7455 725 14 40 6 219 424-421 a. C. Tragedia Euripides Supplices Diggle, J., Oxford, Clarendon Press, 1981. 129

EURIPIDES - Supplices - ΙΚΕΤΙΔΕΣ

ΑΙΘΡΑ

Δήμητερ ἑστιοῦχ' Ἐλευσῖνος χθονὸς

τῆσδ', οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,

εὐδαιμονεῖν με Θησέα τε παῖδ' ἐμὸν

πόλιν τ' Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,

   5ἐν ἧι με θρέψας ὀλβίοις ἐν δώμασιν

Αἴθραν πατὴρ δίδωσι τῶι Πανδίονος

Αἰγεῖ δάμαρτα Λοξίου μαντεύμασιν.

ἐς τάσδε γὰρ βλέψασ' ἐπηυξάμην τάδε

γραῦς, αἳ λιποῦσαι δώματ' Ἀργείας χθονὸς

  10ἱκτῆρι θαλλῶι προσπίτνουσ' ἐμὸν γόνυ,

πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας

Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων

ἄπαιδές εἰσιν, οὕς ποτ' Ἀργείων ἄναξ

Ἄδραστος ἤγαγ', Οἰδίπου παγκληρίας

  15μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων

γαμβρῶι. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ

θάψαι θέλουσι τῶνδε μητέρες χθονί,

εἴργουσι δ' οἱ κρατοῦντες οὐδ' ἀναίρεσιν

δοῦναι θέλουσι, νόμιμ' ἀτίζοντες θεῶν.

  20κοινὸν δὲ φόρτον ταῖσδ' ἔχων χρείας ἐμῆς

Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε

κεῖται, τό τ' ἔγχος τήν τε δυστυχεστάτην

στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·

ὅς μ' ἐξοτρύνει παῖδ' ἐμὸν πεῖσαι λιταῖς

  25νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς

ῥώμηι γενέσθαι καὶ τάφου μεταίτιον,

κοινὸν τόδ' ἔργον προστιθεὶς ἐμῶι τέκνωι

πόλει τ' Ἀθηνῶν. τυγχάνω δ' ὑπὲρ χθονὸς

ἀρότου προθύουσ', ἐκ δόμων ἐλθοῦσ' ἐμῶν

  30πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται

φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.

δεσμὸν δ' ἄδεσμον τόνδ' ἔχουσα φυλλάδος

μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν

Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν

  35πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,

σέβουσα δ' ἱερὰ στέμματ'. οἴχεται δέ μοι

κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,

ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέληι χθονὸς

ἢ τάσδ' ἀνάγκας ἱκεσίους λύσηι, θεοὺς

  40ὅσιόν τι δράσας· πάντα γὰρ δι' ἀρσένων

γυναιξὶ πράσσειν εἰκὸς αἵτινες σοφαί.

ΧΟΡΟΣ

ἱκετεύω σε, γεραιά, γεραιῶν ἐκ στομάτων πρὸς

γόνυ πίπτουσα τὸ σόν·

ἄνομοι τέκνα λῦσαι φθιμένων νεκύων οἳ†

  45καταλείπουσι μέλη

θανάτωι λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·

ἐσιδοῦσ' οἰκτρὰ μὲν ὄσσων δάκρυ' ἀμφὶ βλεφάροις, ῥυ-

  50σὰ δὲ σαρκῶν πολιᾶν

καταδρύμματα χειρῶν. τί γάρ; ἃ φθιμένους παῖ-

δας ἐμοὺς οὔτε δόμοις

προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.

ἔτεκες καὶ σύ ποτ', ὦ πότνια, κοῦρον φίλα ποιη-

σαμένα λέκτρα πόσει σῶι· μετά νυν

δὸς ἐμοὶ σᾶς διανοίας, μετάδος δ', ὅσσον ἐπαλγῶ

μελέα ‹'γὼ› φθιμένων οὓς ἔτεκον·

  60παράπεισον δὲ σόν, ὤ, λίσσομαι, ἐλθεῖν τέκνον Ἰσμη-

νὸν ἐμάν τ' ἐς χέρα θεῖναι νεκύων

θαλερῶν σώματ' ἀλαίνοντ' ἄταφα.

ὁσίως οὔχ, ὑπ' ἀνάγκας δὲ προπίπτουσα προσαιτοῦσ'

ἔμολον δεξιπύρους θεῶν θυμέλας·

  65ἔχομεν δ' ἔνδικα, καὶ σοί τι πάρεστι σθένος ὥστ' εὐ-

τεκνίαι δυστυχίαν τὰν παρ' ἐμοὶ

καθελεῖν· οἰκτρὰ δὲ πάσχουσ' ἱκετεύω σὸν ἐμοὶ παῖ-

δα ταλαίναι 'ν χερὶ θεῖναι νέκυν, ἀμ-

  70φιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.

ἀγὼν ὅδ' ἄλλος ἔρχεται γόων γόοις

διάδοχος, ἀχοῦσι προσπόλων χέρες.

ἴτ' ὦ ξυνωιδοὶ κακοῖς,

ἴτ' ὦ ξυναλγηδόνες,

  75χορὸν τὸν Ἅιδας σέβει·

διὰ παρῆιδος ὄνυχι λευκᾶς

αἱματοῦτε χρῶτα φόνιον· ‹ἒ ἔ.›

τὰ γὰρ φθιτῶν τοῖς ὁρῶσι κόσμος.

ἄπληστος ἅδε μ' ἐξάγει χάρις γόων

  80πολύπονος, ὡς ἐξ ἁλιβλήτου πέτρας

ὑγρὰ ῥέουσα σταγὼν

ἄπαυστος αἰεὶ γόων.

τὸ γὰρ θανόντων τέκνων

ἐπίπονόν τι κατὰ γυναῖκας

  85ἐς γόους πάθος πέφυκεν· ἒ ἔ.

θανοῦσα τῶνδ' ἀλγέων λαθοίμαν.

ΘΗΣΕΥΣ

τίνων γόους ἤκουσα καὶ στέρνων κτύπον

νεκρῶν τε θρήνους, τῶνδ' ἀνακτόρων ἄπο

ἠχοῦς ἰούσης; ὡς φόβος μ' ἀναπτεροῖ

  90μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδὶ

χρονίαν ἀποῦσαν ἐκ δόμων, ἔχηι νέον.

ἔα·

τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων·

μητέρα γεραιὰν βωμίαν ἐφημένην

ξένας θ' ὁμοῦ γυναῖκας οὐχ ἕνα ῥυθμὸν

  95κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων

ὄσσων ἐλαύνουσ' οἰκτρὸν ἐς γαῖαν δάκρυ,

κουραί τε καὶ πεπλώματ' οὐ θεωρικά.

τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,

ἡμῶν δ' ἀκούειν· προσδοκῶ τι γὰρ νέον.

 100Αι. ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων

τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας

ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις

φρουροῦσί μ', ὡς δέδορκας, ἐν κύκλωι, τέκνον.

Θη. τίς δ' ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;

 105Αι. Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.

Θη. οἱ δ' ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;

Αι. οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.

Θη. τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίαι χερί;

Αι. οἶδ'· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.

 110Θη. σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.

λέγ' ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον·

πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.

ΑΔΡΑΣΤΟΣ

ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,

Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.

 115Θη. τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;

Αδ. οἶσθ' ἣν στρατείαν ἐστράτευσ' ὀλεθρίαν;

Θη. οὐ γάρ τι σιγῆι διεπέρασας Ἑλλάδα.

Αδ. ἐνταῦθ' ἀπώλεσ' ἄνδρας Ἀργείων ἄκρους.

Θη. τοιαῦθ' ὁ τλήμων πόλεμος ἐξεργάζεται.

 120Αδ. τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.

Θη. κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψηις νεκρούς;

Αδ. κἄπειτά γ' οἱ κτανόντες οὐκ ἐῶσί με.

Θη. τί γὰρ λέγουσιν, ὅσια χρήιζοντος σέθεν;

Αδ. τί δ'; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.

 125Θη. ξύμβουλον οὖν μ' ἐπῆλθες; ἢ τίνος χάριν;

Αδ. κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.

Θη. τὸ δ' Ἄργος ἡμῖν ποῦ 'στιν; ἢ κόμποι μάτην;

Αδ. σφαλέντες οἰχόμεσθα· πρὸς σὲ δ' ἥκομεν.

Θη. ἰδίαι δοκῆσάν σοι τόδ' ἢ πάσηι πόλει;

 130Αδ. πάντες ‹σ'› ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.

Θη. ἐκ τοῦ δ' ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;

Αδ. δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.

Θη. τῶι δ' ἐξέδωκας παῖδας Ἀργείων σέθεν;

Αδ. οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.

 135Θη. ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;

Αδ. Τυδεῖ ‹γε› Πολυνείκει τε τῶι Θηβαιγενεῖ.

Θη. τίν' εἰς ἔρωτα τῆσδε κηδείας μολών;

Αδ. Φοίβου μ' ὑπῆλθε δυστόπαστ' αἰνίγματα.

Θη. τί δ' εἶπ' Ἀπόλλων παρθένοις κραίνων γάμον;

 140Αδ. κάπρωι με δοῦναι καὶ λέοντι παῖδ' ἐμώ.

Θη. σὺ δ' ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;

Αδ. ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας

Θη. τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾶις ἅμα.

Αδ. Τυδεὺς μάχην συνῆψε Πολυνείκης θ' ἅμα.

 145Θη. ἦ τοῖσδ' ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;

Αδ. μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.

Θη. ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθ' ὅρους;

Αδ. Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.

Θη. ὁ δ' Οἰδίπου ‹παῖς› τίνι τρόπωι Θήβας λιπών;

 150Αδ. ἀραῖς πατρώιαις, μὴ κασίγνητον κτάνοι.

Θη. σοφήν γ' ἔλεξας τήνδ' ἑκούσιον φυγήν.

Αδ. ἀλλ' οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.

Θη. οὔ πού σφ' ἀδελφὸς χρημάτων νοσφίζεται;

Αδ. ταύτηι δικάζων ἦλθον· εἶτ' ἀπωλόμην.

 155Θη. μάντεις δ' ἐπῆλθες ἐμπύρων τ' εἶδες φλόγα;

Αδ. οἴμοι· διώκεις μ' ἧι μάλιστ' ἐγὼ 'σφάλην.

Θη. οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίαι θεῶν.

Αδ. τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.

Θη. οὕτω τὸ θεῖον ῥαιδίως ἀπεστράφης;

 160Αδ. νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.

Θη. εὐψυχίαν ἔσπευσας ἀντ' εὐβουλίας.

Αδ. [ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.]

ἀλλ', ὦ καθ' Ἑλλάδ' ἀλκιμώτατον κάρα,

ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω

 165πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,

πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·

ὅμως δ' ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.

σῶσον νεκρούς μοι τἀμά τ' οἰκτίρας κακὰ

καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,

 170αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,

ἐλθεῖν δ' ἔτλησαν δεῦρο καὶ ξένον πόδα

θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,

πρεσβεύματ' οὐ Δήμητρος ἐς μυστήρια

ἀλλ' ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν

 175κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.

σοφὸν δὲ πενίαν τ' εἰσορᾶν τὸν ὄλβιον

πένητά τ' ἐς τοὺς πλουσίους ἀποβλέπειν

ζηλοῦνθ', ἵν' αὐτὸν χρημάτων ἔρως ἔχηι,

τά τ' οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδορκέναι

‹                                    ›

 180τόν θ' ὑμνοποιὸν αὐτὸς ἃν τίκτηι μέλη

χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχηι τόδε,

οὔτοι δύναιτ' ἂν οἴκοθέν γ' ἀτώμενος

τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.

τάχ' οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα

 185πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;

ἐγὼ δίκαιός εἰμ' ἀφηγεῖσθαι τάδε.

Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,

τὰ δ' ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ

μόνη δύναιτ' ἂν τόνδ' ὑποστῆναι πόνον·

 190τά τ' οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν

ἔχει σε ποιμέν' ἐσθλόν· οὗ χρείαι πόλεις

πολλαὶ διώλοντ', ἐνδεεῖς στρατηλάτου.

Χο. κἀγὼ τὸν αὐτὸν τῶιδέ σοι λόγον λέγω,

Θησεῦ, δι' οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.

 195Θη. ἄλλοισι δὴ 'πόνησ' ἁμιλληθεὶς λόγωι

τοιῶιδ'· ἔλεξε γάρ τις ὡς τὰ χείρονα

πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων.

ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,

πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς.

 200εἰ μὴ γὰρ ἦν τόδ', οὐκ ἂν ἦμεν ἐν φάει.

αἰνῶ δ' ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου

καὶ θηριώδους θεῶν διεσταθμήσατο,

πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δ' ἄγγελον

γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,

 205τροφήν τε καρποῦ τῆι τροφῆι τ' ἀπ' οὐρανοῦ

σταγόνας ὑδρηλὰς ὡς τά τ' ἐκ γαίας τρέφηι

ἄρδηι τε νηδύν· πρὸς δὲ τοῖσι χείματος

προβλήματ' αἶθόν ‹τ'› ἐξαμύνασθαι θεοῦ,

πόντου τε ναυστολήμαθ' ὡς διαλλαγὰς

 210ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.

ἃ δ' ἔστ' ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,

ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς

μάντεις προσημαίνουσιν οἰωνῶν τ' ἄπο.

ἆρ' οὐ τρυφῶμεν, θεοῦ κατασκευὴν βίωι

 215δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;

ἀλλ' ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν

ζητεῖ, τὸ γαῦρον δ' ἐν φρεσὶν κεκτημένοι

δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.

ἧς καὶ σὺ φαίνηι δεκάδος, οὐ σοφὸς γεγώς,

 220ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς

ξένοισιν ὧδ' ἔδωκας ὡς δόντων θεῶν,

λαμπρὸν δὲ θολερῶι δῶμα συμμείξας τὸ σὸν

ἥλκωσας οἴκους· χρὴ γὰρ οὔτε σώματα

ἄδικα δικαίοις τὸν σοφὸν συμμειγνύναι

 225εὐδαιμονοῦντάς τ' ἐς δόμους κτᾶσθαι φίλους.

κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος

τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσεν

τὸν οὐ νοσοῦντα κοὐδὲν ἠδικηκότα.

ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,

 230μάντεων λεγόντων θέσφατ' εἶτ' ἀτιμάσας,

βίαι παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,

νέοις παραχθεὶς οἵτινες τιμώμενοι

χαίρουσι πολέμους τ' αὐξάνουσ' ἄνευ δίκης,

φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῆι,

 235ὁ δ' ὡς ὑβρίζηι δύναμιν ἐς χεῖρας λαβών,

ἄλλος δὲ κέρδους οὕνεκ', οὐκ ἀποσκοπῶν

τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.

τρεῖς γὰρ πολιτῶν μερίδες· οἱ μὲν ὄλβιοι

ἀνωφελεῖς τε πλειόνων τ' ἐρῶσ' ἀεί·

 240οἱ δ' οὐκ ἔχοντες καὶ σπανίζοντες βίου

δεινοί, νέμοντες τῶι φθόνωι πλέον μέρος,

ἐς τούς ‹τ'› ἔχοντας κέντρ' ἀφιᾶσιν κακά,

γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·

τριῶν δὲ μοιρῶν ἡ 'ν μέσωι σώιζει πόλεις,

 245κόσμον φυλάσσουσ' ὅντιν' ἂν τάξηι πόλις.

κἄπειτ' ἐγώ σοι σύμμαχος γενήσομαι;

τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;

χαίρων ἴθ'· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς

αὐτὸς πιέζειν τὴν τύχην ἡμᾶς λίαν.

 250Χο. ἥμαρτεν· ἐν νέοισι δ' ἀνθρώπων τόδε

ἔνεστι· συγγνώμην δὲ τῶιδ' ἔχειν χρεών.

[ἀλλ' ὡς ἰατρὸν τῶνδ', ἄναξ, ἀφίγμεθα.]

Αδ. οὔτοι δικαστήν ‹σ'› εἱλόμην ἐμῶν κακῶν

οὐδ', εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,

 255τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,

ἀλλ' ὡς ὀναίμην. εἰ δὲ μὴ βούληι τάδε,

στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;

ἄγ', ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην

αὐτοῦ λιποῦσαι φυλλάδος καταστεφῆ,

 260θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν

Δήμητρα θέμεναι μάρτυρ' ἡλίου τε φῶς

ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.

‹Χο.                                         ›

ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δ' ἡμεῖς χθονὸς

ταὐτὸν πατρῶιον αἷμα σοὶ κεκτήμεθα.

 265τί δρᾶις; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς

γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;

μὴ δῆτ'· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,

δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν

ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς

 270οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.

βᾶθι, τάλαιν', ἱερῶν δαπέδων ἄπο Περσεφονείας,

βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,

τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα 'γώ,

οὓς ὑπὸ Καδμείοισιν ἀπώλεσα τείχεσι κούρους.

 275[ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε†

ταλαίνας χέρας γεραιάς.]

πρός ‹σε› γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,

ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία·

 280οἴκτισαι ἀμφὶ τέκνων μ' ἱκέταν ἤ τιν' ἀλάταν†

οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.

μηδ' ἀτάφους, τέκνον, ἐν Κάδμου χθονὶ χάρματα θηρῶν

παῖδας ἐν ἡλικίαι τᾶι σᾶι κατίδηις, ἱκετεύω.

βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσιν

 285γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.

Θη. μῆτερ, τί κλαίεις λέπτ' ἐπ' ὀμμάτων φάρη

βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους

κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.

ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει

 290σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.

Αι. αἰαῖ. Θη. τὰ τούτων οὐχὶ σοὶ στενακτέον.

Αι. ὦ τλήμονες γυναῖκες. Θη. οὐ σὺ τῶνδ' ἔφυς.

Αι. εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;

Θη. ὡς πολλά γ' ἐστὶ κἀπὸ θηλειῶν σοφά.

 295Αι. ἀλλ' εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.

Θη. αἰσχρόν γ' ἔλεξας, χρήστ' ἔπη κρύπτειν φίλους.

Αι. οὔτοι σιωπῶσ' εἶτα μέμψομαί ποτε

τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,

οὐδ' ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν

 300δείσασ' ἀφήσω τῶι φόβωι τοὐμὸν καλόν.

ἐγὼ δέ σ', ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν

σκοπεῖν κελεύω μὴ σφαλῆις ἀτιμάσας·

[σφαλῆς γὰρ ἐν τούτωι μόνωι τἄλλ' εὖ φρονῶν.]

πρὸς τοῖσδε δ', εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν

 305τολμηρὸν εἶναι, κάρτ' ἂν εἶχον ἡσύχως.

νῦν δ' ἴσθι σοί τε τοῦθ' ὅσην τιμὴν φέρει

κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,

ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς

τάφου τε μοῖραν καὶ κτερισμάτων λαχεῖν

 310ἐς τήνδ' ἀνάγκην σῆι καταστῆσαι χερὶ

νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος

παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις

τοῦθ' ἔσθ', ὅταν τις τοὺς νόμους σώιζηι καλῶς.

ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίαι χερῶν,

 315πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,

δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου

ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,

οὗ δ' ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν

χρῆν ἐκπονῆσαι δειλὸς ὢν ἐφηυρέθης.

 320μὴ δῆτ' ἐμός γ' ὤν, ὦ τέκνον, δράσηις τάδε.

ὁρᾶις ἄβουλος ὡς κεκερτομημένη

τοῖς κερτομοῦσι γοργὸν ὄμμ' ἀναβλέπει

σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται·

αἱ δ' ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις

 325σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.

οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις

προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;

ὡς οὔτε ταρβῶ σὺν δίκηι σ' ὁρμώμενον

Κάδμου θ' ὁρῶσα λαὸν εὖ πεπραγότα

 330ἔτ' αὐτὸν ἄλλα βλήματ' ἐν κύβοις βαλεῖν

πέποιθ'· ὁ γὰρ θεὸς πάντ' ἀναστρέφει πάλιν.

Χο. ὦ φιλτάτη μοι, τῶιδέ τ' εἴρηκας καλῶς

κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.

Θη. ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι

 335ὀρθῶς ἔχουσ' ἐς τόνδε κἀπεφηνάμην

γνώμην ὑφ' οἵων ἐσφάλη βουλευμάτων.

ὁρῶ δὲ κἀγὼ ταῦθ' ἅπερ με νουθετεῖς,

ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις

φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ

 340ἔθος τόδ' εἰς Ἕλληνας ἐξεδειξάμην,

ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.

οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.

τί γάρ μ' ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,

ὅθ' ἡ τεκοῦσα χὐπερορρωδοῦσ' ἐμοῦ

 345πρώτη κελεύεις τόνδ' ὑποστῆναι πόνον;

δράσω τάδ'· εἶμι καὶ νεκροὺς ἐκλύσομαι

λόγοισι πείθων· εἰ δὲ μή, βίαι δορὸς

ἤδη τότ' ἔσται κοὐχὶ σὺν φθόνωι θεῶν.

δόξαι δὲ χρήιζω καὶ πόλει πάσηι τόδε,

 350δόξει δ' ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου

προσδοὺς ἔχοιμ' ἂν δῆμον εὐμενέστερον.

καὶ γὰρ κατέστησ' αὐτὸν ἐς μοναρχίαν

ἐλευθερώσας τήνδ' ἰσόψηφον πόλιν.

λαβὼν δ' Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων

 355ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε,

λεκτοὺς ἀθροίσας δεῦρ' Ἀθηναίων κόρους

ἥξω· παρ' ὅπλοις θ' ἥμενος πέμψω λόγους

Κρέοντι νεκρῶν σώματ' ἐξαιτούμενος.

ἀλλ', ὦ γεραιαί, σέμν' ἀφαιρεῖτε στέφη

 360μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω

φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ

δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων,

κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται

παίδων παρ' αὑτοῦ τοιάδ' ἃν τοκεῦσι δῶι.

 365Χο. ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,

‹τάδ'› ἐκλύετε, τάδ' ἐκλύετε

ἄνακτος ὅσια περὶ θεοὺς

καὶ μεγάλα Πελασγίαι

καὶ κατ' Ἄργος;

 370εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν

ἱκόμενος ἔτι ματέρος

ἄμυγμα φόνιον ἐξέλοι,

γᾶν δὲ φίλιον Ἰνάχου

θεῖτ' ὀνήσας.

καλὸν ‹δ'› ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος

χάριν τ' ἔχει τὰν ἐς αἰεί. τί μοι

 375πόλις κρανεῖ ποτ'; ἆρα φίλιά μοι τεμεῖ

καὶ τέκνοις ταφὰς ληψόμεσθα;

ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,

νόμους βροτῶν μὴ μιαίνειν. σύ τοι

σέβεις δίκαν, τὸ δ' ἧσσον ἀδικίαι νέμεις

 380δυστυχῆ τ' ἀεὶ πάντα ῥύηι.

Θη. τέχνην μὲν αἰεὶ τήνδ' ἔχων ὑπηρετεῖς

πόλει τε κἀμοὶ διαφέρων κηρύγματα.

ἐλθὼν δ' ὑπέρ τ' Ἀσωπὸν Ἰσμηνοῦ θ' ὕδωρ

σεμνῶι τυράννωι φράζε Καδμείων τάδε·

 385Θησεύς σ' ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,

συγγείτον' οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,

φίλον τε θέσθαι πάντ' Ἐρεχθειδῶν λεών.

κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος

στεῖχ'· ἢν δ' ἀπιστῶσ', οἵδε δεύτεροι λόγοι·

 390Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.

στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν

Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.

καὶ μὴν ἑκοῦσά γ' ἀσμένη τ' ἐδέξατο

πόλις πόνον τόνδ' ὡς θέλοντά μ' ἤισθετο.

 395ἔα· λόγων τίς ἐμποδὼν ὅδ' ἔρχεται;

Καδμεῖος, ὡς ἔοικεν οὐ σάφ' εἰδότι,

κῆρυξ. ἐπίσχες, ἤν σ' ἀπαλλάξηι πόνου

μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.

ΚΗΡΥΞ

τίς γῆς τύραννος; πρὸς τίν' ἀγγεῖλαί με χρὴ

 400λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς

Ἐτεοκλέους θανόντος ἀμφ' ἑπταστόμους

πύλας ἀδελφῆι χειρὶ Πολυνείκους ὕπο;

Θη. πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,

ζητῶν τύραννον ἐνθάδ'· οὐ γὰρ ἄρχεται

 405ἑνὸς πρὸς ἀνδρὸς ἀλλ' ἐλευθέρα πόλις.

δῆμος δ' ἀνάσσει διαδοχαῖσιν ἐν μέρει

ἐνιαυσίαισιν, οὐχὶ τῶι πλούτωι διδοὺς

τὸ πλεῖστον ἀλλὰ χὠ πένης ἔχων ἴσον.

Κη. ἓν μὲν τόδ' ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως

 410κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμ' ἄπο

ἑνὸς πρὸς ἀνδρὸς οὐκ ὄχλωι κρατύνεται·

οὐδ' ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις

πρὸς κέρδος ἴδιον ἄλλοτ' ἄλλοσε στρέφει,

τὸ δ' αὐτίχ' ἡδὺς καὶ διδοὺς πολλὴν χάριν

 415ἐσαῦθις ἔβλαψ', εἶτα διαβολαῖς νέαις

κλέψας τὰ πρόσθε σφάλματ' ἐξέδυ δίκης.

ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους

ὀρθῶς δύναιτ' ἂν δῆμος εὐθύνειν πόλιν;

ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους

 420κρείσσω δίδωσι. γαπόνος δ' ἀνὴρ πένης,

εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο

οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν' ἀποβλέπειν.

ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,

ὅταν πονηρὸς ἀξίωμ' ἀνὴρ ἔχηι

 425γλώσσηι κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.

Θη. κομψός γ' ὁ κῆρυξ καὶ παρεργάτης λόγων.

ἐπεὶ δ' ἀγῶνα καὶ σὺ τόνδ' ἠγωνίσω,

ἄκου'· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.

οὐδὲν τυράννου δυσμενέστερον πόλει,

 430ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι

κοινοί, κρατεῖ δ' εἷς τὸν νόμον κεκτημένος

αὐτὸς παρ' αὑτῶι· καὶ τόδ' οὐκέτ' ἔστ' ἴσον.

γεγραμμένων δὲ τῶν νόμων ὅ τ' ἀσθενὴς

ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,

 435ἔστιν δ' ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις

τὸν εὐτυχοῦντα ταὔθ' ὅταν κλύηι κακῶς,

νικᾶι δ' ὁ μείων τὸν μέγαν δίκαι' ἔχων.

τοὐλεύθερον δ' ἐκεῖνο· Τίς θέλει πόλει

χρηστόν τι βούλευμ' ἐς μέσον φέρειν ἔχων;

 440καὶ ταῦθ' ὁ χρήιζων λαμπρός ἐσθ', ὁ μὴ θέλων

σιγᾶι. τί τούτων ἔστ' ἰσαίτερον πόλει;

καὶ μὴν ὅπου γε δῆμος εὐθυντὴς χθονὸς

ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·

ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,

 445καὶ τοὺς ἀρίστους οὕς ‹τ'› ἂν ἡγῆται φρονεῖν

κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.

πῶς οὖν ἔτ' ἂν γένοιτ' ἂν ἰσχυρὰ πόλις

ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν

τομαῖς ἀφαιρῆι κἀπολωτίζηι νέους;

 450κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις

ὡς τῶι τυράννωι πλείον' ἐκμοχθῆι βίον;

ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,

τερπνὰς τυράννοις ἡδονὰς ὅταν θέληι,

δάκρυα δ' ἑτοιμάζουσι; μὴ ζώιην ἔτι

 455εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.

καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σ' ἐξηκόντισα.

ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;

κλαίων γ' ἂν ἦλθες, εἴ σε μὴ 'πεμψεν πόλις,

περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν

 460λέξανθ' ὅσ' ἂν τάξηι τις ὡς τάχος πάλιν

χωρεῖν. τὸ λοιπὸν δ' εἰς ἐμὴν πόλιν Κρέων

ἧσσον λάλον σου πεμπέτω τιν' ἄγγελον.

Χο. φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῶι

καλῶς, ὑβρίζουσ' ὡς ἀεὶ πράξοντες εὖ.

 465Κη λέγοιμ' ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων

σοὶ μὲν δοκείτω ταῦτ', ἐμοὶ δὲ τἀντία.

ἐγὼ δ' ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς

Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·

εἰ δ' ἔστιν ἐν γῆι, πρὶν θεοῦ δῦναι σέλας

 470λύσαντα σεμνὰ στεμμάτων μυστήρια

τῆσδ' ἐξελαύνειν, μηδ' ἀναιρεῖσθαι νεκροὺς

βίαι, προσήκοντ' οὐδὲν Ἀργείων πόλει.

κἂν μὲν πίθηι μοι, κυμάτων ἄτερ πόλιν

σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων

 475ἡμῖν τε καὶ σοὶ συμμάχοις τ' ἔσται δορός.

σκέψαι δὲ καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος

λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,

σφριγῶντ' ἀμείψηι μῦθον ἐκ βραχιόνων.

ἐλπὶς γάρ ἐστ' ἄπιστον, ἣ πολλὰς πόλεις

 480συνῆψ' ἄγουσα θυμὸν εἰς ὑπερβολάς.

ὅταν γὰρ ἔλθηι πόλεμος ἐς ψῆφον λεώ,

οὐδεὶς ἔθ' αὑτοῦ θάνατον ἐκλογίζεται,

τὸ δυστυχὲς δὲ τοῦτ' ἐς ἄλλον ἐκτρέπει.

εἰ δ' ἦν παρ' ὄμμα θάνατος ἐν ψήφου φορᾶι,

 485οὐκ ἄν ποθ' Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.

καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν

τὸν κρείσσον' ἴσμεν καὶ τὰ χρηστὰ καὶ κακὰ

ὅσωι τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·

ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη

 490Ποιναῖσι δ' ἐχθρά, τέρπεταί τ' εὐπαιδίαι

χαίρει δὲ πλούτωι. ταῦτ' ἀφέντες οἱ κακοὶ

πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα

δουλούμεθ', ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.

σὺ δ' ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,

 495θάπτων κομίζων θ' ὕβρις οὓς ἀπώλεσεν;

οὔ τἄρ' ἔτ' ὀρθῶς Καπανέως κεραύνιον

δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας

ὃς προσβαλὼν πύλαισιν ὤμοσεν πόλιν

πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέληι,

 500οὐδ' ἥρπασεν χάρυβδις οἰωνοσκόπον

τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,

ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται

πέτροις καταξανθέντες ὀστέων ῥαφάς.

ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διὸς

 505ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.

φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,

ἔπειτα τοκέας πατρίδα θ', ἣν αὔξειν χρεὼν

καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασὺς

νεώς τε ναύτης· ἥσυχος καιρῶι, σοφός.

 510καὶ τοῦτό τοι τἀνδρεῖον, ἡ προμηθία.

Χο. ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,

ὑμᾶς δ' ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδ' ὕβριν.

Αδ. ὦ παγκάκιστε Θη. σῖγ', Ἄδραστ', ἔχε στόμα

καὶ μὴ 'πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους

 515θῆις. οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε

ἀλλ' ὡς ἔμ'· ἡμᾶς κἀποκρίνασθαι χρεών.

καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ' ἀμείψομαι.

οὐκ οἶδ' ἐγὼ Κρέοντα δεσπόζοντ' ἐμοῦ

οὐδὲ σθένοντα μεῖζον, ὥστ' ἀναγκάσαι

 520δρᾶν τὰς Ἀθήνας ταῦτ'· ἄνω γὰρ ἂν ῥέοι

τὰ πράγμαθ', οὕτως εἰ 'πιταξόμεσθα δή.

πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,

ὃς οὐδὲ σὺν τοῖσδ' ἦλθον ἐς Κάδμου χθόνα·

νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν

 525οὐδ' ἀνδροκμῆτας προσφέρων ἀγωνίας,

θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον

σώιζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;

εἰ γάρ τι καὶ πεπόνθατ' Ἀργείων ὕπο,

τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,

 530αἰσχρῶς δ' ἐκείνοις, χἠ δίκη διοίχεται.

ἐάσατ' ἤδη γῆι καλυφθῆναι νεκρούς,

ὅθεν δ' ἕκαστον ἐς τὸ φῶς ἀφίκετο

ἐνταῦθ' ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,

τὸ σῶμα δ' ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα

 535ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,

κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.

δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;

ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,

εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν

 540ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει

τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῆι νόμος.

κἀμοὶ μὲν ἦλθες δείν' ἀπειλήσων ἔπη,

νεκροὺς δὲ ταρβεῖτ' εἰ κρυφήσονται χθονί;

τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν

 545ταφέντες ὑμῶν; ἢ τέκν' ἐν μυχοῖς χθονὸς

φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;

σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,

φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.

ἀλλ', ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·

 550παλαίσμαθ' ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ

οἱ μὲν τάχ', οἱ δ' ἐσαῦθις, οἱ δ' ἤδη βροτῶν·

τρυφᾶι δ' ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,

ὡς εὐτυχήσηι, τίμιος γεραίρεται,

ὅ τ' ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν

 555ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε

ἀδικουμένους τε μέτρια μὴ θυμῶι φέρειν

ἀδικεῖν τε τοιαῦθ' οἷα μὴ βλάψει πάλιν.

πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς

θάψαι δόθ' ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.

 560ἢ δῆλα τἀνθένδ'· εἶμι καὶ θάψω βίαι.

οὐ γάρ ποτ' εἰς Ἕλληνας ἐξοισθήσεται

ὡς εἰς ἔμ' ἐλθὼν καὶ πόλιν Πανδίονος

νόμος παλαιὸς δαιμόνων διεφθάρη.

Χο. θάρσει· τὸ γάρ τοι τῆς Δίκης σώιζων φάος

 565πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.

Κη. βούληι συνάψω μῦθον ἐν βραχεῖ τιθείς;

Θη. λέγ' εἴ τι βούληι· καὶ γὰρ οὐ σιγηλὸς εἶ.

Κη. οὐκ ἄν ποτ' ἐκ γῆς παῖδας Ἀργείων λάβοις.

Θη. κἀμοῦ νυν ἀντάκουσον, εἰ βούληι, πάλιν.

 570Κη. κλύοιμ' ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.

Θη. θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.

Κη. ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.

Θη. πολλοὺς ἔτλην δὴ χἀτέροις ἄλλους πόνους.

Κη. ἦ πᾶσιν οὖν ‹σ'› ἔφυσεν ἐξαρκεῖν πατήρ;

 575Θη. ὅσοι γ' ὑβρισταί· χρηστὰ δ' οὐ κολάζομεν.

Κη. πράσσειν σὺ πόλλ' εἴωθας ἥ τε σὴ πόλις.

Θη. τοιγὰρ πονοῦσα πολλὰ πόλλ' εὐδαιμονεῖ.

Κη. ἔλθ', ὥς σε λόγχη σπαρτὸς ἐν κόνει βάληι.

Θη. τίς δ' ἐκ δράκοντος θοῦρος ἂν γένοιτ' Ἄρης;

 580Κη. γνώσηι σὺ πάσχων· νῦν δ' ἔτ' εἶ νεανίας.

Θη. οὔτοι μ' ἐπαρεῖς ὥστε θυμοῦσθαι φρένας

τοῖς σοῖσι κόμποις· ἀλλ' ἀποστέλλου χθονὸς

λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών·

περαίνομεν γὰρ οὐδέν. ὁρμᾶσθαι χρεὼν

 585πάντ' ἄνδρ' ὁπλίτην ἁρμάτων τ' ἐπεμβάτην

μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα†

ἀφρῶι καταστάζοντα Καδμείων χθόνα.

χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας

 590αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων

αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,

Ἄδραστε, κἀμοὶ μὴ ἀναμείγνυσθαι τύχας

τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα

στρατηλατήσω καινὸς ἐν καινῶι δορί.

ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν ὅσοι

 595δίκην σέβονται. ταῦτα γὰρ ξυνόνθ' ὁμοῦ

νίκην δίδωσιν· ἁρετὴ δ' οὐδὲν φέρει

βροτοῖσιν ἢν μὴ τὸν θεὸν χρήιζοντ' ἔχηι.

Χο. ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,

ὥς μοι ὑφ' ἥπατι χλωρὸν δεῖμα ταράσσει†

 600‑ τίν' αὐδὰν τάνδε προσφέρεις νέαν;

‑ στράτευμα πᾶι Παλλάδος κριθήσεται.

‑ διὰ δορὸς εἶπας ἢ λόγων ξυναλλαγαῖς;

‑ γένοιτ' ἂν κέρδος· εἰ δ' ἀρείφατοι

φόνοι μάχαι στερνοτυπεῖς τ' ἀνὰ πτόλιν

 605κτύποι φανήσονται, τάλαινα τίνα λόγον,

τίν' ἂν τῶνδ' αἰτίαν λάβοιμι;

‑ ἀλλὰ τὸν εὐτυχίαι λαμπρὸν ἄν τις αἱροῖ

μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.

 610‑ δικαίους δαίμονας σύ γ' ἐννέπεις.

‑ τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;

‑ διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.

‑ φόβωι γὰρ τῶι πάρος διόλλυσαι.

δίκα δίκαν δ' ἐκάλεσε καὶ φόνος φόνον·

 615κακῶν δ' ἀναψυχὰς θεοὶ βροτοῖς νέμου-

σι, πάντων τέρμ' ἔχοντες αὐτοί.

‑ τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθ' ἄν,

Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι;

 620‑ ποτανὰν εἴ σέ τις θεῶν κτίσαι,

διπόταμον ἵνα πόλιν μόλοις,

εἰδείης ἂν φίλων

εἰδείης ἂν τύχας.

‑ τίς ποτ' αἶσα, τίς ἄρα πότμος

ἐπιμένει τὸν ἄλκιμον

 625τᾶσδε γᾶς ἄνακτα;

‑ κεκλημένους μὲν ἀνακαλούμεθ' αὖ θεούς·

ἀλλὰ φόβων πίστις ἅδε πρώτα.

‑ ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος

παιδογόνε πόριος Ἰνάχου,

 630πόλει μοι ξύμμαχος

γενοῦ τᾶιδ' εὐμενής.

‑ τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα

πόλεος ἐκκόμιζέ μοι

πρὸς πυρὰν ὑβρισθέν.

ΑΓΓΕΛΟΣ

γυναῖκες, ἥκω πόλλ' ἔχων λέγειν φίλα,

 635αὐτός τε σωθείς (ἡιρέθην γὰρ ἐν μάχηι

ἣν οἱ θανόντες ἑπτὰ δεσπόται λόχων

ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα)

νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε

μακροῦ ἀπολύσω· Καπανέως γὰρ ἦ λάτρις,

 640ὃν Ζεὺς κεραυνῶι πυρπόλωι καταιθαλοῖ.

Χο. ὦ φίλτατ', εὖ μὲν νόστον ἀγγέλλεις σέθεν

τήν τ' ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς

σῶς ἐστ' Ἀθηνῶν, πάντ' ἂν ἀγγέλλοις φίλα.

Αγ. σῶς καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν

 645πρᾶξαι ξὺν Ἀργείοισιν οὓς ἀπ' Ἰνάχου

στείλας ἐπεστράτευσε Καδμείων πόλιν.

Χο. πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος

ἔστησεν οἵ τε συμμετασχόντες δορός;

λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.

 650Αγ. λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,

ἔβαλλε γαῖαν· ἀμφὶ δ' Ἠλέκτρας πύλας

ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.

ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·

τευχεσφόρον μὲν λαὸν ἐκτείνοντ' ἄνω

 655Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,

αὐτόν τ' ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,

καὶ τοὺς σὺν αὐτῶι δεξιὸν τεταγμένους

κέρας, παλαιᾶς Κεκροπίας οἰκήτορας,

αὐτὸν†δὲ Πάραλον ἐστολισμένον δορὶ

 660κρήνην παρ' αὐτὴν Ἄρεος· ἱππότην ‹δ'› ὄχλον

πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον,

ἴσους ἀριθμόν· ἁρμάτων δ' ὀχήματα

ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.

Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων

 665νεκροὺς ὄπισθε θέμενος, ὧν ἔκειτ' ἀγών.

ἱππεῦσι δ' ἱππῆς ἦσαν ἀνθωπλισμένοι

τετραόροισί τ' ἀντί' ἅρμαθ' ἅρμασιν.

κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·

Σιγᾶτε, λαοί, σῖγα, Καδμείων στίχες,

 670ἀκούσαθ'· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,

θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον

σώιζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.

κοὐδὲν Κρέων τοῖσδ' ἀντεκήρυξεν λόγοις,

ἀλλ' ἧστ' ἐφ' ὅπλοις σῖγα. ποιμένες δ' ὄχων

 675τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·

πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους

παραιβάτας ἔστησαν ἐς τάξιν δορός.

χοἰ μὲν σιδήρωι διεμάχονθ', οἱ δ' ἔστρεφον

πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.

 680ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ

ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον

οἵ τ' αὖ τὸ Κάδμου διεφύλασσον ἱππικὸν

συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.

λεύσσων δὲ ταῦτα κοὐ κλύων (ἐκεῖ γὰρ ἦ

 685ἔνθ' ἅρματ' ἠγωνίζεθ' οἵ τ' ἐπεμβάται)

τἀκεῖ παρόντα πολλὰ πήματ' οὐκ ἔχω

τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν

κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,

ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους

 690ἱμᾶσιν, αἵματός τε φοινίου ῥοὰς

τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων

ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίαι

πρὸς ἁρμάτων τ' ἀγαῖσι λειπόντων βίον.

νικῶντα δ' ἵπποις ὡς ὑπείδετο στρατὸν

 695Κρέων τὸν ἐνθένδ', ἰτέαν λαβὼν χερὶ

χωρεῖ πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.

καὶ μὴν τὰ Θησέως γ' οὐκ ὄκνωι διεφθάρη,

ἀλλ' ἵετ' εὐθὺς λάμπρ' ἀναρπάσας ὅπλα.

κἀς μέσον ἅπαντα συμπατάξαντες στρατὸν

 700ἔκτεινον ἐκτείνοντο καὶ παρηγγύων

κελευσμὸν ἀλλήλοισι σὺν πολλῆι βοῆι·

Θεῖν'· Ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.

λόχος δ' ὀδόντων ὄφεος ἐξηνδρωμένος

δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας

 705τὸ λαιὸν ἡμῶν· δεξιοῦ δ' ἡσσώμενον

φεύγει τὸ κείνων· ἦν δ' ἀγὼν ἰσόρροπος.

κἀν τῶιδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·

οὐ γὰρ τὸ νικῶν τοῦτ' ἐκέρδαινεν μόνον

ἀλλ' ὤιχετ' ἐς τὸ κάμνον οἰκείου στρατοῦ.

 710ἔρρηξε δ' αὐδὴν ὥσθ' ὑπηχῆσαι χθόνα·

Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ

σπαρτῶν τόδ' ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.

θάρσος δ' ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῶι.

αὐτός θ' ὅπλισμα τοὐπιδαύριον λαβὼν

 715δεινῆς κορύνης διαφέρων ἐσφενδόνα

ὁμοῦ τραχήλους κἀπικειμένας κάραι

κυνέας θερίζων κἀποκαυλίζων ξύλωι.

μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.

ἐγὼ δ' ἀνηλάλαξα κἀνωρχησάμην

 720κἄκρουσα χεῖρας. οἱ δ' ἔτεινον ἐς πύλας.

βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν

νέων γερόντων ἱερά τ' ἐξεπίμπλασαν

φόβωι. παρὸν δὲ τειχέων ἔσω μολεῖν

Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν

 725μολεῖν ἔφασκεν ἀλλ' ἀπαιτήσων νεκρούς.

τοιόνδε τοι στρατηγὸν αἱρεῖσθαι χρεών,

ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος

μισεῖ θ' ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς

ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα

 730ζητῶν ἀπώλεσ' ὄλβον ὧι χρῆσθαι παρῆν.

Χο. νῦν τήνδ' ἄελπτον ἡμέραν ἰδοῦσ' ἐγὼ

θεοὺς νομίζω καὶ δοκῶ τὰς συμφορὰς

ἔχειν ἐλάσσους τῶνδε τεισάντων δίκην.

Αδ. ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς

 735φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα

δρῶμέν τε τοιαῦθ' ἃν σὺ τυγχάνηις θέλων.

ἡμῖν γὰρ ἦν τό τ' Ἄργος οὐχ ὑποστατὸν

αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν.

Ἐτεοκλέους δὲ σύμβασιν ποιουμένου,

 740μέτρια θέλοντος, οὐκ ἐχρήιζομεν λαβεῖν,

κἄπειτ' ἀπωλόμεσθ'· ὁ δ' αὖ τότ' εὐτυχής,

λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,

ὕβριζ', ὑβρίζων τ' αὖθις ἀνταπώλετο

Κάδμου κακόφρων λαός. ὦ κενοὶ βροτῶν,

 745οἳ τόξον ἐντείνοντες τοῦ καιροῦ πέρα†

καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακὰ

φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·

πόλεις τ', ἔχουσαι διὰ λόγου κάμψαι κακά,

φόνωι καθαιρεῖσθ' οὐ λόγωι τὰ πράγματα.

 750ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,

πῶς ἐξεσώθης· εἶτα τἄλλ' ἐρήσομαι.

Αγ. ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορός,

πύλας διῆλθον ἧιπερ εἰσήιει στρατός.

Αδ. ὧν δ' οὕνεχ' ἁγὼν ἦν νεκροὺς κομίζετε;

 755Αγ. ὅσοι γε κλεινοῖς ἕπτ' ἐφέστασαν λόχοις.

Αδ. πῶς φήις; ὁ δ' ἄλλος ποῦ κεκμηκότων ὄχλος;

Αγ. τάφωι δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.

Αδ. τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δ' ἔθαψέ νιν;

Αγ. Θησεύς, σκιώδης ἔνθ' Ἐλευθερὶς πέτρα.

 760Αδ. οὓς δ' οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;

Αγ. ἐγγύς· πέλας γὰρ πᾶν ὅτι σπουδάζεται.

Αδ. ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;

Αγ. οὐδεὶς ἐπέστη τῶιδε δοῦλος ὢν πόνωι.

‹Αδ.                                 ›

Αγ. φαίης ἂν εἰ παρῆσθ' ὅτ' ἠγάπα νεκρούς.

 765Αδ. ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;

Αγ. κἄστρωσέ γ' εὐνὰς κἀκάλυψε σώματα.

Αδ. δεινὸν μὲν ἦν βάσταγμα κἀισχύνην ἔχον.

Αγ. τί δ' αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;

Αδ. οἴμοι· πόσωι σφιν συνθανεῖν ἂν ἤθελον.

 770Αγ. ἄκραντ' ὀδύρηι ταῖσδέ τ' ἐξάγεις δάκρυ.

Αδ. δοκῶ μέν, αὐταί γ' εἰσὶν αἱ διδάσκαλοι.

ἀλλ' εἶμ' ἵν' αἴρω χεῖρ' ἀπαντήσας νεκροῖς

Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,

φίλους προσαυδῶν ὧν λελειμμένος τάλας

 775ἔρημα κλαίω. τοῦτο γὰρ μόνον βροτοῖς

οὐκ ἔστι τἀνάλωμ' ἀναλωθὲν λαβεῖν,

ψυχὴν βροτείαν· χρημάτων δ' εἰσὶν πόροι.

Χο. τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.

πόλει μὲν εὐδοξία

 780καὶ στρατηλάταις δορὸς

διπλάζεται τιμά·

ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη

πικρόν, καλὸν θέαμα δ' εἴπερ ὄψομαι,

τὰν ἄελπτον ἁμέραν

 785ἰδοῦσα, πάντων μέγιστον ἄλγος.

ἄγαμόν μ' ἔτι δεῦρ' ἀεὶ

Χρόνος παλαιὸς πατὴρ

ὤφελ' ἁμερᾶν κτίσαι.

τί γάρ μ' ἔδει παίδων;

 790τί μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι

πάθος περισσὸν εἰ γάμων ἀπεζύγην;

νῦν δ' ὁρῶ σαφέστατον

κακόν, τέκνων φιλτάτων στερεῖσα.

ἀλλὰ τάδ' ἤδη σώματα λεύσσω

 795τῶν οἰχομένων παίδων· μελέα

πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις

κοινὸν ἐς Ἅιδην καταβᾶσα;

Αδ. στεναγμόν, ὦ ματέρες,

τῶν κατὰ χθονὸς νεκρῶν

 800ἀπύσατ' ἀπύσατ' ἀντίφων' ἐμῶν

στεναγμάτων κλύουσαι.

Χο. ὦ παῖδες, ὦ πικρὸν φίλων

προσηγόρημα ματέρων,

προσαυδῶ σε τὸν θανόντα.

 805Αδ. ἰὼ ἰώ. ‹Χο.› τῶν γ' ἐμῶν κακῶν ἐγώ.

‹Αδ.› αἰαῖ. ‹Χο.                        ›

Αδ. ἐπάθομεν ὤ ‹Χο.› τὰ κύντατ' ἄλγη κακῶν.

Αδ. ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;

Χο. ὁρῶσι κἀμὲ τὰν τάλαι-

 810ναν τέκνων ἄπαιδα.

‹Αδ.› προσάγετ' ‹ἄγετε› δυσπότμων

σώμαθ' αἱματοσταγῆ,

σφαγέντας οὐκ ἄξι' οὐδ' ὑπ' ἀξίων,

ἐν οἷς ἀγὼν ἐκράνθη.

 815Χο. δόθ' ὡς περιπτυχαῖσι δὴ

χέρας προσαρμόσασ' ἐμοῖς

ἐν ἀγκῶσι τέκνα θῶμαι.

Αδ. ἔχεις ἔχεις Χο. πημάτων γ' ἅλις βάρος.

Αδ. αἰαῖ. ‹Χο.› τοῖς τεκοῦσι δ' οὐ λέγεις;

 820Αδ. ἀίετέ μου. Χο. στένεις ἐπ' ἀμφοῖν ἄχη.

Αδ. εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.

Χο. ἐμὸν δὲ μήποτ' ἐζύγη

δέμας ἐς ἀνδρὸς εὐνάν.

Αδ. ἴδετε κακῶν πέλαγος, ὦ ματέρες

 825τάλαιναι τέκνων.

Χο. κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθ', ἀμφὶ δὲ

σποδὸν κάραι κεχύμεθα.

Αδ. ἰὼ ἰώ μοί μοι·

κατά με πέδον γᾶς ἕλοι,

 830διὰ δὲ θύελλα σπάσαι,

πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάραι πέσοι.

Χο. πικροὺς ἐσεῖδες γάμους,

πικρὰν δὲ Φοίβου φάτιν·

 835ἐς ἡμᾶς ἁ πολύστονος λιποῦσ'

Οἰδιπόδα δώματ' ἦλθ' Ἐρινύς.

Θη. μέλλων σ' ἐρωτᾶν ἡνίκ' ἐξήντλεις στρατῶι

γόους ἀφήσω†τοὺς ἐκεῖ μὲν ἐκλιπὼν

 840εἴασα μύθους, νῦν δ', Ἄδραστ', ἀνιστορῶ·

πόθεν ποθ' οἵδε διαπρεπεῖς εὐψυχίαι

θνητῶν ἔφυσαν; εἰπὲ δ' ὡς σοφώτερος

νέοισιν ἀστῶν τῶνδ'· ἐπιστήμων γὰρ εἶ.

εἶδον γὰρ αὐτῶν κρείσσον' ἢ λέξαι λόγωι

 845τολμήμαθ' οἷς ἤλπιζον αἱρήσειν πόλιν.

ἓν δ' οὐκ ἐρήσομαί σε, μὴ γέλωτ' ὄφλω,

ὅτωι ξυνέστη τῶνδ' ἕκαστος ἐν μάχηι

ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.

κενοὶ γὰρ οὗτοι τῶν τ' ἀκουόντων λόγοι

 850καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχηι βεβὼς

λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς

σαφῶς ἀπήγγειλ' ὅστις ἐστὶν ἁγαθός.

οὐκ ἂν δυναίμην οὔτ' ἐρωτῆσαι τάδε

οὔτ' αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·

 855μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖ' ὁρᾶν

δύναιτ' ἂν ἑστὼς πολεμίοις ἐναντίος.

Αδ. ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι

δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι

φίλων ἀληθῆ καὶ δίκαι' εἰπεῖν πέρι.

 860ὁρᾶις τὸ λάβρον οὗ βέλος διέπτατο;

Καπανεὺς ὅδ' ἐστίν· ὧι βίος μὲν ἦν πολύς,

ἥκιστα δ' ὄλβωι γαῦρος ἦν· φρόνημα δὲ

οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,

φεύγων τραπέζαις ὅστις ἐξογκοῖτ' ἄγαν

 865τἀρκοῦντ' ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾶι

τὸ χρηστὸν εἶναι, μέτρια δ' ἐξαρκεῖν ἔφη.

φίλοις τ' ἀληθὴς ἦν φίλος παροῦσί τε

καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.

ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,

 870ἄκρατον οὐδὲν οὔτ' ἐς οἰκέτας ἔχων

οὔτ' ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω

Ἐτέοκλον, ἄλλην χρηστότητ' ἠσκηκότα.

νεανίας ἦν τῶι βίωι μὲν ἐνδεής,

πλείστας δὲ τιμὰς ἔσχ' ἐν Ἀργείαι χθονί.

 875φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων

οὐκ εἰσεδέξατ' οἶκον ὥστε τοὺς τρόπους

δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.

τοὺς δ' ἐξαμαρτάνοντας οὐχὶ τὴν πόλιν

ἤχθαιρ'· ἐπεί τοι κοὐδὲν αἰτία πόλις

 880κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.

ὁ δ' αὖ τρίτος τῶνδ' Ἱππομέδων τοιόσδ' ἔφυ·

παῖς ὢν ἐτόλμησ' εὐθὺς οὐ πρὸς ἡδονὰς

Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,

ἀγροὺς δὲ ναίων σκληρὰ τῆι φύσει διδοὺς

 885ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τ' ἄγρας ἰὼν

ἵπποις τε χαίρων τόξα τ' ἐντείνων χεροῖν,

πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.

ὁ τῆς κυναγοῦ δ' ἄλλος Ἀταλάντης γόνος

παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,

 890Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ' ἐπ' Ἰνάχου ῥοὰς

παιδεύεται κατ' Ἄργος. ἐκτραφεὶς δ' ἐκεῖ

πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,

λυπηρὸς οὐκ ἦν οὐδ' ἐπίφθονος πόλει

οὐδ' ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς

 895μάλιστ' ἂν εἴη δημότης τε καὶ ξένος.

λόχοις δ' ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς

ἤμυνε χώραι, χὠπότ' εὖ πράσσοι πόλις

ἔχαιρε, λυπρῶς δ' ἔφερεν εἴ τι δυστυχοῖ.

πολλοὺς δ' ἐραστὰς κἀπὸ θηλειῶν ὅσας†

 900ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.

Τυδέως δ' ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·

[οὐκ ἐν λόγοις ἦν λαμπρὸς ἀλλ' ἐν ἀσπίδι

δεινὸς σοφιστὴς πολλά τ' ἐξευρεῖν σοφά.

γνώμηι δ' ἀδελφοῦ Μελεάγρου λελειμμένος

 905ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,

εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι.]

φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ

ἐν τοῖσιν ἔργοις οὐχὶ τοῖς λόγοις ἴσον.

ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,

 910Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.

τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·

αἰσχύνεται δὲ τἀγάθ' ἀσκήσας ἀνὴρ

κακὸς γενέσθαι πᾶς τις. ἡ δ' εὐανδρία

διδακτόν, εἴπερ καὶ βρέφος διδάσκεται

 915λέγειν ἀκούειν θ' ὧν μάθησιν οὐκ ἔχει.

ἃ δ' ἂν μάθηι τις, ταῦτα σώιζεσθαι φιλεῖ

πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.

Χο. ἰὼ τέκνον, δυστυχῆ

σ' ἔτρεφον ἔφερον ὑφ' ἥπατος

 920πόνους ἐνεγκοῦσ' ἐν ὠδῖσι· καὶ

νῦν τὸν ἐμὸν Ἀίδας

ἔχει μόχθον ἀθλίας,

ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσ'

ἁ τάλαινα παῖδα.

 925Θη. καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον

θεοὶ ζῶντ' ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς

αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς.

τὸν Οἰδίπου δὲ παῖδα, Πολυνείκη λέγω,

ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθ' ἄν.

 930ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν

φυγῆι πρὸς Ἄργος διαβαλεῖν αὐθαιρέτωι.

ἀλλ' οἶσθ' ὃ δρᾶν σε βούλομαι τούτων πέρι;

Αδ. οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.

Θη. τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ

 935Αδ. ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;

Θη. ναί· τοὺς δέ γ' ἄλλους πάντας ἐν μιᾶι πυρᾶι.

Αδ. ποῦ δῆτα θήσεις μνῆμα τῶιδε χωρίσας;

Θη. αὐτοῦ παρ' οἴκους τούσδε συμπήξας τάφον.

Αδ. οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.

 940Θη. ἡμῖν δέ γ' οἵδε· στειχέτω δ' ἄχθη νεκρῶν.

Αδ. ἴτ', ὦ τάλαιναι μητέρες, τέκνων πέλας.

Θη. ἥκιστ', Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.

Αδ. πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;

Θη. ὄλοιντ' ἰδοῦσαι τούσδ' ἂν ἠλλοιωμένους.

 945Αδ. πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.

Θη. τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;

Αδ. νικᾶις. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ

Θησεύς. ὅταν δὲ τούσδε προσθῶμεν πυρί,

ὀστᾶ προσάξεσθ'. ὦ ταλαίπωροι βροτῶν,

 950τί κτᾶσθε λόγχας καὶ κατ' ἀλλήλων φόνους

τίθεσθε; παύσασθ', ἀλλὰ λήξαντες πόνων

ἄστη φυλάσσεθ' ἥσυχοι μεθ' ἡσύχων.

σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ

ὡς ῥᾶιστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.

 955Χο. οὐκέτ' εὔτεκνος, οὐκέτ' εὔ-

παις, οὐδ' εὐτυχίας μέτε-

στίν μοι κουροτόκοις ἐν Ἀργείαις·

οὐδ' Ἄρτεμις λοχία

προσφθέγξαιτ' ἂν τὰς ἀτέκνους.

 960δυσαίων δ' ὁ βίος,

πλαγκτὰ δ' ὡσεί τις νεφέλα

πνευμάτων ὕπο δυσχίμων ἀίσσω.

ἑπτὰ ματέρες ἑπτὰ κού-

ρους ἐγεινάμεθ' αἱ ταλαί-

 965πωροι κλεινοτάτους ἐν Ἀργείοις·

καὶ νῦν ἄπαις ἄτεκνος

γηράσκω δυστανοτάτως,

οὔτ' ἐν φθιμένοισιν

οὔτ' ἐν ζωοῖσιν ἀριθμουμένη,

 970χωρὶς δή τινα τῶνδ' ἔχουσα μοῖραν.

ὑπολελειμμένα μοι δάκρυα·

μέλεα παιδὸς ἐν οἴκοις

κεῖται μνήματα, πένθιμοι

κουραὶ κἀστέφανοι κόμαι

‹λοιβαί τε νεκύων φθιμένων›

 975ἀοιδαί θ' ἃς χρυσοκόμας

Ἀπόλλων οὐκ ἐνδέχεται·

γόοισι δ' ὀρθρευομένα

δάκρυσι νοτερὸν ἀεὶ πέπλων

πρὸς στέρνωι πτύχα τέγξω.

 980καὶ μὴν θαλάμας τάσδ' ἐσορῶ δὴ

Καπανέως ἤδη τύμβον θ' ἱερὸν

μελάθρων τ' ἐκτὸς

Θησέως ἀναθήματα νεκροῖς,

κλεινήν τ' ἄλοχον τοῦ καπφθιμένου

 985τοῦδε κεραυνῶι πέλας Εὐάδνην,

ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.

τί ποτ' αἰθερίαν ἕστηκε πέτραν

ἣ τῶνδε δόμων ὑπερακρίζει,

τήνδ' ἐμβαίνουσα κέλευθον;

 990ΕΥΑΔΝΗ

τί φέγγος, τίν' αἴγλαν

ἐδίφρευε τόθ' ἅλιος

σελάνα τε κατ' αἰθέρα

λαμπάδ' ἵν' ὠκυθόαι νύμφαι

ἱππεύουσι δι' ὀρφναίας,

 995ἁνίκα ‹         › γάμων

τῶν ἐμῶν πόλις Ἄργους

ἀοιδαῖς εὐδαιμονίας

ἐπύργωσε καὶ γαμέτα

χαλκεοτευχέος Καπανέως;

1000πρὸς δ' ἔβαν δρομὰς ἐξ ἐμῶν

οἴκων ἐκβακχευσαμένα

πυρᾶς φῶς τάφον τε

ματεύουσα τὸν αὐτόν,

ἔμμοχθον καταλύσουσ'

ἐς Ἅιδαν

1005βίοτον αἰῶνός τε πόνους·

ἥδιστος γάρ τοι θάνατος

συνθνήισκειν θνήισκουσι φίλοις,

εἰ δαίμων τάδε κραίνοι.

Χο. καὶ μὴν ὁρᾶις τήνδ' ἧς ἐφέστηκας πέλας

1010πυράν, Διὸς θησαυρόν, ἔνθ' ἔνεστι σὸς

πόσις, δαμασθεὶς λαμπάσιν κεραυνίοις.

Ευ. ὁρῶ δὴ τελευτὰν

ἵν' ἕστακα· τύχα δέ μοι

ξυνάπτοι ποδὸς ἅλματι

1015εὐκλείας χάριν ἔνθεν ὁρ-

μάσω τᾶσδ' ἀπὸ πέτρας

πηδήσασα πυρὸς ἔσω†

σῶμά τ' αἴθοπι φλογμῶι

1020πόσει συμμείξασα φίλωι,

χρῶτα χροῒ πέλας θεμένα,

Φερσεφόνας ἥξω θαλάμους,

σὲ τὸν θανόντ' οὔποτ' ἐμᾶι

προδοῦσα ψυχᾶι κατὰ γᾶς.

1025ἴτω φῶς γάμοι τε·

εἴθε τινὲς εὐναὶ†

δικαίων ὑμεναίων

ἐν Ἄργει

φανῶσι τέκνοισιν

ὁ σὸς δ'†εὐναῖος γαμέτας

συντηχθεὶς αὔραις ἀδόλοις

1030γενναίας ἀλόχοιο.

Χο. καὶ μὴν ὅδ' αὐτὸς σὸς πατὴρ βαίνει πέλας

γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,

οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.

ΙΦΙΣ

ὦ δυστάλαιναι, δυστάλας δ' ἐγὼ γέρων,

1035ἥκω διπλοῦν πένθημ' ὁμαιμόνων ἔχων,

τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ

Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρὸν

ζητῶν τ' ἐμὴν παῖδ', ἣ δόμων ἐξώπιος

βέβηκε πηδήσασα Καπανέως δάμαρ,

1040θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν

τὸν πρόσθ' ἐφρουρεῖτ' ἐν δόμοις· ἐπεὶ δ' ἐγὼ

φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,

βέβηκεν. ἀλλὰ τῆιδέ νιν δοξάζομεν

μάλιστ' ἂν εἶναι. φράζετ' εἰ κατείδετε.

1045Ευ. τί τάσδ' ἐρωτᾶις; ἥδ' ἐγὼ πέτρας ἔπι

ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς

δύστηνον αἰώρημα κουφίζω, πάτερ.

Ιφ. τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν

δόμων ὑπεκβᾶσ' ἦλθες ἐς τήνδε χθόνα;

1050Ευ. ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων

κλύων· ἀκοῦσαι δ' οὔ σε βούλομαι, πάτερ.

Ιφ. τί δ'; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;

Ευ. κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.

Ιφ. σκευῆι δὲ τῆιδε τοῦ χάριν κοσμεῖς δέμας;

1055Ευ. θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.

Ιφ. ὡς οὐκ ἐπ' ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.

Ευ. ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.

Ιφ. κἄπειτα τύμβωι καὶ πυρᾶι φαίνηι πέλας;

Ευ. ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.

1060Ιφ. νικῶσα νίκην τίνα; μαθεῖν χρήιζω σέθεν.

Ευ. πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.

Ιφ. ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίαι;

Ευ. ἀρετῆι· πόσει γὰρ συνθανοῦσα κείσομαι.

Ιφ. τί φήις; τί τοῦτ' αἴνιγμα σημαίνει σαθρόν;

1065Ευ. ἄισσω θανόντος Καπανέως τήνδ' ἐς πυράν.

Ιφ. ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς;

Ευ. τοῦτ' αὐτὸ χρήιζω, πάντας Ἀργείους μαθεῖν.

Ιφ. ἀλλ' οὐδέ τοι σοὶ πείσομαι δρώσηι τάδε.

Ευ. ὅμοιον· οὐ γὰρ μὴ κίχηις μ' ἑλὼν χερί.

1070καὶ δὴ παρεῖται σῶμα, σοὶ μὲν οὐ φίλον,

ἡμῖν δὲ καὶ τῶι συμπυρουμένωι πόσει.

Χο. ἰώ,

γύναι, δεινὸν ἔργον ἐξειργάσω.

Ιφ. ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.

Χο. ἒ ἔ,

σχέτλια τάδε παθών,

1075τὸ πάντολμον ἔργον ὄψηι τάλας;

Ιφ. οὐκ ἄν τιν' εὕροιτ' ἄλλον ἀθλιώτερον.

Χο. ἰὼ τάλας·

μετέλαχες τύχας Οἰδιπόδα, γέρον,

μέρος καὶ σὺ ‹καὶ› πόλις ἐμὰ τλάμων.

1080Ιφ. οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,

νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;

ἀλλ' ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχηι

γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,

αἰῶνα δ' οὐκ ἔξεστιν. εἰ δ' ἦμεν νέοι

1085δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανεν

διπλοῦ βίου λαχόντες ἐξωρθούμεθ' ἄν.

ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους

παίδων ἐραστὴς ἦ πόθωι τ' ἀπωλλύμην.

εἰ δ' ἐς τόδ' ἦλθον κἀξεπειράθην τέκνων†

1090οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,

οὐκ ἄν ποτ' ἐς τόδ' ἦλθον εἰς ὃ νῦν κακόν.

[ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν

ἄριστον εἶτα τοῦδε νῦν στερίσκομαι.]

εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;

1095στείχειν πρὸς οἴκους; κἆιτ' ἐρημίαν ἴδω

πολλὴν μελάθρων ἀπορίαν τ' ἐμῶι βίωι;

ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;

ἥδιστα πρίν γε δῆθ' ὅτ' ἦν παῖς ἥδε μοι.

ἀλλ' οὐκέτ' ἔστιν, ἥ γ' ἐμὴν γενειάδα

1100προσήγετ' αἰεὶ στόματι καὶ κάρα τόδε

κατεῖχε χερσίν. οὐδὲν ἥδιον πατρὶ

γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες

ψυχαί, γλυκεῖαι δ' ἧσσον ἐς θωπεύματα.

οὐχ ὡς τάχιστα δῆτά μ' ἄξετ' ἐς δόμους

1105σκότωι τε δώσετ', ἔνθ' ἀσιτίαις ἐμὸν

δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ;

τί μ' ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;

ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σ' ἔχων,

μισῶ δ' ὅσοι χρήιζουσιν ἐκτείνειν βίον

1110βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασιν

παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν·

οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,

θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.

Χο. ἰώ·

τάδε δὴ παίδων ἤδη φθιμένων

1115ὀστᾶ φέρεται. λάβετ', ἀμφίπολοι,

γραίας ἀμενοῦς (οὐ γὰρ ἔνεστιν

ῥώμη παίδων ὑπὸ πένθους)

πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ

καταλειβομένης τ' ἄλγεσι πολλοῖς.

1120τί γὰρ ἂν μεῖζον τοῦδ' ἔτι θνητοῖς

πάθος ἐξεύροις

ἢ τέκνα θανόντ' ἐσιδέσθαι;

ΠΑΙΔΕΣ

φέρω φέρω,

τάλαινα μᾶτερ, ἐκ πυρᾶς πατρὸς μέλη,

1125βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπο,

ἐν δ' ὀλίγωι τἀμὰ πάντα συνθείς.

Χο. ἰὼ ἰώ,

παῖ, δάκρυα φέρεις φίλαι

ματρὶ τῶν ὀλωλότων

σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων

1130εὐδοκίμων δή ποτ' ἐν Μυκήναις.

Πα. ἄπαις ἄπαις·

ἐγὼ δ' ἔρημος ἀθλίου πατρὸς τάλας

ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,

οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.

Χο. ἰὼ ἰώ·

ποῦ δὲ πόνος ἐμῶν τέκνων,

1135ποῦ λοχευμάτων χάρις

τροφαί τε ματρὸς ἄυπνά τ' ὀμμάτων τέλη·

καὶ φίλιαι προσβολαὶ προσώπων;

Πα. βεβᾶσιν, οὐκέτ' εἰσίν· οἴμοι πάτερ·

βεβᾶσιν. ‹Χο.› αἰθὴρ ἔχει νιν ἤδη,

1140πυρὸς τετακότας σποδῶι·

ποτανοὶ δ' ἤνυσαν τὸν Ἅιδαν.

‹Πα.› πάτερ, σὺ μὲν σῶν†κλύεις τέκνων γόους;

ἆρ' ἀσπιδοῦχος ἔτι ποτ' ἀντιτείσομαι

σὸν φόνον; εἰ γὰρ γένοιτο τέκνον.

1145‹Πα.› ἔτ' ἂν θεοῦ θέλοντος ἔλθοι δίκα

πατρῶιος. ‹Χο.› οὔπω κακὸν τόδ' εὕδει;

αἰαῖ τύχας· ἅλις γόων,

ἅλις ‹δ'› ἀλγέων ἐμοὶ πάρεστιν.

‹Πα.› ἔτ' Ἀσωποῦ με δέξεται γάνος

1150χαλκέοις ‹ἐν› ὅπλοις Δαναϊδᾶν στρατηλάταν,

τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.

‹Πα.› ἔτ' εἰσορᾶν σε, πάτερ, ἐπ' ὀμμάτων δοκῶ

‹Χο.› φίλαν φίλημα παρὰ γένυν τιθέντα σοί.

‹Πα.› λόγων δὲ παρακέλευσμα σῶν

1155ἀέρι φερόμενον οἴχεται.

Χο. δυοῖν δ' ἄχη, ματρί τ' ἔλιπεν,

σέ τ' οὔποτ' ἄλγη πατρῶια λείψει.

‹Πα.› ἔχω τοσόνδε βάρος ὅσον μ' ἀπώλεσεν.

‹Χο.› φέρ', ἀμφὶ μαστὸν ὑποβάλω σποδὸν ‹    ›.

1160Πα. ἔκλαυσα τόδε κλύων ἔπος

στυγνότατον· ἔθιγέ μου φρενῶν.

Χο. ὦ τέκνον, ἔβας· οὐκέτι φίλον

φίλας ἄγαλμ' ὄψομαί σε ματρός.

1165Θη. Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,

ὁρᾶτε παῖδας τούσδ' ἔχοντας ἐν χεροῖν

πατέρων ἀρίστων σώμαθ' ὧν ἀνειλόμην·

τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.

ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους

1170σώιζειν, ὁρῶντας ὧν ἐκύρσατ' ἐξ ἐμοῦ,

παισίν θ' ὑπειπεῖν τοῖσδε τοὺς αὐτοὺς λόγους,

τιμᾶν πόλιν τήνδ', ἐκ τέκνων ἀεὶ τέκνοις

μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.

Ζεὺς δὲ ξυνίστωρ οἵ τ' ἐν οὐρανῶι θεοὶ

1175οἵων ὑφ' ἡμῶν στείχετ' ἠξιωμένοι.

Αδ. Θησεῦ, ξύνισμεν πάνθ' ὅσ' Ἀργείαν χθόνα

δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν

χάριν τ' ἀγήρων ἕξομεν· γενναῖα γὰρ

παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.

1180Θη. τί δῆτ' ἔθ' ὑμῖν ἄλλ' ὑπουργῆσαί με χρή;

Αδ. χαῖρ'· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.

Θη. ἔσται τάδ'· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.

ΑΘΗΝΑ

ἄκουε, Θησεῦ, τούσδ' Ἀθηναίας λόγους,

ἃ χρή σε δρᾶσαι, δρῶντα δ' ὠφελεῖν τάδε.

1185μὴ δῶις τάδ' ὀστᾶ τοῖσδ' ἐς Ἀργείαν χθόνα

παισὶν κομίζειν ῥαιδίως οὕτω μεθείς,

ἀλλ' ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων

πρῶτον λάβ' ὅρκον. τόνδε δ' ὀμνύναι χρεὼν

Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν,

1190πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.

ὁ δ' ὅρκος ἔσται μήποτ' Ἀργείους χθόνα

ἐς τήνδ' ἐποίσειν πολέμιον παντευχίαν

ἄλλων τ' ἰόντων ἐμποδὼν θήσειν δόρυ.

ἢν δ' ὅρκον ἐκλιπόντες ἔλθωσιν πόλιν,

1195κακῶς ὀλέσθαι πρόστρεπ' Ἀργείων χθόνα.

ἐν ὧι δὲ τέμνειν σφάγια χρή σ' ἄκουέ μου.

ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,

ὃν Ἰλίου ποτ' ἐξαναστήσας βάθρα

σπουδὴν ἐπ' ἄλλην Ἡρακλῆς ὁρμώμενος

1200στῆσαί σ' ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.

ἐν τῶιδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν

ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλωι κύτει

κἄπειτα σώιζειν θεῶι δὸς ὧι Δελφῶν μέλει,

μνημεῖά θ' ὅρκων μαρτύρημά θ' Ἑλλάδι.

1205ἧι δ' ἂν διοίξηις σφάγια καὶ τρώσηις φόνον

ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς

κρύψον παρ' αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν.

φόβον γὰρ αὐτοῖς, ἤν ποτ' ἔλθωσιν πόλιν,

δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.

1210δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.

τεμένη δ', ἵν' αὐτῶν σώμαθ' ἡγνίσθη πυρί,

μέθες παρ' αὐτὴν τρίοδον Ἰσθμίαν θεῶι.

σοὶ μὲν τάδ' εἶπον· παισὶ δ' Ἀργείων λέγω·

πορθήσεθ' ἡβήσαντες Ἰσμηνοῦ πόλιν

1215πατέρων θανόντων ἐκδικάζοντες φόνον,

σύ τ' ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης

νέος κατάστας παῖς τ' ἀπ' Αἰτωλῶν μολὼν

Τυδέως, ὃν ὠνόμαζε Διομήδη πατήρ.

ἀλλ' οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν

1220καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν

ἑπτάστομον πύργωμα Καδμείων ἔπι.

πικροὶ γὰρ αὐτοῖς ἥξετ' ἐκτεθραμμένοι

σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.

κοὐκ ἔστιν ἄλλως. Ἐπίγονοι δ' ἀν' Ἑλλάδα

1225κληθέντες ὠιδὰς ὑστέροισι θήσετε·

τοῖον στράτευμα σὺν θεῶι πορεύσετε.

Θη. δέσποιν' Ἀθάνα, πείσομαι λόγοισι σοῖς·

σὺ γάρ μ' ἀπορθοῖς ὥστε μὴ 'ξαμαρτάνειν.

καὶ τόνδ' ἐν ὅρκοις ζεύξομαι. μόνον σύ με

1230ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει

οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.

Χο. στείχωμεν, Ἄδρασθ', ὅρκια δῶμεν

τῶιδ' ἀνδρὶ πόλει τ'· ἄξια δ' ἡμῖν

προμεμοχθήκασι σέβεσθαι.