3550 254 0 10 6 0 II d. C. ? Narrazione fittizia Chariton IV De Chaerea et Callirhoe Blake, W.E., Oxford, Clarendon Press, 1938. 14

CHARITON - De Chaerea et Callirhoe IV

[1]

[1] Ταύτην μὲν οὖν τὴν νύκτα Καλλιρόη διῆγεν ἐν θρήνοις, Χαιρέαν ἔτι ζῶντα πενθοῦσα· μικρὸν δὲ καταδραθεῖσα ὄναρ ἑώρα λῃστήριον βαρβάρων πῦρ ἐπιφέροντας, ἐμπιπραμένην δὲ τριήρη, Χαιρέᾳ δὲ [2] βοηθοῦσαν ἑαυτήν. ὁ δὲ Διονύσιος ἐλυπεῖτο μὲν ὁρῶν τρυχομένην τὴν γυναῖκα, μὴ ἄρα τι καὶ τοῦ κάλλους αὐτῇ παραπόληται, εἰς δὲ τὸν ἴδιον ἔρωτα λυσιτελεῖν ὑπελάμβανε τὸν πρότερον ἄνδρα βεβαίως [3] αὐτὴν ἀπογνῶναι. θέλων οὖν ἐνδείξασθαι στοργὴν καὶ μεγαλοψυχίαν ἔφη πρὸς αὐτὴν "ἀνάστηθι, ὦ γύναι, καὶ τάφον κατασκεύασον τῷ ταλαιπώρῳ. τί τὰ μὲν ἀδύνατα σπεύδεις, ἀμελεῖς δὲ τῶν ἀναγκαίων; νόμιζε ἐφεστηκότα σοι λέγειν αὐτὸν

   'θάπτε με, ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.' καὶ γὰρ εἰ μὴ τὸ σῶμα εὕρηται τοῦ δυστυχοῦς, ἀλλὰ νόμος οὗτος ἀρχαῖος Ἑλλήνων, ὥστε καὶ τοὺς ἀφανεῖς τάφοις κοσμεῖν."

[4]    Ἔπεισε ταχέως, τὸ γὰρ πρὸς ἡδονὴν εἶχεν ἡ συμβουλία. φροντίδος οὖν ἐμπεσούσης ἐλώφησεν ἡ λύπη, καὶ διαναστᾶσα τῆς κλίνης κατεσκόπει χωρίον, ἐν ᾧ ποιήσει τὸν τάφον. ἤρεσε δὲ αὐτῇ πλησίον τοῦ νεὼ τῆς Ἀφροδίτης, ὥστε καὶ τοὺς αὐτόθι ἔχειν ἔρωτος [5] ὑπόμνημα. Διονύσιος δὲ ἐφθόνησε Χαιρέᾳ τῆς γειτνιάσεως καὶ τὸν τόπον τοῦτον ἐφύλαττεν ἑαυτῷ. θέλων οὖν ἅμα καὶ τριβὴν ἐγγενέσθαι τῇ φροντίδι "βαδίζωμεν, ὦ γύναι" φησίν, "εἰς ἄστυ, κἀκεῖ πρὸ τῆς πόλεως ὑψηλὸν καὶ ἀρίδηλον κατασκευάσωμεν τάφον,

   ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη. καλοὶ δὲ Μιλησίων εἰσὶ λιμένες, εἰς οὓς καθορμίζονται καὶ Συρακόσιοι πολλάκις. οὔκουν οὐδὲ παρὰ τοῖς πολίταις ἀκλεᾶ τὴν φιλοτιμίαν ἕξεις."

[6]    Ὁ λόγος ἤρεσε Καλλιρόῃ, καὶ τότε μὲν ἐπέσχε τὴν σπουδήν· ἐπειδὴ δὲ ἧκεν εἰς τὴν πόλιν, ἐπί τινος ὑψηλῆς ἠϊόνος οἰκοδομεῖν ἤρξατο τάφον, πάντα ὅμοιον τῷ ἰδίῳ τῷ ἐν Συρακούσαις, τὸ σχῆμα, τὸ μέγεθος, τὴν πολυτέλειαν, καὶ οὗτος δὴ ὡς ἐκεῖνος ζῶντος. ἐπεὶ δὲ ἀφθόνοις ἀναλώμασι καὶ πολυχειρίᾳ ταχέως τὸ ἔργον ἠνύσθη, [7] τότε ἤδη καὶ τὴν ἐκκομιδὴν ἐμιμήσατο τὴν ἐπ' αὐτῷ. προηγγέλλετο μὲν γὰρ ἡμέρα ῥητή, συνῆλθε δὲ εἰς ἐκείνην οὐ μόνον τὸ Μιλησίων πλῆθος ἀλλὰ καὶ τῆς Ἰωνίας σχεδὸν ὅλης. παρῆσαν δὲ καὶ δύο σατράπαι κατὰ καιρὸν ἐπιδημοῦντες, Μιθριδάτης ὁ ἐν Καρίᾳ καὶ [8] Φαρνάκης δὲ ὁ Λυδίας. ἡ μὲν οὖν πρόφασις ἦν τιμῆσαι Διονύσιον, ἡ δὲ ἀλήθεια Καλλιρόην ἰδεῖν. ἦν δὴ καὶ κλέος μέγα τῆς γυναικὸς ἐπὶ τῆς Ἀσίας πάσης καὶ ἀνέβαινεν ἤδη μέχρι τοῦ μεγάλου βασιλέως ὄνομα Καλλιρόης, οἷον οὐδὲ Ἀριάδνης οὐδὲ Λήδας. τότε δὲ καὶ τῆς δόξης εὑρέθη κρείττων· προῆλθε γὰρ μελανείμων, λελυμένη τὰς τρίχας· ἀστράπτουσα δὲ τῷ προσώπῳ καὶ παραγυμνοῦσα τοὺς βραχίονας ὑπὲρ [9] τὴν Λευκώλενον καὶ Καλλίσφυρον ἐφαίνετο τὰς Ὁμήρου. οὐδεὶς μὲν οὖν οὐδὲ τῶν ἄλλων τὴν μαρμαρυγὴν ὑπήνεγκε τοῦ κάλλους, ἀλλ' οἱ μὲν ἀπεστράφησαν, ὡς ἀκτῖνος ἡλιακῆς ἐμπεσούσης, ‹οἱ δὲ› καὶ προσεκύνησαν. ἔπαθόν τι καὶ παῖδες. Μιθριδάτης δέ, ὁ Καρίας ὕπαρχος, ἀχανὴς κατέπεσεν, ὥσπερ τις ἐξ ἀπροσδοκήτου σφενδόνῃ βληθείς, καὶ μόλις αὐτὸν οἱ θεραπευτῆρες ὑποβαστάζοντες ἔφερον.

[10] ἐπόμπευε δ' εἴδωλον Χαιρέου πρὸς τὴν ἐν τῷ δακτυλίῳ σφραγῖδα διατυπωθέν· καλλίστην δὲ οὖσαν τὴν εἰκόνα προσέβλεψεν οὐδεὶς Καλλιρόης παρούσης, ἀλλ' ἐκείνη μόνη τοὺς ἁπάντων ἐδημαγώγησεν [11] ὀφθαλμούς. πῶς ἄν τις διηγήσηται κατ' ἀξίαν τὰ τελευταῖα τῆς πομπῆς; ἐπεὶ γὰρ ἐγένοντο τοῦ τάφου πλησίον, οἱ μὲν κομίζοντες τὴν κλίνην ἔθηκαν, ἀναβᾶσα δὲ ἐπ' αὐτὴν ἡ Καλλιρόη Χαιρέᾳ περιεχύθη καὶ καταφιλοῦσα τὴν εἰκόνα "σὺ μὲν ἔθαψας ἐμὲ πρῶτος ἐν Συρακούσαις, [12] ἐγὼ δὲ ἐν Μιλήτῳ πάλιν σέ. μὴ γὰρ μεγάλα μόνον, ἀλλὰ καὶ παράδοξα δυστυχοῦμεν· ἀλλήλους ἐθάψαμεν. οὐκ ἔχει δ' ἡμῶν οὐδέτερος οὐδὲ τὸν νεκρόν. Τύχη βάσκανε, καὶ ἀποθανοῦσιν ἡμῖν ἐφθόνησας κοινὴν γῆν ἐπιθέσθαι καὶ φυγάδας ἡμῶν ἐποίησας καὶ τοὺς νεκρούς." θρῆνον ἐξέρρηξε τὸ πλῆθος καὶ πάντες οὐχ ὅτι τέθνηκε Χαιρέαν ἠλέουν, ἀλλ' ὅτι τοιαύτης γυναικὸς ἀφῄρητο.

[2]

[1]    Καλλιρόη μὲν οὖν ἐν Μιλήτῳ Χαιρέαν ἔθαπτε, Χαιρέας δὲ ἐν Καρίᾳ δεδεμένος εἰργάζετο. σκάπτων δὲ τὸ σῶμα ταχέως ἐξετρυχώθη· πολλὰ γὰρ αὐτὸν ἐβάρει, κόπος, ἀμέλεια, τὰ δεσμά, καὶ τούτων μᾶλλον ὁ ἔρως. ἀποθανεῖν δὲ βουλόμενον αὐτὸν οὐκ εἴα [2] λεπτή τις ἐλπίς, ὅτι τάχα ποτὲ Καλλιρόην ὄψεται. Πολύχαρμος οὖν, ὁ συναλοὺς αὐτῷ φίλος, βλέπων Χαιρέαν ἐργάζεσθαι μὴ δυνάμενον, ἀλλὰ πληγὰς λαμβάνοντα καὶ προπηλακιζόμενον αἰσχρῶς, λέγει πρὸς τὸν ἐργοστόλον "χωρίον ἡμῖν ἀπομέρισον ἐξαίρετον, ἵνα μὴ τὴν τῶν ἄλλων δεσμωτῶν ῥᾳθυμίαν ἡμῖν καταλογίζῃ· τὸ δὲ ἴδιον μέτρον αὐτοὶ ἀποδώσομεν πρὸς ἡμέραν." πείθεται καὶ [3] δίδωσιν. ὁ δὲ Πολύχαρμος, οἷα δὴ νεανίας ἀνδρικὸς τὴν φύσιν καὶ μὴ δουλεύων Ἔρωτι, χαλεπῷ τυράννῳ, τὰς δύο μοίρας αὐτὸς σχεδὸν εἰργάζετο μόνος, πλεονεκτῶν ἐν τοῖς πόνοις ἡδέως, ἵνα περισώσῃ τὸν φίλον.

[4]    Καὶ οὗτοι μὲν ἦσαν ἐν τοιαύταις συμφοραῖς, ὀψὲ μεταμανθάνοντες τὴν ἐλευθερίαν· ὁ δὲ Μιθριδάτης ὁ σατράπης ἐπανῆλθεν εἰς Καρίαν οὐ τοιοῦτος, οἷος εἰς Μίλητον ἐξῆλθεν, ἀλλ' ὠχρός τε καὶ λεπτός, [5] οἷα δὴ τραῦμα ἔχων ἐν τῇ ψυχῇ θερμόν τε καὶ δριμύ. τηκόμενος δὲ ὑπὸ τοῦ Καλλιρόης ἔρωτος πάντως ἂν ἐτελεύτησεν, εἰ μὴ τοιᾶσδέ τινος ἔτυχε παραμυθίας. τῶν ἐργατῶν τινες τῶν ἅμα Χαιρέᾳ δεδεμένων (ἑξκαίδεκα δὲ ἦσαν τὸν ἀριθμὸν ἐν οἰκίσκῳ σκοτεινῷ καθειργμένοι) νύκτωρ διακόψαντες τὰ δεσμὰ τὸν ἐπιστάτην ἀπέσφαξαν, [6] εἶτα δρασμῷ ἐπεχείρουν. ἀλλ' οὐ διέφυγον, οἱ γὰρ κύνες ὑλάσσοντες ἐμήνυσαν αὐτούς. φωραθέντες οὖν ἐκείνης τῆς νυκτὸς ἐδέθησαν ἐπιμελέστερον ἐν ξύλῳ πάντες, μεθ' ἡμέραν δὲ ὁ οἰκονόμος ἐμήνυσε τῷ δεσπότῃ τὸ συμβάν, κἀκεῖνος οὐδὲ ἰδὼν αὐτοὺς οὐδὲ ἀπολογουμένων ἀκούσας εὐθὺς ἐκέλευσε τοὺς ἑξκαίδεκα τοὺς [7] ὁμοσκήνους ἀνασταυρῶσαι. προήχθησαν οὖν πόδας τε καὶ τραχήλους συνδεδεμένοι, καὶ ἕκαστος αὐτῶν τὸν σταυρὸν ἔφερε· τῇ γὰρ ἀναγκαίᾳ τιμωρίᾳ καὶ τὴν ἔξωθεν φαντασίαν σκυθρωπὴν προσέθεσαν οἱ κολάζοντες εἰς φόβου παράδειγμα τοῖς ὁμοίοις. Χαιρέας μὲν οὖν συναπαγόμενος ἐσίγα, Πολύχαρμος δὲ τὸν σταυρὸν βαστάζων "διὰ σὲ" φησίν, "ὦ Καλλιρόη, ταῦτα πάσχομεν. σὺ πάντων ἡμῖν τῶν [8] κακῶν αἰτία." τοῦτον δὴ τὸν λόγον ὁ οἰκονόμος ἀκούσας ἔδοξεν εἶναί τινα γυναῖκα τὴν συνειδυῖαν τοῖς τετολμημένοις. ὅπως οὖν κἀκείνη κολασθῇ καὶ ζήτησις γένηται τῆς ἐπιβουλῆς, ταχέως τὸν Πολύχαρμον ἀπορρήξας τῆς κοινῆς ἁλύσεως πρὸς Μιθριδάτην ἤγαγεν. ὁ δ' ἐν παραδείσῳ τινὶ κατέκειτο μόνος ἀλύων καὶ Καλλιρόην ἀναπλάττων ἑαυτῷ τοιαύτην, ὁποίαν εἶδε πενθοῦσαν· ὅλος δὲ ὢν ἐπὶ τῆς [9] ἐννοίας ἐκείνης καὶ τὸν οἰκέτην ἀηδῶς ἐθεάσατο. "τί γάρ μοι" φησὶ "παρενοχλεῖς;" "ἀναγκαῖον" εἶπεν, "ὦ δέσποτα· τὴν γὰρ πηγὴν ἀνεύρηκα τοῦ μεγάλου τολμήματος, καὶ οὗτος ὁ κατάρατος ἄνθρωπος ἐπίσταται γυναῖκα μιαρὰν συμπράξασαν τῷ φόνῳ." ἀκούσας οὖν ὁ Μιθριδάτης συνήγαγε τὰς ὀφρῦς καὶ δεινὸν βλέπων "λέγε" φησὶ [10] "τὴν συνειδυῖαν καὶ κοινωνὸν ὑμῖν τῶν ἀδικημάτων." ὁ δὲ Πολύχαρμος ἔξαρνος ἦν εἰδέναι, μηδὲ γὰρ ὅλως τῆς πράξεως κεκοινωνηκέναι. μάστιγες ᾐτοῦντο καὶ πῦρ ἐπεφέρετο καὶ βασανιστηρίων ἦν παρασκευή, καί τις ἤδη τοῦ σώματος ἁπτόμενος αὐτοῦ "λέγε" φησὶ "τοὔνομα τῆς γυναικός, ἣν αἰτίαν ὡμολόγησας εἶναί σοι τῶν κακῶν."

[11] "Καλλιρόην" εἶπεν ὁ Πολύχαρμος. ἔπληξε τοὔνομα Μιθριδάτην, καὶ ἀτυχῆ τινα ἔδοξεν ὁμωνυμίαν τῶν γυναικῶν. οὐκέτ' οὖν προθύμως ἤθελεν ἐξελέγχειν, δεδοικὼς μὴ καταστῇ ποτε εἰς ἀνάγκην ὑβρίσαι τὸ ἥδιστον ὄνομα· τῶν δὲ φίλων καὶ τῶν οἰκετῶν εἰς ἔρευναν ἀκριβεστέραν παρακαλούντων "ἡκέτω" φησὶ "Καλλιρόη."

[12] παίοντες οὖν τὸν Πολύχαρμον ἠρώτων τίς ἐστι καὶ πόθεν ἄγουσιν αὐτήν. ὁ δὲ ἄθλιος ἐν ἀμηχανίᾳ γενόμενος καταψεύσασθαι μὲν οὐδεμιᾶς ἤθελε· "τί δὲ μάτην" εἶπε "θορυβεῖσθε ζητοῦντες τὴν οὐ παροῦσαν; Καλλιρόης ἐγὼ Συρακοσίας ἐμνημόνευσα, θυγατρὸς [13] Ἑρμοκράτους τοῦ στρατηγοῦ." ταῦτα ἀκούσας ὁ Μιθριδάτης ἐρυθήματος ἐνεπλήσθη καὶ ἵδρου τὰ ἔνδον, καί που καὶ δάκρυον αὐτοῦ μὴ θέλοντος προέπεσεν, ὥστε καὶ τὸν Πολύχαρμον διασιωπῆσαι καὶ πάντας ἀπορεῖν τοὺς παρόντας. ὀψὲ δὲ καὶ μόλις ὁ Μιθριδάτης συναγαγὼν ἑαυτὸν "τί δὲ σοὶ" φησὶ "πρᾶγμα πρὸς Καλλιρόην ἐκείνην, καὶ διατί μέλλων ἀποθνήσκειν ἐμνημόνευσας αὐτῆς;" ὁ δὲ ἀπεκρίνατο "μακρὸς ὁ μῦθος, ὦ δέσποτα, καὶ πρὸς οὐδὲν ἔτι χρήσιμός [14] μοι. οὐκ ἐνοχλήσω δέ σοι ληρῶν ἀκαίρως, ἅμα δὲ καὶ δέδοικα μή, ἐὰν βραδύνω, φθάσῃ με ὁ φίλος· θέλω δὲ αὐτῷ καὶ συναποθανεῖν." ἐπεκλάσθησαν αἱ ὀργαὶ τῶν ἀκουόντων καὶ ὁ θυμὸς εἰς ἔλεον μετέπεσε, Μιθριδάτης δὲ ὑπὲρ πάντας συνεχύθη καὶ "μὴ δέδιθι" φησίν, "οὐ γὰρ ἐνοχλήσεις μοι διηγούμενος· ἔχω γὰρ ψυχὴν φιλάνθρωπον.

[15] λέγε πάντα θαρρῶν καὶ μηδὲν παραλίπῃς. τίς εἶ καὶ πόθεν, καὶ πῶς ἦλθες εἰς Καρίαν καὶ διατὶ σκάπτεις δεδεμένος; μάλιστα δέ μοι διήγησαι περὶ Καλλιρόης καὶ τίς ὁ φίλος."

[3]

[1]    Ἤρξατο οὖν ὁ Πολύχαρμος λέγειν "ἡμεῖς, οἱ δύο δεσμῶται, Συρακόσιοι γένος ἐσμέν. ἀλλ' ὁ μὲν ἕτερος νεανίσκος πρῶτος Σικελίας δόξῃ τε καὶ πλούτῳ καὶ εὐμορφίᾳ ποτέ, ἐγὼ δὲ εὐτελὴς μέν, [2] συμφοιτητὴς δὲ ἐκείνου καὶ φίλος. καταλιπόντες οὖν τοὺς γονεῖς ἐξεπλεύσαμεν τῆς πατρίδος, ἐγὼ μὲν δι' ἐκεῖνον, ἐκεῖνος δὲ διὰ γυναῖκα Καλλιρόην τοὔνομα, ἥν, δόξασαν ἀποτεθνηκέναι, ἔθαψε πολυτελῶς. τυμβωρύχοι δὲ ζῶσαν εὑρόντες εἰς Ἰωνίαν ἐπώλησαν. τοῦτο γὰρ ἡμῖν ἐμήνυσε δημοσίᾳ βασανιζόμενος Θήρων ὁ λῃστής. [3] ἔπεμψεν οὖν ἡ πόλις ‹ἡ› Συρακοσίων τριήρη καὶ πρέσβεις τοὺς ἀναζητήσοντας τὴν γυναῖκα. ταύτην τὴν τριήρη νυκτὸς ὁρμοῦσαν ἐνέπρησαν βάρβαροι καὶ τοὺς μὲν πολλοὺς ἀπέσφαξαν, ἐμὲ δὲ καὶ τὸν φίλον δήσαντες ἐπώλησαν ἐνταῦθα. ἡμεῖς μὲν οὖν σωφρόνως ἐφέρομεν τὴν συμφοράν· ἕτεροι δέ τινες τῶν ἡμῖν συνδεδεμένων, οὓς ἀγνοοῦμεν, διαρρήξαντες τὰ δεσμὰ φόνον εἰργάσαντο καὶ σοῦ [4] κελεύσαντος τὴν ἐπὶ τὸν σταυρὸν ἠγόμεθα πάντες. ὁ μὲν οὖν φίλος οὐδὲ ἀποθνήσκων ἐνεκάλει τῇ γυναικί, προήχθην δὲ αὐτῆς μνημονεῦσαι καὶ τῶν κακῶν αἰτίαν εἰπεῖν ἐκείνην, δι' ἣν ἐπλεύσαμεν." ἔτι [5] λέγοντος αὐτοῦ Μιθριδάτης ἀνεβόησε "Χαιρέαν λέγεις;" "τὸν φίλον" εἶπεν ὁ Πολύχαρμος· "ἀλλὰ δέομαί σου, δέσποτα, κέλευσον τῷ δημίῳ μηδὲ τοὺς σταυροὺς ἡμῶν διαζεῦξαι." δάκρυα καὶ στεναγμὸς ἐπηκολούθησε τῷ διηγήματι, καὶ πάντας ἔπεμψε Μιθριδάτης ἐπὶ Χαιρέαν, ἵνα μὴ φθάσῃ τελευτήσας. εὗρον δὲ τοὺς μὲν ἄλλους [6] ἀνηρτημένους, ἄρτι δὲ ἐκεῖνον ἐπιβαίνοντα τοῦ σταυροῦ. πόρρωθεν οὖν ἐκεκράγεσαν ἄλλος ἄλλο τι "φεῖσαι," "κατάβηθι," "μὴ τρώσῃς," "ἄφες." ὁ μὲν οὖν δήμιος ἐπέσχε τὴν ὁρμήν· Χαιρέας δὲ λυπούμενος κατέβαινε τοῦ σταυροῦ· χαίρων γὰρ ἀπηλλάσσετο βίου πονηροῦ καὶ ἔρωτος ἀτυχοῦς. ἀγομένῳ δὲ αὐτῷ Μιθριδάτης ἀπήντησε καὶ περιπτυξάμενος εἶπεν "ἀδελφὲ καὶ φίλε, μικροῦ με ἐνήδρευσας ἔργον ἀσεβὲς ἐργάσασθαι διὰ τὴν ἐγκρατῆ μὲν ἀλλ' [7] ἄκαιρόν σου σιωπήν." εὐθὺς οὖν προσέταξε τοῖς οἰκέταις ἄγειν ἐπὶ λουτρὰ καὶ τὰ σώματα θεραπεῦσαι, λουσαμένοις δὲ περιθεῖναι χλαμύδας Ἑλληνικὰς πολυτελεῖς· αὐτὸς δὲ γνωρίμους ἐς [τὸ] συμπόσιον παρεκάλει καὶ ἔθυε Χαιρέου σωτήρια. πότος ἦν μακρὸς καὶ ἡδεῖα [8] φιλοφρόνησις καὶ θυμηδίας οὐδὲν ἐνέδει. προκοπτούσης δὲ τῆς εὐωχίας θερμανθεὶς Μιθριδάτης οἴνῳ καὶ ἔρωτι "μὴ γὰρ ‹οὐ› τὰ δεσμὰ καὶ τὸν σταυρὸν ἐλεῶ σου, Χαιρέα" φησίν, "ἀλλ' ὅτι τοιαύτης γυναικὸς ἀφῃρέθης." ἐκπλαγεὶς οὖν ὁ Χαιρέας ἀνέκραγε "ποῦ γὰρ σὺ Καλλιρόην εἶδες τὴν ἐμήν;" "οὐκέτι σὴν" εἶπεν ὁ Μιθριδάτης, "ἀλλὰ Διονυσίου τοῦ Μιλησίου νόμῳ γαμηθεῖσαν· ἤδη δὲ καὶ τέκνον [9] ἐστὶν αὐτοῖς." οὐκ ἐκαρτέρησεν ὁ Χαιρέας ἀκούσας, ἀλλὰ τοῖς γόνασι Μιθριδάτου προσπεσὼν "ἱκετεύω σε, πάλιν, ὦ δέσποτα, τὸν σταυρόν μοι ἀπόδος. χεῖρόν με βασανίζεις, ἐπὶ τοιούτῳ διηγήματι ζῆν ἀναγκάζων.

[10] ἄπιστε Καλλιρόη καὶ πασῶν ἀσεβεστάτη γυναικῶν, ἐγὼ μὲν ἐπράθην διὰ σὲ καὶ ἔσκαψα καὶ σταυρὸν ἐβάστασα καὶ δημίου χερσὶ παρεδόθην, σὺ δὲ ἐτρύφας καὶ γάμους ἔθυες ἐμοῦ δεδεμένου. οὐκ ἤρκεσεν ὅτι γυνὴ γέγονας ἄλλου Χαιρέου ζῶντος, γέγονας δὲ καὶ [11] μήτηρ." κλάειν ἤρξαντο πάντες καὶ μετέβαλε τὸ συμπόσιον εἰς σκυθρωπὴν ὑπόθεσιν. μόνος ἐπὶ τούτοις Μιθριδάτης ἔχαιρεν, ἐλπίδα τινὰ λαμβάνων ἐρωτικήν, ὡς δυνάμενος ἤδη καὶ λέγειν καὶ πράττειν [12] τι περὶ Καλλιρόης, ἵνα δοκῇ φίλῳ βοηθεῖν. "ἄρτι μὲν οὖν" ἔφη, "νὺξ γάρ ἐστιν, ἀπίωμεν, τῇ δ' ὑστεραίᾳ νήφοντες βουλευώμεθα περὶ τούτων· δεῖται γὰρ ἡ σκέψις σχολῆς μακροτέρας." ἐπὶ τούτοις ἀναστὰς διέλυσε τὸ συμπόσιον καὶ αὐτὸς μὲν ἀνεπαύετο καθάπερ ἦν ἔθος αὐτῷ, τοῖς δὲ Συρακοσίοις νεανίσκοις θεραπείαν τε καὶ οἶκον ἐξαίρετον ἀπέδειξε.

[4]

[1]    Νὺξ ἐκείνη φροντίδων μεστὴ πάντας κατελάμβανε καὶ οὐδεὶς ἐδύνατο καθεύδειν· Χαιρέας μὲν γὰρ ὠργίζετο, Πολύχαρμος δὲ παρεμυθεῖτο, Μιθριδάτης δὲ ἔχαιρεν ἐλπίζων ὅτι καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἔφεδρος μένων μεταξὺ Χαιρέου τε καὶ Διονυσίου [2] αὐτὸς ἀκονιτὶ τὸ ἆθλον Καλλιρόην ἀποίσεται. τῆς δ' ὑστεραίας προτεθείσης τῆς γνώμης ὁ μὲν Χαιρέας εὐθὺς ἠξίου βαδίζειν εἰς Μίλητον καὶ Διονύσιον ἀπαιτεῖν τὴν γυναῖκα· μὴ γὰρ ἂν μηδὲ Καλλιρόην ἐμμένειν ἰδοῦσαν αὐτόν· ὁ δὲ Μιθριδάτης "ἐμοῦ μὲν ἕνεκα" φησὶν "ἄπιθι, βούλομαι γάρ σε μηδὲ μίαν ἡμέραν ἀπεζεῦχθαι τῆς γυναικός· ὄφελον μηδὲ Σικελίας ἐξήλθετε, μηδὲ συνέβη τι δεινὸν ἀμφοῖν· ἐπεὶ δὲ ἡ φιλόκαινος Τύχη δρᾶμα σκυθρωπὸν ὑμῖν περιτέθεικε, βουλεύσασθαι δεῖ περὶ τῶν ἑξῆς φρονιμώτερον· νῦν γὰρ σπεύδεις πάθει μᾶλλον ἢ λογισμῷ, μηδὲν τῶν μελλόντων [3] προορώμενος. μόνος καὶ ξένος εἰς πόλιν ἀπέρχῃ τὴν μεγίστην, καὶ ἀνδρὸς πλουσίου καὶ πρωτεύοντος ἐν Ἰωνίᾳ θέλεις ἀποσπάσαι γυναῖκα ἐξαιρέτως αὐτῷ συναφθεῖσαν; ποίᾳ δυνάμει πεποιθώς; μακρὰν Ἑρμοκράτης σου καὶ Μιθριδάτης οἱ μόνοι σύμμαχοι, πενθῆσαι δυνάμενοί [4] σε μᾶλλον ἢ βοηθῆσαι. φοβοῦμαι καὶ τὴν τύχην τοῦ τόπου. δεινὰ μὲν ἐκεῖ πέπονθας ἤδη· δόξει δέ σοι τὰ τότε φιλανθρωπότερα. [τότε Μίλητος ἦν.] ἐδέθης μέν, ἀλλὰ ἔζησας· ἐπράθης, ἀλλὰ ἐμοί. νῦν δέ, ἂν αἴσθηται Διονύσιός ‹σε› ἐπιβουλεύοντα τοῖς γάμοις αὐτοῦ, τίς σε θεῶν δυνήσεται σῶσαι; παραδοθήσῃ γὰρ ἀντεραστῇ τυράννῳ, καὶ τάχα μὲν οὐδὲ πιστευθήσῃ Χαιρέας εἶναι, κινδυνεύσεις δὲ μᾶλλον, [5] κἂν ἀληθῶς εἶναί σε νομίσῃ. σὺ μόνος ἀγνοεῖς τὴν φύσιν τοῦ Ἔρωτος, ὅτι οὗτος ὁ θεὸς ἀπάταις χαίρει καὶ δόλοις; δοκεῖ δέ μοι πρῶτον ἀποπειραθῆναί σε τῆς γυναικὸς διὰ γραμμάτων εἰ μέμνηταί σου καὶ Διονύσιον θέλει καταλιπεῖν ἢ

   κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ.

ἐπιστολὴν γράψον αὐτῇ· λυπηθήτω, χαρήτω, ζητησάτω, καλεσάτω· τῆς δὲ τῶν γραμμάτων διαπομπῆς ἐγὼ προνοήσομαι. βάδιζε καὶ γράφε."

[6]    Πείθεται Χαιρέας καὶ μόνος ἐπ' ἐρημίας γενόμενος ἤθελε γράφειν, ἀλλ' οὐκ ἠδύνατο, δακρύων ἐπιρρεόντων καὶ τῆς χειρὸς αὐτοῦ τρεμούσης. ἀποκλαύσας δὲ τὰς ἑαυτοῦ συμφορὰς μόλις ἤρξατο τοιαύτης ἐπιστολῆς·

[7]    "Καλλιρόῃ Χαιρέας· ζῶ, καὶ ζῶ διὰ Μιθριδάτην, τὸν ἐμὸν εὐεργέτην, ἐλπίζω δὲ καὶ ‹τὸν› σόν· ἐπράθην γὰρ εἰς Καρίαν ὑπὸ βαρβάρων, οἵτινες ἐνέπρησαν τριήρη τὴν καλήν, τὴν στρατηγικήν, τὴν τοῦ σοῦ πατρός· ἐξέπεμψε δὲ ἐπ' αὐτῆς ἡ πόλις πρεσβείαν ὑπὲρ σοῦ. τοὺς μὲν οὖν ἄλλους πολίτας οὐκ οἶδ' ὅ τι γεγόνασιν, ἐμὲ δὲ καὶ Πολύχαρμον τὸν φίλον ἤδη μέλλοντας φονεύεσθαι σέσωκεν ἔλεος [8] δεσπότου. πάντα δὲ Μιθριδάτης εὐεργετήσας τοῦτό με λελύπηκεν ἀντὶ πάντων, ὅτι μοι τὸν σὸν γάμον διηγήσατο· θάνατον μὲν γὰρ ἄνθρωπος ὢν προσεδόκων, τὸν δὲ σὸν γάμον οὐκ ἤλπισα. ἀλλ' ἱκετεύω, μετανόησον. κατασπένδω τούτων μου τῶν γραμμάτων [9] δάκρυα καὶ φιλήματα. ἐγὼ Χαιρέας εἰμὶ ὁ σὸς ἐκεῖνος ὃν εἶδες παρθένος εἰς Ἀφροδίτης βαδίζουσα, δι' ὃν ἠγρύπνησας. μνήσθητι τοῦ θαλάμου καὶ τῆς νυκτὸς τῆς μυστικῆς, ἐν ᾗ πρῶτον σὺ μὲν ἀνδρός, ἐγὼ δὲ γυναικὸς πεῖραν ἐλάβομεν. ἀλλὰ ἐζηλοτύπησα. τοῦτο ἴδιόν ἐστι φιλοῦντος. δέδωκά σοι δίκας. ἐπράθην, ἐδούλευσα, [10] ἐδέθην. μή μοι μνησικακήσῃς τοῦ λακτίσματος τοῦ προπετοῦς· κἀγὼ γὰρ ἐπὶ σταυρὸν ἀνέβην διὰ σέ, σοὶ μηδὲν ἐγκαλῶν. εἰ μὲν οὖν ἔτι μνημονεύσειας, οὐδὲν ἔπαθον· εἰ δὲ ἄλλο τι φρονεῖς, θανάτου μοι δώσεις ἀπόφασιν."

[5]

[1]    Ταύτην τὴν ἐπιστολὴν ἔδωκε ‹Μιθριδάτης› Ὑγίνῳ τῷ πιστοτάτῳ, ὃν καὶ διοικητὴν εἶχεν ἐν Καρίᾳ τῆς ὅλης οὐσίας, παραγυμνώσας αὐτῷ καὶ τὸν ἴδιον ἔρωτα. ἔγραψε δὲ καὶ αὐτὸς πρὸς Καλλιρόην, εὔνοιαν ἐπιδεικνύμενος αὐτῇ καὶ κηδεμονίαν, ὅτι δι' ἐκείνην Χαιρέαν ἔσωσε, καὶ συμβουλεύων μὴ ὑβρίσαι τὸν πρῶτον ἄνδρα, ὑπισχνούμενος αὐτὸς στρατηγήσειν ὅπως ἀλλήλους ἀπολάβωσιν, ἂν καὶ τὴν [2] ἐκείνης προσλάβῃ ψῆφον. συνέπεμψε δὲ τῷ Ὑγίνῳ τρεῖς ὑπηρέτας καὶ δῶρα πολυτελῆ καὶ χρυσίον συχνόν· εἴρητο δὲ πρὸς τοὺς ἄλλους οἰκέτας ὅτι πέμπει ταῦτα Διονυσίῳ, πρὸς τὸ ἀνύποπτον. κελεύει δὲ τὸν Ὑγῖνον, ἐπειδὰν ἐν Πριήνῃ γένηται, τοὺς μὲν ἄλλους αὐτοῦ καταλιπεῖν, μόνον δὲ αὐτόν, ὡς Ἴωνα (καὶ γὰρ ἡλλήνιζε τὴν φωνήν) κατάσκοπον εἰς τὴν Μίλητον πορευθῆναι· εἶτ' ἐπειδὰν μάθῃ πῶς ἂν χρήσαιτο τοῖς πράγμασι, τότε τοὺς ἐκ Πριήνης εἰς Μίλητον ἀπαγαγεῖν.

[3]    Ὁ μὲν οὖν ἀπῄει καὶ ἔπραττε τὰ κεκελευσμένα, ἡ Τύχη δὲ οὐχ ὅμοιον τῇ γνώμῃ τὸ τέλος ἐβράβευσεν, ἀλλὰ μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν. ἐπειδὴ γὰρ Ὑγῖνος εἰς Μίλητον ἀπηλλάγη, καταλειφθέντες οἱ δοῦλοι τοῦ προεστηκότος ἔρημοι πρὸς ἀσωτίαν ὥρμων, [4] ἔχοντες χρυσίον ἄφθονον. ἐν πόλει δὲ μικρᾷ καὶ περιεργίας Ἑλληνικῆς πλήρει ξενικὴ πολυτέλεια τοὺς πάντων ἐπέστρεψεν ὀφθαλμούς· ἄγνωστοι γὰρ ἄνθρωποι καὶ τρυφῶντες ἔδοξαν αὐτοῖς μάλιστα μὲν [5] λῃσταί, δραπέται δὲ πάντως. ἧκεν οὖν εἰς τὸ πανδοχεῖον ὁ στρατηγὸς καὶ διερευνώμενος εὗρε χρυσίον καὶ κόσμον πολυτελῆ. φώρια δὲ νομίσας ἀνέκρινε τοὺς οἰκέτας τίνες εἶεν καὶ πόθεν ταῦτα. φόβῳ δὲ βασάνων κατεμήνυσαν τὴν ἀλήθειαν ὅτι Μιθριδάτης ὁ Καρίας ὕπαρχος [6] δῶρα πεπόμφει Διονυσίῳ, καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυσαν. ὁ δὲ στρατηγὸς τὰ μὲν γράμματα οὐκ ἔλυσεν, ἦν γὰρ ἔξωθεν κατασεσημασμένα, δημοσίοις δὲ παραδοὺς ἅπαντα μετὰ τῶν οἰκετῶν ἔπεμψε [7] πρὸς Διονύσιον, εὐεργεσίαν εἰς αὐτὸν κατατίθεσθαι νομίζων. ἐτύγχανε μὲν οὖν ἑστιῶν τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν καὶ λαμπρὸν τὸ συμπόσιον ἦν, ἤδη δέ που καὶ αὐλὸς ἐφθέγγετο καὶ δι' ᾠδῆς ἠκούετο μέλος. μεταξὺ δὲ ἐπέδωκέ τις αὐτῷ τὴν ἐπιστολήν·

[8]    "Στρατηγὸς Πριηνέων Βίας εὐεργέτῃ Διονυσίῳ χαίρειν· δῶρα καὶ γράμματα κομιζόμενά σοι παρὰ Μιθριδάτου τοῦ Καρίας ὑπάρχου δοῦλοι πονηροὶ κατέφθειρον, οὓς ἐγὼ συλλαβὼν ἀνέπεμψα πρὸς σέ."

   Ταύτην τὴν ἐπιστολὴν ἐν μέσῳ τῷ συμποσίῳ Διονύσιος ἀνέγνω, καλλωπιζόμενος ἐπὶ ταῖς βασιλικαῖς δωρεαῖς· ἐντεμεῖν δὲ τὰς σφραγῖδας κελεύσας ἐντυγχάνειν ἐπειρᾶτο τοῖς γράμμασιν. εἶδεν οὖν "Καλλιρόῃ Χαιρέας· ζῶ."

[9]    Τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, εἶτα σκότος τῶν ὀφθαλμῶν αὐτοῦ κατεχύθη. καὶ μέντοι λιποθυμήσας ὅμως ἐκράτησε τὰ γράμματα, φοβούμενος ἄλλον αὐτοῖς ἐντυχεῖν. θορύβου δὲ καὶ συνδρομῆς γενομένης ἐπηγέρθη, καὶ συνεὶς τοῦ πάθους ἐκέλευσε τοῖς οἰκέταις μετενεγκεῖν αὐτὸν εἰς ἕτερον οἰκίσκον, [10] ὡς δῆθεν βουλόμενος ἠρεμίας μετασχεῖν. τὸ μὲν οὖν συμπόσιον σκυθρωπῶς διελύθη (φαντασία γὰρ ἀποπληξίας αὐτοὺς ἔσχε), Διονύσιος δὲ καθ' ἑαυτὸν γενόμενος πολλάκις ἀνεγίνωσκε τὰς ἐπιστολάς. κατελάμβανε δὲ αὐτὸν πάθη ποικίλα, θυμός, ἀθυμία, φόβος, ἀπιστία. ζῆν μὲν οὖν Χαιρέαν οὐκ ἐπίστευε (τοῦτο γὰρ οὐδὲ ὅλως ἤθελε), σκῆψιν δὲ μοιχικὴν ὑπελάμβανε Μιθριδάτου διαφθεῖραι θέλοντος Καλλιρόην ἐλπίδι Χαιρέου.

[6]

[1]    Μεθ' ἡμέραν οὖν τήρησιν ἐποιεῖτο τῆς γυναικὸς ἀκριβεστέραν, ἵνα μή τις αὐτῇ προσέλθῃ μηδὲ ἀπαγγείλῃ τι τῶν ἐν Καρίᾳ διηγημάτων· αὐτὸς δὲ ἄμυναν ἐπενόησε τοιαύτην. ἐπεδήμει κατὰ καιρὸν ὁ Λυδίας καὶ Ἰωνίας ὕπαρχος Φαρνάκης, ὃς δὴ καὶ μέγιστος εἶναι ἐδόκει τῶν ὑπὸ βασιλέως καταπεμπομένων ἐπὶ θάλατταν. ἐπὶ τοῦτον ἦλθεν ὁ Διονύσιος, ἦν γὰρ αὐτῷ φίλος, καὶ ἰδιολογίαν ᾐτήσατο μόνος. "ἱκετεύω σε" φησίν, "ὦ δέσποτα, βοήθησον ἐμοί τε καὶ σεαυτῷ. Μιθριδάτης γάρ, ὁ κάκιστος ἀνθρώπων, καὶ σοὶ φθονῶν, ξένος μου γενόμενος ἐπιβουλεύει μου τῷ γάμῳ καὶ πέπομφε γράμματα [2] μοιχικὰ μετὰ χρυσίου πρὸς τὴν γυναῖκα τὴν ἐμήν." ἐπὶ τούτοις ἀνεγίνωσκε τὰς ἐπιστολὰς καὶ διηγεῖτο τὴν τέχνην. ἀσμένως ἤκουσε Φαρνάκης τῶν λόγων τάχα μὲν καὶ διὰ Μιθριδάτην (ἐγεγόνει γὰρ αὐτοῖς οὐκ ὀλίγα προσκρούσματα διὰ τὴν γειτνίασιν), τὸ δὲ πλέον διὰ τὸν ἔρωτα· καὶ γὰρ αὐτὸς ἐκάετο τῆς Καλλιρόης καὶ δι' αὐτὴν ἐπεδήμει τὰ πολλὰ Μιλήτῳ, καλῶν ἐπὶ τὰς ἑστιάσεις Διονύσιον [3] μετὰ τῆς γυναικός. ὑπέσχετο οὖν βοηθήσειν αὐτῷ κατὰ τὸν δυνατὸν τρόπον καὶ γράφει δι' ἀπορρήτων ἐπιστολήν.

   "Βασιλεῖ Βασιλέων Ἀρταξέρξῃ σατράπης Λυδίας καὶ Ἰωνίας [4] Φαρνάκης ἰδίῳ δεσπότῃ χαίρειν. Διονύσιος ὁ Μιλήσιος δοῦλός ἐστι σὸς ἐκ προγόνων πιστὸς καὶ πρόθυμος εἰς τὸν σὸν οἶκον. οὗτος ἀπωδύρατο πρός με ὅτι Μιθριδάτης ὁ Καρίας ὕπαρχος ξένος αὐτῷ γενόμενος διαφθείρει αὐτοῦ τὴν γυναῖκα. φέρει δὲ μεγάλην ἀδοξίαν εἰς τὰ σὰ πράγματα, μᾶλλον δὲ ταραχήν· πᾶσα μὲν γὰρ παρανομία σατράπου μεμπτή, μάλιστα δὲ αὕτη. καὶ γὰρ ὁ Διονύσιός ἐστι δυνατώτατος Ἰώνων καὶ τὸ κάλλος τῆς γυναικὸς περιβόητον, ὥστε τὴν ὕβριν μὴ δύνασθαι λαθεῖν."

[5]    Ταύτην τὴν ἐπιστολὴν κομισθεῖσαν [ὁ] βασιλεὺς ἀνέγνω τοῖς φίλοις καὶ τί χρὴ πράττειν ἐβουλεύετο. γνῶμαι δὲ ἐρρήθησαν διάφοροι· τοῖς μὲν γὰρ Μιθριδάτῃ φθονοῦσιν ἢ τὴν σατραπείαν αὐτοῦ μνωμένοις ἐδόκει μὴ περιορᾶν ἐπιβουλὴν εἰς γάμον ἀνδρὸς ἐνδόξου, τοῖς δὲ ῥᾳθυμοτέροις τὰς φύσεις ἢ τιμῶσι τὸν Μιθριδάτην (εἶχε δὲ πολλοὺς ‹καὶ› προεστηκότας) οὐκ ἤρεσκεν ἀνάρπαστον ἐκ διαβολῆς [6] ποιεῖν ἄνδρα δόκιμον. ἀγχωμάλων δὲ τῶν γνωμῶν γενομένων ἐκείνης μὲν τῆς ἡμέρας οὐδὲν ἐπεκύρωσεν [ὁ] βασιλεύς, ἀλλ' ὑπερέθετο τὴν σκέψιν· νυκτὸς δὲ ἐπελθούσης ὑπεδύετο αὐτὸν μισοπονηρία μὲν διὰ τὸ τῆς βασιλείας εὐπρεπές, εὐλάβεια δὲ περὶ ‹τοῦ› μέλλοντος· [7] ἀρχὴν γὰρ ἔχειν τὸν Μιθριδάτην καταφρονήσεως. ὥρμησεν οὖν καλεῖν ἐπὶ τὴν δίκην αὐτόν· ἄλλο δὲ πάθος παρῄνει μεταπέμπεσθαι καὶ τὴν γυναῖκα τὴν καλήν· σύμβουλοι γὰρ οἶνος καὶ σκότος ἐν ἐρημίᾳ γενόμενοι καὶ τούτου τοῦ μέρους τῆς ἐπιστολῆς ἀνεμίμνησκον βασιλέα, προσηρέθιζε δὲ καὶ φήμη, Καλλιρόην τινὰ καλλίστην ἐπὶ τῆς Ἰωνίας εἶναι· καὶ τοῦτο μόνον ἐμέμφετο βασιλεὺς Φαρνάκην, [8] ὅτι οὐ προσέγραψεν ἐν τῇ ἐπιστολῇ ὄνομα τῆς γυναικός. ὅμως δὲ ἐπ' ἀμφιβόλῳ τοῦ τάχα καὶ κρείττονα τυγχάνειν τῆς φημιζομένης ἑτέραν ἔδοξε καλέσαι καὶ τὴν γυναῖκα. γράφει δὲ καὶ πρὸς Φαρνάκην "Διονύσιον, ἐμὸν δοῦλον, Μιλήσιον, πέμψον·" πρὸς δὲ Μιθριδάτην "ἧκε ἀπολογησόμενος ὅτι οὐκ ἐπεβούλευσας γάμῳ Διονυσίου."

[7]

[1]    Καταπλαγέντος δὲ τοῦ Μιθριδάτου καὶ ἀποροῦντος τὴν αἰτίαν τῆς διαβολῆς, ὑποστρέψας ὁ Ὑγῖνος ἐδήλωσε τὰ πεπραγμένα περὶ τοὺς οἰκέτας. προδοθεὶς οὖν ὑπὸ τῶν γραμμάτων ἐβουλεύετο μὴ βαδίζειν ἄνω, δεδοικὼς τὰς διαβολὰς καὶ τὸν θυμὸν [τοῦ] βασιλέως, ἀλλὰ Μίλητον μὲν καταλαβεῖν καὶ Διονύσιον ἀνελεῖν τὸν αἴτιον, Καλλιρόην [2] δὲ ἁρπάσας ἀποστῆναι βασιλέως. "τί γὰρ σπεύδω" φησὶ "παραδοῦναι δεσπότου χερσὶ τὴν ἐλευθερίαν; τάχα δὲ καὶ κρατήσεις τι ἐνθάδε μένων· μακρὰν γάρ ἐστι βασιλεὺς καὶ ‹φαύλους› ἔχει στρατηγούς· εἰ δὲ καὶ ἄλλως ‹σε› ἀθετήσειεν, οὐδὲν δυνήσῃ χεῖρον παθεῖν. ἐν τοσούτῳ δὲ σὺ μὴ προδῷς δύο τὰ κάλλιστα, ἔρωτα καὶ ἀρχήν. ἐντάφιον ἔνδοξον ἡ ἡγεμονία καὶ μετὰ Καλλιρόης θάνατος [3] ἡδύς." ἔτι ταῦτα βουλευομένου καὶ παρασκευαζομένου πρὸς ἀπόστασιν ἧκέ τις ἀγγέλλων ὡς Διονύσιος ἐξώρμηκε Μιλήτου καὶ Καλλιρόην ἐπάγεται. τοῦτο λυπηρότερον ἤκουσε Μιθριδάτης ἢ τὸ πρόσταγμα τὸ καλοῦν ἐπὶ τὴν δίκην· ἀποκλαύσας δὲ τὴν ἑαυτοῦ συμφορὰν "ἐπὶ ποίαις" φησὶν "ἐλπίσιν ἔτι μένω; προδίδωσί με πανταχόθεν ἡ [4] Τύχη. τάχα γὰρ ἐλεήσει με βασιλεὺς μηδὲν ἀδικοῦντα· εἰ δὲ ἀποθανεῖν δεήσειε, πάλιν ὄψομαι Καλλιρόην· κἂν ἐν τῇ κρίσει Χαιρέαν ἕξω μετ' ἐμαυτοῦ καὶ Πολύχαρμον οὐ συνηγόρους μόνον, ἀλλὰ καὶ μάρτυρας." πᾶσαν οὖν τὴν θεραπείαν κελεύσας συνακολουθεῖν ἐξώρμησε Καρίας, ἀγαθὴν ἔχων ψυχὴν ἐκ τοῦ μηδὲν ἀδικεῖν ἂν δόξαι· ὥστε οὐδὲ μετὰ δακρύων προέπεμψαν αὐτόν, ἀλλὰ μετὰ [5] θυσιῶν καὶ πομπῆς. ἕνα μὲν οὖν στόλον τοῦτον ἐκ Καρίας ἔστελλεν ὁ Ἔρως, ἐξ Ἰωνίας δὲ ἐνδοξότερον ἄλλον· ἐπιφανέστερον γὰρ καὶ βασιλικώτερον ἦν τὸ κάλλος. προέτρεχε γὰρ τῆς γυναικὸς ἡ Φήμη, καταγγέλλουσα πᾶσιν ἀνθρώποις ὅτι Καλλιρόη παραγίνεται, τὸ περιβόητον ὄνομα, τὸ μέγα τῆς φύσεως κατόρθωμα,

   Ἀρτέμιδι ἰκέλη ἢ χρυσείῃ Ἀφροδίτῃ.

[6] ἐνδοξοτέραν αὐτὴν ἐποίει καὶ τὸ τῆς δίκης διήγημα. πόλεις ἀπήντων ὅλαι καὶ τὰς ὁδοὺς ἐστενοχώρουν οἱ συντρέχοντες ἐπὶ τὴν θέαν· ἐδόκει δὲ [τοῖς] πᾶσι τῆς φήμης ἡ γυνὴ κρείττων. μακαριζόμενος δὲ Διονύσιος ἐλυπεῖτο, καὶ δειλότερον αὐτὸν ἐποίει τῆς εὐτυχίας τὸ μέγεθος· οἷα γὰρ πεπαιδευμένος ἐνεθυμεῖτο ὅτι φιλόκαινός ἐστιν ὁ Ἔρως· διὰ τοῦτο καὶ τόξα καὶ πῦρ ποιηταί τε καὶ πλάσται περιτεθείκασιν [7] αὐτῷ, τὰ κουφότατα καὶ στῆναι μὴ θέλοντα. μνήμη δὲ ἐλάμβανεν αὐτὸν παλαιῶν διηγημάτων, ὅσαι μεταβολαὶ γεγόνασι τῶν καλῶν γυναικῶν. πάντα οὖν Διονύσιον ἐφόβει, πάντας ἔβλεπεν ὡς ἀντεραστάς, οὐ τὸν ἀντίδικον μόνον, ἀλλ' αὐτὸν τὸν δικαστήν, ὥστε καὶ μετενόει προπετέστερον Φαρνάκῃ ταῦτα μηνύσας,

   ἐξὸν καθεύδειν τήν τ' ἐρωμένην ἔχειν·
οὐ γὰρ ὅμοιον ἐν Μιλήτῳ φυλάττειν Καλλιρόην καὶ ἐπὶ τῆς Ἀσίας [8] ὅλης. διεφύλαττε δὲ ὅμως τὸ ἀπόρρητον μέχρι τέλους, καὶ τὴν αἰτίαν οὐχ ὡμολόγει πρὸς τὴν γυναῖκα, ἀλλ' ἡ πρόφασις ἦν ὅτι βασιλεὺς αὐτὸν μεταπέμπεται, βουλεύσασθαι θέλων περὶ τῶν ἐν Ἰωνίᾳ πραγμάτων. ἐλυπεῖτο δὲ Καλλιρόη, μακρὰν στελλομένη θαλάσσης Ἑλληνικῆς· ἕως γὰρ τοὺς Μιλησίων λιμένας ἑώρα, Συρακούσας ἐδόκει ἐγγὺς τυγχάνειν· μέγα δὲ εἶχε παραμύθιον καὶ τὸν Χαιρέου τάφον ἐκεῖ.