶ ἔστιν αὐτὴ μὲν μονογενής, ἡ δὲ φειδωλὴ χεὶρ ἢ ψυχὴ ἢ γνώμη ἔχει καὶ ἀρσενικὸν γένος καὶ οὐδέτερον.

(v. 234) Ἐν τούτοις δὲ καὶ τοὺς ῥηθέντας γνωτοὺς ἑρμηνεύων ὁ ποιητὴς τί δηλοῦσιν, ὅτι δηλαδὴ τοὺς Ἕκτορος ἀδελφούς, φησὶ γνωτούς, οὓς Ἑκάβη καὶ Πρίαμος ἔτεκον.

(v. 247) Ὅτι ἐπὶ δόλου καὶ ἀπάτης ἐνταῦθα ἡ κερδοσύνη κεῖται. φησὶ γοῦν "ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατο ἡ Ἀθηνᾶ". ὅπερ ἑξῆς ἐφερμηνεύων ἐρεῖ ἐξηπάτησεν Ἀθήνη. ἐντεῦθεν δὲ καὶ κέρδεα τὰ βουλεύματα καὶ κερδῷος Ἑρμῆς, ὃς καὶ κέρδιστον νόημα περιφραστικῶς εἴρηται παρά τινι τῶν ποιητῶν. μάλιστα δὲ προσφυὴς τῇ ἐνταῦθα κερδοσύνῃ ἡ κερδὼ ἀλώπηξ, ὅ ἐστιν ἀπατητική, δολερά, ἧς καὶ τὸ κύριον παρὰ τὸ ἀλᾶν, ὅ ἐστι πλανᾶν, σύγκειται. ὅτι δὲ κέρδος, εἰ καὶ διάφορόν ἐστι πρὸς τὸ κρήγυον, ὅμως ἀπὸ τοῦ τὸ κέαρ ἥδειν γίνεται, ὥσπερ ἐκεῖνο ἀπὸ τοῦ κῆρ ἡδύνειν, οὐδ' αὐτὸ ἄκαιρον ἄρτι φάναι. περιττὸς δὲ ὁ καί σύνδεσμος ἐν τῷ "καὶ κερδοσύνῃ".

(v. 250-253) Ὅτι προθυμίαν ἀντιμάχου δηλοῖ τὸ "οὔ σ' ἔτι φοβήσομαι, ὡς τὸ πάρος περ", ὃς "οὐδέ ποτ' ἔτλην μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην". Ἕκτωρ δὲ ταῦτα πρὸς Ἀχιλλέα φησί. Ἔνθα καὶ ὅρα τήν τε συντομίαν τοῦ "ἕλοιμι κεν ἤ κεν ἁλοίην" πρέπουσαν τῷ ἐναγωνίως λέγοντι, καὶ ὅτι οὐδ' [611] ἐνταῦθα ὤκνησε μὴ εὐφήμως ἑαυτὸν προθεῖναι τοῦ Ἀχιλλέως, πρῶτον εἰπὼν τὸ "ἕλοιμι", εἶτα τὸ "ἀλοίην".

(v. 256-259) Οὕτω δὲ καὶ μετ' ὀλίγα εἰπὼν "οὐ γὰρ ἐγώ σε ἔκπαγλον αἰκίσομαι", οὕτω δὲ καὶ σύ, τὴν ἀγαθὴν ἐλπίδα ἡρωϊκῶς προβέβληται.

(v. 251 s.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ "δίω" ἀντὶ τοῦ διώκομαι παθητικῶς κατὰ τὸ πάντῃ ἀσύνηθες. διὸ καὶ ἑρμηνείας ἐδέησε τῇ λέξει. εἰπὼν γὰρ ὁ Ἕκτωρ, ὅτι "τρὶς περὶ τὸ ἄστυ δίον", ἐπάγει "οὐδέ ποτε ἔτλην μεῖναι ἐπερχόμενον". μέση τοίνυν λέξις καὶ τὸ δίω, τὸ ἄχρηστον, ἐξ οὗ εὔχρηστον τὸ διώκω. διώκειν γὰρ τὸ δίειν ὦκα. ἔοικε δὲ τὸ τοιοῦτον δίω ἀπὸ τοῦ Διός παρῆχθαι, ὅ ἐστιν ἀέρος, καὶ δηλοῦν τὸ τρέχειν ταχὺ καὶ κοῦφον καί, ὡς εἰπεῖν, ἀέριον ἀπὸ τοῦ Ζεύς Διός. [Ὅρα δὲ πιστὴν μαρτυρίαν Ἕκτορος ὁμολογοῦντος οὐδέποτε τλῆναι μεῖναι τὸν Ἀχιλλέα ἐπερχόμενον, νῦν δὲ πρωτόπειρον ἵστασθαι τῆς πρὸς αὐτὸν μαχῆς. ἐξ οὗ δῆλον ἐχρῆν αὐτῷ εἶναι, ὡς δυστυχήσει μὴ ἐμπειρίαν ἔχων, ὅπως χρὴ διαχειρίσασθαι τὴν κατὰ τοῦ Ἀχιλλέως ἔνστασιν.]

(v. 253) Τὸ δὲ ἁλοίη καὶ ἁλῴη λέγεται κατ' ἔκτασιν τῆς παραληγούσης οἷον "ἄστυ ἁλῴη".

(v. 254) Ὅτι περιδόσθαι μὲν τὸ στοίχημα θέσθαι καὶ συμφωνῆσαι περί τινος, ὡς ἐν τοῖς ἑξῆς φανήσεται, ἐπιδόσθαι δὲ τὸ μάρτυρας δοῦναι.

(v. 254-255) Φησὶ γοῦν ἐνταῦθα ὁ Ἕκτωρ "ἀλλ' ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα", ὅπερ ἀλλαχοῦ σαφέστερον φράζων φησὶ "θεοὶ δ' ἐπιμάρτυροι ἔστων". διὸ κἀνταῦθα ὁμοίως φησὶ "τοὶ γάρ", ἤγουν οὗτοι, "ἄριστοι μάρτυροι ἔσονται καὶ ἐπίσκοποι ἁρμονιάων", τουτέστιν ἀνάδοχοι τῶν συνθηκῶν. ἁρμονία γὰρ ἡ συνθήκη, ὡς ἐν τῷ συνάγειν τὰ μέρη ἁρμόττουσα καὶ ποιοῦσα εἰς ἓν [612] συνιέναι, ἤγουν συμβαίνειν. ὅθεν καὶ συνημοσύνη λέγεται ἡ αὐτὴ ἀπὸ τοῦ συνίημι, ὡς ἀπὸ συμβαίνειν σύμβασις καὶ συμβίβασις.

(v. 261) Φησὶ γοῦν Ἀχιλλεὺς μετ' ὀλίγα "μή μοι συνημοσύνας ἀγόρευε" δηλῶν ὡς ταὐτὸν ἁρμονίαι τε καὶ συνημοσύναι, ὅ ἐστι συνθῆκαι, ἃς ἀλλαχοῦ συνθεσίας φησίν.

(v. 265 s.) Ὅτι δὲ καὶ ἔνορκοι αἱ νῦν αὗται συνημοσύναι, ὥσπερ ἴσως καὶ αἱ ἁρμονίαι, δηλοῖ Ἀχιλλεὺς εἰπὼν μετ' ὀλίγα "οὔτε νῶϊν ὅρκια ἔσονται" εἰς ταὐτὸν ἄγων οὕτω συνημοσύνας καὶ ὅρκια.

(v. 256-259) Τίνες δὲ ἁρμονίαι τῷ Ἕκτορι, αὐτὸς λέγει πρὸς Ἀχιλλέα "οὐ γὰρ ἐγώ σ' ἔκπαγλον ἀεικιῶ" ἤγουν αἰκίσομαι, "αἴ κεν ἐμοὶ Ζεὺς δῴη καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι· ἀλλ' ἐπάν σε συλήσω κλυτὰ τεύχε', Ἀχιλλεῦ, νεκρὸν Ἀχαιοῖσι δώσω πάλιν, ὣς δὲ σὺ ῥέζειν", ἀντὶ τοῦ ῥέζε καὶ ποίει. Καὶ ὅρα τοῦτο τὸ κόμμα τὸ "ὣς δὲ σὺ ῥέζειν" συμφωνίας μὲν ὅλης ὂν περιεκτικόν, γοργῶς δὲ ῥηθὲν διὰ κατέπειξιν, καὶ διὰ τοῦτο καὶ πάνυ ἐλλειπτικῶς. τὸ γὰρ ὅλον οὕτως· ὡς δὲ καὶ σὺ ῥέζειν ἐπ' ἐμοί, ἐάν σοι Διὸς νίκην δόντος τὴν ἐμὴν ἀφέλῃ ψυχήν. ἅπερ ἐσίγησεν Ἕκτωρ ὡς μηδὲ νῦν εἰπεῖν τι δύσφημον ἐθέλων περὶ ἑαυτοῦ, ἀλλὰ τὸ μὲν νικῆσαι λαλήσας καὶ πρῶτον θέμενος, τὸ δὲ νικηθῆναι ὕστερόν τι παραρρίψας καὶ τῇ συντομίᾳ τῆς φράσεως ἐπικρύψας. δῆλον δὲ καὶ ἐκ τῶν ἄρτι ὅτι εὐκλείας τῆς μετὰ θάνατον ὁ Ἕκτωρ ἐφίεται καὶ οὐδὲ τὸ σῶμα αἰκισθῆναι θέλει, ἀλλὰ μετὰ τὸ συληθῆναι τὰ ὅπλα, ὅ ἐστι σκυλευθῆναι, δοθῆναι ἀξιοῖ τοῖς ἑαυτοῦ εἰς ἔντιμον ταφήν, ὡς καὶ ἐν τῇ μετὰ τοῦ Αἴαντος μονομαχίᾳ συνέθετο. [(v. 257) Τοῦ δὲ "δῴη" προϋπάρχει τὸ δοίη, ἐξ οὗ τὸ "θεοὶ δοῖεν", ὡς καὶ τοῦ "ἁλῴη" πρόεστι τὸ ἁλοίη, ὡς εἴρηται. οὕτω δὲ καὶ τὸ γνοίη τοῦ γνῴη.] Καμμονία δὲ οὐχ' ἁπλῶς ἡ νίκη, οἷον ἡ τῶν δρομέων ἢ τῶν ἱππέων, ἀλλ' ἡ ἐκ καταμονῆς, ὡς ἡ τῶν μονομαχούντων καὶ πυκτευόντων. οὗτοι γὰρ καταμένοντες ὡς τὰ πολλὰ καὶ διακαρτεροῦντες ἀποκάμνειν τοὺς ἐναντίους ποιοῦσι καὶ οὕτω νικῶσι. καὶ τοῦτο μὲν ὀρθῶς. ἕτεροι δὲ ἁπλῶς οὕτω καμμονίαν τὴν ἐκ μονομερείας νίκην φασίν, οὐ σαφῶς [613] λαλοῦντες ἐν τῷ "ἐκ μονομερείας". πᾶσα γὰρ νίκη μονομερής, εἴγε καὶ ἑτεραλκής.

(v. 258) Τὸ δὲ "Ἀχιλλεῦ" εἰκῇ παρέρριπται οὕτω καὶ ἀφελῶς. οὐ γὰρ ἀναγκαῖον ἀνωτέρω εἰπόντα τὸν Ἕκτορα "Πηλέος υἱέ" πάλιν ἐνταῦθα προσφωνῆσαι τὸ "ὦ Ἀχιλλεῦ".

(v. 257) Ὅρα δὲ τὸ "σὴν δὲ ψυχὴν ἀφέλωμαι" περιφραστικῶς μὲν τεθὲν ἀντὶ τοῦ θανατώσω, γλυκέως δὲ φρασθὲν ὡς ἐπὶ κτήματος, οὗπερ οὐκ ἀντάξια ὅσα φησὶν ἐν ταῖς Λιταῖς ὁ Ἀχιλλεύς.

(v. 261) Ὅτι τὸ "Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε" ἤθους ἐστὶν ἀκαταλλάκτου δηλωτικόν. Ὅρα δὲ, ὡς ἠρκέσθη νῦν σωφρόνως ὁ Ἀχιλλεὺς ἄλαστον εἰπεῖν τὸν Ἕκτορα, ὡς ἀλάθητα λυπήσαντα. σπεύδων γὰρ εἰς ἔργον ὕβρεσιν οὐκ ἐνευκαιρεῖ. ἐκ δὲ τοῦ ἄλαστος οὐ μόνον ὁ ἀλάστωρ παράγεται, ἀλλὰ καὶ τὸ ἀλαστεῖν καὶ συνθέτως δὲ ἐπαλαστεῖν, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται. Τίνες δὲ αἱ συνημοσύναι, εἴρηται προσεχῶς ἀνωτέρω.

(v. 262-267) Εἶτα δεικνύων εἰς ὅσον ἀποστέργει τὰς ῥηθείσας συνθήκας, λέγει ἅπερ καὶ πᾶς ἂν εἴποι ἐγκοτήσας λίαν τινί, τὰ καὶ εἰς παροιμίαν πεσόντα τὴν ἐπὶ ἀσπόνδῳ ἔχθρᾳ τεθεῖσαν, "ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν. ὣς οὐκ ἔστ' ἐμὲ καὶ σὲ φιλήμεναι, οὔτε τι νῶϊν ὅρκια ἔσονται, πρὶν ἢ ἕτερόν γε πεσόντα αἵματος ἆσαι Ἄρηα", καὶ ἑξῆς ὡς προεγράφη ἀλλαχοῦ. Καὶ ὅρα ὅπως μεγαλοφρόνως ἑαυτὸν Ἀχιλλεὺς εἰκάζει ὡς λέοντα πρὸς ἄνδρα καὶ ὡς λύκον πρὸς ἄρνα.

(v. 265) Τὸ δὲ "φιλήμεναι" ἀπὸ σεσιγημένου ῥήματος γίνεται τοῦ φίλημι, ἐξ οὗ καὶ τὸ "φίλατο" ἀντὶ τοῦ ἠγάπησε, καὶ τὸ "νῦν αὖ με φίλαι Ἀθήνη". οὕτω γάρ τινες γράφουσι τῶν ἀκριβεστέρων, ὡς προεδηλώθη, καὶ οὐ [614] "φίλεε". ἐκ τοῦ τοιούτου γοῦν ῥήματος καὶ τὸ φιλῆναι ὡς στῆναι, ἐξ οὗ φιλήμεναι ὡς στήμεναι.

(v. 268-272) Ὅτι λόγος στρατηγικὸς ἀπειλητικὸς πρὸς ἐχθρὸν καὶ ἐγερτήριος εἰς μάχην τὸ "παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. οὔ τοι ἔτ' ἔσθ' ὑπάλυξις, ἄφαρ δέ σε θεὸς ἔγχει ἐμῷ δαμάᾳ. νῦν δ' ἀθρόα πάντ' ἀποτίσεις κήδε' ἐμῶν ἑτάρων, οὓς ἔκτανες ἔγχεϊ θύων".

(v. 271) Τὸ δὲ "νῦν δ' ἀθρόα πάντ' ἀποτίσεις" καὶ παροιμιῶδές ἐστιν ἐπὶ τῶν ἀντὶ πολλῶν κακῶν ἕν τι μέγα βλαπτομένων καὶ λόγου ἄξιον. [Μετήνεκται δὲ ὁ λόγος ἐκ τῶν καταβαλλομένων χρέος μὴ ἐν κατατομαῖς λεπταῖς, ἀλλ' ὁμοῦ τὸ πᾶν.] Ἀχιλλεὺς δὲ ταῦτα ἔφη πρὸς Ἕκτορα, ἐρεθίζων εἰς μάχην καὶ οἷον παιδοτριβικῶς ὑπαλείφων, ἵνα μὴ δόξῃ κλέψαι τὴν νίκην, ὃ τοῖς εὐγενῶς ἀνδρείοις, ὁποῖος καὶ ὁ μέγας Ἀλέξανδρος, ἀπώμοτον ἦν. ἀρετὴν δὲ καὶ νῦν τὴν ἀνδρίαν λέγει, ὡς δηλοῖ τὸ "αἰχμητὴν εἶναι" καὶ "πολεμιστήν".

(v. 273-277) Ὅτι προΐει μὲν ἔγχος ὁ Ἀχιλλεύς, οὐ βάλλει δὲ τὸν Ἕκτορα. "ἕζετο γάρ", φησί, "προϊδών, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος", ὃ καὶ ἀλλαχοῦ ἐρρέθη πέτεσθαι, "ἐν γαίῃ δ' ἐπάγη". Ἀθηνᾶ δὲ ἁρπάσασα ἐδίδου τῷ Ἀχιλλεῖ, ἔλαθε δὲ τὸν Ἕκτορα. κατὰ γοῦν τὸν μῦθον, ὡς καὶ προείρηται, τῇ Ἀθηνᾷ ἐπιγραπτέον τὸ πλέον τῆς νίκης τοῦ Ἀχιλλέως. τεχνίτης δὲ πολέμου ὁ Ἕκτωρ, ὃς ἐπιτηδείως ἐξέφυγε τὴν βολήν. Ἔνθα καὶ ὅρα, ὡς ὁ ποιητὴς τὸν ἀκροατὴν ἐξ αὐτῆς ἀρχῆς μεγάλα ἐλπίζοντα ἔψευσε τῆς ἐλπίδος, ὡς καὶ ἐν ἄλλοις ἐναρτῶν ἐποίησε. γράφει γὰρ οὐκ εὐθὺς εὐστοχοῦντα τὸν Ἀχιλλέα, σκοποῦ δὲ μακρὰν βαλόντα.

(v. 289-291) Δυστυχεῖ δὲ ἄλλως καὶ ὁ Ἕκτωρ, βαλὼν μὲν αὐτὸς καὶ οὐκ ἀφαμαρτών, ἐτώσιον δὲ "τῆλε γὰρ ἀπεπλάγχθη σάκεος δόρυ".

(v. 280) Ὅτι καὶ ἐνταῦθα λέξις κεῖται [615] δύσχρηστος καὶ καινόφωνος, τὸ "ἠείδεις" ἀντὶ τοῦ ἠπίστασο, καὶ ἔστιν ἴσως ἀπὸ τοῦ ᾔδεις πλεονασμῷ τῆς ει διφθόγγου.

(v. 279-281) Φησὶ γὰρ Ἕκτωρ "ἤμβροτες, οὐδ' ἄρα πώ τι", ἤγουν οὔτι δὲ ἄρα πω, "θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, ἐκ Διὸς ἠείδεις τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε, ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθοις", ἢ μύθῳ κατὰ δοτικὴν πτῶσιν ἢ μύθων κατὰ γενικὴν πληθυντικήν.

(v. 281) Λέγει δὲ ἀρτιεπῆ τὸν γλαφυρὸν καὶ εὐεπῆ καὶ ἀπηρτισμένον ἐν τῷ παραλογίζεσθαι. οὐ δήπου γὰρ ἐπὶ ἐπαίνῳ τοῦ ἐχθροῦ τίθησι τὸ ἐπίθετον. ἡ μέντοι ὑστέρα χρῆσις εἰς ἐναντίον τῷ ἀμετροεπεῖ καὶ ἀκριτομύθῳ τὴν λέξιν λαμβάνουσα ἀρτιεπῆ λέγει τὸν κατὰ τὴν ποίησιν ἄρτια βάζοντα. τέως γε μὴν παρὰ τῷ ποιητῇ οὐ ταὐτὸν τὸ ἀρτιεπῆ τινα εἶναι καὶ τὸ ἄρτια βάζειν, καθάπερ οὐδὲ τὸ λογίζεσθαι ταὐτὸν τῷ παραλογίζεσθαι. Ἐπίκλοπος δὲ μύθων ὁ ἐπιθυμητὴς τοῦ διὰ λόγων ἀπατᾶν. κλέπτεσθαι γάρ φασιν οἱ παλαιοὶ καὶ τὸ ὀρέγεσθαι, ὡς τὸ "ἐπίκλοπος τόξων" ἐν Ὀδυσσείᾳ, ἢ ἐπίκλοπος μύθοις ὁ ἠσκηκὼς λόγοις παραλογίζεσθαι καθ' ὁμοιότητα τοῦ "κλέπτε νόῳ". ἔστι γὰρ κλέπτειν οὐ μόνον χερσίν, ἀλλὰ καὶ νόῳ καὶ λόγῳ.

(v. 281-282) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων, ὄφρα σ' ὑποδδείσας μένεος ἀλκῆς τε λάθωμαι" εἴποι ἂν ὁ μὴ δειλιῶν ἐπὶ ἐχθροῦ ἀπειλαῖς. Ἔνθα ὅρα τὸ "μένεος" ἐκτεῖνον τὴν λήγουσαν καὶ δίχα [616] στιγμῆς, ὥστε καινοπραγοῦσιν οἱ ἐν τῷ "μή μ' ἀπογυιώσῃς μένεος" στίζοντες μέσην ἐν τῷ μένεος. δύναται γὰρ ἡ λέξις, κἂν ἄλλως ἀναγνωσθείη "μένεος ἀλκῆς τε λάθωμαι", ἐκτείνειν τὸ ος, καθὰ καὶ ἐνταῦθα. Τὸ δὲ "ἔπλεο" τουτέστιν ἐπέλεο καὶ ὑπῆρχες, παρῳχημένος ἐστὶν εἰλημμένος ἀντὶ ἐνεστῶτος τοῦ πέλεις, Ἰωνικῶς.

(v. 280) Ὅρα δὲ καὶ τὸ "ἦ τοι ἔφης γε" κομματικῶς ῥηθὲν καὶ οὐ πόρρω στρυφνότητος καὶ συστροφῆς μακροτέρου νοήματος ἐν οὕτως ὀλιγίστῃ φράσει. βούλεται γὰρ εἰπεῖν, ὡς καὶ μὴν ἔφης γε ἀνελεῖν με ὡς οἷα εὖ εἰδώς, οὐκ ἐχρῆν δὲ λαλῆσαι, ἃ μὴ οἶδας. ἴσως δὲ καὶ ἄλλως ὡς ψεύστην τὸν Ἀχιλλέα ὀνειδίζει ἐν τῷ "ἦ τοι ἔφης γε", ἵνα ᾖ ὅτι καὶ μὴν ἔφης ἐκ Διὸς εἰδέναι τὸν ἐμὸν μόρον. εἰπὼν γὰρ ἀνωτέρω "ἄφαρ δέ σε Παλλὰς Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ", δοκεῖς οὕτως ὡς ἐκ Διὸς πανομφαίου τὸν τοιοῦτον λόγον εἰπεῖν.

(v. 283-285) Ὅτι ἀνδρείου στρατιώτου λόγος πρὸς ἀντίπαλον τὸ "οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις, ἀλλ' ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον, εἴ τοι ἔδωκε θεός". τούτου δὲ τοῦ ἔπους οἱ Λάκωνες ζηλωταί, παρ' οἷς οὐκ ἦν θέμις ὁσίας τυχεῖν ἄνδρα νεκρὸν βεβλημένον τὰ ὀπίσω.

(v. 285 s.) Ὁμοίως δὲ ῥωμαλεότητος καὶ τὸ "νῦν αὖτ' ἐμὸν ἔγχος ἄλευαι χάλκεον, ὡς δή μιν ἐν χροῒ πᾶν κομίσαιο", ἤγουν διαμπερὲς ἐλαθείης ὑπ' αὐτοῦ. Ἕκτορος δὲ καὶ τοῦτο πρὸς Ἀχιλλέα, ὃς μιμούμενος αὐτόν, ἐφ' οἷς εἶπε "παντοίης ἀρετῆς μιμνήσκεο", καὶ τὰ ἑξῆς, ἔφη καὶ αὐτὸς τὸ "νῦν ἐμὸν ἔγχος ἄλευαι", ὅ ἐστι πειράθητι ἐκκλῖναι τὴν ἐξ ἐμοῦ βολήν, κομματικῶς αὐτὸς φράσας ἐν στενῷ κἀνταῦθα, οἷα ὥσπερ κατ' ἀνδρίαν, οὕτως οὐδὲ κατὰ προφορὰν λόγου τῷ Ἀχιλλεῖ ἐξισοῦσθαι δυνάμενος.

(v. 287 s.) Λέγει δὲ ὁ Ἕκτωρ καὶ ὅπερ οἰκεῖον ῥηθῆναι πρὸς βαρὺν ἐχθρὸν πεσόντα "καί κεν ἐλαφρότερος πόλεμος" τοῖς δεῖνα [617] "γένοιτο, σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον".

(v. 283) Ἰστέον δὲ ὅτι [νῦν μὲν ἡ κατὰ μεταφρένου ἔμπηξις τοῦ δουρὸς φεύγοντι ἀνδρὶ ἐπαπειλεῖται, ἀλλαχοῦ δὲ πρηνεῖ, ὡς εἰκός, κειμένῳ κατά τι σύμπτωμα οὐ καθολικὸν οὐδὲ ἐξ ἀνάγκης, ὁποῖόν τι πάσχειν ἱστοροῦνταί τινες διὰ μέθην. λέγεται γὰρ ὡς οἱ τὸν κρίθινον πεπωκότες οἶνον, ὃν πῖνον μέν τινες, ἕτεροι δὲ βρῦτον καλοῦσιν, ὕπτιοι κατακλίνονται. ὁ δὲ τοῦτο φάμενος Δειπνοσοφιστὴς λέγει καὶ ὅτι τινὲς τοῦ πίνου τὸν βρῦτον διϊστῶσιν ὡς καὶ ἀπὸ ῥιζῶν γινόμενον, καὶ ὅτι εἰσὶ τοιουτοπόται καὶ οἱ Αἰγύπτιοι, οἵ, ὡς Ἑκαταῖός φησιν, ἀρτοφάγοι ὄντες τὰς κριθὰς εἰς τὸ πόμα καταλέουσιν, ἤγουν ἀλήθουσιν.

(v. 285) Ἔτι ἰστέον καὶ ὅτι] τὸ "εἴ τοι ἔδωκε θεός" ὀνειδίζει πάλιν ὡς οὐ θεόθεν οἶδεν ὁ Ἀχιλλεὺς τὸν τοῦ Ἕκτορος μόρον. Τὸ δὲ "ἄλευαι", ὅ ἐστιν ἔκκλινον, μέσου ἀορίστου πρώτου ἐστὶ προστακτικὸν τοῦ "ἀλευάμενος", οὗ συχνὴ χρῆσις παρὰ τῷ ποιητῇ.

(v. 286) Τὸ δὲ "ἐν χροῒ πᾶν", ἤγουν τὸ ὅλον, ἔγχος κομίσασθαι ἢ ταὐτόν ἐστι τῷ διελάσαι, ὃ ἀνωτέρω κεῖται, ἢ τῷ διαμπερὲς βαλεῖν. [Παραλαλεῖ δέ τι καὶ ἀστεῖον ὁ λόγος, εἴπερ ὁ χροῦς ὡς οἷον δουροδόκη ἔσται τῷ δόρατι.]

(v. 291) Ὅτι τὸ "τῆλε δ' ἀπεπλάγχθη σάκεος δόρυ" ἄλλως προέφρασεν ὁ ποιητής, εἰπὼν "πάλιν δ' ἀπὸ χαλκὸς ὄρουσε".

(v. 291 s.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ χώεσθαι ἐπὶ τοῦ συγκεχύσθαι τῇ λύπῃ. φησὶ γάρ "χώσατο δ' Ἕκτωρ, ὅτι οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός". Καὶ ὅρα τὸ "ἔκφυγε", δηλωτικὸν ὂν τῆς ἐτωσίου βολῆς, ὥσπερ καὶ λόγος ἐκφυγὼν ἕρκος [618] ὀδόντων ματαιολογίαν δηλοῖ.

(v. 293) Λέγει δὲ καὶ "κατηφῆσαι" τὸ κατηφιᾶσαι, ὡς ἀλλαχοῦ μειδῆσαι τὸ μειδιᾶσαι, εἰπὼν "στῆ δὲ κατηφήσας".

(v. 294) Καλεῖ δὲ καὶ τὸν Δηΐφοβον ἐν τούτοις λευκάσπιδα, οἷα ἐπίσημον, ὡς εἰκός, ἔχοντα λευκὸν σάκος, καθὰ καὶ Ἀργεῖοι παρὰ Σοφοκλεῖ λευκάσπιδες ἱστοροῦνται. τῷ δὲ παρασήμῳ, φασί, τοῦ ὅπλου ἡ τοῦ φοροῦντος ἐμφαίνεται ἀρετή.

(v. 297) Ὅτι κινδυνεύοντος ἀνθρώπου λόγος τὸ "ὢ πόποι, ἦ μάλα δή με θεὸς θάνατόνδ' ἐκάλεσεν".

(v. 300 s.) Ὁμοίως καὶ τὸ "νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδέ τ' ἄνευθεν, οὐδ' ἀλέη", τουτέστιν οὐδ' ἔστιν ἀποφυγή, ἐκ τοῦ ἀλέω, ἐξ οὗ κατὰ πρόσληψιν συλλαβῆς ἡ ἀλεωρή.

(v. 304-305) Ὁ δὲ τοῦ ζῆν ἀπογνούς, μὴ ἐκπεσὼν δὲ τοῦ ἀνδρείου φρονήματος, ἐρεῖ ἂν κατὰ τὸν Ἕκτορα "μὴ δὴ ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην, ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι". ἔστι δὲ καὶ νῦν ἀσπουδεί τὸ ἀμογητί.

(v. 300 s.) Ὅρα δὲ ὅτι ἐν τρισὶ κόμμασι, τῷ "νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος", καὶ τῷ "οὐδέ τ' ἄνευθεν", καὶ τῷ "οὐδ' ἀλέη" μία ἐδηλώθη ἔννοια. Ὅρα δὲ ὡς ὀψὲ καὶ νῦν ἐπιμηθευσάμενος ὁ Ἕκτωρ ἔγνω θεόθεν αὐτῷ εἶναι τὰ κακά, εἰ καὶ πρὸ τούτου ἄλλως ἐλάλει. ἀλέαν δὲ οἱ μεθ' Ὅμηρον τὴν θερμότητά φασιν.

(v. 306-311) Ὅτι Ἕκτωρ μετὰ τὸ ἐτώσιον βέλος τοῦ δόρατος ἀναθαρρύνας αὖθις ἑαυτὸν καὶ ἐρυσάμενος "φάσγανον ὀξύ, τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε, οἵμησεν ἀλεὶς ὥς τ' αἰετὸς ὑψιπετήεις, ὅς τ' εἶσι πεδίονδε διὰ νεφέων ἐρεβεννῶν, ἁρπάξων ἢ ἄρν' ἀμαλὴν ἢ πτῶκα λαγωόν. ὣς Ἕκτωρ οἵμησε τινάσσων φάσγανον ὀξύ". Καὶ ὅρα ὅτι οὐδὲ νῦν ὤκνησεν ὁ ποιητὴς τὴν καίριον ταὐτολογίαν, δὶς εἰπὼν τὸ "φάσγανον ὀξύ", καὶ τὸ "οἵμησεν", ὅπερ ποιητικὸν ὂν ἑρμηνεύει εὐθὺς ἐπαγαγὼν

(v. 312) "ὡρμήθη δ' Ἀχιλλεὺς μένεος δ' ἐμπλήσατο θυμὸν ἀγρίου", ὃ δὴ ταὐτόν πώς ἐστι τῷ "ἔδυ δέ μιν χόλος αἰνός", ὅπερ εἶπεν ἐπὶ [619] δράκοντος. σεμνύνει δὲ καὶ τὸν Ἕκτορα τῇ κατὰ τὸν αἰετὸν παραβολῇ, ὡς ἂν μεγεθύνῃ τὸ τοῦ Ἀχιλλέως ἀρίστευμα. [Ἦν δὲ καὶ ἄλλως μεγαλόφρον τὸ ἐν ἀπογνώσει ζωῆς μὴ παρεθῆναι, ἀλλ' ἀναθερμανθῆναι εἰς ἄμυναν κατὰ τοῦ Ἀχιλλέως τὸν Ἕκτορα, εἴ πως μέγα τι ἀποτελέσει καὶ μνήμης ἄξιον τοῖς ὕστερον.]

(v. 311) Ἰστέον δὲ ὅτι τὸ οἱμῶ παρῆχθαί φασι ἐκ τοῦ ὁμῶ, ὃ δηλοῖ τὸ ὁμοῦ γίνομαι, οὗ ἡ χρῆσις προδεδήλωται, ὅπου τὸν Δία δόλῳ ἡ Ἥρα μελετᾷ περιελθεῖν. ἔστι γὰρ οἱμᾶν τὸ πυκνωθέντα τινὰ καὶ ὁμοῦ εἰληθέντα ἢ ἀλέντα, ὅ ἐστιν ἑαυτὸν συστρέψαντα, ὁρμᾶν. ὃ δηλοῦται καὶ ἐν τῷ "οἵμησεν ἀλείς", ὅ ἐστι κατὰ τοὺς παλαιοὺς ἄθρουν συστρέψας ἑαυτὸν ὥρμησεν.

(v. 310) Ἀμαλὴν δὲ λέγει ἢ τὴν ἁπαλήν, ὡς προγέγραπται ἀλλαχοῦ, ἢ τὴν μαλλωτὴν καὶ τριχώδη κατὰ τοὺς παλαιούς, ὧν τινες καὶ μαλήν δισυλλάβως γράφουσιν, ὡς καὶ τοῦτο προδεδήλωται. Τὸ δὲ πτώξ λαγωοῦ συνήθως ἐπίθετον κατ' ἐξαίρετον, ὥστε ὅτε τις εἴπῃ μόνον τὸ πτώξ, λείπει τότε τὸ κύριον ὁ λαγωός, ὡς καὶ ἐν τῷ "βροτοὶ ἄνδρες" μόνον λεχθὲν τὸ βροτοί ἐλλειπές ἐστι τοῦ ἄνδρες. πολλὰ [620] δὲ καὶ ἄλλα τοιαῦτα πολλαχοῦ δηλοῦνται. [Λαγωὸς δὲ ἀμφιβάλλεται εἴτε ἀπὸ τοῦ λαγώς ἐκτεινομένου κατὰ τὴν λήγουσαν γέγονε πλεονασμῷ τοῦ ο μικροῦ, εἴτε καὶ ἀνάπαλιν ἐκ τοῦ λαγός σμικρυνομένου ἐμεγεθύνθη ὁ τῷ ω μεγάλῳ παραληγόμενος λαγωός. Ἰστέον γὰρ ὅτι διφορεῖται, καθὰ προπαρεδόθη, καὶ ὁ λαγός, καὶ ὁ μὲν διὰ τοῦ ο μικροῦ παλαιὸς καὶ κοινότερος, ὁ δὲ ἐκτεταμένος Ἀττικῶς παρεισέδυ. ὡς γὰρ κάλος κάλου, τὸ σχοινίον, ὁ δ' αὐτὸς καὶ κάλως κάλωος παρ' Ἀττικοῖς ὕστερον ἢ κάλως κάλω, οὕτω καὶ λαγός λαγοῦ, ἀφ' οὗ ἐξέδραμεν ὁ Λάγος, τὸ κύριον, καὶ λαγώς λαγώ. οὕτω δὲ κατὰ τὴν τοῦ Ἀθηναίου παράδοσιν. καὶ οὐ μόνον ὁ ταώς τοῦ ταώ, ἀλλὰ καὶ ὁ ταός τοῦ ταοῦ, οἷον "ψιττακοί, ταοί, μελεαγρίδες, φασιανοί". οὐ μὲν τοιοῦτον καὶ ὁ τυφώς, αὐτὸς γὰρ ἀεὶ τῷ ω μεγάλῳ ὤγκωται. Ὅτι δὲ ὁ λαγωός, ταὐτὸν δ' εἰπεῖν ὁ δασύπους, ἐψίλου τὴν λήγουσαν, δηλοῖ ὁ καλὸς Ἀθήναιος, εἰπὼν οὕτω· τὰ ὑπὲρ [621] μίαν συλλαβὴν ὀνόματα, ὧν ἡ λήγουσα εἰς ος ἐστι καθαρόν, ψιλοῖ τὸ λῆγον, οἷον· πρᾶὀς, Κεῖὀς, υἱὄς, λαὄς, πηὄς, γόὀς, ζωὄς, οὕτω καὶ λαγωός. ὁμοίως δὲ καὶ νεὤς, λεὤς, Τυνδάρεὠς. Τρύφων δὲ λέγει τοὺς Ἀθηναίους περισπᾶν τὸ ταὧς καὶ δασύνειν τὴν λήγουσαν. ἕτεροι δὲ ἀμήχανόν φασι παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς τοιούτοις ὀνόμασι τὴν τελευτῶσαν δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθησε, οὐ μὴν μετὰ δασείας. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐκ ἐγκαθείργνυται. καὶ οὕτω μὲν αὐτοί. Σέλευκος δὲ τοῦτο ἄλλως φράζει. σεμνύνας γὰρ καὶ αὐτὸς τὴν δασεῖαν τῷ προάττειν καὶ τάχιόν, φησίν, ἐκθέειν καὶ δι' ἐπιπολῆς εἶναι τῶν λέξεων καὶ πρὸ τῶν φωνημάτων τάττεσθαι, ἐπάγει· εἰ δὲ τοιαύτη ἡ δασύτης, ἀλόγως ἄρα κατὰ τὴν τελευταίαν συλλαβὴν τοῦ ταώς πρὸς τῶν Ἀττικῶν προσπνεῖται.]

(v. 3126) Ὅτι τὴν τοῦ Ἀχιλλέως ὁρμὴν καθ' Ἕκτορος οὕτω φράζει "ὁρμήθη δ' Ἀχιλλεύς, μένεος δ' ἐμπλήσατο θυμὸν ἀγρίου", ὡς εἴρηται προσεχῶς, "πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε καλόν, δαιδάλεον, κόρυθι δ' ἐπένευε φαεινῇ, τετραφάλῳ· καλαὶ δὲ περισείοντο ἔθειραι, χρύσεαι, ἅς", ὡς καὶ προεγέγραπται, "Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμείας". καὶ οὕτω μὲν καλλιγραφεῖ τὰ κατὰ τὸν φίλον ἀριστέα ὁ ποιητής.

(v. 317-320) Θέλων δὲ μηδ' ἐνταῦθα τοῦ ποιητικοῦ ἀρτύματος ἀποσχέσθαι τῆς παραβολῆς φησιν "οἷος δ' ἀστὴρ εἶσι μετ' ἄστρασι νυκτὸς ἀμολγῷ", τῷ πολλαχοῦ γραφέντι, "ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, ὣς αἰχμῆς ἀπέλαμπεν εὐήκεος, ἣν ἂρ Ἀχιλλεὺς πάλλεν δεξιτερῇ, φρονέων κακὸν Ἕκτορι δίῳ". φθάσας μὲν οὖν τὸν τοῦ Ὠρίωνος κύνα, νῦν δὲ τὸν ἕσπερον εἰς παραβολὴν ὁμοίαν εἵλκυσεν. [(v. 312 s.) Μένος δὲ ἄγριον τὸ θηριῶδες λέγει. ἄγρια δὲ οὐ μόνον λέοντες καὶ τὰ τοιαῦτα, ἀλλὰ πᾶν τὸ μὴ ἥμερον. διὸ καὶ τὸ ἐκεῖθεν ἀγριμαῖον ἀντιδιαστέλλεται τοῖς τιθασοῖς, οἷον "πολλὰ μὲν τῶν ἀγριμαίων ἔγκειται πεπονημένα, πολλὰ δὲ σῖτα καὶ τῶν ἡμέρων ὀρνίθων, ἤγουν καὶ ἥμεροι ὄρνιθες.]

(v. 314) Ὅρα δὲ ὅτι τε τὸ ἐπινεύειν, ὅπερ τῶν τριχῶν ἦν τῆς κόρυθος, τῷ Ἀχιλλεῖ προσήρμοσεν ἐν τῷ "κόρυθι δ' ἐπένευεν", ᾧ λόγῳ καὶ μάχη φρίσσει [622] ἐγχείαις, καὶ λήϊον ἀσταχύεσσι, καὶ ὅτι τετράφαλον λέγει τὴν τοῦ Ἀχιλλέως κόρυθα, ὅπερ ἐν τῇ ὁπλοποιΐα ἐσίγησεν, ὥσπερ καὶ τὰς περὶ τὸν λόφον χρυσᾶς ἶνας, αἳ τρίχας ἐμιμοῦντο, οὐ δεινὸν αὐταὶ ποιοῦσαι τὸν λόφον κατὰ τὰς τριχωτάς, ἀλλὰ λαμπρόν. [(v. 316) Λόφος δὲ πόθεν γίνεται, προείρηται. οὗ παράγωγον περιεκτικῷ τύπῳ λοφεῖον, ἡ τοῦ λόφου θήκη παρὰ τῷ Κωμικῷ, καθά, φασί, καὶ κυλικεῖον, ἡ τῶν κυλίκων σκευοθήκη, οἷον "μόλις εἰς τὸ κυλικεῖον ἐνεγράφη", ἤγουν εἰς τὸ συμπόσιον, ὡς οἷα πολιτογραφηθείς που.]

(v. 317) Περὶ δὲ ἀμολγοῦ προγέγραπταί τι, ὅπου καὶ περὶ τοῦ "ἄστρασι". λαμπρότατον δὲ τὸν κύνα ἐκεῖ φάμενος κάλλιστον ἐνταῦθα τὸν ἕσπερόν φησιν, ἤτοι τὸν τῆς Ἀφροδίτης, ὃς καὶ στίλβων καλεῖται, καὶ ἑωσφόρος δὲ κατὰ καιροῦ μεταβολήν, ὡς καὶ Καλλιμάχῳ δοκεῖ, ἔνθα φησὶν ὡς "ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον". ὅταν μὲν γάρ, φασίν, ἡλίῳ προηγουμένῳ καὶ δύνοντι ἐπικαταδύνῃ, ἕσπερος λέγεται, ὅτε ἀνατέλλοντα οὐδεὶς αὐτὸν ὁρᾷ, ὁπηνίκα δὲ προανατέλλει τοῦ ἡλίου, ἑωσφόρος καλεῖται. μέγας δέ ἐστι καὶ προσηνής, καὶ οὐ κατὰ τὸν κύνα οὔλιος. Νυκτὸς δὲ ἀμολγὸν λέγει νῦν τὸν προσεχῶς μετὰ τὴν [623] ἡμέραν, ἤτοι μετὰ τὸ τῆς ἕω πέρας, ὡς δηλοῖ ὁ κατ' αὐτὸν ἕσπερος, ἤτοι ὁ ἀφ' ἑσπέρας ἀνατέλλων.

(v. 318) Τὸ δὲ "ἵσταται" ἀντὶ τοῦ ἀνίσταται, ἀνίσχει, ἀνατέλλει. ἄλλως γὰρ οὐκ ἔστι νοεῖν αὐτὸν ἱστάμενον, πλανήτην ὄντα.

(v. 319) Εὐήκης δὲ αἰχμὴ ἡ εὖ ἔχουσα τῆς ἀκῆς, ὅ ἐστι τῆς ἀκμῆς καὶ ὀξύτητος, ἣν καὶ ἀκωκήν φαμεν. τῷ δὲ τόνῳ βαρυτόνως φέρεται ὡς καὶ τὸ τανυήκης. Ὅρα δὲ καὶ ὡς οὐ πρὸς ἀνδρίας ἔνδειξιν ἐπὶ Ἀχιλλέως ἡ τοῦ ἀστέρος αὕτη παραβολή, ἀλλὰ πρὸς μόνην καλλιγραφίαν τῆς κατὰ τὸν Ἀχιλλέα λαμπρότητος, ὡς ἂν ἐκκλίνῃ τὸ μονοειδές, οἷα τὴν τοῦ Ἕκτορος ὁρμὴν διὰ ἀετοῦ ἐπὶ ἀνδρίᾳ σεμνολογήσας προσεχῶς. Τὸ δὲ "αἰχμῆς ἀπέλαμπεν" ἦν μὲν γράψαι καὶ "αἰχμὴ ἀπέλαμπε", κάλλιον δὲ τὸ "αἰχμῆς" διὰ τὴν ἀπο πρόθεσιν.

(v. 320) Τὸ δὲ "φρονέων κακόν" καὶ πληθυντικῶς που φράζει "κακὰ φρονέων ἐβεβήκει". ἐν οἷς ὅρα τὸ κακὰ φρονέων ἢ κακὸν φρονέων ἀντὶ τοῦ ἐγκοτῶν. παρὰ δέ γε τοῖς ὕστερον χυδαΐζει τὸ "κακὰ φρονέων" ἀντὶ τοῦ μωραίνων. ὁ δὲ κακά τινι φρονέων καὶ κακόφρων συνθέτως λέγεται.

(v. 322) Ὅτι τὸ "τόσον" εἴωθε πολλάκις τιθέναι Ὅμηρος ἐπὶ τοῖς παρ' ὀλίγον τι ὁλότητος, οἷον ἐν τῇ ὁπλοποιΐᾳ ἔφη περὶ τριπόδων, ὅτι τόσον εἶχον τέλος, ἤγουν κατὰ μὲν τὸ ἄλλο πᾶν ἀπηρτίσθησαν, οὔατα δ' οὔπω προσέκειντο. καὶ ἐν τῇ ψ δὲ ῥαψῳδίᾳ φησὶ περί τινος ἵππου, ὅτι "τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν", ἐν δὲ μετώπῳ σῆμα εἶχε λευκόν.

(v. 321-325) Οὕτω γοῦν κἀνταῦθα λέγει ὅτι Ἀχιλλεὺς εἰσορόων ἦν "χρόα καλὸν Ἕκτορος, ὅπῃ εἴξειε μάλιστα. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη καλά", τὰ τοῦ Πατρόκλου, ἃ πρὶν δηλαδὴ Ἀχιλλεὺς εἶχε, "φαίνετο" δὲ ὁ χροῦς "ᾗ", ἤγουν ὅπου. "κληῗδες ἀπ' ὤμων αὐχένα ἔχουσι, λαυκανίας, ἵνα τε", ἤγουν ὅπου, "ψυχῆς ὤκιστος ὄλεθρος". καθ' ὃ μέρος καὶ ἔτυχε τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἐλάσας ἔγχεϊ, "ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή". ἐνταῦθα γὰρ τὸ "τόσον μὲν εἴχετο τοῖς ὅπλοις" ἀντὶ τοῦ τὸ μὲν λοιπὸν τοῦ σώματος ἐκρύπτετο, ἐπὶ δὲ μόνης τῆς λαυκανίας, ἤτοι τοῦ λαιμοῦ, ἐφαίνετο. [624] Σημείωσαι δὲ ὅτι οὐ μάτην ὁ ποιητὴς ἀνέμνησεν ἡμᾶς ὅπλων Πατρόκλου, ἤτοι τῶν τοῦ Ἀχιλλέως, ἀλλ' ἐπίτηδες, ἵνα τε πιθανὴ δόξῃ ἡ τοῦ Ἀχιλλέως τήρησις, ὅπῃ ἂν αὐτῷ οὐχ' ἁπλῶς, ἀλλὰ μάλιστα εἴξῃ ὁ χροῦς τοῦ Ἕκτορος, ἄλλως γὰρ οὐκ ἠδύνατο βλάψαι αὐτὸν διὰ τὸ ἡφαιστότευκτα κἀκεῖνα εἶναι τὰ ὅπλα, καὶ ἵνα καὶ ἡ γύμνωσις τῆς λαυκανίας πιθανευθείη. εἰ γὰρ οἰκεῖα ὅπλα ὁ Ἕκτωρ ἐφόρει, δι' ὅλου ἂν ἥρμοττον τοῦ σώματος. ἐπεὶ δὲ τὰ τοῦ μεγάλου Ἀχιλλέως φορεῖ, διὰ τοῦτο οὐκ ἂν λίαν προσαρμόττοιεν ἴσως, ὡς οἷα τυχὸν εὐρυτέρους ἔχοντος ὤμους τοῦ Ἀχιλλέως. ὅθεν ἀπροσάρμοστος ἦν αὐτῷ περὶ τὰς κλεῖδας ὁ θώραξ.

(v. 325) Λαυκανία δὲ παράγεται ὅθεν καὶ ὁ λαιμός. ὡς γὰρ ἐκ τοῦ λάω λαμός καὶ λαιμός, οὕτως ἐκ τοῦ λάω λαύω λαυκανία ὁ ἀπολαυστικός, φασί, τόπος. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα σαφῶς ὁ ποιητὴς δηλοῖ, τίνα λέγει ἁπαλὸν αὐχένα πανταχοῦ, ὅτι δηλαδὴ τὰ περὶ τὴν λαυκανίαν ἀνωτέρω που τῆς κλειδὸς ἔνθεν καὶ ἔνθεν, ἃ οὐκ ἔχουσιν ὀστεώδη τραχύτητα. Ψυχῆς δὲ ὄλεθρον ἔφη τὴν ἀφάνειαν καὶ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν αὐτῆς κατὰ τὸ "Ἕκτορος τ' ἀπόλλυται ψυχή", ὅπερ Εὐριπίδης ἔφη ἐντεῦθεν λαβών.

(v. 326) Πάνυ δὲ δεξιὸς ὁ Ἀχιλλεύς, ὃς βραχύν τινα τόπον τοῦ σώματος τοῦ Ἕκτορος ἰδὼν ἀκάλυπτον εὐστόχως εὐθὺς ἔβαλεν. Ὅτι πολλάκις ὁ ποιητὴς τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας τινὸς ἀποτελούμενα λέγει καὶ ἐκ προνοίας βουλευτικῆς, οἷον "ἦλθε δ' ἐπὶ Νότος ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν". τοιοῦτον κοινότερον καὶ τὸ ἔπνευσεν ἄνεμος, ἵνα ὁ οἶκος καταρριφῇ ἢ ἀπόληται ἡ ναῦς.

(v. 328 s.) Ὅμοιον κἀνταῦθα τὸ εἰπεῖν, ὡς ἡ τοῦ Ἀχιλλέως μελία οὐκ ἀπέτεμε τὸν τοῦ Ἕκτορος ἀσφάραγον, ἵνα τι λαλήσῃ. τὸ γὰρ κατὰ τύχην γενόμενον αἰτιατικῶς ἐξήνεγκεν, ὅ ἐστιν αἰτιωδῶς καὶ κατ' αἰτίαν, εἰπών "οὐδ' ἂρ ἀπ' ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσι". λέγει οὖν ἐνταῦθα, ὡς ἐὰν καὶ ἔμψυχον τὸ ἔγχος ἦν καὶ ἔμφρον καὶ διὰ τοῦτο προνοητικῶς οὐκ [625] ἀπέτεμε τὸν ἀσφάραγον. οὕτω δὲ καὶ ἐν ἄλλοις τόποις, ὡς πολλαχοῦ παρεσημάνθη, ψυχοῖ τὰ ὅπλα ὁ ποιητὴς κατὰ αὐτόνομον γλυκύτητα. καὶ ἄλλως δέ, οἷον ἀνθομολογεῖται νῦν ἡ καθ' Ὅμηρον Μοῦσα διὰ τοῦτο πλάσαι τὴν μελίαν μὴ τέμνουσαν τὸν ἀσφάραγον, ἵνα λαλήσῃ ὁ πεσὼν καί τι ἐπιθανάτιον.

(v. 328) Ἀσφάραγος δέ, φασί, ἀπὸ τοῦ ἀσπαίρω τροπῇ τοῦ ψιλοῦ εἰς δασύ, ὃ καὶ ἐπὶ τῶν προγραφέντων σφονδυλίων γέγονεν. ἐν γὰρ τῷ καταπίνειν καὶ ἐν τῷ λαλεῖν κινεῖται, φασί, καὶ τείνεται. Σημείωσαι δὲ ὅτι ἀρέσκει τῶν τισι παλαιῶν μὴ γράφειν "οὐδ' ἂρ ἀπ' ἀσφάραγον μελίη τάμεν", ἀλλ' "ἀπὸ σφάραγον". γράφουσι γὰρ δίχα τοῦ κατ' ἀρχὰς α τρισυλλάβως "σφάραγον", λέγοντες οὕτω· σφάραγος, λαιμός, βρόχος, τράχηλος, ἀπὸ τοῦ περὶ τὸν τόπον ψόφου. τὸν μέντοι μετὰ τοῦ α τετρασυλλάβως ἀσφάραγον καυλὸν εἶναί φασιν ἀκάνθων, ὡς καὶ πρὸ ὀλίγου σαφῶς ἐδηλώθη. ὁ δ' αὐτὸς καὶ διὰ τοῦ π ἀσπάραγος φυταρίου γνώριμος καυλός, [ἐνευθηνούμενος μάλιστα τῇ νήσῳ Τήνῳ εἰς πάχος, φασί, νάρθηκος,] ὁ καὶ ἐσθιόμενος.

(v. 330-335) Ὅτι μετὰ τὸ "ἤριπε δ' ἐν κονίῃσιν", ὁ Ἕκτωρ δηλαδὴ, "ὃ δ' ἐπεύξατο δῖος Ἀχιλλεύς" κεῖται ἅπερ ἂν εἴποι τις ῥίψας ἢ ἄλλως βλάψας ἐχθρὸν φίλου ἀπελπισθέντος ἔχειν τὸν βοηθήσοντα, παραποιήσας τὰ Ὁμηρικά· ὦ δεῖνα, οἷον ὦ Ἕκτορ, "ἀτάρ που [626] ἔφης" τὸν δεῖνα ἐξεναρίζων σῶς ἔσεσθαι· ἐμὲ δ' οὐδὲν ὀπίζεο νόσφιν ἐόντα, νήπιε. τοῖο δ' ἄνευθεν ἀοσσητὴρ μέγ' ἀμείνων ἐγὼ μετόπισθε λελείμμην, ὅς τοι γούνατα ἔλυσα", ὃ διασαφητικόν ἐστι τοῦ "ἀοσσητὴρ ἦν ἀμείνων ἐγώ". πάντως γὰρ ἀμείνων τινὸς ὁ καταρρίψας καὶ οὕτω τὰ ἐκείνου λύσας γούνατα.

(v. 332) Ἔστι δὲ ὀπίζεσθαι μὲν τὸ ἐπιστρέφεσθαι καὶ ὄπις ἡ ἐπιστροφή.

(v. 333) Ἀοσσητὴρ δὲ ὁ σπουδαῖος βοηθὸς καὶ δίχα ὄσσης ἀρήγων, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη.

(v. 335) Γούνατα δὲ λῦσαι τὸ τῆς ἁρμονίας παραλῦσαι καὶ οὕτω καταρρῖψαι.

(v. 331) Ὅρα ἐν τοῖς ῥηθεῖσι καὶ τὸ "ἀτάρ που ἔφης" ἀντὶ τοῦ "ἔφης δή", ὡς τοῦ "ἀτάρ" ληφθέντος ἀντὶ τοῦ δε τοῦ ἰσοδυναμοῦντος τῷ δῆ.

(v. 336) Κεῖται δ' ἐνταῦθα καὶ τὸ ἑλκῆσαι ἐπὶ τοῦ ἁπλῶς ἑλκυσμοῦ ἢ καὶ ἐπὶ σπαραγμοῦ καὶ κατακοπῆς. Φησὶ γὰρ Ἀχιλλεύς, ὅτι "σὲ μὲν κύνες καὶ οἰωνοὶ ἑλκήσουσ' ἀεικῶς", Πάτροκλον "δὲ κτεριοῦσιν Ἀχαιοί".

(v. 338-343) Ὅπερ ἀκούσας Ἕκτωρ ὀλιγοδρανέων λέγει "λίσσομαι ὑπὲρ ψυχῆς" καὶ ἑξῆς, ὡς εὐθὺς δηλωθήσεται.

(v. 336) Ἰστέον δὲ ὅτι τὸ "ἀεικῶς" ἐνταῦθα φέρεται διὰ μόνου τοῦ ι κατὰ τὴν παραλήγουσαν ἔν τισιν ἀντιγράφοις λόγῳ μετρικοῦ δακτύλου. καὶ ἔχει μὲν ἡ τοιαύτη γραφὴ ἀπολογίαν τινά, ὁποίαν καὶ τὸ ἀλγινόεν διὰ τοῦ ἰῶτα γραφόμενον καὶ τὸ ἰκόνιον καὶ ἄλλα προσημειωθέντα. ἔστι δὲ ὅμως ἀσύνηθες εἰς τοιαύτην γραφήν, ὡς δῆλον ἔκ τε τοῦ ἀεικές καὶ ἐπιεικές. εἰ δὲ ῥᾴων [627] οὕτως ἡ συναίρεσις τῆς αἰκίας γίνεται, ἀλλ' οὐδὲν τοῦτο πρὸς ἀπόλογον εὔλογον.

(v. 338) Ὅτι μεγάλη καὶ θερμὴ δυσωπία τὸ "λίσσομαι ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων". Ἕκτωρ δὲ τοῦτο λέγει ὀλιγοδρανέων, ὡς προσεχῶς ἐρρέθη, ὅτε δυσωπεῖ τὸν Ἀχιλλέα, λέγων

(v. 339-343) [προεκθετικῷ τινι λόγῳ] καί, ὅτι μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν, ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο δῶρα, τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ, σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι", ἤγουν δὸς πάλιν, "ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα", ἅπερ καὶ ἐν τῇ πρὸς Αἴαντος μονομαχίᾳ ἐλάλησε.

(v. 341) Καὶ ὅρα ὅτι τε οὐκ εἶπεν ἄποινα, ἀλλὰ δῶρα ὀνόματι γενικῷ σεμνότερον, ὡς καὶ ἀλλαχοῦ ἐποίησε, καὶ ὅτι ἐτυμολογῶν τὴν λέξιν φησὶν "ἅ σοι δώσουσιν". ἀπὸ γὰρ τοῦ δώσειν τὸ δῶρον.

(v. 339) Τὸ δὲ δάψαι πρωτότυπόν ἐστι καὶ νῦν τοῦ δαρδάπτω ῥήματος. καὶ οὕτω μὲν αὐτός. Ἀκούει δὲ ἅπερ οὐ βούλεται. εἰδὼς γὰρ ὁ ποιητὴς ὡς ὠμότητος γραφὴν ἀποίσεται Ἀχιλλεύς, ἐφ' οἷς τεθνεῶτα τὸν Ἕκτορα καταικίσεται, καὶ ὡς τυχὸν ἂν ἐρεῖ τις ὡς λείπεται καὶ τῶν τοῦ νεκροῦ σαρκῶν αὐτὸν ἀπογεύσασθαι, καὶ θέλων εἰπεῖν ὅτι πρὸς τὸ τῆς λύπης περιὸν τάχ' ἄν, εἴπερ ἦν, ἐποίησε καὶ τοῦτο, πλάττει τὸν Ἀχιλλέα λέγοντα.

(v. 345-347) "Μή με, κύον, γούνων γουνάζεο μηδὲ τοκήων· αἲ γάρ πως", ἤγουν αἴθε, "αὐτόν με μένος καὶ θυμὸς ἀνείη", ἤτοι ἀναπείσοι, "ὦμ' ἀποταμνόμενον κρέα ἔδμεναι, οἷά μ' ἔοργας". Καὶ ὅρα καὶ τοῦτο τὸ βραχὺ κόμμα τὸ "οἷά μ' ἔοργας" ὅσην ἔχει καὶ ἀφηγήσεως καὶ θλίψεως ἔμφασιν, ἐφ' οἷς καὶ ἀνεῖλεν Ἕκτωρ τὸν Πάτροκλον καὶ ᾐκίσατο. [628] κἀντεῦθεν πιθανὸς γίνεται ὁ ἐν τοῖς ἑξῆς τοῦ Ἕκτορος ἑλκυσμός. τὸν γὰρ οὕτω κατὰ Ἕκτορος ἀγριαινόμενον εἰκὸς καὶ ἀπανθρώπως ἐκεῖνον ἑλκύσαι. καὶ Ἀχιλλεὺς μὲν οὕτως εὔχεται ὄρεξιν αὐτῷ ἐγγενέσθαι φαγεῖν τῶν τοῦ κυνὸς Ἕκτορος σαρκῶν, ὡς δῆθεν ἄλλως οὐ θεμιτὸν ὂν ἢ δυνατὸν ἄνευ ἀλλοκότου τινὸς ὀρέξεως κυνείων τούτων κρεάτων μετασχεῖν. ἡ δὲ Ἑκάβη οὐχ' οὕτως ἐν τοῖς ἑξῆς, ἀλλ' ἐκείνη εὔξεται τοῦ ἥπατος ἅψεσθαι τοῦ Ἀχιλλέως, ὡς πάντως ἂν φαγουμένη. καὶ ἔστιν ἐκεῖνο πρέπον βαρβάρῳ γραῒ μητρὶ φιλοτέκνῳ. ταῦτα δὲ τὰ νοήματα τὴν ἀρχὴν ἔχει ἐκ τοῦ λόγου τοῦ Διός, εἰπόντος που πρὸς τὴν Ἥραν, ὡς εἰ δὲ σὺ ὠμὸν βεβρώθοις Πρίαμον καὶ τὰ ἑξῆς. Ἰστέον δὲ [ὅτι τε οὐ καινὸν τὸν Ἀχιλλέα ἐθελῆσαι ὠμὰ κρέα Ἕκτορος δαίσασθαι ἢ τὴν Ἑκάβην εὔξασθαι ἥπατι ἐμφῦναι ἀνδρὸς ἐχθροτάτου, εἰ καὶ Τυδεὺς ἐγκεφάλου ἐχθροῦ κατὰ τὴν ἱστορίαν ἐρρόφησε, καὶ Ἀνάξαρχος δὲ, ὁ εὐδαιμονικὸς φιλόσοφος, ἐδίδασκε κολακεύων τὸν μέγαν Ἀλέξανδρον τὰς τῶν σατραπῶν καὶ βασιλέων δειπνοῦντα προσφέρεσθαι κεφαλάς, καὶ ὅτι πολλάκις ὁ θυμὸς μὴ ὅτι γε τοῖς ἐμψύχοις, ἀλλὰ καὶ ἀψύχοις κυνηδὸν ἐπεμπηδᾷ. οὕτω Πάνδαρος θυμῷ κινηθεὶς ἠπειλήσατό που τοῖς τόξοις φθοράν. οὕτω καὶ Ἀναξανδρίδης, πικρὸς τὸ ἦθος ἀποβάς, ἐκόλαζέ ποτε ἃς ἐποίει κωμῳδίας. ὅτε γὰρ μὴ νικῴη, λαμβάνων αὐτὰς ἐδίδου κατατεμεῖν εἰς λιβανωτόν, μὴ μετασκευάζων ὡς οἱ πολλοί. διὸ πολλὰ τῶν δραμάτων κομψῶς ἔχοντα ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας], καὶ ὅτι ἀποτεινόμενος ὁ Ἀχιλλεὺς πρὸς τὴν τοῦ Ἕκτορος ἱκετείαν πρὸς μὲν τὸ "λίσσομαι ὑπὲρ ψυχῆς καὶ γούνων καὶ τοκήων" φησὶ "μή με γουνάζεο μηδὲ τοκήων", παραλιπὼν διὰ συντομίαν ἐναγώνιον τὸ "ψυχῆς". πρὸς δὲ τὸ "μή με ἔα κύνας καταδάψαι" οὐ μόνον ἀπειλεῖται κυσὶ παραθεῖναι αὐτόν, ἀλλὰ καὶ κύνα αὐτὸν ἀποκαλεῖ. κεῖται δὲ ἡ περὶ τῶν ῥηθέντων κυνῶν ἑξῆς ἀπειλὴ ἐν τόποις δυσίν, ἤγουν ἐν τῷ "ὡς οὐκ ἔσθ' ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι", [629] ἤγουν οὐκ ἔστιν ὃς ἀπαγάγοι ἄν σου τοὺς κύνας ‑ κεφαλὴν γὰρ κἀνταῦθα τὸν ὅλον Ἕκτορα λέγει ‑ , καὶ μετ' ὀλίγα ἐν τῷ "ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται". καὶ οὕτω μὲν πρὸς τὰ δύο Ἀχιλλεὺς ἀπετείνατο.

(v. 34953) Πρὸς δὲ τὸ "ἅλις δέδεξο δῶρα" λέγει ὅτι "οὐδ' εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ' ἄποινα στήσωσ' ἐνθάδ' ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, οὐδ' εἴ κέν σ' αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι Δαρδανίδης Πρίαμος, οὐδ' ὣς σέ γε πότνια μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται, ὃν τέκεν αὐτή", τοῦτο δὴ ὃ προέλεγεν ἡ Ἑκάβη, ὅπερ καὶ πρὸς τὸ "ἵνα πυρός με λελάχωσι θανόντα" εἶπεν ὁ Ἀχιλλεύς. Σημείωσαι δὲ ὡς τὸ τοῦ Ἀχιλλέως ἦθος στρεπτὸν εὑρεθήσεται καὶ διὰ τοῦτο ἀγαθόν, εἴγε "στρεπταὶ φρένες ἐσθλῶν". εἰ γὰρ καὶ μήτε ἄποινα λήψεσθαι ὑπὲρ τοῦ Ἕκτορός φησι, ἅπερ ἐκεῖνος δῶρα σεμνῶς, ὡς εἴρηται, εἶπεν, καὶ κυσὶ δὲ καὶ οἰωνοῖς ἐκθέσθαι αὐτόν, ἀλλὰ προϊὼν οὐχ' οὕτω ποιήσει. Ὅρα δὲ καὶ τὸν τοῦ λόγου χαρακτῆρα ὅμοιον ὄντα τοῖς ἐν τῇ ῥαψῳδίᾳ τῶν Λιτῶν. καὶ ἐκεῖ γὰρ ὀξύτερον κατὰ κίνησιν ὀργῆς τοῖς πρέσβεσιν ὑποσχόμενος ἄλλα ὕστερον ἐποίησε χρηστότερα καὶ νῦν τοσαῦτα λύτρα μετρήσας οὐ πολλῶν δώρων μετὰ ταῦτα τὸν Ἕκτορα λύσεται. Σημείωσαι δὲ καὶ ὅτι εὐεπίφορος ὁ ἥρως ὥσπερ ἐν ταῖς Λιταῖς, οὕτω κἀνταῦθα εἰς τὰς τῶν δώρων ὑπερβολάς, δεκάκις λέγων καὶ εἰκοσινήριτα καὶ ἑξῆς, ὡς ἐρρέθη. Καὶ ταῦτα μὲν ἐν τούτοις, τῶν δὲ κατὰ μέρος τὰ ἐπιδρομῆς ἄξια τοιαῦτα.

(v. 345) Τὸ μὲν "γούνων γουνάζεο" ὅμοιόν ἐστι τῷ "οἶνον οἰνοχοεῖν", μάλιστα δὲ τῷ "πόλεμον πολεμίζειν" καὶ τοῖς ὁμοίοις.

(v. 346) Τὸ δὲ πως ἐν τῷ "αἳ γάρ πως" πολύνουν φαίνεται. θηριώδους γὰρ ὄντος τοῦ ἐθέλειν ἀνθρωπείων σαρκῶν ἀποφαγεῖν λέγει ὡς, εἰ καὶ μὴ κατὰ φύσιν ἔχω τοῦ οὕτως ἐφίεσθαι, ὅμως εὔχομαι ἐπελθεῖν πως ἐμοί, ἤγουν ὅπως δήποτε, ἐκ θεομηνίας τυχὸν ἢ ἑτεροίου θυμοῦ ἐγγενέσθαι μοι τοιαύτην ὄρεξιν. Τὸ δὲ "ἀνείη" γράφεται καὶ διὰ τοῦ η παρά τισιν, ἢ τροπῇ τοῦ η τῆς ει διφθόγγου εἰς η, [630] ἢ καὶ ἐκ τοῦ ἀνῆ πλεονασμῷ τοῦ η ὅτε οὐδὲ προσγράφεται τὸ ι κατὰ τὴν παραλήγουσαν.

(v. 349) Τὸ δὲ "εἰκοσινήριτα" ἀντὶ τοῦ πρὸς εἴκοσιν ἐριστά, ἤτοι ἐρίζοντα καὶ ἰσάζοντα, τουτέστιν οὐ δεκάκις μόνον, ἀλλὰ καὶ εἰκοσάκις τοῖς σοῖς κτήμασιν ἐξισούμενα. ἢ καὶ ἄλλως κατὰ τοὺς παλαιοὺς ἐριστὸν μὲν εἴη ἂν τὸ ἀντιλεγόμενον τίμημα τοῦ νεκροῦ, νήριστον δὲ καὶ ἀποβολῇ τοῦ σ νήριτον, ὅπερ καὶ ἐπὶ τοῦ γνωστός καὶ γνωτός γίνεται, τὸ ἀνέριστον καὶ ἀναντίρρητον καὶ ἤδη τυπωθὲν καὶ ὁρισθὲν καὶ δίκαιον. δεκάκις οὖν νήριτον ἀπὸ κοινοῦ κατὰ παράθεσιν καὶ εἰκοσινήριτον κατὰ σύνθεσιν τὸ δεκαπλοῦν καὶ εἰκοσαπλοῦν ἄξιον τίμημα. ἔστι δὲ ἡ τοῦ εἰκοσινηρίτου σύνθεσις ὁμοία τῷ εἰκοσίπηχυ. [Καὶ ἐπαινεῖται ἡ τοιαύτη μάλιστα σύνθεσις, καθὰ δηλοῖ καὶ ὁ γράψας τὸ "εἰκοσίκλινον εἶχεν οἶκον ἐπιτήδειον πρὸς τὰς ὑποδοχάς". εἰκοσάπηχυ δέ, φασίν, εἰπεῖν καὶ εἰκοσάκλινον οὐ χρή, κἂν ἔδοξε τοῖς ὕστερον οὕτω λέγειν, οἳ καὶ πεντάκλινον καὶ τοιαῦτά τινα λέγουσι.]

(v. 350) Τὸ δὲ "στήσωσι" τεχνικὴ λέξις, ὡς καὶ ἀλλαχοῦ προείρηται.

(v. 351) Τὸ δὲ "σὲ αὐτὸν χρυσῷ ἐρύσεσθαι" δηλοῖ μὲν τὸ χρυσῷ λύσασθαι, ἔστι δὲ τὸ ἐρύσεσθαι παρακτικὸν τοῦ χρυσοῦ. ἀπὸ γὰρ τοῦ τοιούτου ἔοικε παρονομάζεσθαι ὁ χρυσός. Τὸ δὲ "σὲ αὐτόν" οὐδ' αὐτὸ σύνθετον ἀντωνυμίαν δηλοῖ τὴν σαυτόν, ἀλλ' ἐν ἐξοχῇ τινι κεῖται, καθά που πρὸ τούτων καὶ τὸ "αὐτόν μιν". Τὸ δὲ "ἀνώγοι" οὐ δύναται δηλοῦν τὴν παρὰ τοῖς ὕστερον κέλευσιν, οὐ γὰρ ἂν κελεύσοι ὁ Πρίαμος τῷ Ἀχιλλεῖ, σημαίνει δὲ ἢ τὸ ἱκετεύειν ἢ τὸ ἁπλῶς λέγειν. ἴσως δὲ καὶ εἰρωνικῶς αὐτό φησιν ὁ Ἀχιλλεὺς ὡς [631] βασιλέως ὄντος τοῦ Πριάμου καὶ κελεύειν ἐθέλοντος. Ἰστέον δὲ καὶ ὅτι τὸ χρυσῷ σταθμηθέντα τὸν Ἕκτορα λυθῆναι παρὰ Πριάμου Ὁμήρῳ μὲν οὐ δοκεῖ, οἱ δὲ ὕστερον ἱστοροῦσι τοῦτο γενέσθαι λέγοντες ὅτι ὁ Ἀχιλλεὺς χρυσὸν τῷ Ἕκτορι ἀντιστήσας καὶ λαβὼν οὕτω τὸν νεκρὸν ἀπέδοτο τῷ πατρί. τὸ δ' αὐτό φασι παθόντα ὕστερον καὶ αὐτὸν ἀποδοθῆναι τοῖς Ἕλλησιν, ὡς καὶ Λυκόφρων ἱστορεῖ, ὅτε τοξευθεὶς Ἀχιλλεὺς ὑπ' Ἀλεξάνδρου ἔπεσε.

(v. 353) Τὸ δὲ "ὃν τέκεν αὐτή" ἢ ἐκ περισσοῦ εἰς οὐδὲν δέον κεῖται ἀφελῶς οὕτω λεχθέν, ἢ πρὸς σαφήνειαν, ἵνα μὴ ἁπλῶς μήτηρ αὐτὸν γοήσεται ἀορίστως, ἀλλ' ἡ τοῦτον τεκοῦσα. ἢ καὶ ἄλλως, ἵνα μήτηρ νοηθείη ἡ κατὰ φύσιν, οὐ μὴν θέσει κατὰ διάθεσιν, ὁποία τις ἐστὶ τῷ Εὐμαίῳ ἐν Ὀδυσσείᾳ ἡ δέσποινα Ἀντίκλεια. [(v. 354) Τὸ δὲ "κατὰ πάντα δάσονται" ἀντὶ τοῦ καταμερίσονται ὅλον τὸν Ἕκτορα. καὶ ἔστι σύνηθες Ὁμήρῳ νοεῖν τὸ πᾶς ἀντὶ τοῦ ὅλος.]

(v. 345) Ἰστέον δὲ ὅτι τὸ "μή με κύον γούνων γουνάζεο", καὶ τὰ ἑξῆς χρήσιμά εἰσιν εἰς λόγου πεζοῦ παραπλοκὴν, πῇ μὲν ἐπί τισι θυμουμένοις, πῇ δὲ ἐπὶ ἀδωροδοκήτοις.

(v. 35660) Ἃ δὲ ὁ Ἕκτωρ καταθνῄσκων προσείπῃ τὸν Ἀχιλλέα, ἤγουν τὸ "ἦ σ' εὖ γινώσκων προτιόσσομαι, οὐδ' ἂρ ἔμελλον πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἔνδοθι θυμός· φράζεο νῦν μὴ τί τοι θεοῦ μήνιμα γένωμαι ἤματι τῷ, ὅτε κεν" καὶ τὰ ἑξῆς ἐρεῖ ἄν τις ἱκετεύσας μέν τινα ἐν κινδύνῳ, μὴ πείσας δέ. Δηλοῖ δὲ τὸ μὲν "προτιόσσομαι" τὸ προσβλέπω ἢ τὸ οἶδα καὶ μαντεύομαι.

(v. 358) Τὸ δὲ "μή τί τοι θεοῦ μήνιμα γένωμαι" ἀντὶ τοῦ μή σοι ὀργισθῇ θεὸς δι' ἐμέ. Τὸ δέ γε [632] "καταθνῄσκων" περιττῶς κεῖται μετὰ προθέσεως, καθὰ καὶ τὸ κατατεθνειώτων ἐν τῷ "νεκύων κατατεθνειώτων". ὅτι δὲ καὶ εὖ γινώσκων προμαντεύεται τὸν τοῦ Ἀχιλλέως ἄρτι θάνατον ὁ Ἕκτωρ, αὐτίκα εἰρήσεται.

(v. 357) Σημείωσαι δὲ ὅτι τὸ "σιδήρεός σοι ἔνδοθι θυμός" σεμνότερον ὁ Ἕκτωρ εἶπεν ἤπερ ὁ Ἀχιλλεὺς ἔφρασε περὶ ἑαυτοῦ. ὁ μὲν γὰρ εὐξάμενος φαγεῖν ὠμὰ Ἕκτορος κρέα ἀπεθηρίωσεν ἑαυτόν, Ἕκτωρ δὲ μέσως πως ἔσκωψε. σιδηρέα γὰρ ψυχὴ οὐ μόνον ἀπήνειαν δηλοῖ, ἀλλά που καὶ στερρότητα. Ὅμηρος γοῦν οὕτω ἔφη· μὴ ἂν δυνήσεσθαι φράσαι πληθὺν Ἀχαιῶν, οὐδ' εἰ χάλκεον αὐτῷ ἦτορ ἐνείη. τοιοῦτος δέ τις νοῦς καὶ ἐν τῷ "ὀφθαλμοὶ ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος". καὶ ἴσως πραΰνων τὸν Ἀχιλλέα οὕτως ἔφρασεν ὁ Ἕκτωρ, εἴ πως μετὰ θάνατον φείσαιτο αὐτοῦ. ὡς εἰ μή γε τοῦτ' ἦν, τί ἐκώλυε κύνα προσφυέστερον ἀντικαλέσαι τὸν Ἀχιλλέα; Τὸ δὲ "ἔνδοθι" οὐκ ἀναγκαίως κεῖται ἐν τῷ "σιδήρεος ἔνδοθι θυμός", ἀναπληροῖ δὲ ὅμως στίχον. Ὅτι καὶ ἡ τοῦ Ἕκτορος ψυχή, ὡς καὶ πρὸ τούτου ἡ τοῦ Πατρόκλου, ἀπαλλαττομένη τοῦ σώματος ἤδη καὶ κατὰ σημεῖον οἷον ἐφαπτομένη αὐτοῦ προορᾷ τὸ μέλλον καί, ὡς εἴρηται, προλέγει τῷ Ἀχιλλεῖ.

(v. 359 s.) Ἔνθα δεξιῶς ὁ ποιητὴς ἐν στενῷ, καθὰ καὶ ἐν ἄλλοις, παραρρίπτων τὸν Ἀχιλλέως θάνατόν φησιν "ἤματι τῷ, ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων ἐσθλὸν ἐόντα ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν". ἃς ἑτέρας τινὲς εἶναί φασι τῶν πρὸ βραχέων εἰρημένων Δαρδανιάων. αὗται μὲν γάρ, φασί, πρὸς τῇ δυσμῇ, αἱ δὲ Δαρδάνειαι ἀνατολικαί.

(v. 361) Ὅτι δὲ πρὸς τῷ θανεῖν ὢν ὁ Ἕκτωρ ταῦτα εἶπε, δηλοῖ ὁ ποιητής, φάμενος "ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε".

(v. 362) Τὸ δὲ ἑξῆς "ψυχὴ δ' ἐκ ῥεθέων πταμένη" καὶ τὰ ἑπόμενα, καὶ ἐν τῇ πῖ ῥαψῳδίᾳ καὶ ἀλλαχοῦ δὲ εἴρηται.

(v. 365 s.) Ὅτι τὸ "τέθναθι, κῆρα δ' ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ θεὸς ἐθέλει τελέσαι" οἰκεῖον ῥηθῆναι πρός τινα κινδυνεύοντα μέν, θρασέως δὲ ἀπειλούμενον, ὁποῖός τις καὶ ὁ Ἕκτωρ καταμαντευόμενος θάνατον τοῦ ταῦτα εἰπόντος Ἀχιλλέως, ὁπηνίκα ἔθνῃσκε. Τὸ δὲ "τέθναθι" ὡς τὸ τέτλαθι [633] κανονίζεται.

(v. 36871) Ὅτι κειμένου Ἕκτορος περιδραμόντες Ἀχαιοί, ὅτε Ἀχιλλεὺς "ἀπ' ὤμων τεύχεα ἐσύλα", "θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν Ἕκτορος". κἂν γὰρ ὁ στάχυς οὐκ ἦν, ἀλλ' ἡ καλάμη διέφαινεν ἐκεῖνον, καὶ συμμετρίας μελῶν καὶ μερῶν ἀπαρτιζούσης καθόλου τὸ κάλλος μετὰ καὶ εὐχροίας ἐπανθούσης. ἡ μὲν εὔχροια τοῦ νεκροῦ Ἕκτορος ᾤχετο, ἡ δὲ συμμετρία ἐσῴζετο, ἀφ' ἧς τὸ εἶδος ἀγαστὸν ἔτι ἐφαίνετο. Καὶ ὅρα ὅτι οὐ κατὰ τὴν ἀλλαχοῦ γραφεῖσαν ἱστορίαν οὐκ εὖ εἶχε τοῦ εἴδους ὁ Ἕκτωρ κατά τινας, ὃς καὶ τεθνεὼς ἀγητὸν εἶδος ἐκφαίνει. οὕτω δὲ ἦν περίκλυτος ὁ Ἕκτωρ καὶ θέας ἄξιος, ὥστε, καθὰ Πλούταρχος ἐν τοῖς κατὰ τὸν Ἄρατον ἱστορεῖ, νεανίσκος τις, ἐν Λακεδαίμονι ἐμφερέστατος Ἕκτορι γενέσθαι λεγόμενος, ὑπὸ τοῦ πλήθους τῶν θεωμένων κατεπατήθη, ὡς τοῦτο ἔγνωσαν. τοῦτο δὲ οὐ πρὸς ὀργὴν γέγονεν, ἀλλ' ὅτι διὰ θαῦμα οἱ θεαταὶ εἰς πύκνωμα συνεστράφησαν. καὶ τοῦτο μὲν οὕτως.

(v. 372) Ὁ δὲ ποιητὴς Ἑλληνικὴν ἐνταῦθα οὐ καίριον ὠμότητα διαγράφων φησὶ καὶ ὅτι "οὐδ' ἄρα οἵ τις ἀνουτητί γε παρέστη".

(v. 372-374) Ἑρμηνεύων δὲ τὸ "ἀνουτητί" πρῶτα μὲν τίθησι βραχεῖαν συνήθως ἠθοποιΐαν τοῦ δήμου, εἰπὼν "ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι", ἤτοι ψηλαφᾶσθαι, "Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησε πυρὶ κηλέῳ".

(v. 375) Εἶτα ἐπάγει τὴν ἑρμηνείαν τοῦ ἀνουτητί "ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς", κορεννύμενος οἷον τοῦ κειμένου μετὰ θάνατον, ἴσως μὲν θυμοῦ χάριν, ἴσως δὲ καὶ Ἀχιλλεῖ χαριζόμενος. εὖ δὲ ποιῶν Ὅμηρος ἡρμήνευσε τὸ ἀνουτητί, ὡς μὴ ἀμφίβολος ἔννοια εἴη, δυναμένων τινῶν ὑπονοεῖν ὡς οὔτις παρέστη μὴ φθάσας οὐτασθῆναι ὑπὸ τοῦ ἦν μὲν ὅτε ἀτειρέος καὶ σκληροῦ, νῦν δὲ μαλακοῦ Ἕκτορος. Σημείωσαι δὲ καὶ ὅτι προοικονομία ἐστὶ καὶ ταῦτα τῆς μικρὸν ὅσον εἰς τὸν Ἕκτορα τοῦ Ἀχιλλέως ὠμότητος. εἰ γὰρ οἱ ἄλλοι οὕτω διάκεινται πρὸς τὸν κείμενον, πολλῷ πλέον Ἀχιλλεὺς ἀγριαίνοιτ' ἂν κατ' αὐτοῦ.

(v. 379-384) Ὃς καὶ μεγεθύνων τὸ οἰκεῖον κατόρθωμα μετὰ καὶ ἐπιεικείας λέγει ὡς "ἐπεὶ τόνδ' ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, ὃς κακὰ πόλλ' ἔρρεξεν", ἢ ἔρδεσκεν, "ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι" καὶ ἑξῆς, ἐρεθίζων εἰς θυμὸν οὕτω καὶ ἑαυτὸν καὶ τοὺς Ἀχαιούς. τὸν δὲ τοιοῦτον λόγον [634] παρῳδήσας τις εἰς τὸ "θεὸς ἔδωκεν" ἐρεῖ ἐπί τινος κακοποιοῦ ἀνθρώπου πεσόντος ἢ καὶ ἁπλῶς ἡττηθέντος, ὥσπερ καὶ τὸ "ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι" ῥηθήσεταί ποτε πρὸς τὸν ἐκ πολλῆς σκληρότητος ταπεινωθέντα ἢ ἄλλως μαλακώτερον γενόμενον. ἐν ᾧ καί τι κάλλους ἔχει τὸ "μάλα δὴ μαλακώτερος" ἀλλοῖόν τε καὶ τὸ ἐκ παρηχήσεως. [Ἀστεῖον δὲ τὸ "μαλακὸς ἀμφαφάασθαι" ῥηθὲν τροπικῶς ὡς ἐπὶ σκληροῦ καὶ ἀτέγκτου καὶ ἀτειροῦς σώματος ἁπαλυνθέντος ὁπωσοῦν.]

(v. 379) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἐπεὶ δὴ τόνδ' ἄνδρα", καὶ ἑξῆς, ἀκέφαλον στίχον οἱ παλαιοί φασιν, ὅμοιον τῷ "φίλε κασίγνητε" ὥστε οὐκ ἀναγκαῖον προπερισπᾶν ἐκεῖ τὸ "φίλε", ὡς ἂν ἀποτελεσθείη δάκτυλος, ἀλλ' ὀξυνομένης τῆς ἀρχούσης μετρηθῆναι κἀκεῖνον τὸν στίχον ὡς ἀκέφαλον.

(v. 380) Σημείωσαι δὲ ὅτι τοῦ "κακὰ ἔρδεσκεν ὅσα οὐ σύμπαντες ἄλλοι" οὐκ ἔστιν ἐπινοήσασθαι καιριωτέραν σύγκρισιν. πολλὰ μὲν γὰρ εἰπεῖν καὶ ἄπειρα καὶ ἀπειρέσια καὶ εἴ τι τοιοῦτον οὐδέν τι λέγει μέγα διὰ τὸ ἀόριστον. προσώπῳ δέ τινι ἑνὶ παραβαλεῖν εἴτε καί τισι πλείοσι τὰ τοῦ Ἕκτορος ἐπὶ Ἀχαιοῖς, οὐδ' αὐτὸ μεγαλεῖον ἔχει. μεῖζον δὲ πάνυ τὸ παραθεῖναι τὰς ἐκείνου βλάβας ταῖς ἐκ τῶν ὅλων Τρώων τε καὶ ἐπικούρων. τούτους γὰρ δηλοῖ τὸ "οἱ ἄλλοι", οἱ ἑτερογενεῖς δηλαδὴ ἡμῖν τοῖς Ἀχαιοῖς. ὃ δὴ ὁμοίως ἔχει πρὸς τὸ "ἰχθύες οἱ ἄλλοι", τὸ πρὸ ὀλίγων γραφέν. ὃ δὲ ἀντεσήκου πρὸς πάνυ σεμνὴν σύγκρισιν καὶ τὸ εἰπεῖν ὡς τόσα κακὰ Ἕκτωρ ἔρεξεν, ὅσα οὐδ' ἄν τις θεός, ἰστέον ὡς δοκεῖ καὶ ὁ ποιητὴς ἐθέλειν μὲν εἰπεῖν καὶ τοιοῦτόν τι, ὀκνῆσαι δὲ φάναι θεὸν ῥεκτῆρα κακῶν. διὸ σιγήσας αὐτὸ ἐνταῦθα διὰ τὸ βλάσφημόν φησιν αὐτὸ κατωτέρω ἀσφαλῶς κατ' ἐνδοιασμὸν ἐν τῷ "Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ ὡς θεῷ εὔχοντο".

(v. 385) Ὅτι σύνηθες τῷ ποιητῇ, ὡς προέγνωσται, ἀνωφελέσιν ἐννοίαις ἐπιλέγειν τὸ "ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός"; οὕτως ὁ Ἀγήνωρ ἔφη, οὕτως ὁ Ἕκτωρ.

(v. 3814) Οὕτω καὶ νῦν [635] Ἀχιλλεύς, ὃς εἰπὼν ὡς πολέμαρχος "εἰ δ' ἄγετ' ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, ὄφρα ἔτι γνῶμεν Τρώων νόον ὅν τινα ἔχουσιν, ἢ καταλείψουσι πόλιν ἄκρην τοῦδε πεσόντος, ἢ μενοῦσιν Ἕκτορος οὐκέτ' ἐόντος", μεταμέλεται εἰπὼν τὸ "ἀλλὰ τίη μοι ταῦτα" καὶ ἑξῆς.

(v. 386-388) Εἶτα ἐπαγαγὼν τὸ ὅτι κεῖται παρὰ νήεσσιν νέκυς ἄκλαυτος ἄθαπτος Πάτροκλος, τοῦ δ' οὐκ ἐπιλήσομαι, ὄφρ' ἂν ἔγωγε ζωὸς ἐν Ἀργείοισι φιλοπτολέμοισι μετείω", ἢ καθ' ἑτέραν γραφὴν "ζωοῖσι μετέω καί μοι φίλα γούνατ' ὀρώρῃ". τοῦτο δὲ οὐ παρέργως ἔρριπται, ἀλλὰ τὴν ταχύτητα τῶν ποδῶν ἐμφαίνει τοῦ ἥρωος.

(v. 389 s.) Εἶτα διὰ θερμότητα φιλίας προστίθησι καὶ ὑπερβολήν, λέγων ἃ δὴ καὶ αὐτά, καθὰ καὶ τὰ προσεχῶς ῥηθέντα ἀνωτέρω, πᾶς ἂν εἴποι ἐπὶ ἀγαθῷ φίλῳ κειμένῳ "εἰ δὲ θανόντων περ καταλήθοντ' εἰν Ἀΐδαο", ἤγουν ἐν Ἅιδου, "αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ' ἑταίρου", μονονουχὶ λέγων ὅτι, ὥσπερ ἐν τῷ ζῆν περιῆν ἐγὼ ἁπάντων τὰ φιλικά, οὕτω δὴ καὶ θανών, κἂν γοῦν πάντες θανόντες λανθάνωνται, ἀλλ' ἐγὼ οὐ τὸ τοῖς ἄλλοις ὅμοιον πείσομαι. Σημείωσαι δὲ ὅτι τὸ μὴ θελῆσαι τὸν Ἀχιλλέα πειραθῆναι τοῦ τείχους τῷ φαινομένῳ μὲν διὰ Πάτροκλον, ὡς ἐρρέθη, γίνεται, ἵνα ταχὺ τῇ ταφῇ ὁσιωθῇ, ἀληθῶς δὲ οὐκ ἐθέλει Ὅμηρος τοῦτο ποιῆσαι, ἵνα μὴ ἀχρεῖον δείξῃ τὸν κάματον τῷ Ἀχιλλεῖ. οὐ γὰρ ἦν γενναῖόν τι δρᾶσαι αὐτόν, ὅτι μηδὲ πέπρωτο τὴν Τροίαν ὑπ' αὐτοῦ ἁλῶναι.

(v. 386) Ὅρα δὲ καὶ ὡς ἐκαλλώπισε ῥυθμῷ προπαροξυτόνων λέξεων τὰ κατὰ Πάτροκλον, εἰπὼν "κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος Πάτροκλος". ἔχει δὲ κάλλος πρὸ τούτων καὶ τὰ ἐν τέλει στίχων δύο πάρισα τὸ "τοῦδε πεσόντος", καὶ "Ἕκτορος οὐκέτ' ἐόντος", ἃ καὶ ἰσοδύναμά εἰσι.

(v. 388) Τὸ δὲ "μετείω" ἀντὶ τοῦ σύνειμι. πρωτότυπον δὲ αὐτοῦ τὸ μετέω, ἐξ οὗ μετέῃσι, τὸ συνυπάρχει. Τὸ δὲ "ὀρώρῃ" ὅμοιόν ἐστι καὶ νῦν τῷ "ὀλώλῃ". ὡς γὰρ ἐκεῖνο παρακείμενός [636] ἐστιν ὑποτακτικὸς ἐκ τοῦ ὄλωλα, οὕτω καὶ τοῦτο ἐκ τοῦ ὄρωρα. δῆλον δὲ καὶ ὅτι οὐ παντὶ ζῶντι ὄρωρε γούνατα. διὸ καὶ ἐνταῦθα τῷ ζωοῖς μετεῖναι προσετέθη τὸ καὶ ἐρρωμένως ἔχειν τῶν γονάτων.

(v. 391 s.) Ὅτι δεικνύων ὁ ποιητὴς ταῖς ψυχικαῖς εἰσάγαν διαχύσεσι παρέπεσθαι, ὡς εἰκός, καὶ τὸ ἐθέλειν ᾄδειν, ὅτε καὶ λέγοι ἂν ὁ Πλάτων ὡς οὐδὲν ζῷον λυπούμενον ᾄδει, πλάττει τὸν Ἀχιλλέα ἐνταῦθα δι' ὑπερβολὴν τοῦ χαίρειν λέγοντα "νῦν δ' ἄγ' ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα", ἤγουν εἰς νῆας ἐπανέλθωμεν.

(v. 393-394) Καὶ εὐθὺς μέλος σχεδιάζει αὐτὸς οἷα μουσικὸς ὤν, ὡς καὶ ἐν τῇ ῥαψῳδίᾳ ἔγνωσται τῶν Λιτῶν, καὶ ἀναμέλπει παιήονα, τουτέστι παιᾶνα τοιοῦτον [σεμνῶς ὁλοδάκτυλον] "ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο". καὶ θαυμαστέον τῆς συντομίας τὸ μέλος, οἷα ἐπιτμηθὲν οὐ μόνον διὰ τὸ αὐθωρὸν σχεδιασθῆναι, ἀλλὰ καὶ ὡς ἂν εἴη τῷ πανελληνίῳ ἐφικτόν τε καὶ εὐπερίληπτον. τινὲς δὲ ἠθέλησαν αὐτὸ ἀθετῆσαι ὡς παρὰ τὴν ἀξίαν τοῦ Ἀχιλλέως ὄν. ὁ γὰρ ἐξευτελίσαι φθάσας ἀλλαχοῦ τὸν Ἕκτορα εἰς τοσοῦτον ὡς δοκεῖν εὐκαταφρόνητον εἶναι καὶ τῷ Πατρόκλῳ, πῶς νῦν μέγα κῦδος ἀρέσθαι φησί, τὸν τοιοῦτον ἀνελών; ἔστι δὲ πρὸς τοῦτο εἰπεῖν ὅτι οὐχ' ὡς τῷ ὄντι μεγίστου ὄντος τοῦ Ἕκτορος ᾄδει ταῦτα ὁ Ἀχιλλεύς, ἀλλ' ἐπὶ ἐρεθισμῷ καὶ λύπῃ τῶν ἀκροωμένων πολεμίων, ὡς τοῦ δήμου τῶν Τρώων θεὸν ἡγουμένων τὸν Ἕκτορα, καθὰ καὶ αὐτὸς νῦν λέγει καὶ ἡ Ἑκάβη δὲ μετ' ὀλίγα δηλοῖ ἐν τῷ εἰπεῖν, ὅτι οἱ Τρῶες ὡς θεὸν ἐδεξιοῦντο τὸν Ἕκτορα. καὶ ἄλλως δὲ ἡ κατὰ τὴν Τραγῳδίαν παρ' ἐλπίδας χαρὰ τοιαῦτα πείθει ἐξ αὐτοσχεδίου ᾄδειν τὸν ἥρωα. [Ἔστι δὲ οὐδ' ἀληθῶς ᾠδὴ πρὸς ἀκρίβειαν ὁ ἐνταῦθα παιήων, ἀλλ' ὡς οἷον [637] ἐπῳδός τις. στίχῳ γὰρ ἑνὶ σφίγγεται πάνυ γοργῶς δυσὶ κόμμασι διοικουμένῳ, ὡς εἶναι νοεῖν ὅτι πρὸ τοῦ ἑνὸς τούτου ἔπους ἄλλων τινῶν ᾀδομένων ἐννοιῶν εἶτα ἐπήγετο αὐτὸς νόμῳ ἐπῳδοῦ. εἰ δὲ σιωπᾷ Ὅμηρος τὰς πρὸ τοῦ ἐπῳδοῦ ᾠδάς, αἷς αὐτὸς ἐπιφέρεται, τί καινόν, εἴγε καὶ τὸν παιήονα οὐκ ἐπισημαίνεται, εἴπερ ὑπὸ τῶν Ἀχαιῶν ᾔσθη. ὡς μὲν γὰρ ἐνέδωκεν αὐτὸν ὁ Ἀχιλλεύς, ἔγνωμεν, εἰ δέ γε οἱ Ἀχαιοὶ αὐτὸν ἔμελψαν, οὐ παρεσημήνατο. ἐν τούτοις δὲ ἀναμνηστέον καὶ ὅτι τοῦ ᾄδειν μὲν καὶ μέλπειν οὐ δοκεῖ διαφορὰ εἶναι. τὸ μέντοι ψάλλειν ἀμφοῖν διαφέρει, καθὰ δηλοῖ ὁ φράσας τὸ "παρὰ τὸ δεῖπνον ᾄδουσι καὶ ψάλλουσιν αἱ παλλακαὶ τῷ βασιλεῖ, καὶ μία μὲν ἐξάρχει, αἱ δὲ ἄλλαι ἀθρόως ᾄδουσιν". ἔστι δὲ ᾠδὴ μὲν ἡ παρὰ τὸ ᾄδειν λόγος μεμελισμένος, ψάλλειν δὲ τὸ δι' ὀργάνων μουσικῶν καὶ μάλιστα τοῦ ἰδίως λεγομένου ψαλτηρίου. Ἐνταῦθα σημείωσαι καὶ ὅτι, καθὰ στενοῦνται παντελῶς αἱ κατὰ τὸ πλῆθος ἠθοποιΐαι, ὡς μυριαχοῦ ἔγνωσται, οὕτω πολλῷ πλέον καὶ ὁ παιήων, ὃς παντὶ τῷ στρατῷ ἐπετάχθη ᾄδεσθαι. ἓν γὰρ ἔπος περαίνει αὐτόν. εἰ δὲ καὶ τὰ σκόλια βραχυλογοῦνται, ἄλλος ὁ περὶ ἐκείνων λόγος.] Ὅτι δὲ παιήων οὐ μόνον ὁ εἰς Ἀπόλλωνα ὕμνος, ἀλλὰ καὶ ὁ ἁπλῶς ἐπὶ καταπαύσει κακῶν ἢ ὄντων ἢ ἐλπιζομένων, προδεδήλωται, καὶ ὅτι καὶ Ἀπόλλωνός ἐστιν ἐπίθετον, καὶ κύριον δὲ ὄνομα τοῦ παρὰ θεοῖς ἰατροῦ, καὶ ὅτι ὁ ᾀδόμενος παιήων καὶ παιὰν ἐλέγετο. εὕρημα δέ, φασίν, Ἀπόλλωνος ὁ τοιοῦτος παιάν, ἐξευρεθεὶς μετὰ τὴν νίκην τοῦ ἐν Πυθοῖ δράκοντος, ἐξ οὗ καὶ Πύθιος δοκεῖ λέγεσθαι. Ἰστέον δὲ ὅτι προϋπάρχει μὲν ῥῆμα παίω, τὸ θεραπεύω, ἐξ αὐτοῦ δὲ γίνεται Παιάων ὄνομα ὡς Μαχάων, καὶ δηλοῖ τὸν θεραπευτικόν. τοῦτο δὲ τρέψαν μὲν τὸ α εἰς η ποιεῖ τὸν Παιήονα. εἰ δὲ [638] συγκοπῇ, τοῦ ω μὲν συγκοπέντος, γίνεται ἐξ αὐτοῦ Παιάν, ὡς Ἀλκμάων Ἀλκμάν, καὶ Ἀμυθάων Ἀμυθάν παρὰ Πινδάρῳ. τοῦ δὲ α συγκοπέντος, γίνεται ὁ Παιών, ὡς τὸ "Ἀσκληπιοῦ Παιῶνος εὐμενοῦς τυχών".

(v. 393) Σημείωσαι δὲ καὶ ὅτι τῷ μὲν ἐχθρῷ Ἀχιλλεῖ δέδωκεν ὁ ποιητὴς ἐνταῦθα εἰπεῖν μέγα κῦδος τὸ πεσεῖν τὸν δῖον Ἕκτορα, τῇ δὲ φίλῃ μητρὶ ἐπὶ τῷ υἱῷ καὶ τρίτην ἐπιφιλοτιμεῖται λέξιν, ἐν οἷς ἐρεῖ μάλα μέγα κῦδος εἶναι τοῖς Τρωσὶ τὸν υἱόν.

(v. 394) Ἔνθα καὶ ὅρα ὅπως τὸ Ἀχίλλειον ἔπος τὸ "ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὔχοντο" ἡ γραῦς εἰς κόμμα κατέκλεισεν, εἰποῦσα "οἵ σε θεὸν ὣς δειδέχατο", τουτέστιν ἐδεξιοῦντο. αἰτία δὲ τῆς τοιαύτης εὐχῆς τὸ "δῖον Ἕκτορα". ὡς γὰρ τὸ ἁπλῶς θεῖον εἰς θεοῦ μοῖραν ἡ κοινὴ θερμότης ἀνῆγεν, οὕτω καὶ τὸ δῖον διὰ τὸ παρωνομάσθαι ἀπὸ Διός, διὸ καὶ προσκυνητὸν ἦν ἐκείνοις τὸ δῖον ὅσα καὶ δαίμων. Τὸ δὲ "ἠράμεθα" καὶ "ἐπέφνομεν" δοκεῖ μὲν ἐκ φιλαλληλίας ᾄδεσθαι, κοινουμένου Ἀχιλλέως τὴν νίκην καὶ τοῖς λοιποῖς Ἀχαιοῖς, εἴπερ εἰ μὴ Ἀχιλλεὺς ἀνένευεν, οὐκ ἂν ἀφῆκαν πεσεῖν ὑπ' αὐτῷ τὸν Ἕκτορα, βελέμνοις πικροῖς καταρρίψαντες. ἔχει δέ τι καὶ μεγαλοφροσύνης, οἷα τοῦ Ἀχιλλέως ἑαυτὸν εἶναι τιθεμένου τοὺς πάντας Ἀχαιοὺς καὶ διὰ τοῦτο μὴ θελήσαντος εἰπεῖν, ὡς μέγα κῦδος ἠράμην καὶ ἔπεφνον, ἀλλ' ἠράμεθα καὶ ἐπέφνομεν, ἐγὼ οἱ πάντες Ἀχαιοὶ δηλαδή. πρέπει δὲ τοιούτῳ στενῷ μέλει καὶ τὸ ἀσύνδετον, τὸ "ἠράμεθα, ἐπέφνομεν", οὗπερ ὁ ἐνεστὼς τριπαθής· ἔπαθε γὰρ διπλασιασμὸν, γενόμενος ἐκ δισυλλάβου τοῦ φένω, φεφένω, καὶ ἀντιστοιχίαν δασέος ἐν τῷ πεφένω, καὶ συγκοπὴν ἐν τῷ πέφνω. [Ἰστέον δὲ ὅτι τὸ "ἠράμεθα μέγα κῦδος" καὶ ἑξῆς, ἐχρησίμευσέ ποτε καὶ τῷ τῆς ἱστορίας Τίμωνι, ὃς ἐν τῷ [639] συμπίνειν Λακύδῃ κατὰ τὴν Ἀθηναίου ἱστορίαν νικήσας καὶ ἰδὼν ἐκεῖνον πρότερον ἀπιόντα ἐκ τοῦ συμποσίου ἔφη τὸ "ἠράμεθα μέγα κῦδος" καὶ ἑξῆς ὅλον τὸν στίχον. τῇ δ' ὑστεραίᾳ, φασί, Τίμωνος προαπίοντος ἐκ τοῦ πότου διὰ τὸ μὴ δυνηθῆναι ἐκπιεῖν τὴν προποθεῖσαν αὐτῷ κύλικα, ὁ νικήσας Λακύδης ἐπιλεξάμενος τῶν Ὁμήρου ἔφη τὸ "δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν". ἀλλὰ ταῦτα μὲν ἀκέραια Ὁμηρικά, καθὰ καὶ ἄλλα πάνυ μυρία ὡς ἑκάστοτε χρηστὰ γίνονται. ὡς δὲ καὶ εἰς κέντρωνας χρησιμεύει τὰ τοῦ Ὁμήρου, οἴδασιν οἱ τοιούτοις περιτυχόντες. ὅτι δὲ καὶ τοῖς παρῳδοῖς χορηγοῦσιν ἁδρὰν συμβολὴν, οὐδ' αὐτὸ ἄδηλον. καί εἰσι μὲν ἀμύθητα καὶ τὰ τοιαῦτα, λάμπει δὲ ἐν αὐτοῖς καὶ τὸ "τοῖς δ' ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρξατο μῶκον", ἤγουν μωκίαν καὶ χλεύην, παρῳδηθὲν ἐκ τοῦ "τοῖς δ' ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρξατο μῆτιν".]

(v. 392) Ὅτι ἐπὶ ἀψύχου τοῦ Ἕκτορος τὸ ἄγειν ἐνταῦθα κεῖται. φησὶ γὰρ "τόνδε δ' ἄγωμεν". οὕτω καὶ ἐν τῇ ψῖ ῥαψῳδίᾳ ἡ λέξις εὕρηται ἐν τῷ "ὕλην ἄγειν". ἔστι δ' ἐνταῦθα τὸ μὲν ἄγωμεν ἀντὶ τοῦ ἀπάγωμεν, τὸ δὲ ὕλην ἄγειν δύναται καὶ ἀντὶ τοῦ κλᾶν καὶ θραύειν εἶναι κατὰ τὸ "νέα μέν μοι ἔαξε Ποσειδῶν". τὸ δὲ τοιοῦτον ἄγειν καὶ ἀγνύειν λέγεται.

(v. 395) Ὅτι κατὰ τοῦ ἑλκυσμοῦ τοῦ Ἕκτορος γνωματεύων ὁ ποιητὴς ὡς οὐκ εὖ γενομένου αὐτὸν μὲν δῖον καλεῖ, τὰ δὲ εἰς αὐτὸν ἔργα ἀεικέα, ὅ ἐστιν ἀπρεπῆ, εἰ καί τινες αἰκιστικὰ εἶπον διὰ τὸ κατωτέρω εἰπεῖν ἐπὶ Ἕκτορος τὸ "ἀεικισθῆναι".

(v. 395-404) Τὸν τρόπον οὖν ἐκτιθέμενος τῆς ἑλκύσεως λέγει ὅτι ταῦτα ἔφη Ἀχιλλεὺς καὶ ἅμα Ἕκτορος "ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ' ἐξῆπτεν ἱμάντας, ἐκ δίφροιο δ' ἔδησε, κάρη δ' ἕλκεσθαι ἔασεν, ἐς δίφρον δ' ἀναβὰς ἀνά τε κλυτὰ τεύχε' ἀείρας", τὰ τοῦ Ἕκτορος δηλαδή, ἅπερ ἐκεῖνος ἐκ Πατρόκλου σκυλεύσας εἶχε, "μάστιξεν δ' ἐλάαν· τὼ δ' [640] οὐκ ἄκοντε πετέσθην. τοῦ δ' ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται κυάνεαι πίμπλαντο" τοῦ τοιούτου θερινοῦ κονισάλου, ἢ πίλναντο, τουτέστιν ἐπέλαζον, τῷ κονισάλῳ, "κάρη δ' ἅπαν", ἤγουν ὅλον, "ἐν κονίῃσι κεῖτο πάρος χαρίεν, τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι", ἀφ' οὗ ἐκβολῇ τοῦ ε καὶ συναιρέσει τοῦ α καὶ ι γίνεται τὸ αἰκίσασθαι. μνηστέον δ' ἐνταῦθα ὅτι τὸ παρ' Εὐριπίδῃ ἁρμάτειον μέλος ἐξηγοῦνται μὲν καὶ ἄλλως οἱ παλαιοί, φασὶ δὲ εἶναι αὐτὸ καὶ τὸ ἐπὶ τῷ ῥηθέντι ἑλκυσμῷ τοῦ Ἕκτορος γενόμενον μέλος ἀπὸ τοῦ θρήνου τῶν Τρῳάδων.

(v. 397) Ὅρα δὲ καὶ ὡς φανερῶς ἡρμήνευσεν ἐνταῦθα τὰ σφυρά, πέρας φράσας τῶν ὄπισθε τοῦ ποδὸς τενόντων, κάτω μὲν τὴν πτέρναν, ἄνω δὲ τὰ σφυρά. Ἱμάντας δὲ στρατιωτικῶς νοητέον ἔχειν καὶ τὸν Ἀχιλλέα, καθὰ καὶ πρὸ ὀλίγου εἶχέ τις ἕτερος.

(v. 398) Σημείωσαι δὲ καὶ ὅτι μόνη ἡ κεφαλὴ τοῦ Ἕκτορος εἰάθη ἕλκεσθαι, ὡς τοῦ λοιποῦ σώματος ἐκ τοῦ δίφρου δεδεμένου κατὰ τὸν ποιητήν. ἴσως γὰρ ὁ Ἀχιλλεὺς ἐκεῖνο ταμιεύεται κύνεσί τε καὶ οἰωνοῖς, τυχὸν δὲ καὶ μεταμέλου τινὸς ἤδη ἄρχεται, καὶ οὐ θέλει διασπαράξαι μελεϊστὶ τὸν νεκρόν, ἵνα δῶρα λαβὼν λύσηται.

(v. 399) Δῆλον δὲ καὶ νῦν ὅτι τε δίφρον λέγει τὸν ἐπὶ τοῦ ἅρματος κορυφαῖον τόπον, ἐφ' οὗ παραιβάτης καὶ ὁ ἡνίοχος, καὶ ὅτι ὑψηλὸς ἦν, ὡς δηλοῖ τὸ "ἐς δίφρον ἀναβάς", καὶ τὸ "ἀνά τε κλυτὰ τεύχε' ἀείρας". ἀναεῖραι γὰρ τὸ ἀνυψῶσαι καὶ ἄνω ἆραι.

(v. 400) Ἐν δὲ τῷ "μάστιξε δ' ἐλάαν" λείπει τὸ ἵππους. Καὶ [641] σημείωσαι τὴν ἔλλειψιν, ἣν ἔπαθεν ὁ στίχος, οἷα τοῦ ποιητοῦ μὴ ἀκριβοῦντος διὰ τὸ συνεναγώνιον. διὸ προϊὼν εἰς ἄδειαν ἐρεῖ τὸ σιγηθέν, εἰπὼν "ταχέες δέ μιν ἵπποι ἕλκον".

(v. 401-403) Τὸ δὲ "ἀμφὶ χαῖται κυάνεαι πίμπλαντο" εὐθὺς παραφράζων εἰς τὸ σαφές φησι "κάρη δ' ἅπαν ἐν κονίῃσι κεῖτο", κατωτέρω δὲ σαφέστερον λέγει "ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν". ἐν τούτοις δὲ καὶ κυανότριχα τὸν Ἕκτορα ἱστόρησεν. οὐ γὰρ ἦν χρυσοκόμης κατὰ τὸν Ἀχιλλέα, ὃς ξανθὴν ἔφερε κόμην, οὐδὲ κατὰ τὸν ἀδελφὸν Πάριν κόμην εἶχεν ἐπαφρόδιτον. καὶ ὅμως περιᾴδεται κόμη Ἑκτόρειος, ἡ περικεχυμένη, φασίν, ἧς καὶ Λυκόφρων μέμνηται. [Ἰστέον δὲ ὅτι τοῦ κόμη, ἔθειρα, θρίξ, χαίτη, πολυωνύμῳ συστοιχίᾳ περιειλημμένων, τὰ μὲν ἐκ τῶν ἄλλων τριῶν ὁποσοῦν παράγωγα τέτριπται, τοῦ δὲ θρίξ τριχός ὅτι παράγωγον ἡ τριχίς, οὐ πολλὴ χρῆσις. Μέμνηται δ' αὐτῆς καὶ ὁ Κωμικὸς ἐν τῷ "αἱ τριχίδες εἰ γενοίαθ' ἑκατὸν τοὖβολοῦ". ἡ δ' αὐτὴ καὶ τριχία ἐλέγετο, ἥν φασιν ἥδεσθαι ὀρχήσει καὶ ᾠδῇ, καὶ ἀκούουσαν ἀναπηδᾶν ἐκ τῆς θαλάσσης. καὶ φαίνεται καὶ νῦν κρότοις ἁλισκομένη. ὅτι δὲ παρὰ τὸ θρίξ καὶ ἡ θρίσσα γίνεται, δῆλόν ἐστιν. ἡ δὲ χαίτη καινῶς καὶ ἐπὶ φύλλων ἀμπέλου τίθεται. περιφέρεται γοῦν χρῆσις Ἀρχεστράτου αὕτη "ἡνίκα δ' ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλει", ὅπερ ἐστὶν ἡνίκα ἡ ἄμπελος καταρριπτεῖ τὰ φύλλα.]

(v. 403) Τὸ δὲ "χαρίεν" ἀναλόγως καὶ ἐνταῦθα παροξύνεται ὡς οὐδέτερον. τὸ γὰρ προπαροξύτονον ἐπίρρημά ἐστιν ἀντὶ τοῦ χαριέντως λαμβανόμενον.

(v. 406) Ὅτι μετ' ὀλίγα μὲν ὁ ποιητὴς ἄλλως μονῳδῶς θρηνοῦντας ποιήσει τόν τε Πρίαμον καὶ τὴν Ἑκάβην, νῦν δὲ γοργῶς ἐπιτρέχων φησίν, ὡς ἡ μήτηρ ἔτιλλε "κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην τηλόσε", ὡς οἷον συνατιμοῦσα τὴν [642] ἑαυτῆς κεφαλὴν τῇ τοῦ υἱοῦ Ἕκτορος.

(v. 407-411) "Κώκυσε δὲ μάλα μέγα παῖδ' ἐσιδοῦσα· ᾤμωξε δ' ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ κωκυτῷ τ' εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. τῷ δὲ μάλιστ' ἂρ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατάκρης", τουτέστιν ὡς ἐὰν ἡ πᾶσα Τροία πυρὶ καίοιτο διόλου, ἵνα ᾖ μέρος ἓν λόγου τὸ κατάκρης, ἢ κατὰ τῆς ἀκροπόλεως, ἐν δυσὶ λόγου μέρεσιν.

(v. 410) Ἐλλιπῶς δὲ ἔχει τὸ "τῷ δὲ μάλιστα ἔνη ἐναλίγκιον". λείπει γὰρ τὸ θρηνῴδημα ἤ τι τοιοῦτον, ἵνα λέγῃ ὅτι ὅμοιον ἦν τὸ θρηνῴδημα, ὡς εἴπερ ἐπολιορκήθη ἡ Ἴλιος. τοῦτο δὲ ἀκριβῶς εἴρηται διὰ τὸ τὸν Ἕκτορα τὸ πᾶν ἐν τῇ Τροίᾳ εἶναι. διὸ καὶ Ἀχιλλεὺς πρὸ βραχέων εἶπεν ὡς "κακὰ πολλὰ ἔρεξε" ζῶν ὁ Ἕκτωρ, "ὅσα οὐ σύμπαντες οἱ ἄλλοι".

(v. 406) Λιπαρὰ δὲ καλύπτρα ἤτοι τὸ ἐν ἄλλοις κρήδεμνον, ἡ καὶ λευκὴ καὶ λεία, ὡς ἀλλαχοῦ εἴρηται.

(v. 407-408) Τὸ δὲ κωκύειν καὶ τὸ οἰμώζειν καίρια ἐπὶ θρήνων, ὥσπερ καὶ τὰ ἐξ αὐτῶν ὁ κωκυτὸς καὶ ἡ οἰμωγή.

(v. 407 s.) Ἐλεεινὰ δὲ οἰμώζει ὁ προκαλούμενος εἰς οἶκτον τὸν ἀκροατήν, ὃς εἰ μὴ ἐλεεῖ ἀκούων, ἀνηλεὴς εἴη ἄν. Ὅτι δὲ τὸ ἐλεεινόν καὶ ἐλεινόν τρισυλλάβως ἐλέγετο, παραδεδώκασιν οἱ Τεχνικοί. [(v. 407) Ἰστέον δὲ ὅτι οὐδεμία ὁμοιότης πρὸς τὸ κωκύειν τοῦ κοκκύζειν. ἐκεῖνο γὰρ ὠνοματοπεποιημένη ἐστὶν ὀρνέου φωνή, ὃ καὶ ἐξ αὐτοῦ κόκκυξ ὠνόμασται.]

(v. 411) Ὀφρυόεσσα δὲ ἡ ἐπὶ ὀφρυώδους τόπου κειμένη καὶ διὰ τοῦτο καὶ ἠνεμόεσσα. ὀφρύες γὰρ αἱ ὀρειναὶ ἐξοχαί, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ εἴρηται. Τὸ δὲ "πυρὶ σμύχεσθαι", ὅ ἐστι καίεσθαι, πολύχρηστόν ἐστι. γίνεται δὲ ἐξ αὐτοῦ καὶ τὸ σμυγερόν. δοκεῖ δὲ τοῦ σμύχειν προϋπάρχειν τὸ σμῶ, οὐκ ἐξ οὗ κινεῖται τὸ σμήχω, ὅ ἐστι καθαίρω, ἀλλ' ὅθεν τὸ [643] σμῶξαι, ἤγουν πλῆξαι, καὶ ἡ ἐξ αὐτοῦ, ὥς που προηρμήνευται, σμῶδιγξ, ἵνα ᾖ, ὥσπερ ψῶ ψύχω, τρῶ τρύχω, οὕτω καὶ σμῶ σμύχω τὸ οἱονεὶ πλήττω. οὐδεὶς γὰρ ἀντειπεῖν ἔχει ὡς χειρίστη πληγῶν ἐστι καὶ ὁ πανώλεθρος ἐμπρησμός. ὅτε μέντοι οὐ μέγα κακὸν καί, ὡς εἰπεῖν, λαμπρὸν τὸ σμύχειν δηλοῖ, τότε μετὰ τῆς ὑπο προθέσεως ὑποσμύχειν λέγεται, ὡς τέως μὲν ἐνδομυχοῦντος τοῦ κακοῦ, δυναμένου δὲ ἀναλάμψαι.

(v. 412-418) Ὅτι τὸν γέροντα Πρίαμον μόλις ἔσχον οἱ λαοὶ "ἀσχαλόωντα ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων", ὅτε τὸν υἱὸν εἶδεν ἑλκόμενον, "πάντας δ' ἐλιτάνευε κυλινδόμενος κατὰ κόπρον, ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον· σχέσθε φίλοι, καί μ' οἶον ἐάσατε, κηδόμενον περ, ἐξελθόντα πόληος ἱκέσθαι ἐπὶ νῆας Ἀχαιῶν· λίσσομαι ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν", καὶ τὰ ἑξῆς. Καὶ ὅρα κἀνταῦθα δύο ἐλλείψεις, μίαν μὲν ἐν τῷ "σχέσθε", λείπει γὰρ τὸ εἰπών ἢ τοιοῦτόν τι, ἵνα λέγῃ, ὅτι πάντας ἐλιτάνευε, λέγων "σχέσθε φίλοι", καὶ ἑξῆς, ἑτέραν δὲ ἐν τῷ "λίσσομαι", λείπει γὰρ σύνδεσμος αἰτιολογικός, οἷον· ὄφρα λίσσομαι ἢ ἕτερόν τι ὅμοιον.

(v. 415) Τὸ δὲ "ἐξονομακλήδην ὀνομάζων" πρὸς διαστολὴν εἴρηται τοῦ πολλαχοῦ λεγομένου "ἔκ τ' ὀνόμαζε", καὶ τοῦ "πατρόθεν ἐκ γενεῆς ὀνομάζων". οὐ γὰρ ὥσπερ ἐκεῖ, οὕτω κἀνταῦθα τὸ ὀνομάζειν, ἀλλὰ τὸ ἐκ τῶν κυρίων ὀνομάτων καλεῖν, οἷον· σχέσθε ὦ Ἀντῆνορ, καὶ ὦ Πάνθοε καὶ Θυμοῖτα καὶ Λάμπε καὶ Κλυτίε καὶ οἱ λοιποὶ δημογέροντες. καὶ ταῦτα μὲν ἐν τούτοις.

(v. 419-428) Τοῦ δὲ λοιποῦ ὁ [644] ποιητὴς νοεῖν ὑποβάλλων τεχνικῶς, ποίοις ἂν ὁ βασιλεὺς ἐχρήσατο νοήμασιν ἐκδραμὼν τῆς πόλεως εἰς ἱκετείαν Ἀχιλλέως ὑπὲρ τοῦ υἱοῦ, πλάττει τὸν γέροντα ὡς ἐν ἠθοποιΐᾳ λέγοντα ταῦτα "ἤν πως ἡλικίην αἰδέσσεται ἠδ' ἐλεήσῃ γῆρας. καὶ δέ νυ", ἤγουν καὶ δή, "τῷ γε, πατὴρ τοιόσδε τέτυκται, Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι Τρωσί, μάλιστα δ' ἐμοὶ περὶ πάντων ἄλγεα θῆκεν", ἢ ἄλγε' ἔθηκε, "τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας· τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ, ὡς ἑνός, οὗ μ' ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, Ἕκτορος. ὡς ὤφελε θανέειν ἐν χερσὶν ἐμῇσι. τῷ κεν", ἤγουν οὕτως, "ἂν κορεσσάμεθα κλαίοντε τε μυρομένω τε, μήτηρ θ' ἥ μιν ἔτικτε δυσάμμορος ἠδ' ἐγὼ αὐτός". Ταῦτα τὰ τοῦ Πριάμου, ἅπερ ἂν ὁ γέρων σχηματίσας κατὰ ἀποστροφὴν εἶχεν εἰπεῖν καὶ πρὸς Ἀχιλλέα, εἴπερ ἐξῆλθεν εἰς αὐτόν.

(v. 429) Νῦν δὲ ἐπισχεθεὶς αὐτὸς μὲν "ὣς ἔφατο κλαίων, ἐπὶ δ' ἐστενάχοντο πολῖται", ὃ παρῴδηται ἐκ τοῦ "ἐπὶ δ' ἐστενάχοντο γέροντες", καὶ "ἐπὶ δ' ἐστενάχοντο γυναῖκες".

(v. 419 s.) Ἰστέον δὲ ὅτι ἡλικίαν τὴν γεροντικὴν ὁ Πρίαμος ἔφη τὴν διὰ τοῦτο ὁμηλικίην τῷ Πηλεῖ, καθ' ἣν ὁ Ἕκτωρ αἰδέσσεται τὸν γέροντα ὡς ὅμοιον τῷ πατρί.

(v. 417 s.) Τὸ δὲ "ἱκέσθαι ἐπὶ νῆας" δύναται καὶ ἀντὶ τοῦ ἱκετεῦσαι εἶναι. διὸ καὶ ἐπάγει πρὸς σαφήνειαν τὸ "λίσσομαι ἀνέρα τοῦτον".

(v. 422) Τὸ δὲ "ἄλγε' ἔθηκεν", εἰ μὲν μὴ προσέκειτο, οὐδὲν εἰς ἀπαρτισμὸν ἐννοίας ἔβλαπτε, τεθὲν δὲ εἰς ἀναπλήρωσιν στίχου καινότερον ἐσχημάτισται. τὸ γὰρ ἀκόλουθόν ἐστιν ἄλγεα θεῖναι, ὡς πρὸς τὸ πῆμα γενέσθαι, ἵνα ἦν "ἔτρεφε πῆμα γενέσθαι Τρωσί, μάλιστα δ' ἐμοὶ ἄλγεα θεῖναι". Ἐνταῦθα δὲ σημείωσαι ὅτι, εἴ τις λογίσεται ὡς πρὸ μικροῦ ὁ Ἀχιλλεὺς οὖλος ἀνὴρ ὑπὸ Πριάμου ὠνόμασται, προσλογίσεται δὲ καὶ νῦν ῥηθὲν τὸ "ἄλγε' ἔθηκε", νοήσοι ἂν ἀστείως τὴν αὐτὴν ἐνέργειαν τοῦ τε Ἀχιλλέως καὶ τῆς αὐτοῦ μήνιδος. μῆνίς τε γὰρ Ἀχιλλέως οὐλομένη ἄλγε' ἔθηκε, καὶ Ἀχιλλεὺς οὖλος ἄλγε' ἔθηκεν, ἐπίτηδες τοῦ ποιητοῦ ἐκεῖ μὲν στίχῳ ἑνὶ ἐνθεμένου τὸ ὅλον νόημα, ἐν τούτοις δὲ μερίσαντος ἑτέρῳ μὲν τόπῳ τὸ "οὖλος", ἑτέρῳ δὲ τὸ "ἄλγε' ἔθηκε".

(v. 423) Τὸ δὲ "τηλεθάοντας" ὡς ἐπὶ φυτῶν εἶπεν, ὧν τὸ τηλεθάειν, ὅ ἐστι θαλέθειν καὶ θάλλειν. καὶ ἐνθυμητέον πρέπουσαν κἀνταῦθα τὴν ἀλλαχοῦ ῥηθεῖσαν τοῦ ἔρνους [645] παραβολήν, [ἔτι δὲ καὶ τὸ "φίλον θάλος", ἤγουν θαλερὸν τέκνον, ὃ πρὸ ὀλίγων εἴρηται.]

(v. 424 s.) Ὑπερτίθησι δὲ Πρίαμος τὸν Ἕκτορα πάντων τῶν ἑαυτοῦ παίδων διὰ τὸ πολὺ τῆς ἀνδρίας, δι' ἣν καὶ Ἀχιλλεὺς ἔφη ἐκεῖνον κακῶσαι τοὺς Ἀχαιοὺς "ὅσα οὐ σύμπαντες οἱ ἄλλοι". Τὸ δὲ "οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ" ἐπίτασιν ἄχους εἶναι δηλοῖ τὸ ὀδύρεσθαι.

(v. 425) Ὀξὺ δὲ ἄχος ὡς ἐπί τινος ξίφους εἶπε. Τὸ δὲ "Ἄϊδος εἴσω" ταὐτόν ἐστι τῷ "εἰς Ἀΐδαο" καὶ τῷ "Ἄϊδόσδε". Ἀττικοὶ δὲ "εἰς Ἅιδου" φασί.

(v. 427) Τὸ δὲ "κλαίοντέ τε μυρομένω τε" ταὐτολογικῶς ἔχει.

(v. 428) Τὸ δὲ "δυσάμμορος" δεδιπλασίασται καὶ νῦν τῷ δυς καὶ τῷ α πρὸς ἐπίτασιν καὶ πολλῆς δυστυχίας ἔμφασιν. σεσημείωται δὲ παρ' Ὁμήρῳ καὶ τοῦτο ἐκ τριῶν συγκείμενον λέξεων, ὡς καὶ τὸ δυσαριστοτόκεια. σεμνότερον μέντοι ἐκεῖνο τούτου, εἰ καὶ ἄλλως ἀναιδεστέρα ἡ σύνθεσις ἐκεῖ. ἐνταῦθα γὰρ οὐ τοσοῦτον ἐκφαίνεται διά τε τὸ ἰσοδύναμον τοῦ δυς καὶ τοῦ α καὶ διὰ τὸ ὀλιγοσύλλαβον, καὶ διότι ταῦτα τὰ δύο ἰδίᾳ μὲν νοοῦνται, οὐδέποτε δὲ ἰδίᾳ ἐκφωνοῦνται. [Παρέοικε δὲ τούτῳ καὶ τὸ παναώριος, Ὁμηρικὸν ὂν καὶ αὐτό. Ἰστέον δὲ ὡς, εἰ καὶ Ὅμηρος μὴ φιλεῖ χρῆσθαι πολυσυνθέτοις λέξεσιν, ἀλλ' οἱ μετ' ἐκεῖνον ἐπλεόνασαν τοῖς τοιούτοις, καὶ μάλιστα οἱ Ἀττικοί. τῇ δὲ Κωμῳδίᾳ λίαν πάνυ τὸ τοιοῦτον ὑπερεσπούδασται. εὕρηται γοῦν παρὰ τῷ Κωμικῷ χωρίον ἔν τινι ἀσυνήθει κωμῳδίᾳ οὕτω συχνοσύνθετον, ὥστε ὁ καταρξάμενος αὐτὸ ἀναγνῶναι ἢ οὐ διΐξεται τὸ πᾶν ἀπνευστὶ ἢ ἀλλὰ πνευστιῶν αὐτοῦ ἀπαλλαγήσεται. Λέγεται δὲ Ἀνθέας ἄνθρωπος εὐφυὴς διονυσιάζειν φιλῶν, ὡς ἱστορεῖ Ἀθήναιος, πρῶτος εὑρεῖν τὴν διὰ συνθέτων ὀνομάτων ποίησιν.] Ὅλον δὲ τὸ ῥηθὲν χωρίον ἔχει καὶ [646] αὐτὸ πολλὰ χρήσιμα παραπλεχθῆναι λόγῳ πεζῷ, οἷον τὸ "πάντας δ' ἐλιτάνευε" καὶ ἑξῆς ποιεῖ ῥηθῆναι εἰς ἄνδρα ὁμοίως τῷ Πριάμῳ παθαινόμενον.

(v. 416) Τὸ δὲ "σχέσθε φίλοι καί με οἶον ἐάσατε κηδόμενον περ" εἴποι ἂν ὁ ἐν λύπαις παρηγορίας φιλικὰς παραιτούμενος.

(v. 418) Τὸ δὲ "λίσσομαι ἀνέρα τοῦτον" [ἢ κατά τινα τῶν ἀντιγράφων "λίσσωμ' ἀνέρα τοῦτον"] καὶ ἑξῆς ἐρεῖ ἄν ποτε γέρων ἱκετεύσων ἄγριον ἄνθρωπον.

(v. 424 s.) Ὁ δὲ στερηθεὶς πολλῶν ἑταίρων ἢ ὅλως συνήθων καὶ ἑνὸς πάντων κρείττονος ἔχει προσφυῶς εἰπεῖν παρῳδήσας, ὡς βούλεται, τὸ "ὧν πάντων οὐ τόσον ὀδύρομαι" καὶ ἑξῆς.

(v. 429) Ἐν δὲ τῷ "πολῖται" σημείωσαι ὡς ἡ μὲν πόλις συστέλλει τὸ δίχρονον, ὁ δὲ πολίτης ἐκτείνει αὐτό.

(v. 431-436) Ὅτι Ἑκάβη οὕτως ἀδινοῦ ἐπὶ Ἕκτορι ἐξάρχει γόου ταῖς περὶ αὐτὴν "τέκνον, ἐγὼ δειλή· τί νυ βείομαι", ἤγουν τί δὴ βιώσομαι, "αἰνὰ παθοῦσα σεῦ ἀποτεθνειῶτος, ὅ", ἤγουν ὅς, "μοι νύκτας τε καὶ ἦμαρ εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσι τ' ὄνειαρ Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς δειδέχατο· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἔησθα ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει". ὃ γυναικικῶς ἡ γραῦς κατ' ἀφέλειαν προσέθετο. ἤρκει γὰρ ἄλλως καὶ δίχα τούτου τὸ "ζωὸς ἐών" εἰς τὸ ἐμφῆναι μηκέτι ζῆν τὸν Ἕκτορα. ἔστι δὲ ὅμως αὐτὸ σαφέστερον διὰ τοῦ "νῦν αὖ θάνατος" καὶ ἑξῆς. καὶ μὴν ἤρκει πρὸς σαφήνειαν καὶ τὸ "σεῦ ἀποτεθνεῶτος" ἀνωτέρω λεχθέν. [Ὅτι δὲ τοῦ μοῖρα παράγωγον καὶ Μοίριχος τὸ κύριον, δῆλον ἐκ τῶν παλαιῶν.] Ὅρα δὲ ὅτι ὁ μὲν γέρων ἀνωτέρω μετὰ καὶ σχήματος ἐλάλει κυλιόμενος εἰς γῆν, ἡ δὲ Ἑκάβη λαλεῖ μόνον, οἷα πρὸ ὀλίγου καὶ αὐτὴ ἀρκούντως ἑαυτὴν σχηματίσασα πρὸς πένθος, ὅτε τὸν πέπλον ἀνεῖχε καὶ τὸν μαζὸν ζῶντι τῷ Ἕκτορι. ὀλιγολαλεῖ δὲ κἀνταῦθα, ὡς καὶ πρὸ τούτου, οἷα γυνὴ μὴ λέγειν εὔπορος.

(v. 431) Δειλὴ δὲ καὶ νῦν ἡ δειλαία, καθὰ καὶ ἐν τῷ [647] "Πάτροκλέ μοι δειλῇ κεχαρισμένε". Τὸ δὲ "βείομαι" ἄχρηστον λόγῳ πεζῷ. γίνεται δὲ ἀπὸ τοῦ βῶ βείω, ὡς χρῶ χρείω, θῶ θείω, ἢ καὶ ἄλλως ἀπὸ τοῦ βέω πλεονασμῷ τοῦ ι ὁμοίως τῷ σέω σείω.

(v. 432) Τὸ δὲ "ἀποτεθνειῶτος" περισσὴν ἔχει τὴν πρόθεσιν, ὡς καὶ τὸ "κατατεθνειῶτος", ἢ καὶ ἄλλως, ἐκεῖ μὲν ἡ κατα πρόθεσις τὸν κάτω ἐν Ἅιδου τόπον δηλοῖ, ἐνταῦθα δὲ ἡ ἀπο τὸν μακρυσμὸν τῶν θνῃσκόντων.

(v. 433) Εὐχωλὴ δὲ ἦν ὁ Ἕκτωρ τῇ μητρὶ καὶ τοῖς ἐν τῷ ἄστει, ἤγουν καύχημα, ἢ μᾶλλον σεμνότερον, κατὰ τὴν κοινῶς λεγομένην εὐχήν, ὡς καὶ Ἀχιλλεὺς ἐν τῷ ἑαυτοῦ παιήονι ἐδήλωσεν. ἐθέλει γὰρ ὁ εὐεργετούμενος ὡς οἷα θεῷ τῷ εὐεργετοῦντι εὔχεσθαι. διὸ καὶ ἐν Ὀδυσσείᾳ φησί τις πρὸς εὐεργέτην, ὅτι θεῷ ὣς εὐχοίμην ἄν σοι. καὶ πρὸ τούτων δέ που ηὔχοντό τινες "θεῶν Διῒ Νέστορί τε ἀνδρῶν". καὶ ἡ Ἑκάβη δὲ ἐρεῖ ὅτι θεὸν ὣς δειδέχατο τὸν Ἕκτορα οἱ ἐν τῇ Τροίᾳ, ἤγουν ἐδέχοντο, ἐδεξιοῦντο. τοῦτο δὲ καὶ ὁρισμός ἐστιν οἷον εὐχῆς ἵνα εἴη εὐχὴ θεοῦ δεξίωσις ὑπ' ἀνθρώπων, ὅθεν ἴσως καὶ εὐχὴ λέγεται οἱονεὶ εὐεχὴ διὰ τὸ τοῦ εὖ ἔχεσθαι, ἤτοι τοῦ ἀρίστου, τὸν τοῦτο ποιοῦντα. [Ἰστέον δὲ ὅτι τῆς εὐχωλῆς παρώνυμόν ἐστι παρὰ τῷ Δειπνοσοφιστῇ οἱ εὐχωλιμαῖοι, ὅπερ ἐστὶν Ἑλληνιστὶ ἑρμηνευτικὸν λέξεως Γαλατικῆς, λεγούσης σιλοδούρους τοὺς τῷ βασιλεῖ σφῶν συζῶντας καὶ συναποθνῄσκοντας καὶ τοῦτ' αὐτὸ εὐχομένους. ὅτι δὲ καὶ παρὰ Πέρσαις τοιούτου βίου ἦσαν ἄνθρωποι συναπολήγοντες τῇ βασιλικῇ ζωῇ, καὶ τέλος τῆς μετ' [648] ἐκείνων τρυφῆς τὸ καὶ συναποθνῄσκειν ἔχοντες, αἱ ἱστορίαι δηλοῦσιν.] Ἰστέον δὲ ὅτι ἀπορούντων τινῶν, πῶς οὐκ ἔπαθέ τι μέγα κακὸν ἡ Ἑκάβη ὁμοίως τῇ Ἀνδρομάχῃ, ἐφ' οἷς ἑώρα τὸν Ἕκτορα πάσχοντα ‑ ἡ γὰρ Ἀνδρομάχη ἐγγὺς ἦλθεν ἀπολέσθαι, ὡς εἰσόμεθα ‑ φασὶν οἱ παλαιοὶ ἐν τῷ καθεστῶτι τὴν Ἑκάβην εἶναι καὶ διὰ τοῦτο μὴ λειποψυχῆσαι, διότι ἐθὰς ἦν φόνων υἱῶν. καὶ ἄλλως δέ, προενήρξατο τῆς λύπης, ὅτε διωκόμενον ἑώρα τὸν Ἕκτορα, τῇ μέντοι Ἀνδρομάχῃ ἄθρουν προσπίπτει τὸ κακόν, διὸ καὶ πάσχει ὅσα ἐρεῖ ὁ ποιητής.

(v. 437 s.) Ὅτι κἀνταῦθα κεῖται τρόπος ἐτυμολογικὸς ἐν τῷ "οὔ πώ τι πέπυστο", οὐ γάρ οἱ ἄγγελος ἐλθὼν ἤγγειλεν. ἀπὸ τοῦ ἀγγέλλειν γὰρ ὁ ἄγγελος. ὁ δὲ λόγος οἰκεῖος ἐπὶ ἔτι ἀνηκούστου κακοῦ. ἡ δὲ ῥηθεῖσα ἐτυμολογία συγγενὴς μέν ἐστι πρὸς τὸ "Ἶρις ἐρέουσα", κοινοτέρα δὲ ἐκείνης καὶ σαφεστέρα. Ἰστέον δὲ ὅτι περὶ Ἀνδρομάχης ἐλέχθη ὁ ῥηθεῖς ἐτυμολογικὸς λόγος.

(v. 437-439) Φησὶ γὰρ "ἄλοχος δ' οὔ πώ τι πέπυστο Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν ἤγγειλ', ὅττι ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων", ἀλλ', ὡς ἅπαξ που ὁ ἀνὴρ ἐπέσκηψεν αὐτῇ, ἐταλασιούργει.

(v. 440 s.) Φησὶ γὰρ "ἀλλ' ἥ γ' ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο, δίπλακα πορφυρέην", καθά που πρὸ αὐτῆς ἡ Ἑλένη, "ἐν δὲ θρόνα ποικίλ' ἔπασσε", καὶ ἑξῆς. τί μὲν οὖν ἡ δίπλαξ δηλοῖ, προείρηται. Θρόνα δὲ κυρίως μὲν τὰ ἐκ θηρίων ἢ τὰ ἐκ γῆς ἀναθορόντα ὀνήσιμα φάρμακα, νῦν δὲ κατὰ μετουσίαν θρόνα, ἤγουν φάρμακα, ἔφη τὰ βεβαμμένα λίνα ἢ ἔρια. ἐπεὶ καὶ φαρμακῶνες τὰ βαφεῖα ἐκαλοῦντο, καὶ φαρμάσσειν τὸ βάπτειν ἐλέγετο παρὰ τοῖς παλαιοῖς, ὥστε ὁμωνυμεῖ τοῖς ἐνεργητικῶς ποιοῦσι θρόνοις, ἤγουν τοῖς βοτανώδεσι φαρμάκοις, τὰ πάσχοντα τὴν βαφὴν ἔρια καί, ὡς εἰπεῖν, [649] θρονευόμενα ἤτοι φαρμακευόμενα. Ἰστέον δὲ ὅτι κατὰ πολυωνυμίας λόγον τὰ θρόνα καὶ φάρμακα καὶ κάλλη ἐλέγοντο παρὰ τοῖς παλαιοῖς. φησὶ γοῦν Παυσανίας· κάλλη, ἄνθη, βάμματα, ὅθεν καὶ καλλύνειν τὸ κοσμεῖν καὶ σαροῦν. ἴσως δὲ ἐκ τούτου καὶ κάλλαια παρὰ τῷ Κωμικῷ οἱ πώγωνες τῶν ἀλεκτρυόνων, καὶ τὰ ἐν τῇ αὐτῶν δὲ οὐρᾷ πτερὰ κατὰ Αἴλιον Διονύσιον. εἰ δὲ καὶ ὁ καλλάϊνος χιτὼν ἐντεῦθέν ποθεν παρωνόμασται, οὐκ ἔστιν ἀπισχυρίσασθαι, εἰ καὶ εἰκός ἐστι. Τὸ δὲ ῥηθὲν πάσσειν Κυπρίων, φασί, λέξις, ὅθεν καὶ ὁ παστός. τὸ μέντοι ἕτερον πάσσειν τὸ ἐν τῇ ι΄ ῥαψῳδίᾳ κοινόν ἐστιν, ἐξ οὗ καὶ τὸ ἁλίπαστον καὶ τὰ παρὰ Αἰλίῳ Διονυσίῳ παστά, ἔτνος δηλαδὴ ἀλφίτοις μεμιγμένον. καὶ ἐπίπαστα, φησίν, αὐτὰ τὰ ἄλφιτα. Ὅρα δὲ καὶ ὅτι ἐπὶ Ἑλένης μὲν ὥρισε, τί ἐνεποίκιλλε τῇ δίπλακι, ἐνταῦθα δὲ οὐχ' ὥρισται ὁ ποικιλμός. Ἰστέον δὲ καὶ ὅτι τὸ "μυχῷ δόμου" περιέργως εἶπεν ὁ ποιητής, ἵνα δυσηκόως ἔχῃ τῶν κατὰ τὸν Ἕκτορα ἡ Ἀνδρομάχη ἐνδοτάτω οὖσα. ἐκώλυε δὲ ῥᾳόνως ἀκούειν καὶ ὁ τοῦ ὑφαίνειν κτύπος, ὃν ἡ κερκὶς ἐποίει.

(v. 442-444) Ὅτι περιπαθὲς ἐνταῦθα καὶ τὸ "κέκλετο Ἀνδρομάχη ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι". αὐτὰ δὲ οὐ μόνον οὐκ εἰς ἀπόλαυσιν ἄρτι, ἀλλ' οὐδὲ τεθνεῶτι τῷ ἀνδρί, ὡς γοῦν χθόνια, φασί, λουτρά, ἐγένοντο χρήσιμα, ἑλκυσθέντι, ὡς ὁ ποιητὴς ἐρεῖ, ἀκηδέστως, ἤτοι ἀφροντίστως ἢ ἀνενταφιάστως. ἐπισημαίνεται δὲ τὴν ἀτυχίαν καὶ ὁ ποιητὴς εἰπὼν

(v. 445 s.) "νηπίη, οὐδ' ἐνόησεν, ὅ μιν", ἤγουν ὅτι αὐτόν, "μάλα τῆλε λοετρῶν χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη".

(v. 443) Ὅρα δὲ καὶ ἐνταῦθα τὴν ἀμφι πρόθεσιν δοτικῇ συνοῦσαν ἐν τῷ "ἀμφὶ πυρὶ στῆσαι". Τρίποδα δὲ λέγει μέγαν τὸν καὶ λοετροχόον καλούμενον, ὁποῖον καὶ τῷ Ἀχιλλεῖ ἐν τοῖς [650] ἑξῆς θερμαίνει ὁ βασιλεύς, εἰ καὶ μὴ πείθει λούσασθαι. εἰς ὅσον δ' ἂν ἦν μέγας, ἐλέγχειν ὅμως ἔχει τὴν ὑστέραν βλακείαν τῶν ἡρωΐζειν δοκούντων στρατηγῶν, οἳ οὐ τρίποδας θερμαίνουσιν, ἀλλὰ ποταμοὺς ὅλους πυριφλεγέθοντας ἀναστομοῦσιν ἑαυτοῖς, οὐ ῥύπους ἢ βρότους αἱματόεντας ἀπολουόμενοι, ἀλλ' ὡσεὶ καὶ ἰχθύες ἐγκυβιστῶντες πρὸς ἄνεσιν.

(v. 444) Θερμὰ δὲ λοετρὰ ἔφη πρὸς διαφορὰν τῶν ψυχρῶν, οἷς οἱ καλοὶ ἥρωες "ἱδρῶ ἀπεψύχοντο". τὰ δὲ τοιαῦτα καὶ Ἡράκλεια λουτρὰ ἡ παροιμία ἔλεγεν. ἦσαν δὲ ταῦτα πρώτως καὶ κυρίως τὰ ἐκ γῆς αὐτοφυῶς ἀναδιδόμενα ἐπὶ ἀναψυχῇ, φασίν, Ἡρακλέος ἀθλοῦντος. [Ἀλλ' οὗτος μὲν ὁ λόγος, ὃν οἶδε καὶ ὁ Κωμικὸς ἐν Νεφέλαις, τοῖς ἀποσεμνύνουσι τὴν τρυφὴν ἐθέλει συμφωνεῖν, οἵπερ οὐ μόνον τὰ ἐκ γῆς φαινόμενα πάντα θερμὰ λοετρὰ ἱέρουν τῷ Ἡρακλεῖ, ἀλλὰ καὶ τὰς μαλακὰς στρωμνὰς Ἡρακλέους κοίτας ἐκάλουν ὡς οἷα τρυφεροῦ. ἕτεροι δὲ τῶν μάλιστα νεωτέρων, ὡς καὶ ὁ Ἱμεραῖος Στησίχορος, ἀλλοῖον παραδεικνύουσι τὸν Ἡρακλέα, ἐν λῃστοῦ σχήματι περιπορευόμενον, ξύλον ἔχοντα καὶ λεοντῆν καὶ τόξον.]

(v. 445) Τὸ δὲ "νηπίη" καινότερον διάκειται. εἰωθὼς γὰρ ὁ ποιητὴς τὸ νήπιος ἐπὶ μυκτηρισμῷ καὶ ψόγῳ ἐπιφωνεῖν ἐνταῦθα ὡς οἰκτιζόμενος τὴν Ἀνδρομάχην οὕτως ἐπεφώνησε. νηπία γὰρ αὕτη, οὐχ' ὅτι φαῦλόν τι διαπράττεται, ἀλλ' ὅτι αὐτὴ μὲν διανοεῖται τὰ ῥηθέντα, ὁ δὲ ἀνὴρ μάλα τῆλε λοετρῶν δεδάμασται. Καὶ ὅρα τὸ "μάλα" ἢ ἀκαίρως καὶ αὐτὸ προστεθέν, ὡς καὶ ἐπὶ ἄλλων ἔγνωσται, οὐ γὰρ μάλα τῆλε ὁ Ἕκτωρ ἔπεσεν, ὁ ἐγγύς που τῆς Τροίας δαμασθείς, ὡς καὶ βλέπεσθαι. ἢ οὐ τοπικῶς κείμενον ἀλλὰ πραγματικῶς, ὡς τοῦ Ἕκτορος μάλα τῆλε γενομένου τοῦ ἐπὶ ἀναψυχῇ λούσασθαι κατὰ τὸν γυναικὸς [651] σκοπόν. [(v. 446) Εἰς δὲ τὸ "γλαυκῶπις Ἀθηνᾶ", εἰ καὶ πολλὰ προείρηται, ὅμως ἀναμνηστέον κἀνταῦθα, ὅτι τὰ παρὰ τὸν ὦπα τετραχῶς οἱ ὀνοματοθέται ἔστρεψαν. ἐξ αὐτοῦ γὰρ τὰ μὲν διὰ τοῦ ωπος οἷον εὐωπός, τὰ δὲ διὰ τοῦ ωπης, οἷον ὁ κυνώπης, οὗ κλητικὴ ὦ κυνῶπα, καὶ θηλυκὸν ἡ κυνῶπις, ὁποῖον καὶ ἡ γλαυκῶπις, τὰ δὲ διὰ τοῦ ωψ, καὶ αὐτῶν τὰ μὲν βαρύτονα, ὡς ὁ Κέρκωψ καὶ ὁ Κύκλωψ, τὰ δὲ ὀξύτονα, ὡς τὸ εὐώψ εὐῶπος, καὶ γλαυκώψ γλαυκῶπος παρὰ Πινδάρῳ. δῆλον δὲ ἐκ τῶν παλαιῶν καὶ ὅτι τὸ γλαυκόν ὀφθαλμῷ τε ἐπιλέγεται καὶ θαλάσσῃ καὶ ἐλαίᾳ διὰ τὰ φύλλα καὶ ἐλαίῳ. φέρεται γὰρ καὶ γλαυκοῦ ἐλαίου χρῆσις ἐν τοῖς τοῦ Ἀθηναίου.]

(v. 447) Ὅτι κωκυτοῦ ἤκουσεν ἡ Ἀνδρομάχη καὶ οἰμωγῆς ἀπὸ πύργου, ἧς πάνυ μεγάλης οὔσης, ὡς προδεδήλωται, ᾔσθετο ἡ γυνή, ὡς εἰκός, εἰ καὶ ἐν μυχῷ δόμου ὕφαινεν.

(v. 448) "Τῆς δ' ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς". ὑπὸ γὰρ πάθους τῶν μελῶν αὐτῇ χαλασθέντων ἀκρατὴς γίνεται τῶν ἐν χερσίν.

(v. 450-452) Ὡς δὲ καὶ αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυε, τουτέστι τῆς πενθερᾶς Ἑκάβης, ἧς καὶ ὁ ἀνὴρ αἰδοῖος ἑκυρὸς τῇ Ἑλένῃ που προσεφωνήθη, τότε δὴ τοῦ κακοῦ ἐπαυξανομένου, ἐγκελεύεται δμῳῇσιν ἐϋπλοκάμοισιν οὕτω "δεῦτε, δύω μοι ἕπεσθον, ἴδωμ', ὅτιν' ἔργα τέτυκται· αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον", ὡς ἐγράφη, "ἐν δέ μοι αὐτῇ στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα πήγνυται". ὃ δὴ πᾶς εἴποι ἂν φόβῳ μεγάλῳ ἐναποληφθείς.

(v. 453) Εἶτα καὶ στοχασαμένη τοῦ κακοῦ πρῶτα μὲν ἀορίστως φησὶν "ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν".

(v. 454-459) Εἶτα καὶ εὐστοχώτερον ἐπιβάλλουσα ἐπάγει μετὰ οἰκτίστης προαναφωνήσεως "αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος, ἀλλὰ μάλ' αἰνῶς δείδω, μὴ δή μοι θρασὺν [652] Ἕκτορα δῖος Ἀχιλλεὺς μόνον ἀποτμήξας πόλιος πεδίονδε δίηται", ἤγουν διώκῃ κατὰ τὸ πεδίον, "καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς, ἥ μιν ἔχεσκεν". ἣν καὶ ἐφερμηνεύουσά φησιν "ἐπεὶ οὔ ποτ' ἐνὶ πληθυῖ μένεν ἀνδρῶν, ἀλλὰ πολὺ προθέεσκεν, τὸ ὃν μένος οὐδενὶ εἴκων", ἤγουν οὐδενὶ κατὰ τὸ μένος ὑποτασσόμενος. ὃ δὴ ἀγηνορία ἐστίν. οἱ δὲ μεθ' Ὅμηρον οὐχ' οὕτω φράζουσιν, ἀλλ' αὐτοὶ τοῦ οἰκείου μένους οὐδενὶ εἴκων εἴποιεν ἄν, ὡς αὐτοῖς σύνηθες. [Δύναται δὲ καὶ ἄλλως τὸ Ὁμηρικὸν εἰρῆσθαι ἀντὶ τοῦ μηδενὶ ὑπάγων καὶ ὑποτάσσων ἑαυτόν.] Καὶ ταῦτα μὲν ἡ Ἀνδρομάχη καὶ, ὅτε δὲ στᾶσα ἐπὶ τοῦ τείχους ἐνόησε τὸν ἄνδρα ἑλκόμενον πρόσθε πόληος ἀκηδέστως, ὡς προείρηται, τότε δὴ ἐκπεσοῦσα τοῦ προοιμιάζεσθαι τὸ πάθος τοῦ μεγάλου ἀγῶνος γίνεται καρδιώξασα, ὡς ῥηθήσεται.

(v. 447) Ἰστέον δὲ ὡς οἰμωγή μὲν ἐκ τοῦ οἰμώζω, αὐτὸ δὲ ἐκ τοῦ οἴ μοι καὶ τοῦ ὤζειν, ὅπερ ἀπὸ τοῦ ὤ γίνεται. τούτου δὲ ἡ χρῆσις παρ' Αἰσχύλῳ ἐν Εὐμενίσι. λέγει δὲ περὶ τοιούτου ῥήματος καὶ Αἴλιος Διονύσιος οὕτω· ὤζειν, τὸ θαυμάζειν, ὡς "ὤ" λέγειν, καθὰ καὶ οἰμώζειν τὸ "οἴμοι" λέγειν καὶ φεύζειν τὸ "φεῦ" λέγειν.

(v. 451) Σημείωσαι δὲ καὶ ὅτι Ἑλένη μὲν τὸν ἑκυρὸν Πρίαμον αἰδοῖον καὶ δεινὸν προσφωνεῖ, τῇ αἰδοῖ τὸ δέος συγκεράσασα ὡς ἐχρῆν, Ἀνδρομάχη δὲ οὐχ' οὕτω τὴν ἑκυρὰν Ἑκάβην προσεῖπεν, ἀλλὰ μόνον αἰδοίην. καὶ ἔστι μέν ποτε σύγκρατον αἰδοῖ τὸ δέος, ὡς τὰ πολλὰ δὲ ἀδεὴς ἡ αἰδὼς καὶ ἄκρατος φόβῳ, ὡς ἡ ἐπὶ διδασκάλων τοῖς ἤδη τελείοις καὶ ἡ ἐπὶ γονέων καὶ φίλων καὶ εὐεργετῶν, ἥτις ἁπλούστερον ἔχει καὶ ἀφελέστερον. διὸ κατὰ τοὺς παλαιοὺς Ἀθήνῃσιν Αἰδοῦς καὶ Ἀφελείας ἦν βωμὸς περὶ τὸν τῆς Πολιάδος Ἀθηνᾶς νεών, καθὰ καὶ Παυσανίας ἱστορεῖ, ἃς οἱ μὲν παιδαγωγούς, οἱ δὲ τροφοὺς τῆς θεᾶς γενέσθαι φασίν. [Ἔστι δὲ αὐτὸ αἴνιγμα τοῦ χρῆναι τὸν διδασκόμενον ἢ τὰ πρὸς φρόνησιν Ἀθηνᾶν ἢ τὰ πρὸς [653] ἄλλας τέχνας, ὧν Ἀθηνᾶ ἐπιστατεῖ, αἰδῶ τε τηρεῖν εἰς τοὺς διδασκάλους καὶ ἀφελῶς αὐτοῖς προσφέρεσθαι καὶ ἀπεριέργως οἷα μὴ εἰδότας. τὸ γὰρ ἔξω τοῦ δέοντος περίεργον πονηρίαν τε ἔχει ἀπρεπῆ καὶ τοὺς διδασκάλους λυπεῖ.] Ὅτι δὲ ἀφέλειαν οὐ μόνον ἐπὶ ἁπλότητος οἱ παλαιοὶ ἐτίθουν, ἀλλὰ καὶ ἐπὶ μεγαλείου τινὸς καὶ ἐνδοξότητος, ἐν ῥητορικοῖς δηλοῦται Λεξικοῖς.

(v. 448) Τὸ δὲ χαμαὶ ἐκπεσὸν χαμαιριφὲς λέγεται. Κερκὶς δέ, ὡς πολλαχοῦ δηλοῦται, ὠνοματοπεποίηται. ἀπὸ τοῦ κρέκω γάρ, ὃ δηλοῖ τὸ ἠχῶ, γίνεται κατὰ μετάθεσιν. ἐκ τούτου δὲ καὶ ὄρνεον ἡ κρέξ, ὡς παρεμφαίνει ὁ Κωμικὸς ἐν ταῖς Ὄρνισιν. ἴσως δὲ οὕτω, καθὰ καὶ προεγράφη, καὶ ὁ κίρκος ἀπὸ τοῦ κρίζειν κατὰ μετάθεσιν πρὸς διαστολὴν τοῦ ὀργάνου κρίκου, ἐξ ὧν καὶ ῥῆμα τὸ κρικῶ.

(v. 450) Τὸ δὲ "ἴδῳμι" ἐκ τοῦ ἴδοιμι ἐκτέταται τὴν παραλήγουσαν, ὥς που καὶ τὸ τύχῳμι ἐκ τοῦ τύχοιμι. δεύτερα δὲ αὐτῶν ἴδῳς καὶ τύχῳς οὐχ' εὕρηται, εἰ καὶ τὸ ἀνάλογον ἀπαιτεῖ. [Ἴσως δὲ οὐ γέγονε συναλιφὴ διχρόνου ἐκ τοῦ ἴδῳμι, ἀλλὰ διφθόγγου ἐκ τοῦ ἴδωμαι, ἤγουν θεάσωμαι.] Τὸ δὲ "ὅτινα ἔργα" ποιητική ἐστι καὶ αὐτὸ λέξις ἀντὶ τοῦ τίνα πλεονασμῷ τοῦ ο ὁμοίως τῷ ὅτῳ καὶ ὅτοισι καὶ ὁτέοισι καὶ ὅτεο ἀντὶ τοῦ οὗτινος, [οὗ κοινότερον τὸ ὅτου, ᾧ ἰσοδύναμον καὶ τὸ ὅου ἀντὶ τοῦ οὗ, οἷον, "ὅου κράτος ἐστὶ μέγιστον".]

(v. 452) Τὸ δὲ "πάλλεται ἦτορ ἀνὰ στόμα" ἀντὶ τοῦ οὕτως ἡ καρδία πατάσσει, ὡς εἰ μὴ τὰ ἐπέχοντα ἦν, γενέσθαι ἂν αὐτὴν ἀνὰ τὸ στόμα καὶ διεκπεσεῖν τῆς κατὰ φύσιν θέσεως τῷ ἄνω παλμῷ, κατὰ τὸ "κραδίη δέ μοι στηθέων ἐκθρῴσκει". ὅτι δὲ ἦτορ καὶ νῦν τὴν καρδίαν ἔφη, δηλώσει κατωτέρω ὁ ποιητὴς ἐν τῷ "παλλομένη κραδίην". [Ἰστέον δὲ ὡς, εἰ [654] καὶ πατάσσει κραδίη καὶ ἅλλεται τοῖς οὕτως ἀγωνιῶσιν, ἀλλ' οὐ βλάπτεται, φασί, διὰ τὸ παρακεῖσθαι τῇ καρδίᾳ τὸν πνεύμονα μαλακὸν καὶ ἄναιμον ὄντα καὶ σήραγγας ἔχοντα οἷον σπόγγου κατατετρημένας, ὡς γίνεσθαι αὐτῇ τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλθακόν.]

(v. 453) Γόνατα δὲ πήγνυται ὡς κρυερὰ τῷ δέει γινόμενα. Τὸ δὲ "ἐγγὺς δή τι κακόν" ἐπὶ κινδύνου ἐλπιζομένου ῥηθήσεται.

(v. 454-456) Ὁ δὲ ἀπευχόμενος οἷα δεδιώς τι ἀκοῦσαι κακὸν εἴποι ἂν τὸ "αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλα αἰνῶς δείδω, μὴ δή μοι τόδε γένηται". ἔφη δέ που τοιοῦτόν τι καὶ ὁ Πολυδάμας. ἔστι δὲ τὸ "αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος" περίφρασις τοῦ "εἴθε μὴ ἀκούσαιμι, ἀλλὰ δηλονότι πόρρω εἴη τῆς ἐμῆς ἀκοῆς".

(v. 457) Ἀγηνορίαν δὲ δοκεῖ καὶ ἐνταῦθα λέγειν φιλαλήθως τὴν θρασύτητα. ὁ γάρ, ὡς ἐρρέθη, θρασὺς Ἕκτωρ καθ' ὅμοιον λόγον καὶ ἀγηνορίαν ἔχειν ῥηθήσεται. εἰ δέ ποτε καὶ ἐπὶ ἀνδρίας ἡ ἀγηνορία, ἐνταῦθα γοῦν οὐχ' οὕτω φαίνεται διά τε τὴν εἰρημένην ἀκολουθίαν καὶ διὰ τὴν προσθήκην τοῦ "ἀλεγεινῆς". ἡ γὰρ ἐπ' ἀνδρίας ἀγηνορία οὐχ' οὕτως ἀλεγεινή. ταύτην δὲ καὶ μένος που ἔφη, σεμνότερον τοῦτό γε εἰποῦσα, οὐχ' ὅτι ἐπὶ ψόγῳ ἡ γυνὴ ἔφη τὸ "θρασὺν Ἕκτορα", ἢ τὸ "ἀγηνορίας ἀλεγεινῆς". καὶ αὐτὰ γάρ, εἰ καὶ μετά τινος βαρύτητος καὶ ἀφελείας, ἐπαινετικῶς ὅμως ἐπὶ ἀνδρίᾳ ἔφη. οὐ γὰρ ἂν τὸν ἔχθιστον Ἀχιλλέα δῖον καλοῦσα δυσφημοίη ἂν τὸν ἄνδρα ἡ γυνή, ὥσπερ οὐδὲ ὅτε ἔλεγε "δαιμόνιε, φθίσει σε τὸ σὸν μένος". Ἰστέον δὲ καὶ ὅτι ἡ ἀγηνορία καὶ ἄλλως ἐτυμολογουμένη δύναται καὶ οὕτω καθίστασθαι. λέγοιτο γὰρ ἂν ἀγήνωρ καὶ ὁ τῶν ἄλλων προάγων ἀνέρων ἤτοι ἀνδρῶν.

(v. 458 s.) Διὸ καὶ ὁ ποιητὴς ἐνταῦθα εἰπὼν ἀγηνορίαν ἐπάγει "ἐπεὶ οὔ ποτε ἐν πληθυῖ μένεν ἀνδρῶν, ἀλλὰ πολὺ προθέεσκεν". ὁ δὲ προθέων ἤτοι προάγων τῶν ἀνδρῶν καλῶς ἂν ἀγήνωρ λέγοιτο. Ὅρα δὲ τὸ "ἐν πληθυῖ", πρὸς ὃ ἀντιδιαστέλλεται τὸ "μοῦνον ἀποτμήξας". ὁ γὰρ μόνος πρὸς πλῆθος λέγεται. Ὅρα δὲ καὶ τὸ "ἥ μιν ἔχεσκε", ἀντὶ τοῦ ἥτις αὐτὸν εἶχεν. οὐ γὰρ αὐτός, φησίν, εἶχεν ἀγηνορίαν, ἀλλ' ἐκείνη αὐτὸν εἶχεν ὡς οἷα δεσπόζουσα, ὃ δὴ πάνυ ἀγήνορα δηλοῖ τὸν Ἕκτορα.

(v. 459) Τὸ δὲ "προθέεσκεν ἀνδρῶν" τὸν Προθοήνορα ποιεῖ κύριον φερώνυμον [655] ὄνομα ὁ δὲ τοιοῦτος τόπος ἐγκώμιόν ἐστι θαρραλέου ἀνδρός. [Ποιητικὴ δὲ πάντως παρίσωσις τὸ "ἔχεσκε" καὶ "προθέεσκεν".]

(v. 461) Ὅτι ἡ Ἀνδρομάχη διὰ λύπην τὴν ἐπὶ τῷ ἀνδρὶ παλλομένη κραδίην "μεγάροιο διέσσυτο μαινάδι ἴση", τουτέστι βακχικῶς, μανικῶς, οὐ κατὰ κόσμον. σὺν οὐδενὶ γὰρ κόσμῳ ἐκινοῦντο αἱ Βάκχαι, ὀπαδοὶ οὖσαι Διονύσῳ πρέπουσαι τῷ μαινόλῃ. διὸ καὶ αὐταὶ Μαινάδες, αἳ καὶ τιθῆναι Διονύσου προερρέθησαν. Ὅρα δὲ ὅτι τὸ "ἴση" ἀντὶ τοῦ ὁμοία εἶπεν, οὐκ ἐπὶ ποσοῦ λαβὼν ἀλλὰ ποιότητος, καὶ ὅτι οὐκ ἠθέλησε πλατῦναι τὴν παραβολήν, ἵνα μὴ τὰ περὶ τὰς Μαινάδας ἐκθέμενος δόξῃ λέγειν οὐ σεμνά, ἔτι δὲ καὶ ἐκφαίνειν μυστήρια.

(v. 462-472) Ὅτι Ἀνδρομάχη, ὡς εἶδεν ἐκ τοῦ τείχους τὰ κατὰ τὸν ἄνδρα, ἔπαθεν ἅπερ ἱστορεῖ Ὅμηρος, εἰπὼν "αὐτὰρ ἐπεὶ πύργον τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον, ἔστη παπτήνασ' ἐπὶ τείχεϊ, τὸν δ' ἐνόησεν ἑλκόμενον πρόσθε πόλιος· ταχέες δέ μιν ἵπποι ἕλκον ἀκηδέστως", ὡς ἐρρέθη, "κοίλας ἐπὶ νῆας· τὴν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν", ὅ ἐστι βαθεῖα σκότωσις ὡς οἷα καί τις νύξ, "ἤριπε δ' ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε. τῆλε δ' ἀπὸ κρατὸς χέε δέσματα σιγαλόεντα, ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην κρήδεμνόν θ', ὃ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη ἤματι τῷ, ὅτε μιν ἠγάγεθ' Ἕκτωρ ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἔδνα", ὅ ἐστι δῶρα προικῷα.

(v. 467) Ἔστι δ' ἐριπεῖν μὲν τὸ εἰς ἔραν πεσεῖν ἁπλῶς, ἐριπεῖν δὲ ἐξοπίσω τὸ κλιθεῖσαν ὑπτίαν πεσεῖν. Ἀποκαπύσαι δὲ ψυχὴν τὸ ἀποπνεῦσαι. κάφος γάρ, φασί, τὸ πνεῦμα, ἐξ οὗ τὸ "κεκαφηότα θυμόν". τὸ δ' αὐτὸ καὶ ὁ κάπος, ἐξ οὗ καὶ ὁ κῆπος, ὡς ἀλλαχοῦ εἴρηται. ἐξ αὐτοῦ δὲ καὶ κάπη ἡ καταπνεομένη ὑπὸ τῶν ἵππων φάτνη. αὐτὴ δὲ καὶ ἀπὸ τοῦ κάπτω δοκεῖ γίνεσθαι. ἀπ' αὐτῆς δὲ παυσικάπη κατὰ Αἴλιον Διονύσιον, μηχάνημά τι τροχῷ ἐμφερές, δι' οὗ τὸν τράχηλον διεῖρον τῶν ὑποζυγίων ὥστε μὴ ἐσθίειν, ὁμοίως δὲ καὶ τῶν ἀνθρώπων, ὥστε, φησί, μὴ [656] δύνασθαι τὰς χεῖρας τῷ στόματι προσάγειν. καὶ ἔοικε κατὰ τούτους τοὺς λόγους παυσικάπη λέγεσθαι, ὡς παύουσα τῆς κάπης ἢ τοῦ κάπτειν, ὅ ἐστι τοῦ ἐσθίειν.

(v. 475) Πρὸς δὲ τὸ "ψυχὴν ἐκάπυσεν" ἐναντίον τὸ "ἄμπνυτο", τουτέστιν ἀνέπνευσεν, ὡς κατωτέρω φησίν, ὅ ἐστιν ἦλθεν εἰς τὴν προτέραν πνοήν. ὃ καὶ ἐφερμηνεύων εὐθὺς ἐπάγει "καὶ ἐς φρένα θυμὸς ἀγέρθη", τουτέστιν ἡ ζωτικὴ ψυχικὴ δύναμις συνήχθη, σκεδασθεῖσα οἷον τῇ λειποθυμίᾳ, ὃ δὴ καὶ θυμηγερεῖν συνθέτως λέγεται, καὶ ζωγρεῖν δέ, ἤτοι ζωὴν ἀγείρειν, ὡς εἶναι ταὐτὰ κατὰ πολυωνυμίαν τὸ ἄμπνυσθαι καὶ ἐς φρένα θυμὸν ἀγείρειν καὶ θυμηγερεῖν καὶ ζωγρεῖν. Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ τολμήσας ἐρεβεννήν, ὅ ἐστι σκοτεινήν, νύκτα τὴν σκοτοδίνην ἐκάλεσεν, οὕτω καὶ τὴν λειποθυμίαν ψυχῆς ἀπόπνοιαν, καὶ ὅτι καθ' ὁμοιότητα τοῦ "ἄμπνυτο", ἤγουν ἀνέπνευσεν, εἴρηκέ τις ἀναφρονῆσαι τὸ τὴν πρώτην ἀναλαβεῖν φρόνησιν.

(v. 468) Δέσματα δὲ ἐν Ὀδυσσείᾳ μὲν ἐπὶ δεσμοῦ ἔθετο βιαίου, ἐνταῦθα δὲ οὕτω λέγει τὰ ἐπὶ κόσμῳ τὸ γυναικεῖον κάρη δεσμοῦντα. ὅθεν καὶ τὸ κρήδεμνον σύγκειται. Ἀττικὴ δέ, φασίν, ἡ λέξις. ὡς γὰρ ξεσμός ξέσμα, οὕτω δεσμός δέσμα. Σιγαλόεντα δὲ ταῦτα, ᾧ λόγῳ καὶ εἵματα ἔφη σιγαλόεντα, τὰ σιγὴν δηλαδὴ ἐμποιοῦντα δι' ἔκπληξιν, ἢ σιγηλὰ καὶ ἄκτυπα δι' ἁπαλότητα. ἡνία δέ γε σιγαλόεντα καὶ κατὰ ἄλλον τινὰ [657] τρόπον, ὡς ἀλλαχοῦ δεδήλωται. Ἕρμιππος δὲ καὶ ἀμύγδαλα σιγαλόεντα λέγει τὰ εὔθραυστα, ὁποῖα τὰ λεγόμενα Θάσια.

(v. 468-470) Ὅρα δὲ καὶ ὅτι γενικῶς γυναικεῖον κόσμον δηλώσας ἐν τῷ εἰπεῖν "δέσματα", εἶτα ἐπάγει κατὰ μέρος τὰ εἴδη, τὴν ἄμπυκα καὶ τὰ ἐφεξῆς.

(v. 469) Ἔστι δὲ ἄμπυξ μὲν ἀρσενικῶς κατὰ τοὺς παλαιοὺς διάδημά τι πρὸς ἀνάδεσιν τριχῶν, ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον παρῆγον. ἡ δὲ τοιαύτη φράσις οἷόν τινα κούφιαν, ἰδιωτικῶς εἰπεῖν, διαγράφει τὸν ἄμπυκα. καὶ νῦν δέ φασιν ἀμπυκίζειν τὸ τὰς ἐμπροσθίας τρίχας ἀναδεῖν. ἐντεῦθεν δὲ καὶ "χρυσάμπυκες ἵπποι" διὰ τὸ δεῖσθαι στροφίῳ τὰς κορυφὰς τῶν τριχῶν. Ἐν δὲ ῥητορικοῖς Λεξικοῖς εὑρέθη καὶ ταῦτα· ἀμπυκάσαι ἀναδῆσαι, χαλινῶσαι, στεφανῶσαι, καὶ ἄμπυξ· χαλινός, συγκάθαμμα, ἐπίκρανον, καλύπτρα, διάδημα, στεφάνη, καὶ ὅτι ἄμπυκες διαδήματα κατὰ μεταφοράν, καὶ ὅτι ἀμπυκῖται· διαδήματα, ἴσως διὰ τὸ ἀμπέχειν τὰς τρίχας, ὥς φησι Παυσανίας, ὃ καὶ ἀμπυκίζειν ἔλεγον. ἐκ μεταφορᾶς δέ, φασί, καὶ ὁ τροχὸς διὰ τὸ κυκλοτερὴς εἶναι. δῆλον δὲ ὡς καὶ ἡ κοινὴ γλῶσσα παραμπύκια ἐπὶ τριχῶν λέγειν εἴωθεν. εὕρηται δὲ καὶ παρὰ τοῖς ἀρχαίοις καὶ ὅτι παραμπυκίζεται τὸ παραπλέκεται τὰς τρίχας. κεκρύφαλος δέ, φασί, κόσμος τις περὶ κεφαλὴν καὶ αὐτός, λεγόμενος κροκύφαντος. ἀναδέσμη δὲ σειρά, ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀναδοῦσι.

(v. 470) Κρήδεμνον δὲ τὸ μαφόριον. Σημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὅτι καλῶς ἐπὶ μὲν Ἑκάβης τῆς γραὸς συντόμως εἶπε "λιπαρὰν ἔρριψε καλύπτρην", ἐπὶ δὲ ταύτης ὡς νέας ἐξειργάσατο ἐνδιασκεύως τὸν κόσμον τῆς κεφαλῆς. εἰ δὲ δῶρον χρυσῆς Ἀφροδίτης τὸ κρήδεμνον τοῦτο, ἔοικέ τι καὶ ἀπὸ χρυσέας ὕλης ἔχειν ἐπαφρόδιτον. Ἰστέον δὲ ὅτι φέρεται παρὰ τοῖς παλαιοῖς κόσμος γυναικεῖος, ὃν περίθετον κεφαλὴν [658] ἐκάλουν. Ἀριστοφάνης Θεσμοφόροις "κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ". ἄδηλον δὲ εἴτε κρήδεμνον αὕτη εἴτε ἄμπυξ εἴτε κεκρύφαλον εἴτε ὁμοῦ πάντα ταῦτα μετὰ τῆς ἀναδέσμης. ἡ δὲ ῥηθεῖσα περίθετος κεφαλὴ καὶ περικεφαλαία, φασίν, ἐλέγετο, καθὰ καὶ παραπροσωπὶς ἡ παρὰ τῷ προσώπῳ τιθεμένη, ἧς καθ' ὁμοιότητα καὶ παρώπια τὰ ὀφθαλμοῖς ἵππων περιτιθέμενα δέρματα καὶ τὰ χάριν σκιᾶς ἀντήλια, τὰ προβεβλημένα δηλαδὴ τῶν προσώπων τοῖς ἡλιαζομένοις.

(v. 471) Τὸ δὲ "ἠγάγετο Ἕκτωρ" καιριωτάτη λέξις ἐπὶ γάμου. ἄγεσθαι γάρ τινα γυναῖκα κυριολεκτοῦντές φαμεν. ἡ δὲ μεταφορὰ ἐκ τῶν ὑπὸ ζυγὸν ἀγομένων δαμάλεων.

(v. 473-474) Ὅτι οὐ λόγους μόνον ὁ ποιητὴς οἰκτροὺς ἐνταῦθα ποιεῖ, ἀλλὰ καὶ ὄψεις περιπαθεῖς, πῇ μὲν τὸν Πρίαμον θανατῶντα εἰσάγων καὶ ἐξελθεῖν ἐπ' Ἀχιλλέα θέλοντα, κατεχόμενον δὲ ὑπὸ τοῦ λαοῦ, πῇ δὲ τὴν Ἀνδρομάχην θέλουσαν ἀπολέσθαι, εἰ μὴ αὐτὴν εἶχον, ὅ ἐστι κατεῖχον, γαλόῳ καὶ εἰνάτειρες, ὅ ἐστιν αἱ ἀνδράδελφοι καὶ αἱ σύννυμφοι, ὡς πολλαχοῦ ἐρρέθη. Καὶ ὅρα τὸ "γαλόῳ" πρὸ μιᾶς ἔχον τὸν τόνον, ὡς ἐν τοῖς τοῦ Ἡροδώρου κεῖται καὶ Ἀπίωνος. φράζει δ' ἐνταῦθα Ὅμηρος οὕτω "ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνάτερες ἅλις ἔσαν", διὰ τὸ ἐν αὐταῖς πολυπληθές, "αἵ ἑ", ἤγουν αἵτινες αὐτήν, "μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι", ἢ ὀλέεσθαι.

(v. 476 s.) Ὅτι "ἀμβλήδην γοόωσα" ἡ Ἀνδρομάχη τοιαῦτα λέγει μονῳδικῶς· "Ἕκτορ", [ἐγὼ δύστηνος] καὶ ἑξῆς, ὡς ῥηθήσεται. Χρὴ γὰρ πρῶτον παρασημήνασθαι προθεωρητικῶς, ὡς οὐκ ἀπὸ τῶν παρεστώτων ἁπλούστερον ἡ γυνὴ ἄρχεται περιπαθῶς, οἷον τοῦ φόνου καὶ τοῦ ἑλκυσμοῦ, ἀλλ' ἐκ τῶν πορρωτέρω προοιμιάζεται, πατρίδος μεμνημένη καὶ προγόνων καὶ [659] τύχης παλαιᾶς. ὅλως δὲ εἰπεῖν, συνάξας ὁ ποιητὴς τὸν ἀκροατὴν καὶ συγχέας οἷς μικροῦ ἂν ἡ γυνὴ τῷ πάθει ἐξέλιπε, διαχέει αὖθις καὶ εἰς ἄνετον ἀπολύει τῇ ἐνταῦθα μονῳδικῇ ἀφελείᾳ, ἵνα μὴ διόλου στύφων εἴη ὁ ἐπὶ τῷ πένθει λόγος, ἀλλὰ μετέχῃ πῃ καὶ γλυκύτητος.

(v. 477-498) Ἔχει δὲ τῇ γυναικὶ τὸ προοίμιον καὶ τὰ μετ' αὐτὸ οὕτως "Ἕκτορ, ἐγὼ δύστηνος "ἰῇ ἄρα", τουτέστι μιᾷ, "γεινόμεθα", ἤγουν ἐγεννήθημεν, "αἴσῃ" ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα, αὐτὰρ ἐγὼ Θήβῃσιν, Ὑποπλάκῳ ὑληέσσῃ, ἐν δόμῳ Ἠετίωνος, ὅ", ἤγουν ὅς, "μ' ἔτρεφε τυτθὸν ἐοῦσαν, δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι. νῦν δὲ σὺ μὲν Ἅιδου δόμους ὑπὸ κεύθεσι γαίης ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις χήρην ἐν μεγάροισι· πάϊς δ' ἔτι νήπιος αὕτως, ὃν τέκομεν, σύ τ' ἐγώ τε, δυσάμμοροι· οὔτε σὺ τούτῳ ἔσσεαι, Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος. ἤν περ γὰρ πόλεμόν τε φύγοι πολύδακρυν Ἀχαιῶν, αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε' ἔσονται· ἄλλοι γάρ οἱ ἀπουρίσουσιν ἀρούρας. ἦμαρ δ' ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· πάντα δ' ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί, δευόμενος δέ τ' ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους, ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος. τῶν δ' ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε, χείλεα μέν τ' ἐδίην', ὑπερῴην δ' οὐκ ἐδίηνε. τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε, χερσὶ πεπληγὼς καὶ ὀνειδείοις ἐνίσσων. ἔρρ' οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν". Καὶ μέχρι τούτων ἐν στίχοις ἐννέα φράσας καθολικώτερον ὁ ποιητὴς διὰ τῆς μητρὸς τὰ τῆς ὀρφανίας δεινά, εἴτα μερικεύει ἀνελπίστως τὸ νόημα, δι' οὗ γνωμικῶς ἤδη ἐχαρακτηρίσθη, ὁποῖα πάθοι ἂν κακὰ παῖς τις ἁπλῶς πατρὸς ὀρφανισθείς, οὐ μὴν τοιοῦτος, οἷος νῦν ὁ τοῦ Ἕκτορος, βασιλικὸς δηλαδή, καὶ ὑπὸ μητρὶ ὢν τοιαύτῃ καὶ πάτρωσιν, ὅ ἐστι θείοις, ὁμοίοις καὶ πάππῳ βασιλεῖ. διὸ καὶ ἠθέτησάν τινες τὰ τοιαῦτα ἔπη, ὡς καὶ μετ' ὀλίγα δηλωθήσεται.

(v. 499-514) Μερικεύων οὖν, ὡς ἐρρέθη, ὁ ποιητὴς τὸ ἐν τῷ καθόλου γνωματευθὲν καὶ εἰς τὸ κατὰ φύσιν ἐπανιών, ὅ ἐστιν εἰς τὸ προκείμενον, τὸν Ἀστυάνακτα δηλαδή, ἐπάγει ταῦτα "δακρυόεις δέ τ' ἄνεισι [660] πάϊς ἐς μητέρα χήρην, Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς μυελὸν οἶον", ἤγουν μόνον, "ἔδεσκε, καὶ οἰῶν πίονα δημόν", ἤτοι λίπος, "αὐτὰρ ὅθ' ὕπνος ἕλοι παύσαιτό τε νηπιαχεύων, εὕδεσκεν ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης εὐνῇ ἐνὶ μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ", [ὅπερ ὁ Κωμικὸς "ἐμπλήμενος" λέγει], "νῦν δ' ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτών, Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν· οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά. νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κεν", ἤγουν ἐπειδάν, "κύνες κορέσωνται, γυμνόν· ἀτάρ τοι εἵματα ἐν μεγάροισι κέονται λεπτά τε καὶ χαρίεντα, τετυγμένα χερσὶ γυναικῶν. ἀλλ' ἤ τοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ, οὐδὲν σοί γ' ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι". Καὶ τοιοῦτον μὲν τὸ τῆς γυναικὸς μονῳδικὸν χωρίον. Τὰ δ' ἐν αὐτῷ ἐπιστασίας ἄξια ταῦτα.

(v. 476) Τὸ μὲν "ἀμβλήδην" ἀντὶ τοῦ ἀναβλητικῶς, ἤτοι προοιμιακῶς. προοιμιάζεται γὰρ ἡ γυνή, ὡς προείρηται, ὥστε γίνεσθαι τὴν λέξιν ἀπὸ τοῦ ἀναβάλλεσθαι, ὅ ἐστι προοιμιάζεσθαι, ὡς τὸ "ὃ δ' ἀνεβάλλετο καλὸν ἀείδειν". ἢ καὶ ἄλλως ἀμβλήδην τὸ ἀναβλητικῶς, ὁρμητικῶς, ἀθρόως. καὶ συγκέκοπται ἀπὸ τοῦ ἀμβολάδην, ὅπερ πρὸ μικροῦ ἐρρέθη ἐπὶ ἀναζέοντος λέβητος. Ἡ δὲ καταρχὴ τῆς ῥηθείσης μονῳδίας ὁμοία τῇ τῆς Ἑκάβης. ἐκείνη μὲν γὰρ ἔφη "τέκνον, ἐγὼ δειλή", αὕτη δὲ "Ἕκτορ, ἐγὼ δύστηνος. λέγει δὲ καὶ κατωτέρω τὸ "Ἕκτορ", ἐπιμένουσα φιλίως τῷ ὀνόματι τοῦ ἀνδρός. μίαν δὲ αἶσαν λέγει τὴν ἐπίσης ἐπ' ἀμφοῖν ἔχουσαν κατά γε τὸ δυστυχές.

(v. 479) Τὸ δὲ "Θήβαις ὑποπλάκῳ ὑληέσσῃ" καινότερον συντέτακται, ἢ διὰ σαφήνειαν, ἵνα λέγῃ, ταῖς [661] Θήβαις, ἤγουν τῇ ὑποπλάκῳ πόλει, ἢ ὡς ἂν ἐμφήνῃ ὅτι δύναται καὶ Θήβη ὑπόπλακος λέγεσθαι ἑνικῶς, ὡς τὸ "ᾠχόμεθα ἐς Θήβην". διὰ τοῦτο γὰρ τῇ πληθυντικῇ δοτικῇ ἑνικὴν ἐπήγαγε. περὶ δὲ Θηβῶν τούτων προδεδήλωται.

(v. 480) Τὸ δὲ "τυτθὸν ἐοῦσαν" ὅμοιον τῷ "κοτύλην τυτθὸν ἐπέσχεν" ἤτοι μικράν, κατὰ τὸ "κλυτὸς Ἱπποδάμεια".

(v. 481) Τὸ δὲ "δύσμορος αἰνόμορον" δηλοῖ μὲν ἐκ παραλλήλου τὸ αὐτό, ἐχρησίμευσε δὲ τῷ, καθά που προδεδήλωται, γράψαντι "δύσπαρις, αἰνόπαρις", ἔχει δὲ πρὸς ταῦτα ὁμοιότητα καὶ τὸ "δυσάμμοροι", κοινῶς περὶ τῶν δύο λεχθὲν ὁμοζύγων, περὶ οὗ πρὸ βραχέων γέγραπται.

(v. 482) Τὸ δὲ "ὑπὸ κεύθεσι γαίης" ἀντὶ τοῦ ὑπὸ τοῖς κευθμῶσιν, ἑρμηνεία ἐστὶ τοῦ δόμους Ἀΐδου, ὃς τόπος ἐστὶν ὑπόγαιος καὶ οὕτω κεκρυμμένος. διὸ καὶ Ἀΐδης λέγεται, ἤγουν ἀὴρ ἀφανής, ὃν οὐκ ἔστιν ἰδεῖν.

(v. 489) Ἀπουρίσαι δὲ ἀρούρας τὸ ἀφορίσαι καὶ ἀφελέσθαι. καὶ ἔστι καιριωτάτη ἡ λέξις, τιθεμένη καὶ ἐπὶ ἐξορίας. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ τὸ ἀποῦραι ἢ μᾶλλον τοῦτο πρωτότυπον τοῦ ἀπουρίζειν, ὁμοίως τῷ ἐρέθω ἐρεθίζω, ὁπλέω ὁπλίζω, ἀφρέω ἀφρίζω. [Καὶ τοιοῦτον μὲν τὸ ἀπουρίζειν. κατουρίζειν δέ γε τὸ κατ' οὖρον πλέειν, ὡς τὸ "πόλιν κατ' ὀρθὸν οὔρισας.] Ἐντεῦθεν δὲ ἄρχεται ὁ γνωμικὸς χαρακτήρ, ὁ, καθὰ εἴρηται, περὶ τῆς ἁπλῶς ὀρφανίας μετρούμενος ἐν στίχοις, ὡς προεδηλώθη, ἐννέα, οὕς, καθὰ ἐρρέθη, ἀθετοῦσί τινες, ὡς ἀδιαθέτους, φασί, καὶ [662] κοινῶς τῷ τυχόντι παντὶ ὀρφανῷ πρέποντας, οὐ μὴν τοιῷδε, ὁποῖος ὁ Ἀστυάναξ ἔσται, εἰ τυχὸν φύγῃ τὸν πόλεμον. οὐ γὰρ δήπου τὰ τοῦ τυχόντος ὀρφανοῦ πείσεται καὶ αὐτὸς ὁ βασιλικὸς ὀρφανός. ἔτι γε μὴν ὠβέλισαν τοὺς τοιούτους στίχους οὐ μόνον ὡς ἀναρμόστους τῷ καιρῷ, ἀλλὰ καὶ ὡς εὐτελεῖς τῇ συνθήκῃ, καθὰ ἐκεῖνοι λέγουσι, μὴ θέλοντες γυναικείου στοχάσασθαι ἤθους, ἐν πένθει μεγάλῳ ταῦτα λέγοντος, ὅτε τοῦ πρὸς ἀκρίβειαν λαλεῖν ἐξεκρούετο.

(v. 490) Παναφῆλιξ δὲ παῖς ὁ τῶν ἡλικιωτῶν ἁπάντων ἀπηλασμένος, ἢ πάντῃ ἀφῆλιξ, οἷα τῇ ἀφηλικιότητι προστεθέντων καὶ τῶν τῆς ὀρφανίας κακῶν.

(v. 491) Τὸ δὲ "πάντα ὑπεμνήμυκεν" ἀντὶ τοῦ κατὰ πάντα ἐστύγνακε. διὸ καὶ ἐπάγει "δεδάκρυνται δὲ παρειαί". ἢ μᾶλλον τεταπείνωται, καταβέβληται. τοῦτο δὲ εἰς γραφὴν μὲν πεζὴν οὐχ' ἕλκεται, γίνεται δὲ ἐκ τοῦ ἠμύω, τὸ ἐπικλίνω, ἤμυκε, καὶ Ἀττικῶς ἐμήμυκε, καὶ πλεονασμῷ τοῦ ν ἐμνήμυκε, ἀντὶ τοῦ κάτω οἷον κεῖται καὶ στυγνάζων κατακέκλιται. [Ὅτι δὲ τοῦ ἠμύω πρωτότυπόν ἐστι τὸ μύω, ἐκδηλότατόν ἐστιν. αὐτὸ δὲ ἐπὶ βλεφάρων καὶ χειλέων καί τινων ἑτέρων λέγεται. μέλλων δὲ αὐτοῦ μύσω, ἐξ οὗ καὶ μύες καὶ μυῶνες οἱ κατὰ σῶμα, καὶ μῦς τὸ ζωΰφιον. ἐκ δὲ τοῦ μύειν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, καὶ ποτήριον ἡ ἄμυστις, ἀφ' οὗ ἔστιν εὐμαρῶς πιεῖν, καὶ πόσις δέ, ἣν ἀπνευστὶ πίνει τις μὴ [663] μύσας, καὶ ῥῆμα ἐκμυστίζειν τὸ ἐφ' ἓν πνεῦμα πίνειν, οἷον "λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον πλάτος· ἔπειτ' ἄκρατον καὶ οὐ τεταργανωμένον ἔπινε κἀξεμύστισε". Πλάτωνος τοῦτο τοῦ Κωμικοῦ, ὥς φησιν Ἀθήναιος, ὡς καὶ τὸ "ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένου πρὸς ὠκύτητα χρόνου".]

(v. 493) Ἐν δὲ τῷ "ἄλλον χλαίνης ἐρύων, ἄλλον χιτῶνος" διαφοράν τε φανερὰν δηλοῖ χιτῶνος καὶ χλαίνης, καὶ ἰδίωμα ὑπογράφει παιδός, λαλῆσαι μὲν οὐκ ἔχοντος, ἑλκυσμῷ δὲ τοὺς ἱκετευομένους ἐπιστρέφοντος. [Ὅτι δὲ χιτὼν οὐκ ἐξ ἀνάγκης ἀεὶ λέγεται τὸ ἀμέσως περικεχυμένον λίνεον ταῖς σαρξίν, ἀλλὰ καὶ τὸ ἁπλῶς ἱμάτιον, δεδήλωται μὲν καὶ ἄλλοθι, φαίνεται δὲ καὶ ἐκ τῶν τοῦ Ἀθηναίου, ἔνθα δηλοῦται ὡς κόρυμβος οὐ μόνον ὄρους, ἀλλὰ καὶ ὁ ἐπὶ κεφαλῆς, οἷον "Ἀθηναῖοι ποικίλους ποτὲ ὑπέδυνον χιτῶνας, κορύμβους δ' ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόμας ἐφόρουν". ἐν τούτοις γὰρ οἱ ποικίλοι χιτῶνες οὐκ ἂν εἶεν ἐπικάμισα κατὰ τὴν κοινὴν παρατήρησιν. εἰ δὲ παρὰ τὴν κάραν ἡ κόρυς, καὶ ἐξ αὐτῆς ὁ κόρυμβος, ἑτέρου τοῦτο λόγου, ὥσπερ καὶ ἐὰν ὁ ῥηθεὶς Ἀθηναϊκὸς τέττιξ κρωβύλος ἐλέγετο καὶ εἰ λάλον ὁ τέττιξ, τὸ ζῷον. ὁμοίως δὲ καὶ ἡ κερκώπη ζῷον αὐτὴ ὅμοιον τέττιγι καὶ τρυγονίῳ, περὶ ὧν δηλοῖ ὁ Κωμικὸς Ἄλεξις, εἰπὼν "σοῦ δ' ἐγὼ λαλιστέραν οὐ πώποτ' εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀηδόνα, οὐ τρυγόνα, οὐ τέττιγα". χρῆσις δὲ κερκώπης καὶ παρὰ Λιβανίῳ.]

(v. 494) Κοτύλην δέ φησι τυτθὸν τὴν μικρὰν κυπελλίδα. Ἀττικῶς δὲ εἴρηται καὶ Ἰωνικῶς καὶ ἡ τυτθός. Κοτύλη δὲ οὐ μόνον εἶδος [λεπτοῦ] ποτηρίου, ὡς ἐνταῦθα κεῖται, ἀλλὰ καὶ παλάμης κοίλωμα. ὅθεν καὶ κοτυλήρυτον, ὃ τοιαύταις ἄν τις κοτύλαις ἀρύσαιτο, [ἤγουν ἀμφοῖν χεροῖν.] Λέγεται δὲ κοτύλη καὶ ἐπὶ ποδῶν πολύποδος, [ἐφ' ὧν κοτυληδόνες αἱ ἐν ταῖς πλεκτάναις αὐτῶν [664] ἐπιχύσεις], καὶ ἡ κατὰ τὸ ἰσχίον δὲ τοῦ μηροῦ κοιλότης. ὅλως δέ, κοίλη πᾶσα κοτύλη, [ὡς καὶ τὸ τῆς χειρὸς κοῖλον. ὅθεν καὶ κοτυλήρυτον, ὅπερ ἄν τις κοίλῳ τινὶ ἀρύσηται. παρὰ δὲ Ἀθηναίῳ κοτύλη πᾶν κοῖλον.] Φέρεται δὲ καὶ τοιαῦτα περὶ κοτύλης ἔν τινι τῶν παλαιῶν· κοτύλη· μέτρον καὶ τὸ κοῖλον τῆς χειρός. ἡ μὲν δὴ κοτύλη, φησίν, Ἑλληνικόν, ἡ δὲ ἡμίνα οὐδαμοῦ. ἔστι δ' οὖν παρ' Ἐπιχάρμῳ, ὃς καὶ ὀγγίαν λέγει καὶ λίτραν. [Ἕτερος δέ τίς φησιν, ὅτι Διόδωρος τὴν κοτύλην καλεῖσθαι λέγει καὶ ἡμίναν, ἧς χρῆσις καὶ παρ' Ἐπιχάρμῳ ἐν τῷ "ὕδωρ χλιαρόν, ἡμίνας δύο", καὶ παρὰ Σώφρονι ἐν τῷ "κατάστρεψον, τέκνον, τὴν ἡμίναν". περὶ ἧς χρὴ σκοπεῖν ἡμᾶς μή ποτε ἡμίνα ᾖ τὸ ἥμισυ τοῦ ἴν, οὗ χρῆσις ἐν τῷ "πλέον ἤπερ ἴν".] Κοτύλη δέ, φασίν, οὐ μόνον ἐπὶ ξηρῶν, ἀλλὰ καὶ ἐπὶ ὑγρῶν. κοτύλην γοῦν ὕδατος καὶ δύο κοτύλας κριθῶν Θουκυδίδης φησί, [καὶ Ἀριστοφάνης "ἀλφίτων χοίνικας τρεῖς κοτύλης δεούσας".] Ἔστι δὲ καὶ κότυλος ποτήριον μόνωτον, [λουτηρίῳ ἐοικὸς βαθεῖ, φασί.] Παυσανίας δὲ ἱστορεῖ ὅτι παιδία τις ἦν καλουμένη ἐν κοτύλῃ, ἐν ᾗ διαπλέξας τις ὀπίσω[, καθὰ καὶ προδεδήλωται,] τοὺς δακτύλους τῶν χειρῶν ἐπενωτίζετο τὸν ἀναιρούμενον. ὁ δ' ἐνθεὶς τὸ γόνυ ταῖς χερσὶ καὶ περιλαβὼν τοῦ αἴροντος τὴν κεφαλὴν ἢ τὸν τράχηλον ἐβαστάζετο. ἐκλήθη δέ, φησίν, ἐν κοτύλῃ, ἐπεὶ τὸ κοῖλον τῆς χειρὸς κοτύλη λέγεται, εἰς ὃ κοῖλον ἐνετίθει τὸ γόνυ ὁ βασταζόμενος. Ἀλλαχοῦ δὲ [665] γράφεται οὕτω· ἐγκοτύλη, παιδιά τις, ὡς καὶ ἑτέρωθι γέγραπται, ἐν ᾗ κοιλάναντες χεῖρα δέχονται τὰ γόνατα τῶν νενικηκότων οἱ νενικημένοι καὶ βαστάζουσιν αὐτούς. [Ἔτι ἰστέον καὶ ὅτι παράγωγον κοτύλης κοτυλίσκη τε καὶ κοτυλίσκιον, οὗ μνεῖα παρὰ Ἀριστοφάνει ἐν τῷ "κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον", καὶ ὅτι Αἰσχύλος καὶ τὰ κύμβαλα κοτύλας φησίν, οἷον "χαλκοδέτοις κοτύλαις ὀτοβεῖ".]

(v. 494) Τὸ δὲ "ἐπέσχε" τί σημαίνει, δεδήλωται καὶ ἐν ταῖς Λιταῖς.

(v. 495) Τὸ δὲ "χείλεα μὲν ἐδίηνεν, ὑπερῴην δ' οὐκ ἐδίηνε" κάλλους μέν ἐστι σχῆμα, ὅμοιον τῷ "ταξιάρχους παρ' ὑμῶν, ἱππάρχους παρ' ὑμῶν" ἑλκυσθὲν δὲ καὶ εἰς παροιμίαν λέγεται ἐπὶ τῶν μικρά τινα δωρουμένων, δι' ὧν χείλη μὲν ὑγραίνεται, εἰς δὲ τὸ κατὰ στόμα ὑπερῷον ὑγρότης οὐκ ἄνεισι. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν λόγοις μὲν ὑποσχετικοῖς εὐφραινόντων, οὐ μὴν καὶ τῇ ἔνδον ἀγαθῇ διαθέσει. Δῆλον δὲ ὅτι ὑπερῴην λέγει τὸν κατὰ στόμα οὐρανόν, ἄμφω καλούμενον διὰ τὸ μετὰ ὕψους κατηρεφὲς καθ' ὁμοιότητα ὑπερῴου τε οἰκήματος καὶ οὐρανοῦ.

(v. 496) Ἀμφιθαλὴς δὲ παῖς ὁ ἀμφοτέρωθεν θάλλων ἤτοι εὐδαιμονῶν, ἤγουν ᾧ πατὴρ καὶ μήτηρ περίεισιν. ἅπαξ δὲ ἡ λέξις εἴρηται παρὰ τῷ ποιητῇ. ἑτεροθαλὴς μέντοι, ᾧ θάτερος τῶν φυσικῶν τούτων κλάδων ἀπέσπασται. καθ' ἣν ἔννοιαν καὶ παῖδες πατρὸς μὴ ὁμομήτριοι ἑτεροθαλεῖς λέγονται. ἐκ δὲ τοῦ τοιούτου θάλλειν καὶ θάλεά φησιν ἐν τούτοις ὁ ποιητὴς τὰ ἀγαθά, ὧν ἐμπίπλαται παῖς εὐδαίμονος πατρός, ὃς καὶ φίλον θάλος τοῖς γειναμένοις ἐστίν. οἱ δὲ παλαιοί, λέγοντες ὅτι ἀμφιθαλεῖς οἱ ἔχοντες ζῶντας τοὺς δύο γονεῖς, προστιθέασι καὶ ὅτι οἱ τοιοῦτοι τὰς τότε [666] εἰρεσιώνας διεκόσμουν. ἐν δὲ τοῖς Παυσανίου κεῖται ταῦτα· εἰρεσιώνη· θαλλὸς ἐλαίας ἐστεμμένος ἐρίῳ, προσκρεμαμένους ἔχων διαφόρους ἐκ γῆς καρπούς. τοῦτον ἐκφέρει παῖς ἀμφιθαλὴς καὶ τίθησι πρὸ θυρῶν τοῦ Ἀπόλλωνος ἱεροῦ ἐν τοῖς Πυανεψίοις. λέγεται γάρ, φησί, Θησέα, ὅτε εἰς Κρήτην ἔπλει, προσσχόντα Δήλῳ τῇ νήσῳ διὰ χειμῶνα εὔξασθαι Ἀπόλλωνι καταστέψασθαι κλάδοις ἐλαίας, εἰ τὸν Μινώταυρον κτείνας σωθῇ, καὶ θυσιάσειν. καὶ γοῦν τὴν ἱκετηρίαν ταύτην καταστέψας ἑψῆσαι λέγεται χύτρας ἀθάρας καὶ ἔτνους καὶ βωμὸν ἱδρύσασθαι. διὸ καὶ Πυανέψια λέγεσθαι, οἷον Κυαμέψια, διὰ τὸ πυάμους πρότερον τοὺς κυάμους καλεῖσθαι. ἦγον δὲ ἔσθ' ὅτε ταῦτα καὶ ἐπὶ ἀποτροπῇ λιμοῦ. ᾖδον δὲ παῖδες οὕτω "Εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλιτος κοτύλην καὶ ἔλαιον ἐπικρήσασθαι καὶ κύλικ' εὔζωρον, ἵνα μεθύουσα καθεύδῃ". μετὰ δὲ τὴν ἑορτὴν ἔξω ἀγρῶν τιθέασι παρὰ τὰς θύρας. Κράτης δέ φησιν ἀφορίας ποτὲ κατασχούσης Ἀθήνας θαλλοὺς καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι Ἀπόλλωνι. [Ἀλλαχοῦ δὲ λέγεται καὶ ὅτι στέμμα λευκὸν καὶ φοινικοῦν ἀπήρτητο τοῦ θαλλοῦ καὶ ὅτι προὐτίθετο ἱκεσία τῷ Ἀπόλλωνι, καθ' ἣν ἡμέραν οἱ περὶ Θησέα σωθῆναι δοκοῦσι, καὶ ὅτι καταχύσματα καὶ κύλικα οἴνου κεκραμένην καταχέοντες αὐτῆς ἐπέλεγον τὴν ῥηθεῖσαν ᾠδήν.] Δαιτὺν δὲ τὴν δαῖτα λέγει, ὡς τὸ βρωτὺν καὶ ἐδητύν.

(v. 497) Τὸ δὲ "πεπληγώς" νῦν μὲν ἐνέργειαν δηλοῖ, τεθὲν ἀντὶ τοῦ πλήξας, σημαίνει δέ ποτε καὶ πάθος κατ' ἔθος ἐνεργητικοῦ μέσου παρακειμένου. Τὸ δὲ "ὀνειδείοις" ἐλλέλειπται τοῦ ἐπέεσσι. Τὸ δὲ "ἐνίσσων", ὅ ἐστι κακολογῶν, ἐκ τοῦ ἐνίπτω παρῆκται, ἀφ' οὗ ἐνιπή, ἡ [667] δι' ἐπέων ἐπίπληξις, ὧν προηγεῖται τὸ ἐνέπω.

(v. 498) Τὸ δὲ "ἔρρε", καὶ ἑξῆς ὁ στίχος ὅλος εὐτελὲς τῇ διανοίᾳ ἐστὶ καὶ εὐπερίγραπτον. ἠθοποιΐα γάρ ἐστιν ὡς ἀπὸ νηπίου μὴ δυναμένου κάλλιον λαλεῖν.

(v. 499) Τὸ δὲ "δακρυόεις δέ τ' ἄνεισι πάϊς ἐς μητέρα χήρην" δύναται καὶ αὐτὸ προσνεμηθῆναι τοῖς ἀνωτέρω αὐτοῦ κειμένοις ἐννέα στίχοις τοῦ γνωμικοῦ, εἶτα ἐπάγεσθαι ἀσυνθέτως κατὰ ἀπόστασιν τὸ "Ἀστυάναξ", ὡς εἴπερ εἰπὼν ἐν τοῖς δέκα στίχοις ὅτι τάδε καὶ τάδε, καθολικῶς εἰπεῖν, πάσχει ὁ ὀρφανικὸς παῖς, εἶτα ἐπέφερεν ὅτι ὁποῖος καὶ Ἀστυάναξ, ἢ τοιοῦτος καὶ ὁ Ἀστυάναξ, ἢ ἄλλο τι τοιοῦτον. [Ὡς δὲ ὁ Ὁμηρικὸς Ἀστυάναξ δριμέως πέπαικται καὶ ἐπί τινος δυσκινήτου τὰ εἰς λαγνείαν ἀπὸ τοῦ στύειν, ὃ κεῖται παρὰ τῷ Κωμικῷ, δεδήλωται καὶ ἀλλαχοῦ, καὶ ὅτι ἐκ τοῦ στύειν γίνεται καὶ ὁ ἄστυτος, οἷον παρὰ Ξενάρχῳ "Πελοπιδῶν ἄστυτος οἶκος", ἤγουν ἄκαρπος, ἄγονος, καὶ "φθίνει δόμος ἀστύτοισι δεσποτῶν κεχρημένος τύχαις". Φασὶ δὲ κατὰ τὴν παρὰ τῷ Ἀθηναίῳ ἱστορίαν καὶ θρίδακα τὴν ἐκ γενέσεως πλατύφυλλον καὶ τετανὴν καὶ ἄκαυλον ἀστύτιδα καλεῖσθαι ὑπὸ γυναικῶν, εὐνοῦχον δέ γε ὑπὸ τῶν Πυθαγορείων, ἐπειδή, φησίν, ἀσθενεῖς εἰσι πρὸς τὰ κατ' Ἀφροδίτην οἱ συνεχῶς χρώμενοι θρίδαξι. διὸ καὶ δοκεῖ τὸ φυτὸν μισητὸν εἶναι τῇ Ἀφροδίτῃ τά τε ἄλλα καὶ κατὰ μῦθον Κύπριον, ὃς λέγει Ἄδωνιν καταφυγόντα εἰς θρίδακα ὑπὸ κάπρου ἀναιρεθῆναι. δοκεῖ δὲ καὶ ἡ τρίγλη ἄστυτις εἶναι, ὡς δῆλον ἐκ τοῦ "οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι", ἤγουν ἐράστρια τοῦ κατ' ἄνθρωπον σπερματικοῦ νεύρου. διὸ ἐπάγει "καὶ στύματα μισεῖ", ἤγουν αἰδοίου τάσεις. τὸ δὲ τοιοῦτον νεῦρον Ἀριστοφάνης ἐν Ὄρνισι κοινῶς εἶπεν, ὡς οἱ πολλοὶ λέγουσιν, οἱ δὲ σεμνότεροι δέμας καλοῦσι. καὶ [668] κατῆρξεν εἰς τοῦτο Πλάτων ὁ Κωμικός, εἰπὼν περὶ βολβοῦ, ὃς πολὺς ἐν Ἀθήναις φύεται, ὅτι τὸ δέμας ἀνορθοῖ, τουτέστι τὸ αἰδοῖον ἐντείνει. τοιοῦτον γὰρ φύσει κατὰ ἰδιότητα ὁ βολβός.]

(v. 500) Τὸ δὲ "ἐπὶ γούνασι πατρός" συγκροτεῖται ὑπὸ τοῦ "παῖδες ἐν γούνασι παππάζουσι", καὶ "ἐπ' ἐμοῖς ἐγὼ γούνασι καθίσας", καὶ "δακρυόεσσα γούνασι πατρὸς ἐφέζετο". [Ὅτι δὲ παππάζειν τὸ πάππαν ἤγουν πατέρα προσφωνεῖν, προδεδήλωται. χρῆσις δέ, φασίν, αὐτοῦ παρὰ Φιλήμονι ἐν τῷ "Ἀγύρριος δὲ παρατεθέντος καράβου, ὡς εἶδεν αὐτόν "χαῖρε πάππα φίλτατε εἴπας", ἤγουν εἰπών, "τὸν πατέρα κατήσθιεν". ἦν γὰρ ἴσως ὁ Ἀγύρριος υἱὸς Καράβου τοῦ φιλίχθυος.]

(v. 501) Τὸ δὲ "μυελὸν οἶον" πιθανὸν ποιεῖ καὶ τὸ τὸν Ἀχιλλέα κατά τινας οὕτως ἐκτραφῆναι.

(v. 502) Τοῦ δὲ "νηπιαχεύων" πρωτότυπον τὸ νηπιάχων ἐστί.

(v. 503) Τὰς δὲ ἀγκάλας ἀγκαλίδας εἰπὼν συνυποκορίζει αὐτὰς τῇ βραχύτητι τοῦ ἐγκοιμωμένου αὐταῖς βρεφυλλίου. ἐμνήσθημεν δέ που καὶ πρὸ τούτου ἀγκαλίδων, ἐξ ὧν οὐ μόνον οἱ, ὡς ἐκεῖ ἐγράφη, ἀγκαλιδαγωγοί, ἀλλὰ καὶ ἀγκαλιδαγωγεῖν κατὰ Παυσανίαν τὸ ἀγκαλίδας ἄγειν ἐπὶ κτηνῶν ἢ πλοίου, οὐκ αὐτὸν φέροντα. τοῦτο γὰρ ἀγκαλιδοφορεῖν. ὥστε ὁμώνυμον καὶ ἡ ἀγκαλίς, οὐ μόνον Ὁμηρικῶς ἀγκάλην δηλοῦσα, ἀλλὰ καὶ δεσμὸν ξύλων ἢ τοιούτων τινῶν. Κοιμᾶσθαι δὲ ἐν ἀγκάλαις ὁ παῖς λέγεται ἢ ὡς συγκοιμώμενος τῇ τιθήνῃ ἢ ὅτι καὶ ἄϋπνος ἐκείνη οὖσα εἶχέ τι λέκτρον σύμμετρον πρὸς ταῖς ἀγκάλαις, ἐν ᾧ ἐκάθευδεν ὁ παῖς, ὥς φασιν οἱ παλαιοί.

(v. 504) Θάλεα δέ, ὡς καὶ προείρηται, τὰ τοῦ θάλλειν αἴτια ἀγαθά, κεῖται δέ ποτε ἡ λέξις καὶ ἐπὶ φυτοῦ.

(v. 506) Τὸ δὲ "ἐπίκλησιν" ἀντὶ τοῦ ἐπίκλην, ὡς προδεδήλωται. διώνυμος γὰρ ὁ Ἀστυάναξ, τῷ μὲν κυρίῳ Σκαμάνδριος καλούμενος καθ' Ὅμηρον, ὡς καὶ πρὸ τούτων δεδήλωταί που, ἐπίκλην δὲ ὁ Ἀστυάναξ. διὰ τί; διότι, φησί, μόνος σύ, ὦ Ἕκτορ, "ἔρυσο", τουτέστιν ἐφύλασσες, "πύλας αὐτοῖς καὶ τείχεα μακρά", ὡς εἶναι τὸ ἐπώνυμον ὄνομα τῷ βρέφει οὐ δι' ἑαυτό, ἀλλὰ διὰ τὸν πατέρα, ὡς καὶ Ὀδυσσεὺς τοὔνομα διὰ τὸν πάππον εἶχεν Αὐτόλυκον, καθὰ καὶ ἐν Ὀδυσσείᾳ [669] δηλοῦται, καὶ ὡς ἡ Κλεοπάτρα ἐν ταῖς Λιταῖς Ἀλκυόνη ἐπικληθῆναι ἱστόρηται διὰ τὸ πενθητικὸν τῆς μητρός. Καὶ ὅρα ὅτι Ἀστυάναξ οὐχ' ὡς ἁπλῶς βασιλέως ὄντος τοῦ πατρός, ἀλλ' ὡς ἐρυομένου τὸ ἄστυ, τουτέστι φυλάσσοντος, ὃ δὴ ἔργον ἄνακτος, ὃς ἀπὸ τοῦ ἀνακῶς ἔχειν, ὅ ἐστιν ἐπιμελῶς, ἐτυμολογούμενος, ὡς ἐν ἄλλοις ἐρρέθη, πόλεών ἐστιν ἐπιμελητής, καὶ ὡς οὕτως εἰπεῖν, ἐρυσίπτολις. τοῦτο γὰρ δηλοῖ τὸ "ἔρυσο πύλας καὶ τείχεα μακρά". ὁ δὲ τόπος οὗτος τρόπου ἐστὶν ἐτυμολογικοῦ, οὗ χάριν καὶ ἡ τοῦ Ἀστυάνακτος ἐπανάληψις γέγονεν. Ἰστέον δὲ ὅτι καὶ αὐτὸ τοῦτο τὸ Ἕκτωρ ὄνομα τῆς τοῦ ἥρωος περὶ τὴν πόλιν φυλακτικῆς προμηθείας ἐστὶ σημαντικὸν καὶ τῆς, ὡς εἰπεῖν, συγκρατήσεως. ταὐτὸν γὰρ Ἕκτωρ εἰπεῖν καὶ συνοχεύς, ἤτοι κρατητής, ὡς δηλοῖ καὶ Λυκόφρων, εἰπὼν τὰς ἀγκύρας "ἕκτορας πλημυρίδος", ἤγουν ἐφεκτικὰς τῆς τῶν κυμάτων ῥύμης.

(v. 509) Εὐλαὶ δὲ καὶ νῦν σκώληκες σαρκῶν παρὰ τὸ εἰλεῖσθαι τροπῇ τοῦ ι εἰς υ.

(v. 511) Τὸ δὲ "χερσὶ γυναικῶν" εἶπεν, ὡς τοῦ ὑφαίνειν γυναιξὶ μόναις τότε ἀνειμένου.

(v. 514) Τὸ δὲ "ἀλλὰ πρὸς Τρώων καὶ Τρωιάδων κλέος εἶναι" δυσκόλως μὲν πέφρασται, δηλοῖ δὲ τὸ ἀλλ' ἔστω σοι κλέος ἡ τῶν ἱματίων καῦσις ἔμπροσθεν πάντων τῶν ἐν τῇ Τροίᾳ, ὁμοίως τῷ "πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων", ἤγουν ἔμπροσθεν θεῶν καὶ ἀνθρώπων, ἵνα λέγῃ ὅτι οὐδὲν μέν σοι ὄφελος τοῦ καταφλεχθῆναι πυρὶ τὰ εἵματα, ἐπεὶ οὐδὲ ἐγκεῖσθαι μέλλεις αὐτοῖς, ὃ δὴ ὄφελός τί ἐστι τοῖς κεκτημένοις εἵματα, ὅμως δὲ κλέος σοι ἔσονται. "τὸ γὰρ γέρας ἐστὶ θανόντων". Ἰστέον δὲ ὅτι τε πολλὰ καὶ τοῦ κατὰ τὴν Ἀνδρομάχην Ὁμηρικοῦ τούτου χωρίου εἰς πεζογραφίαν [670] παρελκύσει τις κατὰ λόγον παραπλοκῆς, καὶ μᾶλλον ὅτε χηρείαν τις ἢ ὀρφανίαν ἀποδύρεται, καὶ ὅτι ἐντεῦθέν τις πενητεύων μεταλαβὼν συγκριτικῶς ἐπὶ ἀνηλεοῦς καὶ σμικροδώρου ἐρεῖ, ὡς κρεῖττον χείλεα μὲν διῆναι, ὑπερῴην δὲ μὴ διῆναι ἤπερ ἐκ δαιτύος στυφελίξαι χερσὶ πεπληγότα.

(v. 501-503) Τὸ δὲ μυελὸν ἐσθίειν καὶ θρεμμάτων δημοὺς ἐπὶ τρυφώντων ῥηθήσεταί ποτε καθ' ὁμοιότητα τοῦ ἀληλεσμένου βίου, ὥσπερ καὶ τὸ εὕδειν ἐν λέκτροις εὐνῇ ἐν μαλακῇ θαλέων ἐμπλησάμενον κῆρ.

(v. 503) Εἰ δὲ καὶ κακόβιος ὁ τρυφῶν, προσαρμόσει καὶ τὸ "ἐν ἀγκαλίδεσσι" τῆς δεῖνος.

(v. 513) Τὸ δὲ "οὐδέν σοί γ' ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς" νῦν μὲν ἐπὶ ἀνδρὸς εἴρηται μάτην σχόντος ὑφάσματα πολλά, παρῳδηθέντος δὲ τοῦ "οὐκ ἐγκείσεαι" εἰς τὸ "οὐ χρήσεαι" σκῶμμα ἔσται εἰς πολυχρήμονα φειδωλόν. κυριολεκτεῖται δ' ἐνταῦθα τὸ "ἐγκείσεαι". τὸ μέντοι κοινῶς ἐγκεῖσθαι λεγόμενον, οἷον τὸ καρδίαν ἐπιμελῶς ἐγκεῖσθαι περὶ πονηρὰ καὶ εἴ τι τοιοῦτον, ἐπὶ ἐνστάσεώς τινος καὶ ἐπιμονῆς λαμβάνεται. Ἰστέον δὲ ὅτι τὸ "οὐδὲν σοί γ' ὄφελος" ἀσυνδέτως φρασθέν, καθὰ καὶ ἄλλα πρὸ αὐτοῦ διὰ τὴν ἀγωνίαν τοῦ λαλοῦντος προσώπου, δύναται καὶ ἐλλιπῶς ἔχειν, ἵνα λείπῃ σύνδεσμος αἰτιολογικός, οἷον ὁ γαρ ἢ ὁ ἐπει, ὡς λεγούσης τῆς Ἀνδρομάχης "ἐπεὶ οὐδέν σοί γ' ὄφελος" ἢ "οὐδὲν γάρ σοί γ' ὄφελος".

ΕΚ ΤΩΝ ΤΗΣ ΨΙ

  [671] Ὅτι τὸ ψῖ κοινῶς μὲν ἀγὼν ἐπιτάφιος ἐπιγράφεται, ἡρωϊκῶς δέ· ψῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς.

(v. 1) Ὅτι ἐν τῷ "ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν" φασὶν οἱ παλαιοὶ ὡς Κυπρίων ἐστὶ τῶν ἐν Σαλαμῖνι λέξις τὸ πτόλις, ὃ καὶ ἀλλαχοῦ ἐδηλώθη.

(v. 2) Ἐν δὲ τῷ "Ἀχαιοὶ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο" φασὶν ὅτι ἡ μέχρι Σιγείου θάλασσα Ἑλλήσποντος ἐλέγετο, ἡ δ' αὐτὴ καὶ πλατὺς Ἑλλήσποντος, περὶ οὗ προγέγραπται.

(v. 6) Ὅτι ἐν τῷ "Μυρμιδόνες ταχύπωλοι" ‑ κατὰ τοὺς ἀλλαχοῦ αἰολοπώλους ‑ "ἐμοὶ ἐρίηρες ἑταῖροι" κολακευτικῶς ὁ Ἀχιλλεὺς προσφέρεται τοῖς ὑπ' αὐτόν, ἵνα προθύμως ποιήσωσιν, ὅπερ ἀξιώσει.

(v. 7-9) Τὸ δέ ἐστι τοιοῦτον "μὴ δή πω ὑπ' ὄχεσφι λυώμεθα μώνυχας ἵππους, ἀλλ' αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες Πάτροκλον κλαίωμεν· ὃ γὰρ", ἤγουν τοῦτο, "γέρας ἐστὶ θανόντων.

(v. 1-2) Οἱ δὲ ποιοῦσιν οὕτω καὶ εὐθὺς "ᾤμωξαν ἀολλέες, ἦρχε δ' Ἀχιλλεύς". Ἔστι δὲ οἰμώζειν τὸ κατὰ ὀνοματοποιΐαν οἵ τε λέγειν καὶ ὤ. ἐξ ὧν, ὡς καὶ προδεδήλωται, τὸ οἰμώζειν σύγκειται. οὔκουν ἐλάλησάν τι οἰμώζοντες, Ἀχιλλεὺς δέ γε κατωτέρω ἐν λόγῳ διεξοδικῷ ἀδινοῦ ἐξάρχων γόοιο λέγει, ἃ θέλει.

(v. 7 et 11) Τὸ δὲ "λυώμεθα ἵππους", οὕτω δὲ καὶ μετ' ὀλίγα τὸ "ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες" ἔστι καὶ ἐνεργητικῶς λέγειν "λύωμεν" [672] καὶ "λύσαντες". διὸ κατωτέρω "λύον ἵππους" φησὶ, δυνάμενος καὶ ἐνεργητικῶς φάναι "λύοντο". Καιρία δὲ λέξις τὸ λύειν ἐπὶ τοῦ ἀποζευγνύειν ἵππους, διὸ καὶ ἐπέμεινεν αὐτῇ. Σημείωσαι δὲ ὅτι ἐν μὲν τῷ "λυώμεθα" καὶ "λύον" συστέλλεται ἡ ἄρχουσα, ἐν δὲ τῷ "λυσάμενοι" ἐκτέταται.

(v. 8) Τὸ δὲ "αὐτοῖς ἅρμασιν" Ἀττικῶς ἔχει ἀντὶ τοῦ σὺν αὐτοῖς ἅρμασιν.

(v. 10) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ "ὀλοοῖο τεταρπώμεσθα γόοιο", οὗ σαφέστερον πρὸ τούτων ἔφη Πρίαμος τὸ "κορεσσάμεθα κλαίοντε". ἔστι δ' ἐν ἀμφοῖν ταὐτότης διὰ τὸ τέρψιν τινὰ καὶ τῷ τοῦ γόου κόρῳ παρέπεσθαι κατὰ τὸ "μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ".

(v. 13) Ὅτι ὥσπερ τεῖχος ἐλάσαι πόλει λέγεταί τις, ὅτε δηλαδὴ κύκλῳ αὐτὴν περιθέει, οὕτω πως κἀνταῦθα ἐπὶ κυκλωτεροῦς ἑλιγμοῦ τὴν λέξιν θεὶς ὁ ποιητής φησιν "οἳ δὲ τρὶς περὶ νεκρόν", ὥς ποτε ἡνίοχον Ἀχιλλέως, "ἐΰτριχας ἤλασαν ἵππους, μυρόμενοι". τοῦτο δὲ νῦν τὸ "ἤλασαν" ἡνιοχικὴ ἄλλως λέξις ἐστίν. Καὶ ὅρα ὅτι οὐκ ἐγγύς που τοῦ "μυρόμενοι" τοὺς Μυρμιδόνας παρέθετο, ἀλλὰ μετὰ στίχους ὀκτώ, ἵνα μὴ δόξῃ διὰ τὸ Μυρμιδόνες μυρόμενοι παρηχήσει ἀκαίρῳ παίζειν ἐφ' οἷς οὐκ ἐχρῆν. Δῆλον δ' ὅτι δαψίλειαν ῥοῆς δακρύων δηλοῖ τὸ μύρεσθαι, οἷα κυριολεκτούμενον ἐπὶ ὑδάτων, ἐφ' ὧν καὶ τὸ μορμύρειν, ὡς προείρηται.

(v. 15) Διὸ καὶ ἑρμηνεύων τὸ τῆς λέξεως ὑποτόλμηρον ἐπάγει "δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν δάκρυσι". καί εἰσιν, ὡς εἰκός, καὶ ταῦτα κατὰ τὰ ὡς ἀπὸ κρήνης που μελανύδρου καταρρεύσαντα τῆς βασιλικῆς κεφαλῆς. αἴτιον δὲ οὐ μόνον ὁ πόθος ‑

(v. 13 et 16) "τοῖον γάρ", φασίν, "ἐπόθεον μήστωρα φόβοιο", ἤγουν τὸν Πάτροκλον, ‑ ἀλλὰ καὶ τὸ μυθικῶς θεόθεν, "ἐπεί σφι Θέτις γόου ἵμερον ὦρσεν", ὡς ἄλλως ἀμήχανον ὂν οὕτω δαψιλές, ὡς οἷα κρουνηδόν, κατενεγκεῖν δάκρυον. Ἰστέον δὲ ὅτι τὸ "δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν δάκρυσι" καὶ ἑξῆς, ὡς ἐπὶ αἰσθανομένων αὐτῶν δὴ τῶν ψάμμων καὶ τῶν τευχέων τινὲς ἐνόησαν, καὶ [673] ποθούντων καὶ δακρυόντων ἐπὶ τῷ κειμένῳ. οὐκ ἄδηλον δὲ ὅτι πάνυ τερατῶδές ἐστι τὸ οὕτω νοῆσαι. καὶ ὅμως κείσθω καὶ τοῦτο εἰς ἐννοίας ἀμφιβόλου παράδειγμα. κάλλος δὲ κατ' ἐπαναφορὰν τὸ "δεύοντο ψάμαθοι, δεύοντο τεύχεα". Ὁμόστοιχον δὲ ὥσπερ τὸ Διός καὶ διαίω, τὸ ὑγραίνω, οὕτω καὶ Ζεύς καὶ δεύω. [Τὸ μέντοι δεύω, τὸ ἐλλείπω, ἄλλως ἔχει. ἐκ τοῦ δέω γὰρ ἐκεῖνο Αἰολικῇ ἐπενθέσει τοῦ υ γίνεται. ἀπ' αὐτοῦ δὲ ὁ δεύτερος καὶ δεύτατος.]

(v. 1820) Ὅτι Ἀχιλλεὺς "χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσιν ἑταίρου", ἤγουν τὰς ἑαυτοῦ ἐπὶ τοῖς τοῦ ἑταίρου στήθεσσιν, ἢ τὰς τοῦ ἑταίρου ἐπὶ τοῖς ἑαυτοῦ ‑ ἀμφίβολος γὰρ καὶ αὕτη, ὡς καὶ προερρέθη, ἔννοια ‑ τοιοῦδε γόου ἐξῆρχεν, ὃν πᾶς εἴποι ἂν βραχὺ παρῳδήσας ἐπὶ νεκρῷ φίλῳ τιμωμένῳ κατὰ τὸ ὑπεσχημένον "χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ εἰν Ἀΐδαο δόμοισι· πάντα γὰρ ἤδη τοι τελέω, τὰ πάροιθεν ὑπέστην.

(v. 21-23) Εἶτα ἑρμηνεύων τὸ "πάντα" μετρεῖ δύο μόνα· τὸ τὸν Ἕκτορα δώσειν κυσὶν ὠμὰ δάσασθαι, καὶ τὸ δώδεκα πρὸ τῆς πυρᾶς ἀποδειροτομήσειν Τρώων ἀγλαὰ τέκνα, "σέθεν", φησί, "κταμένοιο χολωθείς". ταῦτα γὰρ τὰ δύο τῷ Πατρόκλῳ προσλογίζονται, ὁ δὲ πολὺς ἐκεῖνος φόνος ὑπὲρ τοῦ κοινοῦ τῶν Ἑλλήνων αὐτῷ κατεπράχθη. Ἰστέον δὲ ὅτι καὶ τὰ ὑπεσχημένα τελέσας ἐν τοῖς ἑξῆς ὁ Ἀχιλλεὺς ἐρεῖ· "πάντα ἤδη τοι τετελεσμένα ὥσπερ ὑπέστην". ἔνθα καὶ τὸ "Τρώων ἀγλαὰ τέκνα" περιφράζων φησὶ· "Τρώων μεγαθύμων υἱέας ἐσθλούς".

(v. 21) "Ὠμά" δὲ "δάσασθαι" ἢ ἀντὶ τοῦ ὠμῶς ἢ καὶ κατ' ἔλλειψιν τοῦ κρέατα. δύναται γὰρ καὶ οὕτως.

(v. 19) Ἰστέον δὲ ὅτι οἴκτου κινητικὸν ἡ πρὸς νεκρὸν ὁμιλία, εἰ καὶ ἄλλως γλυκείας ἐννοίας ἐστὶν ἡ τῶν ἀψύχων προσφώνησις. Τὸ δὲ "χαῖρε καὶ ἐν Ἅιδου δόμοις" ὁμοίωταί πως τῷ εἴπερ ἐστὶ καὶ ἐν Ἅιδου χαίρειν τινά, ἔχε τοῦτο ἀφ' ἡμῶν. [Καὶ δὴ παραδίδωσιν ἡ ἐν Ὀδυσσείᾳ μυθικὴ Νέκυια τοιαῦτά τινα. Ἀχιλλεὺς γοῦν ἐκεῖ χαίρει μαθὼν ἀγαθὰ περὶ τοῦ υἱοῦ. ἀνάπαλιν δὲ τοῦ χαίρειν διατίθεται [674] ὁ μέγας Αἴας ἐπὶ τῷ ἐχθρῷ Ὀδυσσεῖ. εἰ δὲ τὸ χαίρειν οἱ ὕστερον ταῖς ἐπιστολαῖς ἀπεχαρίσαντο, ἀλλ' ὁ ποιητὴς ἄλλα οἶδεν.]

(v. 24-26) Ὅτι θυμῷ νικώμενος Ἀχιλλεὺς ἅμα τῷ ῥηθέντι γόῳ αὐτοῦ ἀεικέα μήδετο ἔργα εἰς Ἕκτορα "πρηνέα πὰρ λεχέεσσι Πατρόκλου τανύσας ἐν κονίῃσι". τίνα δὲ ἦν ἃ μήδετο ἀεικῆ ἔργα, σιωπᾷ. οἱ δὲ παλαιοί φασιν ἀεικέα ἔργα ἐξ αὐτοῦ Ὁμήρου νοεῖσθαι τὸ ἐπὶ στόμα τε ἐκτεῖναι κατὰ κόνεως καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμβανομένῳ καὶ γῆν οἷον αἰκίζεσθαι κωφὴν καὶ τὸ τρὶς ἕλκεσθαι περὶ τὸ σῆμα τοῦ Πατρόκλου, ὡς ἐν τοῖς ἑξῆς ἱστορήσει. ἔστι δὲ καὶ περιφραστικῶς νοῆσαι ἀεικέα μήδεσθαι ἔργα τὸ αἰκίζεσθαι πληγαῖς, ἵνα λέγῃ ἀεικέα ἔργα τὰ αἰκιστικά. διὸ καὶ πρηνὴς ἥπλωται. καὶ μὴν τοῦτο καὶ ἄλλως πρὸς ὕβριν γενέσθαι φαίνεται, ἵνα μηδὲ ὕπτιος νεκρικῷ νόμῃ κέοιτο. δύναται δὲ καὶ ἄλλως τὸ "ἀεικέα ἔργα" περὶ μόνου εἰρῆσθαι τοῦ πρηνέα τανυσθῆναι τὸν νεκρὸν ἐν κονίῃσι, καθὰ καὶ ἀνωτέρω τὸ "πάντα τελέω" περὶ δύο τινῶν ἐρρέθη, οὐ μὴν πλειόνων.

(v. 26 s.) Ὅτι τὸ ἀπεκδύεσθαι τὰ τοῦ πολέμου τεύχη ἔντεα ἀφοπλίζεσθαι λέγει, οὐ μὴν ἁπλῶς ἀφοπλίζεσθαι. οὔπω γὰρ τότε τὰ ὅπλα ἐπὶ πολεμικῆς ἐκυριολεκτοῦντο σκευῆς, ὡς καὶ ἀλλαχοῦ ἔγνωσται. φησὶ γοῦν "οἳ δ' ἔντε' ἀφωπλίζοντο ἕκαστος χάλκεα μαρμαίροντα, λύον δ' ὑψηχέας ἵππους", τοὺς καὶ ἀλλαχοῦ ῥηθέντας.

(v. 29) Ὅτι ἐν τῷ "τάφον μενοεικέα δαίνυ" Ἀχιλλεύς, τάφος οὐ κατά τινας ὁ μετὰ τὸ ταφῆναι τινα περίδειπνος, ἀλλ' ἁπλῶς ὁ ἐπὶ νεκρῷ. ἐπὶ γοῦν Πατρόκλου μήπω ταφέντος τάφος τοιοῦτος νῦν γίνεται, ὃς πρὸς ἑσπέραν γενόμενος νῦν καὶ δόρπος ὑπὸ τοῦ ποιητοῦ λέγεται, ὡς δηλοῖ τὸ "δορπήσομεν ἐνθάδε πάντες", καὶ "δόρπον ἐφωπλίσαντο ἕκαστοι". τὸ δ' αὐτὸ καὶ δαῖτα ἐν τοῖς ἑξῆς ἐρεῖ, οὐχ' ἁπλῶς μέντοι, ἀλλὰ "στυγεράν", ὡς ἐπὶ νεκρῷ γινομένην, ὃς ἐς Στυγὸς κατὰ μῦθον ἄπεισιν. οἱ δὲ Γλωσσογράφοι φασίν, ὅτι Κύπριοι καὶ τὸν φόνον τάφον καλοῦσιν. ἕτεροι δὲ καὶ τὴν ταφὴν τάφον λέγεσθαι οἴονται, ὡς καὶ τὴν χολὴν χόλον, οἷον τάφου μνῆμα, ἤγουν ταφῆς μνημόσυνον, ὃ δή φησιν ἐν τοῖς ἑξῆς ὁ ποιητής, καὶ τὸν ἐπιτάφιον δὲ ἀγῶνα τάφον καλεῖσθαί φασιν, ὡς τὸ "ἐς τάφον, [675] ὅθι πάντας ἐνίκα". Τὸ δὲ "μενοεικέα" νῦν μὲν δαιτὸς ἐπίθετον, ἀλλαχοῦ δὲ καὶ "κτήματα μενοεικέα" κεῖται. Τὸ δὲ "δαίνυ" ἑρμηνευτικόν ἐστι τοῦ ῥηθέντος τάφου, ὡς δαιτὸς ὄντος, ἵνα λέγῃ ὅτι δαῖτα ἐπιτάφιον ἐδαίνυεν. Ἰστέον δὲ ὅτι διασκευάζων τὸν εἰρημένον τάφον λέγει, ἃ δὴ παρὰ βραχὺ καὶ τελετῇ γάμου ἢ δημοτελοῦς πανηγύρεως προσαρμόσει.

(v. 30-34) Φησὶ γὰρ "πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ σφαζόμενοι, πολλοὶ δ' ὄϊες καὶ μηκάδες αἶγες, πολλοὶ δ' ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ, εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο· πάντῃ δ' ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα", [οὗ καὶ μόνου μετῆν τῷ νεκρῷ]. καὶ ἐν τοῖς ἑξῆς δὲ τοιοῦτόν τι κεῖται "πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς ἔδερόν τε καὶ ἄμφεπον". ἀλλὰ ταῦτα μὲν ἀλλαχοῦ. Ἐνταῦθα [δὲ ἐνθυμητέον, ὡς οὐ σύντροχα τὰ τοῦ εἰρημένου ἐπιδορπίου τάφου τῇ παλαιῷ ἡρωϊκῇ εὐτελείᾳ καὶ ἀφελείᾳ τῇ περὶ τὰς δαῖτας, ἀλλ' ἀκολούθως τῷ πράγματι συνδιεξῆρται καὶ ὁ τάφος. Ἀχιλλεὺς γὰρ ὁ τελῶν, ὁ ἐν Ἕλλησιν ὕπατος, καὶ ἐπὶ Πατρόκλῳ τὰ τελούμενα, ὃς τῷ Ἀχιλλεῖ φίλτατος ἤγετο. καὶ ὅμως εἰ καὶ πολυτελῆ τὰ ἐνταῦθα, συγκρινόμενα ταῖς μεθ' Ὅμηρον περιᾳδομέναις πολυτελείαις, πολλοστημόριον ἂν εἶεν ἐκείνων. κεῖται γοῦν ἐν τοῖς τοῦ Δειπνοσοφιστοῦ σὺν ἄλλοις καὶ ὅτι τῷ βασιλεῖ τῶν Περσῶν χίλια ἱερεῖα τῆς ἡμέρας κατεκόπτοντο. τὰ δὲ ἦσαν οὐχ' Ἑλληνικὴ χιλιόμβη, ἀλλά, φησίν, ἵπποι, κάμηλοι, βόες, ὄνοι, ἔλαφοι καὶ τὰ πλεῖστα πρόβατα. ἀνηλίσκοντο δὲ καὶ ὄρνιθες πολλοὶ καὶ στρουθοὶ Ἀράβιοι, ζῷον μέγα, καὶ χῆνες καὶ ἀλεκτρυόνες, ὧν τὰ πλεῖστα τοῖς δορυφόροις καὶ πελτασταῖς ἐξεφέρετο εἰς τὴν αὐλήν. καὶ ἦν [676] αὐτοῖς τὰ σιτία ταῦτα εἰς ὑπόλογον, ὡς Ἡρακλείδης ὁ Κυμαῖός φησιν, ἀντὶ μισθοφορᾶς. καὶ τοιοῦτο καὶ τοῦτο.

(v. 30) Τῶν δὲ Ὁμηρικῶν τὸ μὲν] "ὀρέχθεον" μίμημά ἐστι τραχέος ἤχου γινομένου ἐν τῷ σφάζεσθαι βοῦν. Θεόκριτος δὲ ἐπὶ θαλάσσης τὴν λέξιν τίθησι καθ' ὁμοιότητα τοῦ "ῥόχθει δὲ μέγα κῦμα". δῆλον δὲ ὅτι καὶ ἐπὶ πατάγου καρδίας ἡ λέξις τίθεται, ὡς τὸ "κραδίη δέ οἱ ἔνδον ὀρέχθει". οἱ δὲ παλαιοί φασι καὶ ὅτι τὸ "ὀρέχθεον" ἀντὶ τοῦ ἀναιρούμενοι ὠρέγοντο ἤτοι ἐξετείνοντο, καὶ κατὰ τὸν ποιητὴν εἰπεῖν, τανύοντο ἀναιρούμενοι. ἢ καὶ ἄλλως· ὀρέχθεον ἤτοι διεκόπτοντο. ὅθεν καὶ ἐρεγμός, φασίν, ὁ διακεκομμένος κύαμος. Εἰς δὲ τὸ "βόες ἀργοί" ἀποροῦσιν οὕτω γοργῶς τίνες ἀργοὶ βόες; οἱ ταχεῖς. καὶ μὴν εἰλίποδες. ἀλλὰ οἱ λευκοί. καὶ μὴν μέλανα τοῖς τεθνεῶσι θύονται. εἶτα λύοντές φασιν ὅτι ἀργοὶ βόες οἱ μετὰ τὸ σφαγῆναι καὶ ἀποδαρῆναι λευκοὶ τῇ πιότητι, ὁποῖοι καὶ οἱ παρὰ τῷ Πινδάρῳ ἀργᾶντες. οἱ δὲ τοῖς ἑξῆς τὸ ἀργοί συνάπτοντές φασιν, ὅτι "ἀργοὶ ὀρέχθεον", ὅ ἐστι ταχεῖς, τουτέστι ταχέως, ἐσφάττοντο οἱ βόες.

(v. 30) Ὅρα δὲ ὅτι κἀνταῦθα μετὰ δοτικῆς ἡ ἀμφι πρόθεσις ἐν τῷ "ἀμφὶ σιδήρῳ". οὕτω δὲ μετ' ὀλίγα καὶ ἡ περι ἐν τῷ "περὶ δὲ χροῒ εἵματα ἕστο". [Τοῦ δὲ σφάζειν πρωτότυπον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, φῶ, τὸ φονεύω, ἐξ οὗ παραγωγῇ καὶ πλεονασμῷ τοῦ σ τὸ σφάζω, οὗ παράγωγον οὐ μόνον ἡ διασφάξ, ἥ τε ἄλλως ἐν ζῴων σώμασι καὶ ἡ κωμικευομένη, ἀλλὰ καὶ σηπίας ὑπόσφαγμα παρὰ Ἱππώνακτι, τὸ αὐτῆς μέλαν, ἔτι δὲ ὑπόσφαγμα καὶ ὑπότριμμά τι χρήσιμον ὀψαρτυταῖς, ἐξ αἵματος, φασί, τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῳ, κατὰ δέ τινας καὶ ὄξει καὶ γάλατι καὶ φύλλοις εὐώδεσι τετριμμένοις.]

(v. 32) Ἐν δὲ τῷ "ἀργιόδοντες" ἢ πλεονάζει τὸ ι, ὡς καὶ ἐν τῷ ἱππιοχάρμης, ἢ τροπῇ τοῦ ο εἰς ι γέγονεν ἐκ τοῦ ἀργόν. Τὸ δὲ "ὕες" συστέλλει τὸ δίχρονον, ἐπεὶ τὰ εἰς υς [677] τοιαῦτα συστέλλει τὸ υ ἐν ταῖς πλαγίαις, μῦς μυός, δρῦς δρυός. οὕτως οὖν καὶ σῦς καὶ ὗς συός καὶ ὑός. Ἀλοιφὴν δὲ καὶ νῦν τὸ λίπος φησίν, ὃ δηλωτικὸν εὐεξίας ἐν ζῴοις ἐστί. διὸ τὰ λιπῶντα θαλέθειν, ὅ ἐστι θάλλειν, λέγονται ἀλοιφῇ τῇ κατὰ στέαρ ἢ πιμελήν, ἃ συντελεῖ ποτε καὶ εἰς τὸ ἀλείφειν. διὸ καὶ κατηγορεῖται αὐτῶν τὸ τῆς ἀλοιφῆς ὄνομα.

(v. 33) Τὸ δὲ "εὑόμενοι τανύοντο" ἀναστρόφως εἴρηται ἀντὶ τοῦ "τανυόμενοι εὕοντο", ἤγουν τεινόμενοι ἐφλέγοντο, καὶ ἔστιν ὅμοιον τῷ "χασάμενος πελεμίχθη", ἤγουν πελεμιχθεὶς χάσατο, καὶ τοῖς τοιούτοις. οὕτω καὶ πρὸ ὀλίγου ἔφη "ἔστη παπτήνασα ἐπὶ τείχεϊ". τὸ γὰρ ὀρθόν· στᾶσα ἐπὶ τῷ τείχεϊ ἐπάπτηνεν. Ὅτι δὲ ταμίας φλογὸς ὁ Ἥφαιστος, μυθικῶς ἐν τοῖς κατὰ τὸν Ξάνθον δεδήλωται.

(v. 34) Τὸ δὲ "κοτυλήρυτον αἷμα" τί σημαίνει, πρὸ ὀλίγων εἴρηται.

(v. 33) Ἰστέον δὲ καὶ ὅτι "εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο" περίφρασίς ἐστι τοῦ ὠπτῶντο πυρί. ἐμφαίνεται δὲ τῷ τοιούτῳ λόγῳ καὶ ὡς ἀκέραιοι εὕοντο ὕες ἐν τῇ ῥηθείσῃ δαιτί. καὶ οὐκ ἀπεικὸς οὐδὲ τοῦτο, [εἴ τις διανοοῖτο τὰ μέχρι καὶ εἰσάρτι διάφορα κλιβανωτὰ ἤ, ὡς ἂν ὁ Κωμικὸς εἴποι, "κριβανωτά" ζῷα.] Ὅτι δὲ ἐκ τοῦ ἐνταῦθα κειμένου εὕειν παρῆκται καὶ εὗστρα ἡ τῶν συῶν φλογίστρα, δηλοῖ καὶ ἡ Κωμῳδία. [Εὕρηται δὲ καὶ παθητικὴ μετοχὴ τοῦ τοιούτου ῥήματος ἐν τῷ "λεπτὸς καὶ καλὸς ἠφευμένος". Ἔνθα ὅρα καὶ τὴν αὔξησιν τῆς ἀπο προθέσεως, ὁποία γίνεται καὶ ἐν τῷ "ἠφίει" καὶ τοῖς ὁμοίοις.

(v. 34) Τοῦ δὲ ῥέειν καὶ τοῦ ῥύειν συστοίχων ὄντων ἐκ μὲν τοῦ ῥέειν ἄλλα τε μυρία γίνονται, καὶ ῥέος τὸ ῥεῦμα, πρὸς ὁμοιότητα τοῦ βλέπω βλέπος παρὰ τῷ Κωμικῷ, ἀπ' αὐτοῦ δὲ καὶ ῥοτός ὀξυτόνως, ὁ ῥευστὸς [678] ἄνθρωπος, καὶ πλεονασμῷ Αἰολικῷ τοῦ β βροτός, καὶ ῥότος βρότος βαρυτόνως ὁ μετ' ὀλίγα ῥηθησόμενος, ὅπερ ἐστὶ μολυσμὸς ῥέοντος αἵματος. Ἔτι παρὰ τὸ ῥέειν καί τινα ποτήρια καλούμενα ῥέοντα, οἷον "ῥέοντα δέδωκα τόσα ἀργυρᾶ, δύο δὲ χρυσᾶ γρυψί, τὸ δ' ἕτερον Πήγασος". ἐκ μέντοι τοῦ ῥύειν ποτήριον ἄλλο ἥρωσιν ἀνειμένον τὸ ῥυτόν, ὅμοιόν, φασί, κέρατι, διατετρημένον, ἐξ οὗ κρουνίζοντος λεπτῶς, ὥς φησιν Ἀθήναιος, κάτωθεν πίνουσι. Δίφιλος "ῥυτὸν χωροῦντα δύο χοᾶς, ὃν οὐδ' ἂν ἐλέφας ἐκπίῃ". Καὶ σημείωσαι τὸ ῥυτός ἐνταῦθα ἀρσενικόν. κεῖται δὲ καὶ οὐδετέρως ἐν τῷ "ἐλέφας ἐστὶ ῥυτὸν δίκρουνον τρεῖς χωροῦν χοᾶς". ὥστε καὶ ποτηρίου εἶδος ἐλέφας.]

(v. 35-42) Ὅτι οἱ βασιλεῖς τὸν Ἀχιλλέα "σπουδῇ παρπεπιθόντες", ἤγουν παραπείσαντες, "εἰς Ἀγαμέμνονα ἦγον· ὃ δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσεν ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν", ὁποῖός τις καὶ ὁ πρὸ ὀλίγου γραφείς, "εἰ πεπίθοιεν", ἤγουν εἰ πείσοιεν, "Πηλείδην λούσασθαι ἀπὸ βρότον αἱματόεντα. αὐτὰρ ὅ γ' ἀρνούμενος στερεῶς" εἶπε τὰ ἐφεξῆς ῥηθησόμενα.

(v. 39) Καὶ ὅρα ὅτι κηρύκων ἦν ἔστιν ὅτε καὶ ἡ ἐν λοετροῖς ὑπουργία. [Ἰστέον δὲ ὅτι τοῦ κήρυκος ἡ γενικὴ ἐκτείνει τὴν παραλήγουσαν κανόνι τοιούτῳ. τὰ εἰς ξ ἀρσενικὰ ἁπλᾶ δισύλλαβα, ὅταν τῷ υ παρεδρεύηται, ἔχῃ δὲ τῆς τελευταίας συλλαβῆς ἄρχον ἀμετάβολον ἢ δι' ὧν πρώτη συζυγία βαρύτονος λέγεται, διὰ τοῦ κ κλίνεται. κήρυκος, πέλυκος, Ἔρυκος, Βέβρυκος. ὅσα δὲ μὴ τοῦτον ἔχει τὸν χαρακτῆρα, διὰ τοῦ γ κλίνεται. [679] ὄρτυγος, κόκκυγος. σημειῶδες τὸ ὄνυξ ὄνυχος, παραληγόμενον μὲν ἀμεταβόλῳ, μὴ κλινόμενον δὲ διὰ τοῦ κ. ζητητέον δέ τι περὶ τοῦ ὄρτυγος καὶ δοίδυκος παρὰ τῷ κανονιστῇ Ἀθηναίῳ.]

(v. 37) Σπουδῇ δὲ πεῖσαι τὸ μόλις καὶ δυσχερῶς. Καὶ σημείωσαι τὴν λέξιν εἰς τὸ Ὁμηρικὸν ἀσπουδεί, τὸ ἀλλαχοῦ ῥηθέν.

(v. 40) Ὅρα δὲ καὶ τὸν εἰ σύνδεσμον ἀντὶ τοῦ "ὅπως" ληφθέντα ἐν τῷ "εἰ πείσοιεν Πηλείδην λούσασθαι". καὶ γέγονε σύνηθες οὕτω γράφειν καὶ τοῖς μεθ' Ὅμηρον, οἷον· σπεύδω, εἴ πως ἀνύσω τόδε.

(v. 42-47) Ὅτι ἐπί τινι διὰ πένθος φίλου τεθνεῶτος ἀπαρνουμένῳ λούσασθαι καλῶς ἂν ῥηθείη τὸ "ὃ δ' ἠρνεῖτο στερεῶς, ἐπὶ δ' ὅρκον ὤμοσεν· οὐ μὰ τόδε, οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι πρὶν κείρασθαι" τυχὸν κόμην ἢ ἕτερόν τι τοιοῦτον ἐπὶ τῷ κειμένῳ ποιῆσαι. "ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὧδε ἵξετ' ἄχος κραδίην, ὄφρα ζωοῖσι μετείω", τουτέστιν ἕως ἂν τοῖς ζῶσι συνῶ· ὅπερ ἀλλαχοῦ "μετέω" εἰπὼν ἐνταῦθα μετὰ προσθήκης τοῦ ι ἐξεφώνησεν. Ἀχιλλέως δὲ ταῦτα λόγοι, εἰπόντος "οὐ μὰ Ζῆν', ὅς τις θεῶν ὕπατος καὶ ἄριστος, οὐ θέμις ἐστί", καὶ ἑξῆς, ἐν οἷς ἀπαρνεῖται λούσασθαι πρὶν τὸν φίλον ἐνθεῖναι πυρὶ σῆμά τε χεῦαι, τουτέστι τάφον ἀναχωματίσαι, κείρασθαί τε κόμην.

(v. 43 s.) Ἰστέον δὲ [ὅτι τε τὸ "λοετρὰ καρήατος ἆσσον ἱκέσθαι" περίφρασίς ἐστι τοῦ λούσασθαι,] καὶ ὅτι ὅμοιός τις τῷ ῥηθέντι καὶ ἐν Ὀδυσσείᾳ ὅρκος κεῖται τὸ "οὐ μὰ Ζῆν' Ἀγέλαε". Ὅτι δὲ πολυώνυμος ἡ κεφαλὴ οὖσα λέγεται καὶ κάρηαρ, προγέγραπται. Ἰστέον δὲ ὅτι μὴ τοιοῦτον δεύτερον ἄχος ἵξεσθαι αὐτῷ ζῶντί φησιν Ἀχιλλεύς, οἷα εἰδὼς ὅτι προτεθνήξεται τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὃς καὶ αὐτοὺς φθάσας ἀλλαχοῦ ἐν δευτέρῳ τοῦ Πατρόκλου ἐῴκει τίθεσθαι. Καὶ σημείωσαι ὅτι ἐκεῖ μὲν ἐπλάτυνε τὸ νόημα τοῦτο διασκευῇ τε καὶ λογισμοῖς, ἐνταῦθα δὲ στενῶς ἔφρασε πάνυ, διδάσκων ὅπως χρὴ ταὐτολογεῖν ἐν πλατυσμῷ νοημάτων καὶ βραχύτητι.

(v. 46) Τὸ δὲ κείρεσθαι κόμην ἐπὶ νεκροῖς, πλατὺ ἔθιμον ὂν καὶ τοῖς πάλαι, ἦν καὶ αὐτὸ λύπης τε ἔνδειξις, καθὰ καὶ τὸ τίλλειν πενθητικῶς κεφαλῆς τρίχας, καὶ [680] ἀφοσίωσις δὲ τιμῆς, ὡς τῇ φίλῃ κεφαλῇ τοῦ κατὰ κεφαλὴν ἀνατιθεμένου κόσμου, ᾧ παρώνυμος ἡ κόμη. καὶ ὥσπερ ἡ ταφὴ καὶ ἡ ἐπ' αὐτῇ στήλη καὶ τὸ δάκρυον, οὕτω καὶ ἡ τῆς κόμης κουρὰ γέρας θανόντων, καθὰ μυριαχοῦ δηλοῦται.

(v. 48) Ὅτι καθ' ὁμοιότητα τοῦ "ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι" φησὶν "ἀλλὰ νῦν μὲν πειθώμεθα δαιτί". Ἀχιλλέως δὲ καὶ οὗτος λόγος, ὃς βεβαρημένος τῷ πένθει στυγερήν, ὡς καὶ προεγράφη, δαῖτά φησιν, εἰπὼν "στυγερῇ πειθώμεθα δαιτί", οὐ καθόλου πᾶσαν δαῖτα οὕτω καλέσας, ἀλλὰ τὴν σήμερον θανόντος Πατρόκλου.

(v. 50) Ὅτι ἐν τῷ "ὄτρυνεν ἄναξ ὕλην τ' ἀξέμεναι παρά τε σχεῖν ὡς ἐπιεικές" καὶ ἑξῆς, ἤγουν ὕλην ἄξειν καὶ παρασχεῖν, τὸ μὲν ἄξειν ἐπὶ ἀψύχων τῶν ξύλων ἔθετο, καθὰ καὶ ἑξῆς που ἐν τῷ "ἄξετε νῦν Τρῶες ξύλα", [ὅθεν σύνθετα ὁ ξυληγὸς καὶ ἡ ξυληγία,] εἰ μή που, ὡς καὶ προεγράφη, τοῦ ἄγειν, ἤτοι κλᾶν, σημασία ἐνταῦθά ἐστιν, ὡς καὶ ἐν τῷ "ἄξον δὴ ἔγχος Διομήδεος". Παρασχεῖν δὲ τὸ πλησίον θεῖναι. ἀπὸ τούτου δὲ καὶ ἐπὶ πάσης χορηγίας καὶ δόσεως ἡ λέξις κεῖται. προϊὼν δὲ τὴν λέξιν ἄλλως φράζει, ἐν οἷς λέγει "κὰδ δ' ἂρ ἐπ' ἀκτῆς βάλλον", ἤγουν κατέβαλλον ἐπὶ τοῦ αἰγιαλοῦ. Ἰστέον δὲ ὅτι προηγεῖται τὸ καταβάλλειν τοῦ παρασχεῖν. πρῶτον γὰρ καταρρίπτεται τὸ βασταζόμενον ξύλον, εἶτα παρίσχεται. Ἐπιεικὲς δὲ καὶ νῦν οὐ τὸ προσηνές, οὐ γὰρ οἶδε τοιαύτην λέξιν ὁ ποιητής, ἀλλὰ τὸ ἐοικὸς καὶ πρέπον.

(v. 51) Ὅτι τὸ ὑπὸ γῆν γενέσθαι νεκρικῶς νέεσθαι ὑπὸ ζόφον ἠερόεντά φησι.

(v. 52 s.) Δοκεῖ δὲ λέγειν καὶ τὸ ταφῆναι ἀπ' ὀφθαλμῶν γενέσθαι ἐν τῷ "ὄφρα τοῦτον μὲν ἐπιφλέγῃ πῦρ θᾶσσον ἀπ' ὀφθαλμῶν". Τὸ δὲ ἐφεξῆς, ἤγουν τὸ "λαοὶ δ' ἐπὶ ἔργα τράπωνται", δηλοῖ ὡς οὐκ ἦν εἰς ἔργον τραπέσθαι τοὺς Ἀχαιούς, ἀλλ' ὡς ἐν ἑορτῇ παγκοίνῳ ἀεργοὺς εἶναι πρὸ τοῦ τὸν Πάτροκλον ταφῆναι. τοῦτο δὲ διὰ τιμὴν τοῦ νεκροῦ. ταφέντος οὖν ἐτράπησαν ἐπὶ ἔργα, δηλαδὴ τὰ τοῦ πολέμου, ὥς πού φησι "μέγα ἔργον Ἄρηος".

(v. 55) Ὅτι σπουδαίαν ἑτοιμασίαν δείπνου δηλοῖ τὸ "ἐσσυμένως δ' ἄρα δόρπον ἐφοπλίσαντες ἕκαστοι δαίνυντο", καὶ τὰ ἑξῆς.

(v. 58-61) Ὅτι οἱ μὲν ἄλλοι ἐκοιμῶντο "κλισίηνδε ἕκαστος", Ἀχιλλεὺς "δ' ἐπὶ θινὶ θαλάσσης κεῖτο βαρὺ στενάχων ἐν καθαρῷ, ὅθι κύματ' ἐπ' ἠϊόνος κλύζεσκον", ἤγουν ἔκλυζον, ἐξ οὗ καὶ ὁ κλύδων παράγεται. τοῦτο δὲ ἄλλως ἐν Ὀδυσσείᾳ φράζων φησὶν "ἔνθα λάϊγγας ποτὶ [681] χέρσον ἀποπλύνεσκε θάλασσα". ἔστι δὲ τὸ "ὅθι κύματα κλύζεσκον" ἐφερμηνευτικὸν τοῦ "ἐν καθαρῷ", δηλοῦντος τοῦ ποιητοῦ ὅτι ἐν καθαρῷ λέγει ἐκεῖνο τοῦ αἰγιαλοῦ, ὅπου ἔκλυζον, ἤγουν ποιὸν ἦχον ἀπετέλουν, τὰ κύματα ἠρέμα πελάζοντα. οὕτω καὶ ἀλλαχοῦ εἰπὼν "ἐν καθαρῷ" ἐπήγαγε πρὸς σαφήνειαν τὸ "ὅθι δὴ νεκύων διεφαίνετο χῶρος". Πένθους δέ ἐστι δήλωσις καὶ ἡ ἐπ' ἀκτῆς αἴθριος τοῦ Ἀχιλλέως ἀνάκλισις.

(v. 58) Ἰστέον δὲ ὅτι τὸ "οἳ μὲν ἕκαστος" σχῆμά ἐστιν Ὁμήρῳ σύνηθες, ὃ κοινότερον φράζεται "τῶν μὲν ἕκαστος". καί εἰσιν ἄμφω εὐσόλοικα.

(v. 62-67) Ὅτι κείμενον τὸν Ἀχιλλέα, ὡς ἐρρέθη, ἐπὶ τῷ αἰγιαλῷ ὕπνος ἔμαρπτεν, ὅ ἐστι κατέλαβεν, "λύων μελεδήματα θυμοῦ, νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα Ἕκτορ' ἐπαΐσσων. ἦλθε δ' ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο, πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ' εἰκυῖα καὶ φωνήν. καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο". τοῦτο δὲ ῥηθήσεται, ἤγουν τὸ "πάντ' αὐτῷ μέγεθός τε" καὶ ἑξῆς, ἐπὶ ἀκριβοῦς ὁμοιότητος εἴδους.

(v. 68 s.) "Στᾶσα δέ", φησίν, "ὑπὲρ κεφαλῆς", ὡς καὶ ἀλλαχοῦ ὁ τοῦ Διὸς ὄνειρος, ἔφη· εὕδεις· αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ". τοῦτο δὲ τὸ ἔπος ὀνειδίζει ἀμνηστίαν φιλίας.

(v. 70) Εἰ δὲ καὶ τεθνεώς ἐστιν ὁ ὀνειδίζων, τεθήσεται καὶ τὸ "οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος". Καὶ ὅρα ὅτι πολυμήχανος Ὅμηρος ὢν τὰ εἰς ποίησιν οὐδὲ ὀνειροποιΐας ἀπέσχετο. παρεισκρίνει δὲ τῷ λόγῳ καὶ τὸ τοιοῦτον πλάσμα, ἵνα καὶ οὕτω ποικιλίαν τε λόγου ἐργάσηται καὶ πολυμάθειαν ἀκροατοῦ, ὡς μετ' ὀλίγα φανήσεται.

(v. 62) Ἰστέον δὲ ὅτι παιδευτικὸν τὸ "ὕπνος ἔμαρπτεν". οὐ γὰρ ἡμῖν ληπτέος ὁ ὕπνος ἐπιτηδευομένοις ὑπνοῦν, ἀλλ' αὐτὸς μετὰ κάματον ἡμᾶς καταλήψεται, λύων μελεδήματα καματηρᾶς ψυχῆς, ἃ δὴ καὶ μελεδῶνες λέγονται ὡς τὰ μέλη ἔδουσαι καὶ τήκουσαι. ὅθεν καὶ ὕπνος ἐτυμολογεῖται κατά τινας ὡς οἱονεὶ λύπονος οἷα λύων πόνους, ὧν ἀνεπαίσθητος ὁ ὑπνῶν, ὥσπερ καὶ ὁ θανών. διὸ [682] καὶ ἀδελφοὶ ἀλλήλοις μυθεύονται ὕπνος καὶ θάνατος, καὶ λυσιμελεῖς ἄμφω ἐπονομάζονται.

(v. 63) Τὸ δὲ "νήδυμος ἀμφιχυθείς" τί δηλοῖ, γέγραπται ἀλλαχοῦ. Σημείωσαι δὲ ὅτι οὐκ ἔστιν ἐνταῦθα ὥσπερ ἐπὶ τοῦ "Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος" πανουργεύσασθαι γράψαι ἥδυμος δίχα τοῦ ν, ὡς τῇ ὄπισθεν προσνεμηθέντος συλλαβῇ. ἐνταῦθα γὰρ οὐκ ἔστιν ἐκφυγεῖν τὸ ν, προσρυὲν τῇ γενικῇ τοῦ θυμοῦ. Τὸ δὲ "μάλα γὰρ κάμε" αἰτία ἐστὶ τοῦ βαθέος ὕπνου, γινομένου μετὰ πολὺν κάματον. ὅτε καὶ γλυκὺς ὁ ὕπνος, ὡς δηλώσει ὁ ποιητὴς ἐν τοῖς ἑξῆς, εἰπὼν κεκμηκότι τῷ Ἀχιλλεῖ γλυκὺν ὕπνον ἐφορμῆσαι. ἐνταῦθα μέντοι οὐχ' ὁ γλυκὺς ἀλλὰ μᾶλλον ὁ βαθὺς ὕπνος χρήσιμος, ἵνα οὕτω πιθανῶς ἐπιφοιτήσῃ τῷ Ἀχιλλεῖ ὄνειρος.

(v. 66) Τὸ δὲ "πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα" καὶ ἑξῆς, μετ' ὀλίγα βραχυτάτῳ κόμματι παραδηλώσει, εἰπὼν "ἔϊκτο δὲ θέσκελον αὐτῷ", ἤγουν ὡμοίωτο καὶ ἐῴκει, θεοείκελον, ἤτοι θεῖον, τουτέστι θαυμαστῶς πάνυ, ὡς δοκεῖν αὐτόχρημα εἶναι Πάτροκλον. Σημείωσαι δὲ ὅτι ἐντεῦθεν Ἀντισθένης κατὰ τοὺς παλαιοὺς ὁρμηθεὶς ὁμοιοσχήμονας ἐδόξασεν εἶναι τοῖς σώμασι τὰς ψυχάς. Χρύσιππος δέ, φασίν, ἄλλως ἢ καθ' Ὅμηρον λέγων, διάφορός ἐστι δοξάζων σφαιροειδεῖς τὰς ψυχὰς μετὰ θάνατον γίνεσθαι.

(v. 67) Τὸ δὲ "καὶ τοῖα εἵματα ἕστο" καινότερον διὰ ποικιλίαν ἐσχημάτισται. ἤρκει γὰρ μόνον τὸ εἵματα, ἵνα ἦν· μέγεθος καὶ ὄμματα καὶ φωνὴν καὶ εἵματα.

(v. 68) Τὸ δὲ "στῆ δ' ἂρ ὑπὲρ κεφαλῆς" προϊὼν ἄλλως φησὶ μετὰ περιφράσεως "ψυχὴ ἐφειστήκει γοόωσά τε μυρομένη τε".

(v. 69) Τὸ δὲ "εὕδεις" καὶ ἑξῆς, ὁμοιόσχημόν ἐστι τῷ "φεύγεις δή, Ἑκάεργε"; οὗ πρὸς μίμησιν καὶ παρ' Εὐριπίδῃ τὸ "φεύγεις ἀποστραφείς με";

(v. 70) Τὸ δὲ "ἀκήδεις" θέμα ἔχει τὸ ἀκηδῶ, ἐξ οὗ καὶ τὸ ἀκηδέστως ἐπίρρημα, ὡς προείρηται, καὶ τὸ "ἀκήδεστοι καὶ ἄφαντοι", καὶ ὁ κηδεμών. ἀπ' αὐτοῦ δὲ καὶ τὸ ἀκηδιᾶν, ὡς καὶ ἐκ τοῦ μειδῶ καὶ κατηφῶ τὸ μειδιᾶν καὶ κατηφιᾶν.

(v. 71) Ὅτι σχῆμα ἐλλείψεως καὶ [683] ἐνταῦθα ἐν τῷ "θάπτε με ὅτι τάχιστα πύλας Ἀΐδαο περήσω". λείπει γὰρ τὸ ἵνα ἢ ἕτερόν τι ὅμοιον, ὡς ἂν λέγῃ· θάπτε με, ἵνα περήσω. μυθικοῦ δὲ λόγου τὸ "περήσω", οἷα τῶν ψυχῶν δι' Ὠκεανοῦ πορθμευομένων. τοιοῦτον σχῆμα καὶ μετ' ὀλίγα ἐν τῷ "καί μοι δὸς τὴν χεῖρα, ὀλοφύρομαι", ἤγουν ἵνα ὀλοφύρωμαι, καὶ πάλιν "ἀλλά μοι ἆσσον στῆθι μίνυνθά περ ἀμφιβαλόντε ἀλλήλους ὀλοοῖο τεταρπώμεθα γόοιο", ἤγουν ἵνα κορεσθῶμεν γόου. τοῦτο δὲ οἰκεῖον τῷ δι' ἀποδημίαν κλαίειν ἐθέλοντι, ὥσπερ εἰς ἀποδήμους ποιεῖ καὶ

(v. 77 s.) τὸ "οὐ γὰρ φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν". Ἔνθα ὅρα ὅτι ἀδείας δέεται καὶ μονώσεως καὶ ἡ βουλή, ὥσπερ καὶ ἡ φιλόσοφος μάθησις, ὃ καὶ Ἡσίοδος δηλοῖ ἐν τοῖς καθ' ἑαυτόν. ἐν ὄρει γὰρ ἰδιάσας ταῖς Μούσαις ὡμίλησε, καὶ ὁ παρ' Ὁμήρῳ Μίνως ἐννέωρος κατὰ Κρήτην ὁμιλῶν Διῒ κατὰ μόνας χάριν μαθήσεως.

(v. 78) Τὸ δὲ "βουλὰς βουλεύσομεν" Ἀττικῶς ἐσχημάτισται, ὡς πολλαχοῦ δεδήλωται.

(v. 72) Ἐν τούτοις δὲ εἰπόντος τοῦ ἐν ὀνείροις Πατρόκλου καὶ τὸ "τῆλέ με εἴργουσι ψυχαί, εἴδωλα καμόντων" ἐφερμηνευτικόν ἐστι τοῦ "ψυχαί" τὸ "εἴδωλα καμόντων". περὶ τούτου δὲ καὶ ἐν τῇ τῆς Ὀδυσσείας Νεκυίᾳ γέγραπται. καὶ ἄλλως δὲ εἰπεῖν, ὡς ἐκ παραλλήλου ταῦτα κεῖται, τὸ "ψυχαί" καὶ τὸ "εἴδωλα καμόντων". διὸ μετ' ὀλίγα ἐρεῖ "ψυχὴ καὶ εἴδωλον", ὅπερ εἴδωλον καὶ φαίνεσθαι καθ' ὕπνους δοκεῖ τοῖς φανταζομένοις. ὅθεν καὶ παλαιὰ ἦν αἵρεσις δι' εἰδώλων ἐμπτώσεως τοὺς ὀνείρους γίνεσθαι. ἐνταῦθα δέ, ὥσπερ καὶ ἐν τῇ Ὀδυσσείᾳ, φαίνεται δόξα εἶναι Ὁμήρῳ καὶ τοῖς κατ' αὐτὸν μήτε ἐᾶσθαι ψυχὰς προσφάτως ἀπολυθείσας σώματος [684] ταῖς λοιπαῖς ἐπιμίσγεσθαι ὑπὲρ ποταμοῖο ‑ λέγει δὲ τὸν Ὠκεανόν ‑ , ἀλλ' αὕτως πλανᾶσθαι περὶ τὸν Ἅιδην, εἰ μὴ καῦσις καὶ ταφὴ γένηται, ἔτι δὲ δοξάζεσθαι καὶ μηδὲ τὴν ψυχὴν αὐτὴν φαντάζεσθαί τινι μετὰ πυρὰν καὶ κηδείαν, ἀλλὰ πρὸ τοῦ ταφῆναι μὲν αὐτὴν ἐκείνην ἐπιφαίνεσθαι, ὡς καὶ Εὐριπίδης διασκευάζει ἐν τοῖς κατὰ τὸν Πολύδωρον, ἐξ Ὁμήρου τὴν δόξαν ἔχων, μετὰ δέ γε τοῦτο οὐκέτι, ἀλλ' ἑτεροῖά τινα εἰδώλων εἰκάσματα καταπέμπεσθαι.

(v. 75 s.) "Οὐ γὰρ ἔτι", φησίν, "αὖτις νίσομαι", ὅ ἐστιν ἐπανελεύσομαι, "ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε", ἤγουν ἀξιώσητε, λαχεῖν ποιήσητε. προϊὼν δὲ λέγει διὰ τοῦ Ἀχιλλέως ὁ ποιητής, ὡς καὶ ἐν Ὀδυσσείᾳ δοξάζει, ψυχὴν μὲν καὶ εἴδωλον ἐν Ἅιδου εἶναι, φρένας δὲ αὐτῇ οὐκ εἶναι πάμπαν, τεκμαιρομένου νῦν Ἀχιλλέως τοῦτο ἐκ τοῦ αὐτὸν μὲν οὕτω σπεύδειν τὰ ὑπὲρ Πατρόκλου, ἐκεῖνον δέ, ὡς δῆθεν ἠμελημένον, λήθην προσονειδίζειν αὐτῷ. ταῦτα δὲ ὁ μανθάνων μεμνήσθω Ὁμήρου ἀκούειν, ἀνδρὸς ποιητοῦ καὶ Ἕλληνος, καὶ τοὺς περὶ ψυχῆς αὐτοῦ λήρους τῇ Ἑλληνικῇ ἀπάτῃ ἐπιγραφέτω, ἀγαπῶν, εἰ ὅλως ψυχῆς ἀθανασίαν οἶδε καὶ μονὴν αὐτῆς μετὰ θάνατον.

(v. 72 s.) Ἰστέον δὲ ὅτι τὸ "τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, οὐδέ μέ πω μίσγεσθαι ἐῶσιν" ἔστι ῥηθῆναι παρά τινος κωλυομένου ἐπὶ πράξει παρά τινων οὐδαμινῶν, καὶ μάλιστα εἰ καὶ ἰσχνοὶ ἐκεῖνοι εἶεν ἢ μελαγχρεῖς. [Ὧν δὴ λεπτοσώμων καὶ διὰ [685] τοῦτο ἰσχνῶν ἐν τοῖς μάλιστα Λεωτροφίδης καὶ Θούμαντις, οἱ παρὰ Ἑρμίππῳ τῷ Κωμικῷ, λεπτότατοι ὄντες. λέγει γὰρ ἐκεῖνος "οἱ πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βοΐδια Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος". καταλέγονται δὲ τοιοῦτοι παρὰ Ἀριστοφάνει Σαννυρίων τραγῳδὸς καὶ Μέλιτος καὶ Κινησίας, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Ἅιδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητάς, καὶ αἰδοφοίτας τούτους καλεῖ καὶ ἐπὶ λεπτῶν ἐλπίδων ὀχεῖσθαί φησι. λέγεται δὲ καὶ Ἀρχέστρατος, ὁ μάντις, καὶ αὐτὸς ἐν τοῖς ὕστερον τῶν κηρῶν λεπτότερος εἶναι. Πολέμων οὖν φησιν ἐκεῖνον ἁλόντα ὑπὸ Πτολεμαίου καὶ ἐπὶ ζυγὸν ἐπιβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα. εἰ δὲ καὶ Σίσυφος καὶ Πειρίθους καὶ Θησεὺς ὁ λισπόπυξ καὶ εἴ τις ἄλλος δίχα γε πάντως Ἡρακλέος δόξαιεν ἂν καὶ αὐτοὶ διὰ λειποσαρκίαν μυθευθῆναι κατελθεῖν εἰς Ἅιδην, οὐ μαρτυρεῖται ὑπὸ τῶν παλαιῶν. καὶ οὕτω μὲν ταῦτα.]

(v. 74) Ὁ δὲ ἀνωφελῶς που στρεφόμενος καὶ ἀφανῶς, καὶ μάλιστα εἰ καὶ παρ' ἀνδράσιν ἀδίκοις, προσφυῶς ἂν ἐρεῖ τὸ "ἀλλ' αὕτως ἀλάλημαι ἀν' εὐρυπυλὲς Ἄϊδος δῶ", τουτέστι δῶμα κατὰ ἀποκοπήν. ἔφη δὲ αὐτὸ ἡ ψυχὴ τοῦ Πατρόκλου πρὸ τῆς πυρᾶς, ὡς καὶ ἀνωτέρω κεῖται.

(v. 78 s.) Ἐν τούτοις δὲ καὶ τὸ τέθνηκα περιφράζων φησὶν "ἀλλ' ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή". δηλοῦται δὲ διὰ τοῦ χαίνειν τὸ ἐξ αὐτοῦ τέλος, ἤγουν τὸ καταποθῆναι. Ὅρα δὲ ὅτι ἀνωτέρω εἰπὼν κατὰ γενικὴν "πυρὸς λελάχωσιν" ὑποκαταβὰς αἰτιατικὴν ἔθετο σύνταξιν ἐν τῷ "κὴρ ἀμφέχανεν, ἥ περ λάχε γεινόμενόν περ", ἤγουν γεννώμενον. ἔστι δὲ πολλὴ διαφορὰ ἐκείνου τοῦ λαχεῖν καὶ τούτου. ἐκεῖ μὲν γὰρ ἀλλοπαθῶς ἕτεροι λαγχάνουσί τινα πυρός, ἐνταῦθα δὲ αὐτός τις ἔλαχεν, ὡς καὶ ἐν ἄλλοις δηλοῦται.

(v. 76) Ἰστέον δὲ καὶ ὅτι τὸ "νίσομαι", εἰ μὲν διὰ δύο σσ γράφεται, τῆς ἀναλογίας ἐστὶ τοῦ δεδίσσω καὶ τῶν τοιούτων, εἰ δὲ ἐν ἑνὶ σίγμα, ἔστι μὲν χρόνου μέλλοντος, ἄδηλος δὲ ὁ [686] ἐνεστὼς αὐτοῦ εἴτε ὁ γνώριμος νίσσω, εἴτε καὶ ὁ μὴ γνωστὸς νίω ὡς τίω. ὅπως δ' ἂν ἔχοι, οὐκ ἂν ὁ καταλογάδην γράφων αὐτοῦ δέοιτο. ὅτι δέ που καὶ διὰ διφθόγγου γράφεται ἡ τοῦ νίσσεσθαι ἄρχουσα ἐν διαφόροις κατά τινας, ὡς ἀπὸ τοῦ νέω, τὸ πορεύομαι, κατὰ τὸ θέω θείω, βέω βείω, τὸ χύμα δηλοῖ τῆς ποιήσεως. ζήτει δὲ περὶ αὐτοῦ καὶ ἐν τῷ "ἐς Ὀρχομενὸν ποτινείσεται".

(v. 80-81) Ὅτι δηλῶν ὁ ποιητὴς κἀνταῦθα τοὺς ὀνείρους ἔστιν οὗ ἀληθεύειν, ποιεῖ τὴν τοῦ Πατρόκλου ψυχὴν λέγουσαν μοῖραν εἶναι τῷ Ἀχιλλεῖ "τείχει ὑπὸ Τρώων εὐηγενέων ἀπολέσθαι". Καὶ ὅρα τὸ τοῦ χρησμοῦ εἰ καὶ μὴ λοξόν, ἀλλ' οὐ σαφές. Ὁμήρου δὲ καὶ τοῦτο τέχνη, φθάσαντος ἑτέρως χρησμῳδῆσαι τὸ τοιοῦτον σαφέστερον. Τὸ δὲ "εὐηγενέων" πλεονασμὸν ἔχει καὶ αὐτὸ τοῦ η.

(v. 82) Ὅτι ἐνδοιασμὸς ἐπὶ παραινέσει τὸ "ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι, αἴ κε πίθηαι". ἔστι δὲ τὸ "ἐφήσομαι" ἀντὶ τοῦ ἐντελοῦμαι, ἐξ οὗ καὶ ἡ παραινετικὴ ἐφημοσύνη.

(v. 83-84) Ὅτι ἀξιοῖ τὸν Ἀχιλλέα Πάτροκλος ἐν ὀνείρῳ οὕτω "μὴ ἐμὰ σῶν ἀπάνευθε τιθείμεναι ὀστέ', Ἀχιλλεῦ, ἀλλ' ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι" καὶ ἑξῆς.

(v. 91-92) Εἶτα μετὰ στίχους ἓξ ἐπαναλαβών φησιν "ὣς δέ", ἤγουν οὕτω, "καὶ ὀστέα νῶϊν ὁμή", τουτέστιν ἡ αὐτή, "σορὸς ἀμφικαλύπτοι, χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ", ἡ Θέτις δηλαδή. ἦν δὲ ὁ χρυσοῦς οὗτος ἀμφιφορεύς, ὃν ἡ Θέτις πρὸς Διονύσου ἔλαβεν ἐν Νάξῳ τῇ νήσῳ, χαρισαμένου, ὅτε διωχθέντα ὑπὸ Λυκούργου αὐτὴ ἐν κόλπῳ ἐδέξατο, καθὰ ὁ ποιητὴς εἶπεν ἀλλαχοῦ. Καὶ ὅρα οἷος πολυχανδὴς ὁ κρατὴρ ἐκεῖνος, εἴγε καὶ εἰς σορὸν ἐχρημάτιζεν [ὀστοῖς τοιούτοις,] οὐ χάριν σοροῦ δοθείς ‑ δυσοιώνιστον γὰρ ἂν τοῦτό γε ἦν ‑ , ἀλλὰ νῦν ἀξιωθεὶς ἀντὶ τοῦ οἰνοδόχος εἶναι φιάλη λάρναξ [687] ἐπιτάφιος γενέσθαι. κυρίως δέ, φασίν, ἀμφιφορεὺς τὸ μέγα κεράμειον, ὃ ἀμφοτέρωθεν φέρεται τῶν ὤτων αἰρόμενον, καθάπερ ἴσως καὶ ὁ κρατὴρ οὗτος φιάλη ὢν [ἄμφωτις ἢ] ἀμφωτίς, ἢ καὶ ποιητικῶς φάναι, δέπας ἄμφωες. [Ἐν τούτοις δὲ ἐνθυμητέον ὡς δυοῖν θάτερον ἢ μέγιστος ὁ τοῦ Ἀχιλλέως κρατὴρ εἰς τόσον ὡς ὕστερον ἐν αὐτῷ κοινῇ τεθῆναι τὰ ὀστᾶ τοῦ τε Πατρόκλου καὶ αὐτοῦ, ἢ οὐ πάνυ λόγου ἄξια τὰ ἐκείνων ὀστᾶ, καθὰ τὰ τοῦ Μιλησίου Ἀστυδάμαντος, οὗ τελευτήσαντος, φασί, καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστᾶ, μόλις δὲ δύο. ἦν δὲ ὁ ἀνήρ, ὡς ἔοικεν, ἢ βουγάϊος ἢ καὶ ὑπὲρ αὐτόν, ἐπεὶ καὶ ὑπὲρ βουθοίναν. κληθεὶς οὖν, φασίν, ἐπὶ δεῖπνον καὶ ἀφικόμενος ὑπέσχετο πάντα φαγεῖν τὰ πᾶσιν ‑ ἦν δέ, φασίν, ἐννέα ‑ παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δέ, φασίν, αὐτὸν ἀξιώσαντος ποιῆσαί τι ἄξιον τῶν κατὰ τὴν ἰσχύν, φακὸν κλίνης περίχαλκον ὄντα κλάσας, ἐξέτεινε μαλάξας. καὶ σημειωτέον ἐνταῦθα τήν τε ἐν χερσὶ βριαρότητα τοῦ ἀνδρός, καὶ ὅτι ὁμώνυμον καὶ ὁ φακός, οὐ δήπου ὀσπρίῳ μόνῳ ἐπιλεγόμενος. καὶ τοιόνδε μὲν καὶ τοῦτο.] Σορὸς δέ, φασί, παρὰ τὸ ἔσω ὀρούειν ἢ ἐρύειν, ὅ ἐστι φυλάσσειν, τὸν τεθέντα. ἅπαξ δέ, φασίν, ἐνταῦθα ἡ λέξις εἴρηται τῷ ποιητῇ, ἀφ' ἧς καὶ σορέλλην παρὰ Ἀριστοφάνει σκῶμμα εἰς γέροντα, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. [Ἐξ αὐτῆς δὲ καὶ σοροπηγὸς πρὸς [688] ὁμοιότητα τοῦ ναυπηγός. δηλοῖ δὲ ἡ σορὸς καὶ αὐτὴ καθ' αὐτὴν γέροντα σκωπτικῶς, ὡς δῆλον ἐκ τοῦ γράψαντος τὸ "γηράσασα καὶ ἤδη οὖσα σορός". τοῦ δὲ σορέλληνος σαφέστερον εἰς σκῶμμα τὸ τυμβογέρων παρὰ τῷ Κωμικῷ.

(v. 92) Ὁ δὲ ῥηθεὶς χρύσεος ἀμφιφορεὺς ὁ τοσοῦτος, δι' οὗ φθάσας ὁ Ἀχιλλεὺς ἔσπεισεν ὑπὲρ Πατρόκλου τῷ Διΐ, καλῶς ἂν ἀργυρέῳ εἰκασθείη φρέατι κατὰ τὴν ὑστερογενῆ ἀστειότητα. πίνων γοῦν τις ἐκ μεγάλου ποτηρίου ἐσκώφθη ἐξ ἀργυροῦ πίνειν φρέατος.] Ἰστέον δὲ ὅτι τὴν τοῦ Πατρόκλου προσηκάμενος ἀξίωσιν Ἀχιλλεὺς ἐθέλει ἐν τοῖς ἑξῆς τὰ τοῦ ἑταίρου ὀστᾶ ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ θεῖναι, ἕως ἂν αὐτὸς θάνοι. Καὶ ὅρα τὸ "δίπλακι". συντελεῖ γάρ τι καὶ εἰς τὴν μαρμαρέην δίπλακα. εἶτα μετὰ μικρὸν ἐκεῖ καὶ ἐνεργεῖται τὸ ἀξιωθέν, ὡς ῥηθήσεται. δῆλον δὲ ὅτι φιάλην ἐκεῖ τὸν ῥηθέντα κρατῆρά φησιν.

(v. 91) Ἔτι ἰστέον καὶ ὅτι τὸ "ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι" παράφρασίς ἐστι τοῦ "μὴ ἐμὰ σῶν ἀπάνευθεν τιθέναι ὀστέα, ἀλλ' ὁμοῦ"; καὶ ὅτι δύναταί τις ἐντεῦθεν ἐπὶ φιλικῆς κοινωνίας παρῳδῆσαι τὸ "μὴ ἐμὰ σῶν ἀπάνευθεν τιθέναι, ἀλλ' ὁμοῦ". ἐν τούτοις δὲ δεξιῶς παρεισάγων καὶ εὐμεθόδως ὁ ποιητὴς καὶ τὴν περὶ Πατρόκλου ἱστορίαν, ὅθεν τε ἦν ἱστορεῖ καὶ τίνος πατρὸς καὶ περὶ ἡλικίας, καθ' ἣν συνανετράφη τῷ Ἀχιλλεῖ.

(v. 85-90) Φησὶ γοῦν τῷ Ἀχιλλεῖ ὁ ἐν ὀνείροις Πάτροκλος περὶ ἑαυτοῦ, ὅτι "με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος ἤγαγεν ὑμέτερόνδ' ἀνδροκτασίης ὑπὸ λυγρῆς, ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος, νήπιος, οὐκ ἐθέλων, ἀμφ' ἀστραγάλοισιν χολωθείς· ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς ἔτρεφέ τ' ἐνδυκέως", ἤγουν ἐπιμελῶς, "καὶ σὸν θεράποντ' ὀνόμηνε". Καὶ ὅρα ὅτι οὐκ ὤκνησεν Ὅμηρος καὶ διὰ ἱστορίας ἐλθεῖν ἀφελοῦς διὰ προσώπου ποιότητα, ὑποκαταβὰς τοῦ ὕψους τῆς [689] σεμνότητος. τὰ γὰρ κατὰ τὴν ἀνδροκτασίαν καὶ μᾶλλον τὰ κατὰ τοὺς ἀστραγάλους ἀφελῆ καὶ παρέλκοντα. καὶ τάχα καὶ διὰ τοῦτο παρεσημήνατο διὰ τοῦ Ἀχιλλέως ὁ ποιητὴς μὴ πάμπαν εἶναι φρένας τῷ εἰδώλῳ, οὗπερ ταῦτά εἰσι λόγοι, καταγιγνώσκων οὐ βάθος φρενῶν τοῦ ἐν μεγάλῳ πένθει παιδικὰ λαλοῦντος ἀθύρματα.

(v. 85) Ὅτι δὲ Ὀπούντιος ὁ Μενοίτιος καὶ τίς ἡ Ὀπόεις πόλις ἡ ἐν συναιρέσει Ὀποῦς, πολλαχοῦ δεδήλωται. νῦν δὲ ἐξ Ὁμήρου ἐφάνη καὶ πῶς Ὀπούντιος ὁ Πάτροκλος ὢν παρὰ Θετταλοῖς ἦν, ὅτι δηλαδὴ φυγὰς διὰ φόνον γενόμενος παιδὸς ἥλικος.

(v. 86) Ἰστέον δὲ ὅτι κατὰ τοὺς παλαιοὺς καταχρηστικῶς ἀνδροκτασία ἐνταῦθα εἴρηται. παῖδα γὰρ κατέκτανε, καὶ οὐ τέλειον ἄνδρα. καὶ μὴν ἄλλως κατὰ τὸ φύσει σημαινόμενον τοῦ ἀνδρός, ὅπερ ἐν πολλοῖς δηλοῦται, ἄνδρα ἀνεῖλεν, ἤγουν ἄνθρωπον ἄρρενα. ἔτι δὲ καὶ ἑτέρως, καθά φασι καὶ αὐτὸ οἱ παλαιοί, ἀνδροκτασία καὶ ἡ παιδοφονία λέγεται κατὰ τὴν ἀπὸ μέρους δήλωσιν τοῦ παντός. ἀνδροφόνος γὰρ ὁ ἁπλῶς ἄνθρωπον ἀναιρῶν, εἴτε παῖς εἴη πεσών, εἴτε ἀκμαῖος, εἴτε καὶ γυνή.

(v. 83) Τὸ δὲ "τιθείμεναι" κοινῶς μὲν τιθέναι, ποιητικῶς δὲ τιθέμεναι, προσλήψει δὲ τοῦ ι διὰ δάκτυλον μετρικὸν "τιθείμεναι". [Γραφῆναι δὲ διὰ τοῦ ἦτα τὴν προπαραλήγουσαν κατὰ τὸ βήμεναι, τυφθήμεναι καὶ τὰ ὅμοια, οὐκ ἦν ἀνάλογον. οὐ γὰρ προϋπέκειτο τοῦ τιθέναι ἦτα, ἵνα ἐξ αὐτοῦ γένηται διὰ τοῦ η καὶ τὸ "τιθείμεναι". διὰ τί δὲ οὐκ ἐδιπλασίασε τὸ μ ἐν τῷ τιθέμεναι ὁμοίως τῷ ἔμμεναι, καὶ πάλιν διὰ τί μὴ ἦν εἴμεναι ὡς τιθείμεναι, λυέτωσαν οἱ βουλόμενοι.]

(v. 86) Τὸ δὲ "ὑμέτερόνδε" κατ' ἔλλειψιν ἐφράσθη τοῦ οἶκον ἢ δῶμα. οὕτω καὶ ἡ κοινὴ γλῶσσα "εἰς τὰ ὑμέτερα" φησί, δηλαδὴ δώματα ἢ οἰκία. μάλιστα δὲ ἀπὸ κοινοῦ ἐνταῦθα νοεῖται ὁ δόμος ἤγουν ἐκ τοῦ ἐν ὑμετέροισι δόμοισιν", ἵνα ᾖ· ἤγαγεν εἰς ὑμέτερον [690] δόμον. Ἐν δὲ τῷ "ὑπὸ λυγρῆς" αἰτιολογικοῦ συνδέσμου ἐπέχει τόπον ἡ ὑπο πρόθεσις, ἵνα ᾖ· ἕνεκεν ἀνδροκτασίας λυγρῆς.

(v. 88) Τὸ δὲ "νήπιος" καὶ αὐτὸ διασαφητικόν ἐστι τοῦ "ὁμοῦ ἐτράφημεν". ὁ γὰρ οὕτω νήπιος, ὡς ἀστραγάλοις ἐναλύειν, καλῶς ἔφη ὁμοῦ τραφῆναι τῷ Ἀχιλλεῖ τυτθὸς ἐών. Τὸ δὲ "ἀμφ' ἀστραγάλοισιν", Ἀττικῶς ῥηθὲν εὕρηται καὶ γένους θηλυκοῦ. ἐν γὰρ παλαιοῖς ὑπομνήμασι φέρεται ὅτι οἱ πλείους "ἀμφ' ἀστραγάλῃσι" γράφουσι. καὶ ἔστιν Ἰωνικὸν ἡ ἀστραγάλη, ὡς καὶ ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, ἐν ᾧ καὶ ὅτι τοὺς ἀστραγάλους καὶ ἀστρίχους λέγουσιν. [Ἰστέον δὲ ὅτι τε οἱ περὶ πόδας ἀστράγαλοι οὕτω λέγονται, ὡς οἷον ἀστράβαλοι ἐναλλαγῇ τοῦ βῆτα, δι' ὧν ἀστραβῶς ἔστι βαίνειν, καὶ ὅτι αἱ ἀστραγαλωταὶ μάστιγες ἐκ τοιούτων τινῶν ἐνειρομένων κατεκροτοῦντο, καὶ ὅτι ἐνταῦθα οὐ τοιούτους ἀναγκαίως ἀστραγάλους νοητέον, ἀλλὰ μᾶλλον παιδιάν, καθ' ἣν ἔπαιζον, φασίν, ἀστραγάλοις, καὶ τὸ οὕτω παίζειν ἀστρίζειν ἔλεγον, καὶ τοὺς τοιούτους ἀστραγάλους ἀστρίας ἢ ἄστριας. Καλλίμαχος οὖν ζορκός που λέγει δωρηθῆναί τινι πέντε νεοσμίκτους ἄστριας. ἐπαίζετο δὲ ἡ παιδιὰ τέσσαρσιν ἀστραγάλοις. ὧν ἕκαστος πτώσεις εἶχε τέσσαρας, οὐ μὴν ἓξ κατὰ τοὺς κύβους, ἐξ ἑβδομάδος κατ' ἀντίθετον συγκειμένας. ἀντέκειτο γὰρ μονὰς καὶ ἑξάς, εἶτα τριὰς καὶ τετράς, δυὰς δὲ καὶ πεντὰς ἐπὶ μόνων κύβων ἦν ὡς ἐχόντων ἐπιφανείας ἕξ. ἦσαν δέ, φασίν, αἱ πᾶσαι πτώσεις τῶν ἀστραγάλων παραλαμβανομένων, ὡς ἔθος, πέντε καὶ τριάκοντα. ὧν αἱ μὲν [691] θεῶν ἐπώνυμοι, αἱ δὲ ἡρώων, αἱ δὲ ἐνδόξων ἀνδρῶν, αἱ δὲ ἑταιρίδων, αἱ δὲ ἀπό τινων συμβεβηκότων κατὰ τιμὴν ἢ χλεύην προσηγόρευνται. ἐλέγετο δέ τις ἐν αὐταῖς καὶ Στησίχορος, ὁ τὴν ὀκτάδα δηλαδὴ σημαίνων, ἐπεὶ ὁ ἐν Ἱμέρᾳ τῇ Σικελικῇ τάφος τοῦδε τοῦ μελοποιοῦ ἐξ ὀκτὼ γωνιῶν συνέκειτο, ἑτέρα δὲ ἐκαλεῖτο Εὐριπίδης, ἡ δηλαδὴ σημαίνουσα τὰ τεσσαράκοντα, ἐπειδὴ δοκεῖ ὁ Εὐριπίδης γενέσθαι εἷς τῶν ἐν Ἀθήναις τεσσαράκοντα προστατῶν μετὰ τὴν κατάλυσιν τῶν τριάκοντα. τῶν δὲ βόλων, φασίν, ὁ μὲν τὸ ἓξ δυνάμενος Κῷος ἐλέγετο καὶ ἑξίτης, ὁ δὲ τὸ ἓν Χῖος καὶ κύων. ὅθεν καὶ παροιμία "Χῖος παραστὰς Κῷον οὐκ ἐάσω". καθ' ἣν παρὰ Στραττίδι τῷ Κωμικῷ τὸ "Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν", ὃ παραλαλεῖ καὶ Ἀριστοφάνης ἐν τῷ "οὐ Χῖος, ἀλλὰ Κεῖος" ἢ "Κῷος". δηλοῖ δὲ ὁ ῥηθεὶς κύων βόλος ἀνταναίρεσίν τινα ψήφου. ἐν χώραις γάρ τισι διαγεγραμμέναις πεττευτικῶς πολλῶν κειμένων ψήφων, ἃς ἐχρῆν ἀνταναιρεῖν, αἱ μὲν χῶραι πόλεις ἐλέγοντο νόμῳ κυβευτικῷ, κύνες δὲ αἱ ἀλλήλαις ἀντεπιβουλεύουσαι ψῆφοι. ὡς δὲ καὶ πολλοῖς ἀστραγάλοις ἔπαιζον, καθὰ καρύοις, ζητητέον ἐν τῷ Πλούτῳ τοῦ Κωμικοῦ.]

(v. 87) Τὸν δὲ ῥηθέντα παῖδα οἱ μὲν Αἰάνην φασὶ καλεῖσθαι, οἱ δὲ Λύσανδρον, οἱ δὲ Κλεισώνυμον, παρὰ Ὀθρυονεῖ τῷ γραμματιστῇ ἀποκταθέντα.

(v. 90) Τὸ δὲ "ἐνδυκέως", περὶ οὗ καὶ ἀλλαχοῦ κεῖται, δοκεῖ Αἰολικὸν εἶναι καὶ τρέψαι ‹τὸ› πρωτότυπον ο εἰς υ, ὡς ἀπὸ τοῦ δοκεῖν, ἐξ οὗ ὁ δεδοκημένος καὶ τὸ δοκεύειν, ἢ καὶ ὅθεν ὁ πάνδοκος καὶ ἡ πανδοκεύτρια, ἵνα ᾖ ἐνδυκέως τὸ δοκευτικῶς καὶ μετ' ἐπιτηρήσεως ἢ δεξιώσεως. τινὲς μέντοι παρὰ τὴν δίκην αὐτὸ εἶπον γενέσθαι.

(v. 91) Τὸ δὲ "ὁμὴ σορός" εἴληπται μὲν ἐκ τοῦ ὁμοῦ τραφῆναι, δηλοῖ δὲ, ὡς οἱ [692] ὁμοῦ τραφέντες καὶ ὁμῆς κύλικος πεπωκότες καὶ ὁμὴν ἕξουσι τοιαύτην σορόν, ἵνα λέγῃ ἀστείως τις, ὡς οἱ πιόντες κρατῆρα φιλοτήσιον ἐν τῷ ζῆν τὸν αὐτὸν ἔσχον καὶ θανάτου κρατῆρα ταφέντες ἐν τοιούτῳ ὁμοῦ. δῆλον δὲ ὡς ἡ γενικὴ τοῦ ὁμός ὁμοῦ εἰς ὀνοματικὸν ἐπίρρημα μετέπεσε, τὸ ὁμοῦ, ὁμοίως τῷ αὐτοῦ, ἵνα ᾖ τὸ ὁμοῦ ἀντὶ τοῦ ἐπὶ ὁμοῦ τόπου κατὰ σχῆμα ἐλλειπτικόν, ὥσπερ καὶ τὸ αὐτοῦ, ἤγουν αὐτόθι, ἀντὶ τοῦ ἐπ' αὐτοῦ τοῦ τόπου.

(v. 94-96) Ὅτι ὁ ἱκετευθεὶς ὑπὸ γνησίου φίλου καὶ καταπεισθεὶς δύναται εἰπεῖν τὸ "τίπτε μοι ἠθείη", τουτέστιν ἀδελφική, "κεφαλὴ δεῦρ' εἰλήλουθας, καί μοι ταῦτα ἕκαστ' ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι πάντα μάλ' ἐκτελέω καὶ πείσομαι, ὡς σὺ κελεύεις". Ἰστέον δὲ ὅτι, ὥσπερ πρὸ ὀλίγου μακρὰν ἔννοιαν τὴν τοῦ εἰκασμοῦ τοῦ Πατρόκλου ἑνὶ κόμματι ὁ ποιητὴς προϊὼν ἐμπεριέγραψεν, εἰπὼν ὅτι "ἔϊκτο δὲ θέσκελον αὐτῷ", οὕτω καὶ νῦν, τοῦ Πατρόκλου ἐν ὕπνῳ διάφορα τῷ Ἀχιλλεῖ ἐντειλαμένου κομματικῶς, ἐκεῖνα δηλοῖ Ὅμηρος ἐν τῷ "ταῦτα ἕκαστα ἐπιτέλλεαι", καὶ πάλιν μετ' ὀλίγα "καί μοι ἕκαστα ἐπέτελλε". ταὐτολογεῖν γὰρ οὐδ' ἐνταῦθα βούλεται εἰς οὐδὲν καίριον.

(v. 94) Ἠθεῖα δὲ κεφαλή ἐκ τοῦ ἠθεῖος γίνεται, περὶ οὗ πολλαχοῦ δεδήλωται, Χαμαιλέοντος δέ, φασί, τοῦ γραμματικοῦ, γράψαντος "ὦ θείη κεφαλή" μέμφονται οἱ παλαιοί. ἠθεῖον μὲν γὰρ ὀνομάσαι ἀδελφικῶς τὸν προγενέστερον φίλον εἴη ἂν καλόν. τὴν δὲ τοῦ θείου πρόσρησιν, οἷον "θεῖος ὄνειρος" καὶ τὰ τοιαῦτα, οὐ τῷ τυχόντι διδόναι χρή, καὶ μάλιστα νεκρῷ ἁπλῶς.

(v. 97 s.) Ὅτι δεξιωτικὸν ἐπὶ φίλῳ οἰκτρῷ τὸ "ἀλλά μοι ἆσσον στῆθι, μίνυνθά περ ἀμφιβαλόντες ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο", καθὰ καὶ προγέγραπται. λέγει δὲ ἀμφιβαλεῖν τὸ περιπλακῆναι.

(v. 99 s.) Ὅτι ἐπί τινος ἐκπεσόντος ὧν ὡς οἷον ὀνειροπολῶν ἐν χερσὶν ἔχειν ἐδόκει, ῥηθήσεται τὸ "ὠρέξατο χερσὶ φίλῃσιν, οὐδ' ἔλαβεν". Ἀχιλλεὺς δὲ τοῦτο ἔπαθε καθ' ὕπνον, ταῖς χερσὶν ἐκταθεὶς ἅψασθαι τῆς ψυχῆς Πατρόκλου, μὴ λαβὼν δέ.

(v. 100 s.) "Κατὰ χθονὸς" γάρ, φησίν, "ἠΰτε καπνὸς ᾤχετο τετριγυῖα". καὶ τὸ μὲν "τετριγυῖα", [693] ληφθὲν ἀπὸ νυκτερίδων, ἐν τῷ τῆς Ὀδυσσείας ω΄ φαίνεται, τί δηλοῖ. τὸ δὲ "καθὰ καπνός" διὰ τὸ πνευματῶδες καὶ φαντασιῶδες εἴρηται. [Ἰστέον δὲ ὅτι λέγεται μὲν καὶ χιὼν τετριγέναι, ὅτε πλατεῖ ποδὶ καταπατεῖται, μάλιστα δέ, φασί, στρουθάρια, ὧν καὶ ἡ βῆτα ῥαψῳδία ἐμνήσθη, τρίζουσιν ἢ τιτίζουσι κατὰ Ζηνόδοτον. τρυγὼν μέντοι τρύζει, ὡς καὶ τοὔνομα ἐκείνης δηλοῖ, ὥσπερ ἡ ὀλολυγὼν ὀλολύζει. πέρδικες δέ τινες κακκαβίζουσιν, οἳ καὶ καλοῦνται δι' αὐτὸ κακκάβαι. ἴσως δὲ καὶ κικκαβάζουσιν, ὡς ἐμφαίνει ὁ Κωμικὸς ἐν τῷ κικκαβαῦ". ὅτι δὲ κακκάβη καὶ σκεῦός ἐστι χαλκοῦν, ὅπερ κοινῶς κακκάβιον λέγεται, δηλοῖ ὁ γράψας τὸ "ἐν κακκάβᾳ ζεούσῃ". ὡς δὲ οἱ πέρδικες καὶ τιτυβίζουσι, Θεόφραστος ἱστορεῖ. δῆλον δὲ καὶ ὅτι, ὥσπερ ἐν τῷ "λέβης ζέων", οὕτω καὶ ἐν τῷ "κακκάβᾳ ζεούσῃ" ἀνεῖται τὸ ζέειν πρὸς τὸ βράττειν καὶ τὸ ἐξ αὐτοῦ βράσμα καὶ πρὸς τὸ κάχλασμα καὶ πρὸς τὸ παφλάζειν, εἰς ὃ ποιεῖ Φερεκράτης τὸ "λοπὰς παφλάζει βαρβάροις λαλήμασι".

(v. 101 s.) Τοῖς δὲ Ὁμηρικῶς ῥηθεῖσιν] ἐπαχθὲν μετὰ τὸ "ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς" τὸ χερσί τε συμπλατάγησεν", ὅ ἐστι τὰς χεῖρας συνεκρότησεν ὡς ἐπὶ παραδοξίᾳ τινί, θρῆνον μὲν δηλοῖ τινα καὶ αὐτό. διὸ ἐπάγει "ἔπος δ' ὀλοφυδνὸν ἔειπε". [694] δύναται δὲ καὶ ἐπὶ ἐκπλήξεως καὶ θάμβους τὸ αὐτό ποτε γενέσθαι. Ὀππιανὸς δὲ καὶ ἐπὶ ὀστρέων τῇ λέξει ἐχρήσατο, εἰπὼν "ὄστρακα συμπλατάγησε". Τοῦ δὲ "ὀλοφυδνόν" πρωτότυπον τὸ ὀλοφύζω, δύσχρηστον ῥῆμα, ὡς καὶ ἀλλαχοῦ δεδήλωται.

(v. 101) Ἰστέον δὲ ὅτι ἐν τούτοις τὸ "ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς" ἐπίτασιν ἔχει τοῦ ἐν ταῖς Λιταῖς εἰρημένου τάφου, ὅ ἐστι τῆς κατὰ ψυχὴν ἐκπλήξεως, ἔτι δὲ καὶ τῆς ἀνορούσεως, εἴτ' οὖν σπουδαίας ἀναστάσεως. βάλλει δέ τισιν ἐς νοῦν ἴσως καὶ ὡς δεξιῶς ἐνταῦθα κεῖται τὸ ταφών, ἔνθα περὶ νεκροῦ ὁ λόγος καὶ τῆς κατ' αὐτὸν ταφῆς.

(v. 103-104) Ὅτι ἐπί τινος ψευδομένου τὸν κυρίως ἄνθρωπον ἔστιν εἰπεῖν σκωπτικῶς τὸ "ὢ πόποι, ἦ ῥά τίς ἐστι καὶ τῷ δεῖνι ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν".

(v. 105-107) Ἐπὶ δὲ φίλου δι' ὄναρ οἰκτιζομένου καλὸν εἰπεῖν τὸ "παννυχίη γάρ μοι ἡ τοῦ δεῖνος ψυχὴ ἐφειστήκει γοόωσά τε μυρομένη τε, καί μοι ἕκαστ' ἐπέτελλεν". Ἀχιλλεὺς δὲ καὶ ταῦτα περὶ τοῦ φίλου Πατρόκλου φησίν.

(v. 108-110) Ὅτι κοινοῦ θρήνου μακροῦ νυκτέρου ἐπὶ νεκρῷ δηλωτικὸν τὸ "τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο. μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος ἠὼς ἀμφὶ νέκυν ἐλεεινόν". λέγει δὲ νῦν "ἐλεεινόν" τὸν ὑπὸ πάντων οἰκτιζόμενον Πάτροκλον. σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸν μήπω μὲν ἠλεημένον, δεόμενον δὲ τοῦ ἐλεηθῆναι. Ὅρα δὲ καὶ ὡς οὐκ ὤκνησε τὸ "τοῖσι" δὶς θεῖναι ὡς ἐν σχεδιασμῷ.

(v. 112 s. et 123) Ὅτι ἐπεὶ παντὶ ἔργῳ σπουδαίῳ οἷα καὶ σώματι κεφαλὴν ἐπεῖναι δεῖ, ἐπιστατεῖν ἐνταῦθα Μηριόνης ᾑρέθη τοῖς ἄγουσιν ὕλην εἰς τὴν τοῦ Πατρόκλου πυράν, ὡς ἂν ἐπισπέρχῃ αὐτούς, ἢ καὶ ὡς εὖ πάλαι εἰδὼς τὰ τοιαῦτα κελεύειν, ὅσγε προϊὼν ἀνώγει τοὺς ὑλοτόμους φέρειν φιτροὺς ἐπὶ τῶν ὤμων, γυμνάζων εἰδημόνως μὴ κούφους ἐν ταῖς χρείαις διατελεῖν. καὶ οὕτω μὲν ὁ Μηριόνης ἐπιστάτης τοῦ ἔργου πρὸς βασιλέως ᾑρέθη.

(v. 110-112) Ὁ δὲ βασιλεὺς αὐτὸς ἐκεῖνος ἐξελαύνων, ὡς ἡ καθ' ἡμᾶς νῦν φράσοι ἂν γενεά, τοὺς ὑλοτομήσοντας "οὐρῆάς τ' ὤτρυνε καὶ [695] ἀνέρας ἀξέμεν", ὅ ἐστι κλάσειν, ὡς εἴρηται, ἢ ἀγαγεῖν "ὕλην, πάντοθεν ἐκ κλισιέων", κατὰ ἐπιλογὴν δηλαδὴ καὶ πρὸς ἔνδειξιν δὲ τοῦ εὐρυκρείων εἶναι.

(v. 114-123) Εἶτα φράζει ὁ ποιητὴς τὴν ἀκολουθίαν τῆς ὑλοτομίας, εἰπὼν "οἳ δ' ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες σειράς τ' εὐπλέκτους, πρὸ δ' ἂρ οὐρῆες κίον αὐτῶν", ἤγουν προεπορεύοντο αὐτῶν, "πολλὰ δ' ἄναντα κάταντα πάραντά τε δόχμιά τ' ἦλθον. ἀλλ' ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης", τῆς προγραφείσης, "αὐτίκ' ἄρα δρῦς ὑψικόμους ταναηκέϊ χαλκῷ τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι πῖπτον. τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσὶ δατεῦντο", τουτέστι συντεταμένως ὥδευον "ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. πάντες δ' ὑλοτόμοι", ὡς Ἰδομενεὺς ἐκέλευσε, "φιτρούς", ὡς ἐρρέθη, "φέρον", ὅ ἐστι κορμούς.

(v. 123) Περὶ ὧν εἰ καὶ προείρηται, ἀλλὰ καὶ νῦν ἐπισημαντέον, ὡς μάλιστα ἔοικεν ὁ φιτρός φίτυρός τις εἶναι ὡς ἀπὸ τοῦ φῖτυ, ὃ δηλοῖ φυτὸν ἢ φύτευμα, ὡς Ἀριστοφάνης Εἰρήνῃ "πόθεν τὸ φῖτυ; τί τὸ γένος; τίς ἡ σπορά" πάντως δ' ἐκ τοῦ φιτύω φιτύσω, τὸ γεννῶ, φῖτυς ὁ γεννῶν, καὶ τὸ οὐδέτερον φῖτυ.

(v. 114) Ὑλοτόμους δὲ πελέκεας εἶπε πρὸς διαστολὴν τῶν τε σφαγέων καὶ τῶν εἰς ἆθλα τιθεμένων καὶ τῶν ἄλλων ἐν οἷς καὶ αἱ προϊστορηθεῖσαι πολεμικαὶ ἀξῖναι.

(v. 115) Σειραὶ δὲ πλέγματά τινα ἢ ἀπὸ σχοίνων ἢ σπάρτων ἢ ἄλλοθεν. Κεκοίνωται δὲ ἡ λέξις, ὡς δηλοῖ παρ' ἡμῖν τὰ σειράδια. Οὐρῆες δὲ πόθεν ἐτυμολογοῦνται, προδεδήλωται. φαίνεται δὲ νῦν εὔλογον εἶναι καὶ ἀπὸ τοῦ ὄρους αὐτὰς παρωνομάσθαι. ἰδοὺ γὰρ νῦν χρησίμως ἐν κνημοῖς ἢ κατά τινας κρημνοῖς, τοῦ κατὰ τὴν Ἴδην ὄρους πονοῦνται.

(v. 121) Ὅτι δὲ ταὐτὸν ὀρέα εἰπεῖν καὶ ἡμίονον, δηλοῖ τὸ "ἔκδεον ἡμιόνων", αἳ καὶ θηλυκῶς προφέρονται. [696]

(v. 116) Ἄναντα δὲ τὰ προσάντη καὶ ἀνωφερῆ, κάταντα δὲ τὰ κατωφερῆ, πάραντα δέ, ὡς ἐν ῥητορικῷ κεῖται Λεξικῷ, πλάγια, ἑτεροκλινῆ, ἢ προσώμαλα καὶ γήλοφα, δόχμια δὲ τὰ πλάγια. Τούτοις δὲ πᾶσιν ἡ πεδιὰς διαφέρει τῆς ὀρεινῆς, ἐφ' ἧς αἱ ἡμίονοι πονούμεναι τοῦ πεδίου ἔλδονται. [Ἰστέον δὲ ὅτι τε τὸ ἄναντα ἐκ τοῦ ἀνάντεα δοκεῖ συγκεκόφθαι. ὡς γὰρ ἐξάντης ἀρσενικὸν καὶ ἔξαντες οὐδέτερον, οὗ πληθυντικὸν ἐξάντεα, οὕτω καὶ ἀνάντης ἄναντες ἀνάντεα, ὅθεν τὸ ἄναντα. τὸ δ' αὐτὸ καὶ ἐπὶ τοῦ κάταντα καὶ πάραντα πρὸς ὁμοιότητα τοῦ ἐναντία ἔναντα, καὶ ὅτι ἢ ἓξ οὐσῶν κακιῶν τοῦ ἔπους, ὡς ἑτέρωθι σαφῶς δεδήλωται, κακίζεται καὶ τὸ "πολλὰ δ' ἄναντα" καὶ ἑξῆς. καὶ λέγεται ἡ τοιαύτη ἐπικὴ κακία, ἐπισυνέμπτωσις οὖσα λέξεων, ὁμοιοκαταληξία καὶ τῶν αὐτῶν συμφώνων ἐπαλληλία.] Ἔτι ἰστέον καὶ ὅτι ἀπὸ τῆς δοχμῆς ἢ δόκμης βαρυτόνως γίνεται τὸ δόχμιον, περὶ ἧς Αἴλιος Διονύσιος φησιν οὕτω· δόχμη τὸ τετραδάκτυλον. Ἀρίσταρχος δὲ ὀξύνει, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν τῷ "οὗτοι δ' ἀφεστήκασι πλεῖν ἢ δύο δοχμά". ἐν μέντοι, φησί, τοῖς ἀκριβεστέροις ἀντιγράφοις ὀξεῖα ἐπίκειται τῇ πρώτῃ συλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχθη, ὄγχνη. Ἕτερος δέ τις λέγει καὶ αὐτός, ὅτι δόχμη, ὡς ὄχθη καὶ στάθμη κατὰ Τρύφωνα, εἰ καὶ Ἀρίσταρχος ὀξύνειν ἀξιοῖ. Παυσανίας δὲ εἰπὼν καὶ αὐτὸς ὅτι δόχμη τὸ τετραδάκτυλον, ἐπάγει· Κύπριοι δὲ τὴν παλαιστήν. ἴσως δέ, φησί, διὰ [697] τὸ πλαγιάζειν τῇ χειρὶ ἐν τῷ μετρεῖν. δόχμιον γὰρ τὸ πλάγιον. ὥστε οὗτος προϋπάρχειν βούλεται τῆς δόχμης τὸ δόχμιον.

(v. 117) Κνημοὶ δέ, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, τὰ ὑψηλότερα τῆς ὑπωρείας, ἔνθα συλλειβομένων τῶν ὑδάτων ὕλη πυκνοῦται. τὰ γὰρ κορυφαῖα τοῦ ὄρους δυσάντη τε ὑλοτόμοις καὶ οὐδὲ λάσιά εἰσι.

(v. 119) Τὸ δὲ "κτυπέουσαι πῖπτον" καὶ αὐτὸ ἀνέστραπται. πίπτουσαι γὰρ μᾶλλον ἐκτύπουν.

(v. 120) Διαπλήσσειν δὲ τὸ εἰς μικρὰ τέμνειν φησίν, ὅπερ ὁ Παυσανίας κατακορμίσαι λέγει, ἕτεροι δὲ ἀντὶ τοῦ "διαπλήσσοντες" "διαρρήσοντες" γράφουσιν.

(v. 121) Ἐκδεῖσθαι δὲ ἡμιόνων τὴν ὕλην ἢ κατὰ λόγον φόρτου νοητέον ἢ ἐφ' ᾧ ἕλκεσθαι αὐτὴν συρομένην, ὅπερ νοεῖν ὑποβάλλει που καὶ ὁ κολοσυρτός, περὶ οὗ ἀλλαχοῦ εἴρηται. Δατεῖσθαι δὲ χθόνα ποσσὶν ἀντὶ τοῦ μερίζεσθαι, κόπτεσθαι. διὸ καὶ κόνις ἡ οὕτω κνωμένη γῆ. καὶ ἄλλως δὲ δατεῖται γῆ ποσὶν ἐν τῷ εὐτάκτως βαδίζειν καὶ ὡς ἐν μερισμῷ τοὺς μὲν τῇδε, τοὺς δὲ ἑτέρωσε βαίνειν.

(v. 122) Ἔλδονται δὲ πεδιάδος αἱ ἡμίονοι, ὡς φύσει τῶν τραχέων τόπων μὴ φιλουμένων ζῴοις. δηλοῖ δὲ αὐτὸ καὶ τὸ "ἵππος εἰς πεδίον".

(v. 124) Ἐν τούτοις δὲ τὸν Μηριόνην θεράποντα Ἰδομενέως εἰπὼν ἀγαπήνορος ὑποδηλοῖ οὕτω πως καὶ ἀγήνοράς τινας λέγεσθαι. ὡς γὰρ ἀγαπήνωρ ὁ ἀγαπῶν ἠνορέην, οὕτω καὶ ἀγήνωρ ὁ ἀγώμενος, ὅ ἐστι θαυμάζων, ἠνορέην. ὁ τοιοῦτος δὲ νοῦς καὶ τὸν Ἀγαπήνορα καὶ τὸν Ἀγήνορα τὰ κύρια παρήγαγε. [Πρὸς τοῖς εἰρημένοις ἐπισημαντέον περὶ Μηριόνου μέν, ὡς καλῶς εἰς ἐπιστασίαν ἐπελέγη τῶν ὑλοτόμων οἷα εὖ εἰδὼς ἔθει Κρητικῷ. εἶχε γὰρ ἡ Κρήτη θεράποντας, οὓς ἐκάλουν οἱ ἐγχώριοι καλοφόρους, ἤγουν ξυλοφόρους. κᾶλα γὰρ τὰ ξύλα, ἐξ ὧν κατά τινας καὶ κῆλα τὰ βέλη. τάχα οὖν καὶ ἐσπουδάζετο ἐκεῖ τὸ ξυλοφορεῖν. ἴσως δὲ καὶ Κρητικὴ λέξις τὸ κᾶλον. Περὶ δὲ ἡμιόνων ἐνθυμητέον παροιμίαν ἐκ τῶν τοῦ Θεόγνιδος, τὸ "ἵνα γνοίη ὅσσον [698] ὄνων κρέσσονες ἡμίονοι", ταλαεργοὶ δηλαδὴ ὄντες καὶ δεξιοὶ πονεῖν καὶ ἀχθοφορεῖν. ἔτι ῥητέον καὶ ὡς οὐ μόνον ὑλοτόμοι πελέκεες, ἀλλὰ πάντως καὶ ἄνδρες, εἴγε καὶ δρυτόμος λέγεται ἀνήρ. εἰς τὸν αὐτὸν δὲ νοῦν ἄγεται δρυτόμος καὶ ὑλοτόμος.]

(v. 125-127) Ὅτι τὸ τὴν ὕλην ἐκ τῶν ἡμιόνων καταρρῖψαι καταβαλεῖν τε ἐπ' ἀκτῆς λέγει, οἷον "κὰδ δ' ἂρ ἐπ' ἀκτῆς βάλλον ἐπισχερώ", καὶ πάντῃ παρακαταβαλεῖν, οἷον "πάντῃ παρακάββαλον ἄσπετον ὕλην". ἔστι δὲ καταβαλεῖν μὲν τὸ κάτω θεῖναι ἢ ῥῖψαι, παρακαταβαλεῖν δὲ τὸ καταθεῖναι ἢ καταρρῖψαι ἐγγὺς τοῦ δέοντος τόπου, ὅπερ πρὸ ὀλίγου παρασχεῖν ἔφη, ὡς ἐκεῖ γέγραπται, ἀφ' οὗ καὶ νῦν οἱ περὶ τέχνας παροχὴν λέγουσι τὴν εἰς τὸ κατ' αὐτοὺς ἔργον ὑλικὴν χορηγίαν. ὥσπερ δὲ οὗτοι ἀπὸ τοῦ παρέχειν φασὶ παροχήν, οὕτως οἱ σοφοὶ ἀπὸ τοῦ καταβάλλειν καταβολὴν τὴν θέσιν ἤτοι δόσιν, οἷον καταβολὴν χρέους ἢ χάριτος. οἱ δ' αὐτοὶ καὶ ἐκ τοῦ παρακαταβαλεῖν ὕλην, ἤγουν παρακαταθεῖναι, τὸ τῆς παρακαταθήκης ἐποίησαν ὄνομα, ὥσπερ καὶ τὸ τῆς παραθήκης ἐκ τοῦ παραβαλεῖν, ὅπερ ἀλλαχοῦ γέγραπται. ἀκολούθως δὲ καὶ τὸ παρακαταθέσθαι καὶ τὸ καταθέσθαι τὰ τῇ παραθήκῃ καὶ τῇ παρακαταθήκῃ σύστοιχα.

(v. 125) Τὸ δὲ "ἐπισχερώ" ποιητικόν ἐστι ἐπίρρημα, ὀξυνόμενον μὲν ὡς τὸ ἰώ, καθὰ καὶ ἀλλαχοῦ ἐγράφη, δηλοῦν δὲ τὸ ἐχομένως ἀπὸ τοῦ σχῶ ἢ τοῦ ἔχω, ἐξ ὧν καὶ τὸ σχεδόν καὶ τὸ ἐφεξῆς.

(v. 125-137) Ὅτι μέλλοντος ταφῆναι Πατρόκλου φρασάμενος Ἀχιλλεὺς μέγα ἠρίον ἐκείνῳ τε καὶ ἑαυτῷ, περὶ οὗ φανεῖται πῶς μέγα ἐρρέθη, εἶτα "Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε χαλκὸν ζώνυσθαι", ἢ "χαλκῷ" κατὰ δοτικήν, "ζεῦξαι δ' ὑπ' ὄχεσφιν ἕκαστον ἵππους. οἳ δ' ὤρνυντο καὶ ἐν τεύχεσιν ἔδυνον, ἂν δ' ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν, μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. θριξὶ δὲ πάντα νέκυν καταείνυον", ἤγουν κατεκάλυπτον, "ἃς ἐπέβαλλον", ἤγουν ἐπέρριπτον, "κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ' Ἄϊδόσδε".

(v. 137) Καὶ ὅρα [699] τὸ "πέμπεν". ἐντεῦθεν γὰρ παρὰ τοῖς ὕστερον ἡ πομπὴ καὶ τὸ πέμπειν ἐπὶ θριαμβικῆς προελεύσεως.

(v. 129 s.) Ὅρα δὲ καὶ ὅτι ὡς εἰς μάχην οἱ Μυρμιδόνες διετάχθησαν ἐπὶ τιμῇ τοῦ κειμένου. διὸ καὶ φιλοπτολέμους καὶ νῦν οὐ παρέργως ὁ ποιητὴς εἶπεν αὐτούς, χαλκῷ δὲ ζώνυσθαι, ὡς ἀπὸ μέρους τὸ ἁπλῶς ὁπλίζεσθαι. μέρος γὰρ ἡ ζώνη τοῦ ὅλου ὁπλισμοῦ, ὥσπερ καὶ ὁ θώραξ, ἀφ' οὗ τὸ θωρήσσεσθαι, καὶ ἡ αἰχμή, ὅθεν τὸ αἰχμάζειν ἢ αἰχμάσσειν, ὡς ἀπὸ τοῦ δόρυ τὸ δορύσσειν.

(v. 130) Τὸ δὲ ζεῦξαι καὶ παθητικῶς ἐν ἄλλοις λέγεται. τὸ δ' αὐτὸ καὶ ζεύγνυσθαι.

(v. 131) Τὸ δὲ "ἐνδύσασθαι τεύχη" ἐν τεύχεσι καὶ νῦν δῦναι εἶπε διὰ καινοτροπίαν φράσεως. ἀλλαχοῦ δὲ "τεύχεα δῦναι" φησὶ καὶ "κατὰ τεύχεα δῦναι".

(v. 132) Ὅρα δὲ καὶ ὅτι κἀνταῦθα διαφορὰν φανερὰν παραιβάτου καὶ ἡνιόχου ἔδειξε.

(v. 133) Νέφος δὲ πεζῶν καὶ ἀλλαχοῦ ἐρρέθη. πλὴν ἐκεῖ μὲν ἄλλως εἶχεν ἡ τῆς νεφώσεως διάθεσις, ἐνταῦθα δὲ δοκεῖ πλῆθος μόνον δηλοῦν.

(v. 134) Διὸ ἐπῆκται σαφηνείας χάριν τὸ "μυρίοι". προείρηται δὲ καὶ ὡς νεκροῖς οἰκεῖον τὸ φέρεσθαι.

(v. 135) Τὸ δὲ "καταείνυον" γίνεται ἀπὸ τοῦ ἕω, τὸ ἐνδύω καὶ οὕτω καλύπτω, καὶ πλεονασμῷ τοῦ ι καὶ τοῦ ν εἴνω καὶ παραγώγως εἰνύω, ἐξ οὗ παρατατικὸς εἴνυον καὶ "καταείνυον". ἔοικε δὲ τὸ [700] εἰνύω προσλαβεῖν τὸ ι πρὸς διαστολὴν τοῦ ἐνύω, ἀφ' οὗ τὸ ἀμφιεννύω καὶ τὰ ἐξ αὐτοῦ. Ἐπέβαλλον δέ, ὡς καὶ προεδηλώθη, τρίχας τοῖς νεκροῖς, ὡς οἷα τινα τοῦ σώματος ἀπαρχήν, καθὰ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, οὐ γὰρ εἶχον τεμεῖν τι καὶ τῶν μελῶν, ἢ καὶ ὡς ἀψύχοις τὸ ὅμοιον ἀφοσιούμενοι. διὸ καὶ τῶν ζώντων τὰ μὴ γεννῶντα ζῷα ἔσφαζον ἐπ' αὐτοῖς, ὅσα τε ἐστείρευον καὶ ὅσα μὴ ἦσαν ἔνορχα. ὅτι δὲ πολλάκις καὶ ζῷα ἔκειρόν τινες, Ἡρόδοτος ἱστορεῖ εἰπὼν ὡς ἐπὶ τῷ Μασιστίῳ Μαρδόνιος καὶ ὁ στρατὸς ἐπένθησαν, σφέας τε αὐτοὺς κείροντες καὶ τοὺς ἵππους καὶ τὰ ὑποζύγια.

(v. 136) Τὸ δὲ κάρη τοῦ νεκροῦ ὁ Ἀχιλλεὺς ἔχει, ὅτι μὴ ἐπί τινος ὀργάνου ὁ νεκρὸς ἐφέρετο, ἀλλ' ὑπὸ ἀνδρῶν, καὶ ἦν ἀνάγκη ἀπηρτῆσθαι τὴν κεφαλήν, εἰ μὴ ὑπανείχετο.

(v. 137) Ἐπιφωνηματικὸν δέ τι κόμμα τὸ "ἕταρον ἀμύμονα πέμπεν Ἄϊδόσδε", δι' οὗ δηλοῖ τὰ πρὸ αὐτοῦ πλατέως ῥηθέντα νεκρικὴν εἶναι πομπήν, ἀφ' ἧς ὁ νεκροπομπός σύγκειται. ἔχει δέ τι αὐτὸ καὶ οἴκτου ἐπὶ τῷ Ἀχιλλεῖ.

(v. 139) Ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἐπὶ ἄρτων κεῖται τὸ "ἐνήνεον", τουτέστιν ἐσώρευον, ἐνταῦθα δὲ ἐπὶ ὕλης τῆς κατὰ ξύλα. φησὶ γὰρ "αἶψα δὲ μενοεικέα νήνεον ὕλην", ὅπερ ἐκεῖ "παρενήνεον" λέγει. δῆλον δὲ ὅτι τὸ αὐτὸ καὶ νηεῖν λέγεται, ὡς δηλοῖ μετ' ὀλίγα τὸ "περὶ δὲ δρατὰ σώματα νήει", ὅ ἐστιν ἐσώρευε, καὶ ἀλλαχοῦ τὸ "νῆα νηήσασθαι". πότερον δὲ πρωτότυπον τὸ νηῶ ἢ τὸ νηνῶ, οὐκ εὔδηλον. Ὅρα δὲ καὶ ὅτι μενοεικέα ἰδοὺ καὶ ὕλην λέγει, καὶ ὅτι ἑρμηνευτικόν ἐστι τοῦτο τοῦ "ἄσπετον ὕλην", μᾶλλον δὲ διορθωτικόν. τὸ μὲν γὰρ ἄσπετον ἔχει τι καὶ ὑπερβολῆς, τὸ δὲ μενοεικές, εἰ καὶ ἀορίστως φράζεται, ὅμως συμμετρίαν δηλοῖ τινα τὴν κατὰ τὸ ἀρκοῦν.

(v. 141) Ὅτι οὐδ' Ἀχιλλεὺς ἐφείσατο κείρασθαι ἀλλὰ "στὰς ἀπάνευθε πυρᾶς [701] ξανθὴν ἀπεκείρατο χαίτην". Πυρὰν δὲ νῦν τὸν τόπον ἔφη τῆς πυρᾶς. οὔπω γὰρ καὶ ἀνήφθη. ταύτην δὲ καὶ ἠρίον ἀνωτέρω ἔφη. [Εἰ δὲ παράκεινται ἡ πυρὰ καὶ ἡ ξανθὴ χαίτη, ἀλλ' αὐτὸ ἐκ τοῦ παρατυχόντος γέγονεν. οὐ δή που γὰρ ἀστεΐζεται Ὅμηρος παραθεὶς τῇ πυρρᾷ κόμῃ τὴν δι' ἑνὸς ῥῶ ἐκφωνουμένην πυράν. Ἰστέον δὲ καὶ ὅτι καρηκομόωντες συνθέτως ἢ κάρη κομόωντες ἐν παραθέσει οὐ πάντοτε ἦσαν οὐδὲ πάντες οἱ παλαιοί, καὶ ὡς μὲν οὐ πάντες, αἱ ἱστορίαι δηλοῦσιν, ὡς δὲ οὐδὲ πάντοτε, οὐδ' αὐτὸ ἄδηλόν ἐστιν. Ἀχιλλεὺς οὖν κόμης κουρὰν ὀφείλων τῷ Σπερχειῷ κείρει αὐτὴν ἐνταῦθα τῷ Πατρόκλῳ πενθητήριον. Κουρῆτες δέ, περὶ ὧν εἰς πλάτος προγέγραπται, "χλιδῶντα πλόκαμον" τρέφοντες "ὥστε παρθένου ἁβρᾶς" Κουρῆτες ἐκλήθησαν κουρᾶς ἕνεκεν. Ἀγάθων γοῦν, φασί, περὶ αὐτῶν ἱστορεῖ λεγόντων ὡς, ἐπεὶ τὴν Πρώνακτος θυγατέρα μνηστεύοντες οὐκ ἐτύχομεν γάμου, "κόμας ἐκειράμεθα μάρτυρας τρυφῆς, ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί. ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος Κουρῆτες εἶναι, κουρίμου χάριν τριχός". κείρονται δὲ καὶ μέχρι νῦν οἱ μὲν ἐν χρῷ καθὰ καὶ Ἀλανοί, οἱ δὲ σκάφιον, ὃ παρὰ τῷ Κωμικῷ κεῖται, τινὲς δὲ καὶ Ἑκτορέην φιλοῦσι κουράν, ἣν παραλαλεῖ καὶ Λυκόφρων, φιλητὸς δέ τισι καὶ ὁ λεγόμενος κῆπος. καὶ ὅμως ἦν, φασί, καὶ φορτικὴ κουρά, ὡς καὶ ἣν ἔπασχόν τινες ὑπὸ Σκυθῶν, ἣν καὶ μισοῦντες τὸ οὕτω πάσχειν ἀπεσκυθίσθαι προσηγόρευον.] Ὅτι ἔθος ἦν τρέφειν κόμην τοὺς νέους μέχρι καὶ ἀκμῆς, εἶτα [702] κείρειν αὐτὴν ἐγχωρίοις ποταμοῖς. ἐποίουν δὲ οὕτω τιμῶντες τὸ καλὸν ὕδωρ. τρόφιμον γάρ, φασί, καὶ συστατικόν ἐστι τοῦ ζῆν, καὶ μάλιστα τὸ γλυκύ. διὸ οἱ βουλιμιῶντες πίνοντες κορέννυνται καὶ τὰ βρέφη δὲ ὑγρῷ, φασί, μόνῳ διοικοῦνται. κουροτρόφοι οὖν ἐνομίζοντο οἱ ποταμοὶ διὰ τὴν ὑγρότητα, καθὰ καὶ ὁ ἥλιος Ἀπόλλων διὰ θερμότητα. κουροτρόφους δέ φαμεν τοὺς τὴν νεότητα τρέφοντας. εἰ δὲ καὶ "κούριμος θρίξ" παρὰ τῇ Τραγῳδίᾳ, καί τις εἰπεῖν τολμήσει τὴν λέξιν καὶ ἀπὸ ταύτης, ἔστωσαν καὶ οὕτω κουροτρόφοι κατὰ θρασύτητα λέξεως. οἱ δὲ παλαιοὶ σεμνύνουσι τὸ ποτάμιον ὑγρόν, καὶ ταῦτα λέγοντες· τὸ λουτρὸν ἐκ ποταμοῦ τοῖς νυμφίοις ἐκομίζετο, οἰωνιζομένοις τὸ γόνιμον. διὸ καὶ ἔνορχα μῆλα ἱέρευον, ὥσπερ τῷ Ποσειδῶνι, οὕτω καὶ τοῖς ποταμοῖς εἰς τὰς πηγάς, γόνιμα γὰρ καὶ τὰ ἄρρενα, καὶ τοῖς πρὸ γάμου δὲ τελευτῶσιν ἡ λουτροφόρος, φασίν, ἐπετίθετο κάλπις εἰς ἔνδειξιν τοῦ ὅτι ἄλουτος τὰ νυμφικὰ καὶ ἄγονος ἄπεισι.

(v. 141-143) Κατὰ τοίνυν τὸ ἔθος κειράμενος καὶ Ἀχιλλεὺς χαίτην, ἣν Σπερχειῷ ποταμῷ ἔτρεφε τηλεθόωσαν, ἰδὼν ἐπὶ οἴνοπα πόντον ὡς οἷα πρὸς τὸν πατριώτην ποταμὸν ῥίπτων τὰς ὄψεις, ὁποῖον δή τι καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ ἐποίησε, προσφωνεῖ ἀφελῶς καὶ γλυκέως, λέγων

(v. 144-153) "Σπερχεῖ' ἄλλως", ἤγουν ὦ Σπερχειὲ μάτην, "σοί γε πατὴρ ἠρήσατο Πηλεύς", ὅ ἐστιν ηὔξατο, "κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν σοί τε κόμην κερέειν ῥέξειν θ' ἱερὴν ἑκατόμβην, πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλα ἱερεύσειν ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. ὣς ἠρᾶθ' ὁ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. νῦν δ' ἑπεὶ οὐ νέομαί γε φίλην ἐξ πατρίδα γαῖαν, Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι. ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο θῆκε, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο", καθὰ καὶ προεγράφη, οὐ διὰ τὸ τῆς μονῳδίας περιπαθές, οὐδὲν γάρ τι οἴκτου ἔχει, ἀλλ' ἐπὶ τῇ μεταχειρίσει τοῦ ἔργου. ἐπεὶ ὡς οἷα ἐμψύχου ὄντος τοῦ ἑταίρου, ὃν ὡς ἐνηῆ πάντες ἐφίλουν, ἐν [703] χειρὶ τὴν κόμην τίθησιν, ὡς εἴπερ ἐς Σπερχειοῦ ταύτην ἀνέθετο. ποταμὸς δὲ ὁ Σπερχειὸς ἐκδιδοὺς πλησίον Θερμοπυλῶν.

(v. 142) Τηλεθόωσα δὲ οὐχ' ἁπλῶς ἡ τοῦ Ἀχιλλέως ἐρρέθη κόμη, ἀλλ' εἰς ἔμφασιν θάλους. σκοπητέον γὰρ οἵαν εἶχε κόμην ἐκεῖνος, ἄλλως τε ἐπιμεμελημένην καὶ ἐς τοσοῦτον ἄκουρον. Ὅρα δὲ ὡς οὐ μόνον δένδρεα τηλεθόωντα, καὶ ἐλαῖαι τηλεθόωσαι, καὶ ὕλη τηλεθόωσα, ἀλλ' ἰδοὺ καὶ κόμη τηλεθόωσα. καί πως ἐπαλλάττουσιν ἀλλήλαις ἡ κόμη καὶ τὸ "τηλεθόωσα". κόμη τε γάρ ποτε τὰ τῶν δένδρων λέγεται τηλεθόωντα φύλλα, καὶ κατ' ἐπάλλαξιν αὖθις τηλεθόωσα κόμη κατὰ τὴν ἐκεῖθεν μεταφοράν.

(v. 144) Τὸ δὲ "ἄλλως" ἀντὶ τοῦ μάτην εὐφήμως πέφρασται. τὸ γὰρ μὴ κατὰ σκοπὸν ἢ κατ' εὐχὴν ἀποβεβηκός, ἀλλ' ἑτέρως, ἄλλως ἀποβῆναί φαμεν κατά τινα δηλαδὴ ματίην ἔργου, ὅ ἐστι ματαιότητα. διὸ καὶ ἀναγκαίως ἀντὶ τοῦ μάτην νοεῖται τὸ τοιοῦτον "ἄλλως" διὰ τὴν εἰς μάτην ἑτεροιότητα τῆς πραγματικῆς ἀποβάσεως.

(v. 147) Ἔνορχα δὲ διὰ τί ἐθύετο εἴρηται. Μῆλα δὲ εἰπὼν καὶ ταύρους νοεῖν, ὡς εἰκός, ἀφίησιν, οἷς ἔθυον, ὡς καὶ προϊστόρηται, θαλάσσῃ τε καὶ ποταμοῖς.

(v. 148) Ἐς πηγὰς δὲ ἱερεύονται μῆλα διὰ τὸ αὐτὰς γονίμους εἶναι τοῦ ὅλου ποταμοῦ, ἔτι δὲ καὶ τιμίας ἀρχικῷ λόγῳ, καθὰ παραδηλοῖ καὶ Ἡσίοδος. διὸ καὶ βωμὸς ἦν περὶ αὐτὰς ἐπώνυμος τῷ ἐκεῖσε ὑγρῷ δαίμονι. πρὸ δέ γε τούτων δεδήλωται ὡς οὐ μόνον ταῦροι ποταμοῖς ἱερεύοντο, ἀλλὰ καὶ ἵπποι ζωοὶ ἐν δίναις καθίεντο, οὐ μὴν ἐν πηγαῖς. Τέμενος δὲ νῦν ἱερὸς τόπος ἀποτετμημένος τῶν πέριξ, οὗ μέρος βωμός, ἐφ' οὗ τὰ θυόμενα ἔκαιον, διὸ θυήεις [704] λέγεται. ἐπεὶ καὶ θύος τὸ θυόμενον. δῆλον δὲ ὡς οὐκ ἀεὶ παρὰ τῷ ποιητῇ τὸ τέμενος ἱέρωται, ἀλλὰ πᾶς τόπος ἀποτομὴν τῶν πέριξ ἔχων ἐκαλεῖτο τέμενος. Ἰστέον δὲ ὡς οὐκ ἐξ ὁμοίας παραγωγῆς τὸ προρρηθέν που θυόεν νέφος ἐστὶ καὶ ὁ θυήεις βωμός. ἐνθυμητέον δ' ἐνταῦθα καὶ ὅτι ὁ φιλόμηρος Σοφοκλῆς, κόμην Τεύκρου κείρας ἐν τῷ μαστιγοφόρῳ Αἴαντι, τῷ παιδὶ Εὐρυσάκει δίδωσι φέρειν αὐτήν, οὐ μὴν τῷ νεκρῷ, ἑτεροῖον μέν τι ποιήσας Ὁμήρου, ἀπαθέστερον δέ.

(v. 153-155) Ἰστέον δὲ καὶ ὅτι κἀνταῦθα θρήνου δηλοῖ ἐπίτασιν τὸ "πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο", καὶ ἑξῆς τὸ "καί νύ κεν", ἤγουν καὶ δὴ ἄν, "ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο", εἰ μὴ τόδε ἐγένετο. Ὅρα δὲ ὅτι, εἰ καὶ ὁ λόγος πένθος δηλοῖ, ἀλλ' ὁ ἀκροατὴς διαχέεται τοῖς παρίσοις τῷ "γόοιο" καὶ "ἠελίοιο".

(v. 156) Ὅτι τὸ "σοὶ μέν τε μάλιστά γε λαὸς πείσονται μύθοισιν", ἀνδρὶ πρέπει, ὃν αἰδοῦνται οἱ ἀκροαταί.

(v. 158-160) Εἰς δὲ νεκροῦ ἐπιμέλειαν καὶ τὸν ἐπ' αὐτῷ περίδειπνον οἰκεῖον τὸ "δεῖπνον ἄνωχθι ὅπλεσθαι. τάδε δ' ἀμφιπονησόμεθα, οἷσι μάλιστα κήδεός ἐστι νέκυς", τουτέστι φροντίδος ἄξιος. γίνεται δὲ παρὰ τὸ κηδεύω ἀποβολῆ τοῦ υ, ἀφ' οὗ καὶ κηδεμόνες μετ' ὀλίγα εὐθὺς οἱ τῆς κηδείας φροντισταί. Ὀξύνεται δὲ, φασί, τὸ κηδεός, διότι τὰ εἰς ος καθαρεύοντα τῷ ε παραληγόμενα ὀξύνονται· ὀχεύω ὀχεός, καὶ πλεονασμῷ τοῦ σ ὀσχεός, σωρεύω σωρεός, καὶ ἐν συγκοπῇ σωρός, φωλεύω φωλεός, οὕτω καὶ κηδεύω κηδεός. τινὲς δὲ προπαροξύνουσι, λέγοντες ὅτι ὡς καθαρεύω καθάρειος, ἐπιτηδεύω ἐπιτήδειος, οὕτω κηδεύω κήδειος, ἐξ οὗ καὶ τὸ ἐπικήδειος, ἀποβληθέντος δὲ τοῦ ι ἔμεινε κήδεος.

(v. 158 s.) Τὸ δὲ "ἄνωχθι" ὅτι ἀπὸ τοῦ ἄνωγε, ὃ δηλοῖ τὸ κέλευε, γίνεται, καὶ ὅτι τὸ ὅπλεσθαι παράγωγόν ἐστι τοῦ ὁπλίζεσθαι, προέγνωσται.

(v. 157) Τὸ δὲ "πείσονται μύθοις" διέσταλται τῆς δι' ἔργων πειθοῦς. [Ἐνταῦθα δὲ μνηστέον ὅτι μῦθος κοινῶς μὲν ἔγνωσται ὅστις ἐστὶ παρά, τε τῷ ποιητῇ καὶ τοῖς ὕστερον, ἡ δὲ ἱστορία καὶ ἄλλο τι καινοτομεῖ. λέγεται γὰρ ἐν Συρακούσαις εἶναι ποτε πολυτελὴς κῆπος, ὃς ἐκαλεῖτο Μῦθος, ἐν [705] ᾧ Ἱέρων ἐχρημάτιζεν. εἰκὸς δὲ Μῦθον αὐτὸν λεχθῆναι ἢ διὰ τὸ μύθου ἤγουν λόγου ἄξιος εἶναι, πολλοῦ δηλαδή, ἢ διὰ τὸ μὴ ἂν πιστεύεσθαι τοῖς πολλοῖς οὕτω καλὸς εἶναι, ἀλλὰ μυθικὰ δοκεῖν τὰ ὑπὲρ αὐτοῦ λαλούμενα.]

(v. 160) Κεῖνται δ' ἐν τούτοις καὶ ταγοὶ οἱ ἡγεμόνες, ἤγουν οἱ τάσσοντες τὰ τοῦ λαοῦ, οἱ καὶ κοσμήτορες διὰ τὸ κοσμεῖν. φησὶ γὰρ "παρὰ δ' οἱ ταγοὶ ἄμμι μενόντων", ἤγουν παραμενέτωσαν ἡμῖν οἱ ἔνδοξοι τῇ τοῦ Πατρόκλου πυρᾷ.

(v. 164) Ὅτι ἑρμηνεύων τὸ "φράσατο μέγα ἠρίον" φησὶ "ποίησαν δὲ πυρὴν ἑκατόμποδον ἔνθα καὶ ἔνθα", ὅ ἐστιν ἑκατὸν ποδῶν ἔχουσαν ἑκάστην πλευράν, Ἀχιλλέως δηλαδὴ κατὰ τὸ σιωπώμενον ἐπιτάξαντος, τοῦ καὶ φρασαμένου τὸ ἠρίον, ὡς εἴρηται.

(v. 165) Ὅτι τὸ "ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν" ἑρμηνεύων μετ' ὀλίγα ὁ ποιητής φησι "ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, οἳ δ' ἄλλοι ἄνευθεν ἐσχατιῇ", ἤγουν ἐσχάτοις μέρεσι τῆς πυρᾶς. προδέδεικται γὰρ ὡς οὐ μόνον ἐπὶ ἀγροῦ ἡ ἐσχατιὰ λέγεται. ἔστι δὲ ὑπάτη οὐχ' ἁπλῶς ἡ μέση, ἀλλ' ἡ ἐν τῷ μέση εἶναι ἔχουσα καὶ τὸ ὑπερκεῖσθαι, ὅ ἐστιν ὑπερέχειν, ἐπεὶ καὶ Ζεὺς θεῶν ὕπατος, οὐχ' ὁ μέσος, ἀλλ' ὁ ὑπέρτατος, ᾧ ἀντίκειται ὁ κατὰ χθαμαλότητα νέατος.

(v. 166-176) Ὅτι "πολλὰ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βόας ἐπὶ τῷ νεκρῷ πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δ' ἄρα πάντων δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς ἐς πόδας ἐκ κεφαλῆς", ἵνα δηλαδὴ ῥᾷον καίοιτο, "περὶ δὲ δρατὰ σώματα νήει", ἤγουν περιεσώρευε τὰ ἐκδεδαρμένα νεκριμαῖα, "ἐν δ' ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας πρὸς λέχεα κλίνων", μέλιτος μὲν, ὅτι νεκροῖς ᾠκείωται, καθὰ καὶ Πορφύριος δηλοῖ, ἀλείφατος δὲ καὶ αὐτοῦ διὰ τὸ τῆς πυρᾶς εὐέξαπτον. "πίσυρας δέ", ὅ ἐστι τέσσαρας, "ἐριαύχενας ἵππους ἐσσυμένως ἐνέβαλε πυρῇ, μεγάλα στοναχίζων", τετρώρου τούτους ἵππους τῷ [706] ποτε ἡνιόχῳ χαρισάμενος. "ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν". καὶ τούτων "ἐνέβαλε πυρῇ δύο δειροτομήσας", ἵνα, ὡς ἔοικε, τῶν παρ' ἑαυτῷ ἀξίων λόγου πάντων τῷ φίλῳ ἀπάρξηται. "δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς χαλκῷ δηϊόων", ἐνέβαλε δηλαδὴ τῇ πυρᾷ. ἐκφωνῆσαι γὰρ ὀκνεῖ τὴν πρᾶξιν ταύτην μετὰ καὶ ῥήματος ὁ ποιητής, καιρίαν καὶ ταύτην τεχνησάμενος ἔλλειψιν. ὃς καὶ τοὺς πεσόντας ἀποσεμνύνας οὐ μόνον ἐσθλοὺς ὠνόμασε καὶ υἱοὺς πατέρων μεγαθύμων, ἀλλὰ καὶ τὸν Ἀχιλλέα ἐμέμψατο, εἰπὼν "κακὰ δὲ φρεσὶ μήδετο ἔργα", κρίνων μὴ ἀγαθὴν εἶναι τὴν τοιαύτην τοῦ Ἀχιλλέως πρᾶξιν, [ἀλλὰ θηριώδη καὶ τῷ ὄντι βαρβαρικήν, εἴ τις ἐνθυμοῖτο τὴν λέγουσαν ἱστορίαν, ὅτι Γαλάταις ἔθος, ἡνίκα προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοὺς αἰχμαλώτους. ἀλλ' ἐκεῖνο μὲν εἶχέ τινα λόγον. ἦν γάρ τις ἀπαρχὴ πρὸς τὸ θεῖον οἷα θυσία, τὸ δὲ τοῦ Ἀχιλλέως πάντῃ ἀλλοῖον ἦν.]

(v. 173) Ὅρα δὲ κἀνταῦθα τὴν παρὰ τοῖς ἥρωσι τῶν τραπεζέων κυνῶν ἐπιμέλειαν.

(v. 169) Τοῦ δὲ "δρατὰ σώματα" προϋπάρχει τὸ δαρτά, ὡς καὶ τοῦ κραδίη τὸ καρδίη, καὶ τοῦ ἔδρακον τὸ ἔδαρκον.

(v. 170) Τὸ δὲ ἄλειφαρ διενήνοχε τοῦ ῥηθέντος δημοῦ, ἴσως μὲν ὡς ἐλαιῶδές τι ὂν ἢ αὐτόχρημα ἔλαιον, ἴσως δὲ καὶ ὡς ἐκπιεσθὲν δημοῦ καὶ ἀγγείοις προεναποτεθέν.

(v. 172) Πυρῆς δὲ καὶ πυρὸς πολλὴ διαφορὰ παρὰ τοῖς ῥήτορσι. Τὸ δὲ "ἐνέβαλλε" ταὐτὸν τῷ ἐνετίθει. διὸ εἰπὼν "ἐν δ' ἐτίθει μέλιτος ἀμφιφορῆας", ἐπήγαγε τὸ "ἵππους ἐνέβαλλε" καὶ "δύο κύνας ἐνέβαλλε". δύναται δὲ τὸ ἐνέβαλλε νοεῖσθαι καὶ ἀντὶ τοῦ ἐνέρριπτεν.

(v. 177) Ὅτι ἐν τῷ "ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον, ὄφρα νέμοιτο" ἀνταπόδοσις γέγονε τροπῆς. τὴν γὰρ μετὰ σιδήρου μάχην ἐν πολλοῖς εἰκάζων πυρὶ καὶ καυστειρὰν ὀνομάζων καὶ "δέμας πυρός" μάχεσθαί τινας λέγων, ἐνταῦθα σιδήρῳ τὸ πῦρ εἴκασε.

(v. 182) Τὸ δὲ νέμεσθαι ἐσθίειν μετ' ὀλίγα φησὶν ἐν τῷ "τοὺς πάντας πῦρ ἐσθίει", ἐξ οὗ ἐπενοήθη τοῖς μεθ' Ὅμηρον παμφάγον καλέσαι τὸ πῦρ, οὗ ὡς φάγου καὶ τὸ δάπτειν ἐστίν, ὡς μετ' ὀλίγα Ὅμηρος ἐρεῖ. ὅθεν λαβὼν ἀρχὴν καὶ [707] χρόνος παμφάγος κέκληται.

(v. 179 s.) Ὅτι ὁ τελέσας οἰχομένῳ φίλῳ, ἃ ζῶντι καθυπέσχετο, εἴποι ἂν τὸ τοῦ Ἀχιλλέως πρὸς Πάτροκλον "χαῖρέ μοι, ὦ δεῖνα, καὶ εἰν Ἀΐδαο δόμοισι· πάντα γὰρ ἤδη τοι τελέω ἃ πάροιθεν ὑπέστην".

(v. 184) Ὅτι ὥσπερ πρὸ τούτου τὸ ἀμφέπειν ἀντὶ τοῦ ἐνεργεῖν, οὕτω κἀνταῦθα τὸ ἀμφιπένεσθαι.

(v. 182-184) Φησὶ γοῦν περὶ Ἕκτορος ἀτάφου καὶ γυμνοῦ ἐκκειμένου, ὅτι "τὸν δ' οὐ κύνες ἀμφεπένοντο", καθὰ ἤθελεν Ἀχιλλεύς, ἀπειλήσας καὶ νῦν, ὡς Ἕκτορα "οὔ τι δώσω πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν".

(v. 185-187) Οὔκουν ἀμφεῖπον κύνες τὸν τοῦ Ἕκτορος νεκρόν, "ἀλλὰ κύνας μέν", φησί, "ἄλαλκεν ἡ μυθικὴ "Ἀφροδίτη ἤματα καὶ νύκτας", ἤγουν ἀεί, "ῥοδόεντι δέ", τουτέστι ῥοδίνῳ, "χρῖεν ἐλαίῳ ἀμβροσίῳ", οὐ μόνον τοῦ μὴ δυσόδμως ἔχειν, ἀλλὰ μᾶλλον κατὰ τὸν ποιητήν, "ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων", ὁ Ἀχιλλεὺς δηλαδή, οἷα τοῦ ἀμβροσίου ῥοδίνου στερεοῦντος τὸ σῶμα ὡς μὴ ἀποδρύπτεσθαι. νοητέον γὰρ ὅτι τὸν Ἕκτορα εἷλκεν ὁ Ἀχιλλεὺς οὕτω συχνά, εἰ καὶ ὁ ποιητὴς οὐκ ἐπισημαίνεται, φειδόμενος ὀλιγάκις λέγειν κακά, ὃ δή φησιν Εὐριπίδης. διὸ καὶ τὸ τοῦ φίλου Ἀχιλλέως ὄνομα, δέον ὂν εἰπεῖν ἐνταῦθα πρὸς λόγου σαφήνειαν, ὁ δὲ σεσίγηκεν, ἀφεὶς ἀπὸ μακροῦ ἑλκύσαι αὐτὸ κοινοῦ, ἤγουν ἀπὸ μακροῦ ἑλκύσαι αὐτὸ κατὰ κοινοῦ, ἤγουν ἀπὸ στίχων δέκα καὶ ὀκτὼ φθασάντων γραφῆναι. καὶ μὴν οὕτω φιλαχιλλεὺς ἄλλως ὁ ἀνήρ, ὥστε κατὰ τὴν πομπὴν τοῦ νεκροῦ, ἀγαθὴν οὖσαν, ἐν στίχοις ἓξ τρισσάκις τὸ Ἀχιλλεύς ὄνομα ἔθετο. ἐνταῦθα δὲ ἀπέστερξεν ὀνομάσαι αὐτόν. καὶ οὕτω μὲν ἡ τοῦ Διὸς θυγάτηρ ποιεῖ ἐπὶ τῷ Ἕκτορι.

(v. 188 s.) Ἀπόλλων δὲ "κυάνεον", φησί, "νέφος ἤγαγεν οὐρανόθεν πεδίονδε, κάλυψε δὲ χῶρον ἅπαντα". ὃ δὴ πρέπει εἰπεῖν ἕως ὧδε εἰς παράδοξον ἐκ νέφους σκιάν.

(v. 189-191) Ἡ δὲ ποίησις λέγει τὸν χῶρον καλύπτεσθαι "ὅσσον ἐπεῖχε νέκυς", ὁ τοῦ Ἕκτορος δηλαδή, "μὴ πρὶν μένος ἠελίοιο σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσι", τουτέστι μὴ ξηράνῃ ὁ ἥλιος καὶ σκληρύνῃ τὸν χρόα, μάλιστα δὲ σκελετὸν [708] ποιήσῃ ἀνιμηθέντος τοῦ ὑγροῦ τῇ θερμότητι τοῦ περιέχοντος. ὥστε ὅρα κἀνταῦθα, ὅτι τῶν ἐναντίων ποιητικὸς ὁ Ἀπόλλων, ἤγουν θερμότητός τε καὶ ψύχους δὲ κατὰ συμβεβηκὸς διὰ τὴν σκιάν, ἣν ποιεῖ τὰς ὑγρότητας ἀνιμώμενος, ἐξ ὧν τὰ σκιάζοντα νέφη συνίσταται.

(v. 186) Ἰστέον δὲ [ὅτι τε θεῖόν τι καὶ οὐχ' ἁπλῶς ἐκ τῶν κατ' ἀνθρώπους τὸ ῥηθὲν ὑπόκειται ῥοδόεν ἀμβροσίον ἔλαιον, καὶ ὅτι ἐκ τῶν κάτω καὶ τὰ θεῖα Ὅμηρος κοσμεῖ. σεμνὸν γὰρ ἀνθρώποις τὸ ῥόδον. διὸ οὐ μόνον Ζεφύρῳ ἀνεῖσθαι λέγεται ἄγαλμα, καὶ γῆς καλεῖται ἄστρα καὶ ἀνθέων βασιλεύς, ἀλλὰ καὶ εἰς μύρου θειοτέρου σκευὴν ἐγκρίνεται. Ἀθήναιος δὲ λέγει καὶ ὡς Ἀρκάδες μὲν εὐόμφαλον αὐτὸ καλοῦσιν, ἤγουν εὔοσμον, Νίκανδρος δέ που ἀκανθοβόλον, ὡς ἀκάνθης προβολήν, ἱστορῶν καὶ ὡς οὐκ ἀγλαφύρως Ἀλεξανδρεύς τις ποιητὴς εἴρηκεν "οὔλην ἕρπυλον", τὴν καὶ ζυγίδα, λευκὸν κρίνον ἠδ' ὑάκινθον πορφυρέην", "καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον Ζεφύροισιν". οὗπερ ἕτερος τὰ φύλλα γελᾶν τῷ Ζεφύρῳ φησίν. ὡς δὲ μύρων μὲν χρῆσιν οἶδεν ὁ ποιητής, ἔλαια δ' αὐτὰ καλεῖ μετ' ἐπιθέτου, καὶ ὡς μυρίσασθαι μὲν Ἀλκαῖος λέγει, τὸ δ' ὄνομα μύρωμα καὶ οὐ μύρισμα, καὶ ὅτι Σόλων ἐκώλυεν ἐν νόμοις τοὺς ἄνδρας μυροπωλεῖν, καὶ ὅτι Λάκωνες ἐξήλαυνον τοὺς μύρα σκευάζοντας καὶ τοὺς ἔρια βάπτοντας, τοὺς μὲν ὡς διαφθείροντας τοὔλαιον, τοὺς δὲ ὡς ἀφανίζοντας ἐρίων λευκότητα, καὶ ὅτι τὸ ῥόδον ὑστεροῦν λευκοΐου, ὃ πρῶτον ἀνθέων ἐκφαίνεται, ἔτι δὲ καὶ ναρκίσσου, [709] πρῶτον παύεται, ὁ αὐτὸς ἱστορεῖ, λέγων καὶ ὅτι Κορίνθιοι, ὡς Νίκανδρος ἐν Γλώσσαις φησίν, ἀμβροσίαν, ἧς παρώνυμον τὸ ἀμβρόσιον, τὸ λείριον ἐκάλουν, ὃ κατὰ τὴν Φιλίνου ἱστορίαν οἱ μὲν κρίνον, οἱ δὲ ἴον ᾔδεισαν. ταῦτά τε οὖν οὕτως ἰστέον, καὶ] ὅτι μυθικῶς μὲν θεοφιλὴς ὁ Ἕκτωρ, οὗ καὶ Ζεὺς ἐκήδετο, φίλον ἄνδρα καλέσας διὰ τὰς εἰς αὐτὸν θυσίας. ἄλλως δὲ νοῆσαι χρή, ὡς ὑπῆλθε φιλανθρωπία τῶν τινας περὶ Ἀχιλλέα ἢ καὶ αὐτὸν Ἀχιλλέα. διὸ οὔτε κυσὶν ἄνετος πάντῃ Ἕκτωρ ἐξέκειτο οὔτε πυρὶ ἐδόθη. καὶ ἐν σκιᾷ δέ, ὡς εἰκός, περιείπετο, ἴσως μὲν αἰδοῖ φύσεως, ἴσως δὲ καὶ ἐλπίδι δώρων λήψεως ἐπ' ἀφορμῇ λύσεως, [ὡς δηλωθήσεται.]

(v. 187) Δρύπτειν δὲ ὅτι τὸ ξέειν καὶ ἀπάγειν τῶν σαρκῶν τὸ δέρμα ὄνυξιν ἢ ἑλκυσμῷ, δῆλόν ἐστι. φαίνεται δὲ διφορεῖσθαι καὶ τουτὶ τὸ ῥῆμα. δρύπτω τε γὰρ καὶ δρύφω. εἰπεῖν δὲ ὡς εὐκτικόν ἐστι παρακειμένου τοῦ δέδρυφα τὸ δρύφοι, οὐκ εὔοδόν ἐστιν. οἱ γὰρ τῶν παρακειμένων ἀναδιπλασιασμοὶ οὐκ ἀφαιροῦνται Ἰωνικῶς, εἰ μή τι ἄρα Αἰολικῶς κατὰ τὸ "δέγμενος", ὃ μᾶλλον συγκεκόφθαι δοκεῖ, οὐ μὴν παθεῖν ἀφαίρεσιν. Τὸ δὲ ἑλκυστάζειν τρεῖς ἔχει παραγωγὰς ἐκ τοῦ ἕλκω. ἑλκύω γάρ, εἶτα ἑλκυστῶ, ἐξ οὗ ἑλκυστάζω.

(v. 188) Κυάνεον δὲ νέφος πρὸς διαστολὴν τῶν ἀλλαχοῦ χρυσέων, ἔτι δὲ καὶ τῶν διαλεύκων. Τὸ δὲ "ἤγαγε" δῆλον ὡς οὐκ ἐμψύχῳ ὄντι τῷ νέφει ἐπιλαλεῖται.

(v. 190) Τὸ δὲ "μὴ πρὶν μένος ἠελίοιο σκήλῃ" ἐλλέλειπται συνδέσμου αἰτιολογικοῦ, ἵνα λέγῃ, ὅπως ἢ ὄφρα ἢ ἵνα μὴ πρὶν ἥλιος σκήλῃ, [710] ὅπερ ἔοικεν ἐκ τοῦ σκάλλω γενέσθαι. εἰ γὰρ ἐκ τοῦ σκέλλω ἦν, ὅθεν καὶ τὸ σκέλος καὶ ὁ σκελετός, διὰ διφθόγγου ἂν εἶχε τὴν παραλήγουσαν, ὡς καὶ τὸ "ἀγγείλῃ" καὶ "ἀνατείλῃ" καὶ τὰ ὅμοια. δῆλον δὲ ὅτι τὸ σκαλλόμενον λύεται τῆς συνεχείας καί πως ἀπ' ἐναντίας ἔχει πρὸς τὸ σκέλλειν, ἐξ οὗ καὶ ὁ σκληρός, σκεληρός τις ὢν καὶ σκληρὸς κατὰ συγκοπήν. ὁμοίως δῆλον καὶ ὅτι τὸ σκέλλω συγκοπὲν ποιεῖ ἄρρητον θέμα τὸ σκλῶ, ἐξ οὗ τὸ κατεσκληκέναι. τὸ μέντοι παρὰ Ἀλκίφρονι "ἀποσκλῆναι κινδυνεύω λιμῷ" καὶ ἀλλοῖόν τινα ἐνεστῶτα νοεῖν ἀπαιτεῖ. σκλῆμι γὰρ ἀχρεῖον ῥῆμα, ἐξ οὗ τὸ σκλῆναι, ὡς ἐκ τοῦ ἵστημι τὸ στῆναι.

(v. 191) Τὸ δὲ "ἴνεσι καὶ μέλεσσι" τὰ μόρια δηλοῖ, ἐν οἷς τὸ σκῆλαι γίνεται.

(v. 192) Ὅτι καίεσθαι λέγεται οὐ μόνον τὰ ἐν τῇ πυρᾷ, ἀλλὰ καὶ αὐτὴ ἡ πυρά, ὡς δηλοῖ τὸ "οὐδὲ πυρὴ Πατρόκλου καίετο", ἤτοι ἀνήπτετο.

(v. 193-197) Ἔνθα, φησίν, "ἀλλ' ἐνόησεν Ἀχιλλεύς". ποῖον ἐκεῖνο; "στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ' ἀνέμοισι, Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπέσχετο", ἢ "ὑπίσχετο", "ἱερὰ καλά· πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν ἐλθεῖν". ὃ δὴ παραποιηθήσεταί ποτε καὶ εἰς ἱκεσίαν φιλοτήσιον.

(v. 197 s.) Καὶ ἦν ἡ λιτὴ "ὄφρα τάχιστα πυρῇ φλεγεθοίατο νεκρόν, ὕλη τε σεύαιτο", ἤγουν ὁρμηθείη, κατασπευθείη, "καήμεναι". Καὶ ὅρα καὶ νῦν τὸ "ὑπέσχετο" κοινῶς λεχθέν. τὸ [711] γὰρ ποιητικὸν "ὑπέστη" λέγεται. λέγει δὲ καὶ μετ' ὀλίγα "ὑπίσχεται ἱερὰ καλά". ἐκ δὲ τούτου τὸ ὑπισχνεῖσθαι γίνεται πλεονασμῷ συνήθει τοῦ ν. Δοκεῖ δὲ τὴν τοῦ Βορέου καὶ Ζεφύρου καταπνοὴν ἐναργεστάτην Ὅμηρος εἰδέναι περὶ τὰ ἐκεῖ. διὸ καὶ πλάττει τὸν Ἀχιλλέα ἐπιλεγόμενον αὐτοὺς εἰς εὐχήν. Τὸ δὲ "φλεγεθοίατο" Ἀττικῶς κατὰ πάθος ἐσχηματίσθη, τεθὲν ἀντὶ τοῦ "φλέγοιεν". Ἰστέον δὲ ὅτι [τε παραδίδωσι τὰ ἐφετὰ καὶ εὐκταῖα ἐξ ἀνάγκης εἶναι ὁ ποιητής, καὶ ὅτι τὰς μὴ φαύλας εὐχὰς ἀπεκβαινούσας οἶδε, παιδευτικὸς ὢν καὶ ἐν μύθοις, καὶ ὅτι τὸ ἀπὸ τύχης. ὅπερ ἐστὶν ἡ τῶν ἀνέμων πνοή, ὡς ἐκ προνοίας γενέσθαι λέγει, εἰ μή τι ἄρα ἐπῳδή τις καὶ γοητεία ἐκείνους πνέειν ἠνάγκασε, καὶ ὅτι] τὸ "πυρῇ φλεγεθοίατο" συστοιχεῖ πως τῷ "Ἥφαιστος πυρὶ φλεγέθων", ἐν παραθέσει, καὶ τῷ Πυριφλεγέθων ποταμὸς ἐν Ἅιδου κατὰ σύνθεσιν, καὶ ὅτι νοήματος ἀλλαγῇ οἰκεῖον τὸ "ἔνθ' αὖτ' ἀλλ' ἐνόησεν" ὁ δεῖνα, ὥσπερ ἐκ τῶν ἐφεξῆς κειμένων σπουδῆς μὲν δηλωτικὸν τὸ "ἕζεσθαι μὲν ἀνήνατο εἶπέ τε μῦθον· οὐχ' ἕδος, εἶμι γάρ" ποιήσων τόδε, προκλήσεως δὲ βοηθητικῆς τὸ

(v. 209) "ἐλθεῖν ἀρᾶται καὶ ὑπίσχεται τόδε",

(v. 210 s.) πένθιμον δὲ τὸ "κεῖται" ὁ δεῖνα, "ὃν πάντες ἀναστενάχουσιν" οἱ δεῖνα. λογοειδὴς δὲ σχεδὸν καὶ οὗτος ὁ στίχος καὶ οὐκ ἔχων δίαρμα ποιητικόν. Ἔστι δὲ ἀναστενάζειν ἢ τὸ ἄνω τὸν στεναγμὸν ὑψοῦν ἢ τὸ πολλάκις στενάζειν.

(v. 205) Τὸ δὲ "οὐχ' ἕδος", καθὰ καὶ ἀλλαχοῦ, οὕτω καὶ νῦν ἀντὶ τοῦ οὐ καθέδρα ἤγουν οὐκ ἔστιν ἕζεσθαι. Σοφοκλῆς δὲ σαφέστερον φράζει ἐν τῷ "οὐχ' ἕδρας ἀκμή".

(v. 198-207) Ὅτι ἡ Ἶρις "ἀράων", ἤγουν εὐχῶν, "ἀΐουσα" τῶν τοῦ Ἀχιλλέως, "μετάγγελος ἦλθε τοῖς ἀνέμοις. οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον εἰλαπίνην δαίνυντο. θέουσα δὲ Ἶρις ἐπέστη βηλῷ ἐπὶ λιθέῳ· τοὶ δ' ὡς ἴδον ὀφθαλμοῖσι, πάντες [712] ἀνήϊξαν κάλεον τέ μιν εἰς ἓ ἕκαστος. ἣ δὲ ἕζεσθαι μὲν ἀνήνατο", ὡς ἀνωτέρω ἐγράφη, θέλουσα ἐπ' Ὠκεανὸν ἐλθεῖν Αἰθιόπων ἐς γαῖαν διὰ τὰς ἐκεῖ ἑκατόμβας, ἃς ἔστιν εἰπεῖν ὡς ἐδαίνυντο ἀθάνατοι, καθὰ εἰλαπίνην οἱ ἄνεμοι.

(v. 208-212) Εἶτα δηλώσασα ὡς Ἀχιλλεὺς ἐπὶ τὴν τοῦ ἑταίρου πυρὰν Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν ἐλθεῖν ἀρᾶται, αὐτὴ ἀπέβη, οἱ δὲ ἐποίησαν ἃ ἑξῆς λέγει ὁ ποιητής.

(v. 201-212) Καὶ ὅρα τὸ κατὰ τὴν Ἶριν. ἢ γὰρ κατὰ τὸ σιωπώμενον ηὔξατο Ἀχιλλεὺς καὶ αὐτῇ, διὸ καὶ ὠκεῖα καὶ θέουσα ἦλθεν, ἢ ὀφειλέτης ἦν μυθικῶς ἀγγέλλειν τὰ τοιαῦτα τοῖς ἀνέμοις. ἡ δὲ ἀλληγορία, κἀνταῦθα Ἶριν νοοῦσα τὸ φυσικὸν ἐν ἀέρι πάθος τοῦ καλουμένου τόξου, λέγει οὐ μόνον ὑετῶν καὶ πολέμων, ἀλλὰ καὶ ἀνέμων εἶναι σημαντικὴν τὴν κατὰ τὸν ἀέρα φανταζομένην Ἶριν, καὶ ᾠκειῶσθαι κατὰ τοῦτο ἀνέμοις, οἳ καὶ ἀναΐσσουσιν ἐπ' αὐτῇ, ὅτι ἔστιν ὅτε σημεῖον ἐγέρσεως ἀνέμων ἐστί, καὶ καλοῦσιν ἕκαστος. πάντας γὰρ ἄλλοτε ἄλλον ἐγείρειν φιλεῖ, καὶ οὐδὲ ἕζεσθαι θέλει. ἀστατεῖ γὰρ ἐπ' ὀλίγον φαινομένη καὶ ὡς τάχος ἀφανιζομένη, καὶ εἰς Ὠκεανὸν ἄπεισιν, ὡς ὑγρότητι χαίρουσα καὶ σταγόσιν ἀερίαις ἐμφαινομένη ὁποῖα καί τισι κατόπτροις. [(v. 207) Διὸ καὶ μεταδαίσασθαι τῶν ἐκεῖθεν ἱρῶν, ἤγουν θυμάτων, ἐθέλει.] Τοιαῦτα μὲν τὰ κατὰ ἀλληγορίαν. ὁ δὲ μῦθος καὶ ὡς ἐρῶντας τοὺς ἀνέμους καλεῖν τὴν Ἶριν ἕκαστον λέγει.

(v. 199) Ὅρα δὲ κἀνταῦθα τὸ "μετάγγελος", ὅ ἐστιν ἄγγελος, καιρίαν ἑρμηνείαν τῆς Ἴριδος. εἰπεῖν γὰρ ἓν πρὸς ἕν, Ἶρις ἡ ἄγγελός ἐστι παρὰ τὸ εἴρειν, ὃ δηλοῖ τὸ δηλοῖ τὸ ἀγγέλλειν. [Τινὰ δὲ τῶν ἀντιγράφων ἐν δυσὶ μέρεσι λόγου ἔχει τὸ "μετ' ἄγγελος", ἵνα λέγῃ ὅτι ἄγγελος μετ' ἀνέμοισιν, ἤγουν ἐπ' ἀνέμοις καὶ εἰς ἀνέμους, ἦλθεν ἡ Ἶρις.]

(v. 200) Τὸ δὲ παρὰ Ζεφύρῳ τοὺς ἀνέμους πάντας λαχεῖν εἶναι οὔτε μῦθον ἰδιαίτατον ἔχει οὔτε βαθεῖαν ἀλληγορίαν, ἀλλ' ἢ μόνον ἔνδειξιν τοῦ εἰς ἓν δύνασθαι τοὺς ἀνέμους ἥκειν τῇ κατ' οὐσίαν οἰκειότητι. πάντες γὰρ "ὑγρὸν ἀέντες" εἰσὶ κατὰ τὴν ποίησιν καὶ ἐξ ἀναθυμιάσεως, τῆς ξηροτέρας δηλαδή, ἧς χορηγὸς ἡ γῆ. διὸ καὶ λίθεος [713] αὐτοῖς ὁ βηλὸς εἰς αἴνιγμα τῆς γῆς.

(v. 200-202) Ἐν δὲ τῷ "Ζεφύρου ἔνδον" λείπει τὸ "δόμου" ἢ "σπηλαίου" ἢ τοιοῦτόν τι, σιγήσαντος μὲν Ὁμήρου τὸ λεῖπον διὰ τὸ μὴ ἔχειν εἰπεῖν τι τέως καίριον, ἐμφήναντος δὲ σπηλαίου ἔλλειψιν διὰ τοῦ εἰπεῖν "βηλῷ ἐπὶ λιθέῳ". ὁ γὰρ λίθεος βηλὸς σπηλαίου εἶναι ὑπονοεῖται. καὶ ἔχει τὸ εὔλογον ἡ ὑπόνοια, οὐ μόνον διότι τὰ σπήλαια κόσμου σύμβολα παρὰ τοῖς παλαιοῖς, οὗ ἐντὸς τοῖς ἀνέμοις αἱ κατ' αὐτοὺς εἰλαπίναι, ἀλλὰ καὶ ὡς ἐκ τῶν ὑπὸ γῆν τόπων ἐκπνεόντων ἀνέμων ὡς οἷα καὶ ἀπὸ θαλάμων τινῶν, δοτέον δὲ καὶ οἴκων εἰπεῖν.

(v. 229) Ἐπεὶ καὶ ὁ ποιητὴς μετ' ὀλίγα οὕτω φησὶν "οἱ δ' ἄνεμοι πάλιν ἔβαν οἶκόνδε νέεσθαι", ἄμφω προσαρμόσας αὐτοῖς, τόν τε οἶκον ῥητῶς καὶ τὸ σπήλαιον συμβολικῶς καὶ ὡς ἐκ μέρους δὲ τοῦ λιθέου βηλοῦ. εἰ δέ που καὶ ἐπὶ ἀετῶν οἶκος λέγεται, ὡς τὸ "οἰκία καὶ πόλιν αὐτῶν", ἀλλὰ προσφυέστερον ἐνταῦθα ἐπὶ ἀνέμων, οἳ καὶ ὁμιλοῦσι καὶ δαίνυνται κοινωνικῶς καὶ θεῖόν τί εἰσι.

(v. 201) Τὸ δὲ "θεούσα" τὸ τῆς Ἴριδος θοὸν ὑπολαλεῖ. [(v. 203) Καίριον δ' ἐπ' ἀνέμων τὸ ἀνήϊξαν, εἴγε τὸ ἀΐσσω, ἐξ οὗ τὸ ἀναΐσσω, ἐκ τοῦ ἄω, τὸ πνέω, γίνεται, ἀφ' οὗ καὶ ὁ ἄνεμος. εἰ δὲ τὸ ἄω προϋπόκειται καὶ τοῦ ἀΐω, ἀλλ' ἐκεῖνο μὲν ἀλλοῖον ἄημα δηλοῖ, ψυχικὸν δηλαδή, οὗ ἔχεται καὶ τὸ ἀΐσθειν, καὶ τὸ ἐξ αὐτοῦ αἰσθάνεσθαι καὶ ἡ αἴσθησις. τὸ δὲ νῦν λεχθὲν ἄω καὶ τὸ ἐξ αὐτοῦ ἄημα πνοὴν ἀερίαν δηλοῖ οὐδέποτε παραμόνιμον.]

(v. 206) Τὸ δὲ "Αἰθιόπων ἐς γαῖαν" καὶ ἑξῆς, παραδηλοῖ ὡς ἀπηλλάγησαν ἤδη ἀγώνων οἱ θεοί. ὅθεν καὶ πανηγυρίζουσιν, ἐπεὶ πέρας ἡ τοῦ [714] Διὸς εἴληφε βουλή. τάχα δὲ καὶ ἐπίτηδες ὁ ποιητὴς τοῦ τε μετὰ τὴν μῆνιν πολέμου τοῦ κατὰ τὴν Ἰλιάδα Αἰθιοπικὰς θυσίας προϊστόρησε καὶ νῦν δὲ τοῦ ἀγῶνος λωφήσαντος ὁμοίων μέμνηται. εἰ δὲ μὴ ὡς ἐκεῖ, ἀλλ' ὅμως καὶ τοῦτο δεινότης Ὁμήρου, ἐκκλίνοντος τὸ τῆς γραφῆς ὁμοειδές, εἰς ὅσον ἔνεστι.

(v. 208) Κελαδεινὸν δὲ Ζέφυρον λέγει, ὡς τοῦ Ἀχιλλέως τοιοῦτον προκαλουμένου Ζέφυρον ἐπὶ ἐξάψει τῆς πυρᾶς. ὁ δ' αὐτὸς καὶ δυσαὴς ἀνωτέρω ἐρρέθη, οὐχ' ὡς ἀεὶ τοιοῦτος, ἀλλ' ἢ ὅτε καταιγίζει, [ὡς καὶ νῦν ὀφείλει ποιῆσαι.] ἄλλως γὰρ προσηνής ἐστι συννοητέον δὲ καὶ ἐπὶ Βορέου τὸ κελαδεινόν. ἑξῆς οὖν ἀμφότεροι φυσῶσι λιγέως.

(v. 212-215) Ὅτι πνοῆς οὐκ ἠρεμαίας ἀνέμων δηλωτικὸν τὸ "οἳ δ' ὀρέοντο ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν, αἶψα δὲ πόντον ἵκανον ἀήμεναι", ἤγουν ὥστε πνέειν, "ὦρτο δὲ κῦμα πνοιῇ ὑπὸ λιγυρῇ". ἠχὴν δὲ θεσπεσίαν λέγει τὴν μὴ τυχοῦσαν, ἀλλὰ θείως συμπεσοῦσαν ἤγουν συμβᾶσαν ἢ ἐμπεσοῦσαν κατὰ τὸ "ἐν δὲ πυρῇ πεσέτην". Τὸ δὲ "νέφεα κλονέοντες πάροιθεν" ὡς ἐπὶ διωκόντων μὲν ἀνέμων, φευγόντων δὲ νεφῶν εἴρηκεν. πολεμικὴ γάρ τις ἡ λέξις.

(v. 217) Διὸ οἱ αὐτοὶ μετ' ὀλίγα βάλλειν λέγονται ἐν τῷ "παννύχιοι δ' ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ' ἔβαλλον". ἔστι δὲ βολὴ αὕτη ἡ φύσησις. διὸ ἐπάγει "φυσῶντες λιγέως".

(v. 214) Τὸ δὲ "πόντον ἵκανον" ἠδύνατο μὲν εἰπεῖν καὶ "ἐν δ' ἔπεσον πόντῳ", ἐφύλαξε δ' αὐτὸ τῇ πυρᾷ.

(v. 216) Φησὶ γὰρ "ἐν δὲ πυρῇ πεσέτην", ἧς τὸ πῦρ θεσπιδαές, ᾧ λόγῳ καὶ θεσπεσίην τὴν τῶν ἀνέμων ἠχήν. ἐπιφέρει γὰρ "μέγα δ' ἴαχε θεσπιδαὲς πῦρ". Ἔνθα πάλιν ὅρα διαφορὰν πυρᾶς καὶ πυρός. ἡ μὲν γὰρ περιεκτική, τὸ δὲ περιέχεται.

(v. 218-221) Ὅτι δαπάνην οἴνου πολλοῦ δηλώσει ποτὲ παραποιηθὲν τεχνικῶς, ὃ ἐποίει Ἀχιλλεύς "ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο", ἤγουν τὸ "ὃ δὲ πάννυχος χρυσέου ἐκ κρητῆρος, ἔχων δέπας ἀμφικύπελλον, οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν". τοῦτο δὲ καὶ μεθύσῳ ἂν [715] ἐπισκωφθήσεται ἀνδρί.

(v. 220) Ὅρα δὲ τὸ "χέεν", ἀφ' οὗ χοαὶ λέγονται αἱ τῶν νεκρῶν σπονδαί, καὶ ὅτι τὸ "δεῦε δὲ γαῖαν" οὐκ ἀναγκαίως ἐπήχθη, ἀλλ' αὕτως εἰς ἀναπλήρωσιν στίχου. ἤρκει γὰρ ἀντ' αὐτοῦ τὸ "χαμάδις χέεν".

(v. 217 s.) Ὅρα δὲ καὶ ὅτι ἀνωτέρω "παννύχιοι" τετρασυλλάβως Ὅμηρος εἰπὼν ἐπήγαγε νῦν τρισύλλαβον τὸ αὐτοῦ πρωτότυπον ἐν τῷ "πάννυχος Ἀχιλλεύς". [Εἰ δὲ τὸ "ἔχων" καὶ τὸ "χέεν" ἀστεῖόν τι ἐμφαίνουσι κατὰ τὸ θυμός καὶ μῦθος καὶ τὰ τοιαῦτα, ἔτι δὲ καὶ εἰ τὸ "φυσῶντες" καὶ "ἀφυσσάμενος" ἔχουσί τι κάλλους, εἰς τοσοῦτον καὶ μόνον ἐπισημαντέον.]

(v. 222-225) Ὅτι καὶ τοιαύτην παραβολὴν ἐνταῦθα ὁ ποιητὴς τίθησι δηλοῦσαν τὸ ἐπὶ Πατρόκλῳ πένθος τοῦ Ἀχιλλέως "ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων, νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, ὣς Ἀχιλλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, ἑρπύζων παρὰ πυρκαϊήν, ἀδινὰ στοναχίζων". ἡ δὲ παραβολή, φασίν, αὐξητικὴ πρὸς ἔνδειξιν πολλῆς στοργῆς. ὡς πατὴρ γάρ, φησίν, ἐπὶ υἱῷ καὶ τούτῳ οὐ τῆς τυχούσης ἡλικίας, ἀλλὰ νυμφίῳ, ἀφ' οὗ εἶχε μὲν ἐλπίδας ὄψεσθαι παῖδας, ὁ δὲ ταῖς δευτέραις ἐλπίσι καὶ τὴν πρώτην προσαπολωλέκει.

(v. 225) Τὸ δὲ "ἑρπύζων" κλίσιν μέν τινα τοῦ ἥρωος δηλοῖ, δυσανάπαυστον δὲ διὰ τὴν ἐπὶ τῇ πυρᾷ φροντίδα. διὸ παυσαμένης τῆς φλογὸς ἀπὸ πυρκαϊῆς ἑτέρωθι λιασθεὶς κλίνεται καὶ ὑπνοῖ γλυκὺ ἐπ' ὀλίγον διὰ τὸ γενέσθαι ἡμέραν εὐθύς.

(v. 231 s.) Ἔνθα καὶ φραστικὸν γλυκέος ὕπνου τὸ "ἑτέρωσε λιασθεὶς κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν".

(v. 2268) Ὅτι καιρὸς πράξεως τὸ "ἦμος δ' ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅν τε μετὰ κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, τῆμος" γέγονε τόδε τι. τὸ δὲ Ὁμηρικὸν ἑξῆς ὅτι "τῆμος πυρκαϊὴ ἐμαραίνετο". τοῦτο δὲ ἑρμηνεύων ἐπάγει "παύσατο δὲ φλόξ". μαραίνεται γὰρ πυρκαϊὰ παυσαμένης φλογός. Καὶ ὅρα ὅτι τὴν πυρὰν πυρκαϊὰν ἑρμήνευσε, καὶ ὅτι "ἑωσφόρος" εἰπὼν ἑρμηνεύει αὐτὸν ἐτυμολογικῶς διὰ τοῦ φόως ἐρέων, ὡς ταὐτὸν ὂν ἕω φέρειν καὶ φῶς ἐρεῖν ἤτοι ἀγγεῖλαι, ὡς καὶ φθάσας εἶπεν "ἀγγέλλων φάος ἠριγενείης". τοιοῦτον δὲ καὶ τὸ "Ζηνὶ φόως ἐρέουσα", τουτέστι τῷ ἀέρι, ὅπερ ἐνταῦθα ἐνέλιπεν. οὐ γὰρ εἶπε "Ζηνὶ φόως ἐρέων", ἀλλ' ἁπλῶς οὕτω "φόως ἐρέων". Ὅρα δὲ καὶ ὅτι οὐκ εἶπε μετὰ τὸν ἑωσφόρον εὐθὺς προσεχῶς ἥκειν τὴν ῥοδοδάκτυλον ἠῶ, ἀλλὰ τὴν κροκόπεπλον, μεθ' ἣν ἡ ῥοδοδάκτυλος, περὶ ὧν ἀλλαχοῦ εἴρηται.

(v. 227) Τὸ δὲ "ὑπὲρ ἅλα κίδναται" παρατετηρημένως φησὶν ὁ ποιητής. πρώταις τε γὰρ ἀκτῖσιν ἥλιος ἅλα [716] βάλλει τὴν ἔξω, ἥ ἐστιν Ὠκεανός, καὶ ὑψωθεὶς δὲ οὐχ' οὕτως ἀλλαχοῦ διασκίδνησι τὸ φῶς ὡς περὶ τὴν ἅλα διὰ τὸ ἀναπεπταμένον αὐτῆς καὶ ἀνεπιπρόσθητον. [Διὸ καὶ οἰκειούμενος τὴν ἅλα ἐξ αὐτῆς καλεῖται κατά τινας τῶν παλαιῶν ἅλιος καὶ τροπῇ ἥλιος. καὶ ἔστι καὶ ἁλίου χρῆσις πολλὴ παρὰ ποιηταῖς.]

(v. 230) Ὅτι ὥσπερ Θρῄκηθέν που ἐρρέθησαν πνέειν ὁ Βορρᾶς καὶ ὁ Ζέφυρος, οὕτω κἀνταῦθα πνέειν οὐ θέλοντες παλιννοστοῦσιν οἴκαδε "Θρηΐκιον κατὰ πόντον", ὃς εἴη ἂν μάλιστα ὁ Εὔξεινος, καὶ ἡ προκειμένη δὲ αὐτοῦ ἅπασα Προποντίς.

(v. 229 s.) Ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις αὕτη χρησιμεύουσα εἰς φράσιν ἀρχομένης γαλήνης "οἱ δ' ἄνεμοι πάλιν αὖθις ἔβαν οἶκόνδε νέεσθαι Θρηΐκιον κατὰ πόντον. ὃ δ' ἔστενεν οἴδματι θύων", τῷ ἐκ τῆς παλιννοστήσεως δηλαδὴ τῶν ἀνέμων. ἴσως δὲ καὶ αὐτῶν παυσαμένων ὁ πόντος ἔστενεν, ἔτι ἐγείρων κύματα, ὁποῖα τὰ ἐν Ὀδυσσείᾳ δηλωθέντα κωφά.

(v. 229) Ὅρα δὲ τὸ "οἶκόνδε" ἐπὶ ἀνέμων ῥηθὲν ὡς ἐπὶ θείων τινῶν. ἄλλως γὰρ τὸ σπήλαιον ἐπ' αὐτῶν κυριολεκτεῖται, ὡς καὶ προδεδήλωται.

(v. 230) Τοῦ δὲ "στένειν" ἡ χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "στένοντα πόντον". οὐκ εὔδηλον δὲ εἴτε ἐπὶ ζῴων εἴτε ἐπὶ πόντου ἡ τοῦ στένειν κυριολεξία ἐστί. [(v. 230) Περὶ δὲ Θρᾴκης ἤτοι Θρῄκης, ἧς παρώνυμον ὁ Θρηΐκιος πόντος, παραπεπήχθω τοῖς ἀλλαχοῦ προγεγραμμένοις καὶ ταῦτα ἐπιτομώτερον, ὅτι ἐπιεικῶς εἰπεῖν κατὰ τὸν Ἀθήναιον ἡ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, ἔτι δὲ καὶ πολύοινος. διὸ καὶ οἱ περὶ Τροίαν Ἀχαιοὶ ἐκεῖθεν οἰνίζοντο, ὡς δῆλον ἐκ τοῦ "νῆες δ' ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι. Θρᾳκία δὲ πάντως καὶ ἡ Λῆμνος, καθὰ καὶ ἡ Θάσος. ἀγαθοῦ καὶ αὐτὴ εὐφοροῦσα οἴνου. καὶ εἴη ἄν, ὥς που καὶ προδεδήλωται, ἡ τοιαύτη κατ' οἶνον εὐφορία αἰτία τοῦ καὶ Ἄρεος οἰκητήριον τὴν Θρᾴκην λέγεσθαι, ὡς τοῦ πολλοῦ οἴνου ἔριν καὶ στάσεις καὶ τὰ ἐχόμενα [717] ἐξεγείροντος. ἐθνικὸν δὲ Θρᾴκης Θρᾷξ, ὅθεν Θρᾷττα γυνή. καὶ ἰχθύος δὲ ὄνομα παρὰ τῷ Δειπνοσοφιστῇ. ταύτην δέ, φησί, θέτταν γράφει Δωρόθεος, βιβλίῳ περιτυχών, ὡς εἰκός, ἡμαρτημένῳ, ἢ καὶ διὰ τὸ ἄηθες τοῦ ὀνόματος διορθώσας αὐτός. ὅλως δέ, φασίν, Θρᾴττης ὄνομα παρ' οὐδενὶ τῶν Ἀττικῶν ἐστιν.]

(v. 232-234) Ὅτι γλυκὺς μὲν ὕπνος ἐφώρμισε τῷ Ἀχιλλεῖ κλιθέντι περὶ ἑωσφόρου ἀνατολάς, ὡς προείρηται. τοῦ δὲ βασιλέως καὶ τῶν ἀμφ' αὐτὸν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν αὐτόν. ἐλαφρὸς γάρ, φασίν, ὁ τῶν ἐν λύπαις ὕπνος καί, κατὰ τὴν Τραγῳδίαν, "ὕπνος ἄϋπνος".

(v. 234) Σημείωσαι δὲ τὸ ὅμαδος οὐκ ἐπὶ ἀπαιδεύτου ἤχου ἐνταῦθα ληφθέν, ὡς ἐν Ὀδυσσείᾳ ἐπὶ μνηστήρων, ἀλλ' ἁπλῶς ἐπὶ σώφρονος ὁμοῦ αὐδῆς ἤτοι συλλαλιᾶς, ἣ πάντως γίνεται, ὅτε τινὲς ἀολλέες ἠγερέθονται, ὡς ὁ ποιητὴς ἐνταῦθά φησιν. Ὅρα δὲ καὶ ὅτι ἔχων ὁ ποιητὴς πλάσαι τι καὶ ἐνταῦθα περὶ ὀνείρου, ἔνθα καὶ μάλιστα τὴν τοῦ Πατρόκλου ψυχὴν ὁ θάπτων ἐκίκλησκεν, ἀφῆκεν οὕτω γράψαι, ὡς ἂν ἐκφύγῃ τὸ τῆς πλάσεως ὁμοειδές, πιθανευσάμενος διὰ τοῦτο τὸν ταχὺν τοῦ Ἀχιλλέως ἀφυπνισμόν.

(v. 237 s.) Ὅτι σαφῶς ἐνταῦθα παραδηλῶν διὰ τοῦ Ἀχιλλέως ὁ ποιητὴς, ὡς περιοχήν τινα δηλοῖ ἡ πυρὰ ἤτοι πυρκαϊά ‑ οὐκ ἔχει γὰρ καιριωτέραν λέξιν εἰπεῖν, ὥσπερ οὐδὲ πυρᾶς οὕτως οὐδὲ πυρκαϊᾶς ‑ φησὶν "πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ' αἴθοπι οἴνῳ, πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος", ἑρμηνεύων πυράν, ἤγουν πυρκαϊάν εἶναι τόπον, ὁπόσον ἐπέσχε τὸ πῦρ. ὃ περιφράζων ἐν τοῖς ἑξῆς λέγει "πυρκαϊὰν σβέσαν, ὅσσον ἐπὶ φλὸξ ἦλθε", δραττομένη δηλαδὴ τῆς τοπικῆς ὑποκειμένης ὕλης. διὸ ἐπάγει "βαθεῖα δὲ κάππεσε τέφρη", ἡ ἐκ τῆς ῥηθείσης ὕλης. Ἔνθα καὶ ὅρα τὸ καταπεσεῖν καιριώτατα λεχθὲν ἐπὶ βαθείας καὶ ὑγρανθείσης τέφρας. Τὸ δὲ "σβέσατε" τὸ τῶν ἡρώων δηλοῖ αὐτοδιάκονον. ἀριστῆες γὰρ Παναχαιῶν οἱ ἀμφ' Ἀτρείδην τὴν πυρὰν ἔσβεσαν. Οἴνῳ δὲ σβεννύεται ἡ πυρκαϊὰ διὰ τιμὴν τοῦ ἥρωος Πατρόκλου. καὶ ἔστι καὶ τοῦτο χοή τις νεκρική.

(v. 238) Τὸ δὲ "ὁπόσον" ἐσχημάτισται κατ' ἔλλειψιν τοῦ τόπον ἢ τοῦ μέρος ἢ κατά τινα [718] τοιαύτην λέξιν. ἄλλως γὰρ τὸ ὀρθὸν ἦν εἰπεῖν "σβέσατε πυρκαϊὴν πᾶσαν, ὁπόσην ἐπέσχε πυρὸς μένος". γέγονε δὲ ὁ σχηματισμὸς ἀναγκαίως. οὐ γὰρ ἦν χρήσιμον εἰς μέτρον εἰπεῖν "ὁπόσην ἐπέσχε". Τὸ δὲ "μένος πυρός", ὡς ἐπὶ ἐμψύχου εἴρηται. οὕτω δὲ καὶ "δέμας πυρός" εἰπεῖν τετόλμηται ὡς ἐπὶ αἰσθητικοῦ τοῦ πυρός. Ὅτι ἐπὶ πραγμάτων ἀριδήλων ἐρεῖ ἄν τις τὸ "εὖ διαγινώσκοντες, ἀριφραδέα δὲ τέτυκται", τοῦτο δὴ ὃ περὶ τῶν τοῦ Πατρόκλου ὀστῶν εἶπεν Ἀχιλλεύς. ἃ εὔγνωστα ἦν λέγεσθαι, ὅ ἐστι συλλεγῆναι.

(v. 241 s.) "Ἐν μέσσῃ γὰρ ἔκειτο πυρᾷ", ὡς καὶ προερρέθη, "οἱ δὲ ἄλλοι ἄνευθεν ἐσχατιῇ ἐπὶ μίξ, ἵπποι τε καὶ ἄνδρες", οἱ συγκαυθέντες. Καὶ ὅρα καὶ νῦν τὸ "ἐσχατιᾷ" ἀντὶ τοῦ ἐν ἐσχάτῃ πυρᾷ, ὃ τοῖς μεθ' Ὅμηρον οὐ σύνηθες, οἳ ἐπὶ ἑτεροίου ἐκτοπισμοῦ τὴν λέξιν τιθέασι, ποτὲ μὲν ἀπολύτως, οἷον· ὁ δεῖνα ἐν ἐσχατιαῖς διατρίβει, ὡς οἷον ἐρημάζων, ποτὲ δὲ μετὰ προσθήκης, οἷον· ἐν ἐσχατιᾷ ὄρους. οὕτω δὲ καὶ Ὅμηρος, οἷον· "ἀγροῦ ἐν ἐσχατιῇ". Τὸ δὲ "ἐπὶ μὶξ ἵπποι τε καὶ ἄνδρες", καὶ ἄνδρες", καὶ ἐπὶ θεωρικῆς λεχθείη ἄν ποτε ἢ καὶ ἄλλως ὀχληρᾶς συνάξεως, [ὅτε καὶ ἔστιν ἶσον παροιμιακῷ τῷ "ἀναμὶξ ἀγκύλων ἱππόται".]

(v. 243 s.) Ὅτι τέως μὲν ἐθέλει Ἀχιλλεὺς ἐν χρυσέῃ φιάλῃ τῇ προειρημένῃ καὶ δίπλακι δημῷ θεῖναι τὰ τοῦ Πατρόκλου ὀστᾶ, "εἰς ὅ κεν", ἤγουν ἕως ἄν, "αὐτός", φησίν, "ἐγὼ Ἄϊδι κεύθωμαι". ἔστι δὲ ἡ μὲν φιάλη ὡς οἷα σορός. ὁ δὲ δίπλαξ δημὸς φυλακτικὸς τῆς τῶν ὀστέων εἰς χοῦν ἀλλαγῆς ἐξ ἄκρας ξηρότητος, ἣν πάσχουσι τὰ κραυρούμενα. Ἔνθα ὅρα τὸν δίπλακα δημὸν χρήσιμον καὶ αὐτὸν ὄντα πως εἰς τὸ "δίπτυχα ποιήσαντες", ἔτι δὲ καὶ εἰς τὸ νοεῖν ὡς καὶ δίπλαξ χλαῖνα ἡ [719] διπλῆ λέγοιτ' ἄν. σημειώδης δὲ ἡ τοιαύτη λέξις. οὔτε γὰρ τὸ ἁπλοῦν οὔτε τὸ τριπλοῦν οὔτε ἄλλο τοιοῦτον κατὰ τὸ δίπλαξ ἐσχημάτισται. Τὸ δὲ Ἄϊδι κεύθωμαι" ἐχορήγησε τὸ "κευθμῶνας Ἅιδου" εἰπεῖν, καὶ "νεκρῶν κευθμῶνα".

(v. 245-248) Εἶτα ὁ Ἀχιλλεὺς καὶ "τύμβον οὐ μάλα πολλὸν πονέεσθαι" κελεύει, "ἀλλ' ἐπιεικέα τοῖον, ἔπειτα δὲ εὐρύν θ' ὑψηλόν τε" γενέσθαι αὐτὸν ὑπὸ τῶν Ἀχαιῶν, οἳ ἄν, φησίν, ἐμοῦ δεύτεροι ἐν νήεσσι λίπησθε". Καὶ ὅρα ὡς ἑαυτῷ τὸ πλεῖον τῆς τιμῆς ἐς ὕστερον ἀποτεθεῖσθαι ἀξιοῖ τοὺς Ἀχαιούς, ὡς τῆς τῶν ἀρίστων ὁσιώσεως κοινῇ γινομένης καί, ὅ φασι, δημοσίᾳ, καθὰ καὶ παρὰ τοῖς μεθ' Ὅμηρον ἐπεκράτει τοῖς καὶ ῥητορεύουσιν ἐπὶ τοιαύταις ταφαῖς. καὶ οὔτε τὰ τοῦ Πατρόκλου ὁ Ἀχιλλεὺς ὀστᾶ νῦν αὐτίκα τῷ λαμπρῷ κρατῆρι ἐντίθησι πρὸ ἑαυτοῦ, καὶ τὸ πολὺ δὲ εὖρος καὶ ὕψος τοῦ τύμβου ἑαυτῷ ταμιεύεται.

(v. 246) Ἐπιεικέα δὲ καὶ νῦν τὸν εἴκοντα καὶ πρέποντα τῷ Πατρόκλῳ λέγει. ἔγνωσται γὰρ ὡς οὐκ οἶδε τὴν λέξιν ἐπὶ ἑτέρου σημαινομένου ὁ ποιητής. εἶχε δ' ἂν ἴσως καὶ μενοεικέα ἐνταῦθα εἰπεῖν, ὡς καὶ πρὸ τούτων "μενοεικέα ὕλην ἔφη τὴν τῆς πυρᾶς τοῦ Πατρόκλου. Τὸ δὲ "τοῖον", ὅ ἐστι τοιοῦτον, οὐδέν τι οὐδὲ νῦν ὡρισμένον δηλοῖ, ἀλλὰ πάντῃ ἀσαφῶς ἔχει, ἐπίτηδες οὕτω ῥηθέν, ἵνα τῇ τῶν Ἀχαιῶν ἐπικρίσει ἀνατεθῇ τοῦ τύμβου ἡ ποιότης.

(v. 248) Ὅρα δὲ καὶ τὸ "δεύτεροι λίπησθε" οὐκ ἐπὶ ἐλαττώσεως τεθέν, ἀλλ' ἐπὶ ὑστεροχρονίας. Ὅτι τὰ κατὰ τὴν καῦσιν τοῦ νεκροῦ πλατύνας ὁ ποιητὴς στενοχωρεῖ τὰ μετ' αὐτὴν ἐν στίχοις ἑπτά, ἵνα μὴ προσκορὴς εἴη ταῖς συχναῖς διασκευαῖς. εἰπὼν οὖν ἐν δυσὶ στίχοις τὴν σβέσιν τῆς πυρκαϊᾶς, ὡς καὶ προέκκειται, ἐν δὲ ἑνὶ τὴν τῶν ὁστῶν ἀνάλεξιν ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, ἐπάγει

(v. 254-256) "ἐν κλισίῃ δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν". Κατὰ ὁμοίαν δὲ [720] μέθοδον καὶ ἐν τοῖς ἐφεξῆς πολλῶν ἀεθλευσάντων τὰ ἐπιτάφια τοῖς μὲν ἡνιόχοις τὸ ἥμισυ τοῦ λόγου, καί τι δέ που πλέον, προσδαπανᾷ, μακροῦ λόγου αὐτοὺς ἀξιῶν, τοὺς δὲ ἑτέρους ἄθλους ἅπαντας διὰ τοῦ λοιποῦ φράζει ἡμίσεος λόγου. ὃ δὲ καὶ αὐτὸ ἐπισημάνσεως ἄξιον, ἰστέον ὡς ὅλῳ γράμματι ἐμπλατυνάμενος ὁ ποιητὴς ἐπὶ τοῖς ἐν τῇ ταφῇ τοῦ Πατρόκλου τὸν τοσοῦτον Ἕκτορα διὰ πάνυ ταχέων ἔθαψεν, οὐδὲ ὅλα δεκαεπτὰ ἔπη λαλήσας εἰς τὴν ἐκείνου ταφήν, ἀλλὰ διὰ τῶν αὐτῶν μὲν τῆς ταφῆς νοημάτων ἐλθὼν δίχα γε τῶν ἀγώνων, οὕτω δὲ ἐπιδραμὼν, ὡς εἰ καί, ὅ φασιν, ἐδιώκετο καὶ τοῦ πλείω λαλεῖν ἐνεκόπτετο. αἴτιον δὲ τὸ συνεξομοιωθῆναι καὶ ἐκεῖ τὸν λόγον τοῖς πράγμασιν. οὔτε γὰρ καιρὸς ἦν ἀργίας τοῖς ἐκεῖ, καὶ ὁ λόγος δὲ τοῖς ἐπείγουσι πολεμικοῖς ἔργοις συνετροχάζετο.

(v. 254) Φιάλη δέ, φασίν, ἀγγεῖον λεβητοειδὲς πεπλατυσμένον ἄνωθεν. Ὁ δὲ δίπλαξ δημὸς τῷ τῶν ὀστέων ἀσήπτῳ καὶ ἀθρύπτῳ, καθὰ καὶ ἐρρέθη, συμβάλλεται.

(v. 254) Τὸ δὲ "ἐν κλισίῃ θέντες" τὴν ὀστεοφόρον δηλαδὴ φιάλην, φανερῶς δηλοῖ κενήριον εἶναι τὸ ἀμφὶ τὴν ἔξω τῆς κλισίας πυρὰν γεγονὸς τῷ Πατρόκλῳ σῆμα. Τὸ δὲ "ἑανῷ λιτί" τί τε δηλοῖ καὶ πῶς τὰ εἰς λέξιν καθίσταται, ἀλλαχοῦ γέγραπται.

(v. 255) Τορνώσασθαι δὲ κυρίως τὸ κυκλοτερῶς διαγράψαι ὡς ἀπὸ τοῦ τόρνου. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἁπλῶς περιγράψαι, ὡς δηλοῖ καὶ τὸ "ἔδαφος τορνώσεται νηός". Προβαλέσθαι δὲ πάνυ κυρίως ἐπὶ θεμελίων λέγεται, ταὐτὸν ὂν τῷ προθέσθαι, ὅθεν τὰ θεμέλια.

(v. 256) Τὸ δὲ "χυτὴν γαῖαν ἐπέχευαν" τρόπου μέν ἐστιν ἐτυμολογικοῦ, δηλοῖ δὲ συνήθως τύμβου ἀναχωματισμόν.

(v. 257) Σαφηνίζεται δὲ δι' αὐτοῦ κλιμακωτῶς εὐθὺς τεθὲν τὸ "χεύαντες δὲ τὸ σῆμα πάλιν κίον", ὅ ἐστιν ὑπεχώρησαν, ὃ καὶ ἐπὶ Ἕκτορος ῥηθήσεται. ἔστι γὰρ ἑρμηνεία τοῦ "χεύαντες τὸ σῆμα" τὸ "χυτὴν ἐπὶ γαῖαν ἔχευαν", ὅπερ σῆμά ἐστι τεθνεῶτός τινος, ὡς καὶ [721] ἀλλαχοῦ εἴρηται. [Σκοπητέον δὲ καὶ ἐν τούτοις διὰ τοὺς ἅμα θανάτῳ ἀπάγοντας τῆς ψυχῆς τὴν τῶν γνωρίμων καὶ φίλων μνείαν, οἵαν ἐπ' αὐτοῖς τύρβην εἶχον οἱ παλαιοί, πάνυ ἐπιμελούμενοι τῶν κατὰ τοὺς νεκρούς, καὶ μάλιστα τῆς αὐτῶν ὁσίας, ὡς δῆλον καὶ ἐκ τῆς πρὸ τούτων βουλῆς τοῦ τε Νέστορος καὶ τῶν Τρώων, καὶ μεθ' Ὅμηρον ἐκ τῆς συμβάσεως πολλαχοῦ τῆς ἐπὶ ἀναλήψει νεκρῶν ἐν πολέμῳ πεσόντων, ἔτι δὲ καὶ τῶν κακῶς παθόντων δέκα στρατηγῶν, ἐπεὶ οὐκ ἀνείλοντο τοὺς ἐν Ἀργινούσσαις ἀπολομένους ἐν ναυμαχίᾳ, ὧν κατηγόρησε Καλλίξεινος, καθ' οὗ ἐμελέτησεν Ἀριστείδης. ἦν δ' ἄρα τοῖς ἀρχαίοις ἐν σπουδῇ καὶ τὸ ἐπὶ τοῖς τάφοις μεγαλεῖον. καὶ ὁ μὲν τοῦ Μαυσώλου μάλα πολλὸς τάφος ἄκρως περιείργασται καὶ θαῦμα καὶ ἦν καὶ ἔστιν. οἱ δὲ ἄλλοι, ἐν οἷς καὶ τὸ τοῦ Πατρόκλου ἑκατόμποδον σῆμα, εἶχον μιμήσεις. αἰτία δὲ τῆς περὶ τὰ τοιάδε ἀσχολίας ἡ πραγματεία τοῦ διὰ μακροῦ τὴν χάριν τοῖς κειμένοις εἶναι, καθὰ καὶ διὰ στηλῶν καὶ ἐπιγραμμάτων, ὡς δῆλον καὶ ἐκ τοῦ "καί ποτέ τις εἴπῃσιν", ἔνθα χρόνῳ ἀνατίθησιν ὁ Ἕκτωρ τὸ ἑαυτοῦ ἔργον, ὃ δὴ καὶ ὁ καλὸς Αἰσχύλος ἐποίει, ὃς τὰς αὐτοῦ τραγῳδίας τεμάχη λέγων εἶναι τῶν Ὁμήρου μεγάλων δείπνων διὰ τὸ λαμπρῶς ἀπομάττεσθαι τὰς Ὁμηρικὰς μεθόδους, ὥς ποτε ἀδίκως ἡττήθη, ἀνατιθέναι τὴν τραγῳδίαν ἔφη χρόνῳ, εἰδὼς ὡς κομιεῖται κατὰ καιρὸν ὑπὸ τῶν ὀρθῶς ἀνακρινόντων τὴν προσήκουσαν τιμήν.]

(v. 258) Ὅτι οὐδὲ τὸ ἀεθλευτικὸν καὶ ἐναγώνιον εἶδος ἀργὸν ὁ ποιητὴς ἐᾷ, σποράδην δέ που αὐτοῦ τὰ πρὸ τούτων μνησθείς, ἐν οἷς ἵππους ἀεθλοφόρους ἔφη, καὶ ἄεθλον μέγα τρίποδα ἢ γυναῖκα, ἐνταῦθα καιρὸν εὑρὼν ἀνέσεως ‑ ἤμβλυνται γὰρ τῇ τοῦ Ἕκτορος ἀναιρέσει ἡ τοῦ πολέμου ἀκμή ‑ ἐμπλατύνεται τῷ τοιούτῳ εἴδει τοῦ λόγου, γινομένων μέν, ὡς, εἰκός, καὶ ἄλλων πρὸ τούτου ἐπιταφίων ἀγώνων περὶ τὸ ναύσταθμον, ἐν οἷς εὐδοκιμεῖν τοὺς τοῦ Ἀγαμέμνονος ἵππους ἡ [722] κατὰ τὸ ι΄ ῥαψῳδία ἐδήλωσε, τοῦ δὲ ἐπὶ Πατρόκλῳ ἀγῶνος πάντας ὑπερβεβηκότος τῷ μεγαλείῳ τῶν τε ἀθλητῶν τῶν τε ἄθλων καὶ διὰ τοῦτο καὶ ἀξιωθέντος λόγου πολλοῦ παρὰ τῷ ποιητῇ.

(v. 257-261) Ὃς καί φησι προεκθετικῶς, ὅτι Ἀχιλλεὺς μετὰ τὴν τοῦ Πατρόκλου ταφὴν "αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα", ἤγουν ἐκάθιζε, ὃ καὶ καθιστᾶν ἀγῶνα λέγεται, "νηῶν δ' ἔκφερεν ἄεθλα, λέβητάς τε τρίποδάς τε ἵππους θ' ἡμιόνους τε βοῶν τ' ἴφθιμα κάρηνα, ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον". Καὶ ὅρα σχῆμα πολυσύνδετον. οὐδὲ ἓν γὰρ τῶν ἐπάθλων δίχα συνδέσμου προήγαγεν. Ὅρα δὲ καὶ ὅτι, ὃν ἐν ἄλλοις τιμῆντα ἔφη χρυσόν, ἐσίγησε νῦν, οὐχ' ὅτι ὀλίγος ὢν τῷ Ἀχιλλεῖ οὐκ ἐξήνεκται ‑ πολὺς γὰρ χρυσὸς καὶ αὐτῷ καὶ χαλκὸς ἐν κλισίῃ, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται ‑ , οὐδ' ὅτι ἐξελάθετο τῆς οὕτω τιμίας ἐν ὕλαις, ἀλλ' ἢ ὅτι οὐ πολὺν χρυσὸν εἰς ἐπάθλων δόσιν προήγαγεν, ἢ ὅτι κατὰ λόγον συλλήψεως, ἤτοι συνεκδοχῆς, τῷ τοῦ σιδήρου μετάλλῳ συνεπινοεῖται καὶ ὁ χρυσός. τῷ γοῦν τετάρτῳ ἡνιόχῳ δύο χρυσοῦ τίθησι τάλαντα, ὡς μετ' ὀλίγα ῥηθήσεται, ἡμιτάλαντον δὲ χρυσοῦ ἐν τοῖς ἑξῆς τεθὲν εἰς ἀγῶνος ἔπαθλον τῷ αὐτὸν ἐπαινέσαντι ἐπιτίθησι. τῷ δ' αὐτῷ τρόπῳ οὐδὲ ἀργύρου προέκθεσιν ἐποιήσατο, οὔτε μὴν ὅπλων, ἀφεὶς καὶ αὐτὰ συλληπτικῶς ἐκδέχεσθαι, ὥσπερ καὶ τὸν χαλκόν, ἵνα ὥσπερ ὄνομα χαλκοῦ εἰσάγῃ σίδηρον ἐν τῇ τῶν χαλκέων ὅπλων κλήσει, οὕτω καὶ σιδήρῳ νῦν χαλκὸς εἰς νοῦν συνεισάγηται.

(v. 259) Ἰστέον δὲ καὶ ὅτι ἄεθλα μὲν οὐδετέρως τὰ ἐπὶ τοῖς ἀγῶσιν ἔπαθλα, ἆθλοι δὲ οἱ ἀγῶνες αὐτοί. γίνεται δὲ ἡ λέξις κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ ἐθέλειν. αἱρετὸν γὰρ καὶ θελητὸν καὶ ὁ ἄεθλος καὶ τὸ ἄεθλον. Ἐν δὲ τῷ "λέβητας καὶ τρίποδας" διαφορὰ δηλοῦται φανερὰ τῶν σκευῶν. ἴσως δέ, φασίν, καὶ λέβης πόδας ποτὲ ὑποβεβλημένος τρίπους εἴη ἄν.

(v. 261) Πολιὸς δὲ κἀνταῦθα σίδηρος ἢ ὁ ἔντιμος παρὰ τὴν πολιὰν ἢ ὁ πολιτικός. πολιτικώτερον γὰρ ὁ σίδηρος χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ διὰ τὸ εὐποριστότερον. [Ἰστέον δὲ ὅτι τῶν παρὰ τοῖς παλαιοῖς ἀθλητῶν ἐπισυρομένων καί τι ψόγου, εἴ τις ἐνθυμηθείη, ὡς καὶ κρέασιν ἀνῳκοδομῆσθαι σκώπτονται διὰ τὸ καὶ εἰς εὐσαρκίαν τοὺς τοιούτους γυμνάζεσθαι, καὶ οὕτω σκωπτικῶς παχεῖς καὶ αὐτοὺς λέγεσθαι, οἷα μὴ λεπτοὺς [723] τὸν νοῦν καὶ ὀξεῖς, μηδὲ οἵους ἀρέσκειν τῷ εἰπόντι ὅτι ξηρὴ ψυχὴ σοφωτάτη, ὅμως οἱ Ὁμηρικοὶ ἀθληταὶ οὐ φαίνονται κατὰ τοὺς ἄλλους εἶναι, ἀλλὰ πρὸ ἔργου μὲν ἑτεροίας ἀρετὰς τίθεσθαι, πάρεργον δέ τι ἔχειν καὶ τὸ ἀθλεῖν. τοιοῦτος ὁ σοφὸς Νέστωρ, ὡς δῆλον ἐξ ὧν αὐχητικῶς ἱστορεῖ. τοιοῦτος ὁ καλὸς Ὀδυσσεύς, ὡς ἡ Ἰλιὰς καὶ ἡ Ὀδύσσεια δηλοῖ. τοιοῦτοι δέ, ὡς εἰκός, καὶ ἄλλοι τῶν ἡρώων. οὐκοῦν Εὐριπίδου εἰπόντος τὸ "κακῶν γὰρ ὄντων μυρίων καθ' Ἑλλάδα, οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους", καὶ κατασκευάσαντος τὴν γνώμην καλῶς εἰς πλάτος, ἑτέρου δέ τινος φαμένου, ὡς τὰ τῶν ἀθλητῶν οὐ πιαίνει μυχοὺς πόλεως, κεῖται παρὰ τῷ Ἀθηναίῳ τό· οὐ μὴν ἀλλ' εἰ καὶ ταῦθ' οὕτως ἔχει, οἱ γοῦν Ἕλληνες οὐκ ἦσαν αὐτὸ τοῦτο ἀθληταί, ἀλλὰ καὶ μαχηταὶ ἄριστοι καὶ δεξιοὶ ἀθλεῖν, ὅτε καιρός.]

(v. 262-270) Ὅτι "ἱππεῦσι μὲν πρῶτα ποδώκεσιν ἀγλά' ἄεθλα θῆκεν" Ἀχιλλεύς· τῷ πρώτῳ μὲν "γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα εἰδυῖαν καὶ τρίποδ' ὠτώεντα δύω καὶ εἰκοσίμετρον", τῷ δευτέρῳ δὲ "ἵππον" ἔθηκεν ἑξέτε' ἀδμήτην, βρέφος ἡμίονον κυέουσαν· αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα, καλόν, τέσσαρα μέτρα κεχανδότα, λευκὸν ἔτ' αὔτως· τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα· πέμπτῳ δ' ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε". Καὶ ὅρα ὅπως ἐφ' ἑκάστου ἐπάθλου ἔθετο τὸ "ἔθηκεν", οὐκ ὀκνήσας τὴν ταὐτολογίαν διὰ τὸ τῆς λέξεως καίριον. καὶ ἐν τοῖς ἑξῆς δὲ ἀγῶσιν οὕτω ποιήσει, ὡς φανήσεται, κατακόρως χρησάμενος τοῖς ἐκ τοῦ "τίθημι" κινουμένοις ῥήμασι διὰ τὸ μὴ εὐπορεῖν κρείττονος, ἐξ οὗ καὶ ὁ ἀγωνοθέτης καὶ ὁ ἀθλοθέτης καὶ τὰ τούτων ῥήματα.

(v. 263) Ἰστέον δὲ ὅτι τὸ "γυναῖκα ἀμύμονα ἔργα εἰδυῖαν" τρόπος ἀμφιβολίας ἐστί. δύναται γὰρ τὸ "ἀμύμονα" καὶ τοῖς ἔργοις συνῆφθαι, ἵνα ᾖ "ἀμύμονα ἔργα", καὶ τῇ γυναικὶ δέ, ἵνα λέγῃ· ἀμύμονα γυναῖκα ἔργα εἰδυῖαν, ὡς καὶ προϊὼν ἐρεῖ ἁπλῶς περὶ ἑτέρας γυναικός, ὅτι "πολλὰ ἐπίστατο ἔργα". κάλλιον δὲ τὸ πρῶτον.

(v. 264) Τὸ δὲ "ὠτώεντα" [724] γίνεται μὲν ἀπὸ τοῦ ὠτός, ἐκτείνει δὲ τὴν προπαραλήγουσαν καὶ αὐτό, καθὰ καὶ τὸ κητώεις καὶ εὐρώεις καὶ τὰ ὅμοια, διὰ τὸ πρὸ αὐτῆς μακρόν. τοιαῦτα γὰρ τὰ διὰ τοῦ ωεις. μακρὰν μὲν γάρ, ὡς καὶ προπαρεδόθη, ἔχοντα τὴν πρὸ τοῦ ω συλλαβήν, ἐκτείνεται δι' εὐχρηστίαν μέτρου σπονδειακοῦ, ἐκείνης δὲ βραχυνομένης, καὶ ἡ παραλήγουσα τὸ αὐτὸ πάσχει, γραφομένη ἐν τῷ ο μικρῷ διὰ δακτύλου ἀπαρτισμόν. τοιοῦτον τὸ σκιόεις, ἐρόεις ὁ ἐπιθυμητός, κερόεις ὁ κερασφόρος, καὶ τὰ ὅμοια. διὸ καὶ τὸ "θὴρ οὐατόεις", ἤγουν ὠτώεις, τουτέστιν ὄνος, παρὰ Καλλιμάχῳ, συστέλλει τὴν παραλήγουσαν διὰ τὴν τῆς προπαραληγούσης βραχύτητα. Τὸ δὲ "δύω καὶ εἰκοσίμετρον" ὅμοιον κατὰ προφορὰν τῷ "δύω καὶ εἰκοσίπηχυ", καὶ "δεκάκις καὶ εἰκοσινήριτα". τινὲς δὲ κατὰ τὸ "δυοκαίδεκα" οὕτω προάγουσιν ὑφὲν ὡς μίαν λέξιν "δυωκαιεικοσίμετρον", ὅπερ οὐκ ἂν ἀρέσκοι τοῖς παρασημειωσαμένοις ὥς τι καινὸν τὸ "δυσαρτοτόκεια" ὡς ἐκ τριῶν λέξεων σύνθετον. οὕτω δὲ καὶ τὸ "δυσάμμορος".

(v. 266) Τὸ δὲ "ἑξέτεα" οἱ μὲν προπαροξύνουσιν, ὡς ὁ Ἀσκαλωνίτης, καθὰ καὶ τὸ "ὄτριχας οἰέτεας", ὡς καὶ ἐν Βοιωτίᾳ εἴρηται, οἱ δὲ παροξύνουσιν, ὡς τὸ εὐγενέα, οἷς, φασίν, ἕπεται καὶ ἡ παράδοσις. Τὸ δὲ "βρέφος ἡμίονον κυέουσαν" δηλοῖ μὲν τὸ ἐγκυμονοῦσαν, ἀσυνήθως δὲ βρέφος εἶπεν ἐπὶ ἐμβρύου. ἔμβρυον γὰρ τὸ ἐντὸς βρύον, ἤτοι αὐξόμενον, κατὰ τὸ "καί τε βρύει ἄνθεσιν". ἐν δέ γε τῇ Ὀδυσσείᾳ τὸ ἀνάπαλιν ποιεῖ ἐν τῷ "ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ". τὸ γὰρ ἔμβρυον ἐκεῖ ἀντὶ βρέφους ἔλαβε. πιθανῶς δὲ εἰς ἐπάθλου τιμιότητα οὐχ' ἵππον ἁπλῶς ἱστορεῖ, ἀλλὰ κυοφοροῦσαν, καὶ οὐχ' ὁμοειδὲς ἔμβρυον, ἀλλὰ ἡμίονον.

(v. 267) Ἄπυρον δὲ λέβητά φησι τὸν μήπω τεθέντα εἰς πῦρ καὶ διὰ τοῦτο καὶ λευκὸν ἀπὸ [725] χεύματος δηλαδὴ κασσιτέρου, ὃ δὴ ἄλλοθι ἐρεῖ ὁ ποιητής.

(v. 268) "Μέτρα" δὲ ξέσται ἦσάν τινες. μείζονα δὲ ταῦτα εἶναι δοκεῖ τῶν ἐφεξῆς, ἔνθα κρατὴρ ἀργύρεος ἓξ μέτρα χανδάνει. οὐ γὰρ εὐπετῶς δέξεταί τις μείζω τὸν κρατῆρα ἐκεῖνον, τὸ τοῦ δρόμου ἔπαθλον, παρὰ τὸν ἐνταῦθα λέβητα.

(v. 269) Τὰ δὲ "δύο τάλαντα" τοῦ χρυσοῦ σμικρόν τι ποσὸν ὑποβάλλουσι νοεῖν τὸ τάλαντον, εἴγε οὐ μόνον ἵππου τοῦ τῷ δευτέρῳ τεθέντος ὑποδεές ἐστιν, ἀλλὰ καὶ τοῦ τετραμέτρου λέβητος, ὃς τῷ τρίτῳ κεῖται. οὕτω καὶ ἐν Ὀδυσσείᾳ οὐ μέγα τι τὸ τάλαντον, ἔνθα ἱμάτια καὶ χιτῶνας καὶ δεκατρία τάλαντα χρυσοῦ ἐν κιβωτίῳ κείμενα θεραπαινὶς μία μόνη ἐπὶ τὴν νῆα ἄγει. ἐν μέντοι ταῖς Λιταῖς ἐπὶ μεγίστων τὰ ἐκεῖ βασιλικὰ νοοῦνται τάλαντα, ὁμοίως μεγάλα καὶ ἅπερ ὁ Μενέλαος ἐν τῷ πλανᾶσθαι ἀγείρει, ὥστε καὶ νῦν συνάγεσθαι ἄνισον εἶναι πάλαι ποτὲ τὸ τάλαντον, καθὰ καὶ προδεδήλωται. ὅθεν ἀτάλαντος κατὰ Πορφύριον ὁ ἀπεοικὼς τῷ ταλάντῳ καὶ μὴ ταλάντου ἀνισότητα ἔχων, ἀλλὰ ἶσος.

(v. 270) Ἀμφίθετος δὲ φιάλη ἡ ἀμφοτέρωθεν αἰρομένη [τῶν ὤτων κατὰ τοὺς ἀμφιφορεῖς, ἢ κατὰ Ἀρίσταρχον] ἡ ἑκατέρωθεν τίθεσθαι δυναμένη κατὰ πυθμένα καὶ κατὰ στόμα [ἤτοι πρόσωπον, ὡς δῆλον ἐκ τοῦ· τιθέασι Μασσαλιῶται τὰς φιάλας ἐπὶ πρόσωπον. ἦν δὲ καὶ Ἰώνων, φασίν, ἡ τοιαύτη θέσις. ἄλλως δὲ] κατὰ τὸν Θρᾷκα Διονύσιον ἀμφίθετος ἡ ἀμφιθέουσα, ὅ ἐστι κυκλοτερὲς [726] ἔχουσα σχῆμα, παρὰ τὸ θέειν, ἐξ οὗ καὶ ὁ θόλος, οὗ χρῆσις ἐν Ὀδυσσείᾳ, ἢ δύο βάσεις ἔχον ποτήριον [ἐξ ἑκατέρου, φασί, μέρους. ὡς δὲ Παρθένιος νοεῖ, ἀπύθμενος.] ἢ περιττῶς πεποιημένη. ἡ γὰρ ἀμφι ἶσον δύναται τῇ περι, αὕτη δὲ σημαίνει τὸ περιττόν. καὶ ἔστι καὶ ἡ τοιαύτη ἑρμηνεία μεταληπτικὴ διὰ τὴν ἀμφι πρόθεσιν μεταλαμβανομένην εἰς τὴν περι τὴν δηλοῦσαν τὸ περιττόν. περὶ δὲ τοιαύτης γραμματικῆς μεταλήψεως προδεδήλωται ἱκανῶς. ἔστι δέ, φασίν, ἡ φιάλη αὕτη χαλκεῖον ἐκπέταλον λεβητῶδες, δύο ἔχον ὦτα, δεχόμενον ψυχρὸν ὕδωρ, ἐπὶ πῦρ οὐκ ἐπιτιθέμενον. διὸ καὶ ἀπύρωτον αὐτήν φησι. [Τῷ δὲ τοιούτῳ λεβητώδει χαλκείῳ εἰκὸς παρόμοιον εἶναι καὶ τὸν παρὰ τῷ Κωμικῷ Φιλήμονι ἐμβαθυχύταν, ὃς καὶ ἔφηβος ἐκαλεῖτο. ποτηρίου δὲ ἦν εἶδος κατὰ τὴν τοῦ Δειπνοσοφιστοῦ ἱστορίαν. Ἀπολλόδωρος δέ, φασίν, ἀμφίθετον λέγει τὴν μὴ κατὰ πυθμένα, κατὰ μόνον δὲ στόμα δυναμένην ἐρείδεσθαι. ἄλλοι δέ φασιν, ὅτι καθότι λέβης ὁ μὲν ἐμπυριβήτης, ὁ δὲ ἄπυρος, ὁ δεχόμενος ἴσως ψυχρόν, οὕτω καὶ φιάλη ἀπύρωτος ἡ ἐπὶ πῦρ οὐκ ἐπιτιθεμένη, ἢ ψυχρήλατος. ὅτι δὲ φιάλη κατὰ ἀντιστοιχίαν πιάλη ἐτυμολογεῖται, ἀφ' ἧς δηλαδὴ ἔστι πιεῖν ἅλις, μείζων γὰρ αὕτη ποτηρίου, καὶ ὅτι τὸ ῥηθὲν λεβητῶδες ἐκπέταλον ἀπύρωτον δακτυλωτόν τε ἐλέγετο, καὶ κέρας δὲ εἶναι ὑπωπτεύθη, ἐπεὶ μὴ γίνεται διὰ πυρός, ὡς Ἴων ὁ ποιητὴς ὑπεμφαίνει ἐν τῷ "ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί", καὶ ὅτι ψέγεται ὁ εἰπὼν τὴν τοιαύτην φιάλην ἔκπωμα, Δίδυμος [727] γὰρ ὁ γραμματικὸς ποτήριον χαλκοῦν αὐτὴν οἶδεν ἐκπέταλον, ὡς ἐρρέθη, λεβητοειδές, εὔθετον εἰς ψυχροποσίαν, καὶ ὅτι δακτυλωτὸν λέγεται, ὡς κοιλότητας ἔχον ἔνδοθεν οἷον δακτύλων κατὰ τὸν Δίδυμον, ἢ ὡς ἔχον ἐξοχάς, ἢ καὶ διότι ἄμφωτον ὂν ἐδίδου διείρειν δακτύλους ἑκατέρωθεν, καὶ ὅτι ἀπύρωτος μὲν ἰδοὺ φιάλη παρὰ τῷ ποιητῇ, ἄπυρος δὲ οἶνος ὁ μὴ ἡψημένος ‑ ἐχρῶντο γὰρ οἱ παλαιοὶ καὶ ἑφθοῖς οἴνοις ‑ ἔστιν ἐκ τῶν παλαιῶν πλατύτερον ἀναλέγεσθαι. ὡς δὲ φιάλη ἀμφίθετος, ἧς ἔστιν πάντοθεν πίνειν ἐπιθέντα τὸ στόμα, ὡς Ἡρῳδιανὸς λέγει ‑ ὦτα γάρ, φησίν, οὐκ ἔχει ‑ ἢ κατ' ἄμφω τιθεμένη, ἵνα σημαίνῃ, φησίν, ἐκπέταλον.] Ἰστέον δὲ ὅτι καὶ τὰ τοῦ ἱππικοῦ καὶ τὰ τῶν ἐφεξῆς ἀγώνων ἔπαθλα τῷ Πατρόκλῳ συνήθως προσλογίζονται, οὐ μὴν τῷ τιθέντι ἀγωνοθέτῃ, καθὰ καὶ τὰ δαπανηθέντα εἰς τὴν ἐκείνου πυράν, καὶ ὅτι οὕτως δοκοῦν τῷ Ἀχιλλεῖ δραμοῦνται πέντε ἱππεῖς. ἐξῆν γὰρ καὶ ὀλιγωτέρους τρέχειν καὶ πλείονας, ὡς αἱ ἱστορίαι δηλοῦσι. μάλιστα δὲ πλείους ἠγωνίζοντο ἐν τοῖς ὕστερον ἱεροῖς ἀγῶσι καὶ τοῖς ὁμοίοις, ὅτε οὐκ ἂν φειδωλῶς εἶχον ἐπάθλων οἱ ἀθλοθέται κοτίνων καὶ σελίνων καὶ πιτύων καὶ τῶν ὁμοίων λήρων. ὡς νῦν γε τῷ Ἀχιλλεῖ καὶ τοῖς ὁμοίοις χρεία φείδεσθαι διὰ τὸ πολυτελὲς τῶν προτιθεμένων ἐπάθλων.

(v. 273) Ὅτι τὸ "ἱππεῦσι τάδε τὰ ἆθλα κεῖται" καινότερον φράζων ὁ ποιητὴς ὡσεὶ καὶ ἐπὶ ἐμψύχων τινῶν τῶν ἐπάθλων φησὶν "ἱππῆας τάδ' ἄεθλα δεδεγμένα κεῖτ' ἐν ἀγῶνι", τουτέστι τοὺς ἱππεῖς ταῦτα προσδέχονται ἢ ἐκδέχονται. δῆλον δ' ὅτι τὸ "κεῖται" σύστοιχόν ἐστι τῷ τίθεται, ᾧ χαίρει, ὡς ἐρρέθη, ὁ ποιητής.

(v. 274-281) Ὅτι σεμνολογῶν τοὺς οἰκείους ἵππους ὁ Ἀχιλλεὺς καὶ ἅμα καὶ προοίμιον συνήθως ἐκ τῶν παρὰ πόδας ποριζόμενός φησιν, ὡς "εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοί, ἦ τ' ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίηνδε φεροίμην. ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι· ἀθάνατοί τε γάρ εἰσι" καὶ ἐκ Ποσειδῶνος, ἱππίου δηλαδή, δῶρον τῷ [728] Πηλεῖ, ἐμοὶ δὲ ἐξ αὐτοῦ. "ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι. τοίου γὰρ σθένος", ἢ κλέος, "ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο ἠπίου", ἤτοι ἐνηέος, ὃ πολλαχοῦ ἐπεμαρτυρήθη τῷ Πατρόκλῳ.

(v. 281 s.) Εἶτα ἐπαινῶν ἐκεῖνον τῆς ἱπποκομίας φησὶν "ὃς σφῶϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον χαιτάων κατέχευε, λοέσσας ὕδατι λευκῷ", οἷα δηλαδὴ τοῦ ἵππου χαίροντος λουτροῖς, ὡς καὶ προδεδήλωται. ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὅτι ἐντεῦθεν Ξενοφῶν τὴν κεφαλὴν τοῦ ἵππου καταπλύνειν ὕδατι ἀξιοῖ. Τὸ δὲ ἔλαιον οὐ μόνον δι' εὐκολίαν κτενισμοῦ κατεχέετο τῆς χαίτης, ἀλλά που καὶ διὰ στιλπνότητα. [Εἰ μή τι ἴσως καὶ τεθυωμένον ἦν τὸ τοιοῦτον ἔλαιον καί, ὡς εἰπεῖν, μεμυρωμένον, καθὰ καὶ τὸ ῥοδόεν πρὸ τούτων ἔλαιον. Ὅμηρος γάρ, φασί, μύρων μὲν χρῆσιν οἶδεν, ἔλαια δ' αὐτὰ καλεῖ. Μύρου δέ, φασίν, ὀνόματι πρῶτος Ἀρχίλοχος ἐχρήσατο.]

(v. 283 s.) Ἐφ' οἷς ὁ Ἀχιλλεὺς φρόνησίν τινα καινὴν τοῖς ἵπποις ἐπιμαρτυρόμενος λέγει, ὅτι "ἑσταῶτες πενθοῦσιν, οὔδεϊ δέ σφιν χαῖται ἐρηρέδαται· τὼ δ' ἔστατον ἀχνυμένω κῆρ", ὃ ταὐτόν ἐστι τῷ "ἑσταῶτες πενθοῦσιν". ἐγγὺς γὰρ λογικῶν, ὡς καὶ θείους κατὰ μῦθον, τοὺς τοιούτους ἵππους ἔθετο.

(v. 285) Ἐφ' οἷς ἐπάγει τὴν τοῦ λόγου ἀξίωσιν τὸ "ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν", τουτέστιν ἐπεὶ ἐγὼ μενῶ, ὑμεῖς εὐτρεπίζεσθε εἰς ἀγῶνα [καί, ὡς εἰπεῖν, κοσμήθητε. τοιοῦτον γάρ τι τὸ στέλλεσθαι καὶ τὰ ἐξ αὐτοῦ, ὁ στόλος, ὁ στολμός, ἡ στολή.]

(v. 285 s.) Εἶτα, ὡς αὐτῷ σύνηθες, μερικεύων τὸ πληθυντικὸν εἰς ἑνικόν φησιν "ὅς τις Ἀχαιῶν ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν". οὐ [729] γὰρ πάντες ἄλλοι σταλήσονται, ἀλλ' ὁ πεποιθὼς δύνασθαι. Σημείωσαι δὲ ὅτι, ὡς ἂν μὴ λυπήσῃ τοὺς ἀριστεῖς οἷα κατ' αὐτῶν ἀλαζονευόμενος, οὐχ' ἑαυτῷ ἀλλὰ τῇ τῶν ἵππων ἀρετῇ τὴν νίκην ἐπιγράφεται Ἀχιλλεύς, τουτέστι τῇ ἄγαν ὠκύτητι. ἀρετὴ γὰρ ζῴου παντὸς τὸ ἐν ἐκείνῳ ἄριστον, καθὰ καὶ ἐν ἀνθρώπῳ. οὕτως ἀρετὴ λέοντος ἡ ἀνδρία, καὶ κίρκου τὸ ὀξὺ πέτεσθαι, καὶ ἑτέρου τινὸς τὸ ὀξὺ δέρκεσθαι, καὶ ἄλλων ἄλλα.

(v. 275) Τὸ δὲ "τὰ πρῶτα λαβών" ἢ ἀντὶ τοῦ τὰ πρωτεῖα ἢ μᾶλλον τὰ πρῶτα ἄεθλα, ληφθείσης τῆς λέξεως τῶν ἄθλων ἀπὸ ῥήματος τοῦ ἀεθλεύοιμεν, ὃ καὶ ἐπὶ ἄλλων ὁμοίων γίνεται, ὡς καὶ μετ' ὀλίγα φανήσεται.

(v. 276) Περιβάλλειν δὲ καὶ νῦν τὸ ὑπερβάλλειν, ληφθείσης τῆς περι προθέσεως ἰσοδυνάμου τῇ ὑπερ.

(v. 277) Ἀθάνατοι δὲ ἵπποι ὅτι οἱ ἄρρενες διὰ τὴν ἐπιγονήν, προδεδήλωται.

(v. 280) Ὅρα δὲ καὶ ὅτι ἐπιτηδείως ὁ ῥήτωρ Ἀχιλλεὺς μνήμην ἐπαινετικὴν παρέρριψε τοῦ ἑταίρου Πατρόκλου, δι' ὃν οἱ ἀγῶνες. καὶ ἡ τῶν ἵππων δὲ παρένθεσις τῷ ἱππικῷ ἀγῶνι ᾠκείωται. [Τὸ δὲ "κλέος ἐσθλόν" κλεινὸν εἶναι τὸν Πάτροκλον δηλοῖ, τουτέστιν, ἁπλῶς καὶ σεμνῶς εἰπεῖν, εὐκλεῆ. Κρῆτες μέντοι ἄλλως ἔρωτι τὸν κλεινὸν ὑπάγουσι, καθὰ καὶ τὸν ἐν ἄλλοις δεδηλωμένον ἀΐταν, ὃν οἱ ἀπειρότεροι διὰ διφθόγγου γράφουσι, λέγοντες φίλον ἁπλῶς τὴν τοιαύτην λέξιν δηλοῦν. ὡς δὲ συστοιχοῦσι τοῖς Κρητικοῖς κλεινοῖς καὶ ἀΐταις καὶ οἱ παρασταθέντες, ὁ Ἀθήναιος οἶδε.] Τὸ δὲ "τοίου γάρ" σύνηθες Ὁμήρῳ εἰς ἐμφαντικὸν μυστηριώδη ἔπαινον. πολλαχοῦ γὰρ τῇ τοιαύτῃ λέξει σεμνῶς χρῆται διὰ γοργότητα.

(v. 281) "Ἔλαιον δὲ ὑγρόν", ὡς καὶ ἐν Ὀδυσσείᾳ, τὸ μὴ ταχὺ ἰκμαζόμενον, ἀλλὰ παραμένον τοῖς ἀλειφομένοις καὶ ἀποκωλῦον τὴν κραύρωσιν.

(v. 282) Τοῦ δὲ "λοέσσαι" χρήσεις καὶ ἐν ἄλλοις. δοκεῖ δὲ μὴ ἐκ περισπωμένου ἐνεστῶτος τοσοῦτον γενέσθαι τοῦ λοῶ λοέσω, ὅσον κατὰ ἀνάλυσιν ἐκ τοῦ λοῦσαι. κιρναμένη γὰρ ἡ ου [730] δίφθογγος ἐκ τοῦ ε καὶ ο εἰς αὐτὴν καὶ ἀναλύεται. [Ἔστιν οὖν ἡ πρωτοτυπία τοῦ "λοέσσας" ἢ λούω καὶ ἐν διαλύσει λοέω, ἢ ἀνάπαλιν, καὶ ἐξ αὐτῶν τὸ λοετρὸν καὶ τὸ λουτρὸν καὶ τὸ λόεσθαι λοῦσθαι.

(v. 282) Ὕδωρ δὲ λευκὸν τὸ ἀλλαχοῦ καὶ μέλαν, περὶ ὧν πολλαχοῦ δεδήλωται. εἰ δέ τις τοιοῦτον ὕδωρ καλλιλογῶν λιβάδα θεὰν δροσώδη αὐτὸ περιέφρασε, ποιητικώτερον ἔφρασε.] Τὸ δὲ "ἐρηρέδαται" Ἰωνικὸν μέν ἐστι, γίνεται δὲ συνήθως ἀπὸ τοῦ ἐρήρεισται, τρίτου προσώπου τῶν Ἰωνικῶν ἀποβολῇ δύο στοιχείων καὶ προσθέσει τῆς δα συλλαβῆς, ὃ γίνεται καὶ ἐπὶ τοῦ ὠνόμασται ὠνομάδαται καὶ τῶν ὁμοίων. Ἰστέον γὰρ ὅτι οἱ Ἴωνες οἰκεῖα τρίτα πληθυντικὰ ῥήματα ἐκ τρίτων κοινῶν ἑνικῶν ποιοῦσι, ποτὲ μὲν μόνην ποιούμενοι προσθήκην τοῦ α, ὡς καὶ προπαραδέδοται, οἷον ἔσταλται ἐστάλαται, ἔσπαρται ἐσπάραται, πολλαχοῦ δὲ καὶ τὸ ψιλὸν τοῦ τρίτου ἑνικοῦ σύμφωνον εἰς δασὺ τρέποντες· τέτυπται τετύφαται, εἷρκται ἔρχαται, ἐνίοτε δὲ τῷ συνήθως πλεονάζοντι ἄλφα καὶ τὸ δ προσελάμβανον ἀποβαλόντες τι τοῦ πρωτοτύπου τρίτου ἑνικοῦ. ἐν γοῦν τῷ ἐρήρεισται καὶ ὠνόμασται ἐξεβλήθη μὲν τὸ σ, ἀντεισήχθη δὲ μετὰ τοῦ συνήθους τοῖς Ἴωσιν α καὶ τὸ δ. καὶ γέγονεν ἡ δα συλλαβὴ συντελοῦσα εἰς τὸ ἐρηρέδαται καὶ ὠνομάδαται, ὡς καὶ ἐν τῷ πεφράδαται.

(v. 287-290, 293, 301, 351) Ὅτι πρὸς τὸν τοῦ Ἀχιλλέως λόγον "ταχέες ἱππῆες ἄγερθεν. ὧρτο πολὺ πρῶτος" μὲν Εὔμηλος, ἐπὶ δ' αὐτῷ Διομήδης, ἐπὶ δὲ τούτῳ Μενέλαος, "Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὡπλίσαθ' ἵππους", καὶ πέμπτος Μηριόνης.

(v. 288 s., [731] 290, 293 s., 301 s.) Ἐνταῦθα δὲ τοὺς μὲν τέσσαρας ἐπαίνοις κοσμεῖ, ὀνομάζων αὐτοὺς καὶ πατρόθεν, οἷον "ἄναξ ἀνδρῶν Εὔμηλος, Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο", καὶ "Τυδείδης, κρατερὸς Διομήδης", καὶ "Ἀτρεΐδης, ξανθὸς Μενέλαος διογενής", καὶ "Ἀντίλοχος, Νέστορος ἀγλαὸς υἱός, ὑπερθύμοιο ἄνακτος τοῦ Νηληϊάδαο", τὸν δὲ Μηριόνην ψιλῶς οὕτω προήνεγκεν, ὀκνήσας ἀποσεμνῦναι τὸν ἐκπεσούμενον ὕστατον καὶ ἐν τῷ ἀγῶνι.

(v. 301-303) Ὅρα δὲ καὶ ὡς προσπαθῶς Ὅμηρος ἔχει τῷ Νέστορι, οὐ Νεστορίδην εἰπὼν τὸν Ἀντίλοχον ὁμοίως τῷ Τυδείδης, Ἀτρείδης, οὐδὲ Νέστορος φίλον υἱὸν κατὰ τὸ "Ἀδμήτου φίλος υἱός", ἀλλ' ἐπαινέσας τὸν γέροντα ῥήτορα καὶ γενεαλογήσας καὶ αὐτὸν κατὰ τοὺς τέσσαρας ἱππέας διὰ τὸ μέλλειν καὶ αὐτὸν ἄεθλον λαβεῖν ἐν τοῖς ἑξῆς τά τε ἄλλα καὶ διὰ τὸ οἷον δοκεῖν καὶ αὐτὸν ἀγωνίσασθαι, οἷς τῷ υἱῷ Ἀντιλόχῳ παραινέσει τὰ εἰς νίκην, ὡς μετ' ὀλίγα ῥηθήσεται. ὅλως δὲ εἰδέναι χρὴ ὡς ἐπίτηδες τὸν Νέστορα ὁ ποιητὴς ἐνταῦθα παρεισεκύκλησεν, ὡς ἂν ὁ πολύπειρος καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς παραρτύσῃ τὴν Ὁμηρικὴν ῥητορείαν τὰ συνήθη λαλῶν. [Μόνον γὰρ Ὅμηρος αὐτὸν ὡς οἷον αὐτορήτορα εἰδοποιεῖ, τὸν Ὀδυσσέα ἔμπρακτον ἄλλως ἱστορῶν σοφόν. δοκεῖ δὲ κατὰ τὸν Νέστορα εἶναι καὶ ὁ Ἀντήνωρ παρά γε τοῖς Τρωσί. καὶ δηλοῖ αὐτὸ καὶ Εὐριπίδης, εἰπὼν "εἴ μοι", ἤγουν εἴθε μοι, "τὸ Νεστόρειον εὔγλωττον μέλος Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός".]

(v. 303) Τὸ δὲ σὺν ἄρθρῳ εἰπεῖν "τοῦ Νηληϊάδαο" ἐξοχήν τινα ἐμφαίνει τοῦ γέροντος Νέστορος ἢ καὶ τοῦ πατρὸς αὐτοῦ μάλιστα Νηλέως.

(v. 289) Ἰστέον δὲ καὶ ὅτι Διομήδους μὲν καὶ Μενελάου καὶ Ἀντιλόχου τίνες ἦσαν ἵπποι, ἐρεῖ, Εὐμήλου δὲ οὔ. ποιεῖ δὲ τοῦτο διὰ τὸ ἤδη ἐν τῇ Βοιωτίᾳ ἱστορῆσαι τὸ καλλιστεῖον τῶν τοῦ Εὐμήλου ἵππων. ὅθεν ἀρκεῖται νῦν εἰπὼν τὸ "ἱπποσύνῃ ἐκέκαστο", ἤγουν τῇ ἡνιοχικῇ τέχνῃ, ὡς τῶν ἵππων ἤδη δεδηλωμένων. ἅμα δὲ καὶ ἀσχάλλων οἷον ὁ ποιητής, οἷς ἐκπεσεῖται τοῦ πρώτου ἄθλου ὁ Εὔμηλος, ὀκνεῖ ἐνδιατρῖψαι τοῖς κατ' αὐτόν.

(v. 291 s.) Ἦσαν δὲ ἵπποι τῷ Διομήδει μὲν οἱ τοῦ Αἰνείου. φησὶ [732] γὰρ "ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτε ἀπηύρα", ἤτοι ἀφείλετο, "Αἰνείαν, αὐτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων". Καὶ ὅρα ἐνταῦθα ἱστορίας κεφαλαιωτικὴν συντομίαν, δι' ἧς ὁ ἀκροατὴς τὰ περὶ τῶν τοιούτων ἵππων ἀναμνηστικῶς καὶ νῦν ἔγνω μαθών. οὓς καὶ Τρῳοὺς λέγει, ὅπερ ἕτερόν ἐστι παρὰ τὸ "Τρώϊοι ἵπποι". τοῦτο μὲν γὰρ τοὺς τοῦ Τρωὸς δηλοῖ μάλιστα, Τρῳοὶ δὲ ἵπποι ἁπλῶς οἱ Τρωϊκοὶ ἐθνικῶς. φησὶ γὰρ "ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν", ἀντὶ τοῦ ὑπὸ τὸν ζυγὸν ἦγεν, ὡς κατωτέρω ἐρεῖ. ἄλλως γὰρ ἡ κοινὴ χρῆσις δοτικῇ τὸ ὑπάγειν συντάσσει. καὶ οὗτοι μὲν ἵπποι τῷ Διομήδει.

(v. 293-295) Μενέλαος δὲ "ὑπὸ ζυγὸν ἤγαγεν ὠκέας ἵππους, Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον", ἤτοι τὸν ἴδιον ἵππον τὸν οὕτω καλούμενον Πόδαργον, ὅπερ ἄλλοι ἐπίθετον ἵππου ἔγραψαν κατὰ τὸ "ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν".

(v. 296-299) Εἶτα ἑρμηνεύων τὸ "Ἀγαμεμνονέην", φησὶν "ἣν Ἀγαμέμνονι ἔδωκεν Ἀγχισιάδης Ἐχέπωλος, δῶρ', ἵνα μή οἱ ἕποιτο ὑπὸ Ἔλιον ἠνεμόεσσαν, ἀλλ' αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε Ζεὺς ἄφενος, ναῖε δ' ἐν εὐρυχώρῳ Σικυῶνι", οὔσῃ δηλαδὴ ὑπὸ τὴν τοῦ Ἀγαμέμνονος βασιλείαν.

(v. 300) Εἶτα συμπεραίνων φησὶν ἐπαναληπτικῶς "τήν", ἤγουν ταύτην, "ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν", ἤτοι πάνυ ἐφιεμένην δραμεῖν. ὅπερ φασὶν οἱ παλαιοὶ ἔπαινον τοῦ Μενελάου εἶναι, ὡς δυναμένου κατευθύνειν τὸ ἐξ ἀνομοίων ζεῦγος καὶ ἐξισοῦν τῷ Ποδάργῳ τὴν ἰσχανόωσαν δρόμου καὶ μὴ διδοῦσαν τῷ Ποδάργῳ ἀνοχήν. παρασημειοῦνται δὲ καὶ ὅτι ἐν τοῖς κατὰ τὴν θήλειαν Αἴθην ὑπαινίττεται ὁ ποιητὴς περὶ μόνα τὰ παιδουργὰ μόρια διαφέρειν ἄρρεν καὶ θῆλυ, κατὰ δὲ ἀρετὴν καὶ τὰ λοιπὰ οὐδεμίαν αὐτοῖς εἶναι διαφοράν. [733] παρασημαίνονται δὲ καὶ τὸ τῶν Ἀτρειδῶν φιλάδελφον. οὐ γὰρ ἐντυγχάνει ὁ Μενέλαος περὶ τῆς Αἴθης τῷ ἀδελφῷ, ἀλλ' αὐτεξουσίως τῷ ἰδίῳ Ποδάργῳ συζευγνύει αὐτήν, εἰ μὴ ἄρα κατὰ τὸ σιωπώμενον ἐντυχεῖν περὶ ταύτης τῷ ἀδελφῷ νοηθήσεται.

(v. 298 s.) Ὅρα δὲ καὶ οἷον ὁ πλοῦτος, καὶ ὅπως φιλοψυχεῖν ποιεῖ τὸν ἔχοντα, κακὸν ἐκεῖνος ὢν δειλόν, ὅ φασι, καὶ φιλόψυχον, καὶ μᾶλλον εἴπερ φιλήδονος ὁ πλουτῶν, ὁποῖος καὶ ὁ ῥηθεὶς Ἐχέπωλος, ὡς δηλοῖ τὸ "ἀλλ' αὐτοῦ τέρποιτο μένων". ἰδοὺ γὰρ αὐτὸς μέν, ἵνα μὴ στρατεύσηται, ἀλλ' ἀπολαύοι τοῦ οἴκαδε πλούτου, δῶρον ἐξαίρετον τὴν Αἴθην δίδωσι, κακοῦ τούτου, οἶμαι, κατάρξας ἐκεῖνος τῆς τῶν, ὡς ἂν φορολόγος τις εἴποι ἀνήρ, ἀλόγων ἐκβολῆς. ὁ δὲ ἀγαθὸς βασιλεὺς κρεῖττον ἡγεῖται πολεμιστὴν ἵππον ὑπὲρ ἀπόλεμον ἄνθρωπον, δοὺς ἐκείνῳ τρυφᾶν καὶ ἀλλαξάμενος ἀρετὴν ἵππου ψυχῆς ἀγεννοῦς. τί γὰρ καὶ ἔδει αὐτῷ ἐν μάχῃ τοιούτου ἀνδρός; οὕτω κατὰ τὴν Διοδώρου ἱστορίαν καὶ Σκιπίων ὁ στρατηγὸς τοῖς πρώτοις τῶν Σικελιωτῶν προέθηκεν ἢ στρατεύειν μετ' αὐτοῦ εἰς Λιβύην ἢ τοὺς ἵππους καὶ τοὺς οἰκέτας παραδοῦναι τοῖς μετ' αὐτοῦ.

(v. 296) Ὅρα δὲ καὶ ὅτι οὐ Τρωϊκὸς μόνον Ἀγχίσης, ἀλλ' ἰδοὺ καὶ Ἑλληνικός, ὁ τοῦ ῥηθέντος Σικυωνίου τυράννου πάππος,

(v. 297) καὶ ὅτι ἀντὶ τοῦ δῶρον δῶρα εἶπε, πληθύνας τὸ ἑνικὸν συνήθως, ἵνα ἐνδείξηται τὸ τοῦ δώρου τίμιον. τοῦτο δὲ καὶ ἄλλως ἁπλοϊκῶς ποτε γίνεται, ἤγουν τὸ πληθῦναι τὸ ἑνικόν, ὡς μετ' ὀλίγα ἔχει τὸ "δῶμεν ἀέθλιον δεύτερα". τὸ γὰρ σύνηθες ἦν εἰπεῖν ἀέθλιον δεύτερον. τοιοῦτον δέ τι καὶ τὸ "ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα", ἤγουν ἄεθλον. ἓν γὰρ πάντως ἆθλον ἑνὶ δίδοται. Τὸ δὲ "ὑπὸ Ἴλιον" ἀλλαχοῦ "ὑπὸ Ἰλίῳ", λέγων Ἀττικῶς, ἐνταῦθα κατὰ αἰτιατικὴν σύνταξιν κοινότερον ἔφρασε.

(v. 299) Τὸ δὲ ἄφενος οὐδετέρου γένους, ὡς ἐν τῇ α΄ ῥαψῳδίᾳ, οὕτω καὶ ἐνταῦθα. παρ' ἄλλοις δὲ καὶ ἀρσενικῶς ὁ ἄφενος εὕρηται. [(v. 299) Περὶ δὲ Σικυῶνος, ἧς καὶ ἐν τῇ Βοιωτίᾳ μέμνηται, [734] ἰστέον ὅτι δοκεῖ περιεκτικόν τι κοινότερον ὄνομα εἶναι, καθὰ κρομυών, οὕτω καὶ σικυών, τόπος δηλαδὴ περιέχων σικυοὺς ἢ σίκυας, ἐξ ὧν σύγκειται τὸ σικυήλατον. ἐκ δὲ κρομύων καὶ σικύων Σικυών καὶ Κρομυών τὰ τοπικά, ὧν παράγωγα ὁ Σικυώνιος καὶ ὁ Κρομυώνιος, ὧν θηλυκὰ ἡ Σικυωνία Αἴθη καὶ ἡ Κρομυωνία σῦς. παρώνυμον δὲ τῇ Ὁμηρικῇ Σικυῶνι καὶ ὑπόδημα Σικυώνιον. περιᾴδονται δὲ τὰ τοιαῦτα, ὡς καὶ ἱστορία δηλοῖ, λέγουσα Πολυσπέρχοντα, τὸν ἔνδοξον Μακεδόνα στρατηγόν, ἐνδυόμενον κροκωτὸν καὶ ὑποδούμενον Σικυώνια διατελεῖν ὀρχούμενον.]

(v. 300) Τὸ δὲ ἰσχανᾶν, λέξις αὕτη οὐδὲν χρήσιμος αὐτὴ καθ' αὑτὴν λόγῳ πεζῷ, γίνεται κατὰ τρεῖς παραγωγὰς καὶ αὐτή. ἔχω γὰρ τὸ ἀντέχομαι ἀφ' οὗ ἴσχω, ἐξ οὗ ἰσχαίνω, ἀπ' αὐτοῦ τὸ ἰσχανῶ. ταῦτα καὶ περὶ τῶν κατὰ Μενέλαον.

(v. 301-304) Ἐπὶ δὲ Ἀντιλόχῳ οὐ λαλεῖ πλείω ἀλλ' ἢ μόνον ὅτι ἐΰτριχας ὡπλίσατο ἵππους, καὶ ὅτι Πυλοιγενέες αὐτῷ ἵπποι ὠκύποδες ἔφερον ἅρμα. οὐ γὰρ εἶχόν τι ἐπίσημον οἱ γέροντες ἵπποι οὗτοι, ὡς ἱστορηθῆναί τι καὶ περὶ αὐτῶν. "ὡπλίσατο" δὲ εἶπεν ἀντὶ τοῦ εὐτρέπισε τοῖς ὅπλοις, ὅ ἐστι τοῖς ἡνιοχευτικοῖς τεύχεσιν ἢ ὀργάνοις ἢ σκεύεσι.

(v. 303) Τὸ δὲ "Πυλοιγενέες" ἀπὸ τοῦ Πύλος γίνεται πλεονασμῷ τοῦ ι, ὁμοίως τῷ ὀλοότροχος ὀλοοίτροχος, [ὁδοδόκος ὁδοιδόκος, ὁδοπόρος ὁδοιπόρος.] Ἦν δὲ οὐκ ἔξω λόγου καὶ διὰ τοῦ η γράφεσθαι τροπῇ τοῦ ο εἰς η.

(v. 287) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ "ταχέες ἱππῆες [735] ἄγερθεν" τὸ μὲν "ταχέες" ἐπιρρηματικῶς κεῖται ἀντὶ τοῦ κατὰ τάχος. τὸ δὲ "ἄγερθεν" δύναται μὲν καὶ ἀπὸ τοῦ ἀγείρω εἶναι, μάλιστα δὲ τὸ ἀνέστησαν δηλοῖ ἐκ τοῦ ἐγείρω. διὸ ἐπῆκται αὐτίκα τὸ "ὦρτο", ταὐτὸν ὂν τῷ "ἀνέστη ἐκπηδήσας". καίριον δὲ ὡς ἐν ποιήσει τὸ "ὦρτο", διὸ καὶ τρὶς ἐρρέθη, ὥσπερ καὶ τὸ "ὑπὸ ζυγὸν ἄγειν", καθὰ προέκκειται.

(v. 304 s.) Ὅτι ὁπηνίκα νοήμονι ἀνδρὶ ἀγαθά τις συμβουλεύεται, οἰκεῖον ῥηθῆναι τὸ "ὃ δ' ἄγχι παραστὰς μυθεῖτο εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ", καθὰ καὶ Νέστωρ μυθεῖται τῷ υἱῷ, πεπνυμένῳ ὄντι, ὡς δηλοῦται καὶ ἐν τοῖς ἑξῆς.

(v. 308) Διὸ καὶ ὁ πατὴρ ἐρεῖ ὡς οὔ σε χρὴ μάλα διδάσκειν. Ἔνθα καὶ ὅρα τὸ "μάλα". διδαχθήσεται μὲν γάρ ποτε καὶ ὁ εἰδώς, οὐ μὴν μάλα κατὰ τὸν ἄϊδριν.

(v. 3069) Θεοφιλεῖ δὲ σοφῷ πρέπει τὸ "ἤτοι μέν σε νέον περ ἐόντ' ἐφίλησε" θεὸς καὶ ἐδίδαξε παντοῖα, "τῷ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ· οἶσθα γὰρ εὖ". παρῴδηται δὲ ταῦτα, ἐξ ὧν ὁ Νέστωρ ἐνταῦθα νῦν λέγει τῷ υἱῷ, ὅτι Ζεὺς καὶ Ποσειδῶν ἱπποσύνας αὐτὸν ἐδίδαξε παντοίας. διὸ οὐ χρεία διδασκαλίας αὐτῷ.

(v. 309) "Οἷσθα γάρ", φησίν, "εὖ περὶ τέρματα ἑλισσέμεν", ὅ ἐστι κάμπτειν περὶ τὸ τέλος τῆς νύσσης.

(v. 309 s.) Ἔνθα οὕτω προοιμιασάμενος ὁ γέρων καὶ σεμνύνας τὸν υἱὸν ὡς μὴ διδασκαλίας δεόμενον, ἐπάγει "ἀλλά τοι ἵπποι βάρδιστοι", τουτέστι βραδύτατοι, "θείειν", ὅ ἐστι θέειν, "τῷ τ' οἴω", ἤγουν διὸ οἴομαι, "λοίγια ἔσεσθαι", λοίγια λέγων τὸ τῆς νίκης ἐκπεσεῖν, οἷα τοῖς φιλοτίμοις ὀλέθριον.

(v. 311 s.) Εἶτα ποιῶν ὁ γέρων ἀντανίσωσιν λέγει ὅτι τῶν δ' ἄλλων "ἵπποι μὲν ἔασιν ἀφάρτεροι", τουτέστι ταχύτεροι, ὡς ἄφαρ, ἤγουν εὐθέως καὶ οὐκ ἐκ περιόδου τινὸς κατευστοχοῦντες τῆς νίκης, "οὐδὲ μὲν αὐτοὶ πλείονα ἴσασι σέθεν αὐτοῦ [736] μητίσασθαι", ὅ ἐστι βουλεύσασθαι. καὶ ἔστι τὸ νόημα τοῦ γέροντος, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὅτι σὺ μέν, ὦ υἱέ, εἰδήμων, βραδίστους δὲ ἵππους ἔχεις, τοῖς δὲ οἱ μὲν ἵπποι ταχεῖς, αὐτοὶ δὲ βραδεῖς βουλεύσασθαι. διὸ βουλευτέον σοι.

(v. 313 s.) Καὶ εὐθὺς δεικνύων ἐπιχειρηματικῶς καὶ γνωμολογικῶς, ὅτι τὰ κατ' ἀνθρώπους, ἐν οἷς καὶ τὸ ἱππεύειν, μήτι, τουτέστι μήτιδι καὶ βουλῇ, ἀνύονται, φησὶ πρῶτον μὲν ἀλειπτικὸν εἰς ἀγῶνα νόημα τὸ "ἀλλ' ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα", ὃ περίφρασίς ἐστι τοῦ "ἵνα μὴ ἡττηθῇς".

(v. 315-317) Εἶτα πιστούμενος ἐπαγωγικῶς διὰ δρυτόμου καὶ κυβερνήτου καὶ ἡνιόχου τὸ πάντα βουλῇ καὶ τέχνῃ κατορθοῦσθαι ‑ πρῶτος γάρ, φασίν, Ὅμηρος τῇ κατὰ φιλοσόφους ἐπαγωγῇ ἐνταῦθα χρᾶται, ἤγουν τῇ τοῦ καθόλου πιστώσει ἐκ μερικῶν ‑ φησὶν "μήτι τοι δρυτόμος μέγ' ἀμείνων ἠὲ βίῃφι· μήτι δ' αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι· μήτι δ' ἡνίοχος περιγίνεται ἡνιόχοιο". καὶ ὡς μέν ἐστι κυβερνήτου σοφία καὶ βουλευτικὴ μηχανή, πᾶς οἶδεν. ἔστι δὲ τέχνη καὶ δρυτόμου τὸ κατὰ φύσιν τὰς τῶν ξύλων, φασίν, ἁρμονίας κόπτειν καὶ μηδὲ πρὸς ἀντίπνοιαν ἀνέμου, ἀλλὰ πρὸς πνεῦμα, ὡς ἂν ὠθούμενα πνεύματι κατακλᾶται τάχιον. σοφίας δὲ εὕρημα καὶ οἱ σφῆνες. βουλὰς δὲ ἡνιοχικὰς ὁ γέρων ἐνταῦθα κατωτέρω παραδώσει τῷ υἱῷ.

(v. 309) Ἰστέον δὲ ὅτι τὸ "οἶσθα γὰρ εὖ περὶ τέρμαθ' ἑλισσέμεν" οἰκεῖον ἐξ ἡνιόχων μετενεχθῆναι εἰς πάντα τὸν εὖ τοῦ κατ' αὐτὸν στοχαζόμενον πέρατος.

(v. 310) Τὸ δὲ "βάρδιστοι" ἐκ τοῦ βράδιστοι μετατέθειται διὰ μέτρον ἀνάπαλιν ἤπερ τὸ "δρατὰ σώματα" ἐν τοῖς πρὸ τούτων, ἤγουν δαρτά, γυμνὰ δέρματος.

(v. 312) Τὸ δὲ "σέθεν αὐτοῦ" πάνυ σεμνύνει τὸν Ἀντίλοχον. οὐ γὰρ μόνον, φησί, τοῦ πατρὸς διδάσκοντος ὑπερτερεῖς ἄλλων, ἀλλὰ καὶ αὐτὸς σὺ κατὰ μόνας βουλευόμενος.

(v. 314) Ὅρα δὲ καὶ τὸ "μή σε παρεκπροφύγῃ ἄεθλα". δοκεῖ γὰρ ἄπορον πῶς ἂν τὸν Ἀντίλοχον, ὅπως ἂν καὶ ἱππεύσῃ, παρεκπροφύγῃ ἄεθλα, ὅπου καὶ ὁ ἔσχατος ἄεθλον λήψεται. λύεται δὲ ἡ ἀπορία ἐκ τῆς δεξιᾶς ῥητορείας τοῦ γέροντος, ὃς τὸν υἱὸν εἰς νίκην ἐρεθίζων [737] παραδηλοῖ ὡς ὁ τὸ ἔσχατον ἄεθλον λαβὼν οὐκ ἄεθλον ἔλαβε, καὶ οὕτως ὑπαλείφει αὐτόν, μονονουχὶ λέγων, ὡς εἴπερ ἄεθλον τὸ ἐπὶ νίκῃ, τὸ ἔσχατον οὐκ ἄεθλον. ἀλλὰ τοῦτο μὲν ῥητορικώτερον. ἀληθῶς δὲ ἄεθλον καὶ ἐκεῖνό ἐστιν, ὡς εἰ καὶ μὴ νικῶντι, ἀλλ' ἀγωνιζομένῳ διδόμενον. ἄεθλα γὰρ τὰ τεθέντα πάντα εἶπε καὶ ὁ ποιητὴς ἐν τῷ "ἱππεῦσι μὲν πρῶτα ἀγλαὰ ἔθηκεν ἄεθλα". ὅμως μέντοι οὐδενὶ τῶν ἐνταῦθα ἱππέων ἠξίωσεν ὁ ποιητὴς τὸ πέμπτον ἄεθλον δοῦναι, ἀλλ' ἀρετῇ ἀπρακτούσῃ τῇ τοῦ Νέστορος αὐτὸ δίδωσιν. ἴσως γὰρ καὶ αὐτὸς ἐν τῷ υἱῷ νενίκηκέ πως διὰ τῆς ἐν τοῖς ῥηθεῖσι συμβουλῆς. διὸ καὶ χρεία καὶ αὐτῷ ἐπάθλου τινός. ἔτι δὲ λυθήσεται ἡ ἀπορία προσυπακουομένου τοῦ "κρείττονα", ἵνα ᾖ· μή σε παρεκφύγῃ ἄεθλα τὰ μετὰ τὸ πρῶτον ἄεθλον περιλειπόμενα κρείττονα, ὅπερ Νέστωρ οὐκ εἶπεν, ὀκνῶν ἴσως τὴν λέξιν διὰ τὸ δυσοιώνιστον. ἤθελε γὰρ τὰ πρῶτα εἰπεῖν, ὃ πάλιν ἦν τῷ βραδίστους ἵππους ἔχοντι δυσχερές. διὸ καὶ ἄμφω σεσίγηκεν, οὔτε πρῶτα εἰπὼν διὰ τὸ δύσελπι, οὔτε τὰ μετ' αὐτά, ἵνα μὴ οἰωνίσηται. Ἀντίλοχος δὲ προϊὼν καὶ ὁρῶν ὡς οὐ νικᾷ, φησὶν "εἴ περ φερόμεθα χεῖρον ἄεθλον", ἤγουν τὸ μετὰ τὸ πρῶτον. Ἰστέον δὲ καὶ ὅτι ὁ ῥήτωρ ἠρκέσθη ἐμφήνας ἆθλον ἀγαθὸν καὶ οὐκ ἔσχατον ἐν τῷ πληθυντικῶς καὶ οὕτω σεμνῶς εἰπεῖν ἄεθλα.

(v. 315) Τὸ δὲ "μήτι", ὅ ἐστι τῇ βουλῇ, οὐκ ἀπὸ τοῦ μήτιδι γέγονε κατὰ ἀποκοπήν. ‑ συνεστέλλετο γὰρ ἂν ἡ τούτου λήγουσα καὶ προπεριεσπᾶτο ἡ λέξις. ‑ ἀλλ' ἔστι μῆτις μήτιδος, καὶ Ἰωνικῶς μήτιος, ὡς Θέτις Θέτιος, μῆνις μήνιος. ἡ δοτικὴ μήτιϊ καὶ κατὰ κρᾶσιν μήτι. Ἔνθα καὶ ὅρα ὅτι ἀσυνήθους τῆς λέξεως οὔσης καὶ συνεμπιπτούσης κατὰ προφορὰν τῷ μήτι ἐπιρρήματι, ἔφθη ὁ ποιητὴς ῥῆμά τε εἰπὼν τὸ μητίσασθαι καὶ μήτιν τὴν βουλήν, ἵνα ὁ ἀκροατὴς ἀκούσας τὸ "μήτι" ἐπὶ τῆς βουλῆς συστοίχως νοήσῃ καὶ αὐτό. Κάλλους δὲ ποιητικὸν τὸ κατὰ σχῆμα ἐπαναφορᾶς ἐν τρισὶ στίχοις τεθῆναι τὸ "μήτι" κατ' ἀρχάς.

(v. 317) Ἐρέχθεσθαι δὲ κατὰ ὀνοματοποιΐαν τὸ ἐρεθίζεσθαι, ἄλλο πάντως ὂν παρὰ τὸ ὀρεχθεῖν, ὃ πρὸ μικροῦ εἴρητο.

(v. 319 [738] 21) Ὅτι τέχνης ἱππικῆς λόγους ἐκτιθεὶς ὁ Νέστωρ τῷ υἱῷ ἄρχεται πρῶτον ἐκ τοῦ ἐναντίου, λέγων "ἀλλ' ὃς μὲν ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθώς", ἤγουν "πέποιθε" κατά τινας ἢ μάλιστα "πεποιθὼς εἴη" κατὰ σχῆμα ἐλλείψεως, "ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει", ἤγουν οὐ κατέχει ἐπὶ πολὺ ἑλισσομένους, ὃ ταὐτόν ἐστι τῷ ἀνὰ δρόμον πλανωμένους. Καὶ ὅρα ἐν τῇ ἀρχῇ τοῦ νοήματος τούτου ἐκ περισσοῦ κείμενον τὸν ἀλλα σύνδεσμον καὶ οὐδεμίαν δηλοῦντα ἑρμηνείαν αὐτῷ ἀνήκουσαν.

(v. 322-325) Εἶτα ὁ γέρων μετὰ τὸ ἐξ ἐναντίου νόημα, ἤγουν τὸ περὶ ἡνιοχικῆς ἀτεχνίας, πρὸς τέχνην λαλῶν φησιν "ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, αἰεὶ τέρμ' ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσι", τουτέστι οὐδὲ λανθάνει αὐτὸν πῶς ἡνιοστροφήσει τοὺς ἵππους τὸ πρῶτον, ἤγουν πρὸ τοῦ εἰς τὸ τέρμα ἐλθεῖν, "ἀλλ' ἔχει ἀσφαλέως", τοὺς ἵππους δηλαδή, οὐ μὴν ἀφραδέως κατὰ τὸν προρρηθέντα, "καὶ τὸν προὔχοντα δοκεύει", ἤγουν ἐπιτηρεῖ τὸν προελαύνοντα, ἁμιλλώμενος μὴ λιπέσθαι πολύ.

(v. 322) Κέρδεα δὲ εἶπεν οὐχ' οὕτω τοὺς δόλους, ὅσον τὰς ἁπλῶς κερδαλέας, ὅ ἐστιν ἐπωφελεῖς, ἐπινοίας.

(v. 319) Τὸ δὲ "ὃς ἵπποισι καὶ ἅρμασι πεποιθώς" ἕτεροι γράφοντες "πέποιθεν" ἀφίενται πραγμάτων διὰ τὸ κοινὸν τῆς συντάξεως.

(v. 323) Τὸ δὲ "αἰεί" ἐπίτασιν ἔχει προσοχῆς. οὐ γὰρ ἁπλῶς χρὴ τὸν ἡνίοχον τέρμα ὁρᾶν, ἀλλὰ καὶ αἰεί. Τὸ δὲ "στρέφει ἐγγύθεν" [739] ἀνάπαλιν ἔχει πρὸς τὸ ἐπὶ πολλὸν ἑλίσσεσθαι ἔνθα καὶ ἔνθα. ἑλίξεται μὲν γάρ τίς ποτε, ὡς εἰκός, οὐ μὴν ἐπὶ πολλόν, ὃ δὴ πλανᾶσθαι τοὺς ἵππους ποιεῖ.

(v. 324) Βοέους δὲ ἱμάντας λέγει, ἅπερ κατωτέρω ἡνία φησί.

(v. 325) Τὸ δὲ "ἀλλ' ἔχει ἀσφαλέως" πρός τε τὸ "οὐδὲ κατίσχει" ἀντίκειται, καὶ πρὸς τὸ ἐπὶ πολλὸν ἑλίσσεσθαι καὶ πλανᾶσθαι δὲ τοὺς ἵππους, ὅτε οὐδὲ δύναται τὸν προὔχοντα δοκεύειν ὁ οὕτως ἀτεχνῶς ἡνιοχεύων.

(v. 322) Ἰστέον δὲ ὅτι τὸ "ὃς κέρδεα οἶδεν, ἀεὶ τέρμα ὁρόων στρέφει ἐγγύθεν οὐδέ ἑ λήθει" παραίνεσίς ἐστι τοῦ πάντα συνετὸν ἄνθρωπον πρὸς τὸ κατ' αὐτὸν τέλος ὁρᾶν.

(v. 325) Μιμήσεως δὲ ἀγαθῆς τὸ "ἀλλ' ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει". δῆλον γὰρ ὅτι ὁ τὸν ἁπλῶς προὔχοντα δοκεύων ἐπὶ καλῷ, ἀγαθόν τι μιμεῖται. ὁμοίως δὲ δῆλον καὶ ὅτι ὁμώνυμος λέξις τὸ προὔχειν. καὶ ἐνταῦθα μέν, ὡς προεδηλώθη, τὸ ἔμπροσθεν ἐλαύνειν δηλοῖ, παρὰ δὲ τοῖς μεθ' Ὅμηρον καὶ ἐπὶ ὑπεροχῆς τίθεται. οὕτω γὰρ προὔχοντας τοὺς ἐν ἀξίαις φαμέν. παρὰ μέντοι Εὐριπίδῃ ὁ προὔχων τοῦ ἀσκοῦ ποὺς ἑτεροίαν ἔννοιαν ἔχει, ὁποίαν τινὰ καὶ ἐν τῇ φῖ ῥαψῳδίᾳ τὸ "πύργῳ ἐπὶ προὔχοντι ἀσπίδα ἐρείσας". [Ἐν τούτοις δὲ ἰστέον ὅτι τε καλῶς προὔχοντα τὸν προελαύνοντα νοοῦμεν, ἐπειδὴ καὶ ἔχειν λέγεται τὸ ἡνιοχικῶς ἐλαύνειν κατὰ τὸ "ἔχε μώνυχας ἵππους", καὶ ὅτι τὸ τὸν προὔχοντα δοκεύειν καὶ γυναικὶ μαχλάδι σκωπτικῶς ἂν ἐπιρρηθείη, τῇ κατ' Εὐριπίδην εἰπεῖν φιλάνδρῳ. αἱ γὰρ τοιαῦται τὸν προὔχοντα καὶ αὐταὶ δοκεύουσιν, οὐ τὸν ἁπλῶς μέντοι, ἀλλὰ τόν, ὡς εἴρηται, ἀσκοῦ προὔχοντα πόδα, ἤγουν τὸν τοῦ κατ' ἄνθρωπον σώματος προϊσχόμενον. δῆλον γὰρ ὅτι, καθὰ θύλακος τὸ ἀνθρώπινον σῶμα, οὕτω κατὰ τοὺς παλαιοὺς καὶ ἀσκός. Ἰστέον δὲ ὅτι τοῦ προὔχειν ἐστὶ καὶ παθητικὸν παρὰ Σοφοκλεῖ ἐν τῷ "τάδε μὲν σὺ προὔχοιο", ἤγουν προφασίζοιο. τὸ δὲ τοιοῦτον [740] προὔχεσθαι προΐσχεσθαι κοινότερον λέγεται, καθ' ὃ λόγῳ συστοιχίας τροπικῆς καὶ τὸ προΐσχεσθαι χεῖρας εἰς ἱκετείαν καὶ βρέφος δὲ εἰς ἀφόδευμα καὶ ὅσα τοιαῦτα.]

(v. 326) Ὅτι σαφοῦς γνωρίσματος τὸ "σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδὲς οὐδέ σε λήσει".

(v. 327-333) Ὅτι ἡ τοῦ ἱππικοῦ δρόμου νύσσα, ἤτοι ὁ καμπτήρ, τοιαύτη τις ἦν τοῖς ἐνταῦθα ἱππεῦσιν, ὡς εἰκός, καθὰ δηλοῦται διὰ τοῦ Νέστορος "ἕστηκε ξύλον αὖον ὅσον τ' ὄργυια ὑπὲρ αἴης, ἢ δρυὸς ἢ πεύκης, τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ. λᾶε δέ", ἤγουν λίθοι, "τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ' ἱππόδρομος ἀμφίς, ἤ τευ", ἤγουν ἤ τινος, "σῆμα βροτοῖο πάλαι κατατεθνειῶτος, ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων. καὶ νῦν τέρματ' ἔθηκεν Ἀχιλλεύς".

(v. 333) Καὶ σημείωσαι τὸ τοιοῦτον "ἔθηκεν". οὐ γὰρ συνήθως εἴληπται, ἀλλὰ δηλοῖ τὸ ὥρισε. προϊὼν δὲ ἄλλως ἐρεῖ "σήμηνε δὲ τέρματ' Ἀχιλλεύς", ὡς ταὐτὸν ὂν ἐνταῦθα εἰπεῖν "ἔθηκεν" ἢ "ἐσήμηνε τέρμα". [Ὅρα δὲ τὸν γρῖφον τοῦ "τέρματ' ἔθηκεν". εἰ γάρ τις γράψοι ἐν χρόνῳ παρακειμένῳ αὐτό, ἵνα ᾖ "τέθεικε τέρμα", ἔχοι ἂν καὶ λόγον καὶ οὐκ ἐξουθενοῖτο. ἀκολουθητέον δὲ ὅμως τοῖς παλαιοῖς ἀντιγράφοις.] Σημείωσαι δὲ ὅτι κατὰ τὸ σιωπώμενον ἔθηκε τέρματα Ἀχιλλεύς. ῥητῶς γὰρ ὁ ποιητὴς αὐτὸ οὐκ ἔγραψεν, ἀλλ' ὁ Νέστωρ οἷα εἰδὼς λαλεῖ. καὶ μετ' ὀλίγα δὲ ἐν τῷ "σήμηνε δὲ τέρματ' Ἀχιλλεύς" ὁμοίως νοητέον, ὅτι φθάσας ἐσήμανε κατὰ τὸν λόγον τοῦ Νέστορος.

(v. 327) Ὅρα δὲ εἰσβολὴν διηγήματος ἐν τῷ "ἕστηκε ξύλον" ἁπλῆν καὶ σαφῆ, ὡς τῷ νῦν καιρῷ ἔπρεπε. Τὸ δὲ "αὖον" κοινῶς μὲν ψιλοῦται, ἐν δὲ τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται ὅτι δασυντέον τὸ αὗον. καὶ ἔστιν Ἀττικὸς ὁ πνευματισμὸς οὗτος καὶ ἐν τῷ [741] αὑαίνω, ὡς δηλοῖ καὶ τὸ "ἀφαυάνθην" παρὰ τῷ Κωμικῷ. εἴρηται δὲ περὶ τοιούτου πνευματισμοῦ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. πρωτότυπον δὲ τούτων τὸ αὕω, ἐξ οὗ καὶ πυραύστης, ζωΰφιον καταπετόμενον φλογὸς καὶ οὕτως ὀλλύμενον. ὅθεν παροιμία τὸ "πυραύστου μόρος" ἐπὶ τῶν καὶ ῥᾳδίως καὶ ἑκουσίως θνῃσκόντων ἀγεννῶς ἐξ ἀφροσύνης. Τὸ δὲ ὄργυια κἀνταῦθα προπαροξύνεται, εἰ καὶ ἡ κοινὴ χρῆσις παροξύνει αὐτό.

(v. 328) Τὸ δὲ "ἢ δρυὸς ἢ πεύκης" πιθανεύεται ἀλήθειαν τῷ διηγήματι, ὡς τῶν μὲν γινωσκομένων ἀνενδοιάστως λεγομένων ὑπὸ τοῦ ποιητοῦ, δισταζομένων δὲ τῶν μὴ ἐγνωσμένων. τοιοῦτον δὲ καὶ τό· ἢ σῆμα παλαιοῦ τάφου ἢ νύσσα. Τὸ δὲ "οὐ καταπύθεται ὄμβρῳ" ἐκ τοῦ τέλους εἴρηται τῷ γέροντι, ὡς ἐπὶ τοσαῦτα ἔτη τοῦ ξύλου ἐξαρκέσαντος ἵστασθαι. ἐνταῦθα δὲ καὶ τὴν Ἑλληνικὴν ὅρα παίδευσιν, ἐφ' οἷς εἴτε νύσσα τὸ ξύλον εἴτε σῆμα, οὐδεὶς αὐτὸ μετέστησεν, ἵνα μὴ ἀφανίσῃ μνήμην ἀγαθήν. προσνεμητέον δὲ μᾶλλον τῇ δρυῒ τὸ ὑπὸ ὄμβρου ἄσηπτον. τῇ πεύκῃ γὰρ οὐκ ἐπὶ τοσοῦτον. Τὸ δὲ "ἐρηρέδαται" δηλοῖ μὲν τὸ "ἔχουσιν ἑδραίωσιν ἐν τῇ ἔρᾳ". πῶς δὲ γίνεται, πρὸ ὀλίγου εἴρηται.

(v. 329) Τὸ δὲ "λευκώ" πρὸς πιθανότητά τινα εἰδήσεως εἴρηται, ὡς σεσημειωμένων ὄντων καὶ τῶν λίθων. τοιοῦτον δέ που καὶ τὸ "λίθον τρηχὺν μέλανα". εἰωθυῖα δὲ ἡ διὰ λίθων ἔρεισις τῶν ἐν ὑπαίθρῳ ἑστηκότων ξύλων.

(v. 330) Ξυνοχὴ δὲ ὁδοῦ ἡ στενότης καὶ ἀπὸ εὐρυχωρίας εἰς στενὸν σύμπτωσίς τε καὶ σύγκλεισις. ὅθεν καὶ τὸ "ἐπὶ στήθεσι συνοχωκότε" ἐν τῇ β΄ ῥαψῳδίᾳ εἴρηται. κατὰ δὲ παλαιοὺς εἰπεῖν, συνοχή ἐστι τὸ τῶν σταδίων [742] σιγματοειδές, ὁποῖον μάλιστα τὸ κατὰ τὸν καμπτῆρα εἴτ' οὖν τὴν νύσσαν. αὐτοὶ δέ φασι ὅτι οὐ μόνον ἀγάλματα ἦσαν τοῖς τύμβοις ἐφιστάμενα, ἀλλὰ καὶ ἁπλῶς ξύλα, ὡς ἐνταῦθα φαίνεται, καὶ λίθοι ἀνεικόνιστοι. διὸ καὶ ὁ ἐν Ὀδυσσείᾳ Ἐλπήνωρ εὐῆρες ἐρετμὸν ἐθέλει στῆναι ἄνω τοῦ κατ' αὐτὸν τύμβου. Λεῖον δὲ ἱππόδρομον λέγει τὸ περὶ τὸν καμπτῆρα μάλιστα χωρίον τὸ ἐν ξυνοχαῖς ὁδοῦ, περὶ οὗ ἦν ὁ λόγος. λέγει δὲ καὶ μετ' ὀλίγα "τέρματα τηλόθεν ἐν λείῳ πεδίῳ". τὸ γὰρ ἄλλο πᾶν οὐκ ἦν εἰκὸς λεῖον εἶναι, ὡς δηλώσει καὶ ὁ ῥωχμὸς ὁ τὸν Μενέλαον ἀποκωλύσας τοῦ κατ' εὐθὺ δρόμου.

(v. 332 s.) Ἐν δὲ τῷ "ἢ τόγε νύσσα τέτυκτο" καὶ ἑξῆς, φασὶν οἱ παλαιοὶ ὅτι Ἀρίσταρχος γράφει "ἢ τό γε σκῖρος ἔην, νῦν αὖ θέτο τέρματ' Ἀχιλλεύς, ἑνὸς τούτου στίχου τεθέντος ὑπ' ἐκείνου ἀντὶ τῶν ἀνωτέρω γραφέντων δύο. καί φασι σκῖρον τὴν ῥῖζαν λέγεσθαι παρὰ τὸ ἐσκιάσθαι. ὅθεν καὶ σκίρον τὸ σκιάδιον παρὰ Ἀττικοῖς. [Περὶ δὲ σκίρου καὶ τῆς ἐξ αὐτοῦ σκιράδος Ἀθηνᾶς, καὶ ὅτι ὁ σκῖρος καὶ γύψον ἢ γῆν γυψώδη δηλοῖ, σημαίνει δὲ καὶ τυροῦ ῥύπον, ἐξ ὧν καὶ τὸ σκιροῦσθαι ῥῆμα, ἀλλαχοῦ παρεσημάνθη καλῶς.]

(v. 334-343) Ἐπὶ δὲ τούτοις ὁ γέρων Νέστωρ ὑποτίθεται τῷ παιδί, ὅπως χρὴ τόν τε δεξιὸν ἵππον διατίθεσθαι ἐν τῷ ἱππεύειν τόν τε ἀριστερόν, καὶ ὅπως δεῖ αὐτὸν κλινόμενον ἐν τῷ κάμπτειν σχηματίζεσθαι καὶ τῷ δεξιῷ μὲν ἀπειλησάμενον καὶ κεντήσαντα εἶξαι τὰ ἡνία, τῇ δὲ νύσσῃ τὸν ἀριστερὸν ἵππον ἐγχρίμπτειν. ἔστι δὲ ἡ ὅλη αὕτη φράσις τοῦ ποιητοῦ τοιαύτη, [743] σκληρότερον ἔχουσα διὰ τὸ τοῦ λέγοντος ἐναγώνιον καὶ σύννουν, καὶ οὐδὲ ἐσκευασμένη ὅλως πρὸς λειότητα γραφικήν "ᾧ", τουτέστι τῷ τέρματι, "σὺ μάλ' ἐγχρίμψας ἐλάαν σχεδόν", ἤγουν ἐγγὺς ἔλαυνε, "ἅρμα καὶ ἵππους, αὐτὸς δὲ κλινθῆναι", τουτέστι κλίθητι, "ἐϋπλέκτῳ ἐνὶ δίφρῳ ἦκ' ἐπ' ἀριστερὰ τοῖϊν", ἤγουν τούτων τῶν δύο ἵππων, "ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσας, εἶξαί τε οἱ ἡνία χερσίν. ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, ὡς ἄν τοι πλήμνη γε", ἡ καὶ ἀλλαχοῦ προγραφεῖσα, δοάσσεται ἄκρον ἱκέσθαι κύκλου ποιητοῖο, τουτέστιν ὡς ἂν τὸ ἄκρον τοῦ ἄξονος τὸ κατὰ τὸν τροχόν, τοῦτο γάρ ἐστι πλήμνη τροχοῦ, δόξῃ ἐγγίσαι ἄκρᾳ τῇ νύσσῃ, περὶ ἣν ὁ λίθος. "λίθου δέ", φησίν, "ἀλέασθαι ἐπαυρεῖν, μή πως ἵππους τε τρώσῃς κατά θ' ἅρματα ἄξῃς· χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ ἔσσεται", [ἢ "ἔσσεαι".] Καὶ ὅρα ἐνταῦθα τέσσαρας ταύτας ἐννοίας αἰτιολογικὰς δυσὶ στίχοις ἐμπεριγραφείσας κομματικῶς διὰ τὸ σπεύδειν τὸν ταῦτα λαλοῦντα.

(v. 335) Ἰστέον δὲ καὶ ὅτι εὔπλεκτον δίφρον φησίν, ἐπεὶ εἶχέ τι πλέγματος, ὡς δεδήλωται, ὅπου ὁ ποιητὴς ἔφη "ἐρινεὸν νέους ὄρπηκας". καὶ προϊὼν δὲ "δίφρους εὐπλεκέας" ἐρεῖ, ὡς μὴ γομφωτοὺς ὄντας καὶ κολλητούς, ὅ ἐστιν ἡρμοσμένους ἐξ ὕλης βαρυτέρας, ἀλλὰ καὶ ἔκ τινων πλεγμάτων εὐθετισμένους δι' ἐλαφρότητα.

(v. 340) Κύκλον δὲ ποιητὸν λέγει συνήθως τὸν τοῦ ἅρματος τροχόν, ὡς καὶ αὐτὸν εὖ πεποιημένον, ἢ καὶ πρὸς διαστολὴν τῶν παρὰ τοῖς σοφοῖς διανοητῶν κύκλων. Τὸ δὲ προσκροῦσαι λίθῳ εὐφήμως καὶ γλυκέως κατ' ἀφέλειαν ἐνταῦθα εἶπε "λίθου ἐπαυρεῖν", ἤτοι ἀπολαῦσαι, οὐκ εἰς ἀγαθόν τι δηλαδή, ἀλλ' εἰς κάκωσιν, καθ' ὁμοιότητα τοῦ "ἵνα πάντες ἐπαύρωνται βασιλῆος", καὶ τῶν ὁμοίων.

(v. 341) Τὸ δὲ "τρώσῃς" ἀντὶ τοῦ βλάψῃς Ἰωνικῶς, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐν τῷ "οἶνός σε τρώει μελιηδής", ἤγουν βλάπτει. καὶ οἶδε τὴν τοιαύτην σημασίαν καὶ Ἡρόδοτος. ὠνοματοπεποίηται δὲ ἡ λέξις, ὡς καὶ τὸ τρῶ, τὸ τρυπῶ, ἐξ οὗ, ὡς [744] καὶ ἀλλαχοῦ παρεσημάνθη, καὶ τὸ τετραίνω καὶ ὁ τόρνος.

(v. 341-342) Σημείωσαι δὲ καὶ ὅτι ἐκ τοῦ "κατά τε ἅρματα ἄξῃς, χάρμα δὲ τοῖς ἄλλοις ἔσῃ" ὡρμήθη γράψαι τις τὸ ἰαμβεῖον ἐκεῖνο "σὸν ἅρμα χάρμα καὶ γέλως Ἰεφθάε".

(v. 344-345) Κεῖται δ' ἐν τῷ χωρίῳ τούτῳ μετ' ὀλίγα καὶ τὸ "ἕλῃ" ἀντὶ τοῦ καταλάβῃ ἐν τῷ τρέχειν. φησὶ γὰρ ὡς "εἴ περ νύσσῃ γε παρεξελάσῃσθα διώκων", ἤτοι σπουδαίως θέων, ὡς καὶ ἐν ἄλλοις κεῖται, "οὐκ ἔσθ' ὅς κέ σ' ἕλῃσι μετάλμενος οὔτε παρέλθῃ", ἤγουν οὔτε ἐγγίσει οὔτε νικήσει σε. Καὶ ὅρα τὸ "παρέλθῃ" κυριολεκτούμενον ἐνταυθοῖ, ἐξ οὗ τέτραπται ἀλλαχοῦ τὸ "ἐπεὶ οὐ παρελεύσεαι".

(v. 343) Ὅτι χρήσιμον εἰς προσοχὴν τὸ "ἀλλὰ φίλος", ἤγουν ὦ φίλε, "φρονέων πεφυλαγμένος εἶναι", ἀντὶ τοῦ ἔσο.

(v. 344 s.) Ὅτι ὁ πολυΐστωρ Νέστωρ θαρρύνων τὸν υἱὸν λέγει ὡς, εἴπερ τὴν νύσσαν, ὡς παρηγγέλθη, παρεξελάσει, τουτέστι κάμψας παρέλθῃ, οὐδεὶς αὐτὸν νικήσει,

(v. 346-348) "οὐδ' εἴ κεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ἢ τοὺς Λαομέδοντος, οἵ", ὡς δηλοῦται καὶ ἀλλαχοῦ, "ἐνθάδε τέτραφεν ἐσθλοί". καὶ ἰδοὺ ἱστορίαι χρήσιμοι πρὸς ἵππων σύγκρισιν χορηγηθεῖσαι ὑπὸ Νέστορος.

(v. 346) Ἀρείων δὲ ἵππου ὄνομα, ᾧ ἐποχούμενος Ἄδραστος ἐν τῷ Θηβαϊκῷ πολέμῳ διέδρα τὸν θάνατον εὐτυχῶς, ὡς καὶ ἡ Βοιωτία δηλοῖ. θεῖον δὲ γένος ὁ Ἀρείων, ὅτι κατὰ τὸν μῦθον Ποσειδῶνος καὶ Ἁρπυίας ἢ Ἐριννύος γενεαλογεῖται. φασὶ δὲ καὶ ὅτι ὁ Ποσειδῶν μὲν αὐτὸν Κοπρεῖ δίδωσι τῷ Ἁλιαρτίῳ, Κοπρεὺς δὲ Ἡρακλεῖ, ἐφ' οὗ μαχόμενος Κύκνον ἀνελών, εἶτα τῷ Ἀδράστῳ αὐτὸν ἐχαρίσατο. ἐπίτηδες δὲ κἀνταῦθα ἵππων ἀρίστων ἐμνήσθη πρὸς πιθανότητα τῶν τοῦ Ἀχιλλέως, περὶ ὧν προγέγραπται. Ἀρείων δὲ ὁ μὲν ἵππος διφθόγγῳ παραλήγεται καθ' ὁμωνυμίαν τὴν πρὸς τὸ συγκριτικόν, ὃ δηλοῖ τὸν κρείττονα. τὸ μέντοι κύριον ὁ μελῳδὸς Ἀρίων διχρόνῳ [745] τε μόνῳ παραλήγεται πρὸς διαστολὴν καὶ τὸ ω δὲ τῆς εὐθείας φυλάσσει ἐν τῇ ἐφεξῆς κλίσει τῶν πλαγίων. [Ἰστέον δὲ ὅτι τε ἔν τισι τῶν ἀντιγράφων τόν, ὡς εἴρηται, Ἀρείονα ἵππον διὰ τοῦ ι καὶ ο μικροῦ γράφουσιν ὁμοίως τῷ Ἰξίων Ἰξίονος καὶ τοῖς ἄλλοις, ὅσα μακρῷ διχρόνῳ παραλήγεται. οἱ μέντοι πλείους καὶ ἀκριβέστεροι διὰ τῆς ει διφθόγγου τὸν τοιοῦτον Ἀρείονα τυποῦσι, καὶ ὅτι ὁ εἰδώς, τί σημαίνει τῷ ποιητῇ τὸ πάρεξ ἐπίρρημα, καλῶς ἂν εἴποι ἐξ ἐκείνου συντεθῆναι τὸ "παρεξέλθῃσθα", ἵνα ᾖ παρὲξ ἔλθῃς.]

(v. 350) Ὅτι τὴν ὅλην διδασκαλίαν τοῦ γέροντος κόμματι συλλαβών φησιν "ὣς εἰπὼν ἕζετο, ἐπεὶ ἑκάστου πείρατα ἔειπεν", ἤγουν ἐπεὶ τῷ υἱῷ ἑκάστου πρακτέου πέρας ὑπέθετο.

(v. 352-357) Ὅτι κλήρους ἐβάλοντο, ἤγουν ἔθεντο οἱ ἱππεῖς, καθὰ ἦν, ὡς εἰκός, ἔπαλλε δὲ Ἀχιλλεύς, ἐξέθορε δὲ εὐτυχῶς ὁ τοῦ Ἀντιλόχου κλῆρος. μετὰ δὲ αὐτὸν ἔλαχεν Εὔμηλος, ὁ τῶν ἄλλων προαναστάς, ἐπὶ δὲ τούτῳ Μενέλαος, ἐπὶ δ' αὐτῷ Μηριόνης ἔλαχεν ἐλαύνειν, ὕστατος δὲ Τυδείδης, "ὄχ' ἄριστος ἐὼν λάχε ἐλαυνέμεν ἵππους". Καὶ ὅρα ὅτι τε τρὶς ἐνταῦθα εἶπε τὸ "ἔλαχεν" ἐπιμείνας τῇ λέξει διὰ τὸ καίριον, καὶ ὅτι τὸ μὲν εἰπεῖν ἁπλῶς "ἔλαχεν" ἔλλειψιν ἔχει δύο λέξεων, τὸ δὲ "ἔλαχεν ἐλαύνειν" μιᾶς. τὸ δὲ "ἔλαχεν ἐλαύνειν ἵππους", ἀλλ' αὐτὸ ἐντελέστατα ἔχει.

(v. 357) Σημείωσαι καὶ ὅτι τὸ ὕστατον τὸν Διομήδην λαχεῖν ἐξόχως ἄριστον ὄντα διὰ τὸ τοῦ λάχους τε δυσκλήρημα Ὅμηρος παρεσημήνατο καὶ εἰς ἔνδειξιν δὲ τοῦ μηδὲν ἂν ἐντεῦθεν αὐτὸν βλαβήσεσθαι. νικήσει γὰρ αὐτὸς δραμών. περὶ δὲ τοῦ κλήροις λαγχάνειν ἑτέρωθι προδεδήλωται.

(v. 358-361) Ὅτι οἱ μὲν ῥηθέντες ἱππεῖς "στάν", ἤγουν ἔστησαν, "μεταστοιχεί", τουτέστιν ἐπὶ στοῖχον καὶ τάξιν τινά, Ἀχιλλεὺς δέ, ὡς [746] καὶ προερρέθη, σήμηνε τέρματα, "παρὰ δὲ σκοπόν", ἤτοι κατάσκοπον, "εἶσεν", ὅ ἐστιν ἐκάθισεν, "ἀντίθεον Φοίνικα, ὀπάονα πατρὸς ἑοῖο", ἤτοι ἀκόλουθόν ποτε τοῦ Πηλέως, "ὡς μεμνέῳτο", φησί, "δρόμου καὶ ἀληθείην ἀποείποι". καί τινες μὲν γοργῶς ἐνταῦθά φασιν ὡς οὐκ ἀπὸ τοῦ αὐτοῦ τέρματος, καθὰ ἐπὶ τῶν δρομέων, ἡ ἄφεσις. διὸ ἐκεῖνοι μὲν ἐν τοῖς ἑξῆς μεταστοιχεὶ στάντες οὐ κληροῦνται, οἱ δὲ ἱππεῖς κλήρους βάλλονται περὶ τῆς στάσεως. ἕτεροι δὲ πλατύτερον οὕτω φασίν. μεταστοιχεί λέγεται τὸ ἐπὶ στίχον. στίχος δὲ ἡ ἐπὶ βάθος στάσις τῶν χορευτῶν, ὁποία καὶ ἡ τῶν Ὁμηρικῶν τούτων ἡνιόχων στάσις. οὐ γὰρ κατὰ μέτωπον ἔστησαν. εἰ γὰρ τοῦτο, τί, φασίν, ἔδει κλήρου ἐπὶ τῇ στάσει τοῖς ἐν ἰσότητι ἱσταμένοις ἐπὶ στίχῳ, ἐὰν κατὰ μόνον τὸ δεξιὸν καὶ ἀριστερὸν ἦν αὐτοῖς διαφορά; ἡ δὲ μεταφορά, φασί, τοῦ μεταστοιχεί ἀπὸ τῶν παρ' ἡμῖν στίχων, οὓς οἱ παλαιοὶ οὐχ' ὡς νῦν ἡμεῖς κατὰ μέτωπον ἀλλὰ κατὰ βάθος ἔγραφον· ἕν, φασίν, εἶτα ἕτερον καὶ τρίτον καὶ τέταρτον. καὶ ταῦτα μὲν οἱ παλαιοί. ἐξ ὧν ἔστι νοῆσαι ὡς οὐ κατὰ τὸ λεγόμενον ἐνορδίνως ἵσταντο οὗτοι κατὰ πλάτος, ἀλλ' ὁ μὲν ἔμπροσθεν, ὁ δ' ὄπισθεν, καὶ μετ' ἐκεῖνον ἄλλος καὶ ἑξῆς ἕως τοῦ κατὰ βάθος τελευταίου. διὸ καὶ ὁ Τυδείδης δυσκληρεῖ, ὡς εἴρηται, λαχὼν ὕστατος, εἰ καὶ τῇ τῶν ἵππων ἀρετῇ προέδραμεν. ὅτι δέ ποτε καὶ ἡ ἐν βίβλοις γραφὴ οὕτως ἐτάττετο, οὐ μόνον σπυρηδὸν καὶ πλινθηδὸν σχηματιζομένη, ἀλλὰ καὶ πυργηδὸν κατὰ βάθος, ὅθεν ἐξεύρηνται καὶ τὰ κοινῶς διπάγια λεγόμενα καὶ τριπάγια, ἑτέρωθεν ἔστι γνῶναι. οἱ δὲ παλαιοί φασι καὶ ὅτι οὐ δολιχὸς ὁ δρόμος, κάμπτουσι γάρ. ἀλλ' οὐδ' ἐγγὺς ὁ καμπτήρ. τηλόθεν [747] γὰρ ἐν λείῳ πεδίῳ τὰ τέρματα. διὸ οὐδὲ πολλάκις κάμπτουσιν ὡς οἱ ἐν Ὀλυμπίοις καὶ τοῖς λοιποῖς ἀγῶσιν ὕστερον. ἔδει γάρ, φασίν, ἐγγὺς εἶναι τὸν καμπτῆρα, εἰ πολλάκις δηλαδὴ ἔκαμπτον. ἅπαξ οὖν πρὸς τῷ αἰγιαλῷ ὁρῶνται πύματον τελοῦντες δρόμον "ἄψ", ὅ ἐστιν ὀπίσω, "ἐφ' ἁλὸς πολιῆς", ἔνθα δηλαδὴ καὶ τὸ τέρμα, τὸ ξύλον, ἵστατο. καὶ ἅπαξ φιλονεικία τις γίνεται περὶ αὐτῶν. Δίαυλος οὖν, φασί, μακρότατος ὁ δρόμος οὗτος τῶν ἱππέων. διὸ καὶ σκοπὸς κάθηται ὁ Φοῖνιξ καὶ σημειοῦται τηλόθεν τὸ τέρμα, μήποτέ τις λάθῃ κάμψας ἐντὸς τοῦ μακροτάτου δρόμου. καὶ οὕτω μέν τινες μακρὸν εἶναι δίαυλον τὸν παρόντα δρόμον εἶπον. ἕτεροι δὲ πολλάκις κάμψαι τοὺς ἡνιόχους ὑπονοοῦσι διὰ τὸ τὸν ποιητὴν εἰπεῖν, "ὡς μεμνέῳτο δρόμου" ὁ Φοῖνιξ, ἤγουν μνήμην ἔχοι τοῦ ἀριθμοῦ τῶν κάμψεων. ἀκριβέστερον δὲ εἶπον οἱ δίαυλον φάμενοι, ὡς τοῦ μεμνῆσθαι μὴ μόνον διὰ τὸν καμπτῆρα λεχθέντος, ἀλλὰ καὶ εἴ τί που ἄλλο ῥᾳδιουργηθείη ὑπὸ τῶν οὕτω τηλόθι τρεχόντων, οὗ καὶ αὐτοῦ ἔδει τὸν Φοίνικα μεμνημένον ἀπειπεῖν τῷ Ἀχιλλεῖ. λέγουσι δὲ οἱ παλαιοὶ καὶ ὅτι οἱ ἐνταῦθα ἡνίοχοι ἀρξάμενοι ἀπὸ Σιγείου, ἔνθα αἱ τοῦ Ἀχιλλέως νῆες ἦσαν, ἔτρεχον ἐπὶ τὸ Ῥοίτειον νόσφι νεῶν τῶν πρὸς τῷ αἰγιαλῷ, "ἐφ' ἁλός", ἢ "ἀφ' ἁλός, πολιῆς" κατὰ τὸν ποιητήν. κατὰ μέντοι Ἀρίσταρχον ὁ τῶν ἱππέων τούτων δρόμος ἐγίνετο ἐν τῷ ἀπὸ τοῦ τείχους ἄχρι τῆς θαλάσσης καὶ τῶν ἐκεῖ κλισιῶν πεντασταδίῳ διαστήματι.

(v. 361) Τὸ δὲ "μεμνέῳτο" ἢ ἐκ τοῦ μεμνέοιτο γίνεται κατ' ἔκτασιν τοῦ ο, ὁποῖα καὶ ἄλλα εὐκτικὰ τοιαῦτα ἐν Ὀδυσσείᾳ κεῖνται, ἢ ἀπὸ τοῦ μεμνῷτο ἐπεντεθέντος τοῦ ε. σύστοιχον δὲ τῷ "μεμνέῳτο" πλὴν ἁπλούστερον καὶ τὸ "ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνῴμεθα", ὃ κεῖται παρὰ Σοφοκλεῖ. Τὸ δὲ "ἀποείποι" ἀντὶ τοῦ εἴποι, περιττῆς καὶ νῦν κειμένης τῆς προθέσεως, ὡς καὶ ἐπὶ ἄλλων προδεδήλωται. [Κοινότερον μέντοι ἀπειπεῖν ἢ τὸ ἀποφῆσαι, οἷον· ἢ εἰπὲ ἢ ἀπόειπε, ὅμοιον ὂν [748] τῷ· ἢ φάθι ἢ ἀπόφαθι, ἢ καὶ ἄλλως, τὸ ἀπαγορεῦσαι καὶ μηκέτι ἔχειν τι εἰπεῖν, κατὰ τὸ "τάλαιν' ἀπεῖπον ἄλγει". δῆλον δ' ὅτι τὸ ἀπειπεῖν καὶ ἀπείπασθαί ποτε λέγεται.]

(v. 362-375) Ὅτι διάθεσιν δρόμου ἁρματηλατῶν ὑπογράφων διασκευαστικῶς ὁ ποιητὴς τὴν κατά τε τὸ ἅρμα καὶ τοὺς ἵππους καὶ τοὺς ἐπιβάτας, φησὶν "οἳ δ' ἅμα πάντες ἐφ' ἵπποιϊν μάστιγας ἄειραν, πέπληγόν τε ἱμᾶσιν· ὁμόκλησάν τε ἐπέεσσιν ἐσσυμένως. οἳ δ' ὦκα διέπρησσον πεδίοιο νόσφι νεῶν ταχέως, ὑπὸ δὲ στέρνοισι κονίη ἵστατ' ἀειρομένη ὥστε νέφος ἠὲ θύελλα, χαῖται δ' ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο, ἅρματα δ' ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δ' ἀΐξασκε μετῄορα, τοὶ δ' ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις, οἳ δ' ἐπέτοντο κονίοντες πεδίοιο. ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι ἂψ ἀφ' ἁλὸς πολιῆς", ὡς προεγράφη, τότε δὴ ἀρετή γε ἑκάστου φαίνετο".

(v. 375) Εἶτα ἑρμηνεύων τί λέγει ἀρετὴν ἵππου, ἐπάγει "ἄφαρ δ' ἵπποισι τάθη δρόμος", οἱονεὶ λέγων ὅτι ἀρετὴν ἵππου φημὶ τὴν ταχεῖαν τοῦ δρόμου τάσιν. καὶ τοιαύτη μὲν ἡ παρὰ τῷ ποιητῇ τοῦ ἱππικοῦ δρόμου εἴτε διασκευὴ εἴτε ἔκφρασις.

(v. 363) Τὸ δὲ ὁμοκλῆσαι, ὅ ἐστιν ἀπειλήσασθαι τοῖς ἵπποις, οἷα δύναται, καὶ ὡς ἐρεθίζει αὐτοὺς εἰς δρόμον, ἐν τοῖς ἑξῆς δηλωθήσεται. ὅμοιον δὲ τὸ ὁμοκλᾶν πρὸς τὸ κέκλεσθαι, ὅ ἐστιν ἐγκελεύεσθαι. καὶ ἡ ὁμοκλὴ γὰρ ἀπὸ τοῦ ὁμοῦ κέλεσθαι γίνεται, ὃ ταὐτόν ἐστι τῷ κέκλεσθαι, πρωτότυπον ὂν αὐτοῦ. κέλω γάρ, καὶ ἐν διπλασιασμῷ κεκέλω, καὶ ἐν συγκοπῇ κέκλω, ἐξ οὗ τὸ κέκλεσθαι.

(v. 364 s.) Ἐν δὲ τῷ "ὦκα διέπρησσον ταχέως", τὸ μὲν "ὦκα" καὶ τὸ "ταχέως" ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῦσι, καθὰ καὶ τὸ "ἐσσυμένως". Τὸ δὲ διαπρήσσειν καταχρηστικῶς καὶ νῦν ἐρρέθη. ἐπὶ θαλάσσης γὰρ [749] κυριολεκτεῖται, ὥσπερ καὶ τὸ περᾶν.

(v. 366) Τὸ δὲ "ὡς νέφος ἠὲ θύελλα" ἐκ τῆς ὁμίχλης ὥρμηται, πρὸς ἣν ἀλλαχοῦ παρεικάσθη ἀειρόμενος πολὺς κονίσαλος. καὶ οὐκ ἔστιν εἰς τοιαύτην παραβολὴν ἄλλο τι παρὰ τὰ τρία ταῦτα θεῖναι, τὴν ὁμίχλην, τὸ νέφος, τὴν θύελλαν. πάνυ δὲ γοργῶς καὶ οἰκείως τῷ καιρῷ παραβέβληται τὸ "ὡς νέφος ἠὲ θύελλα", δύο αὖται παραβολαὶ σύντομοι συνεπισπεύδουσαι τοῖς ἱππεύουσι.

(v. 365 s.) Τὸ δὲ "κονίη ἵστατο" ἀντὶ τοῦ ἀνίστατο, ἀνυψοῦτο. διὸ καὶ ἐπῆκται πρὸς ἑρμηνείαν τὸ "ἀειρομένη", ἤγουν εἰς ἀέρα ἐγειρομένη. ὅτε δὲ καὶ ὄρνυσθαι ῥηθείη, τότε ὁ κονιορτὸς ἐκ τοῦ "κονίη ὄρνυται" σύγκειται.

(v. 367) Τὸ δὲ "χαῖται ἐρρώοντο" κεῖται καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ ἐπὶ Διός, πλὴν ὅσον ἐκεῖ μὲν ἄλλως ἐρρώοντο, ἐνταῦθα δὲ "μετὰ πνοαῖς", ἤγουν ἐν πνοαῖς, "ἀνέμου".

(v. 368) Τὸ δὲ "πίλνατο" δύο ἔχειν προεφάνη παραγωγάς. πέλω γὰρ τὸ πλησιάζω, ἐξ οὗ πιλνῶ, ἀφ' οὗ τὸ πίλνημι, ὡς ἵστημι, καὶ πίλνατο, ὡς ἵστατο. Τὸ δὲ "πουλυβοτείρῃ" φανερῶς πρὸς μόνην στίχου κεῖται ἀναπλήρωσιν καὶ εἰς πλέον οὐδέν.

(v. 369) Τὸ δὲ "μετῄορα" ἐκ τοῦ ἀείρω γίνεται, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, οὐκ ἐκ τοιούτου μέντοι, ὅθεν ὁ παρῄορος ἵππος. [(v. 369) Ἐν δὲ τῷ "τοὶ δ' ἐλατῆρες" ἀρέσκει μάλιστα γράφειν "τοὶ δ' ἐλατῆρες" Δωρικῶς, ἤγουν οἱ ἐλαύνοντες.]

(v. 370) Τὸ δὲ πατάσσειν ὠνοματοπεποίηται μέν, ὡς καὶ ἐν ἄλλοις γέγραπται, δηλοῖ δὲ τὸν τῆς καρδίας ἐναγώνιον παλμὸν καὶ τὸν ποιὸν ἦχον τῶν ἐντός. [Ἐν δὲ τῷ "ἑκάστου νίκης ἱεμένων" ταὐτόν ἐστι πάντως τὸ "ἑκάστου" πρὸς τὸ "πάντων". τοιαύτη γὰρ ἡ ἐπιμεριστικὴ φύσις τοῦ "ἕκαστος", ἵνα λέγῃ· ἑνὸς ἑκάστου, ἤγουν πάντων ἐφιεμένων τοῦ νικῆσαι.]

(v. 372) Τὸ δὲ πέτεσθαι τοὺς ἵππους καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται ὑπὸ τοῦ ποιητοῦ, δηλοῦντος τὸ τοῦ δρόμου κατεσπευσμένον καὶ ταχύ. Τὸ δὲ "κονίοντες πεδίοιο" καὶ νῦν ἀντὶ τοῦ κόνιν ἐγείροντες διὰ τοῦ πεδίου, ἢ [750] μᾶλλον ἐπὶ τοῦ πεδίου, ἤτοι τῆς πεδιάδος, κατὰ τὸ "ἵππος εἰς πεδίον". πρὸς διασάφησιν δὲ τοῦ "κονίη ἵστατο" εἴρηται τὸ "κονίοντες πεδίοιο", ἵνα ᾖ δῆλον, ὡς οὐκ ἄνεμος ἀνίστα κόνιν, ἀλλὰ οἱ ἵπποι συντόνως θέοντες. ἐκ δὲ τοῦ "κονίειν πεδίοιο" καὶ τὸ ἐγκονεῖν ἐπενοήθη, ὡς τὸ "χωρῶμεν, ἐγκονῶμεν".

(v. 376) Ὅτι ἐν τῷ "αἱ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι" τίνα μὲν λέγει Φηρητιάδην, ἐν τῇ Βοιωτίᾳ εἴρηται, ὅτι δηλαδὴ τὸν τοῦ Φέρητος υἱὸν Ἄδμητον ἢ τὸν ἔγγονον Εὔμηλον. Ἐκφέρειν δὲ ἀλλαχοῦ μὲν τὸ εἰς ταφὴν τὸν τεθνεῶτα ἐξάγειν, ἔτι δὲ καὶ τὸ κοινῶς λεγόμενον ἐκφορεῖν, ἐνταῦθα δὲ τὸ προτρέχειν ἢ καὶ ὑπερφέρειν τῶν ἄλλων. δῆλον γὰρ ὅτι ὁμοίως τῇ ὑπερ καὶ ἡ ἐκ πρόθεσις ἐξοχήν τινά ποτε δηλοῖ καὶ ἐπίτασιν, ὡς δηλοῖ καὶ ὁ Κωμικός.

(v. 377) Ὅμοιον δὲ καὶ τὸ ἐπαγόμενον τὸ "τὰς δὲ μετεξέφερον Διομήδεος ἄρσενες ἵπποι", ἤγουν μετὰ τὰς θηλείας τοῦ Ἀδμήτου ἵππους προέτρεχον τῶν λοιπῶν οἱ τοῦ Διομήδους, οἱ πρὸς διαστολὴν τῶν τε προρρηθεισῶν ἵππων τοῦ Εὐμήλου, ἔτι δὲ καὶ τῆς Αἴθης, λεχθέντες ἄρσενες, ἔτι δὲ καὶ ὡς πρὸς τοὺς τομίας, οἵους, ὡς εἰκός, οἱ λοιποὶ εἶχον ἱππεῖς. ἴσως δὲ καὶ θεραπείαν τινὰ νοεῖν ὑποβάλλει τῆς προδηλωθείσης κατὰ τοὺς τοιούτους ἵππους μυθικῆς θειότητος καὶ ἀθανασίας. οἱ γὰρ ἄρσενες καὶ ὀχευτικοὶ θεῖοι ἂν καὶ ἀθάνατοι μυθεύεσθαι νοηθεῖεν διὰ τὸ ὀχευτικὸν καὶ τὴν ἐντεῦθεν ἐπιγονήν, δι' ἧς ἐξαρκεῖ θειότερον τὰ γένη ἐπὶ μακρόν. [Ἰστέον δὲ ὅτι τὸ "μετεξέφερον" καὶ εἴ τι δὲ ἄλλο κατ' αὐτὸ, ἰωνίζειν δοκεῖ, ὡς δηλοῖ καὶ Ἡροδότου τὸ "μετεξέτεροι".] Ἐν τούτοις δὲ καὶ τοὺς Διομήδους ἵππους δηλῶσαι θέλων ἐγγυτάτω εἶναι τῶν τοῦ Εὐμήλου ποικίλως φράζει, στρέφων πολλάκις τὸ νόημα.

(v. 378-382) Φησὶ γὰρ πρῶτον μὲν ἀορίστως "οὐδέ τι πολλόν" ἀπάνευθεν ἦσαν, εἶτα ὡρισμένως "ἀλλὰ μάλα ἐγγύς", εἶτα πλατύτερον "ἀεὶ γὰρ δίφρου ἐπιβησομένοις" ἐῴκεισαν, καὶ πάλιν ἑτέρως "πνοιῇ δ' Εὐμήλου μετάφρενον εὐρέε τε ὤμω θέρμετο", ἤτοι τῷ ἄσθματι ἐθερμαίνετο, καὶ αὖθις ἄλλως τὸ αὐτὸ "ἐπ' αὐτῷ κεφαλὰς καταθέντε πετέσθην". [751] εἶτα δυσκολώτερον ἐπὶ τῆς αὐτῆς ἐννοίας φησὶ "καὶ δὴ ἂν παρήλασεν ἢ ἀμφήριστον ἔθηκε", διὰ τὴν ἄγαν δηλαδὴ ἐγγύτητα. καὶ ἰδοὺ ἑξάκις ἦλθεν ὁ ποιητὴς διὰ τοῦ αὐτοῦ νοήματος, εὐπορίαν καὶ οὕτω λόγου καὶ πλοῦτον ἐπιδεικνύμενος.

(v. 381) Τὸ δὲ "θέρμετο" πρὸς τὸ μετάφρενον εἴρηται, ἴσως δὲ καὶ πρὸς τὸ ὤμω, Δωρικώτερον. δῆλον δὲ ὅτι ὅμοιον εἰπεῖν μετάφρενον καὶ ὦμοι ἐθερμαίνοντο ἵππων πνοῇ, καὶ μετάφρενα ἵπποι κατέπνεον, ἐγγὺς δηλαδὴ ὄντες τοῦ προθέοντος. Ὅτι δὲ τὸ θέρμω πρωτότυπόν ἐστι τοῦ θερμαίνω, πολλαχοῦ δηλοῦται. [Οὕτω δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸ νήφω τοῦ νηφαίνω, οὗ χρήσεως φανερᾶς μὴ οὔσης ὅμως ἔμφασις γίνεται παρὰ τῷ Δειπνοσοφιστῇ ἐν τῷ "νηφαντὸν καὶ ἄοινον". δῆλον γὰρ ὅτι ὡς ὀσφραίνω ὀσφραντόν, θερμαίνω θερμαντόν, οὕτω καὶ νήφω νηφαντόν.]

(v. 382) Ἐν δὲ τῷ "ἀμφήριστον ἔθηκε" ληπτέον ἀπὸ κοινοῦ τὸ ἔλασμα ἐκ τοῦ παρήλασε ῥήματος, ἵνα λέγῃ ὅτι ἔθηκεν ἂν ἀμφίβολον τὸ ἔλασμα. Ὅτι καὶ τάς, ὡς εἰκός, τῶν ἱππέων δυστυχίας παραδιδοὺς ὁ ποιητής, ὡς μὲν Μενέλαος δείσας τὸν τῆς γῆς ῥωχμὸν ἐπεσχέθη τοῦ τρέχειν, μετ' ὀλίγα ἐρεῖ.

(v. 382 s.) Νῦν δὲ λέγει ὅτι ἢ παρέλασεν ἂν τὸν Ἄδμητον, ὡς ἐρρέθη, ὁ Διομήδης, "ἢ ἀμφήριστον ἔθηκεν, εἰ μὴ κοτέσσατο αὐτῷ Φοῖβος Ἀπόλλων, ἐκ χειρῶν δέ οἱ ἔβαλεν", ἤτοι ἐξέβαλεν, ἐξέρριψε, "μάστιγα φαεινήν". εἶτα καὶ τὴν ἐν τοῖς τοιούτοις ἀγῶσι διαγράφων κενοσπουδίαν, καὶ οἵα ἡ τοῦ νικᾶν ἐν αὐτοῖς ἔφεσις, δάκρυον ἐπὶ τῇ ἐκβολῇ τῆς μάστιγος προκαλεῖται τῷ Διομήδει, ὃν δι' ὅλης τῆς Ἰλιάδος οὐκ ἐμάθομεν οὐδ' ἐπὶ τοῖς μεγίστοις τῶν κινδύνων δακρύσαντα.

(v. 385) Φησὶ γὰρ "τοῖο δ' ἀπ' ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο", τουτέστι λυπηθέντος, συγχυθέντος, ὡς πολλαχοῦ λέγεται. ἐπὶ ὀργῆς γὰρ νοηθῆναι νῦν τὴν λέξιν οὐκ ἔχει λόγον στερρόν. δακρύσει μὲν οὖν καὶ Εὔμηλος ἐν τοῖς ἑξῆς, ἀλλὰ περιαλγὴς γενόμενος ἐξ ὧν δεινῶς ἔπαθε.

(v. 386 s.) Διομήδης δὲ ἐπὶ δυσελπιστίᾳ ἐνταῦθα ἐδάκρυσεν, "οὕνεκα". φησί, τὰς μὲν τοῦ Εὐμήλου "ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας. οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο", [ταὐτὸν δ' εἰπεῖν μάστιγος,] "θέοντες". Καὶ ὅρα φανερῶς καὶ νῦν θηλείας τὰς τοῦ Εὐμήλου ἵππους, ὡς προείρηται.

(v. 382) Τὸ δὲ "παρήλασε" κεκοίνωται παρὰ τοῖς ὕστερον [752] τροπικῶς ἐπὶ νίκης τῆς οἱασοῦν. Τίς δὲ ἡ φαεινὴ μάστιξ, πολλαχοῦ ἐδηλώθη.

(v. 387) Ἐν δὲ τῷ "οἳ δέ οἱ" ἀστεία ἡ φράσις. ἀρκεσθεὶς γὰρ εἰπεῖν ἐπὶ Εὐμήλου "τὰς μέν", ἀρκεῖται καὶ ὧδε τῷ "οἳ δέ" πρὸς ἔνδειξιν τῶν τοῦ Διομήδους ἀρρένων ἵππων. γοργότητος δὲ καὶ ταῦτα. τὸ δὲ "βλάφθησαν" σύνηθες τῷ ποιητῇ, καθὰ προδεδήλωται. ὡς δὲ δύναται εἰπεῖν καὶ ἐβλάβησαν, δηλώσει ἐν τοῖς ἑξῆς ἐν τῷ "ἔβλαβεν ἐν πεδίῳ".

(v. 384) Ὅρα δὲ καὶ τὸ "ἐκ χειρῶν". εἰ γὰρ μὴ ἀντὶ ἑνικοῦ νοηθῇ, ἤγουν ἀντὶ τοῦ ἐκ χειρός, ἀμφιδέξιον ἐν τῷ ἱππεύειν τὸν Διομήδην εἶναι δηλοῖ, ὡς ἀμφοῖν τοῖν χεροῖν μαστίζοντα. Ἰστέον δὲ ὅτι ἁπλότητος ἡρωϊκῆς καὶ τὸ μίαν ἔχειν μάστιγα ἐν τῷ ἡνιοχεῖν. οἱ μέντοι ὕστερον πολλαῖς ἐχρῶντο. καὶ τόπος ἦν τῷ δίφρῳ εἰς τὸ κεῖσθαι αὐτάς, ὃς ἐκαλεῖτο γρώνη, ὁμωνύμως τῇ παρὰ Λυκόφρονι θαλασσίᾳ γρώνῃ. φησὶ γοῦν Αἴλιος Διονύσιος· γρώνη, τὸ κοῖλον τοῦ ἁρματείου δίφρου, εἰς ὃ τὰς μάστιγας οἱ ἡνίοχοι ἀπετίθεντο. τὸ δ' αὐτὸ τοῦτο καὶ ληνόν τινες ἔλεγον.

(v. 388) Ὅτι ἐν τῇ Ὀδυσσείᾳ μὲν τὸ ἐλεφαίρω φαίνεται κεῖσθαι ἐπὶ τοῦ ἐλπίσιν ἀπατᾶν, ὡς ἀπὸ τοῦ ἔλπω ἐλπαίρω, ἐνταῦθα δὲ ἐπὶ τοῦ ἁπλῶς βλάπτειν, ἐν τῷ "ἐλεφηράμενος Τυδείδην Ἀπόλλων". οὗ τὴν βλάβην ἡ Ἀθηνᾶ ἐκθεραπεύει, δοῦσα ἑτέραν μάστιγα τῷ Διομήδει. ἴσως γὰρ προὐνοήσατο Διομήδης μὴ ἔχειν μίαν μάστιγα, κατ' Ἀθηνᾶν ἐκεῖνος, ἤτοι φρονίμως, διανοηθείς. διὸ οὐκ εἶπε μετὰ ἄρθρου τὴν μάστιγα τὴν ἐκπεσοῦσαν δηλαδὴ τῶν χειρῶν, ἀλλ' ἀορίστως μάστιγα, ἣν ὥσπερ καὶ ἑτέρας εἰκὸς ἔχειν αὐτὸν ἐπὶ δίφρου. βλάπτει δὲ τὸν Τυδείδην ὁ Ἀπόλλων φιλίᾳ τῇ πρὸς τὸν Εὔμηλον, ἣν εἶχε διὰ τὸν αὐτοῦ πατέρα, τὸν Ἄδμητον, ὡς μῦθος δηλοῖ αἰσχρορρημονῶν.

(v. 388-390) Ἔστι δὲ ἡ Ὁμηρικὴ ἐνταῦθα φράσις αὕτη "οὐδ' ἄρ' Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων Τυδεΐδην". διὸ "μάλα ὦκα μετέσσυτο, δῶκε δέ οἱ μάστιγα, μένος δ' ἵπποιϊν ἐνῆκεν". [753] Ὁμηρικὸν δὲ τὸ καὶ τὰς τοιαύτας δυστυχίας τε καὶ εὐτυχίας εἴς τι θεῖον ἀνάγειν.

(v. 391-397) Ὅτι κατὰ τὸν προσεχῶς εἰρημένον μῦθον κοτέουσα ὥσπερ Ἀπόλλων τῷ Διομήδεϊ, οὕτως Ἀθηνᾶ τῷ Εὐμήλῳ εἰς ἔσχατον αὐτὸν κινδύνου κατέρριψεν. "ἵππειον" γάρ "οἱ ἦξεν", ὅ ἐστι ἔαξε, "ζυγόν, αἱ δέ οἱ ἵπποι ἀμφὶς ὁδοῦ δραμέτην", ἤγουν ἐνταῦθα καὶ ἐκεῖ τῆς ὁδοῦ, "ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη. αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, θρυλλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι. τὼ δέ οἱ ὄσσε δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή". Καὶ ὅρα τὴν παθητικὴν ἔννοιαν γλυκάζει παρίσοις ὁ ποιητής, τῷ "ἐλύσθη, ἐξεκυλίσθη, ἐδρύφθη, ἐθρυλλίχθη", ὧν τὰ μὲν δύο λεῖα καὶ εὔφωνα, τὸ δὲ ἐδρύφθη καὶ ἐθρυλλίχθη τῷ πάθει συνεκτραχύνονται.

(v. 392) Ἰστέον δὲ ὅτι ζυγὸν μὲν ἵππειον λέγει πρὸς διαστολὴν βοείου καὶ λοιπῶν, ἐν οἷς καὶ ὁ σταθμητικός.

(v. 393) Τὸ δὲ "ἐλύσθη" ἀντὶ τοῦ συνεστράφη τοῖς ἡνίοις, ἀπὸ τοῦ εἰλῶ εἰλύω ἀπελεύσει τοῦ ι.

(v. 395) Τὸ δὲ "ἐδρύφθη" ἀπὸ τοῦ δόρυ, τὸ ξύλον, καθά που καὶ προδεδήλωται, δορύπτω καὶ συγκοπῇ δρύπτω, ἵνα λέγηται καθ' ὁμοιότητα τῶν ἐκδερομένων καὶ ξυομένων δρυῶν, ὅ ἐστι ξύλων.

(v. 396) Τὸ δὲ θρυλλίσεσθαι πλεῖόν τι κακὸν δηλοῖ τοῦ δρύπτεσθαι. ὠνοματοπεποίηται δέ, καθὰ καὶ τὸ θραύεσθαι. ἐξ αὐτοῦ δὲ παρὰ Λυκόφρονι τὸ θρύλλιγμα. ἴσως δὲ προϋπόκειται τοῦ θρυλλίσσειν τὸ θρυλλῷ, ἐξ οὗ καὶ ὁ κατὰ φήμην καὶ ὄχλον θρύλλος. ταῦτα δὲ ἡ πλείων χρῆσις δι' ἑνὸς λ οἶδε προφέρειν. Ὅτι γλυκὺ χωρίον, ἔνθα τοῖς ἵπποις ὁ Ἀντίλοχος οὐκ ὀλίγα, καθά που ὁ Ἕκτωρ, ἀλλὰ πολλὰ λαλεῖ, ἐπιτάσσων, κολακεύων, συμβουλευόμενος, ἀπειλούμενος, ὡς εἴπερ ἦσαν λογικοί.

(v. 403-406) Καὶ πρῶτα [754] μὲν κεκλόμενος, ἤτοι ἐγκελευόμενος, φησὶν "ἔμβητον καὶ σφῶϊ" τουτέστιν ὑμᾶς αὐτούς, "τιταίνετον ὅττι τάχιστα. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω Τυδείδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκεν".

(v. 407-409) Εἶτα ἀξιοῖ τοὺς τοῦ Ἀτρείδου καταλαμβάνειν ἵππους ταχύ, εἰπὼν "κιχάνετε μηδὲ λίπησθον καρπαλίμως, μὴ σφῶϊν", ἤγουν ὑμῶν, "ἐλεγχείην καταχεύῃ Αἴθη, θῆλυς ἐοῦσα".

(v. 409-416) Εἶτα καὶ κολακεύσας ἐν τῷ "τίη λείπεσθε, φέριστοι", ἐπάγει ἀπειλητικῶς "ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται, οὐ σφῶϊν", ἤγουν ὑμῖν, "κομιδή", τουτέστιν ἐπιμέλεια, "παρὰ Νέστορι ποιμένι λαῶν ἔσσεται, αὐτίκα δ' ὔμμε κατακτανεῖ ὀξέϊ χαλκῷ, αἴ κ' ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα. ταῦτα δ' ἐγὼν αὐτός", καὶ ἑξῆς. καὶ οὕτω μὲν Διομήδης.

(v. 417 s.) Οἱ δὲ ἵπποι "ἄνακτος ὑποδείσαντες ὁμοκλήν", ὡς καὶ ἐν τοῖς ἑξῆς αἱ τοῦ Μενελάου πείσονται ‑ αἰδεῖται γὰρ ὁ ποιητὴς κἀν τούτοις τὴν τοῦ λόγου ἀπραξίαν ‑ "μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον", διὰ τὸ πολὺ γῆρας δηλαδή, ὅπερ ἄλλοι ἐν τοῖς τοιούτοις ἵπποις δεικνύουσιν. Ἰστέον δὲ ὅτι τὸ μὲν τοῦ Ἀντιλόχου ἀφελές ἐστι μόνον ἐνταῦθα καὶ γλυκύ. ὅτε δὲ ὁ Ἀχιλλεὺς ὡμίλει τοῖς οἰκείοις ἵπποις, εἶχέ τι καὶ περιπαθὲς ὁ ἐκεῖ λόγος, καὶ ὅτι προσλαλεῖ τοῖς ἵπποις καὶ Μενέλαος, ὀλίγα μέντοι ἐν τοῖς ἑξῆς. φρενήρης γὰρ ὁ ἀνὴρ, καὶ οὐχ' οὕτω προσήκων τῇ ἀφελείᾳ, ὡς ὁ νεώτατος Ἀντίλοχος.

(v. 403) Ὅρα δὲ τὸ "ἔμβητον", ὅπερ τοῖς νῦν ἀνθρώποις εἰς κοινολεξίαν κεῖται, λαμβανόμενον ἐπὶ ἐναγωνίου σπουδῆς, ὡς τοῦ ἀγωνιζομένου ἐκ τοῦ ἔξω εἶναι εἰς ἀγῶνα ἐμβαίνοντος. τούτου δὲ τὸ πρῶτον ἑνικόν, ἤγουν τὸ ἔμβηθι, "ἔμβα" λέγει ὁ Κωμικὸς, καθὰ καὶ τὸ κατάβηθι "κατάβα". Τὸ δὲ "τιταίνετον ὅττι τάχιστα" [755] διασαφεῖται ἐν τῷ "σπεύδετον ὅττι τάχιστα". τιταίνεσθαι γὰρ εἰς δρόμον τὸ σπεύδειν ἐστί.

(v. 407 s.) Τὸ δὲ "κιχάνειν καρπαλίμως" ταὐτὸν τῷ "ἄφαρ ἵπποισι τείνεσθαι δρόμον". ἐν τούτοις δ' ἔστιν ἰδεῖν συνήθη ἀδιαφορίαν δυϊκοῦ ἀριθμοῦ καὶ πληθυντικοῦ τοῦ ἔμβητον, τιταίνετον, μὴ λίπησθον, καὶ αὖθις τοῦ κιχάνετε καὶ τοῦ λείπεσθε, ἃ δὴ πάντα ἐπὶ τῆς αὐτῆς ξυνωρίδος κεῖται.

(v. 406) Τὸ δὲ "νῦν ὤρεξε τάχος" διαβλητικόν ἐστι τῶν τοῦ Διομήδους ἵππων, ἵνα οἱ τοῦ Ἀντιλόχου ἐνταθῶσιν εἰς δρόμον, οἷα δῆθεν αἰσθόμενοι ὡς ὡριαῖόν ἐστι τὸ τάχος τοῖς ἀντιδρόμοις ἵπποις.

(v. 409) Τὸ δὲ θῆλυς ἀντὶ τοῦ θήλεια κἀνταῦθά ἐστιν, ὁμοίως τῷ "θῆλυς ἐέρση".

(v. 411-412) Τὸ δὲ "οὐκ ἔσσεται ὑμῖν κομιδὴ παρὰ Νέστορι", καὶ τὸ "αὐτίκα ὑμᾶς κατακτενεῖ" οὐ μόνον ἀφελῶς ἐρρέθη, ἀλλὰ καὶ μάλλον παιδευτικῶς, ὡς μηδενὸς παιδὸς δυναμένου ποιεῖν ἐπὶ τοῖς τοῦ πατρὸς ἃ βούλεται, εἰ καὶ ἄριστος κατὰ τὸν Νεστορίδην τοῦτον εἴη ἐκεῖνος ὁ παῖς. Ὅρα δὲ ὡς "ἔσεται" εἰπὼν ἀπαθῶς ἀνωτέρω "ἔσται" εἶπε τὸ συγκεκομμένον ἐκ τοῦ "ἔσεται".

(v. 413) Ἀποκηδῆσαι δὲ τὸ ἀφροντιστῆσαι, ὃ πρὸ ὀλίγου ἀκηδῆσαι εἶπεν, ὡς τῆς ἀπο προθέσεως μὴ ἀργῆς οὔσης, ἀλλὰ δηλούσης πέρας καὶ ἀπόθεσιν τοῦ κήδεσθαι. εἴη δ' ἂν καὶ ἀντὶ τοῦ ἀκηδιάσαντες ἡ τοιαύτη λέξις. Τὸ δὲ "ἐὰν ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον", εἰ μὲν καὶ τὸν Ἀντίλοχον συμπεριλαμβάνει, ὀρθῶς συντέτακται, ἵνα κοινούμενος τὴν πρᾶξιν λέγῃ ὅτι, ἐὰν ἐγὼ καὶ ὑμεῖς ἀμελήσαντες ποιήσωμεν τόδε. εἰ δὲ περὶ μόνων τῶν ἵππων ὁ λόγος ἐστί, σόλοικον τὸ σχῆμα φαίνεται. οὐ γὰρ ἀσολοίκιστον τὸ εἰπεῖν ὅτι, ἐὰν ἀκηδήσαντες οἱ ἵπποι φερώμεθα ἡμεῖς χεῖρον ἄεθλον. ὥστε κατὰ τοῦτον τὸν νοῦν ἡ πάνυ πολλὴ σπουδὴ καὶ ἀγωνία τοῦ ἱππέως οὐκ ἐκράτησε τῆς ὀρθῆς συντάξεως μέχρι παντός. τὴν δὲ ἡνιοχικὴν ὁμοκλὴν ὅτι καὶ δεινὴ καὶ ἐξάκουστος ἦν καὶ διηνεκὲς ἔργον τοῖς ἱππεύουσι, δηλώσει ἐν τοῖς ἑξῆς καὶ ὁ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας, ἤγουν τοῦ ἀπειλουμένου τοῖς ἵπποις ἡνιόχου.

(v. 404) Ἰστέον δὲ καὶ ὡς τὸ "ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω" οἰκεῖον λεχθῆναι ἐπὶ τῶν ἀναμφηρίστως [756] ὑπερφερόντων,

(v. 415) ἐπὶ δὲ μηχανικῆς ἐπινοίας τὸ "ταῦτα δ' ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω". λόγος δὲ καὶ τοῦτο Ἀντιλόχου πρὸς τοὺς ἵππους. πρωτότυπον δὲ τὸ τεχνήσομαι τοῦ τεχνάσομαι, ὡς καὶ τὸ τεχνῶ τοῦ τεχνάζω.

(v. 416) Τέχνημα δὲ ἢ τέχνασμα καὶ νόημα τῷ Ἀντιλόχῳ "στεινωπῷ", φησίν, "ἐν ὁδῷ παραδύμεναι". καὶ ἔστι καιριωτάτη νῦν λέξις τὸ "παραδῦναι", ὅ ἐστιν ἐκ πλαγίου ἐπιδραμεῖν καὶ οὕτως ἔμπροσθε γενέσθαι, ὃ καὶ παρεισδῦναί φαμεν. Τὴν δὲ στεινωπόν, ἣ καὶ ἐφεξῆς κεῖται, στεῖνος εὐθὺς κατωτέρω φησί. χρῆσις δὲ στείνους καὶ ἐν τοῖς πρὸ τούτων. κυρίως δὲ στεινωπός, ὥς που καὶ ἀλλαχοῦ, ἔνθα οὐκ ἔχουσι διαπετάννυσθαι εἰς θέαν, ἀλλ' ἀποστενοῦνται οἱ ὦπες. [Ἰστέον δὲ ὅτι τε τῷ στεινωπός ἐναντίον ἐστὶ τὸ εὐρωπός, καὶ ὅτι ὡς ἐπὶ πολὺ στενωπὸς ἐλλειπτικῶς λέγεται κατὰ στέρησιν τοῦ ὁδός ἢ ῥύμη ἢ τόπος.]

(v. 418-424) Ὅτι ὁ Ἀντίλοχος κατ' εὐθὺ τρέχων ἀπεριπλάνητος καὶ τὸν προὔχοντα δοκεύων, ὡς ὁ πατὴρ παρῄνεσεν, ἰδὼν στεῖνος ὁδοῦ κοίλης "τῇ ῥα", ἤγουν ὅπου δή, "εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνων", "παρατρέψας ἔχε μώνυχας ἵππους ἐκτὸς ὁδοῦ", τῆς εὐθείας δηλονότι, καθ' ἣν πρῴην ἤλαυνεν, "ὀλίγον δὲ παρακλίνας ἐδίωκεν", ἤτοι κατὰ σπουδὴν ἤλαυνε.

(v. 425-430) Μενελάου δὲ δείσαντος καὶ εἰπόντος "Ἀντίλοχε, ἀφραδέως", ἤτοι ἀνεπιστημόνως, "ἱππάζεαι, ἀλλ' ἄνεχε ἵππους. στεινωπὸς γὰρ ὁδός, τάχα δ' εὐρυτέρῃ παρελάσεις, μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας, Ἀντίλοχος ἔτι καὶ πολὺ μᾶλλον ἤλαυνε, κέντρῳ ἐπισπέρχων, ὡς οὐκ ἀΐοντι ἐοικώς", φιλίαν ἐν δευτέρῳ νίκης θέμενος.

(v. 434-437) Μενέλαος δὲ "ἑκὼν μεθέηκεν ἐλαύνειν, μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, δίφρους τ' ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ' αὐτοὶ ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης". καὶ ἔστιν ἰδοὺ τοῦτο [757] μῆτις Ἀντιλόχου κατὰ πατρικὴν ὑποθήκην, δι' ἧς τοῦ ἀντιπάλου ἡνιόχου περιγίνεται. στεινωπῷ γὰρ ἐν ὁδῷ παραδὺς καὶ στενοχωρήσας τὸν Ἀτρείδην, ἔνθα γῆς ἦν ῥωχμός, ἠνάγκασεν αὐτὸν στῆναι τοῦ ἐλαύνειν δέει τοῦ καταπεσεῖν ἀμφοτέρους εἰς τὸν ῥωχμόν, καὶ οὕτω παρέδραμεν. οἷα γοῦν ἀκούσει καὶ οἷον ὄχλον διὰ τοῦτο πείσεται, δηλωθήσεται ἐν τοῖς ἑξῆς. [(v. 430) Κέντρον δὲ ᾧ σπέρχονται ἵπποι, κἀνταῦθα ἡ μάστιξ παρὰ τὸ κεντεῖν, ἀφ' οὗ καὶ κέντορες ἵππων, οἱ νόῳ ἐπιβάλλοντες ἱμάσθλην, ἤγουν μάστιγα, ὅπερ ἐκ μέρους τὸ πᾶν δηλοῖ, ἤτοι ἐκ μόνου τοῦ ἱμάντος τὴν ἐξ αὐτοῦ καὶ τοῦ ξύλου συγκειμένην μάστιγα. δοκεῖ δὲ κέντρον εἶναι ἄλλως καὶ τὸ ἁπλῶς κεντοῦν, ὡς τὸ βούκεντρον καὶ τὸ περὶ πτέρναν σιδήριον, ᾧ νύσσονται ἵπποι. διὸ καὶ τρυγόνος θαλασσίας κέντρον λέγεται, καὶ σκορπίου δέ, καὶ σφηκὸς καὶ ἀλκαίας λέοντος καὶ ἑτέρων. τοιούτου δὲ κέντρου παρώνυμον καὶ οἱ κέντρωνες οἵ τε ῥαπτόμενοι καὶ οἱ γραφόμενοι, ἔτι δὲ καὶ τὸ ἐγκεντρίζειν ἐπὶ φυτῶν, ἵνα ὥσπερ ἐγκεντρίζειν ἐστὶ τὸ ἐγκεντεῖν καὶ ἐμβάλλειν φυτῷ τινι κλαδίσκον ἀλλοίου φυτοῦ, οὕτω καὶ κέντρων ῥαπτὸς μέν, ᾧπερ ὡσανεὶ παρακεντοῦνται διάφοροι χροιαὶ ὑφασμάτων, γραπτὸς δέ, ᾧ παρατίθενται τοιούτου παρακεντήματος δίκην μέρη ποιημάτων καὶ στίχων ἄλλοθεν ἄλλα, ὁποῖα καὶ τὰ ἐντεῦθεν κληθέντα Ὁμηρόκεντρα, τουτέστιν οἱ [758] Ὁμηρικοὶ κέντρωνες. οἷς ὅμοιοι γένοιντ' ἂν καὶ ἐξ ἑτέρων ποιητῶν, ἤδη δέ που καὶ ἐκ πεζολογιῶν, ὁποῖοι σκωφθήσονται εἶναι οἱ μὴ γεννῶντες ῥητορείας οἰκείας, ἀλλ' ὡς εἰπεῖν, λογοσυλλεκτάδαι ὄντες καὶ δι' ὅλου σπερμολογοῦντες ἐν ἐγκωμίοις. Ἰστέον δὲ καὶ ὅτι κυρίως κέντρον τὸ στίζον ἐστί. διὸ καὶ ταὐτὸν παρ' Ὁμήρῳ κέντρον καὶ μάστιξ. ἐκ τοῦ στίζειν γὰρ ἤτοι κεντεῖν ἡ μάστιξ ὡς καὶ ὁ μαστιγίας καὶ τὰ στικτά, οἷς καὶ τὸ βαλιὸν ᾠκείωται ἀπὸ τοῦ βάλλειν, ὅπερ ἐστὶ κεντεῖν καὶ στίζειν.]

(v. 420) Ῥωχμός δὲ καὶ ῥῆγμα ταὐτά εἰσιν, ὡς καὶ βρεχμός καὶ βρέχμα, καὶ πλεχμός καὶ πλέχμα. γίνεται δὲ ὁ ῥωχμὸς παρὰ τὸ ῥῆξαι τροπῇ τοῦ η εἰς ω.

(v. 420 s.) Διὸ καὶ ὁ ποιητὴς ἐτυμολογῶν ἅμα καὶ ἑρμηνεύων τὴν λέξιν φησὶ "ῥωχμὸς ἔην γαίης ᾗ", τουτέστιν ὅπου, "χειμέριον ἀλέν", ὅ ἐστι συστραφέν, συναχθέν, "ὕδωρ ἐξέρρηξεν ὁδοῖο· βάθυνε δὲ χῶρον ἅπαντα", ὡς εἶναι δηλαδὴ τὸν τόπον ταφρώδη. ἔστιν οὖν ῥωχμὸς καθ' Ὅμηρον ἔκρηξις ὁδοῦ ἐτυμολογικῶς, ἢ καὶ ἄλλως εἰπεῖν, ῥωχμός ἐστι χῶρος, ὃν ἐβάθυνε χειμέριον ὕδωρ ἐκρῆξαν ὁδοῦ. ἀπέρρηκται γὰρ ὁ τοιοῦτος χῶρος τῆς τε συνεχείας καὶ τοῦ ὁδεύεσθαι. ὁ δὲ τοιοῦτος καὶ "στεῖνος ὁδοῦ κοίλης" ἀνωτέρω ἐλέχθη.

(v. 422) Ἁματροχιαὶ δὲ αἱ ὁμοδρομίαι ἢ μᾶλλον αἱ ὁμοῦ συμβολαὶ [759] τῶν τροχῶν, εἰπεῖν δὲ καὶ κατὰ τοὺς παλαιούς, αἱ εἰς ταὐτὸ σύνοδοι τῶν τροχῶν.

(v. 423) Τὸ δὲ "παρατρέψας" καὶ "παρεκκλίνας" παρ' ἄλληλα κείμενα δηλοῦσι ταὐτό.

(v. 426) Τὸ δὲ "ἄνεχε" ἀντὶ τοῦ ἔπεχε, ἀνασείραζε, ὃ δὴ ἀνάπαλιν ἔχει πρὸς τὸ "εἶχε Μενέλαος", τουτέστιν ἤλαυνε, καὶ Ἀντίλοχος ἔχεν ἵππους", οὗ ἑρμηνευτικὸν τὸ "καὶ πολὺ μᾶλλον ἔλαυνεν".

(v. 427) Ἡ δὲ εὐρυτέρα ὁδὸς δῆλον ὅτι τῇ στενωπῷ ἀντίκειται. Καὶ ὅρα τὸ "εὐρυτέρα", ὡς ἐχούσης δῆθεν καὶ τῆς στεινωποῦ ὁδοῦ εὖρος, εἰ καὶ βραχύ, καὶ ὁδευομένης καὶ αὐτῆς. ἔοικε γὰρ διπλοῦς μὲν ῥωχμὸς ἑκατέρωθεν ἀνεῳγέναι, μέσον δὲ στεινωπὸς ὁδός, ἤτοι στεῖνος ὁδοῦ, κλεισουροειδῶς ἐσφίγχθαι. ἔνθα ἓν μὲν ἅρμα ἐχώρει, δύο δὲ συμβαλόντα κίνδυνον ἂν ἔπαθον. αὐτὸ γὰρ καθ' αὑτὸ τὸ κοῖλον, ἤτοι τὸν ῥωχμόν, οὐκ ἄν τις νοήσοι ὁδόν. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας Ἀντίλοχος ἑαυτὸν ἔδωκε, παρατρέψας, ἵνα παρελάσῃ, οἷα τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον, καὶ φθάσῃ ἐπὶ καμπτῆρα. Μενέλαος δὲ ἐξωτέρω τὸν ἀσφαλέστερον ἤλαυνε δρόμον. ὅτι δὲ οὐ σαφῶς ταῦτα ἔχει, γνώσεται ὁ συμβιβάζων τῇ Ὁμηρικῇ φράσει αὐτά.

(v. 428) Τὸ δὲ "παρελάσεις" ἀντὶ τοῦ παραδραμεῖς, νικήσεις, ὡς καὶ πρὸ ὀλίγων.

(v. 428) Τὸ δὲ "ἀμφοτέρους" ἔχει τι ἀσαφὲς διὰ τὴν τοῦ λέγοντος σύγχυσιν. οὐ δηλοῖ μὲν γάρ, τίνας ἀμφοτέρους φησίν, εἴτε ἵππους, εἴτε καὶ μή. δοκεῖ δὲ μᾶλλον δηλοῦν τοὺς ἡνιόχους, τὸν Ἀτρείδην καὶ τὸν τοῦ Νέστορος. Κύρσαι δὲ ἅρματι καὶ ἐν ὁδῷ συγκύρσαι τὸ προσκροῦσαι δηλοῖ κατά τινα συγκυρίαν ὁμοῦ γενόμενον ἤγουν εἰς ἓν ἐλθόντα.

(v. 434) "Μεθέηκε" δὲ ἀντὶ τοῦ ἠμέλησεν ἐκ τοῦ μεθίημι, ἐξ οὗ καὶ μεθήμων ὁ ἀμελητής, καὶ μεθημοσύνη ἡ ἀμέλεια, καὶ ἡ μέθη καὶ τὸ μέθυ, ὡς καὶ ἀλλαχοῦ εἴρηται. ἐναντίον δὲ τὸ μεθεῖναι πρὸς τὸ ἐφεῖναι, ὃ δηλοῖ τὸ ἐντείλασθαι, ἀφ' οὗ καὶ ἐφήσεσθαι τὸ ἐντελεῖσθαι πρὸ ὀλίγων που εἶπεν ὁ ποιητής.

(v. 437) Τὸ δὲ "ἐπειγόμενοι περὶ νίκης" ἀστείως πρόσκειται, ὡς μὴ δέον ὂν προφανεῖ κινδύνῳ διὰ νίκην τοιαύτην ἐπιβαλεῖν. Ἐν τούτοις δὲ καὶ μετρῶν ὁ ποιητής, ὅσον οἱ τοῦ Ἀντιλόχου μὲν ἐπέδραμον ἵπποι μετὰ τὸν κατὰ [760] Μενελάου δόλον, αἱ δὲ τοῦ Μενελάου λειφθεῖσαι ἠρώησαν ὀπίσσω, φησὶν

(v. 431-433) "ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, ὅντ' αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, τόσσον ἐπιδραμέτην", τουτέστι προέδραμον ἢ ἐπὶ πλέον ἔδραμον. οὕτω γὰρ ἑξῆς καὶ οἱ τοῦ Μενελάου μᾶλλον ἐπιδραμέτην, οὐ προδραμόντες τῶν τοῦ Ἀντιλόχου, ἀλλὰ τὸν δρόμον ἐπιτείναντες.

(v. 433) Τὸ δὲ "ἠρώησαν ὀπίσω" περιφραστικῶς καὶ διαλελυμένως ῥηθὲν δηλοῖ τὸ ἀνεχώρησαν, ἀνεπόδισαν. τοιοῦτον γὰρ τὸ ὀπίσω ὥρμησαν, ὅπερ ἠδύνατο ἀνηρώησαν εἰπεῖν, εἴπερ ἤθελεν, ὥσπερ καὶ τὸ ἐκτὸς ὥρμησαν τῆς ὁδοῦ ἐξηρώησαν ἐρεῖ ἐν τοῖς ἐφεξῆς. ἠρώησαν δὲ ὀπίσω αἱ τοῦ Μενελάου ἵπποι, ἀνασειρασθεῖσαι δηλαδή, ὡς ἂν μὴ ἐμπέσοιεν τῷ ῥωχμῷ.

(v. 431) Οὖρα δὲ δίσκου οἱ παλαιοὶ τὰ ὁρμήματά φασι παρὰ τὸ ὀρούω, τὸ ὅρμῶ. καὶ νῦν μὲν διαλύσας τὰς λέξεις ἔφη, μετ' ὀλίγα δὲ ὑφ' ἓν συνθέτως ἐρεῖ δίσκουρα. τινὰ μέντοι τῶν ἀντιγράφων καὶ ἐκεῖνο "δίσκ' οὖρα" ἔχουσιν ἐν δυσὶ μέρεσι λόγου κατὰ συναλιφήν. μεταπέπλασται δὲ ὁ οὖρος εἰς τὸ ἐνταῦθα οὖρον, ἤγουν, ὡς ἐρρέθη, ὅρμημα, [καθὰ καὶ εἰς τὸ λύθρον ὁ λύθρος, οὗ χρῆσις παρὰ τῷ Ὀππιανῷ, καθὰ καὶ ὁ κατὰ εἰρήνην ὅμηρος εἰς τὸ ὅμηρον, ὅθεν καὶ τὸ ὁμηρεύειν καὶ ἡ ὁμηρεία.] Κατωμάδιος δὲ δίσκος ὁ τῆς χειρὸς ἀνατεινομένης ἀπὸ ὤμου πεμπόμενος. οὕτω γὰρ καὶ κατωμαδόν τις ἵππους ἐλαύνει, ἀνάγων τὴν μάστιγα κατ' ὤμους, κἀκεῖθεν αὐτὴν κατάγων τῶν ἵππων. τὸ δὲ εἰπεῖν κατωμάδιον δίσκον, ὅν, ὡς εἰκός, ἐπὶ τὰ ὀπίσω τις ἀφίησιν, ἀνιστόρητόν ἐστι καὶ ἀμάρτυρον.

(v. 432) Αἰζηὸς δὲ φανερῶς ἐνταῦθα ὁ νέος καὶ ἔχων ἥβην, ὃς καὶ ἐπὶ μακρὸν ἔχοι ἂν πέμπειν τὸν δίσκον.

(v. 439 s.) Ὅτι πρὸς τὸν ἐν τῷ νομίζεσθαι ἀγαθὸν ἀλλοῖον φανέντα οἰκεῖον εἰπεῖν, ὅπερ ὁ Μενέλαος πρὸς Ἀντίλοχον "οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· ἔρρ', ἐπεὶ οὔ σ' ἐτυμόν γε", [761] ἤγουν ἀληθῶς, "φάμεν πεπνῦσθαι". παρῴδηται δὲ τὸ "βροτῶν ὀλοώτερος" ἐκ τοῦ "οὔ τις σεῖο θεῶν ὀλοώτερος".

(v. 441) Πρὸς δὲ τὸν μὴ δίχα ὅρκου ἀποισόμενον ὃ θέλει, ῥηθήσεται τὸ "ἀλλ' οὐ μὰν οὐδ' ὣς ἄτερ ὅρκου οἴσῃ ἄεθλον". Μενέλαος δὲ πρὸς τὸν αὐτὸν καὶ τοῦτό φησι.

(v. 446 s.) Σπουδῆς δὲ δηλωτικὸν τὸ "οἳ δὲ ἄνακτος ὑποδδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέδραμον", [ὃ καὶ πρὸ βραχέων κεῖται.]

(v. 444 s.) Ὅτι τὴν τοῦ φθάσαι λέξιν διὰ τοῦ η φησὶν Ὅμηρος ἐν τῷ "φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα ἢ ὑμῖν. ἄμφω γὰρ ἀτέμβονται", ἤτοι στέρονται, "νεότητος". χρήσιμος δέ ποτε ὁ λόγος ἐρεθίσαι νέους, εἰ συντρέχοιεν γηραιοῖς. Μενελάου δὲ ταῦτα πρὸς τοὺς ἑαυτοῦ ἵππους, ὃς λαλεῖ μέν τι καὶ αὐτὸς τούτοις, καθὰ καὶ Ἀντίλοχος, οὐ μακρὰ δέ, ὡς καὶ προείρηται, οἷα ἀρκεσθεὶς εἰπεῖν τὸ

(v. 443-445) "μή μοι ἐρύκεσθον μηδ' ἕστατον ἀχνυμένω κῆρ. φθήσονται γὰρ τούτοισι πόδες", καὶ ἑξῆς, ὡς ἀνωτέρω ἐγράφη. παῦρα γὰρ καὶ νῦν λαλεῖ καὶ οὐ πολύμυθός ἐστι.

(v. 444) Γίνεται δὲ τὸ "φθήσονται" ἢ ἐκ τοῦ φθῶ φθήσω ἢ μᾶλλον ἐκ τοῦ φθῆμι, ὅθεν καὶ ὁ παραφθάμενος καὶ ὁ φθάς καὶ τὸ ἔφθη. τὸ δέ γε "ἔφθασε" καὶ τὰ κατ' αὐτὸ δοκεῖ ἐκ παραγώγου τοῦ φθῶ φθάζω γίνεσθαι. [Τὸ δὲ φθῶ ἐκ τοῦ φῶ, τὸ φαίνω, πλεονασμῷ τοῦ θ, ἢ ἐκ τοῦ ὁμοίου φῶ, καὶ τοῦ θῶ, τὸ τίθημι, ἤγουν ποιῶ. τὸ γὰρ φθάσαν γενέσθαι πέφανται καὶ τέθειται.]

(v. 443) Τὸ δὲ "ἕστατον" ἐκ τοῦ ἕστακα παρακειμένου δασύνεται. ἑστάκατον γὰρ ἐκεῖθεν τὸ τρίτον δυϊκὸν καὶ συγκοπῇ ἕστατον.

(v. 448 s.) Ὅτι θεωρικὸν τὸ "οἳ δ' ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο".

(v. 4503) Ὅτι Ἰδομενεὺς ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ[, ὡς ἐχρῆν,] καθήμενος καὶ διὰ τοῦτο βλέπων ὀξύτερον τῶν λοιπῶν ὡς καὶ τῶν καθημένων ὁ ἱστάμενος, ἔτι δὲ [762] καὶ ὁμοκλητῆρος ἀκούσας, ὅπερ καὶ προεγράφη, καὶ ὄψει καὶ ἀκοῇ σημηνάμενος, "ἐφράσατο", φησίν, "ἵππους", τοὺς προθέοντας δηλαδή, ἔγνω δὲ καὶ τόν, ὡς προείρηται, ὁμοκλητῆρα. μάλιστα δὲ ἀπὸ παρασήμου χροιᾶς ἵππου μανθάνει τὸ πᾶν.

(v. 453-455) Φησὶ γὰρ Ὅμηρος "φράσατο δ' ἵππον ἀριπρεπέα προὔχοντα, ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη". Καὶ ὅρα ὅτι καθηγητὴς γέγονε τοῖς μετ' αὐτὸν ὁ ποιητὴς καὶ τοῦ τοιαῦτα ἐν ἵπποις παρασημαίνεσθαι, ἅ φασιν οἱ χυδαΐζοντες σύσσημα.

(v. 452) Σημείωσαι δὲ ὅτι Ἕκτορα μέν που ἀκοῦσαι ὁμοκλητῆρα ἔχει τι καὶ σκώμματος, ὡς καὶ προδεδήλωται, ὁμοκλητὴρ δὲ νῦν ὁ Διομήδης οὐχ' οὕτως, ἀλλ' ἁπλῶς ἄλλως λέγεται, ὡς δέον ὂν ἀναγκαίως τὸν ἡνιοχοῦντα ἐμβοᾶσθαι ἵπποις κατὰ ὁμοκλήν.

(v. 453) Τὸ δὲ "φράσατο ἵππον" ἐπιδιόρθωσίς ἐστι τοῦ "ἐφράσατο ἵππους". δηλοῖ γὰρ μὴ τοὺς δύο, ἀλλὰ τὸν ἕνα μάλιστα φράσασθαι. Τὸ δὲ "ἀριπρεπέα" ταὐτόν ἐστι τῷ ἐκπρεπέα ἐν πολλοῖς. ἐπίτασιν γὰρ σημαίνει καὶ ἡ ἐκ πρόθεσις ἐνταῦθα, ὡς καὶ τὸ ἀρι ἐπίρρημα.

(v. 454) Τὸ δὲ "τὸ μὲν ἄλλο τόσον" σχῆμά ἐστιν Ὁμηρικόν, κείμενον, ὡς καὶ προπαρεσημάνθη, ἐπὶ τῶν παρ' ὀλίγον ἐντελῶς ἐχόντων κατά τι. καὶ σημαίνει τὸ πᾶν καὶ μικροῦ δεῖν ὅλον. τοιοῦτον πρὸ τούτων ἐπὶ Ἕκτορος τὸ "τοῦ δὲ καὶ ἄλλο τόσον μέν" ὅπλοις ἐκρύπτετο, καὶ ἐπὶ τῶν κατὰ Ἥφαιστον τὸ οἱ τρίποδες "τόσον μὲν ἔχον τέλος" καὶ ἑξῆς. οὕτω γοῦν καὶ ἐνταῦθά φησιν ὅτι ὁ ἕτερος τῶν τοῦ Διομήδους ἵππων τὸ μὲν ἄλλο τόσον, ἤγουν τὸ μὲν ἄλλο ὅλον, τοῦ σώματος φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν εἶχε σῆμα, ὥσπερ καὶ ὁ Ἕκτωρ τὸ μὲν ἄλλο πᾶν σῶμα ἐκρύπτετο, περὶ δὲ τὰς ἀνὼ κλεῖδας ἐφαίνετο, καὶ οἱ τρίποδες δὲ τὸ μὲν ἄλλο πᾶν εἶχον, οὔατα δὲ οὔπω. οἱ μέντοι Γλωσσογράφοι κατὰ τοὺς παλαιοὺς τὸ τόσον ἀντὶ τοῦ σῶμά φασιν, ἵνα λέγῃ ὅτι τὸ μὲν ἄλλο σῶμα εἶχε τοιῶσδε. Φοῖνιξ δὲ νῦν ὁ πυρρός, ὅθεν καὶ φοίνικες ἡ ὀπώρα διὰ τὸ ὁμοιόχροον. ἤδη δὲ καὶ τὸ ἐθνικόν, ἐπεὶ καὶ Ἐρυθραῖοι ἀνέκαθεν οἱ αὐτοί, ὡς ταὐτὸν ὂν [763] οὕτως αὐτοὺς ἢ οὕτω καλέσαι, ἐπεὶ καὶ ὅμοιόν ἐστιν ἐρυθρὸν εἰπεῖν χρῶμα καὶ φοινικοῦν, περὶ ὧν δεδήλωται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. ἴσως δὲ ἐντεῦθεν καὶ Φοῖνιξ τὸ κύριον ὄνομα, διὰ τό, ὡς εἰκός, ἐν αὐτῷ φοινίκεον τῆς χροιᾶς, ὃ καὶ τὸν Ἐρύθραν, τὸ κύριον, ἐπενοήσατο, καὶ τὸν ἐρυθῖνον ἰχθὺν [καὶ τὸν Ἐρευθαλίωνα. προηγεῖται δὲ τοῦ φοίνικος ἢ ἵππου ἤ τινος ἑτεροίου ὁ φόνος, ὃ δηλοῖ τὸ αἷμα. ἐκεῖθεν γὰρ τὰ τοιαῦτα ἐρυθρά πως ὄντα κατ' αὐτό.]

(v. 455) Τὸ δὲ σῆμα γενικὴ λέξις ἐπί τε τῆς νῦν δηλουμένης ἐννοίας λεγομένη καὶ ἐπὶ ἄλλων διαφόρων, ἐν οἷς καὶ τὸ "ξύλον αὖον σῆμα βροτοῦ τεθνεῶτος". [Τούτου δὲ τοῦ γένους ἤρτηται καὶ τὸ νεκρικὸν σῆμα, ἤγουν ὁ τάφος. καὶ αὐτὸ γὰρ οὕτω καλεῖται διὰ τὸ σημαίνειν, ὡς ἐν αὐτῷ κεῖταί τις. καὶ καλεῖται οὕτως ἐξοχικῶς εὐφήμῳ λόγῳ κατά τι κύριον. διὸ σῆμα μὲν λέγεται, οὐ μὴν καὶ σημεῖον ῥητῶς, εἰ καὶ ἄλλως ἐχρῆν κατά γε τὸ μνῆμα μνημεῖον.] Τὸ δὲ "περίτροχον", ὅ ἐστι περιφερές, τὴν αὐτὴν ἐτυμολογίαν ἔχει τῷ τροχῷ. Τὸ δὲ "καθὰ μήνη", ὅ ἐστι σελήνη, πιθανὸν ποιεῖ τὸ πόρρωθεν τὸν ἵππον βλέπεσθαι. διάδηλος γὰρ ἦν μακρόθεν τῇ τοιαύτῃ λευκότητι. Ἰστέον δὲ καὶ ὅτι τοὺς τοιούτους ἵππους ἀρίστους ὁ Χαμαιλέων ἱστορεῖ, ὥς φασιν οἱ Ὑπομνηματισταί. Τὸ δὲ "ἠΰτε μήνη" χρήσιμον γέγονε καὶ πρὸ τούτων τῷ ποιητῇ σεμνότερον ἐν τῇ κατὰ τὸ Ἀχίλλειον σάκος παραβολῇ περιγραφὲν καὶ ἐκεῖ τισιν οὕτω λέξεσιν [ἐν τῷ "τοῦ δ' ἀπάνευθε σέλας γένετ' ἠΰτε μήνης". καὶ ἔστι λαμπροτέρα ἐκείνη τῆς ἐνταῦθα παραβολῆς.]

(v. 457 s.) Ὅτι ὁ μὴ ἀκριβούμενος ἅπερ ὁρᾷ, εἴποι ἄν [764] "ὦ φίλοι", "οἶος ἐγὼν αὐγάζομαι ἠὲ καὶ ὑμεῖς;"

(v. 463 s. et 469 s.) Ὁμοίως καὶ τὸ "οὔ πῃ δύναμαι ἰδέειν, πάντῃ δέ μοι ὄσσε ἂν πεδίον", ἤγουν ἀνὰ πεδιάδα, "παπταίνετον εἰσορόωντι· ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν, οὐ γὰρ ἔγωγε εὖ διαγινώσκω". ἔστι δὲ ταὐτὸν ἐνταῦθα αὐγάσασθαι καὶ ἰδεῖν. Ἰστέον δὲ ὡς ἐνταῦθα Ἰδομενεὺς ἐρωτᾷ ἢ ἀληθῶς ἴσως ἀπορῶν ἢ μάλλον ἀκκιζόμενος ὡς οἷα διαπιστῶν ἑαυτῷ· ὦ φίλοι Ἀργείων ἡγήτορες, μόνος ἐγὼ ἵππους, ὡς ἐρρέθη, αὐγάζομαι ἢ καὶ ὑμεῖς;

(v. 459-464) "Ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, ἄλλος δ' ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ ἔβλαβεν ἐν πεδίῳ", ἤγουν ἐβλάβησαν, "αἳ κεῖσε φέρτεραι ἦσαν· ἤτοι γὰρ τάς", ἤγουν ταύτας, "πρῶτα ἴδον περὶ τέρμα βαλούσας, νῦν δ' οὔ πῃ δύναμαι ἰδέειν", καὶ ἑξῆς, ὡς προγέγραπται.

(v. 465-472) Εἶτα τὸ "ἠὲ τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας. ἔνθα μιν ἐκπεσέειν ὀΐω κατά θ' ἅρματα ἆξαι, αἳ δ' ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν· ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν", ὡς καὶ προείρηται, "οὐ γὰρ ἔγωγε εὖ διαγινώσκω, δοκέει δέ μοι ἔμμεναι ἀνὴρ Αἰτωλὸς γενεήν, μετὰ δ' Ἀργείοισιν ἀνάσσει, Τυδέος ἱπποδάμου υἱός, κρατερὸς Διομήδης". Καὶ ὅρα τὸν ἔπαινον τοῦ ἥρωος, δοκοῦντα μὲν ἄκαιρον εἶναι, ἐμφαίνοντα δὲ ὡς φιλίως ὁ Ἰδομενεὺς ἔχει τῷ Διομήδει, καὶ οὐδὲ πάνυ ἄχθεται οἷς ὁ Εὔμηλος δυστυχεῖ.

(v. 465) Ἔτι ὅρα καὶ ὡς ἀπορήσας καὶ εἰπὼν "ἠὲ τὸν ἡνίοχον ἔφυγον ἡνία" οὐ προσέθετο ἀκολούθως ὁ Ἰδομενεὺς ὅτι "ἢ τόδε τι ἕτερον ἔπαθεν", ὡς μήτε τοῦ σχεδιασμοῦ διδόντος εὐπορεῖν ταῖς ἐννοίαις, καὶ ὅτι οὐδὲ εἰκῇ ἐθέλει δυσφημεῖν κατὰ τοῦ Εὐμήλου καὶ δυστυχίας αὐτοῦ λογίζεσθαι. δύναται δὲ καὶ μὴ ἀπορητικῶς λεχθῆναι τὸ "ἠέ" ἀλλ' ὡς οἷον πρὸς λύσιν ἀπορίας ὁμοίως τῷ "ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ", τουτέστιν ἴσως οὐκ ἦν ἐν τῷ Ἄργει. κἀνταῦθα γὰρ ὁμοίως ἔστιν εἰπεῖν ὅτι ὁ δεῖνα ἐξέπεσε τοῦ τέρματος, καὶ πάντως ἢ ἴσως αὐτὸν ἔφυγον τὰ ἡνία. Ἰστέον δὲ καὶ ὡς οὐ μάτην Ἰδομενεὺς περιέργως θεᾶται τῆς περιωπῆς γενόμενος, ἀλλ' ὅτι καθὰ τῷ Νέστορι διὰ τὸν υἱόν, οὕτω καὶ αὐτῷ μέτεστί τι τοῦ [765] ἀγῶνος διὰ τὸν θεράποντα Μηριόνην. διὸ καὶ παρασημειοῦται τὰ κατὰ τὸν ἄριστον Εὔμηλον ὡς οἷον ἀντίπαλον ἑαυτῷ, παραμυθησόμενος ἐπὶ τῇ τοῦ Μηριόνου ἐλαττώσει, ἐὰν καὶ ὁ ἄριστος ἔλθοι πανύστατος, καί που καὶ χαίρων, εἴπερ ὁ τοιοῦτος λειφθῇ ἐν δρόμῳ, ἵνα συνατυχήσῃ τῷ Μηριόνῃ, καὶ διὰ ταῦτα οὐδὲ βαρυνόμενος, εἰ παροίτεροί εἰσιν οἱ τοῦ Διομήδους ἵπποι.

(v. 459) Ἔστι δὲ τὸ "παροίτεροι" ταὐτὸν τῷ φέρτεροι καὶ τῷ "οἱ πάροιθεν". ἄμφω δ' ἀντίκειται πρὸς τὸ "δεύτεροι". διό φησιν "οἱ δεύτεροι οἵ τε πάροιθεν". ἡ δὲ παραγωγὴ τοῦ παροίτερος ὁμοία τῇ μυχός μυχοίτατος.

(v. 459 s.) Ὅρα δὲ καὶ ὅτι τὸ δοκεῖν ταὐτὸν εἶναι δοξάζει Ὅμηρος τῷ ἰνδάλλεσθαι ἐν τῷ "ἄλλοι μοι δοκέουσι", καὶ "ἄλλος ἰνδάλλεται". λέγεται δὲ ἐπὶ εἰκασμοῦ καὶ ὁμοιώσεως καὶ δοκήσεως τὸ ἰνδάλλεσθαι, ἀφ' οὗ καὶ ἐπὶ εἰδώλων τὸ ἴνδαλμα λέγεται. ἰνδάλλεται δέ τις καὶ ἐν ὀνείρασιν. ἀντίκειται δὲ πρὸς τὸ ἰνδάλλεσθαι καὶ τὸ δοκεῖν τὸ εὖ διαγινώσκειν. γίνεται δὲ τὸ ἰνδάλλω ἐκ τοῦ εἴδω, τὸ ὁμοιῶ, τραπέντος τοῦ ι εἰς ν ὡς ἐπὶ τοῦ αἰεί αἰέν, καὶ αὐτίκα τετραμμένου καὶ τοῦ ε εἰς ι, ὡς ἐπὶ τοῦ ἔχω ἴσχω καὶ τῶν ὁμοίων γίνεται.

(v. 460 s.) Τὸ δὲ "αἳ δὲ ἔβλαβεν" παρασήμως καὶ νῦν δηλοῖ τὰς τοῦ Εὐμήλου ἵππους ἐν μόναις ταύταις δυσὶ συλλαβαῖς.

(v. 462) Τέρμα δὲ φανερῶς ἐνταῦθα τὸν καμπτῆρα λέγει ἐν τῷ "περὶ τέρμα βαλούσας", ἤγουν καμψάσας καὶ τοῦ τέρματος ἐπιτυχούσας.

(v. 465 s.) Οὗ τὸ ἐναντίον οὐκ "ἐτύχησεν ἑλίξας", οὗ ἑρμηνευτικὸν τὸ "οὐκ ἐδυνάσθη εὖ σχεθέειν περὶ τέρμα", ἤγουν οὐκ ἠδυνήθη σχεῖν τὰς ἵππους περὶ τὴν νύσσαν, ὥστε ἑλίξαι καὶ οὕτω περὶ τέρμα βαλεῖν, ὅ ἐστιν ἐπιτυχεῖν τῆς ἑλίξεως, κατὰ τὸ "ἣ δὲ Φερὰς ἐπέβαλλεν", ἤγουν ἐπέτυχε τοῦ εἰς αὐτὰς πλόου ἡ ναῦς.

(v. 465) [766] Ὅρα δὲ καὶ τὸ "ἐδυνάσθη" ὡς ἀπὸ τοῦ δυνάζω, ἀρρήτου ῥήματος, γεγονός. ἐνταῦθα δὲ γράφουσιν οἱ παλαιοὶ καὶ ὅτι εἰωθότα καὶ τὰ κατὰ τὸν Ἰδομενέα ταῦτα ἐν ἀγῶνι. θρύπτονται γάρ τινες ὡς μὴ ἀκριβῶς θεώμενοι. οἱ δὲ καὶ ἐν ἤθει καταλαζονεύονται τῶν πολλῶν.

(v. 459 s. et v. 467) Οὐ μόνον γοῦν φησιν, Ἰδομενεύς, ὡς "ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι", καὶ "ἄλλος ἡνίοχος ἰνδάλλεται", ἀλλὰ καὶ ὅτι ἐκπεσέειν ὀΐω τὸν Εὔμηλον καὶ ἑξῆς. ἃ δὴ πάντα οὕτω συνέβη ἀληθῶς, καὶ οὐ κατὰ δόκησιν. πρωθύστερον δὲ τὸ ἐκπεσεῖν καὶ ἅρμα κατᾶξαι. δῆλον γὰρ ὡς κατεαγότος τοῦ ἅρματος εἶτα κατέπεσεν ὁ ἡνίοχος.

(v. 468) Τὸ δὲ "ἐξηρώησαν" δίχα προθέσεως πρὸ τούτων ἐρρέθη. Τὸ δὲ "μένος ἔλλαβε θυμόν" ἀντὶ τοῦ προεθυμήθησαν ἢ καὶ ἐθυμώθησαν αἱ ἵπποι. Ὅτι φιλοτιμησάμενος ὁ ποιητής, ὡς ἐξόν, ἐκθέσθαι τὰ τοῖς ἱππικοῖς ἀγῶσι συμπίπτοντα, ὡς εἰκός, ὧν ἔστι πρὸς ἄλλοις καὶ τὸ προσπαθῶς ἑκάστους ἔχειν μέρεσι καὶ ἁψιμαχίας ἐν λόγοις τίθεσθαι καὶ χρήμασι ζημιοῦν ἑαυτοὺς ἐπὶ λύσει φιλονεικίας καὶ κριτὰς ἑαυτοῖς καθίζειν, τὸν μὲν Ἰδομενέα ἐποίησεν εἰπόντα, ὅσα ἐρρέθη,

(v. 473-475) Αἴας δὲ ὁ Λοκρὸς εἰς οὐδὲν δέον θυμὸν ἀναλαβών, "αἰσχρῶς", φησίν, "ἐνένιπεν", ἤτοι λόγοις ἐπέπληξεν, εἰπὼν "Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; αἳ δέ τ' ἄνευθεν ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται".

(v. 476 s.) Εἶτα καὶ ἀμβλυωπίαν εἰκῇ οὕτως ὀνειδίζων αὐτῷ φησιν "οὔτε νεώτατός ἐσσι μετ' Ἀργείοισι τοσοῦτον, οὔτε τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε", ὥστε δηλαδὴ τῇ θέᾳ τέμνεσθαι ὀξὺ τὸν ὑποκείμενον ἀέρα.

(v. 478 s.) Εἶτα καὶ ἐπιτείνων τὸ σκῶμμα καὶ διδάσκειν δὲ ἐθέλων, ἐπάγει "ἀλλ' αἰεὶ μύθοις λαβρεύεαι, οὐδέ τί σε χρὴ λαβρογόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι". Καὶ ὅρα ἐνταῦθα οἷόν τι τὸ ἀσκέπτως λαλεῖν. ὁ γὰρ λαβρογόρην τὸν Ἰδομενέα σκώπτων ἁλώσεται ψεύδους εἰς τὸ πᾶν καὶ ἀφροσύνης αὐτός, εἰ μηδὲν ἰδὼν μήτε εἰδὼς τὸν εὖ εἰδότα λόγοις αἰσχύνει, ἀπ' ἐναντίας πάντῃ ἐκείνῳ ἐλθὼν ἐν τῷ εἰπεῖν

(v. 480s.) ὅτι "ἵπποι δ' αὖτε ἔασιν", ἤγουν εἰσί", παροίτεραι, αἳ τὸ πάρος περ, Εὐμήλου, ἐν δ' αὐτὸς ἔχων εὔληρα βέβηκεν", ἤγουν ἐμβέβηκε τῷ δίφρῳ ἡνιοχῶν.

(v. 481) Εὔληρα δὲ λέγει μὲν τὰ ἡνία. ἅπαξ δὲ καὶ τὴν τοιαύτην ἔφη λέξιν, ἐνταῦθα δηλαδή. γίνεται δὲ παρὰ τὸ εἰλεῖν, [ὅθεν καὶ ἡ εὐλή,] τροπῇ τοῦ υ εἰς ι, δι' ὧν ἔστι τοὺς ἵππους εἰλεῖσθαι, ὅ ἐστι στρέφεσθαι. [767] καὶ ἔστι μὲν ταὐτὸν ἡνία ἔχειν καὶ εὔληρα ἔχειν, πλὴν ἐκεῖθεν μὲν ὁ ἡνίοχος σύγκειται συνήθους οὔσης τῆς λέξεως, ἀπὸ δὲ τοῦ εὔληρα ἔχειν τολμηρὸς ἂν εἴη ὁ ἀναιδευσάμενος συνθεῖναι ὄνομα. ἀλλ' οὕτω μὲν, ὡς ἐρρέθη, ὁ Λοκρὸς Αἴας.

(v. 483 s.) Ἰδομενεὺς δὲ φιλόνεικον καὶ κακολόγον καί τινα οὐδαμινὸν ὡς ἀπηνῆ τὸν Αἴαντα καλεῖ, εἰπὼν "Αἶαν, νείκει ἄριστε, κακοφραδές, ἄλλα τε πάντα δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής", ὃ καὶ Ἀχιλλεύς που ἤκουσεν. Ἔνθα ὅρα ὅτι τε τὸ "πάντα Ἀργείων δεύεαι" δριμύτερον ὁ Ἰδομενεὺς ἀντέσκωψε πρὸς τὸ "πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι" ‑ σφοδρότερον γὰρ τοῦτο ἐκείνου ‑ , καὶ ὅτι διὰ θυμὸν μὴ ὀρθώσας τὴν φράσιν ἔφη τὸ "ἄλλα τε πάντα δεύεαι Ἀργείων", καινῶς καὶ ἀκαταλλήλως συντάξας. ἦν γὰρ τὸ ὀρθὸν οὕτω· κακοφραδές, ἄλλα τε πάντα δευόμενε Ἀργείων. λέγει δὲ "πάντα" τά τε ἐν ἔργοις τά τε ἐν λόγοις, ἴσως δὲ [καὶ τὰ κατ' ὄψιν καὶ] κατὰ γένος.

(v. 485-487) Εἶτα ἐπάγει καὶ ὅτι "δεῦρο νῦν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ἵστορα δ' Ἀτρείδην Ἀγαμέμνονα θείομεν ἄμφω, ὁππότεραι πρόσθεν ἵπποι, ἵνα γνοίης ἀποτίνων".

(v. 488-491) Ἐπεὶ δὲ κίνδυνος ἦν προτέρω, ἤγουν προσωτέρω, ἔριν γενέσθαι ἀμφοτέροις ‑ ἤδη γὰρ ὄρνυτο ὁ Λοκρὸς "χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσιν" ‑ , ἀνίσταται ὡς ἀγωνοθέτης αὐτὸς Ἀχιλλεὺς καὶ καταλλάσσει λαλήσας ὅσα ἐχρῆν.

(v. 474-479) Ἰστέον δὲ ὅτι τῶν ἐν τῷ χωρίῳ τούτῳ στίχων τὸ μὲν "τί πάρος λαβρεύεαι", καὶ τὸ "ἀλλ' αἰεὶ μύθοις λαβρεύεαι, οὐδέ τί σε χρὴ λαβραγόρην" καὶ ἑξῆς, ἐποχὴ στωμυλίας ἐστί.

(v. 483 s.) Τὸ δὲ "νείκει ἄριστε, κακοφραδές, ἄλλα τε πάντα δεύεαι Ἀργείων", ἢ ἁπλῶς τῶνδέ τινων, καὶ τὸ ἑξῆς, σκῶμμά ἐστι πολυφαύλου ἀνδρός, ὥσπερ ἀμβλυωποῦντος τὸ "οὔτε νεώτατός ἐσσι" τοσοῦτον, "οὔτε ὀξύτατον", καὶ ἑξῆς.

(v. 477) Σημείωσαι [768] δὲ ὅτι τὸ ἐκδέρκεσθαι φιλοσόφως φασὶν ἔχειν οἱ παλαιοὶ τὴν ἐκ πρόθεσιν, διότι οὐ κατὰ εἰσδοχὴν ἀλλ' ἔκπεμψιν φωτοειδῶν δηλαδὴ ἀκτίνων τὸ ὁρᾶν γίνεται.

(v. 478) Τὸ δὲ λαβρεύεσθαι καιρία λέξις ἐστί, δηλοῦσα τὸ λάβρως καὶ οὐ μετὰ σκέψεως λαλεῖν. ἢ καὶ ἄλλως εἰπεῖν, στωμύλλεσθαι καὶ τὸν ἀκούοντα λίαν βαρύνειν τῇ φράσει. ὅθεν καὶ λαβραγόρας ὁ ἐν τῷ ἀγορεύειν λάβρος. διὸ καὶ ἐπέμεινε τῇ λέξει συνήθως ὁ ποιητὴς διὰ τὸ καίριον. τῶν τις δὲ παλαιῶν λαβρεύειν τὸ προγλωσσεύειν φησί.

(v. 475) Ἀερσίποδες δὲ ἵπποι καὶ νῦν ἐπὶ τάχους, ἵνα ἦεν αἱ ὅσα καὶ πτεροῖς τοῖς ποσὶν ἀειρόμεναι, ὡς δηλοῖ μετ' ὀλίγα καὶ τὸ "ὑψόσ' ἀειρέσθην ῥίμφα", καὶ ἑξῆς, ἀφ' οὗ ἀείρεσθαι καὶ "ἀράχνης ἀερσιπότητος". Τοῦ δὲ δίενται", ὅ ἐστι διώκουσι, θέμα τὸ δίημι ἐκ τοῦ δίω, ἀφ' οὗ τὸ διώκω, ῥῆμα τοῦτο χρηστὸν πεζολόγοις. ἐκεῖνα γὰρ ποίησις ἀνασκάλλειν φιλεῖ, [τουτέστι τὸ δίω καὶ τὸ δίημι, ἤγουν σπουδαίως τρέχω. ἔστι δὲ καὶ ἕτερον δίημι Ἀττικόν, γινόμενον οὕτω. Ζεύς Διός, ἐξ οὗ διερός, ὁ δίυγρος. Διὸς δὲ ῥῆμα δίω, ἀφ' οὗπερ οὐ μόνον τὸ διαίνω, καθὰ πολλαχοῦ δηλοῦται, ἀλλὰ καὶ δίημι, οὗ μετοχὴ παθητικὴ "διέμενος", ὡς τιθέμενος. Ἀριστοφάνης "διέμενος ὄξει Σφηττίῳ", ἤγουν ὑγράνας δι' ὄξους δριμέος, ὡς ἐκεῖνος οἶδεν εἰπεῖν.]

(v. 476) Τὸ δὲ "οὐ νεώτατος τοσοῦτον" λεαίνει τὸ τραχὺ τοῦ σκώμματος ἐπί τι βραχύ. ἄλλως γὰρ ψεύδεται ὅλως οὐ μόνον τὸ "νεώτατος" ἐπὶ τοῦ [μεσαιπολίου] Ἰδομενέως, ἀλλὰ καὶ αὐτὸ τὸ νέος.

(v. 483) Νεῖκος δὲ κεῖται μὲν καὶ ἐπὶ μάχης, καὶ μᾶλλον ὅτε πόλεμος ἢ τοιοῦτόν τι αὐτῷ παράκειται, οἷον "νεῖκος πολέμοιο". ἐνταῦθα μέντοι ἡ λέξις, ὡς καὶ ἐν ἄλλοις, τὴν ἁπλῶς φιλονεικίαν δηλοῖ ὁμώνυμος οὖσα. [(v. 483 s.) Τὸ δὲ "πάντα δεύεαι Ἀργείων" αὐξητικὴν ἔχει δριμύτητα σκώμματος. τοῦ Λοκροῦ γὰρ εἰπόντος ἀμείνονας καὶ ἄλλους εἶναι τοῖς Ἀργείοις, ὁ Κρὴς πάντῃ ἀποφάσκει ἐκείνου τὸ ἄμεινον, εἰπὼν [769] πάντα δεύεσθαι Ἀργείων αὐτόν, αἴτιον ἐπάγων τὸ "ὅτι τοι νόος ἐστὶν ἀπηνής". διὸ καὶ ἄπο αἴνου ἐστὶ κατὰ τὴν ἐτυμολογίαν τοῦ ἀπηνέος. εἰ δὲ εἶπεν ἄλλην αἰτίαν, ἠλέγχθη ἂν ὁ Ἰδομενεύς. πολλὰ γὰρ εἶχεν ὁ Λοκρὸς ἐπαίνου ἄξια.]

(v. 485) Ἐν δὲ τῷ "δεῦρο νῦν" συνέσταλται ἀσυνήθως τὸ υ δίχρονον. καὶ ἴσως οὐδὲ περισπᾶν χρὴ τὴν λέξιν, ἀλλ' ἀφιέναι κενὴν κεῖσθαι τόνου. μήποτε δὲ οὐδὲ χρονικὸν ἐπίρρημά ἐστιν, ἀλλὰ σύνδεσμός τις παραπληρωματικός, ὁποῖος ὁ νυ, κατὰ πρόσληψιν στοιχείου τοῦ νῦ. ὅθεν καὶ ὁ "τοίνυν" σύνδεσμος γίνεται ἀπὸ τοῦ τοι καὶ τοῦ νυν. τοιοῦτόν τι καὶ παρὰ Σοφοκλεῖ ἐν ἰάμβῳ τὸ "σίγα νυν ἑστὼς καὶ μέν' ὡς κυρεῖς ἔχων". κἀκεῖ γὰρ τὸ νυν, ὅ τι ἂν καὶ σημαίνῃ, συστέλλεται. ὁμοίως, καθά που προγέγραπται, καὶ παρ' Εὐριπίδει ἐν τῷ "σῶσόν νυν αὐτὸν μηδ' ἔρα τοῦ πλησίον". "Περιδώμεθον" δὲ ἀντὶ τοῦ συνθώμεθα, συμφωνήσωμεν, καὶ ὡς οἱ πολλοί φασι, θῶμεν στοίχημα, ἢ σαφέστερον καὶ κοινότερον εἰπεῖν, δώμεθα, ὅ ἐστι δεσμηθῶμεν συνθήκαις, ὧν ὁ διαιτητὴς καὶ κριτὴς ἢ μάρτυς ἴστωρ ἐλέγετο, παρὰ τὸ εἰδέναι, ὁποῖός τις κεῖται καὶ ἐν τῷ "ἄμφω δ' ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι".

(v. 487) Τὸ δὲ "ἵνα γνοίης ἀποτίνων" τὸ τέλος ἐστὶ τοῦ περιδώμεθα. στοιχήματος γὰρ τέλος ἀπότισις.

(v. 485) Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ "τρίποδος περιδώμεθον ἠὲ λέβητος" ἀπὸ κρείττονος τοῦ τρίποδος κατέβη ἐπὶ τὸν λέβητα, καθὰ καὶ ἐν τῷ "ἠελίου αἴγλη ἠὲ σελήνης", καὶ ἐν ἑτέροις. εἰ μὴ ἄρα τυχὸν ὁ λέβης οὐκ εὐτελής ἐστι νῦν κατὰ [770] τοὺς ὑποκειμένους τοῖς νιπτομένοις, ὡς ἡ Ὀδύσσεια δηλοῖ ἐν τῷ "ὑπὲρ ἀργυρέοιο λέβητος", καὶ ἔνθα τὰ ποδάνιπτρα τοῦ Ὀδυσσέως, ἀλλὰ τοιοῦτος οἷος ἀναβράττειν τὰ ἐμβαλλόμενα κατὰ τὸν ζέοντα ἐν "πυρὶ πολλῷ", καὶ "κνίσσῃ μελδόμενον ἁπαλοτρεφέος σιάλοιο". ὁ γὰρ τοιοῦτος λέβης οὐ κατὰ τοὺς λοιπούς ἐστιν, ἀλλὰ τριποδοειδὴς φαίνεται εἶναι καὶ οὐκ εἰς ἔλαττον ἥκειν τοῦ τρίποδος. καὶ ἔστι τηνικαῦτα τὸ "τρίποδος περιδώμεθον ἠὲ λέβητος" μετάβασις ἀπὸ ὁμοίου εἰς ὅμοιον.

(v. 488-491) Ἰστέον δὲ καὶ ὡς ἐριστικὸν ἄνδρα φράζει τὸ "ὄρνυτο δ' αὐτίκα" ὁ δεῖνα "χωόμενος, χαλεποῖσιν ἀμείψασθ' ἐπέεσσι· καὶ νύ κε δὴ προτέρω ἔρις γένετ' ἀμφοτέροισιν, εἰ μή" ὁ δεῖνα αὐτὸς "ἀνίστατο καὶ φάτο μῦθον". Ἀχιλλεὺς δὲ οὗτος ὁ ἐνταῦθα καταλλάσσων, ὡς ἐρρέθη, ἐρίζοντας τόν τε Ἰδομενέα καὶ τὸν Λοκρόν. καθίσας γὰρ σκοπὸν τῶν ἀεθλευόντων τὸν Φοίνικα ὑπεκράτησεν ἑαυτῷ κριτῇ τοῦ τῶν θεατῶν νείκους γίνεσθαι.

(v. 492-494) Ὃς καὶ παραινῶν ἐπὶ λογομαχίας λύσει φησὶ "μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθ' ἐπέεσσι κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. καὶ δ' ἄλλῳ νεμεσᾶτον, ὅτις", ἤγουν ὅς τις, "τοιαῦτά γε ῥέζοι". ἐκ παραλλήλου δὲ ταῦτα τὸ "χαλεποῖς" καὶ "κακοῖς". τοῦ δὲ "νεμεσᾶτον" ἑνικὸν τὸ νεμέσα.

(v. 495-498) Εἶτα λαλῶν θεατρικῆς κατάπαυσιν ἔριδός φησιν "ἀλλ' ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε ἵππους· οἳ δὲ τάχα αὐτοὶ ἐπειγόμενοι περὶ νίκης ἐνθάδ' ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος ἵππους, οἳ δεύτεροι οἵ τε πάροιθεν". [Ἐν δὲ τοῖς περὶ τὸν Ἰδομενέα καὶ τὸν Λοκρὸν Αἴαντα καὶ τῇ κατ' αὐτοὺς ἐναγωνίῳ λογομαχίᾳ ἐνθυμητέον καὶ παλαιὰν γνώμην, λέγουσαν ὅτι "ἡ σκῶψις λυπεῖ πλέον ἢ τέρπει πολύ. τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνεται. ἂν δ' εἴπῃς ἅπαξ, εὐθὺς ἀντήκουσας. ἤδη λοιδορεῖσθαι λείπεται, εἶτα τύπτεσθαι". Ὅρα δ' ἐν τούτοις ἀσύνηθες ὂν τὸ "ἡ σκῶψις", καθὰ καὶ ἡ ᾆσις ἡ ἁρμονικὴ ἡ παρὰ Πτολεμαίῳ, ἡ δηλοῦσα τὴν ᾠδήν, οὐ μὴν ἡ Ὁμηρική, ἐξ ἧς καὶ ὁ Ἄσιος λειμὼν καὶ ἡ Ἀσία χώρα, ὡς ἀλλαχοῦ δηλοῦται. Ἔτι δὲ ὅρα καὶ τὸ "ἂν δ' εἴπης ἅπαξ, εὐθὺς ἀντήκουσας", ὡς χρήσιμον εἰς τὸ "οἷον εἴπῃσθα ἔπος, τοῖον κ' ἐπακούσῃς".]

(v. 499-506) ὅτι σπουδὴν ἡνιόχου ἱππευτικὴν τὴν πρὸς τῷ τέλει οὕτω φράζει "ὃ δέ", λέγει [771] δὲ τὸν Διομήδην, "μάλα σχεδὸν ἦλθε διώκων· μάστιγι δ' αἰὲν ἤλαυνε κατωμαδόν", ὡς προδεδήλωται, "οἱ δέ οἱ ἵπποι ὑψόσε ἀειρέσθην, ῥίμφα πρήσσοντε κέλευθον. αἰεὶ δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε", ἃ δὴ καὶ παμφανόωντα εἶεν ἄν, "ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον, οὐδέ τι πολλὴ γίνετ' ἐπισσώτρων ἁρμοτροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην".

(v. 503-506) Ἔστι δὲ τὸ "ἅρματα χρυσῷ" καὶ ἑξῆς ἕως τοῦ "ἐν λεπτῇ κονίῃ" ἐνδεικτικὸν κουφότητος καὶ κάλλους ἅρματος καὶ τάχους ἵππων.

(v. 500) Τὸ δὲ "μάστιγι" "μάστι" τινὲς γράφουσι δισυλλάβως, ἐκτείνοντες τὴν λήγουσαν ὁμοίως τῷ "μήτι τοι δρυτόμος μέγ' ἀμείνων". καὶ ἔστιν ὥσπερ μῆτις μήτιος μήτιϊ καὶ κατὰ κρᾶσιν μήτι, οὕτω καὶ μάστις μάστιος μάστιϊ μάστι. τοῦ δὲ μάστις ἀρχὴ τὸ μαστίω μαστίσω, ὥσπερ τοῦ μῆτις τὸ μητίω μητίσω.

(v. 501) Τὸ δὲ "ἀειρέσθην" τὸ ῥῆμά ἐστιν, ἐξ οὗ καὶ πρὸ ὀλίγων ἵππους ἔφη ἀερσίποδας, ἤγουν ἀειρομένους καί, ὡς εἰπεῖν, ἀερίους τοῖς ποσίν, οἷς καὶ προσαρμόζει διὰ τοῦτο τὸ "πετέσθην". ἐκ δὲ τοῦ τοιούτου "ἀειρέσθην" ἀσφάλειαν ἔχει καὶ τὸ "πρήσσοντε κέλευθον", ὡς οἷα ἐπὶ νηὸς λεχθέν, ἥτις οὐ μόνον ἅρμα θαλάσσης, ἀλλὰ καὶ ἵππος παρὰ τοῦ ποιητοῦ λέγεται. διὸ ἡ ἐν Ὀδυσσείᾳ ναῦς τῶν Φαιάκων ταχυπλοοῦσα τετρώρῳ ἵππων εἰκάζεται, ὅπερ τέτρωρον ἀπὸ τοῦ ἀείρω καὶ αὐτὸ παράγεται ὡς οἱονεὶ τετράορον, ὅθεν καὶ "τετραόρου ταύρου φάσμα" ἡ Τραγῳδία φησί. καὶ οὕτω μὲν ἐκ τοῦ ἀειρέσθην ἀσφαλές τι ἔχει τὸ "πρήσσοντε κέλευθον". ἄλλως δὲ οὔτε τὸ πρήσσειν ἐπὶ ἵππων κυριολεκτεῖται. οὔτε ἡ κέλευθος πάνυ ἐπὶ ξηρᾶς.

(v. 502) Τὸ δὲ ῥαθάμιγγες, εἰωθὸς ἐπὶ αἵματος ἢ ὅλως ἐπὶ ὑγρῶν λέγεσθαι, [παρὰ τὸ ῥαίνειν θαμά], καινότερον ἐπὶ κόνεως ἐλέχθη ἐν τῷ "αἰεὶ κονίης ῥαθάμιγγες". καὶ ἴσως ἔχει συμβιβασθῆναι εἰς τὸ σύνηθες ἡ λέξις διὰ τοῦ εὐθὺς δηλωθησομένου πολλοῦ ἱδρῶτος τῶν ἵππων, ὃς πολὺς εἰς γῆν ἐν τῷ τρέχειν καταρρέων ὕγραινε τὴν κόνιν, ὡς οὕτω ῥαθάμιγγας ἐξ αὐτῆς ὑγρὰς βάλλειν τοὺς [772] ἵππους. ἐνταῦθα δὲ ὅρα καὶ τὸ "αἰεί" ἐπὶ καιροῦ ὀλίγου λεχθὲν κατά τινα ὁμοιότητα τοῦ "αἰεὶ πυραὶ νεκύων καίοντο", καὶ τοῦ "αἰεὶ ῥίμφα θέων", καὶ τοῦ "τὸν εἰσαεὶ λεηλατήσει χρόνον" παρὰ Σοφοκλεῖ. τοιοῦτον δὲ καὶ τὸ πάλαι πολλάκις παρὰ τοῖς Ἀττικοῖς, οὐδ' αὐτὸ δηλοῦν ἀεὶ χρόνου μακρότητα.

(v. 504 s.) Τὸ δὲ "ἐπέτρεχον" ἀντὶ τοῦ ἐλαφρῶς ἔτρεχον καὶ ὡς οἷον ἔμψυχα τοῖς ἵπποις συνέτρεχον, ὡς εἴπερ μὴ εἵλκοντο. ἢ ἀντὶ τοῦ ἐπιπολῆς ἔτρεχον, ὅπερ ἑρμηνεύων διεξοδικώτερον εἶπε τό· οὐδὲ πολλὴ ἐγίνετο ἐπισσώτρων ἁρματροχιή, τουτέστιν ἐλαφρῶς οὕτως ἔτρεχον, ὡς μὴ πολλὴν γίνεσθαι τῶν τροχῶν ἐγχάραξιν, καὶ ταῦτα ἐν λεπτῇ κονίῃ. Ἁρματροχιὰ γὰρ ἄλλο ἐστὶ παρὰ τὴν ἁματροχιάν. ἐκείνη μὲν γὰρ τί δηλοῖ, προείρηται. αὕτη δὲ ἴχνος δηλοῖ τροχῶν ἅρματος. Ἰστέον δὲ ὅτι τὸ μὴ βαθεῖαν γίνεσθαι νῦν ἁρματροχιὰν οὐ λίαν ὑπερβολικῶς εἴρηται διά τε τὸ πολὺ τάχος τῶν ἵππων καὶ τὸ κοῦφον τοῦ ἅρματος, ἐξ ὧν δοκεῖ πιθανὸν εἶναι τὸ μὴ πάνυ τοῖς τροχοῖς τὴν κόνιν χαράσσεσθαι. ὑπερβολὴ δὲ τὸ μέτριον ἔχουσα πιστεύεται, ὥς φασιν οἱ παλαιοί. ἦν δὲ ἂν ὑπερβολὴ ἄμετρος, εἰ μηδὲ ψαύειν εἶπε τῆς γῆς τοὺς τροχοὺς ἢ μὴ ἐντυποῦν ὅλως ἴχνος, ὅπερ οὐκ εἶχεν εἰπεῖν, οἷα θνητῶν ὄντων τῶν τρεχόντων ἵππων. ὅτε γὰρ ἀθάνατοι πλάττονται ἵπποι, ἄκρων ἐπὶ κυμάτων θέουσι, καὶ ὅσα ἄλλα περὶ τοιούτων ἵππων ἡ ποίησις ἔφρασεν.

(v. 505) Ἐπίσσωτρα δὲ ὅτι τε οἱ κανθοὶ τῶν τροχῶν, καὶ πόθεν ἡ λέξις παράγεται, ἀλλαχοῦ προείρηται. [Δοκεῖ δὲ καὶ ἡ λέξις αὕτη ἔλλειψιν ἔχειν τοῦ σ ἐν τῇ παραληγούσῃ κατὰ τὸ γνωστός γνωτός καὶ τὰ ὅμοια. ἐπίσσωστρα γὰρ ἤγουν σωστικὰ τῶν τροχῶν τὰ ἔξω αὐτῶν σιδήρεα [773] κύκλα, ἤγουν οἱ κανθοί.]

(v. 507 s.) Ὅτι συντόμου δρόμου ἱππέως δηλωτικὸν τὸ "στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ' ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμάζε".

(v. 508) Λόφος δὲ ἐπί τε βοῶν καὶ ἵππων καὶ ἡμιόνων τόπος τοῦ τραχήλου, ᾧ ἐπιτίθεται ὁ ζυγός, ὡς καὶ ἐν ἄλλοις δηλοῦται. ὅθεν καὶ νῶτος εὔλοφος παρὰ Σοφοκλεῖ ὁ εὔεικτος, καὶ λοφιὰ ἡ περὶ τοιοῦτον τόπον τρίχωσις, καὶ καταλοφάδια ἐπίρρημα ἐν Ὀδυσσείᾳ, καὶ λόφουρα ζῷα τὰ οὐρὰν καὶ λοφιὰν ἔχοντα. γίνεται δέ, φασίν, λόφος ἀπὸ τοῦ λέπω, τὸ ἐκλεπίζω, λόπος καὶ λόφος, ἀφ' οὗ ἄρχεται ἐκλέπεσθαι καὶ ἐκδέρεσθαι τὸ σφαγέν. σημαίνει δέ ποτε καὶ ἁπλῶς τράχηλον, ὡς ἐν τῷ "κνήμας ἠδὲ λόφον ἀμφί τε μηρούς", δηλοῖ δὲ καὶ τὸ ἄκρον ἐκ τριχῶν ἐπανάστημα τῆς περικεφαλαίας, ὡς τὸ "δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε". λαμβάνεται δὲ καὶ ἐπὶ ὕψους ὀρεινοῦ, ὅθεν καὶ γήλοφος καὶ γεώλοφος. ἐκ δὲ τοῦ τοιούτου λόφου καὶ λοφνίδες παρὰ Λυκόφρονι αἱ ἐξ ὄρους μονόξυλοι λαμπάδες. Περὶ δὲ τοῦ "ἀνεκήκιε" προείρηται.

(v. 510) Ὅτι καὶ ἐνταῦθα σαφῶς δηλοῖ ὡς τὸ ματᾶν στάσιν καὶ βραδυτῆτα ματαίαν σημαίνει. φησὶ γὰρ "οὐδὲ ἐμάτησε Σθένελος, ἀλλ' ἐσσυμένως ἔλαβεν ἄεθλον", τὸ τοῦ ἑταίρου Διομήδους δηλαδή. Ἰστέον δὲ ὅτι δύναται τὸ "οὐκ ἐμάτησε" καὶ ἄλλως οὐκ ἀπὸ τοῦ μάτην γίνεσθαι, ἀλλ' ὡς ἀπὸ τοῦ μῶ μάσω, τὸ ζητῶ, ἵνα λέγῃ ὡς οὐκ ἐζήτησε τὸ ποιητέον, ἀλλ' εὐθὺς ἥψατο τοῦ πράγματος, ὥστε καὶ ματᾶν κατὰ τὸν λόγον τοῦτον τὸ οἱονεὶ ζητεῖν καὶ ἐνίστασθαι καὶ μὴ θέλειν ἐγχειρεῖν ἔργῳ.

(v. 512 s.) Σημείωσαι δὲ καὶ ὡς διαφορὰ τοῦ ἄγειν ἐνταῦθα καὶ φέρειν τὸ "δῶκε δ' ἄγειν γυναῖκα", τὴν ἔμψυχον, καὶ τρίποδα φέρειν, τὸν ἄψυχον. [ὃν εἰκὸς ὑπὸ Διομήδους ἀνατεθῆναι ὕστερον ἐν Δελφοῖς, ὡς δῆλον ἐξ [774] ἐπιγράμματος τοῦδε· χάλκεός εἰμι τρίπους, Πυθοῖ δ' ἀνάκειμαι ἄγαλμα, καί μ' ἐπὶ Πατρόκλῳ θῆκε πόδας ὠκὺς Ἀχιλλεύς. Τυδείδης δ' ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον.]

(v. 515) Ὅτι ἐπικρίνει αὐτὸς Ὅμηρος δόλῳ νικηθῆναι Μενέλαον ὑπ' Ἀντιλόχου. φησὶ γὰρ "κέρδεσιν οὔ τι τάχει γε παραφθάμενος Μενέλαον". διὸ καὶ εἰς λογομαχίαν ἐμπεσεῖται καὶ οὐκ ἀποίσεται ἄτερ ἀγῶνος τὸ ἄεθλον, ὡς ῥηθήσεται.

(v. 517) Ὅτι πρὸ μικροῦ μὲν ἁρμάτων ἐναγωνίως τρεχόντων διάστασιν ἐδήλωσεν ἐκ δίσκου, εἰπὼν τοσοῦτον ἐπιδραμεῖν τοὺς Ἀντιλόχου ἵππους ἔμπροσθεν τῶν Μενελάου, ὅσον δίσκου οὖρα κατωμαδίου, ἐνταῦθα δὲ [μεμνημένος ἐπαναληπτικῶς καὶ ἐκείνου τοῦ διαστήματος] λείπεσθαι τοῦ Ἀντιλόχου λέγει τὸν Μενέλαον, ὅσον τροχοῦ διέστηκεν ἵππος, τοῖς ὀπισθίοις δηλαδὴ ποσὶν ἐν τῷ ὑπεζεῦχθαι ἅρματι καὶ θέειν. καὶ πόσον τοῦτο; οὐ πολύ φησι.

(v. 519) Ψαύουσι γὰρ ἐπισσώτρου τρίχες αἱ τῆς οὐρᾶς.

(v. 520) Εἶτα τὸ αὐτὸ ἄλλως λέγων ἐν κόμματί φησιν "ὃ δὲ ἄγχι μάλα τρέχει", τουτέστιν ὁ δὲ τοιοῦτος ἵππος τρέχει ἐγγὺς ὢν τοῦ κατ' αὐτὸν ἐπισσώτρου.

(v. 520 s.) Τὸ δ' αὐτὸ καὶ ἑτέρως φράζων φησίν· οὐδὲ πολλὴ χῶρα μέσον τοῦ ἵππου καὶ τοῦ τροχοῦ, ἀλλὰ δηλαδὴ κατὰ μῆκος οὐρᾶς, ὡς προείρηται.

(v. 517-523) Φράζει δὲ ταῦτα Ὅμηρος οὕτω "ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ἕλκῃσι πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι, ὃ δέ τ' ἄγχι μάλα τρέχει, οὐδέ τε πολλὴ χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος", ὃ διασαφητικόν ἐστι τοῦ "τιταινόμενος πεδίοιο", τόσσον Μενέλαος Ἀντιλόχου λείπετο. "ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο". καὶ οὕτω μὲν κἀνταῦθα. ἐν δὲ τοῖς ἑξῆς τὸν Μηριόνην λείπεσθαί φησι Μενελάου δουρὸς ἐρωήν. πρὸ δὲ τούτων ἑτεροίως ἔφραζεν ἐγγύτητα τῶν Εὐμήλου καὶ Διομήδους ἵππων, ἔνθα δίφρου ἐπιβησομένοις ἐῴκεισαν θερμαίνοντες πνοιῇ τὸ τοῦ Εὐμήλου μετάφρενον. ἐν δὲ τῷ τῶν δρομέων ἀγῶνι κανὼν γυναικεῖος καὶ ἰχνῶν τύψις καὶ ἆσθμα κατὰ κεφαλῆς ἐνδείξεται τρεχόντων δύο πλησιασμόν. καὶ καλαῦροψ δὲ ἐν τοῖς [775] ἑξῆς ὑπερβολὴν δηλώσει δίσκου ἀφέσεως. οὕτω καὶ τὰ τοιαῦτα ποικίλος καὶ πόριμος μετρητὴς ὁ ποιητής.

(v. 521-523) Ὅρα δὲ ὅτι μετὰ τὸ "οὐδέ τι πολλὴ χώρη μεσσηγύς" ἐπαναλήψει χρᾶται βραχείᾳ ὁ ποιητὴς πρὸς ἀνάμνησίν τε καὶ ἔνδειξιν τοῦ χρῆναι στενολογεῖν ἐν καιρῷ τὰ εἰς πλάτος προπεφρασμένα. εἰπὼν γὰρ ἤδη πρὸ ὀλίγων ἐν δυσὶ στίχοις τὰ περὶ τοῦ κατωμαδίου δίσκου, ἐνταῦθα ἐν ὀλιγίστῳ αὖθις ἐκεῖνα παραλαλεῖ, εἰπὼν ὅτι "τὰ δὲ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο", ἢ "δίσκ' οὖρα", ὡς προγέγραπται. ἡ δὲ αἰτία τῆς ὕστερον ἄγαν ἐγγύτητος τὸ τάχος τῆς Αἴθης.

(v. 524-527) Φησὶ γὰρ "ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης". καὶ εἴπερ "ἔτι προτέρω", ἤτοι προσωτέρω, "γένετο δρόμος ἀμφοτέροισι", παρήλασεν ἂν "οὐδ' ἀμφήριστον ἔθηκε", τὸν δρόμον δηλαδή. ὁ δὲ λόγος οὗτος καὶ ἐπὶ ἄλλου παρὰ βραχὺ ἐλθόντος τοῦ νικῆσαι ῥηθείη ἄν ποτε.

(v. 517 s.) Ὅρα δὲ ὅτι ζύγιος ἵππος ἕλκειν ἐρρέθη ἄνακτα. φέρειν γὰρ εἰπεῖν ἢ ἄγειν οὐκ ἐνέκρινεν Ὅμηρος. κέλητος γὰρ ταῦτα. διὸ καὶ ἐπήγαγε τὸ "σὺν ὄχεσφιν", ἅπερ ἕλκων ἵππος συνέλκει πάντως καὶ τὸν ἀναβάτην.

(v. 519) Τὸ δὲ "ψαύουσι", πάνυ καιρίως ἐπὶ βραχείας κεῖται θίξεως, ὁποία καὶ ἡ τῶν οὐραίων ἐνταῦθα τριχῶν, αἳ ἀκροθιγῶς ἅπτονται τροχοῦ, ὡς δοκεῖν ψᾶν αὐτόν, ὅθεν τὸ ψαύειν παράγεται καταψήσει ἐοικός. [Γίνεται δὲ τὸ ψαύειν ἐκ τοῦ ψάω Αἰολικῇ ἐπενθέσει τοῦ υ, ὁμοίως τῷ λάω λαύω καὶ ἀπολαύω, χνάω χναύω, τὸ καταπίνω, ἄω αὔω, τὸ λάμπω, χράω χραύω, τὸ παρ' Ὁμήρῳ, ὡς τὸ "χραύσει μέν τ' αὐλῆς [776] ὑπεράλμενον", καὶ τὰ ὅμοια.]

(v. 520 s.) Ἡ δὲ ῥηθεῖσα μεσσηγὺς χώρη ἀέριον διάστημα δηλοῖ μεταξὺ τριχῶν ἵππου καὶ τροχοῦ, ἵππου δὲ συντόνως ὑφ' ἅρματι θέοντος. τοῦ τοιούτου γὰρ αἱ οὐραῖαι τρίχες οὐ χαλαραί, ἀλλ' εἰς μῆκος οἷον ὀρθιάζουσαι.

(v. 523) Τὸ δὲ "λείπετο" καὶ τὸ "λέλειπτο" καὶ τοῖς ἄρτι κοινολεκτεῖται. τὸν γὰρ ἁπλῶς ἡττηθέντα λειφθῆναί φαμεν.

(v. 524) Τὸ δὲ ὀφέλλεσθαι οὐ μόνον ἐπὶ ἔργων ἁπλῶς, ἀλλ' ἰδοὺ καὶ ἐπὶ προθυμίας. δῆλον δὲ ὡς ἐκ τοῦ τοιούτου ῥήματος οὐ μόνον τὸ ὄφελος, δι' οὗ αὔξεταί τις ὁπωσοῦν, ἀλλὰ καὶ ἡ ὠφέλεια κατ' ἔκτασιν τῆς ἀρχούσης, ἀφ' ἧς καὶ ἡ ἐν Ὀδυσσείᾳ οἰκωφελία. [(v. 525) Ἰστέον δὲ ὅτι Αἴθη βαρυτόνως ἡ τοῦ Ἀγαμέμνονος ἵππος κατά τινα κυριωνυμίαν πρὸς διαστολὴν τοῦ ἐπιθέτου. αἰθός γὰρ ὀξυτόνως ὁ οἷον ἀπηνθρακωμένος κατὰ τὸ "αἰθὸς γεγένημαι" παρὰ τῷ Κωμικῷ, ἐξ οὗ ἵππος Αἴθη ἡ πυρρὰ καί, ὡς εἰπεῖν, αἴθων ἵππος.]

(v. 529) Ὅτι αἴτιον τοῦ λείπεσθαι, ὡς ἀνωτέρω ἐρρέθη, τὸν Μηριόνην Μενελάου δουρὸς ἐρωήν, ἤγουν εἰς ὅσον ἂν ἔλθοι ἀφεθὲν δόρυ, τὸ τοῦ ἡνιόχου τε καὶ τῶν ἵππων ἀχρεῖον.

(v. 530 s.) "Βάρδιστοι μὲν γάρ οἱ ἔσαν", φησί, "καλλίτριχες ἵπποι. ἥκιστος δ' ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ' ἐν ἀγῶνι". Καὶ ὅρα τὸ "ἐν ἀγῶνι". ἐν πολέμῳ γὰρ ἐλαύνειν ἅρμα οὐκ ἦν ἥκιστος ὁ Μηριόνης. οὐ γὰρ ἂν τῷ Ἰδομενεῖ αὐτὸς ἡνιόχευεν. γίνεται δὲ τὸ ἥκιστος παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῇ, ἠρέμα, ἐπ' ὀλίγον. ὅθεν καὶ "ἥκιστα" ἐπιρρηματικῶς τὸ οὐδ' ὅλως καὶ "οὐχ' ἥκιστα τὸ μάλιστα. εἰ δὲ τὸ μὲν ἦκα ψιλοῦται κοινότερον, τὸ δ' ἐξ αὐτοῦ παράγωγον, τὸ [777] ἥκιστος, δασύνεται, ἀλλὰ δοκεῖ καὶ ἐκεῖνο δασύνεσθαι Ἀττικῶς. δῆλον δ' ὅτι ἐξ οὐδετέρου πληθυντικοῦ, οὗ εὐθεῖα τὸ ἥκιστον, γίνεται τὸ ἥκιστα ἐπίρρημα. ἔστι δὲ ἥκιστος ὁ ὀλίγος καὶ οὐδαμινός. καὶ Μηριόνης μὲν οὕτω τέταρτος ἤλασεν,

(v. 532-534) "υἱὸς δ' Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων, ἕλκων ἅρματα καλά, ἐλαύνων πρόσσωθ' ἵππους. τὸν δὲ ἰδὼν ᾤκτειρεν Ἀχιλλεύς", διδάσκων, φασίν, ὅτι δεῖ τοὺς παρ' ἀξίαν δυστυχοῦντας ἐλεεῖν καὶ μὴ ἐθέλειν τύχην ὑπερτερεῖν ἀρετῆς. ἄλλως δὲ καὶ ὡς Θετταλὸν ὄντα τὸν Εὔμηλον ἐλεεῖ.

(v. 536) Καὶ στὰς ἐν μέσῳ ἔφη "λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους", ὃ δὴ καὶ εἰς παροιμίαν ἔπεσεν ἐπὶ τῶν κατά τι εὐδοκιμούντων, εἰ τελευταῖοι ἐκπέσοιεν.

(v. 537-539) Καὶ ἐθέλει μὲν ὁ ἀθλοθέτης ἀγαθόν τι ἐπ' αὐτῷ, εἰπὼν "ἀλλ' ἄγε δή οἱ δῶμεν ἀέθλιον, ὡς ἐπιεικές, δεύτερ', ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός". καὶ πάντες Ἀχαιοὶ "ἐπῄνεον ὡς ἐκέλευε", καὶ πόρεν ἄν, φησίν, ἵππον τῷ Εὐμήλῳ, εἰ μὴ ἂρ Ἀντίλοχος δικαίως ἐνστάς, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, κωλύει καὶ νικᾷ λέγων, καὶ εἰς μειδίαμα τὸν Ἀχιλλέα προκαλεῖται. καὶ αὐτὸς μὲν λαμβάνει τὰ δεύτερα,

(v. 560-562) Εὐμήλῳ δὲ δίδωσιν Ἀχιλλεὺς θώρηκα, "ὅν", φησίν, "Ἀστεροπαῖον ἀπηύρων", ἤγουν [778] ἀφειλόμην, "χάλκεον, ᾧ περὶ χεῦμα φαεινοῦ κασσιτέροιο ἀμφιδεδίνηται. πολέος δέ οἱ ἄξιον ἔσται" ὡς πολύτιμον. δηλοῖ δ' ἐν τούτῳ ἡ ἀμφιδίνησις τοῦ κασσιτερίνου χεύματος τὸ γάνωμα, ὅπερ ἐπινενόηται πρὸς ἀργύρου ὑποκόρισμα, καὶ εἰς ἀπάτην οὐ μόνον τῶν ἄλλως βλεπόντων, ἀλλά που καὶ τοῦ ἔχοντος. Ὅρα δ' ἐν τούτοις τροχὸν δίκης εὐτέχνως περιηγμένον τῷ ποιητῇ, δι' οὗ ὁ μὲν ἄριστος Εὔμηλος καταπίπτει τῶν πρωτείων, ὁ δὲ πέμπτος Μηριόνης καὶ ἥκιστος εἰς μεῖζον, τὸ τοῦ τετάρτου ἆθλον, ἀνάγεται. πανύστατον δὲ τὸν Ἄδμητον μὲν καλῶς εἶπεν ὁ ποιητής. Ἀντίλοχος δὲ ἐν τοῖς ἑξῆς πανύστατον ἐρεῖ τὸν τρίτον Μενέλαον οὐ πρὸς ἀλήθειαν, ἀλλὰ κατὰ λύπην καὶ θυμόν.

(v. 533) Τὸ δὲ "ἕλκων" ἔχει τι ἀστεῖον τῇ περιπετείᾳ εἴπερ οὕτως ὁ Εὔμηλος ἐσχημάτισται, ὡς αὐτὸς ἕλκων τὸ ἅρμα κατά τινας καὶ τοὺς ἵππους ἐλαύνων, ἀβαρεῖς προϊόντας, ὡς εἴπερ ἡγοῦντο αὐτῷ τῆς ὁδοῦ. νοητέον δ' ἐντεῦθεν, κατὰ τρόπον συλλογισμοῦ ποιητικοῦ εὐπειθεῖς καὶ πάνυ ἡμέρους τοὺς τοῦ Εὐμήλου ἵππους. εἰ δὲ κακῶς παθὼν ἐν τῷ πεσεῖν εἶτα καὶ διὰ οὕτω δολιχοῦ ἱπποδρόμου τὸ ἅρμα ἕλκει, τὸ ῥωμαλέον συλλογιστέον τοῦ ἥρωος. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ ἐνόησαν, ὅτι Εὔμηλος οὐκ ἐφ' ἅρματος πάντως ἐλθών, ἀλλὰ οἷον ἕλκων τὸ ἅρμα, ἐκ τῶν ἔμπροσθεν κατά τε αὐχένας καὶ πλευρὰς ὡς οἱ ζευγηλάται τῇ μάστιγι τοὺς ἵππους προκαλούμενος, ἤπου καὶ πλήττων, ἤλαυνε συσχὼν καὶ ὑποζεύξας αὖθις κατὰ τὸ σιωπώμενον αὐτούς. ὤκνησε γὰρ ἐπιβῆναι ἅρματος, κρίνας πεζῇ [779] θριαμβεῦσαι δεδυστυχηκότα ἑαυτόν.

(v. 534) Διὸ καὶ οἰκτείρεται. οἰκτείρειν δὲ κυρίως τὸ λαλεῖν λόγους, οἳ κινοῦσιν εἰς οἶκτον ἤτοι ἔλεον.

(v. 536) Τοιοῦτος δὲ καὶ ἐνταῦθα λόγος τὸ "λοῖσθος ἀνὴρ ὁ ἄριστος" καὶ ἑξῆς. Τὸ δὲ λοῖσθος παρονομασθὲν μετ' ὀλίγα λοισθεύς εὑρεθήσεται ὁμοίως τῷ Μελάνθιος Μελανθεύς, ἡνιοχεύς.

(v. 538) Τὸ δέ "δεύτερα" ὤφειλε μὲν δεύτερον εἶναι ὡς πρὸς τὸ ἀέθλιον, καθὰ καὶ προδεδήλωται, ἵνα ἦν δῶμεν ἀέθλιον δεύτερον. ἐπληθύνθη δὲ Ἀττικῶς καὶ αὐτό, ἵνα καὶ τῷ μετρῷ χρησιμεύσῃ. οὐχ' ὑποκοριστικὸν δὲ οὐδὲ τὸ ἀέθλιον. οὐ γὰρ εἴωθεν ἁπλῶς οὕτω σχηματίζειν ὁ ποιητὴς ὑποκορισμούς, ὡς καὶ ἐν ἄλλοις ἐφάνη. παρωνόμασται δὲ ἐκ τοῦ ἄεθλον ὁμοίως τῷ ἴχνιον καὶ τοῖς τοιούτοις.

(v. 539) Τὸ δὲ "ἐπῄνεον" ἐδίπλασεν ὁ ποιητής, εἰπὼν εὐθὺς πάλιν κατωτέρω "ἐπῄνησαν γὰρ Ἀχαιοί", καὶ δηλοῖ τῇ ταὐτολογίᾳ τὴν τοῦ ἐπαίνου ἐπιμονήν. τοῦ δὲ ἐπαινῆσαι καὶ μετ' ὀλίγα κεῖται χρῆσις, καὶ παρ' Ἡσιόδῳ δὲ ἐν τῷ "τὴν μέν κεν ἐπαινήσειε νοήσας". Ὅτι ἑλομένου, ὡς ἐρρέθη, τοῦ Ἀχιλλέως Εὐμήλῳ τῷ ἀρίστῳ μέν, δυστυχήσαντι δέ, δοῦναι τὸ δεύτερον ἀέθλιον, ἀντεχόμενος αὐτοῦ ἐναγωνιώτερον ὁ Ἀντίλοχός φησιν

(v. 543-547) "ὦ Ἀχιλλεῦ, μάλα τοι κεχολώσομαι, αἴ κε τελέσσῃς τοῦτο ἔπος", τὸ δοῦναι δηλαδὴ Εὐμήλῳ δεύτερον ἄεθλον ὑστάτῳ ἥκοντι, "μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον· τὰ φρονέων, ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ' ἵππω αὐτός τ' ἐσθλὸς ἐών· ἀλλ' ὤφελεν ἀθανάτοισιν εὔχεσθαι, τό κεν", ἤγουν διὸ ἢ οὕτως ἄν, "οὔ τι πανύστατος ἦλθε διώκων". Καὶ ὅρα τὴν σύντομον τοῦ Νεστορίδου ῥήτορος ἀντίθεσιν καὶ λύσιν. εἰπὼν γὰρ τοῦτο φρονεῖν τὸν Ἀχιλλέα δικαιολογικῶς, ὅτι ἐσθλὸς ἀνὴρ ὁ Εὔμηλος αὐτός τε ἐβλάβη καὶ τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ διὰ τοῦτο ἐλεητέον καὶ δοτέον αὐτῷ τὸ γοῦν δεύτερον ἔπαθλον, λύει φάμενος ὅτι ὤφειλεν εὔξασθαι, καὶ οὐκ ἂν τοιαῦτ' ἔπαθε. καὶ ἔστι, φασίν, ἡ λύσις δεινή. ἡ μὲν γὰρ ἀντίθεσις δυστυχίαν Εὐμήλου προβάλλεται, ἡ δὲ λύσις περιφρονήσεως τοῦ θείου αἰτιᾶται αὐτόν, καί πως λέγει ὡς, εἰ καὶ διὰ δυστυχίαν ἄξιος οἴκτου Εὔμηλος, ἀλλὰ μίσους ἄλλως ἄξιος, ὅτι μὴ ηὔξατο. ἔνθα νοητέον καὶ ὅτι κατὰ τὸ σιωπώμενον ὁ Ἀντίλοχος ηὔξατο φθάσας περὶ νίκης. οὐ γὰρ ἂν ἄλλως ὠνείδιζεν [780] Εὐμήλῳ τὸ μὴ εὔξασθαι.

(v. 541 s.) Ὅτι δὲ δικανίζει ὁ νεανίας ἐνταῦθα, ἐπεσημήνατο ὁ ποιητὴς ἐν τῷ "Ἀντίλοχος, μεγαθύμου Νέστορος υἱός, Πηλείδην Ἀχιλῆα δίκῃ ἠμείψατο ἀναστάς", ἤγουν δικανικῶς. τινὲς δὲ ἀντὶ τοῦ δικαίως τὸ "δίκῃ" φασίν. Ἰστέον δὲ ὅτι τὸ "Νέστορος υἱός" οὐ λίαν ἐκ περιττοῦ κεῖται, ἀλλ' εἰς ἔμφασιν τοῦ καὶ τὸν υἱὸν ῥητορικόν, ὡς εἰκός, εἶναι τοιοῦδε ῥήτορος ἐκγενόμενον.

(v. 543) Τὸ δὲ "κεχολώσομαι" μετὰ ἁπλουστάτης διαθέσεως, ἔτι δὲ καὶ κατὰ τὴν ἐν δίκαις προαναφώνησιν εἴρηται. διὸ καὶ ἐμείδησεν Ἀχιλλεὺς καὶ μᾶλλον, ἐπεὶ προσέθετο εἰπεῖν ὁ ἑταῖρος ὡς εἴπερ αὐτὸν οἰκτείρεις, ἔστι σοι πολλά, ὧν ἀνελὼν δὸς καὶ μεῖζον ἄεθλον. δῆλον γὰρ ὡς οἰκτιρμοῦ χάριν δώσεις καὶ οὐχ' ὡς ἀέθλιον. ἔτι δὲ μάλιστα ἐμείδησεν, ἐπεὶ ἔφη περὶ τῆς ἵππου καὶ χερσὶ μαχήσεσθαι τῷ βουλομένῳ πειρηθῆναι, καθά που καὶ Ἀχιλλεὺς ἔφη "τῶν δ' ἄλλων, ἅ μοί ἐστι θοῇ παρὰ νηΐ, τῶν οὐκ ἄν τι ἕλοις". εὐγένειαν τοίνυν οἰκείαν ὁ ἥρως ἐν τῷ Ἀντιλόχῳ φαντασάμενος μειδιᾷ. καὶ ἄλλως δὲ μειδιᾷ ὁ γλυκὺς εἰπεῖν Ἀχιλλεύς, ἐπεὶ καὶ τῷ Ἀντιλόχῳ ἀστεία ἡ ὅλη λαλιὰ φαίνεται.

(v. 558-562) Τοίνυν ἀποτεινόμενος ἀστείως πρὸς τὸ "κεχολώσομαι" ὡς οἷα δεσποτικῶς ῥηθέν φησιν "εἰ μὲν δή με κελεύεις καὶ οἴκοθεν ἄλλο Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσω· δώσω οἱ θώρηκα", καὶ ἑξῆς. καὶ δίδωσιν εὐθὺς Εὐμήλῳ μεῖζον ἄεθλον τὸν τοῦ Ἀστεροπαίου, ὡς ἐρρέθη, θώρακα, κλισίηθεν ἀχθέντα. [Ἰστέον δὲ ὅτι καὶ τὸ "κεχολώσομαι" δικανικῶς ἐνταῦθα ὑπολαλεῖται. ἄμυναν γὰρ ἡ λέξις παρεμφαίνει, εἴγε καὶ μάχην μελετᾷ ὁ τοῦτο εἰπὼν Ἀντίλοχος περὶ τῆς ἵππου. ἀμύνεσθαι δὲ καὶ μάχεσθαι οὐκ ἂν εἴη δίχα τοῦ καὶ χολοῦσθαι. ὅτι δικανικόν ἐστι καὶ τὸ [781] ἀμυντικόν, δηλοῖ ὁ ἐθελήσας ὁρίσασθαι τὴν ῥητορικὴν διὰ τοῦ "ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ".]

(v. 544) Τὸ δὲ "μέλλεις ἀφαιρήσεσθαι ἄεθλον" ἀορίστως εἶπε, δυνάμενος μὲν εἰπεῖν· ἀφαιρήσεσθαί με, ὀκνήσας δὲ τάχα διὰ τὸ δεδιέναι τὸν Μενέλαον ὡς ἐρίσει δικαίως αὐτῷ τοῦ δευτερείου. διό φησι ὅτι ἁπλῶς ἄεθλον ἀφαιρήσῃ, ἑτέρῳ οὐ μὴν τῷ Εὐμήλῳ προσῆκον.

(v. 547) Τὸ δὲ "οὔ τι πανύστατος ἦλθεν" ὑπὲρ ἑαυτοῦ ὁ ῥήτωρ παῖς ἔφη. ὡς γάρ τινος λέξοντος· καὶ πῶς σὺ εὐξάμενος οὐκ ἦλθες πρῶτος, λέγει μονονουχὶ ὅτι οὐ μὴν οὐδὲ πανύστατος ἦλθον, ὅ ἐστι δεύτατος, ἀλλὰ δεύτερος μετὰ τὸν πρῶτον.

(v. 548-552) Ἰστέον δὲ ὅτι πλουσίου δωρουμένου τὸ ἀλλότριον φίλῳ τινὶ κωλυτικὸν τὸ "εἰ δέ μιν οἰκτείρεις καί τοι φίλος ἔπλετο θυμῷ, ἐστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς καὶ πρόβατα, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι, τῶν οἱ ἔπειτ' ἀνελών", ἤτοι ὕστερον λαβών, "δόμεναι", ἤγουν δός "καὶ μεῖζον ἄεθλον, ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ' αἰνήσωσιν Ἀχαιοί" τυχόν, ἢ οἵδε τινές.

(v. 558 s.) Ὁ δὲ τοιοῦτος πλούσιος ἔχοι ἂν ἀποκρινεῖσθαι τὸ "εἰ μὲν δή με κελεύεις καὶ οἴκοθεν" καὶ ἑξῆς. καί εἰσιν ἐκεῖνα μὲν Ἀντιλόχου λόγοι, ταῦτα δὲ Ἀχιλλέως.

(v. 555 s.) Οὗ ἡ πρὸς Ἀντίλοχον φιλία φαίνεται καὶ ἐν τῷ "μείδησεν Ἀχιλλεὺς χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος".

(v. 553) Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι οὐχ' ὡς κτήματος διὰ σμικρολογίαν ἀντιποιεῖται τῆς ῥηθείσης ἵππου Ἀντίλοχος, ἀλλ' ὡς ἐπάθλου, χρηστοῦ, φασί, νέου ἦθος ἔχων, καὶ φιλότιμος ὢν περὶ νίκην, ὃ φύσει πάντες πάσχομεν νικᾶν ἐθέλοντες. διὸ οὐ φθονεῖ καὶ μεῖζον δοθῆναι τῷ ἀντιπάλῳ, κτῆμα πάντως ἐκείνῳ καὶ δῶρον λογισθησόμενον. αὐτὸς δ' αἱρεῖται τὸ ἔλαττον, ποιότητι μεῖζον [782] κρίνων αὐτό. διὸ καὶ Ἀχιλλεὺς ἀγαλλιασάμενος ποιεῖ οὕτω. καὶ ἑτέρως δὲ φράσαι, τιμῆς ἀντιποιεῖται Ἀντίλοχος, καὶ οὐ χαίρει γέρας ἀφαιρούμενος οἰκεῖον, ἀλλὰ δικαιολογεῖται περὶ τούτου τῷ Ἀχιλλεῖ, ὃς πεπειραμένος οἶδεν οἷόν ἐστιν ἡ τοῦ γέρως ἀφαίρεσις.

(v. 553 s.) Φράζει δ' Ἀντίλοχος οὕτω περὶ τοῦ δευτερείου, ἤγουν τῆς ἵππου "τὴν δ' ἐγὼ οὐ δώσω· περὶ δ' αὐτῆς πειρηθήτω ἀνδρῶν ὅς κ' ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι". περιμάχητος ἄρα ἡ ἵππος αὕτη. Ὅτι δὲ τὸ χερσὶ μάχεσθαι διαστολὴν ἔχει τοῦ θυμομαχεῖν καὶ λογομαχεῖν, προδεδήλωται. ὡς δὲ ἡδέα τὰ ἔπαθλα, δηλοῖ μὲν καὶ ἡ ἄρτι ἔρις, καὶ ἐφεξῆς δὲ ἡ κατὰ τὸν Μενέλαον, καὶ τὸ

(v. 565) "Εὐμήλῳ ἐν χερσὶ τίθει" τὸν ῥηθέντα θώρακα, "ὃ δὲ δέξατο χαίρων", μάλιστα δὲ ἡ τούτων ἡδύτης ἐν τῇ κοινῇ τῶν ἀεθλευόντων ὑπολήψει σαφῶς διαφαίνεται ἀεί. Ὅρα δὲ [ὅτι τε προκλητικὸν τῶν ἐφεξῆς τὸ "περὶ δ' αὐτῆς πειρηθήτω" καὶ ἑξῆς. οἶδε γὰρ ὁ ἀγχίνους Νεστορίδης ὡς ἐρίσει δι' αὐτὴν ὁ Μενέλαος, καὶ] ὅτι ἐν τῷ "πρόβατα καὶ δμῳαὶ καὶ μώνυχες ἵπποι" ἁπλοϊκῶς καὶ οὐ κατά τινα τιμίαν τάξιν ὁ Ἀντίλοχος ἔφρασεν οἷα καὶ σχεδιάζων καὶ χολούμενος. [Διὸ καὶ δυσὶν ἐνταῦθα εἰς οὐδὲν δέον ἐχρήσατο συνεκδοχαῖς, ἤγουν συλλήψεσι, μνείᾳ μὲν προβάτων συνεκδεξάμενος καὶ βόας καὶ αἶγας, ἵππους δέ γε τοὺς ποθεινοὺς ἰδίᾳ ἐκλαλήσας,

(v. 551) τῷ ἀνελεῖν δέ, ἤγουν κάτωθεν ἐκ γῆς ἀναλαβέσθαι, χρυσὸν καὶ χαλκὸν καὶ τοιαῦτα συλλαβὼν καὶ πρόβατα καὶ ἵππους καὶ λοιπά, ὧν οὐκ ἔστιν οἰκεῖον τὸ ἀνελεῖν. δοκεῖ δὲ ἀστείως ἐν τῷ "χρυσὸς πολύς" ὑποδάκνειν τὸν Ἀχιλλέα, εἰ οὕτω πολύχρυσος ὢν βραχύ τι χρυσοῦ προὐβάλλετο εἰς ἀέθλιον.

(v. 553) Ἔχει δέ τι δριμὺ καὶ τὸ "τὴν δ' ἐγὼ οὐ δώσω", παρῳδηθὲν ἐκ τοῦ "τὴν δ' ἐγὼ οὐ λύσω", τὴν Χρυσηΐδα δηλαδή, ἧς Ἀγαμέμνων πρὸ τούτων ἀντεποιεῖτο περιέπων ὡς γέρας, καθὰ καὶ ὁ Μενέλαος ἀντιποιήσεται τῆς ἵππου μετ' ὀλίγα, πρὸς ὃν δυνήσεται εἰπεῖν ὁ Ἀντίλοχος τὸ "τὴν δ' ἐγὼ οὐ δώσω", καθὰ καὶ ὁ βασιλεὺς [783] ἐκεῖ ἔφη τὸ "τὴν δ' ἐγὼ οὐ λύσω". πρὸς ἃ δὴ μειδιᾷ ὁ Ἀχιλλεύς.]

(v. 566) Ὅτι μετὰ δίκην Ἀντίλοχος ἄεθλον τὸ δεύτερον λαβών, εἶτα δευτέροις ἀγῶσι περιπίπτει. ἀντιπίπτει γὰρ αὐτῷ Μενέλαος, ἐπείπερ αὐτὸν ἐνίκησε "κέρδεσι" κατὰ τὸν ποιητήν, "οὔ τι τάχει παρφθάμενος". καὶ τὸ ῥηθὲν ἆθλον, τὴν ἵππον, εἰς ἑαυτὸν ἕλκει. καὶ ἐπεὶ ἔφη Ἀντίλοχος "τὴν δ' ἐγὼ οὐ δώσω, περὶ δ' αὐτῆς πειρηθήτω" καὶ ἑξῆς, οὐ κεχολώσεται κατ' ἐκεῖνον ὁ Μενέλαος,

(v. 566-568) ἀλλὰ ἤδη χολοῦται ἄμοτον καὶ ἀνίσταται "θυμὸν ἀχεύων". καὶ ὁ κῆρυξ μὲν σκῆπτρον ἐν χερσὶν αὐτῷ τίθησι καὶ σιωπῆσαι κελεύει Ἀργείους,

(v. 5708) Μενέλαος δέ φησιν "Ἀντίλοχε, πρόσθε πεπνυμένε, ποῖον ἔρεξας; ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους, τοὺς σοὺς πρόσθε βαλών, οἳ πολὺ χείρονες ἦσαν. ἀλλ' ἄγετε Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες", ὃ καὶ ἐν ἄλλοις ἐγράφη, "ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μηδ' ἐπ' ἀρωγῇ, μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν· Ἀντίλοχον ψεύδεσι βιησάμενος Μενέλαος οἴχεται ἵππον ἄγων, ὅττι οἱ", τουτέστι τῷ Ἀντιλόχῳ, "πολὺ χείρονες ἦσαν ἵπποι, αὐτὸς δέ", ἤγουν ὁ Ἀντίλοχος, "κρείσσων ἀρετῇ τε βίῃ τε".

(v. 574) Οὕτως εἰπὼν ὁ Μενέλαος, καὶ "δικάσσατε", φάμενος, "εἰς μέσον", ἤγουν ἐξ ἴσου, ἵνα μέσοι γένησθε καὶ μὴ ἑτεροβαρεῖς, ὥς φασιν οἱ παλαιοί, οὗ δὴ ἐκ παραλλήλου ἐφερμηνευτικὸν τὸ "μήδ' ἐπ' ἀρωγῇ", ταὐτὸν γὰρ τὸ "ἐς μέσον" καὶ τὸ "μηδ' ἐπ' ἀρωγῇ", ἤτοι μέσως καὶ μὴ κατὰ χάριν. οὕτω τοίνυν ζητήσας δικάσασθαι ὁ βασιλεὺς οἷα θαρρῶν τῷ δικαίῳ καὶ ὡς οὔτις αὐτοῦ καταψηφιεῖται, μεταβουλεύεται ταχὺ καὶ τὸ τίμιον καὶ βασιλικὸν φυλάττων ἑαυτῷ τοὺς μὲν αἱρετοὺς ἀφίησι δικαστάς, γνωματεύει δ' αὐτὸς ἐκεῖνος κρίνας,

(v. 579-585) καί φησιν "εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω καί μ' οὔ τινά φημι ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται. Ἀντίλοχ', αἲ δ' ἄγε δεῦρο, διοτρεφές, ᾗ θέμις ἐστί, στὰς ἵππων προπάροιθε [784] καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην χερσὶν ἔχων ῥᾳδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, ἵππων ἁψάμενος γαιήοχον ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι". ταῦτα τὰ τοῦ Μενελάου, μὴ φέροντος ἢ νικηθῆναι ἢ λαβεῖν μὲν τὸ ἆθλον, δόξαι δὲ βιάσασθαι τὸν αὐτοῦ ἡνιοχικώτερον καὶ διὰ τὸ ἀξίωμα πλεονεκτεῖν. τηρητέον δὲ ὅτι ἔνια καὶ τῶν ἐνταῦθα ῥηθέντων ἐπῶν δύνανται παραπλακῆναι λόγῳ πεζῷ, οἷον ἐπὶ ἀνδρὸς θαρροῦντος τῷ δικαίῳ ῥηθήσεται τὸ "ἀλλ' ἄγετε", ὦ δεῖνα, καὶ ἑξῆς ἕως τοῦ "μή ποτέ τις εἴπῃσι" τάδε. ὁ δὲ τοιοῦτος εἴπῃ ἂν καὶ τὸ "εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω", καὶ ἑξῆς ἕως τοῦ "ἰθεῖα γὰρ ἔσται".

(v. 579) Σημείωσαι δ' ἐν τούτοις καὶ ὅτι τὸ "εἰ δ' ἄγε δικάσω" κάλλιόν ἐστι νοηθῆναι ἀντὶ τοῦ "εἰ δὲ βούλει, ἄγε", καθὰ καὶ ἀλλαχοῦ ἡρμήνευται, ἤπερ εἰπεῖν· εἴα δὲ ἄγε, καθὰ καὶ αὐτὸ εἴρηται.

(v. 581) Προϊὼν γὰρ εὐθὺς λέγει "Ἀντίλοχ', αἲ δ' ἄγε δεῦρο", καὶ ἑξῆς. τὸ γὰρ "αἲ δ' ἄγε" ταὐτὸν τῷ "ἐὰν δ' ἄγε" καὶ τῷ "εἰ δ' ἄγε". καὶ δύναται μὲν γραφῆναι καὶ αὐτὸ "Ἀντίλοχ' εἰ δ' ἄγε", τὰ δὲ πλείω καὶ ἀκριβέστερα τῶν ἀντιγράφων "αἲ δ' ἄγε" φασὶν ὁμοίως τῷ "αἲ δὲ λῇς", ἀντὶ τοῦ ἐὰν θέλῃς, καὶ τῷ "αἴ κεν ἄτερ σπείρου κεῖται", καὶ τοῖς ὁμοίοις.

(v. 567) Ἰστέον δὲ καὶ ὅτι "ἄμοτον" καὶ νῦν τὸ πλῆρες ἁπλῶς καὶ μὴ κενὸν καὶ μότου δεόμενον.

(v. 570) Τὸ δὲ "πρόσθε πεπνυμένε" δεξιῶς εἴρηται. ὁμολογεῖ γὰρ φρόνιμον τὰ πρὶν τὸν Ἀντίλοχον εἶναι, ἵνα πιστευθῇ μὴ πεπνῦσθαι νῦν αὐτόν. ἐνταῦθα δὲ φθάνει καὶ ἀπολογίαν τοῦ Ἀντιλόχου ἀνατρέπων. ἵνα γὰρ μὴ ἁπλότητα ἤθους ἐκεῖνος προβαλεῖται, φησὶν "πρόσθε πεπνυμένε", ὃ δή, φασί, μεῖζον ἀποφαίνει τὸ ἔγκλημα· ὁ γὰρ πεπνυμένος οὐχ' ἁπλοῦς, ὅθεν καὶ ἑκὼν ἥμαρτε δολιευσάμενος. Τὸ δὲ "ἔρεξας" διὰ μέτρον οὐ διπλασιάζει τὸ ρ. Τὸ δὲ "ποῖον ἔρεξας" καλῶς κεῖται. τί μὲν γὰρ ἔρεξεν, οὐκ ἐρωτᾷ, ὡς πᾶσι δῆλον ἐκ θέας.

(v. 571 s.) Πολυπραγμονεῖ δὲ τὴν τοῦ πραχθέντος φαύλην ποιότητα, ἣν καὶ ἑρμηνεύει ἐπαγαγὼν τὸ "ᾔσχυνας μὲν ἐμὴν ἀρετήν", καὶ ἑξῆς. λέγει δὲ καὶ [785] νῦν ἀρετήν, ὡς καὶ κατωτέρω, τὴν ἡνιοχικήν. [Ὅρα δ' ἐνταῦθα καὶ τὸ "ᾔσχυνας" καιρίως λεχθὲν καὶ οὐ μόνον διότι ἀντὶ κάλλους αἰσχύνη, τὸ ἐναντίον τῷ κάλλει, καταχέεται τοῦ προσώπου τοῖς ἡττωμένοις, ἀλλὰ καὶ ὅτι καλὸν μὲν ἀρετὴ πᾶσα, αἰσχρὸν δὲ ἐξ ἐναντίου ἅπασα κακία. αἱ δέ γε κατὰ ψυχὴν ἀρεταί, ὅσαι τε κατὰ πρᾶξιν καὶ αἱ διανοηταί, ἤδη καὶ κάλλισται, ὡς λείπεσθαι τὰς αὐταῖς ἀντιθέτους κακίας αἰσχίστας εἶναι καὶ ἀναλόγως αἰσχύνειν τοὺς ἐνισχομένους αὐταῖς.] Τὸ δὲ "ἔβλαψας ἵππους" κυριολεκτεῖται καὶ νῦν ὡς ἐπὶ ἐμποδισμοῦ.

(v. 572) Τὸ δὲ "τοὺς σοὺς ἵππους πρόσθε βαλών" ἀντὶ τοῦ ἐπιτυχῶς ἀγαγὼν ἔμπροσθεν, ὁποῖόν τι μετ' ὀλίγα καὶ τὸ "πλήθει πρόσθε βαλόντες".

(v. 574) Τὸ δὲ "ἐς μέσον δικάσατε μηδ' ἐπ' ἀρωγῇ ἀντὶ τοῦ μέσως καὶ δικαίως, ὡς εἴρηται.

(v. 576 s.) Τὸ δὲ "Ἀντίλοχον ψεύδεσι βιασάμενος οἴχεται ἵππον ἄγων" ἀποστατικῶς ῥηθὲν καὶ ἀσυνδέτως κατὰ ἦθος θυμοῦ δοκεῖ καὶ ἔλλειψίν τινα ἔχειν. τὸ δὲ ἀνελλιπὲς ἦν φράσαι οὕτως· μή ποτέ τις εἴπῃ ὡς Ἀντίλοχον ἐβιάσατο Μενέλαος.

(v. 578) Τὸ δὲ "βίῃ τε" λόγον ἔχει ὡς τῶν ψογερῶν αἰτιασομένων τὸν βασιλέα οἷα μήτε ἀρετῆς εὖ εἰδότα ἡνιοχικῆς μήτε ῥωμαλέον ὡς δύνασθαι βιάζεσθαι καὶ περιάγειν θρασεῖς ἵππους ὅποι χρή.

(v. 580) Τὸ δὲ "ἰθεῖα" ἐλλιπῶς καὶ αὐτὸ εἴρηται. εἴληπται γὰρ ἀπὸ κοινοῦ τὸ δίκη ὄνομα ἐκ τοῦ δικάσασθαι ῥήματος. εἰς δὲ σαφήνειαν τῆς τοιαύτης λέξεως χρήσιμον καὶ Ἡσιόδου τὸ "ἰθεῖαν ἔνειμαν", ἤτοι τὴν εὐθυτάτην δίκην. ἔστι δὲ καὶ ἐν Ὀδυσσείᾳ σχῆμα τοιοῦτον, ἔνθα ἑπταχῇ διαμοιρᾶται ὁ Εὔμαιος.

(v. 581) Τὸ δὲ "ᾗ θέμις ἐστίν" ἔοικε δηλοῦν μὴ πρὸς Μενελάου πρώτου ἐπινοηθῆναι τὴν ἐνταῦθα κρίσιν, ἀλλ' οὕτως ἐκ παλαιοῦ τὰ τοιαῦτα θεμιστεύεσθαι. [Ὡς δὲ καὶ περισπᾶται, καὶ αὖ πάλιν ὀξύνεται ἄλλως τὸ ἥ, ἐν τῷ [786] "ἣ θέμις" δεδήλωται καὶ ἐν ἄλλοις.]

(v. 583) Ῥᾳδινὴ δὲ ἱμάσθλη ἡ λεπτὴ καὶ μακρὰ κατὰ τοὺς παλαιούς, καὶ διὰ ταῦτα καὶ λιγυρά. δοκεῖ δὲ γίνεσθαι ἢ παρὰ τὸ ῥᾷον δινεῖσθαι, ἤτοι κάμπτεσθαι, διὰ λεπτότητα, ἢ παρὰ τὸ ποιεῖν τοὺς ἵππους ῥᾷον ἰέναι πλεονασμῷ τοῦ δ.

(v. 582 s.) Ἐν δὲ τῷ "αὐτὰρ ἱμάσθλην χερσὶν ἔχων" δοκεῖ περιττὸς εἶναι ὁ σύνδεσμος τεθεὶς ἀντὶ τοῦ δή. δῆλον δὲ καὶ ὅτι συγκέκοπται ἡ ἱμάσθλη διὰ τὸ εὐφωνότερον. τὸ γὰρ ἐντελὲς ἱμαμάσθλη ἐστίν, ὡς οἷον εἰπεῖν· ἱμάς μάσθλης, τουτέστι λῶρος μεμαλαγμένος.

(v. 584) Τὸ δὲ τῶν ἵππων ἅψασθαι βούλεται τοῖς ἵπποις τὸ τῆς ἐπιορκίας κακὸν κατασκήπτειν, εἰ ὁ ἡνίοχος ψεύσεται, ὥσπερ καὶ τὸ τὴν ἱμάσθλην ἔχειν αἴνιγμά ἐστι τοῦ καὶ αὐτὴν καὶ τὴν κατέχουσαν χεῖρα εἰς ἀχρεῖον ἐλθεῖν, ὃ τοῖς ἐπιορκοῦσιν ὀφείλεται.

(v. 585) Τὸ δὲ "ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν ἅρμα δόλῳ πεδῆσαι" φανερῶς δηλοῖ ὅτι καὶ ἐν τῇ υ΄ ῥαψῳδίᾳ εἰς τὸ "μὴ μὲν ἐγὼ Βρισηΐδι χεῖρα ἐπενεῖκαι" λείπει τὸ ὄμνυμι, ἵνα λέγῃ ἐκεῖ· ὄμνυμι μὴ βιάσασθαι τὴν κόρην. Τὸ δὲ "πεδῆσαι" δριμέως εἴρηται. τὸ γὰρ κωλῦσαι τοῦ δρόμου πεδῆσαί φησιν ὁ βασιλεύς, αὐξάνων τὸ τοῦ νεανίσκου ἀδίκημα. φθάσας μέντοι ἐρωῆσαι εἶπε τοὺς ἵππους ὁ ποιητής, πρὸ δὲ ὀλίγων καὶ βλαβῆναι ἔφη αὐτούς. Σημείωσαι δὲ καὶ ὅτι οὐκ ἐξῆν ἐν τοῖς ἀγῶσι δόλους τεχνάζεσθαι. διὸ δίκην ἔλαχεν Ἀντίλοχος δόλου. ὡς εἰ μὴ τοῦτ' ἦν, τί ἐκώλυε καὶ ἐν τοῖς ἑξῆς τὸν ὄπισθεν τρέχοντα πεζὸν καὶ τὰ ἴχνη τοῦ ἀντιτρέχοντος τύπτοντα χερσὶν αὐτοῦ λαβέσθαι ἢ προῶσαι καὶ καταβαλεῖν εἰς γῆν; δῆλον δὲ καὶ ὡς οὐ δύσερις ὁ Μενέλαος, ἑαυτὸν ἐκδικῶν ἐφ' οἷς ἐδηλώθη, ἀλλ' αὐτὸς μὲν ἀληθῶς ἤπιος ὁ παραχρῆμα φιλοτίμως διαλυσάμενος, ἡ δὲ ῥᾳδιουργία κολαστέα παρὰ τὴν ἡρωϊκὴν πανουργευσαμένη ἁπλότητα. οὕτω καὶ Ἀχιλλεὺς τῷ βασιλεῖ ἐπιμεμφόμενός φησιν "ἐκ [787] γὰρ δή μ' ἀπάτησε καὶ ἤλιτεν", ὅ ἐστιν ἥμαρτεν, ἀφ' οὗ ὁ ἀλιτρός. [Ἰστέον δὲ ὅτι ἡ τοῦ Ἀντιλόχου κατὰ Μενελάου περιεργία, καθ' ἣν παρατρέψας ἵππους ἐκτὸς ὁδοῦ καὶ ὀλίγον παρακλίνας ἤνυσε κατὰ σπουδὴν εὖ τὸ τοῦ δρόμου τέλος δοκεῖ συμβάλλεσθαί τι καὶ εἰς Πυθαγορικὸν ῥητὸν ἐκεῖνο τὸ "λεωφόρους ὁδοὺς μὴ στεῖχε". τὸ δὲ ἦν, φασίν, ἶσον τῷ "γνώμῃ πολλῶν μὴ ἀκολούθει". εὐθεῖαν μὲν γὰρ ἄγει ὁ χρώμενος ἡγεμόνι μόνῳ τῷ νόῳ, τῶν δ' ἄλλων ἕκαστος ὅ τι ἂν δόξοι ἀποφαίνεται, ὡς κἀνταῦθα Μενέλαος μὲν ἄλλα ἐβούλετο, τῆς λεωφόρου αὐτὸς ὤν, Ἀντιλόχου δὲ ἄλλως ὁ νοῦς ἡγήσατο, παρακλιδὸν ἐλάσαντος καί, ὡς ἂν ὁ Καλλίμαχος εἴποι, δραμόντος "ἑτέρων ἴχνια μὴ καθ' ὁμά", "εἰ καὶ στεινοτέρην" ἤλασεν, ὡς εἰκός, καθὰ καὶ αὐτὸ ἐκεῖνος ἔφη.]

(v. 586-595) Ὅτι ὁ Ἀντίλοχος λαλῶν μετὰ τὸν Μενέλαον τοιαῦτά φησι "ἄνσχεο νῦν", ἤτοι ἀνάσχου, "πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι σεῖο, ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων. οἶσθ' οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι· κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. τῷ τοι ἐπιτλήτω κραδίη. ἵππον δέ τοι αὐτὸς δώσω, τὴν ἀρόμην. εἰ καὶ νύ κεν οἴκοθεν ἄλλο μεῖζον ἀπαιτήσειας" ἢ μᾶλλον σαφέστερον "ἐπαιτήσειας", "ἄφαρ κέ τοι αὐτίκα δοῦναι βουλοίμην ἢ σοί γε, διοτρεφές, ἤματα πάντα ἐκ θυμοῦ πεσέειν καὶ θεοῖς εἶναι ἀλιτρός", ὡς εἰς τὸ θεῖον δηλαδὴ ἁμαρτανόντων τῶν τοῖς βασιλεῦσιν ἀντιβαινόντων. Ἰστέον δὲ ὅτι τὰ ῥηθέντα ἔπη, βραχύ τι παρῳδούμενα, δύνανται λέγεσθαι πρὸς νέου, ἐνδόξῳ γηραιτέρῳ εἴκοντος, καὶ ὅτι τὸ "οἶσθα γάρ" καὶ ἑξῆς ἕως τοῦ "λεπτὴ δέ τε μῆτις" γνωμικῶς εἴρηνται, δι' ὧν ὑπογράφεται φύσις νεότητος. Ὅρα δὲ καὶ ὅπως ὁ Ἀντίλοχος ὑποπίπτει τῷ βασιλεῖ καὶ ἑαυτὸν ὑποβιβάζων ἐξαίρει ἐκεῖνον κἀντεῦθεν πραΰνει, καὶ οὕτω μεθεμένου ἐκείνου λαμβάνει ἀμάχως τὸ ἔπαθλον. [788] λόγος γὰρ ἀφελής τε καὶ ἐπιεικὴς οἶδε μαλθάσσειν ὀργήν. ποιεῖ δὲ οὕτως Ἀντίλοχος, οἷα τὴν ψευδορκίαν εὐπαιδεύτως εὐλαβηθείς.

(v. 589) Ὑπερβασίαι δὲ αἱ παραβάσεις τοῦ δέοντος, αἷς ὡς ἐπὶ πολὺ ἁλίσκονται νέοι, ὁποῖος καὶ ὁ Νεστορίδης, πολὺ νεώτερος ἱστορούμενος εἶναι τοῦ Μενελάου, νέου δηλαδὴ καὶ αὐτοῦ ὄντος.

(v. 590) Σημείωσαι δὲ ὅτι οἷς ἑαυτὸν ὁ Ἀντίλοχος ταπεινοῖ, ἐμπλέκει λεληθότως τῷ καθόλου καὶ οἰκεῖον ἐγκώμιον, ταχύτερον εἰπὼν εἶναι τῷ νέῳ τὸν νοῦν, λεπτὴν δὲ τὴν βουλήν, ὡς τοῦ Μενελάου μὴ τοιούτου δῆθεν ὄντος, ἀλλὰ βραδὺν καὶ παχὺν ἔχοντος νοῦν.

(v. 589) Καὶ τὰς ὑπερβασίας δὲ οὐ τραχύνει. οὐ γὰρ εἶπε δειναὶ ἢ βαρεῖαι ἢ ὑπερφίαλοι ἤ τι τοιοῦτον, ἀλλὰ ἀορίστως "οἷαι" ὅπερ μέση λέξις ἐστί, [καθάπερ ἴσως καὶ ἡ ὑπερβασία, εἴ τις αὐτὴν ἀντὶ τοῦ ὑπερβαίνειν λήψοιτο. ὑπερβαίνειν γὰρ οὐ μόνον τὸ ἁμαρτάνειν, ἀλλὰ καὶ τὸ ὑπερνικᾶν πρὸς ὁμοιότητα τοῦ ὑπερτρέχειν καὶ ὑπερελαύνειν καὶ ὑπερακοντίζειν καὶ ὑπερβάλλειν. καὶ τοιαύτη μὲν ἡ μία ἐπιφάνεια τῆς Ὁμηρικῆς δίπλακος, ἣν ὁ σοφὸς νεανίας ἐξύφηνε, μεμαθηκὼς ἐκ τοῦ σοφωτάτου πατρὸς εὖ ὑφαίνειν μύθους. ἐν ᾗ ἐπιφανείᾳ παραυγάζει ἔννοιαν κατὰ τοῦ ἄνακτος Μενελάου, ὡς εἴρηται. ἡ δὲ ἑτέρα, καθ' ἣν σχηματίζει καταλαλεῖν ἑαυτοῦ ‑ οὐ [789] δήπου γὰρ ἀνέδην κακολογῆσαι τὸν βασιλέα προὔθετο ‑ τοιάδε τίς ἐστι.

(v. 590) Κραιπνὸν μὲν ἑαυτῷ μαρτύρεται νόον καὶ διὰ τοῦτο δῆθεν οὐδὲ ἀσφαλῆ. κατὰ γὰρ τὸν φιλόμηρον Σοφοκλῆ "οἱ ταχεῖς φρονεῖν οὐκ ἀσφαλεῖς" εἰσι. Λεπτὴν δὲ μῆτιν λέγει τὴν αὑτοῦ ὡς οἷα μηδὲν ἁδρὸν καὶ στερρὸν προμηθουμένου. οὐ γὰρ ἔπαινος ἐμφανῶς ἡ λεπτὴ μῆτις, εἴ τις ἐπὶ νοῦν φέρει τὸ "βράσσων τε νόος λεπτὴ δέ τε μῆτις", ἤγουν ἰσχνή, εὐδιάλυτος, εὐδιάρρηκτος, οὐ δραστήριος, ἀπαχής. τοῦτο δὲ ἀπὸ ἰσχνῶν μετῆκται σωμάτων, οἷς οὐδέν τι γενναῖόν ἐστιν ἀνύειν, ἵνα λέγῃ ὁ Ἀντίλοχος μηδὲν καινὸν εἶναι, εἰ νέος ὢν σοφὸς μέν ἐστι, οὐ φρόνιμος δέ. πρὸς δὲ ταῦτα νοεῖται καὶ ἡ ὑπερβασία οὐκ ἐπ' ἀγαθῷ. καὶ τὸ "οἷαι" δὲ ὁμοίως διὰ τὸ μέσως ἔχειν πρὸς νοῦν ὅμοιον συμβιβάζεται. ἐσχημάτισται οὖν τὸ τοῦ Ἀντιλόχου γνωμικὸν διχῇ, σχιζόμενον εἴς τε τὸ ἑαυτὸν συνιστᾶν ὑπὲρ τὸν Μενέλαον, καὶ εἰς τὸ δῆθεν ψέγειν ἑαυτόν. ἔχει δέ τι] καὶ μεγαλόφρον ὁ τοῦ νέου λόγος, ἐν οἷς ἐμφαίνει τὴν ἵππον οὐκ ἐκ μέσου, ἀλλὰ παρ' ἑαυτοῦ διδόναι ὡς οἰκείαν, φασίν, οὖσαν, καὶ τοῦ ἄθλου ἑκὼν ἐξίστασθαι, ὡς δῆθεν τοῦ Μενελάου αἰτήσαντος. διὸ χώραν ἔχει καὶ τό, ὡς ἐρρέθη, ἐπαιτῆσαι.

(v. 592-595) Εἰ γὰρ ἐπὶ τῇ ἵππῳ καὶ ἄλλο τι μεῖζον αἰτήσειας, καὶ αὐτό, φησί, δώσω "αὐτίκα", οὐ μὴν δέει τινί, ἀλλ' ἵνα σὺν τῷ φιλεῖσθαί σοι μηδὲ θεομισὴς γένωμαι. οἱ δὲ παλαιοί φασι καὶ ὅτι διὰ τοῦ "καὶ ἄλλο τι μεῖζον", διδάσκει ὁ νεανίας ὡς καὶ τοῦτο οἴκοθέν ἐστι καὶ ἤδη ἐμόν.

(v. 592) Ὅρα δ' ἐν τούτοις καὶ τὴν ἀσφάλειαν τοῦ "ἣν ἀρόμην". οὐ γὰρ φανερῶς ἔφη τὴν ἐμὴν ἵππον, οὐδὲ ἣν ἔσχον ἔπαθλον, ἀλλὰ μέσως πως "ἣν ἠρόμην", ὅπως ἂν καὶ ἠρόμην. θέλει γὰρ δεῖξαι, ὡς οὐ πρόσθεν μόνον ἐπέπνυτο, ἀλλὰ καὶ νῦν πέπνυται, [καθὰ καὶ Ὅμηρος ἐπέκρινε, πεπνυμένον κἀνταῦθα εἰπὼν τὸν Ἀντίλοχον, εἰ καὶ ὁ Μενέλαος ἀφραδέως τε αὐτὸν εἶπεν ἐλάσαι καὶ "πρόσθε πεπνυμένον" ὠνόμασε.] Διὸ τὸν νοῦν πρὸς ἑαυτῷ ἔχων λαλεῖ ἐσκεμμένα.

(v. 588) Ὅθεν καὶ εἰπὼν "σὺ δὲ πρότερος", ἤτοι ἀρχαιότερος, ἐπήγαγε τὸ "καὶ ἀρείων", ἵνα μὴ τὸ [790] πρότερος νοηθείη φορτικῶς ὁμοίως τῷ ἀρχαιότερος, ὡς πολλαχοῦ φαίνεται. Τὸ δὲ "ἀρείων" συγκροτεῖ διὰ τοῦ "ἄναξ" καὶ διὰ τοῦ "διοτρεφές".

(v. 589 s.) Ἰστέον δὲ ὅτι τὸ ὑπερβασία καὶ τὸ ὑπερβαίνειν, ὃ ταὐτόν πώς ἐστι τῷ ὑπερπηδᾶν, προσφυῶς ἔχει πρὸς τὸ "κραιπνότερος νόος" κατά γε τὴν τροπήν. κραιπνοῖς γὰρ οἰκεῖον τὸ ὑπερπηδᾶν καὶ τὸ ὑπερπήδημα, οἷς ὅμοια τὸ ὑπερβαίνειν καὶ ἡ ἐξ αὐτοῦ ὑπερβασία, ἧς καὶ παρ' Ἡσιόδῳ χρῆσίς ἐστιν ἐν τῷ "ὑπερβασίαι δ' ἀλεγειναί".

(v. 595) Τὸ δὲ "ἐκ θυμοῦ πεσεῖν" ἔχει τι καὶ ὀνείδους, εἴπερ ὁ τοσοῦτος τὸν ἔσω τῆς ψυχῆς ἔξω βάλῃ αὐτῆς διὰ τὴν τυχοῦσαν ἵππον.

(v. 596 s.) Οὕτω δὲ διαθέμενος τὸν λόγον ὁ Νεστορίδης ἐν χερσὶ Μενελάου ἄγων ἐτίθει τὴν ἵππον, ὅ ἐστιν ἔβαλλεν, ἐδίδου, καθὰ καὶ ἀνωτέρω κῆρυξ ἐν χερσὶ σκῆπτρον ἔθηκεν. Τὸ μέντοι "ἐν χερσὶ τίθει" Νέστορος "ἀμφίθετον φιάλην" ἑρμηνείας οὐ δεήσεται, ὡς οὐδ' ἐπὶ τοῦ Λοκροῦ Αἴαντος τὸ "ἡμιτάλαντον χρυσοῦ ἐπιθήσω". ταῦτα δὲ ὅμοιά ἐστι πρὸς τὸ "δώσω οἱ θώρηκα", ὃ φθάσας εἶπεν ὁ ποιητής, ὡς καὶ τὸ ἐν χερσὶ τίθει" φιάλην "Νέστορι δῶκεν Ἀχιλλεύς", εἶπεν, εἰς ταὐτὸν ἄγων τὸ ἔθηκε καὶ τὸ ἔδωκεν. Ὅτι Μενέλαος Ἀντιλόχου εἴξαντος αὐτῷ τοῦ ἐπάθλου πάνυ χαίρει ὡς τιμηθείς.

(v. 597-599) Φησὶ γὰρ "τοῦ δὲ θυμὸς ἰάνθη ὡς εἴ τε περὶ σταχύεσιν ἑέρση ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι", ὅπερ λαληθῆναι οἰκεῖον ἐπὶ τοῦ μετὰ θυμὸν γαληνιάσαντος διὰ χρηστολογίας ἢ τοιούτου τινός.

(v. 600) Ἐνταῦθα δὲ ὁ ποιητὴς ἀποδεξάμενος τῆς ἐνηείας τὸν βασιλέα φησὶν ἐν σχήματι ἀποστροφῆς ἀποδιδοὺς τὴν παραβολήν "ὣς ἄρα σοι Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη", ὅ ἐστι διεχέθη. Καὶ σημείωσαι ὅτι τριῶν ἐνταῦθα στίχων ἐφεξῆς [791] ἀλλήλοις κειμένων τὸ "ἰάνθη" ἐν τῇ ἀρχῇ τοῦ πρώτου στίχου καὶ ἐν τῷ τέλει τοῦ τρίτου κείμενον σχῆμα κύκλου ἀποτελεῖ. ὁ δὲ νοῦς τῆς παραβολῆς τοιοῦτός τις· γέγονε τῇ ψυχῇ τοῦ Μενελάου ὁ τοῦ Ἀντιλόχου λόγος καὶ τὸ ἔργον, ἑαυτῷ τε φυλάξαντος τὸ σεμνὸν καὶ μηδὲ τῷ βασιλεῖ προσκρούσαντος, καθὰ δρόσος σταχύεσι καὶ ἑξῆς, τουτέστι, καθάπερ ἡ δρόσος χαλαροὺς ἄλλως τυχὸν ὄντας τοὺς στάχυας ἀνιστᾷ καὶ φρίσσειν ποιεῖ εἰσδυομένη καὶ τὸ πνεῦμα τοῖς πόροις διαπορθμεύουσα καὶ ὀγκοῦσα καὶ φυσῶσα καὶ εἰς ὀρθὸν ἐγείρουσα, οὕτω καὶ τὸ τοῦ Ἀντιλόχου ἔργον ὤρθωσε τὸν Μενέλαον κατακεκλιμένον οἷον καὶ κάτω νεύοντα τῇ ἀποπτώσει τοῦ ἄθλου. καὶ οὕτω μὲν ὁ νοῦς καθέσταται τῆς παραβολῆς. ἡ δὲ φράσις εἴη ἂν σαφεστάτη, στιγμῆς τελείας τεθείσης ἐν τῷ "τοῖο δὲ θυμὸς ἰάνθη", ἵνα λέγῃ ὁ ποιητὴς ἀποστατικῶς ὅτι, καθὰ δρόσος ἐν σταχύεσίν ἐστι δηλαδή, ἣ γίνεται ὅτε τῇ τοῦ ληΐου αὐξήσει φρίσσουσιν ἄρουραι ‑ φρίσσει γάρ πως τὸ αὐξόμενον ‑ , οὕτω σοί, ὦ Μενέλαε, ὁ θυμὸς ἰάνθη, ὡς καὶ τοῦ ληΐου τρόπον τινὰ ἰαινομένου ἐν τῷ διαχέεσθαι τῇ δρόσῳ πρὸς αὔξησιν. τινὲς μέντοι τὸ "καθὰ περὶ σταχύεσσιν ἐέρση" ἀντιπτωτικῶς συνέταξαν, εἰπόντες, καθὰ οἱ στάχυες τῇ ἐέρσῃ, ἰαίνονται δηλαδή. συνέταξαν δὲ οἱ τοιοῦτοι οὕτως [792] κατὰ ἀνάγκην, ἐπεὶ μὴ ἔστιξαν τελείαν ἐν τῷ "τοῦ δὲ θυμὸς ἰάνθη", ἀλλὰ συνημμένως ἀνέγνων "τοῖο δὲ θυμὸς ἰάνθη, ὡς εἴ τε περὶ σταχύεσσιν ἑέρση", ὡς ἐντεῦθεν δοκεῖν λέγειν τὸν ποιητὴν οὕτως ἰανθῆναι τῷ βασιλεῖ τὴν ψυχήν, ὡς περὶ σταχύεσσιν ἰαίνεται δρόσος, ὅπερ ἀπεμφαῖνόν ἐστιν. οὐ γὰρ ἐέρση ἀσταχύεσσιν ἰαίνεται, ἀλλ' ἀνάπαλιν οἱ στάχυες τῇ δρόσῳ. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτως· ὡς λήϊον περιχυθὲν δρόσῳ φαιδρύνεται μεταβάλλον ἐκ τῆς πρῴην στυγνότητος, ὅτε δηλαδὴ τελειοῦνται οἱ στάχυες, τότε γὰρ φανερὰ ἡ ἐπίδοσις, οὕτω καὶ σοὶ θυμὸς ἰάνθη. ὅτι δὲ τὸ ἰαίνεσθαι οὐκ ἐπὶ μόνου ἀνθρώπου λέγεται, δῆλον. ἰδοὺ γὰρ νῦν κατά τινας καὶ ἐπὶ ἀσταχύων εἰρῆσθαι δοκεῖ. ἀλλαχοῦ δὲ καὶ χαλκὸς ἰαίνεται πυρούμενος, ὡς εἴ τις εἴπῃ χλιαίνεται.

(v. 599) Ἀλδήσκειν δὲ κυρίως τὸ ἐκ ποτισμοῦ αὔξειν, ὡς ἀπὸ τοῦ ἄρδω, τραπέντος ὡς καὶ ἐν ἄλλοις τοῦ ρ εἰς λ. Φρίσσουσι δὲ ἄρουραι ὡς πρὸ τούτων ἀλλαχοῦ τὸ λήϊον. Ὅτι ἔνδοξος ἀνὴρ νεωτέρῳ εἴκων, ζημιοῦντι αὐτὸν διὰ φιλίαν, ἐπιλεξάμενος πολλὰ ὧν ὁ Μενέλαος ἔφη πρὸς Ἀντίλοχον, οἰκειώσεται αὐτὰ λέγων ἢ γράφων.

(v. 60211) Εἰσὶ δὲ τὰ Ὁμηρικὰ τοιαῦτα "Ἀντίλοχε, νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτός, χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ' ἀεσίφρων ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη. δεύτερον αὖτ' ἀλέασθαι", ὅ ἐστιν ἔκφυγε, "ἀμείνονας ἠπεροπεύειν. οὐ γάρ κέν με τάχ' ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν. ἀλλὰ σὺ γὰρ δὴ πόλλ' ἔπαθες καὶ πόλλ' ἐμόγησας, σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ' ἐμεῖο. τῷ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε, ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής". τοῦτο δὲ εἶπε πρὸς τὸ "οἷαι νέου ὑπερβασίαι", οἱονεὶ λέγων ὡς, εἰ καὶ [793] Ἀντίλοχος ὑπερβαίνει, ἀλλ' ὁ Μενέλαος οὐ τοιοῦτός ἐστιν. Ὅρα δὲ καὶ τῆς τοῦ βασιλέως δημηγορίας τὸ μεγαλεῖον, ἀντεπεξαγομένου φιλοτίμως, οἷς ὁ νεανίας ῥήτωρ δεινῶς ἐδημηγόρησε. καὶ γὰρ φανερῶς ἑαυτὸν ἀμείνονα τοῦ Ἀντιλόχου φησίν, ὡς καὶ ἐκεῖνος αὐτὸν ἀρείονα ἔφη, καὶ τὴν ἵππον αὐτοῦ εἶναι λέγει, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ λισσομένῳ διδόναι τῷ Ἀντιλόχῳ, καὶ οὐδὲ ὡς ἔπαθλον, ἀλλ' ὡς χάριν ἀνθ' ὧν ὑπὲρ αὐτοῦ ὁ πατήρ τε Νέστωρ καὶ αὐτὸς καὶ ὁ ἀδελφὸς Θρασυμήδης ἔπαθον.

(v. 602) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἐγὼν ὑπείξομαι" γινώσκειν δηλοῖ, φασί, τὸν βασιλέα, ὡς οἱ εἴκοντες νικῶσι τοὺς φίλους κατὰ τὸ "κρατεῖς τοι τῶν φίλων νικώμενος", ἤγουν νικᾷς εἴκων τοῖς φίλοις.

(v. 603) Τὸ δὲ "χωόμενος" τὸ τοῦ βασιλέως αὔξει ἐπιεικές, εἰ καὶ χωόμενος ὅμως ταχὺ μεταβαλεῖται καὶ φιλοφρονήσεται τὸν Ἀντίλοχον.

(v. 603 s.) Ἐν δὲ τῷ "ἐπεὶ οὔ τι παρήορος, νῦν δὲ νόον ἐνίκησε νεοίη" ἑκάτερα συλλαβών φησιν ὁ Μενέλαος, ἤγουν ὅπερ τε αὐτὸς φθάσας εἶπε πρὸς Ἀντίλοχον καὶ ὅπερ ὁ Ἀντίλοχος ἔφη περὶ ἑαυτοῦ, ἤγουν τὸ "Ἀντίλοχε, πρόσθε πεπνυμένε", καὶ τὸ "οἶσθα οἷαι νέου ὑπερβασίαι". τὸ μὲν γὰρ "ἐπεὶ οὔ τι παρήορος" παράφρασίς ἐστι τοῦ "πρόσθε πεπνυμένε" τὸ δὲ "νόον νίκησε νεοίη" παραφράζει τὰς τοῦ νέου ὑπερβασίας σεμνότερον. ἔστι γὰρ οὐ παρήορος μὲν ὁ οὐκ ἄφρων, ἀλλὰ δηλαδὴ πεπνυμένος· νεοίη δὲ ἡ νεότης, ἧς αἱ ὑπερβασίαι. καὶ ἔστιν ὁ νοῦς τοῦ ῥητοῦ, ὅτι πάρος μὴ ὄντα σε ἄφρονα νῦν ἡ νεότης ἐνίκησεν. εἴρηται δὲ τὸ "παρήορος" ἐκ μεταφορᾶς τῶν παρηόρων ἵππων, ὧν ἡ ἐτυμολογία εἴρηται ἀλλαχοῦ. ὡς γὰρ αὐτοὶ οὐ κατὰ τοὺς ζυγίους ἀσφαλῶς καὶ στερεῶς, ὅμοιον δ' ἂν εἴη εἰπεῖν καὶ ἀραρότως, συνδέδενται τῷ ἅρματι, ἀλλ' ἄφετοι παραείρονται, ἤτοι παραζεύγνυνται, οὕτω καὶ ὁ μὴ φρενήρης οὐ συνῆκται εἰς ἑαυτὸν ὡς ὁ ἀρηρὼς τὰς φρένας, ἀλλὰ κατὰ τοὺς παρηόρους ἀνίεται θέλων [794] πλάζεσθαι. οἱ δὲ παλαιοὶ γράφουσιν οὕτω· παρήορος παρατεταμένος, ἄφρων, καὶ ἵππος συνδεδεμένος τῇ ξυνωρίδι. βούλεται δὲ αὐτοῖς ὁ λόγος οὗτος δηλοῦν, ὡς τρία ταῦτα τὰ ῥηθέντα σημαίνει ὁ παρήορος. ὁ δέ γε παρὰ Θεοκρίτῳ πάραρος δηλοῖ μὲν ὅπερ καὶ ὁ ἐνταῦθα παρήορος, γίνεται δὲ οὐ παρὰ τὸ ἀείρω, ἀλλὰ παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, οἱονεὶ ὁ παρηρμοσμένος, ὁ μὴ συνέχειαν ἔχων, ὁ μὴ πυκινός, ὁ μὴ φρενήρης, ὁ ἀραιὸς τὸν νοῦν. πρὸς ἅπερ ἔχοι ἂν ὁμοιότητα καὶ ἡ κακορραφία τοῦ λογισμοῦ καὶ τὸ μὴ εὖ μῆτιν ὑφαίνεσθαι. εἰς δὲ τὸ ῥηθὲν ἀραιόν συγκροτεῖ καὶ ἡ μανία παρὰ τὸ μανόν γινομένη, ὃ δηλοῖ τὸ ἀραιόν.

(v. 603) Τὸ δὲ "ἀεσίφρων" ἐφερμηνευτικὸν μέν ἐστι τοῦ παρήορος, οὐχ' ἧττον δ' ἐκείνου ἀσαφές, εἰς δὲ γραφὴν πεζὴν δυσχρηστότερον. γίνεται δὲ παρὰ τὸ ἀέσω, τὸ βλάψω, καὶ τὸ φρήν. καὶ δηλοῦται δι' αὐτοῦ ὁ φρενοβλαβής. καὶ ἄλλως δέ, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἀεσίφρων, οὗ αἱ φρένες ἠερέθονται, ὡς ἀπὸ τοῦ ἀείρω, ἵνα ᾖ ἀερσίφρων, καὶ ὑπεξαιρέσει τοῦ ρ ἀεσίφρων. εἰ δέ που ἐν δυσὶ σίγμα γράφεται ἡ λέξις αὕτη, Αἰολικόν ἐστι τὸ τοῦ ἡμιφώνου δίπλασμα.

(v. 604) Νεοίη δὲ κυρίως ἡ νεωτερικὴ κατάστασις ἀπὸ τοῦ νέος νεοῖος, οὗ θηλυκὸν ἡ νεοίη, ὥσπερ καὶ [795] ἄλλος ἀλλοῖος ἀλλοίη καὶ ἕτερα πολλά. ὅμοιον δὲ καὶ τὸ ἠώς ἠόος ἠοῖος, καὶ θηλυκὸν ἠοίη, ὃ δηλοῖ πρωϊνὴν ἢ ἀνατολικήν. ἔστι δὲ ἡ νεοίη ἡ αὐτὴ τῇ πολλαχοῦ ῥηθείσῃ νηπιέῃ, ἵνα εἴη ὥσπερ ἠοῖος οὐχ' ἡ πρωΐα ἢ ἡ ἀνατολή, ἀλλ' ὁ πρωϊνὸς καὶ ὁ ἀνατολικός, οὕτω κτητικῶς καὶ νεοῖος καὶ νεοίη ὁ νεωτερικὸς νοῦς καὶ ἡ νεάζουσα φρήν.

(v. 605) Τὸ δὲ "ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν" καὶ γνωμικῶς ἐν τῷ καθόλου δύναταί ποτε λέγεσθαι. καὶ ἔστιν ὅμοιον τῷ "μὴ πρὸς κρείσσονας ἀντιφερίζειν".

(v. 606) Τὸ δὲ "οὐ γάρ με τάχ' ἄλλος παρέπεισε" τὸ κατὰ φιλίαν ἐνηὲς δηλοῖ τοῦ βασιλέως. Τὸ δὲ, μὴ πεισθῆναι μὲν γὰρ ὅλως θυμοῦ ὑπερφιάλου καὶ ἀπηνοῦς, ὅπερ ἀπέφησεν ἑαυτοῦ ὁ βασιλεύς. Τὸ δὲ, "μὴ [τάχα", ἤγουν] ταχύ, πεισθῆναι, εἰ καὶ κάλλιον ἐστι τοῦ ἀμετάθετα χολοῦσθαι, ὅμως ἀναρτᾷ τὴν χάριν καὶ εἰς κακόχαρτον αὐτὴν ἄγει καὶ ἄχαρι. Τὸ δὲ ταχέως οὕτω παραπεισθῆναι, ἀλλὰ τοῦτό γε ἀληθῶς ἠπίου ἀνδρός, ὁποῖος καὶ Μενέλαος, ἐν ὀλιγίστῳ παραπεισθεὶς καὶ τοῦ δευτέρου ἑκὼν ὑπεκστὰς ἄθλου καὶ τὸ τρίτον λαβών. ἐνταῦθα δὲ τὸ "παρέπεισε" πλεῖόν τι δηλοῖ τοῦ ἔπεισε. πειθοῦς γὰρ τάχος ἡ παρα πρόθεσις ἐμφαίνει, σημαντικὴ οὖσα ἐγγύτητος. τὴν δὲ τοιαύτην παρασήμανσιν ἑλκυστέον καὶ εἰς τὸ παραιφάσκειν καὶ εἰς τὸ παρειπεῖν καὶ εἰς τὰ ὅμοια.

(v. 611) Ἐν δὲ τῷ "οὔ μοι θυμὸς ὑπερφίαλος καὶ ἀπηνής", ἀλλὰ δηλονότι ἐνηής, οὐ καινόν, εἴπερ ἀνεπαχθῶς ἑαυτὸν ὁ βασιλεὺς ἐπαινεῖ. καὶ Νέστωρ γὰρ οὕτως ἐν τοῖς ἑξῆς ἑαυτὸν ἐνηέα καλεῖ ἐν τῷ "ὥς μευ ἀεὶ μέμνηαι ἐνηέος". οὕτω καὶ Ἀχιλλεὺς ἄριστον Ἀχαιῶν ἑαυτόν που προσεῖπε, καὶ ἄλλοι δὲ ἄλλως τὰ καθ' ἑαυτοὺς ἐσέμνυναν.

(v. 612 s.) Ταῦτα δὲ εἰπὼν ὁ βασιλεὺς Ἀντιλόχῳ μὲν ὑπεῖξε λαβόντι τὴν ἵππον, ἣν ἐκεῖνος "Νοήμονι δῶκεν [796] ἑταίρῳ ἄγειν· ὃ δ' ἔπειτα λέβητα ἕλε παμφανόωντα", τὸ ὑποδεέστερον ἄεθλον. ὁ δὲ ῥηθεὶς Πύλιος Νοήμων ὁμώνυμός ἐστιν ἑτέρῳ Ἰθακησίῳ τῷ ἐν Ὀδυσσείᾳ.

(v. 614-623) Ὅτι ἐπειδὴ ὁ πέμπτος Μηριόνης "ἀνάειρε δύο χρυσοῖο τάλαντα τέτρατος ὡς ἔλασε, πέμπτον δ' ὑπελείπετ' ἄεθλον ἀμφίθετος φιάλη", ἡ προρρηθεῖσα, ταύτην Νέστορι ἔδωκεν Ἀχιλλεὺς ἄεθλον ἄπονον, "Ἀργείων ἀν' ἀγῶνα φέρων", εἰπὼν "τῆ", τουτέστι λάβε νῦν, "καί σοι τοῦτο γέρον κειμήλιον ἔστω Πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι· οὐ γὰρ ἔτ' αὐτὸν ὄψει ἐν Ἀργείοισι. δίδωμι δέ τοι τόδ' ἄεθλον αὔτως· οὐ γὰρ πὺξ μεμαχήσεαι, οὐδὲ παλαίσεις, οὐδέ τ' ἀκοντιστὺν ἐσδύσσεαι, οὐδὲ πόδεσσι θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει", ἢ "ἔπεισιν".

(v. 616) Ἐν τούτοις δὲ ὅρα ὅτι τὸ "Νέστορι ἔδωκεν Ἀχιλλεύς" προληπτικῶς εἴρηται, ἤγουν ἀναπεφώνηται πρὸ τῆς δόσεως.

(v. 624) Μετὰ γὰρ τὰ ῥηθέντα, τότε δὴ ἐπάγει ὁ ποιητὴς "ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δ' ἐδέξατο χαίρων" καὶ αὐτός, διὰ τὴν τιμὴν δηλαδή. ἐφετὸν γὰρ καὶ αὐτή. ὅτι δὲ τὸ τιθέναι καὶ ἐνταῦθα καὶ ἐν τοῖς ὁμοίοις ταὐτόν ἐστι τῷ διδόναι, πρὸ βραχέων εἴρηται, καθὰ δηλοῖ καὶ τὸ "δίδωμι δέ τοι τόδε ἄεθλον". [ᾯ χαίροι ἂν ἴσως ὁ γέρων ὡς φιλοτοιοῦτος, ὅσγε καὶ τὸ περίπυστον δέπας εἶχεν, ὅπερ ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης, αὐτὸς δ' ἀμογητὶ ἄειρε. καινὸν δ' οὐδὲν φιλεῖσθαι τῷ γηραλέῳ ἥρωϊ τὰ τοιαῦτα, εἴγε κοινὸν τοῦτ' ἦν φίλημα τῷ ἡρωϊκῷ γένει. καὶ ᾧ μὲν Ἡρακλῆς λέγεται διαπεραιώσασθαι λέβητι εἰς τὴν Ὠκεανῖτιν Ἐρύθειαν, ἰδίᾳ κείσθω θεραπείας μεταληπτικῆς δεόμενον. τὸ δὲ τοῦ Ἀτρέως χρυσόμαλλον ἀρνίον συμφωνεῖται ποτήριον ἀργύρεον εἶναι, χρυσέῳ [797] ἐμπεπαισμένον ἀρνίῳ περὶ τὸ τοῦ πυθμένος μέσον. περιᾴδεται δὲ καὶ ὁ παρὰ τῷ Ἀχιλλεῖ κρατὴρ τοῦ Διονύσου. παραδίδωσι δὲ πολλὰ τοιαῦτα καὶ ὁ Δειπνοσοφιστής, ἐν οἷς καὶ Σοφοκλοῦς περὶ Ἀκρισίου τὸ "καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα ἐκπώματ' εἰς ἀριθμὸν ἑξήκοντα δίς". μνηστέον δ' ἐνταῦθα καὶ τοῦ Ἀρκάδος Βαθυκλέος, ὃς ποτήριον ἀπέλιπεν ἆθλον τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων σοφῶν.]

(v. 618) Τὸ δὲ "κειμήλιον ἔστω" τοῦ παλαιοῦ καὶ αὐτὸ ἔθους ἦν, ὃ πολλαχοῦ δηλοῦται. ἀπέκειντο γὰρ τὰ ξένια εἰς μνήμην φιλίας.

(v. 619) Διὸ καὶ ἐν τούτοις φησὶ "μνῆμα εἶναι", τουτέστι μνήμην, καὶ ἰδιωτικῶς εἰπεῖν, ὑπόμνησιν, ὃ καὶ σημείωσαι, ὡς μὴ ἀεὶ τοῦ μνήματος τάφον σημαίνοντος. ἔστι δὲ τὸ δῶρον νῦν μὲν τάφου μνῆμα, ἤγουν ταφῆς, ὡς καὶ προεγράφη, ἀλλαχοῦ δὲ ξενίας ἢ ὁδοιπορίας ἢ ὅλως συναλλαγῆς φιλικῆς. Ἰστέον δὲ ὅτι οὐ μόνον τάφος νῦν ἡ ταφή, ὡς ἐγράφη, ὁμοίως τῷ χολή χόλος καὶ τοῖς τοιούτοις, ἀλλὰ καὶ ὁ ἐπιτάφιος κατὰ τοὺς παλαιούς, ὡς καὶ ἐν τῷ "ἐς τάφον ἔνθα πάντας ἐνίκα".

(v. 619) Τὸ δὲ "οὐ γὰρ ἔτ' αὐτὸν ὄψει" πρὸς οἶκτον εἴρηται, ὡς τοῦ Πατρόκλου, δι' ὃν τὸ δῶρον, οὐκ ὀφειλέτην ἔχοντος ἀντιχάριτος τὸν αὐτὸ λαβόντα Νέστορα διὰ τὸ θανεῖν. διὸ καὶ κυρίως ἂν εἴη δῶρον, ὡς μήτε ἀέθλιον ὂν μήτε πρὸς ἀντίδοσιν χαρισθέν.

(v. 620) Ἀχιλλεὺς μέντοι ὀκνεῖ δῶρον εἰπεῖν, ἀέθλιον δὲ λέγει αὐτό, οὐχ' ἁπλῶς, ἀλλὰ τιμῶν καὶ οὕτω τὸν γέροντα, ἵνα λάβῃ αὐτὸ ἄεθλον ἀρετῆς ἀποθέτου, ἤδη δὲ καὶ συμβουλῆς, δι' ἧς οἷον συννενίκηκε τῷ υἱῷ Ἀντιλόχῳ. διὰ τοῦτο γὰρ καὶ αὐτῶς διδόναι εἶπεν, ἤγουν οὕτως ἁπλῶς καὶ ἀδιορίστως, διὰ τὸ εὐφημότερον, οὐ θέλει γὰρ δῶρον εἰπεῖν, ὡς εἴρηται, εἰ καὶ ἀληθῶς δῶρόν ἐστιν. [Ἐχρῆν δὲ ἄρα τὸν [798] καὶ σοφὸν γέροντα, ἦν δὲ ὅτε καὶ ἀνδρεῖον, γέρας ἔχειν ὑπὲρ ἀμφοῖν ταύταιν ἀρεταῖν, ὑφ' ὧν ὅσα καὶ ξυνωρίδος τιμίας μετέωρος ἔποχος αἴρεται. Ἰστέον δὲ ὅτι κατὰ τὴν παλαιὰν ἱστορίαν, εἰ καὶ μεγίστη τῶν πολιτικῶν ἀρετῶν ἡ ἀνδρία ὑπελαμβάνετο εἶναι, ὅμως οὐδὲ τοῦ σοφοὶ εἶναι ἀπείχοντο οἱ ἀνδριζόμενοι. ἦν γάρ, φασί, χρεία καὶ τῇ ἀνδρίᾳ σοφίας, ὡς δηλοῖ Παλαμήδης, καί τι καὶ Ἡρακλῆς. περιᾴδεται δὲ καὶ ἱστορία Δίκτυος, ὃς ἦν στρατιώτης ὑπὸ τῷ Ἰδομενεῖ. τῶν τε ὕστερον μεγάλων Ῥωμαίων πολλοὶ καὶ σοφοὶ καὶ ἀνδρεῖοι ἦσαν. Ἀλκαῖος δὲ ὁ ποιητὴς κατὰ τὴν ἱστορίαν τοῦ Ἀθηναίου μουσικώτατος γενόμενος, ὅμως "μαρμαίρει", φησί, "μέγας δόμος χαλκῷ", καὶ ἄλλα τοιαῦτα. καίτοι ἥρμοττεν ἴσως τὴν οἰκίαν εἰπεῖν πλήρη αὐτῷ εἶναι μουσικῶν ὀργάνων. καὶ Ἀρχίλοχος δέ, ἀγαθὸς ὢν ποιητής, "εἰμὶ δ' ἐγώ", φησί, "θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος καὶ Μουσάων ἐρατὸν δῶρον ἐπιστάμενος". Λακεδαιμόνιοι δὲ μετὰ αὐλῶν ἐστρατεύοντο, Κρῆτες μετὰ λύρας, Λυδοὶ μετὰ συρίγγων καὶ αὐλῶν, Γέται δὲ κιθάρας ἔχοντες ἐπικηρυκείας ἐποιοῦντο, φησί, καταπραΰνοντες τῶν ἐναντίων τὰς ψυχάς. τοιοῦτον ἄρτυμα τῶν τε ἄλλων ἀρετῶν καὶ τῆς ἀνδρίας ἡ σοφία.]

(v. 621) Ὅρα δὲ καὶ ὅτι τῶν ἀπηριθμημένων τεσσάρων ἀγωνισμάτων τὸ τῆς πάλης μόνον ἁπλῶς ἔφη, εἰπὼν "οὐδὲ παλαίσεις", τὰ δὲ λοιπὰ περιέφρασε, τὸ πυγμαχήσεις, τὸ ἀκοντίσεις, τὸ δραμῇ.

(v. 634-637) Τῇ δ' αὐτῇ τάξει τῶν ἀγώνων καὶ Νέστωρ μετ' ὀλίγα χρήσεται ἀπὸ τῆς πυγμικῆς ἀρξάμενος ἐν τῷ "πυγμῇ μὲν ἐνίκησα" καὶ ἑξῆς. Σημείωσαι δὲ ὡς, εἰ καὶ εἰς τέσσαρας Ἀχιλλεὺς τοὺς ἀγῶνας περιγράφει κατὰ σπουδήν, οὐ γὰρ ἦν ἀνάγκη καὶ ἀκριβοῦν, ἀλλ' οἱ ἐπὶ τῷ Πατρόκλῳ πλείους φανήσονται ἐν τοῖς ἐφεξῆς. ὁ μὲν γὰρ ἱππέων ἤδη δρόμος, ὃν Διομήδης νενίκηκε, εἶτα πυγμή, ἣν νικᾷ [799] Ἐπειός, ἑξῆς πάλη, ἧς ἢ ἀμφήριστον τὸ τέλος ἢ Ὀδυσσεῖ τὰ τῆς νίκης προσλογίζεται, μεθ' ἣν ποδῶν τάχος, ὃ νικᾷ Ὀδυσσεύς, ἐπὶ δ' αὐτῷ ὁπλῖται, καὶ εὐδοκιμεῖ κἀνταῦθα Διομήδης κατὰ Αἴαντος, μεθ' οὓς δίσκος, καὶ ὑπερβάλλει Πολυποίτης, ἐφεξῆς τόξον, καὶ εὐστοχεῖ Μηριόνης, ἐφ' οἷς ἄκων. καὶ λαμβάνει τὸ πρῶτον ἄεθλον Ἀγαμέμνων, λοῖσθος μὲν ἐν ἀγωνισταῖς ἀναστὰς ὁ ἄριστος, οὐ πύματος δὲ ἐκπεσών. ἐν οἷς καὶ τηρητέον ὡς ὁ τηλικοῦτος Αἴας κατὰ πᾶν ἀγώνισμα δυσπραγεῖ, ὃ μετῆλθε· τὴν πάλην, τὸν δίσκον, τὴν ὁπλιτικήν. καὶ ταῦτα μὲν ἐνταῦθα. ἐν τῇ Ὀδυσσείᾳ δὲ ἀγῶνες οὗτοι παρὰ Φαίαξι. θέειν ὄχ' ἄριστος ὁ δεῖνα· πάλῃ ἐνίκα πάντας ὁ δεῖνα· ἅλματι δὲ ὁ δεῖνα προφερέστατος ἦν· πὺξ δὲ ὁ δεῖνα ἦν ἀγαθός· Ὀδυσσεὺς δὲ δίσκῳ ὑπερβαλὼν εἶτα προκαλεῖται τὸν βουλόμενον πειράσασθαι ἢ πὺξ ἢ πάλῃ ἢ ποσίν. οἱ μέντοι τὰ περὶ ἱερῶν ἀγώνων ἐπισκεψάμενοι οὕτως ἐμμέτρως τοὺς ἄθλους μετροῦσιν "ἅλμα ποδῶν, δίσκου τε βολὴ καὶ ἄκοντος ἐρωή, καὶ δρόμος ἠδὲ πάλη, μία δ' ἔπλετο πᾶσι τελευτή". καὶ τοῦτό ἐστι, φασί, πένταθλον. ἕτεροι δὲ οὕτως· ἅλμα, πάλη, δίσκευμα, κοντὸν καὶ δρόμος. εἴδη δὲ δρόμου δίαυλος, δολιχός, τέθριππον, κέλης, ἀπήνη. μανθάνομεν δὲ καὶ μουσικοὺς ἐπὶ τάφοις ἀγῶνας εἶναι. οὐκοῦν ἀορισταίνει ὁ τῶν ἄθλων ἀριθμός; κἀκεῖνο δὲ ἰστέον, ὡς οὐ πάντως ἐξ ἀνάγκης ὁ ἱππικὸς ἀγὼν προήγετο, ἀλλ' ὡς ἐπὶ πολύ. μετ' ὀλίγα γοῦν δηλώσει ὁ ποιητὴς ἐν Βουπρασίῳ ἡνιοχικὸν ἀγῶνα ὕστερον τελεσθέντα, εἰπὼν τὰ μέγιστα ἐν τῷ τοιούτῳ ἀγῶνι λείπεσθαι ἄεθλα. ὅτι γὰρ τὸ λείπεσθαι ὑστερότητα σημαίνει, δῆλον καὶ ἐκ τοῦ "πέμπτον δ' ὑπελείπετ' ἄεθλον", ἤγουν ὕστερον ἔμεινεν. ὁ δὲ Κωμικὸς καὶ ἡ κυριολεξία ὑπολείπεσθαι ἐν δρόμῳ λέγει καὶ τὸν ὑστεροῦντα ἐν [800] τῷ τρέχειν. καὶ οὕτω μὲν ταῦτα.

(v. 621 s.) Τί δὲ τὸ πύξ καὶ τίς ἡ ἀκοντιστύς, ἑξῆς δηλωθήσεται, ἧς τὸ ἀνάλογον κατὰ τὸ ὀτρυντύς, ἐδητύς, βρωτύς. Ὅρα δὲ καὶ ὅτι κοσμεῖ τοὺς λόγους παρίσοις ὁ καλὸς ῥήτωρ, τῷ μαχήσεαι, εἰσδύσεαι, θεύσεαι. ποιητικὰ δὲ ταῦτα καὶ πρέποντα Ὁμήρῳ.

(v. 623) Τὸ δὲ "γῆρας ἐπείγει" εὐφήμως καὶ αὐτὸ ἐρρέθη κατ' ἔλλειψιν. δῆλον γὰρ ὡς εἰς Ἅιδου κατεπείγει καὶ πρὸς θάνατον. Ὅτι λαβὼν ὁ γέρων ῥήτωρ τὴν φιάλην οὐχ' ὡς ἀεθλεύσων, κωλύει γὰρ τὸ γῆρας, ποιεῖ ὅμως τὸ βουλητὸν Ὁμήρῳ, καὶ συνήθως ἱστορεῖ τινα προσήκοντα τῷ καιρῷ. καὶ μὴ ἔχων ἔργοις ἀγωνίζεσθαι ἀθλεῖ ἀναμνηστικῶς οἷς πάλαι ἀγωνισάμενος εὐδοκίμηκε.

(v. 626-628) Καὶ πρῶτα τέως φησίν, ὃ δὴ πᾶς γέρων ὁμολογήσοι ἂν καθ' ἑαυτοῦ "ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες· οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα, φίλος", ἤγουν ὦ φίλε, "πόδες, οὐδέ τε χεῖρες ὤμων ἀμφοτέρωθεν ἀπαΐσσονται", ἢ "ἐπαΐσσονται, "ἐλαφραί".

(v. 628) Καὶ ὅρα τὸ "ἐλαφραί". κινοῦνται μὲν γὰρ ὡς καὶ οἱ πόδες, οὐ κοῦφα δὲ οὐδ' αὐταί, ὡς καὶ παλαῖσαι καὶ πάντα τὰ δέοντα καλῶς διαχειρίσασθαι. Ἰστέον δὲ ὅτι τὸ χεῖρας ἀμφοτέρωθεν μὴ ἐλαφρὰς ἀΐσσεσθαι καὶ τοῖς ποσὶ προσαρμόττει τοῦ γέροντος. οὐδὲ γὰρ οὐδ' αὐτοὶ τῷ γέροντι ἔχουσιν ἐλαφροὶ ὁρμᾶσθαι, καὶ ὅτι ἀπὸ τῆς ἐλάφου τὸ ἐλαφρὸν κυρίως ἐπὶ ποδῶν, οἳ κοῦφα θέοντες ἐλαφροὶ ἂν κυρίως λέγοιντο ὡς οἷον ἐλαφηροί. ὠκύπους γὰρ ἡ ἔλαφος. Ἰστέον δὲ ὡς τὸ μὲν ἀδρανὲς τῶν ποδῶν καὶ τῶν χειρῶν τοῦ Νέστορος πρὸς σαφήνειαν εἴρηται τοῦ "ἤδη γὰρ χαλεπὸν γῆρας ἐπείγει". αὐτὸ δὲ πάλιν ἐρρέθη πρὸς ἔνδειξιν τοῦ μὴ ἀφυῶς μὲν ἔχειν πρὸς ἆθλα τὸν Νέστορα, ἀσθενῶς δὲ διὰ βαθὺ γῆρας.

(v. 627 s.) Ὅρα δὲ ὅτι ἐν ἄλλοις εἰπὼν "γυῖα, πόδες καὶ χεῖρες ὕπερθεν", ἐνταῦθα περιέφρασεν ἐν ὀλίγῳ στίχῳ τὸ "χεῖρες ὕπερθεν". καὶ τοιαῦτα μὲν καὶ ταῦτα.

(v. 629) Τῶν δὲ ἐφεξῆς λόγων τοῦ γέροντος τὸ μὲν προοιμιακὸν νόημα, ὁποῖον καὶ ἀλλαχοῦ "εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη", ὡς μὴ ἀρκοῦν ἡβᾶν τινα, εἰ μὴ καὶ [801] βίην ἔχει.

(v. 629-633) Ἡ δ' εὐθὺς ἱστορία, ἣν χορηγεῖ ὁ γέρων ῥήτωρ τῷ ποιητῇ, τοιαύτη "ἡβώοιμι, ὡς ὁπότε κρείοντ' Ἀμαρυγκέα θάπτον Ἐπειοὶ Βουπρασίῳ, παῖδες δ' ἔθεσαν βασιλῆος ἄεθλα· ἔνθ' οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετο, οὔτ' ἂρ Ἐπειῶν οὔτ' αὐτῶν Πυλίων οὔτ' Αἰτωλῶν μεγαθύμων, τῶν ἐκεῖ δηλαδή, ὡς εἰκός, μετοίκων, ἢ καὶ ἄλλως, τῶν παρατυχόντων τῷ ἀγῶνι, ὡς ὑποδηλοῖ μετ' ὀλίγα ὁ νικηθεὶς τότε παρ' αὐτοῦ Ἀγκαῖος Πλευρώνιος, ἤγουν πολίτης Πλευρῶνος τῆς Αἰτωλικῆς.

(v. 634-637) Εἶτα ὁ γέρων ἱστορῶν καὶ οὓς ἐνίκησε, φησί "πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν· Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, δουρὶ δ' ὑπειρέβαλον Φυλῆα τε καὶ Πολύδωρον". καὶ μέχρι τούτων ἀήττητος ἐκβὰς εἶτα ὁμολογεῖ μὲν ἧτταν αὐτοῦ ἐπὶ μείζονι ἄθλῳ. ὑπεραπολογεῖται δὲ κατὰ τοὺς αἰσχυντηλῶς ἐν τοῖς τοιούτοις ἔχοντας, εἰπὼν

(v. 638-642) ὅτι "οἴοισιν", ὅ ἐστι μόνοις, "με ἵπποισι παρήλασαν Ἀκτορίωνε, πλήθει πρόσθε βαλόντες, ἀγασσάμενοι περὶ νίκης, οὕνεκα δὴ τὰ μέγιστα παρ' αὐτόφι", ἤγουν ἐν τῷ ἱππεύειν ἢ παρὰ τοῖς ἵπποις, "λείπετ' ἄεθλα. οἳ δ' ἂρ ἔσαν δίδυμοι. ὃ μὲν ἔμπεδον ἡνιόχευεν· ἔμπεδον ἡνιόχευεν. ὃ δ' ἄρα μάστιγι κέλευε", καὶ τὰ ἑξῆς, ἱστορίαν μὲν οὐκέτι παλαιὰν ἔχοντα, χρήσιμα δὲ ἄλλως εἰς πεζολογίαν τοῖς χρῄζουσιν, ὡς ἑξῆς ἐκτεθήσονται. Ἰστέον δὲ ὅτι περὶ Ἐπειῶν μὲν καὶ Βουπρασίου ἐν τῇ Βοιωτίᾳ γέγραπται, [καὶ περὶ Αἰτωλῶν δέ, οὓς ἡ ἱστορία ψέγουσα λέγει ὅτι διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο.

(v. 633) Τὸ δὲ "οὔτ' αὐτῶν Πυλίων" ἐξοχικῶς εἰρῆσθαι δοκεῖ, ὡς τῶν Πυλίων ἐξόχων καὶ τότε ὄντων ἀεθλεύειν ἐν τοῖς ἐκεῖ. πολλαχοῦ γὰρ εὕρηται ἡ αὐτὸς ἀντωνυμία ἐξοχική.]

(v. 635) Τὴν δὲ τοῦ [802] Ἀγκαίου κλῆσιν πεπλάσθαι φασί τινες ὑπὸ τοῦ ποιητοῦ δεξιῶς οἷα ὄνομα οἰκεῖον παλαιστῇ παρὰ τὸ "ἀγκὰς δ' ἀλλήλων λαβέτην". τάχα δέ, φασί, καὶ τὸ Πλευρώνιος παρὰ τὰς πλευρὰς διὰ τὸ "πυκναὶ σμώδιγγες παρὰ πλευράς". ἄλλως μέντοι Αἰτωλός, ὡς εἴρηται, ὁ Πλευρώνιος. πόλις γὰρ Αἰτωλῶν ἡ Πλευρών. εἰ δὲ καὶ ὁ Ἀγκαῖος οὗτος, ὡς ἐρρέθη, πέπλασται, ἀλλ' εἰσὶ παρὰ τῇ ἱστορίᾳ ἕτεροι Ἀγκαῖοι λόγου ἄξιοι, ὧν εἷς ἤκουσε τὸ παροιμιῶδες ἐκεῖνο, οὗ μέμνηται καὶ Λυκόφρων παραφραστικῶς τὸ "πολλὰ μεταξὺ χείλους καὶ κύλικος".

(v. 635) Τὸ δὲ "ὅς μοι ἀνέστη", ἤγουν κατ' ἐμοῦ, ἢ ἄλλως ἐλλειπτικῶς ἀνέστη παλαίσων, ἁπλῶς ἐρρέθη πρὸς ἀναπλήρωσιν στίχου, καθὰ καὶ κατωτέρω τὸ "ἐσθλὸν ἐόντα". [(v. 636) Τὸ δὲ "πόδεσσι παρέδραμον" πρὸς διαστολὴν ἐρρέθη τοῦ ἡνιοχικῶς παρατρέχειν, καὶ ἄλλως δὲ κατὰ νοῦν, ὁποῖον τὸ "ἐπεὶ οὐ παρελεύσεαι, οὐδέ με πείσεις".] Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν ἀγῶσι καὶ τὰς κυριολεξίας, τὸ "παρέδραμον", τὸ "ὑπερέβαλον", ὅ ἐστιν ὑπερηκόντισα, καὶ τὸ "παρήλασαν", ἀντὶ τοῦ ἐλαύνοντες ἐνίκησαν, καὶ ὅπως ἐφιλοτιμήσατο μονόστιχον εἰπεῖν ἑκάστην τοῦ γέροντος νίκην τύπῳ ἐπιγράμματος, καὶ ὅτι φιλαλήθης ὁ γέρων δοκεῖ προσθεὶς καὶ ἧτταν τοῖς κατ' αὐτὸν ἀριστεύμασιν.

(v. 638) Ἀκτορίωνες δὲ παῖδες Ἄκτορος, Κτέατος καὶ Εὔρυτος, ἀνδρεῖοι καὶ ἡνιοχικοί, ῥηθέντες που καὶ Μολίονες παρ' Ὁμήρῳ παρὰ δὲ τοῖς ὕστερον Μολιονίδαι. οὓς Ὅμηρος μὲν διδύμους ἱστορεῖ ἁπλῶς, οἱ δὲ κατ' Ἀρίσταρχον οὐχ' οὕτως οἷον κατὰ τοὺς Διοσκόρους, ἀλλὰ κατὰ τὸν Ἡσιόδου μῦθον καὶ διφυεῖς, δύο μὲν ἔχοντας σώματα, συμπεφυκότας δέ γε ἀλλήλοις.

(v. 639) Οὗτοι παρήλασαν τὸν Νέστορα, ὡς αὐτός φησι, πρόσθε βαλόντες τοὺς ἑαυτῶν δηλαδὴ ἵππους κατὰ τὸ "τοὺς σοὺς πρόσθε βαλών", περὶ οὗ εἴρηται, καὶ οὐχ' [803] ἁπλῶς οὕτω παρήλασαν, ἀλλὰ πλήθει νικήσαντες, ἤτοι διὰ πλῆθος, τουτέστι διότι δίδυμοι, ὡς ἐρρέθη, ἦσαν κατὰ Ἀρίσταρχον. φασὶ δέ τινες, ἀνταναστάντων ἐκείνων εἰς ἀγῶνα τότε τῷ Νέστορι, αὐτὸν μὲν λέγειν ὡς οὐ δίκαιοι ἂν εἶεν ἀγωνίζεσθαι ἀλλόκοτοι ὄντες καὶ τὴν φύσιν ἐκτράπελοι, τὸν δὲ δῆμον συναγωνίζεσθαι τοῖς Ἀκτορίδαις, λέγοντας ἓν ἀμφοτέρους εἶναι ὡς συμπεφυκότας. τοῦτο οὖν εἶναι τὸ παρ' Ὁμήρου νῦν ῥηθὲν τὸ "πλήθει πρόσθε βαλόντες", ἀντὶ τοῦ νικήσαντες διὰ τὸ πολλοὶ εἶναι. ἀλλὰ πῶς ἂν εἴη πλῆθος ἡ δυάς; πῶς δὲ οἱ τῇ συμφυΐᾳ μοναζόμενοι νοηθεῖεν ἂν πολλοί; εἰ μὴ ἄρα, ὅτι ἄλλως διφυεῖς ὄντες καὶ δισώματοι, καὶ ἀνὰ τέσσαρας χεῖρας εἶχον καὶ τἆλλα μέρη ὁμοίως, καὶ τοῦτο αὐτοῖς τὸ πλῆθος, τὸ κατὰ μέρη δηλαδή. ἕτεροι δὲ τὸ "πλήθει πρόσθε βάλοντες" ἀντὶ τοῦ νικήσαντες πολλοῖς ἅρμασιν οἷς ἐνεπόδιζον. πολλὰ γὰρ ἴσως εἰς τὸν ἀγῶνα διὰ τῶν ὑπ' αὐτοὺς θεραπόντων καθῆκαν ἅρματα. ἄλλοι δὲ ἀντὶ τοῦ τῷ πλήθει τῶν θεατῶν νικήσαντες, ὡς τῶν ἀθλοθετούντων πρὸς αὐτῶν ὄντων. [Ῥητέον δ' ἐνταῦθα καὶ ὅτι τῷ διφυεῖ τῶν Ἀκτοριώνων τιθέμενος καὶ ὁ μελοποιὸς Ἴβυκος, ἐξ οὗ παρεφθάρθαι τοῖς Τεχνικοῖς δοκεῖ τὸ βυκινίζειν, φησὶ καὶ τοὺς Μολιονίδας ἐξ ᾠοῦ γεννηθῆναι, ὁμοίως δηλαδὴ τοῖς Διοσκούροις, εἰπὼν αὐτοὺς "ἅλικας ἰσοκεφάλους, ἑνιγύιους, ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ ἀργυρέῳ", καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται, ὅπου δεδήλωται καὶ ὡς οὐ μόνον δισυλλάβως ᾠόν λέγεται, ἀλλὰ καὶ [804] τρισυλλάβως ὤεον διὰ τοῦ ε καὶ ὤιον διὰ τοῦ ἰῶτα, καὶ τετρασυλλάβως δὲ ὠάριον. Τὸ δὲ ζητεῖν ἐξ ὁποίου ᾠοῦ οἱ Διόσκουροι καὶ αὖ πάλιν οἱ Μολιονίδαι, μῦθος ἂν φιλοίη, ὃς οὐδὲ τὴν Λήδαν ἀφίησιν εἶναι αὐτοῖς μητέρα, λέγων διὰ τοῦ ποιήσαντος τὰ Κύπρια, ὅτι Διοσκούρους καὶ Ἑλένην ἡ Νέμεσις ἔτεκεν, ἣ διωκομένη, φησίν, ὑπὸ Διὸς μετεμορφοῦτο. κύριον δὲ πάντως ἐνταῦθα ἡ Νέμεσις, οὐ μὴν ἡ ψυχικὴ ποιότης, καθ' ἣν εἴρηται τὸ "μή μοι νέμεσις θεόθεν καταπνεύσῃ", ἤγουν μή με νεμεσήσῃ τὸ θεῖον. καὶ τοιάδε μὲν καὶ ταῦτα.]

(v. 639) Τὸ δὲ "ἀγασσάμενοι" ἀντὶ τοῦ φθονήσαντες, ὅθεν καὶ ἀγαστὸν εἶδος τὸ ἐπίφθονον. Τὸ δὲ ἀγᾶσθαι καὶ ἀγαίειν λέγεται. τὸ μέντοι ἄγασθαι προπαροξυτόνως ἐπὶ ἐκπλήξεως νοεῖται. καὶ δύναται καὶ ἐξ αὐτοῦ γίνεσθαι τὸ ἀγαστόν, ὥσπερ καὶ τὸ ἀγαθόν.

(v. 640) Ὅρα δὲ καὶ ὅτι τὰ μέγιστα ἄεθλα φαίνεται εἰωθέναι τοῖς ἱππεῦσι κεῖσθαι.

(v. 641 s.) Τὸ δὲ "ἔμπεδον ἡνιόχευεν, ἔμπεδον ἡνιόχευε" σχῆμά ἐστιν ἐπαναστροφῆς, ὅμοιον τῷ "οὐδ' εἰ πυρὶ χεῖρας [805] ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ' αἴθωνι σιδήρῳ", καὶ τῷ "παρθένος ἠϊθεός τε, παρθένος ἠϊθεός τε ὀαρίζετον", καὶ τοῖς ὁμοίοις. ἐνδιάθετος δὲ ἡ τοιαύτη ἐπανάληψις καὶ ἐνταῦθα κατὰ θαῦμά τε καὶ πρὸς ἀλήθειαν. Ὅρα δὲ καὶ τὸ "ἡνιόχευεν", αὐτὸ τοῦτο μόνον δηλοῦν τὸ τὰ ἡνία ἔχειν. τὸ γὰρ μάστιγι κελεύειν θατέρῳ τοῖν ἀδελφοῖν δίδωσι, φανερῶς λέγων δύο εἶναι τοὺς Ἀκτορίωνας ἐφ' ἑνὸς ἅρματος τέσσαρσι διοικουμένους χερσί, πλεῖον δέ τι μὴ παρεμφήνας, ἐξ ὧν ὁ μῦθος τερατεύεται. [Ὅτι δὲ τὸ ἡνιοχεύειν κοινῶς αἰτιατικῇ συντασσόμενον οἱ ὕστερον γενικῇ συνέταξαν, δηλοῖ χρῆσις ἡ λέγουσα τὸ "τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις".]

(v. 643) Ἰστέον δὲ καὶ ὅτι συμπληρῶν ὁ Νέστωρ γεροντικῶς τὸ κατ' αὐτὸν αὔχημα ἐπιφέρει "ὥς ποτ' ἔον, νῦν αὖτε νεώτεροι", καὶ ἑξῆς, ὡς εὐθὺς γραφήσεται. ἔστι δὲ τὸ "ἔον" ῥῆμα τῆς ἐών μετοχῆς, ὡς τὸ ἔτυπον τοῦ τυπών.

(v. 643-645) Ὅτι γέρων ἀριστεὺς παραιτούμενος ἀγῶνας τὰ τοῦ Νέστορος ἐρεῖ ἄν "νῦν αὖτε νεώτεροι ἀντιοώντων ἔργων τοιούτων, ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ πείθεσθαι" ὅπερ ὅμοιόν ἐστι τῷ "νυκτὶ πείθεσθαι", καὶ "δαιτὶ στυγερῇ πείθεσθαι". "τότε δ' αὖτε", φησί, "μετέπρεπον ἡρώεσσι".

(v. 646) Προτροπὴ δὲ εἰς τιμὴν τεθνεῶτος φίλου τὸ "ἀλλ' ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε", ἤγουν ἐνταφίαζε, κτέρας δίδου ἐπιτάφιον, καί, ὡς εἰπεῖν, κτημάτιζε.

(v. 647-650) Τιμηθεὶς δέ τις ἀγαθὸς ἀνὴρ δώροις πρός τινος ἐνδόξου εἴποι ἂν "τοῦτο δ' ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος οὐδέ σε λήθω, τιμῆς ἧς τέ μ' ἔοικε τετιμῆσθαι· σοὶ δὲ θεὸς τῶνδ' ἀντὶ χάριν μενοεικέα δοίη". ἐκ τούτου δὲ τοῦ Ὁμηρικοῦ τὴν ἀντίχαριν οἱ ὕστερον συνέθεντο.

(v. 649) Ἐν δὲ τῷ "τιμῆς" λείπει ἡ δια πρόθεσις, ἵνα λέγῃ, ὅτι ἀεὶ μέμνησαί μου διὰ τιμῆς. τοῦτο δὲ πρὸς διαστολὴν ἑτέρας μνήμης τῆς ἐπιψόγου. ἢ καὶ ἄλλως, χαίρει μοι τὸ ἦτορ, ὅτι μέμνησαί μοι τῆς ἐοικυίας τιμῆς. Τὸ δὲ "ἧς μ' ἔοικε τετιμῆσθαι", πρὸς ἀκολουθίαν συντέτακται τοῦ τιμῆς. ἄλλως δὲ ἀσφαλὲς ἦν τὸ "ἣν ἔοικέ με τετιμῆσθαι". Φασὶ δ' ἐν τούτοις οἱ παλαιοί, ὅτι ὕψωσεν ἑαυτὸν ὁ γέρων ἐνταῦθα, εἰπὼν ἄξιος εἶναι τιμῆς ὡς ἐνηής, καὶ εὐλόγιστον οὕτως ἀποδεδειχὼς τὸν τιμήσαντα, καὶ ὅτι τιμῆς μόνης ὁ Νέστωρ ἐδεῖτο. τίνος γὰρ ἄλλου πρεσβύτης, διηνυκὼς μὲν τοσαῦτα ἐν νεότητι, πρὸς χάριν δὲ φίλων ἄρτι [806] στρατεύων, ἐπ' ἀξιώματος δὲ τοιούτου ὢν καὶ παίδων ἀγαθῶν πατὴρ καὶ οἴκου δεσπότης εὐδαίμονος. διὸ καὶ ὁ ἐν τῇ γ΄ τῆς Ὀδυσσείας φαινόμενος Μέντωρ οὐδὲν ἀλλ' ἢ κῦδος ἐπεύχεται τῷ Νέστορι καὶ τοῖς υἱοῖς.

(v. 646) Ἰστέον δὲ καὶ ὅτι τὸ "σὸν ἑταῖρον, ὡς ἐρρέθη, "ἀέθλοισι κτερέϊζε" καινότερον εἴρηται οὐχ' ὡς ἐπὶ ἐνταφιασμοῦ, ἄλλως γὰρ ἤδη προεντεταφίασται Πάτροκλος. ἔστι δὲ ἁπλούστερον φράσαι, ὡς τὰ πρὸ τούτων μὲν ἄλλως ἐκτερεΐσθη, τουτέστι κτέρεα, ἤτοι κτήματα, ἔλαβεν ἐκεῖνος νεκρικά, νῦν δὲ καὶ ἀέθλοις κτερεΐζεται τοῖς ἐπ' ἐκείνῳ γενομένοις.

(v. 651 s.) Ὅτι φιλοτίμως χαίρειν τὸν Ἀχιλλέα τοῖς εἰς ἑαυτὸν ἐπαίνοις δηλοῖ ὁ ποιητὴς καὶ νῦν ἐν τῷ "Πηλεΐδης δὲ πολὺν καθ' ὅμιλον Ἀχαιῶν ᾤχετ', ἐπεὶ πάντ' αἶνον ἐπέκλυε Νηλεΐδαο". Παρίστατο γὰρ δηλονότι αὐτῷ φιλικῶς διὰ παντὸς τοῦ λόγου, [δεικνὺς δεῖν εἶναι τὸν φιλότιμον μὴ ἐξουθενοῦν καὶ παρ' οὐδὲν τίθεσθαι τὰ τῶν ἐπαίνων, ἵνα μή ποθεν ἀκούσοι τὸ "ὄνος λύρας" παροιμιακῶς, καὶ ἅμα κατακριθείη ἄχαρίς τε εἶναι καὶ μηδὲ ἑαυτὸν φιλῶν. τοιοῦτοι γὰρ οἱ μὴ χαίροντες τοῖς εἰς σφᾶς αὐτοὺς ἐπαίνοις.] Ὅρα δὲ τὸ "πολὺν καθ' ὅμιλον". ἐκ τούτου γὰρ οἱ μεθ' Ὅμηρον πολὺν ἄνθρωπον καὶ πολὺν λαὸν τὸν χυδαῖόν φασιν.

(v. 653) Ὅτι Ἀχιλλεὺς μετὰ τοὺς ἱππεῖς "πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα", ἤγουν προέθετο. φιλοσόφος δὲ κἀνταῦθα ἡ λέξις κεῖται. εἴτε γὰρ ἵστανται τὰ ἔπαθλα ζῷα ὄντα εἴτε κάθηνται εἴτε κεῖνται, οἰκεῖον γενικῶς ἐπ' αὐτῶν τὸ τίθεσθαι.

(v. 6546) Εἶτα τὸ εἶδος τῆς θέσεως ἑρμηνεύων ἐπάγει ἀσυνδέτως "ἡμίονον ταλαεργὸν ἄγων κατέδησ' ἐν ἀγῶνι, ἑξέτε', ἀδμήτην, ἥ τ' ἀλγίστη δαμάσασθαι· τῷ δ' ἄρα [807] νικηθέντι τίθει δέπας ἀμφικύπελλον", ὅ ἐστι στρογγύλον, ὡς μυριαχοῦ φαίνεται. εὐτελοῦς δὲ ὕλης ἔοικε τοῦτο εἶναι. Ὅρα δὲ ὅτι, εἰ καὶ διὰ συντομίαν οὐκ ἐπεσημήνατο ῥητῶς ὅτι τῷ νικήσαντι ἀέθλιον ἡ ἡμίονος, ἀλλ' οἷς τῷ νικηθέντι τὸ δέπας τεθῆναί φησιν, ἐνέφηνε γοργῶς καὶ τὸ σιωπηθέν. ἐσιώπησε δὲ, ἵνα προϊὼν περιφράσῃ τὸν νικητήν.

(v. 660-662) Ἐρεῖ γὰρ "ᾧ δέ κ' Ἀπόλλων δῴη καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, ἡμίονον ταλαεργὸν ἄγων κλισίηνδε νεέσθω". ὑποκαταβὰς δὲ διὰ τοῦ Ἀχιλλέως ἄμφω λέγει. ὁ μὲν γάρ, ὡς ἐρρέθη, ἡμίονον ἀγέτω,

(v. 663) "αὐτὰρ ὁ νικηθεὶς δέπας οἴσεται" τὸ ῥηθέν, καμμονίην κἀνταῦθα εἰπών, ὡς καὶ προερρέθη, τὴν ἐκ καταμονῆς νίκην. ἣν καταμονήν, τουτέστιν ἐπιμονήν, δηλοῖ τὸ

(v. 659 s.) "ἄνδρε δύο περὶ τῶνδε κελεύομεν πὺξ μάλ' ἀνασχομένω πεπληγέμεν", ἤγουν πὺξ ἀλλήλους πλῆξαι ἀνατείναντας τὰς χεῖρας. ἦν γὰρ ὡς ἐπὶ πλεῖστον ἐπιτήδευμα πυγμάχων τὸ ἐπὶ ποὺ ἀντέχειν ἀνατεταμέναις χερσίν. καί τινα πύκτην Ἀριστείδης ἐπαινεῖ, ὅτι διεκαρτέρει, τῶν ἀντιπάλων οὕτω περιγινόμενος.

(v. 653) Ἀλεγεινὴν δὲ τὴν πυγμαχίαν λέγει, καθὰ προϊὼν καὶ τὴν παλαισμοσύνην, διὰ τὰ ἐξ αὐτῶν δυσχερῆ, ὡς φανήσεται.

(v. 654) Τὸ δὲ "ταλαεργόν" ταῖς ἡμιόνοις ᾠκείωται μάλιστα εἰς ἐπώνυμον. βόες γὰρ καὶ ἵπποι οὐχ' οὕτω ταλαεργοί, ὧν ὡς τὰ πολλὰ τὸ ἀγελαῖον καὶ ἄνετον. ἄλλως δὲ καὶ φερέπονοι αἱ ἡμίονοι μάλιστα. διὸ καὶ οἰκεῖον ἡ τοιαύτη ἆθλον τῷ τλησιπόνῳ πύκτῃ, καὶ μᾶλλον, ὅτι καὶ ἀλγίστη δαμάσασθαι. ἀλγεινὸς μὲν γὰρ καὶ βοῦς καὶ ἵππος δαμασθῆναι μετὰ ἓξ ἔτη, ἀλγίστη δὲ καὶ οὐ ῥᾳδίως εἴκουσα ζυγῷ ἡ σφριγῶσα ἡμίονος. [Δῆλον δὲ ὅτι ταὐτόν ἐστι ἀλγίστην Ὁμηρικῶς εἰπεῖν καὶ ἀργαλέην Ἀττικῶς. διὸ καλῶς οἱ Ἐτυμολόγοι τὸ ἀργαλέον οὐ μόνον ἀπὸ τοῦ ἔργου ἀλλὰ καὶ ἀπὸ τοῦ ἄλγους ἐτυμολογοῦντες εὑρίσκονται τροπῇ τοῦ λ εἰς ρ.]

(v. 655) Τὸ δὲ "ἑξέτεα" διφορεῖται κατὰ τὸν τόνον, καὶ ζητητέον περὶ τούτου καὶ ἐν τοῖς εἰς τὴν Βοιωτίαν, ἔνθα ἐρρέθη τὰ τοιαῦτα καὶ ὀξύνεσθαι κατὰ τὰς εὐθείας καὶ βαρύνεσθαι.

[808]

(v. 660) Τὸ δὲ πύξ ἀπὸ τοῦ πτύσσω πτύξω ἀποβολῇ τοῦ ω γίνεται. πτύσσοντες γὰρ τοὺς τῆς χειρὸς δακτύλους καὶ οὕτω στρυφνοῦντες εἰς πύκνωσιν οἱ πυγμάχοι ἀθλοῦσιν, εἰς γρόνθον συστρέφοντες, ὅπερ κόνδυλόν φασιν οἱ σοφοί, [ῥῆμά τε παράγοντες ἐξ αὐτοῦ τὸ κονδυλίζειν, ἤγουν τοιούτῳ κονδύλῳ παίειν, καὶ παροιμίαν προάγοντες τὴν "δὸς ἄρτον", τυχόν, "καὶ κόνδυλον ὄψον ἐπ' αὐτῷ", ἤγουν χορήγησον τὸ ἀρκοῦν παιδίῳ ἤ τινι τοιούτῳ προσώπῳ, καὶ εἰ μὴ ἀρκεῖται ἀλλ' ὀχλεῖ ἐς πλέον, τότε δὴ ἐπίβαλε ἀντὶ τοῦ ὄψου κόνδυλον, παίσας δηλαδὴ τὸν ἄφρονα.] Ἐκ δὲ τοῦ τοιούτου πτύσσω, ἀφ' οὗ τὸ πύξ, καὶ τὸ πυκνόν γίνεται καὶ ὁ πύξος. καὶ ταῦτα μὲν ἐκ τοῦ πτύξω. ἡ δέ γε πυγμή καὶ ὁ πυγμάχος καὶ ἡ πυγμαχία καὶ τὸ ἐξ αὐτῶν πυγμαχεῖν ἐκ τοῦ ἔπτυγα, μέσου παρακειμένου, σύγκεινται. διὸ καὶ ἔχουσι τὸ γ. [Ἢ μᾶλλον πυγμὴ μὲν ἐκ τοῦ ἔπτυγμαι παθητικοῦ παρακειμένου, ἀπὸ δὲ τοῦ ἔπτυγα σὺν τοῖς ἄλλοις καὶ ἡ πυγὼν καὶ αἱ κατὰ σῶμα πυγαὶ καὶ τὸ πυγούσιον μέτρον. τοῦ δέ γε εἰρημένου παρακειμένου καὶ οἱ Πυγμαῖοι ἤρτηνται, περὶ ὧν, εἰ καὶ προγέγραπται, ὅμως καὶ νῦν μνηστέον οὐκ ἀσυντελῶς, ὡς οἱ τοιοῦτοι μικροὶ ἄνδρες, οἳ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν εἰς ὄχημα χρῶνται. κατὰ δὲ Μενεκλῆν, καθὰ γεράνοις πολεμοῦσιν, [809] οὕτω καὶ πέρδιξιν, ὧν τινας τὸ ῥύγχος οὐ κινναβάρινον ἔχειν ἐκεῖνός φησι. λέγεται δὲ καὶ γυναῖκα εἶναι διάσημον ἐν αὐτοῖς, Γεράναν τοὔνομα, ἣ κατὰ θεὸν τιμωμένη ταπεινούς, φασίν, ἦγε τοὺς θεοὺς καὶ μάλιστα Ἥραν. διὸ ἀγανακτήσασα ἐκείνη μετεμόρφωσε τὴν ἀλαζόνα εἰς ἀπρεπῆ ὄψιν ἀπορνιθώσασα, πολέμιόν τε καὶ στυγητήν, φασί, κατέστησε τοῖς τιμήσασι Πυγμαίοις. Τοῦ δὲ ῥηθέντος ἔπτυγμαι παράγωγον καὶ τὸ τοῦ πέπλου πτύγμα καὶ ὁ πύκτης. ἐκβληθέντος τοῦ ταῦ ἐκ τοῦ πῖ διὰ καλλιφωνίαν. ἐξ αὐτοῦ δὲ παράγωγον ῥῆμα τὸ πυκταλίζειν, οὗ χρῆσις παρὰ Ἀνακρέοντι, οἷον "ὡς μὴ πρὸς τὸν ἔρωτα πυκταλίζω", ἤγουν πυκτεύω. ὡς δὲ ἐκ τοῦ πτύσσω πτύξω γίνεται καὶ τὸ πτύξ πτυχός, καὶ τὸ Πνύξ Πυκνός, ὄνομα δικαστηρίου Ἀττικοῦ, ὅπερ ἡ κοινὴ χρῆσις Πνυκός κλίνει, καὶ ἀλλαχοῦ σαφῶς δεδήλωται.] Ἀπόλλωνος δ' ἐνταῦθα μέμνηται ὁ ποιητὴς διὰ τὸ δοκεῖν ἐναγώνιον εἶναι καὶ αὐτὸν ὁμοίως τῷ Ἑρμῇ.

(v. 661) Τὸ δὲ "γνώωσι πάντες" τὸ ἀναγκαίως ἀναμφήριστον τῆς νίκης δηλοῖ.

(v. 664) Ὅτι "ἀνὴρ ἠΰς τε μέγας τε ἦν εἰδὼς πυγμαχίης, υἱὸς Πανοπῆος, Ἐπειός", δειλὸς μέντοι καὶ ἀπόλεμος, ὡς καὶ Λυκόφρων ἱστορεῖ.

(v. 669-671) Διὸ καὶ αὐτὸς εἰπὼν ἐνταῦθα ὅτι "εὔχομαι", ὅ ἐστι καυχῶμαι, "εἶναι ἄριστος πυγμῇ", ἐπάγει, "ἢ οὐχ' ἅλις ὅττι μάχης ἐπιδεύομαι", καὶ ἑξῆς. [810] προϊὼν μέντοι γελοῖος ἐν τῷ δισκεύειν εὑρεθήσεται ὁ τὴν πυγμὴν ἄριστος. ὡς γὰρ αὐτὸς γνωματεύων φησὶν "οὐδ' ἄρα πως ἦν ἐν πάντεσσιν ἔργοισι δαήμονα φῶτα γενέσθαι", ὅπερ ὅμοιόν ἐστι τῷ οὐκ ἄρα θεὸς πάντα δῶκεν ἀνθρώποις.

(v. 667-669) Οὕτω δὲ θαρρεῖ τὴν πυγμαχίαν ὁ Ἐπειός, ὥστε τῆς ἡμιόνου ἁψάμενος εἰπεῖν "ἆσσον", ἤγουν ἐγγύς, "ἴτω ὅστις δέπας οἴσεται", τὸ δευτερεῖον δηλαδή "ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντα, ἐπεὶ εὔχομαι εἶναι", ὡς ἐρρέθη, "ἄριστος", κατὰ τὴν πρόκλησιν δηλαδὴ τοῦ Ἀχιλλέως, εἰπόντος "ἄνδρε κελεύομεν ὥ περ ἀρίστω πὺξ πεπληγέμεν", ὡς εἴρηται.

(v. 672-675) Εἶτα καὶ ἀπειλούμενος εὐμεθόδως καὶ πρὸς ἀλήθειαν τῷ ἀντιπάλῳ φησὶν "ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ἀντικρὺ χρόα τε ῥήξω σὺν δ' ὀστέ' ἀράξω· κηδεμόνες δέ οἱ ἐνθάδ' ἀολλέες αὖθι μενόντων", ἤτοι μενέτωσαν, "οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα". καὶ αὐτίκα ἔοικεν ἑλεῖν τὸ ἔπαθλον. ἀμέλει μετὰ τὸν ἀγῶνα οὐ μέμνηται τούτου ὁ ποιητής, ἀλλὰ τῶν τοῦ Εὐρυάλου ἑταίρων, οἳ "ἐκόμισαν", φησί, "δέπας ἀμφικύπελλον".

(v. 673) Ὅρα δ' ἐν τούτοις τὴν τῶν γοργῶν παρίσων ἁβρότητα, ἐν οἷς λαλεῖ ὁ θαρρῶν ἄριστος ἀθλητής, τοῦ "χρόα ῥήξω", καὶ "ὀστέα ἀράξω", τουτέστι θραύσω κατά τινα ὀνοματοποιΐαν.

(v. 665) Τὸ δὲ "εἰδὼς πυγμαχίης" οὐκ ἀσυνήθως συντέτακται καθ' ὁμοιότητα τοῦ "τόξων εὖ εἰδώς" καὶ τῶν ὁμοίων. δῆλον δὲ καὶ ὅτι ἄλλως ἔστιν ὅτε κοινότερον συντάσσεται, ὡς δηλοῖ καὶ ἐν Ὀδυσσείᾳ τὸ "εἰδότες ἄμφω κέρδεα".

(v. 673) Τὸ δὲ "ἀντικρύ" κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ διόλου καί, ὡς εἰπεῖν, διαμπερές. ἐμφαίνει δὲ ἡ λέξις ἀντέρεισίν τινα τῶν ἔνδον ὡς ἀντικρουόντων καὶ οὕτω βλαπτόντων τὸ πληγέν. δοκεῖ γὰρ ἐκ τοῦ ἀντικρούειν τὸ ἀντικρύ γίνεσθαι, καὶ δηλοῖ πληγὴν ἀντήρειδα.

(v. 674) Κηδεμόνες δὲ οἱ ἁπλῶς ἐπιμεληταί, οἳ μετ' [811] ὀλίγα φίλοι ἑταῖροι λέγονται. Τὸ δὲ "ἐνθάδε" καὶ "αὖθι", κατὰ λόγου ἀγωνίαν ἐκ παραλλήλου ἕν τι δηλοῦσι.

(v. 665) ἐπισημαντέον δὲ διὰ τοὺς καὶ τοιούτοις χαίροντας, ὅτι τὸ "Πανοπῆος Ἐπειός" ἔχει τι ψευδοπαρηχήσεως κατὰ τὰς παραληγούσας, ὥσπερ μετ' ὀλίγα καὶ τὸ "οἵ μιν ἄγον δι' ἀγῶνος". τηρητέον δὲ καὶ τὸ ἐπικίνδυνον τῆς πυγμαχίας ἀεὶ τοιαύτης οὔσης. πολλοὺς γὰρ τῆς κατὰ φύσιν σωματικῆς ἁρμονίας παρέλυεν.

(v. 678-680) Ὅτι Μηκιστεύς, υἱὸς Ταλαοῦ ἢ Ταλαΐονος, ὅθεν καὶ Ταλαϊονίδης λέγεται, ὡς δηλοῖ τὸ "υἱὸς Ταλαϊονίδαο ἄνακτος", ἦλθέ ποτε Θήβας, "δεδουπότος Οἰδιπόδαο ἐς τάφον. ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας", τῇ πυγμῇ δηλαδή, ὡς ἔστι νοῆσαι ἀπὸ τοῦ υἱοῦ. τούτου γὰρ υἱὸς Εὐρύαλος νῦν οἶος, ἤτοι μόνος, "ἀνίστατο, ἰσόθεος φώς", ἀντικαταστησόμενος πυγμαχικῶς τῷ Ἐπειῷ κατὰ τέχνην, ὡς εἰκός, πατρικήν.

(v. 677) Καὶ ὅρα τὸ "οἶος", δι' οὗ φαίνεται ἡ κατὰ πυγμὴν ἐξοχὴ τοῦ Ἐπειοῦ, ἧς ἕνεκεν οὐδεὶς ἐτόλμησε τούτῳ ἀντιστῆναι, ὅτι μὴ μόνος Εὐρύαλος. ἀλλὰ καὶ αὐτὸς οὐκ εὐτυχῶς ἑαυτῷ. ὁμοίως δὲ ὅρα καὶ τὸ "ἀνίστατο", ἐν ᾧ μὴ πάντῃ θαρρεῖν ὁ Εὐρύαλος φαίνεται. οὐ γὰρ ἀνέστη, φησίν, ἀλλ' ἀνίστατο, σχολαίως ὀρθούμενος εἰς ἀγῶνα δέει τοῦ μέλλοντος, καθά που καὶ ὁ γέρων Νέστωρ ἵππου παρηορίας οὐκ εἶχε ῥᾷον τεμεῖν, ἀλλ' ἔτεμνε σχολαιότερον. Τὸ δέ "ἰσόθεος φώς" ὑπερεξαίρει τόν, ὡς εἴρηται, ἄριστον Ἐπειόν, εἴπερ ἰσόθεον ἀντίμαχον καταβαλεῖ.

(v. 679 s.) Ἐν δὲ τῷ "Θήβας ἦλθεν" ἡ εἰς πρόθεσις λείπει. Δεδουπότος δὲ ἀντὶ τοῦ πεσόντος, ἐκ τοῦ παρεπομένου [812] δούπου, ἤτοι ψόφου καὶ κτύπου, τοῖς πίπτουσιν, ὡς δηλοῖ τὸ "δούπησε δὲ πεσών". εἴρηται δὲ ἡ λέξις ὡς ἢ ἐν πολέμῳ θανόντος τοῦ Οἰδίποδος ἢ ὡς ὑπερπαθήσαντος καὶ κατακρημνίσαντος ἑαυτόν. Ὅρα δὲ καὶ ὅτι οὐκ ἐν Ἀθήναις κατὰ τοὺς τραγικούς, ὧν καὶ ὁ Σοφοκλῆς, ἀλλ' ἐν Θήβαις θανεῖν τὸν Οἰδίποδα φαίνεται εἰδὼς ὁ ποιητής, καὶ ὅτι οὐδὲν οὐδὲ τὸν Εὐρύαλον τοῦτον ἡ πατραγαθία ὤνησεν, ὃς κακῶς ἀπαλλάξει πυγμαχήσας τῷ Ἐπειῷ. Ἰστέον δὲ καὶ ὅτι συγγενὴς ἦν τῷ Διομήδει Εὐρύαλος οὕτω. Ἀδράστου ἀδελφὸς Μηκιστεύς, οὗ Εὐρύαλος. πάλιν Ἀδράστου θυγάτηρ Δηϊπύλη, ἧς Διομήδης.

(v. 681.) Διὸ καί, καθὰ φανεῖται, ἀμφεπονεῖτο αὐτὸν ὁ Διομήδης "θαρσύνων ἐπέεσσι, μέγα δ' αὐτῷ βούλετο νίκην", ἐθέλων κενεαυχέα δεῖξαι τὸν Ἐπειόν.

(v. 679) Ὁ δὲ Οἰδίπους πολλαχοῦ εὕρηται τετρασυλλάβως καὶ Οἰδιπόδης λεγόμενος. [Τὸν δὲ εἰρημένον Ἐπειὸν ὑδροφορεῖν τοῖς Ἀτρείδαις ἱστορεῖ Στησίχορος ἐν τῷ "ᾤκτειρε δ' αὐτὸν ὕδωρ ἀεὶ φορέοντα Διὸς κούροις βασιλεῦσιν". ἔνθα ὅρα τὸ "Διὸς κούροις", καθ' ὃ καὶ Διὸς κούρη ἡ Ἀφροδίτη ἐν παραθέσει, ὥστε κατ' ἐξοχήν τινα Διόσκουροι συνθέτως οἱ τῆς Λήδας καὶ τοῦ Διός. ἡ δὲ ῥηθεῖσα ἱστορία τῆς τοῦ Ἐπειοῦ ὑδροφορήσεως ὑπεκίνησε τὸν Σιμωνίδην αἴνιγμα θέσθαι ἐπὶ ὄνῳ ὑδροφοροῦντι αὐτῷ τε καὶ τοῖς μαθηταῖς, ἐν ᾧ Πανοπηϊάδην ἐκεῖνος τὸν ῥηθέντα ὄνον εἶπεν, ἤγουν Πανοπέως υἱόν, Ἐπειόν. ὡς δὲ κατὰ γαστρὸς ἔτι ὢν ἔμβρυον ὁ Ἐπειὸς ἐπύκτευσέ πως τῷ διδύμῳ ἀδελφῷ καὶ νικήσας προεξώδευσεν, ὁ Λυκόφρων ἱστορεῖ.]

(v. 683-691) Ὅτι Διομήδης τῷ, ὡς ἐρρέθη, φίλῳ συγγενεῖ Εὐρυάλῳ "ζῶμα πρῶτον [813] παρακάββαλεν", ἤτοι παρακατέβαλεν ἤγουν περὶ τὰ αἰδοῖα ἔθετο, "αὐτὰρ ἔπειτα δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο. τὼ δὲ ζωσαμένω βήτην ἐς μέσον ἀγῶνα, ἄντα δ' ἀνασχομένω", καθὰ προδεδήλωται, "χερσὶ στιβαρῇσιν ἅμ' ἄμφω σύν ῥ' ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. δεινὸς δὲ χρόμαδος γενύων γένετο, ἔρρεε δ' ἱδρὼς πάντοθεν ἐκ μελέων, ἐπὶ δ' ὤρνυτο θεῖος" ἢ "δῖος Ἐπειός, κόψε δὲ παπτήναντα παρήϊον, οὐδ' ἂρ ἔτι δὴν εἱστήκει" ἢ "ἑστήκειν", "αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γύια".

(v. 692-699) Εἶτα διαγράφων τὸν τρόπον τοῦ πτώματος διὰ παραβολῆς φησιν "ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς θῖν' ἐπὶ φυκιόεντι, μέλαν τέ ἑ κῦμ' ἐκάλυψεν, ὣς πληγεὶς ἀνέπαλτο, ἀτὰρ μεγάθυμος Ἐπειὸς χερσὶ λαβὼν ὤρθωσε, φίλοι δ' ἀμφέσταν ἑταῖροι, οἵ μιν ἄγον δι' ἀγῶνος ἐφελκομένοισι πόδεσσιν, αἷμα παχὺ πτύοντα, κάρη βάλλονθ' ἑτέρωσε, κὰδ δ' ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν", ὅ ἐστιν ἐκάθισαν, "ἄγοντες· αὐτοὶ δ' οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον".

(v. 698) Ἔστι δὲ τὸ "ἀλλοφρονέοντα" ἀντὶ τοῦ ἐξεστηκότα φρενῶν κατὰ τοὺς παλαιούς, κρεῖττον δ' εἰπεῖν, ἠλλοιωμένον τὴν φρόνησιν. Τὸ δὲ εἰπεῖν ἄλλο φρονοῦντα, παρ' ὃ πρῴην ἐφρόνει, κακίζεται τοῖς πάλαι σοφοῖς, ἵνα μὴ τὸ παραφρονεῖν, φρονεῖν λεγόμενον [814] καὶ αὐτό, νόμῳ καθυπαγάγῃ τὴν φρόνησιν κατὰ τὸ "νόμῳ γλυκύ" καὶ "νόμῳ πικρόν". ὁ δὲ ὡς ἐρρέθη, ἀλλοφρονῶν καὶ ἀλλότριος τοῦ φρονεῖν ἑρμηνευθείη ἄν. [Οἱ δέ γε παρὰ τοῖς ἰατρικῶς ἰωνίζουσιν ἀλλοφάσσοντες οὐδέν τι ὅμοιον δηλοῦσιν, ἀλλὰ σημαίνουσι τοὺς ἄλλοτε ἄλλα φράζοντας καὶ μηδὲν ὅλως διασαφοῦντας.]

(v. 683) Ζῶμα δὲ οὐ μόνον ἐν πυγμαχίᾳ, ἀλλὰ ἐζώννυντο καὶ οἱ παλαίοντες, ὡς δηλώσει προϊὼν ὁ ποιητής. Ὅτι δὲ καὶ ἐγυμνοῦντο οἱ οὕτω ζωνύμενοι, σιγᾷ ὡς φανερόν, καθὰ παντελῶς ἐσίγησε καὶ τὸ ζώσασθαι τὸν Ἐπειόν, ὡς ἀπὸ τοῦ Εὐρυάλου γνωσθησόμενον. ἐνέφηνε δὲ μόνον τὸ καὶ ἀμφοτέρους ἐνταῦθα ζώσασθαι ἐν τῷ εἰπεῖν "οἳ δὲ ζωσάμενοι". Περὶ δὲ τοῦ ζώματος φέρεται ἱστορία, ὅτι μετὰ τὴν ιδην Ὀλυμπιάδα συνέβη Ὄρσιππόν τινα ἐμποδισθέντα ὑπὸ τοῦ περιζώματος πεσεῖν καὶ τελευτῆσαι, ἢ κατά τινας νικηθῆναι. ὅθεν ἐθεσπίσθη γυμνοὺς τοὺς τοιούτους ἀγωνίζεσθαι. ἀφ' οὗ καὶ γυμνάσιον ὁ τόπος, ἐν ᾧ τοὺς ἀγῶνας ἐποιοῦντο. ὥστε, φασί, νεώτερος Ὁμήρου Ἡσίοδος, γυμνὸν εἰσάγων Ἱππομένην ἀγωνιζόμενον τῇ Ἀταλάντῃ.

(v. 684) Οἱ δὲ τῶν πυγμάχων ἱμάντες οἱ βόειοι περὶ τὰς χεῖρας αὐτοῖς εἰλοῦντο, συνεργαζόμενοί τι ταῖς πληγαῖς καὶ τοὺς δακτύλους δὲ συνέχοντες, καὶ ὡσεί τινα κορύνην σφαιροῦντες στερρῶς. καὶ ὤφθη οὐ πρὸ πολλοῦ Πέρσης ἀνὴρ πυγμικὸς ἐν τοῖς βασιλείοις οὕτω διατεθειμένος. ἐκαλοῦντο δέ, φασί, καὶ μύρμηκες οἱ τοιοῦτοι ἱμάντες, ὅθεν καὶ τὸ ἀστεῖον ἐκεῖνο ἱστόρηται, ὡς ἀνὴρ ἀχρεῖος τὴν [815] πυγμικὴν καὶ πολλὰς παθὼν πληγάς, τόπον ὠνούμενος ἐν ᾧ μάθοι πολλοὺς εἶναι μύρμηκας, ἀφῆκε συναλλάξαι, βαρυνθεὶς ὡς εἴπερ καὶ ἐπλήγη τῷ τῶν μυρμήκων ὀνόματι. [Ἀλλὰ τοῦτο μέν, εἰ καὶ ἡδὺ τοῖς ἀκούουσιν, ἀλλ' ὁ ταπεινὸς ἐκεῖνος πύκτης οὐκ εὐτραπέλως ἐποίησεν, ἀλλὰ δειλιῶν καὶ πρὸς μόνην ἀκοὴν μύρμηκος. ὁ δὲ ἀστεῖος μουσικὸς Στρατόνικος πρὸς ὄνομα κηρύκων, ὡς καὶ ἐν ἄλλοις δεδήλωται, ἄλλως εὐτραπελεύσατο, σχήματι δέους διαχέας τοὺς θεατάς. μαθὼν γὰρ τὴν πόλιν, ἐν ᾗ παρέτυχε, πολλοὺς ἔχειν κήρυκας, δακτύλοις ἄκροις διέβαινεν, αἰτίαν εἰπὼν τοῦδε τοῦ περιπάτου τὸ δεδιέναι, μήποτε πλατεῖ ποδὶ βαίνων περιπαρῇ πατήσας κήρυκα, ὡς τοῦ θαλασσίου κήρυκος διὰ τὸ κογχυλοειδὲς ὀξύτητας πέριξ ἔχοντος.]

(v. 686) Τὸ δὲ "ἄντα δ' ἀνασχόμενοι", τουτέστιν ἀνατείναντες τὰς χεῖρας, ἕως τοῦ "ἐκ μελέων" ἔκφρασίς ἐστι τῆς τῶν πυγμάχων συμπλοκῆς.

(v. 687) Συμπεσεῖν δὲ κυριωτάτη λέξις κἀνταῦθα ὥσπερ καὶ ἐπὶ μάχης καὶ ὅλως ἁπάσης συμβολῆς. Βαρεῖαι δὲ χεῖρες ἐνταῦθα κυρίως εἴρηνται παρὰ τὸ βίᾳ αἴρεσθαι.

(v. 688) Χρόμαδος δὲ κατὰ ὀνοματοποιΐαν ὁ ἐν ταῖς γένυσι ψόφος καὶ οἷον τρισμός, ὃς μάλιστα ἐν ταῖς πληγαῖς γίνεται. Τὸ δὲ "γενύων γένετο" ἔχει τι κάλλους ὁμοίως τῷ "προσήκει προθύμως".

(v. 690) Τὸ δὲ "κόψεν" ἐπὶ πληγῆς φησιν, ὡς καὶ ἐν ἄλλοις. οὕτω δὲ καὶ μετ' ὀλίγα Ὀδυσσεὺς κόψεν Αἴαντος κώληπα. ἐκ τούτου δὲ καὶ κόπτεσθαι παθητικῶς ἐπὶ θρήνου, ὅθεν ὁ κοπετός. ἐκ τοῦ τοιούτου δὲ καὶ τὸ πληκτικὸν κόπανον, [ἵνα ᾖ, ὡς ξέω ξόανον, οὕτω καὶ κόπανον.] Τὸ μέντοι κατακόπτειν ἐπὶ σφαγῆς οἱ μεθ' Ὅμηρον τιθέασι ῥήτορες, οἷον "κατεκόπησαν ἐν πολέμῳ", καὶ ὁ Κωμικὸς δὲ ὄρνιθας κατακοπῆναί φησι. Τὸ δὲ "παπτήναντα" σημαίνει μὲν τὸ περιβλεψάμενόν που εἰς ἕτερον μέρος, οἷα εἰκός, ἐμφαίνει δὲ προσοχὴν τοῦ Ἐπειοῦ, ὃς καιρὸν τοῦτον εὑρὼν ἔπληξεν εὐθὺς τὸν Εὐρύαλον. [816] πιθανεύεται δὲ οὕτω καὶ τὸ κατὰ τῆς παρειᾶς κροῦσμα. εἰ μὴ γὰρ ἐπλαγίασεν Εὐρύαλος, τὰ κατὰ στόμα καὶ ὀφθαλμοὺς εἰκὸς ἦν κρουσθῆναι, ὧν καὶ αὐτῶν ἐστοχάζοντο πάντως οἱ πύκται, καθὰ καὶ ὤτων. ὅθεν ὠτοκάταξις κατὰ Αἴλιον Διονύσιον ὠτοθλαδίας, τὰ ὦτα τεθλασμένος ἐν παλαίστρᾳ, καὶ ἀμφώτιδες κατὰ Παυσανίαν, ἃς οἱ παλαισταὶ παρὰ τοῖς ὠσὶν εἶχον. ἄλλως δέ γε καὶ ἐκπώματος εἶδος αἱ ἀμφώτιδες. Παρήϊον δὲ νῦν μὲν αὐτὴ ἡ παρειά, ἑτέρωθι δὲ κόσμος ἵππου παραγναθίδιος.

(v. 691) Τὸ δὲ "ἑστήκειν" δύναται μὲν καὶ δίχα τοῦ ν κοινῶς γράφεσθαι, ἡ δὲ ἀκρίβεια τῆς ἀντιγραφῆς μετὰ τοῦ ν γράφει ἀπὸ Ἰωνικοῦ τοῦ ἑστήκεεν, ὡς εἶναι ὅμοιον τῷ "ἤσκειν εἴρια καλά".

(v. 692) Εἰς δὲ τὸ "ἀναπάλλεται ἰχθύς" φασὶν οἱ παλαιοὶ ὅτι, ἐπειδὰν τὸ πέλαγος στίζηται ἀρχομένου πνέειν ἀνέμου, ἀναπάλλονται ἰχθύες. στίζεται δὲ πάντως πέλαγος, ὅτε φρῖκα πάσχει, περὶ ἧς πολλαχοῦ εἴρηται.

(v. 695) Τὸ δὲ "χερσὶ λαβὼν ὤρθωσε" φιλοίκτως τῷ Ἐπειῷ πέπαικται, ὀρθοῦντι ὃν κατέρριψε.

(v. 696) Τὸ δὲ "ἄγον δι' ἀγῶνος" σὺν τῷ παρηχεῖν καὶ ἐτυμολογεῖ. ἀπὸ τοῦ ἄγειν γὰρ ὁ ἀγών, ἔχων καὶ ἑτέρας ἐτυμολογίας, ὡς ἐν ἀρχῇ τῆς ω΄ ῥαψῳδίας ῥηθήσεται. Τὸ δὲ "ἐφελκομένοις ποσίν" ὅ ἐστι συρομένοις, ἀκρατῆ ἑαυτοῦ δηλοῖ τὸν Εὐρύαλον, ἐξ οὗ πιθανολογεῖται καὶ τὸ ἀλλοφρονεῖν. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ τοιούτου [817] ἐφέλκεσθαι παράγεται καὶ τὸ τῆς φορτηγοῦ νηὸς ἐφόλκιον. Ἰστέον δὲ καὶ ὅτι νῦν μὲν αὐθωρὸν οἱ πυγμάχοι ἀλλήλοις ἐνέπεσον. ἦν δέ ποτε αὐτοῖς τέχνη καὶ τρίβειν συχνὰς ὥρας ἐπὶ κακῷ τῶν ἀντιπάλων, [ἀνατάσει καὶ καταφορᾷ χειρῶν, ὡς εἰ καὶ ἀέρα, ὃ δὴ λέγεται, ἔδαιρον, ἢ καὶ ἐσκιαμάχουν πολεμικῶς. ἐζηλοῦτο γὰρ τοῖς παλαιοῖς καὶ σκιαμαχία εὐγενής. Κελτοὶ γοῦν, φασί, παρὰ τὸ δεῖπνον ἐνίοτε πρῶτα μὲν ἐν ὅπλοις ἐγερθέντες σκιαμαχοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, καὶ ἑξῆς, τὰ τοῦ ἱστοροῦντος αὐτὸ Ποσειδωνίου.] Περιᾴδεται οὖν τις [πυγμάχος], ὡς καὶ προερρέθη, κρατερὸς ἑαυτοῦ εἰς τὸ φερεπόνως ἐπὶ πολὺ ἀνέχειν τὴν χεῖρα καὶ πληγὰς μὲν μὴ καταφέρειν, ἀποκναίειν δὲ οὕτω τὸν ἀνταγωνιζόμενον. ὅτε οὖν τοιοῦτόν τι γίνεται ἢ καὶ ἄλλως παρατείνοιτο τὸ ἔργον, ἐγίνετο τηνικαῦτα τοῖς ἀθλοῦσι βοήθημα, ὁποῖον καὶ Παυσανίας ἱστορεῖ, λέγων ὅτι ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὅτε χρονοτριβοῖεν οἱ πύκται, κλῖμαξ εἰσεφέρετο, ὥστε διαστάντας καὶ χώραν λαβόντας ἐκείνους μένειν ἐν ταύτῃ ἕνεκεν τοῦ μὴ περιΐστασθαι, τουτέστιν ὑφίστασθαι, τὰς φερομένας πληγὰς περιτρέχοντας, ἀλλὰ μένοντας ἐπὶ τοῦ αὐτοῦ τῇ ποιᾷ τῶν χειρῶν ἐκτάσει φυλάττεσθαι. καὶ ἐλέγετο τοῦτο "ἐκ κλίμακος", παροιμιαζόμενον ἴσως ἐπὶ τῶν ἐκ προμηθείας τινὸς λαμβανόντων ἐν πόνοις ἄνεσιν. [Ἰστέον δὲ ὡς ἡ ἱστορία σὺν ἄλλοις τισὶ καὶ Τιμοκρέοντα, τὸν Ῥόδιον ποιητὴν καὶ ἀθλητήν, σεμνύνει ὡς πύκτην ἄριστον, ὅς, φασί, παρὰ τὸν μέγαν ἀφικόμενος βασιλέα καὶ ἐμφορηθεὶς βρωμάτων καὶ πολλὰ πιών, εἶτα ἐρωτηθεὶς ὅ τι ποτε ἀπὸ τούτων ἐργάζοιτο, καὶ εἰπὼν Περσῶν ἀναριθμήτους συγκόψειν, εἴπερ δηλαδὴ ἀεθλεύσει κατ' [818] ἐκείνων, τῇ ὑστεραίᾳ πολλοὺς καθ' ἕνα νικήσας, εἶτα χειρονομήσας καὶ ζητηθεὶς τὴν τοῦ χειρονομῆσαι πρόφασιν, ἀπολείπεσθαι ἔφη τοσαύτας πληγάς, εἴ τις τολμήσει προσελθεῖν. δοκεῖ γοῦν καὶ ὁ Ἐπειὸς πολλοὺς ἂν ἔτι καταρρίψειν, εἰ κατ' αὐτοῦ ἀνέστησαν, καί που καὶ χειρονομῆσαι κατ' ἐκεῖνον τὸν Τιμοκρέοντα, καὶ ἐρωτηθεὶς εἰπεῖν, ὃ καὶ ἐκεῖνος ἔφη. Ὅρα δὲ ὅτι καὶ Τιμοκρέων τῇ τοῦ κόψειν λέξει Ὁμηρικῶς ἐχρήσατο ἐν τοῖς κατ' αὐτόν. λέγεται δὲ καὶ Φιλάμμων, πύκτης Ἀθηναῖος, νικᾶν τοὺς ἀντιπάλους πάντα τὸν χρόνον.]

(v. 701) Ὅτι τὴν παλαισμοσύνην ἔστιν εὑρεῖν καὶ παλαιμοσύνην δίχα τοῦ σ γραφομένην τοῖς παλαιοῖς καθ' ὁμοιότητα τοῦ Παλαίμων κυρίου ὀνόματος, ὃ καὶ αὐτὸ δοκεῖ ἐκ τοῦ παλαίειν γίνεσθαι.

(v. 7005) Ἰστέον δὲ ὡς ἆθλα παλαισμοσύνης Ἀχιλλεὺς τέθεικε "τῷ μὲν νικήσαντι μέγαν τρίποδ' ἐμπυριβήτην, τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί· ἀνδρὶ δὲ νικηθέντι γυναῖκ' ἐς μέσον ἔθηκε, πολλὰ δ' ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον". ὅτι δὲ τὰ τοιαῦτα σταθμός τις ἦν, δι' οὗ τοσοίδε βόες ὠνοῦντο, προδεδήλωται. Ἰστέον δὲ ὅτι, ὅπερ Ὅμηρός φησι "δωδεκάβοιον τῖον" καὶ "τίον τεσσαράβοιον", οἱ μεθ' Ὅμηρον γενικῇ συντάσσουσιν, οἷον· δωδεκαβοίου τιμῶμαι τόδε, καί· τεσσαραβοίου ἐτιμῶντο, παθητικῶς τὸ τίειν σχηματίζοντες.

(v. 702) Ἐμπυριβήτης δὲ τρίπους πρὸς διαστολὴν τοῦ ἀναθηματικοῦ, ὡς προγέγραπταί που.

(v. 703) Τὸ δὲ "ἐνὶ σφίσιν" ἀντὶ τοῦ καθ' ἑαυτούς. τοῦτο δὲ πρὸς διαστολὴν τῶν ἄλλως ἐπί τινι συναλλάγματι ἐκφωνούντων τίμημα.

(v. 704) Τὸ δὲ "ἀνδρὶ νικηθέντι" ἔχει ἀντιθετικήν τινα γλυκύτητα. τοιοῦτον γὰρ τὸ ἀνδρὶ τοιούτῳ γυναῖκα ἔπαθλον δοθῆναι ὡς οἷα γυναικισθέντι καὶ αὐτῷ τῇ κατὰ πάλην μαλθακότητι.

(v. 705) Πολλὰ δὲ ἔργα τὰ γυναικὶ δηλαδὴ πρέποντα. ἐπ' ἄλλης [819] δὲ φθάσας "ἀμύμονα" εἶπεν "ἔργα". [Τὸ δὲ "ἐπίστατο" παρ' Ὁμήρῳ μὲν εὖ ἔχει, οἱ δὲ μεθ' Ὅμηρον καινότερον "ἠπίστατο" φασίν, ὁμοίως πως τῷ ἠδύνατο καὶ ἤμελλε καὶ διηκόνησε καὶ τοῖς τοιούτοις. ἐκεῖνοι δὲ καὶ ἄλλως καινοτομοῦσι τὰς αὐξήσεις, ποτὲ μὲν ἔξω αὔξοντες, τὸ δὲ ἔσω ἀφιέντες ἀναύξητον, οἷον "τέλος ἔχει μοι τὰ πάντα, ἰατρέ, καὶ δεδιοίκηται πάλαι", ποτὲ δὲ διχῇ αὔξοντες, ἤγουν ἔσω καὶ ἔξω. τοιοῦτον γὰρ τὸ "δεδιῴκηται" ἐκ τοῦ διοικῶ, καὶ τὸ "ἐκδεδιῃτημένος" ἀπὸ τοῦ ἐκδιαιτῶ, καὶ τὸ "μεμεθωδευμένος", καὶ τὸ "πεπαρῳνηκώς", καὶ τὸ "μεμελοπεποιημένος", καὶ τὸ "ἠνώχλησε", καὶ τὸ "ἠνέῳγεν", ἵνα μή τις τἆλλα λέγῃ, ὅσα χύδην ἔχει καὶ εἰς γνῶσιν πρόκειται.]

(v. 703 et 705) Σημείωσαι δὲ ὅτι τόπος εἷς οὗτος ὁ ῥηθεὶς ἐν μὲν τῷ "τῖον Ἀχαιοί" ἐκτείνει τὴν ἄρχουσαν τοῦ ῥήματος, ἐν δὲ τῷ "τίον δέ ἑ τεσσαράβοιον" συστέλλει.

(v. 700 s.) Ἐν τούτοις δὲ κεῖται καὶ δεικνύμενος, ὃ παρὰ τοῖς μεθ' Ὅμηρον ἐπιδεικνύμενος λέγεται, ἀντὶ τοῦ φιλοτιμούμενος, φιλενδεικτῶν. φησὶ γὰρ "Πηλείδης δ' αἶψ' ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα δεικνύμενος Δαναοῖσιν. τὰ δὲ ἦν τὰ τῆς, ὡς ἐρρέθη πρὸ ὀλίγων, ἀλεγεινῆς παλαισμοσύνης, ἧς ἀναλογία ἡ τοξοσύνη καὶ τὰ κατ' αὐτήν. ὡς γὰρ ἱπποσύνη ἡ ἱππική, καὶ βριθοσύνη τὸ βάρος, καὶ τοξοσύνη ἡ τοξικὴ τέχνη, οὕτω καὶ παλαισμοσύνη ἡ πάλη.

(v. 706) Ὅτι ἐφ' ἑκάστου ἄθλου δίχα δύο τῶν [820] τελευταίων ὀρθὸς ἀνιστάμενος Ἀχιλλεύς, ὡς ἔθος ἦν, μετακαλεῖται τοὺς ἀεθλεύσοντας. Φησὶ γὰρ "στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν", ὃ δὴ καὶ ἐν δημηγορίαις ἐγίνετο, ἵνα ὁ λέγων ἀκούοιτο.

(v. 704) Λέγει δ' ἐνταῦθα προτρεπτικῶς εἰς ἀγῶνα τὸ "ὄρνυσθε, οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε", ὥσπερ ἀποτρεπτικὸν ἐν τοῖς ἑξῆς κείσεται τὸ "μηκέτ' ἐρείδεσθον μηδὲ τρίβεσθε κακοῖσιν".

(v. 736 s.) Εἰ δὲ καὶ ἰσοπαλεῖς οἱ ἀθλοῦντες, προσφυὲς εἰπεῖν καὶ τὸ εὐθὺς ἐφεξῆς "νίκη δ' ἀμφοτέροισιν, ἀέθλια δ' ἶσ' ἀνελόντες ἔρχεσθε, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί". πρὸς Ὀδυσσέα δὲ καὶ Αἴαντα ἐρεῖ μετ' ὀλίγα Ἀχιλλεὺς ταῦτα. Ἔνθα καὶ ἀποροῦσιν οἱ παλαιοί, ὡς τοῦ ποιητοῦ σιγήσαντος καὶ μὴ ἑρμηνεύσαντος, πῶς ἶσα λήψονται ὁ νικήσας καὶ ὁ μή, πῶς δ' ἂν ἶσα γένοιντο τὰ προσεχῶς ῥηθέντα, τὸ "δυωδεκάβοιον" καὶ τὸ "τεσσαράβοιον" λύεται δὲ τὸ ἄπορον, ὅτι κατὰ τὸ σιωπώμενον οὐχ' ὁ μὲν πρῶτος ἔλαβεν, ὁ δὲ δεύτερος, ὡς ἐπὶ τῶν ἄλλων ἄθλων εἰκός, ἀλλ' ὁμοῦ οἱ δύο, καὶ οὕτως ἔδοξαν ἀνελέσθαι ἶσα τῇ κατὰ τὸν αὐτὸν στιγμιαῖον χρόνον ἀναλήψει. μᾶλλον δὲ ὅτι κατά τινα συναλλαγὴν σιωπηρῶς ἀνισάσθησαν προσθήκης λόγῳ καὶ ὑφέσεως, καὶ ὅλως κατὰ ἰσομοιρίαν τινὰ ἢ νῦν αὐτοῖς γενομένην ἢ ὕστερον, ὁποία τις γίνεται καὶ ἐν τοῖς ἑξῆς τοῖς φερομένοις ἔπαθλον "ξυνήϊα τεύχεα". ἴσως γὰρ διὰ τοῦτο καὶ τὴν τιμὴν τῶν ἀέθλων ὁ ποιητὴς παρεσημήνατο, διδοὺς τοῖς ἀποροῦσιν ἀφορμὴν λύσεως. τάχα δέ τι καὶ ὁ ἀθλοθέτης ἐπέρριψε σιγηλῶς ἐπιθήκης λόγῳ πρὸς ἐξισασμόν. καὶ οὕτω μὲν ταῦτα.

(v. 708 s.) Ὁ δὲ ποιητὴς ἱστορεῖ ὅτι ἀνέστησαν παλαίσοντες μέγας Τελαμώνιος Αἴας καὶ Ὀδυσσεὺς πολύμητις κέρδεα εἰδώς. Καὶ σημείωσαι ὅτι ἐξ αὐτῆς [ἀρχῆς] παραδηλοῖ, ὡς νικήσει τὴν πάλην Ὀδυσσεὺς ὁ κέρδεα εἰδὼς καὶ πολύμητις, ὡς δὲ μετ' ὀλίγα ὁ Αἴας ἐρεῖ, καὶ πολυμήχανος. εἰ δὲ καὶ ὁ Αἴας τῇ ἐκ μεγέθους βαρύτητι καταπονήσει τὸν Ὀδυσσέα, παρεσημάνθη τῷ ποιητῇ καὶ τοῦτο νῦν ἐν τῷ "μέγας Αἴας".

(v. 710 s.) Εἶτα ἐκφράζων κἀνταῦθα τὰ τοῦ ἀγῶνός φησι "ζωσαμένω δ' ἄρα τώ γε βάτην ἐς μέσον ἀγῶνα, ἀγκὰς δ' ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσι".

(v. 712-713) Πρὸς δὲ τὴν τοιαύτην παλαιστικὴν λαβὴν παραβολὴν εἰπὼν σύντομον [821] τὸ "ὡς δ' ὅτ' ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων", ἐπάγει τὸ ἑξῆς τῆς ἐκφράσεως, φαίνων ἃ οἱ παλαίοντες ἔπασχον ὑπ' ἀλλήλων τῇ βιαίᾳ προστρίψει καὶ τῷ σφιγμῷ καὶ τῇ ἀνάγκῃ τῆς διατάσεως, καί φησι

(v. 714-735) "τετρίγει δ' ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν ἑλκόμενα στερεῶς, κατὰ δὲ νότιος ῥέεν ἱδρώς, πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους αἵματι φοινικόεσσαι ἀνέδραμον. οἳ δὲ μάλ' αἰεὶ νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο· οὔτ' Ὀδυσσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσαι, οὔτ' Αἴας δύνατο, κρατερὴ δ' ἔχεν", ἤγουν ἀντεῖχεν, ἲς Ὀδυσῆος. ἀλλ' ὅτε δή ῥ' ἀνίαζον ἐϋκνήμιδες Ἀχαιοί, δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας· Διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, ἤ μ' ἀνάειρ' ἢ ἐγὼ σέ. τὰ δ' αὖ Διῒ πάντα μελήσει. ὣς εἰπὼν ἀνάειρε. δόλου δ' οὐ λήθετ' Ὀδυσσεύς· κόψ' ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, κὰδ δ' ἔβαλ' ἐξοπίσω, ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς κάππεσε, λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε. δεύτερος δ' αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, κίνησεν δ' ἄρα τυτθὸν ἀπὸ χθονὸς οὐδέ τ' ἄειρεν, ἐν δὲ γόνυ γνάμψεν, ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ. καὶ νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ' ἐπάλαιον, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε· μηκέτ' ἐρείδεσθον", καὶ ἑξῆς, ὡς προγέγραπται.

(v. 739) Οἱ δὲ πεισθέντες "ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας". Καὶ ὅρα ὡς ἀξίως τῶν ἡρώων διεσκεύασται ὁ ἀγὼν πρὸς ἐμβρίθειαν τῇ τε φράσει καὶ τῇ περιπετείᾳ τῆς ἀθλητικῆς διαθέσεως. Καὶ τὸ μὲν ὅλον οὕτω. τὰ δὲ κατὰ μέρος τοῦ χωρίου τοιαῦτα.

(v. 710) Ζώνυνται μὲν οἱ παλαισταὶ καθὰ καὶ οἱ πυγμάχοι.

(v. 711) "Ἀγκάς" δὲ κἀνταῦθα ἢ ἐπιρρηματικῶς νοητέον ἢ καὶ ὡς ὄνομα, ἵνα οὕτω μὲν λέγῃ ὅτι τὰς ἀγκὰς ἀλλήλων ἔλαβον, ἄλλως δέ, ὅτι ἀγκαλικῶς ἀλλήλων ἥψαντο.

(v. 712) Ἀμείβοντες δὲ λέγονται [822] ξύλα ὑπανέχοντα τὴν στέγην, ἅπερ σύνδυο ἐξ ἀποστάσεως τῆς κάτω ἄνω συναγόμενα ἀντερείδουσιν ἄλληλα, οἷς δεξιῶς εἰκάζε ὁ ποιητὴς ἐνταῦθα τοὺς ἥρωας ἀλλήλοις ἐν τῷ παλαίειν ἀντικειμένους, καὶ τὰ μὲν ἄνω εἰς ἓν ἥκοντας κατὰ τὰς δοκοὺς καὶ ἐρειδομένους, τὰ δὲ κάτω διεστῶτας. ὅτι δὲ κατὰ τοιούτους ἀμείβοντας ἀντερείδουσι, δηλοῖ καὶ τὸ "μηκέτι ἐρείδεσθον", ἐξ οὗ λαβόντες οἱ μετὰ ταῦτα σοφοὶ τὴν τῶν πρός τι ἀντίθεσιν εἶπον πάνυ προσφυῶς εἶναι κατὰ τὴν τοιαύτην τῶν ξύλων ἀντέρεισιν. Ἰστέον δὲ ὅτι ἐν τῷ "ὡς δ' ὅτ' ἀμείβοντες", ἢ ἀντὶ τοῦ δή κεῖται ὁ δε σύνδεσμος, ἢ φανερῶς παρέλκει. οὐ γὰρ ἀπαιτεῖ ὅλως ἀπόδοσιν ἡ τοιαύτη παραβολή, ἀλλὰ ψιλὴ ἐπῆκται πρὸς τὴν δεδηλωμένην τῶν ἡρώων ἀντέρεισιν. ὅτι δὲ ἀραρότως ἔχειν χρὴ τοὺς τοιούτους ἀμείβοντας καὶ μάλιστα τοὺς τῶν ὑψηλῶν δόμων, ἵνα μὴ διασαλεύοιντο ὑπ' ἀνέμων βίας, οὐκ ἄδηλόν ἐστι.

(v. 714) Τὸ δὲ "τετρίγει" ὠνοματοπεποίηται, καθὰ ἐπὶ τῶν πυγμάχων ὁ χρόμαδος. ὡς δὲ καὶ χιὼν τετριγέναι λέγεται πατουμένη, δῆλόν ἐστι. τέτριγε δὲ καὶ ὀδόντας ὁ θυμομαχῶν. εἰ δὲ καὶ ζυγός ποτε τρίζει, ἀλλ' Ὁμήρῳ ἔδοξε τὸ "κρίγεν" ἐν τοῖς ἑξῆς εἰπεῖν ἐπ' αὐτῷ. ὡς δὲ καὶ διαφορὰ τούτου τοῦ τρίζειν, ὃ καὶ ἐπὶ μυῶν καὶ νυκτερίδων λέγεται, καὶ τοῦ ἑτέρου τρύζειν, ὅθεν ἡ τρυγών, οὐδ' αὐτὸ ἐν ἀδήλῳ κεῖται. Θρασεῖαι δὲ χεῖρες ἃς ἐν τῇ πυγμῇ βαρείας εἶπε.

(v. 715) Τὸ δὲ "νότιος ἱδρώς" δηλοῖ μὲν τὸν ὑγρόν, παρηχεῖται δέ πως πρὸς τὸ νῶτα, ὁποῖαι καὶ ἄλλαι ψυχροπαρηχήσεις ἀνεπιτήδευτοι παραρριπτεῖσθαι ταῖς γραφαῖς ἐφάνησαν.

(v. 716) Αἱ δὲ πυκιναὶ σμώδιγγες, περὶ ὧν που προδεδίδακται, πιθανὸν ποιοῦσι καὶ τό, ὡς εἴρηται, [823] τετριγέναι. βίας γὰρ καὶ αὗται, καθὰ καὶ ἐκεῖνο.

(v. 717) Οἰκεῖον δὲ τῷ τῶν σμωδίγγων ἐπαναστήματι τὸ "ἀνέδραμον", ὅ ἐστιν ἐξωγκώθησαν. Τὸ δὲ "φοινικόεσσαι" σαφῶς δηλοῖ καὶ φοίνικα ἵππον πρὸ μικροῦ ῥηθῆναι τὸν τοιουτόχροον, ἤγουν τὸν κατακόρως πυρρόν, καὶ ὡς οἷον ῥόδεον ἢ αἱμοβαφῆ, ὅθεν καὶ τὸ φοινικοῦν παρωνόμασται χρῶμα. παρὰ τὸν φόνον γάρ, ὃς ἔστιν ὅτε τὸ αἷμα δηλοῖ. Τὸ δὲ "αἰεί" κἀνταῦθα οὐ μακρὸν χρόνον δηλοῖ. τοῦτο δὲ καὶ πρὸ ὀλίγων ἐφάνη.

(v. 718) Τρίπους δὲ ποιητὸς ὁ ἔντεχνος κατὰ ἔλλειψιν τοῦ εὖ, ἴσως δὲ καὶ πρὸς διαστολὴν τοῦ κατὰ χρησμὸν τρίποδος, ὃς ἐδήλου τὸν γέροντα. οὕτω καὶ κρατῆρα μετ' ὀλίγα τετυγμένον ἐρεῖ ἢ τὸν εὔτυκτον ἢ ὡς ὄντων καὶ μὴ τυκτῶν κρατήρων, ὁποίοις τε ὁ ἀπέριττος καὶ ὑδροχαρὴς Διογένης ἦν φιληδῶν, καὶ τῶν τοῦ Ἡφαίστου δὲ πολλαχοῦ γῆς πυροέντων, ὁποῖοί ποτε καὶ οἱ κατὰ Λῆμνον.

(v. 719) Τὸ δὲ "οὔδει πελάσαι" ἐφερμηνευτικόν ἐστι τοῦ σφῆλαι. σφῆλαι γὰρ κυρίως τὸ συμποδίσαι καὶ ῥῖψαι εἰς γῆν, ἐξ οὗ καὶ τὸ ἐν Ὀδυσσείᾳ σφέλας, ὡς ἐκεῖ φαίνεται. τὸ δὲ τοῦ σφῆλαι ἀνάπαλιν ἀνασφῆλαι, ὅ ἐστιν ἀνεγερθῆναι τοῦ πτώματος.

(v. 720) "Τὸ δὲ οὔτε Αἴας δύνατο" ἔλλειψιν ἔχει τοῦ "σφῆλαι οὔδει τε πελάσαι". Ἰστέον γὰρ ὡς διὰ τὸ ἐναγώνιον τοῦ ἔργου συχνὴ ἐνταῦθα ἡ ἔλλειψις. μετ' ὀλίγα γοῦν ἐν τῷ "ἢ ἐγὼ σέ" λείπει τὸ ἀναείρω, ἵνα ᾖ "ἢ ἀνάειρέ με, ἢ ἐγὼ ἀναείρω σε", καὶ ἑξῆς δὲ ἐν τῷ "κόψ' ὄπιθεν" λείπει σύνδεσμος ὁ ἀλλα ἢ ὁ δε, καὶ ἐν τῷ "μηκέτ' ἐρείδεσθον" λείπει τὸ εἰπών, ἵνα ᾖ, ὅτι Ἀχιλλεὺς ἐκώλυεν εἰπὼν "μηκέτ' ἐρείδεσθον". καὶ ἡ [824] παραβολὴ δὲ τὸ "ὡς δ' ὅτ' ἀμείβοντες" ἐλλελεῖφθαί τισι δοκεῖ συνήθους ἀποδόσεως, ὡς οἷα τῷ ἐναγωνίῳ τῶν ἡρώων συμπεπονθυίας καὶ τῆς φράσεως. εἰ μὴ ἄρα τις ἄλλως αὐτὸ συμβιβάσει θεραπεύσας, ὡς προγέγραπται.

(v. 721) Τὸ δὲ ἐν τοιούτοις ἀνιάζειν σύνηθες. ἀηδὲς γάρ ἐστι θεαταῖς παλαιστῶν ἐπὶ πολὺ ἰσόρροπος ἅμιλλα. ἔστι δὲ τὸ "ἀνίαζον Ἀχαιοί" ἀντὶ τοῦ ἠνιῶντο, ἀνίαν εἶχον. γράφεται δὲ καὶ "ἀλλ' ὅτε δή ῥ' ἀνίαζον Ἀχαιούς". καὶ ἔστι τοῦτο σαφέστερον μέν, οὐκ ἐν πολλοῖς δὲ ἀντιγράφοις κείμενον.

(v. 724) Τὸ δὲ "ἀναεῖραι" δηλοῖ μὲν τὸ ἀναβαστάξαι. καιριωτάτη δὲ λέξις ἐστί. διὸ καὶ ἐπιμένει αὐτῇ ὁ ποιητής. Τὸ δὲ "τὰ δ' αὖ Διῒ πάντα μελήσει" παρῳδηθὲν εὐχρηστεῖται εἰς τὸ "τὰ δ' αὖ θεῷ πάντα μελήσει".

(v. 725) Τὸ δὲ "δόλου δ' οὐ λήθετο" σημειῶδές ἐστιν, ὡς τοῖς μὲν ἱππεῦσι καὶ τοῖς δρομεῦσιν οὐ θεμιτὸν ὂν δολιεύεσθαι, τοῖς δὲ παλαισταῖς ἐξὸν ὄν. δῆλον δὲ καὶ ὅτι ταὐτὰ κέρδος καὶ δόλος, εἴπερ ὁ κέρδεα εἰδὼς Ὀδυσσεὺς δόλου οὐ λήθεται, ὃν οἶδε δηλαδή.

(v. 726) Περὶ δὲ τοῦ "κόψε" προγέγραπται. Κώληπα δὲ λέγει τὴν ἀγκύλην κατὰ τοὺς παλαιοὺς τὴν περὶ τὰς ἰγνύας, ἥν τινες ἄνταν ἢ ἄνζαν φασί. ζήτει δὲ οἴου γένους ἐστὶ τὸ "κώληπα". γίνεται δέ, ὡς εἰκός, παρὰ τὸ κῶλον ὅθεν καὶ ἡ κωλῆ, σωματικὸν καὶ αὐτὴ μόριον, καὶ Ἀφροδίτη Κωλιάς, καὶ Κωλήν, στρατηγὸς παλαιός, [825] στερεός, φασί, τὰ κῶλα. σκοπητέον δὲ καὶ εἰ τὸ "κόψαι κώληπα" ὅμοιόν ἐστι τῷ "πρὸς τὸ σκέλος κυρηβάσαι", ὃ κεῖται παρὰ τῷ Κωμικῷ.

(v. 727) Τὸ δὲ "κὰδ δ' ἔβαλεν" ἀντὶ τοῦ κατέβαλε, κατέρριψεν. ἐπεὶ δὲ πολυτρόπως ἔστι καταβαλεῖν, προσέθηκε τὸ "ἐξοπίσω", ἵνα πιθανὸν εἴη ἐπὶ στήθεσι τὸν Ὀδυσσέα καταπεσεῖν.

(v. 728) Τὸ δὲ "θηεῦντο θάμβησάν τε", κείμενα ἐκ παραλλήλου, τὸ αὐτὸ δηλοῦσι, ἤγουν τὴν ἐκ θέας ἔκπληξιν. ἴσως δὲ καὶ ἐπίτασίς ἐστι τοῦ "θηεῦντο" τὸ "θάμβησαν". ὅτι δὲ ἀναλόγως πρόσκειται τὸ νῦ ἐν τῷ "θηεῦντο", δῆλον καὶ ἐκ τοῦ "βεβούλευνται ποεῖν" παρὰ Σοφοκλεῖ.

(v. 730) Τὸ δὲ "οὐδέ τ' ἄειρεν" ἑρμηνεία ἐστὶν ἢ παράφρασις τοῦ "κίνησε δ' ἄρα τυτθὸν ἀπὸ χθονός", διὰ βάρος δηλαδή, ᾧ καὶ πιεσθεὶς ἔκαμψε τὸ γόνυ. τυχὸν δὲ καὶ δόλῳ τοῦτο οὐκ ἔπαθεν, ἀλλ' ἔδρασεν ὁ κέρδεα εἰδώς, ὡς ἂν συναποκυλίσῃ τὸν Αἴαντα. καὶ εἰ μὲν τὸ πρῶτον ἀληθές, Ὀδυσσέως ἄρα τὸ πτῶμα, καὶ ἔχει τι ὁ Αἴας σεμνύνασθαι, εἰ καὶ μὴ πολύ, εἰ δὲ τὸ δεύτερον, ὡς πάντῃ δυστυχὴς ὁ Αἴας δεύτερον καταπαλαισθείς. ὅπερ οὐ δοκεῖν φαίνεται τῷ ἀθλοθέτῃ Ἀχιλλεῖ, ὃς ἀεθλίων αὐτοῖς ἐπιψηφίζεται ἰσότητα. ἐν δὲ τούτοις φασὶν οἱ παλαιοὶ καὶ ὅτι παλαιὸς καὶ ἀγροικικώτερος ὁ τρόπος ἐνταῦθα τῆς Ὁμηρικῆς πάλης, ἣν οὕτως αὐτοὶ φράζουσι· τὴν εὐώνυμον χεῖρα ἑκάτερος ὑπὸ τὴν πλευρὰν ἔβαλε τοῦ ἀγωνιστοῦ, τῇ δὲ δεξιᾷ χειρὶ ἑκάτεροι τοῦ λαιοῦ ἀγκῶνος τοῦ ἐναντίου ἐλαμβάνοντο, τοῖς δὲ μετώποις ἀντηρείδοντο. καὶ εἶχον ὁμοιότητα πρὸς τοὺς [826] ῥηθέντας ἀμείβοντας, οὓς ἡ τεχνικὴ χυδαία γλῶσσα προσφιλοῦντάς φησιν. οἱ δ' αὐτοὶ λέγουσι καὶ ὅτι τὸ "ἤ μ' ἀνάειρε ἢ ἐγὼ σέ" εἰώθει ἐπιλέγεσθαι παρὰ τῶν παλαιστῶν ἐν τῷ ἀγῶνι, καὶ ἐγίνετο καὶ ἐκαλεῖτο λαβή, καθ' ὃ καὶ παρὰ τῷ Κωμικῷ εἴρηται τὸ "λαβὴν ἐνδέδωκας". ἀντεδίδουν δὲ ἀλλήλοις καὶ ἢ νῶτον ἢ αὐχένα ἢ καὶ πόδα πολλάκις, ἵνα λυθῇ τὸ τοῦ ἀγῶνος ἰσόρροπον καὶ μὴ ἀνιάζωσιν οἱ θεαταί. παρὰ τοῖς αὐτοῖς δὲ ἡ μὲν πρώτη πάλη οὕτως ἐκφράζεται. λαβόμενος τοῦ νώτου Ὀδυσσέως ὁ Αἴας ἐπῆρεν. ὡς δὲ μετεωρισθέντος αὐτοῦ οἱ πόδες πρὸς τοῖς τοῦ ἀντιπάλου γεγόνασι γόνασι καὶ ἦν ὀπισθοβαρὴς ὁ Αἴας, τότε δὴ τῇ πτέρνῃ βάλλει τὴν ἰγνύην. ταύτην γὰρ λέγει κώληπα. καὶ ὑπτιάζεται ὁ Αἴας, καὶ Ὀδυσσεὺς ἐπιπίπτει τοῖς ἐκείνου στήθεσιν. ὃ δὴ καὶ θαυμάζουσιν Ἀχαιοί, ἐὰν τοῦ βουγαΐου ὁ ὠμογέρων περιγίνηται. πρῶτος δέ, φασί, Κερκυὼν εὗρε τὴν τοιαύτην παλαιστικὴν μηχανήν. καὶ καλεῖται ἰγνύων ἀφαίρεσις. καὶ οὕτω μὲν αὐτοῖς ἡ πρώτη πάλη φράζεται. ἡ δὲ δευτέρα οὕτως. εἰς ὕψος μὲν ἆραι Ὀδυσσεὺς τὸν Αἴαντα οὐ δύναται διὰ τὸ βάρος. τάχα δὲ οὐδὲ βούλεται, ἵνα μὴ πάθῃ ὅπερ ἐποίησεν. ἄρας δὲ ὀλίγον καὶ ὅσον τῆς στάσεως παρασαλεῦσαι τῷ δεξιῷ γόνατι περιτρίβει τὸ ἀριστερὸν σκέλος. καὶ πίπτουσι πλάγιοι, ἢ ἄκοντος Ὀδυσσέως τοῦτο παθόντος, ἢ ἐντάσει τοῦ βάρους συναποκυλίσαντος ἑαυτῷ τὸν Αἴαντα. τοῦτο δὲ τὸ σχῆμα τῆς πάλης οἱ μὲν μεταπλασμόν, οἱ δὲ παρακαταγωγὴν ὀνομάζουσι. καὶ ταῦτα μὲν οἱ παλαιοί.

(v. 732) Ὅρα δὲ καὶ τὸ "πλησίοι" ἀπὸ εὐθείας τῆς ὁ πλησίος, οὗ ἡ κλίσις καὶ ἐν ἄλλοις εὕρηται πολλοῖς.

(v. 735) Τὸ δὲ ἐρείδεσθαι καὶ ἐν λόγοις γίνεται, ὡς δηλοῖ καὶ παρὰ τῷ Κωμικῷ τὸ "ἔπος πρὸς ἔπος ἠρειδόμεθα", ὃ ταὐτόν ἐστι τῷ λόγοις ἀλλήλους ἠμειβόμεθα, καθὰ καὶ ἐνταῦθα τὸ ἐρείδειν ἐρρέθη ἔχειν οἰκείως πρὸς τοὺς ἀμείβοντας. Τὸ δὲ "τρίβεσθε" ἔοικεν ὠνοματοπεποιῆσθαι καθ' ὁμοιότητα τοῦ "τετρίγει δ' ἄρα [827] νῶτα". [Καὶ γίνεται ἀπὸ τοῦ τοιούτου τρίβειν, ὥσπερ τρίβος ἡ ὁδός, καὶ τρίβων τρίβωνος τὸ τετριμμένον ῥάκος, οὕτω καὶ τριβακός κοινότερον ὁ ἐντριβὴς πράγμασιν. ὁ δ' αὐτὸς καὶ τρίβων τρίβωνος Ἀττικῶς, ὡς τὸ "καὶ τῶν κρεμαθρῶν οὐ τρίβων τῶν ἐνθάδε". τοῦ τοιούτου δὲ τρίβειν σύνθετον καὶ τὸ συντρίβειν, οὗπερ σημασίαι πολλαί, αἱ μὲν κυριολεκτικῶς, αἱ δὲ κατὰ μεταφοράν. τὸ δὲ ἐπιτρίβειν, ἐκεῖθεν ὂν καὶ αὐτό, δριμύτερόν τι τοῦ συντρίβειν σημαίνει, ὡς δηλοῖ καὶ τὸ σύνθετον ὁ ἐπίτριπτος. ὅτι δὲ καὶ χρόνῳ τὸ τρίβειν ᾠκείωται, οὐκ ἄδηλόν ἐστιν. τρίβειν γάρ τις λέγεται χρόνον, καὶ συνθέτως δὲ χρονοτριβεῖν. ἀπ' αὐτοῦ δὲ καὶ οἰκότριβες οἱ οἰκογενεῖς δοῦλοι διὰ τὸ ἐγκεχρονικέναι, ὥς φησιν ὁ γραμματικὸς Ἀριστοφάνης, οἴκῳ καὶ κατατετρίφθαι. μετήνεκται δέ, φησίν, ἀπὸ ἱματίων ἢ στρωμάτων ἤ τινων ἄλλων χρονίων σκευῶν. τῷ δὲ ῥηθέντι ἐπιτρίπτῳ παρῳμοίωται καὶ τὸ παρὰ τῷ Κωμικῷ τρίμμα, συγγενὲς ὂν τῷ ἐξ ὀπτῆς λίθου [828] κροτάλῳ, οὗ τριβομένου παιπάλη καταπίπτει. φησὶ γοῦν "λέγειν γενήσῃ τρίμμα, κρόταλον". τοῦ δὲ τρίβειν χρόνον οὐ μακράν ἐστιν οὐδὲ τὸ "μή τι διατρίβειν ἐμὸν χόλον".]

(v. 739) Τὸ δὲ ἀπομόργνυσθαι οὐκ ἐπὶ δακρύων μόνον ἢ ὅλως ὑγρῶν, ἀλλ' ἰδοὺ ἐνταῦθα οἱ ἥρωες ἀπωμόρξαντο, ταὐτὸν δὲ εἰπεῖν, ἀπεψήσαντο κονίην, ᾗ ἐμιάνθησαν. ὅθεν καὶ παροιμία ἐκ τῶν ἀναπαλαιόντων, ἐφ' οἷς ἔπταισαν, τὸ "τὴν κόνιν ἀποψησάμενος ἠγωνίζετο".

(v. 740-747) Ὅτι ταχυτῆτος ἄεθλα ἐτίθει Ἀχιλλεὺς "ἀργύρεον κρατῆρα τετυγμένον", ὡς εἴρηται, "ἓξ δ' ἄρα μέτρα", τὰ καὶ προγραφέντα, "χάνδανεν. αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ' αἶαν πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, Φοίνικες δ' ἄγον ἄνδρες ἐπ' ἠεροειδέα πόντον, στῆσαν δ' ἐν λιμένεσσι, Θόαντι δέ", τῷ Λημνίῳ δηλαδή, "δῶρον ἔδωκαν. Εὔνηος δέ", ὁ τοῦ Ἰάσονος, "Λυκάονος", τοῦ Πριαμίδου, "ὦνον ἔδωκε Πατρόκλῳ ἥρωϊ". εἰ δὲ φθάσας ὁ Λυκάων ἁλῶναι εἶπε πρὸς Ἀχιλλέως καὶ πραθῆναι κατὰ Λῆμνον εἰς ἑκατόμβοιον, δῆλον ὡς καὶ ἐκεῖνα εἰκὸς γενέσθαι καὶ τὸ ἐνταῦθα λεχθέν. Ἰστέον δὲ ὡς οὐ μόνον Εὔνηος τὸ κύριον, ἀλλὰ καὶ Εὔνεως, ὅθεν Εὐνεῖδαι, γένος μουσικόν, ἀπὸ Εὔνεω δηλαδή, φασί, τοῦ τοῦ Ἰάσονος.

(v. 740) Ἔτι ἰστέον καὶ ὅτι τὸ "ταχυτῆτος ἀέθλον", παρακατιὼν οὕτω περιφραστικῶς ἑρμηνεύει "ἀέθλιον, ὅστις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο".

(v. 741) Τὰ δὲ μέτρα ξέσται τινὲς μέτριοι.

(v. 743) Ὅρα δὲ ὅτι τοὺς ἐν ἄλλοις κοινότερον Σιδονίους Σιδόνας ἐνταῦθα γράφει, συστείλας τὴν ἄρχουσαν καὶ κλίνας ὁμοίως τῇ πόλει τὸ ἐθνικόν. καλλίτεχνοι δὲ κατ' ἐξαίρετον οἱ Σιδόνες, ναὶ μὴν καὶ πολύτεχνοι. Οὐ μόνον γὰρ δι' ᾠδῆς ἄγονται πέπλοι Σιδόνιοι, ἀλλ' ἰδοὺ καὶ κρατὴρ οὐχ' ἁπλῶς καλός, ἀλλὰ κατ' ἐπίτασιν. "κάλλει" τε γὰρ ἐνίκα καὶ "πᾶσαν ἐπ' αἶαν" καὶ κατὰ πολύ. καὶ χαλκευτικῆς οὖν τεχνῖται οἱ Σιδόνες, καὶ ἀληθῶς πολυδαίδαλοι. Ὅτι δὲ οἱ Φοίνικες ἐμπορικώτατοι, δηλοῖ σαφῶς καὶ ἡ Ὀδύσσεια. ἔστι δὲ τὸ [829] μὲν "Φοίνικες" ὅλον τι, ἔθνους γὰρ ὅλου τοῦτό ἐστιν ὄνομα, τὸ δὲ "Σιδόνες" μέρος. μέρος γὰρ Φοινίκων οἱ εἴτε Σιδόνες εἴτε Σιδόνιοι. καὶ συλλαλοῦνται κἀνταῦθα τὸ μέρος καὶ τὸ ὅλον ἔθει ποιητικῷ, ἢ καὶ ἄλλως εἰπεῖν, ῥητορικῷ, κατὰ ἰδέαν δηλαδὴ περιβολῆς. Φοίνικες δὲ ἄνδρες πρὸς διαστολὴν ἑτεροίων φοινίκων, οἷον ἵππου καὶ ὀπώρας.

(v. 744) Τίς δὲ ὁ ἠεροειδὴς πόντος, δηλοῖ καὶ ἡ Ὀδύσσεια.

(v. 745) Τὸ δὲ "ἐν λιμένεσσι" τὸ ἀληθῶς πολυλίμενον τῆς Λήμνου ἱστορεῖ. Δῶρον δὲ Θόαντι ἐκείνῳ δέδοται ὁ κρατὴρ διὰ τὴν ἐν λιμένεσσι στάσιν. [(v. 748) Τὸ δέ "καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἀέθλιον" θαῦμά τί ἐστιν, εἰ καὶ τὸν οὕτω κάλλιστον κρατῆρα περιεῖδεν ὁ ἥρως, προέμενος αὐτὸν ἐπὶ τιμῇ τοῦ ἑτάρου Πατρόκλου.] Καὶ οὗτος μὲν ὁ κρατὴρ τῷ νικῶντι ἀέθλιον τέθειται τῷ Πατρόκλῳ κτηθείς, ὡς εἴρηται.

(v. 750-751) Τῷ δευτέρῳ δὲ Ἀχιλλεὺς "βοῦν ἔθηκε μέγαν καὶ πίονα δημῷ· ἡμιτάλαντον δὲ χρυσοῦ λοισθῆϊ ἔθηκε". Καὶ ὅρα τὸ "λοισθῆϊ", ἀπὸ εὐθείας τῆς ὁ λοισθεύς, ὡς καὶ προεμνημονεύθη, ἐξ οὗ μετ' ὀλίγα "λοισθήϊον ἄεθλον", οἱονεὶ λοίσθειον ὡς ἀπὸ τοῦ λοισθεύς, καὶ διαλύσει καὶ ἐκτάσει λοισθήϊον.

(v. 741) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἓξ δ' ἄρα μέτρα χάνδανε" καί τινι μεθύσῳ ἐπιφωνηθήσεταί ποτε.

(v. 742) Τὸ δὲ "αὐτὰρ κάλλει ἐνίκα" καὶ ἑξῆς, καὶ ἀνθρώπου ἔπαινος εἶναι δύναται.

(v. 7546) Ὅτι δραμεῖν ἀνέστησαν ταχὺς Αἴας ὁ Λοκρὸς καὶ Ὀδυσσεὺς πολύμητις, εἶτα "Νέστορος υἱὸς Ἀντίλοχος ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα". Καὶ ὅρα τὸ "νέους". οὐ γὰρ ἁπλῶς πάντας, τὸν γοῦν, ὡς ἐρρέθη, ταχὺν Αἴαντα οὐκ ἂν παρῆλθεν, εἰ μὴ ἔσφηλεν αὐτὸν Ἀθηνᾶ βλάψασα πόδας, Ὀδυσσέα δὲ ἂν ἴσως ἐνίκησεν, ᾧ τάχος οὐ προσεμαρτύρησεν ὁ ποιητής, εἰ μὴ εὐξάμενος ἐκεῖνος ἐλαφρότερος δραμεῖν γέγονεν.

(v. 757) Ὅτι ὡς ἐπὶ τῶν ἱππέων, οὕτω κἀνταῦθα ἐπὶ τῶν δρομέων φησὶν [830] "στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ' Ἀχιλλεύς".

(v. 758-760) Εἶτα λέγει ὅτι "τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος, ὦκα δ' ἔπειτα ἔκφερ' Ὀϊληϊάδης, ἐπὶ δ' ὤρνυτο δῖος Ὀδυσσεὺς ἄγχι μάλα", καὶ τὰ ἑξῆς. Φασὶ δ' ἐνταῦθα οἱ παλαιοί· πῶς κλήρου μὴ βληθέντος ἵστανται μεταστοιχὶ οἱ δρομεῖς, ὡς πρὸ τούτου οἱ ἱππεῖς; καὶ μὴ ἔχοντες λύσιν εἰπεῖν γενναίαν φασὶν ἀπὸ τοῦ ἱππικοῦ ἀγῶνος εἰκῇ οὕτω μετῆχθαι τὸν στίχον. τοῦτο δὲ οὕτω φασὶ διὰ τὸ μὴ εἶναι στοῖχον νοεῖσθαι τὴν κατὰ μέτωπον τάξιν, ἀλλὰ τὴν κατὰ βάθος, ὡς προγέγραπται, ὡς, εἴπερ ἦν στοῖχον τὸν ἁπλῶς νοηθῆναι ὄρδινον, οὐκ εἶχεν ἂν ὁ λόγος ἀπορίαν τινά.

(v. 758) Εἰς δὲ τὸ "ἀπὸ νύσσης" φασὶν ὅτι δολιχὸς ἦν ὁ δρόμος καὶ ἡ ἄφεσις ἀπὸ τοῦ καμπτῆρος ἐγένετο ἄνω πρὸς τὴν ἀφετηρίαν. καὶ ἴσως οὗτός ἐστιν ὁ λεγόμενος ἀκάμπιος δρόμος, οὗ μέμνηται Παυσανίας, εἰπών· ἀκάμπιος δρόμος· μακρὸς καὶ δι' εὐθείας περίπατος. Εἰς δὲ τὸ "τέτατο δρόμος" φασὶν ὅτι ἐπεὶ μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τέλος τὸ τάχος, ἀλλ' εὐθέως συντόνως προπηδῶσιν.

(v. 759) Ἐκφέρειν δὲ καὶ νῦν τὸ προφερῶς θέειν. προϊὼν δὲ τὴν λέξιν ἐπὶ τοῦ ἁπλῶς λαβεῖν τίθησιν ἐν τῷ "Ἀντίλοχος ἔκφερεν ἄεθλον", ἤγουν ἐξῆγε λαβών. Ἰστέον δὲ ὅτι τὸν Ὀδυσσέα εἰπὼν ἄγχι μάλα, ὡς ἐρρέθη, τοῦ Αἴαντος εἶναι, ὁρίζει εὐθὺς τὸ "ἄγχι μάλα" ἐν τρισὶ νοήμασι, τῷ ἐκ προστηθείου γυναικείου κανόνος, καὶ τῷ ἀπὸ τοῦ κατ' ἴχνη, ὅ φασι, θέειν, καὶ τῷ καταπνέειν τὴν τοῦ Αἴαντος κεφαλὴν ὡς κολοβωτέρου, φασίν, ὄντος.

(v. 760-767) Φησὶ οὖν "ἄγχι μάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο στήθεός ἐστι κανών, ὅν τ' εὖ μάλα χερσὶ τανύσσῃ, πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ' ἴσχει στήθεος, ὣς Ὀδυσσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι· κὰδ δ' ἄρα οἱ κεφαλῆς χέ' [831] ἀϋτμένα", ἤγουν ἔχεεν πνοήν, "δῖος Ὀδυσσεύς, αἰεὶ ῥίμφα θέων· ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοὶ νίκης ἱεμένῳ", ἢ "ἱεμένων", "μάλα δὲ σπεύδοντι κέλευον", ὅπερ παροιμίαν ἀπετέλεσε τὴν λέγουσαν "σπεύδοντα ἐποτρύνεις", ᾗπερ ἀνόμοιον τὸ "κοιμώμενον ἐξεγείρεις".

(v. 761) Τὸ δὲ "κανών" οὐ συντακτέον μετὰ τοῦ "στήθεος", ἀλλ' ἰδίᾳ καθ' αὑτό. ἔστι γὰρ ὁ νοῦς, ὅτι ἄγχι μάλα Αἴαντος ἦν Ὀδυσσεύς, καθάπερ στήθεος γυναικὸς ἄγχι μάλα ἐστὶν ὁ τοιόσδε κανών. ἔοικε δὲ ξύλον εὐθὺ εἶναι ὁ ῥηθεὶς κανών, τορευτόν, οἷα εἰκός, [ὁμώνυμον τῷ ἀπορθοῦντι τὰ ξεόμενα κανόνι,] χρήσιμον γυναιξὶν ἢ κλώθειν ἢ ἄλλως νῆμα ἐξέλκειν ἐν τῷ πρὸ τοῦ στήθους ἢ κρατεῖσθαι ἢ ἵστασθαι. σαφὲς γάρ τι οὐκ ἐτύχομεν γνῶναι ἀπὸ τοῦ μαθεῖν κάλαμον μίτων τὸν κανόνα εἶναι ἢ ἐργαλεῖον ἀτρακτῶδες εἴτε ἠλακατῶδες. Τανύεται δὲ χερσὶν ὁ τοιοῦτος κανὼν ἀντὶ τοῦ τετανυσμένος εἰς ὀρθὸν ἵσταται, ἢ καὶ ἄλλως τανύεται, ὡς καὶ ἄρουρα οἶδεν αὔξειν ἀσταχύεσσιν. αὐτή τε γὰρ σταχύων αὐξομένων αὔξεσθαι λέγεται, καὶ ὁ κανὼν διὰ τὸ ἐξελκόμενον ἀπ' αὐτοῦ πηνίον τανύεσθαι εἴρηται.

(v. 762) Πηνίον δὲ παρὰ τὸν Πᾶνα, ὅς ἐστι, φασίν, εὑρετὴς ὑφαντικῆς, ἀφ' οὗ καὶ τὸ πανίον, ἡ [832] ἀγοραία λέξις. ἐκ δὲ τοῦ πηνίου καὶ τὸ ἐκπηνίζειν παρὰ τῷ Κωμικῷ. καὶ ἡ Πηνελόπη δὲ ἀπ' αὐτοῦ, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐρρέθη, καὶ τὸ χρυσεοπήνιτον. ἑρμηνεία δὲ τοῦ πηνίου τὸ μίτον. πηνίον γὰρ τὸ εἰς μίτον χρήσιμον, ὃς δὴ μίτος ἢ ὁ αὐτὸς τῷ πηνίῳ ἐνταῦθά ἐστι, διασαφητικὸς ὢν τοῦ πηνίου, ἢ ἀντιδιαιρεῖται τῷ στήμονι καὶ τῇ κρόκῃ, ἣν καὶ ῥοδάνην φασίν, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. γενικὴ δὲ λέξις ἐν τούτοις καὶ τὸ νῆμα. Τὸ δὲ "παρέκ" ὅτι ἐκ δύο προθέσεων σύγκειται, καὶ ὅτι καὶ παρέξ λέγεται, ὅτε φωνῆεν ἔμπροσθεν εἴη ὡς τὸ "παρὲξ ἅλα", καὶ ὅτι διφορεῖται κατὰ τὴν σύνταξιν, καὶ ὅτι ἐκ τούτου τὸ πάρεξ ἐπίρρημα παρὰ τοῖς ὕστερον ἐπινενόηται, καὶ ὅτι διάστασιν μὲν δηλοῖ διὰ τῆς ἐκ ἢ ἐξ, ἐγγύτητα δὲ διὰ τῆς παρα, δῆλα μᾶλλον ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.

(v. 764) Ἴχνιον δὲ παρῆκται μὲν ὡς καὶ τὸ ἀέθλιον, καθὰ πρὸ ὀλίγων γέγραπται. ὀφεῖλον δὲ δασύνεσθαι ὡς ἀπὸ τοῦ ἱκνῶ, ψιλοῦται διὰ τὸ χ, οὗπερ οὐ δύναται προκαθῆσθαι δασεῖα δίχα τοῦ ᾗχι, ὃ δηλοῖ τὸ ὅπου. Τὸ δὲ τύπτειν πάνυ καιρίως ἐνταῦθα ἔχει τῆς ὀνοματοποιΐας. κἂν ἐπ' ἄλλων τινῶν ῥηθείη, ἐντεῦθεν ἐκεῖ μετέπεσεν, οἷον ὁ βουτύπος, καὶ μάλιστα ὁ χοροιτύπος ὁ ἐν τῷ χορεύειν τύπτων γῆν. τὸ τύμπανον ἐντεῦθεν μὲν καὶ αὐτό, δηλοῖ δὲ ἦχον τραχύτερον. Καιρίως δὲ καὶ τὸ ἀμφιχυθῆναι ἐπὶ κόνεως ἔφη, [ἐφ' ἧς ὥσπερ τὸ χύω, οὕτω καὶ [833] ὁ χοῦς κυριολεκτεῖται.]

(v. 765) Ὁ δὲ ἀϋτμήν κλίνεται μὲν ὡς ὁ ποιμήν, ὁ αὐτὸς δέ ἐστι τῇ ἀϋτμῇ, ὅ ἐστι τῇ πνοῇ. καὶ γίνεται ἀπὸ τοῦ ἄω, καὶ παραγώγως ἀΰω, καθ' ὁμοιότητα τοῦ ἄω ἀΰω, τὸ φωνῶ. ἐκ δὲ τοῦ προρρηθέντος ἄω καὶ τὸ ἄσθμα γίνεται.

(v. 766) Τὸ δὲ "ἴαχον πάντες Ἀχαιοί" διὰ τὸν ἱέμενον ἢ τοὺς ἱεμένους νίκης παρακολούθημα καὶ αὐτὸ ἀγῶνος, ὡς τῶν θεατῶν συναγωνιώντων τοῖς τοιούτοις, οἳ συνδιατιθέμενοι ἐρίζουσιν, ἰάχουσι, σιωπῶσιν αὖθις, ἡδὺ γελώσιν, ἄχθονται, παιανίζουσι, καὶ ὅλως παντοῖοι γίνονται.

(v. 768-770) Σημείωσαι δὲ ὅτι, ὡς μετ' ὀλίγα ἐπὶ τῆς τοξείας, οὕτω κἀνταῦθα ἐνέργεια εὐχῆς ἐν τῷ "εὔχετο Ἀθηναίῃ ὃν κατὰ θυμόν" Ὀδυσσεύς, "κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖϊν". Καὶ ὅρα συντομοτάτην προφορὰν εὐχῆς διὰ τὸ μὴ εἶναι πολυλογίας καιρόν.

(v. 77383) Ὤνησε δὲ τὸν Ὀδυσσέα ἡ εὐχὴ οὕτω "ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξεσθαι ἄεθλον, ἔνθ' Αἴας μὲν ὄλισθε θέων, βλάψε γὰρ Ἀθήνη, τῇ ῥα", ἤγουν ἔνθα δή, "βοῶν κέχυτο ὄνθος ἀποκταμένων ἐριμύκων, οὓς ἐπὶ Πατρόκλῳ πέφνε πόδας ὠκὺς Ἀχιλλεύς· ἔνθ' ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε· κρητῆρ' αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας· στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο, ὄνθον", ἢ "ὄνθου, ἀποπτύων", καὶ εἶπεν "ὢ πόποι, ἦ μ' ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ' ἐπαρήγει". ὅπερ παντὶ προσαρμόζει ἀντιληπτικῷ προσώπῳ. καὶ οὕτω μὲν ἔφη Αἴας.

(v. 784) Οἳ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασαν, ὥς που καὶ ἐπὶ Θερσίτῃ γέγονεν, εἰ καὶ κατ' ἄλλον λόγον ἐκεῖ. ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοί, ὅτι ὁ [834] τὸν πρεσβύτην λαβραγόραν εἰπὼν οἰκείως κολάζεται κατὰ στόματος, οὗπερ ἡ ὕβρις προήνεκτο. καὶ ἄλλως δέ, νικᾷ μὲν ὁ εὐξάμενος, μιαίνεται δὲ τὸ στόμα ὁ μὴ οὕτω ποιήσας. τάχα δέ, φασί, κεχηνώς, οἷα εἰκός, ἔτρεχε. διὸ ἔπλητο ὄνθου τὸ στόμα, δυστυχήσας, εἰ τὸ ἄεθλον χειρὶ ληψόμενος, εἶτα ὄνθου τὸ στόμα ἀντιλαμβάνεται. καιρία δὲ λέξις ὁ "ὄνθος", καθὰ καὶ τὸ "ἔβλαψε". διὸ ἐπέμεινεν αὐταῖς ὁ ποιητής. Ἔνθα ὅρα καὶ ὅτι τρὶς τῇ λέξει τοῦ ὄνθου ἢ τῆς ὄνθου χρησάμενος οὐχ' ὡσαύτως ἔφρασεν, ἀλλὰ πρῶτον μὲν βοῶν ὄνθον ἔφη, εἶτα βόειον ὄνθον, εἶτα ὄνθον ἐν ἁπλότητι. [Ἐνταῦθα δὲ σκοπητέον, εἰ καὶ τὸ ὀνθυλεύειν ἐκ τοῦ ὄνθος παράγεται κωμικώτερον διὰ τὴν τῶν ὀνθυλευόντων περιεργίαν. χρῆσις δὲ τοιαύτης λέξεως καὶ παρὰ τῷ εἰπόντι ὡς ὀνθυλεύουσι τὸν οἶνον παραμιγνῦντες αὐτῷ σαπρόν. ἐκεῖθεν δὲ καὶ σηπία ὠνθυλευμένη.] Τὸ δὲ σχῆμα τῆς τοῦ Αἴαντος στάσεως ἔχει τι γραφικῆς ἀστειότητος. ἵσταται γὰρ κέρας ἔχων καί, ὡς εἰκός, ἐπικύπτων ἐν τῷ ἀποπτύειν ὄνθον, καὶ οὕτω διακεκομμένα λαλῶν, ὅθεν καὶ γελῶσιν οἱ θεαταί. Ὅρα δὲ καὶ ὅτι οὐκ εἰς εὐτυχίαν ὁ νικηθεὶς ἀνάγει τὴν εὐδρομίαν τοῦ Ὀδυσσέως, ἀλλ' εἰς θεοφίλειαν, εἰωθότος Ὁμήρου οὕτω ποιεῖν.

(v. 769) Τὸ δὲ "ὃν κατὰ θυμόν" ἀγωνίαν ἐμφαίνει πολλὴν δρομέως πνευστιῶντος καὶ μὴ ἔχοντος μεγάλα εὔχεσθαι κατὰ προφοράν. ἔχεται δέ πως ἡ τοιαύτη τοῦ Ὀδυσσέως εὐχὴ καὶ τοῦ "οὐδέ σε λήθω κινύμενος", ὅπερ ἀλλαχοῦ σεμνῶς ἔφη ὁ αὐτὸς ἥρως.

(v. 770) Τὸ δὲ ἐπίρροθος πρωτότυπόν ἐστι τοῦ ἐπιτάρροθος.

(v. 773) Τὸ δὲ ἐπαΐξεσθαι Ἀττικόν. ἄλλως γὰρ καὶ ἐπαΐξειν λέγεται.

(v. 774) Ἐν δὲ τῷ "ὄλισθε θέων" καιρίαν ἔχει λέξιν, ὥσπερ τὸ "θέων", οὕτω καὶ τὸ "ὄλισθεν", ὃ ἰσοδυναμεῖ τῷ βλάπτεσθαι. διὸ ἐπάγει "ἔβλαψε γὰρ Ἀθήνη", ὃ δὶς ἐνταῦθα κεῖται. ἐπαναφορὰ δέ τις καὶ τὸ "ὄλισθε θέων", ὡς καὶ τὸ "βοὴ ἦν" καὶ τὰ ὅμοια, ὧν πολλαχοῦ μνεία γέγονεν. [835] ὅμοιον δὲ καὶ τὸ "ἀντιάασθε θεοὶ γάμου", καὶ τὸ "Αἴθη θῆλυς ἐοῦσα". [(v. 775) Ἐκ δὲ τοῦ ὄνθου ἢ θηλυκῶς τῆς ὄνθου δόξοι ἄν τις ἴσως καὶ τὴν παρ' Ἀττικοῖς μηλόνθην συγκεῖσθαι. τὸ δ' ἐστὶν οὐ τοιοῦτον, ἐκ τοῦ ἄνθους γὰρ ἐκείνη γέγονε τροπῇ συνήθει τοῦ α εἰς ο, καθὰ δηλοῖ ὁ γράψας οὕτω. μηλάνθη ζῷόν ἐστι μεῖζον σφηκός, ἐκ τῆς ἀνθήσεως τῶν μηλεῶν γεννώμενον, ἢ ἀρχομέναις ἀνθεῖν προσιπτάμενον, οὗ παῖδες λίνον τρίπηχυ ἐξάπτοντες ἐῶσι πέτεσθαι, καὶ φερομένου δι' ἀέρος ἑλικοειδῶς, ἡδόμενοι τῇ θέᾳ, παρέπονται, τὰς χεῖρας ἐπικροτοῦντες. Ἀττικοὶ δὲ αὐτὴν μηλόνθην ὀνομάζουσιν. ἐκάλουν δέ, φησίν, αὐτὴν καὶ χρυσαλλίδα. καὶ οὕτω μὲν ὁ παλαιός. τὰ δὲ νῦν τοῦ Κωμικοῦ ἀντίγραφα μηλολόνθην αὐτὴν τετρασυλλάβως οἴδασιν.] Ἔπαιξέ τις ὕστερον ὅλονθον γνάθον εἰπὼν τὴν ὅλην ὄνθου, ἤτοι γέμουσαν πικρίας. τοῦτο δὲ κατὰ λόγον δριμύτητος. ἄλλως γὰρ κοινότερον ὄλονθος μετὰ πνεύματος ψιλοῦ ὁ καρπὸς τῆς ἀγρίας συκῆς. [Ἐνταῦθα δὲ οὐκ ἄκαιρον εἰπεῖν καὶ ὅτι στόμα τὸ οὕτως ἀποπτύον ὄνθου λεχθείη ἂν καὶ βορβόρου ὀπή, ὅπερ κατὰ παλαιὰν ἱστορίαν συνθεὶς ὁ βαρύγλωσσος Ἱππῶναξ βορβορόπην ὕβρισε γυναῖκά τινα, σκώπτων ἐκείνην εἰς τὸ παιδογόνον ὡς ἀκάθαρτον, ὃς καὶ ἀνασεισίφαλλον ἄλλην τινὰ διέσυρεν ὡς ἀνασείουσαν, φασί, τὸν φάλητα. καὶ μὴν ὁ Ἀνακρέων τὴν τοιαύτην οὐ πάνυ σφοδρῶς, ἀλλὰ περιεσκεμμένως, πανδοσίαν ὠνείδισε καὶ λεωφόρον καὶ πολύϋμνον. ἄλλος δέ τις χαλκιδῖτιν, δι' εὐτέλειαν, φασί, τοῦ [836] διδομένου νομίσματος, Ἀρχίλοχος δὲ παχεῖαν καὶ δῆμον, ἤγουν κοινὴν τῷ δήμῳ, καὶ ἐργάτιν, ἔτι δὲ καὶ μυσάχνην πρὸς ἀναλογίαν τοῦ ἁλὸς ἄχνη, καὶ εἴ τι τοιοῦτον. καὶ οὕτω μὲν ταῦτα.]

(v. 775) Τὸ δὲ "ἐριμύκων" οὐ πάνυ δοκεῖ πρὸς διαστολήν τινα εἰρῆσθαι. μᾶλλον γὰρ κατά γε τοῦτο βρονταῖς καὶ τυφώνων ἐκπνοαῖς οἰκειότερον τὸ ἐρίμυκον.

(v. 783) Τὸ δὲ δίκην μητρὸς τὴν Ἀθηνᾶν τοῦ Ὀδυσσέως κήδεσθαι ἄκραν στοργὴν δηλοῖ, καὶ ἔχει δι' ὅλου ὁ μῦθος τὸν Ὀδυσσέα οὕτω φιλούμενον τῇ Ἀθηνᾷ. ἔστι δὲ καὶ ἀλλαχοῦ ὁμοία στοργή, ἔνθα θεόθεν βέλος ἔκ τινος κωλύεται, ὡς εἰ καὶ μυῖάν τις διώκει ἀπὸ παιδός. Τὸ δὲ "καὶ ἐπαρήγει" πρὸς ἀκρίβειαν κεῖται. οὐ γὰρ πᾶς, ὃς παρίσταταί τινι, ἤδη καὶ ἐπαρήγει. Ἀθηνᾶ δὲ ἐνταῦθα ποιεῖν λέγεται ἄμφω.

(v. 768 s.) Ἐν τούτοις δὲ Ὅμηρος παραδίδωσι καὶ ὡς αἱ ἀνάγκαι προκαλοῦνται μάλιστα εὐχάς. τὸν γὰρ Ὀδυσσέα ἔπλασεν εὐξάμενον, οὐκ ἀπ' αὐτῆς νύσσης, "ἀλλ' ὅτε δή", φησί, "πύματον τέλεον", ἤγουν ἐτέλουν, "δρόμον". Ὅτι Ἀντίλοχος ὕστερος ἐλθὼν καὶ τήν τε ἧτταν παραμυθούμενος καὶ τὸ τῶν νικησάντων δὲ ὑπεκλύων φιλότιμον, εἰς τὸ τῶν παλαιοτέρων ἀνθρώπων θεοφιλὲς ἀναφέρει τὸ αἴτιον.

(v. 785-792) Φησὶ γὰρ Ὅμηρος "Ἀντίλοχος δ' ἄρα λοισθήϊον ἔκφερεν", ὡς καὶ προεγράφη, "ἄεθλον, μειδιόων", καὶ εἶπεν, ἃ δὴ καὶ ἕτερος μεταποιήσας ἐφ' ὁμοίοις πράγμασιν ἐρεῖ ἄν "εἰδόσιν ὔμμ' ἐρέω πᾶσι, φίλοι, ὡς ἔτι καὶ νῦν ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους. Αἴας μὲν γὰρ ἐμεῖ' ὀλίγον προγενέστερός ἐστιν· οὗτος δὲ προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων· ὠμογέροντα δέ μίν φασ' ἔμμεναι, ἀργαλέον δὲ ποσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ", τουτέστι, δυσχερὲς τοῖς ἄλλοις Ἀχαιοῖς ἐρίσαι τῷ Ὀδυσσεῖ περὶ δρόμου, εἰ μὴ μόνῳ τῷ Ἀχιλλεῖ.

(v. 792) Καὶ ὅρα κἀνταῦθα ἔλλειψιν. τὸ γὰρ "εἰ μὴ Ἀχιλλεῖ" ἀντὶ τοῦ εἰ μὴ ἄρα μόνῳ τῷ Ἀχιλλεῖ οὐκ ἀργαλέον ἐστί. τοῦτο δὲ πάλιν κατ' ἐναλλαγὴν ἐρρέθη σχήματος, ἤγουν ἐνδοιαστικῶς ἀντὶ τοῦ ἀποφαντικοῦ. τὸ γὰρ "εἰ μὴ Ἀχιλλεῖ" ἀντὶ τοῦ "ἀλλὰ τῷ Ἀχιλλεῖ". οὐ γάρ ἐστιν ἐνδοιάσαι, ὡς Ἀχιλλεὺς Ὀδυσσέως ποδωκέστερος. φράζει δὲ οὕτως ὁ τοῦ ῥήτορος παῖς διὰ τὸ μὴ μόνον αὐτοσχεδιάζειν, ἀλλὰ καὶ ἀγωνιᾶν. διὸ καὶ πάνυ στενῶς ἔφρασεν ἐν τρισὶ λέξεσι τὸ "εἰ μὴ Ἀχιλλεῖ". καὶ τοῦτο μὲν οὕτως. [837]

(v. 787 s.) Σημείωσαι δὲ ὅτι ἐξ Αἴαντος ἔχει λαβὼν Ἀντίλοχος τὸ περὶ θεοφιλίας νόημα. ὁ μὲν γὰρ μερικῶς ἔφη τὸν Ὀδυσσέα φιλεῖσθαι ὑπ' Ἀθηνᾶς, ὁ δὲ σεμνότερόν φησιν ἐν τῷ καθόλου κατὰ κοινὴν εἴδησιν, ὅ ἐστι δόξαν καὶ ἔννοιαν, ὡς θεοφιλεῖς εἰσιν οἱ πρεσβύτεροι, ἐπεὶ καὶ τίμιον τὸ πολυχρόνιον οἷα καὶ θεῖόν τι. πρεσβύτεροι δὲ Ἀντιλόχου δηλαδὴ Αἴας τε καὶ Ὀδυσσεύς. συλλογιστέον δὲ καὶ ὡς, εἴπερ θεοῖς τίμιοι κατὰ τὸν ποιητὴν οἱ παλαιότεροι, τῷ παντὶ πλέον ἀνθρώποις τιμηθήσονται.

(v. 786) Μειδιᾷ δὲ Ἀντίλοχος ἢ προκαταλαμβάνων τὸν ἐκ τῶν ἄλλων κατάγελων ἢ καὶ συγγελᾶν μὲν ἅπασιν ἐθέλων ἡδύ, τῇ δὲ τοῦ νικηθῆναι βαρύτητι καταλύων τὸν ἄθρουν γέλωτα εἰς μειδίαμα, καὶ ἄλλως δέ, σκυθρωπάζειν μὲν ἴσως θέλων, αἰδούμενος δέ, καὶ διὰ τοῦτο σαρδάνιον σχηματιζόμενος μειδιᾶν, ἵνα ᾖ τὸ τοιοῦτον μειδίαμα ὅμοιον τῷ παρ' Ἡσιόδῳ ἐκγελᾶν, ἤγουν ἔξω καὶ ἐπιπολῆς γελᾶν.

(v. 787) Τὸ δὲ "ἔτι καὶ νῦν" τὸ ἀεί δηλοῖ, τὸ προχρόνιον καὶ εἰς πεῖραν ἐλθόν.

(v. 790) Τὸ δὲ "προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων" ἢ ἐκ παραλλήλου ταὐτὰ λαλεῖ, ἢ πρὸς διαστολὴν τῆς ὁμωνύμου γενεᾶς, λεγομένης καὶ ἐπὶ ἀψύχων σωμάτων καὶ ἐπὶ ἀλόγων ζῴων, ἐπῆκται τὸ "ἀνθρώπων".

(v. 791) Ὠμογέρων δὲ ἡλικία πρεσβυτική, μεθ' ἣν γέρων, εἶτα πέμπελος, ἔπειτα σῦφαρ, καθὰ καὶ Λυκόφρων οἶδεν. ἅπαξ δὲ καὶ αὕτη Ὁμήρῳ ἡ λέξις εἴρηται. καὶ ἔστιν ὠμογέρων ὁ μήπω [838] καθεψηθεὶς καὶ οἷον ἑφθὸς τῷ γήρᾳ γενόμενος, ἢ ὁ ἄωρος καὶ στερρὸς καὶ σκληρὸς καὶ μήπω πέπων, ἐξ οὗ ὁ πέμπελος. ζητητέον δέ, εἰ ταὐτόν ἐστιν ὠμογέροντα εἰπεῖν καὶ προπόλιον. ἔστι δὲ προπόλιος κατὰ Αἴλιον Διονύσιον ὁ θᾶττον καὶ πρὸ τοῦ δέοντος πολιὰς ἐσχηκώς. [Ἀλλὰ ταῦτα μὲν ἄψογα πρεσβυτικὰ ὀνόματα. ἐν δὲ ἰδέᾳ σκώμματος βλασφημοῦνται οἱ πάνυ γέροντες Κρόνοι, Ἰαπετοί, Τιθωνοί, σαπροί, βεκκεσέληνοι, πρωτοσέληνοι, τυμβογέροντες, παρεξηυλημένοι, ὅπερ ἐστὶν ὑπὸ γήρως ἀχρεῖοι, ὡς ἀπὸ ἐκτετριμμένων γλωσσίδων αὐλοῦ, ἔτι δὲ σορόπληκτοι, καὶ σοροπλῆγες, καὶ σορέλληνες, περὶ οὗ καὶ προεγράφη. τούτου δὲ καὶ θηλυκόν, φασί, ἐπὶ πρεσβύτου τὴν σορέλλην ἀνάκρουσιν. οἱ δὲ τὰ τοιαῦτα γράψαντες λαλοῦσι καὶ περὶ Τιθωνοῦ ὅτι τε εἰς τέττιγα διὰ γῆρας μετεβλήθη καὶ ὅτι ἐν ταλάρῳ ἢ ἐν καρτάλῳ ἐκρεμάσθη.]

(v. 792) Ἐριδήσασθαι δὲ τὸ ἐρίσαι ἀπὸ τοῦ ἐριδῶ, ἀφ' οὗ ἐριδαίνω καὶ [839] ἐριδμαίνω. ὡς γὰρ δεύτερος μέλλων τοῦ καθέζω ὁ καθεδῶ, οὕτως ἐρίζω ἐριδῶ, οὗ ἀναδραμόντος εἰς ἐνεστῶτα γίνεται τὸ ἐριδῶ ἐριδήσω ποιητικῶς. Τὸ δὲ "εἰ μὴ Ἀχιλλεῖ" οἱ μεθ' Ὅμηρον ῥήτορες "ὅτι μὴ Ἀχιλλεῖ" εἴποιεν ἄν. οἷς ἔθος οὕτω φράζειν, οἳ τὸ "οὐκ ἄλλο τι ἐποίησα εἰ μὴ τόδε" "ὅτι μὴ τόδε" φασί, καὶ τὰ ἄλλα ὁμοίως.

(v. 795 s.) Ὅτι οὕτω μεγαλοπρεπὴς καὶ φιλότιμος Ἀχιλλεύς, ὡς διὰ βραχὺν ἔπαινον τοῦ Νεστορίδου ῥήτορος, ὃς αὐτὸν ἐν δυσὶν ἡρῴοις ποσὶ κύδηνε ‑ τοιοῦτον γὰρ τὸ "εἰ μὴ Ἀχιλλεῖ ‑ ὡς προσεχῶς γέγραπται, δωρεῖται αὐτόν, εἰπὼν "Ἀντίλοχ', οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω", ἤγουν ἐπιβαλῶ, ἐπέκεινα τοῦ ἀέθλου δώσω. ἐξ οὗ νοητέον ὅτι ἐκ περισσοῦ τοῖς ἀγωνοθέταις ἔκειντο καὶ τὰ εἰς φιλοτιμίαν, εἴ που δεήσειε. καὶ οὕτω μὲν ὁ φιλόδωρος ἥρως. οἱ δὲ μὴ κατ' αὐτὸν ἕλοιντο ἂν πρὸς τοῖς ἐπαινετηρίοις λόγοις καὶ δῶρα ἐκ τῶν ἐπαινούντων δέχεσθαι, ὡς μὴ μέλεος εἴη ὁ ἔπαινος.

(v. 793) Ὅτι δὲ ἐπὶ ἐπαίνῳ ἔφη Ἀντίλοχος τὸ "εἰ μὴ Ἀχιλλεῖ", παρεσημήνατο καὶ ὁ ποιητής, εἰπὼν "ὣς φάτο, κύδηνε δὲ ποδώκεα Πηλείωνα" ἐκ τοῦ παρὰ πόδας ἐκεῖνος ἔργου, ἤτοι τοῦ δρόμου, λαβὼν ἔπαινον. διὸ καὶ τὸ "ποδώκεα Πηλείωνα" οὐχ' ἁπλῶς νοητέον, ἀλλ' ὅτι ἐκύδανε τὸν Ἀχιλλέα νῦν ὡς ποδώκεα.

(v. 652) Σημείωσαι δὲ καὶ ὅτι αἶνον οἱ παλαιοὶ τὸν ἀπόκρυφον λόγον καὶ ἐσχηματισμένον λέγοντες καὶ ὡς οἷον εἰπεῖν αἰανὸν διὰ τὸ βάθος, ὡς τὸ "νῦν δ' αἶνον βασιλεῦσιν ἐρέω", [840] καὶ ὅσα τοιαῦτα, ὅθεν καὶ τὸ αἰνίζομαι ἐπὶ αἰνίγματος, οὐκ ἂν ἔχοιεν τὸν τοιοῦτον νοῦν συμβιβάζειν καὶ ἐπὶ τοῦ ἐνταῦθα κειμένου αἴνου. νῦν γὰρ φανερῶς αἶνος ὁ ἔπαινος, εἰ μὴ ἄρα καὶ αὐτὸς αἶνος λέγεται διὰ τὸ βάθος ἔχειν.

(v. 797) Κεῖται δὲ καὶ ἐνταῦθα τὸ "ὃ δ' ἐδέξατο χαίρων". χαρτὰ γάρ, ὥσπερ τὰ ἄεθλα, οὕτω καὶ τὰ τῶν δωρεῶν.

(v. 798-800) Ὅτι τοῖς ὑπομένουσι τὸν ὁπλιτικὸν ἀγῶνα, ἤγουν τῶν μονομάχων, δολιχόσκιον ἔγχος Ἀχιλλεὺς ἔθηκεν "ἐς ἀγῶνα φέρων, κατὰ δ' ἀσπίδα καὶ τρυφάλειαν, τεύχεα Σαρπήδοντος", τοῦ κοινῶς Σαρπηδόνος, ἃ Πάτροκλος ἐξ ἐκείνου ἀφείλετο.

(v. 807 s.) Καὶ τῷ μὲν νικήσαντι δώσειν αὐτὸς ἰδίᾳ ἔφη "φάσγανον ἀργυρόηλον, καλόν, Θρηΐκιον", τὸ τοῦ Ἀστεροπαίου ἐκείνου. φησὶ γὰρ "τὸ μέν", ἤγουν ὃ δή, "Ἀστεροπαῖον ἀπηύρων", ὡς καὶ πρὸ τούτου ἐγράφη.

(v. 809) Τὰ δὲ ῥηθέντα τοῦ Σαρπηδόνος τεύχεα ἀμφοτέρους ἐκέλευσε ξυνήϊα φέρεσθαι, τουτέστιν, ὡς καὶ ἀλλαχοῦ κεῖται, κοινά. κατωτέρω δὲ ἀέθλια ἶσα ἀνελέσθαι φησί, μοιρασαμένους ὡς βούλονται, καθὰ καὶ ἐπὶ τῶν παλαισάντων γέγονεν.

(v. 810) Ὑπέσχετο δὲ ὡς "καί σφιν δαῖτ' ἀγαθὴν παραθήσομαι ἐν κλισίῃσιν", ὅπερ ἐπ' ἄλλου ἀγῶνος οὐκ εἶπε.

(v. 803) Περιφράζει δ' ἐνταῦθα τὴν μὲν τῶν μονομάχων αἰχμὴν "ταμεσίχροα χαλκόν" ὡς τμητικὸν τοῦ χροὸς παρὰ τὸ ταμῶ ταμέσω, ἐξ οὗ κατὰ συγκοπὴν τὸ τμῶ τμήσω,

(v. 804-806) τὸν δὲ ὁπλίτην νικητὴν οὕτως "ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλὸν, ψαύσῃ δ' ἐνδίνων διά τ' ἔντεα καὶ μέλαν αἷμα", τὸ δὲ μονομαχῆσαι "ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι". Ἔστι δὲ τὸ μὲν "φθῇσιν" ἀντὶ τοῦ φθῇ, καὶ κοινότερον εἰπεῖν, φθαίη καὶ προλάβῃ. Τὸ δὲ "ὀρεξάμενος χρόα καλόν" ἁπλῶς μὲν ἀντὶ τοῦ ἐκταθεὶς εἰς τὸ σῶμα, σαφέστερον δὲ εἰπεῖν, τὸ ἀλλαχοῦ ῥηθὲν ὀρεκτὸν δόρυ τείνας εἰς τὴν τοῦ σώματος τοῦ ἀνθοπλίτου ἐπιφάνειαν.

(v. 806) Ἔνδινα δὲ [841] κατὰ μέν τινας ἔντερα παρὰ τὸ ἔνδον εἶναι ἰνῶν ἢ ἐντὸς δινεῖσθαι, κατὰ δὲ ἑτέρους ἡ ἔνδον τῶν ὅπλων σάρξ. ἦν δὲ σκοπὸς τοῖς ὁπλίταις ἀεθλευταῖς ψαύειν ἐνδίνων ἐν τῷ διασχεῖν δόρατι τὰ ἐπιπολάζοντα ὅπλα, ὡς δηλοῖ καὶ τὸ "διά τ' ἔντεα καὶ μέλαν αἷμα", ὅπερ ἢ τὴν δια πρόθεσιν ἀντὶ τῆς κατα συντάσσει, ἢ ἀντιπτωτικῶς εἴληπται ἀντὶ τοῦ διά τε ὅπλων καὶ αἵματος. ἐνταῦθα δὲ κατὰ τοὺς παλαιοὺς Ἀριστοφάνης ὁ γραμματικὸς φορτικὸν ἡγησάμενος τὸ οὕτως ἐπικινδύνως ὁπλομαχεῖν, μεταγράφει τὸν τόπον τοῦτον οὕτως "ὁππότερός κεν πρῶτος ἐπιγράψας χρόα καλὸν φθῄη ἐπευξάμενος διά τ' ἔντεα καὶ φόνον ἀνδρός". καὶ μὴν καὶ τὸ "ψαύσῃ" ταῦτα ἐδήλου. τάχα δὲ καὶ ἧττον ἐκεῖνο κινδυνῶδες κακὸν τὸ τοῦ ποιητοῦ ἤπερ τὸ μεταγραφέν. ὅτι δὲ οὐκ ἐπικινδύνως ἠγωνίζοντο, δῆλον δίχα τῶν ἄλλων καὶ ἐκ τῆς δαιτός. πῶς γὰρ αὐτὴν Ἀχιλλεὺς τοῖς ἐπὶ θανάτῳ ἀγωνιζομένοις, ὑπέσχετο; ἦν οὖν σκοπὸς τοῖς ὁπλίταις μικρόν τι ψαῦσαι χροὸς εἰς ἔνδειξιν ἐπιτηδειότητος τῆς εἰς μάχην, ὃ δὴ καὶ εἰσέτι νῦν πολλοὶ μιμούμενοι σπεύδουσιν, ὡς αὐτοί φασι, μόνον ἀλλήλους εὑρεῖν. [Ὅτι δὲ ζηλωτὸν ἦν τοῖς παλαιοῖς καὶ τὸ μονομαχεῖν ὡς μέγα πολέμου γύμνασμα καὶ ὡς ἀνδρίας καὶ ῥωμαλειότητος ἔνδειξις, πρόδηλόν ἐστιν. ὡς δὲ οὐκ ἀεὶ σκοπὸς ἦν μονομαχίας ἐνδίνων ψαύειν, ἀλλ' ἔστιν οὗ εἰς μόνην σκιαμαχίαν ἀπετελεύτα τὸ [842] ἔργον, ἤδη προδεδήλωται. διὸ πολλοὶ καὶ ῥαβδίοις ἢ καλαμίσκοις ἀλλήλων κατατιτύσκονται οἷα μὴ στοχαζόμενοι πληγῶν. ἡ δὲ ἱστορία μονομαχούντων ζηλωτὰς γενέσθαι φησὶν Κυρηναίους καὶ Μαντινεῖς.]

(v. 800) Τὸ δὲ "Σαρπήδοντος" ἀπὸ εὐθείας βαρυτόνου ἐστὶ τῆς ὁ Σαρπήδων, ἥτις προέγνωσται.

(v. 810) Δαῖτα δὲ ἀγαθὴν λέγει τὴν σωφρόνως ἔχουσαν ὡς ἡρωϊκήν.

(v. 811) Ἐπὶ δὲ τούτοις κατὰ τὸν ποιητὴν ὁπλῖται ἀνέστησαν μέγας Τελαμώνιος Αἴας καὶ κρατερὸς Διομήδης.

(v. 813-821) Περὶ ὧν φησιν, ὅπερ ἐπὶ δεινῶν ἀντιμάχων οἰκεῖον λέγεσθαι "οἳ δ' ἐπεὶ οὖν", ἤγουν ἐπειδή, "ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι, δεινὸν δερκομένω, θάμβος δ' ἔχε πάντας Ἀχαιούς. ἀλλ' ὅτε δὴ σχεδὸν ἦσαν", διὰ τοῦ η, ἢ "ἶσαν" διὰ τοῦ ι, ὅ ἐστιν ἐπορεύθησαν, "ἐπ' ἀλλήλοισιν ἰόντες, τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὡρμήθησαν. ἔνθ' Αἴας μὲν ἔπειτα κατ' ἀσπίδα πάντοσε ἴσην νύξ', οὐδὲ χρό' ἵκανεν, ἔρυτο γὰρ ἔνδοθι θώρηξ. Τυδεΐδης δ' ἂρ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο αἰὲν ἐπ' αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ", τουτέστιν ἐπετύγχανε καὶ κατηυστόχει τοῦ αὐχένος τῇ τοῦ δουρὸς ὀξύτητι. Ἔνθα καὶ ὅρα ὡς ὁ μὲν Αἴας ἁπλούστερον τὴν τοῦ Διομήδους ἀσπίδα νύσσει, διὸ οὐδὲ γενναῖόν τι δρᾷ ὡς μηδὲ προθέμενος, Διομήδης δὲ κακοτέχνως τὸν ἀγῶνα μέτεισιν, ἐπὶ τῷ αὐχένι πανουργευόμενος. ὅθεν "Αἴαντι περιδδείσαντες Ἀχαιοί", ‑ ἑώρων γὰρ τοὺς κρείττονας ἐν τῷ Ἐπιταφίῳ τούτῳ δυστυχοῦντας καὶ ἡττωμένους ‑ "παυσαμένους ἐκέλευσαν ἀέθλια", ὡς καὶ προεγράφη, "ἀνελέσθαι ἶσα".

(v. 824 s.) Ἀχιλλεὺς δὲ τῷ Διομήδει μέγα φάσγανον, τὸ ῥηθέν, ἔδωκεν ὡς νικητῇ, "σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι". εἰ δὲ μὴ ἔψαυσεν ἐνδίνων, ἀλλὰ τὸ αἰὲν κυρεῖν, ἤγουν ἐπιτυγχάνειν, ἀντὶ ψαύσεως ἦν. τάχα γὰρ καὶ τούτου μόνου τὸ πλέον ἐστοχάζοντο. ἡ δέ γε τῶν λοιπῶν ὅπλων ἀνάληψις καὶ ὁ μερισμὸς αὐτῶν σιγᾶται διὰ τὸ συνεπινοεῖσθαι. Σημείωσαι δὲ καὶ ὅτι καθ' Ὅμηρον οὐ τὴν πλευρὰν μόνην τρωτὸς ἦν ὁ Αἴας, ὡς οἱ μεθ' Ὅμηρον εἶπον, εἴπερ ὁ Διομήδης καταθαρρεῖ τοῦ αὐχένος διὰ τὸ τοῦ λοιποῦ κατάφρακτον [843] σώματος. ἐκράτησε δὲ φήμη τοῦ μηδαμοῦ τρωτὸν ἢ βλητὸν εἶναι τὸν Αἴαντα, εἰ μὴ ὅτι γε κατὰ μόνην πλευράν, ἐπεὶ οὐδαμοῦ τῆς Ἰλιάδος εὕρηται τρωθείς. ὡς δ' ἐν ἅπασι τοῖς ἀγῶσι δυστυχῶς ἔσχεν ὁ Σαλαμίνιος, προέγνωσται. οὔτε γὰρ παλαίσας εὖ ἀπήλλαξε, καὶ νῦν δεύτερος ἥκει, καὶ τὸν σόλον δὲ μετ' ὀλίγα οὐ πρὸς νίκην ῥίψει. ὁ δὲ τοξικὸς ἀγὼν καὶ τὸν αὐτοῦ ἀδελφὸν Τεῦκρον οὐ νικῶντα ἕξει.

(v. 822 s.) Ὅρα δὲ καὶ τὸ "περιδείσαντες" καὶ τὸ "κέλευσαν". φθάνουσι γὰρ οἱ θεαταὶ πόθῳ τῶν ἀριστέων λύσαντες τὴν συμπλοκήν, ἵνα μὴ εἰς κακὸν μέγα τελευτήσῃ ὁ ἀγών. Ὅρα δ' ἐν τούτοις καὶ τὸ "ἔπειτα", ὡς ἐν τῷ "Αἴας μὲν ἔπειτα ἀσπίδα νύξεν" ἀργὸν κεῖται, ἐν δὲ τῷ "Τυδείδης δ' ἂρ ἔπειτα" τὸ μετὰ ταῦτα χρονικῶς δηλοῖ.

(v. 826-829) Ὅτι τοῖς δισκεύουσιν Ἀχιλλεὺς θῆκεν "σόλον αὐτοχόωνον, τόν", ἤγουν ὃν, "πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος", ἤγουν ἔρριπτεν Ἠετίων, ὁ πενθερὸς Ἕκτορος, Ἀχιλλεὺς δὲ κτείνας ἐκεῖνον τὸν σόλον "ἄγετο ἐν νήεσσι σὺν ἄλλοις κτεάτεσσιν". Καὶ ὅρα καὶ νῦν ὅτι ἐνοσφίζετό τι τῆς λείας ὁ πολέμαρχος, τυχὸν δὲ καὶ κατὰ λάχος ἐδόθη αὐτῷ, καὶ ὅτι μόνῳ τῷ νικήσαντι γέρας ἐνταῦθα ὁ σόλος, δευτερεῖον δὲ οὐκ ἔστι, καὶ ὅτι τὸ ῥίπτειν, ὅ ἐστιν ἀφιέναι καὶ πέμπειν, καιρία λέξις ἐπὶ σόλου, ὅ ἐστι δίσκου, διὸ καὶ τρὶς ἐν τῷ ἀγῶνι τούτῳ χρᾶται αὐτῇ ὁ ποιητής, καὶ ὅτι ἐθελήσας μετρῆσαι τὸν τοιοῦτον σόλον οὐ σταθμῷ παριστᾷ, ἀλλὰ τῇ ἐξ αὐτοῦ πολυχρονίῳ χρήσει ἐμφαίνει τὸ μέγεθος, εἰπὼν

(v. 832-834) "εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, ἕξει μιν καὶ πένε περιπλομένους ἐνιαυτοὺς χρεώμενος".

(v. 834 s.) Ὅπερ ἐφερμηνεύων φησὶν "οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου ποιμὴν οὐδ' ἀροτὴρ εἶσιν ἐς πόλιν, ἀλλὰ παρέξει", τουτέστιν οὐκ ἀγρόθεν εἰς τὴν πόλιν ἥξει κατὰ σιδήρου χρείαν ποιμὴν αὐτοῦ ἢ ἀροτήρ, ἀλλ' ὁ χρώμενος τῷ σόλῳ παρέξει αὐτοῖς, εἰς πολυετῆ δαπάνην τὸν σόλον κτησάμενος. οἰκονομικὸν δὲ καὶ τοῦτο παραλάλημα τῷ ποιητῇ, ὑποτιθεμένῳ χρῆσθαι καὶ τοῖς ἐπάθλοις εἰς οἰκωφελίαν. πολυειδείας δὲ [844] Ὁμηρικῆς καὶ τὸ παραδοῦναι ἆθλον ἐνταῦθα, οὗπερ οἱ δεύτεροι κερδαίνουσιν οὐδὲν ἀλλ' ἢ μόνον αἰσχύνην, ὡς εἰκός.

(v. 826) Γίνεται δὲ σόλος μὲν παρὰ τὸ σεύεσθαι ὅλος, τουτέστι περιδεδινῆσθαι, σφαιροειδὴς γὰρ ἦν. οὕτω δέ πως καὶ ὁ σωλήν. ἐκεῖνος μέντοι γίνεται κατὰ κρᾶσιν δύο ο, τοῦ τε ῥηματικοῦ τοῦ γινομένου ἀπὸ τοῦ σέω σεύω καὶ τοῦ ὅλος, οἱονεὶ σοολήν, καὶ κράσει σωλήν. [Δῆλον δ' ὅτι Σόλος καὶ πόλεως ὄνομα, ἧς οἱ πολῖται Σολεῖς. ἦσαν δὲ καὶ Κύπριοι Σόλοι, ὧν ἱστορεῖται βασιλεὺς Εὔνοστος, ὁμώνυμος Εὐνόστῳ, δαίμονι ἐπιμυλίῳ, περὶ οὗ καὶ ἀλλαχοῦ εἴρηται. ὡς δὲ καὶ ὁ σολοικισμὸς τοιαύτης Σόλου ἢ τοιούτων Σόλων ἐστὶ σύνθεσις, ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. δοκεῖ δὲ καὶ ὁ νομοθέτης Σόλων ἐκεῖθεν παρωνομάσθαι.] Αὐτοχόωνος δὲ ὁ αὔτως καὶ εἰκῇ κεχωνευμένος ἐπ' οὐδενὶ ἄλλῳ χρησίμῳ τέλει ἀλλ' ἢ μόνον ἐπὶ γυμνασίῳ. ἐντεῦθεν δὲ καὶ χαλκοῦν αὐτὸν εἶναί τινες οἴονται. σίδηρος γάρ, φασίν, οὐ χωνεύεται. εἰ δὲ καὶ σίδηρος ἐξ αὐτοῦ πορίζεσθαι τοῖς ἀγρόταις λέγεται, ἀλλὰ τοῦτο διὰ τὸ εἰς σίδηρον, φασίν, ἀντικαταλλάσσεσθαι. εἰ δ' ἄρα τις καὶ σιδηροῦν αὐτόν, φασί, δέχεται, καταχρηστικῶς ἂν αὐτοχόωνος λέγοιτο. καὶ αὐτοὶ μὲν οὕτω. εἰ δέ τις μάθοι, ὅπως τὴν ἀρχὴν τὰ σιδηρᾶ μέταλλα πυρὶ τηκόμενα καταστάζουσιν, οὐκ ἂν κατάχρησιν τῆς τοῦ σιδηροῦ σόλου καταγνῷ χωνείας, ὅτε τις ἐπίτηδες αὐτὸν μεθοδεύοι ἐν τῷ χωνεύειν μέταλλα. ἦσαν δὲ καὶ λίθινοι δίσκοι, ὁποῖος καὶ ὁ ἐν Ὀδυσσείᾳ μεσόθι ἔχων ὀπήν, ἧς διείρετο καλῴδιον, ἐξ οὗ μετεωρίζοντες ἐρρίπτουν αὐτόν. Παυσανίας δέ φησιν, ὅτι αὐτοχόωνος ὁ ἐξ αὐτοῦ [845] τοῦ χώνου ἄλλην μηδεμίαν προσειληφὼς ἐπισκευήν. καὶ οὕτω μὲν ἐνταῦθα ἡ αὐτός ἀντωνυμία σύγκειται, ἡ δέ γε αὐτόχθων ἑστία ἡ τοῦ Χείρωνος ἀλλοίαν ἔχει τὴν σύνθεσιν. δηλοῖ γὰρ τὴν αὐτοφυῆ καὶ σπηλαιώδη, ἣν ἕτερος τις λέγει αὐτόροφον. ὁ δὲ τῷ βασιλεῖ ἐλθὼν αὐτόματος ἀδελφὸς εἰς δαῖτα ὁμοιότητα ἔχει ἄλλως πρὸς τὸν ἐφεξῆς που ῥηθησόμενον αὐθέντην, ὅ ἐστι αὐτοφόντην. οἱ αὐτερέται δὲ ἄλλο τι δηλοῦσιν, ὅτι δηλαδὴ οἱ αὐτοὶ ἐρέται εἰσὶ καὶ ὁπλῖται. ὅμοιον δὲ πρὸς τὸ αὐτοχόωνον τὸ αὐτοκάβδαλον καὶ τὸ παρὰ Σοφοκλεῖ "αὐτόξυλον ἔκπωμα", καὶ ὅλως ὅσα ἔργα οὐκ εἰς κάλλος ἐσκεύασται.

(v. 834) Τὸ δὲ "χρεώμενος" πλεονασμὸν ἔχει τοῦ ε κατὰ τὴν ἄρχουσαν, ὁποῖον καὶ τὸ "μεμνέῳτο" οὗ τὸ ἀπαθὲς δίχα τοῦ ε, ὡς δηλοῖ παρὰ Σοφοκλεῖ τὸ "οὐδαμῶς μεμνῴμεθα".

(v. 832) Ἐν δὲ τῷ "εἴ οἱ καὶ μάλα ἀπόπροθι ἀγροί" ὅρα τὸ τῆς ἀντωνυμίας ἀόριστον εἴτε ἀγνώριστον. οὐ γὰρ δῆλον ποίῳ "οἷ", ὅ ἐστιν αὐτῷ, μακρὰν οἱ ἀγροί, ὥσπερ ἄδηλον καὶ τίς ὁ δώσων ἐν τῷ "ἀλλὰ παρέξει", εἰ μὴ ἄρα ἢ ἔξωθέν τις προσλήψεται τὸν τοῦ σόλου κτήτορα ἢ ἀναγάγῃ πρὸς τὸ "χρεώμενος", ἵνα λέγῃ ὅτι ὁ χρώμενος τῷ σόλῳ, εἴ οἱ καὶ μάλα μακρὰν ἀγροὶ πίονες, ἕξει αὐτὸν ἐπὶ πολύ. Τὸ δὲ "εἰ καὶ μάλα μακρὰν ἀγροί" διὰ τοὺς καθ' Ἑλλάδα τόπους εἴρηται. εἰ γάρ, φησί, καὶ ἀποκναίει τινὰ τὸ μήκιστον τῆς ὁδοῦ, ἀλλὰ τὸ τοῦ σόλου χρειῶδές τε καὶ πολύχρηστον ἐφελκύσεται τὸν νικητὴν μὴ ἀμελῆσαι νῦν αὐτοῦ. Τὸ δὲ "πίονες" αὔξει τὸ τοῦ σόλου μέγεθος. οἱ γὰρ τοιοῦτοι καὶ πολλοῦ τοῦ σιδήρου διὰ τὸ τῆς ἐργατείας συχνόν τε καὶ ἐπιμελὲς [846] δέονται. [Κεῖται δὲ καὶ εἰς βιωτικὴν παραγγελίαν, ὡς μὴ δέον ὂν ἀγροὺς κτᾶσθαί που, εἰ μὴ γῆν εὑρήσει τις πίονα.]

(v. 834) Τὸ δὲ "ἀτεμβόμενος" σκορακιστέον μὲν ἐν γραφῇ πεζῇ, δηλοῖ δὲ καὶ νῦν συνήθως τὸ στερισκόμενος. σκοπητέον δὲ διὰ ζητήσεως εἴτε καὶ ὁ ἁπλῶς δίσκος σόλος που εὕρηται, εἴτε καὶ μόνῳ τῷ αὐτοχοώνῳ κεκλήρωται τοὔνομα. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν σόλον.

(v. 836-847) "Ὦρτο δέ", φησί, "μενεπτόλεμος Πολυποίτης, ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ἂν δ' Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός", δισκεύσοντες οὗτοι "ἑξείης δ' ἵσταντο, σόλον δ' ἕλε δῖος Ἐπειός, ἧκε δὲ δινήσας", ὡς ἔθος, "γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί. δεύτερος δ' αὖτ' ἀφέηκε Λεοντεύς, ὄζος Ἄρηος. τὸ τρίτον δ' αὖτ' ἔρριψε μέγας Τελαμώνιος Αἴας χειρὸς ἀπὸ στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντα" ἢ "πάντων". "ἀλλ' ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, ὅσσον τίς τ' ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ἣ δέ θ' ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε. τοὶ δ' ἐβόησαν", οἱ θεώμενοι δηλαδή. καὶ ἔστι καὶ νῦν ἡ βοὴ διὰ τὸν νικητήν. Ὅρα δὲ κἀνταῦθα τὸν ποιητὴν ἀφειδῆ τῶν ἐπιθέτων συνήθως. τὸν μὲν γὰρ νικήσαντα Πολυποίτην δὶς μενεπτόλεμον λέγει, ὥσπερ καὶ δῖον τὸν Ἐπειόν, ὃς τέταρτος μὲν ἠρίθμηται, πρῶτος δὲ ἀφῆκε τὸν σόλον διά τε τὸ τῆς φράσεως συνεχές, καὶ ἵνα δὲ μὴ μακρὸς γέλως ταθείη, ἀλλ' ἐγκοπείη ταῖς ἐφεξῆς ῥίψεσι. τὸν δὲ Λεοντέα, ὃν ἁπλῶς ἀφεῖναι εἶπε μηδέν τι πλέον ἐπισημηνάμενος περὶ αὐτοῦ διὰ τὸ τῆς τοῦ σόλου ἀφέσεως ἀφανές, πλείοσιν ἐπιθέτοις τῶν ἄλλων κοσμεῖ, εἰπὼν "Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο", καὶ "Λεοντεύς, ὄζος Ἄρηος", τὸν δὲ Αἴαντα Τελαμωνιάδην καὶ μέγαν Τελαμώνιον Αἴαντα καλεῖ.

(v. 839) Τὸ δὲ "ἑξείης", ἕτερον ὂν τοῦ "μεταστοιχί", τὴν κατὰ μέτωπον πάντως τάξιν δηλοῖ.

(v. 840) Τὸ δὲ "γέλασαν Ἀχαιοί" τὸ τῆς ῥίψεώς τε δηλοῖ ἀγεννές, καὶ ὅτι, φασίν, οὐδὲ τοὺς πόδας τάχα διέστησεν, οὐδὲ τὰς χεῖρας τεχνικῶς ἐσχημάτισε.

(v. 841) Τὸ δὲ "ἀφέηκεν", ὥσπερ καὶ τὸ "ἧκε", ταὐτόν ἐστι τῷ ἔρριψε.

(v. 843) Τὸ δὲ "σήματα πάντα" τὰ τῶν δύο δηλοῖ. καὶ εἶχε μὲν δύο εἰπεῖν ἢ δοίω, χαίρει δὲ πάντα λέγων καὶ πάντας καὶ τὰ τοιαῦτα, ὡς μυριαχοῦ φαίνεται. εἰ δὲ ἐν τῷ "ὑπέρβαλεν" εἶχεν εἰπεῖν "ὑπέρπτατο σήματα πάντα", ἀλλ' ἐσίγησεν αὐτὸ φυλάξας τὴν τοιαύτην λέξιν τῇ καλαύροπι, ἵνα μὴ [847] τὴν τῶν δισκευτῶν ἀρετὴν αἰσχύνῃ ὡς μὴ βαρέος ὄντος τοῦ δίσκου ἀλλ' οἷον πτηνοῦ δι' ἐλαφρότητα.

(v. 845) Καλαῦροψ δὲ ῥόπαλον ἐπικαμπὲς ἐν ἄκρῳ, οὗ τὸ κᾶλον, ὅ ἐστι ξύλον, αὖ ῥέπει. ἅπαξ δὲ καὶ τοῦτο εἴρηται παρὰ τῷ ποιητῇ. ἴσως δὲ ὅμοιόν τί ἐστι καλαύροπι καὶ τὸ παρὰ Θεοκρίτῳ ῥοικὸν λαγώβολον. ἀπὸ τοῦ ῥέπειν γάρ τινες ἐτυμολογοῦσι καὶ τὸ ῥοικόν. πέτεται δὲ κατὰ βοῦς, ὅτε, φασί, τυχὸν χρὴ συμμιγείσας αὐτὰς διακρῖναι.

(v. 847) Τὸ δὲ "ὑπέρβαλε παντὸς ἀγῶνος" οὐκ ἐξ ὀρθοῦ τὸ ῥῆμα ἔχει μετὰ γενικῆς, ἀλλ' αὐτὸ μὲν ἀπὸ κοινοῦ προσυπακουόμενον ἔχει τὸ "σήματα πάντα", τὸ δὲ "παντὸς ἀγῶνος" ἔλλειψιν ἔχει προθέσεως, ἵνα ᾖ· διὰ παντὸς ἢ ἐπὶ παντὸς ἀγῶνος. Τὸ δὲ "τοὶ δ' ἐβόησαν" τοῖς τε θεαταῖς ἔθιμον πάθος καὶ τῷ ποιητῇ σύνηθες ἐπιφώνημα, ὅμοιον τῷ "ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοί", καὶ τῷ "ἀτὰρ κελάδησαν Ἀχαιοί". τοῦ δ' αὐτοῦ τύπου καὶ τὸ "οἳ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασαν", καὶ τὸ "γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί", καὶ τὸ "λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε". [(v. 844) Ἰστέον δὲ ὡς οἱ κατὰ τὸν Πολυποίτην ἀφιέντες ἐν τῷ δισκεύειν ἀκρότονοι ἐλέγοντο, καθά, φασί, δηλοῖ τὸ Ἱππῶναξ ὁ ποιητής, καίτοι μικρὸς ὢν τὸ σῶμα καὶ λεπτός, ὅμως ἀκρότονος οὗτος ἦν, ὡς πρὸς ἄλλοις καὶ κενὴν λήκυθον βάλλειν μέγιστόν τι διάστημα, καὶ ταῦτα τῶν ἐλαφρῶν σωμάτων, ὁποία καὶ ἡ κενὴ λήκυθος, οὐκ ἐχόντων βιαίαν φορὰν διὰ τὸ μὴ δύνασθαί, φασί, τὸν ἀέρα τέμνειν.]

(v. 850) Ὅτι τοῖς τοξευταῖς Ἀχιλλεὺς "ἐτίθει ἰόεντα σίδηρον", τουτέστι μέλανα, ὁμοίως τῷ "ἰοειδέα πόντον", ἢ ἐπιτήδειον εἰς ἰοὺς ἤγουν εἰς βελῶν ἐργασίαν, ἐξ οὗ νοεῖται ὁ καθαρός, ἡ γὰρ λεπτή, φασί, κατατομὴ καθαροῦ δεῖται σιδήρου, ἢ τὸν μάλιστα ἰοῦ δεκτικόν.

(v. 851) Εἶτα ἑρμηνεύων ὡς καὶ εἰδοπεποίηται ὁ τεθεὶς σίδηρος, ἐπάγει, ὅτι "κὰδ δ' ἐτίθει [848] δέκα μὲν πελέκεας, δέκα δ' ἡμιπέλεκκα".

(v. 852-858) Οἷς ἐπιφέρων τὰ ἐφεξῆς φησιν "ἱστὸν δ' ἔστησε νηὸς κυανοπρῴροιο τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν λεπτῇ μηρίνθῳ δῆσε ποδός, ἧς ἂρ ἀνώγει τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, πάντας ἀειράμενος πελέκεας κλισίηνδε φέρεσθαι", ἢ "φερέσθω", "ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, ἥσσων γὰρ δὴ κεῖνος, ὃ δ' οἴσεται ἡμιπέλεκκα". Καὶ ὅρα κἀνταῦθα συνήθως προτεθειμένον τὸν γαρ σύνδεσμον. τὸ γὰρ ἀκόλουθον οὕτως· ὃ δ' οἴσεται ἡμιπέλεκκα, ἥσσων γὰρ δὴ ἐκεῖνος, καὶ ὅτι ἐν τῷ "ὃς μέν κεν βάλῃ πέλειαν" λείπει τὸ εἰπών ἤ τι τοιοῦτον, καί φασιν οἱ παλαιοὶ ὅτι ἀπροσδοκήτως ἐνταῦθα ὁ ποιητὴς ἀπὸ τοῦ διηγηματικοῦ μετέβη ἐπὶ τὸ μιμητικόν. ἕως μὲν γὰρ τοῦ "ἀνώγει τοξεύειν" αὐτὸς ὁ ποιητὴς διηγεῖτο, ἀπὸ δὲ τοῦ "ὃς μὲν βάλῃ τρήρωνα πέλειαν" καὶ ἑξῆς, μιμεῖται, τί ἂν εἶπεν ὁ Ἀχιλλεύς. οὕτω καὶ πρὸ τούτου ἐσχημάτισται τὸ "μηκέτ' ἐρείδεσθον" καὶ τὰ ἑξῆς.

(v. 854) Ἰστέον δὲ ὅτι τῷ "πέλειαν δῆσεν ἐκ ποδός" συνακουστέον τὸ καὶ καθεσθῆναι τὴν πέλειαν εὐθὺς καὶ δοῦναι εἰς σκοπὸν βέλους ἑαυτήν, καὶ ὅτι παροιμία ἐπὶ τῶν ἁπλουστάτων τὸ "ἡμένη πελειάς", διὰ τὸ εὔηθες τοῦ ζῴου.

(v. 851) Τὸ δὲ "ἡμιπέλεκκα" διὰ μέτρον κἀνταῦθα ὡς καὶ ἐν Ὀδυσσείᾳ διπλάζει τὸ κάππα σημαίνει δὲ μονοστόμους πελέκεις. [Καὶ δοκεῖ Ἀττικὸν μὲν καὶ κοινὸν εἶναι τὸ "πελέκεας", Αἰολικὸν δὲ τὸ "ἡμιπέλεκκα". καὶ ἦν μὲν καὶ τὸ "πελέκεας" δυσχερὲς εἰς μέτρον, εἰ μὴ συνίζησαν αἱ δύο τελευταῖαι βραχεῖαι εἰς μίαν μακράν, τὸ δὲ "ἡμιπέλεκκα" οὐδ' ἂν αὐτὸ χρηστὸν ἐγένετο ἡρωϊκῷ ἔπει δίχα τῆς τοῦ κάππα διπλόης.]

(v. 852) Τὸ δὲ "ἱστὸν ἔστησε" τρόπος ἐστὶν ἐτυμολογικός, κείμενος καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τοῦ τῆς Πηνελόπης ἱστοῦ. Τὸ δὲ "νηός" πρὸς διαστολὴν τοῦ ὑφαντικοῦ εἴρηται ἱστοῦ. Τὸ δὲ "κυανοπρῴρου" παρατετήρηται διεστάλθαι τῶν τοῦ Ὀδυσσέως. μόναι [849] γάρ, ὡς καὶ προϊστόρηται, αἱ ἐξ Ἰθάκης νῆες μιλτοπάρῃοι.

(v. 853) Τὸ δὲ "τηλοῦ" διὰ τὴν τοξικὴν ἑκηβολίαν εἶπε, καὶ διότι τὸ τόξον τηλεβόλον ἐστὶν ὄργανον.

(v. 854) Μήρινθος δὲ λεπτὴ σχοῖνος. ἡ δὲ ταύτης κυριολεξία ἐπιμονὴν πεποίηκε, πεντάκις ἐνταῦθα χρησαμένου τοῦ ποιητοῦ τῇ λέξει. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν μήρινθον οἶδε, Παυσανίας δὲ καὶ μετὰ τοῦ σίγμα σμηρίνθους τινάς. λέγει γὰρ ἐν τῷ καθ' αὑτὸν Λεξικῷ ὅτι σμήρινθοι δεσμοὶ ἢ σπασμοί, Πλάτων Νόμων πρώτῳ· ταῦτα τὰ πάθη νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλοις ἀνθέλκουσιν. [Ἐκ τοῦ μερίζεσθαι δὲ ἡ λεπτὴ μήρινθος τροπῇ, ὁποίαν πάσχει καὶ τὸ μερμηρίζειν καὶ ὁ μηρός καὶ μέρμηραι, αἱ φροντίδες. δοκοίη γὰρ ἂν συντεθεῖσθαι μὲν καὶ ἐστοιβάσθαι τὸ παχύ, μεμερίσθαι δὲ τὸ λεπτόν.] Λεπτὴ δὲ ἡ μήρινθος, ἵνα διακοπεῖσα μετ' ὀλίγα ῥᾷον καὶ ἀπολύσασα τὴν πέλειαν ἀστεῖον ἀποτελέσῃ τὸν ἄεθλον. ἥσσονα δὲ λέγει τὸν τοῦ μηρίνθου μὲν τυχόντα, τῆς δὲ ὄρνιθος ἁμαρτόντα, ἐπεὶ κἂν τοῦ λεπτοτάτου ἔτυχεν, ἀλλ' οὐχ' ἑκών. τί γὰρ μὴ μᾶλλον τοῦ μείζονος τυγχάνει, ὃ καὶ εἰς σκοπὸν κεῖται; καὶ ἰστέον ὡς, εἰ μὴ προεῖπε τὸ περὶ τῆς μηρίνθου, εἶχεν ἂν ὕστερον λόγους, καθά φασι καὶ οἱ παλαιοί, ὁ τῆς μηρίνθου τυχὼν ἀντιποιούμενος τοῦ ἄθλου, ὡς οἷα τοῦ δυστυχεστέρου ἐπιτυχών. ἔστι δὲ ἡ εἰς τοῦτο παλαιὰ φράσις τοιαύτη, ὡς, εἰ μὴ προεῖπε περὶ τῆς μηρίνθου, ἐναγώνιον ἂν ὕστερον ἦν συμβεβηκός. Ἰστέον δὲ ὅτι τοιοῦτόν τι καὶ τὸ κατὰ τὸν περιφερόμενον χρυσοῦν δακτύλιον, ὃς τριχὸς μὲν ἐξήρτητο, ἐκρέματο δὲ ὑπὲρ στομίου φρέατος, καὶ ἔδει τοῦ δακτυλίου διοϊστεῦσαι τὸν εἰς τοῦτο λαχόντα. εἰ μὲν δὴ τούτου ἔτυχεν, εὐστόχησεν ἄν, εἰ δὲ τὴν τρίχα ἔβαλε, τῷ λεπτοτάτῳ μὲν προσέβαλεν, ἔξω δὲ σκοποῦ τοξεύσας εἶχεν οὐδὲν χάριτος. ὅτι δὲ δυσχερὲς ἐνταῦθα καὶ τὸ τῆς περιστερᾶς, δῆλον. τοῦ ἑνός τε γάρ, φασί, δέδεται ποδός, πτερυσσομένη δὲ δυσχερής ἐστιν εἰς βολήν. κατὰ δὴ ταύτης κληροῦνται ὥσπερ οἱ ἱππεῖς ἐν τῷ πρώτῳ ἀγῶνι, οὕτω νῦν οἱ [850] τοξόται.

(v. 861) "Κλήρους" γάρ, φησίν, "ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες", ἐπειδὴ καὶ ἐν αὐτοῖς ἐξ ἀνάγκης δεῖ εἶναι τὸ πρῶτον καὶ τὸ δεύτερον.

(v. 862) Καὶ τὸ μὲν τῆς τύχης ἔσχε Τεῦκρος. πρῶτος γὰρ κλήρῳ ἔλαχε. τὰ δὲ εἰς ἀρετὴν οὐκ ἐπιτυχῶς ἔσχεν, ἐπεὶ μηδ' αὐτὸς εὔξατο, καθὰ φανεῖται.

(v. 862-881) "Αὐτίκα" μὲν γὰρ "ἰὸν ἧκεν ἐπικρατέως, οὐδ' ἠπείλησεν ἄνακτι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην", ὃ δήπου καὶ περὶ ἄλλου τινὸς προεγράφη. "ὄρνιθος μὲν ἅμαρτε, μέγηρε γάρ οἱ τό γ' Ἀπόλλων· αὐτὰρ ὁ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ' ὄρνις. ἀντικρὺ δ' ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. ἣ μὲν ἔπειτ' ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη μήρινθος", ὅ ἐστιν ἐχαλάσθη, "ποτὶ γαῖαν, ἀτὰρ κελάδησαν Ἀχαιοί. σπερχόμενος δ' ἄρα Μηριόνης ἐξείρυσεν", ὅ ἐστιν ἐξείλκυσε, "χειρός", τῆς τοῦ Τεύκρου δηλαδή, "τόξον. ἀτὰρ δὴ ὀϊστὸν ἔχε", ἤγουν εἶχε, "πάλαι ὡς ἴθυνεν. αὐτίκα δ' ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι ἀρνῶν ἑκατόμβην", ὁποίαν που καὶ ὁ Πάνδαρος, ὡς οὕτως εἰωθὸς ὂν εὔχεσθαι τοὺς τοξεύοντας. "ὕψι δ' ὑπαὶ νεφέων εἶδε τρήρωνα πέλειαν. τῇ ῥ' ὅγε", ἤγουν ἐκεῖ δὴ οὗτος, "δινεύουσαν ὑπὸ πτερύγος βάλε μέσσης", ἢ "μέσσην", "ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ πρόσθε Μηριόναο πάγη ποδός· αὐτὰρ ὄρνις ἱστῷ", τῷ ῥηθέντι, "ἐφεζομένη αὐχέν' ἀπεκρέμασε, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν", ἤγουν ἡ δὲ τῶν πτερῶν πυκνότης ἐξέκλινεν, ὡς ἢ ἀραιωθεῖσα τῇ παρέσει ἢ ψιλωθεῖσα τῇ βολῇ. "ὠκὺς δ' ἐκ μελέων θυμὸς πτάτο", τοῦτο δὴ τὸ τοῖς ὠκυμόροις ἐπιλεγόμενον, "τῆλε δ' ἀπ' αὐτοῦ κάππεσε", μικρόν τι δηλαδὴ ἐπικαθεσθεῖσα τῷ τῆς νηὸς ἱστῷ, εἶτα ἐν τῷ ἐκπετασθῆναι ἐκψύξασα καὶ καταπεσοῦσα. "λαοὶ δ' αὖ θηεῦντό τε", ὡς καὶ προεγράφη, "θάμβησάν τε", μάλιστα μὲν δηλονότι τὸ τοῦ Μηριόνου περισπερχὲς καὶ εὔστοχον, τάχα δὲ καὶ τὸ τοῦ Τεύκρου δυστυχές, ἐφ' οἷς οὕτω παρ' ὀλίγον ἦλθε τοῦ τυχεῖν, καὶ τὴν τοῦ ὀϊστοῦ δὲ κατάπτωσιν ἐγγὺς τοῦ Μηριόνου, καὶ ὡς ἡ ὄρνις, μὴ ἔχουσα πόρρω που φυγεῖν, καθῆκεν ἑαυτὴν αὖθις [851] ὅθεν ἐξεπετάσθη. ἔχει δέ τι γραφικὸν εἰς θέαν καὶ τὸ τοῦ αὐχένος ἀποκρέμασμα, καὶ ἡ τῶν πτερῶν χαλαρότης, ὁποίαν καὶ Πίνδαρος Ὁμηρικῷ ζήλῳ ἐπὶ τοῦ κατὰ τὸν Δία ἔπλασεν ἀετοῦ.

(v. 877) Ἰστέον δὲ ὡς ἡ πρὸ ποδὸς τοῦ Μηριόνου κατάπτηξις τοῦ βέλους νοεῖν δίδωσιν, ὅτι τμηθείσης τῆς μηρίνθου ἐπάνω αὐτοῦ ἐπετάσθη ἡ πελεία, καὶ οὕτω βληθείσης αὐτῆς κατῆλθε τὸ βέλος ὡς ἐπὶ τὸν βαλόντα κατά τινα κάθετον.

(v. 870 s.) Σημείωσαι δὲ καὶ ὅτι πολλῶν ἐκδόσεων Ὁμηρικῶν γενομένων, ὡς καὶ προδεδήλωται, ἡ Μασσαλιωτικὴ ἔκδοσις κατὰ τοὺς παλαιοὺς δυσὶ τόξοις χρωμένους ἐνταῦθα τοὺς ἠγωνισμένους ποιεῖ, μεταγράφουσα οὕτως "σπερχόμενος δ' ἄρα Μηριόνης ἐπεθήκατ' ὀϊστὸν τόξῳ· ἐν γὰρ χερσὶν ἔχε πάλαι ὡς ἴθυνεν". Ἀντίμαχος δὲ οὕτω γράφει "σπερχόμενος δ' ἄρα Μηριόνης ἐξείρυσε Τεύκρου τόξον· χερσὶ δ' ὀϊστὸν ἔχεν πάλαι ὡς ἴθυνεν", συντρέχων μὲν αὐτὸς τῷ Ὁμήρῳ, σαφέστερον δὲ μεταγράψας. ἑνὶ γὰρ τόξῳ ἠγωνίσαντο οἱ τοξόται, ὡς καὶ οἱ δισκευταὶ σόλῳ ἑνί. διὸ τοξεύσαντος Τεύκρου ἁρπάζει τόξον ὁ Μηριόνης κατὰ σπουδήν, ὡς ἂν μὴ φύγῃ τὸ πτηνόν. Ὅρα δὲ καὶ ὅτι φεύγων ὁ ποιητὴς παρήχησιν φλύαρον οὐδαμοῦ τὸν Μηριόνην τῇ μηρίνθῳ παρέθετο, ἵνα μὴ δόξῃ παιγνήμων εἶναι. ἴσως δ' ἄν τις οἰηθείη ὡς διὰ τοῦτο καὶ τὸν Τεῦκρον ἁμαρτόντα μὲν πλάττει τῆς ὄρνιθος, τυχόντα δὲ τῆς μηρίνθου, ἵνα μὴ μεμνημένος ἐγγὺς Μηριόνου καὶ μηρίνθου περιπέσοι ἄκων ψυχρότητι. [(v. 863) Τὸ δὲ "ἐπικρατέως" οὐ μόνον γενναιότητα δηλοῖ ῥωμαλέου ἀνδρός, ἀλλά τι καὶ ψεκτόν· ἀγερωχίαν γὰρ ἀλαζονικήν, δι' ἣν οὐδὲ εὔξατο Τεῦκρος ἀρνῶν ἑκατόμβην. ὃ καὶ σημείωσαι διὰ τὸ ἀκύρως λεχθῆναι κατὰ τὸ "νέκταρ ἐῳνοχόει", καὶ "ἵπποι ἐβουκολοῦντο", καὶ "ἐχειρονόμησε σκέλεσι", καὶ "ἐκέρασεν ἐν χρυσῷ δέπαϊ", μάλιστα δὲ κατὰ τὸ "ᾠῶν ἑκατόμβην", καὶ ὅσα τοιαῦτα προεσημειώθησαν. μοσχαρίων μὲν γὰρ ἑκατόμβην ἔστιν εἰπεῖν, ἀρνῶν δὲ οὐκ ἂν κυριολεκτικῶς.] Τὸ δὲ "οὐδ' ἠπείλησεν [852] ἄνακτι" ἀσαφῶς ἔχει καὶ διθυραμβικῶς, οἷα ἠπειγμένως φρασθέν. καὶ τέως μὲν μετ' ὀλίγον διασαφεῖται τὸ "ἄνακτι" ἐν τῷ "μέγηρε γὰρ Ἀπόλλων", ὡς τοῦ Ἀπόλλωνος [ἐξοχικῶς] ῥηθέντος ἄνακτος,

(v. 863 s.) ἑξῆς δὲ αὐτίκα τὸ ὅλον περιφραστικῶς ἑρμηνεύεται νόημα ἐν τῷ "ἠπείλησεν Ἀπόλλωνι ἀρνῶν ἑκατόμβην", τουτέστιν ηὔξατο, ἀφ' οὗ καὶ ἀπειλὴ ἡ μετά τινος ἀρᾶς ἐκφόβησις.

(v. 865) Γίνεται δὲ τὸ μὲν μεγαίρειν ἀπὸ τοῦ μέγα καὶ τοῦ αἴρω. ὁ γὰρ μεγαίρων, ἤτοι φθονῶν, τὸ μεγαλεῖον αἴρει πως τοῦ φθονουμένου. Τὸ δὲ ἀπειλεῖν ἐπὶ μὲν εὐχῆς κατὰ τοὺς παλαιοὺς παρὰ τὰς πέλλας, ἤτοι φιάλας, αἷς ἔσπενδον, πλεονασμῷ τοῦ ι, ἐπὶ δὲ τῆς ὀργίλου παρὰ τὸ ἀπὸ ἐλέους εἶναι ἢ ἀπὸ εἰλεῖν ἀφοριστικῶς τὸν ἐκφοβούμενον.

(v. 868 et 874) Τὸ δὲ "πρὸς οὐρανόν", ὅτι τὸ ὑψοῦ δηλοῖ, ἑρμηνεύει ὁ ποιητὴς εἰπὼν "ὕψι δ' ὑπαὶ νεφέων", ἤγουν ὑψοῦ ὑπὸ τὰ νέφη, ὅ ἐστιν ὑποκάτω τῶν νεφῶν. ᾧπερ ὅμοιον καὶ τὸ "ὑπὸ πτερύγος βάλε μέσσης", ἤγουν ὑπὸ τὴν πτερύγα.

(v. 871) Ἐν δὲ τῷ "ὀϊστὸν ἔχε πάλαι" φανερῶς τὸ "πάλαι" ἐπὶ ὀλιγίστου χρόνου ἔθετο, ταὐτὸν ὂν τῷ πρότερον.

(v. 875) Τὸ δὲ "πτερύγος", ὃ δηλοῖ τὸ σαρκῶδες τῆς πτέρυγος, κἀνταῦθα ὡς [853] καὶ ἐν τῇ β΄ ῥαψῳδίᾳ παροξύνει Ἀρίσταρχος, τῶν ἄλλων προπαροξυνόντων ὡς τὸ ὄρτυγος.

(v. 879) Τὸ δὲ "ἀπεκρέμασεν" οὐκ ἔχει μεταληφθῆναι εἰς λέξιν κρείττονα.

(v. 886-888) Ὅτι "ἥμονες ἄνδρες", ὅ ἐστιν ἀκοντισταί, "ἀνέσταν· ἂν μὲν ἂρ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων, ἂν δ' ἄρα Μηριόνης", θεράπων Ἰδομενῆος, ὃν ἡ προσεχὴς νίκη τῆς τοξείας ἐπῆρεν.

(v. 884 s.) Ὄγδοος δὲ καὶ τελευταῖος οὗτος ἀγών, ἐν ᾧ πρὸς Ἀχιλλέως τεθῆναί φησιν εἰς ἀγῶνα "κατὰ μὲν δολιχόσκιον ἔγχος, κὰδ δὲ λέβητ' ἄπυρον", ἤγουν, ὡς προεγράφη, ἀπύρωτον, "βοὸς ἄξιον, ἀνθεμόεντα", ἤγουν ἀνθηρόν, ἢ ἀναθηματικόν, ὡς καὶ ἀλλαχοῦ προγέγραπται.

(v. 890-894) Ἀχιλλεὺς δὲ κωλύει ἀγωνίσασθαι τὸν βασιλέα, εἰπὼν "Ἀτρεΐδη, ἴδμεν γάρ, ὅσον προβέβηκας ἁπάντων, ἠδ' ὅσσον δυνάμει τε καὶ ἤμασιν ἔπλευ ἄριστος· ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας ἔρχευ", τὸν λέβητα δηλαδὴ τόνδε, τὸν ἢ ὑποδεδειγμένον ἢ καὶ δεδομένον εὐθύς, "ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν", ἤτοι δώσωμεν, "εἰ σύ γε σῷ θυμῷ ἐθέλεις· κέλομαι γὰρ ἔγωγε".

(v. 895-897) Καὶ ὁ βασιλεὺς πείθεται καὶ λαβὼν περικαλλὲς ἄεθλον Ταλθυβίῳ τῷ κήρυκι δίδωσιν, ἢ ὥστε εἰς τὰς σκηνὰς καταθέσθαι, ἢ κατά τινας, ὡς δῶρον αὐτὸν ἔχειν, μεγαλοψύχως καὶ βασιλικῶς. Καὶ ὅρα ὅτι καὶ μὴ Ἀχιλλέως εἰπόντος "ὄρνυσθε, οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε" ἢ "ἄνδρε δύο περὶ τῶνδε κελεύομεν ἀγωνίσασθαι", ἢ ὅτι "ἥμονας ἄνδρας τάδε ἄεθλα δεδεγμένα κεῖται ἀγῶνι", ἢ ὅτι· ὃς βάλῃ τοιῶσδε, ἐκεῖνος οἴσεται τόδε, ἃ δὴ προέλεγε τῶν ἀγώνων ὁ Ἀχιλλεύς, ὅμως ἀνέστησαν Ἀγαμέμνων καὶ Μηριόνης ἀγωνιούμενοι. καὶ τάχα μὲν κατὰ τὸ σιωπώμενον ἔφη τοιοῦτόν τι κἀνταῦθα ὁ ἀγωνοθέτης, ἴσως δὲ καὶ ἐπεὶ ὕστερος πάντων ἦν ὁ τῶν ἡμόνων ἀγών, οὐκ ἀναμένουσιν οἱ ἀεθλεύσοντες κήρυγμα. καλῶς δέ, φασίν, [854] ἀγῶνα τοιοῦτον ὁ βασιλεὺς ἀγωνίζεται, ἔνθα οὐκ ἦν ἀνάγκη τῆς βασιλικῆς γυμνοῦσθαι στολῆς. ἠγωνίζοντο δὲ οἱ ἀκοντισταί, καθὰ καὶ οἱ δισκευταί, τίς πλέον ἀκοντίσας ἥσει, ὅ ἐστι πέμψει, ἀφήσει. φησὶ γοῦν Ὀδυσσεὺς παρὰ Φαίαξι "δουρὶ δ' ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ". θαρρεῖ δὲ τὸν ἀγῶνα ὁ βασιλεὺς ὡς πανταχοῦ ἀκοντιστὴς ὢν εὔστοχος. Ὅρα δὲ καὶ ὅτι ἐν μὲν τῷ πρώτῳ ἀγῶνι πολλοὺς καὶ ποικίλους ἐκένωσε λόγους ὁ ποιητής, τῷ δὲ τελευταίῳ ἐπεξῆλθε συντομώτατα, καὶ ὡς ἐκεῖ τε καὶ ὧδε βασιλεὺς ἀγωνίζεται, ἀλλ' ὁ μὲν ἐκεῖ ἐπὶ τῷ δευτερείῳ ἤρισεν, ὁ δ' ἐνταῦθα τὸ πρωτεῖον ἔχει ἀναμφήριστον. Ὅτι δὲ οὐδ' ἀκλεὴς ὁ ὕστερος ἀγών, ὁ βασιλεὺς δείκνυσιν ὁ τοῦτον καθυποδύς. εἰ δὲ καὶ μὴ πολυτελὴς οὗτος κατὰ τὸ ἔπαθλον, ἀλλ' ὁ βασιλεὺς φιλότιμος, οὐ μὴν φιλοχρήμων ἦν, καὶ ὡς Ἀχιλλεὺς ὠνείδισέ που, φιλοκτέανος. [Διὸ οὐδ' ἀνέστη ἐπί τινι ἀέθλῳ ἑτέρῳ, οὗ μεῖζον τὸ ἔπαθλον, ἀλλ' ἐν τῷ τελευταίῳ, καὶ οὐδὲ ἄλλως πολυζήλῳ, τιμῶν οὕτω καὶ ἑαυτὸν ὡς οὐ φιλοχρήμονα, καὶ τὸν κείμενον Πάτροκλον, καὶ δι' αὐτοῦ τὸν Ἀχιλλέα.]

(v. 8902) Ἐν δὲ τῷ "ἴδμεν γὰρ ὅσον προβέβηκας" καὶ ἑξῆς, ὅρα πάλιν τὸν γαρ σύνδεσμον προτεθέντα, οὗ ἀπόδοσις τὸ "ἀλλὰ σὺ μέν", ἰσοδυναμοῦν τῷ "σὺ μὲν δή", ἵνα λέγῃ, ὅτι ἐπεὶ ἴσμεν ὅσον ὑπερέχεις τῶν ἄλλων, σὺ μὲν δὴ τόδ' ἄεθλον ἔχε. πολλὴ δὲ τοῦ τοιούτου σχήματος χρῆσις καὶ ἐν Ὀδυσσείᾳ. Τὸ δὲ "προβέβηκας" ἀντὶ τοῦ ἁπλῶς προέχεις. διὸ καὶ γενικῇ συντάσσεται, ἀσυνήθως μέντοι, κυρίως δὲ προβεβηκέναι ἐπὶ τῶν ἐν ὁδῷ ἢ δρόμῳ προβαινόντων, ἐξ αὐτοῦ δὲ καὶ ἡλικίᾳ καὶ ἁπλῶς χρόνῳ προβεβηκέναι τις λέγεται.

(v. 886) Ἧμα δὲ τὸ ἀκόντισμα, καὶ ἥμων ὁ ἀκοντιστής, παρὰ τὸ ἵημι ἥσω, τὸ πέμψω, ὅθεν καὶ ὁ ἀφέτης καὶ ἡ ἀφετηρία.

(v. 890 s.) Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν "ἴδμεν ὅσον προβέβηκας ἁπάντων καὶ ὅσον δυνάμει ἔπλευ ἄριστος" ὑψηλῷ πρέπει ἀνδρί. εἰ δὲ καὶ νοήμων ἐκεῖνος, δύναται παρῳδηθέντος τοῦ "ἥμασι" ῥηθῆναι "δυνάμει τε καὶ νοήμασιν ἄριστος".

(v. 893 s.) Τὸ δέ· ἀτὰρ ποιήσομεν τόδε, "εἰ σύ γε σῷ θυμῷ ἐθέλεις, κέλομαι γὰρ ἔγωγε" ἤθους ἐστὶν εἴκειν φίλῳ ἐθέλοντος. Ἔνθα καὶ σημείωσαι τὸ "κέλομαι" ἁπλῶς λεχθὲν ἀντὶ τοῦ θέλων λέγω. οὐ γὰρ ἂν ὁ Ἀχιλλεὺς δεσποτικῶς τῷ βασιλεῖ κελεύειν ἐρεῖ. μυριαχοῦ δὲ τὸ τοιοῦτον εὕρηται [855] σημαινόμενον.

(v. 884 s. et 887 s.) Ὡς δὲ τὸ "κατὰ μὲν ἔγχος, κατὰ δὲ λέβητα θῆκε", καὶ τὸ "ἀνέσταν, ἂν μὲν ἄρα Ἀγαμέμνων, ἂν δ' ἄρα Μηριόνης" ἀναφορικὸν κάλλος ἔχουσι, δῆλον.

(v. 891) Δύναμιν δὲ κἀνταῦθα τὴν ἰσχύν, ὅ ἐστι ῥώμην, ἔφη, καθὰ καὶ ἐν τῷ "ἀμυναίμην, εἴ μοι δύναμίς γε πάρεστιν". [856]

ΕΚ ΤΩΝ ΤΗΣ Ω

   Ὅτι ἐπιγραφὴ τῆς ῥαψῳδίας ταύτης ἔμμετρος αὕτη· ῶ, νέκυν Ἕκτορα πατρὶ λύτρων πόρεν ὠκὺς Ἀχιλλεύς, κοινὴ δὲ ἥδε· Ἕκτορος λύτρα.

(v. 15) Ὅτι ἀκροστιχὶς τῶν πρώτων πέντε τῆς ῥαψῳδίας ταύτης ἐπῶν "λεύκη", ὅπερ καὶ τὸ πάθος δηλοῖ σωματικὸν καὶ εἰς φυτοῦ δὲ τέθειται ὄνομα. οὐκ ἐπετηδεύθη δὲ τῷ ποιητῇ, ἀλλ' οὕτω παρατυχὸν τὸ τῆς ἀκροστιχίδος συνέπεσεν, ὁποῖα καὶ ἄλλα παραπίπτουσιν, [εἰ καὶ μὴ τοιαῦτα. τῶν τινες γοῦν παλαιῶν ἀστείως περιεργαζόμενοι ἐζήτουν στίχους εὑρέσθαι, ἐν οἷς ἢ τὰ τέλη καὶ αἱ ἀρχαὶ εἰς τὸ αὐτὸ φωνῆεν κατέληγον, οἷον "ἀλλ' ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα", καὶ "εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε", ἢ ἐφ' ὧν στίχων ἀπὸ πρώτης καὶ ἐσχάτης συλλαβῆς δηλοῦται κύριον ὄνομα, οἷον "Αἶας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας", ἢ ὧν στίχων ἡ κεφαλὴ καὶ ὁ ποὺς σκεύους ἀπαρτίζει ὄνομα, οἷον ὄλμος μὲν ἀναφαίνεται ἐν τῷ "ὀλλομένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός", μύλος δὲ ἐν τῷ "μυθεῖται κατὰ μοῖραν, ἅπερ κ' οἴοιτο καὶ ἄλλος", λύρη δὲ ἐν τῷ "λυγρὸς ἐών, μή πού τι καὶ μεῖζον ἐπαύρῃ". οὕτω δὲ καί τινα ἐδώδιμα στίχοι φαίνουσιν ἐν ταῖς αὐτῶν ἀρχαῖς καὶ λήξεσι. κεῖται γὰρ ἄρτος μὲν ἐν τῷ "ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος", μῆλα δὲ ἐν τῷ "μή τι σὺ ταῦτα ἕκαστα διείρεο, μηδὲ μετάλλα". οἱ δὲ ταῦτα ἐνοπτρισάμενοι παρὰ τῷ ποιητῇ, εὑρόντες παρ' αὐτῷ καὶ ἄσιγμον ἔπος [857] τὸ "πάντ' ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ' ἐπιδοῦναι", ἀρχὴν ἐνδεδώκασιν εἰκαίου ζήλου καὶ πόνου τοῖς ὕστερον. λέγεται γοῦν καὶ Πινδάρῳ πονηθῆναι ἀσιγμοποιηθεῖσα ᾠδὴ καὶ τῷ Ἑρμιονεῖ δὲ Λάσῳ ἄσιγμος ὕμνος εἰς Δήμητραν.]

(v. 12) Ὅτι οἰκεῖον λύσει ἀγῶνος ἢ ἁπλῶς συνάξεως λαοῦ τὸ "λῦτο δ' ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι ἐσκίδναντ' ἰέναι. Ἀγὼν δὲ καὶ νῦν τὸ πλῆθος. παρὰ δὲ Βοιωτοῖς ἀγὼν κατὰ τοὺς παλαιοὺς ἡ ἀγορά. ὅθεν καὶ ἀγορανόμος ὁ ἀγωνάρχης, καὶ παρ' Αἰσχύλῳ "ἀγώνιοι θεοί" οἱ ἀγοραῖοι. ἐτυμολογεῖται δὲ ἀγὼν ἢ παρὰ τὸ ἄγω, ἢ ἀπὸ Ἀγώνου, ἡνιόχου, φασί, Πέλοπος, ἢ παρὰ τὴν α στέρησιν καὶ τὴν γωνίαν ἀγών, οἱονεὶ τόπος κυκλοτερής, γωνίαν οὐκ ἔχων καὶ διὰ τοῦτο εὐρύς. καὶ Ὅμηρος γὰρ φθάσας ἱερὸν κύκλον ἔφη τὴν ἀγοράν, καὶ Σοφοκλῆς δέ που "κυκλόεντα θῶκον ἀγορᾶς εὐκλεῆ" λέγει, καὶ Εὐριπίδης δὲ οὕτως οἶδεν ἐν τῷ "ἀγορᾶς χραίνων κύκλον".

(v. 29) Ὅτι λύπην Ἀχιλλέως ὑπογράφων τὴν ἐπὶ τῷ Πατρόκλῳ, δι' ἣν καὶ ἄσιτος καὶ ἄϋπνος ἦν, φησίν, ἃ καὶ ἐπὶ ἑτέρων ῥηθήσεταί τινων πασχόντων ὅμοια, ὡς οἱ μὲν ἄλλοι "δόρποιο μέδοντο ὕπνου τε γλυκεροῖο ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ, ἀλλ' ἐστρέφετ' ἔνθα καὶ ἔνθα, Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ". ἅπερ καὶ ἐνταῦθα, ὥς που καὶ ἐν τοῖς πρὸ τούτων, ἐκ παραλλήλου τὴν ἀνδρίαν δηλοῦσιν, "ἠδ' ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα, ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων· τῶν" νῦν "μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν".

(v. 103) Εἶτα ἑρμηνεύων τὸ "ἐστρέφετο ἔνθα καὶ ἔνθα" ἐπάγει "ἄλλοτ' ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ' αὖτε ὕπτιος, ἄλλοτε δὲ πρηνής, τότε δ' ὀρθὸς ἀναστὰς δινεύεσκ' ἀλύων παρὰ θῖν' ἁλός· οὐδέ μιν ἠὼς φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ' ἠϊόνας τε", διὰ τὸ ἀγρυπνεῖν δηλαδὴ καὶ φροντίζειν. ὁποῖόν τι καὶ ἐν Ὀδυσσείᾳ λέγει ὁ ποιητής, ἔνθα τῷ δούλῳ Μελανθίῳ ἐμπαίζων τις ἦρεν αὐτὸν μετέωρον.

(v. 5) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν πανδαμάτορα τὸν [858] ὕπνον ἔφη, Σιμωνίδης δὲ σμικροπρεπῶς, φασί, δαμασίφωτα, [δέει τοῦ μὴ καὶ τὸ θεῖον κοιμᾶσθαι παραποιήσας τὴν Ὁμηρικὴν ἀκρίβειαν, ὃς οὐ πάντας, ἀλλὰ πάντα δαμάζεσθαι ὕπνῳ φησὶ τὰ πεφυκότα ὑπνοῦν, ὡς οἷα τῶν τοιούτων πάντων ἰσχυροτέρῳ ἢ πάντων ἄνακτι, κατὰ τὸ "Ὕπνε ἄναξ". δαμᾶν γὰρ καὶ δαμάζειν τὸ ταπεινοῦν καὶ ὑποτάσσειν. ὅθεν καὶ δμῶες καὶ δμωΐδες παρὰ τὸ δεδμῆσθαι, τοῦτο δὲ ἀπὸ κτηνῶν, φασίν, ὑποζυγίων, ἃ δαμαζόμενα εὐπειθέστερον ὕπεισι τὸν ζυγὸν καὶ ἡσυχαίτερον σφαδᾴζουσι. καὶ ἡ δάμαρ δὲ ἐνθένδε κέκληται, φασί, ἀνδρὶ συνεζευγμένη καὶ δεδαμασμένη. τοιαύτην δὲ ὑποβάλλει ἔννοιαν καὶ ὁ λαοδάμας καὶ ὁ λαγέτας, ὃς δηλαδὴ δαμάζει καὶ ὑφ' ἑαυτῷ ἄγει λαὸν ὑπὸ ζυγῷ νῶτον εὐλόφως φέροντα. καὶ οὕτω μὲν πανδαμάτωρ ὁ ὕπνος. εἰ δὲ καὶ λυσίπονος καὶ λυσιμελής ἐστιν ὡς λύων μελεδήματα θυμοῦ, ἐρρέθη ἀλλαχοῦ. ὡς δὲ καὶ καμάτων λιμήν ἐστι, δηλοῖ ὁ καὶ τὴν ὑγείαν εἰπὼν τερπνοτάτην θεῶν βροτοῖς καὶ τὴν σωφροσύνην εὐσεβείης γείτονα. Ἄλεξις δὲ σεμνύνων τὸν ὕπνον, "βροτείων πόνων παυστῆρα" καλεῖ, καὶ γρῖφον ἐπ' αὐτῷ τοιοῦτον προβάλλει "οὐ θνητὸς οὐδ' ἀθάνατος, ἀλλ' ἔχων τινὰ σύγκρασιν, ὥστε μήτ' ἐν ἀνθρώπου μέρει μήτ' ἐν θεοῖς ζῆν, ἀλλὰ φύεσθαί τε ἀεὶ καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν, ἀόρατος ὄψιν, γνώριμος δ' ἅπασιν ὢν ἀεί". ἔστι δὲ τοῦ τοιούτου γρίφου τὸ "ἀόρατος ὄψιν" ἐξ Ὁμήρου, ὃς ἀόρατον Διῒ τὸν ὕπνον πεποίηκε. καὶ τοῦτο μὲν τοιοῦτον.]

(v. 7) Ἰστέον δὲ καὶ ὅτι τολύπη κατὰ τοὺς παλαιοὺς ἐρίων [859] σφαῖρα, ὅθεν τὸ τὰ πολλὰ εἰς τέλος ἓν συγκεφαλαιοῦν τολυπεύειν λέγεται. καὶ ἄλλως δὲ τολυπεύειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ κεῖται, τὸ κατεργάζεσθαι, παρόσον καὶ ἡ τολύπη κατείργασται. τὸ δὲ λέγειν τολυπεύειν τὸ κακοπαθεῖν, ὡς ἀπὸ τολύπης θανατηρᾶς βοτάνης, οὐχ' Ὁμηρικόν, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ παθητικὴ παρ' αὐτῷ λέξις τὸ τολυπεύειν οὔτ' ἐνταῦθα οὔτ' ἐν Ὀδυσσείᾳ. ἐνεργητικῶς οὖν εἴρηται τὸ "ὅσα τολύπευσεν", οὗ ἐναντίον τὸ "καὶ πάθεν ἄλγεα".

(v. 8) Τὸ δὲ "πείρων" τοῖς κύμασι προσνεμετέον. τοῖς δέ γε πολέμοις ἐπιλογιστέον οἰκείαν τινὰ ἑτέραν μετοχήν. συνήθη δὲ τῇ ποιήσει καὶ τὰ τοιαῦτα, ὁποῖον σὺν πολλοῖς ἄλλοις καὶ τὸ "σῖτον καὶ οἶνον ἔδοντες". Πάμφιλος δέ, φασί, περισπᾷ τὸ "πείρων", παράγων εἰς ὁμοιότητα τὸ "περόωσι", καὶ τὸ "περάᾳ μέγα λαῖτμα", ἀφ' ὧν φησιν εἶναι καὶ τὸ πειρῶν. τὴν γὰρ τοῦ ι πρόσθεσιν μὴ ἐξαλλάσσειν τὸν τόνον. Ἀρίσταρχος δὲ βαρύνει ὡς τὸ κείρων. ἐν Ὀδυσσείᾳ γοῦν λέγεται "παννυχίη πεῖρε κέλευθον". ὡς οὖν ἔκειρε κείρων, οὕτως ἔπειρε πείρων. διαιτῶσιν οὖν οἱ παλαιοί, ὅτι τὸ μὲν σὺν τῷ ι βαρυνθήσεται, τὸ δὲ χωρὶς τοῦ ι περισπασθήσεται.

(v. 9) Τοῦ δὲ εἴβειν καὶ ὄνομα παράγεται κατὰ τοὺς παλαιοὺς ὁ Εἴβιμος.

(v. 10 s.) Τὸ δὲ "ἐπὶ πλευράς τε", ὅ ἐστι κατὰ δεξιὰ καὶ ἀριστερά, καὶ τὸ "ὕπτιος" καὶ "πρηνής" εἰλεῖσθαι κύκλῳ δηλοῖ τὸν ἥρωα, ἤγουν κατὰ μίαν συζυγίαν τὴν τῶν πλευρῶν καὶ καθ' ἑτέραν τὴν τοῦ ὑπτίου καὶ πρανοῦς, ὅπερ ἀμφὶς ὂν διὰ τὰ δύο συζυγοῦντα χρήσιμόν ἐστιν εἰς τὸ "ἀμφίαλος νῆσος".

(v. 12) Τὸ δὲ ἀλύειν ψιλοῦται, ὡς ἡ συναλιφὴ δηλοῖ τὸ "δινεύεσκ' ἀλύων". ἔστι δὲ ἀλύειν τὸ ἀδημονεῖν καὶ οἷον ἐκλελῦσθαι. ὅτι δέ ποτε καὶ ἐπὶ τοῦ ἀνάπαλιν τίθεται, ἐν ἄλλοις δεδήλωται, καὶ μάλιστα ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.

(v. 13) Τὸ δὲ "ὑπὲρ ἅλα καὶ ᾐόνας" οὐκ ἀναγκαίως μὲν κεῖται, ἀλλὰ πρὸς ἀναπλήρωσιν στίχου. ἔχει δὲ ὅμως ἀνθρωπίνως. οὐ γὰρ ἐφιλοτιμεῖτο τὴν τῆς ἠοῦς θέαν ὁ [860] Ἀχιλλεύς, ἀλλ' ἔβλεπεν ἄλλως αὐτήν, ὅτε [πρῶτον] τὸ ναύσταθμον περιέλαμψεν. Ὅρα δὲ ὅπως μετὰ τὸν ἐπιτάφιον ἀγῶνα μέλλων ὁ ποιητὴς περιαγαγεῖν τὸν λόγον εἰς τὰ κατὰ τὸν Ἕκτορα, εὐτάκτως ἐκ τῶν ὧδε πρόεισιν. ἄχθεται γὰρ ἀναμνησθεὶς τοῦ Πατρόκλου καὶ χολοῦται κατὰ τοῦ Ἕκτορος, ὡς εἰκός, καὶ εὐθὺς δήσας ἕλκει ἀεικῶς. καὶ οἱ μάκαρες εἰσορῶντες ἐλεοῦσιν ἀναγκαίως. καὶ πρῶτα μὲν βουλεύονται κλαπῆναι τὸν νεκρὸν ὑπὸ Ἑρμοῦ, καὶ κινοῦνται εἰς τοῦτο λόγοι καλοὶ καὶ Ὁμήρῳ πρέποντες. καὶ ἐπέχεται μὲν ἡ κλοπή, γίνεται δὲ ἄλλως τὸ πιθανὸν διὰ τῆς μητρὸς μὲν Θέτιδος ἐπὶ τῷ Ἀχιλλεῖ, διὰ δὲ τῆς Ἴριδος ἐπὶ τῷ Πριάμῳ. καὶ αὐτὸς μὲν θαρρεῖ τὴν λιτήν, ὁ δὲ Ἀχιλλεὺς πραΰνεται καὶ κατακάμπτεται. καὶ οὕτω τῇ τοῦ Ἕκτορος λύσει καὶ ταφῇ συγκαταπαύεται καὶ ἡ Ἰλιάς, οὐκ ἀνασχομένη ἐμπεσεῖν καὶ εἰς ἀφήγησιν καὶ διατριβὴν τοῦ κατὰ τὸν φίλον Ἀχιλλέα θανάτου καὶ ἐπικλαῦσαι πεσόντι, οὗ χάριν ζῶντος τοσαῦτα ἐχόρευσεν.

(v. 14-18) Ὅτι Ἀχιλλεύς, "ἐπεὶ ζεύξειεν ὑφ' ἅρμασιν ὠκέας ἵππους, Ἕκτορα ἕλκεσθαι" καὶ νῦν "δησάσκετο δίφρου ὄπισθε, τρὶς δ' ἐρύσας περὶ σῆμα Πατρόκλου αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τόνδε δ' ἔασκεν ἐν κόνει ἐκτανύσας προπρηνέα", ἐν οἴῳ δηλαδὴ σχήματι καὶ πρὸ τούτων αὐτὸν ἐτάνυσεν, [ἵνα δηλαδὴ μὴ βλέποιτο ἡλίῳ τὸ αὐτοῦ πρόσωπον, ἢ καὶ πρὸς ὁμοιότητα τῶν κατὰ γῆς τεινομένων, ὥστε τὰ ὀπίσω κολάζεσθαι, καὶ ἵνα δὲ ἀποδρύπτοιτο τὰ κατ' ὄψιν.]

(v. 22 s.) Ὅτι δὲ ἀπηνὲς τὸ ἔργον, ἐπισημανεῖται καὶ ὁ ποιητὴς εἰπών, ὅτι ἐφ' οἷς "Ἕκτορα δῖον ἀείκιζε μενεαίνων" Ἀχιλλεύς, "ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες".

(v. 14-16) Ἰστέον δὲ ὅτι νῦν μὲν καὶ ἅρματος ὁ ποιητὴς ἐμνήσθη καὶ ἵππων ὑπ' αὐτῷ ζευχθέντων, προϊὼν δὲ σιγᾷ μὲν τὸ ἅρμα, λέγει δὲ ὅτι Ἀχιλλεὺς Ἕκτορα δῖον ἵππων ἐξάπτων περὶ σῆμα ἑτάρου ἕλκει.

(v. 31) Ὁσημέραι δὲ τοῦτο ἐποίει, καὶ ὡς ὁ ποιητὴς λέγει, ἐπὶ [861] δυώδεκα ἡμέραις, ὃ καὶ ποιεῖ τὴν παραδοξίαν τοῦ μὴ σαπῆναι τὸν Ἕκτορα.

(v. 18-21) Ὅθεν καὶ ὁ ποιητὴς τοῦτο εἰς θεῖόν τι ἀνάγων Ἀπόλλωνι ἐνταῦθα τὸ αἴτιον ἀνατίθησιν, εἰπὼν "τοῖο δ' Ἀπόλλων πᾶσαν ἀεικίην ἄπεχε χροΐ", ἤγουν ἀπεῖχε, πόρρω εἶχε τοῦ χροός, ἐκώλυε, "φῶτ' ἐλεαίρων καὶ τεθνειότα περ, περὶ δ' αἰγίδι πάντα κάλυπτε χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι", ὡς καὶ προγέγραπται.

(v. 20) Καὶ ὅρα καὶ Ἀπόλλωνος ταύτην αἰγίδα, θεῖαν μὲν οὖσαν, σκέπουσαν δὲ τὸν θεοῖς, ὡς ὁ μῦθός φησι, φίλτατον Ἕκτορα διὰ τὴν ἀφθονίαν τῶν θυσιῶν, ἃς ἐκεῖνοι γέρας ἔλαχον. ἄλλως γάρ τοι οὐκ εὐκάθαρτον ἦν νεκροῦ ταύτην περίβλημα γίνεσθαι. νοεῖται δὲ νῦν αἰγὶς Ἀπόλλωνος ἡ σκιὰ καὶ τὸ νέφος, ὃ καὶ πρὸ ὀλίγου περὶ τὸν κείμενον Ἀπόλλων ἔστησεν, ὡς ἂν ἔνικμος διαμείνῃ. κωλύσει δὲ οὐδὲν εἰς ἔννοιαν νέφους τὸ τῆς αἰγίδος χρύσεον, εἴγε καὶ νέφη πολλάκις τῷ χρυσῷ παρονομάζονται, ὥς που ἐδήλωσεν Ὅμηρος.

(v. 19) Τὴν δὲ ἀεικίην, ὅ ἐστιν αἰκίαν, ἑρμηνεύων Ὅμηρος ἐπάγει, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων, ἤγουν ἵνα μὴ αἰκίζηται τὸν νεκρόν, ὡς ταὐτὸν ὂν ἀεικίαν καὶ δρύψιν εἰπεῖν καὶ ἀεικίζεσθαι καὶ δρύπτεσθαι. διφορεῖται δὲ κἀνταῦθα, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἡ παραλήγουσα τῆς ἀεικείας. οὐ μόνον γὰρ διὰ τοῦ ι γράφεται τῷ λόγῳ τῆς αἰκίας, ἀλλὰ καὶ διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ ἀεικής, ὅθεν ἀείκεια, ὡς ἐπιεικής ἐπιείκεια. δῆλον δ' ὅτι ὡς ἀπὸ τοῦ ἀείρω καὶ φαείνω τὸ αἴρω καὶ φαίνω γίνεται, οὕτω καὶ ἀπὸ τοῦ ἀεικίζω καὶ ἀεικίας τὸ αἰκίζω καὶ ἡ αἰκία.

(v. 20) Τὸ δὲ "καὶ τεθνειότα περ" ἐπεσημήνατο εἰς δεῖξιν τοῦ καὶ ἐπὶ νεκρῶν κυριολεκτεῖσθαι τὸ ἐλεεῖν, ὥσπερ καὶ τὸ σῴζειν, καθὰ δηλοῖ μετ' ὀλίγα τὸ "νέκυν σαῶσαι". Ὅρα δὲ ὅτι τὸ "τεθνειότα" συνέστειλε καὶ νῦν κοινῶς τὴν παραλήγουσαν τῷ συνήθει λόγῳ τῶν μετοχῶν. τὸ γάρ τοι ἐκτεταμένον Ἰωνικόν [862] ἐστιν.

(v. 22) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ μενεαίνειν οὐκ ἐπὶ προθυμίας ἁπλῶς, ἀλλ' ἐπὶ θυμοῦ. φησὶ γάρ, ὡς Ἕκτορα δῖον ἀείκιζεν Ἀχιλλεὺς μενεαίνων.

(v. 23 s.) Ὅτι ἐνδεικνύμενος Ὅμηρος δυνατῶς ἔχειν ὥσπερ λύσασθαι δώρων τὸν Ἕκτορα, οὕτω καὶ διὰ κλοπῆς ὑφελέσθαι, πλάττει τοὺς μάκαρας ἐλεαίροντας αἰκιζόμενον Ἕκτορα καὶ ὀτρύνοντας τὸν Ἑρμῆν εἰς κλοπήν. "κλέψαι" γάρ, φησίν, "ὠτρύνεσκον ἐΰσκοπον Ἀργεϊφόντην". καὶ τοῖς μὲν ἄλλοις ἤρεσκεν, τρισὶ δέ τισιν οὔ. διὸ κεκώλυτο ἡ κλοπή.

(v. 25-30) Φησὶ γάρ "ἔνθ' ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ' Ἥρῃ οὐδὲ Ποσειδῶνι", οὐδὲ Ἀθηνᾷ, "ἀλλ' ἔχον, ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ' ἄτης, ὃς νείκεσσε θεάς, ὅτε οἱ", καὶ ἑξῆς. Πλάττει δὲ τὴν ῥηθεῖσαν κωλύμην ὁ ποιητὴς διὰ τὸ τὴν μὲν κλοπὴν οὐ πάνυ πιθανῶς ἔχειν [863] ἂν πλασθῆναι, τὴν δὲ λύτρωσιν καὶ εὐπλαστοτέραν ἔσεσθαι, καὶ πρὸς τιμῆς δὲ τῷ Ἀχιλλεῖ, καὶ ἔτι γλυκυτέραν διὰ τὸ τῆς ποιητικῆς ἐνταῦθα ῥητορείας πολυειδές, ὡς φανήσεται. Δῆλον δὲ ὅτι κλοπῆς ἐπεστάτει Ἑρμῆς, ὃς καὶ βρέφος ἔτι ὤν, λουομένων τῆς τε μητρὸς καὶ τῶν ἀδελφῶν, τὰς ἐσθῆτας ὑφείλετο καὶ γέλωτα ποιήσας ἀπέδωκεν. ὁ δ' αὐτὸς καὶ τὰς Ἀπόλλωνος ἔκλεψε βοῦς, ἀνθ' ὧν καὶ τὴν χέλυν, ὅ ἐστι τὴν ἐξ ὀστράκου χελώνης γενομένην κατ' ἀρχὰς λύραν, ἀντέδωκεν. ἐπιστατεῖ δὲ κλοπῆς, ὥσπερ καὶ λόγου καὶ κερδῶν, καὶ ἀστὴρ Ἑρμῆς κατὰ τοὺς οὐρανογνώμονας. Ἰστέον δὲ ὅτι τὸ "κλέψαι δ' ὠτρύνεσκον" καὶ ἑξῆς τοὺς πέντε στίχους, ἀθετοῦσιν οἱ παλαιοὶ διά τε ἄλλα, καὶ ὅτι ἀπρεπὲς τοὺς ἀμφὶ τὴν Ἀθηνᾶν θυμὸν ἔχειν τὸν αὐτὸν τῷ Ἀχιλλεῖ, καὶ ὅτι θεοῖς οὐ πρέπον τὸ κλέπτειν.

(v. 24) Ἐΰσκοπος δὲ Ἑρμῆς μυθικῶς μὲν ὁ δεξιὸς σκοπεῦσαι, ὃ δὴ καὶ αὐτὸ ἀγαθοῦ ἀγγέλου ἔργον ἐστίν, ἀλληγορικῶς δὲ ὁ πάντα κατὰ σκοπὸν ποιῶν. οὐδεμία γὰρ λογικὴ μέθοδος ἄλλως προβάλλεται, εἰ μὴ πρός τινα βάλῃ σκοπόν. [Ὃς δὴ σκοπὸς παντὸς ἔργου πρόκειται. ὁ δὲ τοιοῦτος ἐΰσκοπος Ἑρμῆς, ἤγουν λόγος, εἰ καὶ βρέφος ἔτι ὤν, ἀμεθόδως καὶ οὐδὲ εὐσκόπως ἔκλεπτεν, ὡς εἴρηται, ἀλλὰ τελειωθεὶς καὶ τοῦ εὖ γενόμενος κατὰ σπουδὴν κλέπτοι ἄν, ἤγουν ἐπὶ καλῷ, οὕτω δὲ καὶ δολιεύσηται, καθότι κλέπτης ὁ αὐτὸς ὑπόκειται καὶ δόλιος. καλῶς ἄρα Ἑρμοῦ λέγεται κατάγεσθαι καὶ Ὀδυσσεύς, ὁ καὶ "δόλων ἆτος" καθ' Ὅμηρον, καὶ κλέπτειν δὲ εὖ εἰδὼς ἐπ' ὠφελείᾳ ἑαυτοῦ τε καὶ τῶν αὑτοῦ.]

(v. 28-30) Ὅτι ἐνταῦθα Ὅμηρος μέμνηται τῆς ἀλλαχοῦ ῥηθείσης τοῦ Πάριδος κρίσεως, εἰπὼν "ὃς νείκεσσε θεάς, ὅτε οἱ μέσαυλον ἵκοντο, τὴν δ' ᾔνησεν", ἤγουν ἐπῄνεσεν, "ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν", σεμνῶς κἀνταῦθα φράσας τῇ τε σιωπῇ τῶν θείων προσώπων καὶ τῷ τῆς διηγήσεως ἀπλατεῖ καί πως καὶ μυστικῷ διὰ τὸ ἀσαφὲς τοῦ "νείκεσσε" καὶ τῶν λοιπῶν. Καὶ ὅρα ὅπως τὴν τοῦ Τρωϊκοῦ πολέμου αἰτιωτάτην πρᾶξιν τῷ τέλει τῆς Ἰλιάδος ἐταμιεύσατο, ἐπὶ τοσοῦτον ἀναρτήσας τὸν ἀκροατήν. Τινὲς [864] δὲ ἀθετοῦσι καὶ τοῦτον τὸν τόπον. εἰ γὰρ ᾔδει, φασί, τὴν περὶ τοῦ κάλλους κρίσιν ὁ ποιητής, πολλαχοῦ ἂν ἐμνήσθη αὐτῆς. καὶ μὴν ἔστι πρὸς τοῦτο εἰπεῖν, ὅτι πολλῶν καὶ ἄλλων ἅπαξ ὁ ποιητὴς ἐμνήσθη, ἅπερ οὐκ ἠθέτηνται. Ἀρίσταρχος δὲ διὰ τὴν τῆς μαχλοσύνης λέξιν ἀθετεῖ τὸν στίχον. νεωτέρων γὰρ ἡ λέξις καὶ Ἡσιόδειος, ἐκείνου πρώτου χρησαμένου αὐτῇ ἐπὶ τῶν Προίτου θυγατέρων. καὶ ἔτι μαχλοσύνη, φησί, κοινῶς ἐστιν ἡ ἐν γυναιξὶ μανία, ἐπὶ ἀνδρῶν δὲ οὐ τίθεται. δέδωκε δὲ Ἀφροδίτη τῷ Πάριδι οὐ ταύτην, ἀλλὰ τὴν καλλίστην Ἑλένην. διό τινες γράφουσιν οὕτως "τὴν δὲ ᾔνεσεν, ἥ οἱ κεχαρισμένα δῶρ' ὀνόμηνε". καὶ ἄλλως δὲ φράσαι, ἀθετοῦνται κατὰ τοὺς παλαιοὺς ὥσπερ οἱ ἄνω αὐτῶν πέντε στίχοι, οὕτως καὶ οἱ ῥηθέντες δύο. νεωτέρων τε γὰρ λέξις ἡ μαχλοσύνη, καὶ οὐδὲ ἐπὶ ἀνδρῶν τίθεται. οὕτω δὲ καὶ δύο ἀνωτέρω ἠθετοῦντο ἐν τῷ περὶ αἰγίδος λόγῳ. νέφει τε γάρ, φασί, σκέπεταί τις κυανέῳ, καὶ ἡ αἰγὶς δὲ οὐκ ἔστιν Ἀπόλλωνος. ὡς δὲ ἀντιλέγεται ἡ τοιαύτη ἀθέτησις, δῆλον τοῖς εὐφυῶς ἐπιβάλλουσιν.

(v. 29) Ἔστι δὲ τὸ μὲν "νείκεσσεν" ἀντὶ τοῦ κατεδίκασε φιλονείκως καὶ ὀνειδιστικῶς. εἰκὸς γὰρ τὸν χαρισάμενον τῇ Ἀφροδίτῃ φιλόνεικον ἐξενεχθῆναι ταῖς ἀντιδίκοις. Μέσαυλον δὲ ποιμενικὴ κατοικία ἤτοι ἔπαυλις, ἀγροτικὸς [865] σταθμός. πολλαχοῦ δὲ ἡ λέξις κείται, παραγομένη ἐκ τῆς αὐλῆς, ἥτις ἐκ τοῦ ἄω, τὸ πνέω, ἐπενθέσει τοῦ υ γίνεται, ὅθεν καὶ ὁ αὐλὸς καὶ ὁ αὐλών. ἀπὸ δὲ τῆς αὐλῆς καὶ τὸ αὔλιον ὑποκοριστικῶς ἢ κατὰ παραγωγήν, ὡς τὸ ἴχνιον, καὶ ἡ αὔλειος θύρα, καὶ ἐπαύλια τὰ μετὰ τὸν γάμον, ὡς δηλοῖ καὶ Παυσανίας, ἐν οἷς λέγει ἐπαυλίαν ἡμέραν, καθ' ἣν ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἡ νύμφη πρῶτον ἐπηύλισται, καὶ ἐπαύλια τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τοῦ γάμου δῶρα παρὰ τοῦ τῆς νύμφης πατρὸς φερόμενα τοῖς νυμφίοις ἐν σχήματι πομπῆς. παῖς γάρ, φησίν, ἡγεῖτο, χλανίδα λευκὴν ἔχων καὶ λαμπάδα καιομένην, ἔπειτα παῖς ἑτέρα κανηφόρος, εἶτα λοιπαὶ φέρουσαι λεκανίδας, σμήγματα, φορεῖα, κτένας, κοίτας, ἀλαβάστρους, σανδάλια, θήκας, μύρα, νίτρα, ἐνίοτε, φησί, καὶ τὴν προῖκα.

(v. 33) Ὅτι τὸ "σχέτλιοί ἐστε, δηλήμονες" Ἀπόλλωνος μέν ἐστι λόγος πρὸς τοὺς ἀμφὶ τὸν Δία, φαύλοις δὲ ἀνδράσιν ἐπιρρηθήσεται. ἐκ τούτου δὲ παρῳδήσας ἐν Ὀδυσσείᾳ φησὶ "σχέτλιοί ἐστε θεοὶ ζηλήμονες".

(v. 35-37) Ὅτι σχῆμα γοργὸν κατὰ κόμμα τὸ "οὐκ ἔτλητε νέκυν σαῶσαι ἀλόχῳ τε ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ καὶ πατέρι Πριάμῳ λαοῖσί τε". κεῖται δὲ καὶ αὐτά, ἐν οἷς Ἀπόλλων ὀνειδίζει θεοῖς, ὡς τοσαῦτα τοῦ Ἕκτορος αὐτοῖς θύοντος, ὅτε ζῶν ἦν, ὑμεῖς, φησίν, οὐκ ἔτλητε οὐδὲ νεκρὸν αὐτὸν περισώσασθαι τοῖς ἑαυτοῦ χάριν ταφῆς, "ἀλλὰ ὀλοῷ", φησίν, "Ἀχιλῆϊ ἐπαρήγετε", καὶ ἑξῆς ὡς εὐθὺς γραφήσεται.

(v. 35) Καὶ ὅρα τὸ "οὐκ ἔτλητε", δηλοῦν ὡς ἐχρῆν τλῆναι. καλῶς ἄρα σχέτλιοι προσεχῶς ἐρρέθησαν οἱ τοιοῦτοι, ὡς χρεὼν ὂν σχέσθαι αὐτοὺς καὶ τλῆναι, καθὰ εἴρηται. Ὁ δὲ τοῦ Ἀχιλλέως ἐνταῦθα ψόγος ὑπὸ Ἀπόλλωνος δίγλωσσον καὶ αὐτὸς τὸν ποιητὴν παριστᾷ, παρ' ᾧ καὶ ἔπαινοι τοῦ Ἀχιλλέως κεῖνται καὶ ψόγοι παρεσπαρμένοι πολλαχοῦ, ὡς καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ διὰ τοῦ Διὸς ἀπ' ἐναντίας τοῖς ἄρτι, ὡς οὔτε ἄφρων ὁ Ἀχιλλεὺς οὔτε [866] ἄσκοπος οὔτε ἀλιτήμων.

(v. 39) Ἀνεκτὸν δὲ "ὀλοόν" Ἀχιλλέα λέγεσθαι πρὸς τοῦ ἐχθροῦ, ὃ καὶ τοῦ Διός ποτε καταλέγεται ἐν τῷ "θεῶν ὀλοώτερος". κεφάλαιον δὲ τοῦ ψόγου ἐνταῦθα τὸ ἀπηνῆ τὸν Ἀχιλλέα εἶναι ὑπὲρ τὸ δέον, ὡς καὶ τὰ ἑξῆς δείξει.

(v. 39-45) Ὅτι τοῖς ἀγαπῶσιν ἀπηνῆ ἄνδρα, ὁποῖος ἐνταῦθα λέγεται, ἐρεῖ τις βραχὺ παρῳδήσας τὸ "ἀλλὰ ὀλοῷ ἀνδρὶ βούλεσθ' ἐπαρήγειν, ᾧ οὔτ' ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ' ὣς ἄγρια οἶδεν, ὅς τ' ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ εἴξας εἶσιν ἐπὶ μῆλα βροτῶν, ἵνα δαῖτα λάβῃσιν· ὣς ὁ δεῖνα ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς γίνεται, ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησιν". Ἀπόλλων δὲ ταῦτά φησιν αἰτιώμενος, ὅτι τὸν Ἀχιλλέα ἐφ' οἷς ἀπηνῶς ἔχει ἐφ' Ἕκτορι, οὔτε ἔλεος ὕπεισιν οὔτε αἰδώς. ὧν καὶ θάτερον καταπαύειν οἶδεν ἄμετρον ὀργήν.

(v. 40 s.) Νόημα δὲ γναμπτὸν τὴν ἐπιείκειαν λέγει καὶ τὸ ἐκ μεταμέλου στρεπτὸν κατὰ τὸ "στρεπταὶ δέ τοι φρένες ἐσθλῶν", καὶ κατὰ τὸ "ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη".

(v. 42 s.) Ὅρα δὲ ὡς καὶ ἐνταῦθα μετοχὴ ἀντὶ ὁριστικοῦ ῥήματος κεῖται. τὸ γὰρ "ἐπεὶ εἴξας θυμῷ" ταὐτόν ἐστι τῷ "ἐπειδὰν εἴξῃ". τοιοῦτον δὲ ἦν σὺν ἄλλοις καὶ τὸ "μήκων ἥ τ' ἐνὶ κήπῳ καρπῷ βριθομένη", ἀντὶ τοῦ βρίθεται. ἔστι δὲ καὶ ὧδε ὑπαρκτικοῦ ῥήματος ἔλλειψις, ὡς καὶ ἐκεῖ. τὸ γὰρ "ἐπεὶ θυμῷ εἴξας" ταὐτόν ἐστι τῷ "ἐπειδὰν θυμῷ εἴξας εἴη", ὃ περίφρασίς ἐστι τοῦ θυμωθείη. εἰ δ' ἴσως γράφεταί που "ὅς τ' ἐπὶ ἂρ μεγάλῃ τε βίῃ" καὶ ἑξῆς, τότε δὴ ἀπράγμων ἐστὶν ἡ φράσις. λέγει γὰρ ὅτι, ὃς, ἤγουν ὁ λέων, ἐπὶ σθένει καὶ θυμῷ πεποιθὼς εἶσιν ἐπὶ μῆλα, ὃ καὶ νῦν ἁπλῶς δηλοῖ τὰ βοσκήματα. [(v. 42) Ὅρα δ' ἐνταῦθα ἔπαινον Ἀχιλλέως συναναμεμιγμένον οἷς πρὸς Ἀπόλλωνος ἔσκωπται. τὸ γὰρ "μεγάλῃ βίῃ καὶ ἀγήνορι θυμῷ" ἀνδρίαν τῷ ἥρωϊ καὶ θαρραλεότητα ἐπιμαρτύρεται.

(v. 43) Ἀστεῖον δ' ἐνταῦθα τὸ "εἴξας". εἴκειν γὰρ δοκεῖ Ἀχιλλεὺς τῇ μεγάλῃ βίᾳ καὶ τῇ ἀγηνορίᾳ, ὅσα καὶ δεσπόταις [867] ἐγκελευομένοις αὐτῷ. Τὸ δὲ "ἵνα δαῖτα λάβῃσι" σκώπτει ἐς Ἀχιλλέα, ὡς καὶ μετὰ τὴν ἄνυσιν τοῦ σκοποῦ καὶ τὴν ἐφετὴν ἄγραν ἔτι ἐκθηριούμενον.]

(v. 45) Τὸ δὲ περὶ τῆς αἰδοῦς γνωμικόν, δι' οὗ δηλοῦται ὡς ἡ αἰδὼς διπλῆ ἔστιν, ἡ μὲν μέγα βλάπτουσα, ἡ δὲ ὠφελοῦσα, καὶ παρ' Ἡσιόδῳ κεῖται, καὶ Εὐριπίδης δὲ οὕτω δοξάζει, γνωμολογεῖ δὲ οὕτω καὶ ἡ Ὀδύσσεια.

(v. 46-49) Ὅτι παραμυθητικόν ποτε πένθους τὸ "μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν, ἀλλ' ἤτοι κλαύσας καὶ ὀδυρόμενος μεθέηκε", τουτέστιν ἠμέλησε, "τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισι". τοῦτο δὲ γνωμικῶς εἴρηται διὰ τὸ ἐν ἀνθρώποις τλησίπονον, ὑφ' οὗ καὶ ὁ τοῦ γόου κόρος ταχὺ γίνεται, ὡς καὶ αὐτὸ λέγει που ὁ ποιητής. [Δείκνυται δὲ τλητὸς ὁ τοῦ ἀνθρώπου θυμὸς ἐν ἄλλοις, ὅπου γνωματεύει ὁ ποιητὴς πολλάκις δυστυχοῦντα τὸν ἄνθρωπον ἀποφάσκειν μὴ ἂν ὑπομεῖναι τοῦ λοιποῦ δυσπραγίαν, φέροντα δὲ ὅμως, εἴ που καὶ εἰσαῦθις κακόν τι καταράξει εἰς αὐτόν. διὸ καὶ ὀϊζυρότατον ἀποφαίνεται τὸ κατ' ἄνθρωπον γένος, ὅτι καὶ τλημονέστατον.]

(v. 46) Ἰστέον δὲ ὅτι τὸ "μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον" καὶ ἑξῆς, ὀνειδιστικῶς ὁ Ἀπόλλων φησὶ κατὰ προσώπου διαφορὰν περὶ Ἀχιλλέως, λέγων ὡς οἱ μὲν ἄλλοι τῶν ἀνθρώπων καὶ ἐπὶ τῶν γνησιωτάτων μεθίενταί ποτε τοῦ ἐπὶ τεθνεῶσιν αὐτοῖς ὀδύρεσθαι, Ἀχιλλεὺς δὲ οὐ τοιοῦτος ἐπὶ τῷ Πατρόκλῳ, ἀλλὰ τὸν τοῦ Ἕκτορος νεκρὸν χάριν ἐκείνου ἀπηνῶς ἀεὶ αἰκίζεται, ἵππων ἐξάπτων, ὥς που καὶ ἀλλαχοῦ προείρηται, καὶ περὶ τὸ ἐκείνου σῆμα ἕλκων.

(v. 47) Τὸ δὲ "ὁμογάστριον" οὐ μάτην πρόσκειται ἀλλ' ἢ πρὸς σαφήνειαν, ἔφθη γάρ που κασιγνήτους καὶ τοὺς αὐτανεψιοὺς εἰπεῖν, ἢ μᾶλλον ὅτι οὗτοι, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἐνδιάθετοί εἰσι τοῖς ἀδελφοῖς. τούτους μὲν γὰρ ἴσασιν ἀδελφοὺς ὄντας, τοὺς δὲ μόνον ὁμοπατρίους οἴονται. ὅθεν καὶ Λυκάων εἶπεν οὐχ' ὁμογάστριος εἶναι τῷ Ἕκτορι, διὸ μηδὲ πάνυ φιλεῖσθαι, καὶ Ἑλένη δὲ φιλίας ἀδελφικῆς ἐπίτασιν ἐμφαίνει ἐν τῷ "οὕς μοι μία γείνατο μήτηρ".

(v. 52 s.) Ὅτι ἀπειλὴ μεγιστάνων πρός τινα ἥττονα μὴ εἴκοντα τὸ "οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ' ἄμεινον. μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθῶμέν οἱ ἡμεῖς". Ἀπόλλωνος δὲ καὶ ταῦτα κατὰ Ἀχιλλέως, ἐφ' οἷς οὐκ ἐλεεῖ ἐκεῖνος αἰκιζόμενος τὸν Ἕκτορα. Ὅρα δὲ τὸ "νεμεσσηθῶμεν" παθητικῶς τε προφερόμενον καὶ ἐνεργητικῶς δὲ πολλαχοῦ.

(v. 54) Τοῖς δὲ ῥηθεῖσιν ἐπάγει ὁ Φοῖβος καὶ τὸ [868] "κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων", ὃ δὴ οὐκ ἐπὶ νεκρικῆς μόνον ὕβρεως, ἀλλά ποτε καὶ ἐπὶ τῶν ἄλλως δυστυχῶς καταβεβλημένων παροιμιακῶς λέγεται. κωφὴν δὲ γῆν ἁπλῶς φησιν ἀντὶ τοῦ ἀναίσθητον διὰ τὸ καὶ ἀπὸ γῆς τὸ σῶμα εἶναι καὶ βαρὺ καὶ γεῶδες. τὸ δέ γε σῶμα τοῦ ζῶντος γαῖα μέν, οὐ κωφὴ δέ. σεμνότερον δὲ ὁ ποιητὴς Ἐμπεδοκλέος εἶπεν. ἐκεῖνος γὰρ "νέκυες" φησὶ "κοπρίων ἐκβλητότεροι".

(v. 56-60) Ὅτι φορτικός τις τοξότης τυχὸν ἢ ἄλλως ἐπεσβόλος μεσιτεύων ἰσότητα τιμῆς τοῖς μὴ ἐπίσης ἀρίστοις, ἀκούσοι ἄν ποθεν τὸ "εἴη κεν καὶ τοῦτο τεόν", ἤγουν σόν, "ἔπος, ἀργυρότοξε, εἰ δὴ" ὁμοίαν τῷ δείνι καὶ δεῖνι θήσετε τιμήν". ὁ μὲν γὰρ τοιόσδε, ὁ δὲ τοιόσδε. Ἥρα δὲ ταῦτά φησι τῷ Ἀπόλλωνι, ὑπερτιθεῖσα τὸν ἐκ θεᾶς Ἀχιλλέα Ἕκτορος.

(v. 57-63) Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτω μετὰ τὸ "ἀργυρότοξε"· "εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν, Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ θρέψα τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν Πηλεῖ, ὃς περὶ κῆρι φίλος γένετ' ἀθανάτοισι. πάντες δ' ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι δαίνυσ' ἔχων φόρμιγγα, κακῶν ἕταρ' αἰὲν ἄπιστε". οὗ ἀπόδειξις καὶ τὸ μυθικῶς προϊστορηθέν, ὅτι δηλαδὴ μετὰ Ποσειδῶνος συνθητεύσας τῷ Λαομέδοντι καὶ μισεῖν ὀφείλων τοὺς ἐξ ἐκείνου, καθὰ καὶ ὁ Ποσειδῶν διάκειται, ὅμως ἑταιρισάμενος αὐτοὺς ἐπικουρεῖ, τῷ ἅρπαγι καὶ κακῷ Πάριδι βοηθῶν. Σημείωσαι δὲ ὅτι τῶν μὲν κατὰ πράξεις ἐγκωμίων ἅλις ἤδη ἔχει ὁ Ἀχιλλεὺς παρὰ τῷ φίλῳ ποιητῇ, τὰ δὲ νῦν λεχθέντα τοῦ κατὰ πατέρας ἐγκωμιαστικοῦ κεφαλαίου ἔχεται, περὶ ὧν πολλαχοῦ μὲν δεδήλωται ἱστορικώτερον, ἐνταῦθα δὲ σεμνότερον διὰ τὸ ὑπὸ θείου προσώπου τὰ λεγόμενα φράζεσθαι. εἰ δὲ καὶ πρὸ τούτων συγκρίσεις τοιαῦταί τινες ἦσαν, ἀλλ' αὕτη οὐχ' ὁμοία ἐστὶν ἐκείναις, οὐδὲ ἀνδρίαν παραβάλλουσα, ἀλλὰ μόνην εὐγένειαν.

(v. 57) Τοῦ δὲ "ὁμήν" ὅ ἐστιν ὁμοίαν, εἴρηται καὶ οὐδέτερον οὐ πρὸ πολλῶν ἐν τῷ "ὁμὸν λέχος εἰσαναβαίνοι". ἐξ ὧν ἐπίρρημα μεσότητος τὸ ὁμῶς ἤγουν ὁμοίως.

(v. 58) Τὸ δὲ "Ἕκτωρ μὲν θνητός" ἦν ἂν [869] τέλειον μετὰ συνδέσμου λεχθέν, οἷον "Ἕκτωρ μὲν γὰρ θνητός". εἴρηται δὲ ὅμως ἀσυνδέτως, οἷα τῆς Ἥρας θυμῷ ἐγκοπτομένης τοῦ λαλεῖν ἐντελῶς. Τὸ δὲ "γυναῖκα μαζόν" ἀντὶ τοῦ γυναικεῖον κτητικοῦ ὀνόματος. Ἀττικοὶ γὰρ καὶ Δωριεῖς τοῖς κυριωτέροις χρῶνται ἀντὶ κτητικῶν, ὥς φασιν οἱ παλαιοί, οἷον "Ἕλληνα στρατόν" τὸν Ἑλληνικόν, "ἄνθρωπον ἦθος" ἀντὶ τοῦ ἀνθρώπινον, Ἑλλάδα διάλεκτον, "δοῦλον γένος", "Σκύθην οἶμον". ἔνιοι δὲ τῶν κριτικῶν κατὰ συνωνυμίαν νοοῦσι, μεταλαμβάνοντες καὶ ταὐτὸν εἶναι λέγοντες γυναῖκα καὶ ἄνθρωπον θνητόν, ὡς λέγειν, ὅτι θνητὸν Ἕκτωρ ἐθήλαζε μαζόν. ἄλλως μέντοι ἁπλούστερον Ὁμηρικὸν τὸ σχῆμα, ἢ τῆς μιᾶς αἰτιατικῆς, ἤτοι τοῦ ὅλου, νοουμένης ἀντὶ γενικῆς, οἷον γυναικὸς μαζόν, ἢ συννοουμένης προθέσεως, ἵνα λέγῃ ὅτι γυναῖκα ἐθήλασε κατὰ τὸν μαζόν, ἢ τῷ ὅλῳ ἐπαγομένου μέρους διὰ σαφήνειαν, οἷον γυναῖκα ἐθήλασεν, ἤγουν μαζόν. οἱ μέντοι Στωϊκοὶ τοῦ πολυλογεῖν ἀφέμενοι σόλοικα τὰ τοιαῦτά φασιν. ἐνταῦθα δὲ καὶ ἔννοιαι κεῖνται συχναὶ κομματικαὶ κατὰ ὀργὴν καὶ αὐταὶ Ἥρας, ἃς ὁ θέλων ἀναλέξεται εἰς μίμησιν.

(v. 60) Θρέψαι δὲ τὴν Θέτιν ἡ Ἥρα λέγει μυθικῶς μὲν χάριν σεμνώματος κατά τι ἔθος βιωτικόν, κατὰ ἀλληγορίαν δέ, ὡς τῆς Θέτιδος καὶ εἰς ἀτμίδα νοουμένης, ἥτις κουφιζομένη πρὸς ἀέρα τρέφεται, ὅ ἐστι πήγνυται καὶ πυκνοῦται καὶ οὕτω συνίσταται. ὅτι δὲ τὸ τρέφεσθαι καὶ ἐπὶ τοιούτου σημαινομένου νοεῖται, δῆλον ἐξ οὗ καὶ "τρόφι κῦμα" εἴρηται, [καὶ τροφαλίς δὲ κατὰ Ἡρῳδιανὸν ἐπὶ τυροῦ, ἧς χρῆσις καὶ παρὰ τῷ Κωμικῷ Ἀντιφάνει ἐν τῷ "τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω", ἵνα εἴη αἰνιγματωδῶς λέγων λινοσάρκους, ἤγουν λεπτὰς καὶ ἁπαλὰς τροφαλίδας, τὸν τοιοῦτον τυρόν. χρῆσις δὲ τοῦ [870] εἰρημένου τρέφεσθαι παρὰ τῷ ποιητῇ ἐν τῷ "μάλα δ' ὦκα περιτρέφεται κυκόωντι". τῷ δὲ τοιούτῳ τρέφειν καὶ τρέφεσθαι.] ἀκολούθως καὶ ἐν τοῖς ἑξῆς ἡ Ἶρις ἄγγελος τῇ Θέτιδι πέμπεται. συνεστηκυίαις γὰρ ἀτμίσι καὶ ἤδη πεπυκνωμέναις εἰς σταγόνας, ἡ κατὰ οὐρανὸν Ἶρις ἐμφαίνεται ἀγγέλλουσα ὑετόν.

(v. 60) Τὸ δὲ "θρέψα τε καὶ ἀτίτηλα καὶ πόρον παράκοιτιν" συχνὴν ἔχει χάριν. πολλοὶ γὰρ τρέφουσι μὲν θρεπτοὺς ἢ θρεπτάς τινας, οὐκ ἀτιτάλλουσι δέ, ἀλλὰ βίῳ τρύχουσι τάλανι, ἢ καὶ ἄμφω ταῦτα ποιοῦντες, οὐ τελοῦσι καὶ γάμους αὐτοῖς, ἀλλ' ἀφιᾶσιν ἀσπέρμους οἴχεσθαι. [Τὸ δὲ "ἀνδρὶ πόρον" Ὁμήρῳ σύνηθες λέγειν. οὐ γὰρ ἀνὴρ γυναικί, ἀλλὰ γυνὴ ἀνδρὶ ὀρθῶς λέγεται δίδοσθαι, ὡς μὴ ἄρξουσα τοῦ ἀνδρὸς ἀλλ' ἀνάπαλιν πεισομένη. ἔχει δέ τι καὶ ἀστειότητος τὸ "πόρον παράκοιτιν Πηλεῖ", ὡς οἷά τι δηλαδὴ δῶρον, κατὰ τὸ "ἀτὰρ δόρυ Μηριόνῃ πόρωμεν". δῶρον γὰρ καὶ ἐκεῖνο τὸ δόρυ. ὅτι δὲ τοιούτου δώρου, ἀγαθῆς δηλονότι γυναικός, οὐκ ἔστι ληΐσασθαί τι ἄμεινον, ποιητικὴ γνώμη μαρτυρεῖ.]

(v. 62) Τὸ δὲ "πάντες ἀντιάασθε θεοὶ γάμου", καὶ ἑξῆς, χρησιμεύσει μέν πως καὶ εἰς λόγον γαμήλιον παρῳδηθέν, παραποιηθήσεται δὲ ἐν μέρει καὶ εἰς ὄνειδος ἀνδρὸς βλάπτοντος τοὺς συμποσιάσαντας. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι τὸ "ἐν δὲ σύ" τούτοις, ἐκ περισσοῦ κεῖται. ἐν γὰρ τῷ "πάντες ἀντιάασθε" νοεῖται πάντως τὸ σύ. θυμοῦ δὲ ὅμως ταράττοντος καὶ οἷον λήθης γενομένης ἰδίᾳ τὸ σύ κατὰ τὸ πλεονάζον ἐκπεφώνηται.

(v. 63) Κακῶν δὲ ἕταρον τὸν Ἀπόλλωνα λέγει, οἷον Ἀλεξάνδρου, ὡς ἐρρέθη, καὶ Ἕκτορος, καὶ ὅλως τῶν ὑπερφιάλων Τρώων. μέγα δὲ πάντως εἰς ὕβριν τὸ τοὺς κακοὺς ἑταιρίζεσθαι. διὸ καὶ Ἡσίοδος παραινεῖ μὴ κακῶν ἕταρον εἶναι. [Τὸ δὲ "αἰὲν ἄπιστε" οὐ μακράν ἐστι τοῦ ἀλλοπρόσαλλον σκῶψαι καὶ τὸν Ἀπόλλωνα.]

(v. 65-68) Ὅτι ἀπολύων τις ἑαυτὸν αἰτίας ἐφ' οἷς ὀργὴν ἔχει ὡς μεγίστῳ τινὶ παρεξισῶν ἐλάττονα φιλότιμον ἄνδρα, εἴποι ἂν "μὴ δὴ πάμπαν ἀποσκύδμαινε· οὐ μὲν γὰρ τιμή γε μί' ἔσσεται· ἀλλὰ καὶ ὁ δεῖνα φίλτατος ἔσκεν· ὣς γὰρ ἔμοιγε, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων", ἤγουν ἐπεὶ μεγαλόδωρος ἦν. Ζεὺς δὲ ἄλλως τοῦτό φησι πρὸς Ἥραν περὶ Ἕκτορος, λέγων μὴ δεῖν εἶναι σκυδμαίνειν ἐκείνην. εἰ γὰρ καὶ μὴ ἐν μιᾷ ἔσται τιμῇ Ἕκτωρ καὶ Ἀχιλλεύς, ἀλλ' ὅμως καὶ ὁ Ἕκτωρ φίλος οὐχ' ἁπλῶς, ἀλλὰ φίλτατος Ἰλιέων διὰ λοιβὰς καὶ κνίσσας, ἅς οἱ κατὰ τὸν Δία γέρας ἔλαχον. [(v. 66) Τὸ δὲ μία ἐν τῷ "τιμή γε μία" ἶσόν ἐστι τῷ τιμὴ ὁμή, ὅπερ εἴρηται πρὸ βραχέων.]

(v. 68) Τὸ δὲ "ὣς γὰρ ἔμοιγε" γοργῶς [871] εἴρηται ἀντὶ τοῦ οὕτω γὰρ ἔμοιγε ἦν, φίλτατος δηλαδή.

(v. 71 s.) Ὅτι ἀπανούργου ἤθους τὸ "ἀλλὰ κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι λάθρῃ" τοῦ δεῖνος. περὶ Ἀχιλλέως δὲ ὁ λόγος τῷ Διῒ κωλύοντι κλαπῆναι τὸν Ἕκτορα διὰ τὰς προρρηθείσας αἰτίας, καὶ μάλιστα κατὰ μῦθον, ἐπεὶ μὴ δυνατὸν λαθεῖν τὸν Ἀχιλλέα διὰ τὸ τὴν μητέρα Θέτιν ἀεὶ σὺν αὐτῷ εἶναι παραμυθουμένην.

(v. 73) Κεῖται δ' ἐνταῦθα καὶ τὸ "παραμέμβλωκεν" ἀντὶ τοῦ παραμεμέληκεν ἢ παραμεμόληκε, περὶ οὗ προδεδήλωται. φησὶ γὰρ ὅτι τῷ Ἀχιλλεῖ "αἰεὶ μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτας τε καὶ ἦμαρ", ὅπερ ἐπιμέλειαν δηλοῖ παράμονον. Καὶ ὅρα καὶ νῦν ὡς οὐδὲν κωλύει νύκτας τε καὶ ἦμαρ εἰπεῖν καὶ νύκτας καὶ ἤματα. καὶ γὰρ καὶ τὸ ἦμαρ κατὰ προσηγορίας ἔννοιαν καθολικὴν ταὐτόν ἐστι τῷ ἤματα.

(v. 74) Ὅτι τὸ "ἀλλ' εἴ τις καλέσειε Θέτιν" ‑ Ζεὺς δὲ καὶ τοῦτό φησι ‑ ταὐτόν ἐστι τῷ "ἀλλ' ἄγε τις καλεσάτω". κατ' ἔλλειψιν δὲ δοκεῖ καὶ αὐτὸ ἐσχηματίσθαι, ὡς τοῦ ὅλου τοιούτου ὄντος "ἀλλ' εἴ τις καλέσειε" τὴν Θέτιν, θέλοιμι ἂν τοῦτο, ἢ βουλοίμην, ἢ τοιόνδε τι, ὥστε καὶ ἐν τῷ "εἰ δ' ἄγε μὴν πείρησαι" καὶ τοῖς ὁμοίοις λείπει ῥῆμα, ἵνα λέγῃ· εἰ δὲ βούλει ἢ θέλεις. οὕτω καὶ ἐνταῦθα ὁ ει σύνδεσμος ῥῆμα ἐπαγόμενον ἔχει τὸ "καλέσειε". δύναται μέντοι ἄλλως καὶ αὐτὸς νοεῖσθαι ἀντὶ τοῦ εἴα δὲ φέρε, καθάπερ καὶ ἐκεῖ, ἵνα νοηθέντος τοῦ "καλέσειε" προστακτικῶς λέγῃ, ἀλλ' εἴα δὴ φέρε καλέσειεν ἤτοι καλεσάτω τις.

(v. 75 s.) Ὅτι ἀνωτέρω τὸ λαχεῖν αἰτιατικῇ συντάξας ἐν τῷ "τὸ γὰρ λάχομεν γέρας ἡμεῖς", ἐνταῦθα γενικὴν ἐπ' αὐτοῦ ποιεῖται σύνταξιν, εἰπὼν "ὥς κεν Ἀχιλλεὺς δώρων ἐκ Πριάμου λάχῃ ἀπό θ' Ἕκτορα λύσῃ". ἡ δ' αὐτὴ σύνταξις καὶ ἐν τῷ "πυρὸς λαχεῖν". Κυροῦται δὲ ἐν τούτοις ὑπὸ Διὸς ἡ διὰ δώρων λύσις τοῦ Ἕκτορος διὰ μέσης τῆς μητρὸς Θέτιδος, ἣν λύσιν καὶ ἐπαινῶν ὁ τοῦ μύθου Ζεὺς πυκινὸν ἔπος λέγει τὴν περὶ ταύτης συμβουλήν. δῆλον δὲ ὡς τὸν ἐν ἑαυτῷ Δία νοῦν Ὅμηρος ἐπαινεῖ διὰ τὸ πιθανὸν τῆς τοιαύτης πλάσεως. [872]

(v. 78 s.) Ὅτι πεμφθεῖσα πρὸς Διὸς εἰς Θέτιν ἡ μυθικὴ Ἶρις "μεσσηγὺς Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης ἔνθορε μείλανι πόντῳ", οὕτω κειμένῳ τοπικῶς. Σάμον δ' ἐνταῦθα τὴν Θρῃκίην Σάμον, ἤτοι Σαμοθρᾴκην, φησίν, ἣ Λευκωνία, φασί, πρότερον ἐκαλεῖτο, εἶτα ὑπὸ Σαμίων οἰκισθεῖσα, ὧν τὰ σκάφη αὐτόθι αἰχμάλωτοι Θρῇσσαι κατέκαυσαν, Σαμοθρᾴκη ὠνόμασται. Σάμος δὲ ἐλέγετο διὰ τὸ ὑψηλόν. σάμους γὰρ οἱ τότε τοὺς λόφους ἔλεγον, ὡς ἔν τε ἄλλοις καὶ τοῖς τοῦ Περιηγητοῦ εἴρηται.

(v. 79) Τὸ δὲ "μείλανι" ἐπενθέσει τοῦ ι γέγονεν ἐκ τοῦ μέλας μέλανος, ὃν τρόπον καὶ ὁ Μελανίων τὸ κύριον Μειλανίων λέγεται καὶ τὸ θεμέλιον θεμείλιον καὶ τὸ μελίσσειν καὶ ὁ μέλιχος μειλίσσειν καὶ μείλιχος, ὅθεν καὶ τὰ προηρμηνευμένα ἐπιμείλια. Μέλας δὲ πόντος ὁ ὕστερον Καρδιανὸς κόλπος ἀπὸ Καρδίας πόλεως. καλεῖται δὲ Μέλας ἢ ἀπὸ ποταμοῦ Μέλανος ἐκεῖ που ἐμβάλλοντος, ἢ διὰ τὴν ἐκ βάθους μελανίαν, ἢ διότι ποταμὸς διὰ μελαγγείων ῥέων μελαίνει αὐτόν. ἐκεῖ δέ πού ἐστι καὶ ἡ λεγομένη Σαρπηδονία ἄκρα. γέγονε δέ τις μνεία τοῦ τοιούτου πόντου ἤτοι κόλπου [καὶ] ἐν τοῖς τοῦ Περιηγητοῦ, ὃν ὁ ποιητὴς καὶ λίμνην λέγει, εἰπὼν "ἐπεστενάχισε δέ", ἢ ἐπεστονάχισε, "λίμνη". σύνηθες δὲ τὸ τοιοῦτον ῥῆμα τῇ ποιήσει, καθὰ καὶ τὸ στένειν, ἐπὶ θαλάσσης καὶ αὐτό που λεχθέν.

(v. 80) Ὅτι Θέτιν μὲν ἀνιοῦσαν ἐκ θαλάττης εἴκασεν ὁμίχλῃ ἀλλαχοῦ, ὡς δεδήλωται, Ἶρις δὲ ἐνταῦθα τῇ Θέτιδι ἄγγελος ἐκ Διὸς κατὰ μῦθον ἥκουσα ‑ ἡ γὰρ ταύτης ἀλληγορία πρὸ βραχέων εἴρηται ‑ "μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν". ἦν γὰρ ἐκεῖ μὲν χρεία κουφότητος εἰς ἄνοδον, ᾗπερ οἰκεῖον τὸ τῆς ὁμίχλης ἀνωφορούμενον, ἐνταῦθα δὲ [873] βάρους εἰς κατάδυσιν, ἣ ῥᾷον πάσχει μόλιβδος.

(v. 81 s.) Εἶτα ἑρμηνεύων, τίνα λέγει μολύβδαιναν, φησὶν "ἥ τε κατ' ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα ἔρχεται", ὅ ἐστι κατέρχεται, "ὠμηστῇσιν ἐπ' ἰχθύσι κῆρα φέρουσα". ἔστι γὰρ μολύβδαινα ὁ πρὸς τῇ ὁρμιᾷ καὶ τῷ ἀγκίστρῳ περιτιθέμενος μόλιβδος διὰ τὸ θᾶττον καθικνεῖσθαι, ὅ ἐστι καθίεσθαι, τὸ ἄγκιστρον. Ἰστέον δὲ ὅτι τὴν παραλήγουσαν τοῦ μόλιβδος διὰ τοῦ υ προέφερον οἱ ἀρχαῖοι, ὡς καὶ τοῦ βίβλος. Αἴλιος γοῦν Διονύσιός φησιν, ὅτι μόλυβδος διὰ τοῦ υ καὶ δ. ὅθεν δηλαδὴ ὁμοιόγραφος καὶ ἡ μολύβδαινα. ἐν δὲ τῷ "μόλιβος ὡς ἐτράπετ' αἰχμή" διὰ μέτρον, φασίν, οὕτω γέγραπται. ἐπεὶ καὶ Ἴωνες ὁμοίως Ἀττικοῖς μόλιβδον λέγουσιν. ὅθεν καὶ τὸ "μολυβδαίνῃ ἰκέλη". Βοὸς δὲ κέρας μέρος τι ἀπὸ ὅλου κέρατος, ᾧ τρόπῳ καὶ ἐλέφας ἀλλαχοῦ τὸ ἐξ ἐλέφαντος ὀστοῦν. ἦν γὰρ σύριγξ κερατίνη ἐκ βοός, ἣν προσῆπτον μεταξὺ ὁρμιᾶς καὶ ἀγκίστρου διά τε τὸ πρὸς τὴν θάλασσαν ὁμόχροον τοῦ κέρατος, καὶ ὅπως μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον. οἱ δὲ νεώτεροι κέρας καὶ νῦν εἶπον συμπλοκὴν τριχῶν, ὡς εἶναι κέρας βοὸς πλέγμα βοείων τριχῶν, οἷα τοιαύτης πάλαι ποτὲ οὔσης τῆς ὁρμιᾶς. ὁ δέ γε ποιητὴς λίνῳ φησί που καὶ ἤνοπι χαλκῷ, ὡς καὶ λιναῖς χρωμένων ὁρμιαῖς. οἱ δὲ ὕστερον καὶ ἱππείαις θριξὶ χρῶνται. ὅτι δὲ κέρας καὶ ἐπὶ τριχῶν λέγεται, δηλοῦσι καὶ οἱ ἐπὶ Ἀλεξάνδρου τὸ "κέρ' ἀγλαέ" εἰπόντες ἀντὶ τοῦ λαμπρὲ τὴν ἐπιπλοκὴν τῶν τριχῶν.

(v. 80) Τὸ δὲ βυσσός, ὃ πλεονασμῷ ἢ ἐπιτάσει γίνεται ἄβυσσος, ὀξύνεται κανόνι [874] τοιούτῳ. τὰ εἰς ος ὀνόματα δισύλλαβα, μὴ ἀπὸ φωνήεντος ἀρχόμενα, διπλοῦν ἔχοντα τὸ σ, ὀξύνεται· κισσός, βυσσός. ἀντιπίπτει τὸ Νέσσος, κύριον ὄνομα.

(v. 81) Τὸ δὲ "ἐμβεβαυῖα" ταὐτὸν ἂν εἴη τῷ ἐπιβεβηκυῖα ἤτοι ἐπικειμένη. οἱ δέ γε μεθ' Ὅμηρον καὶ στασιώδη τὴν τοιαύτην οἴδασι λέξιν, ὅτε μετὰ τῆς ἐπι ἢ προς προθέσεως σύγκειται. ἐπεμβαίνει γοῦν τις ἐχθρῷ κειμένῳ, ναὶ μὴν καὶ προσεμβαίνει κατὰ τὸ "οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή".

(v. 82) Τὸ δὲ ὠμηστής οὐ μόνον ἰχθύων, ἀλλὰ καὶ λεόντων καὶ τῶν ὁμοίων θηρίων ἐπίθετόν ἐστιν.

(v. 83-85) Ὅτι Θέτις ἐν μέσαις Νηρηΐσιν, ἃς καὶ ὧδε καλεῖ ἁλίας θεάς, ἔκλαιε τὸν υἱὸν Ἀχιλλέα θανούμενον. Καὶ ὅρα ὡς οὕτω πάνυ συχνὰ ὁ ποιητὴς ἀναφωνεῖ τὰ κατὰ τὸν Ἀχιλλέα, μεμνημένος αὐτοῦ τὸν μὲν καιρὸν τοῦ μηνίειν, ὡς ἐξελευσομένου εἰς μάχην, εἶτα ὕστερον καὶ ὡς τεθνηξομένου. περιπαθὲς δὲ τὸ κλαίειν τὸν ζῶντα, ὅπερ ἡ Θέτις ἐπὶ τῷ υἱῷ ποιεῖ. καί φασιν οἱ παλαιοί, ὡς ἐπεὶ μέλλει καταστρέφειν, ἤγουν τελειοῦν, τὸν λόγον ὁ ποιητὴς εἰς τὰς τοῦ Ἕκτορος ταφάς, ἐγκαταλείπει πόθου τι κέντρον τοῖς ἀκροαταῖς δι' ὧν ἐν τούτοις λαλεῖ, ὥστε ποθεῖν ἀκοῦσαί τι καὶ περὶ τῆς Ἀχιλλέως ἀναιρέσεως καὶ ἐννοεῖσθαι οἷος ἂν ὁ ποιητὴς ἐγένετο καὶ αὐτὰ διατιθέμενος.

(v. 83-86) Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτως "εὗρε δ' ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν", ἡ Ἶρις δηλαδή, "ἀμφὶ δέ τ' ἄλλαι εἵαθ' ὁμηγερέες ἅλιαι θεαί· ἣ δ' ἐν μέσσῃσ' ἔκλαιε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε φθίσεσθαι", καὶ ἑξῆς. ταῦτα δὲ παρῳδηθήσεταί ποτε καὶ εἰς ἑτεροῖον συγγενικὸν κλαυθμόν.

(v. 90-92) Ὥσπερ καὶ ὁ ἐν τῷ πάνυ λυπεῖσθαι κληθεὶς ὑπό τινος μεγάλου καὶ ὑπακούσας ἐρεῖ ἄν, παρῳδήσας τὰ ἑξῆς τῆς Θέτιδος παρὰ δύο μόνας λέξεις, "τίπτε με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ μίσγεσθ' ἀθανάτοισιν· ἔχω δ' ἄχε' ἄκριτα θυμῷ· εἶμι μέν, οὐδ' ἅλιον ἔπος ἔσσεται ὅττι κεν εἴπῃ". ἀλλαγὲν γὰρ τὸ θεός εἰς τὸ ἀνήρ καὶ τὸ ἀθανάτοισιν εἰς τὸ κρείττοσι ποιήσοι ἂν παρῳδίαν εὔχρηστον.

(v. 104-106) Ὁ δέ γε τοιοῦτον πρόσωπον καλέσας ἐρεῖ ἂν ἐλθόντι κατὰ παρῴδησιν ὁμοίαν τὸ "ἤλυθες κηδόμενός περ, πένθος ἄλαστον ἔχων μετὰ φρεσίν· οἶδα καὶ αὐτός. ἀλλὰ καὶ ὣς ἐρέω τοῦ σ' εἵνεκα δεῦρο κάλεσσα". Ζεὺς δὲ τὸ τοιοῦτον πρὸς τὴν Θέτιν εἶπε [875] κατὰ σχηματισμὸν δηλαδὴ γένους θηλυκοῦ. Ἰστέον δὲ ὅτι, ὅπερ οἱ οἶκοι ἀνθρώποις, τοῦτο καὶ σπήλαια δαίμοσι τοῖς κάτω κατὰ τὸν μῦθον. οὕτως ἡ Καλυψὼ οἰκεῖ, οὕτως ἡ Κίρκη, οὕτω καὶ ἡ Θέτις, καὶ τὰ κατ' αὐτὴν δαιμόνια.

(v. 91) Ἄκριτα δὲ ἄχεα τὰ πολλά, ὡς καὶ ἀκριτόμυθος ὁ πολύμυθος. κομματικὸν δὲ ἡ ῥηθεῖσα φράσις τῆς Θέτιδος, ἀναλόγως προσώπῳ ἐγκοπτομένῳ τὸ πνεῦμα ὑπὸ κλαυθμοῦ.

(v. 105) Τὸ δὲ πένθος ἔχειν ἄλαστον, ἐξ οὗ τὸ ἐπαλαστεῖν, ἐφερμηνευτικόν ἐστι τοῦ κήδεσθαι, ἵνα ᾗ ἐν τοῖς ῥηθεῖσι κήδεσθαι τὸ πενθικῶς βλάπτεσθαι.

(v. 93 s.) Ὅτι διὰ πένθος τὸ ἐπὶ Ἀχιλλεῖ, καὶ ταῦτα ζῶντι ἔτι, κάλυμμα ἡ Θέτις ἕλε κυάνεον, ὡς εἰκὸς τοὺς ἐπὶ νεκροῖς παθαινομένους. "τοῦ δ' οὔ τι μελάντερον ἔπλετο ἔσθος". προσέθετο δὲ τὸ "ἔσθος" διά τε νύκτα βαθεῖαν καὶ νέφη μέλανα, ἴσως δὲ καὶ πίσσαν κατὰ τὸ "μελάντερον ἠΰτε πίσσα", καὶ ἕτερα τοιαῦτα, ἤδη δὲ μᾶλλον διὰ τὴν τοῦ Ἄϊδος κυνέην, ἥτις εἰ καὶ μελαντάτη, ἀλλ' ὅπλον ἦν, οὐ μὴν ἔσθος. ψιλοῦται δὲ τὸ ἔσθος κανόνι τοιούτῳ. τὸ σ, πρὸ δασέος κείμενον, ψιλοῖ τὸ πρὸ αὐτοῦ φωνῆεν· ὀσφύς, ἀσφόδελος, ἀσφάραγος, ἀσχάλλω, ὀσχεός, ἰσχάς, ἐσθλός. οὕτως οὖν καὶ ἔσθος.

(v. 96) Ὅτι λιάζεσθαι ἐνταῦθα τὸ διαχωρίζεσθαι καὶ διΐστασθαι, ἢ καὶ ἁπλῶς κινεῖσθαι. φησὶ γοῦν "ἀμφὶ δέ σφι λιάζετο κῦμα θαλάσσης", ἤγουν ἀμφὶ τῇ Ἴριδι καὶ τῇ Θέτιδι ἐκινεῖτο, οἷά τι αἰσθητικὸν καὶ νοοῦν, καθὰ καὶ εἴ τις ὁδοῦ ὑπεξίσταται διερχομένοις τοῖς κρείττοσιν.

(v. 97) Ὅτι τὸ "ἀκτὴν δ' εἰσαναβᾶσαι εἰς οὐρανὸν ἀϊχθήτην" παρῳδηθήσεται ἂν εἴς τινας ὡς ἐκ βυθοῦ δυστυχίας ἠρέμα παρυψωθέντας εἰς τὸ τῆς εὐδαιμονίας ἀκρότατον. Ἶρις δὲ καὶ Θέτις ἐνταῦθά εἰσιν αἱ ἐκ βάθους θαλάσσης οὐρανόθι ἀΐξασαι. εἰ δὲ ἀναβαίνεται ἡ ἀκτή, καλῶς ἄρα εἴρηται τὸ "ὑψοῦ ἐπὶ ψαμάθοισι".

(v. 98 s.) Τὸ δὲ "εὗρον εὐρύοπα Κρονίδην, περὶ δ' ἄλλοι ἅπαντες εἴαθ' ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες" παρῳδήσοι τις ἂν εἰς συνεδρίαν μεγάλων ἀνδρῶν.

(v. 101 s.) Ὅτι δεξιωτικὴν δηλοῖ πρόποσιν τὸ "Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε καί ῥ' εὔφρην' ἐπέεσσι. Θέτις δ' ὤρεξε πιοῦσα", ἤτοι ἀντέστρεψε τὸ ποτήριον. [876] Ἰστέον δὲ ὅτι τὸ "εὔφρην' ἐπέεσιν" ἔπαιξέ τις [ἀσυναλείπτως] οὐ πρὸ μακροῦ ἐπὶ γυναικός, ἣν ἔγνω χαίρουσαν εἰς τὸ πέος, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ, ἀφ' οὗ καὶ ὁ πειώλης παράγεται.

(v. 108) Ὅτι πτολίπορθον κἀνταῦθα τὸν Ἀχιλλέα λέγει, συντάσσων καὶ τὴν ἀμφι πρόθεσιν μετὰ δοτικῆς ἐν τῷ "ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισεν ὄρωρεν Ἕκτορος ἀμφὶ νέκυϊ καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ".

(v. 107 s.) Καὶ ὅρα πάλιν τὸ ἐννῆμαρ", ἀμάρτυρον μὲν ὄν, ποθητὸν δὲ τῷ φιλομούσῳ ποιητῇ. λέγει δὲ νεῖκος τὸ περὶ τῆς, ὡς ἐρρέθη, μελετωμένης κλοπῆς ἐπὶ Ἕκτορι.

(v. 109) Ἐπάγει οὖν "κλέψαι δ' ὠτρύνεσκον ἐΰσκοπον Ἀργεϊφόντην", ὡς καὶ προγέγραπται.

(v. 110 s.) Ὅπερ κωλύων ὁ τοῦ μύθου Ζεὺς λέγει πρεπόντως χάριτι φιλικῇ τὸ "αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω, αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάττων". Καὶ ὅρα τὸ "προτιάπτω", ἤγουν προσάπτω καί, ὡς εἰπεῖν, προσκολλῶ, ἐξ οὗ λαβόντες οἱ μεθ' Ὅμηρόν φασι προσάπτεσθαί τινι αἰτίασιν καὶ ὅσα τοιαῦτα. εἰ δὲ γράφεται κατά τινα τῶν ἀντιγράφων "προϊάπτω", σημείωσαι ἄλλο τοῦτο προϊάπτειν παρὰ τὰ δεδηλωμένα ἤδη πρὸ τούτων.

(v. 113-116) Ὅτι κρίνων ὁ ποιητὴς οὐκ ἀγαθὸν εἶναι τὸν Ἀχιλλέα τῷ Ἕκτορι, ποιεῖ τὸν Δία δηλοῦντα τῷ Ἀχιλλεῖ διὰ τῆς μητρὸς Θέτιδος, ὡς μαινόμενος τὸν Ἕκτορα ἔχει παρὰ νηυσὶν οὐδ' ἀπέλυσεν.

(v. 116) Ἐπεὶ δὲ ἀλόγιστον δοκεῖ τὸ λεχθέν. πῶς γὰρ ἂν ἀπέλυσεν Ἀχιλλεὺς τὸν μή ποθεν αἰτηθέντα; ‑ ἦν δὲ καὶ σφοδρὰ ἡ λέξις τοῦ μαίνεσθαι ‑ φησὶν "αἴ κέν πως ἐμέ τε δείσῃ" καὶ ἑξῆς, διδάσκων ἐν τούτοις ὡς ἔστιν οὗ ὁ ἐνδόξως μηνύων τῷ πάνυ ἐλάττονι αὐστηρότερον τοὺς λόγους μεταχειρίσεται καὶ βαρύτερον ἐνσκήψει. οὕτω γὰρ καὶ ἐνταῦθα οὐ μόνον σφοδρὸν [877] τὸ μαίνεσθαι τὸν Ἀχιλλέα φρεσίν, ἀλλὰ καὶ ἀχθεινὸν τὸ "οὐδ' ἀπέλυσε". μονονουχὶ γὰρ ἀπαιτεῖ τὸν Ἀχιλλέα, ἐκεῖνον φθάσαι ποτνιάσασθαι πρὸς τῶν Τρώων τὴν λύσιν τοῦ Ἕκτορος. ὅτι δὲ ἄλλως ὁ Ὁμηρικὸς Ζεύς, ἤτοι νοῦς, οὐ φύσει μαινόμενον φρεσὶν οἶδε τὸν Ἀχιλλέα, δηλοῖ ἐν οἷς ἐρεῖ ὅτι οὔτε ἄφρων ἐστὶ καὶ ἑξῆς.

(v. 112-116) Ἡ δὲ ποιητικὴ ἐνταῦθα φράσις τοιαύτη "αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ' ἔξοχα πάντων ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν Ἕκτορ' ἔχει παρὰ νηυσὶν οὐδ' ἀπέλυσεν, αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ' Ἕκτορα λύσῃ".

(v. 117-119) Εἶτα καὶ προέκθεσιν γράφων τῶν ἐφεξῆς ἱστορηθησομένων ἐπιφέρει "αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω λύσασθαι φίλον υἱόν, ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δ' Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ", τουτέστιν εὐφράνῃ, διαχέῃ. οὓς δὴ δύο στίχους καὶ μετ' ὀλίγα ἐν τοῖς κατὰ τὴν Ἶριν θήσει ὁ ποιητής.

(v. 112) Ἰστέον δὲ ὅτι τε πάνυ πιθανολογεῖ τὴν τοῦ Ἕκτορος λύσιν ἡ τοῦ Διὸς ἀπειλὴ κατὰ Ἀχιλλέως καὶ ἡ τῆς μητρὸς πρὸς αὐτὸν ἀγγελία καὶ ὁμιλία, καὶ ὅτι τὸ "υἱέϊ σῷ ἐπίτειλον" ταὐτόν ἐστι τῷ "ἄγγειλον", ὡς δηλοῖ ἐν τοῖς ἑξῆς τὸ "ἄγγειλον Πριάμῳ". ὃν μεγαλήτορα λέγει ὡς μεγάλου κατατολμήσαντα πράγματος τοῦ εἰς τὸν ἔχθιστον Ἀχιλλέα τε καὶ στρατὸν νύκτωρ ἐλθεῖν. Ὅρα δὲ ὅτι τοῖς παίζειν τὰ σχεδικὰ ἐθέλουσιν ἀφορμὴν δίδωσι τὸ "αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ' Ἕκτορα λύσῃ", ὡς τοῦ "δείσῃ" καὶ δειλίαν δηλοῦντος καὶ δεσμὸν κατά γε μόνην τὴν προφοράν, ᾧ δὴ δεσμῷ λύσις ἀντίκειται, ὡς καὶ τῷ δήσειν τὸ λύσειν. Σημείωσαι δὲ καὶ ὅτι πλείστη ἐν τῷ γράμματι τούτῳ ἡ χρῆσις τῶν κινήσεων τοῦ λύω ῥήματος ἁπλῶς τε καὶ μετὰ τῆς απο προθέσεως, καὶ ἐνεργητικῶς καὶ παθητικῶς, οἷον "οὐδ' ἀπέλυσε", καὶ "ἀπό θ' Ἕκτορα λύσῃ", καὶ "λύσασθαι φίλον υἱόν", καὶ "ἀλλά γε δὴ λῦσον", καὶ ἄλλα. οὐ γὰρ ἔχει λέξιν καιριωτέραν ἐπὶ τῆς τοῦ Ἕκτορος λύσεως, ἤγουν ἀποδόσεως τῆς διὰ λύτρων. [(v. 117) Τὸ δὲ "ἐφήσω" ἐνταῦθα μὲν ἀντὶ τοῦ ἐπιπέμψω κεῖται, ἀλλαχοῦ δὲ δύναται ἶσον τῷ ἐντελοῦμαι, ἀφ' οὗ καὶ ἐφημοσύνη ἡ ἐντολή.] Ἰστέον δὲ καὶ ὅτι δύο ἀγγελιῶν γεγονυιῶν ἐνταῦθα, μιᾶς, ἣν ἡ Θέτις ἤγγειλε τῷ υἱῷ, ἑτέρας δέ, ἣν ἡ Ἶρις τῷ Πριάμῳ, αἳ δὴ καὶ ἄμφω Διὸς εἶναι εἶπον [878] ἄγγελοι, αὐτὰ ἐκεῖνα Ὁμηρικῷ ἔθει λέγουσιν ἀπαραποιήτως αἱ ἀγγέλλουσαι, ἅπερ ὁ στείλας ἐκέλευσε Ζεύς, ἡ Θέτις μὲν ἐν στίχοις τρισίν, ἡ δὲ Ἶρις ἐν ιβ΄ μικρόν τι παραποιήσασαι τὰς τοῦ Διὸς ἐπιτολὰς ἐν ἀντωνυμίαις καὶ ἑτέροις ὀλίγοις, ὡς ἂν ἐκ πρώτου προσώπου τοῦ κελεύοντος ἑτέρῳ τρίτῳ δηλαδὴ προσώπῳ τῷ κελευομένῳ οἱ λόγοι ἁρμόσαιεν.

(v. 123 s.) Ὅτι πενθίμου τραπέζης δηλοῖ σχῆμα τὸ "φίλοι δ' ἀμφ' αὐτὸν ἑταῖροι ἀδινὰ στενάχοντα ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον". Καὶ ὅρα ὅτι κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν ἅπαξ νῦν ὧδε ἄριστον εἶπε τὸ πρωϊνὸν ἔμβρωμα. οὕτω δὲ καὶ ἐν Ὀδυσσείᾳ. καὶ ζητητέον ἐκεῖ περὶ τούτου. τί δὲ νῦν τὸ ἡρωϊκὸν ἄριστον;

(v. 125) "Τοῖσι δ' ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο". καίρια δ' ἐνταῦθα πάρισα τὸ "ἐπένοντο" καὶ "ἐντύνοντο", καθὰ καὶ ἀνωτέρω τὸ "ἐμέ τε δείσῃ ἀπό θ' Ἕκτορα λύσῃ". Ὅρα δὲ τὸ τῆς φράσεως γοργὸν ἔν τε τῇ κατασκευῇ τοῦ ἀρίστου ταύτῃ, ἀδιάσκευος γὰρ πάντῃ κεῖται, καὶ ἐν τῷ "ἀδινὰ στενάχοντα". ὡς γὰρ πρὸ ὀλίγων ἐν τῷ "κλαῖε μόρον οὗ παιδός" ἀπεριλάλητον ἀφῆκε τὸν κλαυθμόν, οὕτω κἀνταῦθα τὴν ἀδινὴν στοναχὴν οἷα μεθοδεύσας μὴ δέον εἶναι ἀκαίρως νῦν τοιούτοις ἐμπλατύνασθαι.

(v. 125) Τὸν δὲ λάσιον ὄϊν στεινόμενον μαλλοῖς φησιν ἡ Ὀδύσσεια. Τὸ δὲ "ἱέρευτο" ἁπλῶς ἀντὶ τοῦ ἔσφακτο, ἐπεὶ καὶ ἱερεῖα τὰ σφάγια.

(v. 128-131) Ὅτι τὸ κατὰ Πυθαγόραν μὴ ἐσθίειν καρδίαν, ὅ ἐστιν ἄλυπον καὶ ἀτάραχον διαμένειν τὸν ἄνθρωπον, [καί, ὡς εἰπεῖν, ἀλυπίαν ἀσκεῖν,] ἐκ τῶν Ὁμήρου παρέξεσται, εἰπόντος "τέκνον ἐμὸν, τέο μέχρις", ἤγουν μέχρι τίνος, "ὀδυρόμενος καὶ ἀχεύων σὴν ἔδεαι κραδίην, μεμνημένος οὔτε τι σίτου οὔτ' εὐνῆς", καὶ ἑξῆς.

(v. 129) Τὸ δὲ "ἔδεαι" οὐκ ἐνέργειαν δηλοῖ κατὰ τὸ ἔδοντες καὶ ὅσα τοιαῦτα, πάθος δὲ μᾶλλον. ἐσθίεται γάρ τις τὴν καρδίαν ἀχεύων. ἔχει δέ τε καὶ ἀντιθετικὸν ὁ τόπος οὗτος. οἱονεὶ γάρ φησιν ὡς· τί δήποτε τὴν καρδίαν ὀδυρμοῖς ἐδόμενος αὐτὸς ἄσιτος μένεις;

(v. 129-131) Ἰστέον δὲ ὅτι Θέτιδος εἰπούσης ἐν τῇ πρὸς τὸν υἱὸν προαναφωνήσει χρῆναι μεμνῆσθαι τὸν Ἀχιλλέα σίτου, ὡς ἐρρέθη, καὶ εὐνῆς, "ἀγαθὸν δέ", φησί, "γυναικί περ ἐν φιλότητι μίσγεσθαι, οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκε θάνατος καὶ μοῖρα κραταιή" ἀθετοῦσι τοὺς στίχους τούτους οἱ παλαιοί, διά τε ἄλλα, καὶ μάλιστα διὰ τὴν εὐνήν, ὅ ἐστι μῖξιν. τοῖς γὰρ πολεμοῦσιν οὐ τοιούτων [879] ἀλλ' εὐτονίας χρεία, φασί, καὶ πνεύματος, ὡς καὶ τοῖς γυμναζομένοις. διὸ καὶ οἱ ἀθληταὶ τὸν τοῦ ἀθλεῖν πάντα καιρὸν οὐκ ἀφίεντο πλησιάζειν γυναιξί. Τὸ δὲ "βέῃ" δηλοῖ μὲν τὸ βιώσῃ, ἔχει δὲ πρῶτον πρόσωπον μετὰ παρενθέσεως τοῦ ι τὸ "τέκνον τί νυ βείομαι"; τουτέστι βιώσομαι.

(v. 132) Μοῖρα δὲ κραταιὴ ἡ αὐτὴ τῷ θανάτῳ πρὸς διαστολὴν ῥηθεῖσα μοιρῶν ἑτέρων, ὧν οὐδεμία κραταιοτέρα θανάτου ἐστί.

(v. 134) Ὅτι κεῖται καὶ ἐνταῦθα σύνθετος ἀντωνυμία "ἑέ" ἀντὶ τοῦ ἑαυτόν, ἔνθα Διὸς εἰπόντος "σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ' ἔξοχα πάντων", Θέτις ἀγγέλλουσά φησι "σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ' ἔξοχα πάντων". ἴσως δὲ καὶ κατὰ παράθεσιν δεδίπλασται, ἵνα ᾖ ἕ ἕ ἀντὶ τοῦ αὐτόν κατ' ἐξοχὴν τὸν Δία. πρωτότυπον δέ ἐστι τοῦ σκυδμαίνειν τὸ σκύζεσθαι, ὃ πολλαχοῦ κεῖται, ὡς καὶ τοῦ ἐριδμαίνειν τὸ ἐρίζειν.

(v. 137) Ὅτι ὁ ὑπὲρ χρεώστου ἀρρώστου μεσιτεύων εὐφυῶς ἂν εἴποι τὸ πρὸς Ἀχιλλέα ὑπὸ Θέτιδος περὶ Ἕκτορος ῥηθὲν "ἀλλ' ἄγε δή, λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα".

(v. 139) Ὅτι μαθὼν Ἀχιλλεὺς τοὺς θεοὺς αὐτῷ σκύζεσθαι δι' Ἕκτορα, καὶ ὅτι δοκεῖ φρεσὶ μαινομέναις αὐτὸν κατέχειν, καὶ ὅτι ἐπιτέλλουσιν ἀποίνων λῦσαι αὐτὸν, ἁρπάζει πιθανῶς τὸν λόγον οἷα ἐχέφρων καὶ κατ' ἀγχίνοιαν προεσκεμμένος, καί φησιν ἅπερ ἂν καὶ ἄλλος τις ἐρεῖ ἐπὶ δώροις καταλαμβανόμενος "τῇδ' εἴη, ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο", μεταβουλευσάμενος ὁ ἥρως, ὡς εἰκός. Καὶ σημείωσαι καὶ νῦν ὡς ἐπὶ νεκροῦ ἐρρέθη τὸ "ἄγοιτο", καθὰ καὶ μετ' ὀλίγα τὸ "νεκρὸν ἄγοι προτὶ ἄστυ". Ἐν οἷς ὅρα καὶ ὅτι παθητικῶς τε "ἄγοιτο" εἶπε καὶ αὖθις "ἄγοι" ἐνεργητικῶς, καὶ ὡς τὰ δῶρα θυμοῦ πραϋντικά, καὶ ὡς ὁ φόβος τῶν κρειττόνων ὑπενδιδόναι ποιεῖ τοὺς ἀγριουμένους, καὶ ὡς ὁ διὰ μέσου καιρὸς μαλάττει τὴν ἐν τοῖς θυμουμένοις σκληρότητα, ὥστε ἀληθεύειν τὸν εἰπόντα ὅτι "χρόνος εὐμαρὴς θεός". Τὸ δὲ "τῇδε εἴη" ἀντὶ τοῦ ὑπάρχοι ἢ ἀντὶ τοῦ ἔρχοιτο. δῆλον γὰρ ὅτι ἐστὶν ἐνεστὼς εἴω, τὸ πορεύομαι, οὗ καὶ χρῆσις παρὰ τοῖς παλαιοῖς [880] προδεδήλωται, ἀφ' οὗ καὶ τὸ ἴον, ὅθεν ἡ μετοχὴ ἰών. ἐκ τοῦ τοιούτου δὲ εἴω καὶ ᾔειν ὑπερσυντέλικος ἀντὶ τοῦ ἦλθον, ὡς καὶ αὐτὸ προπαραδέδοται, καθὰ καὶ ἐκ τοῦ εἴδω τὸ ᾔδειν, ὅ ἐστιν ἠπιστάμην. [Ἀλλὰ τὸ τοιοῦτον μὲν "εἴη" δυσκόλως ἂν λογισθείη εὐκτικόν. ἔστι γὰρ μάλιστα ἐνεστῶτος θεματικοῦ καὶ σημαίνει τὸ ἔρχεται. κρεῖττον οὖν κανονίσαι αὐτὸ εἶμι, ὃ δηλοῖ τὸ πορεύομαι, ὃ καὶ αὐτὸ ἐκ τοῦ εἰρημένου εἴω γίνεται, ἵνα ᾖ ὥσπερ τίθημι τιθείς τιθέντος τιθείη, οὕτω καὶ εἶμι εἴς ἔντος εἴη.]

(v. 140) Ὅτι θείαν δηλοῖ κέλευσιν τὸ "εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει". ζήτει δὲ εἰ ταὐτὸν εἰπεῖν πρόφρονα θυμὸν καὶ ἐπίφρονα βουλήν.

(v. 141 s.) Ὅτι τὸ ναύσταθμον νηῶν ἄγυριν λέγει, ὅ ἐστιν ἄθροισιν, ἤ, ὡς εἰπεῖν, πανήγυριν. φησὶ γάρ "ὡς οἵ γ' ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς πολλὰ πρὸς ἀλλήλους ἀγόρευον". ταὐτὸν δὲ νηῶν ἄγυριν εἰπεῖν καὶ ἀγῶνα, ὡς δηλοῖ καὶ τὸ "νηῶν ἐν ἀγῶνι πεσόντα".

(v. 145-147) Ὅτι συνετοῦ μεσίτου τὸ μὴ θέλειν ζημιοῦν τὸν φίλον διὰ φιλίαν ἑτέρου. Ζεὺς γοῦν ὁ Ὁμηρικὸς κελεύει τὸν Πρίαμον δῶρα φέρειν Ἀχιλλεῖ, "ἅ κεν θυμὸν ἰήνῃ", ὡς εἴρηται, ἤγουν εὐφράνῃ, ἀπὸ τοῦ ἰαίνω, τὸ διαχέω. οὐ γὰρ, εἰ καὶ μέγας τὸ κράτος ὁ μέσος, εὖ ἔχει ζημιῶσαι τὸν Ἀχιλλέα διὰ τὸν Πρίαμον.

(v. 148-150) Ὅτι προεκτίθεται διὰ τοῦ Διὸς ὁ ποιητής, ὡς χρὴ τὸν Πρίαμον ἐς Ἀχιλλέως ἀπελθεῖν οἶον, τουτέστι μόνον. ὃ καὶ αὐτὸς περιφραστικῶς ἑρμηνεύων φησὶ "μηδέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. κῆρυξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ' ἰθύνῃ ἡμιόνους καὶ ἅμαξαν ἐΰτροχον", καὶ ἑξῆς. οὕτω γὰρ ἔκρινε δέον εἶναι ὁ [881] ποιητής, ἐπεὶ μηδεμία χρεία ἦν περιττότητος τῷ Πριάμῳ εἰς ἔργον ἀπιόντι, ἔνθα εἰ μὴ καὶ γέρων ἦν καὶ λύτρα ἦγεν, ἔδει πεζῇ αὐτὸν ἀπελθεῖν, ὡς ἂν καὶ λάθῃ τοὺς Ἑλληνικοὺς φύλακας. διὸ ἅρμα μὲν ζεύγνυσιν ἐν τοῖς ἑξῆς καὶ ἵππους ἄτερ ἡνιόχου, ταλαεργοὺς δὲ ἡμιόνους ὑπὸ ἅμαξαν ἄγειν ἐνταῦθα κελεύει τοῖς υἱοῖς εὔτροχον ἡμιονείην, ἣν ἐν τοῖς ἑξῆς ἐρεῖ καὶ ἀπήνην τετράκυκλον, ὅ ἐστι τετράτροχον, καὶ καλήν, πρωτοπαγέα, εὐξέστην, ᾗ μόνος κῆρυξ ἕπεται, νῦν μὲν λύτρα φερούσῃ, ὕστερον δὲ νεκροφορούσῃ.

(v. 148) Ἰστέον δὲ ὅτι ὧδε μὲν τό τις, φύσει βραχὺ ὄν, ἐκτείνεται ἄλλως πολυτρόπως λόγῳ κοινῆς συλλαβῆς, μετ' ὀλίγα δ' ἐν τῷ "κῆρύξ τίς τοι ἕποιτο" θέσει μακρὸν ἑτεροίως γίνεται. [(v. 149) Ἔτι ἰστέον καὶ ὅτι τὸ "γεραίτερος" ἀφοβίαν στερεοῖ τῷ γέροντι Πριάμῳ. εἰ γὰρ γέρων μὲν ἐκεῖνος, παραγγέλλεται δὲ καὶ γεραίτερον προσλαβέσθαι ἡνίοχον, οὐδαμοῦ ἄρα κίνδυνος ἔσται αὐτῷ. ἐκ τοῦ γεραιός δὲ ὁ γεραίτερος, συγκοπεὶς ἐκ τοῦ γεραιότερος. οὐ δήπου γὰρ ἐκ τοῦ γέρων γέγονε. μνηστέον δ' ἐνταῦθα καὶ ὅτι γέρων οὐ μόνον ἡλικίας ὄνομα τῆς κατ' ἄνθρωπον, ἀλλὰ καὶ ἀκάνθης ἐπάνθημα κατὰ τὸν Δειπνοσοφιστήν, ἐφ' ᾧ καὶ αἴνιγμα ἦν τὸ "κἂν γέρων ᾖ, ἄπτερος ὢν κοῦφον πέτεται". διὸ καὶ χαίρουσιν αὐτῷ παῖδες, φυσῶντες ὡς πέτεσθαι. ὁ δὲ τοιοῦτος γέρων ἀστείως καὶ πάππος ἐκλήθη, λευκῆς γήρειον ἀκάνθης ὢν κατὰ τὸν Ἄρατον. καὶ ἦν τῷ τοιούτῳ γηρείῳ εὐτράπελος ὁμωνυμία πρὸς τὸν κατὰ συγγένειαν πολιὸν πάππον, ἴσως δὲ καὶ τῆς πρὸς τὸν πάππαν, ἐξ οὗ τὸ παππάζειν προέγνωσται. οὐκοῦν ὁ τῆς ἀκάνθης γέρων ὁ καὶ πάππος ἐξάνθημα μὲν ἀκάνθης οἷον κινάρας καὶ τῶν τοιούτων διασαφητικῶς λέγεται, λευκῆς δὲ γήρειον ἀκάνθης ὁριστικῶς; ἐν οἷς τὸ γήρειον ἐκ τοῦ γῆρος [882] γίνεται οὐδετέρου ἑνικοῦ ὀνόματος ὁμοίως τῷ κῆτος κήτειος, κῆδος κήδειος, καὶ τοῖς τοιούτοις.]

(v. 152 s.) Ὅτι ἀσφαλοῦς πομπῆς εἰς ὁδὸν δηλωτικὸν τὸ "μηδέ τί οἱ θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν". εἰ δὲ καὶ λόγιος εἴη ὁ τῆς ὁδοῦ προάγων, εἰπεῖν ἁρμόσει καὶ τὸ "Ἀργεϊφόντην", ὃ δηλοῖ τὸν Ἑρμῆν λόγον, ἵνα ᾖ· τοῖον πομπὸν ὀπάσσομεν Ἀργεϊφόντην, ὃς ἄξει ἕως τοῦδε. Τὸ δὲ "μή οἱ θάνατος μελέτω φρεσίν" ἀλλαχοῦ [παραφραστικῶς] "μηδέ τί οἱ θάνατος καταθύμιος ἔστω" φησίν.

(v. 155 s.) Ὅτι ἀγαθοῦ ἐχθροῦ σέμνωμα τὸ "αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην", ἤγουν ἐς τὴν σκηνήν, "οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει".

(v. 157 s.) Ἔπαινος δὲ τελείου καὶ φιλοξένου ἀνδρὸς πρὸς Διὸς καὶ αὐτὸ περὶ Ἀχιλλέως ῥηθὲν τὸ "οὔτε γάρ ἐστ' ἄφρων, οὔτ' ἄσκοπος, οὔτ' ἀλιτήμων, ἀλλὰ μάλ' ἐνδυκέως", ἤγουν ἐπιμελῶς, ὡς προγέγραπται, "ἱκέτεω", ἤγουν ἱκέτου, "πεφιδήσεται ἀνδρός", καθότι αἰδοῖοι πανταχοῦ ὥσπερ οἱ ἁπλῶς ξένοι, οὕτω καὶ οἱ ἱκέται, ὁποῖος ἔσται καὶ ὁ Πρίαμος τῷ Ἀχιλλεῖ. ἐνταῦθα δὲ κατὰ τοὺς παλαιοὺς διέλαβεν ὁ ποιητὴς διὰ ταχέων, ὅθεν ἔρχονται εἰς τὸ ἀδικεῖν ἄνθρωποι· ἢ γὰρ δι' ἀσυνεσίαν, ὃ δηλοῦται διὰ τοῦ "ἄφρων", ἢ ἀκόντως, ὃ δηλοῖ Ὅμηρος διὰ τοῦ "ἄσκοπος", ὃ σημαίνει τὸν μὴ τοῦ συμφέροντος προνοούμενον κατὰ τὸν ἐΰσκοπον Ἑρμῆν, ἢ ἑκουσίως, ὃ διὰ τοῦ "ἀλιτήμων" ἐδήλωσεν, ἀλιτήμων γὰρ ὁ ἑκουσίως ἁμαρτάνων τοῦ δέοντος. τινὲς δὲ τὸ ἀλιτήμων ἀντὶ τοῦ ἀλιτάνευτος. διὸ καὶ ἐπάγει "ἀλλὰ μάλα ἐνδυκέως ἱκέτεω πεφιδήσεται". τίς δὲ ἡ φειδὼ αὕτη; "οὔτ' αὐτός", φησί, "κτενέει", καὶ τοὺς ἄλλους κωλύσει. προαναφώνησις δὲ Ὁμηρικὴ καὶ αὐτό, προεκτεθεῖσα μηδὲν δεινὸν πρὸς Ἀχιλλέως τὸν Πρίαμον πείσεσθαι. κάλλους δὲ σχῆμα ἡ κατὰ ἄρσιν καὶ θέσιν φράσις ἐν τῷ "οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους ἐρύξει". τὸ γὰρ κοινὸν ἦν "οὔτ' αὐτὸς κτενέει οὔτ' ἄλλον ἐάσει".

(v. 160-168) Ὅτι διασκευάζων Ὅμηρος τὸ ἐν τῇ πόλει πένθος ἐπὶ τῷ Ἕκτορί φησιν, ὡς ἡ Ἶρις ἐλθοῦσα "ἐς Πριάμου κίχεν", ἤγουν εὗρεν, "ἐνοπήν τε γόον τε. παῖδες μὲν πατέρ' ἀμφικαθήμενοι ἔνδοθεν αὐλῆς δάκρυσιν εἵματ' ἔφυρον, ὃ δ' ἐν μέσοισι [883] γεραιὸς ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος ἀμφὶ δὲ πολλὴ κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος, τήν ῥα", ἤγουν ἣν δή, "κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. θυγατέρες δ' ἀνὰ δώματ' ἰδὲ νυοὶ ὠδύροντο, τῶν μιμνησκόμεναι, οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ χερσὶν ὑπ' Ἀργείων κέατο ψυχὰς ὀλέσαντες". Καὶ σημείωσαι θρῆνον, Ἕκτορα πρόφασιν, καθ' ὁμοιότητα τοῦ "Πάτροκλον πρόφασιν". οὐ γὰρ ἐπὶ Ἕκτορι ἀλλὰ τοῖς πολλοῖς καὶ ἐσθλοῖς, τοῖς ἑαυτῶν δηλαδή, ἔκλαιον αἱ γυναῖκες.

(v. 162) Ὅρα δὲ τὸ "ἔφυρον" ἐνταῦθα. ὡς γὰρ χείλη αἵματι φύρεται, οὕτω καὶ εἵματα δάκρυσιν. οὐ πάνυ δὲ πολὺ ἐνταῦθα τὸ δάκρυον, καθάπερ ὅπου καὶ ψάμαθοι δεύοντο.

(v. 163) Τὸ δὲ "ἐντυπάς" ἀντὶ τοῦ ἐντυπωδῶς καὶ οἷον ἐντετυπωμένως τῷ ἱματίῳ, ὥστε δι' αὐτοῦ σώματος μόνον τύπον φαίνεσθαι καὶ διὰ τοῦ σκέποντος ὁρᾶσθαι τὸν τοῦ σκεπομένου τύπον. ἕτεροι δὲ οὕτω συντόμως φράζουσιν· ἐντυπάς· ἐν χρῷ, ἐντετυπωμένως ἐν ἱματίῳ, ὥστε δι' αὐτοῦ βλέπειν. ἔστι δὲ κατὰ τοὺς παλαιοὺς ἐπίρρημα ποιότητος τὸ ἐντυπάς, τῷ τόνῳ ὡς ἑκάς, ἀνδρακάς. κεκάλυπτο δὲ οὕτως ὁ γέρων τάχα μὲν καὶ ἐπεὶ ἄϋπνος ἦν, ἀφ' οὗ Ἕκτωρ τέθνηκε, μάλιστα δὲ διὰ τὸ πένθος οὕτω διάκειται. ὑπερβολὴν γάρ, φασί, πένθους ἀξίαν οὐχ' εὑρίσκων ὁ ποιητὴς τῷ γέροντι περιθεῖναι καλύπτει αὐτόν, καὶ οὐ μόνον σιγῶντα ποιεῖ, ἀλλὰ καὶ μηδὲ βλεπόμενον. ἐντεῦθεν, φασίν, ὁ Σικυώνιος γραφεὺς Σημάνθης τὴν ἐν Αὐλίδι γράφων σφαγὴν τῆς Ἰφιγενείας ἐκάλυψε τὸν Ἀγαμέμνονα, ὅπερ καὶ Αἰσχύλος μιμησάμενος τήν τε Νιόβην καὶ ἄλλα πρόσωπα ὁμοίως ἐσχημάτισε, σκωπτόμενος μὲν ὑπὸ τοῦ Κωμικοῦ, ἐπαινούμενος δὲ ἄλλως διὰ τὸ τῆς μιμήσεως ἀξιόχρεων. οὐ γὰρ μόνον βλέπεσθαι ἀπαξιοῖ ὁ ἐν ἄκρᾳ θλίψει, ἀλλ' οὐδὲ βλέπει, ὡς οἷα νύκτερον βίον αἱρούμενος ἢ καὶ ὑπόγαιον. διὸ καὶ τῇ κεφαλῇ κόπρος ἐπαμᾶται τῷ γέροντι πρὸς τύπον ἐπιταφίου κόνεως καὶ οὐδὲ αὐτῆς αἱρετῆς τοῖς πλείοσι.

(v. 164) Τὸ δὲ "τοῖο γέροντος" ἢ τούτου τοῦ γέροντος, ἢ [884] μᾶλλον ἀντὶ τοῦ "τοῦ γέροντος", ἵνα ᾖ ἄρθρον τὸ τοῖο καὶ μὴ ἀντωνυμία.

(v. 165) Τὸ δὲ "καταμήσατο χερσίν" ἀντὶ τοῦ συνῆξε ταῖς δραξί, κατὰ μίμησιν τῶν ἀμώντων. Ἰστέον δὲ ὅτι Ὁμήρου ἐφ' ὅσον ἐχρῆν διασκευάσαντος τὸ κατὰ Πρίαμον πάθος, οἱ μεθ' Ὅμηρον καὶ κείρουσιν αὐτόν. ὅθεν καὶ πριαμωθῆναι τὸ ξυρηθῆναι. ἦν δέ, φασί, σκῶμμα, ἐπεὶ ὁ τραγικὸς Πρίαμος ξυρίας εἰσήγετο. δοκεῖ δὲ καὶ τὸ τοιοῦτον σύνηθες εἶναι τοῖς παλαιοῖς, ὡς δηλοῖ καὶ τὸ "δεσπότου κειραμένου".

(v. 171) Ὅτι Ἶρις μὲν λαλεῖ πρὸς Πρίαμον τυτθὸν φθεγξαμένη, ὡς μὴ καταπλήξῃ τὸν ἐντυπὰς καθήμενον, "τὸν δὲ τρόμος ἔλλαβε γυῖα". τοιοῦτον γὰρ ψυχὴ προπεπονθυῖα, εὐθορύβητος καὶ ἐν τοῖς τυχοῦσιν οὖσα.

(v. 171-173) Τῶν δὲ τῆς Ἴριδος θαρσοποιὸν τὸ "θάρσει, Δαρδανίδη, φρεσί, μηδέ τι τάρβει· οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ' ἱκάνω", ἀντὶ τοῦ ἐνταῦθα, ὡς καὶ ἐν Ὀδυσσείᾳ κεῖται, "ἀλλ' ἀγαθὰ φρονέουσα".

(v. 172) Καὶ ὅρα ὅτι ἕτερον τὸ "κακοσσόμενος", καὶ ἕτερον τὸ "κακὸν ὀσσομένη". ἐκεῖνο μὲν γὰρ τί δηλοῖ, προδεδήλωται. τὸ δὲ "κακὸν ὀσσομένη" ἀντὶ τοῦ "προλέγουσα κακόν". [Σημείωσαι δ' ἐνταῦθα, ὅτι τε γυῖα Πριάμου τὰ καθ' ὅλον αὐτοῦ τὸ σῶμα ἔφη, καὶ ὅτι ἐν ἄλλοις ἡ λέξις ἐπὶ ποδῶν τε ἰδιάζεται καὶ ἔτι ἐπὶ χειρῶν μόνων, ὅτε καὶ ἐγγυαλίζειν νοεῖται τὸ παρέχειν καὶ ἐν χερσὶ διδόναι, καὶ ἡ ἐγγύη γίνεται ἐν γυίοις, ὅ ἐστι χερσί, τιθεῖσα τὸ πρᾶγμα τῷ δεχομένῳ τὸν ἐγγυητὴν καὶ οὕτως ὀχυρὸν ποιοῦσα τὸ συνάλλαγμα, ὡς εἰ καὶ [885] ἐνέχυρα ἐκεῖνος ἐχειρίζετο, καὶ ὅτι ἡ τῆς Ἴριδος εἰς τὸν Πρίαμον πάροδος ἀγγελίαν συνήθως δηλοῖ, δηλώσασαν τῷ γέροντι βασιλεῖ ὅτι, ὡς εἰκός, ὁ Ἀχιλλεὺς ὑπομαλαχθεὶς ἕτοιμος λύσασθαι δώρων τὸν Ἕκτορα. διὸ καὶ ὁ γέρων κατὰ τὴν τοιαύτην ἄγγελον ποιήσει τὰ εἰρησόμενα ἐν τοῖς ἐφεξῆς. καὶ ἔστιν ἐνταῦθα λογίσασθαι ὅτι τὸ "οὐδ' ἀπέλυσεν Ἕκτορα" ὁ Ἀχιλλεύς, ὃ φθάσας ὁ Ζεὺς ᾐτιάσατο ἐπὶ τῷ Ἀχιλλεῖ, προαναφώνησις ἦν τις, ἐμφαίνουσα ὡς μικρὸν ὅσον λελύσεται ὁ Ἕκτωρ ὑπ' Ἀχιλλέως, αἰτίαν ἤδη σχόντος ὅτι μὴ πάλαι φθάσας τοῦτο ἐποίησεν.]

(v. 189 s.) Ὅτι ἐν τῷ "ἅμαξαν ὁπλίσαι ἠνώγει ἐΰτροχον", ὡς εἴρηται, ἡμιονείην, πείρινθα δὲ δῆσαι ἐπ' αὐτῆς", ὁπλίσαι μὲν λέγει συνήθως τὸ εὐτρεπίσαι, πείρινθα δὲ τὸ πλινθίον τὸ ἄνω τῆς ἁμάξης, ὅπου τὰ φορτία ἐπιτίθενται, ὃ καὶ ὑπερτερίη λέγεται διὰ τὸ ὑπερκεῖσθαι τοῦ ἄξονος. οἱ δὲ παλαιοὶ οὕτω φασί· πείρινθα, τὸ τετράγωνον πλινθίον τὸ ἄνω περιδούμενον ταῖς ἁμάξαις, πλεκόμενον ἀπὸ ῥιπῶν. ῥῖπες δέ, οἱ τῆς οἰσύας λύγοι, ὥστε εἶναι ῥίπινθα, καὶ μεταθέσει καὶ πλεονασμῷ τοῦ ε πείρινθα. ὁ δὲ Ξενοφῶν κάνναθρον αὐτό φησι. κάννη γὰρ ἡ ψίαθος. πλέγμα δὲ καὶ αὐτὸ ψιαθῶδες, συνέχειν φόρτον ἰσχῦον. δύναται δὲ καὶ ἀπὸ τοῦ περιθέειν γίνεσθαι, ἀφ' οὗ καὶ ὁ Πειρίθους, ἢ ἀπὸ τοῦ πέρας εἶναι τοῦ κατὰ ἅμαξαν ὕψους. περὶ δὲ τῆς τοιαύτης λέξεως κεῖταί τι καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.

(v. 191 s.) Ὅτι τὸν τοῦ Πριάμου θάλαμον "κηώεντα κέδρινον ὑψόροφον" λέγει, ὃς "γλήνεα πολλὰ κεχάνδει", ἤγουν πολλὰ ἐχώρει κειμήλια γλήνης ἄξια. γλήνη δέ, φασίν, οὐ μόνον ἡ τοῦ ὀφθαλμοῦ κόρη καὶ ἡ πρόσοψις, ἀλλὰ καὶ κηρία μελισσῶν, καὶ παίγνιον, οἱ δέ· τὸ οὐδενὸς ἄξιον. ὡς δὲ καὶ διὰ τοῦ ι γλίνη εὕρηταί που ὁ ῥύπος, ὅ ἐστι γλοιός, [886] ἕτεροι δηλοῦσιν. ἄλλοι δὲ γλήνεα ἑρμηνεύουσι τὰ ποικίλα, οἱ δέ τινες ζῴδια, καθά που ὑποδηλοῦται καὶ ἐν τῷ "τρίγληνα μορόεντα". Ἰστέον δὲ ὅτι καὶ ἄλλοι τῶν ποιητῶν τοὺς τῶν βασιλέων οἴκους ἐκ κεδρῶν ποιοῦσι διὰ τὸ τοῦ δένδρου ἄσηπτον καὶ εὐῶδες, ὅθεν καὶ "κεδρωταὶ παστάδες" παρά τινι. ἡ δὲ ὕστερον πολυτέλεια οὔπω τότε ἦν. τὰ μέντοι τοῦ Μενελάου εἶχόν τι τῆς μεταγενεστέρας περινοίας, ὡς ἐν τῇ Ὀδυσσείᾳ φαίνεται.

(v. 192) Τοῦ δὲ "κεχάνδει" ἐστὶ καὶ μετοχὴ τὸ "κεχανδότα πολλὰ καὶ ἐσθλά". φαίνεται δ' ἐκ τούτων, ὅτι ἐν τῷ "Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον" ἔχαδε δεῖ γράφειν ὡς δεύτερον ἀόριστον. εἰ γὰρ ἦν κέχαδεν, ὤφειλε καὶ αὐτὸ εἶναι διὰ τοῦ ν "κέχανδε" [καὶ γεννᾶν ὑπερσυντέλικον κεχάνδει.] Τοῦ δὲ γλήνεα ζητητέον εἴτε γλῆνος ἡ εὐθεῖα εἴτε μᾶλλον γλήνειον καὶ Ἰωνικῶς γλήνεον, ὡς δαιδάλειον δαιδάλεον, καὶ κήλειον κήλεον. [Τὸ δ' ὅμοιον ζητητέον καὶ περὶ τοῦ δήνεα, τὰ βουλεύματα.]

(v. 193) Ὅτι κοινοῦται τῇ Ἑκάβῃ ὁ γέρων Πρίαμος τὰ περὶ τῆς λύσεως τοῦ νεκροῦ Ἕκτορος. καὶ ἔστιν, ὡς καὶ οἱ παλαιοί φασιν, ἀνθρώπινον τὸ ἀνατίθεσθαι τὸ πρᾶγμα γυναικὶ κοινωνῷ τῶν παθημάτων. καὶ αὐτὸς μὲν ἤδη κέκρικε τὸ ποιητέον, ἐρωτᾷ δὲ ὅμως, εἰ καὶ αὐτὴ ἐπὶ τοῖς δεδογμένοις σύμψηφός ἐστιν. ἡ δὲ ποθεῖ μὲν καὶ τὸν υἱόν, ἀδύνατον δὲ νομίζουσα ἐκεῖνον κομίσασθαι κωλύει τὴν ὁδόν, ἵνα μὴ προσαποβαλεῖται καὶ Πρίαμον. ὁ δ' οὐ πείθεται, κρίνας καθάπαξ, ὃ ποιήσει, ὡς ὁ Ζεὺς ἐκέλευσεν, ὁ παρ' αὐτῷ δηλαδὴ νοῦς, ἤδη δὲ καὶ ὡς ἡ Ἶρις ἐδήλωσε, φήμη τις δηλαδὴ ἀγγείλασα, ὡς εἰκός, ὅτι δῶρα λαβὼν Ἀχιλλεὺς λύσεται τὸν Ἕκτορα.

(v. 197-199) Ἔστι δὲ ἡ μὲν ἐρώτησις τοῦ Πριάμου τοιαύτη "ἀλλ' ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; αἰνῶς γάρ με αὐτόν γε μένος καὶ θυμὸς ἀνώγει κεῖσ' ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν", ἤγουν εἰς [887] τὸν Ἑλληνικὸν στρατόν. καὶ οὕτω μὲν αὐτός.

(v. 200-216) Ἡ δὲ γυνὴ ταῦτα μαθοῦσα "κώκυσε", καὶ "ὤμοι" φησὶ "πῇ δή τοι φρένες οἴχονθ', ᾗς", ἤγουν αἷς, "τὸ πάρος περ ἔκλεο", τουτέστιν ἐδοξάζου, "ἐπ' ἀνθρώπους ξείνους ἠδ' οἷσιν ἀνάσσεις; πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος ἀνδρὸς ἐς ὀφθαλμούς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς υἱέας ἐξενάριξε; σιδήρειον νύ τοι ἦτορ. εἰ γάρ σ' αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅδε, οὔ σ' ἐλεήσει, οὐδέ τί σ' αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν ἥμενοι ἐν μεγάρῳ. τῷ δ' ὥς ποθι μοῖρα κραταιὴ γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή", ἤγουν τῷ δὲ Ἕκτορι οὕτω που ἦν ἐκ γενετῆς πεπρωμένον. πῶς οὕτω; "ἀργίποδας κύνας ἆσαι", ὅ ἐστι κορέσαι, "ἑῶν ἀπάνευθεν τοκήων ἀνδρὶ παρὰ κρατερῷ. τοῦ δ' ἐγὼ μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα. τότ' ἄντιτα ἔργα γένοιτο παιδὸς ἐμοῦ. ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων ἑσταότα, οὔτε φόβου μεμνημένον οὔτ' ἀλεωρῆς". καὶ ἔστιν ὁ τῆς γραὸς λόγος κεκραμένος ἀποτροπῇ τοῦ ἀνδρὸς οἴκτῳ τοῦ παιδὸς καὶ χόλῳ κατὰ ἐχθροῦ. Ἔνθα ὅρα ὅτι Ἑκάβη μὲν ὡς καὶ γυνὴ καὶ πρεσβῦτις καὶ μήτηρ ἀγαθοῦ τέκνου, καὶ οὐ μόνον ἀναιρεθέντος ἀλλὰ καὶ ἀτάφου αἰκιζομένου, εἰ καὶ ἀγριώτερον λαλεῖ καὶ οὐ φαγεῖν ἁπλῶς ἐθέλει ἀλλὰ ἐν παρατάσει ἐσθίειν, καὶ οὐ λαβοῦσα, ἀλλ' αὐτῷ προσφῦσα τὸ στόμα τῷ ἥπατι ὡς εἴ τι σαρκοφάγον θηρίον, εὐπαράδεκτός ἐστιν ὅμως καὶ ἡ ὑπερβολὴ πιθανή. προείληπται γὰρ τὸ κατ' αὐτὴν ὑπερπαθές. Ἀχιλλεὺς δέ, εἴπερ φθάσας οὕτως εἶπεν, ἀσύγγνωστος ἂν ἦν. διὸ οὐ τοιαῦτα ἐπὶ τῷ ἐχθρῷ ἐλάλησεν Ἕκτορι, ἀλλ' αὐτὸ τοῦτο εὔξατο, γενέσθαι οἱ ἐπιθυμίαν γεύσασθαι τῶν τοῦ Ἕκτορος σαρκῶν, ὡς μὴ ἔχοντι αὐτὸ δι' ἐφέσεως [καὶ οὐδὲ σαρκῶν ἁπλῶς φαγεῖν, ἀλλὰ τῶν ἐντοσθίων κορέσασθαι, ὡς εἴπερ σπλάγχνα ἱερείου ἐπεθύμει φαγεῖν. ἐξ ὧν ἀστείως ὁ Κωμικὸς Πλάτων ἔφη κατὰ τὴν τοῦ Δειπνοσοφιστοῦ ἱστορίαν τὸ "ἄγευστος, ἄσπλαγχνος, ἀπλάκουντος, ἀλιβάνωτος". δῆλον οὖν ὡς κἀνταῦθα πάνυ Ἀχιλλέως ἀγριωτέρα ἡ γραῦς αὕτη. ὁ μὲν γὰρ οὐδέν τι πλέον ἑλκυσμοῦ εἰς τὸν Ἕκτορα πλημελεῖ. σῷον γοῦν ἐκεῖνον ἀπολύσει, αὐτὴ δὲ ἀναρρῆξαι τὸν ἥρωα ἐθέλει, ὡς [888] ἂν τῶν ἐντὸς αὐτοῦ ἐμφάγοι. Μύσος δὲ τοιαύτης κρεωφαγίας ἐν τοῖς ὕστερον καὶ ἐκ τῶν κατὰ τὸν κακὸν Διονύσιον, οὗ γυναῖκα καὶ τέκνα λαβόντες ὑποχείρια οἱ ἑσπέριοι Λοκροὶ καὶ ἐνακολασταίνοντες αὐτοῖς, ἐπεὶ τῆς ὕβρεως πλήρεις ἦσαν, κεντοῦντες, φασίν, ὑπὸ τοὺς τῶν χειρῶν ὄνυχας βελόναις ἀνεῖλον, εἶτα τὰ μὲν ὀστᾶ ἐν ὅλμοις κατέκοψαν, καταλέσαντες αὐτῶν τὰς σάρκας, τὰ δὲ λοιπὰ κρέα νεμησάμενοι ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν. εἰ δὲ δεινὸν καὶ ὁ ἀλλαχοῦ δηλωθεὶς Μιλήσιος ἀλοητὸς καὶ ἡ καταπίττωσις, ἀλλὰ τοῦτο θηριωδέστερον διὰ τὴν κρεωβορίαν.] Ὅρα δὲ καὶ ὅτι ὡς μήτηρ ἐπέκρυψε τὸν τοῦ υἱοῦ ψόγον. ὁ μὲν γὰρ τρὶς περιέδραμε τὴν Ἴλιον φεύγων, ἡ δὲ ταῦτα μὲν σιγᾷ, τῆς δὲ ὕστερον ἀντιστάσεως μέμνηται, καθ' ἣν οὐκ ἔτι ἔφευγεν. ἡ δ' αὐτὴ καὶ ἐν τῷ "ἄπιστος ἀνὴρ ὅδε" ψεύδεται. ἀμάρτυρον γὰρ ἄπιστον εἶναι τὸν Ἀχιλλέα. Τρῶες μέντοι τοιοῦτοι καὶ οἱ Πριαμίδαι, καὶ αὐτὸς μάλιστα Ἕκτωρ, ᾧ παρὸν λῦσαι τὸν πόλεμον κατὰ τοὺς ὅρκους, ὡς προϊστόρηται, ὁ δὲ οὐκ ἐποίησεν οὕτως. ἡ δὲ καὶ εὐχομένη σχεῖν μέσον τὸ τοῦ Ἀχιλλέως ἧπαρ ἐφ' ᾧ ἀπεσθίειν οὐκ ἂν ἀληθῶς ὠμηστὴν λέγοι ἐκεῖνον τὸν μηδὲν τοιοῦτον ἐπὶ τῷ Ἕκτορι δράσαντα, [εὐξάμενον δὲ μόνον ἐπιθυμίαν ἐγγενέσθαι αὐτῷ ἀποταμνόμενον ὠμὰ κρέα ἔδμεναι τὰ τοῦ Ἕκτορος.] Εἴη δ' ἂν τὸ ἐκείνου ὀργίλον στοχαστικῶς χαρακτηρίζουσα ἐξ ἑαυτῆς. Σημείωσαι δὲ ὅτι καὶ Ἀχιλλεὺς ἐν τοῖς ἑξῆς, θαυμάσας τὴν τοῦ Πριάμου ὁδόν, ἐρεῖ τινα τῶν τῆς Ἑκάβης, οἷον τὸ "σιδήρειον νύ τοι ἦτορ", ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται, καὶ "πῶς ἔτλης ἐλθεῖν μόνος εἰς ἄνδρα, ὅς σοι πολλοὺς καὶ ἐσθλοὺς υἱοὺς ἐξενάριξα";

(v. 202) Ἰστέον δὲ ὅτι τοῦ "ἔκλεο", τουτέστιν ἐφημίζου, τὸ θέμα κλέω, ἀφ' οὗ τὸ κλεΐζω. χρῆσις δὲ αὐτοῦ σὺν τῷ ἰῶτα ἐν Ὀδυσσείᾳ, ἵνα ᾖ ὡς θέω θείω τὸ τρέχω, οἷον "θείειν ἀνέμοισιν ὁμοῖοι", οὕτω [889] καὶ κλέω κλείω. Τὸ δὲ "ἠδ' οἷσιν ἀνάσσεις" ἐξαλλαγὴν ἐποίησε σχήματος. ἦν γὰρ τὸ κοινὸν ἐπ' ἀνθρώπους ξείνους καὶ Τρῶας, ὧν δηλαδὴ ἀνάσσει ὁ Πρίαμος.

(v. 204) Τὸ δὲ "πολέας υἱούς" ἐπιτείνει τὴν δυστυχίαν τῇ προσθήκῃ τοῦ "καὶ ἐσθλούς". [Ὡς δὲ πολύτεκνος ὁ Πρίαμος, φανείται μὲν καὶ ἐν τοῖς ἑξῆς, ἐνταῦθα δὲ ῥητέον ὅτι, καθὰ ὁ Πρίαμος, πολλοὶ δὲ ὕστερον καὶ ἄλλοι. οὕτω πολυγύναιος παραδέδοται καὶ ὁ παλαιὸς Αἰγεύς, τήν τε τοῦ Ὅπλητος θυγατέρα σχὼν καὶ τὴν τοῦ Χαλκώδοντος γάμου νόμῳ, πολλαῖς δὲ καὶ ἄλλαις χωρὶς γάμων συνών. Αἴθραν τε γὰρ μετ' αὐτὰς ἔλαβεν, εἶτα Μήδειαν καὶ ἄλλας, τὰς μὲν ἐξ ἔρωτος, ἃς δ' ἐξ ἁρπαγῆς, φασί, καὶ νομίμων γάμων, ὡς Ἑλένην, Ἀριάδνην, Ἱππολύτην τὴν Ἀμαζόνα, Φαίδραν τὴν ἐκ Κρήτης. καὶ Φίλιππος δὲ ἐν τοῖς ὕστερον Φεραίαν μέν, φασίν, ἔγημε γυναῖκα, Νικησίπολιν, ἐξ ἧς αὐτῷ ἐγένετο Θετταλονίκη, καὶ Λαρισσαίαν Φίλινναν, ἧς ὁ περιᾳδόμενος Ἀρριδαῖος. προσεκτήσατο δέ, φασί, καὶ τὴν ἐκ Μολοττῶν Ὀλυμπιάδα, τὴν Ἀλεξάνδρου τοῦ μεγάλου καὶ Κλεοπάτρας μητέρα. δῆλον δὲ ὡς ἐν ἔτι νεότητι τὰς πολλὰς ἔσχε γυναῖκας ὁ νῦν γέρων Πρίαμος. ἄλλως γὰρ κατὰ τὸν ποιητὴν Θέογνιν οὐ σύμφορος γυνὴ νέα ἀνδρὶ γεραιῷ. οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, οὐδ' ἄγκυραν ἔχουσιν, ἀπορρήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα. τοῦτο δὲ προσφυὲς καὶ τοῖς κατὰ τὸν γέροντα Τιθωνὸν καὶ τὴν Ἠῶ, τὴν ἢ μυθευομένην ἢ κυριωνυμουμένην, μάλιστα δὲ τὴν τοῦ μύθου. οὐδ' αὐτὴ γὰρ ἀεὶ νεάζουσα προσήκοι ἂν ἐραστῇ πεμπέλῳ.]

(v. 205) Σιδήρειον δὲ ἦτορ νῦν μὲν τὸ στερρόν, οὗ δέος οὐχ' ἅπτεται, δηλοῖ δέ ποτε καὶ τὸ σκληρὸν καὶ ἄτεγκτον ὡς ἀνηλεές, [καθὰ καὶ ὁ προγεγραμμένος σιδήρειος θυμός.]

(v. 206) Τὸ δὲ "εἰ γάρ σ' αἱρήσει καὶ ἐσόψεται" σύγχυσιν λογισμοῦ δηλοῖ τῷ πρωθυστέρῳ σχηματισμῷ. πρῶτον γὰρ φύσει τὸ "ἐσόψεται", εἶτα τὸ "αἱρήσει".

(v. 207 s.) [890] Τὸ δὲ "οὔ σ' ἐλεήσει οὐδ' αἰδέσεται" καὶ Ἕκτωρ προλαβὼν εἶπε περὶ αὐτοῦ.

(v. 210) Τὸ δὲ "γεινομένῳ" ἐφερμηνεύων ἐπήγαγε τὸ "ὃν τέκον αὐτή". Τὸ δὲ κλῶσμα τοῦ λίνου τῆς Μοίρας τί ποτε δηλοῖ, ἀλλαχοῦ γέγραπται.

(v. 211) Τὸ δὲ "ἑῶν ἀπάνευθε τοκήων" γενναίως βούλεται κωλῦσαι τῆς ὁδοῦ τὸν γέροντα. εἰ γὰρ μεμοίραται ὀλέσθαι τὸν υἱὸν ἀπάνευθε τῶν αὑτοῦ, οὐδ' ἄρα ἐκείνους χρὴ ἀπελθεῖν ἔνθα ἐκεῖνος κεῖται.

(v. 212) Κρατερὸς δ' ἐνταῦθα οὐχ' οὕτως εἰς ἔπαινον, ὅσον μάλιστα εἰς ψόγον ὡς ἐπὶ βιαίου.

(v. 213) Τὸ δὲ "προσφῦσα" ὅμοιόν ἐστιν τῷ "ἐμφῦσα", ὅ ἐστιν ἐμπλακεῖσα, μᾶλλον δὲ ἐμφαντικώτερον ἐκείνου εἰς ἐπιθετικὴν ἐμπλοκήν. Τὸ δὲ "ἄντιτα ἔργα παιδὸς ἐμοῦ" ἀντὶ τοῦ ἀντίποινα, ἀντιτιμώρητα, ἀντίσηκα τοῦ Ἕκτορος φόνου. καὶ ἔστι χρήσιμον εἰς τὸ "τρεῖς ἑνὸς ἀντιπεφάσθαι". Καὶ ὅρα τὴν ἀντισήκωσιν. οὐ γὰρ ἀξιόχρεων ἡγεῖται, φασίν, ἀντιθανεῖν τὸν τοῦ ἐχθροῦ φονέα ἡ μήτηρ, εἰ μὴ καὶ τῶν σαρκῶν αὐτοῦ ἐμφάγοι.

(v. 214) Τὸ δὲ "ἐπεὶ οὔ ἑ κακιζόμενον κατέκτα" αἱ κοιναὶ ἤγουν αἱ πλείους ἐκδόσεις γράφουσιν "ἐπεὶ οὔ τι κακιζόμενον". δηλοῖ δὲ ὅτι οὐχ' ὁ τυχὼν ἦν οὐδὲ γύννις. πῶς γὰρ τοιοῦτος ὁ πρὸ τῶν πολιτῶν μόνος ἑστώς; αὔξεται οὖν, φασί, τὸ πάθος, εἰ ἀναξίως ὕβρισται, δέον ὂν μὴ οὕτω παθεῖν. τοιαῦτα δέ τινα καὶ Πρίαμος ἐρεῖ πρὸς Ἀχιλλέα, πεφεισμένως μέντοι, ἐν τῷ "τὸν δὲ σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης".

(v. 215) Τὸ δὲ "πρὸ Τρώων" καὶ ἑξῆς, εἰ γράφεται "πρὸς Τρώων" ‑ φέρεται γὰρ καὶ τοιαύτη γραφή ‑ δηλοῖ τὸ ἔμπροσθεν, ὡς καὶ ἐν ἄλλοις. Τὸ δὲ "βαθύκολπον" ὅτι ἐπὶ βαρβάρων τίθησιν ὁ ποιητής, προγέγραπται.

(v. 216) Τὴν δὲ ἀλεωρὴν διαστέλλει τοῦ φόβου, ἐπεὶ ὃ μὲν φυγὴν δηλοῖ, ἀλεωρὴ δὲ ἡ κατ' ἐπιτηδειότητα ἔκκλισίς ἐστι κατὰ τὸ "ἔγχος ἐμὸν ἄλευαι".

(v. 194) Ἰστέον δὲ καὶ ὅτι ὁ γέρων, λαλεῖν [891] τῇ Ἑκάβῃ ἀρξάμενος, δαιμονίην ἐκείνην αὐτίκα προσέφη, ὅ ἐστι δυστυχῆ, εἰπὼν "δαιμονίη, Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθεν".

(v. 218-224) Ὅτι ὁ διὰ θεῖον θάρρος μὴ πειθόμενος τῷ εἰς ἀγαθὸν ἔργον κωλύοντι ἐρεῖ ἂν "μή μ' ἐθέλοντ' ἰέναι κατερύκανε, μηδέ μοι ὄρνις ἐν μεγάροις κακὸς πέλευ· οὐδέ με πείσεις. εἰ μὲν γάρ τις μ' ἄλλος ἐπιχθονίων ἐκέλευε, ψεῦδός κε φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δ' αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην", ἤγουν καὶ ἀντικρὺ εἶδον, "εἶμι καὶ οὐχ' ἅλιον ἔπος ἔσσεται", ἢ "οὐχ' ἁλίη ὁδὸς ἔσσεται".

(v. 224-227) Πρίαμος δέ φησι ταῦτα πρὸς Ἑκάβην, ἐπάγων καὶ ὅτι "εἰ δέ μοι αἶσα τεθνᾶναι παρὰ νηυσὶν Ἀχαιῶν, βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς ἀγκὰς ἑλόντ' ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην", ἤγουν ἐπειδὰν ἐκπληρώσαιμι τὸν τοῦ κλαίειν ἔρωτα, καθ' ὁμοιότητα τοῦ "ἐδητύος ἐξ ἔρον ἕντο". διὸ καὶ δασύνεται τὸ "εἵην" ὡς ἐκεῖ τὸ "ἕντο", καθὰ καὶ ἀλλαχοῦ τὸ εἷναι ἐν τῷ "ἐξ ἔρον εἷναι".

(v. 220 s.) Ὁ δὲ γέρων καὶ μετὰ τὸ "εἰ γάρ τίς με ἄλλος ἐκέλευεν" ἐφερμηνεύων τίς ἂν εἴη ὁ ἄλλος, ἐπάγει "οἷοι", μᾶλλον δέ "ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες", προθεὶς μὲν καὶ νῦν, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ, τὸ γενικὸν τὸ μάντεις, ἐπαγαγὼν δὲ τὰ εἴδη, τὸ ἱερῆες καὶ τὸ θυοσκόοι, ὅπερ ἐκεῖ οὐκ ἐξεφώνησεν, ἕτερον εἶδος εἰπὼν τὸν ὀνειροπόλον. Εἰσὶ δὲ θυοσκόοι μὲν κατὰ τοὺς παλαιούς, περὶ ὧν δηλοῖ καὶ ἡ Ὀδύσσεια, οἱ διὰ τῶν ἐπιθυμιωμένων μαντευόμενοι, οἱ καὶ ἐμπυροσκόποι καὶ λιβανομάντεις, ἱερεῖς δὲ οἱ διὰ σπλάγχνων. θύη μὲν γάρ, φασί, τὰ θυμιάματα, ἱερὰ δὲ τὰ σπλάγχνα. καὶ ταῦτα μὲν οὕτως.

(v. 219) Τὸ δὲ "μή μοι ὄρνις κακὸς πέλευ", ἤγουν πέλε, ὅ ἐστι γίνου, καὶ παροιμιῶδες γέγονεν ἐν ἴσῳ τῷ "κακὸς οἰωνός". Ὅτι δὲ πᾶν σύμβολον μέλλοντος ὄρνις ὡς ἀπὸ μέρους ἐλέγετο, καὶ ὁ Κωμικὸς [892] ἐν Ὄρνισι δηλοῖ σαφέστατα. ὄρνις δὲ κακὸς ἡ Ἑκάβη τῷ ἀνδρί, διότι δυσφημεῖ καὶ κλαίει ἀπιόντος λύσασθαι τὸν υἱόν, ὅπερ ἐν τῷ περὶ ὀλολυγῆς λόγῳ ἀπαίσιον εἶναι δεδήλωται.

(v. 222) Τὸ δὲ "ψεῦδός κε φαῖμεν" καὶ ἑξῆς, φασὶν οἱ παλαιοὶ ἐνταῦθα μᾶλλον οἰκεῖον εἶναι ῥηθῆναι ἤπερ ἐν τῇ β΄ ῥαψῳδίᾳ. ἐκεῖ μὲν γὰρ ὁ στίχος εἶχεν ἀπορίαν, ἐνταῦθα δὲ ἀσφαλὴς ἡ ἔννοια. οὐ γὰρ οὕτω πειστέον ἑτέροις ὡς θεῷ αὐτῷ.

(v. 224-227) Σημείωσαι δὲ ὅτι, εἰ καὶ θαρρεῖ ἄλλως ὁ γέρων μὴ ἂν παθεῖν τι κακόν, ὅμως ἵνα παύσῃ τὴν Ἑκάβην, φησὶν ἀντιπαραστατικῶς ὡς, εἰ καί με χρὴ θανεῖν, πεσοῦμαι ἀγκὰς ἑλὼν ἐμὸν υἱὸν καὶ ἑξῆς, οὐχ' ἁπλῶς ἀποφηνάμενος ὁ γέρων, ἀλλ' εὐξάμενος οὕτω παθεῖν. καὶ ἔστι τὸ σχῆμα τοῦ λόγου ὅμοιόν τι τῷ "ἰδόντα με καὶ λίπῃ αἰών".

(v. 227) Ἐν τούτοις δὲ ὅρα καὶ τὸ "ἐμὸν υἱόν", δριμέως πρὸς ἐντροπὴν τῆς Ἑκάβης ῥηθέν. αὐτῆς γὰρ οὐκ ἂν εἴη τῆς κωλυούσης τὰ εἰς ἐκείνου τιμήν. καὶ οὕτω μὲν ἐνταῦθα. προϊὼν δὲ καὶ τὸν υἱὸν ἀποσεμνύνων ἀπονοσφίσει πως ἑαυτοῦ, εἰπὼν ἐκεῖνον ἐκ θεοῦ εἶναι, οὐχ' ἁπλῶς μέντοι, ἀλλ' ἐοικέναι.

(v. 224) Τὸ δὲ "εἶμι" ἀσυνδέτως εἰπὼν ὁ γέρων εἴποις ἂν ὡς αὐτίκα ὁρμᾶται. διὸ καὶ τὴν φράσιν τῷ ἔργῳ συνετρόχασεν.

(v. 227) Ὅρα δὲ καὶ ὅτι τὸ "ἀγκάς" κἀνταῦθα συνέσταλται κατὰ τὴν λήγουσαν, εἴτε ὄνομά ἐστιν εἴτε ἐπίρρημα.

(v. 228) Ὅτι τὸ ἀνοῖξαι κιβώτια οὕτω φράζει· "φωριαμῶν ἐπιθήματα κάλ' ἀνέῳγε". λέγει δὲ ἐπιθήματα τὰ πώματα, ἤτοι τὰ σκεπάσματα, παρὰ τὸ ἐπιθεῖναι, τὸ κλεῖσαι, κατὰ τὸ "ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι", ἢ μᾶλλον παρὰ τὸ ἐπιθεῖναι, ἤγουν ἐπάνω θεῖναι. μετ' ὀλίγα γοῦν ἐρεῖ "ταῦτά τε πάντ' ἐπιθεῖτε". ἐντεῦθεν δὲ μεταφορικῶς καὶ ἐπιθεῖναι τὸ ἐπιβαλεῖν, ὡς τὸ [893] "ἡμιτάλαντον ἐπιθήσω". Φωριαμὸς δὲ ἢ παρὰ τὸ αὐτόθι τὰ φάρη ἀμᾶσθαι, ὅ ἐστι συνάγεσθαι, ἢ διὰ τὸ τοὺς φῶρας ἀπείργειν. ὀξύνεται δὲ ἡ λέξις κανόνι τοιούτῳ. τὰ διὰ τοῦ αμος τριβράχεα, μὴ ἐπιθετικὰ ὄντα, βαρύνεται· κάλαμος, Πρίαμος, τὸ ἰταμός ἐπίθετον, τὸ ποταμός ἐκ τοῦ ποτασμός γέγονεν ἀφαιρέσει τοῦ σ. ἔτι δὲ τὰ ἔχοντα τὴν ἄρχουσαν μακρὰν θέσει βαρύνεται· ὄρχαμος, Τύρταμος, Πέργαμος. τὰ δὲ φύσει, εἰ μέν εἰσι κύρια, βαρύνεται· Πύραμος, Τεύταμος. εἰ δὲ μή, ὀξύνεται· χηραμός, οὐλαμός. οὕτω καὶ φωριαμός, ἡ κιβωτός.

(v. 229-235) Ὅτι τὰ ὑπὲρ Ἕκτορος δῶρα, ὅ ἐστι λύτρα, οὕτω μετρεῖ Ὅμηρος "ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλά, τόσσους δ' ἐπὶ τοῖσι χιτῶνας. χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, ἐκ δὲ δύ' αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες ἐξεσίηνδ' ἐλθόντι" ἢ "ἐξεσίην ἐλθόντι", "μέγα κτέρας". Καὶ ὅρα τὴν τοῦ σκεύους αὔξησιν. καλόν τε γὰρ αὐτὸ καὶ παλαιὸν κειμήλιον εἶναι δηλοῖ, καὶ ἐξεσίας, ἤτοι πρεσβείας, δῶρον, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ ἔθνους ὅλου δῶρον πρεσβεῖ βασιλεῖ. καὶ καλὰ μὲν καὶ τὰ ἄλλα, τοῦτο δὲ καὶ περικαλλὲς καὶ μέγα κτέρας, ὡς καὶ ἀπερείσια σὺν αὐτῷ τὰ ῥηθέντα δῶρα ῥηθῆναι ἐν τοῖς ἑξῆς. διὸ ἐπάγει πρὸς ἐξοχήν, ὡς οὐδὲ τούτου ὁ γέρων ἐφείσατο διὰ τὸν φίλον υἱόν.

(v. 235-237) Φησὶ γὰρ "οὐδέ νυ τοῦ περ φείσατ' ἐνὶ μεγάροις ὁ γέρων, περὶ δ' ἤθελε θυμῷ λύσασθαι φίλον υἱόν". [Καὶ ἔστιν ὅμοιον τοῦτο πρὸς τὸ "καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον", ἤγουν τὸν ἀργύρεον κρητῆρα, οὗ ποτε ὁ Πριαμίδης Λυκάων ἐξωνήθη. καὶ ἰδοὺ δέπας καὶ τοῦτο περιώνυμον, καθὰ καὶ κρατὴρ ἐκεῖνος.] Καὶ ὅρα ἐν τούτοις ὡς παρελάλησε μὲν ὁ ποιητὴς ἱστορίαν. ἀφῆκε δὲ διασκευάσαι αὐτήν. εἶχε μὲν γὰρ ἱστορῆσαι τὸ τῆς ἐξεσίας αἴτιον, ἀφῆκε δὲ εἰπεῖν, ὡς ἂν μὴ καὶ ἐγκόψῃ τὴν τοῦ λόγου συνέχειαν καὶ ὑπτιάσῃ τὸ ἐναγώνιον τῷ ἀφηγηματικῷ εἴδει ἔξω καιροῦ. εἴρηται δὲ ἐξεσία παρὰ τὴν ἕσιν, τὴν πέμψιν. ὡς γὰρ θήσω θεσία καὶ συνθεσία, καὶ θύσω θυσία, οὕτω καὶ παρὰ τὸν ἥσω δασυνόμενον μέλλοντα, ὡς δηλοῖ τὸ ἀφήσω καὶ μέμψω, ὡς τὸ "ἥσω γὰρ καὶ ἐγώ", ἑσία καὶ ἐξεσία ἡ εἰς πρεσβείαν ἔκπεμψις καὶ ἀποστολή. διό, φασι, καὶ Ἀρίσταρχος δασύνει τὴν λέξιν ἐν τῇ μέσῃ δηλαδὴ συλλαβῇ κατὰ παλαιὰν συνήθειαν, τὴν δηλωθεῖσαν καὶ ἀλλαχοῦ. [894] Νεοπτόλεμος δέ, φασίν, ὁ Παριανός, ψιλοῖ, ἀπὸ τοῦ ἐξιέναι. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἵημι ἥσω, ἐξ οὗ ὡς εἴρηται ἐξεσία, ἡ ἔκπεμψις, κεῖται καὶ ἐν τῇ λ΄ ῥαψῳδίᾳ τὸ ἐξέμεν ἀντὶ τοῦ ἐκπέμψαι. χρῆσις δὲ τῆς ἐξεσίας καὶ ἐν Ὀδυσσείᾳ. καὶ τοιαῦτα μὲν ταῦτα.

(v. 229) Πέπλοι δὲ γυναικεῖον φόρημα κατὰ τοὺς παλαιούς, ἃ ἐπερονῶντο αἱ γυναῖκες, οἳ καὶ ἑανοὶ ἐκαλοῦντο. δῆλον δὲ ὅτι καὶ ἐπὶ ἀρραφοῦς ὑφάσματος ἡ λέξις ἐλαμβάνετό ποτε, ἐτυμολογουμένη παρὰ τὸ διαπεπτάσθαι. τοιοῦτος γοῦν πέπλος δοκεῖ καὶ ἐν Ὀδυσσείᾳ τῷ Τηλεμάχῳ παρὰ τῆς Ἑλένης δεδόσθαι, καὶ τῇ Τρωϊκῇ δὲ Ἀθηνᾷ ὅμοιος ἐν γούνασι τεθῆναι. ὡς δὲ καὶ ταὐτόν τι πέπλος καὶ ἑανός, παραδηλοῦται ἀπὸ τοῦ ἐς φιάλην χρυσῆν τὰ τοῦ Πατρόκλου ὀστᾶ τεθέντα ἑανῷ λιτὶ καλυφθῆναι. ὁμοίως δὲ καὶ τὰ τοῦ Ἕκτορος πορφυρέοις πέπλοις ἐν τοῖς ἑξῆς κατατεθέντα εἰς χρυσῆν λάρνακα.

(v. 230) Αἱ δὲ χλαῖναι περιβλήματα, φασίν, ἦσαν κλίνης. ἐοίκασι δέ ποτε καὶ δεδιπλῶσθαι, ὡς ἂν πλέον χλιαίνοιεν. ὧν πρὸς διαστολὴν αἱ ἁπλοΐδες ἐνταῦθα εἴρηνται. Οἱ δὲ τάπητες πολλαχοῦ φαίνονται ὑποκεῖσθαι κατά τι εἶδος στρωμνῆς, ὁποῖα ἴσως καὶ τὰ καλούμενα ἐπεύχια. διὸ καὶ ἡ πολλὴ ἐτυμολογία ἐκ τοῦ πατεῖσθαι αὐτὰ παράγει. εἰ δέ τις μάθοι ἐν τοῖς ἑξῆς τὸ "δέμνια θεῖναι καὶ ῥήγεα ἐμβαλεῖν στορέσαι τ' ἐφύπερθε τάπητας" ἕτερόν τι νοήσει τοὺς τάπητας, οὓς οἱ παλαιοὶ μεταβολεῖς τῶν λέξεων ἓν πρὸς ἓν φράζοντες ἐφαπλώματα ἑρμηνεύουσι, συγκροτούμενοι ἐκ τοῦ "ἐφύπερθεν". καὶ ἀργεῖ ἐνταῦθα ἡ ἐκ τοῦ πατεῖν ἐτυμολογία. κρεῖττον δὲ ἢ ἐκ τοῦ θάλπω εἰπεῖν κατὰ τοὺς παλαιοὺς θάλπης, καὶ μεταθέσει Ἰωνικῇ καὶ ἐκβολῇ τοῦ λ, τάπης, ἢ ἐκ τοῦ ταφών, ὁ ἐκπλαγεὶς τάφης καὶ τάπης ὁ τὸν ὁρῶντα ἐκπλήττων. λέγονται δέ, φασίν, οἱ τάπητες καὶ δάπιδες παρὰ τὸ ἐν δαπέδῳ στρώνυσθαι.

(v. 231) Τὰ δὲ [895] φάρεα γυναικῶν τε καὶ ἀνδρῶν ἱμάτια.

(v. 232) Χιτῶνες δὲ ἀνδρεῖα ἐνδύματα, καθὰ καὶ ταῦτά φασιν οἱ παλαιοί.

(v. 232) Τὸ δὲ "στήσας" ἀντὶ τοῦ σταθμήσας ὡς πρὸς ἀκρίβειαν, ἵνα μὴ καὶ ψεύσηται τὸν σταθμὸν τυχὸν ἐρωτηθείς. ἐκ τούτου δὲ καὶ πρὸ τούτων τὸ "χθιζὸν ἀποστήσονται χρέος", ὡς προηρμήνευται, καὶ μεταστῆσαι ἐν Ὀδυσσείᾳ τὸ μεταλλάξαι εἴρηται μεταφορικῶς.

(v. 233) Αἴθωνες δὲ τρίποδες οἱ αἰθόμενοι, ὅ ἐστι λάμποντες ὡς γεγανωμένοι. οὐ γὰρ ἂν εἶεν ἀφιλότιμοι ὡς ἀπὸ πυρὸς αἰθομένου, τιμιώτεροι δὲ λεβήτων ὄντες ὑποδιπλασίονες ἐκείνων εἰσί.

(v. 234) Τὸ δὲ ῥηθὲν δέπας ἴσως ἂν χρυσοῦν ἦν, ὡς ἔστιν ἐκ τοῦ "περικαλλές" τεκμήρασθαι. χρυσοῦ γὰρ ἐν πολλοῖς ἐπίθετον τὸ καλόν. διὸ καὶ τὸ περικαλλές, ὅπερ ἐστὶ καλὸν λίαν, ὅθεν συγκοπὲν τὸ κάλλος ἐν δυσὶ λ προφέρεται. οὕτω δ' ἐπαγωγὸν φαίνεται τὸ ῥηθὲν δέπας, ὡς φυλαχθῆναι μέχρι καὶ νῦν τῷ γέροντι ἐν τοσαύταις δαπάναις ταῖς εἰς πόλεμον.

(v. 238) Ὅτι τὰς αἰθούσας οὐχ' ὑψηλάς τινας ἀλλὰ περί που τὴν αὐλὴν οὔσας ὁ ποιητὴς καὶ ἐνταῦθα δηλοῖ, λέγων ὅτι ὁ Πρίαμος Τρῶας "ἅπαντας αἰθούσης ἀπέεργεν" ἢ "ἀνέεργεν ἔπεσσιν αἰσχροῖσιν ἐνίπτων", ἤγουν ἐπιπλήττων. καὶ προϊὼν δέ φησι "ἐκ δ' ἔλασεν", ἤτοι ἐξῆλθεν ἔφιππος, "προθύροιο καὶ αἰθούσης", ἣν καὶ ἐρίδουπον συνήθως, ὡς καὶ ἐν Ὀδυσσείᾳ, λέγει διὰ τὸ ἐκκεῖσθαι ἀνέμοις καθὰ καὶ τὴν αὐλήν, περὶ ἣν ἡ αἴθουσα ἦν. καὶ ἡ αὐλὴ γὰρ ἀπὸ τοῦ ἄω τὸ πνέω, λέγεται. οἱ δὲ παλαιοί φασι καὶ ταῦτα· αἴθουσαι· αὐλῆς τειχία. Σικελοὶ δὲ τὴν αἴθουσαν αὔλειον θύραν φασί, Κύπριοι δὲ παστάδα ἀμφίθυρον. [Ἰστέον δὲ ὅτι τὸ "ἔπεσσ' αἰσχροῖσιν ἐνίπτων", ἐξ οὗ καὶ ἐνιπή, ἡ δι' αἰσχρολογίας ἐπίπληξις, γράφεται καὶ ἐνίσσων. καὶ ἔστι γλώσσης καὶ αὐτό, [896] ὁποίας καὶ τὸ πέπτω πέσσω, περὶ οὗ προγέγραπται.]

(v. 238-244) Ὅτι ἔπεσιν αἰσχροῖς ὁ γέρων τὸν λαὸν ἀπάγων ἑαυτοῦ φησιν "ἔρρετε λωβητῆρες, ἐλεγχέες, οὔ νυ καὶ ὑμῖν οἴκοι ἔνεστι γόος, ὅτι μ' ἤλθετε κηδήσοντες; ἢ οὔνεσθε", τουτέστιν ὀνεῖσθε, "ὅτι μοι θεὸς ἄλγε' ἔδωκε, παῖδ' ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες· ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσι δὴ ἔσεσθε κείνου τεθνειῶτος ἐναιρέμεν", ἤτοι φονεύεσθαι, ἢ μάλιστα· ῥᾴονες εἰς τὸ ἐναίρειν ἐκείνους δρῶντας τοῦτο ἐφ' ἡμῖν. Ἰστέον δὲ ὅτι τὸ μὲν "οὐχὶ καὶ ὑμῖν οἴκοι γόος" ἕως τοῦ "κηδήσοντες" ῥηθήσεται πρὸς τοὺς πενθεῖν τινα ἐρεθίζοντας ἐν τῷ ἀκαίρως συμπαθεῖν. Τὸ δὲ "ἀτὰρ γνώσεσθε" καὶ ἑξῆς, πρὸς τοὺς μὴ ἐξ ὀρθοῦ ἀχθομένους ἐπὶ ἀριστέως θανάτῳ. νοητέον δ' ἐν τούτοις ὡς γοῶντες ἦσαν οἱ Τρῶες ἐν τῇ βασιλικῇ αὐλῇ.

(v. 239) Λωβητῆρες δὲ ἢ οἱ λώβας ποιοῦντες ἢ οἱ λωβᾶσθαι ἄξιοι. αἰσχρὸν δὲ πάντως ἔπος τοῦτο, καθὰ καὶ τὸ "ἐλεγχέες", τουτέστιν αἰσχυντηλόν, ὑβριστικόν, ὡς ὁ ποιητὴς προεθεώρησεν.

(v. 239 s.) Ἡ δὲ ἔννοια τοῦ "οὐ καὶ ὑμῖν γόος" διπλῆ· οὐχὶ καὶ ὑμῖν οἴκαδε ἴδιός τις γόος ἐστί, καὶ διὰ τοῦτο ἥκετε λυπήσοντές με μᾶλλον ἢ συμπενθήσοντες, ἢ ὅτι οὐχὶ καὶ οἴκαδε γοήσεσθε τὸν Ἕκτορα ἕκαστος, ἀλλὰ παρ' ἐμοί; οἱ δὲ παλαιοὶ κάλλιον φράζουσιν οὕτως· οὐκ ἔχοντες πένθος ἐμὲ παραμυθεῖσθε, ἢ καὶ ἄλλως· ἐμοί, φησί, συμπαθήσοντες ἥκετε, οὐχὶ δὲ ἕκαστος ἴδιον ὁρίζεται πένθος τὸν θάνατον Ἕκτορος. βούλεται δέ, φασί, λέγειν ὡς δεῖ ἕκαστον οἴκοι μένοντα πενθεῖν τὸν Ἕκτορα.

(v. 241) Τὸ δὲ "κηδήσοντες" καὶ νῦν ἀντὶ τοῦ λυπήσοντες.

(v. 241) [897] Τὸ δὲ "οὔνεσθε" Ἰωνικόν ἐστιν ἀπὸ τοῦ ὀνῶ ὄνημι, οὗ παθητικὸν ὄναμαι ὄνασθε. Τὸ δὲ "ἄλγε' ἔδωκεν" οὐ πολλά τινα μετρεῖ κήδεα, στενοχωρεῖται δὲ εἰς μόνον τὸν μέγαν Ἕκτορα, ὡς δηλοῖ τὸ "παῖδα ὀλέσαι τὸν ἄριστον", οὗ τὸ ἐξοχικὸν μεγαλεῖον ἡ σὺν τῷ ἄρθρῳ δηλοῖ προφορά. οὐ γὰρ ἁπλῶς ἔφη "ἄριστον", ἀλλὰ καθ' ὑπεροχὴν "τὸν ἄριστον".

(v. 244-246) Ὅτι φιλοπάτριδος ἀνδρὸς λόγος τὸ "ἀτὰρ ἔγωγε πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω". Ὅτι πρὸ βραχέων μὲν αἰθούσης ἀνέεργεν ἢ ἀπέεργεν τοὺς Τρῶας ὁ Πρίαμος λόγοις αἰσχροῖς ἐπιπλήττων, ὑποκαταβὰς δὲ οὐκέτι λόγοις, ἀλλὰ σκήπτρῳ, ὡς εἰκός, ἀπείργει.

(v. 247) Φησὶ γὰρ "ἦ καὶ σκηπανίῳ", τῷ καὶ προερμηνευθέντι, "δίεπ' ἀνέρας", τουτέστιν, εὐθὺς μετὰ τοὺς λόγους ἐποίει ἔργον "οἳ δ' ἴσαν ἔξω", ἤγουν ἐξῆλθον, "σπερχομένοιο γέροντος". σεμνῶς δὲ τὸ διέπειν εἶπεν ὡς ἐπὶ βασιλέως. βούλεται γὰρ εἰπεῖν ἐδίωκεν ἢ ἔπληττε.

(v. 248) Τὸ δὲ "σπερχομένοιο" ἐνεργητικῶς νῦν ἐρρέθη ἀντὶ τοῦ σπέρχοντος καὶ κατεπείγοντος. ἴσως δὲ καὶ παθητικῶς δηλοῖ σεμνότητος λόγῳ τὸν τοῦ βασιλέως θυμόν.

(v. 249-251) Ὅτι κατάλογον λεληθότως Ὅμηρος ποιούμενος τῶν ὑπολελειμμένων τῷ Πριάμῳ παίδων ἔφη "ὃ δ' υἱάσιν οἷσιν ὁμόκλα νεικείων", οἵπερ ἦσαν Ἕλενος, Πάρις, Ἀγάθων, Πάμμων, ὃ συντεθὲν ποιεῖ τὸν πολυπάμμονα, ὅ ἐστι πολυθρέμμονα, Ἀντίφονος, Πολίτης, βοὴν ἀγαθός, Δηΐφοβος, Ἱππόθοος, καὶ Δῖος ἀγαυός, ἐννέα οὗτοι.

(v. 251) Ἐνταῦθα δὲ οἱ μὲν τὸ Δῖός φασιν κύριον, οἱ δὲ τὸ Ἀγαυός. νικᾷ δὲ εἶναι Δίου ἐπίθετον τὸ ἀγαυός. ἦν δέ, φασίν, ὡς ἱστορεῖ Φερεκύδης, νόθος Πριάμου υἱὸς ὁ Δῖος. Ἰστέον δὲ ὅτι ὡς τῷ μέτρῳ συνήνεγκεν, ἀπηριθμήσατο τοὺς παῖδας ὁ ποιητής. οὐ γὰρ ἂν ἕβδομον τὸν Δηΐφοβον ἔταξεν ὑπερτεροῦντα τῶν ἄλλων μετὰ τὸν Ἕκτορα, περὶ οὗ φασι καί, ὅτι Ἀλεξάνδρου πεσόντος Πρίαμος τὸν Ἑλένης γάμον ἔπαθλον ἔθετο τῷ τὴν μάχην ἀρίστῳ. Δηΐφοβος οὖν, γενναίως ἀγωνισάμενος, ἔσχεν αὐτὴν ἀριστεῖον μάχης. τῷ δ' αὐτῷ λόγῳ καὶ ἐφεξῆς τὸν Ἕκτορα ἐν τεθνεῶσιν υἱοῖς τρίτον ἔθηκε μετὰ Μήστορα ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην, ὅν φασιν ἵππους ἐν τῷ Θυμβραίῳ γυμνάζοντα λόγχῃ [898] πεσεῖν ὑπ' Ἀχιλλέως. Πλὴν σημείωσαι ὡς, εἰ καὶ τὸ μέτρον τρίτην τάξιν ἔνειμεν Ἕκτορι, ἀλλὰ τῷ ἐπαίνῳ πάντων ὑπερτέθειται τῶν τε ἀπόντων καὶ τῶν περιόντων. θεῷ γὰρ εἰκάσει αὐτόν, ὡς ῥηθήσεται. Ὅρα δὲ κἀνταῦθα τοὺς υἱοὺς Πριάμου τῷ ἐννέα μετρουμένους ἀριθμῷ, ὃν στέργειν δέδεικται ὁ ποιητὴς μάλιστα.

(v. 248) Ἐν δὲ τῷ "υἱάσιν οἷσιν" τὸ μὲν "υἱάσιν" ὁμοίως τοῖς συγγενικοῖς ἐσχημάτισται, τῷ πατράσι, μητράσι, θυγατράσιν. ἄλλως γὰρ "υἱεῦσιν" ἢ "υἱέσιν" ὤφειλεν εἶναι. Τὸ δὲ "οἷσιν", ἤγουν ἰδίοις, διαστολὴν ἔχει τῶν οἳ ἑτέρων πατέρων εἰσὶν υἱοί. Τὸ δὲ ὁμοκλᾶν καὶ νεικείειν ὅμοιόν ἐστι τῷ, ὡς ἐρρέθη, ἔπεσιν αἰσχροῖς ἐνίπτειν. [Ἄλλως δὲ τὸ νεικείειν εἶδός ἐστιν ὁμοκλῆς καὶ οὐκ αὐτόχρημα ὁμοκλή. ὁμοκλᾷ γοῦν τις καὶ ἀπειλῆς δίχα καὶ νείκους, ὡς δηλοῖ μετ' ὀλίγα τὸ "ὁμοκλήσας ἐκέλευσεν", εἰ μὴ ἄρα νεικεῖν ἐστι καὶ ἐκεῖνο.]

(v. 253 s.) Κακολογήσει γὰρ ὑβριστικῶς καὶ τοὺς ῥηθέντας υἱοὺς ὁ Πρίαμος εὐθὺς αὐτίκα, εἰπὼν "σπεύσατέ μοι, κακὰ τέκνα, κατηφόνες, αἴθ' ἅμα πάντες Ἕκτορος ὠφέλετε ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι". ὅπερ ὅμοιόν ἐστι τῷ "τρεῖς ἑνὸς ἀντιπεφάσθαι".

(v. 255 s.) Εἶτα οἰκτιζόμενος, ἃ δὴ πατρὶ χειρόνων παίδων ἁρμόττει ἐστερημένῳ τῶν κρειττόνων, φησὶν ἠθοποιητικῶς· "ὤμοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι".

(v. 257-262) Ἐν οἷς μετρήσας τὸν προρρηθέντα Μήστορα καὶ τὸν Τρωΐλον μετ' ἐπιθέτων σεμνῶν, ὡς προελέχθη, καὶ τὸν Ἕκτορα δὲ ἄνευ ἐπιθέτου, ὅμως ἄλλως αὐτὸν σεμνύνει, εἰπὼν "ὃς θεὸς ἔσκε μετ' ἀνδράσιν, οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. τοὺς μὲν ἀπώλεσ' Ἄρης, τὰ δ' ἐλέγχεα πάντα λέλειπται, ψεῦσταί τ' ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι, ἀρνῶν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες".

(v. 263 s.) Ἦν δὲ τὸ ἔργον, εἰς ὃ τοὺς υἱοὺς ἐπέσπευδεν, ἐφοπλίσαι ἅμαξαν καὶ ἐπιθεῖναι τὰ λύτρα, μικρὸν μὲν ὂν καὶ ἐλαφρόν, δριμέως δὲ ἐπιταχθὲν ἐν ὀλιγίστῳ. φησὶ γὰρ "οὐκ ἂν δή μοι ἅμαξαν ἐφοπλίσητε", ἢ "ἐφοπλίσαιτε τάχιστα, ταῦτά τε πάντ' ἐπιθεῖτε", τὰ πρὸ [899] ὀφθαλμῶν δηλαδὴ κείμενα δῶρα, "ἵνα πρήσσωμεν ὁδοῖο", τουτέστιν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ὁδεύσωμεν. Καὶ ὅρα ὅπως τόπον εὗρεν ὁ ποιητής, ἐν ᾧ εὐαφόρμως κατηγόρησε τῶν Πριαμιδῶν, χαρακτηρίσας αὐτοὺς σκωπτικῶς.

(v. 253) Εἰσὶ δὲ κατηφόνες μὲν οἱονεὶ αὐτόχρημα κατήφειαι. θηλυκὴ γὰρ ἡ προσηγορία κατὰ τὸν Ἀρίσταρχον. διασαφητικὸν δέ πώς ἐστι τοῦτο τοῦ "κακὰ τέκνα". [Καὶ ἄλλως δέ, κατηφόνες· καθ' ὧν φόνος ψηφιστέος, ἵνα ᾖ τὸ μὲν πρῶτον ἀναλόγως τῇ κατηφείᾳ, ὧν εἶναι χρὴ κάτω τὰ φάη ἐπικρυπτομένων τὸ βλέπεσθαι, τὸ δὲ δεύτερον, ὡς ἐκ τοῦ φῶ, τὸ φονεύω, ἵνα εἶεν κατηφόνες οἱ φόνου κατάξιοι. ἡρα ‑ ](v. 255) Τὸ δὲ "πανάποτμος" ταὐτὸν τῷ δυσάμμορος, περὶ οὗ ἀλλαχοῦ εἴρηται.

(v. 256) Τὸ δὲ "οὔ τινά φημι λελεῖφθαι" ἢ ἐνδοιάζει πιθανῶς κατὰ τὸ φημί, ἢ καὶ ἄλλως σεμνῶς εἴρηται κατὰ ἀπόφανσιν, ὡς οἷα τῶν ἄλλων μὴ προσλογιζομένων περιεῖναι. πολλαχοῦ δὲ καὶ οὕτω σχηματίζει ὁ ποιητής.

(v. 257) Σημείωσαι δὲ καὶ Μήστορα, τὸ κύριον, συστεῖλαν τὴν παραλήγουσαν. ἐπὶ δέ γε τοῦ βουλευτοῦ ἐκτείνεται, οἷον "μήστωρα φόβοιο".

(v. 258 s.) Ὅρα δὲ καὶ ὅτι πολλῶν υἱῶν θανόντων τῷ γέροντι τρεῖς ἐξῆρε τοὺς ῥηθέντας, καὶ ὅτι ἐπεὶ μέγα ἦν εἰπεῖν θεὸν ἐν ἀνδράσιν εἶναι τὸν Ἕκτορα, ἐμφαίνει εὐθὺς ὁ ποιητὴς δεῖν κἀνταῦθα προσυπακούειν συνήθως τὸ ὡς, ἵνα λέγῃ ὅτι ὡς θεὸς ἦν. διὸ ἐπάγει "οὐδὲ ἐῴκει θνητοῦ παῖς εἶναι, ἀλλὰ θεοῦ", ἠθικῶς, φασί, λέγων τὸν παῖδα κρείττονα τοῦ δοκεῖν ἐξ αὐτοῦ γεγεννῆσθαι. καὶ Ὅμηρος μὲν οὕτω ῥητορικῶς τε καὶ ἀσφαλῶς. οἱ δὲ μετ' αὐτὸν ἀναιδέστερον λέγοντες ἐξ Ἀπόλλωνος αὐτὸν σπερματίζουσι τὰ συνήθη παίζοντες μυθικά. περίφρασις δέ εἰσι τὰ εἰρημένα τοῦ ἀντίθεον καὶ τὸν Ἕκτορα εἶναι, καθὰ καὶ τὸν Μήστορα, πλατυνθεῖσα εἰς πλεῖον σέμνωμα τοῦ ἥρωος.

(v. 260) Τὸ δὲ "ἐλέγχεα" ταὐτόν ἐστι τῷ "ἐλεγχέες". σαφέστερον δὲ τούτου ἐκεῖνο. τὸ γὰρ "ἐλέγχεα" καὶ ποιότητός ἐστι δηλωτικόν ποτε.

(v. 261) Τὸ δὲ ψεῦσται ταὐτόν πως τῷ ἄπιστοι κατὰ τὸ "παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι". [900] [Ἐκ Πάριδος δὲ τοῦτο τὸ σκῶμμα καθήκει τοῖς ἀδελφοῖς, ὃς τοιοῦτος ἐφάνη τῷ Μενελάῳ κατὰ τὴν τοῦ Λυκόφρονος ἱστορίαν. μήποτε δὲ τοιοῦτος καὶ ὁ Ἕκτωρ καὶ πρὸ αὐτοῦ Πρίαμος καὶ οἱ ἀμφ' αὐτόν, οἳ μετὰ τὸ "νίκη μὲν δὴ φαίνεται Μενελάου" κατεπάτησαν τὰ πιστὰ ὅρκια.

(v. 262) Τὸ δὲ "ἀρνῶν καὶ ἐρίφων" τρυφήν τε ἄκραν δηλοῖ τῶν οὕτω ἁπαλοῖς χαιρόντων ἐδέσμασι, καὶ τὴν ἁρπαγὴν δὲ πιθανεύεται. τοιαῦτα γὰρ ζωΐδια ταχὺ καὶ ῥᾷον ἁρπάζονται. εἰκὸς δὲ ὠνειδίσθαι ταῦτα τοὺς Πριαμίδας καὶ ὡς ἀναλίσκοντας τὰ μὴ νενομισμένα τοῖς κατὰ Τροίαν, ἐπεί τοι καὶ Ἀθήνῃσι νενόμιστο, ἤγουν νόμος ἦν, ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτέ, φασί, τῆς τῶν ζῴων τούτων γενέσεως. ἐρίφων δὲ εὐφορία, εἴπερ που, ἐν τῇ νήσῳ Μήλῳ ἦν. περιᾴδονται γὰρ οἱ ἐκεῖσε ἔριφοι, ὡς ὁ Δειπνοσοφιστὴς καὶ τοῦτο ἱστορεῖ. Ἄπεκτον δὲ ἄρνα ἡ ἱστορία ἔφη τὸν μήπω πεχθέντα, ἤγουν καρέντα, καὶ εἰπεῖν κατὰ Θεόκριτον, ποκιχθέντα. ὅτι δὲ ὁμωνυμίας λόγῳ ἔριφοι ὠνομάσθησαν καί τι κατ' οὐρανὸν ἀστροθέτημα, δῆλον ἀπὸ λοπάδος, ἣν σεμνύνων τις παρὰ τῷ Δειπνοσοφιστῇ ἀστείως ἔφη τὸ "παρετέθη ὑπερήφανος ὄζουσα τῶν Ὡρῶν λοπάς, τὸ τοῦ πόλου παντὸς ἡμισφαίριον". ὃ καὶ κατασκευάζων ἐξ ὁμωνυμίας ἀστέρων πρὸς ζῷα ἐδώδιμα λοπάσιν ἑψόμενά φησιν ὡς ἅπαντ' ἐκεῖ ἐνῆν τὰ οὐρανία καλά, ἰχθῦς, ἔριφοι, σκορπίος, ἃ δηλαδὴ καὶ ἐν οὐρανῷ εἰσιν. εἶτα εἰπὼν ὡς "ὑπέφαινεν ᾤων ἡμίτομα τοὺς ἀστέρας", ἐπάγει περὶ ταύτης "ὁ πᾶς ἀγὼν ἐπ' ἐμὲ κατήντα. τὸ πέρας", ἤγουν ὕστερον, "οὐκ ἀνῆκα, ἕως τὴν λοπάδ' ὀρύττων ἀποδέδειχα κόσκινον". καὶ οὕτω μέν εἰσι καὶ οὐρανοῦ ἔριφοι. Τὸ δὲ "ὄζουσα Ὡρῶν" παραπεποιῆσθαι δοκεῖ ἐκ Θεοκρίτου, ὃς πλυθῆναί τι ἔφη πρὸς κράναις Ὡρᾶν, ἤγουν πρὸς ταῖς κρήναις αὐτῶν τῶν Ὡρῶν, ἃς κάλλος ἔστι νοεῖν, σεμνύνων ἐκεῖνος οὕτω τὸ καλῶς πλυθέν. Ὅμηρος δὲ μεγάλα λέγων πρὸς ὄγκον σεμνὸν ἄλλως ταῖς Ὥραις ἀνατίθησι τὰ οὐράνια, οὐ σμικρολογούμενος ταπεινῶς. ὅτι δὲ ὥρα καὶ ἐπὶ κάλλους λέγεται, δῆλον καὶ ἐκ τοῦ "ἐν Σάμῳ Ἀφροδίτην ἑταῖραι ἱδρύσαντο, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας". τοιοῦτον δέ τι καὶ τὸ "γυναῖκες αἱ ἐν ὥρᾳ". [901] ἴσως δὲ αὐτὸ καὶ χρόνον δηλοῖ, καθὸ καὶ ὡραῖαι γάμου αἱ αὐταὶ λέγονται, ὡς καὶ βότρυς ὡραῖος τρυγᾶσθαι. ἡ δὲ τοιαύτη ὥρα καὶ τὸ ὡρολογεῖν ποιεῖ καὶ τὸν ἐξ αὐτοῦ ὡρολογητήν, ὃν ὁ παρὰ τῷ Ἀθηναίῳ Τίμων λαβάργυρον ἔφη ὡς ἐπὶ μισθῷ ὡρολογοῦντα. καὶ οὕτω μὲν καὶ ταῦτα. Τὸ δὲ, ὡς ἐρρέθη, ἀρνῶν καὶ ἐρίφων ἐπιδήμιοι ἅρπαγες καὶ ἀναίδειαν καὶ θηριωδίαν καταλαλεῖ τῶν εἰρημένων Πριαμιδῶν. θῆρες γὰρ ἁρπακτῆρές εἰσιν, οἳ καὶ δημοτικοῖς ἐπιτίθενται ζῴοις, ὁποῖος καὶ ὁ τοῦ Ἀράτου μονόλυκος ὅτε λιμὸν καραδοκεῖ. Ὅτι δὲ σκῶμμα στρατιωτικόν ποτε καὶ τὸ λύκος, δηλοῖ καὶ Ἀθήναιος, ἔνθα ἱστορεῖ ὡς Γνάθαινα ἡ ἑταιρίς, ἐπεὶ δύο τινὲς αὐτὴν ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας, ὁμώνυμοι, ὡς ἔοικε, ποταμοῖς, καὶ ὁ στρατιώτης ἀναγωγότερον, ἤγουν ἀπαιδευτότερον, λάκκον αὐτὴν ὠνόμασε, πῶς ἔφη; καὶ αὐτίκα λύουσα ἡ αὐτὴ ἐπεῖπεν· ἢ ὅτι δύο ποταμοὶ ἐμβάλλετόν μοι ὁ Λύκος καὶ ὁ Μαστιγίας, σκώψασα ἐκείνη τὸν στρατιώτην μὲν τῷ τοῦ λύκου ὀνόματι, τὸν δὲ δοῦλον ἐραστὴν τῷ τοῦ μαστιγίου. ἐπορίσατο δὲ τὸ τῆς ἐμβολῆς τῶν δύο ποταμῶν εἰς ἕνα λάκκον ἡ Γνάθαινα νόημα ἐκ τῶν Ὁμηρικῶν δύο μεγάλων κρουνῶν, οἳ συμβάλλουσιν εἰς μίαν μισγάγκειαν. σοφὴ δὲ ἡ ῥηθεῖσα Γνάθαινα ὑποκοριζομένη καὶ εἰς Γναθαίνιον. ἧς ἀπομνημονεύεται καὶ ὅτι φαῦλον παλαιστὴν ὀνηλάτην ἀπειλήσαντα καταβαλεῖν γύναια σὺν τοῖς ὀναρίοις καὶ ταῖς ἀστράβαις, ἔσκωψεν εἰποῦσα ἰαμβικῶς· μὴ δῆτ', ἄνερ, οὐδέποτε γὰρ τοῦτ' ἔστι σοι πεπραγμένον, ἤγουν τὸ ῥῖψαί τινα.]

(v. 261) Τὸ δὲ "ὀρχησταὶ χοροιτυπίαις ἄριστοι" ἀντὶ τοῦ οὐκ ἐν πολέμῳ ὀρχησταί, οἷός που ἐν τοῖς πρὸ τούτων ἐρρέθη τις τῶν ἡρώων, οὐδὲ τὰ ἐνόπλια πυρριχίζοντες, [ὃ δὴ πολλάκις βασιλεῦσιν ἔργον ἦν ἡδύ. Ἀντιόχῳ γοῦν, βασιλεῖ τῷ μεγάλῳ, πρὸς ὅπλα τινὲς ὠρχοῦντο ἐν τῷ δείπνῳ,] ἀλλὰ τὰ ἐς χοροὺς ὀρχούμενοι. Ἐπιδήμιοι δὲ οἱ μὴ τὰ τῶν πολεμίων [902] ἀλλὰ τὰ τοῦ ἰδίου δήμου ἁρπάζοντες καὶ δημοβόρων δίκην ἀδικεῖν τοὺς οἰκείους γενναῖοι. ὅθεν παροιμία "οἴκοι λέοντες, ἐν δὲ μάχῃ ἀλώπεκες". [Λέγει δὲ καὶ ἡ καθωμιλημένη γλῶσσα τοὺς ἀτυχεστέρους τῶν ἀρχόντων ἰσχυροὺς εἶναι κατὰ τοῦ ὑπ' αὐτοὺς δήμου. Τὸ δὲ ἐπιδήμιον ἔγνωσται καὶ τοῖς Ἀσκληπιάδαις, ἐπὶ νοσημάτων μέντοι.] Τὸ δὲ ἁρπακτῆρες ποιηταῖς φίλη λέξις, καθὰ καὶ τὸ φυλακτῆρες, καὶ τὸ πρηκτήρ καὶ ῥητήρ καὶ θηρητήρ.

(v. 264) Τὸ δὲ "ἐπιθεῖτε" ἐκ τοῦ ἐπιθείητε συγκέκοπται, καὶ ἔστιν ἀκόλουθον τῷ ἐφοπλίσσαιτε εὐκτικῷ. οἱ δὲ γράφοντες "ἐπιθῆτε" διὰ τοῦ η ποιοῦσιν οὕτω πρὸς ἀκολουθίαν τοῦ "ἐφοπλίσσητε" κατὰ ἔγκλισιν ὑποτακτικήν. [Ἰστέον δὲ ὅτι ἐπιθεῖναι λέγεται καὶ τὸ προσθεῖναι, εἶτ' οὖν ἐπιβαλεῖν, ὡς καὶ προδεδήλωται ἐν τῷ τοῦ Πατρόκλου ἐπιταφίῳ ἀγῶνι, καὶ ἐξ αὐτοῦ παρὰ τοῖς ὕστερον ἐπιθήκη ἡ προσθήκη, οἷον ἐπιθήκη θαύματος ἢ ἐκπλήξεως. ἡ δ' αὐτὴ καὶ ἐπενθήκη. ἡ δὲ λέξις τῆς ἐπενθέσεως Γραμματικοῖς μάλιστα ἔγνωσται.]

(v. 265-278) Ὅτι θελήσας Ὅμηρος κατὰ συνήθη φιλοτιμίαν διασκευάσαι ζεῦγμα ἡμιονείας ἀπήνης φησὶν "ἐκ μὲν ἅμαξαν ἄειραν", οἱ Πριαμίδαι δηλαδή, "ἐΰτροχον, ἡμιονείην, καλήν, πρωτοπαγέα", ὥς που προεγράφη, "πείρινθα δὲ δῆσαν ἐπ' αὐτῆς", ὡς καὶ αὐτὸ προγέγραπται, οὐ τότε ποιηθὲν ὑπὸ τῶν Πριαμιδῶν, ἀλλ' ὅτε ὁμοκλῆς ἀκούσαντες ὑπέδεισαν "κὰδ δ' ἀπὸ πασσαλόφιν ζυγὸν ᾕρεον ἡμιόνειον, πύξινον, ὀμφαλόεν, εὖ οἰήκεσσιν ἀρηρός· ἐκ δ' ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ, ἐννεάπηχυ. καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ, πέζῃ ἐπὶ πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον· τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλόν, αὐτὰρ ἔπειτα ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ' ἔγναμψαν", ἤγουν ἔκαμψαν, "ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ' ἀπήνης νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα· ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, τοὺς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα". καὶ ταῦτα οὕτω διασκευάσας τὸ ζεῦγμα τῶν ἵππων οὐ πολυλογεῖ, ὡς ἀλλαχοῦ που καὶ περὶ τοιούτων λαλήσας,

(v. 279 s.) λέγει δὲ μόνον ὅτι "ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὁ γεραιὸς αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῳ ἐπὶ φάτνῃ".

(v. 281 s.) Καὶ "ζευγνύσθην", ἤγουν ἐζεύγνυον, τούτους "ἐν δώμασιν ὑψηλοῖσιν κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ [903] μήδε' ἔχοντες". Καὶ ὅρα ὡς κἀνταῦθα βασιλικοὶ ἄνδρες αὐτοδιακονοῦσι καὶ αὐτὸς ὁ βασιλεύς, ὡς ἡρωϊκὸς νενομοθέτητο βίος. Τὰ δὲ κατὰ μέρος τοῦ χωρίου τοιαῦτα.

(v. 266) Ἅμαξαν μὲν καὶ ἀπήνην εἰπεῖν, ταὐτόν ἐστιν. Ἀείρεται δέ, ὅ ἐστιν αἴρεται, ὑψοῦ βασταζομένη, ὡς ἐλαφροτέρα. τοιαῦται γάρ, ὡς εἰκός, αἱ ἡμιόνειαι, ὧν καὶ τὸ ζυγὸν ἀναλόγως εἶχε πρὸς ἐλαφρότητα. Τὸ δὲ ἐΰτροχος εὔκυκλος ἐν ἄλλοις λέγεται,

(v. 267) καλὴ δὲ ἡ ἄλλως τε, οἷα εἰκός, εὐειδής, καὶ διὰ τὸ πρωτοπαγὲς δέ, καθ' ὃ εἴη ἂν καλὴ καὶ ναῦς πρωτόπλοος. εὐπηγῆ δὲ εἰπὼν ἄνδρα ἐν Ὀδυσσείᾳ κατὰ χρείαν μέτρου ἐνταῦθα πρωτοπαγέα λέγει ἀπήνην διὰ τοῦ α.

(v. 268) Τὸ δὲ καθῄρεον ἐκ πασσάλου ἀντὶ τοῦ κατῆγον, κατεβίβαζον. εἴρηται δέ που ἡ λέξις οὕτω καὶ ἔνθα ὁ ποταμὸς καθῄρει τὸν Ἀχιλλέα. Τὸ δὲ "ἀπὸ πασσαλόφιν" συνήθως εἴρηται. πολλὰ γὰρ χρήσιμα πασσάλων ᾐώρηντο, ὡς ἐν Ὀδυσσείᾳ μάλιστα φαίνεται, εἰ καὶ οἱ μεθ' Ὅμηρον τὰ μὴ εὔχρηστα οὕτως αἰωρεῖσθαί φασι, καθὰ καὶ τὰ ὑπὲρ καπνοῦ, παροιμιωδῶς. [Δοκεῖ δὲ τοῦ πασσάλου προηγεῖσθαι ὁ πάσσος ἐκ τοῦ πήσσω ῥήματος, ἐκεῖθεν δὲ πλεονασμῷ μὲν τῆς αλ συλλαβῆς γενέσθαι πάσσαλος. ἄλλως δὲ καθ' ὑποκορισμὸν ὁ παρὰ τῷ Κωμικῷ πάσσαξ, οὗ γενικὴ πάσσακος.] Τὸ δὲ ζυγόν, καθὰ καὶ τὸ ζυγόδεσμον, οὐδετέρως φησὶ κατὰ γένους μεταπλασμόν, ὡς δηλοῖ τὸ ὀμφαλόεν καὶ τὸ ἀρηρός.

(v. 269) Τὸ δὲ "πύξινον" ἐστὶ μὲν καὶ πρὸς στερρότητα, ἔχει δέ τι καὶ κάλλους, βασιλικῇ πρέποντος ἀπήνῃ. οὐκ ἂν δὲ ζυγὸς βόειος τοιοῦτος εἴη. γίνεται δέ, [ὡς καὶ προερρέθη,] ὁ πύξος, ὅθεν καὶ τὸ πυκνόν· ἐκ τοῦ πτύσσω γὰρ πτύξω, ἐπειδὴ πάνυ πυκνὸν ξύλον τὸ πύξινον. ὡς δέ τις τῶν παλαιῶν ὠχρὸς τὴν ὄψιν πύξινος ἐσκώπτετο διὰ τὸ τῆς χρόας ὁμοιοειδές, ἀναλεκτέον ἐξ ἱστορίας. Ὀμφαλόεν δὲ τὸ ἢ κύκλους τινὰς [904] κοίλους ἔχον ὀμφαλοειδεῖς ἢ γλύμμα τι κοῖλον περὶ τὸ μέσον τοῦ ζυγοῦ, ὅπου οἱ ἱμάντες περιτίθενται, ὡς δηλοῖ τὸ "τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλόν", ὅ ἐστιν ἐπὶ τὸ μέσον τοῦ ζυγοῦ. οἱ δὲ ἀκριβέστεροι ὀμφαλόεν φασὶ τὸ ὑπεροχάς τινας ἔχον ἐν μέσῳ, αἷς οἱ ἱμάντες περιειλοῦνται, ἢ τὸ ἔχον μέσον ὀμφαλόν, ᾧ προσδεῖται ἱμᾶσιν ὁ ῥυμός. Οἴηκες δὲ νῦν ἢ κρίκοι τινὲς συνέχοντες τὸν ζυγόν, ἢ δι' ὧν ἐνείρονται αἱ τοὺς ἡμιόνους οἰακίζουσαι ἡνίαι. ὁμώνυμον ἄρα καὶ ὁ οἴαξ, οὐ μόνον κύριον ὂν καὶ ἐπὶ νηὸς δὲ λεγόμενον, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ἀπήνης.

(v. 270) Τὸ δὲ ζυγόδεσμον ἱμάς ἐστιν ἢ σχοινίον, ὅπερ Ὅμηρος κατὰ πάρεργον λόγου ὡς ἐκ παρόδου μετρῶν ἐννεάπηχυ εἶναί φησι.

(v. 272) Πέζαν δὲ ῥυμοῦ πρώτην τὸ ἄκρον φησίν, ᾧ ἐπίκειται ὁ ζυγός. λέγεται δὲ πέζα, ἐπεὶ κάτω καὶ αὐτὸ ἐπὶ γῆς γίνεται, ὅτε λυθῇ ὁ ῥυμός, ὃς οὕτω λέγεται παρὰ τὸ ῥύειν καὶ ἑλκύειν τὴν ἅμαξαν. Ὁ δὲ κρίκος ἐξ ὀνοματοποιΐας παρῆκται καὶ αὐτός, καθὰ καὶ ὁ κίρκος ὄρνις, τουτέστιν ἐκ τοῦ κρίζειν, οὗ ἡ χρῆσις παρὰ Μενάνδρῳ, οἷον "ἀλλὰ καὶ χαμαιτύπη κρίζει τις", ὅ ἐστι ποιόν τινα ἦχον ἀποτελεῖ, ἐξ οὗ καὶ "κρίγε" δεύτερος ἀόριστος καθ' ὁμοιότητα τοῦ ἤρυγε καὶ τῶν ὁμοίων. Ἕστωρ δὲ πάσσαλος τῷ ζυγῷ ἐνιέμενος, ἐν ἄκρῳ τῷ ῥυμῷ πεπηγώς, ἔνθα κρίκος ἐμβάλλεται καὶ τὸ ζυγόδεσμον ἀποδέδεται εἰς συνοχὴν τοῦ ζυγοῦ. τινὲς δὲ ἕστορα [905] εἶπον γλύμμα, ἤτοι κύκλωμα, ζυγοῦ, εἰς ὃ ὁ τῶν ζῴων ἐνίεται, ἤγουν ἐντίθεται, τράχηλος ἑκατέρωθεν. δασύνεται δὲ ὁ ἕστωρ ἀπὸ τοῦ ἵημι ἥσω καὶ τῆς ἐκεῖθεν γινομένης ἕσεως, ἤτοι ἐμβολῆς, ὁ ἐνιέμενος ἐπ' ἄκρῳ τοῦ ζυγοῦ, περὶ ὃν ὁ κρίκος ἐντίθεται. ἢ καὶ ἄλλως εἰπεῖν, ἕστωρ ἀπὸ τοῦ ἥσω, ἐξ οὗ καὶ ἧλος, ἵνα ᾖ ἕστωρ ὁ ἐνηλούμενος τῷ ζυγῷ. ἐν δὲ ῥητορικῷ Λεξικῷ γράφει οὕτως· ἕστωρ· σφήν, ἔμβολος, γόμφος ἢ πρῶτος τύλος τοῦ ῥυμοῦ ἢ κοίλωμα ζυγοῦ, ὑφ' ὃ ὁ τράχηλος.

(v. 273 s.) Τὸ δὲ "ἔδησαν" καὶ "κατέδησαν" διλογεῖται ὡς καίριον.

(v. 274) Γλωχῖνα δὲ κάμψαι φησὶ τὸ μετὰ δεσμὸν ὑποβαλεῖν τῇ καμπῇ τοῦ δεσμοῦ τὸ τοῦ ἱμάντος ἄκρον καὶ γωνιῶσαι αὐτό, ὡς ἂν εἴη εὔλυτον ὕστερον διὰ τῆς χυδαϊστὶ λεγομένης θηλέας. οἱ δὲ γλωχῖνά φασι τὴν ἐκ τοῦ ῥυμοῦ καὶ ζυγοῦ γωνίαν, ἔνθα κάμπτεται περὶ τὸν μέσον τοῦ ζυγοῦ ὀμφαλὸν τὸ ζυγόδεσμον. δηλοῖ δέ, φασί, καὶ γλωσσίδα τινά. [Γίνεται δὲ τὸ γνάμπτειν ἐκ τοῦ γόνυ καὶ τῆς κατ' αὐτὸ γωνίας, ὅτε κάμπτεται, ἵνα ᾖ γονάπτω, καὶ συγκοπῇ γνάπτω, καὶ πλεονασμῷ διὰ στομφασμὸν εὔφωνον γνάμπτω.]

(v. 275) Ἐΰξεστος δὲ ἀπήνη, καθὰ καὶ ἅρμα ἐΰξοον.

(v. 276) Τὸ δὲ "νήεον", ἤτοι συνῆγον, ἐσώρευον, πρωτότυπόν ἐστι τοῦ "παρενήνεον ἐν κανέοισιν". ἐξ αὐτοῦ δὲ καὶ τὸ "νῆα νηησάσθω", ἐν τοῖς πρὸ τούτων που εἴρηται, πρώτης ὂν συζυγίας τῶν περισπωμένων, ὡς φαίνεται. Ἡ δὲ Ἑκτορέη κεφαλὴ ἁπλοϊκῶς νῦν τὸν τοῦ Ἕκτορος φράζει νεκρόν. τὸ μέντοι "Τεῦκρε, φίλη κεφαλή" ἄλλην ἀγωγὴν ἔχει, οὗ πρὸς ὁμοιότητα "φίλτατον κάρα" φησὶ Σοφοκλῆς.

(v. 277) Τοῦ δὲ "ζεῦξαν" ὁ ἐνεστὼς τὸ ζεύγω οὐχ' εὕρηται χρηστόν, εὐχρηστεῖται δὲ ἀντ' αὐτοῦ τὸ [906] παράγωγον ζευγνύω. Κρατερώνυχες δὲ ἡμίονοι, ὡς ἀλλαχοῦ, ἵπποι χαλκόποδες. καὶ λύκοι δέ που κεῖνται κρατερώνυχες. Ἐντεσιουργοὶ δὲ ἡμίονοι οἱ ἐν ἔντεσιν ἐργαζόμενοι, τουτέστιν οἱ ἁμάξας ἕλκοντες καὶ μὴ ἁπλῶς νωτοφόροι. ἔντεα γὰρ παρὰ Πινδάρῳ τὰ ἅρματα. καὶ ἄλλως ἐντεσιουργοὺς λέγει τοὺς ἑτοίμους εἰς ἔργον. εἰ γὰρ ἡ ἅμαξα ὥπλισται, ὡς ἐρρέθη, εἶεν ἂν εἰς ἔργον ὡπλισμένοι καὶ αὐτοὶ διὰ τὸ συνώνυμα εἶναι τὰ ὅπλα καὶ τὰ ἔντεα. συντελεῖ δὲ ἐνταῦθα καὶ τὸ ἀλλαχοῦ ῥηθὲν "ἔντυεν ἵππους", ἤγουν εὐτρέπιζεν εἰς ἅρμα. ὅτι δὲ τὰ ἔντεα δοκεῖ δασύνειν τὴν ἀρχοῦσαν παρὰ τοῖς παλαιοῖς, δηλοῖ καὶ ὁ αὐθέντης, οὐχ' ὁ δεσπότης, ὥς φησιν Αἴλιος Διονύσιος, ἀλλ' ὁ αὐτοέντης καὶ αὐτοχειρίᾳ φονεύς, ὁ καὶ αὐτοφόντης.

(v. 278) Μυσοὺς δὲ ποίους ἐνταῦθα λέγει ὁ ποιητὴς, ἄδηλον, εἴτε Εὐρωπαίους, εἴτε Ἀσιανούς. ἐμφαίνει δὲ καὶ νῦν ὅτι ἔχων ἱστορίαν εἰπεῖν, παρίησιν, ὃ καὶ πρὸ ὀλίγου πεποίηκεν.

(v. 279 s.) Οἱ δὲ παρ' αὐτῷ τῷ γέροντι ἀτάλλοντες ἵπποι φίλιππον αὐτὸν παραδεικνύουσι καὶ ἐν γήρᾳ βαθεῖ. Ἡ δὲ εὔξεστος φάτνη ἄδηλον εἴπερ ἐκ λίθων ἢ ξύλων ἤσκηται, ἐπεὶ καὶ ἐπ' ἀμφοῖν τὸ ξέειν λέγεται, ὡς καὶ ὁ λιθοξόος δηλοῖ καὶ ἡ εὐξέστη ἀπήνη καὶ ὁ ξεστὸς δίφρος.

(v. 281) Ἐν δὲ τῷ "δώμασιν ὑψηλοῖσι" δοκεῖ παρέλκειν τὸ "ὑψηλοῖσι", τεθὲν πρὸς ἀναπλήρωσιν ἔπους. ἄλλως γὰρ οὐκ ἐν μετεώρῳ ἐπὶ ὑπερῴου ἵπποι ἐζεύγνυντο, ἀλλ' ἁπλῶς ἔσω οἴκου. Ἰστέον δὲ ὅτι καὶ ζεῦξαι καὶ ζεύξασθαι πολλαχοῦ λέγεται. καὶ ἐνταῦθα γοῦν "ζεῦξαν ἡμιόνους" φησὶ καὶ "ζευγνύσθην ἵππους".

(v. 282) Ἰστέον δὲ καὶ ὡς, ἐπεὶ φρονήσεως μάλιστα ἔδει τοῖς πρὸς Ἀχιλλέα πρεσβευσομένοις ὑπὲρ τοῦ Ἕκτορος, οὔτε νέους τινὰς Ὅμηρος πλάττει τούτους, ἀλλὰ καὶ φρόνησιν αὐτοῖς ἐπιμαρτύρεται κατ' ἐξαίρετον, εἰπών, ὡς προέκκειται, τὸ "κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες".

(v. 283-295) Ὅτι Ἑκάβη, μὴ πείσασα τὸν γέροντα, παραινεῖ σπείσαντα γοῦν τῷ Διῒ ἀπελθεῖν καὶ παρίσταται οἶνον ἔχουσα ἐν χειρὶ ὥς ποτε καὶ ἐπὶ Ἕκτορος, καὶ εὔχεσθαι ὑποτίθεται σπείσαντα, εἰποῦσα ταῦτα ἐν τῷ [907] στῆναι ἵππων προπάροιθεν "τῆ", ὅ ἐστι λάβε, ὡς καὶ προδεδήλωται, "σπεῖσον Διῒ πατρὶ καὶ εὔχεο οἴκαδ' ἱκέσθαι ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς ὀτρύνει ἐπὶ νῆας", ἱκέσθαι δηλαδή, "ἐμεῖο μὲν οὐκ ἐθελούσης. ἀλλ' εὔχευ", ἢ εὔχεο, "σύ γ' ἔπειτα" Διῒ "Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, αἴτει δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ", ἤγουν ἑαυτῷ, "φίλτατος οἰωνῶν, καὶ εὗ κράτος ἐστὶ μέγιστον, δεξιόν· ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας τῷ", ἤγουν αὐτῷ, "πίσυνος", τουτέστι θαρρῶν, "ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων".

(v. 2968) Ὡς εἴ γε μὴ τοῦτο, οὐ θέλει ἡ γραῦς ἐποτρῦναι αὐτὸν ἀπελθεῖν.

(v. 299301) Καὶ ὁ γέρων πείθεται, καὶ [εἰπὼν "ὦ γύναι, οὐ μέν τοι τόδ' ἐφιεμένῃ", τουτέστιν ἐντελλομένῃ, "σοι ἀπιθήσω", καὶ ἐπαγαγὼν γνωμικῶς τὸ "ἐσθλὸν γὰρ Διῒ χεῖρας ἀνασχέμεν", ἤγουν ἀνατεῖναι, "αἴ κ' ἐλεήσῃ", ὅπερ ἐστὶν "εἴ πως ἐλεήσῃ", ταὐτὸν ὂν τῷ "ὅπως ἐλεήσῃ".]

(v. 302-304) Εἶτα ὀτρύνει ἀμφίπολον ταμίην "χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον. ἣ δὲ παρέστη χέρνιβον, ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα".

(v. 305-313) Νιψάμενος δὲ καὶ δεξάμενος κύπελλον ἐκ τῆς Ἑκάβης εὔχεται μέσῳ στὰς ἕρκεϊ, λείβων οἶνον καὶ οὐρανὸν εἰσανιδών φησι "Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε", ὡς καὶ ἀλλαχοῦ κεῖται, "δός μ' ἐς Ἀχιλῆος φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν· πέμψον δ' οἰωνὸν ταχὺν ἄγγελον", καὶ ἑξῆς τοὺς τέσσαρας στίχους, ὡς ἡ Ἑκάβη ἐδίδαξε. καὶ ὁ Ζεὺς ὑπακούει καὶ στέλλει δεξιὸν οἰωνόν. Ἐν τούτοις δὲ δηλοῖ ὁ ποιητής, ὡς καὶ ἀλλαχοῦ, ταὐτὸν εἶναι λεῖψαι καὶ σπεῖσαι, ὡσαύτως καὶ δέπας καὶ κύπελλον.

(v. 289) Ἔχει δὲ καὶ τὸν μεν σύνδεσμον ἀναπόδοτον ἐν τῷ "ἐμεῖο μὲν οὐκ ἐθελούσης".

(v. 290 s.) Καὶ τὸν Ἰδαῖον δέ πως παρετυμολογῶν ὡς καὶ τῆς Ἴδης ἀπὸ τοῦ ἰδεῖν λεγομένης, ὃ ταὐτόν ἐστι τῷ ὁρᾶν, φησί· Διῒ Ἰδαίῳ, ὃς ὁρᾶται, ἤγουν καθορᾷ, πᾶσαν τὴν Τροίαν.

(v. 2835) Λέγει δὲ καὶ τὸν τῆς σπονδῆς οἶνον μελίφρονα, καὶ τὸ δέπας χρύσεον, κρατούμενον χειρὶ δεξιᾷ, εἰς ἀγαθὸν καὶ αὐτὸ οἰώνισμα. ἔφη γὰρ ὡς ἀγχίμολον ἦλθεν Ἑκάβη "οἶνον ἔχουσ' ἐν χειρὶ μελίφρονα δεξιτερῇφι χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε", [908] ὅ ἐστι σπείσαντες, "κιοίτην".

(v. 292) Οἰωνὸν δὲ καὶ νῦν λέγει οὐχ' ἁπλῶς πτηνόν, ἀλλὰ σύμβολον μέλλοντός τινος ἀγγελτικόν. διὸ καὶ ἐπάγει τὸ "ταχὺν ἄγγελον". ἔνθα τὸ "ταχύν" ἢ ὡς ἐπίθετον κεῖται πτηνοῦ, ἢ πρὸς ἔνδειξιν τοῦ χρῆναι ταχὺ καὶ αὐθωρὸν δοθῆναι τὸν αἰτούμενον ὄρνιν, [ὃς ὅτε Διὸς ἄγγελος λέγεται οἷα σημαίνων μόρσιμόν τι, ἐπεὶ καὶ εἰς μοῖραν μεταλαμβάνεται ὁ Ζεύς, οὐκ ἂν προσφυῶς ἐτυμολογοῖτο κατὰ τὸν κοινῶς λεγόμενον ὄρνιν, ἀλλὰ μάλιστα παρὰ τὸ εἴρω, τὸ ἀγγέλλω. ἄγγελος γὰρ ὑπόκειται Διὸς ὁ τοιοῦτος ὄρνις, ἵνα τὸ μὲν ο τῆς ἀρχούσης ἀντιπαρακέοιτο τῷ ψιλῷ ε τοῦ ῥήματος, ἤγουν τοῦ εἴρω, τὸ δὲ ν πλεονάζοι, ὡς καὶ ἐν ἄλλοις.] Ὅρα δὲ ὅτι ὀνειδισθεῖσα πρὸ ὀλίγων ἡ γραῦς ὄρνις κακὸς τῷ γέροντι πέλεσθαι, νῦν δι' ὧν παραινεῖ, ἀγαθὸς ὄρνις αὐτῷ γίνεται. αἰνίττεται δὲ τὸν ῥηθέντα οἰωνὸν εἰς ἀετόν. αὐτὸς γὰρ φίλτατος τῷ Διῒ ᾄδεται ἢ ὡς βασιλεύς, ἢ ὅτι κατὰ τὸν μῦθον τῇ αὐτῇ τῷ Διῒ ἐγγεννήθη ἡμέρᾳ, ἢ ὅτι ὁρμῶντι ἐπὶ βασιλείαν εὐτυχίας σύμβολον ἐμφανισθεὶς ἔφηνε τὸ μέλλον, ἢ ὅτι γεννηθέντα τὸν Δία εἰς οὐρανὸν ἀνεκόμισε. φέρεται δὲ μῦθος καὶ ὅτι Μέροψ Κῷος, ἀπαύστως τὴν γυναῖκα πενθῶν θανοῦσαν, ξενίσας Ῥέαν, μετεβλήθη εἰς ἀετόν. καὶ σύνεστιν ἀεὶ τῷ Διΐ. Αἰλιανὸς μέντοι λῃστήν ποτε γενόμενον μεταβληθῆναι εἰς ἀετὸν λέγει. διὸ καὶ γαμψώνυχον μὲν εἶναι θηρατικόν, ἐν γήρᾳ δὲ ἀχρειοῦσθαι τὸ ῥάμφος τῇ ἄγαν ἐπικάμψει, καὶ ἔχει ποινὴν τῆς ποτὲ θηριωδίας τὸν ἐν γήρᾳ λιμόν, ἤδη δὲ καὶ τὸν ἐκ κανθάρων πόλεμον, ὡς εὐθὺς μετ' ὀλίγα ῥηθήσεται. [Ἡ δὲ Βυζαντία Μοιρώ, ποιήτρια δὲ καὶ αὕτη, γράφει κατὰ τὴν τοῦ Ἀθηναίου ἱστορίαν ἐν τῷ περὶ διαλέκτων περὶ αἰετοῦ, ὡς ἐτρέφετο μὲν Ζεὺς ἐνὶ Κρήτῃ, "νέκταρ δ' ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων γαμφηλῇς φορέεσκε Διῒ μητιόεντι. τό", ἤγουν διό, "καὶ νικήσας Κρόνον εὐρύοπα Ζεὺς ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν", ἀστροθετηθέντα δηλαδή. "ὡς δ' αὔτως", φησί, "τρήρωσι πελειάσιν ὤπασε τιμήν, αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσιν", ὃ δὴ καὶ Ἡσιόδῳ δοκεῖ. Ὅρα δὲ ἐν τῷ "ὡς δ' αὔτως πελειάσιν ὤπασε τιμήν", ὅτι Ὁμήρῳ συμφωνεῖν ἡ Μοιρὼ ἐθέλει. ὡς γὰρ κατ' αὐτὴν ὁ ἀετός, οὕτω καθ' Ὅμηρον αἱ πελειάδες [909] ἀμβροσίαν φέρουσι τῷ Διΐ. διό, φασί, καὶ ἐν τῇ Ἀσπιδοποιΐᾳ τῶν ἄλλων ἄστρων τὰς Πλειάδας, ταὐτὸν δ' εἰπεῖν πελειάδας, προὔταξε διὰ τὸ πάντῃ ἐπίσημον, εἰπὼν "Πληϊάδας θ' Ὑάδας τε". καὶ τῶν ἄλλων δὲ πτηνῶν αὐτὰς ἐχώρισε κατά τι ἐξαίρετον ἐν τῷ "τῇ μέν τ' οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι". ὡς δὲ ταὐτίζονται πρός τινων πελειάδες καὶ Πλειάδες, δηλοῖ μὲν καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, ἐθέλων τὰς Πλειάδας ἀμβροσίαν τῷ Διῒ φέρειν. ἄσεμνον γάρ, φησί, τὰς Πελειάδας φέρειν αὐτό. ἔχει δέ τι γραφὲν περὶ αὐτῶν καὶ ἡ Νεστορίς, ταὐτὸν δ' εἰπεῖν, τὸ παρ' Ὁμήρῳ καλὸν ποτήριον τοῦ σοφοῦ Νέστορος. καὶ τοιαῦτα μὲν καὶ ταῦτα.]

(v. 293) Τὸ δὲ "φίλτατος" εἰς πλέον διασαφῶν ὁ ποιητής φησιν αὐτὸν ὑποκαταβὰς καὶ οἰκεῖον ἄγγελον τῷ Διΐ, εἰπὼν "εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον, οὐκ ἂν ἔγωγέ σ' ἔπειτα ἐποτρύνουσα κελοίμην νῆας ἐπ' Ἀργείων ἰέναι μάλα περ μεμαῶτα". [Τὸ δὲ "φίλτατος οἰωνῶν" οὐκ ἐξ ἀνάγκης οἰωνοὺς λέγει τοὺς μαντικοὺς συμβόλους, ἀλλ' ἴσως γενικῶς εἴρηται, ἵνα πάντων ὀρνέων φίλτατος ᾖ ὁ ἀετὸς τῷ Διΐ, ὃς καὶ στελεῖ τὸν γενικῷ λόγῳ οἰωνὸν ἀετόν, ὡς ἄλλως μαντικὸν οἰωνόν.]

(v. 293) Τὸ δὲ "καὶ εὖ κράτος ἐστὶ μέγιστον", ἤγουν οὗπερ ἀετοῦ ὡς βασιλικοῦ ζῴου πολλὴ ἰσχύς, γράφεται καὶ κατ' ἔγκλισιν "καί εὑ". καὶ ἦν μὲν φράσαι λειότερον "καί οἱ κράτος ἐστὶ μέγιστον", προεκρίθη δὲ τὸ ποιητικώτερον. γίνεται δέ, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, τὸ εὗ ὡς τὸ ἐμεῦ καὶ τὸ σεῦ.

(v. 294) Τὸ δὲ "δεξιόν" δῆλον ὅτι πανταχοῦ χρηστόν ἐστι καὶ αἴσιον. διὸ καὶ χειρί, ὡς ἐρρέθη, δεξιτερῇ τὸ δέπας Ἑκάβη ἔχει, καὶ οἰωνὸν δεξιὸν βούλεται. καὶ ὁ αἰτηθεὶς δὲ οἰωνὸς ἐφάνη "δεξιὸς ἀΐξας ὑπὲρ ἄστεος".

(v. 294) Τὸ δὲ "ὀφθαλμοῖς νοήσας" ἐδίδαξε ῥηθῆναι πρὸς τῶν ὕστερον τὸ "νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει".

(v. 303) Ὕδωρ δὲ ἀκήρατον τὸ καθαρὸν καὶ μὴ ἔχον κῆρά τινα, ᾧ λόγῳ καὶ οἶνος ἐν τῇ Ὀδυσσείᾳ ἀκηράσιος, καὶ κτήματα δὲ ἀκήρατα ἐκεῖ τὰ ἀκέραια.

(v. 304) Χέρνιβον δὲ Ὁμήρῳ μὲν ἀσυνήθως, ἅπαξ γὰρ νῦν εἶπεν, ἡμῖν [910] δὲ συνήθως τὸ χερόνιπτρον, ὡς παρασημειοῦνται καὶ οἱ παλαιοί, τουτέστι τὸ τοῦ ὑγροῦ ὑποδεκτικὸν ἀγγεῖον, ὃ λέβητα καλεῖν αὐτὸς εἴωθεν. ἄλλως μέντοι χέρνιβα λέγειν ἔθος αὐτῷ τὸ κατὰ χειρῶν διδόμενον ὕδωρ. Πρόχοος δὲ ὁ τὸ τοιοῦτον ὕδωρ χέων λέβης.

(v. 306) Μέσῳ δὲ ἵσταται ὁ γέρων ἕρκεϊ, ὡς ἴσως βωμοῦ ὄντος αὐτόθι Ἑρκείου Διός, ὁποῖός τις καὶ ἐν Ὀδυσσείᾳ κατὰ τὸν τοῦ Ὀδυσσέως οἶκόν ἐστι.

(v. 309) Τὸ δὲ "φίλον γενέσθαι καὶ ἐλεεινόν" καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν εὔχεται. αἰτεῖται δὲ ὁ γέρων ὡς μὲν ἐχθρὸς λύσιν ἔχθρας, ὡς δὲ δυστυχὴς ἐλέους τυχεῖν, ὃ καὶ εὑρίσκει. δικαία γὰρ εὐχὴ οὐ διαπίπτει παρὰ τῷ ποιητῇ. ἔστιν οὖν φίλος μὲν ἐνταῦθα ὁ μὴ ἐχθρῶς, φασί, προσδεχθείς, ἐλεεινὸς δὲ ὁ ἐλέους ἄξιος.

(v. 301) Ἐν δὲ τοῖς ῥηθεῖσι κεῖσθαι καὶ λόγος Πριάμου ἐφάνη ἐνδεικτικὸς εὐσεβοῦς ἤθους τὸ "ἐσθλὸν θεῷ χεῖρας ἀνασχεῖν", εἴ πως ἐλεήσει, παρῳδηθὲν βραχύ τι ἐκ τοῦ ποιητικοῦ. λέγει δὲ ὁ γέρων τοῦτο πρὸς Ἑκάβην ἐφιεμένην, ὅ ἐστιν ἐντελλομένην[, ὡς εἴρηται,] αὐτῷ τὰ περὶ σπονδῆς.

(v. 314-316) Ὅτι εὐξαμένου, ὡς ἐρρέθη, Πριάμου, αὐτίκα Ζεὺς "αἰετὸν ἧκε, τελειότατον πετεηνῶν, μόρφνον, θηρητῆρα, ὃν καὶ περκνὸν καλέουσι". τελειότατον δὲ λέγει τὸν ἐπιτελεστικώτατόν, φασίν, οἷς ἂν ὀφθείη Διὸς ἄγγελος, ἢ καὶ ἄλλως τὸν ἐν ἀξιώματι καὶ ὑπεροχῇ, ὡς εἴ τις καὶ λέοντα φῇ τελειότατον θηρῶν, ἤτοι βασιλικώτατον.

(v. 316) Μόρφνος δὲ τῷ μὲν τόνῳ βαρυτόνως ὡς ὕπνος. ἔστι δὲ οἷον μορόφονος ὡς φόνιος καὶ μόρου αἴτιος τοῖς ἄλλοις ὀρνέοις, ἢ μεμορημένος περὶ φόνον, ἢ μόρον φέρων· οἳ δὲ εὔμορφος· κατὰ δὲ ἑτέρους μέλας, παρὰ τὴν ὄρφνην, πλεονάσαντος τοῦ μ, ὡς καὶ ἐν τῷ μοχλός· ἢ συλληπτικὸς τῶν διωκομένων, παρὰ τὸ μάρπτω, τὸ συλλαμβάνω, μέμαρφα, τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ ν. ὁ δὲ χαρακτὴρ τοῦ τόνου τοιοῦτος κατὰ τοὺς παλαιούς. τὰ εἰς ος δισύλλαβα, ἔχοντα πρὸ τέλους τὴν ορ συλλαβήν, ἀπαρασχημάτιστα θηλυκῷ γένει, βαρύνονται· χόρτος, φόρτος, [911] ὅρκος, πόρνος, Ὄρθος τὸ μονογενές, ἦν δὲ κύων Γηρυόνου, πτόρθος. παραφυλακτέον ἐν τῷ κανόνι τὰ εἰς μος, οἷον· κορμός, φορμός. τὸ δὲ περκνός ὀξύνεται ὡς τὸ πυκνός. σημαίνει δὲ τὸν μέλανα ὡς ἀπὸ τῆς περκαζούσης μελαίνης σταφυλῆς, ἀφ' ἧς καὶ ὁ μέλας οἶνος. ὁ μέντοι Ἀρίσταρχος, ὥς φασιν, ἐβάρυνε τὸ περκνός, ἀλλ' ἡ παράδοσις ἐπείσθη τοῖς ὀξύνουσιν. Ὅρα δὲ ἐνταῦθα καὶ τὴν τοῦ πτηνοῦ διωνυμίαν, ὃς καὶ μόρφνος καὶ περκνὸς λέγεται ὁ αὐτός. οἱ δὲ παλαιοὶ τὸν ῥηθέντα περκνὸν θηρητῆρα λογίως ἐπισκεπτόμενοί φασι καὶ ὅτι μέλας μὲν ὢν τὸ τῆς εἰσόδου τῷ γέροντι ἐδήλου λαθρίδιον, ὁ δὲ θηρητὴρ τὸ ἐπιτευκτικόν, οὐδὲν δὲ κτείνων ἢ κατέχων ἐπιφαίνεται ἀλλ' ἥμερος, δηλῶν τοιοῦτον τῷ Πριάμῳ τὸν Ἀχιλλέα ἔσεσθαι, καὶ ὡς οὐδὲ συλληφθήσεται ὑπὸ τῶν φυλάκων, καὶ ὅτι ὁ Ἀχιλλεύς ἐστιν ἐπὶ τοῦ κρείσσονος προσχήματος, ἤγουν ὁ Ἀχιλλεὺς νοεῖται διὰ τοῦ βασιλικοῦ τούτου ἀετοῦ, ὁ καὶ ἐπιτελεστικὸς ὧν ἐθέλει ὁ Πρίαμος.

(v. 317-319) Ὅτι τὰς τοῦ φανέντος ἀετοῦ πτέρυγας τεταμένας διαμετρῶν ὁ ποιητής φησιν "ὅσση δ' ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται ἀνέρος ἀφνειοῖο ἐϋκλήϊς ἀραρυῖα, τόσσ' ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά". Καὶ ὅρα ὡς τὸ τὰς θύρας διαπετάννυσθαι καὶ τὸ "πεπταμένας πύλας ἔχετε", καὶ "αἳ δὲ πετασθεῖσαι φάος τεῦξαν", καὶ τὰ ὅμοια ἐνταῦθα ἡρμήνευσεν ὁ ποιητὴς διὰ τῆς ἁπλώσεως τῶν τοῦ ἀετοῦ πτερύγων, ἃς θύραις εἴκασεν. εἰ γὰρ αὗται θύραι ὡσανεί, καλῶς ἄρα καὶ αἱ θύραι πτέρυγες ὡσανεὶ διαπεπετασμέναι. Σημείωσαι δὲ τὴν στροφὴν τοῦ νοήματος. πύλας γὰρ ἀλλαχοῦ ἀναπεπταμένας εἰπών, ὡς ἀπὸ ἡπλωμένων πτερύγων ἐνταῦθα πτέρυγας ἁπλωθείσας θύραις εἴκασεν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀετοῦ τοῦ ζώου καὶ μέρος τι τῶν ναῶν οὐ μόνον ἀέτωμα ἐλέγετο ἀλλὰ καὶ αἰετοί, διὰ τὸ ἐοικέναι, φασί, πτέρυξιν ἀετοῦ. καὶ ζήτει περὶ τούτου καὶ ἔνθα ὁ Κωμικὸς ἐρέφεσθαί τι λέγει πρὸς ἀετόν. Ὁ δὲ μῦθος ἐπὶ τοῦ βασιλικοῦ ἀετοῦ, παιδεύων ὡς ὑφεδρεύει ἀεὶ τοῖς μεγάλοις, εἰ μὴ μεγάλα, μικρὰ γοῦν τινα δυσχερῆ, πλάττει τὸν ἀετὸν κανθάρῳ μὴ φίλον, ὅς, φησίν, ἀνέρπων εἰς τὰς τοῦ ἀετοῦ καλιὰς ἢ καὶ ἀνιπτάμενος κατὰ τὸν τοῦ Κωμικοῦ ἱπποκάνθαρον ἐλυμαίνετο τοῖς ἐκείνου ᾠοῖς, ὁ δ' ὑπ' ἀμηχανίας ἱκετεύσας [912] ἐννεοττεύει τοῖς τοῦ Διὸς κόλποις. καὶ ὁ κάνθαρος κατατολμᾷ καὶ τῶν ἐκεῖ καὶ λαθὼν γίνεται καὶ αὐτὸς τοῦ Διΐου κόλπου. καὶ ὁ Ζεὺς ἰδὼν μυσάττεται καὶ ἀνίσταται ὡς εἶχε, καὶ τὰ ᾠὰ καταπίπτει καὶ ῥήγνυται, τὸ θελητὸν τῷ κανθάρῳ. ἐκ τούτων δὴ παροιμία τὸ "αἰετὸν κάνθαρος μαιεύσομαι", ἧς τὸ ἀληθές· ἐπεὶ τὰ τῶν ἀετῶν ᾠὰ κάνθαροι διαφθείρουσι.

(v. 318) Τὸ δὲ "ἐϋκλήϊς" κἀνταῦθα συνήθως ἐκτείνει τὴν λήγουσαν.

(v. 319) Πτερὰ δὲ καταχρηστικῶς τὰς πτέρυγας λέγει. κυρίως μὲν γὰρ πτερὰ τὰ πτίλα, τὸ δὲ ὅλον πτέρυξ, ἢ ὀξυτόνως πτερύξ κατὰ Ἀρίσταρχον, ὡς καὶ προδεδήλωται.

(v. 321 s. et 327 s.) Ὅτι χαρᾶς μὲν τῆς ἐπὶ θέᾳ τὸ "οἳ δὲ ἰδόντες γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη", λύπης δ' ἐπὶ φίλου ἀποδημίᾳ τὸ "φίλοι δ' ἅμα πάντες ἕποντο, πόλλ' ὀλοφυράμενοι, ὡσεὶ θάνατόνδε κιόντα". ὃ δὴ ἔπασχον οἱ Τρῶες ἐπὶ Πριάμῳ ἀπιόντι νύκτωρ εἰς Ἀχιλλέα.

(v. 322) Ὅτι φθάσας μὲν εὐπλεκέα καὶ εὔπλεκτον δίφρον ἔφη, ἐνταῦθα δὲ ξεστόν, ἐκ μέρους καὶ ἄμφω εἰπών. πῇ μὲν γὰρ ἔξεστο καθ' ὅσον εἶχε ξύλινον, πῇ δὲ ἐπέπλεκτο.

(v. 323) Ἐν τούτοις δὲ καὶ αἴθουσάν φησιν ἐρίδουπον δίχα τοῦ γ, ἥτις, ὅτι καταλάμπεται ἡλίῳ καὶ ἀνέμοις ἔκκειται ὕπαιθρος οὖσα, ἔγνωσται, ὥσπερ καὶ ὅτι περί που τὴν αὐλὴν ἦν.

(v. 323) Ἔστι δ' ἐνταῦθα καὶ σχῆμα πρωθύστερον ἐν τῷ "ἐκ δ' ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου". πρῶτον γὰρ αἴθουσα, εἶτα πρόθυρον, οὗ ἔξεισί τις.

(v. 326) Λέγει δὲ καὶ ἐφέπειν ἵππους μάστιγι ἀντὶ τοῦ πλήττειν, ὡς καὶ πρὸ ὀλίγου σκηπανίῳ διέπειν ἄνδρας.

(v. 324-326) Εὕρηται δ' ἐνταῦθα καὶ ἅρμα ἐλαυνόμενον ἡνιόχῳ μόνῳ τῷ Πριάμῳ, καθὰ καὶ τὴν ἀπήνην μόνος Ἰδαῖος ἐλαύνει προπορευόμενος τοῦ γέροντος.

(v. 324-326) Φησὶ γὰρ ὅτι "πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, τάς", ἤγουν ἅς, "Ἰδαῖος ἔλαυνε δαΐφρων, αὐτὰρ ὄπισθεν ἵπποι, τοὺς ὁ γέρων μάστιγι κέλευεν". Ἰστέον δὲ ὅτι [913] προϊὼν ὁ ποιητὴς ἀναπληρώσει τὸ λεῖπον τῷ γέροντι, ἔνθα Ἑρμῆς ἐπαΐξας ἅρμα καὶ ἵππους, μάστιγα καὶ ἡνία λήψεται χερσίν, ἐμπνεύσας μένος ἵπποις τε καὶ ἡμιόνοις.

(v. 331 s.) Ὅτι καὶ ἐνταῦθα ἔστιν εὑρεῖν ὡς καὶ πρὸ τούτων τὴν "Ζῆνα" αἰτιατικήν, κουφίσασαν μὲν τὸ α δι' ἐκθλίψεως ἐν τέλει στίχου, τὸ δὲ νῦ προσθεῖσαν τῷ ἐφεξῆς στίχῳ ἐν τῷ "οὐ λάθον εὐρύοπα Ζῆν' ἐς πεδίον προφανέντε". καὶ ἡ αἰτία τῆς τοιαύτης στοιχειακῆς συνθήκης προδεδήλωται.

(v. 334 s.) Ὅτι ἀνδρὶ φιλοποιῷ οἰκεῖον τὸ "ὦ δεῖνα· σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν ἀνδρὶ ἑταιρίσσαι, καί τ' ἔκλυες, ᾧ κ' ἐθέλῃσθα". περὶ Ἑρμοῦ δὲ ἐκ Διὸς ὁ λόγος, ὃς φιλεῖ ἑταιρίσαι, ἤγουν φιλιωθῆναι ἢ φιλίαν καταπράξεσθαι, ὡς τῶν τοιούτων πράξεων τῷ μυθικῷ ἢ τῷ ἀστέρι ἀνακειμένων Ἑρμῇ κατὰ τοὺς οὕτω φρονοῦντας, καθὰ καὶ τῆς κλεπτικῆς καὶ τοῦ δόλῳ καὶ λάθρᾳ τι ποιεῖν, καθὰ καὶ ἐν τοῖς ἐφεξῆς φαίνεται, ὅπου ὁ Ἑρμῆς ἑαυτὸν γενεαλογεῖ.

(v. 336-338) Πομπῷ δέ, ἤτοι ὁδηγῷ, ἀγαθῷ προσρηθήσεται τὸ "βάσκ' ἴθι, καὶ τὸν δεῖνα ὣς ἄγαγ', ὡς μήτ' ἄρ τις ἴδῃ μήτ' ἄρ τε νοήσῃ τῶν ἄλλων, πρὶν τὸν δεῖνα ἱκέσθαι"; ὃ δὴ καὶ αὐτὸ Ζεύς φησι τῷ Ἑρμῇ περὶ Πριάμου. Σημείωσαι δὲ ὅτι οὐ μόνον διὰ τὸ κατ' ἐπιστήμας τετραμερὲς τῆς φιλοσοφίας τέσσαρες τῷ ῥηθέντι Ἑρμῇ κατὰ τὸν πάλαι μῦθον προσπλάττονται κεφαλαί, ἀλλὰ καὶ διὰ τὸ ἄλλως πολυδύναμον. οὐ μόνον γὰρ φιλιοποιός, ὡς ἐρρέθη, καὶ κλοπῆς τε καὶ δόλου αἴτιος, καὶ τὸ ὅλον εἰπεῖν, ἁπάσης ἀπάτης, ἀλλὰ καὶ ἐμπολαῖος καὶ ἑρμαίων δοτήρ, καὶ πειθοῦς δὲ τεχνίτης καὶ ἑτέρων τοιούτων. ἀνάκειται δὲ αὐτῷ καὶ ὡς [914] δίχα ψόγου, φασί, τετραγώνου ἡ τετρὰς ἄλλον τρόπον ἤπερ τῷ Ἡρακλεῖ, ἐξ οὗ παροιμία τὸ "ἐν τετράδι γέγονας", ἤγουν ἐν ἀποφράδι ἡμέρα, ἐπεὶ καὶ Ἡρακλῆς ἐν τοιαύτῃ γεννηθεὶς κακὸν διήθλει βίον. δηλοῖ δὲ τὰ κατὰ τὸν Ἑρμῆν καὶ ὁ γράψας οὕτω ῥητῶς· Ἑρμῆς τετρακέφαλος ἐν Κεραμεικῷ Τελεσαρχίδου ἔργον, ᾧ ἐπεγέγραπτο "Ἑρμῆ τετρακέφαλε, καλὸν Τελεσαρχίδου ἔργον, πάνθ' ὁράᾳς". καὶ ἡ τετρὰς δέ, φησίν, ἱερὰ τοῦ θεοῦ. στροφαῖος δὲ Ἑρμῆς, φησίν, οὐ μόνον ὁ παρὰ τῷ στροφεῖ ἱδρυμένος, ἀλλὰ καὶ ὁ στρέφων καὶ ἐξαπατῶν οἷον στρόφις.

(v. 335) Τὸ δὲ "ἔκλυες ᾧ ἐθέλῃσθα" ἀντὶ τοῦ ὑπήκουσας. ἄλλως γὰρ οὐκ ἔστι τὸ κλύειν δοτικῇ συντάσσεσθαι.

(v. 337) Ὅρα δὲ καὶ ὡς διέστειλε τὸ ἰδεῖν πρὸς τὸ νοῆσαι οὐχ' ἁπλῶς, ἀλλ' ἐπειδὴ νοεῖ ποτέ τις καὶ δίχα αἰσθήσεως.

(v. 340-346) Ὅτι κάλλιον ἐνταῦθα ἐπὶ Ἑρμοῦ ἤπερ ἐν Ὀδυσσείᾳ, ὥς φασιν οἱ παλαιοί, τὸ "αὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, ἀμβρόσια, χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· εἵλετο δὲ ῥάβδον, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς Ἀργεϊφόντης. αἶψα δὲ ἵκανε", καὶ ἑξῆς. αἰνίττεται δὲ διὰ τούτων ἡ ποίησις τὸ βέβαιον καὶ λαμπρὸν καὶ ταχὺ τοῦ εἰς λόγον ἀλληγορουμένου Ἑρμοῦ· τὸ βέβαιον μὲν καί, ὡς εἰπεῖν, ἔμπεδον διὰ τῶν πεδίλων, τὸ δὲ λαμπρὸν διὰ τοῦ χρυσοῦ, τὸ δὲ ταχὺ διὰ τῆς πτήσεως, ὅπερ ἐπ' αὐτῷ ἐν Ὀδυσσείᾳ καὶ διὰ τῆς τοῦ λάρου ᾐνίξατο παραβολῆς. εἰ δέ πως ὁμοίως καὶ ἡ τοῦ Διὸς Ἀθηνᾶ σκευάζεται, οὐκ ἂν εἴη ἀνεύλογον, εἴ γε καὶ συγγενές τι λόγος καὶ φρόνησις, ὧν τὸ μὲν Ἑρμοῦ, τὸ δ' Ἀθηνᾶς.

(v. 343) Ἡ δὲ τεραστία καὶ τὰ ἐναντία δυναμένη ῥάβδος μυθικῶς μὲν δῶρόν ἐστι τῷ Ἑρμῇ πρὸς Ἀπόλλωνος, ᾗ τὰς βοῦς Ἀδμήτου ἐκεῖνος [915] ἐβουκόλει, ἀντιδοθεῖσα τῆς χέλυος ἤτοι λύρας, ἣν ὑφ' Ἑρμοῦ ἔλαβεν, ἄλλως δὲ ὡς οἷά τι σκῆπτρον τὸ τοῦ λόγου δηλοῖ βασιλικόν τε ἅμα καὶ ὑπερειστικόν. ὕπνου δὲ καὶ ἐγρηγόρσεως δεσπόζει, ἐπεὶ λόγος κηλεῖ καὶ αὖθις ἀναπτεροῖ, ὃς καὶ λύραν εὗρε τὴν καὶ κηλοῦσαν καὶ πόλεμον κινοῦσαν. καὶ ἑτέρως δὲ εἰπεῖν, ἡ ῥάβδος τὴν τοῦ λόγου αἰνίττεται δύναμιν, ἥτις δυεῖν ἐναντίων κρατεῖ, τοῦ τε ποιεῖν ἐγρηγορέναι τοὺς ἐπιγνόντας ὅ τί ποτέ ἐστι τὸ τοῦ λόγου καλόν, καὶ αὖ πάλιν ἀπονυστάζειν τοὺς μὴ κατευμεγεθοῦντας αὐτοῦ. καὶ ἄλλως δὲ θεωρῆσαι, τὸ διττὸν τοῦ λόγου αἰνίττεται, ὃς ἐν κατηγορίαις μὲν καὶ λόγοις καταφορικοῖς καὶ ὅλως ἐν τῷ δικανικῷ εἴδει ἐρεθίζει θυμοῦσθαι, αὖθις δὲ κατακοιμίζει θυμὸν ἐν οἴκτοις καὶ ἐλεεινολογίαις, καὶ ὅλως ἀνίησι καὶ ὑφ' ἡδονῆς κατακηλεῖ καὶ ὑπτιάζει ἐν τοῖς πανηγυρικοῖς θέλγων, ὡς εἴωθε νοεῖν Ὅμηρος τὸ θέλγειν, περὶ οὗ σαφῶς προδεδήλωται. Τὴν δὲ ῥάβδον οἱ μὲν προπερισπῶσι διὰ τὸ ῥᾷον, φάμενοι γίνεσθαι παρὰ τὸ ῥᾷον βαδίζειν ποιεῖν, ἕτεροι δὲ παρὰ τὸ ῥαπίζειν λέγοντες αὐτὴν γίνεσθαι, φασὶ καὶ ὅτι τὸ α πρὸ τοῦ β συστέλλεσθαι θέλει· ἁβρός, Ἄβδηρος, ἀβαρβαραία, ἐπιγράβδην. οὕτω οὖν, φασί, καὶ ῥάβδος. σεσημείωται τὸ ἀβάλε.

(v. 345) Τοῦ δὲ κρατύς δοκεῖ κλίσις εἶναι ὡς ὁ ἡδύς. καὶ ἴσως αὐτόθεν τὸ ἐπικρατέως ἐπίρρημα.

(v. 346) Ὅτι ἐν τῷ "αἶψα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανεν Ἑρμῆς, δηλοῖ μὴ τὸ Αἰγαῖον ἀλλὰ τὸν Ἑλλήσποντον ὑποκεῖσθαι τοῖς περὶ Τρῳάδα τόποις, ὅπερ ἀλλαχοῦ πλατὺς ἐρρέθη Ἑλλήσποντος.

(v. 347 s.) Ὅτι τὸν Ἑρμῆν ἐνταῦθα Ὅμηρος νέῳ αἰσυητῆρι εἰκάζει, εἰπὼν "βῆ δ' ἰέναι κούρῳ αἰσυητῆρι ἐοικώς, πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη". Καὶ ὅρα [916] ὅτι ἥβην ἐπὶ τοῦ πρῶτον ὑπηνήτου λέγει, ὃς καὶ κυρίως ἡβῶν λέγεται. ἡ δὲ ἡλικία τοῦ ὑπηνήτου κατὰ τοὺς παλαιοὺς μεθόριόν ἐστιν ἀνδρὸς καὶ παιδός, ἁβροτέρα μὲν ἢ κατὰ ἄνδρα, γενναιοτέρα δὲ ἢ κατὰ παῖδα. [Ὅτι δὲ τῆς ὑπήνης παράγωγον καὶ ὁ ἀνύπηνος, καθὰ τῆς ἥβης ὁ ἄνηβος, δῆλον ἐκ τῶν παλαιῶν. σημαίνει δὲ ὁ ἀνύπηνος τὸ ἀγένειος. Τὸ δὲ "χαριεστάτη" χρήσιμον εἰς τὴν ἐκ τοῦ ἥδω παλαιὰν ἐτυμολογίαν τῆς ἥβης. ἡδὺ γὰρ πάντως ἅπαν τὸ χαρίεν. οὐκοῦν καὶ ἡ ἥβη καὶ ὁ ἡβῶν ὁ καὶ ὑπηνήτης.] Ἔστι δὲ "αἰσυητήρ" μὲν βασιλεὺς ἢ βασιλικός, οἱονεὶ τηρῶν τὰ αἴσια, ὃν ἄλλοι αἰσυμνητῆρα καὶ αἰσυμνήτην φασίν, ἤγουν ἄρχοντα τῶν αἰσίων καὶ δικαίων μνήμην ποιούμενον. ὅθεν καὶ αἰσυμνᾶν τὸ ἄρχειν. οἱ δέ φασιν ὅτι αἰσυητὴρ ὄνομα ἡλικίας, ἢ ὁ ἄγαν ἐρρωμένος, παρὰ τὸ α ἐπιτατικὸν καὶ τὸ σύω, τὸ ὁρμῶ, ὁ ἄγαν συόμενος, καὶ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, κεκινημένος, ἐντρεχὴς νεανίας, ἢ καὶ ἄλλως κατ' αὐτούς, εὔμοιρος, κόσμιος, καθήκων, παρὰ τὴν αἶσαν, ἀφ' ἧς αἰσύω ῥῆμα καὶ αἰσυητήρ. καὶ ἄλλως δέ, αἰσυητὴρ ὁ ἐπιτελεστικὸς παρὰ τὴν αὐτὴν αἶσαν, κατὰ δέ τινας νομεύς ἢ εὐκίνητος παρὰ τὸ ἀΐσσειν. Ἀρίσταρχος δὲ ἀρέσκεται βασιλέα λέγειν, ὡς εἴρηται. βασιλεῖς γάρ, φησί, τὸ αἴσιμον νέμουσιν, ὅθεν καὶ ὁ αἰσυμνητήρ. εἰ δὲ παρώνυμος τοιούτου αἰσυητῆρος ὁ Τρωϊκὸς Αἰσυήτης, τὸ κύριον, οὐκ ἔστι μετὰ μαρτυρίας εἰπεῖν. Ὑπήνη δὲ ἢ κοινῶς τὸ γένειον κατά τινας, ἢ καὶ ἄλλως, μύσταξ μέν, φασίν, αἱ τοῦ ἄνω χείλους τρίχες, αἱ δὲ κάτω πάππος, τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη. καὶ ὁ Κωμικὸς οὕτω νοεῖ, ἐν οἷς λέγει [917] μολύνειν τινὰ τὴν ὑπήνην. Ἥβη δὲ ὅτι οὐ μόνον ἡλικία νεωτερική, ἀλλὰ καὶ τόπος σωματικός, ᾧ παρώνυμον καὶ τὸ ἐφήβαιον, ὡς τῇ κεφαλῇ τὸ κεφάλαιον, καὶ ὡς ἐκεῖθεν καὶ τὸ ἡβηδόν ἐπίρρημα, καὶ ῥῆμα παρὰ τῷ Κωμικῷ τὸ ἡβυλλιᾶν, καὶ ὁ πρωθήβης καὶ ὁ ἄνηβος καὶ ὁ ἄκρηβος καὶ τὰ τοιαῦτα, πολλαχόθεν φαίνεται.

(v. 349) Ὅτι τὸ παρέξ, περὶ οὗ πολλαχοῦ διείλειπται, κἀνταῦθα κεῖται μετὰ αἰτιατικῆς ἐν τῷ "μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασαν", ὁ Πρίαμος δηλαδὴ καὶ ὁ κήρυξ. ὁμοίως καὶ ἑξῆς ἐν τῷ "δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι". δῆλον δὲ ὅτι τὸ τοῦ Ἴλου σῆμα ἔξω τῆς πόλεως ἦν "μέσον κὰπ πεδίον, ὡς προείρηται, ταφέντος ἐκεῖ, ἐπεὶ πρῶτος ἐθάρρησε, φασίν, ἐν πεδίοις θέσθαι τὴν κατοικίαν.

(v. 350 s.) Ὅτι κατάλυσιν ἐξ ὁδοῦ φράζει τὸ "στῆσαν ἂρ ἵππους τε καὶ ἡμιόνους, ὄφρα πίοιεν ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἦλθε γαῖαν". περὶ Πριάμου δὲ τοῦτο καὶ τοῦ σὺν αὐτῷ κήρυκος.

(v. 351) Ἰστέον δὲ ὅτι τοῦ "κνέφας" γενικὴ [πρὸς ἀναλογίαν οὐχ' εὕρηται, κνέφους δὲ κεῖται παρὰ Ἀριστοφάνει ἐν Ἐκκλησιαζούσαις ὡς ἀπὸ τοῦ κνέφος πρὸς ἀναλογίαν τοῦ γῆρος γήρους, οὗ κοινότερον τὸ γῆρας γήραος, καὶ ὅτι τοῦ φάος τὸ μὲν ἄλφα φυλάσσεται ἐν τῷ κνέφας, ὅπερ ἐστὶ κενότης φάους, τὸ δὲ ο τηρεῖται ἐν τῷ νέφος, ὃ στέρησις φάους ἐστί.] παράγωγον δὲ τοῦ κνέφας ὁ κνεφαῖος ἐν τῇ τραγῳδίᾳ. [(v. 353) Ὅτι ἐν τῷ "ποτὶ Πρίαμον φάτο φώνησέν τε" ἢ ταὐτολογεῖται τὸ "φάτο" καὶ τὸ "φώνησεν" ἢ διαφέρετον καθότι τρανέστερον τοῦ "φάτο" τὸ "φώνησεν".]

(v. 354) Ὅτι βουλευτικὸν τὸ "φράζεο, ὦ δεῖνα, φραδέος νόου ἔργα τέτυκται".

(v. 355-357) Εἰ δὲ καὶ πολέμιός τις καθορᾶται, οἰκεῖον καὶ τὸ "ἄνδρα ὁρῶ· τάχα δ' ἄμμε διαρραίσεσθαι ὀΐω. ἀλλ' ἄγε δὴ φεύγωμεν, ἢ γούνων ἁψάμενοι λιτανεύσομεν, αἴ κ' ἐλεήσῃ". Ἰδαίου δὲ τοῦ κήρυκος ταῦτα λόγοι [918] πρὸς Πρίαμον, ὅτε ἐξ ἀγχιμόλου, ἤτοι ἐκ τοῦ σύνεγγυς, ἰδὼν ἐφράσατο τὸν Ἑρμῆν. Ἔνθα ὅρα τὸ "φραδέος" ἐκ τοῦ ὁ φραδής, οὗ κατὰ στέρησιν ὁ ἀφραδής καὶ τὸ ἀφραδέως ἐπίρρημα. καὶ οὕτω μὲν ταῦτα.

(v. 358-360) Τοῦ δὲ Πριάμου τὸ ἐπὶ τούτοις πάθος δειλῷ πρέπει ἐπιλογισθῆναι. φησὶ γὰρ Ὅμηρος "σὺν δὲ γέροντι νόος χύτο· δείδιε δ' αἰνῶς, ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι", περὶ ἃ δηλαδὴ τρίχες. "στῆ δὲ ταφών", ὅ ἐστιν ἐκπλαγείς, ὡς ἀλλαχοῦ δεδήλωται. Τὸ δὲ ὀρθὰς στῆναι τρίχας τοῦτο ἦν τὸ φρίσσειν. μεγάλου δὲ φόβου πάθη ἐνταῦθα ἐδήλωσεν ὁ ποιητής. Ἐν τούτοις δέ φασιν οἱ παλαιοὶ πρὸς μὲν τὸ φεύγωμεν" καὶ "λιτανεύσομεν", ὅτι ὁ κῆρυξ τῆς ἰδίας μᾶλλον φροντίζει σωτηρίας ἢ τῆς τοῦ νεκροῦ λυτρώσεως, εἰς δὲ τὸ "σὺν δὲ γέροντι χύτο νόος", ὅτι τὴν ταραχὴν τῆς γεροντικῆς διανοίας Ὅμηρος μεμίμηται διὰ τοῦ ὑπερβατοῦ σχήματος. εἶπε δέ που πρὸ τούτων Ὅμηρος τὸ συγκεχύσθαι καὶ ἐπὶ ἡνίων. λέγεται δὲ καὶ λόγου σύγχυσις, καὶ νημάτων, καὶ οἰκημάτων πεσόντων, καὶ πολυειδῶν ὀσπρίων, καὶ στρατευμάτων δὲ καὶ ἑτέρων πολλῶν. μετήνεκται δὲ ἡ λέξις ἀπὸ χύσεως ὑγρῶν ὁμοῦ γινομένης, ὧν μιγέντων οὐ φυλάττεται τὸ ῥεῖθρον εὐκρινές. [(v. 357) Δῆλον δ' ὅτι τοῦ λιτανεύω δύο θέματα προϋπόκεινται, πρωτότυπον μὲν τὸ λίτω, παράγωγον δὲ ἐξ αὐτοῦ τὸ λιτάνω, πρὸς ὁμοιότητα τοῦ μήθω μανθάνω καὶ τῶν ὁμοίων.] Ὅτι παρ' ἑτέροις μὲν ἐριούνης Ἑρμῆς τετρασυλλάβως, Ὅμηρος δὲ πεντασυλλάβως φησὶν "ἐπαΐξας ἐριούνιος ἅρμα καὶ ἵππους", καὶ "Ἑρμείας ἐριούνιος ὤϊξε γέροντι", καὶ "αὐτὸς δ' ἐριούνιος ἐγγύθεν ἐλθών" καὶ ἑξῆς. τί δὲ ἡ λέξις δηλοῖ, δεδήλωται ἀλλαχοῦ.

(v. 360 s.) Ἰστέον δὲ ὅτι φιλόφρονος ἤθους τὸ "αὐτὸς δὲ ἐγγύθεν ἐλθὼν χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ μετέειπε".

(v. 363) Ὅτι τὴν ἀρχὴν μὲν ἡμέρα ἦν ἐξελάσαντι ἐκ Τροίας τῷ γέροντι, ἐλθόντι δὲ παρὰ τὸ ῥηθὲν τοῦ Ἴλου σῆμα, καὶ στήσαντι τὰ ζῷα πιεῖν ἐν ποταμῷ, κνέφας ἦν, ὡς ἐρρέθη, ἐπεληλυθός. Ἑρμῆς δὲ [919] ἐπιφανεὶς καιρὸν εἶναι νυκτός φησι βαθείας. ἐν τούτοις δὲ ὁ ποιητὴς πόρρω τε τῆς πόλεως εἶναι πραγματικῶς δηλοῖ τὸ ναύσταθμον, καὶ καιρὸν τοῦ ἱκετεύειν παραδίδωσιν, ὁποῖος καὶ ἐν Ὀδυσσείᾳ ἐπεκρίθη ἐς Φαίακας ἱκετεύσαντι τῷ Ὀδυσσεῖ, ὁπηνίκα δηλαδὴ ὁ ἱκετευόμενος, πραϋνθεὶς ἐκ δαιτός, ἀνίεται καὶ εὐέντευκτος γίνεται. διὸ καὶ Πρίαμος, εὐτυχήσας ἐντυχεῖν τῷ Ἀχιλλεῖ νέον ἀπολήξαντι τοῦ ἔσθειν καὶ πίνειν, ἐμειλίξατο τὸν ἄγριον. ὡς εἴγε μὴ τοῦτο ἦν, οὐκ ἂν ἴσως διεξέφυγε τὸ κακῶς παθεῖν, ὃς καὶ οὕτω βαρύν τινα βραχὺν ἐξ Ἀχιλλέως λόγον μαθὼν ἔδεισεν.

(v. 3627) Ὅτι πρὸς γέροντα ζῳοτρόφον νυκτὸς ἰόντα διὰ πολεμίας γῆς νεώτερός τις ἀντήσας ἐρεῖ "πῇ πάτερ ὧδ' ἵππους τε καὶ ἡμιόνους ἰθύνεις νύκτα δι' ἀμβροσίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι; οὐδὲ σύ γ' ἔδδεισας μένεα πνέοντας τοὺς δεῖνα, οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασιν", ἤγουν εἰσί; "τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν", τὴν καὶ ἀλλαχοῦ κειμένην, "τόσσαδε" ἢ "τοσσάδ' ὀνείατ' ἄγοντα", ἢ ἔχοντα, "τίς ἂν δή τοι νόος εἴη", ἤγουν τί νοεῖς παθεῖν; ὃ δὴ γοργῶς οὕτω ῥηθὲν μέγαν ὑποδηλοῖ καὶ δυσέκφραστον κίνδυνον.

(v. 368 s.) Εἰ δὲ καὶ γέροντα ὁ τοιοῦτος ἔχει θεράποντα, προσαρμόττει καὶ τὸ ἑξῆς "οὔτ' αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ".

(v. 370 s.) Ἐὰν δ' ὁ ταῦτα λέγων οἷός τε ᾖ ἐπαρῆξαι τῷ γέροντι, καλὸν εἰπεῖν καὶ τὸ "ἀλλ' ἐγὼ οὐδέν σε ῥέξω κακὸν ἠδέ κεν", ἢ "καὶ δέ κεν", "ἄλλον σεῦ ἀπαλεξήσαιμι", τουτέστι καὶ ἄλλον ἄν σου ἀποσοβήσαιμι, "φίλῳ δέ σε πατρὶ ἐΐσκω".

(v. 373-377) Ὁ δὲ τοιοῦτος γέρων προσφυῶς ἂν ἐρεῖ τῷ τοιούτῳ ἀλεξητῆρι νέῳ, εἴπερ εὐγενής ἐστιν ἐκεῖνος καὶ ἄλλως ἀγαθός, τὸ "οὕτω πῃ τάδε γ' ἐστί, φίλον τέκος, ὡς ἀγορεύεις. ἀλλ' ἔτι καὶ ἐμοῦ θεὸς ὑπερέσχεθε χεῖρα, ὅς μοι τοιόνδ' ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι, αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, πέπνυσαί τε νόῳ, μακάρων δ' ἔξ ἐσσὶ τοκήων". ἅπερ εὐγενοῦς ἀγαθοῦ ἀνδρός [920] εἰσιν ἔπαινος.

(v. 368) Σημείωσαι δὲ ὅτι τὸ "οὔτ' αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ" γοργῶς παραπέφρασται ἀπὸ τοῦ "ὦ γέρον, σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει, ἠπεδανὸς δὲ νύ τοι θεράπων".

(v. 364) Τί δέ ἐστι τὸ μένεα πνέειν, προδεδήλωται.

(v. 365) Δῆλον δὲ καὶ ὅτι ταὐτὸν δυσμενεῖς καὶ ἀνάρσιοι.

(v. 366) Θοὴ δὲ καὶ ἐνταῦθα νὺξ κατὰ τοὺς σοφοὺς ἡ ὀξεῖα τῇ σκιᾷ, καθ' ἣν γίνεται.

(v. 367) Ὀνείατα δὲ νῦν τὰ δῶρα, ὡς ἂν ὠφελήματα. οὐκ ἄρα τὰ βρώματα μόνον ὀνείατα.

(v. 368) Τὸ δὲ "οὔτ' αὐτὸς νέος ἐσσί" ταὐτὸν μέν ἐστι τῷ "γέρων". ὅμως μέντοι εὐφήμως ἐπεφωνήθη τῷ Πριάμῳ. δυσχεραίνουσι γὰρ οἱ πολλοὶ τὴν προσωνυμίαν τοῦ γέροντος.

(v. 368 s.) Τὸ δὲ "γέρων οὗτος ἄνδρ' ἀπαμύνασθαι", ὡς καὶ ἀλλαχοῦ κεῖται, χαλεπήναντα, ὅμοιόν ἐστι τῷ ἀσθενής. ἀπάλαμνοι γὰρ φύσει πρὸς ἄμυναν ἰσχυρὰν οἱ γέροντες.

(v. 370) Τὸ δὲ "οὐδέν σε ῥέξω κακόν, ἀλλὰ καὶ ἄλλον ἀπαλεξήσω" καὶ Ἀχιλλεὺς προερρέθη δύνασθαι κατὰ τὸν τοῦ Διὸς λόγον, εἰπόντος ὡς "οὔτ' αὐτὸς κτενέει, ἀπό τ' ἄλλους ἐρύξει".

(v. 362 et 371) Ἐν δὲ τῷ "πῇ πάτερ", καὶ "φίλῳ δέ σε πατρὶ ἐΐσκω" διδάσκει ὁ ποιητὴς τοὺς φιλοπάτορας σέβεσθαι τοὺς ἡλικιώτας τῶν πατέρων. διὸ καὶ Πρίαμος πρὸς τὸν Ἀχιλλέα φησὶ "μνῆσαι πατρὸς σοῦ τηλίκου ὥς περ ἐγώ" καὶ ἑξῆς. Πλάτων δὲ κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσεν, ὅπως οἱ γέροντες ὡς πατέρες τιμῶνται.

(v. 374) Τὸ δὲ "θεὸς ὑπερέσχεθε χεῖρα", ἤγουν ὑπεράνω ἔσχεν, ἐσκέπασε, τροπικῶς ἐφράσθη ἐκ τῶν ἐν καιρῷ κινδύνου σκεπόντων κεφαλήν, μὴ καὶ πληγεῖσα διάνδιχα κεασθῇ.

(v. 375) Τὸ δὲ "ὁδοιπόρον ἀντιβολῆσαι αἴσιον" τὸν αἰσυητῆρα ὑπολαλεῖν δοκεῖ κατὰ τοὺς ἐκεῖνον ἐτυμολογοῦντας ἀπὸ τοῦ αἰσίου ἢ τῆς αἴσης.

(v. 377) Τὸ δὲ "μακάρων ἔξ ἐσσι τοκήων" στοχαστικῶς ἐκ τῆς ὄψεως εἴρηται, ὡς τῶν, ὅσοι δέμας καὶ εἶδος ἀγητοί, βασιλικῶν τε καὶ θείων νομιζομένων, ὡς καὶ ἐν Ὀδυσσείᾳ εὕρηται, ἐφ' ὧν ἔστιν Ὁμηρικῶς εἰπεῖν μικρόν τι παρῳδήσαντα καὶ τὸ "ἐπεὶ οὐκ ἄν γε θνητοὶ τοιούσδε τέκοιεν". προσενθυμητέον δὲ καὶ ὅτι Ἀλέξανδρος διὰ μόνον καλὸν εἶδος τὸ θεοειδής ἔσχεν ἐπίθετον, Ἑλένη δὲ ὅτι θεαῖς εἰς ὦπα ἔοικε, Διὸς ἐκγεγαυῖα λέγεται. οἱ δὲ παλαιοὶ καὶ ταῦτά φασι· δέμας καὶ εἶδος σωματικά, τὸ πέπνυσαι ψυχικόν, μακάρων δὲ τοκήων ἐξεῖναι ὡς εὐγενῆ ἐπὶ τῶν [921] ἐκτός. ἐξ Ὁμήρου ἄρα οἱ ἐκ τοῦ Περιπάτου τὴν τριάδα τῶν ἀγαθῶν εἰλήφασιν, ἅπερ εἰσὶ τὰ κατὰ σῶμα καὶ ψυχὴν καὶ ἐκτός. ὡς δὲ καὶ ἡρῷα τοῖς περικαλλέσιν ἐγίνοντο, τουτέστιν ναοὶ πρέποντες ἥρωσι, προγέγραπται. Ὅτι πολλαχοῦ ὁ ποιητὴς φιλοτιμούμενος τὴν αὐτὴν πρᾶξιν ἐνδείκνυσθαι διαφόροις, ὡς εἰκός, ποτε γινομένην αἰτίαις καὶ οὕτω πολυπειρίαν τε τῷ ἀκροατῇ καὶ τῇ ἑαυτοῦ ποιήσει πλατυσμὸν ἐμποιεῖν, πλάττει κἀνταῦθα τὸν Ἑρμῆν ἐρωτῶντα ἐν τοιαύτῃ μεθόδῳ, ποῦ ὁ γέρων Πρίαμος ἄγει τὰ τῆς ἀπήνης.

(v. 380-384) Φησὶ γὰρ "εἰπέ μοι, ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ ἄνδρας εἰς ἀλλοδαπούς, ἵνα περ τάδε τοι σόα μίμνῃ", ὃ καὶ διὰ τοῦ τραγῳδουμένου Πολυδώρου πεποίηται, "ἢ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρήν, δειδιότες".

(v. 430 s.) Ἐφ' οἷς ὡς μὴ εὐστοχήσαντος τοῦ Ἑρμοῦ ἐρεῖ μετ' ὀλίγα ὁ γέρων αὐτὸ τὸ ὄν, οὐκ ἐν ἀφηγήσει, ἀλλὰ πάνυ στενῶς, εἰπὼν "πέμψον δέ με σύν γε θεῷ, ὄφρα κεν ἐς κλισίην Ἀχιλλέως ἀφίκωμαι", μονονουχὶ φάμενος, ὡς οὔτε εἰς ἀλλοτρίαν πέμπω κειμήλια οὔτε φεύγω σὺν τοῖς ἄλλοις ἀλλ' ἐς Ἀχιλλέως ἥκω.

(v. 384 s.) Ἐπὶ δὲ τούτοις ἐπάγεται ἔπαινος ἀριστέως τεθνεῶτος, τὸ "τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε, σὸς παῖς· οὐ μὲν γάρ τι μάχης ἐπεδεύετ' Ἀχαιῶν". ἐξ οὗ προκαλεῖται ὁ γέρων εὐθὺς εὐαφόρμως εἰς τοὺς περὶ τοῦ παιδὸς Ἕκτορος λόγους. Ἰστέον δὲ ὡς, εἴγε ἀρίστου ἀνδρὸς πτῶσις τὴν Ἴλιον ὀλέσει, καλῶς ἄρα καὶ ὁ Ἑρμῆς ἑνὸς τούτου γέροντος τοῦ βασιλέως λιπόντος τὴν πόλιν λέγει καὶ τοὺς ἄλλους πάντας οὕτω ποιήσειν.

(v. 387) Ὅτι ἐπὶ ἐνδόξῳ ἀγνῶτι ῥηθείη ἂν τὸ "τίς δὲ σύ ἐσσι φέριστε; τέων δ' ἔξ ἐσσι τοκήων";

(v. 388) Ὅτι κἀνταῦθα κεῖται τὸ καλά ἐπίρρημα ἀντὶ τοῦ καλῶς ἐν τῷ "ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες". ἔνθα λογιστέον ὡς, εἰ μὲν ἐπὶ θανάτου κεῖται οἶτος καὶ πότμος, λέγοι ἂν θάνατον δυσθανάτου παιδός, εἰ δὲ ἐπὶ τύχης ἀμφότερα, εἴη ἂν λέγων τύχην δυστυχοῦς παιδός. δοκεῖ δὲ περιττὸν κεῖσθαι τὸ ἄρθρον καὶ οὐ συνήθως φράζεσθαι. ἐχρῆν γὰρ ἢ τὸν οἶτον τοῦ παιδὸς εἰπεῖν ἐν δυσὶν ἄρθροις, ἢ ἀνάρθρως οἶτον παιδός.

(v. 390) Ὅτι πρὸς γηραιὸν πειράζοντα οἰκεῖον εἰπεῖν "πειρᾷ ἐμεῖο, γεραιέ, καὶ εἴρεαι". καὶ ἐν τοῖς ἑξῆς δὲ παραιτητικὸν δώρου τὸ "πειρᾷ ἐμεῖο, γεραιέ, νεωτέρου, οὐδέ με πείσεις, ὅς με κέλῃ σέο δῶρα δέχεσθαι".

(v. 391-394) Ἀριστέως δὲ καθ' Ἕκτορα ἔπαινος τὸ "τοῦτον μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἐνὶ κυδιανείρῃ ὀφθαλμοῖσιν ὄπωπα, ὅτε τοὺς κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ, ἡμεῖς δ' ἑσταότες θαυμάζομεν". Ἑρμοῦ δὲ [922] καὶ ταῦτα πρὸς Πρίαμον.

(v. 396 s.) Ὅτι προϊὼν μὲν Ἑρμῆς ἐκφήνῃ ἑαυτὸν ἀναγκαίως, ἐνταῦθα δὲ πρὸς τὸν γέροντα βασιλέα ὑποψευδόμενος, καὶ εἰπὼν "τοῦ γάρ", ἤγουν τοῦ Ἀχιλλέως, "ἐγὼ θεράπων, μία δ' ἤγαγε νηῦς εὐεργής· Μυρμιδόνων δ' ἔξ εἰμι", ἅπερ πάντῃ ψευδῆ.

(v. 397-400) Εἶτα ἐπάγει μέσως λέγων "πατὴρ δέ μοί ἐστι Πολύκτωρ. ἀφνειὸς μὲν ὅ γ' ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ τοι ἕβδομός εἰμι· τῶν μεταπαλλόμενος κλήρῳ λάχον ἐνθάδ' ἕπεσθαι".

(v. 400) Καὶ ὅρα τὸ "ἐνθάδε" μέσως ῥηθέν. πρὸς μὲν γὰρ τὸ ψευδῶς λεχθὲν ἐκ Μυρμιδόνων εἶναι τὸν φανέντα δηλοῖ τὸ "εἰς τὴν Τροίαν", κλήρῳ γὰρ δῆθεν λαχὼν ἐκ Θετταλίας ἦλθε σὺν Ἀχιλλεῖ, πρὸς δὲ τὸ ἀλληγορούμενον ἀντὶ τοῦ "εἰς σέ". εἴληχα γὰρ ὥσπερ ἐκ κλήρου ὁ ἀστὴρ Ἑρμῆς τοῖς τοιούτοις παρεῖναι ὡς φιλιοποιός. τούτῳ δ' ἀκόλουθα καὶ τὰ λοιπά.

(v. 397) Πολύκτωρ μὲν γὰρ πατὴρ τῷ τοιούτῳ Ἑρμῇ, ὁ πάντα εἴσω σφίγγων καὶ οἷον κεκτημένος οὐρανὸς ἢ αἰθὴρ ἢ Ζεύς, ἡ πρόνοια ἢ ψυχὴ τοῦ παντός.

(v. 398) Ἀφνειὸς δὲ οὗτος διὰ τὴν τοῦ παντὸς περιοχὴν καὶ τὸν κατὰ τὸ πᾶν οἷον περιουσιασμόν, γέρων δέ, διὰ τὸ αἰὲν εἶναι, καὶ ὅτι αἰειγενέτης κατὰ τὸν μῦθον καὶ αὐτός, ἓξ δὲ υἱοὶ αὐτῷ, ἐν οἷς οὗτος ἕβδομος, οὗ λάχος ἡ ἐνθάδε ἔλευσις, οἱ ἓξ πλάνητες, οἷς συντέτακται καὶ Ἑρμῆς, ἑταιρίζειν τε λαχὼν καὶ τὰ λοιπά, ὡς προγέγραπται.

(v. 398) Τὸ δὲ "ὡς σύ περ ὧδε" ἀφιδρύματα θεῖα τοὺς γηραιοὺς εἶναι δηλοῖ, καὶ μάλιστα τοὺς καὶ βασιλικοὺς καὶ ἀγαθούς, κατά τε ἀρετὴν καὶ τιμὴν καὶ τὸ μακροχρόνιον. Ἰστέον δὲ ὅτι ποιητικώτερον μὲν καὶ τερατωδέστερον Ἑρμῆς αὐτὸς ἐκεῖνος ὁ σωματοειδὴς νοοῖτο ἂν ἐναργὴς φανῆναι τῷ Πριάμῳ, ἵνα πολλὰ λύσῃ τῶν ἀπόρων, τὸ λαθεῖν ἐν τῇ εἰσόδῳ τοὺς πυλωρούς, τὸ τὰς πύλας τοῦ τείχους καὶ τὰς τοῦ Ἀχιλλέως ἀνοῖξαι, τὸ εἰς Ἀχιλλέα ἐλθεῖν καὶ αὖθις ἀκινδύνως ἐπανελθεῖν. καὶ οὕτω μὲν ποιητικώτερον. [923] ἑτέρως δὲ ἀναγωγικῶς Ἑρμοῦ ταῦτα ἔργα, τοῦ ἀστέρος, οὗ συλλαβομένου ἔλαθέ τε καὶ ἐφιλιώθη, ὡς αὐτοῦ καὶ τούτοις ἐπιστατοῦντος. ἱστορικῶς μέντοι καὶ κατά τινα ἠθικὴν ἀλληγορίαν ἔοικε τῶν τις Μυρμιδόνων ἐντυχεῖν που πρὸ τοῦ τείχους ἀγαθῇ τύχῃ τῷ Πριάμῳ, καὶ καταπράξασθαι αὐτῷ ἐλλόγως καὶ οὕτως Ἑρμαϊκῶς τὰ καιριώτατα, ὃν διὰ τὸ ἄγαν εὐτυχῶς ἐπιφανῆναι καὶ κερδῷον γενέσθαι καὶ ὡς οἷά τι ἀγαθὸν ἕρμαιον εὑρεθῆναι τῷ τε δόλῳ συμπράξαντα καὶ ἑταιρίσαντα. ταῦτα δὴ τὰ Ἑρμαϊκὰ εἰς Ἑρμῆν ὁ μῦθος εἴκασεν, ὥσπερ καὶ τὸν διὰ φρονήσεως ἐνεργοῦντα ἡ ποίησις εἰκάζει πολλαχοῦ τῇ Ἀθηνᾷ καὶ τὸν ἀρεϊκὸν Ἄρεϊ.

(v. 400) Ὅρα δὲ καὶ τὸ "μεταπαλλόμενος κλήρῳ λάχον". πάνυ γὰρ δεξιῶς τὰς συγγενεῖς λέξεις ὁμοῦ παρέθετο, ἑτέραν καιριωτέραν οὐκ ἀφείς.

(v. 398) Ἰστέον δὲ καὶ ὅτι ἐνταῦθα μὲν τὸ "ὡς σύ περ ὧδε" σαφῶς κεῖται ἀντὶ τοῦ οὕτως ὡς σύ, ἀλλαχοῦ δὲ τὸ "ὡς νύ περ ὧδε" οὐ πάνυ σαφῶς ἔχει, ὡς ἐκεῖ φαίνεται.

(v. 4014) Ὅτι προθυμίας ἄκρας εἰς μάχην τὸ "ἠῶθεν θήσονται περὶ ἄστυ μάχην· ἀσχαλόωσι γὰρ οἵ γε καθήμενοι οὐδὲ δύνανται ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν". Ἑρμῆς δὲ τοῦτο πλάττει, ὡς οἷα εἰδὼς οὕτω γενησόμενον, εἰ μὴ ὁ Πρίαμος ἐπρέσβευσεν.

(v. 409) Ὅτι στοχαζόμενος ὁ γέρων τῆς Ἀχιλλέως ὠμότητος ἐρωτᾷ, μήποτε τὸν Ἕκτορα κυσὶ μελεϊστὶ ταμὼν προὔθηκεν.

(v. 410 s.) Ἀκούει δὲ ἐξ Ἑρμοῦ, ὡς οὔπω τόν γε φάγον κύνες οὐδ' οἰωνοί. Καὶ ὅρα τὸ "οὔπω". δηλοῖ γὰρ ὡς, εἰ μὴ ἔσπευσεν ὁ γέρων, ἐσπαράχθη ἂν ζῴοις ὁ νεκρός. καὶ ἄλλως δέ, ἀπειλήν τινα ὑποτείνει τὸ "οὔπω", ἵνα δηλοῖ ὡς, εἰ καὶ μήπω ἔφαγον αὐτὸν κύνες, ἀλλὰ μικρὸν ὅσον ἔσται καὶ τοῦτο. προαναφωνεῖ δὲ καὶ τοῖς Ὁμηρίδαις ὁ λόγος, ὅτι οὐ πτοητέον ὡς μάτην ὁ γέρων πρεσβεύσει περὶ νεκροῦ μηκέτ' ὄντος.

(v. 409) Θηλυκῶς δὲ καὶ ἐνταῦθα αἱ κύνες, ὡς δηλοῖ τὸ "ᾗσιν", ἤγουν ἰδίαις, "κυσὶ προὔθηκεν".

(v. 412-421) Ἐπὶ δὲ τούτοις πάνυ τερατωδῶς ὁ ποιητὴς καὶ πρεπόντως τῇ κατ' αὐτὸν ποιήσει φησὶ δι' Ἑρμοῦ περὶ Ἕκτορος τὸ "ἀλλ' ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ οὕτως", ἢ αὕτως, "ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠώς", ἢ "δυωδεκάτη δέ οἱ ἥδε, κειμένῳ, οὐδὲ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ ἔσθουσιν. ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο ἕλκει ἀκηδέστως, ἠὼς ὅτε δῖα φανείη, οὐδέ μιν αἰσχύνει· θηοῖο κεν αὐτὸς ἐπελθών, [924] οἷον ἑρσήεις κεῖται, περὶ δ' αἷμα νένιπται, οὐδέ ποθι μιαρός, σὺν δ' ἕλκεα πάντα μέμυκεν, ὅσσ' ἐτύπη. πολέες γὰρ ἐπ' αὐτῷ χαλκὸν ἔλασαν".

(v. 422 s.) Ἃ δὴ ἀνάγων παιδευτικῶς εἰς θεοφίλειαν, ἐπάγει "ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι". [ἢ σὺ ὁ πατήρ, δι' ὃν ταῦτα πρὸς εὐσεβείας χάριν, ἢ μάλιστα ὁ Ἕκτωρ διὰ τὴν αὐτὴν αἰτίαν.]

(v. 413) Ἔστι δ' ἐν τοῖς ῥηθεῖσι τὸ μὲν αὕτως ταὐτὸν τῷ οὕτως, ὡς ἐξ ἀρχῆς δηλαδὴ ἐτέθη.

(v. 414 s.) Εὐλαὶ δέ, ὡς καὶ ἀλλαχοῦ, οἱ τοῖς τεθνεῶσιν ἐγγεννώμενοι σκώληκες. διὸ ἑρμηνεύων ὁ ποιητής φησι "αἳ φῶτας ἀρηϊφάτους κατέδουσιν", ὡς εἶναι σκώληκας νεκροφάγους τὰς εὐλάς.

(v. 417) Ἀκηδέστως δὲ τὸ ἀνηλεῶς, δίχα τοῦ κήδεσθαι, [ἐκ τοῦ κηδῶ κηδέσω, ἐξ οὗ καὶ κηδεμών καὶ κηδεστής. ἁπλοῦν δὲ τοῦ κηδῶ κηδέω, οὗ δεύτερον τὸ κηδεύω, ἐπί τε ταφῆς καὶ ἐπὶ γαμβρείας.] Τὸ δὲ "φανείη" ἐν πολλοῖς τῶν ἀντιγράφων διὰ τοῦ η συνήθως ἔχει τὴν παραλήγουσαν μετὰ καὶ προσγραφῆς τοῦ ι λόγῳ διφθόγγου. [Δύναται δὲ καὶ ἐκ τοῦ φανῇ δισυλλάβου εἶναι τὸ "φανήῃ" δίχα προσγραφῆς τοῦ ἰῶτα διὰ τὸν τοῦ ἦτα πλεονασμόν.]

(v. 418) Τὸ δὲ "αἰσχύνει" ῥῆμά ἐστιν ἀντίθετον τοῦ καλὸν εἶναι, καθὰ καὶ τὸ αἶσχος τῷ κάλλει ἀντίκειται. αἰσχύνεται δὲ νεκρός, ὅτε [925] ἀποδρυφθῇ ἢ ἄλλα τι τοιοῦτον πάθοι. Τὸ δὲ "θηοῖο" ἀντὶ τοῦ θαυμάσοις πρὸς τὸ θηητόν συστοιχεῖ.

(v. 419) Τὸ δὲ ἑρσήεις", ὅ ἐστι δροσώδης, τεράστιον, εἴπερ ἀντὶ σηπεδόνος καὶ τοῦ μυδᾶν δρόσος αὐτὸν περικέχυται. διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο εἰπὼν "θηοῖό κεν αὐτός", τουτέστιν θηητὸν κρινεῖς ὡς ἑρσήεις κεῖται.

(v. 420) Οὕτω δὲ τέρας καὶ τὸ τὰ ἕλκη πάντα μεμυκέναι. οὐκ εἶπε δὲ οὐλωθῆναι, διότι πάνυ ἀτηρὰ ἡ τοιαύτη τόλμα. εἰ δὲ καὶ τὸ μεμυκέναι παράδοξον, τὰ γὰρ μετὰ θάνατον γινόμενα ἕλκη οὐ μύει ἀλλὰ σήπεται, ὅμως οὐ τοσαύτην ἔχει παραδοξίαν ὅσην ἡ ἀπούλωσις. [Πολλὴ δὲ καὶ ἡ ὁμωνυμία καὶ ἡ παραγωγὴ τοῦ μύειν. μύει γὰρ οὐ μόνον ἕλκη ἀλλὰ καὶ χείλη καὶ ὄμματα, καὶ ῥόδα δὲ τὰ ἔτι ἐν κάλυξι καὶ ὅσα τοιαῦτα ἐκ δὲ τοῦ μύειν ἐστὶ καὶ τὸ μυεῖν, ἱερὰ λέξις αὕτη Ἀττική, ἀφ' ἧς καὶ ὁ μύστης καὶ ἡ μύστις, οἷς ἀνάγκη μύειν τὸ στόμα καὶ μὴ ἐκφαίνειν ἃ μεμύηνται. τοῦ δὲ μύειν παράγωγον καὶ τὸ μῦθος, πρὸς ὃ μύομεν ὄψιν, καὶ οἱ μύες δὲ οἵ τε κατὰ σῶμα καὶ τὰ ζωΐδια, καὶ ἡ μυῖα δὲ, καὶ οἱ μυῶνες, καὶ ἄλλα δέ τινα.]

(v. 420) Τὸ δὲ "οὐδέ ποθι μιαρός", ἀντὶ τοῦ οὐδαμοῦ βεβαμμένος αἵματι, ἐπεὶ τὸ αἷμα, ὡς ἐρρέθη, πέριξ νένιπται. κἀνταῦθα μὲν ἰδίᾳ εἶπε τὸ "αἷμα" καὶ ἰδίᾳ τὸ "μιαρός, ἀλλαχοῦ δὲ ὁμοῦ παράκεινται ἐν τῷ "μιάνθην αἵματι μηροί". ἐν δέ γε τῷ "μιαιφόνος Ἄρης" συνετέθη ὁ αὐτὸς νοῦς, οὐ ψόγον δηλῶν ὡς παρὰ τοῖς ὕστερον, ἀλλὰ πολεμικόν τι παρακολούθημα, τὴν ἐξ αἵματος δηλαδὴ βαφήν, ὁποίαν δή τινα πάσχει καὶ ἐλέφας, ὃν γυνὴ Κάειρα φοίνικι μιήνῃ, ὡς προδεδήλωται. Σημείωσαι δὲ ὅτι πολλαὶ λέξεις, [926] πάλαι ποτὲ μέσως λεγόμεναι, ὕστερον ἐπὶ οὐκ ἀγαθῷ ἐδέχθησαν, ὥσπερ καὶ μιαρός παρὰ τοῖς μεθ' Ὅμηρον ὁ λυμάτων ἄξιος, ὅ ἐστι ῥυπαρός, λυμεών, ἀκάθαρτος. οὕτω καὶ ἅγιος παρὰ τοῖς παλαιοῖς οὐ μόνον ὁ καθαρός, ἀλλὰ καὶ ὁ μιαρός, διὰ τὸ τοῦ ἅγους διπλόσημον, ἐξ οὗ καὶ ὁ εὐαγής, καὶ αὖ πάλιν ὁ ἐξάγιστος καὶ τὰ τούτῳ ἐναντία, ἡ ἁγιστεία καὶ τὸ καθαγιάζειν. οὕτω καὶ φαῦλον οὐ μόνον τὸ κακόηθες, ὡς παρὰ Δημοσθένει δηλοῖ τὸ "οὐ γὰρ εἰ φαύλοις ὑμεῖς συμμάχοις χρῆσθε", ἀλλὰ καὶ τὸ ἀγαθόν, ὡς Εὐριπίδης "φαῦλον, κομψόν, τάχιστον", οὐδὲ μόνον ἐπὶ μεγέθους, ὡς τὸ "φαῦλον στόμα", ἀλλὰ καὶ ἐπὶ σμικρότητος, ὅθεν καὶ φαύλη ἐλαία ἡ μικρόκαρπος, ἡ καὶ φαυλία, γινομένη, φασίν, ἐκ κοτίνου κοπέντος καὶ μεταφυτευθέντος. λέγεται δέ, φασί, φαῦλον καὶ τὸ ἁπλοῦν καὶ μέτριον, καὶ φαύλως τὸ ἁπλῶς καὶ ἡσυχῇ. Ἀριστοφάνης "φαύλως φέρει νῦν τὸ κακόν". καθ' ὅμοιον τρόπον καὶ παντουργός ἦν μὲν ὅτε ὁ πανοῦργος, νῦν δὲ θεῷ ἡ λέξις ἐπίκειται. καὶ καθωσιωμένος τὸ ἀρχαῖον ὁ ὅσιος, καὶ οὐχ' ὡς ὕστερον ἐπὶ ψόγου. μυρία δὲ καὶ ἄλλα ὅμοια, [ἐν οἷς καὶ ἡ συνωμοσία, χρόνῳ μέν ποτε λαγχάνουσα ἔπαινον ὡς ἐπὶ καλῷ οὖσα, νῦν δὲ ἀποκληρωθεῖσα τοῖς φαύλως εἰς ὅρκον συνιοῦσι καὶ ἐπιτρίβουσα τοὺς οὕτω συνωμότας.]

(v. 421) Τὸ δὲ "ἐτύπη" κατὰ κυριολεξίαν φησίν. οὐ γὰρ ἐβλήθη πεσὼν ὁ Ἕκτωρ, ἀλλ' ἕκαστος τότε "οὐτήσασκε παραστάς".

(v. 422 s.) Ὅτι ἐπὶ θεοφιλεῖ νεκρῷ ῥηθείη ἂν παρῳδηθὲν τὸ "ὥς τοι κήδονται μάκαρες τοῦ δεῖνος καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι".

(v. 425) Ὅτι ἐνάγων θεοσεβεῖν ὁ Ὁμηρικὸς Πρίαμός φησιν "ἦ ῥ' ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδόναι ἀθανάτῳ.

(v. 426-428) Εἶτα ῥητορικῶς πιστούμενος ἐκ μέρους τὸ καθόλου φησὶν "ἐπεὶ οὔ ποτ' ἐμὸς πάϊς, εἴ ποτ' ἔην γε, λήθετ' ἐνὶ μεγάροισι θεῶν· τῷ οἱ ἐπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ". Καὶ ὅρα τὸ "εἴ ποτ' ἔην" περιπαθῶς λεχθὲν καὶ συνήθως ὡς εἰ μηδὲ γέγονέ ποτε ὁ τοσοῦτος Ἕκτωρ.

(v. 425) [927] Αἴσιμα δὲ δῶρα τὸ εὔχεσθαι, τὸ σπένδειν, τὸ θύειν καὶ τὰ τοιαῦτα. Τὸ δὲ "διδόναι", τελευταῖος ὢν ποὺς ἐν τῷ "δῶρα διδόναι" καινῶς ποδίζει τὸ ἡρῷον μέτρον. ἐκταθῆναι μὲν γὰρ αὐτὸ κατὰ τὸ γνῶναι καὶ βιῶναι οὐ παραδέδοται, διδοῦναι δὲ γράψαι οὐκ εὐσυγχώρητον. λείπεται οὖν ἐκτείνεσθαι τὸ μικρὸν ο τοῦ διδόναι ὁμοίως τῷ "ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν". τινὰ δέ γε τῶν ἀντιγράφων ἐτόλμησαν γράψαι "διδοῦναι" πρὸς ὁμοιότητα ἴσως τοῦ τιθέναι τιθεῖναι διὰ διφθόγγου ἢ τιθῆναι διὰ τοῦ η, ἐξ οὗ τὸ "τιθήμεναι", παθὸν οὕτω πρὸς εὐχρηστίαν μέτρου.

(v. 428) Τὸ δὲ "ἀπεμνήσαντο" γράφεται καὶ "ἐπεμνήσαντο". ἀκριβέστερον δὲ τὸ "ἀπεμνήσαντο", καὶ δηλοῖ τὸ ἐμνήσαντο, ὁμοίως τῷ ἀπομηνίσαι ἀντὶ τοῦ μηνίσαι καὶ τοῖς ὁμοίοις, περὶ ὧν δεδήλωται. ἐκ δὲ τοῦ τοιούτου ἀπομνήσασθαι καὶ τὸ ἀπομνημόνευμα γέγονε παρὰ τοῖς ὕστερον.

(v. 429-431) Ὅτι ἐν τῷ "ἀλλ' ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεῷ" καὶ ἑξῆς, νοητέον ὅτι κατὰ τὸ σιωπώμενον προμηθέστερον διατεθεὶς ὁ γέρων ἔφερε καί τινα ἕτερα δίχα τῶν λύτρων, εἴπως καὶ τούτων χρεία παραπέσοι. ἐν δὲ καὶ τὸ ἄλεισον, ὃ δίδωσι τῷ Ἑρμῇ. οὐ γὰρ ἂν ἐκεῖνο τὸ περικαλλὲς δέπας, τὸ μέγα κτέρας, ἐδίδου. εἰ δὲ καὶ ἐκεῖνο τυχὸν ἐθέλει δοῦναι, ἐστὶ τοῦτο τῆς τοῦ γέροντος δειλίας τε καὶ συγχύσεως. εἶδος δὲ ποτηρίου καὶ τὸ ἄλεισον, οὗ ἐτυμολογίαι διάφοροι. ἀρέσκει δὲ τοῖς πλείοσιν ἀπὸ τοῦ λεῖον γενέσθαι πλεονασμῷ τοῦ σ μετὰ τοῦ α στερητικοῦ ἢ ἐπιτατικοῦ, οἱονεὶ τὸ μὴ ὂν λεῖον ἀλλὰ περιφερὲς ἢ ἐμπαιστόν, ἢ τὸ ἄγαν λεῖον. λέγεται δὲ καὶ ἀρσενικῶς κατά τινας, οἳ καὶ χρῆσιν τούτου προφέρουσιν. [928] [Εἰ δὲ καινὸν τοῦτο δοκεῖ, ἐνθυμητέον εἰς ὁμοιότητα καὶ τὸ σύμβολον, οὗπερ εὕρηται παρὰ πολλοῖς τῶν ῥητόρων, καὶ ἄρρεν ὁ σύμβολος. Ἰστέον δὲ ὡς, εἰ μὴ ἡ παράδοσις ἦν, οὐκ ἂν εἶχέ τις ὄκνον γράφειν τὸ ἄλεισον ἐν μόνῳ τῷ ι, καὶ ἐν δυσὶ σίγμα, ὡς ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ λισσόν, τὸ λεῖον, οὗ χρῆσις καὶ ἐν τῷ "λισσὴ δ' ἀναδέδρομε πέτρη".]

(v. 435 s.) Ὅτι ὁ δῆθεν Ἀχιλλέως θεράπων Ἑρμῆς, πιστὸν ἑταῖρον ὑπογράφων, φησὶ μὴ πείσεσθαι δῶρα πρὸς Πριάμου παρὲξ Ἀχιλλέα, ὡς προεγράφη, δέξασθαι "ἐπεί", φησίν, "αὐτὸν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι συλεύειν, μή μοί τι κακὸν μετόπισθεν γένοιτο", ἢ θεόθεν δηλαδὴ ἢ ἐξ Ἀχιλλέως, εἴπερ φωραθῶ.

(v. 436) Καὶ ὅρα τὸ συλεύειν φανερῶς ῥηθὲν ἐπὶ κλοπῆς. οὐ τοίνυν ἡ λέξις μόνον δηλοῖ τὸ λαφυραγωγεῖν. ἀστεῖον δέ, εἴπερ ὁ κατὰ τὸν μῦθον οἰκειούμενος τὴν κλεπτικὴν ἀποτροπιάζεται τὸ συλεύειν. πάντως δὲ ἐν καιρῷ τοῦτο ποιεῖ. παιδευτικὸν δὲ τὸ δοξάζειν κλεπτικὸν θεράποντα εἶναι καὶ τὸν πάρεξ τοῦ δεσπότου δῶρα λαμβάνοντα.

(v. 435) Ὅρα δὲ κἀνταῦθα ὡς αἰδὼς καὶ δέος συνέχει τὴν πρὸς τοὺς μείζονας εὔνοιαν. ὃ δηλοῦται καὶ ἐν τῷ "αἰδοῖος τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε". Σημείωσαι δὲ καὶ ὅτι εὔλογος τῷ δῆθεν Μυρμιδόνι ὁ ἐπὶ τῷ Ἀχιλλεῖ φόβος, εἴγε καὶ ῥᾴων εἰς θυμὸν ὁ ἥρως, ὡς φανεῖται, καὶ ἀναίτιον δὲ αἰτιᾶσθαι πρόχειρος, ὡς δεδήλωται ἀλλαχοῦ.

(v. 437-439) Ὅτι πομποῦ ἀγαθοῦ τὸ "σοὶ δ' ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων, οὐκ ἂν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο". ἄδηλον δὲ ποῖον λέγει Ἄργος. δόξειε δ' ἂν μάλιστα ὡς Μυρμιδὼν τὸ Θετταλικὸν λέγειν. ἐπιστήμων δὲ πομπὸς ὁ καὶ διὰ ξηρᾶς καὶ διὰ θαλάττης πέμπειν εἰδώς.

(v. 440) Ὅτι παρὰ μὲν τοῖς ὕστερον τὸ ἐπαΐξαι δοτικῇ συντάσσεται, Ὅμηρος δ' ἐνταῦθά φησιν "ἐπαΐξας Ἐριούνιος ἅρμα καὶ ἵππους", ἤγουν ἀΐξας ἐπὶ ἅρμα καὶ ἵππους. ἄλλως δὲ πάντως ἐπαΐσσει τις ἅρμα, καὶ ἄλλως ἵππους, τὸ μὲν ἀναβαίνων, τοὺς δὲ ἰθύνων.

(v. 442) Εἶτα κεῖται ἡνιόχου ἀρετὴ τὸ "ἐν δ' ἔπνευσ' ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ".

(v. 443) Ὅτι πρωθυστέρου τρόπου καὶ τὸ "ὅτε πύργους νεῶν καὶ τάφρον ἵκοντο", πρῶτον γὰρ τάφρος, εἶτα πύργοι. ὅμοιον καὶ μετ' ὀλίγα τὸ "ὤϊξε πύλας καὶ [929] ἀπῶσεν ὀχῆας". ἀπωσθέντων γὰρ ὀχέων οἴγονται μετὰ τοῦτο πύλαι.

(v. 444-446) Ὅτι ἐνδεικνύμενος ὁ ποιητής, ὅπως ἡ τοῦ Ἑρμοῦ ῥάβδος κατὰ μῦθον ἀνδρῶν ὄμματα θέλγει, φησὶν "οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο· τοῖσι δ' ἐφ' ὕπνον ἔχευε διάκτορος Ἀργεϊφόντης πᾶσι". Καὶ ὅρα τὸ "πᾶσιν", [εἰς ὃ καὶ μάλιστα χρεία Ἑρμοῦ τῷ ποιητῇ.] Ἐχρῆν γὰρ ὀλίγους τινὰς ἢ ἀλλ' ἕνα γοῦν ἐγρηγορέναι, εἰ μὴ ἐθέλχθησαν πληγέντες καὶ τῇ ῥάβδῳ κατὰ τὸ σιωπώμενον, δι' ἧς οἶδε θέλγειν Ἑρμῆς. Σημείωσαι δὲ καὶ οἷον τὸ ἀναπίπτειν, ὅτε δοκεῖ μηδὲν εἶναί ποθεν κακόν. ἰδοὺ γὰρ οἱ φύλακες ἀναπεσόντες, ὅτι μὴ ἐδεδίεσαν, αἰτιάσει περιέπεσον ἄν, ὡς εἰκός, εἰ καὶ μηδὲν τοιοῦτον ὁ ποιητὴς ἔφθη ἐπισημήνασθαι οἷα ταχὺ παύσας τὴν ποίησιν. ἔστι δ' ἐν τῷ ῥηθέντι μετὰ δόρπον ὕπνῳ ὑπονοῆσαι ἀλληγορικῶς καὶ ὡς ἡ καθ' Ἑρμῆν ὑπνοποιὸς ῥάβδος καὶ αὖ πάλιν ἐξεγερτικὴ τὸν ἔλλογον ὕπνον δηλοῖ καὶ τὴν ὁμοίαν αὖθις ἐγρήγορσιν. εἴη δὲ ἂν τοιοῦτος ὕπνος ὁ ἐξ ἀνάγκης καὶ φύσει νύκτερος μετὰ τὸ φαγεῖν. πάνυ γὰρ πιθανῶς ὁ μῦθος κατακοιμίζει νῦν φαγόντας τοὺς φύλακας.

(v. 444) Τὸ δὲ δόρπα μεταπέπλασται, καθὰ καὶ τὸ ζυγόν πρὸ ὀλίγου, καὶ ὡς τὸ δεσμόν καὶ τὸ κέλευθον. φησὶ δὲ καὶ Αἰσχύλος "ἄριστα δεῖπνα δόρπαθ' αἱρεῖσθαι τρία". [Καὶ μὴν οἱ Ὁμηρίδαι ψέγουσι τοὺς λέγοντας τρὶς τῆς ἡμέρας ἐσθίειν τοὺς παρ' Ὁμήρῳ, καθὰ καὶ ἀλλαχοῦ παρεσημάνθη. Πλάτων δέ γε ὕστερον ἔφη, ὡς ἐλθόντα με εἰς Σικελίαν ὁ ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσε, δίς τε τῆς ἡμέρας ἐμπιπλάμενον ζῆν, καὶ τὰ ἑξῆς. τῷ ὄντι γὰρ τὸ τρὶς ἐσθίειν δι' ἡμέρας τρυφῆς ἐστιν ἄκρας, δι' ἧς πολλοὶ καὶ κατ' ἄνδρα καὶ κατά τι πλῆθος καὶ κατὰ πόλεις δὲ ὤλοντο. καὶ τὸ Συβαριτικὸν μὲν πάθος τεθρύληται. Μιλήσιοι δὲ καὶ αὐτοὶ ἕως μέν, φασίν, οὐκ ἐτρύφων, ἐνίκων Σκύθας καὶ πόλεις ἐφ' Ἑλλησπόντῳ ἔκτισαν καὶ τὸν Εὔξεινον κατῴκισαν πόλεσι λαμπραῖς καὶ πάντες εἰς Μίλητον ἔθεον, ὡς δ' ὑπήχθησαν ἡδοναῖς, κατερρύη τὸ τῆς πόλεως ἀνδρεῖον, ὡς Ἀριστοτέλης φησί, καὶ παροιμία ἐντεῦθεν ἐξέπεσε τὸ "πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι". [930] αὐτοὶ δὲ καὶ ἄλλοις διαδιδόντες τὴν τρυφὴν ἤκουσαν ὀνειδιστικῶς ἐν Λακεδαίμονι τὸ "οἴκοι τὰ Μιλήσια κἀπιχώρια", ἤγουν οἴκοι τρυφᾶτε καὶ μὴ ἐνθάδε, κατὰ δὲ ἑτεροίαν γραφήν "οἴκοι τὰ Μιλήσια, μὴ γὰρ ἐνθάδε". ὃ δὴ μὴ μαθόντες λέγειν οἱ τῆς Ἀβύδου, ἐσκώπτοντο ἐπὶ τρυφῇ, Μιλησίων ὄντες ἄποικοι, ἀνειμένοι δὲ τὴν δίαιταν καὶ κατεαγότες, ὡς γράφει ὁ Δειπνοσοφιστής.]

(v. 44856) Ὅτι ἐκφράζων τὴν τοῦ Ἀχιλλέως κλισίαν καὶ δι' αὐτῆς ἐμφαίνων, ὡς εἰκός, καὶ ἄλλας ὁποῖαί τινες ἦσαν, φησὶ "κλισίην Πηληϊάδεω ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι, δοῦρ' ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν λαχνήεντ' ὄροφον, λειμωνόθεν ἀμήσαντες· ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι σταυροῖσιν πυκινοῖσι· θύρην δ' ἔχε μοῦνος", ἤγουν εἷς, "ἐπιβλὴς εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοί, τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῗδα θυράων, τῶν ἄλλων· Ἀχιλλεὺς δ' ἂρ ἐπιρρήσσεσκε καὶ οἶος", ἤγουν ἐπετίθει. καιρία δὲ ἡ λέξις, καὶ οὐκ ἔσχεν ὁ ποιητὴς εὑρεῖν κρείττονα. διὸ καὶ δὶς εἶπεν αὐτήν.

(v. 454) Σημείωσαι δὲ ἐνταῦθα τὸ τρεῖς χρησιμεῦον εἰς τὴν ὑπόνοιαν τοῦ, ὡς προερρέθη, Μυρμιδόνα τινὰ ἴσως εἶναι τὸν ἐπιφανέντα ὡς Ἑρμῆν. εἰ γὰρ τρεῖς ἐπιρρήσεσκον τὸν ἐπιβλῆτα, ἰδοὺ εἷς ὁ Πρίαμος, δεύτερος ὁ κῆρυξ, καὶ τρίτος ὁ λεγόμενος Μυρμιδών. καὶ πιθανῶς ἀναβαλοῦνται ἂν οἱ τρεῖς τὸν ὑπὸ μόνου Ἀχιλλέως ἐπιβαλλόμενον μοχλόν, ὑπερβάντες τοὺς [931] σταυροὺς καὶ ἔνδον γενόμενοι τῆς αὐλῆς. Τὸ δὲ ἐπιρρήσσειν οἱ μεθ' Ὅμηρον καταρρήσσειν καὶ καταράσσειν φασίν, ὅθεν καὶ ὁ καταράκτης, λέξις αὕτη ὁμώνυμος. ὀρνέου τε γὰρ ἅρπαγος ὄνομά ἐστι, καὶ μέρους ποταμῶν, οἳ διὰ πετρῶν καταράσσουσιν, ὁποῖοι καὶ οἱ Αἰθιοπικοί, καὶ πύλης δὲ ἐνδομύχου συντελούσης ἐν πολιορκίᾳ πόλεως. ἰδοὺ δὲ καταράκτης καὶ ὁ κατὰ πύλας ἐπιβλής, περὶ οὗ εἰρήσεται. ῥωμαλεότης δὲ Ἀχιλλέως τὸ τριῶν ἄλλων ἐπιρρησσόντων αὐτὸν μόνον τοῦτο ποιεῖν, ὃ δὴ καὶ ὁ μυθικὸς Ἑρμῆς ῥᾷον ἤνυσε.

(v. 448) Σημείωσαι δὲ καὶ ὅτι ὡς ἄνακτι τῷ Ἀχιλλεῖ τοσαύτη κλισία πεποίητο. τοῖς γὰρ ταπεινοτέροις τοιαῦται μέν, οὐ τηλικαῦται δέ. διὸ προϊὼν ὁ ποιητὴς ἀξιώσει καὶ οἶκον εἰπεῖν αὐτὴν ἐν τῷ "γέρων δ' ἰθὺς κίεν οἴκου", καὶ "οἴκοιο ἆλτο θύραζε". ἔστι δὲ καὶ ἄλλως οἶκος ἡ κλισιὰ ὀνόματι γενικῷ.

(v. 449) Τὸ δὲ "ποίησαν", εἰ καὶ παρὰ τοῖς ὕστερον ταὐτόν ἐστι τῷ ποιητικῶς εἶπον, ὡς καὶ προδεδήλωται, ἀλλ' Ὅμηρος καὶ ὧδε καὶ ἀλλαχοῦ συνήθως ποιεῖν λέγει τὸ κατασκευάζειν καὶ τεχνᾶσθαι. Τὸ δὲ "ἄνακτι" δὶς καὶ αὐτὸ ἐν τοῖς ῥηθεῖσι κεῖται ἐν τέλει στίχων ἁπλοϊκῶς οὕτω πρὸς ἀναπλήρωσιν, καθὰ καὶ τὸ "ποίησαν". κλισίην γάρ, φησί, "ποίησαν ἄνακτι", καὶ ["αὐλὴν ποίησαν ἄνακτι".] Δοκεῖ δὲ ἀρέσκεσθαι ταῖς ἐλάταις ὁ ποιητὴς εἰς κλισίας ποίησιν.

(v. 450) Κέρσαι δὲ ἰδοὺ καὶ ἐπὶ ξύλων. εἰ δὲ δοκεῖ καινὸν διὰ τὸ ἀκερσεκόμης, ἀλλ' οἶδε καὶ ἐπὶ δένδρων κόμην ἡ μεταφορά. ἐκ δὲ τοῦ τοιούτου κείρειν καὶ ὁ κορμός. Τὸ δὲ "ἔρεψαν" τοῦτό ἐστιν, ὃ ἐτυμολογικῷ τρόπῳ ποιεῖ τὸν ὄροφον. ὄροφος δὲ καλαμίσκου εἶδος ὑδροχαροῦς, ἐπιτηδείου εἰς ὀροφήν, ὃς ἐν λειμῶνι πεπανθεὶς δασεῖαν ἐπανθοῦσαν ἔχει λάχνην, ὅτε καὶ ἔστιν ἀγαθὸς ἐρέφειν. ἀπ' αὐτοῦ δὲ διὰ τὴν παλαιτάτην [932] χρῆσιν καὶ ἁπλῶς αἱ τῶν οἰκιῶν στέγαι πᾶσαι ὄροφοι λέγονται, ἀφ' ὧν καὶ φάλαγγες ἤτοι ἀράχναι ὑπωρόφιοι οἱ φωλοῦντες ὑπὸ τοὺς ὀρόφους.

(v. 451) Λειμὼν δέ, εἰς ὃν ὕδωρ λείβεται, ἀπὸ τοῦ λέλειμμαι παρακειμένου, ὃν ἡ πολλὴ γλῶσσα λιβάδιον λέγει ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦ ἔλιβον. Ἀμῆσαι δὲ τὸ συναγαγεῖν, ἢ μάλιστα θερίσαι.

(v. 453) Σταυροὶ δὲ οἱ σκόλοπες καί, ὡς ἀλλαχοῦ ἐρρέθη, τὰ κατὰ φθορὰν λεγόμενα σταύαρα, οἷς ὅσα καὶ ἑρκίῳ τοίχου αὐλὴ φράττεται. διὸ καὶ πυκνοῦσθαι αὐτοὺς χρή. σκολόπων δὲ ὄντων τῶν σταυρῶν εἰκότως καὶ τὸ ἀνασκολοπίζειν ἀνασταυροῦν λέγεται. Ἐπιβλὴς δὲ ξύλον συνέχον ἐπικεκλεισμένας τὰς θύρας ἐν τῷ ἀπὸ τοίχου εἰς τοῖχον ἢ ἀπὸ στύλου εἰς στῦλον τῇ θύρᾳ ἢ ταῖς θύραις ἐπιβάλλεσθαι.

(v. 455) Ὁ δὲ ποιητὴς ἑρμηνεύων τὴν λέξιν καὶ μεγάλην κληῗδα θυρῶν αὐτήν φησι, ταὐτὸν εἶναι κληῖδα καὶ ἐπιβλῆτα παραδιδούς. ἀμφότερα δὲ μοχλὸν δηλοῦσιν, ὃς καὶ κλεῖθρον λέγεται, ὁποῖόν τι καὶ ἡ Ὀδύσσεια δηλοῖ ἐν τῷ "ἐπὶ δὲ κληῗδ' ἐτάνυσεν ἱμάντι". κληῖδα γὰρ καὶ ἐκεῖ τὸ κλεῖθρον καλεῖ, μικρὸν ὄν, ὡς μὴ χειρὶ καταρρήσσεσθαι, ἀλλὰ ἱμάντι τείνεσθαι. ὁ δὲ τοιοῦτος μοχλὸς καὶ ὀχεύς ἐστιν ἢ ὀχῆες, κατὰ τὸ "ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας", ὧν ῥῆμα τὸ ἔχειν.

(v. 453) Διὸ θύρην ἔχε, φησίν, ἐπιβλής. φησὶ δὲ καὶ ἐν τοῖς ἑξῆς Ἀχιλλεύς, ὅτι οὐκ ἂν ὀχῆας ῥεῖα μετοχλίσειε θυράων ἡμετέρων. Ἔνθα καὶ σημείωσαι τὸ "μετοχλίσειεν", ἐξ οὗ γίνεται, ὡς μετ' ὀλίγα ῥηθήσεται, ὁ μοχλός ὥστε ταὐτὰ κατὰ πολυωνυμίαν μοχλός, ὀχεύς, ἐπιβλής, κληῒς καὶ κλεῖθρον. Σημείωσαι δὲ καὶ ὅτι ἐξ ἑρμηνείας τοῦ ἐπιρρήσσειν ἔοικεν ἐπινοηθῆναι ὁ ἐπιβλής. ἐπιρρήσσειν γάρ, ὡς ἐρρέθη, τὸ ἐπιτιθέναι ἤτοι ἐπιβάλλειν, ὅθεν παρῆκται ὁ ἐπιβλής. οὗ ἀνάπαλιν τὸ ἀπωθεῖν. ἄνωθεν μὲν γὰρ κάτω ἐπιρρήσσεται, κάτωθεν δὲ ἄνω ἀπωθεῖται, ὡς δῆλον ἐκ [933] τοῦ "ἀπῶσεν ὀχῆας". εἰ δὲ ἐπιβλὴς μὲν ἑνικῶς, ὀχῆες δὲ πληθυντικῶς ἐπὶ τοῦ αὐτοῦ σημαινομένου κείμενα, καινὸν οὐδέν, ἐπεὶ καὶ τὴν θύραν, ἣν ἔχει ὁ ἐνταῦθα ἐπιβλής, καὶ πληθυντικῶς θύρας λέγει, ὥσπερ καὶ πύλας ἀνωτέρω, ἔνθα καὶ οἱ αὐτῶν ὀχῆες. Ὀξύνεται δὲ ὁ ἐπιβλὴς ὡς τὸ προβλής, ἡμιθνής, ἀδμής. τὰ γὰρ εἰς σ λήγοντα ἀρσενικὰ σύνθετα, ἔχοντα ἐν τῷ τέλει μίαν συλλαβὴν τοῦ ῥήματος καὶ διὰ τοῦ τος κλινόμενα, ὀξύνεται. διὸ καὶ παρὰ Ἀριστοφάνει τὸ "ὁ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλής", ὅ ἐστι ῥίψασπις, καίτοι ἐκ τριῶν συγκείμενον λέξεων, ὅμως ὀξύνεται. οὐ καλῶς οὖν, φασί, τὸ ἐπιβλής βαρύνει Ἀρίσταρχος.

(v. 454) Ὅρα δὲ καὶ ὅτι ἐλάτην ἀνωτέρω τὸ φυτὸν εἰπὼν διὰ μόνου τοῦ ε εἰλάτινον ἔφη τὸ αὐτῆς παρώνυμον κατὰ διχρόνου ἐπένθεσιν, μέτρου τοῦτο θέλοντος.

(v. 460 s.) Ὅτι ἐναργείας θείας τὸ "ὦ γέρον, ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα Ἑρμείας", ταὐτὸν δ' εἰπεῖν, λόγος, "σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν".

(v. 463 s.) Ὅτι τὸ "νεμεσητὸν δέ κεν εἴη ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην", ὃ δὴ ὁ τοῦ μύθου Ἑρμῆς φησι μὴ θέλων εἰς ὀφθαλμούς, ἤγουν εἰς ὄψιν, ἐλθεῖν τῷ Ἀχιλλεῖ, ποιεῖν δοκεῖ δυσεντεύκτους τοὺς ὕστερον ἄρχοντας, ἀποθεοῦντας οἷον ἑαυτοὺς καὶ ἀπαξιοῦντας βλέπεσθαι.

(v. 465-467) Ὅτι ὁ λόγιος Ἑρμῆς, ὁ παρὰ τῷ συνετῷ γέροντι δηλαδὴ ἐνδιάθετος λόγος, τόπους τε αὐτῷ ἱκετευτικῶν νοημάτων μεθοδεύει, λέγων "εἰσελθὼν λάβε γούνατα Πηλεΐωνος, καί μιν ὑπὲρ πατρὸς καὶ μητρὸς ἠϋκόμοιο λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς", τουτέστιν, ἵνα σὺν τοῖς δώροις ὀρίνῃς αὐτὸν καὶ λόγοις εἰς οἶκτον. καὶ ἐν καιρῷ δὲ εὐθέτῳ, καθὰ καὶ προεγράφη, ἄγει πρὸς Ἀχιλλέα, ὅτε δηλαδὴ ὁ ἥρως ἀνειμένος τὴν γνώμην ῥᾷον ἂν δυσωπηθείη.

(v. 475) "Νέον γάρ", φησίν, "ἀπέληγεν ἐδωδῆς" καὶ τὰ ἑξῆς. διὸ καὶ εἰς δάκρυον κινηθεὶς Ἀχιλλεὺς παντοῖος γίνεται, καὶ ποτὲ μὲν εἰς θρῆνον ἐρεθισθεὶς κλαίει τὸν πατέρα καὶ τὸν Πάτροκλον, ποτὲ δὲ παραμυθεῖται οἰκτιζόμενος τὸν γέροντα. καὶ ἐπαινεῖ δέ, ὡς φανήσεται. οὐκ ἐξίσταται μέντοι ἐν πᾶσι τούτοις [934] οὐδὲ τοῦ ἀληθῶς μὲν ἐμβριθοῦς ἡρωϊκοῦ, ὡς δέ τινές φασι, παλιμβόλου ἤθους, ἀλλ' ὅτι μικρόν τι ὁ γέρων ἀπήρεσεν αὐτῷ, ἐν οἷς οὐκ ἐπείσθη καθεσθῆναι εἰς θρόνον, "ἀλλὰ τάχιστα λῦσον" εἶπε τὸν Ἕκτορα, ἄλλως δὲ "μή μ' ἐς θρόνον κάθιζε", ταράσσεται εἰς θυμὸν πλείω τοῦ δέοντος, ὡς ῥηθήσεται ἐν οἰκείῳ τόπῳ. Σημείωσαι δὲ ὅτι, εἰ καὶ προεκθετικῶς τῷ γέροντι ἔδοξε καὶ ἀπὸ μητρός, ὡς εἰρήσεται, καὶ τέκνου ἱκετεύσειν τὸν Ἀχιλλέα, ὅμως οὐ γίνεται τοῦτο, τάχα μὲν καὶ διότι ἐξέκρουσεν ἡ λύπη τῆς τοῦ γέροντος ψυχῆς τὴν τοῦ διδασκάλου Ἑρμοῦ μέθοδον, μάλιστα δέ, ὡς τοῦ Ἀχιλλέως τῇ τοῦ πατρὸς καὶ μόνου μνήμῃ καταμαλαχθέντος εἰς ἔλεον ἔτι τὸν μὲν Πηλέα προὐβάλετο Πρίαμος εἰς δυσωπίαν ὡς ὅμοιόν τι πρὸς ἐκεῖνον ἔχων, καθὰ καὶ ἑξῆς δηλωθήσεται, τῇ Θέτιδι δὲ καὶ αὐτῷ οὐδέν τι κοινὸν θεᾷ οὔσῃ καὶ κακῶν ἀπαθεῖ, Νεοπτόλεμος δέ, ὁ τοῦ Ἀχιλλέως παῖς, οὐδ' αὐτός πω δυστυχεῖ ὡς οὕτω πρὸς ὁμοιότητα συμβαλέσθαι τῷ γέροντι, αἰδεῖται δὲ ἴσως ὁ τηλικοῦτος γέρων καὶ καταβαλεῖν οὕτω τὴν ἀξίαν ἀγεννῶς δι' ἐπιχύσεως οἰκτρῶν ἐπιχειρημάτων οἷά τι θαρρῶν καὶ τῇ τῶν δώρων μεγαλοπρεπείᾳ.

(v. 467) Ὅρα δὲ ὅτι ἐνταῦθα μὲν τὸ "θυμὸν ὀρίνῃς" τὴν εἰς ἔλεον κίνησιν δηλοῖ, ἐν δὲ τοῖς ἑξῆς τὸ "μή μοι μᾶλλον θυμὸν ὀρίνῃς", καὶ τὸ "μὴ Ἀχιλῆϊ ὀρινθείη φίλον ἦτορ", τὸν εἰς χόλον ἐρεθισμὸν συνήθως δηλοῦσιν.

(v. 465) Ὅρα δὲ καὶ τὸ "λάβε γούνατα" κατὰ αἰτιατικὴν σύνταξιν, ὅπερ ἀλλαχοῦ "λάβε γούνων" φησί, καὶ μετ' ὀλίγα δὲ "χερσὶν Ἀχιλλῆος λάβε γούνατα". Ἰστέον δὲ ὅτι μέθοδος ἱκετείας τὸ "τύνη δ' εἰσελθὼν λάβε γούνατα" τοῦ δεῖνος, "καί μιν ὑπὲρ πατρός" καὶ ἑξῆς, ὡς προσεχῶς ἀνωτέρω κεῖται. Τὸ δὲ "τύνη" Δωρικὸν καὶ Ὁμήρῳ ἔγνωσται, καὶ παρ' [935] Ἡσιόδῳ ἔστι. γίνεται δὲ, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀπὸ τοῦ τύ, ἤγουν σύ, κατὰ πλεονασμὸν ὅμοιον τῷ ἐγώ ἐγώνη.

(v. 466) Τὸ δὲ "ὑπὲρ πατρὸς καὶ μητρός" ὅμοιον ὡς εἰ καὶ "πρὸς μητρὸς ἔφη καὶ πατρός", ὡς καὶ ἐν τοῖς ‹τοῦ› Κωμικοῦ κεῖται.

(v. 470) Ὅτι τὸ Ἰδαῖος "ἔμιμνεν ἐρύκων ἵππους" ἀντὶ τοῦ πεζεύσαντος Πριάμου κατεῖχεν ὥστε ἐφ' ἑνὸς τόπου ἵστασθαι.

(v. 471-475) Ὅτι ὁ γέρων ἰθὺς ἐλθὼν οἴκου ἔνθ' Ἀχιλλεὺς ἵζεσκε Διῒ φίλος, εὗρέ μιν αὐτόν, "ἕταροι δ' ἀπάνευθεν καθείατο", ἔθος δὴ τοῦτο Ῥωμαίοις ἔτι καὶ νῦν ἀρέσκον. δύο δὲ μόνοι περὶ αὐτὸν ἐπονοῦντο παρόντες, "ἥρως Αὐτομέδων καὶ Ἄλκιμος, ὄζος Ἄρηος", συγκοπεὶς ἐκ τοῦ Ἀλκιμέδων κατά τινας, οὓς δὴ τούτους δύο ἑταίρους, ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐρεῖ, μάλιστα ἑτάρων Ἀχιλλεὺς ἐτίμα μετὰ Πάτροκλόν γε θανόντα, οἳ καὶ τοῦ ζυγοῦ λύσουσιν ἐν τοῖς ἑξῆς τοὺς τοῦ γέροντος ἵππους ἡμιόνους τε, καὶ τὰ λύτρα ἐκ τῆς ἀπήνης λήψονται, ἀλλὰ ταῦτα μὲν ἐν τοῖς μετὰ ταῦτα.

(v. 4759) Νῦν δὲ λέγει καὶ τὸ "νέον δ' ἀπέληγεν ἐδωδῆς", ὁ Ἀχιλλεὺς δηλαδή, "ἔσθων καὶ πίνων. ἔτι καὶ παρέκειτο τράπεζα. τοὺς δ' ἔλαθ' εἰσελθὼν Πρίαμος μέγας", ὃν δηλαδὴ οὐ λαθεῖν ἔδει ἐλθόντα οὕτως οἰκτρῶς, μέγαν ἄλλως ὄντα καὶ οἷον χρῆναι προϊέναι περίκλυτον. "ἄγχι δ' ἄρα στὰς χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας, δεινάς, ἀνδροφόνους, αἳ οἱ πολέας κτάνον υἷας", ὃ δὴ καὶ αὐτὸ οἰκτρόν, εἴπερ ἃς ἡδέως ἀποτέμοι ἄν, ταύτας φιλεῖ. Ὅρα δὲ τὸ τοῦ γέροντος δεξιὸν οὕτω μετρησαμένου τὸν καιρὸν εὐτυχῶς, ὡς εὑρεῖν ἔτι τὸν Ἀχιλλέα μετὰ δόρπον καθήμενον, μεθ' ὃν δόρπον ὕπνωσεν ἂν πάντως κατὰ τοὺς φυλακτῆρας καὶ αὐτός.

(v. 472) Τὸ δὲ "μιν αὐτόν" ἀντὶ τοῦ αὐτὸν ἐκεῖνον κατ' ἐξοχὴν ἀμέσως καὶ οὐ διά τινος τῶν ἑταίρων, ὧν ἕκαστος κατὰ τὴν παροιμίαν τῇ πρὸς τὸν φίλον παραθέσει ἄλλος αὐτός ἐστιν. οὐ μὴν αὐτὸς αὐτός. λαμβάνεται δέ ποτε, ὡς καὶ προδεδήλωται, τὸ αὐτόν μιν καὶ ἀντὶ τοῦ ἑαυτόν.

(v. 478 s.) Τὸ δὲ "χεῖρας δεινὰς ἀνδροφόνους" λυτικόν ἐστιν ἀμφιβολίας τῆς ἐν τῷ "χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου". δοκεῖ γὰρ κρεῖττον εἶναι καὶ ἐκεῖ χεῖρας ἀνδροφόνους μὴ τὰς τοῦ Πατρόκλου, ἀλλὰ τὰς τοῦ Ἀχιλλέως μάλιστα νοεῖν.

(v. 476) Τὸ δὲ "ἔτι παρέκειτο τράπεζα" ἑρμηνευτικόν ἐστι τοῦ "νέον ἀπέληγεν ἐδωδῆς". [936] [Ἔνθα, ὥς φησιν Ἀθήναιος, ἀρέσκει τοῖς παλαιοῖς δηλαδὴ μὴ τιθέναι μετὰ τοῦ ἔσθων καὶ πίνων, ἀλλὰ συντάσσειν τοῖς ἐφεξῆς, ἵνα ᾖ "ἔτι καὶ παρέκειτο τράπεζα". εἰ δὲ καὶ ἐσίγησεν ὁ ποιητὴς ἐν τῷ "ἔσθων καὶ πίνων", τί δή ποτε ἤσθιεν ὁ Ἀχιλλεύς, ἀλλ' ἔστι νοεῖν ἐκ τῶν ἑξῆς ὡς τοιαύτην, καθὰ εἰκός, εἶχε δαῖτα, ὁποία καὶ τῷ Πριάμῳ παρετέθη, τυχὸν δὲ καὶ δαψιλεστέρᾳ ἐχρῆτο. εἰ γὰρ καὶ ἁπλῆ παρασεσημείωται τοῖς παλαιοῖς ἡ παρ' Ὁμήρῳ ἡρωϊκὴ δίαιτα ‑ καὶ αὐτοὶ γὰρ οἱ τρυφεροὶ Φαίακες καὶ μνηστῆρες οἱ ὑβρισταὶ παρ' Ὁμήρῳ κρεῶν ὡς ἐπὶ πολὺ βοείων καὶ αὐτῶν ὠπτημένων ἤσθιον, καὶ οὐδὲ ὀπώρα παράκειται οὐδ' αὐτοῖς Φαίαξι καίπερ οὖσα πολλὴ καὶ ἥδιστα μνημονευομένη καί πως ἀθανατιζομένη, φασίν, ἐν τῷ "ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει ‑ , ἀλλ' ἐπεμελοῦντο καὶ τῶν ἄλλων ἡδέων, ὡς μυριαχοῦ φαίνεται, καὶ οὐ μόνον ἀκροδρύων, ἃ δενδρέων καλῶν ἐκφύονται, ἀλλὰ καὶ αὐτῆς λαχανείας, οἷς ὄρχοι κοσμητῶν ἦσαν πρασιῶν. οἱ δὲ περὶ Σικελίαν ἀγκίστροις ἰχθύας ἀνάγοντες ἐν τῷ πάντως οἴκοθεν ἔχειν ἄγκιστρα ἐκεῖ τε ἰχθυοφαγοῦσι καὶ τέχνην ἔχειν τὸ ἁλιεύειν δηλοῦσιν. οἱ δὲ παρ' ἐκείνοις ὀρνιθοθῆραι καλῶς λέγονται μηδὲ τὸν ἀέρα ἐᾶν ἐλεύθερον διὰ τὸ ἐπιβουλεύειν καὶ αὐτοῖς ὄρνισι. Τὸ δέ γε "κρειῶν πίνακας παρέθηκε παντοίων" οὐ μόνον κρεῶν, φασί, δηλοῖ ἐξαλλαγήν, οἷον ὀρνιθείων, χοιρείων, ἐριφείων, βοείων, ἀλλὰ καὶ σκευασίαν αὐτῶν περιττήν, δι' ἧς ἀνακύπτουσι τράπεζαι Σικελικαί, φασί, καὶ Συβαριτικαὶ καὶ Ἰταλικαί, ἤδη δὲ καὶ Χῖαι. μαρτυροῦνται γὰρ καὶ Χῖοι ὀψαρτυσίαν ἀσκεῖν οὐκ ἔλαττον τῶν εἰρημένων. οὐκοῦν οὐκ ἂν εἴη ἀπεικὸς καὶ τὸν ἐκ Θέτιδος ἥρωα, εἰ καὶ μὴ βορὸν καὶ παμφάγον, ἀλλ' οὖν μηδὲ πάντῃ ἁπλοῦν εἶναι τὴν δίαιταν;]

(v. 480-484) Ὅτι παραβολικῶς ὑποδηλῶν ὁ ποιητής, ὅπως ὁ Ἀχιλλεὺς διετέθη ἐπὶ τοῖς κατὰ Πρίαμον, φησὶν "ὡς δ' ὅτ' ἂν ἄνδρ' ἄτη πυκινὴ λάβῃ, ὅς τ' ἐνὶ πάτρῃ φῶτα [937] κατακτείνας, ἄλλων ἐξίκετο δῆμον ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ' ἔχει εἰσορόωντας, ὣς Ἀχιλλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα, θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο", οἷα εἰκός, οὐ γὰρ ἦν ἄλλως γενέσθαι. σχῆμα δὲ τοῦτο θάμβους καὶ ἀπορίας, καὶ οἷον πύσμα σιωπηρόν, τί ἂν εἴη τὸ βλεπόμενον. σημειωτέον δὲ τὴν παραβολὴν πρὸς μόνον τὸ πολὺ τοῦ θάμβους γενομένην. ἄλλως γὰρ ἀντέστραπται πρὸς τὸ πρᾶγμα. οὐ γὰρ ὁ ἱκετεύων φονεὺς νῦν, ἀλλ' ὁ ἱκετευόμενος. Ὅρα δὲ καὶ τὴν ἐν τῷ θάμβος καὶ θαμβεῖσθαι ἐπιμονὴν διὰ τὸ καίριον τῆς λέξεως.

(v. 480) Ἄτην δὲ πυκινήν, ὅ ἐστι πυκνὴν καὶ πυκνοποιόν, λέγει, ὡς τῆς κατὰ τὴν ἡδονὴν θαλπωρῆς ἀνάπαλιν δηλαδὴ χαυνούσης καὶ ἀραιούσης καὶ διαχεούσης, ὅθεν καὶ διάχυσις καὶ χάρμα καὶ χαρὰ δὲ λέγεται. Ἡ δὲ πάτρη τὸ πρωτότυπόν ἐστι τοῦ πατρίς, παρωνύμου ἐκείνου ὄντος οὐχ' ὑποκοριστικοῦ.

(v. 482) Τὸ δὲ "ἐς ἀφνειοῦ" καλῶς καὶ αὐτὸ κεῖται, ὡς τῶν φονέων τοιούτοις μάλιστα προσιόντων οὐ διὰ τροφήν, ἀλλ' ὡς ἂν βοηθοῖντο βλαπτόμενοι. Ὅτι τοιαύτη τις ἡ τοῦ Πριάμου πρὸς τὸν Ἀχιλλέα ἱκετεία. οἵα τε οὖσα πολὺν οἶκτον ἐνθέσθαι τῷ ἀκούοντι. τοιοῦτος γὰρ ὁ ταῦτα ποιῶν καλὸς Ὅμηρος, ὁ τὴν Μοῦσαν παντοῖος, παρ' ᾧ καὶ πτοήσεταί τις που ἀκούων καὶ ἀναθαρρήσει δὲ ἀλλαχοῦ, καὶ γελάσει ἑτέρωθι, καὶ οἰκτίσεται ἐν ἄλλοις, καὶ ὅλως παντοδαπὸς γενήσεται. [Εἰκότως οὖν ὁ ποιητὴς ἐφιλεῖτο τοῖς γε τὸ καλὸν εἰδόσιν. ἱστοροῦνται γοῦν φιλόμηροι μάλιστα μὲν ὁ μέγας Ἀλέξανδρος, ἤδη δὲ καὶ Κάσανδρος, ὁ καὶ αὐτὸς Μακεδόνων βασιλεύς, οὕτω φιλῶν Ὅμηρον ὡς διὰ στόματος, φασίν, ἔχειν τῶν ἐπῶν αὐτοῦ τὰ πολλά. ἦν δὲ τοιοῦτος καὶ ὁ Φαληρεὺς Δημήτριος, ὃς πρῶτος εἰς θέατρον παρήγαγε, φασί, ῥαψῳδοὺς τοὺς καὶ Ὁμηριστὰς καλουμένους, οἳ ἐμελῴδουν τὰ τοῦ Ὁμήρου, καθάπερ ἄλλοι τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου καὶ ἑτέρων. καὶ τοῦ μὲν τοιοῦτον.

(v. 486-494) Ἡ δὲ τοῦ Πριάμου, ὡς εἴρηται, ἱκεσία ἦν τοιαύτη] "μνῆσαι", φησί, "πατρὸς σεῖο, θεοῖς ἐπιεικέλ' Ἀχιλλεῦ, τηλίκου ὥσπερ ἐγὼν ὀλοῷ ἐπὶ γήραος οὐδῷ. καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες τείρουσ', οὐδέ τίς [938] ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. ἀλλ' ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων, χαίρει τ' ἐν θυμῷ ἐπί τ' ἔλπεται ἤματα πάντα ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα. αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι".

(v. 495501) Εἶτα μετρῶν τοὺς τόκους φησὶ "πεντήκοντά μοι ἦσαν, ὅτ' ἤλυθον υἷες Ἀχαιῶν. ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ' ἔλυσεν, ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, τὸν σὺ πρῴην κτείνας ἀμυνόμενον περὶ πάτρης, Ἕκτορα".

(v. 501-504) Ὑπὲρ οὗ ἱκετεύειν εἰπών, φέρειν δὲ καὶ ἄποινα, οὐχ' ἁπλῶς ἀλλ' ἀπερείσια, ὃ καὶ αὐτὸς ὁ ποιητὴς ἀποφαίνεται, ἐπάγει τὴν ἀξίωσιν "ἀλλ' αἰδεῖο θεούς, Ἀχιλεῦ· αὐτόν τ' ἐλέησον μνησάμενος σοῦ πατρός, ἐγὼ δ' ἐλεεινότερός περ".

(v. 505 s.) Ὃ καὶ κατασκευάζων φησὶν "ἔτλην δ' οἷ' οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρας ὀρέξαι", ἤγουν ἐκτεῖναι, ἢ "χεῖρ' ὀρέγεσθαι". Καὶ σημείωσαι ὅπως νῦν καινότερον παρέφρασε τὸ "ὑπ' ἀνθερεῶνος ἑλεῖν" διὰ τοῦ "ποτὶ στόμα χεῖρα ὀρέξαι". Φασὶ οἱ παλαιοὶ ὅτι ἐν τῷ "τηλίκου ὥσπερ ἐγὼ ἐπὶ γήραος οὐδῷ" ψεύδεται ὁ Πρίαμος ἐπίτηδες. πρεσβύτερος γάρ, φασίν, ὁ Πηλεύς. εἴγε ὁπηνίκα τῷ Ἡρακλεῖ τέλειος αἰχμητὴς συνεστράτευσεν ἐκεῖνος εἰς Ἴλιον, τηνικαῦτα ὁ Πρίαμος ἀπεδόθη, τουτέστι διεπράθη, Τρωϊκὸς μὲν ὢν βασιλικὸς νέος παῖς, Ποδάρκης δὲ καλούμενος. ἴσως δέ, εἰ καὶ ψεύδεσθαι φαίνεται ὁ γέρων, ἀλλὰ τῇ φράσει ἐκφεύγει τὸ εἰκῇ κολακικόν. ἐπὶ γήραος γὰρ οὐδῷ εἶναί τινα διπλόην ἔχει. ὁ τε γὰρ ἔτι ὠμογέρων ἐπὶ γήραός ἐστιν οὐδῷ οἷα τρόπον τινὰ τὸ γῆρας ὑπεισερχόμενος ὁποῖος ἴσως εἴη ἂν ὁ Πρίαμος, καὶ ὁ ἤδη δὲ πέμπελος ἐν οὐδῷ γέγονε γήραος, ὡς ἤδη τὸν βίον ὑπεξιών, ὁποῖον εἶναι τὸν Πηλέα εἰκός. γήραος οὖν οὐδὸν εἰπὼν ὁ Πρίαμος, ἀφίησι νοεῖν τὸν συνετὸν ἀκροατὴν ἐπί τε αὐτοῦ καὶ ἐπὶ τοῦ Πηλέως τὸ εἰκός, οἷα τοῦ οὐδοῦ ὑποκειμένου καὶ εἰς εἴσοδον καὶ εἰς ἔξοδον.

(v. 487) Ἔστι δὲ τὸ [939] "ὥσπερ ἐγώ" καὶ ἑξῆς, διασαφητικὸν τοῦ τηλίκου. ὁμοιότητα δέ φησιν ὁ Πρίαμος ἔχειν πρὸς τὸν Πηλέα, καὶ καθότι καὶ ἐκεῖνόν που, ἤγουν τυχόν, ἴσως, οὐ γὰρ ὁμολογούμενόν ἐστιν, οἱ περίοικοι τείρουσιν, ὥσπερ ἡμᾶς οἱ Ἀχαιοί, καὶ ὅτι οὐδ' ἐκείνῳ ἐστίν, ὃς νῦν ἐκεῖσε παρὼν ἀμυνεῖται, ὥσπερ οὐδὲ ἐμοί, ᾧ μόνος ὁ Ἕκτωρ ἦν.

(v. 491 s.) Εἶτα μετὰ τὴν τοιαύτην κοινωνίαν ἐπάγει διαφοράν, ὅτι ἀλλ' ὁ μὲν Πηλεὺς ἐλπίσι θάλπεται ὄψεσθαί σε νοστήσαντα, οὗ περίφρασις τὸ "ἀπὸ Τροίηθεν ἰόντα", ἐμοὶ δὲ οὔτινα τῶν ἀρίστων υἱῶν λελεῖφθαί φημι, κἂν ἄλλοι τάχα τινὲς εἴπωσι περιεῖναί μοι.

(v. 488) Ὅτι δὲ περιναιέται καὶ περιναέται οἱ περίοικοι λέγονται, πρόδηλόν ἐστιν. ὁ δὲ ποιητὴς ἐνταῦθα ἡρμήνευσεν αὐτούς, ἐπαγαγὼν διὰ συγγένειαν τῆς ἀμφι καὶ τῆς περι τὸ "ἀμφὶς ἐόντες", ἐπειδὴ καὶ περιναέται καὶ περίοικοι οἱ πέριξ, ὅ ἐστιν ἀμφίς, οἰκοῦντες καὶ ναίοντες, γενικῶς δὲ εἰπεῖν, ἐόντες.

(v. 495) Ὅρα δὲ καὶ ὅτι τὸ "πεντήκοντά μοι ἦσαν" ἀσαφῶς εἶπεν ἐπίτηδες, ὡς ἂν εἴη νοεῖν, εἰ βούλοιτό τις, υἱοὺς εἶναι τοὺς πεντήκοντα πρὸς ἐπίτασιν ἀθλιότητος. διὸ καὶ τὸ "υἷες Ἀχαιῶν" εὐθὺς ἔφη, ὡς ἂν τὸ "υἷες" δοκῇ μερίζεσθαι τῇ ἄγαν ἐγγύτητι καὶ πρὸς τὸ "πεντήκοντα". ὅτι δὲ οὐχ' οὕτως ἔχει τἀληθές, δηλοῖ ὁ ποιητής, ἔνθα καὶ θυγατέρων Πριάμου θαλάμους μετρεῖ. [Καὶ μὴν ἄλλως οὐδέν τι προσίσταται καὶ υἱοὺς εἶναι τῷ Πριάμῳ πεντήκοντα, καὶ θυγατέρας δὲ κατ' ἐπιθήκην τὰς προϊστορηθείσας.

(v. 497) Χρήσιμον δὲ τῷ τοιούτῳ λόγῳ καὶ τὸ "τοὺς δ' ἄλλους μοι ἔτικτον γυναῖκες". εἰπὼν γὰρ "τοὺς δ' ἄλλους" διαστολὴν αὐτῶν ἐποίησεν, οὐ πρὸς θηλείας, ἀλλὰ πρὸς ἄνδρας τοὺς ἐκ μιᾶς νηδύος, οἳ ἀλλήλοις μὲν ἦσαν ὁμογάστριοι, τοῖς δὲ ἄλλοις ἀμφιμήτριοι.] Τὸ δὲ "ἔτικτον γυναῖκες", αἱ παλλακαὶ δηλαδή, αἳ τοῖς παλαιοῖς εἰς πλῆθος ἦσαν, καὶ μάλιστα τοῖς βαρβάροις, οἳ ἐκ πλειόνων ἐπαιδοποιοῦντο. πρεσβύτερον δὲ τῶν Πριαμιδῶν τὸν Πολίτην εἶναί φασι.

(v. 499) Τὸ δὲ "ὃς δέ μοι οἶος ἦν" ὡς περὶ ἀριστέως λέγει τοῦ Ἕκτορος, οἷα τὸν ἀντιζυγοῦντα μὴ ἔχοντος. ἄλλως γὰρ ὡς πρὸς τὰ πεντήκοντα τέκνα, ὅπερ ἡ παρὰ τῷ Εὐριπίδῃ Ἑκάβη λέγει κοινοποιουμένη αὐτὰ [940] τῷ ἀνδρί, οὐ μόνος ὁ Ἕκτωρ [ἁπλῶς ἦν υἱός. Ἰστέον δὲ ὅτι, καθὰ καὶ προεγράφη, καὶ ἄλλως δὲ ἔγνωσται, ὥσπερ ὕστερον ἡ παρὰ Πέρσαις βασιλεία τοῦ πλήθους τῶν παλλακίδων, ὥς φησιν ὁ Δειπνοσοφιστὴς, ἠνείχετο, διότι τε ὡς δεσπότης ἦρχε, φησί, τῆς γαμετῆς ὁ βασιλεύς, καὶ διότι ἡ βασιλὶς ὑπὸ τῶν παλλακίδων ἐθρησκεύετο, οὕτω που καὶ ἐπὶ τῶν προτέρων ἐγίνετο. Πρίαμος γοῦν πολλαῖς, φασί, χρῆται γυναιξὶ καὶ ἡ Ἑκάβη οὐ δυσχεραίνει. παρὰ δὲ Ἕλλησιν οὐκ ἀνέχεται, φησίν, ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ Ἀμύντορος παλλακίδα. καὶ Μήδεια δέ, ἡ ἐκ βαρβάρων εἰς τὰ ἀμείνω καὶ Ἑλληνικὰ ἤδη ἐκδεδιῃτημένη, οὐ φέρει τὸν τῆς Κορινθίας Γλαύκης γάμον. καὶ Κλυταιμνήστρα δὲ διὰ Κασάνδραν τὸν ἄνδρα ἔκτεινεν, ᾧ κατὰ τὸν Θερσίτου λόγον ὡς πολυγυναίῳ πολλαὶ γυναῖκές εἰσιν ἐν κλισίῃ ἐξαίρετοι, εἰ καὶ μὴ πρὸς χρῆσιν, ὡς ὁ Ἀριστοτέλης ἔφη, ἀλλ', ὡς εἰκός, εἰς γέρας, ἐπεί, φησίν, οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ αὐτὸς μεθύειν παρεσκευάσατο. ἴσως οὖν, φασίν, ὁ Μενέλαος, ἵνα μὴ τὴν γαμετὴν Ἑλένην λυποίη τῇ φήμῃ, ἐφυλάττετο τὴν πρὸς ἄλλην κοινωνίαν, ὡς καὶ προδεδήλωται. ᾧ δὴ Ἀριστοτέλης ἐπέστησε θαυμάζων, εἰ πᾶσι δοὺς γυναῖκας Ὅμηρος οὐκ ἐποίησε καὶ Μενελάου παλλακίδα. καὶ ταῦτα μὲν περὶ πολυγυναίων. τὰ δὲ πρὸ τοῦ Κέκροπος ἀτεχνῶς θηριώδη καὶ ἀλόγιστα ἦσαν. ἀνέδην γάρ, φασί, τὸ πρότερον κοινογαμείων ὄντων, αὐτὸς πρῶτος Ἀθήνῃσι μίαν ἑνὶ ἔζευξε, διὸ καὶ διφυὴς ἐδοξάσθη, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, οὐκ εἰδότων τῶν προτέρων διὰ τὸ πλῆθος τὸν πατέρα, ὃ δὴ καὶ Διογένης ἔσκωψεν εἰς παῖδα πόρνης λίθους ἐν δήμῳ ῥίπτοντα εἰπών· ὅρα, νεανίσκε, μήποτε τὸν πατέρα τρώσῃς, ὃν δηλαδὴ οὐκ οἶδας.]

(v. 499) Τὸ δὲ "ἄστυ καὶ αὐτούς" ἢ τὴν πόλιν καὶ τοὺς πολίτας ἀπὸ κοινοῦ καὶ νῦν συνήθως λαμβανομένους ἐκ τοῦ ἄστεος, ἢ τὴν πόλιν καὶ τοὺς υἱούς μου.

(v. 500) Τὸ δὲ "ἀμυνόμενον περὶ πάτρης" σεμνύνει τὸν Ἀχιλλέα, εἴπερ μὴ ἀγεννῶς φεύγοντα κτείνει, ἀλλ' ἀνδρείως ἱστάμενον.

(v. 503) Τὸ δὲ "θεοὺς αἰδέσθητι αὐτόν τ' ἐλέησον" σαφέστερον ἡρμήνευται τῶν πρὸ ὀλίγου ῥηθέντων, ἔνθα αἰδοῦς καὶ ἐλέους ἐμέμνητο. Τὸ δὲ "αἰδεῖο θεούς", ὅ ἐστιν αἰδέσθητι, ὡς εὐκτικὸν μὲν οὐκ εὐχερῶς ἂν [941] συμβιβασθείη. τὰ γὰρ εἰς μην περισπώμενα εὐκτικὰ οὐ τοιαύτῃ διφθόγγῳ παραλήγονται, ὡς δῆλον ἐκ τοῦ ποιοίμην ποιοῖο, χρυσοίμην χρυσοῖο, βοῴμην βοῷο, οἷς ἀναλόγως ὤφειλεν εἶναι καὶ αἰδοίμην αἰδοῖο, ἤγουν ἀλλὰ καὶ ἀπὸ τοῦ αἴδω βαρυτόνου ἐχρῆν αἰδοίμην αἴδοιο εἶναι, ὡς τυπτοίμην τύπτοιο. ἴσως οὖν ἐκ προστακτικοῦ τοῦ αἴδεο, οἷον "τάδε τ' αἴδεο καί μ' ἐλέησον" γέγονε τὸ αἰδεῖο ἐπενθέσει τοῦ ι, καὶ ἅμα καταβιβασμῷ τοῦ τόνου πρός τινα ἔμφασιν εὐκτικοῦ. ἄλλως γὰρ οὐκ ἦν ἀνάλογος οὐδὲ ἡ τοῦ "αἴδειο" προπαροξυτόνησις.

(v. 504) Τὸ δὲ "μνησάμενος σοῦ πατρός" πρὸς ἀναφορὰν εἴρηται τοῦ δοκεῖν τὸν Πηλέα ἐλεεῖσθαι διὰ τοῦ ὁμοιοπαθοῦς Πριάμου. ὅτι δὲ καὶ ἐλεεινότερος οὗτος ἐκείνου, προκατεσκεύασε τῇ τε ὁμοιότητι τοῦ καὶ ἐκεῖνον τείρεσθαι ὑπὸ τῶν πέριξ, καὶ τῇ διαφορᾷ τοῦ ἐκεῖνον μὲν εὔελπιν εἶναι, τούτῳ δὲ μὴ περιλελεῖφθαι τὸν ἀμυνούμενον. ἐν οἷς ὅρα καὶ ὅτι τῷ πένθει νικώμενος ὁ γέρων οὐκ αἰδεῖται προφαίνων τὸ ἀληθές, ὡς ἐπιλελοίπασι τοῖς Τρωσὶν οἱ ἀριστεῖς.

(v. 505) Τὸ δὲ "οὔπω" ἀποφαντικῶς ὁ ποιητὴς ἔφη διὰ τοῦ Πριάμου πρός τινα παράπηξιν καινότητος, ὡς μὴ ἱστορουμένου ἑτέρου τοιούτου συμβάματος. Ὅτι τοῖς λόγοις τοῦ Πριάμου οἶκτόν τε ὁ Ἀχιλλεὺς παθὼν καὶ ἐπὶ τῷ πατρὶ δὲ Πηλεῖ παθηνάμενος ἀπάγει μὲν ἐκ τοῦ στόματος τὴν χεῖρα τοῦ γέροντος, κινεῖται δὲ εἰς κλαυθμόν.

(v. 507 s.) Φησὶ γὰρ "τῷ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὦρσε γόοιο, ἁψάμενος δ' ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα". Καὶ ὅρα οἵα ἡ τοῦ γέροντος λαλιά, δυνηθεῖσα καὶ αἰδοῖον τῷ Ἀχιλλεῖ καὶ ἐλεεινὸν αὐτὸν θέσθαι, καὶ δάκρυον δὲ κινήσασα τῷ ἥρωϊ, φιλοῦντι οὕτω πάσχειν ἑτοίμως, ἐφ' οἷς χρή, ὡς προδέδεικται. καλῶς δὲ κεῖται τὸ "ἀπώσατο ἦκα". εἰ γὰρ δριμέως τοῦτο γέγονεν, ἐξέθανεν ἂν τῷ δέει ὁ γέρων.

(v. 509-512) Ὅτι ἐν τῷ "τὼ δὲ μνησαμένω", ἤγουν οἱ δὲ ἀναμνησθέντες, "ὃ μὲν Ἕκτορος ἔκλαιεν ἀδινά, αὐτὰρ Ἀχιλλεὺς ἔκλαιεν ἑὸν πατέρα, ἄλλοτε δὲ Πάτροκλον" καινῶς διὰ σαφήνειαν ἐσχημάτισεν ὁ ποιητής. ἠδύνατο γὰρ ἄλλως τὸ ὅλον στρυφνῶς οὕτω φράσαι· μνησαμένω ὁ μὲν Ἕκτορος, Ἀχιλλεὺς δὲ πατρός, ἔκλαιον, ὃ δὴ καιρία λέξις [942] ὂν δὶς ἐνταῦθα κεῖται.

(v. 510) Οἰκτρὸς δὲ νῦν ὁ τοῦ γέροντος κλαυθμός, εἰ καὶ "ἀδινὰ κλαίει" καὶ "προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς", ὅ ἐστι συστραφείς, καὶ τὸ μέγας εἶναι μεταβαλὼν οὕτω εἰς τὸ μικρὸς φαίνεσθαι καὶ οἷον δοκεῖν κεκρύφθαι. πρωτότυπον γὰρ τοῦ εἰλύειν καὶ ἐπειλύειν τὸ ἐλύειν, οὗ μετοχὴ ὁ ἐλυσθείς.

(v. 513 s.) Ὅτι ἐν τῷ "γόοιο τετάρπετο Ἀχιλλεὺς καί οἱ ἀπὸ πραπίδων", ὅ ἐστι φρενῶν, "ἦλθεν ἵμερος ἠδ' ἀπὸ γύιων" ταὐτόν ἐστι τῷ διὰ μιᾶς λέξεως εἰπεῖν τερφθῆναι, καὶ αὖ περιφραστικῶς, ἀπελθεῖν φρενῶν καὶ γύιων τὸν ἵμερον, τὸν τοῦ γόου δηλαδή. τοῦτο δὲ καὶ τὸ κορεσθῆναι γόου δηλοῖ τὸν ἥρωα. παρελκόντως δὲ κεῖται τὸ "ἠδ' ἀπὸ γύιων". ἤρκει γὰρ καὶ μόνον τὸ "ἠδ' ἀπὸ φρενῶν". πρόσκειται δὲ ὅμως ἐκ περισσοῦ καὶ αὐτὸ διὰ τὸ τοῖς πενθικῶς κυλιομένοις τάς τε χεῖρας τούς τε πόδας σφαδάζειν, ἕως ἂν κατάπονοι γένωνται καὶ οὕτως ἀπέλθοι ὅλων αὐτῶν ὁ ἵμερος τοῦ τε κλαυθμοῦ τοῦ τε σπασμοῦ.

(v. 515 s.) Ὅτι κορεσθεὶς γόου Ἀχιλλεὺς "αὐτίκ' ἀπὸ θρόνου ὦρτο. γέροντα δὲ χειρὸς ἀνίστη, οἰκτείρων πολιόν τε κάρη πολιόν τε γένειον". καὶ ἰδοὺ ὡς ἱκέτευσεν, ἐλεεῖται τῇ πρὸς τὸν Πηλέα ὁ γέρων Πρίαμος ἀναφορᾷ. οἷα δὲ καὶ ἐρεῖ ὁ Ἀχιλλεύς, εὐθὺς δηλωθήσεται. Σημείωσαι δὲ τὸ "οἰκτείρων πολιόν τε κάρη πολιόν τε γένειον", δι' οὗ δηλοῦται μὴ μόνον αἰδεσιμώτερον τὸ γῆρας νεότητος εἶναι, ἀλλὰ καὶ οἴκτου ἐπὶ πλέον ἄξιον.

(v. 51821) Ὅτι οἱ πρὸς Πρίαμον λόγοι τοῦ Πηλείδου τοιοῦτοι "ἆ δεῖλ', ἦ δή", τουτέστιν ὦ δειλέ, ὄντως δή, "πολλὰ κάκ' ἄνσχεο σὸν κατὰ θυμόν. πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἷος ἀνδρὸς ἐς ὀφθαλμούς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς υἱοὺς ἐξενάριξα; σιδήρειον νύ τοι ἦτορ". ἃ δὴ καὶ ἡ γραῦς Ἑκάβη πρὸ τούτων ἔφη πρὸς Πρίαμον κατ' Ἀχιλλέως. ἐξ οὗ καὶ νῦν δηλοῖ Ὅμηρος δυνατὸν εἶναι τὰ αὐτὰ νοήματα εἰς διαφόρους ἔρχεσθαι αὐτοφυῶς.

(v. 520 s.) Δάκοι δὲ ἂν τὸν γέροντα, εἴπερ αὐτὸς μὲν παιδοφόνον, ὡς εἰκός, τὸν Ἀχιλλέα ἔφη διὰ τὸν τοῦ παιδὸς Ἕκτορος φόνον, ὁ δὲ ὡς οἷον εὐτελίζων ἐκεῖνον οὐ μόνον πολλοὺς ἀλλὰ καὶ ἐσθλοὺς Πριαμίδας ἐναρίξαι λέγει.

(v. 522-526) Εἶτα παραμυθούμενος ὁ ἥρως τὸν γέροντά φησιν "ἀλλ' ἄγε δὴ κατά ῥ' ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ' ἔμπης [943] ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ· οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο. ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι ζώειν ἀχνυμένους· αὐτοὶ δέ τ' ἀκηδέες εἰσίν".

(v. 527-532) Ἐπὶ τούτοις δὲ φιλοτιμούμενος ὁ ποιητὴς τὸν αὐτῷ φιλούμενον Ἀχιλλέα καὶ λόγιον δεῖξαι οἷα καὶ ἀγαθοῖς διδασκάλοις φοιτήσαντα, τῷ τε Χείρωνι τῷ τε πατρὶ τῷ τε Φοίνικι, πλάττει αὐτὸν καὶ περὶ τῆς κατὰ Δία εἱμαρμένης λογοποιοῦντά τι καινότερον, ἢ αὐτὸν πλασάμενον εὐφυῶς, ἢ καὶ παραλαβόντα ἐκ διδασκαλικῆς παραδόσεως, καὶ λέγοντα οὕτω "δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων, οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἑάων", ἤτοι ἀγαθῶν "ᾧ μὲν καμμίξας δῴη Ζεὺς τερπικέραυνος, ἄλλοτε μέν τε κακῷ ὅ γε, ἤγουν ὁ τοιοῦτος, "κύρεται, ἄλλοτε δ' ἐσθλῷ· ᾧ δέ κε τῶν λυγρῶν δῴη, λωβητὸν ἔθηκε, καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, φοιτᾷ δ' οὔτε θεοῖσι τετιμένος, οὔτε βροτοῖσι". Καὶ οὕτω καθόλου καὶ οἷον γνωμικῶς εἰπὼν ὁ Ἀχιλλεύς,

(v. 534-537) εἶτα μερικεύει τὸν λόγον, κατάγων συνήθως εἰς τὸ ὑποκείμενον, πίστιν τεχνικῶς τῷ λόγῳ πορίζων τῷ περὶ τοῦ κράματος τῶν πίθων ἐκ τῶν, ὅ φασι, παρὰ πόδας, ἤγουν ἀπὸ τῆς κατὰ τὸν Πηλέα καὶ τὸν Πρίαμον ὁμοιότητος, καί φησιν "ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα ἐκ γενετῆς· πάντας γὰρ ἐπ' ἀνθρώπους ἐκέκαστο ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι, καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν".

(v. 538-542) Καὶ στήσας ἐνταῦθα τὰ τοῦ Πηλέως ἐσθλά, ἐπάγει καὶ τὰ ἐκ τοῦ ἑτέρου πίθου λυγρά, εἰπὼν "ἀλλ' ἐπὶ καὶ τῷ", ἤγουν καὶ ἐπ' αὐτῷ, "θῆκε θεὸς κακόν, ὅττι οἱ οὔ τι παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων, ἀλλ' ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα".

(v. 543-546) Εἶτα ἐν ὀλιγίστῳ λαλῶν καὶ τὸ δοθὲν μίγμα τῷ Πριάμῳ ἐκ τῶν παρὰ τῷ Διῒ δύο πίθων, δι' ὧν ἡ κατ' ἀνθρώπους [944] εὐδαιμονία αἰνιγματωδῶς δηλοῦται, οὐ παντελῶς εἶναι κακῶν ἀμιγὲς λέγει "καὶ σέ, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι. ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων. τῶν", ἤγουν ἐφ' ὧν ἢ ὧν πάντων πλέον, ἢ καὶ ἄλλως δίχα τοῦ ν "τῷ", ἀντὶ τοῦ διό, "σὲ γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι". καὶ ταῦτα μὲν καὶ τὰ τοῦ γέροντος ἐσθλά.

(v. 547 s.) Τὰ δὲ μὴ ἐσθλὰ φράζει οὕτως "αὐτὰρ ἐπεί τοι πῆμα τόδ' ἤγαγε θεός, αἰεί τοι περὶ ἄστυ μάχαι τ' ἀνδροκτασίαι τε".

(v. 549-551) Ἐφ' οἷς περατῶν τὸν λόγον εἰς παραμυθίαν φησὶν ἀσυνδέτως "ἄνσχεο, μήδ' ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος", ὃ πολλαχοῦ κεῖται, "οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα". Καὶ ταῦτα μὲν ὁ καὶ ἀνδρεῖος καὶ λόγιος ἑταῖρος φίλος τοῦ ποιητοῦ. πολύχρηστον δὲ τὸ ῥηθὲν χωρίον, καὶ μάλιστα ἐν λόγοις παραμυθητικοῖς, ὡς ἔστιν ἀναλέγεσθαι τῷ βουλομένῳ.

(v. 518) Ἐν δὲ τῷ "ἆ δειλέ" κλητικὸν συνήθως ἐπίρρημα τὸ ἆ, οὐ μόνον ποιητικώτερον τοῦ ὦ, ἀλλὰ καὶ θυμουμένοις καὶ ἐκπληττομένοις καὶ ἀπειλοῦσι σύνηθες, καθὰ καὶ προηρμήνευται.

(v. 523) Τὸ δὲ [θυμῷ οἷα καί τινι πίθῳ] κατακεῖσθαι τὰ ἄλγη, ὅμοιόν ἐστι τῷ πέττεσθαι, ἢ καὶ οἷον κειμήλια εἶναι ἀνέκφορα. [Ἀλλὰ τοῦτο μὲν ἐπὶ ἄλγους. ὅτε μέντοι χόλος θυμῷ κατάκειται πεφθείς, κότος τότε ἀποτελεῖται.]

(v. 524) Τὸ δὲ "οὐ γάρ τις πρῆξις πέλεται", ἤγουν πέλει, "γόοιο" ἀντὶ τοῦ οὐδέν τι πράσσει τις θρηνῶν, ἀλλὰ μᾶλλον πάσχει. διὸ καὶ ὑποκαταβάς φησιν "οὐ γάρ τι πρήξεις ἀκαχήμενος ἐπὶ τῷ υἱῷ, οὗ διασαφητικὸν εὐθὺς ἐπαχθὲν τὸ "οὐδέ μιν ἀνστήσεις".

(v. 525) Τὸ δὲ [945] "δειλοῖσι βροτοῖσι" παραμυθητικόν ἐστι τοῦ γέροντος, ὡς μὴ περιϋβρισμένου ἐν τῷ "ἆ δειλέ", ἀλλὰ προσφωνηθέντος κατὰ κοινὸν ἐπίθετον. δειλοὶ γὰρ πάντες ἄνθρωποι, ὅ ἐστι δείλαιοι. τοῦ δὲ τοιούτου δειλοῦ σύνθεσιν ἔχει καὶ ἡ παρὰ τῷ Κωμικῷ δειλάκρα, ὅ ἐστιν ἄκρως δειλαία, παιχθεῖσα πρός τινα ὁμοιότητα τοῦ φαλάκρα.

(v. 525 s.) Πρὸς δὲ τὸ τοῖς βροτοῖς τοὺς θεοὺς ἐπικλώθειν τὸ ἄχνυσθαι, αὐτοὺς ἀκηδέας ὄντας, Ἐπίκουρος ἐναντιούμενός φησιν ὅτι τὸ ἀθάνατον καὶ ἄφθαρτον οὔτ' αὐτὸ πράγματα ἔχει οὔτ' ἄλλοις παρέχει. διὸ οὔτε ὀργαῖς οὔτε λύπαις συνέχεται. καὶ Πλάτων δὲ ἐν Πολιτείαις φησίν, ὡς ὁ θεὸς ἀγαθός, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερόν, οὐδὲ βλάπτει. καὶ οἱ μὲν φιλόσοφοι ταῦτα. ὁ δὲ ποιητὴς ἀνθρωποπαθεῖς τοὺς θεοὺς εἰσάγων δίδωσιν, ὡς μυριαχοῦ δηλοῦται, χώραν πάθεσι περὶ αὐτούς, ὁπόσα καὶ ἄνθρωποι πάθοιεν ἄν. ἐν οἷς καὶ τὸ μὴ ἐθέλειν τοὺς ὑπερέχοντας ἶσα τοῖς ταπεινοτέροις φέρεσθαι, ἀλλὰ κολούειν αὐτούς, [εἴτε ἀγαιομένους καί, ὡς ἂν Ἡρόδοτος εἴπῃ, φθονοῦντας, εἴτε καὶ ἑτέρως ὁπωσοῦν.] Οὐκοῦν ἐπεὶ θεῖον τὸ μετὰ ῥᾳστώνης ἔμφρονος ζῆν, ὅ φησιν ἡ ποίησις "θεοὶ ῥεῖα ζώοντες", οὐκ ἂν οὕτω βιῷεν καὶ οἱ θνητοί; ἀνθρώπῳ γὰρ ἀγαπητόν, εἰ μὴ ἀκράτου τοῦ τῶν κακῶν ἀπαντλεῖται αὐτῷ πίθου. ἔχει δ' ἀναμεμιγμένα καὶ ἀγαθὰ τοῖς κακοῖς, κατὰ τὸ "ἀλλὰ σοὶ μὲν παρὰ καὶ κακῷ καλὸν ἔθηκε δαίμων". διὸ καὶ ὁ ἐν Ὀδυσσείᾳ Δημόδοκος, τῇ Μούσῃ πεφιλημένος, οὕτω τὸν βίον κέκραται. φησὶ γὰρ "ὃν περὶ Μοῦσ' ἐφίλησε". καὶ τί [946] ἐστι τὸ ἐφίλησε περισσῶς; "ἐδίδου", φησίν, "ἀγαθόν τε κακόν τε". ποῖα ταῦτα; "ὀφθαλμῶν μὲν ἄμερσεν, ἐδίδου δὲ ἡδεῖαν ἀοιδήν". καὶ οὕτω μὲν οἱ Ὁμηρικοὶ πίθοι, ὁ τῶν ἐσθλῶν καὶ ὁ τῶν κακῶν, κιρνῶσι τὴν ἐν ἀνθρώποις εὐδαιμονίαν, μίγμα οὖσαν καὶ συγκύρημα ἄλλοτε μὲν κακῶν, ἄλλοτε δὲ ἐσθλῶν. ὡς τό γε κατὰ μόνας ἐξ ἑνὸς πίθου δῶρον ἐκ μὲν τοῦ τῶν ἐσθλῶν πίθου ἀνθρώπῳ οὐκ ἄν, ἐκ δὲ τοῦ τῶν λυγρῶν γένοιτ' ἄν. καὶ τοίνυν πανάθλιος ἐκεῖνος, πάσχων ὅσα ἐν στενῷ εἶπεν ὁ ποιητής. [Εἰ δὲ ταῦθ' οὕτω δοκεῖ περὶ τοῦ κατὰ βίον μίγματος τῶν τε ἐσθλῶν τῶν τε λυγρῶν, μάταιος ἄρα Θεόμανδρος ὁ Κυρηναῖος, ὅς, φασί, περιϊὼν ἐπηγγέλλετο διδάξειν τὴν διὰ βίου εὐτυχίαν. εἰ δὲ αὐτὸς μάταιος, οἷός τις ἄρα Πτολεμαῖος ὁ δεύτερος, Αἰγύπτου βασιλεύς, ὅς, φασίν, ἀγαθὸς τὰ ἄλλα ὤν, ὅμως οὕτως ὑπὸ τρυφῆς διεφθάρη, ὡς τὸν πάντα χρόνον ὑπολαβεῖν βιώσεσθαι, καὶ λέγειν ὡς μόνος εὕροι τὴν ἀθανασίαν. εἴη δ' ἂν κατ' αὐτὸν γελοῖος καὶ ἰατρὸς ἐκεῖνος, ὃς ὑγιεινὴν παραδιδοὺς δίαιταν ηὔχησε δι' αὐτῆς ἀπαθανατίσαι, ἢ κατά τινας ἀπαθανατῶσαι, ἄνθρωπον.] Ἡσίοδος μέντοι ἕνα πίθον κεραμεύων κατὰ ἄλλην ἔννοιαν κακῶν αὐτὸν γέμοντα ποιεῖ πάλαι ποτέ, ὃς ἀνοιγεὶς ἐσκέδασε κατὰ γῆν ἅπασαν τὰ κακά, οὐ δίκην σώματος ἐξαντλεῖσθαι πεφυκότος αὐτῷ ἐγκείμενα καὶ ἐξαντλούμενα, ὃ δὴ τοῖς Ὁμηρικοῖς ἐμφαίνεται, ἀλλ' ἔμψυχα ὄντα ὡς οἷον δαιμόνια, καὶ ἐγκεκλεισμένα, καθά ποτε Ἄρης ἦν ἐν χαλκέῳ κεράμῳ, ὕστερον δὲ πτερυξάμενα καὶ τὸν πίθον κενώσαντα, ὅπερ οἱ Ὁμηρικοὶ πίθοι οὐκ ἂν πάθοιεν. τοῦ δὲ τοιούτου τῶν κακῶν πίθου εἴη ἂν καὶ ἡ Πιθοιγία, οὐχ' ἑορτάσιμος κατὰ τὴν παρ' Ἡσιόδῳ, ἐν ᾗ ἀρχομένου πίθου ἐχρῆν [947] κορέννυσθαι, ἀλλ' εἰς τὸ πᾶν ἀποφράς. Ἰστέον δὲ ὅτι ἐν τῷ περὶ τῶν εἰρημένων δύο πίθων λόγῳ, ἔνθα οἱ πλείους εἱμαρμένην ὑπονοοῦσι καὶ τὰ ἐξ αὐτῆς δοκοῦντα συγκυρεῖν ἀνθρώποις, δύναταί τις καὶ ἄλλως Δία μὲν ἐκλαβέσθαι εἰς νοῦν, ὃς ἀμφοτεροδύναμός ἐστιν, ἀγαθά τε δυνάμενος καὶ κακά, ὃ καὶ ὁ τῶν πλαστίγγων λόγος αἰνίττεταί πως, ἃς ὁ Ζεὺς ἐν τοῖς πρὸ τούτων μετεχειρίζετο, ἵνα μὴ μόνον κατὰ τὴν παροιμίαν λέγηται ὡς πολύποδος κεφαλή, ἔνι μὲν καλόν, ἔνι δὲ καὶ ἐσθλόν, ἀλλὰ καὶ ὅτι νοῦς ἀνθρώπινος, ὁ κατὰ βίον καὶ πράξεις πολιτικάς, γέμει μὲν καλῶν φύσει, γέμει δ' ἄλλως κακῶν, ὅτε μὴ τὰ ἐπαινετὰ βούλοιτο. εἰ δὴ αἱ τοιαῦται δυνάμεις ὡς εἰς πίθους δύο πλασθεῖεν γέμοντας τὸν μὲν ἀγαθῶν, τὸν δὲ μὴ τοιούτων, εὐοδοῦται τὸ νόημα εἰς τὸ εἶναι τὰ μὲν ἐξ ἀκράτου τοῦ τῶν ἀγαθῶν πίθου ἄκρας μακαριότητος, τὰ δ' ἐκ μόνου τοῦ τῶν κακῶν ἀθλιότητος ψυχικῆς, τὰ δὲ ἐξ ἀμφοῖν καταστάσεως πολιτικῆς, μέσως ἐχούσης κατὰ τὸ ἐγχωροῦν ἀνθρώπῳ ἐν τῷ κεράννυσθαι οὕτω καὶ οὕτω κατά γε τὸ ἐν πράγμασιν ἐνδεχόμενον. καὶ τοῦτο μὲν τοιοῦτον. οἱ δὲ Ὁμηρικοὶ πίθοι πρὸς ὁμοιότητά τινα σφαιρώσεως ἐπλάσθησαν, ἥτις τὰ ἄνω σεμνύνει. ἔνθα καὶ αὐτοὶ κατακεῖσθαι λέγονται, Διὸς λόγῳ, ἤγουν εἱμαρμένης. ἦν δὲ καὶ ἄλλως σεμνότερον πίθοις ἐνταμιεύσασθαι τὰ ῥηθέντα θεῖα δῶρα ἤπερ εἰπεῖν κατὰ ἐδάφους κεχῦσθαι ἢ κιβωτίοις ἐγκεκλεῖσθαι εἴτε σιροῖς. εὐεπίφορος δὲ ὁ μῦθος εἰς πιθοπλαστίαν, ὃς καὶ χάλκεον κέραμον, ὅ ἐστι πίθον, εἰς δεσμὸν τεχνάζεται Ἄρεος καὶ Δαναΐδων πίθον ἐκτίθεται. τολμᾷ δὲ ἀσφαλῶς καὶ ἡ παροιμία φρενῶν πίθον εἰπεῖν [ἐκ τοῦ [948] κατὰ τὸν Διογένην πίθου ἀπαντληθεῖσα, οὗπερ ἐνοικοῦντος πίθῳ διὰ τὸ κατὰ βίον ἀπέριττον ὁ μέν τις "ὦ πίθε, μεστὲ φρενῶν" εἶπεν, ἕτερος δέ τις, ἐκφαυλίζων τὸ ῥηθέν, ἔφη "θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον". ὅτι δὲ πίθος αἰνίξεταί ποτε παροιμιακῶς καὶ ψυχήν, δηλοῖ ὁ γράψας ἔν τινι σκωπτικῷ λόγῳ τὸ "ταῦτά σοι γεῦμα τοῦ πλήρους πίθου", ἤγουν βραχέα νοήματα, ἐξ ὧν πολλῶν ἐν τῇ ψυχῇ ἔχω. ἀνάπαλιν δέ ποτε καὶ ψυχὴν ὁ πίθος αἰνίττεται, καθὰ καὶ ὁ ἀσκός, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται. ἡ γοῦν Ἡσιόδειος πιθοιγία εἰς τοιοῦτόν τι κατὰ τοὺς παλαιοὺς ἐκλαμβάνεται, παραγγέλλουσα συμβολικῶς νέον μέν τινα ὄντα ἢ γηραιὸν ἀνίεσθαι ἀναγκαίως, ἀκμάζοντα δὲ μὴ οὕτως ἔχειν, ἀλλ' ἐν σπουδῇ γινόμενον φείδεσθαι χρόνου τοῦ πολυτελεστάτου δαπανήματος. καὶ τοιόνδε μὲν καὶ τοῦτο.] Ἡ δὲ Ὁμηρικὴ φράσις τὸ "οἱ δὲ πίθοι, κακῶν, ἕτερος δὲ ἀγαθῶν", ἀμφίβολον ἔννοιαν ἀπετέλεσε, πίθους τρεῖς νοησάντων τινῶν, δύο μὲν κακῶν, ἕνα δὲ ἀγαθῶν. Πίνδαρος οὖν οὕτω νοεῖ ἔν τε ἄλλοις, καὶ ἐν οἷς λέγει "ἓν παρ' ἐσλόν", ὅ ἐστιν ἐσθλόν, "πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι". λέγει δὲ ἐκεῖνος ἓν μὲν ἐσθλὸν τὸ ἐκ τοῦ ἑνὸς πίθου, σύνδυο δὲ τὰ ἐκ τῶν ἑτέρων δύο πίθων. καὶ μὴν τὸ "ἕτερος" οὐκ ἐπὶ τριῶν ἢ πλειόνων παρ' Ὁμήρῳ κεῖται ἀλλ' ἐπὶ μόνων δύο, καὶ μερίζον παριστᾷ τὸ ἕτερον αὐτῶν. ἔπταισται οὖν ἡ Ὁμηρικὴ φράσις ὡς ἀσαφής. καὶ θεραπεύεται ὡς σχῆμα ἐλλείψεως, ἵνα ᾖ· κακῶν ὁ εἷς, ἕτερος δὲ ἀγαθῶν.

(v. 528) Περὶ δὲ τοῦ "ἐάων" δηλοῦται μὲν καὶ ἐν τῷ "θεοὶ δωτῆρες ἐάων", ἤγουν ἀγαθοδόται. οὐ [949] περιττὸν δὲ καὶ νῦν εἰπεῖν, ὡς ἔοικε γένους οὐδετέρου ἡ λέξις εἶναι ὡς ἀπὸ τοῦ ἑόν, τὸ ἴδιον. ἰδιοποιεῖται γάρ τις τὸ ἀγαθόν. ἔχει δὲ πλεονασμὸν τοῦ α, οὐ συνήθη μέν, ὅμοιον δὲ τῷ "βλεφάρων ἀπὸ κυανεάων", ὅπερ ἐν τῇ τοῦ Ἡσιόδου Ἀσπίδι κατ' ἀρχὰς κεῖται. [(v. 528) Τὸ δὲ "δώρων", καὶ "δίδωσι", καὶ "δῴη", τὸ δὶς λεχθέν, καὶ τὸ "δόσαν", σχῆμα ἐπιμονῆς ποιεῖ.]

(v. 530) Τὸ δὲ "κύρεται" δηλοῖ μὲν τὸ ἐντυγχάνει, ἐξ αὐτοῦ δὲ γίνεται καὶ τὸ συνέκυρσε καὶ ἡ συγκυρία. λέγεται δὲ καὶ περισπωμένως κυρεῖν, ἐξ οὗ τὸ ἐκύρησεν, ὡς τὸ "συντυχία κρείσσων ἐκύρησε".

(v. 531-533) Λωβητός δὲ καὶ νῦν ὁ ἐφύβριστος καὶ ἄτιμος, οὗ ἑρμηνεία τὸ "οὔτε θεοῖς τετιμένος οὔτε βροτοῖς". [Δῆλον δ' ὅτι πολλοὶ τῶν ἀνθρώπων θεῷ τιμώμενοι, ὡς θεοφιλεῖς, ἀνθρώποις ἀπότροποί εἰσιν, ἄλλοι δ' αὖ ἀνθρώποις προσεχόμενοι ἀποθύμιοι τῷ κρείττονι διεκπίπτουσι.]

(v. 531) Τὸ δὲ "ἔθηκε" κοινῶς ῥηθέν, κατωτέρω "θῆκεν" Ἰωνικῶς φησιν, οἷα πολλὴν ἔχων ἄδειαν ἐγχορεύειν, αἷς ἂν διαλέκτοις βούλοιτο.

(v. 532) Βούβρωστις δὲ κυρίως μὲν κατὰ τὸ τῆς λέξεως ἔτυμον ὁ μέγας λιμός, ἡ μεγάλη πεῖνα, καὶ ὡς εἰπεῖν, βούπεινα, ἡ πολλὴ τῆς βρώσεως ἔφεσις. δηλοῖ καὶ ἁπλῶς τὴν μεγάλην ἀνίαν, ὑφ' ἧς ἄσιτοι πολλοὶ γίνονται, ἢ τὴν σύντονον ὀδύνην κατὰ τοὺς παλαιούς, ὡς ἀναλωτικήν. ὑπὸ γὰρ λύπης ἑαυτοὺς ἐσθίομεν κατὰ τὸ "ὃν θυμὸν κατέδων". εἰ δὲ καὶ ὁ βούλιμος καὶ τὸ βουλιμιᾶν παρέοικε τοῖς ῥηθεῖσι, δηλοῖ ὅμως ὁ Χαιρονεὺς σοφὸς τὴν αὐτοῦ πρὸς ταῦτα διαφορὰν ἐν τοῖς αὐτοῦ [950] Συμποσιακοῖς. οἱ δὲ βούβρωστίν φασι δαίμονα Ἰώνων, παρ' ᾗ κατηρῶντο τοῖς πολεμίοις, ἧς ἱερόν, φασίν, ἐν Σμύρνῃ. [Χθὼν δὲ δῖα, καθὰ καὶ θάλασσα, διὰ τὸ ἔντιμον. ἐκείνη δὲ καὶ παρὰ τὸ δέος κατὰ τοὺς παλαιούς, ὁμοίως τῷ "δῖα Χάρυβδις".]

(v. 533) Τὸ δὲ τετιμένος" ἢ ἐκ τοῦ τετιμημένος συγκέκοπται, ἢ ἐκ τοῦ τίω, τὸ τιμῶ, κεκανόνισται. [Τοῦτο δὲ ἀνομοίως πάντως ἔχει πρὸς τὸ τετιημένος, ἐκεῖνο γὰρ οὐκ εὔκλειαν ἀλλὰ τιμωρίαν δηλοῖ, ὡς πολλαχοῦ φαίνεται.] Τὸ δὲ "θεοῖσι τετιμημένος" θεόσδοτα παρ' ἀνθρώποις βούλεται εἶναι καὶ τὰ κατὰ βίον ἐπίσημα καλά, οἷον τὸ ἐκ γενετῆς ἐπὶ πάντας κεκοσμῆσθαι ὄλβῳ καὶ πλούτῳ, τὸ ἀνάσσειν, τὸ ἀγαθοῦ τυχεῖν, τὸ εὐτυχῆσαι εἰς πολλὰ τέκνα, ὑφ' ὧν γηράσκων κομισθήσεται.

(v. 536) Ὄλβος δὲ κατὰ μέν τινας ἡ εὐδαιμονία ἢ ἡ φρόνησις, ὅθεν κατωτέρω μὲν ὄλβιος Πρίαμος, ἄνολβος δὲ παρὰ Σοφοκλεῖ ὁ ἀπαίδευτος ἐν τῷ "ἄνολβον ἄνδρα ἐνουθέτει παρών". [Ἴσως δὲ καὶ ταὐτὸν ὄλβος καὶ πλοῦτος. διὸ εἰπὼν ἀνωτέρω "ὄλβῳ τε πλούτῳ τε" ὑποκαταβὰς πλούτῳ τε καὶ υἱάσι φησίν, ὡς τῷ πλούτῳ διὰ τὸ ταὐτοδύναμον συννοουμένου καὶ τοῦ ὄλβου.] ἕτεροι δὲ ὄλβον φασὶ τὴν τῶν ἀγρῶν κτῆσιν παρὰ τὰς ὀλάς, ὅ ἐστι κριθάς, ἵνα ᾖ ὄλβος, ὡς καὶ ἀλλαχοῦ που ἐγράφη, ὁ περὶ ὀλὰς βίος, τουτέστιν ἐκ μέρους, ὁ ἐκ γεωργίας.

(v. 537) Τὸ δὲ "θεὰν ποίησαν ἄκοιτιν", ὅ ἐστιν ἔθεντο ‑ οὐ γάρ ἐστιν ἑρμηνεῦσαι καιριώτερον ‑ τὸ ἐξαίρετόν ἐστι τῆς τοῦ Πηλέως εὐδαιμονίας, καθὸ ὑπερέσχε Πριάμου. ἄλλως γὰρ μείζων Πηλέως ὁ Πρίαμος, εἴπερ ὁ μὲν Μυρμιδόνεσσιν ἀνάσσει, Πρίαμος δὲ εὐρυκρείων φαίνεται, ἀφ' ὧν αὐτὸς εἶπεν ἐνταῦθα ὁ Ἀχιλλεύς, καὶ Πηλεῖ μὲν κακόν, ὅτι μὴ πολλοὺς ἔσχε παῖδας, Πριάμῳ δὲ τοσοῦτοι ἐγένοντο. εἰ δὲ καὶ ἡ Θέτις ἑπτὰ παῖδας [951] ἔτεκε τῷ Πηλεῖ, οὓς ἐσπόδησε κατὰ τὸν Λυκόφρονα φέψαλος, ἀλλ' ἐκείνους οὐδὲ εἶδε τάχα που ἥλιος. εἰ δὲ καὶ κατὰ τὸν μῦθον ἀφῆκε τὸν Πηλέα ἡ Θέτις ἀχθομένη συνοικεῖν θνητῷ, ἢ κατὰ τὸν Κωμικόν, "ὅτιπερ οὐκ ἦν ἡδὺς ἐν τοῖς στρώμασι τὴν νύκτα παννυχίζειν", ἄλλο τοῦτο λυγρὸν τῷ Πηλεῖ. Ἰστέον δὲ ὅτι τὸ "θεὰν ποίησαν ἄκοιτιν", ὅ ἐστιν ἔθεντο, καθὰ εἴρηται, δηλοῖ μὴ φύσει δοθῆναι τοιαύτην γυναῖκα τῷ Πηλεῖ ὡς οἷα θείῳ, ἀλλὰ θέσει, ἤγουν θετήν, καὶ οἷον εἰπεῖν ποιητήν, ἤγουν εἰσποίητον. διὸ οὐδὲ παραμεμένηκεν αὐτῷ μέχρι γήρως, ἀλλ' ἔπαθεν ὁ Πηλεὺς ἐπ' αὐτῇ, ὅπερ ἡ προϊστορηθεῖσα Μάρπησσα ἔδεισεν ἐπὶ τῷ Ἀπόλλωνι, εὐλαβηθεῖσα ὃ δὴ καὶ γέγονε, μὴ γεγηρακυῖαν αὐτὴν ἐκεῖνος ἀφήσει μονάζειν ἀνδρός. ἀλλὰ τὸ μὲν οὕτω περὶ Θέτιδος εἰπεῖν μύθου παίγνιόν ἐστιν. ἄλλως δέ, θανοῦσα ἡ γυνὴ Θέτις πρὸ ὥρας, ἐσεμνώθη μὲν ἐπωνυμίᾳ Νηρηΐδος, καὶ θαλάσσῃ ἐνοικεῖν ἔλαχε θαλασσία νομισθεῖσα θεὰ κατὰ τὴν Ἰνὼ δήπουθεν. οὐκ ἀφαιρεῖται δὲ τὸν Πηλέα οὐδ' οὕτω τοῦ λυγρὰ παθεῖν.

(v. 538 s.) Ἀχιλλεὺς μέντοι μόνης τῆς τῶν γονέων συνοικήσεως μνησθεὶς πρὸς ῥῆμα, τὰ λοιπὰ ἐνέφηνε δεξιῶς διὰ τοῦ μὴ ἐν τοῖς τοῦ Πηλέως μεγάροις παίδων γενέσθαι γονὴν κρειόντων, ἤγουν κοινῶς μὲν εἰπεῖν, βασιλευόντων, κατὰ δέ τινας, κρατούντων τῷ πλήθει, ὅ ἐστι πολλῶν. [Ἀττικῆς δὲ φράσεως πάνυ συνήθους τὸ "γονὴ γένετο".]

(v. 540) Παναώριον δὲ ἢ τὸν πάντῃ ἄωρον λέγει παρὰ τὴν ὥραν, τὸν καιρόν, διὸ καὶ ἐδασύνετο παρά τισι κατὰ τὴν προπαραλήγουσαν, ἢ παρὰ τὴν ὤραν, τὴν φροντίδα, τὸν πάνυ πεφροντισμένον, ἢ ἀνάπαλιν ὡς ἐν ἤθει, τὸν πάνυ δίχα φροντίδος, ὅθεν τινὲς καὶ ἐψίλουν αὐτό. νοῆσαι γὰρ φιλαύτως τὸν πάντῃ ὡραῖον, ὃ δή τινες εἶπον, ὀκνήσοι τις ἄν. [Τρισύνθετον δὲ ἰδοὺ ὄνομα καὶ ὁ παναώριος, καθὰ καὶ ὁ δυσάμμορος καὶ ὁ πανάποτμος καὶ ἡ δυσαριστοτόκεια, οἵοις οὐ πάντῃ Ὅμηρος ἐφάνη ἐμφιλοχωρῶν.]

(v. 541) Τὸ δὲ "γηράσκοντα κομίζω", ἐξ οὗ τὸ γηρωκομεῖν σύγκειται, φιλοπάτορα τὸν Ἀχιλλέα δηλοῖ, αἱρούμενον οὐχ' ἑαυτῷ ζῆν, ἀλλ' ἵνα ἐπιμελοῖτο πατρὸς [952] γέροντος, ὃ δηλοῖ καὶ ὁ ἐν Ὀδυσσείᾳ καθ' Ἅιδου Ἀχιλλεύς, αἱρούμενος πτωχικῶς ἄνω γῆς εἶναι διὰ τὸν πατέρα ἢ πᾶσι νεκύεσσιν ἀνάσσειν.

(v. 542) Τὸ δὲ "σὲ κήδων καὶ σὰ τέκνα" διττόν τινα ἔχει μυκτῆρα, ἕνα μέν, ὅτι σὺ μὲν ὁ γέρων ἔφης διστάζων ὡς τὸν Πηλέα τείρουσί που οἱ περίοικοι, ἐγὼ δέ σε κήδω κατὰ τὸ ὁμολογούμενον, ἕτερον δέ, ὅτι σὺ μὲν ἔφης πολλὰ τέκνα σχεῖν, τί δέ σοι τῶν πολλῶν ὄφελος, εἴπερ ὁ εἷς ἐγὼ κήδω καὶ σὲ καὶ αὐτά. ἐκ δὲ τοῦ τοιούτου κήδειν καὶ ἀκηδέες ἀνωτέρω εἴρηνται, οὓς οὐκ ἔστι κήδειν ἢ κήδεα ἔχειν.

(v. 544 s.) Ἐν δὲ τῷ μέγαν εἶναι τὸν Πρίαμον περὶ τόπον ὅσον Λέσβος ἐντὸς εἴργει καὶ Φρυγία καθ' ὕπερθεν καὶ Ἑλλήσποντος περιορισμὸς κεῖται ἱστορικὸς τῆς Πριάμου ἀρχῆς, ἣν περιώριζεν ἐκ μεσημβρίας μὲν Λέσβος, Φρυγία δὲ ἐξ ἀνατολῆς, ἐκ δὲ ἄρκτων Ἑλλήσποντος. Ἰστέον δὲ ὅτι τὴν ὑπὸ τῷ Πριάμῳ χώραν κατὰ τὴν τοῦ Γεωγράφου ἐν τρισκαιδεκάτῳ αὐτοῦ βιβλίῳ παρατήρησιν εἰς ἐννέα δυναστείας διαιροῦσιν οἱ παλαιοί, ἐξ Ὁμήρου ὁρμώμενοι, ὧν δυναστειῶν ὁ Πρίαμος ἦρχε, φησίν, ὡς δηλοῖ τὸ "καὶ σὲ γέρον τὸ πρὶν ἀκούομεν" καὶ ἑξῆς ἕως τοῦ "καὶ Ἑλλήσποντος ἀπείρων". ὑπ' αὐτῷ γάρ, φησίν, ἦν καὶ ἡ τοῦ Μύνητος πόλις ἡ Λυρνησσός, καὶ ἡ Ὑπόπλακος Θήβη. Τρωϊκὴ δὲ καὶ ἡ τῶν Λελέγων, ἧς, ὡς προϊστόρηται, ὁ Ἄλτης ἦρχε, Τρῶές τε καὶ οἱ ὑπὸ τῷ Αἰνείᾳ Δάρδανοι, καὶ οἱ ὑπὸ τῷ Πανδάρῳ δὲ Λύκιοι, καὶ οἱ μεταξὺ Αἰσήπου καὶ Ἀβύδου, καὶ οἱ Περκώσιοι, ὥστε κατὰ τὸν Γεωγράφον καὶ τοὺς κατ' αὐτὸν ἀριδήλως εὐρυκρείων καὶ ὁ Πρίαμος φαίνεται. Μάκαρος δὲ ἕδος ἡ Λέσβος νῆσος, περὶ ἣν καὶ ἡ Μιτυλήνη, ὡς Μάκαρός τινος ἐκεῖ βασιλεύσαντος, καθὰ καὶ ἡ Λεύκοφρυς Τένου ἕδος, ὅθεν εἰς Τένεδον σύγκειται.

(v. 545) Τὸ δὲ "καθύπερθεν" ἀντὶ τοῦ ἡ ἐξ ἀνατολῆς. ἔστι γὰρ καὶ ἄλλη Φρυγία ἡ ἀμπελόεσσα ἡ παρὰ Σαγγαρίῳ.

(v. 549) Ἀλίαστον δὲ ὀδύρεσθαί ἐστι τὸ ἀεὶ καὶ ἀχωρίστως, ὡς μὴ ἔχειν λιασθῆναι, ὅ ἐστιν ἐκκλῖναι, τὸν ὀδυρμόν.

(v. 551) Τὸ δὲ "οὐδέ μιν ἀνστήσεις" ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐπὶ Ἑκάβης ἄλλως [953] μεταχειρισάμενος οὕτω σχηματίζει τὸ νόημα, ὡς ἐποίει μὲν ὁ Ἀχιλλεὺς τάδε διὰ Πάτροκλον, "ἀνέστησε δέ μιν οὐδ' ὥς". Σοφοκλῆς δὲ, τὸ τοῦ Ἀχιλλέως μιμούμενος, φησὶν "οὐδέ μιν ἐξ Ἀΐδου παγκοίνου λίμνης ἀναστήσεις". Τὸ δὲ "πρὶν καὶ κακὸν ἄλλο πάθῃς" ἀπειλήν τινα παραρριπτεῖ τῶν μενόντων πολλῶν κακῶν τὸν γέροντα, οἷς μὴ φθάσας ἐνδιατρῖψαι ὁ ποιητὴς γραφικῶς ὅμως ἄλλως προαναφωνεῖ αὐτά.

(v. 553 s.) Ὅτι ὁ παραιτούμενος ἀνάπαυσιν, ὅτε φίλος κακουχεῖται, εἴποι ἂν κατὰ Πρίαμον τὸ "μὴ μέ πω ἐς θρόνον ἷζε, διοτρεφές, ὄφρα κεν ὁ δεῖνα κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής".

(v. 555-557) Ὁ δὲ ἐπί τινι παραχωρήσει δῶρα ξένῳ τινὶ εὐγνωμόνως διδοὺς ἐρεῖ ἂν ὁμοίως τὸ "σὺ δὲ δέξαι ἄποινα πολλά, τά τοι φέρομαι" ἢ φέρομεν, "σὺ δὲ τῶνδ' ἀπόναιο καὶ ἔλθοις σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτος", ἢ "πρῶτον, ἔασας".

(v. 557) Ἐνταῦθα δὲ ὅρα ὅτι [τε τὸ "ἔασας" ἔλλειψιν ἔχει μυστικωτέραν, οὐκ ἔχει γὰρ αὐθωρὸν ἐντελῶς φράσαι, τί ἔασεν ὁ Ἀχιλλεύς, μὴ καὶ λυπήσῃ ἐκεῖνον ἴσως, εἰπὼν ὅτι με εἴασας λαλῆσαι ἢ ζῆν ἢ πελάσαι σοι, μήποτε ὁ ἥρως δόξας εἰς ἀγριότητα ὠνειδίσθαι βλάψῃ τὸν γέροντα, καὶ ὅτι] ἀκηδῆ ἔφη οὐ τὸν ἀβλαβῆ, ὡς πρὸ βραχέων ἐφράσθη, ἀλλὰ τὸν ἀκήδεστον καὶ οὗπερ οὐδεὶς κήδεται ‑ ὁμώνυμος γὰρ καὶ ἡ τοιαύτη λέξις ‑ , καὶ ὅτι ἅπερ εἶπεν "ἀπερείσια ἄποινα", πολλὰ λέγει, ἑρμηνεύων ἐκείνην τὴν λέξιν, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ "πολλὰ δ' ἔδωκας", καὶ ὅτι τὸ "φέρω" παθητικῶς φησι "φέρομαι", ὡς διφορουμένου καὶ τούτου τοῦ ῥήματος, καὶ ὅτι δὶς εἶπε τὸ "σὺ δέ" οὐκ αἰδεσθεὶς τὴν ἐν σχεδιασμῷ ταὐτολογίαν. Ἡ δὲ εὐχὴ τοῦ ἀπόνασθαι τῶν δώρων τὸν Ἀχιλλέα καθ' ὁμοιότητα τοῦ Χρύσου πεποίηται, ὃς καὶ αὐτὸς δεόντως τοῖς πολεμίοις ηὔχετο, καὶ οὐ κολακεύει μόνον ἡ τοῦ Πριάμου εὐχή, ἀλλὰ καὶ δυσχέρειαν ἐμφαίνει πράγματος. ὡς γὰρ ἐκεῖ τὸ εὖ οἴκαδ' ἱκέσθαι τοὺς Ἀχαιοὺς ὁ Χρύσης ηὔξατο, οἷα εἰδώς, ὡς εἰκός, ἃ μετὰ Τροίας ἅλωσιν πείσονται, οὕτω καὶ Πρίαμος, μαθὼν ἴσως μαντικῶς ὡς ὁ νεκροπέρνας Ἀχιλλεὺς ὕστερον πεσὼν οὐκ ἄλλως ἐκ τῶν πολεμίων λυθήσεται, ἀλλὰ "τὸν ἀντίποινον", καθά τις ἔφη, χρυσὸν "ἐκχέας ἶσον", εὔχεται τῶν ἄρτι δώρων [954] ἀπόνασθαι τὸν Ἀχιλλέα. [(v. 553) Ὅτι δὲ θρόνος, οὗ καὶ ἐνταῦθα ὁ Πρίαμος μέμνηται, καὶ ἡ λοιπὴ δὲ ἅπασα κοινὴ χρῆσις ὁμωνυμίᾳ ὑπέπεσε, δηλοῖ ὁ Δειπνοσοφιστὴς ἱστορήσας ὡς καὶ εἶδός τι ἄρτου ὁ θρόνος.]

(v. 560-562) Ὅτι ἐν τῷ "τὸν δ' ἂρ ὑπόδρα ἰδὼν προσέφη Ἀχιλλεύς· μηκέτι νῦν μ' ἐρέθιζε, γέρον, νοέω δὲ καὶ αὐτὸς Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε μήτηρ" καὶ ὀξὺς ἐλέγχεται εἰς θυμὸν ὁ Ἀχιλλεὺς εἰς οὐδὲν δέον χολωθεὶς κατὰ Πριάμου, δριμὺ γὰρ φανερῶς εἶπεν ὁ γέρων οὐδέν, καὶ ἀληθὴς δὲ φαίνεται. οὐ γὰρ πρὸς χάριν κενήν, ὡς ἐλεῶν, ἀλλ' ὡς Διόθεν κελευσθεὶς λύσειν φησὶ τὸν Ἕκτορα. τοῦτο δὲ καί τι βάρους ἔχει. παραλαλεῖ γὰρ ὡς, εἰ μὴ ἐδεδίει θεόν, οὐκ ἂν ἀπέλυσε τὸν τοῦ Πατρόκλου φονέα. καὶ ἄλλως δὲ παραμυθεῖται τὸν γέροντα, ὡς θεοφιλοῦς ὄντος καὶ τοῦ Ἕκτορος. παύει δὲ πάνυ δεξιῶς καὶ τὰ ἐφεξῆς τοῦ Πριάμου, οἷον μὴ καὶ πλεῖόν τι ῥητορεύσῃ, μὴ καὶ τραχυνθείη κατὰ τοῦ Ἀχιλλέως, μὴ καὶ κωκύσῃ ἐπὶ τῷ νεκρῷ, καὶ μακρολογήσῃ ἐπ' ἐκείνῳ, καὶ ἅμα, ἵνα καὶ τρέσας τάχιον ἀναχωρήσῃ ἐς Τροίαν. Ἔστι δὲ ὡς μάλιστα τῷ Ἀχιλλεῖ ὁ θυμὸς διὰ τὴν τοῦ Πατρόκλου τε ἀνάμνησιν καὶ τὴν εὐθὺς ἐπ' ἐκείνῳ λύπην, καὶ διὰ τοὺς ὑπὲρ τοῦ Ἕκτορος λόγους.

(v. 568-570) Διὸ ὑποκαταβὰς καὶ διασαφῶν τὸ "μή μ' ἐρέθιζε γέρον" φησὶ "μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, μή σε, γέρον, οὐδ' αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω, καὶ ἱκέτην περ ἐόντα, Διὸς δ' ἀλίτωμαι ἐφετμάς", ἤγουν ἀλιτρὸς καὶ ὡς οἷον ἀλιτήριος γένωμαι ἁμαρτὼν διὰ σὲ εἰς Διὸς ἱκεσίου ἐντολάς. δοκεῖ τοίνυν ὁ Ἀχιλλεὺς Ἡρακλέος τι ὄζειν, ὃς οὐ διὰ δάκρυον, ἀλλὰ διὰ γέλωτα ἱστόρηται ἀνελεῖν τινα, καὶ οὐδὲ τῷ διδασκάλῳ Λίνῳ, μεμψαμένῳ αὐτὸν ἐπὶ μουσικῷ κρούματι, ἀποτῖσαι ἀγαθὰ δίδακτρα. ἰδοὺ γὰρ καὶ ὁ ἥρως οὗτος εἰς οὐδὲν δέον παρὰ βραχὺ ἔρχεται τοῦ εἰς ἱκέτην [955] ἐφάμαρτος ἐκβῆναι.

(v. 563 s.) Εἶτα λέγει καὶ λόγον γνωριμότητος καὶ θεοφιλείας τὸ "καὶ δέ σε γινώσκω φρεσὶν οὐδέ με λήθεις, ὅττι θεός σε ἤγαγεν".

(v. 565 s.) Εἶτα φράζει ἀσφαλῆ φυλακὴν στρατοπέδου ἐν τῷ "οὐ γάρ κεν τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ' ἡβῶν, ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι".

(v. 566 s.) Τὸ δὲ ἑξῆς οἴκου φράζει ἀσφάλειαν, τὸ "οὐδέ κ' ὀχῆας ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων". ἰστέον δὲ ὅτι παρὰ τῷ ποιητῇ τριχῶς λέγονται οἱ τοῦ φυλάσσειν. φυλακτῆρές τε γάρ, ὡς πρὸ ὀλίγων, καὶ φύλακες κοινῶς, καὶ ποιητικῶς φύλακοι, οὓς Ἀρίσταρχος λέγεται οὐ βαρυτόνως φυλάκους προφέρειν, ἀλλ' ὀξυτόνως, καὶ κανόνα παράγειν, ὡς τὰ εἰς κος ὑπὲρ δύο συλλαβάς, παραληγόμενα τῷ α, ἐπιθετικὰ ὄντα, ὀξύνονται· μαλακός, παρδακός, φαρμακός, ἀνακός· ὅθεν καὶ τὸ "ἀνακοῖν Διοσκούροιν". καὶ οὕτω μὲν κατὰ Ἀρίσταρχον. ἄλλως δὲ τὸ βαρυτονεῖσθαι τὴν λέξιν πιθανὸν ἐκ τοῦ φύλαξ φύλακος, ἐξ οὗ ὁ φύλακος, ἀναδραμούσης εἰς εὐθεῖαν τῆς γενικῆς. Ὅρα δὲ καὶ τό· οὐ μετοχλίσει τοὺς ὀχέας τῶν θυρῶν, ἀντὶ τοῦ οὐ μετακινήσει. ἀπὸ γὰρ τοιαύτης στερήσεως καὶ τοῦ ὀχλίζειν ῥήματος γίνεται μοχλός, ὁ μὴ ὀχλιζόμενος, ἤγουν οὐ μετακινούμενος, ἐκθλιβέντος τοῦ η.

(v. 568-570) Ἰστέον δὲ καὶ ὡς ἀγρίου ἤθους παρῳδηθὲν τὸ "μή μοι μᾶλλον ἐν ἄλγεσι θυμόν", ὡς εἴρηται, "ὀρίνῃς, μὴ τόδε τι ποιήσας θεοῦ ἀλίτωμαι ἐφετμάς".

(v. 570) Ὅρα δὲ καὶ ὅπως αἰδοῖος ὁ ἱκέτης διὰ τὸν ἱκέσιον Δία, εἰς ὃν ὁ ἁμαρτὼν εἰς θεοῦ ἐφετμὰς ἤλιτε.

(v. 569) Τὸ δὲ "οὐδ' αὐτὸν ἐάσω" εἴρηται πρὸς τὸ "ἐπεί με πρῶτος ἔασας". οἱονεὶ γὰρ λέγει ὡς, εἰ καὶ εἴασά σε[, ζῆν δηλαδή, ὡς προείρηται,] ἀλλ' οὐκ ἔτι ἐάσω. Τὸ δὲ "οὐδ' αὐτόν" ὡς πρὸς τὸν Ἕκτορα τείνεται. οὐ γὰρ μόνον οὐ δώσω ἐκεῖνον, ἀλλ' οὐδὲ σὲ αὐτὸν ἐάσω. εὐφήμως δὲ τὸ "ἐάσω" εἶπε, χεῖρόν τι, ὡς εἰκός, εἰπεῖν βουλόμενος, ὅπερ ἐστὶ τὸ κτεῖναι τὸν γέροντα, ὡς ἑξῆς ῥηθήσεται. καὶ Ἑρμῆς δὲ προϊὼν τῇ λέξει ταύτῃ χρᾶται ὡς καιρίᾳ ἐν τῷ "ἐπεί [956] σ' εἴασεν Ἀχιλλεύς". Σημείωσαι δὲ ὅτι Ἀριστοτέλης, ὥς φασιν οἱ παλαιοί, ἀνώμαλον εἶναι τὸ τοῦ Ἀχιλλέως ἦθος συνάγει, ὃς τὰ πρῶτα μειλιχίοις δεξιωσάμενος τὸν ἱκέτην Πρίαμον, εἶτα λεοντωθεὶς οἷον, ὡς δηλοῖ τὸ "λέων ὣς ἆλτο θύραζε" ‑ διὸ καὶ νῦν "ἔδδεισεν ὁ γέρων καὶ ἐπείθετο μύθῳ" ‑ ἀγριοῦται καὶ ἀπειλεῖται τὰ προρρηθέντα. καὶ δοκεῖ μὲν ἐπίτηδες οὕτω ποιεῖν, ὡς ἂν ἐκπλήξῃ τὸν γέροντα καὶ ἀποστήσῃ τοῦ οἴκτου. τὸ δ' ἔστιν οὐ τοιοῦτον.

(v. 584-586) Καὶ προϊὼν γὰρ ὁ ποιητὴς ὑπολαλεῖ δέος εἶναι, μήποτε Πρίαμος μὲν "ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο παῖδα ἰδών, Ἀχιλῆϊ δ' ὀρινθείη φίλον ἦτορ καί ἑ κατακτείνειε, Διὸς δ' ἀλίτηται ἐφετμάς", ὅ ἐστιν ἐντολάς, ἀπὸ τοῦ ἐφίημι, τὸ ἐντέλλομαι, ὡς τὸ "οὔ σοι ἐφιεμένῃ ἀπιθήσω", ὃ δὴ Πρίαμος ἔφη τῇ Ἑκάβῃ. ὅλως γὰρ ταράσσεται ὁ Ἀχιλλεὺς ἐνταῦθα ὡς μάλιστα, εἰ καὶ μόνον ἀκούσοι Ἕκτορος ὄνομα. [Ὃ δὴ καὶ Φίλιππος λέγεται πάσχειν μετὰ τὴν ἐν μάχῃ πήρωσιν θατέρου τοῖν ὀφθαλμοῖν, εἴ που ὀφθαλμοῦ ὄνομα λαλοῖτο.] Διὸ οὐδ' ἐμφανίζει αὐτῷ τὸν υἱόν, μὴ καὶ ὁ ἐπὶ τῷ νεκρῷ οἶκτος τοῦ πατρὸς ἀναζωπυρήσῃ χόλον τῷ Ἀχιλλεῖ, ἅμα δὲ ἠοῖ φαινομένῃ ὄψεσθαι αὐτὸν λέγει. συνάγεται δὲ τὸ τοῦ Ἀχιλλέως ἄστατον καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ καὶ ἐν ταῖς Λιταῖς. ἡ δὲ τοῦ λέοντος παραβολὴ ἐστένωται, ὅτι μὴ ἔχει ἐνέργειαν λέοντος εὑρεῖν τοιούτῳ πράγματι πρέπουσαν, ἀλλὰ μόνην τὴν τοῦ Ἀχιλλέως ὁρμὴν εἰκάζει ἁπλῶς κινήσει λέοντος ἀπρακτοῦντος, οὗ καθ' ὁμοιότητα ὁ Ἀχιλλεὺς καὶ ἐν οἷς οἰκτίζεται, φρικτὸς φαίνεται.

(v. 573-578) Ὅτι πεπαιδευμένως ἅμα καὶ βιωτικῶς ἐπιμελόμενοι τῶν τοῦ Πριάμου οἱ ἀμφὶ τὸν Πηλέα, ἤγουν ἥρως Αὐτομέδων καὶ Ἄλκιμος, οἱ προρρηθέντες, "ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε", καὶ τὸν κήρυκα Ἰδαῖον εἰσαγαγόντες ἐπὶ δίφρου ἐκάθισαν ἐϋξέστου.

(v. 577) Ἰστέον δὲ ὅτι τῷ μετὰ τοῦ Πριάμου κήρυκι κύριον μὲν ὄνομα τὸ Ἰδαῖος, ἐκ Τρωϊκοῦ ὄρους τῆς Ἴδης ληφθέν, ἐπίθετα δὲ τό τε καλήτωρ, οἷον "ἐς δ' ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος", ὡς ἐκ τοῦ καλῶ καλήσω, ἐξ οὗ καὶ κύριόν που ἦν τὸ Καλήσιος, καὶ τὸ ἀστυβοώτης παρὰ τὸ κατὰ τὸ ἄστυ βοᾶν, ὥσπερ καὶ ἀπὸ τοῦ ἠπύειν, ὃ δηλοῖ τὸ φωνεῖν, ἠπύτα κῆρύξ που ὁ φωνητικός. ἐνδείκνυται δὲ κἀνταῦθα ὁ ποιητὴς εὐπορεῖν ὀνομάτων τοῖς κήρυξιν, εἰ βούλοιτο.

(v. 580 s.) Ὅτι πυκάσαι κυρίως μὲν τὸ πυκνῶσαι, ἄλλως δὲ καὶ τὸ σκεπάσαι, ὅ ἐστι [957] καλύψαι. Φησὶ γοῦν δύο φάρεα καὶ ἐΰνητον, ὅ ἐστιν εὔνητον, εὔκλωστον, χιτῶνα καταλιπεῖν ἔξω τοὺς Ἀχιλλέως ἑτάρους, κελεύσει ἐκείνου δηλαδὴ κατὰ τὸ σιωπώμενον, "ὄφρα νέκυν πυκάσας δῴη τῷ Πριάμῳ οἶκόνδε φέρεσθαι".

(v. 582-586) Λούουσι δὲ καὶ δμῳαὶ τὸν Ἕκτορα, οὐ λόγῳ κηδεμονίας, ἀλλ' ἵνα μή, ὡς ἐρρέθη, ὁ γέρων, ἰδὼν καὶ χολωθείς, ὀρίνῃ τὸ τοῦ Ἀχιλλέως ἦτορ καὶ πάθοι τι κακόν. [Ἐνταῦθα δὲ κεῖται κυριολεκτικῶς καὶ ἐκκαλέσαι τὸ ἔξω καλέσαι. φησὶ γὰρ "δμῳὰς δ' ἐκκαλέσας λοῦσαι κέλετ' ἀμφί τ' ἀλεῖψαι, νόμῳ δηλαδὴ τῶν ἐν ζωῇ λουομένων". Λιβάνιος δὲ τὸ τοιοῦτον ἐκκαλέσαι παθητικῶς εἶπεν ἐν τῷ "καὶ τῶν πτερῶν ἐξεκαλεῖτο", ἤγουν ἔξω τῆς σαρκὸς ἔρριπεν, ὁ κολοιὸς δηλονότι, "ὁπόσα οἱ ὥραν οὐκ ἔφερεν". ἄλλως δὲ κοινότερον ἐκκαλεῖσθαι τί ἐστιν, οἴδασιν οἱ περὶ τὰς δίκας. ἐκεῖνο δὲ καὶ ἀσυνθέτως καλεῖσθαι λέγεται, οἷον· καλοῦμαι τὸν δεῖνα, ἤγουν ἐκκαλοῦμαι εἰς ἕτερον.]

(v. 587-589) Ὅτι ἐπεὶ τὸν τοῦ Ἕκτορος νεκρὸν Ἀχιλλέως κελεύσαντος δμῳαὶ λοῦσαν καί, ὡς ἐρρέθη, "χρῖσαν ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, αὐτὸς τόν γ' Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας", ἀνατλὰς τοῦτό [γε κατά τινα τρόπον ὁσίας] διὰ τὰ ἐπὶ τῷ νεκρῷ δῶρα. Καὶ ὅρα οἷόν τι χρῆμα ἡ δωροληψία, πραΰνουσα καὶ τοὺς ἐχθίστους. ἴσως δὲ καὶ διὰ τὸ ἀνεμέσητον καὶ δέει τῶν καταχθονίων οὕτω καθυπουργεῖ Ἀχιλλεύς, ἀφοσιούμενος οἷον δούλευμά τι τῷ νεκρῷ. ἄλλως γὰρ οἱ ἑταῖροι ἐκείνου τὸ πλεῖον ἔδρασαν.

(v. 590) Φησὶ γὰρ "σὺν δ' ἕταροι ἤειραν ἐϋξέστην ἐπ' ἀπήνην". πέφρασται δὲ ἐϋξέστη ἀπήνη ὡς ἡ ἀσβέστη φλόξ. [(v. 589) Ὅρα δὲ τὸ "αὐτὸς Ἀχιλλεύς", ὃ δηλοῖ καινόν τι δοκεῖν, εἰ τὸν νεκρὸν τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς τημελεῖ.] Τὸ δὲ [958] "λεχέων ἐπέθηκεν", ἤγουν ἐπάνω ἔθετο, οἱ μεθ' Ὅμηρον ἄλλως ἂν συντάξαιεν, [ἤγουν "λεχέεσιν ἐπέθεντο".]

(v. 591) Ὅτι θρηνῶδες τὸ "ᾤμωξέν τ' ἂρ ἔπειτα φίλον τ' ὀνόμηνεν ἑταῖρον". Καὶ σημείωσαι ὅτι ὀνομαίνειν μὲν τὸ πρὸς ὄνομα καλεῖν.

(v. 592) Ἐπάγει οὖν "μή μοι Πάτροκλε" καὶ ἑξῆς. Τὸ δὲ ἐξονομάζειν ἑτεροῖόν ἐστιν, ὡς πολλαχοῦ πέφανται.

(v. 592 s.) Ὅτι ὁ παραιτούμενος νέμεσιν, ἐφ' οἷς οἰκτίζεται νεκρὸν ἐχθροῦ φίλου τεθνεῶτος, ἐρεῖ ἂν κατὰ τὸν Ἀχιλλέα μικρὸν παρῳδήσας "μή μοι, ὦ δεῖνα, σκυδμαινέμεν, αἴ κε πύθηαι εἰν Ἄϊδός περ ἐών", ὅτι ἐσπεισάμην τῷ δεῖνι.

(v. 594 s.) Εἰ δὲ καὶ δῶρα ἔλαβεν, ἁρμόττει καὶ τὸ ἑξῆς "ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα, σοὶ δ' αὖ ἐγὼ καὶ τῶνδ' ἀποδάσσομαι ὅσσ' ἐπέοικε". Καὶ ὅρα ὅτι, ἅπερ εἶπεν ἀπερείσια καὶ πολλά, νῦν "οὐχὶ ἀεικέα", δηλονότι δὲ ἐοικότα, φησίν, ἅπαξ μὲν φθάσας μετρῆσαι τὰ δῶρα, ταῦτα δὲ ὡς πρὸς εἰδότας ἀορίστως δηλῶν. καινὸν δὲ οὐδέν, εἰ καὶ τῷ φιλτάτῳ Πατρόκλῳ τῶν δώρων Ἀχιλλεὺς ἀποδάσεται, ὁ καὶ τῷ ἐχθίστῳ Ἕκτορι παραχωρήσας τινῶν χάριν τιμῆς, ὡς προείρηται.

(v. 595) Τὸ δὲ "ἀποδάσομαι" τὸν ἀπόδασμον παράγει, ὥσπερ τὸν δασμὸν τὸ δάσασθαι.

(v. 522, 578, 597 s.) Ὅτι μετὰ τὴν τοῦ Ἕκτορος ἐπιμέλειαν Πρίαμον μὲν ἐς θρόνον ἵζει Ἀχιλλεύς, τὸν κήρυκα δὲ ἐπὶ δίφρου ἤδη ἐκάθισαν οἱ τοῦ Ἀχιλλέως ἑταῖροι, αὐτὸς δὲ "ἕζετο ἐν κλισμῷ πολυδαιδάλῳ, ἔνθεν ἀνέστη, τοίχου τοῦ ἑτέρου", ἤγουν ἀντικρὺ κατὰ τὸν ἕτερον τοῖχον. Καὶ ὅρα ταὐτότητα, ὡς ἐν πολυωνυμίᾳ, θρόνου, δίφρου, καὶ κλισμοῦ. ἐξαίρετον δὲ τῷ τοῦ Ἀχιλλέως θρόνῳ τὸ κατὰ γλυφὴν ἢ γραφὴν πολυδαίδαλον. ὅτι δὲ καὶ θρόνος λέγεται ὁ κλισμός, αὐτὸς ὁ ποιητὴς ἐνταῦθα δηλοῖ. πρὸ ὀλίγων μὲν γὰρ ἔφη ὡς ἀπὸ θρόνου ὦρτο Ἀχιλλεύς, ἐνταῦθα δέ, ὅτι "ἕζετο ἐν κλισμῷ, ἔνθεν ἀνέστη".

(v. 601) Ὅτι κἀνταῦθα τὸ ἄγειν ἐπὶ νεκροῦ τοῦ Ἕκτορος ἐν τῷ "ὄψεαι αὐτὸς ἄγων", ἐρεῖ δὲ καὶ προϊὼν "Ἴλιον εἰσαγαγών", καὶ "ἡμίονοι νέκυν ἄγον", καὶ "ξύμβληντο νεκρὸν ἄγοντι", καὶ "ἐπὴν ἀγάγοιμι δόμονδε", καὶ "εἰσάγαγον κλυτὰ δώματα". φθάσας δὲ τὴν λέξιν καὶ ἐπὶ ζῶντος εἶπεν ἐν τῷ "ἐς δ' ἄγαγον κήρυκα". ἔστι δὲ τοῦτο μὲν δηλοῦν εἴσοδον τοῦ κήρυκος, ἐκεῖνα δὲ φορὰν τοῦ νεκροῦ. Ἰστέον δὲ ὅτι ἐπιδεικνύμενος Ἀχιλλεὺς κἀνταῦθα πολυπειρίαν ῥητορικήν, ἣν, ὡς εἰκός, ἀπώνατο καὶ Φοίνικος, ὃς αὐτῷ οὐ μόνον [959] ἔργων πρηκτὴρ ἕπεται ἀλλὰ καὶ μύθου ῥητήρ, ὥς που δεδήλωται, φθάσας μὲν φιλοσοφώτερον τὸν γέροντα τοῦ πενθεῖν ἀνεκτήσατο, ἐνταῦθα δὲ, ὀτρύνων αὐτὸν φαγεῖν, ἐξ ἱστορίας πειρᾶται πείθειν ὡς ἐν λόγῳ καὶ τοῦτο παραμυθητικῷ, ἐπεξεργαζόμενος τὸ ἱστορικὸν σιωπῶντι τῷ γέροντι, ὡς ἢ ἀγνοοῦντι τυχόν, ἢ καί, ὡς εἰκός, ὑποκρινομένῳ τὴν ἄγνοιαν πρὸς χάριν Ἀχιλλέως καὶ μείλιγμα.

(v. 599-613) Ἔστι δὲ ὃ λέγει τοιοῦτον "υἱὸς μὲν δή τοι λέλυται, γέρον, ὡς ἐκέλευες, κεῖται δ' ἐν λεχέεσσ', ἅμα δ' ἠοῖ φαινομένῃφι ὄψεαι αὐτὸς ἄγων", ὡς ἐρρέθη, "νῦν δὲ μνησώμεθα δόρπου. καὶ γάρ τ' ἠΰκομος Νιόβη ἐμνήσατο σίτου, τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο, ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώωντες. τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο, χωόμενος Νιόβῃ, τὰς δ' Ἄρτεμις ἰοχέαιρα, οὕνεκ' ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· φῆ δοιὼ τεκέειν, ἣ δ' αὐτὴ γείνατο πολλούς· τὼ δ' ἄρα καὶ δοιώ περ ἐόντ' ἀπὸ πάντας ὄλεσαν. οἳ μὲν ἂρ ἐννῆμαρ κέατ' ἐν φόνῳ, οὐδέ τις ἦεν κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων. τοὺς δ' ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ οὐρανίωνες. ἣ δ' ἄρα σίτου μνήσατο, ἐπεὶ κάμε δακρυχέουσα". μέχρι τούτου ἡ ἱστορία.

(v. 614-617) Εἶτα ἐπιπλέκει καὶ μῦθον, λέγων, ὅτι "νῦν δέ που ἐν πέτρῃσιν, ἐν οὔρεσιν οἰοπόλοισιν", ὃ καὶ ἀλλαχοῦ κεῖται, "ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς νυμφάων, αἵ τ' ἀμφ' Ἀχελώϊον ἐρρώσαντο, ἔνθα, λίθος περ ἐοῦσα, θεῶν ἐκ κήδεα πέσσει".

(v. 618-620) Εἶτα ἐπάγει τὴν ἀξίωσιν μετὰ καὶ ἐπαίνου "ἀλλ' ἄγε δὴ καὶ νῶϊ", τουτέστιν ἡμεῖς, "μεδώμεθα, δῖε γεραιέ, σίτου, ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται", εἴγε δηλαδὴ δι' αὐτὸν καὶ οὕτω κατετόλμησας καὶ τοσαῦτα λύτρα δέδωκας, καὶ ὧδε παρ' ἡμῖν τοῖς ἐχθίστοις πενθεῖς. Ὅρα δὲ ὅτι οὐδ' ἐνταῦθα κλαίειν ἀφίησιν ἄρτι τὸν Πρίαμον ὁ Ἀχιλλεὺς διὰ τὰ προειρημένα, καὶ ὅτι τὴν μυθικήν, εἴτε ἀφέλειαν εἴτε γλυκύτητα καλοῖς, ὁ ποιητὴς ἐκόσμησε σχήμασιν, ἤγουν παρίσοις, τρισὶ μὲν κατὰ πτῶσιν δοτικήν· πέτρῃσιν, οὔρεσιν, οἰοπόλοισιν, δυσὶ δὲ κατὰ γενικήν· θεάων, νυμφάων, ἔτι δὲ καὶ ἐπαναφορᾷ τῇ κατὰ πρόθεσιν· ἐν πέτραις, ἐν Σιπύλῳ.

(v. 602) Ἰστέον δὲ ὅτι τὴν Νιόβην οἱ μὲν Ταντάλου, οἱ δὲ Πέλοπος κατάγουσι, καὶ γυναῖκα δέ τινες μὲν Ζήθου φασίν, οἱ δὲ Ἀμφίονος, ἕτεροι δὲ Ἀλαλκομενέως. καὶ ἡ συμφορὰ δὲ αὐτῆς κατὰ μέν τινας ἐν Λυδίᾳ, κατὰ δέ τινας ἐν Θήβαις γενέσθαι λέγεται. Σοφοκλῆς δὲ τοὺς μὲν παῖδας αὐτῇ ἐν Θήβαις [960] ἀπολέσθαι φησίν, αὐτὴν δὲ εἰς Λυδίαν ἐλθεῖν. ὁ δὲ τῶν παίδων αὐτῇ ἀριθμὸς Ὁμήρῳ μὲν κατὰ ἑξάδα μετρεῖται θυγατέρων καὶ ἑξάδα υἱῶν, προτεθεισῶν ἐν τῷ μέτρῳ τῶν θηλειῶν, ἢ ἁπλοϊκῶς, ὡς Ὁμήρῳ ἔδοξεν, ἢ καὶ συνδιατιθεμένης τῆς ποιήσεως, ἐπεὶ προσπαθέστερον ἡ μήτηρ εἶχεν αὐταῖς. Εὐριπίδης δὲ θυγατέρας ἑπτὰ Νιόβης ἱστορεῖ. τῶν δὲ ἔτι νεωτέρων οἱ μὲν δεκατέσσαρας τοὺς παῖδας εἶπον, οἱ δὲ εἴκοσι. δοκεῖ δὲ ὁ τῶν παίδων τῆς Νιόβης θάνατος ἐξ αἰτίας λοιμώδους γενέσθαι, ἢ καὶ ἄλλως ἀπὸ αἰφνιδίου πάθους τινός, ὅθεν Ἀπόλλωνι καὶ Ἀρτέμιδι ἀνάπτεται, οἳ τοῦ τοιούτου θανάτου εἰσὶν αἴτιοι, τόξοις λεγόμενοι βάλλειν τοὺς οὕτω θνῄσκοντας. φησὶν οὖν καὶ Ἱπποκράτης ἐν τῷ Περὶ ὀξέων, ὅτι τοὺς ὑπὸ ὀρθοπνοίης καὶ κυνάγχης ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι, διὰ τὸ αἴφνης δηλαδὴ καὶ μετ' ὀδύνης τελευτᾶν. [Τροπικῶς δὲ ὥσπερ Ἀπόλλωνος τόξα, οὕτω καὶ Ἀρτέμιδος αἱ λοιμώδεις βολαί. δίδωσι δὲ ἡ τροπὴ καὶ τῷ Ἔρωτι τόξον. ἡ δ' αὐτὴ καὶ τὸν εἰς μέθην οἶνον τόξα καλεῖ κωμικώτερον ἐν τῷ "ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες".]

(v. 603 et 607) Ἐνταῦθα δὲ παρασημειοῦνται οἱ παλαιοὶ κεῖσθαι διηγηματικὴν ἀναστροφήν. εἰπὼν γάρ, φασί, δώδεκα παῖδας ἐν μεγάροις ὀλωλέναι τῇ Νιόβῃ, τότε δὴ ἐπάγει τὸ φύσει πρῶτον, ἤγουν τὴν προηγησαμένην τοῦ ὀλέθρου αἰτίαν, τὸ ὅτι ἰσάσκετο τῇ Λητοῖ. παρασημαίνονται δὲ οἱ αὐτοὶ καὶ ὅτι οὐχ' ἧττον τὸ τῆς Νιόβης πάθος τοῦ κατὰ τὸν Πρίαμον. εἰ γὰρ καὶ πλείους αὐτῷ παῖδες ὤλοντο, ἀλλὰ Νιόβη μὲν πάντων ἅμα ἐστέρητο, καὶ ἄθρουν αὐτῇ τὸ κακόν, ὁ δὲ οὐχ' οὕτως.

(v. 605 s.) Ὅρα δὲ ὅτι τε τὸ "Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο", καὶ τὸ "Ἄρτεμις ἰοχέαιρα" ἥνωταί πως κατὰ νοῦν, ἐκ βιοῦ γὰρ ἰοὶ χέονται

(v. 608), καὶ ὅτι πάνυ συντόμως ἡρμήνευσε, κατὰ τί παρεξισοῦτο τῇ [961] Λητοῖ ἡ Νιόβη, λέγων "ἔφη δύο τεκεῖν, ἣ δὲ γείνατο πολλούς". τοῦτο δὲ καινότερον ἐσχημάτισται. ἀντὶ γὰρ τοῦ εἰπεῖν "ἔφη τὴν Λητὼ μὲν δύο τεκεῖν, αὐτὴν δὲ πολλούς", ἤλλαξε τὸ σχῆμα.

(v. 609) Τὸ δὲ "οἳ δὲ καὶ δύο ὄντες πάντας ἀπώλεσαν" ὅμοιόν ἐστι τοῖς κατὰ τὸν Ἀχιλλέα. καὶ αὐτὸς γὰρ εἷς ὢν τῇ Θέτιδι τοὺς τῷ Πριάμῳ πολλοὺς ἀνῄρει, καθὰ καὶ τοὺς τῆς Νιόβης Ἀπόλλων καὶ Ἄρτεμις.

(v. 610) Τὸ δὲ "ἐννῆμαρ" οὐ τῇ ἱστορίᾳ μόνον ἀλλὰ καὶ τῇ Ὁμηρικῇ προσλογιστέον γνώμῃ. φιληδεῖ γὰρ τῷ τοιούτῳ ἀριθμῷ Ὅμηρος. Παραμυθεῖται δὲ τὸν Πρίαμον καὶ τὸ ἐν πολλαῖς ἡμέραις ἄταφον τῶν τῆς Νιόβης παίδων, [οἷς ὁμοίως καὶ ὁ Ἕκτωρ οὕτω κεῖται. ταῦτα δὲ καὶ τὸν Πρίαμον πλαγίως ὑποσεμνύνει ὡς ἰσασκόμενον θεοῖς, καὶ τὸν Ἕκτορα δέ, ὡς τοιούτου πατρὸς υἱόν, ἔτι δὲ καὶ τὸν Ἀχιλλέα ὡς ἀνδρισάμενον αὐτὸν ἕνα κατὰ Ἀπόλλωνα καὶ Ἄρτεμιν. ἀπολογίαν δὲ αὐτὰ ἔχει καὶ ὑπὲρ τοῦ ἀτημέλητον ἐπὶ τοσοῦτον κεῖσθαι τὸν Ἕκτορα. εἰ γὰρ ἐπὶ τῆς Νιόβης οὐδεὶς ἦν θάψαι τοὺς ἐκείνης νεκρούς, ἔνθα πολὺ τὸ ὁμόφυλον, πῶς ἂν ἐν ἐχθροῖς κηδεμονίας ὁ πολέμιος Ἕκτωρ ἔτυχεν, ὃν ἔδει καὶ κυσὶ καὶ οἰωνοῖς παραβληθῆναι.] Ἐν δὲ τῷ "ἔκειντο ἐν φόνῳ", φόνον φασὶ τὸν τόπον, ἐν ᾧ οἱ φονευθέντες ἔκειντο.

(v. 611) Τὸ δὲ "λαοὺς ἐποίησεν" ὁ Ζεύς, ἀντὶ τοῦ λιθίνους τὰς ψυχὰς ἐκείνους ἀπέδειξε καὶ σκληροὺς καὶ ἀσυμπαθεῖς. ἄτεγκτοι γάρ, φασίν, ἦσαν τῇ Νιόβῃ, ὀργιζόμενοι αὐτῇ, ἐπεὶ διὰ τὴν αὐτῆς ἀσέβειαν μικροῦ δεῖν πάντες ἂν ἀπώλοντο λοιμῷ. ἔχει δέ τι καὶ ἀστεῖον ὁ λόγος, εἴπερ ὁ μῦθος μὲν λαοὺς ἐκ λάων, ὅ ἐστι λίθων, ποιεῖ, ὡς ἀλλαχοῦ εἴρηται, ἐνταῦθα δὲ οἱ λαοὶ λίθοι γίνονται. νοητέον δὲ ἐντεῦθεν κατὰ θεραπείαν μυθικὴν ὅτι, καθάπερ νῦν οἱ λαοὶ λίθοι ὡς ἀντὶ τοῦ τέγγεσθαι εἰς ἔλεον σκληρυνθέντες εἰς τὸ μὴ ἐλεεῖν, οὕτως ἀνάπαλιν οἱ λίθοι ἐκεῖ λαοὶ ἐποιήθησαν, ὡς ἐξ ἀγριότητος καὶ τοῦ σκληροὶ οὕτως εἶναι μαλθακισθέντες εἰς τὸ ἥμερον.

(v. 612) Τὸ δὲ "θάψαν θεοί" τὸ ὑπὸ μειζόνων τινῶν ἀγαθῶν ἀνδρῶν ταφῆναι τοὺς νεκροὺς ἐκείνους δηλοῖ. ὁ μὲν γὰρ λαὸς ἐσκληρύνετο, προὔχοντες δέ τινες, οὓς εἰς γένος θεῖον οἱ παλαιοὶ ἀνῆγον, ἔθαψαν ἐκνικήσαντες.

[962]

(v. 613) Τὸ δὲ "σίτου μνήσατο" δὶς εἶπε, μὴ θελήσας ἀλλάξαι τὴν λεκτικήν.

(v. 615) Τὸ δὲ Σίπυλον πόλις ἢ ὄρος Φρύγιον, ὅπερ οἴονταί τινες εἶναι τὸν νῦν λεγόμενον Κουζινᾶν. περὶ τοῦτο τὸ ὄρος Ἀχελῷος εἶναί τις δοκεῖ ποταμός,

(v. 616) οὗ, φασίν, ὁ ποιητὴς ἐνταῦθα μέμνηται, εἰπὼν νύμφας τινάς, "αἳ ἀμφ' Ἀχελῶον ἐρρώσαντο", τουτέστιν ἐρρωμένως ἐκινήθησαν, ὅ ἐστι κινοῦνται. ὅπερ ἀντίθετόν ἐστι πρὸς τὸ "θεάων ἔμμεναι εὐνάς", ὅπερ ἐκ τοῦ "ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς" παραπέφρασται. εὐνάζονται μὲν γὰρ αἱ νύμφαι αὗται κατὰ τὴν ἐν Σιπύλῳ διατριβήν, ῥώονται δὲ κατὰ τὸν Ἀχελῷον. καινὸν δὲ οὐδὲν ὁμωνυμεῖν τὸν Ἀχελῷον τοῦτον τῷ Αἰτωλικῷ. καὶ γάρ τοι καὶ περὶ Θετταλίαν Ἀχελῷος ποταμὸς ἱστόρηται. εἰ μὴ ἄρα τις, ὡς καὶ προεγράφη, Ἀχελῷον ἁπλῶς τὸ ὕδωρ καὶ ἐνταῦθα νοεῖν βούλεται, ὡς εἶναι τῷ λόγῳ τούτῳ τὰς Νηΐδας ἁπάσας νύμφας Ἀχελωΐδας. τινὲς δὲ τὸν ἐνταῦθα εἰρημένον Ἀχελώϊον Ἀχελήϊον γράφουσι, λέγοντες ποταμὸν εἶναι ἀπὸ Σιπύλου εἰς τὴν τῶν Σμυρναίων ῥέοντα γῆν. τὸν δὲ Ἀχελῷον ἀπὸ τοῦ ἄχη λύειν ἐτυμολογοῦσί τινες. Ἰστέον δὲ ὅτι τριῶν τούτων κειμένων ἐν τοῖς ῥηθεῖσι, τοῦ "ἐν πέτρῃσι", τοῦ "ἐν οὔρεσι", τοῦ "ἐν Σιπύλῳ", τὸ μὲν "ἐν οὔρεσι" διασαφητικόν ἐστι τοῦ "ἐν πέτρῃσι", τὸ δὲ "ἐν Σιπύλῳ" ἀμφοῖν ἐκείνοιν ἐστὶν ἐφερμηνευτικόν, καταβεβηκὸς ἐξ ἀορίστου πληθυντικοῦ εἰς ὡρισμένον ἑνικόν. Ἡ δὲ τῆς Νιόβης ὕστερον [963] ἀπολίθωσις καὶ τὸ ἐκεῖθεν δάκρυον δοκεῖ ἐνταῦθα ὑπαινιχθῆναί πως τῷ ποιητῇ πρὸς ἀλήθειαν διὰ τοῦ "λαοὺς δὲ λίθους ποίησε Κρονίων". ὡς γὰρ ἐκείνους ἐρρέθη ἀπολιθωθῆναι ‹διὰ τὸ› πρὸς τοὺς κειμένους ἄτεγκτον καὶ ἀνεπίστροφον καὶ ἀπαθές, οὕτως ἂν κατ' ἄλλον λόγον ἀπολιθωθῆναι καὶ ἡ Νιόβη νοηθείη ὡς εἰς ἀφωνίαν ἢ καὶ παντελῆ ἀναισθησίαν καὶ ἠλιθιότητα μεταπεσοῦσα τῇ τοῦ πένθους ὑπερβολῇ, δάκρυον δὲ ὅμως ἐκπέμπουσα τῇ συνοχῇ τῆς ψυχῆς ἐν τῷ τοὺς παῖδας φαντάζεσθαι. Φέρεται δὲ χρῆσις, ὡς καὶ ὁ Κωμικὸς Φιλήμων λέγει, ὅτι "λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς, οὐδέποτ' ἐπείσθην οὐδὲ νῦν πεισθήσομαι ὡς τοῦτ' ἐγένετο καὶ κήδεα πέσσει, ἀλλ' ὑπὸ τῶν κακῶν τῶν συμπεσόντων καὶ τοῦ συμβάντος πάθους οὐδὲ λαλῆσαι δυναμένη πρὸς οὐδένα προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος". καὶ τοῦτο μὲν οὕτως. Ὁ δὲ Λυδός φησιν ὅτι ἐρασθείς τις αὐτῆς μὴ πειθομένης τὸν οἶκον ἐνέπρησεν, ἡ δὲ φεύγουσα ηὔξατο λιθωθῆναι καὶ ἐλιθώθη. Παλαιφάτῳ δὲ δοκεῖ ἄγαλμα Νιόβης ἑστάναι ὕλης στερεᾶς, ὃ τῇ κάτωθεν ἕως καὶ εἰς ὀφθαλμοὺς συντρήσει διά τινων ἀνωγέων ὕδωρ ἀναθλῖβον κατά τινα μηχανὴν διηθεῖ αὐτὸ διὰ τῶν ἐν τοῖς ὀφθαλμοῖς πυκνῶν πόρων εἴτ' οὖν τρημάτων, ὡς δοκεῖν ἐκεῖθεν καταρρέειν δάκρυον. Ἕτεροι δὲ ἄκρον τι πετρῶδες περὶ τὸ Σίπυλον εἶναί φασιν, ὅπερ ἄκρον φαντασίαν τε γυναικὸς πέμπειν τοῖς πόρρω καὶ ὕδωρ καταλείβειν, καὶ οὕτω μῦθον διαδοθῆναι, τὴν Νιόβην εἰς ἐκεῖνον τὸν λίθον μεταβεβλῆσθαι, καὶ καταστάζειν ἔτι δάκρυον, πενθοῦσαν ἐπὶ τῷ τῶν παίδων ὀλέθρῳ. καὶ τοιοῦτον μέν, φασί, τὸ ἀκρωτήριον τοῖς ἕκαθεν βλέπουσιν. εἰ δέ τις πελάσοι, ἐσκέδασται ἡ φαντασία, καὶ ὁρᾶται τὸ ἀκριβές, πέτρα δηλαδή, ἀφ' ἧς ὕδωρ ἐκπιδῦον κάτω φέρεται. οὕτω θεραπεύει τὸν μῦθον τῶν τις παλαιῶν Ἐποποιῶν, εὖ μὲν ποιῶν, καθόσον τὸ τοῦ μύθου νοσοῦν θεραπεύει, οὐ μὴν εὐστοχῶν τοῦ τῇ ποιήσει [964] πρέποντος σκοποῦ. ποιητοῦ γὰρ ἴδιον ἀπαραμυθήτους παραρριπεῖν μύθους, καὶ ἄλλοις μὲν ἀφιέναι ὑπονοεῖν ἀλληγορίαν, αὐτὸν δὲ τὸ φαινόμενον λέγειν, καὶ τοῦ ὡς ἐν μύθῳ πιθανοῦ μόνου γίνεσθαι, μὴ ἐξαφανίζειν δὲ δι' ἀλληγορίας αὐτόν, πλὴν εἴ που λέξεις τινὰς παραρρίψει, λαβὰς διδοὺς εἰς ἀλληγορίαν, ὃ καὶ Ὅμηρος ποιεῖ, ὃς κἀνταῦθα τὴν τοιαύτην θεραπείαν τοῦ κατὰ τὴν ἀπολίθωσιν μύθου ἐνέφηνεν ἐν τῷ μνησθῆναι Σιπύλου καὶ πετρῶν ὀρεινῶν καὶ Νηΐδων νυμφῶν. τοιαῦται γὰρ αἱ ἀμφ' Ἀχελῷον, ὡς εἴρηται. ὅτι δὲ τοῖς τῶν ὀρέων ἄκροις φαντασίαι ζῴων ἐμφαίνονται, δηλοῦσι καὶ παῖδες ζωγράφων, χειρογραφοῦντες μιμητικῶς τὴν ἀλήθειαν. γράψαντες γὰρ ὄρος ἐμφαντάζουσι τεχνικῶς διὰ τῶν χρωμάτων τοῖς ἄκροις λεόντων ἤ τινων ἑτέρων ζῴων μορφάς. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. εἰκὸς δὲ καὶ μετὰ τὸν ὄλεθρον τῶν παίδων ταχὺ τὴν Νιόβην θανοῦσαν καὶ κατορυγεῖσαν, εἶτα στεγανωθεῖσαν λίθοις τὸ πᾶν, ὁποῖόν τι καὶ περὶ τὸν Ἕκτορος γενήσεται τάφον, τοιούτῳ μύθῳ ἐντεῦθεν ἐπιγραφῆναι. ἐνάγει δὲ εἰς νοῦν τοιοῦτον καὶ Σοφοκλῆς, ὃς τὴν Ἀντιγόνην οὕτω κατορυχθεῖσαν, ὅτε τὸν ἀδελφὸν Πολυνείκην ταφῇ καθωσίωσε, τῇ Νιόβῃ παρείκασε. φέρεται δὲ καὶ ἀστεῖον ἐπὶ τῇ Νιόβῃ ἐπίγραμμα τοῦτο. ὁ τύμβος οὗτος ἔνδον οὐκ ἔχει νέκυν· ὁ νεκρὸς οὗτος ἐκτὸς οὐκ ἔχει τάφον· ἀλλ' αὐτὸς αὑτοῦ νεκρός ἐστι καὶ τάφος. καὶ μήποτε Σοφοκλῆς καὶ τούτου τὴν ἀρχὴν ἐνδέδωκεν, ἔνθα φησὶν ἐν πετραίῳ τάφῳ τὴν Νιόβην δακρύειν.

(v. 617) Τὸ δὲ "κήδεα πέσσει" ὅμοιόν ἐστιν, ὡς καὶ προείρηται, τῷ "ἄλγεα ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν".

(v. 619) Τὸ δὲ "κλαίοισθα" δηλοῖ καὶ τοῖς εὐκτικοῖς ῥήμασι προσέρχεσθαι τὴν θα ἐπέκτασιν.

(v. 620) Τὸ δὲ "πολυδάκρυτος δέ τοι ἔσται" ἢ ἀφελῶς οὕτως εἴρηται ὡς τῆς ἐνταῦθα ἐποχῆς τοῦ δακρύου πολλῆς ἀναρραγησομένης ἐκεῖ, ἢ δηλοῖ ὡς ἐνταῦθα μὲν οὐ πολὺ γέρας τῷ κειμένῳ, ἑνός τινος ἐπ' αὐτῷ δακρύοντος, ἐν δὲ Τροίᾳ πλεῖον τὸ γέρας, πολλῶν δακρυόντων. [965]

(v. 621) Ὅτι καὶ ἐνταῦθα τὸ ἡρωϊκὸν αὐτοδιάκονον φαίνεται, ἐν οἷς Ἀχιλλεὺς αὐτὸς ἀναΐξας ὄϊν ἄργυφον σφάζει διὰ τὸν γέροντα.

(v. 622-626) Ἔνθα γοργῶς, καθὰ καὶ ἀλλαχοῦ, διασκευάζων τὰ κατὰ τὴν δαῖτα, καὶ τῷ στενῷ τοῦ καιροῦ συνεπιτέμνων τὸν λόγον, φησὶν "ἕταροι δ' ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, μίστυλλόν τ' ἂρ ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν, ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα. Αὐτομέδων δ' ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς".

(v. 621) Ἐνταῦθα δὲ ὅρα τὸ ἄργυφον ἐπὶ προβάτου τεθέν, ὥστε οὐκ ἐπὶ μόνου ἱματίου παρὰ τὸ λευκὸν τοῦ ὕφους ἡ λέξις κεῖται, ἀλλὰ καὶ ἐπὶ ζῴου ἀργοῦ φανῆναι, ἤτοι λευκοῦ, τραπέντος ὡς καὶ ἐν τῷ "ἀργύφεον σπέος", Αἰολικῶς τοῦ ο εἰς τὸ υ.

(v. 622) Τὸ δὲ "εὖ" καὶ τὸ "κατὰ κόσμον" τῆς αὐτῆς ἐννοίας εἰσίν. [(v. 623) Ἰστέον δὲ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ μιστύλλειν οὐ μόνον, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, τὸ μιστυλᾶσθαι παρῆκται κατά τινα ἐμφαινομένην ἀμυδρὰν ὁμοιότητα, ὃ παρὰ τῷ Κωμικῷ κεῖται, ἀλλὰ καὶ ἡ μιστύλη, ἥ, φασί, καὶ μύστρος λέγεται, ὡς δηλοῖ παρὰ τῷ Δειπνοσοφιστῇ τὸ "δοθέντων μύστρων χρυσῶν", καὶ τὸ "ἀλφιτοπώλαις, μυστριοπώλαις", καὶ ἑξῆς. δῆλον δ' ὅτι ὑποκοριστικὸν τὸ μυστρίον, ὅθεν οἱ μυστριοπῶλαι.

(v. 624) Τοῦ δὲ ὀπτᾶν πολλὰ μὲν καὶ ἄλλα προῆκται, καὶ ἡ παρὰ τῷ Ἀθηναίῳ δὲ ὀπτήσιμος γογγυλίς, ἤγουν ἐπιτηδεία ὀπτᾶσθαι.

(v. 626) Τὸ δὲ "νεῖμε", ταὐτὸν δ' εἰπεῖν, ἐπένειμεν, ἔστιν εἰπεῖν καὶ νεμήσασθαι, ὡς δῆλον ἐκ τοῦ "τὰ δὲ λοιπὰ κρέα νεμησάμενοι". τοῦτο δὲ καὶ νωμῆσαι οἶδε λέγειν ὁ ποιητής.]

(v. 629 s.) Ὅτι Πρίαμος μετὰ τὸ φαγεῖν καθήμενος "θαύμαζ' Ἀχιλῆα, ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει".

(v. 631 s.) Εἶτα ἀντιστρέφων τὸ θάμβος ὁ ποιητής φησιν "αὐτὰρ Πρίαμον [966] θαύμαζεν Ἀχιλλεύς, εἰσορόων ὄψιν τ' ἀγαθὴν καὶ μῦθον ἀκούων. αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες", ζητεῖ κοιμηθῆναι ὁ γέρων ὡς ἤδη ἐκφροντίσας, εἰπὼν ὅσα καί τις ἐν πένθει μείνας ἐπὶ μακρὸν ἄϋπνος καὶ ἄσιτος.

(v. 635-642) Φησὶ γὰρ "λέξον", ἤγουν κοίμισον, "νῦν με τάχιστα, διοτρεφές, ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες· οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν, ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, ἀλλ' αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. νῦν δὴ καὶ σίτου πασάμην", ὅ ἐστιν ἐγευσάμην, "καὶ αἴθοπα οἶνον λαυκανίης καθέηκα", τουτέστι λαιμοῦ, ὡς προγέγραπται ἐν τῷ φόνῳ τοῦ Ἕκτορος, "πάρος γε μὲν οὔ τι πεπάσμην". μέγα τοίνυν εἰς οἶκτον καὶ τὸ διὰ τοσούτων ἡμερῶν καὶ ἄϋπνον διατελέσαι τὸν γέροντα πενθοῦντα καὶ μηδέν τι πάσασθαι. Ἰστέον δὲ ὡς εἶχε μὲν ἀπαγαγεῖν Ὅμηρος αὐτίκα νῦν τοῦ ναυστάθμου τὸν Πρίαμον. ἐπεὶ δὲ τὸ ὑπνῶσαι αὐτὸν παρὰ τῇ σκηνῇ τοῦ Ἀχιλλέως ἔχει καὶ αὐτὸ ἀγαθὴν λόγου τριβήν, πλάττει καὶ τοῦτο πιθανῶς.

(v. 630) Ἰστέον δὲ καὶ ὅτι τὸ "ὅσσος ἔην οἷός τε" τῷ ἀορίστῳ τῆς φράσεως αὔξει τὸν τοῦ ἥρωος ἔπαινον. ἐμφαίνει γὰρ μὴ ἂν εἶναι ῥᾷον περιηγήσασθαι τὰ ἐκείνου ἐκφραστικῶς. Τὸ δὲ "θεοῖσιν ἄντα ἐῴκει" ὁμοιοῦται μὲν πρὸς τὸ "θεαῖς εἰς ὦπα ἐῴκει", βούλεται δὲ θεοειδέα τὸν Ἀχιλλέα εἰπεῖν. καὶ ἔστι τὸ "θεοῖς ἐοικώς" περίφρασις τοῦ θεοειδής.

(v. 632) Τὸ δὲ "εἰσορόων ὄψιν ἀγαθὴν καὶ μῦθον ἀκούων" δοκεῖ παραφρασθῆναι ἐκ τοῦ "ὅσσος ἔην οἷός τε", ὡς καὶ τοῦ Πριάμου θαυμαστοῦ ὄντος κατὰ τὸν Ἀχιλλέα, ἵνα ἡ μὲν ὄψις εἴη δηλωτικὴ τῆς ἐν τῷ "ὅσσος" ποσότητος, ἡ δὲ ἐν μύθοις δεξιότης τῆς ἐν τῷ "οἷος" ποιότητος.

(v. 635) Τὸ δὲ "λέξον" ἀντὶ τοῦ κοίμησον, κελεύσας ὑποστρωθῆναί μοι δηλαδὴ λέχος. ἐπεὶ δὲ ὁμώνυμον ἄλλως τὸ "λέξον", διασαφεῖ ἐπαγαγὼν "ὄφρα ὕπνῳ ταρπώμεθα" καὶ ἑξῆς.

(v. 636) Τοῦ δὲ "ὕπνῳ ταρπώμεθα" ὁμοιότης ἀνωτέρω ἐν τῷ "τάρπησαν ὁρόωντες", ὃ ταὐτόν ἐστι τῷ τάρπησαν τῇ ὄψει.

(v. 637) Τὸ δὲ "οὐ γάρ πω μύσαν ὄσσε" μύσιν λέγει τὴν ἐπὶ ὕπνῳ. ἄλλως γὰρ οὐκ ἂν εἴη ἀληθὴς ὁ λόγος. [967]

(v. 639) Τὸ δὲ "κήδεα πέσσειν" ῥηθὲν κἀνταῦθα ὡς καὶ ἐπὶ Νιόβης, τὸ καίριον δηλοῖ τῆς φράσεως, δι' ἣν ἡ ἐπιμονή.

(v. 640) Τὸ δὲ "αὐλῆς ἐν χόρτοις", περὶ οὗ κεῖταί τι καὶ ἐν ταῖς Λιταῖς, οἳ μέν φασιν ἐν τοῖς περιχωρήμασι τῆς αὐλῆς, ἔνθα χόρτοι τὰ πολλὰ φύονται, εἴπερ εὐρεῖα ἡ αὐλὴ καὶ κόπροις πίων, οἳ δὲ περιφραστικῶς ἁπλῶς ἀντὶ τοῦ ἐν τῇ αὐλῇ, ὡς ἀπὸ ἀρχαίου ἔθους ἀγροτικοῦ, οἳ τὰς αὐλὰς περιορίζοντες χόρτοις περιέγραφον, ἀφιέντες αὐτομάτως φύεσθαι αὐτούς.

(v. 641) Τὸ δὲ "σίτου πασάμην" περίφρασίς ἐστι τοῦ ἔφαγον, ὡς καὶ τὸ "αἴθοπα οἶνον" καὶ ἑξῆς τοῦ ἔπιον.

(v. 642) Τὸ δὲ "πάρος γε μὲν οὔ τι πεπάσμην" ἀλλαχοῦ παρῳδηθὲν ἐπὶ ἀκοῆς, ἐρρέθη "πάρος γε μὲν οὔ τι πεπύσμην", ἤγουν οὐδέν τι προέμαθον. Τὸ δὲ "καθέηκα" πάνυ ἐστὶ καιριώτατον. ἀνίησι μὲν γὰρ ὁ ἐξεμῶν, ὁ δὲ ἐσθίων καὶ πίνων καθίησι πάντως τοῦ λαιμοῦ.

(v. 644) Ὅτι σαφῶς καὶ ἐνταῦθα δηλοῦται, τί ἐστιν ἡ αἴθουσα, ὅτι δηλαδὴ ἐξωτάτω πρὸς τῇ αὐλῇ τόπος, ἐν ᾧ ἀναγκαίως κατακοιμίζεται Πρίαμος, ὡς ἂν ῥᾷον πιθανῶς ἀναχωρήσῃ. προϊὼν δὲ τὴν αἴθουσαν πρόδομόν φησιν ἐν τῷ "οἳ μὲν ἐν προδόμῳ δόμου κοιμήσαντο", ὅπερ καὶ κάλλος ἔχει φράσεως, ὁποῖον τὸ "Σαμία μία", καὶ τὰ τοιαῦτα.

(v. 643-646) Ἐν τούτοις δὲ ἑρμηνεύων τὴν διάθεσιν τῆς στρωμνῆς φησι "δμῳῇσι κέλευε δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ πορφύρεα ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας, χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι", τουτέστιν ἐνδύσασθαι. ταῦτα δὲ καὶ ἐν Ὀδυσσείᾳ κεῖνται ὁμοίως. Καὶ ὅρα ὅτι τε ταὐτὸν τὸ "ἐμβαλεῖν" καὶ τὸ "ἐνθέμεναι", ὅπερ δὶς ἔφη ὁ ποιητὴς διὰ τὸ τῆς λέξεως ἐν ποιήσει καίριον, καὶ ὅτι ὑπόκειται μὲν τὰ δέμνια, ἐπιβέβληται δὲ τὰ ῥήγεα, ἐστορέσθησαν δὲ οἱ τάπητες ὕπερθεν ‑ ἐπιφανείας γὰρ τὸ στόρεσμα πανταχοῦ ‑ , [968] ἔτι δὲ ὕπερθεν αἱ χλαῖναι, ὡς ὑποκεῖσθαι μὲν δέμνια δίκην κλίνης καὶ ῥήγεα χάριν ἀναπτώσεως, ὑπερκεῖσθαι δὲ τάπητας μὲν εἰς σκέπην κατά τινας, χλαίνας δὲ εἰς ἔνδυσιν.

(v. 644) Δῆλον δὲ ὡς δέμνια ἐκ μέρους καὶ ἡ ὅλη στρωμνὴ λέγεσθαι εἴωθε. παρὰ δὲ Αἰλίῳ Διονυσίῳ καὶ ἑτέροις φέρεται καὶ ταῦτα. δάπιδες· στρώματα ἄττα. Φερεκράτης "ὁ χορὸς δ' αὐτοῖς εἶχε δάπιδας ῥυπαρὰς καὶ στρωματοδέσματα". λέγουσι δέ, φησί, καὶ ἐν τῷ ταῦ τάπιδας. καὶ δάπητας δέ, φησίν, ἔλεγον οἱ παλαιοὶ τὰ ἐπιβόλαια. οἱ δὲ νεώτεροι τάπητας ἐν δυσὶ ταῦ, τῷ κατὰ τὴν ἀρχήν, τῷ κατὰ τὸ τέλος. ὅτι δὲ οἱ τάπητες οὐ σκέπουσιν, ὡς ἐρρέθη, ἀλλ' ὑπόκεινται μᾶλλον, ὡς καὶ ἡ ἐτυμολογία δηλοῖ, παρὰ τὸ πατεῖσθαι γὰρ γίνονται, πολλαχοῦ φαίνεται. εἴρηται δὲ περὶ αὐτῶν καὶ πρὸ μικροῦ.

(v. 645) Τὸ δὲ "στορέσαι", καθὰ καὶ τὸ στρῶσαι, καὶ ἐπὶ λίθων λέγεται, ὡς δηλοῖ τὸ "ἔστρωσε λίθοις τὴν ὁδόν", καὶ τὸ "λίθοις κατεστόρεσαν μεγάλοις τὸ τοῦ Ἕκτορος σῆμα", καὶ ἐπὶ σανίδων δέ, ἐξ ὧν τὸ ἐν νηῒ κατάστρωμα, καὶ ἐπὶ κυμάτων δὲ γαλήνης ἡ λέξις κεῖται.

(v. 644) Ὅτι δὲ ῥήγεα κυρίως τὰ βαπτά, καὶ τίνες αἱ οὖλαι χλαῖναι, ἐν ἄλλοις εἴρηται.

(v. 648) Ὅτι ἐν τῷ "ἐστόρεσαν αἱ δμῳαὶ λέχε' ἐγκονέουσαι" φασὶν οἱ παλαιοί, ὡς τὸ πονεῖν καὶ ἐνεργεῖν Ἰακῶς ἐγκονεῖν λέγεται, ὥσπερ καὶ τὸ ὅπως ὅκως, καὶ τὰ ὅμοια. δουλίδων δὲ καὶ ἐνταῦθα ἔργον τὸ τοιαῦτα διακονεῖν. παρὰ δὲ τοῖς μεθ' [969] Ὅμηρον καὶ ἄνδρες οὕτως ὑπούργουν, ὡς καὶ οἱ στρῶται δηλοῦσιν οἱ παρὰ Πέρσαις.

(v. 649-655) Ὅτι ἐπικερτομέων ὁ Ἀχιλλεύς, τουτέστι μετρίως χλευάζων, εἶπε τῷ Πριάμῳ "ἐκτὸς μὲν δὴ λέξο", τουτέστι κοιμήθητι, "γέρον φίλε, μή τις Ἀχαιῶν ἐνθάδ' ἐπέλθῃσι βουληφόρος, οἵ τέ μοι αἰεὶ βουλὰς βουλεύουσι παρήμενοι, ᾗ θέμις ἐστί· τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, αὐτίκ' ἂν ἐξείποι τῷ βασιλεῖ, καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένοιτο", τουτέστιν ἀναβολὴ καὶ ἀργία, ὃ δὴ μάλιστα δάκνει τὸν γέροντα. καὶ οὕτω μὲν ὁ Ἀχιλλεύς, οὐκ ἀληθῆ λέγων, ἀλλ' ὑποπαίζων, καὶ, ὡς εἰπεῖν, λέων καὶ οὗτος γελῶν. Ἔνθα καὶ σημείωσαι τὸ κερτομεῖν, οὐ τραχύτητα ἔχον ὑβριστικὴν ἢ ὀνειδιστικήν, ἀλλ' εἰσήγησιν φόβου ψευδοῦς, ἵνα μὴ ὁ γέρων βασιλεὺς λυπηθῇ ὡς ἔξω παραρριπτούμενος.

(v. 685-688) Ἑρμῆς δὲ ἐν τοῖς ἑξῆς, ὁποῖος ἂν καὶ εἴη αὐτὸς εἴτε ὁ κατὰ ἀλληγορίαν ἐνδιάθετος εἴτε καὶ ὁ τοῦ μύθου εἴτε καὶ ὁ καθ' ἱστορίαν ὑπονοούμενος, μείζω φόβον ἐπισείει τῷ γέροντι, εἰπών, ὡς "νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ' ἔδωκας· σεῖο δέ κεν ζῴου καὶ τρὶς τόσα δοῖεν", ὡς εἰκός, "ἄποινα παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴκε βασιλεὺς γνοίῃσι, γνώωσι δὲ πάντες Ἀχαιοί". Καὶ τοῖς λόγοις τούτοις Ἀχιλλεὺς μὲν τὸν γέροντα πιθανῶς ἔξω κοιμίζει, Ἑρμῆς δὲ εἰς ὁδὸν ἀφυπνίζει δείσαντα, ὡς δηλοῦται ἐν τῷ "ἔδδεισε δ' ὁ γέρων", ὃ δήπου καὶ ἐπὶ Χρύσου εἴρηται, καὶ διὰ τοῦτο μηδὲ συνταξάμενον τῷ Ἀχιλλεῖ ὡς οὐδὲ ὁ Τηλέμαχος Νέστορι ἐν τοῖς κατὰ τὴν Ὀδύσσειαν. ταῦτα δὲ οἰκονομίαι εἰσὶ τοῦ ποιητοῦ εἰς τὸ λαθεῖν τὸν Πρίαμον ὥσπερ ἐλθόντα, οὕτω καὶ ἀπελθόντα, μὴ καὶ ἁλοὺς πράγματα παρέξει Ὁμήρῳ εἰς τὸ πιθανεύσασθαι δεξιῶς τὴν αὐτοῦ λύσιν. [Ἰστέον δὲ ὅτι ἐν οἷς ὁ Ἀχιλλεὺς [970] κερτομεῖ, δοκεῖ καὶ σεμνύνεσθαι, βεβαιῶν ὡς πάντα δι' αὐτοῦ γίνεται, καὶ ὡς πάντες πρὸς αὐτὸν φοιτῶσι, θρυπτόμενος πρὸς τὸν γέροντα, ἵνα καὶ ἡ ῥηθησομένη τῆς μάχης ἀνοχὴ πιστὴ δόξῃ αὐτῷ. Ὅρα δὲ ὡς καὶ Ζωΐλῳ καὶ ἄλλοις ἐπηρεασταῖς τόπους ἀνασκευῆς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ δέδωκεν Ὅμηρος. δοκεῖ γὰρ οὐ πιθανὸν ἐθελῆσαι νύκτωρ τὸν Πρίαμον ἐπιβαλεῖν τῷ ναυστάθμῳ μὴ φθάσαντα πρεσβεῦσαι καὶ σχεῖν ἐνδόσιμον. ἔτι δὲ καὶ τὸ λαθόντα τοὺς νυκτοφύλακας εἰσελθεῖν, καὶ τὸ ἔσω τῆς τοῦ Ἀχιλλέως γενέσθαι κλισίας οὕτω κατησφαλισμένης. καινότατον δὲ καὶ τὸ πεῖσαι τὸν ἄγριον καὶ λόγοις θέλξαι τὸ θηρίον. τὸ δ' ἦν ὁ Ἀχιλλεύς. ἀπίθανον δὲ καὶ τὸ τολμῆσαι τὸν γέροντα παρρησιάσασθαι τὴν δέησιν, καὶ ἐπὶ τῷ υἱῷ δὲ παθήνασθαι, οὗ καὶ μνήσασθαι μόνον ὤκνει ὁ ἥρως, καὶ τὸ μὴ ὑποπτῆξαι, ὡς εἰ καὶ τὸν Ἀχιλλέα πείσει, ἀλλ' ὁ βασιλεὺς ἴσως αὐτὸν συσχὼν ἢ λύτρα μυρία λήψεται ἢ ἀλλὰ καὶ τὴν Ἑλένην προσαπαιτήσας λάβοι. ἔχει δ' ἀπορίαν καὶ ὁ κατὰ τὸν γέροντα ὕπνος, καὶ πῶς ἔλαθεν ἐπανερχόμενος, καὶ πῶς ὁ Ἕκτωρ ἄταφος ἐπὶ πολὺ κείμενος καὶ γυμνὸς δὲ περιελκόμενος οὔτε ὦζεν ἄρτι καὶ οὐδὲ ἀπεδρύφθη τῶν σαρκῶν. ταῦτα δὲ πάντα καὶ ὅσα τοιαῦτα ὑποκρουσάμενος τοῖς Ὁμηρισταῖς ὁ ποιητὴς αὐτὸς αὖθις ἐπελύσατο διά τε θείων προσώπων καὶ διὰ λόγων δεξιότητος καὶ δι' ὀνείρου καὶ ἑτεροίων τρόπων ἐθάδων αὐτῷ, καθὰ δέδεικται. ὡς δὲ φιλοτιμότερον ὁ Ἀχιλλεὺς ἐρρητόρευσεν ἐπιδεικνύμενος τῷ σοφῷ γέροντι, δέδεικται καὶ αὐτό.]

(v. 650) Ὅρα δὲ ὅτι τὸ συσσίτιον καὶ τὰ δῶρα οὕτω κατήλλαξαν τῷ Ἀχιλλεῖ τὸν Πρίαμον, ὥστε κατὰ Ἑρμοῦ ἔργον καὶ ἑταιρίσασθαι καὶ γέροντα φίλον αὐτὸν προσειπεῖν. [Τὸ δὲ ῥηθὲν "λέξο" ἐκ τοῦ ἐλελέγμην ἐλέλεξο κλιθέν, κατὰ τὸ ἐτέτυψο, ἀφαιρέσει ποιητικῇ τῶν αὐξήσεων, ὅμως οὐ χρηστόν ἐστι λέξει πεζῇ.

(v. 651) Ὅρα δὲ καὶ τὸ "ἐπέλθῃσιν" ἀντὶ τοῦ "ἐπ' ἐμὲ ἔλθῃ", ἀσύνηθες ὂν τοῖς [971] μεθ' Ὅμηρον. αὐτοὶ γὰρ μάχιμον λέξιν ταύτην οἴδασιν, οἷον "ἐπῆλθε στρατός". Τὸ δὲ "βουληφόρος" προσηγορικῶς ἔχει. ἀντὶ πληθυντικοῦ γὰρ εἴρηταί πως, ὡς δηλοῖ τὸ "οἵ τέ μοι αἰεί", καὶ ἑξῆς.]

(v. 652) Τὸ δὲ "βουλὰς βουλεύουσιν" Ἀττικῶς κεκίνηται, ὡς πολλαχοῦ εἴρηται. Τὸ δὲ "καθὰ θέμις ἐστι", καὶ τὸ "αἰεί" τῆς τοῦ Ἀχιλλέως ἐστὶ σεμνότητος, ὡς ἀεί τε τῶν βουληφόρων περὶ αὐτὸν ἀθροιζομένων, καὶ ὡς θεμιτὸν ὂν οὕτω γίνεσθαι διὰ τὸ περιφανὲς τοῦ ἥρωος.

(v. 655) Τῆς δὲ ἀναβλήσεως θέμα τὸ παρ' Ἡσιόδῳ ἀναβάλλεσθαι, ὅθεν καὶ ὁ ἀμβολιεργός.

(v. 656-658) Ὅτι οὕτω φιλίως ἔσχεν ὁ Ἀχιλλεὺς τῷ ἱκέτῃ Πριάμῳ, ὡς καὶ ἐρωτῆσαι αὐθορμήτως ἐκεῖνον "ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον; ὄφρα τέως", ἤγουν ἐν τοσούτῳ, "αὐτός τε μένω καὶ λαὸν ἐρύκω", ὡς πολέμαρχος δηλαδή. καὶ οὕτω μὲν Ἀχιλλεύς. ὁ δὲ γέρων δώδεκα ἡμέρας ὁρίζει τῷ πράγματι, ὡς ῥηθήσεται. Ὅρα δὲ ὡς καθ' ὁμοιότητα τοῦ "αὐτῆμαρ" καὶ "ἐννῆμαρ" λέγει ἐνταῦθα καὶ "ποσσῆμαρ", ἤτοι πόσας ἡμέρας, καὶ ὅτι δῖον τὸν ἔχθιστον Ἕκτορα λέγει, ὡς ἤδη καταμαλαχθεὶς εἰς πρᾳότητα, δι' ἣν καὶ τὸν Πρίαμον γέροντα φίλον προσέφη, ὃς δὴ γέρων θαρρήσας ἤδη ὡς οὐ χολοῦται Ἀχιλλεύς, δῖον καὶ αὐτὸς τὸν υἱὸν καλεῖ, ὡς αὐτίκα εἰρήσεται, εὐκαιρήσας εἰς ἔπαινον τοῦ φιλτάτου παιδός.

(v. 6607) Ὅτι ὁ Πρίαμος δώδεκα ἡμέρας ἐνδοθῆναι, ὡς ἐρρέθη, αὑτῷ ζητεῖ πρὸς Ἀχιλλέως, ὡς πολεμάρχου δηλαδή, εἰπὼν "εἰ μὲν δή μ' ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, ὧδε κέ μοι ῥέξας", ἢ "ῥέζων, Ἀχιλεῦ, κεχαρισμένα θείης", ὅπερ ἐστὶ περίφρασις τοῦ χαρίσαιο, τουτέστι τὰ πρὸς χάριν ποιήσοις. "οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα", ὅ ἐστιν εἰλούμεθα, συγκλειόμεθα, "τηλόθι δ' ὕλη ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν. ἐννῆμαρ μὲν αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, τῇ δεκάτῃ δέ κε θάπτοιμεν, δαινῦτό τε λαός· ἑνδεκάτῃ δέ κε τύμβον ἐπ' αὐτῷ ποιήσαιμεν, τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν, εἴ περ ἀνάγκη", ἀντὶ τοῦ ἐπεὶ πέπρωται οὕτως. ἀνάγκη γὰρ νῦν μάλιστα, ἡ δοξαζομένη κρείττων εἶναι καὶ [972] τῶν Μοιρῶν. δύναται δὲ νοηθῆναι καὶ ἀντὶ τοῦ "ἐάν περ ἀνάγκη", ὡς μὴ φύσει μηδὲ ἀναγκαίου τοῦ πολέμου ὄντος, θέσει δὲ καὶ ἐξ ἔριδος οἷα τυκτοῦ κακοῦ, ὥς που προείρηται. Καὶ ὅρα ὅπως γοργῶς διὰ τὸ μὴ εὐκαιρεῖν ἐν ὀλίγοις ἔπεσι διασκευὴν ἐνδόξου ταφῆς προεξέθετο.

(v. 664) Ἰστέον δὲ ὅτι βαρβαρικὸν τὸ ἐννῆμαρ κλαίειν τὸν νεκρόν, ὥσπερ καὶ αἱ μετ' ὀλίγα δηλωθησόμεναι ἀοιδοὶ θρήνων ἔξαρχοι. ὁ γάρ τοι ἄγαν φιλῶν τὸν Πάτροκλον Ἀχιλλεὺς ἄλλως ἐκεῖνον Ἑλληνικῶς ἐτίμησεν. τάχα δὲ καὶ διότι τηλόθεν ἡ ὕλη τοῖς ἄνω περὶ τὴν Τροίαν, καθάπερ ὁ γέρων λέγει, ταῖς ἡμέραις τῆς κομιδῆς ἐκείνης ὁ γόος συμμεμέτρηται. Ὅρα δὲ καὶ τὰ ἐν πενθικῷ λόγῳ πάρισα, οὐ κατ' ἐπιτήδευσιν εὑρημένα, οἴκτοις γὰρ οὐ πάνυ δοκεῖ πρέπειν τὰ τοιαῦτα, τεθειμένα δὲ κατὰ φύσιν ἀφελῶς, τὸ γοάοιμεν, θάπτοιμεν, ποιήσαιμεν, πτολεμίξομεν. [Δῆλον δ' ὅτι καὶ ὁ γόος καὶ τὸ γοᾶν ὠνοματοπεποίηνται, ἐξ ὧν καὶ ὁ γόης, ὡς ἐν ἄλλοις δεδήλωται.]

(v. 662) Ὅρα δὲ καὶ ὡς ἐκ τοῦ γαρ συνδέσμου κἀνταῦθα ἤρξατο, εἰπὼν "οἶσθα γάρ", καὶ ἑξῆς, ὅπερ καὶ ὁ ἐπει σύνδεσμος ποιεῖ, φίλαρχος ὤν ποτε καὶ αὐτός. λέγει οὖν· ἐπειδὴ τὰ καὶ τὰ πάσχομεν, ἐννῆμαρ μὲν γοάοιμεν, καὶ τὰ ἑξῆς, ὡς ἐν λόγῳ συνήθους προαναφωνήσεως.

(v. 663) Τὸ δὲ "ἄγειν ὕλην" καὶ νῦν ἢ τὸ κλᾶν δηλοῖ, ὅθεν καὶ ἡ ἀξίνη, ἢ ἁπλῶς τὸ φέρειν.

(v. 665) Τὸ δὲ δαίνυσθαι ἐνταῦθα τὸν τάφον δηλοῖ, τουτέστι τὸ ἐπὶ τῷ νεκρῷ περίδειπνον, ὃ καὶ αὐτὸ δαῖτα ἔστι λέγειν γενικῶς. εἴη δὲ ἂν ἐνταῦθα τὸ "δαινῦτο" συγκοπὲν ἴσως ἐκ τοῦ δαινύοιτο, ἵνα ὁμοεγκλίτως εἴη "δάπτοιμεν δαινύοιτό τε λαός".

(v. 669 s.) Ἰστέον δὲ ὅτι τοῦ γέροντος δωδεκαήμερον, ὡς εἴρηται, προθεσμίαν αἰτήσαντος, Ἀχιλλεύς φησιν "ἔσται τοι καὶ ταῦτα, γέρον Πρίαμε, ὡς σὺ [973] κελεύεις· σχήσω γὰρ τόσσον πόλεμον χρόνον, ὡς σὺ ἄνωγας", ἢ "ὅσσον ἄνωγας". Ἔνθα ὅρα ὅτι τε ταὐτὸν κελεύειν καὶ ἀνώγειν, καὶ ὡς τὸ πᾶν δύναται Ἀχιλλεὺς παρὰ τοῖς Ἀχαιοῖς.

(v. 671 s.) Λέγει δὲ ὁ ποιητὴς καὶ ὅτι οὕτως εἰπὼν Ἀχιλλεὺς "ἐπὶ καρπῷ χεῖρα γέροντος ἔλλαβε δεξιτερήν, μή πως δείσῃ ἐνὶ θυμῷ". μέγα οὖν εἰς πίστωσιν τὸ δεξιοῦσθαι, ὅ ἐστι τῶν δεξιῶν χειρῶν ἅπτεσθαι. Ὅρα δὲ καὶ ὡς οὐ θέναρος οἱ δεξιούμενοι, ἀλλὰ καρποῦ ἥπτοντο. οὐδαμοῦ δὲ τὸ τοιοῦτον σαφέστερον ἡρμήνευσεν ὁ ποιητής.

(v. 675) Κεῖται δ' ἐν τούτοις πάλιν τὸ εὔπηκτον, ὡς καὶ ἐν τῇ ι΄ ῥαψῳδία ἐπὶ σκηνῆς, ὡς ἑτέρωθι ἐπὶ οἴκων τὸ τυκτόν καὶ εὔτυκτον. φησὶ γὰρ "αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτοιο", ἤγουν εὐπαγοῦς. εἶπε δὲ τὸ "μυχῷ" πρὸς διαστολὴν τοῦ κατὰ τὴν αἴθουσαν προδόμου, ἔνθα καὶ κοιμήσαντο κῆρυξ καὶ Πρίαμος.

(v. 676) Εἶτα μέμνηται Ὅμηρος εἰς οὐδὲν ἀναγκαῖον καὶ τῆς Βρισηΐδος, ὑποκινῶν τῷ ἀκροατῇ μνήμην αὐτῆς, ὡς μυρίων περιπετειῶν αἰτίας διὰ τὴν ἐπ' αὐτὴν μῆνιν τοῦ Ἀχιλλέως. φησὶ γὰρ "τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος".

(v. 677-681) Ὅτι κἀνταῦθα σχῆμα κεῖται τῷ ποιητῇ σύνηθες τὸ "ἄλλοι μὲν θεοὶ καὶ ἄνδρες εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ, ἀλλ' οὐχὶ τὸν δεῖνα ὕπνος ἔμαρπτεν, ὁρμαίνοντα ἀνὰ θυμὸν ὅπως" τόδε τι ποιήσῃ. περὶ Ἑρμοῦ δὲ ἐριουνίου ὁ λόγος, ταὐτὸν δ' εἰπεῖν, Ὁμήρου τοῦ κατὰ λογιότητα Ἑρμαϊκοῦ, μελετῶντος ἐκ τοῦ ναυστάθμου τὸν Πρίαμον πιθανῶς περισώσασθαι.

(v. 681) Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ ἀλλαχοῦ τὸ τῶν φυλάκων τάγμα τέλος ἱερὸν εἶπεν, οὕτω καὶ ἐνταῦθά φησιν, ὅπως Ἑρμείας Πρίαμον βασιλῆα νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς, καλέσας ἐν παρισώσει αὐτοὺς ἱεροὺς διὰ τὸ ἄγρυπνον αὐτῶν καὶ ὑπὲρ τοῦ κοινοῦ φροντιστικόν, ᾧ λόγῳ καὶ πόλεις φησὶν ἱεράς. [974]

(v. 683-685) Ὅτι ἐγερτικὸν τοῦ ἐν ἀλλοτρίᾳ γῇ ἀναπίπτοντος τὸ "ὦ γέρον, οὐ νύ τι σοί γε μέλει κακόν, οἷον ἔτι εὕδεις ἀνδράσιν ἐν δηΐοισιν", ὅ ἐστι πολεμίοις, ὡς ἐν τῇ τῶν φίλων οὐ χαλεπὸν ὂν ἀναπαύεσθαι. καθ' ὕπνον δὲ στὰς ὑπὲρ κεφαλῆς ὁ Ἑρμῆς οὕτω πρὸς Πρίαμον ἐλάλησεν, ἐπαγαγὼν τὸ "καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο" καὶ ἑξῆς, ὡς προέκκειται.

(v. 687) Ἔνθα κεῖται καὶ τὸ "παῖδες τοὶ μετόπισθε λελειμμένοι", ἀντὶ τοῦ οἱ ἔτι ζῶντες, τοῦ τοι Δωρικῶς λεχθέντος ἀντὶ τοῦ οἱ προτακτικοῦ πληθυντικοῦ ἄρθρου. εἰ μὴ ἄρα ἐγκλιτικῶς γράφουσι "παῖδές τοι".

(v. 682 s.) Ἰστέον δὲ [ὅτι τε πιθανῶς ὁ γέρων βασιλεὺς καὶ ταχὺ ἐκοιμήθη, καὶ βαθὺ δὲ ὡς καὶ ὀνειροπολεῖν οἷα πολυήμερον ἀϋπνίαν ὑπομείνας, καὶ] ὅτι τὸ "οὔ τι σοί γε μέλει κακόν" κάλλιόν ἐστιν ἀναγινώσκεσθαι ἀποφαντικῶς. τὸ γὰρ κατ' ἐρώτησιν οὐ τοσαύτην ἔχει χάριν ἤθους.

(v. 696 s.) Ὅτι θρηνῶδες τὸ "οἳ δ' εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε ἵππους". κεῖται δ' ἐνταῦθα καὶ τὸ φέρειν κυριολεκτικῶς ἐπὶ νεκροῦ ἐν τῷ "ἡμίονοι δὲ νέκυν φέρον".

(v. 697-701) Ὅτι τὴν Κασάνδραν, ἣν ἱκέλην χρυσῇ Ἀφροδίτῃ λέγει διὰ τὸ κάλλος, φιλάδελφον πάνυ παριστᾷ καί που ἴσως καὶ μαντικήν, ἐν οἷς λέγει προμαθεῖν αὐτὴν ἀνακομιζόμενον τὸν ἀδελφόν. φησὶ γὰρ "οὐδέ τις ἄλλος ἔγνω πρόσθ' ἀνδρῶν καλλιζώνων τε γυναικῶν· ἀλλ' αὐτὴ πέργαμον εἰσαναβᾶσα φίλον πατέρα εἰσενόησεν ἑσταότ' ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην" τὸν καὶ καλήτορα προρρηθέντα.

(v. 702 s.) Τὸν δὲ νέκυν "ἐφ' ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι, κώκυσέ τ' ἂρ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ" λόγον προκλητικὸν εἰς νεκροῦ πομπήν, καὶ αὐτὸν σύντομον διὰ τὸ πένθος ὡς ἐν σχήματι κηρύγματος.

(v. 704-706) Ὁ δὲ ἦν τοιοῦτος "ὄψεσθε, Τρῶες καὶ Τρωϊάδες", ἢ "Τρῳάδες", "Ἕκτορ' ἰόντες, εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι χαίρετε· ἐπεὶ μέγα χάρμα πόλει τε ἦν παντί τε δήμῳ". καὶ αὐτὴ μὲν οὕτως. οἳ δὲ ὡς ὑπὸ κήρυκι τῇ Κασάνδρᾳ προεχέθησαν τῆς πόλεως.

(v. 707-712) Φησὶ γὰρ "ὣς ἔφατο, οὐδέ [975] τις αὐτόθ' ἐνὶ πτόλεϊ λείπετο ἀνὴρ οὐδὲ γυνή, πάντας γὰρ ἀάσχετον ἵκετο πένθος, ἀγχοῦ δὲ ξύμβληντο πυλάων", τουτέστιν ξυνέβαλον, συνήντησαν, τῷ βασιλεῖ δηλαδή, "νεκρὸν ἄγοντι. πρῶται τόν γ' ἄλοχός τε φίλη καὶ πότνια μήτηρ τιλλέσθην ἐπ' ἄμαξαν ἀΐξασαι, ἁπτόμεναι κεφαλῆς, κλαίων δ' ἀμφίσταθ' ὅμιλος". χρήσιμα δέ ποτε ταῦτα εἰς πομπήν, ὡς εἴρηται, νεκρικήν, ὥσπερ καὶ ἐφεξῆς τὸ

(v. 713-717) καὶ "δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δακρυχέοντες ὀδύροντο πρὸ πυλάων, εἰ μὴ" ὁ δεῖνα, οἷον ὁ "γέρων, λαοῖσι μετηύδα· εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα ἄσεσθε", τουτέστι κορέσεσθε, "κλαυθμοῖο, ἐπὴν ἀγάγοιμι δόμονδε".

(v. 700) Ὅρα δὲ ὅτι τε τὸ "ἔγνω" ἡρμήνευσεν ὁ ποιητὴς διὰ τοῦ "εἰσενόησεν", ἐν ᾧ περιττὴ ἡ πρόθεσις, ὡς καὶ ἐν τῷ "πέργαμον εἰσαναβᾶσα",

(v. 716) οὕτω καὶ τοὺς ἡμιόνους ὡς καὶ πρὸ τούτου ἑρμηνεύει οὐρεῖς αὐτοὺς εἰπών

(v. 702), καὶ ὅτι λέχος ἐνταῦθα ἐπὶ τῆς ἁπλῶς ἀνακλίσεως ἔφη, ἐν ᾧ φάρος ἴσως ἓν κατὰ ἔλεον Ἀχιλλέως τῷ νεκρῷ ὑπέστρωτο Ἕκτορι ἐπὶ ἁμάξης κειμένῳ. ἐν μέντοι τῇ πόλει οὐ τοιαῦτα λέχεα τούτῳ ἔσονται ὑπνοῦντι ἀνέγερτον, ἀλλὰ τρητοῖς ἐν λεχέεσσι τεθήσεται.

(v. 703) Τὸ δὲ "γέγωνε" συνήθως κἀνταῦθα δηλοῖ τὸ γνωστὸν καὶ ἐξάκουστον ἐβόησε.

(v. 704) Τὸ δὲ "ἰόντες" ἐξενίκησεν ἀποδοθῆναι πρὸς τὸ "Τρῶες", ὡς ἀρσενικόν, κατὰ τὸ "Μοῦσαι καὶ Ἀπόλλων, οἷς ἐγὼ σπένδω".

(v. 706) Τὸ δὲ "ἐχαίρετε" εἰς λύπην προκαλεῖται ἀνάλογον. εἰ γὰρ ἔχαιρον ζῶντι μάχης ἐκνοστοῦντι τῷ Ἕκτορι, δῆλον ὅτι τεθνεῶτος μεγάλα πενθήσουσιν, ἐπεὶ μέγα τότε χάρμα ἦν, ὅ ἐστιν ἡδονή, οὐ μὴν ἐπίχαρμα δυσμενέεσσι. Τὸ δὲ "πόλει παντί τε δήμῳ" ἢ ὡς ἐν σχεδιασμῷ ταὐτολογεῖ, ταὐτὸν γὰρ πόλις καὶ δῆμος, καθὰ δηλοῖ εὐθὺς ῥηθὲν τὸ "οὐδέ τις ἐν πτόλεϊ ἐλείπετο", καὶ Ἕκτωρ δέ που χολούμενος τῷ ἀδελφῷ ἔφη "πῆμα πόληΐ τε παντί τε δήμῳ", ἢ δῆμος μὲν οὐ δηλοῖ καὶ γυναῖκας, ἡ πόλις δὲ καὶ αὐτάς.

(v. 707) Τὸ δὲ "ἐνὶ πτόλεϊ" συνίζησιν ἔχει τῶν τελευταίων δύο φωνηέντων τοῦ ε καὶ τοῦ ι εἰς μίαν βραχεῖαν, [976] ὃ δὴ σπανίως γινόμενον συνέβη καὶ ἐν τῷ "ἀλλὰ τεὸν οὔποτε θυμόν" καὶ ἑξῆς, ὥς που προδεδήλωται.

(v. 708) Τὸ δὲ "ἀάσχετον" ἀντὶ τοῦ λίαν ἄσχετον πρὸς διαστολὴν λέγεται τοῦ μὴ λίαν ἀσχέτου, ὁποῖος καὶ ὁ γόος, οὗ αἶψα κορεννύμεθα. καὶ ἔστι καὶ ἡ τοιαύτη λέξις τρισύνθετος, εἰ καὶ μὴ κατὰ τὸ δυσαριστοτόκεια μηδὲ κατὰ τὸ πανάποτμος καὶ δυσάμμορος καὶ παναώριος, ἀλλά γε κατὰ τὸ ἀάατος.

(v. 710 s.) Τὸ δὲ "πρῶται τόν γε τιλλέσθην", ἀντὶ τοῦ εἰς τοῦτον ἢ διὰ τοῦτον, τὸν φερόμενον δηλαδὴ νεκρόν. δηλοῖ δὲ ἐλλειπτικῶς τὸ τίλλεσθαι ἐνταῦθα μὲν τριχῶν πένθιμον ἔκσπασιν, ἡ δὲ παρὰ τῷ Κωμικῷ Ἀττικὴ χρῆσις οὐκ εὐσχήμονα σημασίαν δηλοῖ, δρωπακισμόν τε σημαίνουσα καί τι κακοσχημονέστερον ἕτερον. Τὸ δὲ "ἐπ' ἄμαξαν" Ἰωνικὴν ψίλωσιν τῆς ἀμάξης δηλοῖ. εἰ δέ τις ἰσχυρογνωμονεῖ, γράφων "ἐφ' ἅμαξαν", εἴη ἂν προσήκων ταῖς ἐξ ἀμάξης, ὅ φασιν, λοιδορίαις διὰ τὸ φίλερι.

(v. 712) Τὸ δὲ "ἁπτόμεναι κεφαλῆς" τῆς ἦν ὅτε φιλτάτης, οἴκτιστον ἐν τοῖς ῥηθεῖσι καὶ αὐτό. [Μετ' ὀλίγα οὖν καὶ ἡ φίλανδρος λευκώλενος, ὡς ἐκεῖ ὁ ποιητὴς ἐρεῖ, Ἀνδρομάχη ἐξάρχει γόου "Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα".]

(v. 716) Ὅτι τὸ τὸν ὄχλον ὧδε καὶ ἐκεῖ χωρισθῆναι οὐ μόνον διασχεῖν λέγεται, ἀλλὰ καὶ εἴξειν καὶ διαστῆναι. φησὶ γοῦν "εἴξατέ μοι οὐρεῦσι διελθέμεν", οὓς φθάσας ἡμιόνους ἔλεγε, καὶ μετ' ὀλίγα, "οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ".

(v. 720-722) Ὅτι παρεκάθισαν τῷ τοῦ Ἕκτορος νεκρῷ ἀοιδοὺς θρήνων ἐξάρχους, οἳ δέ", ἢ "οἵ τε", "στονόεσσαν ἀοιδὴν οἳ μὲν ἂρ ἐθρήνεον, ἐπὶ δ' ἐστενάχοντο γυναῖκες", ὅπερ καὶ ἐπὶ τῆς Ἀνδρομάχης ἐρεῖ, ἐπὶ δὲ τῆς Ἑκάβης "γόον ἀλίαστον ὄρινεν", ἐπὶ δὲ Ἑλένης "ἔστενε δῆμος ἀπείρων". Βαρβαρικὸν [977] δὲ καὶ οἱ τῶν θρήνων ἔξαρχοι ἀοιδοί. ἦσαν γὰρ καὶ ᾠδαὶ θρηνητήριοι, ὁποῖα ὕστερον καὶ τὰ λεγόμενα μέλη Καρικά. καὶ οἱ Ἑλληνικοὶ δὲ ἔλεγοι, ὅ ἐστι θρῆνοι, οἳ μετ' αὐλοῦ, φασίν, ᾔδοντο. πένθιμος γὰρ ἦν τὸ πρῶτον, φασίν, ὁ αὐλός. Μίδας δὲ ὁ Γορδίου παραβώμιον αὐτὸν ἐποίησεν ἀποθεῶσαι τὴν μητέρα βουληθείς.

(v. 722) Τὸ δέ "οἳ μὲν ἄρ" περισσὸν κεῖται διὰ καινὸν σχηματισμόν. καὶ χωρὶς γὰρ αὐτοῦ ὁ λόγος εὐσύντακτος. ποιεῖ δὲ ὅμως αὐτὸ καινότητα σχήματος, ἧς αἴτιος δοκεῖ εἶναι ὁ σχεδιασμός. ἐπεὶ γὰρ ἡ στονόεσσα ἀοιδή, ὅ ἐστιν ὁ θρῆνος, οὐκ ἦν καὶ ἀνδρῶν καὶ γυναικῶν, ἀλλ' αἳ μὲν ἐστενάχοντο, οἳ δ' ἐθρήνουν, διὰ τοῦτο εἰπὼν "οἳ στονόεσσαν ἀοιδήν", ὃ οὐκ ἦν ἀμφοῖν κοινόν, ἐπαναλαβὼν καὶ μερίσας διευκρίνησεν· οἳ μὲν ἐθρήνεον διὰ τῆς εἰρημένης ἀοιδῆς, αἱ δὲ γυναῖκες ἐστέναζον, ὡς οἷον ὄργανόν τι οὖσαι βομβητικὸν αὐταὶ διὰ στεναγμοῦ ἐπὶ τῇ ἐμμελείᾳ τῆς ῥηθείσης ἀοιδῆς.

(v. 721) Ὅρα δὲ τὸ "θρήνων ἔξαρχοι", ὅθεν ἐπὶ μὲν Ἀνδρομάχης ἐρεῖ ἦρχε γόοιο", ἐπὶ δὲ Ἑκάβης καὶ Ἑλένης "ἐξῆρχε γόοιο". Ὅτι ἐπεὶ ἐχρῆν μὴ μόνον ἔξω τῆς πόλεως κείμενον τὸν Ἕκτορα ἐν τοῖς πρὸ τούτων μονῳδηθῆναι, ἀλλὰ καὶ μάλιστα εἰς Τροίαν ἀχθέντα, τὸν μὲν Πρίαμον οὐδέν τι πένθιμον ὁ ποιητὴς πλάττει λαλοῦντα, ἱκανῶς γὰρ ἤδη ὁ γέρων ἐπαθήνατο ἔν τε τῇ Τροίᾳ καὶ παρὰ τῷ Ἀχιλλεῖ, τὴν γυναῖκα δὲ Ἀνδρομάχην ἐπιλεξάμενος, ἣ μάλιστα καὶ ἐφίλει τὸν Ἕκτορα καὶ αὖ πάλιν ἀντεφιλεῖτο, μετὰ δέ, τὴν μητέρα, οὐδὲν ἧττον τῆς γυναικὸς διατεθειμένην περὶ τὸν κείμενον, καὶ ἐπὶ ταύταις τὴν Ἑλένην διὰ τὸ καινότερον, ξενίζει γὰρ τὸ τὴν ἔπηλυν ὑπὲρ τὰς τοῦ ἄστεος ἐπὶ τῷ κειμένῳ παθαίνεσθαι, μονῳδεῖ τεχνικῶς διὰ τῶν τριῶν τούτων προσώπων τὰ καίρια, ἀπαξιώσας μὲν ἄνδρας πενθεῖν ἐξάρχοντας θρήνου ἀοιδῆς, γυναιξὶ δὲ τοὺς [978] ὀδυρμοὺς ἀναθείς. καὶ Ἀνδρομάχη μὲν πολυνούστερον διὰ πολλῶν κεφαλαίων τὸν οἶκτον ἐργάζεται, ἡ δὲ μήτηρ τὸ θεοφιλὲς τοῦ παιδὸς ἴσχει τοῦ λόγου κεφάλαιον, οὗ χάριν καὶ ἄσηπτος πεφύλακται, τῇ δὲ Ἑλένῃ τοῦ λόγου ὕλη τὸ πρὸς αὐτὴν μάλιστα μειλίχιον τοῦ Ἕκτορος.

(v. 724-45) Ἔχει δὲ οὕτω τὰ τῆς Ἀνδρομάχης, ἅπερ ἔλεγεν, "Ἕκτορος ἀνδροφόνοιο"[, καθὰ εἴρηται,] "κάρη μετὰ χερσὶν ἔχουσα", ὅπερ οὔτε ἡ Ἑκάβη νῦν ὡς πρὸ βραχέων οὔτε ἡ Ἑλένη ποιεῖ, ὡς τὸ σχῆμα προκατασχούσης ἄρτι τῆς γυναικός "ἆνερ, ἀπ' αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην λείπεις ἐν μεγάροισι, πάϊς δ' ἔτι νήπιος αὕτως, ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ' ἄκρης πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν ῥύσκευ, ἔχες δ' ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, αἳ δή τοι τάχα νηυσὶν οἰχήσονται γλαφυρῇσι. καὶ μὲν ἐγὼ μετὰ τῇσιν", ἤγουν σὺν ταύταις, "σὺ δ' αὖ, τέκος, ἢ ἐμοὶ αὐτῇ ἕψεαι ἔνθα κεν ἔργα ἀεικέα ἐργάζοιο ἀεθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον, χωόμενος", ᾧ τινι "δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ ἢ πατέρα ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας. οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ. τῷ καί μιν λαοὶ ὀδύρονται κατὰ ἄστυ, ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας, Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά· οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ μεμνῄμην νύκτας τε καὶ ἤματα δακρυχέουσα", ὡς δηλαδὴ τῶν ἐξοδίων καὶ σχημάτων καὶ λόγων ἐπὶ μνήμης φερομένων μάλιστα τοῖς ἐνδιαθέτως ἀκροωμένοις.

(v. 725) Ἰστέον δὲ ὅτι τὸ μὲν "ἀπ' αἰῶνος ὤλεο νέος" ἀντὶ τοῦ ἐν νεότητι ἐξεκόπης τῆς τεταγμένης ζωῆς, ὃ δή ἐστιν οἰκτρότατον. τοὺς γὰρ ἐν γήρᾳ θανόντας μᾶλλον εὐδαιμονίζομεν, εἰ καὶ ἄλλως λόγος τε σοφοῦ περιφέρεται τὸ νέους θνῄσκειν οὓς φιλοῦσι θεοί, καί τι βάρβαρον μὲν ἔθνος, ἑλληνίζον δὲ ὅμως τὰ εἰς τὸ κατανοῆσαι τὸ τοῦ βίου πραγματειῶδες, ἐπὶ γενέθλῃ μὲν παιδὸς πενθοῦσι, γέροντος δὲ οἰχομένου χαίρουσι, τὸ μέν, ὅτι πειράσεται δεινῶν ὁ γεννηθείς, τὸ δ' ὅτι ἀπήλλακται κακῶν ὁ γηρῶν. [979]

(v. 727) Τὸ δὲ "ὃν τέκομεν σύ τ' ἐγώ τε" πρὸς διαστολὴν ἑτεροίων παίδων ἐρρέθη, οὓς οὐ πάνυ στέργουσιν οἱ σύνευνοι διὰ τὸ ἐν αὐτοῖς οὐ γνήσιον.

(v. 728) Τὸ δὲ "κατ' ἄκρης" τί δηλοῖ, προηρμήνευται.

(v. 729) Τὸ δὲ "ἐπίσκοπος" ἑρμηνεύων φησὶν "ὃς αὐτὴν ἐφύλαττες". τοῦτο γὰρ δηλοῖ τὸ ῥύσκεσθαι, ὃ πάλιν ἐφερμηνεύων ἐπήγαγεν "ἔχες δ' ἀλόχους καὶ τέκνα". ἐπισκοπεῖν γὰρ καὶ ῥύσκεσθαι καὶ ἔχειν ταὐτὸν δηλοῦσι. [Γίνεται δὲ καὶ τὸ ῥύσκω ἀπὸ τοῦ ῥύω ῥύσω πλεονασμῷ τοῦ κάππα πρὸς ὁμοιότητα τοῦ θνῶ θνήσω θνήσκω, δαίω, τὸ μανθάνω, δαίσω δαίσκω, καὶ ἀναδιπλασιασμῷ καὶ ἀπελεύσει τοῦ ἰῶτα τῆς διφθόγγου, διδάσκω, οἷς ἐν τῇ εἰς τὸν μέλλοντα κλίσει οὐ προσλογίζεται τὸ φυσικὸν σίγμα, ἀλλὰ πρὸς τὸ τῆς παραληγούσης κάππα κλίνεται, ὡς εἴπερ ἦν θνήκω καὶ διδάκω, ὧν δηλαδὴ μέλλοντες θνήξω καὶ διδάξω. ὅτι δὲ οὐκ ἐπὶ πάντων τῶν τοιούτων τοιαύτη κλίσις γίνεται, οὐκ ἔστιν ἀμφιβαλεῖν. τοῦ γὰρ ἐΐσκω καὶ ῥύσκω καὶ ῥυΐσκω καὶ κικλήσκω καὶ μιμνήσκω καὶ ἄλλων οὐδ' ὅλως εἰσὶ μέλλοντες.] Τὸ δὲ "ὅς τέ μιν αὐτήν", ἤγουν τὴν Τροίαν, κατ' ἐξοχήν τινα κεῖται, ὡς καὶ μετ' ὀλίγα τὸ "ἐμοὶ αὐτῇ ἕψεαι". ἐν ἑτέροις δὲ σύνθετοι ἐφάνησαν ἀντωνυμίαι δηλοῦσθαι διὰ τῆς παραλληλίας τῶν τοιούτων ἀντωνυμιῶν. παράγωγον δὲ τοῦ ῥύεσθαι[, ὡς ἐρρέθη,] τὸ ῥύσκεσθαι καὶ ποιητικώτερον, ὥσπερ μετ' ὀλίγα καὶ τὸ "ῥυστάζεσκε", τρεῖς ἔχον παραγωγάς. ῥύω γάρ· ἀφ' οὗ ῥυστῶ· ἐξ οὗ ῥυστάζω, ὅθεν τὸ ῥυσταζέσκω.

(v. 732-735) Τὸ δὲ "σὺ δὲ, τέκος, ἢ ἐμοὶ ἕψεαι" ἢ ἀπὸ πύργου ῥιφήσει ὡς ἐν ἠθοποιΐᾳ τοῦ μέλλοντος ἅπτεται χρόνου. λαλεῖ δὲ καὶ πολέμου ἔθος. οἱ γὰρ ἐν ἁλώσει πόλεως μὴ δυνάμενοι δουλεύειν παῖδες ῥίπτονται καὶ συντρίβονται, καὶ μᾶλλον, εἰ καὶ ἄμυνά τις προοφείλεται, ὅπερ Ἀνδρομάχη μὲν στοζαχομένη τὸν παῖδα νομίζει παθεῖν, ἡ καὶ εἰποῦσα τὸ "οὐδέ μιν οἴω ἥβην ἵξεσθαι". οἱ δὲ μεθ' Ὅμηρον ἱστοροῦσι, φάμενοι τὸν Ἀστυάνακτα κατὰ τοῦ τείχους ῥιφῆναι διὰ τὰ εἰς τοὺς [980] Ἀχαιοὺς κακὰ τοῦ πατρός, ἃ καὶ ἡ γυνὴ ἐκτίθεται.

(v. 733) Τὸ δὲ "ἔργα ἐργάζοιο" μυρία ὅμοια ἔχει κατὰ ἐτυμολογίαν Ἀττικῶς οὕτω φραζόμενα.

(v. 734) Τοῦ δὲ "ἀεικέα ἔργα" ἑρμηνεία εὐθὺς ἐπάγεται τὸ "ἀεθλεύων πρὸ ἄνακτος", ἤγουν κατὰ τοὺς παλαιούς, ὑπὲρ δεσπότου κακοπαθῶν. ὅθεν ὁ Πίνδαρός φησι "λυσίπονοι δεσποτῶν θεράποντες", ὑπὲρ ὧν δηλαδὴ πλέουσι, γεωργοῦσιν, ἀχθοφοροῦσι καὶ πάντα τὰ τοιαῦτα πάσχουσι.

(v. 735) Τὸ δὲ "λυγρὸν ὄλεθρον" ἔλλειψιν προθέσεως ἔπαθε. κεῖται γὰρ ἀντὶ τοῦ εἰς λυγρὸν ἢ κατὰ λυγρὸν ὄλεθρον. ἴσως δὲ καὶ ἀσυνδέτως ἀναφωνεῖται κατά τι πάθος ἁπλοϊκώτερον.

(v. 736) Οὕτω δὲ ἁπλοϊκὸν καὶ τὸ "ᾧτινι δήπου ἀδελφεὸν ἔκτανεν". οὐ γὰρ ἀδελφοὺς μόνους ἔκτεινεν Ἕκτωρ, ἀλλὰ καὶ ἑτεροίαν συγγένειαν, ἤδη δὲ καὶ θεράποντας, ἑταίρους, φίλους, ὁποῖος καὶ ὁ Πάτροκλος τῷ Ἀχιλλεῖ. διὸ καὶ τὸ "δήπου" διστακτικὸν ἐνταῦθα εἶναι δοκεῖ, οὐ μὴν βεβαιωτικόν, ὡς καὶ τὸ δήπουθεν παρὰ τοῖς ὕστερον.

(v. 738) Τὸ δὲ "ὀδὰξ ἕλον ἄσπετον οὖδας" ἐκ μέρους τοὺς ἁπλῶς ἀναιρεθέντας δηλοῖ. οὐ γὰρ ἐξ ἀνάγκης πᾶς ἐν πολέμῳ θανὼν δάκνει τὴν γῆν. Δῆλον δὲ καὶ ὅτι τὸ "ἄσπετον", τῆς ὅλης γῆς ἐπίθετον ὄν, καθὰ καὶ τὸ ἄπειρον, ὅμως ὥσπερ ἐν Ὀδυσσείᾳ, οὕτω καὶ ἐν Ἰλιάδι συνήθως ἐπὶ βραχυτάτης καὶ νῦν ἐλέχθη γῆς.

(v. 739) Τὸ δὲ "οὐ μείλιχος ἐν μάχῃ" ἐρρέθη, ὡς ἄλλως μειλιχίου ὄντος Ἕκτορος, καὶ ὡς ἡ Ἑλένη ἐρεῖ "ἀγανόφρονος".

(v. 741) Ὅρα δὲ καὶ τὸ "πένθος ἔθηκας, Ἕκτορ". ἐνήλλαξε γὰρ ἀνελπίστως τὸν λόγον ἀπὸ τρίτου προσώπου εἰς δεύτερον κατὰ σχῆμα ἐνδιαθέτου ἀποστροφῆς, ἵνα καταλήξῃ ὁμοίως τῇ ἀρχῇ κλητικῶς ἐκτεθείσῃ τῇ "ἆνερ, ἀπ' αἰῶνος ὤλεο". ἔστι δέ τις ἐνταῦθα καὶ ἑτέρα ἐναλλαγὴ σχήματος. Ἑκάβη μὲν γὰρ καὶ Ἑλένη ἀπὸ τῆς τοῦ Ἕκτορος κλητικῆς ἄρχονται, Ἀνδρομάχη δέ, προτιμησαμένη ἐκ τοῦ "ἄνερ" κατάρξασθαι, εἶτα εἰς τὸ "Ἕκτορ" κατέληξεν, οἱονεὶ οὕτως εἰποῦσα "ἄνερ Ἕκτορ", ὥς που καὶ ἐχρῆν τὴν γυναῖκα εἰπεῖν, καθὰ καὶ ἡ μήτηρ Ἑκάβη "Ἕκτορ" φησὶν "ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων", καὶ ἡ νυὸς Ἑλένη κατὰ παρῳδίαν "Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων". καὶ τοιαῦτα μὲν τὰ τῆς γυναικός. [981]

(v. 742) Ἐν οἷς τὸ μὲν "λελείψεται ἄλγεα λυγρά", ὅμοιον τῷ "τὰ δὲ λείψεται ἄλγεα λυγρά", ὅ φησιν Ἡσίοδος. [(v. 745) Τὸ δὲ "μεμνῄμην" ἀνάλογον εὐκτικὸν κατὰ τὸ κέκλημαι κεκλῄμην καὶ τὰ ὅμοια, ὡς οἱ Τεχνικοὶ κανονικῶς παραδιδόασιν.]

(v. 747-759) Ἡ δὲ μήτηρ καὶ ζῶντα θεοφιλῆ τὸν κείμενον δεικνῦσα καὶ θανόντα φησὶν "Ἕκτορ" καὶ ἑξῆς, ὡς προείρηται, "ἦ μέν μοι, ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· οἳ δ' ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς πέρνασκεν, ἤν τινα", ἢ "ὅν τινα ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, ἐς Σάμον ἔς τ' Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· σεῦ δ' ἐπεὶ ἐξέλετο ψυχὴν ταναηκέϊ χαλκῷ, πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμα ἑτάροιο Πατρόκλου, τὸν ἔπεφνες. ἀνέστησε δέ μιν οὐδ' ὥς", ὡς καὶ προεγράφη, "νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι κεῖσαι, τῷ ἴκελος ὅν τ' ἀργυρότοξος Ἀπόλλων οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε", τουτέστιν, ὅμοιος οὐ πεφονευμένῳ ἀλλά τινι ἐξαίφνης θανόντι, ὡς πολλαχοῦ δεδήλωται. τοῦτο δὲ ἡ γραῦς εἶπε διὰ τὸ μεμυκέναι, ὡς καὶ προερρέθη, τὰ ἕλκη τοῦ νεκροῦ καὶ μηδὲν ἔχειν σημεῖον τρώσεως.

(v. 752 s.) Τριῶν δὲ νήσων μέμνηται, ἢ γυναικικῶς οἷα μὴ πολυΐστωρ, ἢ ὅτι, ὡς εἰκός, ἐν αὐταῖς ἐπέρναντο οἱ τῶν Τρώων αἰχμάλωτοι, ὅ ἐστιν ἐπωλοῦντο πέραν ἁλὸς ἀγόμενοι, ἀφ' οὗ παρῆκται τὸ πέρνασθαι, πολλαχοῦ κείμενον παρὰ τῷ ποιητῇ, ὡς εἶναι τὸ "πέρνασκε πέρην ἁλός" τρόπου καὶ αὐτὸ ἐτυμολογικοῦ. Ὅρα δὲ κἀνταῦθα ποιητικὰ πάρισα, τὸ "πέρνασκε" καὶ τὸ "ἕλεσκεν", ἁπλοϊκῶς οὕτω παραπεσόντα τῇ ἠθοποιΐᾳ τῆς γραός.

(v. 750) Θανάτοιο δὲ αἶσα περιφραστικῶς ὁ θάνατος πρὸς διαστολὴν ἑτέρας αἴσης. ἐν τούτοις δὲ ἡ ποίησις τὸν θεοφιλῆ ἄνδρα καὶ ζῶντα καὶ τεθνεῶτα φιλεῖσθαι λέγει θεῷ.

(v. 751) Τὸ δὲ "παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεύς" ἔχει τι κάλλους κατὰ τὸ "παῖδας" καὶ "πόδας".

(v. 753) Σάμον δὲ καὶ νῦν τὴν Θρᾳκίαν λέγει. αὕτη γὰρ τοῖς περὶ Λῆμνον καὶ Ἴμβρον τόποις παράκειται, οὐ μὴν ἡ ἀνατολικωτέρα Ἰωνική. Ἀμιχθαλόεσσα δὲ οἱονεὶ ἀμικτόεσσα, τροπῇ τῶν ψιλῶν εἰς δασέα καὶ πλεονασμῷ τῆς αλ [982] συλλαβῆς ἐκ τοῦ ἄμικτος. ἀπρόσμικτος γὰρ ἦν ἡ Λῆμνος τοῖς πλέουσιν, ἐπεὶ Σίντιες οἱ Λήμνιοι καὶ πειρατικοί. ἢ καὶ διὰ τὸ πετρῶδες ἐν πολλοῖς καὶ δυσπρόσιτον, περὶ ὧν καὶ Σοφοκλῆς φησιν "οὐκ ἐνθάδ' οἱ πλοῖ τοῖσι σώφροσι βροτῶν". οἱ δὲ παλαιοί φασιν καί, ὅτι κατὰ Κυπρίους ἀμιχθαλόεσσα ἡ εὐδαίμων, τοῦτο δὲ ὡς οἷα πολύμικτος. [(v. 754 s.) Τὸ δὲ "σεῦ δ' ἐπεὶ ἐξέλετο θυμὸν ῥυστάζεσκεν" οὐκ ἀναγκαίως πάντῃ πεπλαγίασται. εἶχε γὰρ καὶ κατὰ αἰτιατικὴν εἰπεῖν "σὲ δὲ ῥυστάζεσκε", εἰ μὴ τὸ μέτρον ἀπῄτησε πλαγιασμόν.]

(v. 756) Τὸ δὲ "ὃν πέφνες" ἡ παραμυθία τῆς Ἑκάβης ἐστί. λέγει δὲ αὐτὸ καὶ εἰς ἔπαινον τοῦ παιδός. Τὸ δὲ "ἀνέστησε δέ μιν οὐδ' ὥς" καταφορὰ τῆς τοῦ Ἀχιλλέως ἐστὶν ὠμότητος, ὡς ἐπὶ ἀνηνύτοις χολοῦντος.

(v. 757) Τὸ δὲ "ἑρσήεις" ἀποφάσκει τοῦ Ἕκτορος τὴν νεκρικὴν ξηρότητα. εἰ γὰρ ἑρσήεις ἐστί, δῆλον ὡς οὐκ ἔστιν ἀλίβας. τοῦτο δὲ σὺν καὶ τοῖς ἑξῆς τὴν πρὸς Ἕκτορα τῶν μακάρων φιλίαν δηλοῖ. Τὸ δὲ "πρόσφατος" ἀντὶ τοῦ νεωστὶ καὶ ἐγγὺς φατός, ὅ ἐστι πεφονευμένος, ἀφ' οὗ καὶ ἀρηΐφατος. παρὰ δὲ τοῖς μεθ' Ὅμηρον πρόσφατον τὸ νεαρὸν καί, ὡς εἰπεῖν, ἐγγὺς φατόν, ἤτοι φανὲν καὶ δειχθέν, ἢ καὶ ἄλλως, ἐγγὺς καὶ προσεχῶς φατόν, ἤτοι λεκτόν, ἐξ οὗ καὶ φατειός, οὗ καθ' ὁμοιότητα καὶ ποταίνιον οἱ ὕστερον τὸ νεωστὶ συμβὰν εἶπον, ταὐτὸν θέντες εἶναι τὸ ποτι καὶ τὸ προς, ὁμοίως καὶ τὸ αἶνος καὶ τὸ φατός, κἀντεῦθεν εἰς ὅμοιον ἥκειν τὸ ποταίνιον καὶ τὸ πρόσφατον. δῆλον δὲ ὅτι, ὥσπερ ἡ φάσις, οὕτω καὶ ὁ αἶνος ἐπὶ [983] λόγου δύναται τίθεσθαι ἁπλῶς. καὶ τοιάδε μὲν καὶ τὰ κατὰ τὴν μητέρα Ἑκάβην.

(v. 761-775) Ἡ δὲ Ἑλένη τριτάτη ἐξάρχουσα γόοιο καὶ ἀρξαμένη ἔν τε πρώτῳ στίχῳ καὶ δευτέρῳ κατὰ τὴν πενθερὰν Ἑκάβην "Ἕκτορ" φησί, καὶ ἑξῆς, ὡς προγέγραπται, "ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, ὅς μ' ἄγε Τροίηνδ', ὡς πρὶν ὤφελλον ὀλέσθαι", ἢ "ὤφελλ' ἀπολέσθαι", ἐκεῖνος δηλαδή, "ἤδη γὰρ νῦν μοι τόδ' ἐεικοστὸν ἔτος ἐστίν, ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· ἀλλ' οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ' ἀσύφηλον· ἀλλ' εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι", ὅ ἐστιν ἔπεσιν ἐπιπλήττοι, "δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, ἀλλὰ σὺ τόν γ' ἐπέεσσι παραιφάμενος κατέρυκες σῇ τ' ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. τῷ σέ θ' ἅμα κλαίω καὶ ἐμὲ ἄμμορον ἀχνυμένη κῆρ· οὐ γάρ τίς μοι ἔτ' ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν", ἤγουν μισοῦσι κατά τινας, μάλιστα δὲ δειλιῶσιν ὡς ὀλεθρίαν, καὶ ὡς ἂν καιρίως εἴποι τις, ἐρρίγασι καὶ στυγοῦσιν. ὅθεν καὶ ῥιγεδανή που καὶ στυγερὴ ἐρρέθη Ἑλένη. Καὶ ὅρα τὸ τῆς ἡρωΐδος φιλάληθες, ἥτις ἀκροωμένης καὶ τῆς Ἑκάβης φιλαίτιον ἑαυτῇ ὥσπερ καὶ τοὺς ἄλλους, οὕτω καὶ τὴν ἑκυρὰν εἶναι δηλοῖ, δίχα γε, ὡς εἰκός, Πριάμου καὶ Ἕκτορος. ὡς εἴγε καὶ αὐτοὶ οἱ προέχοντες ἀπήχθοντο τῇ Ἑλένῃ, τί ἔδει τηλικοῦτον γενέσθαι πόλεμον καὶ μὴ ταχὺ ἐκδοθῆναι αὐτὴν τῷ ἀνδρί; ὅτι δὲ ἀγαθὸς ἦν αὐτῇ ὁ ἑκυρός, καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ δεδήλωται. [(v. 763) Ὅρα δὲ τῆς αὐτῆς Ἑλένης καὶ τὸ "ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος". προλαμβάνει γὰρ κολακικώτερον καὶ αὐτὸν καὶ τοὺς λοιποὺς ἐπὶ εὐνοίᾳ, ἵνα μὴ δόξῃ πρὸς τῶν Ἀχαιῶν εἶναι καὶ δι' αὐτὸ χαίρειν τῇ πτώσει τοῦ Ἕκτορος. διὸ καὶ ἐπῄνεσε θεοειδῆ τὸν Πάριν εἰπών. εἰ δὲ τῆς Ἀνδρομάχης εἰπούσης ἄνδρα τὸν Ἕκτορα ἐν τῷ "ἆνερ, ἀπ' αἰῶνος ὤλεο" Ἑλένη οὐκ ἄνδρα τὸν Πάριν ἔφη ἀλλὰ πόσιν, ζητητέον, εἴ τίς ἐστι διαφορὰ πόσιος καὶ ἀνδρός, [984] καθὰ Σοφοκλῆς ἐν Τραχινίαις ἐμφαίνει, ὅπου ἡ Δηϊάνειρα δέδοικε, μή ποτε ὁ αὐτὴν ἔχων Ἡρακλῆς τῇ μὲν αἰχμαλώτῳ Ἰόλῃ εἴη ἀνήρ, αὐτῇ δὲ πόσις.]

(v. 764) Τὸ δὲ "ὡς πρὶν ὤφελλον ὀλέσθαι" ἀκριβέστερον τοῦ "ὤφελλ' ἀπολέσθαι". οὐ γὰρ ἂν ἐπαινετικῶς θεοειδῆ τὸν ἄνδρα εἰποῦσα, εἶτα εὐθὺς μεταβαλομένη ἐπαρῷτο ὡς οἷον ἐκλαθομένη. εἰ μὴ ἄρα κατὰ ψυχῆς βαρύτητα τοῦτο ποιεῖ, ὃ δὴ πολλαχοῦ γίνεται.

(v. 765) Ἐεικοστὸν δὲ τετρασυλλάβως νοητέον ἔτος ἀπὸ τῆς ἁρπαγῆς, ὡς δεκαετίας μὲν παρελθούσης τῇ στρατολογίᾳ διὰ τὸ ἐν Ἑλλάδι ὄντας τοὺς Ἀχαιοὺς ἀθροίζεσθαί τε καὶ μανθάνειν ὅσον πλοῦτον οἱ Τρῶες καὶ ἰσχὺν περιεβέβληντο, ἄλλων δὲ δέκα ἐτῶν συντετελεσμένων τῇ τῆς Τροίας πολιορκίᾳ. τῇ μέντοι εἰκοσαετεῖ ἐπανόδῳ τοῦ Ὀδυσσέως οὐ προσλογιστέον τὰ ῥηθέντα τῆς στρατολογίας δέκα ἔτη, ἐν ᾗ, φασί, τοὺς Ἀχαιοὺς χειμάζειν μὲν ἐν ταῖς ἰδίαις, θέρους δὲ ἐν Αὐλίδι διάγειν, ἀλλὰ τὰ δέκα τοῦ πολέμου καὶ τὰ ἶσα τῆς πλάνης. παρασημείωσις δὲ Ὁμηρικὴ τὸ ῥηθέν, ὡς ἂν εἰδείη ὁ τῆς Ἰλιάδος ἀκροατής, περὶ τίνων ἡ τοῦ βιβλίου πραγματεία τῷ ποιητῇ.

(v. 766) Τὸ δὲ "ἐξ οὗ κεῖθεν ἔβην" ἑρμηνεύει εἰπὼν "καὶ ἐμῆς ἀπελήλυθα πάτρης".

(v. 767) Ἀσύφηλον δὲ τὸ ἀπαίδευτον καὶ βλαπτικόν, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, παρὰ τὸ ἆσαι, τὸ βλάψαι, καὶ τὸ φηλῆσαι ἀσόφηλον καὶ Αἰολικῶς ἀσύφηλον, ὡς ὄνομα ὄνυμα καὶ τὰ ὅμοια. [Ἐπεὶ δὲ ἡ φράσις τοῦ "οὐ κακὸν ἔπος οὐδ' ἀσύφηλον" διαφέρειν ἀλλήλων ἐμφαίνει τὸ κακὸν καὶ τὸ ἀσύφηλον, ζητητέον εἴ τι διαφέρουσι.]

(v. 769) Περὶ δὲ δαέρων καὶ τῆς κατατριβῆς τούτων τῶν συγγενικῶν λέξεων προγέγραπται.

(v. 771) Ἐν δὲ τῷ "ἀλλὰ σὺ ἐπέεσσι παραιφάμενος, τὸ μὲν ἀλλα περιττεύει Ἀττικῶς, τὸ δὲ "ἐπέεσσι" καιρίως πρόσκειται. παραίφασις, εἴρηται καὶ ὅπου μνεία παρφάσεως γέγονε τῆς κατὰ τὸν κεστόν, ἥτις ἦν παραλογισμός, οὐ μὴν κατὰ τὴν φιλικὴν παραίφασιν, [985] ἣ καὶ παραμυθία λέγοιτ' ἂν κατὰ τὸ "καὶ ἄλλοις ἐγὼ παραμυθησαίμην", ὡς ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ κεῖται. δεξιῶς δὲ ἡ Ἑλένη πρὸς τὸ "εἴ τίς με ἐνίπτοι" ἀντέθηκε τὸ "ἀλλὰ σὺ ἐπέεσσι παραιφάμενος κατέρυκες", οἱονεὶ φαμένη ὡς, ἐὰν καί τις ἐλύπει με λόγοις, σὺ αὖθις παρεμυθοῦ, κατεπᾴδων λόγοις καὶ κωλύων τὸν ἐνίπτοντα. [Ὃν καὶ ἐνίσσοντά ἐστι λέγειν ἐκ τοῦ ἐνίσσω, τὸ κακολογῶ, οὗ χρῆσις πρὸ βραχέων ἔκειτο. δοκεῖ δὲ καὶ ὁ Ἕκτωρ, καθὰ καὶ οἱ δημογέροντες οἱ ἐν τῇ γάμμα ἐπὶ τῷ τῆς Ἑλένης κάλλει ἐξεπλήττοντο, διατεθεῖσθαι καὶ αὐτός ‑ καί που συλλαλεῖ ἐκείνοις τὸ "οὐ νέμεσις" καὶ ἑξῆς ‑ καὶ πρὸς τὸ κάλλος τῆς Ἑλένης ἐκκεκωφῆσθαι, ὅπερ Εὐριπίδης γλυκέως ἅμα καὶ τολμηρῶς καί, ὡς εἰπεῖν, ἐπιφωνηματικῶς ἐπὶ ξιφῶν ἔγραψεν. εἰ δὲ τὸ κάλλος τοῖς παλαιοῖς τίμιον ἐκρίθη, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἥρωάς τε γὰρ τοὺς καλοὺς ἐφήμιζον, καὶ ἡρῷα ἵδρυον αὐτοῖς. δι' αὐτὸ δὲ καὶ τὸν Ἔρωτα πολλαχοῦ ὑπερετίμων. Θεσπίοις γοῦν Ἔρωτος χάριν τὰ Ἐρωτίδια ἦγον ὡς οἷά τινα Ὀλύμπια καὶ Παναθήναια. καθίστων δὲ πολλοὶ καὶ βασιλέας τοὺς καλλίστους, ὡς οἱ Ἀθάνατοι καλούμενοι Αἰθίοπες, καθὰ καὶ ὁ Δειπνοσοφιστὴς ἱστορεῖ, ὃς εἰπὼν καὶ ὅτι ἔοικε τὸ κάλλος βασιλείας οἰκεῖον εἶναι, καὶ λαλήσας εἰς τοῦτο, περαιοῖ τὸν λόγον, ὡς καὶ ἡμεῖς τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν, θεὶς ἐν μέσῳ καὶ ὡς διὰ κάλλος καὶ Ζεὺς διὰ κεράμων χρυσὸς ἔρχεται, ταῦρος γίνεται, ἀετὸς πτεροῦται πολλάκις, ὥσπερ καὶ ἐπ' Αἰγίνῃ. Πρίαμος δὲ εἰπὼν οὔπω καλὸν ἰδεῖν βασιλέα κατὰ τὸν Ἀγαμέμνονα, πρὸς ἑτέρους καλοὺς βασιλεῖς αὐτὸν παραβάλλει. ἐθαυμάζετο δέ, φασί, καὶ κατὰ Σπάρτην μᾶλλον ὁ κάλλιστος καὶ ἡ καλλίστη. πολλῶν δὲ τοιούτων ὁ τόπος εὐφόρει. διὸ καὶ Ἀρχίδαμος ὁ βασιλεὺς ἐζημιώθη πρὸς τῶν ἐφόρων, οἷα καλῆς γυναικὸς αἰσχρὰν πλουσίαν ἀλλαξάμενος, ἐπεὶ βασιλισκοὺς ἀντὶ βασιλέων τῇ Σπάρτῃ γεννᾶν προαιρεῖται.]

(v. 772) [986] Ἡ δὲ ἀγανοφροσύνη διαφέρει ἀγανῶν ἐπέων, παρόσον οὔτε ὁ ἀγανόφρων ἐξ ἀνάγκης ἀεὶ ἀγανὰ λαλεῖ, ἔστι γὰρ ὅτε καὶ δριμύξεται, οὔτε τὸ ἀγανὸν ἔπος ἀγανοφροσύνην δηλοῖ ἀεί. τί γάρ, εἴπερ ὑποκέκριται;

(v. 773) Τὸ δὲ "ἄμμορον" σύμφωνόν ἐστι τῷ "ὡς πρὶν ὤφελλον ὀλέσθαι". δύσμορος γὰρ καὶ ὁ, μὴ δέον ὂν ζῆν, ὅμως τῷ βίῳ περιών. καὶ ἐν τούτοις μὲν καὶ τὰ τῆς Ἑλένης. Σημειωτέον δὲ ὡς ἐν κεφαλαιώδει ἐπαναλήψει, ὅτι εἰς ἔλεον καταστρέφει τὴν Ἰλιάδα ὁ ποιητής, ὅθεν λαβόντες ἀρχὴν καὶ οἱ δικανίζοντες ἐσχάτους ἐν λόγοις τοὺς οἴκτους ἐτίθεσαν, κινοῦντες τὸν ἀκροατήν. καὶ προκατάρχει μὲν θρήνου ἡ Κασσάνδρα κωκύσασα καὶ τὸν λαὸν δὲ συγκαλεσαμένη πρὸς θέαν ὡς οἷα καὶ κῆρυξ, καί τινα βραχὺν ὑπειποῦσα ἔπαινον, ὅτε καὶ οὐδεὶς ἐν τῇ πόλει ἐλείπετο ἐπὶ τῇ θέᾳ τοῦ νεκροῦ καὶ ὅτι ὁ γέρων βασιλεὺς παραδόξως σέσωστο. εἶτα θρηνοῦσιν ἄνδρες ἀοιδοὶ θρήνων ἔξαρχοι ᾄδοντες τὰ συνήθη, ὡς εἰκός. Ὅμηρος γάρ, οὕτω δόξαν αὐτῷ, οὐδὲν περὶ τούτων ἐπισημαίνεται. "ἐπὶ δ' ἐστενάχοντο γυναῖκες". εἶτα δὴ αὐταῖς Ἀνδρομάχη ἄρχει γόοιο, μονῳδοῦσα ὅσα γυνὴ σώφρων ἐπ' ἀγαθῷ καὶ ἀνδρείῳ ἀνδρὶ κειμένῳ. μετὰ δ' αὐτὴν κλαίει Ἑκάβη, οὐδέν τι λέγουσα ὡς μήτηρ πρὸς παῖδα, ὀλίγον δὲ εἰποῦσα καὶ αὐτὴ ἔπαινον [987] τοῦ υἱοῦ, ὡς θεοῖς φίλου καὶ μετὰ θάνατον. ἀγροικότερον γὰρ ἡ γραῦς διάκειται, ἣ καὶ ἐν τοῖς πρὸ τούτων τῷ προκολπίῳ καὶ τῷ μαζῷ ἐπέτρεψε τὴν εἰς τὸν Ἕκτορα ἱκετείαν οὐ πολλά τινα φθεγξαμένη. ἐπὶ δὲ πᾶσι λαλεῖ καὶ ἡ Ἑλένη τεχνικῶς, τόν τε κείμενον ἐπαινοῦσα εἰς πραΰτητα, λέγουσα δέ τι καὶ ὑπὲρ Πριάμου, καὶ ἑαυτῆς καταφερομένη. ταύτῃ δὲ ἐπιστένει καὶ δῆμος ἀπείρων. καὶ τὸ ἐντεῦθεν τῶν μακρῶν θρήνων ἀπαλλαγεὶς ὁ νεκρὸς ὀψέ ποτε θάπτεται. Σημείωσαι δ' ἐν τούτοις, ὅτι οὐ λέγει ὁ ποιητής, τί ἂν εἶπεν ὁ δῆμος ἢ αἱ γυναῖκες, ὥσπερ οὐδὲ οἱ ἀοιδοί, ἐπὶ τῷ κειμένῳ. δυσχερὲς γὰρ τὰ τοιαῦτα μιμεῖσθαι. τὴν δὲ ἰσχὺν αἱ ἠθοποιΐαι ἐπὶ τῶν καθέκαστα μάλιστα ἔχουσι. διὸ καὶ ὁ ποιητὴς ἐν τοῖς κοινοῖς ἠθοποιεῖ ἀρχόμενος οὕτω "ὧδε δέ τις εἴπεσκε", μερικεύων τὸ κοινὸν διὰ τοῦ τίς ἀορίστου ὀνόματος. οὐ λέγει δέ τι ἐν τούτοις οὐδ' ὁ Πρίαμος, διότι τε τὴν τοῦ γέροντος ῥητορικὴν ἔφθη ὁ ποιητὴς ἐπιδείξασθαι ἀλλαχοῦ, ὡς καὶ προεδηλώθη, ὃν καὶ Ἀχιλλεὺς ἐθαύμαζε μῦθον ἀκούων, καὶ ὅτι τὸ πᾶν τῆς ταφῆς ἀνύων θρήνοις οὐκ ἐνευκαιρεῖ.

(v. 777-781) Ὅτι πλατύνας ἐν τοῖς ἔμπροσθεν ὁ ποιητὴς τὰ τῆς πυρᾶς τοῦ Πατρόκλου ἐπιτρέχει ἐνταῦθα τῇ τοῦ Ἕκτορος ταφῇ, τεχνικῶς καὶ συνήθως τοῦτο ποιῶν, ἵνα μὴ περιττολογῇ, καθὰ καὶ προσεσημείωται, καὶ μυθολογεύῃ τὰ ἀριζήλως εἰρημένα, ὥς που αὐτός φησι. καὶ λέξεσι μὲν καὶ στίχοις τισὶ χρᾶται τῶν ἐν τῷ Ἐπιταφίῳ, οὐδὲν δὲ ἐνδιασκεύως λαλεῖ, ἀλλὰ φράζει γοργῶς· ὃς ἐκέλευσεν ἄξειν Τρῶας ξύλα ἄστυδε, μηδὲ θυμῷ δειδιότας πυκινὸν λόχον, ὡς Ἀχιλλεύς, φησί, "πέμπων μ' ὧδε", ἤγουν οὕτως, "ἐπέτελλεν", ὑποσχόμενος "μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς".

(v. 782-792) Καὶ αὐτὸς μὲν "ὣς ἔφατο. οἳ δ' ὑπ' ἀμάξῃσι βόας ἡμιόνους τε ζεύγνυσαν, αἶψα δ' ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο, ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην", ὡς τηλόθι τῆς ὕλης οὔσης, καθὰ ἐδηλώθη. "ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, καὶ τότ' ἂρ ἐξέφερον θρασὺν Ἕκτορα δακρυχέοντες. ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν", ὥς που καὶ ὁ τοῦ Πατρόκλου ἐτέθη νεκρός, "ἐν δ' ἔβαλον πῦρ". πρωῒ δὲ "ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. οἳ πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ πᾶσαν", ὡς καὶ ἐν τῷ Ἐπιταφίῳ, "ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ὀστέα λευκὰ λέγοντο κασίγνητοι ἕταροί τε, μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. καὶ τά γε χρυσέην ἐς λάρνακα θῆκαν ἑλόντες, πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν· αἶψα δ' ἂρ ἐς κοίλην κάπετον θέσαν αὐτὰρ ὕπερθε πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· ῥίμφα [988] δὲ σῆμ' ἔχεαν· περὶ δὲ σκοποὶ εἵατο", ἤγουν ἐκάθηντο, "πάντῃ", καὶ ἑξῆς.

(v. 799 s.) Καὶ ὅρα ὅτι ὁ Πρίαμος, εἰ καὶ μή πω ἦν δωδεκάτη, ὥστε καὶ πολεμίξειν, εἴπερ ἀνάγκη, ὅμως προμηθευτικῶς, ἀσφαλείας χάριν στρατηγικῆς, ἐκάθισε σκοποὺς οὐχ' ἁπλῶς, ἀλλὰ "πάντῃ, μὴ πρίν", φησίν, "ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί". ὃ δὴ ἐλλιπῶς ἐλέχθη καὶ συντόμως καθ' ὁμοιότητα τῶν πραττομένων. δηλοῖ γὰρ τὸ μὴ πρὶν ταφῆναι τὸν νεκρὸν καὶ σῆμα χωσθῆναι ἐφορμηθῶσιν οἱ πολέμιοι.

(v. 783 s.) Ἰστέον δὲ ὅτι τε τὸ "αἶψα δ' ἔπειτα" δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται, καὶ ὅτι ἐκ τοῦ "πρὸ ἄστεος" τὸ προάστειον παρὰ τοῖς ὕστερον σύγκειται, καὶ ὅτι ἐν τῷ ἀγινέμεν ὕλην, ὅ ἐστιν ἄγειν, φέρειν, μετακομίζειν, δηλοῦται ὡς καὶ τὸ ὕλην ἀξέμεν τὸ ἀγαγεῖν μᾶλλον δηλοῖ, οὐ μὴν τὸ κλάσαι. πάντως γὰρ ἀγινεῖν μόνον τὸ ἄγειν, οὐ μὴν καὶ τὸ κλᾶν. τὴν δὲ ὕλην ξύλα πρὸ βραχέων ὁ γέρων ἔφη. Τὸ δὲ "ἄσπετος ὕλη" μεγεθύνει τὴν ξυληγίαν, ἵνα μὴ τῇ περὶ αὐτῆς βραχυλογίᾳ συγκατασμικρύνοιτο.

(v. 785) Τὸ δὲ "ἐφάνη φαεσίμβροτος ἠώς" κυριολεξίαν τε ἔχει τοῦ "ἐφάνη" καὶ τρόπον δὲ ἐτυμολογικόν. ἀπὸ τοῦ φάειν γὰρ τὸ φαίνειν γίνεται. ἅμα δὲ καὶ συγγενεῖς αὗται τρεῖς ὁμοῦ συνῆλθον λέξεις ἐν παραθέσει. ἠώς τε γὰρ ἀπὸ τοῦ αὔειν, ὅ ἐστι λάμπειν, καὶ τὸ φαίνειν δὲ καὶ τὸ φαέθειν, ἐξ οὗ ἡ φαεσίμβροτος, τῷ λάμπειν ᾠκείωνται. καὶ ἄλλως δὲ τὸ "ἐφάνη φαεσίμβροτος ἠώς" πάνυ σαφῶς φράζει τὴν πρωΐαν ἤπερ κατωτέρω τὸ "ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς", ὃ πολλαχοῦ τῆς Ὁμηρικῆς ποιήσεως κεῖται.

(v. 786) Τὸ δὲ "ἐξέφερον" εἰς ταφὴν δηλαδή, τὴν παρὰ τοῖς μεθ' Ὅμηρον παράγει ἐκφοράν, ἣ δηλοῖ ταφήν. ἐξ αὐτοῦ δὲ καὶ τὸ ἐκφορεῖν, γόμον δηλαδὴ νηός, πρὸς ὃ ἔχει ὁμοιότητα καὶ τὸ διαφορεῖν, ὡς δῆλον ἐκ τοῦ "διαφορήσω σε" ὃ κεῖται παρὰ τῷ Κωμικῷ. θρασὺν δὲ Ἕκτορα λέγει τόν ποτε δηλαδὴ τοιοῦτον, ὥς που καὶ Πρίαμον εὐμελίην τὸν ἦν ὅτε [989] αἰχμητήν. παραπέμπει γὰρ σεμνῶς ὁ ποιητὴς τὰ καλὰ ἐπίθετα τοῖς ἥρωσι καὶ ὅτε μὴ ἔχουσι κατ' αὐτὰ ἐνεργεῖν, καί πως κειμηλιοῖ ἐκείνοις οὕτως αὐτά.

(v. 795) Ὅρα δὲ καὶ ὅτι χρᾶται κἀνταῦθα τῇ λέξει τῆς λάρνακος, καὶ ὅτι ἐφιλοτιμοῦντο οἱ παλαιοὶ τὴν ἐν λαμπροῖς σκεύεσι ταφήν. χρυσῆ γοῦν καὶ ἐνταῦθα λάρναξ. πρὸ δὲ ταύτης ὁμοία φιάλη, κειμήλια ταῦτα τοῖς ἐθέλουσι τυμβωρυχεῖν. ᾌδεται δὲ καὶ Κύρου τάφος πολύολβος, κακὰ δὲ παθὼν ὑπὸ τῶν τὰ τοιαῦτα λιχνευομένων. ἐτέθη καὶ Ἀλέξανδρος ὁ Μακεδὼν ἐν χρυσῇ πυέλῳ. ὕστερον δὲ αὐτῆς ἔκβλητος πεσὼν ὑελίνην ἔλαχε.

(v. 798) Σημείωσαι δὲ καὶ ὅτι ἄχρι μὲν τοῦ καταστρωμοῦ τῶν λίθων τάφος ἦν, τὸ δὲ ἐπάνω χῶμα σῆμα ἦν, ὅ ἐστι σημεῖον καὶ δήλωσις τοῦ τετάφθαι τινὰ ἐκεῖ. ἐξωγκοῦντο δὲ χώμασιν οἱ τάφοι, τυχὸν μὲν διὰ κενὴν δόξαν, ὡς ἂν εἶεν ἀπόβλεπτοι, καὶ τῷ περὶ αὐτοὺς καὶ συμφύτῳ χροῒ κρυβέντες τῷ ἀλλοτρίῳ καὶ ἐπιθέτῳ φαίνοιντο, ἴσως δὲ καί, ἵνα μὴ τοῖς ἀνορύττειν βουλομένοις ὦσι ῥᾴονες. [Ὣς δὲ πάνυ ἐσπουδάζετο καὶ ἡ πυρὰ καὶ ἡ λαμπρὰ ταφὴ τῶν νεκρῶν, οὗ ἕνεκεν εἴρηται τὸ "θάπτε μ' ὅτι τάχιστα πύλας Ἀΐδαο περήσω" δηλοῦσι μὲν καὶ τὰ παλαιὰ τῶν πολυανδρίων χώματα, δηλοῖ δὲ καὶ ὁ γράψας, ὡς πολλὴ καὶ τῶν τοιούτων ἐπιμέλεια ἦν ποτὲ καὶ αἱ τῶν νεκρῶν πυραὶ θυμὸν ἀνδρικὸν ἀνῆπτον, καὶ ἦν καὶ τοῦτο ταῖς πόλεσιν ὠφέλεια ἐκ τῶν κειμένων. ἡ δὲ ἱστορία ἐπαινεῖ τὸν [990] Πεισίστρατον, ἐπειδὴ περιήγετο ἀεὶ νεανίσκους δύο ἢ τρεῖς ἔχοντας κέρματα, ἐξ ὧν διδοὺς εἰσέφερέ τι καὶ εἰς ταφήν. δηλοῖ δὲ τὸ τῆς ὁσίας, ταὐτὸν δ' εἰπεῖν ταφῆς, τίμιον καὶ ὁ μιάστωρ Πέρσης, ὃν θαπτόμενον ἀνέπτυεν ἡ γῆ ποινῆς λόγῳ, ἵνα μὴ ὁ τὴν μητέρα χράνας καθαροῦ νεκροῦ τιμὴν λάχοι. καὶ ὅσοι δὲ διηγοῦνται ἄταφοι παραρρίπτεσθαι, διαφαίνουσι ταφῆς τιμιότητα, ἧς αὐτοὶ στέρονται. μνηστέον δ' ἐνταῦθα καὶ Καλλιξείνου τοῦ Ἀττικοῦ, ὃς ἐτιμήσατο θανάτῳ στρατηγοὺς ἀθλίους ἐκείνους, οἳ χειμῶνος ἐπικειμένου σφοδροῦ, ἐκωλύθησαν ὁσιώσασθαι ταφαῖς τοὺς ἐν ναυμαχίᾳ πεσόντας.]

(v. 793) Κάπετος δὲ καὶ νῦν ὁ ἐσκαμμένος λάκκος. κεῖται δὲ ἡ λέξις καὶ παρὰ Σοφοκλεῖ. ἔστι δὲ ἡ τάφρος συνηθέστερον ὄνομα τῆς καπέτου, ἥτις παρὰ τὸ σκάπτειν γίνεται ἐλλείψει τοῦ σ.

(v. 796 et 798) Τὸ δὲ "πέπλοισι μαλακοῖσι" καὶ τὸ "πυκνοῖσι λάεσσι μεγάλοισι" τὰ κατὰ κάλλος πάρισα, καλόν τινα οἷον κόσμον ὁ ποιητὴς τῇ ταφῇ τοῦ Ἕκτορος ἀνατέθεικεν, ἵνα μὴ διόλου σκυθρωπὸν αὐτῷ ἄλλως εἴη τὸ δρᾶμα.

(v. 799 et 801) Ὅρα δὲ καὶ ὅτι, ὥσπερ ἀλλαχοῦ, οὕτω κἀνταῦθα ἐπὶ χώματος τὸ χέειν τίθησι καιριώτατα, ἐξ οὗ καὶ ὁ χοῦς καὶ τὸ χῶμα. φησὶ γὰρ "ῥίμφα δὲ σῆμα ἔχεαν", καὶ "χεύαντες δὲ τὸ σῆμα πάλιν κίον", ἤγουν ἐπαλιννόστησαν. Τὸ δὲ "ῥίμφα" "αἶψα" εἶπεν ἀνωτέρω, θελήσας τὴν τοῦ ἔργου σπουδὴν διὰ τῶν ἐπιρρημάτων τούτων ἐνδείξασθαι. ταῦτα δὲ ποιητικώτερα μὲν τοῦ "τάχα", ἰσοδύναμα δέ.

(v. 802-804) Ἐπὶ δὲ πᾶσιν ὁ ποιητὴς ἐν βραχεῖ γράψας, ὅτι "εὖ συναγειρόμενοι δαίνυντο ἐρικυδέα δαῖτα" καὶ οἱ ἀμφὶ Πρίαμον, τουτέστιν ἐποιήσαντο συνήθως τὸν ἐπὶ τῷ νεκρῷ τάφον, ὃς δαῖτα ἐδήλου, εἶτα σχήματι συμπληρωτικῷ κατακλείει τὴν ποίησιν, εἰπὼν "ὣς οἵ γ' ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο", ἀμφιέπειν κἀνταῦθα εἰπὼν τὸ ἐνεργεῖν, ἢ λόγοις παρὰ τὸ ἔπω, τὸ λέγω, ἢ σωματικαῖς κινήσεσι παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ. [991] Ὅρα δὲ τὸ "συναγειρόμενοι δαίνυντο δαῖτα" ὅτι τε Ἀττικῶς πέφρασται κατὰ τὸ "βουλὴν βουλεύουσι" καὶ τὰ ὅμοια, [καὶ ὅτι μὴ συμποσίου προκειμένου, καθὰ οὐδὲ ἐν τῷ δόρπῳ τῷ ἐπὶ τοῦ Πατρόκλου, οὔτε εἰς δεκάδας ἀριθμοῦνται οἱ δαινύμενοι, ὥς που ὁ βασιλεὺς Ἀγαμέμνων διώρισεν, οὔτε μὴν εἰς μετριώτερον ἀριθμόν, ὡς ἔπαιξε συμποσιακῶς Ἀρχέστρατος ὁ Συρακούσιος, γράψας τὸ "ἐν μιᾷ πάντας δειπνεῖν ἀβρόδαιτι τραπέζῃ. ἔστωσαν δέ", φησί, "ἢ τρεῖς ἢ τέσσαρες οἱ ξύμπαντες ἢ τῶν πέντε γε μὴ πλείους. ἤδη γὰρ ἂν εἴη μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν". ἀλλ' οὐδὲ εἰς τόπους ῥητούς, ὥσπερ καὶ ἄνδρας, μετροῦνται κατὰ τὸν ἱστορήσαντα, ὡς ἡ τῶν Καρνήων παρὰ Λάκωσιν ἑορτὴ μίμημα ἦν στρατιωτικῆς ἀγωγῆς. τόποι μὲν γάρ, φησίν, ἐννέα τῷ ἀριθμῷ, σκιάδες μὲν καλούμενοι, σκηναῖς δέ τι ἔχοντες παραπλήσιον· ἐννέα δὲ καθ' ἕκαστον ἄνδρες ἐδείπνουν. φιλία ἴσως καὶ ἐκεῖ ἀριθμοῦ Ὁμήρῳ φίλου τοῦ ἐννέα. διὸ καὶ ἐπάγει ὁ τοῦθ' ἱστορήσας τὸ "γίνεται δὲ ἡ ἑορτὴ ἐφ' ἡμέρας ἐννέα". καί πως ἔοικε πρὸς ταῦτα τὸ "ἐννέα δ' ἕδραι ἦσαν. προΐσχοντο δὲ ἀφ' ἑκάστης ἐννέα ταύρους", ὅπερ ἡ Ὀδύσσεια ἱστορεῖ. καὶ οὕτω μὲν καὶ ταῦτα.] Εἰ δὲ καὶ ὁ ἀγερμὸς τῶν δαινυμένων οἷός τε καὶ ὅσος ἦν σιωπᾶται καὶ ἡ τῆς δαιτὸς ποιότης, δοτέον καὶ αὐτὸ τῇ προσημανθείσῃ ἐπιτομῇ, δι' ἣν καὶ ἀέθλων ἀγέραστος ὁ Ἕκτωρ κεῖται, οἰκτρὸς μὲν ἄλλως τά γε ἄλλα, Ὁμήρῳ δὲ οὐ τοιοῦτος, ὅτι μηδὲ Ἀχιλλεῖ τῷ φίλῳ. Τέλος τῆς Ἰλιάδος.