22010 1292 3 24 30 0 II-III d. C. Filosofia Clemens Alexandrinus II Paedagogus Marrou, H.-I., Paris, Cerf, 1:1960; 2:1965; 3:1970 78

Clemens Alexandrinus - Paedagogus II

Πῶς περὶ τὰς τροφὰς ἀναστρεπτέον.

[1]   Ἐχομένοις τοίνυν τοῦ σκοποῦ καὶ τὰς γραφὰς πρὸς τὸ βιωφελὲς τῆς παιδαγωγίας ἐκλεγομένοις, ὁποῖόν τινα εἶναι χρὴ παρ' ὅλον τὸν βίον τὸν Χριστιανὸν καλούμενον, κεφαλαιωδῶς ὑπογραπτέον. Ἀρκτέον οὖν ἡμῖν ἀφ' ἡμῶν αὐτῶν καὶ ὅπως ἁρμόττειν γε χρή.

[2] Στοχαζομένοις τοίνυν τῆς συμμετρίας τοῦ συντάγματος, ὁποῖόν τινα τῷ ἑαυτοῦ σώματι ἕκαστον ἡμῶν προσφέρεσθαι, μᾶλλον δὲ ὅπως αὐτὸ κατευθύνειν χρή, λεκτέον· ὁπόταν γάρ τις ἀπὸ τῶν ἐκτὸς καὶ αὐτῆς ἔτι τῆς τοῦ σώματος ἀγωγῆς ἐπὶ τὴν διάνοιαν ἀχθεὶς ὑπὸ τοῦ λόγου τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινόντων κατὰ φύσιν ἀκριβῶς ἐκμάθῃ, εἴσεται μὴ σπουδάζειν μὲν περὶ τὰ ἐκτός, τό τε ἴδιον τοῦ ἀνθρώπου, τὸ ὄμμα τῆς ψυχῆς, ἐκκαθαίρειν, [3] ἁγνίζειν δὲ καὶ τὴν σάρκα αὐτήν. Ὁ γὰρ ἐκείνων καθαρῶς ἀπολυθείς, δι' ὧν ἔτι χοῦς ἐστιν, τί ἂν ἄλλο προὐργιαίτερον ἑαυτοῦ ἔχοι πρὸς τὸ ὁδῷ ἐλθεῖν ἐπὶ τὴν κατάληψιν τοῦ θεοῦ;

[4]    Οἱ μὲν δὴ ἄλλοι ἄνθρωποι ζῶσιν, ἵνα ἐσθίωσιν, ὥσπερ ἀμέλει καὶ τὰ ἄλογα ζῷα, οἷς οὐδὲν ἀλλ' ἢ γαστήρ ἐστιν ὁ βίος, ἡμῖν δὲ ὁ παιδαγωγὸς ἐσθίειν παραγγέλλει, ἵνα ζῶμεν. Οὔτε γὰρ ἔργον ἡμῖν ἡ τροφὴ οὔτε σκοπὸς ἡδονή, ὑπὲρ δὲ τῆς ἐνταῦθα διαμονῆς, ἣν ὁ λόγος εἰς ἀφθαρσίαν παιδαγωγεῖ, ἐγκρίνεται ἡ τροφή.

[2]

[1]    Ἁπλῆ δὲ αὕτη καὶ ἀπερίεργος, ἀληθείᾳ κατάλληλος, ἁπλοῖς καὶ ἀπεριέργοις ἁρμόζουσα παιδίοις, ὡσὰν εἰς τὸ ζῆν, οὐκ εἰς τρυφὴν ἐπιτήδειος· τὸ δὲ ἐκ δυεῖν, τὸ ζῆν τοῦτο, ὑγείας τε καὶ ἰσχύος σύγκειται, οἷς μάλιστα κατάλληλον τῆς τροφῆς τὸ εὔκολον, εἴς τε τὰς ἀναδόσεις καὶ τοῦ σώματος τὴν κουφότητα χρησιμεῦον, ἐξ ὧν αὔξησίς τε καὶ ὑγεία καὶ ἰσχὺς δικαία, οὐχὶ δὲ ἄδικος ἢ σφαλερὰ καὶ ἀθλία ὡς ἡ τῶν ἀθλητῶν ἐξ ἀναγκοφαγίας, περιγίνεται.

[2]    Αἱ μὲν οὖν πολυειδεῖς ποιότητες ἀποπτυστέαι, ποικίλας ἐντίκτουσαι βλάβας, καχεξίας σωμάτων, ἀνατροπὰς στομάχων, ἐκπορνευούσης τῆς γεύσεως διά τινος κακοδαίμονος τέχνης τῆς ὀψαρτυτικῆς καὶ τῆς ἀμφὶ τὰ πέμματα ματαιοτεχνίας. Τροφὴν γὰρ τολμῶσιν καλεῖν τὴν ἐν τρυφαῖς ἐπιτήδευσιν εἰς ἡδονὰς ἐπιβλαβεῖς [3] ὀλισθαίνουσαν. Ἀντιφάνης δὲ ὁ Δήλιος ἰατρὸς καὶ μίαν τῶν νόσου αἰτιῶν ταύτην εἴρηκεν τῶν ἐδεσμάτων τὴν πολυειδίαν, τῶν περὶ τὴν ἀλήθειαν δυσαρεστούντων κενοδοξίᾳ ποικίλῃ τὸ σῶφρον τῆς διαίτης ἐξομνυμένων καὶ τὰς διαποντίους πολυπραγμονούντων [3] [1] ἐδωδάς. Κἀμοὶ μὲν ἔλεος ὕπεισι τῆς νόσου, οἳ δὲ ἐξυμνεῖν οὐκ αἰσχύνονται τὰς σφετέρας ἡδυπαθείας, τὰς ἐν τῷ πορθμῷ τῷ Σικελικῷ σμυραίνας πολυπραγμονοῦντες καὶ τὰς ἐγχέλεις τὰς Μαιανδρίους καὶ τὰς ἐν Μήλῳ ἐρίφους καὶ τοὺς ἐν Σκιάθῳ κεστρεῖς καὶ τὰς Πελωρίδας κόγχας καὶ τὰ ὄστρεια τὰ Ἀβυδηνά, οὐ παραλείποντες δὲ τὰς ἐν Λιπάρᾳ μαινίδας οὐδὲ τὴν γογγύλην τὴν Μαντινικήν, ἀλλὰ οὐδὲ τὰ παρὰ τοῖς Ἀσκραίοις τεῦτλα, κτένας τε ἐκζητοῦσιν Μηθυμναίους καὶ ψήττας Ἀττικὰς καὶ τὰς Δαφνίους κίχλας χελιδονίους τε ἰσχάδας, δι' ἃς εἰς Ἑλλάδα πεντακοσίαις ἅμα μυριάσιν ὁ κακοδαίμων ἐστείλατο [2] Πέρσης. Ὄρνεις ἐπὶ τούτοις συνωνοῦνται τοὺς ἀπὸ Φάσιδος, ἀτταγᾶς Αἰγυπτίας, Μῆδον ταῶνα. Ταῦτα τοῖς ἡδύσμασιν ἐξαλλάσσοντες οἱ γαστρίμαργοι τοῖς ὄψοις ἐπικεχήνασιν, ὅσα τε χθὼν πόντου τε βένθη καὶ ἀέρος ἀμέτρητον εὖρος ἐκτρέφει, τῇ αὑτῶν ἐκποριζόμενοι λαιμαργίᾳ. Σαγηνεύειν ἀτεχνῶς οἱ πλεονέκται καὶ πολυπράγμονες οὗτοι ἐοίκασιν εἰς ἡδυπάθειαν τὸν κόσμον, "ταγήνοις σίζουσιν" περιηχούμενοι, ἀμφὶ τὴν ἴγδιν καὶ τὸν ἀλετρίβανον τὸν πάντα αὐτῶν κατατρίβοντες βίον οἱ παμφάγοι καθάπερ τὸ πῦρ τῆς ὕλης ἐξεχόμενοι. Ἀλλὰ καὶ τὴν εὔκολον βρῶσιν τὸν ἄρτον ἐκθηλύνουσιν ἀποσήθοντες τοῦ πυροῦ τὸ τρόφιμον, ὡς τὸ ἀναγκαῖον τῆς τροφῆς ὄνειδος γίνεσθαι ἡδονῆς.

[4]

[1]    Οὐκ ἔχει δὲ ὅρον παρὰ τοῖς ἀνθρώποις ἡ λιχνεία. Καὶ γὰρ εἰς τὰ πέμματα καὶ τὰ μελίπηκτα, πρὸς δὲ καὶ εἰς τὰ τραγήματα ἐξώκειλεν, ἐπιδορπισμάτων πλῆθος εὑρίσκουσα, παντοδαπὰς θηρωμένη ποιότητας. Καί μοι δοκεῖ ὁ τοιοῦτος ἄνθρωπος οὐδὲν ἀλλ' ἢ γνάθος [2] εἶναι. "Μηδὲ ἐπιθύμει", φησὶν ἡ γραφή, "τῶν ἐδεσμάτων τῶν πλουσίων· ταῦτα γὰρ ἔχεται βίου ψευδοῦς τε καὶ αἰσχροῦ." Οἳ μὲν γὰρ ἐξέχονται τῶν ὄψων, ἃ μετ' ὀλίγον ἐκδέχεται κοπρών, ἡμῖν δὲ τοῖς θηρωμένοις τὴν βρῶσιν τὴν ἐπουράνιον ἄρχειν ἀνάγκη τῆς ὑπὸ τὸν οὐρανὸν γαστρὸς ἔτι τε μᾶλλον καὶ τῶν ταύτῃ προσφιλῶν, ἃ "ὁ θεὸς καταργήσει", φησὶν ὁ ἀπόστολος, εἰκότως ἐπικαταρώμενος λαιμάργοις ἐπιθυμίαις.

[3]    "Τὰ γὰρ βρώματα τῇ κοιλίᾳ", ἐξ ὧν ὁ σαρκικὸς ὄντως οὑτοσὶ καὶ φθοροποιὸς ἀπήρτηται βίος· εἰ δ' ἀγάπην τινὲς τολμῶσι καλεῖν ἀθύρῳ γλώττῃ κεχρημένοι δειπνάριά τινα κνίσης καὶ ζωμῶν ἀποπνέοντα, τὸ καλὸν καὶ σωτήριον ἔργον τοῦ λόγου, τὴν ἀγάπην τὴν ἡγιασμένην, κυθριδίοις καὶ ζωμοῦ ῥύσει καθυβρίζοντες ποτῷ τε καὶ τρυφῇ καὶ καπνῷ βλασφημοῦντες τοὔνομα, σφάλλονται τῆς ὑπολήψεως, τὴν ἐπαγγελίαν τοῦ θεοῦ δειπναρίοις ἐξωνεῖσθαι προσδοκήσαντες.

[4] Τὰς μὲν γὰρ ἐπὶ τῇ εὐφροσύνῃ συναγωγὰς ἐγκαταλεγόμενοι καὶ αὐτοὶ δειπνάριά τε καὶ ἄριστα καὶ δοχὰς εἰκότως ἂν καλοῖμεν τὴν συνήλυσιν ταύτην ἑπόμενοι λόγῳ, τὰς τοιαύτας δὲ [5] ἑστιάσεις ὁ κύριος ἀγάπας οὐ κέκληκεν. Λέγει γοῦν πῇ μέν· "Ὅταν κληθῇς εἰς γάμους, μὴ κατάκεισο εἰς τὴν πρωτοκλισίαν, ἀλλ' ὅταν κληθῇς, εἰς τὸν ἔσχατον τόπον ἀνάπιπτε", πῇ δέ· "Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον" καὶ πάλιν· "Ἀλλ' ὅταν ποιῇς δοχήν, κάλει τοὺς πτωχούς", ἐφ' ᾧ μάλιστα δεῖπνον ποιητέον, ἔτι τε· "Ἄνθρωπός [5] [1] τις ἐποίησεν δεῖπνον μέγα καὶ ἐκάλεσεν πολλούς." Ἀλλ' αἰσθάνομαι ὅθεν ἡ εὐπρόσωπος ἐρρύη τῶν δείπνων προσηγορία,

   ἀπὸ τῶν φαρύγων καὶ φοιτητῆς μανίας ἐπὶ δεῖπνον κατὰ τὸν κωμικόν. "Ἔστι γὰρ" ὡς ἀληθῶς "τὰ πολλὰ τοῖς πολλοῖς τοῦ δείπνου χάριν." Οὐ γάρ που μεμαθήκασι τὸν θεὸν παρασκευάσαι τῷ δημιουργήματι, τῷ ἀνθρώπῳ λέγω, σῖτα καὶ ποτὰ τοῦ σῴζεσθαι [2] χάριν, οὐχὶ δὲ τοῦ ἥδεσθαι· ἐπεὶ μηδὲ ὠφελεῖσθαι πέφυκεν τὰ σώματα ἐκ τῆς πολυτελείας τῶν βρωμάτων· πᾶν γὰρ τοὐναντίον οἱ ταῖς εὐτελεστάταις χρώμενοι τροφαῖς ἰσχυρότεροί εἰσι καὶ ὑγεινότεροι καὶ γενναιότεροι, ὡς οἰκέται δεσποτῶν καὶ γεωργοὶ κτητόρων· καὶ οὐ μόνον ῥωμαλεώτεροι, ἀλλὰ καὶ φρονιμώτεροι, ὡς φιλόσοφοι πλουσίων· οὐ γὰρ ἐπέχωσαν τὸν νοῦν ταῖς τροφαῖς οὐδὲ ἠπάτησαν [3] αὐτὸν ἡδοναῖς. Ἀγάπη δὲ τῷ ὄντι ἐπουράνιός ἐστι τροφή, ἑστίασις λογική· "Πάντα στέγει, πάντα ὑπομένει, πάντα ἐλπίζει· ἡ ἀγάπη οὐδέποτε πίπτει." "Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ [4] τοῦ θεοῦ." Χαλεπώτατον δὲ πάντων πτωμάτων τὴν ἄπτωτον ἀγάπην ἄνωθεν ἐξ οὐρανῶν ἐπὶ τοὺς ζωμοὺς ῥίπτεσθαι χαμαί. Κᾷτ' οἴει με δεῖπνον ἡγεῖσθαι τὸ καταργούμενον; "Ἐὰν γάρ", φησί, "διαδῶ τὰ ὑπάρχοντά μου, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι."

[6]

[1]    Ταύτης ὅλος ἀπήρτηται τῆς ἀγάπης ὁ νόμος καὶ ὁ λόγος· κἂν ἀγαπήσῃς κύριον τὸν θεόν σου καὶ τὸν πλησίον σου, ἐν οὐρανοῖς ἐστιν αὕτη ἡ ἐπουράνιος εὐωχία, ἡ δὲ ἐπίγειος δεῖπνον κέκληται, ὡς ἐκ τῆς γραφῆς ἀποδέδεικται, δι' ἀγάπην μὲν γινόμενον τὸ δεῖπνον, ἀλλ' οὐκ ἀγάπη τὸ δεῖπνον, δεῖγμα δὲ εὐνοίας κοινωνικῆς καὶ εὐμεταδότου.

[2] "Μὴ βλασφημείσθω οὖν ἡμῶν τὸ ἀγαθόν. Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις", φησὶν ὁ ἀπόστολος, ἵνα τὸ ἐφήμερον ἄριστον νοηθῇ, "ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ." Τούτου ὁ φαγὼν τοῦ ἀρίστου τὸ ἄριστον τῶν ὄντων, τὴν βασιλείαν τοῦ θεοῦ, κτήσεται, μελετήσας ἐνθένδε ἁγίαν [7] [1] συνήλυσιν ἀγάπης, οὐράνιον ἐκκλησίαν. Ἀγάπη μὲν οὖν χρῆμα καθαρὸν καὶ τοῦ θεοῦ ἄξιον, ἔργον δὲ αὐτῆς ἡ μετάδοσις. "Φροντὶς δὲ παιδείας ἀγάπη", ἡ σοφία λέγει, "ἀγάπη δὲ τήρησις νόμων αὐτῆς." Αἱ δὲ εὐφροσύναι αὗται ἔναυσμά τι ἀγάπης ἔχουσιν ἐκ τῆς πανδήμου τροφῆς συνεθιζόμενον εἰς ἀίδιον τροφήν. Ἀγάπη [2] μὲν οὖν δεῖπνον οὐκ ἔστιν, ἡ δ' ἑστίασις ἀγάπης ἠρτήσθω. "Μαθέτωσαν γάρ", φησίν, "οἱ υἱοί σου, οὓς ἠγάπησας, κύριε, ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον, ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ·" "οὐ γὰρ ἐπ' ἄρτῳ ζήσεται ὁ δίκαιος".

[3]    Ἀλλὰ γὰρ τὸ δεῖπνον ἔστω λιτὸν ἡμῖν καὶ εὔζωνον, ἐπιτήδειον εἰς ἐγρήγορσιν, ποικίλαις ἀνεπίμικτον ποιότησιν, οὐκ ἀπαιδαγώγητον οὐδὲ τοῦτο· ἀγαθὴ γὰρ κουροτρόφος [αὐτάρκεια] εἰς κοινωνίαν ἀγάπη ἐφόδιον ἔχουσα πλούσιον, τὴν αὐτάρκειαν, ἣ δὴ ἐφεστῶσα τῇ τροφῇ δικαίᾳ ποσότητι μεμετρημένῃ σωτηρίως τὸ σῶμα διοικοῦσα καὶ τοῖς πλησίον ἀπένειμέν τι ἐξ αὑτῆς, ἡ δὲ ὑπερβλύζουσα τὴν αὐτάρκειαν δίαιτα τὸν ἄνθρωπον κακοῖ, νωθῆ μὲν τὴν ψυχήν, ἐπισφαλὲς δὲ εἰς νόσον ἐργαζομένη τὸ σῶμα.

[4]    Ναὶ μὴν προστρίβονται βλασφημίας δυσανασχέτους αἱ περὶ τὰς καρυκείας ἡδοναί, λιχνείαν, λαιμαργίαν, ὀψοφαγίαν, ἀπληστίαν, ἀδηφαγίαν. Μυῖαι τούτοις οἰκεῖαι τοῖς ὀνόμασιν καὶ γαλαῖ κόλακές τε καὶ μονομάχαι καὶ τὰ "ἄγρια τῶν παρασίτων φῦλα", γαστρὸς ἡδονῆς οἳ μὲν τὸν λόγον, οἳ δὲ τὴν φιλίαν, οἳ δὲ τὸ ζῆν ἀποδόμενοι, ἐπὶ γαστέρας ἕρποντες, θηρία ἀνδρείκελα, κατ' εἰκόνα τοῦ πατρὸς [5] αὐτῶν τοῦ λίχνου θηρίου. Ἀσώτους [τ'] αὐτοὺς οἱ καλέσαντες πρῶτοι εὖ μοι δοκοῦσιν αἰνίττεσθαι τὸ τέλος αὐτῶν, ἀσώστους αὐτοὺς κατὰ ἔκθλιψιν τοῦ σίγμα στοιχείου νενοηκότες. Ἦ γὰρ οὐχ οὗτοι οἱ περὶ τὰς λοπάδας ἀσχολούμενοι καὶ τὰς μεμωρημένας τῶν ἡδυσμάτων περιεργίας, οἱ ταπεινόφρονες, χαμαιγενεῖς, τὸν ἐφήμερον [8] [1] διώκοντες βίον ὡς οὐ ζησόμενοι; Τούτους ταλανίζει διὰ Ἡσαΐου τὸ ἅγιον πνεῦμα, ἠρέμα πως τῆς ἀγάπης τὸ ὄνομα ὑπεξελόμενον, ἐπεὶ μὴ κατὰ λόγον ἡ ἑστίασις ἦν· "Αὐτοὶ δὲ ἐποίησαν εὐφροσύνην, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, λέγοντες· φάγωμεν καὶ [2] πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν·" καὶ ὅτι γε τὴν τοιαύτην τρυφὴν ἁμαρτίαν λογίζεται, ἐπιφέρει· "καὶ οὐ μὴ ἀφεθήσεται ἡ ἁμαρτία ὑμῶν αὕτη, ἕως ἂν ἀποθάνητε", οὐχὶ ἄφεσιν τῆς ἁμαρτίας θάνατον ἀναίσθητον, ἀλλὰ ἀνταπόδοσιν ἁμαρτίας θάνατον σωτηρίας ἐπικρίνας. "Μὴ εὐφρανθῇς δὲ ἐπὶ μικρᾷ τρυφῇ" ἡ σοφία λέγει.

[3]    Ἐνταῦθα ὑπομνηστέον καὶ περὶ τῶν εἰδωλοθύτων καλουμένων, ὅπως ποτὲ ἄρα παραγγέλλεται ἀποσχέσθαι δεῖν τούτων. Μιαρὰ δοκεῖ μοι καὶ βδελυρὰ ἐκεῖνα, ὧν ἐφίπτανται τοῖς αἵμασιν

   ψυχαὶ ὑπὲξ ἐρέβευς νεκύων κατατεθνειώτων.

[4]    "Οὐ γὰρ θέλω ὑμᾶς κοινωνοὺς δαιμονίων γίνεσθαι", ὁ ἀπόστολος λέγει, ἐπεὶ δίχα σῳζομένων καὶ φθιμένων τροφαί. Ἀφεκτέον τοίνυν τούτων, οὐ δεδιότας ‑ οὐ γάρ ἐστί τις ἐν αὐτοῖς δύναμις ‑ διὰ δὲ τὴν συνείδησιν τὴν ἡμετέραν ἁγίαν οὖσαν καὶ τῶν δαιμονίων διὰ τὴν βδελυρίαν, οἷς ἐπικατωνόμασται, μυσαττομένους, καὶ προσέτι διὰ τὴν τῶν ὀλισθηρῶς τὰ πολλὰ ὑπολαμβανόντων ὑδαρότητα, "οἷς ἡ συνείδησις ἀσθενοῦσα μολύνεται. Βρῶμα γὰρ ἡμᾶς οὐ παραστήσει τῷ θεῷ·" "οὐδὲ τὰ εἰσιόντα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξιόντα", [9] [1] φησί, "τοῦ στόματος." Ἀδιάφορος ἄρα ἡ φυσικὴ χρῆσις τῆς τροφῆς· "οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν", φησίν, "οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα." Ἀλλὰ οὐκ εὔλογον "τραπέζης δαιμονίων" μεταλαμβάνειν τοὺς θείας μετέχειν καὶ πνευματικῆς κατηξιωμένους τροφῆς. "Μὴ γὰρ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν", φησὶν ὁ ἀπόστολος, "καὶ γυναῖκας περιάγεσθαι;" Ἀλλὰ κρατοῦντες δηλονότι τῶν ἡδονῶν κωλύομεν τὰς ἐπιθυμίας. "Βλέπετε οὖν μή ποτε ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν."

[2]    Οὐ χρὴ οὖν καθάπερ ἀσωτευομένους ἡμᾶς κατὰ τὴν ἐν τῷ εὐαγγελίῳ τοῦ πλουσίου παιδὸς εἰκόνα παραχρῆσθαι τοῖς τοῦ πατρὸς δωρήμασιν, χρῆσθαι δὲ αὐτοῖς, ὡς ἄρχοντας, ἀπροσκλινῶς· καὶ γὰρ βασιλεύειν ἐτάχθημεν καὶ κατακυριεύειν, οὐχὶ δουλεύειν [3] τοῖς βρώμασιν. Ἀγαστὸν μὲν οὖν πρὸς τὸ ἀληθὲς ἀναθρήσαντας τῆς ἄνω τροφῆς ἐξέχεσθαι τῆς θείας καὶ τῆς τοῦ ὄντως ὄντος ἀπληρώτου ἐμπίμπλασθαι θέας, τῆς βεβαίου καὶ μονίμου καὶ καθαρᾶς γευομένους ἡδονῆς· ταύτην γὰρ τὴν ἀγάπην ἐκδέχεσθαι δεῖν ἐμφαίνει [4] ἡ βρῶσις ἡ Χριστοῦ· κομιδῇ δὲ ἄλογον καὶ ἀχρεῖον καὶ οὐκ ἀνθρώπειον βοσκημάτων δίκην πιαινομένων θανάτῳ τρέφεσθαι, κάτω βλέποντας εἰς γῆν τοὺς ἐκ γῆς ἀεὶ καὶ κεκυφότας εἰς τραπέζας, τὴν λίχνον διωκάθοντας ζωήν, τὸ ἀγαθὸν ἐνταῦθά που κατορύξαντας περὶ τὴν οὐκ ἐσομένην ζωήν, μόνην κολακεύοντας τὴν κατάποσιν, δι' ἣν πολυτιμότεροι γεγόνασιν μάγειροι γεωργῶν. Μὴ γὰρ ἀφαιροῦμεν τὴν συμπεριφοράν, ἀλλὰ τὸν ὄλισθον τῆς συνηθείας ὡς συμφορὰν ὑποπτεύομεν.

[10]

[1]    Διὸ παραιτητέον τὴν λιχνείαν ὀλίγων τινῶν καὶ ἀναγκαίων μεταλαμβάνοντας· καὶ εἴ τις ἡμᾶς καλεῖ τῶν ἀπίστων καὶ πορεύεσθαι κρίνομεν ‑ καλὸν γὰρ μὴ συναναμίγνυσθαι τοῖς ἀτάκτοις ‑ , πᾶν τὸ παρατιθέμενον κελεύει ἡμῖν ἐσθίειν "μηδὲν ἀνακρίνουσιν διὰ τὴν συνείδησιν", ὁμοίως δὲ καὶ τὰ ἐκ μακέλλου ἀπεριέργως ὠνεῖσθαι [2] προσέταξεν. Οὐκ ἀφεκτέον οὖν παντελῶς τῶν ποικίλων βρωμάτων, ἀλλ' οὐ περὶ αὐτὰ σπουδαστέον· μεταληπτέον δὲ τῶν παρατιθεμένων, ὡς πρέπον χριστιανῷ, τιμῶντας μὲν τὸν κεκληκότα κατὰ τὴν ἀβλαβῆ καὶ ἀπροσκορῆ τῆς συνουσίας κοινωνίαν, ἀδιάφορον δὲ ἡγουμένους τῶν εἰσκομιζομένων τὴν πολυτέλειαν, καταφρονοῦντας τῶν ὄψων [3] ὡς μετ' ὀλίγον οὐκ ὄντων. "Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω." Μικρὸν δὲ ὑποβὰς καὶ τὴν αἰτίαν τῆς παραγγελίας ἐξηγήσεται, "ὁ ἐσθίων" λέγων "κυρίῳ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ"· ὡς εἶναι τὴν δικαίαν τροφὴν εὐχαριστίαν· [4] καὶ ὅ γε ἀεὶ εὐχαριστῶν οὐκ ἀσχολεῖται περὶ ἡδονάς. Εἰ δὲ καὶ προτρεποίμεθα ἐπ' ἀρετὴν τῶν συνεστιωμένων τινάς, ταύτῃ πλέον ἀφεκτέον τῶν λίχνων τούτων βρωμάτων, ἐναργὲς ὑπόδειγμα ἀρετῆς σφᾶς αὐτοὺς παριστάντας, ὡς Χριστὸν ἐσχήκαμεν αὐτοί. "Εἰ γάρ τι τῶν τοιούτων βρωμάτων σκανδαλίζει τὸν ἀδελφόν, οὐ μὴ φάγω", φησίν, "τοῦτο εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω", [5] ὀλίγης ἐγκρατείας κερδαίνων τὸν ἄνθρωπον. "Μὴ γὰρ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν;" Καὶ "τὴν ἀλήθειαν ἐπεγνώκαμεν", φησίν, "ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, ἀλλὰ μόνος ὄντως ἐστὶν εἷς ἡμῶν θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς." Ἀλλὰ "ἀπόλλυται", φησί, "τῇ σῇ γνώσει ὁ ἀδελφὸς ἀσθενῶν, δι' ὃν Χριστὸς ἀπέθανεν. Οἱ δὲ τὴν συνείδησιν τύπτοντες τῶν ἀσθενούντων ἀδελφῶν εἰς [6] Χριστὸν ἁμαρτάνουσιν." Ταύτῃ τοι ὁ ἀπόστολος εὐλαβούμενος περὶ ἡμῶν τὰ δεῖπνα διακρίνει "μὴ συναναμίγνυσθαι" φάσκων, "εἴ τις ἀδελφὸς λεγόμενος εὑρίσκοιτο πόρνος ἢ μοιχὸς ἢ εἰδωλολάτρης, τούτῳ μηδὲ συνεσθίειν", ἢ τὸν λόγον ἢ τὸ ὄψον, ὑποπτεύων τὸν μολυσμὸν τὸν ἐντεῦθεν, καθάπερ καὶ "τῶν δαιμονίων τὰς τραπέζας."

[11]

[1]    "Καλὸν μὲν οὖν τὸ μὴ φαγεῖν κρέα μηδὲ οἶνον πιεῖν" αὐτός τε ὁμολογεῖ καὶ οἱ ἀπὸ Πυθαγόρου· θηρίων γὰρ μᾶλλον τοῦτό γε, καὶ ἡ ἀπ' αὐτῶν ἀναθυμίασις θολωδεστέρα οὖσα ἐπισκοτεῖ τῇ ψυχῇ. Εἰ δέ τις καὶ τούτων μεταλαμβάνει, οὐχ ἁμαρτάνει, μόνον ἐγχρατῶς μετεχέτω, μὴ ἐξεχόμενος μηδὲ ἀπηρτημένος αὐτῶν μηδὲ ἐπιλαιμαργῶν τῷ ὄψῳ· ὑπηχήσει γὰρ αὐτῷ φωνή, "μὴ ἕνεκεν [2] βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ" λέγουσα. Ἀνοήτου γὰρ σφόδρα θαυμάζειν καὶ τεθηπέναι τὰ παρατιθέμενα ταῖς δημώδεσιν ἑστιάσεσιν μετὰ τὴν ἐν λόγῳ τρυφήν, πολλῷ δέ ἐστιν ἀνοητότερον τὰς ὄψεις τοῖς προσοψήμασι δεδουλωκέναι συμμεταφερομένης αὐτοῖς, [3] ὡς εἰπεῖν, τῆς ἀκρασίας πρὸς τῶν διακόνων. Πῶς δὲ οὐκ ἀχρεῖον τὸ ἐπανίστασθαι ταῖς κλισίαις, μονονουχὶ τὸ πρόσωπον ταῖς λοπάσιν ἐπιρριπτοῦντας, καθάπερ ἐκ νεοττιᾶς τῆς κλισίας προκύπτοντας, τὸ δὴ θρυλούμενον τοῦτο, ἵνα πλανωμένην λάβωσι τὴν ἀτμίδα διὰ τῆς ἀναπνοῆς; Πῶς δὲ οὐκ ἄλογον τὰς χεῖρας ἐπεμφύρειν τοῖς ἡδύσμασιν ἢ συνεχὲς ἐπὶ τοὔψον ἐκτείνειν οὐκ ἀπογευομένων, ἀλλ' ἀφαρπαζόντων δίκην ἀμέτρως καὶ ἀσχημόνως ἐμφορουμένους; [4] Ἔστι γὰρ ὁρᾶν τοὺς τοιούτους ὑσὶν ἢ κυσὶν διὰ τὴν λαβρότητα μᾶλλον ἢ ἀνθρώποις ὡμοιωμένους, τοὺς χορτάζεσθαι σπεύδοντας, ὡς καὶ τὰς γνάθους ἅμα ἄμφω ἐξογκοῦσθαι τῶν περὶ τὸ πρόσωπον ἀγγείων προσεπαιρομένων, πρὸς δὲ καὶ ἱδρῶτα περιχεῖσθαι τῇ ἀπληστίᾳ συνεχομένων καὶ ἀσθμαινόντων ὑπὸ ἀκρασίας, ὠθουμένης κατ' ἔπειξιν ἀκοινώνητον εἰς κοιλίαν τῆς τροφῆς, ὥσπερ εἰς ἐφόδιον, οὐκ εἰς ἀνάδοσιν, ἀποτιθεμένων τὰ ἐδέσματα. Πανταχῇ δὲ κακὸν οὖσα ἡ ἀμετρία περὶ τὰς τροφὰς μάλιστα διελέγχεται.

[12]

[1] Ἡ γοῦν ὀψοφαγία οὐδὲν ἕτερόν ἐστιν ἢ ἀμετρία περὶ χρῆσιν ὄψου, καὶ ἡ λαιμαργία μανία περὶ τὸν λαιμόν, καὶ ἡ γαστριμαργία ἀκρασία περὶ τὴν τροφήν, ὡς δὲ καὶ τοὔνομα περιέχει, μανία περὶ γαστέρα, [2] ἐπεὶ μάργος ὁ μεμηνώς. Τοὺς ‹οὖν› ἐπὶ ἑστιάσεως μελετῶντας ἀδικεῖν ὁ ἀπόστολος ἀνακρούων λέγει· "Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας;" Παρὰ δὲ τοῖς ἔχουσιν οἱ ἀνέδην ἐσθίοντες, οἱ ἄπληστοι, ἑαυτοὺς καταισχύνουσιν· ἄμφω δὲ πράττουσι κακῶς, οἳ μὲν τοὺς μὴ ἔχοντας βεβαρηκότες, οἳ δὲ τὴν ἀκρασίαν τὴν σφῶν παρὰ τοῖς ἔχουσιν γεγυμνωκότες.

[3] Ἀναγκαίως ἄρα πρὸς τοὺς ἀπηρυθριακότας καὶ τοῖς δείπνοις ἀφειδέστερον παραχρωμένους, τοὺς ἀκορέστους, οἷς μηδὲν ἱκανόν, ἀποταθεὶς ὁ ἀπόστολος, πάλιν ἐκ δευτέρου ἔρρηξεν φωνὴν ἀγανακτητικήν· "Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε."

[13]

[1]    Ἀφεκτέον οὖν δουλοπρεπείας ἁπάσης καὶ ἀκρασίας, τῶν παρατιθεμένων κοσμίως ἐφαπτομένοις, ἀμόλυντον καὶ τὴν χεῖρα καὶ τὴν στρωμνὴν καὶ τὸ γένειον φυλάττουσιν, τὸ εὔσχημον τοῦ προσώπου διατηροῦσιν ἀδιάστροφον, οὐκ ἀσχημονοῦσιν οὐδὲ περὶ τὴν κατάποσιν, ἀλλὰ τὴν μὲν χεῖρα μετὰ τάξεως ἐκ διαστημάτων ἐκτατέον. Παραφυλακτέον γὰρ καὶ τὸ φθέγγεσθαι ὁτιοῦν ἐσθίοντα ἅμα· ἀπρεπὴς γὰρ καὶ ἄσημος ἡ φωνὴ γίνεται, πλήρεσι ταῖς γνάθοις στενοχωρουμένη, καὶ ἡ γλῶσσα τῇ τροφῇ πιεζομένη, τῆς κατὰ φύσιν ἐνεργείας παραποδισθεῖσα τὴν προφορὰν ἐκδίδωσι τεθλιμμένην.

[2] Ἀλλ' οὐδὲ ἐσθίειν ἅμα καὶ πίνειν καθήκει· ἀκρασίας γὰρ τῆς μεγίστης συγχεῖν τοὺς καιρούς, ὧν αἱ χρήσεις ἀσύμφωνοι. Καὶ "εἴτε ἐσθίετε", φησίν, "εἴτε πίνετε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε", στοχαζόμενοι τῆς ἀληθοῦς εὐτελείας, ἥν μοι δοκεῖ καὶ ὁ κύριος αἰνίξασθαι τοὺς ἄρτους εὐλογήσας καὶ τοὺς ἰχθύας τοὺς ὀπτούς, οἷς κατευώχησε τοὺς μαθητάς, τῆς ἀπεριέργου τροφῆς καλὸν εἰσηγούμενος ὑπόδειγμα.

[14]

[1]    Ὁ γοῦν ἰχθὺς ἐκεῖνος, ὃν κελεύσαντος τοῦ κυρίου ὁ Πέτρος εἷλεν, εὔκολον καὶ αὐτὸς καὶ θεοδώρητον καὶ σώφρονα αἰνίττεται τροφήν· ἀφαιρεῖν γέ τοι ὑποτίθεται τῶν ἐξ ὕδατος ἀνιόντων ἐπὶ τὸ τῆς δικαιοσύνης δέλεαρ τὴν ἀσωτίαν καὶ τὴν φιλαργυρίαν, ὡς τὸ νόμισμα τοῦ ἰχθύος, ἵνα χωρίσῃ τὴν κενοδοξίαν, καὶ τὸν στατῆρα τοῖς τελώναις δούς, τὰ Καίσαρος ἀποδοὺς τῷ Καίσαρι, φυλάξῃ τὰ τοῦ θεοῦ [2] τῷ θεῷ. Ἔχοι δ' ἂν καὶ ἄλλας ἐπιλύσεις οὐκ ἀγνοουμένας ὁ στατήρ, ἀλλ' οὐχ ὁ παρὼν ἐπιτήδειος τῆς ἐξεργασίας καιρός. Ἀπόχρη δὲ ὑπόμνησις συγχρωμένων ἡμῶν εἰς τὸ προκείμενον οὐκ ἀπᾴδουσιν τοῦ λόγου τοῖς ἄνθεσιν, ὅπερ ἤδη πολλάκις πεποιήκαμεν, πρὸς τὸ κατεπεῖγον τοῦ ζητήματος τὴν πολυωφελῆ περιέλκοντες εἰς [3] ἀρδείαν τῶν φυτευομένων ὑπὸ τοῦ λόγου πηγήν. Καὶ γὰρ εἰ "πάντων μεταλαμβάνειν ἔξεστί μοι, ἀλλ' οὐ πάντα συμφέρει"· ταχὺ γὰρ καταπίπτουσιν ἐπὶ τὸ δρᾶν τὸ μὴ ἐξὸν οἱ πάντα δρῶντες ἃ ἐξόν. Ὡς δὲ ἡ δικαιοσύνη διὰ πλεονεξίας οὐ περιγίνεται οὐδὲ ἡ σωφροσύνη δι' ἀκολασίας, οὕτως οὐδὲ ἡ τοῦ χριστιανοῦ δίαιτα ἡδυπαθείᾳ περικτᾶται· πόρρω γάρ ἐστι τῶν "πασχητιώντων [4] ἐδεσμάτων" ἡ τράπεζα τῆς ἀληθείας. Εἰ γὰρ καὶ τὰ μάλιστα ἕνεκεν τῶν ἀνθρώπων ἐγένετο τὰ πάντα, ἀλλ' οὐ πᾶσι χρῆσθαι καλόν, ἀλλ' οὐδὲ ἀεί. Καὶ γὰρ καὶ ὁ καιρὸς καὶ ὁ χρόνος καὶ ὁ τρόπος καὶ τὸ πρὸς τί οὐκ ὀλίγην τῷ παιδαγωγουμένῳ πρὸς τὸ λυσιτελὲς ἐνδίδωσι ῥοπήν, καὶ τό γε [ἔστιν] ἐπιτήδειον ἰσχὺν ἔχει καταργῆσαι τὸν ἐπιγάστριον βίον, οὗ πλοῦτός ἐστιν ἐκκλητικός, οὐ βλέπων ὀξύ, ἀλλ' ἡ τυφλώττουσα περὶ τὴν γαστριμαργίαν περιουσία.

[5] Οὐδεὶς δέ ἐστι πένης εἰς τὰ ἀναγκαῖα, οὐδὲ περιορᾶταί ποτε ἄνθρωπος· ὁ γὰρ καὶ τὰ πτηνὰ καὶ τὰ νηκτὰ καὶ συνελόντι εἰπεῖν τὰ ἄλογα ζῷα διατρέφων εἷς ἐστιν, ὁ θεός· λείπει δὲ αὐτοῖς οὐδὲ ἓν ὁτιοῦν μὴ μεριμνῶσι τροφῆς. Ἡμεῖς δὲ καὶ τούτων ἀμείνους, ὅσῳ καὶ κύριοι, [6] καὶ θεῷ οἰκειότεροι, ὅσῳ σωφρονέστεροι. Γεγόναμεν δὲ οὐχ ἵνα ἐσθίωμεν καὶ πίνωμεν, ἀλλ' ἵνα ὦμεν εἰς ἐπίγνωσιν γεγονότες τοῦ θεοῦ. "Δίκαιος γάρ", φησίν, "ἐσθίων ἐμπίμπλαται τῇ ψυχῇ, κοιλίαι δὲ ἀσεβῶν ἐνδεεῖς", ἀκαταπαύστου λιχνείας ὀρεγόμεναι. Πολυτέλεια δὲ οὐκ εἰς ἀπόλαυσιν ἔρημον, ἀλλ' εἰς μετάδοσιν κοινωνικὴν ἐπιτήδειος.

[15]

[1]    Διὸ παραφυλακτέον τῶν βρωμάτων ἃ μὴ πεινῶντας ἡμᾶς ἐσθίειν ἀναπείθει γοητεύοντα τὰς ὀρέξεις. Μὴ γὰρ οὐκ ἔνεστι καὶ ἐν εὐτελείᾳ σώφρονι πολυειδία ἐδεσμάτων ὑγιεινή; βολβοί, ἐλαῖαι, λαχάνων ἔνια, γάλα, τυρὸς τά τε ὡραῖα ἑψήματά τε παντοδαπὰ ζωμῶν [2] ἄνευ. Κἂν ὀπτοῦ δέῃ κρέως ἢ ἑφθοῦ, μεταδοτέον. "Ἔχετέ τι βρώσιμον ἐνθάδε;" εἶπεν ὁ κύριος πρὸς τοὺς μαθητὰς μετὰ τὴν ἀνάστασιν. "Οἳ δέ" ‑ ἅτε ὑπ' αὐτοῦ εὐτέλειαν ἀσκεῖν δεδιδαγμένοι ‑ "ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος· καὶ φαγὼν ἐνώπιον αὐτῶν εἶπεν αὐτοῖς", [3] φησὶν ὁ Λουκᾶς, ὅσα εἶπεν. Πρὸς τούτοις οὐδὲ τραγημάτων καὶ κηρίων ἀμοίρους περιορατέον τοὺς δειπνοῦντας κατὰ λόγον. Τῶν γάρ τοι βρωμάτων ἐπιτηδειότατα οἷς αὐτόθεν χρῆσθαι ὑπάρχει δίχα πυρός, ἐπεὶ καὶ ἑτοιμότερα, δεύτερα δὲ τὰ εὐτελέστερα, ὡς [4] προειρήκαμεν. Τῶν δὲ ἀμφὶ τὰς φλεγμαινούσας κυπταζόντων τραπέζας, τὰ σφέτερα τιθηνουμένων πάθη, δαίμων καθηγεῖται λιχνότατος, ὃν ἔγωγε οὐκ ἂν αἰσχυνθείην "κοιλιοδαίμονα" προσειπεῖν, καὶ δαιμόνων κάκιστον καὶ ἐξωλέστατον. Παραπλήσιος οὖν οὗτος ἀτεχνῶς τῷ ἐγγαστριμύθῳ καλουμένῳ. Ἄμεινον δὲ πολλῷ τοῦ δαίμονα ἔχειν σύνοικον εὐδαίμονα γενέσθαι· εὐδαιμονία δὲ ἐν χρήσει ἀρετῆς ἐξετάζεται.

[16]

[1]    Ματθαῖος μὲν οὖν ὁ ἀπόστολος σπερμάτων καὶ ἀκροδρύων καὶ λαχάνων ἄνευ κρεῶν μετελάμβανεν, Ἰωάννης δὲ ὑπερτείνας τὴν [2] ἐγκράτειαν "ἀκρίδας καὶ μέλι ἤσθιεν ἄγριον". Ὑῶν δὲ ἀπείχετο καὶ Πέτρος· ἀλλ' "ἔπεσεν ἐπ' αὐτὸν ἔκστασις", ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται, "καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καί τι σκεῦος τέτταρσιν ἀρχαῖς ἐκδεδεμένον ἐπὶ τῆς γῆς· πάντα τὰ τετράποδα καὶ τὰ ἑρπετὰ τῆς γῆς καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ ἐν αὐτῷ· καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀνάστα καὶ θῦσον καὶ φάγε. Πέτρος δὲ εἶπεν· μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. Καὶ ἡ φωνὴ πάλιν πρὸς αὐτὸν ἐκ δευτέρου· ἃ ὁ θεὸς [3] ἐκαθάρισεν, σὺ μὴ κοίνου." Καὶ ἡμῖν δὲ ἄρα ἀδιάφορος ἡ χρῆσις. "Οὐ γὰρ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον", ἀλλὰ ἡ περὶ τῆς ἀκρασίας διάληψις κενή. Ὁ γάρ τοι θεὸς τὸν ἄνθρωπον πλάσας "πάντα ὑμῖν" εἶπεν "ἔσται εἰς βρῶσιν". "Λάχανα δὲ μετὰ [4] ἀγάπης ἢ μόσχον μετὰ δολιότητος·" εὖ τοῦτο ὑπομιμνῄσκει τοῦ προειρημένου λόγου, ὡς οὐ τὰ λάχανα ἡ ἀγάπη, μετὰ δὲ ἀγάπης τὰ δεῖπνα παραληπτέα. Ἀγαθὴ μὲν ἡ μέση κατάστασις ἐν πᾶσι μέν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῇ ἀμφὶ τὴν ἑστίασιν παρασκευῇ· ἐπεὶ αἱ μὲν ἀκρότητες σφαλεραί, αἱ μεσότητες δὲ ἀγαθαί. Μέσον δέ ἐστι πᾶν τὸ ἀνενδεὲς τῶν ἀναγκαίων· αἱ γὰρ κατὰ φύσιν ὀρέξεις αὐταρκείᾳ περιορίζονται.

[17]

[1]    Ἰουδαίοις δὲ διὰ τοῦ νόμου οἰκονομικώτατα καταγγέλλεται ἡ εὐτέλεια· μυρίων γὰρ ὅσων ἀφείλατο τὴν χρῆσιν ὁ παιδαγωγὸς αὐτοὺς διὰ Μωσέως, αἰτίας προσάπτων, κεκρυμμένας μὲν τὰς πνευματικάς, ἐμφανεῖς δὲ τὰς σαρκικάς, αἷς καὶ πεπιστεύκασι, τοῖς μὲν ὅτι οὐκ ἔστι δίχηλα, τοῖς δὲ ὅτι τὴν τροφὴν οὐ μηρυκᾶται, τὰ δ' ὅτι ἄρα οὐκ ἔχει μόνα τῶν ἐνύδρων λεπίδας, ὡς ὀλίγα παντελῶς [2] ἀπολείπεσθαι πρὸς τὴν τροφὴν αὐτοῖς ἐπιτήδεια. Ὧν δὲ ἐφῆκεν ἅπτεσθαι, πάλιν κεκώλυκεν τούτων τὰ θνηξιμαῖα τά τε εἰδωλόθυτα τά τε ἀποπεπνιγμένα· οὐδὲ γὰρ τούτων ψαύειν θέμις. Ἐπεὶ γὰρ ἀμήχανον χρώμενον τοῖς ἡδέσιν ἀποστῆναι τῆς ἀποδοχῆς αὐτῶν, τὴν ἐναντίαν ἀντέθηκεν ἀγωγήν, μέχρις ἂν ἐκλύσῃ τὴν ἐκ τοῦ [3] ἔθους ἐπὶ τὴν ἡδυπάθειαν καταδρομήν. Ἀνθρώποις δὲ τὰ μὲν πολλὰ βλάβην καὶ λύπην ἐνεγέννησεν ἡδονή, δυσπάθειαν δὲ καὶ λήθην καὶ ἀφροσύνην ἡ πολυτροφία ἐντίκτει τῇ ψυχῇ. Εὐαυξῆ δὲ καὶ τῶν παίδων τὰ σώματα γίνεσθαί φασιν εἰς μῆκος ἐπιδιδόντων ἀπὸ τῆς ἐλλειπούσης τροφῆς· οὐ γὰρ κωλύεται τὸ ἀνατρέχον εἰς αὔξην πνεῦμα τῆς πολλῆς τροφῆς ἀντιφραττούσης τὸ εὔπνουν τοῦ δρόμου.

[18]

[1]    Ὅθεν κατηγορῶν τοῦ τρυφῶντος βίου ὁ τὴν ἀλήθειαν ἐζηλωκὼς τῶν φιλοσόφων Πλάτων τὸ ἔναυσμα τῆς Ἑβραϊκῆς φιλοσοφίας ζωπυρῶν· "Ἐλθόντα δέ με", φησίν, "ὁ ταύτῃ λεγόμενος αὖ βίος εὐδαίμων, Ἰταλικῶν τε καὶ Συρακουσσίων τραπεζῶν πλήρης, οὐδαμῶς ἤρεσεν, δὶς τῆς ἡμέρας ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε μόνον κοιμώμενον νύκτωρ, καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ· ἐκ γὰρ τούτων οὔτ' ἂν φρόνιμος οὐδείς ποτ' ἂν γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων δύναιτο ἐκ νέου ἐπιτηδεύων τοιαῦτα, οὔθ' οὕτω θαυμαστῇ φύσει κραθήσεται."

[2] Οὐ γὰρ ἄπυστος ἦν ὁ Πλάτων τοῦ Δαβίδ, ὃς ἐν τῇ πόλει τῇ ἑαυτοῦ τὴν ἁγίαν ἱδρύων κιβωτὸν ἐν μέσῃ τῇ σκηνῇ, παντὶ τῷ ὑπηκόῳ εὐφροσύνην ποιήσας λαῷ, "ἐναντίον τοῦ κυρίου διεμέρισεν εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ἰσραὴλ ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου". Αὐτάρκης [3] αὕτη ἡ τροφὴ καὶ Ἰσραηλιτική, ἡ δὲ ἐθνικὴ περιττή. "Σώφρων οὐδ' ἂν μελλήσαι ποτὲ γενέσθαι" ὁ χρώμενος αὐτῇ, τὸν νοῦν ἐγκατορύξας τῇ κοιλίᾳ, τῷ ἰχθύι τῷ καλουμένῳ ὄνῳ τὰ μάλιστα ἐοικώς, ὃν δή φησιν Ἀριστοτέλης μόνον τῶν ἄλλων ζῴων ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔχειν. Τοῦτον ἐκτραπελόγαστρον Ἐπίχαρμος καλεῖ [4] ὁ κωμικός. Τοιοῦτοι τῶν ἀνθρώπων οἱ εἰς γαστέρα πεπιστευκότες, "ὧν θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες". Τούτοις οὐκ ἀγαθὰ προεθέσπισεν ὁ ἀπόστολος, "ὧν τὸ τέλος" εἰπὼν "ἡ ἀπώλεια".

Πῶς τῷ ποτῷ προσενεκτέον.

[19]   "Οἴνῳ δὲ ὀλίγῳ χρῶ", τῷ Τιμοθέῳ ὑδροποτοῦντι, "διὰ τὸν στόμαχόν σου", φησὶν ὁ ἀπόστολος, παγκάλως νοσηλευομένῳ καὶ πλαδῶντι σώματι κατάλληλον τὸ ἐπιστῦφον βοήθημα προσφέρων, ὀλίγον δὲ ἐγκρίνων τοῦτο, μὴ λάθῃ τὸ βοήθημα διὰ [2] πλῆθος ἄλλης θεραπείας δεόμενον. Φυσικὸν μὲν οὖν καὶ νηφάλιον ποτὸν ἀναγκαῖον διψῶσίν ἐστιν ὕδωρ. Τοῦτο ἐκ τῆς ἀκροτόμου πέτρας κατειβόμενον τοῖς παλαιοῖς τῶν Ἑβραίων μονότροπον σωφροσύνης ὁ κύριος ἐχορήγει ποτόν, νήφειν δὲ μάλιστα ἐχρῆν τοὺς ἔτι πλανωμένους.

[3]    Ἔπειτα ἡ ἄμπελος ἡ ἁγία τὸν βότρυν ἐβλάστησεν τὸν προφητικόν. Τοῦτο σημεῖον τοῖς εἰς ἀνάπαυσιν ἐκ τῆς πλάνης πεπαιδαγωγημένοις, ὁ μέγας βότρυς, ὁ λόγος ὁ ὑπὲρ ἡμῶν θλιβείς, τὸ αἷμα τῆς σταφυλῆς ὕδατι κίρνασθαι ἐθελήσαντος τοῦ λόγου, ὡς καὶ τὸ αἷμα αὐτοῦ [4] σωτηρίᾳ κίρναται. Διττὸν δὲ τὸ αἷμα τοῦ κυρίου· τὸ μέν ἐστιν αὐτοῦ σαρκικόν, ᾧ τῆς φθορᾶς λελυτρώμεθα, τὸ δὲ πνευματικόν, τοῦτ' ἔστιν ᾧ κεχρίσμεθα. Καὶ τοῦτ' ἔστι πιεῖν τὸ αἷμα τοῦ Ἰησοῦ, τῆς κυριακῆς μεταλαβεῖν ἀφθαρσίας· ἰσχὺς δὲ τοῦ λόγου τὸ πνεῦμα, [20] ὡς αἷμα σαρκός. Ἀναλόγως τοίνυν κίρναται ὁ μὲν οἶνος τῷ ὕδατι, τῷ δὲ ἀνθρώπῳ τὸ πνεῦμα, καὶ τὸ μὲν εἰς πίστιν εὐωχεῖ, τὸ κρᾶμα, τὸ δὲ εἰς ἀφθαρσίαν ὁδηγεῖ, τὸ πνεῦμα, ἡ δὲ ἀμφοῖν αὖθις κρᾶσις ποτοῦ τε καὶ λόγου εὐχαριστία κέκληται, χάρις ἐπαινουμένη καὶ καλή, ἧς οἱ κατὰ πίστιν μεταλαμβάνοντες ἁγιάζονται καὶ σῶμα καὶ ψυχήν, τὸ θεῖον κρᾶμα τὸν ἄνθρωπον τοῦ πατρικοῦ βουλήματος πνεύματι καὶ λόγῳ συγκιρνάντος μυστικῶς· καὶ γὰρ ὡς ἀληθῶς μὲν τὸ πνεῦμα ᾠκείωται τῇ ὑπ' αὐτοῦ φερομένῃ ψυχῇ, ἡ δὲ σὰρξ [5] τῷ λόγῳ, δι' ἣν "ὁ λόγος γέγονεν σάρξ". Ἄγαμαι τοίνυν τοὺς αὐστηρὸν ἐπανῃρημένους βίον καὶ τῆς σωφροσύνης τὸ φάρμακον ἐπιποθοῦντας τὸ ὕδωρ, φεύγοντας δὲ ὅτι μάλιστα πορρωτάτω τὸν οἶνον οἷον πυρὸς ἀπειλήν.

[6]    Ἀρέσκει οὖν τοὺς παῖδας καὶ τὰς κόρας ὡς ἐπὶ τὸ πλεῖστον ἀπέχεσθαι τοῦ φαρμάκου τούτου· οὐ γὰρ κατάλληλον ζεούσῃ ἡλικίᾳ τῶν ὑγρῶν τὸ θερμότατον ἐπεγχεῖν, τὸν οἶνον, οἱονεὶ πῦρ ἐποχετεύοντας πυρί, ἐξ οὗ ὁρμαί τε ἄγριαι καὶ φλεγμαίνουσαι ἐπιθυμίαι καὶ διάπυρον ἦθος ἐκκαίεται, προπετεῖς τε οἱ νέοι ἔνδοθεν χλιαινόμενοι ἐπὶ τὰς ὀρέξεις γίνονται, ὡς δὴ προὖπτον αὐτῶν τὴν βλάβην ἐλέγχεσθαι διὰ τοῦ σώματος, πεπαινομένων θᾶττον ἢ [7] προσῆκεν τῶν τῆς ἐπιθυμίας μελῶν. Ὀργῶσι γοῦν ἀναιδέστερον ἀναζέοντος οἴνου καὶ οἰδοῦσι μαστοί τε καὶ μόρια προκηρύσσοντες ἤδη πορνείας εἰκόνα καὶ τῆς ψυχῆς τὸ τραῦμα φλεγμαίνειν ἀναγκάζει τὸ σῶμα σφυγμοί τε ἀναιδεῖς περιεργίαν διώκουσιν εἰς παρανομίας [21] [1] ἐκκαλούμενοι τὸν κόσμιον. Ἐνθένδε ἤδη τῆς ἡλικίας τὸ γλεῦκος ὑπερβάλλει τῆς αἰδοῦς τοὺς ὅρους. Χρὴ δέ, ὡς ἔνι μάλιστα, κατασβεννύναι πειρᾶσθαι τὰς ὁρμὰς τῶν νέων, ἀφαιροῦντας μὲν τὸ ὑπέκκαυμα, τὸ τῆς ἀπειλῆς βακχικόν, ἐπεισχέοντας δὲ τὸ ἀντιφάρμακον τῆς ἐκζέσεως, ὃ καὶ τὴν ψυχὴν τυφομένην ἤδη καθέξει καὶ τὰ μόρια ἐφέξει διοιδοῦντα καὶ κατακοιμίσει τὸν ἐρεθισμὸν τῆς ἤδη σαλευομένης ἐπιθυμίας.

[2]    Οἱ δὲ ἀκμάζοντες μεθ' ἡμέραν μὲν ἀρίστου μεταλαβόντες, οἷς κατάλληλον τὸ ἄριστον, ἄρτου μόνον ἀπογευσάμενοι ἀπεχέσθων πάμπαν τοῦ ποτοῦ πρὸς τὸ ἀναπίνεσθαι τὴν περιττὴν ὑγρότητα [3] αὐτῶν ἀνασφογγιζομένην ξηροφαγίᾳ. Καὶ γὰρ τὸ συνεχὲς πτύειν καὶ ἀπομύσσεσθαι καὶ περὶ τὰς ἐκκρίσεις σπεύδειν ἀκρασίας τεκμήριον ἐκ τῆς ἀμέτρου προσφορᾶς ὑπερχεομένων τῶν ὑγρῶν τῷ σώματι. Εἰ δὲ καὶ ἐπιγίνοιτο δίψα, ἀκείσθων ὕδατι τὸ πάθος οὐ πολλῷ· οὐδὲ γὰρ ὕδατος ἀνέδην ἐμφορεῖσθαι καθήκει, ὡς μὴ ἐκκλύζοιτο ἡ τροφή, καταλεαίνοιτο δὲ εἰς πέψιν καταταττομένων μὲν εἰς τὸν ὄγκον τῶν σιτίων, ὀλίγων δὲ παντάπασιν εἰς τὰς ἐκκρίσεις χωρούντων.

[22]

[1] Πρέπει δὲ καὶ ἄλλως ταῖς θεϊκαῖς φροντίσιν μὴ οἰνοβαρεῖν· ὁ γὰρ "ἄκρατος" κατὰ τὸν κωμικὸν "ὀλίγα ἀναγκάζει φρονεῖν", μή τι δὲ οὐδὲ σωφρονεῖν. Εἰς δὲ ἑσπέραν τοῦ δείπνου περὶ τὴν ὥραν οἴνῳ χρηστέον, ἐπειδὰν μηκέτι τοῖς ἀναγνώσμασιν σχολάζωμεν [2] τοῖς νηφαλιωτέροις. Τὸ τηνίκα δὲ ψυχρότερον καὶ τὸ περιέχον παρὰ τὸ μεθ' ἡμέραν γίγνεται, ὡς δεῖν ὑποτρέφειν τὴν ἐκλείπουσαν ἔμφυτον ἀλέαν ἐπεισάκτῳ θερμότητι, ὀλίγῳ δὲ τῷ οἴνῳ κἀνταῦθα· οὐ γὰρ μέχρι τῶν ὕβρεως προϊτέον κρατήρων.

[3]    Τοῖς δὲ ἤδη παρηβηκόσιν ἱλαρώτερον ἐπιτρεπτέον μεταλαμβάνειν τοῦ ποτοῦ, τὸ καταψυχόμενον τῆς ἡλικίας, οἷον μαραινόμενον ὑπὸ χρόνου, ἀναζωπυροῦντας ἀβλαβῶς τῷ τῆς ἀμπέλου φαρμάκῳ· οὐδὲ γὰρ ὡς ἐπὶ πλεῖστον ἐγκυμαίνονται ἔτι τῶν πρεσβυτέρων [4] αἱ ὀρέξεις περὶ τὰ τῆς μέθης ναυάγια· καθωρμισμένοι μὲν οἷον ἀγκύραις τῷ λόγῳ καὶ τῷ χρόνῳ τὴν ζάλην τῶν ἐπιθυμιῶν τὴν καταιγίζουσαν ἐκ μέθης ῥᾷον φέρουσιν, οἷς ἴσως καὶ χαριεντίσασθαί τι ἔξεστι παρὰ τὰς εὐωχίας. Ἀλλὰ καὶ τούτοις ὅρος ἔστω τοῦ ποτοῦ μέχρις οὗ τὸν λογισμὸν ἄσειστον διατηρήσωσιν καὶ τὴν μνήμην ἐνεργὸν καὶ τὸ σῶμα ἀσάλευτον οἴνῳ καὶ ἀκράδαντον· ἀκροθώρακα [23] [1] τοῦτον καλοῦσιν οἱ περὶ ταῦτα δεινοί. Καλὸν οὖν τὸ προκαταλήγειν διὰ τὸν ὄλισθον.

   Ἀρτώριος δέ τις ἐν τῷ Περὶ μακροβιοτίας, μέμνημαι γάρ, ἐφ' ὅσον βρέξαι τὰ σιτία μόνον οἴεται δεῖν προσάγειν, ἵνα μακροτέραν κτησώμεθα τὴν ζωήν. Ἁρμόδιον τοίνυν τὸν οἶνον τοὺς μὲν ἐν θεραπείας μέρει προσφέρεσθαι διὰ τὴν ὑγείαν μόνην, τοὺς δὲ ἐπ' ἀνέσει [2] καὶ διαχύσει. Οἶνος γὰρ πρῶτον μὲν αὐτὸν αὑτῷ ἵλεω ποιεῖ τὸν πιόντα μᾶλλον ἢ πρότερον καὶ τοῖς συμπόταις μειλίχιον καὶ τοῖς οἰκέταις πραΰτερον καὶ προσηνέστερον τοῖς φίλοις, παροινηθεὶς δὲ ἀμείβεται τὴν ὕβριν· θερμὸς γὰρ ὢν καὶ χυμοὺς ἔχων ἡδεῖς, κεκραμένος ἐμμελῶς τὰ μὲν γλίσχρα τῶν περιττωμάτων διατήκει θερμότητι, τοὺς δὲ δριμεῖς καὶ φαύλους ταῖς εὐωδίαις κεράννυσι χυμούς.

[3] Εὖ γοῦν ἐκεῖνο εἴρηται· "Ἀγαλλίαμα ψυχῆς καὶ καρδίας οἶνος ἔκτισται ἀπ' ἀρχῆς πινόμενος αὐτάρκης." Κίρνασθαι δὲ ἄριστον ὕδατι ὡς πλείστῳ τὸν οἶνον καὶ [μὴ ὡς ὕδωρ ἐπιζητεῖσθαι καὶ] ἀπαμβλύνεσθαι πρὸς τὴν μέθην καὶ μὴ ὡς ὕδωρ ἐπεγχεῖσθαι διὰ τὴν φιλοινίαν· ἄμφω μὲν γὰρ τοῦ θεοῦ ποιήματα, καὶ ταύτῃ πρὸς ὑγείαν συνεργεῖ ἡ κρᾶσις ἡ ἀμφοῖν, ὕδατός τε καὶ οἴνου, ὅτι ἐκ τοῦ [24] [1] ἀναγκαίου καὶ τοῦ χρησίμου ὁ βίος συνέστηκεν. Τῷ μὲν οὖν ἀναγκαίῳ τῷ ὕδατι ὡς ὅτι πλείστῳ ἐγκαταμικτέον καὶ τοῦ χρησίμου· οἴνῳ δὲ ἀμέτρῳ ἡ μὲν γλῶττα παραποδίζεται, παρίεται δὲ τὰ χείλη, ὀφθαλμοὶ δὲ παρατρέπονται, οἷον κολυμβώσης τῆς ὄψεως ὑπὸ τοῦ πλήθους τῆς ὑγρότητος, καὶ ψεύδεσθαι βεβιασμένοι κύκλῳ μὲν ἡγοῦνται περιφέρεσθαι τὰ πάντα, ἀριθμεῖν δὲ οὐ δύνανται τὰ πόρρω ὡς ἔστι μόνα·

   καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,

[2]μεθύων ὁ Θηβαῖος ἔλεγεν γέρων· κινουμένη μὲν γὰρ ὑπὸ τῆς τοῦ οἴνου θερμότητος ἡ ὄψις πυκνότερον πολλαπλασίονα τοῦ ἑνὸς φαντάζεται τὴν οὐσίαν· διαφέρει δ' οὐθὲν ἢ τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸν γὰρ ἐξ ἀμφοῖν ἡ ὄψις πέπονθεν τῆς τοῦ ὑποκειμένου καταλήψεως διὰ τὸν σάλον ἀκριβῶς ἐφικέσθαι μὴ δυναμένη. Καὶ αἱ βάσεις καθάπερ ῥεύματι ὑποφέρονται λυγμοί τε καὶ ἔμετοι καὶ παραφροσύναι ἐπεισεκώμασαν.

[3]    Πᾶς γὰρ οἰνωθεὶς ἀνὴρ κατὰ τὴν τραγῳδίαν

   ἥσσων μὲν ὀργῆς ἐστιν, τοῦ δὲ νοῦ κενός,

   φιλεῖ τε πολλὴν γλῶτταν ἐκχέας μάτην

   ἄκων ἀκούειν ἅπερ ἑκὼν εἶπεν κακῶς.

Καὶ πρό γε τῆς τραγῳδίας ἡ σοφία κέκραγεν· "Οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ παντὶ πτώματι πληθύνει."

[25]

[1]    Διὸ οἱ μὲν πλεῖστοι ἀνίεσθαί φασιν δεῖν παρὰ τοὺς πότους καὶ τὰ σπουδαῖα εἰς ἕω ὑπερτίθεσθαι. Ἐγὼ δὲ τότε μάλιστα τὸν λόγον συνευωχησόμενον ἀξιῶ παρεισάγειν παιδαγωγήσοντα τὴν οἰνοφλυγίαν, [2] μὴ λάθῃ παραπεσοῦσα εἰς μέθην ἡ εὐωχία· ὡς γὰρ ὀφθαλμοὺς οὐκ ἄν τις εὖ φρονῶν πρὶν ἢ ἐπὶ τὸν ὕπνον ἰέναι ἀξιώσειε μύειν, οὕτως οὐδὲ τὸν λόγον ἀπεῖναι τοῦ συμποσίου ὀρθῶς ἄν τις βουληθείη οὐδὲ προκατακοιμίζειν αὐτὸν τῶν πράξεων ἐπιτηδεύσαι ἂν καλῶς. Ἀλλ' οὐδὲ ἀφίστασθαί ποτε δυνήσεται τῶν οἰκείων ὁ λόγος αὐτῷ, [3] οὐδ' ἂν καθεύδωμεν· καὶ γὰρ ἐπὶ τὸν ὕπνον παρακλητέον. Τελεία γὰρ ἡ σοφία θείων οὖσα καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμη ἐμπεριλαβοῦσα τὰ ὅλα, κατ' ἐκεῖνο, καθ' ὃ ἂν ἐπισκοπῇ τὴν ἀνθρώπων ἀγέλην, τέχνη γίνεται περὶ βίον, καὶ ταύτῃ πάντῃ συμπάρεστιν [4] ἐφ' ὅσον βιοῦμεν, ἀεὶ τὸ ἴδιον ἔργον ἐκτελοῦσα, τὴν εὐζωΐαν. Οἱ δὲ κακοδαίμονες οἱ ἀπελαύνοντες σωφροσύνην εὐωχίας μακαριστὸν ἡγοῦνται βίον τὴν ἀκοσμίαν τὴν περὶ τὰ συμπόσια, ὧν ἐστι τὸ ζῆν οὐδὲν ἀλλ' ἢ κῶμος, κραιπάλη, βαλανεῖα, ἄκρατος, ἀμίδες, [26] [1] ἀργία, πότος. Ὁρᾶν γοῦν ἔστιν αὐτῶν τινας ἡμιμεθεῖς, σφαλλομένους, περὶ τοῖς τραχήλοις ἔχοντας στεφάνους ὥσπερ τοὺς ἀμφορεῖς, διαπυτίζοντας ἀλλήλοις τὸν ἄκρατον φιλοτησίας ὀνόματι, ἄλλους δὲ πλήρεις κραιπάλης, αὐχμῶντας, ὠχριῶντας, τὰ πρόσωπα πελιδνοὺς καὶ ἔτι ἐπὶ τῇ χθιζῇ μέθῃ ἄλλην ἕωθεν αὖθις ἀναντλοῦντας [2] μέθην. Καλόν, ὦ φίλοι, καλὸν καταμαθόντας ὅτι μάλιστα πόρρωθεν τὴν εἰκόνα ταύτην τὴν γελοίαν ἅμα καὶ ἐλεεινὴν σφᾶς αὐτοὺς πρὸς τὸ ἄμεινον σχηματίζειν, ὀρρωδοῦντας μὴ ἄρα πῃ καὶ ἡμεῖς παραπλήσιον [3] θέαμα ἄλλοις ‹καὶ› γέλως γενώμηθα. Ἀστείως ἄρα εἴρηται· "Ὡς ἄρα κάμινος μὲν δοκιμάζει στόμωμα ἐν βαφῇ, οἶνος δὲ καρδίαν ὑπερηφάνων ‹ἐν μέθῃ›." Μέθη μὲν οὖν ἐστιν ἀκράτου χρῆσις σφοδροτέρα, παροινία δὲ ἡ ἐκ τῆς χρήσεως ἀκοσμία, κραιπάλη δὲ ἡ ἐπὶ τῇ μέθῃ δυσαρέστησις καὶ ἀηδία ἀπὸ τοῦ τὸ κάρα πάλλειν ὠνομασμένη.

[27]

[1]    Τοῦτον τὸν βίον, εἰ βίον καλεῖν χρή, ῥᾴθυμον ὄντα καὶ περὶ τὰς ἡδυπαθείας κεκινημένον καὶ περὶ τὴν οἰνοφλυγίαν ἐπτοημένον ἡ θεία σοφία ὑφορωμένη παραγγέλλει τοῖς αὑτῆς τέκνοις· "Μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν ἀγορασμοῖς, πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα πᾶς ὑπνώδης."

[2] Ὑπνώδης γὰρ πᾶς ὁ μὴ εἰς σοφίαν ἐγρηγορῶν, ἀλλὰ ὑπὸ μέθης βαπτιζόμενος εἰς ὕπνον. Καὶ διερρωγότα, φησίν, ἐνδύσεται ὁ πάροινος, [3] ἐπαισχυνθήσεται τῇ μέθῃ διὰ τοὺς κατοπτεύοντας. Ὀπαὶ γὰρ ἁμαρτωλοῦ τὰ διερρωγότα τοῦ ὕφους τοῦ σαρκικοῦ φιληδονίαις κατατετρημένα, δι' ὧν ἡ αἰσχύνη ἔνδοθεν τῆς ψυχῆς ἐπιθεωρεῖται, ἡ ἁμαρτία, δι' ἣν οὐδὲ σωθήσεται ῥᾳδίως τὸ ὕφος τὸ ἀπεσπασμένον πάντοθεν εἰς πολλὰς κατασηπόμενον ἐπιθυμίας, τὸ ἀπεσχισμένον [4] τῆς σωτηρίας. Ταύτῃ νουθετικώτατα ἐπιφέρει· "Τίνι οὐαί; Τίνι θόρυβος; Τίνι κρίσις; Τίνι ἀηδεῖς λέσχαι; Τίνι συντρίμματα διακενῆς;" Ὁρᾶτε ὅλον διερρωγότα τὸν φίλοινον, ὃς παρορᾷ μὲν τὸν λόγον αὐτόν, ἔκδοτον δὲ αὑτὸν συνεχώρησεν τῇ μέθῃ, ὅσα τούτῳ ἠπείλησεν ἡ γραφή· καὶ πάλιν ἐπιφέρει τῇ ἀπειλῇ· "Τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; Οὐ τῶν [5] ἰχνευόντων ποῦ πότοι γίνονται;" Ἐνταῦθα μὲν καὶ νεκρὸν ἤδη τῷ λόγῳ τὸν φιλοπότην ἀποφαίνεται, διὰ τῶν ὀφθαλμῶν τῶν πελιδνῶν, ὃ τοῖς νεκροῖς σημεῖον ἐπιφαίνεται, τὸν ἐν κυρίῳ θάνατον αὐτῷ καταγγείλασα· ἡ γὰρ ἀμνηστία τῶν εἰς τὴν ἀληθῆ συντεινόντων ζωὴν ἐπὶ τὴν φθορὰν ῥέπει.

[28]

[1]    Εἰκότως οὖν στερρότατα ὁ παιδαγωγὸς ἀπαγορεύει τῆς ἡμετέρας κηδόμενος σωτηρίας· "Μὴ πίνετε οἶνον ἐπὶ μέθῃ." Διὰ τί, πεύσῃ; "Ὅτι", φησί, "τὸ στόμα σου τότε λαλήσει σκολιά, κατακείσῃ δὲ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ [2] κλύδωνι." Ἐντεῦθεν καὶ ἡ ποιητικὴ ὠφελημένη λέγει·

   οἶνός τε, ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ' ἂν ἐς ἄνδρας

   ἔλθῃ, κυμαίνει δ' οἷα Λίβυσσαν ἅλα

   βορέης ἠὲ νότος, τὰ δὲ κεκρυμμένα πάντα

   φαίνει, ἁμαρτοεπής· οἶνος μεθύουσιν ὄλισθος,

   οἶνος ψυχαπάτης

[3] καὶ τὰ ἑξῆς. Ὁρᾶτε τοῦ ναυαγίου τὸν κίνδυνον; Περικλύζεται μὲν ἡ καρδία πολυποσίᾳ, τὸ δὲ πλῆθος τῆς οἰνοφλυγίας θαλάττης εἴκασεν ἀπειλῇ, ἐν ᾗ βεβυθισμένον τὸ σῶμα ὥσπερ ναῦς δέδυκεν εἰς βυθὸν ἀκοσμίας ταῖς τοῦ οἴνου τρικυμίαις ἐπικεχωσμένον, ὁ δὲ κυβερνήτης, ὁ νοῦς ὁ ἀνθρώπινος, περιφέρεται τῷ κλύδωνι ὑπερεχούσης τῆς μέθης, ἐνθαλαττεύων τε ἰλιγγιᾷ τῷ ζόφῳ τῆς καταιγίδος, τοῦ τῆς ἀληθείας ἀστοχήσας λιμένος, ἕως ἂν περιπεσὼν ὑφάλοις πέτραις αὐτὸς αὑτὸν ἐξοκείλας εἰς ἡδονὰς διαφθείρῃ.

[29]

[1]    Εἰκότως οὖν καὶ ὁ ἀπόστολος παραγγέλλει· "Μὴ μεθύσκεσθε ἐν οἴνῳ, ᾧ ἐστιν ἀσωτία πολλή", τὸ ἄσωστον τῆς μέθης διὰ τῆς ἀσωτίας αἰνιξάμενος. Εἰ γὰρ καὶ τὸ ὕδωρ οἶνον ἐν τοῖς γάμοις πεποίηκεν, οὐκ ἐπέτρεψεν μεθύειν, τὸ δὲ ὑδαρὲς τοῦ φρονήματος ἐζωοποίησεν, τοῦ νόμου τὸν ἐργάτην ἐξ Ἀδάμ, τὸν κόσμον ὅλον αἵματι πληρώσας ἀμπέλου, ποτὸν ἀληθείας, τὸ κρᾶμα τοῦ νόμου τοῦ παλαιοῦ καὶ τοῦ λόγου τοῦ νέου, εἰς συμπλήρωσιν τοῦ χρόνου τοῦ προκατηγγελμένου θεοσεβείᾳ παρασχών. Μυστικὸν ἄρα σύμβολον ἡ γραφὴ αἵματος ἁγίου οἶνον ὠνόμασεν, τὴν δὲ ἐκ τοῦ οἴνου ἑωλοκρασίαν διελέγχουσα "ἀκόλαστον οἶνος" φησὶν "καὶ [2] ὑβριστικὸν μέθη". Ἀρέσκει τοίνυν τῷ λόγῳ τῷ ὀρθῷ χειμῶνος μὲν διὰ τὸ κρύος πίνειν μέχρι τοῦ μὴ ῥιγοῦν, οἷς εὐχερὲς τὸ ῥιγοῦν, τοῦ δὲ ἄλλου καιροῦ διὰ τὴν τῶν ἐντοσθιδίων θεραπείαν. Ὡς γὰρ τροφαῖς ἐπὶ τὸ μὴ πεινῆν, οὕτως καὶ ποτῷ ἐπὶ τὸ μὴ διψῆν χρηστέον, παραφυλάττοντας τὸν ὄλισθον ἀκριβῶς· ἀκροσφαλὴς γὰρ ἡ τοῦ [3] οἴνου παρείσδυσις. Οὕτω δ' ἂν καὶ ἡ ψυχὴ ἡμῶν ὑπάρξαι καθαρὰ καὶ ξηρὰ καὶ φωτοειδής, "αὐγὴ δὲ ψυχὴ ξηρὰ σοφωτάτη καὶ ἀρίστη". Ταύτῃ δὲ καὶ ἐποπτική, οὐδέ ἐστιν κάθυγρος ταῖς ἐκ τοῦ οἴνου ἀναθυμιάσεσιν νεφέλης δίκην σωματοποιουμένη.

[30]

[1]    Οὐ πολυπραγμονητέον τοίνυν τὸν οἶνον τὸν Χῖον, ἂν ἀπῇ, οὐδὲ τὸν Ἀριούσιον, ὅταν μὴ παρῇ. Δίψα γὰρ ἐνδείας τινός ἐστι πάθος καὶ τὸ κατάλληλον ἐπιζητεῖ βοήθημα πρὸς ἀναπλήρωσιν, οὐ τετυφωμένον ποτόν. Πλαδώσης δὲ ὀρέξεως δι' ἀκρασίαν αἱ διαπόντιοι οἰνηγίαι, παραφρονούσης καὶ πρὸ τῆς μέθης περὶ τὰς ἐπιθυμίας [2] τῆς ψυχῆς. Θάσιός τε γὰρ ὁ εὐώδης καὶ ὁ εὔπνους Λέσβιος καὶ Κρής τις γλυκὺς καὶ Συρακούσσιος ἡδὺς καὶ Μενδήσιός τις Αἰγύπτιος καὶ ὁ νησιώτης Νάξιος καὶ ἀνθοσμίας τις ἄλλος τῆς Ἰταλῶν γῆς, πολλὰ ταῦτα ὀνόματα· σώφρονι συμπότῃ οἶνος εἷς, ἑνὸς γεώργιον [3] θεοῦ. Τί γὰρ οὐκ ἀπόχρη ὁ ἐπιχώριος ἀποπληρῶσαι τὴν ἐπιθυμίαν; Εἰ μή τι καὶ τὸ ὕδωρ ἐποίσονται, ὡς οἱ βασιλεῖς οἱ ἀνόητοι [Χόασπις ποταμὸς οὕτω λεγόμενος τῆς Ἰνδικῆς, οὗ κάλλιστον ὕδωρ εἰς πόσιν] τὸ Χοάσπειον, καθάπερ καὶ τοὺς φίλους, οὕτω δὲ καὶ τὸ ὕδωρ ἐπαγόμενοι. Ταλανίζει τοὺς πλουσίους εἰς τρυφὴν κἀνταῦθα τὸ ἅγιον πνεῦμα διὰ τοῦ Ἀμὼς ἐκφωνῆσαν· "Οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ ἐπὶ κλίνης ἐλεφαντίνης", φησί, "κατακείμενοι", καὶ ὅσα τούτοις ἀκόλουθα ἐν ὀνείδους ἐπήγαγεν μέρει.

[31]

[1]    Προνοητέον δὲ μάλιστα τῆς εὐσχημοσύνης ‑ καὶ τὴν Ἀθηνᾶν φησιν ὁ μῦθος, ἥτις ποτὲ ἦν, προμηθουμένην αὑτῆς τῶν αὐλῶν ἀπορρῖψαι τὸ ἐπιτερπὲς διὰ τὸ ἀπρεπὲς τῆς ὄψεως ‑ , ὡς ἀδιαστρόφῳ τῷ προσώπῳ πιεῖν, μὴ ἄδην σπάσαντας μηδὲ πρὸ πόσεως τοὺς ὀφθαλμοὺς ἀσχημονεῖν ἀναγκάζοντας, ἀμυστὶ ἕλκοντας ὑπὸ ἀκρασίας, μηδὲ περιχεῖν τὸ γένειον ἢ τὴν ἐσθῆτα καταβρέχειν, ἀθρόου τοῦ ποτοῦ ἐπεισχεομένου, μονονουχὶ ἐμπλύνοντας ἐναποκλυζόμενον [2] ταῖς φιάλαις τὸ πρόσωπον τὸ αὑτῶν. Καὶ γὰρ ὁ κελαρυσμὸς ῥαγδαίου τοῦ ποτοῦ φερομένου σὺν πολλῷ τῷ πνεύματι ἐπισπωμένῳ, ὥσπερ εἰς κεραμεοῦν ἄγγος ἐγχεομένου, ἠχοῦντος τοῦ λαιμοῦ διὰ τὸν ῥοώδη καταβροχθισμόν, αἰσχρόν, καὶ ἀπρεπὲς τὸ θέαμα τῆς ἀκρασίας, πρὸς δὲ καὶ ἐπιβλαβὲς τὸ ἐπιτήδευμα τῷ μεταλαμβάνοντι, ἡ φιλοποσία.

[3] Μὴ σπεύσῃς εἰς βλάβην, ὦ οὗτος. Οὐχ ἁρπάζεταί σου τὸ ποτόν· σοὶ δέδοται καὶ ἀναμένει σε. Μὴ διαρραγῆναι σπουδάσῃς, χανδὸν ἑλκύσας· πίμπλαταί σου ἡ δίψα, κἂν βράδιον πίῃς, τὸ κόσμιον προσλαβοῦσα, κοσμίως καταμεριζομένου τοῦ ποτοῦ· οὐ γὰρ ἀφαιρεῖται τῷ χρόνῳ ὃ προαρπάζει ἡ ἀκρασία. "Ἐν οἴνῳ δέ", φησί, "μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἠχρείωσεν ὁ οἶνος."

[32]

[1]    "Μέθῃ δὲ μάλιστα οἱ Σκύθαι χρῶνται Κελτοί τε καὶ Ἴβηρες καὶ Θρᾷκες, πολεμικὰ ξύμπαντα ὄντα ταῦτα γένη, καὶ καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασιν·" ἡμεῖς δὲ τὸ εἰρηνικὸν γένος εἰς ἀπόλαυσιν, οὐκ εἰς ὕβριν ἑστιώμενοι νηφαλίους πίνομεν φιλοτησίας, [2] ἵνα δὴ τῷ ὄντι οἰκείως τῷ ὀνόματι δειχθῶσιν φιλότητες. Πῶς οἵεσθε πεπωκέναι τὸν κύριον, ὁπηνίκα δι' ἡμᾶς ἄνθρωπος ἐγένετο; οὕτως ἀναισχύντως ὡς ἡμεῖς; οὐχὶ ἀστείως; οὐχὶ κοσμίως; οὐκ ἐπιλελογισμένως; Εὖ γὰρ ἴστε, μετέλαβεν οἴνου καὶ αὐτός· καὶ γὰρ ἄνθρωπος καὶ αὐτός· καὶ εὐλόγησέν γε τὸν οἶνον, εἰπών· "Λάβετε, πίετε· τοῦτό μού ἐστιν τὸ αἷμα·" αἷμα τῆς ἀμπέλου τὸν λόγον τὸν "περὶ πολλῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν", εὐφροσύνης ἅγιον ἀλληγορεῖ [3] νᾶμα. Καὶ ὅτι μὲν σωφρονεῖν τὸν πίνοντα δεῖ, δι' ὧν ἐδίδασκεν παρὰ τὰς εὐωχίας ἔδειξεν σαφῶς· οὐ γὰρ μεθύων ἐδίδασκεν. Ὅτι δὲ οἶνος ἦν τὸ εὐλογηθέν, ἀπέδειξε πάλιν πρὸς τοὺς μαθητὰς λέγων· "Οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ταύτης, μέχρις ἂν πίω [4] αὐτὸ μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου." Ἀλλ' ὅτι γε οἶνος ἦν τὸ πινόμενον πρὸς τοῦ κυρίου, πάλιν αὐτὸς περὶ ἑαυτοῦ λέγει τὴν Ἰουδαίων ἐπονειδίζων σκληροκαρδίαν· "Ἦλθεν γάρ", φησίν, "ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, [33] [1] τελωνῶν φίλος." Τουτὶ μὲν ἡμῖν καὶ πρὸς τοὺς Ἐγκρατητὰς καλουμένους παραπεπήχθω.

   Αἱ δὲ γυναῖκες, τὸ εὔσχημον ἐπαναιρούμεναι δῆθεν, ὡς μὴ ταῖς πλατείαις κύλιξιν διαχέουσαι τὰ χείλη περιρραγεῖς γένωνται πλατυνομένου τοῦ στόματος, στεναῖς κομιδῇ κατὰ τὸ στόμιον ἀλαβάστροις ἀσχημόνως πίνουσαι ἀνακλῶσι μὲν τὰς κεφαλάς, γυμνοῦσι δὲ τοὺς τραχήλους, οὐ κοσμίως, ἐμοὶ δοκεῖν, καὶ τὸν λάρυγγα διατείνουσαι περὶ τὴν κατάποσιν βροχθίζουσιν, οἷον ἀπογυμνούμεναι τοῖς συμπόταις ἃ δύνανται, ἐρυγάς τε ἀνδρώδεις ἐπισπώμεναι, μᾶλλον δὲ [2] ἀνδραποδώδεις, προσεπιθρύπτονται σπαταλῶσαι· οὐδεὶς γὰρ ψόφος οἰκεῖος ἀνδρὶ λογικῷ, ἔτι δὲ μᾶλλον γυναικί, ᾗ καὶ τὸ συνειδέναι αὐτὴν ἑαυτῇ, ἥτις εἴη, μόνον αἰσχύνην φέρει. "Ὀργὴ δέ", φησίν, "μεγάλη γυνὴ μέθυσος", οἱονεὶ χόλος θεοῦ οἰνομάχλη γυνή. Διὰ τί; Ὅτι "ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύπτει". Ταχὺ γὰρ εἰς ἀταξίαν [3] ὑποσύρεται γυνή, κἂν μόνον ἐπιδῷ τὴν προαίρεσιν εἰς ἡδονάς. Καὶ οὐχὶ ἀλαβάστροις πίνειν κεκωλύκαμεν· ἀλλὰ τὸ ἐπιτηδεύειν ἐν τούτοις μόνον πίνειν ὡς ἀλαζονικὸν περικόπτομεν, τοῖς παρατυχοῦσιν ἀπροσπαθῶς χρῆσθαι συμβουλεύοντες, πόρρωθεν ἄνωθεν [4] ὀλισθανούσας ἀνακόπτοντες αὐταῖς τὰς ὀρέξεις. Ἡ δ' οὖν πρὸς ἐρυγὴν ἀναπλωτάζουσα τοῦ ἀέρος ἔφελξις ἡσυχῇ παραπεμπτέα. Κατ' οὐδένα δὲ τρόπον ταῖς γυναιξὶν ἐπιτρεπτέον παραγυμνούσας τι τοῦ σώματος καταφαίνεσθαι, μὴ σφαλεῖεν ἄμφω, οἳ μὲν ἐρεθιζόμενοι κατασκοπεῖν, αἳ δὲ τῶν ἀνδρῶν ἐφ' ἑαυτὰς ἐπισπώμεναι τὰς ὄψεις.

[5] Ἀεὶ δὲ ὡς παρόντος τοῦ κυρίου κοσμίως ἀναστρεπτέον ἡμῖν, μή πῃ ἄρα καὶ ἡμῖν ὡς Κορινθίοις ὁ ἀπόστολος χαλεπήνας εἴπῃ· "Συνερχομένων ὑμῶν οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν."

[34]

[1]    Ἐμοὶ δοκεῖ ὁ ἀκέφαλος πρὸς τῶν μαθηματικῶν καλούμενος ὁ πρὸ τοῦ ἀστέρος τοῦ †πλανωμένου καταριθμούμενος συνιζηκυίας τῆς κεφαλῆς εἰς τὸ στῆθος τοὺς ὀψοφάγους καὶ ἡδονικοὺς καὶ τοὺς ἑτοίμους εἰς μέθην αἰνίττεσθαι. Καὶ γὰρ οὖν κἀν τούτοις τὸ λογιστικὸν ἵδρυται οὐκ ἐν τῇ κεφαλῇ, ἀλλ' ἐν τοῖς ἐντοσθιδίοις, πάθεσιν [2] ἐπιθυμίᾳ τε καὶ θυμῷ δεδουλωμένον. Ὥστε ὅτῳ τρόπῳ Ἐλπήνωρ "ἀστραγάλων ἐάγη" καταπεσὼν ὑπὸ μέθης, οὕτω τούτων ὁ ἐγκέφαλος ἄνωθεν ἰλιγγιάσας ὑπὸ μέθης ἐπὶ τὸ ἧπαρ καὶ τὴν καρδίαν, τουτέστιν ἐπὶ τὴν φιληδονίαν καὶ τὸν θυμόν, καταπίπτει πτῶμα μεῖζον ἤ φασι ποιητῶν παῖδες πρὸς τοῦ Διὸς τὸν Ἥφαιστον οὐρανόθεν [3] ἐρρίφθαι χαμαί. "Πόνος δὲ ἀγρυπνίας", φησί, "καὶ χολέρα καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου." Διὰ τοῦτό τοι καὶ ἡ τοῦ Νῶε παροινία ἀνάγραπτος γεγένηται, ἵνα ὡς ὅτι μάλιστα τὴν μέθην φυλαττώμεθα, ἐμφανῆ καὶ ἔγγραπτον τὴν εἰκόνα τοῦ παραπτώματος ἔχοντες, δι' ἣν οἱ σκεπάσαντες τὴν ἀσχημοσύνην τῆς μέθης εὐλογοῦνται [4] παρὰ κυρίῳ. Συντομώτατα τοίνυν ἐμπεριλαβοῦσα ἡ γραφὴ ἅπαντα ἐν ἑνὶ λόγῳ εἴρηκεν· "Τὸ ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ οἶνος, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ ἀναπαύσεται."

Ὅτι οὐ χρὴ περὶ τὴν πολυτέλειαν τῶν σκευῶν ἐσπουδακέναι.

[35]   Ἐκπωμάτων τοίνυν ἀργυρίου καὶ χρυσίου πεποιημένων λιθοκολλήτων τε ἄλλων ἄθετος ἡ χρῆσις, ὄψεως ἀπάτη μόνον· εἴτε γὰρ αὐτοῖς ἐγχέαι τις θερμοῦ κράματος, διαπυρουμένων τῶν σκευῶν ἐπώδυνος ἡ λῆψις, εἴτε αὖ ψυχρὸν πάλιν ἐγχέαι, μεταδίδωσι τῆς ποιότητος ἡ ὕλη λυμαινομένη τὸ κρᾶμα καὶ ἔστιν ἐπιβλαβὴς ἡ [2] πόσις ἡ πλουσία. Ἐρρέτων τοίνυν Θηρίκλειοί τινες κύλικες καὶ Ἀντιγονίδες κάνθαροί τε καὶ λαβρώνιοι καὶ λεπασταὶ καὶ τῶν ἐκπωμάτων εἴδη τὰ μυρία ψυκτῆρές τε ἐπὶ τούτοις καὶ οἰνοχόαι· "χρυσός τε γὰρ ἁπαξαπλῶς καὶ ἄργυρος ἰδίᾳ τε καὶ δημοσίᾳ ἐστὶν ἐπίφθονον κτῆμα" τὴν χρείαν ὑπερβεβηκὸς κτήσασθαί τε σπάνιον [3] καὶ τηρῆσαι δύσκολον καὶ οὐκ ἐπιτήδειον χρήσασθαι. Ναὶ μὴν καὶ τορευτῶν περίεργος ἐφ' ὑέλῳ κενοδοξία εἰς θραῦσιν διὰ τέχνης ἑτοιμοτέρᾳ δεδιέναι τε ἅμα καὶ πίνειν διδάσκουσα περιοριστέα τῆς εὐνομίας ἡμῶν· κλιντῆρες δὲ ἀργυροῖ καὶ λεκάναι καὶ ὀξύβαφα καὶ πινακίσκοι καὶ τρύβλια, πρὸς ἐπὶ τούτοις σκεύη ἀργυρᾶ τε καὶ χρυσᾶ, τὰ μὲν εἰς διακονίαν τροφῆς, τὰ δὲ καὶ εἰς ἄλλας τινάς, ‹ἃς› αἰσχύνομαι καὶ λέγειν, χρείας, κέδρου τε εὐκεάτοιο καὶ θύου καὶ ἐβένου καὶ ἐλέφαντος τρίποδες ἠσκημένοι κλῖναί τε ἀργυρόποδες καὶ ἐλεφαντοκόλλητοι χρυσόστικτοί τε καὶ χελώνης πεποικιλμέναι κύτει κλισιάδες στρωμναί τε ἁλουργεῖς καὶ ἄλλων χρωμάτων δυσπορίστων, ἀπειροκάλου τρυφῆς τεκμήρια, φθόνου καὶ βλακείας ἐπήβολα πλεονεκτήματα, παραπεμπτέα ἅπαντα, οὐδ' ἡντινοῦν ἀξιόλογον [4] ἔχοντα σπουδήν. "Ὁ γὰρ καιρὸς συνεσταλμένος ἐστίν", ὥς φησιν ὁ ἀπόστολος. Τοῦτο ὑπολείπεται μὴ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες ἔξωθεν κεχρισμέναι καταπληκτικῶς εἰς σεμνότητα, τὰ ἔνδον ἄθλιοι.

[36]

[1]    Τοῦτο δὴ διασαφῶν ἀκριβέστερον ἐπήγαγεν· "Λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες." Εἰ δὲ ἐπὶ γάμου ταῦτα, ἐφ' οὗ φησιν ὁ θεὸς "πληθύνεσθε", πῶς οἴεσθε τὴν ἀπειροκαλίαν ἐξ αὐθεντείας κυριακῆς [2] ἐξοριστέαν; Διὰ τοῦτο καί· "Πώλησόν σου τὰ ὑπάρχοντα", λέγει κύριος, "καὶ πτωχοῖς δός, καὶ δεῦρο ἀκολούθει μοι·" ἕπου τῷ θεῷ γυμνὸς ἀλαζονείας, γυμνὸς ἐπικήρου πομπῆς, τὸ σόν, τὸ ἀγαθὸν τὸ ἀναφαίρετον μόνον, τὴν εἰς τὸν θεὸν πίστιν, τὴν εἰς τὸν παθόντα ὁμολογίαν, τὴν εἰς ἀνθρώπους εὐεργεσίαν κεκτημένος, κτῆμα τιμαλφέστατον.

[3] Ἐγὼ δὲ καὶ Πλάτωνα ἀποδέχομαι ἄντικρυς νομοθετοῦντα, "ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν" ἀσκεῖν ἔχειν, ἀλλὰ μητὲ σκεῦος ἀχρεῖον, ὃ μὴ μετὰ τῆς ἀναγκαίας χρήσεως καὶ μέτριόν ἐστιν, ὡς εἰς πολλὰ τὸ αὐτὸ εὔθετον εἴη, καθαιροῖτο δὲ [4] ἡ πολυκτημοσύνη. Παγκάλως γοῦν ἡ θεία που λέγει γραφή, πρὸς τοὺς φιλαύτους καὶ ἀλαζόνας ἀποτεινομένη· "Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, οἱ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριόν τε καὶ τὸ χρυσίον τεκταίνοντες καὶ μεριμνῶντες; Οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν· ἠφανίσθησαν καὶ εἰς Ἅιδου κατέβησαν." Οὗτος τῆς ἀπειροκαλίας ὁ μισθός.

[37]

[1]    Εἰ γάρ τοι γεωργοῦσιν ἡμῖν δικέλλης ἐστὶν χρεία καὶ ἀρότρου, μάκελλαν δ' οὐκ ἄν τις ἀργυρᾶν οὐδὲ ἄμην χρυσῆν χαλκεύοι, τῷ δὲ εὐεργῷ τῆς ὕλης, οὐ ‹τῷ› πλουσίῳ, εἰς γεηπονίαν συγχρώμεθα, τί κωλύει καὶ περὶ τὰ σκεύη τὰ ἐνοικίδια τὴν αὐτὴν ἔχειν διάνοιαν τοὺς τοῦ ὁμοίου θεωρητικούς; ὧν μέτρον ἡ χρεία, μὴ ἡ πολυτέλεια [2] γινέσθω. Τί γάρ; εἰπέ μοι· τὸ μαχαίριον τὸ ἐπιτραπέζιον, ἢν μὴ ἀργυρόηλον ᾖ ἢ ἐξ ἐλέφαντος πεποιημένον τὴν λαβήν, οὐ τέμνει; Ἢ ἐπὶ τὴν μοῖραν τοῦ κρέως Ἰνδικὸν σίδηρον χαλκευτέον, καθάπερ συμμαχικόν τι παρακαλοῦντας; Τί δέ; Εἰ κεραμεοῦν εἴη τὸ χερνίβιον, οὐ δέξεται τὸ ἀπόνιμμα τῆς χειρός; οὐδὲ ὁ ποδονιπτὴρ τὸ ἀπόνιμμα [3] τοῦ ποδός; Ἀναξιοπαθήσει δὲ ἄρα καὶ ἡ τράπεζα ἡ ἐξ ἐλέφαντος τοὺς πόδας ἐσκευασμένη ὀβολιαῖον ἄρτον βαστάσασα, οὐδὲ μὴν ὁ λύχνος διακονήσει τὸ φῶς, ὅτι κεραμέως, οὐ χρυσοχόου ἔργον ἐστίν. Ἐγὼ δέ φημι καὶ τοῦ σκίμποδος οὐδὲν κακίω παρεχομένου κατάκλισιν τῆς ἐλεφαντίνης κλίνης, τῆς δὲ σισύρας ἱκανωτάτης οὔσης ὑπεστρῶσθαι, ὥστε μὴ δεῖσθαι πορφυρίδων ἢ φοινικίδων, κατεγνῶσθαι ὅμως τῆς εὐτελείας δι' ἀβελτερίαν ἀρχεκάκου τρυφῆς.

[38]

[1]    Τίς ἡ τοσαύτη πλάνη, τίς ἡ δοξοκαλία, ὁρᾶτε. Ὁ κύριος τρυβλίῳ ἐπωψᾶτο εὐτελεῖ καὶ κατέκλινεν τοὺς μαθητὰς ἐπὶ τῆς πόας χαμαὶ καὶ τοὺς πόδας ἔνιπτεν αὐτῶν σαβάνῳ περιζωσάμενος, ὁ ἄτυφος θεὸς καὶ κύριος τῶν ὅλων, οὐκ ἀργυροῦν δὴ ποδονιπτῆρα περιφέρων [2] ἀπ' οὐρανοῦ. Καὶ τὴν Σαμαρῖτιν ᾔτει πιεῖν σκεύει κεραμεῷ τοῦ φρέατος ἀνιμῶσαν, οὐκ ἐπιζητῶν τὸ βασιλικὸν χρυσίον, σβεννύναι δὲ τὸ δίψος εὐκόλως διδάσκων· σκοπὸν γὰρ τὴν χρείαν ἐτίθετο, οὐ τὴν ἀπειραγαθίαν. Ἤσθιεν δὲ καὶ ἔπινεν παρὰ τὰς εὐωχίας, οὐ γῆς ἐξορύττων μέταλλα, οὐδὲ ἀργύρου καὶ χρυσοῦ, τοῦτ' ἔστιν ἰοῦ, προσόζουσιν σκευαρίοις χρώμενος, οἷον ἀναπνεῖ τῆς τετυφωμένης ὕλης [ὁ ἰός].

[3]    Καθόλου γὰρ καὶ τὰς τροφὰς καὶ τὰς ἐσθῆτας καὶ τὰ σκεύη καὶ τἄλλα πάντα τὰ κατὰ τὸν οἶκον, συλλήβδην λέγω, ἀκόλουθα εἶναι ταῖς ἐνστάσεσιν τοῦ Χριστιανοῦ δεῖ, κατὰ τὸ πρόσφορον οἰκειούμενα τῷ προσώπῳ, τῇ ἡλικίᾳ, τῇ ἐπιτηδεύσει, τῷ καιρῷ. Ἑνὸς γὰρ ὄντας θεράποντας θεοῦ χρὴ καὶ τὰ κτήματα καὶ τὰ ἐπ' αὐτοῖς ἔπιπλα ἑνὸς ἐπιδείκνυσθαι σύμβολα βίου καλοῦ, καὶ τὸν καθ' ἕνα τῶν ἀνθρώπων ἀδιακρίτῳ πίστει, τῇ μονοπροσώπῳ ταύτῃ ἐνστάσει, τὰ ἑξῆς ἀκόλουθα καὶ σύμφωνα τῇ διαθέσει τῇ [4] μιᾷ φαίνεσθαι ποιοῦντα. Ἃ δὲ καὶ κτώμεθα μὴ χαλεπῶς καὶ χρώμενοι εὐκόλως ἐπαινοῦμεν καὶ φυλάττομεν ῥᾳδίως καὶ κοινωνοῦμεν εὐκόλως αὐτῶν, ‹ἀμείνω›. Ἀμείνω δὴ τὰ χρήσιμα, βελτίω δὲ δήπουθεν [5] τὰ εὐτελέστερα τῶν πλουσίων. Τὸ δὲ ὅλον ὁ πλοῦτος οὐκ ὀρθῶς κυβερνώμενος ἀκρόπολίς ἐστι κακίας, περὶ ὃν ὀφθαλμιῶντες οἱ πολλοὶ οὐκ ἄν ποτε εἰς τὴν βασιλείαν παρεισέλθοιεν τῶν οὐρανῶν, νοσοῦντες μὲν περὶ τὰ κοσμικά, ὑπερηφάνως δὲ ζῶντες διὰ τὰς τρυφάς.

[39]

[1]    Χρὴ δὲ προειληφέναι τοὺς ἐπὶ σωτηρίαν σπεύδοντας ὡς ἄρα χρήσεως μὲν ἕνεκεν ἡ πᾶσα ἡμῖν κτῆσις, αὐταρκείας δὲ χάριν ἡ χρῆσις, ἣν καὶ ἐξ ὀλίγων ἄν τις περιποιήσαιτο. Μάταιοι γὰρ οἱ δι' ἀπληστίαν ἐπ' αὐτοῖς χαίροντες κειμηλίοις· "Ὁ δὲ συνάγων τοὺς μισθούς", φησίν, "συνήγαγεν εἰς δεσμὸν τετρυπημένον." Οὗτός ἐστιν ὁ συνάγων καὶ ἀποκλείων τὸν σπόρον καὶ ἐλαττούμενος, ὁ μηδενὶ μεταδιδούς.

[2] Χλεύη δὲ καὶ γέλως πλατὺς οὐροδόχας ἀργυρᾶς καὶ ἀμίδας ὑελᾶς ἐπιφέρεσθαι τοὺς ἄνδρας, καθάπερ ἐπάγονται τοὺς συμβούλους τοὺς ἑαυτῶν, καὶ τὰς πλουτούσας ταύτας ἀλόγως γυναῖκας χρυσοῦ ποιεῖσθαι τῶν ἐκκρίσεων τὰ ἐκδοχεῖα, ὡς μηδὲ ἀποτρίψασθαι ἐξὸν ταῖς πλουσίαις μὴ τετυφωμένως· ηὐξάμην δ' ἂν αὐτοῖς παρ' ὅλον [3] τὸν βίον σκυβάλων ἄξιον κρίνεσθαι τὸ χρυσίον. Νυνὶ δὲ ἡ ἀκρόπολις τῆς κακίας ἡ φιλαργυρία εὕρηται, ἣν ὁ ἀπόστολος ῥίζαν ἁπάντων εἶναι τῶν κακῶν φησίν, "ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς". [4] Πλοῦτος δὲ ἄριστος ἡ τῶν ἐπιθυμιῶν πενία καὶ ἡ μεγαλοφροσύνη ἡ ἀληθής, οὐ τὸ ἐπὶ πλούτῳ μεγαλοφρονεῖν, τούτου δὲ καταφρονεῖν· τὸ δὲ ἐπὶ τοῖς σκεύεσι μεγαλαυχεῖν αἰσχρὸν κομιδῇ· οὐ γὰρ σπουδάζειν ἔτι περὶ τούτων πάνυ δίκαιον, ἃ καὶ ἐξ ἀγορᾶς τῷ βουλομένῳ ἔξεστιν ὠνήσασθαι, σοφία δὲ οὐκ ὠνητὴ νομίσματι γηΐνῳ οὐδ' ἐν ἀγορᾷ, ἀλλ' ἐν οὐρανῷ πιπράσκεται καὶ πιπράσκεται νομίσματι δικαίῳ, τῷ λόγῳ τῷ ἀφθάρτῳ, τῷ βασιλικῷ χρυσίῳ.

Πῶς χρὴ περὶ τὰς ἐστιάσεις ἀνίεσθαι.

[40]   Ἀπέστω δὲ ἡμῖν τῆς λογικῆς εὐωχίας ὁ κῶμος, ἀλλὰ καὶ αἱ παννυχίδες αἱ μάταιοι ἐπὶ παροινίᾳ κομῶσαι· ὃ μὲν γάρ ἐστι μεθυστικὸς [αὐλὸς] ἄλυς, ἐρωτικῆς σχεδιαστὴς ἀδημονίας, ὁ κῶμος· ἔρως δὲ καὶ μέθη, τὰ ἀλόγιστα πάθη, μακρὰν ἀπῴκισται τοῦ ἡμεδαποῦ χοροῦ· σύγκωμος δὲ παροινία τίς ἐστιν ἡ παννυχὶς [δὲ] ἐπὶ πότῳ, μέθης ἐκκλητικὴ καὶ συνουσίας ἐρεθιστική, τόλμα αἰσχροποιός.

[2] Οἱ δὲ ἐν αὐλοῖς καὶ ψαλτηρίοις καὶ χοροῖς καὶ ὀρχήμασιν καὶ κροτάλοις Αἰγυπτίων καὶ τοιαύταις ῥᾳθυμίαις σάλοι ἄτακτοι καὶ ἀπρεπεῖς καὶ ἀπαίδευτοι κομιδῇ γίγνοιντο ἂν κυμβάλοις καὶ τυμπάνοις ἐξηχούμενοι καὶ τοῖς τῆς ἀπάτης ὀργάνοις περιψοφούμενοι· ἀτεχνῶς γάρ, ὡς ἐμοὶ δοκεῖ, θέατρον μέθης τὸ τοιοῦτον [3] γίνεται συμπόσιον. "Ἀποθεμένους γὰρ ἡμᾶς τὰ ἔργα τοῦ σκότους ἐνδύσασθαι τὰ ὅπλα τοῦ φωτὸς" ἀξιοῖ ὁ ἀπόστολος, "ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντας, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις" σχολάζοντας.

[41]

[1]    Σῦριγξ μὲν οὖν ποιμέσιν ἀπονενεμήσθω, αὐλὸς δὲ ἀνθρώποις δεισιδαίμοσιν εἰς εἰδωλολατρείας σπεύδουσιν. Καὶ γὰρ ὡς ἀληθῶς ἀποπεμπτέα τὰ ὄργανα ταῦτα νηφαλίου συμποσίου, θηρίοις μᾶλλον [2] ἢ ἀνθρώποις κατάλληλα καὶ ἀνθρώπων τοῖς ἀλογωτέροις. Τὰς μὲν γὰρ ἐλάφους ταῖς σύριγξι κηλεῖσθαι παρειλήφαμεν καὶ ἐπὶ τὰς ποδάγρας πρὸς τῶν κυνηγῶν θηρευομένας ἄγεσθαι τῷ μέλει, ταῖς δὲ ἵπποις μιγνυμέναις οἷον ὑμέναιος ἐπαυλεῖται νόμος αὐλῳδίας· [3] ἱππόθορον τοῦτον κεκλήκασιν οἱ μουσικοί. Πᾶσαν δὲ ἁπαξαπλῶς ἀνελεύθερον ὄψιν τε καὶ ἀκοὴν καὶ συνελόντι φάναι αἴσθησιν ἀκρασίας αἰσχράν, τὴν ὡς ἀληθῶς ἀναισθησίαν, ἐκκοπτέον εὖ μάλα, τὴν ἐν ὄμμασιν καὶ ἐν ὠσὶν γαργαλίζουσαν καὶ ἀποθηλύνουσαν ἡδονὴν εὐλαβουμένους· μελῶν γάρ τοι κατεαγότων καὶ ῥυθμῶν γοερῶν τῆς μούσης τῆς Καρικῆς αἱ ποικίλαι φαρμακεῖαι διαφθείρουσιν τοὺς τρόπους ἀκολάστῳ καὶ κακοτέχνῳ μουσικῇ εἰς πάθος [4] ὑποσύρουσαι. Τοῦ κώμου τούτου τὴν λειτουργίαν τὴν θεϊκὴν διαχωρίζον ψάλλει τὸ πνεῦμα "αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος", καὶ γὰρ ἐν ἤχῳ σάλπιγγος ἀναστήσει τοὺς νεκρούς· "αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ", ὅτι ἡ γλῶττα τὸ ψαλτήριον κυρίου· "καὶ ἐν κιθάρᾳ αἰνεῖτε αὐτόν", κιθάρα νοείσθω τὸ στόμα, οἱονεὶ πλήκτρῳ κρουόμενον τῷ πνεύματι· "ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτόν", τὴν ἐκκλησίαν λέγει τὴν μελετήσασαν τῆς σαρκὸς τὴν ἀνάστασιν ἐν [5] ἠχοῦντι τῷ δέρματι· "ἐν χορδαῖς καὶ ὀργάνῳ αἰνεῖτε αὐτόν", ὄργανον τὸ σῶμα λέγει τὸ ἡμέτερον καὶ χορδὰς τὰ νεῦρα αὐτοῦ, δι' ὧν ἐναρμόνιον εἴληφε τὴν τάσιν, καὶ κρουόμενον τῷ πνεύματι τοὺς φθόγγους ἀποδίδωσι τοὺς ἀνθρωπίνους· "αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ", κύμβαλον τοῦ στόματος τὴν γλῶτταν [42] [1] λέγει, ἣ τοῖς κρουομένοις ἐπηχεῖ χείλεσιν. Διὰ τοῦτο ἐπεφώνησεν τῇ ἀνθρωπότητι "πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον", ὅτι πᾶσαν, ἣν ἐποίησεν, ἐπεσκέψατο πνοήν. Εἰρηνικὸν γὰρ ὡς ἀληθῶς ὄργανον ὁ ἄνθρωπός ἐστιν, τὰ δ' ἄλλα ἢν πολυπραγμονῇ τις, ὄργανα εὑρήσει πολεμικά, ἢ τὰς ἐπιθυμίας ἐκφλέγοντα ἢ τοὺς ἔρωτας ἐκκαίοντα [2] ἢ ἐξαγριαίνοντα τοὺς θυμούς. Χρῶνται γοῦν παρὰ τοὺς πολέμους αὐτῶν Τυρρηνοὶ μὲν τῇ σάλπιγγι, σύριγγι δὲ Ἀρκάδες, Σικελοὶ δὲ πηκτίσιν καὶ Κρῆτες λύρᾳ καὶ Λακεδαιμόνιοι αὐλῷ καὶ κέρατι [3] Θρᾷκες καὶ Αἰγύπτιοι τυμπάνῳ καὶ Ἄραβες κυμβάλῳ· ἐνὶ δὲ ἄρα ὀργάνῳ, τῷ λόγῳ μόνῳ τῷ εἰρηνικῷ, ἡμεῖς κεχρήμεθα, ᾧ γεραίρομεν τὸν θεόν, οὐκέτι τῷ ψαλτηρίῳ τῷ παλαιῷ καὶ τῇ σάλπιγγι καὶ τυμπάνῳ καὶ αὐλῷ, οἷς ἔθος ἦν τοὺς ἐν πολέμῳ ἀσκητὰς καὶ τοῦ θείου καταπεφρονηκότας φόβου ἀνὰ τὰς πανηγύρεις [χορδαῖς] συγχρῆσθαι, ὡς δὴ τὸ ἔκλυτον αὐτῶν τοῦ φρονήματος διὰ τῶν τοιούτων ἐπανίστασθαι ῥυθμῶν.

[43]

[1]    Ἔστω δὲ ἡμῶν ἡ παρὰ πότον φιλοφροσύνη διττὴ κατὰ τὸν νόμον· εἰ γὰρ "ἀγαπήσεις κύριον τὸν θεόν σου", ἔπειτα "τὸν πλησίον σου", προτέρα μὲν ἡ εἰς θεὸν δι' εὐχαριστίας καὶ ψαλμῳδίας γενέσθω φιλοφροσύνη, δευτέρα δὲ εἰς τὸν πλησίον διὰ τῆς ὁμιλίας τῆς σεμνῆς· "Ὁ γὰρ λόγος ὁ τοῦ κυρίου ἐνοικείτω ἐν ὑμῖν πλουσίως", [2] ὁ ἀπόστολός φησιν. Ὁ δὲ λόγος οὗτος συναρμόζεται καὶ συσχηματίζεται καιροῖς, προσώποις, τόποις, συμποτικὸς δέ ἐστι νῦν· ἐπιφέρει γὰρ ὁ ἀπόστολος πάλιν· "ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι, ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ θεῷ· καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἢ ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες [3] τῷ θεῷ καὶ πατρὶ αὐτοῦ." Οὗτος ἡμῶν ὁ κῶμος ὁ εὐχάριστος, κἂν πρὸς κιθάραν ἐθελήσῃς ἢ λύραν ᾄδειν τε καὶ ψάλλειν, μῶμος οὐκ ἔστιν, Ἑβραῖον μιμήσῃ δίκαιον βασιλέα εὐχάριστον τῷ θεῷ. "Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις", φησὶν ἡ προφητεία, "ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ, ᾄσατε αὐτῷ ᾆσμα καινόν." Καὶ μή τι τὸ δεκάχορδον ψαλτήριον τὸν λόγον τὸν Ἰησοῦν μηνύει, τῷ στοιχείῳ τῆς δεκάδος φανερούμενον.

[44]

[1]    Ὡς δὲ ἁρμόδιον πρὶν ἡμᾶς μεταλαβεῖν τροφῆς τῶν συμπάντων εὐλογεῖν τὸν ποιητήν, οὕτως καὶ παρὰ πότον καθήκει ψάλλειν αὐτῷ τῶν αὐτοῦ μεταλαμβάνοντας κτισμάτων· καὶ γὰρ ὁ ψαλμὸς ἐμμελής ἐστιν εὐλογία καὶ σώφρων· "ᾠδὴν πνευματικὴν" ὁ ἀπόστολος [2] εἴρηκε τὸν ψαλμόν. Ἐπὶ πᾶσίν τε πρὶν ὕπνου λαχεῖν εὐχαριστεῖν ὅσιον τῷ θεῷ τῆς αὐτοῦ χάριτος καὶ φιλανθρωπίας ἀπολαύσαντας, ὡς καὶ ἐπὶ τὸν ὕπνον ἰέναι ἡμᾶς ἐνθέως. "Καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ᾠδαῖς χειλέων", φησίν, "ὅτι ἐν προστάγματι αὐτοῦ πᾶσα εὐδοκία γίνεται, καὶ οὐκ ἔστιν ἐλάττωσις εἰς τὸ σωτήριον [3] αὐτοῦ." Ἀλλὰ καὶ ἐν τοῖς παλαιοῖς Ἕλλησι παρὰ τὰς συμποτικὰς εὐωχίας καὶ τὰς ἐπιψεκαζούσας κύλικας Ἑβραϊκῶν κατ' εἰκόνα ψαλμῶν ᾆσμα τὸ καλούμενον σκολιὸν ᾔδετο, κοινῶς ἁπάντων μιᾷ φωνῇ παιανιζόντων, ἔσθ' ὅτε δὲ καὶ ἐν μέρει περιελιττόντων τὰς προπόσεις τῆς ᾠδῆς· οἱ δὲ μουσικώτεροι αὐτῶν καὶ πρὸς λύραν [4] ᾖδον. Ἀλλ' αἱ μὲν ἐρωτικαὶ μακρὰν ἐρρόντων ᾠδαί, ὕμνοι δὲ ἔστων τοῦ θεοῦ αἱ ᾠδαί. "Αἰνεσάτωσαν", φησίν, "τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ." Καὶ τίς ὁ ψάλλων χορός, αὐτό σοι διηγήσεται τὸ πνεῦμα. "Ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων, ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν."

[5] Καὶ πάλιν ἐπιφέρει· "ὅτι εὐδοκεῖ κύριος ἐν τῷ λαῷ αὐτοῦ." Καὶ γὰρ ἁρμονίας παραδεκτέον τὰς σώφρονας, ἀπωτάτω ὅτι μάλιστα ἐλαύνοντας τῆς ἐρρωμένης ἡμῶν διανοίας τὰς ὑγρὰς ὄντως ἁρμονίας, αἳ περὶ τὰς καμπὰς τῶν φθόγγων κακοτεχνοῦσαι εἰς θρύψιν καὶ βωμολοχίαν ἐκδιαιτῶνται· τὰ δὲ αὐστηρὰ καὶ σωφρονικὰ μέλη ἀποτάσσεται ταῖς τῆς μέθης ἀγερωχίαις. Καταλειπτέον οὖν τὰς χρωματικὰς ἁρμονίας ταῖς ἀχρώμοις παροινίαις καὶ τῇ ἀνθοφορούσῃ καὶ ἑταιρούσῃ μουσικῇ.

Περὶ γέλωτος.

[45]   Μιμηλοὺς δὲ ἀνθρώπους γελοίων, μᾶλλον δὲ καταγελάστων παθῶν τῆς ἡμετέρας ἐξελαστέον πολιτείας. Πάντων γὰρ τῶν λόγων ἀπὸ διανοίας καὶ ἤθους ῥεόντων οὐχ οἷόν τέ ἐστι γελοίους τινὰς προέσθαι λόγους, μὴ οὐχὶ ἀπὸ γελοίου ἤθους φερομένους. Τὸ γὰρ "οὐκ ἔστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρὸν οὐδὲ μὴν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν" κἀνταῦθ' ‹ἂν› ἁρμόσαι· καρπὸς [2] διανοίας ὁ λόγος ἐστίν. Εἰ τοίνυν τοὺς γελωτοποιοὺς ἐξοικιστέον τῆς ἡμεδαπῆς πολιτείας, πολλοῦ γε καὶ δεῖ ἡμῖν αὐτοῖς ἐπιτρέπειν γελωτοποιεῖν. Ἄτοπον γάρ, ὧν ἀκροατὰς γενέσθαι κεκώλυται, τούτων εὑρίσκεσθαι μιμητάς· πολλῷ δὲ ἔτι ἀτοπώτερον γελοῖον αὐτὸν σπουδάζειν γενέσθαι, τοῦτ' ἔστιν ἐφύβριστον καὶ καταγέλαστον.

[3] Εἰ γὰρ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες, οὐκ ἂν ὑπομείναιμεν, πῶς ἂν εἰκότως τὸν ἐντὸς ἄνθρωπον [4] ἐπὶ τὸ γελοιότερον σχηματιζόμενον ἀνασχοίμεθα; Καὶ εἰ τὸ πρόσωπον οὐκ ἂν ἑκόντες ἐπὶ τὸ γελοιότερον μεταστρέψαιμέν [ἄν] ποτε, [καὶ] πῶς ἂν κατὰ τοὺς λόγους ἐπιτηδεύσαιμεν εἶναί τε καὶ φαίνεσθαι γελοῖοι, τὸ τιμιώτερον πάντων τῶν ἐν ἀνθρώποις κτημάτων καταμωκώμενοι, τὸν λόγον; Χλεύη μὲν οὖν ἐπιτηδεύειν ταῦτα, ἐπεὶ μηδὲ ὁ τῶν γελοίων λόγος [τοῖος] ἀκροάσεως ἄξιος, διὰ τῶν ὀνομάτων αὐτῶν ἐπὶ τὰ αἰσχρὰ τῶν ἔργων ἐθίζων, χαριεντιστέον τε, οὐ γελωτοποιητέον.

[46]

[1]    Ἀλλὰ καὶ αὐτὸν τὸν γέλωτα ἐπιστομιστέον. Καὶ γὰρ αὖ καὶ αὐτὸς ὃν μὲν δεῖ τρόπον ἐξαγόμενος ἐμφαίνει κοσμιότητα, μὴ ταύτῃ δὲ χωρῶν ἀκολασίαν ἐνδείκνυται. Ἁπλῶς γὰρ ὁπόσα φυσικὰ τοῖς ἀνθρώποις ἐστίν, ταῦτα οὐκ ἀναιρεῖν ἐξ αὐτῶν δεῖ, μᾶλλον δὲ μέτρον [2] αὐτοῖς καὶ καιρὸν ἐπιτιθέναι πρέποντα. Οὐ γὰρ ἐπειδὴ γελαστικὸν ζῷον ὁ ἄνθρωπος, γελαστέον τὰ πάντα, ἐπειδὴ οὐδὲ ὁ ἵππος χρεμετιστικὸς ὢν χρεμετίζει τὰ πάντα· ὡς δὲ ζῷα λογικὰ σφᾶς αὐτοὺς ἁρμοστέον εὐκράτως, τὸ αὐστηρὸν τῆς σπουδῆς ἡμῶν καὶ τὸ ὑπέρτονον [3] χαλῶντας ἐμμελῶς, οὐκ ἐκλύοντας ἐκμελῶς. Ἡ μὲν γὰρ καθ' ἁρμονίαν τοῦ προσώπου, καθάπερ ὀργάνου, κόσμιος ἄνεσις μειδίαμα κέκληται ‑ διάχυσις οὕτως ἀνακλᾶται κατὰ πρόσωπον ‑ , σωφρονούντων ὁ γέλως· ἡ δὲ ἐκμελὴς τοῦ προσώπου ἔκλυσις, εἰ μὲν ἐπὶ γυναικῶν γίνοιτο, κιχλισμὸς προσαγορεύεται, γέλως δέ ἐστι πορνικός, εἰ δὲ ἐπὶ ἀνδρῶν, καγχασμός, γέλως ἐστὶν οὗτος [4] μνηστηριώδης κἀξυβρίζων· "Μωρὸς δὲ ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ", φησὶν ἡ γραφή, "ἀνὴρ δὲ πανοῦργος μόγις ἡσυχῇ μειδιάσει." Φρόνιμον λέγει τὸν πανοῦργον νῦν, τὸν ἐναντίως τῷ μωρῷ διακείμενον.

[47]

[1]    Ἀλλ' οὐδ' ἔμπαλιν εἶναι δεῖ σκυθρωπόν, ἀλλὰ σύννουν· ἀποδέχομαι γὰρ εὖ μάλα ἐκεῖνον [προσώποις μειδιῶντα] ὃς ἐφαίνετο

   μειδιόων βλοσυροῖσι προσώπασι [τὸν τοῖς βλοσυροῖς]· "ἧττον" γὰρ "ἂν καταγέλαστος ὁ γέλως αὐτῷ [2] εἴη". Χρὴ δὲ καὶ τὸ μειδίαμα παιδαγωγεῖσθαι, καὶ εἰ μὲν ἐπ' αἰσχροῖς εἴη, ἐρυθριῶντας μᾶλλον ἢ μειδιῶντας φαίνεσθαι, μὴ συνήδεσθαι διὰ συμπάθειαν δοκῶμεν, εἰ δὲ ἐπὶ λυπηροῖς, κατηφεστέρους ἁρμόζει βλέπεσθαι ἢ ἐφήδεσθαι δοκεῖν· τὸ μὲν γὰρ ἀνθρωπίνου λογισμοῦ [3] τεκμήριον, τὸ δὲ ὠμότητος ὑπόληψιν ἐνδείκνυται. Οὔτε γὰρ ἀεὶ γελαστέον ‑ ἄμετρον γάρ ‑ οὔτε πρεσβυτέρων ἤ τινων ἑτέρων ἐντροπῆς ἀξίων παρόντων, εἰ μὴ ἄρα τι αὐτοὶ εἰς τὸ διαχέαι ἡμᾶς χαριεντίσαιντο, οὔτε μὴν πρὸς τοὺς τυχόντας γελαστέον οὐδ' ἐν παντὶ τόπῳ οὐδὲ μὴν πᾶσιν οὐδὲ ἐπὶ πᾶσιν. Μάλιστα γὰρ μειρακίοις καὶ γυναιξὶν ὄλισθος εἰς διαβολὰς ὁ γέλως ἐστίν.

[48]

[1]    Τὸ δὲ καὶ φαίνεσθαι καταπληκτικὸν πόρρωθεν τῶν πειρώντων ἐστὶ φυγαδευτικόν· δυνατὴ γὰρ ἀποκρούσασθαι τῆς ἀσελγείας τὰς προσβολὰς καὶ ἐκ μόνης τῆς προσόψεως ἡ σεμνότης· πάντας δέ, ὡς ἔπος εἰπεῖν, τοὺς ἀνοήτους ὁ οἶνος

   καί θ' ἁπαλὸν γελάσαι καὶ ὀρχήσασθαι ἀνώγει, [2] εἰς μαλακίαν ἐκτρέπων τὸ ἀνδρόγυνον ἦθος. Καὶ σκοπεῖν δεῖ πῶς ἐντεῦθεν ἡ παρρησία τὴν ἀκοσμίαν εἰς αἰσχρολογίαν αὔξει·

   καί τι ἔπος προέηκεν, ὅπερ ‹τ'› ἄρρητον ἄμεινον.

[3] Μάλιστα γοῦν ἐν οἴνῳ καθορᾶσθαι τὰ ἤθη τῶν ὑπούλων συμβέβηκεν τῆς ὑποκρίσεως ἀπογυμνούμενα διὰ τὴν ἀνελεύθερον παρρησίαν τῆς παροινίας, δι' ἣν κατακοιμίζεται μὲν ὁ λόγος ἐν αὐτῇ τῇ ψυχῇ καρηβαρήσας τῇ μέθῃ, τὰ δὲ ἐκτράπελα ἐπεγείρεται πάθη καταδυναστεύοντα τῆς ἀσθενείας τοῦ λογισμοῦ.

Περὶ αἰσχρολογίας.

[49]   Αἰσχρολογίας δὲ παντελῶς αὐτοῖς τε ἡμῖν ἀφεκτέον καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον καὶ ὄψει δριμυτέρᾳ καὶ προσώπου ἀποστροφῇ καὶ τῷ ἀπομυκτηρισμῷ καλουμένῳ, πολλάκις δὲ καὶ λόγῳ τραχυτέρῳ. "Τὰ γὰρ ἐξιόντα", φησίν, "ἐκ τοῦ στόματος κοινοῖ τὸν ἄνθρωπον", κοινὸν καὶ ἐθνικὸν καὶ ἀπαίδευτον καὶ ἀσελγῆ δείκνυσιν αὐτόν, οὐχὶ δὲ ἴδιον καὶ κόσμιον καὶ σώφρονα.

[2] Πρὸς δὲ τὴν ἀκοὴν τῶν αἰσχρῶν καὶ τὴν θέαν τῶν ὁμοίως ἐχόντων ὁ θεῖος παιδαγωγὸς κατὰ τὰ αὐτὰ τοῖς παλαίουσι τῶν παιδίων, ὡς μὴ τὰ ὦτα θραύοιτο αὐτῶν, τοὺς σώφρονας περιτίθησι λόγους καθάπερ ἀντωτίδας, ὡς μὴ δύνασθαι ἐξικνεῖσθαι εἰς θραῦσιν τῆς ψυχῆς τὸ κροῦμα τῆς πορνείας· τοὺς δὲ ὀφθαλμοὺς κατευθύνει ἐπὶ τὴν θέαν τῶν καλῶν, ἄμεινον εἶναι λέγων τοῖς ποσὶν ἢ τοῖς ὀφθαλμοῖς [50] [1] ὀλισθαίνειν. Ταύτην ἀποκρουόμενος τὴν αἰσχρολογίαν ὁ ἀπόστολος "πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν" φησὶν "μὴ ἐκπορευέσθω, ἀλλ' εἴ τις ἀγαθός". Πάλιν τε αὖ· "Καθὼς πρέπει ἁγίοις, μὴ ὀνομαζέσθω ἐν ὑμῖν αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ [2] οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία." Εἰ δὲ ὁ μωρὸν εἰπὼν τὸν ἀδελφὸν ἔνοχος εἰς κρίσιν, τί περὶ τοῦ μωρολογοῦντος ἀποφανούμεθα; Ἧι καὶ περὶ τούτου γέγραπται· "Ὃς ἂν λαλήσῃ λόγον ἀργόν, ἀποδώσει λόγον κυρίῳ ἐν ἡμέρᾳ κρίσεως." Αὖθίς τε "ἐκ τοῦ λόγου σου δικαιωθήσῃ" φησίν, "καὶ ἐκ τοῦ λόγου σου καταδικασθήσῃ".

[3] Τίνες οὖν αἱ ἀντωτίδες αἱ σωτήριοι; Καὶ τίνες αἱ τῶν ὀλισθηρῶν ὀφθαλμῶν παιδαγωγήσεις; Αἱ μετὰ τῶν δικαίων συναναστροφαὶ προλαμβάνουσαι καὶ προεμφράττουσαι τὰ ὦτα τοῖς ἀπάγειν τῆς ἀληθείας βουλομένοις.

[4]    Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί, ἡ ποιητικὴ λέγει. Γενναιότερον δὲ ὁ ἀπόστολος "γίνεσθε" φησὶν "ἀποστυγοῦντες τὸ πονηρὸν κολλώμενοι τῷ ἀγαθῷ·" ὁ γὰρ μετὰ τῶν ἁγίων ἀναστρεφόμενος ἁγιασθήσεται.

[51]

[1]    Πάντῃ οὖν ἀφεκτέον τῶν αἰσχρῶν ἀκουσμάτων καὶ ῥημάτων καὶ θεαμάτων, πολὺ δὲ μᾶλλον ἔργων αἰσχρῶν καθαρευτέον, τοῦτο μὲν ἐν ἐπιδείξεσι καὶ παραγυμνώσεσι μερῶν τινων τοῦ σώματος, ὧν οὐ χρή, τοῦτο δὲ ἐν ταῖς ἐπιθεωρήσεσι τῶν ἀπορρητοτέρων μερῶν· οὐδὲ γὰρ ἠνέσχετο τοῦ δικαίου τὴν γύμνωσιν αἰσχρὰν οὖσαν ἐπιδεῖν σώφρων υἱός, ἐσκέπασε δὲ ἡ σωφροσύνη, ὃ ἐγύμνωσεν ἡ μέθη, τὸ [2] περίοπτον τῆς ἀγνοίας παράπτωμα. Καθαρευτέον δὲ οὐδὲν ἧττον κἀν ταῖς προφοραῖς τῶν φωνῶν, αἷς ἄβατα εἶναι χρὴ τὰ ὦτα τῶν ἐν Χριστῷ πεπιστευκότων. Ταύτῃ μοι δοκεῖ ὁ παιδαγωγὸς μηδὲ φθέγξασθαί τι τῶν τῆς ἀσχημοσύνης ἐφιέναι ἡμῖν, πόρρωθεν διαβάλλων πρὸς τὴν ἀκολασίαν. Δεινὸς γὰρ ἀεὶ τὰς ῥίζας τῶν ἁμαρτημάτων ἐκκόπτειν, τὸ "οὐ μοιχεύσεις" διὰ τοῦ "οὐκ ἐπιθυμήσεις"· καρπὸς [52] [1] γὰρ τῆς ἐπιθυμίας ἡ μοιχεία τῆς ῥίζης τῆς κακῆς. Ὁμοίως οὖν κἀνταῦθα ὁ παιδαγωγὸς τὴν ἀδεᾶ τῶν ὀνομάτων χρῆσιν διαβέβληκεν, τὴν ἀδεᾶ τῆς ἀκολασίας ἐπιμιξίαν ἐκκόπτων. Τὸ γὰρ ἐν τοῖς ὀνόμασιν ἀτακτεῖν μελέτην ἐμποιεῖ τοῦ καὶ εἰς τὰ ἔργα ἀκοσμεῖν, τὸ δὲ περὶ [2] τὴν φωνὴν σωφρονεῖν ἀσκεῖν ἐστι λαγνείας καρτερεῖν. Διειλήφαμεν δὲ βαθυτέρω λόγῳ ὡς ἄρα οὔτε ἐν τοῖς ὀνόμασιν οὐδὲ μὴν ἐν τοῖς συνουσιαστικοῖς μορίοις καὶ τῇ κατὰ γάμον συμπλοκῇ, καθ' ὧν κεῖται τὰ ὀνόματα τὰ περὶ τὴν συνήθειαν οὐ τετριμμένα, ἡ τοῦ ὄντως αἰσχροῦ προσηγορία τάττεται· οὐδὲ γὰρ γόνυ καὶ κνήμη τὰ μέλη ταῦτα οὐδὲ μὴν τὰ ἐπ' αὐτοῖς ὀνόματα καὶ ἡ δι' αὐτῶν ἐνέργεια αἰσχρά ἐστιν ‑ μέλη δὲ καὶ τὰ αἰδοῖα τοῦ ἀνθρώπου, αἰδοῦς, οὐκ αἰσχύνης κατηξιωμένα ‑ · αἰσχρὸν δὲ ἡ παράνομος αὐτῶν ἐνέργεια, αἴσχους καὶ ὀνείδους διὰ τοῦτο καὶ κολάσεως ἀξία· μόνον γὰρ τῷ ὄντι αἰσχρὸν ἡ κακία καὶ τὰ κατὰ ταύτην ἐνεργούμενα.

[3] Τούτοις δὲ ἀναλόγως αἰσχρολογία εἰκότως ἂν καλοῖτο ἡ περὶ τῶν τῆς κακίας ἔργων λογοποιία· οἷον τὸ περὶ μοιχείας διαλέγεσθαι ἢ παιδεραστίας καὶ τὰ παραπλήσια. Ναὶ μὴν καὶ τὴν φλύαρον ἀδολεσχίαν [4] κατασιγαστέον. "Ἐκ γάρ τοι πολυλογίας οὐκ ἐκφεύξῃ", φησίν, "ἁμαρτίαν·" δίκην ἄρα ὑφέξει ἡ γλωσσαργία· "ἔστι γὰρ σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς." Ἤδη καὶ αὐτὸς αὑτῷ ὁ ἀδολέσχης προσκορής· "πλεονάζων γὰρ λόγον βδελύττεται τὴν ψυχὴν αὐτοῦ."

Τίνα χρὴ παραφυλάττεσθαι τοὺς ἀστείως συμβιοῦντας.

[53] [1]   Ἀπέστω δέ, ἀπέστω ἡμῶν καὶ τὸ σκώπτειν ὕβρεως προκατάρχον, ἐξ ὧν ἔριδες καὶ μάχαι καὶ ἔχθραι διοιδαίνουσιν. Ὕβριν δὲ ἔφαμεν μέθης εἶναι διάκονον. Οὐκ ἐκ μόνων δὲ τῶν ἔργων, ἀλλὰ καὶ ἐκ λόγων ἄνθρωπος κρίνεται. "Ἐν συμποσίῳ δέ", φησί, "μὴ ἐλέγξῃς τὸν [2] πλησίον καὶ λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ." Εἰ γὰρ καὶ τὰ μάλιστα παραγγέλλεται ἁγίοις συνεῖναι, σκώπτειν τὸν ἅγιον ἁμαρτία· "ἐκ στόματος γὰρ ἀφρόνων", φησὶν ἡ γραφή, "βακτηρία ὕβρεως", ἐπιβάθραν ὕβρεως βακτηρίαν λέγουσα, ᾗ ἐπερείδεται [3] καὶ ἐπαναπαύεται ἡ ὕβρις. Ὅθεν ἄγαμαι τὸν ἀπόστολον κἀνταῦθα παραινοῦντα μηδὲ τὰ εὐτράπελα μηδὲ τὰ μὴ ἀνήκοντα προΐεσθαι ἡμᾶς ῥήματα. Εἰ γὰρ δι' ἀγάπην αἱ ἐπὶ τὰς ἑστιάσεις συνελεύσεις, συμποσίου δὲ τὸ τέλος ἡ πρὸς τοὺς συνόντας φιλοφροσύνη, παρεπόμενα δὲ τῇ ἀγάπῃ ἡ βρῶσις καὶ ἡ πόσις, πῶς οὐ λογικῶς ἀναστρεπτέον; [4] οὐδὲ ‹διὰ› τὴν ἀγάπην ἀπορητέον. Εἰ γὰρ ὡς ἐπιτείνοντες τὴν πρὸς ἀλλήλους εὔνοιαν σύνιμεν, πῶς ἔχθρας διὰ τοῦ σκώπτειν σκαλεύομεν; Σιωπᾶν δὲ κρεῖττον ἢ ἀντιλέγειν ἁμαρτίαν ἀμαθίᾳ προσφερομένους. "Μακάριος" ὡς ἀληθῶς "ἀνήρ, ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας", ἤτοι μετανοήσας ἐφ' οἷς λαλήσας ἥμαρτεν ἢ ἐν τῷ μηδένα λυπῆσαι λαλήσας.

[5]    Καθόλου μὲν οὖν νέοι μὲν καὶ νεάνιδες ὡς ἐπίπαν τῶν τοιῶνδε ἀπεχέσθων εὐωχιῶν, ὡς μὴ σφάλλοιντο περὶ ἃ μὴ προσῆκεν· καὶ γὰρ ἀκούσματα ἀήθη καὶ θεάματα ἀπρεπῆ κυμαινομένης ἔτι ἐν αὐτοῖς τῆς πίστεως ἐκριπίζει τὴν διάνοιαν, συνεργεῖ δὲ αὐτοῖς τὸ ἄστατον τῆς ἡλικίας πρὸς τὸ εὐκατάφορον τῆς ἐπιθυμίας· ἔσθ' ὅτε δὲ καὶ ἄλλοις παραίτιοι γίνονται σφαλμάτων, τὸ ἐπικίνδυνον τῆς ὥρας ἐπιδεικνύμενοι.

[54]

[1]    Εὖ γάρ τοι παραγγέλλειν ἡ σοφία φαίνεται· "Μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμμετακλιθῇς ἐπ' ἀγκῶνα μετ' αὐτῆς." Τοῦτ' ἔστι μὴ συνδείπνει πυκνότερον, μηδὲ ἔσθιε μετ' αὐτῆς. Διὸ καὶ ἐπιφέρει· "Μηδὲ συμβολὰς ποίει μετ' αὐτῆς ἐν οἴνῳ, μή ποτε ἐκκλίνῃ ἡ καρδία σου ἐπ' αὐτήν, καὶ τῷ αἵματί σου ὀλισθήσῃ εἰς ἀπώλειαν·" σφαλερὰ γὰρ ἡ πάροινος ἐλευθερία παρανοεῖν δυναμένη· ὕπανδρον δὲ ὠνόμασεν, ἐπεὶ μείζων ὁ κίνδυνος τῷ λῦσαι [2] τὴν δέσιν τῆς συμβιώσεως πειρωμένῳ. Εἰ δὲ καὶ ἀνάγκη τις περιτύχοι παριέναι κελεύουσα, αἳ μὲν κεκαλύφθων ἅπαν ἀμπεχόνῃ ἔκτοσθεν, ἔνδοθεν δὲ αἰδοῖ· ὅσαι δὲ μὴ ὕπανδροι, ἐσχάτη ταύταις διαβολὴ εἰς ἀνδρῶν παρεῖναι συμπόσιον καὶ ταῦτα οἰνωμένων.

[3]    Οἳ δὲ ‹νέοι› ἐπὶ τὴν κλισίαν τὰς ὄψεις πήξαντες ἀμετασάλευτοι τοῖς ἀγκῶσιν ἐρηρεισμένοι μόνοις παρέστων τοῖς ὠσίν· εἰ δὲ καὶ καθέζοιντο, μὴ ἐναλλὰξ τὼ πόδε ἐχόντων μηδὲ μὴν θάτερον τοῖν μηροῖν θατέρῳ ἐπιφερόντων ἢ τὴν χεῖρα τῷ γενείῳ ὑπερειδόντων· ἀγεννὲς γὰρ μὴ φέρειν αὑτόν, καὶ τοῦτο κατηγόρημα τοῦ νέου.

[55]

[1] Συνεχὲς δὲ καὶ τὸ μετακινούμενον ἐναλλάττειν τὸ σχῆμα, κουφότητος σύμβολον.

   Σώφρονος δὲ εὐθέως ἐν πόσει καὶ ἐν βρώσει τὸ ἔλαττον αἱρεῖσθαι καὶ τὸ σχολαίτερον, οὐ τὸ προπετέστερον, κἀν τῷ κατάρχεσθαι κἀν τοῖς διαλείμμασι, καὶ τὸ προκαταλήγειν δὲ καὶ τὸ ἀπροσπαθές.

[2] "Φάγε", φησίν, "ὡς ἄνθρωπος τὰ παρακείμενα, παῦσαι πρῶτος χάριν παιδείας, καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν [3] μὴ ἐκτείνῃς χεῖρα." Οὔκουν προεκπηδητέον ὑπὸ λαιμαργίας ἀναπειθομένους ποτὲ οὐδὲ μὴν ἐπιγλιχομένους παρεκτείνειν μέχρι πολλοῦ χρή, τῇ ἐφυστερήσει τὴν ἀκρασίαν ὁμολογοῦντας, ἀλλ' οὐδὲ ἐν τῷ μεταξὺ προσκειμένους φαίνεσθαι καθάπερ τὰ θηρία τῇ βορᾷ οὐδὲ μὴν πλείονος ὄψου προσφέρεσθαι· οὐ γὰρ ὀψοφάγος φύσει, ἀλλὰ σιτοφάγος ἄνθρωπος.

[56]

[1]    Προανίστασθαι δὲ τῶν πολλῶν καὶ τοῦ συμποσίου ὑπεξιέναι ἐπιεικῶς ἀνδρὸς σώφρονος· "Ἐν ὥρᾳ γάρ", φησίν, "ἀναστάσεως μὴ οὐράγει καὶ ἀπότρεχε εἰς οἶκόν σου." Ἔλεγον δὲ οἱ δώδεκα προσκαλεσάμενοι τὸ πλῆθος τῶν μαθητῶν· "Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις." Εἰ δὴ τοῦτο ἐφυλάξαντο, πολλῷ μᾶλλον γαστριμαργίαν ἔφευγον.

[2] Οἱ δὲ αὐτοὶ οὗτοι ἀπόστολοι "τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς" ἐπιστέλλοντες "ἔδοξεν" ἔφασαν "τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιθέσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ [3] τῆς πορνείας, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε". Φυλάττεσθαι δὲ τὰς παροινίας ὥσπερ καὶ τὸ κώνειον δεῖ· ἄμφω γὰρ ὑποσύρουσιν εἰς θάνατον. "Χρὴ δὲ καὶ γελώτων εἴργεσθαι ἐξαισίων καὶ δακρύων" ὑπερμέτρων· πολλάκις γὰρ οἱ οἰνωμένοι καγχάσαντες ἐπὶ πλεῖστον, εἶτα μέντοι ὑπήχθησαν οὐκ οἶδ' ὅπως παροινίᾳ τινὶ παραπειθόμενοι εἰς δάκρυα· ἀπᾴδει γὰρ τοῦ λόγου καὶ τὸ ἐχθηλύνεσθαι καὶ τὸ ἐξυβρίζειν.

[57]

[1]    Πρεσβῦται δὲ ὡς τέκνα ἀφορῶντες τοὺς νέους σπανιαίτατα μέν, ἴσως δ' ἄν που καὶ παίξαιεν πρὸς αὐτούς, εἰς τοῦτο ἐπισκώπτοντες, ὃ παιδαγωγήσει τὸ εὔσχημον αὐτῶν. Ἀμέλει πρὸς τὸν αἰσχυντηλὸν καὶ σιωπηλὸν ἔστι χαριεντίσασθαι ὧδέ πως· ὁ δὲ ἐμὸς υἱός, [2] ἐκεῖνον λέγω τὸν σιωπῶντα, οὐ παύεται λαλῶν. Ἐπιτείνει γὰρ τοῦ νέου τὴν αἰδῶ ἡ τοιαύτη ἐπίσκωψις ἐμφαίνουσα χαριέντως τὰ προσόντα αὐτῷ χρηστὰ διὰ τῆς τῶν φαύλων, ἃ μὴ πρόσεστιν αὐτῷ, διαβολῆς· ἐπίνοια γὰρ καὶ αὐτὴ διδασκαλικὴ διὰ τοῦ μὴ προσόντος κυροῦσα τὸ προσόν. Ἀμέλει τοιοῦτόν τι ἐπικρίνει ὁ [3] τὸν ὑδροπότην καὶ σώφρονα παροινεῖν καὶ μεθύειν λέγων. Εἰ δὲ καὶ εἶέν τινες οἱ φιλοσκώμμονες, σιωπητέον ἡμῖν καὶ παραπεμπτέον τοὺς λόγους τοὺς περιττούς, ὥσπερ τὰς κύλικας τὰς πεπληρωμένας· ἐπισφαλὴς γὰρ ἡ τοιαύτη παιδιά· "στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ"· "οὐ παραδέξῃ δὲ ἀκοὴν ματαίαν οὐδὲ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος" οὔτε εἰς διαβολὰς οὔτε εἰς βλασφημίας, ἀλλ' οὐδ' εἰς κακοηθείας.

[58]

[1]    Ἐγὼ δ' ἄν μοι δοκῶ καὶ μέτρον ἐπιθεῖναι φωνῆς τοῖς σώφροσιν, οἷς γε ἐφεῖται λαλεῖν, τὸν ἀντιδιαλεγόμενον. Σιγὴ μὲν γὰρ ἀρετὴ γυναικῶν ἐστιν, ἀκίνδυνον δὲ τῶν νέων γέρας, λόγος δὲ ἀγαθὸν [2] ἡλικίας δεδοκιμασμένης. "Λάλησον, πρεσβύτερε, ἐν συμποσίῳ· πρέπει γάρ σοι· ἀλλ' ἀπαραποδίστως λάλησον καὶ ἐν ἀκριβείᾳ ἐπιστήμης. Νεανίσκε", καὶ σοὶ ἐπιτρέπει ἡ σοφία, "λάλησον, εἰ χρεία σου, μόλις δὶς ἐπερωτηθεὶς κεφαλαίωσον λόγον ἐν ὀλίγοις."

[3] Ἄμφω δὲ οἱ διαλεγόμενοι τὸ φθέγμα τὸ σφῶν τῇ συμμετρίᾳ παραμετρούντων· τό τε γὰρ γεγωνὸς τῆς προφορᾶς μανιωδέστατον, τό τε ἀνήκουστον πρὸς τοὺς πέλας φθέγγεσθαι ἀναισθήτου· οὐ γὰρ ἀκούσονται. Καὶ τὸ μὲν ἀγεννείας, τὸ δὲ αὐθαδείας τεκμήριον. Ἀπέστω δὲ καὶ ἡ φιλονεικία κενῆς νίκης ἕνεκεν λόγων, ἐπεὶ τέλος ἡμῖν ἡ ἀταραξία, καὶ τοῦτο ἄρα ἐστὶν τὸ "εἰρήνη σοι"· "πρίν τε ἀκοῦσαί σε μὴ ἀποκρίνου ῥῆμα."

[59]

[1]    Ἀλλὰ καὶ τὸ τεθρυμμένον τῆς φωνῆς θηλυδρίου, σώφρονος δὲ καὶ τὸ ἐν τῇ φωνῇ μεμετρημένον, μεγέθους τε ἅμα καὶ μήκους καὶ τάχους καὶ πλήθους εἴργοντος τὸ φθέγμα τὸ αὐτοῦ. Οὔτε γὰρ μακρολογητέον ποτὲ οὔτε πολυλογητέον οὔτε ἀδολεσχητέον, ἀλλ' [2] οὐδὲ τροχαλῶς καὶ συνδιωκομένως ὁμιλητέον. Καὶ γὰρ αὐτῇ τῇ φωνῇ, ὡς ἔπος εἰπεῖν, δικαιοσύνης μεταδοτέον τούς τε ἀκαιροβόας καὶ τοὺς κεκράκτας ἐπιστομιστέον. Ταύτῃ γὰρ αὖ τὸν Θερσίτην πληγαῖς ᾐκίσατο ὁ σώφρων Ὀδυσσεύς, ὅτι μόνος

   ἀμετροεπὴς ἐκολῴα,

   ὅς ῥ' ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει,

   μάψ, ἀτὰρ οὐ κατὰ κόσμον.

[3] "Φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης." Τῶν γοῦν φλυάρων καθάπερ τῶν παλαιῶν ὑποδημάτων, τὰ μὲν ἄλλα ὑπὸ τῆς κακίας [4] κατατέτριπται, μόνη δὲ ἡ γλῶττα περιλείπεται εἰς βλάβην. Ταύτῃ τοι βιωφελέστατα ἡ σοφία παραινεῖ "μὴ ἀδολεσχεῖν ἐν πλήθει πρεσβυτέρων", ἄνωθεν δὲ ἡμῶν τὴν φλυαρίαν ἐκκόπτουσα, θεόθεν ἄρχουσα, μετριάζειν νομοθετοῦσα ὧδέ πως· "Μὴ δευτερώσῃς λόγον, ἐν προσευχῇ σου."

[60]

[1]    Ποππυσμοὶ δὲ καὶ συριγμοὶ καὶ οἱ διὰ τῶν δακτύλων ψόφοι τῶν οἰκετῶν οἱ προκλητικοί, ἄλογοι σημασίαι οὖσαι, λογικοῖς ἀνθρώποις ἐκκλιτέοι· παραιτητέον δὲ καὶ τὸ συνεχὲς ἀποπτύειν καὶ τὸ χρέμπτεσθαι βιαιότερον. Μηδὲ ἀπομύττεσθαι παρὰ πότον· στοχαστέον γὰρ ἁμῇ γέ πῃ τῶν συνευωχουμένων, μὴ ἀποστέρξωσιν ἀπὸ ναυτίας τὴν τοιάνδε ἀκοσμίαν, ἣ κατήγορός ἐστιν ἀκρασίας· οὐ γὰρ κατὰ τὰ αὐτὰ τοῖς βουσὶν καὶ τοῖς ὄνοις ἡ φάτνη ἅμα καὶ ὁ κοπρών· καὶ γὰρ οἱ πολλοὶ ἀπομύττονται καὶ πτύουσιν ἅμα [2] ἐν τῷ αὐτῷ καὶ δειπνοῦσι. Πταρμὸς δὲ εἴ τῳ ἐπιγένοιτο, ὥσπερ ἀμέλει καὶ ἡ ἐρυγή, οὐκ ἐξηχεῖν δεήσει τοὺς πλησίον τῷ ψόφῳ τῆς αὑτῶν καταμαρτυροῦντας ἀπαιδευσίας, ἀλλ' ἣ μὲν παραπεμπτέα, ἡ ἐρυγή, ἡσυχῇ σὺν τῷ ἐκπνεομένῳ ἀέρι σχηματιζομένῳ κοσμίως τῷ στόματι, οὐχὶ δὲ τραγικῶν δίκην προσωπείων διελκομένῳ καὶ [3] κεχηνότι. Πταρμοῦ δὲ τὸ ταρακτικὸν ἀφαιρετέον ἀπολαβομένοις πράως τὰς ἀναπνοάς· ταύτῃ γὰρ εὐσχημονέστατα τὴν ἀθρόαν τοῦ πνεύματος ἀπειλὴν ἐναποσβεστέον οἰκονομοῦντα τὴν διέξοδον, ὡς καὶ λαθεῖν πειρᾶσθαι, ἤν τι καὶ συνεξάξῃ ἐκβιαζόμενος ὁ ἀὴρ περίττωμα. Ἀγερωχίας δὲ καὶ ἀταξίας σύμβολον τὸ προσθεῖναι [4] τοῖς ἤχοις ἐθέλειν, μὴ οὐχὶ ἀφαιρεῖν. Οἱ δὲ διαγλύφοντες τοὺς ὀδόντας αἱμάσσοντες τὰ οὖλα σφίσι τε αὐτοῖς εἰσὶν ἀηδεῖς καὶ τοῖς πλησίον ἀπεχθεῖς. Ναὶ μὴν καὶ τῶν ὤτων οἱ γαργαλισμοὶ καὶ τῶν πταρμῶν οἱ ἐρεθισμοὶ ὑώδεις εἰσὶ κνησμοί, πορνείας ἀκολάστου μελετητικοί.

[5] Καὶ τὰς ὑπ' ὄψιν δὲ ἀσχημοσύνας παραιτητέον καὶ τὰς αἰσχρολογίας αὐτῶν. Καθεστὼς δὲ καὶ τὸ βλέμμα ἔστω, καὶ ἡ τοῦ τραχήλου ἐπιστροφὴ καὶ ἡ κίνησις εὐσταθὴς καὶ ἡ τῶν χειρῶν κατὰ τὰς ὁμιλίας προφορά. Καθόλου γὰρ ὁ Χριστιανὸς ἡρεμίας καὶ ἡσυχίας καὶ γαλήνης καὶ εἰρήνης οἰκεῖός ἐστιν.

Εἰ μύροις καὶ στεφάνοις χρηστέον.

[61]   Στεφάνων δὲ ἡμῖν καὶ μύρων χρῆσις οὐκ ἀναγκαία. Ἐξοκέλλει γὰρ εἰς ἡδονὰς καὶ ῥᾳθυμίας, μάλιστα γειτνιώσης τῆς νυκτός. Οἶδ' ὅτι "ἀλάβαστρον μύρου" παρὰ τὸ δεῖπνον τὸ ἅγιον κομίσασα [2] ἡ γυνὴ τοὺς πόδας ἤλειφεν τοῦ κυρίου καὶ ἦσεν αὐτόν. Οἶδα δὲ καὶ χρυσῷ καὶ λίθῳ τιμίῳ τοὺς παλαιοὺς τῶν Ἑβραίων ἀναδουμένους βασιλεῖς.

   Ἀλλ' ἡ μὲν γυνὴ μηδέπω τοῦ λόγου μεταλαβοῦσα ‑ ἔτι γὰρ ἦν ἁμαρτωλός ‑ , ὅπερ ἡγεῖτο τὸ κάλλιστον εἶναι παρ' αὐτῇ, τὸ μύρον, τούτῳ τετίμηκε τὸν δεσπότην· ἀμέλει καὶ τῷ κόσμῳ τοῦ σώματος, ταῖς θριξὶ ταῖς ἑαυτῆς, ἀπεψᾶτο τὸ περιττὸν τοῦ μύρου, [3] ἐπισπένδουσα τῷ κυρίῳ μετανοίας δάκρυα. Διὰ τοῦτο "ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι". Δύναται δὲ τοῦτο σύμβολον εἶναι τῆς διδασκαλίας τῆς κυριακῆς καὶ τοῦ πάθους αὐτοῦ· μύρῳ γὰρ εὐώδει ἀλειφόμενοι οἱ πόδες θεϊκὴν αἰνίττονται διδασκαλίαν ἐπὶ τὰ πέρατα τῆς γῆς μετ' εὐκλείας ὁδεύουσαν· "ἐξῆλθεν γὰρ ὁ φθόγγος αὐτῶν ἐπὶ τὰ πέρατα τῆς γῆς." Καὶ εἰ μὴ φορτικὸς εἶναι δοκῶ, οἱ πόδες οἱ τοῦ κυρίου οἱ μεμυρισμένοι ἀπόστολοί εἰσιν προφητείᾳ τῆς εὐωδίας [62] [1] τοῦ χρίσματος ἁγίου μεταλαβόντες πνεύματος. Οἱ γοῦν περινοστήσαντες τὴν οἰκουμένην ἀπόστολοι καὶ τὸ εὐαγγέλιον κηρύξαντες πόδες ἀλληγοροῦνται κυρίου, περὶ ὧν καὶ διὰ τοῦ ψαλμῳδοῦ προθεσπίζει τὸ πνεῦμα· "Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ", τοῦτ' ἔστιν, οὗ ἔφθασαν οἱ πόδες αὐτοῦ οἱ ἀπόστολοι, [2] δι' ὧν κηρυσσόμενος ἐπὶ τὰ πέρατα ἧκεν τῆς γῆς. Δάκρυα δὲ ἡ μετάνοιά ἐστι, καὶ λελυμέναι τρίχες φιλοκοσμίας ἐκήρυσσον ἀπαλλαγὴν καὶ τὴν μετὰ τοῦ κηρύγματος διὰ τὸν κύριον θλῖψιν ἐν ὑπομοναῖς, τῆς παλαιᾶς ἐκείνης διὰ τὴν πίστιν τὴν νέαν λελυμένης [3] κενοδοξίας. Ἀλλὰ καὶ πάθος ἐμφαίνει δεσποτικὸν μυστικῶς ταύτῃ νοοῦσι· τὸ ἔλαιον αὐτός ἐστιν ὁ κύριος, ἀφ' οὗ τὸ ἔλεος τὸ ἐφ' ἡμᾶς· τὸ δὲ μύρον, δεδολωμένον ἔλαιον, ἐστὶν ὁ Ἰούδας ὁ προδότης, ᾧ τοὺς πόδας ἐχρίσθη κύριος τῆς ἐν κόσμῳ ἀναστροφῆς ἀπαλλαττόμενος· μυρίζονται γὰρ οἱ νεκροί· δάκρυα δέ ἐσμεν οἱ ἁμαρτωλοὶ μετανενοηκότες, οἱ εἰς αὐτὸν πεπιστευκότες, οἷς ἀφῆκεν τὰς ἁμαρτίας, καὶ αἱ τρίχες αἱ λελυμέναι πενθοῦσα Ἱερουσαλὴμ ἡ καταλελειμμένη, [4] δι' ἣν οἱ θρῆνοι οἱ προφητικοί. Διδάξει δὲ ἡμᾶς αὐτὸς ὁ κύριος, ὅτι δεδολωμένος ὁ Ἰούδας ἐστίν, "ὃς ἂν ἐμβάψηται μετ' ἐμοῦ" λέγων "εἰς τὸ τρύβλιον, οὗτός με παραδώσει". Ὁρᾷς τὸν συμπότην τὸν δόλιον; Καὶ αὐτὸς οὗτος ὁ Ἰούδας φιλήματι προὔδωκε τὸν διδάσκαλον· [5] γέγονεν ὁ αὐτὸς ὑποκριτὴς καὶ φίλημα δεδολωμένον ἔχων, ἄλλον παλαιὸν μιμούμενος ὑποκριτήν, καὶ τὸν λαὸν ἐλέγχων ἐκεῖνον. "Ὁ λαὸς οὗτος τοῖς χείλεσι φιλοῦσί με, ἡ δὲ καρδία αὐτῶν πορρωτέρω ἐστὶν ἀπ' ἐμοῦ."

[63]

[1]    Οὐκ ἀπεικὸς οὖν αὐτὸν καταμηνύειν ἔλαιον μὲν ὡς μαθητὴν ἠλεημένον, δολερὸν δὲ ὡς προδότην ἔλαιον πεφαρμαγμένον. Τοῦτο ἄρα ἦν ὃ προεφήτευον οἱ μυριζόμενοι πόδες, τὴν Ἰούδα προδοσίαν [2] εἰς πάθος ὁδεύοντος κυρίου. Καὶ αὐτὸς ὁ σωτὴρ ἀπονίπτων τοὺς πόδας τῶν μαθητῶν εἰς τὰς καλὰς πράξεις ἀποστέλλων αὐτούς, τὴν ὁδοιπορίαν αὐτῶν τὴν εἰς τὰς εὐεργεσίας τῶν ἐθνῶν ᾐνίξατο εὐπρεπῆ καὶ καθαρὰν προπαρασκευάσας τῇ ἰδίᾳ δυνάμει. Ὤζεσέ τε τούτοις τὸ μύρον καὶ τὸ ἐπὶ πάντας φθάνον τῆς εὐωδίας ἔργον πεφήμισται· καὶ γὰρ πεπλήρωκεν τὸ πάθος τοῦ κυρίου ἡμᾶς μὲν εὐωδίας, Ἑβραίους δὲ ἁμαρτίας. Σαφέστατα τοῦτο ἀπέδειξεν [3] ὁ ἀπόστολος εἰπών· "Τῷ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ· ὅτι κυρίου εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν γὰρ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν."

[4]    Βασιλεῖς δὲ οἱ Ἰουδαίων χρυσῷ καὶ λίθοις τιμίοις συνθέτῳ καὶ ποικίλῳ χρώμενοι στεφάνῳ, οἱ χριστοί, τὸν Χριστὸν ἐπὶ τῆς κεφαλῆς συμβολικῶς ἐπιφερόμενοι λελήθεσαν κεφαλὴν κοσμούμενοι κυρίῳ.

[5] Λίθος γέ τοι τίμιος ἢ μαργαρίτης ἢ σμάραγδος αὐτὸν αἰνίττεται τὸν λόγον, χρυσὸς δὲ αὐτὸς πάλιν ὁ ἀδιάφθορος λόγος, ὁ τὸν ἰὸν τῆς φθορᾶς οὐκ ἐπιδεχόμενος. Χρυσὸν αὐτῷ γεννηθέντι βασιλείας σύμβολον προσεκόμισαν οἱ μάγοι. Μένει δὲ ἀθάνατος ὁ στέφανος οὗτος κατ' εἰκόνα τοῦ κυρίου· οὐ γὰρ μαραίνεται ὡς ἄνθος.

[64]

[1]    Οἶδα καὶ τὰ Ἀριστίππου τοῦ Κυρηναίου. Ἁβροδίαιτος ἦν ὁ Ἀρίστιππος· σοφιστικὸν οὗτος ἐρωτᾷ τινα τοιοῦτον λόγον· ἵππος μύρῳ χριόμενος εἰς τὴν ἵππου ἀρετὴν οὐ βλάπτεται οὐδὲ κύων μυρισθεὶς εἰς τὴν κυνὸς ἀρετήν· οὐδὲ ἄνθρωπος ἄρα, ἐπήγαγεν [2] καὶ συνήγαγεν. Ἀλλ' ἵππῳ μὲν καὶ κυνὶ οὐδὲ εἷς λόγος τοῦ μύρου, οἷς δὲ ἡ αἴσθησις λογικωτέρα, τούτοις ἡ ἀπόλαυσις ἐπιψογωτέρα κορασιώδεις ὀδμὰς ἐπιφερομένοις. Τούτων δὲ τῶν μύρων ἄπειροι διαφοραί, βρένθιον καὶ μετάλλιον καὶ βασίλειον πλαγγόνιόν τε [3] καὶ ψάγδας Αἰγύπτιος. Σιμωνίδης δὲ ἐν τοῖς ἰάμβοις οὐκ αἰδεῖται λέγων·

   κἀλειφόμην μύροισι καὶ θυμιάμασιν

   καὶ βακκάρι· καὶ γάρ τις ἔμπορος παρῆν.

[4] Ἐπιτηδεύουσι δὲ καὶ τὸ ἀπὸ κρίνων μύρον καὶ τὸ ἀπὸ τῆς κύπρου, καὶ ἡ νάρδος εὐδοκιμεῖ παρ' αὐτοῖς καὶ τὸ ἀπὸ τῶν ῥόδων ἄλειμμα καὶ τὰ ἄλλα, οἷς ἔτι χρῶνται γυναῖκες, ὑγρά τε καὶ ξηρὰ καὶ τὰ [5] ἐπίπαστα καὶ ὑποθυμιώμενα μύρα· ἐπινοεῖται γὰρ αὐτοῖς ὁσημέραι πρὸς τὸ ἄπληστον τῆς ἐπιθυμίας τὸ ἀκόρεστον τῆς εὐωδίας· διὸ καὶ πολλῆς τινος ἀπειροκαλίας ἀποπνέουσιν. Αἳ δὲ καὶ τὰς ἐσθῆτας καὶ τὰς στρωμνὰς καὶ τοὺς οἴκους ὑποθυμιῶσί τε καὶ καταρραίνουσιν, μονονουχὶ δὲ καὶ τὰς ἀμίδας ὄζειν ἀναγκάζει τοῦ μύρου ἡ τρυφή.

[65]

[1]    Εὖ μοι δοκοῦσι σχετλιάσαντες τῇ περὶ τοῦτο σπουδῇ τοσοῦτο τοῖς μύροις ἀποδιακεῖσθαί τινες τὴν ἀνδρωνῖτιν ἐκθηλύνουσιν, ὡς καὶ τοὺς τεχνίτας αὐτῶν, τοὺς μυρεψούς, τῶν εὐνομουμένων ἀπελαύνειν πόλεων καὶ τῶν ἀνθεινῶν ἐρίων τοὺς βαφεῖς ἀπελαύνειν καὶ αὐτούς· οὐ γὰρ θέμις δολερὰ εἵματα καὶ χρίσματα εἰς τὴν ἀληθείας παρεισιέναι [2] πόλιν. Χρὴ δὲ καὶ μάλα τοὺς μὲν ἄνδρας τοὺς παρ' ἡμῖν μὴ μύρων, ἀλλὰ καλοκαγαθίας ὄζειν, γυνὴ δὲ ἀποπνείτω Χριστοῦ, τοῦ ἀλείμματος τοῦ βασιλικοῦ, μὴ διαπασμάτων καὶ μύρων, ἀεὶ δὲ τῷ σωφροσύνης ἀμβροσίῳ χρίσματι συναλειφέσθω, ἁγίῳ τερπομένη [3] μύρῳ τῷ πνεύματι. Τοῦτο σκευάζει Χριστὸς ἀνθρώποις γνωρίμοις, εὐωδίας ἄλειμμα, ἐκ τῶν οὐρανίων συντιθεὶς ἀρωμάτων τὸ μύρον. Τούτῳ καὶ αὐτὸς ὁ κύριος συναλείφεται τῷ μύρῳ, ὡς διὰ Δαβὶδ μεμήνυται· "Διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου."

[66]

[1]    Ἀλλὰ γὰρ μὴ λάθωμεν ὥσπερ οἱ γῦπες τὰ μύρα βδελυττόμενοι ἢ οἱ κάνθαροι ‑ τούτους γὰρ ῥοδίνῳ χρισθέντας μύρῳ τελευτᾶν λέγουσιν ‑ , καὶ τούτων ἐγκριτέον ὀλίγα τινὰ τῶν μύρων ταῖς γυναιξίν, ὅσα μὴ καρῶσι τὸν ἄνδρα· αἱ γὰρ ὑπέρμετροι χρίσεις τῶν μύρων [2] κηδείας, οὐ συμβιώσεως ἀποπνέουσιν. Καίτοι καὶ τὸ ἔλαιον αὐτὸ ταῖς μελίτταις καὶ τοῖς ἐντόμοις ἐστὶ πολέμιον ζῴοις, ἀνθρώπων δὲ τοὺς μὲν ὤνησεν, ἔστιν δὲ οὓς εἰς μάχην ἐξεκαλέσατο, καὶ τοὺς πρότερον φίλους ἀληλιμμένους τοῦτο ἐν τοῖς σταδίοις ἐκτρέπει εἰς τὸ τῆς ἀγωνίας πάμμαχον. Μαλθακὸν δὲ ἔλαιον τὸ μύρον ὂν οὐκ οἴεσθε [3] τὰ ἤθη τὰ γεννικὰ ἐκθηλύνειν δύνασθαι; μάλιστα. Ὥσπερ δὲ τὴν τρυφὴν καὶ τῆς γεύσεως ἀποκεκλείκαμεν, οὕτως ἀμέλει καὶ τῶν ὄψεων καὶ τῶν ὀσφρήσεων τὴν ἡδυπάθειαν ἐξορίζομεν, μὴ λάθωμεν ἣν ἐφυγαδεύσαμεν ἀκολασίαν, κάθοδον αὐτῇ διδόντες εἰς ψυχὴν διὰ τῶν αἰσθήσεων, οἱονεὶ διὰ θυρῶν ἀφρουρήτων.

[67]

[1]    Εἰ γοῦν τῆς εὐωδίας τὸ θυμίαμα τὸν μέγαν ἀρχιερέα, τὸν κύριον, ἀναφέρειν λέγοιεν τῷ θεῷ, μὴ θυσίαν ταύτην καὶ εὐωδίαν θυμιάματος νοούντων, ἀλλὰ γὰρ τὸ τῆς ἀγάπης δεκτὸν ἀναφέρειν τὸν κύριον, τὴν πνευματικὴν εὐωδίαν, εἰς τὸ θυσιαστήριον παραδεχέσθων.

[2] Αὔταρκες μὲν οὖν τὸ ἔλαιον αὐτὸ λιπᾶναί τε τὴν ἐπιφάνειαν καὶ ἀνεῖναι τὸ νευρῶδες καί τινα τοῦ σώματος ὀσμὴν ἀναστεῖλαι βαρυτέραν, εἰ καὶ πρὸς τοῦτο τοῦ ἐλαίου δεοίμεθα· ἡ δὲ ἐπιτήδευσις τῆς εὐωδίας δέλεάρ ἐστι ῥᾳθυμίας, πόρρωθεν εἰς λίχνον ἐπιθυμίαν [3] ἐπισπωμένης. Πάντοθεν γὰρ ἀγώγιμος ὁ ἀκόλαστος καὶ ἀπὸ ἐδωδῆς καὶ ἀπὸ στρωμνῆς καὶ ἀπὸ συναναστροφῆς καὶ ἐκ τῶν ὀφθαλμῶν καὶ ἐκ τῶν ὤτων καὶ ἐκ τῶν γνάθων, ἀλλὰ καὶ ἐκ τῶν μυκτήρων. Καθάπερ οἱ βόες τοῖς κρίκοις καὶ τοῖς σχοίνοις, οὕτω δὲ καὶ ὁ ἀκόλαστος θυμιάμασι καὶ μύροις καὶ ταῖς ἀπὸ τῶν στεφάνων εὐωδίαις περιέλκεται.

[68]

[1]    Ἐπεὶ δὲ οὐδεμίαν χώραν ἀπονέμομεν ἡδονῇ πρὸς οὐδεμίαν συμπεπλεγμένῃ λυσιτελῆ τῷ βίῳ χρείαν, φέρε κἀνταῦθα διαστειλώμεθα, τὸ χρειῶδες αἱρούμενοι. Εἰσὶ γάρ τινες εὐωδίαι οὐ καρωτικαὶ οὐδὲ ἐρωτικαί, οὔκουν συμπλοκῆς καὶ τῆς ἀκολάστου ἑταιρείας ἀποπνέουσαι, ὑγειναὶ δὲ μετὰ σωφροσύνης καὶ τὸν μὲν ἐγκέφαλον ὑποτρέφουσαι, ὁπηνίκα ἂν καχεκτῇ, ῥωννύουσαι δὲ καὶ τὸν στόμαχον.

[2] [Πολλοῦ τοίνυν δεῖ τοῖς ἄνθεσιν ἐπιψύχειν αὐτόν, ὁπότε ἀλεαίνεσθαι ἐθέλει τὸ νευρῶδες·] οὐ γὰρ κατὰ πάντα ἀποσκορακιστέον τὴν χρῆσιν αὐτῶν, ἀλλ' ὥσπερ φαρμάκῳ καὶ βοηθήματι χρηστέον τῷ μύρῳ πρός τε τὸ ἐπεγεῖραι τὴν ἀπαυδῶσαν δύναμιν καὶ πρὸς τοὺς κατάρρους καὶ πρὸς τὰς καταψύξεις δυσαρέστησίν τε, καθὰ καὶ ὁ κωμικός φησί που·

                           μύροις

   ὑπαλείφεται τὰς ῥῖνας· ὑγιείας μέρος

   μέγιστον ὀδμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν·

[3] καὶ ἡ τῶν ποδῶν διὰ τοῦ λίπους τῶν ἀναθερμαινόντων ἢ ἐμψυχόντων μύρων ἀνάτριψις ὠφελείας ἕνεκεν ἐπιτηδεύεται, ὡς δὴ ἀπὸ τῆς κεφαλῆς τοῖς πεπληρωμένοις ὁλκήν τινα καὶ ὑποχώρησιν [4] ἐπὶ τὰ μὴ κύρια τῶν μερῶν γίνεσθαι. Ἡδονὴ δέ, ᾗ μὴ πρόσεστι τὸ χρειῶδες, ἤθους ἐστὶν ἑταιρικοῦ διαβολὴ καὶ φάρμακον ἐρεθισμῶν. Διαφέρει δὲ ὅλως τὸ μυραλοιφεῖν τοῦ μύρῳ χρίεσθαι· τὸ μὲν γὰρ θηλυδριῶδες, τὸ δὲ χρίεσθαι τῷ μύρῳ καὶ λυσιτελεῖ ἔσθ' ὅτε.

[69]

[1]    Ἀρίστιππος γοῦν ὁ φιλόσοφος χρισάμενος μύρῳ κακοὺς κακῶς ἀπολωλέναι χρῆναι τοὺς κιναίδους ἔφασκεν τοῦ μύρου τὴν ὠφέλειαν [2] εἰς λοιδορίαν διαβεβληκότας. "Τίμα δὲ ἰατρὸν πρὸς χρείαν αὐτοῦ", φησὶν ἡ γραφή· "καὶ γὰρ αὐτὸν ἔκτισεν ὁ ὕψιστος, παρὰ δὲ κυρίου ἐστὶν ἴασις." Εἶτα ἐπάγει· "καὶ μυρεψὸς ποιήσει μίγμα", ὡς εἰς ὠφέλειαν δηλονότι, οὐκ εἰς ἡδυπάθειαν δεδομένων τῶν μύρων.

[3] Οὐ γὰρ περὶ τὸ ἐρεθιστικὸν τῶν μύρων σπουδαστέον οὐδαμῶς, ἀλλὰ τὸ ὠφέλιμον ἐκλεκτέον, ὅπου γε καὶ τοῦ ἐλαίου τὴν γένεσιν [4] ἀνῆκεν ὁ θεὸς ἀνθρώποις εἰς πόνων ἀρωγήν. Αἱ δὲ ἀφραίνουσαι γυναῖκες βάπτουσαι μὲν τὰς πολιάς, μυρίζουσαι δὲ τὰς τρίχας πολιώτεραι θᾶττον γίνονται διὰ τὰ ἀρώματα ξηραντικὰ ὄντα. Διὸ καὶ αὐχμηρότεροι φαίνονται οἱ μυριζόμενοι· ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ ‑ εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτε ἔνδεια θερμοῦ ‑ , τῆς ξηρότητος τὴν οἰκείαν τῆς τριχὸς ἐκπινούσης τροφὴν τὴν ὑγρὰν [5] καὶ πολιοὺς ἀποτελούσης. Πῶς ἂν εἰκότως ἔτι ἀγαπῷμεν τὰ μύρα, δι' ἃ αἱ πολιαί, οἱ φεύγοντες πολιάς; Καθάπερ δὲ οἱ κύνες ῥινηλατοῦντες ἐκ τῆς ὀδμῆς ἀνιχνεύουσι τὰ θηρία, οὕτως ἐκ τῆς περιέργου τῶν μύρων εὐωδίας θηρῶσιν οἱ σώφρονες τοὺς ἀσελγεῖς.

[70]

[1]    Τοιαύτη δὲ καὶ τῶν στεφάνων ἡ χρῆσις, κωμαστικὴ καὶ πάροινος·

   ἄπερρε· μή μοι στέφανον ἀμφιθῇς κάρᾳ.

Ἦρος μὲν γὰρ ὥρᾳ λειμῶσιν ἐνδρόσοις καὶ μαλακοῖς, ποικίλοις χλοάζουσιν ἄνθεσιν, ἐνδιαιτᾶσθαι καλόν, αὐτοφυεῖ καὶ εἰλικρινεῖ τινι [2] εὐωδίᾳ καθάπερ τὰς μελίττας τρεφομένους· τὸ δὲ

   πλεκτὸν στέφανον ἐξ ἀκηράτου

   λειμῶνος κοσμήσαντας

οἴκοι περιφέρειν οὐ σωφρόνων· οὐ γὰρ ἁρμόδιον ῥόδων κάλυξιν ἢ ἴοις ἢ κρίνοις ἢ ἄλλοις τισὶ τοιούτοις ἄνθεσι χαίτην πυκάζεσθαι κωμαστικήν, διανθιζομένους τὴν χλόην. Ἐμψύχει γὰρ χαίτην ἄλλως ὁ στέφανος περικείμενος καὶ δι' ὑγρότητά [τε] καὶ διὰ [3] ψυχρότητα. Ταύτῃ καὶ οἱ ἰατροὶ ψυχρὸν εἶναι φυσιολογοῦντες τὸν ἐγκέφαλον μύρῳ χρίεσθαι ἀξιοῦσι τὰ στήθη καὶ μυκτῆρας ἄκρους, ὡς δυνηθῆναι τὴν πυρώδη ἀναθυμίασιν ἡσυχῇ διοδεύουσαν εὐρώστως ἀναθάλπειν τὴν ψυχρότητα. Πολλοῦ τοίνυν δεῖ τοῖς ἄνθεσιν ἐπιψύχειν αὐτόν, ‹ὁπότε ἀλεαίνεσθαι ἐθέλει τὸ νευρῶδες›. Ναὶ μὴν [4] καὶ τὸ τερπνὸν τῆς ἀνθήσεως οἱ καταστεφθέντες ἀπολλύουσιν. Οὔτε γὰρ ἀπολαύουσι τῆς ὄψεως οἱ ἀναδούμενοι τὸν στέφανον ὑπὲρ τὰς ὄψεις οὐδὲ μὴν τῆς εὐωδίας οἱ ἀπελαύνοντες ὑπὲρ τὰς ἀναπνοὰς τὰ ἄνθη· ἀναδιδούσης γὰρ ἄνω καὶ ἀναθυμιωμένης κατὰ φύσιν τῆς εὐωδίας ὑπὲρ τὴν κεφαλὴν ἔρημος τῆς ἀπολαύσεως ἡ ἀναπνοὴ καταλείπεται, [5] ἀφαρπαζομένης τῆς εὐωδίας. Ὥσπερ οὖν τὸ κάλλος, οὕτως καὶ τὸ ἄνθος τέρπει βλεπόμενον, καὶ χρὴ δι' ὄψεως ἀπολαύοντας τῶν καλῶν δοξάζειν τὸν δημιουργόν. Ἡ χρῆσις δὲ αὐτῶν ἐπιβλαβής, καὶ θᾶττον παρέρχεται μετανοίᾳ τιμωρουμένη. Αὐτίκα δὴ μάλα καὶ διελέγχεται τὸ ἐφήμερον αὐτῶν· ἄμφω γὰρ μαραίνεσθον, καὶ τὸ ἄνθος καὶ τὸ κάλλος.

[71]

[1]    Ἀλλὰ καὶ τοὺς θιγγάνοντας αὐτοῖν τὸ μὲν ἐνέψυξεν, τὸ δὲ ἐξέκαυσεν. Ἑνὶ δὲ λόγῳ ἡ παρὰ τὴν ὄψιν ἀπόλαυσις αὐτοῖν ὕβρις ἐστιν, οὐ τρυφή· τρυφᾶν δὲ ἡμῖν, ὡς ἐν παραδείσῳ, προσῆκεν σωφρόνως τῷ ὄντι παρεπομένοις τῇ γραφῇ. Στέφανον μὲν γυναικὸς τὸν ἄνδρα ὑποληπτέον, ἀνδρὸς δὲ τὸν γάμον, ἄνθη δὲ τοῦ γάμου τὰ τέκνα ἀμφοῖν, ἃ δὴ τῶν σαρκικῶν λειμώνων ὁ θεῖος δρέπεται γεωργός.

[2] "Στέφανος δὲ γερόντων τέκνα τέκνων, δόξα δὲ παισὶν οἱ πατέρες", φησίν· ἡμῖν δὲ ‹δόξα› ὁ πατὴρ τῶν ὅλων, καὶ τῆς συμπάσης ἐκκλησίας στέφανος ὁ Χριστός.

[3]    Καθάπερ δὲ αἱ ῥίζαι καὶ αἱ βοτάναι, οὕτως δὲ καὶ τὰ ἄνθη ἰδίας ἔχει ποιότητας καὶ τὰς μὲν ἐπωφελεῖς, τὰς δὲ ἐπιβλαβεῖς, ἔστι δὲ ἃς καὶ ἐπισφαλεῖς. Ὁ γοῦν κιττὸς ἐμψύχει, ἡ δὲ καρύα πνεῦμα ἀφίησιν καρωτικόν, ὡς ἐμφαίνει καὶ τοὔνομα ἐτυμολογούμενον. Νάρκισσος δὲ βαρύοδμόν ἐστιν ἄνθος, ἐλέγχει δὲ αὐτὸ ἡ προσηγορία νάρκαν [4] ἐμποιοῦν τοῖς νεύροις. Αἱ δὲ τῶν ῥόδων καὶ τῶν ἴων ἀποφοραὶ ἡσυχῇ οὖσαι ψυχραὶ συστέλλουσι καὶ ἐπιστύφουσι τὰς καρηβαρίας· ἡμῖν δὲ οὐχ ὁπωστιοῦν συμμεθύειν, ἀλλ' οὐδὲ οἰνοῦσθαι ἐπιτέτραπται. Ναὶ μὴν ὁ κρόκος καὶ τῆς κύπρου τὸ ἄνθος εἰς ὕπνον [5] ἄλυπον ὑπάγετον. Πολλὰ δὲ αὐτῶν φύσει ψυχρὸν ὄντα τὸν ἐγκέφαλον ἀναθάλπει ταῖς ἀποφοραῖς λεπτύνοντα τῆς κεφαλῆς τὰ περιττεύματα. Ἐντεῦθεν καὶ τὸ ῥόδον ἐπωνόμασται, φασίν, ὅτι πάμπολυ τῆς ὀδωδῆς ἀφίησι ῥεῦμα· διὸ καὶ θᾶττον μαραίνεται.

[72]

[1]    Ἀλλ' οὐδὲ παρὰ τοῖς ἀρχαίοις τῶν Ἑλλήνων ἡ χρῆσίς πω τῶν στεφάνων ἦν. Οὔτε γὰρ οἱ μνήστορες οὔθ' οἱ ἁβροδίαιτοι κέχρηνται Φαίακες αὐτοῖς. Ἐν δὲ τοῖς ἀγῶσι πρῶτον ἡ τῶν ἄθλων δόσις ἦν, δεύτερον δὲ ὁ περιαγερμός, τρίτον ἡ φυλλοβολία, τελευταῖον ὁ στέφανος, ἐπίδοσιν λαβούσης εἰς τρυφὴν τῆς Ἑλλάδος μετὰ τὰ Μηδικά.

[2] Εἴργονται τοίνυν στεφάνων οἱ τῷ λόγῳ παιδαγωγούμενοι, οὐκ ἐπεὶ καταδεῖν δοκοῦσιν τὸν λόγον ἐν ἐγκεφάλῳ τοῦτον ἱδρυμένον, οὐδ' ὅτι κωμαστικῆς ἀγερωχίας σύμβολον ὁ στέφανος εἴη ἀλλὰ [3] γὰρ ὅτι τοῖς εἰδώλοις κατωνόμασται. Ὁ γοῦν Σοφοκλῆς τὸν νάρκισσον "ἀρχαῖον μεγάλων θεῶν στεφάνωμα" προσεῖπε, τῶν χθονίων λέγων· ῥόδῳ δὲ τὰς Μούσας Σαπφὼ καταστέφει·

   οὐ γὰρ †ἀπ' ἀρχῆς ῥόδων

   τῶν ἐκ Πιερίας· [4] κρίνῳ δὲ ἥδεσθαι τὴν Ἥραν φασὶν καὶ τὴν Ἄρτεμιν μυρρίνῃ. Εἰ γὰρ καὶ τὰ μάλιστα μὲν δι' ἄνθρωπον γέγονε τὰ ἄνθη, ταῦτα δὲ οἱ ἀνόητοι λαβόντες οὐκ εἰς τὴν ἰδίαν εὐχάριστον χρῆσιν, ἀλλ' εἰς τὴν τῶν δαιμονίων ἀχάριστον ὑπηρεσίαν κατεχρήσαντο, ἀφεκτέον αὐτῶν "διὰ τὴν συνείδησιν".

[73]

[1]    Ἀοχλήτου δὲ ἀμεριμνίας ὁ στέφανος σύμβολον· ταύτῃ καὶ τοὺς νεκροὺς καταστεφανοῦσιν, ᾧ λόγῳ καὶ τὰ εἴδωλα, ἔργῳ προσμαρτυροῦντες αὐτοῖς τὸ εἶναι νεκροῖς. Οἱ μὲν γὰρ βακχεύοντες οὐδὲ ἄνευ στεφάνων ὀργιάζουσιν· ἐπὰν δὲ ἀμφιθῶνται τὰ ἄνθη, πρὸς τὴν [2] τελετὴν ὑπερκάονται. Οὐ δὴ κοινωνητέον οὐδ' ὁπωστιοῦν δαίμοσιν, ἀλλ' οὐδὲ τὴν εἰκόνα τοῦ θεοῦ τὴν ζῶσαν δίκην εἰδώλων τῶν νεκρῶν καταστεπτέον. Ὁ γὰρ καλὸς τοῦ ἀμαράντου στέφανος ἀπόκειται τῷ καλῶς πεπολιτευμένῳ· τὸ ἄνθος τοῦτο γῆ βαστάζειν οὐ κεχώρηκεν· μόνον δὲ αὐτὸ καρποφορεῖν ἐπίσταται οὐρανός.

[3]    Πρὸς δὲ καὶ ἀλόγιστον ἀκηκοότας ἡμᾶς τὸν κύριον ἀκάνθαις ἐστεμμένον αὐτοὺς ἐντρυφῶντας τῷ σεμνῷ τοῦ κυρίου πάθει ἀναδεῖσθαι τοῖς ἄνθεσιν. Ὁ μὲν γὰρ τοῦ κυρίου στέφανος ἡμᾶς ᾐνίττετο προφητικῶς τούς ποτε ἀκάρπους, τοὺς περικειμένους αὐτῷ διὰ τῆς ἐκκλησίας, ἧς ἐστιν κεφαλή· ἀλλὰ καὶ τῆς πίστεώς ἐστιν τύπος, ζωῆς μὲν διὰ τὴν οὐσίαν τοῦ ξύλου, εὐφροσύνης δὲ διὰ τὴν προσηγορίαν τοῦ στεφάνου, κινδύνου δὲ διὰ τὴν ἄκανθαν· οὐδὲ γὰρ [4] ἀναιμωτεὶ προσιέναι τῷ λόγῳ ἔξεστιν. Ὁ δὲ πλεκτὸς μαραίνεται στέφανος οὗτος καὶ τὸ πλέγμα τῆς σκολιότητος ἀναλύεται καὶ τὸ ἄνθος ξηραίνεται· μαραίνεται γὰρ ἡ δόξα τῶν τῷ κυρίῳ μὴ [5] πεπιστευκότων. Ἰησοῦν δὲ ἐστεφάνωσαν ὑψωμένον τῆς αὑτῶν καταμαρτυροῦντες ἀμαθίας· τοῦτ' αὐτὸ γὰρ οἱ σκληροκάρδιοι προφητείαν οὖσαν σεσοφισμένην οὐ νοοῦσιν, ἣν αὐτοὶ ὕβριν καλοῦσιν κυρίου.

[6] Οὐκ ἔγνω τὸν κύριον ὁ λαὸς ὁ πεπλανημένος, οὐ περιτέτμηται τὸν λογισμόν, οὐ πεφώτισται τὸν σκοτισμόν, οὐκ εἶδεν τὸν θεόν, τὸν κύριον ἠρνήσατο, ἀπολώλεκεν τὸ εἶναι Ἰσραήλ, ἐδίωξεν τὸν θεόν, καθυβρίζειν ἤλπισε τὸν λόγον, καὶ ὃν ἐσταύρωσεν ὡς κακοῦργον, ἀνέστεψεν ὡς βασιλέα.

[74]

[1]    Διὰ τοῦτό τοι εἰς ὃν οὐκ ἐπίστευσαν ἄνθρωπον, τὸν φιλάνθρωπον θεὸν ἐπιγνώσονται κύριον καὶ δίκαιον· ὅτι αὐτοὶ παρεπίκραναν ἐπιδείξασθαι τὸν κύριον, τοῦτο αὐτῷ ὑψουμένῳ μεμαρτυρήκασι, τὸ διάδημα τῆς δικαιοσύνης τῷ ὑπὲρ πᾶν ὄνομα ἐπηρμένῳ περιάψαντες [2] διὰ τῆς ἀειθαλοῦς ἀκάνθης. Τὸ διάδημα τοῦτο τοῖς ἐπιβουλεύουσι πολέμιον ἐκώλυσεν αὐτούς, τοῖς συνεκκλησιάζουσιν φίλον ἐθρίγκωσεν αὐτούς· ὁ στέφανος οὗτος ἄνθος ἐστὶ τῶν πεπιστευκότων εἰς τὸν [3] δεδοξασμένον, αἱμάσσει δὲ καὶ κολάζει τοὺς ἠπιστηκότας. Ναὶ μὴν καὶ σύμβολόν ἐστι δεσποτικοῦ κατορθώματος, βαστάσαντος αὐτοῦ τῇ κεφαλῇ καὶ τῷ ἡγεμονικῷ τοῦ σώματος πάντα ἡμῶν τὰ πονηρά, δι' ὧν ἐκεντούμεθα· αὐτὸς γὰρ τῷ ἰδίῳ πάθει ῥυσάμενος ἡμᾶς ἀπὸ σκανδάλων καὶ ἁμαρτιῶν καὶ τῶν τοιούτων ἀκανθῶν καὶ τὸν διάβολον καταργήσας εἰκότως ἐπευχόμενος εἴρηκεν· "Ποῦ σου, θάνατε, τὸ [4] κέντρον;" καὶ ἡμεῖς μὲν ἐξ ἀκανθῶν τρυγῶμεν σταφυλὴν καὶ σῦκα ἀπὸ βάτων· οἳ δὲ εἰς τραύματα καταξαίνονται, ἐφ' οὓς ἐξεπέτασε τὰς χεῖρας ἐπὶ λαὸν ἀπειθῆ καὶ ἄκαρπον.

[75]

[1]    Ἔχοιμ' ἄν σοι καὶ ἄλλο μυστικὸν ἐνταῦθα εἰπεῖν. Ἐπεὶ γὰρ ὁ παγκρατὴς κύριος τῶν ὅλων, ὁπηνίκα νομοθετεῖν ἤρχετο τῷ λόγῳ, [καὶ] τῷ Μωσεῖ καταφανῆ ἐβούλετο γενέσθαι τὴν αὑτοῦ δύναμιν, ὄψις αὐτῷ δείκνυται θεοειδὴς φωτὸς μεμορφωμένου ἐπὶ φλεγομένῳ [2] βάτῳ· τὸ δὲ ἀκανθῶδες φυτόν ἐστιν, ὁ βάτος· ἐπειδὴ ‹δὲ› ἐπαύσατο τῆς νομοθεσίας καὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας ὁ λόγος, ὁ κύριος μυστικῶς αὖθις ἀναστέφεται ἀκάνθῃ, ἐνθένδε ἀπιὼν ἐκεῖσε ὅθεν κατῆλθεν, ἀνακεφαλαιούμενος τὴν ἀρχὴν τῆς καθόδου τῆς παλαιᾶς, ὅπως ὁ διὰ βάτου τὸ πρῶτον ὀφθείς, ὁ λόγος, διὰ τῆς ἀκάνθης ὕστερον ἀναληφθεὶς μιᾶς ἔργον τὰ πάντα δείξῃ δυνάμεως, εἷς ὢν ἑνὸς ὄντος τοῦ πατρός, ἀρχὴ καὶ τέλος αἰῶνος.

[76]

[1]    Ἀλλ' ἐξέβην γὰρ τοῦ παιδαγωγικοῦ τύπου τὸ διδασκαλικὸν εἶδος παρεισάγων, αὖθις οὖν ἐπὶ τὸ προκείμενον ἐπάνειμι. Ὡς μὲν οὖν ἐν φαρμάκου μοίρᾳ ἰάσεως ἕνεκα, ἔσθ' ὅπῃ δὲ καὶ διαχύσεως σώφρονος, οὐκ ἀποβλητέον τὴν ἀπὸ τῶν ἀνθῶν τέρψιν καὶ τὴν [2] ἀπὸ τῶν μύρων τε καὶ θυμιαμάτων ὠφέλειαν, δεδηλώκαμεν. Εἰ δὲ καὶ λέγοιέν τινες, τίς οὖν ἔτι χάρις ἀνθῶν τοῖς μὴ χρωμένοις αὐτοῖς, ἴστων ὡς ἄρα καὶ τὰ μύρα ἐξ αὐτῶν σκευάζεται καὶ ἔστι πολυωφελῆ· σούσινον μὲν ἐκ κρίνων καὶ λειρίων, ἔστι δὲ θερμαντικόν, ἀναστομωτικόν, ἑλκυστικόν, ὑγραντικόν, σμηκτικόν, λεπτομερές, χολῆς κινητικόν, μαλακτικόν· ναρκίσσινον δὲ τὸ ἐκ ναρκίσσου ἐπ' ἴσης ὀνίνησι τῷ σουσίνῳ· μύρσινον δὲ τὸ ἐκ μύρτων καὶ μυρρίνης στυπτικόν, παρακατέχον τὰς ἀπὸ τοῦ σώματος ἀποφοράς· τὸ δὲ ἐκ [3] ῥόδων ἐμψυκτικόν. Καθόλου γὰρ καὶ ταῦτα εἰς τὴν ἡμετέραν εὐχρηστίαν δεδημιούργηται. "Εἰσακούσατέ μου", φησί, "καὶ ὡς ῥόδον πεφυτευμένον ἐπὶ ῥευμάτων ὑδάτων βλαστήσατε, ὡς λίβανος εὐωδιάσατε ὀσμήν, καὶ εὐλογήσατε κύριον ἐπὶ τὰ ἔργα αὐτοῦ."

[4] Καὶ πολὺς ἂν εἴη ὁ περὶ τούτων λόγος, εἰς τὰς ἀναγκαίας ὠφελείας λεγόντων ἡμῶν τὰ ἄνθη καὶ τὰ ἀρώματα, οὐκ εἰς τὰς ὕβρεις τῆς [5] τρυφῆς γεγονέναι. Εἰ δὲ καὶ ἄρα τι συγχωρητέον, ἀπόχρη τῆς ὀδμῆς ἀπολαύειν αὐτοῖς τῶν ἀνθῶν, μὴ καταστεφέτωσαν δέ· πολυωρεῖ γὰρ τὸν ἄνθρωπον ὁ πατὴρ καὶ τὴν ἰδίαν αὐτοῦ τέχνην τούτῳ παρέχει μόνῳ. Λέγει γοῦν ἡ γραφή· "Ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ γάλα, σεμίδαλις πυροῦ καὶ μέλι, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον, ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά."

Πῶς τῷ ὕπνῳ προσενεκτέον.

[77]   Ὅπως δὲ ἐντεῦθεν ἐπὶ τὸν ὕπνον ἴωμεν τῶν σωφροσύνης μεμνημένοι παραγγελμάτων, τοῦτο ἤδη λεκτέον. Μετὰ γὰρ τὴν εὐωχίαν εὐλογήσαντας τὸν θεὸν ἐπὶ τῇ μεταδόσει τῶν ἀπολαύσεων καὶ τῇ διεκδρομῇ τῆς ἡμέρας ἐπὶ τὸν ὕπνον παρακλητέον τὸν λόγον, τὴν πολυτέλειαν τῶν ὑποστορνυμένων, τὰς χρυσοπάστους τάπιδας καὶ χρυσοποικίλτους ψιλοτάπιδας ξυστίδας τε ἁλουργὰς καὶ τοὺς γαυνάκας τοὺς πολυτιμήτους τά τε ποιητικὰ ῥήγεα τὰ πορφυρᾶ χλαίνας τε ἐφύπερθεν οὔλας καὶ τὰς "ὕπνου μαλακωτέρας" εὐνὰς [2] παραπεμπομένους. Πρὸς γὰρ τῷ ἐπιψόγῳ τῆς ἡδυπαθείας ἐπιβλαβὴς ἡ ἐν τοῖς χνοώδεσι τῶν πτίλων ἐγκοίμησις, καθάπερ εἰς ἀχανὲς καταπιπτόντων τῶν σωμάτων διὰ τὴν μαλακίαν τῶν στρωμάτων· Οὐδὲ γὰρ †συνέχει ἐπιστρεφομένοις τοῖς εὐναζομένοις ἐν αὐτοῖς διὰ τὴν παρ' ἑκάτερα τοῦ σώματος ὀχθώδη τῆς εὐνῆς ἐπανάστασιν· οὐδὲ ἐπιτρέπει δὲ πέττεσθαι σιτία καὶ συγκαίει μᾶλλον, ὃ δὴ διαφθείρειν [3] τὴν τροφήν. [Αἱ δὲ ἐπικυλίσεις ταῖς ὁμαλαῖς εὐναῖς, οἷον ὕπνου γυμνάσιον ὑπάρχουσαι φυσικόν, συνεργοῦσι πρὸς τὴν κατάταξιν τῆς τροφῆς·] οἱ δὲ ἐπικυλίεσθαι δυνάμενοι ὁμαλαῖς εὐναῖς, οἷον ὕπνου γυμνάσιον τοῦτο ἔχοντες φυσικόν, ῥᾷον κατατάττουσι τὰς τροφὰς καὶ σφᾶς ἐπιτηδειοτέρους πρὸς τὰς περιστάσεις παρασκευάζουσιν. Ἔτι γε μὴν οἱ ἀργυρόποδες σκίμποδες πολλῆς ἀλαζονείας εἰσὶν κατήγοροι, καὶ ὁ ἐν τοῖς κλινιδίοις "ἐλέφας ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς" ἁγίοις ἀνθρώποις ἀναπαύσεως τέχνασμα βλακικόν.

[78]

[1]    Οὐ σπουδαστέον ἄρα περὶ αὐτά. Οὐ γὰρ ἀπείρηται τοῖς κεκτημένοις ἡ χρῆσις, ἀλλ' ἡ περὶ αὐτὰ ἐπιτήδευσις κεκώλυται· οὐ γὰρ ἐν τούτοις τὸ εὔδαιμον. Πάλιν τε αὖ κενοδοξίας ἐστὶ κυνικῆς καθάπερ τὸν Διομήδη ἐπιτηδεύειν εὕδειν,

   ὑπὸ δ' ἔστρωται ῥινὸν βοὸς ἀγραύλοιο, [2] πλὴν εἰ μὴ ἄρα ἡ περίστασις ἀναγκάζοι. Ὁ δὲ Ὀδυσσεὺς τῆς νυμφιδίου κλίνης τὸ σκάζον λίθῳ ἐπανωρθοῦτο. Τοσαύτη τις εὐτέλεια καὶ αὐτουργία οὐ παρὰ τοῖς ἰδιώταις μόνον, ἀλλὰ καὶ παρὰ τοῖς [3] ἡγουμένοις τῶν παλαιῶν Ἑλλήνων ἠσκεῖτο. Καὶ τί μοι τούτων λόγος; Ὁ Ἰακὼβ ἐκάθευδεν χαμαὶ καὶ λίθος αὐτῷ προσκεφάλαιον ἦν· τότε καὶ τὴν ὄψιν τὴν ὑπὲρ ἄνθρωπον ἰδεῖν κατηξίωται. Ἡμῖν δὲ χρηστέον ἀκολούθως τῷ λόγῳ ἀφελεῖ τῇ εὐνῇ καὶ λιτῇ σύμμετρον ἐχούσῃ τὸ παρηγοροῦν, εἰ θέρος εἴη, τὸ σκέπον, εἰ κρύος εἴη, τὸ [4] θάλπον. Ἡ κλίνη δὲ ἀπερίεργος ἔστω καὶ λείους ἐχέτω τοὺς πόδας· αἱ γὰρ περίεργοι τορνεύσεις τῶν ἑρπηστικῶν ἔσθ' ὅτε γίγνονται τρίβοι ζῴων, περὶ τὰς ἐντομὰς τῆς τέχνης περιελισσομένων αὐτῶν [5] καὶ μὴ ἀπολισθανόντων. Μάλιστα δὲ τῆς κοίτης τὸ μαλθακὸν συμμέτρως ἀρρενιστέον. Οὐ γὰρ ἔκλυσιν χρὴ τοῦ σώματος εἶναι παντελῆ τὸν ὕπνον, ἀλλὰ ἄνεσιν. Διὸ καὶ παραλαμβάνεσθαί φημι δεῖν αὐτὸν οὐκ ἐπὶ ῥᾳθυμίᾳ, ἀλλ' ἐπὶ τῇ τῶν πράξεων ἀναπαύλῃ.

[79]

[1]    Ἐπεγερτικῶς οὖν ἀπονυστακτέον. "Ἔστωσαν", γάρ φησιν, "ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος ἀνοίξωσιν εὐθέως αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος ἐγρηγορότας εὕρῃ." Οὐδὲν γὰρ ἀνδρὸς ὄφελος καθεύδοντος ὥσπερ οὐδὲ τεθνεῶτος.

[2] Διὸ πολλάκις καὶ τῆς νυκτὸς ἀνεγερτέον τῆς κοίτης καὶ τὸν θεὸν εὐλογητέον· μακάριοι γὰρ οἱ ἐγρηγορότες εἰς αὐτόν, σφᾶς αὐτοὺς [3] ἀπεικάζοντες ἀγγέλοις, οὓς ἐγρηγόρους καλοῦμεν. "Καθεύδων δὲ ἄνθρωπος οὐδεὶς οὐδενὸς ἄξιος, οὐδὲν μᾶλλον τοῦ μὴ ζῶντος·" ὁ δὲ τὸ φῶς ἔχων ἐγρήγορεν, καὶ ἡ σκοτία αὐτὸν οὐ καταλαμβάνει, οὐδὲ μὴν ὕπνος, ἐπεὶ μὴ σκότος. Ἐγρήγορεν ἄρα πρὸς τὸν θεὸν ὁ πεφωτισμένος, ὁ δὲ τοιοῦτος ζῇ· "ὃ γὰρ γέγονεν ἐν αὐτῷ, ζωὴ [4] ἦν." "Μακάριος ἄνθρωπος", φησὶν ἡ σοφία, "ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ἀγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων."

[80]

[1]    "Ἄρ' οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν", φησὶν ἡ γραφή, "καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθύοντες νυκτὸς μεθύσκονται", τουτέστιν ἐν τῷ τῆς ἀγνοίας σκότῳ, "ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν. Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους."

[2] "Ἀλλ' ὅς ἐστιν ἡμῖν τοῦ ζῆν τοῦ ἀληθινοῦ καὶ τοῦ φρονεῖν γνησίως μάλιστα κηδεμών, ἐγρήγορε χρόνον ὡς πλεῖστον, τὸ μὲν πρὸς ὑγείαν αὐτοῦ μόνον φυλάττων ἐνταῦθα χρήσιμον· ἔστι δὲ οὐ πολύ, καλῶς εἰς ἔθος ἰόν." Μελέτη δὲ ἀσκήσεως ἀίδιον ἐγρήγορσιν ἐκ πόνων [3] γεννᾷ. Μὴ οὖν ἡμᾶς βαρείτων αἱ τροφαί, ἐπικουφιζόντων δέ, ἵν' ὅτι μάλιστα μὴ βλαπτώμεθα τῷ ὕπνῳ, καθάπερ τῶν νηχομένων οἱ ἐξηρτημένοι τὰ βάρη, ἔμπαλιν δὲ οἷον ἐξ ἀβύσσου κάτωθεν τὸ νηφάλιον ἡμᾶς ἀνακουφίσῃ εἰς τὰς ἐπιπολὰς τῆς ἐγρηγόρσεως. Ἔοικεν γὰρ ἡ τοῦ ὕπνου καταφορὰ θανάτῳ, δι' ἄνοιαν εἰς ἀναισθησίαν ὑποφερομένη, τῶν βλεφάρων τῇ ἐπιμύσει τὸ φῶς ἀποτεμνομένη.

[4] Τὸ οὖν φῶς τοῦτο οἱ τοῦ φωτὸς τοῦ ἀληθινοῦ υἱοὶ μὴ ἀποκλείσωμεν θύραζε, ἔνδον δὲ εἰς ἡμᾶς ἀποστρέψαντες, τοῦ κεκρυμμένου τὰς ὄψεις ἀνθρώπου φωτίσαντες τήν τε ἀλήθειαν αὐτὴν ἐποπτεύσαντες καὶ τῶν ταύτης ῥευμάτων μεταλαμβάνοντες, τοὺς ἀληθεῖς τῶν ὀνείρων ἐναργῶς καὶ φρονίμως ἀποκαλυπτώμεθα.

[81]

[1]    Ἐρυγαὶ δὲ οἰνοβαρούντων καὶ τῶν ἀποσεσαγμένων ταῖς τροφαῖς οἱ ῥωχμοὶ καὶ τὸ ῥέγχειν τοῖς στρώμασιν ἐνειλημένον γαστέρων τε στενοχωρουμένων βορβορυγμοὶ τὸ διορατικὸν τῆς ψυχῆς κατέχωσαν [2] ὄμμα φαντασιῶν μυρίων τῆς διανοίας ἐμπιμπλαμένης. Αἰτία δὲ ἡ περιττὴ τροφὴ τὸ λογιστικὸν εἰς ἀναισθησίαν καθέλκουσα. "Ὕπνος γὰρ δὴ πολὺς οὔτε τοῖς σώμασιν οὔτε ταῖς ψυχαῖς ἡμῶν ὠφέλειαν ἐπιφέρων οὐδ' αὐταῖς ταῖς περὶ τὴν ἀλήθειαν πράξεσι [3] πάντα ἁρμόττων ἐστίν, εἰ καὶ κατὰ φύσιν ἐστίν." Λὼτ δὲ ὁ δίκαιος ‑ παραπέμπομαι γὰρ νῦν τῆς παλιγγενεσίου οἰκονομίας τὴν ἐξήγησιν ‑ οὐκ ἂν ἐπὶ τὴν ἄθεσμον ἐκείνην προήχθη μῖξιν μὴ οὐχὶ [4] καταμεθυσθεὶς πρὸς τῶν θυγατέρων καὶ ὕπνῳ καρωθείς. Ἢν οὖν τὰ αἴτια τῆς πολλῆς εἰς ὕπνον περικόπτωμεν καταφορᾶς, νηφαλιώτερον κοιμηθησόμεθα· "οὐ" γὰρ "χρὴ παννύχιον εὕδειν" τοὺς ἔνοικον ἔχοντας τὸν λόγον τὸν ἐγρήγορον· ἐπεγερτέον δὲ νύκτωρ, μάλιστα [5] ὁπότε αἱ ἡμέραι φθίνουσιν· καὶ τῷ μὲν φιλολογητέον, τῷ δὲ τῆς αὑτοῦ τέχνης ἀπαρκτέον, γυναιξὶ δὲ ταλασίας ἐφαπτέον, πᾶσι δὲ ὡς ἔπος εἰπεῖν διαμαχητέον ἡμῖν πρὸς τὸν ὕπνον ἠρέμα ἐκ προσαγωγῆς ἐθίζουσιν, ὡς πλείονα χρόνον τοῦ ζῆν διὰ τὴν ἐγρήγορσιν μεταλαμβάνειν ‑ ὁ γὰρ ὕπνος ὥσπερ τελώνης τὸν ἥμισυν ἡμῖν τοῦ βίου συνδιαιρεῖται χρόνον ‑ , πολλοῦ γε δεῖ μεθ' ἡμέραν ἐπιτρέπειν καθεύδειν τοῖς καὶ τῆς νυκτὸς τὸ πλεῖστον εἰς ἐγρήγορσιν ἀποτεμνομένοις. Ἄλυες ‹δὲ› καὶ νυσταγμοὶ καὶ διεκτάσεις καὶ χάσμαι δυσαρεστίαι ψυχῆς εἰσιν ἀβεβαίου.

[82]

[1]    Χρὴ δὲ καὶ τοῦτο ἐπὶ πᾶσιν εἰδέναι, ὡς οὐ ψυχῆς τὸ δεόμενον ὕπνου ἐστίν ‑ ἀεικίνητος γὰρ αὕτη ‑ , ἀλλὰ τὸ σῶμα ἀναπαύλαις διαβασταζόμενον παρίεται, μὴ ἐνεργούσης ἔτι σωματικῶς τῆς [2] ψυχῆς, ἀλλὰ καθ' αὑτὴν ἐννοουμένης· ᾗ καὶ τῶν ὀνείρων οἱ ἀληθεῖς ὀρθῶς λογιζομένῳ νηφούσης εἰσὶ ψυχῆς λογισμοὶ ἀπερισπάστου τὸ τηνικάδε οὔσης περὶ τὰς τοῦ σώματος συμπαθείας καὶ αὐτῆς αὑτῇ τὰ κράτιστα συμβουλευούσης· ψυχῆς δὲ ὄλεθρος τὸ ἀτρεμῆσαι [3] αὐτήν· διόπερ ἀεὶ τὸν θεὸν ἐννοουμένη διὰ τῆς συνεχοῦς προσομιλήσεως ἐγκαταλέγουσα τῷ σώματι τὴν ἐγρήγορσιν ἀγγελικῇ τὸν ἄνθρωπον ἐξισάζει χάριτι, τῆς ζωῆς τὸ ἀίδιον ἐκ τῆς τοῦ ἐγρηγορέναι μελέτης προσλαμβάνουσα.

Τίνα διαληπτέον περὶ παιδοποιίας.

[83]   Συνουσίας δὲ τὸν καιρὸν μόνοις τοῖς γεγαμηκόσιν ἀπολέλειπται σκοπεῖν, τοῖς δὲ γεγαμηκόσι σκοπὸς ἡ παιδοποιία, τέλος δὲ ἡ εὐτεκνία, καθάπερ καὶ τῷ γεωργῷ τῆς τῶν σπερμάτων καταβολῆς αἰτία μὲν ἡ τῆς τροφῆς προμήθεια, τέλος δὲ αὐτῷ τῆς γεωργίας ἡ τῶν [2] καρπῶν συγκομιδή. Μακρῷ δὲ ἀμείνων γεωργὸς ὁ ἔμψυχον σπείρων ἄρουραν· ὃ μὲν γὰρ ἐπικαίρου τροφῆς ὀριγνώμενος, ὃ δὲ τῆς τοῦ παντὸς διαμονῆς προμηθούμενος γεωργεῖ, καὶ ὃ μὲν δι' ἑαυτόν, ὃ δὲ διὰ τὸν θεὸν φυτουργεῖ· "Πληθύνεσθε" γὰρ εἴρηκεν, καὶ ὑπακουστέον· καὶ κατὰ τοῦτο εἰκὼν ὁ ἄνθρωπος γίνεται τοῦ θεοῦ, καθὸ εἰς γένεσιν ἀνθρώπου ἄνθρωπος συνεργεῖ.

[3]    Οὐ πᾶσα οὖν γῆ εὔθετος εἰς σπερμάτων ὑποδοχήν, εἰ δὲ καὶ πᾶσα, ἀλλ' οὐχὶ τῷ αὐτῷ γεωργῷ· οὐδὲ μὴν ‹εἰς› πέτρας σπαρτέον οὐδὲ καθυβριστέον τὸ σπέρμα, ἀρχηγὸν γενέσεως οὐσίαν, συνεσπαρμένους ἔχουσαν τῆς φύσεως τοὺς λογισμούς· τοὺς δὲ κατὰ φύσιν λογισμοὺς ἀλόγως εἰς τοὺς παρὰ φύσιν καταισχύνειν πόρους [4] ἄθεον κομιδῇ. Ὁρᾶτε γοῦν ὁ πάνσοφος Μωσῆς ὅπως ποτὲ συμβολικῶς τὴν ἄκαρπον ἀποκρούεται σποράν, "οὐκ ἔδεσαι" λέγων "τὸν λαγὼν οὐδὲ τὴν ὕαιναν". Οὐ βούλεται τῆς ποιότητος αὐτῶν μεταλαμβάνειν τὸν ἄνθρωπον οὐδὲ μὴν τῆς ἴσης ἀσελγείας [5] ἀπογεύσασθαι· κατακόρως γάρ τοι περὶ τὰς μίξεις τὰ ζῷα ταῦτα ἐπτόηνται· καὶ τὸν μὲν λαγὼ κατ' ἔτος πλεονεκτεῖν φασι τὴν ἀφόδευσιν, ἰσαρίθμους οἷς βεβίωκεν ἔτεσιν ἴσχοντα τρύπας· ταύτῃ ἄρα τὴν κώλυσιν τῆς ἐδωδῆς τοῦ λαγὼ παιδεραστίας ἐμφαίνειν ἀποτροπήν· τὴν δὲ ὕαιναν ἐναλλὰξ ἀμείβειν τὸ ἄρρεν εἰς τὸ θῆλυ παρ' ἔτος ἕκαστον, αἰνίττεσθαι δὲ μὴ χρῆν ἐπὶ μοιχείας ὁρμᾶν τὸν τῆς ὑαίνης ἀπεχόμενον.

[84]

[1]    Ἀλλὰ τὸ μὲν μὴ δεῖν ἐξομοιοῦσθαι τοῖσδε τοῖς ζῴοις διὰ τῆς προκειμένης ἀπαγορεύσεως ὁμολογουμένως τὸν πάνσοφον Μωσέα αἰνίττεσθαι σύμφημι κἀγώ· οὐ μέντοι τῇδε τῇ ἐξηγήσει τῶν συμβολικῶς εἰρημένων συγκατατίθεμαι. Οὐ γὰρ ἄν ποτε βιασθείη φύσις εἰς μεταβολήν, τὸ δὲ ἅπαξ πεπλασμένον εἰς αὐτὴν οὐ θέμις ἀντιπλασθῆναι πάθει· τὸ γὰρ πάθος οὐ φύσις· παραχαράττειν [2] δέ, οὐ μετακοσμεῖν τὸ πάθος εἴωθε τὴν πλάσιν· εἰ γὰρ καὶ τῶν ὀρνέων πολλὰ μεταβάλλειν κατὰ τὰς ὥρας λέγεται καὶ τὸ χρῶμα καὶ τὴν φωνήν ‑ οἷον ὁ κόσσυφος ξανθὸς μὲν ἐκ μέλανος, παταγητικὸς δὲ ἐξ ᾠδικοῦ γινόμενος· ὡσαύτως δὲ καὶ ἡ ἀηδὼν καὶ τὸ χρῶμα καὶ τὴν ᾠδὴν συμμεταβάλλει ταῖς τροπαῖς ‑ , ἀλλ' οὔτι γε τὴν φύσιν αὐτὴν ἀμείβουσιν, ὡς θῆλυ γίγνεσθαι ἐκ τοῦ ἄρρενος κατὰ [3] μετασχηματισμόν· ἀλλ' ἡ μὲν τῶν πτερῶν νεοφυΐα νεαρᾶς ἐσθῆτος δίκην ἐξανθεῖ βαφήν τινα πτερῶν, ὀλίγῳ δ' ὕστερον διαπνεῖ κατὰ τὴν χειμέριον ἀπειλήν, καθάπερ ἄνθος μαραινομένης τῆς χρόας· [4] ἡ φωνὴ δὲ καὶ αὐτὴ τὸν ὅμοιον τρόπον τῷ κρύει πεπονημένη μαραίνεται· πυκνουμένης γὰρ τῆς ἐπιφανείας ἐκ τοῦ περιέχοντος αἱ περὶ τὸν αὐχένα πιεζόμεναί τε καὶ πυκνούμεναι ἀρτηρίαι προσαναθλίβουσι τὸ πνεῦμα, στενοχωρούμενον δὲ ἄγαν τοῦτο πνιγόμενον [85] [1] ἀποδίδωσι τὸν ἦχον. Αὖθις οὖν συνεξομοιούμενον τῷ περιέχοντι καὶ τῷ ἦρι συγχαλώμενον ἐλευθεροῦται μὲν τῆς στενοχωρίας τὸ πνεῦμα φερόμενον δι' εὐρυχώρων τῶν τέως μεμυκότων [ἀρτηριῶν]· οὐ μινυρίζει δὲ ἔτι τὸ μέλος τὸ μεμαραμμένον, ἀνθεῖ δὲ ἤδη λιγυρὸν καὶ χεῖται πλατύτερον τὸ φθέγμα αὐτῶν, καὶ ἤδη γίνεται τῆς φωνῆς τῶν ὀρνέων ἔαρ ἡ ᾠδή.

[2]    Οὔκουν οὐδὲ τὴν ὕαιναν μεταβάλλειν τὴν φύσιν πιστευτέον ποτέ· οὐδὲ γὰρ αἰδοῖα ἔχει τὸ αὐτὸ ζῷον ἅμα ἄμφω, ἄρρενος καὶ θήλεος, καθὼς ὑπειλήφασί τινες, ἑρμαφροδίτους τερατολογοῦντες καὶ τρίτην ταύτην μεταξὺ θηλείας καὶ ἄρρενος ἀνδρόγυνον καινοτομοῦντες [3] φύσιν. Ἀπατῶνται δὲ εὖ μάλα τὸ φιλότεχνον τῆς παμμήτορος καὶ γενεσιουργοῦ φύσεως μὴ νοήσαντες· ἐπεὶ γάρ ἐστι τοῦτο λαγνίστατον τὸ ζῷον ἡ ὕαινα, ὑπὸ τὴν κέρκον πρὸ τοῦ πόρου τῆς περιττώσεως πέφυκεν αὐτῇ ἐξοχή τις σαρκικὴ παραπλησία τῷ σχήματι αἰδοίῳ [4] θηλυκῷ· πόρον δὲ οὐδένα ἔχει τοῦτο τῆς σαρκὸς τὸ σχῆμα, εἴς τι χρειῶδες ἀπολήγοντα ἢ εἰς μήτραν ἢ εἰς ἀπευθυσμένον λέγω· μόνην δὲ ἄρα κοιλότητα ἔχει πολλήν, ᾗ τὴν λαγνείαν ὑποδέχεται τὴν κενήν, ὅταν ἀποστραφῶσι περὶ τὴν ἀποκύησιν ἀσχολούμενοι τῆς [86] [1] ἀποτέξεως οἱ πόροι. Τὸ δὲ αὐτὸ τοῦτο ἄρρενί τε καὶ θηλείᾳ προσπέφυκεν ὑαίνῃ διὰ τὸν ὑπερβάλλοντα πασχητιασμόν· ἀλληλίζει γὰρ καὶ ὁ ἄρρην, ὅθεν καὶ σπανιαίτατα θήλειαν ἔστιν ὕαιναν λαβεῖν· οὐ γὰρ συνεχεῖς αἱ κυήσεις τῷ ζῴῳ γίγνονται τούτῳ πλεοναζούσης [2] ἐν αὐτοῖς ἀδεῶς τῆς παρὰ φύσιν σπορᾶς. Ταύτῃ μοι δοκεῖ καὶ ὁ Πλάτων ἐν Φαίδρῳ τὴν παιδεραστίαν ἀποκρουόμενος θηρίον αὐτὴν προσειπεῖν, ὅτι "τὸν χαλινὸν ἐνδακόντες" οἱ ταῖς ἡδοναῖς ἔκδοτοι λάγνοι "τετραπόδων νόμῳ βαίνουσι καὶ παιδοσπορεῖν ἐπιχειροῦσιν"· [3] τοὺς δὲ ἀθέους "παρέδωκεν ὁ θεός", ὥς φησιν ὁ ἀπόστολος, "εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ὁμοίως δὲ καὶ οἱ ἄρρενες αὐτῶν ἀφέντες τὴν φυσικὴν χρῆσιν ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες."

[87]

[1]    Καίτοι οὐδὲ τοῖς λαγνιστάτοις τῶν ζῴων συγκεχώρηκεν ἡ φύσις τὸν τῆς περιττώσεως πόρον ἐπιθοροῦν· τὸ μὲν γὰρ οὖρον εἰς κύστιν ἀποκρίνεται, ἡ δὲ ἐξυγρασμένη τροφὴ εἰς κοιλίαν, τὸ δάκρυον δὲ εἰς ὄμμα, αἷμα εἰς φλέβας, ῥύπος εἰς ὦτα, μύξαι ἐπὶ τὰς ῥῖνας καταφέρονται· συνεχὴς δὲ ἡ ἕδρα τῷ πέρατι τοῦ ἀπευθυσμένου, δι' ἧς [2] ἀποπτύεται τὰ περιττώματα. Μόνον δὲ ἄρα ἐπὶ τῶν ὑαινῶν ἡ ποικίλη φύσις ταῖς ὀχείαις ταῖς περιτταῖς μόριόν τι τοῦτο ἐπινενόηκεν περιττόν. Διὸ καὶ μέχρι τινὸς κοῖλόν ἐστιν εἰς διακονίαν κνηστιώντων μορίων, ἀποτυφλοῦται δὲ ἐντεῦθεν ἡ κοιλότης· οὐ γὰρ εἰς γένεσιν [3] δεδημιούργηται. Ἐντεῦθεν συμφανὲς ἡμῖν ὁμολογουμένως παραιτεῖσθαι δεῖν τὰς ἀρρενομιξίας καὶ τὰς ἀκάρπους σπορὰς καὶ τὰς κατόπιν εὐνὰς καὶ τὰς ἀσυμφυεῖς ἀνδρογύνους κοινωνίας, ἑπομένους τῇ φύσει αὐτῇ ἀπαγορευούσῃ διὰ τῆς τῶν μορίων κατασκευῆς, οὐκ εἰς παραδοχὴν σπέρματος, εἰς δὲ τὴν πρόεσιν αὐτοῦ τὸ ἄρρεν [4] ἀνδρωσάσῃ. Ὁ δὲ Ἱερεμίας ὁπηνίκα ἂν φῇ, τοῦτ' ἔστι δι' αὐτοῦ τὸ πνεῦμα, "σπήλαιον ὑαίνης γέγονεν ὁ οἶκός μου", τὴν ἐκ τῶν νεκρῶν σωμάτων μυσαττόμενος τροφὴν ἀλληγορίᾳ σοφῇ τὴν εἰδωλολατρείαν διαβέβληκε· δεῖ γὰρ ὡς ἀληθῶς ἁγνὸν εἰδώλων τὸν τοῦ ζῶντος οἶκον εἶναι θεοῦ.

[88]

[1]    Πάλιν ὁ Μωσῆς καὶ τὸν λαγὼ ἐσθίειν ἀπαγορεύει· ὀχεύει πᾶσαν τὴν ὥραν ὁ λαγώς, καὶ ἐπιβαίνει συγκαθεσθείσης τῆς θηλείας κατόπιν ἐπιών· ἔστι γὰρ ὀπισθοβατικόν· κυεῖ δὲ κατὰ μῆνα καὶ ἐπικυΐσκεται· ὀχεύεται δὲ καὶ τίκτει, τεκοῦσα δὲ εὐθὺς ὀχεύεται ὑφ' οὗ ἂν τύχῃ λαγωοῦ· οὐ γὰρ ἑνὶ ἀρκεῖται γάμῳ. Καὶ συλλαμβάνει [2] πάλιν ἔτι θηλαζομένη· ἔχει γὰρ τὴν ὑστέραν δικρόαν. Καὶ οὐχὶ τὸ κένωμα μόνον τῆς ὑστέρας ἱκανὸν αὐτῇ γίνεται συνουσίας ὁρμητήριον· τὸ γὰρ κενὸν πᾶν ἐπιθυμεῖ πληρώσεως· συμβαίνει δέ, ὅταν κυῶσι, θάτερον μέρος τῆς ὑστέρας κατέχεσθαι τῇ ἐπιθυμίᾳ καὶ ὀργᾶν. Διὰ [3] τοῦτο ἐπικυήσεις γίνονται αὐτοῖς. Ἀπέχεσθαι τοίνυν σφοδρῶν τε ὀρέξεων καὶ ἐπαλλήλων συνουσιῶν καὶ τῆς πρὸς τὰς ἐγκύους ὁμιλίας καὶ ἀλληλοβασίας καὶ παιδοφθορίας καὶ μοιχείας καὶ λαγνείας ἡ τοῦ αἰνίγματος τοῦδε ἀπαγόρευσις παρῄνεσεν.

[89]

[1]    Ταύτῃ τοι ἀναφανδόν, οὐ δι' αἰνιγμάτων ἔτι, ὁ αὐτὸς ἀπηγόρευσεν Μωυσῆς γυμνῇ τῇ κεφαλῇ, "οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις" λέγων. Τὸ δὴ διάταγμα τοῦ λόγου παντὶ διατηρητέον σθένει, καὶ οὐδὲν οὐδαμῶς παρανομητέον, οὐδὲ ἀκυρωτέον τὰς [2] ἐντολάς· ἐπιθυμίᾳ γὰρ κακῇ ὄνομα ὕβρις, καὶ τὸν τῆς ἐπιθυμίας ἵππον "ὑβριστὴν" ὁ Πλάτων προσεῖπεν, "ἵπποι θηλυμανεῖς ἐγενήθητέ μοι" ἀναγνούς. Τὴν δὲ ἐπὶ τῇ ὕβρει δίκην γνωριοῦσιν ὑμῖν οἱ [3] εἰς τὰ Σόδομα παραγεγονότες ἄγγελοι. Οὗτοι τοὺς πειρᾶν ἐθελήσαντας σφᾶς ἐπαισχῦναι αὐτῇ πόλει κατέφλεξαν, δεῖγμα ἐναργὲς τοῦτο, λαγνείας ἐπικάρπιον τὸ πῦρ, ὑπογράφοντες· τὰ γὰρ τῶν παλαιῶν συμπτώματα, ὡς καὶ πρόσθεν εἴπομεν, εἰς τὴν ἡμετέραν ἀναγεγράφαται νουθεσίαν, ὡς μὴ τοῖς αὐτοῖς ἐνσχεθῆναι, φυλάξασθαι δὲ μὴ περιπεσεῖν τοῖς ἴσοις.

[90]

[1]    Χρὴ δὲ υἱοὺς μὲν ἡγεῖσθαι τοὺς παῖδας, εἰς δὲ τὰς γυναῖκας τὰς ἀλλοτρίας ὡς ἰδίας ἀφορᾶν θυγατέρας κρατεῖν τε ἡδονῶν γαστρός [2] τε ἔτι καὶ τῶν ὑπὸ γαστέρα δεσπόζειν ἀρχικώτατον. Εἰ γὰρ οὐδὲ τὸν δάκτυλον ὡς ἔτυχε σαλεύειν τῷ σοφῷ ὁ λόγος ἐπιτρέπει, ὡς ὁμολογοῦσιν οἱ Στωϊκοί, πῶς οὐχὶ πολὺ πλέον τοῦ συνουσιαστικοῦ ἐπικρατητέον μορίου τοῖς σοφίαν διώκουσιν; ταύτῃ μοι δοκεῖ καὶ ὠνομάσθαι αἰδοῖον, ὅτι χρὴ παντὸς μᾶλλον τούτῳ τοῦ σώματος τῷ [3] μέρει χρῆσθαι μετὰ αἰδοῦς· ἡ γὰρ φύσις ὥσπερ καὶ ταῖς τροφαῖς, οὕτω δὲ καὶ τοῖς κατὰ νόμον γάμοις ὅσον οἰκεῖον καὶ χρήσιμον καὶ εὐπρεπὲς ἐπέτρεψεν ἡμῖν, ἐπέτρεψεν δὲ ὀρέγεσθαι παιδοποιίας. [4] Ὅσοι δὲ τὴν ὑπερβολὴν διώκουσι, πταίουσι περὶ τὸ κατὰ φύσιν, σφᾶς αὐτοὺς βλάπτοντες κατὰ τὰς παρανόμους συνουσίας. Ἔχε γὰρ ὀρθῶς παντὸς μᾶλλον μή ποτε κοινωνεῖν καθάπερ θηλειῶν πρὸς μῖξιν ἀφροδισίων τοῖς νέοις. Διὸ καὶ "μὴ εἰς πέτρας τε καὶ λίθους σπείρειν", φησὶν ὁ ἐκ Μωυσέως φιλόσοφος, "ὅτι μήποτε φύσιν τὴν αὑτοῦ ῥιζωθὲν λήψεται γόνιμον".

[91]

[1]    Πάνυ γοῦν ἐμφανέστατα διὰ Μωυσέως ὁ λόγος παρήγγειλεν. "Καὶ μετὰ ἄρρενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν, βδέλυγμα γάρ ἐστι." Πρὸς δὲ καὶ "ἀρούρας θηλείας ἀπέχεσθαι πάσης", ὅτι μὴ τῆς ἰδίας, ὁ καλὸς ἐκ τῶν θείων ἀναλεγόμενος γραφῶν συνεβούλευσεν Πλάτων ἐκεῖθεν τὸ νόμιμον ἐκλαβών· "Καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σοῦ σπέρματος τοῦ [2] ἐκμιανθῆναι πρὸς αὐτήν." "Ἄθυτα δὲ παλλακίδων σπέρματα καὶ νόθα." Μὴ σπεῖρε οὗ "μὴ βούλοιο ἄν σοι φύεσθαι τὸ σπαρέν"· μηδὲ μὴν "ἅπτεσθαί τινος πλὴν γαμετῆς τὸ παράπαν τῆς ἑαυτοῦ γυναικός", ἐξ ἧς μόνης καρποῦσθαι τὰς σαρκὸς ἡδονὰς δίκαιον εἰς διαδοχὰς γνησίας. Νόμιμα γὰρ ταῦτα μόνα τῷ λόγῳ. Θείας γέ τοι μοίρας τῆς δημιουργικῆς μεταλαβόντας σπέρμα οὐκ ἐκριπτέον οὐδὲ καθυβριστέον οὐδὲ μὴν κερασβόλα σπαρτέον.

[92]

[1]    Ὁ γοῦν αὐτὸς οὗτος Μωυσῆς καὶ ταῖς γαμεταῖς αὐταῖς ἀπαγορεύει πλησιάζειν, ἢν ταῖς ἐπιμηνίοις καθάρσεσιν ἐνεσχημέναι τύχωσιν. Οὐ γάρ πω εὔλογον τῷ ἀποκαθάρματι τοῦ σώματος τὸ γονιμώτατον τοῦ σπέρματος καὶ μετ' ὀλίγον ἄνθρωπον ‹ὂν› μολύνειν οὐδὲ μὴν ἀποκλύζειν τῷ ῥυπαρῷ τῆς ὕλης ῥεύματι καὶ ἀποκαθάρματι σπέρμα [δὲ] γενέσεως εὐφυοῦς τῶν τῆς μήτρας ἀποστερούμενον αὐλάκων.

[2] Οὐδέ τινα τῶν παλαιῶν Ἑβραίων ἐγκύμονι τῇ αὑτοῦ γυναικὶ συνιόντα παρήγαγεν· ψιλὴ γὰρ ἡδονή, κἂν ἐν γάμῳ παραληφθῇ, [3] παράνομός ἐστι καὶ ἄδικος καὶ ἄλογος· ἔμπαλιν δὲ ὁ Μωυσῆς ἀπάγει τῶν ἐγκύων τοὺς ἄνδρας ἄχρις ἂν ἀποκυήσωσιν· τῷ ὄντι γὰρ ἡ ὑστέρα ὑποκειμένη μὲν τῇ κύστει, ἐπικειμένη δὲ τῷ ἐντέρῳ τῷ καλουμένῳ ἀρχῷ ἐκτείνει τὸν τράχηλον μεταξὺ τῶν ὤμων ἐν τῇ κύστει, καὶ τὸ στόμιον τοῦ τραχήλου, ᾧ προσίεται τὸ σπέρμα, πεπληρωμένον μέμυκεν, αὖθίς τε ἀποκενοῦται καθαιρομένη κυήσει, ἀποθεμένη δὲ τὸν καρπὸν εἶτα ἐπιδέχεται τὸν σπόρον. Οὐκ αἰσχρὸν δὲ ἡμῖν ἐπ' ὠφελείᾳ τῶν ἀκουόντων τὰ κυητικὰ ὀνομάζειν ὄργανα, ὧν οὐκ ἐπῃσχύνθη τὴν δημιουργίαν ὁ θεός.

[93]

[1]    Διψῶσα τοίνυν ἡ ὑστέρα παιδοποιίας προσίεται τὴν σποράν, καὶ τὸ ἐπίψογον τῆς συνουσίας ἀρνεῖται, μετὰ τὴν σπορὰν ἀποκλείουσα τέλεον ἤδη τὴν ἀσέλγειαν μεμυκότι τῷ στόματι. Αἱ δὲ ὀρέξεις αὐτῆς αἱ τέως περὶ τὰς φιλοστόργους συμπλοκὰς δεδονημέναι, ἀποστραφεῖσαι, ἔνδον περὶ τὴν παιδοποιίαν ἀσχολούμεναι συνεργοῦσι [2] τῷ δημιουργῷ. Οὐ δὴ θέμις ἐργαζομένην τὴν φύσιν ἤδη ἐνοχλεῖν ἔτι, περιττεύοντας εἰς ὕβριν· ὕβρις δέ, ἡ πολυώνυμος καὶ πολυειδής, ἐπειδὰν ἐκτραπῇ κατὰ τοῦτο τῆς ἀταξίας τὸ μέρος τὸ κατὰ τὴν ἀφροδίτην, λαγνεία κέκληται, τὸ λαϊκὸν καὶ δημῶδες καὶ ἄναγνον, τὸ περὶ τὰς ὀχείας [τὸ] καταφερές, ἐμφαίνοντος τοῦ ὀνόματος, ἐξ ὧν αὐξηθέντων τὸ πολὺ τῶν νοσημάτων πλῆθος ἐπισυμβαίνει, φιλοψία, φιλοινία, φιλογυνία, καὶ δὴ καὶ ἀσωτία καὶ φιληδονία πᾶσα, ὧν [3] τυραννεύει ἐπιθυμία. Μυρία δὲ τούτοις αὔξεται ἀδελφὰ παθήματα, ἐξ ὧν τὸ ἀκόλαστον κορυφοῦται ἦθος· λέγει δὲ ἡ γραφή· "Ἑτοιμάζονται ἀκολάστοις μάστιγες καὶ τιμωρίαι ὤμοις ἀφρόνων", τὴν ἰσχὺν τῆς ἀκολασίας καὶ τὴν εὔτονον ὑπομονὴν "ὤμους ἀφρόνων" καλοῦσα. Διὰ τοῦτό τοι "ἀπόστησον ἀπὸ τῶν δούλων σου ἐλπίδας κενάς, καὶ ἐπιθυμίας", φησίν, "ἀπρεπεῖς ἀπόστρεψον ἀπ' ἐμοῦ, [4] κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με". Πόρρωθεν οὖν ἀπερύκειν χρὴ τὴν πολλὴν τῶν ἐπιβούλων κακουργίαν· οὐ γὰρ εἰς τὴν Κράτητος πήραν μόνον, ἀλλ' οὐδὲ εἰς τὴν ἡμετέραν πόλιν "εἰσπλεῖ οὐ μωρὸς παράσιτος οὐδὲ λίχνος πόρνος πυγῇ ἀγαλλόμενος, οὐ δολερὰ πόρνη", ἀλλ' οὐδὲ ἄλλο τι τοιοῦτον ἡδονῆς θηρίον. Πολλὴ οὖν ἡμῖν ἐγκατεσπάρθω παρ' ὅλον τὸν βίον ἀξιοπραγία.

[94]

[1]    Καθόλου μὲν οὖν εἰ γαμητέον ἢ γάμου εἰς τὸ παντελὲς καθαρευτέον ‑ ἔχεται γὰρ ζητήσεως καὶ τοῦτο ‑ , ἐν τῷ Περὶ ἐγκρατείας ἡμῖν δεδήλωται. Εἰ δὲ αὐτὸ τοῦτο, εἰ γαμητέον, ἐδέησε σκέψεως, πῶς ἂν ἐπιτραπείη ἀνέδην καθάπερ τροφῇ, οὕτω δὲ καὶ συνουσίᾳ ὡς [2] ἀναγκαίῳ κεχρῆσθαι ἑκάστοτε; Ἔστι γοῦν συνιδεῖν ἐξ αὐτῆς καθάπερ στήμονας τὰ νεῦρα διαφορούμενα καὶ περὶ τὴν ἐπίτασιν τῆς ὁμιλίας διαρρηγνύμενα· ναὶ μὴν καὶ ἀχλὺν περισκεδάννυσι τοῖς αἰσθητηρίοις, [3] κόπτει δὲ καὶ τοὺς τόνους. Σαφὲς τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ζῴων καὶ ἐπὶ τῶν ἐν ἀσκήσει σωμάτων, ὧν οἱ ἀπεχόμενοι ἐν τοῖς ἀγῶσι τῶν ἀντιπάλων περιγίνονται, τὰ δὲ ἀπάγεται τῆς ὀχείας περιελκόμενα, μονονουχὶ συρόμενα, ἰσχύος ἁπάσης καὶ ὀρούσεως τέλεον κεκενωμένα. "Μικρὰν ἐπιληψίαν" τὴν συνουσίαν ὁ Ἀβδηρίτης [4] ἔλεγεν σοφιστής, νόσον ἀνίατον ἡγούμενος. Ἦ γὰρ οὐχὶ καὶ ἐκλύσεις παρέπονται τῷ μεγέθει τῆς ἀπουσίας ἀνατιθέμεναι; "Ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου ἐκφύεταί τε καὶ ἀποσπᾶται." Ὅρα τὸ μέγεθος τῆς βλάβης· ὅλος ἄνθρωπος ἀποσπᾶται κατὰ συνουσίας ἀπουσίαν· φησὶ γάρ· "Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου." Τοσοῦτον ἄρα ὁ ἄνθρωπος κενοῦται τῷ σπέρματι, ὅσος ὁρᾶται τῷ σώματι· ἀρχὴ γὰρ γενέσεως τὸ ἀπαλλαττόμενον. Ἀλλὰ καὶ τῆς ὕλης ὁ βρασμὸς ἐκταράττει καὶ συγκρούει τὴν ἁρμονίαν τοῦ σώματος.

[95]

[1]    Ἀστεῖος οὖν μάλα ἐκεῖνος ὁ πρὸς τὸν ἐρόμενον πῶς ἔχοι πρὸς τὰ ἀφροδίσια, "εὐφήμει", φήσας, "ἄνθρωπε, ἀσμενέστατα μέντοι [2] αὐτὰ ἀπέφυγον ὥσπερ λυττῶντα καὶ ἄγριον δεσπότην." Ἀλλ' ἐγκεκρίσθω δὴ ὁ γάμος καὶ ἐγκατατετάχθω· "πληθύνεσθαι" γὰρ ὁ κύριος βούλεται τὴν ἀνθρωπότητα, ἀλλ' οὐκ "ἀσελγαίνετε" λέγει οὐδὲ σφᾶς αὐτοὺς καθάπερ εἰς ὀχείαν γεγονότας ἐκδίδοσθαι ἡδοναῖς ἠθέλησεν. Δυσωπείτω δὲ ἡμᾶς ὁ παιδαγωγὸς δι' Ἰεζεκιὴλ βοῶν "περιτέμνεσθε τὴν πορνείαν ὑμῶν". Ἔχει τινὰ καιρὸν εὔθετον εἰς σπόρον καὶ τὰ ἄλογα τῶν ζῴων.

[3]    Τὸ δὲ μὴ εἰς παίδων γονὴν συνιέναι ἐνυβρίζειν ἐστὶ τῇ φύσει, ἣν χρὴ διδάσκαλον ἐπιγραφομένους τὰς σοφὰς τοῦ καιροῦ ἐπιτηρεῖν παιδαγωγίας, τὸ γῆρας λέγω καὶ τὴν παιδικὴν ἡλικίαν, παρεισάγουσαν ‑ τοῖς μὲν γὰρ οὐδέπω συνεχώρησεν, τοὺς δὲ οὐκέτι βούλεται γαμεῖν ‑ , πλὴν οὐ πάντοτε γαμεῖν. Γάμος δὲ ἡ παιδοποιίας ὄρεξις, οὐχ ἡ τοῦ σπέρματος ἄτακτος ἔκκρισις ἡ παράνομος καὶ ἡ παράλογος.

[96]

[1]    Κατὰ φύσιν δ' ἂν ἡμῖν χωροίη ὁ βίος ἅπας κρατοῦσι τῶν ἐπιθυμιῶν ἄνωθεν μὴ κτείνουσί τε τὸ ἐκ προνοίας θεϊκῆς φυόμενον τῶν ἀνθρώπων γένος κακοτέχνοις μηχαναῖς· αὗται γὰρ πορνείας ἐπικαλύμματι τοῖς ἐς παντελῆ κατασπῶσι φθορὰν φθορίοις συγχρώμεναι φαρμάκοις ἐξαμβλίσκουσιν ἅμα τῷ ἐμβρύῳ τὴν φιλανθρωπίαν.

[2] Ἀλλ' οἷς γε συγκεχώρηται γῆμαι, τούτοις ἐδέησεν παιδαγωγοῦ, ὡς μὴ μεθ' ἡμέραν τὰ μυστικὰ τῆς φύσεως ἐκτελεῖσθαι ὄργια μηδὲ ἐξ ἐκκλησίας, φέρε, ἢ ἀγορᾶς ἥκοντα ἑωθινὸν ἀλεκτρυόνος ὀχεύειν δίκην, ὁπηνίκα εὐχῆς καὶ ἀναγνώσεως καὶ τῶν μεθ' ἡμέραν εὐεργῶν ἔργων ὁ καιρός· ἑσπέρας δὲ ἀναπαύσασθαι καθήκει μετὰ τὴν ἑστίασιν καὶ μετὰ τὴν ἐπὶ ταῖς ἀπολαύσεσιν εὐχαριστίαν.

[97]

[1]    Οὐκ ἀεὶ δὲ καιρὸν ἐνδίδωσιν ἡ φύσις τὴν ἔντευξιν τοῦ γάμου τελειοῦσθαι· καὶ γὰρ ποθεινοτέρα ἡ χρονιωτέρα συμπλοκή. Οὐ μὴν οὐδ' ὡς ἐν σκότῳ νύκτωρ ἀκολαστητέον, ἀλλ' ἐγκαθειρκτέον [2] τῇ ψυχῇ τὸ αἰδῆμον οἱονεὶ φῶς τοῦ λογισμοῦ· οὐδὲν γὰρ τῆς ἱστουργούσης Πηνελόπης διοίσομεν, μεθ' ἡμέραν μὲν τὰ σωφροσύνης ἐξυφαίνοντες δόγματα, νυκτὸς δὲ ἀναλύοντες, ἐπὴν εἰς κοίτην ἴωμεν· εἰ γὰρ σεμνότητα ἀσκητέον, ὥσπερ οὖν, πολὺ πλέον τῇ γυναικὶ τῇ ἑαυτοῦ τὴν σεμνότητα ἐπιδεικτέον τὰς ἀσχήμονας συμπλοκὰς παραιτούμενον καὶ τῆς πρὸς τοὺς πλησίον ἁγνείας ἡ ἐχέγγυος [3] πίστις οἴκοθεν παραγινέσθω. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι σεμνὸν παρ' ἐκείνῃ νομισθῆναι, παρ' ᾗ τὸ σεμνὸν οὐκ ἐμμάρτυρον δείκνυται ἐν αὐταῖς ἐκείναις ταῖς ὀξείαις ἡδοναῖς. Εὔνοια δὲ ὀλισθηρῶς εἰς συνουσίαν ἔχειν ὁμολογοῦσα ὀλίγον ἀνθεῖ καὶ συγγηράσκει τῷ σώματι, ἔσθ' ὅτε δὲ καὶ προγηράσκει μαρανθείσης τῆς ἐπιθυμίας, ὁπόταν τὴν γαμήλιον σωφροσύνην ἑταιρικαὶ καθυβρίσωσιν ἡδοναί· πτηναὶ γὰρ αἱ τῶν ἐρώντων καρδίαι καὶ σβέννυται μετανοίᾳ τὰ φίλτρα, τρέπεται δὲ πολλάκις τὸ φιλεῖν εἰς τὸ μισεῖν, ὁπόταν αἴσθηται τῆς καταγνώσεως ὁ κόρος.

[98]

[1]    Ῥημάτων δὲ ἀκολάστων καὶ σχημάτων ἀσχημόνων ἑταιρικῶν τε φιλημάτων [ὀνόματα πορνικὰ] καὶ τοιουτωνί τινων λαγνευμάτων οὐδὲ ἐπιμνηστέον, τῷ μακαρίῳ πειθομένοις ἀποστόλῳ, διαρρήδην λέγοντι· "Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω [2] ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις." Εὖ γοῦν τις εἰρηκέναι φαίνεται· "Συνουσία ὤνησεν μὲν οὐδένα, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν." Ἡ μὲν γὰρ κατὰ νόμον σφαλερά, εἰ μὴ ὅσον αὐτῆς ἐπὶ παιδοποιίᾳ, περὶ δὲ τῆς παρανόμου ἡ γραφὴ λέγει· "Γυνὴ μισθία ἴση σιάλῳ λογισθήσεται, ὕπανδρος δὲ πύργος θανάτου τοῖς χρωμένοις."

[3] Κάπρῳ ἢ συῒ τὸ ἑταιρικὸν ἀπείκασε πάθος, θάνατον δὲ ζητούμενον εἴρηκεν τὴν μοιχείαν ἐπὶ πόρνῃ τηρουμένῃ. Οἶκον δὲ καὶ πόλιν, ἐν ᾗ ἀσελγαίνουσιν, [ναὶ μὴν] καὶ ἡ παρ' ὑμῖν ποιητικὴ ὀνειδίζουσά πως γράφει·

[99]

[1]    Μοιχεῖαι παρὰ σοί τε καὶ ἀνδρῶν μῖξις ἄθεσμος

   θηλυγενὴς ἄδικός τε, κακὴ πόλι, πάντ' ἀκάθαρτε·

[2] ἔμπαλιν δὲ ἄγαται τοὺς σώφρονας·

   οὔτε ἐπ' ἀλλοτρίᾳ κοίτῃ πόθον αἰσχρὸν ἔχοντας

   οὐδὲ ἐπ' ἄρρενος ὕβριν ἀπεχθέα τε στυγερήν τε

   ὁρμωμένους,

ὅτι παρὰ φύσιν· ταύτας ἡγοῦνται οἱ πολλοὶ τρυφάς, τὰς ἑαυτῶν ἁμαρτίας, οἱ δὲ τούτων ἐπιεικέστεροι γνωρίζουσι μὲν [3] οὔσας αὐτὰς ἁμαρτίας, ἡττῶνται δὲ τῶν ἡδονῶν. Καὶ τὸ σκότος αὐτοῖς ἐστι προκάλυμμα τῶν παθῶν· μοιχεύει γὰρ τὸν ἑαυτοῦ γάμον ὁ ἑταιριζόμενος αὐτόν, καὶ οὐκ ἀκούει τοῦ παιδαγωγοῦ βοῶντος· "Ὁ ἄνθρωπος ὁ ἀναβαίνων ἐπὶ τῆς κλίνης αὐτοῦ, ὁ λέγων ἐν τῇ ψυχῇ· Τίς με ὁρᾷ; Σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοι σκέπη μου, καὶ οὐδεὶς βλέπει τὰς ἁμαρτίας μου· τί εὐλαβοῦμαι; [4] Μὴ μνησθήσεται ὁ ὕψιστος." Ταλάντατος μὲν οὗτος, ὀφθαλμοὺς ἀνθρώπων δεδιὼς μόνους, λήσειν δὲ τὸν θεὸν ὑπονοῶν. "Οὐ γὰρ γινώσκει", φησὶν ἡ γραφή, "ὅτι ὀφθαλμοὶ κυρίου ὑψίστου μυριοπλασίως ἡλίου φωτεινότεροί εἰσιν, οἳ ἐπιβλέπουσι πάσας ὁδοὺς [5] ἀνθρώπων καὶ κατανοοῦσιν εἰς ἀπόκρυφα μέρη." Ταύτῃ τε πάλιν ὁ παιδαγωγὸς αὐτοῖς ἀπειλεῖ διὰ Ἡσαΐου λέγων· "Οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἐροῦσι· τίς ἡμᾶς ὁρᾷ;" Λήσεται μὲν γὰρ ἴσως τὸ αἰσθητὸν φῶς τις, τὸ δὲ νοητὸν ἀδύνατόν ἐστιν, ἢ ὥς φησιν Ἡράκλειτος· "Τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι;" [6] Μηδαμῶς τοίνυν ἐπικαλυπτώμεθα τὸ σκότος, τὸ γὰρ φῶς ἔνοικον ἡμῖν· "καὶ ἡ σκοτία", φησίν, "αὐτὸ οὐ καταλαμβάνει", καταυγάζεται δὲ [αὐτὸ] ἡ νὺξ τῷ σώφρονι λογισμῷ· λογισμοὺς δὲ ἀνδρῶν ἀγαθῶν [οὓς] ἀκοιμήτους λύχνους ὠνόμασεν ἡ γραφή.

[100]

[1]    Καίτοι τό γε πειρᾶσθαι λανθάνειν ἐφ' οἷς πράττει τις ὁμολογοῦντος ἁμαρτάνειν ἐστίν, πᾶς δὲ ὃς ἁμαρτάνει, καὶ ἀδικεῖ εὐθύς, οὐχ οὕτως τὸν πέλας, ἂν μοιχεύῃ, ὡς ἑαυτόν, ὅτι μεμοίχευκεν· ἀλλὰ πάντως αὑτὸν χείρονα ἀποφαίνει καὶ ἀτιμότερον. Ὁ γὰρ ἁμαρτάνων, παρ' ὅσον ἁμαρτάνει, χείρων καὶ ἀτιμότερος αὐτὸς αὑτοῦ· πάντως δὲ ἤδη που καὶ ἀκολασία πρόσεστι τῷ ἡττωμένῳ αἰσχρᾶς ἡδονῆς· διὸ καὶ πάντως ὁ πορνεύων ἀπέθανεν θεῷ, καὶ καταλέλειπται ὑπὸ τοῦ λόγου, καθάπερ ὑπὸ τοῦ πνεύματος, νεκρός. Βδελύττεται γὰρ [2] τὸ ἅγιον μολύνεσθαι, ὥσπερ οὖν εἰκός. Ἀεὶ δὲ καθαρῷ καθαροῦ θέμις θιγγάνειν· μὴ δὴ ἅμα χιτῶνι ἀποδυομένῳ ἀποδυσώμεθα καὶ τὴν αἰδῶ ποτε, ἐπεὶ οὐδέποτε τῷ δικαίῳ σωφροσύνην ἀποδύσασθαι θέμις. Ἰδοὺ γὰρ τὸ φθαρτὸν τοῦτο ἐπενδύσεται ἀφθαρσίαν, ὁπηνίκα ἂν τὸ ἀκόρεστον τῆς ἐπιθυμίας, τὸ εἰς ἀσέλγειαν ῥέον, ἐγκρατείᾳ παιδαγωγούμενον, ἀνέραστον γενόμενον τῆς φθορᾶς, [3] ἀιδίῳ σωφροσύνῃ παραχωρήσῃ τὸν ἄνθρωπον· "Ἐν γὰρ τῷ αἰῶνι τούτῳ γαμοῦσι καὶ γαμίσκονται", καταργήσαντες δὲ τὰ τῆς σαρκὸς ἔργα, αὐτῇ καθαρᾷ τῇ σαρκὶ ἐπενδυσάμενοι τὴν ἀφθαρσίαν [4] τὸ πρὸς μέτρον τῶν ἀγγέλων διώκομεν. Ταύτῃ τοι καὶ Πλάτων ἐν Φιλήβῳ ὁ τῆς βαρβάρου μαθητὴς φιλοσοφίας ἀθέους κέκληκε μυστικῶς τοὺς τὸν θεὸν τὸν ἔνοικον αὐτοῖς, τὸν λόγον, διαφθείροντας καὶ μιαίνοντας τὸ ὅσον ἐφ' ἑαυτοῖς ἐν τῇ τῶν παθῶν οἰκειώσει.

[101]

[1]    Οὐκ ἄρα ποτὲ θνητῶς βιωτέον ἁγιαζομένους θεῷ οὐδὲ μήν, ὥς φησιν ὁ Παῦλος, οὐ χρὴ πόρνης ποιεῖν μέλη τὰ τοῦ Χριστοῦ μέλη οὐδὲ μὴν νεὼν τῶν παθῶν τῶν αἰσχρῶν τὸν νεὼν τοῦ θεοῦ ποιητέον.

[2] Μέμνησθε γὰρ τὰς τέτταρας καὶ εἴκοσι χιλιάδας διὰ πορνείαν ἀπωσμένας, τὰ δὲ παθήματα τῶν πορνευσάντων, ὡς ἤδη μοι λέλεκται, "τύποι" παιδαγωγοῦντες ἡμῶν τὰς ἐπιθυμίας εἰσίν. Ἡμῖν δὲ ὁ παιδαγωγὸς παραινεῖ σαφέστατα· "Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου·"

[3] "οἶνος γὰρ καὶ γυναῖκες ἀποστήσουσι συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἐκβήσεται, σῆψις καὶ σκώληξ κληρονομήσουσιν αὐτόν, καὶ ἐξαρθήσεται ἐν παραδειγματισμῷ μείζονι", καὶ πάλιν ‑ οὐ γὰρ ἀποκάμνει ὠφελῶν ‑ · "ὁ δὲ ἀντοφθαλμῶν ἡδονῇ στεφανοῖ τὴν ζωὴν αὐτοῦ."

[102]

[1]    Οὔκουν ἀφροδισίων ἡττᾶσθαι δίκαιον οὐδὲ μὴν κεχηνέναι περὶ τὰς ἐπιθυμίας, ἀλλ' οὐδὲ ἐκπαθαίνεσθαι περὶ τὰς ἀλόγους ὀρέξεις οὐδὲ ἐπιθυμεῖν μολύνεσθαι. Σπείρειν δὲ μόνον ἐπιτέτραπται τῷ γήμαντι ὡς γεωργῷ τὸ τηνικάδε, ὁπηνίκα ὁ καιρὸς δέχεται τὸν σπόρον.

[2]    Πρὸς δὲ δὴ τὴν ἄλλην ἀκρασίαν ἄριστον μὲν ὁ λόγος φάρμακον, βοηθεῖ δὲ καὶ ἡ ἔνδεια τοῦ κόρου, δι' οὗ φλεγμαίνουσαι αἱ ἐπιθυμίαι σκιρτῶσι περὶ τὰς ἡδονάς. Οὐκοῦν οὐδὲ ἐσθῆτος ἀντιποιητέον [3] πολυτελοῦς καθάπερ οὐδὲ τροφῆς ποικίλης. Αὐτὸς γοῦν ὁ κύριος διαιρῶν τὰς ὑποθήκας εἴς τε ψυχὴν καὶ σῶμα καὶ τρίτον τὰ ἐκτός, διὰ μὲν τὸ σῶμα τὰ ἐκτὸς πορίζεσθαι συμβουλεύει, διοικεῖν δὲ τὸ σῶμα τῇ ψυχῇ, παιδαγωγεῖ δὲ τὴν ψυχήν, "μὴ μεριμνᾶτε" λέγων "τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· ἡ γὰρ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ [4] ἐνδύματος." Καὶ τῆς διδασκαλίας ἐναργὲς ὑπόδειγμα ἐπιφέρει. "Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμιεῖον καὶ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς. Οὐχ [5] ὑμεῖς διαφέρετε τῶν πτηνῶν;" Καὶ ταῦτα μὲν περὶ τροφῆς· ὁμοίως δὲ καὶ περὶ ἐσθῆτος παρεγγυᾷ, ἣ τῶν τρίτων μετείληφε, τῶν ἐκτός, "κατανοήσατε" λέγων "τὰ κρίνα πῶς οὔτε νήθει οὔτε ὑφαίνει, λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν περιεβάλετο ὡς ἓν τούτων." Σφόδρα δὲ ἐπὶ πλούτῳ ἐκόμα ὁ Σολομὼν ὁ βασιλεύς.

[103]

[1]    Τί οὖν ὡραιότερον καὶ εὐανθέστερον ἀνθέων; Τί δὲ ἐπιτερπέστερον κρίνων [ἢ μύρων] ἢ ῥόδων; "Εἰ δὲ τὸν χόρτον σήμερον ἐν ἀγρῷ ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. Καὶ ὑμεῖς μὴ ζητεῖτε [2] τί φάγητε ἢ τί πίητε." Ἐνταῦθα τὸ "τί" μόριον τὴν ποικιλίαν τῆς τροφῆς ἐκβέβληκε, σημαίνεται γὰρ ἐκ τῆς γραφῆς τοῦτο· μὴ μεριμνᾶτε ποῖα φάγητε ἢ ποῖα πίητε· πλεονεξία γὰρ καὶ τρυφὴ μεριμνᾶν ταῦτα· τὸ δὲ φαγεῖν μόνον ψιλῶς νοούμενον ἀνάγκης ἐστὶ τεκμήριον, τὸ πλήρωμα, ὡς ἔφαμεν, τῆς ἐνδείας· τὸ δὲ "τί" ἐκ περισσοῦ, τὸ δὲ περιττὸν ἐκ τοῦ διαβόλου μεμήνυκεν ἡ γραφή.

[3] Σαφηνίζει δὲ τὴν διάνοιαν ἡ ἐπιφερομένη λέξις. "Μὴ γὰρ ζητεῖτε τί φάγητε ἢ τί πίητε" εἰπών, ἐπήγαγεν· "καὶ ‹μὴ› μετεωρίζεσθε·" μετεώρους δὲ ἀπὸ τῆς ἀληθείας ἀλαζονεία καὶ τρυφὴ ποιεῖ, καὶ ἡ εἰς τὰ περιττὰ ἀπασχολοῦσα ἡδυπάθεια ἀπάγει τῆς ἀληθείας· [4] διὸ καί φησι παγκάλως· "Ταῦτα δὲ πάντα τὰ ἔθνη τοῦ κόσμου ζητεῖ." Οἱ ἄτακτοι καὶ ἀνόητοι τὰ ἔθνη εἰσίν. Τίνα δὲ λέγει "ταῦτα"; τὴν τρυφήν, τὴν ἡδυπάθειαν, τὴν καρυκείαν, τὴν ὀψοφαγίαν, [5] τὴν λαιμαργίαν· ταῦτά ἐστι τὸ "τί". Περὶ δὲ ψιλῆς τῆς τροφῆς, τῆς τε ξηρᾶς καὶ τῆς ὑγρᾶς, ὡς ἀναγκαίων οὐσῶν, "οἶδε", φησίν, "ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε". Εἰ δὲ ὅλως ζητητικοὶ γεγόναμεν, μὴ εἰς τρυφὴν τὸ ζητητικὸν ἀπολλύωμεν, ἀλλὰ εἰς τὴν εὕρεσιν τῆς ἀληθείας ἀναζωπυρήσωμεν. "Ζητεῖτε γάρ", φησί, "τὴν βασιλείαν τοῦ θεοῦ, καὶ τὰ τῆς τροφῆς προστεθήσεται ὑμῖν."

[104]

[1]    Εἰ τοίνυν ἐσθῆτος καὶ τροφῆς καὶ τῶν περιττῶν ἁπαξαπλῶς ὡς οὐκ ἀναγκαίαν ἀφαιρεῖται τὴν μέριμναν, τί χρὴ νοεῖν ἐρεῖν αὐτὸν περὶ φιλοκοσμίας βαφῆς τε ἐρίων καὶ ποικιλίας χρωμάτων καὶ λίθων περιεργίας καὶ χρυσίου ἐξεργασίας πλοκάμων τε ἔτι ἐπιτεχνητῶν καὶ βοστρύχων ἑλικτῶν, πρὸς δὲ καὶ ὀφθαλμῶν ὑπογραφῆς παρατίλσεών τε καὶ παραφυκισμῶν καὶ ψιμυθισμοῦ καὶ βαφῆς τριχῶν καὶ τῶν περὶ τὰς ἀπάτας ταύτας κακοτεχνιῶν; [2] Οὐχὶ εὖ μάλα ἐκεῖνο δὴ ὑποτοπητέον, τὸ μικρῷ πρόσθεν εἰρημένον ἐπὶ τοῦ χόρτου, μὴ καὶ ἐπὶ τῶν ἀκόσμων φιλοκόσμων τούτων [3] ᾖ λελεγμένον; "Ἀγρὸς γὰρ ὁ κόσμος", καὶ πόα ἡμεῖς οἱ τῇ χάριτι δροσιζόμενοι τοῦ θεοῦ, καρέντες δὲ αὖθις ἀνατέλλομεν, ὡς ἐν τῷ Περὶ ἀναστάσεως διὰ πλειόνων δηλωθήσεται, χόρτος δὲ ὁ χυδαῖος ἀλληγορεῖται ὄχλος, ὁ τῆς ἐφημέρου εὐφροσύνης οἰκεῖος, ὁ πρὸς ὀλίγον ἀνθῶν, ὁ φιλόκοσμος καὶ φιλόδοξος καὶ πάντα μᾶλλον ἢ φιλαλήθης, εἰς οὐδὲν ἀλλ' ἢ εἰς ὑπέκκαυμα εὔθετος πυρός.

[105]

[1]    "Ἄνθρωπος γοῦν ἦν τις", ὁ κύριος διηγούμενος λέγει, "πλούσιος σφόδρα, ὃς ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς·" οὗτος ὁ χόρτος ἦν· "πτωχὸς δέ τις ὄνομα Λάζαρος ἐβέβλητο εἰς τὸν πυλῶνα τοῦ πλουσίου εἱλκωμένος, ἐπιθυμῶν χορτασθῆναι ἐκ τῶν πιπτόντων τῆς τραπέζης τοῦ πλουσίου·" οὗτός ἐστιν ἡ πόα. Ἀλλ' ὃ μὲν ἐκολάζετο ἐν Ἅιδου, ὁ πλούσιος, μετέχων τοῦ πυρός, ὃ δὲ ἀνέθαλλεν ἐν κόλποις τοῦ πατρός.

[2] Ἄγαμαι τῶν Λακεδαιμονίων τὴν πόλιν τὴν παλαιάν· μόναις ταῖς ἑταίραις ἀνθίνας ἐσθῆτας καὶ χρυσοῦν κόσμον ἐπέτρεψεν φορεῖν, ἀφαιρουμένη τῶν δοκίμων γυναικῶν τὴν φιλοκοσμίαν τῷ μόναις [3] ἐφεῖναι καλλωπίζεσθαι ταῖς ἑταιρούσαις. Ἀθηναίων δὲ ἔμπαλιν οἱ ἄρχοντες οἱ τὸ ἀστικὸν πολίτευμα ἐζηλωκότες ἐκλαθόμενοι τῆς ἀνδρωνίτιδος ἐχρυσοφόρουν ποδήρεις χιτῶνας ἐνδυόμενοι [καὶ ποδήρεις ἠμπίσχοντο·] καὶ κρωβύλον, ὃ ἐμπλοκῆς ἐστιν εἶδος, ἀνεδοῦντο χρυσῶν ἐνέρσει τεττίγων κοσμούμενοι, τὸ γηγενὲς ὡς [4] ἀληθῶς ἀπειροκαλίᾳ κιναιδίας ἐνδεικνύμενοι. Ὁ δὲ τῶν ἀρχόντων τούτων ζῆλος καὶ εἰς τοὺς ἄλλους Ἴωνας διικνεῖτο, οὓς Ὅμηρος ἐκθηλύνων "ἑλκεσιπέπλους" καλεῖ.

[106]

[1]    Εἴδωλον οὖν τοῦ καλοῦ τὴν φιλοκοσμίαν, οὐχὶ δὲ αὐτὸ ‹τὸ› καλὸν προστρεπομένους, δι' ὀνόματος ὡραίου πάλιν εἰδωλολατροῦντας, πόρρω τῆς ἀληθείας ἀποικιστέον, δόξῃ, οὐκ ἐπιστήμῃ, [2] ὀνειροπολοῦντας τοῦ καλοῦ τὴν φύσιν. Καὶ ἔστιν αὐτοῖς ὁ τῇδε βίος ἀγνοίας ὕπνος βαθύς, οὗ χρὴ ἐξεγειρομένους ἡμᾶς ἐπὶ τὸ ὄντως καλὸν καὶ κόσμιον σπεύδειν καὶ τούτου μόνου ἐφάπτεσθαι γλίχεσθαι καταλείποντας τὰ τῇδε κόσμια αὐτῷ κόσμῳ χαίρειν πρὶν [3] ἢ τέλεον καταδαρθεῖν. Φημὶ τοίνυν οὐκ ἄλλου τινὸς ἕνεκα δεηθῆναι ὑφασμάτων τὸν ἄνθρωπον ἢ σκέπης σώματος, πρὸς ἀπαλέξησιν κρυμῶν τε ὑπερβολῆς καὶ καυμάτων ἐπιτάσεως, μή τι ἡμᾶς παραλυποίη τοῦ περιέχοντος ἡ ἀμετρία.

[4]    Εἰ δὴ οὗτός ἐστι τῆς ἐσθῆτος ὁ σκοπός, ὅρα μὴ οὐκ ἄλλη μὲν ἀνδράσιν, ἄλλη δὲ ἐσθὴς ἀπονεμητέα γυναιξίν· κοινὸν γὰρ ἀμφοῖν τὸ σκέπεσθαι κατὰ τὰ αὐτὰ τῷ ἐσθίειν καὶ πίνειν.

[107]

[1]    Κοινῆς οὖν οὔσης τῆς χρείας τὴν ὁμοίαν κατασκευὴν δοκιμάζομεν. ὡς γὰρ τὸ δεῖσθαι τῶν σκεπόντων κοινὸν ἑκατέροις, οὕτως καὶ τὰ σκέποντα παραπλήσια εἶναι χρή, εἰ δέ, καὶ σκέπην ταύτην [2] παραληπτέον, καθ' ἣν κρύπτειν ὄμματα θηλειῶν χρεών. Εἰ γὰρ καὶ πλεονεκτεῖ τὸ θῆλυ διὰ τὴν ἀσθένειαν, τὸ ἔθος τῆς ἀγωγῆς τῆς κακῆς αἰτιατέον, δι' ἣν πολλάκις φαύλοις διαίταις ἐντρεφόμενοι ἄνδρες γυναικῶν γεγόνασι θηλύτεροι· οὐ δὴ καθυφεῖναι χρὴ τοῦ [3] τόνου. Εἰ δὲ συμπεριφέρεσθαι χρή, ὀλίγον ἐνδοτέον αὐταῖς μαλακωτέροις χρῆσθαι τοῖς ὑφάσμασιν μόνον τὰς μεμωρημένας λεπτουργίας καὶ τὰς ἐν ταῖς ὑφαῖς περιέργους πλοκὰς ἐκποδὼν μεθιστάντας, νῆμα χρυσοῦ καὶ σῆρας Ἰνδικοὺς καὶ τοὺς περιέργους βόμβυκας [4] χαίρειν ἐῶντας. Σκώληξ φύεται τὸ πρῶτον, εἶτα ἐξ αὐτοῦ δασεῖα ἀναφαίνεται κάμπη, μεθ' ἣν εἰς τρίτην μεταμόρφωσιν νεοχμοῦται βομβύλιον ‑ οἳ δὲ νεκύδαλλον αὐτὸ καλοῦσιν ‑ , ἐξ οὗ μακρὸς τίκτεται στήμων, καθάπερ ἐκ τῆς ἀράχνης ὁ τῆς ἀράχνης μίτος· [5] τὰ γὰρ περιττὰ ταῦτα καὶ διαφανῆ ἔλεγχός ἐστι διανοίας οὐκ ἐρρωμένης, ὀλίγῳ παραπετάσματι τὴν αἰσχύνην τοῦ σώματος προαγωγεύοντα. Οὐ γὰρ ἔτι σκέπη ἡ ἁβροδίαιτός ἐστιν ἐσθής, τὸ σχῆμα τῆς γυμνότητος κρύπτειν μὴ δυναμένη· προσπίπτουσα γὰρ ἡ τοιαύτη ἐσθὴς τῷ σώματι προστυποῦται αὐτῷ ὑγρότερον καὶ προσαναπλάττεται σαρκικῶς ἐμφῦσα τῷ σχήματι, καὶ τὸν τύπον ἐκμάττεται τῆς γυναικός, ὥστ' οὐχ ὁρῶντι τὴν ὅλην τοῦ σώματος εἶναι φανερὰν διάθεσιν.

[108]

[1]    Παραιτητέον δὲ τῆς ἐσθῆτος καὶ τὰς βαφάς· αὗται γὰρ πόρρω καὶ τῆς χρείας καὶ τῆς ἀληθείας πρὸς τῷ καὶ διαβολὴν τοῦ ἤθους ἐξανθεῖν· οὔτε γὰρ ἡ χρῆσις ὠφέλιμος ‑ οὐ γὰρ πρὸς τὸ κρύος εὔθετος ‑ οὔτε πρὸς σκέπην ἔχει τι περιττὸν παρὰ τὴν ἄλλην ἐσθῆτα ἢ τὸν ψόγον μόνον, καὶ τὸ ἐπιτερπὲς τῆς χροιᾶς τοὺς λίχνους ἀνιᾷ εἰς τὴν ἀνόητον ὀφθαλμίαν ἐρεθίζον, τοὺς δὲ λευκοὺς καὶ οὐ νόθους τὰ ἔνδον λευκαῖς καὶ ἀπεριέργοις ἁρμοδιώτατον ἐσθήσεσι χρῆσθαι.

[2] Σαφῶς γοῦν καὶ καθαρῶς Δανιὴλ ὁ προφήτης "ἐτέθησαν", φησί, "θρόνοι καὶ ἐκάθισεν ἐπ' αὐτῶν ὡσεὶ παλαιὸς ἡμερῶν, καὶ τὸ ἔνδυμα [3] αὐτοῦ ὡσεὶ χιὼν λευκόν". Τοιαύτῃ χρώμενον στολῇ τὸν κύριον ἐν ὁράματι θεωρεῖ· καὶ ἡ Ἀποκάλυψίς φησιν· "Εἶδον τὰς ψυχὰς τῶν μεμαρτυρηκότων ὑποκάτω τοῦ θυσιαστηρίου· καὶ ἐδόθη ἑκάστῳ [4] στολὴ λευκή." Εἰ δὲ καὶ ἄλλο τι δέοι χρῶμα ζητεῖν, τὸ αὐτοφυὲς τῆς ἀληθείας ἀπόχρη βάμμα, αἱ δὲ τοῖς ἄνθεσιν ἐοικυῖαι ἐσθῆτες βακχικοῖς καὶ τελεστικοῖς καταλειπτέαι λήροις, πρὸς δὲ καὶ "ἡ πορφύρα καὶ τὰ ἀργυρώματα", ὥς φησιν ὁ κωμικός, "εἰς τοὺς τραγῳδοὺς χρήσιμα καὶ οὐκ εἰς τὸν βίον", τὸν δὲ ἡμέτερον βίον [5] πάντα μᾶλλον ἢ πομπὴν εἶναι χρεών. Βάμμα γοῦν Σαρδιανικὸν καὶ ἄλλο ὀμφάκινον καὶ χλωρὸν ἕτερον ῥοδομιγές ‹τε› καὶ κοκκοβαφὲς καὶ ἄλλα μυρία διὰ σπουδῆς βάμματα ἐπινενόηται ταῖς ἐξώλοις ἡδυπαθείαις.

[109]

[1]    Ὄψεως, οὐ σκέπης ἡ ἐσθὴς αὕτη. Τά τε χρυσῷ πεποικιλμένα καὶ τὰ ἁλουργοβαφῆ καὶ ζῳωτά ‑ προσήνεμόν γέ τι τρύφημα τουτοΐ ‑ τόν τε μυροβαφῆ ἐκεῖνον κροκωτὸν καὶ τῶν ὑμενίνων τῶν περιόπτων τὰ πολυτελῆ καὶ ποικίλα ἱμάτια, ἔχοντα ζῴδια [2] ἐν τῇ πορφύρᾳ, αὐτῇ τέχνῃ χαίρειν ἐατέον. "Τί γὰρ ‹ἂν› φρόνιμον γυναῖκες ἐργάσαιντο ἢ λαμπρόν, αἳ καθήμεθα", φησὶν ἡ κωμῳδία,

                     ἐξηνθισμέναι,

   κροκωτοφοροῦσαι ‹καὶ› κεκαλλωπισμέναι;

[3]    Παραινεῖ δὲ διαρρήδην ὁ παιδαγωγός· "Ἐν περιβολῇ ἱματίου οὐ μὴ καυχήσῃ, μηδὲ ἐπαίρου ἐν δόξῃ πάσῃ ἀπαραμόνῳ οὔσῃ." Ἐπισκώπτων γοῦν τοὺς τοῖς μαλακοῖς ἠμφιεσμένους ἱματίοις ἐν τῷ εὐαγγελίῳ λέγει· "Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ ἐν τρυφῇ διάγοντες ἐν τοῖς βασιλείοις εἰσί", τοῖς ἐπιγείοις βασιλείοις λέγει, τοῖς φθαρτοῖς, ἔνθα δοξοκαλία καὶ δοξοκοπία καὶ κολακεία καὶ πλάνη· οἱ δὲ τὴν οὐράνιον θεραπεύοντες αὐλὴν περὶ τὸν πάντων βασιλέα τὴν ἀκήρατον τῆς ψυχῆς ἐσθῆτα, τὴν σάρκα, ἁγιάζονται, καὶ ταύτῃ [4] ἐπενδύονται ἀφθαρσίαν. Καθάπερ οὖν ἡ ἄγαμος μόνῳ σχολάζει τῷ θεῷ καὶ ἡ φροντὶς αὐτῆς οὐ περισχίζεται, γημαμένη δὲ ἥ γε σώφρων διαιρεῖται τὸν βίον καὶ πρὸς θεὸν καὶ πρὸς ἄνδρα, ἡ δὲ ἄλλως φερομένη ὅλη γίνεται τοῦ γάμου, τοῦτ' ἔστι τοῦ πάθους, τὸν αὐτόν, οἶμαι, τρόπον ἡ σώφρων γυνὴ σχολάζουσα μὲν τῷ ἀνδρὶ ἀνυποκρίτως θεοσεβεῖ, φιλοκοσμοῦσα δὲ ἀποπέπτωκεν καὶ τοῦ θεοῦ καὶ τοῦ γάμου τοῦ σώφρονος, τὸν κόσμον ἀντικαταλλαττομένη τἀνδρὸς κατὰ τὰ αὐτὰ τῇ Ἀργείᾳ ἑταίρᾳ, τῇ Ἐριφύλῃ λέγω,

   ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.

[110]

[1]    Ταύτῃ καὶ τὸν Κεῖον ἀποδέχομαι σοφιστὴν τὰς ἐοικυίας καὶ καταλλήλους ἀρετῆς καὶ κακίας εἰκόνας ὑπογράφοντα· τὴν μὲν αὐταῖν ἀφελῶς ἱσταμένην ἐποίησε καὶ λευχείμονα καὶ καθάριον, τὴν ἀρετήν, αἰδοῖ μόνῃ κεκοσμημένην ‑ τοιαύτην εἶναι χρὴ τὴν πίστιν, ἐνάρετον μετ' αἰδοῦς ‑ , θατέραν δὲ τοὐναντίον εἰσάγει, τὴν κακίαν, περιττῇ μὲν ἐσθῆτι ἠμφιεσμένην, ἀλλοτρίῳ δὲ χρώματι γεγανωμένην· καὶ ἡ κίνησις αὐτῆς καὶ ἡ σχέσις πρὸς τὸ ἐπιτερπὲς ἐπιτηδευομένη ταῖς μαχλώσαις ἔκκειται σκιαγραφία γυναιξίν.

[2] Πρὸς οὐδεμίαν δὲ ὅλως ὁ ἑπόμενος τῷ λόγῳ αἰσχρὰν ἡδονὴν οἰκειώσεται· διὸ καὶ τῆς ἐσθῆτος τὸ χρειῶδες προκριτέον. Κἂν ὁ λόγος τοῦτο ψάλλῃ διὰ Δαβὶδ περὶ τοῦ κυρίου λέγων· "εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ καὶ κροσσωτοῖς χρυσοῖς περιβεβλημένη", οὐκ ἐσθῆτα τὴν τρυφητικὴν μεμήνυκεν, ἀλλὰ τὸν ἐκ πίστεως συνυφασμένον ἀκήρατον τῶν ἠλεημένων κόσμον τῆς ἐκκλησίας δεδήλωκεν, ἐν ᾗ ὁ ἄδολος Ἰησοῦς "ὡς χρυσὸς διαπρέπει", καὶ οἱ κροσσοί, οἱ ἐκλεκτοί, οἱ χρυσοῖ.

[111]

[1]    Εἰ δὲ καὶ ὑφεῖναι χρὴ τοῦ τόνου διὰ τὰς γυναῖκας, λείαν τὴν ἐσθῆτα καὶ προσηνῆ πρὸς τὴν ἁφὴν ἐξυφαντέον, οὐχὶ δὲ καθάπερ τὰς γραφὰς πρὸς τὸ τερπνὸν τῆς ὄψεως ἐξανθιστέον· ἐξίτηλος μὲν γὰρ ἡ γραφὴ τῷ χρόνῳ γίνεται, αἱ δὲ ῥύψεις καὶ αἱ στύψεις τοῖς φαρμακώδεσι τῆς βαφῆς χυμοῖς ἐκτήκουσαι τὰ ἔρια τῶν ἀμπεχονῶν τὰς ὑφάνσεις ἀσθενεῖς ἀποτελοῦσι, τὸ δὲ οὐδ' εἰς οἰκονομίαν [2] εὔθετον. Ἀπειροκαλία δὲ ἡ μεγίστη τοσοῦτον ἐπτοῆσθαι περὶ τοὺς πέπλους καὶ τὰς ξυστίδας καὶ τὰς ἐφαπτίδας χλαίνας τε καὶ χιτῶνας, "τά τ' αἰδῶ ἀμφικαλύπτει", Ὅμηρός φησιν. Αἰσχύνομαι γὰρ ὡς ἀληθῶς ὁρῶν τοσοῦτον ἐκχεόμενον πλοῦτον εἰς τὴν [3] αἰδοίων σκέπην. Ὁ γάρ τοι ἀρχαῖος ἄνθρωπος ὁ ἐν τῷ παραδείσῳ κλάδοις καὶ φύλλοις τὴν σκέπην τῆς αἰσχύνης παρεμέτρει, νυνὶ δὲ ἐπεὶ τὰ πρόβατα ἡμῖν δεδημιούργηται, μὴ κατὰ τὰ αὐτὰ τοῖς προβάτοις ἀφραίνωμεν, παιδαγωγούμενοι δὲ τῷ λόγῳ τὸ πολυτελὲς τῆς ἐσθῆτος διελέγχωμεν ἐπιλέγοντες, τρίχες ἐστὲ προβάτων, κἂν Μίλητος αὐχῇ, κἂν Ἰταλία δοξάζηται, κἂν ὑπὸ διφθέραις φυλάττωνται αἱ τρίχες, περὶ ἃς μεμήνασιν οἱ πολλοί, ἀλλὰ ἡμῖν γε οὐ σπουδαστέον.

[112]

[1]    Ὁ δὲ μακάριος Ἰωάννης καὶ τῶν προβάτων ὑπεριδὼν τὰς τρίχας ὀζούσας τρυφῆς τὰς τῶν καμήλων εἵλατο τρίχας καὶ ταύτας ἠμπίσχετο, τὸ εὐτελὲς καὶ ἄδολον τοῦ βίου ὑποτυπούμενος. Καὶ γὰρ μέλι ἤσθιεν καὶ ἀκρίδας, γλυκεῖαν καὶ πνευματικὴν τροφήν, ἀτύφους [2] καὶ σώφρονας τὰς ὁδοὺς τοῦ κυρίου παρασκευάζων. Ἦ που γὰρ ἂν ἁλουργὴν χλανίδα περιεβάλετο ὁ τὴν ἀλαζονείαν τὴν πολιτικὴν ἐκτραπείς, εἰς δὲ τὴν ἔρημον τῆς ἐρημίας γαλήνην θεῷ πεπολιτευμένος ἐκτὸς πάσης κενοσπουδίας, ἀπειραγαθίας, μικροπρεπείας.

[3] Μηλωτῇ δὲ ἐχρῆτο Ἠλίας ἐνδύματι καὶ ζώνῃ τὴν μηλωτὴν κατέσφιγγεν ἐκ τριχῶν πεποιημένη. Ἡσαΐας δέ, ἄλλος οὗτος προφήτης, "γυμνός τε καὶ ἀνυπόδετος" ἦν, πολλάκις δὲ καὶ σάκκον ἠμπίσχετο [113] [1] ταπεινοφροσύνης ἔνδυμα. Εἰ δὲ καὶ Ἱερεμίαν καλεῖς, λινοῦν οὗτος περίζωμα εἶχε μόνον. ὡς δὲ τὰ εὐτραφῆ τῶν σωμάτων γυμνούμενα φανερωτέραν δείκνυσι τὴν ἀκμήν, οὕτως καὶ τῶν ἠθῶν τὸ κάλλος, μὴ ἐνειλούμενον ἀπειροκάλοις φλυαρίαις, τὸ μεγαλοπρεπὲς ἐνδείκνυται.

[2]    Τὸ δὲ καὶ σύρειν τὰς ἐσθῆτας ἐπ' ἄκρους καθιέντας τοὺς πόδας κομιδῇ ἀλαζονικόν, ἐμποδὼν τῇ ἐνεργείᾳ τοῦ περιπατεῖν γινόμενον, καλλύντρου δίκην ἐπισυρομένης τῆς ἐσθῆτος τὰς ἐπιπολαίους τῆς γῆς ἀχυρμιάς, οὐδὲ τῶν κατεαγότων τούτων δὴ τῶν τὴν κιναιδίαν τὴν ἄφωνον ἐπὶ ταῖς σκηναῖς μετιόντων ὀρχηστῶν ἀπορρέουσαν εἰς τοσοῦτον ὕβρεως τὴν ἐσθῆτα περιορώντων, οἷς οἱ ἐπιμελεῖς στολισμοὶ καὶ τῶν κρασπέδων αἱ ἀπαιωρήσεις καὶ τῶν σχημάτων οἱ περίεργοι ῥυθμοὶ βλακείας μικρολόγου ἐπισυρμὸν ἐμφαίνουσιν.

[3] Κἂν τὸν ποδήρη τις παραφέρῃ τὸν κυρίου, ὁ ποικιλανθὴς ἐκεῖνος χιτὼν τὰ τῆς σοφίας ἄνθη δεικνύει, τὰς ποικίλας καὶ μὴ μαραινομένας γραφάς, τὰ λόγια τὰ κυρίου ταῖς τῆς ἀληθείας ἀπαστράπτοντα [4] αὐγαῖς. Τοιαύτην ἄλλην τὸν κύριον ἐσθῆτα διὰ τοῦ Δαβὶδ ἠμφίεσεν τὸ πνεῦμα ὧδέ πως ψάλλον· "Ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον."

[114]

[1]    Καθάπερ οὖν περὶ τὴν κατασκευὴν τῶν ἐσθήτων καθαρευτέον πάσης ἀτοπίας, οὕτως δὲ καὶ τῆς χρήσεως τὴν ἀμετρίαν εὐλαβητέον. Οὐδὲ γὰρ ὑπὲρ γόνυ καθάπερ τὰς Λακαίνας φασὶ παρθένους ἐστολίσθαι καλόν· οὐδὲν γὰρ μέρος ὁτιοῦν ἀπογυμνοῦσθαι γυναικὸς [2] εὐπρεπές. Καίτοι δυνατὸν ἀποφθέγξασθαι μάλα κοσμίως τὴν ἀστείαν ἐκείνην φωνὴν πρὸς τὸν εἰπόντα· "Καλὸς ὁ πῆχυς", "Ἀλλ' οὐ δημόσιος", καί· "Κνῆμαι καλαί", "Ἀλλὰ μόνου", φάναι, "τοῦ ἀνδρὸς τοῦ ἐμοῦ", καί· "Πρόσωπον εὐπρεπές", "Ἀλλὰ μόνου τοῦ [3] γεγαμηκότος". Ἐγὼ δὲ οὐδὲ τὴν αἰτίαν τῶν τοιούτων ἐπαίνων θέλω παρέχειν τὰς σώφρονας τοῖς διὰ τῶν ἐπαίνων θηρωμένοις τὰ ἐπίψογα, καὶ οὐδ' ὅτι γε παραγυμνοῦν τὸ σφυρὸν κεκώλυται μόνον, ἐγκεκαλύφθαι δὲ καὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐπεσκιάσθαι προστέτακται. Οὐ γὰρ ὅσιον εἶναι θήρατρον ἀνθρώπων τὸ κάλλος [4] τοῦ σώματος· οὐδὲ ἁλουργῷ παραπετάσματι χρωμένην περίβλεπτον ἐθέλειν γίνεσθαι τὴν γυναῖκα εὔλογον. Εἴθε γὰρ καὶ τῆς ἐσθῆτος οἷόν τε ἦν ἐξελεῖν τὴν πορφύραν, ὡς μὴ ἐπὶ τὸ πρόσωπον τῶν χρωμένων τοὺς θεατὰς ἐπιστρέφειν· αἳ δὲ ὀλίγον κομιδῇ τὸ λοιπὸν τῆς ἀμπεχόνης ὑφαίνουσαι τὸ πᾶν ἁλουργὲς εἰργάσαντο ἐκφλέγουσαι τὰς ῥᾳθυμίας, καὶ δῆτα αὐτὰς περὶ τὰς μεμωρημένας ταύτας καὶ ἁβρὰς ἀλυούσας πορφύρας κατὰ τὸ ποιητικὸν δὴ ἐκεῖνο "ἔλλαβε πορφύρεος θάνατος".

[115]

[1]    Διὰ ταύτην γοῦν τὴν πορφύραν ἡ Τύρος καὶ ἡ Σιδὼν καὶ τῆς Λακωνικῆς ἡ γείτων τῆς θαλάσσης ποθεινόταται· ἀνάγονται δὲ εὖ μάλα καὶ οἱ βαφεῖς αὐτῶν καὶ οἱ πορφυρευταὶ καὶ αὐτὰ τὰ κογχύλια [2] διὰ τὸ αἷμα τούτων ἐξανθεῖν τὴν πορφύραν. Ἀλλὰ καὶ τοῖς λίχνοις ὑφάσμασιν ἐγκαταμιγνύουσαι αἱ δολεραὶ γυναῖκες καὶ τῶν ἀνδρῶν οἱ γυναικώδεις τὰς δολερὰς βαφὰς μαργαίνουσιν περὶ τὴν ἀμετρίαν, οὐκέτι τὰς ὀθόνας τὰς ἀπ' Αἰγύπτου, ἄλλας δέ τινας ἐκ γῆς Ἑβραίων καὶ Κιλίκων ἐκποριζόμενοι γῆς. Τὰ δὲ ἀμόργινα καὶ τὰ βύσσινα [3] σιωπῶ· ὑπερεκπέπαικεν ἡ τρυφὴ καὶ τὴν ὀνομασίαν. Δεῖ δὲ τὴν σκέπην, οἶμαι, αὐτὸ αὑτῆς κρεῖττον ἀποφαίνειν τὸ σκεπόμενον, ὡς τὸ ἄγαλμα τοῦ νεὼ καὶ τὴν ψυχὴν τοῦ σώματος καὶ τῆς ἐσθῆτος τὸ [4] σῶμα. Νυνὶ δὲ πᾶν τοὐναντίον, τὸ μὲν σῶμα αὐταῖς εἰ πιπράσκοιτο, οὐκ ἄν ποτε χιλίας εὕροι Ἀττικάς, μίαν δέ που ἐσθῆτα μυρίων [ταλάντων] ὠνούμεναι σφᾶς αὐτὰς ἀχρειοτέρας καὶ ἀτιμοτέρας τῶν [5] ὑφασμάτων ἐλέγχουσιν. Τί ποτ' οὖν διώκετε τὰ σπάνια καὶ πολυτελῆ πρὸ τῶν ἐν μέσῳ καὶ τῶν εὐτελῶν; ὅτι ἀγνοεῖτε τὸ ὄντως καλὸν καὶ τὸ ὄντως ἀγαθόν· καὶ ἀντὶ τῶν ὄντων τὰ δοκοῦντα παρὰ τοῖς ἀνοήτοις σπουδάζεται, οἳ τοῖς μεμηνόσιν ἐπ' ἴσης τὰ λευκὰ ὡς μέλανα φαντάζονται.   

Περὶ ὑποδέσεως.

[116]   Παραπλήσιαι δὲ καὶ περὶ τὰς ὑποδέσεις εἰσὶν αἱ ἀλαζόνες τὴν πολλὴν βλακείαν κἀνταῦθα ἐπιδεικνύμεναι. Αἰσχρὰ γοῦν ἀληθῶς "τὰ σανδάλια ἐκεῖνα, ἐφ' οἷς ἐστι τὰ χρυσᾶ ἄνθεμα", ἀλλὰ καὶ τοὺς ἥλους ἑλικοειδῶς τοῖς καττύμασιν ἐγκατακρούειν ἀξιοῦσιν, πολλαὶ δὲ καὶ ἐρωτικοὺς ἀσπασμοὺς ἐγχαράττουσιν αὐτοῖς, ὡς ἂν ἐκ τῆς ἐπιβάσεως ῥυθμίζουσαι τὴν γῆν, τὸ ἑταιρικὸν τοῦ [6] φρονήματος ἐκ τοῦ βαδίσματος ἐναποσφραγίσωνται. Χαίρειν οὖν ἐατέον τὰς ἐπιχρύσους καὶ διαλίθους τῶν σανδαλίων ματαιοτεχνίας καὶ κρηπῖδας Ἀττικὰς καὶ τὰς Σικυωνίας καὶ τοὺς κοθόρνους, Περσικάς τε καὶ Τυρρηνικάς, προθεμένους δὲ καθὼς ἔθος τῇ ἀληθείᾳ ἡμῶν τὸν σκοπὸν τὸν ὀρθὸν τὸ κατὰ φύσιν ἐκλέγειν χρή. Ἡ γὰρ χρῆσις τῶν ὑποδημάτων ἣ μὲν αὐτῶν εἰς σκέπην ποδῶν, ἣ δὲ εἰς προφυλακὴν τῶν προσπταισμάτων καὶ τῶν ὀρειβατικῶν τραχυτήτων τὸ πέλμα ποδὸς σῴζουσαν.

[117]

[1]    Γυναιξὶ μὲν οὖν τὸ λευκὸν ὑπόδημα συγχωρητέον, πλὴν εἰ μὴ ὁδεύοιεν, τότε δὲ τῷ ἀλειπτῷ χρηστέον. Ἡλωμένων δὲ δέονται τῶν καττυμάτων αἱ ὁδεύουσαι. Πλὴν τὰ πολλὰ ὑποδήμασι χρηστέον αὐταῖς· οὐ γὰρ ἁρμόζει γυμνὸν ἐπιδείκνυσθαι τὸν πόδα· ἄλλως τε [2] καὶ εὐολίσθητον εἰς βλάβην ἡ γυνή. Ἀνδρὶ δὲ εὖ μάλα ἁρμόδιον ἀνυποδησία, πλὴν εἰ μὴ στρατεύοιτο. Καὶ γάρ πως ἐγγὺς τὸ ὑποδεδέσθαι τῷ δεδέσθαι. Ἀσκητικώτατόν γέ τοι γυμνοῖς χρῆσθαι τοῖς ποσὶν καὶ πρὸς ὑγείαν καὶ εὐκολίαν εὔθετον, ἔνθα μὴ ἀνάγκη [3] τις διακωλύοι. Εἰ δὲ μὴ ὁδεύοιμεν, ἀλλὰ μηδὲ φέροιμεν τὴν ἀνυποδησίαν, βλαύταις ἢ φαικασίοις χρηστέον· κονίποδας αὐτὰ ἐκάλουν [4] οἱ Ἀττικοί, διὰ τὸ πελάζειν μοι δοκεῖν τῇ κόνει τὼ πόδε. Τῆς λιτῆς ὑποδέσεως ἀπόχρη μάρτυς Ἰωάννης, οὐκ ἄξιος εἶναι ὁμολογῶν τὸν ἱμάντα τῶν ὑποδημάτων λύειν τοῦ κυρίου. Οὐ γάρ τι τῶν περιέργων ὑπεδέδετο ὁ τῆς ἀληθοῦς Ἑβραίοις φιλοσοφίας ὑποδεικνύμενος τὸν τύπον. Τοῦτο δὲ εἰ καὶ αἰνίττεταί τι, ἐν ἄλλοις δηλωθήσεται.

Ὅτι οὐ χρὴ περὶ τοὺς λίθους καὶ τὸν χρυσοῦν ἐπτοῆσθαι κόσμον.

[118]   Λίθους δὲ πελίους ἢ χλωροὺς καὶ τῆς ἀπεξενωμένης θαλάττης τὰ ἐκβράσματα καὶ τῆς γῆς τὰ ἐκψήγματα μειρακιῶδές ἐστι τεθηπέναι. Ἐπὶ γὰρ τὰ διαυγῆ τῶν λιθιδίων καὶ τὰς ἰδιαζούσας χρόας ὑέλους τε ἵεσθαι ποικίλας οὐδὲν ἀλλ' ἢ ἀνοήτων ἐστὶν ἀνθρώπων [2] ὑπὸ τῶν πληκτικὴν ἐχόντων φαντασίαν ἑλκομένων. Ταύτῃ καὶ τὸ πῦρ τὰ παιδία θεασάμενα φέρεται ἐπ' αὐτὸ τῇ λαμπρότητι ἀγόμενα, τῆς δὲ ἐπαφήσεως τὸ ἐπισφαλὲς διὰ τὴν ἄνοιαν οὐ κατανενοηκότα.

[3] Τοιοῦτο ταῖς ἠλιθίαις οἱ λίθοι γυναιξὶν περιδούμενοι τοῖς ὅρμοις καὶ τοῖς περιδεραίοις ἐγκατακλειόμενοι ἀμέθυστοι καὶ κεραυνῖται καὶ ἰάσπιδες καὶ τοπάζιον ἥ τε

                           Μιλησία

   σμάραγδος ἐμπόλημα τιμηέστατον.

[4] Ὁ δὲ πολυτίμητος μαργαρίτης ὑπερφυῶς τῇ γυναικωνίτιδι εἰσεκώμασεν· γίνεται δὲ οὗτος ἐν ὀστρείῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, [5] μέγεθος δὲ ἡλίκος ἰχθύος ὀφθαλμὸς εὐμεγέθης. Καὶ οὐκ αἰσχύνονται αἱ κακοδαίμονες περὶ ὄστρειον ὀλίγον τοῦτο τὴν πᾶσαν σπουδὴν πεποιημέναι, ἐξὸν ἁγίῳ κοσμεῖσθαι λίθῳ, τῷ λόγῳ τοῦ θεοῦ, ὃν μαργαρίτην ἡ γραφὴ κέκληκέν που, τὸν διαυγῆ καὶ καθαρὸν Ἰησοῦν, τὸν ἐν σαρκὶ ἐπόπτην ὀφθαλμόν, τὸν λόγον τὸν διαφανῆ, δι' ὃν ἡ σὰρξ τιμία ὕδατι ἀναγεννωμένη. Καὶ γὰρ τὸ ὄστρειον ἐκεῖνο ἐν ὕδατι γιγνόμενον περιστέγει τὴν σάρκα, ἐκ δὲ ταύτης ὁ μαργαρίτης κυΐσκεται.

[119]

[1]    Λίθοις δὲ ἁγίοις τὴν ἄνω Ἱερουσαλὴμ τετειχίσθαι παρειλήφαμεν, καὶ τὰς δώδεκα τῆς οὐρανοπόλεως πύλας τιμίοις ἀπεικασμένας λίθοις τὸ περίοπτον τῆς ἀποστολικῆς [φωνῆς] αἰνίττεσθαι χάριτος ἐκδεχόμεθα. Ἐπὶ γὰρ τῶν λίθων τῶν πολυτελῶν αἱ χρόαι τετάχαται, [2] τίμιαι δὲ αὗται, τὰ δ' ἄλλα ὕλη γεώδης καταλείπονται. Συμβολικῶς τούτοις εἰκότως τειχίζεται τῶν ἁγίων ἡ πόλις πνευματικῶς οἰκοδομουμένη. Πρὸς τὸ ἄνθος τῶν λίθων τὸ ἀμίμητον τὸ ἄνθος τοῦ πνεύματος τὸ ἀκήρατον καὶ ἅγιον τῆς οὐσίας νενοήκασιν· αἳ δέ, μὴ συνιεῖσαι τὸ συμβολικὸν τῶν γραφῶν, ὅλαι περικεχήνασι τοῖς λίθοις, τὸν θαυμάσιον ἐκεῖνον ἀπολογισμὸν προφερόμεναι· ὅ τι κατέδειξεν ὁ θεός, διὰ τί μὴ χρησώμεθα; καὶ πάρεστί μοι, διὰ τί μὴ [3] τρυφήσω; καὶ τίσιν οὖν ταῦτα γέγονεν, εἰ μὴ ἡμῖν; τελέως δὲ ἠγνοηκότων τὸ θέλημα τοῦ θεοῦ αἱ τοιαῦται φωναί. Πρῶτον μὲν γὰρ τὰ ἀναγκαῖα καθάπερ τὸ ὕδωρ καὶ τὸν ἀέρα προφανῆ πᾶσι [120] [1] χορηγεῖ, τὰ δὲ ὅσα μὴ ἀναγκαῖα γῇ τε καὶ ὕδατι ἔκρυψεν. Διὰ τοῦτό τοι μύρμηκες χρυσωρυχοῦσι, καὶ γρῦπες χρυσοφυλακοῦσι, καὶ ἡ θάλασσα τὸν μαργαρίτην ἔκρυψεν λίθον· ὑμεῖς δὲ περίεργοι εἰς ἃ μὴ δεῖ. Ἰδοὺ ὅλος ἀναπέπταται οὐρανός, καὶ οὐ ζητεῖτε τὸν θεόν· τὸ δὲ κεκρυμμένον χρυσίον καὶ τοὺς λίθους οἱ τὴν ἐπὶ [2] θανάτῳ κεκριμένοι γεωρυχοῦσι παρ' ἡμῖν. Ἀλλὰ καὶ τῇ γραφῇ ἀντᾴδετε, βοώσης ἐκείνης διαρρήδην· "Ζητεῖτε πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν." Εἰ δὲ καὶ πάντα ὑμῖν δεδώρηται καὶ εἰ πάντα ὑμῖν συγκεχώρηται καὶ εἰ "πάντα ἡμῖν ἔξεστι", φησὶν ὁ ἀπόστολος, "ἀλλ' οὐ πάντα [3] συμφέρει". Παρήγαγεν δὲ τὸ γένος ἡμῶν ἐπὶ κοινωνίᾳ ὁ θεὸς αὐτὸς τῶν ἑαυτοῦ πρότερος μεταδοὺς καὶ κοινὸν πᾶσιν ἀνθρώποις τὸν ἑαυτοῦ ἐπικουρήσας λόγον, πάντα ποιήσας ὑπὲρ πάντων.

[4] Κοινὰ οὖν τὰ πάντα καὶ μὴ πλεονεκτούντων οἱ πλούσιοι. Τὸ οὖν πάρεστί μοι καὶ πλεονάζει μοι, διὰ τί μὴ τρυφήσω; οὐκ ἀνθρώπινον οὐδὲ κοινωνικόν, ἐκεῖνο δὲ μᾶλλον ἀγαπητικόν· πάρεστί μοι, διὰ τί μὴ μεταδῶ τοῖς δεομένοις; Ὁ γὰρ τοιοῦτος τέλειος ὁ τὸ [5] "ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτὸν" πληρώσας. Αὕτη γὰρ ἡ ἀληθὴς τρυφή, ἡ θησαυριζομένη πολυτέλεια, ἣ δὲ εἰς τὰς ματαίους ἐπιθυμίας ἀνάλωσις ἀπωλείας, οὐ δαπάνης, ἐπέχει λόγον. Δέδωκεν γὰρ ὁ θεὸς οἶδ' ὅτι τῆς χρήσεως ἡμῖν τὴν ἐξουσίαν, ἀλλὰ μέχρι τοῦ ἀναγκαίου, καὶ τὴν χρῆσιν κοινὴν εἶναι βεβούληται.

[6] Ἄτοπον δὲ ἕνα τρυφᾶν πενομένων πλειόνων. Πόσῳ μὲν γὰρ εὐκλεέστερον τοῦ πολυτελῶς οἰκεῖν τὸ πολλοὺς εὐεργετεῖν; Πόσῳ δὲ συνετώτερον τοῦ εἰς λίθους καὶ χρυσίον τὸ εἰς ἀνθρώπους ἀναλίσκειν; Πόσῳ δὲ ὠφελιμώτερον τῶν ἀψύχων κοσμίων τὸ φίλους κεκτῆσθαι κοσμίους; Τίνα δὲ ἂν ἀγροὶ τοσοῦτον ὅσον τὸ χαρίζεσθαι ὠφελήσειαν;

[121]

[1]    Λείπεται τοίνυν ἡμῖν κἀκεῖνο ἐπιλῦσαι τὸ ἐπιφερόμενον· τίσιν οὖν τὰ πολυτελέστερα, ἂν αἱρῶνται πάντες τὰ εὐτελέστερα; τοῖς ἀνθρώποις, φήσαιμ' ἄν, ἐὰν χωρὶς προσπαθείας καὶ διαφορᾶς χρώμεθα αὐτοῖς. Εἰ δὲ ἀμήχανον πάντας σωφρονεῖν, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀναγκαίων χρείαν τὰ εὐπόριστα μεταδιωκτέον μακρὰ τοῖς [2] περιττοῖς τούτοις χαίρειν φράσασιν. Καθόλου μὲν οὖν τὰ κόσμια ὥσπερ κοροκόσμια ἀποσκορακιστέον ὅλον καὶ αὐτὸν παραιτουμέναις τὸν κόσμον. Χρὴ γὰρ εἶναι κοσμίας ἔνδοθεν καὶ τὴν ἔσω γυναῖκα δεικνύναι καλήν· ἐν μόνῃ γὰρ τῇ ψυχῇ καταφαίνεται καὶ [3] τὸ κάλλος καὶ τὸ αἶσχος. Διὸ καὶ μόνος ὁ σπουδαῖος καλὸς κἀγαθὸς ὄντως ἐστίν, καὶ μόνον τὸ καλὸν ἀγαθὸν δογματίζεται,

   ἡ δὲ ἀρετὴ μόνη

   καὶ διὰ καλοῦ τοῦ σώματος καταφαίνεται καὶ ἐπανθεῖ τῇ σαρκί, τὸ ὡραῖον τῆς σωφροσύνης ἀξιέραστον δεικνύουσα, [4] ὅταν οἱονεὶ φέγγος ἐπιλάμπῃ τῇ μορφῇ τὸ ἦθος. Τὸ γὰρ ἑκάστου καὶ φυτοῦ καὶ ζῴου κάλλος ἐν τῇ ἑκάστου ἀρετῇ εἶναι συμβέβηκεν. Ἀνθρώπου δὲ ἀρετὴ δικαιοσύνη καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ εὐσέβεια. Καλὸς ἄρα ἄνθρωπος ὁ δίκαιος καὶ σώφρων [5] καὶ συλλήβδην ὁ ἀγαθός, οὐχ ὁ πλούσιος. Ἤδη δὲ καὶ οἱ στρατιῶται χρυσίῳ κεκοσμῆσθαι βούλονται, οὐδὲ ἐκεῖνο ἀνεγνωκότες τὸ ποιητικόν,

   ὃς καὶ χρυσὸν ἔχων πόλεμον κίεν ἠύτε κούρη

   νηπίη.

[122]

[1]    Ἀλλὰ γὰρ τὴν μὲν φιλοκοσμίαν ἥκιστα ἀρετῆς ἐπιμελουμένην, σώματος δὲ ἀντιποιουμένην, ἐκτραπέντος τοῦ φιλοκάλου περὶ τὴν κενοδοξίαν, ἄρδην ἐκβλητέον. Τὰ γὰρ μὴ οἰκεῖα τῷ σώματι ὡς οἰκεῖα προσάπτουσα μελέτην τοῦ ψεύδεσθαι καὶ ἔθος ἀπάτης ἐνεγέννησεν, οὔτι τὸ σεμνὸν καὶ ἄπλαστον καὶ νήπιον ὡς ἀληθῶς, [2] τὸ σοβαρὸν δὲ καὶ θρυπτικὸν καὶ ἁβροδίαιτον φαίνουσα. Αἳ δὲ ἀμαυροῦσι τὸ κάλλος τὸ ἀληθινὸν ἐπισκιάζουσαι χρυσίῳ, καὶ οὐκ ἴσασι τὸ πλημμέλημα οἷόν ἐστι, δεσμὰ ἑαυταῖς περιθεῖσαι πλούσια μυρία, καθάπερ καὶ

                  παρὰ τοῖς βαρβάροις

   φασὶν δεδέσθαι τοὺς κακούργους χρυσίῳ.

[3] Τούτους ἐζηλωκέναι δοκοῦσί μοι αἱ γυναῖκες τοὺς δεσμώτας τοὺς πλουσίους. Ἦ γὰρ οὐχὶ κλοιὸς τὸ χρυσοῦν ἐστι περιδέραιον καὶ οἱ στρεπτοί; οἵ τε καθετῆρες καλούμενοι ἁλύσεων ἐπέχοντες τρόπον καὶ παρὰ τοῖς Ἀττικοῖς αὐτῷ τούτῳ τῷ ὀνόματι ἁλύσεις κέκληνται.

[4] Πέδας δὲ περισφυρίους τὴν περὶ τοὺς πόδας ἀκοσμίαν τῶν γυναικῶν φιλήμων ἐν Συνεφήβῳ προσεῖπεν,

   ἱμάτια διαφαίνοντα καὶ πέδην τινὰ

   χρυσῆν.

[123]

[1]    Τί οὖν ἔτι ὁ καλλωπισμὸς ὁ ζηλωτὸς ‹ἢ› ἐθέλειν ὑμᾶς, ὦ γυναῖκες, σφᾶς αὐτὰς φαίνεσθαι πεπεδημένας; εἰ γὰρ ἡ ὕλη τὸ ὄνειδος ὑπεκλύει, τὸ πάθος ἀδιάφορον. Ἐμοὶ γοῦν δοκοῦσιν ἑκουσίως περιπίπτουσαι [2] δεσμοῖς αὐχεῖν ἐπὶ συμφοραῖς πλουσίαις. Ἴσως δὲ καὶ ὁ ποιητικὸς μῦθος τοιούτους δεσμοὺς μοιχευομένῃ τῇ Ἀφροδίτῃ περιβεβλῆσθαι λέγει, οὐδὲν ἀλλ' ἢ μοιχείας σύμβολον αἰνιττόμενος τὰ κόσμια· χρυσοῦς γὰρ εἶπεν κἀκείνους Ὅμηρος τοὺς δεσμούς. Ἤδη δὲ τὰ φανερώτατα τοῦ πονηροῦ σύμβολα οὐκ αἰσχύνονται [3] περικείμεναι. ὡς γὰρ τὴν Εὔαν ὁ ὄφις ἠπάτησεν, οὕτω δὲ καὶ τὰς ἄλλας γυναῖκας ὁ κόσμος ὁ χρυσοῦς δελέατι προσχρώμενος τοῦ ὄφεως τῷ σχήματι ἐξέμηνεν εἰς ὕβρεις, σμυραίνας τινὰς καὶ ὄφεις ἀποπλαττομένας εἰς εὐπρέπειαν.

   Λέγει γοῦν ὁ κωμικὸς Νικόστρατος·

   ἁλύσεις, καθετῆρας, δακτυλίους, βουβάλια, ὄφεις,

   περισκελίδας, ἐλλέβορον.

[124]

[1]    Πάνυ γοῦν ἐπιψόγως πάντα τὸν γυναικεῖον καταλεγόμενος κόσμον Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις ὑποδείκνυσιν. Παραθήσομαι δὲ αὐτὰς τοῦ κωμικοῦ τὰς λέξεις διελεγχούσας ἀκριβῶς τὸ φορτικὸν ὑμῶν τῆς ἀπειραγαθίας·

[2]    Α. ‑ Μίτρας, ἀναδήματα,

   νίτρον, κίσηριν, στρόφιον, ὀπισθοσφενδόνην,

   κάλυμμα, φῦκος, περιδέραια, ὑπογράμματα,

   τρυφοκαλάσιριν, ‹ἐλλέβορον,› κεκρύφαλον,

   ζῶμα, ἀμπέχονον, τρύφημα, παρυφές, ξυστίδα,

   κιθῶνα, βάραθρον, ἔγκυκλον, χιτώνιον.

   Τὰ μέγιστα δ' οὐκ εἴρηκα τούτων. Β. ‑ Εἶτα τί;

   Α. ‑ Διόπας, διάλιθον, πλάστρα, μολόχιον, βότρυς,

   χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας,

   σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα,

   πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια,

   ὑποδερίδας, ἑλικτῆρας.

[3] Ἐγὼ μὲν ἔκαμον καὶ ἄχθομαι λέγων τὸ πλῆθος τῶν κοσμίων, τὰς δὲ καὶ θαυμάζειν ἔπεισί μοι, ὡς ἄρα οὐκ ἀποκναίονται τοσοῦτον ἄχθος βαστάζουσαι.

[125]

[1]    Ὢ τῆς κενῆς πολυπραγμοσύνης, ὢ τῆς ματαίας δοξομανίας· ἐκχέουσιν ἑταιρικῶς τὸν πλοῦτον εἰς ὄνειδος, καὶ τοῦ θεοῦ τὰ δωρήματα ἀπειροκαλίᾳ παραχαράττουσι ζηλοῦσαι τοῦ πονηροῦ τὴν τέχνην.

[2]    Σαφῶς δὲ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ τὸν πλούσιον τὸν θησαυρίζοντα εἰς τὰς ἀποθήκας καὶ πρὸς ἑαυτὸν λέγοντα· "Ἔχεις ἀγαθὰ πολλὰ ἀποκείμενα εἰς ἔτη πολλά· φάγε, πίε, εὐφραίνου", ἄφρονα κέκληκεν, "ταύτῃ γὰρ τῇ νυκτὶ τὴν ψυχήν σου παραλαμβάνουσιν· [3] ἃ οὖν ἡτοίμασας, τίνος γένηται;" Ἀπελλῆς ὁ ζωγράφος θεασάμενός τινα τῶν μαθητῶν Ἑλένην [ὀνόματι] πολύχρυσον γράψαντα· ὦ μειράκιον, εἶπεν, μὴ δυνάμενος γράψαι καλὴν πλουσίαν πεποίηκας. Τοιαῦται τοίνυν Ἑλέναι αἱ νῦν εἰσι γυναῖκες, οὐ καλαὶ γνησίως, πεπλασμέναι δὲ πλουσίως.

[126]

[1]    Ταύταις προφητεύει διὰ τοῦ Σοφονίου τὸ πνεῦμα· "Καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου." Ταῖς δὲ ὑπὸ Χριστοῦ παιδαγωγουμέναις οὐ χρυσίῳ κοσμεῖσθαι προσήκει, ἀλλὰ τῷ λόγῳ, δι' οὗ μόνου καταφαίνεται [2] τὸ χρυσίον. Μακάριοι μεντἂν ἦσαν οἱ παλαιοὶ τῶν Ἑβραίων, εἰ περιελόμενοι τὸν κόσμον τῶν γυναικῶν ἔρριψαν ἢ ἐχώνευσαν μόνον, νυνὶ δὲ εἰς βοῦν χρυσοχοήσαντες καὶ τούτῳ εἰδωλολατρήσαντες αὐτοὶ μὲν οὐκ ὤναντο οὔτε τῆς τέχνης οὔτε τῆς ἐπιβολῆς, ἐδίδαξαν δὲ ἡμῶν τὰς γυναῖκας τυπικώτατα κοσμίων ἀποσχέσθαι.

[3] Τὸ γοῦν ἐκπορνεῦσαν τῆς ἐπιθυμίας εἰς χρυσίον εἴδωλον γίνεται βασανιζόμενον πυρί, ᾧ μόνῳ τηρεῖται τρυφὴ καθάπερ εἴδωλον, οὐκ ἀλήθεια. Ἐντεῦθεν ὀνειδίζων ὁ λόγος διὰ τοῦ προφήτου τοὺς Ἑβραίους· "Ἀργυρᾶ καὶ χρυσᾶ", φησίν, "ἐποίησαν τῇ Βάαλ", [4] κόσμια δηλονότι· καὶ ἐναργέστατα ἐπαπειλῶν "καὶ ἐκδικήσω" λέγει "ἐπ' αὐτὴν τὰς ἡμέρας τῶν Βααλείμ, ἐν αἷς ἐπέθυσεν αὐτῇ, καὶ περιετίθετο τὰ ἐνώτια ἑαυτῆς καὶ τὰ καθόρμια αὐτῆς", καὶ τὴν αἰτίαν τοῦ κοσμήματος ἐπήγαγεν εἰπών· "Καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει κύριος."

[127]

[1]    Ἀποθέμεναι τοίνυν τοὺς λήρους αὐτῷ πονηρῷ σοφιστῇ τοῦ ἑταιρικοῦ τούτου μὴ μετεχόντων καλλωπισμοῦ μηδὲ εἰδωλολατρούντων [2] διὰ παραπετάσματος εὐπρεποῦς. Πάνυ γοῦν θαυμασίως ὁ Πέτρος ὁ μακάριος "Γυναῖκας", φησίν, "ὡσαύτως μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν σφᾶς αὐτὰς" κοσμουσῶν.

[3] Καὶ γὰρ εἰκότως ἀπεῖναι αὐτῶν τὸν καλλωπισμὸν κελεύει· εἰ μὲν γὰρ καλαὶ εἶεν, ἀπόχρη ἡ φύσις· μὴ φιλονικείτω ἡ τέχνη πρὸς τὴν φύσιν, τουτέστιν ἀπάτη ἀληθείᾳ μὴ ἐριζέτω· εἰ δὲ αἰσχραὶ φύσει, ἐλέγχουσιν ἐξ ὧν προσάπτουσιν ὃ μὴ ἔχουσιν.

[128]

[1]    Προσήκει τοίνυν λιτότητα ἀσπάζεσθαι τὰς Χριστῷ λατρευούσας. Τῷ ὄντι γὰρ ἡ λιτότης ἁγιωσύνης προμηθεῖται ἐξισοῦσα τὰς πλεονεξίας καὶ διὰ τῶν τυχόντων τὴν ἀπὸ τῶν περιττῶν κομιζομένη χρείαν. Τὸ γὰρ λιτόν, ᾗ καὶ τοὔνομα ἐμφαίνει, οὐκ ἐξέχει οὐδὲ κατά τι ὀγκοῦται ἢ τυφοῦται, ὁμαλὸν δὲ ὅλον καὶ λεῖον καὶ ἴσον καὶ ἀπέριττον [2] καὶ ταύτῃ ἱκανόν ἐστιν. Ἱκανότης δὲ ἕξις ἐστὶν ἐξικνουμένη πρὸς τὸ οἰκεῖον πέρας ἀνελλιπῶς καὶ ἀπερίττως· μήτηρ δὲ αὐτῶν ἡ δικαιοσύνη, τιθηνὴ δὲ ἡ αὐτάρκεια. Αὕτη γοῦν τοι ἕξις ἐστὶν ἀρκουμένη οἷς δεῖ καὶ δι' αὑτῆς ποριστικὴ τῶν πρὸς τὸν μακάριον συντελούντων βίον.

[129]

[1]    Ἔστω οὖν ἐπὶ μὲν καρποῖς τῶν χειρῶν ὑμῶν κόσμος ἅγιος, εὐμετάδοτος κοινωνία καὶ ἔργα οἰκουρίας. "Ὁ γὰρ διδοὺς πτωχῷ δανείζει θεῷ", καὶ "χεῖρες ἀνδρείων πλουτίζουσιν." Ἀνδρείους τοὺς καταφρονοῦντας χρημάτων καὶ περὶ τὰς μεταδόσεις εὐκόλους εἴρηκεν. Ἐπὶ δὲ τῶν ποδῶν ἡ ἄοκνος πρὸς εὐποιίαν ἑτοιμότης ἐπιφαινέσθω καὶ ἡ πρὸς δικαιοσύνην ὁδοιπορία. Καθετῆρες δὲ καὶ περιδέραια [2] αἰδὼς καὶ σωφροσύνη εἰσίν. Τοιούτους ὅρμους χρυσοχοεῖ ὁ θεός. "Μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν, καὶ θνητός, ὃς εἶδεν φρόνησιν", διὰ Σολομῶντος τὸ πνεῦμα ‹λέγει›, "κρεῖσσον γὰρ αὐτὴν ἐμπορευθῆναι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς, τιμιωτέρα δέ ἐστι λίθων [3] πολυτελῶν." Αὕτη γὰρ ἡ ἀληθινὴ εὐκοσμία. Τὰ δὲ ὦτα αὐταῖς παρὰ φύσιν μὴ τιτράσθω εἰς ἀπάρτησιν ἐλλοβίων καὶ πλάστρων· οὔτε γὰρ θέμις βιάζεσθαι τὴν φύσιν, παρ' ὃ βεβούληται, οὔτε μὴν ἄλλος ἀμείνων ἂν εἴη τῶν ὤτων κόσμος εἰς τοὺς κατὰ φύσιν τῆς [4] ἀκοῆς καταβαίνων πόρους κατηχήσεως ἀληθοῦς. Ὀφθαλμοὶ δὲ ὑπαληλιμμένοι λόγῳ καὶ ὦτα εἰς αἴσθησιν διατετρημένα θείων ἀκουστὴν καὶ ἁγίων ἐπόπτην παρασκευάζουσιν δεικνύντος ὡς ἀληθῶς τοῦ λόγου τὸ κάλλος τὸ ἀληθινόν, "ὃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσε" πρότερον.