7720 701 9 7 15 197 429-425 a. C. Tragedia Euripides Andromacha Diggle, J., Oxford, Clarendon Press, 1984. 139

EURIPIDES - Andromacha - ΑΝΔΡΟΜΑΧΗ

ΑΝΔΡΟΜΑΧΗ

Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλις,

ὅθεν ποθ' ἕδνων σὺν πολυχρύσωι χλιδῆι

Πριάμου τύραννον ἑστίαν ἀφικόμην

δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,

   5ζηλωτὸς ἔν γε τῶι πρὶν Ἀνδρομάχη χρόνωι,

νῦν δ', εἴ τις ἄλλη, δυστυχεστάτη γυνή

[ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε]·

ἥτις πόσιν μὲν Ἕκτορ' ἐξ Ἀχιλλέως

θανόντ' ἐσεῖδον, παῖδά θ' ὃν τίκτω πόσει

  10ῥιφθέντα πύργων Ἀστυάνακτ' ἀπ' ὀρθίων,

ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·

αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων

οἴκων νομισθεῖσ' Ἑλλάδ' εἰσαφικόμην

τῶι νησιώτηι Νεοπτολέμωι δορὸς γέρας

  15δοθεῖσα λείας Τρωϊκῆς ἐξαίρετον.

Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας

σύγχορτα ναίω πεδί', ἵν' ἡ θαλασσία

Πηλεῖ ξυνώικει χωρὶς ἀνθρώπων Θέτις

φεύγουσ' ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς

  20Θετίδειον αὐδᾶι θεᾶς χάριν νυμφευμάτων.

ἔνθ' οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,

Πηλέα δ' ἀνάσσειν γῆς ἐᾶι Φαρσαλίας,

ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.

κἀγὼ δόμοις τοῖσδ' ἄρσεν' ἐντίκτω κόρον,

  25πλαθεῖσ' Ἀχιλλέως παιδί, δεσπότηι δ' ἐμῶι.

καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως

ἐλπίς μ' ἀεὶ προῆγε σωθέντος τέκνου

ἀλκήν τιν' εὑρεῖν κἀπικούρησιν κακῶν·

ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ

  30τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,

κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.

λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις

τίθημ' ἄπαιδα καὶ πόσει μισουμένην,

αὐτὴ δὲ ναίειν οἶκον ἀντ' αὐτῆς θέλω

  35τόνδ', ἐκβαλοῦσα λέκτρα τἀκείνης βίαι·

ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ' ἐδεξάμην,

νῦν δ' ἐκλέλοιπα· Ζεὺς τάδ' εἰδείη μέγας,

ὡς οὐχ ἑκοῦσα τῶιδ' ἐκοινώθην λέχει.

ἀλλ' οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,

  40πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾶι τάδε.

καὶ νῦν κατ' οἴκους ἔστ', ἀπὸ Σπάρτης μολὼν

ἐπ' αὐτὸ τοῦτο· δειματουμένη δ' ἐγὼ

δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον

θάσσω τόδ' ἐλθοῦσ', ἤν με κωλύσηι θανεῖν.

  45Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως

σέβουσιν, ἑρμήνευμα Νηρῆιδος γάμων.

ὃς δ' ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθραι

ἄλλους ἐς οἴκους, μὴ θάνηι φοβουμένη.

ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ' ἐμοὶ πάρα

  50προσωφελῆσαι παιδί τ' οὐδέν ἐστ', ἀπὼν

Δελφῶν κατ' αἶαν, ἔνθα Λοξίαι δίκην

δίδωσι μανίας, ἧι ποτ' ἐς Πυθὼ μολὼν

ἤιτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,

εἴ πως τὰ πρόσθε σφάλματ' ἐξαιτούμενος

  55θεὸν παράσχοιτ' ἐς τὸ λοιπὸν εὐμενῆ.

ΘΕΡΑΠΑΙΝΑ

δέσποιν', ἐγώ τοι τοὔνομ' οὐ φεύγω τόδε

καλεῖν σ', ἐπείπερ καὶ κατ' οἶκον ἠξίουν

τὸν σόν, τὸ Τροίας ἡνίκ' ὠικοῦμεν πέδον,

εὔνους δ' ἐκεῖ σοι ζῶντί τ' ἦ τῶι σῶι πόσει·

  60καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,

φόβωι μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,

οἴκτωι δὲ τῶι σῶι· δεινὰ γὰρ βουλεύεται

Μενέλαος ἐς σὲ παῖς θ', ἅ σοι φυλακτέα.

Αν. ὦ φιλτάτη σύνδουλε (σύνδουλος γὰρ εἶ

  65τῆι πρόσθ' ἀνάσσηι τῆιδε, νῦν δὲ δυστυχεῖ),

τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,

κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;

Θε. τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,

κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου·

φροῦδος δ' ἐπ' αὐτὸν Μενέλεως δόμων ἄπο.

  70Αν. οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;

πόθεν ποτ'; ὦ δύστηνος, ὡς ἀπωλόμην.

Θε. οὐκ οἶδ', ἐκείνων δ' ἠισθόμην ἐγὼ τάδε.

Αν. ἀπωλόμην ἄρ'. ὦ τέκνον, κτενοῦσί σε

  75δισσοὶ λαβόντες γῦπες, ὁ δὲ κεκλημένος

πατὴρ ἔτ' ἐν Δελφοῖσι τυγχάνει μένων.

Θε. δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ' ἂν πράσσειν κακῶς

κείνου παρόντος· νῦν δ' ἔρημος εἶ φίλων.

Αν. οὐδ' ἀμφὶ Πηλέως ἦλθεν ὡς ἥξοι φάτις;

  80Θε. γέρων ἐκεῖνος ὥστε σ' ὠφελεῖν παρών.

Αν. καὶ μὴν ἔπεμψ' ἐπ' αὐτὸν οὐχ ἅπαξ μόνον.

Θε. μῶν οὖν δοκεῖς σου φροντίσαι τιν' ἀγγέλων;

Αν. πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;

Θε. τί δῆτα φήσω χρόνιος οὖσ' ἐκ δωμάτων;

  85Αν. πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.

Θε. κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.

Αν. ὁρᾶις; ἀπαυδᾶις ἐν κακοῖς φίλοισι σοῖς.

Θε. οὐ δῆτα· μηδὲν τοῦτ' ὀνειδίσηις ἐμοί.

ἀλλ' εἶμ', ἐπεί τοι κοὐ περίβλεπτος βίος

  90δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.

Αν. χώρει νυν· ἡμεῖς δ' οἷσπερ ἐγκείμεσθ' ἀεὶ

θρήνοισι καὶ γόοισι καὶ δακρύμασιν

πρὸς αἰθέρ' ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ

γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν

  95ἀνὰ στόμ' αἰεὶ καὶ διὰ γλώσσης ἔχειν.

πάρεστι δ' οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,

πόλιν πατρώιαν τὸν θανόντα θ' Ἕκτορα

στερρόν τε τὸν ἐμὸν δαίμον' ὧι συνεζύγην

δούλειον ἦμαρ ἐσπεσοῦσ' ἀναξίως.

 100χρὴ δ' οὔποτ' εἰπεῖν οὐδέν' ὄλβιον βροτῶν,

πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδηις

ὅπως περάσας ἡμέραν ἥξει κάτω.

Ἰλίωι αἰπεινᾶι Πάρις οὐ γάμον ἀλλά τιν' ἄταν

ἀγάγετ' εὐναίαν ἐς θαλάμους Ἑλέναν.

 105ἇς ἕνεκ', ὦ Τροία, δορὶ καὶ πυρὶ δηϊάλωτον

εἷλέ σ' ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης

καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη

εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·

αὐτὰ δ' ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,

 110δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάραι.

πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ' ἔλειπον

ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.

ὤμοι ἐγὼ μελέα, τί μ' ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι

Ἑρμιόνας δούλαν; ἆς ὕπο τειρομένα

 115πρὸς τόδ' ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα

τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.

ΧΟΡΟΣ

ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα

θάσσεις

δαρὸν οὐδὲ λείπεις,

Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,

 120εἴ τί σοι δυναίμαν

ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,

οἵ σε καὶ Ἑρμιόναν ἔριδι στυγερᾶι συνέκληισαν,

τλᾶμον, ἀμφὶ λέκτρων

διδύμων, ἐπίκοινον ἔχουσαν

 125ἄνδρα, παῖδ' Ἀχιλλέως.

γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ

ἥκεις.

δεσπόταις ἁμιλλᾶι

Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέταισιν;

λεῖπε δεξίμηλον

 130δόμον τᾶς ποντίας θεοῦ. τί σοι

καιρὸς ἀτυζομέναι δέμας αἰκέλιον καταλείβειν

δεσποτᾶν ἀνάγκαις;

τὸ κρατοῦν δέ σ' ἔπεισι· τί μόχθον

οὐδὲν οὖσα μοχθεῖς;

 135ἀλλ' ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν,

γνῶθι δ' οὖσ' ἐπὶ ξένας

δμωὶς ἀπ' ἀλλοτρίας

πόλεος, ἔνθ' οὐ φίλων τιν' εἰσορᾶις

σῶν, ὦ δυστυχεστάτα,

 140‹ὦ› παντάλαινα νύμφα.

οἰκτροτάτα γὰρ ἔμοιγ' ἔμολες, γύναι Ἰλιάς,

οἴκους

δεσποτᾶν ἐμῶν· φόβωι δ'

ἡσυχίαν ἄγομεν

(τὸ δὲ σὸν οἴκτωι φέρουσα τυγχάνω)

 145μὴ παῖς τᾶς Διὸς κόρας

σοί μ' εὖ φρονοῦσαν εἰδῆι.

ΕΡΜΙΟΝΗ

κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς

στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων

οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἀπὸ

 150δόμων ἀπαρχὰς δεῦρ' ἔχουσ' ἀφικόμην,

ἀλλ' ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς

Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ

πολλοῖς σὺν ἕδνοις, ὥστ' ἐλευθεροστομεῖν.

[ὑμᾶς μὲν οὖν τοῖσδ' ἀνταμείβομαι λόγοις.]

 155σὺ δ' οὖσα δούλη καὶ δορίκτητος γυνὴ

δόμους κατασχεῖν ἐκβαλοῦσ' ἡμᾶς θέλεις

τούσδε, στυγοῦμαι δ' ἀνδρὶ φαρμάκοισι σοῖς,

νηδὺς δ' ἀκύμων διὰ σέ μοι διόλλυται·

δεινὴ γὰρ ἠπειρῶτις ἐς τὰ τοιάδε

 160ψυχὴ γυναικῶν· ὦν ἐπισχήσω σ' ἐγώ,

κοὐδέν σ' ὀνήσει δῶμα Νηρῆιδος τόδε,

οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῆι.

ἢν δ' οὖν βροτῶν τίς σ' ἢ θεῶν σῶσαι θέληι,

δεῖ σ' ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων

 165πτῆξαι ταπεινὴν προσπεσεῖν τ' ἐμὸν γόνυ

σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων

τευχέων χερὶ σπείρουσαν Ἀχελώιου δρόσον

γνῶναί θ' ἵν' εἶ γῆς. οὐ γάρ ἐσθ' Ἕκτωρ τάδε,

οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ' Ἑλλὰς πόλις.

 170ἐς τοῦτο δ' ἥκεις ἀμαθίας, δύστηνε σύ,

ἣ παιδὶ πατρὸς ὃς σὸν ὤλεσεν πόσιν

τολμᾶις ξυνεύδειν καὶ τέκν' αὐθεντῶν πάρα

τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·

πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μείγνυται

 175κόρη τ' ἀδελφῶι, διὰ φόνου δ' οἱ φίλτατοι

χωροῦσι, καὶ τῶνδ' οὐδὲν ἐξείργει νόμος.

ἃ μὴ παρ' ἡμᾶς ἔσφερ'· οὐδὲ γὰρ καλὸν

δυοῖν γυναικοῖν ἄνδρ' ἕν' ἡνίας ἔχειν,

ἀλλ' ἐς μίαν βλέποντες εὐναίαν Κύπριν

 180στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέληι.

Χο. ἐπίφθονόν τι χρῆμα θηλείας φρενὸς

καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ' ἀεί.

Αν. φεῦ φεῦ·

κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῶι νέωι

 185τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.

ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι

λόγων ἀπώσηι πόλλ' ἔχουσαν ἔνδικα,

ἢν δ' αὖ κρατήσω, μὴ 'πὶ τῶιδ' ὄφλω βλάβην·

οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους

 190πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·

ὅμως δ' ἐμαυτὴν οὐ προδοῦσ' ἁλώσομαι.

εἴπ', ὦ νεᾶνι, τῶι σ' ἐχεγγύωι λόγωι

πεισθεῖσ' ἀπωθῶ γνησίων νυμφευμάτων;

ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις

 195τύχηι θ' ὑπερθεῖ†κἄμ' ἐλευθέραν ὁρᾶις;

ἢ τῶι νέωι τε καὶ σφριγῶντι σώματι

πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη

οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;

πότερον ἵν' αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω

 200δούλους ἐμαυτῆι τ' ἀθλίαν ἐφολκίδα;

ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται

Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκηις;

φιλοῦσι γάρ μ' Ἕλληνες Ἕκτορός γ' ὕπερ;

αὐτή τ' ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;

 205οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις

ἀλλ' εἰ ξυνεῖναι μὴ 'πιτηδεία κυρεῖς.

φίλτρον δὲ καὶ τόδ'· οὐ τὸ κάλλος, ὦ γύναι,

ἀλλ' ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.

σὺ δ' ἤν τι κνισθῆις, ἡ Λάκαινα μὲν πόλις

 210μέγ' ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης,

πλουτεῖς δ' ἐν οὐ πλουτοῦσι, Μενέλεως δέ σοι

μείζων Ἀχιλλέως. ταῦτά τοί σ' ἔχθει πόσις.

χρὴ γὰρ γυναῖκα, κἂν κακῶι πόσει δοθῆι,

στέργειν ἅμιλλάν τ' οὐκ ἔχειν φρονήματος.

 215εἰ δ' ἀμφὶ Θρήικην τὴν χιόνι κατάρρυτον

τύραννον ἔσχες ἄνδρ', ἵν' ἐν μέρει λέχος

δίδωσι πολλαῖς εἶς ἀνὴρ κοινούμενος,

ἔκτεινας ἂν τάσδ'; εἶτ' ἀπληστίαν λέχους

πάσαις γυναιξὶ προστιθεῖσ' ἂν ηὑρέθης.

 220αἰσχρόν γε· καίτοι χείρον' ἀρσένων νόσον

ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.

ὦ φίλταθ' Ἕκτορ, ἀλλ' ἐγὼ τὴν σὴν χάριν

σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,

καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς

 225ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.

καὶ ταῦτα δρῶσα τῆι ἀρετῆι προσηγόμην

πόσιν· σὺ δ' οὐδὲ ῥανίδ' ὑπαιθρίας δρόσου

τῶι σῶι προσίζειν ἀνδρὶ δειμαίνουσ' ἐᾶις.

μὴ τὴν τεκοῦσαν τῆι φιλανδρίαι, γύναι,

 230ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων

φεύγειν τρόπους χρὴ τέκν' ὅσοις ἔνεστι νοῦς.

Χο. δέσποιν', ὅσον σοι ῥαιδίως προσίσταται,

τοσόνδε πείθου τῆιδε συμβῆναι λόγοις.

Ερ. τί σεμνομυθεῖς κἀς ἀγῶν' ἔρχηι λόγων,

 235ὡς δὴ σὺ σώφρων, τἀμὰ δ' οὐχὶ σώφρονα;

Αν. οὔκουν ἐφ' οἷς γε νῦν καθέστηκας λόγοις.

Ερ. ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.

Αν. νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.

Ερ. σὺ δ' οὐ λέγεις γε, δρᾶις δέ μ' εἰς ὅσον δύναι.

 240Αν. οὐκ αὖ σιωπῆι Κύπριδος ἀλγήσεις πέρι;

Ερ. τί δ'; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;

Αν. ναί,

καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.

Ερ. οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.

Αν. κἀκεῖ τά γ' αἰσχρὰ κἀνθάδ' αἰσχύνην ἔχει.

 245Ερ. σοφὴ σοφὴ σύ· κατθανεῖν δ' ὅμως σε δεῖ.

Αν. ὁρᾶις ἄγαλμα Θέτιδος ἐς σ' ἀποβλέπον;

Ερ. μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνωι.

Αν. Ἑλένη νιν ὤλεσ', οὐκ ἐγώ, μήτηρ γε σή.

Ερ. ἧ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;

 250Αν. ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.

Ερ. ἐκεῖνο λέξον οὗπερ οὕνεκ' ἐστάλην.

Αν. λέγω σ' ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σ' ἔδει.

Ερ. λείψεις τόδ' ἁγνὸν τέμενος ἐναλίας θεοῦ;

Αν. εἰ μὴ θανοῦμαί γ'· εἰ δὲ μή, οὐ λείψω ποτέ.

 255Ερ. ὡς τοῦτ' ἄραρε κοὐ μενῶ πόσιν μολεῖν.

Αν. ἀλλ' οὐδ' ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.

Ερ. πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι, ...

Αν. σὺ δ' οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.

Ερ. καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.

 260Αν. σφάζ', αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.

Ερ. ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,

ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ' ἐγώ σ' ἕδρας

ἐκ τῆσδ' ἑκοῦσαν ἐξαναστήσω τάχα·

τοιόνδ' ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους

 265κρύψω, τὸ δ' ἔργον αὐτὸ σημανεῖ τάχα.

κάθησ' ἑδραία· καὶ γὰρ εἰ πέριξ σ' ἔχοι

τηκτὸς μόλυβδος, ἐξαναστήσω σ' ἐγὼ

πρὶν ὧι πέποιθας παῖδ' Ἀχιλλέως μολεῖν.

Αν. πέποιθα. δεινὸν δ' ἑρπετῶν μὲν ἀγρίων

 270ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα,

ὃ δ' ἔστ' ἐχίδνης καὶ πυρὸς περαιτέρω

οὐδεὶς γυναικὸς φάρμακ' ἐξηύρηκέ πω

[κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν].

Χο. ἦ μεγάλων ἀχέων ἄρ' ὑπῆρξεν, ὅτ' Ἰδαίαν

 275ἐς νάπαν ἦλθ', ὁ Μαί-

ας τε καὶ Διὸς τόκος,

τρίπωλον ἅρμα δαιμόνων

ἄγων τὸ καλλιζυγές,

ἔριδι στυγερᾶι κεκορυθμένον εὐμορφίας,

 280σταθμοὺς ἔπι βούτας

βοτῆρά τ' ἀμφὶ μονότροπον νεανίαν

ἔρημόν θ' ἑστιοῦχον αὐλάν.

ταὶ δ' ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν

 285πιδάκων νίψαν αἰ-

γλᾶντα σώματα ῥοαῖς,

ἔβαν δὲ Πριαμίδαν ὑπερ-

βολαῖς λόγων δυσφρόνων

παραβαλλόμεναι, δολίοις δ' ἕλε Κύπρις λόγοις,

 290τερπνοῖς μὲν ἀκοῦσαι,

πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει

ταλαίναι περγάμοις τε Τροίας.

εἰ γὰρ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν

ἁ τεκοῦσά νιν μόρον

 295πρὶν Ἰδαῖον κατοικίσαι λέπας,

ὅτε νιν παρὰ θεσπεσίωι δάφναι

βόασε Κασσάνδρα κτανεῖν,

μεγάλαν Πριάμου πόλεως λώβαν.

τίν' οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο

 300δαμογερόντων βρέφος φονεύειν;

οὔτ' ἂν ἐπ' Ἰλιάσι ζυγὸν ἤλυθε

δούλιον σύ τ' ἄν, γύναι,

τυράννων ἔσχες ἂν δόμων ἕδρας·

παρέλυσε δ' ἂν Ἑλλάδος ἀλγεινοὺς

 305μόχθους οὓς ἀμφὶ Τροίαν†

δεκέτεις ἀλάληντο νέοι λόγχαις,

λέχη τ' ἔρημ' ἂν οὔποτ' ἐξελείπετο

καὶ τεκέων ὀρφανοὶ γέροντες.

ΜΕΝΕΛΑΟΣ

ἥκω λαβὼν σὸν παῖδ', ὃν εἰς ἄλλους δόμους

 310λάθραι θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.

σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σώσειν τόδε,

τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ' ἐφηυρέθης

ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.

κεἰ μὴ τόδ' ἐκλιποῦσ' ἐρημώσεις πέδον,

 315ὅδ' ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.

ταῦτ' οὖν λογίζου, πότερα κατθανεῖν θέλεις

ἢ τόνδ' ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,

ἣν εἰς ἔμ' ἔς τε παῖδ' ἐμὴν ἁμαρτάνεις.

Αν. ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν

 320οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.

[εὔκλεια δ' οἷς μέν ἐστ' ἀληθείας ὕπο

εὐδαιμονίζω· τοὺς δ' ὑπὸ ψευδῶν ἔχειν

οὐκ ἀξιώσω, πλὴν τύχηι φρονεῖν δοκεῖν.]

σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ

 325Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;

ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων

τοσόνδ' ἔπνευσας καὶ γυναικὶ δυστυχεῖ

δούληι κατέστης εἰς ἀγῶν'· οὐκ ἀξιῶ

οὔτ' οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.

 330[ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν

λαμπροί, τὰ δ' ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,

πλὴν εἴ τι πλούτωι· τοῦτο δ' ἰσχύει μέγα.

Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους.]

‹                                       ›

τέθνηκα τῆι σῆι θυγατρὶ καί μ' ἀπώλεσεν·

 335μιαιφόνον μὲν οὐκέτ' ἂν φύγοι μύσος.

ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ' ἀγωνιῆι

φόνον· τὸ συνδρῶν γάρ σ' ἀναγκάσει χρέος.

ἢν δ' οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,

τὸν παῖδά μου κτενεῖτε; κἆιτα πῶς πατὴρ

 340τέκνου θανόντος ῥαιδίως ἀνέξεται;

οὐχ ὧδ' ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·

ἀλλ' εἶσιν οἷ χρή, Πηλέως γὰρ ἄξια

πατρός τ' Ἀχιλλέως ἔργα δρῶν φανήσεται,

ὤσει δὲ σὴν παῖδ' ἐκ δόμων· σὺ δ' ἐκδιδοὺς

 345ἄλλωι τί λέξεις; πότερον ὡς κακὸν πόσιν

φεύγει τὸ ταύτης σῶφρον; ἀλλ' οὐ πείσεται.

γαμεῖ δὲ τίς νιν; ἤ σφ' ἄνανδρον ἐν δόμοις

χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,

κακῶν τοσούτων οὐχ ὁρᾶις ἐπιρροάς;

 350πόσας ἂν εὐνὰς θυγατέρ' ἠδικημένην

βούλοι' ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;

οὐ χρὴ 'πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ

οὐδ', εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,

ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.

 355ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν

καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,

ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι

πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν

ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα

 360βλάβην ὀφείλω προστιθεῖσ' ἀπαιδίαν.

ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενός,

ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν

καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.

Χο. ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας

‹                                     ›

 365καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.

Με. γύναι, τάδ' ἐστὶ σμικρὰ καὶ μοναρχίας

οὐκ ἄξι', ὡς φήις, τῆς ἐμῆς οὐδ' Ἑλλάδος.

εὖ δ' ἴσθ', ὅτου τις τυγχάνει χρείαν ἔχων,

τοῦτ' ἔσθ' ἑκάστωι μεῖζον ἢ Τροίαν ἑλεῖν.

 370κἀγὼ θυγατρί (μεγάλα γὰρ κρίνω τάδε,

λέχους στέρεσθαι) σύμμαχος καθίσταμαι.

τὰ μὲν γὰρ ἄλλα δεύτερ' ἃν πάσχηι γυνή,

ἀνδρὸς δ' ἁμαρτάνουσ' ἁμαρτάνει βίου.

δούλων δ' ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν

 375καὶ τῶν ἐκείνου τοὺς ἐμοὺς ἡμᾶς τε πρός·

φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι

ὀρθῶς πεφύκασ', ἀλλὰ κοινὰ χρήματα.

μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι

τἄμ' ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.

 380ἀλλ' ἐξανίστω τῶνδ' ἀνακτόρων θεᾶς·

ὡς, ἢν θάνηις σύ, παῖς ὅδ' ἐκφεύγει μόρον,

σοῦ δ' οὐ θελούσης κατθανεῖν τόνδε κτενῶ.

δυοῖν δ' ἀνάγκη θατέρωι λιπεῖν βίον.

Αν. οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι

 385βίου καθίστης· καὶ λαχοῦσά γ' ἀθλία

καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.

ὧ μεγάλα πράσσων αἰτίας σμικρᾶς πέρι,

πιθοῦ· τί καίνεις μ'; ἀντὶ τοῦ; ποίαν πόλιν

προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;

 390ποῖον δ' ἔπρησα δῶμ'; ἐκοιμήθην βίαι

σὺν δεσπόταισι· κἆιτ' ἔμ', οὐ κεῖνον κτενεῖς,

τὸν αἴτιον τῶνδ', ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς

πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρηι;

οἴμοι κακῶν τῶνδ'· ὦ τάλαιν' ἐμὴ πατρίς,

 395ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν

ἄχθος τ' ἐπ' ἄχθει τῶιδε προσθέσθαι διπλοῦν;

[ἀτὰρ τί ταῦτ' ὀδύρομαι, τὰ δ' ἐν ποσὶν

οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά;]

ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους

 400κατεῖδον οἰκτρῶς τ' Ἴλιον πυρούμενον,

αὐτὴ δὲ δούλη ναῦς ἔπ' Ἀργείων ἔβην

κόμης ἐπισπασθεῖσ'· ἐπεὶ δ' ἀφικόμην

Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.

τί δῆτά μοι ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;

 405πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας;

εἶς παῖς ὅδ' ἧν μοι λοιπός, ὀφθαλμὸς βίου·

τοῦτον κτανεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.

οὐ δῆτα τοὐμοῦ γ' οὕνεκ' ἀθλίου βίου·

ἐν τῶιδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,

 410ἐμοὶ δ' ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.

ἰδού, προλείπω βωμὸν ἥδε χειρία

σφάζειν φονεύειν δεῖν ἀπαρτῆσαι δέρην.

ὦ τέκνον, ἡ τεκοῦσά σ', ὡς σὺ μὴ θάνηις,

στείχω πρὸς Ἅιδην· ἢν δ' ὑπεκδράμηις μόρον,

 415μέμνησο μητρός, οἷα τλᾶσ' ἀπωλόμην,

καὶ πατρὶ τῶι σῶι διὰ φιλημάτων ἰὼν

δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας

λέγ' οἷ' ἔπραξα. πᾶσι δ' ἀνθρώποις ἄρ' ἦν

ψυχὴ τέκν'· ὅστις δ' αὔτ' ἄπειρος ὢν ψέγει,

 420ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ' εὐδαιμονεῖ.

Χο. ὤικτιρ' ἀκούσασ'· οἰκτρὰ γὰρ τὰ δυστυχῆ

βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῆι.

ἐς ξύμβασιν δ' ἐχρῆν σε παῖδα σὴν ἄγειν,

Μενέλαε, καὶ τήνδ', ὡς ἀπαλλαχθῆι πόνων.

 425Με. λάβεσθέ μοι τῆσδ', ἀμφελίξαντες χέρας,

δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται.

ἔχω σ'· ἵν' ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,

προύτεινα παιδὸς θάνατον, ὧι σ' ὑπήγαγον

ἐς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.

 430καὶ τἀμφὶ σοῦ μὲν ὧδ' ἔχοντ' ἐπίστασο·

τὰ δ' ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,

ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέληι.

ἀλλ' ἕρπ' ἐς οἴκους τούσδ', ἵν' εἰς ἐλευθέρους

δούλη γεγῶσα μήποθ' ὑβρίζειν μάθηις.

 435Αν. οἴμοι· δόλωι μ' ὑπῆλθες, ἠπατήμεθα.

Με. κήρυσσ' ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.

Αν. ἧ ταῦτ' ἐν ὑμῖν τοῖς παρ' Εὐρώται σοφά;

Με. καὶ τοῖς γε Τροίαι, τοὺς παθόντας ἀντιδρᾶν.

Αν. τὰ θεῖα δ' οὐ θεῖ' οὐδ' ἔχειν ἡγῆι δίκην;

 440Με. ὅταν τάδ' ἧι, τότ' οἴσομεν· σὲ δὲ κτενῶ.

Αν. ἧ καὶ νεοσσὸν τόνδ', ὑπὸ πτερῶν σπάσας;

Με. οὐ δῆτα· θυγατρὶ δ', ἢν θέληι, δώσω κτανεῖν.

Αν. οἴμοι· τί δῆτά σ' οὐ καταστένω, τέκνον;

Με. οὔκουν θρασεῖά γ' αὐτὸν ἐλπὶς ἀμμένει.

 445Αν. ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν

Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,

ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,

ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ

φρονοῦντες, ἀδίκως εὐτυχεῖτ' ἀν' Ἑλλάδα.

 450τί δ' οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;

οὐκ αἰσχροκερδεῖς, οὐ λέγοντες ἄλλα μὲν

γλώσσηι, φρονοῦντες δ' ἄλλ' ἐφευρίσκεσθ' ἀεί;

ὄλοισθ'. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς

ὅς σοι δέδοκται· κεῖνα γάρ μ' ἀπώλεσεν,

 455ὅθ' ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν

πόσις θ' ὁ κλεινός, ὅς σε πολλάκις δορὶ

ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.

νῦν δ' ἐς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς

κτείνεις μ'· ἀπόκτειν'· ὡς ἀθώπευτόν γέ σε

 460γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.

ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτηι μέγας,

ἡμεῖς δὲ Τροίαι γ'. εἰ δ' ἐγὼ πράσσω κακῶς,

μηδὲν τόδ' αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.

Χο. οὐδέποτε δίδυμα λέκτρ' ἐπαινέσω βροτῶν

οὐδ' ἀμφιμάτορας κόρους,

ἔριδας†οἴκων δυσμενεῖς τε λύπας·

μίαν μοι στεργέτω πόσις γάμοις

 470ἀκοινώνητον ἀνδρὸς†εὐνάν.

οὐδὲ γὰρ ἐν†πόλεσι δίπτυχοι τυραννίδες

μιᾶς ἀμείνονες φέρειν,

 475ἄχθος τ' ἐπ' ἄχθει καὶ στάσιν πολίταις·

τεκόντοιν θ' ὕμνον ἐργάταιν δυοῖν

ἔριν Μοῦσαι φιλοῦσι κραίνειν.

πνοαὶ δ' ὅταν φέρωσι ναυτίλους θοαί,

 480κατὰ πηδαλίων διδύμα πραπίδων γνώμα

σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον

φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.

ἑνὸς ἄρ' ἄνυσις ἀνά τε μέλαθρα

κατά τε πόλιας, ὁπόταν εὑ-

 485ρεῖν θέλωσι καιρόν.

ἔδειξεν ἁ Λάκαινα τοῦ στρατηλάτα

Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ' ἑτέρωι λέχει,

κτείνει δὲ τὰν τάλαιναν Ἰλιάδα κόραν

 490παῖδά τε δύσφρονος ἔριδος ὕπερ.

ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·

ἔτι σε, πότνια, μετατροπὰ

τῶνδ' ἔπεισιν ἔργων.

καὶ μὴν ἐσορῶ τόδε σύγκρατον

 495ζεῦγος πρὸ δόμων ψήφωι θανάτου

κατακεκριμένον.

δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,

μητρὸς λεχέων ὃς ὑπερθνήισκεις

οὐδὲν μετέχων

 500οὐδ' αἴτιος ὢν βασιλεῦσιν.

Αν. ἅδ' ἐγὼ χέρας αἱματη-

ρὰς βρόχοισι κεκληιμένα

πέμπομαι κατὰ γαίας.

ΠΑΙΣ

μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾶι

 505πτέρυγι συγκαταβαίνω.

Αν. θῦμα δάιον, ὦ χθονὸς

Φθίας κράντορες. Πα. ὦ πάτερ,

μόλε φίλοις ἐπίκουρος.

 510Αν. κείσηι δή, τέκνον ὦ φίλος,

μαστοῖς ματέρος ἀμφὶ σᾶς

νεκρὸς ὑπὸ χθονὶ σὺν νεκρῶι ‹τε›.

Πα. ὤμοι μοι, τί πάθω; τάλας

δῆτ' ἐγὼ σύ τε, μᾶτερ.

 515Με. ἴθ' ὑποχθόνιοι· καὶ γὰρ ἀπ' ἐχθρῶν

ἥκετε πύργων, δύο δ' ἐκ δισσαῖν

θνήισκετ' ἀνάγκαιν· σὲ μὲν ἡμετέρα

ψῆφος ἀναιρεῖ, παῖδα δ' ἐμὴ παῖς

τόνδ' Ἑρμιόνη. καὶ γὰρ ἀνοία

 520μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,

ἐξὸν κτείνειν

καὶ φόβον οἴκων ἀφελέσθαι.

Αν. ὦ πόσις πόσις, εἴθε σὰν

χεῖρα καὶ δόρυ σύμμαχον

 525κτησαίμαν, Πριάμου παῖ.

Πα. δύστανος, τί δ' ἐγὼ μόρου

παράτροπον μέλος εὕρω;

Αν. λίσσου γούνασι δεσπότου

 530χρίμπτων, ὦ τέκνον. Πα. ὦ φίλος

φίλος, ἄνες θάνατόν μοι.

Αν. λείβομαι δάκρυσιν κόρας,

στάζω λισσάδος ὡς πέτρας

λιβὰς ἀνάλιος, ἁ τάλαινα.

 535Πα. ὤμοι μοι, τί δ' ἐγὼ κακῶν

μῆχος ἐξανύσωμαι;

Με. τί με προσπίτνεις, ἁλίαν πέτραν

ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;

τοῖς γὰρ ἐμοῖσιν γέγον' ὠφελία,

 540σοὶ δ' οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι

μέγ' ἀναλώσας ψυχῆς μόριον

Τροίαν εἷλον καὶ μητέρα σήν·

ἧς ἀπολαύων

Ἅιδην χθόνιον καταβήσηι.

 545Χο. καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,

σπουδῆι τιθέντα δεῦρο γηραιὸν πόδα.

ΠΗΛΕΥΣ

ὑμᾶς ἐρωτῶ τόν τ' ἐφεστῶτα σφαγῆι,

τί ταῦτα, πῶς ταῦτ'; ἐκ τίνος λόγου νοσεῖ

δόμος; τί πράσσετ' ἄκριτα μηχανώμενοι;

 550Μενέλα', ἐπίσχες· μὴ τάχυν' ἄνευ δίκης.

ἡγοῦ σὺ θᾶσσον· οὐ γὰρ ὡς ἔοικέ μοι

σχολῆς τόδ' ἔργον, ἀλλ' ἀνηβητηρίαν

ῥώμην με καὶ νῦν λαμβάνειν, εἴπερ ποτέ.

πρῶτον μὲν οὖν κατ' οὖρον ὥσπερ ἱστίοις

 555ἐμπνεύσομαι τῆιδ'· εἰπέ, τίνι δίκηι χέρας

βρόχοισιν ἐκδήσαντες οἵδ' ἄγουσί σε

καὶ παῖδ'; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,

ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.

Αν. οἵδ', ὦ γεραιέ, σὺν τέκνωι θανουμένην

 560ἄγουσί μ' οὕτως ὡς ὁρᾶις. τί σοι λέγω;

οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίαι

μετῆλθον ἀλλὰ μυρίων ὑπ' ἀγγέλων.

ἔριν δὲ τὴν κατ' οἶκον οἶσθά που κλύων

τῆς τοῦδε θυγατρός, ὧν τ' ἀπόλλυμαι χάριν.

 565καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ

ἔτικτέ σοι παῖδ', ἣν σὺ θαυμαστὴν σέβεις,

ἄγουσ' ἀποσπάσαντες, οὔτε τωι δίκηι

κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων

μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν

 570γνόντες τέκνου τε τοῦδ', ὃν οὐδὲν αἴτιον

μέλλουσι σὺν ἐμοὶ τῆι ταλαιπώρωι κτανεῖν.

ἀλλ' ἀντιάζω σ', ὦ γέρον, τῶν σῶν πάρος

πίτνουσα γονάτων ‑ χειρὶ δ' οὐκ ἔξεστί μοι

τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος ‑

 575ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα

αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ' ἐμοί, γέρον.

Πη. χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,

καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.

Με. ἐγὼ δ' ἀπαυδῶ, τἄλλα τ' οὐχ ἥσσων σέθεν

 580καὶ τῆσδε πολλῶι κυριώτερος γεγώς.

Πη. πῶς; ἦ τὸν ἁμὸν οἶκον οἰκήσεις μολὼν

δεῦρ'; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;

Με. εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.

Πη. οὑμὸς δέ γ' αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.

 585Με. οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ' ἐμά;

Πη. ναί,

δρᾶν εὖ, κακῶς δ' οὔ, μηδ' ἀποκτείνειν βίαι.

Με. ὡς τήνδ' ἀπάξεις οὔποτ' ἐξ ἐμῆς χερός.

Πη. σκήπτρωι γε τῶιδε σὸν καθαιμάξας κάρα.

Με. ψαῦσόν θ', ἵν' εἰδῆις, καὶ πέλας πρόσελθ' ἐμοῦ.

 590Πη. σὺ γὰρ μετ' ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;

σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;

ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχους,

ἄκληιστ' ἄδουλα δώμαθ' ἑστίας†λιπών,

ὡς δὴ γυναῖκα σώφρον' ἐν δόμοις ἔχων

 595πασῶν κακίστην. οὐδ' ἂν εἰ βούλοιτό τις

σώφρων γένοιτο Σπαρτιατίδων κόρη·

αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους

γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις

δρόμους παλαίστρας τ' οὐκ ἀνασχετῶς ἐμοὶ

 600κοινὰς ἔχουσι. κἆιτα θαυμάζειν χρεὼν

εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;

Ἑλένην ἐρέσθαι χρὴ τάδ', ἥτις ἐκ δόμων

τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασεν

νεανίου μετ' ἀνδρὸς εἰς ἄλλην χθόνα.

 605κἄπειτ' ἐκείνης οὕνεχ' Ἑλλήνων ὄχλον

τοσόνδ' ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;

ἣν χρῆν σ' ἀποπτύσαντα μὴ κινεῖν δόρυ,

κακὴν ἐφευρόντ', ἀλλ' ἐᾶν αὐτοῦ μένειν

μισθόν τε δόντα μήποτ' εἰς οἴκους λαβεῖν.

 610ἀλλ' οὔτι ταύτηι σὸν φρόνημ' ἐπούρισας,

ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας

παίδων τ' ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις

πολιούς τ' ἀφείλου πατέρας εὐγενῆ τέκνα.

ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δέ σε

 615μιάστορ' ὥς τιν' ἐσδέδορκ' Ἀχιλλέως.

ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,

κάλλιστα τεύχη δ' ἐν καλοῖσι σάγμασιν

ὅμοι' ἐκεῖσε δεῦρό τ' ἤγαγες πάλιν.

κἀγὼ μὲν ηὔδων τῶι γαμοῦντι μήτε σοὶ

 620κῆδος συνάψαι μήτε δώμασιν λαβεῖν

κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ

μητρῶι' ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,

μνηστῆρες, ἐσθλῆς θυγατέρ' ἐκ μητρὸς λαβεῖν.

πρὸς τοῖσδε δ' εἰς ἀδελφὸν οἷ' ἐφύβρισας,

 625σφάξαι κελεύσας θυγατέρ' εὐηθέστατα·

οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ' ἔχοις;

ἑλὼν δὲ Τροίαν (εἶμι γὰρ κἀνταῦθά σοι)

οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,

ἀλλ', ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος

 630φίλημ' ἐδέξω, προδότιν αἰκάλλων κύνα,

ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.

κἄπειτ' ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων

πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ

κτείνεις ἀτίμως παῖδά θ', ὃς κλαίοντά σε

 635καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,

κεἰ τρὶς νόθος πέφυκε· πολλάκις δέ τοι

ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾶι,

νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.

ἀλλ' ἐκκομίζου παῖδα. κύδιον βροτοῖς

 640πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον

γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ' οὐδὲν εἶ.

Χο. σμικρᾶς ἀπ' ἀρχῆς νεῖκος ἀνθρώποις μέγα

γλῶσσ' ἐκπορίζει· τοῦτο δ' οἱ σοφοὶ βροτῶν

ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.

 645Με. τί δῆτ' ἂν εἴποις τοὺς γέροντας ὡς σοφοὶ

καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε;

ὅτ' ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,

κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῶι λέγεις

ἡμῖν δ' ὀνείδη διὰ γυναῖκα βάρβαρον

 650τήνδ', ἣν ἐλαύνειν χρῆν σ' ὑπὲρ Νείλου ῥοὰς

ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί,

οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα

πλεῖσθ' Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,

τοῦ σοῦ τε παιδὸς αἵματος κοινουμένην.

 655Πάρις γάρ, ὃς σὸν παῖδ' ἔπεφν' Ἀχιλλέα,

Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ' ἥδ' Ἕκτορος.

καὶ τῆιδέ γ' εἰσέρχηι σὺ ταὐτὸν ἐς στέγος

καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,

τίκτειν δ' ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾶις.

 660κἀγὼ προνοίαι τῆι τε σῆι κἀμῆι, γέρον,

κτανεῖν θέλων τήνδ' ἐκ χερῶν ἁρπάζομαι.

καίτοι φέρ'· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·

ἢν παῖς μὲν ἡμὴ μὴ τέκηι, ταύτης δ' ἄπο

βλάστωσι παῖδες, τούσδε γῆς Φθιώτιδος

 665στήσεις τυράννους, βάρβαροι δ' ὄντες γένος

Ἕλλησιν ἄρξουσ'; εἶτ' ἐγὼ μὲν οὐ φρονῶ

μισῶν τὰ μὴ δίκαια, σοὶ δ' ἔνεστι νοῦς;

[κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν

δούς τωι πολιτῶν, εἶτ' ἔπασχε τοιάδε,

 670σιγῆι καθῆσ' ἄν; οὐ δοκῶ· ξένης δ' ὕπερ

τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;

καὶ μὴν ἴσον γ' ἀνήρ τε καὶ γυνὴ στένει

ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ' αὔτως ἀνὴρ

γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.

 675καὶ τῶι μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,

τῆι δ' ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.

οὔκουν δίκαιον τοῖς γ' ἐμοῖς ἐπωφελεῖν;]

γέρων γέρων εἶ. τὴν δ' ἐμὴν στρατηγίαν

λέγων ἔμ' ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.

 680Ἑλένη δ' ἐμόχθησ' οὐχ ἑκοῦσ' ἀλλ' ἐκ θεῶν,

καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·

ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες

ἔβησαν ἐς τἀνδρεῖον· ἡ δ' ὁμιλία

πάντων βροτοῖσι γίγνεται διδάσκαλος.

 685εἰ δ' ἐς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ

γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.

οὐδ' ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.

ταῦτ' εὖ φρονῶν σ' ἐπῆλθον, οὐκ ὀργῆς χάριν·

ἢν δ' ὀξυθυμῆι, σοὶ μὲν ἡ γλωσσαλγία

 690μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.

Χο. παύσασθον ἤδη ‑ λῶιστα γὰρ μακρῶι τάδε ‑

λόγων ματαίων, μὴ δύο σφαλῆσθ' ἅμα.

Πη. οἴμοι, καθ' Ἑλλάδ' ὡς κακῶς νομίζεται·

ὅταν τροπαῖα πολεμίων στήσηι στρατός,

 695οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,

ἀλλ' ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,

ὃς εἷς μετ' ἄλλων μυρίων πάλλων δόρυ,

οὐδὲν πλέον δρῶν ἑνός, ἔχει πλείω λόγον.

[σεμνοὶ δ' ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν

 700φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες·

οἱ δ' εἰσὶν αὐτῶν μυρίωι σοφώτεροι,

εἰ τόλμα προσγένοιτο βούλησίς θ' ἅμα.]

ὡς καὶ σὺ σός τ' ἀδελφὸς ἐξωγκωμένοι

Τροίαι κάθησθε τῆι τ' ἐκεῖ στρατηγίαι,

 705μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.

δείξω δ' ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν

μείζω νομίζειν Πηλέως ἐχθρόν ποτε,

εἰ μὴ φθερῆι τῆσδ' ὡς τάχιστ' ἀπὸ στέγης

καὶ παῖς ἄτεκνος, ἣν ὅ γ' ἐξ ἡμῶν γεγὼς

 710ἐλᾶι δι' οἴκων τῶνδ' ἐπισπάσας κόμης·

ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται

τίκτοντας ἄλλους, οὐκ ἔχουσ' αὐτὴ τέκνα.

ἀλλ', εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,

ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;

 715φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω

εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.

ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων

πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.

ὧδ', ὦ κάκιστε, τῆσδ' ἐλυμήνω χέρας;

 720βοῦν ἢ λέοντ' ἤλπιζες ἐντείνειν βρόχοις;

ἢ μὴ ξίφος λαβοῦσ' ἀμυνάθοιτό σε

ἔδεισας; ἕρπε δεῦρ' ὑπ' ἀγκάλας, βρέφος,

ξύλλυε δεσμὰ μητρός· ἐν Φθίαι σ' ἐγὼ

θρέψω μέγαν τοῖσδ' ἐχθρόν. εἰ δ' ἀπῆν δορὸς

 725τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,

τἄλλ' ὄντες ἴστε μηδενὸς βελτίονες.

Χο. ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος

καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.

Με. ἄγαν προνωπὴς ἐς τὸ λοιδορεῖν φέρηι·

 730ἐγὼ δὲ πρὸς βίαν μὲν ἐς Φθίαν μολὼν

οὔτ' οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.

καὶ νῦν μέν (οὐ γὰρ ἄφθονον σχολὴν ἔχω)

ἄπειμ' ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω

Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη,

 735νῦν δ' ἐχθρὰ ποιεῖ· τῆιδ' ἐπεξελθεῖν θέλω

στρατηλατήσας χὐποχείριον λαβεῖν.

ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,

ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς

γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.

 740κἂν μὲν κολάζηι τήνδε καὶ τὸ λοιπὸν ἦι

σώφρων καθ' ἡμᾶς, σώφρον' ἀντιλήψεται,

θυμούμενος δὲ τεύξεται θυμουμένων

[ἔργοισι δ' ἔργα διάδοχ' ἀντιλήψεται].

τοὺς σοὺς δὲ μύθους ῥαιδίως ἐγὼ φέρω·

 745σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,

ἀδύνατος οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.

Πη. ἡγοῦ τέκνον μοι δεῦρ' ὑπ' ἀγκάλαις σταθείς,

σύ τ', ὦ τάλαινα· χείματος γὰρ ἀγρίου

τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.

 750Αν. ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,

σώσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.

ὅρα δὲ μὴ νῶιν εἰς ἐρημίαν ὁδοῦ

πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,

γέροντα μὲν σ' ὁρῶντες, ἀσθενῆ δ' ἐμὲ

 755καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε,

μὴ νῦν φυγόντες εἶθ' ἁλῶμεν ὕστερον.

Πη. οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·

χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα

ψαύσει. θεῶν γὰρ οὕνεχ' ἱππικοῦ τ' ὄχλου

 760πολλῶν θ' ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·

ἡμεῖς δ' ἔτ' ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,

ἀλλ' ἔς γε τοιόνδ' ἄνδρ' ἀποβλέψας μόνον

τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.

πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ἦι

 765κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ' εὐσωματεῖν;

Χο. ἢ μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν

εἴην πολυκτήτων τε δόμων μέτοχος.

 770εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς

οὐ σπάνις εὐγενέταις,

κηρυσσομένοισι δ' ἀπ' ἐσθλῶν δωμάτων

τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν

 775ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ' ἀρετὰ

καὶ θανοῦσι λάμπει.

κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν

 780ἢ ξὺν φθόνωι σφάλλειν δυνάμει τε δίκαν.

ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,

ἐν δὲ χρόνωι τελέθει

ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμος.

 785ταύταν ἤινεσα ταύταν καὶ φέρομαι†βιοτάν,

μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις

καὶ πόλει δύνασθαι.

ὦ γέρον Αἰακίδα,

πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ-

ροις ὁμιλῆσαι δορὶ

κλεινοτάτωι, καὶ ἐπ' Ἀργώιου δορὸς ἄξενον ὑγρὰν

 795ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων

κλεινὰν ἐπὶ ναυστολίαν,

Ἰλιάδα τε πόλιν ὅτε ‹τὸ› πάρος

εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνωι

 800κοινὰν τὰν εὔκλειαν ἔχοντ'

Εὐρώπαν ἀφικέσθαι.

ΤΡΟΦΟΣ

ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῶι

διάδοχον ἐν τῆιδ' ἡμέραι πορσύνεται.

δέσποινα γὰρ κατ' οἶκον, Ἑρμιόνην λέγω,

 805πατρός τ' ἐρημωθεῖσα συννοίαι θ' ἅμα

οἷον δέδρακεν ἔργον, Ἀνδρομάχην κτανεῖν

καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,

πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων

ἐκ τῶνδ' ἀτίμως δωμάτων ἀποσταλῆι

 810[ἢ κατθάνηι κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν].

μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην

εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς

ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.

οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα

 815ἔγνωκε πράξασ' οὐ καλῶς. ἐγὼ μὲν οὖν

δέσποιναν εἴργουσ' ἀγχόνης κάμνω, φίλαι·

ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω

θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων

φίλων νέοι μολόντες εὐπιθέστεροι.

 820Χο. καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν

βοὴν ἐφ' οἷσιν ἦλθες ἀγγέλλουσα σύ.

δείξειν δ' ἔοικεν ἡ τάλαιν' ὅσον στένει

πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾶι

φεύγουσα χεῖρας προσπόλων πόθωι θανεῖν.

 825Ερ. ἰώ μοί μοι·

σπάραγμα κόμας ὀνύχων τε

δάϊ' ἀμύγματα θήσομαι.

Τρ. ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῆι;

Ερ. αἰαῖ αἰαῖ·

 830ἔρρ' αἰθέριον πλοκαμῶν ἐ-

μῶν ἄπο, λεπτόμιτον φάρος.

Τρ. τέκνον, κάλυπτε στέρνα, σύνδησον πέπλους.

Ερ. τί δὲ στέρνα δεῖ καλύπτειν πέπλοις;

δῆλα καὶ ἀμφιφανῆ καὶ ἄκρυπτα δε-

 835δράκαμεν πόσιν.

Τρ. ἀλγεῖς φόνον ῥάψασα συγγάμωι σέθεν;

Ερ. κατὰ μὲν οὖν τόλμας στένω δαΐας,

ἃν ῥέξ' ἁ κατάρατος ἐγὼ κατά-

ρατος ἀνθρώποις.

 840Τρ. συγγνώσεταί σοι τήνδ' ἁμαρτίαν πόσις.

Ερ. τί μοι ξίφος ἐκ χερὸς ἠγρεύσω;

ἀπόδος, ὦ φίλος, ἀπόδος, ἵν' ἀνταίαν

ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;

 845Τρ. ἀλλ' εἴ σ' ἀφείην μὴ φρονοῦσαν, ὡς θάνηις;

Ερ. οἴμοι πότμου.

ποῦ μοι πυρὸς φίλα φλόξ;

ποῦ δ' ἐκ πέτρας ἀερθῶ,

‹ἢ› κατὰ πόντον ἢ καθ' ὕλαν ὀρέων,

 850ἵνα θανοῦσα νερτέροισιν μέλω;

Τρ. τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι

πᾶσιν βροτοῖσιν ἢ τότ' ἦλθον ἢ τότε.

Ερ. ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν

 855μονάδ' ἔρημον οὖσαν ἐνάλου κώπας.

ὀλεῖ μ' ὀλεῖ με δηλαδὴ

πόσις· οὐκέτι τᾶιδ' ἐνοικήσω

νυμφιδίωι στέγαι.

τίνος ἄγαλμα θεῶν ἱκέτις ὁρμαθῶ;

 860ἢ δούλα δούλας γόνασι προσπέσω;

Φθιάδος ἐκ γᾶς

κυανόπτερος ὄρνις εἴθ' εἴην,

πευκᾶεν σκάφος ἇι διὰ κυανέ-

ας ἐπέρασεν ἀκτάς,

 865πρωτόπλοος πλάτα.

Τρ. ὦ παῖ, τὸ λίαν οὔτ' ἐκεῖν' ἐπήινεσα,

ὅτ' ἐς γυναῖκα Τρωιάδ' ἐξημάρτανες,

οὔτ' αὖ τὸ νῦν σου δεῖμ' ὃ δειμαίνεις ἄγαν.

οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις

 870φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.

οὐ γάρ τί σ' αἰχμάλωτον ἐκ Τροίας ἔχει,

ἀλλ' ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν

ἕδνοισι πόλεώς τ' οὐ μέσως εὐδαίμονος.

πατὴρ δέ σ' οὐχ ὧδ' ὡς σὺ δειμαίνεις, τέκνον,

 875προδοὺς ἐάσει δωμάτων τῶνδ' ἐκπεσεῖν.

ἀλλ' εἴσιθ' εἴσω μηδὲ φαντάζου δόμων

πάροιθε τῶνδε, μή τιν' αἰσχύνην λάβηις

[πρόσθεν μελάθρων τῶνδ' ὁρωμένη, τέκνον].

Χο. καὶ μὴν ὅδ' ἀλλόχρως τις ἔκδημος ξένος

 880σπουδῆι πρὸς ἡμᾶς βημάτων πορεύεται.

ΟΡΕΣΤΗΣ

ξέναι γυναῖκες, ἦ τάδ' ἔστ' Ἀχιλλέως

παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;

Χο. ἔγνως· ἀτὰρ δὴ πυνθάνηι τίς ὢν τάδε;

Ορ. Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,

 885ὄνομα δ' Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς

μαντεῖα Δωδωναῖ'. ἐπεὶ δ' ἀφικόμην

Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν περὶ

γυναικός, εἰ ζῆι κεὐτυχοῦσα τυγχάνει

ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ

 890ναίουσ' ἀφ' ἡμῶν πεδί' ὅμως ἐστὶν φίλη.

Ερ. ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς

Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων

οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,

πράσσοντας οὐκ εὖ. στεμμάτων δ' οὐχ ἥσσονας

 895σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.

Ορ. ἔα·

τί χρῆμα; μῶν ἐσφάλμεθ' ἢ σαφῶς ὁρῶ

δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;

Ερ. ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ

Ἑλένη κατ' οἴκους πατρί· μηδὲν ἀγνόει.

 900Ορ. ὦ Φοῖβ' ἀκέστορ, πημάτων δοίης λύσιν.

τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;

Ερ. τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ' ἔχει,

τὰ δ' ἐκ θεῶν του· πανταχῆι δ' ὀλώλαμεν.

Ορ. τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω

 905παίδων γυναικὶ συμφορὰ πλὴν ἐς λέχος;

Ερ. τοῦτ' αὐτὸ καὶ νοσοῦμεν· εὖ μ' ὑπηγάγου.

Ορ. ἄλλην τιν' εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;

Ερ. τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.

Ορ. κακόν γ' ἔλεξας, δίσσ' ἕν' ἄνδρ' ἔχειν λέχη.

 910Ερ. τοιαῦτα ταῦτα. κἆιτ' ἔγωγ' ἠμυνάμην.

Ορ. μῶν ἐς γυναῖκ' ἔρραψας οἷα δὴ γυνή;

Ερ. φόνον γ' ἐκείνηι καὶ τέκνωι νοθαγενεῖ.

Ορ. κἄκτεινας, ἤ τις συμφορά σ' ἀφείλετο;

Ερ. γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.

 915Ορ. σοὶ δ' ἦν τις ὅστις τοῦδ' ἐκοινώνει φόνου;

Ερ. πατήρ γ' ἐπ' αὐτὸ τοῦτ' ἀπὸ Σπάρτης μολών.

Ορ. κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;

Ερ. αἰδοῖ γε· καί μ' ἔρημον οἴχεται λιπών.

Ορ. συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.

 920Ερ. ἔγνως· ὀλεῖ γάρ μ' ἐνδίκως. τί δεῖ λέγειν;

ἀλλ' ἄντομαί σε Δία καλοῦσ' ὁμόγνιον,

πέμψον με χώρας τῆσδ' ὅποι προσωτάτω

ἢ πρὸς πατρῶιον μέλαθρον· ὡς δοκοῦσί γε

δόμοι τ' ἐλαύνειν φθέγμ' ἔχοντες οἵδε με,

 925μισεῖ τε γαῖα Φθιάς. εἰ δ' ἥξει πάρος

Φοίβου λιπὼν μαντεῖον ἐς δόμους πόσις,

κτενεῖ μ' ἐπ' αἰσχίστοισιν, ἢ δουλεύσομεν

νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.

πῶς οὖν τάδ', ὡς εἴποι τις, ἐξημάρτανον;

 930κακῶν γυναικῶν εἴσοδοί μ' ἀπώλεσαν,

αἵ μοι λέγουσαι τούσδ' ἐχαύνωσαν λόγους·

Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις

δούλην ἀνέξηι σοι λέχους κοινουμένην;

μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ' ἐμοῖς δόμοις

 935βλέπουσ' ἂν αὐγὰς τἄμ' ἐκαρποῦτ' ἂν λέχη.

κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους

[σοφῶν πανούργων ποικίλων λαλημάτων]

ἐξηνεμώθην μωρίαι. τί γάρ μ' ἐχρῆν

πόσιν φυλάσσειν, ἧι παρῆν ὅσων ἔδει;

 940πολὺς μὲν ὄλβος, δωμάτων δ' ἠνάσσομεν,

παῖδας δ' ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,

ἡ δ' ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.

ἀλλ' οὔποτ' οὔποτ' (οὐ γὰρ εἰσάπαξ ἐρῶ)

χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,

 945πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν

γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·

ἡ μέν τι κερδαίνουσα συμφθείρει λέχος,

ἡ δ' ἀμπλακοῦσα συννοσεῖν αὑτῆι θέλει,

πολλαὶ δὲ μαργότητι· κἀντεῦθεν δόμοι

 950νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ' εὖ φυλάσσετε

κλήιθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·

ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι

δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.

Χο. ἄγαν ἐφῆκας γλῶσσαν ἐς τὸ σύμφυτον.

 955συγγνωστὰ μέν νυν σοὶ τάδ', ἀλλ' ὅμως χρεὼν

κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.

Ορ. σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς

λόγους ἀκούειν τῶν ἐναντίων πάρα.

ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων

 960ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος

φυλακὰς ἔχων ἔμιμνον, εἴτ' αὐτοῦ μενεῖς

εἴτ' ἐκφοβηθεῖσ' αἰχμαλωτίδος φόνωι

γυναικὸς οἴκων τῶνδ' ἀπηλλάχθαι θέλεις.

ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,

 965εἰ δ' ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον

πέμψων σ' ἀπ' οἴκων τῶνδ'. ἐμὴ γὰρ οὖσα πρὶν

σὺν τῶιδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκηι,

ὃς πρὶν τὰ Τροίας ἐσβαλεῖν ὁρίσματα

γυναῖκ' ἐμοί σε δοὺς ὑπέσχεθ' ὕστερον

 970τῶι νῦν σ' ἔχοντι, Τρωιάδ' εἰ πέρσοι πόλιν.

ἐπεὶ δ' Ἀχιλλέως δεῦρ' ἐνόστησεν γόνος,

σῶι μὲν συνέγνων πατρί, τὸν δ' ἐλισσόμην

γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας

καὶ τὸν παρόντα δαίμον', ὡς φίλων μὲν ἂν

 975γήμαιμ' ἀπ' ἀνδρῶν, ἔκτοθεν δ' οὐ ῥαιδίως,

φεύγων ἀπ' οἴκων ἃς ἐγὼ φεύγω φυγάς.

ὁ δ' ἦν ὑβριστὴς ἔς τ' ἐμῆς μητρὸς φόνον

τάς θ' αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.

κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν

 980ἤλγουν μὲν ἤλγουν, συμφορὰς δ' ἠνειχόμην,

σῶν δὲ στερηθεὶς ὠιχόμην ἄκων γάμων.

νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας

καὶ ξυμφορὰν τήνδ' ἐσπεσοῦσ' ἀμηχανεῖς,

ἄξω σ' ἐς οἴκους καὶ πατρὸς δώσω χερί.

 985τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς

οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.

Ερ. νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς

μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.

ἀλλ' ὡς τάχιστα τῶνδέ μ' ἔκπεμψον δόμων,

 990μὴ φθῆι σε προσβὰς δῶμα καί μ' ἑλὼν πόσις

ἢ πρέσβυς οἴκους μ' ἐξερημοῦσαν μαθὼν

Πηλεὺς μετέλθηι πωλικοῖς διώγμασιν.

Ορ. θάρσει γέροντος χεῖρα· τὸν δ' Ἀχιλλέως

μηδὲν φοβηθῆις παῖδ', ὅσ' εἰς ἔμ' ὕβρισεν.

 995τοία γὰρ αὐτῶι μηχανὴ πεπλεγμένη

βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου

πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ,

τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.

ὁ μητροφόντης δ', ἢν δορυξένων ἐμῶν

1000μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα,

δείξω γαμεῖν σφε μηδέν' ὧν ἐχρῆν ἐμέ.

πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην

ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις

γνώμης ὀνήσει θεῶι διδόντα νῦν δίκας,

1005ἀλλ' ἔκ τ' ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς

κακῶς ὀλεῖται· γνώσεται δ' ἔχθραν ἐμήν.

ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν

δαίμων δίδωσι κοὐκ ἐᾶι φρονεῖν μέγα.

Χο. ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίωι εὐτειχῆ πάγον

καὶ πόντιε κυανέαις ἵπποις διφρεύ-

ων ἅλιον πέλαγος,

τίνος οὕνεκ' ἄτιμον ὄργα-

1015νον χεροτεκτοσύνας Ἐ-

νυαλίωι δοριμήστορι προσθέν-

τες τάλαιναν τάλαι-

ναν μεθεῖτε Τροίαν;

πλείστους δ' ἐπ' ἀκταῖσιν Σιμοεντίσιν εὐίππους

ὄχους

1020ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ-

λας ἔθετ' ἀστεφάνους·

ἀπὸ δὲ φθίμενοι βεβᾶσιν

Ἰλιάδαι βασιλῆες,

1025οὐδ' ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί-

αι θεοῖσιν λέλαμ-

πεν καπνῶι θυώδει.

βέβακε δ' Ἀτρείδας ἀλόχου παλάμαις,

αὐτά τ' ἐναλλάξασα φόνον θανάτου

1030πρὸς τέκνων ἐπηῦρεν.

θεοῦ θεοῦ νιν κέλευσμ' ἐπεστράφη

μαντόσυνον, ὅτε νιν Ἄργος ἐμπορευθεὶς

Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἀποβάς,

1035ἔκταν', ὢν ματρὸς φονεύς.

ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;

πολλαὶ δ' ἀν' Ἑλλάνων ἀγόρους στοναχαὶ

μέλποντο δυστάνων τεκέων, ἄλοχοι δ'

1040ἐξέλειπον οἴκους

πρὸς ἄλλον εὐνάτορ'. οὐχὶ σοὶ μόναι

δύσφρονες ἐνέπεσον, οὐ φίλοισι, λῦπαι·

νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν

1045καὶ πρὸς εὐκάρπους γύας

σκηπτὸς σταλάσσων Δαναΐδαις φόνον.

Πη. Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι

σημήνατ'· ἠισθόμην γὰρ οὐ σαφῆ λόγον

ὡς δώματ' ἐκλιποῦσα Μενέλεω κόρη

1050φρούδη τάδ'· ἥκω δ' ἐκμαθεῖν σπουδὴν ἔχων

εἰ ταῦτ' ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων

δεῖ τοὺς κατ' οἶκον ὄντας ἐκπονεῖν τύχας.

Χο. Πηλεῦ, σαφῶς ἤκουσας· οὐδ' ἐμοὶ καλὸν

κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς·

1055βασίλεια γὰρ τῶνδ' οἴχεται φυγὰς δόμων.

Πη. τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.

Χο. πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάληι.

Πη. μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;

Χο. ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόνωι.

1060Πη. σὺν πατρὶ δ' οἴκους ἢ τίνος λείπει μέτα;

Χο. Ἀγαμέμνονός νιν παῖς βέβηκ' ἄγων χθονός.

Πη. ποίαν περαίνων ἐλπίδ'; ἦ γῆμαι θέλων;

Χο. καὶ σῶι γε παιδὸς παιδὶ πορσύνων μόρον.

Πη. κρυπτὸς καταστὰς ἢ κατ' ὄμμ' ἐλθὼν μάχηι;

1065Χο. ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα.

Πη. οἴμοι· τόδ' ἤδη δεινόν. οὐχ ὅσον τάχος

χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν

καὶ τἀνθάδ' ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,

πρὶν παῖδ' Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;

1070ΑΓΓΕΛΟΣ

ὤμοι μοι·

οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας

σοί τ', ὦ γεραιέ, καὶ φίλοισι δεσπότου.

Πη. αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾶι.

Αγ. οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθηις, γέρον

Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει

1075Δελφῶν ὑπ' ἀνδρῶν καὶ Μυκηναίου ξένου.

Χο. ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσηις·

ἔπαιρε σαυτόν. Πη. οὐδέν εἰμ'· ἀπωλόμην.

φρούδη μὲν αὐδή, φροῦδα δ' ἄρθρα μου κάτω.

Αγ. ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν

1080χρήιζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας.

Πη. ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν

οἵα με τὸν δύστηνον ἀμφιβᾶσ' ἔχεις.

πῶς δ' οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;

σήμαιν'· ἀκοῦσαι δ' οὐκ ἀκούσθ' ὅμως θέλω.

1085Αγ. ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον,

τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους

θέαι διδόντες ὄμματ' ἐξεπίμπλαμεν.

καὶ τοῦθ' ὕποπτον ἦν ἄρ'· ἔς τε συστάσεις

κύκλους τ' ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.

1090Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν

ἐς οὖς ἑκάστωι δυσμενεῖς ηὔδα λόγους·

Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ

χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,

τὸ δεύτερον παρόνθ' ἐφ' οἷσι καὶ πάρος

1095δεῦρ' ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων;

κἀκ τοῦδ' ἐχώρει ῥόθιον ἐν πόλει κακόν,

ἀρχαῖσί τ' ἐπληροῦτο βουλευτήρια

ἰδίαι θ' ὅσοι θεοῦ χρημάτων ἐφέστασαν

φρουρὰν ἐτάξαντ' ἐν περιστύλοις δόμοις.

1100ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας

παιδεύματ', οὐδὲν τῶνδέ πω πεπυσμένοι,

λαβόντες ἦιμεν ἐσχάραις τ' ἐφέσταμεν

σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς.

καί τις τόδ' εἶπεν· Ὦ νεανία, τί σοι

1105θεῶι κατευξώμεσθα; τίνος ἥκεις χάριν;

ὁ δ' εἶπε· Φοίβωι τῆς πάροιθ' ἁμαρτίας

δίκας παρασχεῖν βουλόμεσθ'· ἤιτησα γὰρ

πατρός ποτ' αὐτὸν αἵματος δοῦναι δίκην.

κἀνταῦθ' Ὀρέστου μῦθος ἰσχύων μέγα

1110ἐφαίνεθ', ὡς ψεύδοιτο δεσπότης ἐμός,

ἥκων ἐπ' αἰσχροῖς. ἔρχεται δ' ἀνακτόρων

κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων

εὔξαιτο Φοίβωι, τυγχάνει δ' ἐν ἐμπύροις·

τῶι δὲ ξιφήρης ἆρ' ὑφειστήκει λόχος

1115δάφνηι σκιασθείς, ὧν Κλυταιμήστρας τόκος

εἶς ἦν, ἁπάντων τῶνδε μηχανορράφος.

χὠ μὲν κατ' ὄμμα στὰς προσεύχεται θεῶι,

οἱ δ' ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι

κεντοῦσ' ἀτευχῆ παῖδ' Ἀχιλλέως λάθραι.

1120χωρεῖ δὲ πρύμναν· οὐ γὰρ ἐς καιρὸν τυπεὶς

ἐτύγχαν'· ἐξέλκει δὲ καὶ παραστάδος

κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας

ἔστη 'πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν,

βοᾶι δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε·

1125Τίνος μ' ἕκατι κτείνετ' εὐσεβεῖς ὁδοὺς

ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;

τῶν δ' οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας

ἐφθέγξατ', ἀλλ' ἔβαλλον ἐκ χειρῶν πέτροις.

πυκνῆι δὲ νιφάδι πάντοθεν σποδούμενος

1130προύτεινε τεύχη κἀφυλάσσετ' ἐμβολὰς

ἐκεῖσε κἀκεῖσ' ἀσπίδ' ἐκτείνων χερί.

ἀλλ' οὐδὲν ἦνον, ἀλλὰ πόλλ' ὁμοῦ βέλη,

οἰστοί, μεσάγκυλ' ἔκλυτοί τ' ἀμφώβολοι

σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος.

1135δεινὰς δ' ἂν εἶδες πυρρίχας φρουρουμένου

βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν

κύκλωι κατεῖχον οὐ διδόντες ἀμπνοάς,

βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,

τὸ Τρωϊκὸν πήδημα πηδήσας ποδοῖν

1140χωρεῖ πρὸς αὐτούς· οἱ δ' ὅπως πελειάδες

ἱέρακ' ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.

πολλοὶ δ' ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων

αὐτοί θ' ὑφ' αὑτῶν στενοπόρους κατ' ἐξόδους.

κραυγὴ δ' ἐν εὐφήμοισι δύσφημος δόμοις

1145πέτραισιν ἀντέκλαγξ'· ἐν εὐδίαι δέ πως

ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις,

πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο

δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν

στρέψας πρὸς ἀλκήν. ἔνθ' Ἀχιλλέως πίτνει

1150παῖς ὀξυθήκτωι πλευρὰ φασγάνωι τυπεὶς

[Δελφοῦ πρὸς ἀνδρὸς ὅσπερ αὐτὸν ὤλεσεν]

πολλῶν μετ' ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει,

τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,

βάλλων ἀράσσων; πᾶν δ' ἀνήλωται δέμας

1155τὸ καλλίμορφον τραυμάτων ὕπ' ἀγρίων.

νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας

ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.

ἡμεῖς δ' ἀναρπάσαντες ὡς τάχος χεροῖν

κομίζομέν νίν σοι κατοιμῶξαι γόοις

1160κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφωι.

τοιαῦθ' ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,

ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,

δίκας διδόντα παῖδ' ἔδρασ' Ἀχιλλέως.

ἐμνημόνευσε δ' ὥσπερ ἄνθρωπος κακὸς

1165παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός;

Χο. καὶ μὴν ὅδ' ἄναξ ἤδη φοράδην

Δελφίδος ἐκ γῆς δῶμα πελάζει.

τλήμων ὁ παθών, τλήμων δέ, γέρον,

καὶ σύ· δέχηι γὰρ τὸν Ἀχίλλειον

1170σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις,

αὐτὸς δὲ κακοῖς

εἰς ἓν μοίρας συνέκυρσας.

Πη. ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε

καὶ δέχομαι χερὶ δώμασιν ἁμοῖς.

1175ἰώ μοί μοι, αἰαῖ·

ὦ πόλι Θεσσαλίας, διολώλαμεν,

οἰχόμεθ'· οὐκέτι μοι γένος, οὐ τέκνα λείπεται οἴκοις.

ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίνα

1180δὴ φίλον αὐγὰς βαλὼν τέρψομαι;†

ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,

εἴθε σ' ὑπ' Ἰλίωι ἤναρε δαίμων

Σιμοεντίδα παρ' ἀκτάν.

Χο. οὕτως ἂν ὡς ἐκ τῶνδ' ἐτιμᾶτ' ἄν, γέρον,

1185θανών, τὸ σὸν δ' ἦν ὧδ' ἂν εὐτυχέστερον.

Πη. ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα

καὶ πόλιν ὤλεσας ὤλεσας ἁμάν.

αἰαῖ, ἒ ἔ, ὦ παῖ·

μήποτε σῶν λεχέων τὸ δυσώνυμον

1190ὤφελ' ἐμὸν γένος εἰς τέκνα καὶ δόμον

ἀμφιβαλέσθαι

Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον,†

ἀλλὰ κεραυνῶι πρόσθεν ὀλέσθαι·

μηδ' ἐπὶ τοξοσύναι φονίωι πατρὸς

1195αἷμα τὸ διογενές ποτε Φοῖβον

βροτὸς ἐς θεὸν ἀνάψαι.

Χο. ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις

νόμωι τῶι νερτέρων κατάρξω.

1200Πη. ὀττοτοτοτοῖ, διάδοχά ‹σοι› τάλας ἐγὼ

γέρων καὶ δυστυχὴς δακρύω.

Χο. θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.

1205Πη. ὦ φίλος, δόμον ἔλιπες ἔρημον,

[ὤμοι μοι, ταλαίπωρον ἐμὲ]

γέροντ' ἄπαιδα νοσφίσας.

Χο. θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.

Πη. οὐ σπαράξομαι κόμαν,

1210οὐκ ἐμῶι 'πιθήσομαι

κάραι κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις,

διπλῶν τέκνων μ' ἐστέρησε Φοῖβος.

Χο. ὦ κακὰ παθὼν ἰδών τε δυστυχὲς γέρον,

1215τίν' αἰῶν' ἐς τὸ λοιπὸν ἕξεις;

Πη. ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν

διαντλήσω πόνους ἐς Ἅιδαν.

Χο. μάτην δέ σ' ἐν γάμοισιν ὤλβισαν θεοί.

Πη. ἀμπτάμενα φροῦδα πάντ' ἐκεῖνα

1220κόμπων μεταρσίων πρόσω.

Χο. μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφηι.

Πη. οὐκέτ' ἐστί μοι πόλις,

σκῆπτρά τ' ἐρρέτω τάδε·

σύ τ', ὦ κατ' ἄντρα νύχια Νηρέως κόρα,

1225πανώλεθρόν μ' ὄψεαι πίτνοντα.

Χο. ἰὼ ἰώ·

τί κεκίνηται, τίνος αἰσθάνομαι

θείου; κοῦραι, λεύσσετ' ἀθρήσατε·

δαίμων ὅδε τις λευκὴν αἰθέρα

πορθμευόμενος τῶν ἱπποβότων

1230Φθίας πεδίων ἐπιβαίνει.

ΘΕΤΙΣ

Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων

ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.

καὶ πρῶτα μέν σοι τοῖς παρεστῶσιν κακοῖς

μηδέν τι λίαν δυσφορεῖν παρήινεσα·

1235κἀγὼ γάρ, ἣν ἄκλαυτ' ἐχρῆν τίκτειν τέκνα,

θεὰν γεγῶσαν καὶ θεοῦ πατρὸς τέκος,

ἀπώλεσ' ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας

Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.

ὧν δ' οὕνεκ' ἦλθον σημανῶ, σὺ δ' ἐνδέχου.

τὸν μὲν θανόντα τόνδ' Ἀχιλλέως γόνον

1240θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν,

Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλληι τάφος

φόνον βίαιον τῆς Ὀρεστείας χερός·

γυναῖκα δ' αἰχμάλωτον, Ἀνδρομάχην λέγω,

Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,

1245Ἑλένωι συναλλαχθεῖσαν εὐναίοις γάμοις,

καὶ παῖδα τόνδε, τῶν ἀπ' Αἰακοῦ μόνον

λελειμμένον δή. βασιλέα δ' ἐκ τοῦδε χρὴ

ἄλλον δι' ἄλλου διαπερᾶν Μολοσσίας

εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ' ἀνάστατον

1250γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον,

Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,

καίπερ πεσούσης Παλλάδος προθυμίαι.

σὲ δ', ὡς ἂν εἰδῆις τῆς ἐμῆς εὐνῆς χάριν,

1255κακῶν ἀπαλλάξασα τῶν βροτησίων

ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.

κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα

τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾶι·

ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα

1260τὸν φίλτατόν σοι παῖδ' ἐμοί τ' Ἀχιλλέα

ὄψηι δόμους ναίοντα νησιωτικοὺς

Λευκὴν κατ' ἀκτὴν ἐντὸς ἀξένου πόρου.

ἀλλ' ἕρπε Δελφῶν ἐς θεόδμητον πόλιν

νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ

1265ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν

Σηπιάδος ἵζου· μίμνε δ' ἔστ' ἂν ἐξ ἁλὸς

λαβοῦσα πεντήκοντα Νηρήιδων χορὸν

ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον

δεῖ σ' ἐκκομίζειν, Ζηνὶ γὰρ δοκεῖ τάδε.

1270παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ·

πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν

ψῆφος κέκρανται κατθανεῖν τ' ὀφείλεται.

Πη. ὦ πότνι', ὦ γενναῖα συγκοιμήματα,

Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ' ἀξίως

1275σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.

παύω δὲ λύπην σοῦ κελευούσης, θεά,

καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,

οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.

[κἆιτ' οὐ γαμεῖν δῆτ' ἔκ τε γενναίων χρεὼν

1280δοῦναί τ' ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται,

κακῶν δὲ λέκτρων μὴ 'πιθυμίαν ἔχειν,

μηδ' εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;

οὐ γάρ ποτ' ἂν πράξειαν ἐκ θεῶν κακῶς.]

Χο. πολλαὶ μορφαὶ τῶν δαιμονίων,

1285πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί·

καὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,

τῶν δ' ἀδοκήτων πόρον ηὗρε θεός.

τοιόνδ' ἀπέβη τόδε πρᾶγμα.