Dionysius Halicarnassensis - De Thucydidis idiomatibus (epistula ad Ammaeum)

Indice
2707 141 0 15 3 0 I a. C. Epistolografia Dionysius De Thucydidis idiomatibus (epistula ad Ammaeum) Usener, H., Leipzig, Teubner, 1899 Rist. 1965, Stuttgart, Teubner. 0

ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΠΕΡΙ ΤΩΝ ΘΟΥΚΥΔΙΔΟΥ ΙΔΙΩΜΑΤΩΝ ΔΙΟΝΥΣΙΟΣ ΑΜΜΑΙΩΙ ΤΩΙ ΦΙΛΤΑΤΩΙ ΧΑΙΡΕΙΝ

[1]    Ἐγὼ μὲν ὑπελάμβανον ἀρκούντως δεδηλωκέναι τὸν Θουκυδίδου χαρακτῆρα, τὰ μέγιστα καὶ κυριώτατα τῶν ὑπαρχόντων περὶ αὐτὸν ἰδιωμάτων ἐπεξελθών, ἐν οἷς γε δὴ μάλιστα διαφέρειν ἔδοξέν μοι τῶν πρὸ αὐτοῦ ῥητόρων τε καὶ συγγραφέων, πρότερον μὲν ἐν τοῖς περὶ τῶν ἀρχαίων ῥητόρων πρὸς τὸ σὸν ὄνομα συνταχθεῖσιν ὑπομνηματισμοῖς, ὀλίγοις ‹δὲ› δὴ πρόσθεν χρόνοις ἐν τῇ περὶ αὐτοῦ τοῦ Θουκυδίδου κατασκευασθείσῃ γραφῇ προσειπὼν τὸν Αἴλιον Τουβέρωνα, ἐν ᾗ πάντα τὰ δεόμενα λόγου μετὰ τῶν οἰκείων ἀποδείξεων διεξελήλυθα κατὰ τὴν ἐμαυτοῦ δύναμιν· σοῦ δὲ ὑπολαμβάνοντος ἧττον ἠκριβῶσθαι τὰς γραφάς, ἐπειδὴ προεκθέμενος ἅπαντα τὰ συμβεβηκότα τῷ χαρακτῆρι τότε τὰς περὶ αὐτῶν πίστεις παρέχομαι, ἀκριβεστέραν δὲ τὴν δήλωσιν τῶν ἰδιωμάτων τοῦ χαρακτῆρος ἔσεσθαι νομίζοντος, εἰ παρὰ μίαν ἑκάστην τῶν προθέσεων τὰς λέξεις τοῦ συγγραφέως παρατιθείην, ὃ οἱ τὰς τέχνας καὶ τὰς εἰσαγωγὰς τῶν λόγων πραγματευόμενοι ποιοῦσιν, προελόμενος εἰς μηδὲν ἐλλείπειν καὶ τοῦτο πεποίηκα, τὸ διδασκαλικὸν σχῆμα λαβὼν ἀντὶ τοῦ ἀποδεικτικοῦ.

[2]    Ἵνα δὲ εὐπαρακολούθητος ὁ λόγος σοι γένηται, προθεὶς κατὰ λέξιν, ὅσα περὶ τοῦ συγγραφέως τυγχάνω προειρηκώς, ἐπιτροχάδην ἀναλήψομαι τῶν προθέσεων ἑκάστην καὶ τὰς ἀποδείξεις παρέξομαι, καθάπερ ἠξίους. ἕπεται δὲ τοῖς περὶ Ἡροδότου γραφεῖσιν τὰ μέλλοντα δηλοῦσθαι. τούτῳ γὰρ Θουκυδίδης τῷ ἀνδρὶ ἐπιβαλὼν καὶ τοῖς ἄλλοις ὧν πρότερον ἐμνήσθην, καὶ συνιδών, ἃς ἕκαστος αὐτῶν ἔσχεν ἀρετάς, ἴδιόν τι γένος χαρακτῆρος, οὔτε πεζὸν αὐτοτελῶς οὔτ' ἔμμετρον ἀπηρτισμένως, κοινὸν δέ τι καὶ μικτὸν ἐξ ἀμφοῖν ἐργασάμενος εἰς τὴν ἱστορικὴν πραγματείαν ἐσπούδασεν εἰσαγαγεῖν· ἐπὶ μὲν τῆς ἐκλογῆς τῶν ὀνομάτων τὴν τροπικὴν καὶ γλωττηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ξένην λέξιν παραλαμβάνων πολλάκις ἀντὶ τῆς κοινῆς καὶ συνήθους τοῖς καθ' ἑαυτὸν ἀνθρώποις, ἐπὶ δὲ τῶν σχηματισμῶν, ἐν οἷς μάλιστα ἐβουλήθη διενεγκεῖν τῶν πρὸ αὑτοῦ, πλείστην εἰσενεγκάμενος πραγματείαν, τοτὲ μὲν λόγον ἐξ ὀνόματος ποιῶν, τοτὲ δὲ εἰς ὄνομα συνάγων τὸν λόγον· καὶ νῦν μὲν τὸ ῥηματικὸν ὀνοματικῶς ἐκφέρων, αὖθις δὲ τοὔνομα ῥῆμα ποιῶν· καὶ αὐτῶν γε τούτων ἀναστρέφων τὰς χρήσεις, ἵνα τὸ μὲν ὀνοματικὸν ‹προσηγορικὸν γένηται, τὸ δὲ προσηγορικὸν ὀνοματικῶς› λέγηται, καὶ τὰ μὲν παθητικὰ ῥήματα δραστήρια, τὰ δὲ δραστήρια παθητικά· πληθυντικῶν δὲ καὶ ἑνικῶν ἀλλάττων τὰς φύσεις καὶ ἀντικατηγορῶν ταῦτα ἀλλήλων, θηλυκά τ' ἀρρενικοῖς καὶ ἀρρενικὰ θηλυκοῖς καὶ οὐδέτερα τούτων τισὶν συνάπτων, ἐξ ὧν ἡ κατὰ φύσιν ἀκολουθία πλανᾶται· τὰς δὲ ‹τῶν› ὀνοματικῶν ἢ μετοχικῶν πτώσεις τοτὲ μὲν πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος ἀποστρέφων, τοτὲ δὲ πρὸς τὸ ‹σημαῖνον ἀπὸ τοῦ› σημαινομένου· ἐν δὲ τοῖς συνδετικοῖς καὶ τοῖς προθετικοῖς μορίοις καὶ ἔτι μᾶλλον ἐν τοῖς διαρθροῦσι τὰς τῶν ὀνομάτων δυνάμεις ποιητοῦ τρόπον ἐνεξουσιάζων. πλεῖστα δ' ἄν τις εὕροι παρ' αὐτῷ τῶν σχημάτων, προσώπων τε ἀποστροφαῖς καὶ χρόνων ἐναλλαγαῖς καὶ τροπικῶν σημειώσεων μεταφοραῖς ἐξηλλαγμένα καὶ σολοικισμῶν λαμβάνοντα φαντασίας· ὁπόσα τε γίνεται πράγματα ἀντὶ σωμάτων ἢ σώματα ἀντὶ πραγμάτων, καὶ ἐφ' ὧν ἐνθυμημάτων τε καὶ νοημάτων αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι διὰ μακροῦ τὴν ἀκολουθίαν κομίζονται, τά τε σκολιὰ καὶ πολύπλοκα καὶ δυσεξέλικτα καὶ τὰ ἄλλα τὰ συγγενῆ τούτοις. εὕροι δ' ἄν τις οὐκ ὀλίγα καὶ τῶν θεατρικῶν σχημάτων κείμενα παρ' αὐτῷ, τὰς παρισώσεις λέγω καὶ παρομοιώσεις καὶ παρονομασίας καὶ ἀντιθέσεις, ἐν αἷς ἐπλεόνασε Γοργίας ὁ Λεοντῖνος καὶ οἱ περὶ Πῶλον καὶ Λικύμνιον καὶ πολλοὶ ἄλλοι τῶν κατ' αὐτὸν ἀκμασάντων. ἐκδηλότατα δὲ αὐτοῦ καὶ χαρακτηρικώτατά ἐστι τό τε πειρᾶσθαι δι' ἐλαχίστων ὀνομάτων πλεῖστα σημαίνειν πράγματα καὶ πολλὰ συντιθέναι νοήματα εἰς ἓν καὶ ‹τὸ› ἔτι προσδεχόμενόν τι τὸν ἀκροατὴν ἀκούσεσθαι καταλιπεῖν, ὑφ' ὧν ἀσαφὲς γίνεται τὸ βραχύ. ἵνα δὲ συνελὼν εἴπω, τέσσαρα μέν ἐστιν ὥσπερ ὄργανα τῆς Θουκυδίδου λέξεως, τὸ ποιητικὸν τῶν ὀνομάτων, τὸ πολυειδὲς τῶν σχημάτων, τὸ τραχὺ τῆς ἁρμονίας, τὸ τάχος τῆς σημασίας· χρώματα δὲ αὐτῆς τό τε στριφνὸν καὶ τὸ πικρὸν καὶ τὸ πυκνὸν καὶ τὸ αὐστηρὸν καὶ τὸ ἐμβριθὲς καὶ τὸ δεινὸν καὶ φοβερόν, ὑπὲρ ἅπαντα δὲ αὐτοῦ ταῦτα τὸ παθητικόν. τοιουτοσὶ μὲν δὴ τίς ἐστιν ὁ Θουκυδίδης κατὰ τὸν τῆς λέξεως χαρακτῆρα, ᾧ παρὰ τοὺς ἄλλους διήνεγκεν.

[3]    Γλωσσηματικὰ μὲν οὖν καὶ ἀπηρχαιωμένα καὶ δυσείκαστα τοῖς πολλοῖς ἐστι τό τε ἀκραιφνές καὶ ὁ ἐπιλογισμός καὶ ἡ περιωπή καὶ ἡ ἀνακωχή καὶ τὰ ὅμοια τούτοις. ποιητικὰ δὲ ἥ τε κωλύμη καὶ ἡ πρέσβευσις καὶ ἡ καταβοή καὶ ἡ ἀχθηδών καὶ ἡ δικαίωσις καὶ τὰ παραπλήσια.

   ἡ δ' ἐν τοῖς σχηματισμοῖς καινότης τε καὶ πολυτροπία καὶ ἡ ἐξαλλαγὴ τῆς συνήθους χρήσεως, ἐν ᾗ μάλιστα διαφέρειν αὐτὸν ἡγούμεθα τῶν ἄλλων, ἐπὶ τούτων γίγνεται τῶν ἔργων φανερά· [4] ὅταν μὲν οὖν μίαν λέξιν εἴτε ὀνοματικὴν εἴτε ῥηματικὴν ἐν πλείοσιν ὀνόμασιν ἢ ῥήμασιν ἐκφέρῃ περιφράζων τὴν αὐτὴν νόησιν, τοιαύτην ποιεῖ τὴν λέξιν· 'ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι.' καὶ μὴν ἐν τῷ ἐπιταφίῳ γέγραφεν· 'οὐδ' αὖ κατὰ πενίαν, ἔχων δέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται'· καὶ γὰρ ἐν τούτοις τὸ σύντομον ποιεῖ τὸν λόγον τοιοῦτον, ὡς ἐπὶ τοῦ Λακεδαιμονίου Βρασίδα τέθηκεν, ὅτε μαχόμενος περὶ Πύλον ἀπὸ τῆς νεὼς τραυματίας γενόμενος ἐξέπεσεν· 'πεσόντος δὲ αὐτοῦ' φησίν 'εἰς τὴν παρεξειρεσίαν ἡ ἀσπὶς περιερρύη.' βούλεται γὰρ δηλοῦν· 'πεσόντος δὲ αὐτοῦ ἔξω τῆς νεὼς ἐπὶ τὰ προέχοντα μέρη τῆς εἰρεσίας' [εἰς θάλατταν].

[5]    Ἐν οἷς δὲ τὰ ῥηματικὰ μόρια τῆς λέξεως ὀνοματικῶς σχηματίζει, τοιαύτην ποιεῖ τὴν φράσιν· ἔστιν δὲ αὐτῷ πρὸς Ἀθηναίους ὁ Κορίνθιος ἐν τῇ πρώτῃ βύβλῳ τάδε λέγων· 'δικαιώματα μὲν οὖν τάδε πρὸς ὑμᾶς ἔχομεν, παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος τοιάνδε.' τὸ γὰρ παραινεῖν καὶ ἀξιοῦν ῥήματα ὄντα ὀνοματικὰ γέγονεν παραίνεσις καὶ ἀξίωσις. ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε οὐκ ἀποτείχισις τοῦ Πλημμυρίου ἡ ἐν τῇ ἑβδόμῃ βύβλῳ ‹καὶ ἡ ὀλόφυρσις ἣν ἐν τῇ πρώτῃ βύβλῳ› τέθηκεν ἐν δημηγορίᾳ. τὸ γὰρ ἀποτειχίσαι καὶ τὸ ὀλοφύρασθαι ῥηματικὰ ὄντα ὀνοματικῶς ἐσχημάτικεν ἀποτείχισιν καὶ ὀλόφυρσιν.

[6]    Ὅταν δὲ ἀντιστρέψας ἑκατέρου τούτων τὴν φύσιν τὰ ὀνόματα ποιῇ ῥήματα, τοῦτον τὸν τρόπον ἐκφέρει τὴν λέξιν, ὡς ἐν τῇ πρώτῃ βύβλῳ περὶ τῆς αἰτίας τοῦ πολέμου γράφει· 'τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν, λόγῳ δὲ ἀφανεστάτην, τοὺς Ἀθηναίους οἴομαι μεγάλους γινομένους ἀναγκάσαι εἰς τὸ πολεμεῖν.' βούλεται γὰρ δηλοῦν, ὅτι μεγάλοι γιγνόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου· πεποίηκεν δὲ ἀντὶ τῆς ἀνάγκης καὶ τοῦ πολέμου ὀνοματικῶν ὄντων ῥηματικὰ τό τε ἀναγκάσαι καὶ τὸ πολεμεῖν.

[7]    Ὅταν δὲ τῶν ῥημάτων ἀλλάττῃ τὰ εἴδη τῶν παθητικῶν καὶ ποιητικῶν, οὕτω σχηματίζει τὸν λόγον· 'οὔτε γὰρ ἐκεῖνο κωλύει ταῖς σπονδαῖς οὔτε τόδε·' τὸ γὰρ κωλύει ῥῆμα ἐνεργητικὸν ὑπάρχον ἀντὶ τοῦ κωλύεται παθητικοῦ ὄντος παρείληπται· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιοῦτο· 'οὔτε γὰρ ἐκεῖνο κωλύεται ταῖς σπονδαῖς οὔτε τόδε.' καὶ ἔτι τὰ ἐν τῷ προοιμίῳ λεγόμενα· 'τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδ' ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις'· καὶ γὰρ ‹ἐν› τούτοις τὸ ἐπιμιγνύντες ἐνεργητικὸν ὑπάρχον ῥῆμα τοῦ ἐπιμιγνύμενοι παθητικοῦ ὄντος χώραν ἐπέχει.

[8]    Ὅταν δὲ ἀντὶ τοῦ ποιητικοῦ τὸ παθητικὸν παραλαμβάνῃ, τοῦτον σχηματίζει τὸν τρόπον· 'ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλλάγησαν'· βούλεται μὲν γὰρ δηλοῦν· 'ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις συνήλλαξαν', παρείληφεν δὲ τὸ ἐνηλλάγησαν παθητικὸν ὑπάρχον ἀντὶ ποιητικοῦ τοῦ συνήλλαξαν. καὶ τὸ ἐπιφερόμενον τούτῳ· 'τοὺς δ' ἐν τῇ μεσογείᾳ μᾶλλον κατῳκημένους'· ἀντὶ γὰρ τοῦ ποιητικοῦ ῥήματος τοῦ κατῳκηκότας τὸ παθητικὸν παρείληφεν τὸ κατῳκημένους.

[9]    Παρὰ δὲ τὰς τῶν ἑνικῶν τε καὶ πληθυντικῶν διαφοράς, ὅταν ἐναλλάττῃ τὴν ἑκατέρου τούτων τάξιν, ἑνικὰ μὲν ἀντὶ πληθυντικῶν οὕτως ἐκφέρει· 'καὶ εἴ τῳ ἄρα παρέστηκεν τὸν μὲν Συρακόσιον, αὑτὸν δὲ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ·' βούλεται μὲν γὰρ τοὺς Συρακοσίους λέγειν καὶ τοὺς Ἀθηναίους, πεποίηκεν δὲ τῶν ὀνομάτων ἑκάτερον ἑνικόν. καὶ ἐν οἷς φησιν· 'καὶ τὸν πολέμιον δεινότερον ἕξομεν, μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως'· τοὺς γὰρ πολεμίους ἐσχημάτικεν ἑνικῶς, οὐχὶ πληθυντικῶς. Ἀντὶ δὲ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν παραλαμβάνει τοῦτον τὸν τρόπον ἐξαλλάττων τὴν συνήθη φράσιν· κεῖται δὲ ἡ λέξις ‹ἐν› τῷ προοιμίῳ τοῦ ἐπιταφίου· 'μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσιν περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν'· τὸ γὰρ ἕκαστος καὶ τὸ ἤκουσεν ἑνικά, τὰ δ' ἐπιφερόμενα τούτοις πληθυντικῶς ἐξενήνεκται· 'τῷ δὲ ὑπερβάλλοντι αὐτὸν φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν' οὐ καθ' ἑνὸς λέγεσθαι πεφύκασιν, ἀλλὰ κατὰ πολλῶν.

[10]    Ἀρρενικῶν δὲ καὶ θηλυκῶν καὶ οὐδετέρων ἀντιμετατάξεις ἐκβεβηκυῖαι τῶν συνήθων σχημάτων αἱ τοιαίδε εἰσίν, ὅταν τὴν μὲν ταραχὴν τάραχον καλῇ τὸ θηλυκὸν ἐκφέρων ἀρρενικῶς καὶ τὴν ὄχλησιν ὄχλον, τὴν δὲ βούλησιν καὶ τὴν δύναμιν τὸ βουλόμενον λέγῃ καὶ τὸ δυνάμενον· ὡς ἐπὶ τῶν Ἀθηναίων τέθηκεν, ὅτε τὴν εἰς Σικελίαν ἀπέστελλον στρατιάν· 'οἱ δὲ Ἀθηναῖοι τὸ μὲν βουλόμενον οὐκ ἀφῃρέθησαν ὑπὸ τοῦ ὀχλώδους τῆς παρασκευῆς', καὶ ἐν οἷς περὶ τῶν Θεσσαλῶν εἴρηκεν· 'ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῷ ἐπιχωρίῳ οἱ Θεσσαλοί'· καὶ γὰρ ἐνταῦθα οὐδέτερον πεποίηκεν τὸ θηλυκόν· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιόνδε· 'ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῇ ἐπιχωρίῳ οἱ Θεσσαλοί.'

[11]    Ἐν οἷς δὲ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τῶν προσηγοριῶν καὶ τῶν μετοχῶν καὶ ‹τῶν› συναπτομένων τούτοις ἄρθρων ἐξαλλάττει τοῦ συνήθους, οὕτως σχηματίζει [τῇ φράσει]· 'σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ προτιμήσαντες.' οἱ μὲν γὰρ ἀκολούθως τῇ κοινῇ συνηθείᾳ σχηματίζοντες τὴν φράσιν τῷ τε θηλυκῷ γένει τῆς προσηγορίας τὸ θηλυκὸν ἂν ἔζευξαν μόριον, καὶ τὴν πτῶσιν [τῆς μετοχῆς] τὴν αἰτιατικὴν ‹ἂν› ἀντὶ τῆς γενικῆς ἔταξαν τὸν τρόπον τόνδε· 'σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τὴν ἀπὸ τῶν Ἀθηναίων ὕπουλον εὐνομίαν οὐ προτιμήσασαι.' οἱ δὲ τὰ ἀρρενικὰ τοῖς θηλυκοῖς συντάττοντες, ὥσπερ οὗτος πεποίηκεν, ‹καὶ› τὰς γενικὰς ἀντὶ τῶν αἰτιατικῶν πτώσεων παραλαμβάνοντες σολοικίζειν ἂν ὑφ' ἡμῶν λέγοιντο. καὶ ἔτι τὰ τοιαῦτα· 'καὶ μὴ τῷ πλήθει αὐτῶν καταπλαγέντες'· οὐ γὰρ ἐπὶ τῆς δοτικῆς πτώσεως ἐσχηματίσθαι τὴν λέξιν ἥρμοττεν, ἀλλ' ἐπὶ τῆς αἰτιατικῆς· 'καὶ μὴ τὸ πλῆθος τῶν πολεμίων καταπλαγέντες.' οὐδὲ γὰρ 'τῇ παρὰ τῶν θεῶν ὀργῇ φοβεῖσθαι' λέγοιτ' ἄν τις, ἀλλὰ 'τὴν τῶν θεῶν ὀργήν.'

[12]    Ἡ δὲ παρὰ τοὺς χρόνους τῶν ῥημάτων ἐκβεβηκυῖα τὸ κατάλληλον φράσις τοιαύτη τίς ἐστι· 'καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ἢ πόνων μελέτῃ, καὶ μὴ μετὰ νόμων τὸ πλέον ἢ τρόπων ἀνδρείας ἐθέλοιμεν κινδυνεύειν, περιγίνεται ἡμῖν τοῖς τε μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνειν καὶ ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέροις τῶν ἀεὶ μοχθούντων φαίνεσθαι'· ἐνταῦθα γὰρ τὸ μὲν ἐθέλοιμεν ῥῆμα τοῦ μέλλοντός ἐστι χρόνου δηλωτικόν, τὸ δὲ περιγίγνεται τοῦ παρόντος. ἀκόλουθον δ' ἂν ἦν, εἰ συνέζευξεν τῷ ἐθέλοιμεν τὸ περιέσται 'τοῦ τε γὰρ χωρίου τὸ δυσέμβατον ἡμέτερον νομίζω, ὃ μενόντων μὲν ἡμῶν σύμμαχον γίνεται· ὑποχωρήσασι δὲ καίπερ χαλεπὸν ὂν εὔπορον ἔσται.' τὸ μὲν γὰρ γίνεται τοῦ παρόντος ἐστί, τὸ δὲ ἔσται τοῦ μέλλοντος χρόνου δηλωτικόν. γέγονεν δὲ καὶ παρὰ τὰς πτώσεις σχηματισμὸς ἀκατάλληλος· ἐπὶ μὲν γὰρ τῆς γενικῆς πτώσεως ἐξενήνοχεν τό τε μετοχικὸν ὄνομα τὸ μενόντων καὶ ‹τὸ› ἀντονομαστικὸν τὸ ἡμῶν, ἐπὶ δὲ τῆς δοτικῆς τὸ ὑποχωρήσασιν· οἰκειότερον δ' ἦν καὶ τοῦτο κατὰ τὴν αὐτὴν ἐξενηνέχθαι πτῶσιν.

[13]    Ὅταν δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου πράγματος τὴν ἀποστροφὴν ποιῆται ἢ πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος, οὕτως σχηματίζει τὸν λόγον· 'τῶν δὲ Συρακοσίων ὁ δῆμος ἐν πολλῇ πρὸς ἀλλήλους ἔριδι ἦσαν'· προθεὶς γὰρ ἑνικὸν ὄνομα τὸν δῆμον ἀπέστρεψεν ἀπὸ τούτου τὸν λόγον ἐπὶ τὸ σημαινόμενον πρᾶγμα πληθυντικὸν ὑπάρχον, τοὺς Συρακοσίους. καὶ αὖθις· 'Λεοντῖνοι γὰρ ἀπελθόντων Ἀθηναίων ἐκ Σικελίας μετὰ τὴν σύμβασιν πολίτας τε ἐπεγράψαντο πολλοὺς καὶ ὁ δῆμος ἐπενόει τὴν γῆν ἀναδάσασθαι'· ἀπὸ γὰρ τοῦ πληθυντικοῦ ὀνόματος τοῦ Λεοντῖνοι ἀπέστρεψεν τὸν λόγον ἐπὶ τὸ ἑνικὸν ὄνομα τὸν δῆμον.

[14]    Πρόσωπα δὲ παρ' αὐτῷ τὰ πράγματα γίνεται, καθά περ ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους δημηγορίᾳ γέγονεν· ἀξιῶν γὰρ ὁ Κορίνθιος τοὺς προεστηκότας τῆς Πελοποννήσου φυλάττειν αὐτῆς τὸ ἀξίωμα πρὸς τὰς ἔξω πόλεις, οἷον παρὰ τῶν πατέρων παρέλαβον, ταῦτα λέγει· 'πρὸς τάδε βουλεύεσθε εὖ, καὶ τὴν Πελοπόννησον πειρᾶσθε μὴ ἐλάσσον' ἐξηγεῖσθαι ἢ οἱ πατέρες ὑμῖν παρέδοσαν'· τὸ γὰρ ἐξηγεῖσθαι νῦν τέθηκεν ἐπὶ τοῦ προάγειν ἔξω τὴν Πελοπόννησον ἡγουμένους αὐτῆς· τοῦτο δὲ τῇ χώρᾳ μὲν ἀδύνατον ἦν συμβῆναι, τῇ δὲ δόξῃ καὶ τοῖς πράγμασιν τοῖς περὶ αὐτὴν ὑπάρχουσιν δυνατόν, καὶ βούλεται τοῦτο δηλοῦν.

   Πράγματα δὲ ἀντὶ σωμάτων τὰ τοιαῦτα ὑπ' αὐτοῦ γίνεται· λέγεται δὲ ὑπὸ τοῦ Κορινθίων πρεσβευτοῦ πρὸς Λακεδαιμονίους συγκρίνοντος τά τε Ἀθηναίων καὶ Λακεδαιμονίων· 'οἳ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν· ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σῴζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τὰ ἀναγκαῖα ἐξικέσθαι'· μέχρι μὲν οὖν τούτων τὸ σχῆμα τῆς λέξεως σῴζει τὴν ἀκολουθίαν, ὡς ἐπὶ προσώπων ἀμφοτέρων κείμενον. ἔπειτα ἀποστρέφεται κατὰ θάτερον τῶν μερῶν ὁ λόγος, καὶ ἀντὶ σωμάτων πρᾶγμα γίνεται ‹τὸ› περὶ τοὺς Λακεδαιμονίους, ὅταν φῇ· 'αὖθις δὲ οἳ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι'· τὸ γὰρ ὑμέτερον ἀντὶ τοῦ ὑμεῖς παρείληπται, πρᾶγμα ὑπάρχον ἀντὶ σώματος.

[15]    Ἐν δὲ τοῖς ἐνθυμήμασίν τε καὶ νοήμασιν αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι καὶ μόλις ἐπὶ τὸ τέλος ἀφικνούμεναι, δι' ἃς ἡ φράσις δυσπαρακολούθητος γίνεται, πλεῖσται μέν εἰσιν καθ' ὅλην τὴν ἱστορίαν· ἀρκέσουσι δὲ ἐκ τοῦ προοιμίου δύο ληφθεῖσαι μόναι, ἥ τε δηλοῦσα τὴν ἀσθένειαν τῶν ἀρχαίων τῆς Ἑλλάδος πραγμάτων καὶ τὰς αἰτίας ἀποδιδοῦσα· 'τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδὲ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες, οὔτε γῆν φυτεύοντες, ἄδηλον ὂν πότε τις ἐπελθὼν καὶ ἅμ' ἀτειχίστων ὄντων ἄλλος ἀφαιρήσεται· τῆς τε ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ὁμοίως ἐπικρατήσειν οἰόμενοι οὐ χαλεπῶς ἀνίσταντο' (‹εἰ γὰρ τὸ οὐ χαλεπῶς ἀνίσταντο› προσέθηκεν τῇ πρώτῃ περιόδῳ καὶ ἐσχημάτισεν οὕτως· 'τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδ' ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν ‹οὔτε κατὰ θάλασσαν›, νεμόμενοι δὲ τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν οὐ χαλεπῶς ἀνίσταντο', φανερωτέραν ἂν ἐποίει τὴν διάνοιαν· τῇ δὲ παρεμβολῇ τῶν μεταξὺ πραγμάτων πολλῶν ὄντων ἀσαφῆ καὶ δυσπαρακολούθητον πεποίηκεν), καὶ ἡ περὶ τῆς Εὐρυσθέως στρατείας ἐπὶ τὴν Ἀττικὴν ἥδε· 'Εὐρυσθέως ἐν τῇ Ἀττικῇ ὑπὸ Ἡρακλειδῶν ἀποθανόντος, Ἀτρέως δὲ μητρὸς ἀδελφοῦ ὄντος αὐτῷ, καὶ ἐπιτρέψαντος Εὐρυσθέως, ὅτ' ἐστράτευε, Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον Ἀτρεῖ· τυγχάνειν δὲ αὐτὸν φεύγοντα τὸν πατέρα διὰ τὸν Χρυσίππου θάνατον· καὶ ὡς οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς, βουλομένων καὶ τῶν Μυκηναίων φόβῳ τῶν Ἡρακλειδῶν, καὶ ἅμα δυνατὸν δοκοῦντα εἶναι καὶ τὸ πλῆθος τεθεραπευκότα τῶν Μυκηναίων τε καὶ ὅσων Εὐρυσθεὺς ἦρχεν τὴν βασιλείαν Ἀτρέα παραλαβεῖν.'

[16]    Ἐν οἷς δὲ σκολιὰ καὶ πολύπλοκος καὶ δυσεξέλικτος ἡ τῶν ἐνθυμημάτων κατασκευὴ γίνεται, τοῦτον τὸν τρόπον ἔχει παρ' αὐτῷ· κεῖται δὲ ἐν τῷ ἐπιταφίῳ ἡ λέξις· 'τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν τοὺς μὲν τιμωρεῖσθαι τῶν δ' ἐφίεσθαι, ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες, ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι· ἐν τῷ ἀμύνεσθαι παθεῖν μᾶλλον ἡγησάμενοι ἢ ἐνδόντες σῴζεσθαι τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δ' ἔργον τῷ σώματι ὑπέμειναν καὶ δι' ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἢ τοῦ δέους ἀπηλλάγησαν.' τοιαῦτά ἐστι καὶ τὰ περὶ Θεμιστοκλέους εἰρημένα ὑπὸ τοῦ συγγραφέως ἐν τῇ πρώτῃ βύβλῳ· 'ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι. οἰκείᾳ γὰρ ξυνέσει, καὶ οὔτε προμαθὼν εἰς αὐτὴν οὐθὲν οὔτ' ἐπιμαθὼν τῶν τε παραχρῆμα δι' ἐλαχίστης βουλῆς κράτιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής· καὶ ἃ μὲν μετὰ χεῖρας ἔχοι, καὶ ἐξηγήσασθαι οἷός τε· ὧν δὲ ἄπειρος εἴη, κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο· τό τε ἄμεινον ἢ χεῖρον ἐν τῷ ἀφανεῖ ἔτι προεώρα. καὶ τὸ ξύμπαν εἰπεῖν, φύσεως μὲν δυνάμει, μελέτης δὲ βραχύτητι κράτιστος δὴ οὗτος αὐτοσχεδιάζειν τὰ δέοντα ἐγένετο.'

[17]    Οἱ δὲ μειρακιώδεις σχηματισμοὶ τῶν ἀντιθέτων τε καὶ παρομοιώσεων καὶ παρισώσεων, ἐν οἷς οἱ περὶ τὸν Γοργίαν μάλιστα ἐπλεόνασαν, ἥκιστα τῷ χαρακτῆρι τούτῳ προσήκοντες, αὐστηρὰν ἔχοντι τὴν ἀγωγὴν καὶ τοῦ κομψοῦ πλεῖστον ἀφεστηκότι, τοιοῦτοί τινές εἰσι παρὰ τῷ συγγραφεῖ· 'φαίνεται γὰρ ἡ νῦν καλουμένη Ἑλλὰς οὐ πάλαι βεβαίως οἰκουμένη.' καὶ ἔτι δέ· 'οἳ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταί· τὸ δ' ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν δὲ δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι'· καὶ ἐν οἷς τὰς καταλαβούσας τὴν Ἑλλάδα συμφορὰς διὰ τὰς στάσεις ἐπεξέρχεται τοιάδε γράφων· 'τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη· μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον πρόσχημα τοῦ ἀνάνδρου, καὶ τὸ εἰς ἅπαν ξυνετὸν ἐπὶ πᾶν ἀργόν.' πολλὰ τοιαῦτά τις ἂν εὕροι δι' ὅλης αὐτοῦ τῆς ἱστορίας λεγόμενα, ἱκανὰ δὲ καὶ ταῦτα δείγματος ἕνεκα εἰρῆσθαι.

   Ἔχεις, ὦ φίλε Ἀμμαῖε, τὰ παρατηρήματα καθ' ἕκαστον αὐτῶν ἐκ τῆς κοινῆς ἐξητασμένα πραγματείας, ὡς ἐπεζήτεις.