10918 960 3 107 21 0 I d. C. Botanica-Farmacologia-Medicina Dioscorides De materia medica med. gr. 1 + suppl. gr. 28; Laur. 73, 41 + 73, 16 + Vind. 93 0

Dioscorides - De materia medica (recensiones e codd. Vindob.)

   RV: ἶρις· οἱ δὲ ἶρις Ἰλλυρική, οἱ δὲ θαλπεινή, οἱ δὲ οὐρανία, οἱ δὲ καθαίρων, οἱ δὲ Θαυμαστίς, Ῥωμαῖοι ῥάδιξ μουρικά‹τα›, οἱ δὲ γλαδίο‹λου›μ, οἱ δὲ ὠπερτρίτις, οἱ δὲ κονσακράτριξ, Αἰγύπτιοι ναρί. ἀπὸ μὲν τῆς κατ' οὐρανὸν ἐμφερείας ὠνόμασται, φύλλα δὲ ἔχει ὡς ξιφίου, μείζονα δὲ καὶ πλατύτερα καὶ λιπαρώτερα, ἄνθη παράλληλα ἐπὶ κλωνίων λευκὰ καὶ μήλινα καὶ πορφυρᾶ καὶ κυανίζοντα, ῥίζας γονατώδεις, στερεάς, εὐώδεις. τμηθεῖσαι δ' αὗται ξηραίνονται ἐν σκιᾷ καὶ λίνῳ διαπαρεῖσαι ἀποτίθενται. βελτίων δὲ ἡ Ἰλλυρικὴ καὶ Μακεδονικὴ καὶ ἐν ταύταις ἡ πυκνόρριζος, ὑποκόλοβος, δύσθραυστος, ὑπόκιρρος, εὐώδης ἄγαν καὶ πυροῦσα τὴν γλῶσσαν, πταρμοὺς ἐν τῷ κόπτεσθαι κινοῦσα. δευτέρα ἡ Λιβυκή, λευκὴ κατὰ χρόαν, πικρὰ πρὸς γεῦσιν. παλαιούμεναι δὲ πᾶσαι τερηδονίζονται μέν, εὐωδέστεραι δὲ γίνονται καὶ θερμαντικὴν ἔχουσι δύναμιν, ἐφήλεις καθαίρουσαι καὶ φακοὺς καταπλαττόμεναι μετ' ἐλλεβόρου λευκοῦ διπλασίονος· ἕλκη σαρκοῦσιν καὶ τὰ δυσανάγωγα τῶν ὑγρῶν λεπτύνουσιν καὶ φθοροποιὸν δύναμιν ἀναλαμβάνουσιν ποτιζόμεναι μεθ' ὑδρομέλιτος.

[2]    RV: ἄκορον· οἱ δὲ χορὸς Ἀφροδίσιος, Ῥωμαῖοι Βενέριαμ, οἱ δὲ ναύτικα ῥάδιξ, Γάλλοι πίπερ ἄπιουμ.

[4]    RV: κύπερον· οἱ δὲ καὶ ταύτην ἐρυσίσκηπτρον ὡς τὴν ἀσπάλαθον καλοῦσιν, Ῥωμαῖοι ἰούγκι ῥαδίκεμ, οἱ δὲ ἰούγκουμ.

[10]    RV: ἄσαρον· οἱ δὲ νάρδος ἀγρία, προφῆται αἷμα Ἄρεως, Ὀσθάνης θέσαν, Αἰγύπτιοι κερέερα, Ῥωμαῖοι περπρέσσαμ, οἱ δὲ βάκχαρ, Θοῦσκοι σούκινουμ, οἱ δὲ νάρδου‹μ›, ῥούστικου‹μ›, Γάλλοι βάκαρ. βοτάνη εὐώδης, στεφανωματική, ἧς τὰ φύλλα ‹τραχέα›, μέγεθος ἔχοντα μεταξὺ ἴου καὶ φλόμου, καυλία γωνιοειδῆ, ὑποτραχέα, ἀραιά, ἔχοντα παραφυάδας, ἄνθη δὲ πορφυρᾶ, λευκά, εὐώδη, ῥίζαι ὅμοιαι ταῖς τοῦ μέλανος ἐλλεβόρου, ἐοικυῖαι τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ δὲ τραχέα χωρία καὶ ἄνικμα. ταύτης ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι βοηθεῖ ῥήγμασι, σπάσμασι, δυσπνοίᾳ, βηχὶ χρονίᾳ, δυσουρίᾳ· ἄγει δὲ καὶ ἔμμηνα καὶ θηριοδήκτοις χρησίμως σὺν οἴνῳ δίδοται. τὰ δὲ φύλλα στυπτικὰ ὄντα καταπλασσόμενα ὠφελεῖ κεφαλαλγίας καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ αἰγίλωπας ἀρχομένους καὶ μαστοὺς ἐκ τόκων φλεγμαίνοντας καὶ ἐρυσιπέλατα· ἔστι δὲ καὶ ὑπνοποιὸς ἡ ὀσμή.

[26]    RV: κρόκος· οἱ δὲ κάστωρ, οἱ δὲ κυνόμορφος, προφῆται αἷμα Ἡρακλέους. ἀμείνων μὲν ὁ Κωρύκιος ἐκ Κιλικίας, δεύτερος ὁ Λυκιακὸς ἀπὸ τοῦ πρὸς αὐτῇ Κωρύκου ‹καὶ› τοῦ ἐν αὐτῇ Ὀλύμπου, τρίτος ὁ ἐξ Αἰγῶν τῆς Αἰολίδος. ὁ δὲ Κυρηναικὸς καὶ Σικελικὸς ἀσθενέστεροι μέν εἰσιν τῇ δυνάμει, πολύχυλοι δὲ καὶ εὔθλαστοι, διὸ καὶ τοὺς πολλοὺς πλανῶσιν. εἰς δὲ τὴν ἰατρικὴν χρῆσιν ἄριστος ὁ πρόσφατος, εὔχρους, ὀλίγον ἔχων λευκόν, ὑπομήκης, ὁλόκληρος, πλήρης, ἀλιπής, εὔπνους, ἔν τε τῇ διέσει τὰς χεῖρας βάπτων, οὐκ εὐρωτιῶν, ὑπόδριμυς· ὁ γὰρ μὴ τοιοῦτος ἢ ἄωρος ἢ παλαιός ἐστιν ἢ ἀποβεβρεγμένος. δολοῦται δὲ μειγνυμένου κροκομάγματος ἢ δι' ἑψήματος ὑπαλειφόμενος συντετριμμένης εἰς τὸ βαρυσταθμῆσαι λιθαργύρου ἢ μολυβδαίνης· ἐλέγχεται δὲ τῷ κονιορτῶδες ὑπάρχειν ἢ ἑψήματος ὀδωδὴν ἢ καὶ δυσώδη ‹τετυχη›κέναι καὶ μὴ εἰλικρινῆ προσβάλλειν τὴν εὐωδίαν. Θεσσαλὸς μὲν οὖν φησιν μόνον εὐώδη αὐτόν· οἱ δὲ καὶ θανάσιμον, εἴ τις πιεῖν διδῷ αὐτοῦ τρεῖς δραχμὰς μεθ' ὕδατος. κατὰ δὲ τὸ ἀληθὲς διουρητικός ἐστιν καὶ ἠρέμα παραστύφων, διὸ καὶ πρὸς ἐρυσιπέλατα ποιεῖ περιχριόμενος μεθ' ὕδατος καὶ πρὸς ῥευματισμὸν ὀφθαλμῶν καὶ ὤτων καὶ τῶν ὁμοίων μετὰ γάλακτος. συμπλέκεται δὲ κολλυρίοις ὠτικοῖς, στοματικοῖς. ἔστι δὲ καὶ ἀκραίπαλος. ἡ δὲ ῥίζα τῆς φερούσης αὐτὸν πόας μετὰ γλυκέος πινομένη οὖρα κινεῖ.

[28]    C: Ἑλένιον· οἱ δὲ σύμφυτον ἄγριον, οἱ δὲ Περσικήν, οἱ δὲ Μηδικήν, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκταρέαν, οἱ δὲ κλεωναίαν, οἱ δὲ βάτον Ἰδαίαν, οἱ δὲ φλόμον Ἰδαῖον, Ῥωμαῖοι τερμινάλιουμ, οἱ δὲ ἴνουλα Καμπάνα, Αἰγύπτιοι ληνίς.

   N: Ἑλένιον· οἱ δὲ ξυλοφόρον, οἱ δὲ σύμφυτον, Ῥωμαῖοι ἴνουλα Καμπάνα. καυλὸν ἀνίησιν δασύν, διπηχυαῖον καὶ μείζονα, γωνιοειδῆ, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων τὰ φύλλα δασέα, ὑπομήκη, πρὸς τὰ τοῦ βουγλώσσου. ἔχει δὲ καὶ παρὰ τὰς γωνίας ὁ καυλὸς ἐξοχάς τινας παρατεταμένας φύλλων προστύπων ἀφ' ἑκάστης πασχάλης, ἄνθη μήλινα καὶ καρπὸν ἐν αὐτοῖς ὡς φλόμου κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα. ῥίζαι δ' ὕπεισιν εὐώδεις, ὑποδριμεῖαι, κιρραί, εὐαφεῖς εἰς τὴν φύτευσιν, τὴν μὲν ἐπιφάνειαν μέλαιναι, ἔνδοθεν ‹δὲ› λευκαί, γλίσχραι, ὧν καὶ ἡ χρῆσις. γεννᾶται δὲ ἐν ὀρεινοῖς κτλ.

[75]    RV: ἄρκευθος· οἱ δὲ ἀρκευθίδα, οἱ δὲ Μνησίθεος, οἱ δὲ ἀκακαλλίδα, Ἄφροι ζουορρινσοιπέτ, Αἰγύπτιοι λιβιούμ, Ῥωμαῖοι ζουνιπέρουμ, Γάλλοι ἰουπικέλλους. ἔστιν ἀρκευθὶς ἡ μὲν μικρὰ ἡ δὲ μεγάλη· δριμεῖαι δὲ ἀμφότεραι, διουρητικαί, πυρωτικαί, θυμιώμεναι θηρία διώκουσιν. ὁ δὲ καρπὸς αὐτῶν εὐώδης, γλυκύς, θερμαντικός, διουρητικός. παραλαμβάνεται δὲ πρὸς παλαιὰς βῆχας, πνευματώσεις· ὀνομάζεται δὲ ἀρκευθίς. φύλλα δ' ἔχει δριμέα, διὸ [καὶ] καταπλασσόμενα καὶ πινόμενα καὶ αὐτὰ καὶ ὁ χυλὸς αὐτῶν μετ' οἴνου ποιεῖ πρὸς ἐχιοδήκτους. ὁ δὲ φλοιὸς καυθεὶς καὶ μετὰ ὕδατος καταχρισθεὶς λέπρας ἀφίστησι. τὸ δὲ ῥίνημα τοῦ ξύλου ποθὲν ἀναιρεῖ.

   [ἀρκευθὶς μεγάλη· οἱ δὲ κυπάρισσος ἀγρία, οἱ δὲ Μνησίθεος, οἱ δὲ ἀκακαλλίδα, Ῥωμαῖοι ζουνιπέρουμ. ἔστι καὶ αὕτη γνώριμος τοῖς πλείστοις, ἐμφερὴς κυπαρίσσῳ, γεννωμένη ἐν τραχέσι καὶ παραθαλασσίοις τόποις ὡς ἐπὶ τὸ πλεῖστον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ.]

[76]    RV: βράθυ· οἱ δὲ βόρατον, Ῥωμαῖοι ἕρβα Σαβίνα. δισσόν· τὸ μὲν κόμην ἔχει ὡς μυρίκη, τὸ δὲ ὡς κυπαρίσσου, βοστρυχωδέστερον δέ ἐστι τοῖς φύλλοις καὶ ἀκανθωδέστερον, δριμύ, πυρωτικόν· διόπερ ῥήσσει τὰ νεμόμενα. σὺν οἴνῳ ‹δὲ› ποθὲν ἢ προστεθὲν ἢ ὑποθυμιαθὲν ἔμβρυα κατασπᾷ καὶ δι' οὔρων αἷμα ἄγει.

[90]    RV: ῥάμνος· οἱ δὲ Περσεφόνιον, οἱ δὲ λευκάκανθα, Ῥωμαῖοι σπίνα ἄλβα, οἱ δὲ σπίνα κερβάλις, Ἄφροι ἀταδίμ. θάμνος ἐστὶν ὀρθός, ἔχων ῥάβδους καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα μακρά, ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἔστι δὲ καὶ ἑτέρα λευκοτέρα καὶ τὰς ῥάβδους ‹ἔχουσα› μακροτέρας μὲν καὶ ἀκανθώδεις, ἧττον δὲ στερεάς, τὸν δὲ καρπὸν λευκόν, κοινῶς λεπτόν, θυλακώδη. φύονται δὲ περὶ φραγμοῖς. τὰ δὲ φύλλα αὐτῶν λέγεται ποιεῖν καταπλασσόμενα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας.

[91]    RV: ἅλιμος· οἱ δὲ δαμασώνιον, οἱ δὲ ἐρυμ‹άτι›ον, οἱ δὲ Βρεττανική, οἱ δὲ ῥαβδίον, οἱ δὲ βασίλειον, προφῆται Ἑρμοῦ βάσις, ὁμοίως ἁψίς, οἱ δὲ Ὀσίριδος διάδημα, οἱ δὲ ἡλίου στέφανος, οἱ δὲ ἱερὸς καλός, Πυθαγόρας ἀνθηρός, Αἰγύπτιοι ἀσφοιί, οἱ δὲ ἀσοντηρί, οἱ δὲ ἀσελλοηρί, οἱ δὲ ἀσαραφί, Ῥωμαῖοι ἀλβούκιουμ, οἱ δὲ ἀμπουλλάκιαμ. θάμνος ἐστὶ φραγμίτης, ῥάμνῳ παραπλήσιος, οὐ μὴν ἀκανθώδης, ὑπόλευκος, ὅ τε σύμπας καὶ τὰ φύλλα καθάπερ ἐλαίας, πλατύτερα μέντοι καὶ ἁπαλώτερα. γεννᾶται δὲ κατὰ τὸ πλεῖστον ἐν παραθαλαττίοις τόποις καὶ φραγμοῖς. καὶ τὰ φύλλα μὲν ἐσθίεται, τῆς δὲ ῥίζης δραχμὴ μία μετὰ μελικράτου ποιεῖ πρὸς σπάσματα καὶ ῥήγματα καὶ στρόφους.

[97]    RV: ὑποκισθίς· οἱ δὲ ὑποκυσθίν, οἱ δὲ ὀρόβηθρον, οἱ δὲ θορύβηθρον, οἱ δὲ κύτινος, οἱ δὲ λεοντιάς, οἱ δὲ Διονυσιάς, οἱ δὲ θύρσιον.

   ὑποκισθίς ἑτέρα· οἱ δὲ αἰείβιον, οἱ δὲ κύτινον ἄφυλλον, οἱ δὲ θύρσιον, οἱ δὲ θορύβηθρον, οἱ δὲ καὶ ὀρόβηθρον, Ἄφροι βιλλεσαδέ.

[99]    RV: ῥόδον ἢ ῥόδα, Ῥωμαῖοι ῥόσα.

[103]    RV: ἄγνος· οἱ δὲ ἄγονον, οἱ δὲ λύγον, οἱ δὲ ἀμικτομίαινον, οἱ δὲ τριδάκτυλον, προφῆται σεμνόν, οἱ δὲ αἷμα ἴβεως, Αἰγύπτιοι σούμ, Ῥωμαῖοι σάλιξ μαρίνα, οἱ δὲ πίπερ ἀγρέστε, οἱ δὲ λουκρίφικουμ. ὠνόμασται μέντοι ἄγνος διὰ τὸ ὑποστρώννυσθαι αὐτὴν τὰς ἐν τοῖς Θεσμοφορίοις ἁγνευούσας ἢ διὰ τὸ πινόμενον, ὡς λέγουσιν, τὸ σπέρμα ἐπὶ συνουσίαν ὁρμὰς ὑπεκλύειν· καλεῖται δὲ οὕτως διὰ τὸ εὐλόγιστον. θάμνος δέ ἐστιν δενδρώδης, φυόμενος παρὰ ποταμοῖς καὶ πεδίοις ἐφύδροις, ῥάβδους ἔχων μακράς, δυσθραύστους, φύλλα μείζονα τῶν ἐλαίας καὶ ἁπαλώτερα. τὸ δὲ ἄνθος ‹ἡ› μὲν πορφυροῦν, ἡ δὲ λευκὸν ἐν τῷ πορφυρίζοντι, σπέρμα δὲ ὡς πέπερι καὶ τῇ δυνάμει θερμαντικόν· διὸ καὶ θηριοδήκτοις μεμαρτύρηται βοηθεῖν καὶ ὑδρωπικοῖς καὶ χρονίως ἐπεχομένοις τὰ ἔμμηνα· κατασπᾷ δὲ καὶ γάλα δραχμὴ ποθεῖσα σὺν οἴνῳ. τὸ δὲ ἀφέψημα πρὸς τὰ περὶ ὑστέραν ‹εἰς› ἐγκαθίσματα, πρὸς δὲ τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ σκληρίας διδύμων δι' ὕδατος ἐπιπλάσσεται. ‹καὶ› τὰ φύλλα δὲ ὑποθυμιώμενα θηρία διώκει, καὶ [τοῖς] πρὸς κεφαλαλγίαν αὐτὴν ποιεῖν λέγουσιν· οὐ προσεκτέον· καρώδης γάρ ἐστιν. δοκεῖ δὲ κωλυτήριον ἐν ὁδοιπορίᾳ παρατριμμάτων εἶναι ἐν χειρὶ ῥαβδίον κατεχόμενον.

[2]

[96]    RV: χόνδρος· οἱ δὲ δίκοκκον, οἱ δὲ ζέαν καλοῦσιν, Ῥωμαῖοι φάρρεμ.

[97]    RV: κέγχρος· Ῥωμαῖοι μίλεουμ.

[98]    RV: ἔλυμος· οἱ δὲ μελίβιον, οἱ δὲ μελίνην, Ῥωμαῖοι πάνικουμ.

[100]    RV: αἶρα· οἱ δὲ θύαρος, Ῥωμαῖοι λόλλιουμ.

[102]    RV: τῆλις· οἱ δὲ [τῆλις] κάρφος, οἱ δὲ βούκερας, οἱ δὲ αἰγόκερας, οἱ δὲ κεραῖτις, οἱ δὲ λωτόν, Ῥωμαῖοι φαίνου‹μ› γραίκου‹μ›, Αἰγύπτιοι ἴτασιν, Ἄφροι τιτλώ.

[103]    RV: λίνον· οἱ δὲ λινοκάλαμις, οἱ δὲ αἴλινον, οἱ δὲ λίνον ἄγριον, Ῥωμαῖοι λίνουμ ῥούστικουμ, οἱ δὲ λίνουμ ἀγρέστεμ, Ἄφροι ζεραφοίστ.

[104]    RV: ἐρέβινθος· Ῥωμαῖοι κίκερ.

[105]    RV: κύαμος· Ῥωμαῖοι φάβα.

[107]    RV: φακός· Ῥωμαῖοι λέντεμ, οἱ δὲ λεντίκλαμ.

[108]    RV: ὄροβος· Ῥωμαῖοι ἔρβου‹μ›.

[109]    RV: θέρμος ἥμερος· Ῥωμαῖοι λουππίνουμ, Αἰγύπτιοι βρεχού.

   RV: θέρμος ἄγριος· Ῥωμαῖοι λουππίνουμ ἀγρέστεμ.

[110]    RV: γογγύλη· οἱ δὲ γογγυλίδα, οἱ δὲ γορσόσιον, Ῥωμαῖοι ῥάπαμ.

[112]    RV: ῥάφανος κηπαία· οἱ δὲ πολύειδος ἠρυγγίου, Ῥωμαῖοι ῥάδιξ νόστρα, Ἄφροι θορφάθ.

[114]    RV: λάπαθον, Ῥωμαῖοι ῥούμηξ, προφῆται αἷμα Τυφῶνος, Αἰγύπτιοι ἐπτίς· γνώριμον, κοιλίας μαλακτικὸν ἑψηθέν. ὠμὸν δὲ καταπλασσόμενον μελικηρίδας σὺν χρόνῳ διαφορεῖ.

   ὀξυλάπαθον τὸ μέγα· οἱ δὲ σύμφυτον, οἱ δὲ φλόμος Ἰουδαία, οἱ δὲ σατύριον, Ῥωμαῖοι ῥουμίκουλα, οἱ δὲ ῥούμηξ ἄκιδους, οἱ δὲ ῥούμηξ κανθηρίνους, Αἰγύπτιοι σεμίθ, Ἄφροι ἀμουτίμ.

   ὀξυλάπαθον τὸ μικρόν· οἱ δὲ ὀξαλίδα, Ῥωμαῖοι ῥουμιγάστρουμ, Ἄφροι ἀμουζεγαράφ. τὸ δὲ ὀξυλάπαθον, φυόμενον ἐν ἕλεσι, σκληρόν, ἄποξυ κτλ.

[115]    RV: ἱππολάπαθον· οἱ δὲ λάπαθον ἄγριον, Ῥωμαῖοι ῥούμηξ ῥούστικα· λάπαθόν ἐστι μέγα ἐν ἕλεσι γεννώμενον καὶ κατὰ πάντα ὅμοιον καὶ τῇ δυνάμει τῷ μικρῷ λαπάθῳ. ἑψηθὲν δὲ καὶ βρωθὲν κοιλίαν μαλάσσει, ὠμὸν δὲ καταπλασσόμενον μελικηρίδας σὺν χρόνῳ διαφορεῖ. αἱ δὲ ῥίζαι αὐτῶν ἑφθαὶ σὺν ὄξει καὶ ὠμαὶ καταπλασθεῖσαι θεραπεύουσι λέπρας, λειχῆνας, ὄνυχας λεπρούς· δεῖ δὲ προανατρίβειν τὸν τόπον ὄξει. πραύνει δὲ καὶ κνησμοὺς τὸ ἀφέψημα αὐτῶν περιαντλούμενον. παρηγοροῦσι δὲ καὶ ὀδονταλγίας ἐν οἴνῳ ἑψηθεῖσαι καὶ διακλυζόμεναι. διαφοροῦσι δὲ καὶ χοιράδας καὶ παρωτίδας ἑφθαὶ σὺν οἴνῳ καταπλασθεῖσαι, σπλῆνας δὲ σὺν ὄξει. καὶ ἐνδέσματι δέ τινες χρῶνται τῇ ῥίζῃ πρὸς χοιράδας καὶ περιάπτουσι τῷ τραχήλῳ. ἱστᾶσι δὲ καὶ ῥοῦν γυναικεῖον λεῖαι προστεθεῖσαι, ἀφεψηθεῖσαι δὲ ἐν οἴνῳ καὶ πινόμεναι ἰκτέρους ἀποκαθαίρουσιν καὶ λίθους τοὺς ἐν κύστει θρύπτουσιν ἔμμηνά τε ἄγουσι καὶ σκορπιοπλήκτοις βοηθοῦσιν.

[116]    RV: λαμψάνη· Ῥωμαῖοι ναπίκιουμ, Αἰγύπτιοι εὐθμοί.

[117]    RV: βλίτον· Αἰγύπτιοι ἐχλωτοριπλάμ, οἱ δὲ ῥιπλάν, Ῥωμαῖοι βλίτουμ, Δάκοι βλίς.

[118]    RV: μαλάχη κηπαία· Ῥωμαῖοι μάλβα ὁρτένσε, Πυθαγόρας ἀνάθεμα, Ζωροάστρης διάδεσμα, Αἰγύπτιοι χωκόρτην, προφῆται αἰγὸς σπλήν, οἱ δὲ οὐρὰ μυός.

   μαλάχη ἀγρία χερσαία· οἱ δὲ στρεμφύλλιον, Ῥωμαῖοι μάλβα ῥούστικα, Ἄφροι βοιββά.

[119]    RV: ἀνδράφαξις· οἱ δὲ ἀνδραφάξ, οἱ δὲ χρυσολάχανον Ῥωμαῖοι ἀτρίπλικεμ, Αἰγύπτιοι ὠχεί.

[120]    RV: κράμβη ἥμερος· οἱ δὲ κράμβη κηπαία, Ῥωμαῖοι βράσσικα.

[121]    RV: κράμβη ἀγρία· Ῥωμαῖοι βράσσικα ῥούστικα.

[122]    RV: κράμβη θαλασσία· οἱ δὲ θαλασσοκράμβην καλοῦσιν, Ῥωμαῖοι κολίκλουμ μαρίνουμ.

[123]    RV: σεῦτλον μέλαν ἄγριον· Ῥωμαῖοι βῆτα σιλβάτικα.

[124]    RV: ἀνδράχνη ἀγρία· οἱ δὲ ἀείζων ἄγριον, οἱ δὲ τηλέφιον, Ῥωμαῖοι ἐλέκεβραμ, οἱ δὲ πορτούλακαμ, Ἄφροι μοιμμοίμ, Δάκοι λάξ, Αἰγύπτιοι μοχμουτίμ. ἔχει δὲ αὕτη πλατύτερα ‹τὰ› φυλλάρια πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα· φύεται ἐν πετρώδεσι τόποις. δύναμιν δὲ ἔχει θερμαντικήν, δριμεῖαν, ἑλκωτικήν, χοιράδων διαφορητικὴν σὺν ὀξυγγίῳ καταπλαττομένη.

[125]    RV: μύαγρον ἢ ἀσπάραγον ἄγριον, οἱ δὲ πετραῖον, οἱ δὲ μελάμπυρον, οἱ δὲ μυόθηρον, οἱ δὲ μυάγραν, Ῥωμαῖοι σπάραγουμ.

[126]    RV: ἀρνόγλωσσον· οἱ δὲ ἄρνειον, οἱ δὲ προβάτειον, οἱ δὲ κυνόγλωσσον, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ πολύνευρον, προφῆται οὐρὰ ἰχνεύμονας, Αἰγύπτιοι ἀσοήθ, Ῥωμαῖοι πλαντάγω μίνορ, Γάλλοι ταρβηλοθάδιον, Σπάνοι θισάρικαμ, Ἄφροι ἀστιρκόκ.

[127]    RV: σίον τὸ ἐν ὕδασιν· οἱ δὲ ἀναγαλλὶς ἔνυδρος, οἱ δὲ σχοῖνος ἀρωματική, οἱ δὲ δωρώνιον, Ῥωμαῖοι λάουερεμ.

[128]    RV: σισύμβριον ἕτερον· οἱ δὲ καρδαμίνην, οἱ δὲ καὶ τοῦτο σίον καλοῦσιν.

[130]    RV: κορωνόπους· οἱ δὲ Ἄμμωνος ‹κέρας›, οἱ δὲ ἀστ‹έ›ριον, Ἄφροι ἀτιρσιττή, Ῥωμαῖοι, κα‹λ›κιάτρικεμ, οἱ δὲ στιλλάγω, οἱ δὲ σαγγουινάριαμ.

[131]    RV: σόγκος τραχύς· οἱ δὲ κικώριον ‹ἄρρεν›, Ῥωμαῖοι κικίρβιτα ἄσπρα, Ἄφροι γαθουονίμ.

   σόγκος τρυφερός· οἱ δὲ κικώριον θῆλυ, Ῥωμαῖοι κικίρβιτα‹μ› μόλλε‹μ›, Ἄφροι γαθουονίμ.

[132]    RV: σέρις ἥμερος· οἱ δὲ πικρίδιον, Αἰγύπτιοι ἄγον, Ῥωμαῖοι ἴντουβου‹μ› ἀγρέστε, οἱ δὲ κικίρβιτα ἄλβα, οἱ δὲ ἀμαριτούδω.

   σέρις ἀγρία· οἱ δὲ κικώριον, οἱ δὲ πικρίδα ἀγρίαν, Αἰγύπτιοι ἀγονουχί, Ῥωμαῖοι κικίρβιτα‹μ› ἀγρέστε‹μ›.

[133]    RV: χονδρίλη· οἱ δὲ καὶ τοῦτο κικώριον ἢ σερίδα καλοῦσιν.

[136]    RV: θρίδαξ ἥμερος· Ῥωμαῖοι λακτοῦκα, Αἰγύπτιοι ἐμβρωσί.

   θρίδαξ ἀγρία· οἱ δὲ καὶ τοῦτο ἱεράκιον, προφῆται αἷμα Τιτάνου, Ζωροάστρης φέρομβρος, Αἰγύπτιοι ἐμβρωσί, Ῥωμαῖοι λακτοῦκαμ ἀγρέστε‹μ›.

[137]    RV: γιγγίδιον· οἱ δὲ λεπίδιον, Ῥωμαῖοι βὶς ἀκούτουμ, Αἰγύπτιοι δωρισάστρου, Σύροι ἀδοριού, Ἄφροι τιρινταί.

[138]    RV: σκάνδυξ· Ῥωμαῖοι ἕρβα κανάρια, οἱ δὲ ἀκίκουλαμ.

[139]    RV: καυκαλίς· οἱ δὲ καῦκον ἢ δαῦκον ἄγριον, οἱ δὲ μυῖτις, Δημόκριτος βρύον, Ῥωμαῖοι πέδε‹μ› γαλλινάκιουμ, οἱ δὲ πέδε‹μ› πούλλι, Αἰγύπτιοι σεσελίς.

[140]    RV: εὔζωμον· Ῥωμαῖοι ἠρούκαμ, Αἰγύπτιοι ἐθρεκιγκίν, Ἄφροι ἀσουρήκ.

[141]    RV: ὤκιμον.

[143]    RV: τραγοπώγων ἢ τετραπώγων, οἱ δὲ κόμην καλοῦσιν.

[147]    RV: Μήδιον· οἱ δὲ Μηδική, οἱ δὲ τρίφυλλον, οἱ δὲ κλημάτιον, οἱ δὲ ὀσμ‹ηρ›ός, οἱ δὲ τρίγωνος, οἱ δὲ Κυβέλιον, οἱ δὲ πολύφυλλον, Ῥωμαῖοι τριφόλλιουμ ὀδοράτουμ, Αἰγύπτιοι ἐπαθού.

[148]    RV: ἀφάκη.

[149]    RV: πράσον κηπαῖον· οἱ δὲ κεφαλωτόν, Ῥωμαῖοι πόρρουμ.

[150]    RV: λυκόσκορδον· οἱ δὲ ἀμπελόπρασον, οἱ δὲ ἀρητιάς, οἱ δὲ ἀμακρῶτις, Ῥωμαῖοι ἀριητίλλουμ, οἱ δὲ πόρρουμ ῥούστικουμ, Ἄφροι σουμαγδεβάλ.

[151]    RV: κρόμυον· οἱ δὲ πολύειδος, προφῆται καλαβῶτις, Ῥωμαῖοι κήπαμ.

[152]    RV: σκόρδον ὁμοίως· οἱ δὲ ὑοβόσκον, οἱ δὲ ἐλαφοβόσκον, Ῥωμαῖοι ἄλιουμ.

   RV: ὀφιόσκορδον· Ῥωμαῖοι ἄλιουμ κολοβρίνουμ, οἱ δὲ ἄλιουμ βιπερίνουμ. τὸ δὲ ὀφιοσκόρδον καλούμενον δύναμιν ἔχει δριμεῖαν, θερμαντικήν κτλ.

   RV: ἐλαφόσκορδον· οἱ δὲ ἀγριόσκορδον, οἱ δὲ καὶ τοῦτο ὀφιόσκορδον καλοῦσιν, Ῥωμαῖοι ἄλιουμ κερβίνουμ. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσιν χωρίοις, ἐμφερὲς τῷ ὀφιοσκόρδῳ. δύναμιν δὲ ἔχει δριμεῖαν, θερμαντικήν, δηκτικήν, φυσώδη, κοιλίας ταρακτικήν, ξηραντικὴν στομάχου καὶ ποιητικὴν δίψους, ἑλκωτικὴν τῶν ἐν τῇ ἐπιφανείᾳ σωμάτων. βιβρωσκόμενον δὲ ἕλμιν πλατεῖαν ἐξάγει καὶ οὖρα ἄγει, ἐχεοδήκτοις τε καὶ αἱμορροοῦσιν ὡς οὐδὲν ἕτερον ἁρμόζει, λαμβανομένου οἴνου συνεχῶς ἢ σὺν τῷ οἴνῳ λεανθὲν καὶ ποθέν· καταπλάσσεται καὶ πρός τε ταὐτὰ καὶ ἐπὶ τῶν λυσσοδήκτων ὠφελίμως.

[153]    RV: σκορδόπρασον.

[154]    RV: σίνηπι κηπαῖον· οἱ δὲ νᾶπυ, Ῥωμαῖοι σινᾶπε‹μ›.

   RV: σίνηπι ἄγριον ἢ καὶ σκόρδιον μέγα, οἱ δὲ ἀνδρεῖον, Ῥωμαῖοι σινᾶπε‹μ› ῥούστικα‹μ›,

[155]    RV: κάρδαμον· οἱ δὲ κυνοκάρδαμον, οἱ δὲ ἰβηρίς, οἱ δὲ καρδαμίνη, Αἰγύπτιοι σεμέθ, Ῥωμαῖοι ναστούρκιουμ.

[156]    RV: θλάσπι· οἱ δὲ θλασπίδιον, οἱ δὲ σίνηπι Περσικόν, οἱ δὲ σίνηπι ἄγριον, οἱ δὲ μυῖτιν, οἱ δὲ μυιόπτερον, οἱ δὲ Δημοφῶν, οἱ δὲ βότρυον, Αἰγύπτιοι σουιτέμψου, Ῥωμαῖοι σκανδουλάκιουμ, οἱ δὲ καμψέλλα, οἱ δὲ πέδε‹μ› γαλλινάκιουμ.

[158]    RV: ἐρύσιμον· οἱ δὲ χαμαίπλιον, προφῆται Ἡρακλέους ἄλφιτα, Αἰγύπτιοι ἐρεθμού, Ῥωμαῖοι ἰριώνεμ.

[163]    RV: στρούθιον· οἱ δὲ κέδρον, οἱ δὲ κάθαρσις, οἱ δὲ στρουθοκάμηλος, οἱ δὲ χαμαίρρυτον, προφῆται χαλίρρυτον, Ῥωμαῖοι ῥάδιξ σανάρια, οἱ δὲ ἕρβα λανάρια, Αἰγύπτιοι οἰνώ, Ἄφροι σοιρίς.

[164]    RV: κυκλάμινος· οἱ δὲ κισσάνθεμον, οἱ δὲ κισσόφυλλον, οἱ δὲ χελ‹ιδ›όνιον, οἱ δὲ ἰχθυοθήρα, οἱ δὲ Κυλλήνη, Ζωροάστρης Στυμφαλῖτις, Ὀσθάνης ἀσφώ, προφῆται μυασφώ, Αἰγύπτιοι θέσκε, Ῥωμαῖοι ῥάπουμ τέρραι, οἱ δὲ οὐμβιλίκουμ τέρραι, οἱ δὲ ῥάπουμ πορκίνουμ, οἱ δὲ οὐρσίνουμ, οἱ δὲ ἀρχαρά.

[165]    RV: κυκλάμινος ἑτέρα, ἣν ἔνιοι κισσάνθεμον ἢ κισσόφυλλον καλοῦσι.

[166]    RV: δρακοντία μεγάλη· οἱ δὲ ἄρον, οἱ δὲ ἴσαρον, οἱ δὲ ἴαρον, οἱ δὲ ἱεράκιος, οἱ δὲ ἄμι ἄγριον, οἱ δὲ κύπερις, Ῥωμαῖοι κόλουβρουμ, οἱ δὲ μουράριαμ, οἱ δὲ σεγιτάλις, οἱ δὲ στρουμάριαμ. φύεται ἐν συσκίοις καὶ φραγμοῖς. καυλὸν δὲ ἔχει λεῖον ὀρθόν, ὡς διπηχυαῖον, παχὺν ὡς βακτηρίαν, ποικίλον κατὰ τὴν χρόαν, ὡς ἐοικέναι δράκοντι, καὶ πλεονάζει μὲν ἐν τοῖς διαπορφύροις σπίλοις· φύλλα δὲ ὡς λαπάθου, ἀντεμπλεκόμενα, καρπὸν δὲ ποιεῖ ἐπ' ἄκρου τοῦ καυλοῦ βοτρυοειδῆ, σποδώδη τῷ χρώματι τὸ πρῶτον, ἐν δὲ τῷ πεπανθῆναι κροκίζοντα καὶ φοινικοῦν, ῥίζαν εὐμεγέθη, στρογγύλην, λευκήν, φλοιὸν ἔχουσαν λεπτόν. συλλέγεται δὲ καὶ χυλίζεται, ὅταν περκάζῃ, καὶ ξηραίνεται ἐν σκιᾷ. ἡ δὲ ῥίζα ὀρύσσεται ἐν πυραμητῷ καὶ πλυθεῖσα κατατέμνεται καὶ ἐνείρεται μὲν ἱμάντι, ξηραίνεται δὲ ἐν σκιᾷ. θερμαντικὴ δέ ἐστι μετὰ συγκράματος. ποιεῖ δὲ ὀπτή τε καὶ ἑφθὴ μετὰ μέλιτος ἐκλειχομένη πρὸς ὀρθοπνοικούς, ῥήγματα, σπάσματα, βῆχας, κατάρρουν. ποθεῖσα δὲ μετ' οἴνου τὰς ἐπὶ συνουσίαν ὁρμὰς κινεῖ. καθαίρει δὲ σὺν μέλιτι λειανθεῖσα καὶ ἐπιπλασθεῖσα τὰ κακοήθη τῶν ἑλκῶν καὶ φαγεδαινικὰ καὶ μάλιστα μετὰ λευκῆς ἀμπέλου, καὶ κολλύρια δὲ ἐξ αὐτῆς σὺν μέλιτι πρὸς σύριγγας ἀναπλάττεται καὶ πρὸς ἐμβρύων κομιδήν· ποιεῖ δὲ καὶ πρὸς ἀλφοὺς σὺν μέλιτι καταχρισθεῖσα, πολύποδας δὲ καὶ καρκινώματα δαπανᾷ. ποιεῖ δὲ ὁ χυλὸς αὐτῆς καὶ εἰς ὀφθαλμικά, πρὸς νεφέλια, λευκώματα, ἀχλῦς. ἡ δὲ ὀσμὴ τῆς ῥίζης καὶ τῆς πόας τῶν ἄρτι συνειλημμένων φθόριόν ἐστι, καὶ τοῦ καρποῦ τριάκοντα κόκκοι ποθέντες μετ' ὀξυκράτου. ἔνιοι δὲ τῷ χυλῷ τούτου καὶ τοὺς ὠταλγοῦντας ἐνεχυμάτισαν μετὰ ἐλαίου. τὰ δὲ φύλλα ὡς στύφοντα τοῖς νεοτρώτοις ὑπέθεσαν, ἡψημένα δὲ ἐν οἴνῳ καὶ τοῖς χίμετλα ἔχουσι. φασὶ δὲ καὶ τοὺς διατρίψαντας αὐτὰ ταῖς χερσὶν ἢ τὴν ῥίζαν ἀναιροῦντας ὑπὸ ἔχεως μὴ δάκνεσθαι.

[167]    RV: δρακοντία μικρά· οἱ δὲ ἄρον, οἱ δὲ ἀρίς, οἱ δὲ ἔπαρσις, οἱ δὲ παρνοπόγονον, οἱ δὲ κυνό‹ζ›ολον, οἱ δὲ φοινίκεον, οἱ δὲ ὀνοκεφάλιον, οἱ δὲ ἐφιάλτιον, Αἰγύπτιοι ἐβρών, οἱ δὲ ἐρυθμόν, Ῥωμαῖοι βῆτα λεπορίνα, Θοῦσκοι γιγάρουμ, Ἰστριανοὶ λάγμα, Δάκοι κουριοννηκούμ, Ἄφροι ἀτειρνοιχλάμ, Σύροι λοῦφαν.

[169]    RV: ἀσφόδελος· οἱ δὲ ναρθήκιον, Ῥωμαῖοι ἀλβούκιουμ, Ἄφροι κύρα.

[170]    RV: βολβός.

[171]    RV: σκίλλα.

[172]    RV: Ἡράκλειον ἢ παγκράτιον· οἱ δὲ καὶ τοῦτο σκίλλαν καλοῦσιν· ἑτέρα δὲ ἡ σκίλλα.

[173]    RV: κάππαρις· οἱ δὲ κυνόσβατον, οἱ δὲ καπρίαν, οἱ δὲ κόρακος μῆλον, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ ὀφιοστάφυλον, οἱ δὲ πετραίαν, οἱ δὲ ὁλόφυτον, οἱ δὲ ὀλιγόχλωρον, οἱ δὲ ἀκόνιτον, οἱ δὲ ἱππομανές, οἱ δὲ τριχομανές, προφῆται ποτέρα, οἱ δὲ πευθήραν, οἱ δὲ καρδία λύκου, οἱ δὲ πολύειδος, οἱ δὲ ἁλόσκορδον, οἱ δὲ κρίνον, οἱ δὲ θλάσπι, οἱ δὲ κυνὸς ἄνθος, Ῥωμαῖοι σινᾶπε πέρσικουμ, οἱ δὲ ἰντοῦρις, Ἄφροι ἑρβιαραούθ.

[175]    RV: σέλινον ἄγριον· οἱ δὲ βατράκιον, οἱ δὲ γελωτοποιός, οἱ δὲ μεθύουσα, οἱ δὲ Σαρδόνιον, οἱ δὲ ἀμέθυστον, οἱ δὲ ὑοσέλινον, οἱ δὲ ἱπποσέλινον, Αἰγύπτιοι μεθυού, Ῥωμαῖοι ἄπιουμ, οἱ δὲ ἄπιου‹μ› ἱρσού‹τουμ›, οἱ δὲ αὐριμετέλλουμ, Θοῦσκοι ἄπιου‹μ› ῥανίνου‹μ›.

   σέλινον ἄγριον ἕτερον· οἱ δὲ φρύνιον, οἱ δὲ ἀκιδωτόν, οἱ δὲ βατράκιον, Ῥωμαῖοι ἄπιου‹μ› φλάου‹ουμ›.

[176]    RV: ἀνεμώνη ἡ φοινικῆ· οἱ δὲ ἠνέμιον, οἱ δὲ μηκώνιον ἢ μηκωνίδα, οἱ δὲ τραγόκερως, οἱ δὲ γῆς παρειάν, οἱ δὲ βραβύλη, Ὀσθάνης βηρύλλιος, ὁμοίως ὄρνιθος κεφάλιον, Πυθαγόρας ἀδρακτυλίς, προφῆται κνῆκος ἀγρίᾳ, Ῥωμαῖοι Ὄρκι τούνικαμ, Ἄφροι χουφφοίστ.

   ἀνεμώνη ἡ ἀγρία μέλαινα.

[177]    RV: ἀργεμώνη· οἱ δὲ οἰνώνη, οἱ δὲ ἀνθεμίς, οἱ δὲ ὁμόνοια, οἱ δὲ ἄνθος πεδινόν, Ῥωμαῖοι λιβούρνια, οἱ δὲ κογκορδιάλις, οἱ δὲ φερράρια, Γάλλοι κόρνα. ἡ ἀργεμώνη παρέοικε μὲν ἀγρίᾳ μήκωνι καὶ ἀνεμώνῃ, διακρίνεται δὲ τῷ τὴν κεφαλὴν ἔχειν ἄνωθεν ὑπόπλατυν, ἄνθη μὴ οὕτως εἶναι φοινικᾶ καὶ ῥίζαν ἔχειν στρογγύλην, ἐξ ἧς ἀνίεται κροκίζοντα τὸν ὀπὸν δριμύν. ποιεῖ πρὸς ἀποκάθαρσιν ἀργέμου καὶ νεφελίου, καὶ φλεγμονὰς παρηγορεῖ τὰ φύλλα καταπλασσόμενα.

[178]    RV: ἀναγαλλὶς ἡ φοινικῆ· οἱ δὲ ἀερῖτις, οἱ δὲ αὐγῖτις, οἱ δὲ σαυρῖτις, προφῆται αἷμα ὀφθαλμοῦ, οἱ δὲ χελιδόνιον, Ῥωμαῖοι μάκια, οἱ δὲ ἀντούρα, οἱ δὲ τούρα, οἱ δὲ τουραδουπάγω, Θοῦσκοι μασύτιπος, Γάλλοι σαπάνα, Δάκοι κερκέρ, Ἄφροι ἀτιρσισοεί.

   ἀναγαλλὶς ἡ κυανῆ· οἱ δὲ κόρχορον, οἱ δὲ ἁλικάκκαβον, οἱ δὲ αἴλουρον, οἱ δὲ αἰλούρου ὀφθαλμόν, οἱ δὲ ζειλίαυρος, προφῆται νυκτερῖτις, οἱ δὲ πελαργῖτις, Ὀσθάνης χελιδόνιον, Αἰγύπτιοι μικιεί, Ῥωμαῖοι μεκιατούρα, οἱ δὲ ἀντούρα, Θοῦσκοι τάντουμ, Ἄφροι ἀσιρρισοεί.

[179]    RV: κισσός· οἱ δὲ κιθάραν, οἱ δὲ κίσσαρον, οἱ δὲ χρυσόκαρπος, οἱ δὲ ποιητική, οἱ δὲ κορυμβήθρα, οἱ δὲ Νύσιον, οἱ δὲ Διονύσιον, οἱ δὲ ἰθυντήριον, οἱ δὲ Περσίς, οἱ δὲ κῆμος, οἱ δὲ ἄσπληνος, Ῥωμαῖοι σίλβαι μάτερ, οἱ δὲ ἕδεραμ, Γάλλοι σουιβῖτις.

[180]    RV: χελιδόνιον μέγα· οἱ δὲ Παιονία, οἱ δὲ κραταιά, οἱ δὲ βραχύβιος, οἱ δὲ γλαύκιος, οἱ δὲ Πανδίο‹νο›ς ῥίζα, οἱ δὲ Φιλομήλειον, οἱ δὲ ὀθόννιον, Ῥωμαῖοι φάβρου‹μ›, οἱ δὲ πίου‹μ› φάβρου‹μ›, Γάλλοι θώναν, Αἰγύπτιοι μοθόθ, Δάκοι κρουστάνη.

[181]    RV: χελιδόνιον τὸ μικρόν· οἱ δὲ πυρὸν ἄγριον ἐκάλεσαν.

[184]    RV: ἰσάτις· οἱ δὲ Ἄρειον, οἱ δὲ ὑσγίνη, προφῆται ἀρούσιον, Ῥωμαῖοι ἀλούταμ.

[185]    RV: ἴσατις ἀγρία, οἱ δὲ ὑσγίνη μικρά, Ῥωμαῖοι ἀλούταμ μινῶρεμ.

[186]    RV: τηλέφιον· οἱ δὲ τηλεφώνιον, οἱ δὲ ἀείζων ἄγριον, οἱ δὲ καὶ ταύτην ἀνδράχνην ἀγρίαν καλοῦσιν, Ῥωμαῖοι ἠλεκέβραμ, Αἰγύπτιοι ἀνώθ, Ἄφροι ἀτιρτοππουρίς.

[3]

[2]    RV: ῥᾶ· οἱ δὲ ῥῆον, οἱ δὲ ῥήαν καλοῦσιν, Ῥωμαῖοι ῥᾶ Πόντικουμ.

[3]    RV: γεντιανή· οἱ δὲ κενταύρειος ῥίζα, οἱ δὲ ἀλόη Γαλλική, οἱ δὲ νάρκη, οἱ δὲ Χειρώνιον, Δάρδανοι ἀλοῖτις, Ῥωμαῖοι γεντιάνα, Θοῦσκοι κικένδα, οἱ δὲ κομιτιάλις.

[4]    RV: ἀριστολοχεία μακρά· οἱ δὲ μηλόκαρπον, οἱ δὲ πύξινον, Ῥωμαῖοι ἀριστολόχιαμ.

   ἀριστολοχεία στρογγύλη· οἱ δὲ ἁδρὰ ῥίζα, οἱ δὲ μηλόκαρπον, οἱ δὲ φευξίκτερος, οἱ δὲ Ἐφεσία, οἱ δὲ ἐρεχθῖτις, οἱ δὲ πύξινον, Δάρδανοι σωπῖτις, Αἰγύπτιοι σοβοέφ, Ῥωμαῖοι τέρραι μάλουμ.

[5]    RV: γλυκύρριζα· οἱ δὲ Ποντικὴ ‹ῥίζα›, οἱ δὲ γλυκήρατον, οἱ δὲ γλυκύφυτον, οἱ δὲ Σκύθιον, οἱ δὲ ἄδιψον, οἱ δὲ σύμφυτον, οἱ δὲ λεοντίδα, οἱ δὲ κόλυθρα, οἱ δὲ †λιβυεστασο, οἱ δὲ ὤμοιν, οἱ δὲ πέενθα, οἱ δὲ σεμεθεώρ, Ῥωμαῖοι δουλκιράδιξ.

[6]    RV: κενταύρειον τὸ μέγα· οἱ δὲ νάρκην καλοῦσιν, οἱ δὲ λιμνήσιον, οἱ δὲ Μαρώνιον, οἱ δὲ Πελεθρονιάς, οἱ δὲ χειρωνιάς, οἱ δὲ λίμνηστις, προφῆται αἷμα Ἡρακλέους, Ῥωμαῖοι φέλ τέρραι, οἱ δὲ οὐ‹ερ›νίφερα.

[7]    RV: κενταύρειον τὸ μικρόν· οἱ δὲ λιμνήσιον, οἱ δὲ ἐλλεβορίτης, οἱ δὲ ἀμάραντον, προφῆται αἷμα Ἡρακλέους, Ῥωμαῖοι φεβριφούγιαμ, οἱ δὲ ἕρβα μουλτιράδιξ, Δάκοι τούλβηλα.

[8]    RV: χαμαιλέων λευκός· οἱ δὲ χρυσίσκηπτρον, οἱ δὲ ἰξίαν, Ῥωμαῖοι κάρδους οὐαριάνους, οἱ δὲ σπίνεα κάρδους, οἱ δὲ λάκτεα κάρδους, Αἰγύπτιοι ἐφθήρ, οἱ δὲ ἐφεοσεχίν.

[9]    RV: χαμαιλέων μέλας· οἱ δὲ πάγκαρπος, οἱ δὲ οὐλοφόνον, οἱ δὲ ἰξίαν, οἱ δὲ κυνόμαζον, οἱ δὲ ὠκιμοειδές, οἱ δὲ Κνίδιος κόκκος, οἱ δὲ κυνόζολον, οἱ δὲ ὀζύα, Ῥωμαῖοι κάρδους νίγρα, οἱ δὲ οὐερνιλάγω, οἱ δὲ οὐστιλάγω, Αἰγύπτιοι σοβέλ.

[10]    RV: κροκοδειλέα ἢ κροκοδείλεον.

[11]    RV: δίψακον· οἱ δὲ κροκοδείλιον, οἱ δὲ χαμαιλέων, οἱ δὲ ὀνοκάρδιον, οἱ δὲ Ἀφροδίτης λουτρόν, Ῥωμαῖοι λάβρουμ Βένερις, οἱ δὲ κάρδουμ Βένερις, οἱ δὲ κόνχα Βένερις, οἱ δὲ κίκερ ῥούστικουμ, οἱ δὲ σεντίκλουμ, οἱ δὲ μούρρα Διάνε, οἱ δὲ οἰτίσκα, Αἰγύπτιοι σεμεώρ, οἱ δὲ χήρ, οἱ δὲ εἰμέλητα, Δάκοι σκιάρη, Ὀσθάνης χέρβαθε.

[12]    RV: ἄκανθα λευκή· οἱ δὲ ἀγριοκινάραν, οἱ δὲ δονακῖτις, οἱ δὲ ἐρυσίσκηπτρον, Ῥωμαῖοι σπίνα ἄλβα, οἱ δὲ ῥήγια, οἱ δὲ κάρδους ῥαμπτάρια.

[13]    RV: ἄκανθα Ἀραβική· οἱ δὲ ἀκανθίς, Ῥωμαῖοι σπίνα.

[14]    RV: σκόλυμος· οἱ δὲ φέρ‹β›ουσα, οἱ δὲ πυράκανθα, Ῥωμαῖοι τρίβουλου‹μ›, Αἰγύπτιοι κνούς.

[16]    ἀκάνθιον· οἱ δὲ ἀκανθίς, Ῥωμαῖοι σπίνα.

[17]    RV: ἄκανθα· οἱ δὲ ἑρπάκανθα, οἱ δὲ μελάμφυλλον, οἱ δὲ παιδέρωτα, Ῥωμαῖοι ἄκανθους τοπιάρια, οἱ δὲ μαρμοράρια, οἱ δὲ κρεπ‹ίδ›ουλα.

   RV: ἄκανθος ἀγρία· Ῥωμαῖοι σπίνα ἀγρέστις.

[19]    RV: λευκάκανθα· οἱ δὲ πολυγόνατον, οἱ δὲ φύλλον, οἱ δὲ ἰσχιάδα καλοῦσιν, Ῥωμαῖοι γενικουλάτα κάρδους, Θοῦσκοι σπίνα ἄλβα.

[21]    RV: ἠρύγγιον· οἱ δὲ ἐρύγγιον, οἱ δὲ ἠρύγγην, οἱ δὲ Γοργόνιον, οἱ δὲ ἐρυγηρίς, οἱ δὲ κάρυον, οἱ δὲ ὄργανον χλούνιον, οἱ δὲ ἕρμ‹α›ιον, οἱ δὲ μυράκανθον, οἱ δὲ μῶλυ, Αἰγύπτιοι κρόβισος, προφῆται ἱμερτός, οἱ δὲ τραυλίζων, Ῥωμαῖοι καπίτουλουμ κάρδους, οἱ δὲ κάρδους τέρραι, οἱ δὲ Μουσάρουμ κάρδους, οἱ δὲ ἰρουνδινίνα κάρδους, οἱ δὲ κάρδους ἄλβους, Δάκοι σικουπνούξ, Σπάνοι κεντουμκάπιτα, οἱ δὲ ἐσκάρια, οἱ δὲ †λεβεννάτα, Ἄφροι χέρδαν, οἱ δὲ χίδα.

[22]    RV: ἀλόη· οἱ δὲ ἀμφίβιον, οἱ δὲ ἠρύγγιον, οἱ δὲ ἕρμ‹α›ιον, οἱ δὲ τραγόκερως, Ῥωμαῖοι ἀλόαμ [παρὰ βαρβάροις ἀλοέ].

[23]    RV: ἀψίνθιον βαθύπικρον· Αἰγύπτιοι σομί, Ῥωμαῖοι ἀψίνθιουμ ῥούστικουμ.

   RV: ἀψίνθιον θαλάσσιον· οἱ δὲ σαντονικὸν καλοῦσιν, οἱ δὲ σέριφον, Ῥωμαῖοι σαντονίκουμ.

[24]    RV: ἁβρότονον· οἱ δὲ ἀβούτονον, οἱ δὲ ἀψίνθιον, οἱ δὲ Ἡράκλειον, οἱ δὲ ‹γλυκὺν› ἀγκῶνα, οἱ δὲ ἀπόγαλον, οἱ δὲ μήρυκον, οἱ δὲ χολοποιόν, οἱ δὲ θηλυφθόριον, οἱ δὲ ἀψινθιόμηνον, οἱ δὲ προκάμπυλον, προφῆται νεῦρα φοίνικος, οἱ δὲ κυναγχῖτις, Ῥωμαῖοι ἀψίνθιουμ Πόντικουμ.

[25]    RV: ὕσσωπον· Ῥωμαῖοι ὑσσώπουμ, οἱ δὲ λάτερ, οἱ δὲ κάσιαμ, Αἰγύπτιοι σαέμ.

[26]    RV: στοιχάς· οἱ δὲ συγκλίνωπα, οἱ δὲ Ἀλκιβιάδειον, οἱ δὲ παγκράτιον, οἱ δὲ Τυφωνία, Αἰγύπτιοι σουφλώ, προφῆται ὀφθαλμὸς Πύθωνος, Ῥωμαῖοι σκίλλα ῥούβιδα.

[27]    RV: ὀρίγανος Ἡρακλεωτική· οἱ δὲ κονίλην καλοῦσιν, Ῥωμαῖοι κούνουλαμ.

[28]    RV: ὀρίγανος ὀνῖτις.

[30]    RV: τραγορίγανον.

[31]    RV: γλήχων· οἱ δὲ βλῆχρον, οἱ δὲ ἀρσενάκανθον, Ῥωμαῖοι πουλέϊουμ, Ἄφροι ἀπουλέϊουμ, Γάλλοι ἄλβολον, οἱ δὲ γαλίοψις.

[32]    RV: δίκταμνον ἢ τίκταμνον· οἱ δὲ βελουλκός, οἱ δὲ Ἀρτεμιδήιον, οἱ δὲ Κρητική, οἱ δὲ ἐφήμερον, οἱ δὲ Ἰδαία, οἱ δὲ ὠκυτόκος, οἱ δὲ δορκάδιον, οἱ δὲ ἐκβόλιον, Ῥωμαῖοι οὐστιλάγω ῥούστικα, τινὲς δὲ καλοῦσιν αὐτὴν γλήχωνα ἀγρίαν, οἱ δὲ βαίτιον.

   RV: ψευδοδίκταμνον· οἱ δὲ ἐλελίσφακον, οἱ δὲ βήκιον, προφῆται κυνοκεφαλοειδής, Ῥωμαῖοι σάλβιαμ.

   RV: δίκταμνον ἄλλο· οἱ δὲ ἐφήμερον, οἱ δὲ Ἰδαία, Ῥωμαῖοι οὐστιλάγω.

[33]    RV: ἐλελίσφακον· οἱ δὲ λελίσφακον, οἱ δὲ σφάκον, οἱ δὲ κισσίον, οἱ δὲ σφάγνος, οἱ δὲ βήκιον, Αἰγύπτιοι ἀπουσί, Ῥωμαῖοι σάλβια, οἱ δὲ κόρσαλον.

[34]    RV: ἡδύοσμον ἥμερον· οἱ δὲ μίνθα, οἱ δὲ καλαμίνθη, Ῥωμαῖοι μέντα, οἱ δὲ νεπέταμ, Αἰγύπτιοι τίς, οἱ δὲ φερθρουμόνθου, οἱ δὲ περξώ, οἱ δὲ μακιθώ.

   ἡδύοσμον ἄγριον· Ῥωμαῖοι μεντάστρουμ.

[35]    RV: καλαμίνθη· οἱ δὲ ὀσμῖτις, οἱ δὲ γλήχων ἀγρία, Αἰγύπτιοι βελλού, οἱ δὲ θεσμουζοεί, Ὀσθάνης .... ‹προφῆται› αἴλουρον ἢ πρόγονος Ἀπόλλωνος ἢ γόνος Ὥρου, Ῥωμαῖοι μεντάστρουμ, Σπάνοι κρόβουλα, Γάλλοι μεντασῶνε, Δάκοι τεύδιλα.

   καλαμίνθη ὀρεινή· οἱ δὲ ὀριγανίς, οἱ δὲ μίνθην, Ῥωμαῖοι νεπέταμ, οἱ δὲ μέντα μοντάνα.

[36]    RV: θύμος· οἱ δὲ θύμον, οἱ δὲ θύμος λευκός, οἱ δὲ κεφαλωτός, οἱ δὲ ἐπιθυμίς, οἱ δὲ θύρσιον, Ῥωμαῖοι θούμουμ, Αἰγύπτιοι στέφανοι, Δάκοι μίζηλα, Θοῦσκοι μούτουκα.

[37]    RV: θύμβρα· οἱ δὲ ὀρσίνη, οἱ δὲ προβάτιος, οἱ δὲ ὀσμῖτις, οἱ δὲ ὀρίγανον ἄγριον, οἱ δὲ ἀγήρατον, Ῥωμαῖοι σατουρέϊαμ, οἱ δὲ θούμουμ, οἱ δὲ κούνουλα ῥούστικα, Αἰγύπτιοι σεκεμμένη.

[38]    RV: ἕρπυλλος· οἱ δὲ ζυγὶς ἀγρία, οἱ δὲ πόλιον, Αἰγύπτιοι μερουόπυος, Ῥωμαῖοι σερπούλλουμ, οἱ δὲ κίκερ ἠρράτικουμ.

[39]    RV: σάμψουχον· οἱ δὲ τρίφυλλον, οἱ δὲ ἀμάρακον, οἱ δὲ ἀγαθίδες, οἱ δὲ κνήκιον, οἱ δὲ ἄκαπνον, Πυθαγόρας θριαμβίς, Αἰγύπτιοι σοφώ, Ἀρμένιοι μύουρον, προφῆται γόνος ‹Ὀς›ίρεως, οἱ δὲ ὁμόγονος Ἴσεως, Ῥωμαῖοι μεζουράνα.

[40]    RV: μελίλωτον· οἱ δὲ ζωοδότιον, οἱ δὲ ὀρθάδιον, οἱ δὲ μελίλλωτον, προφῆται θερμοῦτις, Αἰγύπτιοι αἰμείθ, Ῥωμαῖοι σέρκακλαμ, οἱ δὲ τριπαρτίτουμ.

[41]    RV: σισύμβριον· οἱ δὲ ἕρπυλλον μέγαν καλοῦσιν, οἱ δὲ Ἀφροδίτης στέφανος, Ῥωμαῖοι αὐστεράλις, οἱ δὲ ἕρβα βενέρια.

[42]    RV: μᾶρον· οἱ δὲ ὀριγανίδα καλοῦσιν.

[43]    RV: ἄκινος· Ῥωμαῖοι ὠκιμάστρουμ.

[44]    RV: ἄσαρον.

[45]    RV: πήγανον κηπαῖον· Ῥωμαῖοι ῥοῦτα ὁρτήνσις, Αἰγύπτιοι ἐπνουβού, Σύροι ἁρμαλά, οἱ δὲ βησσασά, Ἄφροι χουρμά.

   πήγανον ὀρεινόν· οἱ δὲ ῥυτὴν ὀρεινήν, Ῥωμαῖοι ῥοῦτα μοντάνα.

[47]    RV: μῶλυ· οἱ δὲ λευκόϊον ἄγριον καλοῦσιν.

[48]    RV: πάναξ Ἡράκλειος ἢ πάναξ Ἀσκληπιάδειος· οἱ δὲ κορώνιον, Ῥωμαῖοι λιγούστικι ῥάδιξ, οἱ δὲ ὀλισάθρουμ μάϊους, Αἰγύπτιοι ναπώ.

[51]    RV: λιγουστικόν· οἱ δὲ πανάκειαν καλοῦσι, Ῥωμαῖοι πάνακες.

[52]    RV: σταφυλῖνος ἄγριος, οἱ δὲ κέρας, [οἱ δὲ κέρας κόμην καλοῦσιν] Ῥωμαῖοι καρώταμ, οἱ δὲ παστινάκα ῥούστικα, Αἰγύπτιοι βαβιβυρού, Ἄφροι σιχχάμ.

   σταφυλῖνος κηπαῖος, Ῥωμαῖοι παστινάκαμ, Ἄφροι σιχχάμ, οἱ δὲ σιχκιριάμ.

[53]    RV: σέσελι Μασσαλιωτικόν· οἱ δὲ σφάγνον.

   σέσελι Αἰθιοπικόν· Αἰγύπτιοι κυονονφρικί.

   σέσελι Πελοποννησιακόν.

[56]    RV: ἄνησσον· οἱ δὲ σίον, Ῥωμαῖοι ἀνήσουμ.

[57]    RV: καρώ.

[58]    RV: ἄνηθον τὸ ἐσθιόμενον· οἱ δὲ πολύειδος, οἱ δὲ ἀνίκητον, προφῆται γόνος κυνοκεφάλου, ὁμοίως τρίχες κυνοκεφάλου, οἱ δὲ γόνος Ἑρμοῦ, Αἰγύπτιοι ἀραχού, Ῥωμαῖοι ἀνήθουμ, Ἄφροι σικκιριά, Δάκοι πόλπουμ.

[59]    RV: κύμινον ἥμερον· Ῥωμαῖοι κύμινουμ, Ἄφροι χαμάν.

[60]    RV: κύμινον ἄγριον, Ῥωμαῖοι κύμινουμ ἀγρέστεμ, οἱ δὲ κύμινουμ σιλβάτικουμ.

[62]    RV: ἄμι· [οἱ δὲ ἄμι] Ῥωμαῖοι ἄμιουμ Ἀλεξανδρίνουμ, ἔνιοι καὶ τοῦτο Αἰθιοπικόν, οἱ δὲ βασιλικὸν κύμινον ἔλεξαν.

[63]    RV: κορίαννον ἢ κόριον, Αἰγύπτιοι ὄχιον, Ἄφροι γοίδ.

[64a]    RV: [ἱεράκιον τὸ μέγα· οἱ δὲ σογχίτην, Ῥωμαῖοι λαπτούκα ἠρράτικα, Ἄφροι σιθιλεσαδέ. καυλὸν ἀνίησιν ὑπέρυθρον, τραχύν, ἀκανθώδη, ὑπόκενον, φύλλα δὲ ἔχει ἐκ διαστημάτων ἐπεσχισμένα ἀραιῶς, σόγχῳ ἐμφερῆ τὴν περιφέρειαν, ἄνθη μήλινα ἐν κεφαλίοις ὑπομήκεσιν.

   δύναμιν δὲ ἔχει ψυκτικήν, μετρίως ὑποστύφουσαν, ὅθεν στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενον ἁρμόζει. ὁ δὲ χυλὸς καταρροφούμενος δηγμὸν στομάχου πραΰνει, ἡ δὲ πόα σὺν τῇ ῥίζῃ καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει.

   ἱεράκιον τὸ μικρόν· οἱ δὲ καὶ τοῦτο σογχίτην καλοῦσιν, οἱ δὲ ἔντυβον ἄγριον, Ῥωμαῖοι ἴντουβουμ ἀγρέστεμ, Ἄφροι σιθιλεσαδέ. φύλλα ἔχει καὶ αὐτὸ ἐκ διαστημάτων ἐπεσχισμένα τὴν περιφέρειαν, καυλία δὲ ἀνίησι τρυφερὰ καὶ χλωρά, ἐν οἷς ἄνθη μήλινα, κύκλον περιγράφοντα.

   δύναμιν δὲ ἔχει καὶ αὐτὸ τὴν αὐτὴν τῷ προειρημένῳ.]

[64]    RV: σέλινον κηπαῖον· οἱ δὲ μελισσόφυλλον, προφῆται αἷμα Ὥρου, Ῥωμαῖοι ἄπιουμ, Αἰγύπτιοι μίθ, Ἄφροι σίληνα.

   RV: ἑλεοσέλινον· οἱ δὲ πεδινόν, οἱ δὲ ὑδροσέλινον, οἱ δὲ σέλινον ἄγριον καλοῦσιν, Ῥωμαῖοι ἄπιουμ ῥούστικουμ.

[65]    RV: ὀρεοσέλινον· οἱ δὲ πετροσέλινον ἄγριον, Ῥωμαῖοι ἄπιουμ, Αἰγύπτιοι ἀνωνίμ, Ὀσθάνης συνωβέα.

[67]    RV: σμύρνιον· οἱ δὲ ἱπποσέλινον, οἱ δὲ ἀγρίολον, οἱ δὲ σέλινον ἄγριον, οἱ δὲ πολυπίθιον, Ῥωμαῖοι ὀλυσάθρουμ.

[69]    RV: ἐλαφοβόσκον· οἱ δὲ ἐλαφικόν, οἱ δὲ νέβρειον, οἱ δὲ ὀφιογένιον, οἱ δὲ ὀφιοκτόνον, οἱ δὲ ἑρπυξή, οἱ δὲ λύμη, Ῥωμαῖοι κέρβι ὀκέλλουμ, οἱ δὲ κερβίνα, Αἰγύπτιοι χημίς, Ἄφροι ἀσκαουκαού.

[70]    RV: μάραθον· οἱ δὲ ἱππομάραθον, Ῥωμαῖοι φενούκλουμ, Ἄφροι βουγνούμ.

[71]    RV: ἱππομάραθον· οἱ δὲ μαραθίς, οἱ δὲ μάραθον ἄγριον, Αἰγύπτιοι σαμψώθ, προφῆται θύμαρνον, Ῥωμαῖοι φενούκλουμ ἠρράτικουμ, οἱ δὲ φενούκλους ἐκουίνους, οἱ δὲ μίουμ, Γάλλοι σιστραμεόρ.

[72]    RV: δαῦκος· οἱ δὲ δίρκαιον καλοῦσιν.

[73a]    RV: [δελφίνιον· οἱ δὲ διάχυτος, οἱ δὲ διάχυσις, οἱ δὲ παράλυσις, οἱ δὲ κάμμαρος, οἱ δὲ ὑάκινθος, οἱ δὲ ὕφαιμον, οἱ δὲ ἄρας, οἱ δὲ δελφινιάς, οἱ δὲ Νήρειον, οἱ δὲ Νηρειάδιον, οἱ δὲ σώσανδρον, οἱ δὲ Κρόνιον, Ῥωμαῖοι βουκίνους μίνορ. κλῶνας ἀνίησι δισπιθαμιαίους ἢ καὶ μείζονας ἀπὸ μιᾶς ῥίζης, περὶ οὓς φυλλάρια ἐπεσχισμένα, λεπτά, ἐπιμήκη, δελφινοειδῆ, ὅθεν καὶ ὠνόμασται· ἄνθος δὲ ὅμοιον λευκοΐῳ, ἐμπόρφυρον, σπέρμα ἐν λοβοῖς κέγχρῳ ἐμφερές.

   τούτου τὸ σπέρμα βοηθεῖ ποθὲν σὺν οἴνῳ σκορπιοπλήκτοις ὡς οὐδὲν ἕτερον· φασὶ δὲ καὶ τοὺς σκορπίους παρατεθείσης τῆς πόας παραλύεσθαι ἀπράκτους τε καὶ ναρκώδεις γίνεσθαι, ὑφαιρουμένης δὲ εἰς τὸ αὐτὸ καθεστάναι. φύεται ἐν τραχέσιν καὶ εὐηλίοις χωρίοις.

   δελφίνιον ἕτερον· οἱ δὲ ὑάκινθον, Ῥωμαῖοι βουκίνους· καὶ αὐτὸ ἐμφερὲς τῷ πρὸ αὐτοῦ, τοῖς δὲ φύλλοις καὶ τοῖς κλωνίοις ἰσχνότερον πολλῷ, δύναμιν ἔχον καὶ αὐτὸ τὴν αὐτὴν τῷ προειρημένῳ, οὐχ οὕτως δὲ ἐνεργές.]

[73]    RV: πύρεθρον· οἱ δὲ δορύκνιον, οἱ δὲ πύρινον, οἱ δὲ πυρωτόν, οἱ δὲ πύρωθρον, οἱ δὲ ἀρνὸς συριγγίς, οἱ δὲ πυρῖτις, Ῥωμαῖοι σαλιβάρις, οἱ δὲ παστινάκα Ἄφρα.

[74]    RV: κάχρυ· οἱ δὲ λιβανωτίς, οἱ δὲ καμψάνεμα, οἱ δὲ ψευδοκάρπασος, Ῥωμαῖοι μουράριαμ, οἱ δὲ ἀλι‹κά›στρουμ ῥούστικουμ, Αἰγύπτιοι αἴ.

[75]    RV: λιβανωτίς· οἱ δὲ ἰκτερῖτις, Ῥωμαῖοι ῥωσμαρίνουμ.

[76]    RV: σφονδύλιον· οἱ δὲ ἀράχνη, οἱ δὲ φαλάγγιον, οἱ δὲ ἀστέριον, οἱ δὲ νήσυρις, οἱ δὲ σφονδυλίς, οἱ δὲ χοιρόδανον, οἱ δὲ οἰνάνθη, Ῥωμαῖοι ἕρβα ῥουτινάλις, Αἰγύπτιοι ἀψαφέρ, προφῆται Ὄσιρις.

[77]    RV: νάρθηξ· Ῥωμαῖοι φέρουλαμ.

[78]    RV: πευκέδανον· οἱ δὲ ‹σίνωνα› ἄγριον, οἱ δὲ ἀγριόφυλλον, προφῆται ἀγαθὸς δαίμων, Ῥωμαῖοι πιναστέλλουμ, οἱ δὲ σα‹να›τάριαμ.

[79]    RV: μελάνθιον· οἱ δὲ καὶ τοῦτο μήκωνα ἄγριον μέλανα καλοῦσιν, Ῥωμαῖοι παπάβερ νίγρουμ.

[84]    RV: ἀμμωνιακή· οἱ δὲ ἀγάσυλλον· [πόα ἐστίν, ὅθεν τὸ ἀμμωνιακόν·] οἱ δὲ ἀμμωνιακὸν θυμίαμα· οἱ δὲ κριόθεος, οἱ δὲ Ἡλίου τρόφις, Ῥωμαῖοι γούττα ἀμμωνίακα.

[86]    RV: γλαύκιον.

[90]    RV: ἀπαρίνη· οἱ δὲ ὀμφαλόκαρπον, οἱ δὲ φιλάνθρωπον καλοῦσιν, οἱ δὲ ἰξόν.

[91]    RV: ἄλυσσον· οἱ δὲ ἀσπίδιον, οἱ δὲ ἀπόφυλλον τραχύ, οἱ δὲ ἀκκύσιτον, οἱ δὲ ἀλύσσιον καλοῦσιν.

[92]    RV: ἀσκληπιάς· οἱ δὲ κισσίον, οἱ δὲ κισσόφυλλον καλοῦσιν.

[93]    RV: ἀτρακτυλίς· οἱ δὲ ἄμυρον, οἱ δὲ κνῆκος ἀγρία, οἱ δὲ ἀσπίδιον, προφῆται ἄφεδρος, Αἰγύπτιοι χινώ, Ῥωμαῖοι πρεσήπιουμ, οἱ δὲ φούσους ἀγρέστις, οἱ δὲ κουνούκλα ῥούστικα.

[94]    RV: πολύκνημον· οἱ δὲ κλινοπόδιον, οἱ δὲ πολυγόνατον, οἱ δὲ Διὸς ἠλακάτη, οἱ δὲ ἐχεώνυμον, Ῥωμαῖοι πουτιαλογονθρια.

[96]    RV: λεοντοπέταλον· οἱ δὲ λεοντοπόδιον, οἱ δὲ λεύκηθρον, οἱ δὲ λεόντιον, οἱ δὲ δωρίς, οἱ δὲ δωριπτερίς, οἱ δὲ λυχνὶς ἀγρία, οἱ δὲ θορύβηθρον, οἱ δὲ ῥαπιδήϊον, οἱ δὲ μήκων κερατῖτις, οἱ δὲ ἀνεμώνη, Ῥωμαῖοι κουβίλια μαρίνα, οἱ δὲ σῆμεν λεωνίνουμ, οἱ δὲ παπαβέρκλουμ, Ἄφροι σισσιμανσεσσαδέ.

[97]    RV: Τεύκριον· οἱ δὲ καὶ τοῦτο χαμαίδρυν καλοῦσιν, οἱ δὲ Τευκρίδα.

[98]    RV: χαμαίδρυς μικρὸς ἢ χαμαίρωψ· οἱ δὲ δρυὸς κέγχρος, οἱ δὲ Τεύκριον, Ῥωμαῖοι τριξάγω μίνορ, οἱ δὲ κυερκίαμ, Γάλλοι ἔρινον.

[100]    RV: λυχνὶς στεφανωματική· οἱ δὲ ἀθάνατος, οἱ δὲ ἀκυλλώνιον, οἱ δὲ βάλλαρις, οἱ δὲ γερανοπόδιον, οἱ δὲ κορύμβιον, οἱ δὲ ταύρειον, οἱ δὲ σκῆπτρον, οἱ δὲ μαλλόϊον, Αἰγύπτιοι σεμεώρ, προφῆται αἷμα ἀποκαθημένης, Ῥωμαῖοι γενικουλάρις, οἱ δὲ βαλλάρια.

[101]    RV: λυχνὶς ἀγρία ὁμοία τῇ ἡμέρῳ· οἱ δὲ λαμπάς, οἱ δὲ τραγόνωτον, οἱ δὲ ἀτόκιον, οἱ δὲ ἱερακοπόδιον, Αἰγύπτιοι σεμουέρ, προφῆται ἀποκαθημένης ταῦρος, Ῥωμαῖοι ἴντουβουμ ἀγρέστεμ, οἱ δὲ λαπτούκα φατουίνα, οἱ δὲ στέριλις.

[102]    RV: κρίνον βασιλικόν· οἱ δὲ κρινάνθεμον, οἱ δὲ καλλείριον, οἱ δὲ λείριον, οἱ δὲ σούσινον, προφῆται αἷμα Ἄρεως, Ὀσθάνης αὔρα κροκοδείλου, Αἰγύπτιοι σομφαιφού, οἱ δὲ ὀμβρισεδώ, οἱ δὲ τίαλος, οἱ δὲ λαρσάορα, Ῥωμαῖοι λίλιουμ, οἱ δὲ ῥόσα Ἰουνώνις, οἱ δὲ λίλιουμ ἄλβουμ, Σύροι σασά, Ἄφροι ἀβοίβλαβον.

[103]    RV: βαλλωτὴ ἢ μελαμπράσιον· οἱ δὲ μέλαν πράσιον καλοῦσιν, οἱ δὲ πράσιον ἕτερον, οἱ δὲ νοθεία, οἱ δὲ νοτιανοσκέλλιν, οἱ δὲ νοθόπρασον, οἱ δὲ νωθράς, οἱ δὲ νωχελίς, οἱ δὲ νωκελίς, οἱ δὲ νωφρύς, οἱ δὲ νωθουρίς, οἱ δὲ γνοτέρα, Ῥωμαῖοι ἀπιάστρουμ, οἱ δὲ μελλίταμ, οἱ δὲ οὐλκεράρια, οἱ δὲ μαρρούβιουμ κανθηρίνουμ, Αἰγύπτιοι ἀσφός, οἱ δὲ ἐσκί, προφῆται αἷμα Ἰασίωνος.

[104]    RV: μελισσόφυλλον· οἱ δὲ μελίτταιον, οἱ δὲ μελίτταιναν, οἱ δὲ μελίφυλλον, οἱ δὲ ἐρυθρά, οἱ δὲ ἡδὺ μέλι, Ῥωμαῖοι ἀπιάστρουμ, οἱ δὲ κιτράγω, Γάλλοι μεριοιτοιμόριον.

[105]    RV: πράσιον· οἱ δὲ εὐπατόριον, οἱ δὲ φιλόπαις, οἱ δὲ φιλοφαρές, οἱ δὲ προπέδιλον, οἱ δὲ καμηλοπόδιον, οἱ δὲ φυλλοφερές, Αἰγύπτιοι ἀστερίσπα, προφῆται αἷμα ταύρου, οἱ δὲ ἄφεδρος, οἱ δὲ γόνος Ὥρου, Ῥωμαῖοι μαρρούβιουμ, οἱ δὲ λαβεώνια, Ἄφροι ἀτιερβέρζοια.

[106]    RV: στάχυς· οἱ δὲ σταχυῖτις, οἱ δὲ τριπόλιον, Ῥωμαῖοι τριφάριουμ.

[107]    RV: φυλλῖτις· οἱ δὲ φυλλίς, οἱ δὲ ἄκαυλον, οἱ δὲ λάπαθον ἄγριον καλοῦσιν.

[108]    RV: φαλάγγιον· οἱ δὲ φαλαγγῖτιν, οἱ δὲ καὶ ταύτην λευκάκανθαν καλοῦσιν.

[109]    RV: τρίφυλλον ἢ ὀξύφυλλον· οἱ δὲ μινυανθές, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ κνήκιον, Ῥωμαῖοι τριφόλιουμ ἀκούτουμ, οἱ δὲ τριφόλιουμ ὀδοράτουμ.

[110]    RV: πόλιον τὸ ὀρεινόν· οἱ δὲ τεύθριον, οἱ δὲ φευξασπίδιον, οἱ δὲ ἀχαιμενίς, οἱ δὲ ἐβενῖτις, οἱ δὲ μελίοσμον, οἱ δὲ βόλιον, οἱ δὲ λεοντοχάρων.

[111]    RV: σκόρδιον· οἱ δὲ σκόρβιον, οἱ δὲ πλευρῖτις, οἱ δὲ δύσοσμον, οἱ δὲ καλαμίνθη ἀγρία, οἱ δὲ Μιθριδάτιος, οἱ δὲ χαμαίδρυς, προφῆται αἷμα Ἀπόλλωνος, Αἰγύπτιοι ἀφόν, Ῥωμαῖοι τριξάγω παλούστρις.

[112]    RV: βήχιον ἢ βήκιον· οἱ δὲ πήχιον, οἱ δὲ πετρίνη, οἱ δὲ πετρώνιον, οἱ δὲ πίθιον, οἱ δὲ παγγόνατον, οἱ δὲ χαμαιλεύκην, οἱ δὲ πρόχετον, οἱ δὲ ἀκρόφυλλον, οἱ δὲ χαμαίγειρον, Αἰγύπτιοι σααρθρά, Ῥωμαῖοι τουσσιλάγω, οἱ δὲ φαρφάριαμ, οἱ δὲ πουστουλάγω, Βέσσοι ἀσᾶ.

[113]    RV: ἀρτεμισία μονόκλωνος· οἱ δὲ τοξιτησία, οἱ δὲ Ἐφεσία, οἱ δὲ παρθενικόν, οἱ δὲ ὑπόλυσσον, οἱ δὲ ἀνακτόριος, οἱ δὲ σῴζουσα, οἱ δὲ λοχεία, οἱ δὲ λεύκοφρυς, προφῆται αἷμα ἀνθρώπου, Ῥωμαῖοι οὐαλέντια, οἱ δὲ σερπούλλουμ, οἱ δὲ ἕρβα ῥήγια, Γάλλοι πονέμ, Δάκοι ζουούστηρ.

   ἀρτεμισία ἑτέρα πολύκλωνος· οἱ δὲ χρυσάνθεμον, Ῥωμαῖοι ῥάνιουμ, οἱ δὲ ἕρβα Διανάρια, οἱ δὲ ἀρτεμίσιαμ.

[114]    RV: ἀμβροσία· οἱ δὲ βότρυς, οἱ δὲ [βότρυς] ἀρτεμισία, Ῥωμαῖοι κούπρουμ σιλβάτικουμ, οἱ δὲ ἄπιουμ ῥούστικουμ, Αἰγύπτιοι μερσεώ.

[116]    RV: γεράνιον· οἱ δὲ ὀξύφυλλον, οἱ δὲ μέρτρυξ, οἱ δὲ μυρρίς, οἱ δὲ καρδάμωμον, οἱ δὲ ὀρίγανον, προφῆται ἱεροβρύγκας, Ῥωμαῖοι πουλμώνια, οἱ δὲ κικουτάρια, οἱ δὲ γρουίνα, Ἄφροι ἰέσκ.

   γεράνιον ἕτερον· οἱ δὲ πελαργῖτις, οἱ δὲ τρίκα, οἱ δὲ γερανογέρων, Ῥωμαῖοι ἐχινάστρουμ, Ἄφροι ἰέσκ.

[117]    RV: γναφάλλιον· οἱ δὲ εἶρος, οἱ δὲ ἀμπέχογκος, οἱ δὲ ἀνάξυστον, οἱ δὲ γναφαλλίς, Αἰγύπτιοι σεμεών, Γάλλοι γελασῶνεμ, Ῥωμαῖοι κεντούκλουμ, ὁμοίως κεντουκουλάρις, οἱ δὲ ἀλβίνους.

[118]    RV: τύφη· οἱ δὲ τύφι καλοῦσιν.

[120]    RV: οἰνάνθη· οἱ δὲ κέρας, οἱ δὲ λευκά‹κα›νθον καλοῦσιν.

[121]    RV: κόνυζα λεπτόφυλλος· οἱ δὲ κόνυζα μικρά, οἱ δὲ Πάνιος, οἱ δὲ λιβανωτίς, προφῆται Κρόνιος.

   κόνυζα πλατύφυλλος· οἱ δὲ κόνυζα μεγάλη, οἱ δὲ κόνυζα αἱματῖτις, οἱ δὲ Δαναΐς, οἱ δὲ πανάκειον, οἱ δὲ φῦκος, οἱ δὲ ἰχθύς, οἱ δὲ δείνοσμος, προφῆται βρεφοκτόνος, οἱ δὲ ἀνουβιάς, οἱ δὲ ἡδεαμιας, Αἰγύπτιοι κέτι, Ῥωμαῖοι ἴντουβουμ, οἱ δὲ μιλιτάρις μίνορ, οἱ δὲ πουλικάρια, οἱ δὲ φεβρεφούγια, οἱ δὲ φραγμώσα, οἱ δὲ μουστάρια, οἱ δὲ †κοπικολέδιου, οἱ δὲ πίκεμ.

[122]    RV: ἡμεροκαλλές· οἱ δὲ ἡμεροκατάλλακτον, οἱ δὲ κρίνον ἄγριον, οἱ δὲ κρινάνθεμον, οἱ δὲ πορφυρανθές, οἱ δὲ βολβὸς ὁ ἐμετικός, οἱ δὲ ἀντικάνθαρον, Αἰγύπτιοι ἰοκρύ, Ῥωμαῖοι βούλβουμ, οἱ δὲ λίλιουμ ἀγρέστε, οἱ δὲ λίλιουμ μαρίνουμ, Ἄφροι ἀβοίβλαβον.

[123]    RV: λευκόϊον· οἱ δὲ βασίλειον, Ῥωμαῖοι ὄπουλα ἄλβα, οἱ δὲ βίολα ἄλβα, οἱ δὲ αὐγουστέα, οἱ δὲ βίολα‹μ› ματρωνάλε‹μ›, οἱ δὲ πασσαρίνα, οἱ δὲ πουλλικρούρα.

   λευκόῒον θαλάσσιον, οἱ δὲ ἴον θαλάσσιον, Ῥωμαῖοι βίολα ἄλβα μαρίνα. δύναμιν δὲ ἔχει καὶ αὐτὸ τὴν αὐτὴν τῷ πρὸ αὐτῆς, οὐχ οὕτως δὲ ἐνεργές.

[124]    RV: κραταιόγονον ἢ κραταίγονον, οἱ δὲ κραταίωνον καλοῦσιν.

[125]    RV: φύλλον· οἱ δὲ ἐλαιόφυλλον, οἱ δὲ καὶ βρυωνίαν καλοῦσιν.

[126]    RV: σατύριον· οἱ δὲ ὄρχιν, οἱ δὲ κυνὸς ὄρχιν, οἱ δὲ ἱερόν, οἱ δὲ πριαπήϊον ἢ πριαπίσκος, οἱ δὲ μόριον, Ῥωμαῖοι νέρβιουμ Σατύρικουμ.

[127]    RV: σαραπιάς· οἱ δὲ ὄρχις, οἱ δὲ κυρίως ὄρχιν καλοῦσιν ὡς καὶ Ἀνδρέας διὰ τὸ πολύχρηστον τῆς ῥίζης.

[128]    RV: σατύριον ἕτερον· οἱ δὲ τρίφυλλον καλοῦσιν.

   σατύριον τὸ ἐρυθρόνιον· οἱ δὲ σατύριον ἐρυθραϊκόν, οἱ δὲ μῆλον τὸ ἐν ὕδασιν, οἱ δὲ ἐντατικόν, οἱ δὲ πριαπίσκον, οἱ δὲ σατυρίσκος, οἱ δὲ ὄρχις Σατύρου, Ῥωμαῖοι τεστίκουλουμ λέπορις.

[129]    RV: ὅρμινον ἥμερον· Ῥωμαῖοι γεμινάλις, Δάκοι ὅρμεα.

[131]    RV: ὄνοσμα ἢ ὄνωνις· οἱ δὲ φλονῖτιν, οἱ δὲ ὀνωνῖτιν καλοῦσιν.

[132]    RV: νυμφαία.

   νυμφαία ἄλλη· οἱ δὲ νυμφῶνα καλοῦσιν.

[133]    RV: ἀνδρόσακες· οἱ δὲ πικράδα, οἱ δὲ λεύκην, οἱ δὲ θαλασσίαν καλοῦσιν.

[134]    RV: σκολοπένδριον· οἱ δὲ ἄσπληνον, οἱ δὲ σπλήνιον, οἱ δὲ ἡμιόνιον, οἱ δὲ πτέρυγα, οἱ δὲ λογχῖτις, οἱ δὲ Τεύκριος, οἱ δὲ Φρυγία, οἱ δὲ Φρυγῖτις, οἱ δὲ φιλτροδότις, προφῆται αἷμα γαλῆς.

[136]    RV: ἀνθυλλίς· οἱ δὲ ἄνθυλλον, οἱ δὲ ἀνθεμίδα, οἱ δὲ ἱεράνθεμις, οἱ δὲ λευκάνθεμον, οἱ δὲ ὡράνθεμις, οἱ δὲ ἄνθος πεδινὸν καλοῦσιν, Ῥωμαῖοι σωλάστρουμ.

[137]    RV: χαμαίμηλον· ..... Ῥωμαῖοι μάλιουμ, Ἄφροι ἀστιρτιφρό.

[138]    RV: ἀμάρακον· οἱ δὲ ἀνθεμίς, οἱ δὲ λευκάνθεμον, οἱ δὲ παρθένιον, οἱ δὲ χαμαίμηλον, οἱ δὲ χρυσοκαλλίας, οἱ δὲ μαλάβαθρον, οἱ δὲ ἄνθος πεδινόν, Ῥωμαῖοι σῶλις ὄκουλουμ, οἱ δὲ μιλλεφόλιουμ, Θοῦσκοι καυτάμ, Ἄφροι θαμάκθ, Γάλλοι οὐίγνητα, Δάκοι δουώδηλα.

[139]    RV: βούφθαλμον· οἱ δὲ βαλσαμίνη, προφῆται αἴλουρον, οἱ δὲ γόνος Ἑρμοῦ, οἱ δὲ γόνος ἄφθιτος, οἱ δὲ Μνησίθεος, Ῥωμαῖοι λάππα κορωνάρια, Ἄφροι ναρότ.

[140]    RV: παιωνία ἄρρην ἢ γλυκυσίδη· οἱ δὲ πεντόροβον, οἱ δὲ ὀροβάδιον, οἱ δὲ ὀροβάξ, οἱ δὲ αἱμαγωγόν, οἱ δὲ πασιθέη, οἱ δὲ μηνογένειον, οἱ δὲ μήνιον, οἱ δὲ παιώνιον, οἱ δὲ Πανὸς κέρατα, οἱ δὲ Ἰδαίους δακτύλους, οἱ δὲ ἀγλαοφώτιδα, οἱ δὲ θεοδώρητον, οἱ δὲ σελήνιον, προφῆται σεληνόγονον, οἱ δὲ φθίσις, Ῥωμαῖοι κάστα.

   παιωνία θήλεια· καὶ ταύτην ἀγλαοφώτιδα καλοῦσιν.

[141]    RV: λιθόσπερμον· οἱ δὲ ἀετώνυχον, οἱ δὲ λεόντιον, οἱ δὲ λίθος λεοντική, οἱ δὲ Γοργόνειον, οἱ δὲ Τανταλῖτις, οἱ δὲ Διὸς πυρόν, Ῥωμαῖοι κολουμβ‹ίν›αμ, Δάκοι γουολῆτα.

[142]    RV: φαληρόν· οἱ δὲ φαλήριον καλοῦσιν.

[143]    RV: ἐρυθρόδανον· οἱ δὲ ἐρευθέδανος ῥίζα, οἱ δὲ τεύθριον, οἱ δὲ δάρκανος, οἱ δὲ κιννάβαρις, Ῥωμαῖοι ῥούβια σατίβα, Θοῦσκοι λάππα μίνορ, Αἰγύπτιοι σωφοβί.

[144]    RV: λογχῖτις· οἱ δὲ κέστρον ἢ Μέδουσα, Ῥωμαῖοι βενέρικαμ, οἱ δὲ λαγκίολα.

[145]    RV: λογχῖτις ἑτέρα τραχεῖα· οἱ δὲ λογχῖτιν τραχεῖαν, Ῥωμαῖοι λογγίνα, οἱ δὲ καλαβρίνα.

[146]    RV: ἀλθαία· οἱ δὲ ἀλθίσκον, οἱ δὲ μαλάχη ἀγρία, Ῥωμαῖοι ἐβίσκουμ.

[148]    RV: κάνναβις ἥμερος· οἱ δὲ καννάβιον, οἱ δὲ σχοινιόστροφον, οἱ δὲ ἀστέριον, Ῥωμαῖοι κάνναβεμ.

[149]    RV: κάνναβις ἀγρία· οἱ δὲ ὑδράστινα, Ῥωμαῖοι τερμινάλις.

[150]    RV: ὀνόγυρος· οἱ δὲ ἀνάγυριν, οἱ δὲ ἄκοπον καλοῦσιν.

[152]    RV: ἄλισμα· οἱ δὲ δαμασώνιον, οἱ δὲ ἄσκυρον, οἱ δὲ λύρον καλοῦσιν.

[153]    RV: ὀνοβρυχίς· οἱ δὲ ὀνοβρόχειλος, οἱ δὲ ἐσχασμένη, οἱ δὲ ὑπερικόν, οἱ δὲ κόριον, οἱ δὲ χαμαίπιτυν, Ῥωμαῖοι ὀπτάτα, οἱ δὲ βραχιολάτα, οἱ δὲ ἰωνία, οἱ δὲ ἰουγκινάλεμ, Δάκοι ἀνιαρσεξέ.

[154]    RV: πήγανον ἄγριον· οἱ δὲ ὑπερικόν, οἱ δὲ ἀνδρόσαιμον, οἱ δὲ κόριον, οἱ δὲ χαμαίπιτυν, Ῥωμαῖοι ἰνφεριάλις, οἱ δὲ σαγγουινάλις, οἱ δὲ ἀρουνδινάλεμ, οἱ δὲ ῥοῦταμ ἀγρέστεμ, οἱ δὲ ῥοῦτα ἀκουάτικα, οἱ δὲ μίουμ, Ἄφροι χουρμασεμμακέδ.

[155]    RV: ὑπερικόν· οἱ δὲ ἄσκυρον, οἱ δὲ ἀσκυροειδές, οἱ δὲ ἀνδρόσαιμον.

[158]    RV: χαμαίπιτυς· οἱ δὲ πιτυόρυσις, οἱ δὲ ὁλοόζηλον, οἱ δὲ ὁλόκυρον, οἱ δὲ βρυωνία ἀγρία, οἱ δὲ Ἀθήνησιν ἰωνιάν, ἐν δὲ Εὐβοίᾳ σιδηρῖτιν, προφῆται αἷμα Ἀθηνᾶς, Ῥωμαῖοι κυπρέσσουμ, οἱ δὲ σῆμεν τέρραι, Δάκοι χόδελα.

[4]

[1]    RV: κέστρον.

[2]    RV: βεττονική· Ῥωμαῖοι βεττόνικαμ.

[3]    RV: Λυσιμάχειος· οἱ δὲ λύτρον καλοῦσιν.

[4]    RV: πολύγονον ἄρρεν· οἱ δὲ πολυγόνατον, οἱ δὲ κυνοχάλκη, οἱ δὲ Ἡρακλεία, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ χιλιόφυλλον, οἱ δὲ κλῆμα, οἱ δὲ πολύκαρπον, οἱ δὲ καρκίνωθρον, οἱ δὲ μυρτοπέταλον, οἱ δὲ κ‹ορ›νοπόδιον, οἱ δὲ ἀριθέα, οἱ δὲ πηδάλιον, Αἰγύπτιοι θεφίν, οἱ δὲ στεμφίν, προφῆται γόνος ἥρωος, οἱ δὲ ὄνυξ μυός, Ῥωμαῖοι σημινάλις, οἱ δὲ σκορπίνακα, οἱ δὲ προσερπίνακα, Ἄφροι χουλουμλούμ.

[5]    RV: πολύγονον θῆλυ, Ῥωμαῖοι σημινάλις μίνορ.

[6]    RV: πολυγόνατον.

[7]    RV: κληματῖτις ἑτέρα· οἱ δὲ Φιλεταίριον, οἱ δὲ δαφνοειδές, οἱ δὲ πολυγονοειδὲς καλοῦσιν.

[8]    RV: Πολεμώνιον· οἱ δὲ Φιλεταίριον, Καππάδοκες χιλιοδύναμιν καλοῦσιν.

[9]    RV: σύμφυτον· οἱ δὲ καὶ τοῦτο πηκτήν, [οἱ δὲ ἀναξελῖτις,] οἱ δὲ ξυλοφόρον, οἱ δὲ Ἑλένιον, οἱ δὲ ἀναζελῖτις, οἱ δὲ ἀνάχυλις, οἱ δὲ ἀνάχυσις, Αἰγύπτιοι αἱμόστασις, Ῥωμαῖοι κονφέρβα, οἱ δὲ ἄλου‹μ› Γάλλικου‹μ›, Ἄφροι ἀργαλλικού.

[10]    RV: πηκτή· οἱ δὲ σύμφυτον, Ῥωμαῖοι σολδάγινεμ, οἱ δὲ σολδάγω. καυλὸν ἀνίησιν πηχυαῖον ἢ καὶ μείζονα, κοῦφον, παχὺν ὥσπερ σόγχου, φύλλα δασέα, γωνίας ἔχοντα, ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου· ἔχει δὲ καὶ παρὰ τὰς γωνίας ὁ καυλὸς ἐξοχάς τινας παρατεταμένας φύλλων λεπτῶν προστύπων ἀφ' ἑκάστης μασχάλης, ἐν οἷς τὰ ἄνθη ἔχει μήλινα, ἐμφερῆ πρὸς τὰ τοῦ πηγάνου καὶ καρπὸν ὡς φλόμου. ὅλος δὲ ὁ καυλὸς καὶ τὰ φύλλα ἔχει χνοῦν ὑπότραχυν κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα. ῥίζαι δ' ὕπεισιν ὑπόλευκοι, μικραί, γλίσχραι, ὧν καὶ ἡ χρῆσις. ποιοῦσι δὲ λεῖαι πινόμεναι αἱμοπτυϊκοῖς καὶ ῥήγμασιν καὶ τὰ νεότρωτα κολλῶσι καταπλασσόμεναι· καὶ τὰ κρέα δὲ συνεψομένη συνάγει.

[12]    RV: στοιβή· οἱ δὲ στοίβιον, Ῥωμαῖοι στίπαμ.

[13]    RV: κλύμενον· οἱ δὲ καλυκάνθεμον, οἱ δὲ περικλύμενον, οἱ δὲ ἡλιοφυές, οἱ δὲ ἡπατῖτις, οἱ δὲ μῖλαξ, οἱ δὲ ἀνατολικόν, οἱ δὲ δυτικόν, οἱ δὲ ἀμερσίνη, Ῥωμαῖοι οὐόλουκρουμ, οἱ δὲ οὐόλουκρουμ μάϊους, Αἰγύπτιοι ὀξιουί. καυλὸν ἀνίησιν καὶ φύλλα πρὸς τὰ τοῦ περικλυμένου, κισσοειδῆ, θυλάκια δὲ ἐπὶ τοῦ καυλοῦ, ἐν οἷς τὸ ἄνθος λευκόν, εἰς ἄλληλα νεύοντα καὶ περιπλεκόμενα. ἄριστον δὲ τὸ ὀρεινόν· χυλίζεται δὲ ὅλον σὺν τῇ ῥίζῃ. ‹ποιεῖ δὲ ὁ χυλὸς πρὸς αἵματος ἀναγωγὰς› πινόμενος καὶ κοιλιακοὺς καὶ ῥοῦν ἐρυθρὸν στύφων καὶ ψύχων· ἐπέχει δὲ καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας. τὰ δὲ φύλλα λεῖα τοῖς νεοτρώτοις ἐπιτιθέμενα μέχρι ἀπουλώσεως ἐνεργεῖ.

[14]    RV: περικλύμενον· οἱ δὲ αἰγίνη, οἱ δὲ κλύμενον, οἱ δὲ κάρπαθον, οἱ δὲ σπλήνιον, οἱ δὲ ἡπατῖτις, οἱ δὲ ἑλξίνη μείζων, οἱ δὲ κληματῖτις, οἱ δὲ ‹ἀ›μερσίνη, οἱ δὲ καλυκάνθεμον, προφῆται πιλίον Ἀφροδίτης, Αἰγύπτιοι τουκού, Ἄφροι λαυάθ, Ῥωμαῖοι βούλουκρουμ μάϊους.

[15]    RV: τρίβολος· οἱ δὲ βουκέφαλος, οἱ δὲ ταυρόκερας, Ῥωμαῖοι τρίβουλουμ ἀκουάτικουμ.

[16a]    RV: [σαξίφραγον· οἱ δὲ σαξίφραγγον, οἱ δὲ ἔμπετρον, οἱ δὲ καὶ τοῦτο σκολοπένδριον, οἱ δὲ βροῦχον καλοῦσιν, Ῥωμαῖοι σαξίφραγαμ, οἱ δὲ σα‹τα›νάριαμ. θαμνίον ἐστὶ φρυγανῶδες, ἐν πέτραις καὶ τραχέσι τόποις φυόμενον. δύναμιν δὲ ἔχει ἡ πόα λεία ἀπυρέτοις μὲν σὺν οἴνῳ, πυρέσσουσι δὲ ἐν ὕδατι θερμῷ διδομένη ἐν ποτῷ, λίθους τε τοὺς ἐν κύστει θρύπτειν καὶ δι' οὔρων ἄγειν· εὐθετῶς ἁρμόζει.]

[16]    RV: λειμώνιον· οἱ δὲ νευροειδές, οἱ δὲ λογχῖτις, οἱ δὲ νάπειον ὄνου, Μάρσοι μενδρουτά, Σύροι μεούδα, οἱ δὲ λυκοσέμφαλον, οἱ δὲ ἐλλεβοροσήματα, οἱ δὲ σκύλλιον, προφῆται λύκου καρδία, Ῥωμαῖοι οὐηράτρου‹μ› νίγρου‹μ›, οἱ δὲ τιντιν‹ν›άβουλουμ τέρραι, Γάλλοι ἰουρβαρούμ, Δάκοι δάκινα.

[17]    RV: λαγόπουν· οἱ δὲ λαγοῦ κύμινον καλοῦσιν.

[19]    RV: ἐπιμήδιον· οἱ δὲ ἔρινος, οἱ δὲ θρυάς, οἱ δὲ πολύρριζον, Ῥωμαῖοι οὐινδίκτα.

[20]    RV: ξιφίον· οἱ δὲ ἀνακτόριον, οἱ δὲ φασγάνιον, οἱ δὲ μαχαιρώνιον, οἱ δὲ Ἄρειον, Ῥωμαῖοι γλαδιώλουμ, οἱ δὲ σεγετάλεμ.

[21]    RV: σπαργάνιον· οἱ δὲ ξιφίδιον καλοῦσιν.

[22]    RV: ξυρίς· οἱ δὲ ξάνθιον, οἱ δὲ φιλάνθρωπον, οἱ δὲ κακός, οἱ δὲ ἶριν ἀγρίαν, Ῥωμαῖοι γλαδιόλουμ, οἱ δὲ ἴριμ ἀγρέστεμ, Δάκοι ἄπρους.

[23]    RV: ἄγχουσα· οἱ δὲ κατάγχουσα, οἱ δὲ Λιβυκή, οἱ δὲ ἀρχιβδέλλιον, οἱ δὲ Ἀλκιβιάδειον, οἱ δὲ ὀνοχειλές, οἱ δὲ πορφυρίς, οἱ δὲ Μέδουσα, οἱ δὲ κάλυξ, οἱ δὲ ὀνοκλείαν, Ἄφροι βουινεσάθ.

[24]    RV: ἄγχουσα ἑτέρα, ἣν ἔνιοι Ἀλκιβιάδειον ἢ ὀνοχειλὲς καλοῦσιν.

[26]    RV: λύκοψις· οἱ δὲ καὶ ταύτην ἄγχουσαν καλοῦσιν.

[27]    RV: ἔχιον· οἱ δὲ Ἀλκιβιάδειον, οἱ δὲ Δωρίδα, Ῥωμαῖοι ἀλκουβίακουμ.

[28]    RV: ὠκιμοειδές· οἱ δὲ καὶ ταύτην ἔχιον καλοῦσιν, οἱ δὲ σκορπίουρον, οἱ δὲ σπαργάνιον, οἱ δὲ ἀλθαία, οἱ δὲ ἀμαρανθίς, οἱ δὲ προβαταία, οἱ δὲ ἐλάφειον, οἱ δὲ ἀντίμιμον, οἱ δὲ πορφυρίδα, οἱ δὲ αὔγειον, οἱ δὲ νεμέσιον, οἱ δὲ Φιλεταίριον, οἱ δὲ ὑαινοψώνιον, οἱ δὲ θυρσῖτιν, οἱ δὲ θερμοῦθιν, οἱ δὲ μισοπαθές, Ῥωμαῖοι ὠκιμάστρουμ.

[29]    RV: ἄγρωστις ἡ ἐπαμήλωτος· οἱ δὲ αἰγικόν, οἱ δὲ ἁμαξῖτις, Αἰγύπτιοι ἀνουφί, Ῥωμαῖοι γράμεν, οἱ δὲ ἀσιφόλιουμ, οἱ δὲ σαγγυινάλεμ, οἱ δὲ οὐινίολαμ, Σπάνοι ἀπαρία, Δάκοι κοτίατα, Ἄφροι ἰεβάλ.

[30]    RV: καλαμάγρωστις, οἱ δὲ χοιροκαλαμίς, Ῥωμαῖοι γράμεν.

[33]    RV: σιδηρῖτις· οἱ δὲ Ἡράκλειον, προφῆται γόνος σκορπίου, οἱ δὲ αἷμα Τιτάνου, οἱ δὲ οὐρὰ σκορπίου, Πυθαγόρας πάρμορον, Ἀνδρέας ξανθοφαναία, Ὀσθάνης βούφθαλμον, Αἰγύπτιοι σενωδιονώρ, Ῥωμαῖοι οὐερτούμνουμ, οἱ δὲ μουλγήθρουμ, οἱ δὲ σωλάστρουμ, οἱ δὲ ἴντουβουμ σιλβάτικουμ, Ἄφροι οὐδοδοννίν.

[36]    RV: Ἀχίλλειος· οἱ δὲ μυριόμορφον, οἱ δὲ χιλιόφυλλον, οἱ δὲ στρατιωτικόν, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ Ἡράκλειον, Ῥωμαῖοι σουπερκίλιουμ βένερις, οἱ δὲ κο‹ριάνδ›ρουμ σιλβάτικουμ, οἱ δὲ μιλιτάρεμ, οἱ δὲ μιλλεφόλλιουμ, Ἄφροι ἀστιρχιλλόθ.

[37]    RV: βάτος· οἱ δὲ κυνόσβατον, οἱ δὲ σεληνοτρόπιον, οἱ δὲ ἀσύντροφον, προφῆται αἷμα Τιτάνου, οἱ δὲ αἷμα ἴβεως, Ῥωμαῖοι σέντιξ, οἱ δὲ ῥούβουμ, οἱ δὲ μόρα ‹σιλ›βάτικα, Δάκοι μαντία, Αἰγύπτιοι αἰμοίως, οἱ δὲ ἄμετρος.

[39]    RV: ἑλξίνη· οἱ δὲ ἑλξῖτιν, οἱ δὲ καννοχερσαία, οἱ δὲ ἀμελξίνην, οἱ δὲ συκοτράγος, οἱ δὲ ψυχουλκός, οἱ δὲ κιττάμπελον, οἱ δὲ κισσάνθεμον, οἱ δὲ ἀνατεταμένον καλοῦσιν, Ῥωμαῖοι βούλουκρουμ μίνους, Αἰγύπτιοι ἀπάπ.

[41]    RV: ἡπατόριος· οἱ δὲ Εὐπατόριον, οἱ δὲ ἡπατῖτις, Ῥωμαῖοι οὐολούκρουμ μάϊους, Αἰγύπτιοι ὀξιουίν.

[42]    RV: πεντάφυλλον· οἱ δὲ πενταπετές, οἱ δὲ πεντάτομον, οἱ δὲ πενταδάκτυλον, οἱ δὲ ψευδοσέλινον, οἱ δὲ καλλιπέταλον, οἱ δὲ ξυλόλωτον, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ πεντάκοινον, οἱ δὲ θυμιατῖτις [οἱ δὲ φυματῖτις], Αἰγύπτιοι ἀγωφιτεβεωκί, Αἰθίοπες αἴθωτρον, προφῆται ἴβεως ὄνυξ, οἱ δὲ πτερὸν ἴβεως, οἱ δὲ ἑρμοδάκτυλον, Ῥωμαῖοι κιγκουεφόλλιουμ, οἱ δὲ μάνους Μάρτις, Γάλλοι πομπέδουλα, Δάκοι προπόδιλα.

[43]    RV: φοῖνιξ· οἱ δὲ ῥοῦν, οἱ δὲ ἀγχύνωπα, οἱ δὲ φοινικόπτερος, οἱ δὲ ῥουσιόσταχυς, οἱ δὲ ὀσθάλη, Ῥωμαῖοι πάβουλουμ μουρίνουμ, Αἰγύπτιοι ἀθνού.

[45]    RV: Ῥοδία ῥίζα· οἱ δὲ ῥοδιάδα καλοῦσιν.

[46]    RV: ἵππουρις· οἱ δὲ τριχομάχιον, οἱ δὲ ἀνάβασις, οἱ δὲ ἐφέδρανον, οἱ δὲ ἐφέδραν, οἱ δὲ ἰτέα δένδρος, οἱ δὲ γύννις, οἱ δὲ σχοινιόστροφον, Αἰγύπτιοι φερφρεί, προφῆται Κρόνου τρόφις, Ῥωμαῖοι ἐκυινάλις, οἱ δὲ σάλιξ ἐκυινάλις.

[47]    RV: ἵππουρις ἑτέρα· οἱ δὲ σκυτίον, οἱ δὲ ἐφέδραν, οἱ δὲ γύννιν, Ῥωμαῖοι σάλιξ ἐκυίνους. ἡ δὲ ἑτέρα ἵππουρις καυλός ἐστιν ὀρθός, ἴσος, μείζων δὲ πήχεως, ὑπόκενος, κόμας ἐκ διαστημάτων ἔχουσα βραχυτέρας καὶ λευκοτέρας καὶ μαλακωτέρας, ἥτις καὶ αὐτὴ τραύματα ἰᾶται τὴν αὐτὴν ἔχουσα δύναμιν.

[49]    RV: τράγος· οἱ δὲ τράγιον, οἱ δὲ τραγόκερως, οἱ δὲ σκορπίον, οἱ δὲ τάργανον, Ῥωμαῖοι κορνούλακαμ, οἱ δὲ βιτου‹μ›ινέα, οἱ δὲ ἵρκουλου‹μ, οἱ δὲ› δεντάρια, Δάκοι σαλία, Αἰγύπτιοι σοβέρ, Ἄφροι ἀχχιουίμ.

[50]    RV: τράγιον ἄλλο.

[51]    RV: τράγος ἕτερος ἢ σκορπίος ἢ τάργανον.

[52]    RV: ὀξύσχοινος· οἱ δὲ ὀξύπτερος οἱ δὲ ὀφρὺς ἡλίου, Ῥωμαῖοι ἰούγκουμ μαρίνουμ, οἱ δὲ ἰούγκουμ μανουάλεμ, Ἄφροι χουδόδ.

[53]    RV: λειχὴν ὁ ἐπὶ τῶν πετρῶν· οἱ δὲ βρύον καλοῦσιν.

[54]    RV: παρωνυχία· οἱ δὲ ἀκιδωτός, οἱ δὲ νευράς, οἱ δὲ φρύνιον, Ῥωμαῖοι βού‹κ›ιναμ.

[55]    RV: χρυσοκόμη ἢ χρυσῖτις· οἱ δὲ χρυσάνθεμον, οἱ δὲ ἀμάραντον, οἱ δὲ Διὸς πώγων, Ῥωμαῖοι Ἰόβις βάρβα, Ἄφροι δουβάθ, οἱ δὲ βουρχουμάθ.

[56]    RV: χρυσόγονον· οἱ δὲ χρυσόσπερμον, οἱ δὲ ἴασπιν, οἱ δὲ λίνον, οἱ δὲ ὀρίγανον, οἱ δὲ ἀρκόφθαλμον, Ῥωμαῖοι αὐριολάρια.

[58a]    RV: [χρυσάνθεμον ἢ χάλκας· οἱ δὲ χρυσανθεμίδα, οἱ δὲ χαλκῖτιν, οἱ δὲ χάλκανθον, οἱ δὲ χαλκάνθεμον, οἱ δὲ βούφθαλμον, Ῥωμαῖοι κάλθα, Θοῦσκοι γαρουλέου, Ἄφροι χουρζητά. τρυφερά τις πόα, θαμνοειδὴς δέ, λείους ἀναφέρουσα καυλοὺς καὶ φύλλα πολυσχιδῆ, ἄνθη μήλινα, ἰσχυρῶς στίλβοντα καὶ ὀφθαλμοειδῶς κυκλοτερῆ, διὸ καὶ οὕτως ὠνόμασται. φύεται δὲ περὶ τὰς πόλεις· οἱ καυλοὶ δὲ αὐτῆς λαχανεύονται.

   τὰ δὲ ἄνθη λεῖα μετὰ κηρωτῆς στεατώματα λέγεται διαφορεῖν, ἰκτερικοὺς δὲ καὶ προσκαίρως εὐχροεῖν ποιεῖ ποθεῖσα μετὰ τὴν ἐν τοῖς λουτροῖς ἀπὸ τῆς μάκτρας ἔξοδον.]

[57]    RV: χρυσάνθ‹εμ›ον ἢ ἑλίχρυσον.

[58]    RV: ἀγήρατον.

[59]    RV: περιστερεὼν ὀρθός· οἱ δὲ τρυγόνιον, οἱ δὲ βούνιον, οἱ δὲ ἱερὰ βοτάνη, οἱ δὲ φιλτροδότις, Αἰγύπτιοι πεμψεμπτέ, προφῆται Ἥρας δάκρυον, οἱ δὲ αἷμα γαλῆς, οἱ δὲ αἷμα Ἑρμοῦ, Ῥωμαῖοι κρίστα γαλλινάκια, οἱ δὲ φερράρια, οἱ δὲ ἡρκουλάνια, οἱ δὲ ἐξουπέρανς, οἱ δὲ ‹μα›τρικάλις, οἱ δὲ ἕρβα παλουμβάρις, οἱ δὲ ἕρβα σαγγυνάλις.

[60]    RV: περιστερεὼν ὕπτιος· οἱ δὲ ἱερὰν βοτάνην, οἱ δὲ ἠριγένειον, οἱ δὲ χαμαίλυκος, οἱ δὲ σιδηρῖτις, οἱ δὲ κουρῖτις, οἱ δὲ Φερσεφόνιον, οἱ δὲ Διὸς ἠλακάτη, οἱ δὲ δίχρωμον, οἱ δὲ κόλλησις, οἱ δὲ κυπάρισσος, οἱ δὲ Δημητριάς, Αἰγύπτιοι πεμφεμφθάμ, Πυθαγόρας ἐρυσίσκηπτρον, Ῥωμαῖοι κιγκιννάλις, οἱ δὲ βερβήνακαμ, οἱ δὲ λουστράγω, οἱ δὲ κολουμβίνα, οἱ δὲ οὐερτιπήδιουμ.

[61]    RV: ἀστράγαλος· οἱ δὲ ἰσχάς, οἱ δὲ ἄπιος, οἱ δὲ χαμαισύκη, οἱ δὲ ὄνυξ, οἱ δὲ γαγάτης, Ῥωμαῖοι πίρουμ λιτούρβιουμ, οἱ δὲ φίκουμ τέρραι, οἱ δὲ γλάνδουλαμ, οἱ δὲ πίσουμ, οἱ δὲ Νωνάκριαμ.

[62]    RV: ὑάκινθος· οἱ δὲ Ἑλικωνιάς, οἱ δὲ πορφυρανθές, Ῥωμαῖοι βάκκουμ, οἱ δὲ οὐακκίνιουμ.

[63]    RV: μήκων ῥοιάς· οἱ δὲ ὀξύγονον, Ῥωμαῖοι παπάβερ ἄλβου‹μ›, Αἰγύπτιοι ναντί.

[64]    RV: μήκων ἥμερος κηπαῖος· οἱ δὲ χαμαισύκη, οἱ δὲ μήκων ῥοιάς, οἱ δὲ ὀξύγονον, Ῥωμαῖοι παπάβερ, Αἰγύπτιοι ναντί.

   μήκων ἄγριος· οἱ δὲ μήκων μέλας, Ῥωμαῖοι παπάβερ νίγρουμ.

[65]    RV: μήκων κερατῖτις· οἱ δὲ παράλιον, οἱ δὲ ἀγρίαν μήκωνα, οἱ δὲ θαλάσσιον, Ῥωμαῖοι φαβίολουμ μαρίνουμ, Ἄφροι σισσιμα‹ν›σεσσά.

[66]    RV: μήκων ἀφρώδης.

[67]    RV: ὑπήκοον· οἱ δὲ ὑπόφεων καλοῦσιν.

[68]    ὑοσκύαμος· οἱ δὲ Διὸς κύαμος, οἱ δὲ Πυθώνιον, οἱ δὲ ἀδάμας, οἱ δὲ ἀδαμ‹άντ›ινον, οἱ δὲ ὑπνωτικόν, οἱ δὲ ἐμμανές, οἱ δὲ ἀταῖος, οἱ δὲ ..., Δημ‹όκριτος› θριάμβιον, Πυθαγόρας προφήτης, Ὀσθάνης ζελέων, Ζωροάστρης Τυφώνιον, Ῥωμαῖοι ἰνσάνα, οἱ δὲ δεντάρια, οἱ δὲ Ἀπολλινάρις, προφῆται ῥᾶ Ποντική, οἱ δὲ λύπημα, Αἰγύπτιοι σαφθώ, Θοῦσκοι φαβουλώνιαμ, οἱ δὲ συμφωνίακαμ, Γάλλοι βελενούντιαμ, Δάκοι διέλλειναν.

[69]    RV: ψύλλιον· οἱ δὲ κατάφυσις, οἱ δὲ κυνοκεφάλιον, οἱ δὲ κρυστάλλιον, οἱ δὲ κυνόμυιαν, οἱ δὲ ψύλλερις, οἱ δὲ Σικελιωτικόν, Σικελοὶ δὲ κυνοειδὴς ἢ κρυστάλλιον, Ῥωμαῖοι σιλβάκιουμ, οἱ δὲ ἕρβα πουλικάρις, Ἄφροι οὐαργουγούμ.

[70]    RV: στρύχνος μέλας κηπαῖος· οἱ δὲ ἥμερον, Ῥωμαῖοι στρούμουμ, οἱ δὲ κουκούβαλουμ, Αἰγύπτιοι ἀληλώ, Γάλλοι σκούβουλου‹μ›, Ἄφροι ἀστιρσμουνίμ.

[71]    RV: φυσαλλίς· οἱ δὲ στρύχνον, οἱ δὲ ἁλικάκκαβον, Ῥωμαῖοι βησικάρια.

[72]    RV: ἁλικάκκαβος· οἱ δὲ Διρκαῖον, οἱ δὲ στρύχνον μανικόν, οἱ δὲ δορύκνιον, οἱ δὲ κακκαλίαν, Ῥωμαῖοι Ἀπολλινάρις μίνορ, οἱ δὲ ἕρβα οὐατίκινα, οἱ δὲ οὐάτεμ, Δάκοι κοικολίδα, Ἄφροι κακκαβούμ.

[75]    RV: μανδραγόρα ἄρρεν· οἱ δὲ Κιρκαῖον, οἱ δὲ ξηρὰ ἄνθη, [οἱ δὲ ἀντιμήνιον,] οἱ δὲ ἀντίμιμον, οἱ δὲ βομβόχυλον, οἱ δὲ μώριον, Αἰγύπτιοι ἀπεριούμ, Πυθαγόρας ἀνθρωπόμορφον, οἱ δὲ ἀλοῖτιν, οἱ δὲ θριδακίαν, οἱ δὲ κάμμαρον, οἱ δὲ ἀγχόνη, οἱ δὲ ῥιγαλέος, Ζωροάστρης διάμορφον [ἢ ἀρχήνη], προφῆται ἡμιονάς, οἱ δὲ γόνος Τυφῶνος, Ῥωμαῖοι μάλα κανίνα, οἱ δὲ μάλα τερρέστρια.

   μανδραγόρα θῆλυ· οἱ δὲ Κιρκαῖον, οἱ δὲ ἀντίμιμον, Ῥωμαῖοι μάλα σιλβέστρια, οἱ δὲ μάλα τερρέστρια, ἐπεὶ ἡ ῥίζα τούτου δοκεῖ φίλτρου εἶναι ποιητική.

[76]    RV: ἀκόνιτον· οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κάμμαρον, οἱ δὲ θηλυφόνον, οἱ δὲ μυοκτόνον.

[77]    RV: ἀκόνιτον ἕτερον, ὃ ἔνιοι λυκοκτόνον καλοῦσιν, Ῥωμαῖοι ἀκονίτουμ νόστρουμ. τούτων γένη ἐστὶν τρία· τὸ ἕν, ᾧ οἱ κυνόθηρες χρῶνται, τὰ δὲ δύο οἱ ἰατροί, τὸ τρίτον λεγόμενον Ποντικόν. γεννᾶται μὲν πλεῖστον κτλ.

[78]    RV: κώνειον· οἱ δὲ αἴγινος, οἱ δὲ αἴθουσα, οἱ δὲ ἀπολύουσα, οἱ δὲ δολία, οἱ δὲ ἀμαύρωσις, οἱ δὲ παράλυσις, οἱ δὲ ἄφρων, οἱ δὲ κρηίδιον, οἱ δὲ κονήν, οἱ δὲ κατεχομένιον, οἱ δὲ ἀβίωτον, οἱ δὲ ἀψευδής, οἱ δὲ αἰγόμορον, οἱ δὲ ἀμερσίνοον, οἱ δὲ ἐνζύμιον, οἱ δὲ τιμωρόν, οἱ δὲ οὐκανθές, οἱ δὲ οὐλόμενον, οἱ δὲ δηϊοῦσα, οἱ δὲ πολυανώδυνος, οἱ δὲ Δαρδανίς, οἱ δὲ κατάψυξις, Ὀσθάνης βαβαθύ, Αἰγύπτιοι ἀπεμφύ, Ῥωμαῖοι κικοῦταμ, οἱ δὲ ἀλτερνάλις, οἱ δὲ ἰνφέρνα, οἱ δὲ ..... Δάκοι ζῆνα.

[80]    RV: ἀπόκυνον· οἱ δὲ κύναγχον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κυνόμορον, οἱ δὲ κυνοκτόνον καλοῦσιν, οἱ δὲ φλέως, οἱ δὲ κυνάγχη, οἱ δὲ ὀλίγωρος, οἱ δὲ ἱππομανές, οἱ δὲ ὄνησις, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ κυναγχική, οἱ δὲ ἐλαφόσκορδον, προφῆται παράλυσις, Ῥωμαῖοι βράσσικα ῥούστικα, οἱ δὲ κανίνα.

[81]    RV: ῥοδοδάφνη· οἱ δὲ σπόγγος, οἱ δὲ αἱμοσταφίς, οἱ δὲ νήριον, οἱ δὲ ῥοδόδενδρον, Ῥωμαῖοι ῥοράνδρουμ, οἱ δὲ λαυρορόσα, Λουκανοὶ ἰκμανή, Αἰγύπτιοι σχινφί, Ἄφροι ......

[83]    RV: ἐφήμερον· οἱ δὲ Κολχικόν, οἱ δὲ βολβὸν ἄγριον καλοῦσιν, Ῥωμαῖοι βούλβους ἀγρέστις.

[85]    RV: περδίκιον· οἱ δὲ Λυσιμάχειον, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ ἑλξίνην, οἱ δὲ χαλκίς, οἱ δὲ παρθένιον, οἱ δὲ κλύβατιν, οἱ δὲ οἰσύινος, οἱ δὲ Ἡράκλειον, οἱ δὲ ἑλκίνα, οἱ δὲ οἰσύαν ἀγρίαν, οἱ δὲ πολυώνυμον, Ῥωμαῖοι ἕρβα καλικλάρια, οἱ δὲ βιτράριαμ, οἱ δὲ παριητάριαμ, Ἄφροι ἀτιερβίτριε.

[86]    RV: μυοσωτίς· οἱ δὲ μυ‹ός›ωτον, οἱ δὲ ἀνθύλλιον, οἱ δὲ ἀλσίνη, οἱ δὲ μυότροχον, οἱ δὲ μυρτόσπληνον, Ῥωμαῖοι μοῦρις αὐρίκουλα, Ἄφροι λαυαθθαλβάθ.

[87]    RV: φακὸς ὁ ἐπὶ τῶν τελμάτων· οἱ δὲ φακὸς ἄγριος, οἱ δὲ ἐπίπτερον, Ῥωμαῖοι βιπεράλις, οἱ δὲ οὐίσκους μαρίνους.

[88]    RV: ἀείζων τὸ μέγα· οἱ δὲ ἐριθαλές, οἱ δὲ ἀμβρόσιον, οἱ δὲ χρυσίσπερμον, οἱ δὲ ζῳόφθαλμον, οἱ δὲ βούφθαλμον, οἱ δὲ στέργηθρον, οἱ δὲ αἰώνιον, οἱ δὲ ζῳόφυτον, οἱ δὲ ἀείχρυσον, οἱ δὲ μελίχρυσον, οἱ δὲ ὁλόχρυσον, οἱ δὲ χρυσάνθεμον, οἱ δὲ πρωτόγονον, οἱ δὲ βόρειος, οἱ δὲ νότιος, οἱ δὲ βηρύλλιος, προφῆται [λέγουσιν] παρωνυχία, οἱ δὲ χρυσῖτις, Ῥωμαῖοι κεριακούσια, οἱ δὲ Ἰόβις ὄκουλους, οἱ δὲ δίγιτους, οἱ δὲ σέδουμ μουρ‹άλε›, Αἰγύπτιοι παμφανής.

[89]    RV: ἀείζων τὸ μικρόν· οἱ δὲ πετροφυές, οἱ δὲ βρότιον, οἱ δὲ θεοβρότιον, οἱ δὲ ‹μα›κρόβι[ς]ον, οἱ δὲ χειμερινήν, οἱ δὲ κεραυνία, Ῥωμαῖοι βιτάλις, οἱ δὲ κάρδους σεμπερβίβους, Αἰγύπτιοι ἐτιεικελτά.

[90]    RV: ἀείζων τὸ λεπτόφυλλον· οἱ δὲ ἀείζων τὸ μικρόν, οἱ δὲ πετροφυές, οἱ δὲ ἀείζων ἄγριον, Ῥωμαῖοι σεμπερβίβου‹μ› μίνους.

[91]    RV: κοτυληδών· οἱ δὲ σκυτάλιον, οἱ δὲ κυμβάλιον, οἱ δὲ κῆπος Ἀφροδίτης, οἱ δὲ γῆς ὀμφαλός, οἱ δὲ στοιχάς, οἱ δὲ στέργηθρον, Ῥωμαῖοι οὐμβιλίκουμ Βένερις.

[92]    RV: κοτυληδὼν ἑτέρα· οἱ δὲ κυμβάλιον καλοῦσιν.

[93]    RV: κνήφη ἢ κνίδη· οἱ δὲ ἀκαλύφη, οἱ δὲ ἀδίκη, Ῥωμαῖοι οὐρτίκα, Αἰγύπτιοι σελεψιού, Δάκοι δύν.

   κνήφη ἑτέρα· οἱ δὲ ἀκαλύφην καλοῦσιν, Ῥωμαῖοι οὐρτίκα μόλλις.

[94]    RV: γαλέοψις· οἱ δὲ γαλεόβδολον, οἱ δὲ γαληψός, Αἰγύπτιοι αἰθωπί, Ῥωμαῖοι οὐρτίκαμ λαβεώνεμ.

[95]    RV: γάλαιον· οἱ δὲ γαλαίριον, οἱ δὲ γαλάτιον καλοῦσιν ἀπὸ τοῦ γάλα πηγνύειν.

[96]    RV: ἠριγέρων· οἱ δὲ ἐρεχθῖτις, Ῥωμαῖοι ἕρβουλουμ, οἱ δὲ σενεκίων.

[98]    RV: βρύον θαλάσσιον· οἱ δὲ βάλαρις, οἱ δὲ ἰρώνη, Ῥωμαῖοι γνωμουσύλλου.

[100]    RV: ποταμογείτων· οἱ δὲ σταχυῖτιν, Ῥωμαῖοι φοντ‹αν›άλις, οἱ δὲ φλουμινάλις, οἱ δὲ τερμινάλις, οἱ δὲ ἠμίνουλα, οἱ δὲ προσπεκτίβα, Αἰγύπτιοι ἐθεγχίς.

   ποταμογείτων ἕτερος· οἱ δὲ λειμώνιον, οἱ δὲ ἁλιμοκτόνον, οἱ δὲ νευροειδές, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ κυνόγλωσσον, οἱ δὲ πολύνευρον, οἱ δὲ θύρσιον, προφῆται οὐρὰ ἰχνεύμονος, Αἰγύπτιοι λοιχόρ, Ῥωμαῖοι βηταιφόλλιουμ, οἱ δὲ γλαδιατώριαμ, οἱ δὲ πλαντάγω, οἱ δὲ ἑρβάγω, οἱ δὲ ἀρουνδινάλις μίνορ, Ἄφροι ἀστιρκόκ, Δάκοι κοαδάμα, Γάλλοι ταυρούκ.

[101]    RV: στρατιώτης ὁ ἐν τοῖς ὕδασιν· οἱ δὲ ποτάμιον στρατιώτην καλοῦσιν, Αἰγύπτιοι τιβούρ, προφῆται αἷμα αἰλούρου.

[102]    RV: στρατιώτης ὁ χιλιόφυλλος.

[103]    RV: φλόμος· οἱ δὲ φλόνον, Ῥωμαῖοι βερβάσκλουμ, οἱ δὲ φημινάλε.

   φλόμος ἕτερος· οἱ δὲ φλόνος, οἱ δὲ λυχνῖτις, οἱ δὲ θρυαλλίς, οἱ δὲ νεκυίαν, προφῆται κηρύκιον, οἱ δὲ Ἑρμοῦ ῥάβδον, Ῥωμαῖοι φουμούσκλουμ, οἱ δὲ λανάτα, Αἰγύπτιοι ἀθάλ, Δάκοι διέσεμα.

[105]    RV: ἄρκτιον· οἱ δὲ ἀρκτοῦρον καλοῦσιν.

[106]    RV: ἄρκιον ἢ προσωπίδα· οἱ δὲ προσώπιον, οἱ δὲ ποταμογείτων, οἱ δὲ σίνηπι Περσικόν, οἱ δὲ πανάκεια, οἱ δὲ κρήν‹α›ιον, οἱ δὲ θλάσπι, οἱ δὲ ἀπαρίνην, Ῥωμαῖοι περσωνάκιαμ, οἱ δὲ λάππαμ.

[107]    RV: πετασῖτις.

[108]    RV: ἐλλεβορίνη· οἱ δὲ ἐπιπακτίς, οἱ δὲ βόρειον.

[109]    RV: καπνὸς ἢ κορυδάλλιον· οἱ δὲ κόριον, οἱ δὲ κόριον ἄγριον, οἱ δὲ καπνὸς ὁ ἐν ταῖς κριθαῖς, οἱ δὲ καπνῖτις, οἱ δὲ μαρμαρῖτις, οἱ δὲ καπνογόργιον, οἱ δὲ χελιδόνιον μικρόν, οἱ δὲ περιστέριον, οἱ δὲ κανθαρίς, οἱ δὲ χαλκόκροτ‹ον›, Ῥωμαῖοι ἄπιουμ, οἱ δὲ φουμάρια, Αἰγύπτιοι κνύξ, οἱ δὲ τούκοιν.

[110]    RV: λωτός· οἱ δὲ τρίφυλλον καλοῦσιν, οἱ δὲ τριπόδιον, οἱ δὲ τρίβολον.

[111]    RV: λωτὸς ἄγριος· οἱ δὲ τρίφυλλον, οἱ δὲ Λιβυ‹κ›ὸν καλοῦσι, Ῥωμαῖοι τριφόλιουμ μίνους.

[112]    RV: κύτισος· οἱ δὲ τηλίνην, οἱ δὲ λωτὸν μέγαν, οἱ δὲ τρίφυλλον, Ῥωμαῖοι τριφόλιουμ μάϊους.

[114]    RV: μυριόφυλλον· οἱ δὲ μηλόφυλλον, οἱ δὲ στρατιωτική, οἱ δὲ Ἀχίλλειος, Ῥωμαῖοι μιλλεφόλιουμ, οἱ δὲ σουπερκίλιουμ Βένερις, Γάλλοι βελιοκάνδο‹ς›.

[115]    RV: μυρρίς· οἱ δὲ μύρραν καλοῦσιν, οἱ δὲ κονίλην.

[116]    RV: μύαγρον ἢ ἀσπάραγον ἄγριον· οἱ δὲ πετραῖον, οἱ δὲ μελάμπυρον, οἱ δὲ μυόθηρον, οἱ δὲ μυάγραν, Ῥωμαῖοι σπάραγουμ.

[118]    RV: κρίσσιον· οἱ δὲ τρίγωνον, οἱ δὲ βούγλωσσυν μέγα καλοῦσιν, Ῥωμαῖοι σπίνα μόλλις.

[119]    RV: ἀστὴρ Ἀττικός· οἱ δὲ ἀστερίσκος, οἱ δὲ ἀστέριον, οἱ δὲ βουβώνιον, οἱ δὲ ὑόφθαλμον, Ῥωμαῖοι ἰγγυνάλις, Δάκοι ῥαθιβίδα.

[120]    RV: ἰσόπυρον· οἱ δὲ φασήλιον καλοῦσιν.

[121]    RV: ἴον πορφυροῦν· οἱ δὲ δασυπόδιον, οἱ δὲ Πριαπήϊον, οἱ δὲ ἴον ἄγριον, οἱ δὲ Κυβέλειον, Ῥωμαῖοι σεγετάλις, οἱ δὲ μουράρια, οἱ δὲ βίολα πουρπούρεα.

[123]    RV: βούνιον· οἱ δὲ ἄ‹κ›τ‹ι›ον, οἱ δὲ ἀκτίνην, οἱ δὲ ἀνθεμοφόρον, προφῆται παράδακρυ, Αἰγύπτιοι ἐρξώην, Ῥωμαῖοι σκῶπα ῥήγια, Ἄφροι γιζάρ, οἱ δὲ θεμψώ.

[124]    RV: ψευδοβούνιον.

[125]    RV: χαμαίκισσος· οἱ δὲ χαμαιλεύκη, οἱ δὲ κισσὸς ἄκαρπος, οἱ δὲ γῆς στέφανος, οἱ δὲ σεληνῖτις, Ῥωμαῖοι ἕδερα πλουβιάτικα.

[127]    RV: βούγλωσσον· προφῆται γόνος αἰλούρου, Ὀσθάνης σαννουχί, Αἰγύπτιοι ἀντουεριμβέσωρ, Ῥωμαῖοι λίγγουα βόβουμ, οἱ δὲ Λευκανοὶ ‹κορράγω›, Ἄφροι λασουνάφ, Δάκοι βουδάθλα.

[128]    RV: φύτευμα· οἱ δὲ ἁδρώδης, Ῥωμαῖοι ἀπλουμερού.

[129]    RV: ὑπόγλωσσον· οἱ δὲ καὶ τοῦτο ἀντίρρινον καλοῦσιν, οἱ δὲ ἀνάρρινον, οἱ δὲ καὶ ταύτην λυχνίδα ἀγρίαν καλοῦσιν.

[130]    RV: κυνοκεφάλιον· οἱ δὲ ἀντίρρινον, οἱ δὲ ἀνάρρινον, οἱ δὲ βουκράνιον, οἱ δὲ κούριον, οἱ δὲ πιθήκιον, οἱ δὲ κυνόροδον, οἱ δὲ λυχνὶς ἀγρία, προφῆται ἄλκιμα, οἱ δὲ κυριόμορφον, οἱ δὲ νεόθεος, Αἰγύπτιοι αἰσού, οἱ δὲ ὀρμενισφί, οἱ δὲ κατακιρσαί, Ῥωμαῖοι τιγίλλους ἄλβα, οἱ δὲ τραγατιγίλλους, οἱ δὲ ἕρβα ἀσινίνα, οἱ δὲ βενέριαμ.

[131]    RV: κατανάγκη· οἱ δὲ δαμναμένη, οἱ δὲ Διονυσιάς, οἱ δὲ θύρσιον, οἱ δὲ δῆμος, οἱ δὲ κῆμος, οἱ δὲ κρότιον, προφῆται ἀχαράς, οἱ δὲ ἀρκοπόδιον, Ῥωμαῖοι ἕρβα φιλίκλα, οἱ δὲ δατίοκα, οἱ δὲ Ἰόβις μάνους, Δάκοι καρωπίθλα.

   κατανάγκη ἑτέρα· οἱ δὲ δῆμον, οἱ δὲ κῆμον καλοῦσιν· δισσή.

[132]    RV: τριπόλιον· οἱ δὲ ψυχήν, οἱ δὲ μηρίς, οἱ δὲ ποταμογείτων, οἱ δὲ σταχυῖτις, Ῥωμαῖοι τριφόλλιουμ μάϊους.

[133]    RV: ζῳόνυχον· οἱ δὲ ἀετώνυχον, οἱ δὲ λεοντοπόδιον, οἱ δὲ κῆμος, οἱ δὲ ἴφυον, οἱ δὲ κατανάγκην, οἱ δὲ δαμναμένη, οἱ δὲ ἰδιόφυτον, οἱ δὲ φυτοβασίλειον, οἱ δὲ κροσσίον, οἱ δὲ κροσσόφθοον, προφῆται αἷμα κροκοδείλου, οἱ δὲ κροκομέριον, Αἰγύπτιοι δαφνοινές, Ῥωμαῖοι Μινέρβιουμ, οἱ δὲ Ἰόουις μάνους, οἱ δὲ Παλλάδιουμ, οἱ δὲ φλάμμουλα.

[134]    RV: ἀδίαντον· οἱ δὲ πολύτριχον, οἱ δὲ τριχομανές, οἱ δὲ ἐβενότριχον, οἱ δὲ ἄργιον, οἱ δὲ κόριον ἔνυδρον, Αἰγύπτιοι ἐπυέρ, Ῥωμαῖοι κιγκιννάλις, οἱ δὲ τέρραι καπίλλους, οἱ δὲ σουπερκίλιουμ τέρραι, Δάκοι φιθοφθέθελα· φύονται (sc. ἀδίαντον et ἀδίαντον ἕτερον) ἐν παλισκίοις καὶ περὶ τὰ ἔνυγρα· ῥαβδία δέ ἐστιν μέλανα, λεῖα, στίλβοντα, φύλλα ὅμοια πτέριδι, μικρά, λεῖα· τὸ δὲ ἕτερον τὰ φύλλα φακοειδῆ, ἐναντία ἀλλήλοις ἐπὶ τῶν ῥαβδίων· οὔτε δὲ καυλὸν οὔτε ἄνθος φέρει· ῥίζαι ἄχρηστοι.

   καλλίτριχον· οἱ δὲ πολύτριχον, οἱ δὲ τριχομανές, οἱ δὲ ἀδίαντον, οἱ δὲ ἐβενότριχον, οἱ δὲ πτέριον, οἱ δὲ εὔπτερον, οἱ δὲ ἄργιον, οἱ δὲ κόριον τὸ ἐν ὕδασιν, Αἰγύπτιοι ἐπυέρ, Ῥωμαῖοι κιγκιννάλις, οἱ δὲ πίννουλα, οἱ δὲ τέρραι καπίλλους, οἱ δὲ σουπερκίλιουμ τέρραι, Δάκοι φιθοφθέθελα.

[135]    RV: ἀδίαντον ἕτερον· οἱ δὲ τριχομανές, οἱ δὲ πτέριον, οἱ δὲ εὔπτερον, Ῥωμαῖοι καπιλλάρεμ, οἱ δὲ πίννουλαμ, οἱ δὲ φιλίκλαμ.

[136]    RV: ξάνθιον· οἱ δὲ φάσγανον, οἱ δὲ χοιραδόλεθρον, οἱ δὲ καὶ ταύτην ἀπαρίνην καλοῦσιν, Ῥωμαῖοι λάππαμ.

[137]    RV: αἰγίλωψ· οἱ δὲ αἰγιλάδην, οἱ δὲ σιτόσπελλος, οἱ δὲ ἀκρόσπελλος, οἱ δὲ σιφών‹ιον›, οἱ δὲ βρόμος, Ῥωμαῖοι ἀβήναμ, Ἄφροι γυμμάθ.

[137b]    RV: [βρόμος· οἱ δὲ σιφώνιον, οἱ δὲ ἀκρόσπελλος, Ῥωμαῖοι ἀβήναμ, Ἄφροι γυμμάθ· πόα ἐστὶν αἰγίλωπι ἐμφερής, δύναμιν ἔχουσα ἐπιξηραντικήν· ἀφεψηθεῖσα δὲ σὺν ταῖς ῥίζαις μεθ' ὕδατος, ἕως ἂν εἰς τρίτον ἔλθῃ τὸ ἀπόζεμα, καὶ διυλίσας αὐτὸ ἐπίμισγε μέλι τοσοῦτον καὶ ἕψε, ἕως γένηται πάχος ἔχον ὑγροῦ μέλιτος, καὶ ποιεῖ ἐπὶ τῶν ὀζαινικῶν, εἰ βρέχων ὀθόνιον προστίθης τῷ μυκτῆρι, καὶ καθ' ἑαυτὸ δὲ ποιεῖ οὕτως· τινὲς δὲ καὶ ἀλόην λειώσαντες παρεμμίσγουσι καὶ οὕτως χρῶνται. ποιεῖ δὲ καὶ μετὰ ῥόδων ξηρῶν ἀφεψηθεὶς σὺν οἴνῳ πρὸς τὰς τοῦ στόματος δυσωδίας.]

[139]    RV: πολύγαλον.

[141]    RV: ἔρινος· οἱ δὲ ὠκιμοειδές, οἱ δὲ ὑδρηρόν, Ῥωμαῖοι ὤκιμουμ ἀκουάτικουμ, οἱ δὲ μινῶρεμ.

[142]    RV: σμῖλαξ τραχεῖα· οἱ δὲ ἡπατῖτις, οἱ δὲ καλυκάνθεμον, οἱ δὲ κυνόσβατον, οἱ δὲ ἀνίκητον, οἱ δὲ ἡλιόφυτον, οἱ δὲ ἀνατολικόν, οἱ δὲ δυτικόν, οἱ δὲ ἑλξίνη, οἱ δὲ κλύμενον, Αἰγύπτιοι λυιαθή, οἱ δὲ κόνυσσον, Ῥωμαῖοι μεργίνα, οἱ δὲ βούλουκρουμ λέντουμ, Θοῦσκοι ῥαδία.

[143]    RV: σμῖλαξ λεία.

[144]    RV: μυρτάκανθον· οἱ δὲ μυρσίνη ἀγρία, οἱ δὲ ἱερόμυρτον, οἱ δὲ ὀξυμυρσίνη, οἱ δὲ μυάκανθος, οἱ δὲ ἄγονον, οἱ δὲ σκίγκος, οἱ δὲ μίνθη, οἱ δὲ κατάγγελος, οἱ δὲ ἀνάγγελος, οἱ δὲ ἄκαιρον, οἱ δὲ ὀκνηρόν, οἱ δὲ λειχήνην, οἱ δὲ χαμαίπιτυν, Βοιωτοὶ δὲ γοργυνθίας, προφῆται γόνος Ἡρακλέους, Ῥωμαῖοι ῥούσκουμ.

[145]    RV: δάφνη· οἱ δὲ Ἀλεξάνδρειαν, οἱ δὲ Ἰδαίαν, οἱ δὲ Δανάην, οἱ δὲ ζαλείαν, οἱ δὲ στέφανον, οἱ δὲ δάφνος Σαμοθρᾳκική, οἱ δὲ Μίθριος, οἱ δὲ ὑπογλώσσιον.

[146]    RV: δαφνοειδές· οἱ δὲ εὐπέταλον, οἱ δὲ δαφνῖτις, οἱ δὲ χαμαιδάφνην, οἱ δὲ εὔπεπλον καλοῦσιν.

[147]    RV: χαμαιδάφνη· οἱ δὲ καὶ ταύτην Ἀλεξάνδρειαν ἐκάλεσαν, οἱ δὲ δαφνῖτις, οἱ δὲ ὑδραγωγός, Ῥωμαῖοι λαυρίωλαμ, οἱ δὲ λακτιλάγω, Γάλλοι οὐσουβέμ.

[148]    RV: ἐλλέβορος λευκός· οἱ δὲ Ἀσκληπιάδα, οἱ δὲ ἔκτομον, οἱ δὲ πίνακα Τοξάρι‹ο›ς, προφῆται γόνος Ἡρακλέους, οἱ δὲ πολύειδος, οἱ δὲ ἀνάφυστος, Αἰγύπτιοι σομφία, οἱ δὲ οὖνρε, Ῥωμαῖοι βερέτρουμ ἄλβουμ, Γάλλοι λάγονον, οἱ δὲ ἀνεψά.

[149]    RV: σησαμοειδὲς τὸ μέγα· οἱ δὲ σησαμῖτιν, οἱ δὲ σησαμίς, οἱ δὲ λυκοσκυτάλιον, οἱ δὲ ἐλλέβορος λευκός, οἱ δὲ Ἀντικυρικὸν ἐλλέβορον καλοῦσιν.

[150]    RV: σίκυς ἄγριος· οἱ δὲ ἐλατήριον, οἱ δὲ γρυνόν, οἱ δὲ βαλ‹αν›ίς, οἱ δὲ σύγκρισις, οἱ δὲ βουβάλιον, οἱ δὲ σκορπίον, οἱ δὲ φέρομβρον, οἱ δὲ πευκέδανον, οἱ δὲ νότιον, Ῥωμαῖοι ἀγγουίνουμ, οἱ δὲ κουκούμερε‹μ› ῥούστικουμ, οἱ δὲ ἀγρέστεμ, Ἄφροι κουσσιμεζάρ.

[152]    RV: σταφὶς ἀγρία· οἱ δὲ τρίφυλλον, οἱ δὲ στήσιον, οἱ δὲ ἀσταφίς, οἱ δὲ φθειροκτόνον, οἱ δὲ φθείριον, οἱ δὲ ἀπάνθρωπον, οἱ δὲ πολύειδος, οἱ δὲ ψευδοπαθές, οἱ δὲ ἀρσενωπή, οἱ δὲ ἀρνοπολέμιον, Αἰγύπτιοι ἴβι‹ο›ς ἀοιδή, Ῥωμαῖοι ἕρβα πηδουκουλάρια, οἱ δὲ μιουτεσσούδια.

[153]    RV: θαψία· οἱ δὲ ὑπώπιον, οἱ δὲ παγκράτιον, οἱ δὲ σκαμμώνιον, οἱ δὲ θηλυπτερίς, Ῥωμαῖοι φερουλάγω, οἱ δὲ φέρουλα σιλβέστρις, Ἄφροι βοιδίν.

[154]    RV: σπάρτος· οἱ δὲ λοβόν, οἱ δὲ λύγον καλοῦσιν.

[155]    RV: σίλλυβον.

[158]    RV: νάρκισσος· οἱ δὲ νάρκισσος ἄνυγρος, οἱ δὲ αὐτογενές, οἱ δὲ βολβὸς ὁ ἐμετικός, οἱ δὲ λείριον, Ῥωμαῖοι βούλβους βομιτώριους.

[159]    RV: ἱπποφαές· οἱ δὲ ἱππόφαος, οἱ δὲ ἱπποφανής, οἱ δὲ ἵππιον, οἱ δὲ ἐχίνιον, οἱ δὲ πελεκῖνος, Ῥωμαῖοι λαππάγω, οἱ δὲ λάππο‹υ›λα μέρα.

[160]    RV: ὑπόφαιστον· οἱ δὲ καὶ τοῦτο ἱπποφαὲς καλοῦσιν.

[161]    RV: κρότων ἢ κίκι· οἱ δὲ σήσαμον ἄγριον, οἱ δὲ σέσελι Κύπριον, οἱ δὲ κρότωνα, Αἰγύπτιοι σησθάμνα, οἱ δὲ τρίξιν, προφῆται αἷμα πυρετοῦ, Ῥωμαῖοι ῥίκινουμ, οἱ δὲ λούπα.

[162]    RV: ἐλλέβορος μέλας· οἱ δὲ Μελαμπόδιον, οἱ δὲ Ὀρέστιον, οἱ δὲ πολύρριζον, οἱ δὲ Προίτιον, οἱ δὲ μελανόρριζον, οἱ δὲ κοιράνειον, προφῆται ζωμαρῖτις, Αἰγύπτιοι ἰγαΐα, οἱ δὲ ἐλαφυής, οἱ δὲ κεμελέγ, οἱ δὲ ἑρμιελύ, Ῥωμαῖοι βερέτρουμ νίγρουμ, οἱ δὲ κονσιλίγω, οἱ δὲ σαρράκα, Δάκοι προδιάρνα.

[163]    RV: σησαμοειδὲς τὸ λευκόν· οἱ δὲ κορώνιον, οἱ δὲ σήσαμον ἄγριον καλοῦσιν.

[164]    RV: τιθύμαλλος χαρακίας.

[18]    (ad 164) RV: τιθύμαλλος μυρτίτης, ὃν ἔνιοι καρυΐτην καλοῦσιν.

[6]    (ad 164) RV: τιθύμαλλος παράλιος· οἱ δὲ τιθυμαλλίδα, οἱ δὲ μηκώνιον.

[14]

   (ad 164) RV: τιθύμαλλος ἡλιοσκόπιος· οἱ δὲ τιθυμαλλίς, Ῥωμαῖοι ἕρβα λάκτια, οἱ δὲ λακτοῦκα καπρίνα, Ἄφροι νουκουβάτ.

[6]    bis (ad 164) RV: τιθύμαλλος κυπαρισσίας· οἱ δὲ χαμαίπιτυν, οἱ δὲ τιθυμάλλιον, Ῥωμαῖοι μουλτιλάγω καπρίνα, οἱ δὲ καπράγινε‹μ›, οἱ δὲ κυπαρισσίας.

[11]    (ad 164) RV: τιθύμαλλος δενδρίτης.

[16]    (ad 164) RV: τιθύμαλλος πλατύφυλλος.

[165]    RV: πιτύουσα· οἱ δὲ κλῆμα, οἱ δὲ κραμβίον, οἱ δὲ παράλιον, οἱ δὲ Κανωπικὸν καλοῦσιν.

[166]    RV: λαθυρίς· οἱ δὲ καὶ ταύτην τιθύμαλλον καλοῦσιν.

[168]    RV: πέπλιον· οἱ δὲ πεπλίδα, οἱ δὲ ἴαχος, οἱ δὲ πολύγαλον, οἱ δὲ φέρομβρον, οἱ δὲ ἀνδράχνην θαλασσίαν ἢ ἀγρίαν, οἱ δὲ γαλοῦμβρον, οἱ δὲ πέπων, οἱ δὲ συκῆν, οἱ δὲ μηκώνιον, οἱ δὲ Ἡράκλειον, οἱ δὲ μήκων ἀφρώδης, Ῥωμαῖοι πορτούλακα μίνορ, οἱ δὲ λάκτια.

[169]    RV: χαμαισύκη· οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσιν.

[170]    RV: σκαμμωνία· οἱ δὲ σκαμμωνίας ῥίζα, οἱ δὲ Κολοφωνία, οἱ δὲ δακρύδιον, Ῥωμαῖοι κολοφώνιουμ, προφῆται ἀπὸ πλεύμονος, Αἰγύπτιοι σανελούμ.

[171]    RV: χαμελαία· οἱ δὲ χαμελαία μέλαινα, οἱ δὲ Ἡράκλειον, οἱ δὲ βδελυρά, οἱ δὲ κόκκος Κνίδιος, Ῥωμαῖοι κιτοκάκιου‹μ›, οἱ δὲ ὀλεάγω, οἱ δὲ ὀλεαστέλλουμ.

[172]    RV: θυμελαία· οἱ δὲ πυρὸς ἄχνην καλοῦσιν.

[173]    RV: ἀκτῆ· οἱ δὲ δένδρον ἄρκτου, οἱ δὲ ἥμερον, Ῥωμαῖοι σαμβούκουμ, Γάλλοι σκοβιήμ, Δάκοι σέβα.

   χαμαιάκτη· οἱ δὲ ἕλειος ἀκτῆ, οἱ δὲ ἀγρία ἀκτῆ, οἱ δὲ Εὐβοϊκή, Ῥωμαῖοι ἔβουλουμ, Γάλλοι δουκωνέ, Δάκοι ὄλμα.

[174]    RV: πυκνόκομον.

[175]    RV: ῥάφανος ἀγρία· οἱ δὲ ῥάφανος ὀρεινή, οἱ δὲ ἄπιος, οἱ δὲ ἰσχάδα, οἱ δὲ χαμαιβάλανον, οἱ δὲ λινόζωστιν, Ῥωμαῖοι ῥάδιξ σιλβέστρις, Ἄφροι θορφαθσαδοί.

[176]    RV: κολοκυνθίς· οἱ δὲ σικύαν πικράν, οἱ δὲ κολόκυνθος ἄγριος, οἱ δὲ κολόκυνθος Ἀλεξανδρῖνος, Ζωροάστρης θύμβρη ἢ ὀστοῦν αὐτογενές, Ῥωμαῖοι κουκούρβιτα σιλβάτικα, Δάκοι τρουτράστρα.

[177]    RV: ἐπίθυμον· οἱ δὲ κέδρωστις, Ῥωμαῖοι ἰνουολούκρουμ.

[180]    RV: κληματῖτις· οἱ δὲ ἡπατῖτις, Αἰγύπτιοι φιλάκουον, Ῥωμαῖοι ἀμβούξου‹μ›, οἱ δὲ ‹οὐ›ολούκρουμ λακτούκις.

[181]    RV: ἄμπελος ἀγρία.

[182]    RV: βρυωνία λευκή· οἱ δὲ μάδον, οἱ δὲ ἄμπελος λευκή, οἱ δὲ ψίλωθρον, οἱ δὲ μήλωθρον, οἱ δὲ ὄφιος σταφυλή, οἱ δὲ ἀρχέζωστιν, οἱ δὲ κέδρωστιν, Αἰγύπτιοι χαλαλαμόν, Ῥωμαῖοι νότιαμ, οἱ δὲ ἕρβα κοριάρια, οἱ δὲ κουκούρβιτα ἠρράτικα, Δάκοι κινούβοιλα, Σύροι λαλλαβιάρια.

[183]    RV: βρυωνία μέλαινα· οἱ δὲ ἄμπελος μέλαινα, οἱ δὲ Χειρωνία, οἱ δὲ βουκράνιον, Ῥωμαῖοι ὄβα ταμίνια, οἱ δὲ ὄβα ταμνούτα, οἱ δὲ βίτις ἄλβα, Δάκοι πριάδιλα, οἱ δὲ πατρίνα, Ἄφροι λαουωθέν.

[184]    RV: πτέρις· οἱ δὲ πτέριον, οἱ δὲ πτέρινον, οἱ δὲ δασύκλωνον, οἱ δὲ ἀνάσφορον, οἱ δὲ βλῆχρον, οἱ δὲ πολύρριζον, προφῆται Ἑρμοῦ βάσιν, Ῥωμαῖοι φίλις ῥανάρια, οἱ δὲ λακουλάτα, οἱ δὲ φίλικεμ, Αἰγύπτιοι αἷμα ὄνου.

[185]    RV: θηλυπτερίς· οἱ δὲ νυμφαίαν πτέριν ὀνομάζουσιν, Ῥωμαῖοι λίγγουα κερβίνα.

   πτέρις ἑτέρα· οἱ δὲ νυμφαίαν πτέριν, οἱ δὲ καὶ ταύτην θηλυπτερίδα ὀνομάζουσιν.

[186]    RV: πολυπόδιον· οἱ δὲ σκολοπένδριον, οἱ δὲ πτέρις, οἱ δὲ πολύρριζον, Ῥωμαῖοι φιλίκουλα λουκιτάλις.

[187]    RV: δρυοπτερίς· οἱ δὲ πτέριον, οἱ δὲ νυμφαία πτέρις, Ῥωμαῖοι φιλίκλαμ.

[188]    RV: κνῆκος.

[190a]    RV: [κυνέα ἢ κυνοκράμβη· οἱ δὲ λινόζωστις ἀγρία ἄρρην, Ἄφροι ἁρμάς, οἱ δὲ ἀσουμέσλαβον. καυλὸν ἀνίησι δισπιθαμιαῖον, τρυφερόν, ὑπόλευκον, φύλλα ἐμφερῆ λινοζώστει ἢ κισσῷ, ὑπόλευκα ἐκ διαστημάτων, τὸν δὲ καρπὸν πρὸς τοῖς πετάλοις μικρόν, στρογγύλον προσκείμενον. δύναμιν δὲ ἔχει ὅ τε καυλὸς καὶ τὰ φύλλα πινόμενα κοιλίας κινητικὴν λαχανευόμενα, καθεψομένων τε τὸ ὕδωρ ἄγει χολὴν καὶ ὑδατώδη.]

[189]    RV: λινόζωστις ἄρρην· οἱ δὲ ἄργυρος, οἱ δὲ ἀργυρῖτις, οἱ δὲ παρθένιον, οἱ δὲ χρυσῖτις, Αἰγύπτιοι ἀφλοφώ, οἱ δὲ Ἑρμοῦ βασίλειον, Ῥωμαῖοι ἕρβα μερκουριάλις μάσκλα, οἱ δὲ τεστικουλάτα, Ἄφροι ἀσουμές.

   λινόζωστις θήλεια· οἱ δὲ θηλύγονον, οἱ δὲ παρθένιον, οἱ δὲ Ἑρμοῦ βοτάνιον, οἱ δὲ ἄργυρον, οἱ δὲ χρυσῖτις, Αἰγύπτιοι ἀφλοφώ, Ῥωμαῖοι ἕρβα μερκουριάλις, οἱ δὲ μερκουριάλις φήμινα, Ἄφροι ἀσουμές.

[190]    RV: σκορπίουρον· οἱ δὲ ἡλιοτρόπιον, οἱ δὲ ἡλιότροπος, οἱ δὲ ἀδιάλυτον, οἱ δὲ ἡλιόπουν, οἱ δὲ σκορπιοκτόνον, οἱ δὲ σήσαμον ἄγριον, οἱ δὲ σκορπίου οὐρὰν καλοῦσιν.

[191]    RV: ἡλιοτρόπιον τὸ μικρόν· οἱ δὲ καὶ τοῦτο σκορπίουρον ἐκάλεσαν· ἑτέρα δὲ σκορπίουρος.

[192]    RV: σκορπιοειδές.