Dionysius Halicarnassensis - Antiquitates Romanae XVIII

985 41 0 5 3 0 I a. C. Storiografia Dionysius XVIII Antiquitates Romanae Jacoby, K., Leipzig, Teubner, 1:1885; 2:1888; 3:1891; 4:1905 Rist. 1967, Stuttgart, Teubner. 0

[1]  

Ὅτι ὁ Σαυνιτικὸς αὖθις ἀνερριπίσθη πόλεμος ἀπὸ τοιαύτης αἰτίας ἀρξάμενος. μετὰ τὰς σπονδάς, ἃς ἐποιήσαντο πρὸς τὴν Ῥωμαίων πόλιν οἱ Σαυνῖται, χρόνον ὀλίγον ἐπισχόντες ἐπὶ Λευκανοὺς ἐστράτευσαν ὁμόρους ὄντας ἐκ παλαιᾶς τινος ὁρμηθέντες [3] ἔχθρας. κατ' ἀρχὰς μὲν οὖν ταῖς ἑαυτῶν δυνάμεσι πιστεύοντες οἱ Λευκανοὶ τόν [τε] πόλεμον διέφερον· ἐν ἁπάσαις δὲ μειονεκτοῦντες ταῖς μάχαις καὶ πολλὰ μὲν ἀπολωλεκότες ἤδη χωρία, κινδυνεύοντες δὲ καὶ περὶ τῆς ἄλλης γῆς ἁπάσης, ἐπὶ τὴν Ῥωμαίων βοήθειαν ἠναγκάσθησαν καταφυγεῖν, συνειδότες μὲν ἑαυτοῖς ἐψευσμένοις ἃς πρότερον ἐποιήσαντο πρὸς αὐτοὺς ὁμολογίας, ἐν αἷς φιλίαν συνέθεντο καὶ συμμαχίαν, οὐκ ἀπογνόντες δὲ συμπείσειν αὐτούς, ἐὰν ἐξ ἁπάσης [τῆς] πόλεως τοὺς ἐπιφανεστάτους παῖδας ὁμήρους ἅμα τοῖς πρεσβευταῖς ἀποστείλωσιν· ὅπερ καὶ [4] συνέβη. ἀφικομένων γὰρ τῶν πρέσβεων καὶ πολλὰ δεομένων ἥ τε βουλὴ δέχεσθαι τὰ ὅμηρα ἔγνω καὶ τὴν φιλίαν πρὸς τοὺς Λευκανοὺς συνάψαι, καὶ ὁ [5] δῆμος ἐπεκύρωσε τὰ ψηφισθέντα ὑπ' αὐτῆς. γενομένων δὲ τῶν συνθηκῶν πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν Λευκανῶν ἄνδρας οἱ πρεσβύτατοι Ῥωμαίων καὶ τιμιώτατοι προχειρισθέντες ὑπὸ τῆς βουλῆς πρέσβεις ἀπεστάλησαν ἐπὶ τὴν κοινὴν τῶν Σαυνιτῶν σύνοδον, δηλώσοντες αὐτοῖς, ὅτι φίλοι καὶ σύμμαχοι Ῥωμαίων εἰσὶ Λευκανοί, καὶ τήν τε χώραν ἣν ἔτυχον αὐτῶν ἀφῃρημένοι παρακαλέσοντες ἀποδιδόναι, καὶ μηδὲν ἔτι πράττειν ἔργον πολεμίων, ὡς οὐ περιοψομένης τῆς Ῥωμαίων πόλεως τοὺς ἑαυτῆς ἱκέτας ἐξελαυνομένους ἐκ τῆς σφετέρας. Vrsin.

[2]

[1]    Οἱ δὲ Σαυνῖται τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτουν τε καὶ ἀπελογοῦντο πρῶτον μὲν οὐκ ἐπὶ τούτῳ πεποιῆσθαι λέγοντες τὰς περὶ τῆς εἰρήνης ὁμολογίας, ἐπὶ τῷ μηδένα μήτε φίλον ἴδιον ἡγήσασθαι μήτ' ἐχθρόν, ἐὰν μὴ Ῥωμαῖοι κελεύωσιν· ἔπειθ' ὅτι Λευκανοὺς οὐ πρότερον ἐποιήσαντο Ῥωμαῖοι φίλους, ἀλλ' ἔναγχος πολεμίους ἤδη σφῶν ὄντας, πρόφασιν οὔτε δικαίαν οὔτ' εὐσχήμονα κατασκευαζόμενοι [2] τοῦ καταλῦσαι τὰς σπονδάς. ἀποκρινομένων δὲ τῶν Ῥωμαίων, ὅτι τοὺς ὑπηκόους ὁμολογήσαντας ἕπεσθαι καὶ ἐπὶ τούτῳ τῷ δικαίῳ καταλυσαμένους τὸν πόλεμον ἅπαντα πείθεσθαι δεῖ τοῖς παρειληφόσι τὴν ἀρχήν, καί, εἰ μὴ ποιήσουσι τὰ κελευόμενα ἑκόντες, πολεμήσειν [3] αὐτοῖς ἀπειλούντων, ἀφόρητον ἡγησάμενοι τὴν αὐθάδειαν τῆς πόλεως οἱ Σαυνῖται τοὺς μὲν πρέσβεις ἐκέλευσαν ἀπαλλάττεσθαι παραχρῆμα, αὐτοὶ δὲ τὰ πρὸς τὸν πόλεμον ἐψηφίσαντο κοινῇ τε καὶ κατὰ πόλεις εὐτρεπίζεσθαι. Vrsin.

[3]

[1]    Ἡ μὲν δὴ φανερὰ τοῦ Σαυνιτικοῦ πολέμου πρόφασις καὶ πρὸς ἅπαντας εὐπρεπὴς λέγεσθαι ἡ Λευκανῶν ἐγένετο βοήθεια τῶν καταφυγόντων ἐπ' αὐτούς· ὡς κοινὸν δή τι τοῦτο καὶ πάτριον ἔθος τῇ Ῥωμαίων πόλει τοῖς ἀδικουμένοις καὶ καταφεύγουσιν ἐπ' αὐτὴν βοηθεῖν· ἡ δ' ἀφανὴς καὶ μᾶλλον αὐτοὺς ἀναγκάζουσα διαλύεσθαι ‹τὴν› φιλίαν ἡ τῶν Σαυνιτῶν ἰσχὺς πολλή τ' ἤδη γεγονυῖα καὶ ἔτι πλείων γενήσεσθαι νομιζομένη, ‹εἰ› Λευκανῶν τε χειρωθέντων καὶ δι' αὐτοὺς τῶν προσοίκων ἀκολουθήσειν ἔμελλε τά [τε] βαρβαρικὰ ἔθνη τὰ προσεχῆ τούτοις. αἵ τε δὴ σπονδαὶ μετὰ τὴν ἄφιξιν τῶν πρεσβευτῶν εὐθὺς ἐλέλυντο, καὶ στρατιαὶ δύο κατεγράφοντο. Vrsin.

[4]   Ὅτι Ποστόμιος ὁ ὕπατος τῆς διαδοχῆς αὐτοῦ ἐγγισάσης μέγα φρονῶν ἐφ' ἑαυτῷ τῆς τ' ἀξιώσεως τοῦ γένους ἕνεκα, καὶ ὅτι διτταῖς ὑπατείαις [2] ἤδη κεκοσμημένος ἦν. ἐφ' οἷς ὁ συνύπατος αὐτοῦ καταρχὰς μὲν ὡς ἀπελαυνόμενος τῶν ἴσων ἠγανάκτει καὶ πολλάκις ἐπὶ τῆς βουλῆς τὰ δίκαια πρὸς αὐτὸν ἔλεγεν, ὕστερον δὲ συγγνοὺς ἑαυτῷ κατά τε προγόνων ὄγκον καὶ φίλων πλῆθος καὶ κατὰ τὰς ἄλλας δυνάμεις ἐλάττονα ἰσχὺν ἔχοντι ‑ δημοτικὸς γὰρ ἦν καὶ τῶν νεωστὶ παρελθόντων εἰς γνῶσιν ‑ εἶξέ τε τῷ συνυπάτῳ καὶ παρεχώρησε τοῦ Σαυνιτικοῦ πολέμου τὴν [3] ἡγεμονίαν. πρῶτον μὲν δὴ τοῦτο διαβολὴν ἤνεγκε τῷ Ποστομίῳ κατὰ πολλὴν αὐθάδειαν γενόμενον καὶ ἕτερον αὖθις ἐπὶ τούτῳ βαρύτερον ἢ ὡς κατὰ Ῥωμαῖον ἡγεμόνα. ἐπιλεξάμενος γὰρ ἐκ τῆς ἑαυτοῦ στρατιᾶς περὶ τοὺς δισχιλίους ἄνδρας εἰς τοὺς ἰδίους ἀγροὺς ἀπήγαγεν, οἷς ἄνευ σιδήρου δρυμὸν ἐκέλευσε κείρειν. καὶ μέχρι πολλοῦ κατέσχε τοὺς ἄνδρας ἐν τοῖς ἀγροῖς [4] θητῶν ἔργα καὶ θεραπόντων ὑπηρετοῦντας. Τοσαύτῃ δὲ αὐθαδείᾳ πρὸ τῆς ἐξόδου χρησάμενος ἔτι βαρύτερος ἐφάνη τοῖς κατ' αὐτὴν τὴν στρατείαν ἐπιτελεσθεῖσι καὶ παρέσχε τῇ βουλῇ καὶ τῷ δήμῳ μίσους ἀφορμὰς δικαίου. τὸν γὰρ ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ καὶ νικήσαντα Σαυνιτῶν τοὺς καλουμένους Πέντρους Φάβιον τῆς βουλῆς ψηφισαμένης μένειν ἐπὶ τοῦ στρατοπέδου, καὶ τὴν ἀνθύπατον ἀρχὴν ἔχοντα πρὸς ‹ταύτην› τὴν μερίδα τῶν Σαυνιτῶν πολεμεῖν, γράμματα πέμπων ἐκχωρεῖν ἐκ τῆς Σαυνίτιδος ἐκέλευσεν, [5] ὡς αὐτῷ μόνῳ τῆς ἡγεμονίας προσηκούσης. καὶ πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν συνέδρων πρέσβεις ἀξιοῦντας μὴ κωλύειν τὸν ἀνθύπατον ἐπὶ τοῦ στρατοπέδου μένειν μηδ' ἀντιπράττειν τοῖς ἐψηφισμένοις ὑφ' ἑαυτῶν, ὑπερηφάνους καὶ τυραννικὰς ἔδωκεν ἀποκρίσεις, οὐ τὴν βουλὴν ἄρχειν ἑαυτοῦ φήσας, ἕως [6] ἐστὶν ὕπατος, ἀλλ' αὐτὸν τῆς βουλῆς. ἀπολύσας δὲ τοὺς πρέσβεις ἐπὶ τὸν Φάβιον ἦγε τὴν στρατιάν, ὡς, εἰ μὴ βούλοιτο ἑκὼν παραχωρεῖν τῆς ἀρχῆς, τοῖς ὅπλοις προσαναγκάσων. καταλαβὼν δὲ τοῦτον Κομινίῳ πόλει προσκαθήμενον ἐξεπίεσεν ἐκ τοῦ στρατοπέδου κατὰ πολλὴν ὑπεροψίαν τῶν ἀρχαίων ἐθισμῶν καὶ δεινὴν ὑπερηφανίαν. Φάβιος μὲν αὐτοῦ εἴξας τῇ μανίᾳ τῆς ἡγεμονίας ἐξεχώρησεν. Vales. et Suidas s. v. Ποστόμιος.

[5]

[1]    Ὅτι ὁ αὐτὸς Ποστόμιος πρῶτον μὲν τὸ Κομίνιον ἐκ πολιορκίας παραλαμβάνει χρόνον οὐ πολὺν ἐν ταῖς προσβολαῖς διατρίψας, ἔπειτα Οὐενουσίαν πολυάνθρωπον καὶ ἄλλας πόλεις πλείστας ὅσας, ἐξ ὧν μύριοι μὲν ἐσφάγησαν, ἑξακισχίλιοι δὲ καὶ [2] διακόσιοι τὰ ὅπλα παρέδοσαν. ταῦτα διαπραξάμενος οὐχ ὅπως χάριτος ἢ τιμῆς τινος ἠξιώθη παρὰ τῆς βουλῆς, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἀξίωσιν ἀπέβαλεν. ἀποστελλομένων γὰρ εἰς μίαν τῶν ἁλουσῶν ὑπ' ἐκείνου πόλεων, τὴν καλουμένην Οὐενουσίαν, δισμυρίων ἐποίκων ἕτεροι τῆς ἀποικίας ᾑρέθησαν ἡγεμόνες· ὁ δὲ τὴν πόλιν ἐξελὼν καὶ τὴν γνώμην τῆς ἀποστολῆς τῶν κληρούχων εἰσηγησάμενος οὐδὲ ταύτης [3] ἄξιος ἐφάνη τῆς τιμῆς. Εἰ μὲν οὖν σώφρονι λογισμῷ τὰ συμβάντα ἤνεγκε καὶ τὸ χαλεπὸν τοῦ συνεδρίου λόγων τε καὶ ἔργων χρηστῶν θεραπείαις ἐπράυνεν, οὐδεμιᾶς ‹ἂν› ἔτι συμφορᾶς εἰς ἀτιμίαν φερούσης ἐπειράθη. νῦν δ' ἀγανακτῶν καὶ ἀντιχαλεπαίνων τάς τ' ὠφελείας ἃς ἔλαβεν ἐκ τῶν πολεμίων ἁπάσας τοῖς στρατιώταις ἐχαρίσατο, καὶ πρὶν ἀποσταλῆναι τὸν διάδοχον τῆς ἀρχῆς ἀπέλυσεν ἀπὸ τῶν σημείων τὰς δυνάμεις, καὶ τελευτῶν ὃν οὔτε ἡ βουλὴ ‹οὔτε ὁ δῆμος› συνεχώρησεν αὐτῷ θρίαμβον ἀπὸ τῆς ἑαυτοῦ γνώμης [4] κατήγαγεν. ἐφ' οἷς ἅπασιν ἔτι μείζονος ἐξ ἁπάντων μίσους ἐκκαυθέντος ἅμα τῷ παραδοῦναι τὴν ἀρχὴν τοῖς μεθ' ἑαυτὸν ὑπάτοις εἰς δίκην ὑπάγεται δημοσίαν ὑπὸ δυεῖν δημάρχων. καὶ κατηγορηθεὶς ἐν τῷ δήμῳ πάσαις ταῖς φυλαῖς κατακρίνεται, τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικὸν πέντε μυριάδας ἀργυρίου. Vales.